TLG 4029 003 :: PROCOPIUS :: De aedificiis (lib. 1–6)

PROCOPIUS Hist.
(Caesariensis: A.D. 6)

De aedificiis (lib. 1–6)

Source: Wirth, G. (post J. Haury) (ed.), Procopii Caesariensis opera omnia, vol. 4. Leipzig: Teubner, 1964: 1, 5–186.

Citation: Book — chapter — section — (line)

Aed
.

t

1

.

1

ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΤΟΥ ΚΑΙΣΑΡΕΩΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΚΤΙΣΜΑΤΩΝ.
Aed
.

1

t

1

ΛΟΓΟΣ Αʹ.
Aed
.

1

.

1

.

1

Οὐκ ἀρετῆς ἐπίδειξιν ποιεῖσθαι ἐθέλων, οὐδὲ λόγου δυνάμει θαρσῶν, οὐδὲ χωρίων ἐπὶ τῇ ἐμπειρίᾳ φιλοτι‐ μούμενος, ἐς τῆσδε τῆς ἱστορίας τὴν γραφὴν ὥρμηκα· ἐπεὶ οὐκ εἶχον οὐδὲν ὑφ’ οὗ ἂν παρρησίας ἐς τόδε ἀγοί‐
Aed
.

1

.

1

.

2

μην. ἀλλά μοι πολλάκις ἔννοια γέγονεν ὁπόσων τε καὶ πηλίκων ἀγαθῶν αἴτιον ἱστορία ταῖς πόλεσι γίνεσθαι εἴωθε, παραπέμπουσά τε εἰς τοὺς ἐπιγόνους τῶν προγε‐ γενημένων τὴν μνήμην, καὶ ἀνταγωνιζομένη τῷ χρόνῳ
5κρυφαῖα ποιεῖσθαι διατεινομένῳ τὰ πράγματα, καὶ τὴν μὲν ἀρετὴν εὐφημίαις ἀεὶ τῶν ἀναλεγομένων αὐτὴν ἐπαί‐ ρουσα, τῆς δὲ κακίας, ἐπιλαμβανομένη διηνεκές, ταύτῃ
Aed
.

1

.

1

.

3

τε ἀποκρουομένη τὴν αὐτῆς δύναμιν. τούτου οὖν δὴ μό‐ νου ἐπιμελητέον ἡμῖν, ὅπως δὴ ἔνδηλα τὰ πεπραγμένα διαφανῶς ἔσται καὶ ὑφ’ ὅτου ἐργασθείη τῶν πάντων ἀνθρώπων. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ
Aed
.

1

.

1

.

4

τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανά ἐστι. χωρὶς δὲ τούτων εὐγνώμονας μὲν ἱστορία ἐς τοὺς εὐεργέτας ἐνδείκνυται γεγονέναι τῶν ἀρχομένων τοὺς εὖ πεπονθότας, ἐν μείζοσι δὲ αὐτοῖς ἐκτετικέναι τὰ χαριστήρια, οἵ γε, ἂν οὕτω τύ‐
5χοι, ἐπὶ καιροῦ μὲν τῆς ἀγαθοεργίας τῶν ἐν σφίσιν ἡγησα‐ μένων ἀπώναντο, ἀθάνατον δὲ αὐτοῖς τῶν εἰς τὸ ἔπειτα
Aed
.

1

.

1

.

5

ἐσομένων τῇ μνήμῃ τὴν ἀρετὴν διασώζουσι. διὰ ταῦτα
γὰρ καὶ τῶν ἐπιγινομένων πολλοὶ ἀρετῶσι μὲν τὰς τῶν προγεγενημένων ζηλοῦντες τιμάς, ἐς δὲ τὰς βλασφημίας χαλεπῶς ἔχοντες τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα, ὡς1
5τὸ εἰκός, ἀναδύονται. ὅτου δὲ δὴ ἕνεκα ταῦτα ὑπεῖπον αὐτίκα δηλώσω.
Aed
.

1

.

1

.

6

Ἐν χρόνῳ τῷ καθ’ ἡμᾶς Ἰουστινιανὸς ὁ βασιλεὺς γέ‐ γονεν, ὃς τὴν πολιτείαν πλημμελῶς κινουμένην παρα‐ λαβὼν μεγέθει μὲν αὐτὴν μείζω τε καὶ πολλῷ ἐπιφανε‐ στέραν εἰργάσατο, ἐξελάσας ἐνθένδε τοὺς ἐκ παλαιοῦ
5βιασαμένους αὐτὴν βαρβάρους, ὥσπερ μοι λεπτολογου‐
Aed
.

1

.

1

.

7

μένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. καί‐ τοι λέγουσί ποτε Θεμιστοκλέα τὸν Νεοκλέους ἀποσε‐ μνύνεσθαι ὅτι δὴ οὐκ ἀνεπιστημόνως ἔχοι πόλιν μικρὰν
Aed
.

1

.

1

.

8

ποιῆσαι μεγάλην. ὁ δὲ δὴ οὐκ ἀμελέτητός ἐστιν ἐμπο‐ ρίζεσθαι πολιτείας ἑτέρας. πολλὰς ἀμέλει προσεποίησεν ἤδη τῇ Ῥωμαίων ἀρχῇ ἀλλοτρίας καθ’ αὑτὸν οὔσας, πό‐ λεις δὲ ἀναρίθμους δεδημιούργηκεν οὐ πρότερον οὔσας.
Aed
.

1

.

1

.

9

πλανωμένην δὲ εὑρὼν τὴν ἀμφὶ τῷ θεῷ δόξαν τὰ πρό‐ τερα ἐς πολλά τε ἀναγκαζομένην ἰέναι, συντρίψας ἁπά‐ σας τὰς ἐπὶ τὰς πλάνας φερούσας ὁδούς, διεπράξατο ἐν
Aed
.

1

.

1

.

10

τῷ βεβαίῳ τῆς πίστεως ἐπὶ μιᾶς ἑστάναι κρηπῖδος. πρὸς δὲ καὶ τοὺς νόμους λαβὼν τῷ τε παμπληθεῖς οὐ δέον γεγονέναι σκοτεινοὺς ὄντας καὶ ξυγχεομένους διαφανῶς τῷ ἀπ’ ἐναντίας ἀλλήλοις ἰέναι, καὶ τοῦ μὲν ὄχλου
5αὐτοὺς τῆς τερθρείας ἀποκαθάρας, τὸ δὲ [τῷ] ἐς ἀλλή‐ λους διχοστατεῖν βεβαιότατα κρατυνόμενος διεσώσατο, καὶ τοῖς μὲν ἐπιβουλεύουσιν αὐτεπάγγελτος τὰς αἰτίας ἀφείς, τοὺς δὲ βίου δεομένους πλούτῳ πεποιημένος κατα‐ κορεῖς καὶ τύχην αὐτοῖς τὴν ἐπηρεάζουσαν βιασάμενος,5
Aed
.

1

.

1

.

11

εὐδαίμονι βίῳ τὴν πολιτείαν ξυνῴκισεν. ἀλλὰ καὶ βαρ‐ βάροις πανταχόθεν ὑποκειμένην τὴν Ῥωμαίων ἀρχὴν στρατιωτῶν τε πλήθει ἐπέρρωσε καὶ ὀχυρωμάτων οἰκοδο‐
Aed
.

1

.

1

.

12

μίαις ἁπάσας αὐτῆς τὰς ἐσχατιὰς ἐτειχίσατο. ἀλλὰ τῶν μὲν ἄλλων τὰ πλεῖστα ἐν ἑτέροις μοι συγγέγραπται λόγοις, ὅσα δὲ αὐτῷ ἀγαθὰ οἰκοδομουμένῳ δεδημιούργηται, ἐν τῷ παρόντι γεγράψεται. ἄριστον μὲν δὴ βασιλέα γεγονέναι
5Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν τοῖς τε ὁμο‐
Aed
.

1

.

1

.

13

γενέσιν αἰτιώτατον τῆς βασιλείας. εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθη‐
Aed
.

1

.

1

.

14

ναίῳ παιδεύεται, οὐκ ἔχω εἰδέναι. τάχα γάρ που καὶ ἡ τοῦ γεγραφότος αὐτὰ δεξιότης κεκομψευμένῃ δυνάμει τοῦ λόγου ἐγκαλλώπισμα τῶν ἔργων γενέσθαι διαρκῶς
Aed
.

1

.

1

.

15

ἴσχυσε. τοῦ δὲ καθ’ ἡμᾶς βασιλέως Ἰουστινιανοῦ (ὃν δὴ καὶ φύσει βασιλέα καλῶν τις, οἶμαι, ὀρθῶς ἂν εἴποι, ἐπεὶ καὶ πατὴρ ὣς ἤπιός ἐστι, καθ’ Ὅμηρον) εἴ τις ἐς τὸ ἀκρι‐ βὲς τὴν βασιλείαν διασκοποῖτο, παιδιάν τινα τὴν Κύρου
Aed
.

1

.

1

.

16

ἀρχὴν οἰήσεται εἶναι. τεκμηριώσει δὲ τὸ τοιοῦτο ἡ μὲν πολιτεία πρὸς αὐτοῦ, ᾗπέρ μοι ἔναγχος εἴρηται, τῇ τε χώρᾳ καὶ τῇ ἄλλῃ δυνάμει πλεῖν ἢ διπλασία γεγενημένη, οἱ δὲ τὴν ἐπιβουλὴν αὐτῷ σκαιωρησάμενοι μέχρι ἐς φόνον
5μὴ ὅτι βιοτεύοντες ἐς τόδε τοῦ χρόνου καὶ τὰ σφέτερα αὐτῶν ἔχοντες, καίπερ ἐξεληλεγμένοι διαφανῶς, ἀλλὰ καὶ στρατηγοῦντες Ῥωμαίων ἔτι καὶ ἐς τὸ τῶν ὑπάτων ἀνα‐6
Aed
.

1

.

1

.

17

γεγραμμένοι τελοῦσιν ἀξίωμα. τανῦν δὲ, ὅπερ εἶπον, ἐπὶ τὰς οἰκοδομίας τούτου δὴ τοῦ βασιλέως ἡμῖν ἰτέον, ὡς μὴ ἀπιστεῖν τῷ τε πλήθει καὶ τῷ μεγέθει ἐς τὸν ὄπισθεν χρόνον τοῖς αὐτὰς θεωμένοις ξυμβαίη, ὅτι δὴ ἀνδρὸς ἑνὸς
Aed
.

1

.

1

.

18

ἔργα τυγχάνει ὄντα. πολλὰ γὰρ ἤδη τῶν προγεγενημέ‐ νων οὐκ ἐμπεδωθέντα τῷ λόγῳ τῷ ὑπερβάλλοντι τῆς ἀρετῆς ἄπιστα γέγονεν. εἴη δ’ ἂν εἰκότως τὰ ἐν Βυζαντίῳ
Aed
.

1

.

1

.

19

παρὰ πάντα τῷ λόγῳ κρηπίς. ἀρχομένου γὰρ ἔργου, κατὰ δὴ τὸν παλαιὸν λόγον, πρόσωπον χρὴ θέμεναι τηλαυγές.
Aed
.

1

.

1

.

20

Ἄνδρες ἀγελαῖοί ποτε καὶ ὁ συρφετὸς [ὄχλος] Ἰουστι‐ νιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες τὴν Νίκα κα‐ λουμένην στάσιν εἰργάσαντο, ᾗπέρ μοι ἀπαρακαλύπτως ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται
Aed
.

1

.

1

.

21

λόγοις. ἐνδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον, ἀλλ’ οὐδέν τι ἧσσον ἐπὶ τὸν θεὸν ἅτε ἀποφράδες τὰ ὅπλα ἀντῆραν, ἐμπρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλ‐ μησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν ἐπικαι‐
5ριώτατα τῷ θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι), ἐπεχώρει δὲ αὐτοῖς ὁ θεὸς διαπράξασθαι τὸ ἀσέβημα, προειδὼς εἰς
Aed
.

1

.

1

.

22

ὅσον τι κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. ἡ μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο.
βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ πολλῷ ὕστερον ὥστε, εἰ τῶν Χριστιανῶν τις ἐπύθετο πρό‐7
5τερον εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη καὶ τοιάνδε γενέσθαι, δείξας τι αὐτοῖς τῶν νῦν φαινομέ‐ νων ἐκτύπωμα, δοκοῦσιν ἄν μοι ὡς συντομώτατα εὔξασθαι πεπονθυῖαν σφίσι τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ
Aed
.

1

.

1

.

23

αὐτοῖς ἐς τὸ παρὸν μεταβάλοιτο σχῆμα. ὁ μὲν οὖν βα‐ σιλεὺς ἀφροντιστήσας χρημάτων ἁπάντων ἐς τὴν οἰκο‐ δομὴν σπουδῇ ἵετο, καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγει‐
Aed
.

1

.

1

.

24

ρεν ἅπαντας. Ἀνθέμιος δὲ Τραλλιανὸς, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ’ αὐτὸν μό‐ νον ἁπάντων, ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ, τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ
5ἔργα ῥυθμίζων, τῶν τε γενησομένων προδιασκευάζων ἰνδάλματα, καὶ μηχανοποιὸς σὺν αὐτῷ ἕτερος, Ἰσίδωρος ὄνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων
Aed
.

1

.

1

.

25

Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. ἦν δὲ ἄρα καὶ τοῦτο τῆς τοῦ θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμέ‐ νου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσο‐
Aed
.

1

.

1

.

26

μένους. καὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸν νοῦν εἰκότως ἄν τις ἀγασθείη τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντων ἀν‐ θρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα τοὺς και‐
ριωτάτους ἀπολέξασθαι ἔσχε.8
Aed
.

1

.

1

.

27

Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται, τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινέ‐
5νευκεν ὑπερκειμένη τῇ ἄλλῃ πόλει, κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμ‐ βαίνουσα τοσοῦτον ἀνέχει, ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ
Aed
.

1

.

1

.

28

περιωπῆς ἀποσκοπεῖται. εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυ‐
Aed
.

1

.

1

.

29

θήτῳ ἀποσεμνύνεται. τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐν‐ δεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ
Aed
.

1

.

1

.

30

ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο
Aed
.

1

.

1

.

31

δὴ τὸ ἱερὸν περικέχυται. καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ’ ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῷ θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδε δεδημιούργη‐
Aed
.

1

.

1

.

32

ται. οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ’ εὐθείας πε‐ ποιημένη, ἀλλ’ ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ
5ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν.
Aed
.

1

.

1

.

33

ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημό‐
ριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι9
Aed
.

1

.

1

.

34

φοβερὸν ὅλως. δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι, ἀλλ’ ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καί‐ τοι διαφερόντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται.
Aed
.

1

.

1

.

35

τούτων δὲ δὴ ἐφ’ ἑκάτερα κίονες ἐπ’ ἐδάφους εἰσίν, οὐδὲ αὐτοὶ κατ’ εὐθὺ ἑστῶτες, ἀλλ’ εἴσω κατὰ σχῆμα τὸ ἡμί‐ κυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν
Aed
.

1

.

1

.

36

ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. τοῦ δὲ δὴ ἑῴου κατ’ ἀντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερ‐ θεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι.
Aed
.

1

.

1

.

37

κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστή‐ κασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορ‐ ρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλή‐ λοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα
Aed
.

1

.

1

.

38

ἔχοντες. πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύν‐ θετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν, ἐς ὕψος μέγα. εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους.
Aed
.

1

.

1

.

39

ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ
Aed
.

1

.

1

.

40

ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. τῶν δὲ
ἀψίδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λει‐ πόμεναι οἰκοδομίαν τέ τινα καὶ κίονας μικροὺς κομιδῇ10
Aed
.

1

.

1

.

41

ἔνερθεν ἔχουσιν. ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδο‐ μία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ
Aed
.

1

.

1

.

42

ἡμέρα. ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρει‐ μένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς
Aed
.

1

.

1

.

43

εἶναι. [ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανα ἔσται·] τῶν δὲ ἀψίδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα
Aed
.

1

.

1

.

44

τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. καὶ ἡ μὲν τρι‐ γώνου ἑκάστη κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν ἀψίδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συνα‐ ναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ
5ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ὃ ταύτῃ ἀνέχει, γωνίας τε τὰς λει‐
Aed
.

1

.

1

.

45

πομένας ἐνταῦθα ποιεῖται. τούτου δὲ τοῦ κυκλοτε‐ ροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος
Aed
.

1

.

1

.

46

ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. δοκεῖ δὲ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας [διὰ τὸ παρειμένον τῆς οἰκο‐ δομίας] ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ τῇ χρυσῇ ἀπὸ τοῦ οὐρα‐
Aed
.

1

.

1

.

47

νοῦ ἐξημμένη καλύπτειν τὸν χῶρον. ταῦτα δὲ πάντα ἐς ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἔκ τε
ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγ‐ χιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου11
5ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφ‐
Aed
.

1

.

1

.

48

θαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἐφ’ ἑαυτό. ἀγχί‐ στροφός τε ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέ‐ ξασθαι τοῦ ἐσορῶντος οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγα‐
Aed
.

1

.

1

.

49

σθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. ἀλλὰ καὶ ὡς ἀπο‐ σκοποῦντες πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ’ ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν
5ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
Aed
.

1

.

1

.

50

Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετ‐ εωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο εἶναι· ὧνπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπο‐
5ρον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται ᾗ δύναιτ’ ἄν τις σύμπασαν τοῦ
Aed
.

1

.

1

.

51

ἔργου τεκμηριῶσαι τὴν δύναμιν. ἔχει γὰρ ὧδε. οἱ λό‐ φοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλ‐
Aed
.

1

.

1

.

52

λαις οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων ἐπιβολὴ ἐν τετραγώνῳ διαπεπόνηται, σκληρῶν μὲν φύ‐ σιν, ἐργασίαν δὲ λείων, ἐντομὴν δέ, εἰ μὲν τὰ προὔχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων,
5εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ
Aed
.

1

.

1

.

53

γεγενημένων. συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν
Βαβυλῶνι φιλοτιμία, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μό‐ λιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας,12
5τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλή‐
Aed
.

1

.

1

.

54

λοις αὐτούς. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν. χρυσῷ μὲν ἀκιβδήλῳ κατ‐ αλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον τῷ κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγὴ ἀνταστράπ‐
Aed
.

1

.

1

.

55

τουσα τῷ χρυσῷ. στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδο‐ μίᾳ μὲν τοῦ νεὼ οὐδεμιᾷ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέ‐ χρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος [καὶ]
Aed
.

1

.

1

.

56

καταδεέστεραι. καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ ταῖν στοαῖν ἁτέρα μὲν τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ
Aed
.

1

.

1

.

57

ποιουμέναις ἡ ἄλλη ἀνεῖται. παραλλὰξ δὲ οὐδὲν ἔχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν
Aed
.

1

.

1

.

58

τῷ ἱερῷ ἐς κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. τίς δ’ ἂν τῶν ὑπερῴων τῆς γυναικωνίτιδος ἑρμηνεὺς γένοιτο, ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους
Aed
.

1

.

1

.

59

αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρέπειαν, οἷς τὸ ἱερὸν κεκαλ‐ λώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ
Aed
.

1

.

1

.

60

ἄνθος. θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιω‐ τάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις.
Aed
.

1

.

1

.

61

ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς
ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται· ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν13
Aed
.

1

.

1

.

62

εἶναι, ἀλλ’ ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διη‐ νεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς
Aed
.

1

.

1

.

63

ὄψεως ἀεὶ ἀρχομένης. τούτου κόρον οὐδεὶς τοῦ θεάμα‐ τος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ
Aed
.

1

.

1

.

64

διαλόγοις ἀποσεμνύνονται. ἔτι μέντοι τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ ἀμήχανον, ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν·
5ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφί‐
Aed
.

1

.

1

.

65

ημι· ὁ γὰρ τοῦ ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λι‐ τρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας.
Aed
.

1

.

1

.

66

Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δα‐ κτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δε‐
Aed
.

1

.

1

.

67

δημιούργηται βασιλεῖ. οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ
Aed
.

1

.

1

.

68

ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. τῶν ἀψίδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως, (λώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα
ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ14
Aed
.

1

.

1

.

69

ὅλη κατὰ τὸ μέσον συνετετέλεστο, ἀλλ’ ἔμενεν ἔτι. οἱ δὲ πεσσοί, ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκει‐ μένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξα‐ πιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις
Aed
.

1

.

1

.

70

ἐῴκεσαν. οἱ μὲν οὖν ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλέα τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι.
Aed
.

1

.

1

.

71

αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς πε‐ ριελίξαι τὴν ἀψῖδα ταύτην ἐπήγγελλεν. αὐτὴ γάρ, ἔφη, ἐφ’ ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν πεσσῶν οὐκέτι δεήσει.
Aed
.

1

.

1

.

72

καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ’ ἐπεὶ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα
Aed
.

1

.

1

.

73

ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. οἱ μὲν οὖν τεχ‐ νῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ’ ἀσφαλοῦς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρᾳ τὴν τῆς ἐννοίας
Aed
.

1

.

1

.

74

ἀλήθειαν. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ
Aed
.

1

.

1

.

75

καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. οἱ μὲν λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα, κίονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ
Aed
.

1

.

1

.

76

ἀποξυσθέντες ἀφίεσαν. καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμ‐ πεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι
Aed
.

1

.

1

.

77

παρόντα ἐσήγγελλον. αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνή‐ σατο τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα ὅσα τῶν ἀψίδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν, ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας15
Aed
.

1

.

1

.

78

ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ λοιπὸν ἐν ἀσφα‐ λεῖ οὖσα. φέρεται δέ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιόνδε.
Aed
.

1

.

2

.

1

Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐν‐ ταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἢ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦ‐
5τον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀπο‐ δέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρο‐
Aed
.

1

.

2

.

2

μένους ἐπ’ αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέ‐ θεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ
Aed
.

1

.

2

.

3

ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. χαλκὸς δὲ ἄριστος ἔν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περι‐ βάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συν‐ δέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα
5σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω
Aed
.

1

.

2

.

4

ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ
Aed
.

1

.

2

.

5

εἶναι. ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ χαλκοῦς ἕστηκεν
ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμ‐16
Aed
.

1

.

2

.

6

πρῶς ἐχομένῳ. ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται, οὗ ὕπερ‐ θέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους
5οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλ‐
Aed
.

1

.

2

.

7

λοι, ἐν ἑτοίμῳ εἶεν. τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἰκὼν κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλ‐
Aed
.

1

.

2

.

8

λεὺς ἡ εἰκών. οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέ‐ χεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι
Aed
.

1

.

2

.

9

κνημίδων χωρίς. εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχό‐
Aed
.

1

.

2

.

10

μενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν
Aed
.

1

.

2

.

11

ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτῷ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δο‐ ράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ
5ἐπὶ τοῦ πόλου ἐπίκειται, δι’ οὗ δὴ μόνου τήν τε βασι‐
Aed
.

1

.

2

.

12

λείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. προτεινό‐ μενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα
5μὲν οὖν ὧδέ πη ἔχει.17
Aed
.

1

.

2

.

13

Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκατα‐ φλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν
Aed
.

1

.

2

.

14

νεών, οὐδενὸς δεύτερον. ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορου‐ μένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ
Aed
.

1

.

2

.

15

τὸ σῶμα νοσοῖεν. τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς τοῖς στασιώταις ἀνέπαφος, ἀλλ’ ἐκκλησίᾳ ἑκατέρᾳ συγκα‐
Aed
.

1

.

2

.

16

ταφλεχθεὶς ἀπολώλει. Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδο‐ μήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλή‐ θει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείο‐
5σιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη.
Aed
.

1

.

2

.

17

κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ’ ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυν‐
Aed
.

1

.

2

.

18

επιλαμβανομένης τὸ ἱερώτατον. τὰ δὲ δὴ ἄλλα ἱερὰ ξύμ‐ παντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολο‐
Aed
.

1

.

2

.

19

γεῖσθαι μὲν ἀμφ’ αὐτοῖς ἀμήχανα εἶναι. οὐ γὰρ ἂν οὐδὲ
ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν ἐπαρκέσοι κατάλογον πε‐ ποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκα‐ στον. ἄχρι τοῦδε 〈εἰπεῖν〉 ἡμῖν ἀποχρήσει.18
Aed
.

1

.

3

.

1

Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών. τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ
Aed
.

1

.

3

.

2

ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. πολλὰς τοί‐ νυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδεί‐ ματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλο‐ πρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργα‐
5σθείσας ὑπερφυεῖ, ὥστε, ἤν τις αὐτῶν μίαν κατὰ μόνας θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργάσθαι τὸ ἔρ‐ γον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας
Aed
.

1

.

3

.

3

κατατρῖψαι τὸν χρόνον. ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰου‐
5στίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν κατ’ ἐξουσίαν αὐτὸς διῳκεῖτο, ἐπιθαλάσσιος δὲ ὁ νεώς ἐστιν, ἱερώτατός τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λί‐
Aed
.

1

.

3

.

4

θου Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. καὶ τὰ μὲν ἄλλα τοῦ νεὼ μέρη κατ’ εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ
Aed
.

1

.

3

.

5

δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. μάλιστα δὲ ἄν τις ἀγα‐ σθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν ὑπέρογκον τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλο‐ πρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον.
Aed
.

1

.

3

.

6

Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέ‐ θηκεν. ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λει‐ μὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παρά‐ δεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γα‐19
5ληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα.
Aed
.

1

.

3

.

7

ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ
Aed
.

1

.

3

.

8

σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ. τοσοῦτον δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ
Aed
.

1

.

3

.

9

μεγέθει ὑπεραίρει τὰ πλεῖστα. ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας
5συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτή‐
Aed
.

1

.

3

.

10

ρια τῷ περιβόλῳ τῆς πόλεως εἶεν. ἔτι μέντοι κἀν τῷ Ἡραίῳ, ὅπερ Ἱερὸν καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ εὐδιήγητον κατεστήσατο.
Aed
.

1

.

3

.

11

Ἐν χωρίῳ δὲ τῆς πόλεως, ὃ Δεύτερον ἐπικαλεῖται, ἱερο‐ πρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ, ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ
Aed
.

1

.

3

.

12

δὲ Χριστοῦ τιτθήν. ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγο‐ νὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται
Aed
.

1

.

3

.

13

τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. τούτου δὲ δὴ τοῦ νεὼ οὐ πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται.
Aed
.

1

.

3

.

14

Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ
ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας20
Aed
.

1

.

3

.

15

ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. διὸ δὴ καθεῖλε μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ
Aed
.

1

.

3

.

16

τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. εὐμέγεθες δὲ τεκ‐ τηνάμενος κατὰ τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος
Aed
.

1

.

3

.

17

μεταβιβάζει θαυμάσιον οἷον. ἐν τετραπλεύρῳ μὲν γὰρ τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος
5λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ
Aed
.

1

.

3

.

18

τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. καὶ αὐτῆς ἐφ’ ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται
5θύραις.
Aed
.

1

.

4

.

1

Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέ‐ δεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ ἐδείματο παρὰ τὴν βασι‐
Aed
.

1

.

4

.

2

λέως αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· ταύ‐ την γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξά‐ μενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις
Aed
.

1

.

4

.

3

βασιλείοις ἐνῆψεν. οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπι‐ φανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ
Aed
.

1

.

4

.

4

τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. ἄμφω δὲ τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ’ ἐκ πλαγίας ἀλλή‐
λοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες, καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε21
5ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος θατέρου οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδε‐
Aed
.

1

.

4

.

5

νὸς πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. ὁμοίως μὲν γὰρ ἑκάτερος τῇ αἴγλῃ τῶν λίθων ὑπεραστράπτει τὸν ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. ἑνὶ μέντοι διαλ‐
Aed
.

1

.

4

.

6

λάσσουσι μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ’ εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ
Aed
.

1

.

4

.

7

ἐπὶ πλεῖστον ἑστᾶσιν. ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι ὠνομασμένη. ἐπὶ κοινῆς δὲ προπύλαια πάντα, ἥ τε αὐλὴ καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν τοῖς βασιλείοις.
Aed
.

1

.

4

.

8

οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασι‐ λείων ἐγκαλλώπισμα τυγχάνει ὄντα.
Aed
.

1

.

4

.

9

Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέ‐ βων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς ἀποστόλοις νεὼς ἅπασι· μήκει τε χρόνου κατασεισθεὶς
Aed
.

1

.

4

.

10

ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. τοῦ‐ τον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνα‐ νεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ
Aed
.

1

.

4

.

11

κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. ὑπετέλεσε δὲ τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ
μέσον ἀλλήλαιν ἐπὶ σταυροῦ σχήματος πεποίηνται δύο, ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα,22
5ἐγκαρσία δὲ ἡ ἑτέρα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνε‐
Aed
.

1

.

4

.

12

μον νότον. τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα, εἴη δ’ ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιά‐
5ζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ
Aed
.

1

.

4

.

13

εἰκός, ὀνομάζουσι. καὶ αὐτοῦ αἱ μὲν ἐφ’ ἑκάτερα πλευ‐ ραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας ἴσαι ἀλλήλαις τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι
Aed
.

1

.

4

.

14

τὸ τοῦ σταυροῦ σχῆμα. τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερα‐ τείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκεί‐
Aed
.

1

.

4

.

15

νων ἐλασσοῦσθαι μεγέθει συμβαίνει. αἵ τε γὰρ ἀψῖδες τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέον‐ ται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρ‐
5τούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ
Aed
.

1

.

4

.

16

ἔχον. τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ
Aed
.

1

.

4

.

17

οἰκοδομία θυρίσιν. ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο ἐξείργαστο, καταφανεῖς οἱ ἀπόστολοι πεποίηνται πᾶσιν ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐνα‐
Aed
.

1

.

4

.

18

βρύνονται. σώματα γοῦν 〈τῶν〉 ἀποστόλων Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἀπα‐ ξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ’ ἐπιχωρούν‐23
5των αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε.
Aed
.

1

.

4

.

19

Κωνστάντιος μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς θήκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύ‐ σουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ
5γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν
Aed
.

1

.

4

.

20

νεκρὸν ἔθετο. ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶ‐
Aed
.

1

.

4

.

21

ρος σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. ἀλλὰ νῦν Ἰουστι‐ νιανοῦ βασιλέως ἀνοικοδομουμένου τὸ ἱερὸν τοῦτο, οἱ μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι ἄκοσμον τῇδε λελεῖφθαι· θήκας δὲ ξυλίνας ἐνταῦθά πη
5ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμο‐
Aed
.

1

.

4

.

22

θέου τῶν ἀποστόλων σώματα εἶεν· ἅπερ ἀσμενέστατα βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομ‐ πήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περι‐
5στείλαντες τὰς θήκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀπο‐
Aed
.

1

.

4

.

23

στόλων ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. εὔδη‐ λον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι οἵδε τὴν ἐς αὐτοὺς βασιλέως τιμὴν πεφήνασι τοῖς ἀν‐24
Aed
.

1

.

4

.

24

θρώποις τανῦν. βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀπο‐ φοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων, ἀλλ’ ἐπι‐ μίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους ὁμιλίᾳ φιλεῖ.
Aed
.

1

.

4

.

25

Τίς δ’ ἂν τὸν Ἀκακίου σιωπῴη νεών; ὅνπερ κατα‐ πεπονηκότα περιελὼν ἐξ αὐτῶν θεμελίων ἀνέστησε, μέ‐ γεθος περιβεβλημένον θαυμάσιον ἡλίκον· ὃς κίοσι μὲν ἐπῆρται πανταχόθι λευκοῖς ὑπεράγαν, λίθῳ δὲ τὰ ἐδάφη
5παραπλησίῳ ἠμφίεσται, ὧνπερ ἀπαστράπτει τοσοῦτον ἡ αἴγλη ὥστε καὶ δόξαν παρέχεσθαι ὅτι δὴ χιόσιν ὁ νεὼς
Aed
.

1

.

4

.

26

ἅπας κατάρρυτός ἐστι. στοαὶ δὲ αὐτοῦ προβέβληνται δύο, περίστυλος μὲν ἁτέρα οὖσα, ἡ δὲ πρὸς ἀγορὰν νε‐
Aed
.

1

.

4

.

27

νευκυῖα. μικροῦ με τὸ μαρτύριον ἐκεῖνο παρῆλθεν εἰπεῖν, ὃ Πλάτωνι ἀνεῖται ἁγίῳ, ἱεροπρεπές τε ὡς ἀληθῶς ὂν καὶ σεμνὸν ἄγαν, οὐ πολλῷ τῆς ἀγορᾶς ἄποθεν, ἣ βασι‐ λέως Κωνσταντίνου ἐπώνυμός ἐστιν· ἔτι μέντοι καὶ τὸν
5Μωκίῳ μάρτυρι ἀνειμένον νεών, οὗπερ τὰ ἱερὰ πάντα
Aed
.

1

.

4

.

28

μεγέθει ἐλάσσω. πρὸς δὲ καὶ τὸ Θύρσου μάρτυρος ἕδος καὶ μὴν τὸ Θεοδώρου ἁγίου τέμενος πρὸ τῆς πόλεως κείμενον ἐν χώρῳ καλουμένῳ Ῥησίῳ, καὶ τό τε Θέκλης μάρτυρος ἱερόν, ὃ παρὰ τὸν τῆς πόλεως λιμένα ἐστίν,
5ὅνπερ ἐπώνυμον Ἰουλιανοῦ ξυμβαίνει εἶναι, καὶ τὸ Θεο‐
Aed
.

1

.

4

.

29

δότης ἁγίας ἐν προαστείῳ καλουμένῳ Ἑβδόμῳ. ταῦτα γὰρ ἅπαντα ὁ βασιλεὺς οὗτος ἐπὶ τοῦ θείου Ἰουστίνου
βασιλεύοντος ἐκ θεμελίων ἐδείματο, ἀπαγγέλλεσθαι μὲν οὐ ῥᾴδια λόγῳ, θαυμάζεσθαι δὲ ὄψει κατὰ τὴν ἀξίαν25
Aed
.

1

.

4

.

30

ἀμήχανα. ἕλκει τὸν λόγον ἐς αὑτὸν ὁ Ἀγαθονίκου τοῦ ἁγίου νεὼς καὶ βιάζεται οὐδὲ φωνὴν ἔτι ἔχοντα οὐδὲ
Aed
.

1

.

4

.

31

ὀνόματα ἐφαρμόσαι τοῖς πράγμασι. διόπερ ἡμῖν μὲν ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει· φράσαι δὲ αὐτοῦ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἑτέροις ἀφίεμεν, οἷς ἂν ὁ λόγος ἀκμάζων τε καὶ οὔπω πεπονηκὼς παντά‐
5πασιν εἴη.
Aed
.

1

.

5

.

1

Καὶ ἄλλα δὲ τεμένη ἐν τῷ καλουμένῳ Ἀνάπλῳ καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον εὗρεν οὐ πρέποντα τῶν τινι ἀνεῖσθαι ἁγίων, ἔτι μέντοι καὶ ἀμφὶ τὸν κόλπον, ὅνπερ Κέρας οἱ ἐπιχώριοι Κεροέσσῃ τῇ Βύζαντος μητρὶ
5τοῦ τῆς πόλεως οἰκιστοῦ ἐπωνύμως καλοῦσιν, ἐν τοῖς ἅπασιν ἐπιδέδεικται πολυτέλειαν ἐπιτηδείως βασιλεῖ ἔχουσαν, ἅπερ ἐγὼ αὐτίκα δηλώσω, ὑπειπὼν πρότερον ὅντινα διακοσμεῖ τρόπον ἡ θάλασσα τὸ Βυζάντιον.
Aed
.

1

.

5

.

2

Πρὸς τῇ ἄλλῃ εὐδαιμονίᾳ καὶ ἡ θάλασσα ἐν καλῷ τίθεται ἀμφ’ αὐτὸ μάλιστα ἐγκολπουμένη τε καὶ εἰς πορθ‐ μοὺς ξυναγομένη καὶ χεομένη ἐς πέλαγος μέγα, ταύτῃ τε τὴν πόλιν εὐπρόσωπόν τε διαφερόντως ἐργαζομένη
5καὶ σκέπας λιμένων ἡσύχιον τοῖς ναυτιλλομένοις παρεχο‐ μένη, τά τε εἰς τὴν δίαιταν εὔπορον καὶ τὰ ἐς τὴν χρείαν
Aed
.

1

.

5

.

3

εὐδαίμονα. πελάγη γὰρ δύο ἀμφ’ αὐτὴν ὄντα, ὅ τε δὴ Αἰγαῖος καὶ ὁ Εὔξεινος καλούμενος Πόντος, ξυνίασιν
ἀλλήλοις ἐς τὰ πρὸς ἕω τῆς πόλεως, καὶ ξυγκρουόμενα τῇ τοῦ ῥοθίου ἐπιμιξίᾳ, ταύτῃ τε τὴν ἤπειρον τῇ ἐσβολῇ26
Aed
.

1

.

5

.

4

βιαζόμενα, καλλωπίζουσι κύκλῳ τὴν πόλιν. πορθμοὶ τοίνυν αὐτὴν περιβάλλουσι τρεῖς, ἀλλήλοις μὲν ἀπερη‐ ρεισμένοι, ἐς κάλλος δὲ αὐτῇ διατεταγμένοι καὶ χρείαν, περιπλεῖσθαι μὲν ἥδιστοι ἅπαντες, ἀποσκοπήσασθαι δὲ
Aed
.

1

.

5

.

5

ποθεινοί, ἐνορμίσασθαι δὲ λίαν εὐλιμένες. καὶ ὁ μὲν αὐτῶν μέσος ἐκ Πόντου προϊὼν τοῦ Εὐξείνου εὐθὺ τῆς πόλεως ὡς διακοσμήσων αὐτὴν ἵεται, ἐφ’ ἑκάτερα δὲ ἄμφω
Aed
.

1

.

5

.

6

τὰ ἠπείρω διακεκλήρωται. ὧν δὴ ταῖς ὄχθαις πεπίεσται, ἐπιφρίττων τε καὶ γαυρουμένῳ ἐοικώς, ὅτι δὴ ἐποχού‐
Aed
.

1

.

5

.

7

μενος τῇ τε Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ προσβαίνει τῇ πόλει. δό‐ ξαις ἂν ποταμὸν τεθεᾶσθαι ἐπίπροσθεν προσηνεῖ τῷ ῥεί‐ θρῳ ἰόντα. ὁ δὲ δὴ αὐτοῦ ἐν ἀριστερᾷ θλίβεται μὲν ἑκατέρωθεν ἐπὶ μακρότατον ταῖς ἀκταῖς, τά τε ἄλση καὶ
5λειμώνων κάλλη καὶ τὰ ἄλλα τῆς ἀντιπέρας ἠπείρου ἐν‐
Aed
.

1

.

5

.

8

δεικνύμενος ὑποκείμενα τῇ τῆς πόλεως ὄψει. εὐρύνεται δὲ τὸ ἐντεῦθεν ἐξωθούμενος αὐτῆς πρὸς ἄνεμον νότον
Aed
.

1

.

5

.

9

καὶ τὴν Ἀσίαν αὐτῆς ὡς πορρωτάτω ἀποκομίζων. ἀλλὰ καὶ ὡς περιβάλλον διαμένει τὴν πόλιν τὸ ῥόθιον ἄχρι ἐς δύοντά που τὸν ἥλιον. ὁ δὲ δὴ τρίτος πορθμὸς τοῦ μὲν πρώτου ἐχόμενος ἐπὶ δεξιᾷ, ἐκ δὲ Συκῶν τῶν καλου‐
5μένων ἀρχόμενος, ἐπὶ πλεῖστον διήκει τῆς πόλεως πρὸς
Aed
.

1

.

5

.

10

βορρᾶν ἄνεμον, οὗ δὴ ἐς κόλπον τελευτῶν παύεται. οὕτω μὲν οὖν στεφανοῖ τὴν πόλιν ἡ θάλασσα, ἐκδέχεται δὲ ἀνὰ τὸ λειπόμενον ἡ γῆ, μεταξὺ τοσαύτη οὖσα, ὅσον τὴν ἀπὸ
Aed
.

1

.

5

.

11

τῆς θαλάττης στεφάνην ἐνταῦθα ξυνδεῖσθαι. πραΰνεται δὲ διηνεκὲς ὁ κόλπος οὗτος καὶ ἀναθολοῦσθαι οὐδαμῆ πέφυκεν, ὥσπερ ὁρίων τῷ κλύδωνι κειμένων ἐνταῦθα καὶ σάλου τὸ ἐνθένδε παντὸς τῇ τῆς πόλεως εἰργομένου
Aed
.

1

.

5

.

12

τιμῇ. χειμῶνος δέ, ἂν οὕτω τύχῃ, καὶ ἀνέμων σκληρῶν τοῖς τε πελάγεσι καὶ τῷ πορθμῷ ἐπιπεσόντων, ἐπειδὰν ἐς τὴν εἴσοδον ἵκωνται τοῦ κόλπου αἱ νέες, ἀκυβέρνητοί27
Aed
.

1

.

5

.

13

τε τὸ λοιπὸν ἴασι καὶ ἀπροβουλεύτως ὁρμίζονται. ἐς στα‐ δίους μὲν γὰρ πλεῖν ἢ τεσσαράκοντα τὸ περίμετρον τοῦ κόλπου διήκει, λιμὴν δὲ ὅλος πανταχῆ ἐστιν· ὥστε ἀμέ‐ λει ὁρμιζομένης ἐνταῦθα νηὸς ἡ μὲν πρύμνα τῇ θαλάσσῃ
5ἐπῆρται, ἡ δὲ πρῷρα ἐν τῇ γῇ κάθηται, ὥσπερ ἀλλή‐ λοις τῶν στοιχείων ἁμιλλωμένων, ὁπότερον ἂν αὐτοῖν δύναιτο μᾶλλον τὴν ἐς τὴν πόλιν ἐνεργολαβεῖν ὑπουρ‐ γίαν.
Aed
.

1

.

6

.

1

Τὰ μὲν οὖν τοῦ κόλπου τοῦδε τοιαῦτά ἐστι. βασι‐ λεὺς δὲ Ἰουστινιανὸς κάλλος ἀμφ’ αὐτὸν ἐξ οἰκοδομίας
Aed
.

1

.

6

.

2

πεποιημένος ἐπιφανέστερον ἐξειργάσατο. τό τε γὰρ ἐν ἀριστερᾷ τοῦ κόλπου Λαυρεντίου ἁγίου μαρτύριον ἀφεγ‐ γές τε τὰ πρότερα ὂν καὶ σκότους ἀτεχνῶς ἔμπλεων μεθ‐ αρμοσάμενος, ὡς διὰ βραχέων εἰπεῖν, ἐς τὸν νῦν φαι‐
Aed
.

1

.

6

.

3

νόμενον ἀνέθηκε τρόπον. καὶ αὐτοῦ ἐπίπροσθεν τὸν τῆς θεοτόκου νεὼν ἐν χώρῳ καλουμένῳ Βλαχέρναις τοιοῦτον
Aed
.

1

.

6

.

4

δεδημιούργηκεν οἷός μοι ἔναγχος δεδιήγηται. ἐπέκεινά τε Πρίσκῳ τε καὶ Νικολάῳ ἁγίοις ἱερὸν ᾠκοδομήσατο, καινουργήσας αὐτός, οὗ δὴ οἱ Βυζάντιοι ἐμφιλοχωροῦν‐ τες ἐνδιατρίβουσιν ἐκ τοῦ ἐπὶ πλεῖστον, πὴ μὲν σέβοντές
5τε καὶ τεθηπότες τοὺς ἁγίους ἐνδήμους σφίσι γινομένους, πὴ δὲ τῆς τοῦ τεμένους ἀπολαύοντες εὐπρεπείας, ἐπεὶ
τῆς θαλάσσης τὸ ῥόθιον βιασάμενος βασιλεὺς ὕπερθέν τε τοῦ κλυδωνίου ἐπὶ μακρότατον ἐνθέμενος τὰ θεμέλια τὸ ἱερὸν κατεστήσατο.28
Aed
.

1

.

6

.

5

Κατὰ δὲ τοῦ κόλπου τὸ πέρας ἔν τε τῷ ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ τέμενος ἐκ παλαιοῦ Κοσμᾷ τε καὶ Δα‐ μιανῷ ἁγίοις ἀνεῖται· οὗ δὴ αὐτόν ποτε νενοσηκότα πικρό‐ τατα καὶ δόκησιν παρεχόμενον ὅτι δὴ ἀποθάνοι, πρός τε
5τῶν ἰατρῶν ἀπολελειμμένον ἅτε δὴ ἐν νεκροῖς κείμενον, ἐς ὄψιν ἐλθόντες ἐσώσαντο οἱ ἅγιοι οὗτοι ἐκ τοῦ παρα‐
Aed
.

1

.

6

.

6

δόξου καὶ τοῦ παραλόγου καὶ ὀρθὸν ἔστησαν. οὓς δὴ εὐγνωμοσύνῃ ἀμειβόμενος ὅσα γε τὰ ἀνθρώπεια, ὅλην ἐναλλάξας τε καὶ μετασκευασάμενος τὴν προτέραν οἰκο‐ δομίαν ἄκοσμόν τε καὶ ἄδοξον οὖσαν οὐδὲ ἀξιόχρεων
5τηλίκοις ἁγίοις ἀνεῖσθαι, κάλλει τε καὶ μεγέθει τὸν νεὼν κατελάμπρυνε καὶ φωτὸς αἴγλῃ, ἄλλα τε πολλὰ οὐ πρό‐
Aed
.

1

.

6

.

7

τερον ὄντα ἀνέθηκεν. ἐπειδάν τέ τινες ἀρρωστήμασιν ὁμιλήσαιεν ἰατρῶν κρείττοσιν, οἵδε τὴν ἀνθρωπείαν ἀπο‐ γνόντες ἐπικουρίαν ἐπὶ τὴν μόνην αὐτοῖς ὑπολελειμμένην ἐλπίδα χωροῦσι, καὶ γενόμενοι ἐν ταῖς βάρεσι πλέουσι
Aed
.

1

.

6

.

8

διὰ τοῦ κόλπου ἐπὶ τοῦτον δὴ τὸν νεών. ἀρχόμενοί τε τοῦ εἴσπλου εὐθὺς ὁρῶσιν ὥσπερ ἐν ἀκροπόλει τὸ τέ‐ μενος τοῦτο ἀποσεμνυνόμενόν τε τῇ τοῦ βασιλέως εὐγνω‐ μοσύνῃ καὶ παρεχόμενον τῆς ἐντεῦθεν ἐλπίδος αὐτοῖς
5ἀπολαύειν.
Aed
.

1

.

6

.

9

Τοῦ δὲ κόλπου ἐπὶ θάτερα μαρτύριον οἰκοδομησάμενος βασιλεὺς οὐ πρότερον ὂν ἀνέθηκεν Ἀνθίμω μάρτυρι παρ’
Aed
.

1

.

6

.

10

αὐτὴν μάλιστα τὴν τοῦ κόλπου ἠϊόνα. καὶ τὰ μὲν κρά‐ σπεδα τοῦ ἱεροῦ πραϋνομένῃ ἐπικλυζόμενα τῇ τῆς θα‐
Aed
.

1

.

6

.

11

λάσσης ἐπιρροῇ τὸ εὔχαρι ἐπιεικῶς ἔχει. οὐ γὰρ ξὺν θο‐ ρύβῳ τὸ κλυδώνιον ἐπανεστηκὸς εἶτα εἰς τοὺς ἐκείνῃ λί‐ θους ἀράσσεται, οὐδὲ μεγάλα τὸ κῦμα ἠχῆσαν, οἷά γε τὰ θαλάττια, καὶ σχιζόμενον ἀποκρίνεται, εἰς εἶδος ἀφρῶ‐29
5δες, ἀλλὰ πρόεισι μὲν προσηνές, σιωπηλὸν δὲ ὂν ἐπιψαύει
Aed
.

1

.

6

.

12

τῆς γῆς, ἀναστρέφει δὲ μόνον. ἐκδέχεται δὲ τὸ ἐνθένδε αὐλὴ ὁμαλή τε καὶ λίαν ὑπτία, μαρμάροις μὲν πανταχό‐ θι κεκομψευμένη καὶ κίοσιν, ὄψει δὲ ὡραϊζομένη τῇ
Aed
.

1

.

6

.

13

ἐς τὴν θάλασσαν. στοὰ μετὰ ταύτην καὶ ὁ νεὼς ἐντὸς ἐν τετραγώνῳ ἐς ὕψος ἐπῆρται λίθων εὐπρεπείᾳ καὶ χρυσῷ
Aed
.

1

.

6

.

14

κατακεχυμένῳ καλλωπιζόμενος. τοσοῦτον δὲ προέχει μό‐ νον τοῦ εὔρους τὸ μῆκος ἐς ὅσον δὴ χῶρον τὸν ἀβέβη‐ λον, ἐν ᾧ ὄργια τὰ ἄρρητα τελεῖσθαι θέμις, κατὰ τὴν πλευράν, ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται, διήκειν ξυμ‐
5βαίνει. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
Aed
.

1

.

7

.

1

Ἐπέκεινα δὲ κατ’ αὐτὸ μάλιστα τοῦ κόλπου τὸ στόμα Εἰρήνης μάρτυρος νεὼς ἵδρυται. ὃς δὴ οὕτω μεγαλο‐ πρεπῶς τῷ βασιλεῖ ὅλος ἐξείργασται ὡς οὐκ ἂν ἔγωγε
Aed
.

1

.

7

.

2

φράσαι ἱκανῶς ἔχοιμι. ἀντιφιλοτιμούμενος γὰρ τῇ θα‐ λάσσῃ ἀμφὶ τοῦ κόλπου τῇ εὐπρεπείᾳ, ὥσπερ ὅρμῳ περι‐ φερεῖ ἐγκαλλώπισμα τὰ ἱερὰ ταῦτα ἐντέθεικεν. ἀλλ’ ἐπεὶ τούτου δὴ τοῦ τῆς Εἰρήνης νεὼ ἐπεμνήσθην, καὶ τὸ ἐκείνῃ
Aed
.

1

.

7

.

3

ξυνενεχθὲν οὔ μοι ἀπὸ τρόπου τῇδε γεγράψεται. ἐνταῦθα ἔκειτο λείψανα ἐκ παλαιοῦ ἀνδρῶν ἁγίων οὐχ ἧσσον ἢ τεσσαράκοντα· οἳ στρατιῶται μὲν Ῥωμαῖοι ἐτύγχανον ὄντες, ἐν λεγεῶνι δὲ δυοδεκάτῃ ἐτάττοντο, ἣ ἐν πόλει
Aed
.

1

.

7

.

4

Μελιτηνῇ τῆς Ἀρμενίας τὸ παλαιὸν ἵδρυτο. ἡνίκα τοί‐ νυν οἱ λιθοδόμοι διώρυσσον οὗπερ ἐπεμνήσθην ἀρτίως, κιβώτιον εὗρον γράμμασι σημαῖνον ὡς λείψανα ἔχοι τού‐30
Aed
.

1

.

7

.

5

των δὴ τῶν ἀνδρῶν. ὅπερ ἐξήνεγκε λεληθὸς τέως ἐξεπί‐ τηδες ὁ θεός, ἅμα μὲν πιστούμενος ἅπαντας ὡς τὰ βασι‐ λέως ἀσμενέστατα ἐνδέδεκται δῶρα, ἅμα δὲ καὶ τοῦ ἀν‐ δρὸς τὴν ἀγαθοεργίαν ἀμείψασθαι διατεινόμενος χάριτι
Aed
.

1

.

7

.

6

μείζονι. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς χαλεπῶς ἄγαν τοῦ σώματος ἔχων, ἐπεὶ ῥεύματος δεινόν τι χρῆμα κατὰ τὸ γόνυ ἐπιπεσὸν συντριβῆναι ταῖς ὀδύναις τὸν
Aed
.

1

.

7

.

7

ἄνδρα ἐποίει· οὗπέρ οἱ αὐτὸς αἰτιώτατος ἦν. ἐν γὰρ ταῖς ἡμέραις ἁπάσαις, αἵπερ τὴν Πασχαλίαν ἑορτὴν προτερεύ‐ ουσαι νηστεῖαι καλοῦνται, σκληράν τινα βιοτὴν ἔσχε μὴ ὅτι βασιλεῖ ἀλλόκοτον οὖσαν, ἀλλὰ καὶ ἀνθρώπῳ ἀμηγέπη
Aed
.

1

.

7

.

8

τῶν πολιτικῶν ἁπτομένῳ. δυοῖν γὰρ ἡμέραιν διεγεγόνει ἐς ἀεὶ ἀπόσιτος ὤν, καὶ ταῦτα μὲν ὄρθρου βαθέος διηνεκὲς ἐκ τῶν στρωμάτων ἐξανιστάμενος καὶ προεγρηγορὼς τῆς πολιτείας, ἀεί τε αὐτῆς ἔργῳ καὶ λόγῳ διαχειρίζων τὰ
5πράγματα, ὄρθριός τε καὶ μεσημβρινός, καὶ οὐδέν τι ἧσσον
Aed
.

1

.

7

.

9

ἐπινυκτίδιος. πόρρω γὰρ τῶν νυκτῶν ἐς κοίτην ἰὼν ἐξαν‐ ίστατο αὐτίκα δὴ μάλα, ὥσπερ χαλεπῶς τοῖς στρώμασιν
Aed
.

1

.

7

.

10

ἔχων. καὶ ἡνίκα δέ που τροφὴν αἴροιτο, οἴνου μὲν καὶ ἄρτου καὶ τῶν ἄλλων ἐδωδίμων ἐκτὸς ἔμενε, βοτάνας δὲ ἤσθιε μόνον, καὶ ταύτας ἀγρίας ἐπὶ χρόνου μῆκος τετα‐ ριχευμένας ἁλσί τε καὶ ὄξει, ὅ τε πότος αὐτῷ τὸ ὕδωρ
Aed
.

1

.

7

.

11

ἐγίνετο μόνον. οὐ μέντοι οὐδὲ τούτοις κατακορὴς γέ‐ γονε πώποτε, ἀλλὰ καὶ ἡνίκα δαῖτα αἴροιτο, ἀπογευσά‐
μενος τούτων δὴ τῶν αὐτῷ ἐδωδίμων, εἶτα μεθίει, οὔπω31
Aed
.

1

.

7

.

12

ἐδηδοκὼς τὰ αὐτάρκη. ἐντεῦθεν τοίνυν τὸ πάθος ἀκμά‐ σαν τὴν ἀπὸ τῶν ἰατρῶν ἐπικουρίαν ἐνενικήκει, καὶ χρό‐ νος τῷ βασιλεῖ πολὺς ἐν ταύταις δὴ ταῖς ὀδύναις ἐτρίβη.
Aed
.

1

.

7

.

13

μεταξὺ δὲ τὰ περὶ τῶν δεδηλωμένων λειψάνων ἀκούσας, τῆς ἀνθρωπείας ἀφέμενος τέχνης, ἐπὶ ταῦτα τὸ πρᾶγμα ἦγε, τὴν ὑγείαν ἐπισπώμενος τῇ ἐς αὐτὰ πίστει, καὶ δό‐
Aed
.

1

.

7

.

14

ξης τῆς ἀληθοῦς ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. οἱ μὲν γὰρ ἱερεῖς τὸν δίσκον ἐπὶ τὸ τοῦ βασιλέως ἐτίθεντο γόνυ, ἀφανίζεται δὲ τὸ πάθος εὐθύς, σώμασι δεδουλω‐ μένοις θεῷ βιασθέν. ὅπερ ἀμφίλεκτον ὁ θεὸς οὐ ξυγ‐
5χωρῶν εἶναι, σημεῖον τῶν πραττομένων ἐνδέδεικται
Aed
.

1

.

7

.

15

μέγα. ἔλαιον γὰρ ἐξαπιναίως ἐπιρρεῦσαν μὲν ἐκ τούτων δὴ τῶν ἁγίων λειψάνων, ὑπερβλύσαν δὲ τὸ κιβώτιον, τώ τε πόδε καὶ τὴν ἐσθῆτα τοῦ βασιλέως κατέκλυσεν ὅλην
Aed
.

1

.

7

.

16

ἁλουργὸν οὖσαν. διὸ δὴ ὁ χιτὼν οὕτω καταβεβρεγμένος διασώζεται ἐν τοῖς βασιλείοις, μαρτύριον μὲν τῶν τηνι‐ κάδε γεγενημένων, σωτήριον δὲ τοῖς ἐς τὸ ἔπειτα πάθεσι περιπεσουμένοις τισὶν ἀνηκέστοις.
Aed
.

1

.

8

.

1

Οὕτω μὲν οὖν ὑπογέγραπται Ἰουστινιανῷ βασιλεῖ τὸ Κέρας ὁ κόλπος. καὶ πορθμοῖν δὲ τοῖν ἄλλοιν δυοῖν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οἰκοδομίαις τὰς ἠϊόνας ἐς μέγα
Aed
.

1

.

8

.

2

τι κάλλος ἐξείργασται τρόπῳ τοιῷδε. ἱερὰ δύο τῷ ἀρχ‐ αγγέλῳ Μιχαὴλ ἀνειμένα καταντικρὺ ἀλλήλοιν ἑστῶτα τοῦ πορθμοῦ ἑκατέρωθι ξυνέβαινεν εἶναι, θάτερον μὲν ἐν χώρῳ καλουμένῳ Ἀνάπλῳ ἐν ἀριστερᾷ εἰσπλέοντι τὸν
5Εὔξεινον Πόντον, τὸ δὲ δὴ ἕτερον ἐν τῇ ἀντιπέρας ἀκτῇ·
Aed
.

1

.

8

.

3

Προόχθους μὲν ἐκάλουν οἱ παλαιοὶ ἄνθρωποι τὴν ἀκτήν, ὅτι δὴ προβέβληται, οἶμαι, κατὰ πολὺ τῆς ταύτῃ ἠϊόνος,
νῦν δὲ Βρόχοι ἐπικαλεῖται, διαφθειρούσης τὰ ὀνόματα τῆς32
Aed
.

1

.

8

.

4

τῶν ἐπιχωρίων ἀγνοίας τῷ μήκει τοῦ χρόνου. ταῦτα δὲ τὰ δύο τεμένη οἱ μὲν αὐτῶν ἱερεῖς κατερρακωμένα ὑπὸ τοῦ χρόνου θεώμενοι καὶ περίφοβοι γεγενημένοι ὡς μὴ αὐτίκα δὴ μάλα σφίσιν ἐμπέσοιεν, βασιλέως ἐδέοντο
5ἀνοικοδομήσασθαι ἄμφω ἐφ’ οὗπερ σχήματος τὸ πα‐
Aed
.

1

.

8

.

5

λαιὸν ἦν. οὐ γὰρ οἷόν τε ἦν ἐπὶ τούτου βασιλεύοντος ἐκκλησίαν τινὰ ἢ γίνεσθαι πρῶτον, ἢ καταπεπονηκυῖαν ἐπανορθοῦσθαι, ὅτι μὴ ἐκ χρημάτων βασιλικῶν, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ πανταχόθι τῆς Ῥωμαίων ἀρ‐
Aed
.

1

.

8

.

6

χῆς. βασιλεὺς δὲ αὐτίκα τῆς προφάσεως τυχὼν τῆσδε καθεῖλε μὲν ἑκάτερον ἐς τὸ ἔδαφος, ὡς μή τι αὐτοῖς τῆς προτέρας ἀκοσμίας ἀπολειφθῆναι. ἀνῳκοδομήσατο δὲ τὸν
Aed
.

1

.

8

.

7

μὲν ἐπὶ τοῦ Ἀνάπλου τρόπῳ τοιῷδε. πετρῶν ἐμβολῇ τὴν ἐκείνῃ ἀκτὴν εἴσω περιελίξας ἐς σκέπας λιμένος, τὴν
Aed
.

1

.

8

.

8

τῆς θαλάττης ἠϊόνα ἐς μεταμόρφωσιν ἀγορᾶς ἤνεγκεν. ἡσύ‐ χιος γὰρ ὑπεράγαν ἐνταῦθα ἡ θάλασσα οὖσα τῇ γῇ ἐπι‐
Aed
.

1

.

8

.

9

κοινοῦται συναλλαγάς. ταῖς τε ἀκάτοις οἱ τῶν ἐμπόρων θαλάσσιοι παρὰ τὴν ἐμβολὴν τῶν πετρῶν ὁρμισάμενοι συμβάλλονται τοῖς ἐγγείοις ἀπὸ τῶν καταστρωμάτων τὰ
Aed
.

1

.

8

.

10

ἐμπολήματα. αὐλὴ μετὰ τὴν παραλίαν ἀγορὰν τοῦ νεὼ πρόκειται. καὶ μαρμάροις μὲν ὡραίοις τε καὶ χίοσιν ἡ
Aed
.

1

.

8

.

11

αὐλὴ τὸ χρῶμα ὁμοιοῖ. οἱ δὲ τοὺς περιπάτους τῇδε ποι‐ ούμενοι εὐπρεπείᾳ μὲν ἥδονται λίθων, γεγήθασι δὲ θα‐ λάσσης ὄψει, ἐναβρύνονται δὲ κοιναῖς ταῖς αὔραις ἔκ τε τοῦ ῥοθίου ἐπεγειρομέναις καὶ λόφων ἐπανεστηκότων τῇ
Aed
.

1

.

8

.

12

γῇ. στοὰ τὸν νεὼν περιβάλλει ἐγκύκλιος ἐς τὰ πρὸς ἕω διαλιποῦσα μόνον. ἐπὶ μέσης τὸ ἱερὸν χρώμασι μυρίοις
Aed
.

1

.

8

.

13

πεποίκιλται λίθων. ὄροφος ἐν θόλῳ μετάρσιος ὑπερῃώ‐ ρηται. τί ἄν τις διαριθμησάμενος ἐπαξίως τοῦ ἔργου φράσοι τὰς ᾐωρημένας στοάς, τὰς ὑπεσταλμένας οἰκοδο‐ μίας, τὸ τῶν μαρμάρων ἐπίχαρι, οἷς δὴ οἵ τε τοῖχοι καὶ33
Aed
.

1

.

8

.

14

τὰ ἐδάφη παντάπασι περιβέβληνται; πρὸς ἐπὶ τούτοις δὲ καὶ χρυσοῦ πλῆθος ἐξαίσιον πανταχόσε τοῦ ἱεροῦ καθά‐
Aed
.

1

.

8

.

15

περ αὐτῷ πεφυκὸς περικέχυται. τοσαῦτα εἰπόντι καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ τέμενός μοι δεδήλωται, ὅπερ αὐτῷ βασιλεὺς Ἰουστινιανὸς ἔναγχος ἐν τῷ Ἑβδόμῳ καλου‐
Aed
.

1

.

8

.

16

μένῳ ἀνέθηκεν. ἐμφερέστατα γὰρ ἄμφω ἀλλήλοιν τὰ τε‐ μένη τυγχάνει ὄντα, πλήν γε δὴ ὅτι οὐκ ἐπιθαλάσσιον τὸ τοῦ Βαπτιστοῦ ξυμβαίνει εἶναι.
Aed
.

1

.

8

.

17

Ὁ μὲν οὖν ἐν τῷ Ἀνάπλῳ καλουμένῳ τοῦ ἀρχαγγέλου
Aed
.

1

.

8

.

18

ναὸς τῇδε πεπόνηται. κατὰ δὲ τὴν ἀντιπέρας ἀκτὴν ὀλίγῳ τῆς θαλάσσης διέχει τις χῶρος, ὁμαλὸς μὲν φύσιν, συν‐
Aed
.

1

.

8

.

19

θέσει δὲ λίθων ὑψοῦ ἀνέχων. ἐνταῦθα τὸ τοῦ ἀρχαγ‐ γέλου δεδημιούργηται τέμενος, εὐπρεπείᾳ μὲν ἐξαίσιον, μεγέθει δὲ πρῶτον, πολυτελείᾳ δὲ ἀνακεῖσθαι μὲν τῷ
Aed
.

1

.

8

.

20

Μιχαὴλ πρέπον, ἀναθεῖναι δὲ Ἰουστινιανῷ βασιλεῖ. τού‐ του δὲ δὴ οὐ πολλῷ ἄποθεν τοῦ νεὼ τέμενος ἅγιον τῇ θεοτόκῳ ἀνενεώσατο τρόπῳ τῷ αὐτῷ καταπεπονηκὸς πολλῷ πρότερον, οὗ δὴ τὸ σεμνὸν μακρὸν ἂν εἴη καὶ διερευνή‐
5σασθαι καὶ λόγῳ σημῆναι· ἐκδέχεται δὲ ἡ πάλαι τῆς ἱστο‐ ρίας προσδοκωμένη μοῖρα.
Aed
.

1

.

9

.

1

Ἐπὶ ταύτης δὴ τῆς ἀκτῆς ἀξιοθέατα ἐκ παλαιοῦ βασίλεια ἐτύγχανεν ὄντα. ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἀνατέθεικε τῷ θεῷ ἅπαντα, τὸν ἐνθένδε τῆς εὐσεβείας καρπὸν τῆς παραυτίκα παραψυχῆς ἀλλαξάμενος τρόπῳ
Aed
.

1

.

9

.

2

τοιῷδε. ὅμιλος ἦν ἐπὶ Βυζαντίου γυναίων ἐν μαστρο‐ πείῳ λελαγνευμένων οὐχ ἑκούσιον, ἀλλὰ βιαίαν τινὰ μι‐34
Aed
.

1

.

9

.

3

σητίαν. τῆς γὰρ πενίας τῷ ὑπερβάλλοντι ὑπὸ πορνο‐ βοσκῷ τρεφομέναις ἀεὶ καὶ καθ’ ἑκάστην ἀκολασταίνειν ἐπάναγκες ἦν, ἀνδράσι τε ἀγνῶσι καὶ παραπεπτωκόσιν
Aed
.

1

.

9

.

4

ἐξαπιναίως ἐσποδιοῦντο συνδυαζόμεναι. πορνοβοσκῶν γὰρ ἐνταῦθα ἦν ἐκ παλαιοῦ ἑταιρία πολλή, ἐπ’ ἐργαστη‐ ρίου τὸ τῆς ἀκολασίας διαχειριζόντων ἐμπόλημα, ἔν τε τῷ δημοσίῳ τῆς ἀγορᾶς ὥραν ἀποδιδομένων τὴν ἀλλο‐
Aed
.

1

.

9

.

5

τρίαν καὶ δουλαγωγούντων τὸ σῶφρον. βασιλεὺς δὲ Ἰου‐ στινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλή‐ λοις ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε.
Aed
.

1

.

9

.

6

τὴν μὲν πολιτείαν τοῦ τῶν μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ γυναι‐ κῶν τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δου‐ λοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον,
5ἐλευθέραν δὲ τὴν σωφροσύνην πεπορισμένοι. ταῦτα μὲν
Aed
.

1

.

9

.

7

οὖν διῳκήσαντο τῇδε. παρὰ ταύτην δὲ τοῦ πορθμοῦ τὴν ἀκτήν, ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλού‐ μενον Πόντον, βασίλεια πρότερον ὄντα μοναστήριον με‐ γαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς μεταμελου‐
Aed
.

1

.

9

.

8

μέναις γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον· ἐφ’ ᾧ τῇ ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δυναταὶ εἶεν τῆς
Aed
.

1

.

9

.

9

ἐν μαστροπείῳ διαίτης. διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπο‐
Aed
.

1

.

9

.

10

νομάζουσι. καὶ πολλαῖς μὲν χρημάτων προσόδοις οἱ βα‐
σιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκία κάλλει τε καὶ πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν ἐσόμενα, ᾠκοδομήσαντο, ὡς35
5μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης ἐπιτη‐ δεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
Aed
.

1

.

9

.

11

Ἐς δὲ τὸν Εὔξεινον Πόντον ἐνθένδε ἰόντι ἄκρα τις ἀπορρὼξ παρὰ τὴν τοῦ πορθμοῦ προβέβληται ἠϊόνα, ἐφ’ ἧς μαρτύριον Παντελεήμονος ἁγίου εἱστήκει, ἀρχήν τε ἀπημελημένως πεποιημένον καὶ χρόνῳ μακρῷ πεπονη‐
5κὸς ἄγαν ὅπερ ἐνθένδε περιελὼν Ἰουστινιανὸς βασι‐ λεύς, τοῦτόν τε μεγαλοπρεπῶς τὰ μάλιστα οἰκοδομησά‐ μενος τὸν ἐκείνῃ τανῦν ὄντα νεών, τῷ τε μάρτυρι διεσώ‐ σατο τὴν τιμὴν καὶ τῷ πορθμῷ κάλλος ἐντέθεικεν, ἑκα‐
Aed
.

1

.

9

.

12

τέρωθι τὰ ἱερὰ ταῦτα πηξάμενος. τούτου δὲ τοῦ τεμέ‐ νους ἐπίπροσθεν ἐν χώρῳ τῷ καλουμένῳ Ἀργυρωνίῳ πτωχῶν ἦν ἐκ παλαιοῦ καταγώγιον, οἷσπερ ἡ νόσος τὰ
Aed
.

1

.

9

.

13

ἀνήκεστα ἐλωβήσατο. ὅπερ τῷ χρόνῳ διερρωγὸς ἤδη τὰ ἔσχατα προθυμίᾳ τῇ πάσῃ ἀνενεώσατο, γενησόμενον τοῖς οὕτω ταλαιπωρουμένοις ἀνάπαυλαν. ἀκτὴ δέ τίς ἐστι Μωχάδιον ὄνομα τοῦ χώρου ἐγγύς, ὃ καὶ νῦν Ἱερὸν ὀνομά‐
Aed
.

1

.

9

.

14

ζεται. ἐνταῦθα νεὼν τῷ ἀρχαγγέλῳ ἄλλον ἐδείματο ἱερο‐ πρεπῆ τε διαφερόντως, καὶ τῶν τοῦ ἀρχαγγέλου ἱερῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐδενὸς ἀξιώματι ἀποδέοντα.
Aed
.

1

.

9

.

15

καὶ Τρύφωνι δὲ ἀνέθηκεν ἱερὸν μάρτυρι πόνῳ τε καὶ χρόνῳ πολλῷ ἐς κάλλος ἀποτετορνευμένον ἀμύθητον ὅλως ἐν τῇ τῆς πόλεως ἀγυιᾷ, ἣ τοῦ Πελαργοῦ ἐπώνυμός
Aed
.

1

.

9

.

16

ἐστιν. ἔτι δὲ Μηνᾷ καὶ Μηναίῳ μάρτυσιν ἕδος ἐν τῷ Ἑβδόμῳ ἀνέθηκεν. ἐν ἀριστερᾷ δὲ εἰσιόντι ἐς τὰς Χρυσᾶς καλουμένας Πύλας Ἴας ἁγίας μαρτύριον εὑρὼν καταπε‐36
Aed
.

1

.

9

.

17

πτωκός, πολυτελείᾳ τῇ πάσῃ ἀνενεώσατο. τὰ μὲν οὖν ἀμφὶ τοῖς ἐν Βυζαντίῳ ἱεροῖς εἰργασμένα Ἰουστινιανῷ βασιλεῖ τοιαῦτά ἐστι, τὰ δὲ ἀνὰ πᾶσαν διαπεπονημένα τὴν Ῥωμαίων ἀρχὴν ἕκαστα διαριθμεῖσθαι χαλεπόν τέ
Aed
.

1

.

9

.

18

ἐστι καὶ λόγῳ παντελῶς ἄπορον. ἀλλ’ ἡνίκα ἡμῖν δεήσει πόλεως ἢ χωρίου του πρὸς ὄνομα ἐπιμνησθῆναι, καὶ τὰ ἐνταῦθα ἱερὰ ἐν ἐπιτηδείῳ γεγράψεται.
Aed
.

1

.

10

.

1

Τὰ μὲν οὖν ἀμφὶ τοῖς ἱεροῖς ἔν τε Κωνσταντινου‐ πόλει καὶ τοῖς τῇδε προαστείοις οὕτως Ἰουστινιανῷ δε‐
Aed
.

1

.

10

.

2

δημιούργηται βασιλεῖ· τῶν δὲ δὴ ἄλλων αὐτῷ οἰκοδο‐ μημάτων πεποιημένων ἕκαστον μὲν ἐπελθεῖν οὐ ῥᾴδιον λόγῳ, ὡς ἐν κεφαλαίῳ δὲ φράσαι, τά τε πλεῖστα καὶ ἀξιο‐ λογώτατα τῆς τε ἄλλης πόλεως καὶ τῶν βασιλείων κατα‐
5φλεχθέντα τε καὶ καθῃρημένα ἐπ’ ἔδαφος ἀνοικοδομησά‐ μενος ἅπαντα ἐπὶ τὸ εὐπρεπέστερον μετεστήσατο· ἅπερ μοι ἐν τῷ παρόντι λεπτολογεῖσθαι οὔτι ἀναγκαῖον ἔδοξεν
Aed
.

1

.

10

.

3

εἶναι. ἅπαντα γάρ μοι ἐς τὸ ἀκριβὲς ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως καλούμενον
5οἶκον, ἔκ τε τῶν βασιλείων τό τε βαλανεῖον ὁ Ζεύξιππος αἵ τε μεγάλαι στοαὶ καὶ τὰ ἑκατέρωθεν ἑξῆς ἅπαντα μέ‐ χρι ἐς τὴν ἀγοράν, ἣ Κωνσταντίνου ἐπώνυμός ἐστι, τού‐
Aed
.

1

.

10

.

4

του δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα. πρὸς ἐπὶ τού‐
τοις δὲ τὴν Ὁρμίσδα ἐπώνυμον οἰκίαν, ἄγχιστα οὖσαν τῶν βασιλείων, παραλλάξας τε καὶ ὅλως ἐς τὸ ἐπιφανέ‐ στερον μεθαρμοσάμενος, ὡς τοῖς βασιλείοις ἐπιεικῶς πρέ‐37
5πειν, τῷ Παλατίῳ ἐντέθεικεν, εὐρύτερόν τε αὐτὸ καὶ πολλῷ ἔτι μᾶλλον ἀξιώτερον ταύτῃ ἐξείργασται.
Aed
.

1

.

10

.

5

Ἔστι δέ τις ἀγορὰ πρὸ τῶν βασιλείων περίστυλος. Αὐ‐ γουσταῖον καλοῦσι τὴν ἀγορὰν οἱ Βυζάντιοι. ταύτης ἐν λόγοις ἐπεμνήσθην τοῖς ἔμπροσθεν, ἡνίκα τῆς Σοφίας περιηγησάμενος τὸν νεὼν τὴν ἐπὶ τῷ ἔργῳ χαλκῆν εἰκόνα
5τῷ βασιλεῖ ἐπὶ κίονος ὑψηλοτάτου καὶ λίθοις συνθέτου
Aed
.

1

.

10

.

6

ἀνατεθεῖσαν δεδήλωκα. ταύτης ἐς τὰ πρὸς ἕω τῆς ἀγο‐ ρᾶς τὸ Βουλευτήριον ἵδρυται, λόγου μὲν τῇ τε πολυτε‐ λείᾳ καὶ τῇ κατασκευῇ τῇ πάσῃ κρεῖττον, Ἰουστινιανοῦ
Aed
.

1

.

10

.

7

δὲ βασιλέως ἔργον. ἔνθα δὴ ξυνιοῦσα ἔτους ἀρχομένου ἡ Ῥωμαίων βουλὴ σύγκλητος ἐνιαύσιον ἑορτὴν ἄγει, τὰ
Aed
.

1

.

10

.

8

τῆς πολιτείας ὀργιάζουσα ἐς ἀεὶ νόμιμα. ἓξ δὲ αὐτοῦ κίονες ἐπίπροσθεν ἑστᾶσιν, οἱ μὲν δύο τὸν τοῦ βουλευ‐ τηρίου τοῖχον ἐν μέσῳ ἔχοντες, ὃς πρὸς δύοντα ἥλιον τέτραπται, οἱ δὲ τέσσαρες ὀλίγῳ ἐκτός, τὸ μὲν εἶδος λευ‐
5κοὶ ἅπαντες, μέγεθος δὲ πρῶτοι τῶν ἐν γῇ, οἶμαι, κιό‐
Aed
.

1

.

10

.

9

νων τῇ πάσῃ. στοὰν δὲ ποιοῦσιν οἱ κίονες ὄροφον ἐν θόλῳ ἑλίττουσαν, τὰ δὲ ἄνω τῆς στοᾶς ἅπαντα μαρμά‐ ρων μὲν κάλλει διακεκόσμηται τοῖς κίοσι τὸ εἶδος ἴσων, ἀγαλμάτων δὲ πλήθει ὑπεράνω ἑστώτων θαυμασίως ὡς
5ὑπογέγραπται.
Aed
.

1

.

10

.

10

Ταύτης δὲ τῆς ἀγορᾶς οὐ πολλῷ ἄποθεν τὰ βασι‐ λέως οἰκία ἐστί, καὶ νέα μὲν τὰ βασίλεια σχεδόν τι πάντα, Ἰουστινιανῷ δέ, ᾗπέρ μοι εἴρηται, δεδημιούργηται βασι‐ λεῖ, φράσαι δὲ αὐτὰ λόγῳ ἀμήχανά ἐστιν, ἀλλ’ ἀποχρή‐
5σει μὲν τοὺς γενησομένους εἰδέναι ὅτι δὴ ἅπαντα τού‐38
Aed
.

1

.

10

.

11

του δὴ ἔργον τοῦ βασιλέως τυγχάνει ὄντα. ὥσπερ δέ φασι, τὸν λέοντα ἐξ ὄνυχος ἴσμεν, καὶ τούτων δὴ οὕτω τῶν βασιλείων τὴν δύναμιν ἐκ τοῦ προτεμενίσματος οἱ τάδε ἀναλεγόμενοι εἴσονται. τοιοῦτον δὲ τὸ προτεμέ‐
Aed
.

1

.

10

.

12

νισμά ἐστιν ὃ καλοῦσι Χαλκῆν. ὄρθιοι τοῖχοι οὐρανομή‐ κεις ἐν τετραγώνῳ ἑστᾶσι τέσσαρες, τὰ μὲν ἄλλα ἰσοστά‐ σιοι ἀλλήλοις ὄντες, μήκει δὲ ἄμφω, ὅ τε πρὸς μεσημ‐ βρίαν τετραμμένος καὶ βορρᾶν ἄνεμον, τῶν ἑτέρων οὐ
Aed
.

1

.

10

.

13

παρὰ πολὺ ἀποδέοντες. προβέβληται δέ τις ἀμφὶ τὴν γω‐ νίαν αὐτῶν ἑκάστου λίθων εὖ μάλα εἰργασμένων ἀνά‐ στασις, τῷ τοίχῳ μέχρι ἐς τὴν ὑπερβολὴν ἐξ ἐδάφους συν‐ αναβαίνουσα, τετράπλευρος μέν, ἐνημμένη δὲ κατὰ τὴν
5μίαν τῷ τοίχῳ πλευράν, οὐ διακόπτουσα τοῦ χώρου τὸ κάλλος, ἀλλά τι καὶ κόσμου αὐτῷ ἐντιθεῖσα τῇ τοῦ ἐμ‐
Aed
.

1

.

10

.

14

φεροῦς ἁρμονίᾳ. ὑπερῃώρηνται δὲ αὐτῶν ἀψῖδες ὀκτώ, τέσ‐ σαρες μὲν ἀνέχουσαι τὸν ἐν μέσῳ τοῦ παντὸς ὄροφον ἐν σφαιροειδεῖ μεταρσίῳ ἐπικυρτούμενον, αἱ δὲ δὴ ἄλλαι δύο μὲν πρὸς νότον, δύο δὲ πρὸς βορρᾶν ἄνεμον τῷ γειτνιῶντι
5ἐναπερειδόμεναι τοίχῳ, τὸ μεταξὺ τέγος ἐν θόλῳ ᾐωρημέ‐
Aed
.

1

.

10

.

15

νον ἐξαίρουσιν. ἐναβρύνεται δὲ ταῖς γραφαῖς ἡ ὀροφὴ πᾶσα, οὐ τῷ κηρῷ ἐντακέντι τε καὶ διαχυθέντι ἐνταῦθα παγεῖσα, ἀλλ’ ἐναρμοσθεῖσα ψηφῖσι λεπταῖς τε καὶ χρώμασιν ὡραϊσ‐ μέναις παντοδαποῖς· αἳ δὴ τά τε ἄλλα πάντα καὶ ἀν‐
Aed
.

1

.

10

.

16

θρώπους ἀπομιμοῦνται. ὁποῖα δὲ αὐτῶν τὰ γράμματά ἐστιν ἐγὼ δηλώσω. ἐφ’ ἑκάτερα μὲν πόλεμός τέ ἐστι καὶ μάχη, καὶ ἁλίσκονται πόλεις παμπληθεῖς πὴ μὲν Ἰταλίας,
πὴ δὲ Λιβύης· καὶ νικᾷ μὲν βασιλεὺς Ἰουστινιανὸς ὑπὸ39
5στρατηγοῦντι Βελισαρίῳ, ἐπάνεισι δὲ παρὰ τὸν βασιλέα, τὸ στράτευμα ἔχων ἀκραιφνὲς ὅλον ὁ στρατηγός, καὶ δί‐ δωσιν αὐτῷ λάφυρα βασιλεῖς τε καὶ βασιλείας, καὶ
Aed
.

1

.

10

.

17

πάντα τὰ ἐν ἀνθρώποις ἐξαίσια. κατὰ δὲ τὸ μέσον ἑστᾶ‐ σιν ὅ τε βασιλεὺς καὶ ἡ βασιλὶς Θεοδώρα, ἐοικότες ἄμφω γεγηθόσι τε καὶ νικητήρια ἑορτάζουσιν ἐπί τε τῷ Βαν‐ δίλων καὶ Γότθων βασιλεῖ, δορυαλώτοις τε καὶ ἀγωγί‐
Aed
.

1

.

10

.

18

μοις παρ’ αὐτοὺς ἥκουσι. περιέστηκε δὲ αὐτοὺς ἡ Ῥω‐ μαίων βουλὴ σύγκλητος, ἑορτασταὶ πάντες. τοῦτο γὰρ αἱ ψηφῖδες δηλοῦσιν ἐπὶ τοῖς προσώποις ἱλαρὸν αὐτοῖς
Aed
.

1

.

10

.

19

ἐπανθοῦσαι. γαυροῦνται οὖν καὶ μειδιῶσι τῷ βασιλεῖ νέ‐ μοντες ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων ἰσοθέους τιμάς· ἠμφίασται δὲ μαρμάρων εὐπρεπείᾳ τὰ ἐντὸς ἅπαντα μέ‐ χρι ἐς τὰς ὑπεράνω ψηφῖδας, οὐχ ὅσα ἐπανέστηκε μόνον,
Aed
.

1

.

10

.

20

ἀλλὰ καὶ τὸ ἔδαφος ἐφεξῆς ὅλον. τῶν δὲ μαρμάρων ἔνια μὲν λίθου Σπαρτιάτου ἐκεῖ σμαράγδῳ ἴσα, ἔνια δὲ πυρὸς φλόγα μιμοῦνται· λευκὸν δὲ τῶν πλειόνων τὸ εἶδος, οὐ λιτὸν μέντοι, ἀλλ’ ὑποκυμαίνει κυαναυγεῖ ὑπογεγραμ‐
5μένον μεταξὺ χρώματι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
Aed
.

1

.

11

.

1

Ἐκ δὲ τῆς Προποντίδος ἐσπλέοντι ἐς τὰ πρὸς ἕω τῆς πόλεως, βαλανεῖον ἐν ἀριστερᾷ ἐν δημοσίῳ ἐστίν. ὅπερ Ἀρκαδιαναὶ μὲν ἐπικαλεῖται, Κωνσταντινούπολιν
Aed
.

1

.

11

.

2

δὲ πηλίκην οὖσαν ἐπικοσμεῖ. αὐλὴν ἐνταῦθα ὁ βασιλεὺς οὗτος ἐδείματο, τῆς μὲν πόλεως προβεβλημένην, καὶ τοῖς μὲν ἐκείνῃ διατριβὴν ἔχουσιν ἐς περιπάτους ἀεὶ ἀνειμέ‐
Aed
.

1

.

11

.

3

νην, ἐς δὲ τὸ ἐνορμίσασθαι τοῖς περιπλέουσι. ταύτην ἥλιος καταλάμπει μὲν ἀνίσχων τῇ αἴγλῃ, ἐκτρεπόμενος δὲ ἀμφὶ
τὰ πρὸς ἑσπέραν ἐν ἐπιτηδείῳ ἐπισκιάζει. ταύτην ἡ θά‐ λασσα περιρρεῖ ἀτρεμὴς ἐν ἡσυχίᾳ περιχεομένη τῷ ῥεί‐40
5θρῳ, ποταμοῦ τρόπον ἐκ πόντου ἰοῦσα· ὥστε καὶ προσ‐ διαλέγονται τοῖς περιπλέουσιν οἱ τοὺς περιπάτους ποιού‐
Aed
.

1

.

11

.

4

μενοι. ἡ γὰρ θάλασσα κατατείνουσα μὲν ἐς ἄβυσσον μέχρι ἐς τῆς αὐλῆς τὴν κρηπῖδα πλώιμος ἐνταῦθα ταῖς ναυσὶ γίνεται, τῆς δὲ γαλήνης τῷ ὑπερβάλλοντι τοὺς ἑκατέρωθι ὄντας ἐπιμίγνυσιν ἐς τοὺς διαλόγους ἀλλή‐
Aed
.

1

.

11

.

5

λοις. τὰ μὲν οὖν κατὰ τῆς θαλάσσης τὸ γειτόνημα τῇ αὐλῇ τῇδέ πη ἔχει, καλλωπιζομένῃ μὲν τῇ ἐς αὐτὴν ὄψει, περιπνεομένῃ δὲ ἁπαλαῖς οὔσαις ταῖς ἀπ’ αὐτῆς αὔραις.
Aed
.

1

.

11

.

6

καὶ κιόνων δὲ καὶ μαρμάρων κάλλει ὑπερφυεῖ τά τε αὐτῆς ἐδάφη καὶ τὰ ὕπερθεν καλύπτεται πάντα· ὧν ἡ αἴγλη ὑπεράγαν λευκή τίς ἐστι, ταῖς τοῦ ἡλίου αὐγαῖς ἐπιει‐
Aed
.

1

.

11

.

7

κῶς ἀπαστράπτουσα. καὶ μὴν καὶ εἰκόνες αὐτὴν κοσ‐ μοῦσι παμπληθεῖς, αἱ μὲν χαλκαῖ, αἱ δὲ τῷ λίθῳ ἐπιξυ‐ σθεῖσαι, θέαμα λόγου πολλοῦ ἄξιον. εἰκάσαις ἂν ἢ Φει‐ δίου τοῦ Ἀθηναίου ἢ τοῦ Σικυωνίου Λυσίππου ἔργον ἢ
Aed
.

1

.

11

.

8

Πραξιτέλους αὐτὰς γεγονέναι. ἐνταῦθα καὶ Θεοδώρα ἡ βασιλὶς ἐπὶ κίονος ἕστηκε· τοῦτο γὰρ ἀνατέθεικεν ἡ πό‐
Aed
.

1

.

11

.

9

λις αὐτῇ ὑπὲρ τῆς αὐλῆς χαριστήριον. καὶ ἡ μὲν εἰκὼν εὐπρόσωπος, ἀλλὰ τῆς βασιλίδος τῷ κάλλει ἐλάσσων, ἐπεὶ αὐτῆς τὴν εὐπρέπειαν λόγῳ τε φράσαι καὶ ἰνδάλματι ἀπομιμεῖσθαι ἀνθρώπῳ γε ὄντι παντάπασιν ἀμήχανα ἦν·
5ἁλουργὸς δὲ ὁ κίων καὶ πρὸ τοῦ ἐκτυπώματος ὅτι δὴ βα‐ σιλίδα φέρει διαφανῶς ἐνδεικνύμενος.
Aed
.

1

.

11

.

10

Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται
τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασι‐ λὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καί‐41
Aed
.

1

.

11

.

11

περ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδε‐
Aed
.

1

.

11

.

12

εστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσα‐ γωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται,
5αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ’ ἐπὶ
Aed
.

1

.

11

.

13

πέτρας πεποιημένη. στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς
5βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο.
Aed
.

1

.

11

.

14

δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ και‐
Aed
.

1

.

11

.

15

ροῦ τοῖς δεομένοις παρέχεται πόρον. οὕτω μὲν μὴ προσ‐ δεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.
Aed
.

1

.

11

.

16

Καὶ βασίλεια δὲ ἀλλαχόθι δεδημιούργηκεν αὐτὸς καιν‐ ουργήσας ἔν τε τῷ Ἡραίῳ, ὃ νῦν Ἱερὸν ὀνομάζουσι, καὶ Ἰουκουνδιάναις ταῖς καλουμέναις· ὧν δὴ οὔτε τὸ
μεγαλοπρεπὲς σὺν τῷ ἐς τέχνην ἠκριβωμένῳ, οὔτε τὸν42
5ὄγκον ἂν σὺν τῷ εὐπρεπεῖ λόγῳ φράσαι ποτὲ ἱκανῶς
Aed
.

1

.

11

.

17

ἔχοιμι. ἀλλ’ ἀποχρήσει ταῦτα εἰπεῖν βασίλειά τε εἶναι καὶ πρὸς Ἰουστινιανοῦ γεγονέναι παρόντος τε καὶ ἐπι‐ τεχνωμένου, καὶ οὐδενὸς ἀπεριόπτου, ὅτι μὴ χρημάτων, καθισταμένου. ταῦτα γὰρ οὐχ οἷόν τέ ἐστι μὴ καὶ λόγου
Aed
.

1

.

11

.

18

κρατεῖν. ἐνταῦθα δὲ καὶ λιμένων σκέπας ἀποτετόρνευται οὐ πρότερον ὄν. ἀκτὴν γὰρ εὑρὼν ἑκατέρωθι τοῖς τε ἀνέμοις καὶ ταραχῇ τοῦ ῥοθίου ἀποκειμένην, σωτήριον
Aed
.

1

.

11

.

19

εἶναι τοῖς πλέουσι κατεστήσατο ὧδε. τὰς κιβωτοὺς κα‐ λουμένας ἀναρίθμους τε καὶ παμμεγέθεις πεποιημένος, ἀμφοτέρωθέν τε αὐτὰς τῆς ἠϊόνος ἐπὶ πλεῖστον ἐγκαρ‐ σίας ἀπορριψάμενος, ἀεί τε τῶν προτέρων καθύπερθεν
5ἑτέρων ἐν τάξει ἐπιβολὴν ἐντιθέμενος, τοίχους πλαγίους ἀπ’ ἐναντίας ἀλλήλων ἀνέστησε δύο ἐκ τῶν τῆς ἀβύσσου κρηπίδων μέχρι ἐς τὸ ὕδωρ, ᾧ δὴ αἱ νέες ἐναπερειδό‐
Aed
.

1

.

11

.

20

μεναι πλέουσι. πέτρας τε τὸ λοιπὸν ἀποτόμους ταύτῃ ἐμβέβληται. ὧν δὴ πρὸς τοῦ ῥοθίου ἀρασσομένων, ἀπο‐ κρουομένων τε τὴν τοῦ κλυδωνίου ἐπίθεσιν, καὶ ἀνέμου χειμῶνος ὥρᾳ καταβάντος σκληροῦ, διαμένει τὰ ἐντὸς
5ἡσυχῆ ἅπαντα τῶν τοίχων, μεταξὺ μιᾶς ἀπολελειμμένης
Aed
.

1

.

11

.

21

ἐπὶ τὸν λιμένα τοῖς πλοίοις εἰσόδου. ἐνταῦθα δὲ καὶ ἱερὰ τεμένη πεποίηται, ᾗπέρ μοι ἔμπροσθεν δεδιήγηται, καὶ στοάς τε καὶ ἀγορὰς καὶ λουτρῶνας ἐν δημοσίῳ καὶ τὰ ἄλλα σχεδόν τι πάντα· ὥστε δὴ ταῦτα τῶν ἐν τῇ
Aed
.

1

.

11

.

22

πόλει βασιλείων ἐλασσοῦσθαι μηδέν. καὶ λιμένα δὲ ἄλ‐ λον ἐτεκτήνατο ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐν τοῖς Εὐτρο‐ πίου ἐπωνύμοις, τοῦ Ἡραίου τοῦδε οὐ πολλῷ ἄποθεν, κατὰ ταὐτὰ εἰργασμένον τοῖς ἄλλοις, ὧνπερ ἐπεμνήσθην43
5ἀρτίως.
Aed
.

1

.

11

.

23

Τὰ μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐν πόλει δεδημιουρ‐ γημένα τῇ βασιλίδι, ὡς διὰ βραχυτάτων εἰπεῖν, ταύτῃ πη ἔχει. ὃ δὲ μόνον ἡμῖν ἐνταῦθα δὴ ἀπολέλειπται
Aed
.

1

.

11

.

24

αὐτίκα δηλώσω. τῇδε τοῦ βασιλέως τὰ διαιτητήρια ἔχον‐ τος, διὰ μέγεθος τῆς βασιλείας, ἐκ πάσης γῆς ὅμιλος ἀν‐
Aed
.

1

.

11

.

25

θρώπων τῇ πόλει παντοδαπὸς ἐπεισέρχεται. παραγίνε‐ ται δὲ αὐτῶν ἕκαστος ἢ πράξει τινὶ ποδηγούμενος ἢ ἐλ‐ πίδι ἢ τύχῃ, πολλοὶ δέ τινες, οἷς δὴ τὰ κατὰ τὴν οἰκίαν οὐκ ἐν καλῷ κεῖται, βασιλέως δεησόμενοι, τῇ πόλει ἔν‐
5δημοι γίνονται διὰ βίαν τινὰ ἢ πιέζουσαν ἢ ἐγκειμένην
Aed
.

1

.

11

.

26

ἢ μέλλουσαν. οἷσπερ συμβαίνει πρὸς τῇ ἄλλῃ ἀμηχανίᾳ καὶ οἰκίας ὑποσπανίζειν, οὐχ οἵοις τε οὖσι τὴν ὑπὲρ τῆς
Aed
.

1

.

11

.

27

ἐνταῦθα διατριβῆς προέσθαι μίσθωσιν. ταύτην δὲ αὐτοῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τὴν ἀπορίαν διέλυσαν. τῆς γὰρ θαλάσσης ὡς ἀγχοτάτω, ἵνα δὴ Στάδιον ὁ χῶρος καλεῖται (ἀγῶσι γάρ, οἶμαι, τὸ πα‐
5λαιὸν ἀνεῖτό τισι) ξενῶνας ὑπερμεγέθεις ἐδείμαντο, τοῖς τὰ τοιαῦτα ταλαιπωρουμένοις ἐπὶ καιροῦ γενησομένους καταλυτήρια.
Aed
.

2

t

1

ΛΟΓΟΣ Βʹ.
Aed
.

2

.

1

.

1

Ὅσα μὲν δὴ ἐπί τε Κωνσταντινουπόλεως καὶ τῶν ἐκείνῃ προαστείων ἱερὰ τεμένη βασιλεὺς Ἰουστινιανὸς
νέα ἱδρύσατο, καὶ ὅσα καταπεπονηκότα διὰ χρόνου μῆκος ἀνενεώσατο, τά τε ἄλλα οἰκοδομήματα, ὅσα δὴ ἐνταῦθα44
Aed
.

2

.

1

.

2

πεποίηται, ἐν τῷ ἔμπροσθεν λόγῳ δεδήλωται. τὸ δὲ λοιπὸν ἐπὶ τὰ ἐρύματα ἡμῖν ἰτέον, [καὶ] οἷσπερ τὰς ἐσχατιὰς περιέβαλε Ῥωμαίων τῆς γῆς. ἔνθα δὴ καὶ τα‐ λαιπωρεῖσθαι τῷ λόγῳ τὰ μάλιστα ἐπάναγκες ἂν εἴη καὶ
Aed
.

2

.

1

.

3

τὰ ἀμήχανα διαπονεῖσθαι. οὐ γὰρ τὰς πυραμίδας ἀφη‐ γησόμεθα, τοῦτο δὴ τῶν ἐν Αἰγύπτῳ βεβασιλευκότων τὸ διαθρυλλούμενον ἐπιτήδευμα, ἐς χάριν ἀποκεκριμένον ἀνόνητον, ἀλλὰ τὰ ὀχυρώματα σύμπαντα, οἷς ὁ βασιλεὺς
5οὗτος τὴν βασιλείαν ἐσώσατο, τειχισάμενός τε αὐτὴν καὶ ἀμήχανον τοῖς βαρβάροις καταστησάμενος τὴν ἐς Ῥω‐ μαίους ἐπιβουλήν. ἐκ δὲ ὁρίων τῶν Μηδικῶν ἄρξασθαι οὔ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι.
Aed
.

2

.

1

.

4

Ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ Ῥωμαίων τῆς γῆς, πό‐ λιν αὐτοῖς Ἄμιδαν ἀποδόμενοι, ᾗπερ ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται, βασιλεὺς μὲν Ἀναστάσιος ἄγ‐ χιστά πη τῶν Περσικῶν ὅρων κώμην ἄδοξόν τινα τὰ
5πρότερα οὖσαν, Δάρας ὄνομα, τείχει περιβαλεῖν διὰ σπουδῆς ἔσχε, πόλιν τε αὐτὴν ἐπιτείχισμα ἐσομένην τοῖς
Aed
.

2

.

1

.

5

πολεμίοις ἐργάσασθαι. ἐν δὲ ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ ποτὲ βασιλεὺς Θεοδόσιος ἔθετο πρὸς τὸ Περσῶν γένος, μηδετέρους ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων που τοῖς τῶν ἑτέρων ὁρίοις κειμένῳ ὀχύρωμα νεώτερόν τι ἐπι‐
5τεχνᾶσθαι, προτεινόμενοι Πέρσαι τὰς ἐπὶ τῇ εἰρήνῃ ξυν‐ θήκας ἐμπόδιοι τῷ ἔργῳ σπουδῇ τῇ πάσῃ ἐγίνοντο, καί‐
Aed
.

2

.

1

.

6

περ Οὐννικοῦ πολέμου πιεζόμενοι τῇ ἀσχολίᾳ. Ῥωμαῖοι δὲ αὐτοὺς ἀπαρασκεύους διὰ ταῦτα ὁρῶντες ὀξύτερον
τῆς οἰκοδομίας ἀντελαμβάνοντο, προτερῆσαι διὰ σπουδῆς ἔχοντες πρὶν οἱ πολέμιοι τὴν πρὸς Οὔννους ἀγώνισιν45
Aed
.

2

.

1

.

7

διαλύσαντες ἐπὶ σφᾶς ἴωσιν. ὑποψίᾳ οὖν τῇ ἐκ τῶν πολεμίων περίφοβοι ὄντες καὶ καραδοκοῦντες ἀεὶ τὰς ἐφόδους, οὐκ ἐς τὸ ἀκριβὲς τὴν οἰκοδομίαν ἐξῆγον, τοῦ τάχους αὐτοῖς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς παραιρου‐
Aed
.

2

.

1

.

8

μένου τὴν ἐς τὸ ἔργον ἀσφάλειαν. τῷ γὰρ συντόμῳ τό γε ἀσφαλὲς οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι, οὐδὲ τῷ ὀξεῖ τὸ
Aed
.

2

.

1

.

9

ἀκριβὲς φιλεῖ ἕπεσθαι. οὕτω τοίνυν ἐπισπερχῶς ἀπειρ‐ γάσαντο τὴν τοῦ περιβόλου ἀνάστασιν οὐκ ἀνανταγώ‐ νιστον τοῖς πολεμίοις πεποιημένοι, ἀλλ’ ὅσον αὐτῷ ἀναγ‐ καῖον ὕψος ἐνθέμενοι, οὐ μὴν οὐδὲ αὐτοὺς ἐμβεβλημένοι
5ἐν ἐπιτηδείῳ τοὺς λίθους, ἢ αὐτῶν ἐν δέοντι εἰργασμέ‐ νοι τὴν σύνθεσιν, ἢ τῷ τέλματι τῆς τιτάνου κατὰ λόγον
Aed
.

2

.

1

.

10

ἐναρμοσάμενοι. χρόνου οὖν ὀλίγου (χιόσι τε γὰρ καὶ ἡλίου θέρμῃ τῷ τῆς οἰκοδομίας σφαλερῷ ἀντέχειν οἱ πύργοι ὡς ἥκιστα εἶχον) διερρωγέναι αὐτῶν τοῖς πλεί‐ στοις ξυνέβη. οὕτω μὲν τὰ πρότερα ἐν πόλει Δάρας τὰ
5τείχη ἀνέστη.
Aed
.

2

.

1

.

11

Ἔννοια δὲ Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οὐ περιό‐ ψονται Πέρσαι ὅσα γε δυνατὰ τοῦτο δὴ τὸ κατ’ αὐτῶν ἐπιτείχισμα Ῥωμαίοις ἑστάναι, ἀλλὰ πανοικεσίᾳ μὲν προσ‐ βαλοῦσι, τέχνας δὲ κινήσουσι πάσας ἐξ ἀντιπάλου τειχο‐
5μαχήσειν τῆς πόλεως, καὶ ὅμιλος μὲν αὐτοῖς ἐλεφάντων ἕψεται, οἴσουσι δὲ ξυλίνους ἐπὶ τῶν ὤμων οἱ ἐλέφαντες πύργους, οἷς ὑποκείμενοι ἀντὶ θεμελίων ἑστήξουσι, καὶ τὸ δὴ χαλεπώτερον ἐν ἐπιτηδείῳ τοῖς πολεμίοις περι‐ αγόμενοι καὶ φέροντες τεῖχος γνώμῃ τῶν κεκτημένων
Aed
.

2

.

1

.

12

ὅπη παρατύχοι ἑπόμενον· ἐπεμβαίνοντες δὲ οἱ πολέμιοι βαλοῦσι μὲν κατὰ κορυφὴν τοὺς ἔνδον Ῥωμαίους, ἐκ δὲ ὑπερδεξίων ἐπιθήσονται, ἀλλὰ καὶ λόφους χειροποιήτους ἐπαναστήσουσι, καὶ μηχανὰς τὰς ἑλεπόλεις ἐπάξονται46
Aed
.

2

.

1

.

13

πάσας. ἢν δέ τι τῇ πόλει Δάρας ἀξύμφορον ἐπιγένηται, πάσης μὲν προβεβλημένῃ τῆς Ῥωμαίων ἀρχῆς, ἀντι‐ τεταγμένῃ δὲ τῇ πολεμίᾳ διαφανῶς, οὐκ ἄχρι τοῦδε ἡμῖν κείσεται τὸ κακόν, ἀλλ’ ἡ πολιτεία κατασεισθήσεται ἐκ
5τοῦ ἐπὶ πλεῖστον. ἐβούλετό τε διὰ ταῦτα ὀχύρωμα τῷ χωρίῳ περιβαλεῖν ἐπαξίως τῆς χρείας.
Aed
.

2

.

1

.

14

Πρῶτα μὲν οὖν τὸ τεῖχος (κολοβόν τε γὰρ ἦν κομιδῇ, ᾗπέρ μοι εἴρηται, καὶ τοῖς ἐπιοῦσι διὰ ταῦτα ἐπιμαχώ‐ τατον) ἀπρόσοδόν τε καὶ ἄμαχον ὅλως τοῖς πολεμίοις
Aed
.

2

.

1

.

15

ἐσκευάσατο εἶναι. τὰς μὲν γὰρ ἐπάλξεις πρότερον οὔσας λίθων ἐνθήκῃ ξυναγαγὼν ἀπέσφιγξεν ἐν στενῷ μάλιστα, ἴχνη αὐταῖς μόνα ἐς θυρίδων ἀπολιπὼν σχῆμα, τοσοῦτον δὲ αὐτῶν συγκεχωρηκὼς ἀνεῳγέναι, ὅσον δὴ καὶ χεῖρα
5διεῖναι, καὶ τῶν τοξευμάτων ἐξόδους ἐπὶ τοὺς ἐνοχλοῦν‐
Aed
.

2

.

1

.

16

τας ἐνθένδε λελεῖφθαι. ὕπερθεν δὲ αὐτῶν ὕψος τῷ περι‐ βόλῳ ἐπετεχνήσατο ἐς τριάκοντα μάλιστα πόδας, οὐχ ὅλον ἐνθέμενος τὸ πάχος τῷ τείχει, ὡς μὴ τῶν θεμελίων τῇ τῶν ἐγκειμένων περιουσίᾳ βαρυνομένων ἀνήκεστόν
5τι τῷ ἔργῳ ξυμβαίη, ἀλλὰ τὸν ἐκείνῃ ἀέρα λίθων περι‐ βολῇ περιελίξας, στοάν τε ἐν κύκλῳ τοῦ περιβόλου περί‐ δρομον ἐργασάμενος, ὑπέρ τε τὴν στοὰν τὰς ἐπάλξεις ἐπιβαλών, ὥστε διώροφον μὲν πανταχόσε τὸ τεῖχος εἶναι, κατὰ δὲ τοὺς πύργους καὶ τρεῖς γεγονέναι τὰς χώρας
10τῶν τε ἀμυνομένων τοῦ περιβόλου καὶ τὰς ἐπ’ αὐτὸν
Aed
.

2

.

1

.

17

ἀποκρουομένων ἐφόδους. κατὰ μέσους γάρ πη τοὺς
πύργους σφαιρικὸν σχῆμα ἐνθέμενος αὖθις ἐνταῦθα ἐν‐ τέθεικεν ἐπάλξεις ἑτέρας, τριώροφον ταύτῃ τὸ τεῖχος ἀπεργασάμενος.47
Aed
.

2

.

1

.

18

Ἔπειτα δὲ κατανενοηκὼς ὅτι δὴ καὶ τῶν πύργων διε‐ φθάρθαι πολλούς, ᾗπέρ μοι εἴρηται, ξυνηνέχθη ἐν χρόνῳ ὀλίγῳ, καθελεῖν μὲν αὐτοὺς ὡς ἥκιστα εἶχεν, ἐν γειτόνων ἀεὶ τῶν πολεμίων ὄντων καὶ καιροφυλακούντων τε καὶ
5διηνεκὲς ἰχνευόντων εἴ ποτε τοῦ περιβόλου μοίρας ἀτει‐ χίστου τινὸς ἐπιτυχεῖν οἷοί τε ὦσιν· ἐπενόει δὲ τάδε.
Aed
.

2

.

1

.

19

τούτους μὲν τοὺς πύργους αὐτοῦ εἴασεν, ἔκτοσθεν δὲ αὐτῶν ἑκάστου οἰκοδομίαν τινὰ ἑτέραν ἐμπείρως ἐν τε‐ τραγώνῳ ἐδείματο, ἀσφαλείας τε καὶ τῆς ἄλλης ἐπιμε‐ λείας εὖ ἔχουσαν, ταύτῃ τε τοὺς πεπονηκότας τῶν τοί‐
Aed
.

2

.

1

.

20

χων ἐρύματι ἑτέρῳ ἐς τὸ ἀσφαλὲς ἐτειχίσατο. ἕνα δὲ αὐτῶν τὸν καλούμενον τῆς Φρουρᾶς ἐπικαιριώτατα καθ‐ ελὼν ἀνῳκοδομήσατο ξὺν τῷ ἀσφαλεῖ καὶ πανταχόθεν τοῦ
Aed
.

2

.

1

.

21

περιβόλου τὸ ἐκ τῆς ἀσθενείας ἀφείλετο δέος. καὶ τῷ προτειχίσματι δὲ κατὰ λόγον διαρκὲς ὕψος ἐπισταμένως
Aed
.

2

.

1

.

22

ἐντέθεικεν. ἔκτοσθεν δὲ αὐτοῦ τάφρον ὤρυξεν, οὐχ ᾗπερ εἰώθασιν ἄνθρωποι τὰ τοιαῦτα ποιεῖν, ἀλλ’ ἐν χώρῳ τε ὀλίγῳ καὶ τρόπῳ ἑτέρῳ· ὅτου δὲ δὴ ἕνεκα, ἐγὼ δηλώσω.
Aed
.

2

.

1

.

23

Τὰ μὲν ἄλλα τοῦ περιβόλου ἀπρόσβατα τοῖς τειχομα‐ χοῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι ἅτε οὐκ ἐφ’ ὁμαλοῦ χωρίου ἑστῶτα, οὐδὲ τοῖς ἐπιοῦσιν ἔχοντος πρὸς ἐπιβουλὴν ἐπιτηδείως, ἀλλὰ κατὰ τὸ ἄναντες ἔν τε σκληρῷ
5καὶ ὀρθίῳ κειμένου, ἔνθα οὔτε διώρυχα οἷόν τέ ἐστιν
Aed
.

2

.

1

.

24

οὔτε προσβολὴν γενέσθαι τινά. ᾗ δὲ αὐτοῦ πρὸς ἄνε‐
μον νότον ἡ πλευρὰ τέτραπται, μαλθακή τε οὖσα καὶ γεώδης ἡ χώρα καὶ πρὸς διώρυχας εὔκολος ἄγαν, εὐέφ‐48
Aed
.

2

.

1

.

25

οδον ταύτῃ ποιεῖ τὴν πόλιν. τάφρον οὖν ἐνταῦθα μηνοειδῆ, εὔρους τε καὶ βάθους ἱκανῶς ἔχουσαν ἐπὶ μακρῷ κατορύξας, ἑκάτερον αὐτῆς τῷ προτειχίσματι τὸ πέρας ἐνῆψεν, ὕδατος μὲν αὐτὴν διαρκῶς ἐμπλησάμενος,
5ἄβατόν τε παντάπασι τοῖς πολεμίοις καταστησάμενος, ἐν μοίρᾳ δὲ αὐτῆς τῇ ἐντὸς προτείχισμα θέμενος ἕτερον· ᾧ δὴ ἐφεστῶτες ἐν πολιορκίᾳ φρουροῦσι Ῥωμαῖοι, τοῦ τε περιβόλου καὶ προτειχίσματος τοῦ ἑτέρου ἀφροντι‐
Aed
.

2

.

1

.

26

στήσαντες, ὅπερ τοῦ τείχους προβέβληται. ἐτύγχανε δὲ τοῦ τε τείχους καὶ τοῦ προτειχίσματος μεταξὺ κατὰ τὰς πύλας, αἳ καταντικρὺ τοῦ Ἀμμώδιος χωρίου εἰσί, μέγα τι χρῆμα χώματος κείμενον, καὶ ἀπ’ αὐτοῦ οἱ πολέμιοι
5λανθάνειν ἐκ τοῦ ἐπὶ πλεῖστον οἷοί τε ἦσαν, ἐπὶ τῇ πό‐
Aed
.

2

.

1

.

27

λει διώρυχας ἔνερθεν τοῦ περιβόλου ποιούμενοι. ὅπερ ἐνθένδε περιελὼν καὶ περικαθήρας εὖ μάλα τὸν χῶρον, ταύτῃ τοῖς πολεμίοις τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν ἀνε‐ χαίτισε.
Aed
.

2

.

2

.

1

Τὰ μὲν οὖν τοῦ ὀχυρώματος αὐτῷ τῇδέ πη πεποίη‐ ται. καὶ ὕδατος δὲ εἰργάσατο ἔλυτρα πὴ μὲν τοῦ περι‐ βόλου καὶ τοῦ προτειχίσματος μεταξύ, πὴ δὲ ἄγχιστα τοῦ νεώ, ὃς Βαρθολομαίῳ ἀποστόλῳ ἀνεῖται πρὸς δύοντά
Aed
.

2

.

2

.

2

που τὸν ἥλιον. ῥεῖ δὲ καὶ ποταμὸς ἐκ προαστείου τῆς πόλεως διέχοντος αὐτῆς σημείων δυοῖν, ὃ δὴ Κόρδης
Aed
.

2

.

2

.

3

ἐπικαλεῖται. ἐφ’ ἑκάτερα δὲ αὐτοῦ σκοπέλω δύο ἀνέχε‐ τον ὑπεράγαν σκληρώ. πρόεισί τε μεταξὺ τῆς ἑκατέρου ὑπωρείας ἄχρι ἐς τὴν πόλιν ὁ ποταμὸς οὗτος, παρὰ τοὺς πρόποδας φερόμενος τῶν ὀρῶν, μάλιστά τε καὶ δι’ αὐτὸ
Aed
.

2

.

2

.

4

τοῖς πολεμίοις ἄτρεπτός τε καὶ ἀνέπαφος ὤν. οὐ γὰρ ἔχουσι βιάζεσθαί πη αὐτὸν ἐν ὑπτίῳ τῆς γῆς. ἐπι‐49
Aed
.

2

.

2

.

5

σπῶνται δὲ αὐτὸν ἐς τὴν πόλιν τρόπῳ τοιῷδε. ὀχετὸν μὲν ἐκ τοῦ περιβόλου πεποίηνται μέγαν, ὀβελοῖς δὲ σι‐ δηροῖς τὸ τοῦ ὀχετοῦ στόμα συχνοῖς τε καὶ ὡς παχυτά‐ τοις καταλαβόντες, τοῖς μὲν ὀρθοῖς, τοῖς δὲ ἐγκαρσίοις,
5διεπράξαντο τῷ ὕδατι ἐς τὴν πόλιν εἰσιτητὰ εἶναι, οὐκ
Aed
.

2

.

2

.

6

ἐπὶ πονηρῷ τοῦ ὀχυρώματος. οὕτω τοίνυν ἐς τὴν πόλιν ἐσιὼν καὶ τὰ ἐκείνῃ ἔλυτρα ἐμπλησάμενος, περιαγόμενός τε ὅποι ποτὲ δοκοίη τοῖς τῇδε ἀνθρώποις, εἶτα ἐκβάλλει ἐς ἑτέραν τινὰ τῆς πόλεως χώραν, ἐμφεροῦς αὐτῷ τῇ ἐς
Aed
.

2

.

2

.

7

τὴν πόλιν εἰσαγωγῇ πεποιημένης τῆς ἐκβολῆς. περιιών τε τὰ ταύτῃ πεδία ἐς πολιορκίαν εὐπετῆ ἐποιεῖτο τὴν πόλιν. ἐνταῦθα γὰρ ἐνστρατοπεδεύεσθαι τοῖς πολεμίοις
Aed
.

2

.

2

.

8

τῇ τοῦ ὕδατος περιουσίᾳ οὐ χαλεπὸν ἦν. ὅπερ ἵνα μὴ γένηται λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο, διασκοπούμενος εἴ τινα τῷ πράγματι
Aed
.

2

.

2

.

9

ἄκεσιν εὕροι. ὁ δὲ θεὸς αὐτῷ τὴν ἀμηχανίαν ἰώμενος, ἀπαυτοματίσας τὴν πρᾶξιν μελλήσει τὴν πόλιν οὐδεμιᾷ διεσώσατο. ἐγίνετο δὲ δὴ ὧδε.
Aed
.

2

.

2

.

10

Τῶν τις ἐκείνῃ στρατευσαμένων, εἴτε τινὰ ὄψιν ὀνεί‐ ρου ἰδὼν εἴτε αὐτόματος εἰς τοῦτο ἠγμένος, τῶν περὶ τὰς οἰκοδομίας τεχνιτῶν ἑταιρισάμενος πολὺν ὅμιλον, διώρυχα ἐκέλευε μακρὰν ἐντὸς τοῦ περιβόλου γεγενῆ‐
5σθαι, δείξας τι χωρίον αὐτοῖς· ὕδωρ γὰρ πότιμον ἐν‐
Aed
.

2

.

2

.

11

ταῦθα εὑρήσειν ἐκ μυχῶν ἀποβλύζον τῆς γῆς. κυκλο‐ τερῆ τε τὴν διώρυχα ἐς ποδῶν μῆκος πεντεκαίδεκα ποι‐
Aed
.

2

.

2

.

12

ησάμενος ἐπὶ πλεῖστον τὸ βάθος κατῆγε. τοῦτο τῇ πόλει
σωτήριον οὐκ ἐκ προνοίας τῶν τεχνιτῶν τούτων πεποί‐ ηται, ἀλλ’ ὅπερ ἐνταῦθα ξυμβήσεσθαι κακὸν ἔμελλεν, ἐς πᾶν ξυμφέρον διὰ τῆς κατώρυχος ἀπεκρίθη Ῥωμαίοις.50
Aed
.

2

.

2

.

13

ὄμβρων γὰρ μεταξὺ ἐξαισίων καταρραγέντων, ὁ ποταμός, οὗπερ ἐπεμνήσθην ἀρτίως, πρὸ τοῦ περιβόλου μορμύρων ἀρθείς τε ἐπὶ μέγα κατὰ τὰ ξυνειθισμένα οὐκέτι ἐχώρει, οὐ δεχομένων αὐτὸν τηλικόνδε γεγενημένον οὔτε τῶν
Aed
.

2

.

2

.

14

εἰσόδων οὔτε τοῦ ὀχετοῦ, ᾗπερ τὰ πρότερα. ξυνίστατο οὖν ἐπὶ τὸ τεῖχος ξυνάγων τὸν ῥοῦν, ἐς ὕψος τε καὶ βάθος κατατείνων πολύ, καὶ πὴ μὲν λιμνάζων, πὴ δὲ
Aed
.

2

.

2

.

15

κυρτούμενός τε καὶ κυματίας γεγενημένος. τὸ μὲν οὖν προτείχισμα βιασάμενος καθεῖλεν εὐθύς, κατασείσας δὲ καὶ πολλήν τινα τοῦ τείχους μοῖραν καὶ τὰς πύλας ἀνα‐ πετάσας πολύς τε ῥεύσας τὴν πόλιν καταλαμβάνει σχεδόν
5τι ὅλην, καὶ αὐτῆς τήν τε ἀγορὰν καὶ τοὺς στενωποὺς καὶ οὐδέν τι ἧσσον τὰς οἰκίας περιπολήσας, ἐπίπλων τε ἐνθένδε καὶ ξυλίνων τευχῶν καὶ ἄλλων τοιούτων φο‐ ρυτὸν μέγαν ἐπαγόμενος, ἐς ταύτην τε τὴν διώρυχα ἐμ‐
Aed
.

2

.

2

.

16

πεσὼν ἀφανίζεται ὑπόγειος γεγενημένος. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἄγχιστά πη τῶν Θεοδοσιουπόλεως ὁρίων ἐκδούς, ἐν χώρῳ ἐφάνη σημείοις τεσσαράκοντα διέχοντι μάλιστα Δάρας πόλεως, οἷσπερ ἐπηγάγετο ἐκ τῶν τῇδε
5οἰκίων γνωσθείς. διεφάνη γὰρ ἐνταῦθα ὁ συρφετὸς ὅλος.
Aed
.

2

.

2

.

17

καὶ τὸ λοιπὸν ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐν μέσῃ πόλει γινόμενος ὁ ποταμὸς οὗτος, περιπλέους τε τοῦ ὕδατος τοὺς θησαυροὺς ἐργασάμενος, φέρεται μὲν τῆς πόλεως ἔξω διὰ τῶν ἐξόδων αἵπερ αὐτῷ πεποίηνται
5ἐξεπίτηδες πρὸς τῶν δειμαμένων τὴν πόλιν, ὥσπερ μοι
Aed
.

2

.

2

.

18

ἔναγχος δεδιήγηται. ἀρδεύων δὲ τὰ ἐκείνῃ χωρία πο‐ θεινὸς ἅπασι τοῖς περιοικοῦσιν ἐς ἀεὶ γίνεται. ἐπειδὰν δὲ πολεμίων στρατὸς ὡς πολιορκήσων τὴν πόλιν ἐν‐ ταῦθα ἴοι, τὰς μὲν διὰ τῶν σιδηρῶν ὀβελῶν ἐξόδους51
5ἐπιβύσαντες τοῖς καταράκταις καλουμένοις, αὐτίκα τε τὸν ποταμὸν μεταπεφυκέναι καὶ τὴν ἐκβολὴν μεταπο‐ ρεύεσθαι βιασάμενοι ἀνάγκῃ χειροποιήτῳ, ἐπί τε τὴν
Aed
.

2

.

2

.

19

διώρυχα καὶ τὸ ἐνθένδε περιάγουσι χάος. καὶ ἀπ’ αὐτοῦ οἱ πολέμιοι πιεζόμενοι τοῦ ὕδατος τῇ ἀπορίᾳ διαλύειν ἀναγκάζονται τὴν πολιορκίαν εὐθύς. Μιρράνης ἀμέλει ὁ Περσῶν στρατηγὸς ἐπὶ Καβάδου βασιλεύοντος ἐπὶ
5πολιορκίᾳ ἐνταῦθα ἥκων, τούτοις τε πᾶσιν ἀναγκασθείς,
Aed
.

2

.

2

.

20

ἄπρακτος οὐκ εἰς μακρὰν ἀνεχώρησε. καὶ Χοσρόης αὐτὸς πολλῷ ὕστερον ἐπ’ αὐτῷ τούτῳ ἀφικόμενος στρατῷ με‐
Aed
.

2

.

2

.

21

γάλῳ ἐγκεχείρηκε τῇ ἐς τὴν πόλιν ἐπιβουλῇ. ὕδατός τε ἀπορίας πέρι ἀμηχανῶν, καὶ ἀποσκοπούμενος τὴν τοῦ περιβόλου ὑπερβολήν, ἄμαχόν τε αὐτὴν διαρκῶς ὑπώ‐ πτευεν εἶναι, καὶ τὰ βεβουλευμένα μεταγνούς, εὐθυωρὸν
5ἐς τὰ Περσῶν ἤθη ἀπιὼν ᾤχετο, τῇ τοῦ Ῥωμαίων αὐτο‐ κράτορος καταστρατηγηθεὶς προμηθείᾳ.
Aed
.

2

.

3

.

1

Ταῦτα μὲν οὖν ἐν πόλει Δάρας οὕτω δὴ βασιλεὺς Ἰουστινιανὸς κατεστήσατο· ὅντινα δὲ προσεποίησε τρόπον τῇ πόλει μηκέτι αὐτῇ πάθος πρὸς τοῦ ποταμοῦ ξυμβῆναι τοιοῦτον, τοῦ θεοῦ διαρρήδην αὐτῷ ξυνεπιλαμβανομένου
Aed
.

2

.

3

.

2

τὸ σπούδασμα τοῦτο, ἐγὼ δηλώσω. Χρύσης ἦν τις Ἀλε‐ ξανδρεύς, μηχανοποιὸς δεξιός, ὅσπερ βασιλεῖ τὰ ἐς τὰς οἰκοδομίας ὑπηρετῶν, τὰ πλεῖστα τῶν τε ἐν πόλει Δάρας
Aed
.

2

.

3

.

3

καὶ τῇ ἄλλῃ χώρᾳ γεγονότα ἐξείργασται. οὗτος ὁ Χρύσης
ἀπεδήμει μὲν ἡνίκα δὴ ἐν πόλει Δάρας τὸ ἐκ τοῦ ποτα‐ μοῦ πάθος ξυνέπεσεν· ἀκηκοὼς δὲ καὶ περιαλγήσας τῇ συμφορᾷ ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησεν. ὄψιν δὲ52
Aed
.

2

.

3

.

4

ὀνείρου τοιάνδε εἶδεν. ἐδόκει οἱ ἐν τῷ ὀνείρῳ τις ὑπερ‐ φυής τε καὶ τὰ ἄλλα κρείσσων ἢ ἀνθρώπῳ εἰκάζεσθαι μηχανήν τινα ἐπαγγέλλειν τε καὶ ἐνδείκνυσθαι, ἣ ἂν διακωλύειν τὸν ποταμὸν ἱκανὴ εἴη ἐπὶ πονηρῷ τῆς πό‐
Aed
.

2

.

3

.

5

λεως μηκέτι μορμύρειν. καὶ ὁ μὲν αὐτίκα θεῖον ὑπο‐ τοπήσας τὸ πρᾶγμα εἶναι, τήν τε μηχανὴν καὶ τὴν τοῦ ὀνείρου ὄψιν ἐς βασιλέα γράψας ἀνήνεγκε, σκιαγραφήσας
Aed
.

2

.

3

.

6

τὴν ἐκ τοῦ ὀνείρου διδασκαλίαν. ἐτύγχανε δὲ οὐ πολλῷ πρότερον ἄγγελος ἥκων ἐς βασιλέα ἐκ Δάρας πόλεως, ὅσπερ αὐτῷ τὰ ἐκ τοῦ ποταμοῦ ξυνενεχθέντα πάντα
Aed
.

2

.

3

.

7

ἐσήγγειλε. βασιλεὺς δὲ τότε τοῖς ξυμπεπτωκόσι ξυντα‐ ραχθεὶς καὶ περιώδυνος γεγονώς, τοὺς τὰ μηχανικὰ εὐδοκιμοῦντας εὐθὺς μετεκάλει, Ἀνθέμιόν τε καὶ Ἰσί‐
Aed
.

2

.

3

.

8

δωρον, ὧνπερ ἔμπροσθεν ἐπεμνήσθην. καὶ τὰ ξυμβεβη‐ κότα ἐπικοινούμενος ἀνεπυνθάνετο τῶν ἀνδρῶν ὁποία ποτὲ μηχανὴ γένοιτο, ὡς μή τι περαιτέρω τῇ πόλει ξυμ‐ βαίη· καὶ αὐτῶν μὲν ἑκάτερος ὑποθήκην τινὰ ἔφραζε
5τήν οἱ δοκοῦσαν ἐπιτηδείως ἐς τοῦτο ἔχειν· βασιλεὺς δέ, θείας δηλονότι ἐπινοίας αὐτῷ γενομένης τινός, οὔπω τὰ Χρύσου ἰδὼν γράμματα, ἐπενόει τε καὶ ἐσκιαγράφει αὐτο‐ γνωμονήσας ἐκ τοῦ παραδόξου ὃ δὴ τοῦ ὀνείρου ἐκτύ‐
Aed
.

2

.

3

.

9

πωμα ἦν. ἔτι δὲ τῆς βουλῆς ᾐωρημένης καὶ τοῦ πρα‐ κτέου σφίσιν ἐν ἀδήλῳ ὄντος, διέλυσαν τὸν διάλογον.
Aed
.

2

.

3

.

10

ἡμέραις τε τρισὶν ὕστερον ἧκέ τις βασιλεῖ τήν τε τοῦ
Χρύσου ἐπιστολὴν καὶ τῆς τοῦ ὀνείρου μηχανῆς τὸ ἐκ‐53
Aed
.

2

.

3

.

11

μαγεῖον ἐνδεικνύμενος. καὶ ὃς μεταπεμψάμενος τοὺς μηχανικοὺς αὖθις ἀνανεοῦσθαι τῇ μνήμῃ ἐκέλευεν ὅσα
Aed
.

2

.

3

.

12

δὴ σφίσιν ἀμφὶ τῷ ἔργῳ τὸ πρότερον δοκοῦντα εἴη. οἱ δὲ ἀπεστομάτιζον ἐφεξῆς ἅπαντα, ὅσα τε αὐτοὶ τεχνά‐ ζοντες εἶπον καὶ ὅσα βασιλεὺς ἀπαυθαδιασάμενος ἐπήγ‐
Aed
.

2

.

3

.

13

γειλε γενέσθαι. καὶ τότε δὴ βασιλεὺς τόν τε πρὸς τοῦ Χρύσου σταλέντα καὶ τὰ γράμματα ἐπιδείξας, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ ὀνείρου γεγονυῖαν ἐπὶ τῷ ἐσομένῳ ὄψιν τε καὶ σκιαγραφίαν, κατεστήσατο αὐτοὺς ἐν θαύματι με‐
5γάλῳ, ἐν νῷ ποιουμένους ὡς ἅπαντα ὁ θεὸς συνδια‐ πράσσεται τῷ βασιλεῖ τούτῳ τὰ τῇ πολιτείᾳ ξυνοίσοντα.
Aed
.

2

.

3

.

14

ἐκράτει τοίνυν ἡ τοῦ βασιλέως ἐπίταξις, ὑποχωρούσης
Aed
.

2

.

3

.

15

μηχανοποιῶν σοφίας καὶ τέχνης. καὶ γίνεται ὁ Χρύσης αὖθις ἐν πόλει Δάρας, ἐπιτεταγμένον οἱ πρὸς τοῦ βασι‐ λέως ὑποτελέσαι τὰ γεγραμμένα σπουδῇ τῇ πάσῃ, καθά‐ περ ἡ τοῦ ὀνείρου ὑποθήκη ἐπήγγελλεν. ἐποίει τε τὰ
5ἐπιτεταγμένα τρόπῳ τοιῷδε.
Aed
.

2

.

3

.

16

Ἐν χώρῳ διέχοντι τοῦ τῆς πόλεως προτειχίσματος ἐς τεσσαράκοντα μάλιστα πόδας, μεταξὺ σκοπέλου ἑκατέρου, ὧν δὴ κατὰ μέσον ὁ ποταμὸς προϊὼν φέρεται, ἀντι‐ τείχισμα ἐτεκτήνατο ὕψους τε καὶ εὔρους ἱκανῶς ἔχον.
Aed
.

2

.

3

.

17

οὗπερ τὰ πέρατα οὕτω δὴ ὄρει ἑκατέρῳ πανταχόθι ἐνῆ‐ ψεν, ὡς τῷ ὕδατι τοῦ ποταμοῦ, ἢν καὶ σφοδρότατα ἐπιρ‐
Aed
.

2

.

3

.

18

ρεύσειεν, ἐνταῦθα ἐσιτητὰ μηδαμῆ ἔσεσθαι. τοῦτο δὲ τὸ ἔργον οἱ περὶ ταῦτα σοφοὶ φράκτην ἢ ἀρίδα καλοῦ‐
Aed
.

2

.

3

.

19

σιν, ἢ ὅ τί ποτε ἄλλο ἐθέλουσιν. οὐκ ἐπ’ εὐθείας δὲ τὸ ἀντιτείχισμα πεποίηται τοῦτο, ἀλλ’ ἐπὶ τὸ μηνοειδὲς τετραμμένον, ὅπως ἂν τὸ κύρτωμα πρὸς τῇ τοῦ ποτα‐
μοῦ ἐπιρροῇ κείμενον ἔτι μᾶλλον ἀντέχειν τῷ ῥείθρῳ54
Aed
.

2

.

3

.

20

βιαζομένῳ δυνατὸν εἴη. θυρίδας δὲ ἐς τὸ ἀντιτείχισμα ἔς τε τὰ κάτω καὶ τὰ ἄνω πεποίηται. ὥστε τῷ ποταμῷ πλημμυροῦντι ἐξαπιναίως, ἂν οὕτω τύχοι, ξυνίστασθαι μὲν ἐνταῦθα ἐπάναγκες εἴη καὶ μὴ παντὶ τῷ ῥοθίῳ πε‐
5ραιτέρω χωρεῖν, ἐκροὴν δὲ κατὰ τὰς ὀπὰς ἀφιέντι βρα‐ χεῖάν τινα τοῦ μὲν ὑπερβάλλοντος ὄγκου κατὰ μικρὸν ἀπολήγειν ἀεί, τῷ δὲ τείχει λελυμασμένῳ μηδέποτε
Aed
.

2

.

3

.

21

εἶναι. ἡ γὰρ ἐκροὴ ἐν τῷ χώρῳ ξυνισταμένη, ὅσπερ ἐς τεσσαράκοντα διήκων πόδας, ᾗπέρ μοι εἴρηται, τῆς τε ἀρίδος καὶ τοῦ προτειχίσματος μεταξύ ἐστιν, οὐδαμῆ τὸ παράπαν βιαζομένη, ἀλλ’ ἐς τὰς ξυνειθισμένας εἰσόδους
5κατὰ λόγον χωροῦσα ἐς τὴν ὀχεταγωγίαν ἐνθένδε εἰσ‐
Aed
.

2

.

3

.

22

βάλλει. καὶ τὰς πύλας, ἅσπερ τὸ πρότερον βιασάμενος ἐξαπιναίως ὁ ποταμὸς ἀνεπέτασε, περιελὼν ἐντεῦθεν, λίθοις μὲν παμμεγέθεσι τὴν προτέραν αὐτῶν ἐφράξατο χώραν, ἐπεὶ ἐφ’ ὁμαλοῦ κείμεναι τῷ ποταμῷ ὑπερβλύ‐
Aed
.

2

.

3

.

23

ζοντι εὐέφοδοι ἦσαν. ἄγχιστα δέ πη ἐν χώρῳ ἀνάντει κατὰ τὸ κρημνῶδες τοῦ περιβόλου αὐτὰς ἔθετο, οὗ δὴ τῷ ποταμῷ βάσιμα ὡς ἥκιστα ἦν. ταῦτα μὲν οὖν οὕτω διαπεπόνηται τῷ βασιλεῖ τούτῳ.
Aed
.

2

.

3

.

24

Ἦν δέ τις ἐν πόλει πολλὴ ὕδατος πέρι ἀμηχανία τοῖς τῇδε ἀνθρώποις. οὔτε γὰρ ἀναβλυστάνουσαν εἶχον ἐν‐ ταῦθά πη κρήνην, οὔτε ὀχετῷ περιαγομένην ἐς τὰς ἀγυιάς, αἳ τῇδέ εἰσιν, οὔτε τισὶ θησαυριζομένην ἐκείνῃ
5ἐλύτροις, ἀλλ’ οἷς μὲν ἀγχοτάτω ὁ ποταμὸς κατὰ τὰς
ἀμφόδους ἐφέρετο, οἵδε ἀταλαιπώρως ἀρυόμενοι τῷ γειτο‐ νήματι ῥᾷστα ἔπινον, οἷς δὲ ὡς ἀπωτάτω τῆς τοῦ ποταμοῦ ἐκροῆς τὰ οἴκοι ἐτύγχανεν ὄντα, τούτοις δυοῖν τὸ ἕτερον ἐπάναγκες ἦν, ἢ τὰ ἔσχατα πονουμένοις πιεῖν, ἢ δίψει55
Aed
.

2

.

3

.

25

ἐχομένοις ἀπολωλέναι. ἀλλ’ ὀχετὸν βασιλεὺς Ἰουστινια‐ νὸς ἐτεκτήνατο μέγαν, ᾧ δὴ τὸ ὕδωρ περιαγαγὼν παν‐ ταχόσε τῆς πόλεως τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις
Aed
.

2

.

3

.

26

διέλυσεν. ἀλλὰ καὶ ἱερὰ πεποίηται δύο, τήν τε μεγάλην ἐκκλησίαν καλουμένην καὶ τὸν τοῦ ἀποστόλου Βαρθολο‐ μαίου νεών. ἔτι μέντοι καὶ τοῖς στρατιώταις καταλυτή‐ ρια ἐδείματο παμπληθῆ, ὅπως δὴ τοὺς τῇδε ᾠκημένους
5μηδαμῶς ἐνοχλοῖεν.
Aed
.

2

.

3

.

27

Καὶ Ἀμίδης δὲ πόλεως τό τε τεῖχος καὶ τὸ προτεί‐ χισμα ἐν τοῖς ἄνω γενόμενα χρόνοις καὶ ἀπ’ αὐτοῦ ὕποπτα ὄντα ἐξίτηλα γενήσεσθαι, οὐ πολλῷ ὕστερον νέᾳ τινὶ καταλαβὼν οἰκοδομίᾳ τῇ πόλει τὴν ἀσφάλειαν ἀνε‐
Aed
.

2

.

3

.

28

σώσατο. ὅσα δὲ κἀν τοῖς φρουρίοις αὐτῷ εἴργασται, ἅπερ ἐν τοῖς ὁρίοις τούτων δὴ τυγχάνει τῶν πόλεων ὄντα, ἐρῶν ἔρχομαι.
Aed
.

2

.

4

.

1

Ἐκ Δάρας πόλεως ἰόντι ἐς τὰ Περσῶν ἤθη χώρα τις ἐν ἀριστερᾷ ἐστιν ἀναμάξευτός τε καὶ ἄφιππος ὅλως, κατατείνουσα μὲν ἐς ἡμέραιν ὁδὸν δυοῖν εὐζώνῳ ἀνδρὶ μάλιστα, τελευτῶσα δὲ ἐς χῶρον σιμὸν καὶ ἀπόκρημνον,
Aed
.

2

.

4

.

2

Ῥάβδιος ὄνομα. ταύτης δὲ τῆς ἐπὶ τὸ Ῥάβδιος φερού‐ σης ὁδοῦ ἐφ’ ἑκάτερα τὰ Περσῶν ὅρια ἐπὶ μακρότατον
Aed
.

2

.

4

.

3

ξυμβαίνει εἶναι. ὅπερ μοι κατ’ ἀρχὰς ἀγαμένῳ καὶ τῶν
ἐπιχωρίων ἀναπυνθανομένῳ ὅντινα τρόπον Ῥωμαίοις προσήκουσα ὁδός τε καὶ χώρα γῆν ἑκατέρωθι τὴν πολε‐ μίαν διακεκλήρωται, ἀπήγγελλόν τινες ὡς εἴη μὲν Περ‐56
5σῶν τὸ χωρίον ποτέ, δεομένῳ δὲ τῷ Περσῶν βασιλεῖ τῶν τις Ῥωμαίων αὐτοκρατόρων ἀμπέλοις τινὰ κατα‐ κορῆ κώμην ἐπὶ Μαρτυροπόλεως οὖσαν δώσειε, τοῦτο
Aed
.

2

.

4

.

4

δὴ αὐτῆς τὸ χωρίον ἀνταλλαξάμενος. τὸ μὲν οὖν Ῥάβ‐ διος ἐπὶ πετρῶν οἰκεῖται ἀποτόμων τε καὶ ὅλως ἀγρίων,
Aed
.

2

.

4

.

5

αἵπερ ἐνταῦθα ἐπανεστήκασι θαυμάσιον ὅσον. ἔνερθεν δὲ αὐτοῦ χωρίον ἐστίν, ὅπερ καλοῦσι Ῥωμαίων ἀγρόν, ἀγασθέντες, οἶμαι, τὸ ἐξ ἀρχῆς, ὅτι δὴ ἐν μέσῳ χωρίων
Aed
.

2

.

4

.

6

Περσικῶν κείμενον Ῥωμαίοις προσήκει. οὗτος δὲ ὁ Ῥωμαίων ἀγρὸς κεῖται μὲν τῆς γῆς ἐν ὑπτίῳ, ἀγαθῶν
Aed
.

2

.

4

.

7

δέ ἐστι τῶν ἐν τοῖς ληίοις κομιδῇ εὔπορος. τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖσδε, ὅτι δὴ πανταχόθεν τὸν χῶρον περι‐ βάλλουσι τὰ Περσῶν ὅρια.
Aed
.

2

.

4

.

8

Πόλισμά ἐστιν ἐν Πέρσαις ἐπιφανὲς ἄγαν, ὄνομα Σι‐ σαυράνων, ὅπερ ποτὲ Ἰουστινιανὸς βασιλεὺς ἐξελὼν ἐς ἔδαφος καθεῖλεν, ὅμιλον πολὺν τῶν ἐν Πέρσαις ἱππέων ξὺν Βλησχάμῃ τῷ σφῶν ἡγεμόνι δορυαλώτους πεποιη‐
Aed
.

2

.

4

.

9

μένος. τοῦτο πόλεως μὲν Δάρας ὁδῷ ἡμέραιν διέχει δυοῖν εὐζώνῳ ἀνδρί· τούτου δὲ τοῦ Ῥάβδιος σημείοις
Aed
.

2

.

4

.

10

διέστηκε τρισὶ μάλιστα. πρότερον μὲν οὖν ἀφύλακτός
τε ἦν ὁ χῶρος ὅδε καὶ Ῥωμαίοις παντελῶς ἄσημος. οὐκοῦν οὔτε φρουρᾶς οὔτε ὀχυρώματος οὔτε ἄλλου ὅτουοῦν ἀγα‐57
Aed
.

2

.

4

.

11

θοῦ πρὸς αὐτῶν ἔλαχε πώποτε. Πέρσαις ἀμέλει οἱ τὸν ἀγρὸν γεωργοῦντες, οὗπερ ἐπεμνήσθην ἀρτίως, ὥσπερ ἄλλο τι ἀγγαροφοροῦντες, πεντήκοντα ἐπετείους χρυσοῦς ἔφερον [Πέρσαις], ἐφ’ ᾧ ἀδεέστερον κεκτήσονται τὰ
5αὑτῶν ἴδια καὶ καρπῶν δύνωνται τῶν τῇδε φυομένων
Aed
.

2

.

4

.

12

ὀνίνασθαι. βασιλεὺς δὲ Ἰουστινιανὸς ἅπαντα αὐτοῖς μεταπεφυκέναι διεσκευάσατο. τειχίσματι γὰρ τὸ Ῥάβδιος περιβαλὼν κατὰ τῶν πετρῶν τὴν ὑπερβολήν, αἵπερ ἐκείνῃ ἀνέχουσιν, ἀπρόσοδον αὐτὸ τοῖς πολεμίοις πεποίηται τὸ
Aed
.

2

.

4

.

13

χωρίον, δηλονότι ξυλλαμβανούσης τῆς φύσεως. ἐπεὶ δὲ ὕδατος οἱ τῇδε ᾠκημένοι ἐσπάνιζον, ἐν τῇ τῶν σκοπέ‐ λων ἀκρωρείᾳ πηγῆς ὡς ἥκιστα οὔσης, ταμιεῖά τε ὑδά‐ των εἰργάσατο δύο καὶ τὰς ἐκείνῃ πέτρας πολλαχῇ διο‐
5ρύξας παμπληθεῖς ὑδάτων θησαυροὺς διεπράξατο εἶναι, ὅπως δὴ ξυρρεόντων ὑετίων ἐνταῦθα ὑδάτων ἀδεέστερον αὐτοῖς οἱ τῇδε ἄνθρωποι δύνωνται χρῆσθαι, ὡς μὴ τοῦ ὕδατος πιεζόμενοι τῇ ἀπορίᾳ εὐάλωτοι εἶεν.
Aed
.

2

.

4

.

14

Καὶ τὰ ἄλλα δὲ φρούρια πάντα ἐν ὄρει κείμενα, ἅπερ ἐνθένδε τε καὶ ἐκ Δάρας πόλεως ἄχρι ἐς Ἄμιδαν διήκειν ξυμβαίνει, τό τε Κιφὰς καὶ Σαυρὰς καὶ Μάργδις τε καὶ Λούρνης τό τε Ἰδριφθὸν καὶ Ἀταχὰς καὶ Σίφριός τε καὶ
5Ῥιπαλθὰς καὶ Βανασυμέων, ἔτι μέντοι καὶ Σινὰς καὶ Ῥά‐
σιος, καὶ Δαβανάς, καὶ ὅσα ἄλλα ἐνταῦθα ἐκ παλαιοῦ ἐστι, γελοιότατα δῆθεν τῷ σχήματι ἀποτεθριγκωμένα τὸ πρό‐ τερον ἀνοικοδομησάμενος σὺν τῷ ἀσφαλεῖ ἔς τε τὸ νῦν φαινόμενον κάλλος τε καὶ ὀχύρωμα μεταθέμενος ἀνάλωτα58
10εἶναι καὶ προβεβλῆσθαι Ῥωμαίων τῆς γῆς βεβαιότατα
Aed
.

2

.

4

.

15

κατεστήσατο. ἐνταῦθα ὄρος οὐρανόμηκες ἀποκρέμαται,
Aed
.

2

.

4

.

16

ἀπόκρημνόν τε καὶ προσελθεῖν ἀμήχανον ὅλως. ἐν πε‐ δίῳ δὲ ὑπόκειται χώρα γεώδης τε καὶ μαλθακὴ λίαν, ἀγαθὴ μὲν ἀρόσαι, θρέμμασι δὲ ἀτεχνῶς εὔνομος. ἐπι‐
Aed
.

2

.

4

.

17

εικῶς γὰρ τῇ πόᾳ χλοάζει. παμπληθεῖς δὲ κῶμαι παρὰ τοὺς πρόποδας τοῦ ὄρους εἰσίν. οἰκοῦσί τε αὐτὰς ἄν‐ θρωποι τὰ μὲν ἐς κτῆσιν τῶν ἐπιτηδείων εὐδαίμονες,
Aed
.

2

.

4

.

18

εὐάλωτοι δέ, εἴ τις προσίοι. ὅπερ αὐτοῖς ἐπηνώρθωσεν Ἰουστινιανὸς βασιλεύς, φρούριον ἐπὶ τοῦ ὄρους τῇ ἀκρω‐ νυχίᾳ δειμάμενος, ἵνα δὴ τὰ σφίσιν ἐναποθέμενοι τιμιώ‐ τατα, ἐπειδὰν προσίοιεν οἱ πολέμιοι, ἀνατρέχοντες δια‐
Aed
.

2

.

4

.

19

σώζωνται· Βασιλέων δὲ τὸ φρούριον ἐπωνόμασται. καὶ μὴν καὶ τὰ ἀμφὶ πόλιν Ἄμιδαν φρούρια, πηλῷ τε περι‐ βεβλημένα καὶ τοῖς πολεμίοις βάσιμα παντάπασιν ὄντα, ἐς τὸ ἀκριβὲς ἀνοικοδομησάμενος ἅπαντα ἐς τῆς ἀσφα‐
Aed
.

2

.

4

.

20

λείας τὸ ἀκριβέστατον μετεστήσατο. ἐν οἷς τό τε Ἀπάδ‐ νας καὶ τὸ Βιρθὸν πολίχνιόν ἐστιν. ἅπαντα γὰρ ἀκρι‐
Aed
.

2

.

4

.

21

βολογεῖσθαι πρὸς ὄνομα οὐκ εὐπετές ἐστι. συνελόντα δὲ εἰπεῖν ἅπαντα πρότερον τοῖς ἐπιβουλεύουσιν ὑποκεί‐ μενα τανῦν ἀνανταγώνιστα πεποίηκεν εἶναι. καὶ ἀπ’ αὐτοῦ ἡ Μεσοποταμία τῷ Περσῶν γένει ἄβατος διαφα‐
5νῶς ἐστιν.
Aed
.

2

.

4

.

22

Οὐ σιωπητέον δὲ οὐδὲ ὅπερ ἐν τῷ Βάρας φρουρίῳ ἐξεῦρεν, οὗπερ ἐπεμνήσθην ἀρτίως. τὰ μὲν γὰρ τοῦ φρουρίου ἐντὸς ἄνυδρα τὸ παράπαν ὄντα ἐτύγχανεν, ἐν ὄρει δὲ ὑψηλῷ μάλιστα κατὰ τὸ κρημνῶδες τὸ Βάρας59
Aed
.

2

.

4

.

23

τοῦτο πεποίηται. ἔκτοσθεν δὲ αὐτοῦ ὡς ἀπωτάτω ἐν τῇ ὑπωρεία μετὰ τὸ πρανὲς 〈κρήνη ἦν〉, ἥνπερ ἐδόκει ἀξύμ‐ φορον εἶναι τῷ τειχίσματι τοῦ φρουρίου περιβαλεῖν, ὡς μή τις αὐτοῦ μοῖρα ἐν ὑπτίῳ κειμένη εὐάλωτος εἴη.
Aed
.

2

.

4

.

24

ἐπενόει δὲ τάδε. τὰ ἐντὸς τοῦ περιβόλου διορύσσειν ἐκέλευεν ἕως ἐς τὸ ὁμαλὲς μάλιστα ἵκωνται. ὅπερ ἐπεὶ ὑπετελέσθη κατὰ τὴν τοῦ βασιλέως ἐπίταξιν, ἐπιρρέον ἐνταῦθα τὸ ὕδωρ ἐκ τῆς πηγῆς παρὰ δόξαν ἐφάνη. οὕτω
5τε καὶ τὸ φρούριον δεδημιούργηται ξὺν τῷ ἀσφαλεῖ καὶ ὕδατος πέρι ἐν ἐπιτηδείῳ φαίνεται κείμενον.
Aed
.

2

.

5

.

1

Οὕτω δὲ καὶ Θεοδοσιουπόλεως, τῆς παρὰ ποταμὸν Ἀβόρραν γῆς τῆς Ῥωμαίων προβεβλημένης, τὸν περί‐ βολον, ὅνπερ ὁ χρόνος κατεργάσασθαι μάλιστα ἴσχυσε, καὶ ἀπ’ αὐτοῦ τοῖς τῇδε ἀνθρώποις οὐχ ὑπὲρ τῆς ἀσφα‐
5λείας ἐδίδου θαρρεῖν, ἀλλὰ διηνεκὲς ἅπαντας ἐξέπλησσε, δεδισσόμενος ὅτι δὴ οὐκ εἰς μακρὰν αὐτοῖς ἐμπεσεῖται, ἀνοικοδομησάμενος ἐκ τοῦ ἐπὶ πλεῖστον ὁ βασιλεὺς οὗτος διακωλύειν τάς γε κατὰ Μεσοποταμίαν Περσῶν ἐσβολὰς ἱκανῶς ἔσχεν.
Aed
.

2

.

5

.

2

Οἷα δὲ καὶ ἐν Κωνσταντίνῃ ἐπιδέδεικται εἰπεῖν ἄξιον. ἦν μὲν τὰ πρότερα ὁ Κωνσταντίνης περίβολος τό τε ὕψος κλίμακι ἁλωτὸς τήν τε ἄλλην κατασκευὴν εὐέφοδος
ἄγαν, ὥσπερ τι πάρεργον γεγενημένος τοῖς πάλαι ἀν‐60
Aed
.

2

.

5

.

3

θρώποις. τοσούτῳ γὰρ διειστήκεισαν οἱ πύργοι ἀλλή‐ λων ὥστε, εἰ προσβαλοῦντές τινες ἐς τὴν μεταξὺ χώραν προσίοιεν, οὐκ εἶχον οἱ κατὰ τοὺς πύργους ἑστῶτες καθ’ ὅτι ἂν αὐτοὺς ἀμυνόμενοι ἀποκρούοιντο. ἀλλὰ μὴν καὶ
5χρόνου μήκει πεπονηκὼς ἐκ τοῦ ἐπὶ πλεῖστον τοῦ κατα‐
Aed
.

2

.

5

.

4

πεπτωκέναι οὐ μακράν που ἐγένετο. πρὸς δὲ καὶ τοι‐ οῦτο τῇ πόλει προτείχισμα ἦν οἷον ἐπιτείχισμα κατ’ αὐτῆς γεγονέναι δοκεῖν. οὐ πλέον γὰρ αὐτοῦ ἢ ἐς πόδας τρεῖς ἐγεγόνει τὸ πάχος, καὶ αὐτὸ μέντοι πηλῷ σύνθε‐
5τον, τὰ μὲν κάτω ἐς ὀλίγον ἐκ λίθου μυλίτου ἀνεστηκός, τὰ δὲ ὕπερθεν ἐκ τοῦ λευκολίθου καλουμένου, σφαλεροῦ τε ὄντος καὶ μαλακοῦ λίαν. ὥστε δὴ ὅλον ἦν τοῖς ἐπι‐
Aed
.

2

.

5

.

5

οῦσιν εὐάλωτον. βασιλεὺς δὲ Ἰουστινιανὸς τὰ μὲν πε‐ πονηκότα τοῦ περιβόλου νέᾳ τινὶ ἀνεσώσατο οἰκοδομίᾳ, καὶ διαφερόντως τὰ πρὸς ἥλιον δύοντα τετραμμένα καὶ
Aed
.

2

.

5

.

6

βορρᾶν ἄνεμον. τοῦ δὲ δὴ ἐρύματος πανταχῆ μεταξὺ πύργοιν δυοῖν ἄλλον ἐντέθεικε, καὶ ἀπ’ αὐτοῦ πύργοι ἅπαντες ὡς ἀγχοτάτω ἀλλήλοις ὄντες τοῦ περιβόλου προ‐
Aed
.

2

.

5

.

7

βέβληνται. ὅλῳ δὲ τῷ τείχει καὶ πᾶσι πύργοις μέγα τι χρῆμα ὕψους ἐνθέμενος ἄμαχον τοῖς πολεμίοις τὸ τῆς
Aed
.

2

.

5

.

8

πόλεως ὀχύρωμα κατεστήσατο. ἀλλὰ καὶ ἀνόδους τοῖς πύργοις κεκαλυμμένας πεποιημένος, τριωρόφους τε αὐ‐ τοὺς λίθων ἐπιβολαῖς τεκτηνάμενος κυρτώμασι γεγονυί‐ αις θόλων, πυργοκάστελλον αὐτῶν ἕκαστον εἶναί 〈τε〉
Aed
.

2

.

5

.

9

καὶ καλεῖσθαι πεποίηκε. καστέλλους γὰρ τὰ φρούρια τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλὰ καὶ ἀμφὶ τοῖς ὕδασιν ἡ
Aed
.

2

.

5

.

10

Κωνσταντίνα τὰ ἀνήκεστα ἔπασχε πρότερον. τὰ μὲν γὰρ
ἐκτός, ὅσον ἐκ σημείου ἑνός, πηγαί τέ εἰσι ποτίμων ὑδά‐ των καὶ ἄλσος ἐνθένδε φύεται ἐπιεικῶς μέγα, οὐρανο‐ μήκεσι κατάφυτον δένδροις· τὰ μέντοι ἐντός, ἵνα δὴ οὐκ61
5ἐφ’ ὁμαλοῦ, ἀλλ’ ἐν τῷ ἀνάντει τὰς ἀγυιὰς συμβαίνει εἶναι, ἄνυδρός τε ἦν ἡ πόλις ἐκ παλαιοῦ καὶ δίψῃ τε καὶ
Aed
.

2

.

5

.

11

ἀμηχανίᾳ πολλῇ οἱ τῇδε ᾠκημένοι ἐς ἀεὶ εἴχοντο. βασι‐ λεὺς δὲ Ἰουστινιανὸς ὀχετῷ τὸ ῥεῖθρον μεταβιβάσας τοῦ τείχους ἐντός, κρήναις τε τὴν πόλιν ἀειρρύτοις διακοσ‐ μήσας, οἰκιστὴς ἂν αὐτῆς δικαίως καλοῖτο. τὰ μὲν οὖν
5ἐς τάσδε τὰς πόλεις ταύτῃ Ἰουστινιανῷ βασιλεῖ εἴρ‐ γασται.
Aed
.

2

.

6

.

1

Ἦν δὲ Ῥωμαίων φρούριον παρὰ ποταμὸν Εὐφρά‐ την ἐν τοῖς Μεσοποταμίας ἐσχάτοις, ἵνα δὴ Ἀβόρρας ποταμὸς τῷ Εὐφράτῃ ἀναμιγνύμενος τὴν ἐκβολὴν ἐν‐
Aed
.

2

.

6

.

2

ταῦθα ποιεῖται. τοῦτο Κιρκήσιον μὲν ὀνομάζεται, βασι‐ λεὺς δὲ αὐτὸ Διοκλητιανὸς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο.
Aed
.

2

.

6

.

3

Ἰουστινιανὸς δὲ τανῦν βασιλεὺς χρόνου τε μήκει εὑρὼν συντριβὲς γεγονός, ἀπημελημένον δὲ καὶ ἄλλως ἀφύλα‐ κτον ὄν, ἐς ὀχύρωμα βεβαιότατον μετεστήσατο, πόλιν τε
Aed
.

2

.

6

.

4

διεπράξατο μεγέθει καὶ κάλλει περιφανῆ εἶναι. Διοκλη‐ τιανὸς μὲν γὰρ τηνικάδε τὸ φρούριον πεποίηται τοῦτο οὐχ ὅλον ἐν κύκλῳ τείχει περιβαλών, ἀλλὰ μέχρι μὲν ἐς ποταμὸν Εὐφράτην ἐπεξαγαγὼν τὴν τοῦ περιβόλου οἰκο‐
5δομίαν καὶ πύργον ἑκατέρωθι ἀπεργασάμενος ἔσχατον, ἀπολιπὼν δὲ τὴν ἐνθένδε τοῦ χωρίου πλευρὰν ἀτείχι‐ στον ὅλως, ἀποχρῆναι, οἶμαι, τὸ τοῦ ποταμοῦ ὕδωρ ἐς
Aed
.

2

.

6

.

5

τὸ τοῦ φρουρίου ὀχύρωμα τῇδε ἡγούμενος. προϊόντος
δὲ χρόνου τὸν ἔσχατον πύργον, ὃς δὴ ἐτέτραπτο πρὸς ἄνεμον νότον, τὸ τοῦ ποταμοῦ ῥόθιον παραξύον ἐνδε‐ λεχέστατα κατέσεισεν ὅλον, ἔνδηλός τε ἦν ὡς, εἰ μὴ βοη‐62
5θοίη τις ὅ τι τάχιστα, καταπεσεῖται αὐτίκα δὴ μάλα.
Aed
.

2

.

6

.

6

ἐφάνη τοίνυν Ἰουστινιανὸς βασιλεὺς τοῦτο πρὸς τοῦ θεοῦ κεκομισμένος ἀξίωμα, πάσης ἐπιμελεῖσθαι καὶ ὡς
Aed
.

2

.

6

.

7

ἔνι μάλιστα μεταποιεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς· ὃς δὴ οὐ μόνον τὸν πεπονθότα πύργον ἐσώσατο, ἀνοικοδομη‐ σάμενος αὐτὸν μυλίῳ λίθῳ καὶ φύσει σκληρῷ, ἀλλὰ καὶ τοῦ φρουρίου τὴν ἀτείχιστον πλευρὰν ξύμπασαν ὀχυρω‐
5τάτῳ περιβέβληκε τείχει, διπλασιάσας αὐτῇ πρὸς τῷ πο‐
Aed
.

2

.

6

.

8

ταμῷ τὴν ἐκ τοῦ περιβόλου ἀσφάλειαν. πρὸς ἐπὶ τού‐ τοις δὲ καὶ προτείχισμα ἐχυρώτατον προσεποίησεν αὐτὸς τῇ πόλει, καὶ διαφερόντως οὗ δὴ τοῖν ποταμοῖν ἡ ἐς ἀλλήλους ἐπιμιξία τρίγωνον ἀποτελεῖ σχῆμα, ταύτῃ τε
Aed
.

2

.

6

.

9

τὰς ἐνθένδε τῶν πολεμίων ἐπιβουλὰς ἀπεκρούσατο. καὶ στρατιωτικῶν δὲ καταλόγων ἄρχοντα τῇδε καταστησά‐ μενος, ὃν δοῦκα καλοῦσι, διηνεκὲς ἐνταῦθα καθιζησό‐ μενον, ἀποχρῶν φυλακτήριον πεποίηκεν εἶναι τῇ τῆς
Aed
.

2

.

6

.

10

πολιτείας ἀρχῇ. καὶ τὸ βαλανεῖον δέ, ὅπερ δημοσίᾳ τὴν χρείαν τοῖς τῇδε ᾠκημένοις παρέχεται, ἀνόνητον ὅλως τῇ τοῦ ποταμοῦ ἐπιρροῇ γεγενημένον ἐνεργεῖν τε τὰ ξυνειθισμένα οὐκέτι ἔχον, ἐς τὸν νῦν ὄντα μετέθηκε
Aed
.

2

.

6

.

11

κόσμον. ὅσα μὲν γὰρ αὐτοῦ ἀπεκρέματο πρότερον ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστῶτα κατὰ τὸ τῶν λουτρῶν τῇ χρείᾳ συνοῖσον (ὧν δὴ ἔνερθε τὸ πῦρ καίεται, χυτρόπο‐ δάς τε καλεῖν αὐτὰ νενομίκασι), ταῦτα δὴ ἅπαντα τῇ
5τοῦ ὕδατος ἐπιρροῇ ἀποκείμενα πρόσθεν εὑρών, καὶ ἀπ’
αὐτοῦ τὴν χρείαν τῷ βαλανείῳ διεφθαρμένην, λίθων μὲν αὐτὸς ἐμπεδώσας ἐπιβολαῖς ὅσα πρότερον ἀπεκρέ‐ ματο, ᾗπέρ μοι εἴρηται, ἑτέραν καθύπερθεν ἀποκρεμάσας οἰκοδομίαν, ἵνα δὴ ἀπρόσοδα τῷ ποταμῷ ἐστιν, ἀνεσώ‐63
10σατο τὴν ἐνθένδε εὐπάθειαν τοῖς τῇδε φρουροῖς. τὰ μὲν δὴ τοῦ Κιρκησίου ἐς τόνδε τὸν τρόπον δεδημιούρ‐ γηται τῷ βασιλεῖ τούτῳ.
Aed
.

2

.

6

.

12

Μετὰ δὲ τὸ Κιρκήσιον φρούριόν ἐστι παλαιόν, Ἀννού‐ κας ὄνομα, οὗπερ ἐρείπιον τὸ τεῖχος εὑρὼν οὕτω δὴ μεγαλοπρεπῶς ἀνῳκοδομήσατο Ἰουστινιανὸς βασιλεὺς ὡς μηδὲ τῶν τινος ἐπιφανεστάτων πόλεων ὀχυρώματος πέρι
Aed
.

2

.

6

.

13

τὰ δευτερεῖα τὸ λοιπὸν φέρεσθαι. τρόπῳ δὲ τῷ αὐτῷ καὶ τὰ φρούρια, ὅσα δὴ ἀμφὶ πόλιν Θεοδοσιούπολιν κεῖ‐ ται, τὰ μὲν ἀτείχιστα τὸ πρότερον ὄντα, τὰ δὲ πηλῷ τε καὶ τῇ ἐνθένδε γελωτοποιίᾳ τετειχισμένα αἱμασιᾶς τρό‐
5πον, φοβερά τε τανῦν καὶ τὸ παράπαν ἀπρόσβατα τοῖς
Aed
.

2

.

6

.

14

ἐπιοῦσιν εἰργάσατο· τό τε Μαγδαλαθὼν σὺν ἑτέροιν δυοῖν, ἅπερ αὐτοῦ ἑκατέρωθεν τυγχάνει ὄντα, καὶ Θαν‐ νούριος δύο, μικρόν τε καὶ μέγα, καὶ Βιμισδεὼν καὶ Θήμερες, ἔτι δὲ Βιδάμας καὶ Δαυσαρὼν καὶ Θιόλλα,
5Φιχάς τε καὶ Ζαμαρθὰς καὶ τὰ λοιπὰ ὡς εἰπεῖν ἅπαντα.
Aed
.

2

.

6

.

15

ἦν δέ τις χῶρος παρὰ Θαννούριος τὸ μέγα, ᾧ δὴ ἐπι‐ χωριάζειν Σαρακηνοῖς τοῖς πολεμίοις διαβαίνουσι ποτα‐ μὸν Ἀβόρραν πολλὴ ἐξουσία ἐγίνετο, ἔνθεν δὲ ὁρμωμέ‐ νοις διασκεδάννυσθαι μὲν ἀνά τε τὴν ὕλην δασεῖάν τε
5καὶ ἀμφιλαφῆ οὖσαν καὶ τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, κατα‐ θεῖν τε ἀδεέστερον τοὺς ᾠκημένους ἀμφὶ τὰ ἐκείνῃ χω‐
Aed
.

2

.

6

.

16

ρία Ῥωμαίους. ἀλλὰ νῦν πύργον κομιδῇ μέγαν ἐκ λίθου
σκληροῦ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ χώρῳ τούτῳ δει‐ μάμενος ἐνταῦθά τε φρουρὰν ἀξιολογωτάτην καταστη‐ σάμενος ἀναστέλλειν τὰς τῶν πολεμίων ἐπιδρομὰς παν‐64
5τελῶς ἴσχυσε, τοῦτον ἐπιτεχνησάμενος κατ’ αὐτῶν πρό‐ βολον.
Aed
.

2

.

7

.

1

Τὰ μὲν ἐπὶ Μεσοποταμίας τῇδε Ἰουστινιανῷ βα‐ σιλεῖ εἴργασται. ἀναγκαῖον δέ μοι ἐνταῦθα τοῦ λόγου Ἐδέσσης τε καὶ Καρρῶν καὶ Καλλινίκου καὶ τῶν ἄλλων πολιχνῶν ἁπασῶν ἐπιμνησθῆναι, ἅσπερ ἐκείνῃ ξυμβαίνει
Aed
.

2

.

7

.

2

εἶναι, ἐπεὶ καὶ αὐταὶ τοῖν ποταμοῖν μεταξὺ κεῖνται. τὴν Ἔδεσσαν ποταμὸς παραρρεῖ τὸ ῥεῦμα βραχύς, Σκιρτὸς ὄνομα, ὃς δὴ ἐκ χωρίων πολλῶν ξυνάγων τὸ ῥεῖθρον
Aed
.

2

.

7

.

3

ἐπὶ τὴν πόλιν φέρεται μέσην. ἐνθένδε τε ἐξιὼν ἐπίπρο‐ σθεν ἵεται, ἐπειδὰν αὐτάρκη παρέχηται τῇ πόλει τὴν χρείαν τῶν τε εἰσόδων αὐτοῦ καὶ ἐκβολῶν δι’ ὀχεταγω‐ γίας κατὰ τὸ τεῖχος πεποιημένων τοῖς πάλαι ἀνθρώποις.
Aed
.

2

.

7

.

4

οὗτός ποτε ὁ ποταμός, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, ὑπερπεφυκώς τε ὑψοῦ ἀνεῖχε καὶ ὡς καταλύσων τὴν
Aed
.

2

.

7

.

5

πόλιν ἐπῄει. τοῦ τοίνυν προτειχίσματος καὶ τοῦ περι‐ βόλου καθελὼν ἐς τὸ ἔδαφος πολλήν τινα μοῖραν τὴν πόλιν περιεβάλετο σχεδόν τι ὅλην, ἔργα τε ἀνήκεστα τῇδε εἰργάσατο. τῶν τε γὰρ οἰκοδομημάτων τὰ κάλλιστα
5ἐξίτηλα ἐξαπιναίως πεποίηται καὶ τῶν ἀνθρώπων τὸ
Aed
.

2

.

7

.

6

τριτημόριον διεχρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς μὴ ὅτι ἀνεσώσατο τῇ πόλει τὰ καθῃρημένα εὐθὺς ἅπαντα, ἐν οἷς ἥ τε τῶν Χριστιανῶν ἐκκλησία καὶ ὁ καλούμενος Ἀντίφορος ἦν, ἀλλὰ καὶ ὅπως μή τι αὐτῇ καὶ αὖθις
Aed
.

2

.

7

.

7

τοιοῦτο ξυμβαίη διεπράξατο σπουδῇ τῇ πάσῃ. πορείαν γὰρ ἑτέραν πρὸ τοῦ περιβόλου τῷ ποταμῷ νεοχμοῦν65
Aed
.

2

.

7

.

8

ἴσχυσε, τοιᾷδε αὐτὸν περιελθὼν τέχνῃ. τὰ μὲν ἐν δεξιᾷ τοῦ ποταμοῦ ὕπτιά τε καὶ χθαμαλὰ πρότερον ἦν, τὰ δὲ δὴ ἐν ἀριστερᾷ ὄρος ἀπότομον, οὐκ ἐπιχωροῦν αὐτῷ ἐπικλίνειν που ἢ ἐκτρέπεσθαι τῆς ξυνειθισμένης ὁδοῦ,
5ἀλλ’ ἐπὶ τὴν πόλιν αὐτὴν διωθούμενον ἀνάγκῃ τῇ πάσῃ. οὐ γὰρ ἦν τι αὐτὸν ἐπὶ δεξιᾷ ξυμποδίζον, ἡνίκα ἂν τῆς
Aed
.

2

.

7

.

9

πόλεως εὐθὺ φέροιτο. τοῦτο οὖν τὸ ὄρος ἀποτεμὼν ὅλον κοῖλα μὲν τοῦ ποταμοῦ τὰ ἐν ἀριστερᾷ καὶ γλαφυρώτερα τῆς αὐτοῦ πορείας κατεσκεύαστο, ἐν δεξιᾷ δὲ τοῖχον ὑπερ‐ μεγέθη ἐκ λίθων ἁμαξιαίων συνέστησεν, ὥστε, εἰ μὲν
5κατὰ τὰ εἰωθότα ὁ ποταμὸς μέτριος φέρηται, μήποτε ἀποστεροῖτο τῆς ἐνθένδε ὠφελείας ἡ πόλις, ἐπειδὰν δὲ τύχῃ τινὶ ἐς ὕψος ἀρθεὶς ὑπερβλύζοι, μετρία μέν τις αὐτοῦ ἐκροὴ ἐπὶ τὴν πόλιν κατὰ τὰ ξυνειθισμένα χωροίη, τοῦ δὲ ῥοθίου τὸ ἐπιγινόμενον ἐς τὴν Ἰουστινιανοῦ ἐπι‐
10τέχνησιν ἀναγκαστὸν ἴοι, ἐς τοῦ ἱπποδρόμου τὰ ὄπισθεν οὐ μακράν που ὄντος τέχνῃ τε ἀνθρωπείᾳ καὶ γνώμῃ
Aed
.

2

.

7

.

10

προμηθεῖ παρὰ δόξαν νενικημένον. ἀλλὰ καὶ τῷ ποταμῷ τῆς πόλεως γινομένῳ ἐντὸς ὀρθήν τινα πορείας ἀνάγκην ἀπεργασάμενος, ὕπερθέν τε οἰκοδομίαν ἑκατέρωθι ἐπι‐ κρεμάσας, ὡς μὴ ἐκτρέπεσθαι τῆς ὁδοῦ δύναιτο, καὶ τὴν
5χρείαν τῇ πόλει ἐσώσατο καὶ δέους αὐτὴν τοῦ ἐνθένδε
Aed
.

2

.

7

.

11

ἀπήλλαξεν. ἐτύγχανε δὲ τὸ Ἐδέσσης τεῖχος καὶ προτεί‐ χισμα οὐδέν τι ἧσσον διὰ χρόνου μῆκος ἐν τοῖς ἐρειπίοις
Aed
.

2

.

7

.

12

ταττόμενον ἐκ τοῦ ἐπὶ πλεῖστον. διὸ δὴ ἄμφω ἀνοικο‐ δομησάμενος βασιλεύς, νέα τε αὐτὰ κατεστήσατο καὶ
Aed
.

2

.

7

.

13

πολλῷ ἐχυρώτερα ἢ πρότερον ἦν. μοῖρα δέ τις τοῦ
Ἐδέσσης περιβόλου φρούριον κέκτηται, ἧς δὴ ἔκτοσθέν τις ἐπανειστήκει λόφος ὡς πλησιαίτατα ὑποκειμένῃ ἐπι‐66
Aed
.

2

.

7

.

14

κύπτων ἐνταῦθα τῇ πόλει· ὅνπερ ἐκ παλαιοῦ καταλα‐ βόντες ἐπιτείχισμά τι οἱ ἐπιχώριοι ἐντὸς τοῦ περιβόλου
Aed
.

2

.

7

.

15

πεποίηνται, ὡς μὴ ἐπίμαχον ποιοίη τὴν πόλιν. ἀλλὰ ταύτῃ ἐπιμαχωτέραν αὐτὴν παρὰ πολὺ ἀπειργάσαντο· διατείχισμα γὰρ ὡς βραχύτατον ἐπὶ τῷ ἀνειμένῳ τῆς γῆς κείμενον καὶ παιδαρίοις τειχομαχίαν ἐμμελετῶσιν ἁλώ‐
Aed
.

2

.

7

.

16

σιμον ἦν. οὗ δὴ ἐνθένδε καθῃρημένου ἕτερον ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ τεῖχος ἀνέστη, βασιλέως Ἰουστινιανοῦ διαπόνημα, δέος μὲν ἐξ ἐπιθέσεως καθύπερθε γενησο‐ μένης οὐδαμῆ ἔχον, συγκαταβαῖνον δὲ τῇ ὑπωρείᾳ μέχρι
5ἐς τὸ πρανὲς ἑκατέρωθεν καὶ τῷ περιβόλῳ ἐναρμοζόμενον.
Aed
.

2

.

7

.

17

Ἀλλὰ μὴν καὶ Καρρῶν καὶ Καλλινίκου πόλεως τά τε τείχη καὶ τὰ προτειχίσματα καθελών, ἅπερ ὁ πολὺς αἰὼν μεταξὺ ἐπιρρεύσας διέφθειρε, τανῦν τε ἀκραιφνῆ ἀπερ‐
Aed
.

2

.

7

.

18

γασάμενος, ἀμαχώτατα κατεστήσατο. ἔτι μέντοι καὶ φρού‐ ριον, ὃ ἐν Βάτναις ἦν, ἀτείχιστόν τε καὶ ἀπημελημένον τὰ πρότερα ὄν, τείχεσιν ἐχυρωτάτοις περιβαλὼν ἐς τὸν νῦν φαινόμενον μετήνεγκε κόσμον.
Aed
.

2

.

8

.

1

Ταῦτα μὲν οὖν τρόπῳ, ᾧπέρ μοι ἐρρήθη, ἐπί τε Μεσοποταμίας καὶ Ὀσροηνῆς τῆς καλουμένης Ἰουστι‐
Aed
.

2

.

8

.

2

νιανῷ βασιλεῖ πεποίηται. ὅντινα δὲ τρόπον Εὐφράτου ποταμοῦ τὰ ἐν δεξιᾷ ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. τὰ μὲν ἄλλα Ῥωμαίων τε καὶ Περσῶν ὅρια τῇδέ πη ἔχει. γειτονοῦσιν ἑκατέρων ἀλλήλοις χωρία, ὁρμώμενοί τε ἀπὸ
Aed
.

2

.

8

.

3

τῶν οἰκείων ἀμφότεροι καὶ διαμάχονται καὶ συμβάλλουσι
τὰς συναλλαγάς, οἷά γε τὰ ἀνθρώπεια, ὁπηνίκα τοῖς τε ἤθεσι καὶ ταῖς πολιτείαις διάφοροι ὄντες χώραν τινὰ67
Aed
.

2

.

8

.

4

ὅμορον ἔχουσιν. ἐν δέ γε τῇ πάλαι μὲν Κομμαγηνῇ χώρᾳ, τανῦν δὲ καλουμένῃ Εὐφρατησίᾳ, οὐδαμῆ ἀλλή‐ λων ἄγχιστα ᾤκηνται. χώρα γὰρ ἔρημος καὶ ἄγονος ὅλως διορίζει ἐπὶ μακρότατον τὰ Ῥωμαίων τε καὶ Περσῶν ὅρια,
Aed
.

2

.

8

.

5

περιμάχητόν τε οὐδὲν ἔχουσα. ἑκάτεροι μέντοι ἐν ἐρήμῳ, ἥπερ ἄγχιστα γῆς τῆς πρὸς αὐτῶν οἰκουμένης τυγχάνει οὖσα, φρούρια παρέργως ᾠκοδομήσαντο ἐκ πλίνθου
Aed
.

2

.

8

.

6

ὠμῆς· ἅπερ ἐπιβουλῆς οὐδεμιᾶς παρὰ τῶν πέλας ἔτυχε πώποτε, ἀλλ’ ἀνεπιφθόνως ἀμφότεροι τῇδε ᾠκήσαντο, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἂν καὶ οἱ ἐναντίοι ἐφεῖντο.
Aed
.

2

.

8

.

7

βασιλεὺς δὲ Διοκλητιανὸς τρία φρούρια τὸν τρόπον τοῦ‐ τον ἐν τῇ ἐρήμῳ ταύτῃ ἐδείματο· ὧνπερ ἕν, Μαμβρὶ ὄνομα, καταπεπονηκὸς τῷ μακρῷ χρόνῳ Ἰουστινιανὸς ἀνενεώσατο βασιλεύς.
Aed
.

2

.

8

.

8

Τούτου δὲ τοῦ φρουρίου ἐκ σημείων μάλιστα πέντε ἐς τὰ Ῥωμαίων ἤθη ἰόντι Ζηνοβία ποτὲ Ὀδονάθου γυνὴ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος πόλιν ᾤκισέ που ἐν‐ ταῦθά τινα ἐν τοῖς ἄνω χρόνοις βραχεῖαν, καὶ τὸ ὄνομα
Aed
.

2

.

8

.

9

ἀφῆκε τῇ πόλει. Ζηνοβίαν γὰρ αὐτήν, ὡς τὸ εἰκός, ἐπω‐ νόμασεν. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος ἐρείπιον αὐτῆς τὸν περίβολον κατεστήσατο, ἅτε Ῥωμαίων αὐτῆς ἐπιμελεῖσθαι οὐδαμῆ ἀξιούντων, ἔρημόν
Aed
.

2

.

8

.

10

τε αὐτὴν τῶν ἐνοικούντων παντάπασι διειργάσατο. παρῆν οὖν Πέρσαις κατ’ ἐξουσίαν, ἡνίκα ἂν ᾖ βουλομένοις
σφίσιν, ἐν μέσοις γενέσθαι Ῥωμαίοις, ἀνηκόοις ἔτι τῆς68
Aed
.

2

.

8

.

11

τῶν πολεμίων ἐφόδου οὖσιν. ἀλλὰ τὴν Ζηνοβίαν Ἰου‐ στινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος σύμπασαν, οἰκη‐ τόρων τε κατακόρως ἐμπλησάμενος, ἄρχοντά τε στρα‐ τιωτικῶν καταλόγων καὶ διαρκὲς ἄγαν καταστησάμενος
5φυλακτήριον, πρόβολον μὲν εἶναι τῆς Ῥωμαίων ἀρχῆς,
Aed
.

2

.

8

.

12

ἐπιτείχισμα δὲ διεπράξατο Πέρσαις· ὅς γε οὐχ ὅσον τὸ πρότερον ἀπέδωκε σχῆμα, ἀλλὰ καὶ πλεῖστον ἐχυρωτέραν εἰργάσατο ἢ πρότερον ἦν. σκόπελοι γὰρ αὐτὴν περι‐
Aed
.

2

.

8

.

13

βάλλουσιν ὡς ἀγχοτάτω. τοῖς τε πολεμίοις διὰ ταῦτα ἐξῆν τοὺς ἐκ τοῦ περιβόλου ἀμυνομένους κατὰ κορυφὴν
Aed
.

2

.

8

.

14

ἐνθένδε βάλλειν. ὅπερ ἀποκρούεσθαι διὰ σπουδῆς ἔχων οἰκοδομίαν τινὰ τῇ τοῦ περιβόλου ὑπερβολῇ ἑτέραν ἐνῆψε κατ’ αὐτὸ μάλιστα τὸ τῶν σκοπέλων γειτόνημα, προκά‐ λυμμα τοῖς ἐνθένδε μαχομένοις ἀεὶ ἐσομένην. πτερὰ τὴν
5οἰκοδομίαν καλοῦσι ταύτην ἐπεὶ ὥσπερ ἀποκρέμασθαι
Aed
.

2

.

8

.

15

τοῦ τείχους δοκεῖ. ἅπαντα μὲν οὖν ὅσα βασιλεὺς ἐπὶ Ζηνοβίας εἰργάσατο φράσαι ἀμήχανον, ἐπεὶ ἐν χώρῳ ἐπὶ μακρότατον ἀγείτονι οὖσαν καὶ διὰ τοῦτο μὲν ἐν κιν‐ δύνοις ἀεὶ ἐσομένην, ἐπικουρίας δὲ τυχεῖν Ῥωμαίων
5πλησιοχώρων οὐκ ὄντων αὐτῇ οὐκ ἂν δυναμένην, βεβαι‐ οτάτης, ὡς τὸ εἰκός, ἐπιμελείας μάλιστα πάντων ἠξίωσεν· ὀλίγα δέ μοι ἄττα τῶν τῇδε πεπραγμένων γεγράψεται.
Aed
.

2

.

8

.

16

Παραρρεῖ μὲν τὴν Ζηνοβίαν Εὐφράτης ποταμὸς πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ὡς ἀγχοτάτω τοῦ ἐκείνῃ περι‐ βόλου ἰών, ὀρῶν δὲ παρ’ αὐτὸν ὑψηλῶν ἀνεχόντων ἐν τούτῳ τῷ χώρῳ διασκεδάννυσθαι οὐδαμῆ ἔχων, ἀλλ’
5ἀνάγκῃ τοῦ γειτονήματος τῶν ἐνταῦθα ὀρῶν, ταῖς τε
ὄχθαις σκληραῖς οὔσαις πεπιεσμένος καὶ ἐν στενῷ μά‐ λιστα ξυνάγων τὸ ῥεῦμα, ἐπειδὰν αὐτῷ ὄμβρων ἐπι‐ γενομένων ὑπερβλύζειν ξυνενεχθείη, ἐπιχυθεὶς τῷ τείχει, εὐθὺς οὐκ ἀμφὶ τὰ θεμέλια μόνον, ἀλλ’ ἄχρι ἐς τὰς69
Aed
.

2

.

8

.

17

ἐπάλξεις ἐπέκλυζεν. οὗ δὴ τῷ ῥοθίῳ καταβεβρεγμένου ξυνέβαινε τὰς ἐπιβολὰς ξυγχεῖσθαι τῶν λίθων, ἐπὶ σφα‐
Aed
.

2

.

8

.

18

λερᾶς τε αὐτῶν τὸ λοιπὸν τῆς ξυνθήκης ἑστάναι. ἀλλὰ [λίθον] παμμεγέθη ἐκ λίθου μυλίου πρόβολον τῷ περι‐ βόλῳ ἰσομήκη ἀπεργασάμενος ἐνταῦθα μὲν ἀεὶ ἐνοχλεῖν τὸ τοῦ ποταμοῦ κλυδώνιον ὑπερβλύζοντος κατηνάγκασεν,
5ἐλεύθερον δὲ τὸ παράπαν τῆς ἐνθένδε λώβης τὸ τεῖχος ἀφῆκεν, ἢν καὶ τὰ μάλιστα ὁ ποταμὸς κυμαίνων ἐς ὕψος
Aed
.

2

.

8

.

19

ἐγείρηται μέγα. ταύτης δὲ τῆς πόλεως τὸν περίβολον, ὃς δὴ αὐτῆς ἐτέτραπτο πρὸς βορρᾶν ἄνεμον, πεπονηκότα παντάπασι χρόνου μήκει εὑρών, παρέλυσε μὲν σὺν τῷ προτειχίσματι ἐς τὸ ἔδαφος, ἀνῳκοδομήσατο δὲ οὐχ ᾗπερ
5τὸ πρότερον ἦν, ἐπεὶ ἐνταῦθα αἱ τῆς πόλεως οἰκοδομίαι στενοχωρούμεναι μάλιστα τοὺς ταύτῃ ᾠκημένους ἠνίων.
Aed
.

2

.

8

.

20

ἀλλὰ τὴν προτέραν ὑπερβὰς τῶν τε θεμελίων τοῦ περι‐ βόλου καὶ τοῦ προτειχίσματος χώραν, ἔτι μέντοι καὶ τὴν τάφρον αὐτήν, ἐνταῦθα τὸ τεῖχος ἐδείματο ἀξιοθέατόν τε καὶ διαφερόντως εὐπρόσωπον, ταύτῃ εὐρυτέραν παρὰ
Aed
.

2

.

8

.

21

πολὺ τὴν Ζηνοβίαν πεποιημένος. ἀλλὰ καὶ λόφος τις [πρὸ τῆς πόλεως] ἄγχιστα τῆς πόλεως εἱστήκει πρὸς δύοντά που τὸν ἥλιον· ἐξ οὗ δὴ παρῆν τοῖς ἐπιοῦσιν ἀεὶ βαρβάροις βάλλειν κατὰ κορυφὴν ἀδεέστερον τούς
5τε ἀμυνομένους αὐτῆς καὶ οὐχ ἥκιστα τοὺς ἐν μέσῃ πό‐
Aed
.

2

.

8

.

22

λει ἑστῶτας. τούτῳ οὖν τῷ λόφῳ τείχισμα ἐνάψας Ἰου‐
στινιανὸς βασιλεὺς ἑκατέρωθεν, ἐντός τε αὐτὸν τῆς Ζη‐ νοβίας καταστησάμενος, ἔξυσε μὲν ὅλον ἐνδελεχέστατα, ὡς μή τις κακουργήσων ἐνθένδε ἀνίοι, τείχισμα δὲ ἄλλο70
5τοῦ λόφου ὕπερθεν ἔθετο, ἀπρόσοδόν τε ὅλως τὴν πόλιν
Aed
.

2

.

8

.

23

οὕτως τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἀπειργάσατο. τοῦ μὲν γὰρ λόφου ἐκτὸς κοίλην εἶναι τὴν γῆν ἐς ἄγαν συμ‐ βαίνει, καὶ διὰ τοῦτο ἐγγυτέρω ἰέναι τοὺς πολεμίους
Aed
.

2

.

8

.

24

ἀδύνατον. ὑπὲρ γῆν δὲ τὴν κοίλην εὐθὺς τὰ ὄρη ἀνέχει, ἃ πρὸς ἥλιον δύοντα τέτραπται. οὐ μόνον δὲ τῇ πόλει τὰ ἐς τὴν ἀσφάλειαν οὗτος ὁ βασιλεὺς ἐπρυτάνευσεν, ἀλλὰ καὶ ἱερὰ ταύτῃ ἀνέθηκε καὶ στρατιωτικῶν σημείων
Aed
.

2

.

8

.

25

οἰκίας. ἔτι μέντοι λουτρῶνας καὶ στοὰς προσεποίησεν αὐτῇ δημοσίας. ἐς ταῦτα δὲ πάντα Ἰσίδωρός τε καὶ Ἰωάννης μηχανοποιοὶ τὴν ὑπουργίαν παρέσχοντο, Βυ‐ ζάντιος μὲν Ἰωάννης, Ἰσίδωρος δὲ Μιλήσιος γένος, Ἰσι‐
5δώρου ἀδελφιδοῦς, οὗπερ ἔμπροσθεν ἐπεμνήσθην, νεα‐ νίαι μὲν ἄμφω, δύναμιν δὲ φύσεως ὑπὲρ τὴν ἡλικίαν ἐπιδειξάμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν τοῦ βασιλέως συν‐ ακμάσαντες ἔργων.
Aed
.

2

.

9

.

1

Μετὰ δὲ τὴν Ζηνοβίαν τὸ Σούρων πόλισμα, πρὸς τῷ Εὐφράτῃ ποταμῷ κείμενον, οὕτω δὴ εὐκαταφρόνητον τὸ τείχισμα εἶχεν ὥστε Χοσρόην προσβαλόντα ποτὲ οὐδὲ ὅσον ἡμιώριον ἀπεκρούσατο, ἀλλ’ εὐθυωρὸν ἑάλω Πέρ‐
Aed
.

2

.

9

.

2

σαις. ἀλλὰ καὶ τοῦτο, ὥσπερ Καλλίνικον, Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος τὸ πολίχνιον ὅλον τείχει τε ἐχυρωτάτῳ περιβαλὼν καὶ προτειχίσματι κρατυνάμενος
μηκέτι εἴκειν προσβάλλουσι πολεμίοις διεσκευάσατο.71
Aed
.

2

.

9

.

3

Ἔστι δέ τις νεὼς Σεργίῳ ἀνειμένος ἐν τῇ Εὐφρατησίᾳ ἐπιφανεῖ ἁγίῳ, ὃν δὴ σέβοντές τε καὶ τεθηπότες οἱ πάλαι ἄνθρωποι Σεργιούπολίν τε ἐπωνόμασαν τὸ χωρίον καὶ τειχίσματι βραχυτάτῳ περιβεβλήκεσαν, ὅσον τοὺς
5ἐκείνῃ Σαρακηνοὺς ἀποκρούεσθαι οἷόν τε εἶναι ἐξ ἐπι‐
Aed
.

2

.

9

.

4

δρομῆς αὐτὸ ἐξελεῖν. ἀδύνατοι γὰρ τειχομαχεῖν εἰσι Σαρακηνοὶ φύσει, καί τι αὐτῶν, ἂν οὕτω τύχοι, τεί‐ χισμα φαυλότατον καὶ πηλῷ σύνθετον ἐμπόδιον τῇ ὁρμῇ
Aed
.

2

.

9

.

5

γίνεται. ἀλλ’ ὕστερον ὁ νεὼς οὗτος κειμηλίων προσόδῳ
Aed
.

2

.

9

.

6

δυνατός τε καὶ ἀπόβλεπτος διὰ παντὸς ἦν. ὃ δὴ λογι‐ σάμενος Ἰουστινιανὸς βασιλεὺς τὸ πρᾶγμα εὐθὺς ἐν ἐπι‐ μελείᾳ πεποίηται, τείχει τε ἀξιολογωτάτῳ ἐν τοῖς μάλιστα περιβέβληκε, καὶ ὑδάτων θησαυρίσας μέγα τι χρῆμα πλή‐
Aed
.

2

.

9

.

7

θειν αὐτοῖς ἐσκευάσατο. ἔτι μέντοι καὶ οἰκίας τε καὶ στοὰς καὶ τὰς ἄλλας οἰκοδομίας τῷ χωρίῳ ἐντέθεικεν,
Aed
.

2

.

9

.

8

ἃ δὴ πόλεως ἐγκαλλωπίσματα γίνεσθαι εἴωθεν. ἀλλὰ καὶ φρουρὰν τῇδε στρατιωτῶν εἰς καιρὸν τοῦ περιβόλου
Aed
.

2

.

9

.

9

ἀμυνομένων ἱδρύσατο. Χοσρόης ἀμέλει ὁ Περσῶν βασι‐ λεὺς ἐν σπουδῇ πεποιημένος τὴν πόλιν ἑλεῖν στράτευμά τε αὐτῇ ἐπὶ πολιορκίᾳ πολὺ ἐπιστήσας ἄπρακτος ἐνθένδε ὀχυρώματος ἰσχύϊ τὴν προσεδρείαν διέλυσε.
Aed
.

2

.

9

.

10

Καὶ πολίσματα δὲ καὶ φρούρια πάντα ἐν ἐσχατιαῖς τῶν Εὐφρατησίας ὁρίων ὄντα τῆς ὁμοίας ἐπιμελείας ἠξίωσε, Βαρβαλισσοῦ τε καὶ Νεοκαισαρείας καὶ τοῦ Γα‐ βούλων καλουμένου καὶ τῆς πρὸς Εὐφράτῃ τῷ ποταμῷ
5Πεντακωμίας καὶ τοῦ Εὐρωποῦ, ἔτι μέντοι καὶ τοῦ κα‐ λουμένου Ἡμερίου τὰ τείχη εὑρὼν πὴ μὲν παρέργως τε καὶ ἐπὶ σφαλερᾶς τῆς οἰκοδομίας γεγενημένα, πὴ δὲ καὶ μόνῳ περιβεβλημένα πηλῷ, πιεζόμενα δὲ καὶ ὕδατος ἀπορίᾳ πολλῇ καὶ ἀπ’ αὐτοῦ τοῖς πολεμίοις εὐκαταφρό‐72
10νητα παντάπασιν ὄντα, καθεῖλε μὲν εἰς τὸ ἔδαφος, ἐς δὲ τὸ ἀκριβὲς λίθων ἐπιβολαῖς σκληρῶν μάλιστα δειμάμε‐ νος εὐθὺς ἅπαντα, εὔρους τε καὶ ὕψους μέγα τι χρῆμα τῷ ἔργῳ κατὰ λόγον ἐνθέμενος, καὶ ὑδάτων ταμιεῖα τεκτηνάμενος πανταχόσε τῶν ὀχυρωμάτων παμπληθῆ,
15ταῦτά τε κατακορῆ ὕδασιν ὀμβρίοις καταστησάμενος ἅπαντα, ἱδρυσάμενος δὲ καὶ φρουρῶν ὅμιλον, ἐς τὴν νῦν φαινομένην ἀσφάλειαν καρτερώτατα τὴν αὐτοῦ ἐπικρά‐
Aed
.

2

.

9

.

11

τειαν μετεβίβασεν. ἃ δὴ ἐπὶ μακρότατον ἄν τις διασκο‐ πούμενος τάς τε ἄλλας ἁπάσας Ἰουστινιανοῦ βασιλέως ἀγαθοεργίας ὑπεριδών, τούτου δὴ μόνου φαίη ἂν εἵνεκα τὴν βασιλείαν παραλαβεῖν, τοῦ θεοῦ δηλονότι τὰ τῆς
5σωτηρίας Ῥωμαίων τῷ γένει διηνεκὲς πρυτανεύοντος.
Aed
.

2

.

9

.

12

Πρὸς ἐπὶ τούτοις δὲ καὶ τὴν Ἱεράπολιν, ἥπερ ἁπασῶν πρώτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, λαβὼν ἀποκει‐ μένην τοῖς ἐπιβουλεύειν ἐθέλουσι, προμηθεῖ διεσώσατο
Aed
.

2

.

9

.

13

γνώμῃ. χώραν τε γὰρ ἔρημον τὰ πρότερα περιβεβλη‐ μένην πολλὴν καὶ διὰ τοῦτο ἀφύλακτον οὖσαν, τῶν μὲν ἀνονήτων αὐτὴν περιόδων ἀπήλλαξεν, ἐπιτομώτερον δὲ σὺν τῷ ἀσφαλεῖ καταστησάμενος τὸν περίβολον, ἔς τε
5τὸ τῆς χρείας ἀναγκαῖον ξυναγαγὼν ἐχυρωτάτην τανῦν
Aed
.

2

.

9

.

14

ἐν τοῖς μάλιστα διεπράξατο τὴν πόλιν εἶναι. οὗ δὴ καὶ
τόδε ἀγαθὸν εἴργασται. πότιμον ὕδωρ ἐκ μυχῶν τῆς γῆς ἄνεισιν ἐν μέσῃ πόλει διηνεκῶς, λίμνην τέ τινα ἐνταῦθα73
Aed
.

2

.

9

.

15

εὐρεῖαν ποιεῖται. τοῦτο πολεμίων μέν, ἂν οὕτω τύχοι, προσεδρευόντων γίνεται τῇ πόλει σωτήριον, ἐν δὲ ἀγα‐ θοῖς πράγμασιν οὐκ ἀναγκαῖον αὐτῇ ξυμβαίνει εἶναι,
Aed
.

2

.

9

.

16

ἔξωθεν εἰσαγομένων ὑδάτων πολλῶν· προϊόντος δὲ τοῦ χρόνου εἰρήνῃ μακρᾷ συμβεβιωκότες οἱ τῇδε ᾠκημένοι, ἀνάγκης δὲ οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντες, ἐν ὀλιγωρίᾳ τοῦτο πεποίηνται. οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὑπὲρ
Aed
.

2

.

9

.

17

τῶν παρόντων κακῶν ἐν εὐδαιμονίᾳ βουλεύεσθαι. ῥύπου τοίνυν τὴν λίμνην ἐνδελεχέστατα ἐνεπλήσαντο, νηχόμε‐ νοί τε καὶ πλυνοὺς ἐνταῦθα ποιούμενοι καὶ ἀπορρι‐ πτοῦντες φορυτοὺς ἅπαντας * * *
Aed
.

2

.

9

.

18

Ἔκειτο δὲ καὶ ἄλλα ἄττα ἐν ταύτῃ δὴ τῇ Εὐφρατησίᾳ χωρία, Ζεῦγμά τε καὶ Νεοκαισάρεια, ἃ δὴ πολίχναι μὲν ἄχρι ἐς τὸ ὄνομα ἦσαν, τείχεσι δὲ περιεβέβληντο αἱμα‐
Aed
.

2

.

9

.

19

σιᾶς τρόπον. [ᾧ] τῷ μὲν γὰρ τῆς οἰκοδομίας κολοβῷ ἐσβατὰ πόνῳ 〈οὐδενὶ〉 τοῖς πολεμίοις ἐγίνετο, ἀδεέστε‐ ρον ἐς αὐτὰ ἐσπηδᾶν ἔχουσι, τῷ δὲ στενῷ λίαν ἀφύλακτα, οὐκ ἐχόντων τὸ παράπαν τῶν ἐνταῦθα φρουρῶν ὅποι
Aed
.

2

.

9

.

20

ἂν ἑστῶτες ἀμύνοιντο. ἀλλὰ καὶ ταῦτα Ἰουστινιανὸς βασιλεὺς τείχεσιν ἀληθέσι περιβαλὼν εὔρους τε καὶ ὕψους ἱκανῶς ἔχουσι, καὶ τῇ ἄλλῃ κατασκευῇ κρατυνάμενος, πό‐ λεις τε διεπράξατο καλεῖσθαι δικαίως καὶ κρείσσους εἶναι
5τῆς τῶν πολεμίων ἐπιβουλῆς.
Aed
.

2

.

10

.

1

Ἀλλὰ καὶ τῶν πόλεων τὰς Χοσρόῃ ἁλούσας (ἡνίκα ὁ βάρβαρος οὗτος ἀλογήσας τὰ παρ’ αὐτοῦ ὀμωμοσμένα
ἐν ταῖς ἀπεράντοις σπονδαῖς καὶ τὰ διδόμενά οἱ ἐπ’ αὐταῖς χρήματα, καὶ βασκανίᾳ μὲν ἐς Ἰουστινιανὸν βασιλέα ἐχό‐74
5μενος, οἷς δὴ Λιβύης τε καὶ Ἰταλίας τῷ πολέμῳ κύριος γέγονε, καὶ τὴν ἐς τὰ ὀμωμοσμένα πίστιν περὶ ἐλάσσο‐ νος τῆς ἐς ταῦτα λύσσης πεποιημένος. καιροφυλακήσας δὲ ἀπολελειμμένον ἐν τῇ ἑσπερίᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν Ῥωμαίων στρατὸν αὐτάγγελος ἐσβέβληκεν ἐς Ῥωμαίων
10τὴν γῆν, ἀνηκόων ἔτι Ῥωμαίων ὄντων τῆς τῶν πολεμίων ἐφόδου) ἐς τοῦτο δὴ μετεστήσατο βασιλεὺς Ἰουστινιανὸς ἀσφαλείας καὶ κόσμου ὥστε ἁπάσας εὐδαιμονεστέρας κατὰ πολὺ τανῦν ἢ πρότερον εἶναι, καὶ μηκέτι περὶ τὰς τῶν κακουργησόντων βαρβάρων ἐφόδους περιδεεῖς εἶναι, μηδέ
15τινι μηχανῇ πρὸς τὰς ἐπιβουλὰς ὑπόπτως ἔχειν.
Aed
.

2

.

10

.

2

Μάλιστα δὲ ἁπασῶν Ἀντιόχειαν, ἣ νῦν Θεούπολις ἐπι‐ κέκληται, κόσμου τε καὶ ὀχυρώματος ἐνεπλήσατο πολλῷ
Aed
.

2

.

10

.

3

μείζονος ἢ πρότερον εἶναι ξυνέβαινεν. ἦν μὲν γὰρ αὐτῆς τὸ παλαιὸν ὁ περίβολος μακρός τε ὑπεράγαν καὶ περιό‐ δων πολλῶν ἀτεχνῶς ἔμπλεως, πὴ μὲν τὰ πεδία περιβάλ‐ λων οὐδενὶ λόγῳ, πὴ δὲ τὰς τῶν σκοπέλων ὑπερβολάς,
Aed
.

2

.

10

.

4

καὶ ἀπ’ αὐτοῦ πλείοσιν ἐπιβουλαῖς ὑποκείμενος. συστεί‐ λας δὲ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς κατὰ τὸ χρείᾳ ξυν‐ οῖσον, οὐ ταῦτα φρουρεῖν, ἅπερ καὶ πρότερον, ἀλλὰ τὴν
Aed
.

2

.

10

.

5

πόλιν ἐς τὸ ἀκριβὲς πεποίηκε μόνην. τὰ μὲν γὰρ κάτω τοῦ περιβόλου, ἔνθα ἡ πόλις ἐπικινδύνως εὐρύνετο, ἐν μαλακῷ τε πεδίῳ κειμένη καὶ περιουσίᾳ τειχίσματος ἀφύ‐ λακτος οὖσα, μεταβιβάζει ὡς ἐνδοτάτω, ἐπικαιριώτατα
5στενοχωρήσας ἐνταῦθα τὴν πόλιν, περιστελλομένην τῷ75
Aed
.

2

.

10

.

6

πεπιέσθαι. ποταμὸν δὲ Ὀρόντην, ὅσπερ αὐτὴν παρέρ‐ ρει ἐν περιόδοις τὰ πρότερα οὖσαν, διωθήσατο μεταπο‐
Aed
.

2

.

10

.

7

ρευθέντα τὸ ῥεῖθρον τῷ περιβόλῳ γειτονεῖν. αὖθις ὀχε‐ ταγωγίᾳ τὸν ῥοῦν ὡς ἀγχοτάτω περιελίξας, ταύτῃ τε καὶ τὸ σφαλερὸν τῆς ἀμετρίας ἀνῆκε τῇ πόλει καὶ τὴν ἐκ
Aed
.

2

.

10

.

8

τοῦ Ὀρόντου ἀσφάλειαν ἀνεσώσατο. ἐνταῦθά τε νεοχμώ‐ σας γεφύρας ἑτέρας ζεύγματα τῷ ποταμῷ νέα ἐντέθεικε, περιαγαγὼν δὲ ὡς πορρωτάτω τῆς χρείας αὐτόν, εἶτα τὴν
Aed
.

2

.

10

.

9

προτέραν ἀπέδωκε πορείαν τῷ ῥείθρῳ. τὰ μέντοι ἄνω ἐς τὸ κρημνῶδες αὐτῷ κατὰ τάδε διαπεπόνηται. ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ, ἥνπερ Ὀροκασσιάδα καλοῦσι, πέτρα τις τοῦ τείχους ἐκτὸς ὡς ἀγχοτάτω ἐτύγχανεν οὖσα, ἐξ ἀν‐
5τιπάλου τε τοῦ περιβόλου ἐνταῦθα κειμένη καὶ λίαν ἐπι‐
Aed
.

2

.

10

.

10

μαχώτατον αὐτὸν τιθεμένη. Χοσρόῃ ἀμέλει ἐνθένδε ἡ πόλις ἑάλω, ᾗπέρ μοι ἐν λόγοις τοῖς ἐπιτηδείοις ἐρρήθη. τὰ δὲ τοῦ περιβόλου ἐντὸς ἔρημός τε χώρα ἐπὶ πλεῖστον
Aed
.

2

.

10

.

11

καὶ δύσοδος ἦν. πέτραι γὰρ ὑψηλαὶ καὶ χαράδραι ἀνέκ‐ βατοι διακεκλήρωνται τὸν χῶρον ἐκεῖνον, ἀδιεξόδους τὰς ἐνθένδε ποιούμεναι τρίβους, ὥσπερ ἀλλοτρίου ἐνταῦθά
Aed
.

2

.

10

.

12

τινος, ἀλλ’ οὐ τῶν Ἀντιοχέων τοῦ τείχους ὄντος. χαίρειν τοίνυν πολλὰ τῇ πέτρᾳ φράσας, ἥπερ ἐν γειτόνων τῷ τείχει οὖσα εὐάλωτον αὐτὸ διαφανῶς ἐσκαιώρητο, ὡς πορ‐ ρωτάτω αὐτῆς περιβάλλειν τὴν πόλιν ἔγνω, ἀβουλίας πέρι
5τῶν πρότερον αὐτὴν δειμαμένων ἀπὸ τῶν πραγμάτων
Aed
.

2

.

10

.

13

τῆς πείρας πεποιημένος τὴν μάθησιν. χώραν τε ὁμαλὴν
μάλιστα τοῦ τείχους ἐντὸς τὴν τὰ πρότερα κρημνώδη οὖσαν ἀπεργασάμενος, ἀνόδους ταύτῃ πεποίηται οὐχ ὅσον ἀνδράσι πεζοῖς, ἀλλὰ δὴ καὶ ἱππεῦσι βασίμους, ἔτι μέν‐76
Aed
.

2

.

10

.

14

τοι καὶ ἁμαξηλάτους τὸ λοιπὸν οὔσας. ἀλλὰ καὶ βαλανεῖα καὶ ὑδάτων ταμιεῖα ἐν τοῖς ὄρεσι πεποίηται τούτοις τοῦ τείχους ἐντός. φρέαρ τε ὤρυξεν ἐν πύργῳ ἑκάστῳ, τὴν πρότερον ἀνυδρίαν ἐνταῦθα οὖσαν ὕδασιν ὑετίοις ἰώ‐
5μενος.
Aed
.

2

.

10

.

15

Ὅσα δὲ καὶ ἀμφὶ τῷ χειμάρρῳ πεποίηται, ὃς ἐκ τού‐ των δὴ τῶν ὀρέων κάτεισιν, εἰπεῖν ἄξιον. ὄρη μὲν ἀπό‐ τομα δύο τῇ πόλει ἐπῆρται, ἀλλήλοιν ξυνιόντα ὡς ἀγχο‐
Aed
.

2

.

10

.

16

τάτω. τούτων θάτερον μὲν Ὀροκασσιάδα καλοῦσι, τὸ δὲ δὴ ἕτερον Σταυρὶν κέκληται. ἀπολήγοντα δέ πη αὐτὰ νάπη τις ζεύγνυσι καὶ χαράδρα μεταξὺ οὖσα, χειμάρρουν ἀποτελοῦσα, ἐπειδὰν ὕοι, Ὀνοπνίκτην ὄνομα, ὃς δὴ ἐξ
5ὑπερδεξίων κατιὼν ὕπερθέν τε τοῦ περιβόλου φερόμενος ἐπὶ μέγα τε, ἂν οὕτω τύχῃ, ἐξανιστάμενος, διεσκεδάν‐ νυτο μὲν ἐς τοὺς τῆς πόλεως στενωπούς, ἀνήκεστα
Aed
.

2

.

10

.

17

δὲ κακὰ τοὺς ταύτῃ ᾠκημένους εἰργάζετο. ἀλλὰ καὶ τούτου τὴν ἄκεσιν Ἰουστινιανὸς βασιλεὺς εὕρατο τρόπῳ τοιῷδε. πρὸ τοῦ περιβόλου, ὅνπερ ἄγχιστα τῆς χα‐ ράδρας ξυμβαίνει εἶναι, ἐξ ἧς ὁ χειμάρρους ἐπὶ τὸ τεί‐
5χισμα ἵετο, τοῖχον ἐδείματο ὑπερμεγέθη, ἐκ κοίλης χαράδ‐ ρας διήκοντα ἐς ἑκάτερον τοῖν ὀροῖν μάλιστα, ὡς μηκέτι περαιτέρω ἰέναι κυματοῦντι τῷ ποταμῷ δυνατὰ εἴη, ἀλλ’
Aed
.

2

.

10

.

18

ἐπὶ μακρότερον ξυνιστάμενος ἐνταῦθα λιμνάζοι. ἐν δὲ τῷ τοίχῳ θυρίδας ποιησάμενος ἐνθένδε ἀπορρέοντα ὑπο‐ λήγειν κατὰ βραχὺ ἀνάγκῃ χειροποιήτῳ τὸν χειμάρρουν διεσκευάσατο, οὐκέτι λάβρως τῷ παντὶ ῥεύματι τῷ περι‐
5βόλῳ προσβάλλοντα, καὶ διὰ τοῦτο ὑπερβλύζοντά τε καὶ τὴν πόλιν κατεργαζόμενον, ἀλλὰ πρᾴως τε καὶ προσηνῶς ὑπορρέοντα, ᾗπέρ μοι εἴρηται, ταύτῃ τε τῇ ἐκροῇ διὰ τῆς ὀχεταγωγίας ἰόντα ὅποι ἂν αὐτὸν βουλομένοις ᾖ περιά‐ γειν οὕτω μέτριον γεγενημένον τοῖς πάλαι ἀνθρώποις.77
Aed
.

2

.

10

.

19

Τὰ μὲν οὖν ἀμφὶ τῷ Ἀντιοχείας περιβόλῳ τῇδε Ἰου‐ στινιανῷ βασιλεῖ εἴργασται. καὶ ξύμπασαν δὲ πρὸς τῶν πολεμίων καταφλεχθεῖσαν ἀνῳκοδομήσατο τὴν πόλιν
Aed
.

2

.

10

.

20

αὐτός. τετεφρωμένων γὰρ πανταχόσε καὶ καθῃρημένων ἁπάντων, λόφων τε μόνον ἐκ πόλεως ἐξηνθρακωμένης ἐπανεστηκότων πολλῶν, ἄπορον τοῖς Ἀντιοχεῦσιν ἐγίνετο τήν τε χώραν ἐπιγνῶναι τῆς ἑκάστου ἰδίας 〈οἰκίασ〉 γενο‐
5μένης τὰ πρῶτα ἐκφορήσασι τὸ συμπτωθὲν ἅπαν, οἰκίας τε πυρκαϊᾶς περικαθῆραι τὰ λείψανα, ἔτι μέντοι δημο‐ σίων στοῶν ἢ περιστύλων αὐλῶν οὐδαμῆ οὐσῶν, οὐδὲ ἀγο‐ ρᾶς πη καθισταμένης, οὐδὲ τῶν στενωπῶν τὰς ἀγυιὰς διαι‐ ρούντων τῇ πόλει, οἰκίας τινὸς οἰκοδομίαν ἀπαυθαδιά‐
Aed
.

2

.

10

.

21

σασθαι. ἀλλὰ βασιλεὺς οὐδεμιᾷ μελλήσει ὡς ἀπωτάτω τῆς πόλεως τὰ καθῃρημένα μετενεγκών, ἐλεύθερόν τε τὸν ταύτῃ ἀέρα ξὺν τοῖς ἔνερθεν τῶν ἐνοχλούντων καταστη‐ σάμενος, πρῶτα μὲν τὰ ἐδάφη πανταχόθι τῆς πόλεως λίθοις
Aed
.

2

.

10

.

22

ἁμαξιαίοις ἐκάλυψεν· ἔπειτα δὲ στοαῖς τε καὶ ἀγοραῖς αὐτὴν διακρίνας, καὶ διελὼν μὲν τοῖς στενωποῖς ἀμφόδους ἁπά‐ σας, ὀχετοὺς δὲ καὶ κρήνας καὶ ὑδροχόας καταστησάμενος,
ὅσοις ἡ πόλις κεκόμψευται, θέατρά τε αὐτῇ καὶ βαλανεῖα78
5πεποιημένος, καὶ ταῖς ἄλλαις δημοσίαις οἰκοδομίαις ἁπά‐ σαις κοσμήσας, αἷσπερ εὐδαιμονία διαφαίνεσθαι πόλεως εἴωθε, τεχνιτῶν δὲ καὶ ἐπιδημιούργων πλῆθος ἐπαγα‐ γὼν ῥᾷόν τε καὶ ἀπονώτερον τοῖς ἐνοικοῦσι παρέσχετο
Aed
.

2

.

10

.

23

δείμασθαι τὰς αὐτῶν ἰδίας οἰκίας. οὕτω τε Ἀντιόχειαν ἐπιφανεστέραν γεγονέναι τανῦν ἢ πρότερον ἦν ξυνηνέ‐
Aed
.

2

.

10

.

24

χθη. ἀλλὰ καὶ ἱερὸν ἐνταῦθα τῇ θεοτόκῳ πεποίηται μέγα. οὗ δὴ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἐπελ‐ θεῖν λόγῳ ἀμήχανον· ὃ δὴ καὶ προσόδῳ ἐτίμησε χρημά‐
Aed
.

2

.

10

.

25

των μεγάλων. ἔτι μέντοι καὶ Μιχαὴλ τῷ ἀρχαγγέλῳ νεὼν παμμεγέθη ἐδείματο. προὐνόησε δὲ καὶ τῶν ἀρρωστή‐ μασι πονουμένων ἐνταῦθα πτωχῶν, οἰκία τε σφίσι καὶ τὰ ἐς τὴν ἐπιμέλειαν καὶ τῶν νοσημάτων ἀπαλλαγὴν ἐν
5ἐπιτηδείῳ καταστησάμενος ἅπαντα, χωρὶς μὲν ἀνδράσι, χωρὶς δὲ γυναιξί, καὶ οὐδέν τι ἧσσον τοῖς ξένοις ἐπὶ και‐ ροῦ γενομένοις ἐνταῦθα ἐνδήμοις.
Aed
.

2

.

11

.

1

Οὕτω δὲ καὶ Χαλκίδος πόλεως τὸν περίβολον, ἐπι‐ σφαλῶς τε ἀρχὴν γεγονότα καὶ ὑπὸ τῶν ἐτῶν κατερρα‐ κωμένον, σὺν τῷ προτειχίσματι ἀνανεωσάμενός τε καὶ πολλῷ ἐχυρώτερον καταστησάμενος ἢ πρότερον ἦν, ἐς τὸν
5νῦν φαινόμενον πεποίηται τρόπον.
Aed
.

2

.

11

.

2

Ἦν δέ τι ἐπὶ Συρίας κομιδῇ ἀπημελημένον πολίχνιον, Κῦρος ὄνομα, ὅπερ Ἰουδαῖοι ἐν τοῖς ἄνω χρόνοις ἐδεί‐ μαντο, δορυάλωτοι μὲν ἐκ Παλαιστίνης ἐς τὴν Ἀσσυρίαν ἀποκεκομισμένοι πρὸς τοῦ Μήδων στρατοῦ, παρὰ Κύρου
5δὲ βασιλέως ἀφειμένοι πολλῷ ὕστερον· διὸ δὴ καὶ Κῦρον
τὸ χωρίον ἐκάλεσαν, ταῦτα τῷ εὐεργέτῃ ἐκτίνοντες χαρι‐79
Aed
.

2

.

11

.

3

στήρια. προϊόντος δὲ τοῦ χρόνου ἡ Κῦρος τά τε ἄλλα
Aed
.

2

.

11

.

4

ὑπερώφθη καὶ ἀτείχιστος ὅλως μεμένηκεν. ἀλλὰ βασι‐ λεὺς Ἰουστινιανὸς ἅμα μὲν πρόνοιαν τῆς πολιτείας ποιού‐ μενος, ἅμα δὲ καὶ τοὺς ἁγίους Κοσμᾶν τε καὶ Δαμιανὸν τὰ μάλιστα σέβων, ὧν δὴ ἄγχιστά πη τὰ σώματα καὶ ἐς
5ἐμὲ κεῖται, πόλιν εὐδαίμονα καὶ λόγου ἀξίαν πολλοῦ, τείχους τε ἀσφαλείᾳ ἐχυρωτάτου καὶ φρουρῶν πλήθει καὶ οἰκοδομιῶν δημοσίων μεγέθει, καὶ τῆς ἄλλης κατα‐ σκευῆς τῷ ἐς ἄγαν μεγαλοπρεπεῖ, πεποίηται Κῦρον.
Aed
.

2

.

11

.

5

ταύτης δὲ τῆς πόλεως τὰ μὲν ἐντὸς ὕδατος ἄπορα ἐκ πα‐ λαιοῦ ἦν, ἔκτοσθε δὲ ὑπερφυής τις ἐγεγόνει πηγή, περιου‐ σίᾳ μὲν πλήθουσα ποτίμων ὑδάτων, ἀνόνητος δὲ τοῖς τῇδε ᾠκημένοις παντάπασιν οὖσα, ἐπεὶ οὐκ εἶχον ὅθεν
5ἂν ἐνθένδε ἀρύοιντο ὕδωρ, ὅτι μὴ πόνῳ τε καὶ κινδύνῳ
Aed
.

2

.

11

.

6

μεγάλῳ. περιόδοις τε γὰρ αὐτόσε ἰοῦσιν ἀναγκαῖον ἐγί‐ νετο χρῆσθαι, κρημνώδους χωρίου καὶ ὅλως ἀβάτου με‐ ταξὺ ὄντος· καὶ τοῖς πολεμίοις, ἂν οὕτω τύχῃ, ἐνεδρεύου‐
Aed
.

2

.

11

.

7

σιν ὑποχείριοι ῥᾷστα ἐγίγνοντο. διώρυχα τοίνυν ἔκτοσθε τῆς πόλεως ἄχρι ἐς τὴν κρήνην οὐκ ἀπαρακαλύπτως, ἀλλὰ κεκρυμμένως ὡς ἔνι μάλιστα πεποιημένος, ἄπονόν τε αὐτοῖς καὶ ἀκίνδυνον τὴν τοῦ ὕδατος παρέσχετο χρείαν.
Aed
.

2

.

11

.

8

Καὶ Χαλκίδος δὲ πόλεως τὸν περίβολον ὅλον, ἔς τε τὸ ἔδαφος καθειμένον καὶ ἄλλως ἀφύλακτον ὄντα, ἐχυρῷ διαφερόντως ἀνενεώσατο οἰκοδομίᾳ, καὶ προτειχίσματι
Aed
.

2

.

11

.

9

ἐκρατύνατο. ἔτι μέντοι καὶ τὰ ἄλλα Σύρων πολίσματά τε καὶ φρούρια τὸν αὐτὸν κεκοσμηκὼς τρόπον ζηλωτὰ ἐπιεικῶς κατεστήσατο.
Aed
.

2

.

11

.

10

Οὕτω μὲν Συρίαν Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ ἀσφα‐
λεῖ διεσώσατο. πόλις δέ πού ἐστιν ἐπὶ Φοινίκης τῆς παρὰ Λίβανον, Παλμύρα ὄνομα, ἐν χώρῳ μὲν πεποιημένη τοῖς πάλαι ἀνθρώποις ἀγείτονι, ἐν καλῷ δὲ τῆς τῶν πολεμίων80
Aed
.

2

.

11

.

11

Σαρακηνῶν διόδου κειμένη. τούτου γὰρ δὴ αὐτὴν ἕνεκα καὶ ᾠκοδομήσαντο πρότερον, ὡς μὴ λάθοιεν οἱ βάρβαροι
Aed
.

2

.

11

.

12

οὗτοι ἐξάπινα ἐς τὰ Ῥωμαίων ἤθη ἐμβάλλοντες. ταύτην βασιλεὺς Ἰουστινιανὸς διὰ χρόνου μῆκος ἔρημον ἐπὶ πλεῖ‐ στον γεγενημένην ὀχυρώμασί τε λόγου μείζοσιν ἐπιρρώ‐ σας, πρὸς δὲ καὶ ὑδάτων περιουσίας καὶ φυλακτηρίου
5στρατιωτῶν ἐμπλησάμενος, τὰς τῶν Σαρακηνῶν ἐπιδρο‐ μὰς ἀνεχαίτισεν.
Aed
.

3

t

1

ΛΟΓΟΣ Γʹ.
Aed
.

3

.

1

.

1

Χώραν μὲν τὴν ἑῴαν οὕτως Ἰουστινιανὸς βασιλεὺς ὀχυρώμασιν ἐκρατύνατο, ᾗπέρ μοι ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἀρξαμένῳ δέ μοι ἐκ τῶν παρὰ Πέρσας ὁρίων τῆς Ῥωμαίων ἀρχῆς περιηγεῖσθαι τὰ πρὸς αὐτοῦ ἐρύματα
5γεγενημένα, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἐπὶ τοὺς Ἀρμενίους ἐνθένδε ἰέναι, οἳ δὴ ἐκ πόλεως Ἀμίδης ἄχρι ἐς Θεοδοσιούπολιν τὴν ἑτέραν προσοικοῦσι Πέρσαις.
Aed
.

3

.

1

.

2

μέλλοντι δέ μοι τῶν ἐκείνῃ οἰκοδομημάτων ἐπιμνησθῆ‐ ναι προυργιαίτατον φαίνεται εἶναι ὑπειπεῖν πρότερον ὅντινα δὴ τρόπον σφαλερῶς ἄγαν βιοτεύοντας τοὺς Ἀρ‐ μενίους ὁ βασιλεὺς οὗτος ἐς τὴν παροῦσαν ἀσφάλειαν
Aed
.

3

.

1

.

3

βεβαιότατα μεθηρμόσατο. οὐ γὰρ δὴ ὅσον οἰκοδομίαις τούτους τοὺς κατηκόους ἐσώσατο, ἀλλὰ καὶ τῇ ἄλλῃ προ‐ νοίᾳ, ᾗπέρ μοι αὐτίκα μάλα γεγράψεται. ἀρκτέον δὲ μι‐ κρὸν ἄνωθεν.
Aed
.

3

.

1

.

4

Βασιλεὺς μὲν ὁμογενὴς πάλαι τοῖς Ἀρμενίοις καθί‐
στατο, ᾗπερ τοῖς ἀναγραψαμένοις τῶν ἱστοριῶν τὰ ἀρ‐81
Aed
.

3

.

1

.

5

χαιότατα δεδιήγηται. ἐπειδὴ δὲ Ἀλέξανδρος ὁ Μακεδὼν τὸν Περσῶν βασιλέα καθεῖλε, Πέρσαι μὲν δεδουλωμένοι ἡσυχῇ ἔμενον, Πάρθοι δὲ Μακεδόσιν ἐπαναστάντες καὶ τῷ πολέμῳ περιγενόμενοι ἐξήλασάν τε αὐτοὺς ἐνθένδε
5καὶ τὰ μέχρι ἐς Τίγριν ποταμὸν ἔσχον, ὑπ’ αὐτοῖς τε τὸ λοιπὸν ἐς ἔτη πεντακόσια ἔκειτο τὰ Περσῶν πράγματα, ἕως Ῥωμαίοις ὁ Μαμαίας Ἀλέξανδρος βασιλεὺς γέγονε.
Aed
.

3

.

1

.

6

καί ποτέ τις τῶν ἐν Πάρθοις βασιλέων τὸν ἀδελφὸν τὸν αὑτοῦ Ἀρμενίοις βασιλέα κατεστήσατο, Ἀρσάκην ὄνομα, ὥσπερ ἡ τῶν Ἀρμενίων ἱστορία φησί. μὴ γάρ τις Ἀρ‐
Aed
.

3

.

1

.

7

μενίους τοὺς Ἀρσακίδας οἰέσθω εἶναι. εἰρήνη γοῦν αὐτοῖς ἐς ἔτη τὰ πεντακόσια κατὰ τὸ ξυγγενὲς δια‐
Aed
.

3

.

1

.

8

γέγονε. καὶ ὁ μὲν τῶν Ἀρμενίων βασιλεὺς ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ καλουμένῃ καθῆστο, τῷ Ῥωμαίων αὐτοκράτορι ἐκ παλαιοῦ ὑποχείριος ὤν, χρόνῳ δὲ ὕστερον παῖδες ἐγέ‐ νοντο Ἀρσάκῃ τινὶ Ἀρμενίων βασιλεῖ δύο, Τιγράνης τε
Aed
.

3

.

1

.

9

καὶ Ἀρσάκης ὀνόματα. ὅσπερ, ἐπεὶ ἔμελλε τὸν βίον δια‐ μετρήσασθαι, διαθήκας τιθείς, ἄμφω τὼ παῖδε ποιεῖται διαδόχους αὑτῷ τῆς ἀρχῆς, οὐκ ἰσοστάσιον διορίσας ἑκα‐ τέρῳ τὸ κράτος, ἀλλὰ τῷ Τιγράνῃ τετραπλασίαν ἀπο‐
Aed
.

3

.

1

.

10

λιπὼν μοῖραν. Ἀρσάκης μὲν οὖν ὁ πατὴρ οὕτω τὴν βα‐ σιλείαν διοικησάμενος ἐξ ἀνθρώπων ἠφάνιστο, Ἀρσάκης δὲ ὁ παῖς, ἐφ’ οἷς δὴ αὐτῷ ἐλασσοῦσθαι ξυνέβη ἀγανα‐ κτῶν τε καὶ δυσφορούμενος ἐπὶ τὸν Ῥωμαίων αὐτοκρά‐
5τορα τὸ πρᾶγμα ἦγε, τοῦ τε ἀδελφοῦ καταλῦσαι τὴν βα‐ σιλείαν μηχανῇ πάσῃ ἐλπίδα ἔχων καὶ ἄδικον οὖσαν τὴν
Aed
.

3

.

1

.

11

πατρὸς γνώμην ἀβέβαιον καταστήσεσθαι. Θεοδόσιος δὲ τότε Ἀρκαδίου υἱὸς ἔτι παῖς ὢν κομιδῇ Ῥωμαίων ἦρχε. τίσιν τε δειμαίνων τὴν ἐκ βασιλέως Τιγράνης Πέρσαις αὑτὸν ἐνεχείρισε, τὴν βασιλείαν παραδιδούς, περὶ πλεί‐82
5ονός τε πεποιημένος ἰδιώτης ἐν Πέρσαις εἶναι ἢ πρὸς τὸν ἀδελφὸν τὰ δίκαια θέσθαι, καὶ συμβασιλεύειν Ἀρμε‐
Aed
.

3

.

1

.

12

νίων αὐτῷ ὀρθῶς καὶ δικαίως. καὶ Ἀρσάκης δὲ οὐδέν τι ἧσ‐ σον τὴν ἐκ Περσῶν τε καὶ τ’ ἀδελφοῦ ἐπιβουλὴν δείσας ἐξέστη τῆς βασιλείας τῆς αὑτοῦ Θεοδοσίῳ τῷ αὐτοκρά‐ τορι ἐπὶ ξυνθήκαις τισίν, αἵ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέ‐
Aed
.

3

.

1

.

13

μων δεδήλωνται λόγοις. καὶ χρόνον μέν τινα περιμά‐ χητος Ῥωμαίοις τε καὶ Πέρσαις ἡ τῶν Ἀρμενίων γεγένη‐ ται χώρα, ἐν ὑστάτῳ δὲ ξυνέβησαν, Πέρσας μὲν τὴν Τι‐
Aed
.

3

.

1

.

14

γράνου μοῖραν, Ῥωμαίους δὲ τὴν Ἀρσάκου ἔχειν. ἐπὶ τού‐ τοις τε σπονδαὶ ἀμφοτέροις ξυνετελέσθησαν, καὶ τὸ λοι‐ πὸν ὁ Ῥωμαίων βασιλεὺς ἄρχοντα τοῖς Ἀρμενίοις ἀεὶ καθίστη ὅντινά ποτε καὶ ὁπηνίκα ἂν αὐτῷ βουλομένῳ
Aed
.

3

.

1

.

15

εἴη. κόμητά τε Ἀρμενίας ἐκάλουν καὶ εἰς ἐμὲ τὸν ἄρ‐ χοντα τοῦτον.
Aed
.

3

.

1

.

16

Ἀλλ’ ἐπεὶ οὐχ οἵα τε ἦν ἡ τοιαύτη ἀρχὴ ἀποκρούεσθαι τὰς τῶν πολεμίων ἐφόδους, οὐ παρόντων αὐτῇ στρατιω‐ τικῶν καταλόγων, κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς οὕτως ἀτάκτως τὴν Ἀρμενίαν ἀεὶ φερομένην, ταύτῃ τε
5τοῖς βαρβάροις εὐάλωτον οὖσαν, ταύτην μὲν τὴν ἀρχὴν ἐνθένδε καθεῖλε, στρατηγὸν δὲ τοῖς Ἀρμενίοις ἐπέστησε, στρατιωτικῶν τε καταλόγων αὐτῷ κατεστήσατο πλῆθος ἀξιόχρεων ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ἀντιτάξασθαι.
Aed
.

3

.

1

.

17

τὰ μὲν οὖν ἀμφὶ τῇ μεγάλῃ καλουμένῃ Ἀρμενίᾳ διῳκή‐ σατο ὧδε, τῇ δὲ ἄλλῃ Ἀρμενίᾳ, ἥπερ ἐντὸς Εὐφράτου ποταμοῦ οὖσα διήκει ἐς Ἄμιδαν πόλιν, σατράπαι ἐφει‐ στήκεισαν Ἀρμένιοι πέντε, καὶ κατὰ γένος μὲν ἐς ἀεὶ83
5〈ἐσ〉 τὰς ἀρχὰς ἐκαλοῦντο ταύτας, ἐχόμενοι αὐτῶν ἄχρι
Aed
.

3

.

1

.

18

ἐς θάνατον. σύμβολα μέντοι αὐτῶν πρὸς τοῦ Ῥωμαίων βασιλέως ἐδέχοντο μόνον. ἄξιον δὲ τὰ σύμβολα ταῦτα δηλῶσαι λόγῳ, ἐπεὶ οὐκέτι ἐς ἀνθρώπου ὄψιν ἀφίξεται.
Aed
.

3

.

1

.

19

χλαμὺς ἡ ἐξ ἐρίων πεποιημένη, οὐχ οἷα τῶν προβατίων
Aed
.

3

.

1

.

20

ἐκπέφυκεν, ἀλλ’ ἐκ θαλάσσης συνειλεγμένων. πίννους τὰ ζῷα καλεῖν νενομίκασιν, ἐν οἷς ἡ τῶν ἐρίων ἔκφυσις γίνεται. χρυσῷ δὲ ἡ τῆς πορφύρας κατηλήλειπτο μοῖρα,
Aed
.

3

.

1

.

21

ἐφ’ ἧς εἴωθεν ἡ τῆς ἁλουργίδος ἐμβολὴ γίνεσθαι. πε‐ ρόνη χρυσῆ τῇ χλαμύδι ἐπέκειτο, λίθον ἐπὶ μέσης περι‐ φράττουσά τινα ἔντιμον, ἀφ’ οὗ δὴ ὑάκινθοι τρεῖς χρυ‐
Aed
.

3

.

1

.

22

σαῖς τε καὶ χαλαραῖς ταῖς ἁλύσεσιν ἀπεκρέμαντο. χιτὼν ἐκ μετάξης ἐγκαλλωπίσμασι χρυσοῖς πανταχόθεν ὡραϊ‐
Aed
.

3

.

1

.

23

σμένος, ἃ δὴ νενομίκασι πλούμια καλεῖν. ὑποδήματα μέχρι ἐς γόνυ φοινικοῦ χρώματος, ἃ δὴ βασιλέα μόνον Ῥωμαίων τε καὶ Περσῶν ὑποδεῖσθαι θέμις.
Aed
.

3

.

1

.

24

Στρατιώτης δὲ Ῥωμαῖος οὔτε τῷ Ἀρμενίων βασιλεῖ οὔτε σατράπαις ἤμυνε πώποτε, ἀλλὰ τὰ πολέμια κατὰ μόνας
Aed
.

3

.

1

.

25

αὐτοὶ διῳκοῦντο. χρόνῳ δὲ ὕστερον ἐπὶ Ζήνωνος βασι‐ λεύοντος Ἰλλοῦ τε καὶ Λεοντίῳ τετυραννηκόσιν ἐπὶ βασι‐ λέα διαφανῶς συντάσσεσθαί τινες τῶν σατραπῶν ἔγνω‐
Aed
.

3

.

1

.

26

σαν. διὸ δὴ Λεόντιόν τε καὶ Ἰλλοῦν Ζήνων βασιλεὺς ὑποχειρίους πεποιημένος, σατράπην μὲν ἕνα φαυλοτάτην ἀρχὴν ἔχοντα καὶ ὡς ἥκιστα λόγου ἀξίαν ἐν χώρᾳ τῇ Βε‐ λαβιτίνῃ καλουμένῃ, ἐπὶ τοῦ προτέρου σχήματος εἴασε,84
5τοὺς δὲ λοιποὺς καθελὼν ἅπαντας οὐκέτι ἐς τοὺς κατὰ γένος σφίσι προσήκοντας ξυνεχώρησε τὰς ἀρχὰς φέρεσθαι, ἀλλ’ ἑτέρους ἀεὶ τὴν ἀρχὴν διαδέχεσθαι διώρισε ταύ‐ την οὓς ἂν βουλομένῳ βασιλεῖ εἴη, ὥσπερ ἐφ’ ἁπάσαις
Aed
.

3

.

1

.

27

ταῖς ἄλλαις διώρισται Ῥωμαίων ἀρχαῖς. στρατιῶται μέν‐ τοι οὐδ’ ὣς Ῥωμαῖοι αὐτοῖς εἵποντο, ἀλλὰ τῶν Ἀρμενίων τινές, ᾗπερ τὰ πρότερα εἴθιστο, καὶ ἀπ’ αὐτοῦ πολεμίους
Aed
.

3

.

1

.

28

προσβάλλοντας ἀποκρούεσθαι ἀδύνατοι ἦσαν. ἃ δὴ κατα‐ μαθὼν Ἰουστινιανὸς βασιλεὺς τὸ μὲν τῶν σατραπῶν ὄνομα ἐξήλασεν ἐνθένδε εὐθύς, δοῦκας δὲ τοὺς καλου‐
Aed
.

3

.

1

.

29

μένους δύο τοῖς ἔθνεσιν ἐπέστησε τούτοις· οἷς δὴ ξυνε‐ στήσατο μὲν Ῥωμαίων στρατιωτῶν καταλόγους παμπλη‐ θεῖς, ἐφ’ ᾧ τὰ Ῥωμαίων ξυμφυλάξουσιν αὐτοῖς ὅρια· ὀχυρώματα δὲ δεδημιούργηκεν αὐτοῖς κατὰ τάδε.
Aed
.

3

.

2

.

1

Ἄρξομαι δὲ ἀπὸ τῶν ἐν Μεσοποταμίᾳ χωρίων, ὅπως δὴ ὁ λόγος τοῖς ἔμπροσθέν μοι δεδιηγημένοις προσεχῶς ἄγοιτο. τὸν μὲν οὖν ἕνα, τὸν ἐν τοῖς Ἀρμενίων ἔθνεσιν ἄρχοντα, ὃν δοῦκα καλοῦσιν, ἐν πόλει Μαρτυροπόλει κα‐
5λουμένῃ ἱδρύσατο, τὸν δὲ δὴ ἕτερον ἐν φρουρίῳ, ὅπερ
Aed
.

3

.

2

.

2

Κιθαρίζων καλοῦσιν. ὅπη ποτὲ δὲ τῆς Ῥωμαίων ἀρχῆς τὰ χωρία τάδε ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. ἐν Ἀρμενίᾳ τῇ Σοφανηνῇ καλουμένῃ πόλις ἐστί που Μαρτυρόπολις ὄνομα παρ’ αὐτὸν ποταμὸν Νυμφίον κειμένη καὶ τοῖς
5πολεμίοις ὡς ἀγχοτάτω πρόσοικος οὖσα, ἐπεὶ ὁ Νυμφίος
ποταμὸς διορίζει ἐνταῦθα τὰ Ῥωμαίων τε καὶ Περσῶν85
Aed
.

3

.

2

.

3

ἤθη. ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ Ἀρξανηνὴ ἡ χώρα οἰκεῖται Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα. ἀλλὰ καὶ ὣς ἡ πόλις ἀπημελημένη Ῥωμαίοις τούτοις δὴ ἀεὶ τοῖς
Aed
.

3

.

2

.

4

βαρβάροις ἀπέκειτο. ὥστε ἀμέλει Καβάδης ὁ Περσῶν βασιλεὺς ἐπὶ Ἀναστασίου βασιλεύοντος ἐσέβαλε Ῥωμαίων τὴν γῆν, διὰ Μαρτυροπόλεως τὸ στράτευμα ἄγων, ἐπεὶ Ἀμίδης ὀλίγῳ πλέον ἡμέρας ὁδῷ εὐζώνῳ ἀνδρὶ διειστή‐
Aed
.

3

.

2

.

5

κει. ὥσπερ δέ τι πάρεργον ὁδοῦ διαχειρίζων καὶ τῆς ἐφόδου παρενθήκην τινὰ εὐθυωρὸν τὴν πόλιν ἐξεῖλεν, οὐ τειχομαχήσας ἢ προσβολήν τινα ἢ προσεδρείαν πεποιη‐
Aed
.

3

.

2

.

6

μένος, ἀλλὰ δηλώσας ὅτι δὴ ἀφίξεται μόνον. εὖ γὰρ εἰδότες οἱ τῇδε ᾠκημένοι ὡς οὐδὲ βραχεῖάν τινα χρόνου στιγμὴν τῷ στρατοπέδῳ ἀνθέξουσιν, ἐπειδὴ ἀγχοῦ τῶν Μήδων στρατὸν ἥκοντα εἶδον, ἅμα Θεοδώρῳ τηνικάδε
5Σοφανηνῆς σατραπεύοντι καὶ τῆς σατραπείας ἐνδιδυσκο‐ μένῳ τὸ σχῆμα, Καβάδῃ προσῆλθον εὐθύς, σφᾶς τε αὐτοὺς καὶ Μαρτυρόπολιν αὐτῷ ἐνδιδόντες, φόρους τε
Aed
.

3

.

2

.

7

τοὺς δημοσίους ἐνιαυτοῖν δυοῖν ἐν χερσὶν ἔχοντες. οἷς δὴ ὁ Καβάδης ἡσθεὶς τῆς μὲν πόλεώς τε καὶ χώρας ἁπά‐ σης, ὡς τῇ Περσῶν ἀρχῇ προσηκούσης, ἀπέσχετο, τοὺς δὲ ἀνθρώπους ἀθῴους ἀφῆκεν, οὔτε τι λυμηνάμενος οὔτε
5τι τῆς πολιτείας μεταβαλών, ἀλλὰ Θεόδωρον αὐτὸν σατρά‐ πην αὐτοῖς ἐπιστήσας καὶ αὐτῷ ἅτε οὐ γεγονότι ἀγνώ‐ μονι τὰ σύμβολα ἐγκεχειρικὼς τῆς ἀρχῆς, ὡς τὴν χώραν
Aed
.

3

.

2

.

8

φυλάξοντι Πέρσαις. οὕτω τε τὸ στράτευμα πρόσω ἀπα‐ γαγὼν πολιορκίᾳ τε Ἄμιδαν ἐξελὼν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνεν, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων86
Aed
.

3

.

2

.

9

ἐρρήθη. βασιλεύς τε Ἀναστάσιος ἐξεπιστάμενος ὡς οὐχ οἷόν τε ἦν Μαρτυρόπολιν ὀχύρωμα οὐδὲν ἔχουσαν ἐκ πο‐ λεμίων διασώσασθαι προσβολῆς, οὐχ ὅπως ἐπὶ Θεόδωρόν τε καὶ Σοφανηνοὺς ἠγανάκτησεν, ἀλλὰ καὶ χάριτας αὐτοῖς
Aed
.

3

.

2

.

10

τῆς πράξεως ἔχειν ὡμολόγει πολλάς. ταύτης οὖν τῆς Μαρτυροπόλεως τοῦ περιβόλου ἐτύγχανε τὸ μὲν πάχος διῆκον ἐς πόδας μάλιστα τέσσαρας, τὸ δὲ ὕψος ἄχρι ἐς εἴκοσιν· ὥστε τοῖς πολεμίοις αὐτὸν οὐ τειχομαχοῦσιν
5οὐδὲ μηχανὰς προσβάλλουσι μόνον εὐέφοδον εἶναι, ἀλλὰ καὶ ἐσπηδῆσαι ἱκανῶς πρόχειρον.
Aed
.

3

.

2

.

11

Διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἐπενόει τάδε· τοῦ περι‐ βόλου ἐκτὸς τὴν γῆν διορύξας, θεμέλιά τε ταύτῃ ἐνθέ‐ μενος τείχισμα ᾠκοδομήσατο ἕτερον ἐς ποδῶν πάχος διῆ‐ κον τεττάρων, χώραν διαλιπὼν μεταξὺ τεττάρων ἑτέρων
5τὸ εὖρος, ἐς ὕψος δὲ καὶ τοῦτο ἀναστήσας ποδῶν εἴκο‐
Aed
.

3

.

2

.

12

σιν, ἴσον τῷ προτέρῳ παντάπασιν ἐσκευάσατο εἶναι. μετὰ δὲ λίθους τε καὶ τίτανον ἐς χῶρον τὸν μεταξὺ τείχους ἑκατέρου ἐμβεβλημένος ἐς μίαν τινὰ οἰκοδομίαν δυοκαί‐ δεκα τὸ πάχος ποδῶν τὸ ἔργον τοῦτο ἀποτετόρνευται.
Aed
.

3

.

2

.

13

ὕπερθέν τε κατὰ πάχος τὸ αὐτὸ μάλιστα ἐς ὕψος τοσοῦ‐
Aed
.

3

.

2

.

14

τον ἐντέθεικεν, ὅσον ξυνέβαινε τὸ πρότερον εἶναι. ἀλλὰ καὶ προτείχισμα λόγου πολλοῦ ἄξιον τῇ πόλει δεδημιούρ‐ γηκε καὶ τὰ ἄλλα ἁπλῶς ἅπαντα οἷς δὴ πόλεως ὀχύρωμα διασώζεται.
Aed
.

3

.

3

.

1

Ἐκ δὲ Μαρτυροπόλεως ἐς δύοντά που τὸν ἥλιον
ἰόντι χωρίον ἐστὶ Φεισὼν ὄνομα ἐν Ἀρμενίᾳ μὲν καὶ αὐτὸ κείμενον τῇ Σοφανηνῇ καλουμένῃ, Μαρτυροπόλεως δὲ87
Aed
.

3

.

3

.

2

ὀλίγον ἔλασσον ἢ ὁδῷ ἡμέρας διέχον. τούτου δὲ τοῦ χωρίου ἐπέκεινα, ὅσον ἐκ σημείων ὀκτὼ μάλιστα, ὄρη ἀπότομα καὶ παντάπασιν ἀδιέξοδα ξυνιόντα ἐς ἄλληλα στενωποὺς ἀπεργάζονται δύο, ἄγχιστά πη ἀλλήλοιν ὄν‐
Aed
.

3

.

3

.

3

τας οὕσπερ νενομίκασι Κλεισούρας καλεῖν. τοὺς δὲ ἐκ Περσαρμενίας ἐπὶ Σοφανηνὴν πορευομένους, εἴτε ἐξ αὐτῶν τῶν Περσικῶν ὁρίων εἴτε διὰ τοῦ Κιθαρίζων φρουρίου ἴοιεν, ἀμήχανά ἐστιν ὅτι μὴ διὰ τούτων δὴ τῶν δύο στεν‐
Aed
.

3

.

3

.

4

ωπῶν ἐνταῦθα γενέσθαι. καλοῦσι δὲ αὐτῶν οἱ ἐπι‐ χώριοι Ἰλλυρισὸν μὲν τὸν ἕτερον, τὸν δὲ ἄλλον Σαφχάς.
Aed
.

3

.

3

.

5

ὅπως μὲν οὖν ἀναστέλλοιτο τοῖς πολεμίοις ἡ ἐνταῦθα ὁδὸς ἀσφαλείας τε αὐτῆς καὶ τῆς ἄλλης ἐπιμελείας ἄξια ἐν τοῖς μάλιστα τὰ χωρία ταῦτα ὄντα ἐτύγχανεν. ἀλλὰ καὶ ὣς ἀφύλακτα τὸ παράπαν μεμένηκε τοῖς πρόσθεν ἀν‐
Aed
.

3

.

3

.

6

θρώποις. βασιλεὺς δὲ Ἰουστινιανὸς ἔν τε τῷ Φεισὼν κἀν τοῖς στενωποῖς ὀχυρώματά τε ἀξιοθέατα καὶ στρατιω‐ τῶν φρουρὰν ἀνανταγώνιστον καταστησάμενος, ἄβατον βαρβάροις τὴν χώραν διεπράξατο παντάπασιν εἶναι. τὰ
5μὲν οὖν ἐπὶ χώρας τῆς Σοφανηνῆς καλουμένης τῇδε Ἰουστι‐ νιανῷ βασιλεῖ εἴργασται.
Aed
.

3

.

3

.

7

Ἐν δὲ τῷ Κιθαρίζων χωρίῳ, ὅπερ ἐπὶ Ἀσθιανίνης τῆς καλουμένης ἐστί, φρούριον οὐ πρότερον ὂν ἐν χώρῳ λο‐ φώδει ὑπερφυές τε καὶ δαιμονίως ἄμαχον κατεστήσατο·
Aed
.

3

.

3

.

8

ἔνθα δὴ καὶ διαρκὲς ὕδωρ ἐσαγαγὼν τά τε ἄλλα πάντα τοῖς τῇδε ᾠκημένοις ἐν ἐπιτηδείῳ πεποιημένος, τὸν ἕτε‐
ρον δοῦκα, ᾗπέρ μοι εἴρηται, ξὺν στρατιωτῶν ἐνταῦθα φρουρᾷ ἱκανωτάτῃ ἱδρύσατο. ταύτῃ τε τοῖς τῶν Ἀρμε‐88
5νίων ἔθνεσι τὴν ἀσφάλειαν ἀνεσώσατο.
Aed
.

3

.

3

.

9

Ἐκ δὲ Κιθαρίζων ἔς τε Θεοδοσιούπολιν καὶ Ἀρμενίαν τὴν ἑτέραν ἰόντι Χορζάνη μὲν ἡ χώρα καλεῖται, διήκει δὲ ἐς ὁδὸν τριῶν ἡμερῶν μάλιστα οὔτε λίμνης τινὸς ὕδατι οὔτε ποταμοῦ ῥείθρῳ οὔτε ὄρεσι τὴν δίοδον ἐν στενῷ εἴρ‐
5γουσι διοριζομένη τῆς τῶν Περσῶν γῆς, ἀλλὰ τῶν ὁρίων
Aed
.

3

.

3

.

10

αὐταῖς ἀναμὶξ κειμένων. ὥστε οἱ ταύτῃ ᾠκημένοι, Ῥω‐ μαίων ἢ Περσῶν ὄντες κατήκοοι, οὔτε τι ἀπ’ ἀλλήλων δέος ἔχουσιν οὔτε ἀλλήλοις πη ἐς ἐπιβουλήν εἰσιν ὕποπ‐ τοι, ἀλλὰ καὶ γάμους ἀλλήλοις ἐπικηδεύουσι καὶ ἀγορὰν
5τῶν ἐπιτηδείων συμβάλλονται καὶ τὰ ἐς γεωργίαν ἐπι‐
Aed
.

3

.

3

.

11

κοινοῦνται. ἢν δέ ποτε οἱ τῶν ἑτέρων ἄρχοντες ἐπὶ τοὺς ἑτέρους στρατῷ ἴωσιν, ἐπιτεταγμένον σφίσι πρὸς τοῦ βασιλέως, ἀφυλάκτους ἀεὶ τοὺς πλησιοχώρους εὑρίσκουσι.
Aed
.

3

.

3

.

12

χωρία μὲν γὰρ ἑκατέροις πολυανθρωπότατα ὡς ἀγχοτάτω ἀλλήλων ἐστίν, ἔρυμα δὲ οὐδετέροις πη ἐκ παλαιοῦ ἦν.
Aed
.

3

.

3

.

13

παρῆν οὖν ἐνθένδε τῷ Περσῶν βασιλεῖ ῥᾷόν τε καὶ ἀπονώτερον τὴν δίοδον ἐς τὰ Ῥωμαίων ἤθη ποιεῖσθαι, ἕως βασιλεὺς Ἰουστινιανὸς διακωλυτὴς αὐτῷ γέγονε τρόπῳ τοιῷδε. χωρίον ἦν ἐπὶ μέσης τῆς χώρας Ἀρταλέ‐
Aed
.

3

.

3

.

14

σων ὄνομα. τοῦτο τείχει ἐχυρωτάτῳ περιβαλὼν φρούριόν τε ἀμαχώτατον ἐξειργάσατο καὶ στρατιωτικοὺς κατα‐ λόγους τῇδε ἱδρύσατο, οἷς δὴ ἄρχοντα ἐς ἀεὶ ἐφεστάναι διώρισεν, ὅνπερ δοῦκα Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ.
5οὕτω τε τὴν ἐκείνῃ ἐσχατιὰν ἐτειχίσατο ξύμπασαν.
Aed
.

3

.

4

.

1

Ταῦτα μὲν οὖν βασιλεῖ ταύτῃ ἐξείργασται. ὅσα δὲ
αὐτῷ ἐπὶ τῆς ἄλλης Ἀρμενίας διαπεπόνηται ἐρῶν ἔρχο‐89
Aed
.

3

.

4

.

2

μαι. Σάταλα πόλις ἐπὶ σφαλερᾶς τὸ παλαιὸν ἐλπίδος εἱστήκει. τῶν μὲν γὰρ πολεμίων τῆς γῆς ὀλίγῳ διέχει, ἐν δαπέδῳ δὲ χθαμαλῷ κεῖται, λόφοις τε πολλοῖς ἀμφ’ αὐτὴν ἐπανεστηκόσιν ὑπόκειται, περιβόλων τε αὐτῇ διὰ
Aed
.

3

.

4

.

3

ταῦτα ἔδει τοῖς ἐπιβουλεύουσιν ἀμηχάνων ἑλεῖν. ἀλλὰ καὶ τοιαύτῃ τοῦ χωρίου τὴν φύσιν οὔσῃ τὰ ἐκ τοῦ ἐρύ‐ ματος σφαλερώτερα ἦν, φαύλως τε ἀρχὴν τῇ κατασκευῇ καὶ παρέργως πεποιημένου καὶ τῷ μακρῷ χρόνῳ ἤδη τῆς
Aed
.

3

.

4

.

4

οἰκοδομίας ἑκασταχοῦ διερρωγότος. ἀλλὰ τοῦτο περιε‐ λὼν ὁ βασιλεὺς ὅλον, περίβολον ᾠκοδομήσατο ἐνταῦθα νέον, ὑψηλὸν μὲν ὅσον ὑπερπεφυκέναι τοὺς ἀμφ’ αὐτὸν λόφους δοκεῖν, εὐρυνόμενον δὲ ὅσον ἐπ’ ἀσφαλοῦς ἐπανε‐
Aed
.

3

.

4

.

5

στηκέναι τό γε τοῦ ὕψους ὑπέρογκον. καὶ προτείχισμα δὲ πολλοῦ ἄξιον λόγου πηξάμενος ἐν κύκλῳ τοὺς πολε‐ μίους κατέπληξε. καὶ φρούριον δὲ Σατάλων οὐ πολλῷ ἄποθεν ἐχυρὸν ἄγαν ἐν χώρᾳ Ὀσροηνῶν καλουμένῃ ᾠκο‐
5δομήσατο.
Aed
.

3

.

4

.

6

Ἦν δέ τι φρούριον ἐν τῇδε τῇ χώρᾳ ἐν ἀκρωνυχίᾳ λόφου κατακρήμνου πεποιημένον τοῖς πάλαι ἀνθρώποις, ὃ δὴ Πομπήιος ἐν τοῖς ἄνω χρόνοις ὁ Ῥωμαίων στρατη‐ γὸς ἐξελὼν καὶ τῆς χώρας τῷ πολέμῳ κύριος γεγονὼς
Aed
.

3

.

4

.

7

ἐκρατύνατό τε ὡς μάλιστα καὶ Κολώνειαν ἐπωνόμασε· καὶ τοῦτο οὖν χρόνῳ πεπονηκὸς τοσούτῳ τὸ πλῆθος βασι‐
Aed
.

3

.

4

.

8

λεὺς Ἰουστινιανὸς ἀνεσώσατο δυνάμει τῇ πάσῃ. καὶ χρή‐ ματα μέντοι προέμενος ἀνάριθμα τοῖς τῇδε ᾠκημένοις, ἐρύματα ἑκασταχοῦ διεπράξατο ἐν τοῖς αὐτῶν ἰδίοις ἀγ‐
ροῖς ἢ νέα δείμασθαι, ἢ ἀνοικοδομήσασθαι σαθρὰ γεγο‐90
Aed
.

3

.

4

.

9

νότα. ὥστε ἅπαντα σχεδόν τι τὰ ὀχυρώματα, ὅσα δὴ ἐν‐ ταῦθα ξυμβαίνει εἶναι, Ἰουστινιανοῦ βασιλέως τυγχάνει
Aed
.

3

.

4

.

10

ἔργα ὄντα. ἐνταῦθα δὲ καὶ φρούρια ᾠκοδομήσατο τό τε Βαιβερδὼν καλούμενον καὶ τὸ Ἄρεων. καὶ τὸ Λυσίορ‐ μον ἀνενεώσατο πεπονηκὸς ἤδη σὺν τῷ Λυταραριζών.
Aed
.

3

.

4

.

11

ἔν τε χωρίῳ, ὅπερ Γερμανοῦ καλοῦσι Φοσσᾶτον, φρού‐ ριον ἐδείματο νέον. ἀλλὰ καὶ Σεβαστείας καὶ Νικοπό‐ λεως τῶν ἐν Ἀρμενίαις πόλεων τὰ τείχη, ἐπεὶ καταπεσεῖ‐ σθαι πάντα ἔμελλον, τεταλαιπωρημένα τῷ μήκει τοῦ χρό‐
Aed
.

3

.

4

.

12

νου, ἀνοικοδομησάμενος πεποίηται νέα. καὶ ἱερῶν δὲ καὶ μοναστηρίων ἐνταῦθα οἰκοδομίας ἐξείργασται. ἔν τε γὰρ τῇ Θεοδοσιουπόλει νεὼν τῇ θεοτόκῳ ἀνέθηκε, καὶ μονα‐ στήρια ἔν τε χωρίῳ τῷ καλουμένω Πέτριος, κἀν τῷ Κου‐
Aed
.

3

.

4

.

13

καρίζων ἀνενεώσατο. ἔν τε Νικοπόλει τὸ τῶν ἁγίων τεσ‐ σαράκοντα πέντε καλούμενον μοναστήριον, καὶ ἱερὸν Γε‐
Aed
.

3

.

4

.

14

ωργίῳ τῷ μάρτυρι ἐν Βιζανοῖς ἐδείματο. τῆς τε Θεοδο‐ σιουπόλεως ἄγχιστα μοναστήριον ἀνενεώσατο τῶν τεσ‐ σαράκοντα μαρτύρων ἐπικαλούμενον.
Aed
.

3

.

4

.

15

Ἦν δέ τι χωρίον ἐν τοῖς Ἀρμενίοις τὸ παλαιὸν μικροῖς καλουμένοις οὐ πολλῷ ἄποθεν ποταμοῦ Εὐφράτου, ἐφ’
Aed
.

3

.

4

.

16

οὗ δὴ λόχος Ῥωμαίων στρατιωτῶν ἵδρυτο. Μελιτηνὴ μὲν τὸ χωρίον, λεγεὼν δὲ ὁ λόχος ἐπωνομάζετο. ἐνταῦθά πη ἔρυμα ἐν τετραγώνῳ ἐπὶ χώρας ὑπτίας ἐδείμαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, τοῖς τε στρατιώταις ἀποχρώντως
5ἐς καταλύσεις ἔχον καὶ ὅπως σφίσι τὰ σημεῖα τῇδε ἐνα‐
Aed
.

3

.

4

.

17

ποκείσονται. μετὰ δὲ Τραϊανῷ τῷ Ῥωμαίων αὐτοκρά‐ τορι δεδογμένον, ἐς πόλεώς τε ἀξίωμα ὁ χῶρος ἀφῖκται91
Aed
.

3

.

4

.

18

καὶ μητρόπολις κατέστη τῷ ἔθνει. προϊόντος δὲ τοῦ χρό‐ νου ἐγένετο ἡ τῶν Μελιτηνῶν πόλις μεγάλη καὶ πολυάν‐ θρωπος. ἐπεί τε ἐρύματος ἐντὸς ἐνοικήσασθαι οὐκέτι εἶχον (ἐς γὰρ ὀλίγον τινὰ ξυνῄει χῶρον, ᾗπέρ μοι εἴρη‐
5ται) ἱδρύσαντο ἐν τῷ ταύτης πεδίῳ, ἵνα δὴ τὰ ἱερὰ σφίσι πεποίηται καὶ τὰ τῶν ἀρχῶν καταγώγια καὶ τήν τε ἀγο‐ ράν, ὅσα τε ἄλλα ἐμπολημάτων πωλητήριά ἐστι, τάς τε τῆς πόλεως ἀγυιὰς πάσας καὶ στοὰς καὶ βαλανεῖα καὶ θέ‐ ατρα καὶ εἴ τι ἄλλο πόλεως μεγάλης ἐς κόσμον διήκει.
Aed
.

3

.

4

.

19

τῷ τε τρόπῳ τούτῳ Μελιτηνὴν ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνέβαινεν εἶναι. Ἀναστάσιος μὲν οὖν βασι‐ λεὺς αὐτὴν ξύμπασαν τείχει περιβαλεῖν ἐγκεχείρηκεν.
Aed
.

3

.

4

.

20

οὔπω μέντοι τὸ βούλευμα ἀποτελέσας τὸν βίον συνεμε‐ τρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς πανταχόθεν αὐτὴν βεβαιότατα κατατειχισάμενος μέγα τοῖς Ἀρμενίοις ὀχύ‐ ρωμά τε καὶ ἐγκαλλώπισμα Μελιτηνὴν ἀπειργάσατο.
Aed
.

3

.

5

.

1

Ταῦτα μὲν οὖν ἐν Ἀρμενίᾳ, ἣ ἔστιν ἐν δεξιᾷ Εὐ‐ φράτου ποταμοῦ, εἰργάσατο· ὅσα δέ οἱ ἐν Ἀρμενίᾳ τῇ
Aed
.

3

.

5

.

2

μεγάλῃ πεποίηται, ἐρῶν ἔρχομαι. ἡνίκα Θεοδόσιος ὁ Ῥωμαίων βασιλεὺς τὴν Ἀρσάκου ἐπικράτειαν ἔσχεν, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, φρούριον ἐπί τινος τῶν λόφων
ᾠκοδομήσατο τοῖς προσιοῦσιν εὐάλωτον, ὃ δὴ Θεοδο‐92
Aed
.

3

.

5

.

3

σιούπολιν ἐπωνόμασε. τοῦτο Καβάδης τότε ὁ Περσῶν βασιλεύς, ἡνίκα δὴ Ἀμίδης εὐθὺ ἵετο, παριὼν εἷλεν.
Aed
.

3

.

5

.

4

Ἀναστάσιος δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ οὐ πολλῷ ὕστε‐ ρον πόλιν ἐνταῦθα ἐδείματο τὸν λόφον ἐντὸς τοῦ περι‐ βόλου πεποιημένος, ἐφ’ οὗ δὴ φρούριον τὸ Θεοδοσίου
Aed
.

3

.

5

.

5

εἱστήκει. καὶ τὸ μὲν αὑτοῦ ὄνομα τῇ πόλει ἀφῆκεν, ἐξί‐ τηλον δὲ τὸ Θεοδοσίου ποιεῖσθαι τοῦ πρότερον οἰκιστοῦ ἥκιστα ἴσχυσεν, ἐπεὶ νεοχμοῦσθαι μὲν τὰ καθωμιλημένα τοῖς ἀνθρώποις ἐς ἀεὶ πέφυκεν, ὀνομάτων δὲ τῶν πρό‐
Aed
.

3

.

5

.

6

σθεν μεθίεσθαι οὐκ εὐπετῶς ἔχει. τοῦτο δὲ τὸ Θεοδο‐ σιουπόλεως τεῖχος εὐρύνετο μὲν ἱκανώτατα, οὐ κατὰ
Aed
.

3

.

5

.

7

λόγον δὲ τοῦ εὔρους ἀνεῖχε. τὸ γὰρ ὕψος αὐτῷ ἐς τριά‐ κοντα ἐξικνεῖτο μάλιστα πόδας· ταύτῃ τε πολεμίοις τει‐ χομαχοῦσιν, ἄλλως τε καὶ Πέρσαις ἐγεγόνει λίαν εὐάλω‐
Aed
.

3

.

5

.

8

τον. ἦν δὲ καὶ ἄλλως ἐπίμαχον. οὔτε γὰρ προτείχισμα
Aed
.

3

.

5

.

9

οὔτε τάφρος αὐτῷ ἤμυνεν. ἀλλὰ καὶ χῶρός τις ὡς ἀγχο‐ τάτω ἐπεμβαίνων τῇ πόλει τῷ περιβόλῳ ἐπανειστήκει. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἀντεμηχανήσατο τάδε. πρῶτα μὲν τάφρον ὡς βαθυτάτην ἐν κύκλῳ ὀρύξας,
5χαράδραις αὐτὴν ὀρῶν ἀποτόμων ἐμφερεστάτην εἰργά‐
Aed
.

3

.

5

.

10

σατο. ἔπειτα δὲ χῶρον τὸν ὑπερπεφυκότα κατατεμὼν ἔς τε ἀνεκβάτους κρημνοὺς καὶ σήραγγας ἀδιεξόδους μετε‐ στήσατο τὴν αὐτοῦ φύσιν· ὅπως δὲ τὸ τεῖχος ὑψηλόν τε εἴη διαφερόντως καὶ ὅλως ἀνανταγώνιστον, εἴ τις προσ‐
5ίοι, προσεπετεχνήσατο ἅπαντα ὅσα ἐν πόλει Δάρας εἰρ‐
Aed
.

3

.

5

.

11

γάσατο. τὰς γὰρ ἐπάλξεις ἀποσφίγξας ἐν στενῷ μάλιστα
ὅσον ἐνθένδε βάλλειν τοὺς τειχομαχοῦντας δυνατὰ εἶναι, ἔμβολόν τε αὐταῖς λίθων ἐπιβολαῖς ἐν περιδρόμῳ περιε‐ λίξας, ἐντέθεικεν ἐμπείρως ἐπάλξεις ἑτέρας, προτειχίσματί93
5τε αὐτὸ περιβαλὼν κύκλῳ ἐμφερέστατον τῷ ἐν πόλει Δάρας περιβόλῳ πεποίηται, πύργον ἕκαστον φρούριον
Aed
.

3

.

5

.

12

ἐχυρὸν τεκτηνάμενος. οὗ δὴ τὰς δυνάμεις ἁπάσας καὶ τὸν ἐν Ἀρμενίαις στρατηγὸν ἱδρύσασθαι καταστησάμενος κρείσσους τοὺς Ἀρμενίους διεπράξατο τὸ λοιπὸν εἶναι ἢ δεδιέναι τὴν Περσῶν ἔφοδον.
Aed
.

3

.

5

.

13

Ἐς μέντοι τὰ Βιζανὰ οὐδὲν εἴργασται τῷ βασιλεῖ τούτῳ ἐξ αἰτίας τοιᾶσδε. κεῖται μὲν ἐν τῷ ὁμαλῷ τὸ χωρίον, πεδία τε ἀμφ’ αὐτὸ ἐπὶ μακρὸν ἱππήλατά ἐστιν, ὕδατος δὲ σηπεδόνες πολλαὶ ξυνισταμένου ἐνταῦθά εἰσι.
Aed
.

3

.

5

.

14

καὶ ἀπ’ αὐτοῦ τοῖς μὲν πολεμίοις ἐπιμαχώτατον, τοῖς δὲ
Aed
.

3

.

5

.

15

οἰκήτορσι λοιμωδέστατον αὐτὸ ξυμβαίνει εἶναι. ὧν δὴ ἕνεκα τὸ χωρίον τοῦτο ὑπεριδὼν ἑτέρωθι πόλιν ἐδείματο αὐτοῦ βασιλέως ἐπώνυμον, ἀξιολογωτάτην τε καὶ ἄμαχον ὅλως ἐν χωρίῳ Τζουμινᾷ καλουμένῳ, ὅπερ σημείοις μὲν
5τρισὶ Βιζανῶν διέχει, ἐν κρημνώδει δὲ μάλιστα κείμενον εὐεξίας ἀέρων εὖ ἔχει.
Aed
.

3

.

6

.

1

Τὰ μὲν οὖν ἐν Ἀρμενίοις Ἰουστινιανῷ βασιλεῖ τῇδέ πη ἔχει. τὰ δὲ δὴ κατὰ τὰ Τζάνων ἔθνη ἀναγράψασθαί μοι ἐνταῦθα τοῦ λόγου οὔ τι ἀπὸ τρόπου ἔδοξεν εἶναι,
Aed
.

3

.

6

.

2

ἐπεὶ καὶ πρόσοικοι Ἀρμενίοις εἰσίν. αὐτόνομοι μὲν Τζάνοι ἐκ παλαιοῦ καὶ ἄναρχοι ᾤκουν, θηριώδη τινὰ βιοτὴν ἔχοντες, θεοὺς μὲν τά τε ἄλση καὶ ὄρνις καὶ ἄλλα
ἄττα ζῷα ἡγούμενοί τε καὶ σέβοντες, ἐν ὄρεσι δὲ οὐρα‐94
5νομήκεσί τε καὶ ἀμφιλαφέσι τὸν πάντα αἰῶνα δίαιταν ἔχοντες, γῆν δὲ οὐδαμῆ γεωργοῦντες, ἀλλὰ λῃστεύοντές
Aed
.

3

.

6

.

3

τε καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες. αὐτοί τε γὰρ ἀμε‐ λέτητοί εἰσιν ἐργάζεσθαι γῆν καὶ ἡ χώρα σφίσιν, ἔνθα δὴ μὴ ὄρη τά γε ἀποτομώτατα περιβέβληται, λοφώδης
Aed
.

3

.

6

.

4

ἐστίν. οὐ γήλοφοι δέ εἰσι τὰ ἐπανεστηκότα τῆς γῆς οὐδὲ γεώδη οὐδὲ οἷα καρποὺς ἀφεῖναι, εἴ τις αὐτῶν ἐπιμελοῖτο, ἀλλὰ τραχέα τε ὑπερβαλλόντως καὶ σκληρὰ ὑπεράγαν καὶ
Aed
.

3

.

6

.

5

καρπῶν ἁπάντων δεινῶς ἄφορα. καὶ οὔτε ἀρόσαι τὴν γῆν οὔτε ἀμήσασθαι λήιον οὔτε λειμῶνι ἐντυχεῖν ἐνταῦθά πη δυνατὰ γίνεται, ἀλλὰ καὶ τοῖς δένδροις, οἷσπερ ἡ Τζανικὴ τέθηλεν, ἀκάρποις τε οὖσιν ἀνθεῖ καὶ ὅλως
5ἀγόνοις, ἐπεὶ οὐδὲ ἀλλήλους ἐκδέχονται καιροὶ ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐδὲ νῦν μὲν ἡ γῆ τῷ τῆς ὥρας ὑγρῷ τε καὶ ψυχρῷ βάλλεται, νῦν δὲ δὴ αὐτὴν ἡ τοῦ ἡλίου θέρμη ὀνίνησιν, ἀλλὰ χειμῶνί τε ἀπεράντῳ ξυνῴκισται ἡ χώρα
Aed
.

3

.

6

.

6

καὶ χιόσιν ἀϊδίοις κατάρρυτός ἐστι. διὰ ταῦτα μὲν αὐτό‐ νομοι τὸ παλαιὸν οἱ Τζάνοι ἐβίουν, ἐπὶ τούτου δὲ Ἰου‐ στινιανοῦ βασιλεύοντος ἡττήθησάν τε Ῥωμαίων τῇ μάχῃ, Τζίττα στρατηγοῦντος Ῥωμαίων, καὶ τὴν ἀγώνισιν ἀπο‐
5γνόντες εὐθὺς προσεχώρησαν αὐτῷ ἅπαντες, πρὸ τῆς ἐπικινδύνου ἐλευθερίας τὴν ἄπονον δουλείαν ἑλόμενοι
Aed
.

3

.

6

.

7

σφίσι. καὶ τήν τε δόξαν ἐπὶ τὸ εὐσεβὲς αὐτίκα μετέθεντο ἅπαντες Χριστιανοὶ γεγενημένοι, τήν τε δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεθηρμόσαντο, λῃστείας μὲν ἀφέμενοι πά‐ σης, τοῖς δὲ Ῥωμαίοις συστρατεύοντες, ἐπὶ πολεμίους ἀεὶ
Aed
.

3

.

6

.

8

τοὺς σφετέρους ἰοῦσι. δείσας δὲ Ἰουστινιανὸς βασιλεὺς
μή ποτε Τζάνοι μεταπορευσάμενοι τὴν δίαιταν αὖθις τὰ σφέτερα ἤθη ἐπὶ τὸ ἀγριώτερον μεταστρέψωνται ἐπενόει τοιάδε.95
Aed
.

3

.

6

.

9

Δύσοδος ἦν ἡ Τζανικὴ λίαν καὶ ἄφιππος ὅλως, κρη‐ μνοῖς τε πανταχόθεν καὶ χώροις περικεκλεισμένη ἐκ τοῦ
Aed
.

3

.

6

.

10

ἐπὶ πλεῖστον ὑλώδεσιν, ᾗπέρ μοι εἴρηται. καὶ ἀπ’ αὐτοῦ Τζάνοις ἐπιμίγνυσθαι τοῖς πλησιοχώροις ἀμήχανον ἦν, ἀλλὰ κατὰ μόνας ἐν σφίσιν αὐτοῖς ἀπηγριωμένοι θηρίων
Aed
.

3

.

6

.

11

τρόπον τὴν δίαιταν εἶχον. τὰ τοίνυν δένδρα ἐκτεμὼν ἅπαντα, οἷσπερ τὰς ὁδοὺς ξυνέβαινε ξυμποδίζεσθαι, καὶ τὰς ἐκείνῃ δυσχωρίας μεθαρμοσάμενος, εὐπετεῖς τε αὐτὰς καὶ ἱππασίμους καταστησάμενος, ἐπιμίγνυσθαι αὐτοὺς
5κατὰ ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις καὶ προσχωρεῖν τῇ
Aed
.

3

.

6

.

12

ὁμιλίᾳ τῶν πλησιοχώρων πεποίηκεν. ἔπειτα δὲ αὐτοῖς ἐκκλησίαν ἐν χωρίῳ Σχαμαλινίχων καλουμένῳ δειμάμε‐ νος, ἱερᾶσθαί τε διεπράξατο καὶ μυστηρίων μεταλαμβά‐ νειν λιταῖς τε τὸν θεὸν ἱλεοῦσθαι, καὶ τὰ ἄλλα ἐξοσιοῦ‐
Aed
.

3

.

6

.

13

σθαι, συνιέντες ὡς ἄνθρωποι εἶεν. καὶ φρούρια δὲ οἰκο‐ δομησάμενος πανταχόθι τῆς χώρας φρουρούς τε ἐνταῦθα Ῥωμαίων στρατιωτῶν ἱδρυσάμενος βεβαιότατα, Τζάνοις ἐς τοὺς ἄλλους ἀνθρώπους τὰς ἐπιμιξίας ἀκωλύτους
Aed
.

3

.

6

.

14

πεποίηκεν. ὅπη ποτὲ δὲ Τζανικῆς τὰ φρούρια ταῦτα ἐδείματο, ἐρῶν ἔρχομαι.
Aed
.

3

.

6

.

15

Χώραν ἐνταῦθά τινα ἐς τρίοδον ἀποκεκριμένην ξυμ‐ βαίνει εἶναι. Ῥωμαίων τε γὰρ καὶ Περσαρμενίων τὰ ὅρια καὶ Τζάνων αὐτῶν τῇδε ἀρξάμενα ἐνθένδε διασκε‐
Aed
.

3

.

6

.

16

δάννυται. ἐνταῦθα φρούριον ἐχυρώτατον, οὐ πρότερον ὄν, ὄνομα Ὁρονῶν, ἐξείργασται, κεφάλαιον αὐτὸ τῆς
Aed
.

3

.

6

.

17

εἰρήνης πεποιημένος. ἔνθεν γὰρ τὰ πρῶτα Ῥωμαίοις ἡ Τζανικὴ ἐσβατὴ γέγονεν· οὗ δὴ καὶ ἄρχοντα στρατιωτῶν96
Aed
.

3

.

6

.

18

κατεστήσατο, ὃν δοῦκα καλοῦσιν. ἐν χωρίῳ δὲ ὁδῷ ἡμέ‐ ραιν δυοῖν Ὁρονῶν διέχοντι, οὗ δὴ Τζάνων τῶν Ὠκενι‐ τῶν καλουμένων τὰ ὅριά ἐστιν (ἐπεὶ ἐς ἔθνη πολλὰ δια‐ κέκρινται Τζάνοι), ἐνταῦθά τι ὀχύρωμα πεποιημένον ἦν
5τοῖς πάλαι ἀνθρώποις, ἐρείπιον ἤδη πολλῷ πρότερον τῷ
Aed
.

3

.

6

.

19

ἀπημελῆσθαι γεγενημένον, Χαρτὼν ὄνομα. ὅπερ ἀνανεω‐ σάμενος Ἰουστινιανὸς βασιλεύς, ἐνοικεῖν τε ἀνθρώπων ἐνταῦθα διεπράξατο μέγα τι χρῆμα καὶ τὰ ἐς τὴν εὐκο‐
Aed
.

3

.

6

.

20

σμίαν τῇ χώρᾳ φρουρεῖν. τῷ δὲ ἐνθένδε ἰόντι πρὸς ἀνίσχοντα ἥλιον φάραγξ ἐστὶ κρημνώδης, κατατείνουσα μέχρι ἐς τὰ πρὸς βορρᾶν ἄνεμον· οὗ δὴ φρούριον, Βαρ‐
Aed
.

3

.

6

.

21

χὼν ὄνομα, ἐδείματο νέον. ἐπέκεινα δὲ κατὰ τοῦ ὄρους τὴν ὑπώρειαν ἐπαύλεις εἰσίν, ἵνα δὴ οἱ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων βόες αὐλίζονται, οὕσπερ ἐκτρέ‐ φουσιν οὐ τοῦ ἀροῦν τὴν γῆν ἕνεκα, ἐπεὶ ἀργοί τε τὸ
5παράπαν οἱ Τζάνοι εἰσὶ καὶ γεωργικῶν ἀλλότριοι πόνων, ᾗπέρ μοι εἴρηται, καὶ οὔτε ἀρόματά ἐστιν αὐτοῖς οὔτε ἄλλα τῆς γεωργίας διαπονήματα, ἀλλὰ τοῦ γε γάλα ἐς
Aed
.

3

.

6

.

22

ἀεὶ βδάλλειν καὶ σιτίζεσθαι τοῖς αὐτῶν κρέασι. μετὰ δὲ τοῦ ὄρους τὸν πρόποδα, οὗ Κενὰ τὸ χωρίον ἐν τῷ ὁμαλῷ ξυμβαίνει εἶναι, ἐνθένδε τοι ἰόντι ἐπὶ δύοντά που τὸν ἥλιον, τὸ Σισιλισσῶν ὄνομα φρούριόν ἐστιν, ὅπερ ἐκ
5παλαιοῦ μὲν πεποιημένον, ἔρημον δὲ διὰ χρόνου μῆκος γεγενημένον ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς διαρ‐ κὲς Ῥωμαίων στρατιωτῶν, ὥσπερ κἀν τοῖς ἄλλοις ἅπασι,
Aed
.

3

.

6

.

23

φυλακτήριον κατεστήσατο. ἔνθεν δὲ ἰόντι ἐν ἀριστερᾷ
πρὸς βορρᾶν ἄνεμον χῶρός τίς ἐστιν, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Λογγίνου φοσσᾶτον, ἐπεὶ Λογγῖνος ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγός, Ἴσαυρος γένος, στρα‐97
5τεύσας ἐπὶ Τζάνους ποτὲ τῇδε πεποίηται τὸ στρατόπε‐
Aed
.

3

.

6

.

24

δον. ἐνταῦθα φρούριον ὁ βασιλεὺς οὗτος ὄνομα Βουρ‐ γουσνόης δεδημιούργηκεν, ἡμέρας ὁδῷ Σισιλισσῶν διέ‐
Aed
.

3

.

6

.

25

χον. ὅπερ Σισιλισσῶν φρούριόν ἐστι καὶ αὐτὸ ὑπ’ αὐτοῦ τοῦ βασιλέως, ὡς μικρὸν ἐρρήθη ἔμπροσθεν, ἐξειρ‐
Aed
.

3

.

6

.

26

γασμένον βεβαιότατα. ἐντεῦθεν ὅρια τῶν Τζάνων τῶν Κοξυλίνων καλουμένων ἐστίν· οὗ δὴ φρούρια νῦν πε‐ ποίηται δύο, τό τε Σχαμαλινίχων καλούμενον καὶ ὅπερ Τζανζάκων ἐπονομάζουσιν· ἔνθα δὴ καὶ ἄλλον ἄρχοντα
5στρατιωτῶν κατεστήσατο.
Aed
.

3

.

7

.

1

Ταῦτα μὲν οὖν ἐν Τζάνοις Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἐν δὲ δὴ τῇ μετ’ αὐτοὺς χώρᾳ, ἣ παρὰ τὸν Εὔξεινον οἰκεῖται Πόντον, πόλις ἐστί που, Τραπεζοῦς ὄνομα· οὗ δὴ ἀπορίας ὑδάτων οὔσης, ὀχετὸν ἐτεκτήνατο
5Ἰουστινιανὸς βασιλεύς, ὅνπερ Εὐγενίου καλοῦσι μάρτυ‐ ρος, ταύτῃ τε τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν.
Aed
.

3

.

7

.

2

ἐνταῦθα δὲ κἀν τῇ Ἀμασείᾳ τὰ πλεῖστα τῶν ἱερῶν ἀνε‐
Aed
.

3

.

7

.

3

νεώσατο, χρόνῳ πεπονηκότα πολλῷ. μετὰ δὲ τοὺς Τρα‐ πεζουντίων ὅρους χωρίον ἐστὶ Ῥιζαῖον ὄνομα, ὃ δὴ καιν‐ ουργήσας αὐτὸς ὀχύρωμα περιβέβληκε λόγου τε καὶ
Aed
.

3

.

7

.

4

ἀκοῆς κρεῖσσον. πόλεων γὰρ τῶν Πέρσαις ὁμόρων οὐδε‐ μιᾶς ἧσσον μεγέθους πέρι καὶ ἀσφαλείας δεδημιούργηται.
Aed
.

3

.

7

.

5

Καὶ φρούριον δὲ ᾠκοδομήσατο ἐπὶ Λαζικῆς Λοσόριον
ὄνομα, καὶ τοὺς ἐν τῇ χώρᾳ στενωποὺς ἐτειχίσατο, οὕσπερ Κλεισούρας καλεῖν νενομίκασιν, ὅπως δὴ ἀποκεκλεισμένοι98
Aed
.

3

.

7

.

6

τῆς ἐπὶ Λαζικὴν εἰσόδου οἱ πολέμιοι εἶεν. ἀλλὰ καὶ τὴν ἐν Λαζοῖς τῶν Χριστιανῶν ἐκκλησίαν, ἀρχαίαν τε οὖσαν καὶ σαθρὰν τῇ οἰκοδομίᾳ γεγενημένην, ἀνενεώσατο.
Aed
.

3

.

7

.

7

οὕτω καὶ Πέτραν ἐν Λαζοῖς πόλιν ἀξιοθέατον κατεστή‐ σατο, ἥνπερ Λαζοὶ μὲν ἀβουλίᾳ τῇ σφετέρᾳ παρέδοσαν Πέρσαις, Χοσρόην ἐνταῦθα στρατῷ μεγάλῳ ἐπαγαγόμε‐ νοι, Ῥωμαῖοι δὲ Περσῶν καθυπέρτεροι τῷ πολέμῳ γενό‐
5μενοι καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ δορυαλώτους πεποιημένοι, ἐς τὸ ἔδαφος τὴν πόλιν καθεῖλον, ὡς μὴ αὖθις οἱ βάρβαροι κακουργεῖν ἔχοιεν ἐνταῦθα ἰόντες, ᾗπέρ μοι ἅπαντα ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται
Aed
.

3

.

7

.

8

λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι δεδιήγηται, ὡς ἐν τῇ ἀντι‐ πέρας ἠπείρῳ ἐκ Λαζικῆς ἐπὶ τὴν Μαιῶτιν ἰόντι λίμνην φρούρια δύο, Σεβαστούπολίν τε καὶ Πιτυοῦντα, καθεῖ‐ λον Ῥωμαῖοι, Χοσρόην ἀκούσαντες στράτευμα στέλλειν
5ἐνταῦθα διὰ σπουδῆς ἔχειν τούς 〈τε〉 τὰ φρούρια ταῦτα
Aed
.

3

.

7

.

9

καθέξοντας. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς ταύτην δὴ τὴν Σεβαστούπολιν ἀνανεωσάμενος ξύμπασαν, καὶ τῷ μὲν περιβόλῳ τοῖς τε ἄλλοις ὀχυρώμασι πεποιημένος ἀνάλωτον, ταῖς δὲ ἀγυιαῖς καὶ ταῖς ἄλλαις οἰκοδομίαις
5διακοσμήσας, τῷ τε κάλλει καὶ τῷ μεγέθει πόλιν τανῦν ἀξιολογωτάτην ἐν τοῖς μάλιστα κατεστήσατο.
Aed
.

3

.

7

.

10

Καὶ μὴν καὶ Βοσπόρου καὶ Χερσῶνος πόλεων, αἵπερ κατὰ τὴν ἐκείνῃ ἀκτὴν ἐπιθαλασσίδιαι μετὰ λίμνην τε
τὴν Μαιώτιδα καὶ τοὺς Ταύρους καὶ Ταυροσκύθας ἐν ἐσχάτῳ οἰκοῦνται τῆς Ῥωμαίων ἀρχῆς, πεπονηκότα παν‐99
5τάπασι τὰ τείχη εὑρὼν ἐς μέγα τι κάλλους τε καὶ ἀσφα‐
Aed
.

3

.

7

.

11

λείας κατεστήσατο χρῆμα. ἔνθα δὴ καὶ φρούρια πεποί‐ ηται τό τε Ἀλούστου καλούμενον καὶ τὸ ἐν Γορζουβίταις.
Aed
.

3

.

7

.

12

διαφερόντως δὲ τὴν Βόσπορον τῷ ἐρύματι ἐκρατύνατο, ἥνπερ ἐκ παλαιοῦ βεβαρβαρωμένην καὶ ὑπὸ τοῖς Οὔν‐ νοις κειμένην ἐς τὸ Ῥωμαίων αὐτὸς μετήνεγκε κράτος.
Aed
.

3

.

7

.

13

ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, Δόρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται, οἳ Θευδερίχῳ ἐς Ἰταλίαν ἰόντι οὐκ ἐπισπόμενοι, ἀλλ’ ἐθελούσιοι αὐτοῦ μείναντες, Ῥωμαίων καὶ εἰς ἐμέ εἰσιν ἔνσπονδοι· ξυν‐
5στρατεύουσί τε αὐτοῖς ἐπὶ πολεμίους τοὺς σφετέρους
Aed
.

3

.

7

.

14

ἰοῦσιν, ἡνίκα ἂν βασιλεῖ βουλομένῳ εἴη. ἐξικνοῦνται δὲ ἐς τρισχιλίους, καὶ τά τε πολέμια ἔργα εἰσὶν ἄριστοι τά τε ἐς τὴν γεωργίαν αὐτουργοὶ δεξιοί, καὶ φιλοξενώ‐
Aed
.

3

.

7

.

15

τατοι δέ εἰσιν ἀνθρώπων ἁπάντων. αὐτὴ δὲ ἡ χώρα τὸ Δόρυ τῆς μὲν γῆς ἐν ὑψηλῷ κεῖται, οὐ μέντοι οὔτε τραχεῖα οὔτε σκληρά ἐστιν, ἀλλ’ ἀγαθή τε καὶ εὔφορος
Aed
.

3

.

7

.

16

καρπῶν τῶν ἀρίστων. πόλιν μὲν οὖν ἢ φρούριον οὐδαμῆ τῆς χώρας ὁ βασιλεὺς ἐδείματο ταύτης, κατείργεσθαι περιβόλοις τισὶν οὐκ ἀνεχομένων τῶν τῇδε ἀνθρώπων,
Aed
.

3

.

7

.

17

ἀλλ’ ἐν πεδίῳ ἀσμενέστατα ᾠκημένων ἀεί. ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίων βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περι‐ βαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις.
5ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
Aed
.

3

.

7

.

18

Πόλιν δέ τινα ἐπιθαλασσίαν οἰκοῦσι Θρᾷκες παρὰ τὴν
ἠϊόνα τοῦ Εὐξείνου Πόντου, Ἀγχίαλον ὄνομα, ἧσπερ ἐν ἐπιτηδείῳ μνησθείημεν ἄν, περιηγούμενοι τὰ ἐπὶ τῆς100
Aed
.

3

.

7

.

19

Θρᾴκης χωρία. ἐπεὶ δὲ τανῦν ὁ λόγος ἡμῖν διελήλυθεν ὅσα παρὰ τὴν ἀκτὴν τοῦ Εὐξείνου πόντου δεδημιούρ‐ γηται τῷ βασιλεῖ τούτῳ, οὐδέν τι χεῖρον ἀφηγήσασθαι ἐνταῦθα τοῦ λόγου ὅσα δὴ ἐπὶ τῆς Ἀγχιάλου ταύτης
Aed
.

3

.

7

.

20

ἐδείματο. ἐνταῦθα οὖν πηγαὶ θερμῶν φύσει ὑδάτων ἀναβλυστάνουσι, τῆς πόλεως οὐ πολλῷ ἄποθεν ἀπαυτο‐
Aed
.

3

.

7

.

21

ματίζουσαι βαλανεῖα τοῖς τῇδε ἀνθρώποις· τοῦτον δὲ τὸν χῶρον ἀτείχιστον ἐκ παλαιοῦ ὄντα ὑπερεώρων οἱ προβεβασιλευκότες τὰ πρότερα, καίπερ ἐν γειτόνων ᾠκη‐ μένων αὐτῷ βαρβαρικῶν ἐθνῶν τοσούτων τὸ πλῆθος.
Aed
.

3

.

7

.

22

ἐπεχωρίαζόν τε αὐτῷ οἱ νενοσηκότες τὰ σώματα, μετὰ
Aed
.

3

.

7

.

23

κινδύνων τὴν παραψυχὴν κομιζόμενοι. τειχήρη τοίνυν αὐτὸν ἐν τῷ παρόντι πεποιημένος Ἰουστινιανὸς βασιλεύς,
Aed
.

3

.

7

.

24

ἀκίνδυνον διεπράξατο σφίσι τὴν ἄκεσιν εἶναι. τὰ μὲν οὖν γῆς τῆς ἑῴας, ἔτι μέντοι καὶ Ἀρμενίας καὶ Τζανικῆς ὀχυρώματα καὶ τά γε ἀμφὶ τὸν Εὔξεινον πόντον, τῇδε
Aed
.

3

.

7

.

25

Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἡμῖν δὲ ἐνθένδε ἐπὶ τὰς οἰκοδομίας ἰτέον, ἅσπερ ἐν Εὐρώπῃ τῇ ἄλλῃ πεποίηται.
Aed
.

4

t

1

ΛΟΓΟΣ Δʹ.
Aed
.

4

.

1

.

1

Πέλαγος μέγα νηὶ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθη‐ ρόν τε ἡγοῦμαι εἶναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς ἔμπλεων. ταὐτὸ δέ ἐστι τὰς Ἰουστινιανοῦ βασιλέως
Aed
.

4

.

1

.

2

οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. ψυχῆς γὰρ μεγέθει ὁ βασιλεὺς οὗτος τά τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα
καὶ τὰ ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέ‐101
Aed
.

4

.

1

.

3

πρακται κρείσσω. ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουρ‐ γίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπό‐
Aed
.

4

.

1

.

4

νηται πρόχειρα. γεγένηται γὰρ ἐπαξίως τῷ τε γειτονή‐ ματι ποταμοῦ Ἴστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμέ‐
Aed
.

4

.

1

.

5

νους τῇ χώρᾳ βαρβάρους ἀνάγκῃ. ἔθνη γὰρ αὐτῇ γει‐ τονοῦντα διακεκλήρωται Οὐννικά τε καὶ Γοτθικά, καὶ τὰ ἐν Ταύροις καὶ τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα Σκλαβηνοὶ καὶ ὅσα ἄττα, εἴτε Σαυρομάτας Ἁμαξοβίους
5εἴτε Μετανάστας ταῦτα δὴ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστο‐ ριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θη‐ ριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρύσθαι ἐνταῦθα
Aed
.

4

.

1

.

6

ξυμβαίνει. οἷς δὴ ἀπέραντα πολεμησείουσιν ὑπαντιάζειν διατεινομένῳ Ἰουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν ποιουμένῳ ἐπάναγκες ἦν ἐρύματά τε περιβάλλεσθαι ἀνά‐ ριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστή‐
5σασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ
Aed
.

4

.

1

.

7

ἀνεπιμίκτοις ἐμπόδια εἴη. οἷς δὴ τοῖς πολεμίοις τὸν πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις ποιεῖσθαι νόμος, οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθή‐ καις διαλῦσαί τισιν, ἢ κατὰ χρόνον ἀνακχεῦσαι, ἀλλ’
5ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. ἀλλὰ καὶ ὣς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα.
Aed
.

4

.

1

.

8

ἔργου γὰρ ἀρξαμένους τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι
ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι.102
Aed
.

4

.

1

.

9

ἐπεὶ καὶ ἄλλως ἂν οὐκ ἔξω κατηγορίας τὸ πρᾶγμα εἴη, βασιλέα μὲν τὸν ἡμέτερον εἰργάσθαι τὰ ἔργα, ἡμᾶς δὲ
Aed
.

4

.

1

.

10

τοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. μέλλοντας δὲ τὰ Εὐρωπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκο‐ δομήματα, ὀλίγα ἄττα ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον.
Aed
.

4

.

1

.

11

Ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς ἄλλης θαλάσσης ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ πλεῖστον ποιεῖται τὸν Ἰόνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπει‐
5ρώτας τε καὶ τὰ ἐκείνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροὺς ἔχουσα, ἔν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περι‐
Aed
.

4

.

1

.

12

λαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. καθύπερθε δὲ ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς Ἴστρος
Aed
.

4

.

1

.

13

γῆς τῆς Εὐρώπης νησοειδῆ τὴν γῆν τίθεται. ἐνταῦθα οἰκοδομήματα πολλά τε καὶ ἀξιολογώτατα ὁ βασιλεὺς οὗτος
Aed
.

4

.

1

.

14

πεποίηται. πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισά‐ μενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι, οἳ δὴ ὑπὲρ Ἴστρου ποταμοῦ ᾤκηνται.
Aed
.

4

.

1

.

15

Ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ᾗ πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ
Aed
.

4

.

1

.

16

τοῦδε τὰς ἀπαρχὰς τοῦ λόγου δοτέον. αὐτῇ γὰρ ἂν μόνῃ ὀγκοῦσθαί τε καὶ διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι πρέποι βασιλέα Ῥωμαίοις θρεψαμένῃ τε καὶ παρασχο‐ μένῃ τοιοῦτον, οὗ δὴ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ
5παρακαταθέσθαι ἀμήχανον.
Aed
.

4

.

1

.

17

Ἐν Δαρδάνοις που τοῖς Εὐρωπαίοις, οἳ δὴ μετὰ τοὺς
Ἐπιδαμνίων ὅρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα, ὅπερ Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔν‐ θεν Ἰουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς103
Aed
.

4

.

1

.

18

ὥρμηται. τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισά‐ μενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύρ‐ γον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι
Aed
.

4

.

1

.

19

πεποίηκε. παρ’ αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπι‐ φανεστάτην ἐδείματο, ἥνπερ Ἰουστινιανὴν ὠνόμασε Πρῖ‐ μαν (πρώτη δὲ τοῦτο τῇ Λατίνων φωνῇ δύναται) ταῦτα
Aed
.

4

.

1

.

20

τῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. καίτοι Ῥωμαίους ἐχρῆν ἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα,
Aed
.

4

.

1

.

21

ἐπεὶ καὶ σωτῆρα ἐθρέψατο ἡ χώρα κοινὸν ἅπασιν. ἐν‐ ταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρ‐
Aed
.

4

.

1

.

22

ρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. πολλὰ δὲ καὶ ἄλλα τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ
Aed
.

4

.

1

.

23

διαπεπόνηται ἄξια. θεοῦ μὲν τεμένη διαριθμεῖσθαι οὐ ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιάς,
Aed
.

4

.

1

.

24

τὰ βαλανεῖα, τὰ πωλητήρια. πόλις ἁπλῶς μεγάλη καὶ πολυάνθρωπος καὶ τὰ ἄλλα εὐδαίμων καὶ οἵα τῆς χώρας ἁπάσης μητρόπολις εἶναι. εἰς ἀξιώματος γὰρ τοσόνδε
Aed
.

4

.

1

.

25

ἥκει. πρὸς δὲ καὶ τὸν Ἰλλυριῶν ἀρχιερέα διακεκλήρωται, τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος·
Aed
.

4

.

1

.

26

ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντι‐ φιλοτιμεῖται δεδημιουργηκέναι τὴν πόλιν. καί μοι ἄχρι104
Aed
.

4

.

1

.

27

τοῦδε εἰπεῖν ἀποχρήσει. ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτο‐ λογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες.
Aed
.

4

.

1

.

28

Ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομη‐ σάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. ἦν δέ τις ἐν Δαρδάνοις ἐκ παλαιοῦ πόλις, ἥπερ Οὐλπιᾶνα ὠνό‐
Aed
.

4

.

1

.

29

μαστο. ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖ‐ στον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀχρεῖος) ἄλλα τε αὐτῇ παμπληθῆ ἐγκαλλωπίσματα ποιησάμενος, ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν
Aed
.

4

.

1

.

30

Ἰουστινιανὴν ἐπωνόμασε. σεκοῦνδαν γὰρ τὴν δευτέραν Λατῖνοι λέγουσι. καὶ ἄλλην δὲ αὐτῇ πλησίον ἐδείματο πόλιν οὐ πρότερον οὖσαν, ἥνπερ Ἰουστινούπολιν τῷ θείῳ
Aed
.

4

.

1

.

31

ὁμωνύμως ἐκάλεσεν. ἀλλὰ καὶ Σαρδικῆς καὶ Ναϊσου‐ πόλεως, ἔτι μέντοι Γερμαῆς τε καὶ Πανταλείας διερρω‐ γότα τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν
Aed
.

4

.

1

.

32

τῷ ἀσφαλεῖ ἄμαχα τοῖς πολεμίοις διεπράξατο εἶναι. καὶ πολίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο τρία, Κρατίσκαρά τε καὶ Κουιμέδαβα καὶ Ῥουμισίανα. οὕτω μὲν οὖν τάσδε
Aed
.

4

.

1

.

33

τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. πρόβολον δὲ ἰσχυρό‐ τατον αὐτῶν τε καὶ πάσης Εὐρώπης Ἴστρον ποταμὸν ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περι‐ βάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστε‐
5ρον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τέθειται τῆς ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε105
Aed
.

4

.

1

.

34

βαρβάροις. ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισά‐ μενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ δια‐ πορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ
5παράπαν τοῖς ἀγροῖς οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδρα‐ ποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται πάντα, οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν
Aed
.

4

.

1

.

35

πεποίηται· οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις ἀπεργασάμενος ὥστε ἀγρὸς ἕκαστος ἢ φρούριον ἀποτε‐ τόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά τε κἀν τῇ Ἠπείρῳ τῇ τε νέᾳ καὶ τῇ παλαιᾷ καλουμένῃ.
Aed
.

4

.

1

.

36

οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται Ἰουστινιανούπολις, ἡ πρότερον Ἀδριανούπολις καλουμένη.
Aed
.

4

.

1

.

37

Ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν Φοινίκην ὠνομασμένην. αἱ δύο αὗται πολίχναι, ἥ τε Φωτικὴ καὶ ἡ Φοινίκη, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο,
Aed
.

4

.

1

.

38

ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. διὸ δὴ λογισά‐ μενος Ἰουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς θεμελίων συνθήκης περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν
5ἀγχοτάτω ἔν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο.
Aed
.

4

.

1

.

39

ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατα‐ κορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως 〈ἀξίου
Aed
.

4

.

1

.

40

ἐπιτυχοῦσα〉. Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. ταύτης δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ
νῆσος κατὰ μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε.106
Aed
.

4

.

1

.

41

διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου
Aed
.

4

.

1

.

42

μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. ἔνθα δὴ βασιλεὺς τοὺς τῆς Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκο‐ δομησάμενος ἐτειχίσατο.
Aed
.

4

.

2

.

1

Μετὰ δὲ τὴν Ἤπειρον ὅλην Αἰτωλούς τε καὶ Ἀκαρ‐ νᾶνας παραδραμόντι ὅ τε Κρισαῖος ἐκδέχεται κόλπος καὶ ὅ τε Ἰσθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς Ἑλλάδος χωρία. ἔνθα δὴ τῆς παρ’ αὐτοῦ τὰ μάλιστα προνοίας
Aed
.

4

.

2

.

2

ἠξίωνται. μάλιστα 〈δὲ〉 πάντων θαυμάσειεν ἄν τις ὁπό‐ σοις περιβόλοις ἐτειχίσατο τὴν Ῥωμαίων ἀρχήν. τῶν τε γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν
Aed
.

4

.

2

.

3

Θερμοπύλαις ἀνόδων. πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος αὐτῷ ἀνέστη μέγα. ἦν γάρ, εἴ τις προσίοι, εὐπετῶς ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει, ἀλλ’
Aed
.

4

.

2

.

4

ἀποτετριγχωμένα ἐδόκει εἶναι. οἷς δὴ καὶ διπλᾶς τὰς ἐπάλξεις ἐντέθειται πάσας. κατὰ ταὐτὰ δὲ κἀν τῷ φρου‐ ρίῳ ἐξείργασται, ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως
Aed
.

4

.

2

.

5

οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. διαρκές τε γὰρ αὐτῷ ὕψος ἐντέθεικε καὶ διπλοῦς τοὺς προμαχῶνας
Aed
.

4

.

2

.

6

πεποίηται. πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν
Aed
.

4

.

2

.

7

ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. ἔπειτα δὲ καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ
Aed
.

4

.

2

.

8

πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο. θαυμάσειεν ἄν τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, καὶ ταῦτα προδοτῶν Ἑλλήνων τυχών, ὁδῶν τε ἀτειχίστων
Aed
.

4

.

2

.

9

ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι οὐσῶν. ἥ τε γὰρ
θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστο‐ μωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε ἀνόδους, καὶ σηράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐν‐107
5ταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώ‐ ποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρη‐ μένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ
Aed
.

4

.

2

.

10

ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. ἐπεὶ πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις
Aed
.

4

.

2

.

11

τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. διὸ δὴ οὐκ ἄν τις ἔτι φι‐ λονεικοίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων, οἳ δὴ ἐς τὸν πάντα αἰῶνα γεγένηνται, Ἰουστινιανὸν βασιλέα προμη‐ θέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ
5γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ τε καὶ ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναν‐ τιωτάτοις διαφανῶς ἐναρμόζεσθαι, ἀνθρώπων τε προσ‐
Aed
.

4

.

2

.

12

χωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. οὐ μέντοι οὐδὲ τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην τε τὴν Ἑλλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε
5τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀν‐ θρωπείας βεβουλευμένος, ᾗ βέβαιον οὐδὲν οὐδὲ ἀκατα‐
Aed
.

4

.

2

.

13

γώνιστον γίνεται. ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ ὁτῳοῦν ἢ χρόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ
Aed
.

4

.

2

.

14

φυλακτήρια διασώζοιτο. καὶ μὴν καὶ σιτῶνας ἐν τῷ ἀσφαλεῖ καὶ ὑδάτων ἔλυτρα πανταχόθι πεποίηται, στρα‐ τιώτας τε φρουροὺς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύ‐ σατο· ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ108
Aed
.

4

.

2

.

15

παντὸς χρόνου πεποίηκεν. ἀφύλακτα γὰρ τὸ παράπαν τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων τε τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρ‐ μοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε
5αὐτοσχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα ἐφρούρουν, ἁλώσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου ῥᾷστα ξὺν τῇ Ἑλλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ ἡ χώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις.
Aed
.

4

.

2

.

16

Οὕτω μὲν Ἰουστινιανὸς βασιλεὺς τὰ ἐν Θερμοπύλαις ἐρύματα ἐκρατύνατο. καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν οὖσαι, ξὺν ἐπιμελείᾳ πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἔν τε Σάκκῳ καὶ
5Ὑπάτῃ καὶ Κορακίοις καὶ Οὐννῷ καὶ Βαλέαις καὶ τῷ
Aed
.

4

.

2

.

17

καλουμένῳ Λεονταρίῳ. ἐν δὲ τῇ Ἡρακλείᾳ πεποίηται τάδε. ἐξ Ἰλλυριῶν ἐς Ἑλλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρό‐ τατον ἀλλήλοιν ὡς ἀγχοτάτω ξυνίασι, στενωπὸν ἐν βραχεῖ ἀπεργαζόμενα τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι
Aed
.

4

.

2

.

18

τὰ τοιαῦτα καλεῖν)· πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν ὕδωρ ἀπὸ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, ἐς ῥύακά τε ἀποκεκριμένη
Aed
.

4

.

2

.

19

βραχύν. ἐπειδὰν δὲ ὕοι, χειμάρρους ἐνταῦθα ἐπικυρ‐ τοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖ‐ στον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων
Aed
.

4

.

2

.

20

τὸ ῥεῦμα. ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ ἐπί τε Θερ‐ μοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ Ἑλλάδα.109
Aed
.

4

.

2

.

21

τοῦ δὲ στενωποῦ ἐφ’ ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα ἦν, πὴ μὲν Ἡράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκὼς
Aed
.

4

.

2

.

22

χώρᾳ. ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ παλαιοῦ ὄντα Ἰουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ διατειχίσματι τὸν στενωπὸν ὀχυρωτάτῳ περιβαλών, τούτῳ τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίο‐
5δον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνά‐ ζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ ὅπῃ παρατύχοι ἰέναι.
Aed
.

4

.

2

.

23

Καὶ πόλεις δὲ τῆς Ἑλλάδος ἁπάσας, αἵπερ ἐντός εἰσι τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο
Aed
.

4

.

2

.

24

εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. κατερη‐ ρίπεσαν γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν ἐπιγενομένων ἐξαισίων, Ἀθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν μήκει πεπονηκότες,
5ἐπιμελησαμένου δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώ‐
Aed
.

4

.

2

.

25

πων. ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν ὡς οἱ βάρ‐ βαροι καταθέοντες, ἂν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμο‐ πύλας χωρία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς
5ὄφελος ἔσεσθαι ὑπερβεβηκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους πανταχόθι γεγενημένης τῆς ἄλλης Ἑλλάδος, ἐθελοκακή‐ σουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν
Aed
.

4

.

2

.

26

σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. προσδοκία γὰρ μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλο‐ μένης ὠφελείας ἐφίεται, ἀλλ’ ἀποδίδοται τῆς περὶ ταῦτα ὀκνήσεως τὴν μέλλουσαν τύχην.110
Aed
.

4

.

2

.

27

Ταῦτα διαπεπραγμένος Ἰουστινιανὸς βασιλεύς, ἐπεὶ τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάν‐ θανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν Ἰσθμὸν ὅλον ἐν
5τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ
Aed
.

4

.

2

.

28

ἤδη. φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατε‐ στήσατο. τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις ἅπαντα πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρία, εἰ καί τι ἐς τὸ ἐν Θερμοπύλαις ὀχύρωμα κακουργήσοιεν.
5ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε.
Aed
.

4

.

3

.

1

Πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, Διοκλητιανούπολις ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος δὲ τοῦ χρόνου βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα καὶ οἰκητόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον· λίμνη
5δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἣ Καστορία ὠνόμασται. καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι
Aed
.

4

.

3

.

2

περιβέβληται. μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης ἐν στενῷ λέλειπται, οὐ πλέον ἐς πεντεκαίδεκα διήκουσα
Aed
.

4

.

3

.

3

πόδας. ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον.
Aed
.

4

.

3

.

4

διὸ δὴ ὁ βασιλεὺς οὗτος τὸν Διοκλητιανουπόλεως ὑπερ‐ ιδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπον‐ θότα πολλῷ πρότερον ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε
Aed
.

4

.

3

.

5

τῇ πόλει. ἐπὶ μέντοι Ἐχιναίου τε καὶ Θηβῶν καὶ Φαρ‐ σάλου καὶ ἄλλων τῶν ἐπὶ Θεσσαλίας πόλεων ἁπασῶν, ἐν αἷς Δημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι καὶ Τρίκα, τοὺς περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφα‐111
5λεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπε‐ τῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι.
Aed
.

4

.

3

.

6

Ἀλλ’ ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ Πηνειὸν ποταμὸν ἴωμεν.
Aed
.

4

.

3

.

7

ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, ὡράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὴ τοῦ μακροῦ
Aed
.

4

.

3

.

8

χρόνου τὸ διαπόνημα. φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. εὔφορός τε οὖν ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι κατακορὴς ἄγαν, ὧνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περί‐
5φοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦν‐ τες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι σφίσιν· ἐπεὶ οὐδαμῆ τῶν ταύτῃ χωρίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες
Aed
.

4

.

3

.

9

σωθήσονται. ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπο‐ νηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι
Aed
.

4

.

3

.

10

ἀτειχίστους εἶναι ξυνέβαινε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἄμφω τείχη ἰσχυρότατα ποιησάμενος γνησίᾳ τὴν χώραν
Aed
.

4

.

3

.

11

εὐδαιμονίᾳ ξυνῴκισεν. οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις· οἰκεῖα
Aed
.

4

.

3

.

12

δὲ Κενταύροις τὰ ὄρη. καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ μάχη, ὡς οἱ μῦθοι
ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ112
Aed
.

4

.

3

.

13

ζῴων φύσιν τινὰ δυοῖν σύμμικτον. ἀφῆκε δέ τι καὶ τῷ μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρου‐ ρίου ἐν τοῖς τῇδε ὄρεσιν ὄντος. Κενταυρόπολις γὰρ τὸ
Aed
.

4

.

3

.

14

χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. οὗπερ τὸ τεῖχος Ἰουστι‐ νιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικο‐
Aed
.

4

.

3

.

15

δομησάμενος ἐκρατύνατο. πολλὰ δὲ καὶ ἄλλα φρούρια ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν κατα‐ λόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον.
Aed
.

4

.

3

.

16

Ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς Ἑλλάδος ἀπολειφθείη μένον ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν τὴν νῆσον ἰτέον, ἐπεὶ Ἀθηνῶν
Aed
.

4

.

3

.

17

τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. Εὔβοια τοίνυν ἡ νῆσος ἥδε προβέβληται μὲν τῆς Ἑλλάδος εἰς θάλασσαν, δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρό‐
Aed
.

4

.

3

.

18

τερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον· ῥήγνυσι γάρ τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις
Aed
.

4

.

3

.

19

ἑκατέρωθι σφιγγομένη ἐς ῥύακος εὖρος. καὶ νῆσος μὲν τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν· Εὔριπος δὲ ὁ πορ‐
Aed
.

4

.

3

.

20

θμὸς ἐπωνόμασται. τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγ‐ χάνει οὖσα· ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη ποιεῖται δοκός· ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἂν ᾖ βουλο‐ μένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται δοκοῦσιν εἶναι καὶ
5εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς
τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ καὶ ἀφαιρέσει καὶ πεζεύουσι καὶ ναυτίλλονται· *** ἐντὸς καθειργμένην113
Aed
.

4

.

3

.

21

καλοῦσι Παλλήνην. τὴν μέντοι εἴσοδον διατειχίσματι τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδεί‐ μαντο, ἣν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν
Aed
.

4

.

3

.

22

ὀνομάζουσιν. οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος διέφθειρε πάσας ὥστε δὴ Οὐννικόν τι ἔθνος οὐ πολλῷ πρότερον καταθέοντες τὰ ἐκείνῃ χωρία, ὥσπερ τι δια‐ χειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύμβαμα τοῦτο καὶ
5τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄν‐
Aed
.

4

.

3

.

23

θρωποι οὐ τειχομαχήσαντες πώποτε. ἀλλὰ καὶ τοῦτο Ἰουστινιανῷ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ
Aed
.

4

.

3

.

24

μεγαλοφροσύνην ἐνδείξασθαι. τοῖς γὰρ ξυμπίπτουσι χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὑτοῦ πρόνοιαν, τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις
Aed
.

4

.

3

.

25

ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. καὶ Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπι‐ βουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διε‐
Aed
.

4

.

3

.

26

πράξατο διαφανῶς εἶναι. ταῦτα μὲν οὖν ἐν πράξεσιν αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται.
Aed
.

4

.

3

.

27

Ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, Ῥήχιος ὄνομα· ὃς δὴ χώραν ἀγαθήν τε καὶ γεώδη περιερ‐ χόμενος τὰς ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται.
Aed
.

4

.

3

.

28

προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πό‐
Aed
.

4

.

3

.

29

τιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. καὶ
ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει, βαρβάροις δὲ λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημεί‐114
Aed
.

4

.

3

.

30

οις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. διὸ δὴ ὁ βασιλεὺς παρά τε τὰς τοῦ Ῥηχίου ποταμοῦ ἐκβολὰς καὶ τὴν τῆς θαλάσσης ἠϊόνα φρούριον ᾠκοδομήσατο ἐχυρώτα‐ τον, καινουργήσας αὐτός, ὅπερ Ἀρτεμίσιον ἐπωνόμασται.
Aed
.

4

.

4

.

1

Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώ‐ πης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. καὶ εἰ μὲν παρ’ ἄλλοις ἀνθρώπων τισὶ μακράν τε ᾠκημένοις καὶ πολιτείαν ἑτέ‐ ραν ἔχουσι τὸν κατάλογον ἐποιούμεθα τῶν τῇδε φρου‐
5ρίων, ἅπερ Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελ‐ λεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ’ ὅτι μυθολόγος τε ἂν τῶν ἔργων τῷ ἀριθμῷ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως.
Aed
.

4

.

4

.

2

νῦν δὲ (ἥ τε γὰρ ὄψις οὐ μακράν που τυγχάνει οὖσα καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν ἄνθρωποι) φέρε δὴ νεανιευσάμενοι τὴν ἀλήθειαν ἐχέγ‐ γυον οὖσαν, ἀπαριθμησώμεθα μηδεμιᾷ ὀκνήσει τὰ ὀχυ‐
5ρώματα, ὅσα δὴ ἀμφὶ τὰς χώρας τάς μοι ἔναγχος δεδη‐ λωμένας πεποίηται Ἰουστινιανὸς βασιλεύς, ἢ τὰ πεπο‐ νηκότα ἐρυμάτων ἀνανεούμενος, ἢ νέα τείχη ἐπιτεχνώ‐
Aed
.

4

.

4

.

3

μενος. οὐδὲν δὲ χεῖρον ὡς ἐν καταλόγῳ ἐπελθεῖν ἅπαντα, ὡς μὴ τῶν ὀνομάτων ἐπιμιξίᾳ ὄχλος τις ἐπιγένηται τῷ λόγῳ πολύς. [Start of Table]Φρούρια μὲν οὖν νέα
5πρὸς τοῦ βασιλέως ἐν Ἠπείρῳ 〈νέᾳ〉 γεγένηται
τάδε·
Βουλπιανσός.
Ἐπίστερβα.Column end
10Σκημινίτης. Ἄονα. Στεφανιακόν. Ἄργος. Ἀλίουλα.
15Δυρράχιν.
Ὁ ἅγιος Σαβιανός. Γέμενος. Βακουστή. Ἄλιστρος.115
20Πάταπα. Ἐπιδοῦντα. Βάκουστα. Μάρτις. Εἰρήνη.
25Σπερέτιον. Ἀοιών. Στρέδην. Γυναικομίτης. Λάβελλος.
30Ἐπίλεον. Πισκιναί. Δεύφρακος. Δολέβιν. Ἡδονία.
35Τιτιάνα. Κιθινάς. Οὐλίβουλα. Βρεβατή. Θησαυρός.
40 Ἀνενεώθη δὲ τάδε· Τοῦ ἁγίου Στεφάνου. Κεθρέων. Ἄπις. Πήλεον.
45Κώμη. Πακούη. Σκυδρέων πόλις. Ἀντίπαγραι. Τίθυρα.Column end
Aed
.

4

.

4

.

3

(50)

Βρέβετα. Βοῦπος. Ἐνδύνεια. Διόνυσος. Τοῦ Πτωχείου.
55Τυρκανός. Κάπαζα. Πούψαλος. Γάβραιον. Διόνοια.
60Κλημεντιανά. Ἰλλύριν. Κιλικαί. Ἀργυάς. Θέρμα.
65Ἀμάντεια. Παρέτιον. Ἐν δὲ Ἠπείρῳ παλαιᾷ, νέα μὲν φρούρια ἐγέ‐
νοντο τάδε·
70Παρμός. Ὄλβος. Κιόνιν. Μαρκιανά.
Ἄλγος.116
75Κείμενος. Ξηροπόταμος. Εὐρώπη. Χίμαιραι. Ἡλέγα.
80Ὁμόνοια. Ἄδανον. Ἀνενεώθη δὲ τάδε· Μουρκίαρα. Κάστινα.
85Γενύσιος. Πέρκος. Μαρμάρατα. Λίστρια. Πετρωνιανά.
90Κάρμινα. Τοῦ ἁγίου Σαβίνου. Καὶ ἐν φρουρίῳ Κώμῃ κιν‐ στάρνα. Μάρτιος.
95Πέζιον. Ὄναλος. Καὶ ἀπὸ Ἰουστινιανοπό‐ λεως καὶ Φωτικῆς· φρού‐ ρια δύο τοῦ ἁγίου Δο‐
Aed
.

4

.

4

.

3

(100)

νάτου. Συμφύγιον. Προνάθιδον. Ἥδωνες. Κάστελλος.Column end
105Βουλιβάς. Πάλυρος. Τράνα. Ποσειδών. Κολοφωνία.
110 Ἐπὶ Μακεδονίας· Κάνδιδα. Κολοβῶνα. Βασιλικὰ Ἀμύντου. Μελίχιζα.
115Πασκᾶς. Αὐλών. Βολβός. Βριγίζης. Ὀπτᾶς.
120Πλευρόν. Κάμινος. Θέρμα. Βογᾶς. Νεάπολις.
125Κάλαρνος.
Μουσεῖον. Ἀκρέμβα. Ἀδριάνιον. Ἔδανα.117
130Σίκλαι. Νύμφιον. Μέτιζος. Ἀργικιανόν. Βάζινος.
135Κασσωπᾶς. Παρθίων. Γεντιανόν. Πρινίανα. Θήστεον.
140Κύρρου. Γουρασσών. Κουμαρκίανα. Λιμνηδήριον. Βουρβοώδην.
145Βάβας. Κρυνίανα. Πέλεκον. Λάγης. Κραταιά.
Aed
.

4

.

4

.

3

(150)

Φασκίαι. Πλακιδιανά. Ὑγεά. Λιμνααί. Ὄπτιον.
155Χάραδρος.
Κάσσωπες. Ἀνενεώθη καὶ ἐπὶ Θεσ‐ σαλίας φρούρια τάδε· Ἀλκών.Column end
160Λόσσονος. Γεροντική. Πέρβυλα. Κερκινέου. Σκιδρεοῦς.
165Φράκελλαν. Ἐπὶ Δαρδανίας δὲ πε‐ ποίηται τάδε. νέα μέν· Λαβέριον. Κάστιμον.
170Ῥαβεστόν. Καστέλλιον. Ἀκρένζα. Τεριάς. Δροῦλλος.
175Βικτωρίας. Ἀνενεώθη δὲ τάδε· Κεσίανα. Τεζούλη. Οὐσιανά.
180Βεσίανα. Μασκᾶς. Λίστη.
Κελλιριανά. Ζυσβάες.118
185Γένζανα. Πετρίζην. Εὐτυχιανά. Μουλατώ. Βελάς.
190Κάτταρος. Κατταρηκός. Πέντζα. Κατταφέτερος. Δάβανος.
195Κούβινος. Γέρματζα. Βικτωριανά. Ἄζετα. Δουρβουλιανά.
Aed
.

4

.

4

.

3

(200)

Σούρικον. Κούσινες. Τουττιανά. Βαλλεσιανά. Βήλλα.
205Κατρέλατες. Κασύελλα. Μανίανα. Πρισκούπερα. Μιλετής.
210Δαρδάπαρα. Κέσουνα. Βερινιανά. Λάσβαρος. Καστελλοβρέταρα.Column end
215Ἐδετζίω. Δίνιον. Κέκωλα. Ἔμαστος. Καστελῶνα.
220Καπόμαλβα. Σέρετος. Πτωχεῖον. Κουινώ. Βέρζανα.
225Βεσαΐανα. Ἄρσα. Βλεζώ. Λάβουτζα. Κυίντου.
230Βερμέζιον. Κατράσεμα. Ῥοτοῦν. Κοβέγκιλες. Μαρκελλιανά.
235Πριμονιανά. Παμίλινος.
Ἀρία. Ὑπὸ πόλιν Σαρδικήν· Σκούπιον.119
240Στένες. Μαρκίπετρα. Βρίπαρον. Ῥωμανιανά. Στρούας.
245Πρωτίανα. Μακκουνιανά. Σκοπέντζανα. Ἐν δὲ τῇ Καβετζῷ χώρᾳ, νέον μὲν Βαλβαί. ἀνε‐
Aed
.

4

.

4

.

3

(250)

νεώθη δὲ τάδε· Βυρσία. Σταμαζώ. Κλεσβέστιτα. Δουΐανα.
255Τούρικλα. Μέδεκα. Πεπλαβιός. Κοῦναι. Βίνεος.
260Τρισκίανα. Παρνοῦστα. Τζίμες. Βιδζώ.
Στενεκόρτα.Column end
265Δανεδέβαι. Ἀρδεία. ***. νέα μέν· Βουγάραμα. Βέτζας.
270Βρεγεδάβα. Βόρβρεγα. Τουροῦς.
Ἀνενεώθη δέ· Σαλεβρίες.
275Ἀρκοῦνες. Δουρίες. Βουτερίες. Βαρβαρίες. Ἀρβατίας.
280Κουτζούσουρα. Ἐταιρίες. Ἰταβερίες. Βόττες. Βιτζιμαίας.
285Βαδζιάνια. Βάνες. Βιμηρός. Τουσουδεάας. Σκουάνες.
290Σκεντουδίες.
Σκάρες. Τουγουρίας. Βεμάστες. Στραμεντίας.120
295Λίγνιος. Ἰταδεβά. Ὑπὸ πόλιν Γέρμεννε, νέον μὲν Σκαπλιζώ.
ἀνενεώθη δέ·
Aed
.

4

.

4

.

3

(300)

Γερμάς. Κανδαράς. Ῥολλιγεράς. Σκινζερίες. Ῥιγινοκάστελλον.
305Σουεγωγμένσε. Ὑπὸ πόλιν Παυτά· Τάρπωρον. Σουάβαστας. Χερδούσκερα.
310Βλέβοις. Ζεαπουρίες. Ἐν χώρᾳ Σκασσετάνᾳ· Ἄλαρον. Μαγιμιάς.
315Λουκουνάντα. Βάλαυσον.
Βούττις. Ὑπὸ πόλιν δὲ ... νέα μέν· Καλβεντία.Column end
320Φαράνορες. Στρανβάστα. Ἄλδανες. Βαραχτέστες. Σάρματες.
325Ἄρσενα. Βράρκεδον. Ἐραρία. Βερκάδιον. Σαβινίριβες.
330Τιμίανα. Κάνδιλαρ. Ἄρσαζα. Βικούλεα. Καστέλλιον.
335Γρόφφες. Γάρκες. Πίστες. Δούσμανες. Βράτζιστα.
340Ὁλόδορις. Κασσία. Γράνδετον. Οὐρβρίανα. Νώγετο.
345Γούρβικον.
Λαύτζονες. Δουλίαρες. Μεδίανα. Τιούγκωνα.121
Aed
.

4

.

4

.

3

(350)

Καστέλλιον.
Ἀνενεώθη δέ· Ἕρκουλα. Μουτζιανικάστελλον. Βούρδωπες.
355Κάλις. Μιλλάρεκα. Δέδβερα. Χεσδούπαρα. Ἐν χώρᾳ Ῥεμισιανισίᾳ·
360Βρίττουρα. Σούβαρας. Λαμπωνίανα. Στρόγγες. Δάλματας.
365Πριμίανα. Φρερραρία. Τόπερα. Τόμες. Κούας.
370Τζερτζενούτζας. Στένες.
Αἰάδαβα. Δέστρεβα. Πρετζουρίες.Column end
375Κουμούδεβα. Δευριάς. Λούτζολο. Ῥεπόρδενες. Σπέλογκα.
380Σκοῦμβρο. Βρίπαρο. Τουλκόβουργο. Λογγίανα. Λουποφαντάνα.
385Δαρδάπαρα. Βουρδόμινα. Γριγκιάπανα. Γραῖκος. Δρασίμαρκα.
390Ἐν χώρᾳ Ἀκυενισίῳ, νέον μὲν Τιμαθοχιώμ. τὰ δὲ ἀνανεωθέντα· Πέτρες. Σκουλκόβουργο.
395Βινδιμίολα. Βραίολα. Ἀργανόκιλι.
Καστελλόνοβο. Φλωρεντίανα.122
Aed
.

4

.

4

.

3

(400)

Ῥωμυλίανα. Σεπτέκασας. Ἀργένταρες. Αὐριλίανα. Γέμβερο.
405Κλέμαδες. Τουρρίβας. Γρίβο. Χάλαρο. Τζούτρατο.
410Μουτζίπαρα. Στένδας. Σκαρίπαρα. Ὀδρίουζο.
Κιπίπενε.Column end
415Τρασίανα. Πότες. Ἄμουλο. Σέτλοτες. Τιμακίολον.
420Μερίδιο. Μεριοπόντεδε. Τρεδετετιλίους. Βραίολα. Μώτρεσες.
425Βικάνοβο. Κουαρτίανα. Ἰουλιόβαλλαι. Πόντζας.
Ζάνες. [End of Table]Column end
Aed
.

4

.

5

.

1

Οὕτω μὲν σύμπασαν τὴν μεσόγειον Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. τρόπον δὲ ὅντινα καὶ τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον ὀνομά‐ ζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρα‐
Aed
.

4

.

5

.

2

τύνατο, ἐγὼ δηλώσω. οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτο‐ κράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ Δανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατ‐ έλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ
5δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῇ ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι.
Aed
.

4

.

5

.

3

ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσ‐ ελθεῖν, εἴ τις προσίοι, ἀλλ’ ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον τὴν τοῦ ποταμοῦ ἠιόνα λελεῖφθαι· ἐπεὶ τειχομαχεῖν τοῖς123
Aed
.

4

.

5

.

4

ἐκείνῃ βαρβάροις οὐδαμῆ ἔγνωστο. τὰ πολλὰ τῶν ἐρυ‐ μάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονο‐ πύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι
Aed
.

4

.

5

.

5

κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. καὶ τοῦτο τηνικάδε ἀπέχρη τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύ‐
Aed
.

4

.

5

.

6

εσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. χρόνῳ δὲ ὕστερον Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαν‐
Aed
.

4

.

5

.

7

τιάζοντός οἱ οὐδενὸς ἐληΐσατο τὴν πολλήν. ἀλλ’ Ἰου‐ στινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, οὐχ ᾗπερ τὰ πρότερα ἦν, ἀλλ’ ἐς τοῦ ὀχυρώματος τὸ καρτερώτατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο
Aed
.

4

.

5

.

8

καινουργήσας αὐτός. ταύτῃ τε παντάπασιν ἀνεσώσατο ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. ἅπερ ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω.
Aed
.

4

.

5

.

9

Κάτεισι μὲν ἐξ ὀρέων τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται· χώραν δὲ περιβάλλει πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνι‐ αχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα
5δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις.
Aed
.

4

.

5

.

10

Δακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διορίζων φαίνεται πρῶτον τούς τε βαρβάρους, οἳ δὴ αὐτοῦ τὰ ἐπ’ ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν.
Aed
.

4

.

5

.

11

διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν ταύτῃ Δακίαν·
Aed
.

4

.

5

.

12

ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατίνων καλεῖται φωνῇ. πόλιν οὖν παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω124
Aed
.

4

.

5

.

13

χρόνοις ἐδείμαντο πρώτην. ταύτην δὲ βάρβαροι προϊ‐ όντος τοῦ χρόνου ἑλόντες, ἔς τε τὸ ἔδαφος καθελόντες
Aed
.

4

.

5

.

14

εὐθύς, ἔρημον ἀνθρώπων παντάπασι κατεστήσαντο. τρό‐ πῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστή‐
Aed
.

4

.

5

.

15

σαντο τὰ πλεῖστα. βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεω‐ σάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλών, πόλιν περιφανῆ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν
Aed
.

4

.

5

.

16

αὖθις. φρούριόν τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε νέον, πόλεως Σιγγηδόνου ὀκτὼ μάλιστα σημείοις διέχον,
Aed
.

4

.

5

.

17

ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. ἐπίπροσθεν δὲ αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρό‐ τερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν.
Aed
.

4

.

6

.

1

Ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ
Aed
.

4

.

6

.

2

Κούπους καὶ Νοβάς. οἷς δὴ πρότερον ἥ τε οἰκοδομία καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. ἀλλὰ νῦν Ἰουστι‐ νιανὸς βασιλεὺς τά τε οἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆ‐ θος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκὼν
5μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐν‐
Aed
.

4

.

6

.

3

τέθεικε. Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἑστήκει, ὄνομα Λιτε‐
Aed
.

4

.

6

.

4

ρατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. ὃν δὴ ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον
Aed
.

4

.

6

.

5

ὁ καθ’ ἡμᾶς βασιλεὺς μετεστήσατο. μετὰ Νοβὰς δὲ φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης καὶ Τανάτα καὶ Ζέρνης καὶ Δουκεπράτου. ἐν δὲ τῇ ἀντι‐ πέρας ἠπείρῳ ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων [καὶ125
Aed
.

4

.

6

.

6

ταῦτα] τῶν ἐσχάτων ἐδείματο. μετὰ δὲ Καπούτβοες ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον,
Aed
.

4

.

6

.

7

καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. οἷσπερ ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι
Aed
.

4

.

6

.

8

τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. τούτου δὲ τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες ὄνομα· ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπι‐
5στρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον, καὶ ἐφ’ ἑαυτὸν ἀνα‐
Aed
.

4

.

6

.

9

μίγνυται. ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ’ ἀνθρώ‐
Aed
.

4

.

6

.

10

πων ἐπινοίαις ἀναγκασθείς. ὅτου δὲ δὴ ἕνεκα Πόντες τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε τὸν Ἴστρον, ἐγὼ δηλώσω.
Aed
.

4

.

6

.

11

Ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὢν καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ ἀπέραντος αὐτῷ ἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ
Aed
.

4

.

6

.

12

ὁρίζεται. ζεῦξαι οὖν αὐτὸν γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς
Aed
.

4

.

6

.

13

ἐπέκεινα βαρβάρους ἰόντι. ὅπως μὲν οὖν τὴν γέφυραν ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἂν ἐν σπουδῇ γένοιτο, Ἀπολλόδωρος δὲ ὁ Δαμασκηνός, ὁ καὶ παντὸς γεγονὼς
Aed
.

4

.

6

.

14

ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. οὐ μέντοι τις τὸ λοι‐ πὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν
γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος126
Aed
.

4

.

6

.

15

ἐπιρρεύσας καθεῖλον. πεποίηται δὲ Τραϊανὸς τότε καὶ φρούρια δύο τοῦ ποταμοῦ ἐφ’ ἑκάτερα, καὶ αὐτοῖν Θεο‐ δώραν μὲν ἐπωνόμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Πόντες δὲ τὸ ἐπὶ Δακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη.
Aed
.

4

.

6

.

16

πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλ’ ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων τε καὶ θεμελίων [ἐνταῦθα] κειμένων, τούτου δὴ ἕνεκα
5τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύεσθαι τὸν αὑτοῦ δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἂν
Aed
.

4

.

6

.

17

πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. ἄμφω μὲν οὖν καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος καὶ οὐχ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων διε‐
Aed
.

4

.

6

.

18

φθάρθαι ξυνέβη. βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπι‐ εικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυ‐ ριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ
5Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρ‐ βάροις, προσήκειν οἱ ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾠκοδομήσατο καινουργήσας αὐτός, ἅπερ καλεῖται Μαρεβούργου τε καὶ Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς
10τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου.
Aed
.

4

.

6

.

19

Ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυὲς ὄνομα, οὗ‐
περ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε.127
Aed
.

4

.

6

.

20

καὶ μετ’ ἐκεῖνο Βουργονόβορε καὶ Λακκόβουργο, καὶ τὸ Δορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ χρόνῳ ἐξί‐ τηλον γεγενημένον, ἐς ὀχύρωμα νῦν ἐχυρώτατον κατε‐
Aed
.

4

.

6

.

21

στήσατο. καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρού‐ ριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαί 〈τε〉 καὶ
Aed
.

4

.

6

.

22

εἶναι. καὶ τὸ δὴ Βουργουάλτου ὠνομασμένον, ἔρημόν τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότερα ὄν, ἀλλὰ καὶ χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ, ὅνπερ ἐπικαλοῦσι
Aed
.

4

.

6

.

23

Γόμβες. καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον
Aed
.

4

.

6

.

24

ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. ἐν δὲ Βονωνίᾳ τε καὶ Νοβῷ προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει, ὀρθὰ ἐστήσατο.
Aed
.

4

.

6

.

25

καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳ ξυνοῖσον ἢ βραχέα κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἢ συνέστειλε τὸ περιττὸν ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν βραχεῖ ἢ τῷ ἀμέτρῳ εὐέφοδα εἴη, ὥσπερ ἀμέλει Μωκα‐
5τίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα
Aed
.

4

.

6

.

26

φρούριον τανῦν τελεώτερον κατεστήσατο. τὸ δέ γε Ἀλ‐ μοῦ, χώραν περιβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγα‐ γὼν σὺν τῷ ἀσφαλεῖ ἄμαχον εἶναι τοῖς πολεμίοις εἰρ‐
Aed
.

4

.

6

.

27

γάσατο. καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα
Aed
.

4

.

6

.

28

φρούριον ἐχυρώτατον κατεστήσατο. ὃ δὴ περί τε Τρί‐ κεσαν καὶ Πούτεδιν πεποίηκε. καὶ μὴν καὶ ὀχυρώματα
τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπη‐ νώρθωσε· φρούριόν τε οὐ πρότερον ὂν ἐν Βιγραναῇ128
5δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχιστα ἕτερον ἐν χωρίῳ, ἐφ’ οὗ δὴ πύργος εἷς τὰ πρότερα ὢν εἱστήκει μόνος, ὄνομα
Aed
.

4

.

6

.

29

Ὄνος. ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄπο‐ θεν· Αὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις.
Aed
.

4

.

6

.

30

νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραι‐ φνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη,
Aed
.

4

.

6

.

31

ὁμίλῳ οἰκητόρων ἐπιεικῶς πλήθει. ἀλλὰ καὶ τὰ πεπον‐ θότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βα‐ ριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν. ἔτι μέν‐ τοι καὶ Βαλεριάναν, ἔρυμα πρότερον οὐδὲν ἔχουσαν,
5ἐτειχίσατο.
Aed
.

4

.

6

.

32

Πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποτα‐ μοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων ἐπεμελήσατο, πεσουμένων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχί‐
Aed
.

4

.

6

.

33

σμασί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. Κάστρα Μάρ‐ τις τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται ταῦτα. παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον πα‐ λαιόν, Οὔννων ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ
Aed
.

4

.

6

.

34

ἀμφὶ τῷ περιβόλῳ πολλῆς. ἔστι δέ τις χῶρος οὐ πολλῷ ἄποθεν τούτου δὴ τοῦ Οὔννων φρουρίου, ἔνθα δὴ ὀχυ‐ ρώματα δύο Ἴστρου ποταμοῦ ἐφ’ ἑκάτερα ἦν, ἐν μὲν Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα.
Aed
.

4

.

6

.

35

ταῦτα καθῃρημένα τῷ χρόνῳ ἀνανεωσάμενος Ἰουστινια‐ νὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνε‐ χαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν
Aed
.

4

.

6

.

36

ἔρυμα, ὅπερ Οὔτως ὠνόμασται. ἐν ὑστάτῳ δὲ τῶν Ἰλ‐
λυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναρια‐ βούργου καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστή‐129
Aed
.

4

.

6

.

37

σατο. ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς διαπέπρακται. οὐ μόναις δὲ ταῖς οἰκοδομίαις τὴν χώραν ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρὰς ἐν τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογωτάτας καταστησάμενος
5τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο.
Aed
.

4

.

7

.

1

Τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν Ἴστρον ταύτῃ πη ἔχει. ἐπὶ Θρᾴκης δὲ νῦν ἰτέον ἡμῖν τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ
Aed
.

4

.

7

.

2

βασιλεῖ εἴργασται. οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω δὴ ἐπελθεῖν καὶ τὰ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα.
Aed
.

4

.

7

.

3

πρῶτον μὲν οὖν ἐπὶ Μυσοὺς ἐνθένδε ἴωμεν, οὕσπερ ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν
Aed
.

4

.

7

.

4

Ἰλλυριοῖς ὅμορον ἔχουσι. μετὰ τὸν χῶρον οὖν, ὅνπερ Λουκερναριαβοῦργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον ᾠκοδομήσατο Ἰουστινιανὸς βασιλεύς, καινουργήσας αὐτός.
Aed
.

4

.

7

.

5

ἐπέκεινά τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. καὶ μετὰ τοῦτο πόλιν ἐδείματο οὐ πρότερον οὖσαν, ἥν‐
Aed
.

4

.

7

.

6

περ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. ἔτι μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς τὰ πεπονθότα νέᾳ τινὶ διεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς Μαξεντίου πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο.
Aed
.

4

.

7

.

7

καὶ τὸ Κυντῶν ἐδείματο φρούριον οὐ πρότερον ὄν. μεθ’ ὃ δὴ τὸ Τρασμαρίσκας ὀχύρωμά ἐστιν· οὗπερ καταντι‐ κρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥω‐ μαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένως ᾠκοδομή‐130
5σατο, Δάφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι
Aed
.

4

.

7

.

8

φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. ὃ δὴ προϊ‐ όντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων
Aed
.

4

.

7

.

9

ἀρξάμενος. μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτη‐ νῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε
Aed
.

4

.

7

.

10

κατὰ λόγον τῆς χρείας. ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ Δο‐
Aed
.

4

.

7

.

11

ρόστολος καὶ Συκιδάβα. ὧν δὴ ἑκάστου τὰ πεπονθότα
Aed
.

4

.

7

.

12

οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. καὶ Κού‐ ηστρις δέ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν τὴν ὁμοίαν πεποίηται. καὶ Πάλματις ἐν στενῷ κείμενον μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καί‐
Aed
.

4

.

7

.

13

περ οὐ παρὰ τὴν ἀκτὴν τοῦ ποταμοῦ ὄν. οὗ δὴ ἄγχιστα καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνε‐ κὲς διαλανθάνοντες Σκλαβηνοὶ βάρβαροι ἐνταῦθα ἐνε‐ δρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα
Aed
.

4

.

7

.

14

ἐποίουν τὰ ἐκείνῃ χωρία. καὶ φρούριον δὲ τὸ Τιλικίων ᾠκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα.
Aed
.

4

.

7

.

15

Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπί τε τῆς ἀκτῆς
Aed
.

4

.

7

.

16

ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. ἐπὶ Σκύθας δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυ‐ ρίλλου ἁγίου ἐπώνυμόν ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς131
Aed
.

4

.

7

.

17

βασιλεύς. ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότων, διατριβήν τε αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι
5γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα, ἐλέλειπτο ἔτι.
Aed
.

4

.

7

.

18

ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς τῶν Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι
Aed
.

4

.

7

.

19

τὰ ἐκείνῃ χωρία. ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπεπόνθει, ἅπερ ἀνανεωσά‐ μενος οὐδεμιᾷ μελλήσει ἐχυρωτάτην διεπράξατο εἶναι.
Aed
.

4

.

7

.

20

φρούριόν τε δεδημιούργηκε νέον αὐτὸς μετ’ αὐτήν, ὅπερ Αἴγισσον ὀνομάζουσι. καὶ ἄλλο δὲ φρούριον Σκυθίας ἐν ὑστάτῳ κεῖται, Ἅλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σα‐ θρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο.
Aed
.

4

.

7

.

21

ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ εἰπεῖν ἄξιον.
Aed
.

4

.

8

.

1

Ὅσα μὲν δὴ ἔν τε Δαρδάνοις καὶ Ἠπειρώταις καὶ Μακεδόσι καὶ τοῖς ἄλλοις Ἰλλυριῶν ἔθνεσιν, ἔτι μέντοι καὶ ὅσα ἐπί τε τῆς Ἑλλάδος, καὶ ἀμφὶ ποταμὸν Ἴστρον οἰκοδομήματα Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἤδη μοι
Aed
.

4

.

8

.

2

ἔμπροσθεν δεδιήγηται. ἐπὶ τὴν Θρᾴκην δὲ τὸ λοιπὸν ἴωμεν, ἀρίστην πηγνύμενοί τινα τοῦ λόγου κρηπῖδα τὰ ἐπὶ Βυζαντίου χωρία, ἐπεὶ καὶ τῆς Θρᾴκης ἡ πόλις οὐ
τῷ κράτει μόνον, ἀλλὰ καὶ χωρίων προέστηκε φύσει, τῇ132
5μὲν Εὐρώπῃ ὥσπερ τις ἀκρόπολις ἐπεμβαίνουσα, φρατ‐ τομένη δὲ τῆς διοριζούσης αὐτὴν ἀπὸ τῆς Ἀσίας θαλάσ‐
Aed
.

4

.

8

.

3

σης τὸ πέρας. ἤδη μὲν οὖν τάς τε ἄλλας ἁπάσας τῆς πόλεως κτίσεις, καὶ ὅσα δὴ ἐπὶ τοῖς ἱεροῖς ἐντός τε καὶ ἐκτὸς τοῦ Κωνσταντινουπόλεως περιβόλου δεδημιούρ‐ γηκεν, ἐν τοῖς ἔμπροσθεν δεδήλωκα λόγοις. τὰ δὲ δὴ
5ἐνθένδε ἐρῶν ἔρχομαι.
Aed
.

4

.

8

.

4

Φρούριόν ἐστιν ἐν προαστείῳ τῆς πόλεως, ὅπερ Στρογ‐ γύλον ὁμωνύμως τῇ τοῦ ἐρύματος συνθέσει καλοῦσιν.
Aed
.

4

.

8

.

5

ἐντεῦθεν ἡ ἐς τὸ Ῥήγιον ὁδὸς ἄγουσα, ἐκ τοῦ ἐπὶ πλεῖ‐ στον ἀνώμαλος οὖσα, ὄμβρων, ἂν οὕτω τύχοι, ἐπιπεσόν‐ των, τελματώδης τε καὶ δυσπάριτος τοῖς τῇδε ἰοῦσιν
Aed
.

4

.

8

.

6

ἐγίνετο. νῦν δὲ λίθοις αὐτὴν καταστρώσας ἁμαξιαίοις ὁ βασιλεὺς οὗτος εὐπετῆ τε κατεστήσατο καὶ ἄπονον
Aed
.

4

.

8

.

7

ὅλως. μῆκος μὲν τῇ ὁδῷ τῇδε ἄχρι ἐς Ῥήγιον· εὐρύνεται δὲ τοσοῦτον, ἐς ὅσον ἁμάξας οὐ στενοχωρεῖν δύο ἀπ’
Aed
.

4

.

8

.

8

ἐναντίας ἀλλήλαις ἰούσας. τραχεῖς οἱ λίθοι διαφερόν‐ τως· εἰκάσαις ἂν αὐτοὺς μυλίτας εἶναι. εὐμεγέθεις τέ εἰσι μάλιστα. ὥστε δὴ ἕκαστος γῆν μὲν ἐπικαλύπτει πολ‐
Aed
.

4

.

8

.

9

λήν, ἐς ἄγαν δὲ ὑψοῦ ἀνέχει. ἐς δὲ τό τε ὁμαλὲς καὶ τό γε λεῖον ἐπιεικῶς ἐξειργασμένοι, οὐκ ἐνῆφθαι τῇ συν‐ θέσει, οὐδέ πη ἐς τὸ ἀκριβὲς μεμυκέναι, ἀλλὰ συμπεφυ‐ κέναι δοκοῦσιν ἀλλήλοις. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
Aed
.

4

.

8

.

10

Λίμνην δέ τινα εἶναι ἄγχιστα τοῦ Ῥηγίου καλουμένου ξυμβαίνει, ἐς ἣν τὰς ἐκβολὰς ἔχουσι ποταμοὶ ἐκ χωρίων
Aed
.

4

.

8

.

11

τῶν ὕπερθεν τῇδε φερόμενοι. διακέχυται δὲ ἡ λίμνη
αὕτη μέχρι ἐς θάλασσαν· ὥστε μία τις ἀμφοτέραιν ἀκτὴ133
Aed
.

4

.

8

.

12

ἐν στενῷ μάλιστα τυγχάνει οὖσα. ταύτην δὲ ἄμφω ἐπι‐ κλύζουσι τὴν ἀκτὴν ἀντικυματοῦσαι καὶ ἀλλήλοις ἀντι‐ μυκώμεναι. ἀεί τε ἀλλήλαις εὐθὺ ἵενται τὴν ἠϊόνα ἐπι‐ κοινούμεναι. ἐπειδὰν δὲ ὡς πλησιαίτατα ἵκωνται, ἀναχαι‐
5τίζουσι τὴν ἐπιρροήν, ἐφ’ ἑαυτὰς ἐπιστρέφουσαι, ὥσπερ
Aed
.

4

.

8

.

13

ἐνταῦθα τὰ ὅρια σφίσι πηξάμεναι. ἔστι δὲ καὶ ἀλλήλαις οὗ ἀναμίγνυνται, πορθμόν τινα μεταξὺ ἔχουσαι, ἄδηλον ὂν ὁποτέρα ποτὲ αὐτῶν τὸ τοῦ πορθμοῦ ὕδωρ διακεκλή‐
Aed
.

4

.

8

.

14

ρωται. οὔτε γὰρ ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐς τὴν λίμνην ἀεὶ φέρεται οὔτε διηνεκὲς ἐς τὴν θάλασσαν ἡ λίμνη ἐκ‐ βάλλει, ἀλλ’ ὄμβρων μὲν ἐπιγενομένων πολλῶν, ἐπι‐ πνεύσαντός τε ἀνέμου νότου, ἐκ τῆς λίμνης ὁ πορθμὸς
Aed
.

4

.

8

.

15

προϊὼν φαίνεται. ἢν δὲ ἀπὸ βορρᾶ τὸ πνεῦμα ἴοι, ἡ θάλασσα τὴν λίμνην ἐπικλύζειν δοκεῖ. ἐν τούτῳ μέντοι ἡ θάλασσα τῷ χώρῳ ἐς βράχος κατατείνει παμμέγεθες, ὀλίγης τινὸς ἀπολελειμμένης μεταξὺ χώρας, ἥπερ διήκει
Aed
.

4

.

8

.

16

ἐς ἄβυσσον. ἐς τόσον δὲ στενὴ τυγχάνει οὖσα, ὥστε δὴ καὶ Μύρμηξ ὠνόμασται. οὗτος δὲ ὁ πορθμός, ὅ τε τὴν θάλασσαν καὶ τὴν λίμνην ζευγνύων, ᾗπέρ μοι εἴρηται, πάλαι μὲν γεφύρᾳ ξυλίνῃ διαβατὸς ἦν ἐπὶ κινδύνῳ μά‐
5λιστα τοῖς τῇδε ἰοῦσιν, ἐπεὶ τοῖς ξύλοις, ἂν οὕτω τύχοι,
Aed
.

4

.

8

.

17

〈ξυν〉διεφθείροντο· νῦν δὲ αὐτὴν Ἰουστινιανὸς βασιλεὺς λίθοις λογάδην ἐμβεβλημένοις ἐς ἀψῖδος μετεωρίσας μέγα τι χρῆμα, τὴν ἐκείνῃ διάβασιν ἀκίνδυνον κατεστήσατο.
Aed
.

4

.

8

.

18

Τοῦ δὲ Ῥηγίου ἐπέκεινα πόλις ἐστί που, Ἀθύρας ὄνομα,
ἧσπερ τοὺς οἰκήτορας δίψῃ δεινοτάτῃ ἐχομένους εὑρὼν τὴν ἀπορίαν διέλυσε σφίσιν, ἔλυτρον ἐνταῦθα δειμάμε‐ νος, θησαυρίζων μὲν ἐπικαιριώτατα τὴν τῶν ὑδάτων οὐκ134
5ἀναγκαίαν περιουσίαν, πρυτανεύων δὲ αὐτὴν ἐν ἐπιτη‐ δείῳ τοῖς τῇδε ἀνθρώποις. ἀνῳκοδομήσατο δὲ καὶ τὰ πεπονθότα τοῦ περιβόλου.
Aed
.

4

.

8

.

19

Ἔστι δὲ μετὰ τὴν Ἀθύραν τις χῶρος, ὅνπερ Ἐπισκο‐
Aed
.

4

.

8

.

20

πεῖα καλοῦσιν οἱ ἐπιχώριοι. ὃν δὴ κατανενοηκὼς Ἰου‐ στινιανὸς βασιλεὺς ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ὑπο‐ κείμενον, ἐπὶ πλεῖστον δέ, ὡς οὐδαμῆ ὀχυρώματος ὄντος, ἀφύλακτα παντάπασιν ὄντα τὰ ἐκείνῃ χωρία, φρούριον
5ἐνταῦθα ἐδείματο· οὗ δὴ τοὺς πύργους πεποίηται οὐχ
Aed
.

4

.

8

.

21

ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ τοιῷδε. προὔχει τις ἐκ τοῦ περιβόλου οἰκοδομία, στενωτάτη μὲν κατ’ ἀρχὰς οὖσα, τελευτῶσα δὲ ἐς εὖρος μέγα· ἐφ’ οὗ δὴ ἕκαστος ἐξείρ‐
Aed
.

4

.

8

.

22

γασται πύργος. ταύτῃ τε τοῖς πολεμίοις ἄγχιστά πη τοῦ τείχους ἰέναι ἀμήχανά ἐστιν, ἐπεὶ τῶν πύργων κατὰ μέ‐ σον γινόμενοι ἐν ἀμφιβόλῳ κατὰ κορυφὴν πρὸς τῶν
Aed
.

4

.

8

.

23

ἐκείνῃ φρουρῶν ῥᾷστα βαλλόμενοι διαφθείρονται. τάς τε πύλας ἐνταῦθα οὐ κατὰ τὰ ξυνειθισμένα τῶν πύργων μεταξὺ ἔθεντο, ἀλλ’ ἐκ πλαγίας κατὰ τὸ ἐν στενῷ προὖχον τοῦ τείχους, οὐχ ὁρωμένας τοῖς πολεμίοις, ἀλλ’ ὄπισθεν
Aed
.

4

.

8

.

24

διαλανθανούσας. ἐνταῦθα Θεόδωρος βασιλεῖ τὴν ὑπουρ‐ γίαν παρέσχετο, σιλεντιάριος τὴν ἀρχήν, συνετὸς μάλιστα.
Aed
.

4

.

8

.

25

τοῦτο μὲν οὖν τὸ ἔρυμα τῇδε πεποίηται. ἐπὶ τείχη δὲ τὰ μακρὰ ἐνθένδε ἰόντας ὀλίγα ὑπειπεῖν ἄξιον.
Aed
.

4

.

9

.

1

Ἡ θάλασσα ἐξ ὠκεανοῦ καὶ Ἱσπανίας γῆν τὴν
Εὐρωπαίαν ἐν ἀριστερᾷ ποιουμένη μέχρι μὲν ἐς Θρᾴκην κατὰ ταὐτὰ χωρεῖ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ἔνθεν δὲ σχιζομένη πὴ μὲν ἐπὶ τὴν ἑῴαν στέλλεται μοῖραν, πὴ135
5δὲ κατὰ βραχὺ ἐγκαρσία γεγενημένη τὸν Εὔξεινον καλού‐
Aed
.

4

.

9

.

2

μενον ἀποτελεῖ πόντον. ἐς Βυζάντιον δὲ ἀφικομένη ὥσπερ ἐπὶ νύσσης τινὸς καμπὴν ποιεῖται ἀμφὶ τὰ πρὸς ἕω τῆς πόλεως, πλαγία τε πολλῷ ἔτι μᾶλλον γιγνομένη ἐν πορθμῷ ἵεται, ἰσθμὸν τῆς Θρᾴκης τά τε πρόσω καὶ
Aed
.

4

.

9

.

3

ὀπίσω, ὡς τὸ εἰκός, ἐργαζομένη. οὐχ ὅτι ἐς ἐκροὰς ἐν‐ ταῦθα ἡ θάλασσα μερίζεται δύο, ᾗπερ ἐν τοῖς ἄλλοις ἰσθμοῖς εἴωθεν, ἀλλὰ περιστρεφομένη τε θαυμασίως ὡς καὶ περιβαλλομένη ἑκατέρωθεν Θρᾴκην τε τὴν ἄλλην
5καὶ διαφερόντως τὰ ἐπὶ Βυζαντίου προάστεια πάντα.
Aed
.

4

.

9

.

4

οἰκοδομοῦνται δὲ καὶ περιστέλλουσιν οἱ ταύτῃ ἄνθρωποι τὰ προάστεια οὐχ ὅσον ἐς χρείαν, ἀλλ’ ἐς ὕβριν τε καὶ τρυφὴν ὅρον οὐκ ἔχουσαν, καὶ ὅσα ἄλλα πλούτου ἐξου‐
Aed
.

4

.

9

.

5

σία ἐς τοὺς ἀνθρώπους ἰοῦσα ποιεῖ. ἔπιπλά τε κατα‐ τίθενται ἐνταῦθα πολλὰ καὶ διαπονήματα ἐν αὐτοῖς ἐν‐ δελεχέστατα ἔχουσιν· ἐπειδὰν οὖν καταθεῖν τινας τῶν πολεμίων γῆν τὴν Ῥωμαίων ἐξαπιναίως ξυνενεχθείη,
5οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις προστρίβεσθαι τὴν ζημίαν ἐνταῦθα ξυμβαίνει, ἀλλὰ κακοῖς ἄγαν τοῖς ἀνη‐
Aed
.

4

.

9

.

6

κέστοις βαρύνεσθαι τὰ ἐκείνῃ χωρία. ὃ δὴ ἀναστέλλειν Ἀναστάσιος βασιλεὺς διὰ σπουδῆς ἔχων ἐν χώροις οὐχ ἧσσον ἢ σημείοις τεσσαράκοντα τοῦ Βυζαντίου διέχουσι
μακρὰ οἰκοδομησάμενος τείχη, ἄμφω τῆς θαλάσσης τὰς136
5ἀκτὰς ἔζευξεν, οὗ δὴ ἀλλήλαιν διεστήκασιν ὁδῷ ἡμέραιν δυοῖν μάλιστα· ταύτῃ τε ἅπαντα ἐν τῷ ἐχυρῷ καθεστά‐
Aed
.

4

.

9

.

7

ναι τὰ ἐντὸς ᾤετο. ἦν δὲ ἄρα μειζόνων τοῦτο συμφορῶν αἴτιον. οὐδὲ γὰρ οἷόν τε ἦν οἰκοδομίαν τοσαύτην τὸ μέγεθος ἢ ἐς τὸ ἀσφαλὲς ἐξειργάσθαι, ἢ φρουρεῖσθαι
Aed
.

4

.

9

.

8

ξὺν τῷ ἀκριβεῖ. ἐπειδάν τε μοίρᾳ τινὶ τούτων δὴ τῶν μακρῶν τειχῶν ἐπισκήψαιεν οἱ πολέμιοι, καὶ τοὺς φρου‐ ροὺς ἅπαντας ὑποχειρίους ἐποιοῦντο οὐδενὶ πόνῳ, τοῖς τε ἄλλοις ἐπιπίπτοντες ἀπροσδόκητοι κακὰ οὐκ εὐδιή‐
5γητα ἐξειργάζοντο.
Aed
.

4

.

9

.

9

Ἀλλὰ βασιλεὺς τά τε πεπονθότα τούτων δὴ ἀνοικοδο‐ μησάμενος τῶν τειχῶν, τά τε σφαλερὰ ἐπὶ τὸ ἐχυρώτατον κρατυνάμενος τῶν φρουρῶν ἕνεκα, προσεπετεχνήσατο
Aed
.

4

.

9

.

10

τάδε. τὰς μὲν ἐξόδους, αἵπερ ἐκ πύργου ἑκάστου ἐς τοὺς
Aed
.

4

.

9

.

11

αὐτοῦ ἐχομένους ἐξάγουσιν, ἐφράξατο πάσας. ἄνοδον δὲ καθ’ ἕκαστον ἐκ τοῦ ἐδάφους ἔντοσθεν ἐτεκτήνατο μίαν· ἥνπερ ἐπὶ καιροῦ καθειργνύντες οἱ ταύτῃ φρουροὶ τοὺς πολεμίους περιφρονοῦσι τοῦ περιβόλου ἐντὸς γενο‐
5μένους· ἐπεὶ πύργος ἐς ἀσφάλειαν ἕκαστος αὐτὸς κατὰ
Aed
.

4

.

9

.

12

μόνας τοῖς φρουροῖς ἀπόχρη. καὶ τούτων δὴ τῶν τειχῶν ἐντὸς τὰ ἐς ἀσφάλειαν ἐνδελεχέστατα διεπράξατο, τά τε ἄλλα πεποιημένος ᾗπέρ μοι ἔναγχος εἴρηται καὶ πόλεως Σηλυβρίας ἀνανεωσάμενος ὅσα πεπονθότα τοῦ περιβόλου
Aed
.

4

.

9

.

13

ἐτύγχανεν. ἐπὶ μὲν οὖν τῶν μακρῶν τειχῶν ταῦτα Ἰου‐ στινιανῷ βασιλεῖ εἴργασται.
Aed
.

4

.

9

.

14

Ἡράκλεια δὲ ἡ πόλις ἥδε, ἡ παραλία, ἡ ἐν γειτόνων, ἡ Πέρινθος (ᾗ πάλαι μὲν τὰ πρωτεῖα τῆς Εὐρώπης ἐδί‐ δοσαν, νῦν δὲ δὴ μετά γε Κωνσταντινούπολιν τὰ δευ‐ τερεῖα παρέχονται) διψῶσά τε καὶ λίαν αὐχμῶσα ἔναγχος137
5ἔκειτο, οὐχ ὅτι ἄνυδρος 〈ἦν〉 ἡ ἀμφ’ αὐτὴν χώρα οὐδὲ ὅτι ἀπημέλητο ταῦτα τοῖς ἐκ παλαιοῦ δειμαμένοις τὴν πόλιν, ἐπεὶ καὶ κατάρρυτος Εὐρώπη ταῖς κρήναις, καὶ ποιεῖσθαι τοῖς πάλαι ἀνθρώποις ὀχετοὺς ἔμελεν, ἀλλὰ τὰ ξυνειθισμένα ποιῶν ὁ χρόνος τῇ πόλει τὴν ὀχεταγω‐
10γίαν ἀνῄρηκεν, ἢ καταγεγηρακυῖαν τὴν οἰκοδομίαν ὑπερ‐ ιδών, ἢ τῷ μὴ ἐπιμελεῖσθαι τοὺς Ἡρακλεώτας αὐτῆς ἐπὶ τὴν φθορὰν ποδηγούμενος. ὀλίγου τε ἀοίκητος διὰ
Aed
.

4

.

9

.

15

τοῦτο Ἡράκλεια ἐλέλειπτο εἶναι. ταὐτὸ δὲ τοῦτο καὶ τὰ ἐκείνῃ βασίλεια ὁ χρόνος ἐποίει ἀξιοθέατα ἐπιεικῶς ὄντα.
Aed
.

4

.

9

.

16

βασιλεὺς δὲ Ἰουστινιανὸς οὐ παρέργως, ἀλλὰ βασιλικῶς μάλιστα, τὴν πόλιν ἰδών, ὕδασί τε αὐτὴν ποτίμοις καὶ διειδέσιν ἐπέκλυσε, καὶ τῶν βασιλείων ἀποστερεῖσθαι τοῦ ἀξιώματος ὡς ἥκιστα ξυνεχώρησεν, ἀνοικοδομησά‐
5μενος ἅπαντα.
Aed
.

4

.

9

.

17

Ἡρακλείας δὲ ἄποθεν ἡμέρας ὁδὸν χωρίον ἐπιθαλασ‐ σίδιον ἦν, Ῥαιδεστὸς ὄνομα, παράπλου μὲν ἐφ’ Ἑλλησ‐ πόντου καλῶς κείμενον, εὐλίμενον δὲ καὶ τῇ κατὰ θά‐ λασσαν ἐργασίᾳ ἐπιτηδείως ἔχον τοῖς 〈ἐπ’〉 ἐμπορίᾳ ναυ‐
5τιλλομένοις καταίρειν τε καὶ ἀποφορτίζεσθαι προσηνῶς μάλιστα, καὶ αὖ πάλιν ἀνάγεσθαι οὐδενὶ πόνῳ ἐμπλη‐ σαμένοις τοῦ γόμου τὰ πλοῖα· βαρβάροις δὲ ἀποκείμενον καταθέουσιν, ἂν οὕτω τύχῃ, ἐξαπιναίως τὰ ἐκείνῃ χωρία, τῷ μήτε ἀποτετριγχωμένον μήτε τῇ φύσει δυσπρόσοδον
Aed
.

4

.

9

.

18

εἶναι. ὥστε καὶ τοῖς ἐμπόροις δέει τοῦ κινδύνου ὑπερ‐138
Aed
.

4

.

9

.

19

οφθὲν ἐν ὀλιγωρίᾳ ἐγένετο. νῦν δὲ βασιλεὺς Ἰουστι‐ νιανὸς οὐχ ὅσον τῷ χωρίῳ τὴν ἀσφάλειαν προσεποίησεν,
Aed
.

4

.

9

.

20

ἀλλὰ καὶ τοὺς περιοίκους ἐσώσατο πάντας. ἐπὶ Ῥαιδε‐ στοῦ γὰρ ἀνέστησε πόλιν, τείχει μὲν ἐρυμνήν, μεγέθει
Aed
.

4

.

9

.

21

δὲ διαφερόντως ὑπέρογκον. οὗ δὴ βαρβάρων σφίσιν ἐγ‐ κειμένων οἱ πλησιόχωροι ἅπαντες εἰς καιρὸν καταφεύ‐ γοντες σὺν τοῖς χρήμασι διασώζονται.
Aed
.

4

.

10

.

1

Τὰ μὲν οὖν ἐπὶ Ῥαιδεστοῦ Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ὅσα δὲ αὐτῷ ἀμφὶ Χερρονήσῳ δια‐
Aed
.

4

.

10

.

2

πεπόνηται, ἐρῶν ἔρχομαι. προβέβληται μὲν πάσης ἡ Χερρόνησος τῆς κατ’ αὐτὴν Θρᾴκης. ἐπεμβαίνουσα γὰρ τῇ θαλάσσῃ καὶ ὥσπερ ἐχομένη τοῦ πρόσω, δόκησιν
Aed
.

4

.

10

.

3

παρέχεται ὅτι δὴ ἐπὶ τὴν Ἀσίαν χωρεῖ. ἀκτὴ δὲ αὐτῆς ἀμφὶ πόλιν Ἐλαιοῦντα προὔχουσα μία, σχίζει τε εἰς δύο τὴν θάλασσαν μοίρας, καὶ αὐτὴ τῷ ῥοθίῳ ἀποτεμνομένη τῆς ἄλλης ἠπείρου, καὶ προσιούσῃ ἐπίπροσθεν τῇ θαλάσσῃ
Aed
.

4

.

10

.

4

ὑποχωροῦσα, τὸν Μέλανα καλούμενον ποιεῖ κόλπον. νῆ‐ σος δὲ τὸ λοιπὸν ὀλίγου δέοντος γίνεται, ὄνομα τῷ ποι‐ ουμένῳ προσῆκον κτωμένη. Χερρόνησος γάρ, ὡς τὸ εἰκός, ὀνομάζεται, ἰσθμῷ διειργομένη βραχεῖ, μὴ νῆσος
Aed
.

4

.

10

.

5

παντάπασιν εἶναι. κατὰ τοῦτον οἱ πάλαι ἄνθρωποι τὸν ἰσθμὸν παρέργως τε καὶ λίαν ἀπημελημένως ἐδείμαντο
Aed
.

4

.

10

.

6

διατείχισμα κλίμακι ἁλωτόν. κῆπον γάρ πού τινα εἰκῆ κείμενον αἱμασιᾷ περιβάλλειν οἰόμενοι, ἰσχνόν τε αὐτὸ
Aed
.

4

.

10

.

7

καὶ ὀλίγον τῆς γῆς ὑπερανεστηκὸς ἐξειργάσαντο. πρὸς δὲ καὶ τὴν ἑκατέρωθι τοῦ ἰσθμοῦ θάλασσαν προβόλους τεκτηνάμενοι βραχεῖς τε καὶ φαύλους, οὕσπερ καλεῖν
νενομίκασι μώλους, τὴν μεταξὺ χώραν τοῦ τε ῥοθίου139
5καὶ τοῦ περιβόλου ἐφράξαντο, οὐ ταύτῃ τοὺς ἐπιβουλεύ‐ σοντας ἀπωσόμενοι, ἀλλ’ ἐπὶ τὰς εἰσόδους παρακαλέ‐ σοντες· οὕτω δὴ αὐτὸ εὐκαταφρόνητον ἐξειργάσαντο, καὶ
Aed
.

4

.

10

.

8

τοῖς ἀποπειρασομένοις εὐάλωτον. ἡγούμενοι δέ τι τοῖς πολεμίοις ἄμαχον πεποιῆσθαι ὀχύρωμα, τούτου δὴ τοῦ περιβόλου τὰ ἐντὸς ἅπαντα φυλακῆς οὐδεμιᾶς ἀξιοῦν ἔγνωσαν, ἐπεὶ οὔτε φρούριον οὔτε ἄλλο τι ἔρυμα ἐπὶ
5Χερρονήσου ξυνέβαινεν εἶναι, καίπερ ὀλίγου δέοντος ἐς
Aed
.

4

.

10

.

9

τριῶν κατατεινούσης ὁδὸν ἡμερῶν. ἔναγχος ἀμέλει γοῦν οἱ πολέμιοι καταθέοντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐγ‐ κεχειρήκασι μὲν ὡς ἀποπειρασόμενοι τῆς κατὰ τὴν ἠϊόνα εἰσόδου, δεδιξάμενοι δὲ τοὺς ταύτῃ φρουροὺς ἐσπεπηδή‐
5κασιν ὥσπερ τι ἄθυρμα παίζοντες, ἐντός τε τοῦ περι‐ βόλου γεγένηνται οὐδενὶ πόνῳ.
Aed
.

4

.

10

.

10

Πολλὰ τοίνυν ἀμφὶ τῶν κατηκόων τῇ σωτηρίᾳ δια‐
Aed
.

4

.

10

.

11

σκοπούμενος Ἰουστινιανὸς βασιλεὺς ἐποίει τάδε. πρῶτα μὲν αὐτῷ ἐξίτηλον τὸ παλαιὸν γεγένηται τεῖχος, οὐδὲ
Aed
.

4

.

10

.

12

ὅσον ἴχνους οἱ ἀπολελειμμένου τινός. ἕτερον δὲ αὐτίκα ἐπὶ τῆς αὐτῆς χώρας ἀνέστη, ὅπερ ἐπιεικῶς εὐρυνόμενον
Aed
.

4

.

10

.

13

ὑψοῦ ἀνέχει. ὑπεράνω τε τῶν ἐπάλξεων ἀνειλημμένη θόλος ἐν στοᾶς τρόπῳ ὄροφον ποιεῖται, καλύπτουσα τοὺς
Aed
.

4

.

10

.

14

τοῦ περιβόλου ἀμυνομένους. ἄλλοι τε τῇ θόλῳ προμα‐ χῶνες ἐγκείμενοι διπλασιάζουσι τοῖς τῇδε τειχομαχοῦσι
Aed
.

4

.

10

.

15

τὸν πόλεμον. ἔπειτα δὲ ἀμφοτέρωθι ἐς τοῦ περιβόλου τὰ πέρατα πρὸς αὐταῖς που τῆς θαλάσσης ταῖς ῥαχίαις
μάλιστα, προβόλους πεποίηται, [οὓς μώλους καλοῦσιν,] ἐπὶ πλεῖστον μὲν τοῦ ῥοθίου διήκοντας, τῷ δὲ τείχει140
5ξυναπτομένους, ὕψους δὲ πέρι τῷ ἐρύματι ἐναμίλλους
Aed
.

4

.

10

.

16

ὄντας. ἀλλὰ καὶ τὴν τάφρον τοῦ περιβόλου ἔκτοσθεν οὖσαν περικαθάρας τε καὶ κατορύξας ἐνδελεχέστατα μέγα
Aed
.

4

.

10

.

17

τι αὐτῇ εὔρους τε καὶ βάθους ἐντέθειται χρῆμα. καὶ μὴν καὶ στρατιωτῶν καταλόγους ἐν τούτοις ἱδρύσατο τοῖς μακροῖς τείχεσι πᾶσι βαρβάροις ἀντιτάξασθαι ἱκανοὺς
Aed
.

4

.

10

.

18

ὄντας, ἤν τι τῆς Χερρονήσου ἀποπειρῶνται. οὕτω δὲ ταῦτα ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας καταστησάμενος καὶ τοῖς ἔνδον οὐδέν τι ἧσσον ὀχυρώματα προσεποίησεν.
Aed
.

4

.

10

.

19

ὥστε εἰ τοῖς μακροῖς τείχεσιν (ἀπέστω δὲ τοῦ λόγου) παθεῖν τι ξυμβαίη, οὐδέν τι ἧσσον Χερρονησιώτας ἐν
Aed
.

4

.

10

.

20

ἀσφαλεῖ εἶναι. πόλιν τε γὰρ Ἀφροδισιάδα ἐρύματι ἐχυ‐ ρωτάτῳ περιεβάλλετο, ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ πρότερα οὖσαν, καὶ Κίβεριν πόλιν, ἐπ’ ἐδάφους κει‐
Aed
.

4

.

10

.

21

μένην, τειχήρη πεποιημένος ξυνῴκισεν· ἔνθα δὴ καὶ βαλανεῖα καὶ ξενῶνας ᾠκοδομήσατο, οἰκία τε παμπληθῆ καὶ ὅσα ἄλλα πέφυκεν ἐπιφανῆ ἐνδείκνυσθαι πόλιν.
Aed
.

4

.

10

.

22

ἀλλὰ καὶ τὴν Καλλίπολιν καλουμένην βεβαιότατα ἐτει‐ χίσατο, ἐλπίδι τῶν μακρῶν τειχῶν ἀτείχιστον ἀπολελειμ‐
Aed
.

4

.

10

.

23

μένην τοῖς πρόσθεν ἀνθρώποις. οὗ δὴ καὶ σιτῶνάς τε καὶ οἰνῶνας ἐδείματο δαπάνῃ τῇ πάσῃ τῶν ἐπὶ Χερρο‐ νήσου στρατιωτῶν ἱκανῶς ἔχοντας.
Aed
.

4

.

10

.

24

Ἔστι δέ τις Ἀβύδου καταντικρὺ πόλις ἀρχαία, Σηστὸς ὄνομα, καὶ αὐτὴ τὰ πρότερα παρέργως κειμένη, ὀχύρωμά
Aed
.

4

.

10

.

25

τε οὐδὲν ἔχουσα. λόφος δὲ αὐτῇ τις ἰσχυρῶς ἀπότομος ἐπανέστηκεν· ἵνα δὴ φρούριον ἐδείματο ἀπρόσβατον
Aed
.

4

.

10

.

26

ὅλως, ἑλεῖν τε, εἴ τις ἐγχειροίη, ἀμήχανον. Σηστοῦ δὲ οὐ μακρὰν ἄποθεν τὴν Ἐλαιοῦντα ξυμβαίνει εἶναι. πέτρα τε τῆς θαλάσσης ἀπορραγεῖσα ἐνταῦθα ἀνέχει, ἄκραν141
Aed
.

4

.

10

.

27

οὐρανομήκη ἐξαίρουσα τειχήρη φύσιν. φρούριον οὖν καὶ τῇδε ὁ βασιλεὺς οὗτος ἐδείματο, δυσπάριτόν τε καὶ
Aed
.

4

.

10

.

28

τοῖς προσιοῦσι παντελῶς ἄμαχον. ἀλλὰ καὶ τὸ ἐν Θεσκῷ φρούριον ἐπὶ θάτερα τοῦ μακροῦ τείχους ἱδρύσατο, περι‐ βόλῳ κρατυνάμενος ἐχυρῷ μάλιστα· ταύτῃ τε τοῖς Χερ‐ ρονησιώταις τὴν ἀσφάλειαν πανταχόθεν αὐτὸς προσε‐
5ποίησε.
Aed
.

4

.

11

.

1

Μετὰ δὲ Χερρόνησον Αἶνος οἰκεῖται πόλις, ἐπὶ τοῦ οἰκιστοῦ τῆς προσηγορίας ὠνομασμένη. Αἰνείας γὰρ
Aed
.

4

.

11

.

2

ἦν, ὥσπερ λέγουσιν, ὁ τοῦ Ἀγχίσου. ταύτης ὁ περίβολος εὐάλωτός τε ἦν τῷ χθαμαλὸς εἶναι· οὐδὲ ὅσον γὰρ ἐς τὸ
Aed
.

4

.

11

.

3

ἀναγκαῖον ἀνεῖχεν ὕψος· καὶ ἀναπεπταμένην τινὰ εἴσο‐ δον κατὰ τῆς θαλάσσης τὸ γειτόνημα εἶχεν, ἀμηγέπη ἐπι‐
Aed
.

4

.

11

.

4

ψαύοντος αὐτοῦ τοῦ ῥοθίου. ἀλλὰ βασιλεὺς Ἰουστινια‐ νὸς ἀνέστησε μὲν αὐτὸν ἐς ὕψος, μὴ ὅτι ἁλῶναι, ἀλλὰ
Aed
.

4

.

11

.

5

καὶ ἀποπειρᾶσθαι ἀμήχανον. ἐπεξαγαγὼν δὲ καὶ παν‐ ταχόσε φραξάμενος ἀνάλωτον Αἶνον παντάπασι κατεστή‐
Aed
.

4

.

11

.

6

σατο. καὶ ταύτῃ μὲν ἡ πόλις ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει· ἔμεινε δὲ τοῖς βαρβάροις ἡ χώρα καταθεῖν εὐπετής· ἐπεὶ
Aed
.

4

.

11

.

7

Ῥοδόπη ὀχυρωμάτων ἐκ παλαιοῦ ὑπεσπάνιζεν. ἦν δέ τις κώμη ἐν τῇ μεσογείᾳ, Βέλλουρος ὄνομα, πλούτου μὲν δυνάμει καὶ πολυανθρωπίᾳ ἴσα καὶ πόλις, τῷ μέντοι τειχήρης οὐδαμῆ εἶναι ληϊζομένοις διηνεκὲς ἐπαρκοῦσα
5βαρβάροις, ἀγροῖς τε τοῖς ἀμφ’ αὐτὴν κειμένοις πολλοῖς
Aed
.

4

.

11

.

8

γε οὖσι ταὐτὸ πάσχουσα. καὶ αὐτὴν δὲ ὁ βασιλεὺς οὗτος πολίζει τε καὶ ἀποτειχίζει, καὶ αὐτοῦ ἐπαξίαν τίθεται142
Aed
.

4

.

11

.

9

εἶναι. καὶ μὴν καὶ ἄλλων τῶν ἐπὶ Ῥοδόπης πόλεων ὅσα δὴ ἐνδεῖν ἢ καταπεπονηκέναι ξυνηνέχθη τῷ χρόνῳ σπουδῇ
Aed
.

4

.

11

.

10

τῇ πάσῃ ἀνέστησεν. ἐν αἷς Τραϊανούπολίς τε καὶ Μαξι‐ μιανούπολίς εἰσιν, ὧνπερ ἐπηνώρθωσε τὰ ἐν τοῖς προ‐ βόλοις σαθρὰ γεγονότα. ταῦτα μὲν οὖν τῇδε πεποίηται.
Aed
.

4

.

11

.

11

Ἀναστασιούπολις δὲ ἡ τῇδε οὖσα τειχήρης μὲν καὶ πρότερον ἦν, ἐν δὲ τῇ παραλίᾳ κειμένη ἀφύλακτον εἶχε τὴν ταύτῃ ἠϊόνα. τὰ πλοῖα πολλάκις ἀμέλει ἐνταῦθα καταίροντα ὑποχείρια βαρβάροις Οὔννοις ἐξαπιναίως
5γεγένηται· ὥστε καὶ τὰς νήσους ἐνθένδε τὰς τῇ χώρᾳ
Aed
.

4

.

11

.

12

ἐπικειμένας ἠνώχλησαν. Ἰουστινιανὸς δὲ βασιλεὺς δια‐ τειχίσματι τὴν παραλίαν περιβαλὼν ὅλην, ταῖς τε ναυσὶ
Aed
.

4

.

11

.

13

καὶ τοῖς νησιώταις τὴν ἀσφάλειαν ἀνεσώσατο. ἀλλὰ καὶ τὸν τοῦ ὕδατος ὀχετὸν ἐκ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει,
Aed
.

4

.

11

.

14

μέχρι ἐς τὴν πόλιν 〈ἐσ〉 ὑπέρογκον ἀνέστησεν ὕψος. ἔστι δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἣ ποτα‐ μοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν. ἀφ’ οὗ δὴ οὐ πολλῷ
Aed
.

4

.

11

.

15

ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς μέγα τῷ περιβόλῳ ὕψος ἐντέθεικεν· ὥστε ὑπεραίρει τοσούτῳ τὸν λόφον, ὅσῳ δὴ αὐτοῦ καταδε‐
Aed
.

4

.

11

.

16

έστερος τὰ πρότερα ἦν. καὶ στοὰν μὲν ἐπανέστησεν ἐν θολωτῷ τείχει, ὅθεν δὴ τοῖς τειχομαχοῦσιν οἱ τῆς πό‐ λεως ἀμυνόμενοι ἐκ τοῦ ἀσφαλοῦς διαμάχονται, τῶν δὲ πύργων ἕκαστον φρούριον ἐρυμνὸν ἐσκευάσατο εἶναι.
Aed
.

4

.

11

.

17

ἀλλὰ καὶ τὰ ἐκ τοῦ περιβόλου μέχρι ἐς τὸν ποταμὸν δια‐ τειχίσματι περιβαλὼν ἐκρατύνατο. ταῦτα μὲν οὖν Ἰου‐ στινιανῷ βασιλεῖ τῇδε πεποίηται.143
Aed
.

4

.

11

.

18

Καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί τε τὴν ἄλλην Θρᾴκην καὶ τὴν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ
Aed
.

4

.

11

.

19

δηλώσω. πρῶτα μὲν Φιλιππουπόλεώς τε καὶ Βεροίας, ἔτι μέντοι Ἀδριανουπόλεώς τε καὶ Πλωτινουπόλεως τά τε ἐνδέοντα καὶ καταπεπονηκότα σπουδῇ τῇ πάσῃ ᾠκο‐ δομήσατο· ἐπεὶ αὐτὰς ἐπιμαχωτάτας ξυνέβαινεν εἶναι,
Aed
.

4

.

11

.

20

καίπερ ἔθνεσι γειτονούσας βαρβάρων πολλοῖς. καὶ φρού‐ ρια δὲ ἀνάριθμα ἐπὶ Θρᾴκης ἱδρύσατο πάσης, δι’ ὧν τὴν χώραν, ἀποκειμένην τὰ πρότερα ταῖς τῶν πολεμίων ἐπι‐ δρομαῖς, παντάπασιν τανῦν ἀδῄωτον κατεστήσατο. ἔστι δὲ
5τὰ φρούρια, ὅσα ἡμᾶς μεμνῆσθαι αὐτῶν, πρὸς ὄνομα τάδε. [Ὅσα φρούρια ὁ θειότατος ἡμῶν βασιλεὺς Ἰουστινια‐ νὸς ἔκτισεν ἐν χώρᾳ τῇ καλουμένῃ Εὐρώπῃ καὶ Ῥοδόπῃ καὶ Θρᾴκῃ καὶ Αἱμιμόντῳ οὕτως.]
[Start of Table]Ἐν Εὐρώπῃ·
10Λυδικαί. Ἐλαῖαι. Ἐν Ῥοδόπῃ τὰ καινούρ‐
για·
Κασεήρα.
15Θεοδωρούπολις.
Τὸ τοῦ Θράσου. Σουδανέλ. Μούνδεπα. Θαρσάνδαλα.Column end
20Δένιζος. Τόπαρον. Δαλάταρβα. Βρέ. Κουσκάβιρι.
25Κούσκουλις.
Θρᾴκης. Βόσπαρα. Βεσούπαρον. Καπιστούρια.
144
30Βηρίπαρα. Ἰσγίπερα. Ὀζόρμη. Βηρηΐαρος. Ταμονβαρί.
35Σκέμνας. Καράσθυρα. Πίνζος. Τουλεοῦς. Ἄρζον.
40Καστράζαρβα. Ζωσίτερσον. Βέργισον. Δίγγιον. Σάκισσος.
45Κουρτουξοῦρα. Ποταμουκάστελλον.
Εἰσδίκαια. Τὸ ἐμπόριον Ταυροκεφά‐ λων.Column end
Aed
.

4

.

11

.

20

(50)

Βηλαϊδίπαρα. Σκίτακες. Βέπαρα. Πουσινόν. Ὑμαυπάρουβρι.
55Σκαριωτασαλούκρα. Αὐγούστας. Οὐρδαούς. Τοῦ ἁγίου Τραϊανοῦ. Δέρταλλος.
60Σολβανοῦ. Βάσκον. Ζίγκυρο.
Αἱμιμόντου. Ζημάρκου.
65Κηριπάρων. Κασιβόνων. Τὸ Οὔκου. Ἀντωῖνον.
Γεσιλαφοσσᾶτον.145
70Χεροῖνον. Προβίνου. Τοῦ ἁγίου Θεοδώρου. Βουρδέπτω. Ῥακούλη.
75Τοῦ ἁγίου Ἰουλιανοῦ. Τζιταετοῦς. Βηλαστύρας. Γετρίνας. Βρέδας.
80Βῆρος. Θωκύωδις. Βία. Ἀναγογκλί. Σούρας.
85Αὐθιπάρου. Δορδᾶς. Σαρμαθών. Κλεισοῦρα. Ὑλασιάναι.
90Θρασαρίχου. Βαῖκα. Χρύσανθος. Μαρκέρωτα. Ζδεβρήν.
95Τοῦ ἁγίου Θεοδώρου. Ἄσγαρζος.
Βουρτούδγιζ. Ταυρόκωμον. Νίκη.Column end
Aed
.

4

.

11

.

20

(100)

Καβοτούμβα. Δείξας. Γητριστάους. Δέβρη. [Γητριστάοιε]. Προβίνου.
105Κάρβερος. Τηεσιμόντη. Ἀσγίζους. Δαλάταρβα. Θεοδωρούπολις.
110Τζυειδών. Τζονπολέγων. Βασίβουνον. Ἀγχίαλος. Μαρκιανόν.
115Κυρίδανα. Βεκοῦλι. Τὰ Θρᾳκῶν λειπόμενα. Παρά τε τὸν Εὔξεινον πόν‐ τον καὶ ποταμὸν Ἴστρον,
120 κἀν τῇ μεσογείᾳ, οὕτως. Μυσίας παρὰ μὲν πο‐ ταμὸν Ἴστρον· Ἐρκούλεντε.
Σκατρῖνα.146
125Ἀππίαρα. Ἐξεντάπριστα. Δεονίανα. Λιμώ. Ὀδυσσός.
130Βίδιγις. Ἀρῖνα. Νικόπολις. Ζικίδεβα. Σπίβυρος.
135Πόλις Κάστελλον. Κιστίδιζος. Βαστέρνας. Μέταλλος. Βηρίπαρα.
140Σπαθιζός. Μαρκέρωτα. Βόδας. Ζισνούδεβα. Τουρούλης.
145Ἰουστινιανούπολις. Θερμά. Γεμελλομοῦντες. Ἀσίλβα. Κούσκαυρι.
Aed
.

4

.

11

.

20

(150)

Κούσκουλι.
Φοσσᾶτον. Βισδίνα. Μαρκιανούπολις. Σκυθιάς.Column end
155Γραψώ. Νονώ. Τροσμής. Νεαϊοδουνώ. Ῥεσιδίνα.
160Κωνσταντιανά. Καλλάτις. Βασσίδινα. Βελεδίνα. Ἄβριττος.
165Ῥουβοῦστα. Δινισκάρτα. Μοντερεγῖνε. Βέκις. Ἀλτῖνα.
170Μανροβάλλε. Τίγρα. Σκεδεβά. Νόβας. Ἐν δὲ τῇ μεσογείᾳ·
175Κοπούστορος. Βιργινασώ.
Τιλλιτώ. Ἀγκυριανά. Μουριδεβά.147
180Ἴτζης. Καστελλόνοβο. Παδισάρα. Βισμαφά. Βαλεντινιάνα.
185Ζάλδαπα. Ἀξίοπα. Καρσώ. Γρατίανα.
Πρέϊδις.Column end
190Ἀργαμώ. Παυλίμανδρα. Τζάσκλις. Πούλχρα Θεοδώρα. Τόμις.
195Κρέας. Κατασσοῦ. Νίσκονις. Νοβεϊουστινιανά. Πρεσιδίω.
Aed
.

4

.

11

.

20

(200)

Ἐργαμία. [End of Table]Column end
Aed
.

5

t

1

ΛΟΓΟΣ Εʹ.
Aed
.

5

.

1

.

1

Τὰ μὲν δὴ ἐν πάσῃ Εὐρώπῃ δεδημιουργημένα Ἰου‐ στινιανῷ βασιλεῖ ἐς ὅσον οἷόν τε ἦν ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἐς δὲ τῆς Ἀσίας τὰ λειπόμενα ἰτέον ἡμῖν.
Aed
.

5

.

1

.

2

ὅσα μὲν οὖν πόλεών τε καὶ φρουρίων ἐρύματα, ἑτέρας τε οἰκοδομίας κατὰ τὴν ἑῴαν πεποίηται χώραν, ἐξ ὁρίων τῶν Μηδικῶν ἄχρι που ἐς Παλμύραν πόλιν, ἣ ἐν Φοί‐ νιξι τοῖς ἐπὶ Λιβάνου τυγχάνει οὖσα, ἤδη μοι ἔμπροσθεν
Aed
.

5

.

1

.

3

δεδηλῶσθαι οἶμαι. ἐν δέ γε τῷ παρόντι καὶ ὅσα κατὰ τὴν ἄλλην Ἀσίαν καὶ Λιβύην αὐτῷ εἴργασται ἢ τειχιζο‐ μένῳ τὰ κατὰ τὰς ὁδοὺς ἐπανορθοῦντι δυσπάριτα καὶ κινδύνων ἀτεχνῶς ἔμπλεα, πὴ μὲν ὀρῶν ἐπικειμένων
5κρημνώδη ὄντα, πὴ δὲ ποταμοῦ γειτονήματι τοὺς παρα‐ πίπτοντας ἀποπνίγοντα, ἢ πόλεων ἰωμένῳ παθήματα πάντα, ἐρῶν ἔρχομαι ἀρχόμενος ἐνθένδε.148
Aed
.

5

.

1

.

4

Χῶρόν τινα πρὸ τῆς Ἐφεσίων πόλεως ἐν ὀρθίῳ κεί‐ μενον ξυνέβαινεν εἶναι, οὐ γήλοφον οὐδὲ δυνατὸν ἀφεῖ‐ ναι καρπούς, εἴ τις πειρῷτο, ἀλλὰ σκληρόν τε καὶ τρα‐
Aed
.

5

.

1

.

5

χὺν ὅλως. ἐνταῦθα νεὼν οἱ ἐπιχώριοι ἐν τοῖς ἄνω χρό‐ νοις Ἰωάννῃ τῷ ἀποστόλῳ ἀνέθηκαν, θεολόγος δὲ τὴν ἐπίκλησιν ὁ ἀπόστολος οὗτος ὠνόμασται, ἐπεὶ τά γε ἀμφὶ τῷ θεῷ ἄμεινον αὐτῷ ἢ κατὰ ἀνθρώπου δεδιήγηται φύ‐
Aed
.

5

.

1

.

6

σιν. τοῦτον δὴ τὸν νεὼν Ἰουστινιανὸς βασιλεὺς βραχύν τε ὄντα καὶ καταπεπονηκότα τῷ μήκει τοῦ χρόνου καθε‐ λὼν ἐς τὸ ἔδαφος, ἐς τοσόνδε μεθηρμόσατο μεγέθους καὶ κάλλους, ὥστε δή, ξυνελόντα εἰπεῖν, ἐμφερέστατος
5καὶ παντάπασιν ἐνάμιλλος τῷ ἱερῷ ἐστιν, ὅπερ ἐν πόλει τῇ βασιλίδι τοῖς ἀποστόλοις ἀνέθηκε πᾶσιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις.
Aed
.

5

.

1

.

7

Ταῦτα μὲν ἐν Ἐφέσῳ ἐξείργασται τῷ βασιλεῖ τούτῳ. ἐν Τενέδῳ δὲ ταύτῃ τῇ νήσῳ σωτήριόν τι πόλει τε τῇ βασιλίδι καὶ τοῖς κατὰ θάλασσαν ἐργαζομένοις πεποίηται, ὅπερ ἐγὼ αὐτίκα δηλώσω, τοσοῦτον ὑπειπών· ἡ θάλασσα
Aed
.

5

.

1

.

8

ἐφ’ Ἑλλησπόντου ἐν στενῷ μάλιστα φέρεται. ἄμφω γὰρ αἱ ἤπειροι ἀλλήλαις ὡς ἀγχοτάτω ἐνταῦθα ἰοῦσαι τὴν τοῦ πορθμοῦ ποιοῦνται ἀρχὴν ἀμφὶ Σηστόν τε καὶ Ἄβυ‐ δον, ἐπειδάν τε αἱ νέες ἐνταῦθα ἵκωνται, ὅσαι δὴ Κων‐
Aed
.

5

.

1

.

9

σταντινουπόλεως εὐθὺ ἵενται, τῇδε ὁρμίζονται. ἀνά‐ γεσθαι δὲ αὐταῖς ἐνθένδε ἀμήχανά ἐστιν, ὅτι μὴ νότου
Aed
.

5

.

1

.

10

ἐπιπνεύσαντος ἀνέμου σφίσιν. ἡνίκα οὖν ὁ σιταγωγὸς στόλος ἐκ πόλεως Ἀλεξανδρείας ἐνταῦθα ἴοι, εἰ μὲν ἐμ‐ πέσοι τὸ πνεῦμα ἐπίφορον σφίσι, δι’ ὀλίγου μὲν οἱ ταύ‐ την τὴν ἐργασίαν διαχειρίζοντες καταίρουσι ταῖς ναυσὶν149
5ἐς τοὺς Βυζαντίους λιμένας, ἀποφορτιζόμενοι δὲ ἀπαλ‐ λάσσονται αὐτίκα δὴ μάλα, ἐφ’ ᾧ δὴ πρὸ τῆς τοῦ χει‐ μῶνος ἅπαντες ὥρας δεύτερόν τε καὶ τρίτον διαπεραιώ‐
Aed
.

5

.

1

.

11

σονται στόλον. ὅσοις δὲ αὐτῶν βουλομένοις ᾖ, καὶ ἄλλο τι τῶν ἐμπολημάτων ἐνθένδε ἀντιφορτισάμενοι ἀναστρέ‐
Aed
.

5

.

1

.

12

φουσιν. εἰ μέντοι ἀπ’ ἐναντίας σφίσι τὸ πνεῦμα ἐφ’ Ἑλλησπόντου ἴοι, ἐνταῦθα δὴ τῷ τε σίτῳ καὶ ταῖς ναυσὶ
Aed
.

5

.

1

.

13

σεσηπέναι συνέβαινεν. ἅπερ ἐν προνοίᾳ πεποιημένος Ἰουστινιανὸς βασιλεὺς διαφανῶς ἐπιδέδεικται ὡς ἀν‐ θρώπῳ ἂν ἀμήχανον οὐδὲν γένοιτο, οὐδ’ ἢν τοῖς χαλε‐
Aed
.

5

.

1

.

14

πωτάτοις ἀνταγωνίζοιτο. ἐν Τενέδῳ γὰρ τῇ νήσῳ, ἣ τοῦ πορθμοῦ ἄγχιστά ἐστι, σιτῶνα ἐπετεχνήσατο τῷ παντὶ στόλῳ ἀποφορτίσασθαι διαρκῶς ἔχοντα, εὖρος μὲν οὐχ ἧττον ἢ ποδῶν ἐνενήκοντα, μῆκος δὲ ποδῶν ὀγδοήκοντα
5καὶ διακοσίων, ἐς ὕψος τε ἄφατον ἐπιεικῶς κατατείνοντα.
Aed
.

5

.

1

.

15

οὗ δὴ τῷ βασιλεῖ ἐξειργασμένου, ὁπηνίκα ἂν τοῦ δημο‐ σίου σίτου παραπομποὶ ἐνταῦθα ἰόντες ἀνέμων ἐναν‐ τιώμασι συμποδίζοιντο, οἵδε τὸν φόρτον ἐν τῷ σιτῶνι καταθέμενοι τούτῳ καὶ χαίρειν φράσαντες τῷ τε βορρᾷ
5καὶ ζεφύρῳ πολλά, καὶ εἴ τις ἄλλος ἀπ’ ἐναντίας αὐτοῖς
Aed
.

5

.

1

.

16

ἐνταῦθα ἴοι, ἐς πλοῦν ἕτερον συσκευάζονται. καὶ αὐτοὶ μὲν εὐθὺς εἰς τὰ οἰκεῖα κομίζονται, χρόνῳ δὲ ὕστερον,
ὁπηνίκα ἂν τὸν ἐνθένδε ἀπόπλουν ἐς Βυζάντιον ἐν ἐπι‐ τηδείῳ γενέσθαι ξυμβαίη, πλοίοις ἑτέροις τὸν σῖτον ἐκ150
5Τενέδου διακομίζουσιν οἷς ἐπίκειται ἡ τιμὴ αὕτη.
Aed
.

5

.

2

.

1

Ἔστι δέ τις ἐν Βιθυνοῖς πόλις, Ἑλένης ἐπώνυμος οὖσα τῆς Κωνσταντίνου βασιλέως μητρός. ἐκ ταύτης γὰρ τὴν Ἑλένην ὡρμῆσθαί φασι, κώμης οὐκ ἀξιολόγου
Aed
.

5

.

2

.

2

τὰ πρότερα οὔσης. ᾗπερ τὰ τροφεῖα Κωνσταντῖνος ἐκτί‐ νων ὀνόματι μὲν καὶ ἀξιώματι πόλεως τὸ χωρίον δεδώ‐ ρηται τοῦτο, οὐ μέντοι οὐδὲν οὐδὲ βασιλικὸν οὐδὲ μεγα‐ λοπρεπὲς τῇδε πεποίηται, ἀλλὰ τῇ μὲν κατασκευῇ ἐπὶ
5τῆς προτέρας διέμεινε τύχης, κεκόμψευται δὲ μόνῳ τῷ πόλις κεκλῆσθαι καὶ τῇ ἐπωνυμίᾳ τῆς τροφίμου Ἑλένης
Aed
.

5

.

2

.

3

ἀποσεμνύνεται. ὁ δὲ καθ’ ἡμᾶς βασιλεύς, ὥσπερ τὴν ἀγνωμοσύνην ἀπολογούμενος τοῦ τῆς βασιλείας προπά‐ τορος, πρῶτα μὲν ὕδατος ἀπορίᾳ πιεζομένην τὴν πόλιν ἰδὼν καὶ δίψῃ ἐπιεικῶς δεινῇ ἐχομένην, ὀχετὸν αὐτο‐
5σχεδιάζει θαυμάσιον οἷον, ὕδωρ τε αὐτῷ παρέχεται ἀπροσδόκητον ἰδεῖν, τοῖς τῇδε ἀνθρώποις οὐ πιεῖν μό‐ νον, ἀλλὰ καὶ λούεσθαι ἱκανῶς ἔχον, καὶ ὅσα ἄλλα τρυ‐ φῶσιν ἄνθρωποι, εὐπορίαν κατακόρως ὕδατος ἔχοντες.
Aed
.

5

.

2

.

4

πρὸς δὲ καὶ βαλανεῖον αὐτοῖς ἐν δημοσίῳ πεποίηται οὐ πρότερον ὄν, ἕτερόν τε ἀνῳκοδομήσατο διεφθαρμένον τε καὶ εἰκῆ κείμενον τῷ τε σπανίζειν, ᾗπέρ μοι ἐρρήθη,
Aed
.

5

.

2

.

5

τοῦ ὕδατος καὶ τῷ ἀπημελῆσθαι καταπεσὸν ἤδη. ἀλλὰ καὶ ἱερὰ καὶ βασίλεια καὶ στοὰς καὶ καταλυτήρια ταῖς ἀρχαῖς ἐδείματο τῇδε, καὶ τοῖς ἄλλοις ἐπιδέδεικται αὐτὴν πόλιν εὐδαίμονα.
Aed
.

5

.

2

.

6

Ταύτης δὲ ῥεῖ τῆς πόλεως ἄγχιστα ποταμός, ὅνπερ ὁμωνύμως τῷ σχήματι Δράκοντα καλοῦσιν οἱ ἐπιχώριοι.151
Aed
.

5

.

2

.

7

περιστρέφεται γὰρ ἑλισσόμενος ἐφ’ ἑκάτερα καὶ ἀπ’ ἐναν‐ τίας αὐτῷ ἀντιπεριάγων τὰς δίνας, σκολιῷ τε τῷ ῥοθίῳ, πὴ μὲν ἐν δεξιᾷ, πὴ δὲ ἐν ἀριστερᾷ προσιών· ὥστε ἀμέ‐ λει διαβαίνειν αὐτὸν πλεῖν ἢ εἰκοσάκις ἐπάναγκές ἐστι
Aed
.

5

.

2

.

8

τοῖς τῇδε ἰοῦσι. πολλοῖς τε οὕτω διεφθάρθαι ξυνέβαινε τοῦ ποταμοῦ ἐξαπιναίως παρὰ τὰ ξυνειθισμένα πλημ‐
Aed
.

5

.

2

.

9

μύροντος. πρὸς δὲ καὶ δάσος ἀμφιλαφὲς καὶ καλάμου τῇδε φυομένου μέγα τι χρῆμα συμποδίζον αὐτοῦ τὴν ἐπὶ τὴν θάλασσαν ἐκβολὴν χαλεπώτερον αὐτὸν ἐσκευω‐
Aed
.

5

.

2

.

10

ροῦντο εἶναι τοῖς ἐκείνῃ χωρίοις. χρόνῳ γοῦν οὐ πολλῷ πρότερον, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, λιμνάζων τε καὶ κυρτούμενος καὶ σκεδαννύμενος ἐπὶ πλεῖστον τῆς
Aed
.

5

.

2

.

11

γῆς, ἀνήκεστα κακὰ εἴργασται. χωρία τε γὰρ παμπληθῆ καθεῖλε, προρρίζους τε ἀμπέλους, ἔτι μέντοι ἐλαίας τε καὶ δένδρων ἄλλων παντοδαπῶν ἀνάριθμα πρέμνα, πρὸς δὲ καὶ τὰς οἰκίας, αἳ πρὸ τοῦ περιβόλου τῆς πόλεως
5ἐτύγχανον οὖσαι, πάθεσί τε ἄλλοις ὑπερμεγέθεσι τοὺς
Aed
.

5

.

2

.

12

ἐπιχωρίους ἐπέτριψεν. οὕσπερ ἐποικτισάμενος Ἰουστι‐ νιανὸς βασιλεὺς ἐπενόει τοιάδε. τὰ μὲν ἄλση περικα‐ θήρας καὶ τὸν κάλαμον ἐκτεμὼν ἅπαντα, ἐλευθέρας ποι‐ εῖσθαι τῷ ποταμῷ ξυνεχώρησε τὰς ἐς τὴν θάλασσαν ἐκ‐
5βολάς, ὡς μηκέτι αὐτῷ διασκεδάννυσθαι ἐπάναγκες εἴη· τὰ δὲ ὄρη κατὰ μέσον ἀποτεμών, ἃ δὴ ἀνέχει ἀμφὶ τὰ ἐκείνῃ χωρία, ἐν ταῖς πρότερον ἀποτόμοις καὶ κρημνώ‐
Aed
.

5

.

2

.

13

δεσι χώραις ὁδὸν ἁμαξιτὸν ἐξειργάσατο. ταύτῃ τε τοῦ
ποταμοῦ τὴν διάβασιν οὐκ ἀναγκαίαν ἐκ τοῦ ἐπὶ πλεῖ‐152
Aed
.

5

.

2

.

14

στον τοῖς ἐνταῦθα οὖσι πεποίηκεν εἶναι. καὶ γεφύρας δύο ἐς ἄγαν εὐρείας τῷ ποταμῷ τούτῳ ἐντέθειται, καὶ ἀπ’ αὐτοῦ ἀκινδύνως αὐτὸν διαβαίνουσι τὸ λοιπὸν ἅπαντες.
Aed
.

5

.

3

.

1

Οἷα δὲ καὶ τὴν ἐν Βιθυνοῖς Νίκαιαν ἐξείργασται ἀγαθὰ εἰπεῖν ἄξιον. πρῶτα μὲν τὴν ὀχεταγωγίαν παν‐ τάπασί τε διεφθαρμένην καὶ τὴν χρείαν ὡς ἥκιστα παρ‐ εχομένην ἀνανεωσάμενος ἅπασαν, ὕδασι τὴν πόλιν κατα‐
Aed
.

5

.

3

.

2

κορῆ διεπράξατο εἶναι. ἔπειτα δὲ ἱερά τε καὶ μοναστήρια
Aed
.

5

.

3

.

3

τὰ μὲν γυναιξί, τὰ δὲ ἀνδράσιν ἐδείματο. καὶ τὰ ἐκείνῃ βασίλεια, ἐκ μοίρας ἤδη καταπεπτωκότα τινός, ἀνενεώ‐ σατο σπουδῇ ἅπαντα, ἔτι μέντοι καὶ βαλανεῖον ἐν τῷ καταλυτηρίῳ τῶν βερεδαρίων καλουμένων ἐκ παλαιοῦ
Aed
.

5

.

3

.

4

διεφθαρμένον. ταύτης δὲ τῆς πόλεως ἐς τὰ πρὸς δύοντα ἥλιον ὡς ἀγχοτάτω χειμάρρους ὡς τὰ πολλὰ ἐπισκήπτειν
Aed
.

5

.

3

.

5

φιλεῖ, ἄπορον ὅλως ἐργαζόμενος τὴν ταύτῃ ὁδόν. καὶ γέφυρα μέν τις ἐνταῦθα πεποίηται τοῖς πάλαι ἀνθρώ‐ ποις, ἣ προϊόντος χρόνου προσβάλλουσαν οὐδαμῆ ἐν‐ εγκοῦσα τὴν τοῦ χειμάρρου ἐπιρροὴν (ἐπεὶ οὐκ ἐν ἐπι‐
5τηδείῳ διασκευασθεῖσα ἐτύγχανεν) ὑπεχώρησέ τε τῷ ῥο‐ θίῳ βιαζομένῳ καὶ ἀπιοῦσα σὺν αὐτῷ ᾤχετο, οὐδὲ ἴχνος
Aed
.

5

.

3

.

6

αὐτῆς ἐν τῷ χώρῳ ἀπολιποῦσα, οὗ πρότερον ἦν. βασι‐ λεὺς δὲ Ἰουστινιανὸς γέφυραν ἐπήξατο ἐνταῦθα ἑτέραν ἐς τόσον ὕψους τε καὶ εὔρους διήκουσαν, ὥστε δὴ αὐτῆς οὐδὲ κατὰ πολλοστημόριον τὴν προτέραν οὖσαν γεγονέ‐
5ναι δοκεῖν, ἣ τὸν χειμάρρουν, ἡνίκα μορμύρει, κατὰ πολὺ ὑπεραίρουσα ἐν τῷ βεβαίῳ διασώζεται τοὺς ταύτῃ ἰόντας.
Aed
.

5

.

3

.

7

Ἐν δὲ Νικομηδείᾳ τὸ βαλανεῖον τὸν Ἀντωνῖνον ἀνε‐ νεώσατο. μοῖρα γὰρ αὐτοῦ ἡ ἀξιολογωτάτη καταπεπτώ‐ κει, μεγέθει τοῦ ἔργου ἀπροσδόκητος ὅτι δὴ ἀνοικοδο‐153
Aed
.

5

.

3

.

8

μηθήσεται γεγενημένη. ὁ μέγας δὲ ποταμὸς οὗτος, ὅνπερ Σάγαριν καλοῦσι νῦν, σφοδρῷ μὲν κατιὼν ἐς ἄγαν τῷ ῥείθρῳ, ἐπὶ μέσης δὲ πεφυκὼς ἄβυσσος, εὐρυνόμενος δὲ θαλάσσῃ ἴσα, διαγέγονε μὲν τά γε εἰς γέφυραν ἀνέπαφος
5πᾶσιν, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἀκάτων δὲ συνδέοντες πλῆθος καὶ φορμηδὸν αὐτὰς ἀλλήλαις ἐναρμοσάμενοι, ἐνταῦθα διαπορθμεύεσθαι τολμῶσι πεζοί, ὥσπερ ποτὲ δέει τοῦ Ξέρξου τὸν Ἑλλήσποντον ὁ τῶν Μήδων στρα‐
Aed
.

5

.

3

.

9

τός. ἀλλὰ καὶ τοῦτο οὐκ ἀνεπικινδύνως αὐτοῖς γίνεται. πολλάκις γὰρ ὁμοῦ τοῖς δεσμοῖς συλλαβὼν τὰς ἀκάτους ἁπάσας, εἶτα τὴν διάβασιν ἀνεχαίτισε τοῖς τῇδε ἰοῦσι.
Aed
.

5

.

3

.

10

βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν αὐτῷ ἐγκεχείρηκεν ἐποικοδομεῖσθαι τανῦν. ἀρξάμενός τε τοῦ ἔργου ἤδη πολλὴν ἐς αὐτὸ διατριβὴν ἔχει· ὅπερ εὖ οἶδα ὅτι ὑποτε‐ λέσει οὐ πολλῷ ὕστερον, τεκμηριούμενος ὅτι δὴ αὐτῷ τὰ
Aed
.

5

.

3

.

11

ἔργα συνεπιλαμβάνεται ὁ θεὸς ἅπαντα. οὐκοῦν ἀπέραν‐ τον αὐτῷ ἐνθύμημα οὐδὲν ἔμεινεν ἐς τόδε τοῦ χρόνου, καίτοι ἐπὶ πλείστοις τὸ κατ’ ἀρχὰς τοῖς ἀμηχάνοις ἐγχει‐ ρεῖν ἔδοξεν.
Aed
.

5

.

3

.

12

Ἔστι δέ τις ἐν Βιθυνοῖς ὁδὸς ἐς τὰ Φρυγῶν ἤθη ἐν‐ θένδε ἰόντι, ἔνθα δὴ ἀνθρώποις τε ἀναρίθμοις καὶ ζῴοις
Aed
.

5

.

3

.

13

ἑτέροις χειμῶνος ὥρᾳ διολωλέναι ξυνέβαινε· γεώδης γὰρ ὑπεράγαν ἡ χώρα οὖσα, μὴ ὅτι ὄμβρων ἐξαισίων καταρ‐ ραγέντων ἢ χιόνων πολλῶν ἐπικεχυμένων τε καὶ διαλυ‐
θεισῶν ἐν ἐσχάτῳ, ἀλλὰ καὶ ψεκάδων ἐπιπεπτωκυιῶν,154
5ἂν οὕτω τύχῃ, ἐς τέλμα βαθὺ καὶ ἀπόρευτον ξυνιστα‐ μένη, τάς τε ὁδοὺς τεναγώδεις ἐργαζομένη, τοὺς τῇδε
Aed
.

5

.

3

.

14

ἰόντας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπέπνιγεν. ἀλλὰ καὶ τοῦτον αὐτός τε μεγαλοφροσύνῃ ψυχῆς καὶ ἡ βασιλὶς Θεοδώρα
Aed
.

5

.

3

.

15

τὸν κίνδυνον τοῖς παριοῦσι διέλυσαν. ἐς ἡμέρας γὰρ ὁδοῦ ἥμισυ εὐζώνῳ ἀνδρὶ λίθοις παμμεγέθεσι σκέπας τῇ λεωφόρῳ ἀπεργασάμενοι ἐπὶ στερρᾶς τῆς ὁδοῦ παριέ‐ ναι διεσκευάσαντο τοὺς τῇδε ἰόντας. ταῦτα μὲν Ἰουστι‐
5νιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται.
Aed
.

5

.

3

.

16

Πηγαὶ δὲ θερμῶν φύσει ἐν Βιθυνοῖς ὑδάτων ἀναβλυ‐
Aed
.

5

.

3

.

17

στάνουσιν ἐν χώρῳ, ὅνπερ ἐπονομάζουσι Πύθια. ταύτας ἔχουσι παραψυχὴν ἄλλοι τε πολλοὶ καὶ διαφερόντως Βυ‐
Aed
.

5

.

3

.

18

ζάντιοι, ἄλλως τε ὅσοις νοσώδεσι συμβαίνει εἶναι. ἔνθα δὴ πολυτέλειαν ἐπιδέδεικται βασιλεῖ πρέπουσαν· βασί‐ λειά τε γὰρ ᾠκοδομήσατο οὐ πρότερον ὄντα καὶ λου‐ τρῶνα ἐν δημοσίῳ τῶν ἐκεῖ φυομένων θερμῶν ὑδάτων
Aed
.

5

.

3

.

19

πεποίηται. πηγάς τε ποτίμων ὑδάτων ὡς ἑκάστῳ ἀπο‐ βλυζούσας ἐς τόνδε τὸν χῶρον ὀχεταγωγίᾳ διακομίσας, τὸν πρότερον ἐνταῦθα ἐπιχωριάζοντα περιεῖλεν αὐχμόν.
Aed
.

5

.

3

.

20

ἀλλὰ καὶ τοῦ ἀρχαγγέλου τὸ τέμενος καὶ τὸ τῶν νοσούν‐ των ἀναπαυστήριον, μείζω τε καὶ κατὰ πολὺ ἐπιφανέ‐ στερα κατεστήσατο.
Aed
.

5

.

4

.

1

Ἔστι δὲ ποταμὸς ἐν Γαλάταις, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Σίβεριν, τῶν μὲν καλουμένων Συκεῶν ἄγχιστα, πόλεως δὲ Ἰουλιουπόλεως ἀπὸ σημείων μάλιστα δέκα, ἐς
Aed
.

5

.

4

.

2

τὰ πρὸς ἀνίσχοντα ἥλιον. ὃς δὴ πολλάκις ἐξαπιναίως ἀρθεὶς ἐπὶ μέγα τῶν ἐκείνῃ ὁδῷ ἰόντων πολλοὺς ἔφθει‐155
Aed
.

5

.

4

.

3

ρεν. οἷσπερ ὁ βασιλεὺς ἀπαγγελλομένοις συνταραχθεὶς διακωλυτὴς τοῦ κακοῦ τὸ λοιπὸν γέγονε, τὸν μὲν ποτα‐ μὸν γεφυρώσας ἔργῳ ἰσχυρῷ καὶ οἵῳ πλημμύροντι πο‐ ταμῷ μάχεσθαι, ἕτερον δὲ τοῖχον ἐν προβόλου σχήματι
5τῆς γεφύρας ἐς τὰ πρὸς ἕω πεποιημένος, ὃν δὴ πρόμα‐
Aed
.

5

.

4

.

4

χον καλοῦσιν οἱ ταῦτα σοφοί. καὶ νεὼν δὲ αὐτῆς ᾠκο‐ δομήσατο ἐς τὰ πρὸς δύοντα ἥλιον τοῖς παριοῦσι σω‐
Aed
.

5

.

4

.

5

τήριον χειμῶνος ὥρᾳ ἐσόμενον. ταύτης δὲ Ἰουλιουπόλεως τὸν περίβολον ἠνώχλει τε καὶ κατέσειε ποταμός, ἀμφὶ
Aed
.

5

.

4

.

6

τὰ πρὸς ἑσπέραν παραρρέων. ἀλλὰ καὶ αὐτὸν διεκώλυ‐ σεν ὁ βασιλεὺς οὗτος, ἀντιτείχισμα τῷ περιβόλῳ ἐπὶ πόδας οὐχ ἧσσον ἢ πεντακοσίους καταστησάμενος. ταύτῃ τε τὸ τῆς πόλεως ἔρυμα οὐκέτι ἐπικλυζόμενον διεσώσατο.
Aed
.

5

.

4

.

7

Ἐν δὲ Καππαδόκαις ἐποίει τάδε. Καισάρεια μὲν πό‐ λις ἐνταῦθα μεγίστη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ τυγχάνει οὖσα. τεῖχος δὲ αὐτὴν περιέβαλλε τῷ ὑπερ‐ βάλλοντι τῆς ἀμετρίας ἐπιμαχώτατόν τε ὂν καὶ ἀφύλα‐
Aed
.

5

.

4

.

8

κτον ὅλως. χώρας τε γὰρ οὔ τι ἀναγκαίας τῇ πόλει περιεβάλλετο μέγα τι χρῆμα, καὶ τῇ ἐς ἄγαν περιουσίᾳ
Aed
.

5

.

4

.

9

τοῖς ἐπιβουλεύουσιν εὐέφοδον ἦν. λόφοι γὰρ ἐνταῦθα ἐπανεστήκασιν ὑψηλοί, οὐκ ἄγχιστά πη ἀλλήλων, ἀλλὰ κατὰ πολὺ ἄποθεν· οὕσπερ ὁ τῆς πόλεως οἰκιστὴς ἐντὸς τοῦ περιβόλου καταλαβεῖν ἐν σπουδῇ ἔχων, ὡς μὴ ἐπι‐
5τείχισμα κατ’ αὐτῆς εἶεν, τῷ τῆς ἀσφαλείας ὀνόματι τὰ
Aed
.

5

.

4

.

10

σφαλερώτατα ἐξειργάσατο. πεδία τε γὰρ πολλὰ καὶ κή‐ πους ἐτειχίσατο, καὶ σκοπέλους τε καὶ θρεμμάτων νομάς.
Aed
.

5

.

4

.

11

ἔνθα δὴ οὐδὲ χρόνῳ ὕστερον οἰκοδομήσασθαί τι οἱ τῇδε ἄνθρωποι ἔγνωσαν, ἀλλ’ ἐφ’ οὗπερ ἦν σχήματος ἔμεινεν.156
Aed
.

5

.

4

.

12

εἰ δέ που καὶ οἰκία τετύχηκεν εἶναι, ταῦτα δὴ ἀγείτονα
Aed
.

5

.

4

.

13

κατὰ μόνας ὄντα διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου. καὶ οὔτε τὰ φυλακτήρια κατὰ λόγον τοῦ περιβόλου ἐς τὴν αὐτοῦ ἐξικνεῖσθαι φυλακὴν εἶχεν, οὔτε αὐτοῦ ἐπιμελεῖ‐ σθαι τοσοῦδε ὄντος ἐν δυνάμει ἐγίνετο τοῖς τῇδε ἀνθρώ‐
5ποις. ἀτείχιστοί τε δοκοῦντες εἶναι περίφοβοι διηνεκὲς
Aed
.

5

.

4

.

14

ἦσαν. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς τὰ μὲν οὐκ ἀναγκαῖα τοῦ περιβόλου περιελών, τὴν δὲ πόλιν ὡς ἀληθῶς ἐρύ‐ ματι ἐς τὸ ἀσφαλὲς περιστείλας, ὀχύρωμα μὲν κατεστή‐ σατο ἀμαχώτατον εἴ τις προσίοι, διαρκεῖ δὲ αὐτὸ φυλα‐
5κτηρίῳ ἐπέρρωσε. Καισαρεῦσι μὲν οὖν τοῖς ἐν Καππα‐ δόκαις οὕτω τὴν ἀσφάλειαν διεσώσατο.
Aed
.

5

.

4

.

15

Ἦν δέ τι φρούριον ἐν Καππαδόκαις Μωκησὸς ὄνομα, ἐν μὲν τῷ ὁμαλεῖ κείμενον, σαθρὸν δὲ οὕτω γεγενημέ‐ νον ὥστε δὴ αὐτοῦ τὰ μὲν καταπεπτώκει, τὰ δὲ ἔμελλεν.
Aed
.

5

.

4

.

16

ὅπερ Ἰουστινιανὸς βασιλεὺς καθελών, τεῖχος ᾠκοδομή‐ σατο κομιδῇ μέγα ἐς τὰ πρὸς ἑσπέραν τοῦ πάλαι φρου‐ ρίου ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν ὀρθίῳ καὶ ἀμηχάνῳ
Aed
.

5

.

4

.

17

προσελθεῖν, εἴ τις προσίοι. ἔνθα δὴ καὶ ἱερὰ τεμένη πολλὰ καὶ ξενῶνας καὶ λουτρῶνας ἐν δημοσίῳ ἐδείματο
Aed
.

5

.

4

.

18

καὶ ὅσα ἄλλα ἐνδείκνυται πόλιν εὐδαίμονα. ἐξ οὗ δὴ καὶ εἰς μητροπόλεως ἀξίωμα ἦλθεν· οὕτω γὰρ πόλιν τὴν πρώτην τοῦ ἔθνους καλοῦσι Ῥωμαῖοι. τὰ μὲν οὖν ἐν Καππαδόκαις τοιαῦτα ἐγεγόνει.
Aed
.

5

.

5

.

1

Ἐκ πόλεως δὲ Ἀντιοχείας, ἣ νῦν Θεούπολις ἐπι‐
κέκληται, ἐς Κιλικίαν ἰόντι παρ’ αὐτὴν μάλιστα τὴν ὁδὸν προάστειόν ἐστι, Πλατανὼν ὄνομα· ταύτης δὴ τῆς πό‐ λεως οὐ πολλῷ ἄποθεν τρίβος τε ἦν ἐκ παλαιοῦ σφιγγο‐157
5μένη ἐκ τῶν παρατεταμένων ὀρῶν ἐν στενῷ μάλιστα, ὄμβρων δὲ αὐτὴν ἐς χρόνου μῆκος ἐπικλυσάντων ἐξίτη‐ λος ἐκ τοῦ ἐπὶ πλεῖστον γεγενημένη μετὰ κινδύνων τὰς
Aed
.

5

.

5

.

2

διεξόδους παρείχετο ποιεῖσθαι τοῖς τῇδε ἰοῦσιν. ἅπερ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς ἀκοῇ ἔλαβεν, ἐν βουλῇ τε καὶ προνοίᾳ πάσῃ πεποιημένος, ἄκεσιν εὐθὺς τοῦ κακοῦ
Aed
.

5

.

5

.

3

εὕρετο. χρήματα γὰρ προέμενος ἀριθμοῦ κρείττονα, ὄρη τε τὰ ἐκείνῃ ἀνέχοντα ἐπὶ μακρότατον ἐκτεμὼν ἅπαντα καὶ νενικηκὼς τὰ ἀμήχανα, ὁδὸν ἁμαξήλατον ἐκ τοῦ πα‐ ραλόγου καὶ τοῦ παραδόξου καὶ τὰ πρόσθεν ἀπόκρημνα
5ἔν τε τῷ ὑπτίῳ καὶ τῷ ἀνειμένῳ διεσκευάσατο, διαφα‐ νῶς ἐνδειξάμενος ὡς γνώμῃ προμηθεῖ καὶ χρημάτων ὑπερορώσῃ οὐδὲν ἀνθρώπῳ ἄπορον γένοιτο. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται.
Aed
.

5

.

5

.

4

Πόλις δέ πού ἐστιν ἐν Κίλιξιν ἡ Μοψουεστία, τοῦ μάντεως, ὥς φασιν, ἐκείνου τοῦ παλαιοῦ ἔργον. ταύτην ποταμὸς παραρρεῖ Πύραμος, τῇ μὲν πόλει γινόμενος ἐγ‐
Aed
.

5

.

5

.

5

καλλώπισμα, γεφύρᾳ δὲ μόνῃ διαβατὸς ὤν. χρόνου δὲ πολλοῦ ἐπιρρεύσαντος πεπονηκέναι τῆς γεφύρας τὰ πλεῖ‐ στα ξυνέβη. ἐῴκει τε πεσουμένοις αὐτίκα δὴ μάλα, καὶ τοῖς διαβαίνουσι διὰ ταῦτα ὁ θάνατος ἐν ὀφθαλμοῖς ἦν.
Aed
.

5

.

5

.

6

πρᾶγμά τε εἰς σωτηρίαν ἐπινενοημένον τοῖς πάλαι ἀν‐ θρώποις, τῇ τῶν προεστηκότων ὀλιγωρίᾳ ἐγίνετο κιν‐
Aed
.

5

.

5

.

7

δύνου τε πολλοῦ καὶ φόβου αἰτία. ὁ δὲ καθ’ ἡμᾶς βα‐ σιλεὺς τὰ διερρυηκότα ἐπανορθώσας σπουδῇ ἅπαντα τῇ
τε γεφύρᾳ καὶ τοῖς παριοῦσι τὴν ἀσφάλειαν ἀνεσώσατο, τήν τε πόλιν ἀπέδειξεν αὖθις τὴν ἐκ τοῦ ποταμοῦ ἀκιν‐158
5δύνως ἀναδουμένην εὐπρέπειαν.
Aed
.

5

.

5

.

8

Ἔστι δέ τις μετ’ αὐτὴν Ἄδανα πόλις, ἧς δὴ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ποταμὸς φέρεται Σάρος ὄνομα,
Aed
.

5

.

5

.

9

ἐκ τῶν ἐν Ἀρμενίοις ὀρῶν κατιών. ναυσίπορος δὲ ὁ Σάρος ἐστὶ καὶ ἀνδράσι πεζοῖς οὐδαμῆ ἐσβατός. γέφυρα οὖν ἐκ παλαιοῦ τῇδε ὑπερφυής τε ἀποτετόρνευται καὶ
Aed
.

5

.

5

.

10

λόγου ἀξία. γεγένηται δὲ τρόπῳ τοιῷδε. λίθων μὲν εὐμεγεθῶν οἰκοδομίαι πολλαχῇ τοῦ ποταμοῦ ἐκ τῆς γῆς ἐπανεστήκασιν ἐς μέγα τι πάχος διήκουσαι, καὶ τῷ πο‐ ταμῷ κατὰ μὲν τὸ εὖρος ξυνεξικνούμεναι, τὸ δέ γε ὕψος
Aed
.

5

.

5

.

11

πολλῷ ὑπερβάλλουσαι τῷ ὑπεραίροντι. ὕπερθέν τε δυοῖν κατὰ μέσον ἀψῖδες ἐν τῷ μετεώρῳ ἐπηρμέναι ἀνέχουσιν ὕψους ἐς μέγα τι χρῆμα. ταύτης δὲ τῆς τῶν λίθων ξυν‐ θήκης, ἣ κατὰ τὸ ὕδωρ οὖσα ἐτύγχανεν, ἅτε ῥοθίῳ μα‐
5χομένης πολλῷ, ἐπὶ χρόνου μῆκος ἀπέραντον ὅσον διε‐
Aed
.

5

.

5

.

12

φθάρθαι τὰ πλεῖστα ξυνέβη. οὐκ εἰς μακράν τε ἡ γέ‐ φυρα πᾶσα τῷ ποταμῷ ἐμπεσεῖσθαι ἐπίδοξος ἦν. ἐγί‐ νετό τε ἀεὶ ἐν εὐχῇ τῶν διαβαινόντων ἑκάστῳ ἐν τῇ κατ’ αὐτὸν διαβάσει τὴν τοῦ χρόνου στιγμὴν διαμεῖναι
Aed
.

5

.

5

.

13

μόνον ἐν τῷ βεβαίῳ τὴν γέφυραν. ἀλλὰ βασιλεὺς Ἰου‐ στινιανὸς ἑτέραν τινὰ τῷ ποταμῷ πορείαν ὀρύξας, ἐκεῖσε μὲν αὐτὸν ἐπὶ καιροῦ μεταπορεύεσθαι διωθήσατο, ὕδα‐ τος δὲ χωρὶς τὴν οἰκοδομίαν λαβών, ἧσπερ ἐπεμνήσθην
5ἀρτίως, καὶ αὐτῆς τὰ πεπονθότα περιελὼν ἀνῳκοδομή‐ σατο οὐδεμιᾷ μελλήσει, τόν τε ποταμὸν αὖθις ἐς τὴν πρόσθεν ὁδὸν ἐπανήγαγεν, ἣν κοίτην καλοῦσι. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.
Aed
.

5

.

5

.

14

Κύδνος δὲ ποταμὸς κατὰ πόλιν μέσην Ταρσὸν φέρεται. καὶ χρόνον μὲν τὸν ἄλλον οὐδὲν ἄχαρι διαπεπραγμένος φαίνεται πώποτε, ἅπαξ δὲ αὐτῷ ξυνηνέχθη ποτὲ τὰ ἀνή‐159
Aed
.

5

.

5

.

15

κεστα διεργάσασθαι ἐξ αἰτίας τοιᾶσδε. τοῦ μὲν καιροῦ ἀμφὶ τροπὰς ἐαρινὰς ἦν [ἡ ὥρα]· νότος δὲ ἄνεμος ἐξα‐ πιναίως ἐπιπνεύσας πολὺς τὰς χιόνας διέλυσε πάσας, αἷς δὴ χειμῶνος ὥρᾳ ἐπιπεσούσαις τὸ ὄρος ὁ Ταῦρος
Aed
.

5

.

5

.

16

ἐκεκάλυπτο σχεδόν τι ὅλον. ῥύακες οὖν ὑδάτων παντα‐ χόθεν ξυνέρρεον τῶν ἐκείνῃ σκοπέλων, αἵ τε χαράδραι χειμάρρους ἀφίεσαν πᾶσαι, καὶ κρήναις πολλαῖς αἵ τε ὑπώρειαι καὶ οἱ πρόποδες ὀρῶν τῶν Ταυρείων κατάρ‐
Aed
.

5

.

5

.

17

ρυτοι ἦσαν. τούτοις οὖν ὁ Κύδνος τοῖς ὕδασι κυματίας γεγενημένος, ἐπεὶ ἐς αὐτὸν ἐν γειτόνων ὄντα ἐπεσέβαλ‐ λον, ἅμα δέ οἱ καὶ ὄμβρων ἐπιγενομένων πολλῶν, τὰ μὲν Ταρσέων προάστεια πάντα, ὅσα πρὸς μεσημβρίαν
5τετραμμένα ἐτύγχανε, κατακλύσας εὐθὺς ἐξίτηλα τὸ πα‐ ράπαν ἐποίει· ἐπὶ τὴν πόλιν δὲ μορμύρων ᾔει καὶ τὰς γεφύρας βραχείας οὔσας περιελὼν τάς τε ἀγορὰς συνεῖ‐ χεν ἁπάσας τάς τε ἀγυιὰς ὑπερέβλυζε καὶ τοῖς οἴκοις καὶ
Aed
.

5

.

5

.

18

ὑπερῴοις ἐπιπολάζων ἐπὶ μέγα ἐχώρει. νύκτα τε καὶ ἡμέραν ἡ πόλις ὅλη ἐν κινδύνῳ διαγέγονε καὶ σάλῳ τοιούτῳ, καὶ μόλις ἐν ὑστάτῳ ὁ ποταμὸς οὗτος κατὰ
Aed
.

5

.

5

.

19

βραχὺ ἀπολωφήσας ἐν τοῖς εἰωθόσι γέγονεν αὖθις. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσεν, ἐπενόει τοιάδε. πρῶτα μὲν ἑτέραν πρὸ τῆς πόλεως διεσκευάσατο τῷ πο‐ ταμῷ κοίτην, ὅπως ἐνταῦθα διασχιζόμενος ἑκατέρωθί τε
5μερίζων τὸν ῥοῦν κατὰ ἥμισυ γεγονὼς μάλιστα ἐπὶ Ταρ‐
Aed
.

5

.

5

.

20

σὸν ἴοι. ἔπειτα δὲ τὰς γεφύρας παρὰ πολὺ εὐρυτέρας πεποιημένος κρείσσους ἀπειργάσατο εἶναι ἢ πλημμύροντι βιασθῆναι τῷ Κύδνῳ. ταύτῃ τε διεπράξατο φόβου καὶ κινδύνου ἐκτὸς ἐς πάντα τὸν χρόνον οἰκεῖσθαι τὴν πόλιν.160
Aed
.

5

.

6

.

1

Τὰ μὲν οὖν ἐν Κίλιξιν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ἐν δὲ Ἱεροσολύμοις ἱερὸν τῇ θεοτόκῳ ἀνέ‐
Aed
.

5

.

6

.

2

θηκεν, ᾧπερ ἄλλο εἰκασθῆναι οὐδὲν οἷόν τέ ἐστι. νέαν ἐκκλησίαν καλοῦσι τὸ ἱερὸν οἱ ἐπιχώριοι· ὅπερ δὴ ὁποῖόν ποτέ ἐστιν, ἐγὼ δηλώσω, τοσοῦτον ὑπειπών, ὡς ἡ πόλις ἥδε λοφώδης μέν ἐστιν ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ γεώδεις
5δὲ οἱ λόφοι εἰσίν, ἀλλ’ ἔν τε τραχεῖ καὶ ἀποκρήμνῳ ἐπανεστήκασι, τὰς ἀμφόδους ἐν κλίμακος τρόπῳ ἀπὸ τοῦ
Aed
.

5

.

6

.

3

ὀρθίου ἐς τὸ πρανὲς κατατείνοντες. τὰ μὲν οὖν ἄλλα τῆς πόλεως οἰκοδομήματα ἅπαντα ἐφ’ ἑνὸς χωρίου συμ‐ βαίνει εἶναι, ἢ ἐπὶ λόφου πεποιημένα, ἢ ἐν τῷ χθαμαλῷ κατὰ τὸ ἀναπεπταμένον τῆς γῆς, τοῦτο δὲ μόνον τὸ ἱερὸν
Aed
.

5

.

6

.

4

οὐ ταύτῃ πη ἔχει. ἐπέστελλε γὰρ αὐτὸ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ προὔχοντι γενέσθαι τῶν λόφων, δηλώ‐ σας ὁποῖον τά τε ἄλλα δεήσει καὶ τὸ εὖρος αὐτῷ καὶ
Aed
.

5

.

6

.

5

μῆκος εἶναι. οὐκ ἀπέχρησέ τε κατὰ τὴν βασιλέως ἐπί‐ ταξιν πρὸς τοῦ ἔργου τὴν χρείαν ὁ λόφος, ἀλλὰ τοῦ ἱεροῦ τὸ τεταρτημόριον ἀπελέλειπτο πρός τε ἄνεμον νό‐ τον καὶ ἀνίσχοντά που τὸν ἥλιον, ἵνα δὴ ὀργιάζειν τοῖς
Aed
.

5

.

6

.

6

ἱερεῦσι θέμις. διὸ δὴ ἐπενόουν τάδε, οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο. ἀπορριψάμενοι τὰ θεμέλια εἰς γῆς τῆς ὑπτίας τὰ ἔσχατα, οἰκοδόμημα πεποίηνται συνεπανεστηκὸς τῷ
Aed
.

5

.

6

.

7

σκοπέλῳ. ἐπειδή τε ἄνω κατὰ τὴν ἀκρωνυχίαν ἐγένοντο,
τῶν τοίχων καθύπερθε θόλους ἐνθέμενοι συνάπτουσι161
Aed
.

5

.

6

.

8

τὴν οἰκοδομίαν τῷ ἄλλῳ τοῦ τεμένους ἐδάφει. ταύτῃ τε ὁ νεὼς πὴ μὲν ἐπὶ πέτρας ἰσχυρᾶς ἵδρυται, πὴ δὲ ᾐώρηται, τῆς τοῦ βασιλέως δυνάμεως μέγεθος ἄλλο ἐπι‐
Aed
.

5

.

6

.

9

τεχνησαμένης τῷ λόφῳ. ταύτης δὲ δὴ τῆς οἰκοδομίας
Aed
.

5

.

6

.

10

οἱ λίθοι οὐ τοιοίδε εἰσὶ μέγεθος, ὁποίους ἴσμεν. πρὸς γὰρ τοῦ χωρίου τὴν φύσιν οἱ ἐπιδημιουργοὶ τοῦ ἔργου τοῦδε διαμαχόμενοι ὕψος τε ἀντιτεταγμένον τῷ σκοπέλῳ διαπονούμενοι, τῶν ξυνειθισμένων ὠλιγωρηκότες ἁπάν‐
5των ἐπὶ τὰ παράδοξα καὶ ὅλως ἀγνῶτα τῶν ἐπιτηδευ‐
Aed
.

5

.

6

.

11

μάτων ἐχώρουν. πέτρας οὖν ὑπερμεγέθεις ἐκ τῶν ὀρῶν ὑποτεμνόμενοι, ἅπερ οὐρανομήκη ἐν τοῖς πρὸ τῆς πό‐ λεως χωρίοις ἀνέχει, ξύσαντές τε αὐτὰς ἐπισταμένως,
Aed
.

5

.

6

.

12

ἐνταῦθα ἦγον τρόπῳ τοιῷδε. ἁμάξας μὲν ταῖς πέτραις ἐτεκτήναντο μεγέθει ἴσας, ἕνα δὲ λίθον ἐνετίθεντο ἁμάξῃ ἑκάστῃ, βόες τε ἀριστίνδην πρὸς βασιλέως ξυνειλεγμένοι κατὰ τεσσαράκοντα σὺν τῇ ἁμάξῃ τὸν λίθον ἐφεῖλκον.
Aed
.

5

.

6

.

13

ἀλλ’ ἐπεὶ τὰς ἐς τὴν πόλιν φερούσας ὁδοὺς ταύτας δὴ φέρειν τὰς ἁμάξας ἀμήχανα ἦν, ἐκτέμνοντες ἐπὶ πλεῖστον τὰ ὄρη ἐσιτητὰ ταῖς ἐπιγενομέναις ἁμάξαις ἐποίουν, οὕτως τε περιμήκη ἀπειργάσαντο τὸν νεών, ᾗπερ βουλομένῳ
Aed
.

5

.

6

.

14

τῷ βασιλεῖ ἦν. εὖρός τε αὐτῷ κατὰ λόγον πεποιημένοι,
Aed
.

5

.

6

.

15

τέγος ἐπιθεῖναι τῷ ἱερῷ ὡς ἥκιστα εἶχον. δρυμούς τε οὖν καὶ δάση πάντα περιιόντες, καὶ εἴ πού τι χωρίον ἠκούετο οὐρανομήκεσι κατάφυτον δένδροις, ὕλην τινὰ εὗρον ἀμφιλαφῆ, κέδρους φέρουσαν ἐς ὕψος ἐξικνουμέ‐
5νας ἀπέραντον ὅσον, αἷς δὴ τὴν ὀροφὴν τῷ νεῲ ἔθεντο, ὕψος αὐτῷ κατὰ μέτρον πεποιημένοι, ἐς ὅσον τε εὐρύ‐162
Aed
.

5

.

6

.

16

νεται καὶ ἐς τὸ μῆκος ἐξάγεται. ταῦτα μὲν οὖν δυνάμει τε ἀνθρωπείᾳ καὶ τέχνῃ βασιλεὺς Ἰουστινιανὸς ἐξειργά‐ σατο. ἐπέδωκε δὲ καὶ ἡ τῆς εὐσεβείας ἐλπὶς ἀμειβομένη αὐτὸν τῇ τιμῇ, καὶ ξυνεπιλαμβάνουσα τὸ σπούδασμα
Aed
.

5

.

6

.

17

τοῦτο. τῷ μὲν γὰρ ἱερῷ πανταχόσε κιόνων ἔδει τό τε εἶδος οὐκ ἀποδεόντων τοῦ ἀμφὶ τὸ τέμενος κάλλους καὶ τοιούτων τὸ μέγεθος, οἷοι δὴ ὄντες ἀντέχειν ἐς τὸ ἄχθος
Aed
.

5

.

6

.

18

τῶν ἐγκειμένων σφίσιν ἔμελλον. ἡ δὲ χώρα ἐν τῇ μεσο‐ γείᾳ κειμένη τῆς θαλάσσης πολλῷ ἄποθεν, ὄρεσί τε παν‐ ταχόθεν ἀποπεφραγμένη ἀποτόμοις τισίν, ᾗπέρ μοι εἴρη‐ ται, ἄπορον τοῖς τεκταινομένοις τὸ ἔδαφος ἐποίει κίονας
Aed
.

5

.

6

.

19

ἑτέρωθεν εἰσκομίζεσθαι. ἀλλὰ βασιλέως δυσφορουμένου τῇ τοῦ ἔργου ἀμηχανίᾳ, λίθου φύσιν ὁ θεὸς ἐπιτηδείως ἐς τοῦτο ἔχουσαν ἐν τοῖς ἄγχιστα ὄρεσιν ἔδειξεν, ἢ οὖσάν
Aed
.

5

.

6

.

20

τε καὶ κρυπτομένην τὰ πρότερα, ἢ νῦν γενομένην. ἐπ’ ἀμφότερα δὲ πιστὸς ὁ λόγος τὴν αἰτίαν ἐπὶ τὸν θεὸν
Aed
.

5

.

6

.

21

ἀναφέρουσιν. ἡμεῖς μὲν γὰρ ἀνθρωπείᾳ δυνάμει πάντα σταθμώμενοι πολλὰ ἐς τὸ ἀδύνατον ἀποκεκρίσθαι οἰό‐ μεθα, τῷ δὲ θεῷ τῶν πάντων οὐδὲν οὔτ’ ἂν ἄπορον οὔτ’
Aed
.

5

.

6

.

22

ἀμήχανον γένοιτο. κιόνων τοίνυν ἐνθένδε μέγα τι χρῆμα ὑπερμεγεθῶν τε καὶ ἀπομιμουμένων τῷ χρώματι πυρός τινα φλόγα, πανταχόθεν ὑποστηρίζουσι τὸν νεών, οἱ μὲν ἔνερθεν, οἱ δὲ ὕπερθεν, οἱ δὲ ἀμφὶ τὰς στοὰς αἳ περι‐
5βάλλουσι τὸ ἱερὸν ὅλον, πλὴν τῆς πρὸς ἕω τετραμμένης πλευρᾶς· ὧνπερ δύο ἑστᾶσι πρὸ τῆς τοῦ νεὼ θύρας ὑπερ‐ φυεῖς ἄγαν καὶ τῶν ἐν γῇ τῇ πάσῃ κιόνων ἴσως οὐδενὸς
Aed
.

5

.

6

.

23

δεύτεροι. στοά τις ἐκδέχεται ἐντεῦθεν ἑτέρα ἐπὶ τοῦ163
Aed
.

5

.

6

.

24

νάρθηκος ὠνομασμένη, οἶμαι, τῷ μὴ εὐρύνεσθαι. αὐλὴ μετὰ ταύτην κίοσιν ὁμοίοις ἐν τετραπλεύρῳ ἀνεχομένη· θύραι μέταυλοι ἱεροπρεπεῖς οὕτως, ὥστε μηνύουσι τοῖς ἔξω ἰοῦσιν ὁποίῳ ποτὲ θεάματι ἐντυχεῖν μέλλουσι. προ‐
5πύλαια τὸ ἐνθένδε θαυμάσια οἷα, καί τις ἐπὶ κιόνων
Aed
.

5

.

6

.

25

δυοῖν ἐπαιρομένη ἀψὶς ἐς ἄφατον ὕψος. προϊόντι δὲ πρόσω ἡμίκυκλα δύο, ἀλλήλοις ἀντιπρόσωπα ἑκατέρωθεν τῆς ἐπὶ τὸ ἱερὸν ὁδοῦ ἑστᾶσι· ξενῶνες δὲ τῆς ἑτέρας ἐφ’ ἑκάτερα δύο, Ἰουστινιανοῦ βασιλέως ἔργον· ἅτερος μὲν
5ξένοις ἐνδημοῦσι καταλυτήριον, ὁ δὲ δὴ ἕτερος ἀναπαυ‐
Aed
.

5

.

6

.

26

στήριον νοσοῦσι πτωχοῖς. τοῦτον δὲ τὸν τῆς θεοτόκου νεὼν Ἰουστινιανὸς βασιλεὺς καὶ προσόδῳ ἐτίμησε χρη‐ μάτων μεγάλων. τὰ μὲν οὖν ἐν Ἱεροσολύμοις Ἰουστι‐ νιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν.
Aed
.

5

.

7

.

1

Ἔστι δὲ πόλις ἐπὶ Παλαιστίνης, Νεάπολις ὄνομα·
Aed
.

5

.

7

.

2

ἐφ’ ἧς δὴ ὄρος ὑψηλὸν ἀνέχει, Γαριζὶν ὄνομα. τοῦτο δὲ τὸ ὄρος κατ’ ἀρχὰς μὲν οἱ Σαμαρεῖται εἶχον· ὡς εὐξό‐ μενοί τε ἀνέβαινον ἐς τὴν τοῦ ὄρους ὑπερβολήν, οὐδένα ἀνιέντες καιρόν· οὐχ ὅτι νεών τινα ἐνταῦθα ᾠκοδομή‐
5σαντο πώποτε, ἀλλὰ τὴν ἀκρώρειαν αὐτὴν σεβόμενοι
Aed
.

5

.

7

.

3

ἐτεθήπεσαν πάντων μάλιστα. ἡνίκα δὲ Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὤν, τοῖς τῇδε ἀνθρώποις ὡμίλει, γέγονεν αὐτῷ πρὸς γυναῖκα τῶν τινα ἐπιχωρίων διάλογος· ταύτῃ τε ἐπὶ τῷ ὄρει πυνθανομένῃ ὑπεῖπεν ὡς χρόνῳ
5ὕστερον οὐχ οἱ Σαμαρεῖται προσκυνήσουσιν ἐν τούτῳ τῷ ὄρει, ἀλλ’ ἐνταῦθα αὐτὸν οἱ ἀληθινοὶ προσκυνηταὶ προσ‐
κυνήσουσι, τοὺς Χριστιανοὺς παραδηλώσας· ἐγένετό τε164
Aed
.

5

.

7

.

4

προϊόντος τοῦ χρόνου ἔργον ἡ πρόρρησις. οὐ γὰρ οἷόν τε ἦν μὴ οὐχὶ ἀψευδεῖν τὸν ὄντα θεόν. ἐγένετο δὲ τρόπῳ
Aed
.

5

.

7

.

5

τοιῷδε. ἐπὶ Ζήνωνος βασιλεύοντος ἀθρόοι ἐξαπιναίως οἱ Σαμαρεῖται γενόμενοι ἐπεισπηδῶσιν ἐν Νεαπόλει τοῖς Χριστιανοῖς ἐν τῇ ἐκκλησίᾳ τὴν Πεντηκοστὴν καλου‐ μένην ἑορτὴν ἄγουσι, καὶ αὐτῶν τε πολλοὺς διαχρῶνται,
5καὶ ὅσπερ ἦν αὐτοῖς ἐπίσκοπος τότε, Τερεβίνθιος ὄνομα, καταλαβόντες ἐπὶ τῆς ἱερᾶς ἑστῶτα τραπέζης, καὶ ἱερουρ‐ γοῦντα τὰ ἄρρητα ξίφεσι παίοντες, ἄλλως τε συγκόπτουσι καὶ τοὺς τῶν χειρῶν ἀφαιροῦνται δακτύλους, ἔς τε τὰ μυστήρια ὕβρισαν, ὡς δρᾶσαι μὲν Σαμαρείταις προσήκει,
Aed
.

5

.

7

.

6

σιωπᾶν δὲ ἡμῖν. ὁ δὲ ἱερεὺς οὗτος αὐτίκα ἐν Βυζαντίῳ γενόμενος, τῷ τότε βασιλεῖ ἐς ὄψιν ἥκων, ἐπέδειξέ τε τὸ πάθος καὶ τὰ ξυνενεχθέντα σημάνας καὶ τοῦ Χριστοῦ τῆς προρρήσεως ὑπομνήσας, τιμωρὸν αὐτὸν ἐφ’ ἅπασιν
Aed
.

5

.

7

.

7

ἐδεῖτο γενέσθαι. Ζήνων δὲ βασιλεὺς τοῖς ξυμπεπτωκόσι ξυνταραχθείς, κόλασίν τε ἀποχρώντως ἐς τοὺς τὰ δεινὰ δεδρακότας πεποίηται οὐδεμιᾷ ὀκνήσει· ἔκ τε ὄρους τοῦ Γαριζὶν τοὺς Σαμαρείτας ἐξελάσας, εὐθὺς Χριστιανοῖς
5τε αὐτὸ παραδίδωσιν, ἐκκλησίαν τε ἄνω δειμάμενος τῇ θεοτόκῳ ἀνέθηκε, τειχισάμενος τὸ ἱερὸν τοῦτο δῆθεν τῷ
Aed
.

5

.

7

.

8

λόγῳ, τὸ δὲ ἀληθὲς ἀποτριγχώσας. καὶ φρουρὰν στρα‐ τιωτῶν κατεστήσατο, κάτω μὲν ἐν τῇ πόλει πολλῶν, ἐν
Aed
.

5

.

7

.

9

δὲ τῷ τειχίσματι καὶ τῇ ἐκκλησίᾳ οὐ πλέον ἢ δέκα. οἷς δὴ Σαμαρεῖται ἀχθόμενοι ἤσχαλλον μὲν ἐς τὰ μάλιστα καὶ δυσφορούμενοι ἀπηξίουν τὰ σφίσι παρόντα, δέει δὲ
Aed
.

5

.

7

.

10

τῷ ἐκ βασιλέως δυσωπούμενοι σιωπῇ εἴχοντο. προϊόντος
δὲ χρόνου, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος,165
Aed
.

5

.

7

.

11

τοιόνδε τι ξυνηνέχθη γενέσθαι. τινὲς τῶν Σαμαρειτῶν, γυναικὸς ὑποθήκῃ ἀναπεισθέντες, ἀναβαίνουσι μὲν παρὰ δόξαν κατὰ τὸ τοῦ ὄρους κρημνῶδες, ἐπεὶ τῆς ἀνόδου, ἣ ἐκ τῆς πόλεως ἐνταῦθα ἄγει, ἐς τὸ ἀκριβὲς φυλασσο‐
5μένης, ἐνθένδε αὐτοῖς ἀποπειρᾶσθαι τῆς ἀναβάσεως ἀδύ‐
Aed
.

5

.

7

.

12

νατα ἦν. ἐν δὲ τῇ ἐκκλησίᾳ ἐξαπιναίως γενόμενοι κτεί‐ νουσι μὲν τοὺς ἐνταῦθα φρουρούς, μετακαλοῦσι δὲ τοὺς
Aed
.

5

.

7

.

13

ἐν τῇ πόλει Σαμαρείτας φωνῇ ἐξαισίᾳ. οἱ δὲ τοὺς στρα‐ τιώτας δειμαίνοντες συνεπιτίθεσθαι τοῖς ἐγκεχειρηκόσιν
Aed
.

5

.

7

.

14

οὐδαμῆ ἤθελον. οὐ πολλῷ τε ὕστερον ὁ τὴν χώραν ἐπι‐ τροπεύων (Προκόπιος δὲ ἦν ἐξ Ἐδέσσης πόλεως, ἀνὴρ λόγιος) τοὺς τὰ δεινὰ δεδρακότας συλλαβὼν ἔκτεινε.
Aed
.

5

.

7

.

15

τοῦ μέντοι ὀχυρώματος οὐδ’ ὥς τις λόγος ἢ πρόνοια
Aed
.

5

.

7

.

16

παρὰ τοῦ βασιλέως τηνικάδε γεγένηται. ἀλλὰ νῦν Ἰου‐ στινιανὸς βασιλεύς, καίπερ τοὺς Σαμαρείτας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ τὸ εὐσεβέστερον μεταθέμενος καὶ κατα‐ στησάμενος Χριστιανοὺς εἶναι, τὸ μὲν παλαιὸν τῆς ἐν
5τῷ Γαριζὶν ἐκκλησίας τείχισμα ἐφ’ οὗπερ ἦν σχήματος εἴασεν ἀποτετριγχωμένον, ᾗπέρ μοι εἴρηται, ἑτέρῳ δὲ αὐτὸ ἔκτοσθεν τείχει περιβαλὼν ἄμαχον διεπράξατο παν‐
Aed
.

5

.

7

.

17

τάπασιν εἶναι. ἐνταῦθα δὲ καὶ ἱερὰ πέντε Χριστιανῶν ἀνενεώσατο πρὸς τῶν Σαμαρειτῶν καταφλεχθέντα. ταῦτα μὲν οὖν τῇδε εἴργασται.
Aed
.

5

.

8

.

1

Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατα‐ τείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφο‐
ρος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέ‐166
5μαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης,
Aed
.

5

.

8

.

2

Σινὰ ὄνομα. οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαν‐ τά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀρα‐ βικὸν καλούμενον κόλπον, Αἰθίοπάς τε τοὺς Αὐξωμίτας
5καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασι‐ λεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ.
Aed
.

5

.

8

.

3

ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ
Aed
.

5

.

8

.

4

ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν. ἐν τούτῳ δὲ τῷ Σινᾷ ὄρει μοναχοὶ ᾤκηνται, οἷς ἐστιν ὁ βίος ἠκριβωμένη τις μελέτη θανάτου, ἐρημίας τῆς σφίσι φιλτάτης ἀδεέστερον
Aed
.

5

.

8

.

5

ἀπολαύουσι. τούτοις δὴ τοῖς μοναχοῖς Ἰουστινιανὸς βα‐ σιλεὺς (ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο, ἀλλὰ κρείσ‐ σους τῶν ἀνθρωπείων ἁπάντων εἰσίν, οὐδέ τι κεκτῆσθαι οὐδὲ θεραπεύειν τὰ σώματα, οὐ μέντοι οὐδὲ ἄλλου ὁτου‐
5οῦν ὀνίνασθαι ἐν σπουδῇ ἔχουσιν) ἐκκλησίαν ᾠκοδομή‐ σατο, ἥνπερ τῇ θεοτόκῳ ἀνέθηκεν, ὅπως δὴ αὐτοῖς ἐν‐
Aed
.

5

.

8

.

6

ταῦθα ἐξῇ εὐχομένοις τε καὶ ἱερωμένοις διαβιῶναι. ταύ‐ την δὲ τὴν ἐκκλησίαν οὐ κατὰ τοῦ ὄρους ἐδείματο τὴν
Aed
.

5

.

8

.

7

ὑπερβολήν, ἀλλὰ παρὰ πολὺ ἔνερθεν. ἀνθρώπῳ γὰρ ἐν τῇ ἀκρωρείᾳ διανυκτερεύειν ἀμήχανά ἐστιν, ἐπεὶ κτύποι τε διηνεκὲς καὶ ἕτερα ἄττα θειότερα νύκτωρ ἀκούονται, δύναμίν τε καὶ γνώμην τὴν ἀνθρωπείαν ἐκπλήσσοντα.
Aed
.

5

.

8

.

8

ἐνταῦθά ποτε τὸν Μωσέα φασὶ πρὸς τοῦ θεοῦ τοὺς νό‐
Aed
.

5

.

8

.

9

μους παραλαβόντα ἐξενεγκεῖν. ἐς δὲ τοῦ ὄρους τὸν πρό‐ ποδα καὶ φρούριον ἐχυρώτατον ὁ βασιλεὺς οὗτος ᾠκο‐ δομήσατο, φυλακτήριόν τε στρατιωτῶν ἀξιολογώτατον κατεστήσατο, ὡς μὴ ἐνθένδε Σαρακηνοὶ βάρβαροι ἔχοιεν167
5ἅτε τῆς χώρας ἐρήμου οὔσης, ᾗπέρ μοι εἴρηται, ἐσβάλ‐ λειν ὡς λαθραιότατα ἐς τὰ ἐπὶ Παλαιστίνης χωρία.
Aed
.

5

.

8

.

10

ταῦτα μὲν οὖν τῇδε πεποίηται. ὅσα δὲ κἀν τοῖς μονα‐ στηρίοις πεποίηται τοῖς τῇδέ τε 〈καὶ〉 κατὰ τὴν ἄλλην ἑῴαν οὖσιν, αὐτίκα δή μοι ὡς ἐν κεφαλαίῳ γεγράψεται.
Aed
.

5

.

9

.

1

Μοναστήρια μὲν οὖν ἐν Ἱεροσολύμοις ἀνενεώ‐ σατο τάδε. τὸ τοῦ ἁγίου Θαλελαίου.
Aed
.

5

.

9

.

2

τὸ τοῦ ἁγίου Γρηγορίου.
Aed
.

5

.

9

.

3

τὸ τοῦ ἁγίου Παντελεήμονος ἐν τῇ ἐρήμῳ τοῦ Ἰορ‐ δάνου.
Aed
.

5

.

9

.

4

ξενῶνα ἐν Ἱεριχῷ.
Aed
.

5

.

9

.

5

ἐκκλησίαν τῆς θεοτόκου ἐν Ἱεριχῷ.
Aed
.

5

.

9

.

6

τὸ τῶν Ἰβήρων ἐν Ἱεροσολύμοις.
Aed
.

5

.

9

.

7

τὸ τῶν Λαζῶν ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων.
Aed
.

5

.

9

.

8

τὸ τῆς ἁγίας Μαρίας ἐν τῷ ὄρει τῶν Ἐλαιῶν.
Aed
.

5

.

9

.

9

τὸ τῆς πηγῆς τοῦ ἁγίου Ἐλισσαίου ἐν Ἱεροσολύμοις.
Aed
.

5

.

9

.

10

τὸ Σιλέθεως.
Aed
.

5

.

9

.

11

τὸ τοῦ ἀββᾶ Ῥωμανοῦ.
Aed
.

5

.

9

.

12

ἐν Βηθλεὲμ τὸ τεῖχος ἀνενέωσε.
Aed
.

5

.

9

.

13

τὸ τοῦ ἀββᾶ Ἰωάννου ἐν Βηθλεέμ.
Aed
.

5

.

9

.

14

Φρέατα δὲ ἢ δεξαμενὰς ᾠκοδομήσατο οὕτως·
Aed
.

5

.

9

.

15

εἰς τὸ τοῦ ἁγίου Σαμουὴλ φρέαρ καὶ τεῖχος.
Aed
.

5

.

9

.

16

εἰς τὸ τοῦ ἀββᾶ Ζαχαρίου φρέαρ.
Aed
.

5

.

9

.

17

εἰς τὸ Σωσάννης φρέαρ.168
Aed
.

5

.

9

.

18

εἰς τὸ Ἀφελίου φρέαρ.
Aed
.

5

.

9

.

19

εἰς τὸ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ Ἰορδάνῃ φρέαρ.
Aed
.

5

.

9

.

20

εἰς τὸ τοῦ ἁγίου Σεργίου ἐν ὄρει καλουμένῳ Κισσερῶν φρέαρ.
Aed
.

5

.

9

.

21

τὸ τεῖχος Τιβεριάδος.
Aed
.

5

.

9

.

22

τὸ ἐν Βόστρᾳ πτωχεῖον.
Aed
.

5

.

9

.

23

Φοινίκης· τὸν οἶκον τῆς θεοτόκου ἐν Πορφυρεῶνι.
Aed
.

5

.

9

.

24

μοναστήριον τοῦ ἁγίου Φωκᾶ ἐν ὄρει.
Aed
.

5

.

9

.

25

τὸν οἶκον τοῦ ἁγίου Σεργίου ἐν Πτολεμαΐδι.
Aed
.

5

.

9

.

26

ἐν Δαμασκῷ οἶκον τοῦ ἁγίου Λεοντίου.
Aed
.

5

.

9

.

27

ὑπὸ Ἀπάμειαν πτωχεῖον τοῦ ἁγίου Ῥωμανοῦ ἀνενεώ‐ σατο.
Aed
.

5

.

9

.

28

τεῖχος τοῦ μακαρίου Μάρωνος.
Aed
.

5

.

9

.

29

ὑπὸ Θεούπολιν τὴν ἐκκλησίαν Δάφνης ἀνενέωσεν.
Aed
.

5

.

9

.

30

ἐν Λαοδικείᾳ τὸν ἁγίου Ἰωάννου ἀνενέωσε.
Aed
.

5

.

9

.

31

Μεσοποταμίας· μοναστήριον τοῦ ἁγίου Ἰωάννου ἀνενέωσε.
Aed
.

5

.

9

.

32

μοναστήρια Δέλφραχις, Ζηβίνου, Θεοδότου, Ἰωάννου, Σαρμαθῆς, Κυρήνου, Βεγαδαίου.
Aed
.

5

.

9

.

33

μοναστήριον εἰς τὸ Ἀπάδνας ἐν Ἰσαυρίᾳ.
Aed
.

5

.

9

.

34

πόλεως Κουρίκου λουτρὸν 〈καὶ〉 πτωχεῖον ἀνενέωσε.
Aed
.

5

.

9

.

35

τὸ πτωχεῖον τοῦ ἁγίου Κόνωνος.
Aed
.

5

.

9

.

36

τὸν ἀγωγὸν αὐτοῦ ἀνενέωσεν ἐν Κύπρῳ.169
Aed
.

5

.

9

.

37

οἶκον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ ἐν Παμφυλίᾳ.
Aed
.

5

.

9

.

38

πτωχεῖον τοῦ ἁγίου Μιχαὴλ ἐν Ἐμπορίῳ ἐπίκλην ἐπι‐ νείου πόλεως Πέργης τῆς Παμφυλίας.
Aed
.

6

t

1

ΛΟΓΟΣ ϛʹ.
Aed
.

6

.

1

.

1

Ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται. ἐν δὲ Ἀλεξανδρείᾳ ἐξείργασται τάδε. Νεῖλος ποταμὸς οὐκ ἄχρι ἐς τὴν Ἀλεξάνδρειαν φέρεται, ἀλλ’ ἐπὶ πόλισμα ἐπιρρεύσας, ὃ δὴ Χαιρέου ἐπονομάζεται, ἐπ’ ἀριστερὰ τὸ
Aed
.

6

.

1

.

2

λοιπὸν ἵεται, ὅρια τά γε Ἀλεξανδρέων ἀπολιπών. διὸ δὴ οἱ πάλαι ἄνθρωποι, ὡς μὴ ἀμοιροίη τὸ παράπαν ἡ πόλις, διώρυχα ἐκ τῆς Χαιρέου κατορύξαντες βαθεῖάν τινα βραχείᾳ τοῦ ποταμοῦ ἐς αὐτὴν ἐκροῇ διεπράξαντο
5ἐσιτητὰ εἶναι. οὗ δὴ καὶ ἄλλας τινὰς ἐκροὰς ἐκ λίμνης
Aed
.

6

.

1

.

3

Μαρίας ἐσβάλλειν ξυμβαίνει. ἐπὶ ταύτης δὲ τῆς διώ‐ ρυχος μεγάλαις μὲν ναυσὶ πλώϊμα οὐδαμῇ γίνεται, ἐς λέμβους δὲ τὸν Αἰγύπτιον σῖτον ἐκ τῆς Χαιρέου μετα‐ βιβάσαντες, οὕσπερ καλεῖν διαρήματα νενομίκασιν, ἔς
5τε τὴν πόλιν διακομίζουσιν, ἵνα δὴ ἐξικνεῖσθαι δυνατά ἐστι τῷ κατὰ τὴν διώρυχα ποταμῷ, καὶ κατατίθενται ἐν
Aed
.

6

.

1

.

4

χώρῳ ὅνπερ Ἀλεξανδρεῖς καλοῦσι Φιάλην. ἀλλ’ ἐπειδὴ τῷ δήμῳ ἐς στάσιν πολλάκις καθισταμένῳ ἐνταῦθα διο‐ λωλέναι τῷ σίτῳ ξυνέβη, βασιλεὺς Ἰουστινιανὸς τειχί‐ σματι τόνδε τὸν χῶρον περιβαλὼν τὴν ἐπὶ τῷ σίτῳ ἐπι‐
5βουλὴν ἀνεχαίτισε. ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ
Aed
.

6

.

1

.

5

ταύτῃ ἐξείργασται. ἀλλ’ ἐπειδὴ ἐπ’ Αἰγύπτου ἡμᾶς ἤγαγε τῆς Λιβύης ὁμόρου τανῦν ὁ λόγος, φέρε δὴ καὶ ὁπόσα διαπέπρακται αὐτῷ ἐνταῦθα δηλώσωμεν, ἐπεὶ καὶ Λιβύην ξύμπασαν ὁ βασιλεὺς οὗτος ὑπὸ βαρβάροις κειμένην170
5εὑρὼν τῇ ἄλλῃ ἐνῆψε Ῥωμαίων ἀρχῇ.
Aed
.

6

.

1

.

6

Νεῖλος μὲν ὁ ποταμὸς ἐξ Ἰνδῶν ἐπ’ Αἰγύπτου φερό‐ μενος δίχα τέμνει τὴν ἐκείνῃ γῆν ἄχρι ἐς θάλασσαν. ἡ δὲ σχιζομένη τῷ ῥείθρῳ καὶ ὀνόμασι διακέκριται τὸ ἐν‐
Aed
.

6

.

1

.

7

θένδε δυοῖν. τὰ μὲν γὰρ ἐν δεξιᾷ τοῦ ποταμοῦ Ἀσία ὠνόμασται μέχρι που ἐς Φᾶσιν τὸν Κόλχον, ὅσπερ Ἀσίαν τε διορίζει καὶ γῆν τὴν Εὐρώπην, ἢ μέχρι ἐς πορθμεῖα
Aed
.

6

.

1

.

8

τὰ Κιμμέρια καὶ ποταμὸν Τάναϊν. τούτων γὰρ δὴ ἕνεκα διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα σοφοί, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται περιηγου‐
Aed
.

6

.

1

.

9

μένῳ τὸν Εὔξεινον καλούμενον πόντον. τὰ δὲ δὴ ἐν ἀριστερᾷ τοῦ Νείλου Λιβύη ἐκλήθη μέχρι ἐς ὠκεανόν, ὅσπερ ἐς δύοντά που τὸν ἥλιον ἑκατέραν ἤπειρον διορίζει, ἐκροήν τε ἀφιείς τινα καὶ θάλασσαν τήνδε ποιούμενος.
Aed
.

6

.

1

.

10

ἡ μὲν οὖν ἄλλη Λιβύη ξύμπασα ὀνόματα κατὰ χώραν ἑκάστην ἕτερα ἄττα διακεκλήρωται, ἐκ τῶν ἐκείνῃ ἐπι‐
Aed
.

6

.

1

.

11

γενομένων, ὡς τὸ εἰκός, ἐπικληθεῖσα. ἣ μέντοι ἐκ τῶν Ἀλεξανδρείας ὁρίων ἄχρι ἐς πόλιν Κυρήνην διήκουσα ἐπὶ Πενταπόλεώς ἐστιν, ἐπὶ τούτου δὴ μόνου τοῦ ὀνό‐
Aed
.

6

.

1

.

12

ματος Λιβύη καὶ νῦν ἐπικέκληται. ἐνταῦθα πόλις ἐστὶν ἡμέρας ὁδῷ Ἀλεξανδρείας διέχουσα, Ταφόσιρις ὄνομα, ἵνα δὴ ταφῆναι τὸν τῶν Αἰγυπτίων θεὸν Ὄσιριν λέγου‐
Aed
.

6

.

1

.

13

σιν. ἐν ταύτῃ τῇ πόλει ἄλλα τε πολλὰ καὶ τὰ τῶν ἀρ‐ χόντων καταλυτήρια καὶ λουτρῶνας ἐδείματο Ἰουστινια‐
νὸς βασιλεύς.171
Aed
.

6

.

2

.

1

Ταύτης δὲ τῆς Λιβύης ἔρημα μὲν τὰ πολλὰ τετύ‐
Aed
.

6

.

2

.

2

χηκεν εἶναι, ἀπημελημένα ἐκ τοῦ ἐπὶ πλεῖστον. καὶ αὐτῆς δὲ προεγρηγορὼς ὁ καθ’ ἡμᾶς βασιλεὺς προμηθεῖ γνώμῃ, ὡς μή τι αὐτῇ παθεῖν ἐξ ἐπιδρομῆς πρὸς Μαυ‐ ρουσίων τῶν πλησιοχώρων ξυμβαίη, ὀχυρώματά τε δύο
5καὶ φυλακτήρια κατεστήσατο, ὧν θάτερον μὲν Παρατό‐ νιον ὀνομάζουσιν, Ἀντίπυργον δὲ τὸ ἕτερον ἐπικέκληται,
Aed
.

6

.

2

.

3

οὐ πόρρω Πενταπόλεως κείμενον. διέχει δὲ ἡ Πεντά‐ πολις Ἀλεξανδρείας ὁδῷ ἡμερῶν εἴκοσιν εὐζώνῳ ἀνδρί.
Aed
.

6

.

2

.

4

ἐν ταύτῃ δὲ τῇ Πενταπόλει καὶ βασιλεὺς Ἰουστινιανὸς
Aed
.

6

.

2

.

5

Τεύχειραν τὴν πόλιν ἐρύματι ἐτειχίσατο ἐχυρωτάτῳ. καὶ Βερνίκης τὸν περίβολον ἐκ θεμελίων ἀνῳκοδομήσατο
Aed
.

6

.

2

.

6

τῶν ἐσχάτων. οὗ δὴ καὶ βαλανεῖον πεποίηται, δημοσίᾳ
Aed
.

6

.

2

.

7

παρεχόμενον τῇ πόλει τὴν χρείαν. ἀλλὰ κἀν ταῖς Πεν‐ ταπόλεως ἐσχατιαῖς, αἵπερ εἰσὶ τετραμμέναι πρὸς ἄνεμον νότον, ὀχυρώματα ἐν δυοῖν μοναστηρίοιν ἐξείργασται, οἷσπερ Ἀγριολώδη τε καὶ Δινάρθισον ὀνόματά ἐστιν·
Aed
.

6

.

2

.

8

ἅπερ ἐπιτειχίσματα κεῖται τοῖς ταύτῃ βαρβάροις, τῷ μὴ καταθέοντας ὡς λαθραιότατα ἐπισκήπτειν ἐξαπιναίως ἐς γῆν τὴν Ῥωμαίων.
Aed
.

6

.

2

.

9

Ἔστι δέ τις ἐνταῦθα πόλις, Πτολεμαῒς ὄνομα, τὸ μὲν παλαιὸν εὐδαίμων τε γεγενημένη καὶ πολυάνθρωπος, προϊόντος δὲ τοῦ χρόνου ὕδατος ἀπορίᾳ πολλῇ ἐς ὀλιγ‐
Aed
.

6

.

2

.

10

ανθρωπίαν ἀποκριθεῖσα. τῶν γὰρ οἰκητόρων ὁ πολὺς ὅμιλος δίψει ἐχόμενοι πολλῷ ἔμπροσθεν ἐνθένδε ἐξανα‐
Aed
.

6

.

2

.

11

στάντες ἀπεχώρησαν ὅπῃ ἑκάστῳ δυνατὰ γέγονεν. ἀλλὰ νῦν ὁ βασιλεὺς οὗτος ἀνανεωσάμενος τὴν ὀχεταγωγίαν
τῇ πόλει τὸ πρότερον αὐτῇ τῆς εὐδαιμονίας ἀπέδωκε σχῆμα. Πενταπόλεως δὲ πόλις ἐσχάτη ἐστὶ πρὸς δύοντά172
Aed
.

6

.

2

.

12

που τὸν ἥλιον, Βόρειον ὄνομα. οὗ δὴ τὰ ὄρη συννενευ‐ κότα τε πρὸς ἄλληλα, καὶ τῇ ἐνθένδε στενοχωρίᾳ ξυμ‐ πεφραγμένα, τῶν ἐπὶ τὴν χώραν εἰσόδων ἀποκεκλεῖσθαι
Aed
.

6

.

2

.

13

τοὺς πολεμίους διασκευάζονται. ταύτην ὁ βασιλεὺς τὴν πόλιν ἀτείχιστον οὖσαν ἐρύματι ἐχυρωτάτῳ περιβαλών, ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν βεβαιότατα σὺν πάσῃ τῇ ἀμφ’ αὐτὴν χώρᾳ διεπράξατο εἶναι.
Aed
.

6

.

2

.

14

Πόλεις δέ πού εἰσι δύο ἐπ’ ὀνόματος ἑνὸς ᾠκημέναι.
Aed
.

6

.

2

.

15

Αὐγίλα γὰρ ἑκατέρα ἐκλήθη. αὗται τοῦ Βορείου διέ‐ χουσιν ὁδῷ τεττάρων ἡμερῶν μάλιστα εὐζώνῳ ἀνδρί, τετραμμέναι μὲν αὐτοῦ πρὸς ἄνεμον νότον, ἀρχαῖαι δὲ οὖσαι καὶ τῶν οἰκητόρων ἀρχαιότροπα τὰ ἐπιτηδεύματα
5ἔχουσαι· θρησκείαν γὰρ πάντες καὶ εἰς ἐμὲ τὴν τῆς πολυ‐
Aed
.

6

.

2

.

16

θεΐας ἐνόσουν. ἐνταῦθα ἐκ παλαιοῦ τῷ τε Ἄμμωνι καὶ
Aed
.

6

.

2

.

17

Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἀνέκειτο ἕδη. οἷς δὴ καὶ ἐσφα‐ γιάζοντο μέχρι ἐς τὴν Ἰουστινιανοῦ βασιλείαν οἱ ἐπι‐
Aed
.

6

.

2

.

18

χώριοι. ἦν δὲ καὶ ὅμιλος αὐτοῖς τῶν ἱεροδούλων καλου‐ μένων πολύς. νῦν δὲ δὴ ὁ βασιλεὺς οὗτος οὐχ ὅσον ἐς τὰ σώματα τοῖς κατηκόοις ἐκποριζόμενος τὴν ἀσφάλειαν, ἀλλὰ καὶ τὰς ψυχὰς διασώσασθαι ἐν ἐπιμελείᾳ ποιούμε‐
5νος, καὶ τῶν ταύτῃ ᾠκημένων ἀνθρώπων κατὰ πάντα
Aed
.

6

.

2

.

19

προὐνόησε τρόπον. τά τε γὰρ ἄλλα διαφερόντως αὐτῶν ἐπιμελεῖσθαι οὐδαμῇ ἀπηξίωσε καὶ τὴν τῆς εὐσεβείας ἐδίδαξε δόξαν Χριστιανοὺς πανοικεσίᾳ πεποιημένος καὶ
μεταπορευόμενος λελυμασμένα σφίσι τὰ πάτρια ἤθη.173
Aed
.

6

.

2

.

20

οἷς δὴ καὶ νεὼν τῆς θεοτόκου ἐδείματο, φυλακτήριον ταῖς πόλεσι τῆς τε σωτηρίας καὶ τῆς ἀμφὶ τῇ δόξῃ ἀλη‐ θείας ἐσόμενον. ταῦτα μὲν οὖν τῇδέ πη ἔσχε.
Aed
.

6

.

2

.

21

Βόρειον δὲ ἡ πόλις Μαυρουσίοις γειτνιῶσα βαρβά‐ ροις φόρου ὑποτελὴς οὐ γεγένηται ἐς τόδε τοῦ χρόνου· οὐδέ τινες πώποτε δασμολόγοι ἢ φορολόγοι ἐς αὐτὴν
Aed
.

6

.

2

.

22

ἵκοντο, ἐξ οὗ γεγόνασιν ἄνθρωποι. οἱ δὲ Ἰουδαῖοι ᾤκηντο ἐκ παλαιοῦ αὐτῶν ἄγχιστα· οὗ δὴ καὶ νεὼς ἦν ἀρχαῖος αὐτοῖς, ὅνπερ ἐσέβοντό τε καὶ ἐτεθήπεσαν μά‐ λιστα, δειμαμένου τοῦτο Σολομῶνος, ὥσπερ φασί, βασι‐
Aed
.

6

.

2

.

23

λεύοντος Ἑβραίων τοῦ ἔθνους. ἀλλὰ καὶ αὐτοὺς ἅπαν‐ τας Ἰουστινιανὸς βασιλεὺς μεταγνῶναί τε τὰ πάτρια ἤθη, καὶ Χριστιανοὺς γεγονέναι διαπραξάμενος, τοῦτον δὴ τὸν νεὼν ἐς ἐκκλησίας μεθηρμόσατο σχῆμα.
Aed
.

6

.

3

.

1

Μετὰ τούτους αἱ Σύρτεις εἰσὶν αἱ μεγάλαι ὠνο‐ μασμέναι. ἐφ’ οὗ δέ εἰσι σχήματος αὗται, καὶ ὅτου δὴ ἕνεκα τούτου μεταλαγχάνουσι τοῦ ὀνόματος, ἐγὼ δηλώσω.
Aed
.

6

.

3

.

2

προβέβληταί τις ἐνταῦθα ἠϊών· σχιζομένη δὲ αὐτὴ τῇ τῆς θαλάσσης ἐπιρροῇ, τῷ τε ῥοθίῳ ἀφανιζομένη, ἀπο‐ βαίνειν δοκεῖ, καὶ ἐφ’ ἑαυτὴν ὑποχωροῦσα ὀπίσω ἰέναι·
Aed
.

6

.

3

.

3

ἐς κόλπον δὲ μηνοειδῆ ἐπὶ μακρότατον τέτραπται. καὶ ὁ μὲν ἀρχομένης πλευρᾶς διάπλους ἐς τετρακοσίους διή‐ κει σταδίους· τοῦ δὲ μηνοειδοῦς τὸ περίμετρον ἐς ἡμε‐
Aed
.

6

.

3

.

4

ρῶν ἓξ ὁδὸν κατατείνει. ταύτης γὰρ ἡ θάλασσα πεπιε‐
Aed
.

6

.

3

.

5

σμένη τῆς ἠπείρου ἐντὸς τὸν κόλπον ποιεῖται. ἐπειδάν τε ναῦς ἀνέμῳ ἢ κλύδωνι βιαζομένη τοῦ διάπλου ἐντὸς ὑπὲρ τοῦ μηνοειδοῦς τὴν ἀρχὴν γένηται, τὸ ἐνθένδε
αὐτῇ ἐπανιέναι ἀμήχανά ἐστιν, ἀλλὰ συρομένῃ τὸ λοιπὸν174
Aed
.

6

.

3

.

6

ἔοικε, καὶ διαφανῶς ἐπίπροσθεν ἀεὶ ἑλκομένῃ. καὶ ἀπ’ αὐτοῦ, οἶμαι, τὸν χῶρον οἱ πάλαι ἄνθρωποι τοῦ πάθους
Aed
.

6

.

3

.

7

τῶν νεῶν ἕνεκα Σύρτεις ὠνόμασαν. οὐ μὴν οὐδὲ δια‐ νεῦσαι τοῖς πλοίοις ἄχρι ἐς τὴν ἠϊόνα δυνατὰ γεγένηται. πέτραι γὰρ ὕφαλοι διακεκληρωμέναι τὰ πλεῖστα τοῦ κόλ‐ που πλώϊμα οὐ ξυγχωροῦσιν ἐνταῦθα εἶναι, ἀλλ’ ἐν τοῖς
Aed
.

6

.

3

.

8

βράχεσι τὰς ναῦς διαχρῶνται. μόνοις δὲ τοῖς λέμβοις οἱ πλωτῆρες τούτων δὴ τῶν νηῶν οἷοί τέ εἰσι διασώ‐ ζεσθαι, ἂν οὕτω τύχοι, μετὰ κινδύνων τὰς διεξόδους ποιούμενοι.
Aed
.

6

.

3

.

9

Τριπόλεως τῇδε τῆς καλουμένης τὰ ὅριά ἐστι. Μαυ‐ ρούσιοί τε βάρβαροι ἐνταῦθα οἰκοῦσι, Φοινικικὸν ἔθνος.
Aed
.

6

.

3

.

10

οὗ δὴ καὶ πόλις ἐστὶ Κιδαμὴ ὄνομα. ἐνταῦθά τε Μαυ‐ ρούσιοι ᾤκηνται Ῥωμαίων ἔνσπονδοι ἐκ παλαιοῦ ὄντες· οἵπερ ἅπαντες πεισθέντες Ἰουστινιανῷ βασιλεῖ, δόγματι
Aed
.

6

.

3

.

11

τῷ Χριστιανῶν ἐθελούσιοι προσεχώρησαν. Πακᾶτοι δὲ οὗτοι τανῦν οἱ Μαυρούσιοι ἐπικαλοῦνται, ἐπεὶ πρὸς Ῥωμαίους ἀεὶ σπονδὰς ἔχουσι. πάκεν γὰρ τὴν εἰρήνην
Aed
.

6

.

3

.

12

τῇ Λατίνων καλοῦσι φωνῇ. Πενταπόλεως δὲ Τρίπολις ἡμερῶν διέχει ὁδῷ εἴκοσιν εὐζώνῳ ἀνδρί.
Aed
.

6

.

4

.

1

Πόλις ἐνθένδε ἡ Λεπτιμάγνα ἐκδέχεται, μεγάλη μὲν καὶ πολυάνθρωπος τὸ παλαιὸν οὖσα, ἔρημος δὲ χρόνῳ ὕστερον γεγενημένη ἐκ τοῦ ἐπὶ πλεῖστον, ψάμμου
Aed
.

6

.

4

.

2

τε πλήθει τὰ πολλὰ τῷ ἀπημελῆσθαι καταχωσθεῖσα. καὶ ταύτης δὲ τὸν περίβολον ἐκ τῶν θεμελίων ὁ καθ’ ἡμᾶς ᾠκοδομήσατο βασιλεύς, οὐ τοσοῦτον μέντοι, ὅσος τὸ
πρότερον ἦν, ἀλλὰ κατὰ πολὺ ἥσσονα, ὡς μὴ τῷ μεγέθει175
5σφαλερὰ καὶ αὖθις ἡ πόλις εἴη, καὶ πολεμίοις μὲν ἁλωτή,
Aed
.

6

.

4

.

3

ψάμμῳ δὲ πρόχειρος. νῦν δὲ δὴ τῆς πόλεως τὸ μὲν κα‐ ταχωσθὲν ἐφ’ οὗπερ ἦν σχήματος εἴασεν οὕτω δὴ ψάμμῳ ἐς λόφους συνειλεγμένῃ κεκαλυμμένον, τὴν δὲ λοιπὴν
Aed
.

6

.

4

.

4

ἐτειχίσατο ἐν τῷ τῆς οἰκοδομίας ἐχυρῷ μάλιστα. καὶ ἱερὸν μὲν ἀξιοθέατον τῇ θεοτόκῳ τῇδε ἀνέθηκεν, ἐκκλη‐
Aed
.

6

.

4

.

5

σίας δὲ τέτταρας ἐδείματο ἄλλας. πρὸς δὲ καὶ ἀνῳκο‐ δομήσατο τὰ τῇδε γεγονότα ἐν τοῖς ἄνω χρόνοις καὶ καταπεπτωκότα βασίλεια, Σεβήρου βασιλέως τοῦ παλαιοῦ ἔργον· ὃς δὴ ἐνθένδε ὁρμώμενος μνημεῖα τῆς εὐδαιμο‐
5νίας τὰ βασίλεια τάδε ἀπέλιπεν.
Aed
.

6

.

4

.

6

Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος τοῦ λόγου τὸ ξυνενεχθὲν ἐπὶ Λεπτιμάγνης ἐν χρόνῳ τῷ καθ’ ἡμᾶς ὡς ἥκιστα στωπήσομαι. ἤδη μὲν Ἰουστινιανοῦ τὴν βασιλείαν παρα‐ λαβόντος, οὔπω δὲ πόλεμον τὸν Βανδιλικὸν ἀνῃρημένου,
5Μαυρούσιοι βάρβαροι, οἱ Λευάθαι καλούμενοι, βιασά‐ μενοι τοὺς Λιβύης τότε κυρίους Βανδίλους, ἔρημον ἀν‐
Aed
.

6

.

4

.

7

θρώπων τὴν Λεπτιμάγναν παντάπασι κατεστήσαντο. ἐν χώροις δὲ λοφώδεσι ξὺν τοῖς ἡγεμόσι διατριβήν τινα ἔχοντες Λεπτιμάγνης οὐ πολλῷ ἄποθεν, φλόγα πυρὸς
Aed
.

6

.

4

.

8

ἐξαπιναίως ἐν μέσῃ τῇ πόλει τεθέανται. πολεμίους τε ὑποτοπήσαντες ἐνδήμους ἐνταῦθα γενέσθαι, δρόμῳ ἐπ’
Aed
.

6

.

4

.

9

αὐτοὺς ἐβοήθουν πολλῷ. ἀνθρώπων τε οὐδένα εὑρόντες ἐπὶ τοὺς μάντεις τὸ πρᾶγμα ἦγον, οἳ δὴ τῷ ξυμβεβηκότι τεκμηριούμενοι τὴν Λεπτιμάγναν οὐκ εἰς μακρὰν οἰκι‐
Aed
.

6

.

4

.

10

σθήσεσθαι προὔλεγον. οὐ πολλῷ τε ὕστερον ἀφικόμενος ὁ τοῦ βασιλέως στρατὸς Λιβύην τε τὴν ἄλλην καὶ Τρί‐
πολιν ἔσχε, Βανδίλων τε καὶ Μαυρουσίων καθυπέρτερος τῷ πολέμῳ γεγενημένος. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ176
5λόγου ἐποιησάμην ἐπάνειμι.
Aed
.

6

.

4

.

11

Ἐν ταύτῃ τῇ πόλει βασιλεὺς Ἰουστινιανὸς καὶ λου‐ τρῶνας ἐν δημοσίῳ πεποίηται, τόν τε περίβολον τῆς πό‐ λεως ἐκ θεμελίων τῶν ἐσχάτων ᾠκοδομήσατο, καὶ τοῖς τε βαλανείοις τοῖς τε ἄλλοις πᾶσιν ἐς πόλεως αὐτὴν κατε‐
Aed
.

6

.

4

.

12

στήσατο σχῆμα. τούς τε πλησιοχώρους αὐτῇ βαρβάρους, οἳ Γαδαβιτανοὶ ἐπικαλοῦνται, κατακόρως ἐς τόδε τοῦ χρόνου τὴν Ἑλληνικὴν καλουμένην ἀθεΐαν δοξάζοντας, Χριστιανοὺς διεπράξατο γενέσθαι τανῦν προθυμίᾳ τῇ
Aed
.

6

.

4

.

13

πάσῃ. ἀλλὰ καὶ Σαβραθὰν ἐτειχίσατο πόλιν, οὗ δὴ καὶ λόγου ἀξίαν πολλοῦ ἐκκλησίαν ἐδείματο.
Aed
.

6

.

4

.

14

Πόλεις δὲ δύο εἰσὶ ταύτης ἐν ἐσχάτῳ τῆς χώρας, Τά‐ καπά τε καὶ Γίργις, ὧν δὴ κατὰ μέσον Σύρτεις τὰς μι‐
Aed
.

6

.

4

.

15

κρὰς ξυμβαίνει εἶναι. ἐνταῦθα γίνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον ἡλίκον. ἡ θάλασσα ἐν στενῷ θλι‐ βομένη ἀπεργάζεται μηνοειδῆ κόλπον, ᾗπερ γίνεσθαι καὶ
Aed
.

6

.

4

.

16

〈κατὰ〉 τὰς ἄλλας Σύρτεις ἐρρήθη. ἀναβαίνει δὲ εἰς τὴν ἤπειρον πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρί, ἀμφί τε τὰ πρὸς ἑσπέραν ἐπάνεισιν αὖθις, ἐπιλιποῦσα ἐπὶ ξηροῦ
Aed
.

6

.

4

.

17

τὴν ἠϊόνα ταύτην κατὰ ταὐτὰ ταῖς ἄλλαις ἀκταῖς. οἵ τε ναῦται εἰς τὴν ἤπειρον ἀναγόμενοι θάλασσαν ἐπὶ καιροῦ γεγενημένην, τῆς μὲν ἡμέρας ὡς πορρωτάτω τὰ εἰωθότα ναυτίλλονται, ἀμφὶ δείλην δὲ πάντως ὀψίαν ὡς ἐν γῇ
5αὐλισόμενοι συσκευάζονται, κοντούς τινας ἐν παρασκευῇ
Aed
.

6

.

4

.

18

μακροὺς ἔχοντες. ἐπειδάν τε τάχιστα τοῦ ῥοθίου αἴσθων‐ ται ὑπόπτως ἐς τὴν ἀναχώρησιν ἔχοντος, οἵδε τοὺς κον‐
τοὺς ἔχοντες καὶ διαχειρίζοντες ἐκπηδῶσιν [ἐν] ὀκνήσει177
Aed
.

6

.

4

.

19

οὐδεμιᾷ ἐκ τῆς νεώς. νηχόμενοι δὲ πρῶτον, εἶτα ἑστή‐ κασιν, ἡνίκα ἂν σφίσι τὸ ὕδωρ οὐχ ὑπεραίροι τὰ πρόσ‐
Aed
.

6

.

4

.

20

ωπα. ἔκ τε τῶν ἄκρων τοὺς κοντοὺς ἐπὶ τῆς γῆς προσ‐ ουδίσαντες ἐν ξηρῷ ἤδη γεγενημένης ἢ ἐσομένης αὐτίκα δὴ μάλα, ὀρθοὺς ἱστᾶσιν, ὑποκεισομένους τῷ πλοίῳ καὶ μετεωρίσοντας ἑκατέρωθεν, ὡς μὴ ἐπικλῖναν ἐπὶ θάτερα
Aed
.

6

.

4

.

21

συντριβὲς γένηται. τῇ δὲ ὑστεραίᾳ ὄρθρου βαθέος ἡ μὲν ἤπειρος μεταμφιασαμένη τὴν θάλασσαν ἐπικυρτοῦται
Aed
.

6

.

4

.

22

κυμαίνουσα, τὰ δὲ πλοῖα ἐπαιρόμενα πλεῖ. οἵ τε ναῦται περιελόντες ἐπικαιριώτατα τοὺς κοντοὺς ναυτίλλονται
Aed
.

6

.

4

.

23

αὖθις. παράλλαξίν τε οὐδεμίαν τοῦ ἔργου γενέσθαι ξυμ‐ βαίνει, ἀλλ’ ἐς ἡμέραν ἑκάστην ἡ τῶν στοιχείων διαδοχὴ ἐπιγίνεται.
Aed
.

6

.

5

.

1

Μετὰ δὲ Τρίπολίν τε καὶ Σύρτεις ἡμεῖς ἐπὶ Λιβύην
Aed
.

6

.

5

.

2

τὴν ἄλλην ἴωμεν. ἀρκτέον δὲ ἡμῖν ἐκ Καρχηδόνος, ἣ μεγίστη τε καὶ ἀξιολογωτάτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, τοσοῦτον πρότερον ὑπειποῦσιν, ὡς ἡνίκα Γιζέριχός τε καὶ Βανδίλοι Λιβύην ἔσχον, ἐνθύμημα ἐπιγέγονεν
Aed
.

6

.

5

.

3

αὐτοῖς ἀξιώλεθρόν τε καὶ πρέπον βαρβάροις. ἄμεινον γὰρ ἐλογίσαντο σφίσι τὰ πράγματα ἕξειν ἀτειχίστων ὄντων τῶν τῇδε χωρίων, ὡς μή τι καταλαβόντες αὐτῶν
Aed
.

6

.

5

.

4

Ῥωμαῖοι Βανδίλους κακουργεῖν ἔχοιεν. ἅπαντα οὖν τὰ τείχη ἐς τὸ ἔδαφος καθεῖλον εὐθύς. βάρβαροι γὰρ ἅπαν‐ τες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ πονηρῷ τῷ Ῥωμαίων βου‐ λεύονται μὲν ὡς ὀξύτατα, ἐπιτελοῦσι δὲ ὡς ταχύτατα,
Aed
.

6

.

5

.

5

ὅσα ἂν αὐτοῖς δοκοῦντα εἴη. μόνον δὲ αὐτοῖς τό τε
Καρχηδόνος καὶ ὀλίγα ἄττα ἐφ’ οὗπερ ἦσαν σχήματος ἔμειναν, ὧνπερ ἐπιμελεῖσθαι ἀπαξιοῦντες, διαφθορεῖν178
Aed
.

6

.

5

.

6

αὐτὰ τῷ χρόνῳ ἀφῆκαν. βασιλεὺς δὲ Ἰουστινιανὸς (ἀν‐ θρώπων μὲν οὐδενὸς ἐπαινοῦντος, ἀλλὰ καὶ πεφρικότων τὸ ἔργον ἁπάντων, μόνου δὲ τοῦ θεοῦ εἰσηγουμένου τε καὶ ἐπαγγελλομένου καὶ ξυλλαμβάνοντος) Βελισάριόν τε
5καὶ στράτευμα ἐπὶ Λιβύην πέμψας, Γελίμερά τε καὶ δύναμιν τὴν Βανδίλων καθεῖλε, πολλοὺς μὲν κτείνας τοὺς δὲ λοιποὺς δορυαλώτους πεποιημένος, ᾗπέρ μοι ἐν
Aed
.

6

.

5

.

7

λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται. καὶ τὰ μὲν καθῃρημένα τῶν ἐν Λιβύῃ ὀχυρωμάτων ἀνενεώσατο ἅπαντα, ἕτερα δὲ παμπληθῆ ἐπετεχνήσατο νεοχμώσας αὐτός.
Aed
.

6

.

5

.

8

Πρῶτα μὲν οὖν Καρχηδόνος, τῆς νῦν καὶ Ἰουστινια‐ νῆς, ὡς τὸ εἰκός, καλουμένης ἐπεμελήσατο, διερρυηκότα μὲν τὸν περίβολον ἀνοικοδομησάμενος ἅπαντα, καὶ τά‐
Aed
.

6

.

5

.

9

φρον ἐν περιδρόμῳ διορύξας οὐ πρότερον οὖσαν. ἀνέ‐ θηκε δὲ καὶ ἱερὰ τεμένη, τῇ μὲν θεοτόκῳ, ὅπερ ἐν Πα‐ λατίῳ ἐστί, καὶ τούτου ἐκτὸς τῶν τινι ἐπιχωρίων 〈ἁγίων〉
Aed
.

6

.

5

.

10

ἁγίᾳ Πρίμῃ. ἔτι μέντοι καὶ στοὰς ἑκατέρωθι τῆς Μαρι‐ τίμου ἀγορᾶς καλουμένης ἐδείματο, καὶ βαλανεῖον ἐν δημοσίῳ ἀξιοθέατον, ὅπερ ἐπωνύμως τῇ βασιλίδι Θεο‐
Aed
.

6

.

5

.

11

δωριανὰς ἐπωνόμασαν. ἐδείματο δὲ καὶ μοναστήριον τοῦ περιβόλου ἐντὸς ἐπιθαλασσίδιον, ἄγχιστα τοῦ λιμένος, ὅπερ Μανδράκιον ὀνομάζουσιν, ἐρύματί τε αὐτὸ ἐχυρω‐
τάτῳ περιβαλὼν φρούριον ἀνανταγώνιστον ἀπειργάσατο.179
Aed
.

6

.

5

.

12

Ταῦτα μὲν οὖν ἐπὶ Καρχηδόνος τῆς νέας Ἰουστι‐ νιανῷ εἴργασται. ἐν δὲ χώρᾳ τῇ ἀμφ’ αὐτήν, ἣ Προ‐ κονσουλαρία ὠνόμασται, πόλις ἀτείχιστος ἦν, Βάγα ὄνομα, μὴ ὅτι βαρβάροις ἐπιοῦσιν, ἀλλὰ καὶ τύχῃ τινὶ παριοῦσιν
Aed
.

6

.

5

.

13

ἁλωτὴ οὖσα. ταύτην ἐρύματι ἐχυρωτάτῳ περιβαλὼν Ἰουστινιανὸς βασιλεὺς πόλιν τε διεπράξατο εἶναι καὶ τοὺς οἰκήτορας ἐν τῷ ἀσφαλεῖ διασώσασθαι οἵαν τε εἶναι.
Aed
.

6

.

5

.

14

οἳ δὴ τετυχηκότες τῆς χάριτος ἐς τὴν τῆς βασιλίδος
Aed
.

6

.

5

.

15

τιμὴν Θεοδωριάδα καλοῦσι τὴν πόλιν. φρούριον δὲ ᾠκοδομήσατο ἐν ταύτῃ τῇ χώρᾳ, ὃ Τούκκα καλοῦσιν.
Aed
.

6

.

6

.

1

Ἐν Βυζακίῳ δὲ πόλις, Ἀδράμυτος ὄνομα, ἐν τῇ παραλίᾳ οἰκεῖται, μεγάλη καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα, καὶ δι’ αὐτὸ τὸ τῆς μητροπόλεως ὄνομά τε καὶ ἀξίωμα κληρωσαμένη ἐν ταύτῃ τῇ χώρᾳ, ἐπεὶ πρώτην
5αὐτὴν μεγέθει τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ξυμβαίνει
Aed
.

6

.

6

.

2

εἶναι. ταύτης Βανδίλοι μὲν τὸν περίβολον ἐς ἔδαφος καθεῖλον, ὡς μή ποτε Ῥωμαῖοι αὐτῆς ἀντιλαβέσθαι δυ‐ νατοὶ εἶεν. Μαυρουσίοις τε καταθέουσι τὰ ἐκείνῃ χωρία
Aed
.

6

.

6

.

3

ἐν ἐπιτηδείῳ ἀπέκειτο. Λίβυες δὲ κατὰ ταύτην οἰκήτο‐ ρες, ὅσα γε δυνατὰ τῆς σφῶν σωτηρίας ἐπιμελούμενοι, τὰ διῃρημένα τῶν τοίχων ἀποτριγχώσαντες, τὰς οἰκίας
Aed
.

6

.

6

.

4

ἀλλήλαις ἐνῆψαν· ἐξ ὧν δὴ τοῖς ἐπιοῦσι διαμαχόμενοι ἔν τε τῷ σφαλερῷ τῆς ἐλπίδος καὶ τῷ ἐπικινδύνῳ ἠμύ‐
Aed
.

6

.

6

.

5

νοντο. ἦν δὲ αὐτοῖς ἐπὶ τριχὸς ἡ σωτηρία διηνεκὲς καὶ ἐπὶ θατέρου σκέλους ἑστῶσα, πολεμουμένοις μὲν ὑπὸ
τῶν Μαυρουσίων, ὑπὸ δὲ τῶν Βανδίλων ἀμελουμένοις.180
Aed
.

6

.

6

.

6

ἀλλ’ ἡνίκα Λιβύης κύριος τῷ πολέμῳ βασιλεὺς Ἰουστι‐ νιανὸς γέγονε, τεῖχός τε τῇ πόλει εὐμέγεθες ἄγαν περι‐ βαλὼν καὶ φρουρὰν ἐνταῦθα στρατιωτῶν καταστησάμε‐ νος ἀξιόχρεων θαρσεῖν τε ὑπὲρ ἀσφαλείας τοὺς τῇδε
5ᾠκημένους πεποίηται ἀφροντιστῆσαί τε πολεμίων ἁπάν‐
Aed
.

6

.

6

.

7

των. διὸ δὴ αὐτὴν καὶ Ἰουστινιανὴν καλοῦσι τανῦν, σῶστρα τῷ βασιλεῖ ταῦτα ἐκτίνοντες, μόνῃ τοῦ ὀνόματος τῇ παρενθήκῃ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, ἐπεὶ ἄλλο οὐδὲν ὅτῳ ἂν καὶ βασιλέως τὴν ἀγαθοεργίαν ἀμεί‐
5βοιντο οὔτε αὐτοὶ εἶχον οὔτε οὗτος ἐβούλετο.
Aed
.

6

.

6

.

8

Ἦν δέ τι καὶ ἄλλο ἐν τῇ τοῦ Βυζακίου παραλίᾳ χω‐ ρίον, ὅπερ ἐκάλουν Καπούτβαδα οἱ ἐπιχώριοι. ἐνταῦθα καταπλεύσας τὰ πρῶτα ὁ τοῦ βασιλέως στόλος Λιβύων τῆς γῆς ἐπεβάτευεν, ἡνίκα ἐπὶ Γελίμερά τε καὶ Βανδί‐
Aed
.

6

.

6

.

9

λους ἐστράτευεν. οὗ δὴ καὶ τὸ θαυμάσιον ἐκεῖνο καὶ λόγου κρεῖσσον ἐς τὸν βασιλέα ἐπιδέδεικται ὁ θεὸς δώ‐ ρημα, ὅπερ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται
Aed
.

6

.

6

.

10

λόγοις. ἀνύδρου γὰρ τοῦ χωρίου τὰ μάλιστα ὄντος, ὕδατός τε ἀπορίᾳ πολλῇ πιεζομένου τοῦ Ῥωμαίων στρα‐ τοῦ, ἡ γῆ, πρότερον ἐπὶ ξηροῦ βεβαιότατα οὖσα, πηγὴν ἀνῆκεν, οὗ δὴ τὸ χαράκωμα οἱ στρατιῶται εἰργάζοντο.
Aed
.

6

.

6

.

11

οἱ μὲν γὰρ ὤρυσσον, ἡ δὲ ἀνεβλύστανεν. ἥ τε γῆ αὐχμὸν ἀποβαλοῦσα τὸν ἐπιχώριον καὶ μεθαρμοσαμένη τὴν αὐτῆς
Aed
.

6

.

6

.

12

φύσιν ὕδατι ποτίμῳ ὑγρὰ ἐγεγόνει. ταύτῃ τε τὸ λοιπὸν ἐν ἐπιτηδείῳ στρατοπεδεύσαντές τε καὶ αὐλισάμενοι, καὶ τῇ ὑστεραίᾳ ὡς ἐς τὴν μάχην συσκευασάμενοι, ἵνα τὰ
Aed
.

6

.

6

.

13

ἐν μέσῳ συντέμω, Λιβύην ἔσχον. μαρτυρίῳ τοίνυν διη‐
νεκεῖ τὸ τοῦ θεοῦ δῶρον πιστούμενος Ἰουστινιανὸς βα‐ σιλεύς, ᾧ δὴ βουλομένῳ τὰ ἀμηχανώτατα εὔκολα γίνεται, ἐς πόλιν αὐτίκα μεταβιβάσαι τὸ χωρίον τοῦτο βεβού‐181
5λευται, τείχει μὲν ἐρυμνήν, τῇ δὲ ἄλλῃ κατασκευῇ ἐς πόλεως ὄγκον ὑπογεγραμμένην εὐδαίμονος, καὶ γέγονεν
Aed
.

6

.

6

.

14

ἔργον τὸ τοῦ βασιλέως ἐνθύμημα. τεῖχός τε γὰρ ἀπο‐ τετόρνευται καὶ πόλις, καὶ ἀγροῦ τύχη ἐξαπιναίως ἀμεί‐
Aed
.

6

.

6

.

15

βεται. οἵ τε ἄγροικοι τὴν ἐχέτλην ἀπορριψάμενοι πολι‐ τικῶς βιοτεύουσιν, οὐκ ἄγροικον δίαιταν ἔτι, ἀλλ’ ἀστείαν
Aed
.

6

.

6

.

16

διαχειρίζοντες. ἐπεὶ καὶ ἀγοράζουσιν ἐνταῦθα διημε‐ ρεύοντες, καὶ ὑπὲρ τῶν σφίσιν ἀναγκαίων ἐκκλησιάζουσι, καὶ ἀγορὰν ἀλλήλοις συμβάλλουσι, τἄλλα τε ἅπαντα πράσ‐ σουσιν ὅσα δὴ ἐς πόλεως ἀξίωμα ἥκει.
Aed
.

6

.

6

.

17

Ταῦτα μὲν ἐν Βυζακίῳ τῷ ἐπιθαλασσίῳ πεποίηται. κατὰ δὲ τὴν μεσόγειαν ἐς τῆς χώρας τὰ ἔσχατα, ἵνα δὴ αὐτὴν βάρβαροι προσοικοῦσι Μαυρούσιοι, ἐπιτειχίσματα κατ’ αὐτῶν πεποίηται δυνατώτατα, ἐξ ὧν δὴ οὐκέτι οἷοί
Aed
.

6

.

6

.

18

τέ εἰσι καταθεῖν τὴν Ῥωμαίων ἀρχήν. πόλεις τε γὰρ τὰς ἐνταῦθα οὔσας ἐν ἐσχατιᾷ τῆς χώρας ἑκάστην τείχε‐ σιν ἐχυροῖς ἄγαν περιβαλών, αἷς αἱ προσηγορίαι Μάμ‐ μης τε καὶ Τελεπτὴ καὶ Κούλουλις, καὶ φρούριον τειχι‐
5σάμενος, ὅπερ καλοῦσιν οἱ ἐπιχώριοι Αὐμέτρα, ἐχεγγύους ἐνταῦθα φρουροὺς στρατιωτῶν κατεστήσατο.
Aed
.

6

.

7

.

1

Τρόπῳ δὲ τῷ αὐτῷ Νουμιδίων τῇ χώρᾳ τειχίσματί τε καὶ στρατιωτῶν φυλακτηρίοις τὴν ἀσφάλειαν προσ‐
Aed
.

6

.

7

.

2

εποίησεν, ὧνπερ ἕκαστα ἐρῶν ἔρχομαι. ὄρος ἐστὶν ἐν
Νουμιδίᾳ, ὅπερ Αὐράσιον ἐπικέκληται, οἷον δὴ γῆς τῆς182
Aed
.

6

.

7

.

3

οἰκουμένης ἑτέρωθι ὡς ἥκιστα ξυμβαίνει εἶναι. τοῦτο γὰρ τὸ ὄρος οὐρανόμηκες μὲν ἐν τῷ ἀποτόμῳ ἀνέχει, ἐς περίμετρον δὲ ἡμερῶν μάλιστα διήκει ὁδῷ τριῶν. καὶ προσιόντι μὲν ἀπρόσβατόν ἐστιν, ἀνάβασιν οὐδεμίαν ὅτι
Aed
.

6

.

7

.

4

μὴ ἐν ἀποκρήμνῳ ἔχον. ἄνω δὲ γενομένῳ γεώδης τε ἡ χώρα καὶ ὁμαλῆ τὰ πεδία καὶ ὁδοὶ προσηνεῖς, λειμῶνες εὔνομοι, παράδεισοι κατάφυτοι δένδροις, ἀρόματα πάντα.
Aed
.

6

.

7

.

5

καὶ πηγαὶ μὲν ἀποβλύζουσαι τῶν τῇδε σκοπέλων, γαληνὰ δὲ τὰ ὕδατα, καὶ ποταμοὶ πλήθει ῥοθίου ἐπικυρτούμενοι, καὶ τὸ δὴ πάντων παραδοξότατον, τά τε λήϊα καὶ τὰ δένδρα ἐν τούτῳ τῷ ὄρει διπλάσιον μεγέθους πέρι τὸν
5καρπὸν φέρουσιν ἢ ἐν Λιβύῃ τῇ ἄλλῃ πέφυκε γίνεσθαι.
Aed
.

6

.

7

.

6

τὰ μὲν οὖν ὄρους τοῦ Αὐρασίου ταύτῃ πη ἔχει. Βαν‐ δίλοι δὲ αὐτὸ σὺν πάσῃ Λιβύῃ τὸ κατ’ ἀρχὰς εἶχον, οὓς
Aed
.

6

.

7

.

7

δὴ Μαυρούσιοι ἀφελόμενοι τῇδε ἱδρύσαντο. Μαυρου‐ σίους δὲ καὶ Ἰαῦδαν, ὃς αὐτῶν ἦρχεν, ἐξελάσας ἐνθένδε Ἰουστινιανὸς βασιλεύς, τῇ ἄλλῃ προσεποίησε Ῥωμαίων
Aed
.

6

.

7

.

8

ἀρχῇ. προνοήσας τε ὡς μὴ καὶ αὖθις οἱ βάρβαροι κα‐ κουργοῖεν ἐνταῦθα ἰόντες, πόλεις μὲν ἀμφὶ τὸ ὄρος ἐρή‐ μους τε καὶ ἀτειχίστους τὸ παράπαν εὑρὼν ἐτειχίσατο, Πεντεβαγάην τε λέγω καὶ Φλωρεντιανὴν καὶ Βάδην τε
5καὶ Μήλεον καὶ Ταμουγάδην, ἔτι μέντοι καὶ φρούρια δύο Δάβουσίν τε καὶ Γαιανά, φυλακτήρια δὲ στρατιω‐ τῶν διαρκῆ ἐνταῦθα καταστησάμενος, οὐδεμίαν τοῖς ἐκείνῃ βαρβάροις ἐλπίδα τῆς ἐπὶ τὸ Αὐράσιον ἐπιβουλῆς
Aed
.

6

.

7

.

9

ἀπελίπετο. καὶ χώραν δὲ τὴν ὑπὲρ τὸ Αὐράσιον ὑπὸ Βανδίλοις ὡς ἥκιστα οὖσαν τοὺς Μαυρουσίους ἀφείλετο. πόλεις τε ἐνταῦθα ἐτειχίσατο δύο, τήν τε Φρίκην καὶ183
Aed
.

6

.

7

.

10

Σίτιφιν. ἐν δὲ δὴ πόλεσι ταῖς ἐπὶ Νουμιδίας τῆς ἄλλης κειμέναις ἀνανταγώνιστα ἐρύματα κατεστήσατο. αἷς αἱ προσηγορίαι αἵδε εἰσί· Λαριβουζουδούων, Παρατουρών, Κιλανά, Σικκαβενερία, Τίγισις, Λαμφουαομβά, Καλαμάα,
Aed
.

6

.

7

.

11

Μέδαρα, Μέδελα. ἔτι μέντοι καὶ φρούρια δύο, ἡ Σκιλή τε καὶ Φώσαλα. ταῦτα μὲν ὧδέ πη ἔσχε.
Aed
.

6

.

7

.

12

Πόλις δέ πού ἐστιν ἐν τῇ νήσῳ Σαρδοῖ, ἣ νῦν Σαρ‐ δινία καλεῖται, Τραϊανοῦ [φρούριον] Φόρον αὐτὴν κα‐
Aed
.

6

.

7

.

13

λοῦσι Ῥωμαῖοι. ταύτην τειχήρη πεποίηται Ἰουστινιανός, οὐ πρότερον οὖσαν, ἀλλὰ Μαυρουσίοις τοῖς νησιώταις, οἳ Βαρβαρικῖνοι ἐπικαλοῦνται, ὁπηνίκα ἂν ληΐζεσθαι βουλομένοις ᾖ, ἐν προχείρῳ κειμένην.
Aed
.

6

.

7

.

14

Ἐν δὲ Γαδείροις, κατὰ θάτερα τῶν Ἡρακλέους στη‐ λῶν, ἣ τοῦ πορθμοῦ ἐν δεξιᾷ ἐστι, κατὰ τὴν Λιβύης ἀκτὴν φρούριον ἦν ποτε Σέπτον ὄνομα, ὅπερ ἐδείμαντο μὲν ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, Βανδίλων δὲ οὐκ ἐπι‐
Aed
.

6

.

7

.

15

μελουμένων καθεῖλεν ὁ χρόνος. ὁ δὲ καθ’ ἡμᾶς βασι‐ λεὺς Ἰουστινιανὸς τείχει μὲν ἐρυμνόν, φυλακτηρίῳ δὲ
Aed
.

6

.

7

.

16

ἰσχυρὸν κατεστήσατο. οὗ δὴ καὶ νεὼν ἀξιοθέατον τῇ θεοτόκῳ ἀνέθηκεν, ἀναψάμενος μὲν ἐπ’ αὐτῆς τὰ τῆς πολιτείας προοίμια, παντὶ δὲ ἀνθρώπων τῷ γένει ταύτῃ ἄμαχον τὸ φρούριον τοῦτο ποιούμενος.
Aed
.

6

.

7

.

17

Ἀλλὰ ταῦτα μὲν τοιαῦτά ἐστιν. ἀμφίλεκτον δὲ οὐδὲν γέγονεν, ἀλλ’ ἔνδηλον ἀνθρώποις διαφανῶς πᾶσιν, ὡς ἐκ τῶν ἑῴων ὁρίων ἄχρι ἐς δύοντά που τὸν ἥλιον, ἃ δὴ
πέρατά ἐστι τῆς Ῥωμαίων ἀρχῆς, οὐκ ἐρύμασι μόνοις,184
5ἀλλὰ καὶ στρατιωτῶν φυλακτηρίοις Ἰουστινιανὸς βασι‐
Aed
.

6

.

7

.

18

λεὺς τὴν πολιτείαν ἐκρατύνατο. ὅσα μὲν οὖν τῶν Ἰου‐ στινιανοῦ οἰκοδομημάτων μαθεῖν ἴσχυσα ἢ αὐτόπτης γεγενημένος ἢ τῶν θεασαμένων αὐτήκοος, ὅση δύναμις
Aed
.

6

.

7

.

19

τῷ λόγῳ ἐπῆλθον. ἐξεπίσταμαι δὲ ὡς πολλά με καὶ ἄλλα παρῆλθεν εἰπεῖν ἢ ὄχλῳ λαθόντα ἢ παντάπασιν ἄγνωστα
Aed
.

6

.

7

.

20

μείναντα. ὥστε εἴ τῳ διὰ σπουδῆς ἔσται διερευνήσασθαί τε ἅπαντα καὶ τῷ λόγῳ ἐνθεῖναι, προσέσται αὐτῷ τά τε
δέοντα πεπραχέναι καὶ φιλοκάλου κλέος ἀπενεγκεῖν.185