TLG 4031 001 :: EUSTRATIUS :: In Aristotelis analyticorum posteriorum librum secundum commentarium

EUSTRATIUS Phil., Discipulus Joannis Itali Metropolita
(Nicaeensis: A.D. 11–12)

In Aristotelis analyticorum posteriorum librum secundum commentarium

Source: Hayduck, M. (ed.), Eustratii in analyticorum posteriorum librum secundum commentarium [Commentaria in Aristotelem Graeca 21.1] Berlin: Reimer, 1907: 1–270.

Citation: Page — (line)

1

(1t)

ΕΥΣΤΡΑΤΙΟΥ ΥΠΟΜΝΗΜΑ
2tΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΔΕΥΤΕΡΩΝ ΑΝΑΛΥΤΙΚΩΝ
3tΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
4Τὸν σκοπὸν τοῦ δευτέρου βιβλίου τῶν Ὑστέρων Ἀναλυτικῶν τοῦ
5Ἀριστοτέλους περὶ τοῦ ὁρισμοῦ εἶναι ὁ Ἀλέξανδρος εἴρηκεν. ἐπεὶ γάρ, φησί, δύο λόγοι τῆς μετὰ λόγου καὶ διανοίας θεωρίας, ὁ μὲν δι’ ὁρισμοῦ, ὁ δὲ δι’ ἀποδείξεως, περὶ ἐπιστήμης εἰπεῖν ἐξ ἀρχῆς προθέμενος καὶ τὴν ἀπόδειξιν παραδοὺς πρότερον τί τέ ἐστι καὶ πῶς γίνεται, νῦν διδάσκει καὶ περὶ ὁρισμῶν. καὶ ἕτεροι δέ τινες τῶν μεταγενεστέρων ἐξηγητῶν περὶ
10τῆς τοῦ ὅρου κατασκευῆς ἔφασαν ἐνταῦθα τῷ Ἀριστοτέλει προκεῖσθαι· δοκεῖ δὲ ταῦτα πρὸς τὴν ἐπιγραφὴν ἀκατάλληλα. εἰ γὰρ οὗτος αὐτῷ ὁ σκοπός, ἔδει μὴ Ἀναλυτικὰ τὴν πραγματείαν ἀλλ’ Ὁριστικὰ ἐπιγράφεσθαι ἢ Περὶ ὅρου ἢ ἄλλως πως, ὡς ἂν ᾖ τῷ σκοπῷ καὶ ἡ ἐπιγραφὴ συνῳδός. νῦν δὲ αἱ μὲν ἐπιστῆμαι αὗται πρὸς ἀλλήλας ἀντιδιῄρηνται, λέγω δὴ ἀναλυτικήν
15τε καὶ ὁριστικήν, καὶ ἕτεραι ἀλλήλων τῷ εἴδει εἰσίν· ἐν δὲ τῇ τῆς ἑτέρας παραδόσει τὴν ἑτέραν ἐπιγράφειν δόξειεν ἂν ἴσως ἄλογον. οὐδὲ τοῦτο δὲ εὔλογον ὅτι ἐπειδὴ μὴ ἁπλῶς περὶ ὅρου παραδίδωσιν ἀλλ’ ὅσον ἀνήκει τῇ ἀποδείξει, τούτου ἕνεκεν Ἀναλυτικὰ καὶ τοῦτο τὸ βιβλίον ἐπέγραψε. πρῶτον μὲν γὰρ ὁ ταῦτα λέγων οὐ παρίστησιν αὐτόθεν τῷ λόγῳ, πῶς τοσοῦ‐
20τον ἐνταυθοῖ περὶ ὅρου παραδίδοται, ὅσον ἀνήκει τῇ ἀποδείξει· οὔτε γὰρ τοῦτο ἐκ τούτου παρίσταται οὔτε μὴν ὅτι τοσοῦτον ἐνταυθοῖ παραδίδοται. ἔπειτα οὐδ’ οὕτως ἔδει Ἀναλυτικὰ τὴν περὶ ὅρου ἐπιγράφειν παράδοσιν, ὅτι κατὰ τὴν χρείαν τῆς Ἀναλυτικῆς γίνεται, ἀλλ’ ἐξ αὐτοῦ μᾶλλον τοῦ προκειμένου ἐχρῆν ὀνομασθῆναι τὸ βιβλίον, ἐπεὶ καὶ πολλὰς πραγματείας εὑρήσομεν
25εἰς ἑτέρας ἀναφερομένας ὡς εἰς ἐκείνας συμβαλλομένας, ἀλλ’ οὐκ ἐξ ἐκείνων ὀνομαζομένας εἰς ἃς συμβάλλονται, ἀλλ’ ἐκ τῶν καθ’ ἑαυτὰς προκειμένων
αὐταῖς. ὡς ἐπὶ πᾶν γὰρ αἱ ἐπιγραφαὶ τῶν πραγματειῶν τὸν προκείμενον1

2

σκοπὸν περιέχειν ἐν βραχεῖ ἐπαγγέλλονται. τί οὖν ἐροῦμεν; ἢ ὅτι ἐπειδὴ περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς ἡ πρόθεσις ἦν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ τό τε εἶναι ἀπόδειξιν καὶ τί εἶναι ἀπόδειξιν παραδέδωκεν, ἔτι τε διὰ τίνων γίνεται καὶ τί τῶν ἄλλων
5διαφέρει συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς ὁ μέσος τοῦ συμπεράσματος αἴτιος, οὐχὶ καὶ τοῦ πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ συλλογισμῷ δεῖ τὸν μέσον καὶ τοῦ πράγματος εἶναι αἴτιον καὶ μὴ μόνον τοῦ συμπεράσματος, ἔδει δὲ ἐξ ἀνάγκης καὶ περὶ τοῦ μέσου διδάξαι καὶ γνωρίσαι ὁποῖος οὗτος εἶναι ὀφείλει καὶ πῶς καὶ τοῦ πράγματος αἴτιός ἐστι,
10διὰ τοῦτο ἐν τῷ παρόντι βιβλίῳ ἰδίαν διδασκαλίαν περὶ τοῦ μέσου ποιεῖται, δεικνὺς εὐθὺς ἐξ ἀρχῆς τοῦ βιβλίου ὅτι ἀναγκαῖον περὶ τοῦ κατὰ τὴν ἀπό‐ δειξιν μέσου εἰπεῖν. ὁ γὰρ περὶ τῶν τεσσάρων ζητημάτων λόγος ὃν τοῦ βιβλίου ἀρχόμενος εὐθὺς ποιεῖται, οὐδὲν ἄλλο ἐστὶν ἢ κατασκευὴ τοῦ δεῖν περὶ τοῦ μέσου ζητῆσαι καὶ ἐξετάσαι ὡς ἂν μετ’ ἐπιστήμης καὶ οὗτος ἐν
15τῇ ἀποδείξει παραλαμβάνηται. τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητου‐ μένων ἐν ἑκάστῳ τούτων, ὡς αὐτὸς παραδίδωσι, περὶ τοῦ μέσου ἐστὶν ἡ ζήτησις. καὶ ἐπεὶ οὕτως ἀναγκαῖός ἐστιν ὁ μέσος, ὡς ἐν παντὶ ζητήματι τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ αὐτοῦ οὐ κατὰ πάρεργον εἰπεῖν, ἀλλ’ ἰδίαν πραγματείαν συστήσασθαι. παραδίδωσι μὲν οὖν περὶ ὅρου, ἀλλὰ
20κατὰ συμβεβηκός· οὐ γὰρ ᾗ ὅρος, ἀλλ’ ᾗ μέσος τῆς ἀποδείξεως. περὶ μὲν γὰρ ὅρου ᾗ ὅρος ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας διδάσκει, ἐν‐ ταῦθα δὲ οὐχ ᾗ ὅρος, ἀλλ’ ᾗ αἴτιος καὶ μέσος ἐν τῇ ἀποδείξει ἐστίν, ὡς δὴ καὶ περὶ τῶν λοιπῶν αἰτίων, τοῦ ποιητικοῦ λέγω, τοῦ ὑλικοῦ καὶ τοῦ τελικοῦ· περὶ τούτων γὰρ οὐχ ἁπλῶς, ἀλλ’ ᾗ μέσοι ἐν ἀποδείξει παρα‐
25λαμβάνονται, διδάσκει ἐνταυθοῖ. ἐπεὶ οὖν περὶ τοῦ ἐν τῷ ἀναλυτικῷ συλλογισμῷ μέσου ἐνταῦθα παραδίδοται, μέρος δὲ καὶ αὕτη ἡ διδασκαλία τῆς ἀναλυτικῆς, διὰ τοῦτο καὶ προσφυῶς Ἀναλυτικὰ ἐπιγέγραπται. ἐν‐ τεῦθεν δὲ δῆλον καὶ τὸ παρὰ Ἀλεξάνδρου λεγόμενον τὸ τοσοῦτον διδάσκειν περὶ τοῦ ὅρου ὅσον ἀνήκει τῇ ἀποδεικτικῇ. ἐπεὶ γὰρ ὡς περὶ μέσου ἐν
30τῇ ἀποδείξει λαμβανομένου καθ’ αὑτὸ ἐνταῦθα παραδίδοται, οἰκείως αὐτῇ παραδίδοται καὶ ἐφ’ ὅσον ταύτῃ δεῖ, κἂν τρόπον ἢ καὶ τρόπους τῆς αὐτοῦ τούτου κατασκευῆς παραδίδωσι, τούτου ἕνεκα τοῦτο ποιεῖ, ἵνα ἔχωμεν τὸ ἀποδεικτικὸν μέσον ἐπιστημονικῶς εὑρημένον καὶ ἀναμφίβολον. Ἐπεὶ δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἐξηγηταῖς παραλέλειπται, τίνος ἕνεκεν
35Ἀναλυτικὰ ἡ Ἀποδεικτικὴ ὀνομάζεται, χρὴ καὶ περὶ τούτου προσθεῖναι· ἡ γὰρ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς παρὰ τοῖς ἐξηγηταῖς κειμένη ἀπόδοσις ἐκείνοις μὲν ἴσως ἁρμόσει, τῇ δέ γε Ἀποδεικτικῇ οὐδαμῶς. οὐ γὰρ ἡ ἀποδεικτικὴ ἐπιστήμη ἀτελεστέρα τῆς εἰς τὰ σχήματα ἀναγούσης τῶν
συλλογισμῶν ἕκαστον, ἵν’ ἐξ ἐκείνης καὶ αὐτὴ ὀνομάζηται, εἴ γε καὶ τέλος2

3

ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς ἐστι πασῶν περὶ τῶν συλλογισμῶν παρα‐ δόσεων· καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀριστοτέλης μαρτυρεῖ ἐκ πρώτης αὐτῆς ἀρχῆς κοινῶς τὴν σκέψιν εἰπὼν περί τε ἀποδείξεως καταγίνεσθαι, καὶ ἐπιστήμης εἶναι σκέψιν ἀποδεικτικῆς. τί οὖν φαμεν; τὸ τῆς ἀναλύσεως
5ὄνομα ἐπὶ τῶν ἀνιόντων ἔοικε τεθεῖσθαι ἀπὸ τῶν ἐκ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχάς, ὡς καὶ αὐτὸ τοὔνομα δηλοῖ· ἀνάλυσις γάρ ἐστιν ἡ εἰς τὰ ἄνω καὶ εἰς τὰ πρότερα λύσις τῶν δευτέρων καὶ ἐξ αὐτῶν ἀποτελουμένων. καὶ τάχα μεταφορικῶς εἴληπται ἀπὸ τῶν ἀποδημούντων καὶ ἀναστρεφόντων εἰς τὰ οἰκεῖα· ὁ γὰρ ἐκ τῆς πατρίδος ἀποδημήσας, εἶτα ὑποστρέφων ὅθεν ἐξελήλυθεν
10ἀναλύειν λέγεται. ὥσπερ δὲ ὅ τε ὁρισμὸς ἥ τε ἀπόδειξις ἥ τε διαίρεσις πολλαχῶς λέγεται, οὕτω δὴ καὶ ἡ ἀνάλυσις. ἔστι μὲν γὰρ ἀνάλυσις ἡ ἀπὸ τῶν συνθέτων ὁδὸς εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συνετέθησαν ὡς ἐκ συντε‐ ταγμένων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν στοιχείων. ἔστι δὲ τῶν συλλογισμῶν ἀνάλυσις εἰς τὰ σχήματα ὡς εἰς ἀρχάς τινας ἤτοι κανόνας τεχνικοὺς καὶ
15ἐπιστημονικούς· καὶ ἑτέρα αὖθις ὡς εἰς στοιχεῖα τὰς προτάσεις ἢ τοὺς ὅρους, ἐξ ὧν πρώτων συντέθεινται. ἔστιν ἀνάλυσις καὶ ἡ ἀπὸ τῶν μερικω‐ τέρων ἄνοδος ἐπὶ τὰ καθολικώτερα, οἷον ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὑπὲρ αὐτὰ γένη, ᾗ καὶ χρῆται ὁ Ἀριστοτέλης ἐν τῷ προκειμένῳ βιβλίῳ, δι’ αὐτῆς εὑρίσκειν τοὺς ὁρισμοὺς
20προτρεπόμενος, ὡς τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς ὁμοειδέσι τοῖς καθ’ ἕκαστα ὁρισμὸν εἶναι τοῦ εἴδους, καὶ τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς ὁμογενέσιν εἴδεσιν ὁρισμὸν ὑπάρχειν τοῦ γένους· ἣν καὶ τῆς διαιρετικῆς ὑπερτίθησιν ὡς ῥᾷον ἢ ἐκείνη καὶ ἀσφαλέστερον τοὺς ὁρισμοὺς θηρᾶν δυναμένην. ἔστι καὶ γνωστοῦ τινος ἀνάλυσις εἰς τὰς ἀρχὰς καὶ τὰ
25αἴτια, ὅθεν τὸ εἶναι ἔχει καὶ τὸ γινώσκεσθαι, καθ’ ὃν δὴ τρόπον καὶ ἡ ἀποδεικτικὴ ἀναλυτικὴ ὀνομάζεται. ἐπεὶ γὰρ ὡς ἐπὶ πᾶν ἐξ ἀναλύσεως ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων ἀνιοῦσιν ἐπὶ τὰ τῇ φύσει πρότερα, τουτέστι τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια, διὰ τοῦτο αὐτή τε ἀναλυτικὴ ὀνομάζεται καὶ ὁ κατ’ αὐτὴν συλλογισμὸς ἀναλυτικός. ὅτι
30γὰρ ἡ σελήνη ἐξ ἀντιφράξεως τῆς γῆς ἐκλείπει, ἐκ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντες γνωρίζομεν, καὶ τότε τὴν ἀπόδειξιν συντίθεμεν. ὅτι μὲν γὰρ ἐκλείπει αἰσθήσει γινώσκεται, τὸ δὲ τούτου αἴτιον ὕστερον εὑρίσκουσα ἡ διάνοια τὴν περὶ τούτου ἐπιστήμην συνίστησιν· ἡ σελήνη ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται. τοῦτο ἀνάλυσις ἐκ
35τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ κατιοῦσα· ἡ σελήνη ἀντιφράττεται, τὸ ἀντιφραττόμενον ἐκλείπει, ἡ
σελήνη ἄρα ἐκλείπει. πάλιν ἡ γῆ σείεται, σειομένης αὐτῆς πνεῦμα ἐν τοῖς3

4

κοιλώμασιν αὐτῆς καὶ σήραγξιν ἀποκλείεται, ἐν τῇ γῇ ἄρα πνεῦμα ἀπο‐ κλείεται· τοῦτο ἀνάλυσις. εἶτα ἀπόδειξις· ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται, πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται· ἐν γῇ ἄρα σεισμὸς γίνεται. ἢ οὖν διὰ ταύτην τὴν αἰτίαν ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ὀνομάζεται, ἢ ἐπειδὴ
5τὸ κῦρος ἅπαν ἐν τῇ ἀποδείξει ὁ μέσος ἔχει, οὗτος δέ ἐστιν ὁ λόγος καὶ τὸ τί ἦν εἶναι τοῦ πράγματος, τοῦτο δ’ ἐξ ἀναλύσεως εὑρίσκεται, ὡς αὐτὸς παραδίδωσι, διὰ τοῦτο ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ἐπωνόμασται, διὰ τὸ ἐξ ἀναλύσεως πρώτης προβαίνειν τε καὶ συνίστασθαι. οὐ γὰρ ἂν εἴη ἀπόδειξις, εἰ μὴ ὅρος, οὐκ ἂν δὲ ὅρος, εἰ μὴ ἀνάλυσις, καθὼς ὁ Ἀριστοτέλης φησίν·
10οὐκ ἂν ἄρα ἀπόδειξις, εἰ μὴ ἀνάλυσις. Εἴποι δ’ ἄν τις καὶ οὕτως ὡς τὰ μὲν Πρότερα Ἀναλυτικὰ διὰ τὴν προτέραν αἰτίαν οὕτως ὠνόμασται, ὡς τελεωτέρας οὔσης παρ’ αὐτῆς θεωρίας τῆς εἰς τὰ σχήματα τῶν συλλογισμῶν ἀναλύσεως, τὸ δὲ πρὸ τούτου βιβλίον διὰ τὴν δευτέραν, ὡς ἐξ ἀναλύσεως τῶν ἀρχῶν εὑρισκομένων τῆς ἀπο‐
15δείξεως, καθὼς εἴρηται. τὸ προκείμενον δὲ βιβλίον οὑτωσὶ ἐπιγέγραπται, ἐπειδὴ περὶ τοῦ μέσου μὲν διδάσκει ἀποδείξεως, ὅστις ὁ τοῦ τί ἦν εἶναι λόγος ἐστίν, οὗτος δὲ διὰ τῆς ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα ἀνόδου εὑρίσκεται, ὡς δὴ προϊὼν Ἀριστοτέλης ἐρεῖ, τοῦτο δέ ἐστι τρόπος ἀναλύσεως. καὶ οὕτως ἑκάστῳ τῶν βιβλίων τουτωνὶ οἰκεία αἰτία τῆς ἐπι‐
20γραφῆς ἀποδίδοται. ἴσως δὲ καὶ ἐξ αὐτῆς τῆς ἐπιγραφῆς ἐνδείκνυται τὸ μὴ συναρέσκεσθαι τοῖς ἐπιχειροῦσιν ἀπογεννᾶν τοὺς ὁρισμοὺς ἐκ τῶν διαιρέσεων, καθὼς ἐποίουν οἱ περὶ Πλάτωνα, ὡς ἀκριβεστέρας οὔσης καὶ ἀπταιστοτέρας τῆς ἀναλύσεως εἰς τὸ ἀπογεννᾶν τοὺς μέσους τῶν ἀποδείξεων. Τεσσάρων δὲ ὄντων αἰτίων κατὰ Ἀριστοτέλην περὶ τοῦ εἰδικοῦ ὁ
25πλεῖστος λόγος αὐτῷ ἐνταυθοῖ, διότι καὶ τοῦτο ἐν ταῖς ἀποδείξεσι μέσον ὡς ἐπὶ τὸ πλεῖστον παραλαμβάνεται. τὸ μὲν γὰρ ὑλικὸν χεῖρον τῶν αἰτίων, καὶ ἡ ἐκ τούτου γνῶσις ἀμαυροτέρα, συμπαρομαρτοῦν ἔχουσα τὸ τῆς τοιαύτης αἰτίας ἀχλυῶδές τε καὶ ἀβέβαιον. τὸ δέ γε ποιητικὸν καὶ τὸ τελικὸν ἢ ἄμφω ἐξῄρηται τοῦ οὗ ἐστιν αἴτια, ἢ εἴ ποτε τούτων θάτερον
30ἔχεται, ταὐτὸν τῷ εἴδει ἔστι· τοῦτο δέ ἐστι τὸ τέλος. μόνον δὲ τὸ εἶδος ἀεί τε οἰκεῖον καὶ τελειωτικὸν τῆς οὐσίας τοῦ πράγματος καὶ τὴν γνῶσιν αὐτοῦ καθαρὰν παρεχόμενον· διὰ τοῦτο καὶ αἱ πλείους τῶν ἀποδείξεων τοῦτο μέσον παραλαμβάνουσι. Τεσσάρων δὲ καὶ τῶν μεθόδων οὐσῶν κατὰ γένος, δι’ ὧν πᾶσα διδα‐
35σκαλία καὶ μάθησις ἐπιστημονικὴ περιγίνεται, ὁριστικῆς τε καὶ ἀποδεικτικῆς
διαιρετικῆς τε καὶ ἀναλυτικῆς, οὐκ ἂν δικαίως περιττὸν δόξαι, ἐν τῷ περὶ4

5

ἀποδείξεως λόγῳ καὶ ὁρισμοῦ εἰπεῖν ἁπλῶς περὶ τῶν τεσσάρων τί τέ εἰσι καὶ διὰ τί, τί τε τὸ ἔργον ἑκάστῳ καὶ πῶς πρὸς ἀλλήλας ἔχουσιν. ἀτάρ τοι μέθοδοι μέν εἰσιν ἐννοηματικαί, δι’ ὧν ὁ ἀνθρώπινος νοῦς τὰ οἰκεῖα κατα‐ λαμβάνει ζητήματα· εὕρηνται δέ, ἵν’ ὦσιν ὁδοὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ πρὸς
5τὴν τῶν ἀφανῶν εὕρεσιν. ἔργον δέ ἐστι τῆς μὲν ὁριστικῆς τὸ τὴν ἰδίαν οὐσίαν τοῦ προκειμένου δηλοῦν, τῆς δὲ ἀποδεικτικῆς τὸ δεικνύειν τὰ καθ’ αὑτὸ συμβεβηκότα διὰ μέσων τῶν αἰτίων τοῖς οἰκείοις ὑποκειμένοις ὑπάρ‐ χοντα, τῆς δέ γε διαιρετικῆς τὸ τὰ γένη τῶν εἰδῶν εἴτε τῶν ὑπαλλήλων εἴτε τῶν εἰδικωτάτων λαμβάνειν καὶ διαιρεῖν αὐτὰ ταῖς εἰδοποιοῖς διαφοραῖς,
10μηδὲν ὑπερβαίνουσαν μεταξύ· τῆς δὲ ἀναλυτικῆς τὸ ἐκ τῶν ἀτόμων τε καὶ καθ’ ἕκαστον ἀνιέναι ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τῶν εἰδικωτάτων ἐπὶ τὰ ὑπάλληλα, καὶ ἁπλῶς ἀπὸ τῶν ὑστέρων τε καὶ ὑποκειμένων ἐπὶ τὰ πρότερα καὶ κατηγορούμενα. πολλῶν γὰρ ὄντων σημαινομένων διαιρέσεώς τε καὶ ἀναλύσεως, αὗται μόναι κυρίως εἰσὶν αἱ εἰρημέναι ὡς καὶ εἰς τοὺς
15ὁρισμοὺς συντελοῦσαι καὶ εἰς τὰς ἀποδείξεις· ἃς καὶ Ἀριστοτέλης ἐν τῷ προκειμένῳ παραλαμβάνει βιβλίῳ εἰς τὴν τῶν ὁρισμῶν εὕρεσιν, ἀμφοτέρας μὲν λέγων συντελεῖν εἰς αὐτήν, τὴν δέ γε ἀνάλυσιν τῆς διαιρέσεως προ‐ τιθέμενος. Τὰ μὲν δὴ τῶν τεσσάρων ἑκάστης ἔργα ταδί, λοιπὸν δ’ ἂν εἴη καὶ
20πῶς πρὸς ἀλλήλας ἔχουσιν εἰπεῖν. ἔχει γὰρ ἀμφισβήτησιν, πότερον ἀρχηγικαί εἰσι καὶ αἴτιαι τῆς ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αἱ λοιπαί, ἐπεὶ δι’ αὐτῶν ὁρῶμεν εὑρισκομένους τοὺς ὁρισμούς, ἢ τοῦτο μὲν οὐχί, ὡς ὑπηρέτιδες δὲ αὗται ἐκείναις ὑπόκεινται, ὡσπερεὶ διακονοῦσαι αὐταῖς καὶ τῷ ἐπιστήμονι λόγῳ τὴν ἐξ ἐκείνων προσγινομένην τοῖς πράγμασι
25προετοιμάζουσαι εἰδοποίησιν. εἰ μὲν γὰρ ὡς αἴτιαι προκατῆρχον ἐκείνων αὗται, αὐτοτελεῖς ἂν ἦσαν καθ’ ἑαυτὰς καὶ οὐ πρὸς ἐκείνας ἀναφερόμεναι· νῦν δὲ πρὸς ἐκείνας αὐτὰς ἔστιν ἀφορώσας ἰδεῖν, ὥσπερ ἂν εἴποι τις τὴν πριστικὴν καὶ τὴν μεταλλικὴν πρὸς τὴν χρυσοχοϊκὴν καὶ τεκτονικήν, εὐεργοὺς αὐταῖς τὰς ὕλας ἀποτελούσας. τὰ γὰρ γένη ὗλαι τῶν ὁρισμῶν,
30ἅπερ δὴ ἀδιάρθρωτα ὄντα παραλαβοῦσα ἡ διαίρεσις διαρθροῖ ταῖς δια‐ φοραῖς καὶ ἐπιτήδεια πρὸς τὴν τῶν ὁρισμῶν σχημάτισιν ἀπεργάζεται, εἶτα τοιαῦτα γενόμενα ἡ ὁριστικὴ δεξαμένη καὶ τὴν προσήκουσαν αὐτοῖς τάξιν προσθεῖσα καὶ σύνθεσιν τοὺς ὁρισμοὺς ἀπεργάζεται. ὡσαύτως ἡ ἀναλυτικὴ ἄνεισι μὲν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ
35ὑπὲρ αὐτὰ γένη, καὶ ἀνευρίσκει ἀεὶ τὰ τοῖς ὑποκειμένοις κοινά, καὶ ταῦτα
προτίθησι τῇ ὁριστικῇ· ἡ δὲ λαβοῦσα καὶ συνθεῖσα προσηκόντως τὰ μὲν5

6

τοῖς καθ’ ἕκαστα κοινὰ ὁρισμοὺς τῶν εἰδῶν ἀπεργάζεται, τῶν γενῶν δὲ αὖθις τὰ κοινὰ τοῖς εἴδεσιν· ὡς εἰ ἀφέλοι τις ἀπὸ τῆς διαιρετικῆς καὶ τῆς ἀναλυτικῆς τὸ πρὸς τοὺς ὁρισμοὺς ἀποβλέπειν καὶ πρὸς τούτους λυσι‐ τελεῖν, ἀτελεῖς τε ἔσονται, καὶ ἢ οὐδ’ ὅλως ἢ ἐπὶ βραχὺ χρησιμεύουσαι.
5αὗται μὲν οὖν οὕτως· ἡ δέ γε ὁριστικὴ καθ’ ἑαυτήν τε αὐτοτελής ἐστι τὰς οὐσίας τῶν πραγμάτων παραδιδοῦσα, συνίστησι δὲ καὶ τὴν ἀποδεικτικὴν τὸ μέσον καὶ αἴτιον αὐτῇ παρέχουσα, οὗ χωρὶς ἀπόδειξιν γενέσθαι ἀδύνατον. τὸ κῦρος οὖν ἅπαν τῇ ὁριστικῇ ὁ λόγος ἀποδίδωσι, μετὰ δ’ αὐτὴν τὴν ἀποδεικτικὴν τίθεται ὡς ἐξ αὐτῶν ἀποβαίνουσαν, τὰς δὲ λοιπὰς ὑπουργοὺς
10τούτων κρίνει καὶ ὑπηρέτιδας, τῆς μὲν ὁριστικῆς προηγουμένως, διὰ μέσης δ’ αὐτῆς καὶ τῆς ἀποδεικτικῆς. ἡ δὲ ὁριστικὴ τῆς ἀποδεικτικῆς προηγεῖται, εἴ γε ἡ μὲν τὰς οὐσίας τῶν πραγμάτων, ἡ δὲ τὰ ἑπόμενα αὐταῖς ἀπο‐ δίδωσιν· ὡς οὖν ἡ οὐσία πρὸς τὰ ἑπόμενα, οὕτως ἡ ὁριστικὴ πρὸς τὴν ἀποδεικτικήν.
15 Οὐ περιττὸν δ’ οἶμαι καὶ περὶ τοῦ ποσοῦ τούτων εὑρεῖν, διὰ τί τέσσαρες ἀλλ’ οὐ πλείους ἢ καὶ ἐλάττους αἱ κοιναὶ τῆς διδασκαλίας καὶ τῆς μαθήσεως μέθοδοι. ἢ γὰρ τὰς οὐσίας ἐπιστημονικῶς μαθεῖν ἐξετάζομεν ἢ τὰ ταύταις ἑπόμενα. πρὸς μὲν οὖν τὰς οὐσίας τῇ ὁριστικῇ χρώμεθα, ἐκ δὲ τῶν δηλωτικῶν τοῦ τί ἦν εἶναι λόγων εἰς ἔννοιαν τῶν ἑπομένων ἐρχόμενοι
20τὴν ἀποδεικτικὴν εἰς τὴν τῶν τοιούτων κατασκευὴν παραλαμβάνομεν. ἐπεὶ δὲ ὕλης δεῖ τῇ ὁριστικῇ πρὸς τὴν τῶν ὁρισμῶν ἀποτέλεσιν, ἐπιχορηγοῦσι ταύτην ἥ τε διαίρεσις καὶ ἡ ἀνάλυσις. ἐπεὶ γὰρ οἱ ὁρισμοὶ ἢ τῶν εἰδικω‐ τάτων ἢ τῶν ὑπαλλήλων εἰσίν, ἢ ἄνωθεν ἢ κάτωθεν τούτους θηρεύομεν, ἤγουν ἢ ἀπὸ τῶν πρότερον ἢ ἀπὸ τῶν ὕστερον. ἀπὸ μὲν οὖν τῶν προ‐
25τέρων τὴν θήραν μετιόντες τῶν ὁρισμῶν διαιρέσει χρώμεθα, ἀπὸ δὲ τῶν ὑστέρων ἀναλύσει· ὡς εἶναι προηγουμένας μὲν ἐπιστήμας ὁριστικήν τε καὶ ἀποδεικτικήν, διὰ δὲ ταύτας διαιρετικήν τε καὶ ἀναλυτικήν. Καὶ ὅπου δὲ τὸ βιβλίον χρήσιμον, οὐδὲ τοῦτ’ ἄδηλον τοῖς τοῦ πρὸ αὐτοῦ ἐγνωκόσι τὸ χρήσιμον. εἰ γὰρ ἡ ἐπιστήμη ψυχῆς λογικῆς τελειωτική, προ‐
30άγουσα ταύτην εἰς τὴν οἰκείαν αὐτῆς ἐνέργειαν, ἐπιστήμη δὲ συλλογισμὸς ὁ διὰ μέσου αἰτίου τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, ὁ δὲ μέσος οὐ πρόχειρος, ἐξ ἀνάγκης ἔδει μεθόδου πρὸς τὴν τοῦ μέσου εὕρεσιν. ταύτην δὴ παραδιδοὺς ἐνταυθοῖ τέλειον πάντῃ καὶ ἀνενδεᾶ τὸν περὶ ἀποδείξεως καὶ ἐπιστήμης λόγον ἀποκαθίστησι. τοῦ καιριωτάτου δ’ ἂν οὗτος ἐλείπετο,
35εἰ μὴ τὰ ἐνταῦθα παραδεδομένα ἐκτίθοιτο. τὸ γνήσιον δὲ καὶ ὅσα ἄλλα
τῶν εἰωθότων ζητεῖσθαι παραλείπεται, περιττόν ἐστιν ἐξετάζειν.6

7

(1n)

Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.
2 Τὴν αἰτίαν τῆς τῶν ζητουμένων ἐνταυθοῖ παραλήψεως καὶ διδασκαλίας ἤδη μὲν προλαβόντες ἀποδεδώκαμεν, ὡς ἡμῖν ἔδοξεν, οἰκείαν ὅτι μάλιστα καὶ τοῖς προκειμένοις ἁρμόδιον. τῷ γὰρ βουλομένῳ μετὰ τὴν ἀκριβῆ τῆς
5ἀποδεικτικῆς ἐπιστήμης παράδοσιν διδάξαι περὶ τοῦ μέσου, ἔδει ἀναγκαίαν παραστῆσαι τῇ ἐπιστημονικῇ θεωρίᾳ τὴν περὶ τούτου ἐξέτασιν. τοῦτο δὲ δείκνυται μάλιστα, εἰ ἐν παντὶ φανείη ζητήματι τοῦ μέσου εἶναι τὴν ζήτησιν· οὕτω δὲ ἀναγκαία ἐστὶν ἡ καθόλου περὶ τῶν ζητουμένων παράδοσις. ἐπεὶ δὲ καὶ ἄλλη τις τοῖς παλαιοτέροις ἐξηγηταῖς παραδέδοται, δεῖ μηδ’ ἐκείνην
10παραλιπεῖν· ὅσῳ γὰρ πλείω τὰ αἴτια ἀποδίδοται, τοσούτῳ καὶ ὁ περὶ τῶν ζητουμένων λόγος ἀναγκαιότερος ἀναφαίνεται, μάλιστα δὲ καὶ ἐντρεχεστέρας τῆς διανοίας καθισταμένης, ὅταν ἡ τῶν αἰτίων ἀπόδοσις γίνηται. ἐφ’ ὅσον οὖν ἡ τῶν αἰτίων ἀπόδοσις πληθύνεται, ἐπὶ τοσοῦτον καὶ ταῖς ψυχαῖς τὸ περὶ ἐπιστήμην ἐντρεχὲς ἐπιδίδοται.
15nΤὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπι‐
16nστάμεθα.
17 Περὶ ὁρισμοῦ προθέμενος εἰπεῖν ἐφ’ ὁπόσον (οὐ γὰρ προηγουμένως περὶ αὐτοῦ ἀλλὰ διὰ τὴν ἀπόδειξιν, ὡς εἴρηται πρότερον) ἐπεὶ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι, τὸ δὲ τί ἐστι ζητούμενον, καθόλου ἐξετάζει πόσα ἐστὶ
20τὰ ζητούμενα καὶ τίς ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, ἵν’ ἐκ ταύτης ἡμῖν καὶ ἡ τῶν ζητουμένων ποσότης δήλη γένηται. καὶ τοῦτο μὲν ἀκολούθως τοῖς πρὸ ἡμῶν, οὐδὲν δὲ ἧττον καὶ διὰ τὴν ἀπόδειξιν ὁ περὶ τῶν ζητουμένων λόγος ἀναγκαῖός ἐστιν, εἴπερ ἓν ἐξ αὐτῶν καὶ τὸ διὰ τί ἐστιν, ὅπερ τοῖς ἀποδεικνύουσι ζητεῖται καὶ ἀποδίδοται. μήποτε δὲ τὸ χρήσιμον τῆς ἀπο‐
25δεικτικῆς ἐξαίρων μεθόδου τὸν περὶ τῶν ζητουμένων λόγον κεκίνηκε· δείξει γὰρ προϊὼν ὡς οὐδὲν ἐκ τούτων ταύτην διαπέφευγε τὴν ἐπιστήμην, ὡς καὶ πᾶσαν ἐπιστήμην εἰς αὐτὴν ἀναφέρεσθαι. εἰ γὰρ τοῖς ζητουμένοις ἰσάριθμα τὰ ἐν ἐπιστήμῃ γινόμενα, καὶ ἑκάστῳ τῶν ζητουμένων ταὐτὸν τῷ ὑποκει‐ μένῳ τὸ ἐκ τῆς κατ’ αὐτὸ ζητήσεως εὑρισκόμενον, εἰ καὶ τῷ λόγῳ διήνεγκε,
30πάντα δὲ τὰ ζητούμενα ὑπὸ τὴν ἀπόδειξιν ἀναφέρεται, ὡς προϊόντος τοῦ λόγου φανήσεται, ὑπ’ αὐτὴν ἄρα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, ὥστε καὶ πᾶσα ἐπιστήμη· ἰσάριθμα οὖν, φησί, τὰ ζητούμενα τοῖς εἰς ἐπιστήμην ἐρχομένοις. ζητοῦμεν γάρ, ἵν’ εὑρήσομεν, ταὐτὸν δὲ εἰπεῖν ἵνα γνῶμεν· ὃ
οὖν ὡς ζητούμενον ἐξ ἀρχῆς προβληθῇ, τοῦτο τελευταῖον εὑρεθὲν ἐν γνώσει7

8

γίνεται καὶ ἐπιστήμῃ τοῖς ζητήσασιν, ὡς εἶναι ταὐτὸν τῷ ὑποκειμένῳ τὸ ζητούμενον πρότερον καὶ ὕστερον γινωσκόμενον; τῷ λόγῳ δὲ διαφέρειν μόνον ὡς ζητούμενόν τε καὶ γινωσκόμενον, ὥσπερ καὶ πρόβλημα καὶ συμπέρασμα. καὶ μὴν ὥσπερ ἐπὶ τῶν ζητουμένων κατ’ αἴσθησιν οὐκ ἐξ
5ἀνάγκης ἐν εὑρέσει τὸ ζητούμενον γίνεται, οὕτως οὐδ’ ἐπὶ τῶν κατὰ διάνοιαν· οὔτε γὰρ ὁ ζητῶν εὑρεῖν θησαυρὸν ἐξ ἀνάγκης εὑρίσκει θησαυρὸν οὔθ’ ὁ ζητῶν οἰκέτην δραπέτην ἐξ ἀνάγκης εὑρίσκει τὸν ἀποδράντα οὔτ’ αὖθις ὁ ζητῶν γνῶναί τι, ἐξ ἀνάγκης εὑρίσκει τὸ ζητούμενον· ὁ γὰρ τετρα‐ γωνισμὸς τοῦ κύκλου ἐζήτηται μὲν παρὰ πολλοῖς, οὔπω δὲ εὕρηται. ὥστ’
10οὐκ ἐξισάζειν ἀνάγκη τοῖς κατὰ λόγον ζητουμένοις ἃ ἐπιστάμεθα. ἢ οὐχ οὕτως οὐδ’ Ἀριστοτέλης ἴσα φησὶν εἶναι κατ’ ἀριθμὸν τοῖς ζητουμένοις ἃ ἐπιστάμεθα, ἵνα καθ’ ἕκαστον μετρούμενα ἀλλήλοις ἐξισάζοιεν ὅσα ζητοῦμεν καὶ ὅσα ἐπιστάμεθα, ἀλλ’ ὅτι ὅσα κατὰ γένος ἐστὶ τὰ εἰς ζήτησιν προ‐ βαλλόμενα, τοσαῦτά ἐστι καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, καὶ ὅτι τέσσαρα
15καθόλου ταῦτα κἀκεῖνα. ζητοῦντες γὰρ περί τινος ἢ εἰ ἔστιν ἐκεῖνο ζητοῦμεν ἢ τί ἐστιν, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί ὑπάρχει αὐτῷ τι· ὅτι δὲ τοσαῦτα καὶ οὔτε πλείω οὔτε ἐλάττω, δῆλον τίθησιν ἐκ τῆς διαιρέσεως, ἅ τινά ἐστι ταῦτα ἐκθέμενος πρότερον. Ποιεῖται δὲ τὴν ἔκθεσιν ἀπὸ τῶν συνθέτων ἀρχόμενος καὶ ἀνιὼν ἐπὶ
20τὰ ἁπλᾶ, ὡς ἔθος αὐτῷ ποιεῖν ἀπὸ τῶν ἡμῖν ἀρχομένῳ προτέρων ἀεὶ καὶ γνωριμωτέρων καὶ ἐπὶ τὰ φύσει ἀνιόντι πρότερά τε καὶ γνωριμώτερα. τῇ γὰρ φύσει πρότερα τὰ ἁπλούστερα, ἡμῖν δὲ τὰ συνθετώτερα. ἔστι δὲ ἁπλᾶ μὲν τὸ εἰ ἔστι καὶ τί ἐστιν, οἷον εἰ ἔστι νοῦς, εἰ ἔστι θεός, καὶ τί ἐστι νοῦς καὶ τί ἐστι θεός, σύνθετα δὲ τὸ εἰ ὑπάρχει τῷδε τόδε καὶ διὰ τί ὑπάρχει
25τῷδε τόδε, οἷον εἰ ἡ σελήνη ἐκλείπει, καὶ διὰ τί ἡ σελήνη ἐκλείπει, καὶ εἰ ἡ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, καὶ διὰ τί ἡ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν. καὶ οὕτω μέν, ὥσπερ εἴρηται, δύο ἐστὶ τὰ ἁπλᾶ προβλήματα, καὶ δύο τὰ σύνθετα. οὗτος δὲ τὸ εἶναι ἄλλῳ ἄλλο καὶ διὰ τί ἐστιν ἄλλῳ ἄλλο τοῦ εἶναί τι καὶ τί ἐστι προτίθησιν. ἡ δὲ διαίρεσις ἐξ ἧς τὸ ποσὸν
30τῶν προβλημάτων εὑρίσκεται, πρόεισιν οὕτως· ἢ γὰρ τὸ εἶναί τι ζητοῦμεν ἢ τὴν αἰτίαν τοῦ εἶναί τι, καὶ τούτων ἑκάτερον διττόν· ἢ γὰρ ἁπλοῦν ἐστιν ἢ σύνθετον. ἢ γὰρ αὐτό τι ζητοῦμεν πρᾶγμα καθ’ ἑαυτὸ εἰ ἔστιν, ἤγουν εἰ ἐν τοῖς οὖσίν ἐστιν, οἷον Ἱπποκένταυρον ἢ θεόν, ἢ εἶναι αὐτὸ λαβόντες ζητοῦμεν εἰ ἔστιν αὐτῷ τι ἕτερον, οἷον τὴν ψυχὴν λαβόντες εἶναι ζητοῦμεν
35εἰ ἔστιν ἀθάνατος, τουτέστιν εἰ ἔστιν αὐτῇ τὸ ἀθάνατον. ἢ τὴν γῆν λαβόντες εἶναι ζητοῦμεν, εἰ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, τουτέστιν εἰ ὑπάρχει τῇ γῇ τὸ κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν. καὶ ταῦτα μὲν
δύο τοῦ εἶναι· ἁπλοῦν τε καὶ σύνθετον, ἕτερα δὲ δύο τὴν αἰτίαν ζητοῦντα8

9

ἢ τοῦ εἶναί τι ἁπλῶς ἢ τοῦ αὐτῷ τι εἶναι, ὧν τὸ μὲν τί ἐστιν ὀνομάζεται, τὸν ὁρισμὸν ἀπαιτοῦν, ὅστις αἰτία ἐστὶ τοῦ εἶναι τὸ πρᾶγμα· εἶδος γὰρ ὁ ὅρος, τὸ δὲ εἶδος αἴτιον. καὶ ἔστι τοῦτο ἁπλοῦν τὸ πρόβλημα, τὸ δὲ διὰ τί ἐστι καλεῖται καὶ σύνθετόν ἐστι· τὴν γὰρ αἰτίαν ζητεῖ τοῦ εἶναι ἄλλῳ
5ἄλλο, ἧς ἡ ἀπόδοσις κατὰ τὸν τῆς ἐπιστήμης προβᾶσα διορισμὸν ἀπόδειξίς ἐστι. καὶ οὕτω γίνονται τέσσαρα τὰ προβλήματα. καὶ αὖθις ἑτέρως· πᾶσα ζήτησις ἢ περὶ ἁπλοῦ τινός ἐστιν ἢ περὶ συνθέτου τινός. ἁπλοῦν μέν ἐστιν ὃ ὑπὸ μιᾶς κατηγορίας σημαίνεται, οἷον νοῦς θεός, σύνθετον δὲ ὃ ὑπὸ πλειόνων, οἷον ἡ σελήνη ἐκλείπει, τὸ δίκαιον φύσει ἐστίν· ὅταν οὖν ἁπλοῦν
10ζητῶμεν, ἢ τὸ εἶναι αὐτοῦ ζητοῦμεν ἢ τὸ τί ἦν εἶναι αὐτῷ, οἷον εἰ ἔστι νοῦς ἢ τί ἐστι νοῦς· ὅταν δὲ σύνθετον, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί ὑπάρχει αὐτῷ τι, οἷον εἰ ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντὸς ἢ διὰ τί ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντός, ἢ εἰ ἡ σελήνη ἐκλείπει ἢ διὰ τί ἡ σελήνη ἐκλείπει. τὸ μὲν οὖν πρότερον εἰ ἔστιν Ἀριστοτέλης ὠνόμασεν·
15αὐτὸ γὰρ ζητεῖ τὸ εἶναι τὸ πρᾶγμα ἁπλῶς· τὸ δὲ δεύτερον τί ἐστι· τὸν γὰρ ὁρισμὸν ἀπαιτεῖ τοῦ εἶναι δοθέντος πράγματος, ὃς ἐν τῷ τί ἐστιν ἀποδίδοται· τὸ δὲ τρίτον ὅτι, τουτέστιν εἰ ὑπάρχει αὐτῷ τι ἁπλῶς χωρὶς τῆς αἰτίας. τὸ δὲ τέταρτον διὰ τί· τὴν γὰρ αἰτίαν ἐξετάζει τοῦ εἶναι τούτῳ ἐκεῖνο. καὶ ἔστι καὶ οὕτω τέτταρα τὰ πάντα προβλήματα. καὶ οὕτω μὲν λογικῶς
20ἐκ τῆς διαιρέσεως ἡ τῶν ζητουμένων ποσότης δέδεικται. ἐπεὶ δ’ ὁ λόγος ὁ ἐν ἡμῖν ὄντα πρότερον γινώσκει τὰ πράγματα καὶ μιμεῖται τὰ τούτων αἴτια γνωστικῶς, ὑπέρ τε τὴν φύσιν γίνεσθαι πέφυκε καὶ τοῖς θείοις συν‐ άπτεσθαι τῷ τε νῷ συγγίνεσθαι νοητικῶς καὶ ἔτι τῷ ἑνὶ ὑπὲρ νόησιν, ὡς εἶναι καὶ τὴν διανοητικὴν γνῶσιν αὐτῷ τῇ τε κατὰ τὴν φύσιν δημιουργίᾳ
25συνᾴδουσαν καὶ πρὸς θεὸν καὶ τὰ θεῖα δυνατὴν ἀναφέρεσθαι, οὐ περιττὸν ἴσως λογικῶς ἀποδόντας περὶ τῆς τῶν ζητουμένων ποσότητος εἰπεῖν τι καὶ φυσικῶς, ἔπειτα καὶ θεολογικῶς. εἰ γὰρ τέσσαρα τὰ αἴτια ἐν τοῖς Φυσικοῖς τεθεώρηται, εἰκότως καὶ τρόπος ζητήσεως ἕκαστος πρὸς ἕκαστον εὑρίσκεται τῶν αἰτίων, τὸ μὲν εἰ ἔστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως μιμούμενον·
30πρὸς γὰρ τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς καὶ ἡ τοῦ εἶναι ἁπλῶς ζήτησις εὕρηται· τὸ δὲ τί ἐστι κατὰ τὸ εἰδικόν ἐστιν αἴτιον, ἐπεὶ καὶ εἶδος καὶ λόγος ὁ ὁρισμός. τὸ δὲ ὅτι κατὰ τὴν ὕλην ὡς παρεισάγον τὸ ὑποκείμενον ἐν ᾧ ἄλλο ἐστί· τὸ δὲ διὰ τί ἐστι κατὰ τὸ τέλος, λόγον ἀπαιτοῦν τῆς συνθέσεως, ἐπεὶ καὶ τῶν μετὰ τὸ ἓν ἤδη καὶ ὧν ἐπὶ πλέον ἢ ἓν ἡ ὑπόστασις, τὸ ἐπὶ
35τέλος ἕτερον ἑαυτῶν ἀναφέρεσθαι. καὶ αὖθις ὥσπερ τὸ ἓν πρώτιστον ἁπάν‐ των ἐστὶ καὶ ἐξῃρημένον τῶν ἐξ αὐτοῦ προϊόντων, ἄρρητόν τε παντὶ λόγῳ καὶ ἄφραστον καὶ ἄγνωστον πάσῃ γνώσει καὶ ἄληπτον, αἰτία πρωτίστη διὰ
πάντων χωροῦσα τῶν ἐξ αὐτῆς καὶ μηδενὸς τῶν μετ’ αὐτὴν ἀπολειπομένη,9

10

τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ εἰ ἔστι ζήτησις πάσης ζητήσεως ὑπερήπλωται καὶ καθ’ ἑαυτὴν πρὸ τῶν λοιπῶν τεθεώρηται καὶ ταῖς ἄλλαις παρέπεται, οὐκ εἶδος ζητοῦσα καθ’ ἑαυτήν, οὐκ αἴτιον, ἀλλ’ αὐτὸ τὸ εἶναι ἁπλῶς. καὶ ὥσπερ ἐκεῖ τοῦ ἑνὸς μὴ τιθεμένου πάντα ἀναιρεῖται καὶ οὐδὲν ὑπο‐
5στῆναι δύναται, καὶ διὰ πάντων ἐκεῖνο χωρεῖ μηδὲν ἑαυτοῦ καταλιμπάνον μονούμενον, οὕτω δὴ κἀνταῦθα εἰ μὴ τὸ εἶναι τεθῇ, οὐ τὸ τί ἦν εἶναι οὐδέ τι ἕτερον ὑπολείπεται, συνέπεταί τε τοῖς ἄλλοις πᾶσιν ἡ τοῦ εἶναι ἁπλῶς ἐξ ἀνάγκης ἔννοια. καὶ ὥσπερ ἐκεῖ τὸ πέρας φασὶ καὶ τὸ ἄπειρον ἐκ τῆς πρώτης αἰτίας προϋφίστασθαι, τὸ μὲν τὰ ὄντα ὁρίζον καὶ αἴτιον
10τοῖς πᾶσιν ὑπάρχον μονιμότητος καὶ ἑνώσεως καὶ συνοχῆς, τὸ δὲ τοῦ εἰς ἀπογεννήσεις προϊέναι καὶ τοῦ πληθύνεσθαι, οὕτως ἐνταῦθα τὸ μὲν τί ἐστι καὶ ὁ ὅρος τῷ πέρατι ἐοικὼς τὴν ἑκάστου παρίστησιν ἰδιότητα, περατοῖ δὲ καὶ ὁρίζει καὶ συνέχει τὰ ὁριστά, καὶ ποιεῖ παραμένειν ἐν ταῖς σφῶν ἰδίαις ὑπάρξεσι. τὸ δὲ εἰ ὑπάρχει τῷδε τόδε ἀρχὴν συνθέσεως καὶ πληθύος
15παρέχεται ταῖς ζητήσεσι, δυάζον ἤδη τὰ πράγματα καὶ ἄλλο μὲν παριστῶν τὸ περὶ οὗ ἡ ζήτησις γίνεται, ἄλλο δὲ τὸ περὶ αὐτοῦ ζητούμενον. καὶ ἔτι ὡς τὸ ὂν ἐκεῖ μικτὸν ἐκ τοῦ πέρατος καὶ τῆς ἀπειρίας φασὶ καὶ τριαδικὸν τοῦτο τιθέασι, μῖγμα μὲν ὂν τῶν εἰρημένων δυοῖν, τὸ ἓν δὲ ἔχον τὸ τὴν μῖξιν ἀπεργαζόμενον, οὕτω δὴ κἀνταῦθα τὸ διότι ὑπάρχει τῷδε τόδε τόν
20τε ὅρον ἔχει τῇ ἀποδόσει τῆς αἰτίας ἀναφαινόμενον καὶ τὸ εἶναι τῷδε τόδε ὁμολογούμενον, καὶ τὸ εἶναι ἁπλῶς ἄμφω τοὺς ὅρους τοῦ συμπεράσματος, καὶ τριαδικὴν τὴν ἅπασαν σύνθεσιν τῶν τε ἄκρων καὶ τοῦ μέσου. καὶ αὖθις ὥσπερ τὸ ὂν τριαδικὸν διὰ τὴν μῖξίν φασιν, ὅτι τριῶν τούτων ἐν παντὶ μικτῷ δεῖ, κάλλους ἀληθείας συμμετρίας, οὕτω δὴ καὶ ἐν τῇ τοῦ διότι
25ἀποδείξει τό τε εὔσχημον τοῦ λόγου θεωρεῖται, κάλλος ὂν προσῆκον αὐτῷ, καὶ τὸ ἀληθὲς τῶν προτάσεων, καὶ τὸ σύμμετρον τῷ ἐξ ἀνάγκης εἶναι τάς τε προτάσεις καὶ τὸ συμπέρασμα. εἰ δὲ βούλει, τὰ μὲν πρῶτα σιγῇ ἐάσθων ὥσπερ ἐν ἀδύτοις ἱεροῖς ἀποκεκρυμμένα, τό τε αἴτιον ἓν καὶ τὰ ἐξ ἐκείνου δεικνυόμενά τε καὶ ἐκφαινόμενα, οὐ ποιούμενα οὐδὲ παραγόμενα·
30ἐκ τῶν ποιουμένων δὲ ὁ λόγος γινέσθω, καὶ ἔστω πρῶτον τὸ ὄν, ταὐτὸν δὲ εἰπεῖν τὸ νοητόν, εἶτα ἡ ζωή, ταὐτὸν δὲ εἰπεῖν ἡ νόησις, εἶτα ὁ νοῦς, ταὐτὸν δὲ εἰπεῖν τὸ νοοῦν, καὶ ἔσχατον ἡ ψυχή. τὸ μὲν οὖν εἰ ἔστι περὶ τοῦ εἶναι ζητοῦν ἁπλῶς τοῦ ἁπλῶς ὄντος ἔστιν εἰκών· τὸ δὲ τί ἐστιν ἐπεὶ τὸ γνώρισμα τοῦ ὄντος ζητεῖ καὶ ἐκεῖνο ἐκφαίνει ὡσπερεὶ κρυπτόμενον,
35καὶ πρόοδος ἐκείνου εἰς τοὐμφανὲς ἐκ τοῦ ἀφανοῦς γίνεται, τῆς ζωῆς ὡς δυνάμεως οὔσης ἢ ἐνεργείας, δι’ ἧς τὸ ὂν νοεῖται καὶ καταλαμβάνεται· τὸ δὲ εἰ ὑπάρχει τῷδε τόδε, τοῦ νοῦ ὡς ἄμφω ἑαυτῷ συνάπτοντος, νόησίν
τε καὶ τὸ νοητόν, τὸ μὲν ὡς ὑποκείμενον, τὴν δὲ περὶ αὐτὸ ἢ πρὸς αὐτὸ10

11

ἀποτεινομένην. τῆς ψυχῆς δὲ τὸ διὰ τί ἐστιν, ὅτι λόγος αὕτη ἐστὶ καὶ λόγους τῶν ὑπὸ λόγον καὶ αἰτίας τῶν ὑπ’ αἰτίαν καὶ μέσα τῶν ἐμμέσων ἀναζητεῖ τε καὶ ἀνευρίσκει· ὅθεν δὴ καὶ τὸ πόθεν ποῖ κινεῖσθαι αὐτῇ ἀπὸ προτάσεων ἐπὶ τὰ συμπεράσματα.
5 Καλῶς δὲ ἐνταῦθα τῇ τῶν ζητουμένων διαιρέσει ἐπέστησεν ὁ Θεμί‐ στιος καὶ τὴν διαφορὰν παραδέδωκε τῆς τε ἐνταυθοῖ περὶ τῶν προβλημάτων διδασκαλίας καὶ τῆς ἐν τοῖς Τοπικοῖς. ἐκεῖ μὲν γὰρ περὶ τῶν διαλεκτικῶν μόνων προβλημάτων ἐδίδαξεν, ὧν οὐδέν ἐστιν ἁπλοῦν, ἀλλ’ ἐν συνθέσει ἅπαντα καὶ μόνῳ τῷ τρόπῳ προτάσεως διαφέροντα. πᾶσα μὲν γὰρ πρό‐
10τασις ἐν συνθέσει, πρόβλημα δὲ οὐ πᾶν· ὅσα δὲ τῶν προβλημάτων ἐν συνθέσει ἐστί, ταῦτα καὶ προτάσεις γενέσθαι δύναται, ἐπὶ μὲν τῶν δια‐ λεκτικῶν τὸν τρόπον μεταβαλόντα τῆς χρήσεως, ἐπὶ δὲ τῶν ἐπιστημονικῶν τοῖς ἐφεξῆς εἰς ἀπόδειξιν τὰ πρότερα συμβαλλόμενα. Ἅπαν τοίνυν διαλεκτικὸν πρόβλημα ἢ εἰ ὑπάρχει ζητεῖ αὐτό τι καθ’
15αὑτό, ὡς ἐπὶ τοῦ εἰ ἔστι θεός, εἰ ἔστι κενόν, ἢ εἰ ἐν ἑτέρῳ ὑπάρχει· καὶ τοῦτο διττόν ἐστιν, ἢ εἰ ἁπλῶς ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος, ἢ πῶς οἷον ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρος. τὸ μὲν οὖν πρῶτον ὑπὸ τὸ εἰ ἔστιν ἁπλῶς, τὰ δὲ μετ’ ἐκεῖνο πάντα ὑπὸ τὸ ὅτι ἔστι. καὶ εἰ ταὐτὸν γὰρ τῷδε τόδε, τοιοῦτόν ἐστι· ζητεῖ γὰρ εἰ συμβέβηκε τῷδέ τινι ταὐτὸν εἶναι
20ἐκείνῳ πρὸς ὅ ποτε εἴληπται. καὶ τὰ συγκριτικὰ δὲ ὡσαύτως· ζητοῦσι γὰρ εἰ συμβέβηκε τῷδέ τινι κρεῖττον εἶναι ἐκείνου τινὸς ἢ χεῖρον ἤ τι τοιοῦτον. ὡς εἶναι τὰ διαλεκτικὰ πάντα προβλήματα ὑπὸ τὸ εἰ ἔστι καὶ ὅτι ἐστὶν ἀναγόμενα· εἰ γὰρ καὶ περὶ ὅρου ζητῆσαί ποτε διαλεκτικῆς ἐστιν, ἀλλ’ οὐ διαλεκτικὸν τὸ τί ἐστι ζήτημα, ἐπεὶ μηδὲ ἁπλῶς ἡ διαλεκτικὴ
25εἰσηγεῖται τὸ τί ἐστιν ἀλλ’ εἰ τόδε τῷδε ὑπάρχον ὅρος ἐκείνου ἔστι. οὔτε οὖν τὸ τί ἐστιν οὔτε τὸ διὰ τί ἐστι διαλεκτικὸν πρόβλημα, τὸ μὲν ὅτι ἁπλοῦν ἐστιν, οὐδὲν δὲ τοιοῦτον διαλεκτικὸν πρόβλημα (οὐ γὰρ ἂν μόνῳ τῷ τρόπῳ προτάσεως διέφερεν) ἀμφότερα δὲ ὅτι τούτων οὐδέτερον προ‐ βαλλόμενον δίδωσι τῷ ἀποκρινομένῳ ἑλέσθαι ὃ βούλεται τῆς ἀντιφάσεως
30μόριον. ἐπιστήμης γὰρ ἕνεκεν ἀλλ’ οὐκ ἐλέγχου χάριν πυνθάνεται ὁ τὴν αἰτίαν τῶν ζητουμένων ἐπιστημονικῶς μετιών.
32nΤὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.
33Ἐπεὶ ὁ ἀνθρώπινος νοῦς ἀτελής ἐστιν ἐξ ἀρχῆς, ὡς ἐκ τοῦ δυνάμει
προβαίνειν εἰς τὴν ἐνέργειαν, διὰ τοῦτο καὶ ἐκ ζητήσεως τοῦ γνωστοῦ εἰς11

12

εὕρεσιν αὐτοῦ παραγίνεται. τὰ γένη τοίνυν τῶν ζητουμένων τοσαῦτά ἐστιν, ὅσα καὶ τὰ τῶν γινωσκομένων. ἐνδεὴς γὰρ ὢν ὁ νοῦς τῆς τοῦ γνωστοῦ γνώσεως ζητεῖ, καὶ εὑρὼν ἐκεῖνο εὕρηκεν ὃ ἐζήτηκεν. ἢ δὴ ἁπλῶς τὸ εἶναι ζητήσας τοῦτο εὕρηκεν ἢ τὸ τί ἐστιν ἢ τὸ ὑπάρχειν τί τινι ἢ τὸ
5διὰ τί ὑπάρχει τί τινι. δόξειε δ’ ἂν διὰ τοῦ ἀδήλου δεικνύναι τὸ ἄδηλον ὁ Ἀριστοτέλης· ἀδήλου γὰρ οὔσης τῆς τε τῶν ζητουμένων τῆς τε τῶν γινωσκομένων ποσότητος ἔοικε τὴν ἑτέραν διὰ τῆς ἑτέρας δεικνύναι. οὐκ ἔστι δὲ τοῦτο ἀληθές· οὐ γὰρ ἔλαβεν οὐδετέραν ὁμολογουμένην ποσότητα, ἵνα δόξῃ δι’ ἐκείνης τὴν ἑτέραν δεικνύναι, ἀλλ’ ἀμφοῖν ἀδήλων οὐσῶν
10τοῦτο μόνον εἶπεν ὅτι δεῖ εἶναι ἰσάριθμα ἀλλήλοις τὰ ζητούμενα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, ὥσθ’ ὁποτερωνοῦν τῆς ποσότητος δεδειγμένης συναποδεδειγμένην εἶναι καὶ τὴν τῶν ἑτέρων αὐτῇ. διὸ καὶ ἐπάγει
13nΖητοῦμεν δὲ τέτταρα, τὸ ὅτι, τὸ διότι, εἰ ἔστι, τί ἐστιν.
14Ἡ μὲν ἀπαρίθμησις αὕτη τῶν ζητουμένων. ὅτι δὲ τοσαῦτα καὶ οὔτε
15πλείονα οὔτε ἐλάττονα κατὰ γένος ἐστὶ τὰ ζητούμενα, ἤδη δείκνυσι τῇ διαιρετικῇ μεθόδῳ χρώμενος. τί δὲ τούτων ἕκαστον δηλοῖ, ἅπερ ὡς ὀνόματα τοῖς τῶν ζητουμένων ἔθετο γένεσι λόγους ἀντ’ ὀνομάτων λαβών, ἤδη εἴρηται. εἰρήσεται δ’ εἰσέτι κατὰ μέρος τὴν λέξιν ἐπεξιοῦσιν.
19nὍταν μὲν γὰρ τόδε ἢ τόδε ζητῶμεν.
20 Δῆλον ἤδη ποιεῖται τὸ προτεθέν, λέγω δὴ τὴν τῶν ζητουμένων ποσότητα· χρῆται δὲ καὶ παραδείγματι καθ’ ἕκαστον, ἄγων δι’ αὐτοῦ τὴν διδασκαλίαν ἐπὶ τὸ σαφέστερον. ὅταν μὲν γάρ, φησίν, τόδε ἢ τόδε ζητῶμεν εἰς ἀριθμὸν θέντες, τουτέστιν ὅταν τι σύνθετον προθῶμεν πρόβλημα ἤγουν ἄλλῳ ἄλλο ὑπάρχειν δηλοῦν, ταὐτὸν δὲ εἰπεῖν ὑποκείμενον καὶ κατηγορού‐
25μενον· τοῦτο γάρ ἐστι τὸ εἰς ἀριθμὸν θέντες. τὸ γὰρ ἁπλοῦν μοναδικόν ἐστιν, ἡ δὲ μονὰς οὐκ ἀριθμός· πλῆθος δὲ ἡ δυάς, διὰ τοῦτο καὶ ἀριθμός. ὅταν οὖν τὴν ζήτησιν ἐν πλήθει καὶ ἀριθμῷ θέμενοι, ταὐτὸν δὲ εἰπεῖν ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ταύτην ποιήσαντες, οὕτω προ‐ φέρωμεν, καὶ ἐπάγει εὐθὺς τὸ παράδειγμα οἷον πότερον ἐκλείπει ὁ
30ἥλιος ἢ ο; ἄλλο γὰρ τῷ λόγῳ ἥλιος καὶ ἄλλο τὸ ἐκλείπειν· ταῦτα τοίνυν δύο πράγματα ὄντα ἀλλήλων ἕτερα λαβόντες ἐν ἑνὶ συντίθεμεν προ‐ βλήματι καὶ ζητοῦμεν εἰ ὑπάρχει θατέρῳ θάτερον ἢ μή. ὅταν οὖν, φησίν, οὕτω ποιῶμεν, τὸ ὅτι ζητοῦμεν. ὅτι δὲ οὕτως ἔχει καὶ τοιαύτη ἐστὶν οἵαν εἴπομεν ἡ περὶ τῆς ἐκλείψεως τοῦ ἡλίου ζήτησις ἥδε, δῆλον ποιεῖται
35διὰ τοῦ ἐπιφερομένου.12

13

(1n)

Σημεῖον δὲ τούτου· εὑρόντες γὰρ ὅτι ἐκλείπει πεπαύ‐
2nμεθα, καὶ ἐὰν ἐξ ἀρχῆς εἰδῶμεν ὅτι ἐκλείπει, οὐ ζητοῦμεν
3nπότερον.
4Ὅτι, φησί, περὶ τοῦ εἰ ὑπάρχει ἄλλῳ ἄλλο ἡ εἰρημένη περὶ τοῦ
5ἐκλείπειν τὸν ἥλιον ζήτησις, δῆλον ἐκ τῆς περὶ αὐτοῦ ἐπιστήμης. εἴτε γὰρ μετὰ τὸ ζητῆσαι ἡ γνῶσις αὐτοῦ ἡμῖν παραγένηται, πεπαύμεθα τῆς ζητήσεως, εἴτε καὶ ἄνευ ζητήσεως τύχωμεν εἰδότες ὅτι ἐκλείπει, οὐκ ἄν ποτε ζητήσαιμεν περὶ αὐτοῦ. εἰ οὖν ἡ γνῶσις αὐτοῦ ἢ παύει προλαβοῦσα τὴν ζήτησιν καὶ οὐκέτι ἐᾷ ζητεῖν, ἢ οὐδὲ τὴν ἀρχὴν καταλιμπάνει γίνε‐
10σθαι ταύτην, εἰ πρὸ ταύτης τύχῃ ὑπάρχουσα, δῆλον ὅτι ἡ ἄγνοια αὐτοῦ ἐν αἰσθήσει γινομένη ποιεῖ τὴν ζήτησιν. ἔστιν ἄρα γένος ζητήματος περὶ τοῦ ὑπάρχειν ἄλλῳ ἄλλο γινόμενον, καὶ ἡ ἐπιχείρησις αὐτῷ ἐκ τοῦ ἐναντίου γεγένηται.
14nὍταν δὲ εἰδῶμεν τὸ ὅτι, τότε τὸ διότι ζητοῦμεν.
15 Ἐπὶ τὸ δεύτερον μεταβαίνει πρόβλημα ὁμογενὲς ὂν καὶ αὐτὸ τῷ προτέρῳ, ὅτι γε ἄμφω σύνθετα καὶ εἰς ἀριθμόν, ὡς εἴρηκεν αὐτός, ἐντιθέ‐ μενα, διάφορον δ’ ἐκείνου, ὅτι ἐκεῖνο μὲν τὸ ἁπλῶς εἶναι τῷδε τόδε ἐζήτει, τοῦτο δὲ ἐξετάζει τὸ διὰ τί, τουτέστι τὴν αἰτίαν τοῦ ὑπάρχειν ἑτέρῳ ἕτερον· ὅπερ γίνεται, ὅταν τὸ μὲν ὑπάρχειν ἕτερον ἑτέρῳ γινώσκωμεν ἢ
20ἐξ αἰσθήσεως καταλαβόντες ἢ ἀπὸ λόγου τινός, ἀγνοῶμεν δὲ τὴν αἰτίαν δι’ ἣν ὑπάρχει. καὶ ἔστιν ἐκεῖνο τούτου φύσει πρότερον, τοῦτο δὲ ἐκείνου ἐπιστημονικώτερον· ἀγνοουμένου γὰρ εἰ ὑπάρχει ὅλως τῷδε τόδε, περιττὸν πάντως ἐστὶ ζητεῖν διὰ τί ὑπάρχει, ἵνα μὴ λέγω καὶ εὔηθες. ἢ ἴσως τῷ μὲν καθ’ ἡμᾶς λόγῳ τὸ ὅτι τοῦ διὰ τί πρεσβύτερον, τῇ δὲ φύσει ἀνάπαλιν·
25τελειοτέρα γὰρ ἡ μετὰ τῆς αἰτίας γνῶσις, τὰ δὲ τελειότερα φύσει πρότερα καὶ τὸ αἴτιον τοῦ ἐξ αὐτοῦ πρότερον, κἂν τῶν ἀεὶ συνόντων ἀλλήλοις ταῦτα εὑρίσκηται. ὅταν δὲ ἐκεῖνο δῆλον ἡμῖν ᾖ, ἀγνοῆται δὲ διὰ τί, τότε ἤδη τοῦτο ζητεῖσθαι ἔχει καιρόν· ποιήσει δὲ τὸν λόγον σαφέστερον ἐπενεχθὲν τὸ παράδειγμα.
30nΟἷον εἰδότες ὅτι ἐκλείπει καὶ ὅτι κινεῖται ἡ γ, τὸ
31nδιότι ἐκλείπει ἢ διότι κινεῖται ζητοῦμεν.
32Γνόντες γὰρ ὅτι ὑπὲρ γῆν ὄντα τὸν ἥλιον συμβαίνει σκιὰν μὴ ποιεῖν,
ἢ αἰθρίας οὔσης μὴ ὁρᾶσθαι τὸ φῶς αὐτοῦ ὄντος ὑπὲρ γῆν, ἔγνωμεν ὅτι13

14

ἐκλείπει, καὶ οὐκέτι περὶ τούτου μαθεῖν δεόμεθα· διὸ οὐδὲ ζητοῦμεν, εἴ γε διὰ γνώσεως ἔνδειαν καὶ πρὸς μάθησιν πᾶσα λογικὴ ζήτησις· ἀγνο‐ οῦντες δὲ τὴν αἰτίαν δι’ ἣν τοῦτό ἐστι ζητοῦμεν περὶ αὐτῆς, ἵν’ ἐν ἐπιστήμῃ τοῦ πράγματος γενώμεθα. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ κινεῖσθαι τὴν γῆν· ὅταν
5γὰρ ὅτι παλμὸς αὐτῆς καὶ τρόμος τις γίνεται γνῶμεν, οὐκέτι περὶ τούτου ζητεῖν χρείαν ἔχομεν, ἀλλὰ ζητοῦμεν διὰ τί τοῦτο γίνεται. καὶ τοῦτο ἡμῖν γίνεται, διότι σὺν λόγῳ ζωὴ ἡ ψυχή, καὶ λόγος ἑκάστῳ τὸ αἴτιον· ὡς γοῦν τὸν λόγον ἑαυτῇ σύμφυτον ἔχουσα ζητεῖ τοὺς λόγους τῶν ὑπὸ λόγον, ἵνα μὴ τούτων λειπομένη τῆς οἰκείας ἐνδέοιτο τελειότητος. ὥστε
10ἡ πρὸς ἐπιστήμην ὄρεξις τῇ ψυχῇ τῆς οἰκείας ἐστὶν ἔφεσις τελειότητος, καὶ οἱ κατὰ φύσιν ἔχοντες πάντες φύσει ταύτης ὀρέγονται, οἱ δ’ ἄλλως διακείμενοι, ὡς ἔχειν ἀνεπιστρόφως πρὸς ἐπιστήμην, διεστράφαταί τε καὶ διεφθόρασιν ἀγνοοῦντες ὡς καὶ θεοῦ τῆς πρώτης καὶ κοινῆς ἁπάντων αἰτίας ἐντεῦθεν καταφρονοῦντες ἐλέγχονται. διὰ γὰρ τῶν προσεχεστέρων λόγων
15καὶ συγγενεστέρων ἀναφέρεσθαι πεφύκασιν αἱ ψυχαὶ πρὸς τὸ πάντων ἐπέ‐ κεινα· εἰ οὖν πρὸς τούτους ὀκλάζουσί πως καὶ ἀναδύονται, σχολῇ γ’ ἂν πρὸς τὸ πρῶτον καὶ ὑπεροχικώτατον ἀναχθῆναι βουλήσονται ἢ δυνήσονται. ὥσπερ οὖν τὸ πρότερον πρόβλημα δῆλον τέθεικεν ἐκ τοῦ παραδείγματος, οὕτω δὴ καὶ τοῦτο τὸ μετ’ ἐκεῖνο· ὡς εἶναι δῆλον καὶ ἐκ τῶν ἐπὶ τούτῳ
20παραδειγμάτων ὡς ἔστι καὶ τοιοῦτον γένος προβλήματος ἕτερον.
21nΚαὶ ταῦτα μὲν οὕτως· ἔνια δ’ ἄλλον τρόπον ζητοῦμεν.
22 Εἰπὼν περὶ τῶν ἐν συνθέσει καὶ ἐν ἀριθμῷ προβλημάτων ἐπὶ τὰ ἁπλᾶ πρόεισιν, οὐχ ὡς φύσει ὄντα πρότερα προτάξας ἐκεῖνα ἀλλ’ ἀπὸ τῶν ἡμῖν σαφεστέρων καὶ γνωριμωτέρων ἀρξάμενος· τοιαῦτα γὰρ τὰ σύνθετα.
25συμπεραίνων οὖν τὰ εἰρημένα φησὶν ταῦτα μὲν οὕτως, ἤγουν ταῦτα μὲν τοιοῦτον ἔχει τρόπον ζητήσεως περὶ τοῦ ἄλλῳ ὑπάρχειν ἄλλο πραγμα‐ τευόμενα, τὸ μὲν ἁπλῶς, τὸ δὲ διὰ τί. ἔνια δ’ ἄλλον τρόπον, τουτέστιν εἰσὶ δὲ προβλήματα ἕτερα οὐ σύνθεσιν ἔχοντα οὐδὲ ἀριθμῷ εἰσαγόμενα, ἀλλὰ τρόπον ἕτερον, ἤτοι ἐν ἁπλότητι καὶ μονάδα μόνην πράγματος
30ἔχοντα, ἐν οἷς οὐκ ἔστι τὸ εἶναι ὡς προσκατηγορούμενον, ἀλλ’ αὐτὸ τοῦτο κατηγορούμενον. τοῦτο εἰπὼν ἐπάγει παράδειγμα τρόπου ζητήσεως ἑτέρου παρὰ τοὺς προλαβόντας, οἷον εἰ ἔστιν ἢ μὴ ἔστιν Κένταυρος ἢ θεός, τοι‐ αῦτα παραλαβὼν ὑποκείμενα, ὧν τὸ εἶναι ἠγνόηται, τοῦ μὲν ὡς μὴ ὄντος
μηδαμῶς (τοῦ γὰρ ὄντος ἡ γνῶσις) τοῦ δὲ ὡς ὑπερόντος καὶ οὕτω μὴ14

15

ὄντος. ἔδει γὰρ τοιαῦτα παραλαβεῖν εἰς παράδειγμα τοῦ τοιούτου ζητή‐ ματος, ἐν οἷς εἰ ὅλως ἔστι τὸ πρᾶγμα ἡ ζήτησις. ἐπεὶ δὲ δοκεῖ πως τὸ πρῶτον πρόβλημα τοιοῦτον εἶναι (ἔοικε γὰρ κἀκεῖ περὶ τοῦ εἰ ἔστιν εἶναι ἡ ζήτησις, διὰ τὸ ζητεῖσθαι εἰ τὸ κατηγορούμενόν ἐστι τῷ ὑποκειμένῳ)
5τὴν διαφορὰν εὐθὺς ἐπιφέρει λέγων
6nΤὸ δ’ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω, οὐκ εἰ λευκὸς ἢ μ.
7 Τουτέστιν οὐχ οὕτω λέγω τὸ εἰ ἔστιν, ἵνα τις ὑπολάβῃ ὡς εἰ ἔστι λευκὸς ἢ μὴ ἔστι λευκός· τοῦτο γὰρ οὐ περὶ αὐτοῦ ἐστι τοῦ ὑποκειμένου, οὐδ’ ἁπλοῦν τὸ ζήτημα, ἀλλὰ σύνθετόν τε καὶ περί τινος ἄλλου, εἴπερ
10ὑπάρχει αὐτῷ. ἀλλ’ ἁπλῶς λέγω, τουτέστιν αὐτὸ τὸ ὑποκείμενον λαμβάνω ἁπλῶς καὶ ζητῶ, εἰ ἔστιν ἢ μὴ τὸ εἶναι καὶ μὴ εἶναι οὐ προσκατηγορῶν ἀλλὰ κατηγορῶν. ὡς εἶναι ταύτην ἑτέραν τῷ γένει τὴν ζήτησιν καὶ γίνεσθαι δῆλον ἐκ τοῦ ἐπ’ αὐτῇ παραδείγματος ὡς ἔστι καὶ τοιοῦτο γένος ζητήματος.
15nΓνόντες δ’ ὅτι ἔστι τί ἐστι ζητοῦμεν, οἷον τί οὖν ἐστι
16nθεός, ἢ τί ἐστιν ἄνθρωπος.
17 Ὁρᾶς, ὅτε μὲν περὶ τοῦ εἰ ἔστιν ὅλως τὸ ζήτημα ἦν, καὶ μηδαμῇ τι μηδαμῶς ὂν παρείληφεν εἰς παράδειγμα, ὡς ἐνὸν ζητεῖν καὶ περὶ μὴ ὄντος ὅλως εἰ ἔστι, μήποτε ὂν τὴν ἡμετέραν διαπέφευγε γνῶσιν καὶ δοκεῖ
20μὴ ὂν τὸ ὂν μέν, μὴ γινωσκόμενον δὲ καὶ ζημιωθῶμεν τὴν γνῶσιν αὐτοῦ· ὅταν δὲ περὶ τοῦ τί ἐστιν, οὐκέτι τι τοιοῦτον εἰς μέσον παρήγαγεν, ὡς μὴ ἐξὸν περὶ μὴ ὄντος ὅλως ζητεῖν τὸ τί ἐστι· γνόντες δ’ ὅτι ἔστι τί ἐστι ζητοῦμεν. τοῦτο εἰπὼν ἅμα καὶ τὴν τάξιν ἀναγκαίως τῶν δύο τούτων προβλημάτων παρέστησε· τότε γάρ, φησί, ζητοῦμεν τὸ τί ἐστιν, ὅτε εἰ ἔστι
25γνωσόμεθα, ὡς ἐκείνου ἀγνοουμένου εὔηθες ὂν τοῦτο ζητεῖν· δέον ἄρα ἐκεῖνο τούτου προτετάχθαι τὸ πρόβλημα.
27nἋ μὲν οὖν ζητοῦμεν καὶ ἃ εὑρόντες ἴσμεν.
28 Τοῦτο τῶν εἰρημένων συμπέρασμα ὡς ἤδη ἀπαρτισθείσης τῆς διαι‐ ρέσεως καὶ ἐξ αὐτῆς ἐκπεφασμένης τῆς τῶν ζητουμένων κατ’ ἐπιστήμην
30καὶ εὑρισκομένων ποσότητος. ἃ προεβάλλετο μὲν ἐξ ἀρχῆς τέτταρα εἶναι εἰπὼν καὶ τούτων ἑκάστου ἀπαγγείλας τὴν κλῆσιν, εἶτα δὲ καὶ ἀπέδειξε τῇ διαιρέσει συμπλέκων τὰ παραδείγματα, καὶ διὰ μὲν τῆς ἀναγκαίαν δεικνὺς
ποσότητα, διὰ δὲ τῶν ἐναργῆ ποιῶν τὰ δεικνύμενα, πόσα τε καὶ τίνα15

16

ἐστίν· ἢ γάρ, φησίν, εἰ ἄλλῳ ἄλλο ὑπάρχει ζητοῦμεν ἁπλῶς, ὡς τῷ ἡλίῳ τὴν ἔκλειψιν, ἢ διὰ τί ἄλλῳ ἄλλο ὑπάρχει, ὡς τὸ διὰ τί τῷ ἡλίῳ ἡ ἔκλειψις ἢ τὸ κινεῖσθαι τῇ γῇ, ἢ εἰ ἔστι τι ἁπλῶς ἢ μή, οἷον εἰ ἔστι Κένταυρος ἢ θεός, ἀλλ’ οὐχὶ εἰ λευκὸς ἢ μή, ἢ τοῦτο εἰδότες ἤγουν τὸ εἶναι
5ἁπλῶς, τί ἐστι ζητοῦμεν, οἷον τί ἐστι θεός, ἢ τί ἐστιν ἄνθρωπος. καὶ οὕτω τέτταρα κατὰ γένος εὑρίσκεται ἃ ζητοῦμεν καὶ ἃ ἐκ τῆς ζητήσεως εὑρόντες γινώσκομεν· ὡς εἶναι ἰσάριθμα τὰ ζητούμενα τοῖς γινωσκομένοις, καὶ εἶναι ταῦτα ἀλλήλοις τῷ ὑποκειμένῳ ταὐτά, τῷ λόγῳ δὲ διαφέροντα ὡς ζητούμενά τε καὶ γινωσκόμενα.
10nΖητοῦμεν δ, ὅταν μὲν ζητῶμεν τὸ ὅτι ἢ τὸ εἰ ἔστιν
11nἁπλῶς, ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.
12 Διαφοραῖς χρησάμενος τῇ συνθέσει καὶ τῇ ἁπλότητι τέτταρα τὰ πάντα κατὰ γένος ζητήματα ἔδειξε, δύο μὲν τῇ συνθέσει προσαφορίσας, δύο δὲ τῇ ἁπλότητι, διαφέροντα ἀλλήλων τὰ μὲν σύνθετα, ὅτι τὸ μὲν τὸ εἶναι
15τόδε τῷδε, τὸ δὲ τὸ διὰ τί εἶναι τῷδε τόδε ζητεῖ, τὰ δὲ ἁπλᾶ, ὅτι τὸ μὲν τὸ εἶναι, τὸ δὲ τὸ τί εἶναι. νῦν δ’ ὥσπερ σαφηνίζων ἐπὶ πλέον τὰ εἰρημένα φησὶν ὅτι τεσσάρων ὄντων τῶν προβλημάτων, ὡς εἴρηται, ταῦτά ἐστι τὰ ἐπὶ τούτων ζητούμενα, ἐπὶ μὲν τῶν δύο τὸ εἰ ἔστι τις αἰτία τοῦ πράγματος ἢ τοῦ εἶναι καθ’ αὑτὸ ἢ τοῦ εἶναι ἐν ἑτέρῳ, ἐπὶ δὲ τῶν δύο
20τίς ἡ αἰτία τοῦ εἶναι τὸ πρᾶγμα ἢ καθ’ ἑαυτὸ ἢ ἐν ἑτέρῳ. ἃ δὴ προ‐ βαίνει μηκέτι ζητουμένου τοῦ εἶναι ἢ ἁπλῶς ἢ πῇ, τουτέστιν ἢ ὡς καθ’ ἑαυτὸ ἢ ὡς ἐν ἑτέρῳ, καθ’ ἑαυτὸ μὲν ὡς τὸ εἰ ἔστι κενόν, ἐν ἑτέρῳ δὲ ὡς τὸ εἰ τῇ σελήνῃ τὸ ἐκλείπειν. ὁπόταν γὰρ ζητῶμεν εἰ ἔστι κενόν, εἰ ἔστι Κένταυρος, εἰ ἔστι τούτοις αἰτία τις τοῦ εἶναι ζητοῦμεν· εὑρόντες δὲ ὅτι ἔστιν
25αἰτία τις τοῦ εἶναι αὐτοῖς τίς ἐστιν αὕτη ζητοῦμεν, ὅπερ ἐστὶ τὸ τί ἐστιν. ὁμοίως πάλιν ὁπόταν ζητῶμεν εἰ ἐκλείπει ἡ σελήνη, εἰ ἔστιν αὐτῇ αἰτία τις τοῦ ἐκλείπειν ζητοῦμεν· εὑρόντες δ’ ὅτι ἔστι τις αὐτῇ αἰτία τοῦδε τοῦ συμπτώματος, ζητοῦμεν τίς ἐστιν αὕτη· τοῦτο δ’ ἐστὶ τὸ διὰ τί ἐστιν. οὐκ ἀπὸ δὲ τρόπου δόξειεν ἄν τις λέγειν εἶναι μὲν καὶ ταῦτα οὕτως ὡς εἴρηται,
30ποιεῖσθαι δὲ καὶ καθ’ ἕτερον τρόπον τῶν προβλημάτων διαίρεσιν τὸν Ἀριστοτέλην, τὴν αἰτίαν παραλαμβάνοντα καὶ κατὰ τὸ διάφορον τῆς τοῦ μέσου ζητήσεως διάφορα καὶ τὰ ζητήματα φάσκοντα γίνεσθαι, ὡς ἐν μὲν τῷ ὅτι καὶ εἰ ἔστι ζητουμένου τοῦ μέσου τε καὶ αἰτίου εἰ ὅλως ἔστιν, ἐν δὲ τῷ τί καὶ διὰ τί τί τοῦτό ἐστι. διὸ καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν
35τὸ ὅτι καὶ τὸ εἰ ἔστιν εἰς ἓν συνέταξεν ὡς ἄμφω ζητοῦντα τὸ εἶναι αἴτιον,16

17

ἀλλήλων 〈δὲ〉 διαφέροντα τῷ τὸ μὲν τοῦ εἶναι ἁπλῶς αἴτιον ζητεῖν, τὸ δὲ τοῦ εἶναί τι ἐν ἑτέρῳ. τὸ δὲ τί τῷ διὰ τί συνέζευξεν ὡς ἀμφοῖν τούτων τίς ἡ αἰτία ζητούντων, φανεροῦ δηλονότι ὄντος τοῦ εἶναι αἴτιον τοῦ εἶναι ἢ ἁπλῶς ἢ ἐν μέρει. διαφέρει δὲ ἀλλήλων καὶ ταῦτα κατὰ τὸ ἁπλοῦν
5τε καὶ σύνθετον, ὡς τοῖς διαφόροις τρόποις τῆς διαιρέσεως βεβαιοτέραν γίνεσθαι τὴν τῶν ζητουμένων ποσότητα. δύο οὖν ἔοικεν ἐν ταὐτῷ κατορ‐ θοῦν, ἅμα μὲν δι’ ἐπιδιαιρέσεως σαφηνίζειν τὰ περὶ τῶν ζητουμένων προειρημένα ἐν τῷ φάσκειν καὶ τίνα ἐστὶν ἅπερ δι’ αὐτῶν ζητεῖται καὶ εὑρίσκεται, ἤγουν εἰ ἔστιν αἰτία τοῦ εἶναι, καὶ τίς αὕτη ἔστιν, ἢ ἁπλῶς
10ἢ ἐν μέρει, ἅμα δὲ καὶ βεβαιοτέραν ποιεῖσθαι τὴν τῶν ζητουμένων ποσό‐ τητα διὰ τοῦ καὶ ἑτέρῳ τρόπῳ τῆς διαιρέσεως εἰς δήλωσιν ἔρχεσθαι ταῦτα. τοῦτο γὰρ καὶ ἐπ’ ἄλλων μὲν ποιεῖ, ἀλλὰ δὴ καὶ ἐπὶ τῶν συλλο‐ γιστικῶν σχημάτων, ὁτὲ μὲν διὰ τῆς τοῦ μέσου θέσεως τὴν τούτων δεικνὺς ποσότητα, ὁτὲ δὲ διὰ τῶν τοῖς ὅροις ἑπομένων καὶ οἷς ἕπονται
15καὶ τῶν ἀλλοτρίων, ὁτὲ δὲ ἑτέρως, ὡς εἶναι σύμφωνον διὰ πολλῶν τρόπων ὡς δι’ ὀργάνων ᾀδόμενον αὐτὸ πρὸς ἑαυτὸ τἀληθές, καθὼς κἀκεῖνος ἐπὶ τοῖς Προτέροις Ἀναλυτικοῖς περὶ τῆς ποσότητος τῶν σχημάτων συμπεραίνων τελευταῖόν φησιν. ἢ ταῦτά φησιν ἵνα δείξῃ πᾶσαν ἐπιστημονικὴν μέθοδον τῆς ἀποδεικτικῆς ὑπηρέτιδα· εἰ γὰρ πᾶσα ἐπιστήμη ἐκ ζητήσεως ἀρχο‐
20μένη εἰς τὴν εὕρεσιν πρόεισι, πᾶν δὲ τὸ ζητούμενόν τε καὶ εὑρισκόμενον εἰς τέσσαρα τὰ εἰρημένα ἀνάγεται, τῶν δὲ τεσσάρων ἕκαστον τούτων τὴν αἰτίαν ζητεῖ τοῦ πράγματος ἡ δὲ αἰτία τὸ μέσον ἔστι, τὸ δὲ μέσον εἰς τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν συντελεῖ, πᾶσα ἄρα ἐπιστήμη εἰς τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν συντελεῖ καὶ διὰ ταύτην ἔστι.
25nΖητοῦμεν δὲ ὅταν ζητῶμεν τὸ ὅτι ἢ τὸ εἰ ἔστιν ἁπλῶς,
26nρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστι.
27 Τῆς δευτέρας ἀρχόμενος διαιρέσεως, δι’ ἧς βεβαιοτέραν τὴν τῶν ζητου‐ μένων ποιεῖται ποσότητα, ὡς κατὰ διαφόρους ἐπιβολὰς τὴν αὐτὴν ἀνα‐ φαινομένην καὶ μηδαμῇ μηδαμῶς διαφωνοῦσαν πρὸς ἑαυτήν, φησὶν ὅτι
30ἐπειδὴ πᾶσα ζήτησις ζητουμένου τινός ἐστι, τί ἐστιν ὃ ζητεῖται ἐν τῷ ὅτι καὶ εἰ ἔστιν, ἢ πάντως ὅτι ἆρ’ ἐστὶ μέσον τοῦ προκειμένου ἢ οὐκ ἔστι. μέσον δὲ λέγει τὸ αἴτιον τοῦ εἶναι ἢ τόδε τι ἁπλῶς ἢ τῷδέ τινι ἕτερόν τι· καὶ οὕτως εἰς ἓν τάττει τὸ ὅτι καὶ τὸ εἰ ἔστι, καθὸ ἀμφότερα τὸ ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστι ζητοῦσι. καὶ εἰσὶν ἓν τῷ γένει κατά γε
35τοῦτο, διαφέρουσι δ’ ἀλλήλων, ὅτι τὸ μὲν ἁπλῶς ζητεῖ ἕν τι πρᾶγμα17

18

λαβὸν καὶ εἴ τις αὐτῷ αἰτία τοῦ εἶναί ἐστι ζητοῦν, τὸ δὲ οὐχ ἁπλῶς ἀλλὰ κατὰ σύνθεσιν ὡς δύο λαμβάνον πράγματα καὶ ζητοῦν εἰ ἔστι τις αἰτία τοῦ εἶναι θατέρῳ θάτερον.
4nὍταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ τὸ εἰ ἔστιν ἢ τὸ ἐπὶ μέρους
5nἢ τὸ ἁπλῶς.
6 Εἰρηκὼς τί ἐπὶ τῶν δύο ζητημάτων ζητεῖται τοῦ τε ὅτι καὶ τοῦ εἰ ἔστιν, ἅπερ ὡς εἰς ἓν ἔταξεν ὡς κοινωνοῦντα ἀλλήλοις τῆς διαφορᾶς τοῦ ζητεῖν, εἰ ἔστι τις αἰτία τοῦ εἶναι, διαφέροντα δὲ ἀλλήλων αὖθις καὶ δύο γινόμενα τῷ τὸ μὲν περὶ ἑνὸς ζητεῖν τὸ εἶναι καθ’ ἑαυτὸ καὶ εἴ τις αἰτία
10τούτου αὐτῷ ἐστι, τὸ δὲ περὶ δύο, εἴ τις αἰτία τοῦ εἶναι θατέρῳ θάτερον, νῦν μεταβαίνει ἐπὶ τὰ ἕτερα καί φησιν ὅτι ὁπόταν ταῦτα γνωσθῇ καὶ οὐκ ᾖ χρεία ἔτι ζητεῖν ἢ ἐπὶ τοῦ συνθέτου προβλήματος ἐκείνου, εἰ τῷδε τόδε ὑπάρχει, ἢ ἐπὶ τοῦ ἁπλοῦ, ὡς εἰ τόδε ἁπλῶς ἐστιν, ὡς δῆλον ὂν ὅτι γε ἀμφοτέροις αἴτιόν ἐστι τὸ μὲν τοῦ ἐν ἑτέρῳ εἶναι, τὸ δὲ τοῦ καθ’
15αὑτὸ εἶναι, καὶ ζητῶμεν πάλιν τὸ διὰ τί μέν ἐστιν ἐπὶ τοῦ συνθέτου, τὸ δὲ τί ἐστιν ἐπὶ τοῦ ἁπλοῦ, τότε τί τὸ αἴτιον ἤτοι τί τὸ μέσον ἐστὶ ζητοῦμεν. ἕτερον δέ ἐστι τὸ οὕτως ἢ ἐκείνως ζητεῖν, εἴ γε καὶ ἕτερά ἐστιν ἀλλήλων τὸ ζητεῖν εἰ ἔστι τόδε καὶ τί ἐστι τόδε, ταὐτὸν δὲ εἰπεῖν τὸ κοινὸν καὶ τὸ ἴδιον, καὶ τὸ συγκεχυμένον καὶ ὡρισμένον· ὥστε καὶ οὕτω τέτταρα τὰ
20πάντα ζητήματα δείκνυσθαι τῇ τε τοῦ ἁπλοῦ καὶ συνθέτου διαφορᾷ καὶ τῇ τοῦ ζητεῖν τὸ εἶναι ἢ μὴ εἶναι τὸ αἴτιον καὶ τὸ μέσον.
22nΛέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους.
23 Δείκνυσιν εἰσέτι πραγματικὴν οὖσαν τὴν τῶν προβλημάτων διαφοράν, ἤγουν τοῦ ὅτι καὶ τοῦ 〈εἰ〉 ἔστι καὶ μὴ μόνον θεωρουμένην ἐν τοῖς ὀνό‐
25μασιν. οὐ γὰρ ἂν εἰ τοῦτο ἦν, δύο ἐλέγοντο εἶναι προβλήματα, μὴ καὶ τοῖς πράγμασι διαφέροντα· ἄμφω μὲν γὰρ εἰ ἔστι μέσον καὶ αἴτιον ζητοῦσιν, ὡς ἀμφοτέροις ἁρμόττειν τὸ εἰ ἔστι, καὶ γίνεσθαι ὅσον ἐν τούτῳ καὶ ὀνό‐ ματι ταῦτα κοινωνοῦντα καὶ πράγματι· διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν ἐπὶ μέρους τὸ εἰ ἔστι λαμβάνει, τὸ δὲ ἁπλῶς, ἐπὶ μέρους μὲν ὀνομάζων
30τὸ ἐκ δύο ὅρων, ὑποκειμένου καὶ κατηγορουμένου, συγκείμενον πρόβλημα, ἁπλῶς δὲ τὸ ἕνα μόνον ἔχον ὅρον μετὰ τοῦ ἔστι ῥήματος, ὅπερ καὶ ἐν ἐκείνῳ προσέκειτο τὸν λόγον ἀπαρτίζον. ἐπὶ μέρους δὲ λέγει ἐκεῖνο ἢ ὅτι εἰς δύο μερίζεται πράγματα (ἐξ ὅσων γάρ τι σύγκειται καὶ μερίζεται εἰς
τοσαῦτα), ὡς καὶ εἶναι τὸ ἐπὶ μέρους ἀντὶ τοῦ μεμερισμένως, ὥς φησιν18

19

ὁ Ἀλέξανδρος, ὅπερ ἀρχόμενος τοῦ βιβλίου ἀριθμὸν εἴρηκεν, ἢ ὡς αὐτὸς καὶ τοῦτό φησιν, ὅτι ὁ ζητῶν εἰ τῷδε τόδε ὑπάρχει, εἰ τοῦδε τόδε τί ἐστι ζητεῖ, οἷον εἰ γένος τοῦδε ὡς εἰ ὁ ἄνθρωπος ζῷον, ἢ συμβεβηκὸς τοῦδε ὡς ἡ χιὼν λευκή, ἢ εἰ πάθος τοῦδε ὡς εἰ ἡ σελήνη ἐκλείπει. εἰ δὲ
5δεῖ καὶ τοῦτο εἰπεῖν καθόλου, τὰ πράγματα ὅσον συντίθεται, χωρεῖ πρὸς τὸ μερικώτερον· ἡ γὰρ καθολικωτάτη οὐσία τῆς σωματικῆς αὐτῇ συν‐ τεθείσης διαφορᾶς μερικωτέρα γίνεται, καὶ ἔτι τῆς τοῦ ἐμψύχου καὶ ἔτι τῆς τοῦ αἰσθητικοῦ καὶ τῆς τοῦ λογικοῦ, ἔτι καὶ μᾶλλον τῆς τοῦ θνητοῦ, ὡς καὶ μέχρι τῶν ἀτόμων χωρεῖν καὶ καθ’ ἕκαστα τῶν ἰδιοτήτων προστι‐
10θεμένων, ἐξ ὧν τῶν ἀτόμων τε καὶ καθ’ ἕκαστα συνέστηκεν ἕκαστον. εἰ δὲ βούλει, καὶ τὸ ἓν καθ’ ἑαυτὸ μὲν μένον κοινότερον, τῷ ὄντι δὲ συνερ‐ χόμενον μερικώτερον, καὶ τὸ ὂν πρὸ τοῦ καταδεεστέρου κοινότερον, μετὰ δὲ τῆς ζωῆς μερικώτερον, καὶ αὕτη πρὸ νοῦ καὶ μετὰ νοῦ ὡσαύτως, καὶ οὗτος πρὸ ψυχῆς καὶ μετὰ ψυχῆς, καὶ ἑξῆς οὕτως. διὰ τοῦτο πανταχοῦ
15παρ’ αὐτῷ τε Ἀριστοτέλει καὶ Πλάτωνι καὶ τοῖς ἄλλοις σοφοῖς τὸ ἁπλῶς ἐπὶ τῶν ἁπλῶν καὶ τὸ πῇ ἐπὶ τῶν συνθέτων λαμβάνεται.
17nἘπὶ μέρους μέν, ἆρα ἐκλείπει ἡ σελήνη ἢ αὔξεται.
18 Ἔτι σαφέστερα ποιεῖται διὰ παραδειγμάτων τὰ εἰρημένα· ζητοῦντες γὰρ εἰ ἐκλείπει ἡ σελήνη, εἰ ἔστι τι αἴτιον τοῦ ἐκλείπειν τῇ σελήνῃ
20ζητοῦμεν, ὁμοίως ἐν τῷ εἰ αὔξεται ζητοῦμεν εἰ ἔστι τι αἴτιον τῇ σελήνῃ τοῦ αὔξειν.
22nΕἰ γὰρ ἔστι τι ἢ μὴ ἔστι τι, ἐν τοῖς τοιούτοις ζητοῦμεν.
23 Τοιούτοις, φησί, προβλήμασι τὸ εἰ ἔστι μὲν ἢ μὴ ἔστι ζητοῦμεν, οὐ μὴν δὲ ἁπλῶς περὶ τοῦ ὑποκειμένου, ἀλλ’ εἴ τι ἐν αὐτῷ, καὶ διὰ τοῦτο
25ἐν μέρει λέγομεν ὡς περί τινος τῶν ἐν αὐτῷ ζητοῦντες, οὐχ ἁπλῶς περὶ αὐτοῦ. ὑποκειμένου γὰρ ληφθέντος τινὸς πολλὰ ἴσως καὶ διάφορα ἐνδέ‐ χεται θεωρεῖσθαι περὶ αὐτό· περὶ δὲ τῶν ἐν αὐτῷ ζητοῦντες, μερικὴν καὶ οὐχ ἁπλῶς τὴν περὶ τοῦ ὑποκειμένου ποιούμεθα ζήτησιν. ἔστω γάρ, εἰ τύχῃ, ἡ σελήνη· περὶ ταύτης ἐνδέχεται ζητῆσαι πολλά, οἷον τὸ σχῆμα,
30εἰ σφαιρική ἐστι, τὸ φῶς εἰ ἴδιον ἔχει εἴτε ἐκ τοῦ ἡλίου δέχεται, τῶν φωτισμῶν τὰ διάφορα σχήματα, τὴν ἔκλειψιν, τὰ τοιαῦτα. περὶ ταύτης μὲν οὖν ζητοῦντες ἁπλῶς τὴν περὶ αὐτῆς ποιούμεθα ζήτησιν, περί τινος
δὲ τῶν ἐν αὐτῇ μερικῶς ὥς τι ζητοῦντες ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς περὶ19

20

αὐτῆς, ἀλλὰ πῇ. ἔτι δὲ ὥσπερ τὴν μὲν οὐσίαν ἁπλῶς λέγομεν ὄν, τὸ δὲ λευκὸν καὶ τὸ τρέχειν καὶ καθόλου ὅσα ἐν τῇ οὐσίᾳ καὶ περὶ αὐτὴν πῇ καὶ τινὰ ὄντα, ὡς μὴ ἁρμοττούσης αὐτοῖς ἁπλῶς τῆς ὀντότητος, ἀλλ’ ἢ μόνον διὰ τὸ εἶναί τι τοῦ ὄντος αὐτά, οἷον ποιότητας, ποσότητας, πηλικό‐
5τητας, ἐνεργείας, πάθη, ἄλλο τι τοιοῦτον, τὸν αὐτὸν τρόπον ὅταν ζητῶμεν περί τινος τὸ εἰ ἔστιν αὐτὸ ἢ τί ἐστι, τότε ἁπλῶς ζητοῦμεν περὶ αὐτοῦ· ὅταν δὲ ζητῶμεν περί τινος τῶν ἐν αὐτῷ, τότε οὐχ ἁπλῶς ζητοῦμεν περὶ αὐτοῦ, ἀλλ’ ἐν μέρει.
9nἉπλῶς δ’ εἰ ἔστιν ἢ μὴ σελήνη ἢ νύξ.
10 Τοῦτο ἐκ τῶν εἰρημένων σαφὲς καὶ οὐ πλείονος λόγου δεόμενον πρὸς σαφήνειαν. παραδείγματα γὰρ θεὶς τοῦ συνθέτου ζητήματος τὰ εἰρημένα, τίθησι ταῦτα τοῦ ἁπλοῦ, τὸ εἰ ἔστι σελήνη ἢ νύξ. ὥσπερ δὲ ἐκεῖ ἔκλειψιν σελήνης καὶ αὔξησιν ὡς συγγενῆ ἀλλήλοις τῷ περὶ αὐτὴν καὶ ἄμφω ζητεῖ‐ σθαι παρέλαβε, καὶ ἐπὶ μέρους τὸ ζήτημα κατωνόμασεν ὡς οὐχ ἁπλῶς
15ἀλλ’ ἐν μέρει τὴν περὶ σελήνης εἰσάγον ζήτησιν, ὥσπερ εἴρηται, οὕτω κἀν‐ ταῦθα ὡς κοινωνοῦντα ἀλλήλοις σελήνην καὶ νύκτα εἰς παράδειγμα τοῦ ἁπλῶς ζητουμένου παρέθετο· εἰς ἀρχὴν γὰρ νυκτὸς ἡ σελήνη, καὶ ἐν νυκτὶ τὸ φαίνειν αὐτῇ.
19nΣυμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν.
20 Περὶ τῶν ζητημάτων καθόλου εἰπὼν ὁπόσα κατὰ γένος ἐστί, καὶ πρότερον μὲν ἣν ἔχουσι διαφορὰν πρὸς ἄλληλα, ἔπειτα καὶ δι’ ἑτέρας ἐπι‐ βολῆς τὴν τούτων δείξας ποσότητα, καὶ τί τε ζητοῦσιν ἕκαστα, πρὸς δὲ καὶ τί κοινὸν πρὸς ἄλληλα καὶ διάφορον ἔχουσιν εἰρηκώς, ἐπεὶ ἐν τῇ δευτέρᾳ διαιρέσει τὸ μέσον εἶναι αὐτοῖς τὸ ζητούμενον εἴληφε καὶ ἐκ τῆς ἐπα‐
25γωγῆς τοῦτο ἔδειξε καθ’ ἕκαστον γένος τῶν ζητημάτων ἐπεξιὼν καὶ διὰ παραδειγμάτων τοὺς λόγους πιστούμενος, ἐπάγει μὲν τοῖς ῥηθεῖσι συμπέρασμα λέγων ὅτι συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν ἢ εἰ ἔστι τι μέσον ἢ τί ἐστι τὸ μέσον. δῆλον γὰρ ἤδη γέγονε διὰ τῶν εἰρημένων ὡς οὐδὲν ἄλλο ζητεῖται ἐν τοῖς ζητήμασιν ἢ τὸ μέσον, ἢ εἰ
30ἔστι τοῦτο ἢ τί ἐστιν, εἴτε ἁπλῶς εἴτε πῇ· ὡς εἰς δύο συναιρούμενα τὰ προβλήματα εἰς τέτταρα αὖθις πλατύνεσθαι τῇ τοῦ ἁπλοῦ καὶ συνθέτου διαφορᾷ. εἶτα τῇ ἐπαγωγῇ μὴ ἀρκούμενος δείκνυσι τὸ αὐτὸ καὶ διὰ συλ‐
λογισμοῦ ἐν πρώτῳ σχήματι τοῦτο συνάγων· ἐν πάσαις ταῖς ζητήσεσι,20

21

φησί, τὸ αἴτιον ζητεῖται· τὸ δὲ αἴτιον τὸ μέσον ἐστίν· ἐν ἁπάσαις ἄρα ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται. ὅτι δὲ τὸ αἴτιόν ἐστι τὸ ζητούμενον πιστοῦται πάλιν ἐκ τῆς ἐπαγωγῆς. τὸ γὰρ ζητεῖν ἆρα ἐκλείπει ἡ σελήνη ταὐτόν ἐστι τῷ ἆρά ἐστιν αἴτιόν τι τοῦ ἐκλείπειν αὐτὴν ἢ οὔ· ὅταν δὲ
5γνῶμεν ὅτι ἔστι τι αἴτιον, τότε ζητοῦμεν τί τοῦτό ἐστι, καὶ ἔστιν ἐκεῖνο μὲν τὸ ὅτι ἔστι, τοῦτο δὲ τὸ διὰ τί ἐστι. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἁπλῶν· κἄν τε γὰρ μὴ τοδὶ ἢ τοδὶ ζητῶμεν, ἀλλ’ ἁπλῶς τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον, οἷον εἰ ἔστι σελήνη ἢ γῆ ἢ ἥλιος ἢ τρίγωνον, κἄν τε μὴ ἁπλῶς τὴν οὐσίαν, ἀλλά τι τῶν ἐν τῇ οὐσίᾳ, εἴτε καθ’ αὑτό τι εἴτε μὴ
10καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τὸ αἴτιον τοῦ εἶναι τὸ προκείμενον τὸ μέσον ἐστίν, οἷον καθ’ αὑτὸ μὲν ἐπὶ τῆς σελήνης τὸ σφαιρικόν, κατὰ συμβεβηκὸς δὲ τὴν ἔκλειψιν. ὡσαύτως καὶ ἐπὶ τοῦ ἡλίου. ἐπὶ δὲ τῆς γῆς καθ’ αὑτὸ μὲν τὸ ἐν μέσῳ εἶναι· κατὰ γὰρ τὴν κατὰ φύσιν ῥοπὴν καὶ ὁ τόπος ὁ κατὰ φύσιν· κατὰ συμβεβηκὸς δὲ τὸ αἰσθητόν. ὅτι δὲ καλῶς
15ταῦτα εἴρηται, δῆλον· τὰ γὰρ καθ’ αὑτὰ καὶ ἀεί, ὥστε τὰ μὴ ἀεὶ οὐδὲ καθ’ αὑτά. οὔτε δὲ ὁ ἥλιος ἢ ἡ σελήνη ἐκλείπει ἀεί, ἀλλὰ ποτέ, καὶ γίνεται ταῦτα ποτὲ τοῖς ὑποκειμένοις κἀν τῷ ἀπογίνεσθαι οὐδὲν αὐτοῖς λυμαίνεται, εἰ μὴ καὶ τελεώτερα ταυτὶ τῶν τοιούτων συμπτωμάτων ἀπαλ‐ λαττόμενα. ἀλλὰ καὶ τὸ ἐν φαντασίᾳ εἶναι τὰ σχήματα ἢ ἐν αἰσθήσει τὰ
20χρώματα ἢ ἄλλο τι τοιοῦτον οὔτε ἀεὶ αὐτοῖς ἐστιν οὐδὲ αὐτά τι πάσχει ἐν φαντασίᾳ ἢ ἐν αἰσθήσει γινόμενα· ὡς μηδὲ αὐτῶν εἶναι κυρίως τι πάθος ἢ εἶδος ἢ ἕξιν ἢ ἐνέργειαν ἤ τι τοιοῦτον τὸ ἐν φαντασίᾳ ἢ αἰσθήσει γίνεσθαι, ἀλλὰ τῶν φανταζομένων ἢ αἰσθανομένων. ἐπεὶ δὲ καὶ τὸν ὁρισμὸν μέσον καὶ αἴτιον εἴρηκεν, ὅτι μὲν αἴτιον, δεῖξαι οὐκ ἠξίωσεν,
25ὡς δῆλον ὂν ὅτι εἶδος, τὸ δὲ εἶδος αἴτιον τοῦ ἐκ τούτου καὶ ὑποκειμένου τινός· ὅτι δὲ μέσον ἐν συλλογισμῷ ληφθῆναι ἐνδέχεται, δείκνυσιν ὁριστὰ λαβὼν μὴ καθ’ αὑτὸ ὑπάρχοντα, ἀλλ’ ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, οἷον ἔκλειψιν, συμφωνίαν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις, φησί, τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι, τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἀλλ’ οὐ τῷ τρόπῳ τῆς
30λήψεως· ἄλλως γὰρ ὡς τί ἐστι λαμβάνεται, καὶ ἄλλως ὡς διὰ τί ἐστι. τὸ μὲν γὰρ ὡς καθ’ αὑτὸ λαμβανομένου τοῦ ὁριστοῦ καὶ ἐν ἁπλῷ ζητουμένου προβλήματι, εἰ ἔστιν ὅλως ἢ τί ἐστι, τὸ δὲ ὡς ἐν ἑτέρῳ ὄντος καὶ διὰ τί ἐν αὐτῷ ἔστι. ὅτι δὲ τὰ αὐτὰ τῷ ὑποκειμένῳ ἐν τοῖς ἐν ἄλλῳ ὑπάρ‐ χουσι καὶ διὰ ἀποδείξεως γινώσκεσθαι φύσιν ἔχουσι τὸ τί ἐστι καὶ διὰ τί
35ἐστι, δῆλον γίνεται ὁρισμοῦ προβάντος αὐτῶν καὶ λαμβανομένου τοῦ μέσου
πρὸς τὴν ἀπόδοσιν τοῦ διὰ τί ἐν ἑτέρῳ ἔστι. τί γάρ ἐστιν ἔκλειψις;21

22

στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ γῆς ἀντιφράξεως. καὶ διὰ τί ἡ σελήνη ἐκλείπει; διὰ τὸ ἀπολείπειν τὸ φῶς ἀπ’ αὐτῆς, ἀντιφραττούσης τῆς γῆς. καὶ αὖθις ἐπὶ τῆς συμφωνίας· τί ἐστι συμφωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. διὰ τί συμφωνεῖ τόδε τι ὀξὺ ὂν τῷ ψόφῳ ἢ τῇ φωνῇ πρὸς
5ἕτερόν τι βαρύ; διὰ τὸ λόγον ἔχειν ἀριθμῶν τὸ ὀξὺ καὶ τὸ βαρύ. ταῦτα δὲ καὶ κατὰ τοὺς τέσσαρας τρόπους τῶν ζητημάτων ζητηθῆναι ἐνδέχεται, εἰ πρότερον μὲν καθ’ ἑαυτὰ λάβωμεν, εἴ εἰσι καὶ τί εἰσιν, ἔπειτα ὡς ἐν ἑτέρῳ ἔχοντα τὸ εἶναι τὰ ὑποκείμενα ζητοῦντες εἰ τοιάδε τινά εἰσιν, οἷον ἆρ’ ἐστὶ συμφωνία ἐν ὀξέσι καὶ βαρέσι, καὶ ἆρ’ ἐστὶν ἐν ἀριθμοῖς ὁ λόγος
10αὐτῶν, λαβόντες δὲ τὸ εἶναι, τίς ἐστιν ὁ λόγος οὗτος ζητήσωμεν· οἷον ὅτι ἐπίτριτος ὡς ἐπὶ τοῦ διὰ τεσσάρων, ἢ ἡμιόλιος ὡς ἐπὶ τοῦ διὰ πέντε, ἢ διπλάσιος ὡς ἐπὶ τοῦ διὰ πασῶν, ἢ τετραπλάσιος ὡς ἐπὶ τοῦ δὶς διὰ πασῶν. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῆς ἐκλείψεως· ἆρ’ ἔστιν ἔκλειψις, καὶ τί ἐστιν ἔκλειψις; ὅταν δὲ τὰ ὑποκείμενα τούτοις λαβόντες εἰ τούτοις ταῦτα
15ὑπάρχει ζητῶμεν, τότε πρῶτον μὲν τὸ ὅτι ταῦτά ἐστιν ἐν ἐκείνοις ζητοῦμεν, ταὐτὸν δὲ εἰπεῖν εἰ ἐκεῖνα τούτοις πεποίωται, οἷον τὸ ὀξὺ καὶ τὸ βαρὺ τῇ συμφωνίᾳ, καὶ ἡ σελήνη τῇ ἐκλείψει. τοῦτο δὲ λαβόντες ζητοῦμεν τὸ διότι. καὶ ἕτερον δέ τι τούτων λεγομένων συναναφαίνεται, οὐδὲν ἧττον ἀναγ‐ καῖον τυγχάνον, ὅτι ἑπομένως καὶ προσφυῶς μάλιστα τῇ περὶ ἀποδεικτικῆς
20ἐπιστήμης διδασκαλίᾳ καὶ ὁ περὶ τοῦ ὅρου λόγος παραλαμβάνεται. εἰ γὰρ τὸ μέσον καὶ αἴτιον οὐ τοῦ συμπεράσματος μόνον ἀλλὰ δὴ καὶ τοῦ πράγ‐ ματος ἀναγκαίως ἐν τῇ ἀποδείξει παραλαμβάνεται, τοιοῦτον δὲ καὶ ὁ ὅρος, ἀναγκαῖον καὶ περὶ ὅρου ἀποδοῦναι τὸν περὶ ἀποδεικτικῆς ἐπιστήμης διδάσκοντα, καὶ τοσοῦτον ὅσον τῇ ἀποδείξει συμβάλλεται. αἱ μὲν γὰρ
25κοιναὶ ἔννοιαι νοῦ ὑπάρχουσαι ἀπηχήματα, οὐδεμιᾶς δέονται βασάνου οὐδὲ λόγου τινός, ἢ ὅσον παραθέσεώς τινος βραχείας, ὥστε ἀνεγεῖραί τε καὶ ἀνάψαι τὸ ἐγκεκαλυμμένον καὶ βεβυσμένον ἐν ἡμῖν τῆς νοερᾶς δυνάμεως ἐμπύρευμα· οἱ δέ γε ὅροι ἐπιστήμης δέονται καὶ βασάνου πλείονος καὶ πραγματείας οὐ τῆς τυχούσης, ἵνα δῆλοι γένωνται καὶ τὰς τῶν ὁριστῶν
30οὐσίας δι’ ἑαυτῶν παραστήσωσι. διὰ τοῦτο περὶ ἐκείνων διδασκαλίας οὐκ ἔδει τῷ περὶ ἀποδείξεως εἰσομένῳ, περὶ δέ γε τῆς τῶν ὅρων θεωρίας καὶ μάλιστα. ἀναγκαίως ἄρα τῷ περὶ ἀποδείξεως λόγῳ ὁ περὶ τοῦ ὅρου συν‐ τέτακται. καὶ ἵνα τοῦτο καὶ ὁ Ἀριστοτέλης ἐνδείξηται, τούτου ἕνεκεν τὸν περὶ τοῦ μέσου καὶ αἰτίου λόγον εἰς μέσον προέθετο. μήποτε δὲ διὰ τοῦτο
35περὶ ὅρου ἀναγκαῖον ἦν εἰπεῖν, διότι καὶ περὶ τοῦ μέσου, καθάπερ ἐξ
ἀρχῆς εἴρηται.22

23

(1n)

Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν.
2 Συμπεραίνει τὰ εἰρημένα ὅτι καλῶς ἄρα ἡμῖν εἴρηται ὡς ἐν πᾶσιν τοῖς ζητήμασι τὸ μέσον ζητεῖται, καθὼς ἐκ τῆς ἐπαγωγῆς δῆλον γέγονεν· ἕκαστον γὰρ λαβόντες ζήτημα καὶ τούτου παράδειγμα θέμενοι ἔγνωμεν ὅτι
5τὸ μέσον ἐστὶν ἐν αὐτῷ τὸ ζητούμενον, ἢ εἰ ἔστι ἢ τί ἐστιν· ὡς συναιρεῖ‐ σθαι τοῦτον τὸν τρόπον εἰς δύο τὰ πάντα προβλήματα, εἴς τε τὸ εἰ ἔστι τὸ μέσον καὶ τί ἐστι τὸ μέσον, ἔπειτα τούτων εἰς δύο αὖθις διαιρεῖσθαι ἑκάτερον, εἴς τε τὸ ἁπλοῦν καὶ τὸ σύνθετον. ὡς εἶναι οὕτω προβαίνουσαν τὴν διαίρεσιν· πᾶν πρόβλημα ἢ εἰ ἔστι ζητεῖ ἢ τί ἐστι, καὶ τὸ εἰ ἔστιν ἢ
10τὸ ὅτι ἐστὶν ἢ εἰ ἔστιν ἁπλῶς. καὶ αὖθις τὸ τί ἐστιν ἢ τὸ διὰ τί ἐστι ἢ τὸ τί ἐστιν ἁπλῶς· καὶ ταῦτα γίνεται σαφῆ ἐκ τῶν εἰρημένων παραδειγ‐ μάτων· εἶτα ἐπάγει καὶ συλλογισμὸν εἰς δεῖξιν τοῦ αὐτοῦ, τῇ ἐπαγωγῇ μὴ ἀρκούμενος.
14nΤὸ μὲν γὰρ αἴτιον τὸ μέσον.
15 Τὸν συλλογισμὸν ὅπως ἐν πρώτῳ γίνεται σχήματι εἴπομεν, καὶ σαφὴς ἐξ ἐκείνων ὁ λόγος ἐστίν. ἀλλ’ οὐδὲ τὸ παράδειγμα πολλοῦ λόγου δέεται, σαφὲς καὶ αὐτὸ ἤδη ὂν ἐκ τῶν προειρημένων. ἐν γὰρ τῷ ζητεῖν, φησίν, ἆρα ἐκλείπει τοῦτο ζητοῦμεν, ἆρα ἔστι τι αἴτιον τῆς ἐκλείψεως ἢ οὔ· ἐπίτηδες δὲ τὸ ἐκλείπειν χωρὶς ὑποκειμένου ἔλαβεν ὡς αὐτὸ τιθεὶς ὑπο‐
20κείμενον, δυνατὸν ὂν, ὡς ἐρεῖ προϊών, καὶ ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὰ τέσσαρα παραλαμβάνεσθαι προβλήματα. τίς δὲ ἡ αἰτία, δι’ ἣν ἐπὶ τῶν τοιούτων τὸν περὶ τῶν ζητημάτων γυμνάζει λόγον καὶ οὐκ ἐπὶ τῶν ὑφεστηκότων καθ’ ἑαυτά, εἰρήσεται μετ’ ὀλίγον.
24nΤὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδ.
25 Καθόλου γάρ, φησί, τὸ αἴτιον τοῦ εἶναι τὸ μέσον ἔστιν, εἴτε ἐπὶ τῶν καθ’ ἑαυτὰ ὑφεστώτων ἐρεῖ τις εἴτε ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι. ἐπεὶ οὖν τὰ μὲν καθ’ ἑαυτὰ ὑφεστῶτα ἤτοι αἱ οὐσίαι ἁπλῶς ὄντα ἔστι, τὰ δ’ ἐν αὐτοῖς ἔχοντα τὸ εἶναι πῇ ὄντα ὥς τι ὄντα τῶν οὐσιῶν ἕκαστον αὐτῶν, διὰ τοῦτο τὰ μὲν ἐν ἑτέρῳ ἔχοντα τὸ εἶναι τοδὶ ἢ τοδὶ ὠνόμασε,
30τὰ δὲ ὑποκείμενα ἁπλῶς. τὸ τοίνυν αἴτιον, φησί, τοῦ εἶναι ἤ τι τῶν μὴ ἐν ἑτέροις ἐχόντων τὸ εἶναι, ἀλλὰ τῶν ἁπλῶς ὄντων, ταὐτὸν δὲ εἰπεῖν
τῶν οὐσιῶν, ἢ καὶ τῶν μὴ ἁπλῶς ὄντων, ἀλλά τι τῶν ἐν ἑτέροις, τὸ23

24

αἴτιον, φησί, τοῦ εἶναι ἢ ἐκείνων τι ἢ τούτων τὸ μέσον ἔστι· λέγει δὲ ταῦτα τὸ ῥηθὲν εἰσέτι ἐπιβεβαιούμενος, ὅτι πανταχοῦ τὸ αἴτιόν ἐστι τὸ μέσον. ἐπεὶ δὲ τῶν ἐν ἑτέρῳ ὄντων τὰ μὲν καθ’ αὑτὸ συμβέβηκεν, ὡς τὸ περιττὸν ἐν ἀριθμῷ καὶ ἄρτιον, τὰ δὲ ἁπλῶς συμβέβηκεν ὡς τὸ λευκὸν
5καὶ τὸ βαδίζειν, τούτου ἕνεκεν καὶ ταῦτα διέστειλεν, ἐπὶ πάντων τὸ τοιοῦ‐ τον κρατεῖν διισχυριζόμενος, λέγω δὴ τὸ εἶναι τὸ αἴτιον τὸ μέσον. σαφηνίζων δὲ τὸ τοιοῦτον ἐπάγει
8nΛέγω δὲ τὸ μὲν ἁπλῶς τὸ ὑποκείμενον, οἷον σελήνην ἢ
9nγῆν ἢ ἥλιον.
10 Διὰ παραδειγμάτων τὸ εἰρημένον διασαφεῖ, σελήνην μὲν καὶ γῆν καὶ ἥλιον καὶ τρίγωνον ὑποκείμενα λαμβάνων καὶ καθ’ ἑαυτὰ θεωρούμενα, εἴ γε οὐσία δοκεῖ τὸ τρίγωνον μαθηματική (εἰς τρία γὰρ τὰ ὄντα διῄρηνται, εἰς αἰσθητά, νοητά, διανοητά, ὧν διανοητῶν ἐστι καὶ τὸ τρίγωνον· εἰ γὰρ καὶ φανταστόν, ἀλλὰ διανοητῶς τὰ περὶ αὐτοῦ ἐξεταζόμενα τεθεώρηται),
15ἔκλειψιν δὲ καὶ ἰσότητα καὶ ἀνισότητα καὶ τὸ ἐν μέσῳ εἶναι ἢ μή, ὡς ἐν ἐκείνοις τὸ εἶναι ἔχοντα. καὶ ἔστιν ἡ μὲν ἔκλειψις σύμπτωμά τι ἴσως ἐν ἡλίῳ ἢ σελήνῃ γινόμενον καὶ διὰ τοῦτο τοῖς συμβεβηκόσιν ἁπλῶς συν‐ ταττόμενον, ἰσότης δὲ τῶν δύο ὀρθῶν ἐν τριγώνῳ τῶν καθ’ αὑτὸ οὖσα, ὡς καὶ τὸ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους τῇ μιᾷ πανταχόθεν μεταλαμβα‐
20νομένας· τὸ γὰρ μεῖζον ἄνισον τῷ οὗ ἐστι μεῖζον. ὁμοίως δὲ καθ’ αὑτὸ τῇ γῇ τὸ ἐν μέσῳ εἶναι τοῦ παντός, καθὰ εἴρηται. εἰπὼν δὲ τόδε τι ἀντέθηκε μὲν τοῦτο πρὸς τὸ ἁπλῶς, ἐνέφηνε δὲ τὰ μὴ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα.
24nἘν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι τὸ αὐτό ἐστι
25nκαὶ τὸ τί ἐστι καὶ τὸ διότι ἐστίν.
26 Ἐπειδὴ ἀνωτέρω εἰς παράδειγμα τῶν τεσσάρων προβλημάτων τὴν ἔκλειψιν εἴληφε καὶ ἐπ’ αὐτῆς τὸν περὶ τούτων λόγον ἐγύμνασεν, ἔνθα ἔλεγεν ‘ἐν ἅπασι δὲ τοῦτο ζητεῖται, ἆρ’ ἐκλείπει, ἆρ’ ἔστι τι αἴτιον ἢ οὔ‘ καὶ τὰ ἑξῆς, τὸ δὲ ἐκλείπειν οὐ τῶν καθ’ αὑτὸ ὑφεστώτων ἐστίν, ἀλλ’
30ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, ἔλαβε δὲ ἑξῆς ὑποκείμενά τέ τινα καὶ ἐν αὐτοῖς αὖθις θεωρούμενα ἕτερα, ὡς ἀδιάφορον ὂν εἴτε ἐπὶ οὐσιῶν εἴτε ἐπὶ συμ‐ βεβηκότων τὸν περὶ τῶν ζητημάτων λόγον γυμνάζοι τις, ἐδόκει δὲ τὸ μὲν εἰ ἔστι καὶ τί ἐστιν οἰκεῖον ταῖς οὐσίαις εἶναι, ὡς κυρίως οὔσαις καὶ
ὑφισταμέναις καθ’ αὑτάς, τὸ δὲ ὅτι ἔστιν ἤτοι ὑπάρχει τῷδε τόδε, καὶ24

25

διὰ τί ὑπάρχει τῷδε τόδε τοῖς ἐν ἑτέροις τὸ εἶναι ἔχουσι, τοῦτο ἐνταῦθα κατασκευάζειν δοκεῖ ὡς οὐδὲν ἄτοπον, εἰ καὶ ἐπὶ τῶν συμβεβηκότων ζητή‐ σομεν ἅπαντα· ἐν ἅπασι γὰρ τούτοις τοῖς προσεχῶς ἀπηριθμημένοις, ἅπερ τόδε τι ἔλεγεν, ὡς πῇ ὂν τούτων ἕκαστον καὶ οὐχ ἁπλῶς, οἷον ἐκλείψει,
5ἰσότητι, ἀνισότητι, τῷ ἐμμέσῳ ἢ μή, ἐν ἅπασι τούτοις φανερόν ἐστιν, ὅτι τὸ αὐτό ἐστι καὶ τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι. ταὐτὸ γάρ ἐστιν ἑκά‐ τερον τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ διαφέρει καὶ τῷ τρόπῳ τῆς χρήσεως, καθὼς καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ἔλεγε τὸν ὁρισμὸν ἀπόδειξιν εἶναι τῇ θέσει διαφέροντα. τοῦτο δὲ λέγει οὐ περὶ τῶν οὐσιῶν πάντως, ἀλλὰ περὶ
10ὧν ἡ ἀπόδειξις· ταῦτα δέ ἐστιν ὡς ἐπὶ τὸ πλεῖστον καθ’ αὑτὰ συμβεβη‐ κότα, ἐνίοτε δὲ καὶ ἁπλῶς. ἐνδείκνυται δὲ καὶ τοῦτο ἐντεῦθεν, ὅτι πάντα τὰ ζητήματα τῇ ἀποδεικτικῇ ἐπιστήμῃ δύναται ἀναφέρεσθαι, ὡς οἰκεῖον εἶναι τῇ περὶ ταύτης προθέσει καὶ τὸ περὶ τούτων εἰπεῖν, εἴ γε μέσου ἐστὶν ἑκάστου τούτων ἡ ζήτησις. τὸ δὲ μέσον τὸ αἴτιον, καὶ αἴτιον τοῦ
15πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, ὅπερ τῇ ἀποδεικτικῇ οἰκειότατον, λέγω δὴ τὸ τοιοῦτον παραλαμβάνειν τὸν μέσον. ὅτι δὲ τὸ αὐτό ἐστιν ἐν τούτοις τὸ τί ἐστι καὶ διὰ τί ἐστι, δῆλον ποιεῖ διὰ τῶν παραδειγμάτων, μηδὲν λαμβάνων καθ’ ἑαυτὸ ὑφεστός, ἀλλ’ ἐκ μόνων ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὸν λόγον ἀποπληρῶν.
20nΤί ἐστιν ἔκλειψις; στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ
21nγῆς ἀντιφράξεως.
22Τοῦτο ὁρισμός, εἶτα ἀπόδειξις μέσῳ χρωμένη τῷ ὁρισμῷ.
23nΔιὰ τί ἐστιν ἔκλειψις, ἢ διὰ τί ἐκλείπει ἡ σελήνη; διὰ
24nτὸ ἀπολείπειν τὸ φῶς ἀντιφραττούσης τῆς γῆς.
25 Ἔοικε δὴ ἐν τοῖς τοιούτοις τὸ εἰ ἔστι καὶ τί ἐστιν ὑπουργὰ εἶναι τοῦ διὰ τί ἐστι, τὸν μέσον εὑρίσκοντα καὶ τῇ ἀποδείξει τοῦτον παρέχοντα, εἰ μή τις ταῦτα φαίη γεννητικὰ εἶναι τῆς ἀποδείξεως καὶ παραίτια ὡς αὐτῇ χορηγοῦντα τὴν ἀφορμὴν τῆς ὑπάρξεως. εἴτε οὖν οὕτως εἴτε ἐκείνως, ὡς οἰκεῖα ταῦτα τῷ ἐξ ἀρχῆς σκοπῷ, ὃν περὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης
30προέθετο, οὕτως ἐνταυθοῖ παραδίδωσι. δοκεῖ δὲ τῇ ἀποδεικτικῇ διαιρετικὴν καὶ ὁριστικὴν ἀναφέρων καὶ αὐτῇ ταύτας ὑποτιθεὶς εἰρηκέναι ταδί, εἰ καὶ ἐν ἑτέροις αὗται παραλαμβάνονται, ἐν οἷς μὴ χώραν ἔχει ἡ περὶ τῶν
καθ’ αὑτὸ συμβεβηκότων ἐξετάζουσα ἐπιστήμη.25

26

(1n)

Τί ἐστι συμφωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρε.
2 Τῷ τῆς ἐκλείψεως παραδείγματι μὴ ἀρκούμενος καὶ τὸ περὶ συμ‐ φωνίας προστίθησιν, ὡς κἀν τούτῳ δήλου γινομένου ὡσαύτως τοῦ τὸ αὐτὸ εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. ἡ γὰρ ἐν τῷ τί ἐστι γινομένη ἀπόδοσις
5καὶ ἐνταῦθα μέση λαμβανομένη ἐν τῷ διὰ τί ἐστιν ἀποτελεῖ τὴν ἀπόδειξιν.
6nρ’ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρ; ἆρ’ ἔστιν ἐν
7nἀριθμοῖς ὁ λόγος αὐτῶν; λαβόντες δ’ ὅτι ἔστι, τίς οὖν ἐστιν
8nὁ λόγος;
9Ἐπειδὴ τὴν μὲν ἔκλειψιν πολλάκις εἰς παράδειγμα εἴληφε, τὴν δὲ
10συμφωνίαν ὥσπερ καινόν τι νῦν παρεισήνεγκε, τούτου χάριν τὰ τέσσαρα καὶ ἐπ’ αὐτῆς γυμνάζει προβλήματα. τὸ δὲ τίς οὖν ὁ λόγος ἐλλιπῶς τελευταῖον εἰσήνεγκεν ἀκουομένου τοῦ ζητοῦμεν. ἀπορήσειε δ’ ἄν τις, εἰ ἁπλᾶ τὰ προβλήματα τὸ εἰ ἔστι καὶ τί ἐστι, πῶς καὶ ἐπ’ αὐτῶν τὸν μέσον εἶναί φησι τὸν ζητούμενον· ὁ γὰρ μέσος ἄκρων ἐστὶ μέσος, τὰ δὲ
15ἄκρα ἀλλήλων ἕτερα· ὅπου δὲ ἕν τι καὶ ταὐτόν, πῶς τούτου ἔσται τι μέσον; ἐπὶ μὲν γὰρ τοῦ ὅτι καὶ διὰ τί, συνθέτων ὄντων ζητημάτων καὶ ἕτερα ἀλλήλων ἐχόντων τὸ ἐν ᾧ τε καὶ ὅ, καὶ μέσος παραλαμβάνεται εἰς ἓν δι’ ἑαυτοῦ συνάγων τὰ ἕτερα· ἐπὶ δὲ τῶν ἁπλῶν οὐδαμῇ τις χώρα τῷ μέσῳ λείπεται. πῶς οὖν ἐπὶ τῶν ἁπλῶν τὸν μέσον εἶναι τὸ ζητούμενον
20εἴρηται; ἢ οὐχ ὡς ἐπὶ πάντων μέσου ὄντος τοῦ ζητουμένου εἴρηται τοῦτο, ἀλλ’ ὡς αἰτίου μὲν ἐπὶ πάντων, δυνατοῦ δὲ ὄντος τοῦ αἰτίου μέσου γίνεσθαι οὐχὶ καὶ ἐπὶ τῶν ἁπλῶν, ἀλλ’ ἐπὶ τῶν συνθέτων μόνων. ὡς γὰρ αἰτίου ζητουμένου τοῦ ὅρου ἐπὶ τοῦ εἰ ἔστι καὶ τί ἐστιν, ἐπὶ τούτων εὑρε‐ θέντος, λαβεῖν αὐτὸν ὡς μέσον ἐπὶ τοῦ διὰ τί ἐστι δυνατόν. ὡς ἐκεῖ μὲν
25εἶναι αὐτὸν ἐνεργείᾳ μὲν αἴτιον, δυνάμει δὲ μέσον, ἐπὶ δὲ τοῦ διὰ τί ἐνεργείᾳ ἄμφω καὶ μέσον καὶ αἴτιον. μεταξὺ γὰρ οὑτινοσοῦν πράγματος καὶ τοῦ ἰδίου αὐτοῦ τί ἐστιν εἶναί τι οὐκ ἐνδέχεται· εἰ δὲ καὶ ἦν, καὶ ἐκεῖνο ἂν ἦν τὸ ζητούμενον, εἴ γε τοῦ μέσου ἡ ζήτησις, ἀλλ’ οὐχὶ τὸ τοῦ πράγματος τί ἐστι· νῦν δὲ τοῦτο ζητεῖσθαι λέγεται. ἀλλ’ οὐδ’ ἂν ὑπῆρχεν ἁπλοῦν
30τὸ πρόβλημα, εἰ οὕτως ἀπ’ ἀλλήλων διίστατο τὸ πρᾶγμά τε καὶ τὸ αὐτοῦ ἴδιον τί ἐστιν, ὡς καί τι μέσον αὐτῶν εὑρίσκεσθαι· ἐπεὶ δὲ καὶ ἐφ’ ὧν ζητημάτων ἀπόδειξις, ἐπὶ τούτων καὶ μέσον, ἐφ’ ὧν δ’ οὐχί, οὐδὲ μέσον, εἴη ἂν ἐπὶ μὲν τοῦ ὅτι καὶ διὰ τί μέσον, ἐπεὶ καὶ ἀπόδειξις, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐμάθομεν, ἐπὶ δὲ τῶν ἄλλων οὐχί, καθὼς προϊοῦσι
35δῆλον γενήσεται, ὅταν ὅτι οὐκ ἔστι τοῦ τί ἐστιν ἀπόδειξις δείκνυται. πῶς26

27

δὲ καὶ ὅλως αἴτιον φήσομεν ἐπὶ τῶν ἁπλῶν ζητημάτων οὕτως ὡς ὅρον, εἴ γε οὐκ ἄλλο παρ’ ἐκεῖνο ἑκάστῳ τὸ τί ἐστιν, ὡς μηδὲ κατηγορίαν λέγεσθαι τοῦ ὅρου, καθ’ οὗ ὅρος ἔστι. τὸ γὰρ αἴτιόν τινός ἐστιν αἴτιον· ὅταν δὲ ὁ ὅρος οὐκ ἔστι τοῦ ὁριστοῦ ἕτερον ἢ μόνον ὅσον ἐπεξηγεῖσθαι ὡς λόγον
5τὸ οὗ λόγος ἐστί, πῶς αἴτιον καὶ αἰτιατὸν ἐν τοῖς τοιούτοις ἐροῦμεν; ἢ ἐπὶ μὲν τῶν ἁπλῶν οὐσιῶν τοῦτο, ὡς μὴ εἶναι ἄλλο καὶ ἄλλο ἐν τοῖς τοιούτοις τὸ τῷδε εἶναι καὶ τόδε εἶναι· ἐπὶ δὲ τῶν συνθέτων καὶ μετὰ ὕλης θεωρουμένων εἰδῶν ἕτερος ὁ λόγος ἀποδιδόμενος, καὶ ἄλλος τῇ ὕλῃ συνθεωρούμενος. ψυχῇ μὲν γὰρ καὶ ψυχὴν εἶναι τὸ αὐτό, καὶ νῷ τε
10καὶ νοῦν· ἄνθρωπον δὲ καὶ ἀνθρώπῳ ἴσως οὐχί. διὸ καὶ αἴτιον ἐπὶ τούτων ὁ ὅρος λέγοιτ’ ἄν, ὡς εἶδος ὢν εἰς τὴν δι’ ἑαυτοῦ ἄγων τὸ ὑποκείμενον τελειότητα, εἰ καὶ μὴ ἐξῃρῆσθαι ἴσως δόξει ἀλλὰ συντετάχθαι τῷ οὗ ἐστιν αἴτιον. δόξειε δ’ ἂν εἰκότως Ἀριστοτέλης πρὸς τὸν προκεί‐ μενον σκοπὸν ταῦτα μεταχειρίζεσθαι· ἐπεὶ γὰρ περὶ ἀποδείξεως λέγων
15μόνα τὰ δύο ταύτῃ ζητήματα ὑπάγεσθαι εἴρηκεν ὡς τοῦ ὅτι εἶναι εἰπὼν καὶ τοῦ διότι ἀπόδειξιν, ὑπελείπετο δὲ καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, ἵνα μὴ δόξῃ ἢ ἐλλιπῆ καὶ ὥσπερ ἐξ ἡμισείας τὴν διδασκαλίαν ποιήσασθαι ἢ χώραν ἑτέραις ἐπιστήμαις παρέχειν εἰς τὴν τῶν ζητουμένων τοῖς ἄλλοις ζητήμασιν εὕρεσιν, οἷον τυχὸν διαιρετικῇ ἢ ἀναλυτικῇ τὸ εἶναι εὑρισκούσαις
20καὶ τί εἶναι, ἐπειράθη καὶ ταῦτα ὑποθέσθαι τῇ ἀποδεικτικῇ ὡς μέσον ζητοῦντα καὶ αὐτὰ καὶ τοῖς κατ’ ἐκείνην καθυπουργοῦντα ζητήμασι, καὶ γυμνάζει τὸν λόγον ἐπὶ τῶν μὴ καθ’ αὑτὰ ἀλλ’ ἐν ἑτέροις ὑφεστηκότων· ἐφ’ ὧν καὶ ὁ λόγος σώζεσθαι δύναται, ὡς ἐγχωροῦν ἐπὶ τούτων ἑκάστου τὰ τέσσαρα ζητήματα παρεισάγεσθαι, καθὼς καὶ τὰ παρ’ αὐτοῦ παρίστησι
25παραδείγματα, εἰ ἔστιν ἔκλειψις, τί ἐστιν, ὅτι ἐστὶ καὶ διὰ τί ἐστι· καὶ ἐπὶ τῆς συμφωνίας ὡσαύτως. εἰπὼν γὰρ ὑπὸ τὴν ἀποδεικτικὴν ἐπιστήμην πάντα τὰ ζητήματα ἀναφέρεσθαι, ἐπειδήπερ ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὸν λόγον εὐοδούμενον εὕρισκε, τούτου ἕνεκεν ἐν τοῖς τοιούτοις μόνοις αὐτὸν ἐξήτασεν· εἰ γὰρ καὶ γῆν καὶ σελήνην καὶ τρίγωνον εἴληφεν,
30ἀλλ’ οὐχὶ καὶ ἐν τούτοις τὴν γυμνασίαν τῶν προβλημάτων πεποίηκεν, ὡς μήτε τοῦ εἶναι μήτε τοῦ τί εἶναι τούτων ἀναφέρεσθαι δυναμένων τῇ ἀπο‐ δεικτικῇ, εἰ μήτις ἁπλῶς βούλοιτο λέγειν ὡς ἅπας ὁρισμὸς δύναται μέσος λαμβάνεσθαι ἐν συλλογισμῷ καὶ τὸ εἶναι δι’ ἑαυτοῦ ἀποδεικνύειν τὸ ὁριστόν. οἷον ὅτι τί ἐστιν ἄνθρωπος; ζῷον πεζὸν δίπουν· καὶ διὰ τί ἐστιν
35ἄνθρωπος; διότι ἔστι ζῷον πεζὸν δίπουν. ἀλλὰ τοῦτό ἐστιν αὐτὸ δι’ ἑαυτοῦ
δεικνύναι· οὐδὲν γὰρ ἕτερον ὁ ἄνθρωπος ἢ ζῷον πεζὸν δίπουν οὐδ’ αὖ τὸ27

28

ζῷον πεζὸν δίπουν ἄλλο ἢ ἄνθρωπος. καὶ οὕτω λέγοντες οὐδὲν ἕτερόν φαμεν ἢ ὅτι ἄνθρωπός ἐστι, διότι ἄνθρωπός ἐστιν. ἔπειτα τῶν καθ’ αὑτὸ συμβεβηκότων ἑτέροις τὰς ἀποδείξεις εἶναι ἐμάθομεν, οὐ τῶν καθ’ αὑτὰ τὸ εἶναι ἐχόντων· πρὸς δὲ τούτοις εἰ καὶ ἕτερα ἀλλήλων εἶναι δώσομεν
5τὸν ὁρισμὸν καὶ τὸ ὁριστόν, εἰ ἀντιστρέφουσι, πῶς οὐχὶ δι’ ἀλλήλων ἀποδειχθήσεται, καὶ ἔσται ἀλλήλων αἴτια καὶ πρῶτα καὶ ὕστερα, ὅπερ ἄτοπον.
8nὍτι δ’ ἔστι τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον
9nαἰσθητόν.
10 Προτίθεται τὸ αὐτὸ καὶ ἐκ τῆς ἐναργείας δεῖξαι, λέγω δὴ τὸ τοῦ μέσου εἶναι τὴν ζήτησιν ἐν τοῖς ζητήμασιν ἅπασιν. ἐπεὶ δὲ μὴ ταὐτὸ ἐπιστήμη καὶ αἴσθησις, μηδ’ ἐπιστητόν τε καὶ αἰσθητὸν ταὐτὰ τῷ λόγῳ εἰσί, καὶ οὐκ ἦν ἁπλῶς αἰσθητόν τι λαβεῖν πρὸς τὴν προκειμένην ἐνάργειαν, πῇ αἰσθητόν τι παραλαμβάνει. τὸ γὰρ τὴν σελήνην ὑπὸ τῆς γῆς ἀντι‐
15φράττεσθαι, αἰσθητὸν μὲν τῇ ἑαυτοῦ φύσει ὡς πεφυκὸς ὁρᾶσθαι καὶ κατα‐ λαμβάνεσθαι, ἡμῖν δὲ οὐκ αἰσθητὸν διὰ τὸ μὴ εἶναι ἐπὶ τῆς σελήνης, ὥσπερ καὶ τὸ ἐν τῷ βυθῷ ὄστρακον. νῦν γὰρ ἐπεὶ μή ἐσμεν ἐπὶ τῆς σελήνης, διὰ τοῦτο οὐκ αἰσθανόμεθα ἀντιφραττούσης τῆς γῆς, καὶ διὰ τοῦτο ζητοῦμεν εἰ ἐκλείπει ἡ σελήνη· εἰ δ’ ἦμεν ἐπ’ αὐτῆς, οὐκ ἂν εἰ ἔστι, τὴν ἔκ‐
20λειψιν ἐζητήσαμεν ὁρῶντες τὴν ἀντίφραξιν. ὥσπερ οὖν ὁρῶντες τὴν ἀντί‐ φραξιν οὐ ζητοῦμεν τὴν ἔκλειψιν ὡς τὴν αἰτίαν αὐτῆς γινώσκοντες, οὕτω τὴν ἔκλειψιν εἰ ἔστι ζητοῦντες τὴν αἰτίαν ζητοῦμεν αὐτῆς, ἥτις ἐστὶν ἡ ἀντίφραξις. οὐ τοῦτο δέ, φησί, λέγομεν ὅτι εἰ ἐπὶ τῆς σελήνης ἦμεν, ταὐτὸν ἂν ὑπῆρχεν ἡμῖν ἐπιστήμη καὶ αἴσθησις ὡς τὸ μέσον ἔχουσιν
25αἰσθητὸν καὶ δι’ αὐτοῦ συνάγουσι τὸ συμπέρασμα αἰσθητὸν ὂν καὶ αὐτό (τοῦτο γὰρ ἐναντίον τοῖς προτέροις, ἐν οἷς ἕτερα ἀλλήλων ἐπιστήμη καὶ αἴσθησις ἐδείκνυτο) ἀλλ’ ὅτι ταῦτα μὲν καὶ ἄμφω ἂν ἦν αἰσθητά, ἀπὸ δὲ τῶν καθ’ ἕκαστα ἐκλείψεων, ὅπως γίνονται, τὸ καθόλου εἴχομεν ἂν ἐν ἡμῖν ἐκ τούτων ἀποτικτόμενον· τὸ μὲν γὰρ εἰδέναι τὸ νῦν οὕτως ἔχειν αἰσθήσεως,
30τὸ δ’ ἁπλῶς οὕτως ἔχειν εἰδέναι ἐπιστήμης. Τοῦτο εἰπὼν ἐπαναλαμβάνει πάλιν τὸν περὶ τοῦ τί ἐστι καὶ διὰ τί ἐστι λόγον, καὶ φησὶν ὃ καὶ πρότερον, ὅτι τῇ τοῦ τί ἔστι γνώσει καὶ ἡ τοῦ διὰ τί ἐστιν ἐπιστήμη συνείσεισιν. ὁ γὰρ εἰδὼς τί ἐστιν ἔκλειψις οἶδε καὶ διὰ τί ἐστιν ἔκλειψις, αὐτὸ λαμβάνων τὸ τί ἐστι μέσον ἐν τῷ
35ἀποδιδόναι τὸ διὰ τί ἐστιν, ὡς πρότερον εἴρηται· τοῦτο δὲ ἢ ἐπὶ28

29

τῶν καθ’ αὑτὸ ὑπαρχόντων, οἷον ἡλίου σελήνης γῆς τριγώνου, ἢ ἐπὶ τῶν ἐν ἑτέροις θεωρουμένων, οἷον ἐκλείψεως κινήσεως δύο ὀρθῶν. τοῦτο δ’ οἶμαι λέγειν αὐτόν, οὐχ ὅτι καὶ ἐπ’ ἀμφοῖν εἶναι τοῦτο δύνα‐ ται, ἵνα καὶ ἐπὶ τῶν ὑφεστώτων καθ’ αὑτὸ μέσος ὁ ὁρισμὸς λαμβάνηται
5τοῦ ἁπλῶς ὑπάρχειν αὐτά, ἀλλ’ ὅπερ ἐν τοῖς Ἀναλυτικοῖς ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος ἔλεγε, τοῦτο κἀνταῦθα ποιεῖ· κἀκεῖ γὰρ εἴρηκε μὲν ὅτι οἵα ἂν ᾖ τῷ τρόπῳ ἡ μείζων πρότασις ἐν πρώτῳ σχήματι, τοιοῦτον ἔσται καὶ τὸ συμπέρασμα, εἰ μὲν ἀναγκαία ἀναγκαῖον, εἰ δὲ ὑπάρ‐ χουσα ὑπάρχον· παραδείγματα δὲ τοῦ μὲν ὑπάρχειν ἐτίθει πανταχοῦ ἔνθα
10τοῦτο συνάγεσθαι ἔλεγε, τοῦ δὲ ἀναγκαίου οὐχί, ἐπεὶ οὐδαμοῦ ἦν εὑρεῖν τὸ ἁπλῶς ἀναγκαῖον ἐκ τῆς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου μίξεως συναγόμενον. τοιοῦτόν τι κἀνταῦθα ποιεῖ. βουληθεὶς γὰρ καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν ὑποθέσθαι τῇ ἀποδεικτικῇ, ἐπεὶ τοῦτο ἐπὶ μὲν τῶν καθ’ αὑτὸ συμβεβηκότων ἑτέροις εὐοδούμενον εὕρισκεν, ἐπὶ δέ γε τῶν ὑφεστώτων
15καθ’ αὑτὰ οὐχί, ἐπὶ μὲν ἐκείνων ἔδειξε τοῦτο ἀποβαῖνον καὶ ἐν τοῖς πράγμασι, ταῦτα δὲ παρῆκε μέχρι τοῦ λόγου.
17nὍτι δ’ ἔστι τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον
18nαἰσθητόν.
19Ὅτι, φησίν, ἐπὶ τῶν ζητημάτων οὐδὲν ἕτερον ἢ τὸ μέσον ζητοῦμεν,
20δῆλόν ἐστιν ἐπὶ τῶν τῇ ἑαυτῶν φύσει αἰσθητῶν ὑπαρχόντων, κἂν ἡμεῖς διὰ τὸ πόρρω εἶναι ἐκείνων οὐ τῇ αἰσθήσει καταλαμβάνωμεν ὅπως γίνονται.
22nΖητοῦμεν γὰρ μὴ ᾐσθημένοι, οἷον τῆς ἐκλείψεως, εἰ
23nἔστιν ἢ μ.
24Διὰ τοῦτο γάρ, φησί, καὶ ζητοῦμεν, διότι οὐκ αἰσθανόμεθα. ἐπεὶ
25γὰρ αἰσθητὸν τὸ πρᾶγμα τοῦτο τῇ ἑαυτοῦ ἐστι φύσει, οὐκ ἂν ἐζητοῦμεν, εἰ τοῦ αἰσθητοῦ ᾐσθανόμεθα, ἀλλ’ ὅτι οὐκ αἰσθανόμεθα, διὰ τοῦτο συμ‐ βαίνει ζητεῖν ἡμᾶς.
28nΕἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, οὐκ ἂν ἐζητοῦμεν οὔτ’ εἰ
29nγίνεται οὔτε διὰ τ.
30Διὰ τί δέ, φησίν, οὐκ αἰσθανόμεθα; διότι πόρρω τῆς σελήνης ἐσμὲν
ᾗ τὸ πάθος συμβαίνει τὸ τῆς ἐκλείψεως. εἰ γὰρ ἦμεν ἐπ’ αὐτῆς, οὐκ ἂν29

30

ἐζητοῦμεν οὔτ’ εἰ γίνεται οὔτε διὰ τί· ἐναργῆ γὰρ ἔχοντες ἐκ τοῦ αἰσθάνε‐ σθαι τὴν κατάληψιν ὅτι ἡ τῆς γῆς ἐν μέσῳ τοῦ ἡλίου καὶ τῆς σελήνης παρέμπτωσις τὴν στέρησιν αὐτῇ τοῦ φωτὸς ἀπεργάζεται, οὐκ ἂν οὐδεμίαν χρείαν ζητήσεως εἴχομεν, οὔτε εἰ γίνεται οὔτε διὰ τί γίνεται, ταὐτὸν δὲ
5εἰπεῖν οὔτε εἰ ἔστιν οὔτε διὰ τί ἐστιν· ὡς γὰρ ἐπὶ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων τὸ γίνεται, οὕτως ἐπὶ τῶν ἐν τῷ εἶναι τὸ ἔστι. καὶ συνάγει τέως ἐν τῷ αὐτῷ τὸ εἰ ἔστι καὶ ὅτι ἔστι, καθὰ καὶ προλαβὼν συνῆψε ταῦτα εἰς ἕν. τὸ γὰρ εἰ ἔστιν ἐνταῦθα καὶ τὸ εἰ γίνεται συναναφαινό‐ μενον ἔχει καὶ τὸ εἰ ὑπάρχει τῷδε τόδε, ὡς περὶ ὑπάρχοντος ἐν ἑτέρῳ
10τοῦ λόγου γινομένου. συνάψει δὲ καὶ τῷ τί ἐστι τὸ διὰ τί ἐστι, μᾶλλον δὲ ἤδη καὶ ταῦτα συνῆψεν ἔνθα ἔλεγεν ὅτι τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστιν. ὡς εἶναι δῆλον ἐπὶ τῶν τεσσάρων ὅτι τὸ μέσον ἐστὶ τὸ ζητού‐ μενον· ἐν τῷ προκειμένῳ τοίνυν παραδείγματι τὰ τέσσαρα προβλήματα παριστᾷ τὸ μέσον ζητοῦντα. τὸ γὰρ εἰ γίνεται ἔκλειψις καθ’ ἑαυτὸ μὲν
15θεωρούμενον εἰ ἔστιν αἴτιόν τι τῇ ἐκλείψει ζητεῖ· εἰ δὲ 〈τὸ〉 εἰ τῇ σελήνῃ γίνεται ἔκλειψις ληφθῇ, τὸ εἰ ὑπάρχει τῷδε τόδε παρίστησι ζητοῦν εἰ ἔστι τι αἴτιον καὶ μέσον τῇ σελήνῃ τοῦ ἐκλείπειν· ὡσαύτως καὶ τὸ τί ἐστιν ἔκλειψις οὕτω μὲν θεωρούμενον ἁπλοῦν ἂν εἴη ζητοῦν τίς αἰτία τοῦ ἐκλεί‐ πειν· εἰ δὲ τί ἐστι τῇ σελήνῃ αἴτιον τοῦ ἐκλείπειν ληφθῇ, αὐτὸ τοῦτο
20ἔσται τὸ διὰ τί ἐστι· δεδομένου γὰρ τοῦ ὅτι ἐκλείπει ζητεῖται τὸ διὰ τί καὶ τὸ αἴτιον ἤτοι τὸ μέσον. ὡς εἶναι καὶ ἐκ τοῦ παραδείγματος δῆλον ὅτι ἐν πᾶσι τοῖς ζητήμασι τὸ μέσον ἐστὶ τὸ ζητούμενον. εἰ οὖν ἦμεν ἐπὶ τῆς σελήνης καὶ ἑωρῶμεν αὐτὴν ἀντιφραττομένην ὑπὸ τῆς γῆς, οὐκ ἂν ἐζητήσαμεν οὔτε εἰ ἔστιν ἔκλειψις οὔτε τί ἐστιν, εἰδότες ἐκ τῆς αἰσθήσεως
25καὶ ὅτι στέρησίς ἐστι φωτὸς ὑπὸ γῆς ἀντιφράξεως γινομένη· ὁμοίως οὐκ ἂν ἐζητήσαμεν οὔτε εἰ ὑπάρχει τῇ σελήνῃ οὔτε διὰ τί ὑπάρχει, ὅτι τε ὑπάρχει αὐτῇ αἰσθανόμενοι καὶ ὅτι διὰ γῆς ἀντίφραξιν ὑπάρχει.
28nἈλλ’ ἅμα δῆλον ἦν ἄν.
29Τοῦτό φησιν ὅτι οὐκ ἂν ἦν ζήτησις ἡμῖν ἐπὶ πράγματος ὃ τῇ
30αἰσθήσει καταλαμβάνεται, ἀλλὰ δῆλον ἂν ἡμῖν ἦν ἅμα τῷ προβαλεῖν τὴν αἴσθησιν· ὡς εἶναι τὸ ἅμα ἀντὶ τοῦ ἀθρόον ὡς ἀχρόνως τῇ τῆς ὄψεως προσβολῇ γινωσκόμενον καὶ μηδεμιᾶς χρῇζον ζητήσεως. ὁποῖον εἶναί τι δοκεῖ καὶ τὸ ἐν ἀρχῇ τοῦ πρὸ τούτου βιβλίου λεγόμενον, ἔνθα περὶ τῶν διαφόρων τρόπων φησὶ τῆς γνωρίσεως, τὸ ‘ἅμα ἐπαγόμενος ἐγνώρισεν‘.
35‘ἐνίων γάρ, φησί, τοῦτον τὸν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου30

31

τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ’ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθ’ ὑποκειμένου τινόσ‘. τῶν γὰρ καθ’ ἕκαστα τὴν μάθησιν ἁπλαῖς καὶ ἀθρόαις τισὶ προσβολαῖς, καὶ μάλιστα ὧν διὰ τῆς ὁράσεως ἡ κατάληψις, δεχόμεθα, καὶ οὐ διὰ ζητήσεώς τινος. ταῦτα εἰπὼν ἐπειδὴ ᾔσθετο ἑαυτοῦ
5ἐναντίαν ἑαυτῷ διδόντος ὑπόνοιαν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ ἕτερα ἀλλήλων φήσαντος ἐπιστήμην καὶ αἴσθησιν, ἐνταῦθα δὲ εἰς ταὐτὸν τρόπον τινὰ συναγαγόντος αὐτὰς ὡς ἐπιστητὸν πρᾶγμα τὴν ἔκλειψιν αἰσθητὸν εἶναι ἐνδέχεσθαι εἰρηκότος, λύων τὴν ἔνστασίν φησιν
9nἘκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου ἂν ἐγίνετο
10nἡμῖν εἰδέναι· ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ
11nδῆλον ὅτι νῦν ἐκλείπει.
12 Οὐ γὰρ τοῦτο, φησί, λέγομεν ὅτι αἰσθητὴ οὖσα ἡ καθ’ ἕκαστα ἔκλειψις ἡ αὐτὴ καὶ ἐπιστητή ἐστιν, ἀλλ’ ὅτι ἡ μὲν αἴσθησις τοῦ νῦν ἀντιφράττειν, τουτέστι τῆς νῦν γινομένης ἐκλείψεως τὴν νῦν ἀντίφραξιν αἰτίαν
15ὑπάρχειν, εἶτα τοῦ νῦν ἐντεῦθεν εἰληφότος τὴν πρόφασιν καὶ τὸ καθόλου ἐν ἑαυτῷ ὑποστήσαντος ὡς καθόλου πάσης ἐκλείψεως τῆς σελήνης ἐκ τῆς ἐπιπροσθήσεως τῆς γῆς γινομένης, ἡ ἐπιστήμη ἀποτελεῖται. τὸ γὰρ τοιοῦ‐ τον ἅπαν καθόλου, λέγω δὴ τὸ λογικῶς λαμβανόμενον, ἐκ τῶν καθ’ ἕκαστα τὴν ἀπογέννησιν δέχεται, διὸ καὶ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενὲς ὀνο‐
20μάζεται. καὶ οὕτως τὸ αἰσθητὸν ἐπιστητὸν γίνεται, οὐχ ὡς τόδε οὐδ’ ὡς νῦν, ἀλλ’ ὡς ἁπλῶς καὶ ἀεί, ταὐτὸν δὲ εἰπεῖν ἐκ τοῦ καθ’ ἕκαστα εἰς τὸ καθόλου μεταπεσόν. Ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει. κατασκευάζει πῶς ἐκ τοῦ αἰσθάνεσθαι τὸ καθόλου
25γίνεται, ἔτι δὲ καὶ πῶς περὶ τὴν τοῦ αὐτοῦ γνῶσιν ἔστιν οὗ ἐπιστήμη καὶ αἴσθησις ἔχουσαι ἀλλήλων διενηνόχατον· ἡ μὲν γὰρ αἴσθησις, φησί, τοῦ νῦν γίνεσθαι κριτική ἐστι καὶ τὴν ἀντίφραξιν καὶ τὴν ἔκλειψιν.
28nἘκ δὲ τούτου τὸ καθόλου ἂν ἐγίνετο.
29Ἤγουν ἐκ τοῦ νῦν πάλιν καὶ πάλιν γινομένου ἡ τοῦ καθόλου ἂν ἐγίνετο
30ἔννοια· τοῦτο δέ ἐστιν ἐπιστήμη, ὅταν τι καθόλου γινώσκωμεν διὰ τί γίνεται, ταὐτὸν δὲ καὶ διὰ τί ἐστιν· ὡς τὸ αὐτὸ μὲν γινώσκειν ἐν τοῖς τοιούτοις ἐπιστήμην καὶ αἴσθησιν, ἄλλως δὲ καὶ ἄλλως, ἤγουν τὴν μὲν καθολικῶς τὴν δὲ μερικῶς, καὶ τὴν μὲν ὅτι ἁπλῶς τὴν δὲ ὅτι νῦν ἢ ὡδί, ἢ τοῦτο ἤ τι τοιοῦτον. οὐ ταὐτὸ δὲ τὸ ἐκλεῖπον καὶ ἀντιφράττον, εἰ
35καὶ ἴσως οὕτως ἀπὸ τῆς λέξεως φαίνεται, ἀλλὰ τὸ μὲν σελήνη τὸ δὲ γῆ,
ἢ τὸ μὲν ἥλιος, τὸ δὲ σελήνη.31

32

(1n)

Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτόν ἐστι καὶ
2nδιὰ τί ἐστίν.
3 Ἴσως μὲν οὖν δόξειεν ἂν ταυτολογεῖν εἰπὼν καὶ πρὸ ὀλίγου ταὐτὸν εἶναι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι, καὶ αὖθις νῦν τὸ αὐτὸ προστιθείς· οὐκ
5ἔστι δὲ περιττόν, ἀλλ’ ἀναγκαίως τῷ παρόντι λόγῳ εἰσενήνεκται. ἐπεὶ γὰρ εἰπὼν ὅτι ἐν τοῖς ζητήμασι πᾶσι τοῦ μέσου ἐστὶν ἡ ζήτησις, δεῖξαι τοῦτο καὶ ἐκ τῆς ἐναργείας προέθετο, ἔδει δὲ τοῦτο καὶ ἐπὶ τῶν τεσσάρων προβλη‐ μάτων δῆλον γενέσθαι, συνεῖλε μὲν ἐν ταὐτῷ τὸ εἰ ἔστι καὶ ὅτι ἐστὶν πρότερον, συναιρεῖ δὲ νῦν καὶ τὸ τί καὶ τὸ διὰ τί, ὡς ἐπὶ θατέρου γινο‐
10μένου δήλου τοῦ εἶναι τοῦ μέσου τὴν ζήτησιν δῆλον τοῦτο γίνεσθαι καὶ ἐπὶ τοῦ ἑτέρου.
12nΤοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι, ἢ τῶν
13nὑπαρχόντων.
14Ἁπλῶς λέγει καὶ μὴ τῶν ὑπαρχόντων τι τὰ καθ’ αὑτὰ ὑφεστῶτα, ὡς
15πολλάκις εἴρηται. δεῖ γὰρ συνεξακούεσθαι τῷ τῶν ὑπαρχόντων τι τὸ ἐν ἑτέροις, ὡς εἶναι τὸ ὅλον οὕτως ‘τοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ἐν ἑτέροις ὑπαρχόντων, ἢ τῶν ἐν ἑτέροις ὑπαρχόντων.‘ ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· τοῦτο δὲ τὸ διὰ τί ἐστι καὶ τί ἐστιν ἤ τι τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἤ τι τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι. διὰ τί γάρ ἐστι ζητοῦμεν ἢ τί ἐστιν,
20ἢ τί τούτων ἢ τί ἐκείνων.
21nΟἷον ὅτι δύο ὀρθα, ἢ ὅτι μεῖζον ἢ ἔλαττον.
22 Παραδείγματα τῶν ἐν ἑτέροις θεωρουμένων τίθησι ταῦτα· αἱ γὰρ δύο ὀρθαὶ ἐν τῷ τριγώνῳ, καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἢ περὶ τοῦ τριγώνου καὶ αὐτὸ νοητέον λεγόμενον (ἀποδείκνυται οὖν ὅτι αἱ δύο τοῦ
25τριγώνου πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντῃ μεταλαμβανόμεναι, καὶ ἀνάπαλιν ἡ μία ἐλάττων τῶν δύο), ἢ καὶ περὶ ἄλλου τινὸς οἷον ἴριδος ὅτι μείζων οὐκ ἔστιν ἡμικυκλίου, ἀλλ’ ἢ ἐλάττων ἢ ἴση. οὐκ εἶπε δὲ ταὐτὸν ἁπλῶς εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, ἀλλὰ τὸ εἰδέναι ταῦτα εἶναι ταὐτόν, ὡς συντρεχούσαιν ἐν ταὐτῷ ἀμφοῖν τοῖν εἰδησέοιν. οὕτω
30γὰρ δεῖ νοεῖν καὶ τὸ πρότερον, ὅτι γε ἀλλήλων ἕτερα ὁρισμὸς καὶ ἀπόδειξις,
ὡς ἐφεξῆς δειχθήσεται. συντρέχειν δ’ ἀλλήλαις φησὶ τὴν γνῶσιν τοῦ τί32

33

ἐστι καὶ διὰ τί ἐστιν, ὅτι τὸν ὁρισμὸν ἀποδεδομένον ὀρθῶς ἔστι λαβεῖν μέσον ὡς αἴτιον τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, καὶ ποιῆσαι ἀπόδειξιν· καὶ τοῦτο ἐπὶ τῶν ἐν ἑτέροις θεωρεῖσθαι συμβεβηκότων ἢ καθ’ αὑτὸ ἤ ποτε καὶ ἁπλῶς, ὡς τὰ ληφθέντα δηλοῖ παραδείγματα, αἱ δύο
5ὀρθαὶ καὶ τὸ μεῖζον ἢ ἔλαττον· τῶν γὰρ ἐν ἑτέροις ταυτί.
6nὍτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου τις ζήτησίς
7nἐστι, δῆλον· πῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τὰ ἑξῆς.
8 Τὸν περὶ τῶν τεσσάρων προβλημάτων λόγον ἱκανῶς παραδοὺς ἐφ’ ἕτερον θεώρημα μέτεισιν ἀκολούθως τοῖς ἔναγχος εἰρημένοις, ἐξετάζων
10περὶ ὁρισμοῦ. ἐπεὶ γὰρ τὴν κατ’ ἐπιστήμην ζήτησιν ἅπασαν περὶ μέσου εἴρηκε γίνεσθαι κἀντεῦθεν εἰς συλλογισμὸν συντελεῖν, ὡς πᾶσαν εἰς τὴν ἀπόδειξιν ἀναφέρεσθαι, εἴρηκε δ’ ὅτι ἐν οἷς ὁρισμός ἐστι τῶν αὐτῶν καὶ ἀπόδειξις, ἐν τοῖς τοιούτοις τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, ὡς συνιούσαιν ἀμφοῖν ἐν τούτοις ταῖν γνωσέοιν, τῆς τε δι’ ὁρισμοῦ καὶ τῆς
15δι’ ἀποδείξεως, εἰκὸς ἦν οἰηθῆναί τινα εἰς ταὐτὸν φέρειν αὐτὸν ὁρισμὸν καὶ ἀπόδειξιν, ὡς εἶναι μίαν καὶ τὴν αὐτὴν ἐπιστήμην ὁριστικήν τε καὶ ἀποδεικτικήν. διὰ τοῦτ’ ἐξ ἀνάγκης μετ’ ἐκεῖνα εὐθὺς ὁ περὶ ὁρισμοῦ λόγος παρ’ αὐτοῦ ἐπιφέρεται ἐν ᾧ δείκνυσι μὲν καὶ τοῦτο αὐτὸ ὅτι ἕτερόν ἐστι τὸ δι’ ὁρισμοῦ τι εἰδέναι καὶ ἕτερον τὸ δι’ ἀποδείξεως, καὶ ὡς οὐ ταὐτὸ
20ἐπιστάμεθα δι’ ὁρισμοῦ καὶ ἀποδείξεως, ἀλλὰ τῷ μὲν τὴν οὐσίαν τοῦ πράγματος, τῇ δὲ τὸ ἕτερον ἐν ἑτέρῳ ὑπάρχειν· κἂν περὶ τοῦ αὐτοῦ εἴη ὁρισμὸς καὶ ἀπόδειξις, διὰ μὲν τοῦ τὸ τί ἐστιν αὐτὸ γινώσκομεν, διὰ δὲ τῆς τὸ ἐν ἑτέρῳ ὑπάρχειν αὐτό. ἀποδίδωσι δὲ καὶ πῶς ὁ ὁρισμὸς δείκνυται, καὶ τίνι τρόπῳ ἀνάγεται εἰς ἀπόδειξιν, ἔτι δὲ τί ἐστιν ὁρισμὸς
25καὶ τίνων, πότερον τῶν ὄντων ἁπάντων ἢ τῶν μὲν τῶν δ’ οὔ. ὡς εἶναι τὰ περὶ τοῦ ὅρου ἐν τῷ παρόντι παραδιδόμενα τέσσαρα τὰ πάντα κεφάλαια· τέως δὲ πρότερον περὶ τοῦ προτέρου, ὅπερ ὡς ἀπορούμενον παρεισάγων ἀρχὴν οἰκειοτάτην εἶναί φησι τῶν περὶ τοῦ ὅρου μελλόντων ζητεῖσθαι. δεῖ γὰρ πρότερον φανῆναι ὅτι ἄλλο τί ἐστιν ὁρισμὸς παρὰ τὴν ἀπόδειξιν,
30καὶ ἕτερον ὁριστικὴ ἀποδεικτικῆς, καὶ ὡς οὐ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει γινώσκομεν, καὶ οὕτω ζητῆσαι ἰδίως περὶ τοῦ ὁρισμοῦ. ὥσπερ γὰρ εἰ ἀμφίβολον γέγονεν, εἰ ταὐτὸν ἢ ἕτερον ψυχή τε καὶ νοῦς, καὶ ἔδει λόγους τινὰς ἀποδιδόναι περὶ τοῦ νοῦ, οἷον τί ἐστι νοῦς ἢ τίς ἡ αὐτοῦ οἰκεία ἐνέργεια, καὶ ὅτι τελειοῦται τῇ τῶν νοητῶν θεωρίᾳ καὶ τὰ
35τοιαῦτα, ἀναγκαῖον ἦν πρότερον διαστῆσαι αὐτὸν τῆς οὐσίας τῆς ψυχικῆς33

34

καὶ δεῖξαι ὡς ἕτερόν ἐστι τῇ φύσει ὁ νοῦς τῆς ψυχῆς, καὶ οὕτως εἰπεῖν τὰ περὶ αὐτοῦ ὀφειλόμενα λέγεσθαι, ἵνα μή τις ἀδιανοησία τοῖς περὶ αὐτοῦ λεγομένοις ἕποιτο τῆς διανοίας συγχεομένης καὶ τὰ αὐτὰ λέγεσθαι οἰομένης καὶ περὶ τῆς ψυχῆς, ἃ δὴ καὶ περὶ τοῦ νοῦ λέγεται, καὶ ἐπὶ τῶν ἄλλων
5ὡσαύτως, ἃ διαφέροντα τῇ φύσει τὰ αὐτὰ δοκεῖ τισιν ὑπάρχειν, τὸ αὐτὸ δὴ καὶ περὶ τοῦ ὁρισμοῦ ἀναγκαῖον ποιεῖν τῷ ὑπόνοιαν μὲν δόντι τὸν αὐτὸν εἶναι τῇ ἀποδείξει, ἕτερον δὲ τῇ ἀληθείᾳ τοῦτον εἰδότι καὶ περὶ αὐτοῦ ἰδίαν τινὰ παραδιδόναι μέλλοντι θεωρίαν. οὐ δείκνυσι δὲ ἐκ τοῦ εὐθέος ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν, ἀλλ’ ἕτερ’ ἄττα, οἷς
10ἐξ ἀνάγκης ἕψεται τὸ ἕτερα εἶναι ταῦτα ἀλλήλων· τὸ γὰρ ὑποκείμενον ἀμφοῖν προχειριζόμενος πρότερον, λέγω δὴ τὸ γνωστόν, καὶ δεικνὺς ὡς ἕτερον μέν ἐστι τὸ διὰ τοῦ ὅρου ἕτερον δὲ τὸ διὰ τῆς ἀποδείξεως γινωσκόμενον δίδωσιν ἐντεῦθεν νοεῖν ὡς καὶ ὁρισμὸς καὶ ἀπόδειξις ἐξ ἀνάγκης ἀλλήλων ἕτερα· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ εἴπερ ἦν ἡ αὐτὴ τῇ ἀπο‐
15δεικτικῇ ἡ ὁριστική, ἦν ἂν καὶ τὸ γνωστὸν ἀμφοῖν ἐξ ἀνάγκης ταὐτόν, εἰ δὲ τὰ ἐπιστητὰ διάφορα, καὶ αἱ ἐπιστῆμαι ἄρα διάφοροι ἀλλήλων καὶ ἕτεραι. ὅτι δὲ τὰ ἐπιστητὰ ἕτερα, αὐτὰ τὰ πράγματα μεταχειριζόμενος δείκνυσιν. ὁρισμῷ μὲν γὰρ γνωστὸν τὸ τί ἐστι γίνεται, πᾶν δὲ τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν ἐστι· συλλογισμοὶ δὲ οὐ πάντες καθόλου οὐδὲ πάντες
20κατηγορικοί, ἀλλ’ εἰσὶ μὲν οἵ γε στερητικοί, εἰσὶ δ’ οἳ μερικοί. οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ σχήματι πάντες στερητικοί, οἱ δ’ ἐν τῷ τρίτῳ μερικοὶ ἅπαντες· καίτοι εἰσὶ καὶ ἐν δευτέρῳ μερικοὶ καὶ ἐν τρίτῳ ἀποφατικοί, ὡς καὶ ἐν τῷ πρώτῳ οὐ τὸ καθόλου μόνον καταφατικόν, ἀλλὰ καὶ τὰ λοιπὰ τρία συνάγεται· ἀλλὰ κατὰ τὸ ἑκατέρου ἰδιαίτερον ἀποδέδωκεν. εἶτα ἵνα
25μή τις εἴπῃ ὅτι εἰ καὶ μὴ διὰ πάντων τρόπων τε καὶ σχημάτων συλλογιστι‐ κῶν ὁρίζεσθαι δυνατόν, ἀλλ’ ἔστι διά τινος, οἷον διὰ τοῦ ἐν πρώτῳ σχήματι καθόλου καταφατικοῦ (τοῦτο γὰρ μάλιστα τὸ σχῆμα καὶ οὗτος ὁ τρόπος δόξαιεν ἂν τῷ ὅρῳ οἰκειότατον) δείκνυσιν ὡς καὶ τοῦτο τοῦ ὅρου ἀλλότριον. ὁ γὰρ συμπεραίνων λόγος ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς
30ἴσας ἔχει καθόλου μέν ἐστι καὶ καταφατικός, οὐ μὴν ὅρον ἔδειξεν ἀλλ’ ὅτι ἄλλο ἄλλῳ ὑπάρχει, αἱ δύο ὀρθαὶ τῷ τριγώνῳ· οὔτε δὲ τί τρίγωνον οὔτε τί ὀρθὴ ἔδειξεν, ὅπερ τῷ ὅρῳ πρόκειται δηλοῦν τὸ τί ἐστιν ἕκαστον. ἔτι τὸ μὲν τῇ ἀποδείξει γνωστὸν σύνθετον ἐκ διαφόρων ἐστὶ φύσεων· ἄλλη γὰρ φύσις τοῦ ὑποκειμένου καὶ ἄλλη τοῦ κατηγορουμένου ἐστίν· ἕκαστος δὲ
35ὁρισμὸς μιᾶς ἐστι φύσεως δηλωτικός. πῶς οὖν ἔσται δυνατὸν ὅρον εἶναι τὸ
τῇ ἀποδείξει συμπεραινόμενον; ἀλλ’ οὐδὲ πρότασιν ἢ προτάσεις εἶναι τὸν34

35

ὁρισμὸν ἐνδέχεται· οὐδὲν γὰρ ἐν αὐτῷ ἄλλο ἄλλου κατηγορεῖται, ἀλλ’ ὡς φάσις τὸ πᾶν ἐστιν· εἰ γὰρ καὶ πολλὰ τὰ ἐξ ὧν σύγκειται, ἀλλ’ ὡς ἕν τι τὸ ἐκ τῶν πολλῶν. οὐδ’ ἔστι τὸ συναμφότερον ὅρος, τὸ ἐκ τῶν προτάσεων καὶ τοῦ συμπεράσματος· ἀποφάνσεις γὰρ ἅπαντα, καὶ τὸ ἐκ πάντων ὡς
5μία τις ἀπόφανσις σύνθετος. ὡς ἐν αἰτίας δὲ λόγῳ τοῦ μὴ ταὐτὸν εἶναι τὸ τῷ ὅρῳ τε καὶ τῇ ἀποδείξει γνωστὸν τίθησιν ὅτι εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ τὸ ἐπίστασθαι ἀποδεικτικῶς τὸ ἔχειν ἀπόδειξιν εἶναι· ὥστ’ ἐπειδὴ ἐπὶ τῶν δι’ ἀποδείξεως γινωσκομένων ἀπόδειξίς ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη ὁρισμός, δι’ οὗπερ ὡς ἐπιστήμης ταῦτα γινώσκομεν. εἰ γὰρ δι’
10ὁρισμοῦ τις ἐπίσταται τὸ ἀποδεικτόν, εἴη ἂν τοῦτο γνωστὸν μὴ ἀπόδειξιν ἔχοντος ἀλλ’ ὁρισμὸν τοῦ γινώσκοντος· ἀλλ’ ὑπέκειτο τῷ ἔχειν ἀπόδειξιν ἐπίστασθαι τὸν ἐπιστάμενον τὰ ἀποδεικτά· οὐκ ἄρα δι’ ὁρισμοῦ ταῦτα ἐπί‐ στασθαι ἔστι. τοῦτο δὴ τί ἂν εἴη ἄλλο ἢ ὅτι ληφθέντος πρότερον τοῦ ἕτερον εἶναι τὸ γνωστὸν ὁρισμῷ τοῦ γινωσκομένου δι’ ἀποδείξεως εἰς πα‐
15ράστασιν τοῦ ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν αἰτίαν νῦν τοῦ ληφθέντος προστίθησιν τὸ ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν; ὡς προβαίνειν αὐτῷ τὸν λόγον πρότερον μὲν κατ’ ἀνάλυσιν ἐκ τοῦ ὑστέρου δεδειχότα τὸ πρότερον, ἤτοι ἐκ τῆς τῶν γνωστῶν ἑτερότητος τὴν τῶν γνώ‐ σεων, ὃς καὶ τεκμηριώδης συλλογισμὸς λέγεται, εἶτα δὲ καὶ κατὰ ἀπόδειξιν
20ἐκ τῆς τῶν γνώσεων ὡς αἰτίων διαφορᾶς τὴν τῶν γνωστῶν ἑτερότητα παραστήσαντα. εἶτα δὲ καὶ ἐπαγωγικῶς τρόπον τινὰ πιστοῦται τὸ ἕτερα εἶναι τὰ γνωστὰ ὅρῳ καὶ ἀποδείξει, τὰ κατὰ γένος λαμβάνων ἀποδεικτὰ ἢ ὁριστά· τὰ μὲν γὰρ ἀποδείξει γνωστὰ συμβεβηκότα ἐστὶν ἢ καθ’ αὑτὸ ὡς αἱ δύο ὀρθαὶ τῷ τριγώνῳ, ἢ ἁπλῶς ὡς ἡ ἔκλειψις τῇ σελήνῃ· οὐδὲν
25δὲ τοιοῦτον ὁρισμῷ ποτε ἔγνωμεν, εἰ μὴ ἄρα καθ’ ἑαυτὸ ὁρισαίμεθα, οἷον τί ὀρθὴ καὶ τί ἔκλειψις. οὐκ ἔστι δὲ ταὐτὸν καθ’ αὑτό τι ὁρίζεσθαι καὶ ἐν ἑτέρῳ δεικνύειν ὑπάρχον· οὐ γὰρ εἰ χρῶμα διακριτικὸν ὄψεως τὸ τί ἦν εἶναι τῷ λευκῷ, ἤδη διὰ τοῦτο δῆλον καὶ ὅτι τῇ χιόνι ἐστὶ τὸ λευκόν, ἀλλὰ δεῖ λόγου πρὸς τοῦτο ἐν οἷς μὴ αἰσθήσει ἀρκούμεθα. ἔτι δέ, φησίν,
30ὁ μὲν ὁρισμὸς οὐσίαν παρίστησιν, τὰ δὲ συμβεβηκότα ἃ τῇ ἀποδείξει γινώ‐ σκονται, οὐκ οὐσίαι τῶν οἷς συμβεβήκασιν, εἴτε καθ’ αὑτὸ ταῦτα εἴτε ἁπλῶς.
33nΠῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τίς ὁ τρόπος τῆς ἀναγω‐
34nγῆς, καὶ τί ἐστιν ὁρισμός.
35Τέσσαρα τὰ πάντα προβλήματα ἃ περὶ τῶν ὅρων διδάξαι προτίθεται,
πῶς οἱ ὁρισμοὶ δείκνυνται, τίνα τὴν πρὸς ἀπόδειξιν ἢ ἁπλῶς τὸν συλλογισμὸν35

36

οἰκείωσιν ἔχουσι, τί ἐστιν ὁρισμὸς καὶ τίνα τὰ ὁρισμῷ γινωσκόμενα, πότερον πάντα τὰ ὄντα ἢ τὰ μέν, τὰ δ’ οὔ· ὧν προτάξας τὰ ἀπορητικῶς λεγόμενα πέντε τὰ πάντα ποιεῖ. ἀπορητικῶς δὲ ποιεῖται τὸν λόγον ἐν τῷ λέγειν ἕτερον εἶναι τὸ ὁριστὸν τοῦ ἀποδεικτοῦ, ὡς μὴ δυνατὸν ὂν τὸ αὐτὸ κατὰ
5τὸ αὐτὸ ὁρισμῷ τε εἰδέναι καὶ ἀποδείξει.
6nἈρχὴ δ’ ἔστω τῶν μελλόντων ἥπερ ἐστὶν οἰκειοτάτη
7nτῶν ἐχομένων λόγων.
8 Εἰ τὰ ἐχόμενα ἀλλήλων ὁμωνύμως ἀποδίδονται πρὸς ἄλληλα, ὡς εἶναι τὸ ἐχόμενον ἐχομένου ἐχόμενον καὶ ἀνάπαλιν, ὥσπερ καὶ τὰ ἁπτόμενα,
10οὐδὲν πάντως ἄτοπον ἐχόμενα λέγειν περὶ ὧν πρὸ βραχέος ἐλέγομεν πρὸς τὰ ἐπαγόμενα. ἐλέγομεν δ’ ὅτι τὰ ἐπιστημονικῶς ζητούμενα πάντα μέσου ἐστὶ ζήτησις καὶ ὅτι ταὐτόν ἐστιν εἰδέναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. τῶν γὰρ μελλόντων ζητεῖσθαι πάντων ἐνταυθοῖ περὶ ὁρισμοῦ τὸ νῦν προτι‐ θέμενον τοῖς προλαβοῦσίν ἐστιν οἰκειότατον· ἐπειδὴ γὰρ τὸ αὐτὸ εἶπεν
15εἰδέναι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ᾠήθη ἄν τις μίαν λέγειν ἐπιστήμην αὐτὸν τὴν δι’ ὅρου τε καὶ δι’ ἀποδείξεως· ἦν οὖν οἰκεῖον τῶν προσεχῶς εἰρημένων λόγων εἰπεῖν, εἰ ἀληθῶς οὕτως ἔχει ἢ οὔ· τούτου δὲ πρότερον ζητηθέντος καὶ γνωσθέντος ὅτι ἕτερα ἀλλήλων ὁριστὸν καὶ ἀποδεικτόν, ὡς εἶναι δῆλον ὅτι καὶ ὁρισμὸς καὶ ἀπόδειξις, οἰκείως ἕπεται παραδοῦναι πῶς
20τε ὁ ὁρισμὸς δείκνυται, πότερον συλλογισμῷ τε καὶ ἀποδείξει ἢ κατά τινα τρόπον ἕτερον, καὶ τί ἐστι καὶ τίνων ἐστί, καὶ εἰ μὴ ἔστιν ἀπόδειξις, τί ἐστιν ἕτερον, καὶ εἰ ἀνάγεται ὅλως εἰς συλλογισμὸν ἢ ἀπόδειξιν. εἰ οὕτως οὖν τὸ ἐχομένων νοήσομεν, οὕτω καὶ τὸ παρὸν ῥητὸν ἐκληψόμεθα ὅτι ‘ἀρχὴ δὲ ἔστω τῶν ῥηθησομένων ἑξῆς ὅπερ ἐστὶν οἰκείως τοῖς προρρηθεῖσιν
25ἐπιφερόμενον‘· ὡς τὸν λόγον προβαίνειν ἀκόλουθόν τε καὶ εὔτακτον. εἰ δ’ ἐχόμενα τὰ ἑξῆς ἑπόμενα εἴποιμεν, διττῶς πάλιν τοῦτο νοήσομεν· ἢ γὰρ ἁπλῶς πρὸς ἅπαντα τὰ περὶ ὅρου ῥηθῆναι μέλλοντα ἢ πρὸς ταῦτα τὰ προσεχῶς ῥηθησόμενα. εἰ μὲν οὖν πρὸς τὰ προσεχῆ, οὐχ ἅπαντα τὰ ἐν τῷ προκειμένῳ κεφαλαίῳ λεγόμενα οἰκείαν ἀρχὴν εἴποιμεν, ἀλλ’ αὐτὴν τὴν
30πρώτην ἐπιχείρησιν καθολικωτέραν οὖσαν τῶν μετ’ αὐτὴν οἰκείως ἐροῦμεν προτάττεσθαι καὶ διὰ τοῦτο οἰκείαν ἀρχὴν ὀνομάζεσθαι. καθολικώτερον γὰρ εἰπεῖν ὡς οὐκ ἔστιν ἡ ὁριστικὴ ταὐτὸν τῇ ἁπλῶς συλλογιστικῇ τοῦ ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐν πρώτῳ σχήματι καθόλου καταφατικῶς συλλογί‐
ζεσθαι τῷ ὁρίζεσθαι, καὶ τὰ ἑξῆς. εἰ δ’ ἁπλῶς πρὸς ἅπαντα τὰ περὶ ὅρου36

37

ῥηθησόμενα ἡ ἀρχὴ εἴληπται, εἴη ἂν τὸ λεγόμενον ὅτι ἀρχὴ ἔστω τῶν μελλόντων ἥπερ ἐστὶν οἰκειοτάτη τούτων τῶν λόγων· αὕτη δέ ἐστιν ἡ περὶ τοῦ εἰ ταὐτὸν ὁρισμῷ τε ἔστι γινώσκειν καὶ συλλογισμῷ ἢ ἀποδείξει, ταὐτόν δ’ εἰπεῖν εἰ ταὐτὸν ὁρισμός τε καὶ ἀπόδειξις. καὶ τοίνυν εἰ κατὰ
5τὰς δύο ταύτας ἐπιβολὰς τὸ ἐχομένων ληψόμεθα, τὰ αὐτὰ ἐροῦμεν μέλ‐ λοντα καὶ ἐχόμενα· τὰ γὰρ ἐντεῦθεν ἑξῆς ῥηθησόμενα ταῦτά ἐστι τὰ μέλλοντα λέγεσθαι, εἴτε πάντα τις εἴποι εἴτε τινά, ὥσπερ εἴρηται· ῥηθείη δὲ τούτων οἰκεία ἀρχὴ τὰ ἐνταῦθα λεγόμενα, ὅτι τοῦ εἰπεῖν πῶς τὸ τί ἐστι δείκνυται καὶ πῶς εἰς συλλογισμὸν ἡ ἀπόδειξις ἀναφέρεται καὶ τί ἐστιν
10ὅρος καὶ τίνων, ἀναγκαῖόν ἐστι προτάττεσθαι τὸ εἰ ταὐτὸ γινώσκεται ὁρισμῷ τε καὶ ἀποδείξει, ἤτοι εἰ ταὐτὸ ὁρισμὸς καὶ ἀπόδειξις· τούτων γὰρ φανέντων ὡς οὐ ταὐτὸν ἀκολούθως ῥηθήσεται τὰ λοιπά.
13nἈπορήσειε γὰρ ἄν τις, ἆρ’ ἔστι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ
14nὁρισμῷ εἰδέναι καὶ ἀποδείξει.
15 Ἐνταῦθα δεῖ στῆσαι τὴν πεῦσιν καὶ οὕτως ἐπαγαγεῖν τὸ ἢ ἀδύνατον· τοῦτο γὰρ οὐ πυνθανόμενός φησιν, ἀλλ’ ἀποφαινόμενος, ὡς μέλλων τὴν τοῦ εἶναι ἀδύνατον κατασκευὴν ἐπενεγκεῖν. ἀπορήσειε γὰρ ἄν τις, φησί, πρὸς τὰ παρ’ ἡμῶν προσφάτως εἰρημένα, λέγω δὴ τὸ εἶναι ταὐτὸν τὸ τί ἐστιν εἰδέναι καὶ διὰ τί ἐστίν· εἰ γὰρ ταὐτὸν ἁπλῶς τὸ εἰδέναι ὁρισμῷ τε
20καὶ ἀποδείξει, ὡς ἄν τις ἐκ τῶν ῥηθέντων οἰήσαιτο, ἔσται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε εἰδέναι καὶ ἀποδείξει. ἀλλὰ τοῦτο ἀδύνατον, ὡς δειχθήσεται· καὶ γὰρ εἰ πρὸς ἄλληλα ἐπιστητόν τε καὶ ἐπιστήμη, εἰ ἓν τὸ ἐπιστητόν, καὶ ἡ ἐπιστήμη μία· ἐκείνου δ’ ὄντος ἑτέρου καὶ ἑτέρου καὶ αἱ ἐπιστῆμαι ἀλλήλων ἕτεραι.
25nὉ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκε.
26 Ἄλλο προτεθεῖσθαι δοκεῖ καὶ ἄλλο δείκνυσθαι· περὶ γὰρ τοῦ εἰ ταὐτὸν ὁριστὸν καὶ ἀποδεικτὸν ἢ μὴ ἡ ζήτησις ἦν, νῦν δὲ ὅτι ἑτέρου ὁ ὅρος καὶ ἑτέρου ὁ συλλογισμός ἐστι τὸ δεικνύμενον. ἀλλ’ εἰ καὶ ἕτερον τοῦτο ἐκείνου, ὅμως φέρει γε εἰς ταὐτό. ἐπεὶ γάρ τις συλλογισμὸς ἡ ἀπόδειξις,
30δειχθέντος ἁπλῶς ὅτι ἕτερον καθόλου συλλογιστὸν καὶ ὁριστὸν συλλογισμός τε καὶ ὁρισμός, ὡς μηδαμῇ κοινωνεῖν ἀλλήλοις τῷ εἴδει, δεδειγμένον ἔσται
ὅτι καὶ ἀποδεικτὸν καὶ ὁριστόν, ἀπόδειξίς τε καὶ ὁρισμὸς ἀλλήλων ἕτερα·37

38

ὡς γίνεσθαι τὸν λόγον οὕτως ἐπιστημονικώτερον ὡς καθολικώτερον. ἔοικε δὲ καὶ καθ’ αὑτὸ πρὸς τὸν συλλογισμὸν εἶναι τῷ ὁρισμῷ ἡ διαφορά, δι’ ἐκεῖνον δὲ καὶ πρὸς τὴν ἀπόδειξιν. ὥσπερ οὖν εἰ ἕτερα προὔκειτο δεῖξαι ἀλλήλων κύκλον καὶ σκαληνόν, οἰκειότερον ἂν ἦν καὶ ἐπιστημονικώτερον
5ἕτερα δεῖξαι ἀλλήλων κύκλον καὶ τρίγωνον, κἀκείνοις ἂν ἡ ἑτερότης τοῦ σκαληνοῦ καὶ τοῦ κύκλου συναπεδείκνυτο, ταὐτὸν δὴ κἀνταῦθα γέγονε· τοῦ συλλογισμοῦ ἀποδειχθέντος ἁπλῶς, ὅτι ἕτερος κατ’ εἶδός ἐστι τοῦ ὁρισμοῦ, καὶ ὅτι ἡ ἀπόδειξις ὡσαύτως ἔχει συναποδέδεικται· ὁ μὲν γὰρ ὁρισμός, φησί, τοῦ τί ἐστι δοκε. τὸ δοκεῖ ἐνταῦθα οὐ κατὰ τὸ ἀμφίβολον,
10ἀλλ’ ὅτι κοινή τις δόξα καὶ ἔννοια περὶ ὁρισμοῦ τὸ εἶναι αὐτὸν δηλωτικὸν τοῦ τί ἐστι, τουτέστι τῆς ἰδίας οὐσίας τοῦ ὁριστοῦ. τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν· οἱ γὰρ κυρίως ὅροι κατηγορικοὶ ἅπαντες, οἱ δὲ ἀποφατικοὶ οὐχ ὅροι κυρίως· οὐ γὰρ τί ἐστιν ἀλλὰ τί οὐκ ἔστι δηλοῦσιν. οἱ δὲ συλλογισμοὶ οὐ πάντες τοιοῦτοι· οὐκ ἄρα ἁπλῶς συλλογιστὸν καὶ
15ὁριστὸν ταὐτόν. καὶ τέως μὲν οὕτω δέδεικται μὴ εἶναι ἁπλῶς· ἔστι δὲ ἡ δεῖξις οὕτω τὴν ἀνάλυσιν δεχομένη· πᾶς ὁρισμὸς τοῦ τί ἐστι δοκεῖ· πᾶν τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν· πᾶς ἄρα ὁρισμὸς καθόλου καὶ κατη‐ γορικός. οὗτος πρῶτος τρόπος τοῦ πρώτου σχήματος. εἶτα τοῦτον λαβόντες ἐν δευτέρῳ συλλογιζόμεθα σχήματι. πᾶς ὅρος καθόλου καὶ κατηγορικός·
20οὐ πᾶς συλλογισμὸς καθόλου καὶ κατηγορικός· οὐ πᾶς ἄρα συλλογισμὸς ὅρος· καὶ ἔστιν οὗτος τρίτος τρόπος τοῦ δευτέρου σχήματος. ὅτι δὲ οὐ πᾶς συλλογισμὸς καθόλου καὶ κατηγορικός, ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν· οἱ γὰρ ἐν τῷ δευτέρῳ, φησί, πάντες ἀποφατικοί, οἱ δ’ ἐν τῷ τρίτῳ πάντες μερικοί. εἶτα ἐπειδὴ μὴ καθόλου ἔδειξεν ἢ ὅτι οὐδὲν συλλογιστὸν ὁριστὸν ἢ ὅτι οὐδεὶς
25συλλογισμὸς ὁρισμός, ὃ ποιῆσαι προὔκειτο, προστίθησιν τὸ ὑπόλοιπον· ἐδείχθη γὰρ τέως ὅτι οὔτε τὰ ἀποφατικὰ οὔτε τὰ μερικῶς συλλογιστὰ ὁριστά ἐστιν· οὐ δὴ οἱ τοιοῦτοι συλλογισμοὶ ὁρισμοί· ὑπελείφθη δὲ μόνα τὰ καθόλου καὶ καταφατικά. λέγει δὲ καὶ ταῦτα τῶν ὁριστῶν ἕτερα, ᾗ συλ‐ λογιστά· τὸ δὲ κατὰ τὸ αὐτὸ εἴρηκε μὴ δυνατὸν εἰδέναι τὸ αὐτὸ ὁρισμῷ
30τε καὶ ἀποδείξει, ὅτι γε κατ’ ἄλλο καὶ ἄλλο ἐνδέχεταί ποτε· οἷον τί μέν ἐστι τρίγωνον ἰσόπλευρον ὁρισμῷ οἴδαμεν, ὅτι τὸ τὰς τρεῖς πλευρὰς ἴσας ἀλλήλαις ἔχον· ὅτι δὲ δύο κύκλων ἀλλήλους τῇ διὰ τῶν κέντρων ἀγωγῇ τεμνόντων καὶ τὴν αὐτὴν διάμετρον ἐχόντων τὸ ἐκ τῆς διαμέτρου καὶ τῶν ἑκατέρων τῶν κύκλων ἀπὸ τῆς ἁφῆς ἐπὶ τὰ κέντρα ἀγομένων εὐθειῶν
35συγκείμενον τρίγωνον ἰσόπλευρόν ἐστι, δι’ ἀποδείξεως γινώσκομεν. ἕτερον
δὲ τοῦτο ἐκείνου· ἐκεῖνο μὲν γὰρ τὸ τί ἐστι δηλοῖ τὸ ἰσόπλευρον τρίγωνον,38

39

τοῦτο δὲ τὸ διὰ τί τὸ ὡδὶ ἢ ὁπουοῦν οὕτω γραφόμενον ἰσόπλευρον τρίγωνόν ἐστι.
3nΕἶτα οὐδὲ τῶν ἐν τῷ πρώτῳ σχήματι κατηγορικῶν
4nἁπάντων ἐστὶν ὁρισμός.
5 Ὅτι μὲν οὖν τὰ ἀποφατικὰ καὶ τὰ μερικὰ ὁρισμῷ οὐχ ὑπόκειται, ἤδη εἴρηκε· λέγει δὲ νῦν καὶ περὶ τῶν καθόλου καὶ καταφατικῶν, ἃ ἐν μόνῳ τῷ πρώτῳ σχήματι περαίνεσθαι πέφυκε. λέγει δὲ ὅτι οὐδὲ τούτων ἁπάντων ἐστὶν ὁρισμός. τῶν μὲν γὰρ ἁπλῶν ἔσται, οἷον ἐκλείψεως, ἰσο‐ πλεύρου, ἡμικυκλίου, εἰ καὶ μὴ κατὰ τὸ αὐτὸ καθὸ καὶ ἀπόδειξις· τῶν
10δὲ συνθέτων οὐδαμῶς· τὸ γὰρ δυσὶν ὀρθαῖς ἴσας εἶναι τὰς τρεῖς γωνίας τοῦ τριγώνου διὰ συλλογισμοῦ μὲν καὶ ἀποδείξεως περαίνεται, οὐδαμῶς δ’ ὁρίζεται· οὐδ’ ἄλλο τῶν συνθέτων οὐδέν. πῶς οὖν πρότερον ἔφασκεν ὅτι ταὐτόν ἐστιν εἰδέναι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, εἴπερ ἔστι τινὰ ἅπερ διὰ τί μέν ἐστιν, ἔστιν εἰδέναι, τί δ’ ἐστὶν οὐχί; διὰ τὸ μὴ εἶναι ἐπ’ αὐτῶν
15ἀποδοῦναι τὸ τί ἐστιν, ὡς ἐπί τε τοῦ εἰρημένου ἔχει καὶ ἐπὶ πλειόνων ἑτέρων, οἷόν ἐστι καὶ τὸ ἐὰν δύο τρίγωνα δύο πλευρὰς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρᾳ, ἔχῃ δὲ καὶ γωνίαν γωνίᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων πλευρῶν περι‐ εχομένην, καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἕξει, καὶ τὸ τρίγωνον τῷ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται. ἢ οὐδ’
20ἐξ ἀρχῆς τοῦτο ἐλέγετο ὅτι ἐπὶ τῶν ἐν ἑτέρῳ ὄντων ἁπάντων ταὐτόν ἐστιν τὸ εἰδέναι τὸ διὰ τί ἐστι καὶ τί ἐστιν, ἀλλὰ τοῦ μὲν τί ἐστι τῇ εἰδήσει συντρέχειν καὶ τὴν τοῦ διὰ τί ἐστιν, οὐ μὴν δὲ ἁπλῶς καὶ τῇ τοῦ διὰ τί ἐστι τὴν τοῦ τί ἐστιν. εἰσὶ γὰρ κατηγορούμενα καὶ ἁπλᾶ καὶ σύν‐ θετα δι’ ἀποδείξεως περαινόμενα· ἐπὶ μὲν οὖν τῶν ἁπλῶν συνδραμοῦνται
25ἄμφω ἀλλήλοις ὁρισμὸς καὶ ἀπόδειξις, ἐπὶ δὲ τῶν συνθέτων ἀπόδειξις μὲν ἔσται, ὁρισμὸς δ’ οὐχί.
27nΤούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.
28 Πρότερον μὲν ἐκ τῆς τῶν γνωστῶν διαφορᾶς διίστατο τὰς γνώσεις ὁριστικήν τε καὶ ἀποδεικτικήν, ἐκ τῶν μερικωτέρων τὸν λόγον πιστούμενος,
30νῦν δὲ καθολικῶς τὸν λόγον τῆς διαφορᾶς τῶν γνωστῶν ἀποδίδωσιν τὰς γνώσεις αὐτὰς μεταχειριζόμενος. ἔκειτο γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ τοῦτο εἶναι τὸ ἐπίστασθαι ἀποδεικτικῶς, τὸ ἔχειν ἀπόδειξιν. εἰ τοίνυν ἀπο‐
δεικτικῶς τὰ ἀποδεικτὰ ἐπιστάμεθα, ἀπόδειξιν ἔχοντες αὐτὰ ἐπιστάμεθα·39

40

εἰ δὲ ταῦτα καὶ δι’ ὁρισμοῦ ἐπιστάμεθα, συμβήσεται ταῦτα ἐπίστασθαι ἀπόδειξιν μὴ ἔχοντας ἀλλ’ ὁρισμόν, ὅπερ ἐναντίον τῶν ἐξ ἀρχῆς κειμένων ἐστίν. οὐκ ἄρα δι’ ὁρισμοῦ τὰ ἀποδεικτὰ ᾗ ἀποδεικτὰ ἀλλὰ δι’ ἀποδείξεως μόνης γινώσκεται. ὅρα δὲ ὅτι ἀπὸ μὲν τῶν ὑστέρων καὶ αἰτιατῶν ἐπὶ τὴν
5τῶν προτέρων καὶ αἰτίων ἀνιόντες γνῶσιν ἀπὸ τῶν πολλῶν εἰς ἓν ἀνερ‐ χόμεθα, κατὰ μέρος τὴν τοῦ αἰτίου συνάγοντες γνῶσιν ἐκ τῶν ἐξ αὐτοῦ· ὅταν δὲ ἀπὸ τῶν πρώτων καὶ αἰτίων ἡ πρόοδος γίνηται, τὸ ἀνάπαλιν ἀπὸ τοῦ ἑνὸς γινώσκεται τὰ πολλά· καὶ τοῦτο οὐ μόνον ἐπὶ τῶν λογικῶν καὶ διανοητῶν, οἷον ἐπιστήμης τε καὶ ἐπιστητοῦ καὶ γενῶν καὶ εἰδῶν, ἀλλὰ
10καὶ ἐπὶ τῶν φυσικῶς τε καὶ θεολογικῶς θεωρουμένων ἔστιν εὑρεῖν. ὡς γὰρ ἐνταῦθα ἐκ τῶν κατ’ εἶδος συμπερασμάτων, ἃ τῷ συλλογισμῷ καὶ τῇ ἀποδείξει συνάγεται, τὴν δύναμιν τῆς συλλογιστικῆς καὶ ἀποδεικτικῆς ἐπι‐ στήμης ἐπέγνωμεν, καὶ αὖθις ἐκ τῶν κατ’ εἶδος ὁριστῶν, ὁποία ἡ ὁριστική ἐστι μέθοδος, οὕτως ἐκ τῆς κατ’ εἶδος τῶν φυσικῶν ἰδιότητος, ᾗ φυσικά
15ἐστιν, ἐπὶ τὴν γνῶσιν ἁπλῶς τῆς φύσεως ἀναγόμεθα, ὅτι ἔστιν ἀρχή τις ἡ ταῦτα οἰκείως διοικοῦσα λαμβάνοντες, καὶ τίς αὕτη ἐστί, καὶ ἔτι ἐκ τῶν κατ’ εἶδος δημιουργικῶν λόγων ἐπὶ τὴν πρώτην καὶ μίαν αἰτίαν τῶν γινο‐ μένων καὶ ὄντων ἀναφερόμεθα, ἓν τὸ πάντων καταλαμβάνοντες προϊστάμενον, εἰς ὃ τελευταῖον πᾶν ἀναπληρούμενον ἵσταται καὶ οὗ περαιτέρω προβῆναι
20οὐκ ἔνεστι. καὶ ἀνάπαλιν ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ ἐξ αὐτῶν· ὥσπερ γὰρ ἀπὸ μιᾶς ἐπιστήμης κοινῆς τῆς συλλογιστικῆς τε καὶ ἀποδεικτικῆς πάντα κατὰ μέρος τε καὶ εἶδος τὰ συμπεράσματα πρόεισι καὶ ἀπὸ τοῦ ἑνὸς γένους τὰ ἐξ αὐτοῦ, οὕτως ἀπὸ τῆς μιᾶς τε καὶ κοινῆς φύσεως πάντα τὰ κατὰ μέρος τε καὶ εἶδος τὰ ἐξ αὐτῆς, καὶ ἀπὸ ἑνὸς καὶ τοῦ
25αὐτοῦ αἰτίου τοῦ πρώτου πάντα κατὰ μέρος τε καὶ εἶδος τὰ δεύτερα. καὶ κοινὴ ὁμοιότης ἐπί τε τῶν λογικῶν καὶ φυσικῶν καὶ θείων τὸ ἄλλα ἄλλων εὑρίσκεσθαι αἰτιώτερα καὶ καθολικώτερα ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντων ἡμῶν, καὶ ἄλλα ἄλλων αἰτιατότερά τε καὶ μερικώτερα ἀπὸ τῶν προτέρων κατιόντων ἐπὶ τὰ ὕστερα. ἀλλὰ περὶ
30μὲν αἰτίων καὶ αἰτιατῶν καὶ περὶ ὅλου καὶ μέρους καὶ ὅπως οἰκείως ἐπὶ τῶν λογικῶν καὶ φυσικῶν καὶ θείων ταῦτα λαμβάνεται, ἐν ἑτέροις εἴρηται πλατυκώτερόν τε καὶ ἀκριβέστερον· νῦν δὲ ἰτέον ἐπὶ τὰ προ‐
κείμενα.40

41

(1n)

Οὐδὲν γὰρ κωλύει μὴ ἅμα ἔχειν.
2 Ὥσπερ τινὸς λέγοντος πρὸς αὐτὸν ὅτι ‘καὶ τίς ἡ ἀνάγκη τῆς ἀτοπίας ὥστε τὸ ἀποδεικτὸν ἐπίστασθαι χωρὶς ἀποδείξεως; εἰ γὰρ τὸ αὐτὸ ὁριστὸν καὶ ἀποδεικτόν, ἐπίσταιτο ἄν τις ἔχων αὐτοῦ καὶ ὁρισμὸν καὶ ἀπόδειξιν,‘
5φησὶ πρὸς τὸν οὕτω λέγοντα ὅτι οὐδὲν κωλύει μὴ ἔχειν ἅμα τοῦ αὐτοῦ τόν τε ὁρισμὸν καὶ τὴν ἀπόδειξιν. ἐνδέχεται γὰρ τὸν ὁρισμὸν ἔχοντά τινα μόνον εἰδέναι τοῦτο διὰ μόνου αὐτοῦ χωρὶς ἀποδείξεως, ὥστε ἔσται τι ἐπίστασθαι ἀποδεικτικῶς μὴ ἔχοντα ἀπόδειξιν, ὅπερ οὐχ ὑπέκειτο. ἀπορήσειε δ’ ἄν τις πρὸς ταῦτα ὡς ἕτερόν ἐστι τὸ ἀποδεικτικῶς ἐπίστασθαι καὶ ἕτερον
10τὸ ὁριστικῶς. τὸ μὲν γάρ ἐστι δι’ ἀποδείξεως ἐπίστασθαι, τὸ δὲ δι’ ὁρι‐ σμοῦ· ὁ οὖν τὴν ἀπόδειξιν ἔχων ἐπίσταται ἀποδεικτικῶς, ὁ δὲ τὸν ὁρισμὸν ὁριστικῶς, καὶ ἀνάπαλιν ὁ ὁριστικῶς ἐπιστάμενος ἔχει τὸν ὁρισμόν, ὁ δὲ ἀποδεικτικῶς τὴν ἀπόδειξιν. ἂν οὖν τὸ αὐτὸ ὑποθώμεθα ἐπιστητὸν εἶναι ὁρισμῷ καὶ ἀποδείξει, ὁ τὸν ὁρισμὸν ἔχων ὁριστικῶς οὐκ ἀποδεικτικῶς
15ἐπιστήσεται, καὶ οὐδὲν ἔσται ἄτοπον οὕτως· εἰ μὴ καὶ μᾶλλον ἐρεῖ τις ἄτοπον τὸν ἔχοντα τὸν ὁρισμόν, οὐχὶ τὴν ἀπόδειξιν ἀποδεικτικῶς λέγειν ἐπίστασθαι, ἑτέρων ὄντων ἀλλήλων ὁρισμοῦ τε καὶ ἀποδείξεως. οὐ γὰρ εὔλογον, διότι καὶ ἀποδεικτὸν τὸ ὁριστόν, ἀποδεικτικῶς λέγειν ἐπίστασθαι τὸν διὰ μόνου τοῦ ὁρισμοῦ αὐτὸ ἐπιστάμενον. ἢ οὐκ ἐνδέχεται τὸ ἀπο‐
20δεικτὸν ἄλλως ἢ ἀποδεικτικῶς ἐπίστασθαι, ὡς μηδὲ τὸ αὐτὸ ὁριστόν τε εἶναι ἁπλῶς καὶ ἀποδεικτόν. κἂν γὰρ καὶ τὸ αὐτὸ ᾖ τῷ ὑποκειμένῳ ποτέ, ἀλλά γε τῷ λόγῳ διοίσει, ἐπινοίᾳ μὲν ὂν ὁριστόν, ἐνεργείᾳ δὲ ἀποδεικτόν· τοῦ γὰρ ὅτι καὶ διὰ τί ἡ ἀπόδειξις, ὁ δὲ ὅρος τοῦ τί ἐστι, καὶ τῶν μὲν ἐν ἑτέροις ἐκεῖνα, τῶν δὲ καθ’ αὑτὰ θεωρουμένων τὸ τί ἐστιν· ὅταν οὖν
25τι ταὐτὸ λαμβάνηται ὅρῳ τε ὑποκεῖσθαι καὶ ἀποδείξει δυνάμενον τῶν ἐν ἑτέρῳ ὑφισταμένων ὄν, τοῦτο ἐπινοίᾳ μὲν τοῦ ὑποκειμένου χωριζόμενον ὁρισθήσεται, ὡς ἐν ἑτέρῳ δὲ ὂν ἀποδειχθήσεται. ὁ τοίνυν τὸ ἀποδεικτὸν γνοὺς ὡς ἐν ἑτέρῳ ὂν ἀποδεικτικῶς αὐτὸ ἔγνωκε, τοῦτο δέ ἐστι καθὼς ἡ ἀπόδειξις αὐτοῦ τὴν γνῶσιν παρίστησιν. τοιγαροῦν εἰ καὶ ὁ ὁρισμὸς οὕτως
30αὐτὸ ἀποδίδωσιν, ἀποδεικτικῶς αὐτοῦ τὴν γνῶσιν παρέχεται· ὥστε ἔσται γνῶναι δι’ ὁρισμοῦ ἀποδεικτικῶς τὸ ἀποδεικτὸν χωρὶς ἀποδείξεως. ἀλλ’ οὐχ οὕτως ὑπέκειτο· τὸ οὖν ἀποδεικτικῶς λέγειν εἰδέναι, τοῦτό ἐστι καθὼς ἡ δι’ ἀποδείξεως γνῶσις γίνεται, τοῦτο δέ ἐστι κατὰ τὸ ἐν ἑτέρῳ εἶναι· τοῦτο δ’ οὐκ ἐνδέχεται ἄνευ ἀποδείξεως. ὁ δέ γε ὅρος οὐχ οὕτως, ἀλλ’
35ὡς καθ’ ἑαυτὸ παραδίδωσιν ἐπινοίᾳ διιστῶν τοῦ ὑποκειμένου τὸ ἐν ἑτέρῳ.41

42

ἐπεὶ τοίνυν ἡ μὲν ὁριστικὴ ὡς καθ’ ἑαυτὸ λαμβάνει τὸ ἐν ἑτέρῳ, ἡ δὲ ἀποδεικτικὴ ὡς ἐν ἑτέρῳ, τὸ μὲν ἐκείνως αὐτὸ γινώσκειν ὁριστικῶς ἐστι γινώσκειν, τὸ δ’ οὕτως ἀποδεικτικῶς· ὡς ταὐτὸν εἶναι λέγειν τρόπον τινὰ ἀποδεικτικῶς τε εἰδέναι καὶ ἀποδεικτὸν εἰδέναι, καὶ ὁριστικῶς καὶ ὁριστὸν
5ὡσαύτως.
6nἹκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς.
7 Καὶ ἐκ τῶν κατὰ μέρος ἀποδεικνυμένων δείκνυσι τὸ προκείμενον. τὰ μὲν γὰρ ἀποδεικνύμενά εἰσι τὰ ἐν ἑτέροις ὑπάρχοντα ἢ καθ’ αὑτὸ ἢ ἁπλῶς ὡς συμβεβηκότα, ὡς τῷ τριγώνῳ αἱ δύο ὀρθαὶ καὶ τῇ σελήνῃ ἡ
10ἔκλειψις. ἐπέξιθι οὖν, φησί, καθ’ ἕκαστον καὶ οὐδὲν εὑρήσεις αὐτῶν ὁρισμῷ γινωσκόμενον· καίτοι ἔστι γνωρίσαι τι τῶν δι’ ἀποδείξεως γινωσκο‐ μένων ἐκ τοῦ ὁρίσασθαι, οἷον τὸ ἰσόπλευρον τρίγωνον, ἀλλ’ οὐ κατὰ τὸ αὐτό, ὥσπερ εἴρηται. τί μὲν γὰρ τὸ ἰσόπλευρον τρίγωνον, ἔστι γνῶναι δι’ ὁρισμοῦ· ὅτι δὲ τόδε τὸ οὕτω διαγραφὲν ὡς ἐν ταῖς ἀποδείξεσι διαγράφεται
15ἰσόπλευρον τρίγωνόν ἐστιν, οὐκέτι· καθ’ ἑαυτὸ μὲν γὰρ ὁρίζεται, ὡς ἐν ἑτέρῳ δὲ ἀποδείκνυται, καὶ ὁ μὲν ὁρισμὸς τὸ τί ἐστιν, ἡ δὲ ἀπόδειξις τὸ τόδε τῷδε ὑπάρχειν παρίστησιν. ἱκανὴν δὲ πίστιν καὶ τὴν ἐκ τῆς ἐπαγωγῆς ὠνόμασεν ὡς καὶ τῶν ἄλλων μὲν ἱκανῶν οὐσῶν ἐκ τοῦ λόγου, ἱκανῆς δὲ καὶ ταύτης ὡς ἐκ τῆς ἐναργείας παριστώσης τὸ ἀληθές.
20nἜτι εἰ ὁ ὁρισμὸς οὐσίας τινὸς γνωρισμός.
21 Καὶ ἐντεῦθεν ἄν τις γνοίη, φησίν, ἕτερα ὄντα ἀλλήλων τὰ τῷ ὁρισμῷ καὶ τὰ τῇ ἀποδείξει ὑποκείμενα. ὁ μὲν γὰρ ὁρισμὸς οὐσίαν παρίστησι, καθὰ καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ διείληπται. λόγος γάρ ἐστι δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ἡ δὲ φύσις ἑκάστου οὐσία ἐστὶν αὐτοῦ.
25οὐδεμία δὲ οὐσία δι’ ἀποδείξεως συμπεραίνεται, ἀλλὰ τὸ ἄλλο ἄλλῳ ὑπάρχειν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καίτοι καὶ συμβεβηκότων εἰσὶν ὁρισμοί, ὡς τὸ λευκὸν ὁριζόμεθα χρῶμα λέγοντες εἶναι διακριτικὸν ὄψεως, καὶ πολλὰ ἕτερα. ἀλλ’ οὐχ ὅτι τινί ἐστιν ὁ ὁρισμὸς ἀποδίδωσιν, ἀλλ’ ἢ τὸ εἶδος αὐτοῦ παρίστησιν, ὅπερ ἡ οὐσία αὐτοῦ ἐστιν. οὐχ ἁπλῶς δὲ οὐσίας
30ἀλλὰ τινὸς εἶπε γνωρισμὸν εἶναι τὸν ὁρισμόν, ὡς μὴ μόνον τῶν εἰδῶν καὶ γενῶν τῆς πρώτης οὐσίας ὁρισμῷ ὑποβαλλομένων, ἀλλὰ δὴ καὶ συμ‐ βεβηκότων· ὡς πάντως μὲν τὸν ὁρισμὸν οὐσίαν τινὰ δηλοῦν, ἤτοι εἶδός τι καθ’ ὅ ἐστιν ἕκαστον, τοῦτο δὲ ἢ ἐν ταῖς οὐσίαις ἢ ἐν τοῖς συμβεβηκόσιν.
καὶ ἔστιν ὁ λόγος τοιοῦτος ‘ὁ ὁρισμὸς οὐσίας τινὸς γνωρισμός· οὐδὲν τῶν42

43

ὑπὸ τῆς ἀποδείξεως γινωσκομένων οὐσία ἐστίν· οὐδὲν ἄρα τῶν ὑπὸ τῆς ἀποδείξεως γινωσκομένων ὁρισμῷ γινώσκεται.‘ δοκεῖ δὲ ἐλλιπὴς μὴ ἐπενεχ‐ θέντος τοῦ συμπεράσματος.
4nΤί δ’, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξις ἢ ο;
5 Δείξας μὴ εἶναι πᾶν τὸ ἀποδεικτὸν ὁριστόν, μηδ’ εἶναι πᾶν ὁρίζεσθαι ὅπως καὶ δι’ ἀποδείξεως περαίνεται, δείκνυσιν ἤδη καὶ τὸ τούτου ἀντίστροφον, μὴ εἶναι πᾶν τὸ ὁριστὸν τοῦτο καὶ ἀποδεικτόν, μηδ’ ἀποδείξει περαίνεσθαι πᾶν τὸ δι’ ὅρου γινωσκόμενον. ἐρωτῶν δὴ τὸ εἶναι ἀποκρίνεται τὸ μὴ εἶναι· εἶτα τῇ τούτου δείξει ἐπιχειρεῖ, λέγω δὴ τοῦ μὴ εἶναι παντὸς ἀπό‐
10δειξιν οὗ καὶ ὁρισμός ἐστιν.
11nΕἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός.
12 Διαφόρων, φησί, λόγων καὶ τοῦτο δεικνυόντων εἷς ἐστι τούτων ὃς καὶ ἐπὶ τοῦ προτέρου προβλήματος εἴληπται, τὸ αὐτὸ καὶ τούτῳ δεικνὺς ὑποτι‐ θεμένῳ ἑπόμενον ἄτοπον. εἶτα ἐπάγει τοῦ γὰρ ἑνὸς ᾗ ἓν μία ἐπιστήμη,
15ἤγουν εἴ τι ὑπάρχει ἓν καὶ τὸ αὐτὸ ἐπιστητὸν καὶ κατ’ ἐπίνοιαν καὶ κατ’ ἐνέργειαν λαμβανόμενον, καθὸ ἕν ἐστι, τουτέστι κατὰ τὸν ἕνα τρόπον αὐτοῦ τῆς γνώσεως, μίαν ἕξει καὶ τὴν ἐπιστήμην, καὶ οὐκ ἐνδέχεται κατὰ τὸ αὐτὸ δυσὶν ἐπιστήμαις εἶναι ἐπιστητόν. τοῦτο θεὶς ἐπάγει καὶ ἕτερον ὃ ἐξ ἀρχῆς ὑπέκειτο, τοῦτο δέ ἐστι τὸ ταὐτὸν εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν
20τῷ ἔχειν τὴν ἀπόδειξιν. τούτων τοίνυν ὄντων, φησί, συμβήσεταί τι ἀδύνα‐ τον, εἴπερ ὑποθώμεθα πᾶν εἶναι τὸ ὁριστὸν καὶ ἀποδεικτόν. τί δὲ τὸ συμ‐ βαῖνόν ἐστιν; ὃ καὶ ἐπὶ τοῦ προτέρου συμβέβηκεν.
23nὉ γὰρ τὸν ὁρισμὸν ἔχων ἄνευ τῆς ἀποδείξεως ἐπι‐
24nστήσεται.
25 Ἀποδεικτοῦ γὰρ ὄντος τοῦ ὁριστοῦ, ὡς ἡ ὑπόθεσις, ὁ τὸν ὁρισμὸν ἔχων αὐτοῦ εἴσεται τὸ ἀποδεικτὸν ἄνευ ἀποδείξεως. ἀλλὰ τοῦτο ἀδύνατον· ὑπέκειτο γὰρ τοῦτο εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν, τὸ ἔχειν τὴν ἀπό‐ δειξιν. ἀλλὰ καὶ ἕξει ἅμα καὶ οὐχ ἕξει τὴν ἀπόδειξιν· καθὸ μὲν γὰρ ἐπί‐ σταται τὸ ἀποδεικτόν, ὃ δι’ ὁρισμοῦ ἔγνωκεν, ἕξει τὴν ἀπόδειξιν (τοῦτο
30γὰρ ἦν τὸ ἐπίστασθαι αὐτό, τὸ ἔχειν τὴν ἀπόδειξιν), καθὸ δὲ διὰ μόνου τοῦ ὅρου ἐπίσταται αὐτὸ χωρὶς ἀποδείξεως, οὐχ ἕξει· ὥσθ’ ἅμα ἕξει καὶ
οὐχ ἕξει τὴν ἀπόδειξιν, ὅπερ ἀδύνατον. οὐκ ἄρα παντὸς οὗ ὁρισμὸς43

44

τούτου καὶ ἀπόδειξις. ἴσως δὲ τὸ τοῦ γὰρ ἑνὸς ᾗ ἓν μία ἐπιστήμη οὐχ ὡς λῆμμα προτέτακται, ἀλλ’ ὡς κατασκευαστικὸν τοῦ τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν εἶναι τὸ ἔχειν τὴν ἀπόδειξιν· ἐπειδὴ γὰρ κυρίως ἐπιστήμας ταύτας τὰς δύο τίθεται, ὁριστικήν τε καὶ ἀποδεικτικήν, ὡς Θεόφραστος
5μαρτυρεῖ καὶ Ἀλέξανδρος, φησὶν ὅτι οὐκ ἐνδέχεται τοῦ ἑνὸς ᾗ ἓν ὁρισμὸν εἶναι καὶ ἀπόδειξιν. διὸ οὔτε ὁριστὸν ᾗ ἓν ἄνευ ὁρισμοῦ γνωστόν ἐστιν οὔτε ἀποδεικτὸν ἄνευ ἀποδείξεως. τούτου δὲ οὕτως ἔχοντος οὔτε παντός, οὗ ἀπόδειξις, ἔστι καὶ ὅρος οὔτε παντός, οὗ ὅρος, ἔστι καὶ ἀπόδειξις· εἰ δ’ ἔστιν, ὅ τε δι’ ὁρισμοῦ μόνου τὸ ἀποδεικτὸν ἐπιστάμενος ἄνευ τῆς ἀπο‐
10δείξεως εἴσεται τὸ ἀποδεικτόν, ὅ τε διὰ ἀποδείξεως μόνης τὸ ὁριστὸν ἄνευ ὁρισμοῦ τὸ ὁριστὸν εἴσεται. διὰ τοῦτο καὶ οὕτως ἐπήνεγκεν ὥστ’ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν καὶ τὰ ἑξῆς, ὡς ἑπομένου τῷ εἶναι μίαν ἐπιστήμην τοῦ ἑνὸς ᾗ ἓν τοῦ ταὐτὸν εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν. εἰ δὲ καὶ ὡς λήμματά τις ἄμφω ταυτὶ λήψεται
15προτεταγμένα, πρὸς ἄμφω τὸ ἄτοπον ἕψεται. εἴπερ γὰρ παντὸς οὗ ἀπό‐ δειξις, τούτου καὶ ὅρος, οὔτε μία ἐπιστήμη τοῦ ἑνὸς ᾗ ἕν, ἀλλὰ δύο ἕτεραι ἀλλήλων καὶ μὴ ὑπ’ ἄλληλα τεταγμέναι ὅρος καὶ ἀπόδειξις, οὔτε ταὐτὸν ἔσται τὸ εἰδέναι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν· εἴσεται γὰρ τὸ ἀποδεικτὸν ὁ ἔχων τὸν ὁρισμὸν διὰ μόνου τοῦ ὅρου, τὴν ἀπόδειξιν μὴ
20ἔχων. οὕτω δὲ πρότερον μὲν ἥρμοττεν εἰπεῖν, ὅτε μὴ παντὸς ἔλεγεν οὗ ἀπόδειξις, τούτου καὶ ὅρον εἶναι· νῦν δὲ τὸ ἀνάπαλιν ἔδει, ἐπεὶ καὶ ἀντί‐ στροφον τὸ προκείμενον, ὅτι εἰ παντὸς οὗ ὅρος, τούτου καὶ ἀπόδειξις, συμ‐ βήσεται τὸ ὁριστὸν ἐπίστασθαι δίχα ὅρου διὰ μόνης τῆς ἀποδείξεως. ἀλλ’ ἐπεὶ μὴ οὕτως ἀλλ’ ἐκείνως ὑπέκειτο (τὸ μὲν γὰρ ἐπίστασθαι τὸ ἀπο‐
25δεικτὸν τὸ ἔχειν τὴν ἀπόδειξιν εἶναι ὑπέκειτο, τὸ δὲ ἐπίστασθαι τὸ ὁριστὸν τὸ ἔχειν τὸν ὅρον εἶναι οὐδαμοῦ ὑπετέθη) τούτου ἕνεκεν ὃ ὑποτέθειται, εἴληπται. τάχα δὲ καὶ διὰ τοῦτο τέθειται ἐνταυθοῖ τὸ τοῦ ἑνὸς ᾗ ἓν μίαν ἐπιστήμην εἶναι, ὡς ἀμφοῖν ἁρμόζον ἐπίσης τοῖς προβλήμασιν· εἰ γὰρ τοῦτο, οὔτε τοῦ ἀποδεικτοῦ ᾗ ἀποδεικτὸν ὅρος ἔσται οὔτε τοῦ ὁριστοῦ ᾗ ὁριστὸν
30ἀπόδειξις.
31nἜτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ὁρισμο.
32 Ὅτι αἱ ἀρχαὶ τῶν ἐπιστημῶν καὶ τῶν ἀποδείξεων ἀναπόδεικτοί εἰσιν, ἐν τῷ πρὸ τούτου βιβλίῳ δέδεικται· ἐπεὶ οὖν οἱ ὁρισμοὶ ἀρχαί, δῆλον ὅτι
καὶ ἀναπόδεικτοι· δείκνυσι δὲ κἀνταῦθα.44

45

(1n)

Ἢ γὰρ ἔσονται, φάσκων, αἱ ἀρχαὶ ἀποδεικταὶ καὶ τῶν
2nἀρχῶν ἀρχαὶ καὶ τοῦτ’ εἰς ἄπειρον βαδιεῖται, ἢ τὰ πρῶτα
3nὁρισμοὶ ἔσονται ἀναπόδεικτοι.
4Δυνάμει τοῦτο λέγων ὅτι ἢ οὐκ ἔσται ἐπιστήμη ἢ τῶν ὁρισμῶν οὐκ
5ἔσται ἀπόδειξις· ἀλλὰ τὸ μὴ εἶναι ἐπιστήμην ἀδύνατον· τῶν ἄρα ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις. εἰ γὰρ οἱ ὁρισμοὶ ἀρχαί, ἔστι δὲ τούτων ἀπόδειξις, ἔστιν ἄρα τῶν ἀρχῶν ἀπόδειξις. πᾶσα δὲ ἀπόδειξις ἐξ ἀρχῶν· ἔσονται ἄρα τῶν ἀρχῶν ἀρχαί, κἀκείνων αὖθις, καὶ τοῦτο εἰς ἄπειρον. τὸ δὲ ἄπειρον ἀδιεξίτητόν τε καὶ ἀπερίληπτον, τὸ δὲ τοιοῦτον καὶ ἀνεπίστητον.
10ὥστε οὐκ ἔσται ἐπιστήμη· πᾶσα γὰρ ἐπιστήμη διεξέλευσίς ἐστι τοῦ ἐπι‐ στητοῦ καὶ περίληψις. εἰ ἄρα οἱ ὁρισμοὶ ἀποδεικτοί, οὐκ ἔσται ἐπιστήμη. ἀλλὰ τοῦτο ἀδύνατον· ἀναπόδεικτοι ἄρα οἱ ὁρισμοί. ὥσπερ δὲ ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ ἢ ἔσονται ἀρχαὶ καὶ τὰ ἑξῆς, κατὰ διαίρεσιν τοῦ λόγου προβαίνοντος. τὸ δὲ ἢ τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπό‐
15δεικτοι οὕτω δεῖ λέγειν ‘ἢ τὰ πρῶτα, ταὐτὸν δὲ εἰπεῖν οἱ ὁρισμοί, ἔσονται ἀναπόδεικτοι.‘ δόξειε δ’ ἂν μὴ πρὸς τὸ ζητούμενον γενέσθαι τὴν ἐπιχείρησιν· τὸ μὲν γὰρ ἦν ὅτι τὸ ὁριστὸν οὐκ ἔστιν ἀποδεικτόν, ταῦτα δὲ περὶ τοῦ ὅρου εἴρηται. ἀλλ’ ἐπεὶ ὁ ὅρος τε καὶ τὸ ὁριστὸν ἀντιστρέφει πρὸς ἄλληλα, εἰ τὸ ὁριστὸν ᾗ ὁριστὸν ἀποδεικτόν, δῆλον ὅτι καὶ ὁ ὅρος.
20ἔτι τῷ ὅρῳ τὸ τί ἐστι δηλοῦται, ὡς τῇ ἀποδείξει τὸ τῷδε τόδε ὑπάρχειν περαίνεται· τὸ δὲ τί ἐστι ταὐτὸν τῷ ὅρῳ, ὥσθ’ ὁ τὸ τί ἐστι λέγων εἶναι ἀποδεικτὸν τὸν ὅρον φησὶν εἶναι ἀποδεικτόν. οὐ γὰρ ὥσπερ ἐν τῇ ἀπο‐ δείξει ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει ἐκ τῶν εἰρημένων, οὕτω καὶ ὁ ὅρος ἕτερόν τι ἐξ ἑτέρου ἢ ἑτέρων ἀποβαῖνον παρίστησιν, ἀλλ’
25αὐτὸ τὸ εἶδός ἐστι καὶ τὸ τί ἐστι τὸ δηλούμενον, ὅπερ οὐχ ἕτερόν τι παρὰ τὸν ὅρον ἐστίν· ὅρος γὰρ ἑκάστου ὁ κατ’ οὐσίαν λόγος καὶ τὸ εἶδός ἐστιν. ἀλλὰ καὶ ἐκ τῶν περὶ ταῦτα δυνάμεων ἡ διαφορὰ δείκνυται· νῷ μὲν γὰρ τοὺς ὅρους γινώσκομεν ἁπλῶς καὶ ἀμέσως τοῖς πράγμασιν ἐπιβάλλοντες, διανοίᾳ δὲ τὰ καθ’ αὑτὸ συμβεβηκότα, μέσοις τοῖς ὅροις χρώμενοι, ἐπεὶ
30καὶ ἁπλῶς νοῦς μὲν τοῦ ὄντος ᾗ ὄν ἐστι γνωστικός, ψυχὴ δὲ καθ’ αὑτὴν καὶ διάνοια τῶν τοῦ ὄντος ἐμφάσεων. ὅροι δὲ οὐ μόνον οἱ ὁρισμοί, ἀλλὰ καὶ αἱ κοιναὶ ἔννοιαι ἤτοι τὰ ἀξιώματα καὶ εἴ τι ἕτερον ἄμεσον, ὡς τὰς ἐπιστήμας ὁρίζοντα καὶ μέχρις ἑαυτῶν ἱστῶντα τὴν ἄνοδον.
34nἈλλ’ ἆρα, εἰ μὴ παντὸς τοῦ αὐτο, ἀλλά τινος τοῦ αὐτο.
35Καθόλου μὲν δὴ ὅτι οὐκ ἔστι παντός, οὗ ὁρισμός, καὶ ἀπόδειξις καὶ
ἀνάπαλιν εἴρηται· μήποτε δὲ ἐνδέχεται τινὸς εἶναί ποτε τοῦ αὐτοῦ κατὰ45

46

τὸ αὐτὸ ὁρισμὸν καὶ ἀπόδειξιν. ἔστι δὲ καὶ τοῦτο ἀδύνατον, ὡς δειχθήσεται. πᾶς μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι δηλοῖ, ὅπερ ἐστὶν ἡ οὐσία τοῦ πράγ‐ ματος· οὐδεμία δὲ ἀπόδειξις τὸ τί ἐστι δείκνυσιν, ἀλλὰ τοῦτο ὁμολογού‐ μενον λαμβάνουσι πᾶσαι καὶ ἀρχὴν οἰκείαν τίθενται. τί γὰρ μονὰς καὶ τί
5περιττόν, ἡ ἀριθμητικὴ ὑποτίθεται, καὶ γεωμετρία τί σημεῖον καὶ τί γραμμή, καὶ αἱ λοιπαὶ μαθηματικαὶ πᾶσαι ὡσαύτως. ἔτι τῷ μὲν ὅρῳ ἁπλοῦν τὸ δηλούμενον· ὃ δὲ ἡ ἀπόδειξις δείκνυσι, σύνθετον ἤδη καὶ διπλόης ἐχόμενον. πᾶσα μὲν γὰρ ἀπόδειξις ἕτερόν τι καθ’ ἑτέρου κατασκευάζει καὶ κατη‐ γορούμενον κατὰ ὑποκειμένου δείκνυσιν ὑπάρχον ἢ μὴ ὑπάρχον. οὐδαμῇ
10δὲ ὁ ὁρισμὸς ἕτερόν τι κατηγορούμενον καθ’ ἑτέρου τινὸς ὑποκειμένου παρίστησιν· ἐν γὰρ τῷ ζῷον πεζὸν δίπουν ὁρισμῷ τοῦ ἀνθρώπου οὔτε τὸ ζῷον κατηγορεῖται τοῦ δίποδος οὔτε τὸ δίπουν τοῦ ζῴου· ὡσαύτως κἀν τῷ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον καὶ τὰ ἑξῆς, ὁρισμῷ ὄντι τοῦ κύκλου, οὔτε τὸ σχῆμα κατὰ τοῦ ἐπιπέδου κατηγορεῖται οὔτε τὸ
15ἐπίπεδον κατὰ τοῦ σχήματος· οὔτε γὰρ τὸ σχῆμα ἐπίπεδόν ἐστιν οὔτε τὸ ἐπίπεδον σχῆμα. ἔτι ἐκ τῆς τῶν ζητουμένων καὶ ἐν ἐπιστήμῃ γινομένων διαφορᾶς· ὁ μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι ζητεῖ καὶ εὑρίσκει, καὶ τὸ ὑπ’ αὐτοῦ δηλούμενον τὸ τί ἐστι, τῇ δὲ ἀποδείξει τὸ ζητούμενον τὸ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν, ἤγουν τὸ ὑπάρχειν τῷδε τόδε ἢ μὴ ὑπάρχειν. ἕτερον δὲ κατὰ
20γένος τὸ τί ἐστι καὶ ὅτι ἐστί, καθὼς ἐν τῇ τῶν ζητουμένων ἐξετάσει ἐκπέφανται. εἰ οὖν ἕτερα ταυτί, καὶ αἱ πρὸς αὐτὰ ἄγουσαι ἐπιστῆμαι ἕτεραι, καὶ οὐκ ἐνδέχεται μίαν καὶ τὴν αὐτὴν εἰς τὸ τί ἐστιν ἄγειν, καὶ ὅτι ἐστίν, οὔτε ὅρον οὔτε ἀπόδειξιν, ἐπεὶ καὶ καθόλου ἑτέρου ἑτέρα ἐπιστήμη ἐστί. καίτοι ἐνδέχεταί ποτε ἓν καὶ τὸ αὐτὸ διαφόροις ἐπι‐
25στήμαις εἶναι δηλούμενον, ἀλλ’ ὅταν ἡ μὲν μέρος ἡ δὲ ὅλον ἐστίν, ὥσπερ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τῇ τοῦ τριγώνου ἐπιστήμῃ καὶ τῇ τοῦ σκαληνοῦ ἀποδείκνυται· ἀλλὰ μέρος τοῦ τριγώνου τὸ σκαληνόν, καὶ αἱ ἐπιστῆμαι ὡσαύτως. ἀλλ’ οὐχ οὕτως ἔχει πρὸς ἄλληλα ὁρισμὸς καὶ ἀπόδειξις· οὔτε γὰρ μέρος,
30οὔτε ὅλον θάτερον· ὡσαύτως οὐδὲ τὸ ὅτι καὶ τί ἐστιν. οὐδαμῶς ἄρα οὔτε καθόλου οὔτε ἐν μέρει ταὐτὸ καὶ ὡσαύτως τὸ τῷ ὁρισμῷ καὶ τῇ ἀποδείξει δηλούμενον, οὐδὲ ταὐτὸν ὅλως ὁριστὸν καὶ ἀποδεικτόν. ἐκ δὲ τούτων δῆλον ὅτι οὐδὲ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις. ἀλλ’ οὐδ’ ὡς ὅλον καὶ μέρος πρὸς ἄλληλα· εἶχε γὰρ ἂν ὁμοίως καὶ τὰ αὐτοῖς
35ὑποκείμενα.46

47

(1n)

Ἀλλ’ ἆρα εἰ μὴ παντὸς τοῦ αὐτο, ἀλλά τινος τοῦ
2nαὐτο.
3 Τὰς καθόλου προβαλλόμενος ἀποφάνσεις ἐπ’ ἀμφοτέρων τῶν ζητη‐ μάτων ἐπί τε τοῦ εἰ πᾶν τὸ ἀποδείξει γνωστὸν τοῦτο καὶ ὅρῳ καὶ ἐπὶ
5τοῦ ἀνάπαλιν, καὶ ἀνελὼν ὡς καθόλου αὐτὰς μεταβαίνει ἐπὶ μερικήν, καὶ ζητεῖ εἰ ἐνδέχεταί τι ὅρῳ γνωστὸν εἶναι τὸ αὐτὸ καὶ ἀποδείξει ἐπιστητόν, ὡς καὶ τῆς ἐπὶ μέρους ἀναιρουμένης δῆλον εἶναι ὡς οὐδ’ ὅλως τὸ αὐτό τι ὁρισμῷ καὶ ἀποδείξει δυνατὸν ἐπίστασθαι. καίτοι ἐκ τῶν εἰρημένων δέδεικται ὡς καθόλου ἀδύνατον ἐν ταὐτῷ συνδραμεῖν τὰς ἐπιστήμας ἄμφω,
10ὡς τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἐξ ἀμφοτέρων γινώσκεσθαι· ἐκ περιουσίας δ’ οὖν ὡς ἐπ’ ἄλλου παρὰ τὸ καθόλου προβλήματος καὶ ταῦτα λέγεται. φησὶν οὖν ὡς ἀδύνατον καὶ τοῦτό ἐστιν, ἵν’ εἴη τινὸς τοῦ αὐτοῦ ὁρισμὸς καὶ ἀπόδειξις· καὶ τοῦτο δῆλον ποιεῖται ἐκ τοῦ εἰς ζήτησιν προτιθεμένου τῷ ὅρῳ, ὅπερ ἐστὶ τὸ τί ἐστι καὶ ἡ οὐσία. ὁ μὲν γὰρ ὅρος τοῦτο καὶ ζητεῖ
15καὶ δείκνυσι, λέγω δὲ τὸ τί ἐστι καὶ τὴν οὐσίαν, αἱ δ’ ἀποδείξεις οὐχί, ἀλλ’ ἔνθα ἂν αὐτῷ χρήσωνται, οὐχ ὡς ζητούμενον αὐτὸ προτιθέασιν, ἀλλ’ ὑποτίθενται καὶ λαμβάνουσιν ὡς ὁμολογούμενον. προβαίνει δὲ οὕτως ἡ ἐπιχείρησις· πᾶς ὁρισμὸς τοῦ τί ἐστι καὶ τῆς οὐσίας ἐστίν. οὐδεμία ἀπό‐ δειξις τοῦ τί ἐστι καὶ τῆς οὐσίας ἐστίν· οὐδεμία ἄρα ἀπόδειξις οὗ ὁρισμός.
20ἔστι δὲ οὗτος ὁ τρόπος δεύτερος τοῦ δευτέρου σχήματος. πιστοῦται δὲ τὴν ἀποφατικὴν πρότασιν ἐκ τῆς ἐπαγωγῆς. εἰπὼν γὰρ ὅτι φαίνονται πᾶσαι αἱ ἀποδείξεις ὑποτιθέμεναι καὶ λαμβάνουσαι τὸ τί ἐστιν ἐπὶ τὰ καθ’ ἕκαστα παρέπεμψε τὴν διάνοιαν· ταῦτα γάρ ἐστι τὰ φαινόμενα, ἃ καὶ εἰς μέσον παράγει λέγων οἷον αἱ μαθηματικα· ἐν ταύταις γάρ εἰσι κυρίως αἱ
25ἀποδείξεις ὡς τὰ καθ’ αὑτὸ συμβεβηκότα ζητούσαις τοῖς μεγέθεσι καὶ τοῖς ἀριθμοῖς. τί γὰρ μονὰς καὶ τί περιττόν, ἡ ἀριθμητικὴ οὐκ ἀποδείκνυσιν, ἀλλ’ ὑποτίθεται καὶ λαμβάνει, ὡς ἡ γεωμετρία τί σημεῖον καὶ τί γραμμὴ καὶ τί ἐπιφάνεια, καὶ τὰ ἄλλα ὁμοίως. δυνάμει δὲ τοῦτο δέδεικται καὶ ἐν οἷς ἔλεγε πρὸ τούτου ὅτι εἰ οἱ ὁρισμοὶ ἀρχαί, καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι,
30εἰ δὲ μή, εἰς ἄπειρον βαδιεῖται τῶν ἀρχῶν ἀρχὰς ἀεὶ ζητούντων ἡμῶν.
31nἜτι πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσιν.
32 Ἐκ τοῦ κατὰ τὸν ὅρον ζητουμένου τὴν προτέραν ποιησάμενος ἐπι‐ χείρησιν ἕτερον τὸ δι’ ὅρου ἐπιστητὸν τοῦ δι’ ἀποδείξεως ἔδειξε. νῦν δ’
ἀνάπαλιν τίθησιν· τὸ γὰρ τῇ ἀποδείξει ζητούμενον εἰς μέσον παραλαβών,47

48

ἀλλότριον τῆς κατὰ τὸν ὅρον γνώσεως τὸ ἀποδείξει ἐπιστητὸν δείκνυσιν. ὡς εἶναι τὸ μὲν πρὸ τούτου ἐπιχείρημα τῇ δευτέρᾳ ἁρμόζον ζητήσει, ἐν ᾗ ἐζητεῖτο εἰ οὗ ὁρισμός, τούτου παντὸς ἀπόδειξις, τὸ δὲ νῦν λεγόμενον τῇ προτέρᾳ, ἐν ᾗ ἐζητεῖτο εἰ παντὸς οὗ ἀπόδειξις, τούτου καὶ ὁρισμός. ἔστι
5δὲ ὁ συλλογισμὸς τοιοῦτος ‘πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσιν· οὐδεὶς ὁρισμὸς τὶ κατά τινος δείκνυσιν· οὐδεὶς ἄρα ὁρισμὸς ἀπόδειξις. καὶ οὗτος διὰ τοῦ αὐτοῦ καὶ σχήματος καὶ τρόπου. τὰ δὲ λοιπὰ τῆς λέξεως σαφῆ ἐκ τῶν προειρημένων περὶ αὐτῶν.
9nἜτι ἕτερον τὸ τί ἐστι καὶ ὅτι ἐστὶ δεῖξαι.
10 Ἐν μὲν τοῖς πρὸ τούτου δυσὶν ἐπιχειρήμασιν ἰδίᾳ ἑκάτερον ἔθετο, τό τε τῷ ὁρισμῷ καὶ τῇ ἀποδείξει δεικνύμενον, καὶ ἐκ τῆς αὐτῶν ἑτερότητος ἑτέρας καὶ τὰς περὶ αὐτὰ ἐπιστήμας ἔδειξεν, ὡς ἑκατέρα περί τι ἴδιόν ἐστιν, ἀλλ’ οὐχὶ ἥδε περὶ τὸ τῆσδε ἢ ἀνάπαλιν· νῦν δὲ ἀμφότερα ὁμοῦ παρ’ ἄλληλα τίθησι, καὶ ἕτερα εἶναι λαβὼν παρὰ τῆς ἐναργείας αὐτῆς τὰ
15ἑκατέρᾳ ὑποκείμενα ἑτέρας ἀλλήλων καὶ τὰς περὶ αὐτὰ ἐπιστήμας ἐκ τούτου δείκνυσι. καίτοι δοκεῖ μὴ τοῦτο εἶναι τὸ προκείμενον ἐξ ἀρχῆς, ἵν’ ἡ ἀπό‐ δειξις καὶ ὁ ὁρισμὸς ἐπιστῆμαι ἀλλήλων φανῶσιν ἕτεραι, ἀλλ’ ἵνα ὅτι οὐ ταὐτὸ καὶ ἓν ἑκατέρᾳ ἐπιστητόν. ἀλλὰ πρῶτον μὲν ἵν’ ὑπερβολὴν δείξῃ τῆς αὐτῶν ἑτερότητος πρὸς ἄλληλα ὡς τοσοῦτον ἕτερα, ὡς τὴν αὐτῶν
20ἑτερότητα αἰτίαν εἶναι καὶ ταῖς περὶ αὐτὰ ἐπιστήμαις τῆς ἑτερότητος, οὕτω πεποίηκεν. ἔπειτα εἰ αἱ ἐπιστῆμαι ἀλλήλων ἕτεραι οὖσαι δείκνυνται, ἕπεται ἐξ ἀνάγκης ἕτερα ἀλλήλων εἶναι καὶ τὰ ἐπιστητά· αἱ γὰρ ἐπιστῆμαι ἐπιστητῶν ἐπιστῆμαι. καὶ ὥσπερ οὐκ ἐνδέχεται αἰσθήσεις ἑτέρας κατ’ εἶδος ταὐτὸ καὶ ἓν ἔχειν ἴδιον αἰσθητόν, οὕτως οὐδὲ ἐπιστήμας ἐπιστητόν.
25πρὸς δὲ τούτοις καὶ τοῦτο ἐλέγομεν εἶναι τὸ προηγουμένως τῷ λόγῳ προ‐ κείμενον, ἵν’ ἀνέλῃ τὸ δοκεῖν ἓν εἶναι καὶ ταὐτὸν ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ ἐπιστήμην ὁριστικήν τε καὶ ἀποδεικτικήν· ἔδοξε γὰρ ἂν τοῦτο τοῖς ἀκούουσι τούτου λέγοντος ἐν οἷς περὶ τῶν ζητουμένων ἐδίδασκε, ταὐτὸν εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. διὸ καὶ τὸν λόγον συμπληρῶν ταυτὶ
30συνεπέρανεν ἐπίτηδες ὡς ἑτέρα ἀπόδειξις τοῦ τί ἐστι τῆς τοῦ ὅτι ἐστί. προσκείσθω καὶ τέταρτον, ἵνα δείξῃ ὅτι ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα καὶ δι’ ἀλλήλων δείκνυται, καὶ εἰ ἕτερα ταῦτα, καὶ αἱ ἐπιστῆμαι αὐτῶν ἕτεραι, καὶ εἰ ἕτεραι αἱ ἐπιστῆμαι, ἕτερα καὶ αὐτά. Φησὶν οὖν ὅτι ἕτερόν ἐστι δεῖξαι τί ἐστι καὶ ἕτερον ὅτι ἐστίν. ὁ μὲν
35οὖν ὁρισμὸς τί ἐστι δείκνυσιν, ἡ δὲ ἀπόδειξις ὅτι ἐστὶ τόδε κατὰ τοῦδε ἢ48

49

οὐκ ἔστι· καὶ συμπεραίνει ὅτι ὁρισμὸς ἄρα καὶ ἀπόδειξις ἕτερα ἀλλήλων δεικνύουσιν, ὃ παρῆκεν ὡς δῆλον. παρέστησε δὲ διπλῆν οὖσαν τὴν ἑτερό‐ τητα τοῦ δι’ ἀποδείξεως δεικνυμένου πρὸς τὸ δι’ ὅρου, εἴ γε ὁ μὲν ἁπλοῦν δείκνυσι καὶ καταφατικὸν ἀεί, ἡ δὲ σύνθετον καὶ οὐκ ἀεὶ καταφατικόν,
5ἀλλὰ καὶ ἀποφατικὸν ἔστιν οὗ· ταῦτα γὰρ δηλοῦται ἐκ τοῦ ὅτι ἐστὶ τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστιν. Ἑτέρου δ’ ἑτέρα ἀπόδειξις, ἐὰν μὴ ὡς μέρος ᾖ τι τῆς ὅλης. εἴποι δ’ ἄν τις δείκνυσθαι μὲν καὶ τὸ προκείμενον ὅτι ἕτερα ἀλλήλων τὸ δι’ ὅρου δεικνύμενον καὶ δι’ ἀποδείξεως, εἰ καὶ φαίνεται παρεικὼς τὸ συμ‐
10πέρασμα, ἀναφαίνεσθαι δ’ ὥσπερ πόρισμα καὶ τὸ ἑτέρας ἀλλήλων εἶναι τὰς ἐπιστήμας, ὅπερ οὐδὲν ἧττον αὐτῷ εἰ μὴ καὶ μᾶλλον προέκειτο. κατὰ κοινοῦ δὲ τῷ ὀνόματι τῆς ἀποδείξεως κέχρηται ἐπί τε τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδείξεως. τὸ δὲ ἐὰν μὴ ὡς μέρος ᾖ τι τῆς ὅλης αὐτὸς διὰ τῶν ἑξῆς σαφηνίζει. τὸ γὰρ ἰσοσκελὲς εἶδος τοῦ τριγώνου ἐστί, καὶ γένος
15τὸ τρίγωνον τοῦ ἰσοσκελοῦς· ὅλον δέ τι τὸ γένος καὶ μέρος τὸ εἶδος ὡς πρὸς τὸ γένος· εἰ γὰρ καὶ μὴ πᾶν, εἴ τι ὅλον, τοῦτο καὶ γένος ἐστίν, ἀλλ’ ἀληθὲς τὸ τὸ γένος εἶναί πως ὅλον. ὥστε καθ’ αὑτὸ μὲν ἀπόδειξις ἄλλη ἄλλου· εἰ δέ τι εἴη ὡς ὅλον καὶ μέρος, συμβαίη ἂν ἐπὶ τούτων τὴν αὐτὴν εἶναι ἀπόδειξιν, ὡς τῆς τοῦ ὅλου ἀποδείξεως καὶ τὸ μέρος περιεχούσης.
20τοῦτο οὖν ὡς ἔνστασις προσηνέχθη πρὸς τὸ ἑτέρου δ’ ἑτέρα ἀπόδειξις, λέγω δὴ ἡ τοῦ ἰσοσκελοῦς καὶ τοῦ τριγώνου παραγωγή, ἣ λύεται διὰ τοῦ συμβεβηκέναι ὅλον εἶναι καὶ μέρος ἐφ’ ὧν ἡ αὐτὴ ἀπόδειξις γίνεται, καθ’ αὑτὸ μὲν οὖσα τοῦ ὅλου, δι’ ἐκεῖνο δὲ καὶ τοῦ μέρους. ταῦτα δέ, φησί, πρὸς ἄλληλα οὐκ ἔχει οὕτως, τὸ ὅτι ἐστὶ καὶ τί ἐστιν· οὐ γάρ ἐστι θάτερον
25θατέρου μέρος, ἀλλ’ ἕτερά τέ ἐστι καὶ μὴ τεταγμένα ὑπ’ ἄλληλα.
26nΦανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός.
27 Ἐπειδὴ ἰδίᾳ μὲν τὸ μὴ παντός, οὗ ὁρισμός, τούτου εἶναι καὶ ἀπόδειξιν ἔδειξε καὶ ἀνάπαλιν, ἰδίᾳ δ’ αὖθις τὸ μηδενός, διὰ τοῦτο καὶ τοὺς περὶ τούτων συμπληρῶν λόγους καὶ τὴν ἐπὶ τούτοις φέρων κατάστασιν τὰ δύο
30εἴρηκε συμπεράσματα, τό τε μὴ παντὸς καὶ τὸ ἁπλῶς μηδενός. τὸ δὲ ὥστε ὅλως τοῦ αὐτοῦ οὐδενὸς ἐνδέχεται ἄμφω ἔχειν τοῦτο δηλοῖ ὅτι ἀδύνατον ὅλως ἔχειν ἑνός τινος τοῦ αὐτοῦ ὁρισμὸν καὶ ἀπόδειξιν.
33nὭστε δῆλον ὡς οὐδ’ ὁρισμὸς καὶ ἀπόδειξις.
34Τὰ μὲν εἰρημένα δύο συμπεράσματα ὡς μέρος καὶ ὅλον ὑπῆρχε πρὸς
35ἄλληλα· ἡ γὰρ ἐπὶ μέρους ἀπόφανσις μέρος τῆς καθόλου, ὑφ’ ἥνπερ τέτακται,
ὡς μέρους ὄντος τοῦ τινὸς τοῦ ἁπλῶς· τὸ δὲ νῦν, τρίτον ὂν ἐπ’ ἐκείνοις,49

50

ἕτερον πάντῃ ἐκείνων ἐστίν, ἐκ τῶν εἰρημένων ἀναφαινόμενον καὶ αὐτό, ὡς οὔτε ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις οὔτε οὕτως ἔχει πρὸς ἄλληλα, ὡς τὸ μὲν εἶναι μέρος τὸ δ’ ὅλον. τοῦτο γὰρ δηλοῖ τὸ οὔτε θάτερον ἐν θατέρ· ὡς γὰρ ἔχει τὰ ἐπιστητὰ πρὸς ἄλληλα, οὕτως καὶ αἱ ἐπιστῆμαι.
5nΤαῦτα μὲν οὖν μέχρι τούτου διηπορήσθω.
6 Καὶ τοῦ λόγου ἀρχόμενος τοῦ περὶ τοῦ εἰ ταὐτὸν ὁρισμῷ καὶ ἀπο‐ δείξει γινώσκειν ἔστι, καὶ εἰ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις, καὶ νῦν συμ‐ πληρῶν ὡς ἀπορητικῶς τὰ εἰρημένα εἰπὼν τὸν λόγον καθίστησιν, ὅτι μήπω περὶ τῶν προτεθέντων ἀποδεικτικῶς εἴρηκεν, ἀλλ’ ἐπιχειρηματικῶς τε καὶ
10ἀπορητικῶς, ταὐτὸν δὲ εἰπεῖν λογικῶς τε καὶ διαλεκτικῶς. τὸ γὰρ ἀπορεῖν τοῦ διαλεκτικοῦ οἰκειότερον, εἴ γε λογισμῶν ἀντικειμένων μάχη ἡ ἀπορία, τοῦτο δὲ διαλεκτικοῦ ὡς ἐφ’ ἑκάτερα πεφυκότος ἐπιχειρεῖν· ὥστε τὸ δια‐ λεκτικῶς λέγειν ἀπορητικῶς ἐστι λέγειν, καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει. καὶ οὐ τοῦτό φαμεν ὅτι ἐπὶ πάντων ὁ διαλεκτικὸς ἐπιχειρεῖν ἐφ’ ἑκάτερα
15δύναται, ἀλλ’ ὡς ἴδιον αὐτοῦ ἐστι τοῦτο, καὶ ἐφ’ ὧν μὲν ἐνδέχεται, ποιεῖ τοῦτο, ἐφ’ ὧν δὲ μή, οὔ. ἐπὶ γὰρ τῶν ἐπιστημονικῶν τε καὶ ἀναγκαίων χωρεῖ μὲν ἐπιχειρεῖν διαλεκτικῶς ἐκ δοκούντων τινῶν τὰ αὐτὰ συμπεραίνοντα τοῖς ἀποδεικτικῶς συμπεραινομένοις, τὰ δ’ ἐκείνοις ἀντικείμενα οὐδαμῶς· ὅμως μέντοι καὶ ἐπὶ τούτων αἱ λογικαὶ ἐπιχειρήσεις ῥηθεῖεν ἂν λογικαί τε
20καὶ ἀπορητικαί, ὡς κατὰ τὸν τρόπον τοῦ διαλεκτικοῦ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ προβαίνουσαι. πολλοὶ δὲ λόγοι περί τινων λεγόμενοι λογικῶς τῶν ἀποδεικτικῶν εἰσιν ἔγγιστα, οἷς μηδὲν ἐκ τῶν ἀντικειμένων ἐστὶν ἰσχυρότερον, ἀλλ’ οὐδὲ ἴσον κατὰ τὴν δύναμιν· ὁποῖοι λόγοι πολλοὶ καὶ καλοὶ περὶ ἀθανασίας τῆς λογικῆς ψυχῆς εἴρηνται.
25nΤοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπό‐
26nδειξις, ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο.
27 Τέσσαρα ταῦτα περὶ ὁρισμοῦ ζητῆσαι προέθετο, πῶς τὸ τί ἐστι δείκνυται, τίς ὁ τρόπος τῆς ἀναγωγῆς αὐτοῦ πρὸς συλλογισμὸν καὶ ἀπό‐ δειξιν, τί ἐστιν ὁρισμὸς καὶ τίνων. ἀναμεῖναι δὲ μικρὸν τὸν περὶ τούτων
30ἐάσας λόγον ἀναγκαίως μετέβη ἐπὶ ζήτησιν ἑτέραν, ἐν ᾗ ἐζητεῖτο, εἰ ταὐτὸ καὶ κατὰ τὸ αὐτὸ εἰδέναι ἐνδέχεται δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως, ἵν’ ἐκ τούτου φανείη εἰ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις· τοῦ γὰρ ἑνὸς ᾗ ἓν ἡ αὐτὴ ἐπιστήμη. πῶς δὲ τοῦτο ἀναγκαῖόν ἐστι ταῖς περὶ ὅρου ζητήσεσιν; ἐπειδὴ πολλὰ περὶ ἀποδείξεως εἴρηται, ἔμελλε δὲ καὶ περὶ ὅρου λέγεσθαι ἕτερα,
35ἀναγκαῖον ἦν εἰδέναι εἰ περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ λεγόμενα, ὡς ἦν ὑπο‐
νοῆσαι ἐκ τοῦ λόγου οὗ αὐτὸς εἴρηκε προλαβών, ὅτι ταὐτόν ἐστιν εἰδέναι50

51

τὸ τί ἐστιν καὶ διὰ τί ἐστιν, ἢ περὶ ἑτέρου ἐστίν, ὥσπερ εἰ περὶ ζῴου ἐλέγετό τινα πρότερον, εἶτα δὲ περὶ φυτοῦ ἕτερα, ἐρρήθη δὲ ἄμφω ζῆν, κἀντεῦθεν ὑπόνοια ἐδίδοτο μή ποτε ἕν ἐστιν ἄμφω, ὡς καὶ ἀμφοῖν ἁρμόζειν τὰ ἰδίᾳ περὶ ἑκατέρου λεγόμενα, ἀναγκαῖον ἂν ἦν τὴν τούτων δηλῶσαι
5διαφοράν, καὶ ὡς ἀλλήλων ἄμφω αἱ φύσεις διεστήκατον αὗται, ἵν’ εἴη δῆλον ὡς καὶ οἱ ἴδιοι ἑκατέρου λόγοι ἐκείνῳ μόνῳ ἁρμόζουσιν, οὗπέρ εἰσιν ἴδιοι, εἰ καί τινας ἴσως ἔχουσι κοινοὺς καὶ ἀμφοτέροις ἁρμόζοντας. μετὰ τὸ ἱκανῶς τοίνυν περὶ τῶν προειρημένων διαπορῆσαι περὶ τῶν προτεθέντων ζητεῖν ἀπάρχεται, καὶ πρῶτον περὶ τοῦ εἰ ἔστι τοῦ τί ἐστι συλλογισμὸς
10καὶ ἀπόδειξις, ὃ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν περὶ τοῦ ὅρου μελλόντων ζητεῖσθαι προτέτακται. ζητεῖ δὲ εἰ ἔστι τοῦ ὁρισμοῦ συλλογισμὸς καὶ ἀπόδειξις τοῦτο αὐτὸ συμπεραίνουσα ὅτι ὅδε ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι· καὶ δείκνυσι τοῦτο ἀδύνατον. οὐχ ἥκιστα δὲ τῇ περὶ τούτου ζητήσει λυσιτελεῖν ἔοικε τὰ περὶ τῶν προλαβόντων ῥηθέντα, καθὰ δὴ καὶ
15αὐτὸς παρεμφαίνει ἐκ τοῦ λέγειν ὅτι καθάπερ νῦν ὁ λόγος ὑπέθετο. οὐ σμικρὰς γὰρ ἐμφάσεις ἔχει τὰ εἰρημένα πρὸς τὸ μὴ εἶναι τὸν ὁρισμὸν διὰ τῆς ἀποδείξεως συμπεραίνεσθαι. εἰ γὰρ ἀρχαὶ τῶν ἀποδείξεων οἱ ὁρισμοί, πῶς ἂν αἱ ἀποδείξεις τὰς σφετέρας ἀρχὰς ἀποδείξαιεν; καὶ εἰ ἀρχαὶ τῶν ἀποδείξεων οἱ ὁρισμοί, πῶς καὶ ὕστεροι αὐτῶν ἔσονται; τὸ γὰρ
20συμπέρασμα τῆς αὐτὸ περαινούσης ἀποδείξεως ὕστερον. ἀλλ’ οὐδὲ ἅμα ἄμφω, εἴ τις καὶ τοῦτο θήσειεν, ὡς ἐπιστητόν τε καὶ ἐπιστήμη· αἱ γὰρ ἀρχαὶ τῶν ὑπ’ αὐτὰς πρότεραι· καὶ εἰ ἀρχὰς ὄντας τοὺς ὁρισμοὺς αἱ ἀπο‐ δείξεις ὑποτίθενται καὶ λαμβάνουσιν, πῶς ἂν καὶ ἀποδείξαιεν τοὺς αὐτούς; καὶ εἰ ἀρχὰς ὄντας τοὺς ὁρισμοὺς ἀποδείξαιεν, ἐπ’ ἄπειρον ἔσται ἡ ἄνοδος,
25κἀντεῦθεν αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν οὐκ ἔσονται. ὅρα λοιπὸν ὡς καὶ διὰ ταῦτα ἀναγκαῖον ἦν ἐκεῖνα προηπορῆσθαι. πρότερον οὖν δύο τίθησι λήμματα, ἓν μὲν τῷ συλλογισμῷ, ἕτερον δὲ τῷ ὅρῳ ἑπόμενον. φησὶ γὰρ ὅτι συλλογισμὸς τὶ κατά τινος δείκνυσι διὰ τοῦ μέσου, πάντως δὲ καὶ ἡ ἀπόδειξις· εἶδος γὰρ ἡ ἀπόδειξις τοῦ συλλογισμοῦ. πᾶν γὰρ συμπέρασμα
30τὶ κατά τινος ἔχει λεγόμενον, κατηγορούμενον κατὰ ὑποκειμένου, εἴτε κατα‐ φατικῶς εἴτε ἀποφατικῶς. ἔστι δὲ καὶ μέσος ὁ δι’ αὐτοῦ ταῦτα συνάγων εἰς ἕν. τοῦτο οὖν τὸ ἴδιον τοῦ συλλογισμοῦ, ἤδη δὲ καὶ τῇ ἀποδείξει ἐξ ἀνάγκης ὑπάρχον· τοῦ δὲ ὁρισμοῦ ὅτι πᾶς ὅρος ἴδιόν τέ ἐστι καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ὁριστοῦ, κοινωνῶν τῷ μὲν ἁπλῶς ἰδίῳ κατὰ τὸ
35ἀντιστρέφειν, τοῖς δὲ κατηγορουμένοις οὐσιωδῶς, οἷον γένεσι καὶ διαφοραῖς, ὅτε μετὰ τοῦ γένους λαμβάνονται, κατὰ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διαφέρων δὲ ἑκατέρου ᾧ κοινωνεῖ πρὸς θάτερον. τούτων τοίνυν προειλημ‐
μένων ἐπάγει ὡς, εἰ δώσομεν τὸν ὁρισμὸν ἀποδείκνυσθαι, δεῖ τρεῖς ὅρους51

52

ληφθῆναι, μείζω καὶ μέσον καὶ ἐλάττονα· τοῦτο γὰρ εἴληπται τῇ ἀποδείξει ἐξ ἀνάγκης προσὸν ὡς εἴδει συλλογισμοῦ. ἔστιν οὖν ὁ μὲν ἐλάττων ὅρος τὸ ὁριστόν, ὁ δὲ μείζων ὁ ὁρισμός· οὕτω γὰρ πρόκειται δεῖξαι, ὅτι ὅδε ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι. δεῖ τοίνυν, φησί, καὶ τὸν μέσον
5ὁρισμὸν μὲν τοῦ ἐλάττονος, ὁριστὸν δὲ τοῦ μείζονος εἶναι, ἵνα διὰ μέσου τούτου ὁ μείζων συναχθῇ τῷ ἐλάσσονι, ὅτι ὁρισμός ἐστιν αὐτοῦ. καὶ γυμνάζει τὸν λόγον ἐπὶ στοιχείων, ὡς ἔθος αὐτῷ. εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον ὡς ὁρισμὸς αὐτοῦ, δῆλον ὅτι καὶ τοῦ Β καὶ τοῦτο τοῦ Γ, ὡς εἶναι πάντα ἀλλήλων, ἤγουν ἀντιστρέφειν πάντα πρὸς ἄλληλα, καὶ εἶναι τοῦτο
10ἐκείνου ὁρισμὸν καὶ ἐκεῖνο τούτου ὁριστόν· ἄλλως γὰρ οὐκ ἔστιν ἀναγκαίως ἑπόμενον τὸ συμπέρασμα, ἵν’ εἴη ὁ μείζων ὁρισμὸς τοῦ ἐλάττονος, εἰ μὴ διπλῆ τῶν ὅρων ἡ λῆψις γένηται. οὐ γὰρ ἁπλῶς ὑπάρχειν ζητοῦμεν τὸν μείζονα τῷ ἐλάττονι, ἀλλὰ τὸ ὡς ὅρον ὑπάρχειν· οὐκ ἂν δὲ οὕτως ὑπάρχοι, εἰ μὴ καὶ τῷ μέσῳ οὕτως εἴη καὶ ὁ μέσος ὡσαύτως τῷ ἐλάττονι. τὸ γὰρ
15οὕτως ἢ οὕτως ὑπάρχειν λέγεσθαι τῷδε τόδε κατὰ τρόπον ἐστὶ λεγόμενον, καὶ οὗπερ ἂν τρόπου αἱ προτάσεις ἄμφω οὖσαι τυγχάνοιεν, τοῦ αὐτοῦ δεῖ ὑπάρχειν καὶ τὸ συμπέρασμα· ὡς μὴ ἐνδέχεσθαι τῆς μιᾶς οὔσης ἀνομοιο‐ τρόπου τῇ ἑτέρᾳ ἄλλως ἔχειν τὸ συμπέρασμα ἀλλ’ ἢ τῇ χείρονι ἕπεσθαι, ἤγουν τῇ ἁπλῶς καὶ μὴ ὡς ὅρον ἐχούσῃ τὸν κατηγορούμενον τῷ ὑπο‐
20κειμένῳ ὑπάρχοντα, ὡς δέον πανταχοῦ τῇ χείρονι τῶν προτάσεων τὸ συμπέρασμα ἕπεσθαι καθ’ ὃν ἂν τρόπον αὐτῇ τὸ χείρονι εἶναι πρόσεστιν, εἴτε κατὰ ποσὸν εἴτε κατὰ ποιὸν εἴτε κατὰ τρόπον. ὃ γὰρ Ἀριστοτέλης περὶ τῆς μείζονος λέγει ἀναγκαίας, ὡς αὐτῇ ἑπομένου τοῦ συμπεράσματος, κἂν ᾖ ἡ ἐλάττων ὑπάρχουσα, οὐδενὶ ἀρέσκει τῶν μετ’ αὐτὸν ὡς οὐχ
25οὕτως ἐγχωροῦν ἐν τοῖς πράγμασι. δεῖ τοίνυν καὶ τὸ Α ὅρον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ, καὶ οὕτως ἔσται τὸ Α ὅρος τοῦ Γ. ἴδωμεν δὲ τὸ λεγό‐ μενον κἀπὶ τῶν πραγμάτων, ἵν’ εἴη καὶ ἐκ τούτων δῆλον ὅτι καὶ ἐπ’ ἀμφοτέρων ἀναγκαῖον εἶναι τῶν διαστημάτων τὸ τί ἐστιν, εἰ μέλλει ὁ ὁρισμὸς ἀποδείκνυσθαι. ἔστω τὸ Α οὐσία ἔμψυχος αἰσθητική, τὸ Β ζῷον,
30τὸ Γ ἄνθρωπος. οὐ δὴ ὁρισμὸς τοῦ ἀνθρώπου τὸ οὐσία ἔμψυχος αἰσθητική ἐστιν, ἀλλὰ κατηγορηθήσεται μέν, οὐχ ὡς ὅρος δέ, ἐπεὶ μηδὲ ἴδιον μηδὲ ἀντιστρέφει. εἴληπται δὲ τὸν ὅρον ἴδιον εἶναι καὶ ἐν τῷ τί ἐστι. καὶ οὕτω μὲν μὴ ἐχούσης τῆς ἐλάττονος τὸ τί ἐστιν· ἔστω δὴ τὸ ἀνάπαλιν, καὶ τὸ μὲν Α οὐσία, τὸ δὲ Β οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ Γ ζῷον.
35οὐ δὴ ἔσται ἡ οὐσία ὅρος τοῦ ζῴου. πάλιν ἔστων μὲν ὁρισμοὶ ἄμφω, οὐ μὴν ἀλλήλων τε ἰδίᾳ καὶ τοῦ ἐλάττονος, οὐδὲ οὕτω τὸ προκείμενον συν‐
αχθήσεται· ἔστω γὰρ τὸ μὲν Α οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ Β ζῷον52

53

πεζὸν δίπουν, τὸ δὲ Γ ἄνθρωπος. τὸ οὖν οὐσία ἔμψυχος αἰσθητικὴ κατη‐ γορηθήσεται μὲν τοῦ Γ, οὐ μὴν ἔσται ὅρος αὐτοῦ οὐδὲ ἴδιον. δῆλον ἄρα ἐκ τούτων ὅτι δεῖ τὰ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν κατηγορούμενα ὅρους εἶναι τούτων ὧνπερ κατηγοροῦνται, εἰ δι’ ἀποδείξεως δοίημεν τὸν ὅρον
5εὑρίσκεσθαι. ἀλλ’ εἰ ταῦθ’ οὕτως ἔχει, πρὸ τῆς ἀποδείξεως ἔσται τὸ τί ἐστι λαμβανόμενον ὡς μέσος ὅρος. εἰ γὰρ ὁρισμοὶ τὰ ἐν ταῖς προτάσεσιν ἄμφω κατηγορούμενα, τὸν μὲν μείζονα ὅρον ἔστι λέγειν ὡς διὰ μέσου τινὸς συνάγεται· περὶ δέ γε τοῦ μέσου οὐδὲν ὅλως ἔσται εἰπεῖν ἢ ὅτι αὐτόθεν ὅρος ἐστὶ λαμβανόμενος τῷ ἐσχάτῳ, ὅπερ ἦν τὸ ζητούμενον. τοῦτο δὲ καὶ ἐπὶ
10τῶν πραγμάτων δείκνυσι τὸ Γ μὲν ἤτοι τὸ ὁριστὸν τὸν ἄνθρωπον θέμενος, τὸ δὲ Α ἤτοι τὸν περὶ αὐτοῦ ἀποδειχθῆναι ζητούμενον ὁρισμὸν τὸ ζῷον δίπουν εἴθ’ ὅ τις ἕτερον βούλοιτο· εἰ οὖν τὸ Β μέσον λαβὼν διὰ τούτου τὸ Α ἤτοι τὸ ζῷον δίπουν ἢ ἄλλο τι κατὰ τοῦ Γ τοῦ ἀνθρώπου μέλλει συνάξαι, ἔσται τὸ μὲν Α τὸ ζῷον δίπουν κατὰ τοῦ Β κατηγορούμενον, ὡς
15μὴ ἐνὸν ἄλλως ἢ δι’ αὐτοῦ ἐκεῖνο κατὰ τοῦ Γ τοῦ ἀνθρώπου συναγαγεῖν, ἔσται δὲ καὶ τὸ Β λόγος τις ἕτερος μέσος ἀμφοῖν τῶν ἄκρων τιθέμενος καὶ δι’ ἑαυτοῦ ταῦτα συνάγων εἰς ἕν· ἔσται ἄρα κἀκεῖνο ἤτοι τὸ Β τί ἐστιν ἄνθρωπος, καὶ ἰδοὺ ἐπὶ τοῦ μέσου, ταὐτὸν δὲ εἰπεῖν ἐπὶ τοῦ κατη‐ γορουμένου ἐν τῇ ἐλάττονι προτάσει, λαμβάνεται τὸ ζητούμενον. ὁ γὰρ
20ὁρισμὸς ἐζητεῖτο, εἴληπται δὲ οὗτος αὐτόθεν τοῦ ἀνθρώπου κατηγορούμενος· μᾶλλον δὲ καὶ οὗτος κυρίως ὅρος, μὴ διὰ μέσου τινὸς ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ παριστῶν τὴν οὐσίαν τοῦ πράγματος. ἐπεὶ δὲ ἀπόδειξις προηγουμένως μὲν ἡ ἐκ πρώτων καὶ ἀμέσων συνισταμένη, λέγομεν δὲ ἀπόδειξιν κἀκείνην τὴν ἐκ τοιούτων συνισταμένην ἃ ἐκ πρώτων καὶ ἀναποδείκτων ἀποδείκνυται,
25ἐπὶ τοῦ ὁρισμοῦ εἰ μέλλει τις ποιεῖσθαι ἀπόδειξιν, πρῶτα δεῖ τοῦτον καὶ ἄμεσα λαβεῖν, καὶ ἐπὶ τοιούτων σκοπεῖν εἰ ἐνδέχεται ὁρισμὸν ἀποδείκνυσθαι. μεταξὺ γὰρ ὁρισμοῦ τε καὶ ὁριστοῦ οὐδὲν ἐνδέχεται εἶναι, ὥστ’ ἐπεὶ τὸν μέσον ὁρισμὸν εἶναι δεῖ λαβεῖν τοῦ ἐλάττονος, δεῖ τοῦτον ἀμέσως κατη‐ γορεῖσθαι, καὶ τούτου αὖθις τὸν μείζονα. ἄλλως τε εἰ τὰ καθ’ αὑτὰ συμ‐
30βεβηκότα διὰ πρώτων καὶ ἀμέσων ἀποδείκνυται, πολλῷ μᾶλλον τὸ τί ἐστι παντὸς οὑτινοσοῦν, εἰ ἀποδείκνυται, διὰ τοιούτων ἀποδειχθήσεται, παντὸς οὑτινοσοῦν ἑτέρου οἰκειότατον ὑπάρχον τῷ πράγματι. γίνεται δὲ καὶ ὃ λέγομεν φανερώτερον, εἰ οὕτως ποιήσομεν· δῆλον γὰρ ἔσται οὕτως ὅτι ὃ δεῖ δεῖξαι, τοῦτο λαμβάνομεν. εἰ γὰρ τὸ ζῷον λογικὸν θνητόν, εἰ τύχοι,
35μέσον ληψόμεθα, καὶ οὐκ ἀμέσως τοῦτο τοῦ ἀνθρώπου κατηγορήσομεν, ἀλλά τι ληψόμεθα μεταξύ, οἷον τὸ γελαστικόν, ὑπονοήσειεν ἄν τις ὅτι οὐκ αὐτόθεν τὸ ζητούμενον εἴληπται. ἀλλ’ οὐδεμία χρεία τοῦ γελαστικοῦ πρὸς
τὸ κατηγορηθῆναι τοῦ ἀνθρώπου τὸ αὑτοῦ τί ἐστι, οὐδὲ δεῖ ἑτέρου τινὸς εἰς53

54

τοῦτο. τὸ αὐτὸ δὲ ἁμαρτάνουσι καὶ οἱ ἀντιστρέφοντας λόγους πρὸς ἀλλήλους λαμβάνοντες, κἀντεῦθεν ὁρισμὸν ἀποδεικνύναι οἰόμενοι· τὸ ἐξ ἀρχῆς γὰρ αἰτοῦνται καὶ οὗτοι λαμβάνοντες ὡς ὁμολογούμενον τὸ ζητούμενον, οἷον ὥσπερ ἐποίει Ξενοκράτης· δεῖξαι γὰρ βουλόμενος εἶναι τὴν ψυχὴν ἀριθμὸν
5αὐτὸν ἑαυτὸν κινοῦντα, ἔλαβε πρότερον εἶναι τὴν ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ’ αὖθις ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, καὶ οὕτω συνεπέραινε τὴν ψυχὴν εἶναι ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα. οὕτως οὖν ποιῶν ἐξ ἀνάγκης αἰτεῖται τὸ ἐν ἀρχῇ προτεθὲν εἰς ζήτησιν. εἰ γὰρ ἀντιστρέφει ἡ ψυχὴ πρὸς τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, ταὐτόν ἐστι τούτῳ,
10καὶ ταὐτόν ἐστι λαβεῖν κατὰ τούτου τὸ ἀριθμὸν εἶναι αὐτὸν ἑαυτὸν κινοῦντα καὶ κατὰ τῆς ψυχῆς. ὥστε καὶ ὅτε ἐλάμβανε τὸ ἀριθμὸν αὐτὸν αὑτὸν κινοῦντα κατὰ τοῦ αἰτίου αὐτοῦ ἑαυτῷ τοῦ ζῆν, κατὰ τῆς ψυχῆς ἐλάμβανεν. ἦν δὲ τὸ ἐν ἀρχῇ, εἰ ἡ ψυχὴ ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν· ὥστε δῆλον ὅτι τὸ ἐν ἀρχῇ εἴληφεν. εἰ δὲ μὴ ἀντιστρέφει τὸ ἀριθμὸς αὐτὸς
15ἑαυτὸν κινῶν πρὸς τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, ἀλλ’ ἕπεται ἁπλῶς, καὶ τοῦτο αὖθις τῇ ψυχῇ, οὐκ ἔσται τὸ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν τὸ τί ἦν εἶναι τῇ ψυχῇ, ἀλλ’ ἀληθές ἐστιν εἰπεῖν μόνον ὅτι ἐστὶν ἡ ψυχὴ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν, οὐ μὴν δὲ καὶ ὁρισμός ἐστιν αὐτῆς τοῦτο. οὐ προέκειτο δὲ δεῖξαι τὸ μόνον ὑπάρχειν ἀλλὰ τὸ οὕτως ὑπάρχειν, ἤτοι ὡς ὁρισμόν.
20καὶ οὐ μόνον ἐπὶ τούτων τῶν εἰρημένων, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς οὕτως ἕξει. εἰ γὰρ τὸ Α ὁρισμὸς τοῦ Β καὶ τοῦτο τοῦ Γ, ἔσται τὸ Α ὁρισμὸς τοῦ Γ, καὶ ᾔτηται οὕτω τὸ ἐν ἀρχῇ. ταὐτὸν γὰρ τὸ Β τῷ Γ, εἰ ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα, καὶ ταὐτόν ἐστι λαβεῖν τὸ Α κατὰ τοῦ Β καὶ κατὰ τοῦ Γ· ὥστε ὅτε ἐλαμβάνομεν τὸ Α κατὰ τοῦ Β, καὶ κατὰ
25τοῦ Γ ἐλαμβάνομεν, ἀντιστρεφόντων ἀλλήλοις τῶν ΒΓ, καὶ οὕτως ᾐτούμεθα τὸ ἐν ἀρχῇ· οὐ γὰρ ὡς τὰ τυχόντα τῶν ἀντιστρεφόντων τὰ ΒΓ λαμβάνομεν, ἀλλ’ ὡς ὁρισμόν τε καὶ ὁριστόν. οὐ μόνον δέ, ἀλλὰ καὶ ὅτε τὸ Β ὁρισμὸν ὄντα κατὰ τοῦ Γ λαμβάνομεν, τὸ ἐν ἀρχῇ αἰτούμεθα, εἰ ὡς ὁρισμὸν τοῦ Γ τὸ Β κατηγοροῦμεν· ζητουμένου γὰρ ὁρισμοῦ τοῦ Γ εἴληπται τὸ Β
30ὁρισμὸς τοῦ Γ. εἰ δὲ μὴ ὡς ὁρισμοὶ ἀλλ’ ὡς ἀκολουθοῦντα ἁπλῶς λαμ‐ βάνονται τὸ μὲν Α τῷ Β, τὸ δὲ Β τῷ Γ, οὐκ ἔσται ὁρισμὸς τὸ Α τοῦ Γ, ἀλλ’ ἔσται μόνον αὐτῷ· καὶ τοῦτο οὐ μόνον ἐπὶ τῶν ἐν ὑποκειμένῳ καὶ ἐν ἑτέρῳ τὸ εἶναι ἐχόντων εὑρήσομεν, ἀλλὰ καὶ ἐπὶ τῶν οὐσιῶν καὶ οὐσιωδῶς λεγομένων κατά τινων, ὧν ἕκαστον ὅπερ τί εἶναι λέγεται καὶ
35αὐτὸ καὶ τὸ αὐτῷ ὑποκείμενον ὅπερ ἐκεῖνο τί ἐστιν. οὐ γὰρ πᾶν τὸ54

55

οὐσιωδῶς λεγόμενον κατά τινος καὶ τί ἐστιν ἐκεῖνο ἔστι· σχολῇ γ’ ἂν τὸ μὴ ὡς μέρος ὂν ἔν τινι καὶ χωρὶς τοῦ ἐν ᾧ ἐστι μὴ εἶναι δυνάμενον. τί δέ ἐστιν ὅ φημι; τὸ γὰρ ζῷον οὐσία ὂν ὅπερ τί ἐστι, τοῦτ’ ἔστιν οὐσία. ἡ γὰρ οὐσία τί καὶ τὸ τί οὐσία, τῶν δ’ ἄλλων οὐδέν ἐστι τί, ὅσα παρὰ τὴν
5οὐσίαν, ἀλλ’ ἢ ποιὸν ἢ ποσὸν ἤ τις ἄλλη τῶν κατηγοριῶν. ὅ τε οὖν λόγος τοῦ ζῴου κατηγορεῖται καὶ τοὔνομα κατὰ τοῦ ἀνθρώπου, καὶ ὁ λόγος δὲ τοῦ ζῴου κατὰ τοῦ λόγου τοῦ ἀνθρώπου· ἀλλ’ οὔτε ὁ λόγος τοῦ ζῴου διὰ ταῦτα ὁρισμός ἐστι τοῦ ἀνθρώπου οὔτε τὸ ζῷον, οὐδὲ ἕν ἐστιν οὔτε τὸ ζῷον καὶ ὁ ἄνθρωπος οὔτε ὁ λόγος τοῦ ζῴου καὶ ὁ λόγος τοῦ ἀνθρώπου,
10οὔτε ἔτι ὁ λόγος τοῦ ζῴου τῷ ἀνθρώπῳ. ὑπάρχει τε ὁ ὁρισμὸς τοῦ ζῴου καὶ τὸ ζῷον τῷ τε λόγῳ τοῦ ἀνθρώπου καὶ τῷ ἀνθρώπῳ, ἀλλ’ οὐχ ὡς ὁρισμοί. εἰ γὰρ καὶ ἐν τῷ τί ἐστι κατηγοροῦνται, ἀλλ’ οὐχὶ καὶ ἰδίᾳ· ὑπέκειτο δ’ ἐξ ἀρχῆς ἄμφω ἔχειν τὸν ὁρισμόν. ἃ οὖν ἐν τῷ περὶ ὁρισμοῦ συλλογισμῷ λαμβάνει τις κατηγορούμενα, ἢ ὡς ὁρισμοὺς κατηγορού‐
15μενα ταῦτα λήψεται ἢ οὔ. εἰ μὲν οὖν οὐ λήψεται, οὐδὲ ὁρισμὸν εἶναι τὸ Α τοῦ Γ συμπερανεῖ· εἰ δὲ λήψεται, τὸ ἐν ἀρχῇ αἰτήσεται πρὸ τῆς ἀπο‐ δείξεως εἰληφὼς τὸ ζητούμενον, λέγω δὴ τὸ εἶναι ὁρισμὸν τοῦ Γ τὸ Α· ἀμφοτέρως δὲ ἀνάγκη μὴ ἀποδεδεῖχθαι τὸν ὁρισμόν.
19nΤοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπόδειξις.
20 Τὸ πρότερον τοῦτο τῶν προβλημάτων ὧν περὶ ὁρισμοῦ ζητῆσαι ὑπέ‐ σχετο, εἰ ἔστιν ἀπόδειξις ὁρισμοῦ ἢ οὐκ ἔστιν. ἐπειδὴ δὲ δεικνύων ἔναγχος ἕτερα ἀλλήλων εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ ἕτερα τὰ ὑπὸ τούτων δεικνύμενα, ἐν ὑποθέσεως τάξει τὸ ἄλλο εἶναι παρὰ τὸ τί ἐστι τὸ τῇ ἀπο‐ δείξει δεικνύμενον ἔλαβεν, ὅτε ἔλεγεν ὅτι ὁ ὁρισμὸς μὲν τὸ τί ἐστι δείκνυσι
25τὸ δὲ διὰ τί ἐστιν ἡ ἀπόδειξις, διὰ τοῦτο εἰπὼν ἢ οὐκ ἔστι, καὶ ἀπο‐ φήσας τὸ ὁρισμοῦ εἶναι ἀπόδειξιν, ἐπήνεγκε καθάπερ νῦν ὁ λόγος ὑπετί‐ θετο. ὁπότε γὰρ ἔλεγε μὴ τοῦ τί ἐστιν εἶναι ἀλλὰ τοῦ διὰ τί ἐστι τὴν ἀπόδειξιν, μὴ ἀποδείκνυσθαι πάντως τὸν ὁρισμὸν ὑπέθετο· εἰ γὰρ ἕτερα γένη ζητημάτων καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένα τὸ τί ἐστι καὶ διὰ τί ἐστι,
30τοῦ δὲ διὰ τί ἐστιν ἡ ἀπόδειξις οὖσα καὶ οὐχὶ τοῦ τί ἐστι, πῶς τὸν ὁρισμὸν ἀποδείξει ὄντα τὸ τί ἐστιν; οὐκ ἂν δὲ εὐλόγως ταὐτὸν εἶναι τῷ προτέρῳ τοῦτο τὸ πρόβλημα δόξειεν, ὥστε καὶ οἴεσθαί πως ἤδη δεδεῖχθαι τὸ νῦν προκείμενον διά τινων ἐπιχειρήσεων, ἃς ἐπὶ τοῦ προλαβόντος
παρέλαβεν, οἷον ὁρισμοῦ μὲν τὸ τὴν οὐσίαν δεικνύναι, ἀποδείξεως δ’ οὔ,55

56

ἀλλὰ τὸ ὑποτίθεσθαι μὲν αὐτήν, διὰ δ’ αὐτῆς ἄλλο τι δεικνύειν, καὶ ὅτι ἀρχὴ ἀποδείξεως ὁ ὁρισμός, ἡ δὲ ἀρχὴ ἀναπόδεικτος, καὶ τὰ τοιαῦτα. ἐκεῖ μὲν γὰρ ἐζητεῖτο, εἰ τὸ αὐτὸ γινώσκειν δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως δυνατόν· νῦν δὲ ζητεῖται, εἰ ἔστιν ἀποδεῖξαι τὸν ὁρισμὸν ὅτι ἐκείνου ἐστὶν
5ὁρισμός, οὗ ὁρισμὸς εἶναι λέγεται, οἷον τὸ ζῷον λογικὸν θνητὸν ὅτι ὁρισμὸς τοῦ ἀνθρώπου ἔστιν. ἕτερον δέ ἐστι τὸ ζητεῖν εἰ πρὸς τὸ αὐτὸ ἄμφω φέρουσιν, καὶ εἰ θάτερον ὑπὸ θατέρου δεικνύεται.
8nὉ μὲν γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ
9nμέσου.
10 Τὰ δύο ταῦτά ἐστι λήμματα, καθάπερ εἴρηται πρότερον, ἃ δὴ ἐξ ἀνάγκης εἴληφε χρήσιμα αὐτῷ ἑπόμενα πρὸς τὸ ἀνασκευάσαι τὸν λέγοντα λόγον τὸν ὁρισμὸν ἀποδείκνυσθαι· ὅσων δὲ δεῖ πρὸς σαφήνειαν τῆς λέξεως, ταῦτα εἴρηται πρότερον. τὸ δὲ ταῦτα δὲ ἀνάγκη ἀντιστρέφειν διττῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ τούτοις συντάξαι δεῖ ἢ τοῖς ἐφεξῆς ἐπιφερομένοις.
15εἰ μὲν οὖν τούτοις, τοῦ δευτέρου λήμματος ἔστι μέρος, ὡς ἀναγκαῖον ὂν ἀντιστρέφειν τὰ ἐν τῷ τί ἐστι καὶ ἴδια. ὡς γὰρ εἴρηται, πολλὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ οὐκ ἀντιστρέφει, ὡς τὰ γένη καὶ αἱ διαφοραί, πολλὰ δὲ ἀντιστρέφει καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς τὰ ἁπλῶς ἴδια. οἱ δὲ ὁρισμοὶ ἄμφω ἔχοντες, τό τε ἐν τῷ τί ἐστι λέγεσθαι καθ’
20ὧν λέγονται, τό τε ἴδιον εἶναι, τῶν μὲν τῷδε τῶν δὲ τῷδε διενηνόχασι. καὶ δῆλον μὲν ἦν ἐκ τοῦ εἰπεῖν ἴδιον εἶναι τὸν ὁρισμὸν ὅτι καὶ ἀντιστρέφει· ὅμως δὲ προσέθετο καὶ τοῦτο ὡς ἐπισημαινόμενος· ἔσται γὰρ χρήσιμον τοῖς ἑξῆς. καὶ εἰ οὕτως τὴν τοῦ λόγου ληψόμεθα σύνταξιν, τὸ εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον ἐφεξῆς λεγόμενον οὐχ ὡς κατασκευῆς πρὸς τὸ προλαβὸν
25ἐπιφερομένης τὸν γάρ ἕξει σύνδεσμον, ἀλλ’ ὡς ἐκείνου μὲν τοῦ λόγου ἀπηρτισμένου, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἑτέρου ἐπαγομένου τὸ γάρ ἀντὶ τοῦ δέ ἢ ἀντὶ τοῦ δή, ὡς παραπληρωματικὸν ἔχοντος. εἰ δὲ μέχρι τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται τὰ λήμματα ἀπαρτίζοιτο, εἴη ἂν τὸ ταῦτα δὲ ἀνάγκη ἀντιστρέφειν τοιαύτης ἐννοίας ἐχόμενον· ‘ταῦτα δὲ τὰ εἰς
30κατασκευὴν καὶ ἀπόδειξιν τοῦ ὁρισμοῦ λαμβανόμενα ἀνάγκη τοιαῦτα εἶναι οἷα καὶ ἀντιστρέφειν πρὸς ἄλληλα.‘ εἶτα ἕξει τὸ ἑξῆς κατασκευαστικῶς ἐπαγόμενον.
33nΕἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον, δῆλον ὅτι καὶ τοῦ Β, καὶ
34nτοῦτο τοῦ Γ, ὥστε πάντα ἀλλήλων.
35Ἀντιστρέψουσι, φησί, πρὸς ἀλλήλους πάντες οἱ ὅροι οἱ ἐν τῇ ἀποδείξει
τοῦ τί ἐστι λαμβανόμενοι· εἰ γὰρ τὸ Α, ὁ μείζων ὅρος, οὕτως κατὰ τοῦ56

57

Γ συνάγεται τοῦ ἐσχάτου ὡς ἴδιον ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ αἱ προτάσεις ἄμφω τοιαύτης ἕξονται κατηγορίας, καὶ τὰ ἐν αὐταῖς ἀμφοτέραις κατηγορούμενα ὡς ἴδια ἀλλήλων καὶ ἐν τῷ τί ἐστιν ἔσονται, καὶ οὕτως ἔσται πάντα ἀλλήλων ὡς πρὸς ἄλληλα ἀντιστρέφοντα.
5nἈλλὰ μὴν καὶ εἰ τὸ Α ἐν τῷ τί ἐστιν ὑπάρχει παντὶ
6nτῷ Β, καὶ καθόλου τὸ Β παντὸς τοῦ Γ ἐν τῷ τί ἐστι λέγεται,
7nἀνάγκη καὶ τὸ Α ἐν τῷ τί ἐστι τοῦ Γ λέγεσθαι.
8 Ὥσπερ ἀπευθύνας τὸν λόγον τῆς τοῦ ὁρισμοῦ ἀποδείξεως ὡς οὕτω προβαίνειν ὀφειλούσης, ἵν’ ὅροι ἄμφω τὰ κατηγορούμενα εἴη, τὸ μὲν ἐν
10τῇ μείζονι τὸ δ’ ἐν τῇ ἐλάττονι, καὶ τὰ τρία ἀντιστρέφοι πρὸς ἄλληλα, πλέκει νῦν τὴν δῆθεν ἀπόδειξιν ἐξ ὁρισμῶν δύο καὶ ἑνὸς ὁριστοῦ τὴν σύστασιν ἔχουσαν. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· λοιπὸν εἰ τὸ Α ὁρισμὸς τοῦ Β καὶ τὸ Β τοῦ Γ, ἀνάγκη τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ. εἰ γὰρ τὸ ἐν τῷ τί ἐστιν ὑπάρχειν τὸ Α παντὶ τῷ Β τὸ ὁρισμὸν εἶναι αὐτοῦ
15ἐστι, καὶ τὸ λέγεσθαι καθόλου τὸ Β παντὸς τοῦ Γ ἐν τῷ τί ἐστι τὸ ὡς ὁρισμὸν αὐτοῦ κατηγορεῖσθαί ἐστιν, ἀνάγκη καὶ τὸ Α τοῦ Γ ἐν τῷ τί ἐστιν λέγεσθαι ἤτοι ὡς ὁρισμὸν αὐτοῦ λέγεσθαι, ὅπερ ἐστὶ τὸ συμπέρασμα.
18nΕἰ δὲ μὴ οὕτω τις λήψεται διπλώσας.
19Εἰ μέλλει, φησίν, ἀναγκαίως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς κατὰ συλλο‐
20γιστικὸν οὕτω σχῆμα συνάγεσθαι, ὡς μείζων διὰ μέσου συναπτόμενος τῷ ἐλάττονι, δεῖ καὶ ἄμφω τί ἐστι καὶ ὁρισμοὺς ληφθῆναι τόν τε μείζω καὶ τὸν μέσον. εἰ γάρ τις μὴ οὕτω λήψεται διπλώσας, τουτέστι διπλῇ ὁρι‐ σάμενος, ἤτοι δύο ὅρους ἐφεξῆς λαβὼν ἔν τε τῇ μείζονι καὶ τῇ ἐλάττονι προτάσει, ἄλλως οὐκ ἔσται συνάγειν ἐξ ἀνάγκης τὸ τί ἐστιν, οὐδὲ ἀπο‐
25δειχθήσεται τὸ Α ὁ μείζων ὅρος κατὰ τοῦ ἐλάττονος ἐν τῷ τί ἐστι καὶ ὡς ὁρισμὸς αὐτοῦ κατηγορούμενος· οἷον εἰ τὸ μὲν Α κατηγορεῖται τοῦ Β ἐν τῷ τί ἐστιν, ἤγουν ὡς ὁρισμός, τὸ δὲ Β καθ’ ὅσων ἂν λέγοιτο, μὴ ἐν τῷ τί ἐστι λέγεται, τουτέστι τὸ δὲ Β, ὅπερ ἐστὶ τὸ μέσον, λέγεται μὲν κατὰ τοῦ ἐλάττονος, ὅπερ ἐστὶ τὸ Γ, μὴ μέντοι ἐν τῷ τί ἐστιν, ἤγουν ἐν
30τάξει τοῦ τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὡς τί ἐστι καὶ ὁρισμός. εἴρηται γὰρ καὶ πρότερον ὅτι ὥσπερ ἐν ταῖς μετὰ τρόπου προτάσεσιν ἢ τοῦ αὐτοῦ τρόπου δεῖ ἀμφοτέρας εἶναι, ἵνα καὶ τὸ συμπέρασμα ὁμοιότροπον αὐταῖς
συναχθήσεται, ἢ εἰ χείρονος ἡ ἑτέρα τρόπου, τῇ τοῦ χείρονος ἕψεται ἢ57

58

μικτὸν ἐξ ἀμφοῖν ἔσται, ὡς ἐπὶ τοῦ κατὰ τὸν τέταρτον διορισμὸν ἐνδεχομένου, ἀλλὰ [τοῦ] μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, τῇ δὲ κρείττονα τρόπον ἐχούσῃ οὐδέποτε μόνῃ κατὰ τὸν τρόπον ἕπεται τὸ συμπέρασμα, ἵνα μὴ κρεῖττον τοῦ αἰτίου τὸ αἰτιατὸν γένηται, τῆς προτάσεώς φημι τὸ συμπέρασμα, τὸν
5αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει. δύο γὰρ προτάσεων οὐσῶν, ἐξ ὧν ὁ ὁρισμὸς μέλλει κατὰ τοῦ ὁριστοῦ ἀποδείκνυσθαι, ἢ ἄμφω ἕξουσιν ὁρισμοὺς τὰ κατηγορούμενα ἢ τῇ μὴ ὁρισμὸν ἐχούσῃ τὸ συμπέρασμα ἕψεται, ἢ ἀμφοτέρων μεθέξει. εἰ μὲν οὖν ἐν ἀμφοτέραις ὁριστικῶς ἔσται κατηγο‐ ρούμενον τὸ κατηγορούμενον, τοῦτο ἔσται ὃ λέγομεν· εἰ δ’ ἡ ἑτέρα μὴ ἕξει,
10ταύτῃ ἕψεται ὡς χείρονι· αὕτη γὰρ χείρων τῆς ἐχούσης. εἰ δὲ μὴ ἁπλῶς ὁρισμὸς ἀλλὰ πῇ τὸ ἀποδεικνύμενον ὡς ἐν ἀμφοτέραις ἑπόμενον, οὐδ’ οὕτως ὁρισμός. δεῖ ἄρα ἀμφοτέρας ἔχειν τί ἐστι τὰ κατηγορούμενα, εἰ μέλλει ὁρισμὸς ἀποδείκνυσθαι, ὅπερ ἔδει δεῖξαι.
14nΤὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει.
15 Τὸ δέ ἐνταῦθα ἢ ἀντὶ τοῦ γάρ ἢ ἀντὶ τοῦ δή. εἰ μὲν ἀντὶ τοῦ γάρ, ἐπὶ πλέον ἔσται τοῦ λεγομένου ἐπιβεβαίωσις, οἷον ὅτι δεῖ γὰρ ἔχειν ἄμφω ἢ τοὺς ὅρους ἢ τὰ διαστήματα τὸ τί ἐστιν. εἰ δὲ ἀντὶ τοῦ δή, ὡς συμ‐ πέρασμα νοήσομεν τὸ λεγόμενον· λοιπὸν ἕξει ἄμφω τὸ τί ἐστιν ἐφ’ ὧν ἐπιφέρεται· ἔσται ἄρα καὶ τὸ Β κατὰ τοῦ Γ τὸ τί ἐστι. τὸ μὲν γὰρ Α
20ὅτι ἐστὶν ὁρισμός, οὐδὲ λόγου δεῖ πρὸς παράστασιν· τοῦτο γάρ ἐστι τὸ ὡς ὁρισμὸς κατὰ τοῦ ἐλάττονος λέγεσθαι καὶ εἶναι ζητούμενον καὶ ἀπο‐ δεικνύμενον. εἰ οὖν μὴ ὅλως ὁρισμός, πῶς ἔσται τοῦδε ὁρισμός; ἔστω δὴ καὶ τὸ μέσον ὁρισμός· ἄλλως γὰρ οὐκ ἐνδέχεται ὁριστικῶς λέγεσθαι τὸ Α κατὰ τοῦ Γ.
25nΕἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ
26nμέσου ὅρου ἔσται πρότερον τὸ τί ἦν εἶναι.
27 Ὅτι μὲν τοίνυν δυοῖν δεῖ ταῖς προτάσεσιν ὁρισμῶν, ἐξ ὧν ὁρισμὸς ἀποδειχθήσεται, ὡς εἶναι ὁρισμὸν τὸν μείζω τε καὶ τὸν μέσον τῶν ὅρων, εἴπερ ἄμφω εἰσὶν οἱ ἐν ταῖς προτάσεσι κατηγορούμενοι ἐν τῷ πρώτῳ
30σχήματι, ἐν ᾧ μόνῳ λαβεῖν ἀπόδειξιν ἐνδέχεται ὁρισμοῦ, εἴπερ ἐνδέχεται, ὡς καταφατικοῦ καὶ καθόλου ὀφείλοντος ἐξ ἀνάγκης συνάγεσθαι, δέδεικται ἱκανῶς. ἐξετάζει δὲ νῦν εἰ τούτων ἀναγκαίως τῇ τοῦ ὁρισμοῦ ἀποδείξει ἀπαιτουμένων, εὔοδόν ἐστιν ὁρισμοῦ ἀπόδειξιν γίνεσθαι. λέγει οὖν ὅτι εἰ
ἄμφω τὰ διαστήματα τὸ τί ἐστιν ἔχει κατὰ τὰ κατηγορούμενα, ἔσται πρὸ58

59

τῆς ἀποδείξεως ὁρισμὸς ἐν τῷ μέσῳ λαμβανόμενος. ὁρισμὸν γὰρ ζητοῦμεν δι’ ἀποδείξεως εὑρεῖν κατὰ τοῦ ἐλάττονος συναγόμενον· εἰ οὖν λάβοιμεν τὸν μέσον ὁρισμὸν ὑπάρχοντα τοῦ ἐλάττονος, εἴληπται ἤδη πρὸ τῆς ἀπο‐ δείξεως τὸ ζητούμενον, καὶ περιττὴ εἰσέτι ἡ ἀπόδειξις. ἐπεὶ γὰρ δέδεικται
5ὅτι δεῖ ἄμφω ὁρισμοὺς εἶναι τὸν μείζω τε καὶ τὸν μέσον, εἰ μέλλει ὁ ὁρισμὸς ἀποδείκνυσθαι, ὅταν ὁ μέσος ὁριστικῶς ληφθῇ κατὰ τοῦ ἐλάττονος, ὃς καὶ τὸ ὁριστόν ἐστιν, ἰδοὺ τὸ ζητούμενον. οὐ γὰρ ὡς δῆλον ὂν ὅτι ὅδε αὐτοῦ ὁρισμός ἐστιν, ἀποδεῖξαι ζητοῦμεν αὐτοῦ ὁρισμόν· περιττὸν γὰρ τὸ δῆλον ζητεῖν. εἰ οὖν δῆλόν ἐστιν, οὐ ζητοῦμεν, εἰ δὲ ζητοῦμεν, οὐ
10δῆλον· πῶς οὖν ὃ ζητεῖται ὡς δῆλον λαμβάνομεν; οὐκ εὐοδοῖ ἄρα τὸ δύο λαμβάνεσθαι ὁρισμοὺς ἐν τῇ ἀποδείξει τοῦ ὁρισμοῦ. ἀλλὰ δέδεικται ὅτι ἀδύνατον χωρὶς τοῦ οὕτως λαβεῖν ἀποδεῖξαι ὁρισμόν· οὐκ ἄρα ἐνδέχεται ὁρισμοῦ ἀπόδειξιν γίνεσθαι. ἔστι δὲ ὑποθετικῶς οὕτω συλλογιζόμενον τὸ προκείμενον· εἰ ὁρισμοῦ ἀπόδειξις ἔσται, δεῖ τὸν μείζονα καὶ τὸν μέσον
15ὡς ὁρισμοὺς κατηγορεῖσθαι ὧν κατηγοροῦνται· εἰ 〈δὲ〉 τοῦτο, τὸ ἐν ἀρχῇ αἰτεῖσθαι συμβήσεται. εἰ ὁρισμοῦ ἄρα ἀπόδειξις ἔσται, τὸ ἐν ἀρχῇ αἰτεῖ‐ σθαι συμβήσεται. ἔνθα δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐκ ἔστιν ἀπόδειξις. εἰ ὁρισμοῦ ἄρα ἀπόδειξις ἔσται, τοῦ ὁρισμοῦ οὐκ ἔσται ἀπόδειξις· ὡς ἀντι‐ φάσκειν πρὸς ἑαυτὸν τὸν τοῦτο τιθέμενον. τῶν δὲ συνημμένων ἀμφοῖν τὸ
20μὲν ἤδη δέδεικται, τὸ δὲ καὶ δέδεικται καὶ δειχθήσεται.
21nὍλως τε εἰ ἔστι δεῖξαι τὸ τί ἐστιν ἄνθρωπος.
22 Σαφέστερον ἔτι δεῖξαι τὸ προκείμενον βούλεται. διὸ καὶ ἐπὶ παρα‐ δειγμάτων τὸν λόγον μεταχειρίζεται, καὶ ἐν τῷ τοῦ Γ τόπῳ, ὅπερ ἐστὶν ὁ τῶν ὅρων ἔσχατος, ἤτοι τὸ ὁρισθῆναι προκείμενον, τὸν ἄνθρωπον τίθησιν,
25ἐν δὲ τῷ τοῦ Α τόπῳ, ὅστις μείζων ὑπῆρχε τῶν ὅρων, ὁρισμόν τινα, οἷον τὸ ζῷον δίπουν ἢ ἄλλο, ὅ τις βούλοιτο· ὅπερ καὶ ὀφείλει δειχθῆναι διὰ μέσου τινὸς ὡς ὁρισμὸς κατὰ τοῦ ἀνθρώπου λεγόμενον. τούτων οὕτως ἐχόντων εἰ συλλογιεῖται, φησί, τις ἀνάγκη τὸν μέσον τοιοῦτον ληφθῆναι, ὡς κατὰ παντὸς αὐτοῦ κατηγορεῖσθαι τὸν μείζονα· καθόλου γὰρ καταφατικὸν τὸ
30ζητούμενον ὂν τοιούτων ἐξ ἀνάγκης δεῖται καὶ τῶν προτάσεων. ἐπεὶ δ’ ἐν μὲν τοῖς ἄκροις πράγματα εἴληφε μετὰ στοιχείων, ἐπὶ δὲ τοῦ μέσου τὸ Β μόνον ἄνευ τινὸς πράγματος, διὰ τοῦτο ἐπεσημήνατο λέγων τούτου δ’ ἔσται ἄλλος λόγος μέσος, τουτέστι τούτου δὲ τοῦ Β ἔσται ἄλλος ὁρι‐ σμός, ὃς ὀφείλει μέσος εἶναι τῶν δύο ἄκρων, τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ,
35οὐ τοῦ Β τιθέμενος ὁρισμὸς πάντως, ἵνα τὸ Β ὁρίζηται, ἀλλ’ ἀντ’ αὐτοῦ59

60

ἐν τῷ μέσῳ κεισόμενος. ἵνα δὲ εἴη τὸ τούτου σαφέστερον, οὕτως εἴπωμεν· οἱονεὶ ἀπονενεμημένων τοῖς ἄκροις πραγμάτων τινῶν, ὡς εἶναι τοῦ μὲν Γ τὸν ἄνθρωπον, τοῦ δὲ Α τὸ ζῷον πεζὸν δίπουν, φησὶ δεῖν καὶ τῷ Β ἀποδο‐ θῆναι τὸ οἰκεῖον, ὃ καὶ αὐτὸ ὅρος ἔσται, ὡς εἶναι καὶ τοῦ Β λόγον ἄλλον
5ἐν μέσῳ κείμενον καὶ δι’ ἑαυτοῦ τὰ ἄκρα συνάγοντα. εἴρηται γὰρ πολλάκις καὶ ἀποδέδεικται ὅτι τὰ ἐν ἀμφοῖν κατηγορούμενα ταῖς προτάσεσιν ἐν τῇ ἀπο‐ δείξει τοῦ ὁρισμοῦ ὡς ὁρισμοὺς δεῖ κατηγορεῖσθαι ὧν κατηγοροῦνται. κἂν γὰρ ὁρισμοὶ ὦσιν, οὐ κατηγορῶνται δὲ ὡς ὁρισμοί, οὐκ ἐνδέχεται τὸν ὁρισμὸν συναγαγεῖν ἐξ αὐτῶν. οἷον εἰ τὸ μὲν Α εἴη οὐσία ἔμψυχος αἰσθητική,
10ὁρισμὸς ὂν τοῦ ζῴου, τὸ δὲ Β ζῷον πεζὸν δίπουν, τὸ δὲ Γ ἄνθρωπος· κατηγορεῖται μὲν γὰρ τοῦ ζῷον πεζὸν δίπουν τὸ οὐσία ἔμψυχος αἰσθητική, ἀλλ’ οὐχ ὡς ὁρισμὸς αὐτοῦ, ὅτι μηδὲ ἴδιον αὐτοῦ. διὸ οὐδὲ ὡς ὁρισμὸς κατὰ τοῦ ἀνθρώπου συνάγεται. ἢ οὖν οὕτως, ὡς εἴρηται, τὸ τούτου δὲ ἔσται ἄλλος λόγος μέσος νοήσομεν, ὡς εἶναι τὸ τούτου περὶ τοῦ Β
15λεγόμενον, ἢ τὸ τούτου πρὸς τὸ Α ἀποδώσομεν, ὡς εἶναι τὸ λεγόμενον ὅτι ‘ἔσται δὲ μέσος ὅρος καὶ λόγος λαμβανόμενος ἄλλος τοῦ Α, ἤγουν ἄλλος παρὰ τὸ Α, ὥστε καὶ τοῦτο ἔσται τί ἐστιν ἄνθρωπος.‘ ἐπεὶ γὰρ καὶ τὸ μέσον λόγος ἐστί, καὶ ὡς λόγος ὀφείλει τοῦ ἀνθρώπου κατηγορεῖ‐ σθαι, δεῖ τοῦτο καὶ ἐν τῷ τί ἐστι καθ’ αὑτὸ λέγεσθαι καὶ ἀντιστρέφειν
20πρὸς αὐτό· ὥστε ἔσται κἀκεῖνο ὁρισμὸς τοῦ ἀνθρώπου. καὶ οὕτως πρὸ τῆς ἀποδείξεως λαμβάνεται ἐν τῇ ἐλάττονι προτάσει ὃ δεῖξαι προέκειτο. τὸ γὰρ Β ἤτοι τὸ μέσον τί ἐστιν ἄνθρωπός ἐστι, τουτέστιν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί. ζητοῦντες οὖν ὁρισμὸν ἀποδεῖξαι τοῦ ἀνθρώπου ἐλάβομεν ὁρισμὸν τοῦ ἀνθρώπου, ὅπερ ἀλλότριον ἀποδείξεως. ἴσως δ’ ἐπίτηδες
25μὲν εἶπε δεῖν εἶναι ὁρισμὸν καὶ τὸ μέσον, οὐ μὴν καὶ εἴληφεν ὁρισμὸν ἐν τῷ μέσῳ αὐτόθεν παρεμφαίνων τὴν ἀτοπίαν, ὡς ταὐτὸν ὂν λαβεῖν ὁρισμὸν τὸν μέσον καὶ τὸ ἐν ἀρχῇ αἰτήσασθαι.
28nΔεῖ δ’ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ
29nἀμέσοις σκοπεῖν.
30 Τοῦτο παράγγελμα εἶναι ἔοικε τοῦ πῶς δεῖ λαμβάνειν τὰς προτάσεις ζητοῦντας ἀποδεῖξαι τὸν ὁρισμόν. ἐπεὶ γὰρ τῷ ὁριστῷ ἐνδέχεταί τινα ἕπεσθαι ὡς ἁπλῶς ἴδια, ὧν καὶ αὐτῶν οἱ λαμβανόμενοι ὁρισμοὶ κατηγορη‐ θήσονται καὶ αὐτὰ κατ’ αὐτῶν διὰ τὸ ἀντιστρέφειν πρὸς ἄλληλα, κἀν‐ τεῦθεν ἐνδέχεται μεταξὺ τῶν λαμβανομένων ἴδια λαμβάνεσθαι, ὡς γίνεσθαι
35πλείους τε τῶν δύο προτάσεις, καὶ τὰ κατηγορούμενα μὴ ἀμέσως κατηγο‐ ρεῖσθαι, διὰ τοῦτο φησὶν ὅτι δεῖ μὴ οὕτω ποιεῖν, ἀλλὰ δύο μόνας λαμ‐
βάνειν προτάσεις, ἐν αἷς οἱ ὁρισμοὶ κεῖνται, ἵν’ ἅμα μὲν τὸ τῆς ἀπο‐60

61

δείξεως φυλάττοιτο ἴδιον, τῷ ἀμέσως κατηγορεῖσθαι τὰ κατηγορούμενα ὧν κατηγοροῦνται, ἅμα δὲ εἴη καὶ τὸ λεγόμενον εὐδηλότερον. τὰ γὰρ ἴδια μεταξὺ λαμβανόμενα ἀσαφέστερον ἂν τῷ πλήθει τῶν προτάσεων τὸ λεγό‐ μενον ἀπεργάζοιτο. οἷον εἰ προκέοιτο δεῖξαι τὸ ζῷον πεζὸν δίπουν κατὰ
5τοῦ ἀνθρώπου, μέσον δὲ τούτων λαμβάνοιτο τὸ ζῷον λογικὸν θνητὸν τῆς ἀποδείξεως μελλούσης ἐν τούτῳ συμπλέκεσθαι, εἰ οὐ τὸ ζῷον πεζὸν δίπουν λαμβάνει τις κατὰ τοῦ ζῴου λογικοῦ θνητοῦ καὶ τοῦτο κατὰ τοῦ ἀνθρώπου, καὶ οὕτως ἐπιφέρει τὸ συμπέρασμα, ἀλλὰ μεταξὺ τυχὸν τῶν δύο ὁρισμῶν λαμβάνει τὸ γελαστικόν, καὶ μεταξὺ τοῦ ἑτέρου ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ
10τὸ ὀρθοπεριπατητικόν, καὶ οὕτως συνάγει τὸ συμπέρασμα, ἢ ἴσως τοὺς μὲν ὁρισμοὺς ἀμέσως λήψεται, θήσει δέ τι μεταξὺ τοῦ μέσου καὶ τοῦ ἐσχάτου. τοιαῦτα δ’ ἄν τις ποιοίη πειρώμενος ἐκφυγεῖν τὸ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, καὶ διὰ τοῦτο λαμβάνων μέσον τι τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ, καὶ τοῦτο καθ’ αὑτό τι καὶ ἴδιον, ἵν’ οὕτω δοκῇ κατορθοῦν τὴν ἀπόδειξιν.
15οὐ δεῖ δὲ οὕτως· ὁ γὰρ ταῦτα ποιῶν ἅμα τε τὸ τῆς ἀποδείξεως ἴδιον ἀφαιρεῖται μὴ ἀμέσως λαμβάνων κατηγορούμενα τὰ κατηγορούμενα, καίτοι μηδενὸς μέσου δεόμενα, ἅμα τε πλείονας τῶν δύο λαμβάνων προτάσεις, ἐμποδίζοι ἂν φανῆναι τὴν ἀτοπίαν. ἵν’ οὖν, φησί, φανερώτερον ᾖ καὶ σαφέστερον τὸ λεγόμενον, δυσὶ μόναις χρηστέον προτάσεσιν, ὅπερ ἂν
20γένοιτο ἀμέσων γινομένων τῶν κατηγορημάτων. ἢ οὖν οὕτω λεκτέον, ἢ ὥς φησιν ὁ Ἀλέξανδρος, ὅτι χρὴ δύο μόνας προθεμένους προτάσεις ἀμέσους ἐπὶ τῶν πραγμάτων σκοπεῖν τὸ λεγόμενον. τότε γὰρ ἔσται φανερώτερον ἐπὶ ὕλης ἐξεταζόμενον. εἰ δὲ καὶ ἄλλως πως περὶ τούτων καὶ τῶν προλαβόντων ἐκεῖνός φησι, τὰ ἐκείνου τις ἐξετάζων ἀναλεγέσθω·
25δοκεῖ γὰρ περιττὸν χωρὶς ἀνάγκης τοῖς ἀλλοτρίοις μηκύνειν.
26nΟἱ μὲν οὖν διὰ τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχ.
27 Τῷ αὐτῷ, φησίν, ὑπόκεινται ἁμαρτήματι καὶ οἱ ἀντιστρέφοντας λόγους πρὸς ἀλλήλους λαμβάνοντες καὶ διὰ τούτων δεικνύειν ὁρισμὸν κατά τινος ὁριστοῦ οἰόμενοι· καὶ οὗτοι γὰρ ὃ ζητεῖται δειχθῆναι ἐν ταῖς προ‐
30τάσεσιν ὡς ὁμολογούμενον λαμβάνουσι. δεῖ δὲ μετασχηματίσαι τὸν λόγον πρὸς τὸ σαφέστερον οὑτωσὶ λέγοντας. καὶ οἱ διὰ τοῦ ἀντιστρέφειν δὲ δεικνύντες τί ἐστι τόδε ἢ τόδε τὸ ἐξ ἀρχῆς αἰτοῦνται. καὶ παράδειγμα τοῦ λόγου ὁ Ξενοκράτης· οὗτος γὰρ τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυ‐
τὸν ἀποδεῖξαι προθέμενος ὡς ὁρισμὸν αὐτῆς τοῦτον τὸν λόγον κατηγο‐61

62

ρούμενον ἔχουσαν, ἕτερον λόγον μέσον προσέλαβε τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν. τούτους γὰρ τοὺς δύο λόγους λαβὼν ἀντιστρέφοντας πρὸς ἀλλήλους, καὶ τὸν ἕτερον αὖθις πρὸς τὴν ψυχὴν ἀντιστρέφοντα, οὕτως ἐδόκει ποιεῖν τὴν ἀπόδειξιν, οἷον ‘ἡ ψυχὴ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, καὶ τὸ αὐτὸ
5ἑαυτῷ αἴτιον τοῦ ζῆν ψυχή.‘ πάλιν δὲ ‘εἴ τι αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν,‘ καὶ ‘εἴ τι ἀριθμὸς κινῶν αὐτὸς ἑαυτόν, αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν.‘ εἶτα συλλογισμὸν συνετίθει ‘ἡ ψυχὴ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν.‘ οὕτως οὖν ποιῶν ἅμα μὲν ἔλαβεν ὁρισμὸν τῆς ψυχῆς τὸ αὐτὸ ἑαυτῷ
10αἴτιον τοῦ ζῆν, ὅπερ ἦν ζητούμενον, ἅμα δ’ ἐπειδὴ ἀντιστρέφον καὶ ταὐ‐ τὸν τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν καὶ τὸ ἀριθμὸν κινοῦντα ἑαυτὸν ἔλαβεν, ἐν τῷ λέγειν τὴν ψυχὴν αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν τὸ ἐξ ἀρχῆς ᾐτήσατο. τὸ ἐξ ἀρχῆς γὰρ ἦν ‘εἰ ἡ ψυχὴ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν,‘ τοῦτο δὲ ταὐτὸν εἴληπται τῷ ‘αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν.‘ ὥστε ἐν τῷ λέγειν τὴν
15ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα ἔλεγεν· τοῦτο δ’ ἦν τὸ ἐξ ἀρχῆς. ἐν τῷ λέγειν ἄρα τὴν ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν τὸ ἐξ ἀρχῆς ἐλάμβανε. τὸ δὲ οὕτως ὡς τὸ αὐτὸ ὂν τοῦτο δηλοῖ ὅτι οὕτως ὡς ὁρισμὸν ἀντιστρέφοντά τε καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ λεγόμενον. ὁ γὰρ οὕτως ἔχων λόγος τὸ αὐτό ἐστι
20τῷ ὁριστῷ.
21nΟὐ γὰρ εἰ ἀκολουθεῖ τὸ Α τῷ Β καὶ τοῦτο τῷ Γ.
22 Εἰ μὲν γὰρ ὁρισμόν, φησί, βούλεται ἀποδεῖξαι, τοιαῦτα δεῖ εἶναι τὰ λαμβανόμενα, ὡς ἀλλήλοις ἀντιστρέφειν καὶ εἶναι ταὐτά. εἰ δ’ ὡς ἁπλῶς ἑπόμενα, οὐκ ἔσται ὁ μείζων τοῦ ἐλάττονος ὁρισμός, οὐδ’ ἔσται αὐτοῦ τὸ
25τί ἐστιν, ἀλλὰ μόνον ἔσται αὐτοῦ ἀληθῶς κατηγορούμενον. ἢ οὕτως· ἴσως μὲν γὰρ εἴη ἄν τις ἀκολούθησις ἐν τοῖς ληφθεῖσιν, ὡς τόν τε μείζω τῷ μέσῳ ἕπεσθαι καὶ τοῦτον τῷ ἐλάττονι, καὶ διὰ τοῦτο καὶ τὸν μείζω· ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ὁρισμὸς ἔσται τοῦ ἐλάττονος, ἀλλὰ κατηγορη‐ θήσεται μόνον αὐτοῦ ἀληθῶς. ἢ καὶ ἑτέρως· ὥσπερ τινὸς εἰπόντος ‘εἰ
30δὲ οἱ ληφθέντες λόγοι πρός τε ἀλλήλους καὶ τὸν ὁριστὸν οὕτως ἔχουσιν, ὥστε κἀκείνων ἕπεσθαι θατέρῳ τὸν ἕτερον, τὸν μείζονα τῷ μέσῳ καὶ τὸν μέσον τῷ ὁριστῷ, τί πρὸς τοῦτο ἐρεῖσ‘; φησὶν αὐτὸς πρὸς τὸν λέγοντα ὡς οὐκ ἀρκεῖ τὸ ἕπεσθαι μόνον πρὸς τὸ εἶναι καὶ ὁρισμόν, ἀλλ’ ἔστι μόνον ἀληθὲς εἰπεῖν ὅτι ἔστι τόδε κατὰ τοῦδε, οὐ μὴν καὶ ὡς
35ὁρισμός.62

63

(1n)

Οὐδ’ εἰ ἔστι τὸ Α ὅπερ τι καὶ κατὰ τοῦ Β κατηγορεῖται.
2 Κατασκευάζει τὸ εἰρημένον ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν καὶ ἐπὶ τῶν οὐσιῶν τὸν λόγον ὡς εὐδηλότερον προχειριζόμενος. τῶν γὰρ ἑπομένων ταῖς ὁρισταῖς οὐσίαις τὰ μὲν ἁπλῶς ἕπεται, τὰ δ’ ὡς συμπληρωτικὰ τῆς
5τῶν ὁριστῶν οὐσιῶν ὑπάρξεως, οἷάπερ εἰσὶ τὰ γένη. λέγει τοίνυν ὅτι κἂν οὐσίαν τινὰ λάβῃς τὸν μείζονα ὅρον καὶ κατὰ τοῦ μέσου κατηγορήσῃς παντός, οὐδ’ οὕτως ἐξ ἀνάγκης ἔσται ὁρισμὸς ὁ μείζων τοῦ ἐλάττονος. οὐδὲ γὰρ τὰ γένη αὐτὰ ὡς ὁρισμοὶ κατηγοροῦνται ὧν κατηγοροῦνται, οὐδὲ αὐτοὶ οἱ ὁρισμοὶ τῶν γενῶν κατηγορούμενοι τῶν εἰδῶν καὶ τῶν ὁρισμῶν
10αὐτῶν ὡς ὁρισμοὶ αὐτῶν κατηγοροῦνται· ἀληθεύουσι μὲν γὰρ λεγόμενοι κατ’ αὐτῶν, οὐ μέντοι γε πρὸς αὐτὰ ἀντιστρέφουσιν οὐδὲ τὰ αὐτὰ ἐκείνοις εἰσίν. οἷον τὸ ζῷον ἔστι μὲν ὅπερ τι, τουτέστιν οὐσία, καὶ οὐσιωδῶς οὗ ἂν κατὰ φύσιν κατηγορῆται κατηγορούμενον. καὶ τὸ ζῴῳ εἶναι, ἤτοι ὁ λόγος τοῦ ζῴου ὁ τοῦ τί ἦν εἶναι κατηγορεῖται κατὰ τοῦ ἀνθρώπῳ εἶναι,
15ἤτοι κατὰ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου (πᾶν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν), ὥσπερ καὶ τὸ ζῷον παντὸς ἀνθρώπου κατηγορεῖται· πᾶς γὰρ ἄνθρωπος ζῷον. ἀλλ’ οὐχ οὕτως κατηγορεῖται ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι τοῦ ζῴου τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου ἢ τοῦ ἀνθρώπου, ὥστε ἓν εἶναι· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος
20τοῦ ζῴου οὔτε πρὸς τὸν ἄνθρωπον οὔτε πρὸς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. εἰ οὖν αἱ οὐσίαι καὶ τὰ οὐσιωδῶς λεγόμενα κατά τινων οὐ διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ταὐτὰ ἐκείνοις ἐστὶ καὶ ὅροι αὐτῶν, διότι αὐτοῖς ἕπεται καὶ αὐτῶν ἀληθῶς κατηγορεῖται, σχολῇ γ’ ἂν ἕτερόν τι. ἢ οὖν διὰ τοῦτο εἴληφε τὰ οὐσιώδη, ὡς ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν, ἢ ἐπὶ τῶν οὐσιῶν
25ἐποιήσατο τὸν λόγον ὡς περὶ τῶν ὁρισμῶν διδάσκων ὡς οὐκ ἀποδείξει ὑπόκεινται. δόξειε γὰρ ἂν ἴσως περιττὸν συμβεβηκότα λαβεῖν εἰς παρά‐ δειγμα περὶ τῶν ὁρισμῶν τὸν λόγον ποιούμενον. τοίνυν ἵνα τὸν ὁρισμόν τις συλλογίσαιτο, δεῖ αὐτὸν λαβεῖν πρὸς ἀλλήλους ἀντιστρέφοντας ὅρους· πάλιν δὲ εἰ οὕτως λάβῃ, πρὸ τῆς ἀποδείξεως τὸ ζητούμενον λήψεται. ἐπεὶ
30οὖν ἑκατέρωθεν ἀτοπία τις ἕπεται, οὐκ ἔστι τὸν ὁρισμὸν ἀποδείκνυσθαι· ταῦτα γὰρ δηλοῖ τὰ ἑξῆς λεγόμενα. πρὸς πᾶσιν τούτοις φησὶν ὁ Ἀλέξανδρος ὅτι ἐπειδὴ ἀντιστρέφουσιν, οὐδὲν ἂν ἧττον διὰ τοῦ ἑτέρου τῶν ὁρισμῶν ὁ ἕτερος δεικνύοιτο, καὶ οὕτως ἂν εἶεν δι’ ἀλλήλων δεικνύμενοι· τοῦτο δ’ ἀλλότριον ἀποδείξεως. ἀλλὰ καὶ ἄμφω οἱ ὁρισμοὶ ὁμοίως καὶ αἰτοῦνται
35καὶ προλαμβάνονται· οὐδὲν γὰρ μᾶλλον ὁ ἕτερος τοῦ ἑτέρου. ἐροῦμεν δὲ
καὶ οὕτως· ὁ μὲν ὁρισμὸς τὴν οὐσίαν παρίστησιν, ἡ δὲ ἀπόδειξις τὰ63

64

ἑπόμενα, ἤτοι τὰ καθ’ αὑτὸ συμβεβηκότα συνίστησιν. προτέρα δὲ φύσει ἡ οὐσία τῶν ἑπομένων αὐτῇ, καὶ ὁ ὁρισμὸς ἄρα τῆς ἀποδείξεως. καὶ αὖθις φύσει πρότερον τὸ εἶναι ἁπλῶς τοῦ πῶς εἶναι· καὶ συμβέβηκε τοῦτο ἐκείνῳ. τὸ εἶναι δὲ ὁ ὁρισμὸς ἀποδίδωσι, τὸ δὲ πῶς εἶναι ἐκ τῆς ἀποδείξεως ἐπι‐
5στάμεθα. ὡς δὲ ταῦτα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ ὁρισμὸς καὶ ἀπόδειξις. ἀποδοίη δ’ ἄν τις καὶ θεολογικῶς τὴν αἰτίαν τοῦ μὴ τὸν ὁρισμὸν διὰ συλ‐ λογισμοῦ ἀποδείκνυσθαι. εἰ γὰρ ὁ νοῦς τὰ εἴδη, εἶδος δέ τι ὁ ὁρισμός, εἴη ἂν ὁ ὁρισμὸς ἀνάλογον τῷ νῷ. ἐπεὶ δὲ καὶ ἡ οὐσία τῆς ψυχῆς ἐν τῷ διανοεῖσθαί ἐστι, τὸ δὲ διανοεῖσθαι τὸ συλλογίζεσθαί ἐστιν, εἴη ἂν ὁ
10συλλογισμὸς ἀνάλογον τῇ ψυχῇ. ὥστ’ ἐπεὶ ὁ νοῦς πρότερον τῆς ψυχῆς, καὶ ὁ ὁρισμὸς συλλογισμοῦ πρότερος. ὡς γὰρ ὁ νοῦς πρὸς ὁρισμόν, καὶ ἡ ψυχὴ πρὸς συλλογισμόν, καὶ ἐναλλὰξ ὡς ὁ νοῦς πρὸς ψυχήν, οὕτως ὁ ὁρισμὸς πρὸς συλλογισμόν. πρότερον δὲ ὁ νοῦς τῆς ψυχῆς καὶ αἴτιος· πρότερος ἄρα καὶ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ καὶ αἴτιος. ὥστε καὶ ἀρχὴ
15ὅρος συλλογισμοῦ, οὐκ ἀνάπαλιν, καὶ ἐκ τῆς ἀρχῆς ὁ συλλογισμός, οὐκ ἐκ τοῦ συλλογισμοῦ ἡ ἀρχή.
17nἈλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται
18nκαθάπερ.
19Ἐπειδὴ τέσσαρες τῆς διδασκαλίας οἱ τρόποι καὶ τῆς μαθήσεως, διαι‐
20ρετικός τε καὶ ἀναλυτικὸς ὁριστικός τε καὶ ἀποδεικτικός, ἔδειξε δὲ τῆς ἀπο‐ δεικτικῆς τὴν ὁριστικὴν οὐ μόνον ἑτέραν, ἀλλὰ καὶ προτέραν καὶ ἀρχικήν, οὐ μὴν ἐξ αὐτῆς ἀπογεννωμένην, οὐδὲ τὸν ὁρισμὸν ἀποδείξει τὸ συνόλον ὑποκείμενον, ἐπὶ τὴν διαίρεσιν μεταβέβηκε, μήποτε ἄρα ζητῶν διὰ ταύτης ἔνι τὸν ὁρισμὸν συλλογίζεσθαι, καθώς τισιν ἔδοξε. καὶ δείκνυσιν οὐ μόνον
25μὴ συλλογιζομένην τὸν ὁρισμὸν τὴν διαίρεσιν, ἀλλ’ οὐδὲ ἁπλῶς συλλογιζο‐ μένην· περὶ οὗ εἴρηκε μὲν καὶ ἐν τῷ Περὶ εὐπορίας προτάσεων, ἐρεῖ δὲ κἀνταῦθα ἐφ’ ὅσον ἐστὶ πρὸς τὸ προκείμενον ἱκανόν. ἢ ἄλλως, ὃ δὴ καὶ μᾶλλον· ἐπειδὴ προέθετο δεῖξαι πῶς ἔχει πρὸς τὸν ὁρισμὸν ἡ ἀπόδειξις, καὶ ἔδειξε τοῦτον μήτε ἀποδείξει μήτε ὅλως συλλογισμῷ ὑποκείμενον, ἀλλ’
30ἀρχηγικόν τινα ὄντα τῆς ἀποδείξεως, εἰσὶ δὲ καὶ ἕτεροι παρὰ τὴν ἀπό‐ δειξιν τρόποι, δι’ ὧν δοκεῖ τι περαίνεσθαι, οἷον ἡ διαίρεσις, ἡ ἐπαγωγή, οἱ ἐξ ὑποθέσεως λόγοι καὶ εἴ τις ἕτερος, μάλιστα δὲ οἱ διαιρέσει χρώμενοι πρὸς ὁρισμῶν ἀπογέννησιν δοκοῦσι περὶ ἑκάστου τῶν μερῶν αὐτοῦ συλλο‐ γίζεσθαι, καὶ οὕτω πάντα συντιθέντες ὁμοῦ τὸν ὁρισμὸν ἀποτελεῖν, δείκνυσιν
35ὅτι οὐδὲ διὰ τούτων ἀποδείξει ἢ ὅλως συλλογισμῷ ὁ ὁρισμὸς ὑπόκειται·
οὔτε γὰρ ἡ διαίρεσις οὔτε τις τῶν νῦν εἰρημένων τρόπων συλλογίζεσθαι64

65

πέφυκεν. ὅτι δ’ ἄλλη παρὰ τὴν ἀποδεικτικήν τε καὶ συλλογιστικὴν ἡ διαι‐ ρετική ἐστι, καὶ ὅτι ἥδε οὐ συλλογίζεσθαι πέφυκε, δείκνυσι τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ μεταχειριζόμενος. ὁ γὰρ λόγος τοῦ συλλογισμοῦ ἐστι τὸ ἄλλων κειμένων ἕτερόν τι αὐτοῖς ἐξ ἀνάγκης ἕπεσθαι, οὗ μὴ ὄντος ἐν τῇ
5διαιρέσει τὸ ἑτέραν τε εἶναι παρὰ τὸν συλλογισμὸν καὶ τὸ μὴ συλλογίζεσθαι αὐτὴν ἀποδείκνυται. ἐξομοιοῖ δὲ τὴν διαίρεσιν τῷ ἐπάγοντι, ὅσον κατὰ τὸ μὴ ἀποδεικνύναι. καὶ γὰρ ὁ ἐπάγων οὐδεμιᾷ ἀνάγκῃ χρώμενος τὸ καθόλου συνίστησιν, ἀλλὰ τοῦ προσδιαλεγομένου διδόντος συμπεραίνειν δοκεῖ. οὐ γὰρ εἰ τόδε καὶ τόδε τῶν καθ’ ἕκαστα οὕτως ἔχει, ἀνάγκη καὶ ἁπλῶς
10οὕτως ἔχειν τὸ ὑποκείμενον, ὥστε ἔξεστιν ἀντειπεῖν πρὸς τὸ καθόλου τὸν προσδιαλεγόμενον. τὸ δ’ αὐτὸ θεωρεῖται καὶ περὶ τὴν διαίρεσιν. ὁπόταν γὰρ τὰ ἐξ ὧν ὁ τοῦ ἀνθρώπου λόγος, εἰ τύχοι, συνίσταται διαιρῶν τις ἐκλέγοιτο, ἔροιτ’ ἂν ‘ἆρα ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον‘; εἶτα τὸ ζῷον λαμβάνει, οὐ συλλογίζεται. τοῦτο δὲ λαβὼν πάλιν διαιρεῖ ‘πᾶν δὲ ζῷον ἢ
15πεζὸν ἢ πτηνὸν ἢ νηκτόν‘· εἶτα λαμβάνει τὸ πεζόν. αὖθις δὲ διαιρεῖ τὸ ληφθὲν εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν, καὶ συντίθησι τὸ ἅπαν εἶναι λέγων τὸν ἄνθρωπον ζῷον πεζὸν δίπουν. ἀλλ’ οὔτε ἕκαστον τῶν μερῶν οὔτε τὸ ἅπαν ἀκολουθεῖ ἐξ ἀνάγκης, ἀλλὰ κἀκεῖνα καὶ τοῦτο λαμβάνεται. ἀλλ’ οὐχ οὕτως ἔχει ἐπὶ τοῦ συλλογισμοῦ τὸ συμπέρασμα, ἵν’ ἢ ἐρωτᾶται
20ἢ διδῶται, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται οὐσῶν τῶν προτάσεων, ὡς μηδὲ δεῖσθαι τῆς τοῦ ἀποκρινομένου ὁμολογίας. εἰ δὲ καὶ τινὲς μὲν τῶν ὁρισμῶν ἐκ πλειόνων, τινὲς δὲ ἐξ ἐλαττόνων σύγκεινται, οὐδεμία ὅσον εἰς τοῦτο δια‐ φορά· κἄν τε γὰρ πλείω κἄν τε ἐλάττω ᾖ τὰ εἰς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ λαμβανόμενα, τὸ αὐτὸ γίνεται. τοσοῦτον δὲ ἀπέχει τοῦ συλλογίζεσθαι ἡ
25διαίρεσις, ὥστε τοὺς μετιόντας αὐτὴν ἀσυλλογίστως λαμβάνειν καὶ ἃ συλ‐ λογισθῆναι ἐνδέχεται· οἷον τὸ τὸν ἄνθρωπον εἶναι ζῷον ἐνδέχεται δειχθῆναι διὰ συλλογισμοῦ, μέσου ληφθέντος τοῦ αἰσθητικοῦ· τοῖς δὲ λαβοῦσιν ἐκ διαιρέσεως ἀσυλλογίστως εἴληπται. καὶ ἐπὶ ἄλλων τις εὑρήσει τοῦτο πολλῶν, ἅπερ ἡ διαίρεσις μὲν λαμβάνει, πέφυκε δὲ μέσου λαμβανομένου τινὸς διὰ
30συλλογισμοῦ δείκνυσθαι. ἡ γὰρ διαίρεσις πᾶσα δι’ ἐρωτήσεώς τε καὶ συγ‐ χωρήσεως πρόεισι, μηδαμοῦ τὸ ἀναγκαῖον ἐπάγουσα. ἔτι δὲ οὐκ εἰ ἰδίᾳ κατηγορεῖται, δῆλον ἤδη ὅτι καὶ ὁμοῦ· οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός. ἔπειτα οὐ πᾶν κατηγορήματος σύνθημα κατά τινος ἀληθῶς λεγόμενον ὡς ὁρισμὸς κατ’ αὐτοῦ λέγεται, ἀλλ’ ἐνδέχεται καὶ ἄλλως
35κατηγορεῖσθαι· ἀγαθὸς γὰρ καὶ φιλόσοφος ὁ Σωκράτης καὶ ἀγαθὸς ὁ Σωκράτης φιλόσοφος, ἀλλ’ οὐχ ὁρισμὸς Σωκράτους τὸ ἀγαθὸς φιλόσοφος· καὶ τὸ ἰσό‐ πλευρον τρίγωνον τρίγωνον καὶ ἰσόπλευρον, ἅμα πάλιν ἰσόπλευρον τρίγωνον,
οὐχ ὁρισμὸς δὲ τούτου τὸ κατηγόρημα. ἢ οὖν οὕτως, ἢ ὅτι κἂν οὐσιώδη65

66

συντεθῇ, ἐνδέχεται μηδὲ τότε ἴδιον εἶναι μηδὲ ἀντιστρέφειν τὸ ἅπαν σύν‐ θημα. οὐ γὰρ εἰ ζῷον λογικὸν ὁ ἄνθρωπος, ἤδη καὶ ὅρος ἀνθρώπου τοῦτό ἐστιν. ὥστε καὶ τὰ ἐκ τῆς διαιρέσεως καθ’ ἓν συναγόμενα, εἶτα ὁμοῦ συντιθέμενα οὔπω δῆλον εἰ ὁρισμός ἐστι, κἂν ἀληθῶς λέγηται καθ’
5οὗ λέγεται. πρὸς δὲ τούτοις κἂν οὐσιωδῶς κατηγορούμενα ὁ διαιρῶν ἐκλέξαιτο, ἐξ ὧν συστῆσαι τὸν ὁρισμὸν βούλεται, εἰκὸς πλάνην τινὰ ὑπο‐ στῆναι αὐτὸν ἐν πολλῷ πλάτει καὶ βάθει διαφορῶν τὴν ἑαυτοῦ εἰσενεγκόντα διάνοιαν. πλάνης δὲ τρόποι πολλοί, οἷον ὑπέρβασις, ἀφαίρεσις, πρόσθεσις. ὑπέρβασις μὲν οὖν ἐστιν, ὅταν τις κατὰ βάθος ἐλλείπῃ τι ἀπὸ τοῦ γένους
10κατιών, οἷον εἰ τὸν ἄνθρωπον ὁρίσασθαι πρόκειται καὶ λάβῃ μὲν ζῷον εἶναι αὐτόν, ζητεῖ δὲ τῷ γένει προσθεῖναι τὰς διαφορὰς καὶ ταύτας εὑρεῖν πειρᾶται τῇ διαιρέσει, εἶτα τέμοι τὸ ζῷον εἰς ἄπουν καὶ δίπουν καὶ πολύ‐ πουν ὑπερβὰς τὸ πεζόν. ἔστι δὲ τοῦτο κακία ὁρισμοῦ, ὅτι μὴ ὁ σκοπὸς φυλάττεται τοῦ ὁρίζεσθαι· σκοπὸς δὲ ὁρισμοῦ τὸ μηδὲν παραλιπεῖν τῶν
15συμπληρούντων τὴν οὐσίαν τοῦ ὁριστοῦ, ἀλλὰ πάντα ἐπελθεῖν· ἄλλως γὰρ οὐκ ἐνδέχεται δηλωτικὸν εἶναι λόγον τὸν ὁρισμὸν τῆς φύσεως τοῦ ὑποκει‐ μένου πράγματος, εἰ τὰ μὲν λέγοι τὰ δὲ παραλείποι τῶν ἐν τῷ τί ἐστιν. οὐ γὰρ ἀρκεῖ τὸ ἀντιστρέφειν· ἢ γὰρ ἂν λόγος ἦν τὸ τί ἦν εἶναι δηλῶν ἡ ἄτομος μετὰ τοῦ γένους διαφορά, οἷον τὸ αἰσθητικὸν μετὰ τῆς οὐσίας (τῷ
20γὰρ ζῴῳ ἄτομον τὸ αἰσθητικόν, ἐπεὶ καὶ ἀντιστρέφει) ἢ ἐπὶ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μετὰ τοῦ ζῴου. ἀντιστρέφουσι γὰρ ταῦτα καὶ ἐν τῷ τί ἐστιν, ἀλλ’ οὐδέτερον τὸ τί ἐστιν, οὔτε ἐκεῖνο τοῦ ζῴου οὔτε τοῦτο τοῦ ἀνθρώπου, ὅτι μὴ τὴν οὐσίαν ἁπλῶς δηλοῖ, ἐπειδὴ οὐ πᾶσαν ἐπέξεισιν. ἀφαίρεσις δὲ ὅταν κατὰ πλάτος ἐλλείπῃ μὴ πάσας τὰς
25διαφορὰς ἐκτιθέμενος, οἷον εἰ τέμοι τὸ ζῷον εἰς πτηνὸν καὶ νηκτὸν παρα‐ λιπὼν τὸ πεζόν· πάντως γὰρ ζῷον εἶναι τὸν ἄνθρωπον θέμενος, μιᾷ τῶν διαιρουσῶν τὸ ζῷον διαφορῶν ἀναγκασθήσεται ὑποθέσθαι αὐτόν, καὶ οὕτω τὰ μὴ ὄντα τῷ ὁριστῷ ἐν τῷ τί ἐστι λήψεται. καὶ οὗτοι μὲν οἱ δύο τρόποι τῆς ἀπάτης, ὅ τε κατὰ τὴν ὑπέρβασιν καὶ ὁ κατὰ τὴν ἔλλειψιν. ἡ
30δὲ πρόσθεσις γίνεται, ὅταν τις ἐκ τῶν συμπληρωτικῶν τῆς οὐσίας τὸ σύν‐ θημα ποιησάμενος προσθήσει ἐπέκεινα, ὡς καί τι λαβεῖν τῶν μὴ κατὰ τὸ εἶδος ἀλλὰ κατὰ τὴν ὕλην ὑπαρχόντων τῷ ὁριστῷ, οἷόν ἐστι τὸ κατὰ τὸ ἄρρεν καὶ θῆλυ, τὸ πλατυώνυχον καὶ γαμψώνυχον, τὸ ὀρθοπεριπατητικὸν καὶ τὰ τοιαῦτα. εἰσὶ δὲ καὶ ἕτερα τὰ κατὰ συμβεβηκὸς ἐνυπάρχοντα, οἷον
35τὸ λευκόν, τὸ γραμματικόν. εἰ οὖν ζῷον πεζὸν δίπουν εἶπε καὶ μὴ ἀρκεσθῇ, ἀλλ’ ἔτι προσθήσει πλατυώνυχον ἢ ὀρθοπεριπατητικὸν ἤ τι τοιοῦτον, οὐ
σμικρὰ οὐδὲ τοῦτο κακία τοῦ ὁρισμοῦ, ἀδιανοησίαν δὴ ἐμποιοῦσα, ὡς66

67

δοκεῖν μὴ ἀντιστρέφειν τῷ ἀνθρώπῳ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ εἶναι κοινὸν καὶ ἑτέρῳ, ὃ μὴ ὀρθοπεριπατητικόν ἐστιν ἢ ὃ μὴ πλατυώνυχον. ἀλλὰ καὶ πλείω τοῦ δέοντος ἔχων ὁ τοιοῦτος ὁρισμὸς παραβαίνει τὴν συν‐ τομίαν καὶ τὸ εἶναι ὅρος καὶ οὕτως ἀπόλλυσιν· ὥστε πρὸς τῷ μὴ συλλο‐
5γίζεσθαι τὸν ὁρισμὸν ἔτι καὶ ἐπισφαλὴς εἰς τὴν αὐτοῦ εὕρεσιν ἡ διαίρεσις, πολλοὺς ἔχουσα τοὺς τρόπους τῆς ἀπάτης. περὶ δὲ τῆς τῶν ἄλλων συμ‐ βεβηκότων προσθήκης, οἷον τοῦ λευκοῦ, τοῦ γραμματικοῦ, τῶν τοιούτων περιττὸν καὶ λέγειν ἐστίν. αἱ μὲν δὴ ἁμαρτίαι καθ’ ἃς τὸ καθῆκον τῇ διαιρέσει παρίεται, αὗταί εἰσι. τί δέ; διὰ ταύτας ὡς ἄχρηστον ταύτην
10παραδραμούμεθα καὶ οὐδέποτε ὅλως παραληψόμεθα, ἢ χρὴ ἀντιθέσθαι ταύταις παρατηρήσεις τινάς, δι’ ὧν ἐν τῷ διαιρεῖν κατορθοῦντες ἐσόμεθα; εἰ γὰρ τὸ γένος ἐξ ἀρχῆς αἰτησάμενοι (προὔργου γὰρ τὸ τοῦτο λαβεῖν τοῖς διαίρεσιν προθεμένοις ποιήσασθαι) μηδὲν τῶν συμβεβηκότων διαιροῦντες παραληψόμεθα, ἀλλ’ οὐσιώδη πάντα καὶ ἐν τῷ τί ἐστι, καὶ τὸ ἐφεξῆς τῇ
15διαιρέσει τηρήσομεν, ὡς μὴ ὑπερβῆναι μηδὲν κατὰ βάθος προϊόντες μήτε μὴν παραλιπεῖν τι κατὰ πλάτος τῶν εἰς ἃ διαιρεῖται τῶν διαιρουμένων ἕκαστον, τοὺς εἰρημένους τῆς ἀπάτης τρόπους ἀποφευξούμεθα καὶ τὸ χρήσιμον τῆς διαιρέσεως ἕξομεν. πόθεν δὲ τὸ μὴ ἐλλιπεῖν τι διαιροῦντες ἐπιγνωσόμεθα; εἰ ἅπαν, ὃ τοῦ διαιρουμένου μετέχει, ἐμπίπτει εἰς διαίρεσιν,
20ἀνερευνώντων καὶ ζητούντων ἡμῶν ἀκριβῶς πάντα τὰ τοῦ διαιρουμένου μετέχοντα καὶ μηδὲν καταλιμπανόντων, ὃ ἐν τῇ διαιρέσει ἐμπῖπτον ἀνα‐ φαίνεται, ὡς μηδὲν ἐλλείπειν· οὕτω γὰρ ποιούντων ἡμῶν ἀναγκαίως ἔσται ἀνελλιπὴς ἡ διαίρεσις. καὶ δῆλον ἐκ τούτων ὅτι οὔτε ἀνίατα τὰ κατὰ τὴν διαίρεσιν ἐμπίπτοντα ἁμαρτήματα οὔτε ἄχρηστος ἡ διαίρεσις· ἀλλὰ τὰ
25γινόμενα πταίσματα κατ’ αὐτὴν παρὰ τὴν ἄγνοιαν ἕπεται ἢ τὴν ἀπροσεξίαν τῶν διαιρούντων, οὐ παρὰ τὴν φύσιν τῆς ἐπιστήμης. ἀναγκαιότατον δὲ τὸ οὕτω διαιρεῖν· δεῖ γὰρ μέχρι τοσούτου προβαίνειν τὴν διαίρεσιν μήτε τι τῶν εἰδῶν παραλείπουσαν μήτε τι τῶν μεταξὺ ὑπερβαίνουσαν μήτε τι τῶν ἐκ τῆς ὕλης λαμβανομένων ἢ τῶν ἄλλως συμβεβηκότων προστιθεῖσαν, ἕως
30οὗ εἰς διαφορὰν καταντήσομεν ἄτομον. ἄτομος δὲ λέγεται διαφορά, ἧς προστιθεμένης τῷ λοιπῷ τῶν οὐσιωδῶς ἐκλεγέντων συνθήματι οὐ χρεία προσθήκης ἔτι διὰ τὸ ἤδη τὸν ὅρον ἀπαρτισθῆναι τοῦ παντὸς συν‐ θήματος πρὸς τὸ ὁριστὸν ἐξισάζοντός τε καὶ ἀντιστρέφοντος. ἄτομος δὲ λέγεται ἡ τοιαύτη διαφορὰ οὐχ ὅτι αὐτὴ οὐ τέμνεσθαι δύναται (ἐνδέχεται
35γάρ ποτε τοιαύτην εἶναι τὴν ἐσχάτην διαφοράν, οἵαν καὶ τέμνεσθαι, εἰ ληφθείη καθ’ ἑαυτήν) ἀλλ’ ὅτι ἐσχάτη ἐστὶν τοῦ παντὸς ὁριστικοῦ συν‐
θήματος, εὐθὺς ἅμα τῷ συντεθῆναι τοῖς πρὸ αὐτῆς τὸ ὁριστὸν τί ἐστι67

68

δηλοῦσα καὶ μηκέτι διὰ τοῦτο δεομένη τομῆς. προσκείσθω τῶν λεγομένων παράδειγμα, ὅπερ καὶ Ἀριστοτέλης προλαβὼν εἴληφε, καὶ ἔστω τὸ ὁριστὸν ἄνθρωπος. αἰτούμεθα τούτου γένος εἶναι τὸ ζῷον, ὃ διαιροῦμεν εἰς πεζόν, πτηνὸν καὶ νηκτόν. ὁ οὖν ἄνθρωπος οὔτε πτηνὸν οὔτε νηκτόν· ἔστιν ἄρα
5πεζόν. πάλιν ἐπειδὴ οὔπω ἐξισάζει τὸ ζῷον πεζὸν πρὸς τὸν ἄνθρωπον, διαιροῦμεν τοῦτο εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν. ἐπεὶ οὖν οὔτε ἄπουν οὔτε πολύπουν ὁ ἄνθρωπος, ἔστιν ἄρα δίπουν. ἄτομος οὖν τούτῳ διαφορὰ εἴληπται, μὴ δεομένων ἡμῶν εἰσέτι διαιρέσεως καὶ τομῆς εἰς τὸ ὁρίσασθαι τὸ προκείμενον διὰ τὸ πρὸς τὸ ὁριστὸν τὸν ἄνθρωπον ἀντιστρέφειν
10τὸ ζῷον πεζὸν δίπουν. καίτοι γε τὸ δίπουν καθ’ ἑαυτὸ εἰς πλείω διαιρεῖ‐ σθαι δύναται. τὰ μὲν δὴ κατὰ τῆς διαιρέσεως οὕτω λύεται. ἀλλ’ εἰ καὶ χρήσιμος πρὸς ὁρισμοῦ εὕρεσιν ἡ διαίρεσις γίνεται τὸν ὑφηγημένον τρόπον προβαίνουσα, ἀλλ’ οὖν γε οὐ συλλογίζεται· οὐ γὰρ ἅπας τρόπος γνωρίσεως συλλογιστικός ἐστι καὶ ἀποδεικτικός. ἰδοὺ γὰρ καὶ ὁ ἐπαγωγικὸς γνωριστικός
15τίς ἐστι καὶ δηλωτικός, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἀποδεικτικός, ἀλλὰ καὶ πολὺ τοῦ ἀποδεικτικοῦ διενήνοχεν. ὁ μὲν γὰρ ἐκ τῶν προτέρων δεικνύει τὰ ὕστερα, ὁ δ’ ἀνάπαλιν ἐκ τῶν ὑστέρων τὰ πρότερα· ἐκ γὰρ τῶν μερικῶν τὸ καθόλου πιστοῦται ὁ ἐπάγων. καὶ ὁ μὲν ἀναγκαίως τοῖς προτέροις κειμένοις ἐπιφέρει τὸ ὕστερον, ὁ δ’ οὐκ ἀναγκαίως τὸ καθόλου οἷς ἐκτίθεται
20καθ’ ἕκαστα. καὶ πρὸς μὲν τὸν ὁ τὰ πρότερα θέμενος ἀντειπεῖν οὐκ ἔχει πρὸς τὸ ἐπιφερόμενον, πρὸς δὲ τὸν ἐπάγοντα ἔχει, ὡς ἴσως ἐστί τι ὃ μὴ οὕτως ἔχον ὡς τὰ λοιπὰ τὴν τοῦ καθόλου ἀπείρξει κατάθεσιν. καὶ ἡ διαίρεσις τοίνυν δηλοῖ μέν τι καὶ τὸν ὁρισμὸν συνιστᾷ κατὰ λόγον προ‐ βαίνουσα, οὐ μὴν δὲ λέγει συλλογισμὸν ὁ τὸν ὁρισμὸν λέγων. οὔτε γὰρ ὁ
25τρόπος δι’ οὗ συνῆκται συλλογισμός ἐστιν οὔτε δὴ αὐτός· ἀλλ’ ὥσπερ τινῶν λεγομένων ἀποφάνσεων, αἳ διὰ τὸ μὴ ἄμεσοι εἶναι δύνανται διὰ μέσων τινῶν συμπεραίνεσθαί τε καὶ ἀποδείκνυσθαι, εὐλόγως ἄν τις ἐρω‐ τήσειε τὸ διὰ τί, οὕτως ἐν τοῖς ἀπὸ διαιρέσεως εὑρισκομένοις ὅροις. καὶ ἐπ’ ἐκείνων γὰρ τῶν ἐμμέσων λόγων, κἂν αὐτούς τις μόνους προφέρῃ κἄν
30τι λέγῃ ἕτερον, οὗ ὄντος ἔστι καὶ τόδε, μὴ μέντοι μέσον ἐστὶ τὸ πρὸ ἐκείνου λεγόμενον ἤγουν αἴτιον, ἔροιτ’ ἄν τις τὸ διὰ τί. οἷον περὶ ἐκλείψεως σελήνης ἢ βροντῆς εἴ τις εἴποι ὅτι ἡ σελήνη ἐξέλιπεν, ἐπειδὴ τοῦτο ἀπό‐ φανσίς ἐστιν οὐκ ἄμεσος, ἀλλὰ δυναμένη διὰ μέσου τινὸς συμπερανθῆναί τε καὶ ἀποδειχθῆναι, εὔλογόν ἐστιν ἐρωτηθῆναι τὸν λέγοντα διὰ τί ἐστι
35τοῦτο ὃ λέγει, ἤγουν διὰ ποίαν αἰτίαν ἐξέλιπεν. ὡσαύτως βροντὴ γέγονε,68

69

διὰ τί; ἔχει γὰρ μέσους καὶ αἴτια καὶ ἄμφω ταῦτα. ἀλλὰ καὶ εἴ τις πανσελήνου οὔσης εἴποι ὅτι ἐπειδὴ στέρησις ἐγένετο τοῦ ἐξ αὐτῆς φωτός, ἐξέλιπε, τούτου μὲν ὄντος εἶπε ταύτην ἐκλιπεῖν, οἷον τῆς στερήσεως οὔσης τοῦ φωτὸς ἐν πανσελήνῳ αὐτὴ ἐξέλιπεν, οὐ μὴν τὸ μέσον εἶπεν. ὥστε
5ἔστιν ἐρωτῆσαι τὸ διὰ τί ἢ τοῦτο, ἢ εἴ τις εἴποι ὅτι σκιὰν μὴ ποιοῦσα ἐν πανσελήνῳ ἐξέλιπεν. κἀνταῦθα γὰρ τὸ αὐτό, ὅτι ὄντος τοῦ μὴ ποιεῖν σκιὰν αὐτὴν ἐν πανσελήνῳ ἐξέλιπεν. ἀλλ’ οὐδὲ τοῦτο αἴτιον· ὥστε ἔσται καὶ ἐπὶ τούτου ἐρωτῆσαι τὸ διὰ τί. ὡσαύτως ψόφου γενομένου ἄνωθεν βροντή ἐστιν· ἔροιτ’ ἄν τις τὸ διὰ τί, διὰ τὸ μὴ τὸ μέσον εἰρῆσθαι, ἤγουν
10τὸ αἴτιον τοῦ ψόφου. ἔστι δὲ τῆς μὲν σεληνιακῆς ἐκλείψεως ἡ τῆς γῆς ἀντίφραξις αἴτιον, τῆς δὲ βροντῆς τὸ ἀποσβέννυσθαι πῦρ ἐναπειλημμένον τοῖς νέφεσιν. ἢ οὖν περὶ τοῦ τοιούτου λέγει συμπεράσματος ἢ περὶ ὧν προηγοῦνται μὲν προτάσεις, οὐ μέντοι καὶ ἀνελλιπής ἐστιν ὁ συλλογισμός, οἷον ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος.
15ἐνταῦθα γὰρ λέγεται μὲν τούτων ὄντων τόδε τι εἶναι, οὐ μὴν τὸ προσεχὲς τῷ ὑποκειμένῳ μέσον εἴληπται, ὅπερ ἐστὶ τὸ αὐτοκίνητον· οὐ γὰρ ἀμέσως κατὰ τῆς ψυχῆς τὸ ἀεικίνητόν ἐστιν, ἀλλὰ διὰ μέσου αὐτοῦ. ἔστιν οὖν καὶ ἐπὶ τούτου ἐρωτῆσαι τὸ διὰ τί. ἢ ὥς φησιν ὁ Ἀλέξανδρος, περὶ τοιού‐ των ἂν εἴη ὁ λόγος συμπερασμάτων, οἷάπερ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ
20ἀναλύσεως συλλογισμῶν ἔθετο ἀσυναρτήτων ἀλλήλαις προηγησαμένων προ‐ τάσεων αὐτὰ ἑπόμενα. οἷον τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται ἡ οὐσία· τῶν μερῶν ἀναιρουμένων ἀναιρεῖται τὸ ὅλον· τὰ μέρη ἄρα τῆς οὐσίας οὐσίαι εἰσίν. ἔστι γὰρ καὶ ἐπὶ τῶν τοιούτων ἐρωτῆσαι τὸ διὰ τί, ὡς παραλελειμμένου τοῦ μέσου. ἢ καὶ ἐπ’ ἐκείνων τῶν λόγων, οἳ μὴ ἄμφω
25τὰς προτάσεις λαμβάνουσιν, ἀλλὰ μόνης μιᾶς ληφθείσης ἢ τῆς μείζονος ἢ τῆς ἐλάττονος ἐπάγουσι τὸ συμπέρασμα. οἷον πᾶς ἄνθρωπος ζῷον πεζόν ἐστιν· ὁ Σωκράτης ἄρα ζῷον πεζόν ἐστιν. ἢ ὁ δεῖνα καλλωπιστής ἐστι· μοιχὸς ἄρα. οὐ γὰρ ἐπὶ τούτων ὁ μέσος ὡς μέσος εἴληπται, κἂν καὶ μέσος εἴη καὶ εἴληπται· οὐ γὰρ πρὸς ἄμφω τὰ ἄκρα ἐν ταῖς προτάσεσιν
30εἴληπται· ὥστε ἔστι καὶ ἐπὶ τούτων ἐρωτῆσαι τὸ διὰ τί. ἢ λέγοι ἂν περὶ τῶν ὑποθετικῶν, οἳ τοῦ πρώτου ὄντος φασὶν εἶναι τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. συμπέρασμα γὰρ ἐπὶ τούτων ἐπάγεται, οὐ μὴν ἤδη δῆλον τὸ διὰ τί, ὃ ἔστιν ἐρωτῆσαι ἐπί τε τοῦ συνημμένου καὶ τῆς προσλήψεως. ὥσπερ οὖν ἐπὶ τούτων ἁπάντων, οὕτω καὶ ἐν τοῖς
35ὅροις εὑρισκομένοις ἀπὸ διαιρέσεως. οἷον εἰ ἀποδιδούς τις τί ἐστιν ἄνθρωπος ζῷον εἴπῃ θνητὸν ὑπόπουν δίπουν ἄπτερον, ἔροιτ’ ἄν τις καθ’ ἕκαστον
τούτων τῶν τῷ γένει προστιθεμένων εἰς τὸ ἀπαρτίσαι τὸν ὁρισμὸν διὰ τί.69

70

τὸ μὲν γὰρ γένος αἰτεῖται καὶ δίδοται, τὰ δ’ ἄλλα τὰ ἐπὶ τούτῳ ἐρεῖ μὲν ὁ διαιρῶν καὶ δείξει τῇ διαιρέσει, καθὼς αὐτὸς οἴεται, οἷον ζῷον τὸν ἄνθρωπον εἶναι λαβών, πᾶν δὲ ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, καὶ ἐπεὶ οὐκ ἀθάνατον ὁ ἄνθρωπος, θνητὸν ἄρα· ἔστι δ’ ἐρωτῆσαι τὸ διὰ τί. διὰ τί
5οὐκ ἀθάνατον; ἢ διὰ τί εἰ μὴ ἀθάνατον, θνητόν; καὶ ἐπὶ πάντων ὡσαύ‐ τως. ὥστε καὶ ἅπας ὁ λόγος οὔπω δῆλον εἰ ὁρισμός ἐστι, κἂν ἀληθεύῃ καθ’ ἕκαστον τῶν ἐξ ὧν σύγκειται, ἀλλ’ ἔστιν ἐρωτῆσαι διὰ τί τοῦτο ὁρισμός ἐστιν, ὡς οὐκ εὐθὺς δῆλον ὂν ἐκ τῆς διαιρέσεως ὅτι ὁρισμός ἐστι· δεῖ γὰρ λόγου τινὸς πρὸς τοῦτο. ὅπερ οὖν προέκειτο δῆλον γέγονεν, ὅτι εἰ
10καὶ ἐκ διαιρέσεως δήλωσίν τινα ὁ ὁρισμὸς ἔσχηκεν, ἀλλ’ οὔτε αὐτὸς συλλο‐ γισμός ἐστιν οὔτε συλλογιστικῶς ἀποδέδεικται.
12nἈλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται.
13 Ἔδειξε μὲν διὰ τῶν προλαβόντων ἄλλην τε εἶναι τὴν ἀποδεικτικὴν τῆς ὁριστικῆς καὶ τὸν ὁρισμὸν τῆς ἀποδείξεως ἕτερον, καὶ ἕτερα ἀλλήλων
15τὰ ὑφ’ ἑκατέρας δεικνύμενα, καὶ πρὸς τούτοις ὅτι οὐκ ἔστι τὸν ὁρισμὸν ἀποδείκνυσθαι ἢ ὅλως συλλογισμῷ συμπεραίνεσθαι. ἐπεὶ δὲ τοῖς διαιρέσει τὸν ὁρισμὸν ἐφευρίσκουσιν ἔμφασίν τινα ἡ μέθοδος παρείχετο τοῦ συλλο‐ γίζεσθαι δοκεῖν, ἐπιχειρεῖ νῦν ἅμα μὲν δεικνὺς ὡς καὶ διαιρέσεως ἑτέρα ἐστὶν ἡ ἀπόδειξις, ἅμα δ’ ὅτι οὐδὲ διαιρέσει χρωμένους εἰς εὕρεσιν ὁρισμοῦ
20ἔστι συλλογίζεσθαι. διὰ τοῦτό φησιν ὡς οὐδὲ ἡ ὁδός, ἣν ἀνύειν πειρώμεθα τῇ διαιρέσει χρώμενοι πρὸς εὕρεσιν ὁρισμοῦ, συλλογίζεται. καὶ περὶ τούτου εἴρηται μὲν αὐτῷ καὶ ἐν τῷ περὶ εὐπορίας προτάσεων, ἔνθα καὶ ἀσθενῆ ἀπεκάλει ἀπόδειξιν τὴν διαίρεσιν· λέγεται δὲ καὶ νῦν ὡς πρὸς τὴν παροῦσαν χρείαν. ἀντὶ δὲ τοῦ εἰπεῖν ἐν τοῖς Ἀναλυτικοῖς φησιν ἐν τῇ ἀναλύσει τῇ περὶ
25τὰ σχήματα· ἐκ γὰρ τοῦ τελεωτέρου μέρους τῆς πραγματείας ἐκείνης ὀνο‐ μάζει τὸ πᾶν. μήποτε δὲ καὶ ἐντεῦθεν ὁρμηθέντες οἱ ἐξηγηταὶ τὴν αἰτίαν ἀπέ‐ δοσαν τοῦ Ἀναλυτικὰ ὀνομάζεσθαι τὴν περὶ συλλογισμοῦ ἁπλῶς πραγματείαν.
29nΟὐδαμοῦ γὰρ ἀνάγκη γίνεται.
30 Τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ προχειρίζεται πρὸς τὸ δεῖξαι μὴ συλλο‐ γιζομένην τὴν διαίρεσιν, καί φησιν ὅτι τοῦ μὲν συλλογισμοῦ ἴδιον τὸ τινῶν ὄντων ἐξ ἀνάγκης ἕτερον ἕπεσθαι, ἡ δὲ διαίρεσις οὐκ ἔχει τι ἐξ ἀνάγκης ἑπόμενον κειμένοις τισίν· οὐκ ἄρα ἡ διαίρεσις συλλογίζεται.
34nἈλλ’ ὥσπερ οὐδ’ ὁ ἐπάγων ἀποδείκνυσι.
35Τριῶν τούτων ἐπιχειρήσεων, τῆς ἐκ τοῦ μᾶλλον, τῆς ἐκ τοῦ ἧττον,
τῆς ἐκ τοῦ ὁμοίου ἡ μὲν ἐκ τοῦ μᾶλλον ἐν ταῖς ἀνασκευαῖς παραλαμβάνεται,70

71

ἡ δ’ ἐκ τοῦ ἧττον ἐν ταῖς κατασκευαῖς, ἡ δ’ ἐκ τοῦ ὁμοίου, καὶ ἐν ταῖς ἀνασκευαῖς καὶ ἐν ταῖς κατασκευαῖς. εἰ γὰρ τὸ μᾶλλον δοκοῦν οὐκ ἔστιν, πολλοῦ ἂν δεῖ τὸ ἧττον· καὶ εἰ τὸ ἧττον δοκοῦν ἔστι, πολλῷ μᾶλλον τὸ μᾶλλον· καὶ εἰ τὸ ὁμοίως ἔχον ἔστιν ἢ οὐκ ἔστιν, ὡσαύτως καὶ τὸ ὁμοίως.
5ὡς ὁμοίως δὲ ἔχουσάν πως κατά γε τὸ προκείμενον τῇ διαιρέσει τὴν ἐπαγωγὴν ἐνταῦθα παρείληφεν· οὔτε γὰρ ἡ ἐπαγωγὴ ἀναγκαίως ἔχει τοῖς ληφθεῖσιν καθ’ ἕκαστα τὸ καθόλου ἑπόμενον οὔτε μὴν ἡ διαίρεσις ἐκθεμένη τὰ ἀντιδιῃρημένα ἀνάγκην ἐπάγει τινὰ διὰ τῆς ἐκθέσεως ἑνὶ τῶν ἀντιδιῃρη‐ μένων ὑπάγεσθαι τὸ προκείμενον.
10nΟὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν.
11 Τὸ μὴ χρῆναι τὸ συμπέρασμα ἐρωτᾶν διττῶς ἔστιν ἐκλαβεῖν, ἢ τὸν διαιροῦντα ἢ τὸν ἐξ αὐτοῦ τὸν λόγον δεχόμενον. εἰ μὲν οὖν τὸν διαιροῦντα μὴ δεῖν ἐρωτᾶν φαίημεν, οὕτω νοήσομεν οὐχ ὡς ἐρωτῶντος αὐτοῦ, ἀλλ’ ὡς οὕτως ἀμφίβολα συμπεραίνοντος, εἴ γε καὶ συμπεραίνειν αὐτὸν ὅλως φαίημεν,
15ὡς ἐοικέναι τῷ ἐρωτῶντι διὰ τὸ συνάγειν ἀβέβαια. ὡς γὰρ πρὸς τὸν ἐρωτῶντα δύναται ὁ ἀποκρινόμενος ὃ βούλεται μόριον τῆς ἀντιφάσεως ἀπο‐ κρίνασθαι, οὕτω καὶ πρὸς τὸν οὕτω περαίνοντα. εἰ δὲ τὸν τοὺς λόγους δεχόμενον, οὕτω χρὴ νοεῖν τὸ μὴ δεῖν ἐρωτᾶν τὸ συμπέρασμα· ἐπεὶ γὰρ ἀβεβαίου ὄντος ἐν τῇ ἐπαγωγῇ καὶ τῇ διαιρέσει τοῦ συμπεράσματος διὰ τὸ μὴ
20ἀνάγκην ἔχειν τοῦ ἕπεσθαι ἔχει ἄδειαν ὁ τοὺς λόγους δεχόμενος ἢ ἐρωτῆσαι τὸ διὰ τί ἢ συγχωρῆσαι τὸ συνημμένον, διὰ τοῦτό φησιν ὡς οὐ χρὴ οὕτως ἔχειν τὸ συλλογιστικῶς συναγόμενον, ὥστε ἄδειαν εἶναι τῷ προσδιαλεγομένῳ ὃ βούλεται προελέσθαι, ἢ ἐρωτῆσαι τὸ διὰ τί ἢ δοῦναι εἶναι κατὰ συγ‐ χώρησιν, ἀλλ’ οὕτως ἔχειν, ὡς ἀναγκαίων ὄντων τῶν τεθειμένων, ὡς εἶναι
25μηδένα λόγον τῆς τοῦ προσδιαλεγομένου ἢ ὁμολογίας ἢ ἀπαρνήσεως ὅσον εἰς τὸ συμπέρασμα, ἐπειδὴ αἱ προτάσεις ἐτέθησαν.
27nρ’ ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον;
28 Παράδειγμα τοῦτο δι’ οὗ παρίστησι τὴν διαίρεσιν ὡς προβαίνει καὶ ὡς ἐρωτᾷ τε καὶ συμπεραίνει. ἐκ γὰρ τοῦ προσεχεστέρου γένους ἄρχεται,
30αὐτό τε καὶ τὸ πρὸς αὐτὸ ἀντιδιαιρούμενον ἐρωτήσασα τὸ μὲν ἀφίησι, τὸ δὲ λαμβάνει μηδεμίαν ἀνάγκην ἐπάγουσα· εἶτ’ αὖθις αὐτὸ ταῖς ὑπ’ αὐτὸ διαιροῦσα διαφοραῖς τὸ αὐτὸ καὶ ἐπὶ τούτων ποιεῖ, ἐρωτῶσα μὲν ἁπάσας, λαμβάνουσα δ’ ἥνπερ βούλεται, οὐδαμόθεν τὸ ἀναγκαῖον παρ‐
έχουσα, ἀλλ’ αὐτόθεν λαμβάνουσα. οἷον εἰ τὸν ἄνθρωπον ὁρίσασθαι πρό‐71

72

κειται, περὶ τοῦ γένους ἐρωτᾷ πρότερον, ἆρ’ ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ ἄψυχον, εἶτα μηδενὸς γενομένου συλλογισμοῦ λαμβάνει τὸ ζῷον, τοῦτο δὲ ληφθὲν ὑποδιαιρεῖ. ‘ἆρα πᾶν ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ ἔνυδρον‘; εἶτα λαμβάνει τὸ πεζόν, οὐδ’ ἐνταυθοῖ ἀνάγκην ἐφιστῶσά τινα. καὶ ἴσως ἄν
5τις οὐ παράλογον εἶναι τὴν λῆψιν φήσειε τὴν ἐνάργειαν τοῦ πράγματος ἔχουσαν· ἀλλ’ οὐ παρὰ τοῦτο συλλογιστικῶς ἐπάγεται τὸ συμπέρασμα, ὅτι τὸ λαμβανόμενον ἐναργές, εἰ καὶ τοῦτο δοίημεν. καίτοι οὐκ ἐπὶ πάντων τοῦτο, ἀλλ’ ἔστιν ἃ καὶ τοῦ γένους ἔχει καὶ τῶν διαφορῶν πολλὴν ἀμφισβήτησιν, ὥσπερ ὅταν τῆς ἀρετῆς τὸ γένος ζητῆται καὶ αἱ ταύτης
10τὸν ὅρον συμπληροῦσαι διαφοραί· καὶ ἐπ’ ἄλλων ἔτι πολλῶν εὕροι τις ἂν τὴν τοιαύτην δυσχέρειαν.
12nΚαὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον ζῷον πεζόν, οὐκ
13nἀνάγκη.
14Οὐ μόνον, φησί, κατὰ μέρος ἀναλεγόμενος τὰ ἐξ ὧν τὸ τί ἐστι σύγ‐
15κειται λαμβάνει ἐκείνων ἕκαστον μὴ συλλογιζόμενος, ἀλλὰ καὶ τὸ ἅπαν ὁμοῦ σύνθημα οὐκ ἐξ ἀνάγκης τοῖς εἰρημένοις κατὰ τὴν διαίρεσιν ἕπεται, ἀλλὰ καὶ τοῦτο λαμβάνεται.
18nΔιαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων τοῦτο ποιεῖν.
19Ἐπειδὴ ὀλίγα ἦν ἃ εἰς τὸ παράδειγμα εἴληφε (δύο γὰρ ἦσαν μόνα
20τὸ πεζὸν καὶ τὸ δίπουν) ἢ διὰ ταῦτά φησιν ὡς καὶ ἑτέρων δὲ ὄντων, ἢ ἁπλῶς μηδὲν διαφέρειν, κἄν τε πλείω κἄν τε ἐλάττω ᾖ τὰ ἐκλεγέντα καὶ τὸν ὅρον ἀποτελέσαντα. τὸ αὐτὸ γὰρ γίνεται ἐπί τε αὐτῶν καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου ὁρισμοῦ· πάντα γὰρ λαμβάνεται, καὶ οὐδέν ἐστιν ὃ συλλογιστικῶς συμπεραίνεται.
25nἈσυλλόγιστος μὲν οὖν καὶ ἡ χρῆσις γίνεται.
26 Ἔτι τὸ αὐτὸ δείκνυσιν ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν· τοσοῦτον γάρ, φησίν, ἡ διαίρεσις ἀπέχει τοῦ συλλογίζεσθαι, ὥστε οἱ ταύτην μετιόντες οὐ μόνον τὰ πρὸς τὸ συλλογίζεσθαι δυσχέρειαν ἔχοντά τινα τῶν συμπληρούντων τὸν ὅρον, ἀλλὰ καὶ ὅσα ῥᾴω ἐστὶ πρὸς τὸ συλλογίζεσθαι, καὶ ταῦτα ἀσυλλο‐
30γίστως λαμβάνεται. τοῖς γὰρ οὕτω μετιοῦσι, φησίν, ἤγουν τοῖς διαιρετικῶς τὴν εὕρεσιν μεταχειριζομένοις τοῦ ὁρισμοῦ, ἀσυλλόγιστος ἡ χρῆσις γίνεται καὶ ἐκείνων αὐτῶν τῶν δυνατῶν ὄντων συλλογισθῆναι. οἷον τὸ ζῷον διὰ
μέσου τοῦ αἰσθητικοῦ συλλογισθῆναι δυνάμενον ἀσυλλογίστως λαμβάνεται.72

73

πάλιν τὸ δίπουν διὰ μέσου τοῦ φύσει ὀρθίου· ‘ὁ ἄνθρωπος φύσει ὄρθιος· πᾶν τὸ φύσει ὄρθιον δίπουν· πᾶς ἄρα ἄνθρωπος δίπουσ‘. λαμβάνεται δὲ καὶ τὸ δίπουν τοῖς διαιρετικῶς μετιοῦσιν ἀσυλλογίστως.
4nΤί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι.
5 Τὸ γάρ ἐνταῦθα ἀντὶ τοῦ δέ. οὐ γὰρ τοῦ προλαβόντος τοῦτο κατα‐ σκευαστικόν, ἀλλ’ ἕτερον καθ’ αὑτὸ ἐπιχείρημα. φησὶ δ’ ὅτι κἂν δοίημεν τὸν ληφθέντα λόγον κατὰ μέρος τε καὶ ἁπλῶς κατὰ τοῦ προκειμένου ὁριστοῦ λέγεσθαι, ἀλλ’ οὐδεμία ἀνάγκη καὶ ὡς ὁρισμὸν κατ’ αὐτοῦ λέγεσθαι. οὐ γὰρ πᾶς λόγος ἀληθῶς κατ’ αὐτοῦ λεγόμενος, ἤδη καὶ ὁρισμός ἐστιν
10ἐκείνου καθ’ οὗπερ λέγεται. ἔστι γὰρ καὶ ἐκ συμβεβηκότων συνθεῖναι λόγον καὶ ἀληθῶς κατηγορῆσαι κατά τινος, ἔστι δὲ καὶ ἐκ τῶν τί ἐστι, μὴ μέντοι καὶ ἀντιστρέφειν· καὶ πολλαί εἰσι παρατηρήσεις περὶ τοὺς ὁρισμούς, ὧν μὴ φυλαττομένων οὐκ ἔσται τοῦ τί ἐστιν ὁ συντεθεὶς λόγος, κἂν κατὰ τοῦ ὁριστοῦ ἀληθεύηται.
15nἜτι τί κωλύει ἢ προσθεῖναί τι.
16 Διττῶς ἔστι τὸ ῥητὸν ἐκλαβεῖν· ἢ γὰρ πρὸς τὸν ὁρισμὸν ἢ πρὸς τὴν διαίρεσιν. εἰ μὲν πρὸς τὸν ὁρισμόν, ἔσται ἀπόδοσις πρὸς τὸ προσεχές. εἰπὼν γὰρ ‘τί κωλύει ἀληθῶς μὲν λέγεσθαι τὸν συντεθέντα λόγον κατὰ τοῦ ὁριστοῦ, μὴ μέντοι εἶναι αὐτὸν τὸ τί ἐστι‘, τρόπους τίθησίν τινας, καθ’
20οὓς τοῦτο ἐνδέχεται γίνεσθαι. ἢ γὰρ προσθήκη τινὸς ἐκ τῆς ὕλης λαμβανο‐ μένου ἢ συμβεβηκότος ἁπλῶς ἐπιγινομένη τοῖς οὐσιώδεσιν ἀπείργει εἶναι τὸν λόγον τὸ τί ἐστιν, οἷον εἰ τῷ ζῴῳ λογικῷ θνητῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ προστεθῇ τὸ πλατυώνυχον ἢ τὸ γελαστικὸν ἢ τὸ γραμματικὸν ἤ τι τοιοῦτον· δεῖ γὰρ τὸ τί ἐστιν ἐκ τῶν οὐσιωδῶν τε συγκεῖσθαι καὶ εἰδο‐
25ποιητικῶν, ὅτι καὶ ἡ οὐσία ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὸ εἶδός ἐστιν· ἢ ἀφαιρεθέντος τινὸς ἐλλιπὴς ὁ ὅρος γίνεται καὶ οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, οἷον εἴ τις εἴποι ζῷον λογικὸν εἶναι τὸν ἄνθρωπον, ἀφελὼν τὰ λοιπά· ἢ ὑπερβὰς τῶν μεταξὺ ἓν ἢ πλείω οὐ πᾶσαν τὴν οὐσίαν ἐπέξεισιν, οἷον εἴ τις ἐρεῖ τὸν ἄνθρωπον εἶναι ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν.
30καὶ ταῦτα μὲν εἰ πρὸς τὸν ὁρισμὸν τὸ ῥητὸν ἐκληψόμεθα· εἰ δὲ πρὸς τὴν διαίρεσιν, ἕτερον ἔσται τοῦτο καθ’ ἑαυτὸ καὶ οὕτω νοούμενον· τί δὲ κωλύει τρόπῳ τινὶ ἀπάτης ἐμπεσεῖν τὸν διαιροῦντα, ἢ ἐξ ὕλης λαμβάνοντα
διαφορὰς ἢ καὶ συμβεβηκότα ἐν τῷ διαιρεῖν προστιθέντα ἢ ἀφαιροῦντά73

74

τινα καὶ μὴ ἐπεξιόντα κατὰ τὰς διαφορὰς ἅπαντα εἰς ὅσα διαιρεῖται τὸ διαιρούμενον, ἤ τι τῶν μεταξὺ ὑπερβαίνοντα, ὧν θάτερον μὲν κατὰ τὸ πλάτος, θάτερον δὲ κατὰ τὸ βάθος τῆς διαιρέσεως πέφυκε γίνεσθαι. δεῖ δὲ τὸ τὶ νοεῖν οἰκείως καθ’ ἕκαστον, ἐπὶ μὲν τῆς προσθέσεως τὶ τῶν ἐκ
5τῆς ὕλης διαφορῶν ἢ τῶν ἁπλῶς συμβεβηκότων, ἐπὶ δὲ τῆς ἀφαιρέσεως καὶ ὑπερβάσεως τὶ τῆς οὐσίας, τουτέστι τῶν οὐσιωδῶν, ἃ καὶ οἰκείως τῷ ὁριστῷ ἐκλεγόμενα τὴν οὐσίαν αὐτοῦ συμπληροῖ. δόξειε δ’ ἂν ἄμφω ταῦτα τοῦτό τε καὶ τὸ πρὸ αὐτοῦ οὐ πρὸς τὸ προκείμενον εἰρῆσθαι, λέγω δὴ τὸ τὸν ὁρισμὸν μὴ ἀποδείκνυσθαι διὰ συλλογισμοῦ ἢ μὴ συλλογίζεσθαι
10τὴν διαίρεσιν, ἀλλὰ πρὸς τὸ τοὺς συλλογισμοὺς μὴ διὰ τῶν διαιρέσεων εὑρίσκεσθαι.
12nΤαῦτα μὲν οὖν παρίεται μέν, ἐνδέχεται.
13 Τὰ εἰρημένα, φησίν, εἴτε κατὰ τὸν ὁρισμόν, ὡς τὸ πρῶτον εἴρηται, εἴτε κατὰ τὴν διαίρεσιν, ὡς τὸ δεύτερον, καταλιμπάνεται μὲν ἤγουν παρα‐
15χωρεῖται καὶ ἀφίεται γίνεσθαι δι’ ἀπροσεξίαν ἢ καὶ ἀνεπιστημοσύνην, τοῦ διαιροῦντος. ὅμως οὐκ ἔστιν ἄλυτα τὰ ἐγκλήματα οὐδ’ ἀνίατα τὰ ἁμαρτή‐ ματα, ἀλλ’ ἐνδέχεται λῦσαι ταῦτα καὶ θεραπεῦσαι. εἰ γὰρ διέλοι τις ἐφεξῆς πάντα τὰ ἐν τῷ τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν τὰ κατ’ οὐσίαν κατηγορούμενα, ὡς μηδὲν παραλιπεῖν μήτε κατὰ πλάτος μήτε κατὰ βάθος, οὐδὲν τῶν εἰρη‐
20μένων πταισμάτων συμβήσεται. δεῖ δὲ οὕτως ἀκούειν τὸ πάντα τὰ ἐν τῷ τί ἐστιν, ἵν’ εἴη πάντα τὰ διαιρούμενα ἐν τῷ τί ἐστιν, ἃ τινά εἰσι τὰ εἰδητικά, καὶ μηδὲν μήτε ἀπὸ τῆς ὕλης μήτε συμβεβηκός· ὡς εἶναί τε πάντα τοιαῦτα, καὶ μηδὲν παραλείπεσθαι τῶν τοιούτων. τοῖς γὰρ δυσὶ παραγγέλμασι τὰ τρία ἐπιδιωρθώσατο ἁμαρτήματα. εἰ δὲ πάντα, φησίν,
25ἐν τῷ τί ἐστιν, οὐ δεῖ ταράττεσθαι ὡς τῶν διαφορῶν ἐν τῷ ὁποῖόν τί ἐστι λεγομένων κατηγορεῖσθαι· τῷ γὰρ γένει συνειλημμέναι ἐν τῷ τί ἐστι λέγονται καὶ αὐταί, ἐπεὶ καὶ ἅπας ὁ ὁρισμὸς ἐκ τοῦ γένους καὶ αὐτῶν συνιστάμενος τὸ τί ἐστιν ἔστι. κατά τε οὖν τὸν ὁρισμὸν δεῖ τοιαῦτα πάντα λαβεῖν, ἤτοι εἰδητικά τε καὶ ἐν τῷ τί ἐστι, καὶ μηδὲν παραλιπεῖν τῶν
30συμπληρούντων τὸν ὁρισμόν, κατά τε τὴν διαίρεσιν τὸ αὐτὸ ποιεῖν. πᾶν γὰρ τὸ διαιρούμενον ἐπὶ εὑρέσει τοῦ τί ἐστι γένος τε δεῖ εἶναι καὶ εἰς πάντα διαιρεῖσθαι τὰ ὑπ’ αὐτὸ ἀναγόμενα διὰ μέσων τῶν διαφορῶν. ἐξ ἀρχῆς μὲν γὰρ τὸ γένος ἁπλοῦν αἰτεῖταί τε καὶ λαμβάνεται· εἶτα διαφορᾶς προσγινομένης οὐσιώδους αὐτῷ καὶ εἰδοποιοῦ τὸ ἀποτελούμενον εἶδος μὲν
35γίνεται τοῦ προτέρου, γένος δὲ τοῦ ἐφεξῆς, καὶ οὕτως ἀεί, ἔστ’ ἂν εἰς τὸ ἄτομον εἶδος ἥξωμεν, ἤγουν τὸν λόγον τῷ ὁριστῷ ἐξισάσωμεν· καὶ τοῦτό
ἐστι τὸ ζητούμενον τί ἐστι.74

75

(1n)

Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐπιπίπτει.
2 Τὸ μηδὲν παραλείπειν ἀναγκαίως ἕπεται, φησίν, εἰ ἅπαν, ὅπερ ἂν ὑπὸ τὸ γένος ᾖ, εἰς τὴν διαίρεσιν ἐμπίπτει, τουτέστιν ἐν τῇ διαιρέσει παραλαμβάνεται, ὡς μηδὲν τοῦ διαιροῦντος καταλιμπάνοντος μήτε κατὰ
5πλάτος μήτε δὲ κατὰ βάθος· οὕτω γὰρ ἀνελλιπῶς γινομένης τῆς διαιρέσεως οὔτε κατὰ τὸν ὁρισμὸν οὔτε κατὰ τὴν διαίρεσιν τῶν εἰρημένων τι συμ‐ πεσεῖται ἁμαρτημάτων. ἢ οὐχ ὁμοῦ δεῖ καὶ ἐπὶ τῶν αὐτῶν ἀκούειν τὸ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτειν καὶ μηδὲν ἐλλείπειν, ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ πλάτους, τὸ δὲ ἐπὶ τοῦ βάθους, ὡς μήτε τῷ διαιρεῖν τὰ ἐπάνω τι
10καταλιμπάνειν τῶν ὑπ’ αὐτά, ἀλλὰ πάντα ἐπεξιέναι, οἷον τὸ ζῷον διαι‐ ροῦντας εἰς πεζὸν καὶ πτηνὸν καὶ νηκτόν, καὶ μὴ μέχρι τῶν δύο πλατύνειν καταλιμπάνοντας τὸ ἕν, καὶ αὖθις κατὰ βάθος μὴ μέχρι τοῦ πεζοῦ ἵστασθαι, καὶ τὸ ζῷον πεζὸν λόγον ποιεῖσθαι τοῦ ἀνθρώπου, ἀλλὰ διαιρεῖν καὶ τοῦτο εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν· οὕτω γὰρ τὸ τέλειον εὑρόντες
15οὐκέτι χρείαν τοῦ τέμνειν ἔχομεν. οὕτω γὰρ ἔσται ἀκόλουθον τὸ ἐπι‐ φερόμενον.
17nΤοῦτο δ’ ἀναγκαῖον· ἄτομον γὰρ ἤδη δεῖ εἶναι.
18 Τὸ μὲν πρότερον ἀναγκαῖον ὡς ἀναγκαίως ἑπόμενον εἴρηται, τοῦτο δέ γε τὸ δεύτερον κατὰ τὸ τοῦ χρειώδους σημαινόμενον τέθειται· ἀναγκαίως
20γὰρ οὕτω τὰς διαιρέσεις ποιεῖν δεόμεθα, ὡς μηδὲν ἐλλείπειν κατιόντες. κανὼν δὲ τούτου τῆς διαγνώσεως, δι’ οὗ τὸ μηδὲν ἐλλείπειν ἐπιγνωσόμεθα, εἴπερ εἰς ἄτομον καταντήσομεν, ἤγουν ὅταν ἔσχατον ᾖ τὸ ληφθὲν τελευ‐ ταῖον καὶ εὐθὺς ἀντιστρέφον τῷ ὁριστῷ, ὡς μηκέτι εἰς ἕτερα τέμνεσθαι, μηδέ τι εὑρίσκειν κατηγορούμενον τοῦ ὁριστοῦ ἐν τῷ τί ἐστιν. ἄτομον δὲ
25λέγεται ἢ ὁ συστὰς λόγος ἐκ τῆς διαιρέσεως ὡς μὴ χρείαν ἔχων τομῆς διὰ τὸ ἤδη ἀντιστρέφειν πρὸς τὸ προκείμενον ὁριστόν, ἢ εἰ τύχοι, ἐσχάτη δια‐ φορὰ καὶ ἰδίως τῷ προκειμένῳ μόνῳ καὶ μηδενὶ ἑτέρῳ ὑπάρχουσα, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, ἥτις οὐδὲ εἰς πλείω τέμνεται διὰ τὸ μὴ ἐν πλείοσιν εἴδεσιν εὑρίσκεσθαι. ἢ ἴσως κἄν τις εἴη διαφορὰ
30θεωρουμένη ἐν πλείοσι, ταύτης δὲ τελευταῖον προστιθεμένης ἀντιστρέφει τὸ ὅλον πρὸς τὸ προκείμενον, ῥηθήσεται ἄτομος, οὐχ ἁπλῶς ἀλλ’ ἐν τῷδε τῷ λόγῳ, ὃν τῇ ἑαυτῆς ἔπαυσε προσθήκῃ τοῦ διαιρεῖσθαι καὶ
τέμνεσθαι, ὡς ἐν τῷ ζῷον πεζὸν δίπουν τὸ δίπουν.75

76

(1n)

Ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔνεστιν.
2 Οὐκ ἀδιόρθωτα μὲν τὰ ἐν τῇ διαιρέσει ἁμαρτανόμενα οὐδὲ ἄχρηστος ἡ τοιαύτη μέθοδος πρὸς γνῶσίν ἐστιν, ἀλλὰ πολλὰ ἐκ ταύτης γνωρίζομεν οὕτως αὐτὴν ὡς εἴρηται μετερχόμενοι· ἀλλ’ οὐ παρὰ τοῦτο φαίημεν ἂν
5αὐτὴν συλλογίζεσθαι. εἴπερ γὰρ γνωρίζειν ποιεῖ, ἄλλον τρόπον ἀλλ’ οὐ κατὰ συλλογισμὸν τοῦτο ποιεῖ· τοῦτο γὰρ προέκειτο ἐξ ἀρχῆς. ὥστε κἂν μεταξὺ παρεκβάντες περὶ αὐτῆς ἠπορήσαμεν καὶ αὖθις τὰ ἠπορημένα λελύκαμεν, ἀνατρέχοντες αὖθις ἐπὶ τὸ πρότερον λέγομεν ὅτι κἂν γνῶσιν παρέχῃ κἂν εἰς τοὺς ὁρισμοὺς συμβάλληται ἡ διαίρεσις, οὐ συλλογίζεται,
10καθὼς αὐτὴν προχειριζόμενοι ἀπεδείξαμεν. οὕτω δὴ συντάττειν, οἶμαι, τὴν λέξιν ἐστὶ προσφυέστερον. ἀλλ’ εἴπερ γνωρίζειν ποιεῖ, ἄλλον τρόπον· ὡς ἐξακούεσθαι τὸ ποιεῖ καὶ ἐν τούτῳ. οὐκ ἀκαίρως δὲ ἔοικεν ἐκ τοῦ προκει‐ μένου τε παρεκβῆναι μικρὸν καὶ ἐπαπορῆσαι κατὰ τῆς διαιρέσεως σφαλερὰν ἀπελέγχων αὐτήν, εἶτα συστῆσαι ταύτην διὰ τῶν λύσεων καὶ δεῖξαι μέθοδον
15καὶ αὐτὴν οὖσαν πρὸς ἐπιστήμην συμβαλλομένην, ἀλλ’ ἵνα δείξῃ μὴ πᾶσαν ἐπιστήμην τῇ συλλογιστικῇ καὶ ἀποδεικτικῇ περιέχεσθαι, ἀλλ’ εἶναί τινας καὶ παρ’ αὐτὴν διδασκαλίας τρόπους οἳ αὐτῇ οὐχ ὑπόκεινται. ὥστ’ οὐ δια‐ βάλλων τὴν διαιρετικὴν δόξειεν ἂν δικαίως λέγειν ἅπερ λέγει περὶ αὐτῆς, ἀλλ’ ἢ μᾶλλον καὶ συνιστῶν καὶ βεβαιῶν αὐτὴν ὡς ἔστι καθ’ αὑτὴν ἄνευ
20τοῦ συλλογίζεσθαι.
21nΚαὶ τοῦτο μὲν οὐδὲν ἄτοπον.
22 Οὐδέν, φησίν, ἄτοπον οὐδὲ παράδοξόν ἐστι τὸ λέγειν γνῶσιν μὲν παρ‐ έχειν τὴν διαιρετικήν, μὴ μέντοι γε συλλογίζεσθαι· οὐ γὰρ πᾶσα γνῶσις ἀγνοουμένου τινὸς διὰ συλλογισμοῦ γίνεται. ἰδοὺ γὰρ καὶ ὁ ἐπάγων γνωρίζει
25μὲν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστούμενος, ἀλλ’ οὐ συλλογίζεται. κοι‐ νότερον δὲ ἐνταῦθα τὸ ἴσως τέθεικεν.
27nἈλλ’ ὅμως δηλοῖ τι.
28 Δόξειεν ἂν ἀκολουθότερος εἶναι ὁ λόγος, εἰ ληφθείη ἀνάπαλιν ‘συλλο‐ γισμὸν μὲν οὐ λέγει ὁ λέγων τὸν ὁρισμὸν ἐκ τῆς διαιρέσεως, ἀλλ’ ὅμως
30δηλοῖ τι.‘ ὁ γὰρ ἐκ τῆς διαιρέσεως, φησί, τὸν ὁρισμὸν συνιστῶν συλλο‐ γισμὸν μὲν οὐ λέγει, ὡς εἴρηται, ἀλλ’ ὅμως δήλωσιν πράγματος καὶ
γνῶσιν παρέχεται. εἰ δὲ βούλοιτό τις, ἔστω καὶ καθ’ ὑπερβατόν· δηλοῖ76

77

μέν τι ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν, ἀλλ’ ὅμως συλλογισμὸν οὐ λέγει. ἔσται γὰρ τοῦτο τοῖς ἑξῆς οἰκειότερον.
3nὭσπερ γὰρ ἐν τοῖς συμπεράσμασιν.
4Τὸ ἑξῆς τῆς λέξεως ἐκ τῶν πρότερον εἰρημένων ἤδη σαφές ἐστι, καὶ
5οὐ δεῖται πλείονος λόγου· οὔτε γὰρ ἡ σύνταξις δυσχερὴς καὶ ἡ διάνοια πᾶσα ἐκεῖ δεδήλωται. τίνα τε γὰρ ἔστιν εἰπεῖν συμπεράσματα ἄνευ τῶν μέσων, ἐν οἷς ἔστιν ἐπιζητῆσαι τὸ διὰ τί, καὶ πῶς κἂν τινῶν ὄντων αὐτὰ εἶναι λέγηται, χώραν ἔχει ἡ ἐρώτησις, καὶ ὅπως ἐκείνοις ὁμοίως καθ’ ἕκαστόν τε τῶν ἐκ διαιρέσεως εὑρισκομένων εἰς ὅρου σύνθεσιν καὶ
10τῷ γένει προστιθεμένων καὶ τοῖς προτέροις τῶν ὑστέρων ἔστιν ἐπερωτῆσαι τὸ διὰ τί, καὶ εἰς ἅπαν τὸ τοῦ ὁρισμοῦ σύνθημα· καὶ ὡς οὐκ ἀνάγκη τις ὁρισμὸν λέγειν αὐτό, ὡς ἐπὶ τοῦ συλλογισμοῦ ἰδεῖν ἔστι μετὰ τὴν τῶν προτάσεων θέσιν ἀναγκαίως ἑπόμενον τὸ συμπέρασμα, καὶ ὡς ὁ ὁρισμὸς οὐ συλλογισμός ἐστι, κἂν διὰ τῆς διαιρέσεως ἀπεδείκνυτο, ἱκανῶς εἴρηται,
15καὶ οὐ χρὴ ταυτολογεῖν, ἀλλὰ μεταβαίνειν ἤδη εἰς τὰ ἑξῆς, πλὴν ὅσον εἰπεῖν ὅτι διαιρετικοὺς ὅρους λέγει τοὺς εὑρισκομένους ἐκ τῆς διαιρέσεως. καὶ ὅταν λέγῃ ὁ δὲ τοιοῦτος λόγος ἅπας οὐκ ἔστιν ὁρισμός, ἴσον ἐστὶ λέγειν τῷ οὐκ ἔστι δεδειγμένον συλλογιστικῶς ὅτι ὁρισμός ἐστι. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγομένου, ὅτι εἰ καὶ τῇ διαιρέσει ἀπεδείκνυτο, ἀλλ’ ὁρισμὸς οὐ
20συλλογισμὸς γίνεται, ἅπερ ἐζήτηται ἐξ ἀρχῆς, εἰ μήτε συλλογισμός ἐστι μήτε συλλογιστικῶς δείκνυται.
22nἈλλ’ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν.
23 Τὸν ὁρισμὸν δεῖξαι προθέμενος μὴ ἀποδείξει μηδ’ ὅλως συλλογισμῷ ὑποκείμενον, πάντα τρόπον ἐπέξεισι δι’ οὗ εἰκός ἐστιν οἰηθῆναί τινα ἀπο‐
25δείξει καὶ συλλογισμῷ τὸν ὁρισμὸν ὑποβάλλεσθαι. καὶ ἤδη μὲν δύο προ‐ θέμενος ἤλεγξε μηδαμῶς ἀποδεικνύντας ἢ ὅλως συλλογιζομένους τὸν ὁρισμόν. οὗτοι δὲ ἦσαν ὅ τε διὰ τῶν ἀντιστρεφόντων καὶ ὁ διὰ τῆς διαιρέσεως· ὡς ἐν παρόδῳ δὲ καὶ τὴν ἐπαγωγὴν μὴ συλλογιζομένην ἀπήλεγξεν, ὡς εἰ καὶ λέγοι τις κατὰ μέρος ἐξ αὐτῆς τὸν ὁρισμὸν συνίστα‐
30σθαι, ἐκ τῶν ὑπὸ τὸ ὁριστὸν πιστουμένης καθόλου ὑπάρχειν τῷ ὁριστῷ
τῶν μερῶν τοῦ ὁρισμοῦ ἕκαστον καὶ τὸν ὁρισμὸν ἅπαντα τὸν συγκείμενον77

78

ἐξ αὐτῶν· ἀλλά γε μηδ’ οὕτως τὸν ὁρισμὸν ἀποδείκνυσθαι, ἐπειδήπερ οὐδ’ ἡ ἐπαγωγὴ συλλογίζεται. ἐξετάζει δὲ καὶ περὶ ἑτέρων δύο, οὓς καὶ ὀνο‐ μάζει ἐξ ὑποθέσεως, οὐχ ὅτι καὶ ἄμφω ὑποθετικῶς συλλογίζονται, ἀλλὰ κατηγορικὸς μὲν ὁ πρότερος, διότι δέ τι πρότερον ὑποτιθέμενος καὶ αὐτὸς
5ὡς ὁμολογουμένην ἀρχὴν οὕτως ἑξῆς συλλογίζεται τῇ ὑποθέσει πρότασιν ἑτέραν προσθείς, τούτου ἕνεκεν καὶ αὐτὸν ἐξ ὑποθέσεως ὀνομάζει. ὑπο‐ θέμενος γάρ τις καὶ λαβὼν εἶναι μὲν ὁρισμὸν λόγον ἐκ τῶν ἐν τῷ τί ἐστιν οἰκείων συγκείμενον, ταὐτὸν δὲ εἰπεῖν ἐκ τοῦ οἰκείου γένους καὶ τῶν οἰκείων διαφορῶν τοῦ ὑποκειμένου, ἔχων δὲ συνηγμένα τοιαῦτά τινα τῷ
10προκειμένῳ ὑπάρχοντα, καὶ προσθεὶς τῇ ληφθείσῃ προτάσει ὅτι ταῦτα δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν, οἴεται οὕτως ἀποδεικνύναι τὸν ὁρισμόν, τοῦτο λέγων εἶναι τὸ εἶναι τῷ ὁριστῷ, ὃ ταῦτα δηλοῖ. πάλιν δὴ καὶ οὗτος τὸ ἐν ἀρχῇ αἰτεῖται καὶ ζητῶν τὸ τί ἦν εἶναι λαμβάνει τοῦτο ἐν ταῖς προτάσεσιν. εἰ γὰρ δοίημεν ταῦτα τὰ συνηγμένα τὸ τί ἐστι
15εἶναι τὸ ὑποκείμενον, τί ἄλλο δεδώκαμεν ἢ τὸν ὁρισμὸν εἶναι αὐτοῦ, ὅπερ ἦν τὸ ζητούμενον. εἰ γὰρ ζητοῦντες τὸν ἀνθρώπου ὁρισμὸν ἔχομεν συν‐ αθροισθέντα περὶ αὐτοῦ τὰ ζῷον πεζὸν ὑπόπουν δίπουν ἄπτερον, εἶθ’ ὑποθώμεθα, ταὐτὸν δὲ εἰπεῖν ὡς ἀρχὴν ὑποτιθεμένην λάβωμεν, ὅτι πᾶς λόγος ὁ ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου συγκείμενος ὁρισμός
20ἐστιν, ὁ δὲ λόγος ὁ λέγων ζῷον πεζὸν ὑπόπουν δίπουν ἄπτερον ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου σύγκειται, ὁ λόγος ἄρα οὗτος ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί, τί ἄλλο εἴπομεν ἢ ὅτι ὁ λόγος οὗτος ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί; ταὐτὸν γάρ ἐστιν εἰπεῖν ὁρισμὸν καὶ λόγον ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι συγκείμενον. τίνα δέ ἐστιν ἅ φαμεν ἴδια ἐν τῷ τί ἐστιν; ἢ τὸ
25οἰκεῖον τοῦ εἴδους γένος καὶ τὰς αὐτῷ ἁρμοζούσας διαφοράς, ὧν συνελ‐ θόντων ἀλλήλοις ὡς ἐκ μερῶν ὅλον τὸ τί ἐστι καὶ ὁ ὅρος συνίσταται. ἴδια δὲ ταῦτα οὐχ ὡς ἀντιστρέφοντα πρὸς τὸ εἶδος καθ’ ἕκαστον λέγεται, ἀλλ’ ὡς οἰκεῖα αὐτοῦ, κἂν μηδὲν ἧττον ἢ αὐτῷ καὶ ἑτέροις ἴσως ᾠκείωται, ἐπεὶ καὶ ἑκάστου εἴδους τὸ γένος οἰκεῖον αὐτοῦ καὶ ἴδιον, ὡς ἴδιον
30ἀνθρώπου γένος τὸ ζῷον καὶ ἀρετῆς ἕξις καὶ γεωμετρίας ἐπιστήμη καὶ ἄλλου ἄλλο. οὐ μόνον δὲ ὁ οὕτως τὸν ὁρισμὸν ἀποδεικνύειν λέγων τὸ ἐν ἀρχῇ αἰτεῖται, ὅπερ ἀλλότριον ἀποδείξεως, ἀλλὰ καὶ τὸ χρήσιμον ἀναιρεῖ τοῦ συλλογισμοῦ, ὀργάνου ὄντος ταῖς ἐπιστήμαις καὶ ἀεὶ συντελοῦντος πρὸς ἕτερον ὡς τέλος. οὐ γὰρ τῶν κειμένων ἕτερον συνάγει τῷ ταῦτα εἶναι,
35ἀλλὰ διάφορα λαμβάνει αὐτά τε πρὸς ἄλληλα τὰ τιθέμενα καὶ πρὸς αὐτὸ τὸ συμπέρασμα. ὅτι δὲ τοῦτο τῆς διὰ τῶν ἀντιστρεφόντων τῷ ὁρισμῷ
ἀποδείξεως παραλογώτερον, δῆλον· ἐκεῖ μὲν γὰρ ἄλλος ὁ μέσος λαμβανό‐78

79

μενος ὁρισμὸς ὑπάρχειν ἐδόκει καὶ ἄλλος ὁ δι’ ἐκείνου δεικνύμενος, ἐνταῦθα δὲ οὐκ ἄλλος ἀλλ’ ὁ αὐτός· τὸν γὰρ ὁρισμὸν τοῦδε μέσον λαμβάνει, καὶ τὸν ὁρισμὸν τοῦδε δείκνυσιν ὁρισμὸν ὄντα αὐτοῦ. ὅτι δὲ καὶ περιττὸν τὸ τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ λαμβάνειν ἐν τῷ ὁρίζεσθαι, ἐκ τῆς πρὸς τὸν συλ‐
5λογισμὸν δείκνυσιν ὁμοιότητος· ὡς γὰρ συλλογιζομένους ἡμᾶς περί τινος οὐ χρεία ἐστὶ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν λαμβάνειν, ἀλλὰ μόνον προτάσεις τιθέναι ἢ ἄμφω καθόλου ἢ τὴν μὲν καθόλου τὴν δ’ ἐν μέρει, καὶ οὕτως ἐπάγειν τιθείσαις αὐταῖς τὸ συμπέρασμα, τὸν δὲ ὅρον τοῦ συλλογισμοῦ προωμολογημένον ἔχοντας μὴ παρεισάγειν μὲν τοῦτον ἐν ταῖς προτάσεσιν,
10ἀλλ’ εἴπερ τις ἀντιλέγει ὡς ἡμῖν τὸ ἴδιον τοῦ συλλογισμοῦ οὐ τετήρηται, τότε παράγειν εἰς μέσον τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ, καὶ πείθειν τὸν ἐνιστάμενον ὡς τετηρήκαμεν ἅπαντα ἅπερ τῷ συλλογισμῷ ἐποφείλεται, οὕτω δὴ κἀπὶ τοῦ ὁρίζεσθαι. τὸ γὰρ τὸν ὅρον ἀποδεικνύειν οὐδέν ἐστιν ἄλλο ἢ ὁρίζεσθαι· οὐκ ἔστι δὲ χρεία τοῦ παρεισάγειν εἰς μέσον τὸν ὅρον
15τοῦ ὁρισμοῦ, ἀλλ’ ἔχειν μὲν καὶ τοῦτον ὁμολογούμενον, ὁπόταν δὲ ὁρισαμένοις ἡμῖν ἀνθίσταιτό τις ὡς τὸ ἴδιον τοῦ ὁρισμοῦ μὴ τηρήσασιν, τότε χρῆσθαι τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ καὶ ἑαυτοὺς δεικνύναι τοῦτον τετηρηκότας ἐν τῷ ὁρίζεσθαι, ὅτι γε τὸ λέγειν ὡς οὗτος λόγος ἐστὶν ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων καὶ ὅτι ὁ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων λόγος ὁρισμός ἐστιν οὐδὲν ἄλλο
20ἐστὶν ἢ τὸν ὁρισμὸν παραλαμβάνειν τοῦ ὁρισμοῦ· ὁ γὰρ ὁρισμὸς λόγος ἐστὶν ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων. καὶ οὗτος μὲν ἅτερος τρόπος τῶν ὠνομασμένων ἐξ ὑποθέσεως, ἱκανῶς ἐλεγχθεὶς ὡς ὁρισμὸν δεικνύειν οὐ δύναται. ὑπο‐ θετικὸς δὲ ὁ ἕτερος ὡς καὶ οὗτος συλλογιζόμενος ἐξ ὑποθέσεως, ὃς οὐδὲ αὐτός, ὡς δειχθήσεται, ὁρισμοῦ κατορθοῦν ἀπόδειξιν δύναται. κἂν γὰρ μὴ
25οὕτως τὸ ἐξ ὑποθέσεως λάβωμεν ὡς πρότερον εἴρηται, ἀλλὰ καθάπερ εἴωθε λέγεσθαι, οὐδ’ οὕτως ὁ ὁρισμὸς ἀποδείκνυται, ἀλλ’ αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς καὶ ὁ οὕτω τὸν ὁρισμὸν συλλογιζόμενος ἀναγκάζεται. καὶ παρα‐ δείγματα τούτου ὡς ὁριστὰ μὲν κακὸν καὶ ἀγαθόν, ὡς ὁρισμοὶ δὲ διαιρετὸν καὶ ἀδιαίρετον. λέγομεν τοίνυν ‘εἰ τῷ κακῷ τὸ εἶναι τὸ διαιρετῷ αὐτῷ
30εἶναι, τῷ δ’ ἐναντίῳ τὸ εἶναι τὸ ἐναντίῳ εἶναι, ἔστι δὲ τὸ κακὸν ἐναντίον τῷ ἀγαθῷ, ἔστιν ἄρα τῷ ἀγαθῷ τὸ εἶναι τὸ ἐναντίῳ εἶναι τῷ κακῷ. ἦν δὲ τῷ κακῷ τὸ εἶναι τὸ διαιρετῷ εἶναι· τῷ ἀγαθῷ ἄρα τὸ ἀδιαιρέτῳ εἶναι· ἐναντία γὰρ τὸ διαιρετὸν καὶ τὸ ἀδιαίρετον.‘ πρῶτον μὲν οὖν ὁ λόγος οὐκ ἐπὶ πάντων κρατήσει τῶν ὁριστῶν, ὥστε πάντα οὕτως ὁρίζεσθαι τὰ
35ἐναντία περὶ τῶν ἐναντίων ὑποτιθεῖσιν, ἀλλ’ ἐπὶ μόνων οἷς ἐναντιότης εὑρίσκεται, ἐφ’ ὧν δὲ μή, οὔ· ἔπειτα κἀνταῦθα, ἵνα τὸ τί ἦν εἶναι δείξῃ,
λαμβάνει τὸ τί ἦν εἶναι. εἰ δὲ καί τις ἐρεῖ ὡς ἕτερον λαμβάνων ἕτερον79

80

ἀποδείκνυσι, τοῦτο δὲ οὐκ ἄτοπον, ἀλλὰ πρῶτον μὲν οὐδ’ αὐτὸ δῆλον τὸ λαμβανόμενον, οὐδὲν δὲ ἧττον τοῦ προκειμένου ζητούμενον· ἔπειτα εἰ καὶ αὐτὸ δέοι δεῖξαι, διὰ τοῦ ἐναντίου δειχθήσεται, ὡς εἶναι δι’ ἀλλήλων ταῦτα δεικνύμενα, ὅπερ ἐπιστήμης ἀλλότριον. λαμβάνειν γὰρ ἐφεῖται μὲν ἐν ταῖς
5ἀποδείξεσι· καὶ γὰρ ἐν αὐταῖς ἄλλο ἄλλου κατηγορεῖται, ὅπερ οὐκ ἂν ἦν, εἰ μή τι ἐν αὐταῖς ἐλαμβάνετο· οὐ μὴν αὐτὸ ἐκεῖνο ὃ δεῖξαι πρό‐ κειται, ἀλλ’ οὐδὲ οὗ ὁ αὐτὸς λόγος, ὡς ἀντιστρέφειν τὰς δείξεις πρὸς ἀλλήλας τοῦ τε ληφθέντος καὶ τοῦ δι’ ὃ εἴληπται, ἀλλ’ ἕτερόν τι καὶ ἄλλως ἔχον, καὶ οὕτω τὰς κατηγορίας ποιεῖσθαι, ταὐτὸν δὲ εἰπεῖν λαμ‐
10βάνειν τὰς προτάσεις ἕτερον τὸ μέσον θεμένους τῶν ὅρων οὓς ἔχειν δεῖ τὸ συμπέρασμα, ὅπερ ἢ ἀμφοῖν ἔσται κατηγορούμενον ἢ ἀμφοῖν ὑποκεί‐ μενον, ἢ τοῦ μὲν οὕτως τοῦ δ’ ἐκείνως, ὅπερ δὴ καὶ πρὸς τὴν τοῦ ὁρισμοῦ ἀπόδειξιν οἰκειότατον ὡς καθόλου τῷ ὁριστῷ καὶ ἐν καταφάσει ὑπάρχοντος. ταῦτα μὲν οὖν πρὸς ἕκαστον εἴρηται τῶν τρόπων. κοινῶς δὲ πρός τε τὸν
15ἐκ διαιρέσεως λέγοντα δεικνύειν τὸν ὁρισμὸν καὶ πρὸς τὸν ἐξ ὑποθέσεως ἔστιν εἰπεῖν ὡς οὐδεμία ἐστὶν ἀνάγκη, εἰ καὶ καθ’ ἓν τὰ κατηγορούμενα ἀληθεύει κατὰ τοῦ ὁριστοῦ, ἤδη καὶ τὸ ἐκ πάντων, ὡς ἓν εἶναι δύνασθαι δηλοῦν τὸ τί ἐστιν αὐτό. οὔτε γὰρ ὁ ἐκ διαιρέσεως ἐκλεξάμενος τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ἀνάγκην τινὰ ἐκ τῶν λαμβανομένων
20ἐφίστησιν ἓν εἶναι τὸ πᾶν κατηγόρημα, ἀλλ’ ἐνδέχεται ἰδίᾳ μόνον κατηγο‐ ρεῖσθαι ἕκαστον, ζῷον καὶ πεζὸν καὶ δίπουν, οὐ μὴν δὲ καὶ ἅμα ὡς ἕν, ζῷον πεζὸν δίπουν, ὥσπερ εἰ καὶ τὸν αὐτὸν ἄνθρωπον λέγοιμεν μουσικὸν καὶ γραμματικόν, ἅπερ οὐκ ἐνδέχεται ἓν γενέσθαι, οὔτε ὁ ὑποθετικῶς δεικνύων τὸν ὁρισμὸν εἰ τὸ αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς φυλαττόμενος οὐκ
25ἀθρόον λαμβάνοι τοῦ ἐναντίου τὸν ὁρισμόν, ἀλλὰ καθ’ ἓν ὑπάρχειν τῷ ἐναντίῳ τιθεὶς τὸ ἐναντίον τῷ ληφθέντι ἀεὶ [τῷ] ἐναντίῳ ὑπάρχειν συλ‐ λογίζοιτο, οὐχ ἕξει ἀποδοῦναι διὰ τί ταῦτα πάντα ὡς ἓν συντίθεται καὶ τὸ τί ἐστιν ἀπαρτίζει τοῦ προκειμένου. ἐνδέχεται γὰρ ὡς πολλὰ μόνον ἰδίᾳ ἕκαστον, ἀλλ’ οὐχὶ καὶ πάντα ὡς ἓν κατὰ τοῦ ὑποκειμένου κατηγορεῖ‐
30σθαι· ὥστε αἰτήσεται τοῦτο, οὐκ ἀποδείξει. ἀλλὰ καὶ ἐπὶ τοῦ κατὰ τὸν ἕτερον τρόπον ἐξ ὑποθέσεως λέγοντος τὸ αὐτό· οὐδὲ γὰρ οὗτος ἀποδώσει, διὰ τί ὁρισμὸς τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, οὐδὲ περὶ ἑκάστου τῶν ἐξ ὧν συνετέθη διὰ τί ἐν τῷ τί ἐστιν, ἐρεῖ, ἀλλ’ ἕκαστόν τε αἰτήσεται ἐν τῷ
τί ἐστιν εἶναι, καὶ τὸ ἅπαν τί ἐστιν ὡσαύτως.80

81

(1n)

Ἀλλ’ ἆρα ἔστιν καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν, ἐξ
2nὑποθέσεως δὲ λαβόντα;
3 Ὅτι μέν, φησίν, οὔτε διὰ τῶν ἀντιστρεφόντων οὔτε διὰ τῆς διαιρέσεως τὸν ὁρισμὸν ἐνδέχεται συλλογίζεσθαι, ἤδη δῆλον ἐκ τῶν εἰρημένων ἐστί.
5μήποτε δὲ ἄλλον τρόπον ἔστι τοῦτο ποιεῖν, οἷον ὑποθεμένους τι ὥσπερ λῆμμα καὶ τούτῳ ἕτερον προσάψαντας ὁμολόγημα συμπεραίνειν τὸν ὁρισμόν. τὸ δὲ ὑποτιθέμενον λῆμμά ἐστιν ὅτι πᾶν τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων οὑτινοσοῦν ὁριστοῦ συγκείμενον, τοῦτο ὁρισμός ἐστι, ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιον τὸ πᾶν, καὶ συμπέρασμα ὅτι ταδὶ ἄρα ὁρισμός ἐστι τοῦ
10ἀνθρώπου, ὅπερ αὐτὸς παρῆκεν ὡς δῆλον. καὶ αὕτη μὲν ἡ διάνοια τῆς λέξεως· δεῖ δὲ καὶ καθ’ ἕκαστον ἐπεξελθεῖν τὰ μέρη αὐτῆς. τὸ τί ἐστι κατ’ οὐσίαν εἶπεν, ὅτι ἔστιν ἀποδοῦναι τὸ τί ἐστι μὴ κατ’ οὐσίαν, ἐκ τῆς ὕλης τινὰ ἢ ἐκ τῶν ἁπλῶς συμβεβηκότων λαβόντας, ὡς ἐπὶ τῶν ὑπο‐ γραφῶν γίνεται, οἷον εἰ τὸν ἄνθρωπον εἴποιμεν ζῷον ὀρθοπεριπατητικὸν
15πλατυώνυχον γελαστικόν· ἐκ γὰρ τῆς ὕλης αἱ τοιαῦται διαφοραὶ ἀλλ’ οὐκ ἐκ τοῦ εἴδους ἐλήφθησαν. διὸ τὸ τί ἐστι μὲν δι’ αὐτῶν ἀποδίδοται, ἐπεὶ τῷ γένει συνάπτονται, οὐ κατ’ οὐσίαν δέ, ἐπεὶ μὴ ἐκ τοῦ εἴδους εἰσί· τὸ γὰρ εἶδος ἡ οὐσία ἑκάστου, καὶ εἰδητικὰ δεῖ εἶναι τὰ εἰς δήλωσιν τοῦ εἴδους λαμβανόμενα. ὡσαύτως ὁ τί ἐστι Σωκράτης ἀποδιδοὺς ὅτι ἀνὴρ
20φαλακρὸς προκοίλιος σιμὸς καὶ τὰ τοιαῦτα, τί μέν ἐστιν εἶπεν, οὐ κατ’ οὐσίαν δέ, τῷ μηδὲν οὐσιῶδες εἰληφέναι. ἐπεὶ δὲ νῦν οὐ περὶ τῶν οὕτως ἀποδιδομένων ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τοῦ κυρίως ὁρισμοῦ, διὰ τοῦτό φησι τὸ τί ἐστι κατ’ οὐσίαν, ἀντιδιαστέλλων τὸν ὁρισμὸν ἀπ’ ἐκείνων. ἆρα δὴ ἔστι, φησί, τοῦτον ἀποδεῖξαι, ἐξ ὑποθέσεως δέ; τουτέστι μὴ κατά
25τινα τῶν προτέρων τρόπων ἀλλ’ ἐξ ὑποθέσεως λαμβάνοντας ἤγουν οὕτω λαμβάνοντας ὡς αἱ κατὰ τὰς ἐπιστήμας ὑποθέσεις λαμβάνονται, οἷον ὡς ἐπὶ γεωμετρίας τὸ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσι, καὶ τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν, καὶ τὸ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον περιγράφεσθαι. ἀρχαὶ γὰρ καὶ ταῦτα γεωμετρικαί,
30κἂν μὴ οὕτως ὡς τὰ ἀξιώματα ἔχωσιν, ὥστε ἀφ’ ἑαυτῶν ταῦτα τοὺς μαθητευομένους προβάλλεσθαι ὡς ἐκεῖνα, ἀλλὰ παρὰ τῶν διδασκάλων παραλαμβάνοντες δέχονται. ἆρ’ οὖν ἔστιν ὡς ἐν ὑποθέσεως τάξει λαβόντας εἶναι μὲν τὸ τί ἦν εἶναι, ταὐτόν δ’ εἰπεῖν τὸν ὁρισμόν, τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, τουτέστιν ἐκεῖνο εἶναι τὸν ὁρισμόν, τὸ συγκείμενον ἐκ τῶν
35ἐν τῷ τί ἐστιν ἰδίων, ἤγουν ἐκ τῶν οἰκείων οὐσιωδῶν κατηγορημάτων81

82

οὑτινοσοῦν ὁριστοῦ; οὐ γὰρ ἰδίων τοιούτων οἷα τὰ ἀντιστρέφοντα, ἀλλ’ ἴδια ἐν τῷ τί ἐστι τὸ ἴδιον γένος τοῦ ὑποκειμένου φησὶ καὶ τὰς ἰδίας αὐτοῦ διαφοράς, ἃ καὶ συντεθέντα δεόντως ἴδιον τὸ πᾶν ἀντιστρέφον ἀπο‐ τελοῦσι. τούτῳ δὲ τῷ λήμματι καὶ ταύτῃ τῇ ὑποθέσει προσλαμβάνεται
5ἕτερον τὸ ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν· τοῦτο γάρ ἐστιν ἡ ἐλάττων τοῦ συλλογισμοῦ πρότασις· λέγεται δὲ ὡς περὶ συν‐ ηγμένων τινῶν καὶ ἀλλήλοις συντεθειμένων εἰς ἑνὸς λόγου συμπλήρωσιν, ὅτι ταῦτα δὲ μόνα ἐν τῷ τί ἐστιν, ἤτοι ὡς πάντων τῶν ἐν τῷ τί ἐστι λέγεσθαι δυναμένων ἐκεῖσε συνηγμένων κατὰ τοῦ ὑποκειμένου καὶ μηδενὸς
10ὑπολειπομένου. εἰ γὰρ καὶ τὸ προσεχὲς γένος τοῦ ὁριστοῦ καὶ τὰς προσ‐ εχεῖς αὐτοῦ διαφορὰς λαμβάνοντες ἐν τῷ ὁρισμῷ ἔχομεν ἴσως λαβεῖν καὶ ἕτερα τῶν ληφθέντων ἐπέκεινα, ἃ καὶ αὐτὰ ἐν τῷ τί ἐστι τοῦ ὁριστοῦ κατηγορεῖσθαι δύναται, ἀλλ’ οὖν δυνάμει κἀκεῖνα λαμβάνεται ὡς τοῖς ληφθεῖσιν ἐνθεωρούμενα· ὁ γὰρ τὸ ζῷον ἐν τῷ τί ἐστι κατηγορήσας τοῦ
15ἀνθρώπου καὶ οὐσίαν καὶ ἔμψυχον καὶ αἰσθητικὸν αὐτοῦ κατηγόρησεν, ὥστε πάντα ἐκεῖσε τὰ ἐν τῷ τί ἐστιν εἰλῆφθαι, τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ· ὡς ταῦτα μόνα ἐν τῷ τί ἐστιν εἶναι τοῦ ὁριστοῦ καὶ μηδὲν παρα‐ λελεῖφθαι, εἰ τὰ προσεχῆ ἅπαντα εἴληπται. ἢ καὶ οὕτω τὸ μόνα, ὡς καὶ μόνων ἀρκούντων τῶν ληφθέντων δηλοῦν τὸ τί ἐστι. τὸ δὲ καὶ ἴδιον
20τὸ πᾶν προστέθειται, διότι μὴ ἀρκεῖ λαβεῖν μόνον τινὰ ἐν τῷ τί ἐστι κατὰ τοῦ ὑποκειμένου λεγόμενα, ἀλλὰ δεῖ καὶ τὸ ἐκ πάντων ἀντιστρέφειν πρὸς τὸ ὁριστόν. ἢ ὅτι ἐπειδὴ ἡ μείζων πρότασις εἶχε κατηγορούμενον μὲν τὸν ὁρισμόν, ὑποκείμενον δὲ τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, διὰ τοῦτο εἶπεν ὅτι ταῦτα μόνα ἐν τῷ τί ἐστι, καὶ ἴδιον τὸ πᾶν, τουτέστι
25καὶ καθ’ ἕκαστον ἴδιον ὡς οἰκεῖον γένος καὶ οἰκεῖαι διαφοραί, καὶ τὸ πᾶν ἴδιον ὡς ἀντιστρέφον. εἰ γὰρ μὴ ἐκ τῶν οἰκείων γένους καὶ διαφορῶν ὁ λόγος συνέκειτο, οὐκ ἂν ἀντέστρεφεν, εἰ καὶ ἐν τῷ τί ἐστιν ἦν τὰ ληφθέντα· τὸ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ἐκ τῶν ἐν τῷ τί ἐστι μὲν οὐ μόνον τοῦ ζῴου, ἀλλὰ καὶ τοῦ ἀνθρώπου· κατηγορεῖται γὰρ καὶ τούτου ἐν τῷ
30τί ἐστιν ἐκεῖνα. τῶν γὰρ καθ’ ὑποκειμένου λεγομένων ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ἀλλὰ τοῦ μὲν ζῴου ἐν τῷ τί ἐστιν ἴδια ἁπλῶς, τοῦ δὲ ἀνθρώπου ἐν τῷ τί ἐστι μέν, οὐ μὴν ἁπλῶς ἴδια, ἀλλὰ διὰ τὸ ζῷον. ἢ καὶ ἀνωτέρω τὸ ἰδίων ἀντὶ τοῦ ἰδιαστικῶν ἤγουν ἰδιοποιῶν, ὡς τῇ ἑαυτῶν συνθέσει ἴδιον τῷ ὑπο‐
35κειμένῳ τὸ πᾶν καὶ ἀντιστρέφον ἀποτελούντων, καὶ ἐνταῦθα τὸ ἴδιον τὸ
πᾶν ὡς ἐκ τῶν συντεθέντων ἀποτελούμενον. ὡς εἶναι τὸν λόγον οὕτως·82

83

πᾶν τὸ ἐκ τῶν ἐν τῷ τί ἐστι ποιούντων ἴδιον ὁρισμός ἐστιν· οὗτος ὁ λόγος ἐκ τῶν ἐν τῷ τί ἐστιν ἴδιος πεποιημένος. οὗτος ἄρα ὁ λόγος ὁρισμός ἐστι. τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ ταῦτα γὰρ εἰπόντες τὸν ὁρισμὸν συλλελογίσμεθα, ἐπεὶ τοῦτό ἐστι τὸ εἶναι
5τῷ ὁριστῷ, ὅπερ ὁ λόγος δηλοῖ ὁ ἐκ τῶν ἐν τῷ τί ἐστι συγκείμενος καὶ ἴδιος ὢν πρὸς αὐτὸ καὶ ἀντιστρέφων. ἢ ὥσπερ ἐπίκρισίς ἐστι τῆς μείζονος προτάσεως, ὡς καλῶς εἴληπται· τοῦτο γάρ ἐστι τὸ εἶναι ᾡτινιοῦν ὁρισμῷ, τὸ ἐκ τῶν ἐν τῷ τί ἐστι ἰδίων.
9nἪ πάλιν εἴληφε τὸ τί ἦν εἶναι καὶ ἐν τούτ; ἀνάγκη
10nγὰρ διὰ τοῦ μέσου δεῖξαι.
10 Πάλιν, φησί, τὸ αὐτὸ ἄτοπον κἀνταῦθα ὃ δὴ καὶ πρότερον. ὁ γὰρ ταῦτα λέγων εἴληφε τὸ ζητούμενον καὶ ἐν τούτῳ τῷ τρόπῳ ἢ τῷ συλ‐ λογισμῷ, ὃ δὴ καὶ ἐπὶ τῶν πρώην ἐγίνετο. τὸ γὰρ ταδὶ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιον τὸ πᾶν ταὐτόν ἐστι τῷ ταδὶ ὁρισμός ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ὁρισμὸς ἢ ὁ ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι πάντων ἴδιος λόγος. τὸ δὲ
15ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι τοιοῦτόν ἐστιν, ὅτι τούτου τοῦ μέσου ληφθέντος ἀνάγκη διὰ τούτου δεῖξαι ὅτι ὁρισμός ἐστιν· ὁ δὲ μέσος οὗτος οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ζητούμενος ὁρισμός· ὥστε κἀνταῦθα τὸ ἐξ ἀρχῆς εἴληπται. εἰ γὰρ πρόκειται ὁρίσασθαι ἄνθρωπον, εἴποι δέ τις ὅτι ‘ζῷον πεζὸν δίπουν τὰ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιος λόγος ἀνθρώπου,
20πᾶν δὲ τὸ τοιοῦτον τὸ τί ἦν εἶναί ἐστι· οὗτος ἄρα ὁ λόγος τὸ τί ἦν εἶναι τοῦ ἀνθρώπου‘ τὸ ἐξ ἀρχῆς ᾐτήσατο. τὸ γὰρ εἰπεῖν ὅτι τὰ ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου μόνα καὶ ἴδιος λόγος αὐτοῦ ταὐτόν ἐστι τῷ εἰπεῖν ὁρισμὸν εἶναι αὐτοῦ· ὡς εἶναι τὸν λόγον τοιοῦτον ‘τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου. πᾶς ὁρισμός τινος ὁρισμός ἐστιν αὐτοῦ. τὸ ἄρα ζῷον
25πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου‘.
26nἜτι ὥσπερ οὐδ’ ἐν συλλογισμῷ λαμβάνεται τί ἐστι.
27 Τὸ μὲν πρότερον αἰτίαμα κοινὸν τοῖς προλαβοῦσι τρόποις ἐστί, τοῦτο δ’ ἴδιον τοῦ νῦν προκειμένου. ὥσπερ δὲ ἔγκλημα παρανομίας τινὸς κατὰ τῶν οὕτως ἐπιχειρούντων τὸν ὁρισμὸν συλλογίζεσθαι ἐπάγει τουτί. πολλοὶ
30γὰρ τρόποι ζητήσεως δι’ ὧν μὴ γινωσκόμενά τινα ἐφευρίσκεται, οἷον ζητοῦμεν καὶ διὰ διαιρέσεως καὶ δι’ ἀναλύσεως καὶ δι’ ἀποδείξεως καὶ ἁπλῶς διὰ συλλογισμοῦ, καὶ τούτων ἑκάστη τῶν μεθόδων ὑποδιαιρέσεις ἔχει πολλάς. πολλοὶ γὰρ διαιρέσεως τρόποι καὶ πολλοὶ ἀναλύσεως καὶ συλλο‐ γισμοῦ ὡσαύτως πολλοί. ὅπερ οὖν Ἀριστοτέλης ὡς ἀπὸ συλλογισμοῦ κατὰ
35τῶν οὕτω τὴν ὁριστικὴν μετιόντων ἐπάγει ἔγκλημα, τοῦτο καὶ ἀπὸ πάσης83

84

μεθόδου ζητητικῆς ἐπαχθήσεται. οὔτε γὰρ διαιροῦντες οὔτε ἀναλύοντες οὔτε τινὶ ἑτέρᾳ τῶν τοιούτων μεθόδων χρώμενοι πρὸς εὕρεσίν τινος τὸν ὁρισμὸν τῆς μεθόδου ἐν τῷ ζητεῖν εἰς μέσον παραλαμβάνομεν, ἀλλὰ μόνον εἴ τις ἐνίσταιτο ὕστερον μετὰ τὴν τοῦ προκειμένου συμπλήρωσιν, ὡς οὐ
5καλῶς τῇ μεθόδῳ κεχρήμεθα, τότε ἴσως χρεία τοῦ αὐτῆς ὁρισμοῦ, δι’ οὗ δείξομεν ὅτιπερ ἡμῖν τὸ καθῆκον τῇ μεθόδῳ τετήρηται. ὃ οὖν ἐν οὐδεμιᾷ μεθόδῳ εἴωθε γίνεσθαι, τοῦτο πῶς ἐν τῇ ὁριστικῇ ποιοῦσιν; ἴδωμεν δὲ τὴν λέξιν. ὥσπερ, φησίν, οὐδὲ ἐν τῷ συλλογίζεσθαι ὁ ὁρισμὸς λαμβάνεται τοῦ συλλογισμοῦ (τοῦτο γάρ ἐστι τὸ τί ἐστι τὸ συλλογίζεσθαι) οὕτως οὐδὲ
10τὸ τί ἦν εἶναι ἤτοι τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ δεῖ λαμβάνειν ἐν τῷ ὁρίζε‐ σθαι (τὸ γὰρ ποιεῖν ὁρισμὸν ἢ εὑρίσκειν ὁρισμὸν ὁρίζεσθαί ἐστιν), ὅπερ ἐργάζεσθαι πειρῶνται οἱ διὰ τοῦ εἰρημένου τρόπου τὸν ὁρισμὸν εὑρίσκειν πειρώμενοι.
14nἈεὶ γὰρ ὅλη ἢ μέρος ἡ πρότασις ἐξ ὧν ὁ συλλογισμός.
15 Τοῦτο δεικτικόν ἐστι τοῦ μὴ λαμβάνεσθαι τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐν τῷ συλλογίζεσθαι. εἰ γάρ, φησίν, ἐλαμβάνετο, ἦν ἂν ἀεὶ ἡ μείζων ἢ ἐλάττων πρότασις τῶν δύο ἐξ ὧν ὁ συλλογισμὸς σύγκειται, ἐν ᾗ ἔδει κεῖσθαι τὸν αὐτοῦ ὁρισμόν, καὶ ὡρισμένον ἂν ἦν τοῦτο ποῦ ὀφείλει κεῖσθαι ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ, εἴτε ἐν τῇ μείζονι, ἣν ὅλην φησίν,
20εἴτε ἐν τῇ ἐλάττονι, ἣν μέρος καλεῖ, ὡς δέον εἶναι τὸν κανόνα ἀεὶ ὡσαύτως ἔχοντα· νῦν δ’ οὐδαμοῦ τοῦτο θεωρεῖται γινόμενον. οὐκ ἄρα ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ λαμβάνεται ἐν τῷ συλλογίζεσθαι· οὐδ’ ἄρα ἐν τῷ συλλο‐ γισμῷ τῷ περὶ τοῦ ὅρου δεῖ τὸν ὅρον αὐτοῦ λαμβάνεσθαι. διττὴ δὲ ἡ γραφὴ τίθεται. ἐνίοις μὲν γὰρ τῶν ἀντιγράφων οὕτως εὕρηται οὕτως
25ἄρα οὐδὲ τὸ τί ἦν εἶναι· ἐνίοις δὲ οὕτω γὰρ οὐδὲ τὸ τί ἦν εἶναι. ἐκείνως μὲν οὖν οὐδεμίαν ἔχει δυσχέρειαν ἡ τῆς λέξεως σύνταξις. κατὰ δὲ τὴν δευτέραν θέσιν τὸ γάρ οὐ κατασκευαστικὸν κριθήσεται, ἀλλὰ παρα‐ πληρωματικὸν ἀντὶ τοῦ δή, ὡς εἶναι τὸν λόγον οὕτως ‘οὕτω δὴ οὐδὲ τὸ τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῷ συλλογισμῷ, ἀλλ’ εἶναι τὸ τί ἦν εἶναι τοῦ τε
30συλλογισμοῦ τοῦ τε ὁρισμοῦ χωρὶς τῶν κειμένων‘, τουτέστι τῶν προτάσεων τῶν τεθεισῶν καὶ ὁμοῦ γραφεισῶν πρὸς τὸ ἀκολουθῆσαι αὐταῖς τὸ ζητού‐ μενον. καὶ ὥσπερ τινὸς ἐρωτᾶν μέλλοντος, εἰ μηδέποτε μηδαμῇ τοῖς συλ‐ λογιζομένοις περί τινος ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ χρήσιμος ἐν τῷ περὶ τοῦ συλλογιζομένου πράγματος συλλογίζεσθαι, φησὶν ὅτι ἕως ἔτι συλλογιζό‐
35μεθα καὶ τὴν εἰς εὕρεσιν τοῦ ζητουμένου ὁδὸν συλλογιστικῶς ἐξανύομεν,
οὐ χρεία τοῦ ὅρου ἐστὶ τοῦ συλλογισμοῦ, μετὰ δὲ τὸ ἀπαρτισθῆναι84

85

τὸν συλλογισμὸν εἴ τις εἴη ἀμφισβητῶν, εἰ ὁ κανὼν ἡμῖν τετήρηται τοῦ συλλογισμοῦ εἴτε μή, ἀνθίστασθαι καὶ τότε προφέρειν εὐκαίρως τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεικνύντας ὡς συλλελογίσμεθα· τοῦτο γὰρ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ ἀπαιτεῖ, ὃ ἡμεῖς πεποιήκαμεν. τὸ αὐτὸ χρὴ
5ποιεῖν καὶ ἐν τῷ ὁρίζεσθαι, εἴτε διὰ συλλογισμοῦ τοῦτο εἴτε ἄλλως τις ἐκπληροῖ· μετὰ δὲ τὸ τὴν ὁδὸν ἐκτελέσαι τὴν ἄγουσαν εἰς ἀπαρτισμὸν τοῦ ὁρισμοῦ εἴ τις εἴη φάσκων ὡς οὐ τί ἦν εἶναι δέδεικται, τότε καιρὸς τῷ ὁρισμῷ χρῆσθαι τοῦ ὁρισμοῦ δεικνύντας δι’ αὐτοῦ ὡς τὸ τί ἦν εἶναι τὸ δεδειγμένον ἐστί· τοῦτο γὰρ εἶναι ὁμολογεῖται τὸ τί ἦν εἶναι. δῆλον
10ἄρα ἐκ τῶν εἰρημένων ἐστὶν ὅτι οὔτε τὸν τοῦ συλλογισμοῦ ὅρον χρὴ παραλαμβάνειν ἐν τῷ συλλογίζεσθαι οὔτε τὸν τοῦ ὅρου ἐν τῷ ὁρίζεσθαι ἤτοι ὁρισμὸν κατασκευάζειν. προσθετέον δ’ ὅτι οὐδ’ ἐν τῷ διαιρεῖν τὸν τῆς διαιρέσεως ἢ ἐν τῷ ἀναλύειν τὸν τῆς ἀναλύσεως ἢ ἴσως ἄλλης μεθόδου τινὸς ἐν τῷ δι’ αὐτῆς τι ζητεῖν.
15nΚἂν ἐξ ὑποθέσεως δὲ δεικνύ.
16 Ἐπὶ τὸν ἕτερον μεταβαίνει τρόπον τὸν ὑποθετικῶς πειρώμενον περὶ τοῦ ὁρισμοῦ συλλογίζεσθαι καὶ οὕτως εὑρίσκειν αὐτόν. καὶ πρότερον ἐκτίθησι παράδειγμα πῶς ἐνδέχεται προχωρεῖν τὸ ἐξ ὑποθέσεως τὸν ὁρισμὸν δείκνυσθαι κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ ἐξ ὑποθέσεως· εἶτα
20δὲ ἀπελέγχει καὶ αὐτὸν ὡς οὐκ εὐοδούμενον. τῷ δὲ κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ χρὴ συνεξακούειν τὸ οὐδ’ οὕτως ἕξει καλῶς τὸ τὸν ὁρισμὸν δεικνύειν ἢ συλλογίζεσθαι. εἶτα τὸ παράδειγμα, οἷον εἰ πρόκειται τοῦ ἀγαθοῦ εὑρεῖν ὁρισμόν· τούτῳ δέ ἐστιν ἐναντίον τὸ κακόν. εἶτα ὑπο‐ θώμεθα τὸν τοῦ κακοῦ ὁρισμόν, ἵν’ οὕτω προβαίη συλλογισμὸς ὁ ἐξ ὑπο‐
25θέσεως ‘εἰ τῷ κακῷ ἐστι τὸ εἶναι τὸ διαιρετῷ εἶναι, τούτῳ δὲ ἐναντίον τὸ ἀγαθόν, οἷς δέ ἐστιν ἐναντία, τούτοις τὸ εἶναι τὸ ἐναντίοις εἶναι οἷς ἐστιν ἐναντία, δῆλον ὅτι τῷ ἀγαθῷ τὸ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι· ἐναντίον γὰρ τὸ διαιρετὸν καὶ τὸ ἀδιαίρετον. ἔστιν ἄρα ἀγαθῷ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι.‘ ἔστιν οὖν τοιουτοτρόπως γινόμενος ὁ ὑποθετικός, ἐκ τριῶν συγ‐
30κείμενος ὑποθέσεων, αἷς ἐπάγεται τὸ συμπέρασμα. ἐλέγχεται δὲ καὶ οὗτος ὁ τρόπος μὴ καλῶς τὸν ὁρισμὸν συλλογιζόμενος.
32nΚαὶ ἐνταῦθα λαβὼν τὸ τί ἦν εἶναι δείκνυσι.
33Καὶ οὗτος, φησίν, ὁ τρόπος ὁρισμοῦ ζητουμένου εἰς ἀπόδειξιν αὐτοῦ
ὁρισμὸν λαμβάνει· ὡς ἐοικέναι καὶ τοῦτον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ. ἔροιτο85

86

δ’ ἄν τις ‘καὶ τί ἄτοπον; εἰ μὲν γὰρ ὁ ζητούμενος ὁρισμὸς ἐλαμβάνετο ἢ ἕτερος μέν, τοῦ αὐτοῦ δ’ ὁριστοῦ, εὐλόγως ἂν ὡς τὸ ἐν ἀρχῇ αἰτούμενος κατεκρίνετο, οἷον εἰ ζητουμένου ὁρισθῆναι τὸ ἀγαθὸν ὁρισμὸν τοῦ ἀγαθοῦ λαβὼν ἢ τὸν αὐτὸν ὃν εἴληφεν ἢ καὶ ἕτερον, ὡς οἱ διὰ τῶν ἀντι‐
5στρεφόντων ἐποίουν, συνῆγε κατὰ τοῦ ὁριστοῦ· ἀμφοτέρως γὰρ ἂν οὗτος ᾐτεῖτο τὸ ἐξ ἀρχῆς. νῦν δ’ οὔτε τὸν αὐτὸν οὔτε τοῦ αὐτοῦ, ἀλλ’ ἑτέρου καὶ ἕτερον‘. πρὸς οὖν τὸν οὕτως τῷ λόγῳ ἐπαπορήσοντα ἐπιφέρει.
8nΛαμβάνει δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι, ἕτερον μέντοι
9nἔστω· καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε,
10nἀλλὰ μὴ αὐτὸ μηδὲ οὗ ὁ αὐτὸς λόγος καὶ ἀντιστρέφει.
11 Ἔξεστι μὲν γὰρ λαμβάνειν εἰς δεῖξιν τοῦ ὁρισμοῦ καὶ ἄλλου οὑτινο‐ σοῦν ὃ εἰς δεῖξιν πρόκειται, καὶ οὐχ ἁπλῶς τὸ λαμβάνειν τι πρὸς ἀπό‐ δειξίν τινος ἀπηγόρευται· πλὴν ἕτερόν τι δεῖ λαμβάνειν, ἀλλὰ μήτε τὸ αὐτὸ μήτε οὗ ὁ αὐτὸς λόγος καὶ ἀντιστρέφει· ἀμφοτέρως γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖ‐
15σθαι συμβαίνει. ἐνταῦθα γὰρ ἐπὶ τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ εἰ καὶ μὴ αὐτόθεν δοκεῖ λαβεῖν τὸ ζητούμενον, ἀλλ’ οὖν τὸ τὸν αὐτὸν λόγον ἔχον καὶ ἀντιστρέφον λαβὼν τὸ ἐν ἀρχῇ καὶ οὕτως ᾐτήσατο. πῶς δὲ τὸν αὐτὸν λόγον ἔχει τῷ δεικνυμένῳ τὸ εἰς δεῖξιν ληφθὲν καὶ ἀντιστρέφει πρὸς αὐτό, εἴπωμεν. ὃν γὰρ λόγον ἔχει τὸ κακὸν πρὸς τὸ ἀγαθὸν
20ἐναντίον ὂν αὐτῷ, τὸν αὐτὸν καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἐναντίον ὂν πρὸς αὐτό. καὶ ὥσπερ ἐκείνου ὁ ληφθεὶς ὅρος εἰς δεῖξιν τοῦ τί ἦν εἶναι τούτου εἴληπται, οὕτως ἀντιστρέψει καὶ τούτου τὸν ὁρισμὸν ληφθῆναι εἰς δεῖξιν τοῦ ὁρισμοῦ ἐκείνου· καὶ ἔσται δι’ ἀλλήλων δεικνύμενα, καὶ ἢ ἄμφω ἄδηλα, καὶ πῶς διὰ τοῦ ἀδήλου τὸ ἄδηλον δείκνυται; ἢ ἄμφω δῆλα, καὶ
25περιττὸν τὸ περὶ δήλων ζητεῖν. ἀλλὰ καὶ δι’ ἑαυτοῦ δείξει ἑκάτερον, εἴπερ καὶ δι’ ἑκατέρου ἑκάτερον. εἰ γὰρ τοῦ Α ὄντος τὸ Β ἐστί, τοῦ δὲ Β ὄντος τὸ Α, τοῦ Α ὄντος ἔσται τὸ Α, καὶ ἀνάπαλιν. ὥστε ὅταν τὸ ἀναλόγως ἔχον καὶ ἀντιστρέφον ἐλάμβανεν εἰς ἀπόδειξιν, πάλιν τὸ αὐτὸ ἐδείκνυ δι’ ἑαυτοῦ καὶ ᾐτεῖτο τὸ ἐν ἀρχῇ. τὸ δὲ καὶ γὰρ ἐν ταῖς ἀπο‐
30δείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε πρὸς πίστιν εἴρηται τοῦ ἐξεῖναι λαμβάνειν· λαμβάνομεν γὰρ ἐν ταῖς ἀποδείξεσι προτάσεις τόδε κατὰ τοῦδε κατηγοροῦντες, δι’ ὧν δείκνυμεν τὸ ζητούμενον· πλὴν οὔτε τὸ αὐτὸ τῷ ζητουμένῳ τὸ λαμβανόμενον οὔτε τὸν αὐτὸν λόγον ἔχον οὔτ’ ἀντιστρέφον, ὡς ἐνταῦθα γενόμενον δέδεικται. τὸ δὲ ἕτερόν τι ἔστω οὐχ ἁπλῶς οὕτως
35εἴρηται, ἀλλ’ ἐπειδὴ αὐτὸς μὲν οὐχ ὁμολογεῖ συλλογιστικῶς τι λαμβάνεσθαι
ἐν ταῖς περὶ τῶν ὅρων ζητήσεσιν, ὁ δὲ ὑποθετικῶς περὶ τοῦ ὅρου συλλο‐86

87

γιζόμενος οὕτω ποιεῖ, διὰ τοῦτό φησιν ‘ἔστω δὲ καὶ δεδόσθω λαμβάνειν τι εἰς τὸ δεῖξαι τὸν ὁρισμόν, ὥσπερ καὶ ἐν ταῖς ἀποδείξεσι γίνεται· πλὴν οὐ τοιαῦτα δεῖ λαμβάνειν, οἷα ὁ ὑποθετικῶς ἐνταῦθα συλλογιζόμενος εἴληφεν. ἔοικε δὲ τὸν ταῦτα λέγοντα ἐκ περιουσίας αἱρεῖν, ὅταν καὶ
5δοὺς αὐτῷ τὸ ἐνδέχεσθαι περὶ τοῦ ὁρισμοῦ συλλογίζεσθαι, ἐλέγχῃ αὐτὸν μηδ’ οὕτως εὐοδούμενον.
7nΠρὸς ἀμφοτέρους δὲ τόν τε κατὰ διαίρεσιν δεικνύντα
8nκαὶ πρὸς τὸν οὕτω συλλογισμόν.
9Οὐ μόνα, φησί, τὰ εἰρημένα ἕπεται ἄτοπα τοῖς ἐξ ὑποθέσεως πειρω‐
10μένοις τὸν ὁρισμὸν συλλογίζεσθαι, ἀλλὰ δὴ καὶ ἕτερον ἐπ’ αὐτοῖς ἐστιν, ὃ τούτοις τε ἅμα συνεμπίπτει καὶ τοῖς διαιρέσει τὸν ὁρισμὸν συλλογιζομένοις, ὡς ἀμφοτέρους τοὺς τρόπους τούτους κατά γε τοῦτο εἰς ταὐτὸν συνελαύνε‐ σθαι. ὡς γὰρ ὁ ἐκ διαιρέσεως συνάγων διάφορα κατά τινος ὁριστοῦ κατη‐ γορούμενα οὐδεμίαν ἀνάγκην ἐφίστησι τοῦ καὶ ἅμα δύνασθαι ὡς ἓν τὸ
15πᾶν φέρεσθαι κατηγόρημα, τοῦτο δὴ καὶ ὁ ἐξ ὑποθέσεως συνάγων ἔχει. οἷον ἐκ διαιρέσεως μὲν εἰ προκέοιτο τὸν ἄνθρωπον εἰ τύχοι ὁρίσασθαι, λαμβάνει ζῷον εἶναι, εἶτα τοῦτο διαιρῶν εἰς λογικὸν καὶ ἄλογόν φησιν ‘ἐπεὶ μὴ ἄλογον ὁ ἄνθρωπος, λογικὸν ἄρα.‘ καὶ ἐπεὶ πᾶν λογικὸν ἢ θνητὸν ἢ ἀθάνατον, ὁ δὲ ἄνθρωπος οὐκ ἀθάνατον, θνητὸν ἄρα. ἰδίᾳ μὲν
20οὖν ζῷον εἴληπται, ἰδίᾳ δὲ συνῆκται λογικόν, ἰδίᾳ θνητόν· τίς οὖν ἀνάγκη καὶ ὡς ἓν ἀληθεύειν κατὰ τοῦ ἀνθρώπου τὸ πᾶν κατηγόρημα τὸ ἐκ τούτων συγκείμενον, εἰ καὶ καθ’ ἕκαστον ἀληθεύειν δοίημεν; οὐ γὰρ πάντα τὰ ἰδίᾳ τινὸς κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι δύναται. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑποθετικῶς συναγομένων ἐροῦμεν· οἷον εἰ τὸ ἀγαθὸν πρόκειται
25ὁρίσασθαι, καὶ συνάξομεν ἰδίᾳ μὲν ὅτι τὸ ἀγαθὸν κατὰ φύσιν, τὸ ἀγαθὸν ἀδιάφορον πρὸς ἑαυτό, τὸ ἀγαθὸν ἀδιαίρετον ἐκ τοῦ τὸ κακὸν ἐναντίον ἔχειν παρὰ φύσιν τε ὂν καὶ πρὸς ἑαυτὸ διαφέρον καὶ διαιρετόν, ἰδίᾳ μὲν τὰ συναχθέντα συνῆκται, οὐδεμία δὲ ἀνάγκη ἀπὸ τοῦ λόγου καὶ εἰς ἓν ταῦτα συνέρχεσθαι καὶ ἀποτελεῖν ὁρισμόν. ὥστε οὔτε ὁ διὰ τῆς διαιρέσεως
30οὔτε ὁ ἐξ ὑποθέσεως συλλογιζόμενος ἀνάγκην τινὰ ἐπάγει τοῦ συντίθεσθαι καὶ ἓν γίνεσθαι τὸ πᾶν κατηγόρημα, ὥστ’ οὐδὲ τοῦ ὅρον εἶναι τοῦ προ‐ κειμένου, οὐδὲ συλλογίζονται ἄρα τὸν ὁρισμόν. τοῦτο γὰρ ἦν τὸ συλλογί‐ ζεσθαι, τὸ κειμένων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης δι’ ἐκεῖνα συμβαίνειν. τὸ δὲ διὰ τί ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν,
35ἀλλ’ οὐ ζῷον καὶ πεζὸν τοῦτο δηλοῖ ὅτι οὐχ ἕξει ὁ διαιρῶν αἰτίαν
εἰπεῖν δι’ ἣν ἔσται ἕν τι τὰ συνηγμένα, ὡς εἶναι τὸ ζῷον πεζὸν δίπουν ἕν87

88

τι, ἀλλὰ μὴ ἰδίᾳ ζῷον καὶ ἰδίᾳ πεζὸν καὶ ἰδίᾳ δίπουν. ὅσον γὰρ ἐκ τῶν ληφθέντων οὐκ ἔστι τις αἰτία ἕν τι εἶναι ἐκ τούτων, ἀλλ’ ἔσται οὕτως, ὥσπερ εἰ εἷς καὶ ὁ αὐτὸς ἄνθρωπος μουσικὸς εἴη καὶ γραμματικός, ἀλλ’ οὐχὶ καὶ ἕν τι ἐκ τούτων.
5nΠῶς οὖν δὴ ὁριζόμενος τὴν οὐσίαν δείξει καὶ τὸ τί ἐστιν;
6 Ἐπειδὴ πᾶσα δεῖξις καὶ πᾶσα εὕρεσις ζητουμένου τινὸς ἢ διὰ συλ‐ λογισμοῦ (λέγω δὲ συλλογισμοῦ ἁπλῶς ἢ μὴ ἁπλῶς) ἢ δι’ ἐπαγωγῆς, ἢ δι’ αἰσθήσεως, δῆλον ὅτι καὶ ἡ τοῦ ὁρισμοῦ δεῖξις καὶ εὕρεσις διὰ τούτων ἔσται τινός. διὰ μὲν οὖν συλλογισμοῦ ὅτι οὐκ ἔστι, δέδεικται ἤδη, πάντας
10τοὺς τρόπους μετιόντων ἡμῶν τούς τε ἁπλῶς τούς τε μὴ ἁπλῶς συλλογι‐ ζομένους, ἐν οἷς ἅπασι δῆλον γέγονεν, ὡς οὐκ ἔστι τὸν ὁρισμὸν συλλογίζε‐ σθαι, ἤτοι περαίνειν διὰ συλλογισμοῦ ὡς ὅδε ὁ λόγος τοῦδε τοῦ ὁριστοῦ ὁρισμός ἐστιν. ἔτι δὴ καθόλου ζητοῦμεν, πῶς ἄν τις ὁρίσασθαί τι προ‐ θέμενος δείξει τὴν οὐσίαν, ἤγουν τὸ τί ἐστι καὶ τὸν ὁρισμόν, καὶ τῇ διὰ
15συλλογισμοῦ δείξει τοὺς ἑτέρους δύο τῆς δείξεως τρόπους συνάπτομεν, λέγω δὴ τὴν ἐπαγωγὴν καὶ τὴν αἴσθησιν, εἰ ἐνδέχεται ἐξετάζοντες κατά τινα τού‐ των τῶν τρόπων τῆς δείξεως ἢ εὑρέσεως, εὑρίσκειν καὶ δεικνύειν τὸν ὁρισμόν. καίτοι δόξειεν ἂν διὰ συλλογισμοῦ μάλιστα τὸν ὁρισμὸν ἐνδέχεσθαι δείκνυ‐ σθαι τῷ καθόλου τε εἶναι καὶ περὶ καθόλου τὸν ὁρισμόν· εἰ δὲ διὰ τούτου
20οὐχί, πολλοῦ γε δεῖ δι’ ἐπαγωγῆς ἢ καὶ αἰσθήσεως, ὧν τὸ μὲν ἁπλῶς περὶ τὰ καθ’ ἕκαστα, τὸ δὲ εἰ καὶ περὶ τὰ καθόλου ἴσως, ἀλλά γε ἐκ τῶν καθ’ ἕκαστα. οὔτε οὖν ὡς ἀποδεικνὺς δείξει ἢ ὡς ὅλως συλλογιζόμενος, εἴ γε τῷ ἀποδεικνύντι καὶ ἁπλῶς τῷ συλλογιζομένῳ παντὶ ὁμολογούμενα δεῖ λαμβάνειν καὶ οὕτω δῆλον ποιεῖν τὸ ζητούμενον, ὡς ἐκείνων ὄντων ἐξ
25ἀνάγκης εἶναι καὶ τοῦτο ἕτερόν τι ἐκείνων ὄν, ὅπερ οὐκ ἔστιν ἐπὶ τοῦ ὁρισμοῦ δείκνυσθαι, καθὰ διὰ πλειόνων δέδεικται ἤδη, οὔτε δὴ ὡς ἐπάγων· πρῶτον μὲν ὅτι ὁ ἐπάγων ἐκ τῶν καθ’ ἕκαστα δήλων ὄντων ὅτι πάντα οὕτως ἔχει, οὐδὲν δ’ ὡς ἑτέρως, τὸ καθόλου πιστοῦται, καὶ δεῖ πάντας τοὺς ὅρους λαβεῖν ὅτι ἕκαστος αὐτῶν τοῦ οἰκείου ἐστὶν ὁριστοῦ, ἵνα καὶ
30καθόλου τὸν ὁρισμὸν οὕτως ἔχειν εἴπωμεν. ἀλλὰ τοῦτο πάσης ἀνοίκειον δείξεως, τὸ μὲν ὅτι δεῖξαι τὸν ὅρον ζητοῦντες τοὺς ὅρους ἐλάβομεν καὶ οὕτως τὸ ἐν ἀρχῇ ᾐτησάμεθα καὶ δι’ ἑαυτοῦ ἐδείξαμεν τὸ ζητούμενον, οὐκ ἄρα ἐδείξαμεν· ἢ γὰρ δῆλον ἦν, καὶ μάτην ἡ ζήτησις καὶ ἡ δεῖξις
γέγονε (τῶν γὰρ σαφῶν δεῖξις οὐκ ἔστιν, ὅτιπερ οὐδὲ ζήτησις) ἢ ἄδηλον,88

89

καὶ πῶς δι’ ἀδήλου τὸ ἄδηλον δέδεικται; ἀλλὰ δεῖ καὶ καθ’ ἕκαστον τῶν ὁρισμῶν τὸ αὐτὸ ποιῆσαι, ὥστε καὶ δι’ ἀδήλων δειχθήσονται. ἔπειτα εἰ τόνδε τὸν ὁρισμὸν ὅτι τοῦδε τοῦ ὁριστοῦ ἐστι δεῖξαι πρόκειται, πῶς ἐξ ἑτέρων ὁρισμῶν ἐπακτικῶς τοῦτο ποιήσομεν; ἡ γὰρ ἐπαγωγὴ τὰ ὑπὸ τὸ
5ζητούμενον καθόλου λαβοῦσα καθ’ ἕκαστα, οὕτως τὸ καθόλου συνίστησιν. πῶς δὲ ὑφ’ ἕνα ὅρον ὁντινοῦν τοὺς ἄλλους πάντας ἀνάξομεν, ἐννοῆσαι ἀμήχανον. ἔσται δὲ ὁ τρόπος οὗτος τῆς δείξεως καὶ καθ’ ἕνα τῶν ὅρων ἕκαστον, ὥστε πάντες εἰς ἅπαντας ἀναχθήσονται, οὗ τί γένοιτ’ ἂν γελοιό‐ τερον. εἰ δέ τις ἐρεῖ ὡς ἕκαστον τῶν ὑπὸ τὸ ὁριστὸν εἶδος λαμβάνοντες
10ὡς ἐναργῶς τὸν λόγον ἐπιδεχόμενον, διὰ τῶν καθ’ ἕκαστα καὶ καθόλου τῷ ὁριστῷ τὸν ὁρισμὸν ὑπάρχειν δεικνύομεν, πρῶτον μὲν τοῦτο ἀδύνατον ἐν οἷς ἢ ἡμῖν ἢ τῇ φύσει ἄπειρα τὰ καθ’ ἕκαστα· οὐ γὰρ εἰ τῷδε καὶ τῷδε, ἤδη καὶ παντί. ἔπειτα ἄλλο πρόβλημα κατὰ γένος ὅτι ἔστι, καὶ ἕτερον τί ἐστιν· ἀλλ’ ἡ ἐπαγωγὴ τὸ ὅτι ἔστι καθόλου τόδε κατὰ τοῦδε ἐκ τῶν καθ’
15ἕκαστα δείκνυσιν, οὐχὶ τί ἐστι, κἂν ἁπλοῦν τι εἴη κἂν σύνθετον τὸ κατη‐ γορούμενον. τίς δὴ λοιπὸς τρόπος τῆς τοῦ τί ἐστι δείξεως; μήτοι γε ὁ διὰ τῆς αἰσθήσεως ἢ ὃν ἄν τις δακτύλῳ ποιήσαιτο αὐτὸν ἐπεκτείνων πρὸς τὸ ζητούμενον, καὶ οὕτως ἐκεῖνο ἢ ἑαυτῷ ἢ ἑτέρῳ ζητοῦντι δηλῶν. ἀλλὰ τῶν καθ’ ἕκαστα ταῦτα, καθόλου δ’ ὁ ὁρισμὸς καὶ καθόλου τῶν πραγμάτων
20τὸ τί ἐστιν· οὐκ ἄρα τις τρόπος δείξεως τῷ τί ἐστιν ὑπολείπεται. ὅλως δὲ πῶς τις δείξει τὸ τί ἐστιν; αὐτὸ γὰρ τὸ ὅλως ὑποθέσθαι τὸν ὁρισμὸν δείκνυσθαι ἄτοπόν τι ἔχει ἑπόμενον οὐ μικρόν, εἴτε ἄνθρωπός ἐστιν εἴτε τι ἄλλο οὗ τὸ τί ἐστι δείκνυται. ἀλλ’ ἐπὶ τῶν γινωσκομένων πρότερον ἴδωμεν τὸ λεγόμενον, ἵν’ ἐντεῦθεν ἔσται σαφέστερον. ἀνάγκη γὰρ τὸν
25εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἤ τι ἕτερον εἰδέναι καὶ ὅτι ἔστιν ἁπλῶς· φύσει γάρ ἐστι πρότερον τὸ εἶναι ἁπλῶς τοῦ τί εἶναι, ἐπεὶ καὶ τὸ ὂν τοῦ τινὸς ὄντος πρότερον· κοινὸν μὲν γὰρ τὸ ἁπλῶς, ἴδιον δέ γε τὸ τί· δεῖ οὖν εἶναι πρότερον, καὶ οὕτως τί εἶναι. ὁ εἰδὼς ἄρα τί ἐστιν ἐξ ἀνάγκης καὶ ἁπλῶς οἶδεν ὅτι ἔστιν· εἰ δὲ μή, τὸ μὴ ὂν τί ἐστιν εἴσεται. τὸ δὲ
30τί ἐστιν εἶδος· ἢ οὖν εἶδος ἔσται ἢ ἕξει εἶδος τὸ μὴ ὄν, ἅπερ ἄμφω ἄτοπα· ἔσται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὄν τε ὁμοῦ καὶ μὴ ὄν. ἀλλ’ ἐπεὶ καὶ ἐκ γένους ὁ ὁρισμὸς καὶ συστατικῶν διαφορῶν, ἕξει τὸ μὴ ὂν γένος καὶ διαφοράς· τοῦτο δὲ ἀδύνατον. οὐκ ἄρα μὴ εἰδότα ὅτι ἐστὶ τὸ ὁριστὸν ἔστιν εἰδέναι τὸ τί ἐστιν, ἀλλ’ εἴσεται μὲν τί σημαίνει τοὔνομα τὸ
35ὁριστοῦ, τί δ’ ἐστὶν οὐκ εἴσεται. καὶ οὐδὲν ἄτοπον, ἐπεὶ καὶ ἐπὶ τοῦ μὴ ὄντος μὲν ὀνομαζομένου δὲ ἴσμεν τί σημαίνει τοὔνομα, οὐκ ἴσμεν δὲ οὔθ’
ὅτι ἐστίν, ἐπειδὴ οὐδ’ ἔστιν, οὔτε τί ἐστιν· οἷον τραγέλαφος τί μὲν σημαίνει89

90

ἴσμεν, οἷον ζῷον τυχὸν ἐκ τράγου καὶ ἐλάφου συγκείμενον ὅσον ἐκ τοῦ ὀνόματος, τί δ’ ἐστὶ τραγέλαφος, ἀδύνατον εἰδέναι διὰ τὸ μὴ εἰδέναι ὅτι ἐστίν· οὐδὲ γὰρ ἔστιν. οὕτω δὴ καὶ τί μὲν σημαίνει ὁ λόγος εἰσόμεθα, τί δ’ ἔστιν οὗ ὁ λόγος οὐκ εἰσόμεθα, ἐκ τοῦ λόγου μὴ εἰδότες ὅτι ἐστίν.
5εἰ γὰρ καὶ ὄν ἐστιν, ἀλλ’ οὐδὲν ἧττον ἡμῖν οὐκ ἔστιν μὴ εἰδόσιν ὅτι ἔστιν. ὅσον μὲν οὖν πρὸς ἡμᾶς οὐδὲν τοῦ μὴ ὄντος ἀπέοικε τὸ ὂν μέν, ἀγνοού‐ μενον δ’ εἰ ἔστιν. ἕξει οὖν ὁ τοιοῦτος ὁρισμὸς τὸν τοῦ ὀνόματος λόγον, ὅπερ ἐπὶ τοῦ μὴ ὄντος κεῖται, τί μὲν σημαίνει γινωσκόντων ἡμῶν καὶ αὐτὸν ὡς ἐκείνου τοὔνομα, ἀγνοούντων δὲ τὸ δηλούμενον τί ἐστιν, ἐπειδὴ
10οὐκ ἴσμεν ὅτι ἐστίν. ὥσπερ οὖν ἐπὶ τῶν γινωσκομένων, οὕτως ἕξει καὶ ἐπὶ τῶν δεικνυμένων. ὡς γὰρ ἐπ’ ἐκείνων ἀνάγκη τὸν εἰδότα τί ἐστι συνειδέναι καὶ ὅτι ἐστίν, οὕτω καὶ ἐπὶ τούτων ἀνάγκη τὸν δεικνύντα τί ἐστι συνδεικνύναι καὶ ὅτι ἐστίν. εἰ γὰρ δείξει τί ἐστιν, εἴσεται τί ἐστιν, εἰ δ’ εἴσεται τί ἐστι, συνείσεται καὶ ὅτι ἐστίν· ὥστε καὶ συνεδείκνυ τῷ τί ἐστι
15τὸ ὅτι ἐστίν, ὅτε ἐδείκνυ τὸ τί ἐστιν. εἰ δὲ μή, εἴσεται τὸ τί ἐστι μὴ εἰδὼς ὅτι ἐστίν, ὅπερ ἐδείχθη ἀδύνατον. ἅμα ἄρα τὸ τί ἐστι δείξει καὶ ὅτι ἐστίν. ἀλλὰ πῶς τῷ αὐτῷ λόγῳ δείξει καὶ ἄμφω; ὁ γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις ἕν· οὐχ ἓν δὲ τὸ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον, ἀλλὰ ἀλλήλων ἕτερα. ὅτι τοίνυν οὐ ταὐτὸν δείκνυται δι’ ὁρισμοῦ
20καὶ δι’ ἀποδείξεως, καὶ ὅτι οὐ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις, δέδεικται πρότερον. ὅτι δὲ τὸ ὅτι ἐστὶ δι’ ἀποδείξεως δείκνυται, δῆλον· πᾶν γὰρ δι’ ἀποδείξεως δείκνυται, πλὴν τῆς οὐσίας ἤγουν τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ. τὸ δ’ εἶναι οὐκ ἔστιν οὐσία ἤγουν τί ἐστι καὶ ὁρισμὸς καὶ τοσοῦτον, ὅτι οὐδὲ γένος τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γίγνεσθαι δύνηται. εἰ γὰρ ἦν γένος,
25ἢ μία ἂν ἦν ἐν τοῖς πᾶσι κατηγορία ἢ μία τῶν κατηγοριῶν ἢ ὑπὸ μίαν τῶν δέκα ἀνήγετο· νῦν δὲ τούτων οὐδέν, ἀλλὰ δέκα τε τὰ γένη καὶ τοῖς δέκα τὸ ὂν ἐφήρμοκεν. οὐκ ἄρα γένος τὸ ὄν. ἀλλ’ οὐδὲ τί ἐστιν· ἦν γὰρ ἐκ γένους τε καὶ διαφορῶν, καὶ οὕτω σύνθετόν τε ἂν ἦν ἐκ πλειόνων ἢ ἑνός, καὶ ἑνὸς ἂν ἦν οὗ καὶ τί ἐστιν ἦν. νῦν δὲ τούτων οὐδέτερον, ἀλλὰ
30καὶ ἁπλοῦν καὶ τῶν δέκα κοινόν, ἅπερ ἕτερά τε καὶ οὐχ ὑπ’ ἄλληλα τέτακται καὶ τὸ πρῶτον ἐν αὐτοῖς καὶ τὸ ὕστερον· οὐκ ἄρα οὐσία τὸ ὄν. ἐπεὶ δὲ πᾶν ἀποδείκνυται ὃ μὴ οὐσία, καὶ τὸ εἶναι ἄρα ἀποδείκνυται· ὥστ’ ἀπόδειξις τοῦ ὅτι ἐστίν· οὐκ ἄρα ὁρισμός. δέδεικται γὰρ ἤδη διὰ πλειόνων ὅτι οὗ ἀπόδειξις, οὐχὶ καὶ ὁρισμὸς κατὰ τὸ αὐτό· δῆλον δὲ ὅ
35φαμεν καὶ ἀπὸ τῶν ἐπιστημῶν. πάσης γὰρ δείξεως προηγουμένου τοῦ τί σημαίνει τὸ εἰς δεῖξιν προκείμενον, λαμβάνεται τοῦτο μὲν πρῶτον ἐπὶ παντὸς τοῦ προτιθεμένου, εἶτα δείκνυται εἰ ἔστιν ἐκεῖνο· οἷον ὁ γεωμέτρης τί σημαίνει τρίγωνον λαβών, ὅτι τὸ τρεῖς γωνίας ἔχον σχῆμα, ὅτι ἐστὶ τοῦτο δείκνυσι διὰ συλλογισμοῦ ἐπὶ τῆς δοθείσης εὐθείας αὐτὸ συνιστῶν.
40ὥστε δῆλον ἐκ τούτου ὅτι συλλογισμῷ καὶ ἀποδείξει τὸ ὅτι ἐστὶ δείκνυται.90

91

λοιπὸν τί δείξει ὁ ἀποδιδοὺς ὁρισμῷ τί ἐστιν; ἢ δῆλον ὅτι τὸ τρίγωνον καὶ οὗτος, ἀλλ’ ὁ μὲν ἀποδεικνὺς ὅτι ἐστίν, ὁ δὲ ὁριζόμενος τί ἐστιν· ὡς ἰδίᾳ ἑκάτερον δι’ ἰδίου εἴδους δείξεως δείκνυσθαι. δῆλον ἄρα ὅτι οὐχ ἕπεται τῷ εἰδότι δι’ ὁρισμοῦ τί ἐστι τὸ εἰδέναι καὶ ὅτι ἐστιν. ὥστε εἰδὼς τί
5ἐστιν, οὐκ εἴσεται εἰ ἔστιν, ὅπερ ἀδύνατον· εἴσεται γὰρ τί ἐστι τὸ μὴ ὄν. τοῦτο δ’ ἔσται φανερὸν ἐπεξιοῦσι καὶ τοὺς ὅρους καθ’ ἕκαστον. ὡς γὰρ νῦν τούτους τιθέασιν οἱ ὁριζόμενοι, οὐδεὶς ἂν εὑρεθείη δεικνύων ὅτι ἐστίν. οἷον τὸν κύκλον τὸ ἐκ τοῦ μέσου ἴσον ἀποδιδόασιν ὁριζόμενοι διὰ τὸ ἴσον πανταχόθεν ἀπέχειν ἀπὸ τοῦ κέντρου τὴν περιφέρειαν· οὔκουν ἐν τούτῳ
10τῷ λόγῳ καὶ ὅτι ἔστιν ὁ κύκλος δείκνυται· οὐδεμία γὰρ αἰτία τοῦ εἶναι αὐτὸν ἐν τῷ λόγῳ σημαίνεται. ἀλλ’ οὐδὲ διὰ τί τοῦτ’ ἐστὶ κύκλος, ὅπερ ὁ ἀποδοθεὶς λόγος δηλοῖ, ὡς δύνασθαι τοῦτον καὶ περὶ ἑτέρου τινὸς τοῦ τυχόντος εἰπεῖν. δυνατὸν γὰρ εἰ τύχοι καὶ ὀρειχάλκου φάναι τὸν τοιοῦτον ὑπάρχειν ὅρον, ἢ μὴ ὄντος ἴσως τινός, ἢ καὶ ὄντος μέν, μὴ κύκλου δέ, διὰ
15τὸ μὴ ἀνάγκην τινὰ τῇ ἀποφάσει ἐμφαίνεσθαι τοῦ μὴ ἄλλου τινὸς ἀλλ’ ἢ τοῦ κύκλου εἶναι αὐτόν. οἱ γὰρ ἀποδιδόμενοι ὅροι οὔτε τοῦτο δηλοῦσιν ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον, ἵν’ ἅμα τῷ τί ἐστι καὶ τὸ εἶναι συνανα‐ φαίνηται, οὔτε περὶ τὸν ὁρισμὸν παριστῶσιν ὅτι οὗτος ὁ ὁρισμὸς τούτου ἐστὶν οὗ φασιν εἶναι αὐτὸν ὁρισμὸν οἱ ἀποδιδόντες αὐτόν· ἀλλ’ ἔξεστι λέγειν
20τῷ βουλομένῳ ἐπαπορεῖν ‘διὰ τί τοῦτ’ ἐστὶ κύκλος; καὶ διὰ τί ἐστι κύκλος;‘ τῆς τοῦ ὁρισμοῦ ἀποδόσεως μηδετέραν δυναμένης ἱστᾶν τουτωνὶ τῶν ζητή‐ σεων. ἐπεὶ οὖν ὁ ὁριζόμενος δυοῖν θάτερον ἐξ ἀνάγκης δείκνυσιν, ἢ τί ἐστι τὸ πρᾶγμα ἢ τί σημαίνει τὸ ἐπ’ αὐτῷ κείμενον ὄνομα, εἰ μηδαμῶς τὸ τί ἐστι δείκνυσιν, ὡς ὁ λόγος ἔδειξεν, δείκνυσιν ἄρα τί σημαίνει τοὔνομα.
25τὸ αὐτὸ ἄρα σημαίνοι ἂν τῷ ὀνόματι, ὡς εἶναι ταὐτὸν ἄνθρωπον εἰπεῖν τὸ διαρθροῦν τὴν ὄπα καὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἀλλὰ τοῦτο ἄτοπον· πρῶτον μὲν ὅτι καὶ τῶν μὴ ὄντων εἶεν ἂν ὁρισμοί. σημαίνειν γὰρ δι’ ὀνομάτων ἔστι καὶ τὰ μὴ ὄντα, καὶ εἰ ταὐτὸν σημαίνειν τὸν ὁρισμὸν τῷ ὀνόματι δοίημεν, ἔσονται καὶ τῶν μὴ ὄντων ὁρισμοί, καὶ
30ταὐτὸν ἔσται ὀνομάζειν τε καὶ ὁρίζεσθαι. ἔπειτα πάντες οἱ λόγοι ὁρισμοὶ ἔσονται, οὐ μόνον ὅτι ἔσται ὄνομα θέσθαι ὁτῳοῦν λόγῳ, καὶ εἰ τὸ ὄνομα ταὐτὸν σημαίνει τῷ ὁρισμῷ, εἴη ἂν τὸ ὄνομα τὸ τῷ λόγῳ τιθέμενον ὁρισμός. καὶ ἐπεὶ ταὐτὸν τῷ ὁρισμῷ τὸ ὁριστόν, ὁ ὀνομαζόμενος λόγος ὁ αὐτὸς ἂν εἴη τῷ ὀνόματι, ᾧ ὠνόμασται, ἤτοι τῷ ὁρισμῷ. εἰ μὲν οὖν
35πρᾶγμα ἦν, ἦν ἂν καὶ ἕτερον ὡς ὁριστόν, ἐπεὶ δὲ λόγος, οὐδαμῶς ἕτερον· ὁρισμὸς ἄρα. ὥστε ἔσται πᾶς λόγος ὁρισμός. οὐ μόνον δὲ οὕτως, ἀλλὰ
καὶ ἐπεὶ πᾶς λόγος ἐξ ὀνομάτων σύγκειται, τὸ δὲ ὄνομα καὶ ὁ ὁρισμὸς91

92

ταὐτὸν σημαίνει, εἶεν ἂν πάντες οἱ λόγοι ὁρισμοί. ὥστε καὶ εὐχόμενοι καὶ προστάττοντες καὶ προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ παντοίως λέγοντες ὁρισμοὺς ἂν διαλεγοίμεθα, καὶ ἡ πᾶσα ποίησις τῆς Ἰλιάδος εἴη ἂν ὁρισμός. ἀλλὰ δὴ δεδόσθω ὁρισμὸν εἶναι τὸν ἐπεξηγούμενον λόγον, τί
5σημαίνει τὸ λεγόμενον ὄνομα, καὶ ταὐτὸν εἶναι τὸν ὁρισμὸν τῷ ἐπ’ αὐτῷ κειμένῳ ὀνόματι. καὶ οὐδ’ ὣς ὁ ὁρισμὸς δῆλος ἔσται ὅτι τοῦδέ ἐστιν οὗ ὁρισμὸς εἶναι λέγεται. οὐ γὰρ τοῦτο δῆλον ἐκ τῆς αὐτοῦ ἀποδόσεως γίνεται· μᾶλλόν γε μὴν ὥσπερ οὐδεμία ἀπόδειξις ἀποδείξειεν ἂν ὅτι τοῦτό γε τοὔνομα τοῦδε τοῦ πράγματός ἐστι δηλωτικὸν ἐφ’ ᾧ τέθειται, οὕτως
10οὐδὲ οἱ ὁρισμοὶ τοῦτο προσδηλοῦσιν· ἢ δὴ ὥσπερ οὐδεμία ἀπόδειξις τῷ ὀνόματι ἕπεται, ὅτι τοῦδέ ἐστιν δεικνύουσα ᾧ καὶ ἐπιτέθειται, οὕτως οὐδὲ τῷ ὁρισμῷ δήλωσίς τις προσεμφαίνεται, ὅτι τοῦδε ὁρισμός ἐστιν. οἷον ὥσπερ ἐπὶ τοῦ ἄνθρωπος ὀνόματος οὐκ ἔστι δηλοῦν ὅτι τοῦδέ ἐστι καὶ οὐχ ἑτέρου τινός, οὐδέ τις ἀνάγκη τοῦ τόδε σημαίνειν συναναφαίνεται τῷ ὀνόματι,
15οὕτως οὐδ’ ἐπὶ τοῦ λόγου τοῦ λέγοντος ζῷον πεζὸν δίπουν ὅτι τοῦδε ὁρισμός ἐστιν. ὅτι δὲ οὐκ αὐτόθεν τῷ ὀνόματι τοιαύτη τις ἀνάγκη συν‐ εμφαίνεται οὔτε τις αὐτῷ ἀπόδειξις ἔσωθεν ὡς ἐξ ἀνάγκης δηλοῦσα τοῦδε τοῦ ὀνομαζομένου ἐστί, δῆλον· κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, ὅπερ οὐκ ἂν ἦν, εἰ ἐξ ἀνάγκης τοῖς πράγμασιν εἵπετο, ἀλλὰ φύσει ἂν ἦν· ἀλλ’ οὐδὲ
20ὁμωνυμίαι ἂν ἦσαν ἐκ τούτων εἰς ἐκεῖνα μεταβαινόντων τῶν ὀνομάτων, εἰ ἐξ ἀνάγκης ἔκειντο τοῖς πράγμασι τὰ ὀνόματα· οὐ γὰρ ἐνεδέχετο δηλοῦν ἑτέρως τὸ ἐξ ἀνάγκης τοῦτο δηλοῦν. τὸ γὰρ ἐξ ἀνάγκης οὕτω δηλοῦν οὐκ ἐνδέχεται ἑτέρως, καὶ τὸ ἐνδεχόμενον ἑτέρως οὐκ ἐξ ἀνάγκης οὕτως. οὐκ ἂν οὖν συντελέσαι τὸ σημαίνειν τὸν λόγον τὸ αὐτὸ τῷ ὀνόματι πρὸς
25τὸ ἐξ ἀνάγκης εἶναι τοῦδε τὸν ὁρισμόν, οὗ καὶ ὁρισμὸς εἶναι λέγεται, εἰ μὴ καὶ μᾶλλον ἀνάπαλιν ἐκ τῆς πρὸς τοὔνομα ὁμοιώσεως τῷ τυχόντι ἂν καὶ αὐτὸς προσαρμόσειεν. Περὶ ὅρου τοίνυν λέγειν προθέμενοι πῶς εὑρίσκεται, πᾶσαν πρότερον τὴν περὶ τούτου πλάνην ἀνείλομεν, κἀκ τῶν εἰρημένων ἐδείξαμεν μήτε τὸν
30ὁρισμὸν εἶναι τὸ αὐτὸ τῷ συλλογισμῷ μήτε ταὐτὸ τὸ ὑφ’ ἑκατέρου εἰς γνῶσιν ἐρχόμενον, ἀλλ’ ἕτερον τὸ συλλογισμῷ περαινόμενον καὶ ἕτερον τὸ ὁρισμῷ γνωριζόμενον· πρὸς δὲ ὅτι ὁ ὁρισμὸς ἐν τῷ ἀποδίδοσθαι οὐδεμίαν ἀπό‐ δειξιν προσδηλοῖ, ἀλλ’ οὐδὲ δεῖξιν ἁπλῶς ὅτι ἐξ ἀνάγκης τοῦδέ ἐστιν ἐφ’ ᾧπερ καὶ ἀποδέδοται· καὶ ὅτι τὸ τί ἐστιν οὔτε ὁρισμῷ ἔστι γνῶναι, ἐπεὶ μηδεμία
35παρ’ αὐτοῦ πρὸς τοῦτο ἀνάγκη ἐπάγεται, ἵνα βεβαίως τοῦτο καὶ ἀνενδοιάστως σχοίημεν, οὔτε δὲ ἀποδείξει, ἐπεὶ μηδενὶ τρόπῳ συλλογισμοῦ τὸ τί ἐστιν ὑπο‐ βάλλεται. τί δὴ ἐκ τούτων γέγονεν ἴδωμεν, καὶ τί ἐκ τῶν ἑπομένων ἐπιγενή‐
σεται. ἐπειδὴ ὁ ὅρος τὴν φύσιν μιμεῖται εἰδοποιοῦσαν τὰ δεκτικὰ τῶν εἰδῶν,92

93

ἔδει τὸν περὶ ὁρισμοῦ εἰπεῖν τι προθέμενον καὶ τῆς τούτου εὑρέσεως τὴν φύσιν μιμήσασθαι, καὶ ὥσπερ ἐκείνη λαμβάνουσα ὑποκείμενον οὐχ ἅπαν οἰκει‐ οῦται τῷ εἴδει, ἀλλὰ πᾶν ἀποβαλοῦσα τὸ περιττὸν καὶ ἀνεπιτήδειον, ὅσον προσφυὲς καὶ οἰκεῖόν ἐστι πρὸς τὴν τοῦ εἴδους παραδοχήν, τοῦτο μετὰ
5τὴν ἀποβολὴν τοῦ ἀνοικείου καὶ ἀποσκεύασιν διαμορφοῖ τε καὶ τελεσιουργεῖ, οὕτω ποιῆσαι καὶ αὐτόν, πᾶν ὅσον ἀνοίκειον δόξης καὶ λόγου πρὸς ὁρισμοῦ ἀποτέλεσιν, ἔμφασιν μὲν ἔχον οἰκειότητος, πλανῶν δὲ καὶ διαστρέφον τὴν διάνοιαν καὶ ἐμποδὼν τῇ τελειώσει τοῦ ὁρισμοῦ παριστάμενον, τοῦτο ἀπο‐ θέσθαι τοῖς ἐλέγχοις ἐκτιναξάμενον, εἶθ’ οὕτω κούφως τε καὶ ἀνεμποδίστως
10εὐθυβολεῖν πρὸς τὸν τοῦ ὁρισμοῦ ἀπαρτισμόν. καὶ ἐπειδὴ ἡ ἡμετέρα διάνοια τῇ πρὸς τὸ σῶμα συνδέσει καὶ σχέσει τὴν ἐκ τῆς γενέσεως ἀχλὺν οἷόν τι περίττωμα ἑαυτῇ ἐπεσπάσατο κἀντεῦθεν δόξαις ἀλλοκότοις περι‐ πλανᾶσθαι καταναγκάζεται, δεῖ τὸν περί του τῶν ἀναγκαίων εἰς πίστιν λέγειν προθέμενον πᾶν πρότερον ἀποξέειν ἀνεπιτήδειον πρὸς τὴν τῆς ἀλη‐
15θείας μόρφωσιν, καὶ οὕτως ἐκφέρειν αὐτῆς μετ’ εὐσχημοσύνης ἁπάσης τὴν εἰδοποίησιν, μηδὲν ἔχουσαν τερατῶδες, μηδὲν ἀσύμμετρον, μηδὲν τῇ ζοφώσει τοῦ ψεύδους ἐπισκοτούμενον, ἀλλ’ εὔχρουν ἅπαν, σύμμετρον, εὐσύντακτον, ὡραϊσμένον. καὶ ἄλλως γὰρ ἄτοπον τέκτονας μὲν καὶ σκυτεῖς καὶ τοὺς ἄλλους ὅσοι τοιούτων τινῶν ποιητικῶν τεχνῶν ἀντιλήπτορες, πλείστην
20πρόνοιαν τῶν σφετέρων ἔργων ποιουμένους, ἵν’ ἀποκατασταῖεν εἰς τέλος εὐκόσμως ἔχοντα, εὐεργὸν μὲν καθιστάνειν τὴν ὕλην πρότερον, εἶτ’ ἀποξέειν ὅσον ἔτι περιττὸν ὑπολέλειπται, καὶ οὕτως εὐτέχνως ἀποτελεῖν τὰ δημι‐ ουργήματα τὴν τῆς φύσεως συμμετρίαν ὡς ἔστι μιμούμενα ἐφ’ ὅσον δὴ τὸ ὑποκείμενον γένος ἐπιδέχεται τὴν ἀκρίβειαν, τὰς δὲ φιλοσόφους καὶ σοφὰς
25ἐπιστήμας πλάνης καὶ ψεύδους ἀσχημοσύνην ταῖς παρ’ αὐταῖς συγχωρεῖν παραδόσεσιν ἐπιμίγνυσθαι.
27nΠῶς οὖν δὴ ὁριζόμενος δείξει τὴν οὐσίαν.
28 Δείξας ἱκανῶς διὰ τῶν προειρημένων ὡς κατ’ οὐδένα τρόπον ἐνδέχεται συλλογιστικῶς τὸν ὁρισμὸν ἀποδείκνυσθαι, νῦν δείκνυσιν ὡς οὐδὲ δι’ ἐπα‐
30γωγῆς, ἀλλ’ οὐδὲ δι’ αἰσθήσεως. φησὶν οὖν ὅτι ἐπειδὴ ἀποπέφανται ὡς οὐκ ἔστι δεῖξαι διὰ συλλογισμοῦ τὸν ὁρισμόν, πῶς ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν, εἶτα ἐφερμηνεύων τί οὐσίαν φησίν, ἐπιφέρει ἢ τὸ τί ἐστι. παρα‐ διαζευκτικὸς γὰρ ὁ ἤ σύνδεσμος ἐνταῦθα· οὐ γὰρ ὡς ἄλλο ὂν ἐπάγει τὸ ἢ τὸ τί ἐστιν, ἀλλ’ ὡς ἑρμηνεύων τί οὐσίαν ὠνόμασεν, ἤγουν τὸ τί ἐστιν.
35ἐπαναλαμβάνει δὲ καὶ τὴν ἀπόδειξιν, ἵνα πάντας τοὺς τρόπους ἐν ταὐτῷ93

94

συνελών, δι’ ὧν ἐνδέχεταί τι δείκνυσθαι, ἐκ πάντων ἀποφήσῃ τὸ δύνασθαι δεικνύειν τὸν ὁρισμόν. οὔτε γάρ, φησί, κατὰ τὸν τρόπον τῆς ἀποδείξεως δείξει, τοῦτο δέ ἐστι τὸ ἐξ ὁμολογουμένων τινῶν δῆλον ποιεῖν ἕτερον, ὧν δὴ ὄντων ἐκεῖνο ἐξ ἀνάγκης ἔστι· τὸ γὰρ οὕτω ποιεῖν ἀπόδειξίς ἐστι,
5δέδεικται δ’ ὅτι δι’ ἀποδείξεως ὁ ὁρισμὸς οὐ δείκνυται. δοκεῖ δὲ κοινότερον νῦν τὸ τῆς ἀποδείξεως λαβεῖν ὄνομα· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘ὡς συλλογιζό‐ μενοσ‘ ὡς ἀποδεικνὺς εἴρηκε, καὶ ἀντὶ τοῦ εἰπεῖν ‘τοῦτο γὰρ συλλογισμοῦ‘ τοῦτο γὰρ ἀποδείξεως εἶπε. καὶ δῆλον ἀπὸ τοῦ ἰδίου ὃ ἔφησεν εἶναι τῆς ἀποδείξεως· τὸ γὰρ ἐξ ὁμολογουμένων τινῶν ἕτερόν τι δῆλον ποιεῖν, ὧν
10ὄντων ἐκεῖνό ἐστιν, οὐ τῆς ἀποδείξεως μόνης ἀλλ’ ἁπλῶς τοῦ συλλογισμοῦ, εἰ μή τις ἐρεῖ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ συμπεράσματος μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράγματος ἐξακούεσθαι. ἱκανῶς δὲ εἰπὼν περὶ τῆς ἀποδείξεως πρότερον οὐδὲν λέγει νῦν πλέον περὶ αὐτῆς, ἢ ὅσον ὅτι οὔτε δι’ ἀποδείξεώς τις τὸν ὁρισμὸν δείξει. εἶτα εἰπὼν ὅτι οὔτε ὡς ἐπάγων, ἐπέξεισι τὸν
15τρόπον καθ’ ὃν ἡ ἐπαγωγὴ γίνεται, δήλων ὄντων τῶν καθ’ ἕκαστα ὅτι πάντα οὕτως ἔχει, ἤγουν ὅτι πᾶσιν ὑπάρχει τὸ κατηγορούμενον, ὃ τοῦ καθόλου κατηγορεῖ ὁ δι’ ἐπαγωγῆς τὴν δεῖξιν ποιούμενος, τῷ μηδὲν ἄλλως. οὕτω γὰρ ἀληθὲς τὸ καθόλου· ἐὰν γάρ ἐστί τι τῶν ὑπὸ τὸ καθόλου, ὃ μὴ οὕτως ἀλλ’ ἄλλως, οὐκ ἀληθὲς τὸ καθόλου. ὅτι δὲ οὐδ’ ἡ ἐπαγωγὴ
20δεικνύει τὸν ὁρισμόν, δῆλον, ὅτι ἄλλο μὲν τὸ εἶναι, ἄλλο δὲ τὸ τί εἶναι, ἢ ἵν’ εἴπω σαφέστερον, ἄλλο μὲν τὸ ἔστι τόδε καὶ οὐκ ἔστι τόδε, ἄλλο δὲ τὸ τί ἐστι τόδε· ἐκεῖ μὲν γὰρ ἀπόφανσις, τὸ δὲ τί ἐστιν οὐκ ἀπόφανσις. ὁ οὖν δι’ ἐπαγωγῆς τι δεικνύων ἀπόφανσιν δείκνυσιν· ἕτερον δὲ αὕτη κατὰ γένος τοῦ τί ἐστιν. οὐκ ἄρα τὸ τί ἐστιν ἡ ἐπαγωγὴ δείκνυσι.
25nΤίς οὖν ἄλλος τρόπος λοιπός;
26 Ἐπειδή, φησίν, οὔτε διὰ συλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς τὸ τί ἐστι δείκνυται, τίς τρόπος δείξεως ὑπολέλειπται; ἠρώτησε δὲ οὕτως ὡς μηδενὸς ὑπολελειμμένου, διὸ καὶ ἐπήνεγκεν οὐ γὰρ δὴ δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλ. εἰ γάρ, φησίν, οὗτοι οἱ τρόποι ὑπολελείφαται, ἀλλ’ οὐδεμίαν
30πρόφασιν ἔχει τις οἰηθῆναι διὰ τούτων τινὸς τὸ τί ἐστι δείκνυσθαι· διὸ οὐδὲ λόγου τινὸς τούτους ἠξίωσεν.
32nἜτι πῶς δείξει τὸ τί ἐστιν;
33 Καθόλου, φησίν, οὐδ’ ἐπιχειρεῖν χρὴ τὴν ἀρχὴν τῇ δείξει τοῦ τί ἐστιν. ὁ γὰρ δεικνὺς τί ἐστιν ὀφείλει συνδεικνύειν τῷ τί ἐστι καὶ ὅτι
35ἐστὶν ἐκεῖνο ὃ τί ἐστι δείκνυσιν. εἰ δὲ τοῦτο, ἢ ταὐτὸν ἔσται τὸ εἶναι τὸ94

95

πρᾶγμα, καὶ τὸ τί ἦν εἶναι αὐτὸ ἢ ἕτερα. καὶ ὅτι μὲν ἕτερα, δῆλον· δέδεικται γὰρ ἤδη ὅτι τῷ γένει τοῦ τί ἐστιν ἕτερον οὐ μόνον τὸ εἰ ἔστιν, ἀλλὰ καὶ τὸ ὅτι ἐστί· πῶς οὖν τῷ αὐτῷ τρόπῳ τῆς δείξεως δύο δειχθή‐ σονται; εἰ δὲ μὴ τὸ ὅτι ἐστὶ τῷ τί ἐστι συνδείκνυται, εἴσεται τί ἐστιν
5ἀγνοῶν εἰ ὅλως ἐστὶ τὸ πρᾶγμα, οὗ τὸ τί ἐστιν ἀποδίδωσιν· ὥστε τὸ μὴ ὂν τί ἐστιν εἴσεται, ὅπερ ἄτοπον. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τῶν γινωσκο‐ μένων πρότερον, ἵν’ ἐκ τούτων ὡς σαφεστέρων ὡς ἔχει τὸ λεγόμενον καὶ ἐπὶ τῶν ζητουμένων γνωσόμεθα. εἰπὼν γὰρ πῶς δείξει τὸ τί ἐστιν ἄνθρωπος, ὡς ζητουμένου τοῦ τί ἐστι καθ’ ὑπόθεσιν περὶ τοῦ ἀνθρώπου,
10ἐπιφέρει ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι ὅτι ἐστί. διὰ τοῦτο δὲ εἶπε τὸ ἄλλο ὁτιοῦν, ἵνα μὴ ἐπὶ τοῦ ἀνθρώπου σταίημεν, ἀλλ’ ἐπὶ πᾶν τὸν λόγον ἐκτείνωμεν, οὗ τὸ τί ἐστιν οἴδαμεν. ἀνάγκη δή, φησί, καὶ ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπὶ ἄλλου οὑτινοσοῦν τὸν εἰδότα τί ἐστιν ἐκεῖνο εἰδέναι καὶ ὅτι ἐστὶν ἐκεῖνο· εἰ γὰρ
15μὴ οἶδεν ἁπλῶς ὅτι ἐστίν, οἰδὲ τί ἐστιν εἴσεται. τὸ γὰρ μὴ ὂν οὐδεὶς οἶδεν τί ἐστιν· οὐ γὰρ ἐνδέχεται, φησίν, τί ἐστιν εἰδέναι τινὰ τὸ μὴ ὄν· εἰ γὰρ δώσομεν τὸ ἀγνοούμενον εἰ ἔστιν εἰδέναι τί ἐστιν, εἴσεταί τις τὸ μὴ ὄν, ὅπερ ὅτι ἄτοπον δέδεικται πρότερον.
19nἈλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα.
20 Ἐπειδὴ τὸ ὄνομα σημαντικὴ ὂν φωνὴ δοκεῖ τὸ πρᾶγμα δηλοῦν τὸ ὀνομαζόμενον, καὶ ὁ ἐπεξηγητικὸς αὐτοῦ λόγος ὁρισμός τις εἶναι, ἔστι δὲ ὀνόματα καὶ μὴ οὖσι κεῖσθαι καὶ λόγους τῶν ὀνομάτων τούτων ἐπεξηγητι‐ κοὺς γίνεσθαι, εἶπεν ἄν τις ἴσως πρὸς τὰ λεγόμενα ὡς ἐνδέχεται καὶ ἀγνοου‐ μένου τοῦ ὅτι ἐστὶ τὸ πρᾶγμα, τὸ τί ἐστι περὶ αὐτοῦ ἀποδίδοσθαι. σημεῖον
25δὲ τούτου· καὶ γὰρ ἐπὶ τῶν μὴ ὄντων μὲν ὀνομαζομένων δὲ τοῦτο γίνεται, καὶ τὸ τί ἐστι περὶ αὐτῶν ἀποδίδοται. ἰδοὺ γὰρ ὁ τραγέλαφος οὐκ ἔστι μέν, διὰ τοῦτο οὐδὲ εἶναι αὐτὸν ἀλλὰ μὴ εἶναι γινώσκομεν· καὶ μὴ ὄντος δὲ αὐτοῦ ὄνομά τε αὐτοῦ λέγομεν καὶ ὁρισμὸν ἀποδίδομεν ἐφερμηνευτικὸν τοῦ ὀνόματος, ἴσως ὅτι ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον, δύο ἔχον
30κεφαλάς, πόδας δὲ ὀκτὼ ἢ ἄλλως πως ψιλὸν διανοίας ἢ φαντασίας ἀνά‐ πλασμα, πράγματος ὑπόστασιν ὅλως οὐκ ἔχον· ὥστε καὶ ἐπὶ ὄντος ἀγνοου‐ μένου δὲ ὅτι ἐστὶ δυνατὸν ἀποδοῦναι καὶ ὄνομα καὶ λόγον. πρὸς οὖν τὸν οὕτω λέγοντα ποιεῖται τὴν ἀντίθεσιν ὅτι ὁ τοιοῦτος λόγος, τουτέστιν ὁ ὀνοματώδης, καὶ τὸ ὄνομα τὸ τραγέλαφος τὸ ὑπὸ τοῦ τοιούτου λόγου ἑρμη‐
35νευόμενον σημασίαν μὲν παρέχεταί τινος, ἀδύνατον δὲ εἰδέναι τί ἐστι95

96

τραγέλαφος καὶ ἀπὸ τοῦ ὀνόματος καὶ ἀπὸ τοῦ ἑρμηνεύοντος αὐτὸ λόγου. τὸ γὰρ τί ἐστιν ἐκ γένους σύγκειται καὶ συστατικῶν διαφορῶν· πῶς οὖν μὴ ὄντος τινὸς γένος ἕξομεν καὶ συστατικὰς διαφοράς; ἔτι τὸ μὲν τί ἐστι τὸ ἴδιον εἶναι, τὸ δὲ ἴδιον εἶναι ὑπὸ τοῦ ἁπλῶς εἶναι· ὅπου οὖν τὸ ἁπλῶς
5εἶναι οὐκ ἔστιν οὐδὲ γινώσκεται, πῶς τὸ ἴδιον ἢ ἔσται ἢ γνωσθήσεται; εἰ δὲ μή, ἔσται τὸ ἐξ ἀρχῆς χωρὶς τῆς ἀρχῆς καὶ ὑπ’ ἀρχὴν ἄναρχον, καὶ ἢ ἡ ἀρχὴ ὑπ’ αὐτὸ ἢ ἄμφω ἄναρχα. ἅπερ ἅπαντα ὅτι ἄτοπα καὶ ἀδύνατα τί χρὴ καὶ λέγειν, οὐ μόνον ἀταξίαν καὶ ἀκοσμίαν καὶ σύγχυσιν ἐν τοῖς οὖσι φέροντα, ἀλλὰ καὶ εἰς τὸ μηδ’ εἶναι ὅλως χωρεῖν ἀναγκάζοντα; ἐλλι‐
10πῶς δὲ εἴρηται τὸ ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος· δεῖ δὲ προσθεῖναι τὸ δυνατὸν εἰδέναι. ὅταν γὰρ εἴπω τραγέλαφος ἢ ὅταν ἐφερμηνεύων τὸ ῥηθὲν ὄνομα φῶ ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον, δυνατὸν εἰδέναι τί σημαίνει· τί δὲ ἔστιν, ἀδύνατον εἰδέναι. οὕτω καὶ ὅταν ᾖ μὲν τὸ πρᾶγμα, ἀγνοῆται δ’ ὅ τι ἐστίν, ὀνόματος
15αὐτοῦ λεγομένου καὶ λόγου ὀνοματώδους ἀποδιδομένου τί μὲν σημαίνει ταῦτα εἰσόμεθα, τί δ’ ἔστιν ἐκεῖνο, οὐκ εἰσόμεθα. ἀλλ’ εἰ σημαίνει τι καὶ εἰσόμεθα, πῶς πάλιν οὐκ ἔστιν ὃ σημαίνει; συμβήσεται γὰρ ἐν ταὐτῷ τό τε ὄνομα σημαίνειν καὶ μὴ σημαίνειν, καὶ ἡμᾶς εἰδέναι καὶ μὴ εἰδέναι. ἢ ὥσπερ τὸ μὴ ὂν δοξαστὸν οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστιν, οὕτω καὶ
20τὸ περὶ τοῦ μὴ ὄντος ὄνομα σημαίνει μὴ ὄν, καὶ ἡμεῖς ἴσμεν ὡσαύτως οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστι. δεῖ δὲ μὴ λανθάνειν ὡς ὅταν ἐπὶ μὴ ὄντος ποτὲ ὄνομα κείμενον σημαίνειν δοκῇ, οὐ καθ’ αὑτὸ τοῦτο, ἀλλ’ ᾗ ἐκ σημαινόντων συντέθειται. βλίτυρι μὲν γὰρ καὶ σκινδαψὸς καὶ τὰ τοι‐ αῦτα σημαίνει τε οὐδὲν καὶ οὐδὲ δοκεῖ· τραγέλαφος δ’ ἐπεὶ ἐκ τοῦ τράγος
25καὶ ἔλαφος, ἅπερ ἐπὶ ὄντων κεῖται, διὰ τοῦτο φαντασίαν σημασίας παρ‐ έχεται· ψευδὲς δὲ τὸ φάντασμα, ἐπεὶ μὴ καὶ πρᾶγμα οὕτως ἔχον εὑρίσκεται. διὸ κἂν λόγος τις ἀποδοθείη πρὸς τοὔνομα, οὐ τὸ τί ἐστι δηλοῖ (πῶς γὰρ τὸ μὴ ὄν;) ἀλλὰ μᾶλλον ἐκ τίνων συντέθειται τοὔνομα.
29nἈλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς τῷ αὐτῷ
30nλόγῳ δείξει; ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις, τὸ
31nδὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον ἄλλο.
32 Ὅτι μὲν ἀναγκαῖον τὸν δεικνύντα τὸ τί ἐστι συνδεικνύναι τούτῳ καὶ τὸ ὅτι ἔστι, δέδεικται· ὃ γὰρ ἐπὶ τῶν γινωσκομένων εἴρηται, ἁρμόσει τοῦτο πάντως καὶ ἐπὶ τῶν δεικνυμένων. εἰ δέ τις ἐρεῖ ὅτι συνδείκνυσιν ὁ
35τὸ τί ἐστι δεικνὺς ἅμα αὐτῷ καὶ τὸ ὅτι ἔστιν, ἕτερον ἄτοπον ἕψεται· πῶς
γὰρ ἑνὶ καὶ τῷ αὐτῷ λόγῳ δύο δείξει κατὰ γένος ἀλλήλων διάφορα; ὅ τε96

97

γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις αὖθις ἕν· καὶ ὥσπερ τὴν δεικνύ‐ ουσαν τὸ ὅτι ἔστιν ἀπόδειξιν οὐκ ἐνδέχεται σὺν αὐτῷ δηλοῦν καὶ τὸ τί ἐστιν, οὕτως οὐδὲ τὸν ὁρισμὸν δεικνύντα τὸ τί ἐστιν ἐνδέχεται σὺν αὐτῷ δεικνύειν καὶ τὸ ὅτι ἔστιν. εἰ μὲν γὰρ ἓν ἦν τὸ τί ἐστιν ἄνθρωπος καὶ
5τὸ εἶναι ἄνθρωπον, ἐδείκνυτο ἂν καὶ ἑνὶ λόγῳ, εἴτε ὁρισμῷ εἴτε ἀποδείξει· ἐπεὶ δὲ ἕτερα καὶ ταῦτα κατὰ γένος, οὐκ ἐνδέχεται ἑνὶ δειχθῆναι λόγῳ καὶ τῷ αὐτῷ.
8nΕἶτα καὶ δι’ ἀποδείξεώς φαμεν ἀναγκαῖον εἶναι δείκνυ‐
9nσθαι ἅπαν ὅτι ἔστιν, εἰ μὴ οὐσία εἴη. τὸ δ’ εἶναι οὐκ οὐσία
10nοὐδεν· οὐ γὰρ γένος τὸ ὄν· ἀπόδειξις ἄρ’ ἔσται ὅτι ἐστ.
11 Δέδεικται πρότερον ὅτι οὔτε ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ταὐτὸν οὔτε τὸ ὑπὸ τούτων ἀμφοῖν δεικνύμενον τὸ αὐτό. ἀλλὰ μὴν ὑπὸ τῆς ἀπο‐ δείξεως ἀναγκαῖον πᾶν ὅτι ἔστι δείκνυσθαι πλὴν τῆς οὐσίας, ἤτοι τοῦ τί ἐστιν· οὐκ ἄρα τὸ ὅτι ἐστὶν ὑπὸ τοῦ ὁρισμοῦ δείκνυται. εἰ γὰρ ἔσται
15δεικνύμενον τὸ αὐτὸ ὑπό τε τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδείξεως, καὶ τὸ αὐτὸ ἔσται ὁρισμὸς καὶ ἀπόδειξις· καίτοι ταῦτα ὅτι ἀδύνατα, δέδεικται πρότερον. ἀλλ’ οὐδ’ ἔχει τις εἰπεῖν τὸ εἶναι οὐσίαν, καὶ οὐ δείκνυται ὑπὸ τοῦ ὁρισμοῦ, ἐπεὶ οὐδὲ γένος, ἵνα κἂν ὁρισμοῦ μέρος γένοιτο, ἀλλ’ ὁμωνύμως κατὰ πασῶν τῶν δέκα κατηγορεῖται ἀρχῶν. εἰ 〈δὲ〉 μὴ οὐσία τὸ εἶναι, πᾶν δὲ
20ὃ μὴ οὐσία, ἀποδείξει δείκνυται, ἀποδείξει ἄρα τὸ ὅτι ἐστὶ δείκνυται. πάλιν γὰρ ἐνταῦθα δοκεῖ τὴν ἀπόδειξιν κοινότερον λαβεῖν ἀντὶ τοῦ συλλογισμοῦ, ἐπεὶ οὐκ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ αἰτίων τοῦ συμ‐ περάσματος πᾶν δοκεῖ δείκνυσθαι ὃ μὴ οὐσία ἐστίν· εἰ δὲ καὶ περὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων ἐκληψόμεθα τὰ λεγόμενα καὶ ἁπλῶς τῶν ὅσα δι’
25ἀποδείξεως δείκνυται, οὐχ ἁπλῶς τῷ συλλογισμῷ, ἀλλὰ τῇ ἀποδείξει μόνῃ προσαρμόσει τὰ ῥήματα, καὶ ἔσται τοῦτο τῷ προκειμένῳ σκοπῷ οἰκειότερον. διὰ γὰρ τὴν ἀπόδειξιν καὶ τὰ ἀποδεικτά, καὶ ὡς ἔχουσι πρὸς τὸ τί ἐστιν, ἡ πρόθεσις αὐτῷ ἐνταῦθα.
29nὍπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. τί μὲν γὰρ σημαίνει
30nτὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δ’ ἐστὶ δείκνυσιν.
31 Ἴσως τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, ἐν ᾧ ἔλεγεν ὅτι ἐκ τῶν ὀνομάτων καὶ τῶν ταῦτα ἑρμηνευόντων λόγων τὸ τί σημαίνει γινώσκομεν, οὐ τὸ τί ἐστι. δῆλον γάρ, φησί, τοῦτο καὶ ἐκ τῶν ἐπιστημῶν· ὁ γὰρ γεωμέτρης ἐκ τοῦ τρίγωνον ὀνόματος οὐδὲν ἄλλο διαγινώσκει ἢ τί
35σημαίνει, ὅτι τὸ ὑπὸ τριῶν εὐθειῶν περιέχεσθαί τι χωρίον· τοῦτο δὲ λαβών, ὅτι ἔστι τρίγωνον τὸ ἐπὶ τῆς δοθείσης εὐθείας γραφόμενον ἢ πῇ ἄλλῃ
δείκνυσι μήπω εἰδὼς τὸ τί ἐστιν, ἵνα μήτις ἔχῃ εἰπεῖν ὅτι τὸ τί ἐστι τρί‐97

98

γωνον μαθὼν πρότερον ὅτι ἔστι μετὰ ταῦτα δείκνυσι. καίτοι οὐ τὸ εἶναι ἁπλῶς τὸ τρίγωνον δείκνυσιν, ἀλλὰ τὸ ὡδὶ ἢ ὡδί, τὸ δ’ εἶναι ἁπλῶς καὶ πρὸ τῆς ἀποδείξεως ἴσησιν· οὐ γὰρ ἂν ἀπεδείκνυεν ὡδί, εἰ μὴ ᾔδει εἶναι ἁπλῶς. εἰ δὲ καὶ πρὸς τὸ προσεχὲς βούλοιτό τις ἀποδοῦναι τὸ ῥητόν,
5οὕτως ἂν ἐκλήψοιτο ‘ὅτι δὲ τὸ ὅτι ἔστιν ἀποδείξει δείκνυται, δηλοῦσιν αἱ ἐπιστῆμαι· ὁ γὰρ γεωμέτρης μόνον λαβὼν τί σημαίνει τρίγωνον, ὅτι ἔστι τρίγωνον δείκνυσι‘. δύναται δὲ ὁμοῦ καὶ πρὸς ἄμφω λαμβάνεσθαι, ἅμα τε δηλοῦν ἐκ τῶν ἐπιστημῶν ὅτι ἐκ τῶν ὀνομάτων τὴν σημασίαν μόνην γινώ‐ σκομεν, ἅμα δ’ ὅτι τὸ ὅτι ἔστι δι’ ἀποδείξεως δείκνυται.
10nΤί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστιν; ἢ τὸ τρίγωνον· εἰδὼς
11nἄρα τις ὁρισμῷ τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται. ἀλλ’ ἀδύνατον.
12 Ἐπεί, φησί, δέδεικται τὸ ὅτι ἐστὶν ἀποδείξει δεικνύμενον, δῆλον ὡς οὐχ ὁρισμῷ. ὁ οὖν ὁρισμὸς δεικνὺς τὸ τρίγωνον τί λοιπὸν δείξει ἢ τί ἐστι; τοῦτο δὲ πάντως χωρὶς τοῦ ὅτι ἐστὶ δείξει· ἐκεῖνο γὰρ ἀποδείξει
15δείκνυται. ὥστε εἴσεται ὁρισμῷ τί ἐστιν, ἀγνοῶν εἰ ὅλως ἐστίν· ἀλλὰ τοῦτο ἀδύνατον δέδεικται· τὸ μὴ ὂν γὰρ εἴσεται τί ἐστιν. εἰ γὰρ καὶ ὂν ἴσως, ἀλλ’ αὐτῷ μὴ ὄν, ὅτι εἰ ἔστιν ἠγνόηται.
18nΦανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων, ὡς
19nοὐ δεικνύουσιν οἱ ὁριζόμενοι ὅτι ἔστι.
20 Τὰς ἀποδείξεις λέγων δεικνύσας ὅτι ἐστί, κἀντεῦθεν τοῦτο τῶν ὁρισμῶν ἀπαλλοτριῶν, διὰ τὸ μὴ ταὐτὸν εἶναι τὸ τῷ ὁρισμῷ καὶ τὸ τῇ ἀποδείξει δεικνύμενον, τὰς ἐπιστήμας ἐκεῖσε παρέθετο ὡς τοῦ ὅτι ἐστὶ ποιουμένας τὰς ἀποδείξεις· νῦν δὲ τὸ τί ἐστι λέγων ἄνευ τινὸς προσδηλώσεως τοῦ ὅτι ἐστὶ παρὰ τοῦ ὁρισμοῦ δείκνυσθαι, τοὺς ὁρισμοὺς παρατίθεται, ἐκ τῆς
25ἐπαγωγῆς δεικνὺς τὸ προκείμενον. καθὼς γὰρ νῦν ὁρίζονται οἱ ὁριζόμενοι, οὐ δεικνύουσι, φησί, τὸ ὅτι ἐστί. τὸ δὲ ‘νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι‘ πρότερον εἰπὼν καὶ αὖθις ‘τοὺς νῦν τρόπους τῶν ὅρων‘ οὐχ ὡς ταῖς νῦν οὔσαις ἐπιστήμαις ἢ τοῖς νῦν ὅροις ἐπιμεμφόμενος οὕτω φησίν, ἀλλ’ ὡς εἰπεῖν ἐπιεικευόμενος· αἱ γὰρ τέως, φησίν, ἄχρι καὶ νῦν ἐπιστῆμαι καὶ οἱ ἄχρι
30νῦν ὅροι οὕτως ἔχουσιν ὡς ἡμεῖς λέγομεν, εἰ μή τις εἴη καινοτομῶν τὰς ὁδοὺς καὶ ἄλλους τρόπους ἐπιτηδεύων ταῖς ἐπιστήμαις τε καὶ τοῖς ὅροις.
32nΕἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέσου τι ἴσον, ἀλλὰ διὰ τί ἐστὶ
33nτὸ ὁριστόν; καὶ διὰ τί τοῦτ’ ἐστὶν ὁ κύκλος; εἴη γὰρ ἂν καὶ ὀρει‐
34nχάλκου εἶναι αὐτ.
35Προθέμενος δεῖξαι ἐκ τῶν κειμένων ὅρων τὸ εἰρημένον, ὅτι οὔτε τὸ
εἶναι τὸ πρᾶγμα προσσημαίνεται τῷ ὅρῳ οὔτε διὰ τί ὁ ἀποδοθεὶς ὅρος τοῦδέ98

99

ἐστιν ἐφ’ ᾧ ἀποδέδοται καὶ οὐχ ἑτέρου τινός, ὅρον τινὰ εἰς μέσον προτίθησιν τῷ κύκλῳ ἁρμόζοντα· οὗτος δ’ ἐστὶ τὸ ἐκ μέσου ἴσον, ταὐτὸν δ’ ἔστιν εἰπεῖν οὗ ἐκ τοῦ κέντρου ἴσον ἀπέχει πανταχόσε ἡ περιφέρεια· μέσον γὰρ ἐν τῷ κύκλῳ τὸ κέντρον ἐστί. φησὶν οὖν, εἰ γὰρ καὶ
5ὁμολογουμένως ἔστι τι τοιοῦτον ἐν τοῖς οὖσιν ἐκ τοῦ μέσου ἴσον [ἐστὶν] ἀλλ’ ὅσον κατὰ τὴν τοῦ ὁρισμοῦ ἀπόδοσιν ἔστιν ἐρωτᾶν περὶ τοῦ ὁρισθέν‐ τος, διὰ τί ἐστι, καὶ διὰ τί τοῦτ’ ἐστὶ κύκλος ὃ τὸν ὁρισμὸν τουτονὶ ἐπι‐ δέχεται, διὰ τὸ μηδεμίαν ἀνάγκην ἐκ τῆς τοῦ ὁρισμοῦ ἀποδόσεως ἐμφαίνε‐ σθαι μήτε τοῦ εἶναι τὸ πρᾶγμα μήτε τοῦ αὐτοῦ εἶναι τὸν ὁρισμὸν καὶ οὐκ
10ἄλλου τινός, καὶ τοσοῦτον, ὥστε καὶ τῷ τυχόντι ἐφαρμόζειν αὐτόν, οἷον ὀρειχάλκῳ ἢ ἄλλῳ ὁτῳοῦν ἢ ὄντι μέν, μὴ κύκλῳ δὲ ὄντι ἢ μηδὲ ὄντι ὅλως, ὅσον ἀπὸ τοῦ μὴ αἰτίαν ἐκ τῆς ἀποδόσεως ἐμφαίνεσθαι, δι’ ἣν τοῦ κύκλου ἔσται, ἀλλ’ οὐχ ἑτέρου τινός. ὀρείχαλκον δ’ οἱ μὲν εἶδος ὕλης εἶναί φασιν οὕτω καλουμένης, ἣ τοῖς νῦν οὐχ εὑρίσκεται, ἄλλοι δὲ τὸν λευκὸν χαλκόν·
15κέχρηται δὲ τῇ λέξει Ἡσίοδος ἐν Ἀσπίδι “ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ δύσατο”.
17nΟὔτε γὰρ ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον προσδηλοῦσιν
18nοἱ ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασιν εἶναι ὁρισμο·
19Οὐδέτερον γάρ, φησί, τῶν δύο τούτων οἱ ὁρισμοὶ ἀποδιδόμενοι συν‐
20εμφαίνουσιν, οὔτε τὸ δύνασθαι εἶναι τὸ πρᾶγμα ἐφ’ ᾧ ἀποδέδονται, οὔτε ὅτι ἐκεῖνο τὸ πρᾶγμά ἐστι καὶ οὐχ ἕτερόν τι, οὗ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι λέγουσι. τὸ δὲ δυνατὸν εἶναι ἢ ὁμωνύμως ἀντὶ τοῦ ἀναγκαῖον εἴρηκεν, ἢ ὡς ῥᾷον ὂν δύνασθαι εἶναί τι ἢ ἐξ ἀνάγκης εἶναι, ἵν’ εἴη οὕτω νοούμενον ‘εἰ γὰρ οὐδ’ ὅτι δυνατὸν ὅλως εἶναι συνεμφαίνεται τῷ ὅρῳ,
25πολλοῦ δεῖ ὅτι ἐξ ἀνάγκης ἐστίν‘.
26nἈλλ’ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τ.
27 Τοσοῦτον, φησίν, οὐ δηλοῦσί τι τῶν εἰρημένων οἱ ὅροι, ὡς ἐξεῖναι λέγειν ἀεὶ μετὰ τὴν τοῦ ὅρου ἀπόδοσιν ‘διὰ τί τοῦτ’ ἐστὶ καὶ οὐκ ἄλλο τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον; ἢ διὰ τί ὅλως ἐστίν‘; ἅπερ οὐκ ἂν ἐφεῖτο
30ἐρωτᾶν, εἰ ὁ ὁρισμὸς ἐκεῖνα ἐδήλου.
31nΕἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει
32nτοὔνομα, εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστιν, εἴη ἂν ὁρισμὸς λόγος
33nὀνόματι τὸ αὐτὸ σημαίνων, ὅπερ ἄτοπον.
34Λοιπόν, φησίν, ἐπεὶ ὁ ὁρισμὸς δυοῖν θάτερον δεικνύειν ὀφείλει, ἢ τί
35ἐστι τὸ πρᾶγμα ἢ τί σημαίνει τοὔνομα, μηδαμῶς δὲ δείκνυσι τὸ τί ἐστι99

100

τὸ πρᾶγμα, ὡς εἴρηται, μηνύει ἄρα τί σημαίνει τοὔνομα· ὥστε οὐδὲν ἄλλο ἔσται ὁ ὁρισμὸς ἢ λόγος τὸ αὐτὸ δηλῶν τῷ ὀνόματι. ἀλλὰ τοῦτο ἄτοπον, ὡς δειχθήσεται. τῷ δὲ εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστι δεῖ συνεξα‐ κούειν τὸ δηλωτικὸς ἢ δεικτικός.
5nΠρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἂν εἴη καὶ τῶν μὴ
6nὄντων· σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα.
7 Πολλῶν ἑπομένων ἀτόπων τῷ λέγοντι λόγῳ μηδέν τι πλέον τὸν ὁρι‐ σμὸν δηλοῦν τοῦ ὀνόματος, πρῶτον ἔσται τοῦτο, ὅτι γένοιτ’ ἂν καὶ τὰ μὴ ὄντα ὁρίζεσθαι, ἐπεὶ καὶ ὀνομάζειν ἔστι. μὴ ὄντα γὰρ τὸν τραγέλαφον ὀνο‐
10μάζομεν καὶ τὸν ἱπποκένταυρον, ὧν σημαίνει μὲν τὰ ὀνόματα, οὐ μέντοι γε καὶ εἰσὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα, ἀλλ’ ὀνόματά ἐστι πραγμάτων 〈μὴ〉 ὑφεστώτων ψιλά. ὥστε εἰ ταὐτὰ σημαίνουσιν οἱ ὁρισμοὶ τοῖς ὀνόμασιν, ἐπεὶ αὐτὰ ὀνομάζομεν, καὶ ὁρισμοὺς αὐτῶν ἀποδώσομεν, ἢ καὶ ἐν τῷ ὀνο‐ μάζειν αὐτὰ ὁριζόμεθα, εἰ ταὐτὸν δηλοῖ ὁ ὁρισμὸς καὶ τὸ ὄνομα· καὶ τὰ
15πρότερα ἕψεται ἄτοπα, τὸ εἶναι τὸ τί ἐστι καὶ γινώσκεσθαι χωρὶς τοῦ εἶναι ἁπλῶς, καὶ τὰ λοιπά. τὸ δὲ μὴ οὐσιῶν καὶ τῶν μὴ ὄντων ἐκ παραλ‐ λήλου τὸ αὐτό· λαμβάνεται γὰρ ἐνίοτε ἡ οὐσία καὶ ἐπὶ τοῦ ὄντος ἁπλῶς. τὸ δὲ σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα, ἤγουν ἔστι γὰρ καὶ τοῖς μὴ οὖσι μὲν ἀναπλαττομένοις δὲ κατὰ φαντασίαν καὶ ἐπίνοιαν ὀνόματα τιθέναι
20σημαντικά, ὁρισμοὺς δὲ τούτων οὐκ ἔστιν ἀποδιδόναι. εἶεν δ’ ἂν ὁρισμοὶ καὶ οἱ λόγοι οἱ τὰς τῶν κειμένων ὀνομάτων δηλοῦντες ἐτυμότητας· εἰσὶ γὰρ καὶ οὗτοι λόγοι τὰ αὐτὰ σημαίνοντες τοῖς ὀνόμασιν, οἷον εἴ τις εἴπῃ ὅτι ἄνθρωπός ἐστιν ὁ διαρθρῶν τὴν ὄπα, καὶ ἵππος ἐστὶν ὁ τοῖς ποσὶν ἱέμενος ἢ ἱπτάμενος. ἀλλ’ εἰ καὶ ταὐτὸν οὗτοι σημαίνουσι τοῖς ὀνόμασι,
25ὅμως οὔκ εἰσιν ἁπλῶς ὁρισμοί, ὅτι μὴ δηλοῦσι τὴν οὐσίαν ἐκείνων οἷς ἐτέθησαν τὰ ὀνόματα.
27nἜτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν· εἴη γὰρ ἂν ὄνομα
28nθέσθαι ὁποιῳοῦν λόγ, ὥστε ὅρους ἂν διαλεγοίμεθα πάντες,
29nκαὶ ἡ Ἰλιὰς ὁρισμὸς ἂν εἴη.
30 Ἕτερον ἄτοπον ἑπόμενον δείκνυσι τῷ λέγοντι λόγῳ ταὐτὸν σημαίνειν τὸν ὁρισμὸν τῷ ὀνόματι· τοῦτο δ’ ἐστὶ τὸ πάντας εἶναι τοὺς λόγους ὁρι‐ σμούς. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ δυνατὸν εἶναι ὄνομα θέσθαι λόγῳ παντί, οἷον τὸ ‘εἴθ’ ὣς ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη‘ ὀνομασθείη ἂν εὐχή, καὶ τὸ ‘τίς πόθεν εἲς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆεσ‘ πεῦσις,
35καὶ ἄλλος κλῆσις καὶ ἄλλος προοίμιον καὶ ἄλλος διήγησις. ἐπεὶ οὖν, φησίν, ὀνόματα πᾶσι, τὰ δὲ αὐτὰ σημαίνουσι τοῖς ὁρισμοῖς τὰ ὀνόματα, εἶεν ἂν
πάντες οἱ λόγοι ὁρισμοί. πῶς δὲ τοῦτο συμβαίνει, δόξειεν ἂν ὥσπερ ἀνοί‐100

101

κειον· ἡ γὰρ ὑπόθεσις ἦν τοὺς ἐπὶ τοῖς πράγμασι κειμένους ὁρισμοὺς ταὐτὸν δηλοῦν τοῖς ὀνόμασι, νῦν δὲ τοῖς ἁπλῶς λόγοις οὐχ ὡς ὁρισμοῖς τιθεὶς ὀνόματα λέγει διὰ τὸ κεῖσθαι αὐτοῖς ὀνόματα ὁρισμοὺς εἶναι αὐτούς. καὶ δοκεῖ ἀνακόλουθον· οἱ γὰρ τοιοῦτοι λόγοι ὡς πράγματά τινα κεῖνται αὐτοῖς
5καὶ τίθενται τὰ ὀνόματα· καὶ οὐ μόνον ὀνόματα ἴδια, ἀλλὰ καὶ ἰδίους ὁρι‐ σμοὺς ἕκαστον εἶδος αὐτῶν ἐπιδέχεται. τίνα οὖν πρόφασιν ἔχει ταῦτα δηλοῦν αὐτοὺς τοῖς οἰκείοις ὀνόμασι, καὶ διὰ τοῦτο εἶναι πάντας ὁρισμούς; ἢ οὐχ ἁπλῶς ἔοικε περὶ τῶν ὀνομάτων λέγειν, ἵνα καὶ αὐτὰ εἴπωμεν ἃ γενικῶς τοῖς λόγοις τίθεται, ἀλλὰ περὶ τῶν ἰδίως τιθεμένων, ὡς διαφορίζειν
10τὴν πᾶσαν ὑπόθεσιν· οἷον τί λέγομεν; ἔστιν ὄνομα λόγου ποίησις, ἱστορία, συγγραφή, συλλογισμός, ἐπαγωγή, προοίμιον, διήγησις, ἀπόφανσις, εὐχή, πρόσταξις, κλῆσις, πεῦσις· τὰ τοιαῦτα πάντα γενικὰ καὶ οὐ τῷδε ἢ τῷδε τῷ λόγῳ ἁρμόζοντα, ἀλλὰ πᾶσιν τοῖς οὕτω σχηματιζομένοις, καὶ οὕτω σημαίνουσιν ὡς ὑπὸ τόδε ἢ τόδε τὸ γένος ἀνάγεσθαι, τὴν εὐχὴν
15τυχὸν ἢ τὴν κλῆσιν ἢ τὴν συγγραφὴν ἢ τὴν ἱστορίαν ἢ τὴν ποίησιν. τὸ δὲ Ἰλιὰς ὄνομα καὶ Ὀδύσσεια καὶ τὰ τοιαῦτα ἴδιά ἐστιν ὀνόματα τὴν πρό‐ θεσιν τοῦ βιβλίου ἐν βραχεῖ ἀφορίζοντα. περὶ τῶν τοιούτων ὀνομάτων ἔοικε λέγειν, ἅπερ ἰδίᾳ ἑκάστῳ λόγῳ τίθεται. διὰ τοῦτο γὰρ λέγει εἴη γὰρ ἂν ὄνομα θέσθαι ὁποιῳοῦν λόγ, ὡς δυνατὸν ὂν καθ’ ἑκάστην
20διάνοιαν τὴν δηλουμένην ὑπὸ τοῦ λόγου παντὸς τοῦ λεγομένου προσφυὲς τίθεσθαι. ἐπεὶ οὖν, φησί, ταὐτὸν δηλοῦσιν οἱ ὁρισμοὶ τοῖς ὀνόμασι, ταὐτὸν δὲ καὶ τὰ ὀνόματα τοῖς λόγοις οἷς οἰκείως τίθενται τὴν αὐτὴν διάνοιαν ἀφορίζοντα, εἶεν ἂν οἱ ὁρισμοὶ οἱ τοῖς τοιούτοις λόγοις ἀποδιδόμενοι ταὐτὸν δηλοῦντες τοῖς λόγοις ἐφ’ οἷς ἀπεδόθησαν. ὥστε εἶεν ἂν καὶ οἱ λόγοι
25πάντες ὁρισμοί· ὡς γὰρ ὀνόματα τίθεσθαι τοῖς λόγοις ἰδίᾳ δυνατόν, οὕτω καὶ ὅρους ἐπ’ αὐτοῖς ἀποδιδόναι δυνατόν. ὥστε ἐπεὶ τῇ ποιήσει τοῦ Ὁμήρου, ἐν ᾗ περιέχεται τὰ ἐν τῇ Ἰλίῳ πεπραγμένα Τρωσί τε καὶ Ἕλλησιν, Ἰλιὰς ἐπιτέθειται ὄνομα, δυνατὸν καὶ λόγον ἀποδοῦναι τὸν κατὰ τοὔνομα. σημανεῖ οὖν ὁ λόγος ὡς ἡ ὑπόθεσις ταὐτὸ τῷ ὀνόματι, τὸ δὲ ὄνομα
30ταὐτὸ τῷ λόγῳ παντὶ τῆς ποιήσεως. ὥστε καὶ ὁ λόγος ὁ κατὰ τοὔνομα ταὐτὸ τῷ λόγῳ παντὶ τῆς ποιήσεως, καὶ εἰ ἐκεῖνος ὁρισμός, καὶ ἡ ποίησις ἄρα ὁρισμός· δυοῖν γὰρ λόγων σημαινόντων ταὐτὸ εἰ ἅτερος ὁρισμός, καὶ ὁ ἕτερος. ὥστε δὴ οὐ μόνον ἡ Ἰλιὰς ἅπασιν ὁρισμὸς ἂν εἴη, ἀλλὰ καὶ ἡ Ὀδύσσεια, ἐπεὶ καὶ αὐτῇ ὄνομα ἴδιον τέθειται· καὶ λόγος ἂν ἀποδοθείη
35αὐτῆς κατὰ τὸ ὄνομα. καὶ πάντες οἱ λόγοι ὡσαύτως, ἱστορίαι τε καὶ συγγραφαί, δίκαι τε καὶ συμβουλαὶ καὶ ἐγκώμια· καὶ ὁρισμοὺς ἂν διαλεγοί‐ μεθα ἕκαστος, ἐπεὶ δυνατὸν τῷ ἑκάστου λόγῳ ἴδιον τεθῆναι ὄνομα, καὶ λόγον δὲ ἀποδοθῆναι τὸν κατὰ τοὔνομα. εἰ γὰρ καὶ μὴ ὡσαύτως τοῖς λόγοις δηλοῦσι τὰ κείμενα αὐτοῖς ὀνόματα, ἀλλ’ οὖν γε ταὐτὰ δηλοῦσιν
40ἑτέρως· τὰ μὲν γὰρ ὁλοσχερῶς, οἱ δὲ διευκρινισμένως. ἔστι δὲ διαπορῆσαι
πρὸς τὰ οὕτω λεγόμενα. καὶ μὴν τὰ σημαντικὰ τῶν πραγμάτων ὀνόματα101

102

ταὐτὰ τοῖς λόγοις αὐτῶν σημαίνουσιν, οἷον τὸ τί ἐστιν ἑκάστου δηλοῦσιν, ὡς καὶ διὰ ἀλλήλων ὁρίζεσθαι τὸν ὁρισμὸν καὶ τὸ ὄνομα καὶ εἶναι μὲν ὁρισμὸν συνεπτυγμένον τὸ ὄνομα, ὄνομα δ’ αὖθις ἐξηπλωμένον τὸν ὁρισμόν. καίτοι λόγος ὁ λόγος, οὐκ ὄνομα, καὶ ὄνομα, οὐ λόγος τὸ ὄνομα, ἀλλά γε
5διὰ τὸ ταὐτὸν τῆς δηλώσεως ἀλλήλοις τὰ ἑαυτῶν ἀντιδιδόασιν ὀνόματα. πῶς οὖν νῦν ὡς ἄτοπον λέγεται τὸ ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν; ἔτι ἢ σημαίνει τὰ ὀνόματα ἢ οὔ. εἰ μὲν οὖν 〈οὐ〉 σημαίνει, μάτην εἴληπται καὶ οὐχ ἕξει τέλος, οὗ ἕνεκα τέθειται. ἀλλὰ καὶ οἱ ὁρισμοὶ ἐξ ὀνομάτων συγκείμενοι ἀσήμαντοι ἔσονται· καὶ οὔτε ὀνόματα οὔτε ὅροι
10οἱ ὅροι καὶ τὰ ὀνόματα, οὐδ’ ἔστιν οἷς πρὸς ἀλλήλους ἡμεῖς τὰ πράγματα δηλώσομεν, εἰ μὴ δι’ ὀνομάτων καὶ λόγων τοῦτο ποιεῖν δυνάμεθα. ἀλλ’ ἄτοπα ταῦτα· δηλοῖ ἄρα τι τὰ ὀνόματα, καὶ ἢ τὰ πράγματα, ἃ δὴ καὶ ὑπὸ τῶν ὁρισμῶν δηλοῦσθαι λέγεται, ἢ ἕτερ’ ἄττα παρ’ αὐτά· καὶ εἰ μὲν ἕτερα, πάλιν καὶ οἱ ὁρισμοὶ ἐξ ὀνομάτων συγκείμενοι ἕτερα σημανοῦσιν,
15οὐχὶ τὰ πράγματα. οἷον εἰ τὸ ζῷον οὐ τὴν οὐσίαν τοῦ ζῴου σημαίνει καὶ τὸ λογικὸν οὐ τοῦ λογικοῦ καὶ τὸ θνητὸν οὐ τοῦ θνητοῦ, ἀλλ’ ἕκαστον ἄλλο, οὐδὲ ὁ ἐκ τούτων συγκείμενος λόγος τὴν ἐκ τούτων σύνθετον οὐσίαν δηλώσει, ἀλλ’ ἕτερόν τι. ἄλλων δή τινων δεησόμεθα, ἵνα ταῦτα δηλώσωμεν, καὶ ἢ φωνῶν ἐνάρθρων ἢ νευμάτων ἢ ψόφων ἀγραμμάτων. καὶ εἰ μὲν
20τούτων, ἄμεινον οὐδὲν θηρίων διακεισόμεθα, εἰ δὲ ἐκείνων, ὁμοίως κωφοῖς καὶ ἀλλήλοις ἕξομεν· εἰ δὲ φωνῶν ἐνάρθρων, καὶ ἐπ’ ἐκείνων τὰ αὐτὰ ἐρησόμεθα καὶ εἰς ἄπειρον, καὶ ὑπ’ οὐδενὸς τὰ πράγματα σημανθήσεται. τί δὲ ἄλλο εἰ μὴ τὸ ἐφ’ ᾧ κεῖται δηλώσει τὸ ὄνομα, οὐκ ἔστιν εἰπεῖν. πῶς δὲ καὶ οἱ ὅροι ἀποδίδονται ἐρωτωμένου μετὰ τῶν ὀνομάτων τοῦ τί
25ἐστιν; ἢ δῆλον ὡς ἐκεῖνο δηλούντων τῶν ὀνομάτων, ὃ καὶ οἱ ὅροι τί ἐστι ἐπεξίασι· πλὴν ὅτι ἐπεὶ συνεπτυγμένως καὶ ἀθρόως τὸ ὄνομα, τῶν ὅρων εἰς ἐξάπλωσιν καὶ διασάφησιν τῆς οὐσίας δεόμεθα. ἢ οὐδὲ τὸ σημαίνειν ταὐτὸν τὸν ὁρισμὸν καὶ τὸ ὄνομα λέγεται ἁπλῶς, ἀλλ’ ὁ μὲν ὁρισμὸς καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ τὸ ὄνομα, ὅτι τεθειμένον ἐπί τινος δηλοῖ ἐκφω‐
30νούμενον τοῖς συνήθως ἔχουσι συνιέναι τῆς ἐκφωνήσεως ὅτι τόδε ἐστὶ τὸ λεγόμενον, τῆς συνηθείας ἀπαγούσης αὐτῶν τὴν διάνοιαν πρὸς τὴν τοῦ πράγματος ἔννοιαν. εἰ γὰρ ἦν καθ’ αὑτὸ σημαντικὸν τοῦ ὄντος τὸ ὄνομα, ὥσπερ δὴ καὶ ὁ ὁρισμός, οὐκ ἂν καὶ μὴ οὖσιν ὀνόματα ἐτέθειτο οὐδ’ ἂν πολλὰ τῷ αὐτῷ ὀνόματα ἔκειτο, οὐδὲ μὴν πολλοῖς πράγμασιν ὄνομα τὸ
35αὐτό. νῦν δὲ ὁρισμὸς μὲν τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ εἷς καὶ οὐ πολλοί (εἰ γὰρ καὶ διάφοροι ἐνίοτε λόγοι τοῦ αὐτοῦ ἀποδίδονται, ἀλλ’ εἷς ἑκάστου ὁ κυρίως ὁρισμός, ὃς τῷ γένει τῶν εἰδητικῶν συνερχομένων διαφορῶν ἀπο‐ τελεῖται, ἐπεὶ καὶ φύσις μία καὶ εἶδος ἓν τὸ ὑπὸ τοῦ λόγου δηλούμενον), ὀνόματα δὲ πολλὰ τοῦ αὐτοῦ εἶναι ἐνδέχεται ἀπό τινων μὲν παρεπομένων
40αὐτῷ τιθέμενα, ἐπίσης δὲ ἀλλήλοις δηλοῦντα τὸ ὑποκείμενον τοῖς συνήθως102

103

ἔχουσι τῶν ὀνομάτων. ἄνθρωπος γὰρ καὶ μέροψ καὶ βροτὸς τὸ αὐτό, τὸ μὲν ὅτι ἄνω ἀθρεῖ τὸν ὦπα, τὸ δ’ ὅτι μερίζει τὴν ὄπα, τὸ δ’ ὅτι φθαρτός ἐστι, καὶ ἐξ ἄλλων ἄν τις ἴσως ἑπομένων αὐτῷ εὑρήσει κείμενα ὀνόματα· ὁρισμὸς δ’ ὁ κυρίως εἷς. τὸ γὰρ ζῷον πεζὸν δίπουν ἐπεὶ ἐκ τῶν ὑλικῶν
5σύγκειται, οὐ κυρίως, καὶ τὸ ζῷον ἄπτερον ὑπόπουν δίπουν ὡσαύτως· τὸ δὲ ζῷον λογικὸν θνητὸν ἐπεὶ τὰς εἰδητικὰς ἔχει διαφοράς, κυρίως ἐστὶν ὁρισμός. ἀλλὰ καὶ ὁρισμὸς ὁ αὐτὸς οὐκ ἄν ποτε τεθείη τοῖς διαφόροις κατ’ εἶδος, ὄνομα δὲ τὸ αὐτὸ πολλάκις τοῖς κατ’ εἶδος διεστηκόσιν, ὡς κύων κατ’ εἶδος ἕτερος ὁ ἀστὴρ καὶ ὁ χερσαῖος καὶ ὁ θαλάττιος, ὅπερ οὐκ
10ἂν ἦν, εἰ καθ’ αὑτὸ τὰ ὀνόματα ὥσπερ οἱ ὁρισμοὶ ἐδήλουν τὰ πράγματα. καὶ μεταθείη ἄν τις τὸ τοῦδε εἰς ἕτερον ὄνομα, ὁρισμὸν δ’ οὐχί. καὶ ἐκ τῆς τῶν ὀνομάτων δὲ ἐτυμότητος καταμάθοι ἄν τις ὡς κατὰ συμβεβηκὸς δηλοῦσι τὰς τῶν πραγμάτων ὀντότητας· ἐκ γὰρ τῶν παρεπομένων ταῖς φύσεσι λαμβανόμενα ἐξ ἐκείνων τε τὰς ἐτυμότητας δέχεται, καὶ ἐκεῖνα καθ’
15αὑτὸ δηλοῦν ἐπαγγέλλεται. ἐπεὶ οὖν καθ’ αὑτὸ τοῖς ὁρισμοῖς τῶν πραγμά‐ των ἡ δήλωσις, κατὰ συμβεβηκὸς δὲ τοῖς ὀνόμασι, καὶ τῶν ὄντων ἐξ ἀνάγκης οἱ ὁρισμοί, ὀνόματα δὲ καὶ μὴ ὄντων ἐστί, καὶ ἀμετάθετοι μὲν οἱ ὁρισμοί, μετατίθενται δὲ τὰ ὀνόματα, καὶ πολλὰ τοιαῦθ’ ἕτερα, πῶς οὐκ ἄτοπον ἰσοδυναμεῖν λέγειν ἁπλῶς τοῖς ὁρισμοῖς τὰ ὀνόματα; κἂν ὁρισμὸς δὲ ῥηθείη
20τὸ ὄνομα, οὕτως ἂν λέγοιτο ὡς κατὰ συμβεβηκὸς δηλοῦν τὸ αὐτὸ ὅπερ ὁ ὁρισμὸς καθ’ αὑτό.
22nἜτι οὐδεμία ἀπόδειξις εἴη ἂν ὅτι τοῦτο τοὔνομα τουτὶ
23nδηλο· οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσιν.
24Ἔστω δή, φησί, καὶ ταὐτὸν σημαινέτω ὁ ὁρισμὸς τῷ ὀνόματι. ὥσπερ
25οὖν οὐκ ἔστιν ἀπόδειξις δεικνύουσα ὅτι τόδε τὸ ὄνομα τοῦδε τοῦ πράγματός ἐστι δηλωτικόν, οὕτως οὐδ’ ὁρισμοὶ τοῦτο προσδηλοῦσιν, ἤτοι συνεμφαίνουσιν ἐν ταῖς ἀποδόσεσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστι τοῦ ὁριστοῦ, καὶ οὐκ ἄλλου τινός. ὅτι δὲ οὐκ ἐνδέχεται εἶναι ἀπόδειξιν δεικνύουσαν ὅτι τοῦδέ ἐστι τοῦ σημαινομένου τὸ ὄνομα καὶ οὐκ ἄλλου, δῆλον ἔκ τε τοῦ κατὰ
30συνθήκην εἶναι τὰ ὀνόματα, καὶ ἐκ τοῦ πολλοῖς ἐνίοτε κατ’ εἶδος δια‐ φέρουσι τὸ αὐτὸ κεῖσθαι ὄνομα, ὃν τρόπον ἔχουσι τὰ ὁμώνυμα, καὶ ἐκ τοῦ πολλὰ ὀνόματα τῷ αὐτῷ κεῖσθαι πράγματι. ὧν οὐδὲν ὑπῆρχεν ἄν, εἰ ἀπόδειξις ἦν ὅτι τοῦδε καὶ οὐχ ἑτέρου τόδε τὸ ὄνομα. ὃ γάρ τις ἐπί‐ σταται, οὐ δυνατὸν ἄλλως ἔχειν, ὡς εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ.
35nἘκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς
36nφαίνεται ταὐτὸν ὂν οὔτε ταὐτοῦ συλλογισμός τε καὶ ὁρισμός.
37Τοῦτο συγκεφαλαίωσις τῶν εἰρημένων ἐστίν. ὅτι δὲ οὐ ταὐτὸν συλ‐
λογισμὸς καὶ ὁρισμός, ἔστι μὲν καὶ ἀπὸ τῶν ὁρισμῶν γνῶναι· ἄλλος γὰρ103

104

ἑκατέρου λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν· ἔδειξε δὲ καὶ αὐτός, ὅτε ἐδείκνυ μὴ ταὐτὸν ὂν τὸ τῷ συλλογισμῷ καὶ τὸ τῷ ὅρῳ δεικνύμενον. ὅτι γὰρ οὐ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, δέδεικται πολλαχῶς, καὶ ὅτι τοῦ μὲν ὅρου τὸ τί ἐστι, τοῦ δὲ συλλογισμοῦ τὸ ὅτι ἔστιν· ἔδειξε γὰρ ἐξ ἀρχῆς
5ὅτι οὐκ ἐνδέχεται τὸ ὑφ’ ἑτέρου τούτων δεικνύμενον ὑπὸ τοῦ ἑτέρου δείκνυσθαι.
7nΠρὸς δὲ τούτοις οὔτε ὁρισμὸς οὐδὲν οὔτε ἀποδείκνυσιν
8nοὔτε δείκνυσιν.
9Εἰ γὰρ οὔτε τὸ εἶναι τὸ πρᾶγμα, οὗ τὸ τί ἐστιν ἀποδίδοται, ὁ ὁρισμὸς
10δείκνυσιν, οὔτε ὅτι ἐκείνου ἐστὶν ἐφ’ ᾧ ἀποδίδοται, ἀλλ’ οὐδὲ τὸ τί ἐστι
10τὸ ὁριστόν, ὡς αὐτὸς εἴρηκε, τί ἂν ἕτερον δείξαι; ὡς ἄλλο δὲ ὂν τοῦ ἀποδεικνύναι τὸ δεικνύναι καὶ ἀμφότερα τέθεικε· τὸ μὲν γὰρ τὸ ἐπιστη‐ μονικῶς τε καὶ ἀναγκαίως, καὶ ὅσα περὶ ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ διώρισται· τὸ δὲ δεικνύναι ἔστι καὶ ἁπλῶς καὶ χωρὶς τῶν τοιούτων προσδιορισμῶν.
15nΟὔτε τὸ τί ἐστιν οὔθ’ ὁρισμῷ οὔτε ἀποδείξει ἔστι γνῶναι.
16 Δέδεικται καὶ ταῦτα ὁρισμῷ μὲν μὴ δείκνυσθαι τὸ τί ἐστιν· οὔτε γὰρ ὅτι ὁρισμὸς τοῦτό ἐστι τὸ ἀποδοθέν, ἐκ τῆς ἀποδόσεως δῆλον γίνεται, οὔτε ὅτι τούτου ἐστὶν οὔτε ὅλως ἐστὶ τὸ ὁρισθὲν προσδηλοῦται τῷ ὁρισμῷ· διὰ τοῦτο μηδὲ τὸ τί ἐστι δείκνυται. ἀποδείξει δέ, ὅτι ἀρχὴ ὁ ὅρος τῆς ἀπο‐
20δείξεως, διὸ ὑπ’ αὐτῆς οὐ δείκνυται, καὶ εἴ τι ἕτερον περὶ τούτων εἴρηται.
21nΠάλιν δὲ σκεπτέον, τί τούτων λέγεται καλῶς καὶ τί οὐ
22nκαλῶς, καὶ τί ἐστιν ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πώς ἐστιν
23nἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς.
24Τὰ εἰρημένα συγκεφαλαιωσάμενος προστίθησι τὰ ἑξῆς, περὶ ὧν εἰπεῖν
25τε καὶ δεῖξαι βούλεται. ἐρεῖ γὰρ πρῶτον μὲν ὅτι οὐ πάντῃ καλῶς ἤτοι οὐκ ἀληθῶς ἔχει τὰ εἰρημένα, ἀλλ’ ἔστιν οὗ διαπέπτωκεν. αὐτίκα τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ γινώσκεσθαι καὶ ἀποδείξεως, ἔπειτα καὶ τὸ μὴ δύνασθαι δεῖξιν ὁρισμοῦ δι’ ἀποδείξεως ἢ ὅλως διὰ συλλογισμοῦ γίνεσθαι. τούτων γὰρ ἑκάτερον ἁπλῶς μὲν λεγόμενον οὐκ ἀληθές, πῇ δὲ λεγόμενον
30ἀληθές, ὥσπερ δηλονότι καὶ τὰ τούτοις ἀντικείμενα· οὔτε γὰρ τὸ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ γινώσκεσθαι καὶ δι’ ἀποδείξεως ἁπλῶς ἀληθὲς οὔτε τὸ μὴ δύνασθαι, ἀλλὰ πῇ ἑκάτερον, ὡς προϊοῦσι φανήσεται. ὡσαύτως καὶ
δύνασθαι ἢ μὴ δύνασθαι δεῖξιν ὁρισμοῦ γίνεσθαι· καὶ τούτων γὰρ πῇ104

105

ἀληθεύει ἑκάτερον καὶ πῇ οὐκ ἀληθεύει, ὡς ἔσται καὶ τοῦτο δῆλον. ὡσαύτως δὲ τούτοις καὶ τὸ δύνασθαι ὁρισμὸν δι’ ὁρισμοῦ δείκνυσθαι· καὶ τοῦτο γὰρ ἔστι μὲν οὗ, ἔστι δ’ ὅπῃ οὔ. ὥστε περὶ τῶν ἐν μέρει ἀληθευόντων ὁ ἁπλῶς ἀποφαινόμενος ἢ ἐπιχειρῶν πῇ μὲν καλῶς φησι, πῇ
5δ’ οὐ καλῶς. ἐπεὶ δὲ περὶ ὁρισμοῦ λόγος αὐτῷ κεκίνηται, πῇ τε διέστηκεν ἀποδείξεως καὶ πῇ ταύτῃ φαίνεται κοινωνῶν, ἔδει καὶ τί ἐστιν ὁρισμὸς ἀποδοῦναι, ὥσπερ καὶ πρότερον περὶ ἀποδείξεως λέγων τί ἐστιν ἀπόδειξις ἀποδέδωκεν, καὶ πρὸ αὐτῆς περὶ συλλογισμοῦ μέλλων λέγειν τί ἐστι συλ‐ λογισμός. τῷ ὄντι γὰρ ἄτοπον κατὰ Πλάτωνα, λέγειν περί τινος ἀγνοοῦντα
10περὶ ὅτου λόγος ἔστι. πρότερον οὖν δεικνὺς ὡς οὐδαμῶς ἔστιν ὁρισμοῦ ἀπόδειξις τοὺς τρόπους ἐλάμβανε καθ’ οὓς οὐκ ἐνδέχεται τὸν ὁρισμὸν ἀπο‐ δείκνυσθαι· ἐπεὶ δ’ ἔστι τις τρόπος ἐκείνων ἕτερος, ᾧ ὁρισμὸν δι’ ἀπο‐ δείξεως ἐνδέχεται γίνεσθαι, τοῦτον ἑξῆς παραδοὺς τὸν περὶ τούτου λόγον τέλειον ἀπεργάσεται, πρότερον μὲν πῶς οὐ γίνεται δείξας, ἔπειτα δ’ ὅπως
15γίνεται. καλῶς δ’ οὕτω πεποίηκεν, ἵνα κατὰ προκοπὴν αὐτῷ ὁ λόγος προβαίνῃ, μὴ κατὰ ὕφεσιν, καὶ κατὰ γένεσιν, μὴ κατὰ φθοράν, ἐξ ἀπο‐ φάσεως εἰς κατάφασιν, κἀκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλ’ οὐκ ἀνάπαλιν, ἐπεὶ καὶ μιμεῖται τὴν φύσιν ἡ ὁριστικὴ μέθοδος. ὡς 〈γὰρ〉 ἐκείνη τὰ εἴδη τῇ ὕλῃ ἐφαρμόζουσα τὰς ἐν κινήσει οὐσίας ἀποτελεῖ, ὧν εἶναι ἀρχὴ λέγεται,
20οὕτως αὕτη τῷ γένει τὰς διαφορὰς προστιθεῖσα καὶ τὴν τῶν ὁριστῶν γνῶσιν οὕτω παρέχουσα. Εἰπὼν δὴ ταῦτα τοὺς τρόπους ἐκτίθεται, καθ’ οὓς ὁρισμὸν ἐνδέχεται δι’ ἀποδείξεως γινώσκεσθαι. χρῆται δὲ τοῖς προαποδεδειγμένοις, ἐν οἷς ἔλεγε ταὐτὸν εἶναι τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστιν.
25ἐλέγομεν γὰρ ὅτι ἐπεὶ εἶδος ὁ ὁρισμός, τὸ δὲ εἶδος αἴτιον, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς αἴτιον. αἴτιον δὲ τίνος; ἢ πάντως τοῦ εἶναι τὸ πρᾶγμα, οὗ ὁ ὁρισμὸς ὁρισμός ἐστιν. αἰτίαν οὖν τοῦ δύνασθαι ὁρισμὸν διὰ μέσου τινὸς δείκνυσθαι ταύτην ἀποδίδωσιν ἐκ διαιρέσεως οὕτω προβαίνουσαν· τῶν γὰρ ὡς ὁρισμῶν αἰτίων, φησί, τὸ μὲν ταὐτόν ἐστιν ἐκείνῳ οὗ ἐστιν αἴτιον, τὸ δὲ
30ἐκείνου ἕτερον. εἶτα πάλιν ὑποδιαιρεῖ καί φησιν ὅτι τὸ ἕτερον ἢ ἀπο‐ δεικτὸν ἢ ἀναπόδεικτον. εἰσὶ γάρ τινες τῶν λόγων, ὡς προϊοῦσιν ἐκ τῶν παραδειγμάτων φανήσεται, οἳ μὴ ἀντιστρέφουσι πρὸς τὸ ὁριστόν, διὸ καὶ δοκούντως ὁρισμοὶ ἀλλ’ οὐ κυρίως εἰσί· καὶ τούτων οἱ μὲν ἐκ τῆς ὕλης, οἱ δὲ ἐκ τοῦ εἴδους λαμβάνονται. ὅσοι μὲν οὖν ἐκ τῆς ὕλης λαμβάνονται
35καὶ μὴ ἀντιστρέφουσιν, οὗτοι ἀποδεικτοὶ διὰ μέσων τῶν ἐκ τοῦ εἴδους, ὅσοι δὲ ἐκ τοῦ εἴδους, οὗτοι ἀναπόδεικτοι, διὰ τὸ μηδὲν αὐτῶν καὶ τῶν ὁριστῶν εὑρίσκεσθαι μέσον. ἐὰν οὖν ὁρισμὸς τοιοῦτος ᾖ, ὡς ἐκ τῆς ὕλης λαμβά‐ νεσθαι καὶ μὴ ἀντιστρέφειν πρὸς τὸ ὁριστόν, διὰ ταῦτα ἄλλο μέν ἐστι τοῦ ὁριστοῦ, δύναται δὲ διὰ μέσου δείκνυσθαι. ληφθέντος γὰρ μέσου τοῦ ἐκ
40τοῦ εἴδους λαμβανομένου, ὃς καὶ αὐτὸς οὐκ ἀντιστρέφει μὲν πρὸς τὸ ὁριστόν,105

106

ἀμέσως δὲ ὑπάρχει αὐτῷ, γίνεται συλλογισμὸς ἐν πρώτῳ σχήματι ὁρισμὸν συνάγων δι’ ὁρισμοῦ κατὰ τοῦ ὁριστοῦ, ἐπεὶ καθόλου τε καὶ καταφατικὸν τὸ δεικνύμενόν ἐστι, τοῦτο δὲ ἐν ἄλλῳ οὐκ ἐνδέχεται ἀλλ’ ἢ ἐν τῷ πρώτῳ σχήματι δείκνυσθαι.
5 Ταῦτα τοίνυν οὕτως εἰπόντες ποιήσωμεν διὰ παραδειγμάτων τὸν λόγον σαφέστερον, διελόντες πρότερον ἀκριβέστερον. τῶν γὰρ ἀποδιδομένων λόγων περί τινων ὁριστῶν οἱ μὲν ἐκ τῶν γενῶν εἰσι καὶ τῶν εἰδοποιῶν διαφορῶν συνιστάμενοι, οἱ δὲ ἐκ τῶν γενῶν μὲν ἴσως, οὐ μὴν καὶ τῶν εἰδοποιῶν διαφορῶν, ἀλλ’ ἐκ τῶν τῇ ὕλῃ προσόντων λαμβάνονται. οἷον ὁ
10μὲν ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγων ἐκ τοῦ εἴδους τὰς διαφορὰς εἴληφεν ἢ πάσας ἢ τὰς πλείους· ὁ δὲ λέγων ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικὸν ἐκ τῶν τῇ ὕλῃ προσόντων συντέθειται. τούτων δ’ αὖθις ἑκατέρων οἱ μὲν ἀντιστρέφουσι πρὸς τὸ ὁριστόν, ὡς οἱ εἰρημένοι ἄμφω, οἱ δὲ οὐκ ἀντιστρέφουσιν· οἷον
15ἐξ ὕλης μὲν λαμβανόμενος καὶ μὴ ἀντιστρέφων ὁ τὸν θυμὸν ζέσιν εἶναι λέγων τοῦ περὶ τὴν καρδίαν αἵματος, ἐξ εἴδους δὲ καὶ μὴ ἀντιστρέφων ὁ τὸν θυμὸν φάσκων ὄρεξιν ἀντιλυπήσεως. οὔτε γὰρ πᾶσα ζέσις τοῦ περι‐ καρδίου αἵματος θυμός ἐστιν, ἀλλ’ ἐνδέχεται καὶ μὴ θυμουμένου τινὸς ζέειν τὸ περὶ τὴν καρδίαν αἷμα (τῶν γὰρ ἐφ’ ὑγροῖς πυρεσσόντων ζέει τὸ αἷμα
20τὸ περικάρδιον, οὐ μὴν καὶ θυμοῦνται διὰ τοῦτο) οὔτε δὲ πᾶσα ὄρεξις ἀντι‐ λυπήσεως θυμός· ἐνδέχεται γάρ τινα ἀντιλυπήσεως ὀρεγόμενον ἠρεμεῖν καὶ μηδεμίαν ταραχὴν ὑπομένειν θυμοῦ· ἐν γὰρ ταῖς προχειρίσεσι τῶν ὀρέξεων ἢ κατὰ φαντασίαν γινομέναις ἢ κατ’ ἐνέργειαν αἱ τῶν ὑποκειμένων κινήσεις πεφύκασι γίνεσθαι, οὐ μὴν καὶ ἐκ τοῦ ἁπλῶς ἐν αὐταῖς κεῖσθαι, ἀλλὰ δεῖ
25ἄμφω συνδραμεῖν, ἵνα θυμὸς γένηται. κυρίως μὲν οὖν ὁρισμοὶ οἱ καὶ ἄμφω ἔχοντες, τό τε ἐκ τοῦ εἴδους λαμβάνεσθαι καὶ τὸ ἀντιστρέφειν· οἱ δὲ θατέρου τούτων λειπόμενοι οὐ κυρίως, πολλοῦ γε δεῖν οἱ ἀμφοῖν. τὸν μὲν οὖν ἐκ τοῦ εἴδους καὶ ἀντιστρέφοντα ὁρισμὸν τὸ αὐτό φησιν εἶναι τῷ οὗ ἐστιν αἴτιος, τὸν δέ γε μὴ ἀντιστρέφοντα ἕτερον, εἴτε ἐκ τοῦ εἴδους
30εἴτε ἐκ τῆς ὕλης ἐστί. καίτοι κἀκεῖνος ὡς αἴτιον ἕτερόν ἐστι τοῦ οὗ ἐστιν αἴτιον, ἀλλ’ ἐπείπερ ἀντιστρέφει καὶ ἐξισάζει καὶ τὸ εἶδος παρίστησιν, κατά γε τοῦτο ταὐτὸν πρὸς ὃ ἀντιστρέφει καὶ ἐξισάζει, ἢ ὡς μὲν ὄντος ἁπλῶς ἕτερον, ὡς δὲ τόδε ὄντος ταὐτόν. καὶ ὁ ὅρος αἴτιον τῷ ὄντι τοῦ τόδε εἶναι· κατὰ γὰρ τὸν ὅρον τῷ τόδε ὄντι τὸ τί ἐστιν. ὅτι δὲ οὗτος
35μόνος κυρίως ὁ ὁρισμὸς δῆλον, εἴ γε οἰκειότατον ὁρισμοῦ τὸ ἴδιον εἶναι καὶ ἐν τῷ τί ἐστιν οὗ ὁρισμός ἐστιν. εἰ οὖν πᾶς οὕτως, ὁ μὴ οὕτως οὐχ ὁρισμός. τοῦτον μὲν δὴ οὕτως, τὸν δ’ ἐκ τῆς ὕλης καὶ μὴ ἀντιστρέφοντα ἕτερόν τέ φησιν, ἐπεὶ μηδὲ ἀντιστρέφει, καὶ ἔμμεσον ὡς διὰ μέσου τοῦ ἐκ τοῦ εἴδους λαμβανομένου ἀποδεικνύμενον. τὸν δ’ ἐκ τοῦ εἴδους μέν, μὴ μέν‐
40τοι γε ἀντιστρέφοντα ἕτερον καὶ αὐτὸν τοῦ οὗ ἐστιν αἴτιον, ἄμεσον δὲ καὶ διὰ
τοῦτο μηδὲ δεικνύμενον. ὅτι γὰρ ὁ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος,106

107

δειχθείη ἂν διὰ μέσου τοῦ ὄρεξις ἀντιλυπήσεως· ὅτι δὲ ὄρεξις ἀντιλυπήσεως, οὐκ ἂν δειχθείη, διὰ τὸ ἄμεσος εἶναι τῷ θυμῷ· τοῦτο γὰρ προηγεῖται, ἐκεῖνο δὲ ἕπεται. πρότερον γὰρ ὀρέγεταί τις ἀντιλυπῆσαι, εἶτα ζέει αὐτοῦ τὸ περικάρδιον αἷμα ἐνδιδόντος τῇ ὀρέξει καὶ ἤδη φερομένου πρὸς ἀντα‐
5πόδοσιν· ὥστε ἐκεῖνο μὲν οὐ διὰ μέσου τινὸς τῷ θυμῷ, τοῦτο δὲ διὰ μέσου ἐκείνου· διὸ καὶ ὁ τοιοῦτος ὁρισμὸς συμπέρασμα ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐλέγετο, ὡς διὰ μέσου τοῦ ἐκ τοῦ εἴδους λαμβανομένου κατά τινος συναγόμενος. ἐπὶ τῶν τοιούτων δεῖ ἄμφω συνδραμεῖν, ἵν’ ἀντι‐ στρέψῃ καὶ ὁρισμὸς τέλειος γένηται ‘θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν
10αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεωσ‘· ἰδίᾳ δ’ ἑκάτερον οὔτε ἀντιστρέφει, ὡς εἴρηται, οὔτε κυρίως ὁρισμός ἐστι. τοῦτον μὲν ἕνα τρόπον φησὶ τοῦ δείκνυσθαι τὸ τί ἐστι δι’ ἄλλου, ὄντος δηλονότι κἀκείνου τί ἐστιν. ἀνάγκη γὰρ τὸ τί ἐστιν, εἰ μέλλοι δείκνυσθαι, διὰ μέσου τί ἐστι δείκνυσθαι, ὥσπερ καὶ τὸ ἴδιον διὰ μέσου ἰδίου, ὡς τὸ μὲν εἶναι δεικτικὸν τὸ δὲ μή. τοῦτον
15δὴ τὸν τρόπον τὸν δι’ ὁρισμοῦ συλλογιζόμενον ὁρισμὸν ἔφησε καὶ πρότερον καὶ νῦν αὖθις λέγει μὴ εἶναι ἀπόδειξιν, ἐπεὶ λαμβάνει ὃ βούλεται ἀπο‐ δεῖξαι· ὁρισμὸν γάρ τινος δεῖξαι βουλόμενος ὁρισμὸν αὐτοῦ λαμβάνει· ἀλλ’ ἔστι, φησί, λογικὸς συλλογισμὸς τοῦ τί ἐστι. λογικὸν δέ φησι συλλογισμὸν τὸν ἐξ ἐνδόξων συλλογιζόμενον, ἢ ὅπερ οἰκειότερον ἐνταῦθα, τὸν δεικνύντα
20μὲν διὰ μέσου τινὸς τὸ ἕτερον κατὰ τοῦ ἑτέρου τῶν ἄκρων, μὴ μέντοι γε φυλάττοντα καὶ τὰ εἰρημένα τῆς ἀποδείξεως παρατηρήματα. ἀλλ’ εἰ μὲν τὸν αὐτὸν ἐδείκνυεν ὁρισμὸν ὃν καὶ προσελάμβανε, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἐν ἀρχῇ ἂν ᾐτεῖτο· εἰ δὲ ἄλλον μὲν λαμβάνει ἄλλον δὲ δείκνυσιν, οὐκέτι αἰτεῖται τὸ ἐν ἀρχῇ, ἐπεὶ καὶ ὁ ὑπάρχον τί τινι ἀποδεικνὺς ὑπάρχον
25λαμβάνων ὑπάρχον ἀποδείκνυσιν, ἀλλ’ οὐ διὰ τοῦτο τὸ ἐν ἀρχῇ λαμβάνει, ἐπεὶ μὴ τὸ αὐτὸ δείκνυσιν ὑπάρχον, ὃ καὶ λαμβάνει, ἀλλ’ ἕτερον μὲν λαμβάνει, ἕτερον δὲ δείκνυσιν. ἀλλ’ εἰ μὲν δώσομεν πλείους εἶναι τοῦ αὐτοῦ ὁρισμούς, οὐδὲν ἔσται ἄτοπον, ἄλλον δι’ ἄλλου δεικνύεσθαι· εἰ δὲ μὴ εἶεν πλείους, τοῦτ’ ἂν εἴη τὸ αἴτιον τοῦ μὴ εἶναι ἀπόδειξιν. ἢ τοῦτο
30μὲν ἐνδιδόντος ἐστὶ τῇ ἀπορίᾳ καὶ τὸν Ἀριστοτέλη λέγοντος μὴ καλῶς εἰπεῖν τὴν αἰτίαν τοῦ μὴ εἶναι τοῦτο τοῦ τί ἐστιν ἀπόδειξιν τὸ δι’ ἑτέρου δείκνυσθαι τί ἐστιν, ἀλλ’ εἶναι λογικὸν συλλογισμόν, ὅτι ὃ ἐζήτησεν εἴληφεν. ἔπειτα οὐδ’ ἂν ὅλως εἴη περὶ ὅρου συλλογισμός, εἰ μὴ ἔστι μέσον λαβεῖν ὁρισμὸν ἑνὸς ὄντος τοῦ ὁρισμοῦ· ὥστε οὐ μόνον οὐκ ἔσται ἀπόδειξις, ἀλλ’
35οὐδὲ λογικὸς συλλογισμός, ὡς οὗτός φησι περὶ ὁρισμοῦ, ὅτι οὐκ ἔστι μέσον εὑρεῖν, εἴ γε τῶν τί ἐστι τὸ μέσον τί ἐστι καὶ τῶν ἰδίων ἴδιον. ἀλλὰ καὶ δύο τί ἐστι τοῦ αὐτοῦ ὡμολόγηται· τοῦ γὰρ θυμοῦ τί ἐστιν ἑκάτερον, τό τε ζέσις τοῦ περικαρδίου αἵματος καὶ τὸ ὄρεξις ἀντιλυπήσεως. πῶς οὖν ἐροῦμεν; ἢ ἴσως ὅτι κυρίως μὲν ὁρισμοὺς τοῦ αὐτοῦ πλείους εἶναι οὐκ ἂν
40δοίημεν, μὴ κυρίως δὲ δοίημεν ἄν. ἐπεὶ τοίνυν ἄμφω οὗτοι μὲν συντι‐107

108

θέμενοι καὶ τὸ εἶδος τοῦ θυμοῦ παριστῶσι καὶ ἀντιστρέφουσιν, ἰδίᾳ δ’ ἑκάτερος οὐχί, λογικὸς ἂν εἴη συλλογισμὸς ὁ διὰ τοῦ ἑτέρου περαίνων τὸν ἕτερον, ὅτι μὴ ἀληθῆ ὁρισμὸν ἀλλὰ δοκοῦντα συνάγει. ἢ καὶ ζητουμένου τίς ἐστιν ὁρισμὸς τοῦ θυμοῦ, ὁρισμὸν εἴληφε τοῦ θυμοῦ· οὐ γὰρ ἤδη
5δεδομένου ὅτι ὁρισμὸς τοῦ θυμοῦ ἡ ὄρεξις τῆς ἀντιλυπήσεως ἡ ζήτησις γίγνοιτ’ ἄν, τί ἐστιν ὁρισμὸς τοῦ θυμοῦ, ἀλλὰ μήπω δήλου ὄντος, τί ἐστιν αὐτοῦ ὁρισμός· ὥστε οὕτως ἀδήλου ὄντος τοῦ πράγματος καὶ ζητουμένου ὁ λαμβάνων ὁρισμὸν ὃ ἐζήτησεν εἴληφεν, ὥσπερ καὶ εἰ ἐζητεῖτο, εἰ ἔστι τι ὑπάρχον, ὁ λαμβάνων ὑπάρχον ὃ ἐζητεῖτο ἐλάμβανεν ὄν. τοῦτον μὲν
10δὴ ἕνα τρόπον φησί, δι’ οὗ ὁρισμὸν συλλογιστικῶς μέν, οὐκ ἀποδεικτικῶς δὲ εὑρεθῆναι ἐνδέχεται, καὶ ὁρισμὸν οὐχ ἁπλῶς ἀλλά τινα ὁρισμόν. Ἐπεὶ δὲ δι’ ἀποδείξεως ἐζητεῖτο εἰ δυνατόν ἐστιν εὑρίσκεσθαι ὁρισμόν, καὶ τοῦτον κυρίως ὡς ἐν τῷ τί ἐστιν εἶναι καὶ ἴδιον, μεταβαίνει ἐφ’ ἕτερον τρόπον, καθ’ ὃν ἐνδέχεται, φησί, δι’ ἀποδείξεως εὑρίσκεσθαι ὁρισμόν, ὡς
15μὴ τοῦτο ἐνὸν διὰ τοῦ προτέρου. μέτεισι δὲ πάλιν τὰ ἐξ ἀρχῆς περὶ τῶν τεσσάρων προβλημάτων παραδοθέντα, ὡς κἀν τῷ προκειμένῳ αὐτῷ χρησι‐ μεύοντα. ἄρχεται δὲ πάλιν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων· ταῦτα δ’ ἐστὶ τὰ σύνθετα προβλήματα, λέγω δὴ τὸ ὅτι καὶ τὸ διότι· καὶ φησὶν ἀναλόγως τούτοις ἔχειν καὶ τὰ ἁπλᾶ, ἤτοι τὸ εἰ ἔστι καὶ τί ἐστιν. ἀλλὰ διέλωμεν
20πρότερον. πᾶν γὰρ ζήτημα ἢ πρᾶγμά τι ζητεῖ ἢ αἰτίαν πράγματος, καὶ πρᾶγμα ἢ ὡς καθ’ ἑαυτὸ θεωρούμενον ἢ ὡς ἐν ἑτέρῳ ἔχον τὸ εἶναι. καὶ αἰτίαν πράγματος ὡσαύτως ἢ ὄντος καθ’ ἑαυτὸ ἢ ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντος. ὅταν μὲν οὖν ὡς ἕτερον ἐν ἑτέρῳ ζητεῖται τὸ ὅτι καὶ τὸ διότι, πρόβλημα γίνεται τὸ μὲν τοῦ πράγματος ζητουμένου, τὸ δὲ τῆς αἰτίας
25αὐτοῦ· ὅταν δὲ ὡς καθ’ ἑαυτὸ θεωρούμενον, τὸ εἰ ἔστι καὶ τί ἐστι, τὸ μὲν κἀνταῦθα ζητουμένου τοῦ πράγματος, τὸ δὲ τῆς αἰτίας τοῦ πράγματος. ὥσπερ τοίνυν ἐπὶ τῶν προτέρων οὐκ ἂν τὴν αἰτίαν ζητήσαιμεν τοῦ πράγ‐ ματος ἀγνοουμένου τοῦ εἶναι αὐτό, οὕτω δὴ καὶ ἐπὶ τῶν δευτέρων, λέγω δὴ τῶν ἁπλῶν· καὶ ὥσπερ ἐκεῖ ἅμα μὲν ἐνδέχεται γνῶναι τὸ ὅτι καὶ τὸ διότι,
30πρότερον δὲ τοῦ ὅτι τὸ διότι γνῶναι ἀδύνατον, οὕτω κἀνταῦθα ἅμα μὲν τὸ εἶναι καὶ τὸ τί ἦν εἶναι γνῶναι ἐνδέχεται, πρότερον δὲ τοῦ εἶναι τὸ τί ἦν εἶναι ἀδύνατον, ἐπεὶ κἀκεῖ κἀνταῦθα εὔηθες καὶ ζητεῖν τὴν αἰτίαν τοῦ πράγμα‐ τος ἀγνοουμένου τοῦ εἶναι ὅλως αὐτό. εἰ γὰρ καὶ τὸ αἴτιον φύσει πρότερον τοῦ οὗ ἐστιν αἴτιον, ἀλλὰ τῇ καθ’ ἡμᾶς γνώσει ἐκ τῶν ἀτελῶν προβαινούσῃ ἐπὶ
35τὰ τέλεια ἡ τοῦ εἶναι τὸ πρᾶγμα γνῶσις περιγίνεται πρότερον, εἶθ’ οὕτως καὶ ἡ τῆς αἰτίας αὐτοῦ, ἢ δὴ καὶ ἅμα ἐνίοτε, ἀνάπαλιν δὲ οὐδέποτε. οὐ γὰρ ἄν τις τὴν αἰτίαν τινὸς εἰδὼς ὅτι αἰτία τούτου ἐστὶ ζητήσαι ποτὲ εἰ ἔστιν ἐκεῖνο, εἴ γε καὶ ὅτε αὐτὸ ζητεῖ, τὴν αἰτίαν αὐτοῦ ζητεῖ, εἰ ἔστι τις αἰτία τοῦ εἶναι αὐτό, εἴτε τῶν ἐν ἑτέροις τοῦτο εἴτε τῶν καθ’ αὑτὰ θεω‐
40ρουμένων ἐστίν. εὑρὼν δὲ ὅτι ἔστι τις αἰτία τοῦ εἶναι αὐτὸ ζητεῖ ἐν‐
τεῦθεν, ἥτις αὕτη ἐστίν· οὕτω γὰρ ἐξ ἀρχῆς εἴρηται. ἀλλ’ οὖν γε ὥσπερ108

109

μάταιον ζητεῖν ἰδιότητα πράγματος ἀγνοουμένου τοῦ εἶναι αὐτό, οὕτω δὴ μάταιον ζητεῖν τὴν ἰδίαν αἰτίαν τινὸς ἀγνοουμένου, εἰ ἔστι ὅλως αἰτία αὐτοῦ. Τούτων οὕτως ἐχόντων ἐπεὶ τὸ εἰ ἔστι καὶ ἡ τούτου γνῶσις προηγεῖται τοῦ τί ἐστι καὶ τῆς αὐτοῦ γνώσεως, ὡς ἔχομεν παρασκευῆς ἐν τῇ τοῦ εἰ
5ἔστι γνώσει, οὕτω καὶ πρὸς τὸ τί ἐστι ποδηγούμεθα. εἰ μὲν ἀπὸ συμ‐ βεβηκότων τινῶν καὶ ἃ μὴ τῆς οὐσίας τοῦ ζητουμένου μέρη ἐστί, τὸ εἶναι αὐτὸ γινώσκομεν, ἐπιπόλαιός τε ἡ γνῶσις αὐτοῦ καὶ ἐγγύς που τοῦ μηδὲ γνῶσις εἶναι, διὸ δὴ καὶ ἡ ἐκ ταύτης τοῦ τί ἐστι κατάληψις ἀμυδρά τις καὶ ὡς εἰπεῖν ἀφαυρά· εἰ δὲ ἐξ οὐσιωδῶν τινων καὶ ἃ μέρη τῆς οὐσίας
10ἐστὶ τοῦ πράγματος τὴν τοῦ εἰ ἔστιν ἔχομεν γνῶσιν, ῥᾷον ἤδη ἐντεῦθεν καὶ πρὸς τὴν ἀτελῆ τοῦ τί ἐστι γνῶσιν ὁδοποιούμεθα. οἷον εἰ περὶ βροντῆς ζητοῦμεν ἢ τῆς ἐκλείψεως, τί τούτων ἐστὶν ἑκάτερον, ἂν περὶ τοῦ εἶναι αὐτὰ οὕτως ἔχωμεν γνώσεως ὅτι τὸ μὲν ψόφος τίς ἐστι νεφῶν, τὸ δ’ ὅτι φωτὸς στέρησίς τις, ὡσαύτως καὶ ἄνθρωπον ὅτι ζῶόν τι, καὶ ψυχὴν ὅτι αὐτὸ
15αὑτὸ κινοῦν, ἐπεὶ ταῦτα οὐσιώδη ἐστὶ τοῖς ληφθεῖσι, ῥᾷον ἀπὸ τούτων καὶ πρὸς τὸ τί ἐστιν ἕκαστον τούτων ἥξομεν. εἰ δὲ περὶ τῆς βροντῆς μὲν ὅτι τινὲς ἐμβρόντητοι γίνονται, περὶ δὲ τῆς ἐκλείψεως τῆς σελήνης ὅτι παν‐ σέληνος οὖσα καὶ ὑπὸ νέφους μὴ ἐπισκοτουμένη ἄφνω ἀφανὴς γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἐὰν ἐκ τοιούτων τοῦ εἶναι τὴν γνῶσιν ἔχωμεν,
20οὐδὲν ἐντεῦθεν πρὸς τὸ τί ἐστι μεθοδεύειν ἔστιν, ὅτι μηδὲ αὐτὸ τὸ εἶναι γινώσκεται ἐκ τοιούτων δοκοῦν γινώσκεσθαι, τούτου δὲ μὴ γινωσκομένου ζητεῖν τὸ τί ἐστι μηδὲ ζητεῖν ἔστι. καλῶς ἄρα εἴρηται ὅτι ὡς ἔχομεν περὶ τοῦ εἶναι οὕτως ἔχομεν καὶ περὶ τοῦ τί ἦν εἶναι. οὐ πάντα δὲ οὐδὲ τὰ ἀπὸ τοῦ πράγματος λαμβανόμενα ὁμότιμά ἐστιν, ἀλλὰ τὰ μὲν ἐγγυτέρω,
25τὰ δὲ πορρωτέρω, καὶ ἡ ἐκ τούτων πρὸς τὸν ὁρισμὸν ποδηγία τῇ αὐτῶν πρὸς τὸ πρᾶγμα οἰκειώσει ἀνάλογος. λαμβάνει τοίνυν παραδείγματα τῶν εἰρημένων, καὶ πρῶτον μὲν ἐφ’ ὧν γνῶσις οὐσιώδης τοῦ ὅτι ἐστί, δι’ ἧς καὶ εἰς τὸ τί ἐστι ποδηγούμεθα, εἶτα δὲ καὶ τῆς κατὰ συμβεβηκὸς τοῦ εἰ ἔστι γνώσεως λήψεται παράδειγμα καὶ δείξει διὰ τούτου, ὡς οὐδὲν ἡμῖν ἡ
30τοιαύτη γνῶσις πρὸς τὸν ὁρισμὸν συντελεῖ. τὸ δὲ παράδειγμα αὐτῷ τῆς τοῦ εἰ ἔστι γνώσεως τῆς ἐχούσης τι τοῦ τί ἐστιν, ἔστι τόδε· μείζονα ὅρον τὴν ἔκλειψιν τίθεται, ὅπερ ἐστὶ τὸ Α, τὴν σελήνην ἐλάττονα, ὅπερ ἐστὶ τὸ Γ, μέσον τῆς γῆς ἀντίφραξιν, ὅπερ ἐστὶ τὸ Β. ὅταν οὖν ζητῶμεν, φησί, πότερον ἐκλείπει ἢ οὔ, τοῦτο ζητοῦμεν, ἆρά ἐστι τὸ Β ἢ οὔ, ταὐτὸν δ’
35εἰπεῖν ἆρά ἐστιν αἴτιόν τι τῆς ἐκλείψεως τῆς σελήνης ἢ οὔ. καὶ ἐὰν ᾖ τὸ αἴτιον, ἔστι δηλονότι καὶ τὸ αἰτιατόν· ὄντος γὰρ τοῦ ὑπὸ γῆς ἀντι‐ φράττεσθαι, ὅπερ ἦν τὸ Β, ἔσται καὶ τὸ Α ἐξ ἀνάγκης, ὅπερ τὸ ἐκλείπειν ἐστί· λόγος γὰρ καὶ αἰτία τῆς ἐκλείψεως ἡ τῆς γῆς ἐστιν ἀντίφραξις. ἅμα οὖν ἐν τούτῳ ἥ τε τοῦ εἶναι τὴν ἔκλειψιν γνῶσις γίνεται καὶ τοῦ αἰτίου
40αὐτῆς· τοῦτο δὲ ἦν τὸ τί ἐστιν. ὥστε οὕτως ἡ ἐπιστημονικὴ τοῦ εἰ ἔστι
γνῶσις ἑαυτῇ τὸ τί ἐστι συμπαρίστησιν. ἐπιφέρει καὶ ἕτερον παράδειγμα,109

110

τὸ ἔχειν δύο ὀρθὰς τὸ τρίγωνον· δύο γὰρ οὐσῶν ἀποφάνσεων ἀντικειμένων ἀλλήλαις κατὰ ἀντίφασιν ζητοῦμεν ὁποτέρας τούτων ἐστὶν αἴτιον, πότερον τῆς λεγούσης ἔχειν δύο ὀρθὰς τὸ τρίγωνον ἢ τῆς λεγούσης μὴ ἔχειν. εὑρόντες οὖν τῆς λεγούσης ἔχειν τὸ αἴτιον, ἴσμεν ὅτι τε ἔχει δύο ὀρθὰς
5καὶ διότι ἔχει δύο ὀρθάς· ὄντος γὰρ τοῦ δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι τὰς τοῦ τριγώνου γωνίας τὸ αἴτιον εὕρομεν τοῦ εἶναι αὐτὰς δυσὶν ὀρθαῖς ἴσας. ἅμα οὖν ἐν τούτῳ τῷ λόγῳ τό τε ὅτι ἐστὶ καὶ διότι ἐστὶ λαμβάνομεν. καὶ ἴσως τὸ δεύτερον παράδειγμα οὐ διὰ τὸ δύνασθαι γνῶναι ὁρισμὸν δι’ ἀπο‐ δείξεως εἴληπται, ἀλλὰ πρὸς πλείονα πίστωσιν τοῦ ἐνδέχεσθαι ἅμα τὸ ὅτι
10καὶ τὸ διότι γινώσκεσθαι· ἔστι μὲν γὰρ δυνατὸν ἐν πλείοσι τοῦτο γίνεσθαι, οὐ μὴν δ’ ἀναγκαῖον ἴσως, ἔνθαπερ εὑρίσκεται, εἰς ὁρισμοῦ συντελεῖν εὕρεσιν. ἢ δὴ κἀνταῦθα τὸ μέσον καὶ αἴτιον ὁρισμόν τις ἐρεῖ, εἴ γε ὀρθῆς γωνίας οὗτός ἐστιν ὅρος· τί γάρ ἐστιν ὀρθὴ γωνία ἀποδιδόντες φαμὲν ‘ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ‘, ἢ
15καὶ οὕτως ‘ἡ γινομένη ἐκ τοῦ ἵστασθαι εὐθεῖαν ἐπ’ εὐθείας, ὡς καὶ τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖν‘. τοῦτο οὖν ἐν τῷ Β θέμενοι ἤτοι τῷ μέσῳ ποιούμεθα τὴν ἀπόδειξιν ‘τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσί· δύο δ’ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· τοῦ τριγώνου ἄρα αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν‘. ἅμα οὖν τό τε ὅτι ἔχομεν καὶ
20τὸ διότι, ἂν διὰ μέσων ᾖ τῶν κυρίως μέσων· κυρίως δὲ μέσοι εἰσίν, εἰ μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος αἴτιοι. τοῦτο δέ ἐστιν, ὅταν ὁ μέσος τοιοῦτος ᾖ, ὡς μὴ μόνον διὰ τὸ ἐν συλλογισμῷ ληφθῆναι ἀναγκαίως ἔχειν ἑπόμενον τὸ συμπέρασμα, ἀλλ’ ὅτι καὶ αἴτιός ἐστι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι εἴτε ὡς ὁρισμὸς αὐτοῦ εἴτε
25ὡς ἄλλο τι τῶν αἰτίων, ὡς ἔστιν ἐπὶ τοῦ τριγώνου ἰδεῖν. τὸ γὰρ ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἤτοι δύο ὀρθὰς ποιῇ ἢ δυσὶν ὀρθαῖς ἴσας αἴτιόν ἐστιν ὡς λόγος τοῦ εἶναι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. τὸ γὰρ τί ἐστι τῆς ὀρθῆς γωνίας τοῦτό ἐστι, τὸ γίνεσθαι ἐκ τοῦ ἵστασθαι εὐθεῖαν ἐπ’ εὐθείας, εἰ μή τις ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως
30αἴτιον εἴποι διὰ τὸ καὶ ποιεῖν λέγεσθαι, ὡς ἂν σταθῇ εὐθεῖα ἐπ’ εὐθείας, ἤτοι δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας τὰς ἐφεξῆς γωνίας ποιεῖ. ἀπόδειξις γὰρ οὐ μόνον ἡ μέσον τὸ ὡς εἶδος αἴτιον ἔχουσα, ἀλλὰ καὶ ἡ τὶ ἄλλο τῶν αἰτίων, ὡς Ἀριστοτέλης ἐρεῖ προϊών. Τάχα δὲ οὐ μόνον τό τε ὅτι ἔχομεν καὶ τὸ διότι ἐκ τούτων, ἀλλὰ
35καὶ τὸ εἰ ἔστι καὶ τί ἐστι. καθὸ μὲν γὰρ τῶν ἐν ἑτέρῳ ἐχόντων τὸ εἶναι ἐστὶ τὸ ζητούμενον, σύνθετόν τε τὸ πρόβλημα καὶ τοῦ ὅτι καὶ διότι· καθὸ δὲ ὡς ἄδηλον ἔτι ζητεῖται, οἷον ἔκλειψις ἢ δύο ὀρθαί, καὶ διὰ μέσου ὁρισμοῦ τὸ εἶναι δείκνυται, τοῦ εἰ ἔστι καὶ τί ἐστι. τὰ μὲν γὰρ πρότερον εἰρημένα περὶ τοῦ συντελεῖν τὴν γνῶσιν τοῦ εἰ ἔστιν, ἂν δι’ οὐσιωδῶν
40γίγνοιτο, πρὸς τὸ τί ἐστι, κατὰ πάντων ἁρμόσει τῶν ὁριστῶν, τῶν τε110

111

ὄντων καθ’ αὑτὸ καὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι· διὰ τοῦτο καὶ ἀνα‐ μὶξ ἐκεῖσε τὰ παραδείγματα εἴληπται, ἔκλειψις βροντή, ἄνθρωπος ψυχή· τὸ δὲ δι’ ἀποδείξεως ἀναφαίνεσθαι ὁρισμὸν οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ μόνων τῶν ἐν ἑτέροις θεωρουμένων. διὸ καὶ τοιαῦτα ἐν τῷ περὶ τούτου λόγῳ
5εἴληπται παραδείγματα, ἔκλειψις βροντή, δύο ὀρθαί. διὰ τοῦτο γὰρ καὶ ποτὲ μὲν ὅτι ἐστὶ ποτὲ δὲ εἰ ἔστιν ὀνομάζει τὸ πρόβλημα, τὸ μὲν διὰ τὴν σύνθεσιν, τὸ δὲ διὰ τὸ ζητεῖσθαι τοῦ κατηγορουμένου τὴν ὕπαρξιν. εἰ μὲν τοίνυν, φησί, διὰ τοιούτων μέσων ὁ συλλογισμὸς γίγνοιτο μὴ μόνον αἰτίων ὄντων τοῦ συμπεράσματος, ἀλλὰ καὶ τοῦ πράγματος, ἄμφω τὰς γνώσεις
10ἔχομεν, τήν τε τοῦ ὅτι καὶ τὴν τοῦ διότι· εἰ δὲ μὴ διὰ τούτων, τὸ ὅτι μέν, τὸ διότι δ’ οὔ. ἔστων γὰρ πάλιν οἱ μὲν ἄκροι οἱ αὐτοί, σελήνη Γ, ἔκλειψις Α, Β δὲ ἤτοι μέσον τὸ ἐν πανσελήνῳ σκιὰν μὴ ποιεῖν μηδενὸς ἡμῖν μεταξὺ ὄντος φανεροῦ. ὑπαρχέτω δὴ τὸ μὲν Γ τῷ ἐλάττονι ἤτοι τῇ σελήνῃ, τὸ δὲ Β ὁ μέσος τὸ μὴ δύνασθαι σκιὰν ποιεῖν ἐν πανσελήνῳ,
15μηδενὸς μεταξὺ ὄντος φανεροῦ. τούτῳ δὲ ἤγουν τῷ Β τῷ μέσῳ τὸ Α τὸ ἐκλελοιπέναι. τὸ δὴ Α ὑπάρχει τῷ Γ, ἤγουν τὸ ἐκλελοιπέναι τῇ σελήνῃ. συνῆκται μὲν δὴ καὶ ὡδὶ τὸ συμπέρασμα, καὶ δῆλον γέγονεν ὅτι ἐκλείπει, οὐ μὴν δὲ καὶ διότι ἐκλείπει ἐκ τούτου δῆλον, διὰ τὸ μὴ μέσον ληφθῆναι τοῦ πράγματος αἴτιον. καὶ ὅτι μὲν ἔκλειψίς ἐστιν ἴσμεν, ὅπερ ἐστὶ τὸ
20εἰ ἔστι, τί δέ ἐστιν ἔκλειψις οὐκ ἴσμεν. ὡς γὰρ εἴρηται, ὡς ἔχομεν παρα‐ σκευῆς πρὸς τὸ εἰ ἔστιν, οὕτω καὶ πρὸς τὸ τί ἐστιν ὁδοποιούμεθα. ἐπεὶ οὖν παρακολούθημά τι καὶ συμβαῖνον τῇ ἐκλείψει πρὸς τὸ γνῶναι ὅτι ἐστὶν αὕτη ἐλάβομεν, καὶ τοῦτο μέσον θέμενοι ταύτην συνεπεράναμεν, οὐδὲν δὲ οὐσιῶδες εἰς τὴν γνῶσιν τοῦ εἶναι αὐτὴν παρελάβομεν, διὰ τοῦτο ἐξ ἀνάγκης
25οὐδ’ εἰς γνῶσιν τοῦ τί ἐστιν ὡδηγήμεθα, οὐδέ τι ἡμῖν ἡ ἀπόδειξις εἰς τὸν ὁρισμὸν συνετέλεσεν. ὅταν τοίνυν οὕτως ἀτελῆ τὴν γνῶσιν ἔχωμεν τοῦ πράγματος οὗ ἄλλο παρ’ αὐτὸ τὸ αἴτιόν ἐστι, χώρα ὑπολείπεται ζητεῖν διότι ἐστί. τὸ δὲ ζητεῖν διότι ὑπάρχει οὗ τὸ ὅτι ὑπάρχει χωρὶς τῆς αἰτίας ἔσχομεν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ζητεῖν τὸν μέσον τί ἐστιν, οἷον ὡς ἐφ’
30οὗπερ εἴπομεν παραδείγματος· δήλου γὰρ ὄντος ὅτι ἐκλείπει ἡ σελήνη ἐκ τοῦ ἐν πανσελήνῳ σκιὰν μὴ γίνεσθαι μηδενὸς ὄντος μεταξὺ φανεροῦ, οἷον νέφους ἤ τινος ἄλλου, ἐπεὶ μὴ τὴν αἰτίαν ἔχομεν δι’ ἣν τοῦτό ἐστι, ζητοῦμεν τὸ διότι. τὸ δὲ τοῦτο ζητεῖν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ μέσον τί ἐστιν, ἤγουν τὸ αἴτιον τῆς ἐκλείψεως, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς
35σελήνης, ὡς τοῦ πεφωτισμένου μέρους αὐτῆς ἀναστραφέντος ἐπὶ θάτερα καὶ τοῦ ἀφωτίστου πρὸς ἡμᾶς γεγονότος, ἢ ἀπόσβεσις τοῦ προσόντος αὐτῇ φωτός. τοῦτο δ’ ὅπερ ἄν τις ἀποδῷ, οὐδὲν ἄλλο ἐστὶν ἢ λόγος καὶ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου τῶν ἐν τῷ συμπεράσματι εἰλημμένων, ἤγουν τοῦ μείζονος, ὃς ἦν ἡ ἔκλειψις. ἔστι γὰρ ἔκλειψις ἀντίφραξις ὑπὸ γῆς. τὸ αὐτὸ δὴ καὶ
40ἐπὶ τῆς βροντῆς ἐρεῖς· ἐπεὶ γὰρ καὶ αὐτὴ τῶν ἐν ἑτέρῳ ὑφισταμένων ἐστίν111

112

(ἐν γὰρ τῷ νέφει) καὶ τοῦ ἐν νέφει ψόφου τὸ αἴτιον ἄλλο παρ’ αὐτόν ἐστι, ὅταν ἴσμεν ὅτι ἐστὶ χωρὶς τοῦ αἰτίου, ζητοῦμεν τὸ διότι· καὶ τοῦτο ζητοῦντες οὐδὲν ζητοῦμεν ἕτερον ἢ τί ἐστι τὸ μέσον, καὶ τὸ διότι εὑρόντες τὸν λόγον εὑρήσομεν καὶ τὸν ὁρισμὸν τῆς βροντῆς. διὰ τί γὰρ ὁ ψόφος ἐν τῷ νέφει
5γίνεται, ἤτοι διὰ τί βροντή ἐστιν; ὅτι πῦρ ἐν τῷ νέφει ἀποσβέννυται. τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. Πρὸς παράστασιν δὲ τοῦ πράγματος πλείονα λάβωμεν καὶ μετὰ τῶν στοιχείων, ἵνα καὶ δῆλον ᾖ πῶς προβαίνει ἡ τὴν αἰτίαν ἔχουσα ἀπόδειξις. ἔστω γὰρ νέφος Γ, βροντὴ Α, ἀπόσβεσις πυρὸς τὸ Β. οὗτος ὁ μέσος
10ἐστὶν ὁ συνάγων τὸ Α τὸν μείζονα τῷ ἐλάττονι ἄκρῳ τῷ Γ. ὑπάρχει δὴ τῷ Γ τῷ νέφει τὸ Β, τὸ ἀποσβέννυσθαι πῦρ ἐν αὐτῷ. τούτῳ δὲ τὸ Α ὁ ψόφος ἤτοι ἡ βροντή. καὶ ἔστι τοῦ ψόφου ἤτοι τῆς βροντῆς λόγος καὶ ὁρισμὸς ἡ τοῦ πυρὸς ἀπόσβεσις, τὸ Β τοῦ Α, ἤγουν ὁ μέσος τοῦ μείζονος ἄκρου. ἔστι δὴ πάλιν κἀνταῦθα τὸ τί ἐστι συστατικὸν τῆς τοῦ διὰ τί
15ἀποδείξεως, καὶ ἡ τοῦ διὰ τί ἀπόδειξις μέσον τὸ αἴτιον τοῦ πράγματος ἔχουσα πρόφασις γίνεται τῆς τοῦ τί ἐστι γνώσεως. καὶ ἕτερα μὲν ἀλλήλων ὁ ὁρισμὸς καὶ ἡ τοῦ διὰ τί ἀπόδειξις ἁπλῶς, ἀλλὰ συντρέχετον ἀλλήλοιν ταῦτα ἐνίοτε, ὁπόταν ἐπὶ τῶν ἐν ἑτέροις ὑπαρχόντων τὴν αἰτίαν ζητοῦντες, δι’ ἣν τῷδε τόδε ὑπάρχει, τὸν τοῦ τί ἦν εἶναι λόγον τοῦ κατηγορουμένου
20αἴτιον εὑρίσκωμεν τοῦ ὑπάρχειν ἐν τῷ ὑποκειμένῳ. ἀλλὰ καὶ ὁ εἰδὼς ἐπὶ τῶν τοιούτων τὸ τί ἐστιν οἶδε καὶ τὸ διότι ἐστίν. ὁ γὰρ εἰδὼς τὸ τί ἦν εἶναι τῆς βροντῆς, ὅτι πυρὸς ἀπόσβεσις ἐν νέφει, οἶδεν οὗτος καὶ τὸ διὰ τί ἐστι βροντή· διὰ γὰρ τὴν ἀπόσβεσιν τοῦ πυρὸς ἐν τῷ νέφει. οἱ μὲν οὖν κυρίως ὁρισμοὶ τῶν κατηγορουμένων καὶ τοῖς ὑποκειμένοις ἀμέσως
25ὑπάρχουσι καὶ μέσοι ἐν ταῖς ἀποδείξεσι λαμβανόμενοι τὴν τοῦ διότι ἀπο‐ τελοῦσιν ἀπόδειξιν ἀληθές τε συμπέρασμα καὶ ἀναγκαῖον συνάγουσαν. εἰ δέ ποτε συμβαίη λόγον μὲν τοῦ μείζονος ληφθῆναι, μὴ μέντοι μήτε τοῦτον ἀμέσως ὑπάρχειν τῷ ἐλάττονι μήτε μὴν ἀναγκαῖον συνάγεσθαι συμπέρασμα, οὗτος ὁ λόγος οὐκ ἔστι τέλειος οὐδὲ κυρίως ὁρισμός, ὡς μηδὲ ἀντιστρέφειν
30τῷ ὁριστῷ μηδὲ ἐκ τοῦ εἴδους ἀλλ’ ἐκ τῆς ὕλης λαμβάνεσθαι. καὶ ἔστιν οὗτος ἐκ τῶν λόγων ἐκείνων, οἵτινές εἰσι παραλελειμμένοι, τουτέστι τοῦ τελείου λειπόμενοι καὶ προσθήκης δεόμενοι, ἧς τυχόντες τέλειοί τε καὶ ἀντιστρέφοντες τοῖς ὁριστοῖς γίνονται, κἂν μέσοι ληφθεῖεν μετὰ τὴν τελείωσιν, τὴν τοῦ διὰ τί συνιστῶσιν ἀπόδειξιν, ἀληθές τε καὶ ἀναγκαῖον συνάγουσαν
35συμπέρασμα. οἷον ὡς ἐπὶ τοῦ θυμοῦσθαί τινα οὐκ ἄμεσον τὴν ἐλάττω πρότασιν εἴληφεν· οὐ γὰρ ἀμέσως τῷ θυμουμένῳ, ᾗ θυμούμενός ἐστι, τὸ ζεῖν ὑπάρχει τὸ περικάρδιον αἷμα, ἀλλὰ διὰ μέσου τοῦ ὀρέγεσθαι ἀντι‐ λυπῆσαι. καὶ δῆλον ὅτι τοῦτο δεῖ προηγήσασθαι, ἵν’ ἐκεῖνο ἕψεται, οὐδὲ ὡς θυμουμένῳ ἐκείνῳ ὑπάρξει, κἂν ὑπάρχειν ὑποτεθῇ, εἰ ἐκεῖνο μὴ προ‐
40ηγήσεται. ἔστι δὲ τοῦτο λόγος ἐκ τοῦ εἴδους τῆς ὀργῆς λαμβανόμενος καὶ112

113

ἀμέσως μὲν ὑπαρχόντων τῷ θυμουμένῳ, οὐ μέντοι γε οὐδ’ αὐτὸς ἀντι‐ στρέφων πρὸς τὸν θυμόν. ἀμφοῖν δ’ ἀλλήλοις συντιθεμένων τέλειός τε καὶ ἀντιστρέφων ὁρισμὸς γίνεται, καὶ μέσος ληφθεὶς τὴν τοῦ διότι ἀπαρ‐ τίζει ἀπόδειξιν. ‘τῷ δεῖνι ὀρεγομένῳ ἀντιλυπῆσαι ζεῖ τὸ περικάρδιον
5αἷμα. πᾶς ᾧ ὀρεγομένῳ ἀντιλυπῆσαι ζεῖ τὸ περικάρδιον αἷμα, θυμοῦται. ὁ δεῖνα ἄρα θυμοῦται. ὅταν οὖν λόγου ληφθέντος ἡ ΒΓ πρότασις, ἥτις ἡ ἐλάττων ἐστίν, ἑτέρου δεῖται μέσου, ὁ ληφθεὶς λόγος οὐκ ἔστι τέλειος, ἀλλά τις τῶν παραλελειμμένων καὶ ἀτελῶν. οὐδὲν δ’ ἧττον τὰ εἰρημένα καὶ ἐπὶ τῆς μείζονος ἁρμόζει προτάσεως· τὸ γὰρ θυμοῦσθαι μεῖζον
10ἄκρον τιθέμενον καὶ ὡς μέσου κατηγορούμενον τῆς τοῦ περικαρδίου αἵματος ζέσεως, δειχθείη ἂν διὰ μέσου τοῦ ὀρέγεσθαι ἀντιλυπῆσαι. ‘ἡ ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως γίνεται· δι’ ὄρεξιν ἀντιλυπήσεως γινομένη θυμός ἐστιν. ἡ ζέσις ἄρα τοῦ περικαρδίου αἵματος θυμός ἐστι.‘ καὶ ἔστι λογικὸς ὁ συλλογισμός, διότι οὐδ’ ἀναγκαῖαι αἱ προτάσεις· οὔτε
15γὰρ ἐξ ἀνάγκης δι’ ὄρεξιν ἀντιλυπήσεως ἡ ζέσις αὕτη γίνεται, ἀλλ’ ἐνδέχεται καὶ δι’ ἕτερον, οὔτε εἰ ὄρεξίς τινι ἀντιλυπήσεως γένηται θυμοῦται εὐθύς· οὐδὲ γὰρ εὐθὺς ἀναγκαῖον ζεῖν αὐτῷ τὸ περικάρδιον αἷμα, ἀλλ’ ἐνδέχεται τὴν ὄρεξιν ἐκκρουόμενον διαμένειν ἀτάραχον· καὶ ἀντέστρεφε δ’ ἂν πρὸς τὸν θυμὸν ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, καὶ ὁρισμὸς ἦν αὐτοῦ τοῦ λοιποῦ μὴ
20δεόμενος, εἰ ἐξ ἀνάγκης οὔσης τῆς ὀρέξεως ταύτης ὑπῆρχε καὶ ὁ θυμός. ἃ δὲ περὶ τούτου φησὶν Ἀλέξανδρος, ἐροῦμεν τὴν λέξιν ἐπεξιόντες.
22nΠάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ
23nκαλῶς, καὶ τί ἐστιν ὁ ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν
24nἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς.
25 Πρότερον μὲν ἁπλῶς ἔδειξεν ὅτι οὔτε οἷόν τε τὸ αὐτὸ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εἰδέναι οὔτε ὁρισμοῦ ἐνδέχεται εἶναι ἀπόδειξιν, οὔτε μὴν ὁ ὁρισμὸς ἀποδείκνυσί τι ἢ δείκνυσι· καὶ ὅσον ἀπὸ τῶν ῥηθέντων δόξειεν ἂν μήτε ὅλως λόγον τινὰ οὐσιώδη συλλογισμῷ δείκνυσθαι μήτε τρόπον τινὰ ἀποδείξεως εἰς ὁρισμοῦ συμβαλλόμενον εὕρεσιν, μήτε μὴν ὅλως δεικνύειν τι
30τὸν ὅρον. ἐπεὶ δὲ καὶ λόγον ἔστιν εὑρεῖν οὐσιώδη συλλογισμῷ συμπεραινό‐ μενον καὶ διὰ μέσου ἑτέρου λόγου τῷ ὑποκειμένῳ ὑπάρχειν δεικνύμενον, οἵους αὐτὸς ἔφησεν εἶναι συμπεράσματα ἀποδείξεως, καὶ τρόπος τίς ἐστιν ἀποδείξεως, δι’ οὗπερ ὁρισμὸς ἀναφαίνεται, διὰ τοῦτο τὰ εἰρημένα πῇ μὲν ἔχει καλῶς, πῇ δὲ οὔ. καλῶς μὲν γὰρ ἔχει ὅτι τέλειος ὁρισμὸς ἀποδείξει
35οὐχ ὑποβάλλεται καὶ ὅτι οὐκ ἔστι τὸν ἀκριβῆ ὁρισμὸν συλλογισμῷ συμ‐ περαίνεσθαι· οὐ καλῶς δὲ ὅτι κατ’ οὐδένα τρόπον τὴν ἀπόδειξιν εἰς εὕρεσιν ὁρισμοῦ συμβάλλεσθαι εἴρηκε, καὶ ὅτι οὐδεὶς ὅλως λόγος οὐσιώδης ἐστὶν ὃς
συλλογισμῷ συμπεραίνεται. διὰ γὰρ τῶν νῦν λεγομένων φανήσεται ὅτι ἐνδέχεταί113

114

πως καὶ ἄμφω ταῦτα, καὶ ὅτι ὁρισμὸς δύναταί πως εἶναι ἑαυτοῦ δεικτικός. περὶ ὁρισμοῦ δὲ τὸν λόγον ποιούμενος, ἀναγκαίως ἀποδώσει καὶ τί ἐστιν ὁρισμὸς καὶ ποσαχῶς λαμβάνεται. τὸ δὲ καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς, τοῦτό ἐστιν ὅτι πρότερον
5μὲν καθόλου ἐλέγετο μηδαμῶς εἶναι ἀπόδειξιν ὁρισμοῦ μήτε μὴν τὸν ὁρισμὸν δεικνύειν τι ὅλως, νῦν δὲ μέλλει δείκνυσθαι καὶ τρόπος τις ἀπο‐ δείξεως ἐκφαντικὸς ὁρισμοῦ, καὶ ὅτι ὁ ὁρισμὸς δείκνυσί πως τὸ τί ἐστιν· ὡς καὶ δι’ ἀμφοτέρων ἐνδέχεσθαί πως τὸ τί ἐστι δείκνυσθαι, διά τε ἀπο‐ δείξεως καὶ δι’ ὁρισμοῦ.
10nἘπεὶ δ’ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ
11nτὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι, λόγος δὲ τούτου ὅτι ἔστι τι
12nαἴτιον, καὶ τοῦτο ἢ τὸ αὐτὸ ἢ ἄλλο, κἂν εἰ ἄλλο, ἢ ἀποδεικτὸν ἢ
13nἀναπόδεικτον.
14Καὶ πρότερον εἴρηκεν ὅτι ὁ ὁρισμὸς αἴτιον· εἶδος γάρ. εἰ οὖν τὸ τί ἐστιν
15ὁρισμός, ὁ δὲ ὁρισμὸς εἶδος, τὸ δὲ εἶδος αἴτιον, τὸ τί ἐστιν ἄρα αἴτιον. αἴτιον δὲ τίνος; ἢ τοῦ εἶναι τὸ πρᾶγμα περὶ οὗ ἀποδίδοται, εἴ γε καὶ τὸ εἶναι ἑκάστῳ κατὰ τὸ εἶδος. ὥστε ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι. προθέμενος οὖν ἐνταυθοῖ δεῖξαι ὅτι δείκνυται ὁ ὁρισμός, τούτοις προσχρῆται. λόγος δὲ τούτου, φησίν, ὅτι ἔστι τι αἴτιον,
20τουτέστιν αἰτία τούτου τοῦ ταὐτὸν εἶναι τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστιν, ὅτι αἴτιόν τί ἐστιν ὁρισμὸς ὡς εἶδος ἢ λόγος καὶ αἰτία τοῦ δύνασθαι δείκνυσθαι διὰ συλλογισμοῦ ὁρισμόν. καὶ εἰ οὕτω τὴν λέξιν ληψόμεθα, εἴη ἂν ἡ πρὸ αὐτῆς ἐλλιπὴς ἡ ἐπεὶ δέ ἐστιν ὡς ἔφαμεν ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ
25εἰ ἔστι· δεῖ γὰρ προσθεῖναι τὸ ‘οἷόν τε διὰ συλλογισμοῦ δείκνυσθαι τὸ τί ἦν εἶναι‘, καὶ οὕτως ἕποιτ’ ἂν τὸ λόγος δὲ τούτου, τουτέστιν αἴτιον δὲ τούτου τοῦ ὄντος αἰτίου τοῦ τί ἐστι δύνασθαι δείκνυσθαι διὰ συλλο‐ γισμοῦ ὁρισμόν, ὅτι ἔστι τι αἴτιον, καὶ τοῦτο τὸ αἴτιον ἢ ταὐτὸν τῷ οὗ ἐστιν αἴτιον ἢ ἕτερον, κἂν εἴη ἕτερον, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον,
30τουτέστιν ἢ ἔμμεσον ἢ ἄμεσον. ὁ γὰρ ὅρος, αἴτιον ὤν, εἰ μὲν ἐν τῷ τί ἐστι καὶ ἴδιος, ὡς ἀντιστρέφειν πρὸς τὸ ὁριστόν, ὁ αὐτὸς πρὸς τὸ οὗ ἐστιν αἴτιον. εἰ δ’ οὖν, ἕτερος· κἂν μὲν ἀμέσως εἴη αὐτῷ ὑπάρχων, ἀναπόδεικτος, εἰ δὲ διὰ μέσου, ἀποδεικτός, ὥσπερ ἔστιν εὑρεῖν ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τῆς βροντῆς καὶ ἐπ’ ἄλλων τινῶν. ἡ γὰρ ζέσις τοῦ περικαρδίου αἵματος
35λόγος τίς ἐστι τοῦ θυμοῦ ἐκ τῆς ὕλης λαμβανόμενος, ἀλλ’ οὐκ ἄμεσος ὡς αὐτοῦ ἔχων αἴτιον προηγούμενον ἕτερον, ὃ δεῖ πρότερον γενέσθαι, ἵνα αὐτὸ ἐκείνῳ ἑπόμενον ἔσται θυμός. ἔστι δ’ ἐκεῖνο ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, ἧς γενομένης εἰ ἡ τοῦ ἐν τῇ καρδίᾳ αἵματος ζέσις ἕψεται, θυμὸς γίνεται. ὥστε δεῖ καὶ ἀμφοῖν τούτοιν πρὸς θυμοῦ γένεσιν· διὸ καὶ ὁμοῦ συντιθέμενα
40ὁρισμὸς τοῦ θυμοῦ ἐστι τέλειος, οὐδέτερον δὲ καθ’ ἑαυτό. ὥστε αἴτια μὲν καὶ ἄμφω θυμοῦ, ἀλλ’ οὐ ταὐτὰ τῷ οὗ εἰσιν αἴτια, εἰ ἀλλήλων χωρίζοιντο,
ὡς μὴ ἀντιστρέφοντα πρὸς τὸ ὁριστόν, καὶ τὸ μὲν διὰ μέσου θατέρου114

115

ὑπάρχον τῷ ὁριστῷ, τὸ δὲ ἀμέσως. ἐκεῖνο μὲν οὖν ἀποδεικτὸν διὰ μέσου τούτου συμπεραινόμενον, τοῦτο δὲ ἀναπόδεικτον ὡς οὐκ ἔχον μέσον, δι’ οὗ τῷ ὑποκειμένῳ ὑπάρχον δειχθήσεται. εἰ μέντοι εἰς ἓν ἀλλήλοις συνέλθοιεν, ἀντιστρέφει τε πρὸς τὸ ὁριστόν, καὶ οὐκέτι ἄλλο
5τοῦ οὗ ἐστιν αἴτιον, ἀλλ’ ἐκείνῳ ταὐτόν. τὸ αὐτὸ καὶ ἐπὶ βροντῆς· ἦχός τε γὰρ ἐν νέφει ἐστὶ καὶ πυρὸς ἀπόσβεσις, καὶ αἴτιά πως ἄμφω ταῦτα βροντῆς, ἀλλὰ τὸ μὲν ἔμμεσον τὸ ἦχος ἐν νέφει, τὸ δὲ ἄμεσον τοῦ πυρὸς ἡ ἀπόσβεσις· καὶ ἐκεῖνο διὰ τούτου δείκνυται, οὐδέτερον δὲ τέλειος ὁρισμός ἐστι. διὸ καὶ ἄλλο ἑκάτερον τοῦ οὗ ἐστιν αἴτιον, ἂν ἰδίᾳ λαμβάνηται, ὁμοῦ
10δὲ ὡς ἓν εἰλημμένα τέλειός τε ὁρισμός ἐστι καὶ ταὐτὸν τῷ οὗ ἐστιν αἴτιον. ταὐτὸν γὰρ τῇ βροντῇ ὁ ἐν νέφει ἦχος διὰ πυρὸς ἀπόσβεσιν· τὸ εἶναι δὲ ἄλλο τὸ αἴτιον καὶ οὗ ἐστιν αἴτιον οὐκ ἐπὶ λόγων μόνον ἀλλὰ καὶ ἐπὶ ἁπλῶν ἔσται πραγμάτων. οἷον τὸ ζῷον μέσον τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου τιθέμενον αἴτιον ἂν εἴη τοῦ εἶναι οὐσίαν τὸν ἄνθρωπον, ἀλλ’ οὐ ταὐτὸν
15τῇ οὐσίᾳ. ἀλλὰ καὶ τοῦ ζῷον εἶναι τὸν ἄνθρωπον τὸ λογικὸν αἴτιον, ἀλλ’ οὐ ταὐτὸν τῷ ζῴῳ. ἐπὶ τῶν τοιούτων οὖν αἰτίων ἅπερ ἄλλα ἐστὶ τῶν ὧν ἐστιν αἴτια εἰ εὑρίσκοιτό τι μέσον, ὡς μὴ ἀμέσως αὐτὰ τοῖς αἰτιατοῖς εἶναι, ταῦτα ἀποδεικτά· καὶ ἡ ἀπόδειξις ἐν τῷ πρώτῳ σχήματι.
20nΕἰ τοίνυν ἔστιν ἄλλο καὶ ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη
21nμέσον εἶναι τὸ αἴτιον καὶ ἐν τῷ σχήματι τῷ πρώτῳ δείκνυσθαι.
22 Δύο γάρ, φησί, δεῖ συνδραμεῖν, ἵνα ἀποδειχθείη τὸ αἴτιον, ἵνα τε ἄλλο εἴη τοῦ οὗ ἐστιν αἴτιον καὶ ἵν’ ἐνδέχηται αὐτὸ ἀποδεῖξαι, ἤγουν ἵνα μὴ ἄμεσον ᾖ καὶ προσεχῶς ὑπάρχον τῷ αἰτιατῷ, ἀλλὰ [μὴ] διὰ μέσου τινὸς
25δι’ οὗ καὶ ἀποδείκνυσθαι δύναται. εἰ οὖν τοιοῦτον ᾖ, ἀνάγκη τὸ μέσον δι’ οὗ μέλλει δείκνυσθαι, αἴτιον εἶναι κἀκεῖνο. ἢ οὖν οὕτω δεῖ εἰπεῖν ἢ ὅτι ἀνάγκη μέσον εἶναι τὸ κυριώτερον αἴτιον, ἤγουν τὸ προσεχέστερον καὶ ἀμέσως ὑπάρχον τῷ αἰτιατῷ.
29nΕἷς μὲν δὴ τρόπος ἂν εἴη ὁ νῦν ἐξητασμένος, τὸ δι
30nἄλλου τὸ τί ἐστι δείκνυσθαι.
31 Προθέμενοι, φησί, δεῖξαι πῶς ἐνδέχεται διὰ συλλογισμοῦ καὶ διὰ ἀπο‐ δείξεως εὑρίσκεσθαι ὁρισμόν, ἕνα μὲν τρόπον ἤδη παραδεδώκαμεν, καὶ ἔστιν οὗτος ὁ νῦν διερευνηθεὶς καὶ ἀποδοθείς. οὗτος δέ ἐστι τὸ δείκνυσθαι τὸ
τί ἐστι δι’ ἄλλου τί ἐστι, διὰ τοῦ προσεχοῦς καὶ ἀμέσου τὸ μὴ προσεχὲς115

116

μηδὲ ἄμεσον· ὃ καὶ συμπέρασμα ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ εἶναι εἴρηκεν ὡς διὰ μέσου τοῦ προσεχεστέρου καὶ αἰτιωτέρου συμπεραινό‐ μενον. ὅτι δὲ οὕτω τὸ δι’ ἄλλου εἴρηκεν, ἵνα τὸ τί ἐστιν ἐξακούοιτο, δηλοῖ ἐπάγων αὐτός.
5nΤῶν τε γὰρ τί ἐστιν ἀνάγκη τὸ μέσον εἶναι τί ἐστι, καὶ
6nτῶν ἰδίων ἴδιον· ὥστε τὸ μὲν δείξει τὸ δ’ οὐ δείξει τῶν τί ἦν
7nεἶναι τῷ αὐτῷ πράγματι.
8 Διὰ τί γάρ, φησί, δι’ ἄλλου τί ἐστι τὸ τοιοῦτον τί ἐστι δείκνυται; διότι δεῖ τὸ μέσον τῶν τί ἐστι, τουτέστι τὸ ὡς μέσος ὅρος ἐν τῇ ἀπο‐
10δείξει τῶν τί ἐστι λαμβανόμενον, τί ἐστιν εἶναι, καὶ τῶν ἰδίων ὡσαύτως ἴδιον. ἐπί τε γὰρ τῶν ἰδίων ἁπλῶς εἴ τις μέλλοι μέσον παραλαβεῖν, ἴδιον ἐξ ἀνάγκης παραλήψεται. τῶν γὰρ ἑτέροις ὑπαρχόντων οἰκειότερα τὰ ἴδια· τὰ γὰρ μὴ ἴδια καὶ ἑτέροις κοινά, διὸ καὶ ἧττον οἰκεῖα, ὅταν ἑνί τινι ὄντα λαμβάνηται τῶν μετεχόντων αὐτῶν· τὰ δὲ ἴδια μόνων ἐστὶν τῶν ὧν ἐστιν
15ἴδια, ὥστε καὶ οἰκειότερα διὰ τοῦτο. ἄτοπον οὖν εἴη ἂν διὰ τῶν ἀνοι‐ κειοτέρων δεικνύναι τὰ οἰκειότερα· δεῖ ἄρα δι’ ἑτέρων οἰκείων προσεχεστέρων τὰς τῶν οἰκείων δείξεις ποιεῖσθαι. ἄλλως τε καὶ ὁ ὁρισμὸς τῷ ὁριστῷ οἰκειότατον· εἰ αὖ εἴη ὁρισμὸς ὁρισμοῦ προσεχέστερος, διὰ τούτου ὡς ἀμέσου τὸ ἔμμεσον δείξομεν· δι’ ἑτέρως δέ τινος ἔχοντος δεῖξαι παντελῶς
20ἀνεπιστῆμον. τὸ μὲν ἄρα δείξει τῶν τί ἐστι τὸ δὲ οὐ δείξει τῷ αὐτῷ πράγματι. ἐπεὶ γὰρ τῷ αὐτῷ μὲν ἄμφω ὁριστῷ, ἀλλὰ τὸ μὲν προσεχῶς τὸ δὲ διὰ μέσου, τὸ μὲν διὰ μέσου δείξει διὰ τοῦ προσεχοῦς, τὸ δὲ προ‐ σεχές τε καὶ ἄμεσον οὐ δείξει.
24nΟὗτος μὲν οὖν ὁ τρόπος ὅτι οὐκ ἂν εἴη ἀπόδειξις,
25nεἴρηται πρότερον, ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστι.
26 Οὐ μόνον διὰ τὰ παρ’ αὐτοῦ εἰρημένα πρότερον οὐκ ἂν εἴη ἀποδεικτικὸς ὁ τὸν ὁρισμὸν οὕτω δεικνύων συλλογισμός, ἀλλὰ λογικός, ὅτι γε αἰτεῖται τὸ ἐν ἀρχῇ, ἀλλὰ καὶ δι’ ἕτερα ἴσως· ὅτι τε γὰρ μὴ ἀντιστρέφοντα ὅρον δείκνυσιν (οὐ γὰρ ἀντιστρέφει πρὸς τὸν θυμὸν ἡ ζέσις τοῦ περικαρδίου
30αἵματος, εἴ γε καὶ μὴ θυμουμένου τινὸς αὐτὸ ζεῖν ἐνδέχεται· τὸ δὲ μὴ ἀντιστρέφοντα δεικνύναι οὐδὲ ὅρον ἐστὶ δεικνύναι, ὥστε οὐ τὸ προκείμενον δείκνυσι) καὶ ἔτι ὅτι μηδ’ ἀναγκαίας λαμβάνει προτάσεις. οὔτε γὰρ ὁ τῆς ἀντιλυπήσεως ὀρεγόμενος ἐξ ἀνάγκης αὐτῆς ὀρέγεται, ἀλλ’ ἔστι καὶ μὴ ὀρέγεσθαι, οὔτε εἰ ὀρέξεται, εὐθὺς καὶ ἡ ζέσις τοῦ περικαρδίου αἵματος
35ἕπεται.116

117

(1n)

Ὃν δὲ τρόπον ἐνδέχεται, λέγωμεν εἰπόντες πάλιν ἐξ
2nἀρχῆς.
3 Τὸν μὲν ἤδη ῥηθέντα τρόπον τῆς τοῦ τί ἐστι δείξεως ὡς μὴ ἀπο‐ δεικτικὸν ἀλλὰ λογικὸν ἀποδοκιμάζει· οὐ γὰρ τοῦτο προηγουμένως προέκειτο,
5εἰ ὅλως ἐνδέχεται περὶ ὁρισμοῦ συλλογίσασθαι, ἀλλ’ εἰ ἔστιν ὁρισμὸν εὑρίσκειν δι’ ἀποδείξεως. νῦν δὲ τοῦτο διδάξαι προθέμενός φησιν ‘ἐπεὶ ὁ ῥηθεὶς τρόπος οὐκ οἰκεῖός ἐστιν ἀποδείξεως, λέγωμεν νῦν ὃν τρόπον ἐνδέχεται ὁρισμὸν εὑρίσκειν δι’ ἀποδείξεως.‘
9nὭσπερ γὰρ τὸ διότι ζητοῦμεν ἔχοντες τὸ ὅτι, ἐνίοτε δὲ
10nκαὶ ἅμα δῆλα γίνεται, ἀλλ’ οὔ τι πρότερόν γε τὸ διότι δυνατὸν
11nγνωρίσαι τοῦ ὅτι, δῆλον ὅτι ὁμοίως καὶ τὸ τί ἦν εἶναι οὐκ ἄνευ
12nτοῦ ὅτι ἐστίν.
13 Ἐπεὶ τὸ μὲν διότι ζήτημα οἰκεῖον τῆς ἀποδείξεως, τοῦ ὁρισμοῦ δὲ τὸ τί ἐστι, ζητοῦμεν δὲ δεῖξαι εἰ δι’ ἀποδείξεως ὁρισμὸν εὑρεθῆναι ἐνδέχεται,
15ταὐτὸν δὲ εἰπεῖν διὰ τοῦ διότι ἐστὶ τὸ τί ἐστι, δεῖ τε καὶ τῶν ὑστέρων δύο ζητημάτων εἰς τὴν τοῦ προκειμένου παράστασιν, ὡς προϊοῦσι φανήσεται, ἀναγκαίως τὰ τέσσαρα εἰς μέσον παράγει, καὶ τάς τε πρὸς ἄλληλα διαφορὰς αὐτῶν καὶ τὰς κοινωνίας ἐκτίθεται. καὶ φησὶν ὅτι σύνθετα μὲν προβλήματά ἐστι τὸ ὅτι καὶ τὸ διότι ἐστίν, ἁπλᾶ δὲ τὸ εἰ ἔστι καὶ τί ἐστι. δεῖ οὖν
20ἀπὸ τῶν συνθέτων ὡς ἡμῖν σαφεστέρων ὁδηγεῖσθαι πρὸς τὰ ἁπλᾶ. ὃν οὖν λόγον ἐπὶ τῶν συνθέτων ἔχει τὸ ὅτι, τὸν αὐτὸν ἐπὶ τῶν ἁπλῶν τὸ εἰ ἔστι, καὶ ὃν ἐκεῖ τὸ διότι ἐστί, τὸν αὐτὸν ἐνταῦθα τὸ τί ἐστι. καὶ ὥσπερ ἐπὶ τῶν συνθέτων ἡ τοῦ ὅτι ἐστὶ γνῶσις προηγεῖται τοῦ διότι καὶ οὐκ ἄν ποτε διὰ τί ἐστιν εἰσόμεθα ἀγνοοῦντες ὅτι ἐστίν, ἐνίοτε δὲ καὶ ἅμα ἡ
25γνῶσις γίνεται ἀμφοτέρων, ὅταν τὸ ὅτι ἐστὶ διὰ τῆς αἰτίας γινώσκομεν, πρότερον δὲ τὸ διότι ἐστὶ τοῦ ὅτι ἐστὶν εἰδέναι ἀμήχανον, οὕτω καὶ ἐπὶ τῶν ἁπλῶν εἰδέναι δεῖ εἰ ἔστι πρότερον, καὶ οὕτω γινώσκειν τὸ τί ἐστι· τὸ γὰρ τί ἐστιν αἰτία τοῦ πράγματος. οὐκ ἐνδέχεται οὖν τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν εἰδέναι τοῦ πράγματος ἀγνοοῦντας εἰ ἔστιν ὅλως αὐτό. πῶς
30γὰρ οἷόν τε τὴν αἰτίαν εἰδέναι πράγματός τινος, εἴτε ὡς ἐν ἑτέρῳ ὂν εἴτε ὡς καθ’ αὑτὸ θεωροῖτο, ἀγνοουμένου τοῦ εἶναι αὐτό, εἰ μὴ καὶ τὸ μὴ ὂν εἰσόμεθα διότι ἐστίν· οὐδὲν γὰρ τοῦ μὴ ὄντος τοῖς ἀγνοοῦσιν ἀπέοικε, κἂν ᾖ, τὸ παρ’ αὐτῶν ἀγνοούμενον εἰ ὅλως ἐστίν. ὥσπερ οὖν τὸ μὴ ὂν ἢ τί ἐστιν ἢ διότι ἐστὶν εἰδέναι ἀδύνατον, οὕτω καὶ τὸ ἀγνοούμενον εἰ ἔστιν ἢ
35ὅτι ἐστίν. ἀδιαφόρως δὲ τὸ ὅτι ἐστὶν ἀντὶ τοῦ εἰ ἔστι νῦν εἴληφεν, ἐπεὶ καὶ λέγεται ἐνίοτε καὶ ἄμφω ὅτι ἐστὶ καὶ ἄμφω εἰ ἔστι· δυνατὸν γὰρ καὶ
τὸ ὅτι ἐστὶν ὡς καθ’ ἑαυτὸ λαβεῖν θεωρούμενον καὶ τὸ εἰ ἔστιν ὡς ἐν117

118

ἑτέρῳ ὄντος τοῦ ζητουμένου πράγματος λαμβάνεσθαι. ἄλλως τε καὶ ὃ βούλεται προϊὼν εἰπεῖν ὡς ἐκ τῆς ἀποδείξεως ἀναφαινομένου τοῦ τί ἐστι, ἐπὶ τῶν ἐν ἑτέροις τὸ εἶναι ἐχόντων ἁρμόσει, οὐκ ἐπὶ τῶν καθ’ αὑτὰ ὑφεστηκότων· ἦν δὲ ἐπὶ ἐκείνων τὸ ὅτι ἐστιν, ἐπὶ δὲ τούτων τὸ εἰ ἔστιν,
5ὥστε ἐπὶ τῶν ἐν ἑτέροις τὸ εἰ ἔστιν ὅτι ἔστι. διὰ τοῦτο εἰπὼν τὸ τί ἐστιν οὐκ ἄνευ τοῦ ὅτι ἐστὶν ἐπήνεγκεν
7nἈδύνατον γὰρ εἰδέναι τί ἐστιν ἀγνοοῦντας εἰ ἔστι.
8 Καθὸ μὲν γὰρ ὡς ὁριστὸν ζητεῖται, ἵν’ αὐτὸ τί ἐστιν εἰσόμεθα, εἰ ἔστι δεῖ γνωρίζειν πρότερον· καθὸ δὲ τῶν ἐν ἑτέροις ὄντων τὸ λαμβανό‐
10μενον, ταὐτὸν ἐν τούτῳ τὸ εἰ ἔστι τῷ ὅτι ἐστί.
11nΤὸ δ’ εἰ ἔστι ποτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ποτὲ
12nδ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος. οἷον βροντὴν ὅτι ψόφος τις
13nνεφῶν, καὶ ἔκλειψιν ὅτι στέρησίς τις φωτός, καὶ ἄνθρωπον ὅτι
14nζῷόν τι, καὶ ψυχὴν 〈ὅτι〉 αὐτὸ αὑτὸ κινοῦν.
15 Ἐπειδὴ εἶπεν ὅτι ἀκολούθως τῇ τοῦ εἰ ἔστι γνώσει καὶ ἡ τοῦ τί ἐστιν εὕρεσις γίνεται, τίθησιν ἐξ ἀνάγκης καὶ τὰς διαφορὰς τῆς τοῦ εἰ ἔστι γνώσεως, καὶ φησὶν ὅτι διττῶς τὸ εἶναι τὸ πρᾶγμα γινώσκομεν· ἢ γὰρ ἀπό τινος συμβεβηκότος ἢ ἀπὸ τοῦ ἔχειν τι τοῦ πράγματος αὐτοῦ, τουτέστιν ἀπὸ τοῦ κατάληψιν δέξασθαι τινὰ τῆς οὐσίας ἐχομένην αὐτοῦ. τίθησιν δὲ
20καὶ παραδείγματα. ἐπειδὴ γὰρ οὐχ ὁμοτιμία ἐστὶ τῶν κατ’ οὐσίαν λαμβα‐ νομένων ἐπί τινος, ἀλλὰ τὰ μὲν καθαρώτερον αὐτὸ παρίστησιν, τὰ δὲ ἀμυδρότερον, ἀναλόγως ἡ ἐκ τούτων τε γνῶσις τοῦ εἶναι τὸ πρᾶγμα προσ‐ γίνεται καὶ ἡ πρὸς τὸ τί ἦν εἶναι αὐτοῦ λυσιτέλεια. ὁ γοῦν ψόφος τῶν νεφῶν γένος ἐστὶ τῆς βροντῆς, καὶ τοῦ φωτὸς ἡ στέρησις τῆς ἐκλείψεως·
25ἀλλ’ ἐκ τοῦ εἰδέναι τούτων ἕκαστον οὐκ εὐθὺς καὶ τὸ τί ἦν εἶναι γνωρίζειν ἔχομεν, διότι μηδὲ τοῦ εἶναι γνῶσιν τελείαν ἔχομεν. ὁλοσχερής τε γὰρ ἡ γνῶσις τοῦ τὶ ζῷον εἶναι τὸν ἄνθρωπον, ἅτε καὶ πλείοσιν οὖσα κοινὴ κατ’ οὐσίαν αὐτοῦ διαφέρουσιν, ὡς δὴ καὶ τὸ εἰδέναι περὶ τῆς ἐκλείψεως μόνον ὅτι στέρησις φωτὸς γίνεται· κατὰ πολλοὺς γὰρ τρόπους 〈ἔστιν〉 ὑπολαβεῖν
30γινομένην τὴν τοῦ φωτὸς στέρησιν, κατὰ ἀντίφραξιν, κατὰ στροφήν, κατὰ ἀπόσβεσιν. διὰ τοῦτο καὶ οὔπω οἰκειότατα τὸ εἶναι τὴν ἔκλειψιν κατεί‐ ληπται, ὥστ’ οὐδὲ πρὸς τὸ τί ἦν εἶναι ἐντεῦθεν εὐθυβολώτατα ἔχομεν. τὸ αὐτὸ καὶ περὶ βροντῆς καὶ περὶ ψυχῆς, ἵνα μὴ καθ’ ἕκαστον ἐπεξίωμεν. εἰ δὲ ὁποῖος ὁ ψόφος, καὶ τίνος προηγησαμένου αὐτὸς ἐπιγίνεται, ὁμοίως
35δὲ καὶ τὴν στέρησιν τοῦ φωτός, καὶ ὅπως ἔχον τὸ τὶ ζῷον ὁ ἄνθρωπος
τῶν λοιπῶν διενήνοχε, καὶ πῶς ἔχουσα ἡ ψυχὴ τοῦ εἶναι αὐτοκίνητός118

119

ἐστι γνοίημεν, ἕξομεν εὐθὺς ἑπομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστιν. ἐκ μὲν οὖν τῶν οὐσιωδῶν τὰ ληφθέντα ἐστὶ παραδείγματα, ἀλλά γε κοινότερον· διὰ τοῦτο καὶ ἀμυδροτέραν τὴν τοῦ εἶναι γνῶσιν παρέχοντα τῶν εἰρημένων ἕκαστον. εἰ δέ σοι μέλει ἐπὶ τῶν τοιούτων καὶ τῆς ἀπὸ συμβεβηκότων
5τοῦ εἶναι εἰδήσεως λαβεῖν παραδείγματα, ἕξεις βροντῆς μὲν τὸ ἐμβροντήτους τινὰς γίνεσθαι, ἐκλείψεως δὲ τὸ σκιὰν ἐν πανσελήνῳ μὴ γίνεσθαι μηδενὸς ὄντος μεταξὺ φανεροῦ, ἀνθρώπου δὲ τὸ ὁμιλητικὸν διὰ λόγου, ἢ ὄρθιον τῷ σχήματι ἤ τι τοιοῦτον, ψυχῆς δὲ τὸ τόπους ἐξαμείβειν τὸ σῶμα τὸ ἔμψυχον, μηδενὸς αὐτὸ μετοχλίζοντος ἔξωθεν.
10nὍσα μὲν οὖν κατὰ συμβεβηκὸς ἴσμεν ὅτι ἔστιν, ἀναγκαῖον
11nμηδαμῶς ἔχειν πρὸς τὸ τί ἐστιν.
12 Δύο εἰπὼν εἶναι τρόπους τῆς τοῦ εἰ ἔστι γνώσεως φησὶ πῶς τούτων ἔχει ἑκάτερος πρὸς τὴν τοῦ τί ἐστιν εἴδησιν. ὅσων γὰρ τὴν γνῶσιν τοῦ εἶναι ἀπό τινος ἔχομεν συμβεβηκότος, ἀναγκαίως ἐντεῦθεν οὐδεμίαν λυσιτέ‐
15λειαν πρὸς τὸ τί ἐστι τούτων ἔχομεν, ταὐτὸν δὲ εἰπεῖν ἀδύνατον ποδηγηθῆναι πρὸς τοὺς ὁρισμοὺς τῶν λεγομένων γινώσκεσθαι ἐκ τῆς κατὰ συμβεβηκὸς γνώσεως τοῦ εἶναι αὐτά. καὶ τῆς τοιαύτης γνώσεως τὰ παραδείγματα ἤδη εἴρηται· ἐπιτείνων δὲ τὸ ἀδύνατον προστίθησιν οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν, τουτέστιν αὐτὸ γὰρ τοῦτο οὐκ ἴσμεν οὗ ἡ γνῶσις πρὸς τὸ τί ἐστιν
20ἡμῖν συμβάλλεσθαι ἔμελλε. πῶς οὖν ἐξ αὐτοῦ εἰς ἐκεῖνο ἔσται ὁδηγηθῆναι ἡμᾶς; τὸ γὰρ ἀπὸ συμβεβηκότος εἰδέναι τι οὐδὲ εἰδέναι ἐστὶν αὐτό· ἄλλο γὰρ γένος τὸ συμβεβηκὸς τοῦ ᾧ συμβέβηκεν, ἐξ ἑτέρου δὲ γένους ἕτερον γνῶναι οὐκ ἔστι γνῶσις ἐπιστημονικὴ οὐδ’ οἰκεία τοῦ πράγματος· τὸ δὲ ἀλλοτρίως γινώσκειν οὐδὲ γινώσκειν ἐστίν. ὥσπερ δὲ τὸ οὕτω γινώσκειν
25οὐδὲ γινώσκειν ἐστὶν, οὕτω τὸ ζητεῖν περί τινος τί ἐστι μὴ εἰδότας τὸ εἶναι αὐτὸ μηδὲ ζητεῖν ἐστιν, ἀλλὰ ματαιάζειν καὶ ἀνόνητα πονεῖν. ἀκρι‐ βείας δὲ ἕνεκεν τοὺς τρόπους διέλωμεν πλατύτερον τῆς τοῦ εἶναι γνώσεως. ἡ τοῦ εἶναι γνῶσις ἢ κατὰ συμβεβηκὸς ἢ κατ’ οὐσίαν γίνεται, καὶ τούτων ἑκάτερον εἰς δύο διαιρεῖται. τῶν γὰρ συμβεβηκότων τὰ μὲν γνωστικά
30πως τῶν ὑποκειμένων εἰσίν, ὥσπερ τὸ ὀρθοπεριπατητικόν, τὸ ἥμερον φύσει, τὸ γελαστικὸν τοῦ ἀνθρώπου, τὰ δὲ παντελῶς ἀλλότρια ὡς μηδὲ ὅλως γνωρισμόν τινα τῶν ὑποκειμένων παρέχοντα, ὡς τὸ λευκόν, τὸ μέλαν, τὸ βαδίζειν, τὰ τοιαῦτα. καὶ τῶν κατ’ οὐσίαν τὰ μὲν πλείοσι κοινὰ καὶ διὰ τοῦτο τοῦ προκειμένου πορρώτερα, τὰ δ’ ἐλάττοσι καὶ διὰ τοῦτο ἐγγύ‐
35τερα. ἐκ μὲν οὖν τῶν πάντῃ ἀλλοτρίων συμβεβηκότων οὐδεμίαν ὅλως119

120

ὁδηγίαν ἔχομεν πρὸς τὴν τοῦ ὑποκειμένου κατάληψιν, κἂν ἐν αὐτῷ ὑφεστη‐ κότα εὑρίσκοιτο· ἐκ δὲ τῶν ἰδιαιτέρων ἕξομεν ἴσως, ἀλλὰ πάντῃ ἀσαφῆ τε καὶ ἀμυδράν. ἐκ δὲ τῶν κατ’ οὐσίαν μὲν πόρρω δὲ διὰ τὸ πλείοσιν εἶναι κοινὰ καθαρωτέραν μὲν ἕξομεν γνῶσιν ἢ ἐκ τῶν συμβεβηκότων,
5συγκεχυμένην δ’ ἔτι καὶ ἀδιάρθρωτον· ἐκ δὲ τῶν ἐγγυτάτω σαφῆ τε ἤδη κατάληψιν τοῦ εἶναι τὸ πρᾶγμα ἔχομεν, καὶ ἐξ αὐτῆς ῥᾷον τὸ τί ἐστιν ἡμῖν παραγίνεται.
8nΚαθ’ ὅσων δ’ ἔχομέν τι, ῥᾷον.
9Οὗτος ὁ ἕτερος τρόπος ἐστὶ τῆς τοῦ εἰ ἔστι τὸ πρᾶγμα γνώσεως, ὃς
10καὶ ἀληθής ἐστι καὶ πρὸς τὸ τί ἐστι συμβαλλόμενος. οὗτος δέ ἐστιν ὁ ἀπὸ τῶν ἐχομένων αὐτοῦ τοῦ πράγματος. καθ’ ὅσων γάρ, φησίν, ἔχομέν τι πραγματικῶς καὶ οἰκείως τοῖς γνωστοῖς περὶ τὴν τοῦ εἰ ἔστι γνῶσιν, ῥᾷον ἐπὶ τούτων ἡμῖν ἐστιν εὑρεῖν καὶ τὸ τί ἐστιν.
14nὭστε ὡς ἔχομεν ὅτι ἐστίν.
15 Τοῦτο τῶν εἰρημένων ἐστὶν ὥσπερ εἴ τι συμπέρασμα. ἐπεὶ γὰρ περὶ τοῦ τί ἐστιν εἰπεῖν προθέμενος, εἰ ἐνδέχεται τοῦτο κατά τινα τρόπον δι’ ἀποδείξεως εὑρίσκεσθαι, εἴρηκεν ὅτι ὡς ἔχομεν πρὸς τὸ εἰ ἔστι παρασκευῆς, οὕτως ἐντεῦθεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν εὕρεσιν ποδηγούμεθα, καὶ τοῦτο διὰ τῶν εἰρημένων ἔδειξεν, ἐπήγαγε λοιπὸν τὸ συμπέρασμα, ὅτι ὡς ἔχομεν
20ἄρα τῆς τοῦ εἶναι τὸ πρᾶγμα γνώσεως, οὕτως ἔχομεν καὶ τῆς πρὸς τὸ τί ἐστιν ἑτοιμότητος. σὺ δὲ ὅρα ὅτι πολλάκις ἐν τούτοις ἀδιαφόρως ἐχρή‐ σατο τῷ ὅτι ἔστι καὶ εἰ ἔστι, διὰ τὸ ἐπὶ τῶν ἐν ἑτέροις ὑπαρχόντων δεῖξαι μέλλειν τὸ προκείμενον.
24nὯν δ’ ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε.
25 Δύο τρόπους τῆς τοῦ εἰ ἔστιν ἐκθέμενος γνώσεως, ὧν ἅτερος μὲν ἐλέγετο συμβάλλεσθαι πρὸς τὸ τί ἐστιν, ἅτερος δ’ οὐχί, γυμνάζει νῦν καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον. τίθησι δὲ πρῶτον τὸν ἀληθῆ τρόπον τῆς τοῦ εἰ ἔστι γνώσεως καὶ φησὶν ὧν δ’ ἔχομέν τι τοῦ τί ἐστι καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· ὧν δὲ πραγμάτων ἅμα τῷ γινώσκειν
30αὐτὰ ὅτι εἰσὶν ἔχομέν τι καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ, ἔστω τοῦτο πρῶτον παράδειγμα οὕτω λεγόμενον, ὡς δι’ ἀποδείξεως τὴν γνῶσιν γίνεσθαι. μείζων ὅρος ἔκλειψις, ἐφ’ οὗ τὸ Α στοιχεῖον τάττεται, σελήνη ἐλάττων, ἐφ’ οὗ Γ, μέσος γῆς ἀντίφραξις, ἐφ’ οὖ τὸ Β. ὅταν οὖν ζητῶμεν, πότερον
ἐκλείπει ἡ σελήνη ἢ οὔ, τὸ Β ζητοῦμεν ἤτοι τὸ μέσον, ἆρ’ ἔστιν ἢ οὔ.120

121

τὸ γὰρ ζητεῖν εἰ ἔστιν ἡ ἔκλειψις ἢ οὔ, ταὐτόν ἐστι τῷ ζητεῖν εἰ ἔστιν αἴτιον τῆς ἐκλείψεως ἢ οὔ. καὶ ἐὰν ᾖ τὸ αἴτιον, ἔστι καὶ τὸ αἰτιατόν, κἂν εὕρωμεν θάτερον, εὑρημένον ἤδη καὶ θάτερον ἔχομεν. καθόλου μὲν γὰρ ἴσως τὸ αἴτιον ᾗ αἴτιον ἅμα τῷ αἰτιατῷ ἐστιν, εἴ γε ἅμα τὰ πρός
5τι τῇ φύσει· ἐπὶ δὲ τοῦ ὅρου καὶ μάλιστα, ὡς μὴ ἐνὸν μήτε τὸν ὅρον εἶναι χωρὶς τοῦ ὁριστοῦ μήτε τὸ ὁριστὸν χωρὶς τοῦ ὁρισμοῦ.
7nἪ ποτέρας τῆς ἀντιφράσεώς ἐστιν ὁ λόγος;
8 Πρῶτον εἰπὼν παράδειγμα, δι’ οὗ σαφῶς ἡμῖν ἔδειξε, πῶς διὰ τῆς ἐχούσης μέσον τὸ αἴτιον ἀποδείξεως ἅμα τό τε εἶναι καὶ τὸ τί ἦν εἶναι
10καταλαμβάνομεν, καὶ δεύτερον τίθησιν. ἔστι δὲ τοῦτο· ἢ εἰ βούλει, φησίν, ἐπὶ τοῦ τριγώνου· ζητοῦμεν γὰρ κἀκεῖ τῆς ἀντιφράσεως δύο ἐχούσης ἀποφάνσεις, κατάφασιν καὶ ἀπόφασιν, τὸ ἔχειν δύο ὀρθὰς καὶ τὸ μὴ ἔχειν, ποτέρας τούτων τῶν δύο λόγος ἐστὶ καὶ αἴτιον, τῆς λεγούσης δύο ὀρθὰς ἔχειν ἢ τῆς λεγούσης μὴ ἔχειν. τῆς γὰρ οὔσης ὁ λόγος, οὐ τῆς
15μὴ οὔσης· καὶ ἧς λόγος ἐστὶν ἐκείνη ἐστίν, οὐχ ἧς μή ἐστι λόγος. ὅταν δὲ εὕρωμεν τὸν λόγον, ἅμα τὸ ὅτι, φησίν, ἴσμεν καὶ τὸ διότι· καίτοι οὐ τοῦτο προέκειτο τὸ ὅτι καὶ τὸ διότι εὑρεῖν, ἀλλὰ τὸ εἰ ἔστι καὶ τί ἐστι, καὶ περὶ τούτων ἦν ὁ λόγος ἡμῖν, πῶς δυνατὸν ἐκ τῆς τοῦ προτεθέντος ἀποδείξεως εὑρίσκεσθαι ὁρισμόν. ἀλλ’ ἴσως ἐπεὶ καὶ πρότερον τῇ τοῦ ὅτι
20καὶ διότι γνώσει τὴν τοῦ εἰ ἔστι καὶ τί ἐστιν ἀνάλογον ἔλεγεν, ὅτι ὥσπερ ἐνίοτε ἅμα δῆλα γίνεται τὸ ὅτι καὶ τὸ διότι, οὕτω καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, εἰπὼν ἐπὶ θατέρου πῶς γίνεται, εἴρηκε νῦν καὶ ἐπὶ τοῦ ἑτέρου πῶς γίνεται. ἢ οὖν οὕτως, ἢ ἐπειδὴ τὸ ἐκ τῆς ἀποδείξεως ἀναφαίνεσθαι τὸν ὁρισμὸν οὐκ ἐπὶ τῶν καθ’ αὑτὰ ὑφεστηκότων, ἀλλ’ ἐπὶ τῶν ἐν ἑτέροις
25ἐχόντων τὸ εἶναι πέφυκε γίνεσθαι, ἐφ’ ὧν τό τε εἰ ἔστιν ὅτι ἐστίν ἐστι, καὶ τὸ τί ἐστι διὰ τί ἐστι καὶ ἀνάπαλιν, διὰ τοῦτο οὕτως τὸν λόγον ἔδειξεν, καὶ ἔσχατον δὲ ταὐτὸν εἴρηκεν ἀδιαφόρως ἐπὶ τούτου, τῷ ὅτι ἐστὶν ἀντὶ τοῦ εἰ ἔστι καὶ τῷ διὰ τί ἐστιν ἀντὶ τοῦ τί ἐστι κεχρημένος. τὸ δὲ ἂν διὰ μέσων ᾖ ἀντὶ τοῦ διὰ τῶν αἰτίων οὐ μόνον τοῦ συμπεράσματος, ἀλλὰ
30καὶ τοῦ πράγματος. ἂν γὰρ μὴ διὰ τοιούτων ᾖ, τὸ ὅτι μόνον ἀλλ’ οὐχὶ καὶ τὸ διότι εἰσόμεθα, ὡς καὶ αὐτός φησιν ἐφεξῆς.
32nΕἰ δὲ μ, τὸ ὅτι, τὸ διότι δ’ ο.
33Παραδείγματα θέμενος τῆς ἀκριβοῦς τῶν ἀποδεικτῶν γνώσεως, δι’ ἧς
ἅμα τὸ ὅτι καὶ τὸ διότι γνωρίζεται ἢ τοῦ εἰ ἔστι γινωσκομένου, καὶ τὸ τί121

122

ἦν εἶναι καταλαμβάνεται, ἐπειδὴ καὶ ἕτερον τρόπον ὑπάρχειν εἴρηκεν γνώσεως τὸν ἀπὸ συμβεβηκότος προβαίνοντα, καθ’ ὃν καὶ αὐτὸ τὸ ὅτι ἢ δὴ τὸ εἰ ἔστιν ἀμυδρῶς γνωρίζεται, οὔτε δὲ τὸ διότι οὔτε τὸ τί ἐστιν ἐξ αὐτοῦ εὑρίσκειν δυνάμεθα, καὶ τούτου νῦν παράδειγμα τίθησιν, τὰ μὲν ἄκρα
5τιθεὶς τὰ αὐτά, ἕτερον δὲ παραλαμβάνων τὸν μέσον, ὅστις ἐστὶ τὸ συμ‐ βεβηκός, μέσον μὲν ὂν καὶ αἴτιον, ἀλλὰ μόνου τοῦ συμπεράσματος, οὐχὶ καὶ τοῦ πράγματος. πάλιν γὰρ ἔκλειψις κἀνταῦθα τὸ Α, σελήνη τὸ Γ, μέσον δὲ τὸ Β τὸ ἐν πανσελήνῳ σκιὰν μὴ δύνασθαι ποιεῖν, μηδενὸς ὄντος μεταξὺ ἐκείνης τε καὶ ἡμῶν. ὅτι μὲν οὖν ἐκλείπει δῆλον, φησί, διότι
10δ’ οὔ· ὅσον γὰρ ἀπὸ τοῦ ληφθέντος μέσου, τὸ μὲν ἐκλείπειν δῆλον γίνεται, οὐ μὴν δὲ καὶ ἡ αἰτία δι’ ἣν τοῦτο γίνεται. σκιᾶς γὰρ μὴ γινομένης δῆλον ὅτι οὐκ ἔστι τὸ φῶς, οὗ ὄντος σκιὰ ἐγίνετο ἂν ἡμῶν ἱσταμένων ἐν τῷ φωτί· διὰ τί δὲ τοῦτο γίνεται, ὅσον ἀπὸ τοῦ ληφθέντος τρόπου τῆς ἀποδείξεως ἄδηλον διὰ τὸ μέσον ληφθῆναι ὃ μόνου τοῦ συμπεράσματος,
15οὐκέτι δὲ καὶ τοῦ πράγματος αἴτιον. ὥστε καὶ τὸ μὲν εἶναι τὴν ἔκλειψιν, ἴσμεν ἐκ τούτου, τί δέ ἐστιν ἡ ἔκλειψις οὐκ ἴσμεν, ὅπερ ἡμῖν περιεγένετο πρότερον ἐκ τοῦ μέσον λαβεῖν τὸ τοῦ πράγματος αἴτιον. τὸ δὲ διότι δ’ οὔπω εἶπεν ἐμφαίνων ὡς ἀτελὴς ἡ γνῶσίς ἐστιν, ἐν ᾗπερ οὐκ εἴληπται τὸ τοῦ πράγματος αἴτιον, καὶ δεομένη ἔτι προβάσεως, ἄχρις ἂν ἀποκαλυφθείη
20τὸ αἴτιον.
21nΔήλου δ’ ὄντος ὅτι τὸ Α τῷ Γ ὑπάρχει.
22 Διὰ τῶν νῦν λεγομένων ἐπιβεβαιοῖ εἰσέτι τὸ διὰ τῆς τοῦ διὰ τί ἀπο‐ δείξεως τὸ τί ἐστιν ἀναφαίνεσθαι· προβαίνει δὲ ὁ λόγος αὐτῷ ἀπὸ τῆς ζητήσεως τῆς αἰτίας. ὁπόταν γάρ, φησί, δῆλον ᾖ τὸ εἶναι τὸ Α τῷ Γ,
25τὸν μείζονα τῷ ἐλάττονι οἷον τὴν ἔκλειψιν τῇ σελήνῃ, τότε τὸ ζητεῖν καὶ λέγειν ‘ἀλλὰ διὰ τί ὑπάρχει;‘ τοῦτό ἐστι τὸ ζητεῖν τί ἐστι τὸ Β, ἤγουν τὸ μέσον τούτου καὶ αἴτιον τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης ἢ ἀπόσβεσις; ἀδήλου γὰρ ὄντος ἔτι τοῦ μέσου, πολλὰ παραλαμ‐ βάνειν ἐνδέχεται, ὅσαπερ εἰκὸς ὡς αἴτια ὑποπτεύεσθαι, ὡς ἂν ἐκ τούτων
30τὸ οἰκεῖον ἐκλεξάμενοι ἀποβαλλώμεθα τὰ ἀλλότρια. τοῦτο δὲ τὸ εὑρισκό‐ μενον οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ λόγος καὶ ὁ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου ἤτοι τοῦ μείζονος, οἷον ἐν τῷ προκειμένῳ ἦν τὸ Α ἤτοι ἡ ἔκλειψις. εὑρεθέντος γὰρ τοῦ ἀληθοῦς αἰτίου ὁ ὁρισμὸς ἀναπέφανται· οὐδὲν γάρ ἐστιν ἕτερον ἡ
σελήνης ἔκλειψις ἢ ἀντίφραξις γῆς.122

123

(1n)

Τί ἐστι βροντ; πυρὸς ἀπόσβεσις ἐν νέφει.
2 Ἐπιδαψιλεύεται τοῖς παραδείγμασι διὰ πλειόνων πιστώσασθαι τὸ εἰρη‐ μένον φιλοτιμούμενος, καὶ τίθησιν ὅρον μείζονα τὴν βροντήν, ὡς ἐκεῖ τὴν ἔκλειψιν, ἐλάττω τὸ νέφος, ὡς ἐκεῖ τὴν σελήνην, μέσον τοῦ πυρὸς τὴν
5ἀπόσβεσιν, ὡς ἐκεῖ τὴν ἀντίφραξιν, παριστῶν καὶ διὰ τούτων, ὅπως ἀλλήλοιν συντρέχετον ἡ τοῦ διὰ τί ἐστιν ἀπόδοσις καὶ τοῦ τί ἐστιν. ἰδίᾳ μέντοι τὸν ὁρισμὸν τῆς βροντῆς καὶ ἰδίᾳ τὴν ἀπόδειξιν τίθησιν διὰ τὸ γενέσθαι σαφέ‐ στερον τὸ λεγόμενον. τί γάρ ἐστι βροντή; ἢ δῆλον ὅτι πυρὸς ἀπόσβεσις ἐν νέφει. λέγοντες δὲ διὰ τί βροντή, ποιούμεθα τὴν ἀπόδειξιν καὶ κατη‐
10γοροῦμεν τὸ Β, τὴν τοῦ πυρὸς ἀπόσβεσιν, τοῦ Γ τοῦ νέφους, ὡς ἐν αὐτῷ τοῦ πυρὸς ἀποσβεννυμένου. τούτου δέ, τοῦ Β δηλονότι, ἤτοι τῆς ἀπο‐ σβέσεως τοῦ πυρὸς κατηγοροῦμεν τὸ Α, ὅπερ ἐστὶ ψόφος, ὡς εἶναι τὸν συλλογισμὸν οὕτως ἔχοντα ‘ἐν τῷ νέφει πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀπο‐ σβέννυται, ψόφος ἐστί· ἐν τῷ νέφει ἄρα ψόφος ἐστί.‘ καὶ ἰδοὺ πάλιν τὸ Β
15ὁ μέσος ὁρισμός ἐστι τοῦ Α τοῦ πρώτου ἄκρου, ἤγουν τοῦ ψόφου καὶ τῆς βροντῆς ἡ τοῦ πυρὸς ἀπόσβεσις· οὕτω γὰρ ἀποδέδοται, ὅτε ἐλέγομεν τί ἐστι βροντ; πυρὸς ἀπόσβεσις ἐν νέφει. διὰ τοῦτο γὰρ ἐπὶ πράγματος, ἐν ᾧ γνώριμον ὑπῆρξε τὸ τί ἐστι, τὸν λόγον ἐγύμνασε, μετὰ τὸν ὁρισμὸν ἐκθέμενος τὴν ἀπόδειξιν, ὡς ἂν δῆλον ἐντεῦθεν γένηται, πῶς ὁ ὁρισμὸς ἐν
20τῷ διὰ τί ἐστι καὶ τῇ ἀποδείξει μέσος παραλαμβάνεται· ὥστε καὶ ἐν οἷς ζητεῖται τὸ τί ἐστι τῶν ἐχόντων ἐν ἑτέρῳ τὸ εἶναι, ἀποδιδομένου τοῦ διὰ τί ἐστι καὶ αὐτῷ συναναφαίνεσθαι δύναται.
23nἊν δὲ πάλιν τούτου ἄλλο μέσον .
24Ἐντεῦθεν ἐροῦμεν, ὡς ὑπεσχόμεθα, περὶ τούτου ἀκολούθως τῷ Ἀλε‐
25ξάνδρῳ. οὐ γὰρ παραιτητέον κἀκ τῶν ἄλλων παραλαμβάνειν τὰ συμβαλ‐ λόμενα, καὶ ταῦτα φιλοσόφων ἀνδρῶν καὶ ποιησαμένων ἔργον τὸ πρώτιστον τὴν τῶν Ἀριστοτέλους συγγραμμάτων σαφήνειαν, ἀλλ’ οὐχ οὕτως ὡς ἡμεῖς ἐν παρέργῳ διὰ τὴν τῶν ἑταίρων ἀξίωσιν ἑαυτοὺς εἰς τὸν παρόντα λόγον καθήκαμεν. πλὴν οὐδὲ τὰ τοῦδε τοῦ ἀνδρὸς εἰς μέσον παρεισαγόμενα
30ἄμοιρα δέον ἐᾶσαι τῆς ἀφ’ ἡμῶν προσθήκης πρὸς ἀκριβεστέραν τοῦ προ‐ κειμένου διάγνωσιν. τὸ γὰρ προκείμενον περὶ τοῦ ὁρισμοῦ θεώρημα ἐνταυθοῖ τοῦτο ἦν, πῶς οἷόν τε ὁρισμὸν θηρευθῆναι δι’ ἀποδείξεως· καὶ ἔδειξε τοῦτο ἐπὶ τῶν ἐν ἑτέροις ὑφισταμένων, ἅπερ ἀναγκαίως ἕπεται τοῖς ὑποκειμένοις, ἤγουν ὡς καθ’ αὑτὸ αὐτοῖς ἐνυπάρχοντα ἢ ἴσως καὶ ὡς πάθη ἀναγκαίως
35ἐπιγινόμενα, ὥσπερ ἐπὶ τῆς σεληνιακῆς ἐρεῖ τις ἐκλείψεως. ὅταν οὖν τοῦτο123

124

γένηται, καθὼς ἡμᾶς ἔναγχος ὁ Ἀριστοτέλης ἐδίδαξε, καὶ τὸ εἰ ἔστιν ἅμα καὶ τὸ τί ἐστι διὰ τῆς ἀποδείξεως γνοίημεν, συμβαίνει ἐν ταὐτῷ τὰ τέσσαρα προβλήματα δείκνυσθαι. εἰ γὰρ τῶν συνθέτων τὸ διὰ τί, ἡ τοῦ διὰ τί ἀπόδειξις σύνθετός ἐστιν. ὅταν τοίνυν τὸ ὅτι διὰ μέσου αἰτίου γνωρίσωμεν,
5ἅμα τὸ ὅτι καὶ τὸ διότι γνωρίζομεν, τὸ δὲ διότι διὰ μέσου αἰτίου, ὡς εἴρηκε· τὸ δ’ αἴτιον λόγος ἐστὶ καὶ τοῦ μείζονος ἄκρου, ὥστε καὶ τὸ τί ἐστιν ἅμα ἐκείνοις ἔχομεν. ἀμήχανον δὲ τὸ τί ἐστιν εἰδέναι, ἀγνοοῦντας εἰ ἔστι. τὰ τέσσαρα ἄρα ἐν ταὐτῷ συνῆκται προβλήματα ἐν τῇ τοῦ ὅτι διὰ μέσου αἰτίου γνώσει· ὡς μὲν γὰρ συνθέτου τοῦ προκειμένου τυγχά‐
10νοντος, ὅτι καὶ διὰ τί τὸ δεικνύμενον, ὡς δὲ καθ’ ἑαυτὸ θεωρουμένου τοῦ μείζονος ἄκρου, εἰ ἔστι καὶ τί ἐστιν. οὕτω τοίνυν τοῦ πράγματος ἔχοντος, ἐπειδὴ κανόνα ἡμῖν παραδιδούς, πότε μὲν ἐκ τῆς τοῦ εἰ ἔστι γνώσεως τὸ τί ἐστιν ἀναφαίνεται, πότε δ’ οὔ, καὶ ὅτι ὅταν μὲν κατὰ συμβεβηκὸς τὸ εἰ ἔστιν ἔχωμεν, τότε οὐδὲν ἐκ τούτου ἡμῖν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι
15περιγίνεται, ὅταν δέ τι αὐτοῦ τοῦ πράγματος ἔχωμεν ἐν τῇ γνώσει τοῦ εἰ ἔστιν, ἐντεῦθεν ἤδη καὶ πρὸς τὸ τί ἐστι ποδηγούμεθα, καὶ παραδείγματα τέθεικεν, ἐφ’ ὧν μέσοι οἱ ὁρισμοὶ τῶν μειζόνων ἄκρων παρελαμβάνοντο, ὡς ἐπί τε τῆς σεληνιακῆς ἐκλείψεως ἐθεωρεῖτο καὶ τῆς βροντῆς. οὐκ ἀεὶ δὲ τοιοῦτοι μέσοι παραλαμβάνονται, ὅθεν τι τοῦ πράγματος ἔχομεν, ἀλλ’
20ἐνδέχεται εἶναι μέν τι οὐσιῶδες τὸν μέσον, οὐ μέντοι λόγον εὐθὺς ἢ τοῦ μείζονος τῶν ἄκρων ἢ τοῦ ἐλάττονος, ὥστε οὐδ’ ἔσται ἐπὶ τῆς ἐχούσης τὸν μέσον τοιοῦτον ἀποδείξεως ἅμα γινώσκειν τὸ εἰ ἔστι καὶ τί ἐστιν, ἀλλὰ τὸ μὲν εἰ ἔστιν εἰδέναι, ἀγνοεῖν δὲ εἰσέτι τὸ τί ἐστιν. οἷον εἰ δείκνυται οὐσία εἶναι ὁ ἄνθρωπος διὰ μέσου τοῦ ζώου· αἴτιον μὲν γὰρ ἐνταῦθα
25λαμβάνεται τοῦ εἶναι οὐσίαν τὸν ἄνθρωπον, οὐ μὴν ὁρισμὸς οὐδετέρου τῶν ἄκρων τὸ ζῷον, ὥστε οὐδ’ ἀμέσως οὔθ’ ὁ μείζων τῷ μέσῳ οὐθ’ ὁ μέσος λέγεται ὑπάρχειν τῷ ἐλάττονι. ἀλλ’ ἔστιν ἐφ’ ἑκατέρας τῶν προτάσεων ζητῆσαι καὶ εὑρεῖν τὸ διὰ τί. διὰ τί γὰρ ἄνθρωπος ζῷον; ὅτι οὐσία ἔμψυχος αἰσθητική. καὶ διὰ τί τὸ ζῷον οὐσία; ὅτι τῶν ἐναντίων παρὰ μέρος δεκτικόν·
30διὰ τὰ τοιαῦτα τοίνυν μέσα καὶ αἴτια δόξειεν ἂν εἶναι τὸ λεγόμενον. ὥσπερ γάρ τινος ἐρωτήσαντος ὅτι ἐπειδὴ μὴ πᾶν τὸ οὐσιῶδές τινι ὁρισμὸς αὐτοῦ ἐστιν, ἀλλ’ ἐνδέχεται καὶ μὴ εἶναι, ὅταν ληφθῇ τοιοῦτος μέσος, πῶς ἀπὸ τούτου πρὸς τὸν ὁρισμὸν ἥξομεν, πρὸς τοῦτο ἀπολογούμενός φησιν ὅτι ἂν τοιοῦτον ᾖ τὸ μέσον, ὥστε καὶ ἑτέρων δεῖσθαι μέσων, ἐκ τῶν παραλοίπων
35ἔσται λόγων τὸ τοιοῦτον. τοῦτο δὲ διττῶς νοεῖται· ἢ γὰρ ὅτι τὸ ληφθὲν ἐκ τῶν λόγων ἐστὶ καὶ τῶν αἰτίων ἐκείνων, ἃ παραλειπόμενά ἐστι τοῦ τελείου καὶ μὴ τὴν οὐσίαν δηλοῦντα τοῦ πράγματος τελείαν, ἀλλά τι μέρος αὐτῆς
παραλαμβάνοντα (μέρος γὰρ τῆς τοῦ ἀνθρώπου οὐσίας τὸ ζῷον) ἢ ὅπερ124

125

καὶ μᾶλλον, ὅτι ἔσται δῆλον τοῦτο καὶ ἀποδεικνύμενον ἐκ τῶν παραλελειμ‐ μένων ὁρισμῶν τοῦ μείζονός τε καὶ τοῦ ἐλάττονος. ἐπεὶ γὰρ καὶ ἄμφω ἔμμεσοι αἱ προτάσεις ἥ τε μείζων καὶ ἡ ἐλάττων, δῆλον ἔσται τὸ συμπέρασμα ἐκ τῶν ὁρισμῶν τοῦ μέσου τε καὶ τοῦ μείζονος. οἷον ἐν τῷ ληφθέντι
5συλλογισμῷ παρελήφθησαν, ὡς διὰ μὲν τοῦ ὁρισμοῦ τοῦ μέσου τὸ μέσον κατὰ τοῦ ἐλάττονος ἀποδείκνυσθαι, διὰ δὲ τοῦ ὁρισμοῦ αὖθις τοῦ μείζονος τὸ μεῖζον κατὰ τοῦ μέσου· ὡς δῆλον ἐκ τούτων καὶ τὸ πρῶτον συμπέρασμα γίνεσθαι. εἰ δὲ καὶ πλείω εἴη τὰ μέσα, λαμβάνειν τὰ εὑρισκόμενα χρὴ καὶ μέσα ποιούμενον συλλογίζεσθαι, ἄχρις ἂν εἰς τοὺς ὁρισμοὺς καταν‐
10τήσωμεν. ὅταν μὲν γὰρ ὁρισμὸς ᾖ τὸ εἰλημμένον τοῦ μείζονος ἄκρου, ἄμεσός τε καὶ ἀναπόδεικτος ἔσται ἡ πρότασις ἐκείνη· οὐ γὰρ ἐνδέχεται μεταξὺ τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ μέσον ὅρον εὑρεῖν, δι’ οὗ τὸν ὁρισμόν, τοῦ ὁριστοῦ ὄντα ὁρισμὸν ἀποδείξομεν, καθὰ καὶ πρότερον δέδεικται ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δὲ οὐσιῶδες μὲν ᾖ τὸ μέσον, οὔπω δὲ
15ὁρισμός, δεῖ τὰ ὑπόλοιπα λαμβάνοντας δεικνύναι, ἄχρις ἂν εἰς τοὺς ὁρισμοὺς καταντήσωμεν, ὧν μεταξὺ καὶ τῶν ὁριστῶν οὐδέν ἐστι μέσον· οὐδὲ ἔστιν εἰπεῖν ὅτι τι παραλέλειπται. ἢ δείξας, φησὶν ὁ Ἀλέξανδρος, ὅτι ἡ δεῖξις τοῦ ἄλλο ἄλλῳ ὑπάρχειν δι’ αἰτίας τῆς οἰκείας δι’ ὁρισμοῦ γίνεται τοῦ μείζονος ἄκρου, ὅς ἐστι κατηγορούμενος ἐν τῷ συμπεράσματι, περὶ τῆς
20ἐλάττονος προτάσεως εἴρηκε τὸ ‘ἂν δὲ τούτου μέσον ᾖ, ἐκ τῶν ὑπολοίπων ἔσται λόγων‘, τουτέστιν ὅτι ὁ μὲν μείζων ἀμέσως ἕπεται τῷ οἰκείῳ ὁρισμῷ, ὡς ὄντος τούτου κἀκεῖνον εἶναι καὶ διὰ μέσου αὐτοῦ συνάγεσθαι κατὰ τοῦ ἐλάττονος, ἂν δ’ ἴσως πάλιν μέσον ᾖ τι τοῦ μέσου τε καὶ ἐλάττονος, ὡς μὴ ἀμέσως ὑπάρχειν τὸν τοῦ μείζονος ὅρον τῷ ἐλάττονι ἄκρῳ, τὸ
25μέσον τούτων ἀμφοῖν ἐκ τῶν παραλοίπων ἔσται λόγων, ἐκ τῶν μὴ ληφθέν‐ των μὲν ἐν τῷ συλλογισμῷ, ὑπαρχόντων δὲ τῷ ἐλάττονι. οἷον εἴ τις δείξει ζῷον εἶναι τὸν ἄνθρωπον διὰ μέσου τοῦ οὐσία ἔμψυχος αἰσθητική, οὗτος μὲν λόγος τοῦ μείζονος, οὐ μέντοι ἀμέσως τῷ ἀνθρώπῳ ὑπάρχει· οὐ γάρ ἐστιν ὁρισμὸς καὶ αὐτοῦ, ὥσπερ τοῦ ζῴου, ὡς εἶναι τὴν μὲν μείζονα πρό‐
30τασιν ἄμεσον, οὐχὶ δὲ καὶ τὴν ἐλάττονα. ἂν οὖν λάβωμεν ζῷον εἶναι τὸν ἄνθρωπον ἢ οὐσίαν ἔμψυχον αἰσθητικήν, διὰ τοῦ ζῷον λογικὸν θνητὸν εἴη ἂν ὁ τοῦ ἀνθρώπου λόγος εἰλημμένος εἰς τὴν ἀπόδειξιν.
33nὩς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γίνεται γνώ‐
34nριμον, εἴρηται.
35 Ὥσπερ τις τῶν εἰρημένων εἶναι συμβίβασις τὸ νῦν προκείμενον ἔοικεν. ἐπειδὴ γὰρ πρότερον μὲν μὴ εἶναι ἀπόδειξιν ὁρισμοῦ διισχυρίσατο ἱκανῶς,
ἔπειτα τρόπον τινὰ παραδέδωκε, δι’ οὗ ἐνδέχεται ὁρισμὸν δι’ ἀποδείξεως125

126

εὑρίσκεσθαι, νῦν φησιν ὡς οὐδέτερος τῶν λόγων τοῦ ἀληθοῦς διαπέπτωκε. συλλογισμὸς μὲν γὰρ καὶ ἀπόδειξις οὐκ ἔστι τοῦ τί ἐστιν οὕτως, ἵνα τις δεικνύῃ ὅτι οὗτος ὁ ὁρισμὸς τοῦδε τοῦ ὁριστοῦ ὁρισμός ἐστι· γίνεται μέντοι δῆλον δι’ ἀποδείξεως. οὐκ ἐπὶ πάντων δὲ τοῦτο τῶν ὁριστῶν, ἀλλ’
5ἐφ’ ὧν τὸ αἴτιον ἕτερον τοῦ οὗ ἐστιν αἴτιον, καὶ δεῖ ἐξετάσαι τί τὸ λεγό‐ μενόν ἐστιν. εἰσὶ γάρ τινα ἅπερ ἡγουμένων ἑτέρων αὐτὰ ἕπεται, οἷον ἀντιφράξεως γῆς προηγουμένης ἀφώτιστος ἡ σελήνη γίνεται, πυρὸς ἐν νέφει ἀποσβεννυμένου ψόφος ἀποτελεῖται, ὅπερ ἐστὶ βροντή. ἄλλο οὖν ἀντίφραξις καὶ ἄλλο φωτὸς στέρησις, ἄλλο πυρὸς ἀπόσβεσις καὶ ἄλλο ψόφος· ὡς εἶναι
10τὸν λόγον καὶ τὴν αἰτίαν ἑτέραν τοῦ οὗ αἰτία καὶ λόγος ἐστί. ἐπὶ τῶν τοιούτων μέσος ὅρος ἐν τῇ δι’ αἰτίου ἀποδείξει, καὶ τὸ αἴτιον λαμβανόμενον ἅμα τὸ ὅτι καὶ τὸ διότι παρασκευάζει δείκνυσθαι, καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, ὡς καὶ πρώην ἐλέγομεν. ἐφ’ ὧν δὲ μὴ ἕτερον τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, ἐπὶ τούτων οὐκ ἔστι δυνατὸν τὸ ῥηθέν, οἷον ἐπὶ τοῦ ἀνθρώπου
15καὶ τοῦ ζῴου λογικοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ· οὐ γάρ ἐστι παρὰ τὸν ἄνθρωπον ὁ ὁρισμὸς αὐτοῦ ἕτερον. δόξειε δ’ ἂν ἁπλῶς ἐπὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῦτο κρατεῖν. εἰ γὰρ καί τις τῶν οὐσιῶν καθ’ ὑπο‐ κειμένου τινὸς δεικνύοιτο, μέσου ὡς αἰτίου τοῦ τί ἦν εἶναι λαμβανομένου αὐτῆς, ὥς φησιν ὁ Ἀλέξανδρος, ἀλλ’ οὐκ ἂν εἴη τοῦτο κυρίως ἀπόδειξις· οὐ
20γὰρ ἕτερον ἐνταῦθα τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, καὶ τὸ ἐν ἀρχῇ ἂν αἰτοῖτο ὁ διὰ μέσου τοῦ ὁρισμοῦ ἀποδεικνύειν ἐνταῦθα πειρώμενος. τὸ γὰρ ζῷον κατὰ τοῦ ἀνθρώπου συνάγοιτο ἂν διὰ μέσου τοῦ οὐσία ἔμψυχος αἰ‐ σθητική· ἀλλ’ οὐχ ἕτερον τοῦτο τοῦ ζῴου, ὥστε αὐτὸ δι’ αὑτοῦ τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου συνάγεται· τοῦτο δ’ ἦν τὸ ἐν ἀρχῇ. ἐφ’ ὧν οὖν τὸ
25αἴτιον ἄλλο παρ’ αὐτά, ἐπὶ τούτων οὐκ ἄνευ ἀποδείξεως ὁ ὁρισμὸς λαμ‐ βάνεται, οὐχ οὕτως δὲ ὥστε διὰ τῆς ἀποδείξεως συμπεραίνεσθαι, ἀλλ’ ὡς λαμβάνεσθαι μὲν μέσον τὸ αἴτιον ἐν τῇ τοῦ διὰ τί ἀποδείξει, εἶναι δὲ τοῦτο τὸν λόγον τε καὶ τὸν ὁρισμόν. ζητουμένου γὰρ διὰ τί τόδε τῷδε ὑπάρχει, ὁ λόγος ζητεῖται, κἂν διὰ τί ἐστιν ἀποδώσομεν, τὸν λόγον ἀποδεδώκαμεν.
30διὰ τί ἐστιν ἔκλειψις; διότι γῆ ἀντέφραξε. τί ἐστιν ἔκλειψις; γῆς ἀντίφραξις. καλῶς ἄρα πρότερόν τε ἠπόρηται ὅτι ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις, καλῶς τε καὶ αὖθις εἴρηται ὅτι δι’ ἀποδείξεως γνώριμον γίνεται, ἐφ’ ὧν ἄλλο τὸ αἴτιον· τό τε γὰρ διὰ τί ἐν τοῖς τοιούτοις οἰκείως ζητεῖται, καὶ τὰ τοιαῦτά ἐστι τὰ κυρίως ἀποδεικτά. ἐφ’ ὧν δὲ μὴ ἄλλα τὰ αἴτια παρ’ αὐτά, οὔτε τὸ διὰ τί
35προσφυὲς ἐν τούτοις οὔτε κυρίως ἀπόδειξις γίνεται· τὸ μὲν γὰρ διὰ τί αἰτίας ἐστὶ ζήτησις, ἡ δὲ ἀπόδειξις αἰτίας ἀπόδοσις. ἐφ’ οὗ δὴ μὴ ἄλλο τὸ αἴτιον παρ’ αὐτὸ εἰ αἰτίαν ἀποδώσομεν, ἢ αὐτὸ περὶ ἑαυτοῦ ἀποδώ‐
σομεν καὶ αὐτὸ δι’ ἑαυτοῦ δείξομεν ἢ αὐτὸ ἑαυτοῦ διαστήσομεν, ὧν τὸ126

127

μὲν ἀδύνατον, τὸ δὲ ἀνεπιστῆμον ἢ καὶ ἁπλῶς ἀσυλλόγιστον· ἑτέρων γὰρ τεθέντων ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης διὰ τὰ κείμενα ἕπεται ἐν τῷ συλλογίζεσθαι· ὅταν δὲ οὐχ ἕτερον ᾖ τὸ αἴτιον, οὐδὲ συλλογίσασθαι ὅλως διὰ τούτου ἔστιν.
5 Εἰπὼν δὲ τὸν ὁρισμὸν κατά τινα τρόπον δι’ ἀποδείξεως γνώριμον γίνεσθαι, ἐπεὶ μὴ ἐπὶ πάντων τῶν ὁπωσοῦν ὁρισμῷ ὑποβαλλομένων τοῦτο πέφυκε γίνεσθαι, ἀλλ’ ἔστιν ἐφ’ ὧν μηδένα ἔστι τρόπον εὑρεῖν, καθ’ ὃν ἡ ἀπόδειξις πρὸς εὕρεσιν τοῦ τί ἐστι συντελεῖ, τούτων τὴν διαφορὰν παρα‐ δίδωσιν. ποιεῖται δὲ τὸν λόγον κατὰ διαίρεσιν καὶ φησὶν ὅτι τῶν πραγμά‐
10των τῶν μὲν ἕτερόν τί ἐστιν αἴτιον, τῶν δ’ οὐκ ἔστιν ἕτερον, καθὼς καὶ προλαβὼν εἴρηκέ τι τοῦ λόγου δηλοῦντος ὅτι ὅσα μὲν ἔχει αἴτιον ἕτερον ἑαυτῶν, ταῦτά ἐστι καὶ ἀποδεικτά, ὅσα δὲ μή, ταῦτα οὐκ ἀποδεικτά· αἴτιον δὲ ἐνταῦθα τὸ προσεχές τε καὶ εἰδικὸν ὀνομάζει. ὥστε καὶ τῶν τί ἐστι καὶ τῶν ὁρισμῶν ἐντεῦθεν ληψόμεθα τὴν διαφοράν, τίνες τε δι’ ἀποδείξεως
15γνωρίζεσθαι δύνανται, καὶ τίνες οὐχί. ὧν μὲν γὰρ ὁριστῶν ἕτερον τὸ αἴτιον, ταῦτα ἀποδεικτά· τῶν δὲ ἀποδεικτῶν ὁριστῶν μέσος τὸ αἴτιον παραλαμ‐ βάνεται, ὅπερ ἐστὶν ὁ ὁρισμός. ὧν ἄρα ὁριστῶν ἕτερον τὸ αἴτιον, δῆλος ὁ ὁρισμὸς δι’ ἀποδείξεως γίνεται, ἀποδεικνυμένου μὲν τοῦ εἶναι αὐτά, συνα‐ ναφαινομένου δὲ αὐτῷ καὶ τοῦ τί ἐστιν. ὅτι δέ ἐστί τινα τοιαῦτα, ὧν
20οὐκ ἔστιν ἕτερον εὑρεῖν αἴτιον, δῆλον ἐκ τοῦ ἀρχὰς εἶναι τῶν ἐπιστημῶν ὧν οὐκ ἔστιν ἕτερα πρότερα· ὧν καὶ τὸ εἶναι χωρὶς ἀποδείξεως λαμβάνεται ἢ ὑποτιθέμενον ἢ ἐπαγωγῇ γνωριζόμενον ἢ πίστει παραδεχόμενον ἢ ἐμπειρίᾳ ἢ ἄλλον τινὰ τρόπον παραγινόμενον, ἀποδείξει δὲ καὶ συλλογισμῷ οὐδαμῶς. εἰ γὰρ μή, ἢ κύκλῳ ἔσται τὰ πάντα καὶ διὰ ἀλλήλων δεικνύ‐
25μενα καὶ ἀλλήλων αἴτια καὶ αἰτιατὰ καὶ αὐτὰ ἑαυτῶν ῥηθήσεται ἢ εἰς ἄπειρον προήξει· ὧν ἑκάτερον ὅτι ἄτοπον καὶ ἀναιρετικὸν ἐπιστήμης πολ‐ λάκις δέδεικται. ἔστιν ἄρα ἐξ ἀνάγκης πρῶτά τινα ὧν οὐκ ἔστιν ἀπό‐ δειξις, διὰ τρόπων ἑτέρων ἡμῖν παραγινόμενα, ὧν οὐδέ τι ἕτερον εὑρήσομεν τούτων αἴτιον, κἂν ὁρισμὸς αὐτῶν τινος ἀποδιδῶται, οὔτε ἕτερος αὐτοῦ
30ἐστιν, ἵνα μέσος ληφθεὶς εἰς ἀπόδειξιν αὐτὸ θήσει, ἀλλ’ ὁ αὐτὸς αὐτῷ, οὔτε μὴν ἄλλον τρόπον γνώριμος, ἀλλ’ ἢ ὡς τὸ ὁριστὸν ἐξ ὑποθέσεως τυχὸν ἢ πίστεως ἢ ἐπαγωγῆς ἤ τινος τῶν τοιούτων παραγινόμενος. ὁ γὰρ ἀριθμητικὸς τὴν μονάδα εἶναί τε ὑποτίθεται καὶ τὸν ὁρισμὸν αὐτῆς οὐχ ἕτερον αὐτῆς ἀποδίδωσιν, ἀλλ’ αὐτῇ τὸν αὐτόν, μονάδα λέγων εἶναι καθ’
35ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται. καὶ ὅρα ὅτι οὐχ ὑπῆρξέ τι ἕτερον ᾧ τὸ εἶναι μονάδα ἐπηκολούθησεν, ὥσπερ τυχὸν ἡ τῶν γραμμῶν πρὸς ἀλλήλας κλίσις κατὰ κάθετον, ἵνα ὀρθὴ γένηται, ὃ καὶ αἴτιον ὂν καὶ λόγος τῆς ὀρθῆς ἕτερον αὐτῆς ἐστιν. ὀρθὴ γάρ ἐστι γωνία, ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα
τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ. ἀλλ’ οὐκ ἐπὶ τῆς μονάδος οὕτως·127

128

οὐ γὰρ πρότερον φύσει ὑπάρξαντος τοῦ κατ’ αὐτὴν ἓν τῶν ὄντων ἕκαστον λέγεσθαι αὐτὴ ἠκολούθησεν, ἀλλ’ ἅμα τε αὕτη ἐστὶ καὶ κατ’ αὐτὴν ἓν τῶν ὄντων ἕκαστον λέγεται· διὸ οὐδ’ ἔστιν αὐτῆς τὸ τί ἐστιν ἕτερον. ὧν δὲ τὸ τί ἐστιν ἕτερον αὐτῶν ἐστιν, ἔστιν ἀποδεικνύντας αὐτὰ δηλῶσαι αὐτῶν
5δι’ ἀποδείξεως τὸ τί ἐστι, μέσον αὐτὸ ἐν τῇ ἀποδείξει λαμβάνοντας, ὥσπερ εἴρηται. ἐπειδὴ τοίνυν τινὲς μὲν τῶν ὁρισμῶν ἀποδείξει καθυποβάλλονται, ὡς δι’ αὐτῆς ἀναφαινόμενοι, τινὲς δὲ ταῖς ἀποδείξεσιν οἱ αὐτοί εἰσι τῇ θέσει μόνῃ αὐτῶν διαφέροντες, τινὲς δὲ μηδέτερον τούτων, ἀλλ’ ὑπέρκεινται πάσης ἁπλῶς ἀποδείξεως, διάφορα κατ’ εἶδος λοιπὸν τὰ τοῦ ὁρισμοῦ σημαι‐
10νόμενα· ὧν δ’ ὀνομάτων διάφορα κατ’ εἶδος τὰ σημαινόμενα, τῶν πολλαχῶς ἐκεῖνα λεγομένων ἐστί. δεῖ ἄρα ποσαχῶς τε ὁρισμὸς λέγεται ἐξετάσαι, καὶ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτοῦ σημαινομένων εἰπεῖν, ἵνα καὶ ἐντεῦθεν εἰδῶμεν, τίνες τε δι’ ἀποδείξεως ἀναφαίνονται, καὶ τίνες ἀποδείξει ὡμοίων‐ ται, καὶ τίνες ἀποδείξεως ὑπερτέθεινται. διὰ γὰρ τοῦτο καὶ ἐξ ἀρχῆς τί
15ἐστιν ὁρισμὸς ἀποδοῦναι ὑπέσχετο, ὡς ἀναγκαῖον ὂν μαθεῖν τὰς κατ’ εἶδος διαφορὰς τῶν ὁρισμῶν, καὶ ὡς ἔχει πρὸς τὴν ἀπόδειξιν εἶδος ἕκαστον. εἰ δὲ καὶ ὡς γένος εἴποις τὸν ὁρισμὸν εἰς τὰ οὕτως διαιρεῖσθαι κατ’ εἶδος διεστηκότα, οὐδὲν ἧττον δεῖ τί ταῦτα διαφέρει πρὸς ἄλληλα γινώσκειν, καὶ πῶς ἕκαστον ἔχει πρὸς τὴν ἀπόδειξιν.
20 Πρῶτον οὖν λόγον τοῦ ὁρισμοῦ ὁλοσχερέστερον ἀποδίδωσιν, λέγεσθαι εἶναι φάσκων ὁρισμὸν λόγον τοῦ τί ἐστιν· ὡς εἶναι φανερὸν ἐκ τούτου ὅτι ὅσα τῷ τοιούτῳ λόγῳ καθυποβάλλονται, πάντα ταῦτα ὁρισμοὶ ὀνομάζονται, ὡς καὶ αὐτὸν ὀνομάζεσθαι ὁρισμὸν τὸν μόνον δηλοῦντα τί σημαίνει τοὔνομα. καὶ δὴ λεγέσθω ὁ μέν τις εἶναι ὁρισμὸς λόγος τοῦ τί σημαίνει τοὔνομα,
25ἢ ὃ ἴσον ἐστὶ τούτῳ, λόγος ὀνοματώδης. οὗτος γὰρ ἕτερος μὲν τῇ λέξει τοῦ προλαβόντος, τῷ δὲ πράγματι ὁ αὐτός· οὐδὲν γὰρ διαφέρει κατά γε τὴν ἔννοιαν, λόγον εἰπεῖν τοῦ τί σημαίνει τοὔνομα καὶ λόγον ὀνοματώδη. ὀνοματώδης γὰρ διὰ τοῦτο, ὅτι πρὸς μόνην ἀφορᾷ τὴν τοῦ ὀνόματος ἑρμηνείαν, οὐχὶ δὲ καὶ πρὸς φύσιν σημαινομένου τινὸς πράγματος, οἷον εἴ
30τις ἐν τῷ τί ἐστι τρίγωνον ἀποδίδωσιν τὸ τί ἐστι τὸ τρίγωνον κατὰ τὴν τοῦ τριγώνου ὀνομασίαν, ὅτι τὸ ἔχον τρεῖς γωνίας. διττῶς γὰρ τὸ τί ἐστι λέγεται, ἢ ἐπὶ τῆς τοῦ πράγματος ὑπάρξεως, ἢ ἐπὶ τῆς τοῦ ὀνόματος σημασίας. ἔχοντες δὴ τὸν ὁρισμὸν τοῦτον καὶ εἰδότες ὅτι τοῦτο σημαίνει τὸ ὄνομα, οὐκ αὐτάρκως ἔχομεν τῆς αἰτίας τοῦ προκειμένου οὐδὲ τίς ἡ
35αἰτία αὐτοῦ ἐστιν ὅσον ἀπὸ τοῦ λόγου τούτου γινώσκομεν, οὔτε εἰ αἰτία ὅλως αὐτοῦ καὶ λόγος ἐστίν, ἀλλὰ ζητοῦμεν ἔτι αὐτήν, εἴ γε καὶ ἐπὶ μὴ ὄντων ἔστιν εὑρεῖν ὀνόματα κείμενα. εἰς γνῶσιν δὲ καὶ ἐπιστήμην ἐλθεῖν τοῦ εἶναί τι ἀπὸ τοιούτου τρόπου τῶν χαλεπωτάτων ἐστίν. εἴρηται γὰρ
καὶ πρότερον ὅτι τὸ ἀπὸ συμβεβηκότων πειρᾶσθαι εἰς ἐπιστήμην ἰέναι τοῦ128

129

πράγματος χαλεπόν ἐστι· τὸ γὰρ οὕτως εἰδέναι τὸ πρᾶγμα μηδὲ εἰδέναι ἐστίν, εἴτε ἔστιν εἴτε μή, ἢ μόνον κατὰ συμβεβηκός, κυρίως δὲ καὶ καθ’ αὑτὸ οὐχί· συμβέβηκε γὰρ τῷ πράγματι τὸ ὑπὸ τοιᾶσδε φωνῆς σημαίνεσθαι. σημεῖον δέ· ἐνδέχεται γὰρ καὶ ὑπὸ ἑτέρας σημαίνεσθαι· ὃ δὲ ἐνδέχεται
5ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ εἶναί τε καὶ μὴ εἶναι, τοῦτο συμβεβηκός. ἐπεὶ τοίνυν ἐκ τοῦ ὀνοματώδους λόγου οὐδεμίαν ἔστιν αἰτίαν εἰδέναι τοῦ πράγ‐ ματος, οὐδὲ εἰ ἔστιν ὅλως αἰτία ἴσμεν αὐτοῦ ὅσον ἐκ τοῦ τοιούτου λόγου, ὥστε οὐδ’ εἰ ἔστιν ὅλως. οἷον τὸ κενὸν τί μὲν σημαίνει συνίεμεν, τυχὸν ἀναφῆ τινα φύσιν ἢ οὕτω πως· οὐκ ἴσμεν δὲ ὅτι ἔστιν οὔτ’ ἔτι μᾶλλον
10διὰ τί ἐστιν. ἐπεὶ δὲ περὶ ὁρισμοῦ λέγομεν, εἷς δὲ λόγος ὁ ὁρισμὸς καὶ εἷς κυρίως ὡς ἓν δηλῶν, ὡς συντρέχειν τῷ λόγῳ τὸ πρᾶγμα, ἔστι δὲ καὶ ἄλλως εἷς λόγος, εἴτε ὁ συμβεβηκὸς συμβεβηκότος κατηγορῶν εἴτε καὶ ὁ συμβεβηκὸς οὐσίας, ὧν οὐδεὶς οὕτως εἷς ὡς ὁρισμός, ὅτι ἀλλήλων ἕτερα τὰ ὑπ’ αὐτοῦ δηλούμενα, ὡς μὴ ἕν τι εἶναι ἐξ αὐτῶν, καὶ πρότασις μὲν μία, πράγματα
15δὲ ἕτερα (πολλοῦ γὰρ δεῖν εἷς ὁ συνδέσμῳ εἷς, ὡς ὁ λέγων τὸ ὂν πᾶν ἢ ποιεῖν ἢ πάσχειν), ἀναγκαίως παρήχθη ἡ περὶ τοῦ ποσαχῶς ὁ εἷς λόγος λέγεται ζήτησις. οὐδεὶς οὖν ἕτερος οὕτως εἷς ὡς ὁ ὁρισμός. διὰ τοῦτο οὐδὲ ὁρισμός τις αὐτῶν, ἐπεὶ μὴ ἕν τι γίνεται ἐκ τῶν συντιθέντων αὐτόν, ὅπερ ἴδιον ὁρισμοῦ. ὥστ’ οὐδὲ ἡ Ἰλιὰς ὁρισμός, εἰ καὶ ὁ λόγος εἷς ἐστιν,
20ὅτι μὴ ἁπλῶς εἷς ἀλλὰ συνδέσμῳ. οὐδὲν δὲ ἧττον τὰ περὶ τοῦ ἑνὸς λόγου λεγόμενα καὶ πρὸς τὸ δεῖξαι μὴ ὄντα ὁρισμὸν τὸν ὀνοματώδη λόγον συντελεῖ. εἰ γὰρ δώσομεν τὸν ὀνοματώδη λόγον διὰ τὸ σημαίνειν ταὐτὸν τῷ ὀνόματι καὶ ἕνα εἶναι, διὰ ταῦτα εἶναι καὶ ὁρισμόν, ἐπεὶ καὶ ἡ Ἰλιάς, ἤγουν ἡ ποίησις ἅπασα ἡ περὶ τῶν ἐν Ἰλίῳ γεγονότων Ὁμήρῳ συντε‐
25θεῖσα λόγος τε εἷς πώς ἐστι κατὰ τὸν σύνδεσμον (ἔχονται γὰρ ἀλλήλων αἱ ῥαψῳδίαι πᾶσαι καὶ τοῖς συνδέσμοις συνήνωνται, καὶ προσέτι ταὐτὸν δηλοῖ τῷ ὀνόματι ὁ λόγος ἅπας· ὃ γὰρ τὸ Ἰλιὰς ὄνομα σημαίνει, τοῦτο εἰς πλάτος διηγεῖται ἡ ποίησις) ἔσται ὁρισμὸς καὶ ἡ Ἰλιάς. νῦν δὲ οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ εἶναι ὁρισμὸν τὸν λόγον, ἀλλ’ ὁ ἀληθὴς ὁρισμὸς εἷς
30τε ἔσται ἁπλῶς καὶ ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός. κἂν γὰρ πολλὰ τυχὸν εἴη ὀνόματα, ἐξ ὧν ὁ ὁρισμὸς σύγκειται, ἀλλ’ ἕν τι ἐκ πάντων ἐστὶν ὃ δηλοῦται κατὰ τοῦ ὁριστοῦ ἑνὸς ὄντος καὶ αὐτοῦ, καὶ οὐ κατὰ συμβεβηκός· οὐ γὰρ συμβεβηκὸς τὸ τί ἐστι καθ’ οὗ ἀποδίδοται. ὧν οὐδέ‐ τερον οὔτε ὁ ὀνοματώδης ἔχει λόγος οὔτε ὁ συνδέσμῳ εἷς οὔτε ὁ ἄλλως
35μὲν εἷς, μὴ ὢν δὲ ὁρισμός. οὔτε γάρ τινα ὕπαρξιν πράγματος καθ’ ἑτέρας δηλοῖ ὁ ὀνοματώδης, ἀλλὰ μόνον τὴν λέξιν διασαφεῖ, πόθεν εἴληπται, οὔτε μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἢ μᾶλλον κατὰ συμβεβηκός· κατὰ συνθήκην
γὰρ τὰ ὀνόματα. ὁ τοίνυν τοιοῦτος λόγος οὐκ ἂν εἴη ὁρισμός, καθὼς129

130

Ἀριστοτέλης πρότερόν τε εἴρηκε καὶ νῦν δὲ ὑπέμνησεν, ἐπεὶ καὶ τοῖς μὴ οὖσι μὲν ὀνομαζομένοις δὲ προσαρμόσειεν ἄν. καὶ ἔστω οὗτος εἷς ὅρος ὁρισμοῦ μὴ κυρίως ἀποδιδόμενος· μεταβῶμεν δ’ ἐφ’ ἑτέρας ἀποδόσεις αἳ τοὺς κυρίως ὅρους τοῦ ὅρου κατ’ εἶδος ἡμῖν παραστήσουσιν.
5 Ἔστιν ὅρος ὅρου ἕτερος λόγος ὁ δηλῶν διὰ τί ἐστι, τουτέστιν ὁ τὴν αἰτίαν παρέχων, δι’ ἣν τὸ πρᾶγμά ἐστιν, ὡς ὁ λέγων ‘θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεωσ‘· αἰτία γὰρ δι’ ἣν ὁ θυμός ἐστιν ἡ τῆς ἀντιλυπήσεως ὄρεξις. οἷος καὶ ὁ λέγων ἔκλειψιν εἶναι τῆς σελήνης στέρησιν φωτὸς διὰ γῆς ἀντίφραξιν. ὡσαύτως καὶ ὁ βροντὴν
10λέγων εἶναι ψόφον ἐν νέφεσι διὰ πυρὸς ἀπόσβεσιν. πάντες γὰρ οἱ τοιοῦτοι τὴν αἰτίαν παριστᾶσιν, δι’ ἣν τὸ πρᾶγμά ἐστι περὶ οὗ ἕκαστος αὐτῶν ἀπο‐ δίδοται. ὁ μὲν οὖν πρότερος σημαίνει μέν, οὐδὲν δὲ δείκνυσιν· οὐ γὰρ οὐσίαν τινὰ ἢ ὕπαρξιν δηλοῖ τοῦ πράγματος· ὁ δὲ μετ’ ἐκεῖνον ῥηθεὶς οἷον ἀπόδειξίς τίς ἐστι τοῦ τί ἐστι τὸ ὑποκείμενον πρᾶγμα, τῇ θέσει δια‐
15φέρων τῆς ἁπλῶς ἀποδείξεως· ἐν γὰρ τῷ διὰ τί βροντᾷ, καὶ τί ἐστι βροντὴ τὰ ἀποδιδόμενα τὰ αὐτά, ἑτέρως δὲ καὶ ἑτέρως πίπτοντα καὶ ταττόμενα. ‘διὰ τί γὰρ βροντᾷ‘ τινὸς ἐρωτήσαντος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν‘ ἀποκρινόμεθα· ‘τί δέ ἐστι βροντὴ‘ ἐρωτήσαντος, λέγομεν ‘ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει.‘ οὕτως μὲν οὖν, ὡς εἴληπται
20πρὸς τὴν διὰ τί ἐστιν ἐρώτησιν ἡ τῆς αἰτίας ἀπόδοσις, ἀσαφὲς δοκεῖ, πῶς τῇ θέσει διαφέρουσιν ἀλλήλων ὅ τε τοιοῦτος ὅρος καὶ ἡ ἀπόδειξις· ἀλλ’ ἐπεὶ ἡ τῆς αἰτίας ἀπόδοσις παρίστησιν τὴν ἀπόδειξιν, συλλογιστικῶς δεῖ σχηματίζειν αὐτήν, καὶ τηνικαῦτα ἐπιγνωσόμεθα τὸ λεγόμενον. τοῦτο δ’ εἴληπται, ὅτι ὁ τοιοῦτος ὅρος αἴτιον ἔχει καὶ αἰτιατόν, καὶ ἐν μὲν τῇ ἀπο‐
25δείξει τὸ μὲν αἰτιατὸν συμπέρασμα γίνεται, τὸ δ’ αἴτιον μέσος ὅρος λαμ‐ βάνεται. οἷον ἐν τῷ νέφει πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀποσβέννυται, ψόφος γίνεται· ἐν τῷ νέφει ἄρα ψόφος γίνεται. ἰδοῦ οὖν ἐν τῇ ἀποδείξει, προηγήσατο μὲν τὸ ἀποσβέννυσθαι πῦρ, ἠκολούθησε δὲ ὁ ψόφος· εἰ δὲ ὁρισμὸς ἀποδοθῇ τῆς βροντῆς, ἀνάπαλίν ἐστι. τί ἐστι βροντή; ψόφος ἀπο‐
30σβεννυμένου πυρὸς ἐν νέφει. ὁ γὰρ ψόφος ἐνταῦθα πρότερος τέθειται, μετ’ αὐτὸν δὲ τὸ πυρὸς ἀποσβεννυμένου τέτακται. ὥσθ’ ὁ τοιοῦτος ὁρισμὸς θέσει τῆς ἀποδείξεως διενήνοχεν. οὕτως ἐρεῖς καὶ περὶ τῶν ἄλλων, θυμοῦ λέγω καὶ σελήνης ἐκλείψεως. τί ἐστι σελήνης ἔκλειψις; στέρησις φωτὸς διὰ γῆς ἀντίφραξιν. ἡ δὲ ἀπόδειξις ἡ σελήνη ἀντιφράττεται ὑπὸ τῆς γῆς·
35πᾶν τὸ ἀντιφραττόμενον στερεῖται τοῦ φωτός· ἡ σελήνη ἄρα στερεῖται τοῦ φωτόσ‘. ὡσαύτως καὶ περὶ τοῦ θυμοῦ. ‘θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως.‘ ἡ δὲ ἀπόδειξις ‘ὁ δεῖνα ὀρέγεται ἀντι‐
λυπῆσαι· τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζέει τὸ περὶ τὴν καρδίαν αἷμα· τοῦ130

131

δεῖνος ἄρα ζέει τὸ περὶ τὴν καρδίαν αἷμα.‘ καὶ τάχα διὰ τοῦτο καὶ ἀνα‐ λυτικὸς συλλογισμὸς ἡ τοῦ διὰ τί ἀπόδειξις λέγεται, ὅτι ἀπὸ τοῦ ἐλάττονος ἄκρου ἐπὶ τὸ μεῖζον πρόεισι, τῷ ἐλάττονι πρώτῳ τὴν αἰτίαν προσάπτουσα ὡς καὶ πρώτην ἐπιγινομένην ἐκείνῳ· ᾗ ἑπόμενον καὶ τὸ μεῖζον κατὰ τοῦ
5ἐλάττονος διὰ μέσου αὐτῆς συνάγεται. οὕτω μὲν οὖν ὁ τοιοῦτος λόγος λαμβανόμενος ἀπόδειξίς ἐστι συνεχής, ἐκείνως δὲ ὁρισμός. συνεχὴς δὲ ἀπόδειξις λέγεται, ὅτι ἐν τῷ πρώτῳ γίνεται σχήματι· καθόλου γὰρ κατα‐ φατικὸν ἐν ἑτέρῳ σχήματι οὐ συνάγεται. διὰ τί δὲ οἱ ἐν τῷ πρώτῳ σχήματι συλλογισμοὶ συνεχεῖς; ὅτι μὴ διῄρηται ὁ μέσος τῶν ἄκρων ὡς ἐν
10τοῖς ἄλλοις ἔξω αὐτῶν κείμενος, ἀλλ’ ἐπ’ εὐθείας κατὰ συνέχειαν ἡ κατη‐ γορία τῶν ὅρων πρόεισιν. ἢ καὶ διὰ τὸ οὕτως εἰλῆφθαι, ὡς αὐτὸς εἴληφε, συνεχῆ ταύτην ὁ Ἀριστοτέλης ὠνόμασεν· οὐ γὰρ κατὰ προτάσεις διῄρηται, ἀλλ’ ὑφ’ ἓν ἐξενήνεκται. ὁ γὰρ ἐν τῷ διὰ τί βροντᾷ ἀποδιδόμενος λόγος ὅτι πῦρ ἐν τοῖς νέφεσιν ἀποσβέννυται κἀντεῦθεν ἐν αὐτοῖς ψόφος γίνεται,
15οὐκ ἔστιν εἰς προτάσεις διῃρημένος οὐδὲ δὶς ἔχων τὸν μέσον εἰλημμένον, ἀλλὰ συνεχεῖς τοὺς τρεῖς ἐξενεχθέντας ὅρους. Ἕτερος μετὰ τοῦτον τάττεται ὁρισμός, ὅστις ἐστὶ συμπέρασμα τῆς τοῦ τί ἐστιν ἀποδείξεως, οἷον τί ἐστι βροντή; ψόφος ἐν νέφει· τί ἐστι σελήνης ἔκλειψις; φωτὸς στέρησις· τί ἐστι θυμός; ζέσις τοῦ περικαρδίου
20αἵματος. τῆς τοῦ τί ἐστι δὲ ἀποδείξεως συμπεράσματα οἱ τοιοῦτοι ὅροι λέγονται, ὅτι ἡ ἀπόδειξις ἡ διὰ τοῦ τί ἦν εἶναι προϊοῦσα μέσον μὲν ὅρον ἔχει τὴν αἰτίαν τοῦ πράγματος, τὸ δὲ ταύτῃ ἑπόμενον ὡς αἰτιατὸν κατὰ τοῦ ἐλάττονος συναγόμενον· ὡς εἶναι μὲν ὁρισμοὺς καὶ ἀμφότερα, ἔχειν δ’ οὕτω πρὸς ἄλληλα, ὡς αἴτιον εἶναι θατέρου θάτερον. ἄμφω μὲν οὖν
25λαμβανόμενα τέλειος ὁρισμὸς γίνεται, ἰδίᾳ δ’ ἑκάτερον ἀτελῆ μὲν ὡς ὁρι‐ σμοί. γίνεται δ’ ἐν τῇ ἀποδείξει ἧς ὁ τοιοῦτος ὁρισμὸς θέσει διενήνοχε, τὸ μὲν μέσον τὸ δὲ μεῖζον ἄκρον κατὰ τοῦ ὑποκειμένου συναγόμενον, ὡς εἶναι τὸν ἕτερον τῶν ὅρων μετὰ τοῦ ὑποκειμένου συμπέρασμα ἀποδείξεως. ‘ἐν νέφεσι πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀποσβέννυται, ψόφος γίνεται· ἐν
30νέφεσιν ἄρα ψόφος γίνεται‘. τὸ οὖν ψόφος ἐν νέφεσιν, ὁρισμός τις ὂν τῆς βροντῆς, ἐν τῇ ἀποδείξει τῇ μέσον ἐχούσῃ τὸ τί ἐστι συμπέρασμα γέγονεν. οὕτω καὶ ἡ τοῦ φωτὸς στέρησις, οὕτω καὶ ὁ θυμός· πολλάκις γὰρ εἴρηται περὶ τούτων, καὶ οὐ χρὴ ταυτολογεῖν. ὅμοιος τούτοις ἐστὶ καὶ ὁ λέγων ὁρισμὸς τὴν πρόνοιαν εἶναι τάξιν τῶν ὅλων· καὶ οὗτος γὰρ ἄνευ τῆς αἰτίας
35ἀποδοθεὶς ἀτελής ἐστι, καὶ ἐν τῇ ἀποδείξει τῆς αἰτίας μέσης ληφθείσης συμπέρασμα γίνεται. ἡ δ’ αἰτία ἐστὶν ἡ θεία διοίκησις. ‘τὰ ὅλα ὑπὸ θεοῦ διοικεῖται· τῶν ὑπὸ θεοῦ διοικουμένων τάξις ἐστί· τῶν ὅλων ἄρα τάξις ἐστίν‘. ὁ δὲ ἐξ ἀμφοῖν τῆς προνοίας ὁρισμὸς ὁ τῆς ἀποδείξεως ταύτης θέσει
διαφέρων ἕξει οὕτως· ‘τί ἐστι πρόνοια; τάξις τῶν ὅλων διὰ θείαν διοίκησιν.131

132

Ἔστι δὲ καὶ ἕτερον ὁρισμοῦ σημαινόμενον, ὃ ταῖς ἀμέσοις ἀρχαῖς ἐφήρ‐ μοσεν. εἰσὶ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν πρῶται καὶ ἀναπόδεικτοι, περὶ ὧν οἱ ἀποδιδόμενοι ὁρισμοὶ οὔτε ἀποδείξεις εἰσὶ τῇ θέσει διαφέρουσαι ἀπο‐ δείξεως, οὔτε μὴν συμπεράσματα ἀποδείξεων, ἐπεὶ μηδὲ ἀποδείξεις εἰσὶν
5αὐτῶν μηδὲ αἴτια, ἀλλ’ αὐταὶ μᾶλλον ἀρχαὶ ἀποδείξεων καὶ αἴτια ἑτέρων, οὐκ αἰτιατά τινων. καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς θέσις τοῦ τί ἐστιν ἁπλῆ καὶ χωρὶς ἀποδείξεως, ἐπεὶ καὶ αὐτὰ τὰ ὁριστὰ τῶν τοιούτων ὁρισμῶν χωρὶς πάσης ἀποδείξεως λαμβάνεταί τε καὶ τίθεται. ὡς γὰρ πρὸ ὀλίγου εἴρηται, καὶ τὸ εἶναι καὶ τὸ τί εἶναι τῶν ἀρχῶν ὑποτίθεται. ὅτι γὰρ ἔστι
10μονὰς καὶ τί ἐστι μονὰς ὁ ἀριθμητικὸς ὑποτίθεται, ὁμοίως καὶ ὁ γεω‐ μέτρης ὅτι ἔστι γραμμὴ καὶ τί ἐστι γραμμή· καὶ οὔτε αἰτίαν ἔχει ὁ λόγος ὁ λέγων ‘γραμμή ἐστι μῆκος ἀπλατέσ‘, οὔτε συμπέρασμά ἐστιν ἀποδείξεως, ὅτι μηδὲ ἔστιν αἰτία τις δεικτικὴ τοῦ εἶναι τὴν γραμμὴν ἢ τοῦ τόδε εἶναι αὐτήν· ἀλλὰ τοῦτό ἐστιν ἀρχή, κἄν τις βούλοιτο τόδε τι δεῖξαι ὅτι γραμμή
15ἐστιν, ἐκείνῳ τῷ λόγῳ τῆς γραμμῆς προσχρήσεται. ἐπεὶ δὲ τὸν τὴν αἰτίαν περιλαμβάνοντα ὁρισμὸν σύνθετον ἐλέγομεν ἐξ αἰτίου καὶ αἰτιατοῦ καὶ θέσει διαφέρειν ἀποδείξεως, καὶ θάτερον μέρος τοῦ ἑτέρου χωρίσαντες, λέγω δὴ τὸ αἰτιατὸν τοῦ αἰτίου, ὁρισμοῦ τι σημαινόμενον τοῦ προτέρου ἕτερον ἀπε‐ δίδομεν, συμπέρασμα τοῦτο λέγοντες ἀποδείξεως, τί θάτερον μέρος τούτου
20τοῦ ὁρισμοῦ, λέγω δὴ τὸ αἴτιον, ὀνομάσομεν καὶ τίνι σημαινομένῳ συν‐ τάξομεν; καθ’ ἑαυτὸ καὶ τοῦτο χωρίζοντες, ἢ πάντως ταῖς ἀναποδείκτοις τοῦ τί ἐστι θέσεσιν; ὡς γὰρ ἐκείνων οὐδεμία αἰτία ἐστὶν οὐδ’ ἀπόδειξις, οὕτω δηλονότι καὶ τούτων. ἡ γὰρ τῆς ἀντιλυπήσεως ὄρεξις οὐδεμίαν ἔχει αἰτίαν ἑτέραν, δι’ ἣν ὑπάρξει τῷ θυμῷ, ὥσπερ οὐδὲ ἡ γῆς ἀντίφραξις, δι’
25ἣν τῇ σελήνῃ ἡ ἔκλειψις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοιοῦτοι καὶ οἱ τῶν οὐσιῶν ὁρισμοί· οὐ γὰρ αὐτοὺς δυνατὸν εἰς αἰτιατὸν διελεῖν καὶ αἴτιον, οὐδ’ ἄλλο ἐν ταῖς οὐσίαις τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον. τὸ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ τῷ ζῴῳ ταὐτόν, ὡς καὶ τῷ ἀνθρώπῳ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. διὸ οὐδὲ κυρίως ἀπόδειξις, ὅταν οὐσίαν
30κατ’ οὐσίας συμπερανεῖ τις μέσῳ [αἰτία] χρησάμενος τῷ τοῦ μείζονος ὁρισμῷ. δόξειε γὰρ ἂν αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ὡς καὶ πρότερον εἴρηται. Δεῖ δὴ ἀναλαβεῖν καὶ ἐξαριθμήσασθαι τὰ εἰρημένα. τὸ μὲν οὖν πρῶ‐ τον ληφθὲν τοῦ ὁρισμοῦ σημαινόμενον οὐ χρὴ συναπαριθμεῖν τοῖς λοιποῖς, ὅτι μηδὲ ὁρισμός ἐστι κυρίως ὁ σημαίνων ταὐτὸν τῷ ὀνόματι λόγος· ὑπο‐
35λείπονται δὴ τρία. καὶ ἔστιν εἷς μὲν ἵν’ ἀπὸ πρώτου τοῦ ἔσχατον ῥηθέντος
ἀρξώμεθα, ὃς πρότερον μὲν θέσις εἴρηται τοῦ τί ἐστιν ἀναπόδεικτος ἀκο‐132

133

λούθως τοῖς ἐν τῷ πρώτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας εἰρημένοις. ἐκεῖ γὰρ τὴν ἄμεσον ἀρχὴν εἰς θέσιν διελόντες καὶ ἀξίωμα, τὴν θέσιν αὖθις εἰς ὑπόθεσιν καὶ ὅρον διείλομεν. συμφώνως οὖν ἐκείνοις θέσιν κἀν‐ ταῦθα τὸν τοιοῦτον ὁρισμὸν ὠνομάσαμεν, αὖθις δὲ λεγέσθω λόγος τουτέστιν
5ἀναπόδεικτος. λόγοι μὲν γὰρ καὶ οἱ λοιποὶ δύο τοῦ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ἀναπόδεικτοι, ἀλλ’ ὁ μὲν ἀποδείξει ὁ αὐτὸς μόνῃ τῇ θέσει διαφέρων, ὡς εἴρηται, ὁ δὲ συμπέρασμα ἀποδείξεως. εἷς μὲν δὴ οὗτος, ἕτερος δ’ αὖθις εἷς ὁ ἐνεργείᾳ μὲν καὶ κατὰ τὴν λῆψιν ἥνπερ λαμβάνεται ὁρισμός, συλλογισμὸς δὲ ὢν δυνάμει καὶ ἀπόδειξις διὰ τὸ πτώσει μόνῃ διαφέρειν τῆς
10ἀποδείξεως, τὸ αἴτιον ἐν ἑαυτῷ καὶ τὸ αἰτιατὸν περιέχων, ὡς δύνασθαι αὐτὸν συλλογισμὸν γίνεσθαι ὑπαλλαττομένης τῆς θέσεως. τρίτος δὲ καὶ τελευταῖος ὃς αἰτιατὸν ὢν ἐν τῷ ὁρισμῷ τῷ διαφέροντι θέσει μόνῃ τῆς ἀποδείξεως, συμπέρασμα γίνεται ἐν τῷ τὴν θέσιν τοῦ τοιούτου ὅρου ἀλλάτ‐ τεσθαι καὶ ἀπόδειξιν γίνεσθαι. ἐπεὶ γὰρ οἱ τοιοῦτοι ὁρισμοὶ ἐξ ὕλης καὶ
15εἴδους ὑπάρχουσι σύνθετοι, αἴτιόν ἐστι τὸ εἶδος τῆς ὕλης. διὰ γὰρ τὸ τοιόνδε εἶδος τοιάδε ἡ ὕλη πεφυκυῖα δέχεσθαι αὐτό· καὶ ἔστι μέρος μὲν τοῦ ὁρισμοῦ λόγος ἐκ τῆς ὕλης, μέρος δὲ λόγος ἐκ τοῦ εἴδους· καὶ ἐν τῇ ἀποδείξει μέσον τὸ αἴτιον λαμβανόμενον συνάγει τὸ αἰτιατόν, ἤτοι ὁ ἐκ τοῦ εἴδους τὸν ἐκ τῆς ὕλης, εἰ μή τις ἐρεῖ καὶ ὡς ποιητικὸν εἶναι αἴτιον ἀπο‐
20σβεννύμενον πῦρ τοῦ ψόφου τοῦ ἐν τοῖς νέφεσι, καὶ γῆν ἀντιφράττουσαν τῆς τοῦ φωτὸς τῆς σελήνης στερήσεως, καὶ ἐπ’ ἄλλων οὕτω τινῶν. ἅπερ δὲ ἐνταῦθα περὶ τῶν ὅρων λέγεται, καὶ ἐν τῷ πρώτῳ εἴρηται μικρὸν ἐν ταῖς λέξεσιν ὑπαλλάττοντα. ἐκεῖ μὲν γὰρ τὸν μὲν εἴρηκεν ὅρον ἀρχὴν ἀποδείξεως, τὸν δὲ ἀπόδειξιν θέσει διαφέρουσαν ἀποδείξεως, τὸν δὲ συμ‐
25πέρασμά τι ἀποδείξεως. ἐνταῦθα δὲ τὸν μὲν θέσιν τοῦ τί ἐστιν ἀναπό‐ δεικτον, καὶ αὖθις τὸν αὐτὸν λόγον τοῦ τί ἐστιν ἀναπόδεικτον· ἡ γὰρ ἀρχὴ τῆς ἀποδείξεως ἀναπόδεικτος, ὑφ’ ἑαυτὴν ἔχουσα τὴν ἀπόδειξιν, οὐχ ὑποκειμένη δὲ ἀποδείξει· ὅρος δὲ οὖσα καὶ θέσις ἐστὶ καὶ λόγος τοῦ τί ἐστιν. εἶτα τὸν ἕτερον πῇ μὲν λόγον δηλοῦντα τοῦ τί ἐστι πῇ δὲ ἀπό‐
30δειξιν τοῦ τί ἐστι, θέσει διαφέροντα τῆς ἀποδείξεως, πῇ δὲ συλλογισμὸν τοῦ τί ἐστι θέσει διαφέροντα τῆς ἀποδείξεως. τὸν δὲ τρίτον τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. ἅπερ ταὐτὰ τοῖς ἐν τῷ πρώτῳ εἰρη‐ μένοις ἐστί. διελὼν δὲ τὸν τῇ ἀποδείξει ἰσοδυναμοῦντα ὁρισμόν, θάτερον μὲν αὐτοῦ μόριον τὸ ἐκ τῆς ὕλης συμπέρασμα εἴρηκεν ἀποδείξεως,
35θάτερον δὲ κατέλιπεν· ἢ δῆλον ὡς καὶ αὐτὸν ὄντα θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον· ἀμέσως γὰρ καὶ ἀναποδείκτως καὶ αὐτὸς τῷ ὑποκειμένῳ
ὑπάρχει.133

134

Ἐκ τοίνυν τῶν εἰρημένων φανερὸν γέγονεν ὅτι οὐκ ἀποδείκνυται μὲν οὕτως ὁ ὁρισμός, ὥστε δι’ ἀποδείξεως συνάγεσθαι αὐτὸν κατὰ τοῦ ὁριστοῦ καὶ δηλοῦσθαι δι’ αὐτῆς ὅτι οὗτος ὁ ὁρισμὸς τούτου τοῦ ὁριστοῦ ὁρισμός ἐστι, καὶ κατὰ τοῦτο οὐκ ἂν ῥηθείη ὁρισμοῦ εἶναι ἀπόδειξιν· ὅτι δὲ ἐν
5ἀποδείξει λαμβάνεται καὶ ὅτι ἐν τῷ ἀποδείκνυσθαι τὸ πρᾶγμα ὅτι ἐστὶ διὰ μέσου αἰτίου ὁ ὁρισμὸς τοῦ πράγματος ἀναφαίνεται, καὶ ὅτι εἰσί τινες ὁρισμοὶ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέροντες, ὡς καὶ συλλογισμοῖς ἐοι‐ κέναι τούτους τρόπον τινά, κατὰ τοῦτο ἔσται ἀπόδειξις ὁρισμοῦ καὶ ὁ ὁρι‐ σμὸς ὁ αὐτὸς ἀποδείξει. ἔτι δὲ καί τινές εἰσιν ὁρισμοί, ἐφ’ ὧν τὸ εἰρη‐
10μένον θεωρεῖται· οὐ γὰρ ἐπὶ πάντων τοῦτό ἐστιν, ἀλλ’ ἐπὶ μόνων ἐκείνων, οἳ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέρουσιν. ἢ καὶ ὅτι εἰσὶν ὁρισμοί τινες, οἳ δι’ ἀποδείξεως συμπεραίνονται· τῶν μὲν γὰρ τὴν αἰτίαν περιεχόντων ὁρι‐ σμῶν καὶ τῶν ἀναποδείκτων θέσεων, ἔτι δὲ τῶν κατ’ εἶδος ἀμέσως καὶ τὴν αἰτίαν λαμβανομένων, οὐκ ἔστιν ἀπόδειξις οὐδὲ δι’ ἀποδείξεως συμπεραί‐
15νονται· οἳ δέ γε συμπεράσματά εἰσιν ἀποδείξεων, τούτων ἐστὶν ἀπόδειξις· οἱ γὰρ τοιοῦτοι δι’ ἀποδείξεως δείκνυνται. καὶ τοῦτο δὲ δῆλον γέγονε, ποσαχῶς ὁ ὁρισμὸς λέγεται, καὶ πρὸς τούτοις πῶς ὁ ὁρισμὸς καὶ τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει μέσος τιθέμενος δείκνυσιν, ὡς δὲ συμπέρασμα γινόμενος ἀποδείξεως οὐ δείκνυσιν, ἀλλὰ δείκνυται. ἢ
20ὅτι πολλῶν ὄντων σημαινομένων τοῦ ὁρισμοῦ, οὐδεὶς ἄλλος δεικνύναι πέφυκεν ἢ μόνον ὁ θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ τίνων ἐστὶν ὁρι‐ σμὸς καὶ τίνων οὐκ ἔστι· τῶν μὲν γὰρ ἁπλῶν ἐστιν ὁρισμός, τῶν δὲ συν‐ θέτων οὐχί. ὁ γὰρ ὁρισμὸς λόγος ἐστὶν ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός· ὥστ’ εἴ τι ἓν εἴη καθ’ ἑαυτὸ μὴ μεριζόμενον διαφόροις τισίν,
25ἐξ ὧν οὐκ ἔστι μία τις φύσις, τούτου ἔσται ὁρισμός, τοῦ δὲ μὴ οὕτως ἔχοντος οὐκ ἔσται· τὸ γὰρ ἄνθρωπος περιπατεῖ οὐκ ἔστιν ὁρίσασθαι καθ’ αὑτό, ἀλλ’ ἢ ὡς πρότασιν. πῶς τε ἔχει πρὸς τὴν ἀπόδειξιν, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως ὁ τὴν αἰτίαν περιέχων λόγος· καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ πῶς οὐκ ἐνδέχεται· κατὰ
30ταὐτὸ μὲν γὰρ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν τὸ αὐτὸ οὐκ ἐνδέχεται, ἄλλως δὲ καὶ ἄλλως τὸ αὐτὸ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν ἐνδέχοιτ’ ἄν, οἷον σελήνης ἔκλειψιν ἄλλως μὲν ὁριζόμεθα, ἄλλως δὲ ἀποδείκνυμεν. ‘τί ἐστι σελήνης ἔκλειψις; στέρησις φωτὸς ὑπὸ γῆς ἀντιφράξεωσ‘. ‘ἡ σελήνη ἀντι‐ φράττεται· τὸ ἀντιφραττόμενον ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει‘. ὥστε
35διάφοροι οἱ τρόποι δι’ ὧν ὁρίζεταί τε καὶ ἀποδείκνυται, ἀλλ’ οὐχ εἷς καὶ
ὁ αὐτός.134

135

(1n)

Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γνώριμον
2nγίνεται, εἴρηται πρότερον.
3 Δύο λόγους εἰπὼν ἀντικειμένους ἀλλήλοις ὅσον πρὸς τὸ φαινόμενον, ἕνα μὲν ὅτι οὐκ ἔστι τὸ τί ἐστιν ἀποδείκνυσθαι, ἕτερον δ’ ὅτι δι’ ἀποδείξεως
5εὑρίσκεται τὸ τί ἐστι, καὶ ἀμφοτέροις συστὰς νῦν ὥσπερ ἀπόφασιν ἐκφέρει τάδε τοῖς λελεγμένοις· τίνα μὲν γάρ, φησί, τρόπον λαμβάνεται τὸ τί ἐστι καὶ γνώριμον γίνεται, εἴρηται πρότερον· καὶ οὐκ εἶπεν ‘ἀποδείκνυται τὸ τί ἐστιν‘, ἀλλὰ ‘λαμβάνεται καὶ γνώριμον γίνεται‘. οὐ γὰρ περαίνεται διὰ τῆς ἀποδείξεως συναγόμενον, ἀλλὰ τῆς τοῦ διὰ τί ἀποδείξεως προβαινούσης ἀνα‐
10φαινόμενον αὐτὸ λαμβάνεται καὶ γνωρίζεται ὅτι τούτου ἐστὶν ὁρισμὸς τοῦ ζητουμένου. διὸ καὶ ἐπάγει·
12nὭστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδ
13nἀπόδειξις, δῆλον μέντοι διὰ συλλογισμοῦ καὶ δι’ ἀποδείξεως.
14Εἰς δύο τοῦ παρόντος λόγου διῃρημένου, θάτερον μὲν αὐτοῦ μέρος
15τῶν πρότερον εἰρημένων ἐστὶν ἐπίκρισις, θάτερον δὲ τῶν μετ’ ἐκεῖνα ὥσπερ κατάθεσις· ὡς μήτ’ ἐκεῖνα μήτε ταῦτα διαπίπτειν τοῦ ἀληθοῦς καθ’ ὃν τρόπον ἐφ’ ἑκατέρων ἐνδέχεται τῶν μερῶν κρατεῖν τὴν ἀλήθειαν. ὡς γάρ, φησίν, ἐκ τῶν εἰρημένων ἀναπέφανται, συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται· εἰ δὲ μὴ συλλογισμός, δῆλον ὅτι οὐδὲ ἀπόδειξις· διὰ μέντοι συλλογισμοῦ
20καὶ δι’ ἀποδείξεως δηλοῦται καὶ ἀναφαίνεται· τῆς γὰρ τοῦ διότι ἀποδείξεως προβαινούσης οὕτως ἐκφαίνεται. εἰπὼν δὲ διὰ συλλογισμοῦ ἐπήγαγε καὶ δι’ ἀποδείξεως ὥσπερ ἐφερμηνεύων τὸ διὰ συλλογισμοῦ ἤτοι δι’ ἀποδείξεως. οὐ γὰρ ὡς ἔτυχε καὶ ἐκ τῶν τυχόντων γινομένου συλλογισμοῦ τὸ τί ἐστιν ἀναφαίνεται, ἀλλ’ ἀποδεικτικοῦ καὶ τὸ διὰ τί παριστῶντος τόδε
25τῷδε ὑπάρχει.
26nὭστ’ οὔτ’ ἄνευ ἀποδείξεως ἔστι γνῶναι.
27 Γνώριμον, φησί, γέγονεν ὡς τὰ μέγιστα ἡ ἀπόδειξις συντελεῖ πρὸς τὸ τί ἐστι, καὶ τοσοῦτον ὡς μὴ ἄνευ ταύτης εἶναι γνῶναι τὸ τί ἐστι, καὶ αὖθις ὅτι οὐκ ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν· ὡς τῇ τοῦ τρόπου διαφορᾷ
30ἀλλήλοις τοὺς λόγους ἀμφοτέρους συνέρχεσθαί τε καὶ συμβιβάζεσθαι. οὐ
γὰρ τὸν αὐτὸν τρόπον ἄνευ τῆς ἀποδείξεως οὐκ ἔστι γνῶναι τὸ τί ἐστι135

136

καὶ οὐκ ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν· ἀλλ’ ὡς μὲν συμπέρασμα δι’ ἀποδείξεως συναγόμενον οὐκ ἔστιν ἀποδεῖξαι τὸ τί ἐστιν, ὡς δὲ τῆς ἀποδείξεως προβαινούσης ἀναφαινόμενον οὐκ ἔστιν ἄνευ ταύτης γνῶναι τὸ τί ἐστιν. ὥστε πρότερόν τε καλῶς ἐλέγετο μὴ εἶναι τὸ τί ἐστιν ἀποδείκνυσθαι, καὶ νῦν δὲ καλῶς
5τὸ πρὸς τὸν ὁρισμὸν τῆς ἀποδείξεως χρήσιμον παραδίδοται. διαπορήματα δὲ τοὺς πρώην λόγους ὠνόμασε, διότι παντελῶς ἐδόκουν ἀλλήλων ἀλλο‐ τριοῦν ὁρισμὸν καὶ ἀπόδειξιν, καίτοι οἰκείωσιν πλείστην πρὸς ἄλληλα ἔχοντα, ὡς καὶ ὁρισμὸν ἐνίοτε δι’ ἀποδείξεως ἀναφαίνεσθαι καὶ αὖθις εἶναι τὸ τί ἐστιν ἀρχὴν ἀποδείξεως. εἰπὼν δὲ μὴ ἄνευ ἀποδείξεως εἶναι γνῶναι τὸ
10τί ἐστι, προσέθηκεν οὗ ἐστιν αἴτιον ἄλλο· οὐ γὰρ πανταχοῦ καὶ ἐπὶ παντὸς ὁρισμοῦ ἀληθὲς τὸ μὴ ἄνευ ἀποδείξεως τὸ τί ἐστι γινώσκεσθαι, ἀλλ’ ἔνθα ἐστὶν αἴτιον ἄλλο, τουτέστιν ἔνθα μὴ ταὐτὸν τὸ αἴτιον καὶ αἰτια‐ τόν, ἤτοι ὁ ὁρισμὸς καὶ τὸ ὁριστόν, ἢ ἐν ᾧ ὁρισμῷ ἄλλο μέν ἐστιν αἴτιον ἄλλο δὲ αἰτιατόν, ὥσπερ ἐπὶ τοῦ θυμοῦ καὶ τῆς βροντῆς καὶ τῆς σεληνιακῆς
15ἐκλείψεως εἴρηται.
16nἜστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ’ οὐκ ἔστιν.
17 Ταῦτα ἐφερμηνευτικά ἐστι τοῦ οὗ ἐστιν αἴτιον ἄλλο· δεῖ γάρ, φησίν, εἰδέναι ὅτι τῶν μὲν ἕτερόν τί ἐστιν αἴτιον, τῶν δ’ οὐκ ἔστι. τουτέστι διχῶς ἔστι διελεῖν τὰ αἰτιατὰ καὶ τὰ αἴτια, ὡς εἶναι τῶν αἰτίων τὰ μὲν
20ταὐτὰ τοῖς αἰτιατοῖς, τὰ δ’ ἕτερα. καὶ εἴρηται ἤδη ἱκανῶς περί τε τού‐ των καὶ τῶν ἑξῆς. τὸ δὲ λόγος δὲ εἷς ἐστι διχῶς μεσεμβόλημά ἐστιν εἰς τὸν περὶ τοῦ ὅρου λόγον συμβαλλόμενον. ἐπεὶ γὰρ ἕνα μὲν λόγον εἴρηκε τὸν ὀνοματώδη, εἶτα καὶ ἕνα λόγον ἔμελλε λέγειν τὸν δηλοῦντα τὸ τί ἐστι καὶ ἐφεξῆς ἑτέρους, ἔστι δὲ καὶ καθ’ ἕτερον τρόπον εἷς λόγος ὡς
25συνδέσμῳ εἷς καὶ μὴ ὡς ὁρισμός, διὰ τοῦτ’ ἀναγκαίως καὶ ποσαχῶς εἷς λόγος λέγεται παραδίδωσι. περὶ δὲ τῶν ἄλλων οἶμαι μὴ πλείονος λόγου δεῖν ὡς ἱκανῶς εἰρημένων τῶν πρότερον.
28nἘπεὶ δ’ ἐπίστασθαι οἰόμεθα ἕκαστον, ὅταν εἰδῶμεν τὴν
29nαἰτίαν.
30 Περὶ μὲν τοῦ ὅρου ὅτι ἕτερος ἀποδείξεως, καὶ ὅτι ἑτέρα μέθοδος ἡ ἀποδεικτικὴ τῆς ὁριστικῆς, καὶ ὅτι ὅρος οὐκ ἀποδείκνυται μέν, ἐνδέχεται δέ ποτε ἀποδείξεως γινομένης ὁρισμὸν τῇ ἀποδείξει συναναφαίνεσθαι, καὶ πότε τοῦτο καὶ ἐπὶ τίνων ἐστίν, εἴρηται ἱκανῶς. ἐπεὶ δὲ διὰ μέσου αἰτίου
ἡ κυρίως ἀπόδειξις πέφυκε γίνεσθαι, οὐ μόνον δὲ ὁ ὁρισμὸς αἴτιον, ἀλλ’136

137

ἔστι καὶ ἕτερα, ἀναγκαῖον περὶ πάντων ἐξετάσαι ἀπαριθμησαμένους τε κατὰ γένη ὁπόσα καὶ τίνα τὰ αἴτια κατὰ Ἀριστοτέλην, καὶ εἰπόντας ὅπως ἔστιν ἕκαστον αὐτῶν μέσον ὅρον θεμένους ποιῆσαι ἀπόδειξιν. αἱ μὲν οὖν αἰτίαι τέσσαρες κατὰ γένος εἰσί, μία μὲν ἥνπερ εἴπομεν, [ἡ] τὸ τί ἦν
5εἶναι ἤγουν ὁ ὁρισμὸς καὶ τὸ εἶδος, μία δὲ ἡ ὕλη, ἣν δεῖ προηγήσασθαι, ἵνα τὸ ἔνυλον εἶδος αὐτῇ ἐπιγένηται, ἑτέρα δὲ τὸ ποιητικόν, ὃ καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὸ εἶναι μεταβολῆς ἐπιχορηγεῖ τῷ γινομένῳ, ἢ τὴν ὕλην μεταβάλλον τὸ δυνάμει αὐτῆς ἐκκαλεῖται πρὸς τὴν ἐνέργειαν, ἣ ὅπερ ἀποξέον τὸ ὑποκείμενον ἢ ἄλλως πως μεταβάλλον τε καὶ κινοῦν, τὸ εἶδος πρὸς ὃ
10πέφυκεν ἐν αὐτῷ ποιεῖ ἀναφαίνεσθαι· καὶ ἐπὶ τούτοις τετάρτην τὸ τέλος, οὗ ἕνεκα ἡ ἐπὶ τὸ εἶναι μεταβολὴ ἢ καὶ αὐτὸ τὸ πρᾶγμα γίνεται ἢ ἔστιν. αἱ μὲν οὖν αἰτίαι αὗται. ὥσπερ δὲ ὁ ὅρος τῆς τοῦ διὰ τί ἀποδείξεως προβαινούσης ἀνεφαίνετο μέσος ἐν αὐτῇ εὑρισκόμενος, οὕτω καὶ τὰ λοιπὰ αἴτια. καὶ περὶ μὲν τοῦ τί ἐστιν εἴρηται ἱκανῶς πῶς δι’ ἀποδείξεως εὑρί‐
15σκεται· ῥητέον δ’ ἤδη καὶ περὶ τῶν λοιπῶν, πῶς καὶ αὗται φανεραί ποτε γίνονται ἐκ τοῦ λαμβάνεσθαι μέσους ταῖς ἀποδείξεσι. τὸ τοίνυν ὑλικὸν αἴτιόν ἐστι μὲν καὶ αὐτόθεν ἐξ αὐτῆς δῆλον τῆς ἀποδείξεως. ὁπόταν γὰρ λέγωμεν ὅτι τούτου ὄντος ἀνάγκη τόδε εἶναι, οὐ διὰ τὰς προτάσεις ἂν τοῦτο, ἀλλ’ ἢ μᾶλλον διὰ τὸν μέσον δόξειε λέγεσθαι, ὅτι προτάσεως μὲν
20μιᾶς οὔσης οὐκ ἂν εἴη ἀπόδειξις (οὐδὲ γὰρ συλλογισμός), τοὐλάχιστον δὲ δύο εἶναι ταύτας ἀνάγκη, τοῦ μέσου δὲ ὄντος ἑνὸς οὕτως ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα. ἐπεὶ οὖν τὸ ἀναγκαῖον ἐν τοῖς αἰτίοις τῷ ὑλικῷ προσῳκείωται, τοῦτο δὲ ὁ μέσος ἔχει τοῦ συμπεράσματος ὢν αἴτιος καὶ αὐτῆς τῆς τῶν προτάσεων πρὸς ἀλλήλας κοινωνίας τε καὶ συνδέσεως, εἴη
25ἂν ὥσπερ ὑλικὸν αἴτιον τοῦ συλλογισμοῦ, ᾗ συλλογισμός ἐστι, κἂν πρὸς τὸ πρᾶγμα, ᾗ πρᾶγμα, κατ’ ἄλλο τι γένος αἰτίας αἴτιός ποτε λέγεται. τὸ γὰρ ἀναγκαῖον διττόν, τὸ μὲν ἁπλῶς τὸ δὲ ἐξ ὑποθέσεως. τὸ μὲν οὖν ἁπλῶς ὑπάρχει τοῖς ἀεὶ ὡσαύτως ἔχουσι, τὸ δ’ ἐξ ὑποθέσεως καὶ τοῖς ἐν γενέσει τε καὶ φθορᾷ πᾶσι. διὸ καὶ ἐπ’ ἐκείνων μὲν ἀντιστρέφει τὸ ἀναγκαῖον ἀπὸ
30τῶν ἡγουμένων πρὸς τὰ ἑπόμενα, καὶ ἀνάπαλιν (τῶν γὰρ ἡγουμένων κινου‐ μένων ἐξ ἀνάγκης κινεῖται καὶ τὰ ἑπόμενα καὶ ἀνάπαλιν) ἐπὶ δὲ τῶν ἐν γενέσει οὐχί. εἰ γὰρ ἔστιν οἰκία, ἀνάγκη εἶναι τάδε καὶ τάδε ὅσα φέρει γε πρὸς αὐτήν· οὐ μὴν εἰ τάδε καὶ τάδε, ἐξ ἀνάγκης καὶ οἰκία. τὸ τοίνυν ἐξ ὑποθέσεως ἀναγκαῖον ἔστιν εὑρεῖν κἀν τοῖς συλλογισμοῖς καὶ ταῖς ἀπο‐
35δείξεσι, πλὴν δὲ ἀνάπαλιν. ἐκεῖ μὲν γὰρ εἰ ἔσται τὸ τέλος ἢ τὸ εἶδος,
ἀνάγκη εἶναι τὰ πρὸς αὐτό, οὐ μὴν εἰ ἐκεῖνα, ἐξ ἀνάγκης καὶ τοῦτο· ἐνταῦθα137

138

δὲ εἰ ὁ μέσος ἢ αἱ προτάσεις, ἀνάγκη καὶ τὸ συμπέρασμα, οὐ μὴν εἰ τοῦτο, ἐξ ἀνάγκης κἀκεῖνα· ἐνδέχεται γὰρ ἐκ ψευδῶν ἀληθὲς συναχθῆναι συμ‐ πέρασμα. καὶ οὕτω μὲν ὁ μέσος ὡς ὕλη αἴτιον λέγεται ὡς ἐπ’ αὐτοῦ τοῦ συλλογισμοῦ καὶ τῆς ἀποδείξεως, διότι καὶ αὐτῷ ἡ ἀνάγκη τοῦ ἕπεσθαι τὸ
5συμπέρασμα. ἔστι δὲ καὶ ἰδίως ἀποδοῦναι, πῶς ποτε τὸ ὑλικὸν αἴτιον μέσον ἐν τῇ ἀποδείξει λαμβάνεται. οἷον διὰ τί φθαρτὰ τὰ ἡμέτερα σώματα; ὅτι ἐξ ἐναντίων σύγκειται· ἐκ γὰρ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ταῦτα δ’ ἐναντία. ‘τὰ ἡμέτερα σώματα ἐξ ἐναντίων σύγκειται· τὰ ἐξ ἐναντίων συγκείμενα φθαρτά· τὰ ἡμέτερα ἄρα σώματα φθαρτά‘. τὸ οὖν
10μέσον ἐνταῦθα ὑλικόν ἐστιν αἴτιον· ἐξ ὧν γὰρ ὡς ἐξ ὕλης τὰ ἡμέτερα συνέστηκε σώματα, ταῦτα τἀναντία ἐστί. πάλιν διὰ τί ὁ χαλκὸς εὔηχος; διότι πολὺ τὸ ἀερῶδες ἔχει· καὶ τοῦτο ἐκ τῆς ὕλης ἀποδέδοται. ‘ὁ χαλκὸς πολὺ τὸ ἀερῶδες ἔχει· πᾶν ὃ ἔχει πολὺ τὸ ἀερῶδες, εὔηχον. ὁ χαλκὸς ἄρα εὔηχοσ‘. περὶ δὲ τῶν λοιπῶν αἰτίων ἐροῦμεν ἑξῆς τὴν λέξιν ἐπεξιόντες.
15nἘπεὶ δ’ ἐπίστασθαι οἰόμεθα.
16 Ἐπειδήπερ εἴρηκεν ἤδη ὅτι ἡ κυρίως ἀπόδειξις μέσον ὅρον τὸν αἴτιον τοῦ πράγματος λαμβάνουσα ἐκ τούτου τὸν ὁρισμὸν ἀναφαίνει, μέσον ἐν ταύτῃ τιθέμενον ὡς εἶδος ὄντα καὶ αἴτιον, ἵνα μήτις οἰηθείη ὅτι καὶ ἑτέρων ὄντων αἰτίων μόνος ἐκ τούτων ὁ ὁρισμὸς μέσος λαμβάνεσθαι πέφυκεν ἐν
20ταῖς ἀποδείξεσι, τῶν δὲ λοιπῶν οὐδὲν ἐν συλλογισμῷ λαμβάνεται μέσον, ἢ ὁ λαμβάνων παρὰ τὸν ὅρον μέσον ἕτερον αἴτιον συλλογίζεται μέν, οὐκ ἀποδείκνυσι δέ, διὰ τοῦτο ταῦτα προστίθησι τέτταρα λέγων εἶναι τὰ αἴτια, καθ’ ἃ τὸ διὰ τί ἀποδιδόντες πεπαύμεθα. τεσσάρων δή, φησί, τῶν αἰτιῶν οὐσῶν, τοῦ τί ἦν εἶναι ἤτοι τοῦ εἴδους, τῆς ὕλης, τοῦ ποιητικοῦ, τοῦ
25τελικοῦ, πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται, τουτέστι πᾶσαι διὰ τοῦ μέσον λαμβάνεσθαι ἐν ταῖς ἀποδείξεσιν ἀναφαίνονται. τοῦ μέσου γὰρ ἀπο‐ διδομένου πῇ μὲν οὕτως πῇ δ’ ἑτέρως, διὰ τί τόδε ἢ τόδε ἐστίν, ἑκάστη αὐτῶν ἀναφαίνεται. καὶ ὅπως μὲν ἐπὶ τοῦ ὅρου τοῦτο γίνεται, εἴρηται ἱκανῶς· εἴπομεν δὲ καὶ περὶ τῆς ὕλης σαφῆ παραδείγματα. εἰρήσεται δὲ καὶ περὶ
30τῶν λοιπῶν μετὰ τὴν τῶν προκειμένων σαφήνειαν.
31nἘπεὶ δ’ ἐπίστασθαι οἰόμεθα ὅταν εἰδῶμεν.
32 Κοινή, φησίν, ἐστὶν ἔννοια ὅτι τότε ἐπίσταταί τις, ὅταν τὴν αἰτίαν εἰδῇ τοῦ πράγματος, ὡς μὴ ἄλλως εἶναι ἐπίστασθαι ἢ τῆς αἰτίας γινωσκο‐ μένης. εἰ δὲ τέσσαρες αἱ αἰτίαι, κατὰ τὰς τέσσαρας δεῖ γίνεσθαι καὶ τὰς
35ἐπιστήμας. εἰσὶ δὲ αὗται ἃς ἀπαριθμεῖται αὐτός. πρῶτον δὲ τὸ εἰδικὸν
καὶ τὸ ὑλικὸν ἔταξεν ὡς συντεταγμένα τῷ πράγματι, καὶ διὰ τοῦτο καὶ138

139

ἡμῖν γνωριμώτερα. τὸ δὲ εἶδος τῆς ὕλης πρῶτον, ὅτι τε κρεῖττον αὐτῆς καὶ ὅτι σαφέστερον καὶ φανότερον· ἐξ ἀφαιρέσεως γὰρ ἥδε καὶ οὐκ αὐτόθεν καταλαμβάνεται. τοῦ δὲ τελικοῦ τὸ ποιητικόν, ὅτι τὸ μὲν πρὸ τοῦ πράγ‐ ματος, τὸ δὲ τῇ ὑπάρξει τοῦ πράγματος ἐπί τε τῶν φυσικῶν ἐπί τε τῶν
5τεχνικῶν ἐπακολουθεῖ, κἂν τῇ ἐννοίᾳ τοῦ ποιοῦντος τοῦ ποιουμένου προτέτα‐ κται. τέσσαρας δὲ αἰτίας ταύτας ἀπαριθμεῖται, τὸ ὀργανικὸν καταλιμπάνων καὶ τὸ παραδειγματικὸν διὰ τὸ πανταχοῦ φυσικεύεσθαι, τὴν δὲ φύσιν προσεχῶς ἐνεργοῦσαν τοῖς κινητοῖς οὐδενὶ ὡς ὀργάνῳ χρῆσθαι οὐδέ γε πρός τι ἀφορᾶν ὡς πρὸς προκέντημα καὶ προχάραγμα. ὀνομάζει δὲ τὸ
10μὲν εἰδικὸν τί ἦν εἶναι· τὸ γὰρ τί καὶ ὁ οὐσιώδης λόγος τοῦ πράγματος τὸ εἶδός ἐστι· τὴν δὲ ὕλην τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναι, ὡς διὰ τὴν ἀναγκαίαν χρείαν τῆς τῶν τοιούτων εἰδῶν ὑποστάσεως ὑπαρχούσης αὐτῆς. ὥσπερ γὰρ εἰ ἔσται οἰκία, ἀνάγκη καὶ ξύλα καὶ λίθους εἶναι, καὶ ἁπλῶς ἐξ ὧν αὕτη κατὰ τέχνην συνέστηκεν, ὡς οὐκ ἂν ὑποστάσης αὐτῆς, εἰ
15μὴ ἐκεῖνα ἦν, οὕτω καὶ εἰ ὑγεία ἔσται ἢ ἄνθρωπος ἤ τι τῶν φυσικῶν εἰδῶν ἕτερον, ἀνάγκη τόδε εἶναι ἢ ἔσεσθαι ὡς ὕλην, ἐξ ἧς τὸ εἶδος ἔσται ἢ ἐν ᾗ ὑποστήσεται. τὸ δὲ ποιητικόν, τί πρῶτον ἐκίνησεν, ὡς ἀκινήτου τῆς ὕλης οὔσης καὶ ἀνενεργήτου καθ’ αὑτήν, ᾗ ὕλη ἐστί, δεομένης δὲ τοῦ κινοῦντος καὶ τὴν ἐγκειμένην ἐν αὐτῇ δύναμιν ἐκκαλουμένου πρὸς ἐνέργειαν
20καὶ τοῦ εἴδους παραδοχήν. τοῦτο δέ ἐστι τὸ ποιητικόν· πᾶν γὰρ τὸ εἰς ἔργον ἄγον τὴν δύναμιν καὶ οὐκ εἰς μόνην ἐνέργειαν ποιητικὸν λέγεται, ὥσπερ καὶ ποιητικαὶ τέχναι αἱ τοιαῦται, αἳ δὴ τῆς τοῦ τεχνίτου ἐνεργείας πεπαυμένης ἔργον ὑφιστάμενον ἔχουσιν, οἷον τεκτονική, χαλκευτικὴ καὶ αἱ ταύταις ὅμοιαι, ὡς πρακτικαὶ αὖθις αἱ πρᾶξιν μόνην τέλος, οὐχὶ καὶ ἔργον
25ἔχουσαι, οἷον μουσικὴ καὶ ἰατρική. ἡ δὲ τετάρτη αἰτία σαφὴς διὰ τί οὗ ἕνεκα ὀνομάζεται· ἕνεκα γὰρ τοῦ τέλους τὸ δι’ αὐτὸ γεγονός. δεῖ δὲ μὴ λανθάνειν ὅτι ἀνάπαλιν ἐνταῦθα τῆς ὕλης καὶ τοῦ εἴδους τὴν ἀκολούθησιν εἴληφε τοῖς ἐν ταῖς Φυσικαῖς πραγματείαις εἰρημένοις, οἷον ἐν τῇ Περὶ γενέ‐ σεως καὶ φθορᾶς, ἐν τῇ Περὶ ζῴων μορίων καὶ ἀλλαχοῦ. ἐκεῖ μὲν γὰρ εἰ τὸ
30εἶδος ἔσται, φησίν, ἀνάγκη τὴν ὕλην εἶναι ἢ ἔσεσθαι, οἷον εἰ ὑγεία ἢ ἄνθρω‐ πος, τὰ ἐξ ὧν ταῦτα ἢ ἐν οἷς· ἐνταῦθα δὲ τὴν ὕλην δηλῶσαι βουλόμενος τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναί φησιν, ὡς τῇ ὕλῃ ἐξ ἀνάγκης τοῦ εἴδους ἑπομένου, ὅπερ οὔτε ἐπὶ τῶν φυσικῶν ἰδεῖν ἔστιν οὔτε μὴν ἐπὶ τῶν τεχναστῶν, ἀλλ’ ἀνάπαλιν ἡ ἀνάγκη ἀπὸ τοῦ εἴδους πρὸς τὴν ὕλην. εἰ γὰρ οἰκία, καὶ λίθοι ἐξ
35ἀνάγκης καὶ ξύλα καὶ ὅσα πρὸς τὸ εἶδός ἐστιν, οὐ μὴν καὶ ἀνάπαλιν, καὶ ἐπὶ τῆς ὑγείας καὶ τοῦ ἀνθρώπου ὡσαύτως. ἢ ἐνταῦθα κατὰ τὸν προκείμενον
σκοπὸν οὕτως εἴρηκεν, ὡς ἔχει ἐπὶ τῆς ἀποδείξεως· τῶν γὰρ προτάσεων139

140

οὐσῶν ἀνάγκη εἶναι καὶ τὸ συμπέρασμα, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς καὶ πρότερον εἴρηται. καὶ τὴν ποιητικὴν δὲ αἰτίαν οὐχ ἁπλῶς εἶπε τί ἐκίνησεν ἀλλὰ τί πρῶτον ἐκίνησε· τὸ γὰρ καταρξάμενον τῆς κινήσεως ἐκεῖνο τὸ ποιητικόν ἐστιν, ὥσπερ ἐφ’ οὗ τε αὐτός φησι παραδείγματος καὶ ἐπὶ πολλῶν
5ἄλλων εὑρεῖν ἔστιν, ἵνα μὴ ἐπὶ πάντων λέγω. τοῦ γὰρ Μηδικοῦ κατ’ Ἀθηναίων πολέμου πολλὰ ἴσως τὰ κινητικά, ἀλλ’ ἐκεῖνο τὸ ποιητικὸν αὐτοῦ, ὃ καὶ προκατῆρξεν ἐξ ἀρχῆς τῆς κινήσεως· τοῦτο δέ ἐστι τὸ εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων ἐμβαλεῖν. καὶ ὁ πατὴρ καταβαλὼν ἐξ ἑαυτοῦ τὴν γονὴν πρῶτος κεκίνηκε καὶ ἀπηλλάγη τοῦ κινουμένου· τὰ δὲ μετ’ ἐκεῖνον
10κινοῦντα ἕτερα, ἀλλ’ οὐ ταῦτα ποιητικὰ τοῦ τικτομένου, ἀλλ’ ὁ πρῶτος κινήσας πατήρ, καὶ οὕτως ἐπὶ πάντων. διὰ τοῦτο καὶ ἐν ἄλλοις ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικὸν εἴρηκεν, ὃ ἴσον ἐστὶ τῷ τί πρῶτον ἐκίνησε. πᾶσαι οὖν, φησίν, αὗται διὰ τοῦ μέσου δείκνυνται, τουτέστιν ὅτι οὐ μόνος ὁ ὁρισμὸς καὶ ἡ εἰδικὴ ἀρχὴ ἐκ τοῦ λαμβάνεσθαι μέσον ἐν τῇ ἀποδείξει
15τὸ αἴτιον ἀναφαίνεται, ἀλλ’ ἔστι καὶ τῶν λοιπῶν ἑκάστην τοῦτον τὸν τρό‐ πον ἐκφαίνεσθαι, ὡς καὶ αὐτῶν ἑκάστης μέσου ἐν ταῖς ἀποδείξεσι λαμβα‐ νομένης.
18nΤό τε γὰρ οὗ ὄντος τόδε ἀνάγκη εἶναι.
19Δόξειεν ἂν περὶ τῶν προτάσεων τοῦτο λέγεσθαι, οἰκειότερον δ’ ἂν εἴη
20περὶ τοῦ μέσου νοεῖσθαι. παράδειγμα μὲν γὰρ τοῦτο τοῦ ὑλικοῦ τίθησιν αἰτίου· φησὶ δὲ ὥσπερ ἐφερμηνεύων ἑαυτὸν ὅτι ‘ὁπόταν ἀκούῃς λεγόντων ἡμῶν ὡς τούτου ὄντος ἀνάγκη τόδε τι εἶναι, μὴ διὰ τὰς προτάσεις τοῦτο νόει οὕτως ἑνικῶς ἐκφερόμενον‘. μιᾶς γὰρ οὔσης προτάσεως οὐκ ἔστι γενέ‐ σθαι συμπέρασμα, ἀλλὰ τοὐλάχιστον δυοῖν οὐσῶν ἕπεται. περὶ οὗ δὲ
25λέγομεν ὅτι τούτου ὄντος ἀνάγκη εἶναι τὸ συμπέρασμα τὸ μέσον ἐστίν, ὃ δεῖ ἓν εἶναι καὶ ἀμφοτέρας ἑνοῦν δι’ ἑαυτοῦ τὰς προτάσεις καὶ εἰς κοινωνίαν ἄγειν αὐτάς. ἑνὸς οὖν τούτου ὄντος καὶ αἰτίου καὶ τὸ συμπέρασμα ἐξ ἀνάγκης ἐστίν· ὡς μὲν γὰρ ἓν τὰς προτάσεις ἑνοῖ, ὡς δὲ αἴτιον ἐξ ἀνάγκης ἔχει ὡς αἰτιατὸν αὐτῷ ἑπόμενον τὸ συμπέρασμα. ἔοικεν οὖν ἁπλῶς πᾶς
30μέσος κατὰ τοῦτον τὸν λόγον ὡς ὑλικὸν αἴτιον ὑπάρχειν ἐν τῷ συλλογισμῷ· τούτῳ γὰρ ἡ πᾶσα ἀνάγκη τοῦ συμπεράσματος πρόσεστιν, ἐπεὶ καὶ ταῖς προτάσεσιν αὐτός ἐστιν αἴτιος τοῦ πρὸς ἀλλήλας συνδεῖσθαι. ὥστε πρώτως ἡ δύναμις καὶ τὸ ἀναγκαῖον ἐν τούτῳ ἐστίν· ᾧ δὲ τῶν αἰτίων ἡ δύναμις καὶ τὸ ἀναγκαῖον, τοῦτο ὑλικόν ἐστιν. ἐν τῷ συλλογισμῷ ἄρα ὁ μέσος
35ὡς ὑλικόν ἐστιν αἴτιον· ὥστε κἂν πρὸς τὸ πρᾶγμα ἢ ὡς εἶδος ἢ ὡς τέλος140

141

ἢ καὶ ὡς ποιητικὸν αἴτιον ὁ ληφθείς ἐστι μέσος, ἀλλὰ τῷ γε συλλογισμῷ ὡς ὕλη ἐστίν.
3nΔῆλον δὲ καὶ ὧδε· διὰ τί ὀρθὴ ἡ ἐν ἡμικυκλί.
4Ὅτι ὁ μέσος ὡς ὕλη ἐστὶ τῷ συμπεράσματι, καὶ διὰ παραδείγματος
5δείκνυσι τὴν ἐν ἡμικυκλίῳ ἐγγεγραμμένην γωνίαν παραλαμβάνων. τίς μὲν οὖν ἡ ἐν ἡμικυκλίῳ γωνία καὶ ὅπως ὀρθή, ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου στοιχείων δείκνυται ἀκριβῶς. ἐροῦμεν δὲ ἐπὶ μικρὸν καὶ ἡμεῖς σαφηνείας ἕνεκα τῶν προκειμένων, ταύτης πλέον ἐνταῦθα ἢ τῆς ἀκριβείας φροντίσαντες διὰ τὸ παρ’ Εὐκλείδῃ ταύτην εὑρίσκεσθαι, ἡμῖν δὲ εἶναι ἱκανόν, εἰ τὰ
10προκείμενα ῥητὰ σαφηνίσομεν. περιγεγράφθω γὰρ κύκλος ὁ ΒΓΔΕ κέντρον ἔχων τὸ Α, διάμετρος δὲ τοῦ κύκλου ἡ ΒΔ. καὶ ἀπὸ τοῦ Γ τῇ ΒΔ πρὸς ὀρθὰς ἤχθω ἡ ΓΑ. ἐν ἡμικυκλίῳ τοίνυν τῷ ΒΓΔ γωνία ἐγγέγραπται ἡ ὑπὸ ΒΑΓ· λέγω ὅτι ὀρθή ἐστιν. ἐπεὶ γὰρ δύο ὀρθαὶ ἥ τε ὑπὸ ΒΑΓ καὶ ἡ ὑπὸ ΓΑΔ, ἡμίσεια δυοῖν ὀρθαῖν τούτων ἑκάτερον. ἀφῃρημένης οὖν
15τῆς ὑπὸ ΓΑΔ ὀρθὴ καταλέλειπται ἡ ὑπὸ ΓΑΒ, ἡμίσεια τῶν δύο ὑπάρ‐ χουσα, ὃ προέκειτο. τὸ αὐτὸ καὶ ἐπὶ τῆς ἑτέρας ἔσται. οὕτω μὲν δὴ ἡ καταγραφή· ἴδωμεν δὴ καὶ αὐτὸς τί φησιν.
18nἜστω δὴ ὀρθὴ ἐφ’ ἧς Α, ἡμίσεια δυοῖν ὀρθαῖν ἐφ’ ἧς
19nΒ, ἡ ἐν ἡμικυκλίῳ ἐφ’ ἧς Γ.
20 Τὴν πλοκὴν τῆς ἀποδείξεως ἐν τούτοις συνίστησι μέσον ὅρον λαμβάνων τὸ Β, ὅπερ ἐστὶν ἡ ἡμίσεια δυοῖν ὀρθαῖν, μείζονα δὲ τὸ Α, ὅπερ ἐστὶν ἡ ὀρθή, ἐλάττονα δὲ τὸ Γ, ὅπερ ἐστὶν ἡ ἐν ἡμικυκλίῳ γωνία. τὴν γὰρ ὀρθὴν δεῖ συνάγειν κατὰ τῆς ἐν ἡμικυκλίῳ γωνίας διὰ μέσης τῆς ἡμισείας τῶν δύο ὀρθῶν.
25nΤοῦ δὴ τὸ Α τὴν ὀρθὴν ὑπάρχειν τῷ Γ τῇ ἐν τῷ ἡμι‐
26nκυκλίῳ αἴτιον τὸ Β.
27 Τοῦ ὑπάρχειν δή, φησί, τὸ Α τὸν μείζονα, ὅς ἐστιν ἡ ὀρθή, τῷ Γ τῷ ἐλάττονι, ὅς ἐστιν ἡ ἐν ἡμικυκλίῳ γωνία, αἴτιός ἐστιν ὁ μέσος, ὅς ἐστιν ἡ ἡμίσεια δύο ὀρθῶν· αὕτη γάρ, φησίν, ἡ Β ἡ ἡμίσεια δυοῖν ὀρθαῖν
30τῇ Α τῇ ὀρθῇ ἴση, ἡ δὲ τὸ Γ ἡ ἐν τῷ ἡμικυκλίῳ γωνία τῇ Β τῇ ἡμι‐ σείᾳ δύο ὀρθῶν ἴση. τοῦτο γὰρ δηλοῖ τὸ ἡ δὲ τὸ Γ τῷ Β· δύο γὰρ
ὀρθῶν ἡμίσεια.141

142

(1n)

Τοῦ Β οὖν ὄντος ἡμίσεος δυοῖν ὀρθαῖν τὸ Α τῷ Γ
2nὑπάρχει.
3 Διότι οὖν, φησί, τὸ μέσον τοιοῦτόν ἐστιν, ὡς εἶναι δύο ὀρθῶν ἡμί‐ σεια, τὸ Α τῷ Γ ὑπάρχει. τί δέ ἐστι τὸ τὸ Α τῷ Γ ὑπάρχει ἐφερ‐
5μηνεύων, ἐπάγει τὸ εἶναι τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθήν.
6nΤούτῳ δὲ ταὐτόν ἐστι τὸ τί ἦν εἶναι τῷ τοῦτο σημαίνειν
7nτὸν λόγον.
8 Τῷ ληφθέντι, φησί, μέσῳ ἐν τῇ προκειμένῃ ἀποδείξει ταὐτόν ἐστιν ὁ ὁρισμός. διὰ τί; ὅτι ἓν τῶν τοῦ ὅρου σημαινομένων εἴρηται πρότερον
10τὸ σημαίνειν τὸν λόγον ταὐτὸν τῷ ὀνόματι. ἐπεὶ οὖν ὄνομα μὲν ἡ ὀρθή, λόγος δὲ ἡ ἡμίσεια δύο ὀρθῶν, σημαίνει δὲ ὁ λόγος οὗτος τῷ ὀρθὴ ὀνό‐ ματι ταὐτόν, ὁρισμός ἐστι καὶ τί ἦν εἶναι. ἀλλ’ εἰ καὶ οὕτως ἔχει, ὅμως ὡς ὕλη ἐστὶ τῷ συλλογισμῷ, καθὼς εἴρηται. ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι ὁ μέσος ἐνταυθοῖ κατ’ ἄλλο μὲν ὡς ὑλικὸν αἴτιον δόξειεν ἂν κατ’ ἄλλο δὲ
15ὡς τί ἦν εἶναι καὶ εἰδικόν. ὡς μὲν γὰρ ἥμισυ δύο ὀρθῶν ὕλη τῶν δύο ὀρθῶν· τὸ γὰρ ὅλον ἐκ τῶν ἰδίων ὡς ἐξ ὕλης μερῶν. ἐπεὶ τοίνυν δύο ἡμισεύματα εἴληπται, ἐξ ὧν αἱ δύο ὀρθαί, ὕλη ταῦτα πρὸς τὰς ὀρθὰς ὡς ἕν τι λαμβανομένας ἐκ δύο συγκείμενον. αὖθις δὲ ἐπεὶ ἐφεξῆς ἴσαι ἐλή‐ φθησαν, εὐθείας ἐπ’ εὐθείας σταθείσης, τοῦτό ἐστι τὸ τί ἦν εἶναι τῆς
20ὀρθῆς· ὀρθὴ γάρ ἐστι γωνία, ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ. καὶ εἰ οὕτως ἐκλάβοιμεν, τὸ ῥητὸν τὸ τῷ τοῦτο σημαίνειν τὸν λόγον διττῶς νοήσομεν· ἢ γὰρ τὸν λόγον τῆς ὀρθῆς τοῦτο σημαίνειν τὸ ἴσας εἶναι τὰς ἐφεξῆς, ἢ τοῦτο σημαίνειν τὸν συλλογισμόν, ἤγουν παριστᾶν τὸν ὁρισμὸν τῆς ὀρθῆς. δύο γὰρ ὀρθῶν ἴσα
25λαμβάνων ὁ συλλογισμὸς τμήματα τὸ τὰς ἐφεξῆς ἴσας εἶναι παρίστησιν· τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι τῆς ὀρθῆς. οὗτος μὲν οὖν οὕτω τὸ παρά‐ δειγμα τοῦ ὑλικοῦ αἰτίου ἐξέθετο, ἐπὶ τῆς ἀποδείξεως ἁπλῶς τὸν λόγον γυμνάσας· ἡμῖν δὲ εἴρηται καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν παραδείγματα σαφῶς τὴν ὑλικὴν αἰτίαν παριστῶντα.
30nἈλλὰ μὴν καὶ τοῦ τί ἦν εἶναι αἴτιον δέδεικται τὸ μέσον.
31 Ἀναμιμνήσκει τῶν πρότερον περὶ τοῦ ὅρου εἰρημένων ὡσπερεὶ λέγων ‘ἰδοὺ τοίνυν καὶ τὸ ὑλικὸν αἴτιον μέσον λαμβάνομεν ἐν τῇ ἀποδείξει, καὶ
τοσοῦτον ὡς καὶ πάντα μέσον ὕλης λόγον ἐπέχειν ἐν τῷ συλλογισμῷ.142

143

δέδεικται δὲ καὶ πρότερον, πῶς τὸ τί ἦν εἶναι ἐν τῇ ἀποδείξει ἐκφαίνεται, αἰτίου γινομένου τῆς αὐτοῦ γνώσεως τοῦ μέσον αὐτὸ λαμβάνεσθαι. λείπεται δὴ εἰπεῖν τὸν περὶ τῶν λοιπῶν τοῦ τε ποιητικοῦ καὶ τοῦ τελικοῦ.‘
4nΤὸ δὲ διὰ τί ὁ Μηδικὸς πόλεμος ἐγένετο Ἀθηναίοις.
5 Καὶ τὸ ποιητικὸν δὲ αἴτιον ὁμοίως τοῖς εἰρημένοις μέσον ἐν ἀποδείξει παραλαμβάνεται, παράδειγμά τε τούτου ὁ Μήδων πρὸς Ἀθηναίους πόλεμος αἰτίαν ἔχων τὸ προκατάρξαι τῆς μάχης Ἀθηναίους.
8nὍτι εἰς Σάρδεις μετ’ Ἐρετριέων ἐνέβαλον.
9Ὑποτελοῦς γὰρ οὔσης πόλεως τοῖς Μήδοις ἐν Ἰωνίᾳ τῶν Σάρδεων,
10αὐτοὶ μετ’ Ἐρετριέων ἐπενεχθέντες αὐτῇ ἀρχὴν ἑαυτοῖς ἐντεῦθεν τοῦ Μηδικοῦ πολέμου πεποιήκασιν. αἰτία οὖν τοῦ πολέμου ἡ πρώτη κινήσασα ἡ εἰς Σάρδεις τῶν Ἀθηναίων μετ’ Ἐρετριέων εἰσβολή, ἥτις καὶ ἀποδιδομένη διὰ τί ὁ Μηδικὸς πόλεμος Ἀθηναίοις ἐγένετο, μέσος ὅρος ἐν τῇ ἀποδείξει τοῦδε τοῦ πολέμου γίνεται. ἐλάττων ὅρος Ἀθηναῖοι, μέσος τὸ πρῶτοι
15ἐνέβαλον, μείζων τὸ πολεμεῖσθαι. κατηγορεῖται οὖν ὁ μέσος τοῦ ἐλάττονος, Ἀθηναῖοι πρῶτοι ἐνέβαλον, ὁ μείζων τοῦ μέσου, οἱ πρῶτοι ἐμβαλόντες πολεμοῦνται· εἶτα συμπέρασμα Ἀθηναῖοι ἄρα πολεμοῦνται. πάλιν διὰ τί κάλλιστος ὁ κόσμος; ὅτι ὁ θεὸς αὐτὸν ἐδημιούργησε. Γ ἐλάττων ὁ κόσμος, Β μέσος τὸ ὁ θεὸς ἐδημιούργησεν, Α μείζων τὸ κάλλιστος. τὸν κόσμον
20ὁ θεὸς ἐδημιούργησεν· ὃ ὁ θεὸς ἐδημιούργησε, κάλλιστόν ἐστιν· ὁ κόσμος ἄρα κάλλιστός ἐστι. κἀνταῦθα τοίνυν μέσον αἴτιον εἴληπται τὸ πρῶτον κινῆσαν, ὅπερ ἐστὶ τὸ ποιητικόν. ἡ δὲ ῥῆσις σαφὴς καὶ οὐ δεῖταί τινος ἐξηγήσεως.
24nὍσων δὲ αἴτιον τὸ ἕνεκά τινος.
25 Ῥητέον ἤδη καὶ περὶ τοῦ τελικοῦ, πῶς καὶ αὐτὸ μέσον ἐν ἀποδείξει λαμβανόμενον ὁμοίως τοῖς ἄλλοις ἐκ τῆς ἀποδείξεως ἀναφαίνεται. διὰ τί γὰρ τόδε τῷδέ ἐστιν ἀποδιδόντες, ἐὰν οὗ ἕνεκα ἀποδώσομεν, τὸ τέλος ἀποδώσομεν. οἷον διὰ τί ὁ δεῖνα ἀπὸ τοῦ δείπνου περιπατεῖ; ὅπως ὑγιαίνῃ. τοῦτο τέλος ἐστὶ καὶ οὗ ἕνεκα· ἕνεκα γὰρ τοῦ ὑγιαίνειν περιπατεῖ, καὶ τέλος
30τὸ ὑγιαίνειν τοῦ περιπάτου ἐστίν. ‘ὁ δεῖνα ἀπὸ τοῦ δείπνου περιπατεῖ· ὁ143

144

περιπατῶν ἀπὸ τοῦ δείπνου ὑγιαίνει· ὁ δεῖνα ἄρα ὑγιαίνει. πάλιν διὰ τί ἐστιν οἰκία; ὅπως οἱ οἰκοῦντες αὐτὴν τὰς ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος βλάβας ἐκκλίνωσιν, ἢ ὅπως τὰ σκεύη σώζωνται. ἕνεκα γὰρ καὶ τοῦτο τοῦ μὴ βλάπτεσθαι ἐκ τοῦ περιέχοντος καὶ τοῦ τὰ σκεύη σώζεσθαι. τὸ
5γὰρ λέγειν ὅτι διὰ τί περιπατεῖ ἀπὸ τοῦ δείπνου καὶ ἕνεκα τίνος δεῖ περι‐ πατεῖν οὐδὲν κατὰ διάνοιαν διαφέρετον, εἰ καὶ τῇ λέξει διενηνόχατον. ἔστι δὲ τοιοῦτον ὃ λέγομεν· μετὰ τὴν τροφὴν μηδ’ ὁπωσοῦν κινουμένου τοῦ βεβρωκότος συμβαίνει ἐπιπολάζειν ἐπὶ τοῦ στόματος τῆς γαστρὸς τὰ σιτία, κἀντεῦθεν μὴ τὴν προσήκουσαν ἀλλοίωσιν δεχόμενα φθείρεσθαί τε καὶ
10σήπεσθαι, κἀντεῦθεν παρὰ φύσιν διατιθέναι τὸν σιτησάμενον. μετρίως δὲ βαδίσαντος αὐτοῦ, καὶ μᾶλλον ἐν τόπῳ κατάντη τὴν διάθεσιν ἔχοντι, ἐν τῷ κύτει τῆς γαστρὸς ἐκ τοῦ στόματος αὐτῆς χαλῶνται τὰ σιτία, καὶ ὑπ’ αὐτῆς κατεργαζόμενα γενναιότερον τῷ μετασχόντι σώματι τρόφιμα γίνονται. ἐλάττων δὴ ὅρος τὸ ἀπὸ δείπνου περιπατεῖν, ὅπερ ἐστὶ τὸ Γ, Β μέσος τὸ
15μὴ ἐπιπολάζειν τὰ σιτία, Α μείζων τὸ ὑγιαίνειν. ‘τὸ περιπατεῖν ἀπὸ δείπνου ποιεῖ μὴ ἐπιπολάζειν τὰ σιτία· τὸ ποιοῦν μὴ ἐπιπολάζειν τὰ σιτία ὑγιεινόν· τὸ περιπατεῖν ἄρα ἀπὸ δείπνου ὑγιεινόν‘. ἢ οὐκ ἀκολούθως τῷ προκειμένῳ ἡ τοῦ συλλογισμοῦ γεγένηται ἔκθεσις. τὸ γὰρ τέλος ἡ ὑγεία, καὶ ταύτην ἔδει μέσον ὅρον τεθῆναι· νῦν δὲ μείζων μὲν αὕτη, τὸ δὲ μὴ ἐπιπολάζειν
20τὰ σιτία μέσος τέτακται. ἢ οὖν τοὺς ὅρους δεῖ μεταθεῖναι ἢ ἕτερον θέσθαι λόγον, ἐν ᾧ μέσον τὸ ὡς οὗ ἕνεκα τετάξεται αἴτιον, ἢ εἰ ἐγχωρεῖ, καὶ ἀμφότερα. ‘τῷ δεῖνι χρεία τοῦ ὑγιαίνειν· ᾧ χρεία τοῦ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν· τὸν δεῖνα ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν‘. διὰ τί δὲ τῷ χρῄζοντι ὑγιαίνειν δεῖ ἀπὸ δείπνου περιπατεῖν; διὰ τὸ μὴ ἐπι‐
25πολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός. ‘ᾧ χρεία ὑγιαίνειν, δεῖ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός. ᾧ δεῖ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός, τούτῳ δεῖ περιπατεῖν ἀπὸ δείπνου· ᾧ ἄρα χρεία ὑγιαίνειν, τούτῳ δεῖ περιπατεῖν ἀπὸ δείπνου.‘ ὁ μὲν οὖν πρότερος συλλογισμὸς τὸ τελικὸν αἴτιον μέσον εἴληφεν· ὁ δὲ τὴν μείζονα τούτου
30πρότασιν κατασκευάσας προσυλλογισμὸς τί ἦν εἶναι καὶ εἶδος, ὡς αὐτός φησι προϊών. τὸ γὰρ μὴ ἐπιπολάζειν τὰ σιτία λόγον τοῦ ὑγιαίνειν λέγει. ἔστι δὲ καὶ ἕτερον λόγον εἰπεῖν, οἷον διὰ τί Σωκράτης συνέζευκται γυναικί; ὅτι παίδων ἐφίεται. ‘ὁ Σωκράτης παίδων ἐφίεται· ὁ ἐφιέμενος παίδων γυναικὶ συνέζευκται. ὁ Σωκράτης ἄρα γυναικὶ συνέζευκται.‘ τέλος γὰρ καὶ
35οὗ ἕνεκα ἡ συζυγία τὸ παιδοποιεῖν ἐστιν.144

145

(1n)

Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος.
2 Ἐλλιπῶς τοῦτο εἴρηται· ἔδει γὰρ προσκεῖσθαι τὸ ἔστι τοιαῦτα, ἵν’ ᾖ ὁ λόγος οὕτω ‘τὰ δὲ ἔχοντα ἐν τῇ ἀποδείξει αἴτιον μέσον τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τοιαῦτά εἰσιν.‘
5nΟἷον διὰ τί περιπατε; ὅπως ὑγιαίν.
6 Οὕτω γὰρ τὸ μὲν ὑγιαίνειν τὸ μέσον, τὸ περιπατεῖν δὲ τὸ μεῖζον ἄκρον· δεῖ δὲ τούτῳ συνεξακούεσθαι τὸ ἔλαττον, ὅπερ ἐστὶν ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος, τυχὸν Σωκράτης ἢ ὁ δεῖνα. ‘τῷ Σωκράτει δεῖ τοῦ ὑγιαίνειν· ᾧ δεῖ τοῦ ὑγιαίνειν, δεῖ τοῦτον ἀπὸ δείπνου περιπατεῖν· τὸν
10Σωκράτην ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν.‘
11nΔιὰ τί οἰκία ἐστίν; ὅπως σώζηται τὰ σκεύη.
12 Τὰ μὲν σκεύη ὁ ἐλάττων, τὸ σώζεσθαι μέσος, μείζων ἡ οἰκία. ‘τοῖς σκεύεσι δεῖ σωτηρίας· οἷς δεῖ σωτηρίας, τούτοις δεῖ σκέπης. τοῖς σκεύεσιν ἄρα δεῖ σκέπης, ὅπερ ἐστὶν ἡ οἰκία.‘
15nΤὸ μὲν ἕνεκα τοῦ ὑγιαίνειν, τὸ δ’ ἕνεκα τοῦ σώζεσθαι.
16 Τοῦτο παραστατικόν ἐστι τοῦ ἀμφοτέρων εἶναι τελικὰ τὰ εἰλημμένα μέσα καὶ αἴτια· τοῦ μὲν γὰρ περιπατεῖν ἀπὸ δείπνου τὸ ὑγιαίνειν οὗ ἕνεκα καὶ τέλος, τῆς δὲ οἰκίας ἡ σωτηρία.
19nΔιὰ τί δὲ ἀπὸ δείπνου δεῖ περιπατεῖν;
20 Ἐπειδὴ τὸ οὗ ἕνεκα παραστῆσαι προθέμενος οὐχ οὕτως ἐπὶ λέξεως ἐν τοῖς παραδείγμασιν εἴρηκεν, ἀλλὰ διὰ τί, διὰ τοῦτο προστίθησι νῦν ὅτι οὐδὲν διαφέρει τίνος ἕνεκα εἰπεῖν τὴν αἰτίαν ζητοῦντας ἐπὶ τῶν τοιούτων καὶ διὰ τί. εἴτε γὰρ διὰ τί ἔροιτό τις ἀπὸ δείπνου Σωκράτης περιπατεῖ εἴτε τίνος ἕνεκα, τὸ ὑγιαίνειν οἰκείως ἀποδοθήσεται· τὸ γὰρ διὰ τί κοινὴ
25ζήτησις ἐπὶ πάντων τῶν αἰτίων ἐστίν.
26nΠερίπατος ἀπὸ δείπνου Γ, τὸ μὴ ἐπιπολάζειν.
27 Πλατύτερον ἔτι βούλεται εἰπεῖν τὸ αὐτό. λαμβάνει δὴ ἔλαττον μὲν ἄκρον, ὅπερ Γ φησί, τὸν ἀπὸ δείπνου περίπατον, μέσον ὃ Β λέγει, τὸ μὴ
ἐπιπολάζειν τὰ σιτία, καὶ μεῖζον τὸ Α τὸ ὑγιαίνειν.145

146

(1n)

Ἔστω δὴ τῷ ἀπὸ δείπνου περιπατεῖν ὑπάρχον τὸ ποιεῖν
2nμὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς κοιλίας, καὶ τοῦτο
3nὑγιεινόν. δοκεῖ γάρ.
4Κατηγορείσθω δή, φησί, τὸ ποιεῖν μὴ ἐπιπολάζειν τὰ σιτία, ὅπερ
5ἐστὶ τὸ μέσον, τοῦ ἐλάττονος τοῦ ἀπὸ δείπνου περιπατεῖν, τούτου δὲ τὸ ὑγιεινόν. δοκεῖ γάρ, φησί, τουτέστιν ὁμολογεῖται ὅτι ὑγιεινόν ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας.
8nὙπάρχει δὴ τῷ περιπατεῖν τῷ Γ τὸ Β τὸ μὴ ἐπιπο‐
9nλάζειν τὰ σιτία, τούτῳ δὲ τὸ Α τὸ ὑγιεινόν.
10 Ἐπειδὴ προσεχῶς ἄνευ τῶν στοιχείων ταῦτα ἐξέθετο, πάλιν ἔτι μετὰ τῶν στοιχείων ἐκτίθεται, διὰ τῆς τῶν στοιχείων λήψεως ἑκάστῳ τὴν οἰκείαν χώραν ἀποδιδούς, ὡς εἶναι τὸ πρὸς τῷ Γ ἐλάσσω, τὸ πρὸς τῷ Β μέσον, τὸ πρὸς τῷ Α μείζω. δοκεῖ δὲ ταῦτα πάντα τοῦ προσυλλογισμοῦ εἶναι· οὐ γὰρ ἐν τούτοις τὸ οὗ ἕνεκα μέσον τέθειται, ὃ προέκειτο. ὥσθ’ ὁπότε
15ἔλεγε ‘διὰ τί περιπατεῖ; ὅπως ὑγιαίνῃ‘, τότε τὸ οὗ ἕνεκα μέσον ἐλάμβανε, καὶ ἦν ὁ συλλογισμὸς οὕτως, ὡς καὶ πρότερον εἴπομεν ‘τῷ δεῖνι δεῖ τοῦ ὑγιαίνειν· ᾧ δεῖ τοῦ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν· τὸν δεῖνα ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν‘. πόθεν δὲ ὅτι ᾧ δεῖ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν; ἐνταῦθα ὁ προσυλλογισμός. ‘ᾧ δεῖ ὑγιαίνειν, δεῖ
20μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. ᾧ δεῖ τούτου, τοῦτον χρὴ ἀπὸ δείπνου περιπατεῖν.‘ οὗτος δὲ ἀνάπαλιν εἴληφε τοὺς ὅρους, ὃ μᾶλλον πεποίηκε τὴν ἀσάφειαν.
23nΤί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα;
24Οὐκ ἀμέσως, φησί, τῷ περιπατεῖν ἀπὸ δείπνου, ὅπερ τὸ Γ ἐστί, τὸ
25ὑγιαίνειν ὑπάρχει, ὅπερ Α λαμβάνεται καὶ τέλος ἐστὶ καὶ οὗ ἕνεκα τῆς ἀπὸ δείπνου περιπατήσεως, ἀλλ’ ἔχει τι αἴτιον μεταξύ, δι’ ὃ ὑπάρχει αὐτῷ. τί οὖν ἐστι τοῦτο; τὸ Β, ὅπερ ἐστὶ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. διὰ τί γὰρ ὑγιεινὸν τὸ ἀπὸ δείπνου περιπατεῖν εἴ τις ἔροιτο, διὰ τὸ ποιεῖν μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας
30ἀποκρινούμεθα. δεῖ δὲ κατὰ ταύτην τὴν ἐπιβολὴν στίζειν εἰς τὸ οὗ ἕνεκα,
εἶτα ἐπάγειν τὸ ἑξῆς.146

147

(1n)

Τοῦτο δ’ ἐστὶν ὥσπερ ἐκείνου λόγος· τὸ γὰρ Α οὕτως
2nἀποδοθήσεται.
3 Τὸ μὲν ὑγιαίνειν ὡς τελικὸν αἴτιον ἀποδέδοται τοῦ ἀπὸ δείπνου περι‐ πατεῖν. τὸ δὲ μὴ ἐπιπολάζειν μέσον ληφθὲν τοῦ ὑγιαίνειν καὶ τοῦ περι‐
5πατεῖν ἀπὸ δείπνου κατὰ ποῖον γένος τῶν αἰτίων ἀποδίδοται; λέγει δὴ ὅτι κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι. ὥσπερ γάρ τις λόγος ἐστὶ τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας· εἰ γὰρ καὶ μὴ καθόλου τῆς ὑγείας οὗτος ὁ λόγος, ἀλλά γε ταύτης τῆς ὑγείας, ἣν δεῖ ἔχειν τὸ σῶμα ἐν τῷ τροφῆς μετασχεῖν, ἔσται οὗτος ὁ λόγος. ὥσπερ
10γὰρ διάθεσις παρὰ φύσιν, αἴσθησιν βλακὸς ἐνεργείας παρέχουσα ἐκ τοῦ ἀπεπτεῖσθαι τὰ βεβρωμένα καὶ ἄλλα τινὰ παρακολουθεῖν, οἷον ἐρυγὰς δυσώδεις ὀξώδεις κνισσώδεις, φυσήσεις, στενοχωρίας ἀναπνοῆς, τῶν τοιού‐ των τὸ ἐπιπολάζειν, οὕτω τὸ μὴ ἐπιπολάζειν διάθεσις κατὰ φύσιν, αἴσθησιν κατορθώσεως ἐνεργείας παρέχουσα ἐκ τοῦ μηδὲν τῶν προειρημένων γίνεσθαι,
15ἀλλὰ κατὰ φύσιν πάντα.
16nΤὸ γὰρ Α οὕτως ἀποδοθήσεται.
17 Τουτέστιν ἐνδέχεται ταύτην τὴν ὑγείαν οὕτως ὁρισθῆναι, ὡς σημαίνειν ταὐτὸν τῷ ὀνόματι ταύτης τῆς ὑγείας καὶ τὸν ῥηθέντα λόγον. ‘τί ἐστιν ἡ κατὰ τὴν τροφὴν ὑγεία τοῦ τρεφομένου; τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς
20τῷ στόματι τῆς κοιλίασ‘. ἐροῦμεν δὲ καὶ ἑτέρως.
21nΤὸ γὰρ Α οὕτως ἀποδοθήσεται· διὰ τί δὲ τὸ Β τῷ Γ
22nἐστίν; ὅτι τοῦτ’ ἐστὶ τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν.
23 Κατασκευάζει, πῶς λόγος τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν ἔστι, καὶ φησὶ τὸ γὰρ Α οὕτως ἀποδοθήσεται. ἐρωτήσαντος γάρ τινος ὅτι τὸ
25δὲ Β, ἤτοι τὸ 〈μὴ〉 ἐπιπολάζειν διὰ τί ὑπάρχει τῷ Γ τῷ ἀπὸ δείπνου περιπατεῖν, τοῦτο πρὸς τὴν ἐρώτησιν ἀποδώσομεν, ὅτι τοῦτ’ ἐστὶ τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν ὥστε μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. ἔτι δὲ ἀσαφὲς τὸ λεγόμενόν ἐστι· δεῖ δὲ τοῦτο εἰπεῖν σαφέ‐ στερον. δυνάμει τοῦτο λέγει ὅτι ἀπεδόθη μὲν αἴτιον τῷ Γ τῷ ἀπὸ δείπνου
30περιπατεῖν τοῦ Α τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν, ὅπερ ἦν τὸ Β, ὡς λόγος καὶ τί ἐστι· ἀποδοθήσεται δ’ αὖθις αἴτιον τοῦ μὴ ἐπιπολάζειν τῷ περι‐ πατεῖν τὸ ὑγιαίνειν. ‘τί γὰρ χρεία τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ περι‐
πατοῦντι ἀπὸ δείπνου‘ ἐρωτήσαντός τινος ἐροῦμεν ὅτι ὅπως ὑγιαίνῃ. καὶ147

148

ἐπεὶ δι’ ἀλλήλων ἔοικε δείκνυσθαι τὸ ὑγιαίνειν διὰ τοῦ μὴ ἐπιπολάζειν, καὶ ἀνάπαλιν τὸ μὴ ἐπιπολάζειν διὰ τοῦ ὑγιαίνειν, φησὶν ὅτι οὐδὲν ἄτοπον. τοῦτο γάρ ἐστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν, ἤγουν λόγος τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν ἐστίν· ὡς ἀντιστρέφειν πρὸς ἄλληλα. ἐφ’ ὧν οὐδὲν ἄτοπον
5τὸ δι’ ἀλλήλων δείκνυσθαι· διὰ γὰρ τῆς ἀντιφράξεως ἡ ἔκλειψις δείκνυται καὶ διὰ τῆς ἐκλείψεως ἡ ἀντίφραξις· καὶ διὰ τῆς ἀποσβέσεως τοῦ πυρὸς ἐν τοῖς νέφεσιν ἡ βροντή, καὶ ἀνάπαλιν, εἰ καὶ τὰ μὲν κατὰ πρῶτα μέτρα, τὰ δὲ κατὰ δεύτερα ἀποδείξεις εἰσί.
9nΔεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους.
10 Ἐπειδὴ ἀσαφῶς καὶ συγκεχυμένως τοὺς λόγους πεποίηται μὴ διελὼν ἰδίᾳ μὲν τὸν συλλογισμόν, ἰδίᾳ δὲ τὸν προσυλλογισμόν, ἀλλὰ μᾶλλον καὶ τὸν ἔσχατον ὅρον τοῦ συλλογισμοῦ καταλελοιπώς, ὡς δοκεῖν ὅσον ἐκ τῶν λεγομένων ἕνα καὶ ἁπλοῦν ὑπάρχειν τὸ ἅπαν συλλογισμόν, καὶ μηδαμῇ εἶναι δῆλον, ποῦ τὸ ὡς τέλος αἴτιον μέσον εἴληπται, διὰ τοῦτό φησι δέον
15εἶναι μεταλαβεῖν ἐπὶ τὸ σαφέστερον τὰ εἰρημένα διελόντας ἰδίᾳ, καὶ πρό‐ τερον μὲν τοὺς τρεῖς ὅρους τοῦ συλλογισμοῦ εἰληφότας, ἐν οἷς μέσον ἔσται τὸ τελικὸν αἴτιον, ἔπειτα καὶ τὸν προσυλλογισμὸν ἐκθεμένους. ἐντεῦθεν γὰρ ἂν μᾶλλον ἕκαστα φανερώτερα καὶ σαφέστερα γένοιτο, ὡς εἶναι γνώριμα πάντα, ἰδίᾳ μὲν τὰς προτάσεις τοῦ συλλογισμοῦ καὶ τὸ ἐκ τούτων συμ‐
20πέρασμα, ἰδίᾳ δὲ τὰς τοῦ προσυλλογισμοῦ καὶ τὸ ταύταις ἐξ ἀνάγκης ἑπό‐ μενον. ταῦτα δὲ ἤδη ἡμεῖς πεποιήκαμεν· δεῖ δὲ καὶ ἄλλως περὶ τούτων εἰπεῖν τὴν ἡμῶν αὐτῶν διάνοιαν ἐκπειράζοντας, εἰ δυνατόν ἐστι καὶ τρόπον ἕτερον τὴν τῶν προκειμένων ποιήσασθαι διασάφησιν. καὶ δὴ λέγομεν τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα; τὸ Β τὸ μὴ
25ἐπιπολάζειν τὰ σιτία. ἐν μὲν τῇ προλαβούσῃ ἐπιβολῇ μέχρι τοῦ τὸ οὗ ἕνεκα στίζοντες τὸ ἑξῆς ὡς ἓν ἐπεφέρομεν. δυνατὸν δὲ καὶ εἰς τὸ ὑπάρ‐ χειν στίζειν, εἶτ’ ἐπιφέρειν ὡς ἓν τὸ ἑξῆς, ἵν’ ᾖ οὕτω λεγόμενον ‘τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν;‘ μέχρι τούτου ἡ στιγμή, εἶτα τὸ ἑξῆς τὸ οὗ ἕνεκα τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. καὶ οὕτω τὰ
30στοιχεῖα ἐντεῦθεν ἑτέρως καὶ οὐχ ὡς ἀνωτέρω ληφθήσεται· οὐ γὰρ ὃ ἐγένετο ἐκεῖ Γ τὸ ἀπὸ δείπνου περιπατεῖν, τοῦτο κἀνταῦθα φήσομεν, ἀλλὰ τὸ ὑποκείμενον ᾧ δεῖ τοῦ ὑγιαίνειν, οἷον εἰ τύχῃ Σωκράτην ἢ ἄλλον ὁντινοῦν. ὁμοίως καὶ Α οὐχ ὃ ἐλέγομεν ἀνωτέρω τὸ ὑγιαίνειν, ἀλλὰ τὸ ἀπὸ δείπνου περιπατεῖν. τί οὖν αἴτιον τῷ Σωκράτει, ὅς ἐστιν ἐφ’ ᾧ Γ,
35τοῦ ὑπάρχειν αὐτῷ τὸ Α τὸ ἀπὸ δείπνου περιπατεῖν; τὸ οὗ ἕνεκα, ὅπερ
ἐστὶ τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. ἄλλως γὰρ οὐκ ἐνδέχεται οὗ ἕνεκα148

149

εἶναι τὸ μὴ ἐπιπολάζειν, εἰ μὴ οὕτω ληφθείη· οὐ γὰρ ἕνεκα τοῦ μὴ ἐπι‐ πολάζειν ὑγιαίνει ὁ ἀπὸ δείπνου περιπατῶν, ἀλλ’ ἕνεκα τοῦ μὴ ἐπιπολάζειν περιπατεῖ ἀπὸ δείπνου ὁ τοῦτο ποιῶν.
4nΤοῦτο δέ ἐστιν ὥσπερ ἐκείνου λόγος· τὸ γὰρ Α οὕτως
5nἀποδοθήσεται.
6 Πάλιν τὸ Α τὴν ὑγείαν ὡς ἀνωτέρω τίθησιν. τεσσάρων γὰρ ὄντων πραγμάτων, τοῦ τινὸς ὑποκειμένου, τοῦ περιπατεῖν ἀπὸ δείπνου, τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία, τῆς ὑγείας, ἅτε καὶ δύο λαμβανομένων συλλογισμῶν οὐχὶ καὶ στοιχεῖα λαμβάνει τέσσαρα, ἀλλὰ τρία μόνα τὸ Α τὸ Β τὸ Γ.
10ἐξ ἀνάγκης οὖν ἀπὸ ἑτέρου πράγματος μεταβαίνων εἰς ἕτερον καὶ τὰ στοιχεῖα μετατίθησιν. ὥσπερ οὖν τινὸς εἰπόντος ὅτι ‘οὐχὶ τὸ μὴ ἐπιπο‐ λάζειν ἔλεγες πρότερον μέσον ὡς οὗ ἕνεκα, ἀλλὰ τὴν ὑγείαν· πῶς οὖν ἀρτίως τὸ μὴ ἐπιπολάζειν οὗ ἕνεκα φῄσ‘; ὅτι, φησί, τοῦτό ἐστιν ὥσπερ τις ὁρισμὸς τῆς ὑγείας, ὡς εἶναι ταὐτὸν ὑγείαν εἰπεῖν καὶ τὸ μὴ ἐπιπο‐
15λάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. πῶς δὲ τοῦτό ἐστιν, εἴρηται πρότερον.
17nΔιὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν; ὅτι τοῦτ’ ἔστι τὸ ὑγιαίνειν,
17nτὸ οὕτως ἔχειν.
18 Τὸ Β πάλιν ἐνταυθοῖ, ὡς καὶ ἀνωτέρω, τὸ μὴ ἐπιπολάζειν φησί, τὸ δὲ Γ τὸν Σωκράτην ἢ ἄλλον ὁντινοῦν. λέγει τοίνυν ὅτι ἐπεὶ τὴν ὑγείαν
20μέσον ἐλάβομεν ὡς οὗ ἕνεκα κατὰ τοῦ Σωκράτους κατηγορούμενον τοῦ ἐλάττονος, πόθεν ἕξει τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρὸς τὸ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ διὰ τί τὸ Β τῷ Γ ἐστ; διὰ τί; φησίν· ὅτι τοῦτ’ ἔστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν. τοῦτο γὰρ ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι τοῦ οὕτως
25ὑγιαίνειν ἐστί. τῷ μὲν γὰρ γένει καὶ ὑγεία ἐστὶ τὸ οὕτως ἔχειν καὶ διά‐ θεσις κατὰ φύσιν ἐνεργείας οἰστική, εἰδικῶς δὲ τίς τε ὑγεία καὶ μὴ ἐπι‐ πολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρός.
28nΔεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους.
29Ἐπειδὴ ἀλληνάλλως τοὺς λόγους κατά τε τὰ στοιχεῖα καὶ τὰ πράγ‐
30ματα εἰληφότος ἐπῄσθετο ἑαυτοῦ, διὰ τοῦτο ταῦτά φησι· δεῖ δὲ τοὺς λόγους ἄλλως λαμβάνειν, καθὼς ἐνδέχεται μέσον τὸ οὗ ἕνεκα ἐν τῇ ἀπο‐ δείξει γίνεσθαι, καὶ οὕτω μᾶλλον φανεῖται, πῶς γίνεται ὃ προέκειτο, ἔν τε
τῷ συλλογισμῷ προσφυῶς τοὺς ὅρους τιθέναι καὶ εὐαρμόστως καὶ ἐν τῷ149

150

προσυλλογισμῷ. καὶ οὕτω μᾶλλον φανεῖται ἕκαστα, τουτέστι πῶς τε τὸ οὗ ἕνεκα μέσον λαμβάνεται, καὶ πῶς ἡ δεομένη πρότασις παρα‐ μυθίας τινὸς διὰ προσυλλογισμοῦ δειχθήσεται, καὶ πῶς ὁ ἀντὶ τῆς ὑγείας ληφθεὶς λόγος καὶ αὐτὸς λεχθήσεται κατὰ τοῦ ἐν τῷ συλλογισμῷ ἐλάτ‐
5τονος. ταῦτα δὲ ἤδη πάντα γέγονεν. ἴδωμεν δὲ καὶ πῶς ἐνταυθοῖ τῇ τάξει τῶν αἰτίων ὁ Ἀριστοτέλης ἐχρήσατο, τὸ εἰθισμένον αὐτῷ τηρήσας καὶ νῦν· ἀεὶ γὰρ τῷ λόγῳ φυσικώτερον χρώμενος ἀπὸ τῶν χειρόνων τε καὶ ἀτελεστέρων ἐπὶ τὰ κρείττω προβαίνει καὶ τελεώτερα. περὶ τοῦ ὅρου τοίνυν προθέμενος εἰπεῖν ἐξ ἀρχῆς, περὶ ἐκείνου μὲν εἴρηκεν ὅσα εἴρηκεν·
10εἶτα μεταβὰς ἐπὶ τὴν τῶν λοιπῶν αἰτίων ἀπόδοσιν, περὶ τῆς ὕλης πρότερον ὡς τῶν ἄλλων εἴρηκε χείρονος, μετὰ δ’ αὐτὴν περὶ τοῦ ποιητικοῦ. ἐπεὶ δὲ τὸ τέλος τῶν πάντων κρεῖττον ὡς τελεώτερον καὶ τῷ ἐσχάτῳ ὀρεκτῷ καὶ πρώτῳ ἀγαθῷ συγγενέστερον, διὰ τοῦτο καὶ περὶ τούτου τελευταῖον εἴρηκεν.
15nΑἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.
16 Ἐπειδήπερ ὁ ἀνθρώπινος νοῦς τῷ γινώσκειν μιμεῖται τὸν τοῦ παντὸς ποιητήν, ὥσπερ ἐκεῖνος παράγων τὰ πράγματα ἐπὶ ταῖς αὐτῶν οὐσίαις προστίθησιν τὰ ἑπόμενα ἐπιμορφάζων ὥσπερ τὰ εἴδη καὶ οἷόν τι ἄνθος καὶ γάνος αὐτοῖς ἐφαπλῶν, ὡς ἂν εἴη μηδὲν τοῦ ἀνήκοντος ἑκάστῳ ἀρίστου
20καὶ καλλίστου λειπόμενα, δεῖ καὶ ἡμᾶς μετὰ τὸ γνῶναι τὰς τῶν πραγμά‐ των οὐσίας ἐξερευνᾶν καὶ τὰ τούτοις ἑπόμενα, ἵνα οὕτως ἡμῖν ἀνελλιπὴς ὡς ἓν ὂν ἡ πρὸς τὸν δημιουργὸν ἐξομοίωσις γίγνοιτο, ταὐτὸν δ’ εἰπεῖν ἡ ἡμετέρα τελείωσις. ἄλλως γὰρ οὐκ ἔνι τελειοῦσθαι τὰ δεύτερα ἢ τῇ πρὸς τὰ ἐπέκεινα μιμήσει καὶ ὁμοιώσει. ταὐτὸν δὴ καὶ νῦν ἐν τῷ περὶ τῶν
25αἰτίων γίνεται λόγῳ· μαθόντες γὰρ ὅσα τε καὶ τίνα τὰ αἴτια, καὶ ἤδη κατ’ εἶδος ἕκαστον καταλαβόντες αὐτῶν, ἀναγκαῖον ἔχομεν μαθεῖν καὶ περὶ τῶν ἑπομένων αὐτοῖς. ὃ δὴ καὶ ἤδη παραδοῦναι ἡμῖν ὁ Ἀριστοτέλης προτίθε‐ ται· καὶ πρότερον τὴν διαφορὰν τοῦ ποιητικοῦ καὶ τοῦ τελικοῦ, πῶς ἔχει τούτων ἑκάτερον πρὸς τὰ αἰτιατὰ κατὰ τὸ τῷ χρόνῳ πρότερόν τε καὶ
30ὕστερον. φησὶ δὴ ἀνάπαλιν ἔχειν τὰς γενέσεις ἐνταῦθα, τουτέστιν ἐπὶ τῶν τελικῶν (περὶ τούτων γὰρ ἔλεγε προσφάτως) καὶ ἐπὶ τῶν κατὰ κίνησιν αἰτίων, τουτέστι τῶν ποιητικῶν, γένεσιν ὀνομάζων τὴν κατὰ τὸν χρόνον τῶν αἰτίων τάξιν ὡς πρὸς τὸ αἰτιατόν. ὡς ἐπὶ τῶν γινομένων γὰρ τὸν λόγον ποιούμενος διὰ τοῦτο καὶ γένεσιν τὴν τοιαύτην τάξιν ὠνόμασε. φησὶν
35οὖν ὅτι ἀνάπαλιν αὕτη ἔν τε τοῖς τελικοῖς εὑρίσκεται καὶ τοῖς ποιητικοῖς ἔχουσα· τὰ γὰρ ποιητικὰ ὠνόμασε κατὰ κίνησιν αἴτια, ὡς οὕτως ὀνομα‐
σθέντα καὶ ἐξ ἀρχῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.150

151

(1n)

Ἐκεῖ μὲν γὰρ τὸ μέσον δεῖ γενέσθαι πρῶτον, ἐνταῦθα
2nδὲ τὸ Γ τὸ ἔσχατον· τελευταῖον δὲ τὸ οὗ ἕνεκα.
3 Ἐπὶ μὲν γὰρ τοῦ πρὸ τούτου, φησίν, αἰτίου, ὅπερ ἦν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (τοῦτο γὰρ δηλοῖ τὸ ἐκεῖ) δεῖ πρῶτον γενέσθαι τὸ μέσον
5καὶ αἴτιον, εἶθ’ οὕτως ἀκολουθῆσαι τὸ αἰτιατόν· ἐνταῦθα δὲ ἐπὶ τοῦ οὗ ἕνεκα τὸ ἔσχατον, ἤτοι ὁ ἐλάττων ὅρος, ὅπερ τὸ Γ ἐστί, πρῶτον γίνεται, εἶθ’ οὕτω τὸ οὗ ἕνεκα, ὃ τὸ μέσον ἐστίν, οἷον ὡς ἐπὶ τῶν εἰρημένων παραδειγμάτων. ἐκεῖ μὲν γὰρ πρῶτον γέγονε τὸ Ἀθηναίους εἰς Σάρδεις μετ’ Ἐρετριέων ἐμβαλεῖν, ὅπερ τὸ μέσον ἐστίν, εἶθ’ οὕτως αὐτοῖς ὁ
10Μηδικὸς ἐπηκολούθησε πόλεμος, ὅπερ τὸ ἔσχατον· ἐνταῦθα δὲ πρῶτον τὸ ἀπὸ δείπνου περιπατεῖν, ὅπερ τὸ Γ ἐστὶ τὸ ἔσχατον ἐν τῇ ἀποδείξει, εἶτα τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας ἢ τὸ ὑγιαίνειν, ὅπερ τὸ μέσον ἐστὶν ὡς οὗ ἕνεκα.
14nἘνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ
15nἀνάγκης.
16 Ἄλλο τοῦτο περὶ τῶν αἰτίων θεώρημα. φησὶ δὲ ὅτι ἐνδέχεται τοῦ αὐτοῦ πράγματος κατ’ ἄλλην καὶ ἄλλην ἀπόδειξιν, διάφορα κατ’ εἶδος μέσα ληφθῆναι καὶ αἴτια, οἷον τὸ μὲν ἐξ ἀνάγκης τὸ δ’ ὡς οὗ ἕνεκα, ἤγουν τὸ μὲν ὑλικὸν τὸ δὲ τελικόν. καὶ τούτου παράδειγμα τίθησιν, τὸ διιέναι διὰ
20τοῦ λαμπτῆρος τὸ φῶς· ἐξ ἀνάγκης τε γὰρ ἔστιν εἰπεῖν, οἷον διότι μεγα‐ λομερὴς μὲν ὁ ὕελος ἐξ οὗ ὁ φανὸς ἢ εἰ τύχῃ ἡ δορά, μικρομερὲς δὲ τὸ πῦρ, διὰ τοῦτο δίεισι διὰ τῶν μεγάλων πόρων τοῦ ὑέλου ἢ τῆς δορᾶς ἡ τοῦ πυρὸς λεπτομέρεια. καὶ αὕτη ἐστὶν ἐκ τῆς ὕλης ἀπόδοσις. τὸ δ’ ὅπως μὴ πταίωμεν, τοῦτο οὗ ἕνεκα· ἵνα γὰρ μὴ προσκόπτωμεν τοῖς ἐν ποσὶ
25κειμένοις, τούτου ἕνεκα τοὺς λαμπτῆρας ἐπιτηδεύομεν. ἐν τούτοις τὸ μὲν ἐξ ἀνάγκης ἐκ τῆς φύσεως εἴληπται, τὸ δ’ ὡς οὗ ἕνεκα ἐκ τῆς ἡμετέρας ἐπιτεχνήσεως· τῇ γὰρ τῶν ὑλῶν ἰδιότητι πρὸς τὸ λυσιτελὲς ἡμῖν ἐχρησά‐ μεθα. ὥστε τοῖς μὲν σώμασιν, ᾗ τοιάδε σώματά ἐστι, καθ’ αὑτὸ μὲν τὸ ἐκ τῆς ὕλης, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκ τοῦ τέλους. οὐ γὰρ καθ’ αὑτὸ
30διὰ τοῦτο δίεισι τὸ λεπτομερέστερον διὰ τῶν μειζόνων πόρων, ἵνα ἡμεῖς μὴ προσκόπτωμεν· οὐδαμοῦ γὰρ ἡ φύσις τοῦτον ἔσχε σκοπὸν τῆς τοῦ φωτὸς διελεύσεως, ἀλλ’ ἡμεῖς ἑαυτοῖς τοῦτο ἐπετηδεύσαμεν, πρὸς ὃ ἠβουλήθημεν κεχρημένοι τῇ τῶν σωμάτων φυσικῇ ἰδιότητι. τῇ ἡμετέρᾳ δὲ διανοίᾳ καθ’ αὑτὸ μὲν τὸ οὗ ἕνεκα, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκ τῆς ὕλης· καθ’ αὑτὸ
35γὰρ ἡμῖν, ἵνα μὴ προσκόπτωμεν, ἡ τῶν λαμπτήρων χρῆσις ἐπιτετήδευται·151

152

διότι δὲ συμβέβηκε τοιαῦτα εἶναι σώματα πρὸς τοῦτο ἡμῖν ἐκ φύσεως ἐπι‐ τήδεια, διὰ τοῦτο αὐτοῖς ἐχρησάμεθα. ὥστ’ οὐ κατὰ τὸ αὐτὸ τὸ ἐξ ἀνάγκης καὶ τὸ οὗ ἕνεκα εἴληπται, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο. δυνατὸν δὲ καὶ κατὰ τὸ αὐτὸ ἄμφω ἀποδοῦναι τὰ αἴτια, οἷον εἰ βούλει κατὰ τὴν φύσιν· διὰ τί
5οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς; διότι ἐξ ὀστέου φύονται λεπτοτέρου (τοῦτο ἐξ ἀνάγκης), καὶ ἵνα διαιρῶσιν τὴν τροφήν· τοῦτο οὗ ἕνεκα. καὶ ἐπὶ τῶν οὐρανίων σωμάτων, διὰ τί κύκλῳ κινεῖται; διότι οὔτε βαρὺ οὔτε κοῦφόν ἐστι τὸ σῶμα αὐτοῖς (τοῦτο ἐξ ἀνάγκης), καὶ αὖθις διότι νοῦν μιμεῖται· τοῦτο οὗ ἕνεκα. διὰ τί ἡ βῶλος κάτω φέρεται; ὅτι βαρὺ τὸ σῶμα αὐτῇ
10(τοῦτο ἐξ ἀνάγκης), καὶ αὖθις ἵνα τὸν οἰκεῖον τόπον ὡς ἑαυτῆς τελειότητα καταλήψεται· τοῦτο οὗ ἕνεκα. καὶ πλεῖστα ἄν τις εὕροι τὴν φύσιν ἐξ ἀνάγκης τε καὶ ἕνεκά του ποιοῦσαν. ὅπως δὲ ἀνάγκη ἡ ὕλη ὠνόμασται, ἐν τοῖς Φυσικοῖς εἴρηται· ἐπί τε γὰρ τῆς φύσεως ἐπί τε τῆς τέχνης ἐξ ἀνάγκης τῆς ὕλης δεῖ. ἵνα τε γὰρ τόδε γένηται φυσικόν, οἷον ὀφθαλμοὶ
15ἢ ὀδόντες ἤ τι τῶν ἄλλων τῶν ὅσα ποιεῖν ἡ φύσις λέγεται, τοιᾶσδε δεῖ ἢ τοιᾶσδε τῆς ὕλης ἐξ ἀνάγκης, καὶ ἵνα τόδε ἢ τόδε τεχνικόν, τοιᾶσδε ἢ τοιᾶσδε. ὅλως γὰρ διττὴ ἡ φύσις, ἡ μὲν κατὰ τὴν ὕλην καὶ τὴν ἀνάγκην, ἡ δὲ κατὰ τὸ εἶδος, ὃ τῷ τέλει πολλάκις ταὐτόν· καὶ ταῦτα ἐν τοῖς Φυσικοῖς εἴρηται. ὀφθαλμοῦ τε γὰρ εἶδος τὸ ὁρᾶν καὶ τέλος ὀφθαλμοῦ
20τὸ ὁρᾶν (διὰ γὰρ τὸ ὁρᾶν ὁ ὀφθαλμός) καὶ ὤτων τὸ ἀκούειν ὡσαύτως, εἰ μήτις θεῖτο διαφορὰν τοῦ ᾧ καὶ τοῦ οὗ, ὡς καὶ τοῦτο ἐν τοῖς Φυσικοῖς εἴρηται. διττὸν γὰρ τὸ τέλος, τὸ μὲν οὗ τὸ δὲ ᾧ· διὰ μὲν γὰρ τὸ ὁρᾶν οἱ ὀφθαλμοί, ἕνεκεν δὲ τῆς σωτηρίας τοῦ ζῴου ὅρασίς τε καὶ πᾶσα αἴσθησις, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν τέλος ἐστὶ τοῦ εἴδους ἑκάστου τῶν τεχνητῶν
25σκοπιμώτατον ἡ χρεία τῶν ἀνθρώπων, ἧς ἕνεκα πάντα ἐκεῖνα γίνεται. ἐπεὶ οὖν ὕλη καὶ εἶδος ἐν τοῖς φυσικοῖς τε καὶ τεχνητοῖς, ἀποδίδοται τὸ μέσον ποτὲ μὲν ἀπὸ τῆς κατὰ τὴν ὕλην φύσεως, ποτὲ δὲ ἀπὸ τῆς κατὰ τὸ εἶδος ἤτοι τὸ τέλος. τὸ δὲ εἴπερ φῶς γίνεται τῷ διιέναι διὰ τοῦτο προσέθηκεν, ἐπειδὴ εἴρηκε μὲν αἴτιον τοῦ διὰ τοῦ λαμπτῆρος φαίνειν τὸ
30πῦρ τὸ διιέναι τὸ λεπτομερέστερον διὰ τῶν μειζόνων πόρων· οὐ προέκειτο δὲ νῦν ἀκριβολογεῖσθαι περὶ τούτου, εἴτε διὰ τοῦτο εἴτε δι’ ἕτερόν τι γίνεται τὸ φῶς διὰ τῶν λαμπτήρων. διὰ τοῦτο οὕτως εἴρηκεν.
33nρ’ οὖν, εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθαι ἐνδέχεται;
34Τῶν πραγμάτων τὰ μὲν ὡς ὄντα θεωρεῖται, τὰ δὲ ὡς γινόμενα μηδα‐
35μῶς ἄλλως τὸ εἶναι ἢ ἐν τῷ γίνεσθαι ἔχοντα. τοίνυν τὸ περὶ τῶν αἰτίων
τοῦ τε ὑλικοῦ λεγόμενον καὶ τοῦ τελικοῦ, ὡς ἐνδέχεται περὶ τοῦ αὐτοῦ152

153

αἰτιατοῦ ἄμφω ἀποδίδοσθαι ὡς ἐπὶ ὄντων γυμνάσας πρότερον, γυμνάζει νῦν τὸ αὐτὸ καὶ ὡς ἐπὶ γινομένων. εἰ οὖν ἐνδέχεται, φησίν, εἶναι διάφορα αἴτια, ἤγουν ὑλικόν τε καὶ τελικόν, περὶ τοῦ αὐτοῦ ὄντος ἀποδιδόμενα, ἐνδέχεται καὶ περὶ γινομένου τινὸς διάφορα γινόμενα ἀποδίδοσθαι αἴτια,
5οἷον περὶ τῶν βροντῶν. οὐ γὰρ ὡς ἀπαρτιζομένη ὑφίσταται ἡ βροντὴ καθ’ ὁλοκληρίαν τινά, ἀλλὰ κατὰ μικρὸν γινομένη ἅμα τοῦ τε γίνεσθαι καὶ τοῦ εἶναι παύεται, ὡς καὶ ἡμέρα καὶ νύξ, καὶ ὁ ἐν τῷ θεάτρῳ ἀγών, καὶ πολλὰ ἕτερα κατὰ μέρος οὕτω γινόμενα, ὧν τὸ μὲν φθάσαν παρῆλθεν, ἔπεισι δ’ ἕτερον μέχρι τῆς συμπληρώσεως· ὧν οὐδὲν ὅλον θεωρεῖται ὡς
10ὑφιστάμενον. δυνατὸν οὖν, φησί, καὶ ἐπὶ τῶν τοιούτων τὰς δύο αἰτίας ἀποδιδόναι. διὰ τί βροντᾷ; ὅτι πῦρ ἀποσβεννύμενον ἐν τοῖς νέφεσι σίζει τε καὶ ψοφεῖ. τοῦτο ἐκ τῆς ἀνάγκης, ταὐτὸν δ’ εἰπεῖν ἐκ τῆς ὕλης. εἰ γὰρ δεῖ βροντὴν γίνεσθαι, ἀνάγκη πῦρ ἐν τοῖς νέφεσιν εἶναι, καὶ τοῦτο ἀποσβεννύμενον σίζειν τε καὶ ψοφεῖν. καὶ πάλιν διὰ τί βροντᾷ; ἵνα οἱ ἐν
15τῷ Ταρτάρῳ διὰ τούτων ἀπειλούμενοι φοβῶνται. ταύτην δέ, φησί, τὴν αἰτίαν τῶν βροντῶν οἱ Πυθαγόρειοι ἀπεδίδοσαν, τούτου ἕνεκα λέγοντες τὰς βροντὰς γίνεσθαι παρὰ τῆς προνοίας. δυνατὸν δὲ καὶ ἀπὸ τοῦ ποιητικοῦ καὶ τοῦ τελικοῦ τὸ αὐτὸ ἀποδοῦναι. διὰ τί ὁ κόσμος σφαιρικός; διότι τῶν στερεῶν σχημάτων ἡ σφαῖρα κάλλιστον, ἔδει δὲ τὸ ὑπὸ τοῦ καλλίστου ἀρι‐
20στοτέχνου πεποιημένον τῶν σχημάτων ἔχειν τὸ κάλλιστον· καὶ αὖθις διότι τῶν ἰσοπεριμέτρων σχημάτων ὁ κύκλος πολυχωρητότερον.
22nΠλεῖστα δὲ τοιαῦτά ἐστι, καὶ μάλιστα.
23 Ἐπειδὴ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν ἐστί, διὰ τοῦτο οὕτως εἶπεν. ἔστι μὲν γὰρ καὶ ἐν ἀμφοτέροις εὑρεῖν
25πλεῖστα τοιαῦτα τοῖς γένεσιν, ἀλλὰ μάλιστα ἐν τοῖς κατὰ φύσιν. τὸ γὰρ πρότερον εἰρημένον περὶ τῶν λαμπτήρων παράδειγμα τεχνικὸν ἦν, τῇ τῶν σωμάτων φυσικῇ ἰδιότητι τῆς διανοίας κεχρημένης πρὸς τὸ αὐτῇ βουλητόν. διὸ καὶ τὸ μὲν ἐκ τῆς ἀνάγκης αἴτιον φυσικὸν ἐκεῖ ἀπεδίδοτο, τὸ δὲ ἐκ τοῦ τέλους τεχνικόν· ἐπὶ δὲ τῶν φύσει συνισταμένων καὶ συνεστώτων, ὡς
30αὐτὸς ἔφη, ἄμφω φυσικά. λέγει δὲ συνιστάμενα μὲν τὰ γινόμενα, ὡς βροντὴ καὶ ὡς ἡμέρα, συνεστῶτα δὲ τὰ ὄντα ἤτοι καθ’ ὁλοκληρίαν ὑφεστη‐
κότα, ἀλλ’ οὐχ οὕτως ὄντα ὡς ἀεὶ μὲν ὄντα γένεσιν δὲ μὴ ἔχοντα.153

154

(1n)

Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις.
2 Τὴν αἰτίαν ἀποδιδοὺς διὰ τί ἐξ ἀμφοτέρων πεφύκασιν οἱ μέσοι λαμ‐ βάνεσθαι, ἔκ τε τῆς ὕλης καὶ τοῦ εἴδους ἤτοι τοῦ τέλους, οὕτω φησίν ‘ἐπεὶ γὰρ φύσει ἀμφότερα ἥ τε ὕλη καὶ τὸ εἶδος, δεῖ καὶ ἑκάτερον ἀπό‐
5μοιράν τινα τῆς ποιήσεως ἀποφέρεσθαι, ὡς εἶναι τὰ μὲν ἐξ αἰτίας τῆς ὕλης τῶν ποιουμένων τὰ δ’ ἐκ τοῦ εἴδους ἤτοι τοῦ τέλους.
7nδ’ ἀνάγκη διττ.
8Διττήν φησι τὴν ἀνάγκην εἶναι, τὴν μὲν κατ’ οὐσίαν τὴν δὲ κατὰ βίαν, ταὐτόν δ’ εἰπεῖν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν, ἄλλως ἐνταῦθα
10ἢ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς καὶ ἐν ἄλλοις τῶν Φυσικῶν τὴν ἀνάγκην διαιρῶν. καὶ ἔοικεν ἐν ἐκείνοις μὲν τὴν κατὰ φύσιν διαιρεῖν ἀνάγκην εἰς τὴν ἁπλῶς καὶ ἐξ ὑποθέσεως, ἐνταῦθα δὲ τὴν ἁπλῶς εἰς τὴν κατ’ οὐσίαν καὶ τὴν κατὰ βίαν. ἡ μὲν οὖν κατ’ οὐσίαν ἡ κατὰ φύσιν ἐστιν, ἥτις καὶ τελειωτικὴ τοῦ ὑποκειμένου ἔστι κατὰ τὴν φυσικὴν οὖσα τοῦ
15πράγματος ὁρμὴν καὶ ὡσπερεὶ ὄρεξίν τε καὶ ἔφεσιν, ἡ δὲ παρὰ ταύτην ὡς ταύτῃ ἀντικειμένη. καὶ ἓν ἱκανὸν καὶ ἀμφοῖν παράδειγμα· ὁ γὰρ λίθος πρὸς τἀναντία φέρεται ἄνω τε καὶ κάτω ὑπὸ ἐναντίων ἀναγκῶν. ἐναντίον γὰρ τὸ βίᾳ τῷ κατὰ φύσιν· τῷ γὰρ λίθῳ φυσική τις ὁρμὴ καὶ ἔφεσις τὸν οἰκεῖον τόπον καταλαβεῖν ὡς φυσικὴν αὐτοῦ τελειότητα, καὶ δρᾷ ἐν
20αὐτῷ τὴν πρὸς ἐκεῖνον κίνησιν ἡ κατὰ φύσιν ἀνάγκη, ἣν δὴ καὶ ὕλην φαμέν, τὴν δὲ πρὸς τὸν παρὰ φύσιν τόπον ἡ βία καὶ παρὰ φύσιν ἀνάγκη. ὡς γὰρ βαρυτάτῳ τῷ λίθῳ κατὰ φύσιν μὲν ὁ κάτω τόπος, πρὸς ὃν καὶ κατὰ φύσιν κινεῖται, παρὰ φύσιν δὲ ὁ ἄνω, πρὸς ὃν βίᾳ καὶ παρὰ φύσιν αὐτῷ ἡ κίνησις γίνεται· ὥστε διττὴ ἡ ἀνάγκη. πῶς δέ γε καὶ λέγεται
25νῦν ἡ ὕλη δραστική, τὸ παθητικὴ ἴδιον ἔχουσα καὶ εἶναι καὶ ὀνομάζεσθαι; ἢ οὐχ ὡς ἁπλῶς ὕλη δραστικὴ οὐδ’ ᾗ ὕλη, ἀλλ’ ὡς τοῦδε μὲν ὕλη, ἔχουσα δέ τι καὶ εἶδος αὐτὴ καθ’ ὃ καὶ δρᾶν λέγεται. τὸ γὰρ βαρύτατον σῶμα ὕλη μὲν τῷ λίθῳ, ἀλλ’ οὐκ ἀνείδεος· τὸ γὰρ βαρὺ καὶ ναστὸν καὶ ξηρὸν καὶ ψυχρὸν εἶδος, οὐχ ὕλη ἁπλῶς. τὰ γὰρ ἀρχοειδέστερα τῶν εἰδῶν
30ὕλη τοῖς μετ’ αὐτὰ καὶ τελειοτέροις μετὰ τοῦ ὑποκειμένου γίνονται, οὐκ ἂν ὑποστησομένοις ἐν τῷ ὑποκειμένῳ, εἰ μὴ ἐκεῖνα προϋποστήσονται· κἂν αὐτὰ δὲ τὰ κοσμικὰ στοιχεῖα χωρὶς εἰδῶν ἑτέρων λαβόντες φύσιν δρῶσαν
ἐν αὐτοῖς ὡς ὕλην ἐροῦμεν, οὐχ ὡς ὕλης ἡ δρᾶσις ἀλλ’ ὡς εἴδους ἔσται.154

155

τὸ γὰρ κοῦφον κινοῦν πρὸς τὸ ἄνω τὸ πῦρ ἢ τὸ βαρὺ πρὸς τὸ κάτω τὴν γῆν ὡς εἶδος τοῦτο ποιεῖ. ὕλη δὲ πῶς λέγεται; ἴσως ὅτι ὕλη πρὸς τὸν τόπον ἐστί, τὸ μὲν πρὸς τὸν ἄνω τὸ δὲ πρὸς τὸν κάτω, ὅτι τε τούτου ἐφίεται ὡς ἡ ὕλη τοῦ εἴδους, καὶ ὅτι τοῦ οἰκείου τόπου ἐφικνούμενον
5ἕκαστον τοῦ τέλους ἐφικνεῖται καὶ τὸ οἰκεῖον εὖ ἀπολαμβάνει. ἐν ἐκείνῳ μὲν γὰρ μὴ ὂν δυνάμει ἐν ἐκείνῳ ἐστίν, ὅτι τοῦτο πέφυκε· τοῦτο δὲ ὕλης ἴδιον· ἐν ἐκείνῳ δὲ γεγονὸς τὴν οἰκείαν τελειότητα καὶ εἰδοποίησιν δέχεται. διὰ τοῦτο τὴν τοῦ πυρὸς πρὸς τὸ ἄνω κίνησιν ἐκ τῆς κουφότητος μὲν ἀποδιδοὺς ἐκ τῆς ὕλης ἂν ἀποδώσεις, ἐκ δὲ τοῦ τόπου ὡς οἰκείου ἐφε‐
10τοῦ ἐκ τοῦ εἴδους τε καὶ τοῦ τέλους. διὸ ἡ μὲν ἐκ τῆς φύσεως ἀνάγκη ἑκάστου αὐτῷ συνουσίωται καὶ οὐδέποτε αὐτοῦ ἀφίσταται, σύμφυτος οὖσα αὐτή τε καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια, εἴπερ ἡ ὕλη ἑκάστῳ σύμφυτος· ὥστ’ οὐδὲ παρὰ φύσιν οὐδ’ ἔξωθεν οὐδὲ βίαιος, ἀλλ’ οἱονεὶ κατὰ τὴν ὁρμὴν ἑκάστου, καὶ ὡς ἄν τις εἴποι ἑκούσιος, ἅτε ἐκ τῆς οὐσίας οὖσα καὶ τῆς
15φυσικῆς ἑκάστου κατασκευῆς. ἡ δὲ βίαιος ἔξωθεν καὶ πᾶν τοὐναντίον ἐκείνης. δύναται δὲ οὐ μόνον ἡ κατὰ φύσιν ἀλλὰ καὶ ἡ ἔξωθεν ἀνάγκη ἔχειν τὸ ἕνεκά του. ῥίψαι γὰρ ἄν τις λίθον κατὰ λόγον τινὰ καὶ ἵνα τι αὐτῷ κατ’ ὄρεξιν ἀποβήσεται.
19nἘν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτο‐
20nμάτου ὑπάρχει.
21 Τριῶν τούτων ὄντων ἐφεξῆς ἐξ ὧν τὰ γινόμενα γίνεσθαι λέγεται, φύσεως διανοίας αὐτομάτου, ἡ μὲν φύσις εἴρηται ὅτι ἕνεκά του. ἔστι δὲ καὶ ἡ διάνοια ὡσαύτως ἕνεκά του ποιοῦσα· ἢ γὰρ ὄντος ἕνεκα ἢ φαινο‐ μένου ἀγαθοῦ· οὐδὲν δὲ ἀπὸ ταὐτομάτου ἕνεκά του γίνεται, ἐπεὶ καὶ ἐναντίον
25πως τὸ αὐτομάτως τῷ ἕνεκά του, ὡς δηλοῖ καὶ τοὔνομα. αὐτόματον γάρ ἐστι τὸ αὐτομάτην ὄν· μάτην δὲ λέγεται ἢ εἶναι ἢ γίνεσθαι ὃ μὴ πρὸς τέλος ἀφορᾷ, τὸ δὲ ἕνεκά του οὗ ἡ ὕπαρξις ἢ ἡ γένεσις πρός τι τέλος ἀφορᾷ. πῶς οὖν ἂν εἴη ταὐτὸ πρὸς τέλος τε ἀφορῶν καὶ μὴ πρὸς τέλος ἀφορῶν; ὥστε τὸν κατὰ τὸ οὗ ἕνεκα μέσον ἐπὶ μὲν τῶν ἀπὸ φύσεως καὶ
30ἐπὶ τῶν ἀπὸ διανοίας ἔστι ζητεῖν καὶ ἀποδιδόναι, ἐπὶ δὲ τῶν ἀπὸ τοῦ αὐτομάτου οὔτε ζητήσομεν οὔτε ἀποδώσομεν. ἔστι μέντοι τὸ αὐτόματον συμπῖπτον πολλάκις ἐν τοῖς ἀπὸ φύσεως καὶ ἐν τοῖς ἀπὸ διανοίας γινομένοις, ὡς ποτὲ μὲν τὴν φύσιν ἔχειν ἀρχήν, ποτὲ δὲ τὴν διάνοιαν. ὅσα μὲν οὖν αὐτομάτως ἐν τοῖς φύσει γινομένοις ἐπισυμβαίνει, αὐτόματα λέγεται ἁπλῶς,
35οἷον εἰ λίθος ἐξ ὄρους ὑπερκειμένου διὰ τὴν φυσικὴν κατενεχθεὶς βαρύτητα
εἰς καθέδραν ἐπιτήδειος γένηται. ὁ μὲν γὰρ φυσικὸς λόγος αὐτῷ, δι’ ὃν155

156

κατενήνεκται, τὸ εἰς τὸν κάτω τόπον ἐλθεῖν· ἡ δὲ πρὸς καθέδραν ἐπιτη‐ δειότης παρὰ τὸν σκοπὸν τῆς φύσεως αὐτῷ ἐπιγέγονεν, ἀποθραυσθέντων ἴσως αὐτῷ τινων ἐξοχῶν ἐν τῷ κατιέναι. ὅσα δὲ τοῦ αὐτομάτου τοῖς ἀπὸ διανοίας ἐπακολουθεῖ, ταῦτα λέγεται ἀπὸ τύχης, οἷον εἴ τις ἐπὶ τὸ λού‐
5σασθαι ἀπιὼν περιτύχοι χρεωφειλέτῃ καὶ τὸ δάνειον ἀναλήψοιτο. ὡς εἶναι διαφορὰν τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον· εἴ τι μὲν γὰρ τύχῃ, τοῦτο καὶ αὐτόματον, οὐ μὴν καὶ ἀνάπαλιν· ἐπὶ γὰρ μόνοις ἡ τύχη τοῖς κατὰ προαίρεσιν. πολλὰ μέντοι τῶν κατὰ προαίρεσιν γένοιντ’ ἂν καὶ ἀπὸ τύχης, οἷον ὑγεία· αὕτη γὰρ
10γίνεται μὲν νοσοῦντί τινι καὶ ἀπὸ τέχνης ἰατρικῆς, διαίτης προσφερομένης καὶ φαρμάκων τῶν προσηκόντων, καὶ ὅσα ἄλλα τοῖς Ἀσκληπιάδαις ἐπιτε‐ τήδευται πρὸς τὴν τῆς σφετέρας τέχνης κατόρθωσιν· γίνεται δὲ αὕτη καὶ ἀπὸ τύχης, ὅταν παρὰ τὸν σκοπὸν τοῦ κατὰ προαίρεσιν γινομένου ἀκολουθήσῃ, οἷον εἴ τις νοσῶν εἰς κόρον μεταλάβῃ ψυχροῦ διὰ μόνην ἡδονήν, καὶ
15συμβαίνῃ τοῦτον ἐντεῦθεν τῆς νόσου ἀπαλλαγῆναι. ταῦτα δὲ συμβαίνει οὐκ ἐπὶ πάντων τῶν ἀπὸ διανοίας, ἀλλ’ ἐφ’ ὅσων ἐνδέχεται τὴν διάνοιαν ἀποτυγχάνειν, ὥστ’ ἐπὶ τἀναντία πολλάκις τοῦ σκοποῦ φέρεσθαι, τοιαῦται δέ εἰσιν αἱ στοχαστικαὶ πᾶσαι τέχναι, οἷον ἰατρική, κυβερνητική, ῥητορικὴ καὶ αἱ τοιαῦται· οὐ γὰρ ἐξ ἀνάγκης οὔτε ὁ ἰατρὸς ὑγιάσει, κἂν πάντα τὰ
20κατὰ τὴν τέχνην ἐπιτηδεύσῃ, οὔτε ὁ κυβερνήτης σώσει, κἂν μηδὲν παρα‐ λίπῃ, οὔτε ὁ ῥήτωρ πείσει, κἂν πάντα ποιήσῃ ὅσα ἡ τέχνη αὐτῷ ὑποτί‐ θησι· καὶ οὐ παρὰ τὰς τέχνας ἡ αἰτία τῆς ἀποτεύξεως, ἀλλὰ παρὰ τὸ ὑποκείμενον. ἔσται δὴ καὶ ὑγεία σώματος καὶ σωτηρία νηὸς ἀπὸ τύχης, οὐ μὴν οἰκία οὐδὲ ναῦς οὐδέ τι ἕτερον τοιοῦτον. εἰ δὲ καὶ πάσας τὰς
25τέχνας κοινωνεῖν τῆς τύχης δοίημεν, ἀλλ’ οὐ πᾶσαι ἐπίσης, ἀλλ’ αἱ μὲν μᾶλλον αἱ δ’ ἧττον, καὶ τοσοῦτον ἑκάστη, ὅσον ἡ κατ’ αὐτὴν ὕλη πταίει καὶ ἀστατεῖ· πλὴν αἱ στοχαστικαὶ μάλιστα διὰ τὸ μάλιστα αὐταῖς ἀστα‐ τεῖσθαι τὰ ὑποκείμενα.
29nἘν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ τοῦ
30nαὐτομάτου ὑπάρχει οἷον οἰκία ἢ ἀνδριάς, οὐδ’ ἐξ ἀνάγκης, ἀλλ
31nἕνεκά του.
32 Τριῶν ὄντων τούτων, ὡς εἴρηται, καθ’ ἅ ποτε τὰ γινόμενα γίνεσθαι λέγεται (ἢ γὰρ κατὰ φύσιν ἢ κατὰ διάνοιαν ἢ κατά τι αὐτόματον) τὰ τῶν γινομένων κύρια ἡ φύσις ἂν εἴη καὶ ἡ διάνοια. ἐξῃρήσθω γὰρ νῦν τὸ
35θεῖον ὡς ἄλλου λόγου καὶ οὐ τοῦ παρόντος δεόμενον. περὶ μὲν δὴ τῆς156

157

φύσεως εἰρηκὼς οὐδαμῇ ἐπ’ ἐκείνης παρεισήνεγκε τὸ αὐτόματον, ἴσως ὅτι μηδὲν ἐδόξασε τῶν φύσει γινομένων ἐκ ταὐτομάτου γίνεσθαι ἁπλῶς, ἀλλὰ κατὰ λόγον τινὰ θείας προνοίας καὶ φύσεως. κἂν γὰρ αὐτομάτως ποτὲ δοκῇ ἢ φυτὰ ἀναδίδοσθαι ἢ ζῷα ἐκ σήψεως ἀναφύεσθαι, ἀλλ’ οὐχ ἁπλῶς
5ἐνταυθοῖ τὸ αὐτόματον, ἀλλ’ ὅτι μὴ φανερὸς ἴσως ὁ λόγος ἐστὶ τῆς γενέσεως. ἁπλῶς δὲ καὶ μετὰ λόγου καὶ φύσει γεγένηται, τῶν δημιουργικῶν λόγων συμπαρομαρτούντων ἀεὶ καὶ δρώντων καὶ παραγόντων ἐν τῇ ὕλῃ τὰ κατάλ‐ ληλα εἴδη, ὁπηνίκα ἐπιτήδειον τὸ ὑποκείμενον γένηται, μὴ δὲ τῆς τούτου ἐπιτηδειότητος προνοίας ἄτερ γινομένης καὶ τῆς θείας δυνάμεως, μηδὲ τῶν
10πηρωμάτων ἢ τεράτων τῆς καθόλου προνοίας ἀποπιπτόντων καὶ φύσεως, ὡς μιᾶς οὔσης ἁπάντων ἀρχῆς, ἧς ἅπαντα τά τε ὄντα τά τε γινόμενα ἤρτηται, ἀλλὰ μὴ ἐχουσῶν ἑτέραν τῶν ἀποτεύξεων· κἂν γὰρ ἡ ἀπότευξις τῆσδέ τινος φύσεως ὑπάρχῃ ἀπότευξις, ἀλλ’ οὐχὶ καὶ καθόλου τῆς φύσεως. Περὶ δὲ τῆς διανοίας νῦν φάσκων καὶ τῶν κατ’ αὐτὴν γινομένων,
15χώραν τῷ αὐτομάτῳ παρέσχετο, λέγων ἐν τοῖς ἀπ’ αὐτῆς γινομένοις τὰ μὲν οὐδέποτε ἀπὸ τοῦ αὐτομάτου ὑπάρχειν (οὐδέποτε γὰρ οἰκία ἢ ἀνδριὰς ἀπὸ ταὐτομάτου γεγένηται) ἀλλ’ οὐδ’ ἐξ ἀνάγκης τινός, εἴτε τὴν κατὰ φύσιν φαίης εἴτε τὴν κατὰ βίαν ἀνάγκην. οὐ γὰρ τῆς ἐν λίθοις ἢ ξύλοις φύσεως, ὥστε τὴν σφῶν κατὰ φύσιν κινούμενα κίνησιν οἰκίαν ἀποτελέσαι,
20οὔτε μὴν τῆς τοῦ λίθου ἢ τοῦ χαλκοῦ, ἵνα κινηθέντα κατὰ φύσιν ἀνδριάντες γενήσονται. ἧσαν γὰρ ἂν ἐκ ταὐτομάτου καὶ πάλιν ἀνδριάντες γινόμενοι, ὡς τῇ φυσικῇ τῶν σωμάτων κινήσει παρὰ τὸν σκοπὸν τῆς φύσεως ἐπακο‐ λουθοῦντος τοῦ σχήματος. ἀλλ’ οὐδ’ ἂν βιασθεὶς ὁ λίθος ἢ ὁ χαλκὸς εἰς τὴν παρὰ φύσιν αὐτοῦ κίνησιν ἀνδριάντος σχῆμα προσλήψεται, ὡς κἀν‐
25ταῦθα εἶναι αὐτόματον παρὰ τὸν σκοπὸν γεγονὸς τοῦ κινήσαντος· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς οἰκίας. ἀλλ’ ἀεὶ ἕνεκά του, τουτέστι κατὰ σκοπὸν τοῦ κατασκευάζοντος τὰ τοιαῦτα γίνονται, ὡς τῆς κατὰ διάνοιαν ἀεὶ προθέσεως τέλος γίνεσθαι καὶ μηδέποτε ἄλλο. ἢ καὶ δεῖ συνεξακούειν τῷ ἀλλ’ ἕνεκά του τὸ δρῶν κατ’ αὐτὰ καὶ ἄγον πρὸς αὐτά· ἀπὸ διανοίας γὰρ ἡ
30ὕλη κινεῖται ἡ τοῦ κατὰ τὴν οἰκίαν εἴδους δεκτική. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀνδριάντος καὶ τῶν τοιούτων.
32nΤὰ δὲ καὶ ἀπὸ τύχης.
33 Εἰσὶ δ’ ἅ, φησί, τῶν ἀπὸ διανοίας καὶ ἀπὸ τύχης ποτὲ γίνεται, οἷον ὑγεία καὶ σωτηρία. ἐπιτηδεύεται μὲν γὰρ καὶ ἰατρὸς τὴν ὑγείαν καὶ
35κυβερνήτης τὴν σωτηρίαν τῆς νηός, καὶ κατορθοῦσιν ἑκατέραν ἑκάτερος157

158

κατὰ τὸ ἐγχωροῦν τῇ τέχνῃ· ἀλλ’ ἔστι ταῦτα καὶ ἀπὸ τύχης γίνεσθαι, εἰ δ’ ἀπὸ τύχης, καὶ ἀπὸ ταὐτομάτου· τὶ γὰρ ἡ τύχη αὐτόματον. πιών τε γὰρ ὕδωρ τις διὰ μόνην ἡδονὴν ὑγείας παρὰ τὸν σκοπὸν τῆς πόσεως τεύξε‐ ται καὶ ναῦς καταλειφθεῖσα κυβερνήσεως χωρὶς σωθείη ἂν εἰς χωρίον
5φιλάνθρωπον, ἔνθα μηδὲν μήτ’ αὐτῇ συμβαίῃ δεινὸν μήτε τῷ φόρτῳ μήτε μὴν τοῖς ἐμπλέουσι.
7nΜάλιστα δ’ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως ἔχειν.
8 Τοῦτο ὥσπερ κανών ἐστιν ἐν τίσι τῶν ἀπὸ διανοίας γινομένων, χώραν ἔχουσαν τὴν τύχην εἰδέναι ὀφείλομεν. ἴσως μὲν γάρ, φησί, καὶ ἐν ἄλλοις
10τούτων ἔσται τὴν τύχην εὑρεῖν παρεισπίπτουσαν, ἀλλ’ ἀμυδρῶς καὶ ἐπὶ βραχύ, ἐφ’ ὅσον αὐτοῖς τὸ πταίειν ἔχει τὸ ὑποκείμενον. καὶ τέκτων γὰρ ἴσως ἄλλο προθέμενος ἄλλο ἂν τελευταῖον ἀποτελέσειε καὶ σκυτεὺς καὶ χυτρεύς, ἢ τῆς ὕλης ἢ τοῦ ὀργάνου ἤ τινος ἑτέρου πρὸς τὸ ἐξ ἀρχῆς προτεθὲν ἀντιπράξαντος, καὶ ἐπ’ ἄλλων πολλῶν ἀμυδρῶς πως τὴν τύχην
15παρεπομένην εὑρήσομεν, ἵνα μὴ πλείω παρατιθέντες τὸν λόγον μηκύνωμεν· μάλιστα δὲ καὶ ἐναργῶς ἐν τοῖς κατὰ τὰς στοχαστικὰς τέχνας τέλεσιν αὕτη εὑρίσκεται. αὗται δέ εἰσιν ἐν ὅσαις ἐνδέχεται καὶ κατὰ τὸν αὐτῶν σκοπὸν καὶ ἐναντίως τῷ σκοπῷ τὰς ἀποβάσεις γίνεσθαι· στοχαστικαὶ γὰρ οὖσαι ἢ εὐστοχοῦσι πρὸς ὅπερ τὴν πρόθεσιν ἔχουσιν, ἢ καὶ ἀστοχοῦσιν
20ἐνίοτε. τοῦτο γάρ ἐστιν ὅ φησιν ἐν ὅσαις γὰρ τέχναις ἢ ἐν ὅσοις ὑπο‐ κειμένοις, ὁπόταν μὴ ἀπὸ τύχης, ἀλλ’ ὅταν αὐτοὶ οἱ τεχνῖται τὸ τέλος ὡς αὐτοῖς οἰκεῖον προτίθενται, ἐνδέχεται τότε καὶ ὧδε καὶ ἄλλως, τουτέστι καὶ κατὰ σκοπὸν καὶ ἐναντίως τῷ σκοπῷ ἀποβαίνειν τὰ τέλη, ἐν τούτοις μάλιστα χώραν ἔχει τὸ ἀπὸ τύχης. τὸ γὰρ ἄλλως ἢ ὡς ὁ σκοπὸς ἔχει
25τοῦ ἰατροῦ, ᾗ ἰατρός ἐστιν, οὐδέν ἐστιν ἕτερον ἢ τὸ ἐναντίον τῇ ὑγείᾳ. καὶ τὸ ἄλλως ἢ ὡς ὁ κυβερνήτης ᾗ κυβερνήτης προτίθεται, οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐναντίον τῇ σωτηρίᾳ· καὶ τὸ ἑτέρως ἢ ὡς ὁ ῥήτωρ ᾗ ῥήτωρ σκοπεῖ, οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐναντίον τῷ πεισθῆναι, ὅπερ ἐστὶν ἡ ἀπείθεια.
30nὭστε τὸ τέλος ἀγαθὸν ἕνεκά του γίνεται, καὶ ἢ φύσει
31nἢ τέχν.
32 Τὰ μὲν οὕτως ἔχει τῶν ἀντιγράφων, τὰ δὲ οὕτως ὧν δὲ τὸ τέλος ἀγαθόν, τὰ δ’ οὕτως ὥστ’ εἰ τὸ τέλος ἀγαθόν· φέρει δὲ πάντα πρὸς τὴν αὐτὴν ἔννοιαν. ἔστι δὲ τοιοῦτον τὸ λεγόμενον, ὅτι ἐν οἷς τῶν γινο‐
35μένων ἀγαθὸν ἐξ ἀνάγκης τὸ τέλος ἐστὶν ἢ καὶ ὡς ἐπὶ τὸ πολύ, ἕνεκά του158

159

τὰ πρὸς αὐτὸ γινόμενα γίνεται, ὡς τὴν τύχην καὶ τὸ αὐτόματον ἐν τούτοις ἢ μηδ’ ὅλως ἔχειν χώραν ἢ ἐφ’ ὅτι βραχύ, ἀλλὰ φύσιν εἶναι ἢ τέχνην τὴν πρὸς τὸ ἀγαθὸν τέλος ἄγουσαν. ἐπειδὴ γὰρ ἔλεγεν ἀνωτέρω ὅτι ἐφ’ ὧν τεχνῶν ἐπαμφοτερίζει τὸ τέλος, ὡς τἀναντία πολλάκις ἀποβαίνειν τῆς
5τοῦ τεχνίτου προθέσεως (τοῦτο γὰρ ἦν τὸ ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως ἔχειν), ἐπὶ τούτων μάλιστα καὶ ἀπὸ τύχης τὸ τέλος ἐνδέχεται γίνεσθαι, τὸ πρὸς ἐκεῖνο ἀντικείμενον ἐνταῦθά φησιν, ὅτι ἐν οἷς μὴ ὧδε καὶ ἄλλως ἐνδέχεται, ἀλλὰ πάντως ἀγαθὸν τὸ τέλος ἐστίν, ἐν τούτοις τὸ αὐτόματον οὐκ ἔστιν, ἀλλὰ πάντως ἕνεκά του δρᾷ τὸ δρῶν τὰ πρὸς αὐτὸ πάντα
10φέροντα· τοῦτο δέ ἐστιν ἢ φύσει ἢ τέχνῃ, ταὐτὸν δὲ εἰπεῖν διανοίᾳ· πᾶσα γὰρ τέχνη καὶ πᾶσα ἐπιστήμη κατὰ διάνοιαν. εἰ μὲν οὖν κατὰ τὴν πρώτην ῥηθεῖσαν γραφὴν ληψόμεθα τὸ ῥητόν, ἐλλιπέστερον ἔσται, ὡς δεῖσθαι προσθήκης εὐθύς, ἵν’ ᾖ οὕτως ‘ὥστε ἐφ’ ὧν τὸ τέλος πάντως ἀγαθόν, ἐν τούτοις ἕνεκά του γίνεται τὰ πρὸς τὸ τέλος γινόμενα.‘ εἰ δὲ κατὰ τὴν
15δευτέραν καὶ τρίτην, ἐλάττονος δεήσει προσθήκης· ‘ὧν γὰρ τὸ τέλος πάντως ἀγαθόν,‘ καὶ ‘εἰ τὸ τέλος πάντως ἀγαθόν,‘ ἕνεκά του γίνεται τὰ πρὸς τὸ τέλος. ἔστι δὲ καὶ κατ’ ἐρώτησιν εἰπεῖν τὸ τέλος ἀγαθόν, ἵν’ ᾖ οὕτως ‘ὥστε τὸ τέλος ἀγαθὸν ἕνεκά του γίνεται.‘ λέγει τις, φησίν, ὅτι οὐκ ἐπαμφοτερίζει τὸ τέλος, ἀλλὰ πάντως ἀγαθόν ἐστιν· ἕνεκά του ἄρα τὰ πρὸς
20τὸ τέλος, εἴτε ἓν εἴτε πλείω ἐστί. δύναται καὶ ὡς πόρισμα λέγεσθαι ἐκ τῶν εἰρημένων ἀναφαινόμενον. ἐπεὶ γὰρ τὸ αὐτόματον ἐπὶ τῶν ἐπαμφο‐ τεριζόντων ἔλεγε μάλιστα χώραν ἔχειν, δῆλον ἐντεῦθεν ὅτι ἐφ’ ὧν ἀγαθὸν πάντως τὸ τέλος, ὡς μὴ τοὐναντίον ἐνδέχεσθαι, ἐπὶ τούτων ἕνεκά του τὰ πρὸς τὸ τέλος, καὶ ἢ φύσις ἢ τέχνη ἐστὶν ἡ ἄγουσα πρὸς αὐτό. τὸ δὲ
25τὸ ἀγαθὸν τέλος ἕνεκά του λέγεσθαι λόγον οὐκ ἔχει. τὰ γὰρ πρὸς τὸ τέλος ἕνεκά του, τὸ δὲ τέλος οὐχί, ἀλλ’ οὗ ἕνεκα.
27nἈπὸ τύχης δ’ οὐδὲν ἕνεκά του γίνεται.
28 Εἰπὼν ὅτι ἢ φύσει ἢ τέχνῃ τὰ ἕνεκά του λέγει νῦν ὅτι ἀπὸ τύχης οὐκ ἐνδέχεταί τι ἕνεκά του γίνεσθαι. ἡ γὰρ τύχη αὐτόματον, οὐδὲν δὲ
30ἕνεκά του ἐξ αὐτομάτου· οὐδ’ ἀπὸ τύχης ἄρα. πῶς δὲ ἐκ ταὐτομάτου οὐδὲν ἕνεκά του γίνεται, εἴρηται πρότερον.
32nΤὸ δ’ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις.
33Ἐπειδὴ ἐν ταῖς ἀποδείξεσιν ἐκ τοῦ μέσου τοῖς ἄκροις ἡ ἀκολούθησις
γίνεται, πότερον ἀεὶ ὅθεν ἂν τύχῃ ἀρχομένων ἡμῶν ἡ ἀναγκαία τῶν ὅρων159

160

εὑρίσκεται ἀκολούθησις, λέγω δὴ ὁποίου ἂν εἴδους ᾖ τὸ μέσον καὶ αἴτιον, ἢ ἔστι μὲν οὗ, ἔστι δ’ ὅπου οὔ; ὅσα μὲν οὖν ἀναγκαῖα τῶν μέσων, ὡς ἀναγκαίως αὐτοῖς ἕπεσθαι καὶ τὰ αἰτιατά, ἐπὶ τούτων καὶ ἡ ἀκολούθησις ἀναγκαία γίνεται ὁποτέρωθεν ἀρχομένων ἡμῶν, εἴτε ἀπὸ τῶν αἰτίων εἴτε
5ἀπὸ τῶν αἰτιατῶν. ὁποῖόν ἐστι τὸ τί ἦν εἶναι, ὅπερ δὴ καὶ ἅμα ἐστὶ τῷ αἰτιατῷ, ὡς εἶναι κατὰ τὸν χρόνον ὁμόγονα ἀλλήλοις τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ἤγουν τοῖς γινομένοις γινόμενον, τοῖς γεγενημένοις γεγενημένον, τοῖς ἐσομένοις ἐσόμενον, καὶ τοῖς οὖσιν ὄν. οὐ γὰρ ἐνδέχεταί ποτε τὸ εἶδος τοῦ οὗ ἐστιν εἶδος χωρίζεσθαι κατὰ τὴν ὑπόστασιν. οἷον ἐπεὶ εἶδος
10τῆς σεληνιακῆς ἐκλείψεως τὸ ἐν μέσῳ αὐτῆς καὶ τοῦ ἡλίου γεγονέναι τὴν γῆν, εἰ μὲν τὴν ἔκλειψιν ὡς γεγονυῖαν λάβῃς, καὶ τὸ ἐν μέσῳ γεγονέναι τὴν γῆν ἐξ ἀνάγκης ἂν ὡς γεγονὸς λήψοιο· οὐ γὰρ ἂν ἄλλως ἐκείνη γέγονεν, εἰ μὴ αὕτη ἐν μέσῳ γέγονεν. εἰ δ’ ὡς γινομένην ἐκείνην, καὶ αὕτη ὡς γινομένη ληφθήσεται· ἄλλως γὰρ οὐκ ἐνδέχεται γενέσθαι ἔκλειψιν, εἰ μὴ
15καὶ ἡ γῆ ἐν μέσῳ γίνεται. καὶ ἐπὶ τοῦ ἔσεσθαι δὲ καὶ ἐπὶ τοῦ εἶναι ὡσαύτως. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ κρυστάλλου. εἰ γάρ ἐστι κρύσταλλος ὕδωρ πεπηγὸς διὰ παντελῆ θερμοῦ ἔκλειψιν, τὸ ὕδωρ τοῦ κρυστάλλου ἡ παντελής ἐστιν ἔκλειψις τοῦ θερμοῦ. ἔστιν οὖν καὶ τοῦτο τοῦ οὗ ἐστιν εἴδους ὁμόγονον· γίνεται δὴ κρύσταλλος ἐκλείποντος τοῦ
20θερμοῦ παντελῶς, καὶ γέγονεν ἐκλελοιπότος, καὶ ἔσται ἐκλείψοντος. ἔστι δέ, ὡς εἴρηται, ἐπὶ τῶν οὕτως αἰτίων καὶ ἀναγκαία ἡ ἀκολούθησις, ὁπο‐ τέρωθεν ἀρχομένων ἡμῶν, εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ. εἴ τε γὰρ ἐν μέσῳ ἡ γῆ, ἔκλειψις, καὶ εἰ ἔκλειψις, ἡ γῆ ἐν μέσῳ· οὐ γὰρ ἐνδέχεταί ποτε θάτερον θατέρου εἶναι χωρίς. μόνον δὲ διαφέρει, ὅτι
25τὸ μὲν ὡς αἴτιον τὸ δ’ ὡς αἰτιατὸν ἕπεται ἑκάτερον ἑκατέρῳ, ὡς εἶναι τὸ μὲν ἀπόδειξιν ἁπλῶς, τὸ δὲ τεκμηριώδη. ὅσα δὲ μὴ ἅμα ἐστὶν ἀλλή‐ λοις αἰτιατά τε καὶ αἴτια, ἀλλὰ τῶν αἰτιατῶν κατὰ χρόνον προηγεῖται τὰ αἴτια, πῶς ἐροῦμεν ἐπὶ τῶν τοιούτων; τοιαῦτα δὲ πολλὰ ποιητικά τε καὶ ὑλικά. ὅτι μὲν γὰρ κἀπὶ τούτων ἄλλα ἄλλων αἴτια δῆλον, γεγονότων
30γεγενημένα καὶ ἐσομένων ἐσόμενα, καὶ ἐσομένων γεγενημένα, καὶ γινο‐ μένων γεγενημένα· οὐ γὰρ ἐνδέχεται τὸ ἀνάπαλιν. ἀλλ’ οὐδὲ ὁμόγονα· εἰ γὰρ καὶ ἐσομένων ἐσόμενα λέγομεν, ἀλλ’ εἰ καὶ μήπω τὸ αἴτιον γενόμενον θείημεν, ὅμως δεῖ πρῶτον γενέσθαι, καὶ μετ’ αὐτὸ τὸ αἰτιατόν. γινόμενα δ’ ἔτι γινομένων ἤδη ἐνεργείᾳ εἶναι αἴτια οὐκ ἐνδέχεται, ἐπειδὴ τῶν τοιούτων
35οὔθ’ ὁποτέρωθεν ἀρχομένοις οὔτε μὴν ἀπὸ τῶν προτέρων ἀναγκαία ἡ ἀκο‐ λούθησις, ἀλλ’ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα. πλὴν οὐχὶ καὶ τὰ ὕστερα
τῶν προτέρων ἀρχαί, ἀλλ’ ἀνάπαλιν· οὐ γὰρ ἐπειδὴ τὸ ἀναγκαῖον τοῖς λόγοις160

161

παρέχοντες ἀπὸ τῶν ὑστέρων ἀρχόμεθα, διὰ τοῦτο καὶ ἀρχὴ τῶν προτέρων τὰ ὕστερα· ἀλλ’ ἐπειδὴ ἐν τοῖς ἐν γενέσει οὐκ ἀεὶ ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μετὰ τὴν τῶν αἰτίων ὕπαρξιν τὰ αἰτιατὰ γίνεται, διὰ τοῦτο ἡ τῶν ὑστέρων ἀκολούθησις οὐκ ἀναγκαία ἐστὶ πρὸς τὰ πρότερα, καὶ αὖθις ἐπεὶ τὰ ὕστερα
5τῶν προτέρων μὴ ὑπαρξάντων γενέσθαι οὐ δύναται, διὰ τοῦτο ἐκ τούτων ἐν τοῖς λόγοις ἀρχόμεθα τὸ ἀναγκαῖον τοῖς λόγοις παρέχοντες. εἰ γὰρ οἰκία, τοῖχοι, καὶ εἰ τοῖχοι, θεμέλιοι, καὶ εἰ θεμέλιοι, ὀρυγή. καὶ εἰ ὁ Μηδικὸς Ἀθηναίοις ἐπενήνεκται πόλεμος, εἰς Σάρδεις Ἀθηναῖοι μετ’ Ἐρετριέων ἐνέβαλον. καὶ εἰ τὸ Ἴλιον καταβέβληται, ὑπὸ Ἀλεξάνδρου
10Ἑλένη ἀφήρπασται. οὕτω γὰρ ὁ λόγος ἕξει τὸ ἀναγκαῖον, οὐ μὴν εἰ καὶ ἀνάπαλιν εἴπωμεν. καὶ ἐπὶ τῶν φυσικῶν δὲ ὁμοίως· εἰ τέτοκε, κατὰ γαστρὸς ἔσχηκε· καὶ εἰ τοῦτο, ἀνδρὶ πεπλησίακεν. οὐχ οὕτω δ’ ἀναγκαῖον, εἰ καὶ ἀνάπαλιν. οὐδὲν δὲ διαφέρει πρὸς τοῦτο, κἄν τε ὡρισμένον χρόνον κἄν τε ἀόριστον θείημεν, ὥστε λέγειν ὅτι ἐπεὶ τόδε γέγονε, λέγω δὴ τὸ
15πρότερον, ἀληθὲς ἐξ ἀνάγκης ὅτι καὶ τὸ ὕστερον γέγονε. κἄν τε γὰρ ὁρίσῃς τὸν χρόνον, ὡς ἕνα ἐνιαυτὸν θέσθαι τυχὸν ἢ δέκα ἢ εἴκοσιν ἢ ὅπως ἂν βούλοιο, κἄν τε ἁπλῶς λήψοιο, οὐκ ἔσται σοι ὁ λόγος ἀναγκαῖος ἀρχομένῳ ἀπὸ τοῦ προτέρου. εἰ γὰρ καὶ ὡς ἤδη γεγονὸς τὸ ὕστερον ὑποθώμεθα, οἷον τὸ καταβληθῆναι τὸ Ἴλιον μετὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης, ἢ τὸ τὴν
20οἰκίαν γενέσθαι μετὰ τὴν ὀρυγὴν ἢ τὴν τῶν θεμελίων καταβολήν, ἀλλὰ τὸν μεταξὺ χρόνον ἅπαντα ἐν ὅσῳ τὸ μὲν πρότερον ἦν τὸ δ’ ὕστερον οὔπω γέγονε, ψεῦδος ἦν τὸ εἰπεῖν γεγονέναι τὸ ὕστερον. ἐρεῖ δ’ ἄν τις ἴσως ὅτι εἰ καὶ ὡς ἤδη γεγονὸς οὐκ ἦν ἀληθὲς εἰπεῖν τὸ ἐσόμενον ὕστερον τοῦ προτέρου γεγονότος, ἀλλά γε ὡς ἐσόμενον ἀληθὲς ἦν λέγειν τὸν μεταξὺ
25χρόνον ἅπαντα, οἷον Σωφρονίσκου γεγονότος ἀληθὲς ἦν λέγειν ὅτι ἔσται Σωκράτης, καὶ τοῦτο δῆλον ὅτι γέγονεν ὕστερον. ἀλλ’ οὐδὲ τοῦτο ἀληθές· δεῖ γὰρ εἶναι τὸ μέσον καὶ αἴτιον ὁμόγονον τοῦ οὗ ἐστιν αἴτιον, ἤτοι κατὰ τὸ αὐτὸ εἶδος τοῦ χρόνου λαμβανόμενον, ἵν’ εἴη τοῦ μὲν ὄντος τὸ αἴτιον ὄν, τοῦ δὲ ἐσομένου ἐσόμενον, τοῦ δὲ γεγενημένου γεγενημένον, τοῦ δὲ
30γινομένου γινόμενον, ὥστε ὡσαύτως ἔχειν κατὰ τὸ ἐνεργείᾳ καὶ τὸ δυνάμει. εἰ δὲ ἤδη γεγονὸς ὑποθῇ τὸ αἴτιον, ἔσεσθαι δὲ φῂς τὸ οὗ ἐστιν αἴτιον, ὡς αἴτιον ἤδη λέγεις τὸ μήπω αἴτιον· τοῦτο δὲ ψεῦδος. τὸ δὲ λέγειν ὁμόγονον τὸ γεγονός τε καὶ ἐσόμενον ψευδολογεῖν ἐστιν ἄντικρυς, ὡς ἀδύνατον ὂν ταῦτα εἶναι ὁμόγονα. ὥσπερ δὲ δύο γραμμὰς ἐφεξῆς μὲν
35ἀλλήλαις καὶ ἀλλήλων ἁπτομένας εἶναι ἐνδέχεται, συνεχεῖς δ’ οὐδαμῶς, οὕτως οὐδὲ κινήσεις οὐδὲ γενέσεις, οὐδὲ κεκινημένα οὐδὲ γεγενημένα· ἀλλ’ ὥσπερ μεταξὺ δύο γραμμῶν ἐφεξῆς οὐσῶν ἢ ἁπτομένων πέρας εἶναι ἀναγ‐ καῖον ἢ πέρατα διορίζοντα ταύτας ἀπ’ ἀλλήλων, οὕτως ἐπὶ τῶν κινήσεων
ἀμερῆ κινήματα πέρατα, καὶ ἐπὶ τῶν γενέσεων ὡς ἄν τις εἴποι γενήματα,161

162

ὥστε μετὰ τὸ γεγενημένον εἰ ἕτερον γεγενημένον ἢ γινόμενον ὑποθώμεθα, οὐκ ἔσται τούτων ἡ γένεσις συνεχὴς διὰ τὸ δύο εἶναι καὶ μὴ μίαν. αἱ δὲ δύο πέρας διορίζονται· ἀδύνατον δὲ τὰ αὐτὰ διωρισμένα εἶναι καὶ συνεχῆ κατὰ τὸ αὐτό. ἔτι τὸ μὲν γινόμενον ἐν παρατάσει θεωρεῖται, τὸ δὲ
5γεγενημένον ἐν ἀπαρτισμῷ τε καὶ πέρατι· ἢ μᾶλλον τοῦ γινομένου πέρας τὸ γεγονός ἐστιν, ὡς τὸ γεγονέναι τοῦ γίνεσθαι. ὥσπερ οὖν αἱ στιγμαὶ πέρατα οὖσαι γραμμῆς οὔκ εἰσιν ἀλλήλων ἐχόμεναι, οὕτω τὰ κινήματα πέρατα ὄντα κινήσεως οὔκ εἰσιν ἀλλήλων ἐχόμενα· ὡσαύτως οὐδέ τινα γεγονότα, πέρατα ὄντα γενέσεως. καὶ ὥσπερ ἡ γραμμὴ καὶ στιγμὴ οὔκ
10εἰσιν ἀλλήλων ἐχόμεναι, οὐδὲ κίνησίς τε καὶ κίνημα, διότι αἱ μὲν διαιρεταί, τὰ δὲ ἀδιαίρετα, οὕτως οὐδὲ γεγονὸς καὶ γινόμενον διὰ τὸ αὐτό. ἀνάλογον γὰρ ὡς γραμμὴ πρὸς στιγμήν, οὕτω κίνησις πρὸς τὸ κίνημα ἔχει, καὶ τὸ γινόμενον πρὸς τὸ γεγονός. ὡς γὰρ ἄπειρα σημεῖα ἐν τῇ γραμμῇ, οὕτως ἄπειρα ἐν τῇ κινήσει κινήματα καὶ ἐν τῷ γινομένῳ γεγενημένα. τί οὖν
15τὸ ποιοῦν τὰς γενέσεις τῶν πρότερον καὶ τῶν ὕστερον συνεχεῖς φαίνεσθαι, ὡς τῇ τοῦ Σωφρονίσκου γενέσει τὴν τοῦ Σωκράτους δοκεῖν συνεχῆ, καὶ τῇ τῶν θεμελίων τὴν τῶν τοίχων, καὶ ἐπὶ τῶν λοιπῶν, καὶ ταῦτα μὴ ἀναγκαίως οὔσης τῆς τοῦ προτέρου γενέσεως αἰτίας τῆς τοῦ ὑστέρου; ἢ ἐπειδὴ ἐν χρόνῳ ἡ γένεσις, ὁ δὲ χρόνος συνεχής, ἐντεῦθεν καὶ ταῖς
20γενέσεσι φαντασία τῆς συνεχείας παρέχεται.
21nΤὸ δ’ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις.
22 Διαφορὰν καὶ νῦν ἔτι τῶν αἰτίων πρὸς ἄλληλα παραδοῦναι προτίθεται, ἥν τε κατὰ τὸν χρόνον ἔχουσιν ὡς πρὸς τὰ αἰτιατά, ἢ ἅμα αὐτοῖς ὄντα ἢ μή, καὶ αὖθις ἑτέραν, ἥτις αὐτοῖς ἐνθεωρεῖται κατὰ τὴν ἀκολούθησιν, ὡς
25ἢ ἀντακολουθεῖν ἀλλήλοις τὰ αἰτιατὰ καὶ τὰ αἴτια ἢ μή. καὶ τίθησι ταύ‐ τας ὁμοῦ, ἐπειδὴ ἡ μία τῆς ἑτέρας ὡσπερεί τις αἰτία καθίσταται. πρότερόν γε μὴν τάττει τὸ αἴτιον, ὃ τῷ αἰτιατῷ κατὰ τὸν χρόνον συντρέχειν πέφυκε· τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. διότι δὲ ἐξ ἀρχῆς αὕτη ἡ ἀρχὴ τῶν ἄλλων προετέτακτο, καὶ περὶ αὐτῆς ὁ πλείων λόγος ἐν τῷδε τῷ
30βιβλίῳ γεγένηται, ἔστιν ἐν τῷ προκειμένῳ θεωρήματι ὁ μὲν περὶ τούτου λόγος βραχὺς καὶ εὐσύνοπτος, ὁ δὲ περὶ τῶν ἄλλων ποικίλος τε καὶ εἰς πλεῖον ἐπεκτεινόμενος. ἦν οὖν οἰκονομίας ἐν λόγοις κρείττονος τὸν περὶ τούτου λόγον διὰ βραχέων ἀποπληρώσαντα τηνικαῦτα περὶ τῶν ἄλλων
εἰπεῖν. φησὶν οὖν ὅτι ὅταν ᾖ μὲν τὰ αὐτὰ κατ’ εἶδος πράγματα, διαφέρῃ162

163

δ’ ἀλλήλων κατὰ τὰ εἴδη τοῦ χρόνου, ἕξει ταῦτα τὸ ὡς τί ἦν εἶναι μέσον αὐτῶν κατ’ εἶδος μὲν τὸ αὐτὸ κἀκεῖνο, τῷ χρόνῳ δὲ ὁμοίως αὐτοῖς ὑπάρχον διάφορον. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε μὴ διαστείλας ὁποῖον κατ’ εἶδος τὸ μέσον λαμβάνει, ὅ φησι τὸ αὐτὸ τοῖς τῷ χρόνῳ διαφέρουσι.
5δῆλον δὲ ἐκ τῶν ἑξῆς γίνεται ὅτι περὶ τοῦ τῷ χρόνῳ τοῖς ὧν ἐστι μέσον συντρέχοντος ὁ λόγος αὐτῷ πρῶτον, πρὸς ὃ καὶ τὴν ἀντιδιαστολὴν ποιού‐ μενος ἐφεξῆς ‘ἐπὶ δὲ τῶν μὴ ἅμα‘ φησὶν καὶ τὰ ἑξῆς. ὡς εἶναι δῆλον ὅτι περὶ τῶν ἅμα τοῖς αἰτιατοῖς καὶ κατὰ τὸν χρόνον αὐτοῖς συντρεχόντων αἰτίων πρῶτον διδάσκει. λέγει τοιγαροῦν ὅτι ὁπόταν ἐν ἀποδείξει προκει‐
10μένου τινὸς προβλήματος τὸ τί ἦν εἶναι μέσον ἀποδιδῶμεν ὡς ἐνεστὼς τὸ πρόβλημα λαμβάνοντες, τοῦτο οὐκ ἐξαλλάσσεται κατ’ εἶδος τοῦ χρόνου τῷ προβλήματι μεταπίπτοντος, ἀλλὰ τὸ αὐτὸ πάλιν ἐστὶ καὶ τὸ μέσον κατ’ εἶδος, ὥσπερ τὸ πρόβλημα. μόνον δὲ καὶ τὸ μέσον κατὰ τὸν χρόνον ὁμοίως τῷ προβλήματι ἐξαλλάσσεται, ὡς εἶναι ὥσπερ τοῖς οὖσιν ὄν, οὕτω
15καὶ τοῖς γινομένοις γινόμενον, καὶ τοῖς γεγενημένοις γεγενημένον, καὶ τοῖς ἐσομένοις ἐσόμενον. ἢ εἰ βούλει, οὕτω· τὸ μὲν εἶναι ταὐτὸ κατ’ εἶδος μέσον τοῖς τῷ χρόνῳ μεταβάλλουσιν ἔστω ὁμολογούμενον· παραδιδότω δ’ ὁ λόγος τὸ καὶ τὸ μέσον συμμεταβάλλεσθαι κατὰ τὸν χρόνον τοῖς ὧν ἐστι μέσον, ὡς μὴ εἶναι τῶν γινομένων γεγονὸς ἢ ἀνάπαλιν, ἢ τῶν ἐσομένων
20γινόμενον ἢ ἀνάπαλιν, ἀλλ’ ὑπάρχειν ἀλλήλοις ὁμόγονα καὶ ὁμόχρονα. λόγος δὲ τούτου ὅτι οὐδέποτε τὸ τοιοῦτον εἶδος τοῦ οὗ ἐστιν εἶδος χωρίζεται, συντεταγμένον ὂν ἀεὶ καὶ οἱονεὶ μέρος καὶ στοιχεῖον αὐτοῦ. ἐντεῦθεν καὶ αὐτοῖς ἡ ἀντακολούθησις γίνεται. καὶ ὁ μὲν λόγος οὗτος καθόλου, κανών τις ὢν τοῦ πῶς ἔχει ἐπὶ τῶν τοιούτων μέσων πρὸς ἄλληλα τό τε μέσον
25καὶ οὗ μέσον κατὰ τὸν χρόνον ἅμα καὶ τὴν ἀντακολούθησιν. παρατίθησιν δὲ τούτου καὶ ἐναργῆ παραδείγματα, ἃ διὰ τὸ σαφῆ εἶναι παραλέλειπται.
27nΤὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον.
28 Συμπεραίνει τὰ εἰρημένα καί φησιν ὅτι τὸ μὲν οὖν οὕτως αἴτιον ὡς εἰδικὸν ἅμα τῷ αἰτιατῷ ἢ γίνεται ἢ ἔστιν ἢ γέγονεν ἢ ἔσται μηδαμῶς
30αὐτοῦ κατὰ τὸν χρόνον ἐξαλλαττόμενον.
31nἘπὶ δὲ τῶν μὴ ἅμα ἆρ’ ἔστιν ἐν τῷ συνεχεῖ χρόν,
32nὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι τοῦ τόδε γενέσθαι
33nἕτερον γενόμενον, καὶ τοῦ ἔσεσθαι ἕτερον ἐσόμενον, καὶ τοῦ
34nγίνεσθαι δὲ εἴ τι ἔμπροσθεν ἐγένετο.
35Τὰ μὲν τοῖς αἰτιατοῖς κατὰ τὸν χρόνον συντρέχοντά φησιν οὕτω· τί
δ’ ἂν ἐπὶ τῶν μὴ συντρεχόντων, ἀλλὰ κατὰ τὸν χρόνον προλαμβανόντων163

164

εἴποι τις, ὅπερ ἐπὶ τῶν ποιητικῶν τις εὑρήσει καὶ τῶν ὑλικῶν; οἷον πρὸ τοῦ Σωκράτους ὁ Σωφρονίσκος, καὶ πρὸ τῆς οἰκίας λίθοι καὶ ξύλα. ἆρα συνεχοῦς ὄντος τοῦ χρόνου ἔστιν ἐν τούτῳ εἶναι ἄλλα ἄλλων αἴτια, λέγω δὴ τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, οἷον γενόμενον τὸν Σωφρονίσκον
5αἴτιον εἶναι τοῦ Σωκράτους, καὶ γενόμενον τὸ εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων ἐμβαλεῖν τοῦ γενέσθαι Ἀθηναίοις τὸν Μηδικὸν πόλεμον, καὶ γενόμενα λίθους καὶ ξύλα τοῦ γενέσθαι οἰκίαν. λαμβάνεται δὲ ταῦτα ἀμφότερα, τό τε αἴτιόν φημι καὶ τὸ αἰτιατόν, ἐπὶ τοῦ παρεληλυθότος, ὥσπερ ὅτι ἐγένετο ἀμφότερα, τό τε εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων
10ἐμβαλεῖν καὶ ὁ κατ’ αὐτῶν πόλεμος τῶν Μήδων· ἀλλὰ θάτερον θατέρου αἴτιον λέγομεν, τὸ πρὸ τοῦ γεγονὸς τοῦ μετ’ ἐκεῖνο. ὁμοίως Σωφρονίσκον τε καὶ Σωκράτην ἄμφω γεγονότας φαμέν, ἀλλ’ ἐκεῖνον τούτου αἴτιον. καὶ ἐπὶ τοῦ μέλλοντος δὲ ἔστιν ἄμφω λαβεῖν, πλὴν δεῖ προλαβεῖν θάτερον· οἷον ἔδει Σωφρονίσκον ἔσεσθαι, ἵνα Σωκράτης, καὶ τὴν ἁρπαγὴν Ἑλένης,
15ἵνα ἡ τοῦ Ἰλίου κατασκαφή. ὁμοίως ὑπό τινος ἤδη γεγονότος γινόμενον ἕτερον, οἷον γεγονυίας τῆς ἁρπαγῆς Ἑλένης πολιορκεῖσθαι τὸ Ἴλιον. τῆς γὰρ κατασκαφῆς γένεσις ἡ πολιορκία πρὸς αὐτὴν τελευταῖον φέρουσα. ἢ γεγονότος Φειδίου ἀνδριάντα τῆς Ἀθηνᾶς παρ’ αὐτοῦ γίνεσθαι. εἶπε δὲ ὡς ἡμῖν δοκεῖ· οὕτω γὰρ ὁμολογεῖται ὅτι οὐ μόνα ἐστὶ τὰ συνυπάρχοντα
20αἴτια, ἀλλ’ ἔστι καὶ αἴτια τῶν αἰτιατῶν προϋπάρχοντα κατὰ χρόνον. προήνεγκε δὲ κατ’ ἐρώτησιν τὸν λόγον ὡς ἔχοντά τι ζητήσεως ἄξιον. ὁ μὲν γὰρ χρόνος συνεχής, αἱ δὲ γενέσεις τῶν τοιούτων αἰτίων καὶ αἰτιατῶν οὐ συνεχεῖς εἶναι δόξαιεν ἄν, εἴπερ οὐ μία καὶ ἡ αὐτὴ γένεσις τοῦ αἰτίου καὶ οὗ ἐστιν αἴτιον. πῶς οὖν ἡ τοῦδε γένεσις αἰτία τῆς τοῦδε, εἴπερ μὴ
25ἀλλήλων ἔχονται τὸ ποιοῦν τε καὶ τὸ γινόμενον; ὅτι δὲ οὐκ ἔχονται, προϊὼν ἐρεῖ.
27nἜστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός.
28 Ἐφ’ ὧν τὰ αἴτια πρότερα κατὰ χρόνον τῶν αἰτιατῶν ἐστιν, ἐπὶ τού‐ των ἡ ἀναγκαία τοῦ συλλογισμοῦ ἀκολούθησις οὐ δύναται εἶναι ἀπὸ τῶν
30πρότερον ἀλλ’ ἀπὸ τῶν ὕστερον γεγονότων· οἷον εἰ κατεσκάφη τὸ Ἴλιον, ἡρπάγη ἡ Ἑλένη, καὶ εἰ οἰκία ὑπῆρξε, καὶ τοῖχοι, καὶ εἰ τοῦτο, θεμέλια, καὶ εἰ τοῦτο, ὀρυγή· οὐ μὴν ἀνάπαλιν.
33nἈρχὴ δὲ καὶ τούτων τὰ γεγονότα.
34Εἰ καὶ τῷ συλλογισμῷ τὴν ἀνάγκην ἡ ἐκ τῶν ὑστέρων ἐπὶ τὰ πρό‐
35τερα λῆψις παρέχεται, ἀλλ’ οὖν κἀνταῦθα τὰ πρῶτά ἐστιν αἴτια κατά γε164

165

τὰ πράγματα, ὥσπερ καὶ ἐπὶ τῶν τί ἦν εἶναι τὰ αἴτια ἦν τῶν αἰτιατῶν φύσει πρότερα, κἂν τῷ χρόνῳ συνέτρεχον· γεγονότα γὰρ ὀνομάζει τὰ προγενέστερα.
4nΔιὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως.
5 Ἐπειδὴ ὡς ἐπὶ γεγονότων ἀμφοῖν τὸν λόγον ἐγύμνασε, φησὶν ὅτι διὰ τὸ οὕτως ἔχειν ἐπὶ τῶν γεγονότων, ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν γινομένων. τὰ μὲν γὰρ γεγονότα διὰ τὸ ἐκβεβηκέναι φανερά ἐστιν ὡς ἔχει ἀκολου‐ θήσεως, καὶ ὡς αἴτια μὲν τὰ πρότερα· τῷ δὲ συλλογισμῷ τὸ ἀναγκαῖον ἐπὶ τῶν τοιούτων ἡ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα λῆψις παρέχεται.
10διότι οὖν οὕτως ἐπὶ τῶν ἐναργεστέρων ἔχει, διὰ τοῦτο ὡσαύτως καὶ ἐπὶ τῶν μήπω οὕτως ὄντων φανερωτάτων.
12nἈπὸ δὲ τοῦ προτέρου οὐκ ἔστιν.
13 Οὐκ ἔστι, φησί, καὶ ἀπὸ τοῦ προτέρου ἀρχομένους ἐπὶ τῶν τοιούτων ἀναγκαίαν ποιῆσαι τὴν ἀκολούθησιν, ἵνα τις εἴπῃ ὅτι γέγονε καὶ τόδε τὸ
15ὕστερον ἐξ ἀνάγκης, ἐπεὶ τὸ πρότερον γέγονε. ποιεῖται δὲ τὴν ἐπιχείρησιν ἐκ τοῦ μᾶλλον δοκοῦντος, λέγω δὴ ἐκ τοῦ γεγονότος. εἰ γὰρ ἄμφω γέγονε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐχ ἕξει τις εἰπεῖν ὡς οὐ γέγονε τὸ ὕστερον. πῶς οὖν οὐκ ἀληθὲς εἰπεῖν ὅτι ἐπεὶ τὸ πρότερον γέγονεν, ἐξ ἀνάγκης γέγονε καὶ τὸ ὕστερον; ὅτι τὸ ἀναγκαῖον οὐ κατὰ τὸν χρόνον,
20ἀλλὰ κατὰ τὴν φύσιν ἐστὶ τοῦ πράγματος. εἰ οὖν κατὰ φύσιν ἦν τοῖς τοιούτοις αἰτίοις ἐξ ἀνάγκης αὐτοῖς τὰ μετ’ αὐτὰ ἕπεσθαι, ἐπὶ παντὸς ἂν ἦν τοῦτο τοῦ χρόνου· νῦν δ’ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ φύσιν αὐτοῖς. ὥστε καὶ ὅταν δοκῇ διὰ τὸ ἤδη γεγονέναι τὰ ὕστερα, οὐδὲ τότε ἔστιν, ἀλλ’ εἰ ἄρα, ἡ κατὰ τὸν χρόνον ἀπόβασις φαντασίαν ἀκολουθίας τινὰ καὶ τῶν
25ὑστέρων παρέχεται πρὸς τὰ πρότερα.
26nΚαὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως.
27 Ὥσπερ ἐπὶ τῶν γεγονότων καὶ γινομένων ἀπὸ τῶν ὑστέρων, οὐκ ἀπὸ τῶν προτέρων ἡ ἀκολούθησις, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἐσομένων. εἰ γὰρ ἐπὶ τῶν ἤδη γεγονότων αἰτιατῶν οὐκ ἀληθὲς ἦν λαβεῖν ἀπὸ τῶν προ‐
30τέρων τὴν ἀκολούθησιν, κἂν ἴσως ἐδόκει διὰ τὴν ἐκείνων ἀπόβασιν, πολλοῦ
γε δεῖ δόξαι τοῦτο ἐπὶ τῶν μήπω ἀποβεβηκότων.165

166

(1n)

Οὔτε γὰρ ἀορίστου οὔθ’ ὁρισθέντος ἔσται τοῦ χρόνου.
2 Πρότερον ἁπλῶς εἰπὼν καὶ χωρὶς τοῦ τι περὶ τοῦ χρόνου διορίσασθαι, εἴτε ὡρισμένος οὗτος ληφθῇ εἴτε ἀόριστος, καὶ ἐπὶ τῶν κατὰ τοὺς τρεῖς χρόνους γενέσεων διδάξας μὴ δυνατὴν εἶναι ἀπὸ τῶν προτέρων τὴν ἀκολού‐
5θησιν ἐπὶ τὰ ὕστερα, ἔνθα μὴ ἅμα τὰ αἴτια, νῦν καὶ τοῦτο ποιεῖ καὶ διαιρεῖ τὸν χρόνον, ἐν ᾧ αἱ γενέσεις, εἰς ὡρισμένον καὶ ἀόριστον καί φησιν ὅτι κἄν τε οὕτω κἄν τε ἐκείνως τὸν χρόνον λήψοιο, οὐκ ἔσται γενέσθαι ἐκ τῶν προτέρων τὴν ἀκολούθησιν. πάλιν δὲ ἐπὶ τοῦ γεγονότος πρώτου τοῦτό φησιν, ὡς καὶ πρότερον. ἄν τε γάρ, φησίν, ἀόριστον ἄν θ’ ὡρισμένον
10θεῖο τὸν χρόνον, τὸ αὐτό σοι φανήσεται. τὸ δ’ ἑξῆς τῆς λέξεως οὕτως· εἴτε γὰρ ἀόριστον λήψῃ τὸν χρόνον εἴθ’ ὡρισμένον, οὐκ ἔσται σοι τοῦτο, ἵν’ ἐπεὶ τοῦτο ἤγουν τὸ αἴτιον ἀληθὲς ἦν εἰπεῖν γεγονέναι, ᾖ καὶ τοῦτο ἀληθὲς εἰπεῖν γεγονέναι τὸ αἰτιατόν τε καὶ ὕστερον. οἷον ἐπεὶ καὶ ὁ Σω‐ φρονίσκος καὶ ὁ Σωκράτης γεγονότες ἤδη ἦσαν κατὰ τόνδε τὸν χρόνον, καὶ
15δῆλόν ἐστιν ὅτι τοῦ προτέρου γεγονότος καὶ ὁ ὕστερος γέγονεν, οὐκ ἔχει καλῶς λέγειν ὅτι εἰ ὁ Σωφρονίσκος γέγονε, καὶ ὁ Σωκράτης γέγονεν· εἰ γὰρ ἦν ἀληθὲς τοῦτο ἁπλῶς, ἔδει καὶ τὸν μεταξὺ χρόνον τῆς τοῦ Σωφρο‐ νίσκου καὶ τοῦ Σωκράτους γενέσεως εἶναι ἀληθῆ, ὡς γεγονότος τοῦ Σωφρο‐ νίσκου ἀληθὲς εἶναι λέγειν γεγονέναι καὶ τὸν Σωκράτην. ἀλλὰ τοῦτο οὐκ
20ἔστι λέγειν, πρὸ τοῦ γεγονέναι τὸν Σωκράτην γεγονέναι τὸν Σωκράτην. ὥστε οὐδ’ ὅταν ἀπέβη ἡ γένεσις τοῦ Σωκράτους, καθ’ αὑτὸ ἀληθές, ἀλλ’ ἢ κατὰ συμβεβηκὸς ὅτι ἀποβέβηκεν· οὐδ’ ἁπλῶς ἄρα ἀναγκαῖον ἐπὶ τῶν τοιούτων, εἰ τὸ πρότερον γέγονε, καὶ τὸ ὕστερον γεγονέναι, κἂν γέγονεν· ἀλλ’ εἴπερ ἄρα, καθ’ ὑπόθεσιν.
25nδ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐσομένου.
26 Ὥσπερ, φησίν, ἐπὶ τοῦ ἤδη γεγονότος αἰτιατοῦ οὐκ ἔχει καλῶς ἀπὸ τῶν προτέρων ποιεῖσθαι τὴν ἀκολούθησιν ἐν τοῖς τοιούτοις, οὕτω κἂν ὡς μήπω γεγονὸς αὐτὸ θήσομεν, ἀλλ’ ὡς ἐσόμενον· καὶ μᾶλλον ἐπὶ τούτου.
29nΟὐδ’ ἐπεὶ τόδε γέγονε, τόδ’ ἔσται.
30 Κατασκευάζει διὰ τούτων τὸ εἰρημένον, λέγω δὴ τὸ μὴ ἐπὶ μέλλοντος τοῦ αἰτιατοῦ, γεγονότος δὲ ἤδη τοῦ αἰτίου ἐνδέχεσθαι ἀπὸ τοῦ προτέρου ἄρχεσθαι· οὐ γὰρ ἐπεὶ τόδε γέγονεν ἤγουν τὸ αἴτιον, εὔλογον λέγειν ὅτι
ἔσται καὶ τόδε, τουτέστι τὸ αἰτιατόν. τὸ γὰρ κυρίως αἴτιον ὁμόγονον δεῖ166

167

εἶναι τοῦ οὗ ἐστιν αἴτιον, τουτέστι τοῦ κατὰ τὴν γένεσιν χρόνου τοῦ αὐτοῦ. τὸ γὰρ αἴτιον καὶ αἰτιατὸν πρός τι, τὰ δὲ πρός τι ἅμα τῇ φύσει· ὥστε τῶν γενομένων αἴτιον γενόμενον, τῶν ἐσομένων ἐσόμενον, καὶ ἑξῆς ὁμοίως. τοῦ δὲ γεγονότος χρόνου παρῳχηκότος ὄντος καὶ τοῦ ἔσται μέλλοντος πῶς
5ἔσται τι ἐν ταὐτῷ κατ’ ἀμφοτέρους τούτους ὁμόγονον; ὁμόγονον γάρ τί τινι τὸ ταὐτὸν ἐκείνῳ κατὰ τὸν χρόνον τῆς γενέσεως· γεγονὸς δὲ καὶ ἐσόμενον ἀδύνατον εἶναι κατὰ τὸν χρόνον ταὐτόν, εἴπερ μηδὲ παρῳχηκότα καὶ μέλ‐ λοντα τὸν αὐτὸν εἶναι ἐνδέχεται κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος. Ἀλλὰ πῶς ὁμόγονα τὰ αἴτια, φησί, τοῖς ὧν ἐστιν αἴτια; πρὸ γὰρ τῆς
10οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, καὶ πρὸ τοῦ ἀνδριάντος ὁ χαλκός, πῦρ τε καὶ γῆ καὶ τὰ μεταξὺ πρότερα τῶν ἐξ αὐτῶν. καὶ ἐπὶ τῶν ποιητικῶν ὡσαύ‐ τως· πρὸ γὰρ τοῦ Σωκράτους ὁ Σωφρονίσκος, καὶ πρὸ τῆς οἰκίας ὁ οἰκο‐ δόμος. ἢ οὐχ ὡς αἴτια πρὸ τῶν αἰτιατῶν τὰ αἴτια, ἀλλ’ εἰ ἄρα, ὡς ὄντα τινά, ὡς δὲ αἴτια ἅμα· τὸ γὰρ αἴτιον αἰτιατοῦ αἴτιον. μήπω οὖν ὄντος
15αἰτιατοῦ, οὐδὲ τὸ αἴτιον αἴτιον, κἂν ἴσως ὄν τι οἷον ἄνθρωπος ἢ χαλκὸς ἢ λίθοι καὶ ξύλα εἴη δυνάμει, ἐνεργείᾳ δ’ οὐχί, εἰ μὴ καὶ τὸ οὗ ἐστιν αἴτιον. κἂν οὖν γίνηται αἴτιον, καὶ τὸ αἰτιατὸν γίνεται, κἂν γέγονε, γέγονε, κἂν ἔσοιτο, ἔσται, κἂν ᾖ γε, ἐστίν· ὥστε δὴ ὁμόγονα. μήποτε δὲ καὶ ὡς ἀδύνατον τοῦτό φησιν ἑπόμενον τῇ λεγούσῃ ὑποθέσει καὶ ἐκ τοῦ πρότερον
20γεγονότος, ἤγουν τοῦ αἰτίου, τὴν ἀκολούθησιν γίνεσθαι, λέγω δὴ τὸ ὁμό‐ γονα εἶναι τὰ αἴτια τοῖς αἰτιατοῖς, ὡς εἶναι οὑτωσὶ τὸ λεγόμενον· ‘εἰ γὰρ δοίημεν ὡσαύτως καὶ ἀπὸ τῶν προτέρων ἀρχομένοις ὥσπερ καὶ ἀπὸ τῶν ὑστέρων ἀναγκαίαν τὴν ἀκολούθησιν γίνεσθαι, ὁμόγονα ἔσται τὰ μέσα καὶ αἴτια τῶν ὧν ἐστι μέσα καὶ αἴτια, ὡς μηδὲ εἶναί τινα τῶν αἰτίων καὶ
25αἰτιατῶν ἃ μὴ ἅμα ἔστιν. ἀλλὰ τοῦτο ἀδύνατον· πολλὰ γὰρ τῶν αἰτίων πολλῷ τῷ μέσῳ προλαμβάνει κατὰ τὴν γένεσίν τε καὶ ὕπαρξιν τὰ ὧν ἐστιν αἴτια. τοιαῦτα δέ ἐστι τὰ ὑλικὰ καὶ ποιητικά· πολλῷ γὰρ πρὸ τοῦ ἀνδριάν‐ τος ὁ χαλκὸς καὶ τὰ ξύλα πρὸ τῆς νηός, ἀλλὰ καὶ ὁ ἀνδριαντοποιὸς καὶ ὁ ναυπηγός. ὡσαύτως τὰ στοιχεῖα ἐξ ὧν τὸ ζῷον πρὸ τοῦ ζῴου, καὶ ὁ
30φιτύσας πατήρ. οὐκ ἄρα ὁμόγονα τὰ τοιαῦτα αἴτια τῶν ὧν ἐστιν αἴτια.‘ τοῦτο δὲ δῆλον μάλιστα γίνεται ἐφ’ ὧν ἤδη τῶν αἰτίων γεγονότων τὰ αἰτιατὰ μέλλει ἔτι, καὶ οὕτω γέγονεν. εἰ γὰρ ὁμόγονα τοῖς αἰτιατοῖς ὑπάρχειν τὰ αἴτια δοίημεν, ἔσται ὁμόγονά τινα κατὰ τὸ γεγονέναι τε καὶ τὸ ἔσεσθαι, ὅπερ ἀδύνατον. οὐκ ἄρα ὁμόγονα πάντα τὰ αἴτια τοῖς αἰτιατοῖς
35ἔσονται. ὅτι δὲ τοῖς λέγουσιν ἕπεται καὶ ἐκ τῶν προτέρων ὡσαύτως ἀεὶ τὴν ἀκολούθησιν γίνεσθαι κατὰ τὰς τοῦ χρόνου διαφοράς, δῆλον ἐντεῦθεν·
εἰ γὰρ ἐξ ἀνάγκης ἀεὶ τῷ αἰτίῳ τὸ αἰτιατὸν ἕπεται, ὁμοχρόνως ἕξουσιν167

168

ἀλλήλοις ταῦτα κατὰ τὴν γένεσίν τε καὶ ὕπαρξιν, ὡς γινομένων τῶν αἰτίων καὶ τὰ αἰτιατὰ γίνεσθαι, γεγονότων τε γεγονέναι καὶ ἐσομένων ἔσεσθαι καὶ ὄντων εἶναι· καὶ οὕτως ἔσται ἀλλήλοις ὁμόγονα. ἅπερ ὡς ἀληθῶς παρὰ τὴν ἐνάργειαν, πολλῶν ὁρωμένων αἰτίων ὑλικῶν καὶ ποιητικῶν, ἃ τὴν
5τῶν αἰτιατῶν ἐξ ἀνάγκης προείληφε γένεσίν τε καὶ ὕπαρξιν. οὐκ ἄρα δεῖ λέγειν ὡς ἐπὶ τῶν τοιούτων αἰτίων ἐστὶ καὶ ἐκ τῶν προτέρων ἡ ἀκολούθησις.
7nἜτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον.
8 Οἷόν τι πρότερον ἐπὶ τοῦ γεγονότος αἰτιατοῦ περὶ τοῦ χρόνου εἴρηκε, τοιοῦτό τι καὶ νῦν περὶ τοῦ ἐσομένου φησί. κἄν τε γάρ, φησίν, ἀόριστον
10θήσομεν τὸν μεταξὺ χρόνον, δι’ ὅσου τὸ ἐσόμενον μέλλει, κἄν τε ὡρισμένον, δέκα τυχὸν ἢ εἴκοσιν ἐνιαυτοὺς ἢ ὁποσουσοῦν, ψεῦδος ἔσται λέγειν ὡς ἕπεται ἐξ ἀνάγκης τῷ γεγονότι αἰτίῳ τὸ μήπω γεγονὸς αἰτιατόν. οὔτε γὰρ ἀναγκαία ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἡ τῶν τοιούτων ἐστὶν ἀκολούθησις, καὶ ὁ μεταξὺ χρόνος, δι’ ὅσου τὸ ὕστερον οὔπω γέγονε, μὴ ἔχων τὸ ὕστερον
15ψευδῆ ἕξει τὴν τούτου πρὸς τὸ πρότερον ἀκολούθησιν. ἐξ ὅτου γὰρ ἡρπάγη ἡ Ἑλένη, τοὺς μεταξὺ ἐνιαυτοὺς τῆς τε ἁρπαγῆς αὐτῆς καὶ τῆς καταβολῆς τοῦ Ἰλίου ψεῦδος ἦν λέγειν ἔσεσθαι ταύτην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῶν ὡς ἐπὶ τὸ πολύ, περὶ ὧν καὶ οὗτός φησιν· ἐπὶ γὰρ τῶν ἀναγκαίων κἂν ἐν τῷ μεταξὺ ψεῦδος διὰ τὸ μήπω ἀποβαίνειν τὸ ὕστερον, ἀλλὰ διὰ τὸ
20ἀναγκαίως ἀποβαίνειν ὅτε δὴ ἀποβαίνει, ἀντιστρέφει πρὸς ἄλληλα τὰ πρό‐ τερα καὶ τὰ ὕστερα. εἰ γὰρ ἐν κριῷ γέγονεν ὁ ἥλιος, καὶ ἐν ταύρῳ ἔσται ἐξ ἀνάγκης, καὶ εἰ ἐν ταύρῳ γέγονε, δῆλον ὅτι ἐν κριῷ πρότερον.
23nἘπισκεπτέον δὲ τί τὸ συνέχον.
24Τὸ προκείμενον ζήτημα τοῖς Περὶ κινήσεως λόγοις ἐστὶν οἰκειότερον,
25ἔνθα καὶ τελειότερον αὐτῷ ἡ ἐπὶ τούτου παραδίδοται θεωρία. ἐνταῦθα δ’ ἐπὶ μικρὸν τοῦ προκειμένου παρεκβαίνων σκοποῦ, τὸν περὶ τούτου ποι‐ εῖται λόγον, καὶ τοῦτο διότι τὴν τῶν αἰτίων καὶ αἰτιατῶν παραδιδοὺς ἀκο‐ λούθησιν χρόνων διαφορὰν θεωρουμένην ἐν αὐτοῖς εἰσήγαγεν, ὡς εἰπεῖν ἐν αὐτοῖς ὄντα καὶ γεγονότα καὶ γινόμενα καὶ ἐσόμενα, καὶ ὑστέρων γένεσιν
30διαδεχομένην τὴν τῶν προτέρων. φησὶν οὖν, ἐπειδὴ μετὰ τὴν τῶν τοιού‐ των αἰτίων γένεσιν τὰ αἰτιατὰ ὁρῶμεν γινόμενα, πρότερον συνεχεῖς αἱ γενέσεις τῶν προτέρων καὶ τῶν ὑστέρων, ὡς ἔχειν ὅρον τινὰ κοινὸν καθ’ ὃν πρὸς ἀλλήλας συνάπτουσιν, καὶ τίς οὗτος ὁ συνέχων ὅρος ἐστί, τουτέστιν
ὁ συνεχεῖς ἀλλήλαις τὰς γενέσεις εἶναι ποιῶν τῇ ἑαυτοῦ μεσιτείᾳ τε καὶ168

169

κοινότητι, ὥστε καὶ ὑπάρχειν ἐν τοῖς γενητοῖς πράγμασι μετὰ τὸ γεγονέναι εὐθὺς τὸ γίνεσθαι, μηδεμιᾶς μεταξὺ παρεμπιπτούσης διακοπῆς.
3nἪ δῆλον ὅτι οὐκ ἔστιν ἐχόμενον γεγονότος γινόμενον.
4Σφοδροτάτως πρὸς τὴν ζήτησιν ἀπαντᾷ, οὐ χρὴ λέγων ὅλως ζητεῖν,
5τί τὸ συνέχον τὰς γενέσεις ἐστὶ τῶν προτέρων τε καὶ τῶν ὑστέρων· οὐ γάρ εἰσι συνεχεῖς. καὶ πῶς ἄν τι εἴη τὸ συνέχον αὐτάς; δῆλον γάρ, φησίν, ὅτι οὐκ ἔστιν ἐχόμενον γεγονότος γινόμενον. καὶ τοῦτο ἐκ τοῦ μᾶλλον κατασκευάζει· εἰ γὰρ ἔδει, φησίν, ἐχόμενα εἶναι ἀλλήλων, μᾶλλον ἔδει ἔχεσθαι τὰ γινόμενα ὡς συγγενῆ ἀλλήλοις. νῦν δὲ οὐδὲ ταῦτα· πολλοῦ
10ἄρα δεῖ τὸ γεγονός τε καὶ τὸ γινόμενον. δείκνυσιν οὖν τοῦτο, πῶς οὐκ ἔστιν ἀλλήλων ἐχόμενα τὰ γεγονότα. πέρατα γάρ, φησί, καὶ ἄτομα· ταῦτα δ’ οὐκ ἔστιν ἐχόμενα, ἵνα μὴ καὶ περάτων γένοιτο πέρατα, καὶ τοῦτο εἰς ἄπειρον.
14nὭσπερ οὖν οὐδὲ στιγμαί εἰσιν ἀλλήλων ἐχόμεναι, οὐδὲ
15nγενόμενα· ἄμφω γὰρ ἀδιαίρετα.
16 Ἐκ τοῦ ὁμοίου ἡ ἐπιχείρησις. ὥσπερ γάρ, φησί, τὰ σημεῖα οὐκ ἔχονται ἀλλήλων, οὕτως οὐδὲ τὰ γεγονότα. ὅτι δὲ τὰ σημεῖα οὐκ ἔχονται, δῆλον ἐκ τοῦ ἀμερῆ εἶναι. ἐχόμενα γάρ ἐστι ὧν τὰ πέρατα ἕν· εἰ οὖν ἕξονται ἀλλήλων αἱ στιγμαί, δεῖ ταύτας ἔχειν καὶ πέρατα. ἀλλ’ οὐκ ἔχουσιν·
20οὐκ ἄρα ἔχονται. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γεγονότων· ὡς γὰρ ἡ στιγμὴ πέρας γραμμῆς, οὕτω τὸ γεγονὸς πέρας ἐστὶ τῆς γενέσεως. τὸ δὲ πέρας, ᾗ πέρας, ἀμερές. ἀμερῆ ἄρα καὶ αἱ στιγμαὶ καὶ τὰ γενόμενα, ὥστ’ οὐδ’ ἀλλήλων ἐχόμενα.
24nΟὐδὲ δὴ γινόμενον γεγενημένου διὰ τὸ αὐτ.
25 Δείξας πῶς ἀλλήλων οὔκ εἰσιν ἐχόμενα τὰ γενόμενα, τούτῳ πάλιν χρώμενος δείκνυσι, πῶς οὐδὲ γινόμενον γεγενημένου, ὅπερ προέκειτο. τὸ αὐτὸ δέ, φησίν, αἴτιον τοῦ μηδὲ ταῦτα ἔχεσθαι. τὸ γὰρ ἀμερὲς τὸ γεγενη‐ μένον εἶναι αἴτιον κἀκεῖ τοῦ μὴ ἀλλήλων δύο γεγενημένα ἔχεσθαι κἀνταῦθα τοῦ μὴ ἔχεσθαι τὸ γεγενημένον καὶ τὸ γινόμενον.
30nΤὸ μὲν γὰρ γινόμενον διαιρετόν, τὸ δὲ γεγονὸς ἀδιαίρετον.
31Τὸ μὲν γὰρ γινόμενον ἐν ἐκτάσει καὶ διαστήματι θεωρούμενον ἐπι‐
δέχεται διαίρεσιν, τὸ δὲ γεγονὸς πέρας ὂν διαιρέσεως οὔτε διάστασιν ἔχει169

170

οὔτε διαίρεσιν ἐπιδέχεται, ἀλλ’ ἀμερές ἐστι πάντῃ καὶ πέρας, οὐχὶ αὐτὸ περατούμενον· τῶν δὲ περατουμένων ἅπαντα τὰ ἐχόμενα.
3nὭσπερ οὖν γραμμὴ πρὸς στιγμὴν ἔχει.
4Ἔτι καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ ἀλλήλων ἔχεσθαι τὸ
5γεγονός τε καὶ τὸ γινόμενον ἐκ τῆς ἀναλογίας τῆς πρὸς τὴν στιγμὴν καὶ τὴν γραμμήν. ὃν γὰρ λόγον ἔχει ἡ γραμμὴ πρὸς τὴν στιγμήν, τὸν αὐτὸν τὸ γινόμενον πρὸς τὸ γεγονός. καὶ ὥσπερ ἐν τῇ γραμμῇ ἀπείρους ἄν τις στιγμὰς λήψοιτο διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν ὑπάρχειν τὸ συνεχὲς καὶ εἶναι στιγμὴν λαμβάνειν καθ’ ἑκάστην διαίρεσιν, οὕτω καὶ ἄπειρα ὑπάρχει
10γεγονότα ἐν τῷ γινομένῳ. ὥσπερ οὖν γραμμῆς στιγμὴν ἔχεσθαι οὐκ ἐνδέχεται, οὕτως οὐδὲ γεγονὸς γινομένου.
12nΜᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου.
13 Ἐνταῦθα μέν, φησί, ταῦτα ἀμυδρῶς εἴρηται καὶ περὶ μόνης ἰδικῶς τῆς γενέσεως· ἐν δὲ τοῖς τελευταίοις τέσσαρσι τῆς Φυσικῆς ἀκροάσεως
15καθόλου ἐπὶ κινήσεως λέγοντες φανερῶς καὶ ἐπὶ τούτων ἐροῦμεν, καθαρὰν καὶ ἀρίδηλον τὴν περὶ τούτων θεωρίαν παραδιδόντες ὡς καὶ τὴν περὶ τούτων διδασκαλίαν προὔργου πάντως ἐκεῖσε ποιούμενοι, ὅτι γε νῦν κρυφίως καὶ ἀφανῶς ὁ περὶ τούτων λόγος ἡμῖν παραδέδοται ὡς μηδὲ τοῦ προκει‐ μένου ὑπάρχων σκοποῦ οἰκειότατος. ἢ γοῦν οὕτω δεῖ νοεῖν, ὡς εἴπομεν,
20τὸ ‘ἐπισκεπτέον δὲ τί τὸ συνέχον‘ καὶ τὰ ἑξῆς, ἢ ἐπειδὴ εἴρηκεν ὡς οὐκ ἐξ ἀνάγκης ἐν τοῖς τοιούτοις ἕπεται τοῖς προτέροις τὰ ὕστερα, ἀπορεῖ πρὸς τοῦτον τὸν λόγον ὅτι εἰ οὕτως ἔχει, τί λοιπόν ἐστιν αἴτιον τοῦ τὴν γένεσιν ἀδιάκοπον εἶναι, καὶ ἀεὶ μετὰ τὸ πρῶτον γινόμενον ἄλλο γίνεσθαι μετ’ αὐτὸ καὶ ἑξῆς οὕτω καὶ μηδέποτε διαλείπειν, μηδεμιᾶς οὔσης ἀνάγκης
25ἕπεσθαι τοῖς προλαβοῦσι τὰ μετ’ αὐτά. καὶ πρὸς τοῦτο μηδὲν εἰς λόγον ἐπενεγκὼν λύσεως προστίθησι τὰ ἑξῆς, ἐξ ὧν μᾶλλον ἔστιν εἰπεῖν μὴ συνεχῆ εἶναι τὴν γένεσιν, διὰ τὸ τὸ πέρας τοῦ προτέρου μήτε τῇ ἀρχῇ συνάπτειν τοῦ μετ’ αὐτὸ μήτε τινὶ μορίῳ αὐτοῦ. τὸ μὲν οὖν πρότερόν τινα γίνεσθαι καὶ μετὰ ταῦθ’ ἕτερα οὐ συνεχὲς διὰ τὰ εἰρημένα· δόξειε δ’
30ἂν συνεχῆ εἶναι καὶ συνείρειν τὴν γένεσιν διὰ τὸ ἐν χρόνῳ ταύτην γίνεσθαι καὶ ὑπὸ τῆς περιφορᾶς τοῦ παντός, ἅπερ ἄμφω συνεχῆ ὄντα φαντασίαν, ὡς εἴρηται, συνεχείας καὶ τῇ γενέσει παρέχει. καίτοι ἐκείνοις μὲν διακοπὴ
οὐδαμῶς, διὸ καὶ συνείρει καὶ συνεχῆ ἐστι· τοῖς δὲ προτέροις τῶν γινομένων170

171

καὶ τοῖς μετέπειτα τὰ μεταξὺ διαλείμματα ἐναργῆ ἐστι. διὸ οὐδὲ ἡ γένεσις αὐτῶν συνεχής ἐστι.
3nΠερὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς.
4Ὅσον οὖν ἐκ τῶν εἰρημένων, συνεχῆ μὲν οὐκ ἄν τις εἴποι τὴν γένεσιν,
5ἐφεξῆς δέ γε διὰ τὸ μηδὲν μεταξὺ συγγενὲς τοῦ αἰτίου θεωρεῖσθαι καὶ τοῦ μετ’ αὐτὸ αἰτιατοῦ, ἐπεὶ καὶ ἐν τούτοις ἀνάγκη ἀμέσως ἀλλήλοις ἑνοῦσθαι τὸ μέσον καὶ τὸ πρῶτον τῶν ἄκρων. καὶ ἴδωμεν τοῦτο ἐπὶ τῶν στοιχείων πρότερον ὅπως γίνεται· ἔπειτα δὲ καὶ ἐπὶ τῶν πραγμάτων γυμνάσομεν, ὅπως τε ἐκ τῶν ὑστέρων ἀρχομένοις ἀναγκαία ἡ ἀκολούθησις γίνεται ἐπὶ
10τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐφ’ ὧν τὸ πρότερον καὶ τὸ ὕστερον, καὶ ὅτι ἀνάγκη καὶ ἐπὶ τούτων ἄμεσα εὑρίσκεσθαι, ἐξ ὧν ποιήσομεν τὴν ἀπόδειξιν. ἔστω δὴ τὸ Δ αἰτιατὸν ἔσχατον, καὶ τούτου πρότερον τὸ Γ, αἴτιον ὂν αὐτοῦ προσεχές, καὶ τούτου αὖθις τὸ Α. ἐὰν οὖν τὸ Γ γεγονὸς ὑποθώμεθα, ἀνάγκη τὸ Α πρὸ τούτου γεγονέναι. καὶ εἰ τὸ Δ γέγονεν, ἀνάγκη τὸ Γ.
15ὥστε εἰ τὸ Δ γέγονεν, ἀνάγκη τὸ Α. αὕτη μὲν ἡ πρόθεσις τῶν εἰρημένων· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὴν λέξιν. περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. τὰ εἰρημένα προσεχῶς ἀποκαθίστησιν καί φησιν ὅτι ὁ μὲν περὶ τῆς γενέσεως πλατύτερος λόγος καὶ ἀκριβέστερος ἐν τοῖς τελευταίοις τέσσαρσι
20τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις παραδίδοται. πρὸς δὲ τὴν παροῦσαν πραγμα‐ τείαν εἰλήφθω ἐπὶ τοσοῦτον ὅσον ἀρκεῖ πρὸς τὸ δεῖξαι πῶς ἂν ἔχοι τὸ μέσον, τουτέστι τὸ αἴτιον τοῦ τε συμπεράσματος καὶ τοῦ πράγματος ἐπὶ τῶν τοιούτων ἐφ’ ὧν ἡ γένεσις ἐφεξῆς, τουτέστιν ἐπὶ τῶν ἐχόντων τὸ πρότερον καὶ τὸ ὕστερον αἰτίων καὶ αἰτιατῶν. οὐ γὰρ περὶ τῆς γενέσεως νῦν, ἀλλὰ
25περὶ τῆς ἀποδείξεως προέκειτο πῶς ἔχει τὸ ἀναγκαῖον, προβαινούσης τῆς γενέσεως κατὰ τὴν τάξιν τοῦ προτέρου καὶ τοῦ ὑστέρου, ἃ καὶ ἐφεξῆς λέγεται, ὁπόταν μηδὲν αὐτῶν ᾖ ὁμογενὲς μεταξύ.
28nἈνάγκη γὰρ καὶ ἐν τούτοις τὸ μέσον καὶ τὸ πρῶτον
29nἄμεσα εἶναι.
30 Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἐπὶ μὲν τῶν ἅμα διὰ τὸ συνεῖναι ἀλλήλοις τὸ αἰτιατὸν καὶ τὸ αἴτιον δῆλον γέγονεν ὅτι ἄμεσά ἐστι τὰ εἰς τὴν ἀπό‐ δειξιν λαμβανόμενα. μήποτε δὲ ἐπὶ τῶν μὴ ἅμα ἄλλως ἔχει, καὶ οὐκ ἐνδέχεται ἀμέσως ἔχοντας ὅρους εὑρεῖν. ἴσως γὰρ διὰ τὸ ἐν χρόνῳ τὴν γένεσιν εἶναι καὶ τὸν χρόνον εἶναι συνεχῆ, οἰήσαιτ’ ἄν τις ὡς οὐκ ἐνδέ‐
35χεται ἄμεσα ἐπὶ τῶν τοιούτων εὑρεῖν, συνεχῶν ὄντων καὶ τοῦ χρόνου καὶ171

172

τῆς γενέσεως ἐπ’ ἄπειρόν τε διαιρετῶν, ὡς ἄπειρα νῦν ἐξὸν εἶναι λαβεῖν ἐν ὁτῳοῦν χρονικῷ διαστήματι, καὶ μεταξὺ δύο νῦν διάστημά τι χρονικόν, ὡς μὴ ἐχομένων τῶν νῦν, καὶ αὖθις ἄπειρα γεγονότα ἐν ᾑτινιοῦν γενέσει, καὶ μεταξὺ δυοῖν γεγονότων γένεσιν, κἀντεῦθεν ἐξ ἀνάγκης ἄπειρα εἶναι
5τὰ μέσα, καὶ μὴ ἐνδέχεσθαί τι ἄμεσον ἐν τοῖς τοιούτοις λαμβάνεσθαι· καὶ διὰ τοῦτο μηδ’ εἶναι ἀπόδειξιν ἐπὶ τῶν μὴ ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν, ἀλλ’ ἐπὶ μόνων γίνεσθαι αὐτὴν ἐφ’ ὧν μέσον τὸ τί ἦν εἶναι λαμ‐ βάνεται. οἷον ἐπειδὴ συνεχὴς ὁ χρόνος, ἐν ᾧ ἡ γυνὴ ἀνδρὶ πεπλησίακε, τῷ χρόνῳ ἐν ᾧ κατὰ γαστρὸς ἔσχηκε, καὶ ἡ γένεσις ἐκείνη τῇ γενέσει
10ταύτῃ, οὐκ ἔσται ἄμεσα ταῦτα ἀλλήλοις, ἀλλ’ ἀεὶ ἔστι μεταξύ τι λαβεῖν, διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν εἶναι τὸ συνεχές, ὡς εἴρηται, καὶ ἀεὶ δύνα‐ σθαί τι λαβεῖν μεταξὺ δύο νῦν καὶ μεταξὺ δύο γεγονότων. καὶ εἰ ταῦθ’ οὕτως ἔχει, μάτην αὐτῷ ὁ περὶ τῶν τριῶν αἰτίων λόγος εἰς μέσον εἰσενή‐ νεκται, ὡς καὶ τούτων ἕκαστον ἐνδέχεσθαι λαμβάνεσθαι μέσον, καὶ ἀπό‐
15δειξιν γίνεσθαι μεσάζοντος ἐν αὐτῇ ὡς τοῦ τί ἦν εἶναι, οὕτω καὶ τῶν λοιπῶν ἑκάστου αἰτίων. εἰ γὰρ μὴ ἔστιν ἄμεσον πρότασιν ἐπὶ τούτων λαβεῖν, πῶς ἔσται ἀπόδειξις, εἴ γε ἐκ πρώτων καὶ ἀμέσων ἡ ἀπόδειξις συνίστασθαι πέφυκεν, ἄμεσος δέ ἐστιν, ἧς μὴ ἔστιν ἄλλη προτέρα πρότασις; πῶς δ’ οὐκ ἔσται προτέρα προτάσεως ἧς τῶν ὅρων ἔστι τι λαβεῖν μεταξύ;
20διὰ ταῦτα πρῶτον μὲν τὴν γένεσιν μὴ οὖσαν ἔδειξε συνεχῆ· τοῦτο γὰρ αἴτιον ἐδόκει τοῦ ἀεί τι μέσον λαμβάνεσθαι· νῦν δ’ αὖθις αὐτόθεν δείκνυσι τὸ καὶ ἐν τοῖς τοιούτοις ἀμέσους προτάσεις λαμβάνεσθαι. φησὶ τοίνυν ὅτι ἀνάγκη καὶ ἐν τοῖς τοιούτοις, τουτέστιν ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ μέσον καὶ τὸ πρῶτον ἄμεσα εἶναι, μέσον λέγων τὸ τοῦ ἐσχάτου προσεχὲς
25αἴτιον, καὶ πρῶτον τὸ τοῦ μέσου αἴτιον· ὡς ἐκ τοῦ ἐσχάτου ἀρχομένων ἕπεσθαι τὸ μέσον, καὶ τούτῳ αὖθις τὸ πρῶτον, ὅτε τὸν λόγον ἐπὶ τριῶν ὅρων γυμνάζομεν· κἂν ἐπὶ πλειόνων δέ, ὡσαύτως ἐκ τῶν ὑστέρων ἀρχο‐ μένοις ἀεὶ τὰ πρότερα ἕπεται.
29nΟἷον τὸ Α γέγονεν, ἐπεὶ τὸ Γ γέγονεν. ὕστερον δὲ τὸ Γ.
30 Εἰπὼν ὅτι καὶ ἐν τούτοις ἄμεσοι αἱ προτάσεις ἐξ ἀνάγκης εἰσίν, ὡς μηδενὸς ἄλλου ὄντος μεταξὺ τοῦ μέσου καὶ τοῦ πρώτου, ἀλλ’ αὐτοῦ ὄντος ἑπομένου ἀμέσως ἐξ ἀνάγκης τοῦ πρώτου τῷ μέσῳ, ἂν ἀπὸ τοῦ μέσου τις ἄρχηται, ἐπὶ τῶν στοιχείων τὸν λόγον γυμνάζει, τὸ Α γεγονέναι λέγων, ἐπεὶ τὸ Γ γέγονε. τὸ μὲν γὰρ Γ τοῦ Α ὕστερον, ἐπεὶ καὶ αἰτιατόν, τὸ
35δὲ Α τοῦ Γ πρότερον, ἐπεὶ καὶ αἴτιον· ἀλλ’ ἐν τῷ λόγῳ πρότερον εἶναι
τὸ Γ τίθεται, ἵν’ ἐξ ἀνάγκης τὸ Α ἀκολουθήσῃ.172

173

(1n)

Ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον τοῦ νῦν εἶναι.
2 Εἰ καὶ τὸ Α αἴτιον καὶ διὰ τοῦτο φύσει πρότερον τοῦ Γ, καὶ τὸ Γ αἰτιατὸν καὶ διὰ τοῦτο φύσει ὕστερον τοῦ Α, ἀλλ’ ἐν τῇ τῆς προτάσεως λήψει ἀρχὴ τὸ Γ λαμβάνεται, ἵνα ἡ τοῦ προτέρου ὕπαρξις ἐξ ἀνάγκης
5ἀκολουθήσῃ· καὶ ὃ ἄν τις ὑπέλαβεν αἴτιον αὐτῷ εἶναι ὑστερήσεως, τοῦτο μᾶλλον αὐτῷ αἴτιον τοῦ προτάττεσθαι γίνεται, τοῦτο δέ ἐστι τὸ ἐγγὺς εἶναι τοῦ νῦν, ὅπερ ἀρχὴ τοῦ μέλλοντος χρόνου ἐστίν, ἤγουν τοῦ μετὰ τὴν γένεσιν τοῦ Γ. τὸ γὰρ Γ ἐγγύτερον ὂν τοῦ νῦν τούτου, διὰ τοῦτο πρὸ τοῦ Α λαμβάνεται ὄντος πορρώτερον τοῦ νῦν.
10nΤὸ δὲ Γ γέγονεν, εἰ τὸ Δ γέγονεν.
11 Ὥσπερ δὲ τὸ Γ ὕστερον ὂν τοῦ Α πρότερον ἐλήφθη αὐτοῦ, ἵν’ αὐτῷ τὸ Α ἀκολουθήσῃ, οὕτω πάλιν τοῦ Δ ληφθέντος ἀκολουθεῖ τὸ Γ. οὕτω γὰρ ἔσται τὸ ἀναγκαῖον κἀνταῦθα, τοῦ Δ τεθέντος ἀκολουθεῖν τὸ Γ, ὡς ἤδη συνάγεσθαι καὶ συμπέρασμα τοῦ Δ γενομένου τὸ Α γεγονέναι. καὶ
15ἔστιν ὁ ἅπας συλλογισμὸς οὕτως· τοῦ Δ γενομένου τὸ Γ γέγονε· τοῦ Γ γενομένου τὸ Α γέγονε· τοῦ δὴ Δ γενομένου τὸ Α γέγονεν. αἴτιον δὲ τῆς συναγωγῆς τοῦδε τοῦ συμπεράσματος τὸ Γ. διὰ γὰρ μέσου τούτου τὸ Α τῷ Δ ἠκολούθησεν.
19nΟὕτω δὲ λαμβάνοντι τὸ μέσον στήσεταί που.
20 Ἡμεῖς μέν, φησίν, οὕτως ἐλάβομεν ὡς ἀμέσως ἑπομένων τῶν προτέρων τοῖς ὑστέροις· κἂν εἰ μὴ ἀμέσως δὲ οὗτοι εὐθὺς οἱ ὅροι, ἀλλ’ οὕτω λαμ‐ βάνοντί τινι τὸ μέσον καὶ παρεμβάλλοντι ἀεὶ τὸ εὑρισκόμενον στήσεταί που ἡ λῆψις εἰς ἄμεσον, ὡς μηκέτι εὑρίσκεσθαι ἕτερον ὃ παρεμβλη‐ θήσεται.
25nἪ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον. οὐ γάρ ἐστιν
26nἐχόμενον γεγονὸς γεγονότος.
27 Τοῦτο ἐπιδιόρθωσίς ἐστι τοῦ ῥηθέντος, τὴν ἀκρίβειαν παραδιδοῦσα τοῦ προκειμένου θεωρήματος, πῶς ἐνδέχεται τὴν τοῦ μέσου ἵστασθαι λῆψιν, καὶ πῶς οὐκ ἐνδέχεται. εἰπὼν γὰρ ὅτι στήσεταί που εἰς ἄμεσον, φησὶ
30νῦν διορθούμενος ‘ἢ οὐ στήσεται ἁπλῶς, ἀλλὰ κατά τι μέν, κατά τι δὲ οὔ‘. κατὰ μὲν γὰρ τὸν χρόνον ἀεὶ παρεμπεσεῖταί τι μέσον καὶ οὐδέποτε
στήσεται εἰς ἄμεσον. ἐπεὶ γὰρ συνεχὴς ὁ χρόνος, καὶ οὐκ ἔστι δύο νῦν173

174

ἐφεξῆς ἀλλήλων ἐχόμενα, ἀλλ’ ἀεὶ δύο νῦν μεταξὺ ἔστι λαβεῖν διάστημα, ὑπάρχει δὲ οὗτος συνεχὴς καὶ ἐπ’ ἄπειρον διαιρετός, διὰ τὸ ἄπειρον τοῦτο ἔσται ἀεί τι παρεμπῖπτον μεταξὺ ὧν ἄν τις λήψοιτο. τῶν δὲ πραγμάτων οὐχ οὕτως ἐχόντων, ἀλλὰ διισταμένων ἀπ’ ἀλλήλων τῶν αἰτιατῶν καὶ
5αἰτίων, ἀνάγκη κατά γε ταῦτα στῆναι τὴν λῆψιν καὶ ἄμεσόν τι εὑρεῖν αἴτιον καὶ αἰτιατόν.
7nἈλλ’ ἄρξασθαί γε ὅμως ἀνάγκη ἀπὸ τοῦ μέσου.
8 Τουτέστιν εἰ καὶ διὰ τὴν ἀπειρίαν τῆς τοῦ συνεχοῦς διαιρέσεως ἀεί τι παρεμπίπτει, ἀλλ’ ἡ τῶν αἰτίων καὶ αἰτιατῶν φύσις ἀναγκάζει καὶ κατὰ
10χρόνον ἀρχήν τινα θέσθαι, καὶ τὴν μείζονα πρότασιν λαμβάνοντας ἄμεσον οὖσαν κατὰ τὰ πράγματα, μὴ ἀπὸ τοῦ μείζονος ὅρου ἄρχεσθαι, ἵν’ αὐτῷ τὸ μέσον ἕποιτο (οὐ γὰρ ἀναγκαία οὕτως ἡ ἀκολούθησις) ἀλλ’ ἀπὸ τοῦ μέσου· τούτῳ γὰρ ἀναγκαίως ἀκολουθήσει τὸ πρῶτον. λαμβανομένου δὲ τοῦ ὑστέρου πρῶτον, ἐπεὶ ἐν χρόνῳ τὸ λαμβανόμενον, καὶ χρόνος αὐτῷ
15συλληφθήσεται· ὥστε εἶναι τὸ νῦν τοῦ παρελθόντος προλαμβανόμενον. οἷον εἰ θεμέλιοι γίνονται, ἀνάγκη πρότερον ὀρυγὴν γεγονέναι. ἰδοὺ τὸ πρῶτον ληφθὲν πρᾶγμα μὲν ὁ θεμέλιός ἐστι, χρόνος δὲ τὸ νῦν γίνεσθαι τῷ λαμ‐ βανομένῳ συσσημαινόμενος ῥήματι. ἔστι δὲ τούτων πρότερα τό τε γεγο‐ νέναι καὶ ἡ ὀρυγή, ἃ ἐκείνοις ληφθεῖσιν ἐπηκολούθησεν. ἐρεῖ τις οὖν οὕτως·
20εἰ οἰκία γέγονε, θεμέλιοι γεγόνασιν· εἰ δὲ θεμέλιοι γεγόνασι, λίθοι ἐτμή‐ θησαν· εἰ οἰκία ἄρα γέγονε λίθοι ἐτμήθησαν. ἀναγκαῖον δὴ τὸ συνηγμένον, ἀλλ’ οὐκ ἐξ ἀμέσων ἀμφοῖν. δεῖ τοίνυν τινὸς μέσου τῶν θεμελίων καὶ τῆς οἰκίας, ὅπερ ἐστὶ τὸ τοίχους γεγονέναι, οὗ ληφθέντος ἔστη ὁ λόγος εἰς ἄμεσα, καὶ οὐκέτι ἑτέρου δεῖ. ὥστε εἰ καὶ ἐπὶ τοῦ χρόνου ἀεὶ παρεμ‐
25πίπτει διὰ τὸ ἄπειρον τῆς τοῦ συνεχοῦς διαιρέσεως, ἀλλ’ ἐπὶ τῶν πραγμά‐ των οὐκ ἀεί· ἀλλ’ ἐπὶ τούτων στήσεταί που ἡ λῆψις εἰς ἄμεσον. καὶ ἡ λῆψις ἀεὶ ἐν τοῖς τοιούτοις ἀπὸ τῶν ὑστέρων πρῶτον λαμβανομένων ἐν τῷ λόγῳ, ἵν’ ἕξει τὸ ἀναγκαῖον ἡ ἀκολούθησις. τινὰ δὲ τῶν ἀντιγράφων ‘ἀπὸ μέσου‘ ἔχει, ἀλλ’ οὐχὶ ‘ἀπὸ τοῦ μέσου,‘ καὶ τὸ ἀπὸ τοῦ νῦν πρώτου
30διχῶς ἔστι νοῆσαι· ἢ γὰρ τῷ μέσῳ τὸ νῦν προσάπτεται ἢ τῷ ἐσχάτῳ. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· δεῖ μέσον εὑρεῖν τινα ὡρισμένον καὶ ἀρχι‐ κώτερον τοῦτον θεῖναι καὶ προηγούμενον τοῦ μείζονος, μὴ ὡς ὁ χρόνος τὴν ἀπειρίαν ἔχει, οὕτω καὶ τῶν πραγμάτων ἐχόντων αὐτήν, καὶ ἔτι τὸ ἔσχατον ἀρχικώτερον θεῖναι καὶ πρότερον, ὡς ἐν τῷ λόγῳ τοῦ μέσου μὲν
35προηγουμένου τοῦ μείζονος, τοῦ ἐσχάτου δὲ προηγουμένου τοῦ μέσου, ὃ νῦν ὠνόμασεν· τὸ γὰρ νῦν ἔσχατον τῶν πρὸ αὐτοῦ ἐστιν, ἢ καὶ τὸ νῦν
πρᾶγμα ἐπὶ τῶν ἔργων τὸ ἀποβάν ἐστι τέλος, οὗ ἕνεκα τὰ πρὸ αὐτοῦ, ὃ174

175

καὶ μένει τε καὶ ἔστι παρελθόντων ἴσως τῶν πρὸ αὐτοῦ, οἷον ἡ οἰκία· ἐκ θεμελίων μὲν γὰρ καὶ τοίχων καὶ στέγης ἄλλο τί ἐστιν ἡ οἰκία, ἀλλ’ οὐχὶ θεμέλιοι καὶ στέγη καὶ τοῖχοι. διὸ ἐκεῖνα μὲν τρόπον τινὰ γέγονέ τε καὶ παρελήλυθεν, ἡ δὲ οἰκία νῦν ἔστιν, ἀφ’ ἧς ἄρξασθαι πρώτης δεῖ
5τὸν λόγον, ἵν’ ἀνατρεχόντων ἡμῶν τὸ γεγονέναι τὰ πρὸ αὐτῆς ἕψεται. οὕτω καὶ εἰ Σωκράτης ἐστίν, ἡ μήτηρ αὐτοῦ τέτοκεν· εἰ τοῦτο, κατὰ γαστρὸς ἔσχηκεν· εἰ τοῦτο, Σωφρονίσκῳ πεπλησίακεν· εἰ τοῦτο, Σωφρο‐ νίσκος ὑπῆρξεν. εἰ Σωκράτης ἄρα ἐστί, Σωφρονίσκος ὑπῆρξε. καὶ οὕτως ἀπὸ τοῦ νῦν ὄντος ἀρξάμενοι τὰ πρὸ αὐτοῦ πάντα ἑπόμενα ἔσχομεν.
10nὉμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται. εἰ γὰρ ἀληθὲς εἰπεῖν.
11 Ἐπειδὴ ὡς ἐπὶ γεγονότων καὶ ὄντων τὸν λόγον ἐποίησε, λέγω δὴ τὸ ἐκ τῶν ὑστέρων γίνεσθαι ἀναγκαίαν τὴν ἀκολούθησιν ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων, νῦν παραδίδωσι τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐσομένων. φησὶν οὖν ὅτι καὶ ἐπὶ τοῦ ἔσται ὁμοίως ἔχει ὡς δὴ καὶ ἐπὶ τοῦ γέγονεν εἶχε.
15ποιεῖται δὲ πάλιν ἐπὶ τῶν στοιχείων τὴν μεταχείρισιν. καὶ λαμβάνει τὸ Δ ὡς πάντων ἔσχατον, τὸ δὲ Α πάντων πρῶτον, καὶ μέσον τὸ Γ, τῷ μὲν Α ὀφεῖλον ἕπεσθαι, τοῦ δὲ Δ προηγεῖσθαι κατὰ τὴν ὀφειλομένην λῆψιν τῇ ἀναγκαίᾳ ἀκολουθήσει τῶν ὡς ἐπὶ τὸ πολύ, καθὰ δὴ καὶ ἐπὶ τοῦ γεγονότος πεποίηκε. λέγει δὴ ὅτι εἰ ἀληθὲς εἰπεῖν ὅτι τὸ Δ ἔσται,
20ἀνάγκη πρότερον ἀληθὲς εἰπεῖν ὅτι τὸ Α ἔσται. ἐπεὶ γὰρ ἐξ ἀνάγκης δεῖ τῆς τοῦ Α ὑπάρξεως, ἵνα τὸ Δ ὑπάρξῃ, ἂν τὸ Δ ἔσεσθαι ὑποθώμεθα καὶ ἔστιν ἀληθές, ἀναγκαῖον ἔσεσθαι τὸ Α πρότερον. τοῦ δὲ ἀναγκαίως οὕτως ἀκολουθεῖν τῇ μελλούσῃ ὑπάρξει τοῦ Δ τὴν τοῦ Α ὕπαρξιν τὸ Γ ἐστὶν αἴτιον· τούτου γὰρ δεῖ προσεχῶς τῷ Δ πρὸς τὸ ὑπάρξαι, διὰ δὲ τοῦτο καὶ
25τοῦ Α, ὡς μὴ δυναμένου τοῦ Γ ὑπάρξαι, εἰ μὴ τὸ Α ὑπάρξει πρότερον. ὥστε εἰ τὸ Δ, τὸ Γ· εἰ τὸ Γ, τὸ Α· εἰ τὸ Δ ἄρα, τὸ Α.
27nὉμοίως δ’ ἄπειρος ἡ τομὴ καὶ ἐν τούτοις.
28 Ὥσπερ, φησίν, ἐπὶ τῶν γεγονότων ἐλέγομεν ὅτι ἐπὶ μὲν τοῦ χρόνου ἐπ’ ἄπειρον ἡ διαίρεσις καὶ ἀεί τι παρεμπίπτει μέσον, εἰ καθ’ ἑαυτόν τις
30τὸν χρόνον δίχα τῶν πραγμάτων λήψοιτο, κατὰ δὲ τῶν πραγμάτων λαμ‐ βανόμενος, ἐπεὶ μὴ καὶ ταῦτα ἀλλήλων ἔχονται, λέγω δὴ τὰ γενόμενα, αἱ δὲ τούτων γενέσεις κατά τινα κοινὸν ὅρον ἀλλήλαις συνάπτουσιν, ἐξ ἀνάγκης ἔστιν ἄμεσα ἐπὶ τούτων λαβεῖν, τὸ μὲν ἡγούμενον τὸ δ’ ἑπόμενον, καὶ
τούτοις ὁ χρόνος συνὼν ἐνδίδωσιν ὥσπερ ἑαυτόν, ἵνα τι καὶ ἐπ’ αὐτοῦ175

176

τρόπον τινὰ ἀμέσως ἡγούμενον καὶ ἑπόμενον λαμβάνηται, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐσομένων φαμέν. ὡς γὰρ ταῖς γενέσεσι μὴ οὔσαις συνεχέσι, φαντασίαν ὁ χρόνος συνεχείας ἐκ τοῦ αὐταῖς παρέπεσθαι δίδωσιν, οὕτως αὐτὸς φαν‐ τασίαν ἀμεσότητος ἐξ αὐτῶν ἀναδέχεται. ἀμέσων γὰρ γενέσεων πρὸς
5ἀλλήλας λαμβανομένων τοῖς ὕστερον καὶ τοῖς πρότερον, φαντασίαν ἀμεσό‐ τητος καὶ ὁ ὕστερος χρόνος πρὸς τὴν πρὸ αὐτοῦ ἀναδέχεται· καὶ οὐδὲν τοῦτο τῇ ἀποδείξει λυμαίνεται, εἰ μὴ κυρίως ὁ χρόνος ἄμεσος· οὐ γὰρ κατὰ τὸν χρόνον ἀλλὰ κατὰ τὰ ἐν αὐτῷ γινόμενα ἡ ἀπόδειξις.
9nἜχει δ’ οὕτως ἐπὶ τῶν ἔργων.
10 Ὅπερ ἐπὶ τῶν στοιχείων πρότερον πεποίηκε καθολικὴν ποιούμενος τὴν παράδοσιν, τοῦτο νῦν καὶ ἐπὶ τῶν πραγμάτων οὕτως ἔχον παρίστησιν. καὶ πρότερον ὡς περὶ γεγονότων φησίν, ἔπειτα ὡς περὶ ἐσομένων, ὅπερ καὶ ἐν τοῖς στοιχείοις πεποίηκε· τὰ γὰρ γεγονότα σαφῆ ὄντα, ἐπείπερ ἤδη ἀποβεβήκασι, καὶ τοῖς ἐσομένοις τὴν πίστιν παρέχεται. ὃ οὖν ἐπὶ τῶν
15στοιχείων ἐλέγομεν, φησίν, οὕτως ἔχει καὶ ἐπὶ τῶν πραγμάτων. καὶ δῆλον ἐκ τῶν κατὰ τὰς τέχνας ἐργαζομένων καὶ ἀποτελουμένων. ἔστω δὴ οἰκία ἐφ’ οὗ Δ, τετμῆσθαι λίθους ἐφ’ οὗ Α, μέσον τὸ Γ ὁ θεμέλιος. εἰ οὖν οἰκία γέγονε, λίθοι τέτμηνται· οὗτοι οἱ δύο ἄκροι, ἐλάττων οἰκία, μείζων τὸ τετμῆσθαι λίθους. διότι δὴ εἰ οἰκία γέγονεν, ἐξ ἀνάγκης λίθοι τέτμην‐
20ται, τῇ γενέσει τῆς οἰκίας καὶ ἡ γένεσις τῆς τῶν λίθων ἐπηκολούθησε τμήσεως, ἢ μᾶλλον εἰπεῖν προηγήσατο, ὅτι θεμέλιοι γεγόνασιν, εἰ δὲ τοῦτο, καὶ λίθοι τέτμηνται. ὡς τοῖς μὲν πράγμασιν προηγεῖσθαι τῆς γενέσεως τῆς οἰκίας τὴν τῶν θεμελίων γένεσιν, ταύτης δ’ αὖθις τὴν γένεσιν τῆς τῶν λίθων τομῆς, διὰ δὲ τὸ ἀναγκαῖον τοῦ λόγου λαμβάνεσθαι τὰ ὕστερα
25προηγούμενα καὶ τὰ πρότερα ὡς ἑπόμενα. καὶ οὕτως ἡ ἀπόδειξις· εἰ οἰκία, θεμέλιος· εἰ τοῦτο, λίθοι τέτμηνται· εἰ οἰκία ἄρα γέγονε, λίθοι τέτμηνται. καὶ ἠρξάμεθα ἀπὸ τοῦ ἐσχάτου καὶ ἐγγύτερον ὄντος τοῦ νῦν, τουτέστιν ἀπὸ τοῦ κατὰ τὸν χρόνον ὑστέρου, καὶ οὕτω προϊόντες ἀναγκαίαν εἴδομεν γινο‐ μένην τὴν ἀκολούθησιν. καὶ ἐπὶ τοῦ ἐσομένου ὡσαύτως· οὐ δεῖ γὰρ
30πλείω προσθεῖναι, τῆς ἑξῆς περὶ τοῦ ἐσομένου λέξεως ὑπαρχούσης σαφοῦς.
31nἘπεὶ δ’ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν.
32 Περὶ ἀκολουθήσεως τῶν ὅρων παραδιδοὺς ἐπειδήπερ προλαβὼν ἔλεγεν ὅτι ἐπὶ τῶν μὴ ἅμα ἐκ τῶν ὑστέρων ἡ ἀκολούθησις ἀναγκαία, οὐκ ἐκ τῶν προτέρων ἐστί, καὶ ἐν τούτοις προεχείριζε τὰ γινόμενα ἑώρα τε ἐπὶ τούτων
35τινὰ ἀλλήλων ὑπάρχοντα αἴτια, ἀλλήλων τε προηγούμενα καὶ ἀλλήλοις
ἑπόμενα, νῦν περὶ τούτων φησὶν ὅτι ἐν τοῖς φύσει γινομένοις εἰσί τινα176

177

κύκλον μιμούμενα ἐν τῷ γίνεσθαι. ὡς γὰρ ἐν τῷ κύκλῳ τὸ αὐτὸ σημεῖον τέλος τε καὶ ἀρχή ἐστιν, οὕτως ἐν τοῖς τοιούτοις τὸ αὐτὸ τέλος καὶ ἀρχή, καὶ αἴτιον τοῦ αὐτοῦ καὶ αἰτιατὸν γίνεται, εἰ καὶ μὴ κατ’ ἀριθμόν, ἀλλά γε κατ’ εἶδος, ὡς καὶ τὴν ἀπόδειξιν ἐπεισκυκλεῖσθαι καὶ ἐνταῦθα κἀκεῖσε
5στρέφεσθαι ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ καὶ ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια. τότε οὖν, φησίν, ἡ κύκλῳ γένεσίς ἐστιν, ὅταν ἀλλήλοις οἱ ὅροι ἕπωνται, οἵ τε ἄκροι καὶ ὁ μέσος· ἐν γὰρ τοῖς οὕτως ἔχουσιν ἔσται καὶ τὸ ἀντακολουθεῖν ἀλλήλοις καὶ τὸ ἀντιστρέφειν πρὸς ἀλλήλους ὡς ἐν κύκλῳ.
9nΔέδεικται δὲ τοῦτο ἐν τοῖς πρώτοις.
10 Ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν περὶ τῆς κύκλῳ παραδέδωκε δείξεως ὅπως γίνεται, καὶ ἔλεγε ταύτην ἐπὶ τῶν ἐξισαζόντων καὶ ἀντικατη‐ γορουμένων γίνεσθαι, ὡς ἔχει τὰ ἴδια καὶ τὰ εἴδη, ὧν ἐστιν ἴδια τὰ ἴδια. τὸ αὐτὸ δέ ἐστι καὶ ἐπὶ τῶν τοιούτων, ἃ ἀλλήλοις ἐστὶν αἴτια. ὡς γὰρ ἐπ’ ἐκείνων ἀντιστρέφει τὰ συμπεράσματα, ὡς ἀντικατηγορεῖσθαι ἀλλήλων
15τοὺς ὅρους, οὕτω καὶ ἐπὶ τῶν ἀλλήλοις ὄντων αἰτίων ἡ ἀντιστροφὴ γίνεται, ὡς ἀλλήλοις ἀνθέπεσθαι.
17nΤὸ δὲ κύκλῳ τοῦτό ἐστιν.
18 Τοῦτο δέ, φησίν, ἐστὶ τὸ κύκλῳ. τὸ δέ ἐνταῦθα ἀντὶ τοῦ γάρ, τουτέστι τὸ γὰρ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαι τοῦτό ἐστι τὸ ἀντιστρέφειν πρὸς
20ἀλλήλους τοὺς ὅρους· ἀντιστρεφόντων γὰρ τούτων ἡ κύκλῳ δεῖξις ἀπο‐ τελεῖται. ἔσται δὲ δῆλον κἀκ τῶν παραδειγμάτων.
22nἘπὶ δὲ τῶν ἔργων φαίνεται ὧδε. βεβρεγμένης τῆς γῆς.
23 Σαφὲς τὸ λεγόμενον ἐπὶ παραδείγματος ποιεῖται, καὶ φησὶν ὅτι ἐπὶ τῶν ἔργων τῆς φύσεως οὕτω γίνεται φανερόν. ἐπὶ μὲν οὖν τῶν Προτέρων
25ἀναλυτικῶν τὴν κύκλῳ δεῖξιν διδάσκων λογικώτερον ἐτίθει τὰ παραδείγματα, ἐννοηματικὰ λαμβάνων εἴδη καὶ ἴδια· ἐνταῦθα δὲ ὡς εἶδος ἀποδείξεως ταύτην εἰς μέσον ἄγων, πραγματικώτερον ἐκ τῶν γινομένων αὐτὴν παρί‐ στησιν, πράγματα παρεισάγων ἀλλήλοις ἑπόμενα ἐκ τοῦ ἐξ ἀλλήλων γίνε‐ σθαι καὶ ἀλλήλων εἶναι αἰτιατά τε καὶ αἴτια. γῆς γὰρ βραχείσης ἐξ ὑετοῦ,
30ἀτμὶς γίνεται, καὶ ταύτης ἀναχθείσης ἐπέκεινα τῆς τῶν ἀκτίνων τοῦ ἡλίου ἀντανακλάσεως νέφος γίνεται, τοῦ δὲ νέφους παχυνομένου ὕδωρ· τούτου δὲ γενομένου ἀνάγκη βεβρέχθαι τὴν γῆν, βαρέος ὄντος τοῦ ὕδατος καὶ ἄνω
μένειν μὴ δυναμένου. τὸ γοῦν βεβρέχθαι τὴν γῆν, πρότερον ληφθὲν ὡς177

178

αἴτιον, νῦν αἰτιατὸν γέγονε, καὶ πάλιν αἰτιατὸν ὂν αἴτιον γίνεται, ὡς ἕπε‐ σθαι τῷ μὲν τὴν γῆν βεβρέχθαι τὴν ἀτμίδα, ταύτῃ δὲ τὸ νέφος, καὶ τούτῳ τὸ ὕδωρ, καὶ τούτῳ τὸ βραχῆναι τὴν γῆν· καὶ ὃ ἦν πρῶτον, ἔσχατον γέγονε, καὶ οὕτω κύκλῳ, ὡς γίνεσθαι ἀρχὴν καὶ τέλος τὸ αὐτό.
5nἙνὸς γὰρ αὐτῶν ὁτουοῦν ὄντος ἕτερόν ἐστιν.
6 Ὅπερ ἄν, φησί, λάβῃς ἐκ τούτων ἤδη ὄν, ἕπεται ἕτερον, καὶ τούτου πάλιν ληφθέντος ἄλλο, καὶ αὖθις τούτου ὄντος ἀκολουθεῖ τὸ πρῶτον ληφθέν, ὡς δῆλον ἐπὶ τοῦ παραδείγματος γέγονε. γίνεται δὴ ἐπὶ τῶν τοιούτων καὶ ἡ ἀπόδειξις ἑκατέρωθεν διὰ τὴν εἰρημένην ἀντακολούθησιν·
10μάλιστα δὲ ἐπὶ τῶν οὐρανίων σωμάτων, ἐφ’ ὧν καὶ ἀναγκαῖά ἐστι τὰ γινόμενα καὶ οἰκειότερον ἐπ’ ἐκείνων· ἥ τε γὰρ κίνησις κύκλῳ ἐπ’ ἐκείνων καὶ ἀναγκαία καὶ ἡ δεῖξις κύκλῳ ὡσαύτως καὶ ἀναγκαία.
13nἜστι δ’ ἔνια μὲν γινόμενα καθόλου.
14Πάλιν ἄλλην τοῦ μέσου διαφορὰν παραδίδωσιν ἐκ τῶν ὑποκειμένων
15πραγμάτων προσγινομένην αὐτῷ. ὡς γὰρ τῶν πραγμάτων, ἃ τῇ ἀποδείξει ὑπόκειται, τὰ μὲν ἀεὶ ὡσαύτως ἐστὶν ἢ γίνεται, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ μὲν οὕτως, ἐνδέχεται δέ ποτε καὶ ἄλλως, οὕτω καὶ οἱ μέσοι τῶν μὲν ἀεὶ ἀεί, τῶν δ’ ὡς ἐπὶ τὸ πολὺ ὡς ἐπὶ τὸ πολύ, καὶ οὐκ ἐνδέχεται ἀεὶ ὄντος οὕτως ἢ οὕτως ἀεὶ γινομένου τινὸς συμπεράσματος, τὸν τούτου μέσον ὡς
20ἐπὶ τὸ πολὺ οὕτως ἔχειν ἢ γίνεσθαι, ἢ αὖθις ὡς ἐπὶ τὸ πολὺ τοῦ πράγματος οὕτως γινομένου ἢ ἔχοντος τὸ μέσον ἀεὶ ἔχειν τοιῶσδε ἢ γίνεσθαι. οἷον τὸ οὐράνιον σῶμα ἀεὶ κύκλῳ κινεῖται. διὰ τί; ὅτι νοῦν μιμεῖται· τοῦτο ὁ μέσος. καὶ ἔστιν ὡσαύτως ἀεὶ τοῦτο τοῦ ἀεὶ ὄντος παράδειγμα, ὡς καὶ ὁ μέσος ἀεί ἐστι. τοῦ δὲ ἀεὶ γινομένου ‘ἀεὶ μετὰ τὸ
25θέρος μετόπωρον‘. διὰ τί; διότι ὁ ἥλιος ἐπὶ τὰ ἀντικείμενα τότε τῆς καθ’ ἡμᾶς οἰκουμένης τρέπεται. τοῦτο οὐδέποτε ἄλλως ἔχει. τοῦ δὲ ὡς ἐπὶ τὸ πολὺ ‘πᾶς ἄνθρωπος ἄρρην τὸ γένειον τριχοῦται‘. διὰ τί; ὅτι τυχὸν ξηροτέρας κράσεως γινομένης ἐν τῇ ἡλικίᾳ καθ’ ἣν τὸ τριχοῦσθαι τὸ γένειον πέφυκε γίνεσθαι, πλείων καὶ ἡ λιγνυώδης ἀναθυμίασις γίνεται.
30τό τε οὖν πρᾶγμα ὡς ἐπὶ τὸ πολὺ καὶ ὁ τούτου μέσος ὡς ἐπὶ τὸ πολὺ καὶ αἱ ἀποδείξεις τοιαῦται. Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς ἢ ἔχει ἢ γίνεται. τῶν γινομένων, φησί, τὰ μὲν ἀεὶ οὕτως ἔχει, τὰ δ’ ἀεὶ οὕτως γίνεται. ἡ γὰρ οὐρανία κίνησις ἡ αὐτὴ μὲν οὖσα
35κατ’ εἶδος ἀεί ἐστιν ἡ αὐτή, τὸ δὲ εἶναι ἔχουσα ἐν τῷ γίνεσθαι ἀεὶ γίνεται·178

179

ἀκατάπαυστος γάρ ἐστιν. ἐπεὶ γάρ ἐστιν ἐν αὐτῇ τὸ πρότερον καὶ τὸ ὕστερον, καὶ οὐ ταὐτὸν ἐν αὐτῇ τὸ ἦν καὶ τὸ ἔσται, ἀλλ’ ἄλλο καὶ ἄλλο, γινομένη ἐστὶ καὶ οὐδέποτε οὖσα, ἀλλὰ συμπορευομένη τῷ χρόνῳ, ὑφ’ οὗ καὶ μετρεῖται ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα. διὰ τοῦτο καὶ γένεσις ἀλλ’
5οὐκ ὀντότης ἐστίν. ἐπὶ τῶν ἐν κινήσει τοίνυν, ταὐτὸν δὲ εἰπεῖν ἐπὶ τῶν ἐνύλων καὶ φυσικῶν τοὺς περὶ τοῦ μέσου λόγους γυμνάζων κατὰ τὸ ἴδιον τῆς αὐτοῦ διδασκαλίας, οὐκ ἀξιοῖ λέγειν τὸ ἀεὶ καὶ ἐπὶ παντὸς εἶναι, ἀλλ’ ἢ ἔχειν ἢ γίνεσθαι. τὸ μὲν οὖν κύκλῳ κινεῖσθαι, ὡς εἴρηται, ἀεὶ οὕτως ἔχει ἐπὶ παντὸς οὐρανίου σώματος· αἵ τε γὰρ σφαῖραι πᾶσαι καὶ οἱ ἀστέρες
10ἅπαντες οὕτως ἔχουσιν ἀεί· τὸ δὲ μετὰ χειμῶνα γίνεσθαι ἔαρ καὶ μετὰ ἔαρ θέρος, καὶ μετὰ τοῦτο μετόπωρον καὶ αὖθις χειμῶνα μετὰ τοῦτο ἀεὶ γίνεται. ὁμοίως καὶ τὸ ἀλλήλας νύκτα διαδέχεσθαι καὶ ἡμέραν, καὶ ἀντιπαραχωρεῖν ἀλλήλαις τῆς αὐξήσεως ἐπίσης κατὰ τοὺς πλησιασμοὺς καὶ τὰς ἀποστάσεις τοῦ ἡλίου καὶ τὰ τοιαῦτα ἀεὶ γίνεται. καὶ ἔστι τὸ μὲν
15ἔχειν ἀεὶ οἰκεῖον ἐπὶ τῆς οὐρανίας κινήσεως διὰ τὸ συνεχὲς αὐτῆς καὶ ἀδιάκοπον, τὸ δὲ γίνεσθαι ἀεὶ ἐπὶ τῶν λοιπῶν τῶν εἰρημένων διὰ τὸ δια‐ κόπτεσθαι μὲν διαδέχεσθαι δ’ ἄλληλα. ἐπεὶ τοιγαροῦν τὸ μὲν εἶναι κυρίως ἐπὶ τῶν νοητῶν, ἅτε μηδὲν ἐχόντων δυνάμει, ἀλλ’ αὐτοενεργειῶν ὑπαρ‐ χόντων, τὸ δὲ γίνεσθαι ἐπὶ τῶν ἀεὶ ἐν δυνάμει, ἅτινά ἐστι τὰ ἐν γενέσει
20τε καὶ φθορᾷ καὶ ἐν διηνεκεῖ ῥύσει τυγχάνοντα καὶ μεταβολῇ, τιθέμενος οὗτος ὡσπερεὶ μεταξὺ τούτων φύσιν τινὰ τὰ οὐράνια σώματα, κατὰ μὲν τὸ εἶναι ἀεὶ ὡσαύτως ἔχοντα, κατὰ δὲ τὸ κινεῖσθαι τὸ δυνάμει τε ἔχοντα καὶ μεταβάλλοντα, εὗρε καὶ μεταξύ τινα ῥῆσιν τοῦ ἀεὶ εἶναι καὶ ἀεὶ γίνεσθαι, τὸ ἀεὶ ἔχειν, ἵν’ ᾖ δῆλον ὡς κατὰ μέθεξιν αὐτῇ, οὐ καθ’ ὕπαρξιν
25τὸ ἀεί, τῷ ὑπ’ ἄλλου ἔχεσθαι ὂν καὶ οὐ καθ’ αὑτὸ ὄν.
26nΤὰ δὲ ἀεὶ μὲν ο, ὡς ἐπὶ πολὺ δ.
27 Εἰς δύο διελὼν τὰ ἀποδεικτά, εἴς τε τὰ καθόλου καὶ τὰ ὡς ἐπὶ τὸ πολύ, ἐπὶ μὲν τῶν καθόλου οὔτε παραδείγματα τέθεικεν οὔτε περὶ μέσου τι εἴρηκεν, ὡς δῆλον ὂν ὅτι ἀναγκαῖόν τε καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ μέσον
30ἐπὶ πάντων. ἐπὶ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ παράδειγμα τέθεικε καὶ περὶ τοῦ μέσου ἱκανῶς εἴρηκε δεικνύων ὡς καὶ οὗτος ὡς ἐπὶ τὸ πολύ· ᾠήθη γὰρ ἄν τις ὡς ἀποδεικτικὸς ὢν καὶ ἐπιστημονικὸς ὁ μέσος ἕξει ὡσαύτως ἀεί. διὰ τοῦτο δι’ ἀδυνάτου δείκνυσιν ὡς ἐπὶ τὸ πολὺ ὄντα καὶ αὐτὸν ἐπὶ τῶν τοιούτων, καὶ τοῦτο ἐπὶ στοιχείων ἐμφαίνων ὡς καθόλου
35τοῦτο, ἀλλ’ οὐκ ἐπί τινων μὲν ἐπί τινων δ’ οὔ. παράδειγμα μὲν γὰρ
εἴληφε πρὸς μόνην σαφήνειαν, τὴν δέ γε δεῖξιν καθόλου πεποίηται.179

180

(1n)

Εἰ γὰρ τὸ Α κατὰ τοῦ Β καθόλου κατηγορεῖται.
2 Τὸ καθόλου ἐνταῦθα οὐχ ὡς ἐν τοῖς Πρώτοις ἀναλυτικοῖς φησιν, ἀλλ’ ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ παραδέδωκεν· οὐ γὰρ μόνον τὸ κατὰ πάντων τῶν μερῶν τοῦ ὑποκειμένου τὸ κατηγορούμενον λέγεσθαι, ἀλλὰ καὶ τὸ καθ’
5αὑτὸ καὶ ἀεί. ἔστω οὖν, φησί, τὸ ΑΓ συμπέρασμα ὡς ἐπὶ τὸ πολύ· λέγω ὅτι καὶ ὁ μέσος ὡς ἐπὶ τὸ πολύ ἐστιν, ὡς εἶναι καὶ τὰς προτάσεις ὡς ἐπὶ τὸ πολύ· κατὰ γὰρ τὴν τοῦ μέσου πρὸς τὰ ἄκρα σχέσιν καὶ αἱ προτά‐ σεις. εἰ γὰρ μή, ἔστω καθόλου ὁ μέσος καὶ αἱ προτάσεις ὡσαύτως, καὶ λεγέσθω τὸ Α ὁ μείζων ὅρος καθόλου τοῦ Β τοῦ μέσου, καὶ τὸ Β
10καθόλου τοῦ Γ. ὅμοιον δὴ ἔσται καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν, οὐ κατὰ τὸ ποιὸν τῶν προτάσεων μόνον, ἀλλὰ δὴ καὶ κατὰ τὴν ὕλην· ὥστε καὶ τὸ Α καθόλου τοῦ Γ. ἀλλ’ ὑπέκειτο ὡς ἐπὶ τὸ πολύ. πῶς οὖν τὸ αὐτὸ καὶ ὡς ἐπὶ τὸ πολὺ καὶ καθ’ αὑτὸ καὶ ἀεί; τοῦτο γὰρ ἀδύνατον. ὥστε κἀκεῖνο ἀδύνατον ᾧ τεθέντι τὸ ἀδύνατον ἠκολούθησεν. ἦν δὲ τοῦτο
15τὸ λέγειν τὸ μέσον καθόλου εἶναι, τοῦ συμπεράσματος ὄντος ὡς ἐπὶ τὸ πολύ. ἔσται ἄρα τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ὁ μέσος τοιοῦτος.
17nἜσονται τοίνυν καὶ τῶν ὡς ἐπὶ τὸ πολὺ ἀρχαὶ ἄμεσοι.
18 Εἰ ὁ μέσος οὕτως ἔχει, φησί, δι’ οὗ αἱ προτάσεις διαρθροῦνται καὶ ἀπαρτίζονται, δῆλον ὅτι καὶ αἱ προτάσεις αἱ εἰς ἀπόδειξιν τοῦ ὡς ἐπὶ πολὺ
20προβλήματος παραλαμβανόμεναι τοιαῦται ἔσονται· ὡς καὶ ταύτας ἢ ὡς ἐπὶ τὸ πολὺ εἶναι ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι. ἀρχὰς δὲ λέγει τὰς προ‐ τάσεις ὡς ἀμέσους τε καὶ ἀναποδείκτους. εἰ γὰρ μὴ ἐπ’ ἄπειρον ἡ λῆψις τοῦ μέσου, ἀλλ’ ἵσταταί που, δῆλον ὅτι ἔσονται ἄμεσοι ἐφ’ ὧν ἡ λῆψις τοῦ μέσου ἵσταται.
25nΠῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.
26 Τῶν αἰτίων τετραχῇ διαιρουμένων εἰς ὑλικόν, εἰδικὸν ποιητικόν τε καὶ τελικόν, καὶ τούτων ἑκάστου μέσου λαμβανομένου καὶ τὴν ἀπόδειξιν ἀπαρ‐ τίζοντος, ἐπεὶ ὁ ὅρος τῶν λοιπῶν μέσων τῇ ἀποδείξει ἐστὶν ἁρμοδιώτατος μάλιστα, ὡς ἐξ ἀρχῆς εἴρηται, τούτου ἕνεκα καὶ τὸν περὶ τούτου λόγον
30πλείονα ἐν τῷ παρόντι βιβλίῳ πεποίηται, πρό τε τῶν λοιπῶν αἰτίων πολλὰ περὶ αὐτοῦ εἰρηκὼς καὶ νῦν αὖθις μετὰ τὸ εἰπεῖν περὶ τῶν αἰτίων ἁπάν‐ των ἰδίως περὶ αὐτοῦ προστιθεὶς ἕτερα. ἐπειδὴ τοίνυν ἔλεγε πρότερον μήτε δι’ ἀποδείξεως τὸν ὅρον μήτε μὴν ὅλως διὰ συλλογισμοῦ, ἀλλ’ ἐν
ἀποδείξει εὑρίσκεσθαι μέσον ἐν αὐτῇ λαμβανόμενον, ἔδει δέ τινος μεθόδου180

181

ἡμῖν, δι’ ἧς τὸν ὅρον εὑρήσομεν τῇ ἀποδείξει τὰ μάλιστα χρησιμεύοντα καὶ ὑπὲρ τὰ λοιπὰ τῶν αἰτίων εἴδη οἰκειότατόν τε καὶ ἀναγκαιότατον αὐτῇ ὑπάρχοντα, ταύτην νῦν ἡμῖν τὴν μέθοδον παραδίδωσιν, ἁπλῶς τε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα πάντα πῶς θηρεύεται διδάσκων, κἀκ τῆς τούτων
5ποιᾶς συνθέσεως τὸν ὅρον ἀποτελῶν, ἓν μὲν καὶ αὐτὸν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ὑπάρχοντα, ἔχοντα δέ τι ἴδιον παρὰ τὰ ἄλλα τὸ πρὸς τὸ ὑποκείμενον ἀντιστρέφειν, μηδενὶ ἑτέρῳ ἢ ἐκείνῳ ἐφαρμόζοντα καὶ τὴν οὐσίαν ἐκείνου δηλοῦντα. φησὶ τοίνυν ὅτι τῶν ἐν τῷ τί ἐστι κατηγορου‐ μένων τὰ μὲν οὕτως ἔχει, ὡς καὶ τὸ γένος ὑπερτείνειν, εἰς ὃ τὸ ὑποκεί‐
10μενον ἀναφέρεται, τὰ δ’ οὕτως, ὡς αὐτοῦ ὑπάρχειν ἐντός. οἷον εἰ τριὰς τὸ προκείμενον εἴη, οὗ δεῖ τὸν ὅρον εὑρεῖν, ταύτης ἐν τῷ τί ἐστι τὸ ὄν τε καὶ τὸ περιττὸν κατηγορεῖται· ἀλλὰ τὸ μὲν ὂν ὑπάρχει καὶ ἄλλοις ἃ μὴ ἀριθμοί εἰσιν, ὥστε καὶ ὑπερτείνει τὸν ἀριθμόν, ὑφ’ ὃν ὡς γένος ἀνα‐ φέρεται ἡ τριάς, τὸ δὲ περιττὸν οὐδενὶ ὃ μὴ ἀριθμός ἐστιν. ἐκεῖνα μὲν
15οὖν οὐκ ἐκλεκτέον, ὅσα τὸ γένος ὑπερβαίνει, ταῦτα δέ γε ὅσα τοῦ γένους ὄντα ἐντὸς ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορεῖται, αὐτοῦ μὲν ἐπὶ πλέον ὑπάρχοντα, ἀλλ’ οὐχὶ καὶ τοῦ γένους. ληπτέον δὴ τὰ τοιαῦτα ἐπὶ τοσοῦτον, ἕως ἂν πρώτη γένηται σύνθεσις, ἧς ἕκαστον μὲν μόριον ἐπὶ πλέον ἔσται τοῦ προκειμένου, οὐ μὴν καὶ τὸ ἅπαν σύνθημα. πρώτην δὲ
20λέγει σύνθεσιν, εἰς ἣν προϊόντες λόγον ἤδη ἔσχομεν πρὸς τὸ ὁριστὸν ἀντι‐ στρέφοντα, ὡς εἶναι τὰ ἐπέκεινα ταύτης παρέλκοντα, αὐτάρκους οὔσης αὐτῆς πρὸς ἀποπλήρωσιν ὁρισμοῦ· οἷον ἐπὶ τοῦ ἀνθρώπου ἐκλεγόμεθα τὰ μὴ τὸ ζῷον ὑπερβαίνοντα τῶν κατηγορουμένων, τὸ λογικόν, τὸ θνητόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ ταῦτα τῷ γένει συντιθέντες ὅταν πάντα
25ἐπεξέλθωμεν, παραγινόμεθα πρώτως εἰς σύνθεσιν, ἥτις πρὸς τὸ ὁριστὸν ἀντιστρέφει. οὐκέτι οὖν ἑτέρας προσθήκης δεόμεθα, ἵνα τυχὸν τὸ γελαστι‐ κὸν ἢ τὸ δίπουν ἤ τι ἄλλο τῶν κατηγορουμένων ἐν τῷ τί ἐστι προστεθῇ. Ἀπορήσειε δ’ ἄν τις, πῶς τὰς διαφορὰς ἐν τῷ τί ἐστι κατηγορεῖσθαί φαμεν, καίτοι διαφερούσας τοῦ γένους μάλιστα τῷ ἐκεῖνο μὲν ἐν τῷ τί
30ἐστι, ταύτας δὲ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖσθαι. ἢ αἱ διαφοραὶ καθ’ ἑαυτὰς μὲν ὡς ποιότητες λαμβάνονται καὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγο‐ ροῦνται, μετὰ δὲ τοῦ γένους συνειλημμέναι γένη τέ εἰσι, καὶ ἐν τῷ τί ἐστι λέγονται. τὸ οὖν λογικὸν ὡς μὲν λογικότης ποιότης ἐστὶ καὶ ἐν τῷ ὁποῖόν τί ἐστι τοῦ ἀνθρώπου κατηγορεῖται· λογικὸν γὰρ ὁ ἄνθρωπος ὡς μετέχων
35λογικότητος, ὡς καὶ λευκὸν ὁ κύκνος ὅτι μετέχει λευκότητος· ὡς δέ γε ζῷον τὸ λογικὸν γένος ἐστὶ καὶ ἐν τῷ τί ἐστι λέγεται. ‘τί ἐστι‘ γὰρ ‘ἄν‐ θρωπος;‘ τινὸς ἐρωτήσαντος, ὁ ζῷον εἰπὼν λογικὸν οὐκ ἀπροσφυῶς ἀπο‐ κέκριται. καὶ ἑκάστη τῶν διαφορῶν οὕτως, ἐπεὶ καὶ ὁ ὁρισμὸς τὸ γένος
ἔχων καὶ τὰς διαφορὰς ἐξ ὧν σύγκειται, οὐ πῇ μὲν ἐν τῷ τί ἐστι διὰ τὸ181

182

γένος πῇ δ’ ἐν τῷ ὁποῖόν τί ἐστι διὰ τὰς διαφορὰς ἀποδίδοται, ἀλλ’ ὅλος ἐν τῷ τί ἐστιν, ὡς γένους οὔσης ἑκάστης διαφορᾶς, ἐπεὶ τῷ γένει συνεί‐ ληπται, πασῶν δὲ μετὰ τοῦ γένους ὁρισμοῦ, ὡς τούτου ὄντος τοῦ εἴδους, ὃ τὸ ἅπαν δηλοῖ πρῶτον σύνθημα. τοῦτο τοίνυν τὸ πρῶτον σύνθημα, ὃ
5κατὰ πρόοδον γίνεται τὴν ἀπὸ τοῦ περιεκτικωτέρου ἐπὶ τὰ μερικώτερα, ἡ οὐσία ἐστὶν ἐξ ἀνάγκης τοῦ πράγματος. ἐπεὶ γὰρ ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συνέστηκε μόνῳ τε ἁρμόζει τῷ πράγματι πρώτως, οὐδὲν ἄλλο ἐστὶν ἢ οὐσία τοῦ πράγματος, ᾧ μόνῳ ἐφαρμόζον ἐν τῷ τί ἐστι περὶ αὐτοῦ λόγος ὢν ἀποδίδοται· ταῦτα γὰρ ἴδια τοῦ τί ἦν εἶναι.
10 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον. μετὰ τὸν περὶ τῶν αἰτίων λόγον ἐπανελθεῖν αὖθις βουλόμενος εἰς τὸν ὁρισμὸν ἕτερά τε προσθεῖναι περὶ αὐτοῦ ἐφ’ οἷς πρό‐ τερον εἴρηκε, μέθοδόν τε παραδοῦναι πῶς δεῖ εὑρίσκειν τοὺς ὁρισμούς,
15ἐπαναλαμβάνει κεφαλαιωδῶς ὅσα περὶ αὐτοῦ φθάσας ἔδειξεν, ὅτι τε μέσος ὅρος οὗτος τίθεται ἐν ταῖς ἀποδείξεσι, καὶ ὅτι ἀπόδειξις μὲν οὐκ ἔστιν αὐτοῦ, ὥστε δείκνυσθαι δι’ αὐτῆς ὅτι οὗτος ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι, κατὰ συμβεβηκὸς δὲ ἀναφαίνεται ἐν τῇ ἀποδείξει μέσον ὅρον λαμβανούσῃ τὸ ὡς εἶδος τοῦ πράγματος αἴτιον. καὶ ὅτι ὁρισμὸς αὐτοῦ ὁ
20μὲν κατὰ τοὔνομα λαμβανόμενος εἰ καὶ δόξει ἴσως τινὶ εἶναι ὁρισμός, ἀλλά γε οὐκ ἔστι κατὰ ἀλήθειαν, ὁ δὲ κατὰ τοὺς ἑτέρους τρεῖς τρόπους ἐστίν, ὅ τε λέγων λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος, καὶ ὁ λέγων συλλογισμὸς τοῦ τί ἐστι πτώσει διαφέρων τῆς ἀποδείξεως, καὶ ὁ λέγων τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. τὸ δὲ πῶς τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀπο‐
25δίδοται διττῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ ὅτι ποῦ ἐν τοῖς ὅροις τῆς ἀποδεί‐ ξεως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς τάττεται, καὶ ποῖος τόπος αὐτῷ ἀπονέμεται (καὶ εἴρηται ὅτι ἐν μέσῳ τάττεται), ἢ ὅτι πῶς τοὺς ὁρισμοὺς ὁριζόμεθα. τὸ γὰρ τί ἐστιν ὁ ὁρισμός ἐστι, καὶ τὸ ἀποδίδοσθαι τὸ τί ἐστιν εἰς τοὺς ὁρι‐ σμοὺς οὐκ ἔστιν ἄλλο ἢ τὸ ὁρίζεσθαι τοὺς ὁρισμούς. καὶ δόξειεν ἂν κατὰ
30ταύτην τὴν ἐκδοχὴν ὁ Ἀριστοτέλης ταυτολογεῖν, διότι καὶ ἑξῆς τὸ αὐτὸ λέγων φαίνεται· τὸ γὰρ ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστι ταὐτὸν δύναται τούτῳ. ἀλλ’ ἔστιν εἰπεῖν ὡς πρῶτον ἀθρόον εἰπών, πῶς τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, ἐφερμηνεύει διὰ τῶν ἑξῆς τὸ ῥηθέν, ἤγουν τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ οὐκ ἔστιν, ἵν
35μὲν ἀπόδειξις διὰ τοὺς συλλογιστικοὺς ὅρους λέγοιτο ὡς ἔστιν αὐτοῦ ἀπό‐ δειξις, μέσου τιθεμένου τοῦ ὁρισμοῦ ἐν τοῖς ὅροις τῆς ἀποδείξεως, ὁρισμὸς
δὲ αὐτοῦ ὡς ἔστι μὲν κατὰ τοὺς τρεῖς τρόπους, κατὰ δὲ τὸν ἕνα οὐκ ἔστι.182

183

(1n)

Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα,
2nνῦν λέγωμεν.
3 Ἐντεῦθεν ἡ πρόθεσις αὐτῷ τοῦ πῶς δεῖ ὁρισμὸν εὑρίσκειν ἀναγκαῖον τὰ μάλιστα τῇ ἀποδείξει τυγχάνοντα. ἡ μὲν γὰρ ὁριστικὴ μιμεῖται τὴν
5φύσιν τὰς οὐσίας τῶν πραγμάτων ἀποτελοῦσαν, ἡ δὲ ἀποδεικτικὴ μιμεῖται τὴν φύσιν τὰ συμβεβηκότα ταῖς οὐσίαις περιτιθεῖσαν εἰς ἐπικόσμησιν. ὥσπερ οὖν πρότεραι φύσει τῶν συμβεβηκότων αἱ οὐσίαι ὑπάρχουσιν, οὕτω δεῖ προηγεῖσθαι τοὺς ὁρισμοὺς τῶν ἀποδείξεων. διὰ τοῦτο καὶ κυρίως καὶ κατὰ πρῶτον λόγον ἀπόδειξις ἡ διὰ μέσου τοῦ ὅρου τὸ καθ’ αὑτὸ συμ‐
10βεβηκὸς συμπεραίνουσα, ἡ δὲ ταύτης ἀνάπαλιν κατὰ δεύτερα μέτρα καὶ οὐ κυρίως ἀπόδειξις. προσφυῶς δὲ ἄγαν τὸ θηρεύειν τέθειται. ὡς γὰρ ἐν συγκεχυμένῃ τινὶ καὶ ἀφωτίστῳ ὕλῃ τε καὶ δασύτητι τῇ ἐκ τῆς γενέσεως ἀγνοίᾳ τὰ πράγματα συγκεκρύφαται· ἰχνηλατῶν δὲ ὁ νοῦς ἐκ τῶν τῇ αἰσθήσει ἢ καὶ ἄλλως ληπτῶν ὡς ἰχνῶν, πρὸς τὴν τῶν οὐσιῶν κατάληψιν
15ἔρχεται. περὶ τοῦ ὁρισμοῦ δὲ εἰπεῖν προθέμενος, περὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἁπλῶς ποιεῖται τὸν λόγον. τῶν μὲν γὰρ ἐν τῷ τί ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ γένος καθ’ ἑαυτὸ καὶ ἡ διαφορὰ μετὰ τοῦ γένους, ἀλλ’ ὁ μὲν ἐξισάζει, τὰ δ’ οὔ. ἐκεῖνα μὲν οὖν μέρη τοῦ ὁρισμοῦ, ὁ δ’ ἔστι συγκείμενος ἐξ αὐτῶν. θηρεύοντες οὖν τὰ γένη πρότερον, οὕτως ἐξ
20αὐτῶν κατὰ πρόοδον τὸ ὅλον εὑρίσκομεν συντιθέμενον. καὶ μιμεῖται οὕτω τὴν φύσιν ἡ ἐπιστήμη ἐκ τῶν ἀτελῶν τε καὶ κοινοτέρων ἐπὶ τὰ τελειότερα προϊοῦσαν καὶ εἰδικώτερα. αὐτή τε γὰρ ἡ φύσις ἐν ταῖς γενέσεσι τὸ ὡς ὕλην ἀεὶ πρότερον τοῦ μετ’ αὐτὸ ὑποτίθησιν, ἐπιφέρει δὲ κατὰ προκοπὴν τὰ εἰδητικώτερα, ἔστ’ ἂν εἰς αὐτὸ τέλειον καταντήσῃ τὸ προτεθέν, ἥ τε
25ἐπιστήμη τὰ γενικώτερα πρότερον εὑρίσκουσα ἐπὶ τὰ εἰδικώτερα πρόεισιν, ἔστ’ ἂν τελευταῖον τὸ τέλειον εἶδος καὶ τὸν λόγον ἀποδώσει τοῦ προ‐ κειμένου.
28nΤῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει ἐπὶ
29nπλέον.
30 Τὸ ἀεί ἐνταῦθα ὡς τὸ ἐξ ἀνάγκης δεῖ νοεῖν. ἐξ ἀνάγκης δὲ κυρίως ὑπάρχουσι τὰ μήτε ἐνεργείᾳ μήτε ἐπινοίᾳ χωρίζεσθαι δυνάμενα· ταῦτα δέ ἐστι τὰ οὐσιωδῶς ὑπάρχοντα, ταὐτὸν δὲ εἰπεῖν τὰ εἰς τὴν τῆς οὐσίας συμ‐ πλήρωσιν συμβαλλόμενα ἢ καὶ αὐτὸ τὸ εἶδος τοῦ πράγματος· τῶν γὰρ ἀεὶ
καὶ τοῦτό ἐστιν. οὐ πάντα οὖν, φησί, τὰ οὕτως ὑπάρχοντα ἐξισάζοντά183

184

ἐστι πρὸς τὸ ὑποκείμενον, ἀλλ’ ἔστιν ἃ καὶ ὑπερτείνει καὶ ἐπὶ πλέον αὐτοῦ ἐστι.
3nΛέγω δὲ ἐπὶ πλέον ὑπάρχειν.
4Ἑρμηνεύει τὸ ἐπὶ πλέον. ἐκεῖνα, φησί, λέγω ἐπὶ πλέον, ὅσα ὑπάρχει
5μὲν καθόλου τισίν, οὐ μόνοις δὲ αὐτοῖς, ἀλλὰ καὶ ἑτέροις ἔξωθεν οὖσιν αὐτῶν. εἰπὼν δὲ ταῦτα διαίρεσιν τῶν ἐπὶ πλέον ποιεῖται τιθεὶς καὶ τῶν λεγομένων σαφῆ παραδείγματα.
8nΟἷον ἔστι τι ὃ πάσῃ τριάδι ὑπάρχει, ἀλλὰ καὶ μὴ
9nτριάδι, ὥσπερ τὸ ὂν ὑπάρχει τῇ τριάδι, ἀλλὰ καὶ μὴ ἀριθμ.
10 Διαιρεῖ δὴ τὰ ὑπάρχοντα ἐπὶ πλέον εἰς τὰ ἔξω τοῦ γένους καὶ εἰς τὰ μὴ ἔξω. πρότερον μὲν γὰρ εἰς τὰ ὑπερτείνοντα καὶ μὴ ὑπερτείνοντα τὴν διαίρεσιν ἐνέφαινε, νῦν δὲ ὑποδιαιρεῖ τὰ ὑπερτείνοντα εἰς τὰ ἔξω τοῦ γένους καὶ μή. λαβὼν γὰρ τὴν τριάδα ὡς ὑποκείμενόν φησιν αὐτῇ ὑπάρχειν τὸ ὄν· τοῦτο δὲ ὑπερτείνει οὐ μόνον τὴν τριάδα, ἀλλὰ καὶ τὸ γένος αὐτῆς
15τὸν ἀριθμόν. πολλὰ γὰρ ὄντα μέν, ἀλλ’ οὐχὶ καὶ ἀριθμοί, οἷον ἄνθρωπος, ἵππος, ψυχή, νοῦς, τρίπηχυ καὶ πλεῖσθ’ ἕτερα.
17nἈλλὰ καὶ τὸ περιττὸν ὑπάρχει τε πάσῃ τριάδι.
18 Τοῦτο παράδειγμα τῶν ἐπὶ πλέον μὲν τοῦ ὑποκειμένου ἀλλ’ οὐχὶ καὶ ἔξω τοῦ γένους· εἰ γὰρ καὶ ἄλλοις ὑπάρχει μὴ τριάσιν οὖσι τὸ περιττόν,
20οἷον πεντάδι, ἑβδομάδι, ἐννεάδι καὶ πολλοῖς ἄλλοις, ὅσοι οὐδέποτ’ εἰς ἴσα τὸν ἀριθμὸν ἀλλ’ εἰς ἄνισα διαιρεῖσθαι πάντως πεφύκασιν, ἀλλὰ πάντα ἀριθμοὶ ταῦτα, καὶ οὐδὲν περιττόν, ὃ μὴ ἀριθμός ἐστιν. ἔχει δὲ ἀπορίαν, εἰ καὶ μὴ πρὸς τὸ προκείμενον ἴσως ἀλλ’ αὐτὴν καθ’ αὑτήν, πῶς τὸ ὂν ὑπάρχειν τινὶ ἢ κατηγορεῖσθαί τινος λέγεται, ἢ δὴ καὶ τὸ ἐστίν· οὐ γὰρ
25διαφέρει ταῦτα ἀλλήλων ἀλλ’ ἢ μόνῳ τῷ τῆς λέξεως σχήματι. δῆλον δέ· καὶ γὰρ ὅταν λέγωμεν ‘ὄν ἐστιν ὁ ἄνθρωποσ‘, εἶτα τὸ ὂν ἀφελόντες ‘ἔστιν ὁ ἄνθρωποσ‘ εἴπωμεν, οὐδὲν διοίσει. ὅπερ ἐπ’ οὐδενὸς ἰδεῖν ἔστι τῶν λοιπῶν κατηγορημάτων· οὐ γὰρ ταὐτὸν ποσόν τε εἶναι εἰπεῖν καὶ εἶναι ἁπλῶς, οὐδὲ ποιὸν οὐδέ τι τῶν ἄλλων. ὅταν οὖν ‘ἄνθρωπός ἐστι‘ φῶμεν
30μηδὲν προσθέμενοι ἕτερον, πῶς τὸ ἔστι κατὰ τοῦ ἀνθρώπου λέγεται; οὐσιωδῶς ἢ κατὰ συμβεβηκός; εἰ μὲν κατὰ συμβεβηκός, ἐνδέχεται καὶ μὴ εἶναι, καὶ οὐδὲν ἀφαιρούμενον τῷ ὑποκειμένῳ λυμαίνεται, ὥσπερ καὶ τὸν
περιπατοῦντα μὴ περιπατεῖν ἐνδέχεται, καὶ εἰ μὴ περιπατεῖ, οὐ διὰ τοῦτο184

185

οὐκ ἔστιν ὃ κατ’ οὐσίαν ἐστίν. ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ μὴ ὄν, καὶ ἡ ἀντίφασις ἀληθὴς ἐν ταὐτῷ κατ’ ἄμφω τὰ μόρια. εἰ δὲ ταῦτα ἀδύνατα, ἢ ὡς γένος ἔσται ἢ ὡς διαφορὰ ἢ ὡς εἶδος τὸ εἶναι καὶ τὸ ὂν καὶ τὸ ἐστὶ κατὰ πάντων κατηγορούμενον· ταῦτα γὰρ τὰ οὐσιωδῶς κατηγορούμενα
5παραδέδοται. ἀλλ’ εἰ μὲν ὡς γένος, κοινὸν ἔσται γένος ἁπάντων, καὶ οὐ δέκα αἱ πρῶται ἀρχαί, ἀλλὰ μία. ἀλλ’ εἴρηται ὅτι δέκα, καὶ οὐδὲν ἁπάσαις κοινὸν ἢ τοὔνομα μόνον, τὸ ὂν τυχὸν ἢ τὸ ἓν ἤ τι τοιοῦτον ἕτερον. εἰ δὲ μὴ γένος κοινόν, πολλοῦ γε δεῖ διαφορὰ ἢ εἶδος· ἐλάττω γὰρ ταῦτα καὶ ἐπ’ ἔλαττον τοῦ γένους ἀμφότερα. πῶς οὖν ἂν εἴη τοῦτο πάντων
10ἅμα κατηγορούμενον; Λέγεται μὲν οὖν ὡς οὔτε γένος οὔτε τι τῶν τοιούτων τὸ ὂν ἢ τὸ ἐστίν, ἀλλ’ οἰκείως κατηγορούμενον. καὶ ἔστι μὲν ἴσως ἀληθές, μέχρι δὲ τοσούτου λεγόμενον ἔοικεν ὡσπερεὶ τῷ ἀμβλώματι, μὴ τελείαν παριστῶν τοῦ θεωρουμένου τὴν διάπλασιν καὶ τὴν μόρφωσιν. δεῖ δὴ προσθεῖναί τι
15τῷ λόγῳ πρὸς τὴν τελείωσιν. τὸ μὲν οὖν ἁπλῶς ὂν καὶ οὐχ ὡς τόδε τι ὂν κυρίως ταύτην τὴν κλῆσιν ἔσχηκε, τῶν δὲ δέκα ἕκαστον οὐχ ὡς ἁπλῶς ὂν ἀλλ’ ὡς τόδε τι ὄν, ἤγουν ποιὸν ἢ ποσὸν ἢ πρός τι ἤ τις ἄλλη τῶν κατηγοριῶν, καὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὂν τούτων ἕκαστον· καθ’ ἓν γὰρ ὄν, ὅ ἐστι, κατὰ τὰ λοιπὰ οὐκ ἔστιν. τὸ γὰρ τὶ ὡς οὐσία μέν ἐστιν, οὐχὶ
20δὲ καὶ ὡς ποσὸν καθ’ αὑτό, οὐδ’ ὡς ποιὸν ἤ τι ἄλλο, εἰ μήπου κατὰ συμβεβηκός, τῷ τι ἐκείνων ἐν ταὐτῷ συνελθεῖν αὐτῷ. πάντα γὰρ δὴ ταῦτα ἐκ τοῦ πρώτως ὄντος μετεσχηκότα τοῦ τε εἶναι καὶ τοῦ ὄντα λέγε‐ σθαι οἰκείως ἑαυτῷ ἕκαστον αὐτῶν τὴν κλῆσιν ταύτην ἀπομερίζεται, τὸ μὲν ὡς οὐσία, τὸ δ’ ὡς ποσόν, τὸ δ’ ἄλλο τι· πᾶν γὰρ τὸ μετέχον οἰκείως
25ἑαυτῷ μετέχει τῆς τοῦ μετεχομένου φύσεως. οἰκείως οὖν ἑκάστῳ ἐφαρ‐ μοζόμενον τὸ ὂν καὶ τὸ εἶναι καὶ τὸ ἐστὶν οἰκείως κατηγορούμενον λέγεται, καὶ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον οὔτε συμβεβηκός· ἀναι‐ ρουμένου δὲ τοῦ εἶναι ἀπό τινος αὐτῶν ἀναιρεῖται ἡ οἰκεία αὐτοῦ μετοχή, καθ’ ἣν τοῦ ὄντος μετέσχηκεν, ὥστε καὶ αὐτὸ ἐξ ἀνάγκης ἀνῄρηται τὸ
30εἶναι ἔχον ἐν τῷ μετέχειν τοῦ ὄντος, οὗ ἀναιρουμένου καὶ αὐτὸ ἐξ ἀνάγκης συναναιρεῖται. λέγεται δὲ ὁμώνυμος φωνὴ οὐχ ὡς ἔτυχεν, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός, οἷς μετουσία οὐ μόνον φωνῆς τῆς αὐτῆς ἀλλά γε καὶ πράγματος. τὸ γὰρ ἰατρικὸν βιβλίον καὶ φάρμακον καὶ ὄργανον καὶ διαίτημα καὶ γυμνά‐ σιον, ἐκ τοῦ αὐτοῦ λεγόμενα τῆς ἰατρικῆς τέχνης καὶ πρὸς τὸ αὐτὸ τέλος
35τὴν ὑγείαν συντείνοντα, οὐκ ὀνόματος μόνον ἀλλήλοις, ἀλλὰ καὶ πράγματος κεκοινώνηκεν, οἰκείως ἕκαστον ἑαυτῷ μετέχοντα τῆς ἰατρικῆς. ὅρα δὲ ὅτι καὶ ὁ Ἀριστοτέλης ἐνταῦθα μετὰ τῶν ὑπαρχόντων τοῖς πράγμασι τὸ ὂν συνέταξε, δηλῶν ὅτι οὐκ ὀνόματος μόνου κατὰ τὸ ὂν ἀλλὰ καὶ πράγματος
κεκοινώνηκε.185

186

(1n)

Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου.
2 Οὐ πάντα, φησί, τὰ ὑπάρχοντα δεῖ λαμβάνειν πρὸς τὴν τοῦ ὁρισμοῦ εὕρεσιν· οὐ γὰρ δὴ καὶ τὰ τοῦ γένους ἐπέκεινα, ἀλλ’ ἢ ὅσα τοῦ γένους ἐντός, καὶ οὐδὲ πάντα ταῦτα, ἀλλὰ μέχρι τοσούτου, ἕως οὗ τοσαῦτα ληφθῇ
5ὅσα αὐτάρκη ἐστὶ πρὸς τὸ ἐξισάσαι τῷ ὁριστῷ ὡς ἓν ὁμοῦ πάντα λαμβα‐ νόμενα, εἰ καὶ καθ’ ἑαυτὸ ἕκαστον αὐτῶν ἐπὶ πλέον αὐτοῦ ἐστι. πλὴν κατὰ τὴν προσήκουσαν τάξιν δεῖ ποιεῖσθαι τὴν λῆψιν ἐκ τῶν προτέρων ἀεὶ ἐπὶ τὰ ἐφεξῆς προϊόντας καὶ μηδὲν παραλείποντας, μέχρι δὲ τούτου προϊέναι, ἕως οὗ πρῶτον γένηται σύνθημα πρὸς τὸ ὑποκείμενον ἐξισάζον. ἐνδέχεται
10γὰρ καὶ προσθήκης γενομένης εἰσέτι ἐξισάζειν τὸ συντεθέν, ἀλλὰ περιττόν ἐστιν εὑρόντας ἅπαξ τὸν λόγον ἐξισάζοντα εἰσέτι προστιθέναι.
12nΤαύτην γὰρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος.
13 Τοῦ γένους γὰρ ληφθέντος καὶ τῶν ἄλλων κατὰ τάξιν, ὅσα τούτῳ συνειλημμένα ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου λέγεται οὐσιωδῶς αὐτῷ ὑπάρ‐
15χοντα, ὡς εἶναι τὸ ἅπαν σύνθημα ἐξισάζον τῷ ὁριστῷ, τί ἄλλο τοῦτο ἢ ὁρισμὸς ἐξ ἀνάγκης ἔσται;
17nΟἷον τριάδι ὑπάρχει πάσῃ ἀριθμός, τὸ περιττόν.
18 Ἔστω δή, φησί, πάλιν ἡ τριὰς εἴς τι παράδειγμα. ταύτης γένος ὁ ἀριθμός, καὶ τὰ ἐντὸς τοῦ γένους ἐφεξῆς λαμβανόμενα τῶν καθ’ αὑτὸ
20ὑπαρχόντων αὐτῇ τὸ περιττόν, τὸ πρῶτον ἀμφοτέρως. οἱ μὲν γὰρ ἄρτιοι πάντες ἀριθμοὶ εἰς ἴσα δύνανται τέμνεσθαι καὶ μετρεῖσθαι δύνανται ὑπὸ τῶν ἴσων εἰς ἃ διαιροῦνται, ἢ δὶς ὢν ἕκαστος αὐτῶν τόδε ἢ τόδε, ἢ τρὶς ἢ τετράκις ἢ ὅπως ἑτέρως, καὶ διὰ τοῦτο δεύτερός ἐστιν ἕκαστος τοῦ μετροῦντος αὐτόν. τῶν δὲ περιττῶν πάντως εἰς ἄνισα διαιρουμένων κατὰ
25τὴν εἰς δύο τὰ μέγιστα πηλικότητι τομήν, οἱ μὲν καθ’ ἑτέραν τομὴν εἰς ἴσα τέμνεσθαι δύνανται, ὡς ὁ ἐννέα, ὁ δέκα πέντε, ὁ κα, ὁ κε· τοὺς δὲ ἀδύνατον ὅλως τέμνεσθαι εἰς ἴσα, οἷός ἐστιν ὁ πέντε, ὁ ἑπτά, ὁ δέκα τρία. ἐκεῖνοι μὲν οὖν δεύτεροι καὶ σύνθετοί εἰσι κατ’ ἄμφω, καὶ ὡς ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν συγκείμενοι καὶ ὡς ὑπ’ ἀριθμοῦ ἢ ἀριθμῶν μετρεῖσθαι
30δυνάμενοι· οἱ δὲ ὡς μὲν ἐξ ἀριθμῶν συγκείμενοι δεύτεροι, ὡς δὲ μὴ ὑπ’ ἀριθμοῦ ἢ ἀριθμῶν μετρεῖσθαι δυνάμενοι πρῶτοί εἰσιν. ὁ δὲ τρία πρῶτος κατ’ ἄμφω ὡς μήτε ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν συγκείμενος μήτε ὑπ’ ἀριθμοῦ
ἢ ἀριθμῶν μετρούμενος, ἀλλὰ μόνον ἔχων μέτρον τὸ κοινὸν τὴν μονάδα.186

187

ἐπεὶ δὲ τοῦτο πρόσεστι καὶ τῇ δυάδι, τῆς μὲν τῷ περιττὸς εἶναι, ἐκείνων δὲ πάντων τῷ κατ’ ἄμφω πρῶτος εἶναι διήνεγκε.
3nΤοῦτο τοίνυν ἤδη ἐστὶν ἡ τριάς.
4Ἕκαστον ἰδίᾳ τῶν οὐσιωδῶς κατηγορουμένων τῆς τριάδος λαβὼν
5ἐπειδὴ μέχρι τοσούτου διῆλθεν, ὡς δύνασθαι πάντων ἡνωμένων ἐξισάζειν τῇ τριάδι τὸ πᾶν κατηγόρημα, ἑνοῖ τε τὰ πάντα καὶ τοῦτο εἶναι τὴν τριάδα φησίν, ἀριθμὸν περιττὸν πρῶτον καὶ ὡδὶ πρῶτον, ἤγουν κατ’ ἄμφω τοὺς τρόπους καθ’ οὓς πρῶτος ἀριθμὸς λέγεται, κατά τε τὸ μὴ μετρεῖσθαι ἀριθμῷ καὶ μὴ συγκεῖσθαι ἐξ ἀριθμοῦ. ὅτι δὲ τοῦτό ἐστιν ἡ τριὰς κατα‐
10σκευάζει φάσκων ὅτι οὐδενὶ ἑτέρῳ ὁ λόγος οὗτος ἢ μόνῃ τῇ τριάδι ἐφαρ‐ μόττει. ἕκαστον γὰρ τῶν ληφθέντων, φησίν, ἰδίᾳ μὲν καὶ καθ’ ἑαυτὸ λαμβανόμενον τὰ μὲν καὶ τοῖς περιττοῖς πᾶσιν ὑπάρχει, οἷον ὁ ἀριθμός, τὸ περιττόν· πάντες γὰρ οὗτοι ἀριθμοί τέ εἰσι καὶ περιττοί, τινὲς δὲ καὶ πρῶτοι, ἀλλὰ καθ’ ἓν τὸ μὴ μετρεῖσθαι ὑπ’ ἀριθμοῦ, ὡς ὁ πέντε, ὁ ἑπτά,
15ὁ ἕνδεκα καὶ οἱ τούτοις ὅμοιοι, κατὰ δὲ τὸ μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν οὐχί· σύγκεινται γὰρ ὁ μὲν ἐκ τοῦ δύο καὶ τρία, ὁ δὲ ἐκ τοῦ τρία καὶ τέσσαρα ἢ δύο καὶ πέντε, ὁ δὲ ἐκ τοῦ πέντε καὶ ἓξ ἢ ἄλλως πως, καὶ οἱ ἑξῆς ὁμοίως. τὸ δὲ πρῶτον οὕτως, ὡς μήτε μετρεῖσθαι ἀριθμῷ μήτε συγκεῖσθαι ἐξ ἀριθμοῦ ἢ ἀριθμῶν, τοῖς μὲν περιττοῖς οὐχ ὑπάρχει (οὐδεὶς
20γὰρ αὐτῶν ἄμφω ἔχει ταῦτα) ὑπάρχει δὲ τῇ δυάδι· περιττὴ μὲν γὰρ οὐχ ὑπάρχει, ὡς ἐκεῖνοί τε καὶ ὁ τρία αὐτός, πρώτη δὲ κατ’ ἄμφω ἐστίν, ὡς ἐκ μονάδος τε συγκειμένη μόνης, καὶ ὑπ’ αὐτῆς μόνης μετρουμένη. τοῦτο δὲ ἴδιον ὁρισμοῦ, τὸ ἐκ τῶν οὐσιωδῶν συγκείμενον μηδενὶ ἑτέρῳ ἢ ἐκείνῳ ἐφαρμόζειν περὶ οὗ ἀποδίδοται.
25nἘπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω.
26 Μέθοδον ἡμῖν παραδούς, δι’ ἧς τὰ ἐν τῷ τί ἐστι θηρεύσομεν καὶ τὸν ἐξ αὐτῶν συγκείμενον λόγον εὑρήσομεν, ἐπειδὴ μὴ ἱκανὸν τῷ εὑρισκο‐ μένῳ λόγῳ πρὸς τὸ εἶναι αὐτὸν ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι μόνον κατη‐ γορεῖσθαι (οὐ γὰρ πᾶν τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον ὁρισμός, ἀλλ’ ἐστὶ
30καὶ τὸ γένος ἐν τῷ τί ἐστι) κανόνα ἡμῖν ἐνταῦθα παραδίδωσι, δι’ οὗ δια‐ κρινοῦμεν τοῦ γένους τὸν ὁρισμόν. καὶ πρῶτον μέν φησιν ὅτι τὰ οὕτως εὑρισκόμενα ἀναγκαῖά ἐστι, καὶ ταῦτα ὑπάρχει τὸ προκείμενον. ἐν τῷ τί ἐστι γὰρ κατηγοροῦνται, τὰ δὲ ἐν τῷ τί ἐστι καθόλου, τὰ καθόλου δὲ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ὃν τρόπον ἐν τῷ πρὸ τούτου βιβλίῳ τὸ καθόλου ἀπεδίδοτο,
35τὰ δὲ καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα ἀναγκαῖα.
ἐπεὶ τοίνυν εἴτε ἐπὶ τῆς τριάδος εἴτε ἐπ’ ἄλλου ὁτουοῦν τὰ οὕτως λαμβα‐187

188

νόμενα, ὥστε ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ἀναγκαῖά ἐστιν, εἴη ἂν ἐξ ἀνάγκης ταῦτα τὸ ὑποκείμενον, καὶ τέως ἔχομεν ἤδη ὅτι ἐξ ἀνάγκης ταῦτα τοῦ ὑποκειμένου κατηγορεῖται. ὅτι δὲ καὶ ἡ οὐσία καὶ ὁ ὁρισμὸς τοῦ ὑπο‐ κειμένου ταῦτά ἐστιν, ἐκ διαιρέσεως δείκνυται. πᾶν τὸ ἐν τῷ τί ἐστι
5κατηγορούμενον ἢ ὁρισμὸς ἢ γένος ἐστίν· οὔτε γὰρ διαφορὰ οὔτε ἴδιον οὔτε μὴν συμβεβηκὸς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἀλλ’ ἢ μόνον γένος καὶ εἶδος. τὸ δὲ εἶδος καὶ ὁ ὅρος ταὐτόν. ἐν τῷ τί ἐστιν ἄρα τὸ εὑρημένον κατη‐ γορούμενον ἢ γένος ἂν εἴη ἢ ὁρισμός· καὶ εἰ γένος, ἢ ὠνομασμένον ἢ ἀνώνυμον. ὠνομασμένον δὲ λέγεται γένος τὸ ὀνόματι δηλούμενον, ἤτοι
10φωνῇ ἐνάρθρῳ καὶ σημαντικῇ μιᾷ καὶ ἁπλῇ. λεγέσθω γὰρ νῦν κοινῶς ὀνόματα πάντα τὰ τοιαῦτα, ὡς ζῷον, ἀριθμός, κινεῖν, ἐνεργεῖν. ἀνώνυμον δὲ λέγεται τὸ λόγῳ, οἷον ζῷον λογικόν, ἀριθμὸς περιττός· καὶ τὰ τοιαῦτα γὰρ ἐν τῷ τί ἐστι μὲν λεγόμενα κατά τινων, ἐπὶ πλέον δὲ ὄντα αὐτῶν, γένη αὐτῶν ἐστιν. εἰ τοίνυν ὁ εὑρεθεὶς λόγος μὴ ἐφ’ ἑτέρου τινός ἐστιν
15ἀλλ’ ἢ ἐπὶ μόνων τῶν ὑπὸ τὸ προκείμενον ἀτόμων, ὁρισμὸς ἂν εἴη τοῦτο καὶ οὐκ ἄλλο τι.
17nἘπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω.
18 Ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐλέγετο ὅτι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν, καὶ μᾶλλον τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα· ταῦτα γὰρ
20ἦν τοῦ πρώτου τρόπου τῶν καθ’ αὑτό. ὁμοίως δὲ καὶ ὅτι τὰ καθόλου καθ’ αὑτὰ καὶ ᾗ αὐτά· οὐ γὰρ ἀρκεῖ τὸ κατὰ παντὸς τῷ ἐν ταῖς ἀποδείξεσι καθόλου, ἀλλὰ δεῖ καὶ καθ’ αὑτὸ εἶναι καὶ ᾗ αὐτό. τὰ ἐν τῷ τί ἐστι λοιπὸν κατηγορούμενα ἀναγκαῖά ἐστι· καὶ ἔστι τοῦ ἀναγκαῖα εἶναι κατα‐ σκευαστικὸν τὸ τὰ καθόλου δ’ ἀναγκαῖα· ὡς εἶναι τὸ δέ ἀντὶ τοῦ γάρ.
25καὶ ἔστιν ἐν πρώτῳ σχήματι ὁ συλλογισμός ‘τὰ ἐν τῷ τί ἐστι καθόλου, τὰ καθόλου ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα ἀναγκαῖα‘.
27nΤῇ δὲ τριάδι καὶ ἐφ’ οὗ ἄλλου οὕτως.
28 Ἐπεὶ οὖν, φησίν, ἀναγκαῖα τὰ ἐν τῷ τί ἐστι λαμβανόμενα, ὡς εἶναι ταῦτα ἀναγκαῖα τὰ ὑποκείμενα, ὡς ἡ τριὰς ἀριθμὸς καὶ περιττός, ὁμοίως
30δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἴη μὲν ἂν ἡ τριὰς ταῦτα ἐξ ἀνάγκης, τουτέστι κατηγοροῖτο ἂν ταῦτα τῆς τριάδος ἐξ ἀνάγκης. καὶ τέως ἔχομεν ὅτι ἀναγκαῖα ταῦτα, καὶ οὐκ ἐνδέχεται μὴ εἶναι ταῦτα τὸ ὑποκείμενον, τουτέστι μὴ κατηγορεῖσθαι ταῦτα τοῦ ὑποκειμένου. τοῦ δὲ οὕτω λαμβάνεται ἐφερμηνευτικὸν τὸ ἐν τῷ τί ἐστι, τουτέστιν οὕτω λαμβάνεται, ὡς ἐν τῷ
35τί ἐστι κατηγορεῖσθαι. καὶ τῶν οὕτω λαμβανομένων περὶ τῆς τριάδος ἐξ ἀνάγκης μὲν ἂν ἐπιδέχοιτο τὴν κατηγορίαν ἡ τριάς. ὅτι δὲ καὶ οὐσία
ταῦτα καὶ ὁρισμὸς τοῦ ὑποκειμένου, δῆλον γίνεται διαιροῦσιν ὧδε.188

189

(1n)

Ἀνάγκη γὰρ εἰ μὴ τοῦτο ἦν τριάδι εἶναι.
2 Ἐπεὶ γάρ, φησίν, ἐν τῷ τί ἐστι κατηγορεῖται, εἰ μὴ ὁρισμός ἐστι τοῦτο τῆς τριάδος, ἔσται γένος, καὶ εἰ γένος, ἢ ὠνομασμένον ἢ ἀνώνυμον, τουτέστιν ἢ δι’ ὀνόματος ἢ διὰ λόγου δηλούμενον. ἀλλ’ ὠνομασμένον οὐκ
5ἔστι· λόγος γὰρ τὸ ἀριθμὸς περιττὸς πρῶτος κατ’ ἄμφω· εἴη ἂν οὖν ἀνώνυμον.
7nἜσται τοίνυν ἐπὶ πλέον ἢ τῇ τριάδι ὑπάρχον.
8 Εἰ γένος, φησίν, ἐστὶν οὗτος ὁ λόγος τῆς τριάδος, ἐπὶ πλέον ἔσται αὐτῆς. ὁμολογείσθω γὰρ οὕτως ἔχειν τὸ γένος, ὡς ἐπὶ πλέον εἶναι ἐκείνου
10οὗ γένος εἶναι λέγεται· οὐ γὰρ δεῖ νῦν πολυπραγμονεῖν περὶ τούτου. τὸ δὲ κατὰ δύναμιν, ὅτι δυνάμει τὸ γένος τὰ ὑπ’ αὐτό.
12nΕἰ τοίνυν μηδενὶ ἄλλῳ ὑπάρχει ἢ ταῖς ἀτόμοις τριάσι.
13 Ἐπεί, φησί, μηδενὶ ἄλλῳ ὑπάρχει οὗτος ὁ λόγος ὁ ἐπὶ τῆς τριάδος ἀποδεδομένος ἢ μόναις ταῖς ἀτόμοις τριάσιν, ὧν ἡ τριὰς ὡς εἶδος κατη‐
15γορεῖται, ὁρισμὸς ἂν εἴη ὁ λόγος οὗτος τῆς τριάδος. ληφθήτω δὴ καὶ τοῦτο νῦν ὡς ὁμολογούμενον, τὸ εἶναι τὴν ἑκάστου τῶν ἀτόμων εἰδῶν οὐσίαν τὴν ἐπὶ τοῖς ὑπ’ αὐτὸ ἀτόμοις ἐσχάτοις τοιαύτην κατηγορίαν. τοι‐ αύτην δὲ λέγει τὴν ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορουμένην κατὰ τὴν τοῦ περιέχοντος εἴδους μετοχήν. καθὸ γὰρ τριὰς ἑκάστη τῶν τριάδων, ἀριθμός
20ἐστι περιττὸς πρῶτος κατ’ ἄμφω. πιστοῦται οὖν κἀνταῦθα τὸν λόγον ἐκ τῶν ὑστέρων μὲν τῇ φύσει, ἡμῖν δὲ γνωριμωτέρων καὶ σαφεστέρων· τὰ γὰρ καθ’ ἕκαστα τῶν καθόλου ἡμῖν γνωριμώτερα.
23nὭστε ὁμοίως καὶ ἄλλ.
24Οὐκ ἐπὶ τῆς τριάδος μόνης ὁ κανὼν οὗτος, φησίν, ἀλλὰ καὶ ἐπὶ παντὸς
25οὑτινοσοῦν τοῦτο ἔσται αὐτῷ τὸ εἶναι καὶ ὁ ὁρισμός, ὅπερ ἐν τῷ τί ἐστι κατηγορεῖται ἐπὶ μόνων τῶν ὑπ’ αὐτὸ ἀτόμων κατὰ τὴν αὐτοῦ μετοχήν, ἐπ’ ἄλλου δὲ οὐδενός, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν θνητὸν ἢ ζῷον πεζὸν δίπουν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἄλλως τε ἐπεὶ τοῖς λογικοῖς ἅπασιν εἴδεσί τε καὶ γένεσιν ἐκ τῶν καθ’ ἕκαστα ἡ ἀρχή,
30καὶ ἐν τούτοις τὸ εἶναι ἐκείνοις ἐστὶ καὶ ἡ σύστασις, ὥσπερ τὸ εἶναι ἐκ τῶν καθ’ ἕκαστα ἔχουσιν, οὕτω καὶ τὸ ὁρίζεσθαι, καὶ τῶν ὁρισμῶν αὐτῶν ἡ ἐνέργεια ἐν τοῖς καθ’ ἕκαστά ἐστι, δυνάμει μόνον ὄντων τῶν
καθόλου καθ’ ἑαυτὰ καὶ οὐδὲν ἄλλο.189

190

(1n)

Χρὴ δ’ ὅταν ὅλον τι πραγματεύηται.
2 Τὰ περὶ τῆς διαιρέσεως τοῦ ὁρισμοῦ παραδεδομένα μέχρι τοῦ νῦν τοῖς εἰδικωτάτοις ἐφήρμοσεν εἴδεσιν, ὡς δῆλόν ἐστιν ἔκ τε τῆς τριάδος, ἥτις παράδειγμα εἴληπται εἰδικώτατον εἶδος οὖσα τοῦ ἀριθμοῦ, καὶ ἐξ ὧν ἐκ
5τῶν καθ’ ἕκαστα τὸν ὁρισμὸν τοῦ καθόλου ἐπιστωσάμεθα· τὸ γὰρ προσεχῶς τὰ καθ’ ἕκαστα περιέχον τὸ εἶδος ὑπάρχει τὸ εἰδικώτατον. ἐπεὶ δὲ τὰ ὁριστὰ τὰ εἰδικώτατά ἐστι καὶ τὰ ὑπάλληλα, μήτε τῶν καθ’ ἕκαστα μήτε τῶν γενικωτάτων ὁριζομένων, τῶν μὲν ὅτι μὴ ἔχει γένος αὐτῶν ἐπέκεινα, τῶν δ’ ὅτι μήτε ὑπὸ γένους προσεχῶς περιέχεται, ἀλλὰ διὰ μέσων εἰδῶν,
10μήτε μήν ἐστιν ἀεὶ τὰ αὐτά, ἵνα καὶ ἐπιστήμῃ ὑποβάλλεσθαι δύνηται, κἂν ᾖ ἴσως, οὐκ ἔχει ἴδιον ὁρισμὸν διὰ τὸ κοινὸν εἶναι τὸν ἀποδιδόμενον οὐσιώδη λόγον τοῖς ὁμοειδέσιν ἅπασι, κἂν τῶν μοναδικῶν ᾖ τι, οὕτως ὁ περὶ αὐτοῦ ὁρισμὸς ἀποδίδοται, ὡς κἂν πλείω ὑπῆρχον, πᾶσιν ἁρμόζειν, εἰπόντες οὖν πῶς ἐπὶ τῶν εἰδικωτάτων θηρευτέον τὸν ὅρον, λέγωμεν ἤδη,
15πῶς τοῦτο καὶ ἐπὶ τῶν ὑπαλλήλων γενήσεται. ὅταν δή τις τοιοῦτο γένος πραγματεύσασθαι προθῆται, τὸν ὁρισμὸν αὐτοῦ βουληθεὶς ἐφευρεῖν, ἐπειδὴ τὸ γένος ὅλον ἐστὶ τῶν εἰδῶν, χρὴ αὐτὸν διελεῖν εἰς τὰ μέρη τὸ προτεθέν, τουτέστιν εἰς τὰ εἰδικώτατα, ἅπερ καὶ ἄτομά ἐστι διὰ τὸ μὴ εἰς εἴδη τέμνεσθαι δύνασθαι, καὶ πρῶτα ἐν τοῖς καθόλου διὰ τὸ ταῦτα πρῶτον τὴν
20ἐκ τῶν καθ’ ἕκαστα δέχεσθαι κατὰ τὴν ἡμετέραν ἔννοιαν σύστασιν, καὶ θεωρεῖν τὰ ἴδια πάθη τοῦ γένους, τουτέστι τὰ καθ’ αὑτὸ ἰδίως τῷ γένει ὑπάρχοντα, ἀπὸ τῶν κοινῶς πᾶσιν ἐνθεωρουμένων τοῖς εἴδεσι. τὰ γὰρ ἴδια τοῦ γένους κοινὰ τῶν ὑπ’ αὐτὸ εἰδῶν ἁπάντων ἐστί. τὰ γὰρ συμ‐ βαίνοντα τοῖς γένεσιν, ἅπερ ὡς ὅλα ἐκ τῶν εἰδῶν ὡς ἐκ μερῶν σύγκειται,
25ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν δῆλα γίνεται· οἷον γὰρ ἀρχαί εἰσι τοῦ γένους οἱ ὁρισμοὶ τῶν εἰδῶν, ἐπειδὴ καὶ ἁπλοῦν ὡς πρὸς τὸ γένος τὸ εἶδος καὶ ἐκ τῶν εἰδῶν ἔοικε τὸ γένος συγκεῖσθαι, μερῶν ὄντων αὐτοῦ ὅλου ὄντος, ὥσπερ καὶ τὸ εἶδος τῶν ἀτόμων ὅλον ἐστὶ καὶ ἐξ ἐκείνων λαμβάνει τὴν σύστασιν. καὶ ὃν λόγον ἔχει πρὸς τὸ εἶδος τὰ ἄτομα, τὸν αὐτὸν τὰ εἴδη
30πρὸς τὸ γένος. καὶ ὥσπερ ἐκεῖ ἐκ τῶν ἀτόμων ὁ τοῦ εἴδους ὁρισμὸς ὅτι ὁρισμὸς αὐτοῦ ἐστιν ἐγνωρίζετο, τὰ κοινῶς ὑπάρχοντα πᾶσι καὶ ἐν τῷ τί ἐστι λεγόμενα κατὰ πάντων λαμβανόντων ἡμῶν, οὕτω κἀνταῦθα τὰ κοινῶς πᾶσι τοῖς ὁμογενέσιν εἴδεσιν ἐνυπάρχοντα οὐσιώδη καὶ ἐν τῷ τί ἐστι τοῦ γένους ταῦθ’ ὁρισμὸς ἂν εἴη. καὶ ὥσπερ ἐκείνων ἁπλῶν ὄντων ὡς πρὸς
35τὰ εἴδη τὰ ὑπάρχοντα πᾶσιν ἐκείνοις μὲν καθ’ αὑτὰ ὑπῆρχε, δι’ ἐκεῖνα δὲ
καὶ τῷ εἴδει, οὕτω κἀνταῦθα τὰ πᾶσι κοινῶς τοῖς εἰδικωτάτοις ὑπάρχοντα,190

191

ἁπλοῖς οὖσιν ὡς πρὸς τὸ ὅλον γένος ἅτε καὶ μέρεσιν αὐτοῦ, καθ’ αὑτὰ ὑπάρχει, διὰ δὲ ταῦτα καὶ τῷ γένει.
3nΧρὴ δ’ ὅταν ὅλον τι πραγματεύηταί τις.
4Περὶ μὲν τοῦ εἴδους, φησίν, ὅπως περὶ αὐτοῦ θηρευτέον τὸν ὁρισμόν,
5ἤδη εἴρηται· ὅταν δὲ ὅλον τι πραγματεύηταί τις, τουτέστιν ὅταν γένους ὁρισμὸν ἀποδοῦναι προθῆται (τοῦτο γάρ ἐστι τὸ ὡς πρὸς τὸ εἶδος ὅλον· τὸ γὰρ γένος ὅλον εἶναι ἐμάθομεν, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, τὸ δὲ ἄτομον μέρος) ὥσπερ οὖν ἐκεῖ τὰ μέρη σαφέστερα ὑπῆρχεν ἡμῖν, καὶ δι’ αὐτῶν εἰς τὸν ὁρισμὸν τοῦ ὅλου ἐποδηγούμεθα, οὕτω κἀνταῦθα τὰ εἴδη
10σαφέστερα τῶν γενῶν, ὡς εὐθὺς ὄντα μετὰ τὰ ἄτομα. ἐπεὶ καὶ ἐπὶ τῶν οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· εἰ γὰρ καὶ δεύτερα τῶν ἀτόμων πάντα τὰ καθόλου, ὡς δυνάμει πάντα καὶ μέχρις ἐννοίας, ᾗ καθόλου ἐστί, τὸ δ’ ἐνεργείᾳ εἶναι ἐν τοῖς καθ’ ἕκαστα λαμβανόμενα δέχεται, ἀλλὰ καὶ τὰ εἴδη τῶν γενῶν πρότερα, οὐ μόνον ὅτι αὐτοῖς ὑπόκειται καὶ ἀνάλογον
15ἔχει πρὸς ταῦτα ὡς πρὸς τὰ εἴδη τὰ ἄτομα, ἀλλ’ ὅτι καὶ ἐνεργέστερα τοῦ γένους τὰ εἴδη, τουτέστιν ἐγγύτερα τοῦ ἐνεργείᾳ εἶναι. ὅταν οὖν γένος τις ὁρίσασθαι προθῆται, ὅπερ ὅλον ἐστί, χρὴ διελεῖν αὐτὸ εἰς τὰ ἄτομα τῷ εἴδει. ἔστι γὰρ καὶ ἄτομα τῷ ἀριθμῷ, ἅ ἐστι τὰ καθ’ ἕκαστα· εἰπὼν οὖν ἄτομα ἐπήνεγκε τῷ εἴδει, ἀντιδιαστέλλων ταῦτα πρὸς τὰ καθ’ ἕκαστα, ὡς
20καὶ ἐν Κατηγορίαις πεποίηκε λέγων “ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται”. προσέθηκε δὲ τὰ πρῶτα ἐκ παραλλήλου λέγων τὸ αὐτὸ ‘ἄτομα τῷ εἴδει ἤτοι τὰ πρῶτα‘. λέγεται δὲ πρῶτα, ὅτι ἐκ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου ἀνιοῦσι πρῶτα εὐθύς ἐστι τὰ εἰδικώτατα· τοῖς γὰρ ἐννοηματικοῖς καθόλου ἐκ τῶν καθ’ ἕκαστα ἡ γένεσις, καὶ εὐθὺς
25μετὰ τὰ καθ’ ἕκαστα τὰ ὡς εἰδικώτατα καθόλου ἐστὶ γινόμενα· ὥστε καὶ πρῶτα ἐν τοῖς καθόλου τὰ εἰδικώτατά ἐστι. καὶ ὅτι πάντων ὄντων εἰδῶν τῶν καθόλου, ταῦτα πρῶτα εἴδη· διὸ καὶ εἰδικώτατα λέγεται. ὅτι δὲ πάντα εἴδη τὰ καθόλου, δῆλον· οὐ γὰρ ἂν τῶν καθ’ ἕκαστα ἐν τῷ τί ἐστι κατηγορεῖτο. λόγοι γὰρ ἅπαντα ἐννοηματικοὶ τὰ τοιαῦτα· τὰ δὲ οὕτως
30ἔχοντα εἴδη, κἂν τὸ μεῖζον ἐν αὐτοῖς καὶ ὑπερκείμενον γένος ᾖ τοῦ ὑπ’ αὐτὸ καὶ ἐλάττονος.
32nΟἷον ἀριθμὸν εἰς τριάδα καὶ δυάδα.
33 Τοῦτο παράδειγμά ἐστι πρὸς σαφήνειαν τοῦ πῶς χρὴ λαβόντας τὸ γένος διελεῖν εἰς τὰ ὑπ’ αὐτὸ εἰδικώτατα· γένος γὰρ ὁ ἀριθμός, ἡ δὲ τριὰς
35καὶ ἡ δυὰς εἴδη αὐτοῦ εἰδικώτατα.191

192

(1n)

Εἶθ’ οὕτως ἐκείνων ὁρισμοὺς πειρᾶσθαι λαμβάνειν.
2 Εἰπὼν ὡς χρὴ ποιεῖν τὴν διαίρεσιν καὶ διὰ τοῦ παραδείγματος παρα‐ στήσας λέγει καὶ τὸ ἑξῆς, ὅτι μετὰ τὸ οὕτως διελεῖν ἔκτοτε δεῖ πειρᾶσθαι λαμβάνειν τοὺς ὁρισμοὺς τῶν γενῶν, ἀπὸ τῶν ὑπ’ αὐτὰ ποδηγουμένους
5εἰδῶν. τὰ δὲ ἑξῆς λεγόμενα οὐχ ὡς περὶ εἰδῶν δεῖ ὁμογενῶν δέχεσθαι, ἀλλὰ γραμμῆς μὲν εἴδη εὐθεῖαν καὶ κύκλον τίθεσθαι, γωνίας δὲ ὀρθὴν καὶ ὀξεῖαν καὶ ἀμβλεῖαν, εἰ καὶ οὗτος συγχέας ἐπίτηδες ἀσάφειαν ἐνεποίησε.
8nΜετὰ δὲ ταῦτα λαμβάνοντα τί τὸ γένος.
9Ἐπειδή, φησί, πᾶς ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν σύγκειται, μετὰ
10τὸ διελεῖν τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἰδικώτατα προϊόντας εἰς τὸ τοῦτο ὁρίσασθαι δεῖ ἀνατρέχειν ἐπὶ τὸ γένος ἤτοι τὴν κατηγορίαν ὑφ’ ἣν ἀνά‐ γεται τὸ προκείμενον, καὶ ζητεῖν εἰ ποσόν ἐστιν ἢ ποιὸν ἢ ἄλλο τι τῶν δέκα πρώτων ἀρχῶν, καὶ τοῦτο λαβόντα κοινὸν ὂν πᾶσι τοῖς ὑπ’ αὐτὸ ζητεῖν καὶ τὰς ἰδίας διαφορὰς τοῦ προκειμένου, ἃς πάθη ὠνόμασε διὰ τὸ
15ἐοικυίας πάθεσι τὰς τῶν εἰδῶν συστατικὰς διαφορὰς τοῖς γένεσιν ἐπιγίνε‐ σθαι καὶ τὰ εἴδη μετ’ αὐτῶν συμπληροῦν. τὰ δὲ ἴδια τῶν γενῶν πάθη, τουτέστι τὰ καθ’ αὑτὰ αὐτοῖς ὑπάρχοντα, πῶς ἂν εὕροιμεν ἄλλως ἢ διὰ τῶν κοινῶς ὑπαρχόντων τοῖς ὑπ’ αὐτὰ εἴδεσι; τὰ γὰρ ἰδίως τοῖς γένεσιν ὑπάρχοντα οὐκ ἂν ἄλλως γένοιτο εὑρεῖν ἢ διὰ τοῦ θεωρεῖν τὰ κοινῶς τοῖς
20εἴδεσιν αὐτῶν ἐνυπάρχοντα. τὰ γὰρ κοινὰ τοῖς ὑπὸ τὸ γένος ἴδια τῷ γένει ὡς διὰ τὸ κοινὸν τοῖς τοῦ κοινοῦ μετέχουσιν ἐνυπάρχοντα. δεῖ δὴ πρῶτον ἐν τοῖς εἴδεσι ταῦτα θεωρεῖν, κἀκεῖθεν ἐκλεγομένους τῷ γενικωτάτῳ προστιθέναι αὐτά· καὶ οὕτως ἐκ τούτου κἀκείνων ὁ τοῦ προκειμένου γένους ὁρισμὸς εὑρεθήσεται συμπληρούμενος. οἷον εἰ γραμμὴ εἴη τὸ γένος τὸ εἰς
25τὸ ὁρισθῆναι προκείμενον, ταύτην δεῖ διελεῖν εἰς τὰ ὑπ’ αὐτὴν εἰδικώτατα, ἅτινά ἐστιν εὐθεῖα καὶ περιφερὴς καὶ ἕλιξ, εἶτα τὸ γένος λαβεῖν, εἰς ὃ ἀνάγεται ἡ γραμμή· τοῦτο δέ ἐστι τὸ ποσόν. μετὰ δὲ ταῦτα τοὺς τῶν εἰδῶν τούτων ὁρισμοὺς θεωρήσαντα ἰδεῖν τί τούτοις πᾶσι κοινὸν ἐν τοῖς ὁρισμοῖς ἔγκειται. οἷον τί ἐστιν εὐθεῖα γραμμή; μῆκος ἀπλατὲς οὗ τὰ
30μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ. τί ἐστι περιφερὴς γραμμή; μῆκος ἀπλατές, πρὸς ὅπερ ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς αὐτοῦ κειμένων πᾶσαι αἱ προσπί‐ πτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν· ἢ ἵνα εἴη κοινότερον, μῆκος ἀπλατές, οὗ τὰ μόρια ὑπ’ ἀλλήλων ἀνεπιπρόσθητα, ἢ ὅπως ἄλλως. τί κεκλασμένη γραμμή; μῆκος ἀπλατὲς ἐξ εὐθείας καὶ περιφεροῦς συγκείμενον. ἰδοὺ οὖν
35ἐν πᾶσι τοῖς τῶν εἰδῶν τούτων ὁρισμοῖς κοινὸν κεῖται τὸ μῆκος ἀπλατές·192

193

τοῦτο τῷ γενικωτάτῳ προσθέντες τὸν ὁρισμὸν τῆς γραμμῆς ἕξομεν ποσὸν μῆκος ἀπλατὲς τὴν γραμμὴν εἶναι λέγοντες.
3nΤοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων.
4Συντιθέμενα τὰ γένη φησίν, ἄτομα δὲ τὰ εἰδικώτατα, ἃ οὐκ ἔστιν
5ἔτι εἰς εἴδη τεμεῖν. λέγει οὖν ἐκ τῶν εἰδῶν ὡς μερῶν τὰ γένη ὡς ὅλα συντίθεσθαι. τὰ οὖν συμβαίνοντα, φησί, τοῖς ὅλοις ἤτοι τοῖς γένεσι τοῖς ἐκ τῶν ἀτόμων εἰδῶν συντιθεμένοις, ἐκ τῶν μερῶν ἤτοι τῶν εἰδῶν ἔσται δῆλα. τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ διὰ τῶν κοινῶν τοῖς εἴδεσι τὰ ἴδια τοῖς γένεσι καθ’ αὑτὰ ὑπάρχοντα θεωρεῖσθαι. τούτου δὲ αὖθις αἰτία
10τὸ πανταχοῦ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἀρχὰς καὶ αἰτίας εἶναι τοῖς γένεσι, καὶ τὰ ἁπλᾶ, τουτέστι τὰ εἴδη, αἴτια εἶναι τῆς συστάσεως ἢ γνωρίσεως τῶν γενῶν. ἅπαξ γὰρ μέρη τὰ εἴδη εἰπὼν τῶν γενῶν καὶ ἐκ τῶν εἰδῶν ὡς μερῶν τὰ γένη ὡς ὅλα συνίστασθαι, διὰ τέλους τοῦτο τηρεῖ, αἴτια τὰ εἴδη ὡς ἁπλούστερα τῶν γενῶν ὡς ἐξ αὐτῶν συγκειμένων παραδιδούς.
15πλειόνων δὲ τῶν εἰδῶν ὄντων τῶν ὑφ’ ἓν γένος ἀναγομένων, καὶ πλειόνων ὁρισμῶν λαμβανομένων εἰς γένους ἑνὸς χαρακτήρισιν, τὸν ἀριθμὸν οὗτος ἀντέστρεψε δι’ ἀσάφειαν, ἀρχὴν εἶναι τὸν ὁρισμὸν τοῦ εἴδους εἰπὼν πάντων τῶν γενῶν, τὸν μὲν ὁρισμὸν ἑνικῶς τὰ δὲ γένη πληθυντικῶς προσενέγκας διὰ τοῦ εἰπεῖν πάντων. σὺ δὲ οὕτω νόει ὅτι πανταχοῦ οἱ ὁρισμοὶ τῶν
20εἰδῶν ἀρχαί εἰσι καὶ αἰτίαι τοῖς γένεσι, καθὼς εἴρηται, καὶ τὰ ἁπλᾶ ἤτοι τὰ εἴδη γνωριστικὰ καὶ ἀπογεννητικὰ τῶν γενῶν ὡς μέρη ὅλων, ἢ καὶ ἐπὶ τὸ καθολικώτερον τὸν λόγον ἀνάγει, καὶ αἰτίαν κοινὴν ἀποδίδωσι τοῦ τὰ συμβαίνοντα τοῖς γένεσιν ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν δῆλα γίνεσθαι· ἡ δὲ αἰτία τὸ ἐπὶ πάντων ἀρχὴν εἶναι τὸν ὁρισμὸν καὶ τὸ ἁπλοῦν τῶν
25συνθέτων ἀρχήν. ἐπεὶ οὖν τὰ εἴδη καὶ ὁρισμοὶ καὶ ἁπλοῦν ἕκαστον αὐτῶν ὡς πρὸς τὸ γένος, διὰ τοῦτο καὶ τὰ εἴδη τοῦ γένους ἀρχαί. τί δὲ καὶ τὸ γένος; οὐ λόγος καὶ ὁρισμός; λόγος μὲν ἀλλ’ οὐχὶ καὶ ἁπλοῦν ὡς πρὸς τὸ εἶδος· τὸ δὲ εἶδος καὶ ὁρισμὸς καὶ ἁπλοῦν ὡς πρὸς τὸ γένος. διὰ τοῦτο καὶ τὸ εἶδος τοῦ γένους ἀρχή, ἀλλ’ οὐχὶ καὶ ἀνάπαλιν. ἢ καὶ τὸ γένος
30ὕλῃ ἀναλογοῦν ἔχει τὸ εἶδος ὡς ἀρχὴν δραστικὴν ἄγουσαν αὐτὸ πρὸς ἐνέργειαν.
32nΚαὶ τοῖς ἁπλοῖς καθ’ αὑτὰ ὑπάρχειν τὰ συμβαίνοντα
33nμόνοις, τοῖς δ’ ἄλλοις κατ’ ἐκεῖνα.
34Ἄλλη τις αὕτη αἰτία τοῦ εἰρημένου. λέγει δὲ ὅτι καὶ διὰ τοῦτο ἐκ
35τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ καθ’ αὑτὰ τοῖς γένεσιν ὑπάρχοντα γνωρίζεται,
διότι τὰ συμβαίνοντα τοῖς εἴδεσι καθ’ ἑαυτὰ ἔχει τὰ εἴδη, τοῖς δὲ γένεσι193

194

διὰ τὰ εἴδη ταῦτα ὑπάρχει. τοῦτο δὲ ἔοικε τῷ λεγομένῳ ἐν τῷ πρώτῳ τῷ Περὶ ψυχῆς “τὸ γὰρ ζῷον τὸ καθόλου ἢ οὐδέν ἐστιν ἢ ὕστερον”. τὰ γὰρ καθ’ ἕκαστα ἐνεργείᾳ ὄντα ταῦτά ἐστι καὶ κυρίως ὅπερ εἶναι λέγεται· τὰ δὲ καθόλου πάντα δυνάμει ὄντα δευτέρως ἔχει τὸ εἶναι. διὸ καὶ ἐν
5ταῖς οὐσίαις πρῶται οὐσίαι καὶ κυρίως καὶ μάλιστα τὰ καθ’ ἕκαστα ἐν Κατηγορίαις εἴρηται, δεύτεραι δὲ τὰ περιεκτικὰ τούτων εἴδη καὶ γένη πάντα· ὅμως ἐπεὶ μετ’ αὐτὰ εὐθὺς τὰ εἴδη ἐστί, πρῶτά τέ ἐστι τῶν γενῶν καὶ μᾶλλον τῶν γενῶν εἶναι λέγεται. τὸ δὲ γένος πόρρω ὂν τῶν καθ’ ἕκαστα, ἐννόημά πως εἶναι δοκεῖ ἀνυπόστατον, ἀμυδράν τινα ὁμοιό‐
10τητα σῶζον πρὸς τὰ καθ’ ἕκαστα. καὶ τὸ μὲν εἶδος ἐκ προσεχοῦς ἀφαι‐ ρέσεως τῶν καθ’ ἕκαστα ἐννοούμενον ὁ λόγος ἐστὶν ὁ ἐν τούτοις ἐνθεωρού‐ μενος, ὃς καθ’ ἑαυτὸν ληφθεὶς χωρὶς τῆς ὕλης ἐπινοεῖται· ὕλην δὲ προσ‐ λαβὼν εὐθύς ἐστι τὸ καθ’ ἕκαστον. οἷον ὁ τοῦ ἀνθρώπου λόγος τὸ ζῷον λογικὸν θνητὸν καθ’ ἑαυτὸν ἐννοούμενος ἅμα τῷ μετὰ ὕλης θεωρηθῆναι
15Σωκράτης ἐστὶν εὐθὺς ἢ Θεαίτητος ἢ Δίων ἢ ἄλλος τις, τῶν καθ’ ἕκαστον εὐθὺς αὐτῷ καὶ τῶν ὑλικῶν συμπτωμάτων ἐφεπομένων, οἷον μεγέθους, σχήματος, χρώματος καὶ τῶν τοιούτων ἰδιωμάτων. τὸ δὲ γένος οἷον τὸ ζῷον οὐ δύναται τοῦτο ἔχειν καθ’ ἑαυτό, εἰ μὴ καὶ τῶν εἰδῶν τι προσ‐ λήψοιτο· εἰ μὴ γὰρ αἱ τοῦ ἀνθρώπου ἢ αἱ τοῦ ἵππου ἤ τινος ἄλλου τῶν
20εἰδῶν ἰδιότητες αὐτῷ προσγένωνται, ἐν ὑποστάσει καὶ ἐνεργείᾳ γενέσθαι οὐ δύναται. διὰ τοῦτο καθ’ ἑαυτὸ λαμβανόμενον ἢ παντελῶς ἐστιν ἀνυπό‐ στατον ἢ ὕστερον ὡς πόρρω ὂν τῶν καθ’ ἕκαστα. συμφώνως ἄρα κἀν‐ ταῦθα εἴρηκε καθ’ αὑτὰ εἶναι τοῖς εἴδεσι τὰ συμβαίνοντα, κατὰ τὰ εἴδη δὲ καὶ τοῖς γένεσιν, ὁπότε καὶ αὐτὰ τὰ ἄτομα εἴδη καθ’ ἑαυτὰ ψιλῶς θεω‐
25ρούμενα ἀνυπόστατά ἐστιν· οὐ γάρ που ὁ καθόλου ὑφέστηκεν ἄνθρωπος, ἢ ἐν τοῖς καθ’ ἕκαστα, καθ’ ἑαυτόν δ’ οὐδαμῶς. τριχῶς γὰρ εἶδος ἕκαστον λαμβάνεται. ἢ γὰρ κατὰ ψιλὴν ἔννοιαν χωρὶς τῶν καθ’ ἕκαστα ἢ ὡς ἐν πᾶσι τοῖς ὁμοειδέσι καθ’ ἕκαστα θεωρούμενον καὶ εἰς ἓν ἄγον αὐτά, ἢ ὡς συμβεβηκότα προσειληφὸς καὶ ἐν ἑνὶ τῶν καθ’ ἕκαστα ὁλικῶς ὑφισταμένον,
30ἐν Σωκράτει τυχὸν ἢ Δίωνι. τὸ μὲν οὖν πρῶτον ἐξ ἀφαιρέσεώς τε λέγε‐ ται, καὶ καθ’ ἑαυτὸ ἐννοεῖται μέν, οὐχ ὑφίσταται δέ. τὸ δὲ δεύτερον ὑφί‐ σταται μέν, ἀλλ’ οὐ καθ’ ἑαυτό, ἐν δὲ τῷ πλήθει τῶν καθ’ ἕκαστα τε‐ θεώρηται ἀορίστως τὴν ἐν αὐτοῖς δεχόμενον ὕπαρξιν. τὸ δὲ τελευταῖον ὡρισμένως ὑπάρχει ἐν ὁτῳοῦν τῶν καθ’ ἕκαστον.
35 Τίνων δ’ ἂν εἶεν οἱ ὁρισμοί, τῶν καθόλου ἢ τῶν καθ’ ἕκαστα; τῶν ἐννοηματικῶς λαμβανομένων ἢ τῶν ἐνεργείᾳ ὑφεστηκότων; εἰ μὲν τῶν καθ’ ἕκαστα, πῶς ὧν μὴ ἐπιστήμη ἐστί, τούτων ἔσται ὁρισμός; εἰ γὰρ ἔσται, ἕξει πέρας τὰ ἄπειρα, καὶ τὰ ἀόριστα ὁρισθήσεται. εἰ δὲ τῶν καθόλου
καὶ κατὰ ἔννοιαν, πῶς ὁ τοῦ εἶναι δηλωτικὸς λόγος ἔσται τῶν μὴ ὄντων194

195

καθ’ ἑαυτά; ἢ τῶν καθόλου μὲν ἐπιστήμη πᾶσα, ἡ δὲ ταύτης ἐνέργεια καὶ προχείρισις προβαίνει εἰς τὰ καθ’ ἕκαστα. ἐννοηματικῶς μὲν οὖν λαμ‐ βάνειν τοὺς ὁρισμοὺς διὰ τὸ τοῦ λόγου καὶ τῆς ἐπιστήμης ταὐτόν τε καὶ ἀμετάπτωτον, οὐδὲν ἄτοπον, θεωρεῖν δέ γε τὴν τούτων ἐνέργειαν οὐκ ἔστιν
5ἐν ἄλλοις ἢ τοῖς καθ’ ἕκαστα. ἔχει δὲ ἀπορίαν, πῶς ποτε τὸ γένος ὅλον τῶν εἰδῶν καὶ ἐκ τῶν εἰδῶν συγκείμενον εἴρηται, ἁπλᾶ δὲ τὰ εἴδη καὶ τῶν γενῶν μέρη. δοκεῖ γὰρ ἀνάπαλιν· ἐκ γένους γὰρ τὸ εἶδος καὶ τῶν διαφορῶν, καὶ ἵνα εἶδος συσταίη, δεῖ συνδραμεῖν ἀλλήλοις γένος τε καὶ διαφοράς. καὶ ὡς ὁ λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν ἐκ τῶν ἁπλῶν σύγκει‐
10ται φωνῶν, αἳ τὸ γένος δηλοῦσι καὶ τὰς διαφοράς, οὕτω τὸ ὑπὸ τοῦ λόγου σημαινόμενον εἶδος ἐκ τῶν ὑπὸ τῶν ἁπλῶν ἐκείνων φωνῶν. καὶ ἐνταῦθα μὲν τὰ ἁπλᾶ συνιόντα πρὸς ἄλληλα ἀποτελοῦσι τὸ σύνθετον, ἀλλ’ οὐχὶ καὶ τὰ εἴδη τὸ γένος· οὐ γὰρ ἐξ ἀνθρώπου καὶ βοὸς καὶ ἵππου καὶ τῶν ὑπὸ τὸ ζῷον εἰδῶν ἁπλῶς ἀλλήλοις συνερχομένων τὸ ζῷον συνίσταται. ἢ ἐκεῖ
15μὲν πραγματικῶς ἐκ τοῦ γένους τε καὶ τῶν διαφορῶν τὰ εἴδη συνίσταται, ὡς καὶ τὰ καθ’ ἕκαστα ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης, λογικῶς δ’ αὖθις καὶ κατὰ ἔννοιαν τό τε εἶδος ὅλον τῶν καθ’ ἕκαστα, καὶ τὸ γένος τῶν εἰδῶν, καὶ τρόπον τινὰ τὸ εἶδος ἐκ τῶν καθ’ ἕκαστα καὶ τὸ γένος ἐκ τῶν εἰδῶν. ὡς γὰρ τὸ ἐκ μερῶν ὅλον ἐν τοῖς μέρεσι τεθεώρηται, οὕτω τὸ γένος ἐν
20τοῖς εἴδεσι, καὶ τὸ εἶδος ἐν τοῖς ἀτόμοις, εἰ καὶ μὴ ὡς τὰ μέρη τῶν καθ’ ἕκαστα, οὕτως ἔχει τὸ εἶναι μέρη τῶν εἰδῶν τὰ καθ’ ἕκαστα, καὶ τὰ εἴδη τῶν γενῶν. ἕκαστον γὰρ τῶν μερῶν τῶν καθ’ ἕκαστα οὐκ ἐπιδέχεται ἐξ ἀνάγκης τὸν τοῦ ὅλου λόγον καὶ τοὔνομα, τὰ δὲ ἄτομα τῶν εἰδῶν καὶ τὰ εἴδη τῶν γενῶν ἐξ ἀνάγκης ἐπιδέχονται τοὺς λόγους καὶ τὰ ὀνόματα ὡς
25μετεχομένης καὶ τῆς ὁλότητος. ἔτι δὲ ὡς τὸ ὅλον συναγωγὸν τῶν μερῶν, οὕτω τὸ γένος τῶν εἰδῶν καὶ τὸ εἶδος τῶν καθ’ ἕκαστα. λέγεται δὲ καὶ τὸ ὅλον τριχῶς, ἢ ὡς πρὸ τῶν μερῶν ἢ ὡς ἐκ τῶν μερῶν ἢ ὡς ἐν τῷ μέρει. αἱ μὲν οὖν πρὸ τῶν μερῶν ὁλότητες, ὡς οἱ περὶ Πλάτωνα λέγουσιν, αἱ ἀρχικαὶ μονάδες εἰσίν, ἐξ ὧν ἑκάστης ὁ σύστοιχος αὐτῇ ἀριθμὸς ἀπο‐
30γεννᾶται, μονάδος μὲν οὔσης αὐτῆς ἀμεθέκτου, πολλῶν δ’ ἐξ αὐτῆς κατὰ πρόοδον γεννωμένων, αἳ καὶ μέρη ἐκείνης λέγονται, ὡς ἐκείνης μὲν οὔσης αἰτίας πρὸ αὐτῶν, τούτων δὲ πασῶν μεριζομένων τὴν ἐξ αὐτῆς ὕπαρξιν διὰ τὸ εἰς πλῆθος ἐκτείνεσθαι, καὶ πασῶν ἀναφερομένων εἰς ἐκείνην ὡς εἰς μοναδικήν τε καὶ ἀρχικὴν καὶ ὑπερκειμένην τῶν ἐξ αὐτῆς. τὸ δὲ ἐκ
35πάντων ἄθροισμα ὅλον ἐστὶν ὡς ἐκ μερῶν τῶν κατὰ μέρος τούτων μονά‐ δων συντεθειμένον. ἑκάστη δὲ τῶν μονάδων τούτων, ἐξ ὧν τὸ πλῆθος,
ὅλον ἐν τῷ μέρει ἐστίν· ὁ γάρ τις ἄνθρωπος, μέρος ὢν τοῦ ἁπλῶς ἀνθρώ‐195

196

που, ὅλον ἐν ἑαυτῷ καὶ ἀνελλιπῆ τὸν ἐκείνου περιφέρει λόγον, καὶ ὅλον ἐν τῷ μέρει ἐστίν· ὡς ἐν τῷ μέρει τοῦ ὅλου ὅλον ἔχων τὸ ὅλον κατὰ τὸν λόγον. τὸ δὲ εἶδος ὅλον ὡς ἐκ μερῶν τῶν ὑπ’ αὐτὸ συγκείμενον, καὶ τὸ γένος αὖθις ἐκ τῶν εἰδῶν· ὡς εἰ εἶδος ἐπιλείπει, κολοβοῦσθαι τὸ ὡς γένος
5ὅλον, καὶ εἰ τῶν καθ’ ἕκαστά τι, κολοβοῦσθαι τὸ ὡς εἶδος ὅλον οὐ κατὰ τοὺς οἰκείους λόγους (οὐ γὰρ καθὸ οὐσία ἔμψυχος αἰσθητικὴ τὸ ζῷον κολοβωθήσεται, εἰ ἵππος ἐπιλείποι ἢ βοῦς ἤ τι τῶν ὑπ’ αὐτὸ εἰδῶν ἕτερον, ὥσπερ οὐδὲ ᾗ ζῷον πεζὸν δίπουν ὁ ἄνθρωπος, Σωκράτους ἐπιλείποντος ἢ Πλάτωνος), ἀλλ’ ἐπεὶ τὰ οὕτω καθόλου ὡς ἐννοηματικὰ ἐν τούτῳ ἔχει τὸ
10εἶναι καὶ ἐνεργεῖν, ἐν τῷ περιέχειν τὰ ὑπ’ αὐτὸ καὶ κατηγορεῖσθαι αὐτῶν, εἴ τι ἐπιλείποι τῶν ὑπ’ αὐτὰ, κεκολόβωται κατὰ τὸ λεῖψαν, ἐκεῖνο μὴ περιέχοντα μήτε μὴν ἐκείνου κατηγορούμενα. λέγονται δὲ τὰ τοιαῦτα ὅλα καὶ ἐν τοῖς μέρεσιν ὡς ἐν τοῖς ὑπ’ αὐτὰ θεωρούμενα ὅλα κατὰ τοὺς οἰκείους αὐτῶν λόγους· οὐ γὰρ ὡς ποὺς ἢ χείρ, οὕτω τὸ γένος ὅλον πρὸς τὸ εἶδος,
15ἢ τὸ εἶδος πρὸς τὰ καθ’ ἕκαστα, ἀλλ’ ὡς ὅλων ἑαυτῶν μεταδιδόντα τοῖς ὑπ’ αὐτὰ καὶ ὅλα ἐν αὐτοῖς θεωρούμενα.
17nΑἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφορὰς χρήσιμοί εἰσιν.
18 Ἡ μὲν τῆς θήρας τῶν ὁρισμῶν μέθοδος παραδέδοται ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν χρείαν. ἐπεὶ δὲ οἱ περὶ Πλάτωνα τὴν διαίρεσιν ἀναγκαίαν
20ἐτίθεντο μέθοδον τῆς τῶν ὁρισμῶν εὑρέσεως, δέον ἰδεῖν ἐστιν ἐν τίσιν ἡ διαίρεσις συντελεῖ. αἱ τοίνυν τῶν γενῶν διὰ τῶν διαφορῶν γινόμεναι διαι‐ ρέσεις οὕτω δεικνύουσιν ὡς μηδὲν συλλογιστικῶς συμπεραίνουσαι, ἀλλὰ τὰ μὲν γένη λαμβάνουσαι ὡς ὁμολογούμενα, τῶν δέ γε ἀντικειμένων διαφορῶν τὴν μὲν ἀποφάσκουσαι, τὴν δὲ ταύτῃ ἀντικειμένην ἐκ τῆς ἀναιρέσεως
25ἐκείνης εἰσάγουσαι, καθὰ καὶ ἐν τοῖς Προτέροις εἴρηται ἀναλυτικοῖς, ἀλλὰ δὴ κἀν τῷ παρόντι βιβλίῳ. μόνον δὲ χρησιμεύουσι πρὸς τὸ συλλέγειν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ προκειμένῳ πράγματι, οὗ ζητοῦμεν ἀποδοῦναι τὸν ὁρισμόν, ἐξ ὧν ὁ τοῦ εἶναι λόγος συντέθειται. οὐ μέντοι γε ἀποδεικτι‐ κῶς, ἀλλ’ ὡς εἴρηται, ὡς εἶναι τὴν δοκοῦσαν δεῖξιν ἐκ τῆς διαιρέσεως
30γίνεσθαι τοιαύτην οἵαν καὶ εὐθὺς λαμβάνειν ἅπαντα τὰ δοκοῦντα δείκνυσθαι· ὡς ἀδιάφορον δοκεῖν, εἴτε καὶ πρὸ τῆς διαιρέσεως ἐξ ἀρχῆς ἐλαμβάνετο ταῦτα, εἴτε δὴ καὶ μετὰ τὴν διαίρεσιν. ἀλλὰ καὶ τὸ κατιέναι ἡμᾶς διὰ τῶν διὰ μέσου, μηδὲν παραλείποντας ἐν ταῖς διαιρέσεσιν, οὐ σμικρόν τι συντελεῖ πρὸς τοὺς ὁρισμούς. εὑρίσκομεν γὰρ ἐντεῦθεν, τίνα πρῶτα καὶ
35τίνα δεύτερα, τίνα περιέχοντα καὶ τίνα περιεχόμενα· ὅπερ ἡμῖν εἰς τὴν196

197

εὐταξίαν λυσιτελεῖ τῶν εἰς τὴν σύνθεσιν παραλαμβανομένων τῶν ὁρισμῶν. οὐ γὰρ μικρὸν διαφέρει τὸ οὕτως ἢ ἐκείνως τάξαι, ἀλλὰ χρὴ προτάττειν τὰ περιεκτικώτερα καὶ ὑποτάττειν τὰ ἐλάττονα· εἰ δὲ μή, ἀδιανόητα λέξομεν. ἔστω γὰρ ὁρισμὸς ἀνθρώπου τὸ ζῷον ἥμερον δίπουν. οὐ μικρὸν δὴ δια‐
5φέρει οὕτως εἰπεῖν τάξαντας ἢ ὑπαλλάξαντας δίπουν ζῷον ἥμερον εἰπεῖν· ὁ γὰρ μετὰ τὸ δίπουν τὸ ζῷον ἐπενεγκὼν ἀδιανόητόν τι εἴρηκε, πρόφασιν δοὺς ὑπονοεῖν, ὡς ἔστι τι δίπουν ὃ μὴ ζῷόν ἐστιν. ἔτι δέ ἐστι καὶ ἕτερον εἰπεῖν, πρὸς ὃ τοῖς ὁρισμοῖς αἱ διαιρέσεις συμβάλλονται· τοῦτο δέ ἐστι τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν, ἤγουν τῶν διαφορῶν τῶν συμ‐
10πληρουσῶν τὸν ὁρισμόν. κατὰ τὴν προσήκουσαν γὰρ τάξιν τὰς διαιρέσεις ποιούμενοι τὰς διαφορὰς ἁπάσας εὑρήσομεν ἀνελλιπῶς, ἐξ ὧν ὁ ὁρισμὸς συντεθήσεται· ἄλλως δὲ οὐ δυνάμεθα τοῦτο κατορθοῦν ἢ διὰ μόνης τῆς διαιρέσεως. πῶς δὲ τοῦτο γίνεται, διὰ τοῦ παραδείγματος ἔσται σαφέστερον. ὅταν γὰρ τὸ τῶν διαφορῶν ὑπερκείμενον ληφθῇ γένος οἷον τὸ ζῷον, καὶ
15μέλλῃς τοῦτο διελεῖν, οὐ χρή σε λαμβάνειν τὰς τυχούσας διαφοράς, ἀλλὰ τὰς τούτῳ προσεχεῖς καὶ ἑξῆς οὕτως, καὶ τοῦτον τὸν τρόπον πάντα εὑρήσεις ἀνελλιπῶς τὰ ἐν τῷ τί ἐστι τοῦ γένους κατηγορούμενα. καὶ ὅταν οὕτω προβαίνων ὁδῷ εἰς τὴν ἐσχάτην καταντήσῃς διαφοράν, τηνικαῦτα τὰ ἐκλελεγμένα τῷ γένει συνθεὶς ἕξεις σῶον τὸν ὁρισμόν. οἷον ζητουμένου
20ὁρισμοῦ τοῦ ἀνθρώπου τὸ προσεχὲς αὐτοῦ λήψῃ γένος, ὅπερ τὸ ζῷόν ἐστι. τοῦτο διαιρήσεις εἰς πτηνόν, νηκτὸν καὶ πεζόν· τὸ πεζὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν, τετράπουν καὶ πολύπουν· τοῦτο ἡ ἐσχάτη διαφορά. συντεθέντων δὴ τῶν εὑρημένων ὅσα τῷ ἀνθρώπῳ ὑπάρχει μετὰ τοῦ γένους, ἔσται σοι σῶος ὁ ὁρισμὸς ἄνθρωπον εἶναι λέγοντι ζῷον πεζὸν
25ὑπόπουν δίπουν. πόθεν δὲ ἡμῖν διελοῦσι τὸ γένος περιέσται γινώσκειν, εἴτε τὰς τῷ γένει προσεχεῖς διαφορὰς εἰλήφαμεν εἴτε μή; ὅταν αὐτὸ διαι‐ ρῶμεν, χρὴ σκοπεῖν τὰς ἀντικειμένας διαφοράς· καὶ εἰ μὲν ἅπαν διαιροῦσι τὸ γένος, ὡς μηδὲν ἔξω αὐτοῦ καταλείπεσθαι, αἱ προσεχεῖς αὐτῷ εἰσιν· εἰ δέ τι τοῦ γένους ἐκτός ἐστι τῶν εἰλημμένων διαφορῶν πασῶν τῶν ἀντι‐
30διῃρημένων παρειλημμένων, δῆλον ὡς οὐχ αἱ προσεχεῖς ἐλήφθησαν, ἀλλὰ τῶν ὑπ’ αὐτό τινος αἱ ληφθεῖσαί εἰσι διαιρετικαί. τὸ γὰρ ζῷον διελόντες εἰς τὸ ὁλόπτερον καὶ σχιζόπτερον οὐ πᾶν περιλαμβάνομεν, εἰς δὲ τὸ πτηνὸν καὶ νηκτὸν καὶ πεζὸν οὐδὲν ἔξω αὐτοῦ καταλείπομεν. ὥστε ἐκεῖναι μὲν οὐ τοῦ ζῴου διαιρετικαὶ ἀλλὰ τῶν ὑπ’ αὐτό τινος, δηλονότι τοῦ πτηνοῦ,
35αἱ δὲ τοῦ ζῴου ὡς πᾶν αὐτὸ ἀνελλιπῶς διερχόμεναι.
36nΑἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.
37Μέθοδον παραδοὺς τῆς τῶν ὁρισμῶν εὑρέσεως ἀντιλέγει νῦν τοῖς ἄλλως
ἢ ὡς αὐτὸς εἴρηκεν εὑρίσκεσθαι τοὺς ὁρισμοὺς λέγουσιν· ἐκ γὰρ διαιρέσεως197

198

οἱ περὶ Πλάτωνα συνιστᾶν ἐπειρῶντο τοὺς ὁρισμούς. πλὴν οὐχὶ καὶ νῦν, ὡς πρότερον ἐδόκει ποιεῖν, ἀχρήστους πάντῃ τὰς διαιρέσεις πρὸς τοὺς ὁρισμοὺς τίθησιν, ἀλλὰ λέγει μέχρι τίνος αὐτοῖς εἰσι χρήσιμοι. ἡμεῖς μὲν οὖν, φησί, ταῦτα περὶ τῆς τῶν ὁρισμῶν εὑρέσεως λέγομεν· αἱ δὲ διαιρέσεις τῶν
5γενῶν αἱ διὰ τῶν διαφορῶν εἰς τὰ εἴδη γινόμεναι (τοῦτο γάρ ἐστι τὸ κατὰ τὰς διαφορὰς τὰ γένη διαιρεῖσθαι, καθὼς καὶ Πορφύριος ἐν Εἰσα‐ γωγαῖς “καθ’ ἃς διαιρούμεθα τὰ γένη εἰς τὰ εἴδη”) χρήσιμοι οὖν εἰσιν αὗται, φησίν, εἰς τὸ οὕτως αὐτὰς μετέρχεσθαι, ὡς προϊὼν ἐρεῖ.
9nὩς μέντοι δεικνύουσιν, εἴρηται ἐν τοῖς πρότερον.
10 Εἴρηκε μὲν γὰρ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς, εἴρηκε δὲ καὶ ἐνταῦθα ὅτι δεικνύουσι μέν, ἀλλ’ ἀναγκαῖον οὐδέν, ἀλλ’ ἐκ τοῦ λαμβάνειν καὶ ὑπο‐ τίθεσθαι.
13nΧρήσιμοι δ’ ἂν εἶεν ὧδε.
14Τὸ χρήσιμον ἐντεῦθεν τῆς διαιρέσεως παρίστησιν. πρὸς τὸ συλλέγειν,
15φησί, τὸ τί ἐστιν ἤγουν τὸν ὁρισμόν, χρησιμεύουσιν ἐκ διαφόρων μερῶν συνιστάμενοι· τοῦτο γάρ ἐστι τὸ συλλογίζεσθαι δηλοῦν ἐνταῦθα, ἀλλ’ οὐχὶ τὸ διὰ συλλογισμοῦ δεικνύναι. εἴρηκε γὰρ προλαβὼν ὅτι οὐ δείκνυται ὁ ὅρος διὰ συλλογισμοῦ, καὶ ὅτι αἱ διαιρέσεις οὐ συλλογίζονται ἀλλ’ ἢ ἀσθενῶς, λαμβάνουσαι τὸ ζητούμενον. συνάγουσι δὲ τὸ τί ἐστιν αἱ διαιρέσεις τὸ
20γένος λαμβάνουσαι καὶ διαιροῦσαι εἰς τὰς διαφοράς, ἄχρις οὗ εἰς τὰς ἐσχά‐ τας διαφορὰς καταντήσωσι, καὶ τηνικαῦτα συντιθεμένων πασῶν μετὰ τοῦ γένους ἀποτελοῦσαι τὸν ὁρισμόν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις τε ποιεῖ, καὶ δὴ καὶ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς τῆς ἀρετῆς εὑρίσκων τὸν ὁρισμόν.
24nΚαίτοι δόξειεν ἂν οὐθέν.
25 Εἰ καὶ δοκεῖ, φησίν, ἴσως δεικνύναι τι ἡ διαίρεσις, ἀλλ’ εἰ ἀληθῶς ἐξετάσει τις, οὐδὲν ἄλλο ποιεῖν φανήσεται ἢ λαμβάνειν ἅπαντα ὡς ὁμολο‐ γούμενα, καὶ οὕτως ὥσπερ εἰ καὶ ἄνευ τοῦ διαιρεῖν ἐξ ἀρχῆς εὐθὺς μηδὲν πραγματευσάμενός τις ἐλάμβανε ταῦτα.
29nΔιαφέρει δέ τι τὸ πρῶτον.
30Πεφεισμένως ἔοικε τὸ τῶν διαιρέσεων ὁμολογεῖν χρήσιμον φυλαττό‐
μενος ὥσπερ αὐτὸς ἑαυτῷ ἀντιπεσεῖν, διασύρας μὲν πρότερον ὡς ἀχρή‐198

199

στους αὐτάς, νῦν δὲ αὖθις δηλῶν ὅτι χρησιμεύουσι. καὶ αὐτὸ γὰρ ὃ πει‐ ρᾶται αὐτῶν εἰπεῖν χρήσιμον, ἐστενωμένως τε καὶ ἐλλιπῶς παρεισάγει, καὶ τὴν αὐτῶν μεταξὺ διασπείρων διαβολήν. βουλόμενος οὖν εἰπεῖν ὅτι πρὸς τὸ εὐτάκτως λαμβάνεσθαι τὰ μέρη τῶν ὁρισμῶν λυσιτελοῦσιν αἱ διαιρέσεις,
5οὐκ ἀνέχεται τοῦτο εἰπεῖν φανερώτερον, ἀλλὰ τὴν διαφορὰν λέγει τῆς ἀταξίας καὶ τῆς εὐταξίας τῶν ὁρισμῶν, καὶ ταύτην μετ’ εὐτελισμοῦ τινος καὶ ὑποστο‐ λῆς, διαφέρει δέ τι φάσκων τὸ πρῶτον καὶ ὕστερον τῶν κατηγορου‐ μένων κατηγορεῖσθαι. καίτοι οὐ σμικρὰ αὕτη ἀλλὰ καὶ μεγάλη δια‐ φορὰ τὸ οὕτως ἢ ἐκείνως λαβεῖν, καὶ μεγάλη τις ἐν τοῖς ὁρισμοῖς ἁμαρτία
10τὸ ἀτάκτως αὐτῶν τὰ μέρη συντίθεσθαι. ὅπως δὲ ἁμαρτάνουσιν οἱ ἀτάκ‐ τως τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα συντιθέντες, ἱκανῶς εἴρηται πρότερον.
12nΕἰ γὰρ ἅπαν ἐκ δύο ἐστ, καὶ ἕν τι τὸ ζῷον.
13 Πάλιν μεταξὺ τοῦ χρησίμου τῶν διαιρέσεων τὴν αὐτῶν διαβολὴν τίθησιν, πανταχόσε ταύτην ἀναμιγνὺς καὶ κυκεῶνά τινα ἐργαζόμενος, ὅπως συγχέῃ
15αὐτῶν τὸ χρήσιμον. οὐ μόνον γάρ, φησί, πολυμερῶν ὄντων τῶν ὁρισμῶν τῷ πλείους τοῖς γένεσι συντίθεσθαι διαφορὰς ἐκ τοῦ αἰτεῖσθαι τὰ σύμ‐ παντα τοὺς ὁρισμοὺς αἱ διαιρέσεις ἀποτελοῦσιν, ἀλλὰ κἂν ὡς ὅτι ἐλάχιστα μέρη τὰ τὸν ὁρισμὸν ἀποτελοῦντα θήσομεν, οὐδὲ ταῦτα δύναται ἡ διαί‐ ρεσις ἄνευ τοῦ αἰτεῖσθαι συστήσασθαι. οἷον εἰ ἐκ δύο μερῶν τὸν ὁρισμὸν
20ἐροῦμεν συγκεῖσθαι (ἐλάττω γὰρ τούτων εἰπεῖν οὐκ ἐνδέχεται) ὡς ἕν τι λαβόντες τὸ ζῷον ἥμερον καὶ γένος ἀνώνυμον τοῦτο εἶναι θέμενοι, εἶτα ἐκ διαιρέσεως καὶ διαφοράς τινας εἰληφότες ἢ τὸ δίπουν ἤ τι ἕτερον, ἐξ ἧς καὶ τοῦ γένους ἕν τι ποιοῦμεν εἴτε ἄνθρωπον εἴτε ἄλλο τι, ἀναγκαῖόν ἐστιν ἐν τῷ διελεῖν αἰτεῖσθαι, ὡς τῆς διαιρέσεως ἄνευ τοῦ αἰτεῖσθαι μηδὲν
25ἐπιχορηγούσης τῶν συμβαλλομένων εἰς ὁρισμόν. οἷον εἰ ζῷον ἥμερον εἴη τὸ γένος, ὃ τὸν ἄνθρωπον βουλόμενοι ὁρίσασθαι λαμβάνομεν, διαιρήσομεν τοῦτο εἰς πεζόν, νηκτὸν καὶ πτηνόν· ἄμφω δὲ καταλιπόντες τὸ νηκτὸν καὶ πτηνόν, τὸ πεζὸν ληψόμεθα, μηδὲν ἢ ὅτι πεζὸν ὁ ἄνθρωπος εἰς τὸ δεῖξαι πραγματευσάμενοι πρὸς τῷ καὶ τὸ γένος ἐκ τοῦ αἰτεῖσθαι λαβεῖν. τὸ δὲ
30εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ περὶ τοῦ ὁριστοῦ φησιν ‘εἰ τὸ ὅλον ἐκ δύο καὶ οὐ πλειόνων σύγκειται, γένους τε καὶ μιᾶς διαφορᾶσ‘. δεῖ δὲ ὡς δύο ταῦτα λαβεῖν, ἰδίᾳ μὲν τὸ εἰ γὰρ ἅπαν ἐκ δύο ἐστί, ἰδίᾳ δὲ τὸ καὶ ἕν τι τὸ ζῷον ἥμερον, ὡς ἐξακούεσθαι καὶ ἐπὶ τούτου τὸν εἰ σύνδεσμον, εἶτα πρὸς ἀμφότερα ἀποδίδοσθαι τὸ ἀναγκαῖον διελόμενον αἰτεῖσθαι· ὡς εἶναι
35τὸ λεγόμενον τοιοῦτον ὅτι κἂν ἐκ δύο μόνων ὁ ὁρισμὸς ἀπαρτίζοιτο ὡς ὅτι199

200

ἐλαχίστων, κἂν τὰ δύο ὡς γένος ἀνώνυμον ᾖ καὶ δεῖ προσθεῖναι τούτοις ἕτερον εἰς ἀπαρτισμὸν τοῦ ὁρισμοῦ, οὐδαμῶς ἂν ἄλλως προβῆναι τῇ διαι‐ ρέσει γένοιτο, εἰ μή γε αἰτήσεται.
4nἜτι πρὸς τὸ μηδὲν παραλιπεῖν.
5 Τοῦτο ἕτερόν ἐστι τῆς διαιρέσεως χρήσιμον. ἐπεὶ γὰρ ἐκλεγομένους τὰ μέρη τοῦ ὁρισμοῦ δεῖ πάντα εὑρεῖν ἀνελλιπῶς τὰ ἐν τῷ τί ἐστι κατη‐ γορούμενα καὶ ἐκ τούτων συνθεῖναι τὸν ὁρισμόν, φησὶ τοῦτον μὴ ἂν ἄλλως γενέσθαι ἢ διὰ τῆς διαιρέσεως. εἶτα καὶ κανόνα τινὰ διαιρετικὸν παραδί‐ δωσιν πρὸς τὸ μηδὲν ἡμᾶς ἐκφυγεῖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων·
10οὐ γὰρ ὡς ἔτυχε διαιροῦντες τοῦτο δυνάμεθα κατορθοῦν.
11nὍταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
12 Πρῶτον γένος φησὶ τὸ τῶν διαφορῶν πασῶν τῶν μετ’ αὐτὸ ὑποκεί‐ μενον, ἐπεὶ γένος καὶ τῶν ἐφεξῆς ἕκαστον μετὰ τοῦ πρώτου συγκείμενον, ἕως οὗ τῷ ἀτόμῳ εἴδει ἐξισάσῃ τὰ συντιθέμενα. τὸ γὰρ ζῷον πεζὸν ἢ
15ζῷον πτηνὸν γένος ἐστίν, ἀλλ’ οὐ τὸ πρῶτον ἀνθρώπου ἢ κόρακος, ἀλλὰ τὸ ζῷόν ἐστι τὸ πρῶτον. ὅταν οὖν, φησί, τὸ πρῶτον γένος λάβωμεν τὸν ὁρισμόν τινος τῶν ὑπ’ αὐτὸ εἰδῶν συστῆσαι βουλόμενοι, πῶς ἐπιγνωσόμεθα, εἰ μηδὲν παραλιμπάνομεν, τουτέστιν εἰ τὰ μετ’ αὐτὸ εὐθὺς παραλαμβάνομεν καὶ οὐχὶ τὰ τούτων κάτωθεν; ἐκ τοῦ πᾶν τὸ διαιρούμενον ἐμπίπτειν ἢ
20μὴ εἰς τὰ ὡς διαιρετικὰ αὐτοῦ λαμβανόμενα. εἰ γὰρ μὴ τὰ εὐθὺς μετ’ αὐτό τις λαμβάνει ἀλλὰ τὰ κάτωθεν, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τὰ εἰλημμένα τὸ διαιρούμενον. οἷον εἴ τις τὸ ζῷον εἰς ὁλόπτερον διαιρήσει καὶ σχιζό‐ πτερον· οὐ γὰρ πᾶν ἢ τοῦτο ἢ ἐκεῖνο ζῷον, ἀλλ’ ἔστιν ἔξω τούτων τοῦ ζῴου ὅπερ τούτων μηδέτερον, ὥστ’ οὐ τῶν ἐφεξῆς τὰ εἰλημμένα, ἀλλὰ
25τῶν κάτωθεν. τοῦτο τοίνυν ἐστὶν ὃ εἴρηκεν, ὅτι ἂν τῶν κάτωθέν τινα διαιρέσεων λαμβάνῃ, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, κάτωθεν διαιρέσεις λέγων τὰς μετὰ τὴν προσεχῆ τῷ γένει καὶ αὐτῇ μᾶλλον ἁρμοζούσας ἀλλ’ οὐχὶ τῷ γένει. πῶς δὲ ἑνικῶς εἶπε τὸ μὴ ἐμπεσεῖσθαι εἰς τοῦτο, μὴ εἰς ἓν γινομένης τῆς διαιρέσεως, ἀλλ’ εἰς δύο τοὐλάχιστον; ἢ κατὰ τὸν
30τρόπον τῆς διαιρέσεως τὸ ἑνικὸν εἴληφεν· εἰ γὰρ καὶ πλείω ἢ ἓν τὰ εἰς ἃ διαιρεῖται τὸ διαιρούμενον, ἀλλ’ ὁ τρόπος εἷς, καθ’ ὃν ἡ διαίρεσις εἴληπται. οἷον ὡς εἴ τις τὸ ζῷον κατὰ τὰ μόρια διαιρήσει τῶν ὑπ’ αὐτὸ εἰδῶν εἰς ὑπόπουν καὶ ἄπουν, ἢ κατὰ τὴν τῶν τόπων διαφοράν, ἐν οἷς διατρίβουσιν,
ὡς ἀέρια λέγομεν καὶ χερσαῖα καὶ ἔνυδρα, ἢ κατὰ τὸν τρόπον τῆς μετα‐200

201

βάσεως, ὡς πτηνόν φαμεν καὶ πεζὸν καὶ νηκτόν· ἢ καὶ ὅτι μία ἡ ἀντί‐ θεσις, κἂν οἱ ὅροι διάφοροι.
3nἈλλὰ πτηνὸν ζῷον ἅπαν.
4Ὁλόπτερον μέν, φησίν, ἢ σχιζόπτερον οὐχὶ πᾶν ζῷον ἁπλῶς, πτηνὸν
5δὲ ζῷον ἅπαν ἢ ὁλόπτερον ἢ σχιζόπτερον, ὡς τοῦ πτηνοῦ ζῴου τῆς δια‐ φορᾶς ταύτης οὔσης, ἀλλ’ οὐχὶ τοῦ ἁπλῶς.
7nΠρώτη δὲ διαφορά ἐστι ζῴου.
8 Ἡ μὲν ῥηθεῖσα, φησί, διαφορὰ οὐ τοῦ ζῴου ἐστίν, ἀλλὰ τοῦ πτηνοῦ, ὅπερ ὑπὸ τὸ ζῷόν ἐστιν· ἐκείνη δέ ἐστι προηγουμένως καὶ κυρίως διαφορὰ
10τοῦ ζῴου, εἰς ἣν ἅπαν αὐτὸ διαιρεῖται, ὡς μηδὲν αὐτοῦ εἶναι ταύτης ἐκτός, εἴτε κατὰ τοὺς τόπους ἐστίν, ὡς εἴρηται πρότερον, εἴτε κατὰ τὰ μόρια τῶν εἰδῶν, εἴτε κατά τι ἄλλο, ὅπερ ἡ μὲν τοῦ πτηνοῦ μετὰ τῶν αὐτῷ ἀντι‐ διῃρημένων, ἤτοι τοῦ νηκτοῦ καὶ πεζοῦ ἔχει, παντὸς εἰς αὐτὴν τοῦ ζῴου ἐμπίπτοντος, ἡ δὲ τοῦ ὁλοπτέρου καὶ σχιζοπτέρου οὐχί. αἱ δὲ τὰ ὑπὸ
15τὸ ζῷον διαιροῦσαι εἰς ἕτερά εἰσι μέν πως καὶ αὗται τοῦ ζῴου διαφοραί (διαφέρει γὰρ ζῷον ζῴου τῷ τὸ μὲν ὁλόπτερον εἶναι τὸ δὲ σχιζόπτερον· τῶν γὰρ ὑπ’ ἄλληλα τεταγμένων οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς) ἀλλὰ δευτέρως καὶ διὰ μέσων τῶν ὑπ’ αὐτὸ εἰδῶν.
19nὉμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου.
20 Ὥσπερ ἐπὶ τοῦ ζῴου, φησίν, ἔχει ὅτι χρὴ τὰς πρώτας αὐτοῦ λαμ‐ βάνειν διαφοράς, καὶ ταύτας τοιαύτας οὔσας ἐπιγινώσκομεν ἐκ τοῦ πᾶν εἰς αὐτὰς ἐμπίπτειν τὸ διαιρούμενον, οὕτω καὶ τῶν ἄλλων ἑκάστου ἔχουσιν αἱ διαφοραί, εἴτε τῶν ἔξω τοῦ ζῴου εἴτε τῶν ὑπ’ αὐτό· οἷον ἔξω τοῦ ζῴου τά τε ὑπὲρ αὐτό, ὡς τὸ ἔμψυχον, καὶ τὰ ἀντιδιῃρημένα αὐτῷ ὡς
25τὸ φυτόν. ἔξω δὲ λέγεται ταῦτα τοῦ ζῴου ὡς μὴ περιεχόμενα ὑπ’ αὐτοῦ, ὥσπερ αὖθις ἐντὸς τὰ περιεχόμενα. ἐμψύχου τε γὰρ διαφορὰ εἰς ἣν ἅπαν ἐμπίπτει τὸ ἔμψυχον, καὶ φυτοῦ ὡσαύτως, καὶ πάλιν ὄρνιθος καὶ ἰχθύος ὁμοίως.
29nΟὕτως μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι.
30Ἐὰν οὕτω, φησί, γίνηται καὶ τὰς πρώτας ἀεὶ διαφορὰς τοῦ διαιρου‐
μένου λαμβάνῃ τις ὁδῷ βαδίζων εἰς εὕρεσιν τοῦ ὁρισμοῦ, δυνήσεται εἰδέναι201

202

ὡς οὐδὲν τῶν ἐν τῷ τί ἐστι παραλέλειπται. εἰ δὲ μὴ οὕτως ἀλλ’ ἄλλως ποιήσει, ἀναγκαῖόν ἐστι καὶ παραλιπεῖν τι τῶν ἐν τῷ τί ἐστι καὶ μὴ εἰδέναι ὅτι παραλέλοιπεν. εἰ γὰρ ᾔδει ὅτι παραλέλειπται, ἐγνώκει ἂν ὅτι οὐδὲ τὰς οἰκείας καὶ πρώτας εἰλήφει τοῦ διαιρουμένου διαφοράς. τὰς δὲ μὴ πρώτας
5ὡς πρώτας λαβὼν καὶ τὰς μὴ οἰκείας ὡς οἰκείας δῆλον ὅτι καὶ ὅτι παρα‐ λέλειπται ἠγνόηκε. μήποτε δὲ τοῦτο οὐκ ἐκ τοῦ εὐθέος εἰς παράστασιν παρέλαβε τοῦ χρησίμου τῆς διαιρέσεως, ἀλλ’ ἵνα δείξῃ ὅτι οὐδ’ εἰς τοῦτο ἁπλῶς συντελεῖ ἡ διαίρεσις, λέγω δὴ τὸ μηδὲν παραλιπεῖν τῶν ἀνηκόντων τῷ ὁρισμῷ, ἀλλ’ ὁ τρόπος τῆς τῶν διαφορῶν λήψεως. καίτοι εἰ τὰς ἁμαρ‐
10τίας τῶν μετιόντων κακῶς ταῖς ἐπιστήμαις προσάψομεν, πᾶσαι διαβληθή‐ σονται· εἰσὶ γὰρ ἐν πάσαις οἱ ἀνεπιστημόνως αὐτὰς μετερχόμενοι, ὥσπερ καὶ ἐπ’ αὐτῶν τῶν συλλογισμῶν οἱ ἀσυλλογίστως συλλογιζόμενοι. καθόλου γὰρ τὸ κατὰ τρόπον μετιέναι τῆς ἐπιστήμης, τὸ δὲ παρὰ τρόπον παράλογόν τε καὶ ἀνεπιστῆμον.
15nΟὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.
16 Περὶ μὲν ὅρου πῶς τε θηρεύεται καὶ ὅπως αὐτῷ ἡ διαίρεσις συντελεῖ, εἴρηται. ἐπεὶ δὲ Σπεύσιππος πιθανόν τινα λόγον εἰσαγαγεῖν ἔοικε, δι’ οὗ τὴν ὁριστικὴν ἐπειρᾶτο ἀνελεῖν καὶ δεῖξαι ἀδύνατον τὸ ὁρίζεσθαι, χρὴ μὴ παρελθεῖν τὸν λόγον ἀνεπισκόπητον, ὥσπερ τι πρόσκομμα κείμενον εἰς
20ἐμποδισμὸν τῆς κατὰ τὴν ἐπιστήμην προόδου, ἀλλ’ ἐξελεῖν ἐκ μέσου τοῖς ἐκ τῆς ἀληθείας ἐλέγχοις. ὁ σκοπός, φησί, τοῦ ὁρίζεσθαι τὴν ἰδίαν οὐσίαν παραστῆσαι τοῦ ὁριστοῦ· τοῦτο δ’ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μή τις αὐτὸ τῷ λόγῳ τῶν λοιπῶν διαστήσειεν. οὐκ ἂν δὲ διαστήσοι μὴ τὰς διαφορὰς εἰδὼς τὰς πρὸς ἕκαστα· οὐκ ἂν δὲ τὰς διαφορὰς εἰδείη τὰς πρὸς ἕκαστα,
25εἰ μὴ εἰδείη ἕκαστον. ὥσθ’ ἵν’ ἕν τι ὁρίσαιτό τις, εἰδέναι αὐτὸν δέον ἕκαστον. ὅτι δ’ ἀναγκαῖον εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον τοῦ προκειμένου τὸν διὰ τοῦ ὁρισμοῦ διιστᾶν αὐτὸ τῶν ἄλλων ἐθέλοντα, δῆλον. εἰ γὰρ μὴ ἔστι διαφορὰ πρὸς ἕκαστον, οὐδὲν διαφέρει πρὸς ἕκαστον· δια‐ φορᾷ γὰρ διαφέρει τὸ διαφέρον· εἰ δὲ μὴ διαφέρει πρὸς ἕκαστον, ταὐτὸν
30ἑκάστῳ. ἀλλὰ μὴν ἕτερον· ἔστιν ἄρα διαφορά. εἰ δὲ ἔστι, δεῖ ταύτην εἰδέναι· ἄλλως γὰρ οὐδ’ ὅτι διοίσει ἑκάστου εἴσεται, οὐδ’ ἄρα λόγον ἀποδώσει τὸν αὐτὸ τῶν ἄλλων χωρίζοντα. ἵνα ἄρα ὁρισθῇ τι, δεῖ πάντα εἰδέναι. οὗτος μὲν ὁ λόγος Σπευσίππου, δι’ οὗ ἐδόκει ἀναιρεῖν τὸ ὁρίζεσθαι. καὶ πρῶτον μὲν τοῦτο σεσοφισμένον ὅτι ὁμώνυμον οὖσαν τὴν τοῦ διαφέρειν
35φωνὴν ἁπλῶς ἐλάμβανεν. οὔτε γὰρ τὸ κατά τι ἀδιάφορον εὐθὺς τῷ εἴδει
ταὐτὸν οὔτε τὸ κατά τι διαφέρον ἐξ ἀνάγκης τῷ εἴδει ἕτερον. τοῖς γὰρ202

203

αὐτοῖς τῷ εἴδει πολλὰς ὁρῶμεν οὔσας διαφορὰς πρὸς ἄλληλα, δηλαδὴ τὰς μὴ καθ’ αὑτὸ ἀλλά γε κατὰ συμβεβηκός, ὥσπερ καὶ τοῖς ἑτέροις τῷ εἴδει κοινωνίας τοιαύτας πολλάς. οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τῷ γένει ἐνίοτε· λευκὸς γὰρ ἔσται καὶ λίθος καὶ ἄνθρωπος, καὶ ἄλλα πολλὰ τοιαῦτα τοῖς
5ἑτερογενέσι ταὐτὰ εὑρεθήσεται. Πρῶτον δὴ Σπευσίππου τοῦτο ἁμάρτημα· ἔπειτα μὴ ἀναγκαῖον ὂν ὃ παρεισάγει ἐντεῦθεν ἐλέγχεται. ὅταν γὰρ ὁ τὰ ἐν τῷ τί ἐστιν ἐκλεγόμενος διαιρῶν τὸ γένος τὰς ἀντικειμένας διαφορὰς λήψοιτο, καὶ ὅτι πᾶν τὸ προ‐ κείμενον ἢ εἰς τήνδε τῶν ἀντικειμένων ἐμπίπτει ἢ εἰς τήνδε, καὶ τοῦτο
10γινώσκει, οὐδὲν διαφέρει πρὸς τοῦτο, εἴτε οἶδεν εἴτε μὴ οἶδεν, ἐφ’ ὅσων ἄλλων ἢ αὕτη ἡ διαφορὰ ἢ ἡ αὐτῇ ἀντικειμένη λέγεται. οἷον ζητουμένου τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, διελών τις τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ λαβὼν ὅτι ὑπὸ τὸ λογικὸν ἅπας ὁ ἄνθρωπος καὶ γνοὺς τοῦτο, οὐδὲν διαφέρει εἴτε οἶδεν εἴτε μή, ἐφ’ ὅσων ἄλλων παρὰ τὸν ἄνθρωπον ἢ τὸ
15λογικὸν ἢ τὸ ἄλογον λέγεται· ἀρκεῖ γὰρ αὐτῷ πρὸς τὸ προκείμενον εἰδέναι τέως ὡς ὑπὸ τὸ λογικὸν ἅπας ἄνθρωπος. φανερὸν γάρ ἐστι καὶ οὐδεμιᾶς δεόμενον ἀποδείξεως ὅτι ἐάν τις οὕτω προϊὼν καταντήσῃ εἰς τοιαῦτα, ἃ τὸ ἅπαν σύστημα τῶν ἐκλεχθεισῶν διαφορῶν ἐπιδέχονται μετὰ τοῦ γένους, καὶ οὐδεμία διαφορὰ κατ’ εἶδος αὐτοῖς ἐστιν, εὗρε τὸν οἰκεῖον τοῦ ζητου‐
20μένου ὁρισμόν· ταῦτα δέ εἰσι τὰ ὑπὸ τὸν ὁρισμὸν ἄτομα. ἢ δὴ οὕτως ἢ ὁπόταν ὁδῷ βαδίζων ἐν τῷ τὰς διαφορὰς συλλέγειν καταντήσῃ εἰς τοι‐ οῦτον, ὥστε τὸ ἅπαν ἀντιστρέφειν πρὸς τὸ προκείμενον, ἕξει ἤδη τὸν ὁρισμὸν αὐτοῦ. ἀλλ’ οὐδὲ τοῦτο λέγειν οἱ περὶ Σπεύσιππον ἕξουσιν ὅτι τὸ ἀντικειμένων οὐσῶν τῶν κατὰ τὴν διαίρεσιν λαμβανομένων διαφορῶν λέγειν
25ὅτι εἰς θάτερον τῶν ἀντικειμένων ἐμπίπτει τὸ ζητούμενον, αἴτημά ἐστιν. ἐξ ἀνάγκης γὰρ τοῦτό ἐστιν· εἰ γὰρ αἱ προσεχεῖς τοῦ διαιρουμένου καὶ οἰκεῖαι διαφοραὶ λαμβάνονται, οὐκ ἐνδέχεται μὴ εἰς θάτερον τῶν ἀντικει‐ μένων ἐμπίπτειν τὸ προκείμενον. καὶ ἔστι τοῦτο οὐκ αἴτημα ἀλλ’ ἀξίωμα, εἴπερ μὴ καὶ τὸ θάτερον μέρος ἐξ ἀνάγκης ἀληθεύειν τῆς ἀντιφάσεως
30αἴτημα φαίη τις, ὅτι γε καὶ τῶν διαιρέσεων αἱ ἀκριβέστεραι κατὰ ἀντί‐ φασιν γίνονται, ὡς τῆς οὐσίας εἰς σῶμά τε καὶ ἀσώματον καὶ τοῦ σώματος αὖθις εἰς ἔμψυχόν τε καὶ ἄψυχον, καὶ ἑξῆς ὁμοίως· αἱ γὰρ λαμβανόμεναι στερήσεις ἰσοδυναμοῦσι ταῖς ἀποφάσεσιν.
34nΟὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον.
35 Παραδοὺς ἡμῖν τὴν περὶ τῆς θήρας τοῦ ὁρισμοῦ μέθοδον, ἔτι τε διδάξας ὅπως εἰς αὐτὸν ἡ διαίρεσις συντελεῖ, ζήτησίν τινα λύει κατά τε τῆς διαιρέσεως καὶ τοῦ ὅρου κεκινημένην, ἣν δὴ κεκίνηκε Σπεύσιππος ἀνελεῖν καὶ ἄμφω βουλόμενος. ἵνα γάρ τις, φησὶν ἐκεῖνος, διαιρῶν τὸν
ὅρον συστήσεται, δεῖ τοῦτον πάντα εἰδέναι· τοῦτο δὲ ἀδύνατον, ὥστε καὶ203

204

τὸ διαιρεῖν καὶ ὁρίζεσθαι. πρὸς ὅπερ ὁ φιλόσοφος ἀντιτίθησιν ὅτι οὐκ ἔστι χρεία τῆς ἁπάντων γνώσεως τῷ ὁριζομένῳ ἢ διαιρουμένῳ. καὶ τοῦτο δείκνυσιν ἐφεξῆς, πρότερον τὸν λόγον ἐκθέμενος, δι’ οὗ ἀναιρεῖν ὁ Σπεύσιππος ἐπειρᾶτο καὶ ὁρισμὸν καὶ διαίρεσιν.
5nΚαίτοι ἀδύνατόν φασί τινες εἶναι.
6 Ἡμεῖς μὲν οὖν, φησίν, οὕτω λέγομεν· ἀλλ’ εἰσί τινες, οἵ φασιν ἀδύ‐ νατον εἶναι εἰδέναι τὰς διαφοράς, ἃς ἔχει τὸ προκείμενον εἰς τὸ ὁρισθῆναι πρὸς ἕκαστον τῶν παρ’ αὐτὸ ὄντων ἄνευ τοῦ εἰδέναι ἕκαστον. πᾶν γὰρ τὸ διαφέρον τινὸς διαφορᾷ τινι διαφέρει· εἰ οὖν ὁ ὁρισμὸς διίστησι τὸ ὁριστὸν
10τῶν ἄλλων ἁπάντων τῶν παρ’ αὐτό, δεῖ αὐτὸ διαφέρειν ἐκείνων ἑκάστου. καὶ ἐπεὶ τὸ διαφέρον διαφέροντος διαφέρει, διαφέρει καὶ τοῦ ὁριστοῦ τῶν ἁπάντων ἕκαστον. τὸ δὲ διαφέρον διαφορᾷ διαφέρει. δεῖ ἄρα εἰδέναι καὶ τὰς ἑκάστου τῶν ὄντων διαφοράς, καθ’ ἃς ἕκαστον τοῦ ὁριστοῦ διαφέρει. ὁ δὲ τὰς διαφοράς τινος εἰδὼς οἶδε καὶ τὴν οὐσίαν ἐκείνου. ὁ ἄρα τι
15ὁριζόμενος οἶδε καὶ τὰς διαφορὰς αὐτοῦ τὰς πρὸς ἕκαστον τῶν ἄλλων καὶ ἑκάστου τὰς πρὸς αὐτὸ καὶ ἕκαστον ἐκείνων.
17nἌνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι.
18 Τοῦτο κατασκευαστικόν ἐστι τοῦ ἀναγκαῖον εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον, αἷς διαφέρει ἑκάστου τὸ προκείμενον ὁριστόν. τὸ δὲ
20ἕκαστον ἀνωτέρω μὲν τῶν παρὰ τὸ ὁριστὸν εἶπεν, ἐνταῦθα δὲ τὸ ὁριστὸν αὐτὸ λέγει. ἕκαστον γάρ, φησίν, ὁριστὸν οὐκ ἔστιν εἰδέναι μὴ εἰδότα τὰς διαφοράς, καθ’ ἃς τῶν ἄλλων διαφέρει. πρὸς ὃ γὰρ μὴ ἔχει διαφοράν τινα καθ’ ἣν διαφέρει ἐκείνου, ταὐτὸν ἐκείνῳ ἔστιν, ὥσπερ αὖθις πρὸς ὃ διαφορὰν ἔχει τινά, καθ’ ἣν διαφέρει ἐκείνου, ἕτερόν ἐστιν ἐκείνου. ἣν
25δεῖ εἰδέναι, ἵν’ εἰδῶμεν ὅτι διαφέρει· εἰ δὲ μὴ ἐκείνην ἴσμεν, οὐδ’ ὅτι δια‐ φέρει εἰσόμεθα, ἀλλὰ ταὐτὸν ἐκείνῳ εἶναι ὑποληψόμεθα. ῥητέον δὲ καὶ ἑτέρως. καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον μὴ εἰδότα ἕκαστον. φασὶν οἱ περὶ Σπεύσιππον ὅτι ἀδύνατον τὰς πρὸς ἕκαστον τῶν ὄντων εἰδέναι διαφορὰς τοῦ ὁριστοῦ,
30εἰ μὴ καὶ ἕκαστον ἐκείνων εἰδείη τις. οὐ γὰρ δυνατὸν εἰδέναι, εἰ διαφέρει τόδε τοῦδε, εἰ μὴ καὶ ἄμφω γινώσκει τις. εἰ γὰρ τόδε μὲν οἶδε, τόδε δὲ ἀγνοεῖ, οὐκ εἴσεται εἰ ἀλλήλων διαφέρουσιν. ἴσως μὲν γὰρ διαφέρουσιν, ἀλλ’ ἐκεῖνος ἀγνοεῖ τὸ διάφορον μὴ εἰδὼς καὶ ἀμφότερα. εἰ γὰρ Δίωνα
μὲν οἶδα, Σωκράτην δὲ ἀγνοῶ, οὐκ οἶδα, εἰ ἄμφω οὗτοι ἀλλήλων διενηνό‐204

205

χατον, εἰ μὴ κατά τινα στοχασμόν, κατὰ ἀκρίβειαν δ’ οὔ. ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι· οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτ, οὗ δὲ διαφέρει, ἕτερον τούτου. ἀλλ’ εἰ οἶδε, φησίν, ἕκαστον, οἶδε καὶ τὰς προσούσας αὐτῷ διαφοράς· εἰ γὰρ μὴ οἶδε
5τὰς ἑκάστου τῶν ὄντων διαφοράς, καθ’ ἃς τοῦ ὁριστοῦ διαφέρει, οὐδ’ εἰ διαφέρει οἶδεν· ἀγνοῶν δὲ εἰ διαφέρει, οἰήσεται εἶναι ταὐτόν. οὗ γὰρ μὴ διαφέρει τι, ταὐτὸν τούτῳ ἐστίν, ὥσπερ καὶ οὗ διαφέρει, ἕτερον τούτου· πᾶσα γὰρ διαφορὰ ἑτερότης ἐστίν. ἐπεὶ τοίνυν ἀγνοεῖ τὴν διαφοράν, οὐκ οἶδεν εἰ διαφέρει· εἰ δὲ μὴ οἶδεν εἰ διαφέρει, ὅσον τὸ κατ’ αὐτὸν οὐκ
10ἔσονται ἕτερα ἀλλήλων· εἰ δὲ μὴ ἕτερα, ταὐτά. ἵνα οὖν τὸ ὁριστὸν ᾗ ὁριστὸν εἴσεται, τουτέστιν ᾗ τῶν ἄλλων διέστηκε καὶ διάφορόν ἐστιν, ὃ τῷ ὁρισμῷ δηλῶσαι σκοπός ἐστι, δεῖ τῶν ἄλλων εἰδέναι ἕκαστον καὶ τὰς ἑκάστου διαφοράς. ἀλλὰ τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ ὁρίσασθαί τι.
14nΠρῶτον μὲν οὖν τοῦτο ψεῦδος.
15 Πρότερον πρὸς τὸ προσεχὲς ἀπαντᾷ ὡς κακῶς εἰπόντος Σπευσίππου ἕτερον εἶναι τῇ φύσει τὸ διαφέρον ἁπλῶς. ἔστι γὰρ πολλὰ ἀλλήλοις τῷ εἴδει ταὐτὰ διαφορὰς ἔχοντα, ἀλλ’ οὐ διὰ ταύτας ἀλλήλων τῷ εἴδει ἕτερά εἰσι, διὰ τὸ μὴ οὐσιώδεις εἶναι τὰς διαφοράς, ἀλλὰ συμβεβηκότα. ὥστε τοῦτο πρῶτον τῷ λόγῳ μέμψεως ἄξιον, ὡς τὴν διάφορον φωνὴν ὁμώνυμον
20οὖσαν ἁπλῶς παρεισάγοντι.
21nΕἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὴν διαφοράν.
22 Τὸ μὲν προλαβὸν μικρὸν τοῦ λόγου καθίκετο παρὰ τὴν ἀκρίβειαν ἔχοντα παραστῆσαν αὐτόν· τὸ δὲ νῦν τελείως αὐτὸν ἐπιλύεται. συνίστησιν δὲ τὸ ἐξ ἀρχῆς εἰρημένον, ὅτι οὐδὲν δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον
25ἅπαντα εἰδέναι τὰ ὄντα. ὅταν γάρ, φησίν, ὁ διὰ τῆς διαιρέσεως ὁριζό‐ μενος λάβῃ τὰ ἀντιδιῃρημένα ἀλλήλοις ἀπὸ τοῦ γένους κατιὼν καὶ ἐφερ‐ μηνεύῃ τίνα φησὶν ἀντικείμενα, ἤγουν τὴν διαφοράν (πάλιν γὰρ ἐνταυθοῖ ἑνικῷ ὀνόματι διαφορὰν εἴρηκεν οὕτως, ὥσπερ ἀντίφασιν λέγομεν ἑνικῶς τοὺς μαχομένους δύο ἀποφαντικοὺς λόγους κατὰ τὴν διαίρεσιν τοῦ ψεύδους
30τε καὶ τῆς ἀληθείας· οὕτω κἀνταῦθα διαφορὰ οἱ δύο ὀνομάζονται ὅροι, καθ’ οὓς ἀλλήλων τὰ ἐκ τοῦ αὐτοῦ γένους εἴδη διαιρούμενα διαφέρει, μάλισθ’ ὅτι καὶ κατ’ ἀντίφασιν αἱ ἀκριβέστεραι τῶν διαιρέσεων γίνονται· καὶ εὔλογον ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα εἰς ἓν συναιροῦντες ἀντίφασιν λέγομεν, οὕτω καὶ διαφορὰν ὡς ἓν τὰ ἐν τῇ διαιρέσει ἀντιδιαιρούμενα)
35ὅταν οὖν ταύτην λάβῃ, λήψεται δὲ καὶ τοῦτο ὅτι πᾶν τὸ ὑπὸ τὸ προκεί‐205

206

μενον ὁριστὸν ἢ ἐν τούτῳ τῷ μέρει ἢ ἐν ἐκείνῳ ἐμπίπτει, τουτέστιν ὅτι οὐκ ἐνδέχεται ἐν μηδετέρῳ τῶν ληφθέντων ὅρων τὸ ζητούμενον εἶναι, ἀλλ’ ἀναγκαῖον ὑποκεῖσθαι θατέρῳ, εἶθ’ ὡρισμένως ὅτι ἐν τῷδε ἔστι, καὶ τοῦτο οἶδεν ἀκριβῶς ἐκ τῆς ἐναργείας, τότε οὐκ ἔχει οὐδεμίαν ἀνάγκην κἀκεῖνο
5εἰδέναι, ὅσων καὶ ἄλλων αἱ διαφοραὶ κατηγοροῦνται αἱ ἀντιδιῃρημέναι ἐκείναις, ἃς εἴληφεν, ἀλλ’ ἀδιάφορόν ἐστιν αὐτῷ ὡς πρὸς τὸ προκείμενον, εἴτε οἶδε τοῦτο εἴτε μή. ἀρκεῖ γὰρ αὐτῷ πρὸς τὴν πρόθεσιν τοῦ ὁρίσα‐ σθαι τὸ ζητούμενον εἰδέναι ὅτι ἐν τῇδε τῇ διαφορᾷ καὶ οὐκ ἐν τῇ ἀντι‐ κειμένῃ αὐτῇ πᾶν αὐτὸ περιέχεται. οἷον ὅταν ἄνθρωπον προθείς τις ὁρί‐
10σασθαι, καὶ θέμενος τὸ γένος, λέγω δὴ τὸ ζῷον, λάβῃ τὸ λογικὸν καὶ τὸ ἄλογον ἀντικειμένας ἀλλήλαις διαφοράς, καθ’ ἃς τὸ γένος τοῦτο διαιρεῖται, καὶ ὅτι πᾶς ἄνθρωπος ἢ ἐν τῷ λογικῷ ἢ ἐν τῷ ἀλόγῳ ὑπάρχει, εἶτα ὅτι ἅπας ἐν τῷ λογικῷ, καὶ τοῦτο γινώσκῃ ἀκριβῶς ἐκ τοῦ κατὰ λόγον αὐτὸν ἐνεργεῖν τέχνας καὶ ἐπιστήμας ἐπιτηδεύοντα, οὐδὲν διαφέρει αὐτῷ πρὸς τὸ
15τὸν ἄνθρωπον ὁρίσασθαι, εἴτε οἶδεν εἴτε μή, ἐφ’ ὅσων καὶ ἄλλων εἰσὶν αὗται αἱ διαφοραὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
17nΦανερὸν γὰρ ὅτι ἂν οὕτω βαδίζων ἔλθ.
18 Ὅρον τῇ διαιρέσει ἐκ τούτου τίθησιν, μέχρι πόσου προβαίνειν ὀφείλει. καὶ οὕτως ἀπαρτίζειν τὸν ὁρισμόν, ὡς μηδενὸς δεῖσθαι περαιτέρω εἰς
20γνῶσιν τοῦ τί ἐστι τὸ προκείμενον. οὕτω γὰρ βαδίζων, φησίν, ὁ προθέ‐ μενός τι ὁρίσασθαι, ἂν εἰς ἐσχάτην ἔλθῃ διαφοράν, ἧς προστεθείσης τοῖς ἄλλοις οὐκέτι εἰς εἴδει διαφέροντα ἡ διαίρεσις γίνεσθαι δύναται, ἕξει ἤδη τὸν ὁρισμὸν τοῦ προκειμένου. οἷον ἐπεὶ ὁ ἄνθρωπος ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸν ἢ ἄλογον. ἀλλὰ μὴν
25ἄλογον οὐκ ἔστι· λογικὸν ἄρα. τοῦτο δὲ δῆλον ἐκ τοῦ τέχναις αὐτὸν χρῆσθαι καὶ ἐπιστήμαις. πᾶν δὲ λογικὸν ἢ θνητὸν ἢ ἀθάνατον. ὁ ἄν‐ θρωπος ἄρα ἢ θνητὸν ἢ ἀθάνατον. ἀλλὰ μὴν ἀθάνατον οὐκ ἔστι· θνητὸν ἄρα. τὸ δὴ ἅπαν διελεῖν πειρατέον, λέγω δὴ τὸ ζῷον λογικὸν θνητόν· καὶ εἰ μὲν εἰς διαφέροντα κατ’ εἶδος διαιρεῖται, οὔπω ἐσχάτη διαφορὰ τὸ
30θνητόν, οἷον ὥσπερ φασί τινες τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ αὐτομαθές, οἵας παρεισάγουσι δαιμονίας φύσεις τινὰς θνητάς, Πᾶνας τυχὸν καὶ Ἱπποκενταύρους καὶ τοιαῦθ’ ἕτερα, καὶ φασὶ καὶ τὸν Πλάτωνα Νηρηίδος σῶμα εὑρηκέναι νεκρὸν ἐρριμμένον. καὶ εἰ μὲν ταῦτά ἐστιν, ἐσχάτη ἔσται διαφορὰ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὡς κἀκείνων ὄντων ζῴων λογικῶν
35τε καὶ θνητῶν, αὐτομαθῶν δὲ καὶ τούτῳ τῆς ἀνθρώπων φύσεως διαφερόντων·
εἰ δὲ μή, ἐσχάτη ἔσται τὸ θνητὸν διαφορά. τὸ γὰρ περὶ τούτων ἐξακρι‐206

207

βοῦν οὐ τοῦ παρόντος λόγου ἐστίν. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν εἰδικωτάτων ἔσται μόνων, κοινὸν δὲ καὶ τοῖς ὑπὲρ ταῦτα γένεσι τὸ ἀντιστρέφειν τὸν λόγον. ὅταν γὰρ εἰς τοιαύτην καταντήσῃ διαφορὰν ἡ διὰ τῆς διαιρέσεως πρόοδος, ὥστε τὸ πᾶν ἀντιστρέφειν πρὸς τὸν ζητούμενον, ἐσχάτη αὕτη, καὶ
5ὁ λόγος τῆς οὐσίας ὁ εὑρημένος· τὸ γὰρ ἐπέκεινα περιττὸν καὶ ἀδόλεσχον, ἴσως δὲ καὶ ἀδιανόητον.
7nΤὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντι‐
8nκείμενα.
9Ἐπεὶ ἐν ταῖς διαιρέσεσιν ἀναποδείκτως θάτερον μὲν τῶν ἀντικειμένων
10ἀπαγορεύομεν τοῦ ζητουμένου, κατηγοροῦμεν δὲ αὐτοῦ θάτερον, εἰκὸς ἦν ὑπολαβεῖν τινα, ὡς αἴτημά ἐστιν ἡ λῆψις αὕτη τῆς κατηγορίας ἡ ἀνα‐ πόδεικτος καθ’ ὃ καὶ αὐτὸς ἐῴκει λέγειν ἀνωτέρω. διὰ τοῦτό φησιν ὅτι ὅταν οὕτως ἀντίκεινται αἱ τὸ γένος διαιροῦσαι διαφοραί, ὡς μὴ εἶναί τι αὐτῶν μεταξύ, ἀλλ’ ἰσοδυναμεῖν ἀντιφάσει τὰ λαμβανόμενα, τὸ λέγειν ὅτι πᾶν τὸ
15προκείμενον εἶδος εἰς τὴν διαίρεσιν ταύτην ἐμπίπτει ὡς θατέρῳ μορίῳ ταύ‐ της ὑποκεῖσθαι καὶ μὴ ἐκφεύγειν ἀμφότερα, οὐκ ἔστιν αἴτημα, εἴ γε τὸ μὲν αἴτημα ἐπὶ τῷ αἰτουμένῳ ἔστιν ἢ δοῦναι ἢ μὴ δοῦναι, ἐνταῦθα δ’ ἐπὶ τῆς διαιρέσεως ἀναγκαῖόν ἐστιν ἢ ἐν τῷδε εἶναι ἢ ἐν τῷδε τὸ ζητούμενον εἶδος, εἴπερ ἐκείνου, τουτέστι τοῦ διῃρημένου γένους προσεχεῖς εἰσιν αἱ ληφθεῖσαι
20διαφοραὶ καὶ μὴ τῶν ὑπ’ αὐτό τινος, ὥσπερ ἦσαν ἐπὶ τοῦ ζῴου τὸ ὁλό‐ πτερον καὶ σχιζόπτερον. εἰ γὰρ τοιαύτας διαφορὰς λήψοιτό τις, οὐκ ἀνάγκη πᾶν τὸ ὑπὸ τὸ γένος εἶδος ἢ ὑπὸ ταύτην εἶναι ἢ ὑπὸ ταύτην· εἰ δὲ τὰς προσεχεῖς, ἀνάγκη. δῆλος γάρ ἐστιν ὁ Ἀριστοτέλης ἐν τούτοις ἐνδεδωκὼς τῆς διαφορᾶς, ἣν κατὰ τῆς διαιρέσεως πολλάκις πρότερον ἐπεδείξατο, καὶ
25σπεισάμενος πρὸς αὐτήν, ὅς γε δὴ οὐ μόνον ὅπως ἐστὶ χρήσιμος πρὸς τὴν ὁριστικὴν παραδίδωσιν, ἀλλὰ καὶ τὰς κατ’ αὐτῆς ἀντιθέσεις γενναιότατα διαλύεται.
28nΕἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων.
29Ὅπως μὲν δὴ διὰ τῶν διαιρέσεων ἐκλεκτέον τὰ ἐν τῷ τί ἐστι κατη‐
30γορούμενα καὶ μέχρι πόσου δεῖ προϊέναι ἐκλεγομένους, εἴρηται· πόσα δὲ δεῖ παρατηρεῖν ἐν τῷ κατασκευάζειν ὅρον διὰ διαιρέσεως, λελέξεται νῦν. ἔστι δὲ τρία ταῦτα, τὸ πάντα τὰ ἐκλεγόμενα οὐσιώδη εἶναι καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ἀλλὰ μηδέν τι συμβεβηκός, τὸ τάξαι ταῦτα δεόντως,
ὡς εἶναι πρότερα τὰ φύσει προταττόμενα καὶ μετ’ αὐτὰ τὰ δεύτερα, καὶ207

208

ἔτι τὸ πάντα εἶναι ταῦτα τὸ ὁριστόν, ὡς μήτε ὑπερβάλλειν τὸν ὅρον μήτε ἐλλείπειν ἐκείνου, περὶ οὗ ἀποδέδοται. τὸ μὲν οὖν πρῶτον, ἵνα μήτε ἀντὶ τῶν οὐσιωδῶν τινος συμβεβηκός τι παραληψόμεθα ἐν τῷ ὅρῳ μήτε πάντα παρειληφότες τὰ ἐν τῷ τί ἐστι καὶ συμβεβηκός τι προσθήσομεν. τὸ μὲν
5γὰρ οὐ μόνον ἀνοίκειον, ἀλλὰ καὶ ψεῦδος· οὐδὲν γὰρ ἐν τῷ τί ἐστιν, ὃ μὴ τοῦ προκειμένου συστατικόν ἐστι καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, οὐδὲν δὲ τοιοῦτον, ὃ ἐνδέχεται ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. τὸ δὲ ἵνα μὴ ὁ ὅρος οὐκ ἐξισάζων εἴη τῷ ὁριστῷ, ἀλλ’ ἐπ’ ἔλαττον τῷ πράγματι, κἂν ὑπερβάλλει ταῖς λέξεσι. τὸ δὲ δεύτερον, ἵνα μὴ
10ᾖ ἀδιανόητα τὰ λεγόμενα, τὸ δὲ τρίτον, ἵνα μὴ ὁ ὅρος οὐκ ἐξισάζων ᾖ πρὸς τὸ ὁριστόν, πλείω περιλαμβάνων αὐτοῦ, κἂν ἐνδεῖ τοῖς ὀνόμασιν, καὶ οὐχ ὅρος μᾶλλον, ἀλλὰ γένος ὑπάρχῃ ἀνώνυμον. πῶς δὲ τούτων ἕκαστον συστησόμεθα; τὸ μὲν πρῶτον διὰ τῶν τόπων τῶν πρὸς τὸ γένος, οὓς ἐν τοῖς Τοπικοῖς ὁ Ἀριστοτέλης ἡμῖν παραδέδωκεν. ὡς γὰρ πρὸς τὸ συμβεβη‐
15κὸς ἔχομεν διὰ τῶν τόπων τῶν πρὸς αὐτὸ συλλογίσασθαι ὅτι ὑπάρχει ἁπλῶς, οὕτω καὶ διὰ τῶν πρὸς τὸ γένος κατασκευάζειν τῶν ἐν τῷ τί ἐστιν ἕκαστον, ὅτι ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου κατηγορεῖται. καὶ τῶν δια‐ φορῶν γὰρ ἑκάστη τῷ γένει συνειλημμένη ἀνώνυμόν τε γένος ἐστὶ καὶ ἐν τῷ τί ἐστι λέγεται. διὸ καὶ τὰς διαφορὰς ὁμοῦ τῷ γένει τακτέον, ὡς ἐν
20τοῖς Τοπικοῖς εἴρηται. ἡ δὲ δέουσα τάξις ἔσται (τοῦτο γὰρ ἦν τῶν παρα‐ τηρημάτων τὸ δεύτερον), ἐὰν τὸ πρῶτον τῶν λαμβανομένων πρῶτον ληφθῇ. πῶς δὲ τοῦτο ἔσται; ἂν ἐκεῖνο λάβωμεν ὃ πᾶσιν ἀκολουθεῖ. τὰ γὰρ φύσει πρότερα καὶ καθολικώτερα τοῖς μετ’ αὐτὰ ἕπεται, ὡς τῷ πεζῷ τὸ ζῷον ἁπλῶς, καὶ τοῦτο τῷ δίποδι, ἀλλ’ οὐκ ἀνάπαλιν. ἐν γὰρ τοῖς ἐκλε‐
25γομένοις εἰς ἀποτέλεσιν ὁρισμοῦ ἀναγκαῖον εἶναί τι ὃ πᾶσιν μὲν ἀκολουθεῖ, ἐκείνῳ δὲ μὴ πάντα· τούτου δὲ ληφθέντος ῥᾴων ἤδη ἡ τῶν λοιπῶν ἔσται τάξις. τὸ αὐτὸ γὰρ ἐφεξῆς ποιοῦντες, τὴν προσήκουσαν τάξιν εὑρήσομεν ἀεὶ προτάττοντες τὸ ἑπόμενον. ὡς γὰρ τὸ ζῷον τῷ πεζῷ ἀκολουθοῦν καὶ τῷ δίποδι τούτων προτέτακται, οὕτω τὸ ζῷον πεζὸν ἀκολουθοῦν τῷ
30δίποδι τούτου προταχθήσεται, καὶ οὕτω τὸ ζῷον πεζὸν δίπουν εὐτάκτως ληφθέν, εἰ μηδὲν ἐνδεῖ ἔτι, λόγος ἔσται τοῦ ἀνθρώπου. ὅτι δὲ μηδὲν ἐν‐ δεῖ, ἀλλὰ πάντα εἴληπται, πῶς ἐπιγνωσόμεθα; εἰ τὸ πρῶτον λάβωμεν, εἶτα διαιρήσομεν, οἷον εἰ τύχῃ τὸ ζῷον ἢ τόδε εἶναι ἢ τόδε λέγοντες, οἷον ἢ ἄπουν ἢ ὑπόπουν (ὑπάρχει δὲ τὸ ὁριστὸν οὐ τόδε ἀλλὰ τόδε, τουτέστιν
35οὐκ ἄπουν, ἀλλ’ ὑπόπουν) καὶ αὖθις τοῦτο διέλωμεν ὡς ὅλον τι καὶ γένος εἰς τὰς οἰκείας διαφοράς, τὸ ὑπόπουν λέγοντες ἢ δίπουν ἢ πολύπουν, τὸ δὲ προκείμενον οὐ πολύπουν ἀλλὰ δίπουν. καὶ ὅταν οὕτω προβαίνοντες εἰς
τοιαύτην διαφορὰν καταντήσωμεν, ὡς μὴ δύνασθαι διελεῖν εἰς εἴδη, ἔχομεν208

209

ἤδη τὸν ὁρισμὸν ἀνελλιπῆ, μήτε μεταξύ τι παραλιπόντες ὡς χωρίς τινος ὑπερβάσεως τῇ διαιρέσει πάσῃ χρησάμενοι, μήτε ἐν τῷ τέλει ὡς μηκέτι κάτωθεν ἀπολιπόντες διαφοράν. ἢ γὰρ ἂν ἠδύνατο καὶ ἔτι διαιρεῖσθαι εἰς διάφορα τῷ εἴδει, ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν εἰδικωτάτων, μεθ’ ἃ οὐκ ἔστιν
5εἴδη, ἀλλ’ εὐθὺς τὰ καθ’ ἕκαστα· ὃ δὲ κοινὸν ἔσται πᾶσιν τοῖς ὁριστοῖς πρὸς τὸ μηδὲν ὑπολείπεσθαι, τοῦτ’ ἔστιν. εἰ γὰρ τῆς τελευταίας προστε‐ θείσης διαφορᾶς μετὰ τὴν πᾶσαν διαίρεσιν ἀνυπερβάτως γεγενημένην μηδὲν τοῦ σύμπαντος ὁρισμοῦ διαφέρει τὸ ὁριστόν, ἤγουν μηδεμία τις οὐσιώδης αὐτῷ διαφορά ἐστιν, ἥτις οὐκ εἴληπται, ἀλλ’ ἐξισάζει ὁ λόγος πρὸς αὐτὸ
10καὶ ἀντιστρέφει, δῆλον ὅτι οὐ πλεῖόν τι τοῦ δέοντος τῷ ὁρισμῷ πρόσκειται, ἀλλ’ ἐκεῖνα μόνα εἴληπται, ὅσα ἐν τῷ τί ἐστιν, οὔτε τι παραλέλειπται. πάντως γὰρ τὸ παραλειφθὲν ἢ γένος ἔσται ἢ διαφορά. ἀλλὰ τὸ μὲν γένος εἴληπται εὐθὺς ἐξ ἀρχῆς, ἐχόμενα δὲ τούτου ἐφεξῆς αἱ διαφοραί, ὡς μηδὲν μεταξὺ παραλείπεσθαι. τελευταῖον δὲ αὖθις δῆλον ὡς οὐδὲν ὑπολέλειπται,
15ἐπειδὴ τὸ τελευταῖον οὐ διαφέρει εἴδει τοῦ προκειμένου ὁριστοῦ. τί δὲ λέγω τελευταῖον; τὴν ἐσχάτην διαφοράν, ἥτις συνταττομένη τοῖς πρὸ αὐτῆς οὐδαμῇ διαφέρει κατ’ εἶδος τοῦ προκειμένου. οἷον εἰ ζῷόν ἐστι τὸ προ‐ κείμενον, λαμβάνομεν τὸ γένος, τοῦτο δέ ἐστιν ἡ οὐσία, εἶτα διαιροῦμεν· πᾶσα οὐσία ἢ σωματική ἐστιν ἢ ἀσώματος, τὸ ζῷον ἄρα ἢ σωματικὴ ἢ
20ἀσώματος οὐσία· ἔστι δὲ σωματική. πᾶσα δὲ αὕτη ἢ ἔμψυχος ἢ ἄψυχος, ἔστι δὲ ἔμψυχος. αὕτη ἢ αἰσθητικὴ ἢ ἀναίσθητος. τὸ οὖν ζῷον, οὐσία σωματικὴ ἔμψυχος ὄν, ἢ αἰσθητικὴ ἔσται ἢ ἀναίσθητος· ἀλλ’ ἔστιν αἰσθη‐ τική. τὸ ζῷον ἄρα οὐσία σωματικὴ ἔμψυχος αἰσθητική. μεταξὺ τοίνυν οὐδὲν παραλέλειπται, διότι μηδ’ ὑπερβέβαται. ὅτι δὲ μηδ’ ἐν τῷ τέλει,
25δῆλον, ὅτι μὴ εἴδει διαφέρει τοῦ ζῴου ὁ λέγων λόγος ‘οὐσία σωματικὴ ἔμψυχος αἰσθητική‘, ἀλλ’ ἀντιστρέφει πρὸς αὐτὸ καὶ ἐξισάζει.
27nΕἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων.
28 Παραδοὺς ἡμῖν τὰς πρὸς τὴν θήραν τοῦ ὁρισμοῦ μεθόδους καὶ ἐφ’ ὅσον εἰς αὐτὸν ἡ διαίρεσις συντελεῖ, καὶ τὰς πρὸς αὐτὴν λελυκὼς ἀντι‐
30θέσεις, πρόνοιαν νῦν ποιεῖται τῆς ἀκριβείας τῶν ὁρισμῶν, καί τινα ἡμῖν τρία παρατηρήματα παραδίδωσιν, ἅτινα παραφυλάττεσθαι χρὴ ἐν τῷ διὰ τῶν διαιρέσεων εὑρίσκειν τοὺς ὁρισμούς. ταῦτα δέ ἐστι τὸ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι, τουτέστι τὸ ἐκεῖνα λαμβάνειν εἰς σύνθεσιν τοῦ ὁρισμοῦ, ὅσα ἐν τῷ τί ἐστι κατηγορεῖται, ἤγουν ὅσα οὐσιώδη ἐστίν,
35ἅπερ εἰσὶ τὸ γένος καὶ αἱ διαφοραί, ὡς μηδὲν ὅλως συμβεβηκὸς ἐν τῷ
ὅρῳ παραλαμβάνεσθαι· εἶτα εὐτάκτως ἐκθέσθαι αὐτὰ καὶ μὴ συγχέαι209

210

τὴν τούτων εὔτακτον θέσιν, τὰ πρότερα ὕστερα τάττοντας καὶ τὰ ὕστερα πρότερα· καὶ τρίτον ὅτι ταῦτά ἐστι πάντα τὸ ὁριστόν, ὡς μήτε τι ἐλλε‐ λεῖφθαι μήτε ἐγκεῖσθαι περιττόν. κατασκευάζειν δὲ ὅρον εἶπεν, οὐκ ἀπο‐ δεικνύναι ἢ συλλογίζεσθαι· ἔδειξε γὰρ ὅτι ὁ ὅρος οὔτε δι’ ἀποδείξεως οὔτε
5διὰ συλλογισμοῦ κατασκευάζεται. ἐπεὶ δὲ καὶ χωρὶς συλλογισμοῦ ἔστι κατασκευὴν δι’ ἑτέρων τρόπων γίνεσθαι, ὥσπερ καὶ τὴν τοῦ ὅρου διὰ διαι‐ ρέσεως ἢ ἀναλύσεως, ἀλλ’ οὐ δι’ ἀποδείξεως ἢ συλλογισμοῦ, διὰ τοῦτο οὕτως εἴρηκεν.
9nἜστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι.
10 Διδάσκει διὰ τούτων ἡμᾶς, πῶς δυνησόμεθα ἑκάστην κατορθῶσαι του‐ τωνὶ τῶν παρατηρήσεων, καὶ τέως τὴν πρώτην. ὥσπερ γάρ, φησί, τὸ συμβεβηκὸς ὅτι ὑπάρχει κατεσκευάζομεν διὰ τῶν πρὸς αὐτὸ παραδοθέντων τόπων ἐν τῇ Τοπικῇ πραγματείᾳ, οὕτω καὶ διὰ τοῦ γένους, τουτέστι διὰ τῶν γενικῶν τόπων, ταὐτὸν δὲ εἰπεῖν τῶν πρὸς τὸ γένος, τό τε γένος κατα‐
15σκευάσομεν καὶ πάντα τὰ ἐν τῷ τί ἐστι. διὰ γὰρ τῶν αὐτῶν καὶ τὸ γένος καὶ αἱ διαφοραὶ κατασκευάζονται, ἐπεὶ καὶ ἐν τοῖς Τοπικοῖς οὕτως εἴρηκεν, ὅτι τὰς διαφορὰς ὁμοῦ τῷ γένει τακτέον. ἐπεὶ γὰρ συμβεβηκός ἐστιν ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιόν ἐστιν, ὑπάρχει δὲ τῷ πράγ‐ ματι, ὁ μὲν τὸ συμβεβηκὸς κατασκευάζων ὅτι ὑπάρχει μόνον ὀφείλει
20κατασκευάσαι, ὁ δὲ τὸ γένος, ὅτι ὡς γένος ὑπάρχει, ὡσαύτως καὶ τῶν λοιπῶν ἕκαστον οὐ μόνον ὅτι ὑπάρχει, ἀλλ’ ὅτι καὶ οὕτως ὑπάρχει ᾧ ἂν ὑπάρχῃ.
23nΤὸ δὲ τάξαι ὡς δεῖ ἔσται.
24Ἡ δευτέρα αὕτη ἐστὶ παρατήρησις, ἧς καὶ αὐτῆς τὴν κατόρθωσιν
25παραδίδωσιν. ἵνα γὰρ εὐτάκτως ληφθῇ τὰ μέρη τοῦ ὁρισμοῦ, δεῖ, φησί, τὸ πρῶτον ληφθῆναι τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ὁριστοῦ. τὸ πρῶτον δὲ ληφθήσεται, ἐὰν ἐκεῖνο λάβωμεν, ὃ πᾶσιν ἀκολου‐ θεῖ, ἐκείνῳ δὲ πάντα τἆλλα οὐχί. πρότερον γὰρ τῇ φύσει εἶναι ἐμάθομεν τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον, ᾧ ταὐτόν ἐστι τὸ ἕπεσθαι μὲν
30αὐτὸ τοῖς ἄλλοις, αὐτῷ δὲ τἆλλα οὐχί. ἐν γὰρ τοῖς ἐν τῷ τί ἐστι κατη‐ γορουμένοις ἀνάγκη τοιοῦτόν τι εὑρίσκεσθαι, ἐξ οὗ τὰ ἄλλα προϊόντα κατὰ διαίρεσιν ἀναφαίνεται, ὅπερ ἐστὶ τὸ γένος, φύσει ὂν πρότερον τῶν ἐξ αὐτοῦ προϊόντων. ἂν μὴ γὰρ τὸ γένος ᾖ, πῶς ἔσται ἡ ἐκ τοῦ γένους διὰ τῶν
διαφορῶν εἰς τὰ εἴδη διαίρεσις;210

211

(1n)

Ληφθέντος δὲ τούτου ἤδη καὶ ἐπὶ τῶν κάτω.
2 Μετὰ τὸ λαβεῖν τὸ πρῶτον, φησί, ἡ τῶν λοιπῶν τάξις ῥᾴων ἤδη ἔσται. ὃ γὰρ ἐν τῷ πρώτῳ πεποιήκαμεν, καὶ τοῦτο πρῶτον τῶν ἄλλων ἔγνωμεν εἶναι ἐκ τοῦ αὐτὸ μὲν πᾶσιν ἀκολουθεῖν, ἐκείνῳ δὲ οὐχὶ πάντα τὰ ἄλλα,
5τούτῳ τῷ τρόπῳ ἕξομεν γνωρίσαι καὶ τὸ μετὰ τὸ πρῶτον ὀφεῖλον ταχ‐ θῆναι. ὃ γὰρ μετὰ τὸ πρῶτον τοῖς ἄλλοις ἕπεται, αὐτῷ δὲ τἆλλα οὐχί, τοῦτο τάξομεν δεύτερον, καὶ τρίτον ἀναλόγως τὸ πρῶτον τῶν ἐχομένων· καὶ οὕτως ἐπὶ πάντων, εἰ ἔτι πλείω ὑπάρχει τὰ ὁρισμοῦ μόρια.
9nἈφαιρεθέντος γὰρ τοῦ ἄνωθεν τὸ ἐχόμενον τῶν ἄλλων
10nπρῶτον ἔσται· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
11 Εἰ γὰρ τὸ πρῶτον ἀφέλῃς, ὃ πᾶσιν ἕπεται, τὸ μετ’ αὐτὸ τῶν λοιπῶν ἔσται πρῶτον, καὶ τούτου πάλιν ἀφαιρεθέντος τὸ μετ’ αὐτὸ τῶν ἑξῆς, καὶ μέχρι τοῦ ἐσχάτου ὁ αὐτὸς λόγος.
14nὍτι δὲ πάντα ταῦτα, φανερόν.
15 Περὶ τοῦ τρίτου καὶ τελευταίου παρατηρήματος ἡμῖν παραδίδωσιν, ὅπως, εἰ κατορθοῦμεν, ἕξομεν γνώριμον. τὸ δὲ πάντα διττῶς δεῖ ἐκλαμβά‐ νεσθαι, ὅτι τε πάντα ταῦτα ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορεῖται, καὶ ὅτι ταῦτά εἰσι τὰ πάντα, ἃ ἐν τῷ τί ἐστι, καὶ οὐδὲν πλέον τούτων, ὡς μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν. καὶ ἰδία μὲν ἐπὶ τῶν εἰδικωτάτων
20τῆς γνώσεως μέθοδος αὕτη, κοινὴ δὲ αὖθις ἑτέρα, ἣ καὶ τοῖς μὴ εἰδικω‐ τάτοις ἁρμόσει. καὶ τέως περὶ τῆς ἰδίας φησὶν ὅτι φανερὸν ἔσται, εἰ πάντα ταῦτα, ἐὰν τὸ πρῶτον λάβωμεν διαιρετικῶς, ἤγουν διαιροῦντες αὐτὸ ταῖς εἰδοποιοῖς διαφοραῖς, καὶ τιθέντες τὸ προκείμενον ὑπὸ τὴν ἐν αὐτῷ θεωρουμένην διαφοράν. τὰ γὰρ τοῦ γένους διαιρετικὰ τῶν εἰδῶν συστατικά,
25καὶ ἐφεξῆς ὁμοίως, ἕως ἂν εἰς τελευταίαν διαφορὰν καταντήσωμεν. ἡ δὲ τελευταία ἐστὶ διαφορὰ μεθ’ ἣν οὐκ ἔστιν εἰς εἴδη τὸ πᾶν σύνθημα διελεῖν· τηνικαῦτα γὰρ ὁ τοῦ εἰδικωτάτου ἔσται ὁρισμὸς ὃ ἡμῖν προτέθειται. παρα‐ δείγματα δὲ τούτου τε καὶ τοῦ ἐφεξῆς εἴρηται πρότερον.
29nἪ καὶ εὐθὺς μετὰ τῆς τελευταίας διαφορᾶς τοῦ συνόλου.
30Τοῦτό ἐστιν ὃ ἐλέγομεν καὶ τοῖς μὴ εἰδικωτάτοις ἁρμόττειν. τελευ‐
ταία γὰρ διαφορὰ διττῶς λέγεται, ἡ μὲν ἁπλῶς, ἡ δὲ πρός τι. καὶ ἁπλῶς211

212

μὲν μεθ’ ἣν οὐκ ἔστι διαφορά, καὶ ἣν οὐκ ἔστι διελεῖν, ὥσπερ ἐστὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τούτῳ διαφέρον τοῦ γελαστικοῦ, ὅτι τοῦτο μὲν ἐκ τῆς ὕλης, ἐκεῖνο δὲ ἐκ τοῦ εἴδους λαμβάνεται. τοιοῦτον ἐπὶ τοῦ τρι‐ γώνου τὸ ἔχειν δύο ὀρθάς, καὶ ἄλλα τοιαῦτα πολλὰ ἐπὶ ἄλλων καὶ ἄλλων
5εὕρηται εἰδῶν, διαφοραὶ ὄντα εἰδοποιοί, ὅτι ἐκ τοῦ εἴδους λαμβάνονται, καὶ ἰδίᾳ ἴσως ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὡς διαφοραὶ ἔσχατοι καὶ μόνῳ εἴδει ἑνὶ ἑκάστη αὐτῶν ὑπάρχουσαι. πρός τι δὲ τελευταία διαφορά, ἣ δύναται μὲν διαιρεῖσθαι ὡς ἔχουσα μετ’ αὐτὴν διαφοράν, τελευταία δὲ λέγεται ὡς πρὸς τὸ ὁριστόν, ἐφ’ ᾧ μετὰ τῶν πρὸ αὐτῆς λαμβάνεται, τὸν τοῦ τί ἦν
10εἶναι λόγον αὐτῷ συμπληροῦσα καὶ τέλειον ποιοῦσα αὐτόν, ὡς μηκέτι δεῖ‐ σθαι μετ’ αὐτὴν προσθήκης τινὸς εἰς τὸ ἀντιστρέφειν πρὸς τὸ προκείμενον. καὶ ἡ μὲν ἁπλῶς τελευταία διαφορὰ ἐν μόνοις ἂν εὑρεθείη εἰδικωτάτοις, ἡ δὲ πρός τι τελευταία καὶ ἐν μὴ εἰδικωτάτοις. τὸ γὰρ αἰσθητικὸν ἢ ὥς τινές φασι τὸ κατὰ τόπον μεταβατικόν, διαφορὰ ὂν τῷ ζῴῳ συστατική,
15αὐτῷ μὲν τελευταία ἐστίν, ὡς μηκέτι μετ’ αὐτὴν προσθήκης δεομένου τοῦ λόγου εἰς παράστασιν τῆς οὐσίας τοῦ ζῴου· ἔχει γε μὴν ἑτέρας διαφορὰς μετ’ αὐτήν, δι’ ὧν διαιρεῖσθαι δύναται. ἢ οὖν ἐκείνως, ὡς πρότερον εἴρηται, τὸ τέλειον εἶναι τὸν ὁρισμὸν εἰσόμεθα, ὅπερ ἐπὶ τῶν εἰδικωτάτων ἁρμόσει, ἢ τῷ ληφθείσης τῆς τελευταίας πρὸς τὸ ὁριστὸν διαφορᾶς εὐθὺς τοῦ ὅλου
20λόγου μηδὲν διαφέρειν κατ’ εἶδος τὸ ὁριστόν, ἀλλ’ ἐξισάζειν τῷ λόγῳ καὶ ἀντιστρέφειν πρὸς αὐτόν. εἰ γὰρ τά τε ληφθέντα πάντα ἐν τῷ τί ἐστι κατὰ τοῦ προκειμένου λέγονται καὶ εὐτάκτως τέθεινται, καὶ ὁ συντεθεὶς λόγος οὐδὲν διαφέρει τοῦ ζητουμένου τῷ εἴδει, δῆλόν ἐστιν ὅτι τέλειος ὁ λόγος ἐστίν, εἴτε εἰδικώτατον εἴη τὸ προκείμενον εἴτε μή.
25nΔῆλον γὰρ ὅτι οὔτε πλεῖον πρόσκειται.
26 Ὅτι τέλειος ὁ ὁρισμός ἐστιν ὁ οὕτως ἔχων, ὡς εἴρηκεν, ὥστε τῆς τελευταίας διαφορᾶς συνειλημμένης τοῖς πρὸ αὐτῆς, μηδὲν τὸ προκείμενον διαφέρειν τοῦ συνόλου συνθήματος, δῆλόν ἐστιν ἐκ τούτου ὅτι οὔτε πλεῖον τοῦ δέοντος ἐν αὐτῷ πρόσκειται (καὶ τοῦτο αὖθις δῆλον ἐκ τοῦ πάντα τὰ
30εἰλημμένα ἐν τῷ τί ἐστιν εἶναι· τότε γὰρ περιττόν τι καὶ παρέλκον τῷ λόγῳ πρόσκειται, ὅταν τοῖς ἐν τῷ τί ἐστι καί τι μὴ τοιοῦτον συμπαραλαμ‐ βάνηται· ἐπεὶ δὲ τοῦτο οὐ γέγονε, δῆλον ὅτι πάντα τούτων, ταὐτὸν δὲ εἰπεῖν ἕκαστον τούτων ἐν τῷ τί ἐστιν εἴληπται) οὔτε πάλιν τι τῶν ἐν τῷ τί ἐστι παραλέλειπται. καὶ τοῦτο δῆλον ἐκ τοῦ κατὰ τὴν διαίρεσιν ὑποθετικοῦ.
35εἰ γάρ τι παραλέλειπται, ἢ γένος ἂν εἴη τοῦτο ἢ διαφορά· οὐδὲν γὰρ ἀλλοῖον212

213

ἐν τῷ τοῦ τί ἦν εἶναι λόγῳ ὀφείλει παραλαμβάνεσθαι. εἰ οὖν οὐδὲν τοι‐ οῦτον παραλέλειπται, φανερὸν ὅτι οὐθὲν ἐλλείπει τῷ ὁρισμῷ. γένος μὲν οὖν ὅτι οὐ παραλέλειπται, δῆλον· τὸ γὰρ πρῶτον τεθὲν καὶ μετὰ τῶν δια‐ φορῶν προσληφθέν, τοῦτο τὸ γένος ἐστίν. ὅτι δὲ οὐδὲ διαφορά, φανερὸν
5καὶ τοῦτο· πᾶσαι γὰρ ἔχονται, τουτέστι κατέχονται καὶ εἰλημμέναι εἰσί. καὶ τοῦτο δῆλον ἐκ τοῦ μὴ εἶναι ὑστέραν διαφορὰν μετὰ τὰ ληφθέντα. εἰ γὰρ ἦν τις διαφορὰ τοῦ προκειμένου ὑπάρχουσα τῶν εἰλημμένων ἐπέκεινα, διέφερεν ἄν τι κατ’ εἶδος ὁ λόγος πρὸς τὸ προκείμενον, ὥσπερ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς τί ἐστι ζῷον εἴποι λογικόν (τὸ γὰρ ζῷον λογικὸν
10χωρὶς τοῦ θνητοῦ, εἴδει τοῦ καὶ θνητοῦ διενήνοχεν) ὡς δὴ καὶ τὸ ζῷον εἴ τις ἀποδίδωσιν οὐσίαν ἔμψυχον· ἡ γὰρ οὐσία ἔμψυχος χωρὶς τοῦ αἰσθη‐ τικοῦ εἴδει διοίσει τῆς καὶ αἰσθητικῆς. ἐπεὶ δὲ τὸ τελευταῖον, ἤγουν ἡ ἐσχάτη διαφορά, τῷ λοιπῷ συντιθεμένη λόγῳ ἢ τὸ ἐσχάτως ληφθέν, ὅπερ ἐστὶ τὸ σύνολον, οὐδὲν διαφέρειν εἴρηται τοῦ ζητουμένου, οὐδέν τι
15ἀπολείπει τῷ λόγῳ.
16nΖητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια.
17 Ἐπειδὴ περὶ τῆς τῶν ὁρισμῶν θηρεύσεως πρότερον λέγοντες εὐμεθο‐ δώτερόν τινα τῆς διαιρέσεως καὶ ἀσφαλέστερον τρόπον τὸν διὰ τῆς ἀνα‐ λύσεως εἴπομεν, τὰ κοινῶς ἐν πᾶσι τοῖς ὁμοειδέσι καθ’ ἕκαστα εὑρισκό‐
20μενα λόγους εἶναι τῶν ταῦτα περιεχόντων εἰδῶν λέγοντες, καὶ τὰ κοινῶς τοῖς ὁμογενέσιν ἀτόμοις εἴδεσιν ὁρισμοὺς τῶν ταῦτα περιεχόντων γενῶν, δεῖ σκοπεῖν ἐν ταῖς τοιαύταις ζητήσεσι, μήποτε τὸ κοινὸν οὗ τὰ ἄτομα εἴδη μετέσχηκεν, οὐ γένος ἐστὶν ἀλλὰ φωνή τις ὁμώνυμος. δεῖ γὰρ καὶ τού‐ του εἰδέναι διαφορὰν καὶ κανόνα ἔχειν τῆς διακρίσεως. οὐ γὰρ ἡ τυχοῦσα
25πλάνη ἢ τὸ γένος φωνὴν ἡγεῖσθαι ὁμώνυμον ἢ ἀνάπαλιν γένος οἴεσθαι, ὅταν ᾖ ὁμωνύμως τι κατά τινων λεγόμενον. ἡ δὲ σκέψις ἔσται τοῦτον τὸν τρόπον· ἀπὸ τῶν ὑπὸ τὰ ἄτομα εἴδη καθ’ ἕκαστα ὄντων δεῖ κἀνταῦθα ποιήσασθαι τὴν ἀρχὴν καὶ ἰδεῖν τί τὰ ὑφ’ ἓν ὁτιοῦν εἶδος τῶν 〈τοῦ〉 αὐτοῦ κοινωνούντων ὀνόματος καθ’ ἕκαστα κοινὸν ἔχουσι, τὸ αὐτὸ δὲ ποιῆσαι καὶ
30ἐφ’ ἑτέρων ὁμοειδῶν καθ’ ἕκαστα, ἃ τὸ περιέχον εἶδος καὶ αὐτὸ τοῦ αὐτοῦ κεκοινώνηκεν ὀνόματος, οὗ δὴ καὶ τὸ περιέχον εἶδος τὰ πρότερον ἐκτεθέντα ὁμοειδῆ καθ’ ἕκαστα, ὡς εἶναι καὶ ταῦτα πρὸς ἄλληλα μὲν κατ’ εἶδος ταὐτά, ἐκείνων δ’ ἕτερα, ἰδεῖν τε κἀπὶ τούτων τί κοινὸν ἔχουσι, κἂν ἕτερον εἶδος τύχῃ τοῦ αὐτοῦ τοῖς προλαβοῦσιν ὀνόματος μετέχον, σκοπεῖν
35ὁμοίως καὶ τὰ ὑπὸ τοῦτο καθ’ ἕκαστα, τί ταὐτὸν ἔχουσι. τούτων δὴ γινο‐ μένων ὁ τοῦ τί ἦν εἶναι λόγος ἑκάστου τῶν εἰδῶν εὕρηται. καθὰ δὴ καὶ πρότερον ποιεῖν ὑποτέθειται ἤδη, τοιγαροῦν δεῖ σκοπεῖν περὶ τῶν εἰδῶν
εἰ καὶ αὐτοῖς τι ὑπάρχει ταὐτὸν καὶ πάλιν, ἕως ἂν εἰς ἕνα τινὰ ὁρισμὸν213

214

τοῖς ληφθεῖσιν ἅπασιν εἴδεσι κοινὸν καταντήσωμεν. εἰ μὲν οὖν οὕτω ποιοῦσι λόγος τις κοινὸς εὑρεθῇ τοῖς ληφθεῖσιν εἴδεσιν, οὗτός τε ὁρισμὸς ἔσται τοῦ γένους, οὗ καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τάδε τὰ εἴδη μετέσχηκε, κἀκεῖνο τῶν εἰδῶν ἔσται γένος. εἰ δὲ μὴ εἰς ἕνα λόγον τὰ εἴδη καταντᾷ
5κοινὸν αὐτοῖς ἅπασιν ἀλλ’ εἰς πλείονας καὶ διαφόρους, οὐκ ἔστι γένος ἓν εἶναι τὸ κοινὸν τοῖς εἴδεσιν, οὐδὲ ταῦτα τῷ γένει ἕν, ἀλλὰ πλείω. οὕτως οὖν ποιοῦντες οὐ μόνον τῶν τε ἀτόμων εἰδῶν καὶ τῶν ὑπὲρ ταῦτα γενῶν τοὺς λόγους ῥᾷον εὑρήσομεν ἀρχόμενοι κάτωθεν καὶ ἀπὸ τῶν γνωριμω‐ τέρων ἡμῖν, ἀλλὰ κἂν φωνὴ εἴη ὁμώνυμος καὶ οὐ γένος τὸ κοινόν, ῥᾷον
10οὕτως ἢ διαιροῦντες τὸ γένος ἄνωθεν γνώριμον ἕξομεν. ἔστω δὴ ἡ μεγα‐ λοψυχία τοῦ προκειμένου παράδειγμα, καὶ ληπτέον μεγαλοψύχους τινὰς καθ’ ἕκαστα, οἳ ταὐτόν τι ἀλλήλοις ἕξουσιν, οἷον Ἀλκιβιάδην καὶ Ἀχιλλέα καὶ Αἴαντα. οὗτοι τοίνυν μεγαλόψυχοι ὡμολόγηνται εἶναι, ὅτι μὴ ἠνέ‐ σχοντο ὑβριζόμενοι· ἀλλ’ Ἀλκιβιάδης μὲν ὕβριν ἀποσειόμενος ἐπολέμησεν,
15Ἀχιλλεὺς δὲ ὕβριν ἀμυνόμενος ἐμήνισε καὶ Ἀχαιῶν καταπονουμένων οὐ προεμάχησεν, Αἴας δὲ ὕβριν μὴ φέρων ἑαυτὸν ἀπέκτεινε. πάλιν ἐφ’ ἑτέρων καθ’ ἕκαστα ἐξετάζω, οἳ δὴ καὶ αὐτοὶ μεγαλόψυχοι εἶναι λέγονται, οἷον Λύσανδρος Σωκράτης καὶ Διογένης. τὸ κοινὸν καὶ οὗτοι ᾗ μεγαλόψυχοι ἔχου‐ σιν· ἔστι δὴ τὸ ἀδιαφόρως ἔχειν αὐτοὺς εὐτυχοῦντας καὶ δυστυχοῦντας. ταῦτα
20μὲν τῶν εἰδῶν ὁρισμοὶ πεπορισμένοι ἐκ τῶν καθ’ ἕκαστα, τό τε ἀπαθῶς ἔχειν περὶ τὰς κατὰ τὰς τύχας διαφορὰς καὶ τὸ μὴ φέρειν ὑβριζομένους. λαβὼν οὖν ταῦτα τὰ δύο σκοπῶ τί κοινὸν ἔχουσι, καὶ ἐπεὶ μηδὲν τούτοις κοινόν, εἴη ἂν εἴδη μεγαλοψυχίας δύο ἀλλήλων καὶ κατὰ γένος ἕτερα, καὶ ἡ μεγαλοψυχία κοινὸν τούτοις ὡς ὄνομα, καὶ τούτοις ὀνόματι μόνον τὸ ταὐτόν,
25ἀλλ’ οὐχὶ καὶ τῷ τῆς οὐσίας λόγῳ τῷ κατὰ τοὔνομα. δεῖ δὲ μὴ λαν‐ θάνειν ὅτι τὸ ταὐτὸν κατ’ εἶδος καὶ ἕτερον οὐ κατὰ τὰ ὑποκείμενα ἐν τῷ παραδείγματι εἴληπται, ἀλλὰ κατὰ τὸ ζητούμενον. Ἀλκιβιάδης γὰρ καὶ Ἀχιλλεὺς καὶ Αἴας Λυσάνδρῳ καὶ Σωκράτει καὶ Διογένει, ᾗ μὲν ἄνθρωποι, κατ’ εἶδος οἱ αὐτοί, ᾗ δὲ μεγαλόψυχοι, ἕτεροι· ὃ δὴ καὶ ἦν τὸ ζητούμενον.
30μηδεὶς δὲ οἰέσθω τῶν καθ’ ἕκαστα εἶναι τοὺς ὁρισμούς, ὅτι ἐκ τῶν καθ’ ἕκαστα τούτους θηρεύομεν· οὐδὲ γὰρ ἔστι τῶν καθ’ ἕκαστα εἶναι ὁρισμόν, ᾗ καθ’ ἕκαστα, διότι ἄπειρα, τοῦ δὲ ἀπείρου ἐπιστήμη οὐκ ἔστιν, ὥστ’ οὐδὲ ὁρισμός· εἶδος γὰρ οὗτος ἐπιστήμης ἐστίν. ἄπειρα δὲ οὐκ ἐνεργείᾳ, ἀλλὰ τῷ φθείρεσθαι ταῦτα καὶ γίνεσθαι ἕτερα. ἄλλως τε ἐπεὶ οὐχὶ τῶν
35ἁπλῶν καὶ ἀύλων εἰδῶν ὁρισμοὶ ἐνταῦθα παραδίδονται, ἀλλὰ τῶν συνθέτων τε καὶ ἐνύλων, ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενα ἐν διηνεκεῖ ῥύσει
καὶ μεταβολῇ γίνεται, πῶς τὰ ἐν τούτοις ὅρῳ ὑποβληθήσεται; ἀλλὰ ταῦτα214

215

μὲν φυσικώτερον εἴρηται· ἔστι δ’ εἰπεῖν τι καὶ θεολογικώτερον. ὁ ἀνθρώ‐ πινος νοῦς τῇ γνώσει τῶν εἰδῶν τελειοῦσθαι πέφυκε, μιμούμενος ταύτῃ τὸν τὰ εἴδη παράγοντα· τῶν γὰρ καταδεεστέρων τελείωσις ἡ πρὸς τὰ κρείττονά ἐστι μίμησις. δεῖ δὲ τὰ γνωστὰ κατάλληλα εἶναι καὶ προσφυῆ
5τῷ γινώσκοντι, ἵν’ αὐτοῖς προσαρμόζοιτο. ὡς οὖν ἐνύλῳ οὔσῃ τῇ αἰσθήσει τὰ καθ’ ἕκαστα γνώριμα ὅτι ἔνυλα, οὕτως ἀύλῳ ὄντι τῷ νῷ τὰ καθόλου γνώριμα καθ’ αὑτό, ὅτι ἄυλα. τῇ μὲν οὖν δημιουργικῇ γνώσει ἡ τῶν πραγμά‐ των ὀντότης ἕπεται, διὸ καὶ τῷ θελῆσαι μόνον παράγειν τὰ πάντα ὁ δημιουρ‐ γὸς λέγεται, τῇ δὲ καθ’ ἡμᾶς γνώσει τὸ ὁρίζεσθαι. εἴποι δ’ ἄν τις ὧδε καὶ
10λογικώτερον· οἱ ὁρισμοὶ ἐκ τῶν ἀρχῶν τοῦ ὁριστοῦ, αἱ δ’ ἀρχαὶ τῶν καθ’ ἕκαστα, ᾗ καθ’ ἕκαστα, συμβεβηκότα. ἃ γὰρ ἐν τοῖς ὁμοειδέσι κοινῶς εὑρίσκεται ἅπασιν, οὐ τοῦ καθ’ ἕκαστα ταῦτα, ἀλλὰ τοῦ κοινοῦ ἰδιότητες· ὧν δὲ τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου τινὸς εὑρεθείη, ταῦτα τουδὶ τῶν καθ’ ἕκαστα· τὰ δὲ τοιαῦτα ἀβέβαια καὶ οὐκ ἀναγκαῖα. πῶς οὖν ἔσται
15τῶν τοιούτων ἐπιστήμη; ἀλλ’ εἰ καὶ τῶν καθόλου οἱ ὁρισμοί, οὐ διὰ τοῦτο καὶ τὰ καθολικώτερα ἔσται εὐοριστότερα· τὸ γὰρ ἄτομον εἶδος ῥᾷον ὁρί‐ σασθαι ἢ τὸ κατὰ πλειόνων εἰδῶν λεγόμενον. τὰ γὰρ κοινῶς ὑπάρχοντα πᾶσι τοῖς ὑπὸ τὸ ἄτομον εἶδος καθ’ ἕκαστα, ἐκ τῆς ἐναργείας ὑπάρχοντα γνώριμα, τὸν τοῦ περιέχοντος αὐτὰ εἴδους λόγον δῆλον παρίστησιν. ὡς
20γὰρ καὶ πρότερον εἴρηται, ἐκ μὲν τῶν καθ’ ἕκαστα τὸν τοῦ ἀτόμου εἴδους ὅρον συντίθεμεν, ἐκ δὲ τῶν εἰδῶν τὸν τοῦ γένους. ὡς οὖν εὐδηλότερα τῶν εἰδῶν τὰ καθ’ ἕκαστα, οὕτω τὰ εἴδη τῶν γενῶν, ὅτι εὐθὺς μετὰ τὰ καθ’ ἕκαστα. ὥστε τὸν ὁρισμὸν θηρεύειν βουλόμενον ἀναλυτικῇ μᾶλλον χρηστέον ἀπὸ τῶν καθ’ ἕκαστα πρὸς τὰ καθόλου ἀνιόντα ἢ διαιρετικῇ
25ἀπὸ τῶν καθόλου ἐπὶ τὰ καθ’ ἕκαστα κατιόντα. ἀλλὰ καὶ αἱ ὁμωνυμίαι πολλῆς αἴτιαι πλάνης γινόμεναι τοῖς προτιθεμένοις ὁρίζεσθαι, ἧττον ἂν δια‐ λάθοιεν ἀπὸ τῶν καθ’ ἕκαστα ἀνιόντων ἡμῶν ἢ κατιόντων ἄνωθεν ἐπ’ αὐτά. εἰ γάρ τι κοινὸν εἴη κατ’ οὐσίαν ἢ μή, τοῖς καθ’ ἕκαστα δῆλον ἐκ τῆς ἐναργείας ἐστί. καὶ εἰ μὲν εἴη τι κοινόν, οὐχ ὁμώνυμον τὸ κατ’
30αὐτῶν λεγόμενον, ἀλλ’ εἶδος ἢ γένος ταὐτόν· εἰ δὲ μηδέν, ὀνόματος αὐτοῖς κοινωνία, ἀλλ’ οὐχὶ καὶ τῆς φύσεως. ὅτι δ’ ἡ ὁμωνυμία λανθάνουσα πλάνης αἰτία γίνεται, δῆλον· εἰ γάρ τις τὸ ὁμώνυμον ὡς ἕν τι σημαίνειν οἰόμενος ἐπιχειροίη ὁρίζεσθαι, ἀδυνάτοις πάντως ἐπιχειρεῖ, ὁ δὲ ἀδυνάτοις ἐπιχειρῶν ματαιοπονεῖ, ὁ δὲ ματαιοπονῶν ἢ βιάζεται ἢ πλανᾶται· εἰ
35μὲν ἀκουσίως, βιάζεται, εἰ δὲ ἑκουσίως, πλανᾶται. ὅτι δ’ οὐκ ἐνδέχεται τὸ ὁμώνυμον ὁρίζεσθαι, δῆλον καὶ τοῦτο· ὁ γὰρ εἷς ὁρισμὸς μίαν
φύσιν δηλοῖ, τὰ δὲ ὑπὸ τῆς ὁμωνύμου φωνῆς δηλούμενα οὐ μία ἐστὶ215

216

φύσις· τὰ ὑπὸ τῆς ὁμωνύμου ἄρα φωνῆς δηλούμενα ἑνὶ ὁρισμῷ οὐχ ὁρίζεται.
3nΖητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια.
4Χρησιμωτέραν θέμενος πρότερον πρὸς τὴν τῶν ὁρισμῶν εὕρεσιν τὴν
5ἀναλυτικὴν τῆς διαιρετικῆς, εἶτα δὲ καὶ τὴν διαίρεσιν εἰς ὅσα χρήσιμός ἐστιν ἐπειπών, καὶ μεταξύ τινας παραδοὺς παρατηρήσεις ἃς δεῖ παραφυ‐ λάττεσθαι τοὺς βουλομένους ὁρίζεσθαι διὰ τῶν διαιρέσεων, νῦν καὶ περὶ τῶν ὁμωνυμιῶν φησιν, ἃς δεῖ εὐλαβεῖσθαι τὸν ὁριζόμενον ὡς πλάνην ἐμποιούσας οὐ μικράν. παρίστησιν δὲ ὡς καὶ πρὸς τὸ ταύτας μὴ λανθάνειν
10ῥᾷον ἕξομεν ἀναλύοντες ἤπερ διαιρούμενοι. λέγει τοίνυν ὅτι δεῖ ζητεῖν τὸν περὶ τοῦ ὅρου σκοποῦντα καὶ τοῦτο μετὰ τῶν λοιπῶν τῶν εἰρημένων· εἴη γὰρ ἂν καὶ τοῦτο τετάρτη τις παρατήρησις ἀπὸ τῶν καθ’ ἕκαστα τὴν ἀρχὴν ἔχουσα διὰ τὸ ἐντεῦθεν ἔχειν τὸ ῥᾷον καὶ εὐκατόρθωτον. δεῖ γάρ, φησίν, ἐπιβλέπειν μήποτε τὸ κοινὸν φωνή τις εἴη ὁμώνυμος. τοῦτο δ’
15ἂν ἀκριβωσόμεθα ἀπὸ τῶν ὁμοίων καὶ ἀδιαφόρων ὁρμώμενοι, λαμβάνοντες μέν τινα τῶν καθ’ ἕκαστα, ὁμοειδῆ δὲ ἀλλήλοις εἶναι ὁμολογούμενα πρῶτον, σκοποῦντες δὲ τί ἅπαντα ταῦτα κοινὸν ἔχουσι. ταῦτα γὰρ λέγει ὅμοια καὶ ἀδιάφορα, ἤγουν τὰ μηδὲν ἀλλήλων διενηνοχότα κατ’ εἶδος. ἡ δὲ σκέψις ὡς περὶ γένους, ἥτις καὶ μάλιστα δυσχερής ἐστι, τὸ εὐχερὲς προσ‐
20λαμβάνουσα, εἰ ἀπὸ τῶν καθ’ ἕκαστα δέχοιτο τὴν ἀρχήν. εἰ γὰρ μὴ εἶδος τὸ κοινὸν τοῖς καθ’ ἕκαστα, εὐθὺς εὐδιάγνωστον· οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἀνθρώπῳ καὶ ἵππῳ, ὅτι μὴ ἔστιν ὡς εἶδος κοινὸν τὸ ἱμάτιον τῷδε τῷ ἵππῳ καὶ τῷδε τῷ ἀνθρώπῳ, δῆλον αὐτόθεν διὰ τὸ δῆλον εἶναι καὶ ὅτι ὅδε ὁ ἵππος καὶ ὅδε ὁ ἄνθρωπος οὐδὲν κατ’ εἶδος ἀλλήλοις κεκοινωνή‐
25κασιν, καὶ ἡ γνῶσις ἐξ αὐτῆς τῆς αἰσθήσεως. δεῖ δὴ πρῶτον θεῖναί τινα τῶν καθ’ ἕκαστα, ἀλλήλων ὄντα κατ’ εἶδος ἀδιάφορα.
27nΕἶτα πάλιν ἐφ’ ἑτέροις, ἃ ἐν ταὐτῷ μὲν γένει ἐκείνοις.
28 Μεθ’ ὅ, φησί, λάβωμέν τινα ὁμοειδῆ, καὶ τί τὸ κοινὸν ἐκείνοις εὑρή‐ σομεν, καθ’ ὃ καὶ ὁμοειδῆ ἀλλήλοις λέγονται. πάλιν τὸ αὐτὸ καὶ ἐφ’
30ἑτέροις ποιητέον, ἅπερ τὰ δεύτερα δηλονότι ἔχουσι μὲν τὸ αὐτὸ ἑαυτῶν κατηγορούμενον, ὅπερ δὴ κἀκεῖνα εἶχον τὰ πρότερα, ὃ καὶ ζητεῖται εἴτε ὡς γένος ἐστὶ κατηγορούμενον εἴτε ὡς ὁμώνυμος φωνὴ καὶ τούτοις κἀκείνοις κοινόν ἐστιν, ὡς εἶναι τὰ δεύτερα ταῦτα ἀλλήλοις μὲν κατ’ εἶδος τὰ αὐτά,
τῶν δὲ προτέρων ἐκείνων ἕτερα.216

217

(1n)

Ὅταν δ’ ἐπὶ τούτων ληφθῇ τι πάντῃ ταὐτὸν καὶ ἐπὶ
2nτῶν ἄλλων ὁμοίως, ἐπὶ τῶν εἰλημμένων πάλιν σκοπεῖν, εἰ
3nταὐτόν, ἕως ἂν εἰς ἕνα ἔλθῃ λόγον· οὗτος γάρ ἐστι τοῦ πράγ‐
4nματος ὁρισμός.
5 Εἰπὼν ἐπὶ μιᾶς καὶ δευτέρας τῶν ὁμοειδῶν συστοιχίας τοῦ αὐτοῦ κοινωνίαν ὀνόματος περὶ οὗ ζητεῖται, εἴτε ὡς ὄνομα μόνον κοινόν ἐστιν εἴτε καὶ ὡς φύσις τις, τὸ αὐτό, φησί, δεῖ ποιεῖν καὶ ἐπὶ τρίτης τινός, εἰ καὶ ἄλλ’ ἄττα εἴη ὁμοειδῆ μὲν πρὸς ἄλληλα καὶ κατ’ εἶδος ἀδιάφορα, ἐκείνων δὲ ἕτερα, κοινωνοῦντα μέντοι καὶ ταῦτα τοῦ κοινοῦ ἐκείνου τοῖς
10προτέροις ὀνόματος. ὅταν γάρ, φησί, καὶ ἐπὶ τούτων τῶν δευτέρων ληφθῇ τι ταὐτὸν κατὰ πάντα, ὡς κατ’ ἐκεῖνο εἶναι καὶ ταῦτα πρὸς ἄλληλα ἀδιά‐ φορα, καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό, τουτέστι τῶν πρότερον εἰλημμένων, ὡς εἶναι τά τε πρότερα πρὸς ἄλληλα κατ’ εἶδος ταὐτὰ τά τε δεύτερα ὡσαύ‐ τως, πάλιν δεῖ καὶ ἐπὶ τῶν κατὰ τρίτην τάξιν εἰλημμένων σκοπεῖν τὸ αὐτό,
15εἰ ταὐτὸν ἐν τούτοις τε καὶ ἐν ἐκείνοις πρᾶγμά ἐστιν ἐννοούμενον, ἀλλ’ οὐχὶ ὄνομα μόνον κοινὸν ἔχουσι πρὸς ἄλληλα. καὶ ταῦτα δεῖ ποιεῖν, ἕως ἂν τὰ ληφθέντα πάντα εἰς ἕνα καταντήσῃ ὁρισμὸν κοινὸν τοῖς πᾶσιν ὑπάρχοντα. εἰ γάρ τις εὑρεθείη λόγος κοινὸς τοῖς ἅπασι κατὰ τὸ κοινὸν ὄνομα, ὃ κατὰ πάντων ἐπιφέρεται ἀποδιδόμενος τοῖς πᾶσιν, οὗτος ἔσται
20τοῦ πράγματος ὁρισμός, οὗ τὰ πάντα κεκοινωνήκασιν. ὡς εἶναι γένος ἐκεῖνο συνωνύμως κατὰ πάντων τῶν εἰλημμένων λεγόμενον, κἂν εἶδος ἄλλο μὲν τὸ ἐπὶ τῶν πρώτων, ἄλλο δὲ τὸ ἐπὶ τῶν δευτέρων, ἕτερον δὲ τὸ ἐπὶ τῶν τρίτων ᾖ θεωρούμενον.
24nἘὰν δὲ μὴ βαδίζῃ εἰς ἕνα, ἀλλ’ εἰς δύο ἢ πλείω, δῆλον
25nὅτι οὐκ ἂν εἴη ἕν τι εἶναι τὸ ζητούμενον, ἀλλὰ πλείω.
26 Ἐὰν δέ, φησί, τὰ λαμβανόμενα μὴ εἰς ἕνα προΐῃ λόγον ἐν τῷ λαμ‐ βάνεσθαι, ἀλλ’ εἰς δύο, εἰ δύο αἱ λήψεις τῶν συστοιχιῶν εἴησαν, ἢ καὶ εἰς πλείους, εἰ πλείους, οἷον τυχὸν εἰς τρεῖς ἢ τέτταρας, εἰ καὶ αἱ συστοι‐ χίαι τοσαῦται, δῆλον ἐντεῦθέν ἐστιν ὅτι οὐχ ἕν τι πρᾶγμά ἐστι τὸ ζητού‐
30μενον ὡς κοινὸν τί ἐστιν, εἴτε γένος εἴτε μή, ἀλλὰ πλείω μὲν πράγματα, φωνὴ δὲ μία κοινὴ τοῖς πλείοσιν.
32nΟἷον λέγω, εἰ τί ἐστι μεγαλοψυχία.
33Προτίθησι τοῦ εἰρημένου παράδειγμα τὴν μεγαλοψυχίαν. καὶ ἔστω,
φησί, τὸ ἐπὶ πλειόνων κοινὸν αὕτη, καὶ ζητητέον τί ἐστιν αὕτη τοῖς ἐφ’217

218

ὧν λέγεται, ἤτοι πῶς αὐτῶν κατηγορεῖται, ἵνα εἰ μὲν κοινὸν λόγον εὕροιμεν ἁρμόζοντα πᾶσι τοῖς μετέχουσι τοῦ τῆς μεγαλοψυχίας ὀνόματος, τοῖς μὲν ὑπ’ ἄλλο τελοῦσιν εἶδος τοῖς δὲ ὑφ’ ἕτερον γένος αὐτὴν εἴπωμεν κοινόν, εἰ δ’ οὔ, γνοίημεν αὐτὴν ὄνομα μόνον οὖσαν κοινὸν τοῖς ἅπασι, καὶ τὴν κοι‐
5νωνίαν αὐτῶν κατὰ τοὔνομα μόνον, οὐ μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα. ἀρκτέον δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, καθὼς παραδέδοται, καὶ ληπτέον τινὰς οὓς ἴσμεν μεγαλοψύχους, τί ἔχουσι πάντες, καθ’ ὃ μεγαλόψυχοι, οἷον Ἀλκιβιάδην καὶ Ἀχιλλέα καὶ Αἴαντα· οὗτοι γὰρ καθ’ ἕκαστα ὄντες μεγαλόψυχοι εἶναι παραδέδονται. τί τοίνυν ἅπαντες οὗτοι ἓν ἔχουσι, καθ’ ὃ
10μεγαλόψυχοι; ἔχουσι δὲ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι. ὁ μὲν γὰρ Ἀλκι‐ βιάδης ὑβρισθεὶς καὶ μὴ ἀνασχόμενος ἐπολέμησε τοῖς ὑβρίσασιν, ὁ δὲ Ἀχιλλεὺς τὸ αὐτὸ παθὼν κατὰ τοῦ ὑβρικότος ἐμήνισε καὶ τῶν ὁμοφύλων οὐ προεμάχησεν, ὁ δὲ Αἴας τῆς ὕβρεως μὴ ἀνασχόμενος ἑαυτὸν ἀπέκτεινεν. εἰσὶ τοιγαροῦν ἀδιάφοροι κατὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι, καὶ τούτῳ
15τῷ τρόπῳ τῆς μεγαλοψυχίας ὥσπερ ὁμοειδεῖς. σκοπῶμεν δὴ πάλιν καὶ ἐφ’ ἑτέρων, οἷον Λυσάνδρου καὶ Σωκράτους καὶ Διογένους· καὶ οὗτοι γὰρ μεγαλόψυχοι παραδέδονται, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ ὅτι μὴ ἠνείχοντο ὑβρι‐ ζόμενοι, ἀλλὰ τὸ ἀδιαφόρως ἔχειν περὶ τὰς τύχας, ὡς μήτε ταῖς εὐπρα‐ γίαις ἐπαίρεσθαι μήτε καταπίπτειν ταῖς δυσπραγίαις.
20nΤαῦτα δύο λαβὼν σκοπῶ τί τὸ αὐτὸ ἔχουσιν.
21 Λαβών, φησίν, ἀπὸ τῶν καθ’ ἕκαστα δύο τῆς μεγαλοψυχίας εἴδη ταῦτα, τό τε περὶ τὰς τύχας ἀδιάφορόν τε καὶ ἀπαθὲς καὶ τὸ περὶ τὰς ὕβρεις ἀνυπομόνητον, σκοπῶ τί κοινὸν ἔχουσιν. εὑρίσκω τοίνυν ὅτι οὐδέν, οὐ μόνον κατ’ εἶδος καὶ γένος, ἀλλ’ οὐδὲ κατὰ τὰς δυνάμεις ἐξ ὧν
25προβαίνουσιν· ἡ μὲν γὰρ κατὰ τὴν τοῦ λόγου ἐστὶν ἡ δὲ κατὰ τὴν τοῦ θυμοειδοῦς ἐπικράτειαν. ἀποφαίνομαι οὖν ὅτι δύο εἴδη τῆς μεγαλοψυχίας ἐστὶν ἀλλήλων ἕτερα πάντῃ, μὴ γένους κοινωνοῦντα ἑνός· ἦν γὰρ ἂν καὶ λόγος αὐτοῖς ὁ τοῦ γένους κοινός, νῦν δ’ οὐκ ἔστιν. ὥσθ’ ὁμώνυμον κατ’ αὐτῶν τὸ τῆς μεγαλοψυχίας ὄνομα λέγεται.
30nἈεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου· οὐ γάρ τινι ὀφθαλμῷ
31nλέγει τὸ ὑγιεινὸν ὁ ἰατρός.
32 Ἐπειδὴ πρώην ἔλεγεν ὡς ἐκ τῶν καθ’ ἕκαστα τοὺς ὅρους τοῖς καθόλου ἀποδίδομεν, εἰκὸς ἦν ὑπολαβεῖν τινα, μήποτε προηγουμένως τῶν καθ’ ἕκαστα οἱ ὅροι εἰσὶ καὶ δι’ αὐτὰ καὶ τοῖς αὐτὰ περιέχουσιν ἐφαρμό‐
35ζουσι. διὰ τοῦτο ταύτην ἀναιρῶν τὴν ὑπόνοιαν προστίθησιν τὰ ἐνταῦθα218

219

λεγόμενα ‘οὐ χρὴ‘ φάσκων ‘ὑπονοεῖν διὰ τὰ εἰρημένα ὅτι τῶν καθ’ ἕκαστά ποτε οἱ ὅροι εἰσίν· ἀεὶ γὰρ πᾶς ὅρος καθόλου‘. καὶ τοῦτο δείκνυσιν ἀπὸ τῶν τεχνῶν· τὸ γὰρ ὀφθαλμῷ ὑγιεινὸν ὁ ἰατρὸς ὁριζόμενος οὐ τὸ τινὶ ὀφθαλμῷ ὑγιεινὸν ὁρίζεται, ἀλλ’ ἢ παντὶ ἢ εἴδει ἀφορίσας. ἐπεὶ γὰρ τὸ
5καθόλου διττόν ἐστιν, ἢ τὸ κατατεταγμένον καὶ ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρούμενον ἢ τὸ ἐξ ἀφαιρέσεως καὶ κατ’ ἔννοιαν λαμβανόμενον, ὁ ὁριζό‐ μενος ἢ ἐκεῖνο λαμβάνει ὃ ἐν παντὶ θεωρεῖται τῷ καθ’ ἕκαστα, ἢ ὃ κατὰ τὴν ἔννοιαν λαμβάνεται, ἀλλ’ οὐχὶ τὸ ἔν τινι τῶν καθ’ ἕκαστα. περὶ γὰρ τοῦ πρὸ τῶν πολλῶν ἑνὸς καὶ καθόλου οὐκ οἰκεῖον νῦν λέγειν· οὐδὲ γὰρ
10Ἀριστοτέλει περὶ τοῦ τοιούτου καθόλου ὁ λόγος πρόκειται. ἔστι καὶ ἄλλως εἰπεῖν τὸ παντὶ ἢ εἴδει ἀφορίσας. εἰ μὲν γὰρ μὴ ὁμώνυμός ἐστι φωνὴ τὸ προκείμενον, ἀλλ’ ἕν τι σημαινόμενον τῆς φωνῆς, ὃ ἐν πᾶσιν ὑπάρχει τοῖς μετέχουσι τοῦ ὀνόματος, παντὶ ἁπλῶς ἀφορίζεται· εἰ δὲ ἔστιν ὁμώνυμον τὸ ληφθέν, ἓν εἶδος ἀφορίσας τούτου καθόλου τὸν ὁρισμὸν ἀποδίδωσιν.
15nῬᾷόν τε τὸ καθ’ ἕκαστον ὁρίσασθαι ἢ τὸ καθόλου.
16 Καθ’ ἕκαστον ἐνταῦθα οὐ τὸ ἓν τῷ ἀριθμῷ ἔοικε λέγειν, ἀλλὰ τὸ εἶδος τὸ εἰδικώτατον· φησὶ τοίνυν ὅπερ καὶ πρότερον εἴρηκεν, ὅτι τὸ εἰδι‐ κώτατον ὁρίσασθαι ῥᾷόν ἐστιν ἤπερ τὸ γένος· ὡς εἶναι τοιαύτην τοῦ λόγου τὴν ἔννοιαν ὅτι εἴ σοι πρόκειταί τι τῶν ὑπαλλήλων ὁρίσασθαι, τὴν ῥᾴονα
20ὁδὸν καὶ εὐανυστοτέραν πρὸς τοῦτο ἑλοῦ ἕκαστον τῶν ὑπ’ αὐτὸ εἰδικωτά‐ των εἰδῶν ὁριζόμενος πρότερον, καὶ οὕτως ἕξεις ἐξ αὐτῶν τὸν ὁρισμὸν τοῦ καθόλου καὶ ὑπὲρ αὐτὰ γένους· ὃ γὰρ κοινὸν τούτοις ἅπασι, λόγος ἔσται τοῦτο τοῦ γένους. καὶ ἐπεὶ ῥᾴων αὕτη ἡ ὁδός ἐστι, δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν. τὸ δεύτερον τοῦτο καθ’ ἕκαστα
25νοεῖται μὲν καὶ ὡς περὶ τῶν εἰδῶν λεγόμενον, ὅτι δεῖ τῶν εἰδῶν ἕκαστον τῶν ὑπὸ τὰ γένη ὁριζομένους μεταβαίνειν ἐκ τούτων ἐπὶ τὰ γένη, νοεῖται δὲ καὶ περὶ τῶν ἓν τῷ ἀριθμῷ. καὶ γὰρ καὶ ἀπὸ τούτων, καθὼς καὶ πρότερον εἴρηκεν, ἐπὶ τὰ εἴδη κατὰ ἀνάλυσιν ἀνερχόμεθα τοὺς ὁρισμοὺς αὐτῶν θηρεύοντες, καὶ ἀπὸ τῶν εἰδῶν αὖθις ἐπὶ τὰ γένη. λέγει δὲ
30ταῦτα, διότι ἀνωτέρω εἴρηκε καθόλου πάντα εἶναι ἀεὶ ὁρισμόν. ἵνα γὰρ μὴ δόξῃ σαλεύειν ὁ λόγος τὸ τῆς ἀναλύσεως χρήσιμον, διὰ τοῦτο πάλιν ταύτην ἐπισυνίστησιν, ὅτι εἰ καὶ καθόλου οἱ ὁρισμοί, ἀλλά γε ῥᾴων αὐτοῖς ἐκ τῶν κάτωθεν ἡ εὕρεσις γίνεται.
34nΚαὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον ἐν τοῖς
35nκαθόλου.
35Καὶ κατὰ ἄλλο δέ, φησίν, ἀνυσιμώτερόν ἐστιν εἰς τοὺς ὁρισμοὺς ἡ
ἀνάλυσις. ἐπεὶ γὰρ αἱ ὁμωνυμίαι πλάνην ἐμποιοῦσαι λίαν τοῖς ὁρισμοῖς219

220

ἐμποδίζουσιν, εὐλαβητέον ἂν εἴη ταύτας ὡς μάλιστα. αὗται δὲ μᾶλλον ἂν διαλάθοιεν ἐν τοῖς γένεσιν ἢ ἐν τοῖς εἴδεσι καὶ ἐν τοῖς καθόλου ἢ τοῖς καθ’ ἕκαστα. πῶς καὶ τίνι τρόπῳ; ὅτι τὰ καθ’ ἕκαστα αἰσθήσει ὄντα ληπτὰ δῆλα ἐκ τῆς ἐναργείας ἐστίν, εἴτε μιᾶς τινος κοινωνοῦσιν φύσεως,
5καθ’ ἧς τὸ ὄνομα φέρεται, εἴτε διάφορα κατὰ τὰς φύσεις ἐστίν. ὥστε καὶ τὰ εἰδικώτατα εὐθὺς ὑπάρχοντα μετὰ τὰ καθ’ ἕκαστα τῶν γενῶν ἐστιν εὐδηλότερα, ὡς ἔχει περὶ τὸ ὁμώνυμα εἶναι ἢ μή. ἰδὲ γὰρ ὅτι καὶ ἐν τοῖς γένεσιν ὁμωνυμία ἐκ τῆς πρὸς τὰ εἴδη ἀναφορᾶς γνωρίζεται· διὰ τοῦτο γὰρ ὁμωνύμως ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, διότι καὶ ἄνθρωπος
10ὁμωνύμως. ὥστε καὶ κατὰ τοῦτο κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον ἀπὸ τῶν καθ’ ἕκαστα μεταβαίνειν ἐπὶ τὰ καθόλου τοὺς τὴν θήραν ποιουμένους τῶν ὁρισμῶν. κἂν μὴ αἰσθητὸν δὲ ᾖ τὸ καθ’ ἕκαστον, τοῦ περιέχοντος αὐτὸ καθόλου σαφέστερόν τε καὶ γνωριμώτερον διὰ τὸ συγκεχύσθαι μὲν τὸ καθόλου πλείοσιν ἁρμόζον καὶ τούτοις πᾶσιν ἑπόμενον, τὸ δὲ καθ’ ἕκαστον ἑαυτῷ
15περιορίζεσθαι μόνῳ κἀντεῦθεν εἶναι ἀσύγχυτον. ἀδιάφορα δὲ ὀνομάζει κἀνταῦθα ἢ τὰ κατ’ εἶδος ταὐτὰ καθ’ ἕκαστα ἢ τὰ κατὰ γένος ταὐτὰ εἰδι‐ κώτατα, ὡς τὴν ταυτότητα ἔχοντα καὶ ἀδιαφορίαν κατὰ τὸ πρᾶγμα καθ’ ὃ ἀλλήλοις κεκοινωνήκασιν.
19nὭσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλελογίσθαι
20nὑπάρχειν.
21 Δεῖ δὲ τοῖς ὅροις καὶ τοῦτο παρατηρεῖν ἵν’ ἐνυπάρχῃ αὐτοῖς σαφήνεια. ὥσπερ γὰρ τῇ ἀποδείξει ἀνάγκη προσεῖναι τὸ συλλογίζεσθαι, ὡς μὴ ἂν ἄλλως ἐνδέχεσθαι ἀπόδειξιν εἶναι, εἰ μὴ συλλογισμός ἐστιν, οὕτως οὐδὲ ὅρον δεῖ λέγειν, εἰ μὴ σαφής ἐστι. τῆς τε γὰρ ἀποδείξεως γένος ὁ συλλο‐
25γισμός, τοῦ δὲ γένους μὴ ὄντος οὐδὲ τὸ εἶδός ἐστιν, ὥστε μὴ ὄντος τοῦ συλλογίζεσθαι οὐδὲ τὸ ἀποδεικνύειν εἶναι ἐνδέχεται, τῷ τε ὁρισμῷ συμ‐ πληρωτικὸν τοῦ εἶναι τὸ δηλωτικὸν εἴθ’ ὡς γένος εἴθ’ ὡς διαφορά. πῶς δ’ ἂν δηλώσοι σαφηνείας χωρίς; ὡς γὰρ ἀδηλία ἡ ἀσάφεια, οὕτως ἡ σαφήνεια δήλωσις. δεῖ ἄρα τῷ ὅρῳ ἐξ ἀνάγκης προσεῖναι τὸ σαφές. ὅταν
30οὖν τι τῶν ἐν ἑτέροις θεωρουμένων πρόκειται ὁρίσασθαι, τούτου δ’ ᾖ διά‐ φορα εἴδη ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρούμενα, οὐ χρὴ εὐθὺς τὸ κοινὸν λαβεῖν καὶ ὁρίσασθαι· ἀσάφεια γὰρ οὕτως ἔσται διὰ τὸ συγκεχυ‐ μένον εἶναι καὶ ἄδηλον τὸ κοινόν· ἀλλὰ χωρὶς ἕκαστον ἀπολαβόντα ἰδίᾳ μὲν τὸ ἐν τῷδε τῷ ὑποκειμένῳ, ἰδίᾳ δὲ τὸ ἐν τῷδε, καὶ ἕκαστον ὁρισα‐
35μένους καθ’ ἑαυτό, οὕτως ἤδη μεταβαίνειν καὶ ἐπὶ τὸ κοινόν. οἷον ἔστω τὸ
ὅμοιον, ὅπερ εἰς τὸ ὁρισθῆναι προτέθειται· ἔστι δὴ τοῦτο καὶ ἐν χρώμασι220

221

καὶ ἐν σχήμασι καὶ ἐν ἀρεταῖς καὶ ἐν ἐπιστήμαις. δεῖ τοιγαροῦν μὴ τὸ ὅμοιον εὐθὺς ἐπιχειρεῖν καθόλου ὁρίζεσθαι, ἀλλ’ ἰδίᾳ μὲν τὸ ἐν χρώμασιν, ἰδίᾳ δὲ τὸ ἐν σχήμασιν, ἰδίᾳ δὲ τὸ ἐν ἀρεταῖς καὶ τὸ ἐν ἐπιστήμαις ἰδίᾳ. καὶ τὸ ὀξὺ πάλιν ἔστι μὲν ἐν ὄγκοις, ἔστι δὲ καὶ ἐν φωναῖς, καὶ δεῖ τὸν
5ὁρίσασθαι προθέμενον τὸ ὀξὺ μὴ εὐθὺς ἐπιχειρεῖν καθόλου τοῦτο ποιεῖν, ἀλλ’ ἰδίᾳ τὸ ἐν φωνῇ καὶ τὸ ἐν ὄγκῳ καὶ εἴ πῃ ἄλλως τὸ ὀξὺ λέγεται ἀποδοῦναι καὶ οὕτως ἐπὶ τὸ κοινὸν ἀνιέναι. ταῦτα δ’ οὕτω ποιητέον δι’ εὐλάβειαν τοῦ μήποτε εἴη ὁμώνυμον τὸ κοινόν· ἀσαφὲς γὰρ ὂν ἄδηλον εἰ οὕτως ἢ ἄλλως ἔχει. ἐκ τῶν εἰδῶν δέ τις ποιούμενος τὴν ἐξέτασιν, ῥᾷον
10ἕξει γνῶναι ὡς ἔχει τὸ κοινόν, καὶ εἰ μὲν κοινός τις λόγος φανείη τοῖς ἰδίᾳ λαμβανομένοις ὑπάρχων κατὰ τὸ ὄνομα οὗ ἀλλήλοις ταῦτα κεκοινωνή‐ κασιν, δῆλον ὅτι ὅρος οὗτος ὁ λόγος τοῦ κοινοῦ καὶ γένος ἐκεῖνο τούτων ἐστίν· εἰ δὲ μηδέν, ὀνόματι μόνῳ ἡ κοινωνία τοῖς ἅπασι, καὶ οὐ γένος ἀλλ’ ὁμώνυμος φωνὴ τὸ κοινόν. οὐδὲν δὲ ἧττον εὐλαβεῖσθαι δεῖ ἐν τοῖς
15ὅροις καὶ τὸ μεταφορικῶς τι λέγειν ἢ τροπικῶς. εἰ γὰρ τοὺς ὀρθῶς δια‐ λεγομένους καὶ φιλαλήθως οὐ χρεών ἐστι τοιοῦτόν τι ποιεῖν ἐν ταῖς δια‐ λέξεσι, πολλοῦ γε δεῖ τοὺς ὁριζομένους· πρὸς γὰρ τῇ ἀσαφείᾳ ἔτι καὶ σύγ‐ χυσις ἂν ἐκ τῶν τοιούτων τοῖς ὅροις προσγίγνοιτο, περὶ ἄλλου του τυχὸν οἰομένου τοῦ ἀκούοντος ἢ περὶ τοῦ προκειμένου τὸν ἀποδιδόμενον ὅρον
20γίγνεσθαι. καίτοι διαλεγομένῳ μὲν συγγνοίη ἄν τις ἐνίοτε, μεταφοραῖς χρησαμένῳ καὶ τροπαῖς, στενουμένῳ πολλάκις ταῖς τοῦ προσδιαλεγομένου περὶ τοὺς λόγους στροφαῖς καὶ πυκνότησι καὶ ζητοῦντι ἐξάλυξιν· τῷ δὲ τὰς τῶν πραγμάτων οὐσίας διὰ τῶν ὅρων προτιθεμένῳ παριστᾶν οὐδεὶς ἂν συγγνώσεται τροπικῶς τε καὶ μεταφορικῶς τοὺς λόγους προφέροντι, ὅτι
25μὴ πρὸς ἄλλο τί ποτε τὸν ὁριζόμενον ἀποβλέπειν δεῖ ἢ πρὸς μόνην ἀεὶ τὴν ἀκριβῆ τῆς οὐσίας τοῦ ὁριστοῦ παράστασιν.
27nὭσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλελογίσθαι
28nὑπάρχειν, οὕτω καὶ ἐν τοῖς ὅροις τὸ σαφές.
29Ὥσπερ τοῖς ἐξ ὕλης καὶ εἴδους συνεστηκόσιν ἀδύνατόν ἐστιν ὑπάρξαι
30μὴ τῆς ὕλης ὑποκειμένης καὶ τῷ εἴδει συνερχομένης, οὕτω τοῖς ἐκ γένους καὶ διαφορᾶς ἀδύνατον συστῆναί ποτε μὴ τοῦ γένους ὑπάρχοντος· ἀνάλογον γὰρ ὕλῃ μὲν τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. γένος δὲ τῆς ἀποδείξεως ὁ συλλογισμός· πῶς ἂν οὖν συσταίη ἀπόδειξις δίχα συλλογισμοῦ; ἀναγκαῖον ἄρα τὸ συλλογίζεσθαι ταῖς ἀποδείξεσιν. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω δὴ
35καὶ ἐπὶ τῶν ὅρων ἀναγκαῖον τὸ σαφές, ὡς μὴ δύνασθαι ὅρον εἶναι σαφη‐221

222

νείας χωρίς. δηλωτικὸν γὰρ ὁ ὅρος, ὥσπερ συλλογιστικὸν ἡ ἀπόδειξις, τὸ δὲ δηλωτικὸν ἀναγκαῖον εἶναι σαφές· ὡς γὰρ τὸ ἄδηλον ἀσαφές, οὕτω τὸ δῆλον σαφές, καὶ ἀνάπαλιν. εἰ οὖν ἄδηλον ὁ ὁρισμός, πῶς τὴν οὐσίαν δηλώσει; οὐδὲν γὰρ δι’ ἀδήλου δηλοῦσθαι πέφυκε, καὶ ἀνεπιστῆμον πάντῃ
5τὸ δι’ ἀδήλου δεικνύειν τι, εἴτε δῆλόν ἐστιν εἴτε ἄδηλον τὸ δεικνύμενον. δεῖ ἄρα δῆλον εἶναι τὸν ὁρισμόν, εἰ δὲ δῆλον, πάντως καὶ σαφῆ. ἐκ γοῦν τῆς ἀναλογίας ἡ ἐπιχείρησις· ἀνάλογον γὰρ ὡς πρὸς τὸ ἀποδεικνύναι τὸ συλλογίζεσθαι, οὕτω τὸ δηλοῦν πρὸς τὸ ὁρίζεσθαι.
9nΤοῦτο δ’ ἔσται, ἐὰν διὰ τῶν καθ’ ἕκαστον.
10 Ἀναγκαιότατον, εἴπερ τι ἕτερον, ὑπάρχειν τοῖς ὅροις εἰρηκὼς τὴν σαφήνειαν, δείκνυσι καὶ πρὸς ταύτην λυσιτελεστάτην οὖσαν τὴν ἀνάλυσιν. τὸ σαφὲς γὰρ ἔσται τοῖς ὅροις ἐνόν, εἰ τὸ ἐν ἑκάστῳ γένει ὑπάρχον ὁρίζε‐ σθαι βουλόμενοι μὴ καθόλου αὐτὸ λαμβάνομεν ὡς ἐν τῷ γένει ὄν, ἀλλὰ καθ’ ἕκαστον εἶδος αὐτὸ λαμβάνομεν. τίθησι δὲ τούτου καὶ παράδειγμα.
15τὸ γὰρ ὅμοιον ὑπάρχει ἐν χρώμασι καὶ σχήμασι, καὶ ἕτερα κατ’ εἶδος ἀλλήλων σχῆμα καὶ χρῶμα, καὶ κοινόν τι τὸ ὅμοιον ἁπλῶς τοῖς τε ἐν σχήμασιν ὁμοίοις καὶ τοῖς ἐν χρώμασιν. οὐ χρὴ οὖν ὁρίζεσθαι βουλομένους ἁπλῶς λαμβάνειν τὸ ὅμοιον καὶ οὕτω πειρᾶσθαι ἀποδιδόναι τὸ ὅμοιον τί ἐστιν, ἀλλ’ ἰδίᾳ μὲν τὸ ἐν χρώμασιν, ἰδίᾳ δὲ τὸ ἐν σχήμασιν. ἐκείνως
20μὲν γὰρ συγκεχυμένος ἔσται ὁ λόγος καὶ ἀσαφής, οὕτω δὲ διευκρινημένος τε καὶ σαφής· ὁλοσχερὴς γὰρ ἡ λῆψις τοῦ καθόλου, ἡ δὲ τοῦ καθ’ ἕκαστα λελεπτολογημένη. καὶ δεύτερον δὲ παράδειγμα τίθησι τὸ ὀξύ, ὅπερ ἔν τε φωναῖς ἐστι καὶ ἐν ὄγκοις καὶ ἐν χυμοῖς· ὃ καὶ αὐτὸ οὐχ ἁπλῶς κατὰ τὸ κοινὸν ἀλλὰ κατ’ εἶδος ὁρίζεσθαι χρή, ἰδίᾳ μὲν τὸ ἐν φωναῖς, ἰδίᾳ δὲ τὸ
25ἐν ὄγκοις καὶ ἰδίᾳ τὸ ἐν χυμοῖς λαμβάνοντα. οἷον τί ἐστι τὸ ἐν χρώμασιν ὅμοιον; τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν χρώματος, ὡς ἡ χιὼν καὶ τὸ ψιμύθιον. καὶ τί τὸ ἐν σχήμασιν ὅμοιον; τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν σχήματος, ὡς τὰ δύο τρίγωνα ἢ τετράγωνα, ἢ ὡς ἐπὶ τῶν πολυγώνων τὸ τὰς γωνίας ἴσας ἔχειν καὶ τὰς πλευρὰς ἀνάλογον. καὶ τὸ ὀξὺ πάλιν τί
30μὲν ἐν φωναῖς ἐστιν ἀποδιδόντες ᾧ τὸ βαρὺ ἀντίκειται φήσομεν, τὸ δὲ ἐν ὄγκῳ ᾧ τὸ ἀμβλύ, ἢ ὅπως ἂν ἄλλως ἐνδέχηται. ἔστι δὲ τὸ μὲν πρό‐ τερον παράδειγμα γένους, τὸ δὲ δεύτερον ὁμωνύμου φωνῆς. ἐπὶ μὲν γὰρ τῶν κατ’ εἶδος ὁμοίων ἔστι τι καὶ κατὰ τοὺς ἀποδιδομένους λόγους κοινόν· ἐπὶ δὲ τῶν ὀξέων οὐχί. δεῖ δὲ μὴ λανθάνειν ὅτι δύο γένη λαμβάνει, ἓν
35μὲν ὡς ὑποκείμενον, ἕτερον δὲ ὡς τούτῳ ἑπόμενον, καὶ παραγγέλλει μὴ
κατὰ τὸ ὅλον γένος τὸ ὑποκείμενον τὸν τοῦ ἑπομένου λαμβάνειν ὁρισμόν,222

223

ἀλλὰ κατὰ τὰ εἴδη τοῦ γένους, ἵνα καὶ κατὰ τὰ εἴδη τοῦ ἑπομένου εὐδη‐ λότερον καὶ σαφέστερον ὁ ὁρισμὸς ἀποδιδῶται. τὸ γὰρ ὅμοιον καὶ ἀνόμοιον τῆς ποιότητος ἴδιον· εἴπερ οὖν ἀποδιδόναι τις τὸν τοῦ ὁμοίου ὁρισμὸν βού‐ λεται, σαφέστερον ἂν ἀποδώσει κατὰ τὰ εἴδη ἀποδιδοὺς τῆς ποιότητος ἢ
5κατ’ αὐτὴν ἁπλῶς τὴν ποιότητα. εἰ δὲ καὶ ὁμώνυμον ᾖ τὸ κοινόν, ἀνάγκη πάντως καὶ καθ’ ἕκαστον τῶν σημαινομένων ἴδιον ἀποδιδόναι καὶ τὸν λόγον τὸν κατὰ τοὔνομα.
8nΚαὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.
9Μετὰ τὴν τῶν εἰδῶν, φησί, λῆψιν καὶ ἀπόδοσιν τῶν ἰδίων ἑκάστου
10λόγων χρὴ βαδίζειν ἐπὶ τὸ κοινόν. τὸ δὲ εὐλαβούμενον μὴ ὁμωνύμῳ ἐντύχῃ διττῶς ἔστι νοῆσαι· ἢ γὰρ ὅτι οὕτω ποιητέον, ὡς εἴπομεν, δι’ εὐλάβειαν τοῦ μὴ ὁμωνύμῳ ἐμπεσεῖν (εἴτε γὰρ γένος εἴτε ὁμώνυμος φωνὴ τὸ κοινόν, οὕτω ῥᾷον ἐπιγνωσόμεθα, εἰ ἕκαστον ἰδίᾳ τῶν εἰδῶν ἀπολαβόντες ὁρισόμεθα, καὶ οὕτω διαγνόντες ὡς ἔχει τὸ κοινὸν οὐκ ἂν ὡς γένει τῇ
15ὁμωνύμῳ φωνῇ ἐντευξοίμεθα) ἢ οὖν οὕτως, ἢ ὅτι ὁπόταν διὰ τῶν εἰδῶν τὸν τοῦ κοινοῦ λόγον ὡς γένους εὑρεῖν πειρώμεθα, εὐλαβητέον μήποτε εἴη ὁμώνυμος ἐκεῖνο φωνή, καὶ πλανᾷ ἡμᾶς ὡς ὂν γένος ἐκ τοῦ κοινῶς κατὰ πάντων λέγεσθαι τῶν εἰδῶν. εἰ γὰρ οὕτως ἔχον τοῦτο γνωσόμεθα, χρὴ ἀπαλλάττεσθαι καὶ μὴ μάτην ἐπιχειρεῖν ὁρισμὸν εὑρίσκειν αὐτῶν. ὅρα δὲ
20ὅτι καὶ γένους παράδειγμα καὶ ὁμωνύμου φωνῆς τέθεικε· τὸ μὲν γὰρ ἁπλῶς ὅμοιον ὡς γένος τῶν κατ’ εἶδος ὁμοίων εἴληπται, τὸ δὲ ὀξὺ ὡς ὁμωνύμως κατὰ τῶν εἰδικῶς λαμβανομένων ὀξέων λεγόμενον.
23nΕἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς.
24Καὶ τοῦτο πρὸς σαφήνειάν ἐστι συντελοῦν τὸ παράγγελμα. αἱ γὰρ
25μεταφοραὶ καὶ τὰ μεταφορικῶς λεγόμενα πάντα ἀσάφειαν ἐμποιεῖν τοῖς λόγοις πεφύκασιν, οἷον αἱ τροπικαὶ λέξεις καὶ καθ’ ὁμοιότητά τινα καὶ ἀναλόγως λεγόμεναι, ὥσπερ ἐκνεύρισιν λέγομεν τὴν ἀφροντιστίαν καὶ ἄνεσιν τῆς ψυχῆς ἐκ μεταφορᾶς τῶν ζῴων, οἷς τῶν νεύρων ἐκκοπέντων ἢ ἐξαιρεθέντων πάρεσις ἐπιγίνεται· καὶ κεραίαν τοῦ πλοίου φαμὲν διὰ τὸ
30ἐοικέναι κέρατι ζῴου· καὶ πόδας σκεύους λέγομεν τὰ ἔσχατα καὶ ἀνέχοντα τὰ ἄνωθεν, διὰ τὸ ἀναλογεῖν τοῖς ποσὶν ἐσχάτοις οὖσι τοῦ ζῴου καὶ ἀνέχουσι τὰ λοιπά. εἶθ’ ὥσπερ εἰπόντος τινὸς ὅτι ‘καὶ μὴν ἐνίοτε ἐν ταῖς
διαλέξεσι παραλαμβάνομεν μεταφοράσ‘, διὰ τοῦτ’ ἐπήνεγκεν ὅτι ἀνάγκης223

224

τινὸς ἐπιγινομένης διαλεγόμεθα μεταφοραῖς. ἡ δὲ ἀνάγκη ἐστίν, ὁπόταν ὑπὸ τοῦ προσδιαλεγομένου στενούμενοι τὴν ἧτταν οὐ φέρωμεν, ἥτις ἀνάγκη τοῖς ὁριζομένοις οὐ πρόσεστιν. οὐ γὰρ νίκης οὗτοι ἀλλὰ τῆς ἀληθείας ἀντιπεποίηνται· ἐκεῖ μὲν γὰρ πάλη καὶ μάχη καὶ νίκης ἔφεσις,
5ἐνταῦθα δὲ τὸ τέλος οὐσίας καὶ ἀληθείας εὕρεσις.
6nΠρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν.
7 Οἰκεῖον καὶ τοῦτο τῇ περὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης διδασκαλίᾳ τὸ τρόπους παραδοῦναί τινας, δι’ ὧν εὐπορήσομεν ἀποδιδόναι τὰ αἴτια ἐν οἷς προβλήμασι φυσικοῖς τὸ διὰ τί ἀπαιτούμεθα περὶ τῶν πλειόνων. περὶ γὰρ
10τῶν μαθηματικῶν ὀλίγαι ἴσως αἱ πεύσεις προσφέρονται, διὰ τὸ μηδ’ εἶναι πολλούς, οἳ περὶ αὐτὰ καταγίνονται, τῶν πολλῶν μηδ’ εἰς ἔννοιαν ἐρχο‐ μένων αὐτῶν μηδ’ εἴπερ ὅλως τοιαῦτ’ ἐστί τινα γινωσκόντων· πλὴν εἰ μήπου τι τῶν φυσικῶς ἑπομένων τισὶ μαθηματικῆς θεωρίας συμβῇ τινος ἔχεσθαι, περὶ ὧν ἐρωτώμενοι ἀνάγκην ἕξομεν συμμίκτους τινὰς ποιεῖσθαι
15τὰς ἀποκρίσεις, οἷον περὶ ἴριδος, διὰ τί οὑτωσὶ σχηματίζεται ἢ χρωματί‐ ζεται, περὶ ὄψεως καὶ ἑτέρων τοιούτων. τὰ δὲ πλείω τῶν φυσικῶν φυσικὰς ἔχει καὶ τὰς τῶν αἰτίων ἀποδόσεις, περὶ ὧν καθ’ ἑκάστην τὰς πεύσεις ποιούμεθα, τῆς ψυχῆς ὡς οἰκεῖον αὐτῆς καὶ συγγενῆ τὸν λόγον ζητούσης, δι’ ὃν ἕκαστα γίνεται. πρὸς οὖν τὸ ἔχειν λόγους ἀποδιδόναι, ὅτε τὸ διὰ τί
20περί τινος τῶν φυσικῶν ἐρωτώμεθα, χρήσιμοι ὅτι μάλιστα αἱ διαιρέσεις τε καὶ ἀνατομαί. ἔνθα μὲν γὰρ ἐμφανῆ τὰ πράγματα πρόκειται, αἱ διαι‐ ρέσεις ἱκαναὶ πρὸς τὸ εὑρίσκειν τε καὶ ἀποδιδόναι τοὺς μέσους· ἔνθα δὲ εἰς βάθος ἀποκεκρύφαται, ὡς ἐν τοῖς ζῴοις ἔστιν ἰδεῖν πολλὰ τῶν μορίων ἔνδον κρυπτόμενα, ἐνταῦθα ἀναγκαῖόν ἐστιν ἐν πείρᾳ τῶν ἀνατομῶν εἶναι
25τὸν τὰς αἰτίας ἀποδιδόναι βουλόμενον. δεῖ δὴ οὕτω ποιεῖν ἑαυτοὺς πρὸς τὰ τοιαῦτα προβλήματα ἑτοιμάζοντας· τὸ γένος πρῶτον τὸ κοινὸν ὑποτίθε‐ σθαι, ὃ πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν, ἐφ’ ὧν ζητοῦμεν αἰτίας ἀποδιδόναι τινῶν ἐνθεωρουμένων αὐτοῖς, καὶ ὁρᾶν τί παντὶ τῷ γένει ἐκείνῳ ἕπεται. οἷον εἰ ζῷα εἴη, ἐν οἷς ζητοῦμεν τὰς αἰτίας ἀποδοῦναι τῶν ὑπαρχόντων
30αὐτοῖς, τὸ ζῷον ὑποθεμένους ζητεῖν τί παντὶ ζῴῳ ὑπάρχει, κἀντεῦθεν ἑτοίμους εἶναι, εἴ τις περὶ τῶν εἰδῶν τινος πύθοιτο, διὰ τί τόδε ὑπάρχει αὐτῷ, μέσον ὅρον τὸ γένος τιθέναι, δι’ αὐτὸ λέγοντας ὑπάρχειν τῷ εἴδει τὸ κατηγορούμενον. οἷον ἐπεὶ παντὶ ζῴῳ ὑπάρχει τὸ αἰσθάνεσθαι φύσει, τὸ ἐκ τόπου εἰς τόπον μεταβαίνειν, εἴ τις ἔροιτο διὰ τί ὁ ἄνθρωπος αἰσθά‐
35νεται, ‘διότι ζῷόν ἐστιν‘ ἀποκρινούμεθα, καὶ διὰ τί ἀπὸ τόπου εἰς τόπον μεταβαίνει, ὡσαύτως. καὶ ἐφεξῆς πάλιν τοῦ γένους τὸ αὐτὸ ποιήσομεν τὸ
προσεχὲς αὐτῷ λαβόντες εἶδος καὶ τί αὐτῷ παντὶ ζητήσαντες ἕπεται.224

225

κἄν τις περὶ αὐτοῦ ἔρηται, διὰ τί τῷδέ τινι τῶν ὑπ’ ἐκεῖνο εἰδῶν τὸ ἑπό‐ μενον ὑπάρχει, τὸ γένος αἴτιον ἀποδώσομεν· οἷον ἐπεὶ ὄρνιθι παντὶ τὸ σχιζόπτερον ἕπεται, εἴ τις ἔροιτο διὰ τί ἀλεκτρυὼν σχιζόπτερον ‘διότι ὄρνισ‘ ἀποκρινούμεθα. καὶ οὕτως ἐπὶ πάντων ποιήσομεν μηδὲν ἐν τῷ διαιρεῖν
5ὑπερβαίνοντες, ἀλλὰ πάντα λαμβάνοντες καθ’ εἱρμόν, καὶ ἐφ’ ἑνὸς ἑκάστου τὴν διάνοιαν οὕτω γυμνάζοντες. οὕτω γὰρ ἕξομεν ἤδη λέγειν διὰ τί ὑπάρχει τοῖς ὑπὸ τὸ γένος τὰ τῷ γένει ἑπόμενα καὶ ἁπλῶς διὰ τί τοῖς ὑπὸ τὸ κοινὸν τὰ ἑπόμενα τῷ κοινῷ. καὶ ταῦτα μὲν ἐκ τῶν διαιρέσεων· ἐκ δὲ τῶν ἀνατομῶν οἷον ὅτι πᾶν ζῷον ἐξ ὑγροῦ καὶ ξηροῦ· ἐπεὶ οὖν
10τοῦτο παντὶ ζῴῳ ἕπεται, τοῦ ὑπάρχειν τινὶ τῶν τοῦ ζῴου εἰδῶν τὸ παντὶ ζῴῳ ἑπόμενον μέσον καὶ αἴτιον τὸ ζῷον ληψόμεθα. καὶ ἐπεὶ παντὶ ἰχθύϊ τὸ μὴ ἔχειν πνεύμονα ἕπεται, τοῦ ὑπάρχειν τινὶ ἰχθύϊ οἷον γλάνιδι τὸ μὴ ἔχειν πνεύμονα μέσον ἐστὶ καὶ αἴτιον ὁ ἰχθύς. διὰ τί ὁ ἄνθρωπος ἐκ ξηροῦ καὶ ὑγροῦ; διότι ζῷον. καὶ διὰ τί γλάνις οὐκ ἔχει πνεύμονα;
15διότι ἰχθύς ἐστι. ταῦτα μὲν οὖν εἰρήκαμεν σαφὲς παράδειγμα καὶ ἅπασι γνώριμον τὸ ζῷον λαβόντες, οὗ καὶ τὸ ὄνομα καὶ ὁ λόγος δῆλα τοῖς ἅπασιν, ὡς δὴ καὶ πάντων τῶν ὑπ’ αὐτό. ἀλλὰ κἂν ἄλλο τι ᾖ τῶν ἀσυνήθων ἢ καὶ μηδ’ ὅλως ὠνομασμένον, ἐφ’ οὗ ἴσως καὶ ὀνοματοθετῆσαι δεήσει, ἢ καὶ μὴ ὀνόματι ἀλλὰ λόγῳ δηλούμενον, ἢ καὶ μὴ γένος ἀλλά τι
20πάθος πλείοσιν ἐκ φύσεως ὑπάρχον κοινόν, τῇ διαιρέσει καὶ τῇ ἀνατομῇ χρώμενοι, ὡς εἴρηται, καὶ ἀεὶ τὰ ἑπόμενα πάντα τῷ κοινῷ ζητοῦντες, καὶ τοῦ ὑπάρχειν ταῦτα τοῖς ὑπ’ ἐκεῖνο μέσον ἐκεῖνο καὶ αἴτιον θήσομεν, οἷον τὸ κέρατα ἔχειν· τοῦτο γὰρ καὶ ἐλάφῳ καὶ αἰγὶ καὶ βοῒ καὶ προ‐ βάτῳ ὑπάρχει. δεῖ γὰρ καὶ τούτῳ λαβεῖν τὰ ἑπόμενα καὶ τίσι τοῦτο
25ἕπεται, καὶ τοῦτο μέσον ἀποδιδόναι τοῦ ὑπάρχειν τὰ αὐτῷ καθόλου ἑπό‐ μενα τοῖς οἷς αὐτὸ ἕπεται. τῷ μὲν γὰρ κερασφόρῳ ἕπεται τὸ ἔχειν ἐχῖνον καὶ τὸ μὴ εἶναι ἀμφόδουν, τὸ δὲ ἔχειν κέρατα τοῖς εἰρημένοις. διὰ τί οὖν βοῒ ἢ τῶν ἄλλων τῶν εἰρημένων τινὶ τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδουν; διότι κέρατα ἔχει. πάλιν τῷ ἀχόλῳ ἕπεται τὸ μακρόβιον, τῷ
30δὲ ἀνθρώπῳ τὸ ἄχολον. διὰ τί τοίνυν μακρόβιον ἄνθρωπος; διότι ἄχολον. τοῦτο δὲ λέγομεν οὐχ ὅτι πάντῃ χολῆς ἐστέρηται, ἀλλ’ ὡς ὀλιγόχολον. ἔστι γὰρ οὗ τὸ πρῶτόν τινι προστιθέμενον τὸ ὀλίγον δηλοῖ, ὡς γραμματι‐ κῶν παισὶ παραδέδοται. πρὸς γὰρ τοὺς ἑτέρους χυμοὺς ἐν ἀνθρώπῳ τὸ χολῶδες παρατιθέμενον πλεῖστον ὅσον ἠλάττωται. ἔστι καὶ τρίτος τρόπος
35τῆς τοῦ μέσου εὑρέσεως, οὗτος δέ ἐστι τὸ ἀνάλογον· ἄλλο γάρ ἐστι τὸ ὡς γένος κοινόν, ἄλλο τὸ ὡς συμβεβηκός τε καὶ πάθος, καὶ ἕτερον τὸ ἀνά‐
λογον, οἷον τῇ σηπίᾳ τὸ σήπιον, τῷ ἰχθύϊ ἡ ἄκανθα, ἵππῳ καὶ βοῒ καὶ225

226

τοῖς τοιούτοις τὸ ὀστοῦν. ἀνάλογον γὰρ ὡς τὸ ὀστοῦν ἐν τοῖς ὀστᾶ ἔχουσιν, οὕτω τὸ σήπιον ἐν τῇ σηπίᾳ καὶ ἐν τοῖς ἰχθύσιν ἡ ἄκανθα· ἐρειστικὸν γὰρ τῇ τῆς σαρκὸς μαλακότητι τούτων ἕκαστον. ἐπεὶ οὖν ὡς γένος τι ὀνομάσαι κοινὸν τούτοις ἑπόμενον οὐκ ἔχομεν, τὸ ἀνάλογον
5τίθεμεν καὶ ὥσπερ κατὰ τὸ γένος ἓν τὰ ὁμογενῆ λέγομεν, οὕτω καὶ ταῦτα ἕν φαμεν κατὰ τὸ ἀνάλογον· καὶ ὥσπερ ἐκεῖ τὸ γένος μέσον τίθεμεν τοῦ εἶναι τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον, οὕτως ἐνταῦθα τὸ ἀνάλογον· καὶ ὥσπερ ἐκεῖ τὸ μὲν γένος τοῖς εἴδεσιν ἕπεται, τὸ δὲ παντὶ τῷ γένει ὑπάρχον τῷ γένει ἑπόμενον διὰ μέσου αὐτοῦ ὑπάρχει τῶν εἰδῶν ἑκάστῳ,
10οὕτω κἀνταῦθα τὸ μὲν ἀνάλογον τοῖς ἐν οἷς θεωρεῖται εἴδεσιν ἕπεται, τὸ δὲ ὑπάρχον παντὶ τῷ ἀνάλογον διὰ μέσου τοῦ ἀνάλογον πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν. ἔστι δὲ τὸ ἐν τοῖς εἰρημένοις ἑπόμενον παντὶ τῷ ἀνάλογον τὸ τὴν σάρκα ἐρείδεσθαι· παντὶ γὰρ τῷ ἔχοντί τι τοιοῦτον, ἤγουν ἢ σήπιον ἢ ἄκανθαν ἢ ὀστοῦν, ἡ σὰρξ ἐρείδεται διὰ τοῦτο αὐτὸ τὸ ἀνάλογον. διὰ
15τί τῇ σηπίᾳ ἡ σὰρξ ἐρείδεται; διότι τὸ σήπιον αὐτῇ πρόσεστι τὸ ἀνα‐ λογοῦν ὀστῷ καὶ ἀκάνθῃ. καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἐν μὲν τοίνυν τοῖς κατὰ γένος κοινωνοῦσιν αἱ διαιρέσεις ἔσονται οἰκειότεραι, ἐν δὲ τοῖς κατὰ πάθος καὶ τὸ ἀνάλογον αἱ ἀνατομαί.
19nΠρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν δε.
20 Ἐπειδὴ συχνῶς οἱ ἄνθρωποι πρὸς ἀλλήλους προβλήματα φυσικὰ προτιθέασιν αἰτίας ζητοῦντες τοῦ τόδε τῷδε ὑπάρχειν, ὧν ἀποδιδομένων ἀπόδειξις γίνεται, μέθοδον ἡμῖν ἐνταῦθα παραδίδωσι τοῦ εὐπορεῖν μέσων ἐν ταῖς τοιαύταις τοῦ διὰ τί ἐρωτήσεσιν. ἔστι δὲ ἡ μέθοδος τριττή· ἢ γὰρ ἀπὸ γένους ἢ ἀπὸ πάθους ἢ ἀπὸ τοῦ ἀνάλογον, ἢ ὡς γένους λαμβα‐
25νομένου αἰτίου καὶ μέσου τοῦ τόδε τῷδε ὑπάρχειν, ἢ πάθους ἢ τοῦ ἀνά‐ λογον. πῶς δὲ τούτων ἕκαστον ἔσται, ὁ λόγος δηλώσει. λέγει τοίνυν ὅτι πρὸς τὸ ἔχειν τὰ προβλήματα δεῖ ἐκλέγειν, τουτέστι πρὸς τὸ ἐκφράζειν καὶ αἰτιολογεῖν τὰ προτιθέμενα προβλήματα δεῖ διαλέγειν, τουτέστιν ἀνε‐ ρευνᾶν τάς τε ἀνατομὰς καὶ τὰς διαιρέσεις ὡς εὐπορίαν ἐχούσας ἡμῖν τῆς
30τοῦ μέσου ἀποδόσεως.
31nΟὕτω δὲ ἐκλέγειν ὑποθέμενον τὸ γένος τὸ κοινόν.
32Εἰπὼν ὅτι αἱ ἀνατομαὶ καὶ αἱ διαιρέσεις εἰς εὐπορίαν τοῦ μέσου συμ‐
βάλλονται ἐν τοῖς προτιθεμένοις προβλήμασι, τοῦτό τε διδάσκει πῶς ἔσται,226

227

καὶ ἅμα τοὺς εἰρημένους τρόπους παραδίδωσι, καὶ πρῶτον τὸν ἀπὸ τοῦ γένους, εἰς ὃν καὶ μάλιστα ἡ διαίρεσις συντελεῖ· σαφέστερος γὰρ οὗτος ἡμῖν καὶ τῶν λοιπῶν εὐμαθέστερος. καὶ δεῖ ἀπὸ τῶν τοιούτων ἀπάρχε‐ σθαι τὸν διδάσκοντα, προοδοποιεῖν δυναμένων καὶ τοῖς ἑξῆς γίνεσθαι. προ‐
5τιθεμένου τοίνυν προβλήματος, ἐν ᾧ ζητεῖται διὰ τί τόδε τῷδε ὑπάρχει, δεῖ τὸ γένος ὑποθέσθαι τὸ κοινὸν αὐτῷ τε τῷ ὑποκειμένῳ ἐν τῷ προ‐ βλήματι καὶ τοῖς ὁμογενέσιν αὐτῷ εἴδεσι, καὶ ἐξεταζέσθω ποῖα καθόλου τούτῳ τῷ γένει ὑπάρχει, ὡς τοῦ τῷ προκειμένῳ εἴδει καὶ πᾶσι τοῖς ὁμο‐ γενέσιν αὐτῷ ὑπάρχοντος διὰ μέσου τοῦ γένους αὐτοῖς ὑπάρχοντος. εἶτα
10τίθησι καὶ παράδειγμα.
11nΟἷον εἰ ζῷα εἴη τὰ τεθεωρημένα, ποῖα παντὶ ζῴῳ
12nὑπάρχει.
13 Εἰ ζῷα εἴη, φησί, τά τε ἐν τῷ προβλήματι ὑποκείμενα καὶ τὰ τού‐ τοις ὁμογενῆ. ἐπεὶ γὰρ ὡς ἐπὶ εἴδους τὸν λόγον παραδίδωσιν, οὐκ ἔστι
15δέ ποτε ἓν εἶδος ὑπὸ τὸ γένος, ἀλλὰ πλείω ἀεί, διὰ τοῦτο καὶ οὕτω πλη‐ θυντικῶς παρεισάγει τὰ εἴδη, οἷον φάσκων ‘εἰ ὡς ἐπὶ ζῴων τὴν θεωρίαν ποιούμεθα, καὶ εἶδος τοῦ ζῴου παραλαμβάνομεν ὑποκείμενον ἐν τῷ προ‐ βλήματι καὶ ζητοῦμεν διὰ τί ὑπάρχει αὐτῷ τι, ὃ καὶ τοῖς ὁμοειδέσιν ὂν θεωρεῖται‘. ἐν γὰρ τοῖς τοιούτοις προβλήμασι δεῖ τὸ γένος ὑποθέσθαι καὶ
20εὑρεῖν ἐκ τῆς διαιρέσεως, ποῖα τῷ γένει παντὶ ἕπεται, ὡς εἶναι καὶ τὸ ἐν τῷ προκειμένῳ προβλήματι κατηγορούμενον ἓν ἐξ ἐκείνων, ὃ ἑπόμενον τῷ γένει παντὶ ἐξ ἀνάγκης καὶ τῶν εἰδῶν ἑκάστῳ ὑπάρξει διὰ μέσου τοῦ γένους. εὑρόντες γὰρ ἐκ τῆς διαιρέσεως ὅτι τὸ αἰσθητικὸν ἢ τὸ κατὰ τόπον οἴκοθεν μεταβατικὸν ἢ κατὰ ὄρεξιν κινητικὸν παντὶ ζῴῳ ἕπεται, ἕξομεν
25πρὸς τὸν ἐρωτῶντα διὰ τί τούτων τί τινι τῶν ὑπὸ τὸ ζῷον εἰδῶν ὑπάρχει, τὴν αἰτίαν ἀποδοῦναι τὸ γένος μέσον τιθέμενοι.
27nΛηφθέντων δὲ τούτων πάλιν τῶν λοιπῶν τῷ πρώτ.
28 Εἰ μὴ εὐθύς, φησίν, εἰς εἰδικώτατα τὸ γένος διαιρεῖται, ἀλλ’ ἔστι τινὰ μεταξὺ αὐτοῦ καὶ τῶν εἰδικωτάτων, αὐτοῦ μὲν ὄντα εἴδη, ἐκείνων δὲ
30γένη, δεῖ κατὰ διαίρεσιν προβαίνοντα τὰ προσεχῆ αὐτοῦ εἴδη λαμβάνειν καὶ εὑρίσκειν καὶ τὰ τούτοις καθόλου ἑπόμενα, ἃ καὶ αὐτὰ αἴτια ἕξει τὰ γένη τοῦ ὑπάρχειν τοῖς αὐτῶν εἴδεσι. λαβόντες γὰρ τὸ ζῷον καὶ εὑρόντες τὰ τούτῳ ἑπόμενα πάντα, διαιροῦμεν τοῦτο εἰς τὰ αὐτῷ προσεχέστατα, καὶ
ἐπεὶ καὶ ταῦτα γένη ἑτέρων, ὥσπερ ἐπ’ ἐκείνου πεποιήκαμεν, ζητοῦμεν227

228

καὶ ἐπὶ τούτων, ποῖα τούτων ἑκάστῳ παντὶ ἕπεται. καὶ ἔσται ἡμῖν τούτων ἕκαστον μέσον καὶ αἴτιον τοῦ καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν ἑκάστῳ ὑπάρχειν τῶν αὐτῷ ἑπομένων ἕκαστον. οἷον εἰ ὄρνις ἐστὶ τὸ τῷ ζῴῳ προσεχὲς εἶδος, ποῖα τῷ ὄρνιθι παντὶ ἕπεται; ὧν ἕκαστον διὰ μέσου τοῦ ὄρνιθος
5ἀετῷ τε ὑπάρξει καὶ ἱέρακι καὶ κορώνῃ καὶ τῶν λοιπῶν εἰδῶν ἑκάστῳ τοῦ ὄρνιθος.
7nΔῆλον γὰρ ὅτι ἕξομεν ἤδη λέγειν.
8 Ἐὰν οὕτω, φησί, ποιῶμεν καὶ κατὰ διαίρεσιν προϊόντες ἐκλεγώμεθα ἀεὶ τὰ τοῖς γένεσιν ἑπόμενα, δῆλόν ἐστιν ὅτι εὐπορήσομεν αἰτίων καὶ
10μέσων, δι’ οὓς τοῖς εἴδεσιν ὑπάρχει τὰ τοῖς γένεσι καθόλου ἑπόμενα. κοινὸν δὲ λέγει τὸ γένος, καὶ τὰ ὑπὸ τὸ κοινὸν τὰ εἴδη. διὰ τί γὰρ τοῖς εἴδεσιν ὑπάρχει τὰ τῷ γένει ἑπόμενα, λέγειν ἕξομεν ἐκ τῆς εἰρημένης μεθόδου, τὸ γένος μέσον τιθέμενοι τῶν τε εἰδῶν καὶ τῶν ἑπομένων αὐτῷ. διὰ τί γὰρ ἀνθρώπῳ ἢ ἵππῳ καὶ τοῖς ὑπὸ τὸ ζῷον ἁπλῶς ὑπάρχει τὰ τῷ
15ζῴῳ ἑπόμενα, λέγειν ἕξομεν τὸ ζῷον μέσον λαμβάνοντες.
16nἜστω δὴ ζῷον ἐφ’ οὗ Α.
17 Παραδίδωσι καὶ ἐπὶ στοιχείων τὸ εἰρημένον δηλῶν καὶ ἐντεῦθεν τὸ καθολικὴν εἶναι τὴν παραδεδομένην ταυτηνὶ μέθοδον. καὶ ἔστω, φησί, τὸ γένος οἷον τὸ ζῷον ἐφ’ οὗ Α, τὰ δὲ ἑπόμενα τῷ ζῴῳ, ἃ ζητοῦνται διὰ τί
20τοῖς αὐτοῦ ὑπάρχουσιν εἴδεσι, τὸ Β, τὰ δὲ εἴδη τοῦ ζῴου, τὰ ΓΔΕ. διὰ τί οὖν τῷ Δ, ἤτοι τῷ εἴδει τῷδε τοῦ ζῴου, ὑπάρχει τὸ Β, τὰ ἑπόμενα τῷ ζῴῳ; φανερὸν γάρ ἐστιν ὅτι διὰ τὸ Α, τουτέστι τὸ ζῷον. ἔστι δὴ μέσον τὸ Α, μεῖζον ἄκρον τὸ Β, ἔλαττον τὸ Δ.
24nὉμοίως δὲ καὶ τοῖς ἄλλοις.
25 Ἐπειδὴ τὸ Δ λαβὼν ἐπὶ τῆς τοῦ διὰ τί ἀποδόσεως ὡς ἐφ’ ἑνὸς εἴδους τὸν λόγον πεποίηκε, διὰ τοῦτο οὕτως ἐπήνεγκεν· ὡς γὰρ ἐπὶ τοῦ Δ, φησίν, ὁμοίως καὶ ἐπὶ τοῦ Γ καὶ τοῦ Ε.
28nΚαὶ ἀεὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος.
29Τὸ αὐτό, φησίν, ἁρμόσει καὶ ἐπὶ τῶν ἄλλων γενῶν καὶ εἰδῶν καὶ
30τῶν ἑπομένων· ἀεὶ γὰρ τὸ γένος μέσον τιθέντες τὰ τούτῳ ἑπόμενα κατὰ
τῶν αὐτοῦ εἰδῶν συνάξομεν. διὰ τί δὲ ὡς περὶ εἴδους ὑποκειμένου ἐν τῷ228

229

προβλήματι καὶ οὔθ’ ὡς περὶ γένους οὔτε μὴν ὡς ἀτόμου τὸν λόγον πεποίηκεν; ἢ ὅτι οὐ περὶ ἀτόμου μέν, ἐπειδὴ τῶν καθόλου ἡ ἐπιστήμη, οὐ τῶν καθ’ ἕκαστα· περὶ δὲ γένους οὐχί· περιείχετο γὰρ ἂν καὶ τὸ γενι‐ κώτατον, τοῦτο δὲ ἀρχὴ καὶ κατηγορούμενον καὶ οὔτε ὑφ’ ἕτερον οὔτε
5διαιροῦν, ἀλλὰ διαιρούμενον, ὥστ’ οὐδ’ ἑπόμενόν τι μετὰ πολλῶν ἑτέρων ἔχον ἐνυπάρχον αὐτῷ οὔτε κοινόν τι αὐτῷ καὶ ἑτέροις, δι’ οὗ μέσου ὑπάρξει αὐτῷ τὸ ἑπόμενον. οὕτω δὲ ἐκ τῆς διαιρέσεως τὰ κοινὰ τῷ γένει εὑρήσομεν. εἰ γὰρ εἴη τυχὸν περὶ ζῴων ἡ θεωρία, τὴν οὐσίαν διέλωμεν εἰς ἔμψυχον καὶ ἄψυχον, καὶ τὸ ζῷον εὑρήσομεν εἰς τὸ ἔμψυχον·
10εἶτα τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον, καὶ ἐν τῷ αἰσθητικῷ τὸ ζῷον εὑρήσομεν· εἶτα τὸ αἰσθητικὸν ἢ εἰς τὸ καθ’ ὁρμὴν καὶ ὄρεξιν κινητὸν καὶ εἰς τὸ μή, κἀν τῷ οὕτω κινητῷ τὸ ζῷον ἔσται. καὶ οὕτως εὑρόντες τὰ παντὶ τῷ προκειμένῳ γένει ἑπόμενα δι’ αὐτοῦ μέσου καὶ τοῖς ὑπ’ αὐτὸ εἴδεσιν ὑπάρχειν ταυτὶ φήσομεν. ταὐτὸ δὲ
15καὶ ἐπὶ τῶν προσεχῶν εἰδῶν τοῦ γένους ποιεῖν δεῖ.
16nΝῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοιν.
17 Τοῦτο διττῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ ὡς τῷ ἄνω συνεχὲς μόνον, οὐ μὴν δὲ καὶ τοῦ κάτωθεν ἐχόμενον, ἀλλ’ εἶναι ἄλλην ἀρχὴν ἀπὸ τοῦ ‘δεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοπεῖν‘. καὶ ἔσται οὕτω νοούμενον ὅτι ταῦτα
20δὴ λέγομεν ὡς ἐπὶ γενῶν, ὧν ὀνόματα παρὰ τῶν πρὸ ἡμῶν εὑρίσκομεν παραδεδομένα. κοινὰ γὰρ ὀνόματα τὰ γενικά φησιν. ὡς ἐλλείπειν τῷ λόγῳ ὅτι τὸ αὐτὸ λέγομεν, κἂν μὴ ᾖ ὀνόματα τοῖς γένεσιν κείμενα, ἀλλ’ ἡμᾶς δέῃ ὀνοματοθετεῖν, ἢν ἴσως λόγοι ὦσιν ἀντ’ ὀνομάτων τοῖς γένεσι κείμενοι, ὡς δεῖν καὶ ἐπὶ τῶν τοιούτων ἐκ διαιρέσεων ἢ ἀνατομῶν ἴσως
25εὑρίσκειν τὰ παντὶ τῷ γένει ἑπόμενα, καὶ διὰ μέσου τοῦ γένους ταῦτα κατὰ τῶν ὑπ’ αὐτὸ συνάγειν εἰδῶν. ἢ οὖν οὕτως ἢ ὅτι μέχρι μὲν τούτου περὶ τῶν παραδεδομένων εἴρηται κοινῶν ὡς γενῶν, ἃ καὶ συνήθη ἐστὶ τοῖς πᾶσιν, ὅτι κοινά ἐστι, καὶ τὴν περὶ αὐτῶν ἔννοιαν ὡς κοινῶν τοῖς ὑπ’ αὐτὰ πᾶσιν εἴδεσιν ἔχουσιν ἅπαντες, οἷς λογικῆς θεωρίας ὁπωσοῦν ἐν ἕξει
30ἐλθεῖν ἐξεγένετο, καὶ ἐφεξῆς εἶναι τὸν δεύτερον τρόπον τῆς τοῦ αἰτίου καὶ μέσου εὑρέσεως.
32nΔεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοπεῖν.
33Ὅπερ, φησί, ἐπὶ τῶν γενῶν πεποιήκαμεν μέσα τιθέντες αὐτὰ τῶν τε
καθόλου ἑπομένων αὐτοῖς καὶ τῶν ὑπ’ αὐτὰ εἰδῶν, οὐ μόνον ἐπὶ τούτων229

230

δεῖ ποιεῖν, ἀλλὰ κἄν τι κοινὸν ἕτερον φανῇ πλείοσιν ὑπάρχον εἴδεσιν, ὅπερ οὐχ ὡς γένος ἔχει τὸ εἶναι κοινόν, ἀλλ’ ὡς συμβεβηκός τι καὶ πάθος, δεῖ καὶ τοῦτο ἐκλαμβάνοντα ἤτοι ἐκτιθέμενον, ὥσπερ καὶ τὸ γένος ἐκτέθειται, ζητεῖν καὶ ἐπὶ τούτου, τίσι τοῦτο ἀκολουθεῖ καὶ τίνα τούτῳ
5ἕπεται· ὡς εἶναι καὶ τοῦτο μέσον τῶν οἷς τε ἕπεται καὶ τῶν ἑπομένων αὐτῷ. τίθησιν δὲ καὶ παράδειγμα
7nΟἷον τοῖς κέρατα ἔχουσι τὸ ἔχειν ἐχῖνον.
8 Ἔστω, φησί, τὸ ὑπάρχον πλείοσιν οὐχ ὡς γένος, ἀλλ’ ὡς συμβεβηκός τι καὶ πάθος, τὸ ἔχειν κέρατα. ὑπάρχει δὲ τοῦτο βουσὶ καὶ αἰξὶ καὶ προ‐
10βάτοις. τούτῳ δὴ ἕπεται τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδουν εἶναι. εἰ οὖν τις ἔροιτο, διότι βουσὶ καὶ προβάτοις καὶ αἰξὶν ὑπάρχει τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδοντα εἶναι, διὰ τὸ ἔχειν κέρατα φήσομεν.
13nἜτι δ’ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον.
14Ἔστι, φησί, καὶ τρίτος τις τρόπος τοῦ ἐκφέρειν καὶ αἰτιολογεῖν τὰ
15προβλήματα ἕτερος παρὰ τοὺς προειρημένους· οὗτος δέ ἐστιν ὁ κατὰ τὸ ἀνάλογον. ἔστι δὲ ὁ τρόπος οὗτος, ὁπόταν ᾖ τι ἔν τισι διαφόροις κατ’ εἶδος θεωρούμενον· καὶ ἓν μὲν οὐκ ἔστι κατά τι ὄνομα καὶ λόγον τὸν κατὰ τοὔνομα, ἵν’ εἴη καὶ ὡς γένος κοινὸν τοῖς αὐτοῦ μετέχουσιν εἴδεσιν, ἔχει δὲ τὸ ἓν καὶ τὸ κοινὸν κατὰ ἀναλογίαν τινά, ὥσπερ τὸ σήπιον καὶ
20τὸ ὀστοῦν καὶ ἡ ἄκανθα. τούτων γὰρ τὸ μὲν σηπίᾳ τὸ δ’ ἰχθύσι, τὸ δ’ ἵπποις καὶ βουσὶ καὶ ὄνοις καὶ πολλοῖς ζῴοις ἑτέροις ὑπάρχον κατὰ ἀνα‐ λογίαν τὸ κοινὸν ἔχουσιν. ὃν γὰρ λόγον ἔχει ἐν σηπίᾳ τὸ σήπιον, τὸν αὐτὸν ἡ ἄκανθα ἐν ἰχθύϊ καὶ ἐν ἵππῳ καὶ βοῒ τὸ ὀστοῦν· ἐρειστικὸν γὰρ ἕκαστον τῇ τῆς σαρκὸς μαλακότητι.
25nἜστι δὲ ἑπόμενον καὶ τούτοις.
26 Ἕπεται δέ, φησί, τοῖς ζῴοις τι διὰ μέσου τοῦ ἀνάλογον, ὥσπερ μιᾶς τινος φύσεως τούτου ὄντος τοῦ πράγματος, λέγω δὴ τοῦ ἀνάλογον. ὡς γὰρ ἐν ἐκείνοις τὸ γένος ἢ τὸ πάθος ἕν τι κοινὸν ὑπάρχον τοῖς αὐτοῦ
μετέχουσιν εἴδεσιν τὰ αὐτῷ ἑπόμενα διὰ μέσου ἑαυτοῦ ἐπεχωρήγει, οὕτω230

231

κἀνταῦθα τὸ ἀνάλογον τὰ αὐτῷ ἑπόμενα χορηγεῖ τοῖς αὐτοῦ μετέχουσι· κἄν τις ἔρηται, διὰ τί τῇ σηπίᾳ ἡ σὰρξ ἐρείδεται ἢ τῷ ἰχθύϊ ἢ τῷ ἵππῳ, διὰ τὸ σήπιον, διὰ τὴν ἄκανθαν, διὰ τὸ ὀστοῦν ἐροῦμεν.
4nΤὰ δ’ αὐτὰ προβλήματά ἐστι.
5 Ἐπειδὴ ὁ μέσος ἐστὶν ὁ τὰ προβλήματα συνιστῶν ὡς αἴτιος αὐτοῖς τῆς ὑπάρξεως, καὶ τὸ ταὐτὰ εἶναι ταῦτα καὶ ἕτερα αὐτὸς ἂν συστήσειεν ὡς αὐτῷ ἑπομένων αὐτῶν κατὰ τὸ ταὐτόν τε καὶ ἕτερον, ὡς αὐτὸς ἔχει κατὰ τοῦτο, οὕτως ἐχόντων καὶ αὐτῶν. ταὐτὰ τοίνυν τὰ προβλήματα τριχῶς, ἢ τῷ τὸ αὐτὸ ἔχειν μέσον καὶ αἴτιον, καὶ τοῦτο διχῶς· ἢ γὰρ
10καὶ εἴδει ταὐτὸν τὸ μέσον ἢ γένει· καὶ τρίτη ταυτότης, ὅταν τὸ αὐτὸ μέσον ἔχοντά τινα προβλήματα μὴ ὡσαύτως ἔχῃ πρὸς αὐτό, ἀλλὰ τὸ μὲν προσεχῶς ἔχῃ μέσον καὶ αἴτιον αὐτό, τὸ δὲ πόρρω, ἤτοι τὸ μὲν ἀμέσως, τὸ δὲ διὰ μέσου ἑτέρου τινός. εἴπωμεν δὲ τούτων καὶ παραδείγματα. διὰ τί ἐν χειμῶνι ῥᾷον πέττομεν; διὰ τί κοιμώμενοι πυκνὸν ἀναπνέομεν; διὰ
15τί χειμῶνος αἱ πηγαὶ θερμότεραι; ταῦτα γὰρ ἀλλήλων διαφέροντα τῷ ἕτερα ἔχειν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα, τὸ ταὐτὰ ἀλλήλοις εἶναι ἔχει τῷ τὸ αὐτὸ μέσον ἔχειν. πάντων γὰρ τούτων μέσον καὶ αἴτιον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅπερ ταὐτὸν τῷ εἴδει ὂν ταὐτὰ τῷ εἴδει ποιεῖ καὶ τὰ προβλήματα, ὧν ἐστι μέσον καὶ αἴτιον. πάλιν διὰ τί
20ἠχώ; καὶ διὰ τί ἔμφασις ἐν τοῖς κατόπτροις γίνεται; καὶ διὰ τί ἶρις; καὶ ταῦτα γὰρ πάντα δι’ ἀντανάκλασιν. ἀλλ’ ἐκεῖ μὲν ἡ ἀντιπερίστασις τοῦ αὐτοῦ ἦν εἴδους (τοῦ γὰρ θερμοῦ), ἐνταῦθα δ’ ἡ ἀντανάκλασις ἑτέρων τῷ εἴδει· τοῦ γὰρ ἀέρος καὶ τῆς ὄψεως καὶ τῶν ἀκτίνων, ὥστ’ οὐ τῷ εἴδει ἀλλὰ τῷ γένει ἡ αὐτή, καὶ τὰ προβλήματα ὡσαύτως. τοῦ δὲ τρίτου
25τρόπου τῆς τῶν προβλημάτων ταυτότητος ὁ Νεῖλος παράδειγμα μᾶλλον ῥέων τοῦ μηνὸς φθίνοντος. ἔστι δὴ τὸ πρόβλημα διὰ τί ὁ Νεῖλος μᾶλλον ῥεῖ τοῦ μηνὸς φθίνοντος; διότι χειμεριώτερος φθίνων ὁ μήν· τοῦτο τὸ προσεχὲς μέσον τοῦ τὸν Νεῖλον μᾶλλον ῥεῖν τοῦ μηνὸς φθίνοντος. τούτου δ’ ἔστι πάλιν ἕτερον αἴτιον· διὰ τί δὲ χειμεριώτερος φθίνων ὁ μήν;
30διότι ἐκλείπει. δύο τοίνυν προβλήματα τὸ διὰ τί ὁ Νεῖλος ῥεῖ μᾶλλον φθίνοντος τοῦ μηνός, καὶ τὸ διὰ τί χειμεριώτερος φθίνων ὁ μήν; ὧν θάτερον τοῦ ἑτέρου μέσον ὂν ὑφ’ ἕτερόν ἐστι μέσον καὶ αἴτιον, τὸ τὴν σελήνην ἀπολείπειν φθίνουσαν. ἕτερα δὴ ἀλλήλων καὶ ταῦτα τῷ ἕτερα ἔχειν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα· ταὐτὰ δ’ ἂν εἴη,
35ὅτι ὑφ’ ἕνα τὸν πρῶτον μέσον ἀνάγεται, καὶ τὸ μὲν προσεχῶς, τὸ δὲ διὰ
μέσου.231

232

(1n)

Τὰ δ’ αὐτὰ προβλήματά ἐστι.
2 Τοῦτο ἕτερον περὶ τοῦ μέσου θεώρημα· κἂν γὰρ περὶ τῶν προβλη‐ μάτων δοκεῖ ζητεῖν, κατὰ πόσους τρόπους ταὐτά ἐστιν, ἀλλά γε περὶ τοῦ μέσου μᾶλλον ἂν εὔλογον εἴη ταῦτα ἐκδέχεσθαι, πῶς ἐκ τῆς τούτου
5ταυτότητος ἡ ταυτότης καὶ τοῖς προβλήμασι γίνεται· οὕτω γὰρ ἂν καὶ ὁ λόγος συνεχὴς φαίνοιτο. φησὶ τοίνυν ὅτι τὰ αὐτὰ προβλήματα λέγονται καθ’ ἕνα μὲν τρόπον, ὅταν τὸ αὐτὸ μέσον ἔχωσιν· ἕτερα γὰρ ὄντα ἀλλήλων τοῖς ὅροις, ἐξ ὧνπερ σύγκεινται, τῇ τοῦ μέσου ταυτότητι εἰς ταὐτὸν ἔρχον‐ ται. καὶ παράδειγμα τίθησιν τὴν ἀντιπερίστασιν· πολλὰ γάρ ἐστι προβλή‐
10ματα ὑπὸ ταύτην ὡς αἰτίαν ἀναφερόμενα, οἷον διὰ τί ἡ Μαγνῆτις λίθος ἕλκει ἢ τὸ ἤλεκτρον ἢ ἡ σικύα· ἀντιπερίστασιν γὰρ ἀέρος αἰτίαν τούτων ἁπάντων ὁ Πλάτων ἀποδίδωσιν. καὶ ἔστι τὸ μέσον ἁπάντων τούτων τῷ εἴδει ταὐτόν, ἡ τοῦ ἀέρος ἀντιπερίστασις, διὸ καὶ αὐτὰ τῷ εἴδει ταὐτά.
14nΤούτων δὲ ἔνια τῷ γένει ταὐτ.
15 Τοῦτο ὑποδιαίρεσίς ἐστι τοῦ εἰρημένου ἑνὸς τρόπου τῆς τῶν προβλη‐ μάτων ταυτότητος. τὸ γὰρ αὐτὸ μέσον ἢ εἴδει ἐστὶν ἢ γένει ταὐτόν, εἴδει μὲν ὡς τὸ εἰρημένον, γένει δὲ ὡς τὸ λεχθησόμενον. λέγει τοίνυν ὅτι τού‐ των τῶν προβλημάτων τῶν ἐχόντων τὸ αὐτὸ μέσον ἔνια οὐ τῷ εἴδει, ἀλλὰ τῷ γένει ταὐτόν ἐστι· ταῦτα δέ ἐστιν ὅσων ἢ ἄλλων ἐστὶ καὶ ἄλλων
20πάθος τι τὸ μέσον, ἢ τρόπος τις ὕπεστι παρηλλαγμένος. ἄλλων μὲν ὥσπερ ἐπὶ τῆς ἠχοῦς καὶ τῆς ἐμφάσεως τῶν κατόπτρων καὶ τῆς ἴριδος· ἅπαντα γὰρ ταῦτα δι’ ἀντανάκλασιν γίνεται, καὶ ἀντανάκλασις τούτων τὸ μέσον, ἀλλ’ οὐ τοῦ αὐτοῦ, ἀλλὰ διαφόρων τῷ εἴδει. ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ὁ ἀὴρ ἀνακλᾶται πληττόμενος πρότερον ὑπὸ τοῦ φωνοῦντος, εἶτα στερεοῖς
25προσπίπτων σώμασι καὶ ἀνακλώμενος, οἷον λίθοις ἢ ἄλλοις τισίν. ἐπὶ δὲ τῶν ἐμφάσεων αἱ ἐκπεμπόμεναι τῶν ὄψεων ἀκτῖνες, αἵτινες ἀπὸ τῶν λείων σωμάτων ἀνακλώμεναι ἑαυτούς τε ὁρᾶν ποιοῦσι καὶ τὰ παρακείμενα σώματα τοὺς τὰς ὄψεις τοῖς κατόπτροις προσβάλλοντας· ἐπὶ δὲ τῆς ἴριδος τῶν τοῦ ἡλίου ἀκτίνων ἡ ἀντανάκλασις· ἀνακλώμεναι γὰρ καὶ ἐφεξῆς κατὰ
30κύκλον δροσιζούσαις ἢ καὶ ὑετιζούσαις νεφέλαις προσπίπτουσαι τὴν τῆς ἴριδος ἔμφασιν ἀποτελοῦσιν. ἐπεὶ οὖν ὧν ἡ ἀνάκλασις εἴδει ἕτερα, δόξειεν ἂν καὶ ἡ ἀνάκλασις οὐ τῷ εἴδει πᾶσα ἡ αὐτή, ἀλλὰ τῷ μὲν γένει αἱ αὐταί, τῷ δὲ εἴδει ἕτεραι. καὶ τὰ προβλήματα τοίνυν, ὧν τοιοῦτος ὁ μέσος, τῷ μὲν γένει ἕξουσι τὸ ταὐτόν, τῷ δὲ εἴδει ἔσονται ἕτερα, ὥσπερ
35δὴ καὶ τὰ εἰρημένα. πάντα μὲν γὰρ ἀνάκλασις ὡς δι’ ἀνάκλασιν γινόμενα,232

233

ἀλλ’ ἐπεὶ κατ’ εἶδος ἕτερα ὧν ἡ ἀνάκλασις, διὰ τοῦτο καὶ τὰ προβλήματα οὕτως ἕτερα. εἰπὼν δὲ τῷ ἄλλων ἢ ἄλλως εἶναι τοῦ μὲν ἄλλων εἶναι παράδειγμα τέθεικε, τοῦ δὲ ἄλλως οὐχί. ἢ ἴσως ὡς πρὸς ἄμφω ἀρκοῦν τοῦτο τέθεικε, τό τε ἄλλων καὶ τὸ ἄλλως· ἄλλως γὰρ ὄψεων, ἄλλως φωτὸς
5καὶ ἄλλως ἀκτίνων ἡλίου ἀνάκλασις.
6nΤὰ δὲ τῷ τὸ μέσον ὑπὸ τὸ ἕτερον μέσον εἶναι.
7 Δοκεῖ ἀνακόλουθον εἶναι τὸ λεγόμενον πρὸς τὸ προτεθέν. περὶ γὰρ ταυτότητος προβλημάτων ῥηθῆναι προέκειτο· πῶς οὖν τινι διαφέρειν ἀλλή‐ λων φησί τινα προβλήματα, ἐν οἷς ἀπαριθμῆσαι προτέθειται τρόπους προ‐
10βλημάτων ταυτότητος; ἢ διὰ τὸ σφοδρὸν τῆς ταυτότητος, διὰ τοῦτο τὴν διαφορὰν εἴρηκεν· ὡς γὰρ ὑπὸ τὸ αὐτὸ οὐ μόνον κατ’ εἶδος, ἀλλὰ δὴ καὶ κατ’ ἀριθμὸν ἀναγόμενα αἴτιον ὑπερβολὴν ταυτότητος ἔχει, διαφέροντα μόνον τῷ τὸ μὲν προσεχῶς, τὸ δὲ διὰ μέσου εἰς ταὐτὸ ἀναφέρεσθαι. τοῦ γὰρ ἑτέρου τὸ μέσον ὑπὸ τὸ ἑτέρου ἀναφερόμενον διὰ μέσου ἑαυτοῦ κἀκείνῳ
15τὴν πρὸς τὸ πρῶτον μέσον ἀναφορὰν δίδωσιν. ἢ ὅτι καὶ ὁ τρόπος τῆς τοιαύτης διαφορᾶς ταυτότητα μᾶλλον τῶν προβλημάτων παρίστησιν.
17nΟἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥε;
18nδιότι χειμεριώτερος φθίνων ὁ μήν. διὰ τί δὲ χειμεριώτερος
19nφθίνων; διότι ἡ σελήνη ἀπολείπει. ταῦτα γὰρ οὕτως ἔχει πρὸς
20nἄλληλα.
21 Παράδειγμα τοῦτο τοῦ τρίτου τρόπου τῆς τῶν προβλημάτων ταυτότητος. μῆνα δέ φησι τὸ χρονικὸν διάστημα, δι’ ὅσου ἡ σελήνη αὔξει τε καὶ μει‐ οῦται. ἔστι δὲ φθίνων ὁ μὴν μετὰ τὴν πανσέληνον, ἐλαττουμένου τοῦ φωτὸς τῆς σελήνης. τοῦ μὲν οὖν τὸν Νεῖλον μᾶλλον ῥεῖν τοῦ μηνὸς
25φθίνοντος τὸ χειμεριώτερον εἶναι τὸν μῆνα φθίνοντα μέσον καὶ αἴτιον, τούτου δὲ αὖθις τὸ τὴν σελήνην ἀπολείπειν. οὕτω γὰρ ἔχει ταῦτα πρὸς ἄλληλα, ὡς τὸ μέσον τοῦ προτέρου προβλήματος ὑπὸ τὸ μέσον εἶναι τοῦ δευτέρου. τῆς γὰρ σελήνης ἐκλειπούσης ψυχρότερον νυκτὸς τὸ τοῦ ἀέρος κατάστημα γίνεται καὶ διὰ τοῦτο ὑγρότερον· διὸ τῆς ὑγρότητος πλεονα‐
30ζούσης ἕπεται μᾶλλον ῥεῖν καὶ τὸν ποταμόν. μήποτε δὲ καὶ τρία εἴη ταῦτα προβλήματα ἐφεξῆς ὑπάλληλα. διὰ τί ὁ Νεῖλος μᾶλλον ῥεῖ τοῦ μηνὸς φθίνοντος; διότι χειμεριώτερος φθίνων ὁ μήν. καὶ διὰ τί τοῦτο; διὰ τὸ τὴν σελήνην ἐκλείπειν. καὶ διὰ τί τοῦτο; διότι τῷ ἡλίῳ συνοδεύει. καὶ εἰσὶ πάντα εἰς ἓν τὸ πρῶτον ἀναγόμενα μέσον καὶ αἴτιον, καὶ δι’ ἐκεῖνο
35ἀλλήλοις σύνεστιν. ἡ γὰρ σελήνη τῷ ἡλίῳ συνοδεύουσα τὸ μὲν πρὸς αὐτὸν233

234

μέρος φωτίζεται, τὸ δὲ πρὸς ἡμᾶς ἀφώτιστος γίνεται καὶ διὰ τοῦτο ἐκλείπει. ἐκλειπούσης δὲ ταύτης χειμεριώτερος ὁ μὴν γίνεται. ἐκ τούτου δὲ πάλιν ῥεῖ τότε μᾶλλον ὁ Νεῖλος.
4nΠερὶ δὲ αἰτίου καὶ οὗ αἴτιον.
5 Ἄξιον δὲ ζητῆσαι περὶ αἰτίου καὶ οὗ ἐστιν αἴτιον, πῶς πρὸς ἄλληλα περὶ τὸ ἕπεσθαι ἔχουσι. λέγει δὲ αἴτιον μὲν τὸ μέσον, οὗ δὲ αἴτιον τὸ μεῖζον ἄκρον. πότερον δὴ ἕπεται ταῦτα ἀλλήλοις, ὡς θατέρου ὄντος εἶναι τὸ ἕτερον καὶ ἀνάπαλιν, ἢ τοῦ μέσου μὲν ὄντος ἐστὶ τὸ μεῖζον, τοῦ δὲ μείζονος ὄντος οὐκ ἀνάγκη καὶ τὸ μέσον εἶναι; οἷον εἰ πήγνυται ὁ ὀπός,
10φυλλορροεῖ τὰ δένδρα, καὶ εἰ φυλλορροεῖ, πήγνυται, καὶ εἰ ἡ γῆ ἐν μέσῳ, ἐκλείπει ἡ σελήνη, καὶ εἰ ἐκλείπει, ἐν μέσῳ ἡ γῆ; ἢ θάτερον μὲν τῷ ἑτέρῳ ἕπεται, τῷ μέσῳ τὸ ἄκρον, ἀνάπαλιν δ’ οὔ; ἔχει γὰρ ἀπορίαν ὁ λόγος· εἰ μὲν γὰρ ὄντος τοῦ αἰτιατοῦ οὐκ ἔστι καὶ τὸ αἴτιον ἐξ ἀνάγκης, ἔσται ἕτερον αἴτιον· εἰ γὰρ ἄμεσον, οὐ πρόβλημα, εἰ δὲ πρόβλημα, ἕξει
15μέσον ἀεί, καὶ ἢ τοῦτο ἢ ἕτερον. εἰ μὲν οὖν τοῦτο ἀεί, ἔσται ἐξ ἀνάγκης ὄντος τοῦ αἰτιατοῦ καὶ τὸ αἴτιον· εἰ δὲ μή, οὐ τὸ αὐτὸ ἕξει ἀεί, ὥστ’ οὐχ ἁπλῶς τὸ αἴτιον, ἀλλά πῃ· τοῦτο δ’ οὐκ ἐπιστήμη. τὸ γὰρ πῇ μὲν οὕτω, πῇ δ’ ἄλλως, οὐ στάσις οὐδ’ ὅρος. εἰ δ’ ἔστιν ὄντος τοῦ αἰτιατοῦ καὶ τὸ αἴτιον, ἅμα ἂν εἴη ἄμφω ταυτί, καὶ δεικνύοιτ’ ἂν δι’ ἀλλήλων· καὶ
20οὐδὲ τοῦτ’ ἂν ἐπιστήμη δόξειεν εἶναι, τῷ τὸ αὐτὸ τοῦ αὐτοῦ αἴτιον ἅμα εἶναι καὶ αἰτιατόν, καὶ πρῶτον καὶ ὕστερον, καὶ δεικνύον καὶ δεικνύμενον. ἢ οὐχ ὡσαύτως ἑκάτερος τῶν συλλογισμῶν, ἀλλ’ ὁ μὲν διὰ προτέρου καὶ αἰτίου, καὶ διὰ τοῦτο ἀπόδειξις τοῦ διὰ τί, ὁ δὲ διὰ τοῦ ὑστέρου καὶ αἰτια‐ τοῦ καὶ διὰ τοῦτο τοῦ ὅτι, οὐ τοῦ διότι. καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸ μὲν
25ἐν τῷ λόγῳ τοῦ τί ἦν εἶναι θατέρου λαμβάνεσθαι, τὸ δ’ ἐν τῷ τοῦ ἑτέρου οὐχί· τὸ μὲν γὰρ ἐν μέσῳ εἶναι τὴν γῆν ἐν τῷ λόγῳ τῆς ἐκλείψεως, ἀνά‐ παλιν δ’ οὔ, ὡς καὶ ἐν τῷ λόγῳ τοῦ φυλλορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν, οὐχὶ δ’ ἐν τῷ τούτου ἐκεῖνο. μήποτε δὲ ἐνδέχεται τοῦ αὐτοῦ πλείονα εἶναι τὰ μέσα καὶ αἴτια· πλὴν οὐχὶ τῷ αὐτῷ, ἄλλῳ γε μὴν καὶ ἄλλῳ
30ὑποκειμένῳ. εἰ γάρ τι εἴη πλειόνων πρώτως, τουτέστιν ἀμέσως κατηγο‐ ρούμενον, δύναιτ’ ἂν διὰ μέσων τούτων κατὰ πλειόνων περαίνεσθαι, πῇ μὲν διὰ τοῦδε κατὰ τοῦδε, πῇ δὲ διὰ τοῦ ἑτέρου καθ’ ἑτέρου. εἰ γὰρ τὸ Α τῷ Β καὶ τῷ Γ πρώτοις ὑπάρχει, εἶτα τὸ Β πρώτῳ τῷ Δ καὶ τὸ Γ τῷ Ε, ἔσται τὸ Α διὰ μὲν τοῦ Β τῷ Δ, διὰ δὲ τοῦ Γ τῷ Ε, ὥσπερ
35τὸ ζῷον ὑπάρχει πρώτοις τῷ λογικῷ καὶ ἀλόγῳ, τούτων δὲ τὸ μὲν τῷ
ἀνθρώπῳ, τὸ δὲ τῷ ἵππῳ. ὑπάρξει οὖν τὸ ζῷον διὰ μὲν τοῦ λογικοῦ τῷ234

235

ἀνθρώπῳ, διὰ δὲ τοῦ ἀλόγου τῷ ἵππῳ. τοῦ μὲν αἰτιατοῦ τοίνυν ὑπάρ‐ χοντος ὑπάρχει τὸ πρᾶγμα ἐξ ἀνάγκης, τοῦ δὲ πράγματος ὑπάρχοντος εἶναι μὲν ἀνάγκη αἴτιον, οὐ μὴν δὲ ἅπαν. τοῦ γὰρ λογικοῦ ὑπάρχοντος τῷ ἀνθρώπῳ ἀνάγκη καὶ τὸ ζῷον ὑπάρχειν αὐτῷ· τοῦ δὲ ζῴου ὑπάρ‐
5χοντος τῷ ἀνθρώπῳ τὸ λογικὸν μὲν ὑπάρξει αὐτῷ, οὐ μὴν δὲ καὶ τὸ ἄλογον· ταῦτα δ’ ἦν ἄμφω αἴτια, δι’ ὧν ὑπάρχειν ἐλέγετο πλείοσιν. ἀλλ’ οὐχ οὕτως αἱ ἐπιστῆμαι· τό τε γὰρ μεῖζον ἄκρον καθόλου καὶ τὸ ἔλαττον ὡσαύτως, ὥστε δὴ καὶ τὸ μέσον ἴσον δεῖ εἶναι καὶ τούτοις συνεπεκτείνε‐ σθαι. κἂν εἴδει ᾖ διαφέροντα τὰ ὑπὸ τὸ μεῖζον, πᾶσι τούτοις χρὴ καὶ
10τὸ μέσον συνεπεκτείνεσθαι· οὐ γὰρ πῇ μὲν κατὰ τοῦδε, πῇ δὲ κατὰ τοῦδε τῶν ὑπὸ τὸ μεῖζον ἡ ἀπόδειξις γίνεται, ἀλλὰ κατὰ πάντων ἁπλῶς. οὐ γὰρ πῇ μὲν κατὰ τοῦ ἰσοπλεύρου αἱ δύο ὀρθαί, πῇ δὲ κατὰ τοῦ σκαληνοῦ, πῇ δὲ κατὰ τοῦ ἰσοσκελοῦς ἀποδείκνυνται, ἀλλὰ κατὰ τοῦ τριγώνου ἁπλῶς, καὶ οὐχ ᾗ ἄλλο τι, ἀλλ’ ᾗ γε τρίγωνον. ὥστε καὶ τὸ μέσον τοιοῦτον
15εἶναι δεῖ, ᾗ τρίγωνον ὑπάρχον τῷ τριγώνῳ, καὶ καθόλου κατὰ τοῦ τρι‐ γώνου τὰς δύο περαῖνον ὀρθάς, κἂν εἴδη τοῦ τριγώνου ὑπάρχῃ πλείονα, καὶ κατὰ τούτων πάντων κατηγορεῖσθαι, ᾗ τρίγωνόν ἐστιν. εἰ γὰρ μὴ τὸ μέσον ἴσον τῷ πρώτῳ ἐστίν, ὡς ἐκείνῳ εἰς τὰ εἴδη πάντα τὰ ὑπ’ ἐκεῖνο συνεπεκτείνεσθαι, οὐκ ἔσται καθόλου παντὶ τῷ ὑπ’ ἐκεῖνο ἐκείνου αἴτιον.
20εἰ δὲ τοῦτο, οὐκ ἐπιστήμη οὐδὲ ἀπόδειξις· καθόλου γὰρ ἡ ἐπιστήμη, καὶ ᾗ τόδε τι τὸ ὑποκείμενον, κατ’ αὐτοῦ τὸ μεῖζον διὰ τοῦ μέσου συν‐ άγουσα, οἷον τοῦ τριγώνου, ᾗ τρίγωνον, τὰς δύο ὀρθάς, τῶν φυτῶν, ᾗ φυτὰ ἢ ἁπλῶς ἢ τοιάδε, οἷον πλατυφύλλων τὸ φυλλορροεῖν. ὥστε καὶ ἀντι‐ στρέψει τὸ αἴτιον πρὸς τὸ αἰτιατόν, καὶ τοῖς ὑπ’ ἐκεῖνο πᾶσιν ἐπίσης
25ἐκείνῳ ὑπάρξει. εἰ γὰρ ἐφεξῆς δύο ὀρθαί, καὶ εἰ δύο ὀρθαί, ἐφεξῆς· καὶ εἰ φυλλορροεῖ, πήγνυται ὁ ὀπός, καὶ εἰ πήγνυται, φυλλορροεῖ. πλὴν μὴ ἐπὶ τῶν τυχόντων τὸ πήγνυσθαι, ἀλλ’ ὡς ἐπὶ δένδρων· οὐ γὰρ εἰ καὶ τὸ ἐν τῷ ποταμῷ ὑγρὸν πήγνυται, τὸ φυλλορροεῖν ἔσται, ἀλλ’ εἰ τὸ ἐν τοῖς δένδροις. ἐπεὶ δὲ πρότερον μὲν ἐνδέχεσθαι εἴρηται μὴ εἶναι τὸ αὐτὸ πᾶσιν αἴτιον
30τοῦ αὐτοῦ, καὶ ὅρους πορίσασθαι προσεγένετο, ἐν οἷς τοῦτο τεθεωρήκαμεν, ὡς ἐπὶ ζῴου καὶ ἀνθρώπου καὶ ἵππου (τῷ μὲν γὰρ ἀνθρώπῳ τοῦ ζῴου τὸ λογικὸν αἴτιον, τῷ δὲ ἵππῳ τὸ ἄλογον) αὖθις δὲ εἴπομεν ὅτι τὸ αὐτὸ δεῖ εἶναι τὸ μέσον, διὰ τὸ καὶ τὸ μεῖζον ὅλον τι εἶναι καὶ τὸ ἔλαττον ὡσαύτως, καὶ συμπαρεκτείνεσθαι μὲν τὸ μεῖζον καὶ ἐξισοῦσθαι πᾶσι τοῖς
35ὑπ’ αὐτό, ὁμοίως δ’ ἔχειν καὶ τὸ μέσον, λόγον τε ὂν καὶ ὅρον τοῦ μείζονος, καὶ αὐτῷ τε ἐξισάζον τῷ μείζονι καὶ τοῖς ὑπ’ ἐκεῖνο πᾶσιν, ἐπεὶ οὖν
οὕτως εἴρηται καὶ δοκεῖ ἰσχὺν ἔχειν τῶν λόγων ἑκάτερος, αὐτὸ τοῦτο235

236

ζητητέον, εἰ ἐνδέχεταί ποτε ἄλλο καὶ ἄλλο εἶναι αἴτιον τοῦ αὐτοῦ πᾶσι τοῖς ὑπ’ αὐτό, καὶ πότε ἐνδέχεται καὶ πότε οὔ. οὕτως γὰρ τῶν εἰρημένων λόγων ἑκάτερος τὸ οἰκεῖον ἀπολαβὼν οὐδεμίαν ἡμῖν παρέξει ἀμφιβολίαν. εἰ μὲν τοίνυν κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἀποδεικτικῆς ἐπιστήμης ὁ λόγος
5προβαίνοι, ὡς καθ’ αὑτὸ τὴν ἀπόδειξιν γίνεσθαι αἰτίου λαμβανομένου μὴ μόνον τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος, οὐκ ἐνδέχεται ὅλως ἄλλο καὶ ἄλλο εἶναι τὸ αἴτιον, ἀλλ’ ὁ δεύτερος κρατήσει τῶν λόγων· εἰ δ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατά τι σημεῖον ἢ συμβεβηκὸς ἡ δεῖξις γένοιτο, ἐνδέχεται ἄλλο καὶ ἄλλο λαμβάνεσθαι αἴτιον, ὥσπερ τῆς τοῦ
10πυρὸς ὑπάρξεως ἑτέρῳ μὲν τέφραν, ἄλλῳ δὲ καπνόν, καὶ τοῦ φυλλορροεῖν ἄλλῳ μὲν τῶν δένδρων τὸ ῥυτιδοῦσθαι, ἄλλῳ δὲ τὸ λευκαίνεσθαι. ἔστι γὰρ καὶ κατὰ συμβεβηκὸς θεωρεῖν ἄλλο ἄλλῳ ὑπάρχειν, ἀλλ’ οὐκ ἔστιν ἀποδεικτικὰ προβλήματα τὰ τοιαῦτα. εἰ δὲ καὶ τοῦτο δοίημεν, ὁμοίως ἕξει τὸ μέσον τῷ μείζονι, τουτέστιν εἰ μὲν τὸ μεῖζον ἄκρον ὡς γένος
15τινὸς κατηγορεῖται τῶν ὑπ’ αὐτό, καὶ τὸ μέσον ὡς γένος ἔσται κατὰ τοῦ αὐτοῦ· εἰ δὲ ὁμωνύμως κατὰ τῶν ὑπ’ αὐτὸ λέγεται, καὶ τὸ μέσον ὁμοίως ἕξει. οἷον ἔστω πρόβλημα τὸ διὰ τί ὁ ἄνθρωπος ζῷον, καὶ διὰ τί, ἐὰν τέσσαρά τινα ἀνάλογον ᾖ Α πρὸς Β καὶ Γ πρὸς Δ, καὶ ἐναλλὰξ ἀνάλογον· ἀποδοθήσεται γὰρ αἴτιον τὸ ἰσάκις εἶναι πολλαπλάσιον τὸ Α πρὸς τὸ Β καὶ
20τὸ Γ πρὸς τὸ Δ. τοῦτο γὰρ καὶ ἐν γραμμαῖς καὶ ἐν ἀριθμοῖς θεωρούμενον ἄλλο τε ἔσται καὶ τὸ αὐτό. ᾗ μὲν γὰρ ἐν ἑτέρῳ κατ’ εἶδος, ἕτερον κατ’ εἶδος· ᾗ δὲ ἐν τῷ αὐτῷ τῷ γένει, κατὰ γένος ταὐτόν. καὶ ὡς ἔχει τὸ ἐναλλὰξ ἀνάλογον, ὅπερ ἐστὶ τὸ μεῖζον, οὕτω καὶ τὸ ἰσάκις πολλαπλάσιον, ὅπερ ἐστὶ τὸ μέσον. τοιοῦτόν ἐστι καὶ τὸ ζῷον καὶ τὸ λογικὸν ζῷον, δι’
25οὗ μέσου κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον συνήγομεν· γένος τε γὰρ ἀνθρώπου τὸ ζῷον, καὶ τὸ λογικὸν ζῷον ὡσαύτως γένος τοῦ αὐτοῦ. ὁμωνύμου δὲ μείζονός τε καὶ μέσου παράδειγμα τὸ ὅμοιον. τὸ γὰρ ὅμοιον σχήματί τε ὑπάρχον καὶ χρώματι ὁμωνύμως ὑπάρχον καὶ μέσον ἕξει ὁμώνυμον· ἔστι γὰρ ὅμοιον σχήματί τε σχῆμα καὶ χρώματι χρῶμα, ἀλλ’ ἄλλο ἄλλῳ· ἄλλο
30γὰρ ὅμοιον τὸ ἐν σχήματι καὶ ἄλλο τὸ ἐν χρώματι, ἐπεὶ καὶ γένει ἀλλήλων ἕτερα χρῶμα καὶ σχῆμα. καὶ ἴδιον μὲν ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον, καὶ ἔσται διὰ τοῦτο ταῦτα καὶ τῷ σχήματι καὶ τῷ χρώματι, ἀλλ’ ὁμω‐ νύμως. καὶ δῆλον ὅτι ἐπὶ μὲν σχήματος ἡ ὁμοιότης κατὰ τὸ ἔχειν τὰς πλευρὰς ἀνάλογον καὶ τὰς γωνίας ἴσας, ἐπὶ δὲ χρώματος τὸ ὑπὸ τῆς
35αὐτῆς αἰσθήσεως γινώσκεσθαι. κἂν κατὰ ἄλλα δὲ θείη τις τὴν ἐν σχήμασι
καὶ χρώμασιν ὁμοιότητα, τέως οὐδέποτε κατὰ τὸ αὐτὸ ἡ ὁμοιότης ἔσται236

237

ἐν σχήματί τε καὶ χρώματι, ὥστε ὄνομα μόνον ἔσται κοινὸν τῆς ὁμοιό‐ τητος ἐν ἀμφοῖν, καὶ ὃ ἂν εἴποι τις μέσον τοῦ ὅμοιον εἶναι χρώματι χρῶμα καὶ σχήματι σχῆμα, ὁμώνυμον ἔσται. καλῶς ἄρα εἴρηται ὅτι ὡς ἔχει τὸ μεῖζον, ὁμοίως ἕξει καὶ τὸ μέσον· εἰ μὲν ὁμώνυμον, ὁμώνυμον
5καὶ τὸ μέσον, εἰ δὲ γένος ἐκεῖνο, γένος ἔσται καὶ τὸ μέσον, καὶ εἰ ἴσον ἐκεῖνο, καὶ τὸ μέσον ἴσον, ὅτε καὶ μέσον τὸ μέσον καὶ αἴτιον οὐ μόνον τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος.
8nΠερὶ δ’ αἰτίου καὶ οὗ αἴτιον.
9Ἀπορίαν τινὰ κινεῖ τοῖς περὶ τοῦ αἰτίου καὶ αἰτιατοῦ εἰρημένοις ἀκο‐
10λουθοῦσαν. φησὶ γὰρ ὅτι ἐπειδὴ ὁ μέσος αἴτιός ἐστι τοῦ πρώτου τῷ ἐσχάτῳ, ἆρ’ ὥσπερ ὄντος τοῦ αἰτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν, οὕτω καὶ τοῦ αἰτιατοῦ ὄντος ἐξ ἀνάγκης ἔσται καὶ τὸ αἴτιον, ὡς ἀντακολουθεῖν ἀλλήλοις ταῦτα; οἷον εἰ τὸ πλατέα ἔχειν φύλλα αἴτιον τοῦ φυλλορροεῖν εἴπωμεν, ἆρα ὥσπερ ὄντος τοῦ πλατέα ἔχειν φύλλα ἐστὶ τὸ φυλλορροεῖν,
15οὕτω καὶ ὄντος τοῦ φυλλορροεῖν ἔσται τὸ πλατέα ἔχειν φύλλα; καὶ ἐπὶ τῆς σεληνιακῆς ἐκλείψεως, ἐπειδὴ αἴτιον ταύτης ἐστὶ τὸ τὴν γῆν ἐν μέσῳ εἶναι τῆς σελήνης καὶ τοῦ ἡλίου, ἆρ’ ὥσπερ ὄντος τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν ἔστιν ἡ ἔκλειψις, οὕτω καὶ οὔσης τῆς ἐκλείψεως ἔσται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν;
20nΕἰ γὰρ μὴ ὑπάρχει, ἄλλο τι ἔσται τὸ αἴτιον αὐτῶν.
21 Ἑκατέρωθεν ὥσπερ τι ἄτοπον ἑπόμενον δείκνυσιν, εἴτε τις ἀλλήλοις ἀκολουθεῖν ἐρεῖ εἴτε μὴ τὸ αἰτιατὸν καὶ τὸ αἴτιον. εἰ μὲν γὰρ μὴ ὥσπερ ὄντος τοῦ αἰτίου ἔστι καὶ τὸ αἰτιατόν, οὕτως ὄντος τοῦ αἰτιατοῦ ἔστι καὶ τὸ αἴτιον, οὐκ ἔσται ἁπλῶς αἴτιον τὸ αἴτιον, ἀλλ’ ἔσται τι ἄλλο ἐνίοτε.
25ἐπεὶ γὰρ αἰτιατὸν τὸ αἰτιατόν, ἄλλο τι ἕξει τὸ αἴτιον τότε, ὅτε ὄντος αὐτοῦ μὴ ἔστι τὸ αἴτιον· τοῦτο δ’ οὐκ ἐπιστήμη τὸ πῇ μὲν ἄλλο ἔχειν τοῦ αὐτοῦ πῇ δὲ ἄλλο τὸ αἴτιον. εἰ δὲ ἅμα ὑπάρχει τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ὡς ἐπὶ τοῦ πλατυφύλλου καὶ τοῦ φυλλορροεῖν, καὶ τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν καὶ τῆς ἐκλείψεως, εἰ οὕτως ἐστίν, ἅμα τε ἔσται καὶ δι’
30ἀλλήλων δεικνύοιτο, καὶ κύκλῳ ἂν εἴη δεῖξις, ἀλλ’ οὐκ ἀπόδειξις· ὡς ἀλλήλων εἶναι ταῦτα αἰτιατά τε καὶ αἴτια.
32nἜστω γὰρ τὸ φυλλορροεῖν ἐφ’ οὗ Α.
33Δείκνυσι τὸ εἰρημένον καὶ ἐπὶ παραδείγματος, μείζονα ὅρον τὸ φυλ‐
λορροεῖν λαμβάνων, μέσον τὸ πλατύφυλλον, ἐλάττω τὴν ἄμπελον, ὡς εἶναι237

238

αἴτιον τὸ πλατύφυλλον τοῦ φυλλορροεῖν τῇ ἀμπέλῳ· εἶτ’ ἀντιστρέφει [καὶ] μέσον τιθεὶς τὸ φυλλορροεῖν, μεῖζον τὸ πλατύφυλλον, ἔσχατον ἄκρον τὴν ἄμπελον, ὡς γίνεσθαι αἴτιον τὸ φυλλορροεῖν τοῦ πλατυφύλλου τῇ ἀμπέλῳ. καὶ οὕτως ἀλλήλων αἴτια καὶ δι’ ἀλλήλων δεικνύμενα τὸ πλατύφυλλον,
5καὶ τὸ φυλλορροεῖν. τὰ δὲ κατὰ μέρος σαφῆ.
6nΕἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.
7 Ὡς μὲν οὖν εἴρηται, δι’ ἀλλήλων ἂν δόξειε δείκνυσθαι καὶ ἀλλήλων εἶναι τὰ αὐτὰ αἰτιατά τε καὶ αἴτια. εἰ δὲ τοῦτο, φησί, μὴ ἐνδέχεται, ἵν’ εἴη ταὐτὸ τοῦ αὐτοῦ αἰτιατόν τε καὶ αἴτιον· τὸ γὰρ αἴτιον πρότερον τοῦ
10οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλά γε τῇ ἐπινοίᾳ ἢ καὶ τῇ φύσει. προηγούμενον γὰρ ἐπινοεῖται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, ἑπομένη δὲ ἡ ἔκλειψίς ἐστι· καὶ τῇ φύσει πρότερον τὸ αἴτιον ᾗ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, οὐδέποτε δ’ ἄν τις ἐπινοήσαιτο ἀνάπαλιν, ἵνα προηγοῖτο μὲν ἡ ἔκλειψις, ἕποιτο δ’ ἡ ἀντίφραξις. ταῦτα οὕτως εἰπών, πρὶν ἀποδοῦναι τὸν
15εἰ σύνδεσμον, αὖθις ἐπήνεγκεν ἕτερον.
16nΕἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τ.
17 Τοῦτο λύσις ἐστὶ τοῦ ἠπορημένου. εἰ μὲν γὰρ μὴ ἀπέδει κατὰ μέτρα τινὰ ἀποδείξεως ἡ ἑτέρα τῆς ἑτέρας ἀπόδειξις, τότ’ ἂν ἦν ἄτοπον ὡς ὁμοίως ὄντων ἀμφοῖν αἰτίων ἀλλήλων καὶ πρώτων καὶ ὑστέρων· ἐπεὶ
20δ’ ἡ μὲν διὰ τοῦ αἰτίου κατὰ πρῶτα μέτρα καὶ κυρίως ἀπόδειξις, ἡ δὲ διὰ τοῦ αἰτιατοῦ κατὰ δεύτερα, κἀκείνη μὲν τοῦ διὰ τί, ἡ δὲ τοῦ ὅτι, κἀκεῖ μὲν τὸ αἴτιον οὐ τοῦ συμπεράσματος μόνον, ἀλλὰ δὴ καὶ τοῦ πράγ‐ ματος, ἐνταῦθα δὲ μόνου τοῦ συμπεράσματος, ἄτοπον οὐδέν. οὐδὲ γὰρ διότι τὸ ἐκλείπειν, διὰ τοῦτο ἐν μέσῳ, ἀλλ’ ὡς οὐκ ἂν ἐκλειπούσης, εἰ μὴ
25ἐν μέσῳ, διὰ τοῦτο διὰ τοῦ ἐκλείπειν τὸ ἐν μέσῳ εἶναι περαίνεται. κἀκεῖνο μὲν ἀπόδειξις κυρίως, ὅτι διὰ τοῦ αἰτίου, τοῦτο δὲ οὐ κυρίως, ἀλλ’ ἢ τεκμηριώδης συλλογισμός. ὥστε ὁ διὰ τοῦ αἰτιατοῦ γινώσκων τὸ αἴτιον οὐ διότι οἶδεν, ὅτι οὐ δι’ αἰτίου οἶδεν, ἀλλ’ ὅτι μόνον διὰ τοῦ ὑστέρου τὸ πρότερον τεκμαιρόμενος.
30nὍτι δ’ οὐ τὸ ἐκλείπειν αἴτιον.
31Ὅτι, φησίν, οὐκ ἔστι τὸ ἐκλείπειν αἴτιον τοῦ ἐν μέσῳ, ἀλλὰ τοῦτο
ἐκείνου, δῆλόν ἐστιν ἐκ τοῦ τὸ μὲν ἐν μέσῳ εἶναι ἐν τῷ ὁρισμῷ τοῦ238

239

ἐκλείπειν παραλαμβάνεσθαι, ἐκεῖνο δὲ ἐν τῷ τούτου οὐχί. ἔκλειψις γὰρ σελήνης ἐστὶ φωτὸς στέρησις διὰ γῆς ἀντίφραξιν, ταὐτὸν δὲ εἰπεῖν διὰ τὸ ἐν μέσῳ τὴν γῆν εἶναι αὐτῆς καὶ τοῦ ἡλίου. ἐπεὶ οὖν ὁ ὁρισμὸς λόγος ἐστὶ δηλωτικὸς τῆς τοῦ ὁριστοῦ φύσεως, διὰ τοῦ ἐν μέσῳ ἡ ἔκλειψις
5γνωρίζεται, διὰ δὲ ἐκείνης τὸ ἐν μέσῳ οὐχί. εἰ δὲ καὶ γνῶναι συμβαίη διὰ τοῦ ὑστέρου τὸ πρότερον, οὐκ ἐπιστημονικῶς ἔσται τοῦτο, ἀλλὰ τεκμηριωδῶς.
8nἪ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι.
9Μήποτε, φησίν, ἔστι καὶ ἄλλως ἀπαντῆσαι πρὸς τὴν εἰρημένην ἀπο‐
10ρίαν. εἰ γάρ ἐστί τι πλειόνων μὲν ἢ ἑνὸς πρώτως, τουτέστιν ἀμέσως κατηγορούμενον, κατὰ πλειόνων δὲ ἢ ἑνὸς διὰ μέσων ἐκείνων συναγόμενον, ἕξει μὲν αἴτιον ἀεὶ καὶ μέσον ἓν ὧν πρώτως κατηγορεῖται, δι’ οὗ μέσου κατά τινος τῶν δευτέρων συναχθήσεται, οὐ μὴν ἀεὶ τὸ αὐτό, ἀλλὰ πῇ μὲν τοῦτο πῇ δ’ ἐκεῖνο· ἀλλ’ αἰτίου μὲν ὄντος ἔσται τὸ αἰτιατόν, τοῦ δὲ
15αἰτιατοῦ ὄντος οὐκ ἔσται πᾶν ἐξ ἀνάγκης τὸ αἴτιον, ἀλλ’ ἔσται μέν, οὐ μὴν δὲ πᾶν. οἷον ἔστω ζῷον ἐφ’ οὗ Α, ὧν δὲ πρώτων κατηγορεῖται ἐφ’ ὧν ΒΓ, ἤτοι τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ ταῦθ’ ὑπάρχοντα τοῖς ΔΕ, ἤτοι ἀνθρώπῳ καὶ ἵππῳ. τοίνυν τῷ μὲν Δ τῷ ἀνθρώπῳ αἴτιον ἔσται τοῦ Α τοῦ ζῴου τὸ λογικόν, τῷ δὲ Ε τῷ ἵππῳ τὸ ἄλογον.
20nὭστε τοῦ μὲν αἰτίου ὑπάρχοντος.
21 Ὥστε, φησίν, εἰ οὕτως ἔχον ληφθείη πρῶτον πρὸς μέσον καὶ ἔσχατον, ὄντος μὲν τῶν μέσων τινὸς ἔσται καὶ αὐτὸ ἐξ ἀνάγκης, ὥσπερ ὄντος τοῦ λογικοῦ ζῴου ἔσται καὶ τὸ ζῷον ἁπλῶς, καὶ τοῦ ἀλόγου ὁμοίως· ὄντος δὲ αἰτιατοῦ πράγματος οἷον τοῦ ζῴου, οὐκ ἀνάγκη καὶ πᾶν εἶναι τὸ μέσον
25καὶ αἴτιον, ἀλλ’ ἔσται μέν τι αἴτιον ἐξ ἀνάγκης, οὐ μέντοι πᾶν ἐξ ἀνάγκης. καὶ ἕξει ταύτην διαφορὰν ἡ ἀντακολούθησις, ὡς τοῦ μὲν αἰτίου καὶ ἐν μέσῳ ὄντος εἶναι ἐξ ἀνάγκης ἁπλῶς τὸ αἰτιατόν, τοῦ δὲ αἰτιατοῦ ὄντος οὐκ ἐξ ἀνάγκης ἁπλῶς τὸ αἴτιον, ἀλλ’ ἐνδέχεσθαι καὶ ἐν μέρει εἶναι.
29nἪ εἰ ἀεὶ καθόλου τὸ πρόβλημά ἐστιν.
30 Οὐ κατ’ ἐπιστήμην, φησίν, ἡ δευτέρα ἀπάντησις· καθόλου γὰρ ἀεὶ τὸ ἀποδεικτόν ἐστι πρόβλημα, καὶ οὐ ποτὲ μὲν κατὰ τοῦδε ποτὲ δὲ κατὰ τοῦδε τῶν ὑπ’ αὐτὸ ἐν τοῖς κατὰ τὰς ἐπιστήμας προβλήμασι τὸ μεῖζον
ἄκρον παραλαμβάνεται, ἀλλὰ κατὰ πάντων ἁπλῶς. οἷον εἰ τὸ φυλλορροεῖν239

240

εἴη τὸ μεῖζον, οὐ ποτὲ μὲν κατὰ τοῦδε τῶν φυλλορροεῖν πεφυκότων δένδρων, ποτὲ δὲ κατὰ τοῦδε παραλαμβάνεται, ἀλλ’ ἁπλῶς κατὰ παντὸς τοῦ τοιοῦδε δένδρου. κἂν εἴδη δὲ ᾖ τοῦ τοιοῦδε δένδρου διάφορα, καὶ κατὰ τούτων καθόλου λαμβάνεται, ἢ καθὸ δένδρον, εἰ ἐπὶ πάντων δένδρων
5ὑπάρχει, ἢ καθὸ τοιάδε δένδρα, εἰ μὴ ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν τοιῶνδε, οἷον τῶν πλατυφύλλων· ὥστε καὶ τὸ αἴτιον οὐκ ἐν μέρει ληφθήσεται, ἀλλὰ καθόλου καὶ ὡς πᾶσιν ἁρμόσει καθ’ ὧν τὸ μεῖζον καὶ αἰτιατὸν διὰ μέσου αὐτοῦ περαίνεται. ἴσον ἄρα ἔσται τὸ μέσον καὶ αἴτιον τῷ αἰτιατῷ τε καὶ μείζονι, ὡς ἀντιστρέφειν πρὸς αὐτό· ἄλλως γὰρ οὐχ ὑπάρξει πᾶσι τοῖς ὑπ’
10αὐτὸ οὐδ’ ἔσται καθόλου οὐδ’ ἐπιστημονικῶς αἴτιον.
11nΟἷον διὰ τί τὰ δένδρα φυλλορροε.
12 Παράδειγμα τίθησιν τοῦ ἐξισάζειν καὶ ἀντιστρέφειν πρὸς ἄλληλα τὸ αἰτιατὸν καὶ τὸ αἴτιον· εἰ γὰρ τοῦ φυλλορροεῖν τὰ δένδρα, φησίν, αἰτία ἀποδίδοται ἡ πῆξις τοῦ ἐν αὐτοῖς ὑγροῦ, ἀναγκαῖόν ἐστιν ὑπάρχοντος
15θατέρου ὑπάρχειν καὶ θάτερον, καὶ θατέρου θάτερον, τοῦ φυλλορροεῖν δένδρον τὴν πῆξιν καὶ τῆς πήξεως τὸ φυλλορροεῖν. τὸ δὲ μὴ ὁτῳοῦν ἀλλὰ δένδρῳ εἴρηκε διὰ τὴν ἀκρίβειαν· οὐ γὰρ τῷ τυχόντι ὑπαρχούσης πήξεως τὸ φυλλορροεῖν ὑπάρχει, ἀλλὰ τῷ δένδρῳ, καὶ τούτῳ οὐ τῷ τυχόντι, ὥσπερ καὶ μὴ ὑπάρχοντος θατέρου ὁτῳοῦν, οὐδὲ θάτερον. καὶ
20τῶν δένδρων γὰρ οἷς οὐχ ὑπάρχει πῆξις τοῦ ὑγροῦ, οὐδὲ τὸ φυλλορροεῖν, καὶ οἷς οὐχὶ τὸ φυλλορροεῖν, οὐδὲ πῆξις. ἐλαίᾳ γὰρ καὶ δάφνῃ καὶ τοῖς τοιούτοις ἐπεὶ μὴ θάτερον, οὐδὲ θάτερον, καὶ ἀνάπαλιν· τὸ γὰρ ἐν τούτοις ὑγρὸν ἐπεὶ διὰ τὸ λιπῶδες εἶναι οὐ τελέως πήγνυται, οὐδὲ φυλλορροοῦσι, καὶ ἐπεὶ μὴ τοῦτο, οὐδ’ ἐκεῖνο· πλὴν ἐκεῖνο μὲν ὡς ἡγούμενόν τε καὶ
25αἴτιον, τοῦτο δὲ ὡς αἰτιατὸν καὶ ἑπόμενον. καὶ ἀπ’ ἐκείνου μὲν ὁ λόγος ἀπόδειξις, ἀπὸ δὲ τούτου τεκμηριώδης συλλογισμὸς καὶ οὐ πρώτως ἀλλὰ δευτέρως ἀπόδειξις. καλῶς ἄρα ἔχει ἡ προτέρα ἀπάντησις.
28nΠότερον δὲ ἐνδέχεται μὴ τὸ αὐτ.
29Ἐπειδὴ ἐναργῶς ἐν τοῖς πράγμασι φαίνεται, καθὰ πρότερον εἴρηται,
30τὸ αὐτὸ διὰ μέσου ἄλλου καὶ ἄλλου κατὰ ἄλλου συναγόμενον, αὐτὸ τοῦτο νῦν ζητεῖ εἰ ἐνδέχεται ἐν ταῖς ἐπιστήμαις γίνεσθαι, τουτέστι κατὰ τὸν ἀκριβῆ λόγον προβαίνει τῆς ἀποδείξεως τὸ τοιοῦτον. πότερον οὖν, φησίν, ἐνδέχεται μὴ τὸ αὐτὸ ἀλλὰ καὶ ἄλλο μέσον αἴτιον εἶναι τοῦ αὐτοῦ αἰτια‐ τοῦ τε καὶ μείζονος τοῖς ὑπὸ τὸ μεῖζον πᾶσιν, ἀλλ’ ἕτερον μὲν τούτῳ,
35ἕτερον δ’ ἑτέρῳ, ὡς ἐπὶ τοῦ ζῴου ἐλέγετο πῇ μὲν διὰ μέσου τοῦ λογικοῦ240

241

κατὰ τοῦ ἀνθρώπου περαινομένου, πῇ δὲ διὰ μέσου τοῦ ἀλόγου κατὰ τοῦ ἵππου ἢ κυνὸς ἤ τινος ἄλλου τῶν τοιούτων, ἢ οὔ; ὅτι μὲν οὖν τοῦτο ἐνδέχεται γίνεσθαι κατὰ τὸν ἁπλῶς συλλογισμόν, εἴρηται καὶ ἀληθές ἐστιν· ὅτι δὲ οὐκ ἔστι κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἀποδείξεως, δεί‐
5κνυσι νῦν.
6nἪ εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται.
7 Ἀποκρίνεται πρὸς τὴν πεῦσιν ὡς εἰ μὲν κατὰ τὸν ἀκριβῆ λόγον προ‐ βέβηκεν ἡ ἀπόδειξις, ἀλλ’ οὐ τεκμηριώδης τις συλλογισμὸς γέγονεν ἐκ τῶν ὑστέρων δεικνύων τὸ πρότερον, ἢ συμβεβηκός τι μέσον παρείληπται, οὐχ
10οἷόν τε τοῦτο γενέσθαι, ἵνα πολλοί τε ὦσι μέσοι καὶ πολλὰ συμπεράσματα συνάγωνται κατὰ διαφόρων ἐλαττόνων περαινομένου τοῦ μείζονος, ἀλλ’ εἷς τε ἐξ ἀνάγκης ὁ μέσος καὶ εἷς ὁ ἐλάττων ὥσπερ ὁ μείζων, καὶ ἓν ἀεὶ τὸ συναγόμενον συμπέρασμα. τούτου δὲ αἴτιον ὅτι τὸ μέσον λόγος ἐστὶ τοῦ ἄκρου, ὁ δὲ λόγος ἑκάστου εἷς ἐστι καὶ ὁ αὐτός. εἰ δὲ μὴ καθ’ αὑτὸ
15ἡ ἀπόδειξις γέγονεν, ἀλλὰ κατὰ σημεῖον ἢ συμβεβηκός, ἐνδέχεται καὶ δια‐ φόρους μέσους λαβεῖν καὶ διαφόρους ἐλάττονας, κἀντεῦθεν συναγαγεῖν καὶ διάφορα συμπεράσματα. κατὰ σημεῖον μέν, εἴ τις πῦρ ὑπάρξαι τεκμήραιτο, ὅτι τέφρα, ἢ ὑπάρχειν, ὅτι καπνός. τά τε γὰρ μέσα διάφορα, τέφρα τε καὶ καπνός, καὶ τὸ συναγόμενον διαφόρως συνάγεται· τὸ μὲν γὰρ ὑπάρξαι
20τὸ δ’ ὑπάρχειν. κατὰ συμβεβηκὸς δὲ ὡς εἰ διὰ μὲν τοῦ πλατυωνύχου κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον, διὰ δὲ τοῦ μονωνύχου κατὰ τοῦ ἵππου συν‐ άξομεν, ἢ διὰ τοῦ γελαστικοῦ κατὰ τοῦ ἀνθρώπου, διὰ δὲ τοῦ χρεμετιστικοῦ κατὰ τοῦ ἵππου. ἀλλὰ πῶς διὰ τοῦ λογικοῦ καὶ ἀλόγου κατὰ διαφόρων τὸ ζῷον συνάγεται; ἢ οὐδὲ ταῦτα οὐσία τῷ ζῴῳ ἁπλῶς, ἀλλὰ τοῖς ὑπ’ αὐτὰ
25ἐν τοῖς λόγοις αὐτῶν λαμβανόμενα· τῷ δ’ ἁπλῶς ζῴῳ τὸ λογικὸν ζῷον εἰ καθ’ αὑτό τις ἐρεῖ, ἀλλ’ οὐ κατὰ τὸν πρῶτον τρόπον τοῦ καθ’ αὑτό, ἀλλὰ κατὰ τὸν δεύτερον ὡς γρυπότης καὶ σιμότης ἐν ῥινὶ καὶ ὡς ἐν ἀριθμῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον· ὡς ἐνδέχεσθαι τῷ ζῴῳ τούτων ἑκάτερον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὃ περὶ τοῦ συμβεβηκότος λεγόμενον ἀπο‐
30δέδοται. ὥστ’ οὐδ’ ἀπόδειξις, ἐν ᾗ μέσον τοιοῦτον παραλαμβάνεται.
31nἜστι δὲ καὶ οὗ αἴτιον καὶ ᾧ σκοπεῖν.
32 Εἰ καὶ ἐπὶ τῶν ἀποδεικτικῶν, φησί, προβλημάτων καθ’ αὑτό τε ὁ μείζων τῷ ἐλάττονι ὑπάρχει καὶ ὁ μέσος λόγος τοῦ μείζονος, ἀλλ’ ἔστι τινὰ προβλήματα, ἐν οἷς ἔστι κατανοεῖν καὶ τὸ οὗ αἴτιον τὸ μέσον, τουτέστι
35τὸ μεῖζον ἄκρον, καὶ τὸ ᾧ αἴτιον τὸ μέσον ἐστὶ τοῦ μείζονος, τουτέστι τὸ
ἔλαττον, κατὰ συμβεβηκὸς ἀλλήλοις συνόντα· ἀλλ’ οὐ δοκεῖ τὰ τοιαῦτα προ‐241

242

βλήματα εἶναι. εἰ δὲ μὴ οὐ δοκεῖ, ταὐτὸν δὲ εἰπεῖν εἰ δὲ δοκεῖ, ὁμοίως ἕξει καὶ ὁ μέσος ὡς ἔχει ὁ μείζων πρὸς τὸν ἐλάττονα· εἰ μὲν ὡς γένος ὢν τοῦ ἐλάττονος οὕτως οὐκ ἔστι καθ’ αὑτό, καὶ ὁ μέσος ὡς γένος ἔσται, εἰ δ’ ὡς ὁμώνυμος φωνή, καὶ ὁ μέσος ὡσαύτως. ἀλλὰ ῥητέον ἔτι σαφέ‐
5στερον· ὅταν ἐρωτωμένου τοῦ διὰ τί μὴ τὸ κυρίως αἴτιον ἀποδοίη τις, ἀλλά τι τῶν κατὰ συμβεβηκός, οὐ δοκεῖ τὰ τοιαῦτα προβλήματα εἶναι ἀπο‐ δεικτά· τότε γὰρ ἀποδεικτὸν τὸ πρόβλημα γίνεται, ὅταν ὁ λόγος τοῦ μεί‐ ζονος μέσος παραλαμβάνηται. κατὰ συμβεβηκὸς δὲ τὰ τοιαῦτα λέγει, ὡς μὴ καθ’ αὑτὸ τῆς αἰτίας ἀποδιδομένης, οἷον εἴ τις φαίη διὰ τί ἡ σελήνη
10ἐκλείπει; ὅτι ἄσκιος ἐν πανσελήνῳ ἐστί. τοῦτο γὰρ οὐ λόγος τοῦ ἐκλείπειν ἐστίν, ἀλλά τι συμβεβηκός, οὐδὲ αἴτιον ἀλλὰ σημεῖόν τι καὶ παρακολούθημα. ἢ ὅτι διὰ τί ἡ πλάτανος φυλλορροεῖ; ὅτι λευκή ἐστιν. οὐ γὰρ τὸ λευκὸν λόγος ἐστὶ τοῦ φυλλορροεῖν οὐδέ τι τῶν τοιούτων οὐδέν. εἰ δὲ καὶ δόξει, φησί, τὰ τοιαῦτα εἶναι προβλήματα, ὁμοίως ἕξει τὸ μέσον τοῖς ἄκροις· εἰ
15μὲν ὁμώνυμα, τουτέστι καθ’ ὁμωνυμίαν ἀλλήλοις συνόντα, ὁμώνυμον καὶ τὸ μέσον· εἰ δ’ ὡς γένη, τουτέστι κατὰ γενικὴν σχέσιν κοινωνοῦντα, γένος ἔσται καὶ τὸ μέσον τοῦ ἐλάττονος. οὐ γὰρ ἔσται πάντως ἄμφω γένη πρὸς ἄλληλα τὸ μεῖζον καὶ τοὔλαττον. τοῦτο δὲ λέγει ὡς πρὸς τὸ εἰρημένον τὸν λόγον ἀποτεινόμενος, ἐν ᾧ ἔλεγε διαφόρους εἶναι μέσους ἄλλῳ καὶ ἄλλῳ
20ἐλάττονι τὸν αὐτὸν συνάγοντας μείζονα.
21nΟἷον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογα;
22 Τοῦτο τοῦ ὡς γένος ἐστὶ παράδειγμα· γενικῶς γὰρ ἐν διαφόροις κατ’ εἶδός ἐστι θεωρούμενον ἔν τε γραμμαῖς καὶ ἐν ἀριθμοῖς τὸ ἐὰν τέσσαρ’ ἄττα ἀνάλογον ᾖ, πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον, καὶ ἐναλλὰξ
25ἀνάλογον ὡς πρῶτον πρὸς τρίτον, οὕτω δεύτερον πρὸς τέταρτον. τοίνυν τὸ ἐναλλὰξ ἀνάλογον τὸ μεῖζόν ἐστι, τὸ δὲ ἔλαττον γραμμαὶ ἢ ἀριθμοί, τὸ δὲ μέσον δεῖ εὑρεῖν. ἔστι δὲ τὸ ἰσάκις πολλαπλάσιον. ὡς οὖν τὸ ἐναλλὰξ ἀνάλογον γένος ἦν διαφόροις κατ’ εἶδος ὑπάρχον γραμμαῖς τε καὶ ἀριθμοῖς, οὕτω καὶ τὸ ἰσάκις πολλαπλάσιον. τοῦτο τοιγαροῦν ἄλλο τέ ἐστι καὶ τὸ
30αὐτό, ᾗ μὲν γραμμαὶ καὶ ἀριθμοί, ἄλλο καὶ ἄλλο, ᾗ δὲ ἰσάκις πολλαπλάσιον, τὸ αὐτό. τοῦτο γάρ ἐστι τὸ ᾗ δ’ ἔχον αὔξησιν τοιανδ, τουτέστιν ᾗ οὕτως ὑπερέχον, ἤγουν ἰσάκις· ποιότης γὰρ ὑπεροχῆς ἐστι τὸ ἰσάκις πολλα‐ πλασιάζεσθαι. ἔστι γὰρ καὶ ἀνισάκις τὰς ὑπεροχὰς γίνεσθαι· τὸ δὲ ἰσάκις ἐστίν, ὅταν αἱ ὑπεροχαὶ τῶν προλόγων πρὸς τοὺς ὑπολόγους κατὰ τὸν αὐτὸν
35λόγον γίνωνται, ὥσπερ ὁ η πρὸς τὸν δ καὶ ὁ ιβ πρὸς τὸν ϛ, καὶ ἐναλλὰξ
ὡς ὁ η πρὸς τὸν ιβ, οὕτως ὁ δ πρὸς τὸν ϛ· ἡμιόλιος γὰρ ὁ λόγος ἐν242

243

ἀμφοτέροις, ὡς ὁ πρότερος διπλάσιος. ἐναλλὰξ δὲ λόγος ἐστὶ λόγος τοῦ ἡγουμένου ὡς ἡγουμένου πρὸς τὸν ἡγούμενον ὡς ἑπόμενον, καὶ τοῦ ἑπο‐ μένου ὡς ἡγουμένου πρὸς τὸ ἑπόμενον ὡς ἑπόμενον. διὰ τί ἐὰν ἀριθμοὶ τέσσαρες ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογόν εἰσι; διότι ἰσάκις εἰσὶ πολλα‐
5πλάσιοι ὁ Α πρὸς τὸν Β καὶ ὁ Γ πρὸς τὸν Δ, ἢ ἰσάκις ἐπιμόριοι ἤ τινα ἄλλον λόγον. διότι γὰρ ἰσάκις εἰσὶν ὑπερέχοντες τῶν ὑπολόγων οἱ πρόλογοι, διὰ τοῦτο καὶ ἐναλλὰξ ἀνάλογόν εἰσιν. ἔστι τοίνυν καὶ τὸ μέσον ὡς γένος· τὸ γὰρ ἰσάκις πολλαπλάσιον ἐπί τε ἀριθμῶν καὶ μεγεθῶν ἐστιν, ἃ ὁμογενῆ ὄντα κατ’ εἶδος ἀλλήλων διενήνοχεν. οὕτω καὶ ἐφ’ ὧν ἐλέγομεν πρότερον
10τὸ λογικὸν ζῷον καὶ τὸ ἄλογον ζῷον, δι’ ὧν μέσων τὸ ἁπλῶς ζῷον κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ ἵππου συνήγετο. τὸ γὰρ λογικὸν ζῷον γένος τοῦ ἀνθρώπου, ἐπεὶ καὶ τὸ μεῖζον ὅπερ ἦν τὸ ζῷον, καὶ τὸ ἄλογον τοῦ ἵππου ὡσαύτως. τὸ δὲ οὕτως ἐπὶ πάντων τοῦτο δηλοῖ ὅτι ὥσπερ ἐπὶ τούτων γένους ὄντος τοῦ μείζονος γένος καὶ τὸ μέσον ἐστίν, οὕτως ἐπὶ
15πάντων.
16nΤοῦ δ’ ὅμοιον εἶναι χρῶμα χρώματι.
17 Σαφηνίσας ἤδη διὰ τοῦ παραδείγματος τὸ εἰ ὡς γένος τὸ μεῖζον, καὶ τὸ μέσον ὡς γένος ὑπάρχει, ποιεῖ τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἰ ὁμώνυμον τὸ μεῖζον, καὶ τὸ μέσον ὁμοίως. καὶ ἔστι τοῦτο τὸ ὅμοιον· τὸ γὰρ ὅμοιον
20καὶ ἐν σχήμασιν ὑπάρχει καὶ ἐν χρώμασιν, ἀλλ’ οὐχ ἕξει λόγον ἕνα τὸ ὅμοιον, ὃς ἐν ἀμφοτέροις ἁρμόσει τοῖς γένεσιν, ὡς ἐκεῖ τὸ ἐναλλὰξ ἀνά‐ λογον. ὁ γὰρ λόγος τούτου ὁ αὐτός, κἂν ἐπὶ μεγεθῶν ληφθῇ κἂν ἐπ’ ἀριθμῶν κἂν ἐπ’ ἄλλων ὡντινωνοῦν, τοῦ δὲ ὁμοίου οὐχί· ἄλλο γὰρ ὅμοιον τὸ ἐν σχήμασι καὶ ἄλλο τὸ ἐν χρώμασι. διὰ τοῦτο καὶ οὗτός φησιν ὅτι
25τοῦ δὲ λέγεσθαι ὅμοιον εἶναι χρῶμα χρώματι καὶ σχῆμα σχήματι ἄλλο ἐστὶ καὶ ἄλλο σημαινόμενον ἐν ἄλλῳ καὶ ἄλλῳ ὑποκειμένῳ· ἄλλο γὰρ ἐν τῷ γένει τοῦ σχήματος σημαινόμενον τοῦ ὁμοίου, καὶ ἄλλο ἐν τῷ γένει τοῦ χρώματος, καὶ οὐκ ἔστι τὸν αὐτὸν ἀποδοῦναι λόγον, ὃς ἐφαρμόσει ἐν ἀμφοτέροις τοῖς ὁμοίοις, ὥστε ὁμώνυμον ἐπὶ τούτων τὸ ὅμοιον. ἐπὶ μὲν
30γὰρ τῶν σχημάτων ἡ ὁμοιότης ἐστίν, ὅταν ἀνάλογον ᾖ τῶν πλευρῶν πρὸς ἀλλήλας καὶ τῶν γωνιῶν ἰσότης τοῦδε τοῦ σχήματος πρὸς τόδε· ἐπὶ δὲ τῶν χρωμάτων ὁμοιότης ἐστὶ τὸ ὑπὸ μιᾶς αἰσθήσεως κρίνεσθαι. προσ‐ έθηκε δὲ ἐκεῖ μὲν τὸ ἴσως, ἐνταῦθα δὲ τὸ ἤ τι ἄλλο, ὅτι οὐ προέκειτο νῦν περὶ τούτων ἀκριβολογεῖσθαι. ἐπεὶ οὖν τὸ μεῖζον ἐν τούτῳ ὁμώνυμον,
35εἴ τις ἐρωτώμενος διὰ τί ὅμοιον χρῶμα χρώματι καὶ σχῆμα σχήματι
ἀποκρίνοιτο, ἢ οὐχ ἕξει λόγον ὃν ὡς μέσον καὶ αἴτιον ἀποδώσει, ἢ εἰ243

244

ἕξει, ὁμώνυμος ἔσται φωνὴ τὸ ἀποδιδόμενον. ὡς εἶναι ἔνθα μὲν γένος τὸ μεῖζον, τὸ μέσον οὐχ ἕν τε καὶ ἕν, οὐχ ἓν μὲν τῷ εἴδει, ἓν δὲ αὖθις τῷ γένει, ἔνθα δὲ ὁμώνυμον τὸ μεῖζον, πάντως οὐχ ἓν τὸ μέσον.
4nΤὰ δὲ κατὰ ἀναλογίαν τὰ αὐτ.
5 Τῶν κατηγορουμένων τινά ἐστι κατὰ ἀναλογίαν τοῖς ὑποκειμένοις ὑπάρχοντα, ὥσπερ ἀνθρώπῳ καὶ ἵππῳ καὶ ἰχθύϊ καὶ σηπίᾳ τὸ μὴ λυγίζε‐ σθαι. τὰ δὴ τοιαῦτα κατὰ ἀναλογίαν ἕξει καὶ τὸ μέσον. καθόλου μὲν οὖν λαμβανόμενα καὶ καθόλου ἕξει τοῦ μέσου τὴν ἀπόδοσιν, κατὰ μέρος δὲ καὶ τὸ μέσον ἕξει κατὰ μέρος. οἷον διὰ τί τὰ μὴ λυγιζόμενα τῶν
10ζῴων οὐ λυγίζεται; διότι ἐρείσματα ἔχει. κατὰ μέρος δὲ διὰ τί ἄνθρωπος καὶ ἵππος καὶ τὰ τοιαῦτα οὐ λυγίζεται; διότι ὀστᾶ ἔχει. διὰ τί ἰχθύς; διότι ἄκανθαν ἔχει. διὰ τί σηπία; διότι σηπίον ἔχει. ταῦτα δὲ πάντα ἀνάλογον. τὸ αὐτὸ γὰρ ἐν πᾶσιν τὸ μὴ λυγίζεσθαι οὐ γένει οὐδ’ εἴδει, ἀλλὰ κατὰ ἀναλογίαν· καὶ τὸ αἴτιον τούτου ἀνάλογον. ὅλως τοίνυν τὸ μεῖζον ἢ καθ’
15αὑτὸ ὑπάρχει τῷ ἐλάττονι ἢ κατὰ συμβεβηκός, καὶ εἰ καθ’ αὑτό, ἢ προσ‐ εχὲς ἢ πόρρω· καὶ τὸ κατὰ συμβεβηκὸς ἢ κατὰ πάθος ἢ κατὰ ἀναλογίαν. εἰ μὲν οὖν καθ’ αὑτὸ καὶ προσεχῶς, καὶ τὸ μέσον ἕξει τοιοῦτον, λόγον ὂν τοῦ μείζονος καὶ ἀντιστρέφον πρὸς αὐτό, καὶ οὐδέποτε ἄλλο καὶ ἄλλο, ἀλλ’ ἀεὶ τὸ αὐτό. διὰ τί ἡ σελήνη ἐκλείπει; ὅτι ἡ γῆ ἐν μέσῳ· οὐδέποτε γὰρ
20ἄλλο ἔσται τὸ αἴτιον. τὸ γὰρ εἶναι τὴν σελήνην ἐν μέσῳ οὐ τῆς αὐτῆς αἴτιον ἐκλείψεως, ἀλλ’ ἑτέρας. καὶ ἔσται ἴσως τοῦτο τοῦ ὁμωνύμου παράδειγμα· ὁμωνύμως γὰρ ἡ ἔκλειψις καὶ ἐν ἡλίῳ καὶ ἐν σελήνῃ. διὸ καὶ τὸ μέσον τούτοις ὁμώνυμον ἡ ἀντίφραξις· ἄλλος γὰρ ἔσται λόγος σελήνης ἐκλείψεως καὶ ἄλλος ἡλίου. ἐκεῖ μὲν γὰρ τὸ γῆν ἐν μέσῳ γίνεσθαι αὐτῆς τε καὶ
25ἡλίου, ἐνταῦθα δὲ τὸ σελήνην μέσην γίνεσθαι ἡλίου τε καὶ τῶν ἡμετέρων ὄψεων. εἰ δὲ καθ’ αὑτὸ μὲν τὸ μεῖζον τῷ ἐλάττονι, οὐ προσεχὲς δέ, ἐνδέχεται πλείω εἶναι τὰ μέσα, ὥσπερ τὸ ζῷον οὐ προσεχὲς ὂν ἀνθρώπῳ καὶ ἵππῳ τὸ λογικὸν ἕξει αἴτιον καὶ τὸ ἄλογον. ὁμοίως δὲ καὶ εἰ κατὰ συμβεβηκός. διὰ τί βοῦς καὶ κριὸς καὶ χίμαρος ἐχῖνον ἔχει; διότι κέρατα
30ἔχει, καὶ διότι μονόδοντά ἐστι. συμβεβηκὸς δέ φαμεν ἐνταῦθα τὸ ἀχώρι‐ στον καὶ καθόλου ἑπόμενον· καὶ τοῦτο μὲν κατὰ πάθος, τὸ δὲ κατὰ σχέσιν ἐστὶ τὸ κατὰ ἀναλογίαν, περὶ οὗ ἤδη εἴρηται. ὁ μέντοι Ἀριστοτέλης ἐνταῦθα τὸ προσεχὲς καθ’ αὑτὸ μόνον ὠνόμασε καθ’ αὑτό, τὰ δ’ ἄλλα κατὰ συμβεβηκός· ἢ ἴσως τὸ εἰ δὲ μὴ οὐ πρὸς τὸ προσεχὲς τὸ οὐ μήν, ἀλλὰ
35πρὸς τὸ ἀνωτέρω τὸ ὁ γὰρ λόγος τοῦ ἄκρου.244

245

(1n)

Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον.
2 Πῶς δ’ ἂν εἴποιμι ἀκολουθεῖν ἀλλήλοις τοὺς τρεῖς ὅρους τοῦ ἀπο‐ δεικτικοῦ συλλογισμοῦ; ἤγουν τὸν μέσον, ὃς δὴ καὶ αἴτιός ἐστι, καὶ τὸν μείζονα, οὗ ἐστιν αἴτιον τὸ μέσον, καὶ τὸν ἐλάττω, ᾧ δὴ αἴτιον τοῦ κατη‐
5γορουμένου ἤτοι τοῦ μείζονος τὸ μέσον ἐστίν. ἐπεὶ γὰρ πῶς μὲν λαμβα‐ νόμενα ἀντακολουθεῖ ταῦτα ἀλλήλοις ὡς ἐξισάζοντα, πῶς δ’ αὖθις λείπεται ὁ ἐλάττων τοῦ μέσου τε καὶ τοῦ μείζονος, κἀντεῦθεν εἴργεται τῷ λειπομένῳ ἡ πρὸς τοὺς ὑπερέχοντας ὅρους ἀντακολούθησις, δεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλ’ εἰπεῖν πότε τούτων ἑκάτερον γίνεται. ἐπειδὴ γὰρ καὶ τὸ ἔλαττον
10ἄκρον καθόλου ἐστίν, ὥσπερ καὶ τὸ μεῖζον καὶ τὸ μέσον αὐτό, εἰ μὲν καθ’ ἕκαστον λαμβάνεις τὰ ὑπ’ αὐτό, λειφθήσεται τῶν δύο, τοῦ μέσου τε λέγω καὶ τοῦ μείζονος, εἰ δὲ πάντα ὁμοῦ, ἐξισάζει αὐτοῖς καὶ ἀντακολου‐ θήσει ὡς ἐξισάζον. οἷον ἔστω μεῖζον ἄκρον τὸ εἶναι τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἔλαττον τρίγωνον καὶ τετράγωνον· εἰ δὴ κατὰ μόνου
15τριγώνου συντάξεις τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἐπ’ ἔλαττόν τέ ἐστι, καὶ ἀντακολουθεῖν οὐ δυνήσεται· εἰ δ’ ὁμοῦ κατὰ τοῦ τριγώνου καὶ τετραγώνου, ἐξισάζουσί τε ἀλλήλοις οἱ ὅροι, καὶ ἀντιστρέ‐ φουσι. τί δέ ἐστιν ὅ φαμεν; ὅτι τὸ τέτταρσιν ὀρθαῖς ἴσας τὰς ἔξω γωνίας ἔχειν ἐστὶν ἐπὶ μὲν τοῦ τριγώνου, ἐπειδὴ προσεκβαλλομένης μιᾶς πλευρᾶς
20ἡ ἐκτὸς γωνία τοῦ τριγώνου δυσὶ ταῖς ἐντὸς καὶ ἀπ’ ἐναντίου ἴση ἐστί, καὶ αὖθις τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐὰν τοῦ τριγώνου τὰς τρεῖς παρεκβάλῃς πλευράς, ἑκάστη τῶν ἐκτὸς γωνιῶν δυσὶ ταῖς ἐντὸς καὶ ἀπ’ ἐναντίου ἴση ἐστίν· ὥστε αἱ ἐκτὸς γωνίαι διπλάσιαι τῶν ἐντὸς ἔσονται. καὶ ἐπεὶ αἱ ἐντὸς τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι
25εἰσίν, αἱ ἐκτὸς ἄρα τέτταρσιν ὀρθαῖς ἴσαι ἔσονται. ἐπὶ δὲ τοῦ τετραγώνου ἐπεὶ τὸ τετράγωνον ἰσόπλευρόν τέ ἐστι καὶ ὀρθογώνιον, ἐκβαλλομένης ἑκάστης πλευρᾶς δύο ὀρθαὶ ἐφεξῆς ἔσονται καθ’ ἑκάστην ἐκβολήν, ὡς εἶναι πάσας τὰς ὀρθὰς γωνίας ὀκτώ, ἐντὸς μὲν τέτταρας, ἐκτὸς δὲ ἑτέρας τέτταρας. ἐξισάσει δὴ καὶ ὁ μέσος τοῖς ἄκροις ἐξ ἀνάγκης· λόγος γάρ
30ἐστιν, ὡς καὶ πρώην εἴρηται, τοῦ πρώτου ἄκρου· διὰ τοῦτο δὴ καὶ δι’ ὁρισμοῦ τὰς ἐπιστήμας ἁπάσας γινομένας εὑρίσκομεν. ἔστω δὴ καὶ παρά‐ δειγμα ἐναργέστερον, δι’ οὗ τὸ εἰρημένον περὶ τῶν ὅρων ἐπιγνωσόμεθα καθαρώτερον. τὸ γὰρ φυλλορροεῖν ἀμπέλῳ μὲν ἀκολουθοῦν ὑπερέχει, καὶ
συκῇ ὁμοίως καὶ ἑκάστῳ τῶν φυλλορροεῖν πεφυκότων δένδρων· πρὸς πάντα245

246

δὲ ὁμοῦ λαμβανόμενον οὐχ ὑπερέχει, ἀλλ’ ἐξισάζει. ὡσαύτως καὶ τὸ μέσον, τοῦτο δέ ἐστι τὸ πήγνυσθαι τὸν ὀπόν· τοῖς γὰρ πλατυφύλλοις πᾶσι πήγνυται ὁ ὀπός, καὶ οἷς πήγνυται ὁ ὀπός, πάντα πλατύφυλλα. τά τε φυλλορροοῦντα πάντα πλατύφυλλά ἐστι καὶ τὰ πλατύφυλλα πάντα φυλλορροεῖ. ὅταν οὖν
5τι καθ’ ἕκαστον λάβῃς, τέσσαρες ὅροι ἔσονται, δύο μέσοι καὶ δύο ἄκροι. οἷον εἰ συκῆν λάβοις, ἡ συκῆ πλατύφυλλος, τῷ πλατυφύλλῳ πήγνυται ὁ ὀπός, ᾧ πήγνυται ὁ ὀπός, τοῦτο φυλλορροεῖ· ἡ συκῆ ἄρα φυλλορροεῖ. τούτων τῶν δύο μέσων ὁ μὲν τῷ ἐλάττονί ἐστιν ὁ δὲ τῷ μείζονι προσ‐ εχής. εἰ λάβῃς οὖν τὸν πρῶτον μέσον, ὃς τῷ μείζονι προσεχής ἐστι,
10λόγος ἔσται αὐτοῦ· τὸ γὰρ πήγνυσθαι τὸν ὀπὸν λόγος ἐστὶ τοῦ φυλλορροεῖν. οὐδὲν γὰρ ἄλλο τὸ φυλλορροεῖν ἐστιν ἢ τὸ πήγνυσθαι τὸν ἐν τῇ συνάψει τοῦ σπέρματος ὀπόν. ὡς γὰρ τῆς σεληνιακῆς ἐκλείψεως λόγος ἐστὶν ἡ τῆς γῆς ἀντίφραξις, οὕτως καὶ τοῦ φυλλορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν. σπέρμα δὲ λέγω τὸ ἔσχατον μόριον τοῦ ὀχάνου ἐξ οὗ τὸ φύλλον ἀναδίδοται τὴν
15ἀρχήν. σπέρμα δὲ τοῦτο ὠνόμασται, διότι καὶ δυνάμει ἐν αὐτῷ σπερμα‐ τικῶς τὴν ἀρχὴν τὸ φύλλον ἅπαν ἔγκειται καὶ πρὸ τοῦ φυῆναι. καὶ ἄλλως δὲ τὰ ἐμφυλλιζόμενα τῶν δένδρων περιτεμνομένου τοῦ ὄμματος, ἐξ οὗ ἡ βλάστη μέλλει ἀναδίδοσθαι καὶ ἐντιθεμένου εἰς ἕτερον δένδρον, ἐξ οὗ ἴσον ἕτερον τοιοῦτον ἀποτέτμηται, ὅμοιον ἐκφύεται τῷ ἐξ οὗ τὸ ἐντεθὲν ἀπο‐
20τέτμηται, καὶ καρπὸν φέρει οἷον δὴ κἀκεῖνο, ὡς σπέρματος ἐνεργοῦντος τοῦ ἐντιθεμένου.
22nἜχει δ’ οὕτω τὸ παρακολουθεῖν.
23 Ἕτερον ἔτι θεώρημα παραδίδωσι περὶ τῶν τριῶν ὅρων τῆς ἀποδόσεως, τοῦ τε μέσου, ὅ φησιν αἴτιον, τοῦ τε μείζονος ὃ οὗ αἴτιον, καὶ τοῦ ἐλάτ‐
25τονος, ὅπερ ᾧ αἴτιον. ὃ δὲ παραδίδωσιν, ἔστι περὶ τῆς τούτων πρὸς ἄλληλα ἀκολουθήσεως. ἐπεὶ γὰρ καθόλου πᾶσα ἐπιστήμη, δῆλον ὅτι καὶ οἱ ὅροι καθόλου πάντες. πότερον δὴ ἐξισάζουσιν ἀλλήλοις ἢ ὁ μὲν ἐλλείπει ὁ δ’ ὑπερτείνει; ὁ μὲν οὖν πρῶτος καὶ ὁ μέσος, ὁ μὲν λόγος ὢν ὁ μέσος, ὁ δ’ οὗ ὁ λόγος, ἐξ ἀνάγκης ἐπ’ ἴσον ἀλλήλοις· τὸν δ’ ἐλάττω εἰ μὲν
30κατὰ μέρος λαμβάνεις, ἑκάστου τῶν αὐτοῦ μερῶν ὑπερτείνει τὸ οὗ αἴτιον τὸ μέσον, τουτέστι τὸ μεῖζον (εἰ δὲ τὸ μεῖζον, καὶ τὸ μέσον· ἐξισάζει γὰρ ταῦτα πρὸς ἄλληλα), εἰ δ’ ὁμοῦ πᾶν, ἐπ’ ἴσον καὶ τοῦτο. οὕτως οὖν ἔχει,
φησίν, ἡ παρακολούθησις τῶν τριῶν ὅρων πρὸς ἄλληλα, τοῦ αἰτίου, τοῦ246

247

οὗ αἴτιον καὶ τοῦ ᾧ αἴτιον, ἤγουν τοῦ μέσου, τοῦ μείζονος καὶ τοῦ ἐλάτ‐ τονος, ὡς εἰ μὲν ἐν μέρει ὁ ἐλάττων ληφθῇ, τούτῳ μὲν τοὺς ἄλλους ἀκολουθεῖν, αὐτὸν δὲ τοῖς ἄλλοις μὴ ἀντιστρέφειν, εἰ δὲ καθόλου καὶ οὗτος, ἀκολουθεῖν ἀλλήλοις ἅπαντας.
5nΟἷον τὸ τέτταρσιν ἴσας τὰς ἔξω.
6 Παράδειγμα τίθησι τοῦ εἰρημένου. ἔστω γάρ, φησί, μεῖζον μὲν τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἔλαττον δὲ καθ’ ὧν τοῦτο λέγεται, οἷον τρίγωνον καὶ τετράγωνον. τοῦ μὲν οὖν τριγώνου μόνου ἰδίᾳ ἢ τοῦ τετραγώνου ἐπὶ πλέον· πρὸς πάντα δ’ ὁμοῦ ἐξισάζει. τί δέ ἐστι
10τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ἴσας, καὶ πῶς τοῦτο ἐπὶ τριγώνου καὶ ἐπὶ τετραγώνου, εἴρηται πρότερον· εἰ γὰρ λάβῃς ἅπαντα, καθ’ ὧν τοῦτό ἐστιν, ἐξισάζει πρὸς αὐτὸ τὸ κατηγορούμενον καὶ οὐχ ὑπερτείνει. καὶ τὸ μέσον ὁμοίως, τουτέστιν ὡς τὸ μεῖζον, καὶ τὸ μέσον. ἐπεὶ γὰρ λόγος τὸ μέσον τοῦ μείζονος, ἀντιστρέφει πρὸς αὐτό. ὥστε ὧν ἐπὶ πλέον ἐκεῖνο,
15καὶ τοῦτο, οἷς δ’ ἐκεῖνο ἐπ’ ἴσον, καὶ τοῦτο ἐπ’ ἴσον.
16nἜστι δὲ τὸ μέσον λόγος τοῦ πρώτου ἄκρου.
17 Τὸ μέσον, φησίν, ὃ καὶ αἴτιον, λόγος ἐστὶ τοῦ πρώτου ἄκρου τουτέστι τοῦ μείζονος, ἤγουν ὁρισμός· ὥστε καὶ πᾶσα γνῶσις ἐπιστημονικὴ διὰ μέσου ὁρισμοῦ γίνεται.
20nΟἷον τὸ φυλλορροεῖν.
21 Διὰ παραδείγματος σαφηνίζει τὸ εἰρημένον, τουτέστι τὸ λόγον εἶναι τὸ μέσον τοῦ μείζονος· ἐν ταὐτῷ δὲ καὶ ὃ πρότερον ἔφησε περὶ τοῦ μεί‐ ζονος· τοῦτο δὲ ἦν τὸ εἰ μὲν καθ’ ἕκαστον ληφθῇ τὰ μέρη τοῦ ἐλάττονος, ὑπερέχει αὐτοῦ τὸ μεῖζον, εἰ δ’ ὁμοῦ πᾶν τοὔλαττον, ἐξισάζει τὸ μεῖζον
25πρὸς αὐτό. ἔστω γὰρ τὸ φυλλορροεῖν τὸ μεῖζον· τοῦτο πρὸς μὲν τὴν ἄμπελον ἰδίᾳ ληφθὲν ἀκολουθεῖ τε ἅμα καὶ ὑπερέχει, καὶ πρὸς τὴν συκῆν ὡσαύτως· ἁπλῶς δὲ πρὸς πᾶν τὸ φυλλορροοῦν οὐχ ὑπερέχει, ἀλλ’ ἴσον αὐτῷ ἐστι. καὶ εἰ ὄνομά τις θείη τὸ κοινόν, ὃ πᾶσιν ἐφαρμόσει τοῖς φυλλορροοῦσιν, ἴσον ἐκείνῳ ἔσται τὸ φυλλορροεῖν.
30nΕἰ δὴ λάβοις τὸ πρῶτον μέσον, λόγος τοῦ φυλλορροεῖν
31nἐστίν. ἔσται γὰρ πρῶτον μὲν ἐπὶ θατέρου μέρους, ὅτι τοιαδὶ
32nἅπαντα, εἶτα τούτου μέσον, ὅτι ὁ ὀπὸς πήγνυται ἤ τι ἄλλο τοι‐247

248

(1n)

οῦτον. τί δ’ ἐστὶ τὸ φυλλορροεῖν; τὸ πήγνυσθαι τὸν ἐν τῇ συν‐
2nάψει τοῦ σπέρματος ὀπόν.
3 Εἰ καθ’ ἕκαστον τοίνυν λαμβάνοι τις τὰ μέρη τοῦ ἐλάττονος, τέτταρες ὅροι γίνονται, δύο ἄκροι καὶ δύο μέσοι. οἷον εἰ ἄμπελον λάβοις ἔλαττον
5ἄκρον καὶ μεῖζον τὸ φυλλορροεῖν, μέσοι ἔσονται προσεχὴς μὲν τῷ φυλ‐ λορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν, προσεχὴς δὲ τῇ ἀμπέλῳ τὸ πλατύφυλλον. πρῶτον οὖν μέσον ἐστὶ τὸ τῷ μείζονι προσεχές, δεύτερον δὲ μέσον τὸ τῷ ἐλάττονι. τὸ οὖν πρῶτον μέσον, φησί, λόγος ἐστὶ τοῦ φυλλορροεῖν. ἀρχο‐ μένῳ μὲν γάρ σοι ἀπὸ τοῦ ἐλάττονος πρῶτον ἔσται μέσον ὡς πρὸς τὸ
10ἔλαττον, ὅτι τοιαδὶ ἅπαντα, τουτέστι πλατύφυλλα ἢ ἄλλο τι, ὃ κοινὸν ἔσται τοῖς κατὰ μέρος φυλλορροοῦσι· τούτου δὲ αὖθις καὶ τοῦ μείζονος μέσον τὸ πήγνυσθαι τὸν ὀπὸν ἢ ἄλλο τι τοιοῦτον αἰτίαν δηλοῦν καὶ λόγον τοῦ φυλλορροεῖν. ὡς εἶναι τὸν συλλογισμὸν οὕτως· ἡ ἄμπελος πλατύφυλλος, παντὸς πλατυφύλλου πήγνυται ὁ ὀπός, πᾶν ᾧ πήγνυται ὁ ὀπὸς φυλλορροεῖ·
15πᾶσα ἄρα ἄμπελος φυλλορροεῖ. εἰ δή τις ἔροιτο τί ἐστι τὸ φυλλορροεῖν, τὸ πήγνυσθαι ἀποκρινούμεθα τὸν ἐν τῇ συνάψει τοῦ σπέρματος ὀπόν· ὁ γὰρ ὀπὸς οὗτος ἅμα μὲν τρέφει τὸ φύλλον διὰ τοῦ ὀχάνου καὶ θάλλειν ποιεῖ, ἅμα καὶ τῷ δένδρῳ αὐτὸ προσκολλᾷ. τούτου δὲ πηγνυμένου οὐδέ‐ τερον τούτων γίνεσθαι δύναται, διὸ καὶ ἀπορρέει τὸ φύλλον.
20nἘπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.
21 Ἀλλὰ ῥητέον ἔτι καθολικώτερον περὶ τούτων ἐπὶ στοιχείων τὸν λόγον γυμνάζοντας, πῶς ἢ οὐκ ἐνδέχεται δύο τοῦ αὐτοῦ εὑρίσκεσθαι αἴτια, ἢ εἰ καὶ εὑρίσκονται, ἢ οὐ τῷ αὐτῷ αἴτια τοῦ αὐτοῦ, ἀλλὰ τοῦ αὐτοῦ ἄλλῳ καὶ ἄλλῳ, ἢ θάτερον τῶν αἰτίων ὑπὸ θάτερον ἔσται. εἰ μὲν γὰρ εἴη
25λόγος τὸ αἴτιον τοῦ οὗ αἴτιον, ὃς δὴ καὶ κυρίως αἴτιον, ὡς μὴ μόνον εἶναι τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος, ἀντιστρέφει τε πρὸς ἐκεῖνο καὶ ἐξισάζει, καὶ ἓν ἔσται τότε τὸ αἴτιον ἢ εἰ καὶ δύο, θάτερον ὑπὸ θάτερον. τοῦτο δὲ γίνεται, ὅταν μὴ καθόλου ληφθῇ τὸ ᾧ αἴτιον τὸ αἴτιον ἤγουν τὸ ἔλαττον, ἀλλὰ τῶν ὑπ’ αὐτὸ λαμβανομένου τινὸς ὡς ἐλάττονος,
30ἔσται μέσον αὐτό τε τὸ περιεκτικὸν αὐτοῦ προσεχῶς καὶ τὸ προσεχῶς ὂν ὑπὸ τὸ μεῖζον. οἷον εἰ τὸ Α εἴη τὸ οὗ αἴτιον, ὃ δὲ αἴτιον τὸ Β, ᾧ δὲ αἴτιον τὸ Δ· τὸ οὖν Α παντὶ τῷ Β, τὸ δὲ Β εἰ ληφθείη τῶν ὑπὸ τὸ Δ τινί, διὰ μέσου ἔσται τοῦ Δ ἁπλῶς, ὥσπερ τὸ πήγνυσθαι τὸν ὀπὸν κατὰ τῆς συκῆς· διὰ γὰρ μέσου τοῦ ἁπλῶς πλατυφύλλου ὑπάρχει τῇ συκῇ οὔσῃ
35τινὶ πλατυφύλλῳ τὸ πήγνυσθαι τὸν ὀπόν· καὶ οὕτως ἔσονται μὲν δύο αἴτια
τῇ συκῇ τοῦ φυλλορροεῖν, ἀλλὰ θάτερον ὑπὸ θάτερον. ὑπὸ γὰρ τὸ πήγνυ‐248

249

σθαι τὸν ὀπὸν τὸ πλατύφυλλον. τὸ γὰρ Β ἑκάστῳ τῶν Δ ὑπάρχον ἐπὶ πλεῖον ὑπάρχει, καὶ καθόλου ἂν εἴη τὸ Β τοῖς Δ, τοιοῦτον δὲ καθόλου, οἷον μὴ ἀντιστρέφειν. διττὸν γὰρ τὸ καθόλου, ἢ τὸ ἀντιστρέφον ὡς τῷ ζῴῳ τὸ καθ’ ὁρμὴν καὶ ὄρεξιν κινητικόν, ἢ τὸ μὴ ἀντιστρέφον ὡς τῷ
5ἀνθρώπῳ τὸ ζῷον, τὸ δὲ προσεχές τινι καθόλου, τουτέστιν πρὸς ὃ ἕκαστον μὲν τῶν ὑπὸ τὸ ὑποκείμενον οὐκ ἀντιστρέφει, ἅπαντα δὲ ἀντιστρέφει καὶ ἐξισάζει. πᾶσι τοίνυν ταῖς ὑπὸ τὸ Δ, ὅπερ ἐστὶ τὸ ἔλαττον ἄκρον, τὸ Β ἐστὶν αἴτιον τοῦ Α, οἷον τοῦ φυλλορροεῖν πᾶσι τοῖς πλατυφύλλοις αἴτιον τὸ πήγνυσθαι τὸν ὀπόν. οὕτω μὲν εἰ λόγος εἴη τὸ αἴτιον τοῦ οὗ αἴτιον. ἀλλὰ
10τέως μὴ ἔστω λόγος μηδ’ ἀντιστρεφέτω, ἀλλ’ ἔστω ἐπὶ πλέον τὸ Α τοῦ Β διὰ τὸν λέγοντα λόγον ὅτι εἰ ἀντιστρέφουσιν, ἀλλήλων ἔσονται αἴτια καὶ δι’ ἀλλήλων δεικνύμενα. καίτοι ἡ διαφορὰ τῶν ἀποδείξεων εἴρηται πρότερον, ὡς ἡ μὲν αἴτιον ἕξει τὸ αἴτιον καὶ τοῦ πράγματος, ἡ δὲ μόνου τοῦ συμ‐ περάσματος· ὅμως δεδόσθω καὶ ἔστω ἐπὶ πλέον τὸ Α τοῦ Β. ὑπαρχέτω
15δὴ τὸ Α πᾶσι τοῖς Ε, οἷς τὸ Β οὐχ ὑπάρχει. πῶς γὰρ ἄλλως ἔσται εἰπεῖν τὸ Α ἐπὶ πλέον ὑπάρχειν τοῦ Β, εἰ μὴ εἶέν τινα οἷς τὸ μὲν Α ὑπάρχει, τὸ δὲ Β μή; ἔσται οὖν καὶ τὰ Ε τὶ ἕν, ὥσπερ ἦν καὶ τὰ Δ. διὰ τί δὲ οὐκ ἔσται τι αἴτιον τοῦ Α τοῖς Ε; ἐπεὶ γὰρ πλείω τὰ Ε καὶ πάντων τούτων ὡς ἑνὸς τὸ Α κατηγορεῖται, ἀναγκαῖον εἶναί τι μέσον, δι’ οὗ κατ’
20αὐτῶν περαίνεται, καὶ ὃ αὐτοῖς ἐστιν αἴτιον αὐτοῦ. ἴδωμεν δὴ τοῦτο, καὶ ἔστω τὸ Γ. ἀποπέφανται γοῦν ὅτι πλείω τοῦ αὐτοῦ εἶναι ἐνδέχεται αἴτια, ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει, ἀλλὰ τῷ μὲν Δ τὸ Β, τῷ δὲ Ε τὸ Γ· οἷον τοῦ μακρόβια εἶναι τοῖς μὲν τετράποσι τὸ μὴ ἔχειν χολὴν αἴτιον, τοῖς δὲ πτηνοῖς τὸ ξηρὰ εἶναι ἤ τι ἕτερον. εἰ δὲ καὶ τοιοῦτον εἴη τὸ μέσον, οἷον
25ἀντιστρέφειν πρὸς τὸ μεῖζον, οὐ μέντοι γε εὐθὺς εἰς τὸ ἄτομον εἶδος ἡ τοῦ μέσου πρόοδος, ἀλλ’ ἔστι μεταξὺ τοῦ τε μέσου καὶ τοῦ ἀτόμου εἴδους ἄλλο τι ὃ περιέχει αὐτό τε τὸ λαμβανόμενον εἶδος καὶ ὅσα τούτῳ ἀντιδιῄρηται, κἀντεῦθεν ἀνάγκη πλείονας εἶναι τοὺς μέσους καὶ οὐχ ἕνα, δῆλον ὅτι πλείω καὶ τὰ αἴτια ἔσονται. οὐ γὰρ τὸ μὲν τῶν μέσων αἴτιον εἴποις, τὸ δ’ οὐχί,
30ἀλλ’ ἄμφω αἴτια ὡς δὴ καὶ μέσα. ἀλλὰ τὸ μὲν τῷ μείζονι προσεχές, τὸ δὲ τῷ ἐλάττονι· καὶ ἔσται τὸ μὲν πρῶτον μέσον τοῦ μείζονος αἴτιον τῷ δευτέρῳ, τὸ δὲ δεύτερον μέσον τοῦ μείζονος αἴτιον τῷ ἐσχάτῳ, ὡς τοῦ φυλλορροεῖν καὶ τῆς συκῆς μέσα τὸ πήγνυσθαι τὸν ὀπὸν καὶ τὸ πλατύ‐ φυλλον, ὧν τὸ μὲν πήγνυσθαι τὸν ὀπὸν αἴτιον τῷ πλατυφύλλῳ τοῦ φυλλορ‐
35ροεῖν, τῇ δὲ συκῇ τούτου αὐτοῦ τὸ πλατύφυλλον. καὶ τοσοῦτον αἴτιον τῷ ἐσχάτῳ καὶ ἑκάστῳ τῶν ἀντιδιῃρημένων αὐτῷ τὸ δεύτερον μέσον, ὡς καὶ μᾶλλον τοῦτο εἶναι τούτοις τοῦ μείζονος αἴτιον ἢ τὸ τῷ μείζονι προσ‐
εχές. τοῦ γὰρ τὴν ἀρχὴν ὑπὸ τὸ πρῶτον εἶναι τὰ καθ’ ἕκαστα τοῦτό249

250

ἐστιν αἴτιον τὸ προσεχὲς τοῖς καθ’ ἕκαστον. οἷον εἰ τὸ Α εἴη τὸ μεῖζον, τὸ Δ τὸ ἔσχατον, τὸ δὲ Β καὶ Γ τὸ μὲν τὸ πρὸς τῷ μείζονι μέσον τὸ δὲ τὸ πρὸς τῷ ἐσχάτῳ, τὸ Γ ἂν εἴη αἴτιον τῷ Δ τοῦ Α.
4nἘπὶ δὲ τῶν σχημάτων ὧδε.
5 Ἐπεὶ διὰ τῶν παραδειγμάτων μερικωτέραν τὴν παράδοσιν ποιήσασθαι ἔδοξε τὴν περὶ τῆς ἀκολουθήσεως τῶν ὅρων τῆς ἀποδείξεως, κἀντεῦθεν παραβῆναι τὸ ἴδιον τῆς λογικῆς θεωρίας, διὰ τοῦτο νῦν αὐτὴν ποιεῖται καθολικὴν τὰ κοινὰ στοιχεῖα παραλαμβάνων. τῶν γὰρ λογικῶν ἁπασῶν μεθόδων ἴδιον, διαιρετικῆς λέγω καὶ ἀναλυτικῆς ὁριστικῆς τε καὶ ἀποδει‐
10κτικῆς, καθολικὰς ποιεῖσθαι τὰς παραδόσεις, μηδὲν ἐχουσῶν ἴδιον ὑποκεί‐ μενον, ἀλλὰ τὰ ὄντα ἁπλῶς. διὸ καὶ τῆς λογικῆς πραγματείας ἀρχόμενος τὰ πρῶτα γένη τοῦ ὄντος ἡμῖν ὑπέθετο ἄλλον τρόπον ἢ ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ. ἐκεῖ μὲν γὰρ τὰς φύσεις τῶν γενῶν παραδίδωσιν, ἐνταῦθα δὲ μόνας τὰς ἰδιότητας, ὡς τοῦτο ὂν ἱκανὸν τῇ λογικῇ θεωρίᾳ ἢ
15ὡς ἂν ἐντεῦθεν ἕκαστον χαρακτηρίζοντες τῶν γενῶν ἔχοιμεν τοὺς παραδε‐ δομένους κανόνας τῶν λογικῶν μεθόδων διασαφεῖν τῶν γενῶν τι προχει‐ ριζόμενοι. δεόμεθα γὰρ ἐν τούτοις οὐ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῶν συμβεβηκότων, ἐπεὶ οὐ μόνον ὁριζόμεθα ἀλλὰ καὶ ὑπογράφομεν, καὶ ἀπο‐ δεικνύομεν οὐ μόνον τὸ διότι, ἀλλὰ καὶ τὸ ὅτι. λέγει τοίνυν ὅτι πραγμα‐
20τικῶς μὲν οὕτως ἡ ἀκολούθησις παραδέδοται, λογικῶς δὲ καὶ ἐπὶ τῶν σχημάτων τῶν λογικῶν οὕτως ἀποδώσει τις τοῖς ζητοῦσι τὴν ἀκολούθησιν τῶν ὅρων τοῦ τε αἰτίου καὶ οὗ ἐστιν αἴτιον.
23nἜστω τὸ Α τῷ Β ὑπάρχον παντ.
24Μεῖζον ἄκρον τὸ Α τίθησιν, ὃ παντί, φησίν, ὑπάρχει τῷ Β, ὅπερ
25ἐστὶ τὸ μέσον καὶ αἴτιον· Δ δὲ τίθησι καθ’ ἕκαστα εἴδη ἃ τῷ ἐλάττονι περιέχεται, ὡς εἶναι τὸ Γ μὲν τὸ ἔλαττον, τὰ δὲ Δ τὰ ὑπ’ αὐτὸ εἴδη, ὥσπερ εἰ τὸ πλατύφυλλον εἴποι τις ἔλαττον, ἕκαστον δὲ πλατύφυλλον τὰ εἴδη τὰ ὑπὸ τὸ πλατύφυλλον. διὰ τοῦτο καὶ οὕτως εἴρηκε τὸ δὲ Β ἑκάστῳ τῶν Δ, τουτέστιν ὁ δὲ μέσος ἑκάστῳ εἴδει τῶν ὑπὸ τὸ ἔλαττον,
30ὡς εἶναι καὶ ἐπὶ πλεῖον πρὸς ἕκαστον αὐτῶν λαμβανόμενον.
31nΤὸ μὲν δὴ Β καθόλου ἂν εἴη τοῖς Δ.
32Τὸ μὲν δὴ Β, ὅπερ τὸ μέσον ἐστίν, εἴη ἂν τοῖς Δ, ἅπερ ἐστὶ τὰ ὑπὸ
τὸ ἔλαττον εἴδη, καθόλου. λαμβάνει δὲ ταῦτα ὡς πρὸς ἕκαστον αὐτῶν250

251

τοῦ μέσου λεγομένου, ὡς εἶναι καὶ καθόλου, καὶ οὕτω καθόλου, ὡς μὴ ἐξισάζειν μηδ’ ἀντιστρέφειν. τὸ γὰρ ἰσαζόντως κατὰ τοῦ περιέχοντος λεγό‐ μενον ἑκάστου τῶν περιεχομένων ὑπερτείνει. οἷον εἰ τὸ πήγνυσθαι τὸν ὀπὸν τοῦ πλατυφύλλου ἐστὶν ἐπ’ ἴσον κατηγορούμενον, ἑκάστου τῶν περιεχομένων
5ὑπὸ τοῦ πλατυφύλλου ὑπερτείνει, ἤτοι ἑκάστου τῶν ὑπ’ αὐτὸ δένδρων ἐπὶ πλέον ἐστίν. ἐκεῖνο δέ, φησίν, ἐστὶ πρῶτον καθόλου, ἤτοι προσεχῶς καὶ ἀμέσως οὗ κατηγορεῖται κατηγορούμενον, πρὸς ὃ ἕκαστον μὲν τῶν ὑπὸ τὸ ὑποκείμενον εἰδῶν μὴ ἀντιστρέφει, ἅπαντα δὲ ὁμοῦ ληφθέντα καὶ ἀντι‐ στρέφει καὶ συνεπεκτείνεται ἤτοι ἐξισοῦται· τοῦτο γάρ ἐστι τὸ παρεκτείνειν.
10ἕκαστον γὰρ τῶν ὑπὸ τὸ πλατύφυλλον οἷον συκῆ καὶ ἄμπελος καὶ πλάτανος καὶ ἕκαστον λείπεται τοῦ πήγνυσθαι τὸν ὀπόν, παντὶ δὲ ὁμοῦ ἐξισοῦται.
12nΤοῖς δὴ Δ αἴτιον τοῦ Α τὸ Β.
13 Μέχρι μὲν οὖν τούτου τὴν ἀκολούθησιν παραδέδωκε τοῦ μέσου καὶ τοῦ ἐλάττονος εἰπὼν ὅτι εἰ μὲν κατὰ μέρος ὁ ἐλάττων λαμβάνεται, ἀκο‐
15λουθεῖ τῶν μερῶν αὐτοῦ ἑκάστῳ ὁ μέσος καὶ ἔστιν ἐπὶ πλέον, καὶ διὰ τοῦτο οὐδ’ ἀντιστρέφει πρὸς αὐτὸν ἕκαστον τῶν οἷς ἕπεται, εἰ δ’ ὁμοῦ πάντα καὶ καθόλου ληφθῇ, τὸ ἔλαττον ἀντιστρέφει τῷ μέσῳ. περὶ δὲ τοῦ μείζονος οὐδὲν εἶπεν ἕτερον ἢ μόνον ὅτι παντὶ ὑπάρχει τῷ μέσῳ. νῦν δὲ βούλεται τούτου τε καὶ τοῦ μέσου παραδοῦναι τὴν ἀκολούθησιν, καὶ ζητεῖ
20εἰ ἐπὶ πλέον ὁ μείζων τοῦ μέσου, ἢ ἐξισάζουσιν ἀλλήλοις καὶ ἀντιστρέ‐ φουσι, καὶ εἰ πλείω αἴτια τοῦ αὐτοῦ εἶναι ἐνδέχεται. καὶ ἐπεὶ καὶ πρό‐ τερον εἴρηται ὅτι λαμβάνεται μέσον ποτὲ ἐπ’ ἔλαττον ὂν τοῦ μείζονος καὶ μὴ ἀντιστρέφον, λαμβάνεται καὶ ἐπ’ ἴσης καὶ ἀντιστρέφον, παραδίδωσι πῶς ἐπ’ ἀμφοῖν ἐνδέχεται δύο μέσα καὶ αἴτια εἶναι. ὅταν μὲν γὰρ μέσον λαμ‐
25βάνηται μὴ ὂν λόγος τοῦ μείζονος, οὔτε ἀντιστρέφει καὶ δύο αἴτια τοῦ αὐτοῦ εὑρίσκονται ἐκτὸς ἀλλήλων ὄντα, ὡς μηδέτερον εἶναι ὑπὸ τὸ ἕτερον· ὅταν δὲ τὸ μέσον λόγος ᾖ τοῦ μείζονος καὶ ἀντιστρέφῃ τῷ μείζονι, κἂν δύο μέσα ληφθῇ, θάτερον ὑπὸ θάτερόν ἐστι. τέως δὲ πρῶτον τοῦτο παραδίδωσιν, ὅταν ὁ μέσος μὴ λόγος ᾖ τοῦ μείζονος. φησὶ τοίνυν ὅτι τὸ
30Β αἴτιόν ἐστι τοῦ Α τοῖς Δ. ἀλλ’ εἰ τοῦτο, δεῖ τὸ Α ἐπὶ πλέον τοῦ Β παρεκτείνειν· εἰ γὰρ μή, οὐδὲν ἧττον ἔσται τοῦ Α τὸ Β αἴτιον ἢ τοῦ Β τὸ Α. εἰ γὰρ ἐξισάζουσιν ἀλλήλοις καὶ ἀντιστρέφουσι, καὶ ἀλλήλοις ὑπο‐ τεθήσονται καὶ ἄλληλα μεσιτεύσουσι καὶ ἀλλήλων ἔσονται αἴτια, καὶ οὐκ ἔσται τοῦτο ἀπόδειξις, ἀλλὰ δεῖξις διάλληλος. καὶ εἴρηται μὲν πρότερον
35ὅπως ἔσται τοῦτο, καὶ τί ἐπὶ τῶν ἀντιστρεφόντων αἱ ἀποδείξεις ἑκατέρωθεν251

252

γινόμεναι διαφέρουσι, καὶ ὅτι ἡ μὲν τοῦ διότι ἡ δὲ τοῦ ὅτι· ἀλλὰ νῦν γε περὶ τῶν μὴ ἀντιστρεφόντων ὁ λόγος, καὶ ὅπως τοιούτων ληφθέντων ὅρων δύο αἴτια τοῦ αὐτοῦ εὑρίσκεται.
4nΕἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α.
5 Ἐπεί, φησί, πᾶσι τοῖς Ε τὸ Α ὑπάρχει, ὥσπερ τὰ Δ καὶ πολλὰ ἦν καὶ εἰς ἓν συνήγετο, καὶ τὸ Α αὐτοῖς ὑπῆρχε διὰ τοῦ Β, οὕτω κἀνταῦθα τὰ Ε πολλά τε ἔσται καὶ ἕν, καὶ ὑπάρχει αὐτοῖς τὸ Α, καὶ τὸ ἓν τοῦτο ἄλλο ἐστὶ τοῦ Β καὶ ἔδει εἰπεῖν ὅτι εἰ δὲ μή, πῶς ἐπὶ πλέον ἔσται τὸ Α τοῦ Β, ὅπερ ἀποδέδεικται διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τοῦτο γὰρ ἔοικε
10προκεῖσθαι. οὐ μήν φησιν οὕτως, ἀλλ’ ὅτι εἰ δὲ μή, πῶς ἔσται εἰπεῖν ὅτι ἐπὶ πλέον τοῦ Ε τὸ Α; τοῦτο γάρ ἐστιν ὅ φησιν, ὅτι πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ Ε, τὸ Α παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ Ε. ἀλλ’ εἰ καὶ ἕτερόν ἐστι τοῦτο ἐκείνου, ὅμως εἰς ταὐτὸν φέρει. εἰ γὰρ μὴ ἕτερά ἐστιν ἀλλήλων, οὔτε τοῦ Β οὔτε τοῦ Ε ἐπὶ πλέον ἔσται τὸ Α. τὸ δὲ διὰ τί γὰρ οὐκ
15ἔσται τι αἴτιον ἀσαφές τι διὰ τὸν γάρ σύνδεσμον μὴ καταλλήλως τεθέντα· οὐ γὰρ εἰς κατασκευήν τινος τὸ ῥητὸν ἐπενήνεκται. ἔστω οὖν ἀντὶ τοῦ δέ, πολλάκις οὕτω παρὰ τῷ Ἀριστοτέλει λαμβανόμενον. πῶς οὖν, φησίν, οὐκ ἔσται τι αἴτιον τοῦ Α τῷ Ε; εἰ μὲν γὰρ ταὐτὸν ἦν τῷ Β τὸ Ε, ὥσπερ ἀμέσως τῷ Β τὸ Α ὑπάρχει, ὑπῆρχεν ἂν καὶ τῷ Ε, καὶ διὰ μέσου αὐτοῦ
20τοῖς Δ ὡς καὶ διὰ τοῦ Β, ἢ εἰ μετὰ τὸ Ε ὑπῆρχεν ἕτερα εἴδη τοῦ Ε ἑνὸς ὄντος καὶ οὐ πολλῶν, διὰ τούτων κατὰ τῶν πλειόνων ἐκείνων, ἄλλων ὄντων παρὰ τὰ Δ συνήγετο κατ’ ἐκείνων τὸ Α. νῦν δὲ οὔτε τὸ Ε τῷ Β ταὐτὸν καὶ πολλὰ ὂν εἰς ἓν ἔρχεται, ὥσπερ τὰ Δ· δεῖ ἄρα τινὸς μέσου αὐτοῖς, ὥσπερ καὶ τοῖς Δ ἐδέησεν, ἵνα δι’ αὐτοῦ τὸ Α κατ’ αὐτοῦ κατη‐
25γορηθῇ· διὰ τοῦτο γὰρ καὶ τὸ Δ εἰς μέσον παρήγαγεν, ἐξομοιῶν αὐτῷ τὸ Ε. ὥσπερ γὰρ ἐκεῖνο, πολλὰ ὄν, εἰς ἓν συνήρχετο, οὕτω καὶ τὸ Ε ἔστι τι ἓν ἐκ πολλῶν. ἐπισκέψασθαι δὴ τοῦτο· τοῦτο Ἀττικῶς εἴρηται κατ’ ἔλλειψιν τοῦ δεῖ. οὕτω γὰρ ἦν εἰπεῖν ‘δεῖ δὴ ἐπισκέψασθαι τοῦτο‘, ἤγουν τὸ αἴτιον δεῖ ἐξετάσαι τί ἐστι, καὶ ἔστω τὸ Γ. ἐπὶ μὲν τῶν ἐσχάτων
30ὡς εἰς πλείω εἴδη ἐξαπλουμένων τὰ Δ φησὶ καὶ τὰ Ε, ἐπὶ δὲ τῶν μέσων ὡς ἑνιαίων τὸ Β καὶ τὸ Γ.
32nἘνδέχεται δὴ τοῦ αὐτο.
33 Ἀποπέφανται, φησίν, ἐκ τῶν εἰρημένων ὅτι ἐνδέχεται πλείω αἴτια εἶναι τοῦ αὐτοῦ, ἀλλ’ οὐχὶ καὶ τῷ αὐτῷ οὐδέ τισι πλείοσι μὲν τῷ ἀριθμῷ,
35εἴδει δὲ τοῖς αὐτοῖς. οὐκ ἐνδέχεται γὰρ τῶν μέσων ὄντων ἑτέρων τῷ252

253

εἴδει καὶ μὴ τεταγμένων ὑπ’ ἄλληλα τὰ ἔσχατα εἶναι εἴδει τὰ αὐτά. τίθησι δὲ παράδειγμα· τοῦ γὰρ μακρόβια εἶναι ἑνὸς ὄντος τοῖς μὲν τετράποσιν αἴτιον τὸ μὴ ἔχειν χολήν, ἤτοι τὸ ὀλιγόχολον εἶναι, τοῖς δὲ πτηνοῖς τὸ ξηρὰ εἶναι. ἢ ἕτερόν τι εἶπε διὰ τὸ μὴ νῦν ἀκριβολογεῖσθαι περὶ
5τούτου. τῷ γὰρ ἐν τοῖς ζῴοις ἐμφύτῳ λεγομένῳ θερμῷ, ἐν ᾧ ἡ ζωὴ συνέχεται, ὑγρότητος δεῖ πρὸς τροφήν. ἐν οἷς οὖν ἡ χολὴ πλεονάζει θερμὴ οὖσα καὶ ξηρά, ἀναλίσκει τὸ ὑγρόν, καὶ διὰ τοῦτο τὰ τοιαῦτα βρα‐ χύβια γίνονται· οἷς δὲ ἡ χολὴ ἐλαττοῦται, ἀντέχει τὸ ὑγρὸν ἐπὶ πλέον, καὶ διὰ τοῦτό εἰσι μακρόβια, ὥσπερ ἐπὶ τοῦ λύχνου εἰ λεπτὴ ἡ θρυαλλίς
10ἐστι καὶ πλεονάζει τὸ ἔλαιον, ἀντέχειν ἐπὶ πλέον τὸ πῦρ δύναται. διὰ τοῦτο καὶ τὰ φυτὰ τῶν ζῴων μακροβιώτερα, ὡς τῆς ὑγρότητος ἐν αὐτοῖς τὸ θερμὸν πλεονεκτούσης. ἴσως δὲ καὶ τὸ ξηρὰ εἶναι οὐ μικρὰ πρὸς τὴν ζωὴν συντελεῖ, εἰ γεῶδες αὐτοῖς τὸ ξηρόν, ἀλλὰ μὴ πυρῶδές ἐστι. τοι‐ οῦτον μὲν γὰρ ὂν ἀναλίσκει τὸ ὑγρόν, γεῶδες δὲ ὂν δυσπαθῆ τὰ συγκείμενα
15τίθησι. περὶ δὲ τούτου ἐν τῷ Περὶ ψυχῆς καὶ τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐδίδαξεν.
17nΕἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθύς.
18 Ἐν μὲν τοῖς προσεχῶς εἰρημένοις μέσον ἐλάμβανε τὸν τῷ πρώτῳ μὴ ἀντιστρέφοντα· ἤδη δὲ καὶ περὶ τοῦ ἀντιστρέφοντός φησιν. εἰ τοίνυν ἀντι‐
20στρέφοντα εἴη τὸ αἴτιον καὶ οὗ αἴτιον, καὶ μὴ εὐθὺς εἰς τὸ ἄτομον ἔρχονται ὅ τε μέσος καὶ δι’ αὐτοῦ ὁ μείζων, ὡς ἐξ ἀνάγκης πλείους μέσους παρα‐ λαμβάνεσθαι, καὶ τὰ αἴτια πλείω. εἰ γὰρ μὴ εὐθὺς εἰς τὰ ἄτομα εἴδη ὁ μέσος καταντᾷ, ἐξ ἀνάγκης δεῖ καὶ ἑτέρου μέσου δι’ οὗ τοῖς ἀτόμοις ὁ πρῶτος μέσος ὑπάρξει· καὶ οὕτως ἔσονται πλείω τὰ μέσα, ἀλλ’ οὐχ οὕτως
25ὡς ἐκεῖ, ἵν’ εἴη ἔξω ἀλλήλων, ἀλλὰ θάτερον ὑπὸ θάτερον. εἰ δὲ τὰ μέσα πλείω, δῆλον ὅτι καὶ τὰ αἴτια πλείω· τὰ αὐτὰ γὰρ μέσα καὶ αἴτια.
27nΠότερον δ’ αἴτιον τῶν μέσων.
28 Τοῦτο ἕτερον περὶ τῶν μέσων ζήτημα, ὅταν πλείους λαμβάνωνται ἅτερος ὢν ὑπὸ τὸν ἕτερον. πλειόνων γάρ, φησίν, ὄντων αἰτίων τοιούτων
30ἀναμεταξὺ τοῦ μείζονος ὅρου καὶ τῶν καθ’ ἕκαστα εἰδῶν, πότερον αὐτῶν ἐστιν αἴτιον τοῖς καθ’ ἕκαστα τοῦ μείζονος; τὸ ἐγγύτερον τοῦ πρώτου, ὅπερ ἐστὶ πρῶτον ἀρχομένων ἡμῶν ἀπὸ τοῦ μείζονος, ὅπερ καθόλου ὠνόμασεν, ἢ τὸ ὡς πρὸς τὸ καθ’ ἕκαστον πρῶτον; καὶ ἐπάγει τὴν λύσιν
τῆς πεύσεως.253

254

(1n)

Δῆλον δὴ ὅτι τὰ ἐγγύτατα ἑκάστ.
2 Δῆλον δή, φησίν, ὅτι ἐκεῖνα ἔστιν αἴτια ἀεὶ τοῖς καθ’ ἕκαστα, ἃ καὶ ἐγγύτατά ἐστιν ἐκείνῳ, ᾧ αἴτιον λέγεται εἶναι τὸ αἴτιον. τοῦ γὰρ ὅλως ἐξ ἀρχῆς ὑπὸ τὸ μεῖζον εἶναι τὰ καθ’ ἕκαστα τοῦτό ἐστιν αἴτιον· τοῦτο
5γὰρ περιέχον προσεχῶς τὰ καθ’ ἕκαστα, δι’ ἑαυτοῦ χορηγεῖ αὐτοῖς τὸ καθόλου ἀνάλογον τῇ τάξει τῶν εἰδῶν. ἀεὶ γὰρ ταῖς καταδεεστέραις τῶν ὑποστάσεων ἡ μετουσία τοῦ ἀγαθοῦ διὰ τῶν προσεχῶς αὐτῶν προϊσταμένων παρέχεται, οἷον τοῖς σώμασι διὰ τῆς φύσεως, τῇ φύσει διὰ τῆς ψυχῆς, τῇ ψυχῇ διὰ τοῦ νοῦ, τούτῳ διὰ τῆς ζωῆς, ταύτῃ διὰ τοῦ ὄντος. πλη‐
10θυντικῶς δὲ εἶπε τὰ ἐγγύτατα τὸν λόγον μεθιστὰς ἐπὶ τὸ καθόλου, ὅτι ἀεὶ οὕτως ἔχει.
12nΤοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ καθόλου ὑπάρχειν τοῦτο
13nαἴτιον, οἷον τῷ Δ τὸ Γ τοῦ τὸ Β ὑπάρχειν αἴτιον.
14Τοῦτο βεβαιωτικόν ἐστι. τοῦ τὸ προσεχὲς τοῖς καθ’ ἕκαστα αἴτιον
15εἶναι τοῦ καθόλου ἤτοι τοῦ μείζονος. καὶ γάρ, φησί, καὶ αὐτοῦ τοῦ Β τὸ Γ αἴτιον τοῖς καθ’ ἕκαστα. καὶ αὐτὸ γὰρ τὸ πρῶτον μέσον αἰτίαν ἔχει τῆς ἐν τοῖς καθ’ ἕκαστα αὐτοῦ ὑπάρξεως τὸ προσεχὲς τοῖς καθ’ ἕκαστα, ὡς οὐκ ἄνευ ἐκείνου ὑπάρχειν αὐτοῖς δυνάμενον· οὐ γὰρ ἄνευ τοῦ πλατυφύλλου τὸ πήγνυσθαι τὸν ὀπὸν τῇ συκῇ καὶ τῇ ἀμπέλῳ καὶ τοῖς ὁμοίοις. εἰ
20τοίνυν καὶ πρὸς τὸ αὐτὸ τὸ Β ὑπάρχειν τοῖς Δ δεῖ αἰτίου τοῦ Γ, σχολῇ ἂν εἴη τὸ Β τοῦ Α τοῖς Δ αἴτιον ἢ τὸ Γ.
22nΤῷ μὲν οὖν Δ τὸ Γ αἴτιον τοῦ Α, τῷ δὲ Γ τὸ Β, τούτῳ
23nδὲ αὐτ.
24Τοὺς ὅρους ἐκτίθησιν ἅπαντας, ἵνα σαφὲς ἔτι γίνηται, τίς τίνι τίνος
25ἐστὶν αἴτιος. καὶ φησὶ τῷ μὲν Δ τοῖς καθ’ ἕκαστα εἴδεσιν αἴτιον τὸ προσεχὲς αὐτῷ μέσον, ὅπερ τὸ Γ ἐστί, τοῦ Β, ὅπερ ἐστὶ τὸ προσεχὲς τῷ μείζονι μέσον. τῷ δὲ Γ αἴτιον τοῦ Α τὸ Β· διὰ γὰρ τοῦ Β τὸ Α τῷ Γ. τούτῳ δὲ τῷ Β οὐκ ἔστι τι αἴτιον τοῦ Α ἀλλ’ αὐτ, ἢ αὐτὸ τὸ Α ὡς ἀφ’ ἑαυτοῦ ὑπάρχον τῷ Β ἢ αὐτὸ τὸ Β ὡς λόγος ὂν τοῦ Α. ὁ γὰρ
30λόγος τινὸς οὐκ ἔχει ἑαυτοῦ λόγον ἀνώτερον, δι’ οὗ ὑπάρξει αὐτῷ τὸ
προσεχῶς ὑπὲρ αὐτό.254

255

(1n)

Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.
2 Περὶ ὧν προέθετο ἐδίδαξε, καὶ περὶ ὧν ἐδίδαξε, συνεπέρανε. προέθετο γὰρ διδάξαι περὶ συλλογισμοῦ τε καὶ ἀποδείξεως τῆς Ἀναλυτικῆς πραγμα‐ τείας ἀρχόμενος, τῆς μὲν καθ’ αὑτό, τοῦ δὲ δι’ αὐτήν. καὶ ἐν μὲν τοῖς
5Προτέροις ἀναλυτικοῖς ἱκανῶς τήν τε οὐσίαν καὶ τὴν γένεσιν τοῦ ἁπλῶς συλλογισμοῦ παραδέδωκεν, ἐν δὲ τοῖς Ὑστέροις τούτοις τὴν τῆς ἀποδείξεως οὐσίαν καὶ γένεσιν, ὡσαύτως δὲ καὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης· ταὐτὸν γάρ ἐστιν. εἰ γὰρ καὶ τῷ λόγῳ διενηνόχατον ἀπόδειξίς τε καὶ ἀποδεικτικὴ ἐπιστήμη ὡς ἕξις τε καὶ ἐνέργεια, ἀλλ’ οἱ αὐτοὶ περὶ ἀμφοῖν λόγοι τῆς
10παραδόσεως. οὐκ ἄρα περὶ ὁρισμοῦ οὐδ’ ἐν τῷ δευτέρῳ τῶν ὑστέρων ἡ πρόθεσις, ἀλλὰ περὶ τοῦ μέσου τοῦ ἐν τῇ ἀποδείξει, ὃς ἐπεὶ λόγος ἐστὶ τοῦ μείζονος, διὰ τοῦτο καὶ ὁρισμὸς εἰς μέσον παρείληπται. εἰ γὰρ ἦν περὶ ὁρισμοῦ ἁπλῶς ὁ λόγος αὐτῷ, συνεπέρανεν ἂν καὶ περὶ τούτου ὡς περὶ συλ‐ λογισμοῦ τε καὶ ἀποδείξεως. τοίνυν εἴτε συμπέρασμα τοῦτ’ ἐρεῖς εἴτε ἀνακεφα‐
15λαίωσιν, ταὐτὸ λέγειν ἐστίν. ὡς γὰρ περὶ ὧν ἀπέδειξε ταῦτα συνεπέρανεν, οὕτω καὶ περὶ ὧν προεδίδαξε ταῦτ’ ἀνεκεφαλαιώσατο, περί τε συλλογισμοῦ καὶ ἀπο‐ δείξεως καὶ ἀποδεικτικῆς ἐπιστήμης τὸν λόγον ἅπαντα καθ’ αὑτὸ ποιησάμενος.
18nΠερὶ δὲ τῶν ἀρχῶν πῶς τε γίνονται.
19Περὶ μὲν οὖν συλλογισμοῦ τε καὶ ἀποδείξεως, ταὐτὸν δὲ εἰπεῖν ἀπο‐
20δεικτικῆς ἐπιστήμης, εἴρηται ἤδη ἱκανῶς κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. ἵνα δὲ καὶ ὁ περὶ τούτων λόγος αὐτοτελὴς ᾖ καὶ τῆς αὐταρκείας ἐχόμενος, προσκείσθω καὶ τοῦτο τοῖς εἰρημένοις. ἐπεὶ γὰρ ἐξ ἀρχῶν ἡ δι’ ἀποδείξεως ἐπιστήμη, δεῖ καὶ περὶ τούτων εἰπεῖν, τίς ἡ ἕξις ἡ ταύτας γνωρίζουσα. ὅτι μὲν γὰρ εἰς τὴν ἀπόδειξιν δεῖ τῶν ἀμέσων ἀρχῶν, ὡς ἄνευ τῆς τού‐
25των γνώσεως μὴ ἐνδέχεσθαι ταύτην γίνεσθαι, εἴρηται πρότερον. ἔχει δὲ ἀπορίας ὁ περὶ τῆς τῶν ἀρχῶν γνώσεως λόγος, πρῶτον μέν, εἰ ἡ αὐτή ἐστι γνῶσις τῶν τε ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν γινωσκομένων, ἢ ἑτέρα μὲν ἐκείνων ἑτέρα δὲ τούτων, οἷον εἰ ἐπιστήμη ἐστὶν ἡ ἐκείνων καὶ τούτων γνῶσις, ἢ τῶν μὲν ἐπιστήμη τῶν δὲ ἕτερόν τι γένος γνώσεως. δεύτερον
30δὲ πότερον ὥσπερ τὴν τῶν ἐκ τῶν ἀρχῶν γινωσκομένων γνῶσιν οὐκ ἐνοῦσαν πρότερον κτώμεθα, οὕτω καὶ ἡ ἕξις οὐκ ἐνοῦσα τῆς τῶν ἀρχῶν γνώσεως ἡμῖν ἐγγίνεται, ἢ ἔνεστι μὲν ἐν ἡμῖν εὐθὺς ἐξ ἀρχῆς, λανθάνει δ’ ἐνοῦσα καὶ οὐκ ἐφιστάνομεν ταύτην ἔχοντες. καίτοι τοῦτο ἄτοπον
γνῶσιν ἔχοντας ἀγνοεῖν ὅτι ἔχομεν, καὶ ἀγνοεῖν ὅτι γινώσκομεν ἔχοντες255

256

καὶ ταῦτα γνῶσιν ἀποδείξεως κρείττω τε καὶ ἀκριβεστέραν. εἰ δὲ μὴ τού‐ των γνῶσιν ἔχοντες πρότερον λαμβάνομεν ταύτην ὕστερον, πῶς ἂν ἐνδέ‐ χοιτο ταύτην λαβεῖν ἐκ μὴ προϋπαρχούσης ἑτέρας γνώσεως, ἥτις ἡμῖν ἐνοῦσα πρὸς τὴν τούτων γνῶσιν λυσιτελήσει· τοῦτο γὰρ ἀδύνατον δέδεικται,
5ὅτε περὶ ἀποδείξεως ἐλέγετο. ταῦτα μέν ἐστιν ἅπερ ἐζήτηται περὶ τῶν ἀρχῶν, καὶ δεῖ πρὸς ταῦτα προσφυῶς ἀπαντᾶν. ἐπεὶ οὖν ἑκατέρωθεν ἄτοπον ἕπεται, κἂν ἔχειν ἡμᾶς εἴποι τις ἐξ ἀρχῆς τὴν γνῶσιν αὐτῶν, κἂν ἀγνοοῦσιν ἁπλῶς, ὡς μηδεμίαν ἔχειν γνώσεως ἕξιν, ἡμῖν ἐγγίνεσθαι, οὐδέτερον ἂν εἴη τούτων ἀληθές· ἀλλ’ ἀνάγκη μὲν ἔχειν ἡμᾶς πρὸ τῆς τῶν ἀρχῶν
10γνώσεως δύναμίν τινα γνωστικήν, οὐ μὴν δὲ τοιαύτην, ὡς εἶναι τούτων ἐκείνην ἀκριβεστέραν, ὥσπερ ἡ τῶν ἀρχῶν γνῶσις ἀκριβεστέρα ὑπάρχει τῆς ἀποδείξεως. ἢ γὰρ ἂν ἐκεῖνα ὑπῆρχον ἀρχαὶ τὰ ὑπὸ τῆς ἀκριβεστέρας ἐκείνης γνώσεως γινωσκόμενα, καὶ περὶ ἐκείνων ἂν ἐζητεῖτο τὰ αὐτά, καὶ εἰς ἄπειρον οὕτως ὁ λόγος προέβαινεν, ὡς μήτε ἀρχὰς εἶναι μήτε ἀπο‐
15δείξεις. ἀλλ’ ὥσπερ ἐκ τοῦ χείρονος πρὸς τὸ κρεῖττον ἅπασα γένεσις καὶ ἀπὸ τοῦ ἀτελοῦς πρὸς τὸ τέλειον, οὕτως καὶ ἡ κατὰ τὸν ἄνθρωπον ἐκ θρεπτικοῦ καὶ αὐξητικοῦ καὶ διαπλαστικοῦ καὶ ἁπλῶς φυτικῆς δυνάμεως, ἣν εὐθὺς ἡ πρώτη καταβολὴ τῆς γονῆς τῷ ὑποκειμένῳ ἐνδίδωσιν, εἰς αἰσθητικήν τε καὶ ἁπλῶς ζωτικήν, ἐκ ταύτης εἰς λογικὴν καὶ ἀνθρωπικήν. τοιγαροῦν
20κοινὴ μὲν ζῴοις ἅπασιν αἴσθησις ὡς ἴδιος οὖσα τοῦ ζῴου, ᾗ ζῷόν ἐστι· τῶν δὲ ζῴων τὰ μὲν μέχρι μόνης ταύτης μεμένηκε, μηδεμίαν γνωστικὴν ἐπέκεινα δύναμιν ἔχοντα, ὡς εὐλαί τε καὶ μυῖαι καὶ ἐμπίδες καὶ κώνωπες· τοῖς δὲ καὶ μετὰ τὸ αἰσθέσθαι γνῶσίς τις ἐπέκεινα ὑπολέλειπται, καὶ ἀπόντος τοῦ αἰσθήματος αὐτὴ παραμένουσα καὶ τὸν τύπον ἐκείνου φυλάτ‐
25τουσα ἤδη καὶ μνήμη προσαγορεύεται, μονή τις οὖσα τοῦ τῆς αἰσθήσεως ἐνεργήματος. ἔστι δὲ καὶ τούτοις διαφορά· τὰ μὲν γὰρ τοῦτο μόνον ἔχει τὸ εἰρημένον ἐπέκεινα τῆς αἰσθήσεως, τοῖς δὲ πρὸς τούτῳ καὶ τὸ δύνασθαι συνάπτειν τὰ ὅμοια πρόσεστι καὶ πρὸς τὸ καθόλου ἀνάγεσθαι. οἷον ἐλλέ‐ βορόν τις κενωτικὸν μελαίνης χολῆς ἐγνώρισεν, ἅπαξ καὶ δὶς καὶ πολλάκις
30πεῖραν λαβὼν αὐτοῦ διὰ τῆς αἰσθήσεως· εἶθ’ ὁσάκις ἴδῃ ἐλλέβορον, ὁμοίως ἔχειν τοῖς ᾐσθημένοις τὸν νῦν ὁρώμενον ἀποφαίνεται, καὶ οὕτως αὐτῷ ἡ τοῦ καθόλου κατανόησις περιγίνεται. τὰ μὲν οὖν μέχρι τῆς αἰσθήσεως ἱστάμενα ἀτελέστερα τῶν ζῴων ἐστί, τὰ δὲ καὶ μνήμην πρὸς ταύτῃ ἔχοντα ἐκείνων ἐστὶ τελειότερα, ὡς καὶ ἀπόντος τοῦ αἰσθηθέντος τὸν τύπον αὐτοῦ
35ἐπὶ πολὺ διασώζοντα. τελεώτατα δ’ ἔστιν οἷς ἡ τοῦ ὁμοίου θεωρία τε καὶ διάκρισις, ὅθεν καὶ τὸ καθόλου τὸ ἐν τοῖς πολλοῖς τῇ ψυχῇ περι‐ γίνεται. ἐκ μὲν οὖν αἰσθήσεως καταδεεστέρας οὔσης ἁπάσης γνώσεως
μνήμη, ἐκ δὲ μνήμης ἐμπειρία· ἐκ γὰρ πολλῶν μνημῶν ἡ ἐμπειρία256

257

συνέστηκεν. ἐκ δὲ ἐμπειρίας τὸ καθόλου τῇ ψυχῇ πήγνυται καὶ συνί‐ σταται, ὅπερ ἐστὶ τὸ ὅμοιον καὶ ταὐτὸν ἐν τοῖς καθ’ ἕκαστα καὶ ὅπερ ἐν τοῖς πολλοῖς λέγεται. τὸ δὲ καθόλου ἀρχὴ γίνεται τέχνης καὶ ἐπι‐ στήμης, εἰ μὲν ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, τέχνης, εἰ δ’ ἐν τοῖς ἀεὶ ἔχουσιν
5ὡσαύτως, ἐπιστήμης. τὸ γὰρ καθόλου θεωρεῖται ἔν τε τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ οἷς μεθ’ ὕλης τῆς ἀεὶ ῥεούσης ἡ ὕπαρξις, καὶ ἐν τοῖς ὡσαύτως ἀεὶ ἔχουσιν, ἀλλ’ ἐπ’ ἐκείνων μὲν πταιστὸν τὸ καθόλου καὶ ποτὲ ἄλλως ἔχον ἤπερ κατείληπται, ἐπὶ δὲ τούτων ἀεὶ τὸ αὐτό. ὥστε οὔτε ἐνυπάρ‐ χουσι τέλειαι ἕξεις τῆς τῶν ἀρχῶν γνώσεως οὔτε μὴ οὖσαι γίνονται ἀπὸ
10ἄλλων γνωστικωτέρων ἕξεων, ὥσπερ αἱ ἀποδείξεις ἀπὸ τῶν ἀρχῶν γνωστι‐ κωτέρων οὐσῶν τῶν ἀποδεικτῶν, ἀλλ’ ἀπὸ χειρόνων ἕξεων γνωστικῶν, αἵ τινές εἰσιν αἱ αἰσθήσεις, τῆς ψυχῆς ἐπ’ αὐτὰς προκοπτούσης ἀποτελοῦνται, ὡς εἶναί τι τοιοῦτον τὸ γινόμενον, ὥσπερ ἐν μάχῃ τροπῆς γινομένης εἷς τοῦ τραπέντος μέρους ἔστη, καὶ τοῦτον ἰδὼν ἕτερος ἔστη κἀκεῖνος, εἶτ’
15αὖθις ἕτερος, καὶ οὕτω κατὰ μικρὸν ἦλθεν ὁ πόλεμος ἐπ’ ἀρχήν· ἑνὸς γὰρ στάντος αἰσθήματος τῇ ψυχῇ καὶ αὖθις ἑτέρου ὁμοίου ἐκείνῳ καὶ τρίτου ἔτι ἡ τοῦ καθόλου ἔννοια τῇ ψυχῇ ἵσταται καὶ ἀρχή, ὡς εἴρηται, γίνεται τέχνης καὶ ἐπιστήμης. τὰ γὰρ καθόλου ἀρχαὶ τούτων ἐστίν, ἐπεὶ καὶ ἐπὶ τῶν κοινῶν ἐννοιῶν οὕτως γίνεται. γνόντες γὰρ αἰσθητῶς ὅτι τόδε τῷδε
20ἴσον καὶ τόδε τῷ αὐτῷ, καὶ αὖθις ἕτερον καὶ τέταρτον ἴσως, καὶ ἀλλήλοις εἶναι ἴσα τὰ πρὸς τὸ αὐτὸ ἴσα λέγομεν. καὶ πάλιν ὅτι ἐπὶ τοῦδε ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ ἐπὶ τοῦδε ὡσαύτως, καὶ ἐπὶ τρίτου τε καὶ τετάρτου, εἰς τὴν καθόλου ἀνερχόμεθα ἔννοιαν, οὕτως ἔχειν ἐπὶ πάντων ἀποφαινόμενοι. τούτου δὲ αἴτιον ἡ τῆς ψυχῆς οὐσία· τοιαύτη γάρ ἐστιν
25οἵαπερ καὶ προκόπτειν πεφυκέναι ἀπὸ τοῦ ἀτελοῦς πρὸς τὸ τέλειον, ἢ καὶ τῶν αἰσθητῶν παρόντων τῶν ὁμοίων τύπων ἐπιλαμβάνεσθαι τῇ μνήμῃ τὸ καθόλου συλλέγουσα. καὶ τὸ πρᾶγμα Πλάτων μὲν ἂν εἴποι ἀνάμνησιν, λήθην μὲν πασχούσης τῆς ψυχῆς, ὡς ἐκεῖνός φησι, διὰ τὴν εἰς τὴν γένεσιν κάθοδον, κατὰ μικρὸν δὲ προϊούσης εἰς τὴν τοῦ ἐπιλησθέντος ἀνάληψιν διὰ
30τῆς κατὰ αἴσθησιν γνώσεως, Ἀριστοτέλης δὲ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολήν, δυνάμει λέγων ταῖς ἀνθρωπίναις ψυχαῖς ἐνεῖναι τὸν νοῦν ἐξ ἀρχῆς, καὶ διὰ τῶν αἰσθημάτων προέρχεσθαι εἰς ἐνέργειαν. Ἀλλ’ ἀλλοτρίαις μὲν δόξαις διαιτᾶν καὶ ὡς ἔχουσιν ἀληθείας ἢ ψεύδους ἐξετάζειν ἐν τῷ παρόντι περιττόν· οὐκ ἄχαρι δ’ ἴσως λόγον προσθεῖναί τινα
35τοῦ πράγματος ἐφαπτόμενον. ἐν τῇ τάξει τῶν εἰδῶν τὰ προσεχῶς μετά τι μετέχει τρανότερον τοῦ προσεχῶς πρὸ αὐτῶν. ἐπεὶ οὖν ἡ ψυχὴ προσ‐ εχῶς μετὰ νοῦν, μετέχει τοῦ νοῦ μᾶλλον ἤπερ τὰ πόρρω τοῦ νοῦ, καὶ τούτου ἐν αὐτῇ ἀπηχήματα αἱ κοιναὶ καὶ αὐτόπιστοι ἔννοιαι, δι’ ὧνπερ
φέρει τινὰ πρὸς τὰς ἀμέσους τοῦ νοῦ ἐπιβολὰς ἀπομίμησιν, αἳ δὴ ἐξ ἀρχῆς257

258

μὲν αὐτῇ ὡς ἐμπυρεύματα ἐν αἰθάλῃ ἀποκεκρύφαται τῇ ἐπικρατείᾳ τῶν χειρόνων δυνάμεων συγχεόμεναι, λέγω δὴ τῆς φυτικῆς τε καὶ ζωτικῆς, διὰ τὸ φθανούσας ταύτας ἐνεργεῖν ἐν τῷ σώματι γενεσιουργούς τε οὔσας τῷ τε σώματι προσεχῶς χορηγούσας τὴν σύστασιν, καὶ τοῦτο ἐπιτήδειον
5πρὸς τὰς δι’ αὐτοῦ ἐνεργείας παρασκευαζούσας τῇ κρείττονι. ὧν ἐνερ‐ γουσῶν σὺν σφοδρότητι ἀπροσεκτεῖν ἑαυτῇ συμβαίνει τὴν λογικὴν ὑπὸ τῆς ἐκείνων κατασυρομένην ὁρμῆς καὶ ἀπείρως ἔτι ἔχουσαν τῆς ἐνταῦθα θεω‐ ρίας καὶ πράξεως, καὶ ποδηγίας δεομένην, ἵν’ ἑαυτῇ τὴν ἐπιστήμην καὶ τὰς ἐγκειμένας ἐννοίας προβάληται. ὡς ἔχειν μὲν ἀρχῆθεν τὰς κοινὰς
10ἐννοίας ἐν ἑαυτῇ, τοσοῦτον δὲ λείπεσθαι τῆς αὐτῶν προχειρίσεως, ὅσον δεῖσθαί τινος τοῦ αὐτὴν εἰς ἐπίστασιν ἄγοντος κατασυρομένην ὑπὸ τῆς ῥύμης τοῦ χείρονος καὶ προσέχειν μὴ συγχωρουμένην οἷς κέκτηται. κἄν τις διδάσκων βραχύν τινα λόγον προβάληται ὅσον σημᾶναι περὶ αὐτῶν, εὐθὺς ὡς προειδυῖα τὸ λεγόμενον συγκατατίθεται. τοῖς γὰρ μὴ πεπηρω‐
15μένοις ἀλλ’ ἔχουσι κατὰ φύσιν τῆς λογικῆς οὐσίας τε καὶ δυνάμεως μήπω τι περὶ τῶν ἀρχῶν ἐννοήσασιν εἴ τις ἐρεῖ τὸ ὅλον μεῖζον εἶναι τοῦ μέρους ἢ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα ἢ ἐπὶ παντὶ πράγματι ἢ τὸ εἶναι αὐτὸ ἀληθεύειν ἢ τὸ μὴ εἶναι καὶ ὅσα τοιαῦτα, οὐδὲ μαθεῖν τι ἐκ τοῦ λόγου οἰήσονται, ἀλλ’ ὡς προειδότες δέξαιντ’ ἂν τὰ λεγόμενα μόνης ἐνίοτε
20τῆς κατὰ τὴν λέξιν σαφηνείας δεόμενοι διὰ τὸ τῶν ὀνομάτων ἀσύνηθες. οὔτε οὖν ὡς προϋπάρχουσαι τῶν σωμάτων αἱ ψυχαὶ εἰς ἀνάμνησιν ἔρχονται τῶν ἀρχῶν οὔτε μὴν ὡς κατ’ οὐσίαν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προ‐ βαίνουσαι εἰς γνῶσιν τῶν ἀμέσων προΐασι διὰ τῶν αἰσθήσεων, ἀλλ’ ἔχουσι μὲν ταύτας σὺν τοῖς προσφυέσι σώμασιν εἰς τὸ εἶναι παραγενόμεναι, οὐ
25προβάλλουσι δὲ ὑπὸ τῆς ἀλογίας τῶν χειρόνων κατακρατούμεναι· εἰς ἐπί‐ στασιν δ’ ἔρχονται τούτων, καὶ ἢ ἀπὸ αἰσθήσεως ἢ ἀπὸ λόγου ποδηγοῦνται ὥσπερ ἐξυπνιζόμεναι. ἀλλ’ ἐπανέλθωμεν ὅθενπερ ἐξέβημεν, πῶς τὸ καθόλου ἐλέγομεν τῇ ψυχῇ περιγίνεσθαι. ἑνὶ γὰρ τῶν κατ’ εἶδος ἀδιαφόρων προσ‐ βαλλούσης τῆς αἰσθήσεως ἵσταται μὲν τοῦτο πρῶτον ἐν τῇ ψυχῇ καθόλου.
30εἰ γὰρ καὶ τὸ καθ’ ἕκαστόν ἐστιν ὃ τῇ αἰσθήσει ὑπόκειται, ἀλλὰ κατὰ τὸ ἐν αὐτῷ κοινὸν διὰ τῆς αἰσθήσεως τῇ ψυχῇ παραπέμπεται. Καλλίου γὰρ ὁρωμένου ἄνθρωπον ἡ ψυχὴ ἐν ἑαυτῇ παραδέχεται, ὅπερ κοινόν ἐστιν. ὥστε ἐν αἰσθήσει μὲν τὸ καθ’ ἕκαστον γίνεται, τὸ δὲ εἰς γνῶσιν τῷ λόγῳ ἐρχόμενον τὸ καθόλου ἐστίν· οὐ γὰρ Καλλίας, ἀλλ’ ἄνθρωπος. τούτου οὖν
35γινωσκομένου, ἤγουν τοῦ ἐκ τῶν καθ’ ἕκαστα καὶ ἓν τῷ ἀριθμῷ καθόλου, ἐν τούτοις πᾶσιν τοῖς ὡς εἴδεσι καθόλου ἵσταται ἄλλο τι καθόλου, ὑφ’ ὃ
τὰ κατ’ εἶδος καθόλου ἀνάγεται. καὶ μέχρι τοσούτου ἡ ἄνοδος καὶ ἡ τοῦ258

259

καθόλου στάσις, ἕως ἂν εἴς τι πέρας ἡ ἄνοδος στῇ τῶν ἀμερῶν καὶ καθόλου, ὅπερ ἐστὶ τὸ γενικώτατον. τὸ αὐτὸ καὶ ἐφ’ ἑκάστης κατηγορίας, οἷον ἀπό τινος ἀνθρώπου εἰς ἁπλῶς ἄνθρωπον καὶ ἀπὸ τοιουδὶ ζῴου εἰς ζῷον καὶ ἀπὸ τοιουδὶ ἐμψύχου εἰς ἔμψυχον καὶ ἀπὸ τοιασδὶ οὐσίας εἰς
5οὐσίαν. τὸ αὐτὸ ἐπὶ λευκοῦ, τὸ αὐτὸ ἐπὶ τριπήχεος καὶ ἐπὶ πάντων. ὥστε δῆλόν ἐστιν ὅτι καὶ αἱ ἀρχαὶ ἐπαγωγῇ γνωρίζονται· πᾶσα γὰρ ἡ ἀπὸ τῶν καθ’ ἕκαστα τοῦ καθόλου συναγωγὴ ἐπαγωγή ἐστιν. οὕτω γὰρ καὶ ἡ αἴσθησις τὰ καθόλου ἐμποιεῖ τὰ καθ’ ἕκαστα τῇ ψυχῇ χορηγοῦσα καὶ ἐξ αὐτῶν αὐτῇ πρὸς τὸ καθόλου διδοῦσα πρόφασιν. τοῦδε οὖν τῷδε ὄντος
10ἴσου, καὶ τοῦδε τῷ αὐτῷ, καὶ τρίτου καὶ τετάρτου, τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα καθόλου γνωρίζομεν· ὁμοίως τοῦδε ὅλου ὄντος καὶ τοῦδε μέρους, ἃ τῇ αἰσθήσει γνώριμα, καὶ τοῦ μὲν μείζονος τοῦ δ’ ἐλάττονος, ἐκ τῶν αἰσθήσει γνωρίμων εἰς γνῶσιν τοῦ καθόλου τὸ ὅλον μεῖζον εἶναι τοῦ μέρους ἥκομεν. καὶ οὕτω μὲν ἐπαγωγικῶς αἱ ἀρχαὶ γίνονται γνώριμοι·
15ὑπόλοιπον δ’ ἂν εἴη λέγειν τίς ἡ ἕξις καθ’ ἣν αἱ ἀρχαὶ γινώσκονται. ἀλλ’ ἐπείπερ ἡ διάνοιά ἐστι καθ’ ἣν ὁ ἄνθρωπος ᾗ ἄνθρωπος ἐνεργεῖν πέφυκεν, ἴδωμεν τὰς περὶ αὐτὴν ἕξεις. τούτων οὖν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δὲ ποτὲ καὶ ψευδεῖς. ποτὲ μὲν οὖν τὸ ψεῦδός εἰσι δεχόμεναι δόξα καὶ λογι‐ σμός, ἅπερ ἄμφω μὲν περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων, ἀλλ’ ἡ μὲν εἰς
20θεωρίαν μόνην πολλάκις καταντᾷ πρᾶξιν μὴ ἔχουσαν, ὁ δὲ λογισμὸς εἰς πρᾶξιν ἀεὶ ἀποτείνεται· διὸ καὶ πρακτικὸς νοῦς ὀνομάζεται. ἀληθεῖς δὲ ἀεὶ ἐπιστήμη ἐστὶ καὶ νοῦς. ἐπεὶ οὖν κρείττων ἡ γνῶσις τῶν ἀρχῶν, εἴη ἂν καὶ κρείττονος ἕξεως ἢ κατὰ δόξαν καὶ λογισμόν, ὥστ’ ἢ ἐπιστήμη ἢ νοῦς. ἀλλὰ πᾶσα ἐπιστήμη μετὰ λόγου· ὥστ’ εἰ ἐπιστήμη γνῶσις τῶν ἀρχῶν,
25εἴη ἂν ἡ γνῶσις τῶν ἀρχῶν μετὰ λόγου. ἀλλὰ πᾶς λόγος ἐπιστημονικὸς ἐξ ἀρχῆς· ἔσονται δὴ ἀρχαὶ τῶν ἀρχῶν· καὶ οὕτω προΐοι ἂν ὁ λόγος ἐπ’ ἄπειρον. λείπεται ἄρα κρείττονος ἢ κατ’ ἐπιστήμην ἕξεως εἶναι τὴν γνῶσιν τῶν ἀρχῶν. κρείττων δὲ ἐπιστήμης γνωστικὴ ἕξις οὐκ ἔστιν ἄλλη ἢ νοῦς· νοῦς ἄρα γνωστικὸς τῶν ἀρχῶν. ἔπειτα ἐπιστήμης ἀρχὴ οὐκ ἔστιν
30ἀπόδειξις, ἀλλ’ ἕτερόν τι ὑπὲρ ἀπόδειξιν γινωσκόμενον· ὥστ’ οὐδὲ ἐπι‐ στήμης ἀρχὴ ἐπιστήμη, ἀλλ’ ὑπὲρ ἐπιστήμην τι ἕτερον. οὐδεμίαν δέ τινα δύναμιν ἐν ἑαυτοῖς ἔχομεν ἀληθευτικὴν ὑπὲρ ἐπιστήμην ἢ νοῦν. ὥστε νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή, καὶ ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης, ἥτις ὁ νοῦς ἐστιν, εἴη ἂν τῶν ἀρχῶν τοῦ ἐπιστητοῦ γνωστική, ἡ δὲ πᾶσα ἐπι‐
35στήμη τοῦ παντὸς ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὰς ἀρχὰς γνωστικὴ αὐτῶν οὖσα, οὕτω καὶ ἡ πᾶσα ἐπιστήμη πρὸς πᾶν τὸ ἐπιστητόν, αὐτὸ
γινώσκουσα.259

260

(1n)

Περὶ δὲ τῶν ἀρχῶν πῶς τε γίνονται γνώριμοι.
2 Ἐπεὶ θεῖόν τι χρῆμα τὸ αὔταρκες καὶ ταῖς ψυχαῖς, εἴπερ ἄλλο τι ζητούμενον χρὴ καὶ τῷ περὶ ἐπιστήμης λόγῳ τοῦτο παρεῖναι, ἣν καὶ ψυχαὶ κατὰ τὴν σφετέραν τελείωσιν ἑαυταῖς συνεστήσαντο μηδὲν αὐτῆς, ᾗ ψυχαί
5εἰσιν, οἰκειότερον ἔχουσαι. ὅτι μὲν οὖν ἐξ ἀρχῆς ἡ ἐπιστήμη, εἴρηται πρότερον· ἐκ γὰρ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος· δεῖ δὴ ζητῆσαι περὶ τῶν ἀρχῶν, τίνι τε τρόπῳ γνώριμοι γίνονται καὶ τίς τῆς ψυχῆς ἕξις, καθ’ ἣν ταύτας γνωρίζειν πέφυκε. περὶ ἀποδείξεως γὰρ καὶ ἐπιστήμης εἰπόντες ἀποδεικτικῆς εἰ τοῦτο ἐν τῷ
10λόγῳ παρήκαμεν, εἰκότως ἂν ἀτελὴς οὗτος ἔδοξεν, ἄλλῳ τινὶ τῶν αὐτῷ τι ἁρμοττόντων καταλιπών. ἐπεὶ δ’ ἀπορητικῶς ὁ λόγος προβαίνων ἀφορμὴν ἑαυτῷ πρὸς εὐπορίαν παρέχεται τὴν αἰτίαν τε τοῦ δεσμοῦ ἀνευρίσκων κἀντεῦθεν πρὸς τὸ λύειν γινόμενος ἑτοιμότατος, καθάπερ αὐτὸς Ἀριστοτέλης ἐν τῷ δευτέρῳ φησὶ τῶν Μετὰ τὰ φυσικά, δεῖ πρῶτον προαπορῆσαι.
15nὍτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι.
16 Ἐκ τῶν περὶ ἀποδείξεως εἰρημένων ἔχει ὁμολογούμενον τὸ μὴ ἐνδέ‐ χεσθαι ἐπίστασθαι δι’ ἀποδείξεως, εἰ μή τις εἰδείη τὰς ἀρχὰς τὰς ἀμέσους. εἰ γὰρ ἐκ τῶν πρώτων καὶ ἀμέσων πᾶσα ἀπόδειξις, δεῖ ταῦτα προειδέναι· εἰ γὰρ ταῦτα ἄδηλα, πῶς ἐξ ἀδήλων τι δῆλον γενήσεται; ἀλλ’ εἰ καὶ πᾶσα
20διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, προϋπάρχουσι δ’ αἱ ἀρχαὶ τῆς ἐξ αὐτῶν ἀποδείξεως, πῶς ἔσται αὕτη τῆς ἐκείνων μὴ προϋπούσης γνώσεως; τούτου οὖν οὕτω κειμένου ἀπορεῖ ἑξῆς περὶ τῆς τῶν ἀμέσων γνώσεως δύο ταύτας ἀπορίας, τίς τε ἡ γνῶσις αὐτῶν, τουτέστι τίς γνωστικὴ ἕξις τῆς ψυχῆς, καθ’ ἣν αὗται γινώσκονται, καὶ εἴτε
25ἔνεισιν ἐξ ἀρχῆς ἐν ἡμῖν εἴτε μὴ οὖσαι ἐγγίνονται. ἡ γὰρ πρώτη ἀπορία εἰ καὶ εἰς πολλὰ δοκεῖ διαιρεῖσθαι, ἀλλ’ οὖν γε μία ἐστὶ καὶ ἡ αὐτή. τῶν γὰρ ἀμέσων τὴν γνῶσιν ζητήσειεν ἄν τις, πότερον ἡ αὐτή ἐστι τῇ δι’ ἀπο‐ δείξεως ἐπιστήμῃ ἢ οὐχ ἡ αὐτή· καὶ λαβὼν τὸ οὐχ ἡ αὐτή, πάλιν ζητήσειεν εἰ ἐπιστήμη ἐστὶν ἡ ἀμφοῖν γνωστικὴ ἕξις, τῶν τε ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν
30γινωσκομένων, ἢ γένος τι γνώσεως ἕτερον καὶ ἕτερον. ἐνδέχεται γὰρ διά‐ φορα πράγματα ὑπὸ ἄλλην καὶ ἄλλην ἀναφέρεσθαι γνῶσιν, εἶναι μέντοι ἀμφοτέρας κατὰ γένος τὰς αὐτάς, εἰ καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει. οἷον ἀριθμῶν καὶ μεγεθῶν ἄλλη μὲν καὶ ἄλλη κατ’ εἶδος ἡ γνῶσις, τῷ μέντοι γένει ἄμφω αἱ αὐταί· ἐπιστήμη γὰρ ἑκατέρα· οὕτω γὰρ καὶ αὐτὸς
35εἴρηκεν ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δ’ ἕτερόν τι γένος, τουτέστιν ἢ τοῦ260

261

μὲν ἐκ τῶν ἀρχῶν ἐπιστήμη τὸ γένος τῆς γνώσεως, τῶν δὲ ἀρχῶν ἕτερον. τῷ δὲ οὐκ ἐνδέχεται ἐπίστασθαι προσέθηκε τὸ δι’ ἀποδείξεως, ἐπεὶ ἐνδέχεται καὶ ἄλλον τρόπον ἐπίστασθαι, διὰ διαιρέσεως, δι’ ἀναλύσεως, δι’ ὁρισμοῦ. ἔστι δὲ ταῦτα πάντα μία ἀπορία, εἰ ἡ αὐτή ἐστι γνῶσις τῶν
5ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν, καὶ εἰ ἑτέρα, κατ’ εἶδος μόνον ἢ καὶ κατὰ γένος. εἶτα καὶ τὴν ἑτέραν ἀπορίαν ἐπάγει. πότερον γάρ, φησίν, αἱ ἕξεις τῆς γνώσεως τῶν ἀρχῶν οὐκ ἐνοῦσαι πρότερον ἐν ἡμῖν ἐγγίνονται ὕστερον, ἢ ἔνεισι μέν, λελήθασι δὲ ἐνοῦσαι. ὅτι μὲν γὰρ οὐκ ἐφιστάνομεν ὅλως περὶ αὐτῶν εὐθὺς ἐξ ἀρχῆς, δῆλον· ὅπως δὲ τοῦτο γίνεται, εἴτε διὰ τὸ μὴ
10ἔχειν ὅλως αὐτάς, εἴτε διὰ τὸ λεληθέναι ἔχοντας, ζητήσεως ἄξιον.
11nΕἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον.
12 Πρὸς τὸ προσεχὲς μόριον τῆς διαιρέσεως ἀπαντᾷ τὴν δευτέραν ἀπορίαν συνδέων. τὸ γὰρ εἰ μὲν δὴ ἔχομεν ταύτας ταὐτόν ἐστι τῷ εἰ ἐνοῦσαι λελήθασιν. ἄτοπον δή, φησίν, ἐστίν, εἰ ἔχομεν τὰς ἀρχὰς ἐν ἑαυτοῖς, καὶ
15λανθάνουσιν ἡμᾶς ἐν ἡμῖν οὖσαι. τί δὲ τὸ ἄτοπόν ἐστιν, ἐπιφέρει· συμ‐ βαίνει γὰρ ἔχοντας ἡμᾶς γνώσεις ἀγνοεῖν αὐτὰς ἐπιλανθανομένους, καὶ ταῦτα κρειττόνων οὐσῶν αὐτῶν ἢ κατὰ ἀπόδειξιν. ἐκ γὰρ τούτων αἱ ἀπο‐ δείξεις ὡς δηλοτέρων τε καὶ γνωριμωτέρων. εἰ οὖν ἄτοπον ἀπόδειξιν ἔχοντας ἀγνοεῖν ὅτι ἔχομεν, πολλῷ ἂν εἴη ἀτοπώτερον, εἰ ἀγνοοῦμεν γνῶσιν
20ἔχοντες κρείττονα ἀποδείξεως.
21nΕἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον.
22 Τὸ πρῶτον μέρος τοῦτο τῆς διαιρέσεως, πρὸς ὃ καὶ αὐτὸ ἀπαντᾷ ἀδύνατόν τι καὶ τούτῳ δεικνύων ἑπόμενον. εἰ γὰρ μὴ ἔχοντες, φησί, τὰς ἀρχὰς πρότερον, ὕστερον ταύτας λαμβάνομεν, πῶς ταύτας γινώσκομεν καὶ
25μανθάνομεν ἄνευ προϋπαρχούσης γνώσεως; κεῖται γὰρ ὅτι πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ἐπεὶ τοίνυν καὶ τὰς ἀρχὰς μανθάνομεν ὡς ἡ ὑπόθεσις βούλεται, δεῖ προϋπάρχειν αὐτῶν γνῶσιν ἑτέραν· ἄλλως γὰρ ἀδύνατον, καθὼς ἐλέγομεν καὶ ἐπὶ τῆς ἀποδείξεως, καὶ δεῖ πρὸ τῶν ἀρχῶν ἑτέρας εἶναι τὰς προγινωσκομένας ἀρχάς· καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς
30ἔσται λόγος, καὶ εἰς ἄπειρον. οὐκ ἄρ’ οὐδὲ τοῦτο ἡμῖν εὔοδον.
31nΦανερὸν τοίνυν ὅτι οὔτ’ ἔχειν οἷόν τε.
32Δύο ζητήσεις προθέμενος, μίαν μὲν περὶ τοῦ κατὰ ποῖον γένος γνώ‐
σεως αἱ ἀρχαὶ γινώσκονται, δευτέραν δὲ εἰ ἐξ ἀρχῆς ἢ οὐ τὴν γνῶσιν261

262

τῶν ἀρχῶν ἔχομεν, καὶ ἑκατέρωθεν ἄτοπον ἑπόμενον τοῖς τῆς διαιρέσεως ταύτης δείξας μέρεσι, τὴν μὲν πρώτην ζήτησιν ἐν τῷ παρόντι καταλιπὼν πρὸς τὴν δευτέραν ἐπιχειρεῖ τὴν αὐτῇ προσήκουσαν ἐπιφέρων ἐπίλυσιν. πρὸς τὰς αἰτίας τοίνυν εὐθὺς ἀπαντᾷ τοῦ τῆς ἀπορίας δεσμοῦ. ἐκ γὰρ τοῦ
5λέγεσθαι ἁπλῶς ἔχειν τὰς ἀρχὰς ἢ μὴ ἔχειν ἡ ἀπορία συνίσταται. ἐπεὶ οὖν οὕτω λέγουσιν ἄτοπόν τι ἑκατέρωθεν εἵπετο, φανερὸν ἐντεῦθεν ὅτι οὔτ’ ἔχειν δυνατὸν ἁπλῶς ἐξ ἀρχῆς τὰς ἀρχὰς οὔτε παντελῶς ἀγνοοῦσιν καὶ μηδεμίαν ἔχουσιν ἕξιν γνώσεως ἐγγίνεσθαι ταύτας ἡμῖν, ἀλλ’ ἀνάγκη ἔχειν μέν τινα δύναμιν γνωστικὴν ἐξ ἧς πρόφασις ἡμῖν τῆς τῶν ἀρχῶν γνώσεως
10γίνεται, οὐ μέντοι γε τοιαύτην, ὥστ’ εἶναι τιμιωτέραν αὐτὴν κατ’ ἀκρίβειαν τῆς τῶν ἀρχῶν γνώσεως.
12nΦαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον.
13 Εἰπὼν ὅτι οὔτ’ ἔχειν δυνατὸν τὰς ἀρχὰς ἐξ ἀρχῆς οὔτε πάντῃ ἐστερη‐ μένοις γνώσεως προσγίνεσθαι ταύτας ἡμῖν διὰ τὸ ἑκατέρωθέν τι συμβαίνειν
15ἀδύνατον, ἀλλ’ ἐκ χείρονός τινος γνωστικῆς ἕξεως εἰς τὴν τούτων προϊέναι γνῶσιν, λέγει νῦν τίς ἡ γνῶσις ἐκείνη ἐστίν, ἐξ ἧς ὁδῷ προβαίνοντες εἰς τὴν τῶν ἀρχῶν κατάληψιν προσερχόμεθα. τοῦτο γάρ, φησίν, ὃ λέγομεν γένος γνώσεως ἐν πᾶσι τοῖς ζῴοις ὑπάρχον φαίνεται. πάντα γὰρ τὰ ζῷα, ᾗ ζῷά ἐστι, δύναμιν ἔχει οὐκ ἐπίκτητόν τινα οὐδὲ διδακτήν, ἀλλὰ συμ‐
20πεφυκυῖαν καὶ ἐκ φύσεως συμπαρομαρτοῦσαν αὐτοῖς, ὡς καὶ συμπληρωτικὴν εἶναι τῆς οὐσίας αὐτῶν, καθ’ ἣν καὶ διαφέρουσι τῶν φυτῶν, ἥτις κριτική ἐστι πλείστων ὅσων διαφορῶν· καλοῦσι δὲ ταύτην αἴσθησιν. οὕτω δὲ εἶπεν ὥσπερ ἄλλοις ἐπιγράφων τὴν αἰτίαν τῆς κλήσεως, ἵνα δείξῃ μὴ οἰκεῖόν τινα λέγων λόγον, ἀλλὰ τὸ κοινῇ λαμβάνων ὁμολογούμενον.
25nἘνούσης δ’ αἰσθήσεως.
26 Ἐκ τῆς χείρονος τῶν γνώσεων ἀπαρξάμενος κοινῶς τοῖς ζῴοις ἐνυπ‐ αρχούσης, ὁδῷ πρόεισιν ἐπί τε τὰ τελεώτερα τῶν ζῴων καὶ τὰς τελεω‐ τέρας τῶν γνώσεων, δεικνύων τὸν ἄνθρωπον τελειότατον μὲν τὴν φύσιν ὡς ἐν τοῖς ζῴοις ὑπάρχοντα, ἐκ τῆς χείρονος δὲ καὶ ἀτελεστάτης τῶν γνώσεων
30ἐπὶ τὴν κρείττω καὶ τελείαν ὡς ἐν τούτοις προκόπτοντα, καὶ τὴν γνῶσιν τῶν ἀρχῶν τὸν τρόπον τοῦτον προσλαμβανόμενον. ἐνούσης γάρ, φησί, τοῖς ζῴοις πᾶσιν αἰσθήσεως τὰ μὲν ἐξ αὐτῶν τοιαύτην ἔχει φύσιν, ὡς ἐγγίνε‐ σθαι αὐτοῖς μονὴν τοῦ αἰσθήματος, τὰ δὲ πρὸς τοῦτο οὐ πέφυκεν, ἀλλ’ ἅμα τῷ αἰσθάνεσθαι παρατρέχει ἡ γνῶσις ἐξ αὐτῶν μὴ ὑπομένουσα. καὶ
35ὅσοις μὲν μὴ ἐγγίνεται ἡ μονὴ τοῦ αἰσθήματος, ἢ καθόλου, ὥσπερ ἐπὶ
τῶν σκωλήκων ἔστιν ἰδεῖν καὶ εὐλῶν καὶ μυιῶν, μηδεμίαν ἐχόντων μετὰ262

263

τὴν αἴσθησιν παραμονὴν τοῦ αἰσθήματος, ἢ ἀμυδρῶς, ὥσπερ τινὰ τῶν ὀρνέων φωνῶν μνημονεύει, ἃς καὶ μιμεῖται, καὶ τὰ ὑποζύγια ὁδῶν, ὡς ἢ προθυμεῖσθαι πρὸς αὐτάς, εἰ εὖ αὐτοῖς ἔχειν ἐν αἰσθήσει ἐφάνησαν, ἢ ἐκκλίνειν ἐξ αὐτῶν, εἰ μὴ εὖ, τούτοις οὐκ ἔστι γνῶσις ἔξω τοῦ αἰσθήματος,
5ἢ εἰ ἔστιν, ἀμυδρά ἐστιν, ὡς ἐπὶ τῶν ὀρνέων καὶ τῶν ὑποζυγίων εἴπομεν. ἔστι δ’ ἃ τῶν ζῴων αἰσθανόμενα ἔχουσιν ἔτι μετὰ τὴν αἴσθησιν γνῶσίν τινα, καὶ ἀπόντος τοῦ αἰσθητοῦ τὸν τύπον ἐκείνου ἐν ἑαυτοῖς περισώζοντα.
8nΠολλῶν δὲ τοιούτων γενομένων.
9Ὥσπερ ἐπὶ τῶν αἰσθανομένων διαφορὰ ὑπῆρχεν, ὡς τὰ μὲν αὐτῶν
10ἔχειν μονὴν τοῦ αἰσθήματος, τὰ δὲ μή, οὕτω καὶ ἐπὶ τῶν φυλαττόντων τὸν τύπον τοῦ ᾐσθημένου· καὶ τούτων γὰρ τοῖς μὲν ἐγγίνεται λόγος ἐκ τῆς τῶν πολλῶν αἰσθημάτων παραμονῆς, τοῖς δ’ οὔ. ὅσα γὰρ τὰ τοῖς ᾐσθημένοις ὅμοια δύναται συνάγειν τοῖς ᾐσθημένοις καὶ τὸ καθόλου ἐν ἑαυτοῖς ἀπογεννᾶν, ταῦτα ἤδη τέλειά τε καὶ λογικά, τὴν τοῦ ὁμοίου θεωρίαν
15τε καὶ διάκρισιν ἐν ἑαυτοῖς λαβεῖν δυνάμενα. ὃν δέ φησιν ἐγγίνεσθαι λόγον, τὸ καθόλου, οἶμαι, ἐστί. τοῖς γὰρ τελειοτέροις καὶ λογικοῖς ἐκ τῶν πολλῶν αἰσθημάτων μνημονευομένων τὸ καθόλου ἐγγίνεται, ὅπερ λόγος ἐστὶν ἐν τοῖς πολλοῖς καὶ καθ’ ἕκαστα θεωρούμενος, ὁ αὐτὸς ὢν ἐν πᾶσι καὶ κοινῶς αὐτοῖς μετεχόμενος, ὅλος ὢν ἐν ἑκάστῳ καὶ ὅμοιος καὶ ἀδιά‐
20φορος. ὅσα δὲ τῶν φυλαττόντων τοὺς τύπους τῶν αἰσθημάτων μὴ δύνανται τοῦτο ποιεῖν, ταῦτ’ ἀτελῆ τέ ἐστι καὶ ἄλογα.
22nἘκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη.
23 Τὰς διαφορὰς τῶν γνώσεων ἐκθέμενος καὶ ταύτας ἀπὸ τῶν μετεχόντων αὐτῶν παρατηρήσας, λέγω δὴ τῶν ζῴων (εἰ γὰρ κατὰ ταύτας διαφέρει τὰ
25ζῷα, δῆλον ὅτι καὶ αὗται διάφοροι ἀλλήλων εἰσί) νῦν ἐπὶ μόνου τοῦ ἀνθρώπου λαμβάνει καὶ παρίστησι, πῶς ἀπὸ τῆς κατ’ αἴσθησιν γνώσεως ἀρχομένοις ἡμῖν μέχρι τοῦ καθόλου ἡ προκοπὴ γίνεται. τὸ δὲ καθόλου ἐστὶν ἀρχὴ τῆς τέχνης καὶ τῆς ἐπιστήμης, ὡς εἶναι δῆλον ὅτι οὔτε ἔνεισιν ἡμῖν ἐξ ἀρχῆς αἱ τῶν ἀρχῶν γνώσεις (τέλειοι γὰρ ἂν ἦμεν γεννώμενοι)
30οὔτε ἀπὸ γνωστικωτέρας τινὸς ἕξεως ἐγγίνονται, ὡς εἶναι ἀνάγκην προει‐ δέναι τὸ πρὸ αὐτῶν, ἀλλ’ ἐγγίνονται ἡμῖν κατὰ μικρὸν ἀθροιζόμεναι ἀπὸ μνήμης τε καὶ αἰσθήσεως. ἀναλαμβάνει τοίνυν τὰ εἰρημένα καὶ φησὶν ἐκ μὲν τῆς αἰσθήσεως γίνεσθαι τὴν μνήμην, καθὼς εἴρηται πρότερον· μνήμης
δὲ πολλάκις γινομένης τοῦ αὐτοῦ αἰσθήματος γίνεται ἐμπειρία· αἱ γὰρ263

264

πολλαὶ τῷ ἀριθμῷ μνῆμαι μία ἐστὶν ἐμπειρία. οἷον εἰς αἴσθησίν τις ἐλθὼν ὅτι τόδε ἐλλέβορος ὂν ἐκάθηρε, καὶ μνημονεύσας καὶ πάλιν καὶ πάλιν τὸ αὐτὸ λαβὼν εἰς αἴσθησιν, καὶ τὴν μνήμην τηρήσας ἑκάστου τῶν ᾐσθημένων, μίαν ἐν ἑαυτῷ συνεστήσατο ἐμπειρίαν ἐκ τῶν πολλῶν συνηθροισμένην μνη‐
5μῶν. ὥσπερ δὲ ἐκ πολλῶν μνημῶν τηρουμένων ἐν τῇ ψυχῇ ἡ ἐμπειρία συνέστηκεν, οὕτω τῆς ἐμπειρίας συναυξομένης καὶ προβαινούσης κατὰ τὴν τοῦ ὁμοίου αἴσθησίν τε καὶ μνήμην, τὸ καθόλου ἤδη πήγνυται καὶ ἑδραιοῦται ἐν τῇ ψυχῇ. τοῦτο γάρ ἐστιν ὅ φησιν ἐκ δ’ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχ, τοῦ ἑνὸς παρὰ τὰ πολλ.
10ἠβούλετο γὰρ εἰπεῖν ὅτι ἐκ δ’ ἐμπειρίας τέχνης ἀρχὴ καὶ ἐπιστήμης· ἐπεὶ δὲ ἀτελέστερον ἔτι ἡ ἐμπειρία καὶ οὐχ ἱκανὸν πρὸς τέχνης καὶ ἐπιστήμης ἀρχήν, διὰ τοῦτο προσέθηκεν ἢ ἐκ παντὸς τοῦ καθόλου ἠρεμήσαντος, τουτέστι στάντος καὶ παγέντος καὶ βεβαιωθέντος ἐν τῇ ψυχῇ. ἐπεὶ δὲ πολλα‐ χῶς τὸ καθόλου (τό τε γὰρ πρὸ τῶν πολλῶν καὶ τὸ ἐν τοῖς πολλοῖς καὶ τὸ ἐπὶ
15τοῖς πολλοῖς), διὰ τοῦτο ἡρμήνευσε, περὶ ποίου λέγει ὡδὶ καθόλου· τοῦ ἑνὸς γάρ φησι παρὰ τὰ πολλά, καὶ αὖθις ἔτι πρὸς σαφήνειαν πλείω ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τὸ αὐτ. ἐκ γὰρ τῆς τῶν πολλῶν αἰσθήσεως καὶ μνήμης ἡ ἐμπειρία συνάγεται, ἐκ δὲ ταύτης τὸ ἐν τοῖς πολλοῖς καθόλου, ὅπερ τὸ ἐν τούτοις ἅπασιν ὅμοιόν ἐστι καὶ ταὐτόν, τέχνης ἀρχὴ καὶ ἐπιστήμης· τὸ
20γὰρ καθόλου ἐγγεγονὸς τῇ ψυχῇ ἀρχή ἐστι τέχνης καὶ ἐπιστήμης. τέχνην δέ φησιν ἢ τὴν περὶ τὰ γινόμενα ὑφ’ ἡμῶν, καὶ ἐπιστήμην τὴν περὶ τὰ ὑπὸ τῆς φύσεως, οἷον ὅτι ὁ πέλεκυς τμητικός, τὸ δὲ ξύλον τμητόν, καὶ ὁ ἐλλέβορος καθαρτικός, τὸ δὲ ἀνθρώπινον σῶμα καθαρτόν, καὶ ὅσα ἐν τοῖς ὑφ’ ἡμῶν θεωρεῖται γινομένοις· τὰ δ’ ὑπὸ φύσεως γινόμενα δῆλα ἐν οἷς
25ἀρχαὶ πλείους, ὅτι τὸ ὅλον πλεῖον τοῦ ἡμίσεος, καὶ ὅτι τὰ διὰ τοῦ ἴσου χρόνου τὸ ἴσον διάστημα διερχόμενα ἰσοταχῆ, καὶ ὅσα τοιαῦτα· ἢ τέχνην μέν φησι τὴν περὶ τὰ ἔνυλα καὶ πταιστά, ἃ καὶ γένεσιν εἴρηκεν, ἐπιστήμην δὲ τὴν περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἃ καὶ ὂν ὠνόμασεν.
29nΟὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις.
30 Ἐκ τῶν εἰρημένων, φησί, δῆλον γέγονεν, ὅτι οὐδετέραν τῶν ὑποθέσεων ἀναγκαῖον ὁμολογεῖν, αἷς τὰ ἄτοπα εἵπετο. οὔτε γάρ εἰσιν ἐν ἡμῖν ἕξεις ἀρχῆθεν τῶν καθόλου καὶ τῶν ἀρχῶν ἀφωρισμέναι, ἤγουν συνεστηκυῖαι καὶ ἐνεργείᾳ ὑπάρχουσαι, οὔτε μὴ οὖσαι γίνονται ἀπό τινων ἑτέρων ἕξεων κρειττόνων τε καὶ γνωστικωτέρων, ὥσπερ αἱ ἀποδείξεις, ἀλλ’ ἀπὸ τῆς
35χείρονος καὶ συμφύτου τοῖς ζῴοις αἰσθήσεως ταῖς κατὰ μικρὸν προσθήκαις264

265

καὶ ταῖς κατὰ μέρος γνώσεσιν εἰς τὴν τοῦ ὁμοίου καὶ πᾶσιν τοῖς καθ’ ἕκαστα ἐνόντος ταὐτοῦ γνῶσιν γινομένης τῆς προκοπῆς. τίθησι δὲ καὶ παρά‐ δειγμα· οἷον γάρ, φησίν, ἐν μάχῃ συμβαίνει, ὁπόταν τροπὴ γένηται, εἶτα εἷς τῶν φευγόντων στῇ καὶ ἐπ’ αὐτῷ δεύτερος καὶ τρίτος ἄλλος, ἕως πολλῶν
5στάντων πάλιν ἐπ’ ἀρχὴν ἦλθεν ἡ μάχη. τοιοῦτον γὰρ καὶ ἐπὶ τοῦ καθόλου γίνεται· κατακρατεῖται γὰρ ὑπὸ τῆς ὁρμῆς ἡ ψυχὴ τῶν ἀλό‐ γων δυνάμεων καὶ τοὺς ἐν αὐτῇ λόγους ἀνενεργήτους φέρει· εἶθ’ ἑνὸς ληφθέντος αὐτῇ ἐκ τῆς αἰσθήσεως τῶν καθ’ ἕκαστα, καὶ ἐπ’ αὐτῷ ἄλλου καὶ τρίτου ἑτέρου καὶ τετάρτου αὖθις, οὕτω κατὰ μικρὸν ἡ τοῦ καθόλου
10στάσις καὶ στερέωσις ἐν αὐτῇ γίνεται.
11nἩ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι
12nπάσχειν τοῦτο.
13 Τοῦτο διττῶς ἔστιν ἐκλαβεῖν, ἢ κατὰ τὸ κρεῖττον τῆς ψυχῆς ἢ κατὰ τὸ καταδεέστερον. εἰ μὲν γὰρ ὡς πρὸς τὰς μετ’ αὐτὴν ληφθείη δυνάμεις,
15οὕτως ἄν τις εἴποι ὅτι ἡ ψυχή ἐστι τοιαύτη ὡς δύνασθαι τοῦτο πάσχειν, ὃ οὐδεμία τῶν μετ’ αὐτὴν δυνάμεων δύναται πάσχειν· αὐτῆς γὰρ ἴδιον τὸ παραρρεόντων τῶν αἰσθητῶν τῶν τύπων ἐπιλαμβάνεσθαι καὶ ταῖς κατὰ μικρὸν μνήμαις συλλέγειν ἑαυτῇ καὶ συνιστᾶν τὸ καθόλου. εἰ δὲ ὡς πρὸς τὰ ὑπὲρ αὐτήν, οὕτως ‘ἐν γὰρ ταῖς λογικαῖς οὐσίαις ἡ ψυχῆς φύσις τοῦτο
20πάσχειν δύναται μόνη‘, ἐξ ἀνενεργησίας προκόπτουσα εἰς ἐνέργειαν καὶ ἐκ τῶν καταδεεστέρων καὶ ἀτελεστέρων αὐτῆς προφάσεις λαμβάνουσα πρὸς τὴν προκοπήν, καὶ ἐκ τῶν ἐκεῖθεν ποριζομένων αὐτῇ ἑαυτὴν ἀνεγείρουσα καὶ τοὺς ἐν ἑαυτῇ λόγους παρακινοῦσα. ὥσπερ οὖν αἰτίαν ταύτην ἀποδέ‐ δωκε τοῦ γινομένου τὴν τῆς ψυχῆς ἰδιότητα.
25nὋ δὲ ἐλέχθη μὲν πάλαι.
26 Ὅπερ ἔλεγε πρότερον ὅτι ἐκ τῶν καθ’ ἕκαστα τὸ καθόλου ἀγείρεται, τῆς αἰσθήσεως τῇ ψυχῇ ἐνδιδούσης τὰς ἀφορμάς, τοῦτο καὶ νῦν εἰπεῖν ὑπισχνεῖται, ἴσως μὲν ἀσαφέστερον τὸν λόγον ποιούμενος, εἰς τὸ σαφέστερον δὲ ἄγων τὴν θεωρίαν διὰ τῶν νῦν προστιθεμένων· τούτων γὰρ ἐλλειπόντων
30ἀσαφέστερον πρότερον τὸ θεώρημα γέγονε. στάντος τοίνυν, φησίν, ἑνὸς τῶν ὁμοειδῶν ἐν τῇ διανοίᾳ (ταῦτα γάρ φησιν ἀδιάφορα), τουτέστιν ὁπόταν στῇ ἐν τῇ ψυχῇ τι τῶν κατ’ εἶδος ἀδιαφόρων ἐκ τῆς αἰσθητικῆς ἐνεργείας
αὐτῇ πεπορισμένον, πρῶτον ἐν αὐτῇ τὸ καθόλου προσγίνεται· τότε γὰρ265

266

πρῶτον ἐκ τοῦ ἑνὸς εἰς ἔννοιαν ἄρχεται τοῦ κοινοῦ ἔρχεσθαι. εἰ γὰρ μὴ εὐθὺς ἐκ τοῦ ἑνὸς ὁπωσοῦν ἔννοιαν τοῦ κοινοῦ ἐλάμβανεν, ἔμενεν ἂν οὕτως ἔχουσα, ὡς εἰ μηδ’ ὅλως ἔσχε τι ἀπὸ τῆς αἰσθήσεως εἰς πρόφασιν τῆς πρὸς τὸ καθόλου προκοπῆς, καὶ ἦν ἂν αὐτῇ ἐπὶ τοῦ δευτέρου αἰσθήματος
5ἀρχή, καὶ ἐπ’ αὐτοῦ ἂν ἐγεγόνει τὸ αὐτό, καὶ ἐπὶ τοῦ τρίτου καὶ ἐπὶ τοῦ τετάρτου ὡσαύτως καὶ ἐφεξῆς· οὐδέποτ’ οὖν οὕτως εἰς τὸ καθόλου ἐλήλυθεν. ὥστε στάντος ἑνὸς τῶν κατ’ εἶδος ἀδιαφόρων εἰ καὶ μήπω τὸ καθόλου συνέστη τέλεον, ἀλλ’ οὖν ἔστη πως ἐν μέρει, πρώτην ἀρχὴν λαβούσης τῆς ψυχῆς τῆς περὶ αὐτοῦ γνώσεως ἐκ τοῦ ἑνός. τοῦτο δὲ
10κατασκευάζων ἐπάγει καὶ γὰρ αἰσθάνεται μὲν τοῦ καθ’ ἕκαστον, τουτέστι καὶ γὰρ εἰς αἴσθησιν μὲν καὶ εἰς γνῶσιν αἰσθητικὴν τοῦ καθ’ ἕκαστον ἔρχεται, ἥ γε μὴν αἴσθησις τοῦ καθόλου ἐστ, τουτέστιν ἡ κατὰ τὴν αἴσθησιν γνῶσις τοῦ καθόλου ἐν τῷ καθ’ ἕκαστα ἀντιλαμβάνεται. Σωκράτους γὰρ αἰσθητῶς γινωσκομένου καὶ τοῦ ἀνθρώπου ἡ αἴσθησις συν‐
15αντιλαμβάνεται οὐκ ἀφαιροῦσα αὐτὸν τοῦ καθ’ ἕκαστα, ἀλλὰ συγκεχυμένως ἐν τῷ καθ’ ἕκαστα καὶ τοῦτον γνωρίζουσα. καὶ δῆλον ὅτι παραπέμπει τοῦ‐ τον τῷ ἐν τῇ ψυχῇ λόγῳ· οὐ γὰρ ἂν εἰ μὴ ἡ αἴσθησις ἐγνώριζεν ὅλως τὸν ἄνθρωπον, ἠδύνατο ἂν ἡ ψυχὴ διὰ τῆς κατ’ αὐτὴν γνώσεως εἰς τὴν ἀνθρώπου ἰέναι κατάληψιν καὶ γνῶσιν, καὶ τὸ καθόλου ἀθροίζειν ἐν ἑαυτῇ.
20νῦν δὲ τοῦτο γίνεται αὐτῇ· αἰσθάνεται ἄρα. καὶ ἡ αἴσθησις τρόπον τινὰ τοῦ κοινοῦ, εἰ καὶ μὴ ὡς κοινοῦ, ἀλλ’ ὡς καθ’ ἕκαστα. ἢ μᾶλλον ἂν εἴποις ὡς κοινοῦ ἢ ὡς καθ’ ἕκαστα αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα. εἰ γὰρ διακρῖναι ἡ αἴσθησις ἀπ’ ἀλλήλων ἠδύνατο καθ’ ἑαυτὴν τὰ καθ’ ἕκαστα, ὡς καθ’ ἕκαστα ἂν αὐτῶν αἰσθάνεσθαι ἔδοξε· νῦν δ’ ἀδιακρίτως ἐπιβάλλει
25αὐτοῖς καὶ συγκεχυμένως γινώσκει αὐτά. σημεῖον δ’ ὅτι καὶ τὰ παιδία πάντας προσαγορεύει πατέρας τοὺς ἄνδρας καὶ μητέρας τὰς γυναῖκας, ὡς κατ’ αἴσθησιν ἐνεργοῦντα μόνον καὶ μήπω διακριτικὴν ἕξιν τῶν ἑκάστου ἰδιωμάτων ἔχοντα. ὥστε ἡ αἴσθησις Καλλίου αἰσθανομένη οὐχ ὡς Καλλίαν τοῦτον γνωρίζει κατὰ τὴν ἑαυτῆς δύναμιν, ἀλλ’ ὡς ἄνθρωπον. εἰ δὲ καὶ
30μὴ τῆς οὐσίας ἀλλὰ τῶν συμβεβηκότων ἐφαπτομένη γνωρίζειν πέφυκεν, ἀλλ’ οὖν γε οὐδὲ διὰ τοῦτο τοῦ καθ’ ἕκαστον ᾗ καθ’ ἕκαστον αἰσθήσεται, συγκεχυμένως αὐτὸ καὶ ἀδιακρίτως γνωρίζουσα καὶ τοῦ ἐν τῷ καθ’ ἕκαστα κοινοῦ ἐν τῷ ἑνὶ τῶν κατ’ εἶδος ἀδιαφόρων ἐφαπτομένη, οὗπερ στάντος ἐν τῇ ψυχῇ πρῶτον καθόλου. πάλιν ἐν τούτοις, φησίν, ἵσταται ἕως εἰς
35τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου· ἐν τούτοις τίσι; τοῖς κατ’ εἶδος δῆλον
ὅτι ἀδιαφόροις. στᾶσα γὰρ ἐξ ἀρχῆς ἐν τῷ ἑνί, εἶτα πολλὰ συνάγουσα266

267

ἵσταται ἐν αὐτοῖς διὰ τῆς μνήμης πάντα ἐν ἑαυτῇ περιφέρουσα. τοῦτο δὲ ποιεῖ πανταχοῦ καὶ ἐν πᾶσι τοῖς ὁμοειδέσι, τῶν καθ’ ἕκαστα αἰσθη‐ μάτων τοὺς τύπους ἐν τῇ μνήμῃ φέρουσα ἑστηκότας, ἕως εἰς τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου, τουτέστι τὰ καθόλου καὶ κοινὰ καὶ ἐν πᾶσιν ὅμοια καὶ
5ἀδιάφορα στῇ ἐν αὐτῇ. ἑκάστου γὰρ εἴδους τὰ ἄτομα καὶ ἓν ἀριθμῷ ἐν τῇ μνήμῃ συνάγουσα καὶ τὸ ὅμοιον καὶ ταὐτὸν ἐν πᾶσι κατανοοῦσα τὸ καθόλου ἵστησιν ἐν ἑαυτῇ. εἶτα καὶ παράδειγμα οἷον τοιονδὶ ζῷον, ἕως ζῷον, καὶ ἐν τούτῳ ὡσαύτως. τοιονδὶ ζῷον εἴποις ἂν τὸ καθ’ ἕκαστον, ἐν ᾧ καὶ συμβεβηκότα ἐστί. ἵστησιν οὖν τόδε τὸ ζῷον καὶ τόδε καὶ τόδε
10τῇ μνήμῃ, ἕως ἂν τὸ ἁπλῶς ζῷον ἀποτελέσῃ καὶ τὸ καθόλου στῇ. καὶ ἐν τούτῳ ὡσαύτως, τουτέστι τὸ αὐτὸ ποιεῖ καὶ ἐν τῷ ἁπλῶς ζῴῳ· ὅπερ ἐν τοῖς κατ’ εἶδος ἀδιαφόροις πεποίηκε, τὸ αὐτὸ καὶ ἐν τοῖς κατὰ γένος ἀδιαφόροις ποιεῖ. αὐτὸ γὰρ ὡς ἓν τὸ ζῷον ἐν ἑαυτῇ στήσασα λαμ‐ βάνει καὶ τὰ ἀντιδιῃρημένα αὐτῷ, καὶ τὸ ἐν αὐτοῖς θεωρήσασα ὅμοιον καὶ
15ταὐτὸν τὸ αὐτῶν περιεκτικὸν γένος ἵστησιν ἐν ἑαυτῇ· καὶ οὕτως ἐπὶ πάν‐ των, ἕως ἂν ἐπὶ τὴν πρώτην ἀρχὴν ἀναχθῇ. εἰ δὲ βούλει, καὶ ἑτέρως ἐκληψόμεθα τὸ θεώρημα, τὸ ἑνὸς τῶν ἀδιαφόρων μὴ περὶ τῶν ἐν ἀριθμῷ λεγόμενον νοοῦντες, ἀλλὰ περὶ τῶν εἰδῶν, ἵν’ εἴη οὕτως ‘στάντος γὰρ πρῶτον καὶ ἐξ ἀρχῆς ἑνὸς τῶν εἰδῶν ἐν τῇ ψυχῇ, ἅπερ ἀδιάφορα καὶ ταὐτὰ ἐν
20τοῖς καθ’ ἕκαστα ἐνόντα θεωρεῖται, στάντος δὲ οὐ καθ’ ἓν τῶν καθ’ ἕκαστα, ἀλλὰ καθόλου ὡς ἤδη τοῦ καθόλου ἐγγεγονότοσ‘, εἶτα διὰ μέσου ἑρμηνεύσας, πῶς τὸ καθόλου ἐγγίνεται (διὰ γὰρ τῆς αἰσθήσεως ὡς καὶ αὐτῆς τρόπον τινὰ γνωριζούσης τὸ καθόλου, εἰ καὶ συγκεχυμένως καὶ ἀδιακρίτως, ὡς εἴρηται) πάλιν ἐν τούτοις ἵσταται. ἐν τούτοις τίσι; τοῖς ἀδιαφόροις. ἑνὸς
25γὰρ εἴδους τῶν ἀδιαφόρων στάντος συμβαίνει πολλὰ τοιαῦτα εὑρίσκειν ἐν τοῖς καθ’ ἕκαστα. ὡς γὰρ Σωκράτους στάντος καὶ Καλλίου καὶ Πλάτωνος καὶ ἑτέρων τὸ ἐν αὐτοῖς ἔστη ἀδιάφορον καὶ κοινόν, οὕτως Ξάνθου καὶ Βαλίου καὶ πολλῶν ὁμοειδῶν αὐτοῖς στάντων τὸ ἐν τούτοις ἔστη κοινὸν καὶ ἀδιάφορον, καὶ ἐφ’ ἑκάστου τῶν εἰδῶν τὸ αὐτό. ἅπαξ γὰρ εἰς
30γνῶσιν ἐλθοῦσα καὶ καθόλου ἑνός τινος τῶν κοινῶν ἡ ψυχὴ ὀξυτέρα πρὸς τὴν τοῦ ὁμοίου καὶ κοινοῦ κατανόησιν γίνεται, καὶ ῥᾴων εἰσέτι συνιστᾶν ἑαυτῇ τὰ τοιαῦτα γίνεται. ὥσπερ οὖν στάσης ἐν τοῖς καθ’ ἕκαστα ἐν αὐτῇ στῆναι πρῶτον τῶν ἀδιαφόρων ἓν γέγονεν, οὕτω πλείοσιν ἀδια‐ φόροις, τουτέστιν εἴδεσιν, ἃ ἐν τοῖς καθ’ ἕκαστα κοινά ἐστι καὶ ἀδιάφορα,
35στάσης αὐτῆς πάλιν ἵσταται τὸ ὑπὲρ αὐτὰ καθόλου ἐν αὐτῇ, καὶ τοῦτο267

268

γίνεται ἐν ἅπασιν, ἕως ἂν ταῖς κατὰ μικρὸν ἀνόδοις στῇ τὰ πάντῃ ἀμερέ‐ στατα καὶ καθολικώτατα, ἅπερ ἐστὶ τὰ γενικώτατα· καὶ ἔσται οὕτως τὸ παράδειγμα τοῖς προσεχῶς εἰρημένοις ἐφαρμοζόμενον. τοιονδὶ γὰρ ζῷον καὶ τοιονδὶ καὶ τοιονδὶ ἵστησιν ἐν ἑαυτῇ, οἷον ἄνθρωπον καὶ ἵππον καὶ
5βοῦν καὶ κύνα, ἕως ζῷον. ὡς γὰρ Σωκράτους καὶ Καλλίου καὶ Πλάτωνος στάντων ὁ καθόλου ἔστη ἄνθρωπος, καὶ Βαλίου καὶ Ξάνθου καὶ Λάμπου ὁ ἵππος καὶ τοῦδε καὶ τοῦδε κυνὸς ὁ κύων, οὕτως ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ κυνὸς στάντων ἔστη τὸ ζῷον, καὶ αὖθις ζῴου καὶ φυτοῦ στάντων ἡ οὐσία, ὅπερ ἀμερές ἐστι καὶ κοινὸν καὶ ταὐτὸν ἐν πᾶσιν τοῖς
10ὑπ’ αὐτὸ θεωρούμενον, μηδὲν ἔχον ἀντιδιῃρημένον αὐτῷ, καὶ καθ’ ἑκάστην τῶν κατηγοριῶν τὸ αὐτὸ ἔσται.
12nΔῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα.
13 Δύο ἦν ἐξ ἀρχῆς τὰ ζητούμενα περὶ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώ‐ ριμοι, καὶ τίς ἡ γνωρίζουσα ἕξις. τὰ μὲν δὴ μέχρι τοῦ νῦν εἰρημένα
15περὶ τοῦ πῶς γίνονται γνώριμοι παραδέδοται, ἐφ’ οἷς καὶ συμπεραίνει λέγων ὅτι δῆλόν ἐστιν ὅτι ὁ τρόπος, καθ’ ὃν αἱ ἀρχαὶ μὴ ἐξ ἀρχῆς ἐνοῦσαι γίνονται γνώριμοι, ἐπαγωγή ἐστιν. ἐπεὶ γὰρ ἐξ αἰσθήσεως τὸ καθόλου ἀρχὴν λαμβάνει, ἡ δὲ αἴσθησις τῶν καθ’ ἕκαστα, ὁ τρόπος τῆς τοῦ καθόλου γνωρίσεως ἐκ τῶν καθ’ ἕκαστά ἐστι τοῦ καθόλου συναγο‐
20μένου· τοῦτο δέ ἐστιν ἐπαγωγή. καὶ γὰρ ὃ ἐπὶ τῶν καθόλου ἁπλῶς εἴρηται, τοῦτο καὶ ἐπὶ τῶν ἀρχῶν ἔστιν εἰπεῖν. ὡς γὰρ τὸ καθόλου ἐκ τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν λαβὸν τὴν ἀρχὴν ἐν τῇ ψυχῇ συναγείρεται, οὕτω καὶ αἱ ἀρχαί. ἐκ γὰρ τοῦ ἰδεῖν ὅτι τόδε τῷδε ἴσον καὶ τόδε τῷ αὐτῷ καὶ τόδε μανθάνομεν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα·
25καὶ ἐκ τοῦ γνῶναι καθ’ ἕκαστον ὅτι ἐπὶ τοῦδε ἢ κατάφασις ἢ ἀπόφασις ἀληθής, καὶ ἐπὶ τοῦδε ὡσαύτως καὶ ἐπὶ τοῦδε, γνωρίζομεν ὅτι καὶ ἐπὶ παντὸς ἢ κατάφασις ἢ ἀπόφασις, καὶ ἐπὶ πάσης ἀρχῆς τὸ αὐτό· ὥστε τὰ πρῶτα ἐπαγωγῇ ἐξ ἀνάγκης γνωρίζεται. καὶ τοῦτο κατασκευάζων ἐπάγει καὶ γὰρ ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιε· ἐπαγωγικῶς γάρ,
30φησί, καὶ ἡ αἴσθησις ἐμποιεῖ τὸ καθόλου, ἐκ τῶν καθ’ ἕκαστα τὸ καθόλου συνίστασθαι ποιοῦσα.
32nἘπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.
33Περὶ τοῦ δευτέρου ἐντεῦθεν ζητήματος ἀποδίδωσι, τίς ἡ γνωρίζουσα
τὰς ἀρχὰς ἕξις, καὶ δείκνυσιν ὅτι νοῦς. πρόεισι δ’ αὐτῷ ὁ λόγος κατὰ268

269

διαίρεσιν· φησὶ γὰρ ὅτι τῶν περὶ τὴν διάνοιαν γνωστικῶν ἕξεων αἷς ἀληθεύομεν, ταὐτὸν δὲ εἰπεῖν ἀληθευτικῶν. εἰπὼν γὰρ αἷς ἀεὶ ἀληθεύ‐ ομεν τὰς γνωστικὰς ἐδήλωσε διαστέλλων αὐτὰς ἀπὸ τῶν ὀρεκτικῶν, εἰπὼν δὲ τῶν περὶ τὴν διάνοιαν διέστειλεν αὐτὰς ἀπὸ τῶν γνωστικῶν μὲν
5ἀλόγων δέ, λέγω δὴ αἰσθήσεως καὶ φαντασίας, καὶ εἴ τις εἴη ἑτέρα· αὗται γὰρ οὐ περὶ τὴν διάνοιαν ὡς καὶ τοῖς ἀλόγοις ἐνοῦσαι, ἐκεῖναι δὲ μόναι περὶ αὐτὴν ὅσαι λογικαί, καὶ ἐκεῖναι μόναι ἀληθευτικαὶ ὅσαι γνωστι‐ καί. αἱ γὰρ ὀρεκτικαὶ ὀρέγεσθαι μόνον, οὐχὶ καὶ ἀληθεύειν πεφύκασιν. αὗται δέ εἰσιν ἄλογοι μὲν θυμὸς καὶ ἐπιθυμία, λογικαὶ δὲ βούλησις καὶ
10προαίρεσις. τῶν δὴ περὶ τὴν διάνοιαν, τουτέστι τῶν λογικῶν ἕξεων, αἷς ἀληθεύειν πεφύκαμεν, ἤγουν καὶ γνωστικῶν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δ’ οὐκ ἀεὶ ἀληθεῖς, ἀλλὰ παραδέχονταί ποτε καὶ τὸ ψεῦδος· αὗται δέ εἰσι δόξα καὶ λογισμός, ἡ μὲν περὶ τὰ θεωρητὰ ἔχουσα, ὁ δὲ περὶ τὰ πρακτά, ὅστις καὶ πρακτικὸς νοῦς λέγεται. ὁ γὰρ ἐν ἡμῖν λόγος περὶ τῶν πρα‐
15κτέων ἐξετάζων καὶ λογιζόμενος καὶ τόδε μὲν ἀποδοκιμάζων, τόδε δὲ προ‐ αιρούμενος λογισμὸς λέγεται καὶ πρακτικὸς νοῦς, τὸ μὲν ὡς λογίσει ὑπο‐ βάλλων καὶ ἐξετάσει καὶ κρίσει τὰ πράγματα, τὸ δ’ ὡς εἰς πρᾶξιν ἀπο‐ τελευτῶσαν ἔχων τὴν θεωρίαν. εἰσὶν οὖν αἱ δυνάμεις ἄμφω αὗται περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, καὶ διὰ τοῦτο καὶ πῇ μὲν ἀληθεύουσι, πῇ
20δὲ ψεύδονται· ἡ δὲ ἐπιστήμη καὶ ὁ νοῦς πρὸς τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα καταγινόμεναι ἀεὶ ἀληθεῖς εἰσι. τῶν μὲν οὖν πῇ ἀλη‐ θευουσῶν οὐδεμία ἂν εἴη γνωστικὴ τῶν ἀρχῶν· εἰ γὰρ ἡ ἐπιστήμη ἀεὶ ἀληθής, πῶς ἂν τῶν αὐτῆς ἀρχῶν εἴη χορηγὸς ἡ πῇ ἀληθής; ἀλλ’ οὐδὲ ἐπιστήμη τῶν ἀρχῶν γνωστική· αἱ μὲν γὰρ ἀρχαὶ τῶν ἀποδείξεων γνωρι‐
25μώτεραι, ὥστ’ οὐκ ἔσται τούτων ἀπόδειξις· ἔσται γὰρ ἂν καὶ γνωριμωτέρα τῶν ἀρχῶν. ἀλλὰ καὶ ἐπιστήμη δι’ ἀποδείξεως πᾶσα μετὰ λόγου· συλλο‐ γισμὸς γάρ τις ἡ ἀπόδειξις. ἀνάγκη ἄρα τι γένος γνώσεως ἕτερον ἐπέκεινα τῆς δι’ ἀποδείξεως ἐπιστήμης εἶναι, ᾧ γνωρισθήσονται αἱ ἀρχαί. ἐπεὶ δὲ οὐδὲν ἐπιστήμης ἐπέκεινα παρὰ τὸν νοῦν ἐστι γένος γνώσεως οὐδ’ ἐνδέ‐
30χεται ἀληθέστερον ἐπιστήμης εἶναι τι ἄλλο ἢ τὸν νοῦν, νοῦς ἂν εἴη ὁ γνωστικὸς τῶν ἀρχῶν. οὕτω μὲν οὖν ἐκ διαιρέσεως ἔδειξε πρὸς ἁπάσας τὰς γνωστικὰς ἕξεις, ὡς μηδὲν ἄλλο εὑρίσκεσθαι τοῦτον τὸν τρόπον γνω‐ στικὸν τῶν ἀρχῶν ἢ τὸν νοῦν. ἰδίᾳ δὲ πρὸς αὐτὴν τὴν ἀπόδειξιν οὕτως· ἀποδείξεως γάρ, φησίν, ἀρχὴ οὐκ ἀπόδειξις, ἀλλ’ ἄλλο τι ὑπὲρ ἀπόδειξιν,
35ὅπερ ἔσται γνωριμώτερον μέν, οὐ δι’ ἀποδείξεως δέ. ὥστ’ οὐδὲ ἐπιστήμη ἔσται ἀρχὴ ἐπιστήμης, ἀλλ’ ἄλλο τι ὑπὲρ ἐπιστήμην. ἔστι δὲ ἀπόδειξις
μὲν ὁ ἀποδεικτικὸς συλλογισμός, ἐπιστήμη δὲ ἡ τῆς ψυχῆς ἕξις, καθ’ ἣν269

270

τὸ ἐπιστητὸν γνωρίζουσα ὅτε τὸν λόγον ἀπαιτεῖται, προβάλλεται τὴν ἀπό‐ δειξιν. ὥσπερ οὖν τῆς κυρίως καὶ πρώτης ἀποδείξεως (αὕτη δέ ἐστιν ἡ ἀμέσως χρωμένη ταῖς ἀρχαῖς) οὐκ ἔστιν ἀπόδειξις, οὕτως οὐδὲ τῆς ἐπι‐ στήμης ἐπιστήμη· ἐπ’ ἄπειρον γὰρ ἂν προβαίη ἡ ἀπόδειξίς τε καὶ ἡ ἐπι‐
5στήμη, εἰ τοῦτο δοίη τις, καὶ οὔτε ἀπόδειξις ἐντεῦθεν ἔσται οὔτ’ ἐπιστήμη. εἰ τοίνυν οὔτε τῶν μετὰ τὴν ἐπιστήμην ἕξεων αἱ ἀρχαὶ οὔτε τῆς ἐπιστήμης αὐτῆς, λείπεται ἐπέκεινά τινος εἶναι ἕξεως. οὐδεμίαν δὲ ἔχομεν ἄλλην τινὰ δύναμιν ἀληθευτικὴν ἤτοι γνωστικὴν παρὰ τὰς ἀπηριθμημένας ἢ νοῦν· ὥστε νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή. καὶ ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης, ἥτις
10ὁ νοῦς ἐστι, τῆς ἀρχῆς ἐστι γνωστική, ἡ δὲ πᾶσα ἐπιστήμη ὁμοίως ἔχει πρὸς ἅπαν τὸ ἐπιστητὸν πρᾶγμα, ἤγουν ἔσται καὶ αὐτὴ γνωστικὴ τοῦ παντὸς ἐπιστητοῦ πράγματος. ὡς γὰρ ἡ ἀρχὴ τῆς ἐπιστήμης ὁ νοῦς πρὸς τὴν ἀρχὴν ἔχει τοῦ ἐπιστητοῦ γνωστικὴ οὖσα αὐτοῦ, οὕτως ἡ πᾶσα
ἐπιστήμη πρὸς πᾶν ἕξει τὸ ἐπιστητὸν γινώσκουσα αὐτό.270