TLG 4028 001 :: STEPHANUS :: Ethnica (epitome)

STEPHANUS Gramm.
(Byzantius: A.D. 6)

Ethnica (epitome)

Source: Meineke, A. (ed.), Stephan von Byzanz. Ethnika. Berlin: Reimer, 1849 (repr. Graz: Akademische Druck– und Verlagsanstalt, 1958): 1–713.

Citation: Page — (line)

Eth
.

1

(t1)

ΕΚ ΤΩΝ ΕΘΝΙΚΩΝ ΣΤΕΦΑΝΟΥ
t2ΚΑΤ’ ΕΠΙΤΟΜΗΝ
1Ἄβαι, πόλις Φωκική, ἀπὸ εὐθείας ἑνικῆς τῆς Ἄβη. κέκλη‐ ται δὲ ἀπὸ ἥρωος Ἄβα. Ἡρωδιανὸς δέ φησιν ὅτι τὸ Ἄβας, ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς
5Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι. Λυκόφρων „ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβασ“. τὸ ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη
γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος,1
Eth
.

2

ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, ἀπὸ τοῦ Σίδη καὶ Πύλη. [ὡς] καὶ Ἄλβη, τὸ ἐθνικὸν Ἀλβανός. καὶ Ἀλύβη, τὸ δὲ ἐθνικὸν Ἀλυβαῖος καὶ Ἀλυβεύς, οὗ θηλυκὸν Ἀλυβηίς, καὶ Ἀλυβήιος τὸ κτητικόν, ὡς βασιλήιος· ἀλλὰ καὶ
5Ἄλυβες. καὶ Ἀρτάκη Ἀρτακηνός Ἀρτάκιος, οὐκ Ἀρτακαῖος. αἱ δὲ Ἄβαι πόλις ἐν τοῖς Φωκεῦσιν, ἔνθα ἱερὸν Ἀπόλλωνος. ἦν δὲ τοῦτο τὸ μαντεῖον πρὸ τοῦ ἐν Δελφοῖς. ἔστι καὶ ἄλλη Ἄβα πόλις Καρίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ βιβλίῳ. δύ‐ ναται δὲ Ἀβεύς τὸ ἐθνικὸν διὰ τὸν εἰθισμένον τοῖς Καρικοῖς
10τύπον, ὡς δείξομεν. Ἀβάκαινον, πόλις Σικελίας, οὐδετέρως καὶ προπαρο‐ ξυτόνως καὶ ἡ παραλήγουσα διὰ διφθόγγου, ὡς Ἡρωδιανὸς ἐν τρισκαιδεκάτῳ περὶ οὐδετέρων. λέγει δ’ εἶναι πόλιν Κα‐ ρικήν, ἣν εὑρεῖν οὐκ ἠδυνήθημεν. Σικελῶν δὲ μοῖρά τίς ἐστι.
15τὸ ἐθνικὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος, ὃ οὐκ ἄηθες Σικελῶν, Μεταποντῖνος Λεοντῖνος Βρεντεσῖνος Τερεντῖνος
Ἀρρητῖνος Ἀσσωρῖνος Ἐρυκῖνος.2
Eth
.

3

Ἀβαντίς, ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς
νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ’ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς.
5ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ ἥρῳ, ὡς Ἴων Θεσσαλός Ἀχαιός Τρώς Δαναός Δοκρός. τὸ δὲ Τευκρός διήλλαξεν· ὀξύνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς
10τὸ Βυζαντίου, ἀλλ’ ὡς Θόας Θοάντειος. τὸ δ’ Ὑάντιος ὡς ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ „Ὑαντίου Ὀγχηστοῖο“. ἢ παρὰ λόγον ὡς „Ποιάντιον ἀγλαὸν υἱόν“. δοκεῖ δ’ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς, ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ
15Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς, ὡς Ἑλικωνίς τῆς Ἑλικῶ‐ νος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαντιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη, ὡς ἀπὸ τοῦ Λέσβος Λεσβίς Λεσβιάς, Ἀχαιίς Ἀχαιιάς „Ἀχαιιάδων εὐπέπλων“. μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ, ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς,
20τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β3
Eth
.

4

εἰς μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιη‐ γήσει. Καλλίμαχος δὲ Ἀμαντίνην, ὡς Λεοντίνην, αὐτὴν ἔφη „καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην“. Ἄβαρνος, πόλις καὶ χώρα [καὶ] ἄκρα τῆς Παριανῆς.
5Ἡρωδιανὸς δὲ ἐν τετάρτῃ φησὶν ὅτι Ἀβαρνίς λέγεται· ἀλλὰ καὶ εἰς ος. Ἀβαρνεῖς τοὺς κατοικοῦντας, ὡς παρὰ τὸ Ἄψυρ‐ τος Ἀψυρτεῖς, Κάμιρος Καμιρεῖς, Ἀλός Ἀλεῖς, Τελμισσός Τελμισσεῖς, περὶ ὧν εἰρήσεται. τὸ δὲ Ἀβαρνίς οὐ δύναται ἔχειν τὸ τοιοῦτον ἐθνικόν· τὰ γὰρ εἰς ις φιληδεῖ τῷ εἰς ιτης
10τύπῳ, ὡς Μέμφις Μεμφίτης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ’ ὁ Μιλή‐ σιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ’ ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων.
15Ἀπολλώνιος „Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα“. τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφρο‐ δίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνή‐ σασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθο‐
ρὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ4
Eth
.

5

ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ π Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμι‐ δώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν Ἀβαρναίη. [Ἀβασηνο, ἔθνος] Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν
5τρίτῳ „μετὰ τοὺς Σαβαίους Χατραμῶται Ἀβασηνοί“ καὶ πά‐ λιν „ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρει καὶ ὄσσον καὶ θυμίαμα καὶ κέρπαθον· γεωργέουσι δὲ καὶ πορφυρέην ποίην ἰκέλην αἵματι Τυρίου κοχλίεω“. ὁ τύπος ὀξὺς καὶ ἐπιχώριος τοῖς Ἄραψιν, ὡς Μηδαβηνοί Ὀβοδηνοί Ἀδριηνοί, ἀλλὰ καὶ
10τοῖς Ἀσιανοῖς ἅπασιν, ὡς Ἀπολλώνιος ὁ τεχνικὸς ἐν τῷ περὶ παρωνύμων φησί „δι’ ἔθους εἰσὶ ταῦτα τοῖς ἐπὶ τῆς Ἀσίας κατοικοῦσιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πό‐ λεως ἢ δήμου κατὰ τοῦτον ὠνόμασται τὸν τύπον“. Ἄβδηρα, πόλεις δύο. ἡ μὲν Θρᾴκης, ἀπὸ Ἀβδήρου τοῦ
15υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἐκ ταύτης δὲ καὶ Δημόκριτός ἐστιν ὁ φιλόσοφος. ἡ δὲ δευτέρα πόλις τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ
γεωγραφουμένων. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος5
Eth
.

6

τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος Ὀξυρυγχίτης. Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρον φησίν. [ἀφ’ οὗ τὰ Ἄβδηρα.] καὶ ἀπὸ τῶν εἰς α οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης. τοῦ Ἀβ‐ δηρίτης μέμνηται Εὔδοξος ἐν τετάρτῃ περιόδων καὶ Παυσανίας
5ἕκτῃ περιηγήσεως καὶ Ἡρόδοτος ἑβδόμῃ καὶ πολλαχοῦ Ἑκα‐ ταῖός τε καὶ πολλοί. πλεῖστοι δ’ Ἀβδηρῖται ὑπὸ τῶν πινα‐ κογράφων ἀναγράφονται. Νικαίνετος ἐποποιὸς καὶ Πρωτα‐ γόρας, ὃν Εὔδοξος ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πε‐ ποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν
10καὶ ἐπαινεῖν. οὗτος οὖν ὁ Πρωταγόρας καὶ Δημόκριτος Ἀβ‐ δηρῖται. Ἀβίλη, πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. ἔστι δὲ καὶ ἄλλη πόλις Φοινίκης Ἄβιλα, ἐξ ἧς ἦν Διογένης ὁ διασημότα‐ τος σοφιστής. οὐδετέρως δὲ αὕτη ἡ πόλις Ἄβιλα. τὸ ἐθνικὸν
15Ἀβιληνός, ὡς Γέβαλα Γεβαληνός, Ἀρίνδηλα Ἀρινδηληνός. Ἄβιοι, ἔθνος Σκυθικόν. Ὅμηρος Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων. Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διό‐ φαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν
20ποταμὸν κατοικεῖν. δικαίους δ’ εἶπεν Ὅμηρος διὰ τὸ μὴ6
Eth
.

7

βουληθῆναι μετὰ τῶν Ἀμαζόνων ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφ’ ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον [ἔθνος] φησίν. Αἰσχύ‐ λος τε Γαβίους διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ
5ἔπειτα δ’ ἥξεις δῆμον ἐνδικώτατον [βροτῶν] ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵν’ οὔτ’ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλ’ ἄρουραν, ἀλλ’ αὐτοσπόροι γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς.
10ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. εἰσὶ δὲ Σκύθαι. οἱ πλείους δὲ τῶν ὑπομνηματιστῶν ἐπίθετά φασι τῶν Ἀγαυῶν τὸ γλακτοφάγων καὶ τὸ ἀβίων, ἐκλαμβάνοντες οἱ μὲν τὸ μὴ βιαζομένων, διὸ καὶ δικαιότατοι· οἱ δὲ ἀοίκων, διὰ τὸ μὴ ἔχειν ἡμῖν ὅμοιον βίον· οἱ δὲ ὁμοβίων, τουτέστιν ὁμοτόξων.
15τοξόται γὰρ οἱ αὐτοί. Ἄβολλα, πόλις Σικελίας. ὁ τόνος βαρύς, ὡς Ἄγυλλα. τὸ ἐθνικὸν Ἀβολλαῖος καὶ Ἀβολλαία. Ἀβοριγῖνες, ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῳ. „μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν
20ἀρχαίαν Ἀβοριγίνων [ὀνομασίαν] διέσωζον, Λατίνου δὲ βα‐
σιλεύσαντος οὕτως προσηγορεύθησαν“. τὰ αὐτὰ καὶ Χάραξ.7
Eth
.

8

εἰκὸς οἴεσθαί τινας τούτου τὴν κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας, ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλι‐ καρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησίν, ὡς δελφῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν.
5ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι Ἀβοριγι‐ νέων. ἔχει δ’ ὁ χρησμὸς οὕτως
στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν,
ἠδ’ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται,
οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ,
10
καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ’ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν. Ἄβοτις, πόλις Αἰγυπτία, ὡς Ἑκαταῖος. ἣν Ἡρωδιανός φησι βαρύνεσθαι. ὁ πολίτης κατὰ μὲν τὸ ἐπιχώριον Ἀβοτίτης,
15ὡς Ναύκρατις Ναυκρατίτης, κατὰ δὲ Ἑκαταῖον Ἀβοτιεύς, ὡς Μάκρις Μάκριος Μακριεύς, Χάλκις Χάλκιος Χαλκιεύς, Ἄβο‐ τις Ἀβότιος Ἀβοτιεύς. Ἀβρεττην, χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ
ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρριανός φησιν.8
Eth
.

9

Ἀβρινάται, Ποντικὸν ἔθνος. ὁ δὲ τεχνικός φησι καὶ μετὰ τοῦ ρ καὶ χωρὶς τοῦ ρ λέγεσθαι. Ἄβροι, ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίνων, προσεχὲς τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος. βαρύνεται δὲ ὡς Κίμβροι,
5οὕς τινές φασι Κιμμερίους, Σκόμβροι, καὶ οὗτοι ἔθνος, ὡς Σοφοκλῆς. Ἀβρότονον. Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησί, καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφο‐
10ρος. τὸ ἐθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δ’ ἐπινοεῖ ἐξ ὁμοιότητος. ὡς γὰρ Ἅθμονον Ἁθμονεύς καὶ Γάργαρον Γαρ‐ γαρεύς καὶ Σούνιον Σουνιεύς καὶ Σιγειεύς καὶ Ἰλιεύς καὶ Λευ‐ κωνιεύς καὶ Παντικαπαιεύς καὶ Δουλιχιεύς, οὕτως Ἀβροτονεύς. ὁ δὲ τῶν οὐδετέρων τύπος ἔσθ’ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ ηνος
15ἔχει, ὡς Πέργαμον Περγαμηνός, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργαμος, ὡς Κύζικος Κυζικηνός. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιστα ἐν τοῖς δήμοις τῶν Ἀθηναίων, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν, ὡς δειχθήσεται. Ἄβυδοι τρεῖς πόλεις. ἡ καθ’ Ἑλλήσποντον τῶν Μι‐
20λησίων ἄποικος, ὡς Διονύσιος
Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο. καὶ ἡ κατ’ Αἴγυπτον τῶν αὐτῶν ἄποικος, ἀπὸ Ἀβύδου τινὸς
κληθεῖσα, καὶ ἡ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν, ἣ οὐδετέρως9
Eth
.

10

λέγεται, ὡς Φιλέας „ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν Πευκετίοις οὕτως κατ’ ὀρθὴν λεγόμενον Ἄβυδον“. καὶ ἡ „μηδ’ εἰκῆ τὴν Ἄβυδον πατεῖν“ παροιμία, τουτέστι μὴ κατα‐ θαρρεῖν αὐτῆς ἐπιβαίνειν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν εἰκαίων.
5οἱ δὲ τὴν ἐν Μιλήτῳ Ἄβυδον οἰκοῦντες διεβάλλοντο ἐπὶ συ‐ κοφαντίᾳ καὶ μαλακίᾳ. τὸ ἐθνικὸν Ἀβυδηνός. λέγεται καὶ τὸ Ἀβυδηνὸν ἐπιφόρημα ἐπὶ τῶν ἀηδῶν. σημειωτέον δὲ ὅτι τοῦ μὲν Ἄραδος Ἀράδιος καὶ Τένεδος Τενέδιος καὶ Τενεδεύς καὶ Λέβεδος Λεβέδιος, τοῦ δ’ Ἄβυδος Ἀβυδηνός. ἴσως διὰ τὸ
10πλησιόχωρον, Κυζικηνός καὶ τὰ ὅμοια. Ἀβυδών, Ἀβυδῶνος, χωρίον Μακεδονίας, ὡς Στράβων. „τηλόθεν ἐξ Ἀβυδῶνος ἀπ’ Ἀξίου εὐρὺ ῥέοντοσ“. ὀξύνεται δέ. τὸ ἐθνικὸν Ἀβυδώνιος ὡς Καλυδώνιος. Ἄβυλλοι, ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τῷ
15Νείλῳ, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Ἀβώνου τεῖχος, πόλις μικρὰ πρὸς τῷ Εὐξείνῳ πόντῳ. ὁ πολίτης Ἀβωνοτειχίτης, ὡς Γορδιοτειχίτης τοῦ Γορδίου τείχους. Ἀγάθεια, πόλις Φωκίδος, ὡς Ἑλλάνικος πρώτῳ Δευ‐
20καλιωνείας. ὁ πολίτης Ἀγαθεύς.10
Eth
.

11

Ἀγάθη, πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φω‐ καέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ’ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ’ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ
5Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα δ’ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύ‐
10ριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοι‐ νεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. εἰ δὲ μὴ ὡς ἐθνικὸν τὸ Ἀγαθῖνος ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύς, ὡς Θεσσαλονικεύς καὶ
15Σινταρεύς καὶ Βερενικεύς, ἐπεὶ καὶ Ἀγάθεια τῆς Ἀγάθης εὑρίσκεται παραγωγή, ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. ἔστι δὲ καὶ νῆσος Ἀγάθη Λυκίας. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύς· ἡ γὰρ χώρα τῷ εἰς ευς τύπῳ χαίρει, ὡς Παταρεύς Τλωεύς Τελμισεύς Κρυεύς.
20 Ἀγαθοῦ δαίμονος, νῆσος ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. τὸ ἐθνικὸν κατὰ τέχνην ἐξ Ἀγαθοῦ δαίμονος, διὰ τὸ ἄπορον. Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. τὸ ἐθνικὸν Ἀγαθυρναῖος. οὐ γὰρ ἀήθης ὁ τύπος τοῖς τὴν Σικε‐
λίαν οἰκοῦσιν· Ἱμεραῖος γὰρ καὶ Ἐνναῖος καὶ Καταναῖος φασίν.11
Eth
.

12

Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ’] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς σος ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγου‐
5σαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται
10δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος. Ἀγαμήδη, τόπος περὶ Πύρραν τῆς Λέσβου, ἀπὸ Ἀγα‐ μήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ. τὸ ἐθνικὸν Ἀγαμηδεῖς κατὰ
τέχνην, ὡς Νικομηδεῖς.12
Eth
.

13

Ἀγάμμεια, ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλ‐ λάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπ’ αὐτοῦ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη, ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη·
5οὕτως Ἀγάμμεια Ἀγάμμη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη, ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. τὸ ἐθ‐ νικὸν Ἀγαμμεύς, ὡς τῆς Μαντινείας Μαντινεύς. λέγεται καὶ Μαντίνη κατὰ συναλοιφὴν παρ’ Ἑκαταίῳ. καὶ Ἀγαμμείτης, ὡς Ζελείτης. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥστε εἶναι
10τοῦ Ἀγάμμεια τὸ Ἀγαμμειάτης, ὡς τὸ Ζελειάτης. Ἀγαμός, πόλις περὶ Ἡράκλειαν τὴν Ποντικήν. ὠνό‐ μασται δὲ ἀπὸ παλαιᾶς βασιλίδος, ἣ στέρξασα παρθένος καὶ κυνηγὸν καί .... αὐτήν. ὁ πολίτης Ἀγάμιος. Ἀγβάτανα, πολίχνιον Συρίας, Ἡρόδοτος τρίτῳ. οἱ δὲ
15νῦν Βατάνειαν αὐτὴν καλοῦσι. τὸ ἐθνικὸν Βατανεῶται, ὡς Ῥαφάνεια Ῥαφανεῶται. Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν, ὡς δειχθήσεται.
20παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν13
Eth
.

14

φασι κεκλῆσθαι. Ἡρωδιανὸς δ’ ἐν τῷ περὶ συντάξεως στοι‐ χείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενος τὴν διὰ τοῦ γ λέγων οὕτως „μή τι ἄρα παρακινδυνεύει τὸ β ὑποτε‐ τάχθαι τῷ γ, [ἐν] οἷς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια“.
5τὴν δὲ διὰ τοῦ γ γραφὴν καὶ ἐν τῷ ε διασαφήσομεν. καὶ Ἑλλάδιος ἐν τῷ α στοιχείῳ παρέθετο τὸ ἐθνικὸν Ἀγβατα‐ νηνός. τοῖς Πέρσαις γὰρ συνήθης ὁ τύπος. λέγουσι γὰρ Καμ‐ βυσηνούς Παραιτακηνούς Σωφηνούς, ὡς δειχθήσεται. καθ’ Ἕλληνας δὲ Ἀγβατανεύς. δείξομεν δ’ ἐν τῷ β ὅτι ἡ καθ’
10ἡμᾶς Βατανέα καὶ Βατάνεια καλεῖται καὶ τὸ ἐθνικὸν Βα‐ τανεῶται. Ἀγγελ, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου „Χάρης Κλεοχάρους Ἀγγελῆθεν“. εἰς τόπον Ἀγγελήνδε, ἐν τόπῳ Ἀγγελῆσιν.
15ὀξύνεται δὲ κατὰ δύο τρόπους, ὅτι δήμου ὄνομα, ὡς τὸ Περ‐ γασή καὶ Ἁλή, καὶ ὅτι τὰ διὰ τοῦ ελη μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, εἰ μὴ ἀπὸ φύσει μακρᾶς ἢ θέσει ἄρχοιτο, Σεμέλη, ἀγέλη, διὰ τὸ Πεντελή καὶ Ἀγγελή. τὸ πιμελή
σεσημείωται.14
Eth
.

15

Ἀγησσός, πόλις Θρᾴκης, ὡς Θεόπομπος ἐν τεσσαρα‐ κοστῇ ἑβδόμῃ. τὸ ἐθνικὸν Ἀγήσσιος, ὡς Ἀσσήσσιος Ταρ‐ τήσσιος, ὡς δειχθήσεται ἐν τῷ περὶ αὐτῶν στοιχείῳ. ἢ Ἀγησσίτης, ὡς Ὀδησσίτης διὰ τὸ ὁμοεθνές.
5 Ἅγιον, τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυίστωρ. Ἄγκαρα, πόλις Ἰταλίας, ὡς Ἀντία Ἀδρία. τὸ ἐθνικὸν Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ. Ἄγκυρα, πόλις Γαλατίας. οἱ δὲ Φρυγίας αὐτὴν ἀνα‐
10γράφουσιν. ἔοικε δ’ οὖν [Φρυγίας] διὰ τὸ ἀμφοτέρων εἶναι· Γαλατῶν γὰρ οὖσα ὅμορός ἐστι τῇ μεγάλῃ Φρυγίᾳ. οἱ γὰρ ἀπὸ Κελτικῆς Γαλάται, ὡς Στράβων φησὶ δωδεκάτῳ, εἰς τού‐ τους πλανηθέντες τοὺς τόπους τριμερεῖς τε γενόμενοι εἰς το‐ σαύτας μοίρας διενείμαντο τὴν χώραν. Ἀπολλώνιος δὲ ἐν
15ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρ‐15
Eth
.

16

ζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης, καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πο‐ λισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. τρεῖς δὲ
5πόλεις ἔκτισαν, Ἄγκυραν ἀπὸ τοῦ κατὰ τὸν πόλεμον πλεο‐ νεκτήματος, τὴν δὲ ἀπὸ Πεσσινοῦντος τοῦ ἄρχοντος, τὴν δὲ Ταυίαν ἀπὸ τοῦ ἑτέρου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς νος ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο καθαρευούσης, τῷ α παραλήγει μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς
10γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ ὅσα τὸ α κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θηλυκῶν προῆκται. τοῦ μὲν προτέρου παραδείγματος ταῦτα, Ἀσιανός Καρδιανός Ὀλβιανός Φασιανός, ἀπὸ τῆς Φάσιος πόλεως, Τράλλιος Τραλλιανός, Σάρδιος Σαρδιανός, [τοῦ δὲ δευτέρου]
15Πάριον Παρίου Παριανός, Βοσπορίου Βοσποριανός (ἀπὸ τῶν ἐθνικῶν ἐθνικά, ὡς τοῦ Ῥοδίου τὸ Ῥοδιακός κτητικὸν καὶ Σαμίου τὸ Σαμιακός), Κίου πόλεως Μυσίας Κιανός, Τίου
Τιανός, Καρίου Καριανός, Σηλυμβρίου Σηλυμβριανός. ἡμάρ‐16
Eth
.

17

τηται τὸ Βοτρυηνός, ἐὰν ἀπὸ τοῦ Βότρυος γέγονεν. ἐντεῦθεν δὲ ὁ τύπος μιᾷ περιττεύει, σπανίως δὲ δυσίν, ὡς τὸ Ταυ‐ ριανός καὶ Σκορπιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ
5αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων Σκορ‐ πίων Ταυρίων. πρόσκειται οὐκ ἀναστρέφοντος τοῦ λόγου, διὰ τὸ Ἱσπανός Καρμανός Καμπανός Γερμανός Βρεττανός Ὠρη‐ τανός Ἀφρικανός Ἀλβανός Ὑρκανός. οὐδὲν γὰρ τούτων ἀπὸ γενικῆς καθαρευούσης. ὁ δὲ Ὦρός φησι „τὰ μέντοι [μὴ] κα‐
10θαρεύοντα τῷ η θέλει παραλήγεσθαι χωρὶς εἰ μὴ τῷ ρ παρ‐ εδρευόμενα διφοροῖτο, καθάπερ ἐπὶ τοῦ Ἀγκυρανός καὶ Θυατειρηνός Γερμανός καὶ Γαγγρηνός. ὧν τὰ μὲν παρὰ τὴν Ἄγκυραν .... συνεξέδραμεν τῷ Σωρανός Βοστρανός, τὰ δὲ ἀπὸ τοῦ τὰ Θυάτειρα καὶ τὰ Γάγγρα παρῆκται. ἀλλὰ καὶ
15θηλυκῶς λέγεται ἡ Γάγγρα“. [ὡς Πολυίστωρ φησίν, αἰπόλον17
Eth
.

18

φάναι περὶ τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν οὕτως ὀνομάσαι· οὕτω γὰρ ὄνομα τῇ αἰγί.] Ἀγκύριον, πόλις Ἰταλίας. δύναται ὁ πολίτης Ἀγκύριος, ὡς Βυζάντιος, ἢ Ἀγκυριεύς, ὡς Κιτιεύς Δουλιχιεύς Σιγιεύς
5Σουνιεύς. ἀλλ’ ἄμεινον διὰ τὸ τῆς χώρας ἔθος Ἀγκυριανός, ὡς Ἀδριανός. εἰ μὴ ὡς παρὰ τὸ Ῥήγιον Ῥηγῖνος, Μετα‐ πόντιον Μεταποντῖνος. Ἰταλοὶ γὰρ μάλιστα τούτῳ φιληδοῦσι τῷ τύπῳ. Ἀγκυρῶν πόλις, Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρισκαι‐
10δεκάτῳ Αἰγυπτιακῶν. ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας ἔτεμνον αἷς κατεχρῶντο ἀγκύρας ἐκ τῆς παρακειμένης λατο‐ μίας. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθους. ὡς γὰρ Κυνῶν πόλις Κυνοπολίτης, Λεόντων πόλις Λεοντοπολίτης, Λύκων πόλις Λυκοπολίτης, Λάτων πόλις Λατοπολίτης, οὕτως
15Ἀγκυρῶν [πόλις] Ἀγκυροπολίτης. Ἀγκών, πόλις Πικεντίνων, ὡς Ἀντρών. ἴσως δὲ βαρύ‐ νεται κατὰ τοὺς ἐγχωρίους. τὸ ἐθνικὸν Ἀγκώνιος, ὡς Ἀντρώ‐ νιος ὄνος ἡ παροιμία, Καλυδώνιος. λέγεται δὲ καὶ Ἀγκωνίτης,
ὡς Ἀρτεμίδωρος.18
Eth
.

19

Ἀγνοῦς, δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς· τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ ὡς Φρύνιχος τῆς Ἀτταλίδος. ἐκλήθη δὲ ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. ἐπιπολάζει γὰρ καὶ τοῦτο τὸ εἶδος παρ’ Ἕλλησιν, οἷον Σχοινοῦς Σκιλλοῦς
5Πιτυώδης Δαφνοῦς Σελινοῦς Ἐρικώδης, ἀπὸ τῶν ἐν τοῖς τό‐ ποις φυομένων. καὶ τῶν Ἀθήνησι δήμων τινές, Ἀχερδοῦς Φηγοῦς Μυρρινοῦς. ὁ δημότης Ἀγνούσιος, ὡς Ῥαμνούσιος. ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι τοῦ τ οὐ φυλασσομένου, ὡς ἐν τῷ Σελινούντιος Ὀπούντιος Ἱεριχούντιος, τρεπομένου δὲ
10εἰς ς, καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος Φη‐ γούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦσι. παρ’ αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις ἢ Φηγόεις ἢ Μυρρινόεις. ὅθεν οὐδὲ διὰ τοῦ τ λέγεται Σι‐ μούντιος, ἀλλὰ διὰ τοῦ ς μετὰ τῆς ὑφέσεως τοῦ ν. τὸ δὲ
15Σιμοῦς Σιμόεις διαιρεῖται, καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ
τοῦ τ λέγεται Σιμούντιος· οὐ γὰρ Ἀττικὰ ταῦτα. τὸ τοπικὸν19
Eth
.

20

Ἀγνουντόθεν, καὶ ἐν τόπῳ Ἀγνοῦντι ἐν τοῖς ἄξοσιν „ἐπειδὴ Ἀγνοῦντι θυσία ἐστὶ τῷ Λεῷ“. εἰς τόπον Ἀγνοῦντάδε. Ἁγνώνεια, πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνω‐ νος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. τὸ ἐθνικὸν Ἁγνω‐
5νείτης, ὡς Μαρωνείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ Καυκώνεια, κατ’ ἔλλειψιν τοῦ α. Ἀγνῶτες, ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρ‐ τεμίδωρος. Ἀγορ, πόλις ἐν Χερρονήσῳ. ὁ οἰκητὴς Ἀγοραῖος.
10 Ἀγοραῖον τεῖχος, πόλις Εὐρώπης ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Ἀγοραιοτειχίτης. Ἀγορησός, πόλις Καρίας, κτίσμα Ἀργείων ἀποίκων. τὸ ἐθνικὸν Ἀγορησεύς, ὡς Τελμισεύς, Τυμνησός Τυμνησεύς. δύναται καὶ Ἀγορήσιος, ὡς Λυρνήσιος.
15 Ἄγρα καὶ Ἄγραι, χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυ‐ στήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον· ἐν ᾧ λέ‐ γουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. Ἀγραῖοι, ἔθνος Ἀράβιον, ὡς ἐν ἑκκαιδεκάτῳ Στράβων.
20ἔστι δὲ καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων, ὡς Θουκυδίδης20
Eth
.

21

ἐν τρίτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ἀγραία. λέγονται δὲ καὶ Ἀγραεῖς, ὡς Ἐρατοσθένης. Ἀγραυλ, δῆμος Ἀθήνησι τῆς Ἐρεχθηίδος φυλῆς. τινὲς δὲ Ἀγρυλή γράφουσιν ἄνευ τοῦ α, Ἀγρυλῆθεν. θέλει δὲ τὸ
5α ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. τρεῖς δὲ ἦσαν ἀπὸ τῶν αὐξόντων τοὺς καρποὺς ὠνομασμέναι, Πάνδροσος Ἕρση Ἄγραυλος. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. ὁ δημότης Ἀγρυ‐ λεύς, καὶ Ἀγρυλῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγρυλήνδε. δέχεται
10δὲ δύο τύπους. καὶ ἐν τόπῳ Ἀγρυλῆσι. Ἄγρη, πόλις Λυδίας. Ἡρωδιανὸς ἐν δωδεκάτῃ. τὸ ἐθ‐ νικὸν Ἀγραῖος, ὡς Ἀσκραῖος. Ἀγρίαι, ἀρσενικῶς, ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτω‐
15καιδεκάτῃ „τὸ γὰρ τῶν Ἀγραῶν ἔθνοσ“. λέγονται καὶ Ἀγράιοι τετρασυλλάβως, καὶ Ἀγριεῖς, ὡς Θεόπομπος. καὶ κτητικὸν Ἀγρικόν. λέγονται καὶ Ἀγριᾶνες, ὡς ἐν τῷ ἐπιγράμματι γρα‐ φέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως
εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ’ ἕν’ ἀδελφῶν
20 ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδ’ Ἀγριᾶνας καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα.
τὸ κτητικὸν Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χρονικῶν.21
Eth
.

22

Αγρισα, πόλις Καρμανίας. ὁ πολίτης Ἀγρισαῖος, ὡς Ἔδεσσα Ἐδεσσαῖος. Ἀγρός, τὸ χωρίον. ὁ οἰκήτωρ ἀγρότης καὶ ἀγρότις, καὶ ἀγροιώτης καὶ ἀγρωτήρ καὶ ἀγρώτειρα καὶ ἀγρώτης διὰ τοῦ
5ω μεγάλου, ὡς Μαλλός Μαλλώτης καὶ Ἤπειρος Ἠπειρώτης, καὶ ἀγρώστης πλεονασμῷ τοῦ ς, καὶ συνθέτως ἄγροικος καὶ ἀγροῖκος, ἀφ’ ὧν παρώνυμον τὸ ἀγροικηρός ὡς σιγηρός, καὶ „ἀγροικηρὴν φύσιν“, καὶ ἀγροιῶτις καὶ ἀγρωστῖνος καὶ ἀγρεῖος καὶ ἀγρίτης, ὡς τόπος τοπίτης, καὶ ἀγρείη διὰ διφθόγγου.
10 Ἀγυι, τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν. Ἡρακλέων δὲ ὁ Γλαύκωνος παρὰ τὸ ἀίσσω φησίν. ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὀρέγυια. ὁ τοπίτης ἀγυιεύς. λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. καὶ κατὰ συναίρεσιν ἀγυιέας ἀγυιᾶς. λέγεται δὲ κίων ἀγυιεὺς εἰς
15ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος, Ἀριστοφάνης22
Eth
.

23

Θεσμοφοριαζούσαις. καὶ ὁ Ἀπόλλων ἀγυιεύς καὶ ἀγυιάτης, τουτέστιν ὁ ἐφόδιος. καὶ θηλυκὸν ἀγυιᾶτις, ὡς καὶ τὰ προπύ‐ λαια τοῦ ἀγυιέως ἀγυιάτιδες [θεραπεῖαι] λέγονται. τὸ τοπι‐ κὸν ἀγυιαῖος. Σοφοκλῆς Ἑρμιόνῃ „ἀλλ’ ὦ πατρῴας γῆς
5ἀγυιαίου πέδον“. ἔστιν οὖν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις „πᾶν εἰς α θηλυκὸν ἰσο‐ σύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μο‐ ψοπία Μοψοπιεύς Ἐρετριεύς Φωκαιεύς Θεσπιεύσ“. τὸ δὲ ἀγυιάτης ὡς Κορώνεια Κορωνειάτης Καρυάτης Καυλωνειά‐
10της. τὸ δὲ ἀγυιαῖος ὡς ἀρουραῖος. Ἄγυλλα, πόλις Τυρρηνίας. Λυκόφρων „Ἄγυλλαν Αὐ‐ σονῖτιν εἰσεκώμασεν“. ἔστι δὲ κτίσμα τῶν ἐκ Θετταλίας Πε‐ λασγῶν, μετωνομάσθη δὲ Καῖρε. Θετταλῶν γὰρ κρατούντων τῆς πόλεως προσελθών τις τῶν ἀπὸ Λυδίας μετοικησάντων
15Τυρρηνῶν ἠρώτα τί ἂν εἴη τὸ ὄνομα τῆς πόλεως, τὶς δὲ ἀντὶ τῆς ἀποκρίσεως τὸ χαῖρε εἶπεν· ὅθεν Τυρρηνοὶ κρατήσαντες Καῖρε προσηγόρευσαν. τὸ ἐθνικὸν Καιρετανοί, ὡς Στράβων. ὁ πολίτης Ἀγυλλαῖος. Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν. Ἀγύρινα, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀγυριναῖος.
20Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη. Ἀγχιάλη, πόλις Κιλικίας παραθαλασσία [πρὸς] τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τῆς αὐτοῦ πατρίδος γράφων καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτο‐
25λεμαίῳ βασιλεῖ „γίνεται δ’ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ23
Eth
.

24

κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον πο‐ ταμόν. γεννᾷ δ’ υἱὸν Κύδνον, ἀφ’ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ, ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφ’ οὗ ἡ πόλις με‐ τωνομάσθη Παρθενία. μεταπεσόντος δὲ τοῦ ὀνόματος Ταρσὸς
5ἐκλήθη“. τινὲς δέ φασι Σαρδανάπαλλον δύο πόλεις κτίσαι, Ἀγχιάλην σὺν Ταρσῷ, οὗ ἐστι καὶ τὸ ἐπίγραμμα ὧδε
„ταῦτ’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος
τερπνὰ πάθον. τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. Σαρδανάπαλλος ὁ Κυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν
10ἔδειμεν ἐν ἡμέρᾳ μιῇ. ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια“. τοῦ ἀποκροτήματος. λέγεται δὲ καὶ Ἀγχιάλεια, ὡς Διονύσιος ὁ περιηγητής. ὁ πολίτης Ἀγχιαλεύς, ὡς Σι‐ νώπη Σινωπεύς. ἔστι δὲ καὶ Ἰλλυρίας ἄλλη, κτίσμα Παρίων, παρ’ ᾗ κόλπος Ἐνεστηδὼν λεγόμενος, ἐν ᾧ ἡ Σχερία. ὁ πο‐
15λίτης ὁ αὐτός. Ἀγχίση, πόλις Ἰταλίας, ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ἀγχισεύς. Ἄδανα, Κίλισσα πόλις, οὐδετέρως. ταύτην ᾤκισεν
20Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες. ἀφ’ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. τὸν δὲ ποταμὸν
Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος24
Eth
.

25

Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πό‐ λις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν
5ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ α οὐδε‐ τέρων ὁ διὰ τοῦ ηνος. Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδαβη‐ νός, Τάρφαρα Ταρφαρηνός, Αὔαρα Αὐαρηνός. οὕτως καὶ Ἀδανηνός. ἢ Ἀδανίτης, ὡς Ἀίλανα Ἀιλανίτης. Ἡρωδιανὸς
10ἐν τετάρτῃ τῆς καθόλου „τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠε‐
τίωνος, τοῦ πατρὸς Ἀνδρομάχησ“. εἰ τοίνυν τοῦ Ἀδανεύς τὸ25
Eth
.

26

Ἀδανίς, ὡς τοῦ Ταρσεύς τὸ Ταρσίς, ἔδει συνοξύνεσθαι, εἰ μὴ κατ’ Αἰολέας βαρύνεται, ὅπερ ἐπὶ τοῦ Θήβανις εἴρηκεν, εἴ γε ὅλως ἐστὶν ἐθνικόν. ἔστι καὶ τρίτη πόλις πρὸς τῷ Εὐφράτῃ. τὸ ἐθνικὸν Περσικῷ ἔθει Ἀδανηνός.
5 Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν πε‐ ρίπλῳ τοῦ Περσικοῦ κόλπου. ὁ πολίτης Ἀδαροπολίτης, ὡς Ἡλιοπολίτης Ἡφαιστοπολίτης, τῷ τεχνικῷ λόγῳ, εἰ μὴ ὀφεί‐ λει τῷ Περσικῷ τύπῳ, ὡς Καμβυσηνός Σωφηνός Παραιτα‐ κηνός. ἔστι δὲ καὶ Ἄδαρα οὐδετέρως, κώμη μεγάλη τρίτης
10Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως, ἴσως ἀπὸ τῆς Περσίδος κληθεῖσα πόλεως. καὶ γὰρ φυλή τις ἐν Χαρακ‐ μώβοις Βαβυλώνιοι. τῶν δὲ Ἀδάρων τὸ ἐθνικὸν Ἀδαρηνός. Ἀδέρκων, πόλις Ἰβηρίας, ὡς Ἀσκάλων. τὸ ἐθνικὸν Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης.
15 Ἀδιαβην, χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδος, ἥ τις καὶ Μεσήνη ὠνόμαστο. τὸ ἐθνικὸν Ἀδια‐ βηνός. Ἄδουλις, πόλις Αἰθιόπων. οἱ δὲ Πανὸς νῆσον αὐτὴν καλοῦσιν. καὶ τἀμοῦ βιβλία Ἄδουλι δίχα τοῦ ς. σφάλμα δέ
20ἐστιν. Ἄδουλις γὰρ ὀφείλει, ὡς Ἡρωδιανὸς ἐν τοῖς εἰς λις τῷ ω ... παραληγομένοις. ὁ πολίτης Ἀδουλίτης, ὡς Ἀξουμί‐
της. καὶ Ἀδουλιτικός τὸ κτητικόν.26
Eth
.

27

Ἀδραμύτειον, πόλις τῆς κατὰ Κάικον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ τ καὶ διὰ τοῦ δ, καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι, καὶ δι’ ἑνὸς τ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸς τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ ι μόνως. κέκληται ἀπὸ
5Ἀδραμύτου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελ‐ φοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δέ, ὡς Ἡρωδιανός, διὰ τὸ μὴ ἔχειν τὸ τ τὸ Ἄδραμυς. ὁ πολίτης Ἀδραμυττη‐
10νός, ὡς Ἀρτακηνός Δατηνός Δαυηνός Σεβαστηνός. λέγεται δὲ καὶ Ἀδραμύττιον διὰ τοῦ ι, ὡς Κρατῖνος. Ἀδράμυττις, νῆσος ἐν τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Ἀδρα‐ μυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης. Ἀδράνη, πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης
15κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ η τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηνίτης, ὡς Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. τούτων τὰ μαρτύρια ἐν τοῖς οἰκείοις. δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρηναῖος Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς,
20ὡς Πελληνεύς.27
Eth
.

28

Ἀδρανόν, πόλις Σικελίας ἐν τῇ Αἴτνῃ, ποταμὸν ὁμώ‐ νυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς Ἀδράνιος. Ἀπολλό‐ δωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν. Ἀδράστεια, μεταξὺ Πριάπου καὶ τοῦ Παρίου, ἀπὸ
5Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, καὶ ἡ πόλις οὕτως. Διογένης ἐν πρώτῃ [περὶ] Κυζί‐ κου φησὶν ἀπὸ Ἀδραστείας κεκλῆσθαι μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. τὸ ἐθνικὸν Ἀδραστεύς. οἱ δὲ ἐπιχώριοι Ἀδραστη‐
10νός ὡς Κυζικηνός φασίν. ἔστι καὶ Τρωάδος Ἀδράστεια τό‐ πος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευ‐ τέρᾳ. τὸ αὐτὸ δέ ἐστι χωρίον καὶ ἐθνικόν. Ἀδρία, πόλις, καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας καὶ
15ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. ἡ χώρα τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, ὡς δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ διδυμητοκεῖν,
πολλάκις καὶ τρεῖς καὶ τέσσαρας ἐρίφους τίκτειν, ἔνια δὲ καὶ28
Eth
.

29

πέντε καὶ πλείους. καὶ τὰς ἀλεκτορίδας δὶς τίκτειν τῆς ἡμέ‐ ρας, τῷ δὲ μεγέθει πάντων εἶναι μικροτέρας τῶν ὀρνίθων. ὁ πολίτης καὶ ὁ πάροικος Ἀδριανός ὡς Ἀσιανός, καὶ Ἀδριά‐ της, οὗ τὸ Ἀδριατικὸν πέλαγος, ὡς τοῦ Πτελεάτης ὁ Πτε‐
5λεατικὸς οἶνος. Ἄδροττα, οὐδετέρως, χωρίον ἐν Λυδίᾳ παραθαλάττιον καὶ κατάκρημνον. οἱ οἰκήτορες Ἀδροττεῖς. τῶν γὰρ εἰς α οὐδετέρων παρά τε τοῖς Λυδοῖς καὶ τὴν Καρίαν οἰκοῦσι χαίρει τῇ εἰς ευς ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνός,
10καὶ γὰρ ὁ τύπος τῶν Ἀσιανῶν. καὶ οὕτως οἱ ἐπιχώριοι λέγουσιν. Ἀδρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ
ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος29
Eth
.

30

Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
5 Ἄδρυξ, ὡς Ἔρυξ, ἀρσενικῶς, πόλις Συρακουσίων. τὸ ἐθνικὸν Ἀδρυκῖνος, ὡς Ἐρυκῖνος τῆς Ἔρυκος γενικῆς, καὶ Ἀδρυκίνη, ὡς Ἐρυκίνη Ἀφροδίτη. Ἀδυρμαχίδαι, Λιβυκὸν ἔθνος, ὡς Ἡρόδοτος. Ἀερία, ἡ Αἴγυπτος, παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν
10αὐτήν φασιν. οἱ ἄνθρωποι Ἀέριοι, καὶ Ἀερίτης, ἐκ τῆς ἀέρος γενικῆς. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. ἔστι καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ἐθνικὰ τὰ αὐτά.
15 Ἀζανία, μέρος τῆς Ἀρκαδίας, ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκά‐ δος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. καὶ Ἀζάνιος καὶ Ἀζανία καὶ Ἀζάνιον. Εὔδοξος δὲ ἐν ἕκτῃ γῆς περιόδου φη‐ σίν „ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι
20Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ ἀπο‐ καθάρματα“. ἔστι δὲ μοῖρα τῆς Ἀρκαδίας ἡ Ἀζανία. διῄ‐
ρηται δὲ εἰς τρία, Παρρασίους Ἀζᾶνας Τραπεζουντίους. καὶ30
Eth
.

31

ἔχει ἡ Ἀζανία πόλεις ἑπτακαίδεκα, ἃς ἔλαχεν Ἀζήν. ἔστι καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀζανο, Φρυγίας πόλις. Στράβων δωδεκάτῃ „τῆς δ’ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια“. οἱ πο‐
5λῖται Ἀζανῖται, τὸ θηλυκὸν Ἀζανῖτις. Ἡρωδιανὸς διὰ τῆς αι ἐν πρώτῃ τῶν καθόλου λέγων „Αἰζὴν Ταντάλου παῖς, ἀφ’ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί“. τινὲς δὲ Ἀζάνιον αὐτήν φασιν. Ἑρμογένης δέ φησιν οὐδὲ οὕτως, ἀλλ’ Ἐξουάνουν αὐτὴν κα‐ λεῖσθαι· λέγεται γὰρ παρὰ τὸν τόπον ἀγροικίας εἶναι, λιμοῦ
10δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσ‐ θαι· οὐκ ἀκουόντων δὲ τῶν θεῶν Εὔφορβος τὴν οὐανοῦν, ὅ ἐστιν ἀλώπηξ, καὶ ἔξιν, ὅ ἐστιν ἐχῖνος, θῦσαι τοῖς δαίμοσιν· εὐαρεστησάντων δὲ τῶν θεῶν εὐφορίαν γενέσθαι καὶ τὴν γῆν πολυκαρπῆσαι, τοὺς δὲ περιοίκους πυθομένους ἱερέα καὶ
15ἄρχοντα αὐτὸν καταστῆσαι. ἐξ αὐτοῦ δὲ κληθῆναι τὴν πόλιν
Ἐξουάνουν, ὃ μεθερμηνευόμενον ἔστιν ἐχιναλώπηξ. ἔοικε δὲ31
Eth
.

32

μετηλλοιῶσθαι ἐκ τοῦ Ἐξουάνουν τὸ Ἀζάνιον. ἔστι δὲ ὅμοιον τῷ Βιθυνίῳ, περὶ οὗ ἐροῦμεν. Ἀζειῶται, ἔθνος τῆς Τρωάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι,
5ἵν’ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί. Ἁζηνι, ὡς Πλωθιά Λουσιά, δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἁζηνιεύς, ὡς Ἑρχιεύς. τὰ τοπικὰ δῆλα.
10 Ἄζιλις, πόλις Λιβύης. οἱ δὲ περὶ Σαλούστιον οὐ πό‐ λιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτης Ἀζιλίτης, ὅτι πρωτότυπον εἰς ις, τῷ Λιβυκῷ χα‐ ρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡς Κάνωβος Κανωβίτης. εἰ δ’
15οὐδετέρως Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύς, ὡς Σουνιεύς. Ἄζωρος, πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πλη‐ θυντικῶς „ἐν Ἀζώροισ“. ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης·
πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς Ἀζώρειαν32
Eth
.

33

αὐτήν φησιν. ἢ Ἀζωρεάτης ὡς Βοττεάτης, ἢ Ἀζωρεύς ὡς Ἀλεξανδρεύς. Ἄζωτος, πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν ἐπανελθόντων ἀπ’ Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς
5γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.
10 Ἀθαμανία, χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. τὸ ἐθνι‐ κὸν Ἀθαμᾶνες. Ἀθάρραβις, πόλις Αἰγύπτου, ὡς Ἡρωδιανὸς ἐν τε‐ τάρτῳ „Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις πόλισ“. Ἑκαταῖος δ’ ἐν δευτέρῳ περιηγήσεως δι’ ἑνὸς ρ καὶ
15τοῦ μ „Ἀθαραμβίτης νομὸς καὶ Ἀθαράμβη πόλισ“. τὸ ἐθ‐ νικὸν Ἀθαραμβῖται. Ἀθῆναι πόλεις κατὰ μὲν Ὦρον πέντε, κατὰ δὲ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ ὅτι ὁ Θησεὺς τὰς ἕν‐ δεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια
20ἑορτὴν κατεστήσατο. ὁ πολίτης Ἀθηναῖος καὶ θηλυκὸν Ἀθη‐ ναία. ἡ δὲ θεὸς Ἀθηναία λέγεται μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ
νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν
25τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας
καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.33
Eth
.

34

Δίδυμος δέ φησιν ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ὁ δὲ Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυ‐ μάζει πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας,
5ἀλλ’ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. πρῶτοι γὰρ Ἀθηναῖοι τὰ ἄστη καὶ τὰς πόλεις εὑρεῖν ἱστοροῦνται, ὅθεν καὶ τὴν ἀκρόπολιν αὐτῶν πόλιν ἐκάλουν κυρίῳ ὀνόματι, ὡς Ἀριστοφάνης
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
10
ἔπειτα σεμνῆς Παλλάδος κλεινὴν πόλιν. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰσὶ διτταὶ προσηγορίαι παρὰ ποιηταῖς, ἀπό τε τῆς πατρίδος καὶ τοῦ συνοικιστοῦ. Ἁλικαρνασσεῖς γοῦν Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν
15διασημοτάτων παρ’ αὐτοῖς, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκρο‐ πίδαι Θησεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμοτέρας ἐνόμιζον. δευτέρα πόλις Λα‐ κωνική. τρίτη Καρίας. τετάρτη Λιγυστίων. πέμπτη Ἰταλίας. ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ „Ἄβαντος
20δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν“.
ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναϊκός. ταύτας δ’ Ἀθήνας34
Eth
.

35

Διάδας λέγεσθαι. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθη‐ ναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγο‐ ρεῦσαι. τὴν γὰρ νῦν Ἀκαρνανίαν Κουρῆτιν ὠνόμαζον. ὀγδόη Βοιωτίας, ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον
5ἐπικλυσθῆναι τῆς Κωπαίδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν. ἐκλήθη δὲ ἡ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἔστι καὶ ἱερὸν αὐτόθι Ἑλληνικόν.
10 Ἄθλιβις, πόλις Αἰγύπτου. ὁ πολίτης Ἀθλιβίτης. Νι‐ κάνωρ δ’ ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γράφων διὰ τοῦ ρ φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Ἀθριβίτης. Ἅθμονον, οὐδετέρως, δῆμος τῆς Κεκροπίδος φυλῆς.
15τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. τὸ ἐθνικὸν Ἁθμονεύς, τὸ θηλυκὸν Ἁθμονίς. ἐν τόπῳ Ἁθμονοῖ. καὶ τὰ λοιπὰ ὁμοίως δῆλα. Ἄθυμβρα, πόλις Καρίας πρὸς Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. τὸ ἐθνικὸν Ἀθυμ‐
20βρεύς τῷ λόγῳ τῶν Καρικῶν. Ἀθύρας, ἐπίνειον καὶ ποταμὸς περὶ τὸ Βυζάντιον. ἔστι δὲ καὶ κόλπος Ἀθύρας. κλίνεται δὲ ἰσοσυλλάβως, ὡς
Εὐφορίων „ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο“. τὸ ἐθ‐35
Eth
.

36

νικὸν διὰ τῆς αι διφθόγγου Ἀθυραῖος, ὡς Ῥήβας Ῥηβαῖος. ἔστι δὲ καὶ Σκυθίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Ἄθως, ὄρος Θρᾴκης, ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας
5
καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ’ ἄστροις
ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ,
ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα
ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. βάλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρη‐
10ται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συν‐ αίρεσιν Ἄθους. ἡ κλίσις διττή, καὶ Ἄθωος καὶ Ἄθω. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ ι, καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ ι, ἐκ τῆς θῳῆς. παρὰ τὸ ἀμφότερον τὸ θηλυκὸν Ἀθωίς. ἔστι δὲ καὶ
15Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. καὶ ὁ πολίτης Ἀθωίτης. Αἶα, πόλις Κόλχων, κτίσμα Αἰήτου, θαλάσσης ἀπέχουσα στάδια τριακόσια, ἣν περιρρέουσι δύο ποταμοί, Ἵππος καὶ Κυάνεος, ποιοῦντες αὐτὴν χερρόνησον. ἔοικε δὲ τοὐναντίον ἐξ αὐτῆς ὁ Αἰήτης εἶναι, ὡς Ἀσία Ἀσιάτης, οὕτως Αἶα Αἰάτης
20καὶ Αἰήτης. ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σο‐36
Eth
.

37

φοκλῆς, τῆς μὲν προτέρας λέγων „εἰς Αἶαν πλέων“ τῆς δὲ δευτέρας οὕτως „ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία“. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαίδι. τὸ ἐθνικὸν Αἰαῖος ὡς Γαζαῖος, τὸ θηλυκὸν Αἰαία.
5 Αἰαμην, Ναβαταίων χώρα, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Αἰαμηνός. Αἰαν, πόλις Μακεδονίας, ἀπὸ Αἰανοῦ παιδὸς Ἐλύμου, τοῦ βασιλέως Τυρρηνῶν, μετοικήσαντος εἰς Μακεδονίαν. τὸ ἐθνικὸν Αἰαναῖος. Ἰχναῖος γὰρ λέγουσι καὶ Ἐδεσσαῖος καὶ
10Βεροιαῖος. Αἰανῖτις, Ναβαταίων χώρα. Οὐράνιος Ἀραβικῶν δευ‐ τέρῳ. τὸ ἐθνικὸν Αἰανῖται. προκατελήφθη γὰρ ἐν πρωτο‐ τύπῳ. διὰ διφθόγγου. Σοφοκλῆς δὲ Αἰαντία γράφει δίχα τοῦ ν.
15 Αἰβοῦδαι, νῆσοι πέντε τῆς Πρεταννικῆς, ὡς Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Αἰβουδαῖος. Αἴβουρα, πόλις Ἰβηρίας, ὡς Στράβων. ὁ πολίτης Αἰβουραῖος, ὡς ἀρουραῖος, Κόλουρα Κολουραῖος, πόλις περὶ Πριήνην, Ἄργουρα, πόλις Εὐβοίας, Ἀργουραῖος, Ἴουρα Ἰου‐
20ραῖος, καὶ σχεδὸν πάντα τὰ εἰς ρα. δύναται καὶ Αἰβουράτης,
ὡς Αἴγειρα Αἰγειράτης, Κίβυρα Κιβυράτης.37
Eth
.

38

Αἰγ, τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων „.... ὃ νῦν Κάνην καὶ Κάνας λέγουσιν“. Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι καὶ πόλις Φοινίκων, ὡς Ἑκα‐ ταῖος. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον
5πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ’ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
Αἰγαί πόλεις πολλαί. Κιλικίας, Μακεδονίας, ἥτις καὶ38
Eth
.

39

μηλοβότειρα ἐλέγετο, τῆς Θρᾳκησίων χερρονήσου, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίας καὶ Λοκρίδος καὶ Αἰτω‐ λίας καὶ Εὐβοίας, ἃς Ὅμηρος ἐν τῷ νʹ. τὸ ἐθνικὸν ἀπὸ μὲν δισυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισυλλάβου εὕρηται καὶ οὕτως
5Αἰγεάτης. Αἴγειρα, πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. ἔνιοι ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. τὸ ἐθνικὸν Αἰγειράτης, τὸ κτητικὸν Αἰγει‐ ρατικός, ὡς Πτελεάτης Πτελεατικός. Παυσανίας δὲ ἑβδόμῳ
10λέγει τὴν Ὑπερησίαν Αἴγειραν μετωνομάσθαι διὰ τοιάνδε αἰτίαν. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ [πρὸς] τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν
15πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν ὁμοίως Αἰγειράτης καὶ θηλυ‐39
Eth
.

40

κὸν Αἰγειρᾶτις. Φίλων δέ φησι Κιλικίας πόλιν εἶναι Αἴ‐ γειραν. Αἰγείρουσα, πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέ‐ γεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. τὸ ἐθ‐
5νικὸν Αἰγειρεύς, ὡς τῆς Φιλίππου Φιλιππεύς, Ταρσοῦ Ταρ‐ σεύς. τῆς δ’ Αἰγειρούσης Αἰγειρουσαῖος ὡς Σκοτουσαῖος, ἢ Αἰγειρούσιος ὡς Πιτυούσιος. ἔστι καὶ Αἰολίδος πόλις Αἰγει‐ ροῦσσα, ὡς Ἡρόδοτος. Αἰγεσταῖοι, οἱ Θεσπρωτοί, ἀπό τινος Αἰγέστου στρα‐
10τηγοῦ, ὡς Ἀμυμναῖοι ἀπὸ Ἀμύμνου. Αἰγηίς, φυλὴ τῆς Ἀττικῆς, ἀπὸ Αἰγέως τοῦ Πανδίονος. Αἴγηλοι, ἔθνος Μηδικόν. Αἰγιαλός, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου κα‐ λούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν
15ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος „Κρῶμνάν τ’ Αἰγιαλόν τε“. γράφεται δὲ „Κρῶμναν Κωβιαλόν τε“. ἔστι καὶ Θρᾴ‐ κης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ
20ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ’ Αἴγυ‐ πτον. τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιαλοῦ γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. τὸ θηλυκὸν Αἰγιάλεια, καὶ Αἰγιαλίς παρὰ Ἀλκμᾶνι, καὶ Αἰγιαλίτης ἀρσενικῶς.
25Αἰγικόρεως. οὐκ ἔστι δῆμος τῆς Ἀττικῆς, ὥς τινες,40
Eth
.

41

ἀλλὰ φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος [παί‐ δων]. τέσσαρες δ’ ἐξ αὐτοῦ, Αἰγικορεῖς Ἀργαδεῖς Γελέοντες Ὅπλητες. ἡ φυλὴ τοίνυν Αἰγικορεῖς. Αἰγιλι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Αἰ‐
5γιλιεύς. τὰ τοπικὰ Αἰγιλιᾶθεν Αἰγιλιάνδε Αἰγιλιοῖ. ἔστι καὶ νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου Αἴγιλα. ὁ οἰ‐ κήτωρ Αἰγίλιος ὡς Κυθήριος. Αἰγίλιψ, πλησίον Κροκυλείων τῆς Ἠπείρου. Ὅμηρος „καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν“. εἴληχε δὲ
10τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσ‐41
Eth
.

42

βατος. τὸ ἐθνικὸν Αἰγιλίπιος, ὡς Κίνυφος Κινύφιος, Ἄρα‐ βος Ἀράβιος, Φρυγός Φρύγιος, καὶ τῶν ὁμοίων. Αἰγίμορος, νῆσος Λιβύης. τὸ ἐθνικὸν Αἰγιμορίτης. δι’ ἔθους γὰρ τοῖς Λίβυσιν ὁ χαρακτήρ.
5 Αἴγιναι τρεῖς. νῆσος, μία τῶν Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. ὁ πολίτης Αἰγινεύς, ὡς Στρά‐ βων, ὡς οἱ πολλοί, Αἰγινήτης. ὁ δὲ τοῦ Αἰγινήτου φόρτος ἢ δοῦλος Αἰγινητικός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός. Αἰγιναῖος
10δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ γυνὴ Αἰγι‐ ναία, ὡς Δείναρχος ἐν τῷ κατὰ Πυθέου ξενίας. τὸ θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς της ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα. εἰσὶ δὲ
15ταῦτα, Αἰγινήτης, „Μαλειήτης [ἔστι δὲ] τρύπανον αἰπο‐42
Eth
.

43

λικόν“ Κεραμιήτης. τὸ δὲ πολιήτης πλεονασμὸν ἔχει τοῦ η, ὡς τὸ μυθιήτης, ὅπερ οὐδ’ ἐθνικόν, καὶ τὸ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. τὸ δὲ Βαργυλιήτης καὶ Μασσαλιήτης τέτραπται. τὸ δὲ κωμήτης Σιδήτης λιμνήτης τρισύλλαβα. ἀπὸ τοῦ Αἰ‐
5γινήτης Αἰγινητικός τὸ κτητικὸν καὶ Αἰγινητική καὶ Αἰγι‐ νητικόν. Αἰγινήτης, πολίχνιον καὶ ποταμὸς Παφλαγονίας. τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν τοῦ πρωτοτύπου πρόληψιν. ἔοικε δὲ τὸ ὄνομα δηλοῦν τὴν ἐν τῷ Πόντῳ Αἴγιναν. Παφλαγονία
10γὰρ τῷ Πόντῳ συνεχής. Αἰγίνιον, πόλις Ἰλλυριῶν, ὡς Στράβων. τὸ ἐθνικὸν
Αἰγινιεύς.43
Eth
.

44

Αἴγιον, πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. ὁ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός „ὑμεῖς δ’ Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι“. Αἰγόσθενα, πόλις Μεγαρίδος, οὐδετέρως, ὡς Παυσα‐
5νίας. τὸ ἐθνικὸν ὤφειλεν Αἰγοσθενεύς, ὡς Μεγαρεύς. Πο‐ λύβιος δ’ Αἰγοσθενίτην φησίν, ὡς Γάβαλα Γαβαλίτης. Ἀρκά‐ διος δ’ Αἰγοσθένειαν αὐτήν φησι καὶ Φωκίδος πόλιν. Αἰγὸς ποταμο, πόλις ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Αἰγοποταμίτης.
10 Αἴγουσα, νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. τὸ ἐθνικὸν Αἰγουσαῖος, ὡς Σκοτουσαῖος. Αἴγυπτος, καὶ ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ „Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τετταράκοντα τρία“. τὸ ἐθ‐
15νικὸν Αἰγύπτιος, ὡς ἔχει τὸ ἰαμβεῖον „δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι“. καὶ αἰγυπτιάζειν τὸ πανοῦργα καὶ δόλια καὶ ὕπουλα πράττειν. τὸ θηλυκὸν Αἰγυπτία, καὶ τὸ Αἰγύ‐ πτιον. ἐκλήθη καὶ Μύσρα ἡ χώρα ὑπὸ Φοινίκων, καὶ Ἀερία καὶ Ποταμῖτις, καὶ Ἀετία ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. τὸ ἐθνι‐
20κὸν ὅσον ἀπὸ τοῦ ὁμοίου Ἀετιεύς ὡς Ἀεριεύς, ὅσον δ’ ἀπὸ τοῦ ἐγχωρίου Ἀετίτης. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἑρμο‐ χύμιος καὶ μελάμβωλος καὶ Ἡφαιστία. ἔστι δὲ καὶ ἄλλη
Αἴγυπτος μικρά.44
Eth
.

45

Αἶγυς, πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως „καὶ πάντα τλήσεσθ’ οὕνεκ’ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρησ“. ὁ λόγος περὶ
5Ἑλένης Λακωνικῆς οὔσης καὶ ἄρρεν μὴ τεκούσης [καὶ] τῷ Με‐ νελάῳ καὶ Ἀλεξάνδρῳ καὶ Δηιφόβῳ γαμηθείσης. Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν. Αἰγώνεια, πόλις Μηλιέων. Λυκόφρων „ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν“. καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδε‐
10κάτῃ Αἰγώνην αὐτὴν λέγει. τὸ ἐθνικὸν Αἰγωνεύς. Αἴγωστις, πόλις Λοκρίδος, ἢ τόπος ἢ χωρίον ἐντὸς τῆς πόλεως, ὡς Ἐπαφρόδιτος. ὁ πολίτης Αἰγωστίτης. Αἴδηψος, πόλις Εὐβοίας. Στράβων ἐνάτῳ „κεῖται δὲ κατὰ Αἴδηψον τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρα‐
15κλέουσ“. ἦν δὲ καὶ σιδηρᾶ καὶ χαλκᾶ μέταλλα κατὰ Εὔβοιαν. Καλλίμαχος „δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου“. οἱ γὰρ Εὐβοεῖς σιδηρουργοὶ [καὶ] χαλκεῖς ἄριστοι. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι „καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς
20φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ’ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν“. ὁ πολίτης Αἰδήψιος. Καλ‐
λίμαχος Ἑκάλῃ „ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἆορ“.45
Eth
.

46

Αἰδούσιοι, σύμμαχοι Ῥωμαίων, πρὸς τῇ Κελτικῇ Γα‐ λατίᾳ, Ἀπολλόδωρος ἐν χρονικῶν δʹ. Αἰζικ, Θρᾴκης μέρος, Ἑκαταῖος Εὐρώπῃ. Αἴθαια, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν, Φιλόχορος
5ἐν Ἀτθίδος τρίτῳ. τὸ ἐθνικὸν Αἰθαιεύς, Θουκυδίδης πρώτῃ. Αἰθάλη, νῆσος Τυρσηνῶν, Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ, καὶ Ἡρωδιανὸς καὶ Ὦρος. Πολύβιος δ’ ἐν τριακοστῇ τετάρτῃ
10λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι, ἀφ’ ἧς ἦν ὁ Γλαῦ‐ κος, εἷς τῶν τὴν κόλλησιν σιδήρου εὑρόντων· δύο γὰρ ἦσαν. οὗτος μὲν Σάμιος, ὅστις καὶ ἔργον ἀοιδιμώτατον ἀνέθηκεν ἐν Δελφοῖς, ὡς Ἡρόδοτος, ὁ δ’ ἕτερος Λήμνιος, ἀνδριαντο‐ ποιὸς διάσημος. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν
15ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. ἐκεῖ γὰρ ἀνωμολό‐ γηται ταῦτα. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτης, ὡς Ζελείτης, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτης, ὡς Σινωπίτης Ἰοπ‐ πίτης. δύναται τὸ Αἰθαλίτης ἀντὶ τοῦ Χῖος· οὕτω γὰρ ἡ Χίος ἐλέγετο. καὶ οἱ πολῖται Αἰθαλεῖς.
20 Αἰθαλίδαι, δῆμος τῆς Λεοντίδος φυλῆς, ἀπὸ Αἰθα‐ λίδου. καὶ ὁ δημότης Αἰθαλίδης· οἱ δὲ Αἰθαλεῖς τοὺς δη‐ μότας. τὸ θηλυκὸν Αἰθαλίς. τὰ τοπικὰ [ἐξ] Αἰθαλιδῶν εἰς Αἰθαλιδῶν ἐν Αἰθαλιδῶν.
Αἰθήρ, ὁ ὑπὲρ τὸν ἀέρα πεπυρωμένος τόπος. λέγεται46
Eth
.

47

καὶ θηλυκῶς. τὸ παράγωγον αἰθέριος καὶ αἰθερία, καὶ τῆς αἰθέρος αἰθερίτης. Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ
5δ’ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιει‐ κῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκείμενον. Αἰθίοψ, ὡς Κίλιξ. „Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται
10ἔσχατοι ἀνδρῶν“. οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς οψ λήγει παρ’ Ὁμήρῳ εἰ μὴ τὸ καλαύροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. λέγεται καὶ Αἰθιοπία γῆ. Εὐρι‐ πίδης Ἐρεχθεῖ „Αἰθιοπίαν νιν ἐξέσως’ ἐπὶ χθόνα“. καὶ Αἰ‐ θιοπίς ὁ αὐτὸς ἐν Ἀρχελάῳ „Αἰθιοπίδος γῆς ἡνίκ’ ἂν τακῇ
15χιών“. καὶ Αἰθιοπηίς ἀπὸ τοῦ Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιο‐ πῆας παρ’ Ὁμήρῳ. τὴν γὰρ Αἰθιοπίαν γῆν πρώτην φασὶ παγῆναι. πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νόμοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ Φλεγύαν, ἄνδρας Αἰθίοπας τὸ γένος, ὡς Φαβωρῖνος. περὶ τοῦ Αἰθιό‐
20πισσα πλατύτερον ἐν τοῖς τῶν ἐθνικῶν προτεχνολογήμασιν εἴρηται.
Αἰθόπιον, χωρίον Λυδίας παρὰ Ὕλλῳ, [ἢ] πλησίον47
Eth
.

48

τοῦ Εὐρίπου, ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας κατέχει, ὡς Ἐρατοσθένης.
5 Αἰθυσσεῖς, ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἴκαλον, φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἀίλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀιλανίτης.
10τινὲς δὲ κόλπον Ἀίλαν φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ „τὰ πρὸς ἕω τῆς Ἀίλας [κώμησ]“. ὁ πολίτης Ἀιλανίτης. Αἰλία, πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα, ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης, ὡς Κασταλιώτης
15Ἰταλιώτης. τινὲς δὲ καὶ Αἰλιεῖς αὐτοὺς καλοῦσιν, ὡς Εὐδαί‐ μων ἐν τῇ ὀρθογραφίᾳ διὰ τῆς ει διφθόγγου γράφων τὸ Αἴλεια, καὶ τὸ Αἰλιεύς διὰ τοῦ ι „ὡς τὸ Σίγειον“ φησί „Σιγιεύσ“. ἀλλὰ περὶ μὲν τοῦ Σίγειον καὶ Σιγιεύς δειχθήσεται ἐν τῷ οἰκείῳ. οὐ μέντοι ἔοικε τὸ παράδειγμα. εἰ γὰρ τοῦτο,
20ὤφειλε δισύλλαβον τὸ Αἰλεύς. παρὰ μίαν γὰρ συλλαβὴν
εὑρίσκεται τὰ τοιαῦτα, τῆς Ἀντιοχείας τὸ Ἀντιοχεύς. ἀλλ’48
Eth
.

49

οὐδ’ ἀπὸ τούτων γίνεται τὰ εἰς ευς ἀρσενικά, ἀλλὰ ἀπὸ τῶν εἰς ος. ἀπὸ γὰρ τοῦ Ἀντίοχος Ἀντιοχεύς καὶ τοῦ Σέλευκος Σελευκεύς, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύς ἂν ἦν. ἀμφοῖν δ’ ὁ
5Ἀλέξανδρος ἀρχή. Αἱμονία, ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ ι
10προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ
15ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμο‐ φωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς
καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σι‐49
Eth
.

50

κυών Κύρνος Λέσβος. ἔσθ’ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέ‐ γεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμό‐ νιος καὶ Αἵμονες. εἰσὶ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας, ἀπὸ
5Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιη‐ γήσεως Ἑλλάδος. τὸ ἐθνικὸν ὁμοίως. οὔπω τέως εὕρομεν τὰ τῆς χρήσεως. Αἷμος, ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας,
10ἀφ’ οὗ καὶ τὸ ὄρος. Αἴνεια, τόπος Θρᾴκης, ὡς Αἴπεια Ζέλεια, ἀπὸ Αἰ‐ νείου. Θέων δ’ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα „Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα
15ἔθαψε“. τὸ ἐθνικὸν Αἰνειεύς. ὃ καὶ παράσημόν ἐστιν, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου, ὡς εἴπομεν ἐν τῇ Αἰλίᾳ. ἔστι καὶ Αἰνεάτης, ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεάτης, Κεγχρειαί Κεγχρεάτης, τοῦ ι
σιγηθέντος. ἔστι καὶ πόλις Τυρρηνίας, ἧς οἱ οἰκήτορες Αἰνεῖοι.50
Eth
.

51

Αἴνηθος, ὄρος. Αἰσχύλος. τὸ ἐθνικὸν Αἰνήθιος. Αἰνία, διὰ τοῦ ι, πόλις Περραιβῶν, καὶ Αἰνιᾶνες οἱ οἰκοῦντες καὶ Αἴνιος ποταμὸς αὐτῆς. λέγονται δὲ καὶ Αἰνιεῖς. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖς οἱ αὐτοί. Στράβων δὲ ἐν τῇ ἑν‐
5δεκάτῃ φησὶν ἐν τῷ Πόντῳ Αἰνιᾶνας ἄλλους εἶναι, οὓς κα‐ λεῖσθαι νῦν Παρσίους. τὸ ἐθνικὸν Αἰνιάν. καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ, ὡς τὸ Τρώς καὶ Ἀχαιός, μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός· εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήσεται πρότερον Αἴ‐
10νιος, ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμωνυμίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι, ὡς μέγιστος μεγι‐ στάν. τὸ θηλυκὸν Αἰνιανίς, ὡς Βιστονίς. καὶ τὸ κτητικὸν Αἰνιακὸς κόλπος.
Αἶνος, πόλις Θρᾴκης, ὁ ἀπὸ ταύτης Αἴνιος, καὶ51
Eth
.

52

Αἰνόθεν τοπικὸν ἐπίρρημα. Ἄψινθος καλουμένη. Στράβων ζʹ „ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα [Μιτυληναίων καὶ] Κυμαίων“. κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ὁμώνυ‐
5μος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. βʹ ἔστι καὶ πόλις Θεσσαλίας. γʹ ἐστὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. τὸ ἐθνικὸν Αἴνιος, ὡς Τήνιος. οὕτω γὰρ ἀναγράφεται ἐν τοῖς πίναξι. ταύτην Ἀπολλόδωρός φησιν
10ὠνομάσθαι Πολτυμβρίαν. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταν‐ τικρὺ Ῥοδίων ἠπείρῳ. Αἰξώνεια, πόλις Μαγνησίας. τὸ ἐθνικὸν Αἰξωνεύς. ἔστι καὶ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς, ὀξυτόνως, ὡς εἴθισται [ἐπὶ] πολλῶν τῶν δήμων. καὶ ὁ δημότης Αἰξωνεύς,
15τὸ θηλυκὸν Αἰξωνίς, ὡς Ἁθμονίς. καὶ αἰξωνεύεσθαι τὸ κα‐ κηγορεῖν· βλάσφημοι γὰρ καὶ συκοφάνται κωμῳδοῦνται. τὰ τοπικά, ἐκ τόπου Αἰξωνῆθεν, εἰς τόπον Αἰξωνάδε καὶ Αἰ‐
ξώναζε, καὶ ἐν τόπῳ Αἰξωνῆσι.52
Eth
.

53

Αἰόλειον, τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ „ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκι‐ δέων“. τὸ ἐθνικὸν Αἰόλειος ὡς Ῥοίτειος, καὶ Αἰολήιος. δύ‐
5ναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύς εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥστε γενικὸν εἶναι τοῦ ἔθνους καὶ ἰδικὸν τῆς πό‐ λεως, ὡς ὁ ἠπειρώτης καὶ ὁ πόντιος τῶν γενικῶν καὶ τῶν ἰδικῶν. Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος „Αἰολίην δ’ ἐς νῆσον
10ἀφικόμεθα“. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ’ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
15 Αἴπεια, πόλις Λακωνικῆς, ὡς Ζέλεια. „καλήν τ’ Αἴ‐ πειαν καὶ Πήδασον“. ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης, ὡς Ἑλλάνικος. τὸ ἐθνικὸν Αἰπεάτης, ὡς Κορσεάτης Ὑδρεάτης.
ἐπὶ δὲ τῶν τοιούτων ἐνίοτε μένοντος τοῦ ι ὑφαιρεῖται τὸ α,53
Eth
.

54

ὡς Δικαιαρχείτης Σαμαρείτης Ζελείτης, ἐσθ’ ὅτε μένοντος τοῦ ε, ὑφαιρουμένου τοῦ ι, τὸ α εἰς ω ἀμείβεται, ὡς Ἡρα‐ κλεώτης Μαρεώτης καὶ Ῥαφεώτης. Αἶπυ, πόλις Μεσσηνίας „καὶ Θρύον Ἀλφειοῖο πόρον
5καὶ ἐύκτιτον Αἶπυ“ ἀπὸ τῆς ἐρυμνότητος Αἶπυ καλουμένη. τὸ ἐθνικὸν Αἰπύτης ὡς Αἰγύτης. Αἰρα, πόλις Μακεδονίας. ἔστι καὶ ἄλλη Ἰωνίας. τὸ ἐθνικὸν Αἰρεύς, τὸ δὲ τῆς Μακεδονίας Αἰραῖος. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ, ἧς τὸ ἐθνικὸν Αἰράτης παρ’ Ἀνδροτίωνι
10ἐν ἕκτῃ Ἀτθίδος. Αἶσα, πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. Αἰσαῖος, ὡς Αἶα Αἰαῖος. Αἰσύμη, πόλις Θρᾴκης. Ὅμηρος „τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ“. τὸ ἐθνικὸν Αἰσυμαῖος, ὡς Δύμη
15Δυμαῖος. Αἰσών, πόλις Θεσσαλίας, ἀπὸ Αἴσωνος τοῦ Ἰάσονος πατρός, οὗ τὸ ὄνομα διὰ τοῦ ω κλίνεται. ὡς Ἡσίοδος. τὸ δὲ Αἰσονίδης ἀπὸ τοῦ „Αἴσονά τ’ ἠδὲ Φέρητα“. τὸ ἐθνικὸν Αἰσώνιος. καὶ Φερεκύδης τὴν πόλιν Αἰσωνίαν φησί. τῆς δ’
20Αἰσωνίας τὸ ἐθνικὸν δύναται Αἰσωνιεύς, ὡς Ὑριεύς Ὀρθω‐ σιεύς Ἀφροδισιεύς Δημητριεύς, καὶ Αἰσωνιάτης, ὡς Κυδω‐
νιάτης καὶ Κροτωνιάτης. τὸ δ’ Αἰσωνίς ἀπὸ τῆς γενικῆς τοῦ54
Eth
.

55

ἀρσενικοῦ, καὶ Αἰσωνία. ὀξύτονον τὸ Αἰσών. τὰ γὰρ εἰς ων δισύλλαβα ἐπὶ πόλεων ὀξύνεται, εἰ μὴ διαστολὴν ἔχοι σημαι‐ νομένου, ὡς τὸ Κρότων βαρύνεται· ὀξυνόμενον γὰρ δηλοῖ ζωύφιον· ἢ χαρακτῆρι ὑπάγοιτο, ὡς τὸ Ἴτων συναπενεχθὲν
5τῷ Τρίτων Γείτων Βίτων, οἷον Ἠιών Κραννών Γυρτών Νεών. σεσημείωται τὸ Σούλμων. ἔστι πόλις Ἰταλίας. πάντων ἡ κλί‐ σις διὰ τοῦ ω. Αἴτνη, πόλις Σικελίας, ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ... ὁ οἰκήτωρ Αἰτναῖος. ἐκαλεῖτο δὲ πρὶν Ἴνησσον.
10 Αἰτωλία, χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκ‐ πεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντὶς ἐκαλεῖτο. τὸ ἐθνι‐ κὸν καὶ Αἰτωλίς καὶ Αἰτώλιος. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν
15Ἀνδροτίων καὶ Ἀτθίδος. ὀξύνεται δέ [Αἰτωλός]· τὰ γὰρ εἰς ωλος ἀρσενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καστωλός Πακτωλός ἁμαρτωλός. τὸ Σπάρτωλος θηλυκόν ἐστι, καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ τ. ἔστι καὶ Αἰτωλός ἐπίθετον παρὰ ῥῆμα τὸ αἰτεῖν. τὸ κτητικὸν Αἰτωλικόν. λέγεται καὶ αἰτω‐
20λισταί οἱ αἰτωλίζοντες καὶ τὰ Αἰτωλῶν φρονοῦντες.55
Eth
.

56

Ἀκαδήμεια, γυμνάσιον Ἀθήνησιν, οὗ οἱ Ἀκαδημαϊκοὶ φιλόσοφοι. κέκληται ἀπὸ τοῦ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε Ἐκαδήμεια, περὶ οὗ ἐν τῷ ε λέξομεν .... διὸ καὶ ἡ πλείων χρῆσις οὕτως.
5 Ἀκακήσιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκάκου παιδὸς Λυ‐ κάονος, ὡς Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκακήσιος, ὡς Ἀνακτόριος Βυζάντιος. [Ἀκαλησσός, πόλις Λυκίας. τὸ ἐθνικὸν] Ἀκαλησσεύς, ὡς Τυμνησσεύς, ἢ Ἀκαλήσσιος.
10 Ἀκαμάντιον, πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκε. τὸ ἐθνικὸν Ἀκαμάντιος ὡς Βυζάντιος, τὸ δὲ κτητικὸν τοῦ Ἀκάμαντος διὰ τῆς ει διφθόγγου. λέγεται καὶ Ἀκαμαντίς ὡς Βυζαντίς. Παρθένιος δ’ ἐν Ἀφροδίτῃ
15Ἀκαμαντίδα αὐτήν φησι. ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης. Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος, Μέμφιδος ἀπέχουσα στα‐
20δίους τριακοσίους εἴκοσι καὶ δύο, [ἐν ᾗ] „τῆς ἀκάνθης τῆς Θηβαϊκῆς ἄλσος εὐμέγεθες, ἐξ ἧς καὶ τὸ κόμμι συνάγεται“.
γʹ ἄλλη ἐν τῇ χερρονήσῳ παρὰ τὴν Κνιδίαν. δʹ ἔστι καὶ ἡ56
Eth
.

57

Ἀθαμανίας. τὸ ἐθνικὸν τῆς Ἀκάνθου Ἀκάνθιος, ἐξ οὗ καὶ παροιμία „Ἀκάνθιος τέττιξ“ ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. τὸ θηλυκὸν Ἀκανθιάς. τῆς δὲ Ἀκανθῶν [πόλεως] Ἀκανθοπολίτης· λέγεται γὰρ καὶ
5οὕτως ἡ πόλις· ὡς Λεοντοπολίτης καὶ Λυκοπολίτης καὶ Κυ‐ νοπολίτης, περὶ ὧν εἰρήσεται. Ἀκάνναι, ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ ἐθνικὸν Ἀκανναῖος, ὡς Σαβαῖος καὶ Γερραῖος καὶ Ἐρυθραῖος παρ’ αὐτοῖς.
10 Ἀκαρνανία, χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ .... διὸ καλοῦνται οἱ μὲν κειρόμενοι Κουρῆτες, οἱ δὲ ἀκούρευτοι Ἀκαρνᾶνες. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ „θηλυστολοῦντας ὡς αἱ
15κόραι τοὔνομα σχεῖν ... εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ Ἰάονας ἑλκεχίτωνας [εἰρῆσθαι] καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνί‐
δαν κτενιζομένους τὴν κόμην, ὅτ’ ἐπεξῄεσαν εἰς τὴν μάχην,57
Eth
.

58

καταφρονηθῆναι ὑπὸ Περσῶν“. τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Αἰζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν
5Ἀκαρνανίς. Ἀκαρασσός, πόλις Λυκίας, ὡς Καπίτων. τὸ ἐθνικὸν Ἀκαράσσιος καὶ Ἀκαρασσεύς. σύνηθες δὲ τοῖς τὴν χώραν οἰκοῦσιν. Ἄκαρρα, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν ἐκ τῆς τέχνης
10Ἀκαρραῖος ὡς Γεφυραῖος Κερκυραῖος, ἢ Ἀκαρράτης ὡς Αἰ‐ γειράτης. Ἀκέλης, πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες, τὸ θηλυ‐ κὸν Ἀκελῆτις. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος.
15Ἡρωδιανὸς δ’ Ἀκελήσιος φησὶν ὡς Μενδήσιος, ὥστε Ἀκέλης εἶναι ὡς Μένδης, ᾧ συνᾴδει μὲν ἡ λοιπὴ χρῆσις, Ἑλλάνικος
δ’ εἶπεν „εἰς πόλιν Ἀκέλην“ ἐχρῆν γὰρ Ἀκέλητα εἶναι. ...58
Eth
.

59

ὁ γὰρ τεχνικός „τὰ διὰ τοῦ σιος πάντα προπαροξύνεται, κἂν τὸ τ ὑπάρχῃ πρὸ τοῦ ι, πλὴν τῶν τριβραχέων κυρίων“. Ἀκεσα, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ἀκεσαῖος ὡς Παγασαῖος, καὶ Ἀκεσίτης ὡς Παγασίτης.
5 Ἀκεσαμενα, ὡς Ἀλαλκομεναί Κλαζομεναί, πόλις Μα‐ κεδονίας, ὡς Θεαγένης. κτίσμα Ἀκεσαμενοῦ, ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων. τὸ ἐθνικὸν Ἀκεσαμένιος, ὡς Κλα‐ ζομένιος. Ἀκέστη, πόλις Σικελίας, καὶ Ἄγεστα, παρὰ τὸν Ἀκέστην.
10τὸ ἐθνικὸν Ἀκεσταῖος, τὸ θηλυκὸν Ἀκεσταία. Ἄκη, πόλις Φοινίκης. τὰ εἰς κη λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται. αὕτη δὲ Πτολεμαΐς ἐκαλεῖτο. Κοιλοσυρίτας δ’ αὐτοὺς ὠνόμαζον. Κλαύδιος δὲ Ἰούλιος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους „χαλε‐
15πωτάτῳ γὰρ ὑπὸ Εὐρυσθέως ἐπιταγεὶς ἄθλῳ, περισχεθεὶς τῷ τῆς Λερναίας ὕδρας ἰῷ, τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ’ ἀνατολὰς ἰτέον μέχρις ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ Ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. εὗρε
20δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ
τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς·59
Eth
.

60

ὁπόσας γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. κολο‐ κάσιον μέντοι καλοῦσι τὴν ῥίζαν, τὸ δ’ ὑπερπεφυκὸς κιβώριον, ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοισ“. περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη
5θεραπεύει δυσίατα· τριβομένη γὰρ κατὰ τὴν ῥίζαν λευκὸν ἀναδίδωσιν ὀπόν. τούτῳ, φησί, καὶ Ἡρακλῆς ἰάθη. καὶ καλέσαι τὴν πόλιν Ἄκην. τὸ ἐθνικὸν Ἀκαῖος, ὡς Βαρκαῖος. Ἀκκαβικὸν τεῖχος, πόλις περὶ τὰς Ἡρακλείας στήλας, ἣν ἔκτισαν Καρχηδόνιοι, ὡς ἐροῦμεν ἐν τῷ περὶ Σαλμύκης. ὁ
10πολίτης Ἀκκαβικοτειχίτης, ὡς Γορδιοτειχίτης καὶ Χωλοτειχί‐ της, ὡς εὑρήσομεν ἐν τῷ χ. Ἀκμονία, πόλις Φρυγίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δ’ αὐτὴν Ἄκμονα τὸν Μανέως. [τὸ ἐθνικὸν] Ἀκμονίτης λέγεται ἀπὸ τῆς Ἄκμονος γενικῆς.
15Ἀκμόνεια, ἀφ’ ἧς Ἀκμονειάτης. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰς ευς ἀπὸ τῆς ου γενικῆς γίγνεται, Ἀλεξάνδρου Ἀλεξαν‐ δρεύς, ἢ ἀπὸ ἰσοσυλλάβου γενικῆς, Ἀπάμας Ἀπαμεύς Ὑρίας Ὑριεύς. ἔστι καὶ [ἄλλο] Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα,
ὡς Φερεκύδης, ἐφ’ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας60
Eth
.

61

ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ. ὅθεν δὲ κέκληται, εἰρή‐ σεται ἐν τῷ περὶ Δοίαντος πεδίου. τὸ ἐθνικὸν ἀμφιδοξεῖται, καὶ Ἀκμονιεύς καὶ Ἀκμόνιος. Ἀκόναι, πολίχνιον πλησίον Ἡρακλείας. λέγεται κατὰ
5περίφρασιν ὁ οἰκῶν τὰς Ἀκόνας. τὸ ἐθνικὸν Ἀκονίτης, τὸ θηλυκὸν Ἀκονῖτις. [οὕτω γάρ τις νῆσος διαφέρουσα μὲν τῷ πανευφήμῳ πατρικίῳ καὶ τὰ πάντα σοφωτάτῳ μαγίστρῳ Πέτρῳ, κειμένη δὲ καταντικρὺ τῆς εὐδαίμονος πόλεως Χαλ‐ κηδόνος.] ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς
10ἀκόνας πεποιημένων λίθων. λέγεται καὶ ἀκόνιτον δηλητήριον φάρμακον, ὡς Ἀθήναιος ἐν τρίτῳ δειπνοσοφιστῶν, ὅτι τοὺς προφαγόντας τὸ πήγανον μηδὲν πάσχειν ἐκ τοῦ ἀκονίτου. κληθῆναι δέ φασι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλου‐ μένῳ, ὄντι περὶ Ἡράκλειαν.
15 Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάο‐ νος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκοντιεύς, ὡς Δουλιχιεύς Σουνιεύς, καὶ Ἀκόντιος, ὡς Βυζάντιος καὶ Ἀνακτόριος.
Ἀκούτεια, πόλις Ἰβηρίας, καθὰ Στράβων ἐν τῷ τρίτῳ.61
Eth
.

62

τὸ ἐθνικὸν Ἀκουιτανοί, ὡς αὐτός. ἔοικε δὲ τὸ ι κατὰ πλεο‐ νασμὸν ἔχειν. Ἄκρα, Ἰαπυγίας πόλις, κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ
5Ἰταλίας. γʹ .... ἐστὶ Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυ‐ θίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. τὸ ἐθνικὸν Ἀκραῖος καὶ τὸ θηλυκὸν Ἀκραία. θʹ ἔστιν Ἄκρα ὑπὲρ Ἀντιόχειαν τὴν περὶ τὴν Δάφνην. Ἀκραῗται δὲ οἱ ἐξ αὐτῆς ἐκαλοῦντο. ιʹ ἔστι καὶ πέραν τοῦ Τίγρητος Ἄκρα, Ἀρριανὸς ἑκκαιδεκάτῃ.
10 Ἀκράγαντες πόλεις πέντε. Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας Γέλαν Ἱμέραν Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ.
15οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνο‐ μάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. τὸ ἐθνικὸν Ἀκραγαντῖνος,
ὡς Ἰχανῖνος Ταραντῖνος, ὥς φησιν Ἡρωδιανός.62
Eth
.

63

Ἀκραιφία, πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσα‐ νίας δὲ [Ἀκραίφνιον] καὶ οὐδετέρως. ἦν δ’ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. καὶ ὄρος κλη‐ θῆναι ἀπὸ Πτώου παιδὸς αὐτοῦ καὶ Εὐξίππης, ἢ ὅτι Λητὼ
5ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησε. τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ [Ἀκραιφιεύς καὶ] Ἀκραιφιάς, ὡς Σουνιεύς Σουνιάς, καὶ Ἀκραιφὶς λίμνη. Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραι‐ φνιώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησὶ καὶ τὸ ἐθνικὸν
10Ἀκραιφνιεύς. Ἄκριλλα, πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. τὸ ἐθνικὸν Ἀκριλλαῖος, ὡς Ἄγυλλα Ἀγυλλαῖος. Ἀκρόθωοι, πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω. τὸ ἐθνι‐ κὸν Ἀκρόθωος καὶ Ἀκροθωίτης. ἔστι δὲ [ὡς] παρὰ τὸ Κρῶς
15[πόλις δέ ἐστιν Ἀράβων] τὸ ἐθνικὸν Κρωίτης νομὸς διὰ τοῦ ω. Ἀκροκόρινθος, ἀρρενικόν. οἱ κατοικοῦντες Ἀκροκο‐ ρίνθιοι. λέγεται δὲ καὶ Κόρινθος ἁπλῶς. Ἀκροκύλεια. κεῖται ἐν τῷ κ.
20 Ἀκρόπολις, πόλις Λιβύης. ἔστι δὲ καὶ Αἰτωλίας. ὁ πολίτης Ἀκροπολίτης. δύναται καὶ Ἀκροπολιεύς, ὡς Τετρα‐
πολιεύς.63
Eth
.

64

Ἀκρώρεια, ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες Ἀκρωρεῖται. οὕτω δὲ παρὰ Σικυωνίοις ἐτιμᾶτο [ὁ Διόνυσος]. „ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυωνίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιοσ“ Ἀπολλόδωρός φησιν.
5 Ἀκρώρειοι, πόλις Τριφυλίας. τὸ ἐθνικὸν ὁμόφωνον. Ἀκτ. οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφ’ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν „οὕτω γὰρ ἐκλήθη διὰ τὸ
10πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν· τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι’ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττά‐ ρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν“. τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκταία καὶ Ἀκταιίς καὶ Ἀτθίς καὶ
15Ἀκτίτης, ἐξ οὗ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡς αὐλή αὐλίτης. ἔστι καὶ „Ἄκτιος Αἰγεύσ“ ὡς Εὐφορίων Διονύσῳ. ἔστι καὶ Ἀκτιάς καὶ τὸ Ἄκτιον, ἀφ’ οὗ τὸ Ἀκτιώτης, ὡς Πηλιώτης Ζεφυριώτης. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία τοῦ δηλοῦντος τήν τε χώραν καὶ τὴν
20γυναῖκα, ὡς Πελασγία Πελασγιώτης. ἔστι καὶ Ἀττικός καὶ Ἀττική κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. ἔστι καὶ Ἀκτή Μα‐ γνησίας, ἀφ’ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ
Πελοποννήσου, ὡς Θουκυδίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ, καὶ εʹ64
Eth
.

65

ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν. Ἄκτιον, πόλις Ἀκαρνάνων, ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλ‐ που ἀρξαμένοις. ἐν ταύτῃ Ἀπόλλωνος γυμνικὸς ἀγὼν καὶ
5ἱππικὸς καὶ πλοίων ἅμιλλα διὰ τριετηρίδος ἦν. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις καὶ ὁ Ἀπόλλων καὶ ὁ πολίτης. λέγεται καὶ Ἀκταῖος Ἀπόλλων καὶ Ἀκτιακός. λέγε‐ ται [καὶ Ἀκταιώτης] καὶ Ἀκταιῶτις θηλυκόν. Ἀρκάδιος δ’ ἐν
10τῇ ὀρθογραφίᾳ φησίν „Ἀκτία καὶ ἡ πόλις καὶ ἡ ἑορτή“. ἀλλ’ ἡ μὲν ἑορτὴ βαρύνεται, τὰ Ἄκτια, ἡ δὲ πόλις λέγεται οὐδετέρως, τὸ Ἄκτιον. Ἀκυληία, πόλις Ἰταλίας. Στράβων. τὸ ἐθνικὸν Ἀκυ‐ λήιος, ὡς Μεσσαπία Μεσσάπιος Λευτερνία Λευτέρνιος καὶ
15Λυκία Λύκιος. λέγεται καὶ Ἀκύλεια. ἔστι καὶ Ἀκυλήιος κόλπος. λέγεται καὶ Ἀκυλεήσιος Ἰταλικῷ τύπῳ. Ἀκυλῖνα, πόλις Ἰλλυρική. Θεόπομπος. τὸ ἐθνικὸν Ἀκυ‐ λιναῖος, ὡς Κωνσταντιναῖος ἀπὸ τοῦ Κωνσταντῖνα. Ἀκυτανία, ἐπαρχία τῆς Κελτογαλατίας, μία τῶν τεσσά‐
20ρων. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.65
Eth
.

66

Ἄκυτος, νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. ὁ νησιώτης Ἀκύτιος. Ἀκύφας, πόλις μία τῆς Δωρικῆς τετραπόλεως, ὡς Θεόπομπος.
5 Ἀκχηνο, ἔθνος Ἀράβιον, ὡς Οὐράνιός φησι τετάρτῃ, ἐπὶ τῷ αὐχένι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἀλάβανδα, πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐίππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας εὐτυχεστάτη ἀφ’ ἧς ἡ παροιμία „Ἀλάβανδα
10Καρῶν εὐτυχεστάτη [πόλισ]“. κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάν‐ δου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. [ἔνθεν καὶ παρὰ Ῥω‐
15μαίοις βάνδον τὴν νίκην φασίν.] ὁ πολίτης Ἀλαβανδεύς οὕτως ἀναγράφεται. λέγεται καὶ κτητικὸν Ἀλαβανδιακός καὶ Ἀλα‐ βανδιακὸν σύγγραμμα, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπα‐ γόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ „μὴ δι’ ἐμὴν ἰότητα Πο‐
20σειδάων ἐνοσίχθων“.
Ἀλάβαστρα, πόλις Φρυγίας. Ἡρόδοτος. ἐν ταύτῃ66
Eth
.

67

λίθος διάσημος, ὥς φησι Νικάνωρ. τὸ ἐθνικὸν Ἀλαβαστρίτης ὡς Ἀβδηρίτης. Ἀλαβούριον, πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀλαβούριος.
5 Ἀλαβών, πόλις [Σικελίας] καὶ ποταμός, ὡς Δημήτριος ἐν συνωνύμοις. κλίνεται Ἀλαβῶνος. τὸ ἐθνικὸν Ἀλαβώνιος ὡς Κολοφώνιος. Ἀλαζών, ἔθνος ὅμορον τοῖς Σκύθαις. ὀξύνεται διὰ τὸ ἐπιθετικὸν καὶ φυλάττει τὸ ω πρὸς ἀντιδιαστολήν.
10 Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες, δῆμοι, ὁ μὲν τῆς Αἰγηίδος, ὁ δ’ Αἰξωνεὺς τῆς Κεκροπίας φυλῆς. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ ι Ἁλαεύς, καὶ Ἁλῆθεν καὶ Ἁλῆσι καὶ Ἁλήνδε. „Ξενόφαντος [Ἁλῆθεν] εἶπε“. Τρύφων δ’ ἐν παρωνύμοις „Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετρα‐
15συλλάβως ... ὡς Ληναῖος Ληναιεύς, Κρηταῖος Κρηταιεύσ“. ἀλλ’ ἐν τοῖς ἑξῆς κατ’ ἔθος Ἀττικὸν ἔνδειάν φησι τοῦ ι. ἔστι
δὲ ὁ δῆμος τῆς Ἀραφηνίδος μεταξὺ Φηγέως τοῦ πρὸς Μα‐67
Eth
.

68

ραθῶνι καὶ Βραυρῶνος, αἱ δ’ Αἰξωνίδες ἐγγὺς τοῦ ἄστεος. ἔστι καὶ λίμνη ἐκ θαλάσσης. „δασύνεται δὲ τὸ Ἁλαί, ὡς καὶ ἐν τῷ δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅς ἐστι τόπος Ἀττικῆσ“.
5 Ἁλα, πόλισμα Βοιωτίας, Παυσανίας ἐνάτῳ. καὶ ἡ πρόσχωρος τῇ Ἀργείᾳ οὕτως Ἁλή λέγεται ὀξυτόνως. ἔστι καὶ ἑτέρα καταντίον Μάσητος. καὶ τῆς Κιλικίας δὲ πόλις πληθυντικῶς λεγομένη Ἁλαί. ἀπὸ δὲ τούτου Ἁλήιον πεδίον. [Ἁλαί] τὸ ἐθνικὸν Ἁλεύς, ἀφ’ οὗ τὸ Ἁλήιος. ἔστι καὶ Ἁλι‐
10κός κτητικὸν [τῆς] Κιλικίας, καὶ Ἁλική ἡ χώρα, καὶ χωρίον Ἁλικόν πρὸς τῇ Αὐγούστᾳ, καὶ ὄρος ὁμώνυμον. Ἀλαλκομένιον, πόλις Βοιωτίας, ἀπὸ τοῦ Ἀλαλκομε‐ νέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. οὐ γὰρ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος· ἦν γὰρ ἂν καὶ Ἀλαλκηίς·
15ἀλλ’ ὡς Θησεύς Θησηίς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηίς, ὥσπερ καὶ Βρισεύς Βρισηίς καὶ Νηρεύς Νηρηίς. „ἐκ τοῦ Ἀλαλκομενέως δὲ καὶ Ἀθηναίδος τῆς Ἱπποβότου Γλαύκωπος, ἀφ’ οὗ τὸ Γλαυκώπιον καὶ Γλαυκῶπις. καὶ Ζεὺς Πολιεύς
καὶ Ἀθηνᾶ Πολιάσ“. τὸ ἐθνικὸν Ἀλαλκομενιεύς καὶ Ἀλαλ‐68
Eth
.

69

κομένιος, καὶ Ἀλαλκομενία ἡ Ἀθηνᾶ ἐκεῖ τιμᾶται. τοῦ δ’ Ἀλαλκομεναί Ἀλαλκομεναῖος. Ἀλαμανο, ἔθνος Γερμανοῖς πρόσχωρον. Ἀλανός, ὄρος Σαρματίας.
5 Ἀλαρόδιοι, ἔθνος περὶ τὸν Πόντον, ὡς Ἡρόδοτός φησιν. Ἄλβα, πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δ’ ἡ Ἄλβα καθ’ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. ἔστι καὶ ποταμὸς Ἄλβας, ὁ
10νῦν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θα‐ νόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.
15 Ἀλβανία, χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀλβίων, νῆσος Πρεττανική, Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Ἀλβιώνιος. Ἄλγιδος, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀλγίδιος ὡς Τε‐ νέδιος Ἀράδιος.
20Ἀλέα, πόλις Ἀρκαδίας, Θεόπομπος πεντηκοστῇ ἕκτῃ.69
Eth
.

70

ἔστι καὶ Θετταλίας. καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ. ὁ πολίτης Ἀλεός ὁμοφώνως τῷ οἰκιστῇ ὡς Δάρδανος Δαναός. ἔστι καὶ ἄλλο ἐθνικὸν Ἀλεάτης ὡς τῆς Τεγέας Τεγεάτης. Ἡρωδιανὸς δέ φησιν „ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε
5δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται“. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. ἀπὸ τοῦ Ἀλεοῦ λέγεται καὶ Ἀλεαῖος. Ἀλεξάνδρειαι πόλεις ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου.
10Ἰάσων δὲ ὁ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δʹ βιβλίῳ φησί „τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως
νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ,
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν. ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ
15ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ κατα‐ πτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν· ταραχθεὶς οὖν Ἀλέ‐ ξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι“. ταῦτα καὶ Ἀρριανός. ἐκλήθη δὲ Ῥα‐ κῶτις καὶ Φάρος καὶ Λεοντόπολις, διὰ τὸ τὴν τῆς Ὀλυμπιά‐
20δος γαστέρα ἐσφραγίσθαι λέοντος εἰκόνι. ἐλέγετο δὲ κατ’
ἐξοχὴν πόλις καὶ πολῖται ἐξ αὐτοῦ, ὡς ἄστυ αἱ Ἀθῆναι καὶ70
Eth
.

71

ἀστοί καὶ ἀστικοί οἱ Ἀθηναῖοι [ὡς καὶ ἐπὶ Ῥώμης λέγεται οὔρψ]. ἐκλήθη δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν Σεβαστή καὶ Ἰουλία καὶ Κλαυδία καὶ Δομετιανή καὶ Ἀλεξεντηρία. τῷ δὲ συνοι‐ κισμῷ τριακοντατεσσάρων ἐστὶ σταδίων τὸ μῆκος, ὀκτὼ δὲ τὸ
5πλάτος, ἡ δὲ ὅλη περίμετρος σταδίων ἑκατὸν δέκα. δευτέρα ἐστὶ πόλις Τροίας, ἐν ᾗ ἐγένετο Ἡγήμων ἐποποιός, ὃς ἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λακεδαιμονίων. περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας
10ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυο‐ φάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κι‐ λικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας,
15ἐν ᾗ Ἀδώνιον ἦν ἔχον Πραξιτέλους Ἀφροδίτην. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδε‐ κάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν
20Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Πα‐
ροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάιδος αὐτοῦ κτίσμα,71
Eth
.

72

ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται. ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. τὸ ἐθνικὸν Ἀλεξανδρεύς ἐκ τῆς Ἀλεξάνδρου γενικῆς. τὸ θηλυκόν, ὡς
5ἀπὸ τοῦ Σινωπεύς Σινωπίς, οὕτως ἀπὸ τοῦ Ἀλεξανδρεύς Ἀλεξανδρίς. Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τοῦ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν τῷ περὶ Κυρηναϊκῆς πόλεως Ἀλεξανδρειώτην φησὶ παρὰ τὴν ... Ἀλεξανδρειανός, ὡς Μύρλεια Μυρλειανός, Ἡράκλεια Ἡρακλειανός. λέγεται
10καὶ Ἀλεξάνδρειος κτητικόν. Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξαν‐ δρῖνος καὶ τὸ Ἀλεξανδρίνης, οὐ μέντοι τὸ Ἀλεξανδρεώτης. ἔστι καὶ ἀλεξάνδρεια βοτάνη καὶ φυτόν, παρ’ ἄλλοις δὲ ἀλεξάνδρα, ἐξ ἧς ἐστέφετο Ἀλέξανδρος ἐν τοῖς ἀγῶσι. τινὲς
15δὲ δανάην αὐτὴν καλοῦσιν, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ ἐπιφυλ‐ λάκανθον ἢ φυλλόκαρπον. Ἀλήσιον, τῆς Ἤλιδος „πέτρης τ’ Ὠλενίης καὶ Ἀλη‐ σίου“. ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. οὗτος δ’ ἦν τῶν Ἱπποδαμείας μνηστήρων. οἱ δὲ Γαργηττοῦ υἱόν, ἕνα τῶν μετὰ
20Πέλοπος ἀφικομένων. τὸ ἐθνικὸν Ἀλησιεύς ὡς Βουπρασιεύς.72
Eth
.

73

ἔστι καὶ Ἀλήσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. ὁ δὲ Εὐφορίων „οὐ γὰρ Ἀλήσιοί ἐστε“ φησίν. Ἀλθαία, πόλις Ὀλκάδων. οἱ δὲ Ὀλκάδες ἔθνος Ἰβη‐ ρίας, πλησιόχωροι Καρχηδόνος, ἣν ἐκάλουν καὶ καινὴν πόλιν.
5τὸ ἐθνικὸν Ἀλθαῖος ὡς Αἰαῖος, ἢ Ἀλθαιάτης ἢ Ἀλθαιανός. εὕρομεν δὲ ἐν ταῖς συγγραφαῖς Δημητρίου Ἀλθαιέα. Ἁλίαρτος, πόλις Βοιωτίας, ἀρσενικῶς. Ὅμηρος „ποιή‐ ενθ’ Ἁλίαρτον“. λέγεται δὲ κτισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. τὸ ἐθνικὸν Ἁλιάρτιος ὡς Βοιώτιος. Ἀρμενίδας
10δ’ ἐν τῷ ρ Ἀρίαρτόν φησι. Ἁλιεῖς, πόλις Ἀργολικῆς παραθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ Ἁλιεύς. Ἔφορος ἐν τῷ ἕκτῳ ὅτι Τιρύν‐ θιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτως „ποῖ τυ λαβὼν
15καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆ‐ σθαι“. ἐλέγοντο δ’ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας. τὸ θη‐
λυκὸν Ἁλιάς. καὶ Ἁλικός τὸ κτητικόν.73
Eth
.

74

Ἁλιζῶνες, ἔθνος. Ὅμηρος „αὐτὰρ Ἁλιζώνων“. Ἔφο‐ ρος οἰκῆσαί φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. ἴσως δὲ διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ’ ἐναλλαγὴν τοῦ α εἰς ι οὕτως
5ὠνομάσθησαν. Ἁλικαρνασσός, πόλις Καρίας .... Ἄνθης, φασίν, ... ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροι‐ ζῆνος μετῴκησε, λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος.
10ἐκαλεῖτο δὲ Ἰσθμός καὶ Ζεφύριον, ὡς Φίλων, καὶ Ζεφυρία. λέγεται ἀρσενικῶς. ὁ πολίτης Ἁλικαρνασσεύς ὡς Ἀψυρτεύς, Ἀνδροτίων δ’ ἐν τρίτῃ Ἀτθίδος Ἁλικαρνάσσιος φησί. καὶ Ἁλικαρνασσίς θηλυκόν, καὶ Ἁλικαρνασσοῖ τὸ τοπικόν, καὶ ἐκ τόπου Ἁλικαρνασσόθεν.
15 Ἁλικύαι, πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. τὸ ἐθνικὸν Ἁλικυαῖος καὶ Ἁλικυαία. Ἁλίκυρνα, κώμη Ἀκαρνανίας. Στράβων. ὁ οἰκήτωρ Ἁλικυρναῖος, ὥσπερ Μηκύβερνα Μηκυβερναῖος.
Ἁλιμοῦς, δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ74
Eth
.

75

πόλιν ἡγεῖται. ὁ δημότης Ἁλιμούσιος. τὰ τοπικὰ Ἁλιμουν‐ τόθεν Ἁλιμοῦντάδε Ἁλιμοῦντι. Ἄλινδα, πόλις Καρίας, ὡς Πολυίστωρ. ὁ πολίτης Ἀλινδεύς.
5 Ἀλίμαλα, χωρίον Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν δευ‐ τέρῳ. οἱ ἐνοικοῦντες Ἀλιμαλεῖς. Ἀλίνδοια, πόλις Μακεδονίας, ὡς Βέροια. τὸ ἐθνικὸν Ἀλινδοιαῖος ὡς Βεροιαῖος. Ἁλίσαρνα, πόλις τῆς Τρωάδος χώρας, Θεόπομπος. τὸ
10ἐθνικὸν ὁ αὐτὸς Ἁλισαρναῖος. Ἀλίφηρα, πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονας παιδὸς Ἀλι‐ φήρου. ὁ πολίτης Ἀλιφηρεύς. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Ἀλκομενα, πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ, ἀφ’ ἧς Ἀλκο‐
15μενεὺς ὁ Ὀδυσσεύς. ἔστι καὶ τῆς Ἰλλυρίας πόλις. ὁ πολίτης ἀμφοτέρων Ἀλκομενεύς καὶ τὸ θηλυκὸν Ἀλκομένεια. Ἀλλαλία, πόλις ἐν Κύρνῳ τῇ νήσῳ, κτίσμα Φωκαέων,
ὡς Ἡρόδοτος. τὸ ἐθνικὸν Ἀλλαλιαῖος.75
Eth
.

76

Ἀλλάντη, πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομ‐ πος δ’ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. τὸ ἐθνικὸν Ἀλλάντιος ὡς Παλλάντιος. Ἀλλαρία, πόλις τῆς Κρήτης, Πολύβιος τρισκαιδεκάτῃ.
5τὸ ἐθνικὸν Ἀλλαριάτης, ὡς αὐτός φησιν. Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικόν, ὡς Ἀπολ‐ λόδωρος. Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ ο μικροῦ Ἀλλόβρογας, οἱ πλείους δὲ διὰ τοῦ ι. ὁ δὲ τεχνικός „Ἀλλόβροξ, ἔθνος Γαλατικόν“.
10 Ἀλμήνη, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Ἀλμήνιος ὡς Παλλήνιος, ἢ Ἀλμηνίτης ὡς Σι‐ νωπίτης. Ἄλμος, πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι κακῶς. τὸ ἐθνικὸν ἀπὸ τῆς Ἄλμωνος γενικῆς
15Ἀλμώνιος καὶ Ἀλμωνία. Ἀλμωπία, χώρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες.
Λυκόφρων „ἐκ δ’ Ἀλμωπίας παλιμπλανήτην δέξεται Τυρσηνία“76
Eth
.

77

περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος γίγαντος. τὸ ἐθνικὸν Ἄλμωψ καὶ Ἀλμώπιος καὶ Ἀλμωπία. ἀπὸ Ἄλ‐ μωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος. Ἁλόννησος, περὶ ἧς Φίλιππος καὶ Ἀθηναῖοι διεφέ‐
5ροντο. τὸ ἐθνικὸν Ἁλοννήσιος ὡς Προκοννήσιος, καὶ Ἁλοννη‐ σίτης ὡς Χερρονησίτης. ἔστι καὶ ἑτέρα τῆς Ἰωνίας. τὸ ἐθνι‐ κὸν ταὐτόν. Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ
10Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ’ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν „ἐλθόντ’ ἐξ Ἀλόπης, ὅθ’ Ἀμαζονίδων γένος ἐστίν“.
15ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς. Ἄλος, πόλις Ἀχαΐας. καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι
τῆς Ὄθρυος. ἀπέχει δὲ Ἴτωνος ὡς ἑξήκοντα σταδίους. κτίσαι77
Eth
.

78

δ’ αὐτὴν Ἀθάμαντα ἀπὸ τῆς συμβάσης αὐτῷ ἄλης. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασε. δύο δὲ Παρμενίσκος Ἄλους ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ
5Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀλεύς, Σοφοκλῆς δὲ Ἀλουσίους, τινὲς δὲ τῶν γλωσσογράφων Ἀλίους. Ἄλπεια, ἠιὼν πρὸς ἄρκτον τῆς Τυρρηνίδος καὶ Ἰονίας θαλάσσης. οἱ κατοικοῦντες Ἄλπειοι. καὶ Ἄλπεις καὶ Ἄλπεια
10ὄρη καὶ Ἄλβια. διχῆ γὰρ ἡ γραφή, καὶ διὰ τοῦ π καὶ διὰ τοῦ β. καὶ Ἀλβία ἡ χώρα διὰ τοῦ β. Ἀλπηνο, κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως Ἀλπηνοί. Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων.
15ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπι‐ κνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Ἄλτος, χωρίον πλησίον Θεσσαλονίκης, ὡς Θεαγένης ἐν
Μακεδονικοῖς. τὸ ἐθνικὸν Ἄλτιος.78
Eth
.

79

Ἀλύαττα, χωρίον Βιθυνίας, ἀπὸ Ἀλυάττου κρατήσαντος τὸν τόπον. ὁ οἰκήτωρ Ἀλυαττηνός. Ἀλύβας. τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰτα‐ λίας, τινὲς δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. τὸ ἐθνικὸν Ἀλυ‐
5βάντιος. Ἀλύβη. „τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέ‐ θλη“. παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυ‐
10βεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ „ὅστις μεὺ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα“ τουτέστι τὴν ἀργυρᾶν, διὰ τὰ μέταλλα. Ἑλλάνικος δέ φησι λίμνην εἶναι Ποντικήν. τὸ ἐθνικὸν Ἀλυβαῖος. Ἀλύζεια, πόλις Ἀκαρνανίας, ἀπὸ τοῦ παιδὸς Ἰκαρίου
15κληθεῖσα Ἀλύζου. τὸ ἐθνικὸν Ἀλυζεύς καὶ Ἀλυζαῖος. Ἄλυκος, πόλις Πελοποννήσου. „εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων“ Καλλίμαχος. τὸ ἐθνικὸν Ἀλύκιος. Ἀλύχμη, ... ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ ἐθνικόν, ὡς τοῦ Βοίβη Βοίβιος Ἀκτή Ἄκτιος, οὕτως καὶ Ἀλύχμιος.
20Ἀλώιον, πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν79
Eth
.

80

οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέως. τὸ ἐθνικὸν Ἀλωεύς. Ἁλώνη, νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. τὸ ἐθνικὸν Ἁλωνήσιος. ὠνομάσθη δὲ
5οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόη‐ σαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας. Ἀλωνίς, νῆσος καὶ πόλις Μασσαλίας, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Ἀλωνίτης. Ἀλωπεκ, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης
10Ἀλωπεκεύς. τὰ τοπικὰ Ἀλωπεκῆθεν Ἀλωπεκήνδε Ἀλωπεκῆσι. Ἀλωπεκία, νῆσος. Στράβων ἑνδεκάτῃ. τὸ ἐθνικὸν Ἀλωπεκιεύς ὡς Οἰχαλιεύς τῆς Οἰχαλίας. Ἀλωπεκόννησος, πόλις τῆς Ἑλλησποντίας χερρονήσου, κατὰ χρησμὸν κτισθεῖσα, κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν
15ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Ἀλωπεκοννήσιος. ἐκλήθησαν δὲ ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον ἄλλοθεν φέρουσα κατετίθετο. Ἄλωρος, πόλις Μακεδονίας. ἔστι δὲ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. τὸ ἐθνικὸν Ἀλωρίτης καὶ Ἀλωρῖτις.
20 Ἀμάδοκοι, Σκυθικὸν ἔθνος, Ἑλλάνικος ἐν Σκυθικοῖς. ἡ γῆ δὲ τούτων Ἀμαδόκιον. Ἀμαζόνειον, τόπος ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δ’ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ ι
25γράφει τὸ ὄνομα. ἔστι καὶ ἄλλο διὰ τοῦ κ Ἀμαζονικόν ἐν80
Eth
.

81

Βοιωτίᾳ. ἔστι καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. τὸ ἐθνικὸν Μαζαεύς ὡς Μι‐ δαεύς καὶ Δορυλαεύς. Ἀμαζόνες, ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς
5Ἔφορος, ἃς νῦν Σαυροματίδας καλοῦσι. „φασὶ δὲ περὶ αὐτῶν ὅτι τῇ φύσει τῶν ἀνδρῶν διαφέροιεν, αἰτιώμενοι τοῦ τόπου τὴν κρᾶσιν, ὡς γεννᾶν εἰωθότος τὰ θήλεα σώματα ἰσχυρότερα καὶ μείζω τῶν ἀρσενικῶν. ἐγὼ δὲ φυσικὸν νομίζω τὰ κοινὰ πάντων πάθη, ὥστ’ ἄλογος ἡ αἰτία. πιθανωτέρα δ’ ἥν φα‐
10σιν οἱ πλησιόχωροι. οἱ γὰρ Σαυρομάται ἐξ ἀρχῆς ἐπὶ τὴν Εὐρώπην στρατεύσαντες καὶ πάντες διαφθαρέντες, τὰς γυναῖκας οὔσας μόνας .... καὶ αὐξησάντων τῶν ἀρρένων, στασιάσαι πρὸς τὰς γυναῖκας, ὑπερεχουσῶν δὲ τῶν γυναικῶν καταφυγεῖν τοὺς ἄρρενας εἰς δασύν τινα τόπον καὶ ἀπο‐
15λέσθαι. φοβηθεῖσαι δὲ μή πως ἀπὸ τῶν νεωτέρων τιμω‐ ρία τις γένηται, δόγμα ἐποίησαν ὥστε τὰ μέλη συντρῖψαι καὶ χωλοὺς πάντας ποιῆσαι“. ἐκαλοῦντο δὲ καὶ Σαυροπατί‐ δες παρὰ τὸ σαύρας πατεῖν καὶ ἐσθίειν, ἢ [Σαυροματίδες] διὰ τὸ ἐν τῇ Σαυροματικῇ Σκυθίᾳ οἰκεῖν. ἔστι καὶ Ἀμα‐
20ζονία πόλις Μεσσαπίας. λέγεται καὶ Ἀμαζών ἀρσενικῶς.81
Eth
.

82

λέγεται καὶ Ἀμαζόνιον τὸ οὐδέτερον διὰ τοῦ ι καὶ Ἀμαζο‐ νίδης. Ἄμαθα, οὐδετέρως, τῆς Ἀραβίας χωρίον, ὅπερ μετὰ τοῦ κ νῦν λέγουσιν Ἄκμαθα. κέκληται δὲ ἀπὸ τῆς ἄμμου.
5φασὶ γὰρ τὸ πολὺ τῆς Ἀραβίας ὑπὸ τῆς Ἐρυθρᾶς πάλαι κατακλύζεσθαι. οἱ οἰκήτορες Ἀμαθηνοί. Ἀμάθη, πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί, πληθυντικῶς. τὸ ἐθνικὸν ἀμφοτέρων Ἀμαθαῖος. Ἀμαθοῦς, πόλις Κύπρου ἀρχαιοτάτη, ἐν ᾗ Ἄδωνις
10Ὄσιρις ἐτιμᾶτο, ὃν Αἰγύπτιον ὄντα Κύπριοι καὶ Φοίνικες ἰδιοποιοῦνται. ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ἀμαληκῖται, ἔθνος Ἑβραϊκόν. Ἀμαμασσός, πόλις Κύπρου, ἐν ᾗ τιμᾶται Ὑλάτης
15Ἀπόλλων. τὸ ἐθνικὸν Ἀμαμάσσιος καὶ Ἀμαμασσεύς. Ἄμανον, ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου κα‐ θῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα [ἐν τούτῳ τῷ ὄρει] τῆς μανίας λύσιν εὑρεῖν. ὁ οἰκήτωρ Ἀμανίτης. εἰσὶ καὶ Ἀμμανῖται διὰ δύο
20μμ, γένος τῶν Ναβαταίων Ἀράβων, ὡς Ἰώσηπος. ἐκλήθη‐ σαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέρας θυγατρός. Ἀμαντία, Ἰλλυριῶν μοῖρα, πλησίον Ὠρικοῦ καὶ Κερ‐ κύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη.
25Καλλίμαχος Ἀμαντίνην αὐτήν φησιν. ἧς τὸ κτητικὸν Ἀμαντι‐82
Eth
.

83

νική. λέγονται καὶ Ἄμαντες. τὸ ἐθνικὸν Ἀμαντιεύς. καὶ Ἄβαντας αὐτούς φασιν. Ἄμαξα, χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. τὸ ἐθνικὸν Ἀμαξαῖος καὶ Ἀμαξίτης καὶ τὸ κτητικὸν Ἀμαξικός.
5 Ἁμαξαντι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δη‐ μότης Ἁμαξαντιεύς. τὰ τοπικὰ Ἁμαξαντιᾶθεν καὶ Ἁμαξαν‐ τιάνδε καὶ Ἁμαξαντιᾶσιν. Ἀμαξία, πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Ἀμαξιεύς, ὡς τῆς Ἀμαντίας Ἀμαντιεύς.
10 Ἀμαξιτός, πολίχνιον τῆς Τρωάδος. Στράβων ιγʹ. τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολλόδωρος δὲ ἐν χρονικῶν τρίτῃ Ἀμα‐ ξιτηνούς φησιν. Ἀμαραντο, ὀξυτόνως, Κολχικὸν ἔθνος, ἀφ’ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν.
15 Ἀμαρδο, ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβων ιαʹ. εἰσὶ καὶ Περσῶν Μαρδοί δίχα τοῦ α. Ἀμάρυνθος, νῆσος Εὐβοίας, ἀπό τινος κυνηγοῦ τῆς Ἀρτέμιδος Ἀμαρύνθου. τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμαρύ‐ σιος ὡς Τρικορύσιος· οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. ἀνα‐
20λογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ς. Ἀμάσεια, πόλις Ποντική, ἀφ’ ἧς Στράβων ὁ στωικὸς
φιλόσοφος. ὁ πολίτης Ἀμασεύς, ὡς αὐτὸς Στράβων. κατὰ83
Eth
.

84

δὲ Καπίτωνα Ἀμασεώτης. πειστέον δὲ μᾶλλον Στράβωνι ὡς πολίτῃ. Ἄμαστρις, πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα. „Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνουσ“. ἀπὸ
5γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελ‐ φοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ’ ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Ἀμάστρεως δὲ κλίνει Στράβων, ἄλλοι Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός. Στράβων δωδεκάτῃ „πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος
10κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον“. ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις πόλις Φασια‐ νός καὶ Σάρδις Σαρδιανός. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν, ὡς Βάκτριος Βακτριανός, [ἢ ἀπὸ τῶν εἰς ος γενικῶν]. οἱ δὲ νῦν ἐν τῇ συνηθείᾳ κακῶς Ἀμαστρανοὺς λέ‐
15γουσιν αὐτούς. Ἄμβασον, μητρόπολις τῶν Φρυγῶν. ὁ πολίτης Ἀμβα‐ σίτης, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος. Ἄμβλαδα, πόλις Πισιδίας. Στράβων δωδεκάτῃ „εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ
20Ἄμβλαδα“. ὁ πολίτης Ἀμβλαδεύς. ὅθεν καὶ Ἀμβλαδεὺς οἶνος, πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.
Ἀμβρακία, πόλις Θεσπρωτίας, ἀπὸ Ἄμβρακος τοῦ84
Eth
.

85

παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος, ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμβρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνος φησὶ Σικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμ‐
5πρακιώτης ἀπὸ τῆς Ἄμπρακος γενικῆς καὶ Ἀμπρακία. τὰ γὰρ εἰς ια θηλυκὰ καὶ εἰς ιον οὐδέτερα διὰ τοῦ ωτης ποιεῖ τὰ ἐθνικά, Σικελιώτης Πηλιώτης. λέγεται καὶ Ἀμβράκιος καὶ Ἀμβρακία ἡ γυνή. τὸ δ’ Ἀμβρακία ἀπὸ τῆς Ἄμβρακος γενι‐ κῆς, οὐκ ἀπὸ τοῦ Ἀμβράκιος· ἦν γὰρ Ἀμβρακιακός.
10 Ἄμβρακος, πολίχνιον τῆς Ἠπείρου, παρὰ τὴν Ἀμβρα‐ κίαν ἰδιάζον. ὁ οἰκήτωρ Ἀμβράκιος. Ἀμέριον, πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμε‐ ρῖνος. Ἀμήστρατος, πόλις Σικελίας, Ἀπολλόδωρος τετάρτῃ
15χρονικῶν. τὸ ἐθνικὸν Ἀμηστρατῖνος. Ἀμίκου, μία νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν ἐξ Ἀμίκου νήσου κατὰ περίφρασιν, καὶ Ἀμικουνησίτης. Ἄμιλος, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Ἀμίλιος. καὶ γὰρ Στυμφάλιος καὶ Μαινάλιος παρ’ αὐτοῖς.
20 Ἄμισα, πόλις Γερμανίας. Μαρκιανὸς ἐν τοῖς ἀπὸ Ῥώ‐ μης ἐπὶ τὰς διασήμους πόλεις. τὸ ἐθνικὸν Ἀμισαῖος. Ἀμισός, „πόλις ἀξιόλογος, διέχουσα Σινώπης σταδίους ἐνακοσίουσ“. ἔστι δ’ ἐν τῷ Πόντῳ. λέγεται καὶ ἀρσενικῶς. [τὸ ἐθνικὸν] Ἀμισηνός. λέγεται καὶ Ἀμίσιος, ὡς Φίλων ἐν
25τῷ περὶ πόλεων.85
Eth
.

86

Ἀμμωνία, ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ ι. τὸ δ’ Ἀμμώνειον διὰ διφθόγγου ὡς Δημήτρειον καὶ Ἀπολλώνειον.
5 Ἀμνισός, ποταμὸς Κρήτης. αἱ τούτου νύμφαι Ἀμνι‐ σιάδες καὶ Ἀμνισίδες. Ἄμολβος, πόλις Μαγνήτων, ὡς Βάλακρος Μακεδονι‐ κῶν βʹ. τὸ ἐθνικὸν Ἀμόλβιος. Ἀμοργός, νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις
10τρεῖς, Ἀρκεσίνην Μίνωαν Αἰγιάλην. ἐκαλεῖτο δὲ καὶ Παγκάλη καὶ Ψυχία. ἀπὸ τῆς Μινώας ἦν Σιμωνίδης ὁ ἰαμβοποιός, Ἀμοργῖνος λεγόμενος, ὡς Ἐρυκῖνος. λέγεται καὶ Ἀμόργιος, ὥς φησι Χάραξ. Νικόλαος δ’ Ἀμοργίτην αὐτὸν καλεῖ. ἥν τινα Καρκήσιος ἀνὴρ Νάξιος ᾤκισε καὶ Καρκησίαν ὠνόμασε.
15τὸ δ’ ἀμόργινος χιτὼν χρώματος ἴδιον. Ἀμόριον, πόλις τῆς μεγάλης Φρυγίας, Στράβων δωδε‐
κάτῃ. τὸ ἐθνικὸν Ἀμοριεύς ὡς Νοτιαεύς Δορυλαεύς.86
Eth
.

87

Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος. Ἄμπελος, πόλις τῆς Λιγυστικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα
5ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ. Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω τὴν δὲ κάτω. ἔστι καὶ Ἰτα‐ λίας ἄκρα καὶ λιμὴν καὶ πόλις. ὁ πολίτης Ἀμπελῖνος ὡς Ἀσσωρῖνος Ἀβακαινῖνος· ὁ γὰρ τύπος τῶν Ἰταλῶν. τῶν δὲ λοιπῶν δυνατὸν Ἀμπελῖται εἶναι.
10 Ἄμπη, πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ. τὸ ἐθνικὸν Ἀμπαῖος ὡς Λαμπαῖος. Ἀμυδών, πόλις Παιονίας. τὸ ἐθνικὸν Ἀμυδώνιος, ὡς Καλυδών Καλυδώνιος. Ἀμυθαονία, μοῖρα τῆς Ἤλιδος, ἀπὸ Ἀμυθάονος τοῦ
15Κρηθέως, ὡς Ῥιανός. Ἀμύκλαι, πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισε. κλίνεται δὲ καὶ Ἀμύκλα τὸ ὄνομα τοῦ κτίσαντος καὶ Ἀμύκλαντος, ὡς Σιμίας ἐν Μησίν „ὅν ῥ’ [ἀπ’] Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλή‐
20σκουσιν“ τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖος, καὶ Ἀμυκλαιεύς87
Eth
.

88

ἐξ αὐτοῦ, ὡς Κρηταῖος Κρηταιεύς. καὶ τὸ θηλυκὸν τοῦ Ἀμυ‐ κλαῖος Ἀμυκλαία καὶ Ἀμυκλαΐς. λέγεται καὶ Ἀμυκλαΐτης ὡς Θηβαΐτης. ἔστι καὶ πόλις Ἀμύκλαιον ἐν Κρήτῃ καὶ ὅρμος. Ἄμυμνοι, ἔθνος Ἠπειρωτικόν, Ῥιανὸς ... λέγεται καὶ
5Ἀμυμναῖος καὶ Ἀμυμναία. Ἀμύνται, ἔθνος Θεσπρωτικόν „μένος πνείοντες Ἀμύν‐ ται“. καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. Ἀμύργιον, πεδίον Σακῶν, Ἑλλάνικος Σκυθικοῖς. τὸ ἐθνικὸν Ἀμύργιος, ὡς αὐτός φησιν.
10 Ἄμυρος, πόλις Θεσσαλίας, ἀπὸ ἑνὸς τῶν Ἀργοναυ‐ τῶν [πολυβότρυος αὐταμύροιο.] ... ἡ πόλις θηλυκόν. ἄδη‐ λον δὲ τὸ Ἡσιόδειον „Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ’ Ἀμύροιο“. τὸ ἐθνικὸν Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς. καὶ τὸ κτητικὸν Ἀμυρήιος. καὶ Ἀμυρηίς τὸ θηλυκόν. Εὔπολις
15δὲ Ἀμύρους αὐτοὺς λέγει, πλησιοχώρους τῆς Μολοττίας. ἐκ
τούτου καὶ Ἀμυραῖοι λέγονται. Σουίδας δ’ ἐν ταῖς γενεαλογίαις88
Eth
.

89

ὅτι οὗτοι ἐκαλοῦντο Ἐορδοί, ὕστερον δὲ Λέλεγες. οἱ αὐτοὶ καὶ Κένταυροι καὶ Ἱπποκένταυροι. καὶ τὴν πόλιν Ἀμυρι‐ κήν καλεῖ. Ἀμφανα, πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεα‐
5λογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως. τὸ ἐθνικὸν Ἀμφαναῖος καὶ Ἀμφαναιεύς. Ἀμφάξιον. δύο μέρη λόγου. πόλις. τὸ ἐξ αὐτοῦ Ἀμφ‐ αξίτης. Στράβων ἑβδόμῃ.
10 Ἄμφεια, πόλις Μεσσήνης. Παυσανίας τετάρτῳ. τὸ ἐθνικὸν Ἀμφεύς. καὶ ὁ τύπος γὰρ Ἀρκάς, ὡς τὸ Ἡραιεύς. Ἀμφιγένεια, πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντί‐ μαχον τῆς Μεσσηνίας. ἔχει δὲ ἡ πόλις Λητοῦς ἱερόν· φασὶ
15γὰρ ὅτι ἐκεῖ παραγενομένην Λητὼ τεκεῖν τὸν Ἀπόλλωνα. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. τὸ ἐθνικὸν Ἀμφιγενειάτης διὰ τὸν Πελοποννήσιον χαρακτῆρα, ἢ καὶ Ἀμφιγενεύς.
Ἀμφίδολοι, πόλις τῆς Τριφυλίας. καὶ οἱ πολῖται89
Eth
.

90

ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί, οὕτως Ἀμφίδολοι. Ἀμφίκαια, πόλις Φωκίδος, Παυσανίας δεκάτῃ· ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. ὁ πολίτης Ἀμφικαιεύς.
5 Ἀμφίλοχοι, πόλις Ἀκαρνανίας, οἱ καὶ Ἀμφιλοχικὸν Ἄργος κληθέντες ἀπὸ Ἀμφιλόχου τοῦ Ἀμφιαράου, καὶ Ἀμφι‐ λοχία ἡ χώρα. οἱ πολῖται Ἀμφίλοχοι καὶ Ἀμφιλοχικοί ἐκ τοῦ Ἀμφιλοχικὸν Ἄργος. Ἀμφιμάλιον, πόλις Κρήτης, ἀπὸ Ἀμφιμάλου. ὁ πο‐
10λίτης Ἀμφιμαλιεύς ἢ Ἀμφιμάλιος. λέγεται καὶ Ἀμφίμαλα καὶ τὸ ἐθνικὸν Ἀμφιμαλαῖος. Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυ‐
15δίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφι‐ πολίτης. Ἄμφισσα, πόλις Ὀζολῶν Λοκρῶν. ἐκλήθη δὲ διὰ τὸ
20ἐμπεριέχεσθαι τοῖς ὄρεσι τοῖς παρακειμένοις. παραγωγὴ δέ, ὡς ἐκ τῆς ἀντί Ἄντισσα καὶ ἐκ τῆς ἐπί ἔπισσα, οὕτως ἀμφί
Ἄμφισσα. ὁ πολίτης Ἀμφισσαῖος καὶ Ἀμφισσεύς. τὸ ἐκ90
Eth
.

91

τόπου Ἀμφίσσηθεν. ἔστι καὶ χώρα τῆς μικρᾶς Ἀρμενίας Ἀμφισσήνη, ὡς Στράβων ιαʹ. Ἀμφιτροπ, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀμφιτροπαιεύς. τὰ τοπικὰ Ἀμφιτροπῆθεν ἐκ τόπου, Ἀμφι‐
5τροπήνδε εἰς τόπον καὶ Ἀμφιτροπῆσι ἐν τόπῳ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύς ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖος. τὰ γὰρ εἰς ευς ἀπὸ τῶν εἰς η θηλυκῶν ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις, Σινώπη Σινωπεύς. Ἄμφρυσος, πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ β φασίν.
10ἔστι καὶ ποταμὸς Μαγνησίας. τὸ ἐθνικὸν Ἀμφρύσιος, ὡς Λυκόφρων „Αμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων“. ἔστι καὶ Ἀμφρυσεύς. Ἀναγυροῦς, δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Ἀνα‐ γυρουντόθεν, ὁμοίως τῇ ἐκ τόπου, καὶ Ἀναγυροῦντάδε εἰς
15τόπον, καὶ ἐν τόπῳ Ἀναγυροῦντι. λέγεται καὶ Ἀναγυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλ’ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α. εἰς τὸ Φλιοῦς Φλιάσιος. Ἀνάζαρβα, πόλις Κιλικίας. κέκληται ἀπὸ τοῦ προκει‐
20μένου ὄρους ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίσαντος. τὸ ἐθνικὸν Ἀναζαρβεύς ὡς Καρυανδεύς. ἀφ’ ἧς ἦν Διοσκουρίδης ὁ δια‐
σημότατος ἰατρός, χρηματίζων Ἀναζαρβεύς, καὶ Ἀσκληπιάδης91
Eth
.

92

ὁ Ἀναζαρβεύς, ὁ πολλά τε καὶ ἄλλα καὶ περὶ ποταμῶν γρά‐ ψας βιβλίον. Ἀναία, παροξυτόνως, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας. „ἀντικρὺ Σάμοιο“. κέκληται ἀπὸ Ἀναίας
5Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. τὸ ἐθνικὸν Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος. καὶ Μέλας ἱστορικὸς Ἀναῖος. Θουκυδίδης ἐν τρίτῃ Ἀναΐτας φησὶ τοὺς πολίτας. καὶ θηλυκόν. Ἀνακαία, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης
10Ἀνακαιεύς. τὰ τοπικὰ Ἀνακαίαθεν Ἀνακαίαζε Ἀνακαίασιν. οἱ δὲ λέγοντες Ἀνακωνόθεν Ἀνακῶνάδε Ἀνακωνᾶς οὐ καλῶς φασίν. Ἀνάκη, ὡς Ἀνάφη, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Ἀνακαῖος ὡς Ἀναφαῖος.
15 Ἀνακτόριον, Ἀκαρνανίας πόλις, οὐδετέρως, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ. ἀρσενικῶς παρὰ Σοφοκλεῖ. τὸ ἐθνικὸν Ἀνακτόριος καὶ Ἀνακτορία ἡ γῆ καὶ Ἀνακτοριεύς.
Σοφοκλῆς δέ φησι διὰ τῆς ει „Ἀνακτόρειον τῆσδ’ ἐπώνυμον92
Eth
.

93

χθονόσ“. καὶ Εὐγένιος δέ, ὁ πρὸ ἡμῶν τὰς ἐν τῇ βασιλίδι σχολὰς διακοσμήσας, ἐν συλλογῇ λέξεων διὰ διφθόγγου φησίν. ἔοικε δ’ ἀστιγεῖ ἐντετυχηκέναι βιβλίῳ· ἡμεῖς γὰρ διὰ τοῦ ι εὕρομεν.
5 Ἀναριάκη, πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. τὸ ἐθνικὸν Ἀναριάκαι, ὡς λέσχη Λέσχης καὶ ἀράχνη ἀράχνης. ἐν ᾗ δείκνυσθαί φασι μαντεῖον κοιμωμένων. Ἄναυα, πόλις Φρυγίας, ὡς Ἡρόδοτος. τὸ ἐθνικὸν Ἀναυαῖος ἢ Ἀναυεύς· ἐπειδὴ χαίρουσι [τοῖς] εἰς ευς οἱ Φρύγες.
10 Ἀνάφη, νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥ τις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζή‐ τησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο. τοῖς δ’ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. καὶ Ἀναφαῖος τὸ ἐθνικόν.
15 Ἀνάφλυστος, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Ἀνα‐ φλύστου ἥρωος. Παυσανίας δευτέρῳ „Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττοσ“. ὁ δημότης Ἀναφλύστιος. τὰ το‐ πικὰ Ἀναφλυστόθεν Ἀνάφλυστόνδε Ἀναφλυστοῖ. Ἀνδανία, πόλις Μεσσήνης, ὁμώνυμος τῇ χώρᾳ. οὕτω γὰρ
20καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆσαί φασί τινας τῶν
Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖς.93
Eth
.

94

τὸ ἐθνικὸν Ἀνδανιεύς, ὡς Φίλων ἐν τῇ περὶ πόλεων. ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός. τοῦ‐ τον οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμά‐ σαντες, ὡς μόλις ἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες
5ἐσκόπουν εἰ παρὰ τοὺς λοιποὺς ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐξηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος καὶ Πλούταρχος καὶ Ῥιανός. τὸ θηλυκὸν Ἀνδανιάς. λέγεται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός. Ἄνδειρα, πόλις [τῆς Τρωάδος], οὐδετέρως, ἐν ᾗ λίθος
10„ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινὸς καμινευ‐ θεὶς ἀποστάζει ψευδάργυρον· εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος γίνεται“ Στράβων ιγʹ καὶ Θεόπομπος ιγʹ. τὸ ἐθνικὸν Ἀν‐ δειρηνός καὶ Ἀνδειρηνή. οὕτω γὰρ ἐκαλεῖτο ἡ μήτηρ τῶν θεῶν ἐκεῖ. ἔστι καὶ Ἄνδειρα θηλυκῶς, Φρυγίας.
15 Ἀνδρία, πόλις Ἠλείας, καὶ ἑτέρα Μακεδονίας, ὡς Φι‐ λέας ἐν περίπλοις. ὁ πολίτης Ἀνδριεύς. Τεύπαλος ὁ γράψας Ἠλειακά. Ἄνδρος, νῆσος μία τῶν Κυκλάδων, ἐκλήθη ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου, ἢ τοῦ Ἀνίου ἀδελφοῦ, τοῦ πατρὸς τῶν Οἰνο‐
20τρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα.
τὸ ἐθνικὸν Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος.94
Eth
.

95

Ἀνεμώρεια, πόλις Φωκίδος, ἡ νῦν Ἀνεμώλεια. Ὅμηρος „οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο“. καὶ Λυκό‐ φρων „πάτραν Λίλαιαν κἀνεμωρείας πέδον“. ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος· ὑπερκείμενον γὰρ αὐτῆς τὸ καλού‐
5μενον Κατοπτήριον χωρίον, [ἐξ οὗ] δι’ ἡμέρας καὶ νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ Δελφῶν, κειμένη ἐπὶ λόφου ὑψηλοῦ. ὁ πολίτης Ἀνεμωρεύς ὡς Λυκωρεὺς Ἀπόλλων. Ἀνητοῦσσα, πόλις Λιβύης. ὁ πολίτης Ἀνητουσσαῖος
10ὡς Σκοτουσσαῖος, ὡς ὁ πολυΐστωρ φησίν. Ἀνθάνα, πόλις Λακωνική, μία τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθή‐
15νην αὐτήν φησιν. ὁ πολίτης Ἀνθανεύς. ἔστι καὶ Ἀρκαδίας
πόλις.95
Eth
.

96

Ἄνθεια, πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. τὸ ἐθνικὸν Ἀνθεύς. ἔστιν Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. ἔστι
5καὶ Ἰταλίας Ῥώμης πλησίον, ἥ τις καὶ Ἄντιον μετωνομάσθη, ὡς εἰρήσεται. Ἀνθεμοῦς, πόλις Μακεδονίας καὶ Συρίας, ἀπὸ ἀνθέ‐ μου. ὁ πολίτης Ἀνθεμούσιος καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας
10ἐν τοῖς Ἀργοναυτικοῖς Ἀνθεμοεισίδα φησίν. Ἀνθηδών, πόλις Βοιωτίας. Ὅμηρος „Ἀνθηδόνα τ’ ἐσχατόωσαν“. ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης τῆς Ἄτλαντος. συνῴκισαν δ’ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων „ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνοσ“.
15ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. ὁ πολίτης τῆς προ‐ τέρας Ἀνθηδόνιος. ἔστι καὶ λιμὴν Ἀνθηδόνιος. „ἀνηγορεύθη Νίκων παγκρατιαστὴς Ἀνθηδόνιοσ“. καὶ Λεωνίδης ζωγράφος, Εὐφράνορος μαθητής, Ἀνθηδόνιος. τῆς δευτέρας ὁ πολίτης
20Ἀνθηδονίτης.
Ἀνθήλη, κώμη .... Ἡρόδοτος ἑβδόμῃ. Ἡρωδιανὸς96
Eth
.

97

δὲ πόλιν αὐτήν φησι καὶ ἄλλοι. καὶ Ἀνθήνη ἐκλήθη. τὸ ἐθνικὸν Ἀνθηναῖος. καὶ „Ἀνθήνηθεν ἵκοντο“. Ἄνθιον, πόλις Ἰταλίας. Κουάδρατος ἐν δευτέρᾳ Ῥω‐ μαϊκῆς χιλιάδος. ὁ πολίτης Ἀνθιανός, ὡς αὐτός.
5 Ἄνθυλλα, πόλις Αἰγύπτου. Ἡρόδοτος δευτέρᾳ „του‐ τέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετοσ“. τὸ ἐθνικὸν Ἀνθυλλαῖος, ὡς Ἄβολλα Ἀβολλαῖος, καὶ Ἀνθυλλίτης, διὰ τὸν τύπον. Ἄννα, πόλις τῆς Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα. τὸ ἐθνικὸν
10Ἀννίτης, ὡς Ἰώσηπος, καὶ Ἀννιανός ἀπὸ τοῦ Ἀννία. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. οἱ οἰκοῦντες Ἀννίχωροι καὶ Ἀννίχωρες, πλησίον Περσῶν κείμενοι. Ἀνταιούπολις, πόλις ἐν Αἰγύπτῳ. τὸ ἐθνικὸν Ἀν‐ ταιοπολίτης. λέγεται καὶ Ἀνταίων ὡς Ἀκταίων. ἀφ’ οὗ ἡ
15πόλις. Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνι‐ κὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδω‐ νίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, ἢ Κιμμερίδα
20Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. τὰ ἐθνικὰ τῆς μὲν Ἠδω‐ νίδος Ἠδωνοί, τῆς δὲ Κιμμερίδος Κιμμέριοι. Ἄντεμνα, πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥω‐
μύλῳ. τὸ ἐθνικὸν Ἀντεμνάτης ὡς Ῥαβεννάτης.97
Eth
.

98

Ἄντεια, πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. „Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς [γενέσθαι] τρεῖς, Ῥῶμον Ἀντείαν Ἀρδείαν“. ὁ πολίτης Ἀντεά‐ της ὡς Ἀρδεάτης. ἔστι καὶ Ἄντιον πόλις, οὐδετέρως, μετὰ
5Λωρεντὸν τῆς Ἰταλίας. τὸ ἐθνικὸν Ἀντιεύς ὡς Σουνιεύς. Ἀντιγόνεια, πόλις Χαονίας ἐν Ἠπείρῳ. ὁ πολίτης Ἀντιγονεύς. ἔστι καὶ πόλις Ἀρκαδίας, ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον
10Ἀντιοχείας. ἔστι καὶ φρούριον τῆς Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. τὸ ἐθνικὸν τὸ αὐτό. Ἀντιγονίς, φυλὴ τῆς Ἀττικῆς, ἀπ’ Ἀντιγόνου. ὁ φυ‐ λέτης Ἀντιγονεύς ὡς Αἰγικορεύς. Ἀντικονδυλεῖς, οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀρι‐
15στοφάνης ὁ τοὺς Θηβαίους ὅρους γεγραφώς.98
Eth
.

99

Ἀντικύραι πόλεις δύο, ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. ἐν‐ ταῦθά φασι τὸν ἐλλέβορον φύεσθαι τὸν ἀστεῖον. ὁ πολίτης Ἀντικυρεύς ὡς Παλαιρεύς. ἦν δὲ καὶ ἀνήρ τις Ἀντικυρεύς,
5ὅν τινά φασιν ἐλλεβορίσαι τὸν Ἡρακλέα μετὰ τὴν μανίαν. καὶ Ἀντικυραῖος, ὡς Μάρκελλος ἰατρός. Ἀντινόεια, πόλις Αἰγύπτου, ἀπ’ Ἀντινόου παιδός. τὸ ἐθνικὸν Ἀντινοεύς. ἐκλήθη ἡ πόλις καὶ Ἀδριανούπολις. Ἀντιόχεια. δέκα πόλεις ἀναγράφονται, εἰσὶ δὲ πλείους.
10πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφα‐ νοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥ τις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται, ὅθεν Ἀπολλοφάνης ὁ στωικὸς φιλόσοφος Νασιβηνὸς καὶ Φαρνοῦχος ὁ Περσικὰς ἱστορίας συγγεγραφώς. ἥ τις [καὶ] Νέσιβις λέγεται καὶ Νί‐
15σιβις. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ
Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου.99
Eth
.

100

ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ. δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥ τις καὶ Πυθόπολις ἐκαλεῖτο. „Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστη‐
5σαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα· ὁ δὲ ὑπο‐ λαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει [τρεῖς πόλεις] ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀν‐ τιοχίδος Ἀντιόχειαν“. Ἀντιοχίς οὖν ὄνομα καὶ τῆς μητρὸς
10καὶ ἐθνικὸν τῆς πόλεως καὶ φυλῆς ὄνομα. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων, περὶ ἧς Στράβων ἑνδεκάτῃ. τρισκαι‐ δεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας, ἡ Λαμωτὶς λεγομένη. τὸ ἐθνικὸν πασῶν Ἀντιοχεύς καὶ Ἀντιόχειος καὶ Ἀντιοχίς τὸ θηλυκόν.
15 Ἀντιπατρίς, πόλις [Ἰουδαίας], Ἡρώδου κτίσμα ἐπὶ Ἀντωνίου Καίσαρος. τὸ ἐθνικὸν Ἀντιπατρίτης. Ἀντισάρα, ἐπίνειον Δατηνῶν. Ἡρωδιανός „Ἀντισάρη, καὶ αὕτη πόλισ“. τινὲς δὲ Τισάρη γράφουσι. τὸ ἐθνικὸν
Ἀντισαρεύς, ὡς Ἀντικυρεύς τῆς Ἀντικύρας.100
Eth
.

101

Ἄντισσα, πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ· ἀφ’ ἧς Τέρπανδρος ὁ Ἀντισσαῖος, διασημότατος κιθαρῳδός. ἀπὸ Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων. καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει
5Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος. Ἀντίφελλος καὶ Φελλός, χωρία Λυκίας. οἱ οἰκοῦντες Φελλῖται καὶ Ἀντιφελλῖται. Ἀντίφρα, πολίχνιον Ἀλεξανδρείας ἐγγύς, οὐ πολὺ ἀπω‐ τέρω θαλάσσης, οὐκ εὔοινον. τὸν δ’ οἶνον καλοῦσι βύκιον. ὁ
10πολίτης Ἀντιφραῖος. Ἄντρον, τὸ σπήλαιον. τὸ τοπικὸν ἔδει ἀντρίτης, ὡς λίκνον λικνίτης. εὕρηται δὲ ἀντραῖος, ὡς Εὐριπίδης ἐν Αἰγεῖ, καὶ ἀντραία. Ἀντρών, πόλις Θετταλίας .... Ζηνόδοτος δὲ γράφει
15„ἀγχιάλην τ’ Ἀντρῶνα“. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώ‐ δεις εἶναι. ὁ πολίτης Ἀντρώνιος. ἐξ οὗ καὶ παροιμία „Ἀν‐ τρώνιος ὄνοσ“. [εὐφυεῖς γὰρ πρὸς μύλωνας ἔχει λίθους.] Ἄνυσις, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Ἀνυσίτης, ὡς Ὄασις Ὀασίτης.
20Ἄνωλος, πόλις Λυδίας. ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ
Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς.101
Eth
.

102

Ἀξία, πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λοκρίδος Ἀξιεύς καὶ τὸ θηλυκὸν Ἀξιάς, τῆς δ’ Ἰταλικῆς Ἀξιάτης καὶ θηλυκῶς [Ἀξιᾶτις] διὰ
5τὸν δυτικὸν χαρακτῆρα. Ἄξος, πόλις Κρήτης, ὡς Ἡρόδοτος ἐν τετάρτῃ. τὸ ἐθνικὸν Ἄξιος. Ἄξουμις, ἀρσενικῶς, μητρόπολις Αἰθιόπων. ὁ πολίτης Ἀξουμίτης.
10 Ἄονες, ἔθνος Βοιωτίας, ἀφ’ ὧν ἡ Ἀονία. καὶ Ἄων τὸ ἐθνικόν, καὶ Ἀόνιος καὶ Ἀονία. Ἄορνος, πόλις [Βακτρίων]. ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀορνεύς ὡς Ἀβαρνεύς. Ἄορσοι, ἔθνος [Σκυθικόν], περὶ οὗ Στράβων ἑνδεκάτῃ.
15ἐθνικὸν τὸ αὐτό. Ἀπαισός, πόλις κατὰ τὴν Τρωάδα. Ὅμηρος „οἵτ’ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ“. καὶ δίχα τοῦ α „ὅς ῥ’ ἐνὶ Παισῷ ναῖε πολυκτήμων“. ὡς ἄρ’ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος „ὃς ἐκ Τάρνης ἐριβώλακοσ“. τὸ ἐθνικὸν
20Ἀπαισηνός καὶ θηλυκὸν καὶ οὐδέτερον. ἔστι καὶ τῆς Δαυνίας
πόλις Παῖσος κατ’ Ἀργύριππα, ἧς τὸ ἐθνικὸν Παίσιος, ὡς102
Eth
.

103

τῆς Ῥωσοῦ Ῥώσιος, ἢ ὅπερ ἄμεινον Παισῖνος, διὰ τοῦ ι καὶ περισπωμένως τῷ ἔθει τῆς χώρας. Ἀπάμεια, Συρίας πόλις, ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἐκλήθη καὶ Χερρόνησος ἀπὸ τῆς περιοχῆς τῶν ὑδά‐
5των, καὶ Πέλλα ἀπὸ τῆς ἐν Μακεδονίᾳ. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ „τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποτα‐ μὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ“. τὰ ἐθνικὰ Χερρονησίτης καὶ Πελλαῖος καὶ Ἀπαμεύς. ἔστι
10καὶ τῆς μικρᾶς Φρυγίας, ἥ τις ἐκαλεῖτο Κελαιναί. τὰ ἐθνικὰ Κελαινίτης [καὶ] Ἀπαμεύς. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικο‐ μήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. τὸ ἐθνικὸν Μυρλεανός. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους.
15 Ἀπασιάκαι, Μασσαγετῶν ἔθνος. Στράβων ἑνδεκάτῃ, καὶ Πολύβιος δεκάτῃ „οἱ δ’ Ἀπασιάκαι νομάδες κατοικοῦσι μὲν ἀνὰ μέσον Ὤξου καὶ Τανάιδοσ“. Ἀπάτουρον, τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ,
Στράβων ἑνδεκάτῃ „ἐτυμολογοῦσι δὲ οὕτως. ἐπιθεμένων ἐκεῖ103
Eth
.

104

τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθ‐ μῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτησ“. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. τὸ τοπικὸν Ἀπά‐
5τουρος, ἀλλὰ καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατούριος καὶ Ἀπατουρεύς. Ἀπέννιον, ὄρος διὰ μέσης Ἰταλίας τεταμένον „τὴν μέν τι μέσην ὄρος ἄνδιχα τέμνει, ὅ ῥά τε κικλήσκουσιν Ἀπέννιον“. τὸ κτητικὸν Ἀπέννειος, τὸ ἐθνικὸν Ἀπεννῖνος ὡς Ῥηγῖνος, ὃ
10παρὰ Πεισάνδρῳ κεῖται ιγʹ. Ἀπεράντεια, πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. τὸ ἐθνικὸν Ἀπεραντοί ὡς Ἀμαραντοί, ὀξυτόνως. Ἀπέσας, ὄρος τῆς Νεμέας, ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας, ἢ
15διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος· ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. ἀφ’ οὗ Ζεὺς Ἀπεσάντιος. Καλλίμαχος δὲ ἐν τοῖς ἰάμβοις τὸ ἐθνικὸν Ἀπέσας φησί
κοὐχ ὧδ’ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διί
ἴθυσεν Ἀρκὰς ἵππος.
20 Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄργος, καὶ τοὺς κατοικοῦν‐ τας Ἀπιδόνας. ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ
ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο104
Eth
.

105

ἀρχῆθεν γενεή. τοῦ δὲ κλυτὸς ἐκγένετ’ Ἆπις,
ὅς ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. τὸ ἐθνικὸν Ἀπιεύς δηλῶν τὸν Πελοποννήσιον, καὶ Ἀπίηθεν τὸ ἐκ τόπου, καὶ Ἀπιδόνες καὶ Ἀπιδονῆες. Ἀπιδόνες δὲ καὶ
5οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. Δημήτριος δὲ καὶ ποταμὸν Ἀπιδανὸν τῆς Τρωάδος φησίν „ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν“. ὡς Τιμοσθέ‐ νης. φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν ταύτῃ τῇ χώρᾳ γινομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι. λέγεται
10καὶ Ἀπίς θηλυκόν, ἧς ἡ γενικὴ Ἀπίδος. οὕτω τὴν χώραν Ἐρατοσθένης ἐν Ἑρμῇ προσαγορεύει. Ἀπίολα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀπιολανός, ὡς Νῶλα Νωλανός. Ἀποδωτο, ὡς Βοιωτοί, ἔθνος Αἰτωλίας. Θουκυδίδης
15τρίτῃ „ἐπιχειρεῖν δ’ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν“. Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν περίπλῳ. τὸ τοπικὸν Ἀποκοπίτης ἢ Ἀπο‐ κοπηνός.
20 Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ’ Ἐπίδαμνον. ὕστερον διακοσίων Κορινθίων ἀποικία εἰς
αὐτὴν ἐστάλη, ἧς ἡγεῖτο Γύλαξ, ὃς Γυλάκειαν ὠνόμασε. τὸ105
Eth
.

106

ἐθνικὸν Ἀπολλωνιάτης καὶ θηλυκὸν Ἀπολλωνιᾶτις. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλη‐
5σίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι, διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη
10ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας, ἡ πρότερον Μορδιάιον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατὰ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης, ἡ πάλαι Ἐλεύθερνα, Λίνου πατρίς. ἐκ ταύτης ὁ φυσικὸς Διο‐
15γένης. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλω‐ νιεύς· ἀλλ’ οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ’ ἐκ τοῦ Ἀπολλώ‐ νιον, ὡς Δουλίχιον Δουλιχιεύς. Ἀπολλωνιεῖς, δῆμος προστεθεὶς τῇ Ἀτταλίδι φυλῇ.
20ὁ δημότης ὁμοίως Ἀπολλωνιεύς. Ἀπόλλωνος νῆσος, ἐν Λιβύῃ. τὸ ἐθνικὸν Ἀπολλω‐
νησίτης. λέγεται καὶ νησαῖος.106
Eth
.

107

Ἀπόλλωνος πόλις, ἐν Αἰγύπτῳ πρὸς τῷ μέρει τῆς Λιβύης, ἡ μικρά, ἧς μέμνηται Ἀπίων. δευτέρα ἡ μεγάλη ἐν Αἰγύπτῳ. τρίτη ἐν Αἰθιοπίᾳ τῇ Ἐρυθρᾷ παρακειμένη. τὸ ἐθνικὸν Ἀπολλωνοπολίτης.
5 Ἄπρος, θηλυκόν, πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ „τοῦ δ’ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον“. τὰ ἐθνικὰ Ἀπραῖος [καὶ Ἄπριος]. Ἄπτερα, πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σει‐ ρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ
10τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου.
15ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως καὶ αὕτη. καὶ τὸ ἐθνικὸν Ἀπτερεύς. Ἀραβία, ἡ χώρα, ὡς Αἰθιοπία. δύο δ’ εἰσίν, ἡ μὲν ἀρωματοφόρος μεταξὺ Περσικῆς καὶ Ἀραβικῆς θαλάσσης, ἡ δὲ μᾶλλον δυτικὴ συνάπτουσα πρὸς μὲν τὴν δύσιν Αἰγύπτῳ
20πρὸς ἄρκτον δὲ Συρίᾳ. περὶ ἧς ὁ περιηγητὴς Διονύσιός φησι
τῆς δ’ ἂν ἴδοις προτέρω νοτιώτερον οἶμον ὁδεύων
Ἀραβίου κόλπου μύχατον ῥόον, ὅστε μεσηγύ
εἰλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς. τὸ ἐθνικὸν Ἀράβιος, ὡς ἡ παροιμία „Ἀράβιος αὐλητήσ“,
25ἣν ἔταττον ἐπὶ τῶν ἀπαύστως διαλεγομένων, ἢ διὰ τὸ μηδένα Ἑλλήνων διασκευάσασθαι τὴν αὐλητικὴν ὡς οὖσαν βάναυσον
καὶ παντελῶς ἀνελεύθερον, ἀλλὰ βαρβάροις αὐληταῖς χρῆσθαι.107
Eth
.

108

διὸ καὶ ὁ Ἀράβιος αὐλητής, ὃς „δραχμῆς μὲν ηὔλει τεττάρων δ’ ἐπαύετο“. τὸ ἐθνικὸν [Ἀράβιος] καὶ Ἄραβος καὶ Ἀράβισσα. Ἄραβις, ποταμὸς Ἰνδικῆς, ἐν αὐτονόμῳ χώρᾳ, περὶ ὃν οἰκοῦσιν Ἀραβῖται, ὡς ὠκεανῖται.
5 Ἀράβυζα, πόλις τῆς Καυκωνίδος, ἥ τις νῦν Πεσηνοῦς ὀνομάζεται. τὸ ἐθνικὸν Ἀραβυζαῖος ἢ Ἀραβύζιος. Ἀραδήν, πόλις Κρήτης, ἣ καὶ Ἀνώπολις λέγεται διὰ τὸ ἄνω εἶναι. ὁ πολίτης ἀπὸ τῆς γενικῆς Ἀραδήνιος, ὡς Ἀραφῆνος Ἀραφήνιος.
10 Ἄραδος, νῆσος Φοινίκης. ἔστι καὶ ἑτέρα τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν Ἀράδιος. τρίτη Κρήτης. τὸ ἐθνικὸν Ἀράδιος Ἀραδία. Ἄραζος, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Ἀράζου τοῦ ἡγη‐ σαμένου. τὸ ἐθνικὸν Ἀράζιος ὡς Σαβάζιος.
15 Ἀραιθυρέα, οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος „Ἀραι‐ θυρέην τ’ ἐρατεινήν“. Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλά‐
δος φησὶν ὅτι „Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ108
Eth
.

109

Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελ‐ φῆς Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη“. τὸ ἐθνικὸν Ἀραιθυρεεύς καὶ Ἀραιθυρέηθεν.
5 Ἀρα, Ἰωνίας νῆσοι τρεῖς, οὕτω λεγόμεναι διὰ τὰς ἀρὰς ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοὺς Πενταπολίτας, ὡς Ἀριστεί‐ δης. ἄλλοι δ’ ἄλλως. τὸ ἐθνικὸν Ἀραῖος. Ἀράκυνθος, ὄρος Βοιωτίας, ἀφ’ οὗ ἡ Ἀθηνᾶ Ἀρακυν‐ θιάς, ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ „κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς
10εὐπατέρεια“. ἔστι γὰρ Ἀρακύνθιος τὸ τοπικὸν καὶ Ἀρακυνθία. Ἀραντία, [Πελοποννήσου] πόλις, ἡ ὕστερον Φλιοῦς, ἀπό τινος Ἄραντος αὐτόχθονος. οἱ πολῖται Ἀραντῖνοι. Ἄραξα, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. τὸ ἐθνικὸν Ἀραξεῖς, ὡς Πιναρεῖς Λιμυρεῖς καὶ
15Μυρεῖς. Ἀράξαι ἢ Ἄραξοι, ἔθνος Ἰλλυρίας, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρ’ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Ἀράξης, ποταμὸς Ἀρμενίας. καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. τὸ τοπικόν „Ἀράξιον
20ὕδωρ“. Ἀράφεια, νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ „καὶ
εἰναλίην Ἀράφειαν“. καὶ τὸ ἐθνικὸν Ἀραφεύς.109
Eth
.

110

Ἀραφήν, δῆμος Αἰγηίδος φυλῆς. ὁ δημότης Ἀραφήνιος καὶ Ἀραφηνίς θηλυκόν. τὸ τοπικὸν Ἀραφηνόθεν Ἀραφηνῆσιν Ἀραφῆνάδε. Ἀραχναῖον, ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. προ‐
5περισπαστέον δέ· τὰ γὰρ διὰ τοῦ αιον ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ α καὶ τὴν ἑξῆς διὰ τοῦ α ἢ διὰ τοῦ υ προπερισπᾶται, Χαλαστραῖον Καναστραῖον Ἀμυκλαῖον. πρόσκειται δ’ ἁπλᾶ διὰ τὸ κα‐ τάγαιον.
10 Ἀραχωσία, πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, Στράβων ἑνδεκάτῃ, ὑπὸ Σεμιράμεως κτισθεῖσα, ἥ τις καὶ Κωφήν ἐκα‐ λεῖτο. οἱ πολῖται Ἀραχώσιοι, τῆς δὲ Κωφῆνος Κωφήνιοι. Ἀραχωτο, πόλις Ἰνδικῆς, ἀπὸ Ἀραχωτοῦ ποταμοῦ, ῥέοντος ἀπὸ τοῦ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδε‐
15κάτῃ. εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν, ὡς Στράβων ἑνδε‐ κάτῃ. διχῶς δὲ λεκτέον, καὶ Ἀραχώτης καὶ Ἀραχωτός. Ἀρβάκη, πόλις ἐν Κελτιβηρίᾳ, ὡς Ἰόβας. τὸ ἐθνικὸν Ἀρβακαῖος. Ἀρβάνιον, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἀρβά‐
20νιος, καὶ τὸ θηλυκὸν ἐν κοινῷ γένει „Ἀρβάνιος ἀκτή“.
Ἀρβαξανο, ἔθνος Λιγυστικόν „παρέπλεον δὲ τὴν110
Eth
.

111

χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο [πρότερον] Ἰψί‐ κουροι καὶ Ἀρβαξανοί“. Ἀρβέλη, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀρβελαῖος, Φί‐ λιστος Σικελικῶν ὀγδόῃ.
5 Ἄρβηλα, πόλις Περσική, ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως, Στράβων ἑκκαιδεκάτῃ. οἱ κατοικοῦντες Ἀρβηλῖται, τὸ θηλυκὸν Ἀρβηλῖτις. καὶ τὰ κτητικὰ Ἀρβηλιτικός καὶ θηλυκῶς. Ἄρβις, ποταμὸς τῆς Ἰνδικῆς. ἔθνος Ἄρβιες ἢ Ἀρβῖται. ἔστι καὶ ἐν Κρήτῃ Ἄρβιον ὄρος, ἔνθα τιμᾶται Ἄρβιος Ζεύς.
10Ἄρβιος οὖν καὶ ὁ κατοικῶν τὸ ὄρος. Ἀρβουκάλη, πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ. Ἀρβών, πόλις Ἰλλυρίας. Πολύβιος δευτέρᾳ. τὸ ἐθνικὸν Ἀρβώνιος καὶ Ἀρβωνίτης, ὡς Ἀντρώνιος καὶ Ἀσκαλωνίτης.
15 Ἀργαΐς, νῆσος πρὸς τῇ Λυκίᾳ. ὁ οἰκήτωρ Ἀργαΐτης. ἔστι καὶ πρὸς τῷ Κανώβῳ μικρὰ νῆσος Ἀργέου. Ἀργανθών, ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ, ἀπὸ Ἀργανθώ‐ νης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη καὶ ἡ γυνὴ καὶ τὸ ὄρος. τὸ κτητικὸν Ἀργανθώνειος, ὡς τὸ Κιθαιρών Κι‐
20θαιρώνειος „λέπας Κιθαιρώνειον“.
Ἀργάντη, πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν ἔδει111
Eth
.

112

Ἀργανταῖος, ἀλλὰ ὁ τύπος τῶν Ἰνδῶν ἢ Ἀργαντηνός ἢ Ἀρ‐ γαντίτης. Ἀργέννουσα, νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόεις, καὶ κατὰ συναί‐
5ρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. τὸ ἐθνικὸν Ἀργεννούσιος. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι. Ἀργέου [νῆσος], νῆσος μικρὰ πρὸς τῷ Κανώβῳ Αἰ‐ γυπτία, ἀπὸ Ἀργέου τοῦ Μακεδόνος, ἀφ’ οὗ Ἀργεάδαι. οἱ οἰκήτορες Ἀργεῶται, ὡς τῆς Νικίου Νικιῶται καὶ τῆς Χαιρέου
10Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλεις. Ἄργιλα, πόλις Καρίας. τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ. Ἄργιλος, πόλις Θρᾴκης, ὡς Θουκυδίδης εʹ καὶ Φαβω‐ ρῖνος ἐν παντοδαπαῖς „Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ
15πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶ‐ τος μῦς ὤφθη“. λέγεται δὲ θηλυκῶς. οἱ πολῖται Ἀργίλιοι. Ἄργος, διασημοτάτη πόλις Πελοποννήσου, ἥ τις „Φο‐ ρωνικὸν ἄστυ“ ἐκέκλητο, καὶ Αἰγιάλεια, καὶ ἱππόβοτον διὰ
20τὸ Ποσειδῶνι νομὴν ἵππων ἀποδειχθῆναι, εἶτα Ἴασον ἀπὸ Ἰάσου τοῦ κατ’ ἐνίους πατρὸς Ἰοῦς, καὶ δίψιον διὰ τὴν δίψαν τῶν ὑδάτων. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσα‐ λίας [ἡ νῦν Λάρισσα]· τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις.
πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα.112
Eth
.

113

ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχεδὸν πᾶν πεδίον κατὰ θά‐ λασσαν. τὸ ἐθνικὸν πασῶν Ἀργεῖος, οὐ παρὰ τὸ Ἄργος
5οὐδέτερον (ἦν γὰρ διὰ τοῦ ι), ἀλλὰ παρὰ τὸν Ἄργον τὸν κτίστην· λέγεται γὰρ καὶ Ἀργόλας. Ἀριστοφάνης Ἥρωσιν
οὐκ ἠγόρευον; οὗτός ἐστ’ οὐκ Ἀργόλας.
μὰ Δί’ οὐδέ γ’ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδης ἐν Πλεισθένει „ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀρ‐
10γόλασ“. καὶ Ἀργολίς ἡ χώρα καὶ ἡ γυνή. καὶ Ἀργολικός καὶ Ἀργολική. καὶ Ἀργείωνες λέγονται ὡς Καδμείωνες, καὶ Ἀρ‐ γειώνη, ὡς Ἀντίμαχος, καὶ Ἀργειώτης παρὰ τὸ Ἀργεῖος, καὶ Ἀργειῶτις τὸ θηλυκόν, καὶ ἀργολίζω ῥῆμα, οὗ τὴν μετοχὴν Ἔφορος ἐννεακαιδεκάτῃ. λέγονται καὶ πατρωνυμικῶς, ὡς
15πολλοὶ καὶ Ἡρόδωρος, ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ’ Ἡρακλέους Περσεῖδαι, πρὸ Περσέως δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃς Ἅβρων ποιηταῖς ἀνατίθησιν.
Ἄργουρα, πόλις Θεσσαλίας, ἡ πρότερον Ἄργισσα. ἔστι113
Eth
.

114

καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. τὸ ἐθνικὸν δὲ ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων. Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ νεῶν καταλόγου Ἀργείους ὀνομάζεσθαι „ἢ τῆς προσηγορίας μεταπεσούσης ἢ
5διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ Πελασγι‐ κὸν Ἄργος εἶπεν Ὅμηρος. καλοῦνται δὲ [καὶ] Λεοντῖνοι ἀπὸ Λεοντέωσ“. καὶ Ἀργούριος τὸ ἐθνικόν. [Ἀργύννιον] ..... Ἄργυννος, υἱὸς Πεισιδίκης τῆς Λεύ‐ κωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου, ἐρώμενος
10Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφ’ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμησε. λέγεται καὶ Ἀρ‐ γουνίς. Ἀριστοφάνης δὲ Ἀργύνειον διὰ διφθόγγου. ὁ οἰκήτωρ
Ἀργύννιος.114
Eth
.

115

Ἀργυρ, μητρόπολις [τῆς] ἐν Ἰνδικῇ Ταπροβάνης νήσου, ὅ ἐστι κριθῆς νήσου· καὶ γὰρ εὐφορωτάτη ἐστὶ καὶ πλεῖστον ποιεῖ χρυσόν. τὸ ἐθνικὸν Ἀργυρίτης ἢ Ἀργυρηνός· ἀμφότεροι γὰρ οἱ τύποι συνήθεις.
5 Ἀργυρῖνοι, ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων. καὶ Λυκόφρων „εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπασ“. Ἀργύριππα, πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλ‐ πον. Λυκόφρων „ὁ δ’ Ἀργύριππα Δαυνίων παγκληρίαν“. αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου
10ἐτείχισε καὶ μετωνόμασεν Ἄργος Ἵππιον. τὸ ἐθνικὸν Ἀργυ‐ ριππανός. Στράβων Ἀργυριπηνός φησιν. Ἄργυρος, πόλις. Φίλιστος ἐν ἐνάτῃ. Ἀρδαλίδες καὶ Ἀρδαλιώτιδες τιμῶνται αἱ Μοῦσαι ἐν Τροιζῆνι, ἀπὸ Ἀρδάλου τινὸς ἱδρυσαμένου ἢ καὶ ἀπὸ
15τόπου. ἔστιν οὖν τοῦ μὲν Ἀρδαλιῶτις τὸ ἀρσενικὸν Ἀρδα‐ λιώτης, τοῦ δ’ Ἀρδαλίς Ἀρδαλός ὡς Θετταλός. Ἀρδέα, κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. αὕτη
Τροία ἐλέγετο, ὡς Χάραξ. οἱ οἰκοῦντες Ἀρδεᾶται. ἔστι καὶ115
Eth
.

116

πόλις Ἰλλυρίας διὰ τοῦ ι. ὡς Στράβων. τὸ ἐθνικὸν Ἀρ‐ διαῖος. Ἀρδύνιον, πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυ‐ διακῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἀρδύνιος.
5 Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. „πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ“ Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν ν τῆς Ὀδυσσείας φησίν „Ἀρέ‐ θουσαι δέ εἰσιν ὀκτώ“. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν
10ὑπομνηματίζων φησίν „ἄρω ἐστὶ τὸ ποτίζω, οὗ τὸ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω, ὡς φλέγω φλεγέθω, ἀφ’ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται“. τὸ ἐθνικὸν Ἀρεθούσιος. Ἀρεία κρήνη, ἐν Θήβαις. καὶ τόπος ὃν οἱ κατοικοῦν‐ τες Ἄρειοι καλοῦνται. καί ἐστιν ἀπὸ δύο ἓν ἐθνικόν, ὡς ἀπὸ
15τοῦ Μόψου ἑστία Μοψεάτης, καὶ τῆς μητρὸς τῶν θεῶν τὸ
μητρῷον.116
Eth
.

117

Ἄρειος πάγος, ἀκρωτήριον Ἀθήνησιν, ὡς Ἀπολλόδω‐ ρος ἐν τῷ περὶ θεῶν ἐνάτῳ, ἐν ᾧ τὰς φονικὰς κρίσεις ἐδίκα‐ ζον, διὰ τὰς ἀπὸ τοῦ σιδήρου γινομένας μιαιφονίας. Φιλό‐ χορος δ’ ἐν Ἀτθίδος δευτέρῳ βιβλίῳ, ὅτι Ἁλιρρόθιον τὸν
5Ποσειδῶνος ἀποθανεῖν ὑπὸ Ἄρεος βιαζόμενον τὴν Ἀλκίππην τὴν αὐτοῦ θυγατέρα. τὸ ἐθνικὸν ἐκ δύο ἓν Ἀρεοπαγίτης. ἔστι καὶ ἐν Ῥώμῃ Ἄρειον πεδίον. τὸ ἐθνικὸν ἔδει Ἀρειο‐ πεδιεύς, ἀλλ’ οὐχ ἁρμόζει Ῥωμαίοις ὁ τύπος. ἔσται οὖν τοῦ πεδίον πεδῖνος ἢ πεδιανός καὶ Ἀρεοπεδῖνος καὶ Ἀρεοπεδια‐
10νός. ἔστι καὶ Θρᾴκης ἔρημον πεδίον χαμαιπετῆ δένδρα ἔχον, ὡς Πολύβιος τρισκαιδεκάτῃ. Ἄρεος νῆσος, πρὸς τοῖς Κόλχοις ἐν τῷ Πόντῳ. Σκύ‐ μνος ἐν Ἀσίᾳ. τὸ ἐθνικὸν Ἄρειος ἐξ ἑνὸς τοῖν δυοῖν παρ‐ ηγμένον.
15 Ἀρῆναι πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος „καὶ Ἀρήνην ἐρατεινήν“. τὸ ἐθνικὸν Ἀρηναῖος. τὸ τοπικὸν Ἀρήνηθεν. Ἄρης Ἄρητος, ὡς Μένδητος, χωρίον Εὐβοίας. Θεόπομ‐ πος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Ἀρήσιος ὡς
20Μενδήσιος Φαγρήσιος.
Ἀρία, θηλυκῶς καὶ οὐδετέρως, Περσικὴ χώρα ὡς117
Eth
.

118

Ἑλλάνικος. τὸ ἐθνικὸν Ἄριοι, ὡς αὐτός φησι, καὶ Ἀριεύς. Ἀριάνθη, πόλις Οἰνώτρων, Ἡρωδιανὸς ιβʹ. Ἀριανο, ἔθνος προσεχὲς τοῖς Καδουσίοις, Ἀπολλόδω‐
5ρος δευτέρῳ. Ἀριαράθεια, πόλις πλησίον Καππαδοκίας, ἀπὸ Ἀρια‐ ράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Ἀρίνδηλα, πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώ‐ μην αὐτὴν καλεῖ. τὸ ἐθνικὸν Ἀρινδηληνός.
10 Ἀρικία, πόλις Λατίνων. Διονύσιος [ἐν πέμπτῃ] ἐπι‐ τομῆς ϛʹ. ὁ πολίτης Ἀρικῖνος. Ἄριμα, ὄρη. Ὅμηρος „εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάσ“. οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. τὸ
15τοπικὸν Ἀριμαῖος. ἐκαλοῦντο καὶ Ἄριμοι. Ἀριμασπο, ἔθνος Ὑπερβορέων. τὸ κτητικὸν Ἀριμά‐
σπειος.118
Eth
.

119

Ἀρίμινον, πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Ἀρίνθη, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Ἀρίσβη, πόλις τῆς Τρωάδος, Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. κεῖται
5μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φησιν ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύ‐ κρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστιν ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεα‐
10λογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρό‐ δοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ. τὸ ἐθνικὸν Ἀρισβαῖος καὶ Ἀρισβαία. ἔστι καὶ ποταμὸς Θρᾳκῶν Ἄρισβος. τὸ ἐθνικὸν Ἀρισβαιεύς. Ἀρκάδες, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. οἱ
15πολῖται ὁμοίως Ἀρκάδες. Δημήτριος δὲ οὐκ Ἀρκάδας τὴν πόλιν, ἀλλ’ Ἀρκαδίαν φησίν. εἰκότως οὖν καὶ τὸ ἐθνικὸν ταύτης Ἀρκάδες.
[Ἀρκαδία] ..... Ἀρκάς Ἀρκάδος, ἀφ’ οὗ Ἀρκάδιος καὶ119
Eth
.

120

Ἀρκαδία, ὡς Τέμμιξ Τέμμικος Τεμμικία. ἐκαλεῖτο δὲ Πε‐ λασγία, ὡς Νικόλαος πέμπτῃ. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν ὅτι Ἀρκάδια τῇ Δήμητρι μέλλοντες θύειν οἱ ἄνθρωποι, ταύτην γὰρ τὴν
5θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους
10τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ’ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι.
15ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγέ‐ νετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκάδισσα παραλόγως. ἐκ τόπου Ἀρκαδίηθεν. ἐκάλουν αὐτοὺς καὶ Ἀρκαδιώνδας τοῦ δ πλεο‐
20νάσαντος. ἔστι καὶ Ἀρκαδία Αἰγύπτου πόλις.120
Eth
.

121

[Ἀρκεσίνη,] μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ. ἦσαν γὰρ Μελανία Μίνωα Ἀρκεσίνη. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησί. τὸ ἐθνικὸν Ἀρκεσινεύς. Ἀν‐ δροτίων ἕκτῃ Ἀτθίδος „Ἀμοργίοις Μινωίταις καὶ Ἀρκεσι‐
5νεῦσιν“. Ἄρκη, πόλις Φοινίκης, ἡ νῦν Ἄρκαι καλουμένη. Ἰώση‐ πος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ἀρκαῖος. Ἀρκιρόεσσα, πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής.
10Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ περὶ Ἡρακλείας. τὸ ἐθνι‐ κὸν Ἀρκιροεσσαῖος ὡς Πιτυουσσαῖος. Ἀρκόνησος, νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Κα‐
ρικῶν. τὸ ἐθνικὸν Ἀρκονήσιος.121
Eth
.

122

Ἀρκτᾶνες, ὡς Αἰνιᾶνες, ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἄρκτων νῆσος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο, καὶ πόθεν, εἰρήσεται ἐν τῷ περὶ αὐτῆς. λέγεται καὶ συνθέτως Ἀρ‐
5κτόνησος. Ἅρμα, πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ. ἐκλήθη [δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδρά‐ στου ἅρμα, ἢ] ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος. ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς
10διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα [ἐν Πάρνηθι] περὶ τὴν Φυλὴν καλουμένην· ὑπάρχει δὲ οὗτος δῆμος ἔχων φρούριον ὀχυρόν, ὅμορον τῇ Ταναγρικῇ. καλεῖται καὶ λουτρὰ Ἀμφιαράου. τὸ ἐθνικὸν Ἁρματεύς. ἔστι καὶ Ἅρ‐ ματα πόλις πληθυντικῶς Ἰνδικῆς. ἐθνικὸν τὸ αὐτό, ἢ διὰ
15τὸ τῆς χώρας ἔθος Ἁρματηνός ἢ Ἁρματίτης (ἔστι καὶ πόλις Ἁρματίτης), ὡς τοῦ ἕρμα ἑρματίτης. Ἀρμένη, κώμη Παφλαγονίας. Μένιππος ἐν περίπλῳ. παρὰ δὲ Ξενοφῶντι ἐν Ἀναβάσεως [ϛʹ] Ἀρμήνην διὰ τοῦ η.
τὸ ἐθνικὸν τῆς Ἀρμένης Ἀρμεναῖος, ὡς τῆς Κασμένης Κα‐122
Eth
.

123

σμεναῖος, τῆς δ’ Ἀρμήνης Ἀρμήνιος ὡς Μεσσήνιος Παλ‐ λήνιος. Ἀρμενία, χώρα πλησίον τῶν Περσῶν, ἀπὸ Ἀρμένου Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. οἱ οἰκήτορες
5Ἀρμένιοι, ὡς Εὔδοξος πρώτῃ γῆς περιόδου „Ἀρμένιοι δὲ τὸ μὲν γένος ἐκ Φρυγίας καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. παρέχονται δὲ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφρα‐ γῖδασ“. καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι. ἔστι καὶ Ἀρμένιον ὄρος περὶ τὴν ἀρχὴν τῆς Ὑρκανίας, ὡς Διονύσιος
10
θοὴν ἀπερεύγεται ἄχνην,
ἀρξάμενος τὸ πρῶτον ἀπ’ οὔρεος Ἀρμενίοιο. Ἄρνα, πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. τὸ ἐθνικὸν Ἀρναῖος καὶ Ἀρνεύς.
15 Ἀρνεα, πόλις Λυκίας μικρά, ὡς Καπίτων Ἰσαυρικῶν τρίτῳ. τὸ ἐθνικὸν Ἀρνεάτης. ἔστι δ’ ὡς Ὀρνεαί. Ὅμηρος „Ὀρνειάς τ’ ἐνέμοντο“. Ἄρνη, πόλις Βοιωτίας. Ὅμηρος „οἵ τε πολυστάφυλόν τ’ Ἄρνην ἔχον“. καὶ Λυκόφρων „Ἄρνης παλαιᾶς γέννα, Τεμ‐
20μίκων πρόμοι“. δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιω‐ τίας, περὶ ἧς ὁ χρησμός „Ἄρνη χηρεύουσα μένει Βοιώτιον
ἄνδρα“. ἣ Κιέριον καλεῖται. θυγατέρα δέ φασιν Αἰόλου123
Eth
.

124

τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Ἐρασινίων πρὸς τῇ Θρᾴκῃ. τὸ ἐθνικὸν Ἀρναῖος, τὸ θηλυκὸν Ἀρναία. Ἀρόερνοι, ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν „Κελτῶν Ἀρο‐
5έρνουσ“. Ἀρόη, πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ. ἐκλήθη ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. τὸ ἐθνικὸν Ἀροεύς ὡς Ἀρσινοεύς. Ἁρπάγια, οὐδετέρως, τόπος περὶ Κύζικον, ὅθεν ἡρπά‐
10σθαι φασὶ Γανυμήδην. οἱ οἰκήτορες Ἁρπαγιανοί. Ἁρπαλύκεια, πόλις Φρυγίας, κτίσμα Γορδιοτειχιτῶν.
τὸ ἐθνικὸν Ἁρπαλυκεύς.124
Eth
.

125

Ἅρπασα, πόλις Καρίας, ἀπὸ Ἁρπάσου ποταμοῦ. τὸ ἐθνικὸν Ἁρπασεύς, ὡς Μύλασα Μυλασεύς, Πηγασεύς. Ἅρπινα, πόλις Ἤλιδος, ἀπὸ Ἁρπίνης τῆς Ἀσωποῦ, ἀφ’ ἧς καὶ Ἄρεος Οἰνόμαος. ὁ πολίτης Ἁρπιναῖος, καὶ Ἁρ‐
5πίνηθεν ἐκ τόπου. Ἅρπυια, πόλις ἐν Ἰλλυρίᾳ παρ’ Ἐγχελέαις, εἰς ἣν Βά‐ των ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴ‐ κησε. Πολύβιος. τὸ ἐθνικὸν Ἁρπυιήτης, τροπῇ τοῦ α εἰς η. ἔστι γὰρ Ἁρπυιάτης.
10 Ἄρρα, πόλις Ἰλλυρική. τὸ ἐθνικὸν Ἀρραῖος. καὶ γὰρ ὁ τύπος συνήθης, ὡς Πελλαῖος καὶ Βεροιαῖος. Ἀρρεντία, πόλις Ἰταλίας. ὁ πολίτης Ἀρρεντῖνος, ὡς Πλακεντία Πλακεντῖνος. Ἀρρήτιον, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Ἀρρητῖνος.
15 Ἀρρηχο, ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ. Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀρσαῖος. Ἀρσακία, πόλις Μηδίας ἐπίσημος, ἀνατολικωτέρα Μη‐ δίας. οἱ οἰκήτορες Ἀρσακίδαι ἀπὸ Ἀρσάκου, καὶ Ἀρσακίς τὸ
20θηλυκόν. Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτο‐ νίου Λιβύης, ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. ἡ περίμετρος αὐτῆς στάδια ηʹ. τετάρτη τῆς κοίλης
25Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ
Δέλτα. ἑβδόμη Κύπρου, ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη125
Eth
.

126

Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνι‐ κὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύ‐ βιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξαν‐
5δρος ἐν Λιβυκῶν τρίτῳ. Ἀρσυσία, χώρα τῶν Ψύρων καὶ Χίου, τραχεῖα καὶ ἀλί‐ μενος, ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχουσα καλού‐
μενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ. καὶ τοὺς ἐνοι‐126
Eth
.

127

κουντας τοιῶσδε κλητέον κατὰ συγκοπὴν τῆς σι. ἦν γὰρ Ἀρσυσιηνός. ἢ Ἀρσυανός, ὡς Καρδία Καρδιανός, Ὀλβία Ὀλβιανός, Ἀδρία Ἀδριανός. Ἀρταία, Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως
5καὶ Ἀνδρομέδας Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. οἱ οἰκοῦντες Ἀρταῖοι. ἀρταίους δὲ Πέρσαι, ὥσπερ οἱ Ἕλληνες τοὺς πα‐ λαιοὺς ἀνθρώπους, ἥρωας καλοῦσι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥσπερ ἐν Αἰγυπτίοις καὶ Νειλάμμωνες καὶ Παναπόλλωνες. Ἡρόδοτος Ἀρτεάτας
10αὐτοὺς καλεῖ διὰ τοῦ ε ψιλοῦ. ἔστι καὶ Ἀρταίων τεῖχος πολίχνιον ἐπὶ τῷ Ῥυνδάκῳ ποταμῷ, ὡς Κρατερὸς ἐνάτῳ περὶ ψηφισμάτων. τὸ ἐθνικὸν Ἀρταιοτειχίτης. Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι καὶ Τιμοσθένης λέγων „Ἀρτάκη τοῦτο
15μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον [ἐστὶν] ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ“. τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε „τί μέλλετ’ Ἀρτακῆς τε καὶ Περκώσιοι;“ καὶ Ἀρτάκιος εἶπε
20Δημοσθένης ἐν ἐνάτῳ Βιθυνιακῶν „νάσσατο δ’ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν“. [καὶ Ἀρτακία.] οὕτω γὰρ αὐτόθι ἡ Ἀφροδίτη καλεῖται.
Ἀρτακο, ἔθνος Θρᾴκιον.127
Eth
.

128

Ἀρτάξατα, πόλις Ἀρμενίας. Στράβων ἑνδεκάτῃ. ἣν καὶ Ἀρταξιάσατα καλοῦσι. λέγεται δὲ τὴν πόλιν οἰκίσαι Ἀρ‐ ταξίαν Ἀρμενίας βασιλεύσαντα. τὸ ἐθνικὸν Ἀρταξατηνός. Ἀρτεᾶται, γένος Περσικόν. Ἡρόδοτος πρώτῃ.
5 Ἀρτεμίσιον, πόλις Οἰνώτρων ἐν μεσογείῳ, Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Ἀρτεμισιάτης. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας. Ἀρτεμίτα, νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτε‐
10μίδωρός φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἡ γενικὴ Ἀρτεμίτας. τὸ ἐθνι‐ κὸν Ἀρτεμιτηνός. Ἀπολλόδωρος δ’ Ἀρταμιτηνός φησι διὰ τοῦ α. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥια‐ νὸς ηʹ Θεσσαλικῶν „νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον“.
15τὸ ἐθνικὸν τὸ αὐτό, ἢ Ἀρτεμιταῖος διὰ τὸ τὸν τύπον τοῖς
Πέρσαις ἀναλογεῖν.128
Eth
.

129

Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησιν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν, τούτων δὲ τοὺς μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν
5καὶ οἰκῆσαι ἐν τῷ ὄρει λόφον στρογγύλον κατοικίσαι καὶ κα‐ λέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογγύλην. τὰ γὰρ στρογγύλα πάντα πίναρα καλοῦσιν .... Ἄρυββα. τὸ ἐθνικὸν Ἀρύββας. οὕτω γὰρ Ἀλκμάν. Ἀρύκανδα, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν
10δευτέρῳ. τὸ ἐθνικὸν Ἀρυκανδεύς ὡς Ἀλινδεύς. Ἀρύπη, πόλις [ἐν Αἰγύπτῳ], ἧς οἱ πολῖται Ἄρυπες, ὡς Ἡρωδιανός. Ἀρχανδρούπολις, πόλις ἐν Αἰγύπτῳ, Ἡρόδοτος δευ‐ τέρῳ. τὸ ἐθνικὸν Ἀρχανδροπολίτης.
15 Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός. ὁ πολίτης Ἀρωμεύς ..... Στράβων „ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀρο‐
ματεύσ“.129
Eth
.

130

Ἀσα, κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν „Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι“. τὸ ἐθνικὸν Ἀσαῖος. ἔστι καὶ κώμη Θρᾴκης Ἀσαί. τὸ ἐθνικὸν τὸ αὐτό.
5 Ἀσβύστα, πόλις Λιβύης. καὶ ὁ πολίτης Ἀσβύστης. „οἵη τε Τρίτωνος ἐφ’ ὕδασιν Ἀσβύσταο“ Καλλίμαχος Αἰτίων πρώτῃ. δύο δέ εἰσι Τρίτωνες, ὁ μὲν Λιβύης ὁ δὲ Βοιωτός. Ἄσβωτος, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ἀσβώτιος. Εὐ‐ φορίων Θρᾳκί
10
τὸν μὲν ἄρ’ ἐκ φλοίσβου Ἀσβώτιοι ὦκα φέροντες
ὑστάτιον ῥώσαντο κονισαλέῃσιν ἐθείραις
ἵπποι καλὰ νάουσαν ἐπορνύμενοι Φυσάδειαν. περὶ τῶν ἵππων Ἀμφιαράου. Ἄσδυνις, νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος
15δευτέρῳ „κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ“. ὁ νησιώτης Ἀσδυνίτης ὡς Μεμφίτης. Ἀσέα, κώμη τῆς Ἀρκαδίας, ἀφ’ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. καὶ ὁ κωμήτης ὁμοίως, ὡς Κορσεάτης Ὀρνεάτης.
20 Ἀσία, πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ [καὶ Ἀσιὰς ἐκλήθη.] καὶ Ἀσία ἡ ἤπειρος. οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ἢ ἐκ τῆς Προμηθέως γυναικός, ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν,
τουτέστιν ἰλύν. ὁ ἐνοικῶν Ἀσιάτης καὶ τὸ θηλυκὸν Ἀσιᾶτις.130
Eth
.

131

λέγεται καὶ Ἀσίς „ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴησ“. καὶ Ἀσιάς. τὸ δὲ Ἀσιανός, ὡς Στράβων ἑνδεκάτῃ „ἦν δὲ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων Νομάδων“. καὶ τὸ θηλυκὸν Ἀσιανή. ἔστι καὶ Ἀσιανή πό‐
5λις Ἠλείας. λέγεται καὶ Ἀσιαῖος. ἔστι καὶ Ἀσία νῆσος Αἰ‐ θιοπίας. ὁ πολίτης Ἀσιάτης. τὸ ἐθνικὸν Ἀσιεύς, ὡς Ὑρία Ὑριεύς. ἔστι καὶ Ἄσιος λειμών. Ὅμηρος „Ἀσίῳ ἐν λειμῶνι“. ἢ μᾶλλον Ἀσίας, ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀ‐ σιανῷ· ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην)
10καὶ ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς ἐυμμελίω. Ἀσίνη, πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακε‐ δαίμονος. δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. τὸ ἐθνικὸν Ἀσιναῖος καὶ Ἀσινεύς, καθὼς Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου.
15 Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασι‐ λέως αἱρεθέντα στρατηγὸν εἰς Συρίαν στρατεῦσαι, κἀκεῖ παρ‐ θένου ἐρασθεὶς πόλιν κτίσαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτως ὠνόμασε.
20τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστοριῶν. λέγεται οὖν Ἄσκαλος καὶ ἐξ αὐτοῦ Ἀσκάλης, ὡς δάμαλος „δαμάλης ἔρωσ“,
Ἄραξος Ἀράξης, ὡς ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, Λά‐131
Eth
.

132

πιθος Λαπίθης. λέγεται καὶ Ἀσκαλώνιον ἡ πόλις. τὸ ἐθνι‐ κὸν Ἀσκαλωνίτης καὶ Ἀσκαλώνιος παρὰ τὸ Ἀσκαλώνιον, ὡς Ξάνθος ὁ Λυδός, καὶ Ἀσκαλωνίς θηλυκόν. πολλοὶ δὲ ἐξ αὐτῆς κεχρηματίκασι, φιλόσοφοι μὲν Ἀντίοχος ὁ Κύκνος καὶ
5Σῶσος καὶ Ἀντίβιος καὶ Εὔβιος στωικοὶ ἐπιφανεῖς, γραμμα‐ τικοὶ δὲ Πτολεμαῖος Ἀριστάρχου γνώριμος καὶ Δωρόθεος, ἱστορικοὶ Ἀπολλώνιος καὶ Ἀρτεμίδωρος ὁ τὰ περὶ Βιθυνίας γεγραφὼς καὶ ἄλλοι. παρὰ δ’ Εὐδόξῳ διὰ τῆς αι ἐν τῷ αʹ „καὶ ἡ μὲν πόλις, οὗ πρῶτόν φασι τὰ κρόμμυα γενέσθαι“.
10καὶ κατὰ τὴν Ἀλεξανδρέων συνήθειαν. Ἀσκαλωναῖα κεράμια. Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν „Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰ‐ νείου παῖς Ἀσκάνιος ....“. οὐ μόνον δὲ ἡ λίμνη ἀλλὰ καὶ ἡ
15χώρα δισσὴ καὶ ὁμώνυμος .... Φρυγίας μέν „Φόρκυς αὖ Φρύ‐ γας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ’ ἐξ Ἀσκανίησ“ τῆς δὲ Μυσίας „[οἵ ῥ’ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί.“
καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος132
Eth
.

133

ὁμοίως τῷ κυρίῳ. ἔστι καὶ Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι „καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο“. Ψίλις Μυ‐ σίας, Ναύαιθος Ἰταλίας. Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰνδικὸν κόλπον καὶ ἐπὶ
5ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῷ περίπλῳ αὐτοῦ „παροικεῖ αὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν. ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος [ἐπὶ ἀσκῶν πλέον]“. ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης. Ἄσκλος, πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρ‐
10χαιολογίας. ἔστι καὶ οὐδέτερον. τὸ ἐθνικὸν Ἀσκλίτης, ὡς λίκνον λικνίτης καὶ ὁπλίτης.
Ἄσκρη, πόλις Βοιωτίας, ἰωνικῶς σχηματισθεῖσα, ὡς133
Eth
.

134

κόρη, Τερψιχόρη. τὸ ἐθνικὸν Ἀσκραῖος Ἡσίοδος καί „ἀπ’ Ἄσκρηθεν“. Ἄσος, πολίχνιον Κρήτης. ὁ πολίτης Ἄσιος. οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται „καὶ Ἀσίου Διὸς ἱερὸν ἀρχαιότατον“.
5 Ἀσπαλάθεια, πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμέ‐ νων πρώτῃ „Ἀσπαλάθεια βοήροτοσ“. τὸ ἐθνικὸν Ἀσπαλαθεύς. Ἀσπαλαθίς, νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. τὸ ἐθνικὸν Ἀσπαλαθίδιος ὡς Ψωφίδιος καὶ Αὐλίδιος, ἢ Ἀσπαλαθίτης ὡς Μεμφίτης.
10 Ἄσπενδος, πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. ὁ πολίτης Ἀσπένδιος. Θεόπομπος τετάρτῃ Ἑλληνικῶν „ἀποτυχὼν δὲ τῶν Ἀσπεν‐ δίων“. καὶ τὸ θηλυκὸν ὁ αὐτὸς Ἀσπενδία. καὶ Ἀσπενδίς „Ἀσπενδίδα γαῖαν“.
15 Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατ’ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ περιό‐ δων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακε‐ δονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν.
20ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκό‐ νησος πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς
25Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπι‐134
Eth
.

135

δίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ’ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ ω. ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος „ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον“. τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφο‐
5κλῆς ἐν Ναυπλίῳ καταπλέοντι „ἀλλ’ ἀσπιδίτην ὄντα καὶ πε‐ φραγμένον“. [καί] „ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι“. δύ‐ ναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς. Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ. ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος. τὴν δὲ
10παρ’ Ὁμήρῳ τῆς Βοιωτίας φασὶ .... τοὺς Αἰολεῖς πρότερον Βοιωτοὺς καλεῖσθαι, τοὺς δὲ Ὀρχομενὸν καὶ Ἀσπληδόνα. γράφεται καὶ χωρὶς τοῦ α, ἀλλ’ οὐ παρ’ Ὁμήρῳ. τὸ ἐθνικὸν Ἀσπληδόνιος. Ὀρχομενοῦ δὲ υἱεῖς „Ἀσπληδὼν Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδήσ“.
15 Ἀσπουργιανο, ἔθνος τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Στράβων ἑνδεκάτῃ „τούτων δ’ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας [οἰκοῦντες καὶ Γοργιππίασ“.] Ἄσσα, πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ. ἔστι καὶ κώμη Σκυθίας. οἱ οἰκήτορες Ἀσσαῖοι.
20Ἀσσακηνο, ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς
Ἀλεξάνδρου ἀναβάσεως „ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούσ“.135
Eth
.

136

Ἄσσηρα, οὐδετέρως, πόλις Χαλκιδέων. Θεόπομπος εἰ‐ κοστῇ τετάρτῃ. τὸ ἐθνικὸν Ἀσσηρίτης ὡς Ἀβδηρίτης Γα‐ δειρίτης. Ἀσσησός, πόλις Μιλησίας γῆς. Θεόπομπος Φιλιππι‐
5κῶν εἰκοστῇ τετάρτῃ. ὁ οἰκήτωρ Ἀσσήσιος. καὶ Ἀσσησία Ἀθηνᾶ παρ’ Ἡροδότῳ. Ἀσσός, πόλις Λυδίας πλησίον Ἀτάρνης ἐφ’ ὑψηλοῦ καὶ ὀξέος καὶ δυσανόδου τόπου, πρὸς ὃν Στρατόνικος κιθαριστὴς ἔλεγε παίζων „Ἀσσὸν ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’
10ἵκηαι.“ δευτέρα πόλις Αἰολίδος κατὰ τὸν Ἑλλήσποντον ἢ Κε‐ κρόπειον. Ἀλέξανδρος δ’ ὁ Κορνήλιος ἐν τῷ περὶ τῶν παρ’ Ἀλκμᾶνι τοπικῶς ἱστορημένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Καΰ‐
15στριον ποταμόν. ἔστι καὶ ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. ἐκ
δὲ τῆς Ἀσσοῦ Κλεάνθης ἦν ὁ στωικὸς φιλόσοφος, διάδοχος136
Eth
.

137

τῆς σχολῆς Ζήνωνος τοῦ Κιτιέως, ἣν καταλέλοιπε Χρυσίππῳ. τὸ ἐθνικὸν Ἄσσιος ὡς Ῥώσιος, καὶ Ἀσσεύς. Ἀσσυρία, χώρα περὶ Βαβυλῶνα. οἱ οἰκήτορες Ἀσσύριοι. εἰσὶ καὶ ἕτεροι παρὰ τοὺς Σύρους. Ξενοφῶν οὕτω διαστέλλει
5ἐν πρώτῃ Ἑλληνικῶν. λέγονται καὶ Ἀσσυρικοί. καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει, ἴσως ὡς ἀπὸ τοῦ Ἰλλυριοί Ἴλλυρες. Ἀσσώριον, πόλις Σικελίας. ταύτην τρισυλλάβως Ἄσ‐ σωρον καλεῖ Ἀπολλόδωρος ἐν δʹ χρονικῶν. τὸ ἐθνικὸν Ἀσσω‐ ρῖνος ὡς Ῥηγῖνος.
10 Ἀσσωρόν, ὄρος Σάμου ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφο‐ ρίων Ἀρτεμιδώρῳ „δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον. ... Ἀστα, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. τὸ κτητικὸν Ἀστικός καὶ Ἀστική. Ἀστακός, πόλις Βιθυνίας, ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶ‐
15νος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ χώρα Βυζαντίων, ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. ἔστι καὶ Ἀκαρνανίας πόλις. οἱ δὲ Κεφαλληνίας ἄποικον. τὸ ἐθνικὸν Ἀστακηνός ὡς Ῥυνδακηνός Πριαπηνός,
καὶ Ἀστακηνή καὶ Ἀστάκιος καὶ Ἀστακία, ἀφ’ οὗ Ἀστακιεύς137
Eth
.

138

ὡς Οἰχαλία Οἰχαλιεύς, καὶ Ἀστακιήτης, καὶ Ἀστακίδης πα‐ τρωνυμικόν, Πείσανδρος δεκάτῃ. Ἀσταπαῖοι, Λιβύης ἔθνος, Ἀππιανὸς ἕκτῳ. Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν περίπλῳ
5πρώτῳ „ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπὲρ Αἴγυπτον. ἀπὸ δὲ τοῦ Βαζίου ἄκρου ἐκδέχεται Πριονωτὸν ὄρος. κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη“. τὸ ἐθνικὸν Ἀσταρταῖος ἢ Ἀσταρτίτης. Ἀστελέβη, πόλις Λυδίας, Ξάνθος ἐν τετάρτῃ Λυδια‐ κῶν. οἱ οἰκοῦντες Ἀστελεβαῖοι.
10 Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα
15 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη. Ἀστέριον, πόλις Θετταλίας. Ὅμηρος „οἵ τ’ ἔχον
Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα“. ἡ νῦν Πειρεσία. οὕτω138
Eth
.

139

δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφ’ ὑψηλοῦ ὄρους κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἢ ἀπὸ Ἀστερίου τινὸς [ἥρωος]. τὸ ἐθνικὸν Ἀστεριώτης, καὶ θηλυκὸν Ἀστερηίς, καὶ Ἀστεριεύς.
5 Ἀστερουσία, ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος, ἀπο‐ βλέπον εἰς θάλασσαν, ἀφ’ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλεί‐ σης. οἱ οἰκήτορες Ἀστερουσιανοί καὶ Ἀστερουσιεῖς καὶ Ἀστε‐ ρούσιοι.
10 Ἄστραια, πόλις Ἰλλυρίας. Ἀδριανὸς Ἀλεξανδριάδος αʹ „οἳ δ’ ἔχον Ἄστραιάν τε Δόβηρά τε“. Ἄστυ, ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ ἡ δὲ πόλις καὶ τοὺς πολίτας. „ἐκλήθη δὲ ἄστυ“ ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος „διὰ τὸ πρότερον νομάδας καὶ
15σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν“. ὁ πολίτης ἀστός καὶ ἀστή, καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός τὸ ἀστίτης. Σο‐ φοκλῆς Ἀλεξάνδρῳ „οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει“.
20καί „βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;“ ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστιεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος.
οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ139
Eth
.

140

Σοφοκλέους „ὅρια κελεύθου τῆσδε γῆς προαστίασ“. ἀπὸ δὲ τῆς ἄστεος γενικῆς ἀστεῖος, ὅπερ ἀντιδιέσταλται τῷ ἄγροικος, καὶ ἀστεΐζω καὶ ἀστεϊσμός. λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ „ἡ δ’ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν
5ἕδος ....“ ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλη‐ σίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν. τὸ ἐθνικὸν τὸ αὐτό. ὅτι δὲ καὶ ἡ Ἀλεξάνδρεια ἄστυ ἐκλήθη εἴρηται. Ἀστυπάλαια, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα
10διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. τὸ ἐθνικὸν Ἀστυπαλαιεύς καὶ Ἀστυπαλαιάτης.
15 Ἄστυρα, πόλις Μυσίας, οὐδετέρως, πρὸς τῇ Τρωάδι. λέγεται καὶ ἑνικῶς Ἄστυρον. ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατ’ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον
20Ἰταλίας. τὸ ἐθνικὸν Ἀστυρηνός, ἀφ’ οὗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν.
Ἄσφαξ, ὡς Ἄτραξ, ἔθνος ἐποικίσαν τὴν Κύπρον. μή τις140
Eth
.

141

δὲ τὸ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη· ἁπλᾶ γάρ ἐστιν. Ἄσχειον, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Ἀσχειεύς ὡς Σι‐ γειεύς Ῥοιτειεύς.
5 Ἀτάβυρον, ὄρος Ῥόδου, Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. τὸ ἐθνικὸν Ἀταβύριος, ἐξ οὗ καὶ Ἀταβύριος Ζεύς. ἔστι καὶ Σικελίας Ἀταβύριον, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις. ἔστι καὶ Φοινίκης.
10 Ἀταία, πόλις Λακωνική. ὁ πολίτης Ἀταιάτης ὡς Κάρυα Καρυάτης, ἢ Ἀταΐτης ἢ Ἀταῖος. Ἀταλάντη, ἡ ὑπ’ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ. ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πει‐ ραιεῖ. ὁ νησιώτης Ἀταλανταῖος.
15 Ἀτάρβηχις, πόλις ἐν τῇ Προσωπίτιδι νήσῳ. τὸ ἐθνι‐ κὸν Ἀταρβηχίτης ὡς Προσωπίτης.
Ἄταρνα, πόλις μεταξὺ Μυσίας καὶ Λυδίας πλησίον141
Eth
.

142

Λέσβου. ὁ πολίτης Ἀταρνεύς ὡς Ὀδυσσεύς. καὶ θηλυκὸν Ἀταρνίς. Ἀταφηνο, ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρᾳ.
5 Ἄτελλα, πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν οὐκ Ἀτελλαῖος, ὡς Ἀγυλλαῖος, ἀλλὰ Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ „Ἀτελλανοὶ παρέδοσαν αὑτούσ“. Ἀτέριον, ὡς Ῥήγιον, πόλις Σικελίας. ὁ πολίτης Ἀτερῖνος. Ἀτήνη, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς
10Ἀτταλίδος φησίν. ὁ δημότης Ἀτηνεύς „Προκλῆς Ἀτηνεὺς ἐχορήγει καὶ Παντακλῆσ“. Διονύσιος Ἀτηνίαν τὸν δῆμον. ἀλλ’ οὐκ ἐᾷ τὸ Ἀτηνεύς, ὀφεῖλον Ἀτηνιεύς. Ἀτιντανία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες καὶ Ἀτιν‐ τᾶνες καὶ Ἀτιντάνιοι. εἴρηται ἀπὸ Ἀτιντᾶνος, υἱοῦ Μακεδό‐
15νος. λέγεται καὶ Ἀτιντανίς τὸ θηλυκόν. λέγεται καὶ Ἀτιντάν καὶ Ἀτιντανία καὶ Ἀτιντάνιον οὐδέτερον. Ἄτλαντες, ἔθνος Λιβυκόν, Ἡρόδοτος τετάρτῃ. ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετ’ αὐτοὺς
20Ἄτλαντας. καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρους. λέγεται τὸ κτητικὸν Ἀτλαντικός καὶ Ἀτλαντικὴ θάλασσα, καὶ Ἀτλάντιος
καὶ Ἀτλαντία θάλασσα.142
Eth
.

143

Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἀτραμῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ Ἀραβικῶν. Ἀρτεμίδωρος Ἀτραμωτίτας αὐτοὺς καλεῖ.
5 Ἄτραξ καὶ Ἀτρακία, πόλις Θεσσαλίας τῆς Πελασγιώ‐ τιδος μοίρας. ἐκλήθη ἀπὸ Ἄτρακος τοῦ Πηνειοῦ καὶ Βουρᾶς παιδὸς κτισθεῖσα. τὸ ἐθνικὸν Ἀτράκιος καὶ θηλυκὸν Ἀτρακία, καὶ Ἄτραξ ὁμόφωνον τῇ πόλει. Λυκόφρων „καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκουσ“. τινὲς δὲ διὰ τοῦ γ ἔκλιναν Ἄτρα‐
10γος, ὡς Εὔπολις „εἰς Ἄτραγα νύκτωρ“. ἔστι καὶ Ἀτρακίς θηλυκόν. Ἀτρήνη, πόλις ... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης, τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυ‐ γίας νύμφης, προσηγορεῦσθαι. τὸ ἐθνικὸν Ἀτρηνεύς καὶ
15Ἀτρηνίτης καὶ Ἀτρηναῖος. Ἀτρία, πόλις Τυρρηνίας, Διομήδους κτίσμα. χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαι Αἰθρίαν. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. τὸ ἐθνικὸν Ἀτριανός καὶ
20Ἀτριεύς καὶ Ἀτριάτης. ἄμεινον δὲ τὸ πρῶτον· συνήθης γὰρ Ἰταλῶν ὁ τύπος ὁ διὰ τοῦ ανος.
Ἀτροπατία καὶ Ἀτροπάτιος, ἡ τῆς Μηδίας δευτέρα143
Eth
.

144

μερίς· ἡ γὰρ προτέρα, καθ’ ἣν ἦν τὰ Ἐκβάτανα, ἡ μητρό‐ πολις καὶ τὸ βασίλειον τῆς Μηδίας. ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου. τὸ ἐθνικὸν Ἀτροπατηνός καὶ Ἀτροπατηνή. Ἀττάλεια, πόλις Λυδίας, πρότερον Ἀγρόειρα ἢ Ἀλ‐
5λόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαν‐ τος αὐτήν. τὸ ἐθνικὸν Ἀτταλεύς. καὶ Ἀτταλικός κτητικὸν καὶ θηλυκόν. Ἀτταλίς, φυλὴ τῆς Ἀττικῆς, ἣν Ἀττάλῳ ἀνέθηκαν
10Ἀθηναῖοι. ὁ φυλέτης Ἀτταλεύς. Ἀττάλυδα, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς αὐτοῦ. τὸ ἐθ‐ νικὸν Ἀτταλυδεύς. Αὔαθα καὶ Αὔαρα, οὐδετέρως, συνοικία Ἀράβων, ὡς
15Οὐράνιος ἐν Ἀραβικῶν πρώτῃ. οἱ οἰκήτορες Αὐαθηνοί καὶ Αὐαρηνοί. Αὐαλίτης, κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θα‐ λάσσης. τὸ ἐθνικὸν ὅμοιον. Αὔαρα, πόλις Ἀραβίας, ἀπὸ χρησμοῦ δοθέντος Ὀβόδᾳ
20κληθεῖσα ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀρέτα. ἐξώρμησε γὰρ Ἀρέτας εἰς ἀναζήτησιν τοῦ χρησμοῦ· ὁ δὲ χρησμὸς ἦν αὔαρα τόπον ζητεῖν, ὅ ἐστι κατὰ Ἄραβας καὶ Σύρους λευκήν· καὶ φθάσαντι τῷ Ἀρέτᾳ καὶ λοχῶντι ἐφάνη φάσμα αὐτῷ λευκοείμων ἀνὴρ ἐπὶ λευκῆς δρομάδος προϊών. ἀφανισθέντος δὲ τοῦ φάσματος
25σκόπελος ἀνεφάνη αὐτόματος κατὰ γῆς ἐρριζωμένος, κἀκεῖ
ἔκτισε πόλιν. τὸ ἐθνικὸν Αὐαρηνός.144
Eth
.

145

Αὔασις, πόλις Αἰγύπτου. ταύτην δὲ καὶ Ὄασιν καλοῦ‐ σιν, ἐοικυῖαν παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν, ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύ‐ πτιοί φασι. τὸ ἐθνικὸν Αὐασίτης καὶ Αὐασῖτις. Ἡρόδοτος
5δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον. Αὐγάσιοι, ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ οὕτως φησίν .... Αὔγεια, πόλις Λοκρίδος. Ὅμηρος „καὶ Αὐγειὰς ἐρα‐ τεινάσ“. ἔστι καὶ Λακωνικὴ πόλις με...πνῶν. τὸ ἐθνικὸν
10Αὐγεάτης. Αὔγιλα, οὐδετέρως, πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. τὸ ἐθνικὸν Αὐγιλίτης διὰ τὸ ἐπιχώριον, ὡς Γάβαλα Γαβαλίτης. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. οἱ πολῖται
15Αὐγουστανοί. Φλέγων ἐν Ὀλυμπιάδων ηʹ. Αὐενιών, πόλις Μασσαλίας πρὸς τῷ Ῥοδανῷ. τὸ ἐθ‐ νικὸν Αὐενιωνήσιος τῷ ἐπιχωρίῳ καὶ Αὐενιωνίτης τῷ ἕλληνι τύπῳ.
Αὐλα, ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης.145
Eth
.

146

οἱ οἰκοῦντες Αὐλεῶται πρὸς τῶν ἐπιχωρίων ὀνομάζονται. τῶν δὲ εἰς αι οὐκ ἔστιν ὁ διὰ τοῦ ωτης τύπος, ἀλλ’ ἔοικεν ὡς ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτης Ῥαφεῶται. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. εἰ δ’ ἑνικῶς ἐλέγετο Αὐλή, ὤφειλεν Αὐλέτης
5ἢ Αὐλίτης. τὰ γὰρ ἀπὸ τῶν εἰς η δισυλλάβων θηλυκῶν ὀξυ‐ νομένων μὲν διὰ τοῦ ε, ὡς τὸ φυλέτης, βαρυνομένων δὲ διὰ τοῦ η, ὡς κωμήτης Σιδήτης. ἐπιστατέον τὸ Καρνίτης ἀπὸ τῆς Κάρνης, ὡς ἐροῦμεν. Αὐλ, ἡ ἔπαυλις „χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“.
10λέγεται καὶ αὖλις, καὶ σύνθετον δύσαυλις, ὁ οἰκήτωρ αὐλίτης, αἱ δ’ ἐν τοῖς ἀγροῖς οἰκήσεις αὔλια, καὶ οἱ ἀπόκοιτοι τούτων θύραυλοι. λέγεται καὶ αὔλιος ὁ ἑσπέριος ἀστὴρ παρὰ τὸ ποιεῖν ἡμᾶς αὐλίζεσθαι. καὶ αὔλιον ἄντρον παρὰ τὸ ἐκεῖ
χορεύειν, ὡς Ἀπολλώνιος „στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν“.146
Eth
.

147

Αὐλίς, πόλις Βοιωτίας κατὰ Χαλκίδα, εἰς ἣν ἠθροί‐ σθησαν οἱ Ἕλληνες. Τρύφων παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ Αὐλίς. βέλτιον ἀπὸ τῆς Αὐλίδος τῆς Εὐωνύμου τοῦ Κηφισσοῦ. τὸ ἐθνικὸν ἠδύνατο Αὐλιδεύς καὶ Αὐλιδίς, ἔστι δ’ Αὐλίδιος
5καὶ Αὐλιδία. Αὐλών, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν· ὁ πολίτης Αὐλωνίτης. δευτέρα πόλις Ἀρκαδίας· ὁ πολίτης Αὐλώνιος. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυ‐
10λωνία. τὸ ἐθνικὸν Καυλωνιάτης. Αὐσεῖς, ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ. Αὔσιγδα, πόλις Λιβύης, οὐδετέρως, ὡς Καλλίμαχος. Ἑκαταῖος δὲ νῆσον οἶδε. τὸ ἐθνικὸν Αὔσιγδοι. οὕτω γὰρ
15Ἀπόλλων τιμᾶται. Αὐσχῖται, ἔθνος Λιβύης ὑπὲρ Βάρκης. Ἀπολλόδωρος
περὶ γῆς δευτέρῳ.147
Eth
.

148

Αὔσων, ὁ Ἰταλός. [ἀπὸ Αὔσονος, ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι.] Λυκόφρων „κτείνουσιν αὐτὸν Αὔσο‐ νες Πελλήνιοι“. καὶ Αὐσονίς τὸ θηλυκόν, καὶ Αὐσόνιος καὶ Αὐσονία ἡ χώρα, ἀφ’ οὗ Αὐσονιεύς· καὶ Αὐσόνειος, Λυκό‐
5φρων „ὁ δ’ Αὐσονείων ἄγχι Κάλχαντος τόπων“. καὶ Αὐσο‐ νίτης, ὁ αὐτός „παρ’ Αὐσονίτην Φύλαμον δομήσεται“. καὶ Αὐσονῖτις θηλυκόν, ὁ αὐτός „ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούσ“. καὶ Αὐσόνιος κτητικόν. Αὐταριᾶται, ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ
10χρονικῶν καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς καὶ Ἐρατοσθένης. Αὐτομάλακα, χωρίον Λιβύης. ὁ πολυίστωρ ἐν τρίτῃ. Ἀπολλόδωρος δὲ Αὐτόμαλα φησί. τὸ ἐθνικὸν Αὐτομαλακί‐ της διὰ τὴν χώραν, τῷ δὲ καθ’ ἡμᾶς τύπῳ Αὐτομαλακεύς. Αὐτόμολοι, ἔθνος Αἰθιοπικόν, ὡς Ἡρόδοτος ἐν δευ‐
15τέρᾳ „τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι“. Ἀφάκη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ.
τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας.148
Eth
.

149

Ἀφάναι, χωρίον Σικελίας ἄσημον, ἀφ’ οὗ ἡ „εἰς Ἀφά‐ νασ“ ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. τὸ ἐθνικὸν Ἀφαναῖος. Ἀφείδαντες, μοῖρα Μολοσσῶν, ἀπὸ Ἀφείδαντος βα‐
5σιλέως. Ἀφετα, πόλις τῆς Μαγνησίας. Ἑλλάνικος· ὅτι ἐντεῦ‐ θεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο, ἢ ὅτι ἐκεῖ οἱ Ἀργο‐ ναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ’ ἐν τῷ Παγασιτικῷ κόλπῳ. τὸ ἐθνικὸν Ἀφεταῖος ὡς Παγασαῖος Ἀναφαῖος.
10 Ἄφθαια ... καὶ Ἀφθαία ἡ Ἑκάτη. ὁ τεχνικὸς ἑνδε‐ κάτῳ. δύναται καὶ Ἀφθαῖος εἶναι. ἔστι καὶ Ἀφθίτης νομὸς Αἰγύπτου. Ἄφιδνα, δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς, ἀπὸ Ἀφίδνου αὐτόχθονος. ὁ δημότης Ἀφιδναῖος ὡς Πυδναῖος.
15τὰ τοπικὰ δῆλα, Ἀφίδνηθεν Ἀφίδναζε Ἀφίδνησιν. ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν
αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα.149
Eth
.

150

Ἄφνειον, πόλις Φρυγίας, πλησίον Κυζίκου ἢ Μιλητου‐ πόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφναίδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. ἡ λίμνη ἡ περὶ Κύζικον Ἀφνῖτις, ἡ πρότερον Ἀρτυνία. τὸ ἐθνικὸν Ἀφνίτης.
5 Ἀφόρμιον, τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφή‐ μιος ἐν τῷ περὶ τῆς πατρίδος. ὅθεν καὶ τὸν κυβερνήσαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν γενέσθαι „καὶ λόγος παρ’ ἡμῖν τῆς νεὼς ἀφορμησάσης ἐντεῦθεν μετὰ τῶν ἀριστέων, ἀφ’ οὗπερ ἀπέπλευσεν ἡ ναῦσ“. ὁ τοπίτης Ἀφορμιεύς ὡς Αἰγιεύς
10Σουνιεύς. Ἀφροδισιάς, πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον
15Ἐρύθεια, μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιο‐ πίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς
20Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ἀφροδισιεύς. Ἀφροδίτης πόλις, ἡ καὶ Ἀφροδιτόπολις. τὸ ἐθνι‐ κὸν ἀμφοτέρων Ἀφροδιτοπολίτης. ἔστι καὶ πόλις κατὰ Ἄθρι‐ βιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην.
Ἀφροδιτία, χωρίον Λακωνικῆς. Θουκυδίδης δʹ.150
Eth
.

151

ἈφύτηἌφυτιςἌφυτος, πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου. ἔσχε δὲ ἡ πόλις μαντεῖον Ἄμμωνος. ὁ πολίτης Ἀφυταῖος. Θουκυδίδης αʹ „ἐξ Ἀφύτιος ὁρμώμενοσ“. λέγεται καὶ Ἀφύτεια, ἴσως ἀπὸ τοῦ Ἀφύτη. καὶ
5Ἀφυτιεύς καὶ Ἀφυτεύς καὶ Ἀφυτήσιος. Ἀχαιία, παρὰ τὸ Ἀχαιός κύριον. τὸ ἐθνικὸν Ἀχαιοί. καὶ σεσημείωται ὀξυνόμενον. ἔστι καὶ λόφος ἐν Καρύστῳ καὶ τόποι διάφοροι. Ἀχαιμενία, ἡ Περσικὴ μοῖρα, ἀπὸ Ἀχαιμένους υἱοῦ
10Αἰγέως. λέγεται καὶ Ἀχαιμένιον. Ἀχανο, ἔθνος πρὸς τῇ Σκυθίᾳ, οἳ καὶ Ἀχαρνοί λέγον‐ ται παρὰ Θεοπόμπῳ. Ἀχαρνα, δῆμος τῆς Οἰνηίδος φυλῆς. Ἡρωδιανὸς Ἀχάρ‐ νης βαρύτονον. τὰ τοπικὰ ὡς ἀπὸ ὀξυτόνου, Ἀχαρνῆθεν.
15μήποτε δ’ ἀπὸ τοῦ Ἀχαρνεύς ἡ παραγωγή. ὁ δημότης Ἀχαρ‐ νεύς καὶ Ἀχαρνίτης καὶ Ἀχαρναῖος καὶ Ἀχαρνικός. Ἀχερδοῦς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημό‐ της Ἀχερδούσιος. τὰ τοπικὰ δῆλα, Ἀχερδουντόθεν. Ἀχελῷος, ποταμὸς Ἀκαρνανίας. ἀπὸ Ἀχελῴου ἐλθόν‐
20τος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος. ἐκαλεῖτο δὲ Θόας ὁ151
Eth
.

152

ποταμός. τὸ ἐθνικὸν Ἀχελῷος ὁμοφώνως, καὶ Ἀχελῴα καὶ Ἀχελῳίς θηλυκόν. Ἀχέρραι, πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. τὸ ἐθνικὸν Ἀχερραῖος.
5 Ἀχέρων, Ἀχέροντος, Ἀχερούσιος Ἀχερουσία Ἀχερούσιον. ἔστι καὶ Ἀχερουσία λίμνη. λέγεται καὶ Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη „Ἀχερόντιός τε σκόπελος αἱμα‐ τοσταγήσ“. καὶ Ἀχερουντιάς ἐξ αὐτοῦ. Ἀχίλλειος δρόμος, νῆσος μετὰ τὴν Ταυρικήν. ἔστι
10καὶ νῆσος Ἀχίλλεια, ὡς δ’ ἔνιοι Λευκή. ἔστι καὶ κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. ἔστι καὶ πόλις ἐν τῷ Σιγείῳ Ἀχίλλειον. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. τὸ ἐθνικὸν Ἀχιλλειώτης καὶ Ἀχιλλείτης δύναται εἶναι καὶ Ἀχιλ‐
15λειοδρομίτης. Ἄχναι, πόλις Θεσσαλίας. ἐντεῦθεν ἦν Κλεοδάμας ὁ περὶ ἱππικῆς καὶ πωλοδαμαστικῆς γράψας. ἔστι καὶ πόλις Βοιωτίας. ὁ πολίτης Ἀχναῖος. Ἄχολλα, πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων, ἄποι‐
20κος Μελιταίων. τὸ ἐθνικὸν Ἀχολλαῖος. Ἄχομαι καὶ Ἀχομηνο, ἔθνος τῆς εὐδαίμονος Ἀρα‐ βίας, ὡς Οὐράνιος ἐν τρίτῃ. Ἀχραδίνη, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός. ἀλλὰ καὶ
25Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ
καὶ νῆσον. τὸ ἐθνικὸν Ἀχραδιναῖος καὶ Ἀχραδῖνος.152
Eth
.

153

Ἀχραδοῦς, δῆμος τῆς Ἀττικῆς. ὁ δημότης Ἀχραδού‐ σιος. Ἀριστοφάνης Ἐκκλησιαζούσαις „νῦν μὲν γὰρ οὗτος βε‐ βαλάνωκε τὴν θύραν, ὅστις πότ’ ἐστ’ ἄνθρωπος Ἁχραδούσιοσ“. Ἀχριαν, πόλις Ὑρκανίας, Πολύβιος δεκάτῳ. τὸ ἐθ‐
5νικὸν Ἀχριανός. Ἀψίλαι, ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρρια‐ νὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου. Ἄψυνθος, πόλις Θρᾴκης. Ἀψυνθίς δὲ ἡ χώρα. τὸ ἐθνικὸν Ἀψύνθιος καὶ Ἀψυνθιάς. ἔστι καὶ εἶδος φυτοῦ,
10περὶ οὗ Βῶλος ὁ Δημοκρίτειος. ὅτι Θεόφραστος ἐν τῷ περὶ φυτῶν ἐνάτῳ, τὰ πρόβατα τὰ ἐν τῷ Πόντῳ τὸ ἀψύνθιον νεμόμενα οὐκ ἔχει χολήν. διχῶς δ’ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παι‐
15δὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μη‐ δείας. οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμενος.
Ἀρτεμίδωρος ἐν ἐπιτομῇ καὶ πόλιν νῆσον Ἄψυρτον ἱστορεῖ.153
Eth
.

154

Ἄψωρος, πόλις Ἰλλυρίας, Ἡρωδιανὸς ὀγδόῃ. ἔοικε δ’ ἡ αὐτὴ εἶναι τῇ προειρημένῃ. Ἄωρος, πόλις Κρήτης, ἀπὸ Ἀώρας νύμφης. μετωνο‐ μάσθη δ’ Ἐλευθήρα ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων. ὁ
5πολίτης Ἀώριος, ἢ Ἀωρίτης ὡς Ἀλωρίτης. Βάβαι, πόλις Λιβύης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. ὁ πολίτης Βαβαῖος. Βαβύλη, πόλις ἐν Ὀδρύσαις γ... Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ.
10τὸ ἐθνικὸν ὁμοίως. ἔοικε δ’ ὑποκοριστικὸν τοῦ Βάβρας. Βάβρας, πολίχνιον Αἰολίδος ἐγγὺς Χίου. τὸ ἐθνικὸν Βαβράντιος, ἀπὸ Βάβραντος. εὕρηται καὶ ἰσοσύλλαβος ἡ κλί‐ σις ἐν ἀστιγεῖ βιβλίῳ. Βαβυλών, Περσικὴ πόλις, μητρόπολις, Σελεύκεια κα‐
15λουμένη, κτίσμα Βαβυλῶνος, ἀνδρὸς σοφωτάτου, παιδὸς Βή‐154
Eth
.

155

λου, παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. τὸ ἐθνικὸν Βαβυλώνιος καὶ Βαβυλωνεύς, καὶ Βαβυλωνίς καὶ Βαβυλωνία τὰ θηλυκά.
5 Βαβυτάκη, πόλις Περσική. ὁ πολίτης Βαβυτακηνός. Βαγαδαονία, μοῖρα Καππαδοκίας νοτιωτάτη. τὸ ἐθ‐ νικὸν Βαγαδάονες, ὡς Κατάονες τῆς Καταονίας. Βαγίστανα, πόλις τῆς Μηδίας. καὶ ὄρος Βαγίστανον. τὸ ἐθνικὸν Βαγιστανηνός.
10 Βάδεως πόλις, τῆς εὐδαίμονος Ἀραβίας ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. ὁ οἰκήτωρ Βαδεωπολίτης. Βάδιζα, πόλις τῆς Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Βαδιζαῖος. Βαία, ὄρος Κεφαλληνίας, ἀπὸ Βαίου κυβερνήτου Ὀδυσ‐
15σέως. τὸ ἐθνικὸν Βαιάτης. Βαιάκη, πόλις τῆς Χαονίας, Ἑκαταῖος. τὸ ἐθνικὸν Βαιακαῖος. δύναται καὶ Βαιακῖνος. ἄμεινον τὸ πρῶτον. Βαῖβαι, πολίχνιον τῆς Καρίας. ὁ πολίτης Βαιβαῖος. Βαίκυλα, πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις.
20τὸ ἐθνικὸν Βαικυλεύς.
Βαίσαμψα, πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν155
Eth
.

156

Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου. ὁ πολίτης Βαι‐ σαμψηνός. Βαιταρροῦς, κώμη μεγάλη τρίτης Παλαιστίνης. οἱ κατ‐ οικοῦντες Βαιταρρηνοί. ἔστι καὶ πόλις Κελτικὴ Βαίταρρα,
5ἧς ὁ πολίτης Βαιταρρίτης. τῆς δὲ προτέρας Βαιταρρούσιος. κλίνεται Βαιταρροῦντος. Βαίτιον, πόλις Μακεδονίας, Θεόπομπος εἰκοστῇ τε‐ τάρτῃ .... δύναται δὲ κατὰ τὴν τέχνην Βαιτιεύς. Βαῖτις, ποταμὸς κατὰ Ἰβηρίαν, ὃς Πέρκης λέγεται ὑπὸ
10τῶν ἐγχωρίων. λέγεται καὶ Βαιτίκη ἡ χώρα ἀπὸ Βαίτιος γενικῆς. Βακκαῖοι, Ἱσπανίας ἔθνος. Βάκτρα, πόλις. Στράβων ιαʹ. τὸ ἐθνικὸν Βάκτροι καὶ Βάκτριοι καὶ Βακτρία τὸ θηλυκόν. ἔστι καὶ πόλις Βάκτριον.
15τὸ ἐθνικὸν Βακτριανός καὶ Βακτριανή τὸ θηλυκόν. Βάκυροι καὶ Βακυριανο, ἔθνος πρὸς Πάρθοις καὶ Μήδοις. Βάκχου νῆσος καὶ Ἀντιβάκχου ἑτέρα ἐν τῷ Ἀραβικῷ κόλπῳ. τὸ ἐθνικὸν Βακχονησίτης.
20 Βάλα, πόλις τῆς Γαλιλαίας, Ἰώσηπος. τὸ ἐθνικὸν Βαλαῖος. Βαλανέαι, πόλις Φοινίκης, ἡ νῦν Λευκάς. ὁ πολίτης Βαλανεώτης. εἰς ἣν πόλιν Ἐπικράτης ἐγκώμιον ἔγραψεν ὁ
Βαλανεώτης.156
Eth
.

157

Βάλβουρα, οὐδετέρως, πόλις Λυκίας. τὸ ἐθνικὸν Βαλ‐ βουρεύς. Βάλδος, πόλις Φοινίκης. ὁ πολίτης Βαλδαῖος. τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ ἄφωνον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ
5εἴη· Ἰνδός ὅμοιον τῷ ποταμῷ, τὸ λορδός μυνδός ὁ ἄφωνος ὀξύνεται, ἀφ’ οὗ τὸ „μυνδότεροι νεπόδων“ παρὰ Καλλιμάχῳ. Βᾶλις, πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βά‐ λεως, οὗ καὶ ἱερὸν ἔχει. ὁ πολίτης Βαλίτης. Βάλκεια, πόλις περὶ τὴν Προποντίδα. τὸ ἐθνικὸν
10Βαλκειάτης καὶ Βαλκείτης. Βάλλα, πόλις Μακεδονίας, ὡς Πέλλα. ὁ πολίτης Βαλ‐ λαῖος. Θεαγένης ἐν Μακεδονίᾳ „Βαλλαίους μεταγαγὼν εἰς τὸν νῦν λεγόμενον Πύθιον τόπον“. Βάλοιον, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βαλοιεύς.
15 Βαναυρίδες, Τυρρηνικαὶ νῆσοι, ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος. τὸ ἐθνικὸν Βαναυρεύς. Βαντία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βαντιανοί καὶ
Βαντιᾶται.157
Eth
.

158

Βάντιοι, ἔθνος Θρᾴκης, Ἑκαταῖος. Βάραθρον, τόπος κοῖλος καὶ ὄρυγμα καλούμενος, ἀφ’ οὗ βαραθρίτης. ἔστι καὶ Βάραθρα πλησίον τοῦ Κασίου, τὸ ἐθνικὸν Βαραθρεύς.
5 Βαράκη, νῆσος τῆς Γεδρωσίας. τὸ ἐθνικὸν Βαρακαῖος, ὡς Ἰτύκη Ἰτυκαῖος. Βαρβαλισσός, φρούριον τῆς ἕω περιτετειχισμένον. τὸ ἐθνικὸν Βαρβαλισσηνός. Βάρβαρος, οὐκ ἐπὶ ἔθνους, ἀλλ’ ἐπὶ φωνῆς ἐλαμβά‐
10νετο· ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους, ὡς πολε‐ μίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς, ἀφ’ οὗ Βαρβαρία. ἔστι δὲ χώρα παρὰ τὸν Ἀράβιον κόλπον Βαρ‐ βαρία, ἀφ’ οὗ καὶ Βαρβαρικὸν πέλαγος. τὸ δὲ βαρβαρικός οὐκ ἀπὸ τοῦ βαρβαρία, ἀλλ’ ἀπὸ τοῦ βάρβαρος. ἦν γὰρ
15Βαρβαριακός. Βάργασα, πόλις Καρίας, ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. τὸ ἐθνικὸν Βαργασηνός, ὡς αὐτὸς ἑκκαιδεκάτῳ, ὡς Ἔδεσσα Ἐδεσσηνός
20Γερασηνός Ἐμεσηνός. Βαργούσιοι, ἔθνος δυτικὸν πρὸς τῷ Ἴβηρι ποταμῷ, Πολύβιος ἐν τρίτῳ. ἔστι καὶ Βάρχουσα μικρὰ πόλις Φοινίκης, ὁ πολίτης Βαρχουσηνός. Βαργύλια, οὐδετέρως, πόλις Καρίας, ἣν Ἄνδανον οἱ
25Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ἔστι δὲ πλησίον
Ἰάσου καὶ Μύνδου. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς158
Eth
.

159

ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ’ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ πόλιν ἔκτισε Βαργύλια. καὶ ἡ θάλασσα Βαργυλιακὸς κόλπος ἐξ αὐτοῦ. ὁ πολίτης Βαργυλιάτης. Βαρήνη, πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. οἱ οἰκήτορες
5Βαρηνοί. Βαρήτιον, χωρίον πρὸς τῷ Ἀδρίᾳ, Θεόπομπος πεντη‐ κοστῷ δευτέρῳ. τὸ ἐθνικὸν Βαρητῖνος ὡς Βρεντεσῖνος. Βάρις, πόλις. τὸ ἐθνικὸν Βαρίτης. λέγεται βάρις ἡ οἰκία ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος.
10 Βαρκάνιοι, ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Βάρκη, πόλις Λιβύης, ἥ τις καὶ Πτολεμαΐς. ἦν δ’ ἐκ πλινθίνων οἰκοδομημάτων συντεθεῖσα, κτίσμα Περσέως Ζα‐ κύνθου Ἀριστομέδοντος Λύκου. λέγεται καὶ Βάρκαια, ἐξ οὗ τὸ Βαρκαιάτης. τοῦ δὲ Βάρκη Βαρκαῖος. καὶ Βαρκαῖον τὸν
15Λίβυν φασί. Βαρκαῖον αἶπος. οἳ τὰς ἱπποτροφίας παρὰ Ποσειδῶνος, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶς ἔμαθον. Βαρύγαζα, ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. οἱ οἰκοῦντες καὶ ὁ κόλπος Βαρυγαζηνοί. Βασανίσαι, ἔθνος Θρᾴκιον ἀπὸ τῆς ὁ Βασανίσης εὐ‐
20θείας. τινὰ δὲ τῶν βιβλίων Βανίσαι ἔχουσι τρισυλλάβως.159
Eth
.

160

Βάσηρα, πόλις Φοινίκης. τὸ ἐθνικὸν Βασηρεύς, ὡς Ἀλίφηρα Ἀλιφηρεύς. Βασιννο, Ἀραβικὸν ἔθνος, Γλαῦκος ἐν τρίτῳ Ἀραβι‐ κῆς ἀρχαιολογίας.
5 Βάσιλις, πόλις Ἀρκαδίας, Παυσανίας ὀγδόῳ. τὸ ἐθνι‐ κὸν Βασιλίτης. Βαστάρναι, ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. Διονύσιος ἐν περιηγήσει πολλὰ μάλ’ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης,
10 Γερμανοὶ Σαμάται τε Γέται θ’ ἅμα Βαστάρναι τε. Βατάναβος, Ἀραβίας σταθμός. τὸ ἐθνικὸν Βατα‐ ναβηνός. Βατανέαι, συνοικία Συρίας, ἡ καὶ Βατανέα ἑνικῶς. τὸ ἐθνικὸν Βατανεώτης. ἔστι καὶ Βατάνα πρὸς τῷ Εὐφράτῃ.
15 Βατετάρα, πόλις Λιγύων, θηλυκῶς. τὸ ἐθνικὸν Βα‐ τεταραῖος. Βατίεια, τόπος τῆς Τροίας ὑψηλός. κέκληται ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωικῶν, ἢ ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς τροφῆς, τροπῇ τοῦ π εἰς β, ἢ
20ἀπὸ τῶν βάτων. τὸ ἐθνικὸν Βατιεύς καὶ Βατιειάτης. Βατ, δῆμος τῆς Αἰγηίδος φυλῆς, ὅθεν ἦν Ἅβρων ὁ Καλλίου, ἐξηγητής, περὶ ἑορτῶν καὶ θυσιῶν γεγραφώς. τὸ ἐθνικὸν ἐπιρρηματικῶς Βατῆθεν· οὐ δεῖ γὰρ ἐν πᾶσι τὸ
ἐθνικὸν ζητεῖν, ἀλλ’ ἢ τῷ ἐπιρρήματι χρῆσθαι, ὡς ἐπὶ τῶν160
Eth
.

161

δήμων, ἢ τῇ γενικῇ μετὰ προθέσεως ἢ τῷ ἀναλόγῳ ἢ τῷ συνήθει τῆς χώρας. τὰ τοπικὰ δῆλα. Βάτναι, πόλις τῆς Ὀσροηνῆς. τὸ ἐθνικὸν Βατναῖος, [καὶ] διὰ τὸν χαρακτῆρα [Βατνηνός], ὡς Ἐδεσσαῖος [Ἐδεσση‐
5νός] καὶ Καρραῖος [Καρρηνός]. Βεβρύκων ἔθνη δύο, τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ ἀπὸ Βεβρύκης, καὶ ἄλλοι ἄλλως. τὸ ἐθνικὸν Βεβρύκιος καὶ Βε‐
10βρυκία. εὕρηται καὶ Βέβρυσσα ὡς Φοίνισσα Κίλισσα Θρῇσσα. ἔχει γὰρ οἰκειότητα τὸ ς πρὸς τὸ ξ. Βέλβινα, πόλις Λακωνική, Παυσανίας ὀγδόῳ. Ἀρ‐ τεμίδωρος νῆσον αὐτήν φησι. τὸ ἐθνικὸν Βελβινήτης ὡς Αἰγινήτης.
15 Βελγίκη, ἡ χώρα, ὡς Βαιτίκη, προσεχὴς ταῖς Γερμα‐ νίαις. ὁ οἰκήτωρ Βελγικός ὡς Ἀττικός. ἔοικε δὲ ἀπὸ τοῦ Βέλγη, ὡς Ἀκτή Ἀττική. τὸ θηλυκὸν Βελγαία ἡ χώρα. Βεληδόνιοι, ἔθνος παρ’ ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ „οὐδ’ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων“.
20Βελιτανο, οἱ αὐτοὶ τοῖς Λυσιτανοῖς, ὡς Ἀρτεμίδωρος
ἐν τρίτῃ γεωγραφουμένων.161
Eth
.

162

Βέλιτρα, πόλις Ἰταλίας, οὐ Ῥώμης ἀποτέρω, ὥς φησι Φλέγων ὀλυμπιάδι ροδʹ. τὸ ἐθνικὸν Βελιτρανός τῷ ἔθει τῆς χώρας. Βελών, πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας.
5ὁ πολίτης Βελώνιος. Βέμβινα, κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. ὁ πολίτης Βεμβινίτης ὡς Σταγειρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης. ἔοικεν οὖν [ὡς] Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ
10„δέρμα τε θήρειον Βεμβινήταο λέοντοσ“. καὶ ἄλλως „καὶ Βεμβινήταο πελώρου δέρμα λέοντοσ“. τὸ ἐκ τόπου ἐπίρρημα Βεμβίνηθεν, καὶ εἰς τόπον Βεμβινάδε. Βενεβεντός, χωρίον Διομήδους ἐν Ἰταλίᾳ. οἱ δὲ ὅτι κτίσμα Διομήδους. ἣ καὶ Μαλοεντός ἐλέγετο. τὸ ἐθνικὸν
15Βενεβεντῖνος. ἔστι καὶ ἄλλη Καμπανίας διὰ τοῦ δ, ἧς τὸ ἐθνικὸν Βενεβενδεύς. Βέννα, πόλις Θρᾴκης, καὶ δι’ ἑνὸς ν καὶ διὰ δύο. καὶ
ἡ γραφὴ διάφορος, καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ε, ὅπερ162
Eth
.

163

κρεῖττον. τὸ ἐθνικὸν Βενναῖος, καὶ ὁ Βεννικὸς κόλπος. εἴρη‐ ται καὶ Βεννική. λέγονται καὶ Βεννάσιοι οἱ αὐτοί. Βέννα, μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε, ἧς οἱ φυλέται Βενναῖοι, ὡς Ἔφορος. ὅτι Ἄνδροκλος ὁ κτίσας Ἔφεσον.
5„οὗτος Πριηνεῦσι βοηθήσας ἐτελεύτησε καὶ οἱ πολλοὶ Ἐφέσιοι σὺν αὐτῷ. οἱ οὖν καταλειφθέντες Ἐφέσιοι ἐστασίασαν κατὰ τῶν Ἀνδρόκλου παίδων, καὶ βουλόμενοι βοήθειαν ἔχειν πρὸς αὐτοὺς ἐκ Τέω καὶ Καρήνης ἀποίκους ἔλαβον, ἀφ’ ὧν ἐν Ἐφέσῳ δύο φυλαὶ τῶν πέντε τὰς ἐπωνυμίας ἔχουσιν· οἱ μὲν
10γὰρ ἐν Βέννῃ Βενναῖοι, οἱ δ’ ἐν Εὐωνύμῳ τῆς Ἀττικῆς Εὐώ‐ νυμοι. οὓς δ’ ἐξ ἀρχῆς ἐν Ἐφέσῳ κατέλαβον Ἐφεσίους φασί, τοὺς δ’ ὕστερον ἐπήλυδας Τηίους καὶ Καρηναίους ἀποκαλοῦσι“. Βεργέπολις, Ἀβδηριτῶν. τὸ ἐθνικὸν Βεργεπολίτης. Βέργη, πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. τὸ ἐθνικὸν
15Βεργαῖος. Στράβων δὲ κώμην αὐτὴν λέγει, ἐξ ἧς ὁ Βεργαῖος Ἀντιφάνης ὁ κωμικός. ἄπιστα δὲ οὗτος συνέγραψεν, ὥς φασιν· ἀφ’ οὗ καὶ παροιμία βεργαΐζειν ἀντὶ τοῦ μηδὲν ἀληθὲς λέγειν. λέγεται καὶ Βέργιον ὑποκοριστικῶς. Βερέκυντος, γενικὴ τῆς εὐθείας ἀρρήτου. ἔστι δὲ πόλις
20Φρυγίας. καὶ ἡ χώρα Βερεκυντία. ἦν γάρ τις Βερεκύντης,163
Eth
.

164

ἀφ’ οὗ ἡ Βερεκυντία χώρα. καὶ τὸ ἐθνικὸν Βερεκύνται ὁμοφώνως. Βερενῖκαι πόλεις ἕξ. πρώτη [Ἠπείρου] ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτισθεῖσα. δευτέρα ... ἡ ὑπὸ Φιλαδέλφου
5Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίος. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύης ἡ πρότερον Ἑσπερίς, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆς Πτολεμαίου γυναικὸς Βερενίκης. ὁ πολίτης Βερενικεύς. εὕρηται καὶ Βερενίκεια. λέγονται καὶ πατρωνυμικῶς Βερενικιάδαι. ἔστι καὶ ἄλλη περὶ Συρίαν, ἣν
10Πέλλαν καλοῦσι. Βερενικίδαι, δῆμος τῆς Πτολεμαΐδος φυλῆς. δέκα γὰρ φυλὰς ἔχοντες Ἀθηναῖοι προσέθεσαν δύο, Ἀντιγονίδα καὶ Δημητριάδα καλοῦντες, ὕστερον δὲ Ἀτταλίδα καὶ Πτολεμαΐδα, διὰ τῶν ἐπωνύμων εὐεργετηθέντες βασιλέων. ὅθεν καὶ τὴν
15βουλὴν πεντακοσίων οὖσαν ἑξακοσίων ἐποίησαν· ἑκάστη γὰρ φυλὴ πεντήκοντα εἶχεν, οἳ κατὰ μῆνα ἐπρυτάνευον. ἀπὸ δὲ Βερενίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου, ὠνο‐ μάσθησαν Βερενικίδαι οἱ δημόται. καὶ ἄλλα γὰρ ἐξηνέχθη πατρωνυμικῶς. Αἰθαλίδαι γὰρ καὶ Βουτάδαι. τὰ εἰς τόπον
20εἰς Βερενικιδῶν φασι, τὰ δ’ ἐν τόπῳ ἐν Βερενικιδῶν. Βέρεξ, ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας, ὡς Τιμο‐ κράτης ὁ Ἀδραμυττηνός. Βέρης, πόλις Θρᾴκης, ἀπὸ Βέρητος υἱοῦ Μακεδόνος. τὸ ἐθνικὸν Βερήσιος ὡς Φαγρήσιος Ἀδρυμήσιος.
25Βέροια, πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν,164
Eth
.

165

αὐτοὺς δὲ τὸ φ εἰς β μεταποιεῖν, ὡς [Φάλακρον] Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τῆς Βέρητος τοῦ Μακεδόνος. τὸ ἐθνικὸν Βεροιαῖος. ἔστι καὶ πόλις Συ‐ ρίας, ἀφ’ ἧς Κασιανὸς ἄριστος ῥήτωρ. λέγεται καὶ Βερόη.
5οἱ δ’ ἐγχώριοι Βερόειαν, καὶ τὸ ἐθνικὸν Βεροεύς. Βέρουνος, ὡς Λούγδουνος, Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν· τὸ ἐθνικὸν Βερουνήσιος ὡς Λουγδουνήσιος. Βέρυτις, Τρωικὴ πόλις. τὸ ἐθνικὸν Βερυτίτης, ὡς Ἄβοτις Ἀβοτίτης.
10 Βέσβικος, νησίδιον περὶ Κύζικον, ὡς Διογένης ὁ Κυ‐ ζικηνὸς ἐν πρώτῃ τῶν ἑπτὰ περὶ τῆς πατρίδος νήσων λέγων „Προκόννησος καὶ Φοίβη καὶ Ἁλώνη καὶ Φυσία καὶ Ὀφιοῦσσα καὶ Βέσβικος, γόνιμοι καὶ λιπαραί.“ Ἀγαθοκλῆς δὲ ἐν πρώτῃ περὶ Κυζίκου φησὶν ὅτι „κτίσμα ἐστὶ Φερσεφόνης καὶ ὄνομα
15ἔχει Γίγαντος. οἱ γὰρ Γίγαντες ἀπορρήξαντες αἰγιαλοὺς ἐκύ‐165
Eth
.

166

λιον διὰ τῆς θαλάσσης, ἐγχῶσαι τὰς ἐκβολὰς τοῦ Ῥυνδάκου ζητοῦντες. ἡ δὲ κόρη ἀγωνιῶσα περὶ Κυζίκου τὰς πέτρας ἐρρίζωσε καὶ νῆσον ἐποίησεν, ἥτις ἀφ’ ἑνὸς τῶν ὕστερον οἰκι‐ σάντων Πελασγῶν προσηγόρευται Βέσβικος, ἐφ’ ᾗ τοὺς λει‐
5πομένους τῶν Γιγάντων ἠφάνισε σὺν Ἡρακλεῖ“. τὸ ἐθνικὸν Βεσβικηνός. Βεσκία, πόλις Αὐσόνων. τὸ ἐθνικὸν Βεσκιάτης ὡς Ἀντιάτης, καὶ Βεσκιανός ὡς Ἀδριανός. Βεύη, πόλις Μακεδονίας, καὶ πρὸς αὐτῇ Βεῦος ποτα‐
10μός. τὸ ἐθνικὸν Βευαῖος. Βέχειρ, ἔθνος Σκυθικόν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ ς Σάσπειρ, Ἐλεάζειρ, ὀνόματα βαρβάρων, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, χρυσοέθειρ παρ’ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀπο‐ κέκοπται τοῦ χρυσοέθειρος, ἑκατόγχειρ τὸ σύνθετον.
15 Βῆγις, πόλις Τράλλεων. οὗτοι δὲ τῶν Ἰλλυριῶν μοῖρα. τὸ ἐθνικὸν Βηγίτης τῷ κοινῷ χαρακτῆρι. Βήθλεμα, πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις, οὐδετέρως [ἐν ᾗ γέγονεν ἡ κατὰ σάρκα γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν]. Ἰώσηπος δέ φησιν „ἐκ Βηθλεεμῶν“. ἔστι
20δὲ πόλις τῆς Ἰούδα φυλῆς. ὁ πολίτης Βηθλεμίτης ὡς Ἱερο‐ σολυμίτης. Βῆλος, ἡ καὶ Μῆλος, πρὸς ταῖς Ἡρακλέους στήλαις, ἀμφοτέρων ἐτύμως λεγομένων, τῷ τοὺς ἀρχαίους βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας, καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν
25τοῦ ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία, δύο πόλεις ἐπὶ τοῖς166
Eth
.

167

πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. τὸ ἐθνικὸν Βηλαῖος καὶ Μηλαῖος, ὡς Νεῖλος Νειλαῖος. Βήνη, πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ ἐθνικὸν
5Βηναῖος. Ῥιανὸς γὰρ ὁ ποιητὴς Βηναῖος ἦν ἢ Κερεάτης ἢ Κρής. Βήριθρος, πόλις Τρωική. τὸ ἐθνικὸν Βηρίθριος, τὸ θηλυκὸν Βηριθρία. Βηρυτός, πόλις Φοινίκης, ἐκ μικρᾶς μεγάλη, κτίσμα Κρόνου. ἐκλήθη δὲ διὰ τὸ εὔυδρον· βὴρ γὰρ τὸ φρέαρ παρ’
10αὐτοῖς. Ἱστιαῖος δ’ ἐν πρώτῃ τὴν ἰσχὺν βηρούτ Φοίνικας ὀνομάζειν, ἀφ’ οὗ καὶ τὴν πόλιν, ὡς Ἑλλάδιός φησιν. ὁ πο‐ λίτης Βηρύτιος ὡς Ἀζώτιος Αἰγύπτιος. σεσημείωται τὸ Μιλήσιος ἐν τοῖς τοπικοῖς ὅτι ἐτράπη, ὡς τὸ Θεοδόσιος [Ἀθανάσιος Ἀμβρόσιος,] τὸ γὰρ θεόδοτος καὶ ἀθάνατος καὶ
15ἄμβροτος σύνθετα. τὸ δὲ χαρίσιος οὐ τοπικόν. περὶ τοῦ Περκώσιος ἐροῦμεν. τὸ δὲ υ μακρόν, Διονύσιος ὁ περιηγητής „καὶ Τύρον ὠγυγίην Βηρυτοῦ τ’ αἶαν ἐραννήν“. ὀξύνεται δ’ ὡς τρισύλλαβον καὶ μακρὸν ἔχει τὸ υ, ὡς τὸ κωκυτός γωρυτός Καρδυτός πόλις. τὸ Σεβέννυτος τετρασύλλαβον. ἔστι καὶ
20πόλις Ἀραβίας, ἡ πρότερον καλουμένη Διόσπολις. τὸ ἐθνικὸν τὸ αὐτό.
Βῆσσα, πόλις Λοκρῶν. Ἡρωδιανὸς δι’ ἑνὸς ς γράφει,167
Eth
.

168

Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο. „Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάσ“. ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. τὸ ἐθνικὸν Βησσαῖος.
5 Βήσσυγα, οὐδετέρως, ἐμπόριον τῆς Ἰνδικῆς, καὶ Βησσύ‐ γας ποταμός, καὶ Βησσυγῖται οἱ ἄνθρωποι, οὕς φασιν ἀν‐ θρωποφάγους. Βίβαστος, Θρᾴκης πόλις. τὸ ἐθνικὸν ἔδει Βιβάστιος ὡς Φαίστιος. εἰ δὲ Βούβαστος, τὸ ἐθνικὸν Βουβαστίτης.
10 Βιβλίνη, χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ’ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βῖδος, φρούριον ἐν Σικελίᾳ, οὐδετέρως. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. ἔστι καὶ ἕτερον ἐν τῇ τῶν
15Ταυρομενιτῶν χώρᾳ Βίδιος φρούριον. τὸ ἐθνικὸν Βιδῖνος. Βίεννος, πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα [δεδέσθαι] φασὶν ὑπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος, καὶ μέχρι καὶ νῦν τὰ καλούμενα ἑκατομ‐
20φόνια θύεται τῷ Ἄρει. ὁ πολίτης Βιέννιος „οἱ δὲ τιμὰς168
Eth
.

169

ἀποπέμπειν τῷ τε μιλίῳ Διὶ καὶ Βιεννίῳ“. ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ. αὐχμοῦ γάρ ποτε τὴν σύμπασαν Κρήτην κατασχόντος εἰς ἑτέρους τόπους ἀπῳκίζοντο, οἰκῆσαι δέ τινας Ὑδροῦντα τῆς Ἰταλίας οὔπω πεπολισμένον. χρησμοῦ δ’ αὐτοῖς
5δοθέντος ὅπου ἑλωδέστατον τόπον θεάσονται κατοικῆσαι, ἐλθόντες οὖν ἐπὶ τὸν Ῥόδανον ποταμὸν τῆς Γαλλίας ἑλώδη ὄντα οἰκῆσαι, καὶ τὴν πόλιν οὕτως ὀνομάσαι, ἐπειδὴ μία τῶν σὺν αὐτοῖς παρθένων Βίαννα καλουμένη χορεύουσα ὑπό τινος χάσματος ἐλήφθη. ἧς μνημονεύει πόλεως Εὐσέβιος ἐν
10τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ. τὸ ἐθνικὸν ὁμοίως Βιέννιος, εἰ μὴ κατὰ τὸν ἐγχώριον τύπον Βιεννήσιος ὡς Λουγδουνήσιος. τῆς δὲ Βιέννης Βιενναῖος. Βιζύη, πόλις Θρᾴκης, τὸ τῶν Ἀστῶν βασίλειον. τὸ ἐθνικὸν Βιζυηνός.
15 Βιζώνη, πόλις Ποντική. τὸ ἐθνικὸν ἠδύνατο Βιζωναῖος ἢ Βιζωνίτης. ἔστι δὲ Βιζώνιος ὡς Παλλήνιος. Βιθύαι, ἔθνος Θρᾴκης, ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Βιθυνία, πρὸς τῷ Πόντῳ χώρα, ἀπὸ Βιθυνοῦ τοῦ
20Διὸς καὶ Θρᾴκης τῆς Τιτανίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυ‐
νόν, ἐκ δὲ Κρόνου Δόλογκον. καὶ τὸ ἐθνικὸν Βιθυνός καὶ169
Eth
.

170

Βιθυνή καὶ Βιθυνίς καὶ Βιθυνιάς. τὰ δὲ εἰς νος καθαρὸν ὑπερδισύλλαβα τῷ υ παραληγόμενα προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη. τὸ μόσσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ υ (τὰ γὰρ ἔχοντα τὸ ς βραχὺ ἔχει τὸ υ), καὶ τὸ
5γέρυνος ὁ μικρὸς βάτραχος. Βιθύνιον, πόλις Βιθυνίας, Παυσανίας ὀγδόῳ. ὁ οἰκῶν Βιθυνιεύς καὶ Βιθυνιάτης. ἀφ’ οὗ Πινυτὸς ἐγένετο Ῥώμης γραμματικός, Ἐπαφροδίτου τοῦ Νέρωνος ὢν ἐξελεύθερος. Βιθυόπολις, πόλις ... ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε
10Βιθυοπολίτης. εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνιακῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυ‐ νοπολίτης. Βῖσα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Βισαῖος. Βίλβινα, πόλις Περσική. τὸ ἐθνικὸν Βιλβινάτης ὡς
15Αἰγινάτης. Βισαλτία, πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ
Φαβωρῖνος. τὸ ἐθνικὸν Βισάλτης. ἔστι καὶ Βισάλτης πο‐170
Eth
.

171

ταμός. τὸ ἐθνικὸν Βισάλτιος, ἀφ’ οὗ Βισαλτία ἡ χώρα. Λυκόφρων „τὸν μὲν γὰρ ᾐὼν Στρυμόνος Βισαλτία“. Βισάνθη, πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. τὸ ἐθνικὸν Βισανθηνός. ἀφ’ ἧς Φαίδιμος
5ἐλεγείων ποιητὴς Βισανθηνὸς ἢ Ἀμαστριανὸς ἢ Κρωμνίτης. Βίστιρος, πόλις Θρᾴκης, ὡς Πίστιρος τὸ ἐμπόριον. τὸ ἐθνικὸν Πιστιρίτης, ὡς Στάγειρος Σταγειρίτης. Βιστονία, πόλις Θρᾴκης, ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδόμαντος καὶ
10Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. τὸ ἐθνικὸν Βιστών, τῶν εἰς των δισυλλάβων βαρυνομένων, οἷον Πλάτων Κρίτων, εἰ μὴ διαστολὴ γένοιτο σημαινομένου· χιτών γὰρ πρὸς διαστολὴν ὀξύνεται τοῦ κυρίου καὶ ποταμοῦ, καὶ τὸ κροτών τὸ ζωύφιον πρὸς ἀντιδιαστολὴν τοῦ τῆς πόλεως ὀνόματος· ἢ
15περιεκτικὸν διὰ τὸ κοιτών ἱστών· ἢ ἐθνικὸν διὰ τοῦ ο κλι‐ νόμενον, ὡς τὸ Βιστόνος. τὸ θηλυκὸν Βιστονίς. ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω καὶ Βιστώνιος ποιητικῶς. Βίτελλα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βιτελλῖνος. Βλαῦδος, πόλις Φρυγίας, ἀπὸ Βλαύδου τοῦ τὸν τόπον
20πρῶτον εὑρόντος, ὡς Μενεκράτης. τὸ ἐθνικὸν Βλαυδηνός.171
Eth
.

172

Βλέμυες, ἔθνος βαρβαρικὸν Λιβύης, ἀπὸ Βλέμυος ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατηγῶν τῶν σὺν αὐτῷ Διονύσῳ πολεμησάντων. ἦσαν δὲ Ὀρόντης καὶ Ὀρουάνδης καὶ Βλέμυς. Βοαύλεια, πόλις Σκυθίας, Πείσανδρος εἰκοστῇ ἕκτῃ.
5 Βοβωνία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βοβωνιάτης ὡς Ῥιθυμνιάτης, ἢ Βοβώνιος ὡς Ῥιθύμνιος. Βόγχαι, ἔθνος τοῖς Καρρηνοῖς προσκείμενον, μέσον Εὐφράτου καὶ Κύρου ποταμοῦ, ὡς Κουάδρατος. Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος „Βοίβην καὶ Γλα‐
10φύρας καὶ ἐυκτιμένην Ἰαωλκόν“. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ καὶ Βοιβαῖος, οὐ κωλύει. ἔστι
15καὶ Βοιβήιον πόλις. λέγεται δὲ καὶ Βοιβία ἡ λίμνη. Βοΐλλαι, πόλις Λατίνων. τὸ ἐθνικὸν Βοϊλλανός, ὡς Διονύσιος ἐν ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. Βοιόν, ἣν Ὅμηρος ἔοικε Βοίβην λέγειν. ἔστι δὲ Δω‐ ρικὴ πόλις οὐδετέρως λεγομένη καὶ θηλυκῶς. ἔστι Βοιαί καὶ
20Κρήτης πόλις. ὁ πολίτης Βοιάτης, ὡς Καρύαι Καρυάτης,
Πιτάναι Πιτανάτης, Θαλάμαι Θαλαμάτης. λέγεται καὶ Βοι‐172
Eth
.

173

αῖος, ὡς Ἔφορος. Ἡρωδιανὸς δὲ Βοιίτης φησίν, ἴσως παρὰ τὸ Βοιόν, ὡς λίκνον λικνίτης. εἰσὶ καὶ Βοιοί ἔθνος Κελτο‐ γαλατῶν. ἔστι καὶ Βοιανόν πόλις Σαυνιτῶν. Βοιωτία, μόνη τῆς Ἑλλάδος ἐπὶ τρισὶ θαλάτταις διή‐
5κοντας ἔχει τοὺς οἰκήτορας, τοὺς μὲν πρὸς Πελοπόννησον ἐστραμμένους καὶ τὸν Σικελικὸν καὶ Ἀδριατικὸν κόλπον, τοὺς δὲ πρὸς Αἴγυπτόν τε καὶ Κύπρον καὶ τὰς ἄλλας νήσους, τοὺς δὲ πρὸς τὸν Εὔριπον καὶ Μακεδονίας καὶ Θεσσαλίας θάλασσαν. γενέσθαι δέ φασι Βοιωτὸν Ἰτώνου τοῦ Ἀμφικτύο‐
10νος, τοῦ κατ’ αὐτὸν νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων
ὄφρα κε μαντεύοιτο μεθ’ υἱάσι Βοιωτοῖο,
τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη,
15
Βοιωτὸν δ’ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες,
ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης „τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν“. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτω. τινὲς δ’ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς
20Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. καὶ Καδμηίς, ὡς Θουκυδίδης. Ἔφορος δέ φησιν ὅτι Ἀθηναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν
ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας ἐπιμέ‐173
Eth
.

174

λειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην ἠσχό‐ ληνται. ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν. ἔστι δὲ καὶ Βοιωτία ἐν Θρᾴκῃ. τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. λέγεται καὶ Βοιώτιος καὶ Βοιωτία, ἀφ’ οὗ ἡ παροιμία Βοιωτία ὗς, καὶ
5Βοιωτίς. καὶ Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρ‐ νεῦσιν „ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον“. καὶ ῥῆμα „βοιω‐ τιάζειν ἔμαθεσ“. Βόλβαι, πόλις Καρίας καὶ ποταμὸς Βολβαιώτης, ἥ τις Ἡράκλεια ἐκλήθη. ἔστι καὶ Βόλβη πόλις καὶ λίμνη. τὸ
10ἐθνικὸν Βολβαῖος. Βολβιτίνη, πόλις Αἰγύπτου, Ἑκαταῖος. ὁ πολίτης Βολβιτινίτης. τὸ κτητικὸν Βολβίτινος, ἔνθεν καὶ „Βολβίτινον ἅρμα“. Βολίνη, πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ.
15τὸ ἐθνικὸν Βολιναῖος. Βολισσός, πόλις Αἰολικὴ ἐπ’ ἄκρου Χίου πλησίον, Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀνδροτίων δὲ δι’ ἑνὸς ς γράφει. τὸ ἐθνικὸν τῇ
20τέχνῃ Βολίσσιος ὡς Λυρνήσσιος, Βολισσεύς ὡς Ἁλικαρνασ‐ σεύς, καὶ Βολισσίτης ὡς Ὀδησσίτης. χρηστέον δὲ τῷ προτέρῳ
διὰ τὸ σύνηθες.174
Eth
.

175

Βολογεσσιάς, πόλις πρὸς τῷ Εὐφράτῃ, ἐκ Βολογεσ‐ σοῦ βασιλέως ᾠκισμένη. τὸ ἐθνικὸν ὤφειλε Βολογεσσιεύς ὡς Ἀφροδισιεύς, ἀλλ’ ἀνοίκειος ὁ τύπος τῇ χώρᾳ. λεκτέον οὖν Βολογεσσιηνός.
5 Βολογεσίφορα, πόλις Περσική. τὸ ἐθνικὸν τύπῳ Περσῶν Βολογεσιφορηνός. λεκτέον δὲ Βολογεσιφορεύς. Βόλουρος, πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων. „μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουροσ“. ἔστι καὶ πόλις Θεσπρωτίας.
10 Βοὸς Κεφαλα, τόπος καθ’ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄτταλον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. ἔστι καὶ Ἰνδικῆς Βουκεφάλα, ἣν ἔκτισεν Ἀλέξανδρος „ἐπ’ ἀμ‐ φοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέ‐
15θανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας προσαγορευόμενοσ“. οἱ κατοικοῦντες Βουκεφαλεῖς, ἐπειδὴ ὁ δημότης Κεφαλεύς τοῦ
Κεφαλή.175
Eth
.

176

Βορμίσκος, χωρίον Μακεδονίας, ἐν ᾧ κυνοσπάρακτος γέγονεν Εὐριπίδης· οὓς κύνας τῇ πατρῴᾳ φωνῇ ἐστερικὰς καλοῦσιν οἱ Μακεδόνες, ὁ δὲ ποιητὴς τραπεζῆας. ἐκ δὲ τῶν δηγμάτων ἀρρωστήσαντα αὐτὸν ἀποθανεῖν. τὸ ἐθνικὸν Βορ‐
5μίσκιος ὡς Τριποδίσκιος Δορίσκιος, ἐν τοῖς οἰκείοις τόποις εὑρήσεις. Βόρσιππα, πόλις Χαλδαίων, οὐδετέρως, ἱερὰ Ἀπόλ‐ λωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυ‐ κῶς. οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς
10αὐτούς φησι. Βόρυζα, πόλις Ποντική. τὸ ἐθνικὸν Βορυζαῖος. Βορυσθένης, πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ πόλις Ἑλληνὶς
15πρὸς ἑσπέραν, Μιλησίων ἀποικία, ἣν οἱ μὲν ἄλλοι Βορυσθέ‐ νην αὐτοὶ δὲ Ὀλβίαν. ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ὁ πολίτης Βορυσθενίτης, καὶ τὸ θηλυκὸν Βορυσθε‐ νῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ’ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ. ἀπὸ γὰρ τῆς
20εἰς ος εὐθείας ἡ διὰ τοῦ ιτης παραγωγὴ πλεονάζει μιᾷ συλ‐ λαβῇ, ὡς τόπος τοπίτης, Κανωπίτης ὁ Ἄδωνις παρὰ Παρθε‐ νίῳ. τὸ δὲ Ἰήτης ἀπὸ τῆς Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η· καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ Ὠρείτης.
25ἔδει οὖν καὶ Βορυσθενείτης διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον
τῷ τεμενίτης οὐδὲ τῷ ἑρκίτης. οὐ γὰρ ἀπὸ τῆς γενικῆς ἀλλ’176
Eth
.

177

ἀπὸ τῆς εἰς ος εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ ι· τὸ δὲ Βορυσθένης οὐκ εἰς ος λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτης Σαμαρείτης Δικαιαρχείτης Μαρωνείτης.
5 Βοσίραρα, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Βοσιραρίτης διὰ τὸν ἐπιχώριον τύπον. Βόσπορος, πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον, ὡς Φίλων, καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς [τῆς Ἰνάχου] καλούμενος, [καθὼς] Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ [γράφει]
10
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
τῆς σῆς πορείας, Βόσπορος δ’ ἐπώνυμος
κεκλήσεται. [Στράβων δὲ ἐν ἑνδεκάτῳ τῶν γεωγραφικῶν τάδε γράφει „τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ
15πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον“. μαρτυ‐ ρεῖ δὲ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτῃ, ὅτι ἐβασι‐ λεύετο ὁ Βόσπορος Κότυϊ τῷ Βοσποριανῷ βασιλεῖ, ᾧ καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ, καὶ τὰς πόλεις αὐτῷ
20καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα. δύο δέ εἰσι τόποι Βόσποροι καλούμενοι, εἷς μὲν ὁ Κιμμέριος καλού‐ μενος πλησίον Χερσῶνος, ἐν ᾧ καὶ τὸ βασίλειον τῶν Βοσπο‐ ριανῶν ἦν, ἕτερος δὲ ἐν Βυζαντίῳ, καθὰ Φαβωρῖνος γράφει
„Βυζαντίων λιμὴν Βόσπορος καλεῖται“. μαρτυρεῖ δὲ καὶ τὸ177
Eth
.

178

ἐπίγραμμα τοῦ κίονος τῆς ἀντιπέραν γῆς Χρυσοπόλεως, ἐν ᾧ μαρμαρίνη δάμαλις ἵδρυται, φάσκον οὕτως
Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο
κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος·
5κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον· ἥδε δ’ ἐγὼ Κεκροπίς εἰμι νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ’ ὅτε πλῶεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. Βοιίδιον δὲ καλεύμαν ἐγώ, νῦν δὲ Χάρητος
10
εὐνέτις, ἠπείροις τέρπομαι ἀμφοτέραις. ὁ δὲ Χάρης ἐκεῖνος ἦν στρατηγὸς Ἀθηναίων.] λέγεται καὶ Βοσπόριον τοῦ Βυζαντίου λιμήν· οἱ δὲ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες, ὅθεν οἱ τὰ πάτρια συγγε‐ γραφότες τοῦ Βυζαντίου ἄλλην ἐπιτιθέασι μυθικὴν ἱστορίαν
15ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος [καὶ] διορύξαντος κατὰ τὴν πολιορκίαν εἴσοδον κρυπτήν, ὅθεν ἀφανῶς οἱ ὀρύττοντες ἤμελλον τοῦ ὀρύγματος ἀναδῦναι, ἡ Ἑκάτη φωσφόρος οὖσα δᾷδας ἐποίησε νύκτωρ τοῖς πολίταις
φανῆναι, καὶ τὴν πολιορκίαν [οὕτω] φυγόντες Φωσφόριον178
Eth
.

179

[οἱ ἐγχώριοι] τὸν τόπον ὠνόμασαν. εἰρήσεται περὶ τοῦ ὀνόματος ἐν τῷ περὶ Βυζαντίου. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. τὸ ἐθνικὸν Βοσπόριος καὶ Βοσποριανός καὶ Βοσπορανός καὶ Βοσπορη‐ νός, διχῶς γάρ, καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η, ὡς τὸ Τιβα‐
5ρανός καὶ Τιβαρηνός. λέγεται καὶ Βοσπορίτης καὶ Βοσπορικός τὸ κτητικόν. Σοφοκλῆς δ’ ἐν Φινεῖ πρώτῳ διὰ διφθόγγου τὴν πρὸ τέλους φησὶ τὸ κτητικόν „οὐδ’ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ“. Βόστρα, πόλις Ἀραβίας, οὐδετέρως καὶ θηλυκῶς. τὸ
10ἐθνικὸν Βοστρηνός, ὡς Γαγγρηνός, καὶ Βοστρηνή καὶ Βοστραῖος. Βοτιάειον, πόλις Φρυγίας, ἔχουσα λίμνην Ἄτταιαν λεγομένην, τρέφουσαν ἅλας. τὸ ἐθνικὸν Βοτιαεύς ὡς Δο‐ ρυλαεύς. Βότρυς, πόλις Φοινίκης. ὁ πολίτης Βοτρυηνός, ὡς
15Παυσανίας, παραλόγως· ἀπὸ γὰρ γενικῆς καθαρευούσης τὸ η ἔχει πρὸ τέλους, ὀφεῖλον τὸ α, ὡς Ὀλβιανός Καρδιανός. Βούβαστος, πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος Βούβαστιν φησὶ διὰ τοῦ ι. τὸ ἐθνικὸν Βουβαστίτης, καὶ ἡ πολῖτις Βου‐ βαστῖτις. „Βούβαστός τε πόλις καὶ ἱερὸν Ἀρτέμιδοσ“. καὶ
20νομὸς Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπῳ. οἱ δ’ Αἰγύπτιοι βούβαστον τὸν αἴλουρόν φασι. Βουβών, πόλις Λυκίας. „Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ
λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμουσ“. ὁ πολίτης ὤφειλε Βου‐179
Eth
.

180

βώνιος, εἴρηται δὲ Βουβωνεύς. χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ. Βούδεια, πόλις ἐν Μαγνησίᾳ [τῇ κατὰ Εὐρώπην], ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ
5ἐν Θετταλίᾳ. Λυκόφρων
ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. Ὅμηρος Βούδειον ἔφη „ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ“. ἔστι καὶ Βούδεια πόλις Φρυγίας. ἔστι καὶ Βούδειοι ἔθνος
10Μηδικόν. Βουδῖνοι, ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων· ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ. Βούδορον, ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι, Θουκυδίδης
15τρίτῃ. Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. τὸ ἐθνικὸν Βουδόριος. Βουθία, πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. τὸ ἐθνικὸν Βουθιαῖος. Βουθόη, πόλις Ἰλλυρίδος, ὡς Φίλων, διὰ τὸ Κάδμον
20ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνο‐
μάσαι αὐτήν, καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. ἔχει180
Eth
.

181

δ’ ἐπὶ τοῦ μυχοῦ Ῥίζονα πόλιν καὶ ποταμὸν ὁμώνυμον. τὸ ἐθνικὸν Βουθοαῖος. Βουθρωτός, νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. ἐκλήθη δ’ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται
5ὅτι „Ἑλένῳ ἐκ Τροίης πλώοντι ἐπ’ ἑσπέρην, θύσαντι ἀπο‐ βατήρια ἐν Ἠπείρῳ [τὸ θῦμα] ἡ βοῦς ἀποδρᾶσα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τοῦ μεταξὺ πόντου ἐς τὸν κόλπον καὶ ἐς τὴν χέρσον ἐμβᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἤριπε καὶ ἔθανε, καὶ κλεηδόνι ὁ Ἕλενος
10χρέεται, ἵνα ἔθηκε Βουτρωτὸν οὔνομα“ ὥς φησι Τεῦκρος ὁ Κυζικηνός. τὸ ἐθνικὸν Βουθρώτιος. Λέπιδος δέ φησι διὰ τοῦ τ Βουτρώτιος. Βουκεφάλεια, πόλις ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτισεν Ἀλέξανδρος ἐν Ἰνδίᾳ παρὰ τὸν Ὑδάσπην ποταμόν.
15ἔστι καὶ Βουκεφάλας λιμὴν τῆς Ἀττικῆς. τὸ ἐθνικὸν Βου‐
κεφαλῖται· οὕτω γὰρ καὶ δῆμος Θεσσαλονίκης.181
Eth
.

182

Βούκιννα, πόλις Σικελίας, Διονύσιος ἐν τρίτῃ Βασ‐ σαρικῶν. τὸ ἐθνικὸν Βουκινναῖος καὶ Βουκιννάτης. Βουλῖνοι, ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος.
5 Βοῦλις, πόλις Φωκίδος, ἀπὸ Βούλωνος οἰκιστοῦ. οἱ πολῖται Βουλίδιοι. Βούναρτις, πόλις Λιβύης. ὁ πολίτης Βουναρτίτης ὡς Ναυκρατίτης. Βούνειμα, πόλις Ἠπείρου, οὐδετέρως, κτίσμα Ὀδυσ‐
10σέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας „οἳ οὐκ ἴσασι θάλασσαν“. βοῦν οὖν θύσας ἔκτισε. Βοῦννος, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Βούννιος, ὡς Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. Βουπράσιον, πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος
15„οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον“. ἦν γὰρ κατοικία τῆς Ἤλιδος ἀξιόλογος, ἥ τις νῦν οὐκ ἔστι. τὸ ἐθνικὸν Βουπρασιεύς καὶ Βουπράσιος, ἀπὸ Βουπρασίου τοῦ ἄρξαντος αὐτῶν, καὶ Βουπρασία τὸ θηλυκόν, καὶ Βουπρα‐ σίωνες ὡς Καδμείωνες.
20 Βοῦρα, πόλις Ἀχαΐας, θηλυκῶς, ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. τὸ ἐθνικὸν Βουραῖος. Λυκό‐
φρων „Δύμη τε Βουραίοισιν ἡγεμὼν στόλου“. ἐκ ταύτης ἦν182
Eth
.

183

Πυθέας ζωγράφος, οὗ ἐστιν ἔργον ὁ ἐν Περγάμῳ ἐλέφας, ἀπὸ τοιχογραφίας ὤν, ὡς Φίλων. τὸ θηλυκὸν Βουραία, καὶ πόλις οὕτως, καὶ Βουραϊκός κτητικόν. λέγεται καὶ Βούρειος διὰ διφθόγγου. τὸ δὲ διὰ τοῦ ι ὡς Νύσσα Νύσσιος Βοίβη
5Βοίβιος. Βουραία, πόλις Ἰταλίας, ὑπὸ Βουραίου κτισθεῖσα. τὸ ἐθνικὸν Βουραῖος. Βούρχανις, νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων. Βοῦσαι, ἔθνος Μήδων, Ἡρόδοτος πρώτῃ.
10 Βούσιρις, πόλις Αἰγύπτου. „ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δ’ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ’ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ“. ὡς δ’ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ’ ὅτι
15τοπάρχης ἦν ὁ Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. ὁ πο‐ λίτης Βουσιρίτης. Βούσμαδις, Ἰσαυρικὴ πόλις. τὸ ἐθνικὸν Βουσμαδιώτης. Βουτάδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς. λέγονται γὰρ δῆμοι πατρωνυμικῶς, ὡς Αἰθαλίδαι Κοθωκίδαι. ἔστι δὲ
20[ἀπὸ] Βούτου τοῦ Πανδίονος. ὁ δημότης Βουτάδης. Βοῦτος, πόλις Αἰγύπτου. Ἡρωδιανὸς δὲ κώμην αὐτήν φησιν. ἐκαλεῖτο δὲ Βουτ, ἀφ’ ἧς καὶ ἡ Λητὼ Βουτώ, ἧς
τινος χρηστήριον ἦν. ἔστι καὶ ἑτέρα Γεδρωσίας. τὸ ἐθνικὸν183
Eth
.

184

Βούτιος, τοῦ δὲ Βουτοῦς Βουτοΐτης ἢ Βουτοίτης, ὡς τῆς Σαβοῦς Σαβοΐτης καὶ Σαβοίτης. Βούτριον, ὡς Ῥήγιον, τῆς Ἰταλίας πόλις. τὸ ἐθνικὸν Βουτρῖνος ὡς Ῥηγῖνος.
5 Βουφία, κώμη τῆς Σικυωνίας, Ἔφορος εἰκοστῷ τρίτῳ. τὸ ἐθνικὸν Βουφιεύς. Βραισο, ἔθνος Μακεδονίας, Διονύσιος ἐν τρίτῃ Βασ‐ σαρικῶν. Βρασια, πόλις Λακωνική, Παυσανίας τρίτῳ. ὁ πο‐
10λίτης Βρασιάτης. Βραυρών, δῆμος τῆς Ἀττικῆς, ἀπὸ Βραυρῶνος ἥρωος, ἀφ’ οὗ καὶ Βραυρωνία ἡ Ἄρτεμις. τὰ τοπικὰ Βραυρωνόθεν Βραυρῶνάδε Βραυρῶνι, ὡς Μαραθῶνι. Βραχία. οὕτως ἡ Ἀραβικὴ θάλασσα καλεῖται. ἐκλήθη
15δὲ διὰ τὸ ἐν αὐτῇ βράχη εἶναι πλεῖστα. ἔστιν οὖν παρὰ τὸ βράχος. τὸ τοπικὸν Βραχιάτης, Οὐράνιος δὲ Βραχιηνοὺς αὐ‐ τοὺς ἔφη. Βραχμᾶνες, Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχ‐ μας καλοῦσιν. Ἱεροκλῆς δ’ ἐν τοῖς φιλίστορσί φησι „μετὰ ταῦτα
20σπουδῆς ἄξιον ἐνομίσθη τὸ Βραχμάνων ἰδεῖν φῦλον, ἀνδρῶν φιλοσόφων καὶ θεοῖς φίλων, ἡλίῳ δὲ μάλιστα καθωσιωμέ‐ νων· ἀπέχονται δὲ σαρκοφαγίας πάσης καὶ ὑπαίθριοι τὸν ἀεὶ χρόνον βιοτεύουσι καὶ ἀλήθειαν τιμῶσιν, χρῶνται δὲ
ἐσθῆτι λινῇ τῇ ἐκ πετρῶν· λίθων γὰρ μηρύματα μαλακὰ καὶ184
Eth
.

185

δερματώδη συνεκφέρουσιν, ἐξ ὧν ὑφάσματα γίνεται μήτε πυρὶ καιόμενα μήτε ὕδατι καθαιρόμενα, ἀλλ’ ἐπειδὰν ῥύπου καὶ κηλῖδος ἐμπλησθῇ χρωμένων, ἐμβληθέντα εἰς φλόγα λευκὰ καὶ διαφανῆ γίνεται“.
5 Βραχύλη, πόλις Κερήτων. οὗτοι δὲ τοῖς Ἴβηρσιν ὁμο‐ ροῦσι. τὸ ἐθνικὸν Βραχυλαῖος. Βρέα, πόλις [Θρᾴκης], εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος παρὰ Θεοπόμπῳ εἰκοστῷ τρίτῳ.
10 Βρένθη, πόλις Ἀρκαδίας, καὶ ποταμὸς Βρενθιάτης. καὶ τὸ ἐθνικὸν Βρενθαῖος ἢ Βρενθιεύς, ὡς εἰρήσεται [ἐν τῷ] περὶ τοῦ Ὄρθη. Βρεντέσιον, πόλις παρὰ τὸν Ἀδρίαν, ἀπὸ Βρέντου Ἡρακλέους, ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες
15πολλοὶ συγκλείονται. ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνόμασται· βρέντιον γὰρ παρὰ Μεσσαπίοις ἡ τῆς ἐλάφου κεφαλή, ὡς Σέλευκος ἐν δευτέρῳ γλωσσῶν. τὸ ἐθνικὸν Βρεν‐ τεσῖνος. Βρεττία, νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον.
20ταύτην Ἐλαφοῦσσαν Ἕλληνες, οἱ δὲ Βρεττανίδα καλοῦσι. τὸ185
Eth
.

186

ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος τὸ θηλυκόν „ἐπὶ Βρετ‐ τιανὴν τόπων“. νῦν δὲ Βρέττιοι λέγονται. εἰσὶ καὶ Βρεττα‐ νίδες νῆσοι ἐν τῷ ὠκεανῷ, ὧν τὸ ἐθνικὸν Βρεττανοί. Διο‐ νύσιος ὑφελὼν τὸ ἓν τ ἔφη „ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος,
5ἔνθα Βρετανοί.“ καὶ ἄλλοι οὕτως διὰ π Πρετανίδες νῆσοι, ὡς Μαρκιανὸς καὶ Πτολεμαῖος. Βρέττος, πόλις Τυρρηνῶν, ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου. οἱ οἰκοῦντες Βρέττιοι, καὶ ἡ χώρα Βρεττία καὶ ἡ γλῶσσα. Ἀριστοφάνης „μέλαινα δεινὴ
10γλῶσσα Βρεττία παρῆν“. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρίγες, ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ „οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγεσ“. καὶ Βρι‐ γία ἡ Τρωική, τουτέστιν ἡ Φρυγία, ἀπὸ Βρίγου τοῦ κατοι‐
15κήσαντος ἐν Μακεδονίᾳ. Ἡρωδιανὸς δὲ ἐν πρώτῃ κλίσεως ὀνομάτων Βρίγαντας αὐτούς φησι „τὰ γὰρ εἰς γας λήγοντα ὀνόματα ἰσοσυλλάβως κλίνεται, ὅτε μόνον εἰσὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγας. ἔθνος δέ ἐστι Βρεττανικὸν οἱ .... Βρικιννίαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Βρικιννιάτης.
20 Βρῖσα, ἄκρα Λέσβου, ἐν ᾗ ἵδρυται Διόνυσος Βρισαῖος. Βρουσίς, μοῖρα Μακεδονίας, ἀπὸ Βρούσου, Ἠμαθίου παιδός. τὸ ἐθνικὸν Βροῦσοι ὡς Κόλχοι. τινὲς γράφουσι διὰ
τοῦ υ.186
Eth
.

187

Βρουτοβρία, πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρ‐ διτανῶν· δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει, ὡς Πολτυμβρία Σηλυμβρία. ὅθεν τὸ ἐθνικὸν Βρουτοβριανός ὡς Σηλυμβριανός Πολτυμβριανός Μεσημβριανός.
5 Βρουττία, μοῖρα Σικελίας. τὸ ἐθνικὸν Βρούττιοι. Βρυάνιον, πόλις Θεσπρωτίας. τὸ ἐθνικὸν Βρυάνιος ὡς Βυζάντιος. Βρυγίας, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βρύγιος. Βρύγιον, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βρύγιος καὶ
10Βρυγιεύς. Βρύκης καὶ Βρύκαι, ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυ‐ κεῖς καὶ Βρυκήιοι. Βρύλλιον, πόλις ἐν τῇ Προποντίδι. Ἔφορος δὲ ἐν τῷ εʹ Κίον αὐτήν φησιν εἶναι. τὸ ἐθνικὸν Βρυλλιανός, καὶ τὸ
15θηλυκὸν Βρυλλίς ἡ χώρα, ἐν ᾗ Δασκύλειόν ἐστι μικρὸν πο‐ λισμάτιον. Βρύξ, τὸ ἔθνος, καὶ Βρῦγαι. τοῦ Βρύξ τὸ θηλυκὸν Βρυγίς καὶ Βρυγηίς ὡς Καδμηίς. εἰσὶ δὲ Μακεδονικὸν ἔθνος
προσεχὲς Ἰλλυριοῖς.187
Eth
.

188

Βρυσάκιον, πόλις τῆς Παρθίνης. οἱ πολῖται Βρυσακοί. Βρυσια, πόλις Ἤλιδος, ὡς Αὐγειαί, διὰ τὸ πληθυν‐ τικῶς λέγεσθαι. Βρυστακία, πόλις Οἰνώτρων. τὸ ἐθνικὸν Βρυστακιάτης.
5 Βύβαι, πόλις κατὰ Πευκετίους. τὸ ἐθνικὸν Βυβαῖος. εἰσὶ δ’ ἔθνος Θρᾳκικόν. τὸ ἐθνικὸν οἱ Βύβαι ὡς Λοκροί καὶ Δελφοί. Βυβασσός, πόλις Καρίας, ἀπὸ Βυβασσοῦ νομέως περι‐ σώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα
10Ποδαλείριον. τὸ ἐθνικὸν Βυβάσσιος. Ἔφορος δὲ Βύβαστόν φησι καὶ Βυβάστιον. Βύβλος, πόλις Φοινίκης ἀρχαιοτάτη πασῶν, Κρόνου κτίσμα, ἀπὸ Βύβλης τῆς Μιλήτου θυγατρός. „Βύβλος δὲ προσηγορεύθη ἐκ τοῦ πάσης ἀρχαίης βίβλου φυλακὴν ἀσινέα
15ἐν ταύτῃ γενέσθαι. οἱ δὲ ὅτι ἐν αὐτῇ Ἶσις κλαίουσα Ὄσιριν τὸ διάδημα ἔθηκε· τοῦτο δ’ ἦν βύβλινον, [ἀπὸ] βύβλου τῆς φιλύ‐ ρης τῆς Αἰγυπτίης, ἧς ἀνέτραφε Νεῖλος ἐν τοῖς ἕλεσι“. τὸ ἐθ‐
νικὸν Βύβλιος καὶ Βυβλιάς. εἰσὶ καὶ Βύβλιοι Σκυθικὸν ἔθνος.188
Eth
.

189

ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις ἀσφαλεστάτη. τὸ ἐθνι‐ κὸν Βύβλιος, ἢ Βυβλίτης τῷ τύπῳ τῷ Αἰγυπτιακῷ. Βύζαντες, Λίβυες περὶ Καρχηδόνα, τῆς Λιβύης ἔθνος, ἀφ’ οὗ ἡ πόλις Βυζάντιον. καὶ Βυζάντιοι οἱ ἐν Λιβύῃ. παρ’
5Ἡροδότῳ δὲ κακῶς διὰ τοῦ γ Γύζαντες. Πολύβιος δὲ Βυ‐ ζακίδα χώραν εἶναί φησι περὶ τὰς Σύρτεις ἐν δωδεκάτῳ „σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερήσ“. τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτης [ἂν] εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι, καὶ ἱμάτια δ’
10ἐκεῖθεν Βυζακηνά. ἔστι δὲ διμερὴς ἡ Βυζακία .... Καρχηδόνος ἐνδοτέρω. καὶ δύο ἔθνη Βυζακηνῶν, ὡς ἱστοροῦσι. Βυζάντιον, τὸ ἐν Θρᾴκῃ βασίλειον, πόλις διασημοτάτη, πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης. χρησμὸς δ’ ἐδόθη ἐρωτησάντων εἰς Δελφοὺς Μεγαρέων τοιοῦτος
15ὄλβιοι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ’ ἄκρον στόμα πόντου, ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν· στέλλειν δ’ ὡς ὤκιστα καὶ εἰς φρένα πάντα λαβόντα.
καὶ οὕτως ἐκτίσθη ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς189
Eth
.

190

θυγατρὸς καὶ Ποσειδῶνος, ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγε‐ μών. καὶ ὅτι οἱ ἐχῖνοι αἰσθητικώτατοι τῶν ἀνέμων ἐκεῖσε. μετωνομάσθη δὲ καὶ Κωνσταντινούπολις καὶ νέα Ῥώμη. τὸ ἐθνικὸν Κωνσταντινοπολίτης, ἄνευ τοῦ υ. τὸ ἐθνικὸν τοῦ
5Βύζας Βυζάντιος διὰ τοῦ ι, τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιος ἐθνικὸν τριγενές. τὸ δὲ κτητικὸν Βυζαντια‐ κός. λέγεται καὶ Βυζαντιάς καὶ Βυζαντίς. ἔστι καὶ ἐπὶ τῆς χώρας Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιανός· καὶ Βυζαντειανός διὰ διφθόγγου ὡς
10Ἡρακλειανός. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βύζηρες, ἔθνος ἐν τῷ Πόντῳ. ἔστι καὶ Βυζηρικὸς λιμήν. Βύλλις, πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεο‐ πτολέμου Μυρμιδόνων κτίσμα. τὸ ἐθνικὸν Βυλλιδεύς. Βύμαζος, πόλις Παιόνων, Ἔφορος κζʹ.
15 Βυσναῖοι, ἔθνος Βεβρύκων, ἀπὸ Βύσνου βασιλέως αὐ‐ τῶν ὑπὸ Ἴλου φονευθέντος. Βυσσός, ἐθνικόν, καὶ ὀξυτόνως, ὡς Ἡρωδιανός. λέγεται καὶ ὁ βυθός. τὸ μέντοι θηλυκὸν βύσσος βαρύνεται, ἀφ’ οὗ καὶ βύσσινον.
20 Βωδώνη, πόλις Περραιβική, ὡς Ἀπολλόδωρος, οἱ δ’ ὀρθῶς Θετταλίας, ἀπὸ Βωδωνοῦ ἥρωος. ὁ πολίτης Βωδωναῖος. Βῶλα, ὡς Νῶλα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βωλανοί
ὡς Νωλανοί.190
Eth
.

191

Βωλίγγαι, ἔθνος Ἰνδικόν. Διονύσιος ιηʹ τῶν Βασσαρι‐ κῶν „καὶ τότε Βωλίγγῃσι μετ’ ἀνδράσι Τέκταφος ὦρτο“. Βωμο, λόφοι Αἰτωλίας. οἱ κατοικοῦντες Βωμιῆς. Θου‐ κυδίδης τρίτῃ „Βωμιῆς καὶ Καλλιῆς ἐπεβοήθησαν“. ἀλλ’
5ἔστιν ἀπὸ τοῦ Βώμιος, ὡς ἀπὸ τοῦ Χήσιος τὸ Χησιεύς. καὶ βωμός ὁ τόπος τῶν θυσιῶν, ὁ πρὸς τὴν ἐσχάραν διάφορος· ὁ μὲν γὰρ οἰκοδομητός, ἡ δὲ σκαπτή. τὸ τοπικὸν βώμιος καὶ κατὰ παραγωγὴν βωμιαῖος. Σοφοκλῆς Αἰχμαλώτισι „καὶ βωμιαῖον ἐσχάρας λαβὼν [λίθον]“.
10 Βῶγχις, πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. τὸ ἐθνικὸν Βωγχίτης ὡς Μεμφίτης. Βωταχίδαι, τόπος Ἀρκαδίας, ἀπὸ Βωτάχου. Νικόλαος εʹ „Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφ’ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη“.
15 Γάβα, πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Γαβαηνός, ὡς αὐτὸς Ἰώσηπος. Γαβάθη, πόλις Γαλιλαίας, ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Γαβαθηνός, τῷ τύπῳ τῆς χώρας. Γάβαλα, πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν.
20ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ὁ οἰκήτωρ Γα‐ βαλίτης καὶ θηλυκὸν ἡ Γαβαλῖτις, ἀλλὰ καὶ Γαβαλεύς ὡς Μεγαρεύς. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλ‐ λαβὴ διὰ τοῦ ε Γέβαλα, καὶ τὸ ἐθνικὸν Γεβαληνός ὡς
Δαυηνός Ἀδαρηνός, τῷ τύπῳ τῶν ἐγχωρίων.191
Eth
.

192

Γαβαούπολις, πόλις τῆς Γαλιλαίας. τὸ ἐθνικὸν Γα‐ βαουπολίτης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας „Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθε.“ Γάββα, πόλις Συρίας. τὸ ἐθνικὸν Γαββηνός, ὡς Παυ‐
5σανίας φησί. Γάβιοι, πόλις Λατίνων. τὸ ἐθνικὸν Γαβῖται. δυνατὸν καὶ Γαβίους, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολο‐ γίας ἀμφότερα. Γάγαι, πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν
10φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. τὸ ἐθνικὸν Γαγαῖος. Γάγγρα, πόλις [Παφλαγονίας], θηλυκῶς. ἣν Ἀλέξαν‐ δρος ἐν τῷ περὶ Παφλαγονίας ἀναγράφει λέγων οὕτως ὅτι „Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ
15ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δε‐ σπότῃ. ὁ δ’ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν
20ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί“. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησί, καὶ Ἀθήναιος ἐν δειπνοσοφιστῶν τρίτῃ οὕτως. τὸ ἐθνικὸν Γαγγρηνός ὡς Βοστρηνός. ἔστι καὶ Ἀραβίας τῆς
εὐδαίμονος Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡς Σαβαῖοι.192
Eth
.

193

δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡς Ἔδεσσα Ἐδεσσαῖος καὶ Ἐδεσσηνός, τῷ τῆς χώρας καὶ τῆς τέχνης. Γάδαρα, πόλις κοίλης Συρίας, ἥ τις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. τὸ ἐθνικὸν Γαδαρεύς, καὶ Γαδαρίς
5καὶ ἡ γυνὴ καὶ ἡ χώρα. ἐντεῦθεν ἦν Μένιππος ὁ σπουδογε‐ λοῖος. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γάδδα, χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῃ. καὶ θη‐ λυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Γαδδηνός. Γάδειρα, πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ
10περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθένης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. ὁ πολίτης Γαδειρεύς· οὕτω γὰρ τὰ πέντε βιβλία ἐπιγέγραπται τῶν Πυθαγορικῶν σχολῶν Μο‐ δεράτου Γαδειρέως. λέγεται καὶ Γαδειρίτης, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. λέγεται καὶ Γαδειραῖος ὡς ἀπὸ τῆς ἡ Γάδειρα
15εὐθείας, καὶ Γαδειρανοί, καὶ κτητικὸν Γαδειρικός. Εὔπολις ἐν Μαρικᾷ „πότερ’ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;“ Γάδρα, πόλις Παλαιστίνης. Πορφύριος τρίτῳ φιλοσό‐ φου ἱστορίας. τὸ ἐθνικὸν Γαδρηνός, ὡς Βόστρα Βοστρηνός καὶ Γαγγρηνός.
20 Γάζα, πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν, ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθο‐ λογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν
τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων.193
Eth
.

194

ἐκλήθη δὲ καὶ Ἰώνη, ἀπὸ τῆς Ἰοῦς προσπλευσάσης καὶ μει‐ νάσης [αὐτῆς] ἐκεῖ. ἐκλήθη δὲ καὶ Μίνῳα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔνθεν καὶ τὸ τοῦ Κρηταίου Διὸς παρ’ αὐτοῖς εἶναι,
5ὃν καὶ καθ’ ἡμᾶς ἐκάλουν Μαρνᾶν, ἑρμηνευόμενον Κρηταγενῆ. τὰς παρθένους γὰρ οὕτως Κρῆτες προσαγορεύουσι Μαρνάν. ὁ πολίτης Γαζαῖος. λέγονται καὶ Γαζηνοί παραλόγως, ὡς Παυσανίας. λέγονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις. καὶ οἱ κέραμοι λέγονται Γαζῖται. καί ἐστιν ὅμοιον τῷ Αἰγινῆται
10καὶ Αἰγιναῖοι κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰσὶ καὶ διὰ τοῦ η ἔθνος Γαλατῶν χρυσοφοροῦν, ὡς Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡς πολυίστωρ. ἔστι καὶ Γάζα τείχισμα Θρᾴκης.
15 Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς „τῆς Γαζάκου“ λέγων. τὸ ἐθνικὸν Γαζακηνός, ὡς τοῦ Μάζακα Μαζακηνός. Γάζος, πόλις Ἰνδική, κατὰ Διονύσου πολεμήσασα μετὰ
20Δηριάδου, λινοῦν ἔχουσα τεῖχος, καθὰ [Διονύσιος] ἐν τρίτῃ Βασσαρικῶν
Γήρειαν Ῥοδόην τε καὶ οἳ λινοτειχέα Γάζον
τοῖόν μιν κλωστοῖο λινοῦ πέρι τεῖχος ἐέργει,194
Eth
.

195

ἀστύφελον δηίοισι, καὶ εἰ παγχάλκεοι εἶεν, εὖρος μὲν μάλα δή τι διαμπερὲς ὀργυιῇσιν μετρητὸν πισύρεσσιν, ἀτὰρ μῆκός τε καὶ ἰθύν ὅσσον ἀνὴρ δοιοῖσιν ἐν ἠελίοισιν ἀνύσσει,
5
ἠῶθεν κνέφας ἄκρον ἐπειγόμενος ποσὶν οἷσιν. τὸ ἐθνικὸν Γάζιος. Γάζωρος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Γαζώριος· ἡ γὰρ Ἄρτεμις αὐτόθι Γαζωρία τιμᾶται. Γαθεα, πόλις Ἀρκαδίας, ἧς οἱ πολῖται Γαθεᾶται.
10Παυσανίας ὀγδόῳ „Γαθεάτᾳ τῆς Κρωμίτιδος χώρασ“. Γαιτοῦλοι, ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτυλίους
αὐτούς φησιν. ἡ χώρα Γαιτουλία, ἐν ᾗ μέγιστοι ἀσπάραγοι,195
Eth
.

196

πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα, ὡς Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν. Γάλαδα, χώρα Ἀραβίας· καὶ Γαλαδηνή. Ἰώσηπος ἐν τετάρτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας Γαλαδῖτίν φησι.
5 Γαλάδραι, πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων „σῆναι Γαλάδρας τὸν στρατηλάτην λύκον“. ἔστι καὶ ὄρος Γάλαδρος. ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. ὁ πολίτης Γαλαδραῖος. Λυκό‐ φρων „καὶ Γαλαδραῖον πέδον“. τὸ κτητικὸν ἔδει Γαλαδραϊκόν.
10Πολύβιος δὲ ἐν τῷ ιγʹ Γαλαδρικόν φησι. Γαλάρινα, πόλις Σικελίας, κτίσμα Μόργου Σικελοῦ. λέγεται καὶ Γαλαρία χώρα. ὁ πολίτης Γαλαρῖνος καὶ Γαλα‐ ρίνη καὶ Γαλαριναῖος. Γαλάται, πρὸς νότον τοῖς Παφλαγόσιν, ἀπὸ τῶν ἐν
15τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέντες πολὺν χρόνον καὶ κα‐ ταλαβόντες τὴν χώραν οὕτως ὠνόμασαν. παρήχθη δὲ τὸ Γα‐ λάτης ἐκ τοῦ Γάλλος ὑφέσει τοῦ ἑνὸς λ. καὶ Γαλατία ἡ χώρα. Γαλεῶται, ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ, ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς
20Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων, ὡς εἰρήσεται ἐν τῷ
περὶ Τελμησσοῦ. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σι‐196
Eth
.

197

κελῶν. γαλεός δὲ καὶ ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ „ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίασ“, ἴσως διὰ τὸ πεποικίλθαι παίζων. καὶ Ἄρχιππος Ἰχθύσιν „τί λέγεις σύ; μάντεις εἰσὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι“. φασὶ
5δὲ τὸν Γαλεώτην ἐξ Ὑπερβορέων Τελμησσὸν [δὲ ἐκ... ἐλθεῖν] οἷς ἔχρησεν ὁ θεὸς ἐν Δωδώνῃ τὸν μὲν ἐπὶ ἀνατολὰς τὸν δ’ ἐπὶ δυσμὰς πλεῖν, ὅπου τε ἂν αὐτῶν θυομένων ἀετὸς ἁρπάσῃ τὰ μηρία ἐνταῦθα βωμὸν ἱδρῦσαι. Γαλεώτης οὖν ἐν Σικελίᾳ καὶ Τελμησσὸς ἐν Καρίᾳ ἦλθεν, ἔνθα Ἀπόλλωνος Τελμησσίου
10ἱερόν. Γαληψός, πόλις Θρᾴκης καὶ Παιόνων, Ἑκαταῖος Εὐ‐ ρώπῃ. Θουκυδίδης τετάρτῃ ἑτέραν λέγει „καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη“. [ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.] τὰ δὲ εἰς ψος ὑπερδισύλλαβα
15ὀξύνεται, σκινδαψός (ὀργάνου ὄνομα καὶ κύριον, τίθεται καὶ κατ’ οὐδενὸς ὡς τὸ τραγέλαφος) χεραψός Λυκαψός. ὁ πολί‐ της Γαλήψιος. Γαλιλαῖοι, ἔθνος τῆς Ἰουδαίας. Γαλλήσιον, πόλις Ἐφέσου, Παρθένιος ἐν ἐπικηδείῳ
20τῷ εἰς Αὐξίθεμιν. τὸ ἐθνικὸν Γαλλήσιος.197
Eth
.

198

Γαλλία, ἐντὸς Ἄλπεων χώρα. οἱ οἰκήτορες Γάλλοι. Γάλλος, ποταμὸς Φρυγίας. οἱ περίοικοι κατὰ μὲν Τιμό‐ θεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοί, οὓς παρατίθεται ὁ πολυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ·
5καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. ἀπ’ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσι. Γάμαλα, κατοικία Συρίας. ὁ οἰκήτωρ Γαμαλεύς. Ἰώ‐
10σηπος ἐν τετάρτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Γάμβρειον, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Γαμβρειεύς ὡς Σιγειεύς. γράφεται δὲ διὰ διφθόγγου, ὡς δηλοῖ τὸ Γαμβρήιον. Γανδάραι, Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρ’ αὐτῷ καὶ Γανδαρική ἡ χώρα.
15 Γάνδροι, ἔθνος Πάρθων ἀντιταχθὲν Διονύσῳ, ὡς Διο‐ νύσιος Βασσαρικῶν τετάρτῳ. Ἑκαταῖος δὲ Γανδάρας αὐτοὺς καλεῖ. Γαράμαντες, ἔθνος Λιβύης. Ἡρόδοτος τετάρτῃ „οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίαν“.
20 Γάργαρα, πόλις τῆς Τρωάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, Παλαιγάργαρος καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Στράβων
καὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν198
Eth
.

199

ᾗ κατῴκουν Λέλεγες. ὠνομάσθη δ’ ἀπὸ Γαργάρου τοῦ Διός, τοῦ ἐκ τῆς Θεσσαλίας, ἐν Λαρίσσῃ. ἐκεῖ καὶ Διότιμος ὁ Ἀδραμυττηνὸς ἐδίδασκε γράμματα, εἰς ὃν Ἄρατος εἶπεν „αἰάζω ὅτι μοῦνος ἐνὶ πέτρῃσι κάθηται παισὶν Γαργαρέων βῆτα καὶ
5ἄλφα λέγων“. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δ’ ἀκρωτήριον οὐδετέ‐ ρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ ς, ἀλλ’ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάρ‐ γαρον. ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας, καὶ τῆς Ἠπείρου ἄλλη.
10τὸ ἐθνικὸν Γαργαρεύς, καὶ θηλυκῶς Γαργαρίς. Γαργαρεῖς, ἔθνος ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Στρά‐ βων ιαʹ. τὸ θηλυκὸν Γαργαρίς κατὰ τέχνην ὡς Μεγαρίς, κατὰ δὲ τὸ ἐπιχώριον Γαργαρηνή. Γάργη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν.
15τὸ ἐθνικὸν Γαργαῖος ὡς Βεργαῖος, τῷ τύπῳ δὲ Γαργίτης. Γαργηττός, πόλις καὶ δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Γαργήττιος. Ἐπίκουρος Νεοκλέους Γαργήττιος. τὸ ἐκ τόπου Γαργηττόθεν, καὶ τἆλλα ἀκολούθως, Γαργηττόνδε καὶ Γαργηττοῖ. ὀξύνεται δὲ τὸ Γαργηττός ὡς Ὑμηττός Λυ‐
20καβηττός. ἐνταῦθά φασι τὸ τοῦ Εὐρυσθέως κεῖσθαι σῶμα.
Γαστρωνία, χώρα Μακεδονίας, Θεόπομπος νδʹ.199
Eth
.

200

Γαυγάμηλα, τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. Γαῦλος, νῆσος πρὸς τῇ Καρχηδόνι. Ἑκαταῖος περιηγή‐ σει. ὁ νησιώτης Γαυλίτης.
5 Γέα, πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν Γέιος. ἐν Πέτραις δ’ ἐπι‐ χωριάζειν κύριον ὄνομα τὸ Γέσιος. ὅθεν ἦν ὁ περιφανὴς τῶν ἰατρῶν σοφιστής, ἴσως ἐντεῦθεν κεκλημένος. κατὰ ἀναλογίαν δ’ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν,
10ὡς τὸ Ἰθακήσιος, καὶ κατὰ συγκοπὴν Γέσιος. Γέβαλα, τρίτη μοῖρα τῆς Παλαιστίνης. Ἰώσηπος. τὸ ἐθνικὸν Γεβαληνός ὡς Δαρηνός Ἀδαρηνός. Γεβαληνή τε καὶ Ἀμαληκῖτις ἡ τῶν Ἰδουμαίων χώρα μετωνομάσθη. Γεβεωνῖται, ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος.
15 Γεδρωσία χώρα καὶ Γεδρώσιοι ἔθνος Ἰνδικόν. Διο‐ νύσιος περιηγήσει „τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα“, οὐκ οἶδ’ ὅθεν κλίνας. ἐν δὲ τοῖς τοῦ πολυίστορος διὰ τοῦ κ εὑρέθη ἡ πρώτη συλλαβή, ἀλλ’ ἦν ἀδιόρθωτον τὸ βιβλίον.
20 Γέλα, πόλις Σικελίας. ἡ γενικὴ Γέλας. τὸ δὲ Γέλης ἰωνικόν. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σι‐
κελῶν γέλαν λέγεσθαι. Πρόξενος δ’ ἐν πρώτῃ τῶν περὶ200
Eth
.

201

πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ὑμάρου. Ἀρισταίνετος δ’ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς μαν‐ τεύσασθαι, τὴν δὲ Πυθίαν οὐδὲν περὶ ἐκείνων λέγουσαν
5προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ’ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν „ἐφ’ ἡλίου δυσμῶν“, καὶ Γέλαν πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Γελῶος, οὐ Γελαῖος, ὡς Ἅβρων καὶ ἡ συνήθεια. καὶ ἴσως ἀπὸ τοῦ γέλως τὸ Γελῶος.
10 Γελωνός, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ, ἀπὸ Γελω‐ νοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ὁ οἰκήτωρ ὁμοφώνως. ὀξύνεται δέ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ, ὡς Ἡρόδοτος. παρὰ τούτοις ζῷον
θαυμάσιον ὃ ὀνομάζεται τάρανδος, καὶ μεταβάλλει τὰς χρόας201
Eth
.

202

τῶν τριχῶν καθ’ ὃν ἂν τόπον ᾖ. ἔστι δὲ δυσθήρατον διὰ τὴν μεταβολήν· οἵοις γὰρ ἂν ᾖ τόποις, τοιοῦτος γίνεται τὴν τρίχα. καὶ θαῦμα· ὁ γὰρ χαμαιλέων καὶ ὁ πολύπους τὴν χρόαν μεταβάλλει. τὸ μέγεθος βοός, τοῦ προσώπου τὸν τύ‐
5πον [ἐοικὸς] ἐλάφῳ, ὡς Ἀριστοτέλης πέμπτῳ θαυμασίων ἀκουσμάτων. Γενέα, κώμη Κορίνθου, ὁ οἰκήτωρ Γενεάτης. ἀφ’ οὗ παροιμία „εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ’ εἴην Γενεάτησ“. τινὲς τὰς ἀπὸ ταύτης καλοῦσι Γενειάδας, ὡς Παρθένιος.
10τινὲς δὲ Τενέα γράφουσι. Γενέση, πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Γενεσαῖος ὡς Τεμεσαῖος. ἄμεινον δὲ διὰ τὴν χώραν Γενεσάτης. Γενήτης, λιμὴν καὶ ποταμὸς [Καππαδοκίας]. Ἀπολλώ‐ νιος ἄκραν Γενηταίαν φησί. Σοφοκλῆς ποταμὸν Γένητα φησίν.
15ἔστιν οὖν ἐκ τῆς Γένητος γενικῆς Γενηταῖος καὶ Γενηταία ἄκρα. καὶ τὸ Γενήτης ἐκ τῆς Γένητος, ὡς τῆς Οἰδίποδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Ἡρωδιανὸς δὲ „ὡς τὸ σεληναία ἁμαξαία“ φησί. Γενόα, πόλις τῶν Λιγύρων Ἰταλίας καλουμένη νῦν ....
20ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Γενοάτης. Γενοαῖοι, ἔθνος Μολοσσίας, ἀπὸ Γενόου ἄρχοντος
αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν.202
Eth
.

203

Γέντα, πόλις Ἰνδικὴ τῆς ἐκτὸς Γάγγου. τὸ ἐθνικὸν Γενταῖος. Γεντῖνος, πόλις Τρωάδος, κτίσμα τινὸς τῶν Αἰνείου παίδων. οἱ οἰκοῦντες Γεντίνιοι.
5 Γεραιστός, κώμη Εὐβοίας, ἐν ᾗ ἱερὸν Ποσειδῶνος, ἀπὸ Γεραιστοῦ τοῦ υἱοῦ τοῦ Διός. καὶ οἱ ἄνθρωποι Γεραί‐ στιοι, καὶ Γεραιστία τὸ θηλυκὸν καὶ Γεραιστίς, καὶ Γεραί‐ στιον οὐδετέρως. Γεράνεια, πόλις Φρυγίας. ἔστι καὶ ὄρος μεταξὺ Μεγά‐
10ρων καὶ Κορίνθου, ἀφ’ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. τὸ πρωτότυπον Γεράνη, ἐξ ἧς Γεράνεια. τὸ ἐθνικὸν Γερανεύς, ἢ Γερανειάτης τῷ τύπῳ τῆς χώρας. Γεράνθραι, πόλις Λακωνικῆς, Παυσανίας τρίτῳ. ὁ πολίτης Γερανθράτης, ὡς αὐτὸς Παυσανίας.
15 Γέρασα, πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. ἐξ αὐτῆς Ἀρίστων ῥήτωρ ἀστεῖός ἐστιν, ὡς Φίλων, καὶ Κήρυκος σοφιστὴς καὶ Πλάτων νομικὸς ῥήτωρ, πᾶσαν παίδευσιν ὡς μίαν ἀποστοματίζων καὶ ἐν συνηγορίαις καὶ παρεδρευταῖς καὶ θρόνοις τὴν ὀρθότητα τῶν νόμων ἐπιτηδεύων. τὸ ἐθνικὸν
20Γερασηνός, ὡς Μήδαβα Μηδαβηνός. Γέργις, πόλις Τροίας. καὶ κλίνεται Γέργιθος. λέ‐ γεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς, ὡς Τροίζη‐ νος. ὁ πολίτης Γεργίθιος, τὸ θηλυκὸν Γεργιθία· ἀφ’ οὗ
Γεργιθία ἡ χρησμολόγος Σίβυλλα, ἥ τις καὶ ἐτετύπωτο203
Eth
.

204

ἐν τῷ νομίσματι τῶν Γεργιθίων αὐτή τε καὶ σφίγξ, ὡς Φλέ‐
γων ἐν Ὀλυμπιάδων αʹ. ἐν δὲ τῷ ἱερῷ τοῦ Γεργιθίου Ἀπόλ‐204
Eth
.

205

λωνος Σιβύλλης φασὶν εἶναι τάφον. ἔστι καὶ ἄλλο Γεργίτης καὶ θηλυκῶς Γεργῖτις. ἔστι καὶ Γεργιθεύς. Γέρην, πόλις ἢ κώμη Λέσβου, ἀπὸ Γέρηνος τοῦ Πο‐ σειδῶνος. [τὸ ἐθνικὸν ὁμοφώνως] καὶ θηλυκῶς Γερηνίς.
5 Γερηνία, πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. Ἡσίοδος ἐν αʹ καταλόγων „κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δω‐ δέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ’ ἱπποδάμοισι Γερήνοισ“. ἀπὸ εὐθείας τῆς Γέρηνος. καὶ αὖθις
10„Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ“. ἐξ ἧς εὐθείας, τῆς ἡ Γέρηνος, τὸ Γερηνεύς ὡς τοῦ Ἄλος Ἀλεύς, καὶ ἐξ αὐτοῦ Γερηνία καὶ Γερήνιος. Γερμανίκεια, πόλις Εὐφρατησίας. Κουάδρατος ἐν τρίτῃ Παρθικῶν χωρίον αὐτήν φησιν. ὁ πολίτης Γερμανικεύς.
15 Γέρμαρα, Κελτικῆς ἔθνος, ὃ τὴν ἡμέραν οὐ βλέπει, ὡς Ἀριστοτέλης περὶ θαυμασίων, τοὺς δὲ Λωτοφάγους κα‐ θεύδειν ἑξάμηνον. Γέρμη, πόλις Ἑλλησποντία πλησίον Κυζίκου, ἣν Ἡρω‐ διανὸς Ἀσίας φησίν. ὁ πολίτης Γερμηνός καὶ Γερμηνή.
20Γερούνιον, πόλις Ἰταλίας. Κουάδρατος δὲ Γερυνίαν
ταύτην καλεῖ. τὸ ἐθνικὸν Γερουνῖνος.205
Eth
.

206

Γέρρα, πόλις Χαλδαίων. τὸ ἐθνικὸν Γερραῖος, καὶ θηλυκὸν Γερραία καὶ Γερραΐς ὡς Θηβαΐς. Γέρρος, τόπος καὶ ποταμὸς προσεχὴς τῷ Βορυσθένει. ὁ πολίτης Γέρριος.
5 Γετία, ἡ χώρα τῶν Γετῶν. Γέτης γὰρ τὸ ἐθνικόν, οὐ τὸ κύριον. ἔστι δὲ Θρᾳκικὸν ἔθνος. ἔστι καὶ θηλυκῶς Γέτις· οὕτως γὰρ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου. καὶ κτητικῶς λέγεται Γετικός, ἀφ’ οὗ Κρίτωνος Γετικά, καὶ θη‐ λυκὸν Γετική. νόμοι δὲ Γετῶν τὸ ἐπισφάζειν τὴν γυναῖκα
10τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κιθαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι. Γέφυρα, πόλις Βοιωτίας. τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Στράβων καὶ Ἑκαταῖος. ἀφ’ οὗ καὶ Γεφυραία ἡ Δηώ.
15 Γεφυρώτη, πόλις Λιβύης. τὸ ἐθνικὸν Γεφυρωταῖος, ἢ Γεφυρωτίτης διὰ τὸν τύπον. Γῆ, ἀπὸ τοῦ γέα κραθέν· ἀφ’ οὗ τὸ γέγειος κτητικὸν πλεονασμῷ τοῦ γ. ἢ παρὰ τὸ γῆ γήιος, ἀφ’ οὗ καὶ γηίτης
ὁ αὐτόχθων καὶ γῆν οἰκῶν, καὶ γήινος μετουσιαστικόν. λέγεται206
Eth
.

207

καὶ γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες. „διαφέρει γήπεδον οἰκοπέδου· οἰκόπεδον γὰρ οἰκίας ἐστὶ κατερριμμένης ἐδαφος, γήπεδον δὲ τὸ ἐν ταῖς πόλεσι προσκείμενον ταῖς οἰκίαις κη‐
5πίον“. ἀπὸ τοῦ γῆ γαῖα. ὁ οἰκήτωρ γαιάτης, καὶ γαιήιος κτητικόν, καὶ θηλυκὸν γαιηιάς. καὶ τοῦ γαῖα καὶ τοῦ γραῖα βραχὺ τὸ α, ὅτι δισύλλαβα, ὡς Μαῖα Φαῖα. Γηθοῦσσα, πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσσαῖος ὡς Σκοτουσσαῖος, ἢ Γηθούσσιος ὡς Πιτυούσσιος, ἢ Γηθουσσί‐
10της διὰ τὸ ἐπιχώριον. Γηλύς, ἔθνος [Παρθίας], οὗ μέμνηται Ἀσίνιος Κουά‐ δρατος ἐν πρώτῳ Παρθικῶν. ὀξύνεται δέ. Γήρεια, πόλις Ἰνδική, τελοῦσα ὑπὸ Δηριάδῃ τῷ βα‐ σιλεῖ τῶν Ἰνδῶν πρὸς Διόνυσον πολεμοῦντι. τὸ ἐθνικὸν
15Γηρείτης. Γιγγλυμώτη, Φοινίκης πόλις, ὡς Ἑκαταῖος.
Γίγωνος, πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. ὁ πολί‐207
Eth
.

208

της Γιγώνιος. ἀπὸ Γίγωνος τοῦ Αἰθιόπων βασιλέως, ὃν ἥττησε Διόνυσος. Ἀρτεμίδωρος δὲ ὁ Ἐφέσιος Γιγωνίδα ταύτην φησίν. Γίλδα, πόλις Λιβύης. τὸ ἐθνικὸν Γιλδίτης, ὡς Ἀλέξαν‐ δρος ἐν τρίτῳ Λιβυκῶν.
5 Γιλιγάμαι, ἔθνος Λιβύης. Ἡρόδοτος τετάρτῳ. Γινδᾶνες, ἔθνος Λιβυκὸν λωτοφάγον „οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι“. Γίνδαρα, κώμη πρὸς τῇ Ἀντιοχείᾳ. τὸ ἐθνικὸν Γινδα‐ ρεύς. Κουάδρατος δὲ Γινδάρους ἔφη.
10 Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Γιτταῖος. Γλάνις, ποταμὸς Κύμης, ὡς Λυκόφρων „Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα“. καὶ ἀπ’ αὐτοῦ ἰχθὺς γλάνις ὁ καλούμενος γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ
15Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν. Γλαυκία, πολίχνιον Ἰωνίας. τὸ ἐθνικὸν Γλαυκιεύς καὶ
Γλαυκιώτης. βέλτιον δὲ Γλαύκιος, ὡς τῆς Πλακίας Πλάκιος.208
Eth
.

209

Γλαύκου δῆμος, ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ Γλαύκου τοῦ ἥρωος. ὁ δημότης Γλαυκοδήμιος. Γλαφύραι, πόλις Θεσσαλίας. Ὅμηρος „Βοίβην καὶ Γλαφύρασ“. ἀπὸ Γλαφύρου υἱοῦ Μάγνητος κτίσαντος. τὸ
5ἐθνικὸν Γλαφυρεύς. ἔστι καὶ κώμη Κιλικίας Γλαφύραι, ἀπέ‐ χουσα Ταρσοῦ τριάκοντα στάδια πρὸς δύσιν, [ἐν ᾗ πηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντι ποταμῷ· περὶ ἧς Παρθένιος γράφων ἄλλα τε λέγει καὶ ὅτι „παρθένος Κιλίκων ἀνακτορίην ἔχουσα
10 ἀγχέγαμος δ’ ἔπελεν καθαρῷ δ’ ἐπεμαίνετο Κύδνῳ,
Κύπριδος ἐξ ἀδύτων πυρσὸν ἀναψαμένη, εἰσόκε μιν Κύπρις πηγὴν θέτο, μῖξε δ’ ἔρωτι
Κύδνου καὶ νύμφης ὑδατόεντα γάμον“.] Γλῆτες, ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας, Ἡρόδωρος
15δεκάτῳ. Γλισάς, πόλις Βοιωτίας. ἢ ἀπὸ Γλίσωνος ἢ ἀπὸ Γλί‐ σαντος. τὸ ἐθνικὸν Γλισάντιος. Γνής, ἔθνος οἰκῆσαν τὴν Ῥόδον. ἔνθεν καὶ ἴγνητες οἱ
ἰθαγενεῖς. λέγεται γὰρ καὶ μετὰ τοῦ ι ἴγνητες.209
Eth
.

210

Γοαρην, χώρα Ἀραβίας πλησίον Δαμασκοῦ. λέγεται δὲ καὶ Γοάρεια. Γολγο, πόλις Κύπρου, ἀπὸ Γόλγου τοῦ ἡγησαμένου τῆς Σικυωνίων ἀποικίας. λέγεται καὶ Γόλγιον οὐδετέρως.
5ἀφ’ οὗ Γολγία ἡ Ἀφροδίτη. τὸ ἐθνικὸν Γόλγιος καὶ Γολγία καὶ Γολγηίς. Γομολῖται, ἔθνος τῆς Ἰδουμαίας, ἣ ἀπὸ Ἀμαλήκου Ἀμαληκῖτις ἐκλήθη. Γόμφοι, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν ὅμοιον. εὕρηται
10δὲ Γομφεύς. Γόνδραι, Θρᾴκιον ἔθνος. λέγεται δὲ παρ’ Ἡρωδιανῷ Κίνδρα καὶ Ῥόνδα. Γονεῖς, πόλις Θρᾴκης. οἱ κατοικοῦντες ὁμοίως. οἱ δὲ Ἀδριανοπολίτας τούτους ἐκάλεσαν.
15 Γόννοι, πόλις Περραιβίας, ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ υ.
τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν210
Eth
.

211

καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο νν τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. τὸ ἐθνικὸν καὶ Γονατᾶς, ὃ καὶ παράλογον διὰ τὸν τόνον, καὶ Γόννιος. Γοννοῦσσα, πόλις Περραιβίας. τὸ ἐθνικὸν Γοννουσσαῖος.
5 Γόραμα, χώρα τῶν Σκηνιτῶν Ἀράβων. οἱ οἰκήτορες Γοραμηνοί. Γοργίππεια, πόλις Σινδικῆς. τὸ ἐθνικὸν Γοργιππεύς. Γόργυρα, τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, ἐν ᾧ Διόνυσος Γοργυρεὺς τιμᾶται.
10 Γορδίειον, πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καπ‐ παδοκίᾳ, ἀπὸ Γορδίου τοῦ πατρὸς Μίδου. τὸ ἐθνικὸν Γορ‐ διεύς, ὡς Κοτιάειον Κοτιαεύς, Δορυλάειον Δορυλαεύς. ἐχρῆν δ’ ἰσοσύλλαβον· ἀλλὰ τὰ παρὰ τοῖς Φρυξὶ σημειώδη. Γορδίου τεῖχος, πόλις ... Μίδου κτίσμα, τοῦ παιδὸς
15Γορδίου. ὁ πολίτης Γορδιοτειχίτης. Γορδυαία, χώρα Περσική, ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συ‐ ρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. τὸ ἐθνικὸν Γορδυαῖος καὶ Γορδυαία ἡ χώρα καὶ ἡ γυνή, οὐδε‐
20τέρως Γορδυαῖα ὄρη. εὕρηται καὶ Γορδυάς. καὶ Γορδόχους
αὐτούς φασι καὶ Γόρδους.211
Eth
.

212

Γορδυνία, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Γορδυνιάτης. Γόρτυν, πόλις Κρήτης. οὕτως δὲ διὰ τοῦ ν. ἀπὸ ἥρωος Γόρτυος. ἐκαλεῖτο δὲ καὶ Λάρισσα. πρότερον γὰρ ἐκαλεῖτο Ἑλλωτίς (οὕτω γὰρ παρὰ Κρησὶν ἡ Εὐρώπη), εἶτα Λά‐
5ρισσα, εἶτα Κρημνία καὶ ὕστερον Γόρτυς. φασὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν δισυλλάβως Γόρτυν, οἱ δὲ τρισυλλάβως „Γόρτυνά τε τειχιόεσσαν“. οἱ δὲ Γόρτυναν ὡς ἄμυναν. Γότθοι, ἔθνος πάλαι οἰκῆσαν ἐντὸς τῆς Μαιώτιδος. ὕστερον δὲ εἰς τὴν ἐκτὸς Θρᾴκην μετανέστησαν, ὡς εἴρηταί
10μοι ἐν τοῖς Βυζαντιακοῖς. μέμνηται τούτων ὁ Φωκαεὺς Παρθένιος. Γούνας, κατοικία Συρίας, βαθύγειος καὶ εὔκαρπος. ὅθεν καὶ τοὔνομα, διὰ τὸ γόνιμον. τὸ ἐθνικὸν Γουναΐτης. Γραῖα, πόλις Ἐρετρίας. ὁ πολίτης Γραῖος. ἀφαίρεσις
15γέγονε τῆς ἀρχῆς, ὡς δειχθήσεται ἐν τῷ Ταναγραία. Γραικός, ὁ Ἕλλην, ὀξυτόνως, ὁ Θεσσαλοῦ υἱός, ἀφ’ οὗ Γραικοί οἱ Ἕλληνες. Κεφάλων δὲ καὶ τὸν Γράνικον ποταμὸν ἐντεῦθεν κληθῆναι. τὸ δὲ Γραῖκος τὸ κύριον βαρύνεται. τὸ οὖν ἐθνικὸν ὀξύνεται. λέγεται καὶ Γραικίτης καὶ Γραικίς τὸ
20θηλυκόν. Γραῖκες δὲ παρὰ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες, καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων,
οἱ τὸ Πάριον οἰκοῦντες.212
Eth
.

213

Γράμμιον, πόλις ἐν Κρήτῃ. οἱ πολῖται Γραμμῖται καὶ Γραμμίσιοι. εἰσὶ δὲ Γραμμῖται [καὶ] πρὸς τῇ Κελτικῇ ἔθνος. Γράστιλλος, ἀρσενικῶς, πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος, ὡς
5Εὔπολις. Γρησῖνος, πόλις Χερρονήσου. τὸ ἐθνικὸν Γρησίνιος, ὡς Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Γρηστωνία, χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, Θου‐ κυδίδης δευτέρᾳ. ἀπὸ Γράστου τινός. τὸ ἐθνικὸν Γραστῶνες.
10 Γρῦνοι, πολίχνιον Μυριναίων, οὗ „καὶ ἱερὸν Ἀπόλλω‐ νος καὶ μαντεῖον ἀρχαῖον καὶ ναὸς πολυτελὴς λευκοῦ λίθου“, ἐν ᾧ τιμᾶται. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. τὸ ἐθνικὸν Γρυνεύς καὶ Γρυνηίς τὸ θηλυκόν. λέγεται καὶ „Γρύ‐ νειος Ἀπόλλων“ ὡς Παρθένιος Δήλῳ, καὶ Γρυνήιος καὶ
15Γρυνικός τὸ κτητικόν, καὶ οὐδετέρως τὰ Γρύνεια. Γρώνεια, πόλις Φωκίδος. τὸ ἐθνικὸν Γρωνεύς, ὡς τῆς Γρυνείας τὸ Γρυνεύς. ἡ γὰρ διὰ τοῦ υ τῆς Τρωάδος ἐστί. Γύαρος, νῆσος μία τῶν Σποράδων, θηλυκῶς λέγεται. Ἀντίγονος δ’ ὁ Καρύστιός φησιν ὅτι ἐν ταύτῃ οἱ μύες δια‐
20τρώγουσι τὸν σίδηρον, καὶ ὅτι ἡ ἄχερδος ἐκεῖ θανάσιμόν ἐστι
κἂν εἰς ἄλλο δένδρον ἐμπήξῃς ἀφαυαίνει. ποιεῖ δὲ τοῦτο213
Eth
.

214

καὶ τῆς θαλαττίας τρυγόνος τὸ κέντρον, καὶ τοὺς ὀδόντας κατασήπει προσαπτόμενον. τὸ ἐθνικὸν Γυαρεύς. Γύζαντες, ἔθνος Λιβυκόν, ὡς Ἡρόδοτος ἐν τετάρτῃ καὶ Ἡρωδιανός.
5 Γύθειον, πόλις Λακωνική. Λυκόφρων „δισσὰς σαλάμ‐ βας κἀπὶ Γυθείου πλάκασ“. τινές φασιν ὅτι Πύθιον ἐκαλεῖτο, κακῶς. ὁ πολίτης Γυθεάτης. καὶ τὸ ἐκ τόπου Γυθείηθεν ἐθνικόν. Γυλάκεια. οὕτως ἐκαλεῖτο ἡ τῆς Ἰλλυρίας Ἀπολλωνία,
10ἀπὸ Γύλακος Κορινθίου. τὸ ἐθνικὸν Γυλακεύς. Γυμνησίαι, δύο νῆσοι περὶ τὴν Τυρσηνίδα, οὐχ ὥς τινες ἑπτά. Λυκόφρων οἱ δ’ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες
15 ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐθνικὸν Γυμνήσιος καὶ Γυμνησία. καὶ Γυμνησίς, ἀπὸ τῆς Γύμνητος γενικῆς τροπῇ τοῦ τ εἰς ς.
ἐκλήθη δὲ τὸ ἔθνος ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. ἐκλήθη‐214
Eth
.

215

σαν δὲ καὶ Βαλιαρίδες, ἀφ’ οὗ Βαλιαρεῖς τὸ ἐθνικόν, ὅ ἐστι σφενδονῆται. Γυναικόσπολις, πόλις Φοινίκων. ὁ πολίτης Γυναικο‐ πολίτης. ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ, οὐ πολλῷ
5νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωρ‐ γίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν
10βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυ‐ σαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. ἔστι καὶ Γυναικῶν λιμὴν περὶ τὴν λεγομένην Φιδάλειαν, τὸ μεταξὺ Ἀνάπλου
15καὶ τοῦ Λεωσθενείου. ἔνθα φασὶ τὴν γυναῖκα Βύζαντος Φι‐ δάλειαν διώξασαν ἅμα ταῖς γυναιξὶ τοὺς μετὰ Στροίβου τοῦ ἀδελφοῦ Βύζαντος τῇ πόλει ἐπιθεμένους, τῶν πολιτῶν μὴ παρόντων, νικῆσαι διώξασαν μέχρι τοῦ λιμένος, καὶ οὕτως ὀνομάσαι. ἐθνικὸν τοῦ λιμένος Γυναικολιμενίτης.
20 Γυρτών, πόλις τῆς Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμη‐ ρος Γυρτώνην καλεῖ, ὡς Ἰτώνην καὶ Ἰτῶνα. ἀπὸ Γυρτῶνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅς τις αὐτὴν ἔκτισεν. ὁ πολίτης Γυρ‐ τώνιος. Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν περίπλων
25αʹ. τὸ ἐθνικὸν Γυψηίτης.215
Eth
.

216

Γωγαρην, χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. τὸ ἐθνικὸν Γωγαρηνός. Δάαι, Σκυθικὸν ἔθνος. εἰσὶ δὲ νομάδες. λέγονται καὶ Δάσαι μετὰ τοῦ ς.
5 Δαδίκαι, ἔθνος Περσικόν, Ἡρόδοτος ἑβδόμῃ. Δαδόκερτα, φρούριον μέγα τῆς Ἀρμενίας μεταξὺ Μη‐ δίας. τὸ ἐθνικὸν Δαδοκερτηνός τῷ ἐπιχωρίῳ τύπῳ. Δαίδαλα, πόλις τῆς Ῥοδίας ἢ χωρίον, Στράβων ιδʹ. ἔστι καὶ ὄρος τῆς Λυκίας τὰ Δαίδαλα. ἡ δὲ πόλις ἀπὸ
10Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπο‐ ρεύετο [διὰ] τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. ὁ πολίτης Δαιδαλεύς ὡς Σαμόσατα Σαμοσατεύς, καὶ Δαι‐
15δαλίς τὸ θηλυκόν. Δαιδάλεια, πόλις Ἰταλίας, Δαιδάλου κτίσμα, ἥ τις Ἰουλία νῦν καλεῖται, Ῥωμαίου ἄρχοντος κληρουχήσαντος. τὸ ἐθνικὸν Δαιδαλεύς. Δαιδαλίδαι, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης
20Δαιδαλίδης. τὰ τοπικὰ ἐκ Δαιδαλιδῶν [ἐν Δαιδαλιδῶν εἰς Δαιδαλιδῶν]. Δακία, χώρα πλησίον Βορυσθένους. οἱ Δᾶκοι, οὓς κα‐ λοῦμεν Δάους „Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν
25καὶ τὰς τοῦ Ἴστρου πηγάσ“. καὶ παρ’ Ἀττικοῖς δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται.
Δάλμιον, πόλις Δαλματίας μεταξὺ Ἰλλυρίας καὶ Ἰτα‐216
Eth
.

217

λίας. τὸ ἐθνικὸν ὅμοιον ἢ Δαλμιεύς. „ἴδιον δὲ τῶν Δαλ‐ ματέων τὸ διὰ ὀκταετηρίδος τῆς χώρας ἀναδασμὸν ποιεῖσθαι“. Ἀππιανὸς δὲ τὴν πόλιν Δελμίνιον καλεῖ, Κουάδρατος δὲ Δέλμινον. φασὶ δὲ αὐτοὺς καὶ Δαλμάτας.
5 Δαμαῖοι, ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολ‐ λόδωρος. Δαμασκός, πόλις Συρίας, μεσόγειος, ὕπερθε Φοινίκης, παρὰ τὸν Βαρδίνην ποταμόν. ὠνομάσθη δὲ ὅτι εἷς τῶν Γι‐ γάντων Ἀσκὸς ὄνομα ἅμα Λυκούργῳ δήσας τὸν Διόνυσον
10ἔρριψεν εἰς τὸν ποταμόν, ὃν λύσας Ἑρμῆς τὸν Ἀσκὸν τοῦ δέρματος ἐγύμνωσεν, ὅθεν πρὸς οἶνον ἐπιτήδειον τὸ δέρμα. οἱ δὲ ὅτι Δαμασκὸς Ἑρμοῦ παῖς καὶ νύμφης Ἁλιμήδης ἐξ Ἀρκαδίας εἰς Συρίαν ἦλθε καὶ πόλιν ὁμώνυμον ἔκτισεν. ἄλλοι δὲ ὅτι Δαμασκὸς ἐφατίζετο ἀνήρ, Διονύσου δὲ τὴν Συρίαν
15ἀμπελόφυτον ποιήσαντος πελέκει ταῦτα ἔκοπτε, Διόνυσος δὲ ὀργισθεὶς ἐδίωξε καὶ ἐξέδειρεν ..... ἐπράχθη Δαρμασκός ..... καὶ οὕτω Δαμασκός κατὰ παραφθοράν. ὁ πολίτης Δαμασκη‐ νός καὶ ἡ χώρα καὶ ἡ πόλις Δαμασκηνή. Δανδάριοι, ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος
20Εὐρώπῃ. Δανθαλῆται, ἔθνος Θρᾳκικόν, Θεόπομπος μηʹ. Δανούβιον, πόλις περὶ τὴν Ῥώμην. τὸ ἐθνικὸν Δα‐ νούβιος ἢ Δανουβιεύς.
Δάνουβις ἢ Δάνουσις, Ἴστρος ὁ ποταμός, πάλαι217
Eth
.

218

Ματόας καλούμενος. συμφορᾶς δὲ τοῖς Σκύθαις ἐπιπεσούσης οὕτως ἐκλήθη. Ματόας δὲ λέγεται ἐς τὴν Ἑλληνίδα γλῶσσαν ἄσιος. ὅτι πολλάκις περαιούμενοι οὐδὲν ἐπεπόνθεισαν. ὁ δὲ Δάνουσις ἑρμηνεύεται ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν.
5 Δάονες, ἔθνος τῆς Ἰνδικῆς, ἀπὸ Δάονος. Δάραψα, πόλις Βακτρίας, ὡς Στράβων. τὸ ἐθνικὸν Δαραψηνός καὶ Δαραψιανός. Δάρδαι, Ἰνδικὸν ἔθνος ὑπὸ Δηριάδῃ πολεμῆσαν Διο‐ νύσῳ, ὡς Διονύσιος ἐν γʹ Βασσαρικῶν.
10 Δάρδανος, πόλις Τρωάδος, ἡ πρότερον Τευκρίς. Μνα‐ σέας δέ φησιν ὅτι „Δάρδανος ἐκ σι.... ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμο‐ νίας καὶ Ἰασίωνος [ἑνὸς] τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γα‐
15μεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν
θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν218
Eth
.

219

ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρίς πρότερον ἐκαλεῖτο“. αὕτη καὶ Δαρδανία. καὶ Δαρδα‐ νική καὶ Δαρδάνιοι καὶ Δαρδανίδαι καὶ [Δάρδανοι]. Δάριδνα, κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ
5περὶ αὐτῆς. τὸ ἐθνικὸν Δαριδναῖος, ὡς Πύδνα Πυδναῖος. Δαρα, ὃ ν[ῦν Δ]ρας φασί, φρούριον Ἀναστασιούπολις λεγόμενον, ὀχυρώτατον. ὁ πολίτης Δαρηνός ὡς Δουσαρά Δου‐ σαρηνός. δύναται καὶ Δαραῖος. εἰσὶ δὲ Δαρραί διὰ δύο ρρ ἔθνος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ.
10 Δαριστάνη, πόλις Περσική. ἔστι καὶ ἔθνος Δαρῖται. Δαρίειον, πόλις τῆς Φρυγίας. τὸ ἐθνικὸν τῷ λόγῳ τῶν Φρυγίων παρὰ μίαν συλλαβὴν Δαριεύς, ὡς Κοτιάειον Κοτιαεύς, [ἢ] τῷ λόγῳ τοῦ Ῥοίτειον καὶ Σίγειον Δαριειεύς. Δαρσανία, πόλις Ἰνδική, ἐν ᾗ αὐθημερὸν ἱμάτιον
15ἱστουργοῦσι γυναῖκες, ὡς Διονύσιος Βασσαρικῶν τρίτῃ219
Eth
.

220

ἢ οἳ Δαρσανίην ναῖον πόλιν εὐρυάγυιαν, ἔνθα τε πέπλα γυναῖκες Ἀθηναίης ἰότητι αὐτῆμαρ κροκόωσιν ἐφ’ ἱστοπόδων τανύουσαι, αὐτῆμαρ δ’ ἐτάμοντο [καὶ ἐξ ἱστῶν] ἐρύσαντο.
5τὸ ἐθνικὸν Δαρσάνιοι ὡς Καρμάνιοι Ὑρκάνιοι ..μάνιοι. Δάρσιοι, ἔθνος Θρᾴκιον, Ἑκαταῖος Εὐρώπῃ. Δασέαι, πόλις Ἀρκαδική, Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Δασεάτης ὡς Καφυάτης. Δασκύλιον, πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας,
10ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωικὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας, τὸ μέγα λεγό‐ μενον, ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. τὸ ἐθνικὸν Δασκυλίτης, ὡς Κύ‐ προς Κυπρίτης. ἔστι καὶ Δασκυλῖτις λίμνη ἢ Δασκυλία,
15ὥστε καὶ Δασκύλιος ὁ πολίτης. Εὐδαίμων δὲ καὶ Ἀρκάδιος διὰ τῆς ει διφθόγγου γράφουσι τὴν λι συλλαβήν. λέγεται καὶ Δασκυλίς θηλυκόν. Δάσκων, Σικελίας χωρίον. Φίλιστος ἕκτῃ Σικελικῶν „εἰς τὸ Πλημμύριον καὶ Δάσκωνα“. τὸ ἐθνικὸν Δασκώνιος
20ἢ Δασκωνίτης.
Δασσαρῆται, ἔθνος Ἰλλυρίας, Πολύβιος ὀγδόῳ. καὶ220
Eth
.

221

τὸ θηλυκὸν Δασσαρῆτις. λέγονται καὶ Δασσαρηνοί καὶ Δασ‐ σαρήτιοι καὶ Δασσαρητῖνος. Δᾶτον, πόλις Θρᾴκης, Ἡρόδοτος ἐνάτῃ. πρ.... δὲ τοῦτό φασιν. οἱ οἰκοῦντες Δατήνιοι. τὸ ἐθνικὸν Δατηνός.
5 Δατύλεπτοι, ἔθνος Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ. Δαύη, βαρυτόνως, πόλις Ἀραβίας. τὸ ἐθνικὸν Δαυαῖος ἢ Δαυηνός, ᾧ τύπῳ φιληδοῦσιν Ἄραβες. δύναται καὶ Δαυίτης. Δαυλίς, πόλις Φωκίδος, ἐν ᾗ τὰ κατὰ Πρόκνην καὶ Φιλομήλαν. Ὅμηρος „Δαυλίδα καὶ Πανοπῆα“. δαῦλον δὲ
10τὸ δασύ· δασεῖα δὲ ἡ πόλις. οἱ δ’ ὕστερον Δαύλειάν φασι [προπαροξυτόνως καὶ διὰ διφθόγγου]. Παυσανίας δὲ δεκάτῳ „ἀπὸ νύμφης Δαυλίδοσ“. διὸ λέγεται καὶ Δαυλίς. ὁ πολίτης Δαυλιεύς „Δαυλιεῦσι δὲ ἱερὸν Ἀθηνᾶς καὶ ἄγαλμα ἀρχαῖον“. τὸ θηλυκὸν Δαυλιάς. λέγεται καὶ Δαύλιος. ἀπὸ δὲ τοῦ
15Δαυλίς τὸ ἐθνικὸν Δαυλίδιος. ὀξύνεται τὸ Δαυλίς. τὸ δὲ αὖλις αἰολικῶς βαρύνεται. Δαύνιον, πόλις Ἰταλίας. Λυκόφρων „ὑπὲρ Λακίου
Δαυνίου τ’ ᾠκισμένην“. τὸ ἐθνικὸν Δαύνιοι, καὶ Δαυνία τὸ221
Eth
.

222

θηλυκόν, καὶ Δαυνική κατὰ συγκοπὴν ἀπὸ τοῦ Δαυνιᾶται, καὶ Δαυνιατικός. ἔστι καὶ Δαύνιον τεῖχος πόλις Θρᾴκης. ὁ πολίτης Δαυνιοτειχίτης. Δαύσαρα, πόλις περὶ Ἔδεσσαν. ὁ πολίτης Δαυσαρηνός
5ὡς Αὐαρηνός Ἀδαρηνός. Δάφνη, προάστειον ἐπισημότατον τῆς ἕω Ἀντιοχείας μητροπόλεως. τὸ ἐθνικὸν Δαφνίτης, καὶ Δαφνιτικός κτητι‐ κόν. ἔστι καὶ ἄλλη Δάφνη, Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου. ὅτι παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων
10δαφνῶν. οἱ οἰκοῦντες Δαφναῖοι. ἔστι καὶ λιμὴν Δάφνη μαινομένη ἐν τῷ στόματι τοῦ Πόντου ἐν δεξιᾷ ἀναπλέοντι. ἔστι καὶ προάστειον Δάφνη ἐν τῷ στόματι τοῦ Πόντου, ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν. [ὃ λέγεται Σέργιον.] Δαφνοῦς, Φωκικὴ πόλις, ἀρσενικῶς λεγομένη. ὁ πο‐
15λίτης Δαφνούντιος ἢ Δαφνούσιος, καὶ θηλυκῶς Δαφνουσίς.222
Eth
.

223

Δάφνουσαν δὲ αὐτήν φησιν Εὐφορίων. τὸ ἐθνικὸν Δαφνουσαῖος ἢ Δαφνούσιος. ἔστι δὲ καὶ Δαφνουσὶς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ. ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος, καὶ ὁ δημότης Δαφνούσιος. ἔστι καὶ
5Δαφνούσιον πρὸς τῷ Ῥηγίῳ πλησίον τῆς Θρᾳκῶν γῆς. ἔστι καὶ Αἰγύπτου κώμη. Δαχαρηνο, ἔθνος Ἀραβίας, ἀπὸ Ναβάτου προσαγο‐ ρευθὲν Ναβαταῖον. σημαίνει δὲ τὸ Δαχαρηνοί ἀρσενικούς. Δέδμασα, ὡς Πήγασα, πόλις Καρίας. ὁ πολίτης Δεδμα‐
10σεύς ὡς Πηγασεύς. Δεσιλο, ἔθνος Θρᾳκικόν, Ἑκαταῖος Εὐρώπῃ. Δειπνιάς, κώμη Θεσσαλίας περὶ Λάρισσαν, ὅπου φασὶ τὸν Ἀπόλλωνα δειπνῆσαι πρῶτον, ὅτε ἐκ τῶν Τέμπεων κα‐ θαρθεὶς ὑπέστρεψεν· καὶ τῷ παιδὶ τῷ διακομιστῇ τῆς δάφ‐
15νης ἔθος εἰς τήνδε παραγενομένῳ δειπνεῖν. Καλλίμαχος δʹ „Δειπνιὰς ἔνθεν μιν δειδέχαται“. τὸ ἐθνικὸν Δειπνιεύς ὡς Ἀφροδισιεύς καὶ Ὀρθωσιεύς. Δειράδες, δῆμος τῆς Λεοντίδος φυλῆς, ἀπὸ Δειράδου τινός. ὁ δημότης Δειραδιώτης.
20Δειρ, ἄκρα καὶ πόλις ὁμώνυμος πρὸς τῇ Αἰθιοπίᾳ.223
Eth
.

224

Στράβων ιϛʹ. ἔστι καὶ πόλις ... Ἀθηναίων συμμαχική. τὸ ἐθνικὸν Δειραῖος. Δεκέλεια, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀπὸ Δε‐ κέλου τοῦ ἡγησαμένου τοῖς Διοσκούροις εἰς Ἀφίδνας, ὡς
5Ἡρόδοτος ἐνάτῳ. ὁ δημότης Δεκελειεύς. τὸ τοπικὸν Δεκε‐ λειᾶθεν· τὰ γὰρ ἀπὸ ὀξυτόνων εἰς α ἢ εἰς η γινόμενα διὰ τοῦ ηθεναθεν προπερισπᾶται. παρὰ δὲ Καλλιμάχῳ Δε‐ κελειόθεν. Δεκελειᾶζε, Δεκελειᾶσι. Δεκέντιοι, ἔθνος Παννονίας, ἀπὸ Δεκεντίου τοῦ Μά‐
10γνου παιδός, Μαγνεντίου δ’ ἀδελφοῦ. τὸ θηλυκὸν Δεκεντιάς, ὡς Παρθένιος ὁ Φωκαεύς. Δεκίητον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δεκιῆται, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Δελματία, Ἰταλίας χώρα. οἱ οἰκήτορες Δελματεῖς καὶ
15Δαλμάται. Δέλτα, πόλις πρὸς τῇ Συρίᾳ, καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος, κατ’ Αἰγυπτίους καλουμένη Πτίμυρις, ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος. ἐθνικὸν τῆς νήσου Δελτίτης, τῆς δὲ πόλεως Δελτηνός τῷ ἐγχωρίῳ τύπῳ· οὐ γὰρ ἐνετύχομεν.
20 Δελφο, πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι, ἔνθα τὸ ἄδυτον ἐκ Πεντελησίων κατεσκεύασται λίθων, ἔργον Ἀγαμήδους καὶ Τροφωνίου. ἔστι καὶ Δελφοῦσσα τοῦ τόπου
κρήνη. τὸ ἐθνικὸν ὁμωνύμως τῇ πόλει. τὸ θηλυκὸν Δελφίς.224
Eth
.

225

καὶ κτητικὸν Δελφικός. ἐκλήθησαν δὲ Δελφοί ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς· καὶ ἵδρυται Ἀπόλλωνι ἱερόν. ἔστι καὶ Δελφουσία πόλις Ἀρκαδίας, ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. τὸ ἐθνικὸν Δελφουσιάτης τῷ τύπῳ τῆς χώρας.
5 Δελφίνιον, φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δελφίνιος· προκατελήφθη γὰρ ὁ τύπος τοῦ ἐθνικοῦ· ἢ Δελφινιεύς. Δενθάλιοι, πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις. τὸ ἐθνικὸν ὅμοιον.
10 Δεξαμενα, μέρος τῆς Ἀμβρακίας, ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου. τὸ ἐθνικὸν Δεξαμεναῖος, ὡς Ἀριστοτέλης φησὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ. Δέξαροι, ἔθνος Χαόνων, τοῖς Ἐγχελέαις προσεχεῖς,
15Ἑκαταῖος Εὐρώπῃ. ὑπὸ Ἄμυρον ὄρος οἰκοῦν. Δέρα, τόπος Λακωνικῆς. τὸ ἐθνικὸν Δεραῖος ἢ Δερεά‐ της, ἀφ’ οὗ Δερεάτιδος Ἀρτέμιδος ἱερόν. καὶ τὸν δῆμον δὲ Δειράδας φασὶ καὶ τοὺς δημότας Δειραδιώτας, ἀπό τινος ἥρωος.
20 Δέρβη, φρούριον Ἰσαυρίας καὶ λιμήν. ὁ κατοικῶν Δερ‐ βήτης ὡς Σιδήτης Πυλήτης. λέγεται δ’ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. Καπίτων δὲ Δέρμην φησί. τινὲς δὲ Δέλβειαν, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος.
καὶ Ἀρκεύθη ἡ πόλις.225
Eth
.

226

Δερβίκκαι, ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ κ καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Δέραια, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν Δεραιεύς ὡς
5Ἡραιεύς. Ἀρκαδίας γὰρ ἀμφότερα. Δερραῖοι, Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐ‐ τούς φησι. Δερτών, πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ιαʹ „τὴν καλουμένην Δερτῶνα πόλιν“. τὸ ἐθνικὸν Δερτώνιος
10ὡς Ἀντρώνιος. Δηλία, πόλις Καρίας. τὸ ἐθνικὸν Δηλιεύς τῷ τῶν Καρικῶν λόγῳ. Δήλιον, πολίχνιον Βοιωτίας ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνος. τὸ ἐθνικὸν Δηλιεύς ὡς Σουνιεύς.
15 Δῆλος, νῆσος μία τῶν Κυκλάδων. „Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν“. ἢ παρὰ τὰς γονὰς [ἢ μαντείας]. ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος, τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ ἦν τὰ δυσεύ‐
ρετα. ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ, καὶ226
Eth
.

227

Ἀπόλλων Κύνθιος. καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλα‐ μυδία. τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθίδα Νικάνωρ φησίν. ἐξ αὐτοῦ Δήλιος καὶ Δηλία καὶ Δηλιάς. καὶ Δηλίτης ὁ εἰς Δῆλον ἐρχό‐
5μενος χορός, Καλλίμαχος τρίτῳ. καὶ Δηλιακός τὸ κτητικόν. Δημητριάς, πόλις Θεσσαλίας, ἀπὸ Δημητρίου βασιλεύ‐ σαντος, [ὃς] καὶ τὰς ὑπὸ τὸ Πήλιον κειμένας πόλεις κατέσκαψε. κεῖται δὲ πρὸς τῷ Παγασιτικῷ κόλπῳ [ἐν μέσῳ Εὐβοίας καὶ τῆς Φωκίδος]. βʹ Μακεδονίας. γʹ Περσίδος πρὸς Ἀρβήλῳ.
10τὸ ἐθνικὸν Δημητριεύς, ὡς τὸ Ἀφροδισιεύς Ὀρθωσιεύς. Δημήτριον, τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολί‐ δος. ὁ πολίτης Δημητριεύς ὡς Δουλιχιεύς. Δημόνησος, περὶ Χαλκηδόνα νῆσος, ἀπὸ Δημονήσου
15τινός. ἔχει δ’ ὁ τόπος κυανοῦ μέταλλον καὶ χρυσοκόλλης.227
Eth
.

228

καὶ χρυσίον εὑρίσκεται τίμιον, ὀφθαλμῶν τε φάρμακόν ἐστιν. ὁ νησιώτης Δημονήσιος. Δῆμος, παρ’ Ἀθηναίοις ἡ κώμη καὶ ἡ τοῦ πλήθους συλλογή. καὶ τὸν ἕνα δημότην „οὐ μὲν ἔοικε δῆμον ἐόντα“.
5καὶ τὸν τόπον „δήμῳ ἐνὶ Τρώων“. καὶ τὸ κατὰ πόλιν πλῆ‐ θος ἐν τοῖς ἀρίστοις „εὐνήν τ’ αἰδομένη πόσιος δήμοιό τε φήμην“. καὶ τὸ Ἑλλήνων πλῆθος ἔξω τῆς ἰδίας χώρας .... „θεὸς δ’ ὣς τίετο δήμῳ“. καὶ τὸ ὅλον ἔθνος. καὶ τόπον ἐν Ἰθάκῃ ὃς καὶ Κροκύλειον. καὶ τὸ πᾶν [πλῆθος], ὡς ἐν
10Σφηξί „τὸν δῆμον ἡμῶν βούλεται διιστάνειν“. ὁ οἰκήτωρ δημότης, ἀφ’ οὗ δημόσιος, καὶ δημοτεύομαι ἀντὶ τοῦ οἰκῶ. καὶ δήμιος, καὶ δημότερος συγκριτικόν, οὐκ ἀποκοπῇ, ἀλλ’ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ „δῆμον ἐόντα παρὲξ ἀγορευέμεν“. καὶ δημοτικός καὶ δημοτικώτερος, καὶ δημαγωγός ὁ προεστηκὼς
15δήμου, καὶ δημοποίητος ὁ εἰσπεποιημένος δημότης ἐξ ἑτέρου τινὸς εὐεργεσίας. καὶ σύνθετα, δημήλατος Αἰσχύλος Ἱκετίσιν „ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ“ ὁ ἀπὸ τοῦ δήμου ἐλαθείς. καὶ δημιόπρατον Ἀριστοφάνης Ἱππεῦσιν „ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανοσ“.
20 Δηρ, γῆς Ἰβηρίας, ἧς ὁ Σικανὸς ποταμός. οἱ οἰκήτορες Δηραῖοι. Δηρούσιοι, ἔθνος Περσικόν. Ἡρόδοτος αʹ „Πέρσαι δ’
οἱ μὲν Πενθιάδαι οἱ δὲ Δηρούσιοι οἱ δὲ Καρμάνιοι“.228
Eth
.

229

Δῖα, πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα. βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν ὠκεανόν. ϛʹ Ἰτα‐ λίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ
5Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ. εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. τὸ ἐθνικὸν Διεύς, καὶ τὸ θηλυκὸν Διάς, ὅθεν καὶ Διάδες Ἀθῆναι. Διαβῆται, νῆσοι περὶ Σύμην. τὸ ἐθνικὸν Διαβαταῖος.
10 Διαβήτη, νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. ἐθνικὸν τὸ αὐτό. Διαδόχου, πόλις Περσικὴ οὐ πόρρω Κτησιφῶντος. τὸ ἐθνικὸν τῆς χώρας Διαδοχηνός. Διακρία, φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Παν‐
15δίονος υἱός. οἱ δημόται Διακριεῖς. Διανεῖς, ἔθνος Γαλατικόν, Ἐρατοσθένης ἐν δʹ Γαλατικῶν. Διάς, πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. τὸ ἐθνικὸν Διαδεύς. Δίγηροι, ἔθνος Θρᾴκιον, Πολύβιος ιγʹ.
20Δίδυμα, οὐδετέρως, τόπος καὶ μαντεῖον Μιλήτου ἀφιε‐
ρωμένον Διὶ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης [ποταμοί.] εἰσὶ229
Eth
.

230

καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ. τὸ ἐθνικὸν Διδυμεύς καὶ Διδυμαῖος κτητικόν. εἰσὶ καὶ ὄρη Λαο‐ δικείας ἐγγύς. Διδύμη, μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ σχήματος
5ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ὁ πολίτης Διδυμαῖος. ἔστι καὶ κώμη Κιλικίας Διδυμα, ὀξυτόνως. Ἀρτεμίδωρος δὲ δύο νησίδια Δίδυμά φησι. Δίδυμον τεῖχος, πόλις Καρίας. οἱ πολῖται Διδυμο‐ τειχῖται.
10 Δίζηρος, ποταμὸς Ἰλλυρίδος. Λυκόφρων „οἳ πρὸς βα‐ θεῖ νάσσαντο Διζηροῦ πόρῳ“. ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. τὸ ἐθνικὸν Διζήριος καὶ Διζηρίτης, ὡς Ἄλωρος Ἀλωρίτης. Δίκαια, πόλις Θρᾴκης, ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος
15υἱοῦ. τὸ ἐθνικὸν Δικαιοπολίτης. εἰ δὲ τῷ τύπῳ θέλοις, Δι‐ καῖος καὶ Δικαία καὶ Δικαιεύς. ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρ‐ ρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. ἡ αὐτὴ δ’ ἐκλήθη Δικαιάρ‐ χεια καὶ Ποτίολοι. Δικαιάρχεια, πόλις Ἰταλίας. ταύτην δέ φασι κεκλῆ‐
20σθαι Ποτιόλους, ἐν ᾗ τὸ συμπόσιον ὁ Ἡρωδιανὸς ἔγραψε.
πότια δὲ τὰ φρέατα καλοῦσι Ῥωμαῖοι, ὀλῆρε δὲ τὸ ὄζειν·230
Eth
.

231

δυσώδη γὰρ τὰ φρέατα εἶχε. τὸ ἐθνικὸν Δικαιαρχεύς ἔδει. ἔστι δὲ καὶ Δικαιαρχείτης ὡς Ζελείτης. Δίκτη, ὄρος Κρήτης. Καλλίμαχος ἐ... τὸ ἐθνικὸν Δι‐ κταῖος καὶ Δικταία.
5 Δινδρύμη, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Δινδρυμαῖος. Δίνδυμα, ὄρη τῆς Τρωάδος, ἀφ’ ὧν Δινδυμήνη ἡ Ῥέα. ὁ τοπίτης Δινδυμναῖος. καὶ τὴν θεὸν Δινδυμήνην. ὅτι καὶ Δινδυμηνός καὶ Δινδυμηνή καὶ Δινδύμιος καὶ Δινδυμία. ἐκ τόπου Δινδυμόθεν.
10 Διοβούλιον, πολίχνιον πλησίον τοῦ Πόντου. τὸ ἐθνι‐ κὸν Διοβουλιεύς, ὡς τὰ τῶν Φρυγίων πόλεων ἐθνικά. Διόμεια, οὐδετέρως, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δη‐ μότης Διομειεύς. Ἡρακλῆς γὰρ ἐπιξενωθεὶς παρὰ Κολλύτῳ ἠράσθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. οὗ ἀποθεω...
15 Διομήδεια, πόλις Δαυνίων, κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια, ἐν ᾗ οἱ ἐρωδιοὶ χειροήθεις προσπετό‐ μενοι καὶ εἰς τοὺς κόλπους δύοντες, οὕς φασιν ὅτι τοὺς
ἑταίρους Διομήδους ἐκεῖ εἰς ὄρνιθας μετασχηματισθῆναι. ἔστι231
Eth
.

232

καὶ τόπος Διομήδεια πλησίον Ἀργυρί[ππων]. τὸ ἐθνικὸν Διομηδεύς. ἄμεινον δὲ Διομήδειος. Δῖον, πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος „Κήριν‐ θόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον“. ἔστι καὶ Μακεδο‐
5νίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέ‐ σται Λυγκησταί. γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου, καὶ Πέλλα· ἧς τὸ ὕδωρ νοσερόν. καὶ τὸ
10ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα
νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς,
παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. τὸ κτητικὸν Διακός. καὶ τὸ θηλυκὸν Διάς, ὡς δηλοῦσιν αἵ γε περὶ ταύτην ἦσαν Διάδες Ἀθῆναι καλούμεναι. οἱ πολῖται
15Ἀθηναῗται. Διονυσία, πόλις Ἰταλίας. ἔστι καὶ Διονυσιάς. τὸ
ἐθνικὸν Διονυσιεύς, ὡς Δημητριάς Δημητριεύς.232
Eth
.

233

Διονύσου πόλις, ἐν τῷ Πόντῳ, ἡ πρότερον Κρουνοί ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς.
Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον
ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος
5οὕτως ἐκλήθη. εἰσὶ καὶ Κρουνοί χωρίον πρὸς δύσιν τῆς ἐχούσης τοὺς βασιλέας πόλεως. βʹ Φρυγίας, κτίσμα Ἀττάλου καὶ Εὐμενοῦς ξόανον εὑρόντων Διονύσου περὶ τοὺς τόπους. γʹ τῆς Ἰνδικῆς. δʹ Λιβύης. εʹ Θρᾴκης. τὸ ἐθνικὸν Διονυσο‐ πολίτης.
10 Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. τὸ ἐθνικὸν Διοπεύς ἢ Διοπίτης ὡς Σινωπίτης. Διὸς ἱερόν, πολίχνιον Ἰωνίας μεταξὺ Λεβέδου καὶ Κολοφῶνος. τὸ ἐθνικὸν Διοσιερίτης, ὡς Φλέγων ἐν πρώτῃ Ὀλυμπιάδων.
15 Διοσκουριάς, μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων. ὁ νησιώτης Διοσκουρίτης. ἔστι καὶ ἑτέρα περὶ τὸν Πόντον, ἥ τις Σεβαστόπολις καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλή‐ σκετο, ὡς Νικάνωρ. ὁ πολίτης Διοσκουριεύς. ἔστι καὶ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νῆσος Διοσκουρίδου.
20 Διοσκούρων κώμη, Λιβύης, ἐν ᾗ τὸν Πάριν ἐπιδιώ‐ ξαντες ἥρπασαν τὴν Ἑλένην οἱ Διόσκουροι [ἣν] ᾤκησαν. ὁ κωμήτης Διοσκουροκωμήτης ὡς Μεγαλοκωμήτης, ἐκ δύο ἓν
παράγωγον.233
Eth
.

234

Διόσπολις, ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶ Βάτων, ὅτι μυρίας τρι‐ σχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας
5ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσα‐ ρες, ὧν ἐν τῇ μιᾷ τιθασεύουσι τοὺς κροκοδείλους, ἐν ἄντροις καὶ φρέασι σέβοντες, μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ
10σφόδρα λέγοιντο. ϛʹ Λυδίας. ζʹ Παλαιστίνης. ὁ πολίτης Διοσπολίτης. Διοχίτης, κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται ... Ὄσιρις. ἐθνικὸν τὸ αὐτὸ Διοχίτης. Δίπαια, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν Διπαιεύς. ἀλλὰ
15καὶ ἡ πόλις οὕτως. Δίρφυς, ὄρος Εὐβοίας, ὡς Εὐφορίων. τὸ ἐθνικὸν Δίρ‐ φυος. καὶ Διρφύα ἡ Ἥρα τιμᾶται. Δισορα, ἔθνος Θρᾴκιον, Ἑκαταῖος Εὐρώπῃ. Δίφροι, πόλις Φοινίκων. τὸ ἐθνικὸν ὁμώνυμον.
20 Διωνία, πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντεκαιδεκάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Διω‐ νιᾶται ὡς Κυδωνιᾶται.
Δόβηρος, πόλις Παιονίας. οἱ πολῖται Δόβηρες.234
Eth
.

235

Δοίαντος πεδίον Φρυγίας. Ἄκμονα γὰρ καὶ Δοίαντά φασιν ἀδελφούς, ἀφ’ ὧν τὸ Δοιάντειον καὶ Ἀκμόνιον ἄλση. Δοκίμειον, πόλις Φρυγίας, ὡς Εὐδαίμων. τὸ ἐθνικὸν Δοκιμεύς κατὰ τέχνην, κατὰ δὲ τὴν συνήθειαν Δοκιμηνός,
5ἀφ’ οὗ τὰ μάρμαρα οὕτω φασί. Δόλβα, πόλις τῆς Ἀδιαβηνῆς, Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Δολβαῖος καὶ Δολβηνός. Δολίονες, οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος. λέγονται καὶ Δολιόνιοι, καὶ θηλυκῶς Δολιονία.
10 Δολίχη, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέ‐ ξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολιχίστην αὐτήν φησιν. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. ἐθνικὸν Δολιχαῖος Ζεύς· οἱ δ’ ἐπιχώριοι Δολιχηνοί λέγονται. τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίοις. τῆς
15δὲ Δολιχίστης Δολιχιστεύς. Δόλογκοι, ἔθνος Θρᾴκης, ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. τὸ ἐθνικὸν Δολόγκιος καὶ Δολογκιάς καὶ Δολογ‐ κιάδης. Δόλοπες, ἔθνος Θεσσαλῶν ἔγγιστα, ἀπὸ Δόλοπος. ἡ
20χώρα Δολοπία καὶ Δολοπηίς. Δομετιούπολις, Ἰσαυρίας πόλις. ὁ πολίτης Δομετιο‐ πολίτης. Δονουσία, νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐκ
Νάξου τὴν Ἀριάδνην μετεκόμισε, τοῦ πατρὸς Μίνω διώκοντος235
Eth
.

236

αὐτήν. ἔοικεν οὖν Διονυσία εἶναι, καὶ κατὰ παραφθορὰν Δονουσία. τὸ ἐθνικὸν Δονούσιος. Δορίειον, Φρυγίας πόλις. τὸ ἐθνικὸν Δοριεύς ὡς Γορδιεύς.
5 Δορίσκος, πόλις Θρᾴκης καὶ πεδίον. τὸ ἐθνικὸν Δο‐ ρίσκιος ὡς Βορμίσκιος. Δοροκόττορος, πόλις Γαλατῶν τῶν προσβόρρων. ὁ οἰκῶν Δοροκοττόριος. Δορυλάειον, πόλις Φρυγίας, ὃ καὶ Δορύλαιον Δη‐
10μοσθένης φησί. τὸ ἐθνικὸν Δορυλαεύς. Δουλίχιον, μία τῶν Ἐχινάδων νήσων, ἡ καὶ Δολίχα
καλουμένη καὶ Ὀξεῖαι, ἣν Θοὰς ὁ ποιητὴς εἶπεν. ἀπὸ Δου‐236
Eth
.

237

λιχίου τοῦ Τριπτολέμου. ὁ πολίτης Δουλιχιεύς καὶ Δουλι‐ χιώτης ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτης. καὶ Δουλιχίς. ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ Ἐπειοί, ὡς Ἐπα‐ φρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως.
5 Δούλων πόλις, πόλις Λιβύης, Ἑκαταῖος ἐν περιηγή‐ σει. „καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ“. ἔστι καὶ ἑτέρα Ἱεροδούλων, ἐν ᾗ εἷς μόνος ἐλεύθερός ἐστι. φασὶ καὶ κατὰ Κρήτην Δου‐ λόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ’ ὅτι Κρατῖνος ἐν
10Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος „μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγ‐ κης, ὥς φησι Κρατῖνος
εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς,
ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων“.
15ἔστι καὶ χωρίον ἐν Αἰγύπτῳ Δουλόπολις, ὥς φησιν Ὀλυμ‐ πιανός. τὸ ἐθνικὸν Δουλοπολίτης. Δούμαθα, πόλις Ἀραβίας. ὁ πολίτης Δουμαθηνός, ὡς Γλαῦκος ἐν βʹ Ἀραβικῆς ἀρχαιολογίας. Δοῦρα, πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ.
20τὸ ἐθνικὸν Δουρηνός. Δουρίοπος, πόλις Μακεδονίας. Στράβων ἑβδόμῃ. οὕ‐ τως καὶ ἡ χώρα. Δουσαρ, σκόπελος καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίας. εἴρηται δὲ ἀπὸ τοῦ Δουσάρου. θεὸς δὲ οὗτος παρὰ Ἄραψιν
25καὶ Δαχαρηνοῖς τιμώμενος. οἱ οἰκοῦντες Δουσαρηνοί ὡς Δα‐
χαρηνοί.237
Eth
.

238

Δραβῆσκος, Θρᾴκης χωρίον, Θουκυδίδης αʹ. τὸ δ’ ἐθ‐ νικὸν Δραβήσκιος. Δράγγαι, ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ. τὸ θηλυκὸν Δραγγηίς, ἡ χώρα Δραγγηνή, ὡς ἔθος. Σωφηνή
5γὰρ καὶ Ἀραξηνή. Δραγμός, πόλις Κρήτης, ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς. τὸ ἐθνικὸν Δράγμιος, ἢ Δραγμίτης, ὅπερ ἄμεινον. Δράκονον, ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. τὸ ἐθνικὸν Δρακόνιος ὡς Μυκόνιος, καὶ Δρα‐
10κονεύς. Δράκοντος νῆσος, Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῳ Λιβυκῶν. ὁ νησιώτης Δρακοντονήσιος ἢ Δρακοντονησίτης. Δρεπάνη, ἡ Φαιακία. τὸ ἐθνικὸν Δρεπανεύς ὡς Σχεριεύς. ἔστι καὶ πόλις Λυκίας Δρεπάνα. ὁ πολίτης ὁμοίως. καὶ
15Δρέπανα οὐδετέρως, πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ. ἔστι καὶ ὄρος
Αἰθιοπίας. τῆς δὲ Βιθυνίας φησὶν ὠνομάσθαι ὅτι „Δρεπάνην238
Eth
.

239

κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου“. τὸ ἐθνικὸν Δρεπανεύς, καὶ θηλυκὸν Δρεπανηίς. Δρεσία, πόλις Φρυγίας. Διονύσιος ἐν Βασσαρικῶν γʹ „Βούδειαν Δρεσίην τε καὶ οἳ μηλώδεα γαῖαν“. τὸ ἐθνικὸν
5Δρεσιεύς. Δρῖλαι, συνοικία τῆς Ποντικῆς, Τραπεζοῦντος οὐ πόρρω, ὡς Ξενοφῶν ἐν ἀναβάσεως πέμπτῳ. Δριλώνιος, πόλις μεγάλη, ἐσχάτη τῶν Κελτικῶν. τὸ ἐθνικὸν Δριλώνιος, ὡς Θεόπομπος μγʹ.
10 Δρόγγιλον, χωρίον Θρᾴκης, Θεόπομπος Φιλιππικῶν θʹ. τὸ ἐθνικὸν Δρογγίλιος. Δρύαινα, πόλις Κιλικίας, κτίσμα Δρυαίνου, ἡ μετονο‐ μασθεῖσα Χρυσόπολις. τὸ ἐθνικὸν Δρυαινίτης. Δρυίδαι, ἔθνος Γαλατικὸν φιλόσοφον, ὡς Λαέρτιος
15Διογένης ἐν φιλοσόφῳ ἱστορίᾳ. Δρύμη, πόλις Λιβύης, Στράβων ιζʹ. ὁ πολίτης Δρυ‐ μαῖος ὡς Βαρκαῖος Κυρηναῖος. Δρυμία, πόλις Φωκίδος. Παυσανίας ιʹ „Δήμητρος δὲ θεσμοφόρου Δρυμίοις ἱερόν ἐστιν ἀρχαῖον“. τὸ ἐθνικὸν Δρυ‐
20μιεύς ἐκ τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου. Δρυμοῦσσα, νῆσος Ἰωνίας, Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνι‐ κὸν Δρυμουσσαῖος. Δρυόπη, πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. ὁ πολίτης Δρυοπαῖος, ὡς Ἡρόδωρος, ὃν παρατίθησιν Ἐπα‐
25φρόδιτος. οἱ δὲ περὶ τὴν Οἴτην Δρύοπες ἀπὸ Δρυόπης τῆς239
Eth
.

240

Εὐρυπύλου θυγατρός. ἔστι καὶ Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. λέγεται καὶ Δρυοπίς καὶ Δρυοπηίς καὶ Δρυοπία. Δρῦς, πόλις Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις τῶν Οἰνώτρων. ὁ πολίτης Δρυεύς καὶ Δρυηίς. ἔστι καὶ κώμη
5Κιλικίας παρὰ τῷ Ἀρῷ ποταμῷ. Δυμᾶνες, φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς, Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες ἐξ Ἡρακλέους. καὶ προσετέθη ἡ Ὑρνηθία, ὡς Ἔφορος αʹ „Αἰγίμιος γὰρ ἦν τῶν περὶ τὴν Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ
10Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδιδοὺς ἀνθ’ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν“. οἱ οἰκοῦντες Δυμᾶνες. καὶ Δυμανίς τὸ θηλυκόν „στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο“. καὶ Δύμαινα. Εὐφορίων Χιλιάσι „δαίμων ..σαιτο φιλοπλοκάμοισι Δυμαίναισ“. τὰ
15ἐθνικὰ δὲ τῶν λοιπῶν ἐν τοῖς περὶ αὐτῶν ἐροῦμεν τόποις.
Δύμη, πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν ὅθεν καὶ Καλ‐240
Eth
.

241

λίμαχος ἐν ἐπιγράμμασιν „εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ...“ καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στράτος, ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος „τούτων ἀπέχουσα στα‐
5δίους ρκʹ ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι“. ὁ πολίτης Δυ‐ μαῖος. Ἔφορος κδʹ „παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντεσ“. καὶ Παυσα‐ νίας ζʹ „Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην“. καὶ πάλιν „Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα“.
10καὶ ἐν τῷ ηʹ „τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι“. καὶ Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος „τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι“. καὶ Φίλιστος Σικελικῶν αʹ „ἐπὶ τῆς ὀλυμπιάδος ἣν Οἰβώτας [ὁ Δυμαῖος] ἐνίκα στάδιον“. καὶ Ἀπολλόδωρος ἐν χρονικῶν αʹ „πόλεμος ἐνέστη τοῖς τε Δυ‐
15μαίοις ὅθεν ...“ καὶ Θεόπομπος μʹ „προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖοσ“. τὸ θηλυκὸν Δυμαία. Εὐφο‐ ρίων „ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίησ“, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ
20Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ
Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν241
Eth
.

242

Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος
ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων
ὡμίλης’, εἵως διεπέρσατε Δύμιον ἄστυ.
5 Δύνδασον, πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ „αὖθις δ’ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι“. τὸ ἐθνικὸν Δυνδασεύς ὡς Πηγασεύς. Δυρβαῖοι, ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδι‐ κήν. Κτησίας ἐν Περσικῶν ιʹ „χώρη δὲ πρὸς αὐτὸν πρόσκει‐
10ται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτ’
15ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ242
Eth
.

243

ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες, καὶ ἐσθίουσι μάζας ποῶν“. Δυρράχιον, πόλις Ἰλλυρική, [καὶ] Ἐπίδαμνος κλη‐ θεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ
5Ποσειδῶνος ὁ Δυρράχιος· ἀφ’ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. [Στράβων δ’ ἐν ηʹ φησί] „μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφ’ ἧς
10ἵδρυται“. Δέξιππος δὲ ἐν χρονικῶν ιʹ φησὶν οὕτως „καὶ Μα‐
κεδόνων τὴν [πρότερον] μὲν Ἐπίδαμνον, ἐσύστερον δὲ Δυρ‐243
Eth
.

244

ράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα κατὰ κράτος αἱροῦσιν“. Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ τοῦ ς Δυσράχιον αὐτὴν καλεῖ „Δυσραχίου τ’ Ἐπίδαμνος ἐπ’ ἀγχιάλου χθονὸς ἀκτῆσ“. ἔστι καὶ ἄλλη Λακωνικῆς μία
5τῶν ρʹ. λέγεται δὲ καὶ ἡ χώρα τῆς Ἰλλυρίας Δυρραχία. Εὐ‐ φορίων „ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων“. καὶ δῆλον ὅτι Δυρράχιος τὸ τούτου ἀρσενικόν, ὡς τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριος, Βυζάντιον Βυζάντιος, Θούριον Θούριος, Κού‐ ριον Κούριος. Ἐρατοσθένης γʹ γεωγραφουμένων „ἐχόμενοι
10δ’ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῶος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δεί‐ κνυνται“. ὅμως δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ
Βάλακρος ἐν Μακεδονικοῖς φησί „καὶ τούτων αἱ πόλεις Δυρ‐244
Eth
.

245

ραχηνοῖς τε καὶ Ἀπολλωνιάταις ἐπιδιῄρηνται“. καὶ Ἑρέννιος Φίλων ἐν τοῖς Ἰατρικοῖς Δυρραχηνὸν ἀναγράφει Φιλωνίδην οὕτως „Ἀσκληπιάδης ἀκουστὰς ἔσχε Τίτον Αὐφίδιον Σικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον“. καὶ
5πάλιν „Φιλωνίδης δὲ ὁ Δυρραχηνὸς ἤκουσε μὲν Ἀσκληπιάδου, ἰατρεύσας δὲ ἐν τῇ πατρίδι ἐνδόξως συνετάξατο βιβλία μέ“. λέγει δὲ Παυσανίας ϛʹ περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως „Ἐπιδάμνιοι μὲν χώραν ἥν περ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δ’ ἀφεστηκυῖαν
10ὀλίγον· ὄνομα δὲ τῇ πόλει [τῇ νῦν] Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ“. Δυσπόντιον, πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέ‐ λοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. ἀπὸ ταύτης Ἀντίμαχος ἦν ὀλυμπιονίκης νικήσας [ἐν ὀλυμπιάδι]
15στάδιον. Φλέγων ἐν ὀλυμπιάδι βʹ „Ἀντίμαχος Ἠλεῖος ἐκ Δυσποντίου στάδιον“. καὶ ἐν κζʹ „Δάιππος Κροτωνιάτης πύξ, Ἠλείων ἐκ Δυσποντίου τέθριππον“. μέμνηται δ’ αὐ‐ τῆς καὶ Τρύφων ἐν παρωνύμοις γράφων οὕτως τὸ ἐθνικόν
„οἱ δὲ Δυσποντεῖς οὐ παρὰ τὴν πόλιν Δυσπόντιον καλοῦνται245
Eth
.

246

(ἐλέγοντο γὰρ Δυσποντιεῖς), παρὰ δὲ τὸν Πέλοπος υἱὸν Δύσποντον“. Δύστος, πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ „ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων
5ἐστράτευσεν ἐπὶ πόλιν Δύστον“. τὸ ἐθνικὸν Δύστιος. Δωδώνη, πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ’ ἣν Δωδωναῖος Ζεύς „Δωδώνης μεδέων δυσχειμέρου“. καὶ Διο‐ νύσιος „Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται“. Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν
10καὶ Θεσπρωτικήν, οὕτως „Δωδώνην νῦν φησι τὴν Θεσπρωτι‐ κὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ’ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία“. ἔοικε δὲ οὕτως ἐπιλε‐ λῆσθαι τό „ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους’ ὑποφῆται ἀνιπτόπο‐ δες χαμαιεῦναι“. πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεττα‐
15λικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ πʹ τῆς
Ἰλιάδος „τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον246
Eth
.

247

‚τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔ‐ χεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδω‐ ναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε,
5ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο“. καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον με‐
10τενεχθῆναι. „ὠνόμασται δὲ κατὰ Θρασύβουλον“ ὡς Ἐπαφρό‐ διτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων „ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ, ὃν παρατί‐ θησιν ὁ τεχνικὸς ἐν τῷ αʹ τῆς καθόλου λέγων οὕτως ‚Δώδων
15ποταμὸς Ἠπείρου‛. διτταὶ δ’ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέασ“. λέγεται καὶ Δωδών,
ἧς τὴν γενικὴν Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι „νῦν δ’ οὔτε247
Eth
.

248

μ’ ἐκ Δωδῶνος οὔτε Πυθικῶν γυ... τις ἂν πείσειεν“. καὶ δοτικήν „Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν“. καὶ ἐν Τραχινίαις „ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη“. καὶ Καλλίμαχος „τὸν ἐν Δωδῶνι
5λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον“. καὶ τὴν αἰτιατικήν φησιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ „ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν“. λήγεται δὲ καὶ εἰς ω· Σιμμίας ὁ Ῥόδιος „Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ“. ἠδύνατο δὲ ἡ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως
10καὶ κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸς μεταπλασμὸν ἡγεῖ‐ σθαι. τὸ ἐθνικὸν ταύτης ἄρρητον ὡς πεπονθυίας· εἰ δέ τις σχηματίσειεν, ἔσται Δωδώνιος, ὡς Πλευρῶνος Πλευρώ‐ νιος, Καλυδῶνος Καλυδώνιος. τῆς μέν τοι Δωδώνης Δω‐
15δωναῖος. Ἑκαταῖος Εὐρώπῃ „Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι“. καὶ Ὅμηρος „Ζεῦ ἄνα Δωδωναῖε“. καὶ Κρατῖνος Ἀρχιλόχοις „Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώσ“. καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος „στεῖραν Ἀθη‐
20ναίη Δωδωνίδος ἥρμοσε φηγοῦ“. καὶ Σοφοκλῆς Ὀδυσσεῖ
ἀκανθοπλῆγι „τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδασ“. Ἀπολ‐248
Eth
.

249

λόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ „καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν“. ἔστι καὶ Δωδωναῖον χαλκίον παροιμία ἐπὶ τῶν πολλὰ λα‐
5λούντων, ὡς μὲν ὁ Δήμων φησίν „ἀπὸ τοῦ τὸν ναὸν τοῦ Δωδωναίου Διὸς τοίχους μὴ ἔχοντα, ἀλλὰ τρίποδας πολλοὺς ἀλλήλων πλησίον, ὥστε τὸν ἑνὸς ἁπτόμενον παραπέμπειν διὰ τῆς ψαύσεως τὴν ἐπήχησιν ἑκάστῳ, καὶ διαμένειν τὸν ἦχον ἄχρις ἄν τις τοῦ ἑνὸς ἐφάψηται“. ἡ παροιμία δὲ οὔ
10φησιν εἰ μὴ χαλκίον ἕν, ἀλλ’ οὐ λέβητας ἢ τρίποδας πολλούς. προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι ἀκριβῶς τὴν Δω‐ δώνην ἐπισταμένῳ. καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν βʹ „ἐν τῇ Δωδώνῃ στῦλοι δύο παράλληλοι καὶ πάρεγγυς ἀλλήλων. καὶ ἐπὶ μὲν θατέρου χαλκίον ἐστὶν
15οὐ μέγα τοῖς δὲ νῦν παραπλήσιον λέβησιν, ἐπὶ δὲ θατέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέ‐
20βαινε ψαύειν τοῦ χαλκίου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν, ἕως ἂν ὁ ἄνεμος διαμένῃ“. „καὶ κατὰ μέν τοι τοὺς ἡμετέρους [χρόνουσ]“ φησὶν ὁ Ταρραῖος „ἡ μὲν λαβὴ τῆς μάστιγος
[διασέσωσται], οἱ δὲ ἱμάντες ἀποπεπτώκασιν. παρὰ μέντοι249
Eth
.

250

τῶν ἐπιχωρίων τινὸς ἠκούσαμεν ὡς, ἐπείπερ ἐτύπτετο μὲν [τὸ χαλκίον] ὑπὸ μάστιγος ἤχει δ’ ἐπὶ πολὺν χρόνον, ὡς χειμερίου τῆς Δωδώνης ὑπαρχούσης, εἰκότως εἰς παροιμίαν περιεγένετο“. μέμνηται αὐτῆς Μένανδρος ἐν Ἀρρηφόρῳ
5ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τίς, ἢ τίτθην καλῇ, πέρας [οὐ] ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ’ ὁ παριών, τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
10
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει. Δωνεττῖνοι, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν „αὐτὰρ Δωνεττῖνοι ἰδ’ ὀτρηροὶ Κεραῗνεσ“. καὶ ἐν τῇ ζʹ „ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρεσ“.
Δῶρα, νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ250
Eth
.

251

„τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα“. ὁ νησιώτης Δωρίτης, ὡς τοῦ Στάγειρα Σταγειρίτης Ἄβδηρα Ἀβδηρίτης. οὕτω καὶ Ὦρος. εἰ δὲ τῷ τῆς χώρας τύπῳ χαρακτηρισθῆναι δεῖ, Δωρη‐
5νός ὡς Σωφηνός Ἀραξηνός Νισιβηνός. Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει „καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον“. Δικαίαρχος δὲ τέτταρας ταύ‐ τας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον „τῶν δ’ ἐν τῇ Πελασγιώ‐
10τιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . . . . . . τῶν εἰς Κρήτην ψ . . . . . λόμενον αὐτοῦ κ . . . . . ων· τὴν πρότε . . . . .
15Δωρίδα καλ . . . . . . ᾤκισε· κυτι . . . . . .
ὕστερον οἱ μ . . . . . .251
Eth
.

252

ἐν Πελοπ . . . . . . μονα ἄρ . . . . . . σαν· τὸ δ . . . . . . ἐν πεδ . . . . . .
5διτος . . . . . . μεταγ . . . . . . δώρι . . . . . . γόρ . . . . . . ὁλο . . . . . .
10στορ . . . . . . ἀρ . . . . . . . ἀ . . . . . . . φ . . . . . . . ρ . . . . . . .
15μ . . . . . . . φ . . . . . . . . . . . . ῳ περὶ Μεσσήνην κα‐ . . . . . ἁρμονίαν καὶ τῆς . . . . . ρορεῦσαι Δώριον. εἶ
20. . . . . οὐ πρῶτον ἐν δελ‐252
Eth
.

253

. . . . . στήματι τούτῳ . . . . . ρεῦσαι τοὺς ἄλλους . . . . . ιοι γὰρ ἀφ’ ὧν . . . . . ς ὡς Σουνιεὺς
5. . . . . . τὸ γένος . . . . . . γορίαν εἴ‐ . . . . . . Δωριὰν . . . . . . ς Ζεὺς . . . . . . Δωριεῖς δὲ
10. . . . . . ὶ τὸν . . . . . . ον οἳ . . . . . . ο. θου . . . . . . ομ . . . . . . . .
15. . . . . . . . . . . . . . . . . . . . . . . γῶν . . . . . . . ς . . . . . . . .
20. . . . . . . . . . . . . . . . γνώμην εἶχον τὴν ἀποικίαν ἐκπέμπειν τοῖς τε Τραχινίοις βου‐ λόμενοι καὶ Δωριεῦσι τιμωρεῖν“. Ἡρόδοτος δὲ ἐν τῇ αʹ περὶ τοῦ Δωρικοῦ γένους φησὶ πολυπλάνητον αὐτὸ καλῶν καὶ
25δεικνὺς οὕτως „τὸ δὲ πολυπλάνητον κάρτα· ἐπὶ μὲν γὰρ253
Eth
.

254

Δευκαλίωνος βασιλέος ᾤκεε τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην καλεομένην Ἱστιαιῶτιν, ἐκ δὲ Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, ᾤκεεν ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον, ἐντεῦθεν
5δὲ αὖτις εἰς τὴν Δρυοπίδα μετέβη, καὶ ἐκ τῆς Δρυοπίδος οὕτως ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη“. καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο „Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί“. περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα
10ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. μέμνηται τῆς Δωρίδος τῆς Θετταλικῆς Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου, [τοῦ] νικήσαντος τοὺς
15ἐν Ἄρνῃ Βοιωτούς „ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ’ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ’ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη“.
20Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ „μετὰ δὲ ἡ254
Eth
.

255

πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται“. καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας „ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεωσ“. καὶ πάλιν „Ἀζώτῳ καὶ Δώροις ὁρι‐ ζόμενοι“. καὶ ἐν ϛʹ „εἶναί τι γύναιον ἐν πόλει Δώρῳ“. καὶ
5πάλιν „ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον“. καὶ Κλαύδιος Ἰούλιος ἐν γʹ Φοινικικῶν „μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινίκων αὐτὴν οἰκούντων, οἳ διὰ τὸ ὑπόπετρον τῶν τε αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες κα‐ λιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλόμενοι χάρακας, ὡς
10ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας, τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβάλοντο καὶ τὴν εὔορ‐ μον χηλὴν ὅπως [οἷόν] τε ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δώρ καλοῦντες. οἱ δ’ Ἕλληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦνται Δῶρα τὴν πόλιν.
15καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι“. καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπι‐ τομῇ τῶν ιαʹ „συνεχῶς δ’ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχο‐ μένου τοῦ ὄρους τοῦ Καρμήλου“. καὶ ἐν θʹ γεωγραφουμένων
20τὸ αὐτό. Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν χρονικῶν δʹ „εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν“. καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ
„Δῶρός τ’ ἀγχίαλός τ’ Ἰόπη προύχουσα θαλάσσησ“. καὶ Χά‐255
Eth
.

256

ραξ ιαʹ „Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορ‐ κούμενος ὑπ’ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην“. τὸ ἐθνικὸν Δωρίτης, ὃ καὶ ταῖς δύο καταλήξεσιν ἀναλογεῖ, τῇ μὲν Δῶρα Δωρίτης, ὡς Στάγειρα Σταγειρίτης,
5ὡς εἴρηται, τῆς δὲ Δῶρος ὁμοίως Δωρίτης, [ὡς] Σκίρος Σκι‐ ρίτης, χῶρος χωρίτης, μέσος μεσίτης, Κοπτός Κοπτίτης, Δίολ‐ κος Διολκίτης. Παυσανίας δὲ ἐν τῇ τῆς πατρίδος αὐτοῦ κτίσει Δωριεῖς αὐτοὺς καλεῖ τῇδε γράφων „Τύριοι Ἀσκαλωνῖται Δωριεῖς Ῥαφανεῶται“, ὥστε παρὰ τὴν Δῶρον τὸ Δώριον
10εἶναι, οὗ ἂν εἴη τὸ Δωριεύς, ὡς τοῦ Χήσιον τὸ Χησιεύς. ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ „Κα‐ ρικὸς φόρος· Δῶρος, Φασηλῖται“. Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι,
15ὧν ἡ χώρα Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις „οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον“. ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ
Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ256
Eth
.

257

Νεώνου τοῦ Ἕλληνος. Μνασέας δέ „ἀπὸ Δώτου τοῦ Πε‐ λασγοῦ. ἔστι δὲ τὸ πεδίον αὐτὸ καθ’ ἑαυτὸ ἰδίοις ὄρεσι περιεχόμενον“. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις „καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλα‐
5τος ἐν δισκήματι“. καὶ ἐν Λημνίαις προτέραις „Φερητίδης τ’ Ἄδμητος ἠδ’ ὁ Δωτιεὺς Λαπίθης Κόρωνοσ“. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν „αὐδὴν εἰσάμενος Δω‐ τηίδι Νικοτελείῃ“. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σο‐ φοκλῆς ἐν Πηλεῖ „βασιλεὺς χώρας τῆς Δωτιάδοσ“. καὶ
10Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει „ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆεσ“. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης „φεύγοντας γαίης ἔκτοθι Δωτιάδοσ“. καὶ οὐδέτερον Δώτιον, Διονύσιος ἐν αʹ Γιγαντιάδος „καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα“. καὶ τὸ ἑνικὸν ἐν τῷ βʹ „καὶ κε‐
15νεὸν βρόντησε λέβης ἀνὰ Δώτιον Ἄργοσ“. ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν ηʹ
„Δῶτος ὁ Πελασγοῦ, ἀφ’ οὗ τὸ Δώτιον πεδίον“. ἐκ περιττοῦ257
Eth
.

258

τοίνυν Ὦρος ἐν τοῖς ἐθνικοῖς τῇδε γράφει „καὶ τὰ περὶ Θά‐ μυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ, πάλιν Ἡσίοδος Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι“. συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις τῶν ἐθνικῶν. ἐπά‐
5γει γοῦν „οὐ γὰρ ὡς ἡ Καλχηδών καὶ Καρχηδών καὶ τὰ τοιαῦτα λέγεται. ἡ μὲν γὰρ διὰ τοῦ λ περὶ τὸν Πόντον, ἡ δὲ διὰ τοῦ ρ πρὸ τῆς Λιβύησ“. ἡμεῖς δὲ προὔφθημεν δεί‐ ξαντες διὰ πολλῶν μαρτυριῶν ἕτερον [τὸ] διὰ τοῦ ρ Δώριον
καὶ ἕτερον τὸ διὰ τοῦ τ Δώτιον.258
Eth
.

259

Ἔαρες, ἔθνος Ἰνδικὸν τῶν μετὰ Δηριάδου Διονύσῳ πολεμησάντων. Διονύσιος ἐν Βασσαρικῶν δʹ „οἱ δὲ θοῶς προγένοντο Διωνύσου κατὰ φήμης .... Ἔβορα, πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. τὸ ἐθ‐
5νικὸν Ἐβορεύς. Ἐβραῖοι. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι
Χάραξ.259
Eth
.

260

Ἐβρών, πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. τὸ ἐθνικὸν Ἐβρωνηνός. Ἔγγαδα, κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. τὸ ἐθνικὸν Ἐγγαδηνός ὡς Ζοαρηνός, καὶ θηλυκῶς καὶ οὐδετέρως.
5 Ἐγγελᾶνες, ἔθνος Ἰλλυρίας, οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. Ἔγγυον, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἐγγυῗνος, ὡς Ῥηγῖνος. Ἔγεστα, πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα, ὡς Φίλων.
10ἀπὸ Ἐγέστου τοῦ Τρωός. τὸ ἐθνικὸν Ἐγεσταῖος, καὶ θηλυκῶς. Ἔγρα, πόλις Ἀραβίας πρὸς τῷ Ἀιλανίτῃ κόλπῳ. τὸ ἐθνικὸν Ἐγρηνός ὡς Βοστρηνός. Ἐγχελεῖς, ἔθνος Ἰλλύριον, ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ
15Ἐγχελέας. λέγεται καὶ Ἐγχελίς θηλυκῶς. οἱ οἰκοῦντες Ἐγχελεῖς. Ἔδδανα, πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. τὸ ἐθνικὸν Ἐδδανεύς. Ἐδεβησσός, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν αʹ. τὸ ἐθνικὸν Ἐδεβησσεύς καὶ Ἐδεβήσσιος.
20Ἔδεσσα, πόλις Συρίας. διὰ τὴν τῶν ὑδάτων ῥύμην
οὕτω κληθεῖσα. ἀπὸ τῆς ἐν Μακεδονίᾳ. [τὸ ἐθνικὸν] κατὰ260
Eth
.

261

μὲν τοὺς ἐγχωρίους Ἐδεσσηνός, παρὰ δὲ τοῖς πλείοσιν [τῶν ἀρχαίων] Ἐδεσσαῖος. Ἐδουμαῖοι, ἔθνος Ἀράβιον, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τετάρτῳ. τινὲς δὲ διὰ τοῦ ι γράφουσιν, ὡς εἰρήσεταί μοι
5ἐν τῷ ι. Ἕδρα, ἡ καθέδρα. οὕτω λέγονται ἕδραι βουλῆς. ἀφ’ οὗ ἑδρίτης ὁ ἱκέτης. Ἐθνέσται, ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν Νεο‐ πτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ.
10 Εἰδομεν, πόλις Μακεδονίας, Θουκυδίδης βʹ. τὸ ἐθ‐ νικὸν Εἰδομένιος ὡς Κλαζομένιος. Εἴζηλος, φρούριον Σικελίας. τὸ ἐθνικὸν Εἰζηλῖνος. Εἰλέσιον, [πόλις Βοιωτίας.] Ὅμηρος „καὶ Εἰλέσιον καὶ Ἐρύθρασ“. τὸ ἐθνικὸν Εἰλεσιεύς.
15 Εἰληθυίας, πόλις Αἰγυπτιακή. τὸ ἐθνικὸν Εἰληθυι‐ οπολίτης. Εἴνατος, πόλις Κρήτης, ὡς Ξενίων φησί. τὸ ἐθνικὸν Εἰνάτιος. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην.
20 Εἰρεσίδαι, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Εἰρεσίδης. τὰ τοπικὰ ἐξ Εἰρεσιδῶν, καὶ τὰ λοιπὰ οὕτως.
ἘκαδήμειαἈκαδήμεια, ἀπὸ Ἀκαδήμου. καὶ Ἀθή‐261
Eth
.

262

νησι τόπος, ὁ Κεραμεικός. ὁ ἥρως δὲ διὰ τοῦ ε γράφεται. οἱ δ’ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεμήδειόν φασιν. μὴ βουλόμενοι δὲ σώζεσθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφασαν. ὁ
5δημότης Ἀκαδημαϊκός, τροπῇ καὶ τοῦ τελευταίου ε εἰς η. Ἑκαλ, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Ἑκάλιος. τὰ τοπικὰ Ἑκαλῆθεν Ἑκαλήνδε Ἑκαλῆσι. καὶ Ἑκάλειος Ζεύς. Ἑκατησία. οὕτως ἡ Ἰδριὰς πόλις ἐκαλεῖτο Καρίας. ναὸν γὰρ τεύξαντες οἱ Κᾶρες τὴν θεὸν Λαγινῖτιν ἐκάλεσαν
10ἀπὸ τοῦ φυγόντος ζῴου ἐκεῖ, καὶ τὰ Ἑκατήσια τελοῦντες οὕ‐
τως ὠνόμασαν. ὁ πολίτης Ἑκατήσιος.262
Eth
.

263

Ἑκατόννησοι. οὕτως περὶ τὴν Λέσβον νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα· τιμᾶται γὰρ δια‐ φόρως ἐν τοῖς τόποις, Σμινθεύς Κιλλαῖος Γρυνεύς. οἱ οἰκοῦν‐ τες Ἑκατοννήσιοι.
5 Ἑκατόμπυλος, πόλις Παρθίας, ἀνατολικωτέρα Περ‐ σίδος. τὸ ἐθνικὸν Ἑκατομπύλιος. Ἐκβάτανα, ἡ μεγάλη μερὶς τῆς Μηδίας. ἔστι καὶ Συ‐ ρίας πόλις. τὸ ἐθνικὸν Ἐκβατανηνός ὡς Ταβηνός. Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον,
10Κιδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ ε ψιλοῦ Ἐλέα, ἐξ ἧς Ἐλεᾶται. τῆς δὲ προ‐ τέρας Ἐλαῗται. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλη‐ σίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.
15 Ἐλαιεύς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύ‐ σιος. Διόδωρος δ’ Ἐλαιοῦς, ἀφ’ οὗ ὁ δημότης Ἐλαιούσιος. τὰ τοπικὰ Ἐλαιουντόθεν καὶ Ἐλαιοῦντάδε καὶ Ἐλαιοῦντι. λέγεται καὶ ἐξ Ἐλαιέως. Ἐλαίου τεῖχος, πόλις Λυκίας. τὸ ἐθνικὸν Ἐλαιο‐
20τειχίτης. Ἐλαιοῦς, πόλις ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Ἐλαιούσιος, καὶ τὸ θηλυκὸν Ἐλαιουσία. ἔστι καὶ Ἄργους Ἐλαιοῦς.
Ἐλαιοῦσσα, νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον, ἡ νῦν263
Eth
.

264

Σεβαστή πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. τὸ ἐθνικὸν Ἐλαιούσσιος. Ἐλάτεια, πόλις μεγίστη Φωκίδος, ἀπὸ Ἐλάτου. ἐστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ἐλατεύς. ἔστι καὶ Θεσπρωτίας.
5ἣν καὶ Ἐλάτριαν φασὶ διὰ τοῦ ρ, καὶ τὸ ἐθνικὸν Ἐλατριεύς. Ἐλαύια, φρούριον Σικελίας. Φίλιστος βʹ. τὸ ἐθνικὸν Ἐλαυιάτης [καὶ Ἐλαυίτης], ὡς Ἰαμνιάτης καὶ Ἰαμνίτης. Ἐλαφόνησος, μία τῶν Σποράδων νήσων, ἔχουσα πόλιν ὁμώνυμον. τὸ ἐθνικὸν Ἐλαφονήσιος.
10 Ἐλβέστιοι, ἔθνος Λιβύης. Φίλιστος ηʹ „περὶ δὲ τοὺς Λίβυας ...“ Ἑκαταῖος Εὐρώπῃ „Ἐλβέστιοι καὶ Μαστιηνοί“ Ἔλβονθις, πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης. τὸ ἐθνικὸν Ἐλβονθίτης, ὡς Φλέγων. Ἐλβ, νῆσος, Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Ἐλβῷος,
15ὡς Σαρδῷος. Ἔλγος, πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. τὸ ἐθνικὸν Ἔλγιος καὶ Ἐλγαῖος ὡς Σιγγαῖος. Ἐλέα, πόλις Ἰταλίας, ὡς εἴρηται. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ, ἡ νῦν
20Βελέα. Ἐλέγεια, χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρ‐
θικῶν ηʹ. τὸ ἐθνικὸν Ἐλεγεύς ὡς Σελευκεύς.264
Eth
.

265

Ἑλένειος, τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιη‐ γήσει Λιβύης. τὸ ἐθνικὸν Ἑλενειεύς. Ἑλένη, νῆσος τῆς Ἀττικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἐκαλεῖτο
5δὲ Μάκρις διὰ τὸ μῆκος. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐφ’ ᾗ Ἑλένη ἐλούσατο. τὸ ἐθνικὸν Ἑλεναῖος ὡς Κασμεναῖος, ἢ Ἑλενίτης ἢ Ἑλένειος. Ἐλευθέρα Κιλικία, μέρη αὐτῆς ἐν διαφόροις τόποις. οἱ οἰκήτορες Ἐλευθεροκίλικες, νῦν δὲ Ἐλευθερῖται.
10 Ἐλευθερα, πόλις Βοιωτίας, ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλ‐ λωνος. ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥ τις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ, διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι.
15ἔστι καὶ πόλις Λυκίας ἀπό τινος νύμφης. ὁ πολίτης Ἐλευ‐ θερεύς, ἢ Ἐλευθεραῖος, ὡς Ἡρακλείδης. Ἐλευθέριον, πολίχνιον Μυσίας. οἱ οἰκῆται Ἐλευθεριεῖς,
ὡς Βουπράσιον Βουπρασιεῖς.265
Eth
.

266

Ἐλευθερίς, πόλις Βοιωτίας Ὠρωποῦ πλησίον, Κόθου καὶ Ἀίκλου [κτίσμα]. Θεόπομπος μʹ. τὸ ἐθνικὸν Ἐλευθερίτης. Ἐλευθερίσκος, πόλις Μακεδονίας. Θεαγένης Μακε‐ δονικοῖς. τὸ ἐθνικὸν Ἐλευθερίσκιος ὡς Τριποδίσκιος.
5 Ἐλεύθερνα, πόλις Κρήτης, ἀφ’ ἑνὸς τῶν Κουρήτων. οἱ πολῖται Ἐλευθερναῖοι. καὶ Ἐλευθερνεύς. Ἐλευσίς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐλευσίνιος. τὰ τοπικὰ Ἐλευσινόθεν Ἐλευσῖνάδε καὶ Ἐλευσῖνι. λέγεται καὶ Ἐλευσινιακός καὶ Ἐλευσινιάς. ἔστι καὶ Δήμητρος
10καὶ Κόρης Ἐλευσινίας ἱερόν. Ἐλεύτιοι, ἔθνος τῆς Ἰαπυγίας, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν ὁμοίως. [Ἐλεφαντίνη, πόλις Αἰγύπτου.] Παρθένιος δὲ Ἐλε‐ φαντίδα αὐτήν φησιν. τὸ ἐθνικὸν τῆς μὲν προτέρας Ἐλε‐
15φαντινίτης, τῆς δ’ Ἐλεφαντίδος Ἐλεφαντίτης. [Ἐλεών, πόλις τῆς Ταναγρικῆς.] Ἐλιβύργη, πόλις Ταρτησσοῦ, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἐλιβύργιος. Ἑλίκη, πόλις Πελοποννήσου. Ὅμηρος „οἱ δέ τοι εἰς
20Ἑλίκην τε καὶ Αἰγάσ“. ἀπὸ Ἑλίκα τοῦ Λυκάονος, ἢ Ἑλίκης
τῆς Ἴωνος μὲν γυναικός Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυ‐266
Eth
.

267

γατρός. ὁ πολίτης Ἑλικώνιος ἀπὸ τοῦ κτιστοῦ Ἑλικῶνος, καὶ Ἑλικωνία τὸ θηλυκόν. ἴσως δὲ τοῦτο ἀπὸ τοῦ ὄρους γέγονεν. ἔστω οὖν Ἑλικεύς, ἢ Ἑλικωνίτης· ἴσως ἀπὸ τοῦ Ἑλικώνιος· ἢ Ἑλικήσιοι. [ἔστι καὶ ἄλλη Θετταλική.]
5 Ἐλιμία, πόλις Μακεδονίας, Στράβων ἑβδόμῳ. ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρη‐ νῶν βασιλέως. τὸ ἐθνικὸν Ἐλιμιώτης. Ἀλέξανδρος δ’ ἐν Εὐρώπῃ Ἐλίμειον φησί, διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος τοῦ ι.
10 Ἔλινοι, ἔθνος Θεσπρωτικόν, Ῥιανὸς δʹ Θεσσαλικῶν. καὶ Ἐλινία ἡ χώρα. ἔστι καὶ Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐλινῖνος. Ἐλίξοια, νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.
15Ἐλίσυκοι, ἔθνος Λιγύων, Ἑκαταῖος Εὐρώπῃ.267
Eth
.

268

Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πο‐ λύβιος ιϛʹ. τὸ ἐθνικὸν Ἑλλαῖος. Ἑλλάς, πόλις Θεσσαλίας. „πολλαὶ Ἀχαΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε“. ἐκτίσθη ὑπὸ Ἕλληνος, οὐ τοῦ Δευ‐
5καλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππης τῆς Ἴρου. ὁ δὲ Φθῖος ἦν Ἀχαιοῦ. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. τὸ ἐθνικὸν Ἕλλην ὁμοίως τῷ πρωτοτύπῳ, καὶ Ἑλληνίς τὸ θηλυκόν, καὶ Ἑλληνικός, καὶ Ἑλλαδικός ἀπὸ τῆς Ἑλλάδος. Ἑλληνικόν καὶ Καρικόν, τόποι ἐν Μέμφιδι, ἀφ’ ὧν
10Ἑλληνομεμφῖται καὶ Καρομεμφῖται, ὡς Ἀρισταγόρας. Ἑλληνόπολις, πόλις Βιθυνίας. μετὰ τὸν ἀνοικισμὸν Βισάλθης. τὸ ἐθνικὸν Ἑλληνοπολίτης. Ἑλλήσποντος, ἡ χώρα ἡ παρακειμένη τῷ κόλπῳ, ἀπὸ Ἕλλης. οἱ οἰκήτορες Ἑλλησπόντιοι καὶ Ἑλλησποντία καὶ
15Ἑλλησποντίς. ἔστι δ’ ἀπὸ δύο παρηγμένον, ὡς παρ’ ὠκεανὸν παρωκεανῖτις, παρὰ ποταμῷ παραποτάμιος. Ἐλλοπία, χωρίον Εὐβοίας, καὶ αὐτὴ ἡ νῆσος, ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. τὸ ἐθνικὸν Ἐλλοπιεύς. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ
20Σελλοί. Ὅμηρος „ἀμφὶ δὲ Σελλοί“. ἔστι καὶ πόλις περὶ
Δολοπίαν, καὶ χώρα περὶ Θεσπιάς.268
Eth
.

269

Ἐλλόπιον, πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. τὸ ἐθνικὸν Ἐλλοπιεύς. Ἐλμαντικ, πόλις Ἰβηρίας τῆς ἐκτὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γʹ. τὸ ἐθνικὸν Ἐλμαντικός.
5 Ἕλος, πόλις Λακωνική. „καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον“. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ ι διαφέρει. λέ‐ γονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστι
10καὶ Ἕλος Αἰγύπτου. Ἕλουροι, Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιππος ἐν χρο‐ νικῶν ιβʹ. Ἐλοῦσα, πόλις τῆς νῦν μὲν Παλαιστίνης τρίτης, πάλαι δ’ Ἀραβίας. τὸ ἐθνικὸν Ἐλουσηνός.
15 Ἐλπία, πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. τὸ ἐθνικὸν Ἐλπιανός. Ἐλυμαία, χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ, τῆς Σου‐ σίδος ἐγγύς. οἱ οἰκοῦντες Ἐλυμαῖοι. Ἐλύμνιον, νῆσος Εὐβοίας, πόλιν ἔχουσα. λέγεται καὶ
20Ἐλυμνία. τὸ ἐθνικὸν Ἐλύμνιος ἢ Ἐλυμνιεύς. τῆς δ’ Ἐλυμ‐
νίας Ἐλυμνιάτης.269
Eth
.

270

Ἔλυρος, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. ὁ πολίτης Ἐλύριος. Ἔλωρος, πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν, ἀπὸ χειρὸς
5ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ἑβδόμῃ καὶ Ἐλωρίνην ὁδόν φησι. Ἔμβατον, τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνι‐ κῶν ὀγδόῃ.
10 Ἔμισα, πόλις Φοινίκης Λιβανουσίας, ὡς Λάρισα. καὶ Ἐμισαῖος τὸ ἐθνικόν, ὡς Λαρισαῖος. Διονύσιος δὲ ὁ ποιητὴς συνέστειλε τὸ ι. φησὶ γὰρ „τῆς δὲ πρὸς ἀντολίης Ἐμίσων πόλιν“, καὶ ἔοικε κλίνειν τὰ Ἔμισα· ἡ χρῆσις δὲ θηλυκῶς. ἔν τισι δὲ Ἔμεσα εὕρηται, ἀφ’ οὗ Ἐμεσηνός.
15 Ἐμπόριον, πόλις Κελτική, κτίσμα Μασσαλιωτῶν. δευ‐ τέρα Μακεδονίας. τρίτη Σικελίας. τετάρτη Καμπανίας. ὁ πολίτης Ἐμπορίτης. Ἐνετο. Ὅμηρος „ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων“. ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ
20Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν [Ἐνετικός]. ἔστι καὶ πόλις Ἐνετός, ἀφ’ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος,
ὡς Διογένης ἐν δευτέρῳ φιλοσόφου ἱστορίας.270
Eth
.

271

Ἐνίσπη, πόλις Ἀρκαδίας „καὶ ἠνεμόεσσαν Ἐνίσπην“. νῦν δ’ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. τὸ ἐθνικὸν Ἐνισπαῖος ἢ Ἐνισπίτης ἢ Ἐνισπεύς. Ἔννα, πόλις Σικελίας, κτίσμα Συρακοσίων, μετὰ οʹ ἔτη
5Συρακουσῶν. ὁ πολίτης Ἐνναῖος καὶ Ἐνναία. Ἐνόπη, πόλις τῆς Μεσσηνίας. Ὅμηρος „Καρδαμύλην Ἐνόπην“. τὸ ἐθνικὸν Ἐνοπεύς ὡς Ῥοδοπεύς. μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ. Ἔντελλα, πόλις Σικελίας, Ἔφορος ιϛʹ. ἦσαν δ’ οἱ
10οἰκοῦντες Καμπανοὶ τὸ γένος, σύμμαχοι Καρχηδονίων. τὸ ἐθνικὸν Ἐντελλῖνος. Ἐντριβα, ἔθνος Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ. Ἕξγυον, πόλις Σικελίας, γραφὴν ἀττικῶς ἔχουσα ὡς τὸ ἕξκλινος. λέγεται δ’ οὕτως διὰ τὸ ἓξ ἀγυιὰς ἔχειν.
15Ἐορδαῖαι δύο χῶραι, Μυγδονίας [καὶ Μακεδονίας].271
Eth
.

272

εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ἕκτῃ. ἐκλήθησαν καὶ Ἐορδισταί ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδός λυδίζω.
5 Ἐπάκρια, μία τῶν ἐπὶ Κέκροπος συνοικισθεισῶν δώ‐ δεκα πόλεων, διὰ τὸ ληίζεσθαι ὑπὸ Καρῶν [τὴν χώραν.] τὸ ἐθνικὸν Ἐπακριεύς. Ἐπαρῖται, ἔθνος Ἀρκαδίας. ἡ δὲ πόλις αὐτῶν Ἔπαρις ἔδει, οὐχ εὕρηται δέ. περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν καὶ Ἔφο‐
10ρος καὶ Ἀνδροτίων φασίν.
Ἐπειο, οἱ Ἠλεῖοι, ἀπὸ Ἐπειοῦ βασιλέως. τὸ θηλυκὸν272
Eth
.

273

Ἐπειάς καὶ Ἐπειίς. λέγονται καὶ πατρωνυμικῶς Ἐνδυμιω‐ νιάδαι. Ἐπίδαμνος, πόλις Ἰλλυρίας, ἐπὶ χερρονήσου τῆς καλου‐ μένης Δυρραχίου. ἔστι δ’ ἑτέρα ἐν τῷ Ἰονίῳ κόλπῳ. τὸ
5ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ δι‐ φθόγγου. τὸ θηλυκὸν Ἐπιδαμνιάς. Ἐπίδαυρος, πόλις πρὸς τῷ Ἄργει, θηλυκῶς λεγομένη. τὸ γὰρ „ἀμπελόεντ’ Ἐπίδαυρον“ μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς τὸ „ψολόεντος ἐχίδνησ“ παρὰ Νικάνδρῳ.
10τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν
βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος273
Eth
.

274

καὶ Ἐπίδαυρος. τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ἑκατόν, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπι‐ δαυριώτης φασίν.
5 Ἐπιεικίδαι, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Ἐπιεικίδης. τὰ τοπικὰ ἐξ Ἐπιεικιδῶν ἐν Ἐπιεικιδῶν [εἰς Ἐπιεικιδῶν]. Ἐπικηφισι, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ἐπικηφίσιος. τὰ τοπικὰ Ἐπικηφισιᾶθεν [Ἐπικηφισιάνδε καὶ
10Ἐπικηφισιᾶσι]. Ἐπιλευκάδιοι, πόλις μετὰ Ἀκαρνανίαν, Ἑκαταῖος Εὐ‐ ρώπῃ. τὸ ἐθνικὸν Ἐπιλευκάδιος ὁμοίως. Ἐπιπολα, χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ἕκτῃ. τὸ ἐθνικὸν Ἐπιπολαῖος τῷ κοινῷ τύπῳ.
15 Ἐπιτάλιον, πόλις τῆς Τριφυλίας, Πολύβιος τετάρτῃ. τὸ ἐθνικὸν Ἐπιταλιεύς. Ἐπιφάνεια, πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθο‐ ρίοις Ἀράδου, ἀφ’ ἧς Εὐφράτης ὁ στωικὸς φιλόσοφος. δευ‐ τέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. ἐκλήθη
20δὲ καὶ Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα. ὁ πολίτης Ἐπιφανεύς. Ἐπουία, πόλις, ἡ νῦν Ἀμβρακία, ἡ πρότερον Παρα‐
λία. καὶ οἱ οἰκοῦντες Παράλιοι.274
Eth
.

275

Ἑπτακωμῆται, βάρβαροι τὸ Σκυδίσην οἰκοῦντες ὄρος. τινὲς δὲ τούτων ἐκαλοῦντο καὶ Βύζηρες. Ἐπώπη. οὕτως ἡ Ἀκροκόρινθος ἐκαλεῖτο διὰ τὸ Σίσυ‐ φον ἐκεῖ ἰδεῖν τὴν Αἰγίνης ἁρπαγὴν ὑπὸ Διός. τὸ ἐθνικὸν
5Ἐπωπεύς καὶ Ἐπωπίτης. Ἐρβησσός, Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐρβησσῖνος. Φίλιστος Σικελικῶν βʹ. Ἕρβιτα, πόλις Σικελίας, Ἔφορος κηʹ. τὸ ἐθνικὸν Ἑρ‐ βιταῖος.
10 Ἐργέτιον, πόλις Σικελίας, Φίλιστος Σικελικῶν δευτέρᾳ. τὸ ἐθνικὸν Ἐργετῖνος καὶ Αἴτνη Ἐργετίνη. Ἐρεβίδαι, μέρος Λωτοφάγων, Φίλιστος ὀγδόῳ. Ἐρεμβο, ἔθνος Ἀράβων. Ὅμηρος „καὶ Σιδονίους καὶ Ἐρεμβούσ“. τούτους δέ φησι τοὺς Τρωγλοδύτας, ἀπὸ τοῦ
15εἰς τὴν ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι καὶ θηλυκὸν Ἐρεμβίς. Ἔρεσος, πόλις Λέσβου, ἀπὸ Ἐρέσου τοῦ Μάκαρος, ἐξ ἧς Θεόφραστος Ἀριστοτέλους γνώριμος καὶ διάδοχος ὁ ἐπι‐
φανέστατος, ὃς Τύρταμος ἐλέγετο καὶ διὰ τὸ τῆς φράσεως275
Eth
.

276

θεσπέσιον Θεόφραστος ἐκλήθη. τὸ ἐθνικὸν Ἐρέσιος ὡς Ἐφέ‐ σιος, καὶ Ἐρεσία καὶ Ἐρεσιεύς. Ἐρέτρια, πόλις Εὐβοίας. Ὅμηρος „Χαλκίδα τ’ Εἰρέ‐ τριάν τε“. ἐκαλεῖτο δὲ Μελανηίς ἀπὸ Μελανέως τοῦ Εὐρύτου
5πατρός. οὕτω δ’ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ’ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θεσσαλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρετριῶς ὡς Στειριῶς. καὶ Ἐρετρίς θηλυκὸν καὶ Ἐρετριάς. καὶ Ἐρέτριος καὶ Ἐρετριαῖος καὶ Ἐρετριακός.
10 Ἐρευάτης, πόλις Λυκίας, ἀπὸ Ἐρεύας τῆς καὶ Ἐλευ‐ θερᾶς. τὸ ἐθνικὸν Ἐρευάτης. Ἔρημος, καὶ νῆσός ἐστιν ἐρήμη. ἐρήμη δ’ ἐστὶ γῆ με‐ μονωμένη, ἀφ’ ἧς ἐρημαῖος καὶ ἐρημαία. Ἔρθα, πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος
15ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἐρθηνός. Ἐρίκεια, δῆμος Ἀθήνησι τῆς Αἰγηίδος φυλῆς. ὁ δημό‐ της Ἐρικειεύς. τὰ τοπικὰ Ἐρικείαθεν Ἐρίκειάνδε Ἐρικείασιν. Ἐρικοῦσσα, μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ
καλουμένη, ὡς τὸ Φοινικοῦσσα. τὸ ἐθνικὸν Λιπαραῖοι ἐξ276
Eth
.

277

Ἐρικούσσης, καὶ πάλιν Λιπαραῖοι ἐκ Φοινικούσσης. πάντες γὰρ οἱ οἰκοῦντες Αἰόλου νήσους ἐκαλοῦντο κοινῶς μὲν Λιπα‐ ραῖοι, ἰδικῶς δὲ ἐξ ἑκάστης τοπικῶς, ὡς καὶ ἐν ἑτέροις δείξο‐ μεν τοῦτο φυλαττόμενον.
5 Ἔριμον, πόλις Οἰνώτρων ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ἐρινεός, πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. ὁ πο‐ λίτης Ἐρινεάτης καὶ Ἐρινεεύς. Ἐρινιάτης, κώμη Μεγαρίδος, Παυσανίας αʹ. ὁ οἰκήτωρ
10Ἐρινιάτης διὰ τὸ προκατειληφός. Ἑρκύνιον, ὄρος Ἰταλίας, ἀφ’ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ. Ἑρμιών .... καὶ Ἑρμιόνη, ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, ὡς ἀπὸ τῆς κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ
15ἡγεμόνος Ἡγεμόνη. ἐκαλεῖτο δὲ καὶ Λακέρεια. Ἑρμιών δὲ ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφι‐ κομένους ὁρμισθῆναι, καὶ τροπῇ τοῦ ο εἰς ε, ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ. τὸ ἐθνικὸν Ἑρμιονεύς, καὶ Ἑρ‐ μιονίς τὸ θηλυκόν.
20 Ἕρμος, ὡς ἕρκος οὐδετέρως, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἕρμειος. τὸ εἰς τόπον εἰς Ἕρμους ἢ Ἑρ‐
μόσε, τὸ ἐν τόπῳ ἐν Ἕρμει.277
Eth
.

278

Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. οἱ αὐτοὶ Καλασίρεις. Ἑρμοῦ πεδίον, τόπος πλησίον Κύμης, Ἔφορος ὀκτω‐ καιδεκάτῃ. ὁ τοπίτης Ἑρμοπεδιεύς καὶ Ἑρμοπεδιανός καὶ
5ὅσα πεδίου ἐθνικά. Ἑρμούπολις, Αἰγύπτου πόλις. Ἡρωδιανὸς δύο εἶναι λέγει, καὶ μεγάλην καὶ μικράν. καὶ γʹ κατ’ Αἴγυπτον. καὶ δʹ κατὰ Θμοῦιν. καὶ εʹ ἐπὶ τοῦ ποταμοῦ. καὶ ϛʹ ἐν Κῷ τῇ νήσῳ. καὶ ζʹ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Ἑρμεοπολίτης καὶ Ἑρμοπολίτης.
10 Ἑρμώνασσα, νῆσος μικρά, πόλιν ἔχουσα, ἐν τῷ Κιμ‐ μερίῳ Βοσπόρῳ, Ἰώνων ἄποικον, ὡς ὁ περιηγητής. ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων ἐν ἑβδόμῃ Ἑρμώ‐ νακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν
15αὐτήν φασιν. ἀπὸ Ἑρμωνάσσης τὸ ἐθνικὸν Ἑρμωνασσαῖος ἢ Ἑρμωνάσσιος ὡς Συρακόσσιος. Ἕρμωνθις, πόλις Αἰγύπτου, ὡς Μώμεμφις Μένουθις Θέρμουθις. ἀφ’ ἧς Ζεὺς Ἑρμωνθίτης καὶ Ἀπόλλων. Στράβων ἑπτακαιδεκάτῳ. ἀφ’ ἧς καὶ νομὸς Ἑρμωνθίτης. ἔστι δ’ ἐκεῖ
20καὶ Ἴσιδος ἱερόν.278
Eth
.

279

Ἕρνικες, ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊ‐ κῆς ἀρχαιολογίας. Ἐροιάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δη‐ μότης Ἐροιάδης, τὰ τοπικὰ ἐξ Ἐροιαδῶν εἰς Ἐροιαδῶν ἐν
5Ἐροιαδῶν. Ἐρύθεια, νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ, ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου, ἧς καὶ Ἑρμοῦ Νῶραξ, ὡς Παυσανίας. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς
10ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν .... ὡς Ὅμηρος
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν,
[οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ’ ἀνιόντος]. Ἐρυθῖνοι, πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ
15ἔρευθος. Ἀπολλώνιος [„αἰπεινούς τε παρὲξ ἐνέοντ’ Ἐρυθίνουσ“. καὶ Ὅμηρος] „καὶ ὑψηλοὺς Ἐρυθίνουσ“. τὸ ἐθνικὸν ὅμοιον. Ἐρυθρ, ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος, Οὐρά‐ νιος δ’ ἐν Ἀραβικῶν δευτέρᾳ ἀπὸ τῶν παρακειμένων ὀρῶν „ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς
20αὐτὰ ὁ ἥλιος τὴν αὐγήν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν279
Eth
.

280

ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασσαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν“. τὸ ἐθνικὸν Ἐρυθραῖος καὶ Ἐρυθραία καὶ Ἐρυθραῖον. καί ἐστιν ἄκρα Ἐρυθρά τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῃ
5γεωγραφουμένων. Ἐρυθρὰ βῶλος, πόλις Αἰγύπτου, Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Ἐρυθροβωλίτης. Ἐρυθρα, πόλις Ἰώνων, Ἑκαταῖος Ἀσίᾳ. ἐκαλεῖτο δὲ Κνωπούπολις ἀπὸ Κνώπου. ἔστι καὶ Λιβύης ἄλλη, καὶ
10ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας, καὶ Κύπρου ἄλλη, ἡ νῦν Πάφος. ὁ πολίτης Ἐρυθραῖος. καὶ τοπικῶς Ἐρυθραίηθεν. ἐχρημάτιζε δὲ καὶ Ναυκράτης Ἐρυθραῖος, ὁ Ὅμηρον ὑπο‐ μνηματίσας. Ἐρύκη, Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ.
15τὸ ἐθνικὸν Ἐρυκαῖος. Ἐρύμανθος, ὄρος καὶ ποταμός. „ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον“. ἐν τούτοις τοῖς ὄρεσι λέων οὐ γεννᾶται. ὅθεν Ὅμηρος περὶ τῆς Ἀρτέμιδός φησι „τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι“, καὶ οὐ λέουσι. τὸ ἐθνικὸν
20Ἐρυμάνθιος, καὶ θηλυκὸν Ἐρυμανθίς, ὡς Βοιωτός Βοιωτίς.
ἔστι καὶ οὐδέτερον Ἐρυμάνθιον.280
Eth
.

281

Ἐρυμνα, πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῃ Λυ‐ κιακῶν. τὸ ἐθνικὸν Ἐρυμναῖος. Ἔρυξ, πόλις Σικελίας. ἀρσενικῶς, ἀπὸ Ἔρυκος τοῦ Ἀφρο‐ δίτης καὶ Βύτου. τὸ ἐθνικὸν Ἐρυκῖνος. καὶ Ἐρυκίνη Ἀφροδίτη
5ἐν Ῥώμῃ καὶ Σικελίᾳ. Ἐρύσθεια, πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλά‐ της. Διονύσιος Βασσαρικῶν τρίτῃ
οἵ τ’ ἔχον Ὑλάταο θεοῦ ἕδος Ἀπόλλωνος,
Τέμβρον Ἐρύσθειάν τε καὶ εἰναλίην Ἀμαμασσόν.
10 Ἐρυσίχη, πόλις Ἀκαρνανίας, ἥ τις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ
15Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ’ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων· φησὶ γάρ
οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδέ
20σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος,
οὐδ’ Ἐρυσιχαῖος [οὐδὲ ποιμήν].281
Eth
.

282

εἰ γὰρ τῷ „Θεσσαλὸς γένοσ“ συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· Ἡρωδιανὸς ἐν ταῖς καθόλου προσῳδίαις καὶ Πτολεμαῖος ἔφη· εἰ δὲ τῷ „οὐδὲ ποιμὴν“ συνάψειέ τις λέγων ἢ „ἐρυσιχαῖος τὸ οὐδὲ ποιμήν“, πρόδηλον ὡς προπα‐
5ροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμὴν ἁρμόδιον ἐπαχθήσεται. ὁ πολίτης Ἐρυσιχαῖος, οὗ θηλυκὸν Ἐρυσιχίς. τὸ αὐτὸ καὶ ἐπὶ τῆς χώρας. Ἑρχι, δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν. τρισυλλάβως δὲ τοὺς Ἑρ‐
10χιᾶς φασιν. ὁ δημότης Ἑρχιεύς. καὶ Ἰσοκράτης Ἑρχιεὺς ἦν. τὰ τοπικὰ Ἑρχιᾶθεν Ἑρχιᾶζε καὶ Ἑρχιᾶσιν. Ἕσδητες, ἔθνος Ἰβηρικόν, Ἑκαταῖος Εὐρώπῃ. Ἑσπερία, ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. τὸ ἐθνικὸν Ἑσπέριος καὶ Ἑσπεριώτης, καὶ ἑσπερίτης ὁ δυτικὸς παρὰ
15τὴν ἑσπέραν, τὴν δύσιν. Ἑσπερίς, πόλις Λιβύης, ἡ νῦν Βερενίκη. ὁ πολίτης
Ἑσπερίτης. Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασιν.282
Eth
.

283

Ἑστίαια, πόλις Εὐβοίας. Ὅμηρος „πολυστάφυλόν θ’ Ἑστίαιαν“. ἀπὸ τῆς περὶ τὸν Ὄλυμπον Ἑστιαίας. τὸ ἐθνι‐ κὸν Ἑστιαιεύς. λέγεται καὶ τρισυλλάβως. ἔστι καὶ ἄλλη Ἀκαρ‐ νανίας. ὁ πολίτης Ἑστιαιώτης, [καὶ Ἑστιαιῶτις] ἡ Θετταλικὴ
5μοῖρα, καὶ Ἑστιαιεύς. Ἐταιεῖς, διὰ διφθόγγου, ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. τὸ ἐθνικὸν ὁμοίως. Ἐτεωνός, πόλις Εὐβοίας. Ὅμηρος „πολύκνημόν τ’ Ἐτεωνόν“, ἀπὸ Ἐτεωνέως. καλεῖται δὲ νῦν Σκάρφη. κεῖται
10δ’ ἐπὶ λόφου. τὸ ἐθνικὸν Ἐτεώνιος ὡς Σικυώνιος. ἐκ τόπου Ἐτεωνόθεν. Εὖα, πόλις Ἀρκαδίας, Θεόπομπος ἐν ἕκτῳ. τὸ ἐθνικὸν Εὐαῖος. Εὐαίμων, πόλις Ὀρχομενίων, Θεόπομπος ἐν ἕκτῳ. τὸ
15ἐθνικὸν Εὐαιμόνιος. Εὐαληνο, ἔθνος [Ἀραβίας], περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Εὔβιοι, ἔθνος Λιγυστικόν. εἴρηται ἐν τῷ περὶ τῶν Ἀρβαξανῶν.
20Εὔβοια, νῆσος μία τῶν ἑπτά, παραμήκης, ἣ καὶ Μάκρις.283
Eth
.

284

ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυ‐ ριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς, καὶ Εὐβοιίς τὸ θηλυκόν. καὶ Εὐβοεύς χωρὶς τοῦ
5ι, καί τοι τὰ ἀπὸ τῶν εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρ‐ χει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσός Ταρσεύς. ἔστι καὶ Εὐβοϊκός κτητικόν.
10 Εὔγεια, χωρίον Ἀρκαδίας, Θεόπομπος πεντηκοστῷ ἕκτῳ. τὸ ἐθνικὸν Εὐγείτης ὡς Ζελείτης, ἢ Εὐγεώτης ὡς Μαρεώτης. Εὐδείπνη, νῆσος Λιβυφοινίκων, Ἑκαταῖος περιηγήσει Λιβύης. τὸ ἐθνικὸν Εὐδειπναῖος ὡς Λερναῖος. Εὐέλγεια, πόλις ... Ἑκαταῖος περιηγήσει. ὁ πολίτης
15Εὐελγεύς. Εὐεργέται, Σκυθικὸν ἔθνος, Στράβων. ὃ καὶ Ἀριμα‐ σποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύ‐ σαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτως κληθῆναι. Εὐεσπερίδες, πόλις Λιβύης, καὶ ἑνικῶς λεγομένη.
20λέγεται καὶ χωρὶς τοῦ ευ μορίου Ἑσπερίς. τὸ ἐθνικὸν Εὐ‐ εσπερίτης.
Εὐθηνα, πόλις Καρίας. τὸ ἐθνικὸν καθ’ ἡμᾶς Εὐ‐284
Eth
.

285

θηναῖος, κατ’ ἐκείνους δὲ Εὐθηνεύς. Πολέμων δὲ καὶ Εὐθη‐ νίτας φησίν. Εὐίππη, δῆμος Καρίας. ὁ οἰκήτωρ Εὐιππεύς. Εὐκάρπεια, δῆμος τῆς μικρᾶς Φρυγίας. ἱστορεῖ Μη‐
5τροφάνης, τὸν βότρυν ἐκεῖ τοσοῦτον γίνεσθαι τὸ μέγεθος, ὅσον ἅμαξαν ἀπ’ αὐτοῦ σχισθῆναι κατὰ μέσον. καὶ οὕτως ἐκλήθη διὰ τὸ εὔφορον. περὶ αὐτῆς γὰρ οἱ βάρβαροι ἔλεγον ὅτι Δήμητρι καὶ Διονύσῳ Ζεὺς τὴν χώραν τὴν τῶν Εὐκαρ‐ πέων δοίη. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας ἐν τοῖς
10λεγομένοις ... Τίμαιος· καὶ γενέσθαι ἐν τούτῳ Λαΐδα, τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί. τὴν δὲ Λαΐδα τινὲς [ἐξ] Ὑκάρων λέγουσι καὶ Ὑκα‐ ρικὸν ἀνδράποδον, ὡς Συνέσιος ἐν ἐπιστολῇ. τὸ ἐθνικὸν Εὐκαρπεύς. δυνατὸν δὲ τὸ τῆς Σικελίας Εὐκαρπιανός καὶ
15Εὐκαρπιάτης καὶ Εὐκαρπίτης. Εὐκρατιδία, πόλις Βάκτρων, παρὰ τὸν Εὐκρατίδαν.
Στράβων ἑνδεκάτῳ.285
Eth
.

286

Εὐμένεια, πόλις Φρυγίας, Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου· ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτω. δευτέρα Καρίας. τρίτη ἐπὶ Ὑρκανίᾳ. ὁ πολίτης Εὐ‐ μενεύς. τὸ ἐθνικὸν ἀπὸ Εὐμενείας.
5 Εὐνα, πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος. τὸ ἐθνι‐ κὸν Εὐναῖος. ἔστι καὶ πόλις Ἄργους Εὐναία, ἣν ᾤκουν Κυνούριοι. τὸ ἐθνικὸν ὅμοιον, ἢ καὶ Εὐναιάτης. Εὐπαλία, πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. τὸ ἐθνικὸν Εὐπαλιεύς.
10 Εὐπατρία, πόλις Λυδῶν. οἱ πολῖται Εὐπατρίδαι, μᾶλ‐ λον δὲ Εὐπατρεῖς. Ξάνθος ἐν γʹ Λυδιακῶν. Εὐπορία, πόλις Μακεδονίας, ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. τὸ ἐθνικὸν Εὐποριεύς.
15 Εὐπυρίδαι, δῆμος Λεοντίδος φυλῆς. ὁ δημότης Εὐπυ‐ ρίδης. τρικώμους δὲ τούτους ἐκάλουν, Εὐπυρίδας Κρωπίδας Πήληκας. τὰ τοπικὰ ἐξ Εὐπυριδῶν εἰς Εὐπυριδῶν καὶ ἐν Εὐπυριδῶν. Εὐρύαμπος, πόλις Μαγνησίας. ὁ πολίτης Εὐρυάμπιος.
20Λυκόφρων „Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων“. Εὐρύηλος. οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. πολίχνιον δὲ τοῦτο Συρακουσῶν ἀπόκρημνον. τὸ ἐθνικὸν Εὐρυήλιος. Εὐρυμέδων, ποταμὸς Παμφυλίας καὶ τόπος κατὰ Ταρ‐ σόν. τὸ ἐθνικὸν Εὐρυμεδόντιος. ἀπὸ δὲ Εὐρυμήδους Εὐρυ‐
25μηδούντιος.286
Eth
.

287

Εὐρυμενα, πόλις Θεσσαλίας, Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Εὐρυμένιος ὡς Κλαζομένιος. Εὐρυτᾶνες, ἔθνος Αἰτωλικόν. Λυκόφρων „μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώσ“. ὡς τὸ Αἰνιάν.
5 Εὔρωμος, πόλις Καρίας, ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός. τὸ ἐθνικὸν Εὐρωμεύς. Ἀπολλώνιος ἑπτακαιδεκάτῳ Καρικῶν. Εὐρώπη, ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς [ἢ] τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια, καὶ διὰ τοῦ ι Εὐρωπία
10παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι „καὶ νησιώτας καὶ μακρὰς Εὐ‐ ρωπίασ“. καὶ Εὐριπίδης ἐν Θησεῖ „σχεδὸν παρ’ αὐτοῖς κρα‐ σπέδοις Εὐρωπίασ“. ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς. Εὐρωπός, πόλις Μακεδονίας, ἀπὸ Εὐρωποῦ τοῦ Μα‐
15κεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος. ἔστι καὶ Συρίας ἄλλη. τὸ ἐθνικὸν Εὐρωπαῖος. ἔστι καὶ ἄλλη Καρίας, ἣν Ἰδριάδα ἀπὸ Ἰδριέως τοῦ Χρυσάορος. τὸ ἐθνικὸν Εὐρώπιος ὡς Ὠρώπιος. Εὔταια, πόλις Ἀρκαδίας, Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ.
20τὸ ἐθνικὸν Εὐταιεύς, ὡς Ἡραιεύς Φωκαιεύς. Εὔτρησις, κώμη [Βοιωτίας]. Ὅμηρος „Κώπας Εὔτρη‐ σίν τε“. κεῖται δὲ παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλα‐ ταιὰς ἀπάγουσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη
δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις,287
Eth
.

288

ὡς Ἐπαφρόδιτος. ὁ κωμήτης Εὐτρησίτης, ἀφ’ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὔτρησίνδε, ὡς Μενέλαος.
5 Εὔφραντα, πόλις Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λι‐ βυκῶν. τὸ ἐθνικὸν Εὐφρανταῖος. Εὐφρατίς, ἡ Συρία, ἀπὸ τοῦ παρακειμένου ποταμοῦ. ἐλέγοντο αὐτὸς καὶ Ἀράξης ἀδελφοί, ῥέοντες ἐξ ὄρους Ἀρμε‐ νίας. τὸ ἐθνικὸν Εὐφρατίτης ὡς Προσωπίτης.
10 Εὐωνύμεια, πόλις Καρίας. τὸ ἐθνικὸν Εὐωνυμεύς. ἔστι καὶ δῆμος Ἀθηναίων. ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐ‐ ρανοῦ ἢ Κηφισοῦ. ὁ δημότης Εὐωνυμεύς. τὰ τοπικὰ ἐξ Εὐω‐ νυμέων [εἰς Εὐωνυμέων ἐν Εὐωνυμέων.] λέγεται καὶ ὁ δῆμος Εὐώνυμος.
15 Εὐωνυμῖται, ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ, Ἀλέξανδρος Αἰγυπτιακῶν πρώτῳ. Ἔφεσος, πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος δὲ Λυδίας αὐτήν φησιν. ἐκαλεῖτο δὲ Σμύρνα ἀπὸ Σμύρνης τῆς Ἀμαζόνος. ἐκαλεῖτο δὲ καὶ Σάμορνα καὶ Τρη‐
20χεῖα καὶ Ὀρτυγία καὶ Πτελέα, ἧς ὁ πολίτης Πτελεαῖος. ἦν δὲ καὶ Ἀρτέμιδος ἱερὸν ἐκεῖ. καὶ Πτελεάτης ὁ πολίτης.
τὸ ἐθνικὸν τοῦ Σάμορνα Σαμορναῖος. ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν288
Eth
.

289

Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἐσχηκέναι δὲ καὶ θυγατέρα Ἀμαζώ, ἀφ’ ἧς αἱ Ἀμα‐ ζόνες. ἡ δὲ πόλις ἐν κοίλῳ τόπῳ κατοικισθεῖσα χειμῶνος κατεκλύσθη καὶ μυρίων ἀποθανόντων Λυσίμαχος τὴν πόλιν
5μετέθηκεν ἔνθα νῦν, καὶ Ἀρσινόην αὐτὴν ἀπὸ τῆς γυναικὸς Ἀρσινόης ὠνόμασεν, οὗ τελευτήσαντος ἡ προτέρα κλῆσις ἀνε‐ λήφθη. φέρεται δὲ Δούριδος ἐπίγραμμα τοῦ Ἐλαΐτου εἰς τὸν κατακλυσμὸν οὕτως
ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι
10 νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε, οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης αὔλια καὶ μακρῶν ἐξ ἐτέων κτέανα; ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα; αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην.
15
κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα
εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ, καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν
20Ἀλεξάνδρῳ Σοφοκλῆς. λέγεται καὶ Ἐφεσίτης, ὡς Ἅβρων289
Eth
.

290

φησί, καὶ Ἐφεσεύς, ὡς Ταρσός Ταρσεύς, Ἁλικαρνασσός Ἁλι‐ καρνασσεύς. Ἐφύρα, πόλις Ἠπείρου, ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς
5τοῦ Ἀρκάδος. ἐκ ταύτης Ἀστυόχη, ἡ μήτηρ Τληπολέμου, ὥς φησιν Ὅμηρος. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. ἠγνόησε δ’ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέκληται δὲ ἀπὸ Κορίνθου. Ὅμηρος οὖν τὸ
10Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. ἔστι καὶ ἄλλη Ἐφύρη Κράν‐
νουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος.290
Eth
.

291

δευτέρα περὶ Θεσσαλίαν. τρίτη Οἰνόη. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ὁ πολίτης Ἐφυραῖος. ἔστι καὶ Ἀρκαδίας ἄλλη. ἔστι [καὶ Θεσσαλίας] καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. τὸ ἐθνικὸν Ἔφυρος. τὸ
5κτητικὸν τῆς Θεσπρωτίας Ἐφύριος. καὶ Ἐφύρηθεν ἀπὸ τόπου ἐπίρρημα.
Ἐχελίδαι, δῆμος τῆς Ἀττικῆς, ἀπὸ Ἐχέλου ἥρωος.291
Eth
.

292

οὕτως δ’ ἀπὸ Ἕλους τόπου μεταξὺ ὄντος τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτί‐ θεσαν τοῖς παναθηναίοις. ὁ δημότης Ἐχελίδης. τὰ τοπικὰ ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν.
5 Ἐχετία, πόλις Ἰταλίας. ὁ πολίτης Ἐχετιανός ὡς Καρ‐ διανός. Ἐχέτλα, πόλις Σικελίας. ὁ πολίτης Ἐχετλάτης. Ἐχέτρα, πόλις Ἰταλίας. διαφέρει Οὐολουσκοῖς. τὸ ἐθνι‐ κὸν Ἐχετρανός. Διονύσιος δεκάτῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.
10 Ἐχῖναι, νῆσοι περὶ τὴν Αἰτωλίαν, αἷς Ἀχελῷος ὁ πο‐ ταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξύ, παρὰ τὸν ἐχῖνον, ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. τὸ ἐθνικὸν τοῦ Ἐχῖναι Ἐχιναῖος, τοῦ δ’ Ἐχινάδες Ἐχιναδεύς ὡς Ἀρκάδος Ἀρκαδεύς,
15ἢ Ἐχινάδιος. Ἐχῖνος, πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. Ῥιανὸς „Ἐχίονος ἄστυ“ ταύτην εἶπεν. ὁ πολίτης Ἐχιναῖος, ὡς χέρσος
χερσαῖος καὶ Ἄπειρος Ἀπειραῖος Κύφος Κυφαῖος. καὶ ἀπὸ292
Eth
.

293

τοῦ Ἐχιναῖος Ἐχιναιεύς, ὡς Κρηταῖος Κρηταιεύς. τινὲς δὲ καὶ Ἐχινοῦντα φασὶ τὴν αὐτήν. Ζάβιδα, κώμη ἐν τῷ μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῃ.
5 Ζάβιοι, ἔθνος Ἰνδικόν, πολεμῆσαν μετὰ Δηριάδου Διονύσῳ. Ζάγκλη, πόλις Σικελίας, Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης, οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς
10ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας „καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηίδος ἄστυ.“ τὸ γὰρ δρέπανον οἱ Σι‐ κελοὶ ζάγκλον καλοῦσι. τὸ ἐθνικὸν Ζαγκλαῖος, καὶ Ζαγκλαϊκός τὸ κτητικόν. Ζάγυστις, χωρίον Λιβύης, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυ‐
15κῶν. τὸ ἐθνικὸν Ζαγυστῖται. Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν, περὶ οὗ ἐροῦμεν ἐν τῷ κ. εἰσὶ δὲ ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς „Ζαδραμιτῶν [καὶ] Κιναιδο‐ κολπιτῶν“. τὸ ἐθνικὸν Ζαδραμαῖος.
20 Ζαῖα, πόλις Βοιωτίας ἀρχαιοτάτη, Ἡρωδιανός. καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. τὸ ἐθνικὸν Ζαιάτης
ὡς Βοιάτης.293
Eth
.

294

Ζάκανθα, πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. τὸ ἐθνικὸν Ζακανθαῖος. Ζάκυνθος, πόλις, ἀπὸ Ζακύνθου τοῦ Δαρδάνου. ἀρσε‐ νικῶς Ὅμηρος καὶ θηλυκῶς „καὶ ὑλήεσσα Ζάκυνθοσ“ καὶ
5„ὑλήεντα Ζάκυνθον“. δευτέρα Ἰβηρίας. τρίτη Λιβύης, ἣν καὶ Ζακυνθίαν τινὲς ἀνέγραψαν. ὁ πολίτης τῆς Ζακύνθου Ζα‐ κύνθιος καὶ Ζακυνθία, τῆς δὲ Ζακυνθίας Ζακυνθιανός ὡς Ἀδριανός, ἢ Ζακυνθιεύς ὡς Ἀκανθιεύς Οἰχαλιεύς. Ζάρηξ, πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ. καὶ ἥρως
10Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ „ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ’ οὗ τὴν φυλὴν ὀνομάζουσι [καὶ πλησίον Ζάρηκοσ“.] τὸ ἐθνικὸν Ζαρήκιος ἀπὸ τῆς γενικῆς, ὡς Θρᾴκιος. Ζάρητα, κρήνη ὑπὲρ τῆς Καλχηδονίας θαλάσσης, μικροὺς τρέφουσα κροκοδείλους, οἳ καλοῦνται Ζαρήτιοι.
15 ΖαρίασπαΖαριάσπη, πόλις Βακτριανή, Στράβων ἑνδεκάτῃ. ἣ ἐκαλεῖτο καὶ Βάκτρα. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. οἱ οἰκοῦντες Ζαριασπηνοί ἐγχωρίως. ἀπὸ δὲ τοῦ Ζαριάσπη Ζαριασπεύς. Ζαύηκες, ἔθνος Λιβύης, Ἡρόδοτος δʹ. „Ζαύηκες ἔθνοσ“
20Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. Ζεβέκη, πόλις τῆς Γαλιλαίας. Ἰώσηπος Ἰουδαϊκῆς ἀρ‐ χαιολογίας πέμπτῳ. τὸ ἐθνικὸν Ζεβεκηνός, ὡς αὐτός. σημαίνει
δὲ τὸ ὄνομα κύριος.294
Eth
.

295

Ζειρηνία, πόλις Θρᾴκης, Θεόπομπος Φιλιππικῶν γʹ. τὸ ἐθνικὸν Ζειρηνιάτης ὡς Κυδωνιάτης. Ζέλεια, πόλις Τρωάδος. „οἳ δὲ Ζέλειαν ἔναιον“ Ὅμη‐ ρος. ἀπὸ Ζελείου ἥρωος. οἱ δὲ Ζέλην αὐτήν φασι. παρὰ
5Ποσειδίππῳ δ’ εὕρηται διὰ τοῦ ι [Ζελίη]. τὸ ἐθνικὸν Ζε‐ λείτης. Ἡρωδιανὸς δὲ Ζελειατῶν φησιν. ἔστι γὰρ Ζελειάτης καὶ Ζελείτης. ἔστι καὶ Ζέλεια φρούριον Κυζίκου, ὡς Διογέ‐ νης ἐν τρίτῃ [περὶ] Κυζίκου. τὸ ἐθνικὸν ὅμοιον. Ποσείδιππος δὲ Πάνδαρον παρὰ τῷ Σιμοῦντι τετάφθαι φησίν „οὐδὲ Λυ‐
10καονίη δέξατό σε Ζελίη, ἀλλὰ προχοαὶ Σιμόεντος ... διὰ τοῦτό σοι Ἕκτωρ σῆμα καὶ ἀγχέμαχοι θέντο Λυκαονίδαι“. Ζεῦγμα, πόλις Συρίας ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. τὸ ἐθνικὸν οἱ μὲν ἐπιχώριοι Ζευγματεύς, δεῖ δὲ Ζευγματίτης ὡς Ἀσκαλωνίτης,
15ὡς καὶ Πρωτέας ὁ γραμματικὸς Ζευγματίτης. Ζεφύριον, ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο. καὶ πόλις Κιλικίας. τὸ ἐθνικὸν Ζεφυριώτης. ἔστι καὶ Σκυ‐ θίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφ’ οὗ Λοκροὶ
Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφ’ ἧς ἡ Ἀφρο‐295
Eth
.

296

δίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. τὸ οὖν Ζεφυ‐ ρίτης ἀπὸ τοῦ Ζεφυριώτης, συγκοπῇ τοῦ ω, ὡς τὸ Θρονίτης. Ἀρκάδιος δὲ διὰ διφθόγγου γράφει. Ζήβυττις, πόλις Λιβύης, Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης
5Ζηβυττίτης. Ζῆλα, τόπος Ἀρμενίας, [ἐν] ᾧ Ἀρτέμιδι Σάκαια [τε‐ λοῦσιν]. οὐδετέρως, Στράβων ιαʹ. ἔστι καὶ Ποντικὴ Ζῆλα λεγο‐ μένη καὶ αὐτὴ οὐδετέρως. ἔστι καὶ Ζήιλα τρισυλλάβως, πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηίλας.
10ὁ πολίτης Ζηλίτης. Ζῆλος, πόλις τῶν ἑσπερίων Αἰθιόπων, Στράβων ἑπτα‐ καιδεκάτῃ. ὁ πολίτης Ζηλίτης. Ζηνοδότιον, πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου, Ἀρ‐ ριανὸς Παρθικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνο‐
15δοτιεύς, καὶ Ζηνοδοτηνός ἐπιχωρίως. Ζηράνιοι, ἔθνος Θρᾴκης, Θεόπομπος εἰκοστῷ πέμπτῳ. καὶ Ζηρανία ἐπὶ τῆς χώρας, Ἔφορος εἰκοστῷ ἑβδόμῳ. Ζήρυνθος, πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκό‐ φρων „Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς [θεᾶσ]“. ὁ πολίτης
20Ζηρύνθιος καὶ Ζηρυνθιάς.296
Eth
.

297

Ζιποίτιον, πόλις Βιθυνίας, ἀπὸ Ζιποίτου βασιλέως. τὸ ἐθνικὸν Ζιποίτιος. Ζόαρα, πόλις Περσική. οἱ οἰκοῦντες Ζοαρᾶται. Διο‐ νύσιος καὶ Ζοάρους αὐτούς φησιν ἐν τρίτῳ Βασσαρικῶν. ἔστι
5καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλ‐ τίτιδι καλουμένῃ θαλάσσῃ Ζόαρα οὐδετέρως. δηλοῖ δὲ τῇ Ἑβραίων φωνῇ τὸ μικρόν. ὅπου ὁ Λὼτ ἔφυγε καὶ ἐσώθη ἀπὸ τῆς Σοδομιτικῆς ὀργῆς. οἱ πολῖται τοῦ χωρίου Ζοαρηνοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται· οἱ γὰρ δύο τύποι
10Ἀράβιοι. Ζοίτειον, πόλις Ἀρκαδίας, Παυσανίας ηʹ. λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως. τὸ ἐθνικὸν παρὰ τὸ Ζοίτειον Ζοιτει‐ εύς, παρὰ δὲ τὴν Ζοίτειαν Ζοιτεύς. Ζομβίς, πόλις τῆς Μηδίας.
15 Ζοῦχις, πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπ‐ τακαιδεκάτῃ. ὁ πολίτης Ζουχίτης. Ζύγαινα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Ζυγαινίτης, καὶ κτητικὸν Ζυγαινιτικός. Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει.
20οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι297
Eth
.

298

ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομέ‐ νου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Ζυγο, πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ἑνδε‐ κάτῃ. τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα,
5Στράβων δωδεκάτῃ. τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός. Ζωβίδαι, ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν δευτέρῳ. Ζώνη, πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ζωναῖος.
10 Ζωστήρ, τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην [καὶ] καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐν‐ ταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.
15 Ἠδο, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Ἠδύμη, πόλις Καρίας. τὸ ἐθνικὸν Ἠδυμαῖος. Ἠδωνο, ἔθνος Θρᾴκης, ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ. καὶ τὸ θηλυκὸν Ἠδωνή καὶ Ἠδωναί. λέγεται καὶ Ἠδωνεύς καὶ Ἠδωνιάτης.
20 Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα, ἀπὸ Ἠετίωνος. τὸ ἐθνικὸν Ἠετιώνειος.
Ἠιών, πόλις ἐν χερρονήσῳ, ὡς Θουκυδίδης. τὸ ἐθνικὸν298
Eth
.

299

Ἠιονεύς. ἔστι καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. τὸ ἐθνικὸν ταύτης Ἠιονίτης. Ἠλακαταῖον, ὄρος Θεσσαλίας, ὅπου καὶ Διὸς Ἠλακα‐ ταίου ἱερόν. τὸ ἐθνικὸν Ἠλακαταιεὺς Ζεύς. καὶ Ἠλακατεύς.
5 Ἠλεκτρίδες νῆσοι, ἐν αἷς εἰσι δύο ἀνδριάντες Δαι‐ δάλου καὶ Ἰκάρου. „ταύτας δὲ τὰς νήσους φασὶ καὶ τὸν Ἠριδανὸν ποταμὸν προσκεχωκέναι. ἔστι δὲ καὶ λίμνη πλησίον
τοῦ ποταμοῦ ὕδωρ ἔχουσα θερμόν, ὀσμὴ δὲ ἀπ’ αὐτῆς βαρεῖα299
Eth
.

300

καὶ χαλεπὴ ἀποπνεῖ, καὶ οὔτε ζῷον πίνει ἐξ αὐτῆς οὔτε ὄρ‐ νεον ὑπερίπταται, ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. ἔστι δὲ ὁ κύκλος στάδιοι διακόσιοι, τὸ [δὲ] εὖρος [ἕως δέκα]. καὶ μυθολογοῦσι Φαέθοντα κεραυνωθέντα πεσεῖν ἐκεῖ. εἶναι δὲ
5ἐκεῖ καὶ αἰγείρους πολλάς, ἐξ ὧν πίπτει τὸ καλούμενον ἤλεκ‐ τρον, ὅμοιον κόμμι διὰ τὸ σκληρύνεσθαι ὡς λίθον“. οἱ κατοι‐ κοῦντες Ἠλεκτρῖται πρὸς τὸν τύπον [τῶν εἰς ις], Ἠλεκτρῖνοι διὰ τὸ ἐπιχώριον. Ἡλιαία, δικαστήριον Ἀθηναίων, παρὰ τὸ „ἁλέες δεῦτε“
10παράγωγον ἁλία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγα δικαστήριον, τὸ ἐκ τῶν τεττάρων ἠλισμένον δικαστηρίων, ἐκ τοῦ πεντακο‐ σίων καὶ τετρακοσίων καὶ διακοσίων καὶ ἑκατόν. οἱ δὲ ἐκφε‐ ρόμενοι ἐλέγοντο ἡλιασταί. ἐκ γὰρ τοῦ ἅλις ἁλία γίνεται. καὶ ὡς βία βιάζω καὶ αἰτία αἰτιάζω, οὕτως ἁλία ἁλιάζω, καὶ
15ἁλιαστής ὡς δικαστής, καὶ ἡλιαστής, καὶ κτητικὸν ἡλιαστικός παρὰ τὸ ἡλιαστής. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου [καὶ] Ῥόδης. Ἡρόδοτος δευτέρᾳ. ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου, ἀπὸ τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι.
20καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο, εἶτα Πάγος, καὶ οὕτως
Ἐφύρη. ἔστι καὶ ἐν Φοινίκῃ. ὁ πολίτης Ἡλιοπολίτης.300
Eth
.

301

Ἦλις, πόλις πρὸς τῇ [Αἰγυπτίᾳ] Ὀλυμπίᾳ, ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας. καὶ τρίτη Ἱσπανίας. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ, καὶ
5καθ’ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος. ἀφ’ οὗ „Ἀλεῖος ὁ Ζεύσ“. Τρύφων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. Ὅμηρος δ’ Ἐπειοὺς αὐτούς φησι. καὶ κτητικῶς λέγεται Ἠλιακός. λέγονται καὶ πατρωνυμικῶς Ἠλιάδαι. λέγεται καὶ Ἠλιδία, ὡς Ψωφιδία καὶ Ἀρκαδία, ἀπὸ γενικῆς, καὶ ἐπίρ‐
10ρημα Ἠλιδίαθεν. τὸ δὲ Ἠλεῖος καὶ θηλυκῶς φασιν. Ἠλώνη, πόλις Περραιβική. Ὅμηρος „Ὄρθην Ἠλώνην τε“. νῦν δὲ Λειμώνη, διὰ τὸν ἐν αὐτῇ λειμῶνα. τὸ ἐθνι‐ κὸν Ἠλωναῖος. Ἠμαθία, πόλις καὶ χωρίον. ἡ νῦν Μακεδονία. καὶ
15Ἠμαθίς ἡ χώρα.301
Eth
.

302

Ἡμεροσκοπεῖον, πόλις Κελτιβήρων, Φωκαέων ἄποι‐ κος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων. Ἡμίκυνες, ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερ‐ βορέων. [Σιμμίας] ἐν Ἀπόλλωνι
5Ἡμικύνων τ’ ἐνόησα [γένος] περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐυστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ’ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν.
10καὶ Ἡσίοδος. Ἡνιοχεία, χώρα παρὰ τῷ Καυκάσῳ. οἱ οἰκήτορες Ἡνίοχοι. Στράβων ἑνδεκάτῃ. Ἤπειρος, ἡ γενικὴ χώρα. οἱ μὲν γὰρ εἰς δύο τὴν γῆν, οἱ δὲ εἰς τρία, οἱ δὲ εἰς τέσσαρα διεμέρισαν. ἐξ αὐτῆς Ἠπει‐
15ρώτης καὶ Ἠπειρωτικός. Ἤπιον, πόλις Τριφυλίας, ἣν Ἠλεῖοι προσελάβοντο. τὸ ἐθνικὸν Ἠπιεύς. Ἥραια, ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνος. ταύτην δ’ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι
20δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖσε ὀρύξαντες τάφους χύτρας302
Eth
.

303

εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ
ἔστι δέ [τις] προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη
Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ’ αὐτῆς
5λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀιόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ’ ἐνέκυρσαν ἑτοίμῳ.
10καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολο‐ γοργός. κεῖται δὲ κατὰ Μεσσήνην πρὸς Πελοπόννησον. τὸ ἐθνικὸν Ἡραιεύς. λέγεται καὶ χωρὶς τοῦ ι ὡς Νικαεύς. Ἥραιον, πόλις Θρᾴκης, Ἡρόδοτος τετάρτῃ. τὸ δὲ τεῖ‐ χος Ἡραῖον. οἱ πολῖται Ἡραῖοι. τοῦ δὲ Ἡραίου τείχους
15Ἡραιοτειχίτης. Ἡράκλεια, πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ
20πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ
νῆσος ... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη303
Eth
.

304

Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. τὸ ἐθνικὸν Ἡρακλεύς καὶ Ἡρακλειώτης καὶ Ἡρακλεώτης. καὶ Ἡράκλειον
5καὶ Ἡρακλεωτικόν. Ἡρακλεοβουκόλοι, Αἰγυπτιακὴ συνοικία. Ἡρακλεούπολις, πόλις Αἰγυπτία, ἐξ ἧς Θεοφάνης ὁ φυσικός. βʹ πλησίον Πηλουσίου. γʹ κατὰ τὸ Κανωβικὸν στόμα. οἱ πολῖται Ἡρακλεοπολῖται.
10 Ἠρητός, πόλις Σαβίνων. τὸ ἐθνικὸν Ἠρητῖνος. Ἡρ, πόλις Αἰγυπτία, ἣ Αἷμος ἐκλήθη διὰ τὸ τὸν Τυφῶνα ἐνταῦθα κεραυνῷ βληθῆναι καὶ αἷμα ῥυῆναι. Στρά‐ βων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. ὁ πολίτης ταύτης Ἡρωοπολίτης, τῆς δὲ πρώτης Ἡρῷος ὡς Κῷος.
15 Ἠσιονία, ἡ Σάρδεων χώρα, ἡ καὶ Ἀσία. τὸ ἐθνικὸν Ἠσιονεύς. Ἠσσός, πόλις Λοκρίδος. τὸ ἐθνικὸν Ἤσσιος. Θουκυ‐
δίδης τρίτῃ.304
Eth
.

305

Ἦτις, δῆμος Λακωνικῆς, καὶ τῆς Κρήτης πόλις, ὅθεν ἦν Μύσων εἷς τῶν ἑπτὰ σοφῶν χρηματίζων Ἠτεῖος, οὗ μέμ‐ νηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ Χηνέα τοῦτον εἰπών. Δί‐ δυμος δὲ συμποσιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ.
5 Ἡφαιστιάδαι, δῆμος Ἀκαμαντίδος φυλῆς, ἐν ᾧ ἦν Ἡφαίστου ἱερόν. ὁ δημότης Ἡφαιστιάδης. τὰ τοπικὰ ἐξ Ἡφαιστιαδῶν καὶ τὰ λοιπά. Ἡφαιστιάς, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ’ ἐν δεκάτῳ χρονικῶν φησιν
10ὅτι „Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ πα‐ ρεστήσατο αὐτούς. τῶν δ’ Ἡφαιστιέων τύραννος [Ἕρμων, τῶν Περσ]ῶν φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοις φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν
15Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν“. Ἡφαίστου νῆσοι, τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς ιγʹ Παρ‐ θικῶν. τὸ ἐθνικὸν Ἡφαιστονησιώτης. [Ἡφαίστου πόλις, πόλις ... τὸ ἐθνικὸν Ἡφαιστο‐
πολίτης.]305
Eth
.

306

Θαλάμαι, πόλις τῆς Μεσσηνίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Θαλαμᾶται. Θάλασσα. τὸ ἐθνικὸν θαλασσαῖος καὶ θαλασσεύς καὶ θαλάσσιος.
5 Θάλπουσα, πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. τὸ ἐθνικὸν Θαλπούσιος. Θαμαναῖοι, ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ. Θαμία, πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν. καὶ Θαμίεια. τὸ ἐθνικὸν Θαμιεύς.
10 Θάμνα, πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊ‐ κῆς ἱστορίας. οἱ πολῖται Θαμνῖται. Θαμουδ, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος Ἀραβικῶν τρίτῃ. ὁ οἰκήτωρ Θαμουδηνός. Θάσος, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα,
15ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνήσκει μήτηρ. ἀπὸ Θάσου. „δέκα δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν, Βήλου δ’ Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆσ“. ὅτι δὲ
20καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ
πατρὶ τοῦ Ἀρχιλόχου·306
Eth
.

307

ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω,
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Θαυμακία, πόλις Μαγνησίας. Ὅμηρος „οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο“. ἀπὸ Θαυμάκου τοῦ Ποί‐
5αντος πατρός, ἀφ’ οὗ νῆσος. δευτέρα πόλις κατὰ τὸν Μα‐ λιακὸν κόλπον. οἱ ἔνοικοι Θαυμακοί καὶ „Θαυμακίης ἱερὸν Ἀρτέμιδοσ“. Θαυμάσιον, ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν λίθον ὁ Κρόνος κατέπιεν. οἱ ἐνοικοῦντες Θαυμάσιοι.
10 Θάψακος, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. ὁ πολίτης Θαψακηνός. Θαψίπολις, πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Θαψι‐
πολίτης. Κουάδρατος δωδεκάτῳ Ῥωμαϊκῆς [χιλιάδος].307
Eth
.

308

Θάψος, πόλις Λιβύης. Στράβων ἑπτακαιδεκάτῳ. ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θου‐ κυδίδης. τὸ ἐθνικὸν Θάψιος. Θέα, πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. [οἱ πολῖται]
5Θεεῖς. Θεάγγελα, πόλις Καρίας. ὁ πολίτης Θεαγγελεύς. Θεβηθ, φρούριον Μεσοποταμίας. Ἀρριανὸς ἑνδεκάτῃ. ὁ οἰκήτωρ Θεβηθηνός, ὡς Ἄμαθα Ἀμαθηνός. Θεισόα, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. ὁ πολίτης
10Θεισοάτης ὡς Λυκοάτης. Θελαμοῦζα, φρούριον τῆς παρ’ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. τὸ ἐθνικὸν Θελαμουζαῖος. Θεμβρίημος, πόλις Καρίας, ἀπὸ Θεμβρίμου. ὁ πολί‐ της Θεμβριμεύς.
15Θεμίσκυρα, πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ
χώρα. οἱ οἰκοῦντες Θεμισκύριοι. λέγεται καὶ Θεμισκύρειαι.308
Eth
.

309

Θεμισσός, πόλις Καρίας, ἣν ἔκτισε Δάδας. ἀπὸ Θε‐ μισσοῦ παιδός, ὃν λύκοι διεχρήσαντο. ὁ πολίτης Θεμισσεύς. Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. τὸ ἐθνικὸν Θεμισώνιος.
5 Θενα, πόλις Κρήτης. τινὲς δὲ Ἀρκαδίας. οἱ δὲ ὄρος. τὸ ἐθνικὸν Θεναῖος καὶ Θεναία καὶ Θενεῖς. Θευδοσία, Ταυρικὴ πόλις παραλία. Στράβων ζʹ. τὸ ἐθνικὸν Θευδοσιανός καὶ Θευδοσιεύς. Θεούπολις, ἡ μεγίστη τῆς ἕω πόλις, ἥτις ἐξ Ἀντιοχείας
10μετὰ τὸν σεισμὸν ὠνομάσθη ἀπὸ Ἰουστινιανοῦ. ὁ πολίτης Θεουπολίτης. ἔστι καὶ ἐν Αἰγύπτῳ Θεόπολις. ὁ πολίτης ὁμοίως. Θεράπναι, πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν. ἔστι καὶ τόπος ἔχων ναὸν τῶν Διοσκούρων, διὰ τὸ ἐκεῖσε
15τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. τὸ ἐθνικὸν Θεραπναῖος καὶ Θεραπναία καὶ Θεραπναῖον. Θέρμα, χωρίον Σικελίας. Φίλιστος τρίτῳ. τὸ ἐθνικὸν Θερμαῖος. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν
20Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. οἱ οἰκοῦντες Θερμηνοί.
Θέρμη, πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας309
Eth
.

310

φησὶ καὶ Θουκυδίδης. ὁ πολίτης Θερμαῖος. ἔστι καὶ Θερ‐ μαῖος κόλπος. Θέρμος, πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος. τὸ ἐθνικὸν Θέρμιος, καὶ τὸ κτητικὸν Θερμικός.
5 Θέρμυδρα, λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. τὸ ἐθνικὸν Θερμυδρεύς. Θέρνη, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Θερναῖος. Θερσῖται, ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ. Θέσπεια, πόλις Βοιωτίας. Ὅμηρος „Θέσπειαν Γραῖάν
10τε“. Θεσπιάδου κτίσμα, [κατὰ δέ τινας Θεσπίου] τοῦ Τεύ‐ θραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτεί‐ νεται. καὶ συστέλλεται παρὰ Κορίννῃ. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως·
ἄνδρες τοί ποτ’ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος,
15
λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. καὶ θαῦμα πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται. δευτέρα Θεσσαλίας. τρίτη ἐν Σαρ‐ δοῖ. ὁ πολίτης Θεσπιεύς καὶ Θεσπιάς καὶ Θεσπίς. Θεσπρωτία, πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλ‐
20που. τὸ ἐθνικὸν Θεσπρωτός καὶ Θεσπρωτίς. καὶ Θεσπρωτιακός. Θεσσαλία, ἀπὸ Θεσσαλοῦ, ἡ πρότερον Πελασγία. ἐν ταύτῃ οὐκ ἔξεστι πελαγροὺς κτείνειν· τοὺς γὰρ τῆς χώρας ὄφεις ἀναιροῦσιν. ὁ πολίτης Θεσσαλιώτης καὶ Θετταλιώτης
καὶ Θετταλός καὶ Θετταλίς. ἔστι καὶ θετταλίς ὑπόδημά τι310
Eth
.

311

ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις. τὸ Θεττάλη δρᾶμα Μενάν‐ δρου βαρύνεται παρὰ Ἀττικοῖς, εἰς ἰδιότητα τεθέν. λέγεται καὶ θετταλίζω ὡς δωρίζω, ἀφ’ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦ‐
5μεν. Θετταλικὸν περόνημα. Θεσσαλονίκη, πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασάνδρου κτίσμα .... ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρ‐
ραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φί‐311
Eth
.

312

λιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου
5Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. τὸ ἐθνικὸν Θεσσαλονικεύς. Θεστίδειον, πόλις Θεσσαλική. Ἑλλάνικος δὲ δίχα τοῦ ς φησίν, ἀπὸ Θέτιδος. ἔστι καὶ λίμνη Θρᾴκης, παρ’ ᾗ Νῦσα χωρίον. τὸ ἐθνικὸν Θεστιδεύς.
10 Θέστις, πόλις Ἀράβων. καὶ ἄλλη Λιβύης. ὁ πολίτης ἑκατέρας Θεστίτης. [ἐκ δὲ τῆς Λιβυκῆς Κορνοῦτος φιλόσοφος Θεστίτης χρηματίζων.] Θέστωρος, ὡς Κύτωρος, πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. τὸ ἐθνικὸν Θεστώριος.
15 Θήβη, πόλις Βοιωτίας διάσημος, ἀπὸ Θήβης τῆς Προ‐ μηθέως. ὁ πολίτης Θηβαῖος καὶ Θηβαιεύς καὶ Θηβαΐς καὶ ἡ χώρα καὶ ἡ γυνή. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλί‐ μαχός φησιν ὅτι „κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον,
ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς312
Eth
.

313

τριακάδας οὐ πνεῖ παντελῶσ“. τρίτη Θεσσαλίας τῆς Φθιώ‐ τιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας, ἧς ὁ πολίτης Θηβαΐτης. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη
5Συρίας. τὸ κτητικὸν Θηβαϊκός καὶ Θηβαϊκή. τὰ τοπικὰ Θή‐ βηθεν Θήβαζε Θήβησιν. Θηγώνιον, πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευ‐ καλιωνείας. τὸ ἐθνικὸν Θηγώνιος. Θημακός, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς, ὡς δὲ Φρύνιχος,
10τῆς Πτολεμαΐδος. ὁ δημότης Θημακεύς. τὸ τοπικὸν Θημα‐ κόθεν Θημακόνδε Θημακοῖ. Θήρα, νῆσος τῶν Σποράδων, κτίσμα Μεμβλιάρου, ἑνὸς τῶν μετὰ Κάδμου. ἐν ᾗ τοὺς ἐτῶν νʹ θνήσκοντας οὐκ ἐθρή‐ νουν, οὐδὲ τοὺς ἑπτά. ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ
15Καρίας ἄλλη. καὶ τῆς Σογδιανῆς ἄλλη. ὁ οἰκήτωρ Θηραῖος καὶ Θηραία. καὶ Θηραϊκός. τὸ δὲ Θηράσιος ξένον. Θηρασία γὰρ νησίον, ὡς εἰρήσεται. Θηρασία, νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρη‐ ναίας. τὸ α μακρόν „μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίασ“.
20ὁ νησιώτης Θηράσιος.313
Eth
.

314

Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζό‐ νων ὑφ’ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος,
5ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν „θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν“. Θίβρος, πόλις [Καρίας]. Λυκόφρων „οἳ Θίβρον οἰκή‐
10σουσι Σάτνιόν τ’ ὄροσ“. τὸ ἐθνικὸν Θίβριος. Θίγγη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. τὸ ἐθνικὸν Θίγγιος. Θίς, πόλις Αἰγυπτία πλησίον Ἀβύδου. ὁ πολίτης Θινί‐ της. Ἀλέξανδρος Αἰγυπτιακῶν πρώτῳ.
15 Θίσβη, πόλις Βοιωτίας. Ὅμηρος „πολυτρήρωνά τε Θίσβην“. ἀπὸ Θίσβης τῆς Ἀσωποῦ. λέγεται καὶ πληθυντι‐ κῶς. ὁ πολίτης Θισβαῖος. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων,
ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες.314
Eth
.

315

Ἰσμηνίας δὲ ὁ αὐλητὴς Θισβεύς ἐχρημάτιζε, καὶ ὁ Ἐρετριέων αὐλητὴς Θισβεύς. Θμοῦις, πόλις Αἰγύπτου, ὡς Ξόϊς Σάϊς. ὁ πολίτης Θμουίτης.
5 Θορα, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Θο‐ ραιεύς. τὰ τοπικὰ Θόραθεν Θόραζε Θόρασι. Θορικός, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. ὁ δημότης Θορίκιος καὶ Θορικεύς. τὰ τοπικὰ ἐκ Θορικοῦ Θορικόνδε Θορικοῖ.
10 Θόρναξ, ὄρος τῆς Λακωνικῆς. Νικόλαος δʹ. τὸ ἐθνι‐ κὸν Θορνάκιος, ὡς Νάρυξ Ναρύκιος. Θούλη, νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημε‐ ρινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐ‐
15ναντίον. τὸ ἐθνικὸν Θουλαῖος, ἴσως δὲ καὶ Θουλίτης. Θούριοι, πόλις Ἰταλίας, ἡ πρότερον Σύβαρις, ἀπὸ Θουρίας πηγῆς· ὕστερον δὲ Κωπια. λέγεται καὶ Θουρία, καὶ Θούριον ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι
Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα,
20Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν,315
Eth
.

316

Δωρίδος ἐκ πάτρης βλαστόντ’ ἄπο· τῶν γὰρ ἄτλητον
μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. τὸ ἐθνικὸν ὁμωνύμως Θούριοι, καὶ Θουριακοί, καὶ Θουρῖνος οἶνος, ὡς Στράβων. καὶ ὤφειλε δὲ παρὰ τὸ Θούριος Θουρια‐
5νός, ὡς Πάριον Παριανός, ἢ παρὰ τὴν Θουρίαν, ὡς Ὀλβια‐ νός. [ἔστι καὶ Μεσσηνίας πόλις.] Παυσανίας δὲ Ἄνθειαν αὐτήν φησι. καὶ τὸ ἐθνικὸν Θουριᾶται καὶ Θουριάς τὸ θη‐ λυκὸν καὶ Θουριεύς. τινὲς δὲ Θουνίαν καὶ Θουνιάτας. Θρᾴκη, [ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς
10τελευτήσαντος, ἢ] ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, ἀφ’ ἧς καὶ Κρόνου Δόλογκος. ἔστι δὲ ἡ Θρᾴκη χώρα, ἣ Πέρκη ἐκαλεῖτο καὶ Ἀρία. τὸ ἐθνικὸν Θρᾷξ καὶ Θρᾷσσα. καὶ Θρᾷττα ἀττικῶς, καὶ ἡ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου. τὸ θηλυκὸν Θρᾳκία ἀπὸ τοῦ Θρᾴκιος καὶ Θρᾴκιον. τὸ δὲ Θραΐ‐
15κιος λέγεται καὶ διὰ μακροῦ τοῦ ι „ἀνέρα δὲ Τροίη Θρηίκιον316
Eth
.

317

οὔτε φορήσει“. τὸ ἐθνικόν φασι καὶ Θρέικες, καὶ θηλυκῶς Θρέισσα. καὶ θρᾳκιστί τὸ ἐπίρρημα, ὡς ἀπὸ τοῦ θρᾳκίζω. Θρᾳκῶν κώμη, πλησίον Ἀντιοχείας. τὸ ἐθνικὸν κατὰ τέχνην Θρᾳκοκωμήτης.
5 Θράμβος, ἀκρωτήριον Μακεδονίας. τὸ τοπικὸν Θραμ‐ βούσιος. ὁ γὰρ διὰ τοῦ σιος τύπος δύο συλλαβαῖς, εἰ μή τις βραχεῖα παραγωγὴ γένοιτο, τοῦ πρωτοτύπου περιττεύει. σεσημείωται τὸ Περκώσιος καὶ Κριθώσιος ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη.
10 Θρῖα, δῆμος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θρι. ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ ω, Θριῶθεν Θριῶζε καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός.
θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ· ἀχθόμενος δὲ317
Eth
.

318

τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη „πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρεσ“. ἔστι δὲ καὶ δῆμος Θρίων ἀπὸ Θρίαντος.
5 Θρίγκη, πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Θριγκαῖος ὡς Τρικκαῖος. Θριοῦς, πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας, ὅμορος Πάτραις, ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. τὸ ἐθνικὸν Θριούντιος
10καὶ Θριάσιος. Θρόνιον, πόλις Λοκρῶν. Ὅμηρος „Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα“. τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης. Θρύανδα, πόλις Λυκίας. ὁ πολίτης Θρυανδεύς.
15 Θρύον, πόλις τῆς Μεσσηνίας, ἐκ τῶν ἐν αὐτῇ φυομέ‐ νων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ τοῦ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. κεῖται δ’ ἡ πόλις περὶ τὸν Ἀλφειόν. ὁ πολίτης Θρυοέντιος καὶ Θρυούντιος, ἐκ δὲ τῆς Θρυοέσσης Θρυουσσαῖος ὡς Σκοτουσσαῖος. καὶ Θρυούσιος
20ὡς Πιτυούσιος, καὶ Θρυίτης ὡς λικνίτης. Θύαμις, κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν
Ἀραχωσίαν. τὸ ἐθνικὸν Θυαμίτης.318
Eth
.

319

Θυάτειρα, πόλις Λυδίας, ἡ πρότερον Πελόπεια καὶ Σεμίραμις, ἀπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολε‐ μοῦντος, καὶ ἀκούσαντος ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς· νῦν δὲ οὐδετέρως
5φασίν. ἐκαλεῖτο δὲ καὶ Μυσῶν ἐσχάτη. βουλομένων δὲ κτί‐ σαι πόλιν τῶν Μυσῶν, ἀνεῖλεν ὁ θεός, οὗ ἂν ὁραθείη ἔλαφος τετοξευμένη καὶ τροχάζουσα κτίσαι, εὑρόντας δ’ ὀνομάσαι διὰ τὸ θύειν καὶ τροχάζειν τὴν ἔλαφον. τὸ ἐθνικὸν Θυατειρηνός, ὡς Γάγγρα Γαγγρηνός. ἀφ’ οὗ Νίκανδρος γραμματικὸς Θυα‐
10τειρηνὸς [ἢ Κολοφώνιος]. Θυέλα, πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ. τὸ ἐθνικὸν Θυελαῖος. Θυεσσός, πόλις Λυδίας, ὀξυτόνως. ἀπὸ Θυεσσοῦ κα‐ πήλου. ἔστι καὶ Πισιδίας, ἧς τὸ ἐθνικὸν Θυεσσεύς.
15 Θυμαιτάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δη‐ μότης Θυμαιτάδης. τὰ τοπικὰ ἐκ Θυμαιταδῶν καὶ τὰ ὅμοια. Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμ‐ βρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ’ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ
20τοῦ ζ Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμ‐ βριός φησι διὰ τοῦ δ καὶ Δυμβριεύς.
Θύμβραρα, πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς319
Eth
.

320

Ξενοφῶν. τὸ ἐθνικὸν Θυμβραρεύς ἔδει. Ξενοφῶν δὲ Θυμβρα‐ ραῖός φησι. Θύμβρις, ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. τὸ ἐθνικὸν Θύμβριος καὶ Θυμβριάς.
5 Θυμιατηρία, πόλις Λιβύης. τὸ ἐθνικὸν Θυμιατήριος. Θύνη, πόλις Λιβύης, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος. ὁ πολίτης Θυναῖος ὡς Δωδωναῖος. Θυνία, ἡ χώρα τῶν Θυνῶν. τὸ ἐθνικὸν Θυνός ὁμοφώ‐ νως τῷ οἰκιστῇ τῆς Θυνίας, ὡς Θετταλός Ἰταλός.
10 Θυνιάς, νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. τὸ ἐθνικὸν Θυνιάδιος ὡς Ψωφίδιος, καὶ Θυνιαδεύς. λέγεται καὶ Θυνή καὶ Θυνίς καὶ Θυνηίς. Θυραῖον, πόλις Ἀρκάδων, κτίσμα Ὑψοῦντος παιδὸς Λυκάονος. τὸ ἐθνικὸν Θυραῖος ὡς Νυμφαῖος. καὶ Θυραι‐
15όθεν τοπικῶς. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς. [καὶ] κατὰ συναίρεσιν Θυρ. οἱ οἰκοῦντες Θυρεᾶται ὡς Τεγεᾶται, καὶ θηλυκῶς
20Θυρεᾶτις. ἔστι καὶ Ἀκαρνανίας Θύριον διὰ τοῦ ι. τὸ ἐθνικὸν Θυριεύς ὡς Σουνιεύς. Ἀνδροτίων δὲ Θούριος φησί. Θυσσαγέται, ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην, ὡς Ἡρόδοτος. Θώκνεια, πόλις Ἀρκαδίας, ἀπὸ Θώκνου. Παυσανίας
25ὀγδόῳ. ὁ πολίτης Θωκνεύς.
Θῶνις, πόλις Αἰγύπτου, ἀπὸ Θῶνος βασιλέως τοῦ ξενί‐320
Eth
.

321

σαντος Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. ὁ πολίτης Θωνίτης. Θώραξ, πόλις Αἰτωλίας. ἔστι καὶ Μαγνησίας. τὸ ἐθνικὸν Θωρακίτης.
5 Ἴαβις, πόλις [τῆς Γαλαδίτιδος], Ἰώσηπος. λέγεται καὶ Ἰαβισσός. ἐθνικὸν τῆς Ἰάβιδος Ἰαβιδίτης, τῆς δὲ Ἰαβισσοῦ Ἰαβισσηνός. Ἰαγξούατις, πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Ἰαγξουατίτης· Αἰγυπτίων γὰρ καὶ Αἰθιόπων ὁ χαρακτήρ.
10 Ἰαζαβάται, ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος. Ἰάζυγες, ἔθνος Εὐρωπαῖον, ὡς Μαρκιανὸς ἐν περίπλῳ. Ἰάθριππα, πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. ὁ οἰ‐ κήτωρ Ἰαθριππηνός· ἐπιχώριος γὰρ ὁ τύπος, ὡς Μηδαβηνός.
15 Ἰαιτία, πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἰαιτῖνος. Ἰαλυσός, πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. ὁ πολίτης Ἰαλύσιος καὶ Ἰηλύσιος καὶ Ἰαλυσιάς. Ἰάμαι, ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ.
20Ἰάμνια, πολίχνιον Φοινίκης. Στράβων δὲ κώμην φησίν321
Eth
.

322

„ἀπὸ Ἰάμνου, ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθηλότας τόπουσ“. τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτης. ἔστι δὲ καὶ Ἰαμνίτης καθ’ ὕφεσιν τοῦ α. τὰ γοῦν καθ’ ὕφεσιν τοῦ α διὰ διφθόγγου εἰσὶ πλὴν τοῦ Ἰαμνίτης καὶ τοῦ Δαυνίτης.
5 Ἴαμοι, Σκυθίας ἔθνος ... ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἰαπίς, χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα, ὡς Καλλίμαχος Ἑκάλῃ. Ἰάποδες, ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ, Διονύσιος
10ἑκκαιδεκάτῳ. Ἰαπυγία, δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἰᾶπυξ καὶ Ἰαπύγιος καὶ Ἰαπυγία. Ἰάρδανος, ποταμὸς Λυδίας. Ὅμηρος „Ἰαρδάνου ἀμφὶ
15ῥέεθρα“. οἱ οἰκοῦντες Ἰαρδάνιοι. Ἰάς, Ἰλλυρίας μέρος. οἱ οἰκοῦντες Ἰᾶται. λέγεται καὶ Ἰωνικο. Ἴασος, πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη. ὁ πολίτης αὐτῆς Ἰασεύς, ἀφ’ οὗ Χοιρίλος
20ἐὼν Ἰασεύς. Ἴασος δὲ τὸ Ἄργος καὶ Ἰάσιοι οἱ κατοικοῦντες.
Ἰάων καὶ Ἰήων. καὶ ῥῆμα ἰαονίζω, ἀφ’ οὗ τὸ ἰαονιστί322
Eth
.

323

ἐπίρρημα. ἐκ δὲ τοῦ Ἰάων τὸ Ἰάν. λέγεται καὶ θηλυκῶς Ἰάς καὶ Ἰαονίς. Ἰβαῖοι, οἱ καὶ Ἰβηνο, ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ’ εἰσὶ καὶ Λυδίας, οἳ καὶ Ἰαονῖται λέγονται.
5 [Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ
ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ’ ἐστὶν μέγας
ποταμὸς φερόμενος ἐνδοτέρω.
10ταύτης δὲ πολλά φασιν ἔθνη διαιρεῖσθαι, καθάπερ Ἡρόδω‐ ρος ἐν τῇ δεκάτῃ τῶν καθ’ Ἡρακλέα γέγραφεν ἱστορίᾳ οὕτως „τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκέοντες τὰ [πρὸς] δυσμέων
15Κύνητες ὀνομάζονται, ἀπ’ ἐκείνων δὲ ἤδη πρὸς βορέην ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανόσ“. διῃρεῖτο δὲ ἡ Ἰβηρία εἰς [ἐπαρχίας] δύο, νῦν δὲ εἰς τρεῖς,
ὡς Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς „πρότερον μὲν οὖν ἡ Ἰβηρία323
Eth
.

324

εἰς δύο [ἐπαρχίας] διῄρητο ὑπὸ Ῥωμαίων, νυνὶ δὲ εἰς τρεῖς, Βαιτίκην Λουσιτανίαν καὶ Ταρρακωνησίαν“. Ἀρτεμίδωρος δὲ ἐν τῇ βʹ τῶν γεωγραφουμένων οὕτω διαιρεῖσθαί φησιν „ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων
5καὶ ἐνδοτέρω συνωνύμως Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχη‐ δόνος καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίασ“. ἡ δ’ ἑτέρα Ἰβηρία
10πρὸς Πέρσας ἐστί. τὸ ἐθνικὸν Ἴβηρες ὡς Πίερες Βύζηρες. Διονύσιος „ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων“. καὶ Ἀριστοφάνης Τριφάλητι „μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀρι‐ στάρχου πάλαι“. καὶ „τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ“. καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων
15„γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων“. καὶ ἀπὸ τῆς Ἴβηρος γενικῆς Ἰβηρίς τὸ θηλυκόν „Ἑλληνίς, οὐκ Ἰβηρίσ“ Μένανδρος Ἀσπίδι. λέγεται καὶ Ἰβηρικός. [Διονύσιος] „πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν“. λέγεται δὲ καὶ Ἰβηρίτης. Παρθένιος ἐν Λευκα‐
20δίᾳ „Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ“. ἀπὸ τῆς γενικῆς Ἴβηρος324
Eth
.

325

εὐθεῖα, ὡς τῆς φύλακος ὁ φύλακος. Ἀπολλώνιος ἐν τοῖς πα‐ ρωνύμοις φησίν „ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προ‐ παροξυνόμεναι, καὶ ἢ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν
5μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος ‚Χαρόποιό τ’ ἄνακτοσ‛, Τροίζην Τροίζηνος ὁ Τροί‐ ζηνος ‚υἱὸς Τροιζήνοιο‛, Ἴβηρ Ἴβηρος ὁ Ἴβηροσ“. ἀφ’ οὗ παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἐστὶν Ἰβήροισιν οὕτως „καί τοι Λίγυσί θ’ ἅμα καὶ Ἰβήροισι πολεμέοντεσ“. τὸ αὐτὸ
10καὶ Ἅβρων ἐν παρωνύμοις φησί. καὶ „αὐτὸς Ἴβηρος τραγο‐ πώγων“ ἐν Μαλθακοῖς εἴρηται Κρατίνου. λέγονται οἱ Ἴβηρες ὑδροποτεῖν, ὡς Ἀθήναιος ἐν δειπνοσοφιστῶν βʹ οὕτως „Φύ‐ λαρχος μὲν ἐν τῇ ζʹ καὶ τοὺς Ἴβηράς φησιν ὑδροποτεῖν πάν‐ τας, καίτοι πλουσιωτάτους πάντων ἀνθρώπων τυγχάνοντας.
15κέκτηνται γὰρ ἄργυρον καὶ χρυσὸν πλεῖστον. μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτάς τε φορεῖν πολυ‐
τελεστάτασ“.]325
Eth
.

326

Ἴβυλλα, πόλις Ταρτησσίας. τὸ ἐθνικὸν Ἰβυλλῖνος. παρ’ οἷς μέταλλα χρυσοῦ καὶ ἀργύρου. Ἴγνη, πόλις πλησίον Πριάπου. τὸ ἐθνικὸν Ἰγναῖος καὶ Ἰγναία.
5 Ἴγνητες, οἳ καὶ χωρὶς τοῦ ι λέγονται, ὡς εἴρηται ἐν τῷ γ. Ἰδάλιον, πόλις Κύπρου. χρησμὸς γὰρ ἐδόθη ... ὅπου ἴδοι τὸν ἥλιον ἀνίσχοντα, πόλιν κτίσαι. ὁ οὖν Χαλκήνωρ περιών ... τὶς τῶν σὺν αὐτῷ ἔφη „εἶδον βασιλεῦ τὸν ἅλιον“. ἀφ’ οὗ ὠνομάσθαι τὴν πόλιν. τὸ ἐθνικὸν Ἰδαλεύς.
10 Ἴδη, Τροίας ὄρος. Ὅμηρος „Ἴδηθεν μεδέων“. ἀπὸ Ἴδης τινὸς βασιλίσσης, ὡς Χάραξ. οἱ οἰκοῦντες Ἰδαῖοι, καὶ Ἰδηίδαι ἀπὸ τῆς Ἰδηίς εὐθείας θηλυκῆς. Ἰδομενα, πόλις Μακεδονίας. ὁ πολίτης Ἰδομένιος ὡς Κλαζομένιος.
15 Ἰδουμαῖοι, ἔθνος Ἑβραίων, ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν), ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει. Ἰδριάς, πόλις τῆς Καρίας, ἡ πρότερον Χρυσαορίς. ἀπὸ Ἰδρίεω παιδὸς Καρός. ὁ οἰκῶν Ἰδριεύς καὶ Ἰδριάς τὸ
20θηλυκόν. Ἴδυμα, πόλις Καρίας, οὗ καὶ Ἴδυμος ποταμός. τὸ ἐθ‐
νικὸν Ἰδυμεύς καὶ Ἰδύμιος. λέγεται καὶ Ἰδύμη ἡ πόλις.326
Eth
.

327

Ἴδυρος, πόλις καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. ἣ καὶ Ἰδυρίς ὀξυτόνως. τὸ ἐθνικὸν Ἰδυρίτης, τῷ τύπῳ τῶν εἰς ις. Ἱερὰ κώμη, δῆμος Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ἱεροκωμήτης.
5 Ἰεραμα, πόλις Καρίας. τὸ ἐθνικὸν Ἰεραμεύς. Ἱερὰ νῆσος, ἐν τῷ Κρητικῷ πελάγει, ὡς Χάραξ. ἔστι καὶ Αἰγύπτου Ἱερὰ νῆσος. ὁ οἰκήτωρ Ἱερονησίτης ἢ Ἱερονήσιος. Ἱεράπολις, μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, θερμῶν ὑδάτων πολλῶν πλήθουσα, ἀπὸ τοῦ ἱερὰ πολλὰ ἔχειν. βʹ
10Κρήτης. γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ ο. δʹ327
Eth
.

328

Καρίας. τὸ ἐθνικὸν Ἱεροπολῖται, ἀφ’ οὗ Νικάνωρ, ὁ νέος Ὅμηρος, καὶ Πόπλιος καὶ Σαραπίων στωικοὶ καὶ ἄλλοι πλεῖ‐ στοι Ἱεροπολῖται. Ἱεράπυτνα, πόλις Κρήτης, ἡ πρότερον Κύρβα, εἶτα
5Πύτνα, εἶτα Κάμιρος, εἶθ’ οὕτως Ἱεράπυτνα. τὸ ἐθνικὸν Ἱεραπύτνιος. Ἰέρασα, χωρίον Λιβύης. ἡ δὲ σύμπασα γῆ ἐκείνη ἐλέ‐ γετο Κυρήνη. Ἱεράφη, ὡς Ἀνάφη, νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει.
10 Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου πο‐ ταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχ. τὸ ἐθνικὸν Ἱεριχούντιος. Ἰέρνη, νῆσος ἐν τῷ πέρατι πρὸς δυσμαῖς. τὸ ἐθνικὸν
15Ἰερναῖος ὡς Λερναῖος. Ἱερὸς κόλπος, πλησίον Ἀράδου πόλεως. ὁ οἰκῶν Ἱεροκολπίτης. Ἱεροσόλυμα, ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο, ἀπὸ τῶν Σολύμων ὀρῶν. ὁ πολίτης Ἱεροσολυμίτης.
20 Ἰετα, φρούριον Σικελίας, θηλυκῶς. Φίλιστος ἕκτῃ. τὸ ἐθνικὸν Ἰεταῖος καὶ Ἰεταία. Ἰθάκη, νῆσος πρὸς τῇ Κεφαλληνίᾳ, ἀπὸ Ἰθάκου [ἥρωος], ἀφ’ ἧς Ὀδυσσεύς. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. τὸ ἐθνικὸν Ἰθακήσιος καὶ Ἰθακησία καὶ „Ἴθακος Ὀδυσσεύσ“
25ὁμοφώνως τῷ οἰκιστῇ.328
Eth
.

329

Ἰθώμη, πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος „οἵ τ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν“. ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασιλέως. καλεῖται δὲ ὁ τόπος τῆς Θετταλικῆς Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς
5τὴν ου δίφθογγον [Θούμαιον]. τὸ ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμαία καὶ Ἰθωμήτης διὰ τοῦ η, καὶ δωρικῇ τροπῇ Ἰθω‐ μάτας, ἀφ’ οὗ ὁ πολίτης Ἰθωμάτας καὶ Ζεὺς Ἰθωμάτας. καὶ ἑορτὴ Ἰθωμαῖα. καὶ Ἰθωμαιΐς. Ἰκαρία, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἰκαρίου τοῦ
10πατρὸς Ἠριγόνης. ὁ δημότης Ἰκαριεύς. τὰ τοπικὰ Ἰκαριόθεν Ἰκαρίαζε Ἰκαριοῖ. Ἴκαρος, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Μάκρις καὶ Δολίχη καὶ Ἰχθυόεσσα. βʹ ἔστι καὶ πόλις .... γʹ νῆ‐ σος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. ὁ πολίτης Ἰκάριος „πόντου
15Ἰκαρίοιο“. καὶ θηλυκὸν Ἰκαρία. Ἰκόνιον, πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου. φασὶ δ’ ὅτι ἦν τις Ἀννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθα‐
20ρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν
καὶ παροιμία „τὸ ἐπὶ Ἀννακοῦ κλαύσειν“ ἐπὶ τῶν λίαν329
Eth
.

330

οἰκτιζομένων. γενομένου δὲ τοῦ κατακλυσμοῦ ἐπὶ Δευκαλίω‐ νος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ, καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι
5πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. ὁ πολίτης Ἰκονιεύς. Ἴκος, νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ. ὁ νη‐ σιώτης Ἴκιος. ἔγραψε δὲ Φανόδημος Ἰκιακά.
10 Ἰλαραυγᾶται, οἱ Ἴβηρες. Ἑκαταῖος Εὐρώπῃ. καὶ Ἰλα‐ ραυγάτης ποταμός. Ἴλαρις, πόλις Λυκίας, ὡς Πολύχαρμος ἐν Λυκιακοῖς. τὸ ἐθνικὸν Ἰλαρεύς. Ἰλαττία, πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. τὸ
15ἐθνικὸν Ἰλάττιος. Ἴλερδα, πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. ὁ πολίτης Ἰλερδίτης. Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. δευτέρα ἐν τῇ Προποντίδι παρὰ
20Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς
„Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ“, καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος330
Eth
.

331

καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ’ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ „Ἴλιον αἰπύ“ νοθεύει Ἀρίσταρχος. Ἰλισσός, ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ
5Μοῦσαι Ἰλισσίδες, ὡς Ἀπολλόδωρος. Ἰλλυρία, χώρα πλησίον τοῦ Παγγαίου, ἀπὸ Ἰλλυρίου τοῦ Κάδμου παιδός. οἱ οἰκήτορες Ἰλλυριοί καὶ Ἰλλυρίς καὶ Ἰλλυριάς καὶ Ἰλλυρία καὶ Ἰλλύριον. καὶ ἰλλυρίζω ἰλλυριστί Ἰλλυρικός.
10 Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. τὸ ἐθνικὸν Ἰλουργεύς. Ἴμβρασος, ἡ Σάμος, ἀπὸ τοῦ ποταμοῦ. τὸ ἐθνικὸν Ἰμβράσιος καὶ Ἰμβρασία. Ἴμβρος, νῆσός ἐστι Θρᾴκης, ἱερὰ Καβείρων καὶ Ἑρμοῦ,
15ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. οἱ οἰκοῦν‐ τες Ἴμβριοι. Ἱμέρα, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης. ὁ πολίτης Ἱμεραῖος. ἔστι καὶ ποταμὸς Ἱμέρας, ὡς Νικάνωρ.
20 Ἴμυρα, πόλις Φοινίκης. ὁ πολίτης Ἰμυρεύς. Ἰμφεῖς, ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ „οἰκέουσιν Ἰμφέες, Περραιβοί“.
Ἰναχία, ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος. ἀπὸ331
Eth
.

332

Ἰνάχου τοῦ ποταμοῦ. τὸ ἐθνικὸν Ἰνάχειος διὰ διφθόγγου, ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ πῶς δ’ οὐ κλύω τῆς οἰστροδινήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ.
5καὶ οὐδέτερον „σύ τ’ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγουσ“. καὶ διὰ τοῦ ι Ἰνάχιον, καὶ Ἰναχίτης καὶ Ἰναχιεύς. Ἰνδάρα, Σικανῶν πόλις. Θεόπομπος. τὸ ἐθνικὸν Ἰν‐ δαραῖος ὡς Ἱμεραῖος. Ἰνδικ, πόλις Ἰβηρίας πλησίον Πυρήνης. τινὲς δὲ Βλα‐
10βέρουραν αὐτήν φασιν. τὸ ἐθνικὸν Ἰνδικῆται. Ἰνδός, ποταμός, ἀφ’ οὗ Ἰνδοί, ἀφ’ οὗ Ἰνδικός καὶ Ἰνδική „καὶ Ἰνδικὸν οἶδμα θαλάσσησ“. λέγεται καὶ Ἰνδῷος. Ἰνυσσός, πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος.
15 Ἰνσόβαρες, ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος. οὓς καὶ Ἴνσοβρας φησίν. Ἴνσοβροι, ἔθνος Ἰταλικόν. Πολύβιος ιϛʹ. Ἴνυκον, πόλις Σικελίας. Ἡρόδοτος δὲ Ἴνυκα αὐτήν φη‐ σιν ἀπὸ τοῦ Ἴνυξ, ἔοικε δ’ ἐσφάλθαι. ἀφ’ οὗ Ἰνυκῖνος οἶνος.
20ἴδιος γὰρ ὁ τύπος τῶν Σικελῶν. Ἰνυκῖνος οὖν δεῖ.332
Eth
.

333

Ἰξίαι, πληθυντικῶς, χωρίον τῆς Ῥόδου ἀπὸ Ἰξοῦ λι‐ μένος. καὶ Ἴξιος Ἀπόλλων, ὡς Ἀρτεμίδωρος δεκάτῳ γεω‐ γραφουμένων. Ἰξιάς, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ
5„ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλισ“. Ἰξιβάται, ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ. Ἰόνιον πέλαγος, τὸ περὶ τὴν Ἰταλίαν, [ἀπὸ τῆς Ἰοῦς], Αἰσχύλος Προμηθεῖ δεσμώτῃ. οἱ δὲ ἀπὸ Ἰονίου Ἰλλυριοῦ ἢ
10ἀπὸ Ἴονος Ἰταλοῦ. ἐκαλεῖτο δὲ καὶ Ἀδρίας ὁ Ἰόνιος κόλπος. [καὶ] τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου. Ἰώνη γὰρ καὶ ἡ Γάζα ἐκαλεῖτο ἀπὸ Ἰοῦς, βοῦν ἔχουσα πλησίον ἐν τῇ εἰκόνι. Ἰόπη, πόλις Φοινίκης πλησίον Ἰαμνίας ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη.
15ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέν‐ τος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ’
οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθ‐333
Eth
.

334

νικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι, καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης, καὶ Ἰοπίς θηλυκὸν παρὰ Χάρακι. Ἴος, νῆσος τῶν Κυκλάδων, ἀπὸ Ἰώνων οἰκησάντων, ὅθεν
5ἦν Ὁμήρου μήτηρ, ὡς ὁ χρησμός
Ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι,
πατρίδα δίζηαι, μητρὶς δέ τοι, οὐ πατρὶς ἔστιν.
ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται, ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
10ἐκαλεῖτο δὲ καὶ Φοινίκη ἡ Ἴος. ἔστι καὶ Λυδίας. ὁ πολίτης Ἰήτης καὶ Ἰέτης. Ἰουδαία. Ἀλέξανδρος ὁ πολυίστωρ, ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος, ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρα‐
15τευκότος. τὸ ἐθνικὸν Ἰουδαίους, τινὲς δὲ Ἰδουμαίους φασίν. Ἰουερνία, νῆσος Πρετανικὴ τῶν δύο ἐλάσσων. τὸ ἐθνι‐
κὸν Ἰουερνιάτης.334
Eth
.

335

Ἰουέρνη, πόλις ἐν τῷ Πρετανικῷ. τὸ ἐθνικὸν Ἰούερνοι. Ἰουλεῖς, οἱ Ῥωμαῖοι, ἀπὸ τοῦ βασιλέως ἀφ’ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. τὸ ἐθνικὸν Ἰουλεύς καὶ Ἰουλιάς τὸ θηλυκόν, [καὶ] Ἰουλίς.
5 Ἰουλίς, πόλις ἐν Κέῳ τῇ νήσῳ, ἀπὸ Ἰουλίδος κρήνης. ἀφ’ ἧς Σιμωνίδης ἐστὶν ὁ μελοποιὸς καὶ Βακχυλίδης ὁ ἀδελ‐ φιδοῦς ἐκείνου καὶ Ἐρασίστρατος ἰατρὸς μετὰ ταῦτα, καὶ Ἀρίστων ὁ περιπατητικός. οὗτοι Ἰουλιῆται. παρ’ οἷς νόμος ἐτέθη, ὡς Μένανδρος
10
καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία,
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. προσέταττε γὰρ τοὺς ὑπὲρ ἑξήκοντα ἔτη κωνειάζεσθαι, τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν. τὸ ἐθνικὸν Ἰουλιεύς καὶ Ἰουλιήτης ὡς πολιήτης.
15 Ἵπανα, πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῳ. τὸ ἐθνικὸν Ἱπανεύς, ὡς Τύανα Τυανεύς. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Ἰπνεύς. Ἰπνοῦς, χωρίον ἐν Σάμῳ, ἐν ᾧ ἱερὸν Ἥρας Ἰπνουντίδος.
20λέγεται δὲ καὶ Ἰπνουσία.335
Eth
.

336

Ἱππόλα, πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ. τὸ ἐθνικὸν Ἱππολαΐτης, καὶ θηλυκὸν Ἱππολαῗτις. Ἱππόνησος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. τὸ ἐθνικὸν Ἱππονήσιος.
5 Ἵππος, νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ. ἔστι καὶ πόλις Σικελίας. ἔστι καὶ Παλαιστίνης. τὸ ἐθνικὸν Ἵππιος καὶ Ἱππῖνος καὶ Ἱππηνός. Ἱπποταμάδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Ἱπ‐ ποταμάδης. τὰ τοπικὰ ἐξ Ἱπποταμαδῶν εἰς Ἱπποταμαδῶν
10ἐν Ἱπποταμαδῶν. Ἱππουάκρα, πόλις Λιβύης. ὁ πολίτης Ἱππουακρίτης. Ἵππου κώμη, Λυκίας κώμη, διὰ τὸ ὁδοιπόρων τινῶν ἐκεῖ ἵππον ἀποθανεῖν. οἱ οἰκοῦντες Ἱπποκωμῆται. Ἱππουρίσκος, νῆσος Καρίας. τὸ ἐθνικὸν Ἱππουρίσκιος
15ὡς Δορίσκιος Τριποδίσκιος. Ἱππών, Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. Ἱππώνιον, πόλις Βρεττίων, ἀπὸ ἥρωος, ἣ μετωνο‐ μάσθη ὑπὸ Ῥωμαίων Οὐίβων Οὐαλεντία. τὸ ἐθνικὸν Ἱππω‐ νιάτης. τοῦτο δὲ τὸ ἐθνικὸν ὡς ἀπὸ τοῦ Ἱππωνία· ἀπὸ
20γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώνιος ἢ Ἱππωνιεύς.336
Eth
.

337

Ἰρ, ὄρος Μεσσηνίας. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων ἀπὸ Ἴρου. ἔστι καὶ πόλις Λέσβου. καὶ ἡ παρ’ Ὁμήρῳ „Καρδαμύλην τ’ Ἐνόπην τε καὶ Ἰρήν“. τὸ ἐθνικὸν Ἰριεύς τῶν Μαλιέων.
5 Ἴρασα, τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ. τὸ ἐθνικὸν Ἰρασεύς, ὡς Μύλασα Μυλασεύς. Ἶρος, πόλις Θεσσαλίας. Λυκόφρων „Ἶρόν τε καὶ Τρα‐ χῖνα καὶ Περραιβικήν“. ὁ πολίτης Ἰρώτης ὡς Ἠπειρώτης
10Μαλλώτης. ς, πόλις Περσική. Ἡρόδοτος πρώτῃ. ἔνθα καὶ ποταμὸς Ἴς „ἔνθεν ἡ ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη“. Ἰσαυρία, μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. καὶ πόλις [Ἴσαυρα οὐδετέρως], Χάραξ δὲ θηλυκῶς. τὸ ἐθνι‐
15κὸν Ἰσαυρεύς καὶ Ἴσαυρος.337
Eth
.

338

Ἴσβος, Ἰσαυρίας πόλις. τὸ ἐθνικὸν Ἰσβώτης, ὡς Μαλ‐ λός Μαλλώτης. Ἰσεῖον, πόλις Αἰγύπτου, ἀπὸ Ἴσιδος. οἱ οἰκοῦντες με‐ τάβολοι· τοιοῦτοι γὰρ ἦσαν. πωλοῦσι δὲ μόνοις τοῖς ἐμπόροις
5ἀθρόα τὰ φορτία παρὰ τῶν τεχνιτῶν ἀγοράζοντες αὐτὰ κατ’ ὀλίγα καὶ κοτυλίζουσι τοῖς ἐγχωρίοις. προπερισπᾶται δέ, ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ τῶν ὅσα μὴ τῆς γενικῆς τὸ δ ἐφύλαξαν τεμενικῶν· τοιοῦτος γὰρ ὁ τύπος. Ἴσηπος, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ.
10 Ἰσθμός, ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ὁ πολίτης Ἴσθμιος. ἔστι καὶ Κορίνθου Ἰσθμός, ἐν ᾗ Ἴσθμιος ὁ Πο‐ σειδῶν. καὶ νίκη Ἰσθμιάς καὶ Ἰσθμιάδες σπονδαί. λέγονται καὶ Ἰσθμιῶται. Ἴσινδος, πόλις Ἰωνίας. ὁ πολίτης Ἰσίνδιος αἰνετιτάς.
15λέγεται καὶ Ἴσινδα· τὸ ἐθνικὸν Ἰσίνδιος. καὶ χωρίον Ἰσιν‐ δία καὶ Ἴσινδα. Ἰσμάηλα, τῆς Ἀραβίας χωρίον. οἱ οἰκοῦντες Ἰσμαηλῖται. Ἴσμαρος, πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος. ὁ πολί‐ της Ἰσμάριος, καὶ Ἰσμαρικός τὸ κτητικόν. ἔστι καὶ Ἰσμαρὶς
20λίμνη. Ἡρόδοτος ζʹ. Ἰσμήνη, ἡρωὶς καὶ κώμη Βοιωτίας. ὁ κωμήτης Ἰσμήνιος καὶ Ἰσμηναῖος καὶ Ἰσμηνεύς καὶ Ἰσμηνίτης. ἔστι καὶ Ἰσμηνός
ποταμὸς Βοιωτίας, ἀφ’ οὗ Ἰσμήνιος ὁ Ἀπόλλων καὶ Ἰσμηνία.338
Eth
.

339

Ἱσπανίαι, [ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου.] δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη ἡ δὲ μικρά. [ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν „ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρα‐
5τηγὸς ἐπ’ αὐτοὺς Κύϊντοσ“. ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο „Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο“. ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ „τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν,
10οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ’ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι πρὸς ποταμὸν [Ἴβηρα,] Ἰβη‐ ρίαν καὶ ἀπ’ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν“.] Ἴσσα, πόλις ἐν Λέσβῳ, κληθεῖσα Ἱμέρα, εἶτα Πελασ‐
15γία καὶ Ἴσσα ἀπὸ τῆς Ἴσσης τῆς Μάκαρος. ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δελματίαν καὶ Ἰλλυρίαν .... ἔστι καὶ θηλυκὸν Ἰσσάς ἐπὶ τῆς Λέσβου παρὰ Παρθενίῳ ἐν Ἡρακλεῖ. Ἰσσηδόνες, ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀλκμὰν δὲ μόνος Ἐσσηδόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα
20παρ’ ἄλλοις διὰ τοῦ ε. λέγονται καὶ Ἰσσηδοί τρισυλλάβως.
ἔστι καὶ Ἰσσηδών πόλις.339
Eth
.

340

Ἰσσός, πόλις μεταξὺ Συρίας καὶ Κιλικίας, ἐν ᾗ Ἀλέξαν‐ δρος Δαρεῖον ἐνίκησεν, ἣ ἐκλήθη διὰ τοῦτο Νικόπολις ἀπ’ αὐτοῦ. καὶ ὁ Ἰσσικὸς κόλπος. ὁ πολίτης Ἰσσαῖος, ὡς Νεῖλος Νειλαῖος. ἐκεῖ δὲ καὶ ποταμὸς Πίναρος ὀνομαζόμενος.
5 Ἰσσώριον, ὄρος τῆς Λακωνικῆς, ἀφ’ οὗ ἡ Ἄρτεμις Ἰσσωρία. τὸ ἐθνικὸν Ἰσσώριος. Ἰστίαια, πόλις Εὐβοίας. Ὅμηρος „πολυστάφυλόν τ’ Ἰστίαιαν“. ἡ δὲ διὰ τοῦ ι ἰωνικὴ γραφή ἐστι. νῦν δὲ καλεῖ‐ ται Ὠρεός .... ὁ πολίτης Ἰστιαιεύς. Ἔφορος δὲ τὸ ἐθνικὸν
10Ἑστιαῖός φησι. καὶ Ἱστιώτης ὁ τῆς Θετταλικῆς. τῆς δὲ Εὐ‐ βοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ. Ἱστός, νῆσος Λιβύης, Οὐδενόη λεγομένη ὑπὸ Λιβύων, ὑπὸ δὲ Φοινίκων Κέλλα ῥαφσάθ, ὃ ἑρμηνεύεται ἱστὸς νεώς.
15νηὶ γάρ ἐστι παραπλήσιος. τὸ ἐθνικὸν Ἵστιος, τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων ἐπὶ νήσων, Ἴμβριος Ἄνδριος. Ἰστρία, χώρα κατὰ τὸν Ἰόνιον κόλπον. οἱ οἰκοῦντες Ἴστροι καὶ Ἴστριοι. Ἰστριαν, πόλις παρὰ τὴν Περσικὴν θάλασσαν, ὡς
20Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Ἰστριανηνός ἢ Ἰστριανίτης.
Ἴστροι, ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ.340
Eth
.

341

τὸ ἐθνικὸν [Ἴστρος], καὶ κτητικὸν Ἰστρικός, ὡς τὸ Ταῦροι Ταυρικός. Ἴστρος, πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἴστριος καὶ
5Ἰστριεύς. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τὸ ἐθνικὸν ταύτης Ἰστριανός ὡς Ὀλβιανός, καὶ κατὰ τροπὴν Ἰστριηνὸς λιμήν καὶ Ἰστριανίς, θηλυκῶς. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ.
10 Ἰστώνη, ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν Ἰστωναῖος ὡς Τορωναῖος. Ἰταλία, ἡ χώρα, ἀπὸ Ἰταλοῦ, ἡ πρὶν Αὐσονία καὶ Αὐσονίς. τὸ ἐθνικὸν Ἰταλός καὶ Ἰταλίς. ἀπὸ δὲ τοῦ Ἰταλία τὸ Ἰταλιώτης ὡς Κιλικιώτης Φθιώτης. τί δὲ διαφέρει τὸ
15Ἰταλός τοῦ Ἰταλιώτου, ἐν τῷ περὶ Σικελίας εἰρήσεται. τὸ θηλυκὸν Ἰταλιῶτις. καὶ Ἰταλιεύς, ὡς τοῦ Αὐσονία τὸ Αὐσο‐ νιεύς. καὶ ἰταλιάζειν ῥῆμα. καὶ Ἰταλικός τὸ κτητικὸν καὶ Ἰταλιωτικός. ἔστι καὶ Ἰταλικόν χωρίον Σικελίας. ἔστι καὶ Ἰταλίκη πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ἰταλικήσιος καὶ Ἰταλικη‐
20σία. ἐκαλεῖτο ἡ χώρα καὶ Οἰνωτρία καὶ Ἑσπερία. Ἰτανός, πόλις ἐν Κρήτῃ, ἀπὸ Ἰτανοῦ Φοίνικος, ἢ τῶν
Κουρήτων ἑνὸς μιγάδος. οἱ πολῖται Ἰτάνιοι. ἔστι καὶ ἄκρα.341
Eth
.

342

Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλάβως ἔφη. Ἰτύκη, πόλις Λιβύης, Τυρίων ἄποικος. τὸ ἐθνικὸν Ἰτυ‐ καῖος. ἀφ’ οὗ Διονύσιος ὁ Ἰτυκαῖος ῥιζοτομικῶν πρώτῳ.
5 Ἴτων, πόλις Θεσσαλίας „Ἴτωνά τε μητέρα μήλων“. οἱ ἐγ‐ χώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών. τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ’ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ. ἥ τις καὶ Ἰτώνη. τὸ ἐθνικὸν Ἰτωναῖος καὶ Ἰτωναία ἡ Ἀθηνᾶ. ἔστι καὶ πόλις
10Ἰτώνη ἐν Ἠπείρῳ, καὶ Ἰταλίας, καὶ Βοιωτίας, καὶ Λυδίας. ὁ πολίτης Ἰτώνιος καὶ Ἰτωνία, καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, καὶ Ἰτωνιάς καὶ Ἰτωνίς. καὶ χώρα Ἰτώνη ὑπὸ τὸν Αἷμον, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ἴχανα, πολίχνιον τῆς Σικελίας, διὰ τὸ τῇ αὐτοῦ ἁλώσει
15πολλὰ προσλιπαρῆσαι τοὺς Συρακουσίους. ἰχανᾶν δὲ τὸ ἐπι‐ θυμεῖν. τὸ ἐθνικὸν Ἰχανῖνος. Ἴχναι, πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ. Ἐρατο‐ σθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ’ ἄλλην φησὶ διὰ τοῦ α. τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. διωκομένη
20γὰρ ὑπὸ τοῦ Διὸς κατελήφθη ἐν τοῖς τῶν Ἰχναίων τόποις, καὶ ἀπὸ τοῦ διωχθῆναι κατ’ ἴχνος ὠνομάσθη. ἔστι καὶ ἑτέρα
τῆς ἀνατολικῆς πόλις.342
Eth
.

343

Ἰψίκουροι, ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρα‐ κοστῷ τρίτῳ „ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένοσ“. Ἰωλκός, πόλις Θεσσαλίας. „Βοίβην καὶ Γλαφύρας καὶ
5ἐυκτιμένην Ἰαωλκόν“. ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ’ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς. Ἴωλον, ὄρος Περραιβίας. οἱ οἰκοῦντες Ἴωλοι. Ὅμηρος „τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί“ .... „τῷ
10δ’ ἄρ’ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί“. Ἰώνη. οὕτως ἐκαλεῖτο ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν Ἀργεῖοι. τὸ ἐθνικὸν Ἰωνίτης ἢ Ἰωναῖος ὡς Κλεω‐ ναῖος „Κλεωναίοιο χάρωνοσ“. Ἰωνία. οὕτως ἡ Ἀττικὴ πρότερον, ἀπὸ Ἴωνος τοῦ Ἀπόλ‐
15λωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως. „οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέν τοι Δωριεῦσιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦσι Βοιωτοί, ἐν δὲ τοῖς Ἴωσιν Ἀθηναῖοι“. ὁ οἰκῶν Ἴων καὶ Ἰωνίς καὶ Ἰάς καὶ Ἰωνικός καὶ ἰωνίζω ῥῆμα.
Ἰωνίδαι, δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς. ὁ343
Eth
.

344

δημότης Ἰωνίδης. τὰ τοπικὰ ἐξ Ἰωνιδῶν εἰς Ἰωνιδῶν ἐν Ἰωνιδῶν. Ἰωπίς, ὀξυτόνως, Λακωνικὴ χώρα. Ἡρωδιανὸς τετάρτῃ. Ἰωτάπατα, πόλις Συρίας. Ἰώσηπος ἐν τρίτῳ. καὶ θη‐
5λυκῶς Ἰωταπάτη. τὸ ἐθνικὸν Ἰωταπατηνός. Καβαλίς, πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάν‐ δρου. [Στράβων τρισκαιδεκάτῃ.] ἡ γενικὴ Καβαλίδος. ὁ πο‐ λίτης Καβαλεύς. Ἑκαταῖος Ἀσίᾳ. καὶ θηλυκῶς, ὡς Στράβων ἐν τῇ εἰρημένῃ „ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κα‐
10τασχόντων τὴν Καβαλίδα“. ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Κα‐ βάλισσαν φησὶ τὸ θηλυκόν. εἶναι δὲ τὸ γένος αὐτὴν Ὀλβίαν. Καβασσός, πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος „Καβησσόθεν ἔνδον ἐόντα“. Ἑκαταῖος δ’ ὁ Μιλήσιος Καβησσὸν πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον.
15καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ.344
Eth
.

345

Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν Καβησσόν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. Μάζακα δὲ ἡ Καππαδοκίας ἐκαλεῖτο Και‐ σάρεια. ἐθνικῶς ἀρκεῖ τὸ Ὁμηρικὸν Καβησσόθεν. πολλὰ γὰρ
5τοιαῦτα, ὡς τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθνικῶς. δύναται δὲ Καβήσσιος ἢ Καβησσίτης. Καβειρία, πόλις τῆς κάτω Ἀσίας, ἧς τὴν γῆν Καβεί‐ ριοι ᾤκουν. εἰσὶ καὶ Καβείριοι ἔθνος Βοιωτίας, ὡς Παυσα‐ νίας ἐνάτῳ. καὶ Κάβειρος Καβειρία, ἀφ’ οὗ τὸ Καβειραῖος
10καὶ Καβειραία καὶ Καβειρίτης. καὶ Καβείριον. τούτου τὸ ἐθνικὸν Καβείριος, ὡς τὸ Βυζάντιον Βυζάντιος, καὶ Καβειρία τὸ θηλυκόν. καὶ Καβειριεύς. καὶ νύμφαι Καβειρίδες, ἀπὸ Καβειροῦς τῆς Πρωτέως καὶ Ἀγχινόης, ἀφ’ ἧς καὶ Ἡφαίστου Κάδμιλος. ἔστι δὲ ἡ μὲν Καβειρίς παρὰ τὸ Κάβειρος, ἡ δὲ
15Καβειριάς παρὰ τὸ Καβείριος. τὸ κτητικὸν Καβειρικός καὶ Καβειρική, καὶ καβειριάζεσθαι ῥῆμα. Καβελλιών, πόλις Μασσαλίας. Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. τὸ ἐθνικὸν κατὰ τὸν ἐπιχώριον τύπον Κα‐ βελλιωνήσιος ὡς Ταρρακωνήσιος, κατὰ δὲ τὸν Ἑλληνικὸν
20Καβελλιωνίτης ὡς Ταρρακωνίτης.345
Eth
.

346

Καβύλη, πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. τὸ ἐθνικὸν Καβυληνός ὡς Ἀρτακηνός. Καδμεία πόλις, Θηβῶν ἀκρόπολις, ἀφ’ ἧς οἱ Θη‐
5βαῖοι Καδμεῖοι καὶ Καδμείωνες καὶ Καδμεῖαι, καὶ τὸ τεῖχος Καδμεία. Κάδοι, πόλις Μυσίας. Στράβων ιβʹ „καὶ Δορυλάειον πόλις καὶ Κάδοι“. τὸ ἐθνικὸν Καδηνός. Καδούσιοι, ἔθνος μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ
10τοῦ Πόντου. Στράβων ἑνδεκάτῃ. Κάδρεμα, πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. τὸ ἐθνικὸν Καδρεμεύς. Κάθαια, πόλις Ἰνδική. τιμῶσι δὲ τοὺς καλοὺς ἐπὶ τοσοῦτον, ὥστε βασιλέα τὸν κάλλιστον αἱροῦνται. ὁ πολίτης
15Καθαιαῖος. Καικῖνον, χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν. Καινίνη, πόλις Σαβίνων, ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. τὸ ἐθνικὸν Καινινῆται. Καινο, ἔθνος Θρᾴκιον. Ἀπολλόδωρος ἐν χρονικῶν τε‐
20τάρτῳ.
Καινύς, νῆσος πλησίον Πελωριάδος, τῆς κατὰ Σι‐346
Eth
.

347

κελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. ἔστι καὶ πόλις Ἰταλίας Καινύσιον. Καιρ, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Καιριτανός. εἴρη‐ ται ἐν τῷ περὶ Ἀγύλλης.
5 Καισάρεια, μητρόπολις τῆς Καππαδοκίας, ἡ πρὶν Εὐ‐ σέβεια καὶ Μάζακα, ὡς Στράβων. ἔστι καὶ Παλαιστίνης. καὶ τρίτη πρὸς τῇ Πανεάδι. τὸ ἐθνικὸν Καισαρεύς. εἰσὶ δὲ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαβρία, χώρα πλησίον τῆς Ἰταλίας. ὁ οἰκήτωρ Κα‐
10λαβρός, καὶ Καλαβρά θηλυκὸν καὶ Καλαβρίς. Καλάθη, πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησιν. ἔστι καὶ τοῦ Πόντου Καλάθουσα. ὁ πολίτης τῆς Καλάθης Καλαθῖνος ὡς Ἀγαθῖνος, τῆς δὲ Καλαθούσης Καλαθούσιος
15ὡς Νύσιος. Καλάμαι, πόλις Πελοποννήσου. Παυσανίας τετάρτῳ. Καλαμένθη, ἥ τις καὶ Καλαμίνθη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. κρεῖττον οὖν ὡς Ἡρόδοτος διὰ τοῦ ι πόλις Φοινίκων.
20 Κάλαρνα, πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. τὸ ἐθνικὸν Καλαρναῖος. Καλάσιρις, μοῖρα Αἰγύπτου. Ἡρόδοτος δευτέρῳ. οἱ καὶ Καλασίριοι καὶ Καλασιρίαι. Καλατίαι, γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ.
25Καλαύρεια, νησίδιον πρὸς τῇ Κρήτῃ, [κύκλον ἔχουσα]347
Eth
.

348

ὅσον τριάκοντα σταδίων, ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. ἐκαλεῖτο καὶ Εἰρήνη. ὁ πολίτης Καλαυρείτης. Κάλβιος, κρήνη Λυκίας, ἣν καὶ Καλαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ μ φασί.
5 Καλὴ ἀκτ, πόλις Σικελῶν. Εὔδοξος τετάρτῳ γῆς πε‐ ριόδου. ἔστι δὲ [ὡς] Μεγάλη κώμη. ἐκ τῶν δύο δὲ ἡ παρα‐ γωγή, Μεγαλοκωμήτης Καλακτίτης ἢ Καλοακτίτης διὰ τοῦ ι. ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτης [καὶ Ἀττικός· Ἀκτή γὰρ ἡ Ἀττική]. ἢ Καλοακταῖος καὶ Καλοακταία θηλυκόν, ἢ Κα‐
10λοάκτιος ὡς Πανάκτιος καὶ ἐπάκτιος. Κάληρος. οὕτως ἐκαλεῖτο ἡ Ἀλωπεκόννησος ἀπὸ Κα‐ λήρου βασιλέως, Ἀλωπεκόννησος δὲ ὅτι ἐκεῖ εἶδον σκύμνους φέρουσαν καὶ κατατιθεῖσαν ἀλώπεκα. τινὲς δ’ ὅτι δεκάληρος ἐκαλεῖτο ἡ πόλις.
15 Καλησία, πόλις Αὐσονική. Διονύσιος πεντακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Καλησιανός, ὡς αὐτός. Καλλάτηβος, πόλις Λυδίας. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Καλλατήβιος. Κάλλατις, πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου, Στρά‐
20βων ἑβδόμῃ. ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς.348
Eth
.

349

ὁ πολίτης Καλλατιανός, ὡς Τραλλιανός Σαρδιανός· ἀφ’ οὗ Ἴστρος Καλλατιανὸς περὶ τραγῳδίας γράψας καλὸν βιβλίον. ἔοικε δ’ εἶναι ἀπὸ τοῦ Καλλατία ὡς Ὀλβιανός, εἰ μὴ ἀπὸ τῆς ἰωνικῆς γενικῆς γέγονε τῆς Καλλάτιος.
5 Καλλίαι, πόλις μία τῆς ἐν Ἀρκαδίᾳ τριπόλεως. ὁ πολίτης Καλλιεύς, ὡς Παυσανίας. ἔστι καὶ χωρίον πλησίον Τάραντος. Καλλίαρος, πόλις Λοκρῶν, ἀπὸ Καλλιάρου τοῦ Ὁδοι‐ δόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας,
10Στράβων δ’ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναί φησι. Καλλίαρα οὐδετέρως. τὸ ἐθνικὸν Καλλιαρεῖς ὡς Μεγαρεῖς. Καλλιόπη, πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. τὸ ἐθνικὸν Καλλιοπεύς, ὡς Παρθενόπη Παρθενοπεύς. Καλλίπολις, πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς
15Χερρονήσου ἐπ’ ἀκτῆς κειμένη, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. δευτέρα κατὰ τὸν Ἀνάπλουν. τρίτη πόλις Σικελίας. τετάρτη πόλις Καρίας. οἱ πολῖται πασῶν Καλλιπολῖται. Κάλπη, πόλις Βιθυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν.
ἔστι καὶ λιμὴν Κάλπης. τὸ ἐθνικὸν Καλπεύς ὡς Σινωπεύς.349
Eth
.

350

καὶ Καλπῖνος ἔστιν ὡς Πεύκη Πευκῖνος. τοῦ δὲ λιμένος ὡς Καλπολιμενίτης. .... καὶ τὴν πόλιν Κάρπειαν .... τινὲς τού‐ τους Καρπητανοὺς ὡς Καλπειανούς φασι. Καλύβη, πόλις Θρᾴκης, ἄποικος Μακεδόνων. τὸ ἐθνι‐
5κὸν Καλυβῖται ἢ Καλυβεῖς, ὡς τῆς Ἀλύβης Ἀλυβεῖς. Κάλυδνα, νῆσος. καὶ πόλις Θήβης, ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Καλυδνός. ὁ πολίτης Καλυδ‐ ναῖος, καὶ Καλυδνίς τὸ θηλυκόν, καὶ Καλυδνεὺς ὁ Ἀπόλλων καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος.
10 Καλυδών, Αἰτωλίας πόλις, ἀπὸ Καλυδῶνος τοῦ Ἐνδυ‐ μίωνος ἢ τοῦ Αἰτωλοῦ. τὸ ἐθνικὸν Καλυδώνιος καὶ Καλυδωνία. Κάλυμνα, νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμ‐ νας φησί. τὸ ἐθνικὸν Καλύμνιος, ὡς Στράβων δεκάτῳ τὸ Καλύμνιον μέλι ἐκεῖ εἶναί φησι. λέγεται καὶ Καλυμνία. τὸ
15ἐθνικὸν Καλυμνιάτης. Κάλυνδα, πόλις Καρίας, ὡς Καρύανδα. τὸ ἐθνικὸν Καλυνδεύς. Ἡρόδοτος ὀγδόῃ. Κάλυτις, πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ. ὁ οἰκήτωρ Καλυτίτης, καὶ τὸ θηλυκὸν Καλυτίς, διὰ τὸ προειλῆφθαι
20τὸν χαρακτῆρα.350
Eth
.

351

Καμάρα, πόλις Κρήτης. καὶ ὁ πολίτης [Καμαρίτης], ὡς Ξενίων ἐν Κρητικοῖς φησιν. ἥτις Λατώ ἐλέγετο. Καμαρηνο, νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει. οἱ οἰκοῦντες ὁμοίως τῷ πρωτοτύπῳ Καμαρηνοί.
5 Καμαρία, πόλις Ἰταλική. „Ἀλβανῶν ἀπόκτισισ“ Διο‐ νύσιος [δευτέρῳ] Ῥωμαϊκῆς ἀρχαιολογίας. οἱ οἰκήτορες Κα‐ μαρῖνοι. Καμάρινα, πόλις Σικελίας. καὶ λίμνη, ἀφ’ ἧς ἡ πα‐ ροιμία „μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων“. ὁ πο‐
10λίτης Καμαριναῖος. Καμβυσηνή καὶ Ξερξήνη, ἀπὸ Καμβύσου καὶ Ξέρξου, Περσικαὶ χῶραι. τὸ ἐθνικὸν τὸ αὐτό. Καμικός, πόλις Σικελίας, ἐν ᾗ Κώκαλος ἦρχεν ὁ Δαι‐ δάλου. Χάραξ δὲ Ἴνυκον ταύτην φησίν. ὁ πολίτης Καμίκιος,
15καὶ θηλυκῶς. Κάμιρος, πόλις ἐν Ῥόδῳ, ἀπὸ τοῦ παιδὸς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης. ἀπὸ Κερκάφου δὲ αἱ Ῥόδιαι γυναῖκες Κερκαφίδες. ἦσαν δὲ τρεῖς, ὡς Ὅμηρός φησι „Λίν‐ δον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον“. ὁ πολίτης Καμι‐
20ρεύς. Πείσανδρος ὁ διασημότατος ποιητὴς Καμιρεὺς ἦν. λέγεται καὶ Καμιρίτης καὶ Καμιραῖος, καὶ θηλυκῶς. Καμμανία, μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κε‐
στρινία. ἐξ ἧς Κάδμος ὁ ποταμός. Κεστρῖνος δὲ κτίσμα351
Eth
.

352

Κεστρίνου τοῦ υἱοῦ Ἑλένου τοῦ Πριαμίδου. οἱ οἰκήτορες Καμμανοί, ὡς τῆς Καμπανίας Καμπανοί. Κάμπος, κτίσμα Καμπάνου, ἀφ’ οὗ ἐκλήθησαν [Καμ‐ πανοί.] τὸ θηλυκὸν Καμπανίς καὶ Καμπανή.
5 Κάναθα, πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. τὸ ἐθνικὸν Καναθηνός. ἔν τισι δὲ καὶ διὰ τοῦ ι γράφεται. Κάναι, „πολίχνιον [Εὐβοϊκὸν ἢ] Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου“. ἔστι καὶ ὄρος Κάνη καὶ πόλις
καὶ λίμνη. ἔστι καὶ πόλις τῆς Τρῳάδος. Στράβων ιγʹ. εἰσὶ352
Eth
.

353

καὶ Κάνναι διὰ δύο νν, πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Καναῖος καὶ Καναία. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. Καναῖος Ζεύς οὐ μόνον ἀπὸ τοῦ Καναίου, ἀλλὰ καὶ ἀπὸ τῆς Κάνης.
5 Κάναστρον, ἄκρον Θρᾴκης καὶ Μακεδονίας. τὸ ἐθνι‐ κὸν Καναστραῖος. Σοφοκλῆς δὲ ὑπομνηματίζων τὰ ἀργοναυ‐ τικά „Καναστραῖον“ φησίν „ἀκρωτήριον τῆς Παλλήνησ“. ἀλλ’ ἐναντιοῦται τὰ ἐθνικά, εἰ μὴ καὶ τοῦτο ἐκλάβοιμεν πα‐ ραπλησίως τῷ Λέχαιον καὶ Λεχαῖος, καὶ Λύκειον τὸ γυμνά‐
10σιον καὶ Λυκεῖος Ἀπόλλων, καὶ Νύμφαιον καὶ Νυμφαῖος. Κάνδασα, ὡς Μύλασα Πήγασα, φρούριον Καρίας. Πο‐
λύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Κανδασεύς καὶ Κανδασίς.353
Eth
.

354

Κάνδαρα, χωρίον Παφλαγονίας „ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη“. οἱ οἰκήτορες Κανδαρηνοί. καὶ Ἥρας Κανδαρηνῆς ἱερόν. Κάνδυβα, οὐδετέρως, πόλις Λυκίας. ἀπὸ Κανδύβου
5παιδὸς Δευκαλίωνος. τὸ ἐθνικὸν Κανδυβεύς. Κανθηλία, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Ἡρόδοτος. Κανθήλη, πόλις Λιβυφοινίκων. καὶ Ἑκαταῖος οὕτω. Κανταβρία, χώρα. Στράβων τρίτῃ. οἱ οἰκήτορες Καν‐
10ταβροί, ὡς τῆς Καλαβρίας Καλαβροί. Κάντανος, πόλις Κρήτης, ὡς Ξενίων ἐν περιορίου
Κρητικοῦ τόπου. τὸ ἐθνικὸν Καντάνιος.354
Eth
.

355

Κανύσιον, μεγίστη τῶν Ἰταλιωτίδων πόλεων. Στράβων ἕκτῃ. τὸ ἐθνικὸν Κανυσῖνος ἢ Κανυσίτης, ὡς Στράβων. Κάνυτις, πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κανυτίτης.
5 Κάνωπος. οὕτως ἔδει γράφεσθαι [διὰ τοῦ π. γράφεται δὲ ὅμως] διὰ τοῦ β. Στράβων ἑπτακαιδεκάτῃ „Κάνωβος δ’ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθα‐ νόντος αὐτόθι“. καὶ ἱερὸν Ποσειδῶνος Κανώβου. καὶ νῆσος.
10τὸ ἐθνικὸν Κανωβίτης, καὶ τὸ κτητικὸν Κανωβικός, καὶ Κα‐ νωβικὴ διῶρυξ καὶ τὸ Κανωβικὸν στόμα. καὶ Κανωβίς θηλυκόν. ἔστι καὶ Λιβύης τόπος Κάνωπος. Καοῦς, κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς. ὁ πολί‐ της Καούσιος· ἐκεῖ γὰρ οὕτως Ἀσκληπιὸς τιμᾶται Καούσιος,
15ὡς Παυσανίας ὀγδόῳ. Κάπαι, πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ ἐθνικὸν Καπαῖος ὡς Ναπαῖος. Καπετώλιον, ἐν Ῥώμῃ λόφος Ταρπαῖος πάλαι λεγό‐ μενος. περὶ δὲ τῆς γραφῆς τοῦ τεμενικοῦ ὁ Εὐδαίμων διὰ
20τοῦ ι φησίν „Εἰρηναῖος προπαροξύνει διὰ τοῦ ι γράφων“.
Ἡρωδιανὸς δὲ Καπετωλίειον ἐν ἓξ συλλαβαῖς, καὶ ἐν συναιρέσει355
Eth
.

356

Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προ‐ περισπᾶται. ὅσα γὰρ ἔχει προϋπάρχοντα εἰς ος καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ι ἢ προηγουμένου αὐτοῦ τοῦ α ὥστε εἶναι πρὸ τέλους τὴν αι δίφθογγον, προπερισπᾶται, ἢ
5καὶ ὅσα κτητικά. Ἀσκληπιεῖον, Ἀσκληπιός γάρ· Πτολεμαεῖον, Πτολεμαῖος γάρ· Ὀλυμπιεῖα τὰ Ἀθήνησιν, Ὀλύμπιος γάρ. τὸ δὲ τέμενος Καπετώλιον καὶ Καπετώλιος Ζεὺς διὰ τοῦ ι. τὸ ἐθνικὸν Καπετωλῖνος. Καπίννα, Τυρρηνικὴ πόλις. λέγεται καὶ πληθυντικῶς.
10τὸ ἐθνικὸν Καπιννάτης [καὶ Καπιννήτης], ὡς Αἰγινάτης καὶ Αἰγινήτης. τὸ κτητικὸν Καπιννάτιος. Καππαδοκία, χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος „ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν ...“ τὸ ἐθνικὸν Καππάδοξ
15καὶ Καππάδοκος. καὶ Καππαδόκης· Ἡρόδοτος δέ φησιν. ὁ κτιστὴς Καππάδοκος εἴρηται ὑπὸ Μενάνδρου. λέγεται καὶ Καππαδόκισσα, ὡς Αἰθιόπισσα καὶ πανδόκισσα. διῄρητο δ’ οὐχ ὡς νῦν εἰς πρώτην καὶ δευτέραν, ἀλλ’ εἰς μείζονα καὶ
ἐλάττονα, καὶ μικρὰν καὶ μεγάλην.356
Eth
.

357

Καπρίη, νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. λέγονται καὶ Καπρια. τὸ ἐθνικὸν Καπριάτης. ἐντεῦθεν ἦν Βλαῖσος σπουδογελοίων ποιητὴς Καπριάτης. Καπύα, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος
5τοῦ Τρωικοῦ. τὸ ἐθνικὸν Καπυανός ὡς Ἀσιανός. ΚάραλλιςΚαράλλεια, Ἰσαυρικὴ πόλις. τὸ ἐθνικὸν Καραλλεώτης. ἔστι καὶ Κάραλις δι’ ἑνὸς λ Λιβυκὴ πόλις, καὶ ἐθνικὸν αὐτοῦ Καραλιτανός. Καραμβύκαι, ἔθνος Ὑπερβορέων, ἀπὸ ποταμοῦ Κα‐
10ραμβύκα, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Κάρανα, πόλις Γαλατίας, ὑπὸ Ῥωμαίων συνοικισθεῖσα. τὸ ἐθνικὸν Καρανίτης καὶ Καρανῖτις τὸ θηλυκόν. Καρβανίς .... γέγονε καὶ ἀπὸ γενικῆς εὐθεῖα ὁ Κάρβανος. ἔστι καὶ Κάρβανα πόλις Λυκίας, καὶ τὸ ἐθνικὸν Καρβανεύς.
15 Καρδαμύλη, [πόλις Μεσσηνίας.] Ὅμηρος „Καρδαμύλην Ἐνόπην τε“. Ἡρόδοτος δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δ’ ἑτέρα εἶναι πλησίον Χίου. τὸ ἐθνικὸν Καρδαμυλίτης ὡς Σινωπίτης. παρὰ δὲ τῶν ἐγχωρίων Σκαρδαμυλίτης λέγεται.
ἔστι δὲ καὶ Καρδαμυλησσός κώμη.357
Eth
.

358

Καρδησσός, πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πο‐ λίτης Καρδήσσιος καὶ Καρδησσεύς. Καρδία, πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου. Ἑρμοχάρους δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ
5ἀναπτάντα εἰς τόνδε τὸν χῶρον μεθεῖναι, καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι τῇ Σκυθῶν γλώττῃ οὕτως κεκλῆσθαι. ὁ πο‐ λίτης Καρδιανός ὡς Ἀσιανός. Καρδοῦχοι, ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ „ἐς Καρδούχους ἄγει“. τούτους δέ φησιν οἰκεῖν ἀνὰ
10τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν. καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν. Καρδυτός, ὡς Βηρυτός, πόλις Σύρων μεγάλη, ὡς Ἑκα‐ ταῖος ἐν περιηγήσει Ἀσίας. τὸ ἐθνικὸν Καρδύτιος ὡς Βηρύτιος. Καρήνη, πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν
15Καρηναῖος, ὡς Κρατερὸς γʹ περὶ ψηφισμάτων „Γρυνεῖς Πι‐ ταναῖοι Καρηναῖοι“. Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως, ἀπὸ Καρθίου τελευτήσαντος ἐκεῖ. οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ιϛʹ. ἔστι καὶ Ἰβηρίας Καρταία, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ
20γεωγραφουμένων. Καρία, ἡ χώρα. τὸ ἐθνικὸν Κάρ, ὁμωνύμως τῷ οἰκιστῇ.
τὸ θηλυκὸν κατὰ τέχνην [Καῖρα, καὶ ἐν διαλύσει] Κάιρα. ἡ358
Eth
.

359

χρῆσις δὲ τὴν ει δίφθογγον ἔχει. Ἀπολλώνιος δὲ διὰ τοῦ ι φησὶ μακροῦ, ὡς ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς α βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν
5φύσει ἢ θέσει. Ἡρωδιανὸς δὲ ἐν μὲν τῇ ὀρθογραφίᾳ ἀμφι‐ βολεῖ, ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν, ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ. „ἔστι γὰρ ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίγνεται, ὀίομαι ὄιγον ὄιδα παρ’ Αἰολεῦσιν, ἀντὶ τοῦ οἶδα. ἡ χρῆσις
10δὲ διὰ διφθόγγου κατὰ συνεκδρομὴν τοῦ σώτειρα ὀλέτειρα“. λέγεται καὶ Κάριος· οὕτως γὰρ ὁ Ζεὺς παρὰ Μυλασεῦσι τιμᾶται. τὸ θηλυκὸν Καρία. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως, καὶ ὁ οἰκήτωρ Κάριος. ἔστι καὶ Καρίνη. ἔστι καὶ Καριάτης. ἔστι καὶ Κα‐
15ριᾶτις, καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. τὸ ἐθνικὸν Καριδεύς ὡς Ἀρκαδεύς, τὸ ἀπὸ τῆς τέχνης Καρίτης. τῶν Καρῶν τὸ κτητικὸν Καρικός. Ἡρόδοτος ἐν πρώτῃ „τὸ Καρικὸν ἔθνος δοκιμώτατον“.
20 Καρικόν, τόπος ἰδιάζων ἐν Μέμφιδι, ἔνθα Κᾶρες οἰ‐ κήσαντες, ἐπιγαμίας πρὸς Μεμφίτας ποιησάμενοι, Καρο‐ μεμφῖται ἐκλήθησαν. Καρικὸν τεῖχος, πόλις Λιβύης ἐν ἀριστερᾷ τῶν Ἡρα‐
κλείων στηλῶν, ὡς Ἔφορος πέμπτῃ. τὸ ἐθνικὸν Καρικοτειχίτης.359
Eth
.

360

Καρκινῖτις, πόλις Σκυθική. Ἑκαταῖος Εὐρώπῃ. οἱ κατοικοῦντες Καρκινῖται. Καρμανία, χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδεκάτῃ. τὸ ἐθνικὸν Καρμάνιοι καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Καρ‐
5μανοί καὶ Καρμανίς. ἔστι καὶ Κάρμανα νῆσος ἢ ἀπὸ τῶν Καρμανῶν. Κάρμηλος, ὄρος δυσχείμερον. τὸ ἐθνικὸν Καρμήλιος, ὡς Μῆλος Μήλιος. καὶ κύριον ἐντεῦθεν. τὸ ἐθνικὸν παρα‐ πλήσιον.
10 Κάρμινα, νῆσος Ἰνδική. τὸ ἐθνικὸν ὤφειλε Καρμιναῖος, εὕρηνται δὲ Καρμῖνοι. Κάρνανα, πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Καρνανᾶται. Οὐράνιος δὲ Καρνανίαν καὶ Καρνανίτας φησί.
15 Κάρνη, πόλις Φοινίκης, ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. ὁ πολίτης Καρνίτης. Λυκόφρων „ὄλοιντο ναῦ‐ ται πρῶτα Καρνῖται κύνεσ“. ἔστι δὲ ἄλλη Αἰολίδος, ἧς τὸ ἐθνικὸν Καρναῖος, τὸ κτητικὸν Κάρνιος τριγενές. Ἀρτεμίδω‐ ρος δ’ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν „ἔστι Κάρνος καὶ συνεχῶς
20Πάλτος, εἶτα Γάβαλα πόλισ“. καὶ ἀναλογεῖ τὸ Καρνίτης. Καρνία, πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Κάρνος, νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγρα‐
φουμένων. τὸ ἐθνικὸν Κάρνιος.360
Eth
.

361

Καρόπολις, πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. τὸ ἐθνικὸν Καροπολίτης. Καρὸς κῆποι, χωρίον Θρᾴκης. Θεόπομπος νʹ. τὸ ἐθνι‐ κὸν Καροκηπίτης, ὡς αὐτός.
5 Καρουεντός, πόλις Λατίνων. Διονύσιος βʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔν τισι δὲ γράφεται Καρυεντός καὶ τὸ ἐθνι‐ κὸν Καρυεντανός. Κάρπαθος, νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος [„Κρά‐ παθόν τε Κάσον τε καὶ Κῶν“. Διονύσιος δὲ Κρήτης,] „Κάρ‐
10παθος αὖτ’ ἐπὶ τῇσι ποτὶ ζόφον, [ἐγγύθι δ’ αὐτῆς Κρήτη τιμήεσσα“.] ὁ οἰκήτωρ Καρπάθιος καὶ Καρπαθία, καὶ Καρ‐ πάθιον. Καρπασία, πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. Διονύσιος δὲ διὰ διφθόγγου
15Κραπάσειαν αὐτήν φησιν ἐν τρίτῳ Βασσαρικῶν „ἠδ’ ὁπόσοι Κινύρειον ἰδ’ αἰπεινὴν Κραπάσειαν“. ἔστι καὶ νῆσος Καρ‐ πασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρ‐ παθον αὐτήν φησι. Δημήτριος δ’ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι
20δοκεῖ. ὁ πολίτης Καρπασεώτης ὡς Μαρεώτης. καὶ τὸ κτη‐ τικὸν Καρπασεωτικός καὶ Καρπασεωτικὴ ἄκρα. Θεόπομπος ἐν δεκάτῳ Καρπασεῖς αὐτούς φησιν, ἴσως ἀπὸ τοῦ Κάρπασος, ὡς Ἀντίοχος Ἀντιοχεύς, ἀφ’ οὗ Καρπάσεια. Καρπηία. εἴρηται ἐν τῷ Κάλπη, ὅτι τινὲς Κάρπειαν
25τὴν πόλιν φασὶ καὶ Καρπητανοὺς τὸ ἐθνικόν.361
Eth
.

362

Καρπήσιοι, ἔθνος Ἰβηρικὸν τῶν ἐκτὸς Ἴβηρος ποταμοῦ. Κάρραι, πόλις Μεσοποταμίας, ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. τὸ ἐθνικὸν Καρρηνός ἢ καὶ Καρραῖος. ἔστι καὶ πό‐ λις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ.
5 Καρύα, χωρίον τῆς Λακωνικῆς. Θεόπομπος νεʹ. ὁ οἰ‐ κήτωρ Καρυάτης καὶ θηλυκὸν Καρυᾶτις καὶ Καρυαῖος καὶ Καρυεύς. καὶ Καρυᾶτις μέλισσα ἀντὶ τοῦ Λακωνική. Καρύα γὰρ αὐτόθι τόπος. Καρύανδα, πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύν‐
10δου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. τὸ ἐθνι‐ κὸν Καρυανδεύς ὡς Ἀλαβανδεύς. ἐντεῦθεν ἦν καὶ Σκύλαξ ὁ παλαιὸς λογογράφος. Κάρυστος, πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἀπὸ Καρύστου τοῦ Χείρωνος. Θεοδωρίδας Χειρωνίαν αὐτήν φησι.
15κεῖται δ’ ἡ πόλις πρὸς τῷ Μυρτῴῳ πελάγει ὑπὸ τῷ ὄρει Ὄχῃ. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς [ἐκεῖ ὀχείας, ἤτοι] τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας, ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκε‐ σθαι ὀχευόμενα ἐν τῷ τόπῳ· οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐν ταύτῃ τῇ πόλει
20γίνεται „λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι, ῥυπωθέντα δὲ εἰς φλόγα βάλλεσθαι
καὶ ἀποκαθαίρεσθαι τὸν πίνον τῇ πλύσει παραπλησίωσ“.362
Eth
.

363

ἐκαλεῖτο δὲ καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύον‐ τος, ἀφ’ οὗ καὶ τὸ πέλαγος Αἰγαῖον. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφ’ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ. τῆς προτέρας τὸ ἐθνι‐
5κὸν Καρύστιος „ἐν ᾧ τὸ λατόμιον τῶν Καρυστίων κιόνων“. καὶ θηλυκὸν Καρυστία. Καρχηδών, μητρόπολις Λιβύης, διασημοτάτη πόλις. Χαλ‐ κηδών δὲ τῆς Βιθυνίας διὰ τοῦ λκ. ἀπὸ Καρχηδόνος Φοίνικος. ἐκαλεῖτο δὲ καινὴ πόλις καὶ Καδμεία καὶ Οἴνουσα καὶ
10Κακκάβη. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κε‐ φαλὴ δηλοῦται. ἔστι δὲ καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας, ἐκαλεῖτο δὲ καὶ αὐτὴ καινὴ πόλις. ἔστι δὲ καὶ Ἀρμενίας Καρχηδών, ὡς Εὐτρόπιός φησιν. ὁ πολίτης „Καρχηδόνιος σοφὸς Μάγων“ καί „Κλειτόμαχος, ὁ Διογνήτου, ὃς ἐκαλεῖτο
15Ἀσδρούβας, φιλόσοφος ἀκαδημαϊκός, διάδοχος Καρνεάδου τῆς Κυρηναίου σχολῆς, ὃς κηʹ ἐτῶν ἐλθὼν Ἀθήναζε ἄμοιρος ἦν τῶν πρώτων στοιχείων καὶ ταῦτα μανθάνων ἠκροάσατο Καρνεάδου“. Κάσιον, ὄρος καὶ πόλις Αἰγύπτου πρὸς τῷ Πηλουσίῳ. ἐκλήθη δὲ ἀπὸ τῆς Κυκλάδος νήσου ἢ ἀπὸ Κάσου τοῦ Κλεό‐
20χου, ἀφ’ οὗ καὶ Κασίου Διὸς ἱερόν. ὁ πολίτης Κασιώτης ὡς Πηλουσιώτης, καὶ θηλυκὸν Κασιῶτις, καὶ τὸ κτητικὸν
Κασιωτικός, ἀφ’ οὗ ἐν τῇ συνηθείᾳ τὰ Κασιωτικὰ ἱμάτια.363
Eth
.

364

Κασμένη, πόλις Σικελίας. Ἡρόδοτος ζʹ. ὁ πολίτης Κασμεναῖος καὶ Κασμεναία. Κάσος, μία τῶν Κυκλάδων. „οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε“. ἐκαλεῖτο δ’ Ἄμφη καὶ Ἀστράβη.
5κέκληται δὲ ἀπὸ τοῦ Κάσου τοῦ Κλεόχου πατρός. ἀπῴ‐ κισται δὲ τῆς νήσου καὶ τὸ ἐν Συρίᾳ ὄρος Κάσιον. ἔστι καὶ ἑτέρα Περσίδος καὶ πόλις. καὶ τὸ ἐθνικὸν Κάσιος. Κασπάπυρος, πόλις Γανδαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ.
10 Κάσπειρος, πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ. Ἡρό‐ δοτος γʹ. τὸ ἐθνικὸν Κάσπειροι, ὡς Διονύσιος ἐν γʹ Βασσα‐ ρικῶν „ἐν δέ τε Κάσπειροι ποσσικλυτοί, ἐν δ’ Ἀριηνοί“. καὶ πάλιν
Κοσσαῖος γενεὴν Κασπειρόθεν, οἵ ῥά τε πάντων
15Ἰνδῶν ὅσσοι ἔασιν ἀφάρτερα γούνατ’ ἔχουσιν· ὅσσον γάρ τ’ ἐν ὄρεσσιν ἀριστεύουσι λέοντες, ἢ ὁπόσον δελφῖνες ἔσω ἁλὸς ἠχηέσσης, αἰετὸς εἰν ὄρνισι μεταπρέπει ἀγρομένοισιν, ἵπποι τε πλακόεντος ἔσω πεδίοιο θέοντες,
20τόσσον ἐλαφρότατοισι περιπροφέρουσι πόδεσσιν
Κάσπειροι μετὰ φῦλα τά τ’ ἄφθιτος ἔλλαχεν ἠώς.364
Eth
.

365

ἔδει οὖν ὡς Στάγειρος Σταγειρίτης, οὕτως Κάσπειρος Κασπει‐ ρίτης. ἀλλ’ οἱ βάρβαροι Ἑλληνικὴν ἀναλογίαν οὐ φυλάττουσι. Κασπία θάλασσα. οἱ ἐξ αὐτῆς Κάσπιοι καὶ Κάσπιον ὄρος καὶ Κάσπιοι ἄνδρες καὶ Κασπία γῆ καὶ Κάσπιον. λέ‐
5γεται καὶ Ὑρκανία ἡ Κασπία. τινὲς δὲ ταύτας διακρίνουσι. „φασὶ δὲ τὴν ἔξω θάλατταν οἱ πολλοὶ τῶν βαρβάρων ὠκεα‐ νόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ’ Ἕλληνες Ἀτλαντικὸν πέλαγος ....“ γίνεται δὲ Κασπιανός ἐκ τοῦ Κασπία ὡς Καρδιανός.
10 Κασάνδρεια, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. ὁ πολίτης Κασανδρεύς. Ποσείδιππος δὲ κωμῳδίας ποιητὴς υἱὸς ἦν Κυνίσκου Κασανδρέως. Κασσανῖται, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θα‐
15λάσσης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς „ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνοσ“. Κασσάνωρος, πόλις Αἰγυπτία, ἧς μέμνηται Ἔφορος κϛʹ. τὸ ἐθνικὸν Κασσανωρίτης. Κασσίτερα, νῆσος ἐν τῷ ὠκεανῷ, τῇ Ἰνδικῇ προσεχής,
20ὡς Διονύσιος ἐν Βασσαρικοῖς. ἐξ ἧς ὁ κασσίτερος. Κασσώπη, πόλις ἐν Μολοσσοῖς, ἐπώνυμος τῇ Κασσω‐ πίᾳ χώρᾳ. τὸ ἐθνικὸν Κασσωπαῖος καὶ Κασσώπιος καὶ
Κασσωπία. ἀπὸ τοῦ Κασσώπιος Κασσωπιάς ὡς Ἑλικωνιάς.365
Eth
.

366

Ἡρόδωρος δὲ Κασσωποὺς αὐτούς φησιν, ἴσως κακῶς. πάντες δὲ διὰ δύο σς, Ἡρωδιανὸς δὲ μόνος δι’ ἑνὸς ς. Καστάβαλα, Κιλικίας [καὶ Φοινίκης] πόλις. Στράβων ιβʹ. ὁ πολίτης Κασταβαλεύς. [ἐνταῦθα Ἀρτέμιδος ἱερόν,] ἣ
5καὶ Περασία ἐκαλεῖτο. Κασταλία, πόλις Κιλικίας. Θεαγένης ἐν Καρικοῖς. τὸ ἐθνικὸν Κασταλιώτης. ὁ τύπος τοῖς Κίλιξι συνήθης. Κασταλών, μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Κασταλωνίτης ὡς Ἀσκα‐
10λωνίτης Ταρρακωνίτης. Κασταναία, [πόλις Θετταλίας.] Εὔδοξος δὲ διὰ τοῦ θ φησί. [Λυκόφρων] „καὶ Κασταναίαν ἀκτέριστον ἐν πέτραισ“. τὸ ἐθνικὸν Κασταναῖος. ἔστι καὶ Καστανία διὰ τοῦ ι πόλις πλησίον Τάραντος. τὸ ἐθνικὸν Καστανιάτης.
15 Κάσταξ, Κάστακος, ὡς Νάρυξ Νάρυκος, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Καστακαῖος ὡς Ναρυκαῖος. ὁ Ἀππιανός φησι. Κάστνιον, ὄρος ἐν Ἀσπένδῳ τῆς Παμφυλίας. τὸ ἐθνι‐ κὸν Κάστνιος καὶ Κάστνιον, ἐξ οὗ καὶ Καστνιήτης. ἔδει δὲ Καστνιώτης ὡς Πηλιώτης.
20 Καστωλοῦ πεδίον, Δωριέων, ὡς Ξενοφῶν. ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν. ἦν δὲ πόλις ἐν Λυδίᾳ Καστωλός. τὸ ἐθνικὸν Καστώλιος ὡς Σπαρτώλιος. καὶ τὸ κτητικὸν Καστωλικός.
Κασώριον, τὸ πορνεῖον. Ἀριστοφάνης „ἐν κασωρίοισι366
Eth
.

367

λείχων“. ὁ οἰκήτωρ κασωρίτης, καὶ θηλυκῶς κασωρῖτις καὶ κασωρίς. Κατάβαθμος, τόπος ἐν Λιβύῃ μεταξὺ τοῦ Ἄμμωνος καὶ τοῦ Παραιτονίου. ὁ οἰκήτωρ Καταβαθμίτης, ὡς Φελλός
5Φελλίτης. Κατακεκαυμένη, χώρα τῆς Ἐφεσίας. Στράβων τρι‐ σκαιδεκάτῳ. τὸ ἐθνικὸν Κατακεκαυμενίτης „ἄδενδρος ἅπασα πλὴν τῆς ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι“.
10ἔστι καὶ νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Κατάνη, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ „μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη“. ἀπὸ δὲ τῆς Κατάνης Χαρώνδας, ὁ διάσημος τῶν Ἀθήνησι νομοθετῶν. κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεο‐
15κλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ υ νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὰ ἄνω κάτω γέγονεν. ἔστι καὶ ἄλλη κατέναντι τῆς Λέσβου πληθυντικῶς λεγομένη. τὸ ἐθνικὸν Καταναῖος καὶ θηλυκῶς καὶ οὐδετέρως. Κατάνειρα, οὐδετέρως, πόλις ... ὡς Θεόπομπος λεʹ
20Φιλιππικῶν. ὁ οἰκητὴς Κατανειρεύς ὡς Μεγαρεύς.
Καταονία, μοῖρα ἐσχάτη τοῦ Ταύρου. Στράβων δὲ367
Eth
.

368

Καππαδοκίας ταύτην φησίν. οἱ οἰκοῦντες Κατάονες, ὡς τῆς Λυκαονίας Λυκάονες. Καταννο, ἔθνος πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Ἑκαταῖος Ἀσίᾳ.
5 Κάτρη, πόλις Κρήτης, τὸν Ἰωνικὸν ἔχουσα τρόπον, ὡς Ἡρωδιανὸς περὶ τῆς Ὀλύκρης γράφων. τὸ ἐθνικὸν Κατραῖος ὡς Ἀσκραῖος. Κατταβανία, κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στρά‐ βων ἑκκαιδεκάτῃ „φέρει δὲ [τὸν] λιβανωτὸν ἡ Κατταβανία,
10σμύρναν δὲ ἡ Χατραμωτῖτισ“. τὸ ἐθνικὸν Κατταβανεύς. Κάττουζα, πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. οἱ οἰκήτορες Κάττουζοι. ὅθεν δὲ τὰς γεράνους ὁρμᾶν, τὸ χωρίον Ῥακώλην προσαγορεύεσθαι. ὑπὸ δὲ Καρῶν Τουσσύ‐ λοι ἐκαλοῦντο.
15 Καύδιον, ὡς Ῥήγιον, πόλις Ἰταλίας. Διονύσιος ἑκκαι‐ δεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Καυδῖνος, ὡς αὐτός φησι, καὶ Καυδίνα θηλυκόν. Καυίνδανα, Ἰσαυρίας κώμη. Καπίτων Ἰσαυρικῶν ἕκτῳ. ὁ κωμήτης Καυινδανεώτης.
20Καύκασος, τὸ ὄρος, ὃ καὶ Παροπάνισον καλοῦσι,
τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον. τὸ ἐθνικὸν Καυκάσιος καὶ368
Eth
.

369

Καυκασία θηλυκῶς ἐπὶ τῆς χώρας, ἀφ’ οὗ τὸ Καυκασιανός ὡς Κασπιανός. καὶ οὐδετέρως Καυκάσιον. λέγεται καὶ διὰ τοῦ ι Καύκασις, ἐξ οὗ τὸ Καυκασίτης, ὡς τὸ Ὀασίτης τῆς Ὀάσιος.
5 Καυκώνεια, χώρα τῶν Καυκώνων. γέγονε δὲ ἀπὸ τῆς Καύκωνος γενικῆς, ὡς Μάρων Μάρωνος Μαρώνεια, Χαίρω‐ νος Χαιρώνεια, Βύζαντος Βυζάντεια. τὸ ἐθνικὸν Καυκωνείτης ὡς Ζελείτης. ἐκλήθη δὲ ἀπὸ βασιλέως Καύκωνος ἢ ἀπὸ ποταμοῦ. ὤφειλε δὲ Καυκώνιος ἀπὸ τῆς Καύκωνος γενικῆς,
10ὡς Ἀντρώνιος. λέγεται καὶ Καυκωνίς καὶ Καυκωνιάς καὶ Καυκωνίτης. Καυλικο, ἔθνος κατὰ τὸν Ἰόνιον κόλπον. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δ’ ἀπὸ ὄρους, ὃ Ἀπολλώνιος μετὰ τοῦ α Καυλιακόν φησι.
15 Καυλωνία, πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος κα‐ λεῖ, διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τῆς Αὐλῶνος ὕστερον μετωνομάσθη Καυλωνία, ὡς ἀπὸ Μετάβου ἥρωος τὸ Μεταπόντιον καὶ Ἐπίδαυρος Ἐπίταυρος καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔστι καὶ ἄλλη Σικελίας. ἔστι καὶ ἄλλη Λοκρῶν.
20ὁ πολίτης Καυλωνιάτης ὡς Ἀπολλωνιάτης, καὶ θηλυκὸν Καυ‐
λωνιᾶτις, καὶ Καυλώνιος.369
Eth
.

370

Καῦνος, πόλις Καρίας, ἀπὸ Καύνου, οὗ ἡ ἀδελφὴ Βυβλὶς ἐρασθεῖσα φεύγοντος ἐκείνου [ἀπήγξατο]. ὅθεν ἡ παροιμία ὁ Καύνιος ἔρως. ἔστι δὲ νοσώδης, ὅθεν καὶ Στρα‐ τόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους
5ἔφη „οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν“. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. τὸ ἐθνικὸν Καύνιος καὶ Καυνία καὶ Καυναῖος. Καΰστριον πεδίον τῆς Ἐφεσίας, ἀπὸ Καΰστρου ποτα‐ μοῦ, ὃς διὰ τὸ ἔχειν τὴν Κατακεκαυμένην χώραν πλησίον
10ἐκλήθη. τὸ ἐθνικὸν Καϋστριανός καὶ Καϋστριανή τὸ θηλυκόν. λέγονται καὶ Καΰστριοι. Καφηρεύς, ἐπίνειον Εὐβοίας, ὅς τις Καθηρεύς ἐκα‐ λεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοεῖς. τὸ ἐθνικὸν ὁμοφώνως. καὶ τὸ θηλυκὸν Καφηρίς, καὶ κτητικὸν Καφήριος.
15 Καφύαι, πόλις Ἀρκαδίας, ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. ὁ πολίτης Καφυεύς καὶ Καφυάτης ὡς Καρυάτης. Κάψα, πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην, ὁμο‐
ροῦσα τῷ Θερμαίῳ κόλπῳ. ὁ πολίτης Καψαῖος.370
Eth
.

371

Κεβρανῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῳ. Κεβρηνία, χώρα τῆς Τρῳάδος, ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Δίδυμος δὲ Κεβρῆνα τὴν πόλιν φησίν. Ἡρωδιανὸς
5δὲ ἀπὸ Κεβρῆνος ποταμοῦ. ὁ οἰκήτωρ Κεβρηνός καὶ Κεβρη‐ νεύς καὶ Κεβρήνιος. Κεγχρεα, πόλις Τρῳάδος, ἐν ᾗ διέτριψεν Ὅμηρος μαν‐ θάνων τὰ κατὰ τοὺς Τρῶας. δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας. τὸ ἐθνικὸν Κεγχρεάτης ὡς Κορ‐
10σεάτης. λέγεται καὶ Κέγχρειος ὁ Ποσειδῶν ἀπὸ τοῦ υἱοῦ ἥρωος Κεγχρίου. Κεδρεα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κεδρεάτης καὶ Κεδραῖος τρισυλλάβως. καὶ Κεδρεατικός. Κεδρωσσο, ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης.
15τὸ ἐθνικὸν Κεδρωσσεῖς. Κειριάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δη‐ μότης Κειριάδης. τὰ τοπικὰ ἐκ Κειριαδῶν εἰς Κειριαδῶν ἐν Κειριαδῶν. Κεκροπία χώρα καὶ Κεκροπίς φυλή, ἀπὸ Κέκροπος.
20λέγεται καὶ Κεκρόπιος καὶ Κεκροπία καὶ Κεκροπίτης τὸ ἐθ‐ νικὸν καὶ θηλυκὸν Κεκροπῖτις, καὶ τὸ ἐκ τόπου ἐπίρρημα Κεκροπίαθεν. ἔστι καὶ Κεκροπίς χώρα Θρᾴκης. ἔστι καὶ
δῆμος Θεσσαλονίκης. οἱ δημόται Κεκρόπιοι.371
Eth
.

372

Κεκρυφάλεια, ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. τὸ ἐθνικὸν Κεκρυφαλεύς. Κελαδώνη, πόλις Λοκρίδος, ὡς Διονύσιος Γιγαντιάδος
5πρώτῳ. τὸ ἐθνικὸν Κελαδωναῖος. Κέλαιθοι, ἔθνος Θεσπρωτικὸν προσεχὲς τῇ Θετταλίᾳ. Ῥιανὸς δʹ. λέγονται καὶ Κελαιθεῖς. Κελαίθρα, πόλις Βοιωτίας Ἄρνης πλησίον, ἀπὸ Κε‐ λαίθρου.
10 [Κηφηνία ...] [Κίκονες, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ... „Εὐάνθης δ’ οἴκησεν ἐν Κικονίῃ ἵνα Μαρώνεια καλέεται“.] [Κιναιδοκολπῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας ...]
15Κόρακος πέτρα, τόπος ἐν Ἰθάκῃ. Ὅμηρος. ὁ ταύτην
οἰκῶν Κορακοπετραῖος.372
Eth
.

373

Κορακόννησος .... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Κορακοννησίτης. Κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πο‐ λύβιος εἰκοστῷ. τὸ ἐθνικὸν Κοράκιος, ὡς Ἄτραξ Ἀτράκιος.
5 Κοραξο, ἔθνος Κόλχων πλησίον Κώλων. Ἑκαταῖος Ἀσίᾳ. Κοραξικὸν τεῖχος καὶ Κοραξικὴ χώρα. Κορδυτός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθ‐ νικὸν Κορδύτιος. Κορησσός, πόλις τῆς Ἐφεσίας .... διὰ τὸ τὴν Λητὼ
10τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. τὸ ἐθνικὸν Κορησσίτης. καὶ ἴσως ἀπὸ τοῦ Κόρησσις. λέγεται καὶ Κορησσεύς. καὶ Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον.
15 Κόρινθος, πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. ἡ αὐτὴ ἐκαλεῖτο Ἐφύρα ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἐκαλεῖτο δὲ ἡ Ἀκροκό‐ ρινθος Ἐπώπη διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς
Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. εἶτα Ἡλίου πόλις διὰ τὸ ξηρὰν373
Eth
.

374

εἶναι, εἶτα Πάγος, εἶτα Ἐφύρα. οἱ πολῖται Κορίνθιοι, καὶ θηλυκῶς Κορινθιάς. καὶ σύνθετον κορινθιουργής ὡς ἀττι‐ κουργής. Ἀπολλώνιος ὁ Ῥόδιος Κανώπῳ „κορινθιουργές ἐστι κιόνων σχῆμα“. καὶ Κορινθιακὸς κόλπος τὸ κτητικόν. καὶ
5κορινθιάζομαι τὸ ἑταιρεῖν, ἀπὸ τῶν ἐν Κορίνθῳ ἑταιρῶν, ἢ τὸ μαστροπεύειν. Ἀριστοφάνης ἐν Κωκάλῳ. Κόριλλα, πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊ‐ κῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κοριλλανοί. Κορίολλα, πόλις Ἰταλίας. Διονύσιος ϛʹ τῆς ἐπιτομῆς.
10τὸ ἐθνικὸν Κοριολλανός κατὰ πρόσθεσιν τῆς νος, ὡς Μύρ‐ λεια Μυρλεανός καθ’ ὕφεσιν τοῦ ι. Κόριον, τόπος ἐν Κρήτῃ ἀπὸ κόρης τινός. ὁ πολίτης Κορήσιος. καὶ λίμνη Κορησία. καὶ Ἀθηνᾶς ἱερὸν Κορησίας. ταῦτα δὲ ἀπὸ τοῦ κόρη γέγονεν. ἀπὸ δὲ τοῦ Κόριον τὸ ἀνά‐
15λογον Κοριεύς. Κορκυρίς, πόλις Αἰγύπτου, ὡς ἁλμυρίς ἀργυρίς. ἡ δὲ Ψένυρις Αἰγυπτία κώμη βαρύνεται. ὁ πολίτης Κορκυρίτης. Κόρνικλος, πόλις Λατίνων. Διονύσιος τρίτῳ Ῥωμαϊ‐ κῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κορνικολανός.
20Κοροκονδάμη, πλησίον Σινώπης. Ἀρτεμίδωρος ἑνδε‐374
Eth
.

375

κάτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Κοροκονδαμίτης, καὶ λίμνη Κοροκονδαμῖτις. Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρ‐ κιανὸς ἐν περίπλῳ αὐτοῦ. τὸ ἐθνικὸν Κορομανηνός διὰ τὸν
5τύπον τῶν Περσῶν· Παραιτακηνοί γὰρ τῆς Παραιτάκης. Κόροντα, πόλις Ἀκαρνανίας. Θουκυδίδης δευτέρᾳ. τὸ ἐθνικὸν Κοροντεύς, ὡς Σαμόσατα Σαμοσατεύς. Κορόπη, πόλις Θεσσαλίας. ὁ πολίτης Κοροπαῖος. Νί‐ κανδρος ἐν Θηριακοῖς „ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος
10ἐθήκατο καὶ θέμιν ἀνδρῶν“. οἱ δὲ ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Φαληρεύς φασι „Νί‐ κανδρος Ὀροπαῖος καὶ Κοροπαῖος Ἀπόλλων. ἀγνοεῖ δ’ ὅτι
Ἀμφιαράου ἱερόν, [οὐκ] Ἀπόλλωνός ἐστι. λέγεται δὲ κατ’375
Eth
.

376

ἔλλειψιν τοῦ κ Ὀροπαῖος [Κορόπη]. Κορόπη δὲ Θεσσαλίας πόλις. βέλτιον δ’ ὑπονοεῖν ὅτι ἡμάρτηται. καὶ γράφεται Ὀροπαῖος. Ὀρόπη γὰρ πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν“.
5 Κορουιών, πόλις Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύσιος ιʹ Ῥω‐ μαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κορουιώνιος ὡς Ἀντρώνιος. Κορπίλοι, Θρᾳκῶν τινές. Στράβων ζʹ. ἡ χώρα Κορπι‐ λική „ἡ γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην“.
10 Κορσεα, νῆσος τῆς Ἰωνίας ἀντικρὺ Σάμου. Ἑκαταῖος Εὐρώπῃ. Ἡρωδιανὸς Κορσία διὰ τοῦ ι. καὶ τὸ ἐθνικὸν Κορσεάτης. Κορσίς, νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει, ἀπὸ Κόρσης δούλης βουκόλου. λέγεται καὶ Κορσικ. τὸ ἐθνικὸν Κορσοί.
15Κορύδαλλα, πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνι‐
κὸν Κορυδαλλεῖς.376
Eth
.

377

Κορυδαλλός, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δη‐ μότης Κορυδαλλεύς. τὰ τοπικὰ Κορυδαλλόθεν Κορυδαλλόνδε Κορυδαλλοῖ. Κορύλειον, κώμη περίσημος ἐν Παφλαγονίᾳ, ἀπὸ Κο‐
5ρύλου βασιλεύσαντος. ὁ οἰκήτωρ Κορυλειεύς. Κορυφαῖον, ὄρος ἐπὶ τῷ Ἐπιδαυρίῳ, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ. τὸ ἐθνικὸν Κορυφαῖος. Κορυφάσιον, χωρίον Λακωνικὸν πλησίον Πύλου. Θου‐ κυδίδης τετάρτῃ. τρεῖς δέ εἰσιν αἱ Πύλοι ἐν παροιμίᾳ „ἔστι
10Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλοσ“. τὸ ἐθ‐ νικὸν Κορυφασιεύς καὶ Κορυφάσιος. Κορώνεια, πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. ἐν ταύτῃ οὐ φαίνεται ἀσπάλαξ, πάσης τῆς Βοιωτίας ἐχούσης τὸ ζῷον, κἄν τις ἔξωθεν ἐνέγκῃ
15εἰς τὴν Κορωνέων χώραν, οὐ δύναται ζῆν. δευτέρα πόλις Πελοποννήσου [μεταξὺ] Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι δὲ καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. πέμπτη πόλις Σαλαμινίων Κορώνη. ὁ πολίτης Κορώνιος καὶ Κορω‐
20νεύς. οἱ δέ φασι παρὰ τὴν Κορώνειαν Κορωνιεύς, παρὰ δὲ
τὴν Κορώνην Κορωναεύς.377
Eth
.

378

Κορώνη, πόλις Μεσσήνης, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ καταλόγου. ὁ πολίτης Κορωνεύς καὶ Κορωναιεύς καὶ Κο‐ ρωναῖος. ἔστι καὶ Κορώνη μοῖρα τῆς Σαλαμῖνος τῆς ἐν Κύ‐ πρῳ. καὶ τρίτη .... ταύτης ὁ οἰκήτωρ Κορωνίτης. ἔστι καὶ
5πόλις Βιθυνίας. Κοσίανα, φρούριον Παλαιστίνης. Χάραξ δεκάτῳ. ἐν τῇ παραλίᾳ τῆς Συρίας. τὸ ἐθνικὸν Κοσιανεύς, ὡς Τύανα Τυανεύς. Κόσσα, πόλις Οἰνώτρων ἐν τῷ μεσογείῳ. Ἑκαταῖος
10Εὐρώπῃ. οἱ πολῖται Κοσσανοί. Κοσσαία, μέρος Περσίδος. Στράβων ιϛʹ. οἱ οἰκοῦντες Κοσσαῖοι. ἔστι καὶ Θρᾴκης πολίχνιον. Κοσσός, ὄρος Βιθυνίας, ὡς Δημοσθένης Βιθυνιακῶν δεκάτῳ. οἱ οἰκοῦντες Κοσσαῖοι.
15 Κόσσυρος, νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμόν, καὶ πόλις ὁμώνυμος. καὶ Λιβύης νῆσος Κόσσυρα. τὸ ἐθ‐ νικὸν τῆς πρώτης Κοσσύριος, καὶ κτητικὸν Κοσσυριακός ἢ Κοσσυρῖνος, τῆς δὲ δευτέρας Κοσσυραῖος.
Κοσύτη, πόλις Ὀμβρική. Κτησίας τρίτῃ περιηγήσεως.378
Eth
.

379

τὸ ἐθνικὸν Κοσυταῖος ὡς Μοτυαῖος τῆς Μοτύης [Σικελίας πόλις]. Κοτιάειον, πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ. τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ
5Κόσα Κόσαιον, ὡς τοῦ Μίδα Μίδαιον, καὶ προσθέσει τοῦ ι Κοσιαῖον, καὶ τροπῇ Κοτιαῖον. τὸ ἐθνικὸν Κοτιαεύς. ἔνθα ἦν Ἀλέξανδρος ὁ Ἀσκληπιάδου γραμματικὸς πολυμαθέστατος χρηματίζων, ὃς περὶ παντοδαπῆς ὕλης κδʹ ἔγραψε βίβλους. Κότραδις, πόλις Ἰσαυρίας. Καπίτων Ἰσαυρικῶν πρώτῳ.
10τὸ ἐθνικὸν Κοτραδεώτης ἀπὸ τῆς γενικῆς τῆς Κοτράδεως. Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κοτύρτα, χωρίον Λακωνικόν. Θουκυδίδης. τὸ ἐθνικὸν Κοτυρταῖος.
15 Κοτύωρα, κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνι‐ κὸν Κοτυωρῖται, ὡς Ἄβδηρα Ἀβδηρῖται. Κουρής, ὁ Ἀκαρνάν „Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰ‐ τωλοί“ Ὅμηρος. καὶ Κουρεύς παράγωγον. καὶ θηλυκὸν Κου‐
ρῆτις. καὶ Κούρειος καὶ Κουρεία. καὶ Κούρισσα θηλυκῶς.379
Eth
.

380

Κούριοι, ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. οἱ φυλέται Κουρῖται. καὶ οἱ Ῥωμαῖοι Κούριτες πρὸς ἐκείνου ἐκλήθησαν. Κούριον, πόλις Κύπρου, ἀπὸ Κουρέως τοῦ Κινύρου
5παιδός. Ἡρόδοτος πέμπτῃ. τὸ ἐθνικὸν Κουριεύς. καὶ Ἀρι‐ στοκλῆς Κουριεὺς ἦν. τὸ θηλυκὸν Κουριάς, καὶ ἡ χώρα. ἔστι καὶ πόλις Αἰτωλίας. Κουρόπολις, πόλις Καρίας. Ἀπολλώνιος Καρικῶν πρώτῳ. τὸ ἐθνικὸν Κουροπολῖται.
10 Κοχλίουσα, νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας, διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. τὸ ἐθνι‐ κὸν Κοχλιούσιος. Κραβασία, πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνι‐ κὸν Κραβάσιος καὶ Κραβασιεύς καὶ Κραβασιάτης, καὶ Κρα‐
15βασιανός διὰ τὴν χώραν. Κράγος, ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. ἐνταῦθα δ’ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κράγον.
20τὸ ἐθνικὸν Κράγιος. ἔστι καὶ ὄρος Ἀντίκραγος ἕτερον. Κράδη, πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Κραδήτης ὡς Σιδήτης. Κράμβουσα, νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Κραμβούσιος ἢ Κραμβουσαῖος.
25Κράμβουτις, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει
Λιβύης. ὁ πολίτης Κραμβουτίτης ὡς Ναυκρατίτης. Ἡρω‐380
Eth
.

381

διανὸς διὰ τοῦ ο γράφει Κράμβοτις προπαροξυτόνως, ὡς Ἄβοτις. Κρανα, νῆσος Λακωνική. Ὅμηρος „νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην“. ἥτις πρόκειται τοῦ Γυθείου. οὕτως ἐκαλεῖτο καὶ ἡ
5Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες οὕτω τὸ Ὁμη‐ ρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. Ἑλένη καλεῖται νῦν. ἐμοὶ δοκεῖ Ἀλέξανδρος δηλοῦν οὐ τὸν διὰ τῶν νήσων πλοῦν πε‐ ποιημένον, τὸν εἴσω ἄγοντα, ἀλλὰ τὸν ἔξω. ὑπονοῶν γὰρ διωχθήσεσθαι τὴν Κρήτην εὐώνυμον λαμβάνει καὶ τὴν Ἀσίαν
10παραλεγόμενος εἰς Φοινίκην ἔρχεται. τὸ ἐθνικόν, εἰ μὲν τῆς Λακωνικῆς, Κραναάτης ὡς Καρυάτης, εἰ δὲ τῆς Ἀττικῆς, Κραναῖος ὡς Ἀθηναῖος. Κράνεια, χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. τὸ ἐθνικὸν Κρανειάτης ὡς Μαλειάτης, ὥς φησι Σο‐
15φοκλῆς Λαρισαίοις. Κρανίδες, συνοικία πρὸς τῷ Πόντῳ. Παρθένιος ἐν Ἀνθίππῃ. τὸ ἐθνικὸν Κρανῖται. Κράνιοι, πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. τετράπολις δὲ ἡ νῆσος ἀπὸ τῶν Κεφάλου παίδων Πρόνου Σάμου Πη‐
20λέως Κρανίου. τὸ ἐθνικὸν Κρανιεῖς.
Κραννών, πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν381
Eth
.

382

τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτῃ δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμα‐ σίοις καὶ Θεόπομπος. ὅταν δ’ ἄλλους ἐκνοσσεύσωσιν, ἴσους
5αὐτοὺς καταλιπόντες ἀπέρχονται. ὁ πολίτης Κραννώνιος. Ἡρόδοτος ἕκτῃ „ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Δια‐ κτορίδης Κραννώνιοσ“. ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρ‐ τῶνος ἡ Κραννὼν πόλις, ὥς φησι Στράβων. καὶ Ὅμηρός φησιν Ἐφύρους τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους.
10ἔστι καὶ θηλυκὸν Κραννωνίς ἀπὸ τῆς γενικῆς. Κρασέριον, Σικελίας χωρίον. Φίλιστος ὀγδόῳ. τὸ ἐθ‐ νικὸν Κρασερῖνος. Κραστός, πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σι‐ κελικῶν τρισκαιδεκάτῳ. ἐκ ταύτης ἦν Ἐπίχαρμος ὁ κωμικὸς
15καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν. ἔχει δὲ ἡ πόλις εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Ἀπίων δὲ ὅτι μόνος Πολέμων ἔφη τὴν Λαΐδα Κορινθίαν. ὁ πολίτης Κραστῖνος καὶ Κραστίνη τὸ θηλυκόν. Κρέμη, πόλις Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν. τὸ
20ἐθνικὸν Κρεμήσιος ὡς Ἰθακήσιος. Κρεμμυών, κώμη Κορίνθου. Εὔδοξος ἕκτῳ γῆς περιό‐
δου. ὁ πολίτης Κρεμμυώνιος. „ἐν ᾗ μυθεύουσι τὰ περὶ τὴν382
Eth
.

383

Κρεμμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασὶ καὶ τῶν Θησέως ἄθλων [ἕνα]“. Φαβωρῖνος δὲ ὅτι τοῦ Ἐρυ‐ μανθίου καὶ τοῦ Καλυδωνίου μήτηρ ἦν. τὸ δὲ κύριον ὄνομα αὐτῆς ἐκαλεῖτο Φαῖα. ἔστι καὶ Κρομμυών πόλις Λιβύης διὰ
5τοῦ ο. καὶ Ἑκαταῖος. τὸ ἐθνικὸν Κρομμυώνιος καὶ Κρομμυωνία. Κρεῦσις, πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Με‐ γαρίδος, ὡς Ἡρωδιανός. ἡ γενικὴ Κρεύσιος. τὸ ἐθνικὸν Κρευσιεύς. Κρηνίδες, πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε
10Φιλίππους. τὸ ἐθνικὸν Κρηνῖται. Κρῆσσα, πόλις Παφλαγονίας, ἣν Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηίλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης γράφει ... τὸ ἐθνικὸν Κρησσαῖος. Κρήσιον, πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν πεν‐
15τεκαιδεκάτῳ. τὸ ἐθνικὸν Κρησιεύς ὡς Σουνιεύς. Κρήστων, πόλις Θρᾴκης. ἔοικε δὲ εἶναι ἡ Κρηστών παρ’ Ἡροδότῳ. Λυκόφρων „ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεόν“. ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρῳ. Ῥιανὸς δὲ Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρηστῶνας αὐτοὺς
20ἐν Εὐρώπῃ. καὶ Κρηστωνικόν κτητικόν. Κρήτη, ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος
κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην383
Eth
.

384

καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διὸς καὶ Ἰδαίας νύμφης παιδός, οἱ δ’ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπε‐ ρίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη, ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη.
5λέγεται καὶ ποιητικῶς Κρῆται. λέγεται καὶ Κρής Κρητός καὶ Κρῆσσα· καὶ Κρηταῖος καὶ θηλυκῶς καὶ οὐδετέρως· καὶ Κρητεύς καὶ Κρητῆος καὶ Κρητήιος κτητικόν· καὶ θηλυκὸν Κρητηιάς. καὶ Κρηταιεύς καὶ Κρήσιος ἀπὸ τοῦ Κρής, καὶ Κρησιάς θηλυκὸν καὶ Κρησία καὶ Κρήσιον. καὶ ἀπὸ τῆς
10Κρητός γενικῆς Κρῆτις, καὶ τροπῇ τοῦ τ εἰς ς Κρησίς. καὶ τὸ κτητικὸν Κρητικός. καλεῖται δὲ ἡ νῆσος καὶ Ἀερία καὶ Χθονία καὶ Ἰδαία. Κρητινία, τόπος Ῥόδου, ἐν ᾧ ᾤκουν οἱ περὶ Ἀλθαι‐ μένην, ὃς χρησθεὶς ὅτι τὸν πατέρα ἀποκτενεῖ ἔφυγε, καὶ νυκτὶ
15πλοίῳ συναντᾷ ἐν Ῥόδῳ, καὶ ὡς λῃστὰς νομίσας ἀναιρεῖ τὸν πατέρα. εἰσὶ δὲ ὑπὲρ αὐτοῦ τὰ Ἀταβύρια ὄρη, ἀφ’ ὧν Ζεὺς Ἀταβύριος. Κριθώτη, πόλις Ἑλλησπόντου, ὀγδοήκοντα σταδίους ἀπέχουσα τῆς Καρδίας. τὸ ἐθνικὸν Κριθώσιος ὡς Περκώ‐
20σιος. ἔστι καὶ ἄκρα Ἀκαρνανίας.384
Eth
.

385

Κρίμισα, πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θου‐ ρίου. Λυκόφρων. ἀπὸ Κριμίσης νύμφης. τὸ ἐθνικὸν Κριμι‐ σαῖος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ ποταμός. Κρῖσα, πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κρίσου
5Φώκου υἱοῦ. τὸ ἐθνικὸν Κρισαῖος καὶ Κρισαῖον πεδίον. εἰσὶ καὶ Κρῖσαι ἄλλαι. Τρωική. ἔστι καὶ Αἰολίδος Κρῖσα. τινὲς δὲ τὴν αὐτὴν τῇ Κίρρᾳ φασί. λέγεται τὸ θηλυκὸν Κρι‐ σηιάς, ὡς ἀπὸ τοῦ Κρισεύς. Κριώα, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Κριωεύς.
10τὰ τοπικὰ Κριῶθεν κατὰ συγκοπὴν καὶ Κριῶζε καὶ Κριῶσιν. Κρόβυζοι, ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκα‐ ταῖος Εὐρώπῃ. ἐξ ὧν Κροβυζική ἡ γῆ. Κροκέαι, πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται οὖν ἑνικῶς. οἱ οἰκοῦντες Κροκεᾶται. λέγεται δὲ τοπι‐
15κῶς Κροκεῆθεν. Κροκοδείλων πόλις, πόλις ἐν τῇ Μοίριδος [τῇ] λίμνῃ
ἐν Αἰγύπτῳ. Ἡρόδοτος δευτέρᾳ. ἐκλήθη δὲ οὕτως· ὁ Μηνᾶς385
Eth
.

386

βασιλεὺς ὑπὸ τῶν ἰδίων κυνῶν διωκόμενος μεθ’ ἵππου φεύγει· καταπεσόντος δὲ τοῦ ἵππου ἐν τῇ Μοίριδος λίμνῃ, ὑπὸ κροκοδείλου ληφθῆναι καὶ ἐξενεχθῆναι εἰς τὸ πέραν, καὶ οὕτως ὀνομασθῆναι καὶ πόλιν κτίσαι καὶ καθιερώσασθαι τοὺς
5κροκοδείλους. ἀπεῖπέ τε μηδένα ἀποκτείνειν τὸ ζῷον ἡγεῖσθαί τε ὥσπερ θεόν. ὁ πολίτης Κροκοδειλοπολίτης. Κροκύλειον, νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ. τὸ ἐθ‐ νικὸν Κροκυλεύς. Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν
10...., καὶ τὸ δεύτερον Νήιον, καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Κρομύουσα, νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κρομυούσιος. Κρομμύων πόλις, πόλις πλησίον Ἀσκάλωνος. Φιλή‐
15μων ἐν Ἐφήβοις. ὁ πολίτης Κρομμυώνιος. Κρόσσα, πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κροσσαῖος [καὶ] θηλυκῶς καὶ οὐδετέρως. Κρόταλλα, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθ‐ νικὸν Κροταλλαῖος, ὡς Ἄβολλα Ἀβολλαῖος.
20Κρότων, πόλις Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον. βα‐386
Eth
.

387

ρύνεται δὲ ὅτε τὸ ὄρος σημαίνει ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. ἔστι καὶ ἑτέρα πόλις, Τυρρηνίας μητρόπολις. καὶ τρίτη Ἰταλίας. οἱ πολῖται Κροτωνιᾶται καὶ θηλυκῶς Κροτωνιᾶτις, καὶ Κρο‐
5τώνιος καὶ Κροτωνία καὶ Κροτωνιάτης καὶ Κροτωνιάς. Κρουσίς, μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. ἡ γενικὴ Κρουσίδος. ἀπὸ Κρούσιος τοῦ Μυγδόνος υἱοῦ. τῷ τοπικῷ ἔθει Κρουσιδεύς ὡς Χαλκιδεύς. ἔστι δὲ Κρουσιεύς. καί ἐστι θηλυκὸν ὁμώνυμον Κρουσὶς γῆ.
10 Κρουστομερία, πόλις Σαβίνων ἀντιστᾶσα Ῥωμύλῳ. Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κρου‐ στομερῖνος. Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς „εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι Κρυέων, Κά‐
15ρυσις καὶ Ἄλινα“. Κρυασσός, πόλις Καρίας, ἀπὸ Κρυασσοῦ τοῦ Κάρη‐ τος. ὁ πολίτης Κρυασσεύς.
Κρωβίαλος, πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος387
Eth
.

388

δευτέρῳ „Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον“. οἱ οἰκοῦντες Κρωβιαλεῖς. Κρῶμνα, πόλις Παφλαγονίας, ἡ νῦν Ἄμαστρις, ὡς εἴρηται. τινὲς δέ φασι χωρίον Ἀμάστριδος. τὸ ἐθνικὸν
5Κρωμνίτης καὶ Κρωμναῖος καὶ Κρωμναιεύς. ἔστι καὶ Πε‐ λοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. ἀπὸ Κρώμνου τοῦ Λυκάονος. Κρωπι, δῆμος τῆς Λεοντίδος φυλῆς. Φρύνιχος δὲ Κρωπιάδα φησίν. Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον.
10ὁ δημότης Κρωπίδης. τὰ τοπικὰ ἐκ Κρωπιδῶν [εἰς Κρωπιδῶν] ἐν Κρωπιδῶν καὶ Κρωπιᾶθεν Κρωπιάνδε καὶ Κρωπιᾶσιν. Κρῶς, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. ὁ πολίτης Κρωίτης, καὶ νομὸς Κρωίτης. ἔστι καὶ Κρῶις Ἀράβων πόλις.
15 Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Κτησιφώντιος. Κτιμένη, πόλις Θετταλίας, ὑπὸ Πηλέως Φοίνικι δω‐ ρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς
20τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας, καὶ Ἄβαντας τοὺς388
Eth
.

389

Εὐβοέας. καὶ „Κτιμένην Δολοπηίδα“. τὸ ἐθνικόν, ὡς Κλαζο‐ μένιος, Κτιμένιος καὶ Κτιμεναῖος. Κύαλος, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ [Κυάλου τοῦ] Διός. τὸ ἐθνικὸν Κυάλιος, ὡς Φάρσαλος Φαρσάλιος.
5 Κύαρδα, πόλις Καρίας, ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ ἐθνικὸν Κυαρδεύς ὡς Λαρανδεύς. Κυβασσός, πόλις Καρίας, ὡς Καβασσός. τὸ ἐθνικὸν Κυβασσεύς ὡς Ἁλικαρνασσεύς. Κυβέλεια, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἡρωδιανὸς
10δὲ Κυβέλην φησὶ πόλιν Φοινίκης. ἔστι καὶ Κύβελα Φρυγίας. καὶ Κύβελα ὄρος ἱερόν, ἀφ’ οὗ Κυβέλη ἡ Ῥέα λέγεται [καὶ] Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ. Κύβος [ἢ Κυβώ], πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς „καὶ λιμήν που ἄκρη καὶ Κυβώ“.
15ὁ πολίτης Κυβοίτης, ὡς Σαβοίτης τῆς Σαβοῦς, ἢ Κυβίτης,
ὡς τῆς Βούτου Βουτίτης.389
Eth
.

390

Κυδαθήναιον, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δη‐ μότης Κυδαθηναιεύς. ἐντεῦθεν ἦν Νικοχάρης ὁ κωμικός. καὶ „κύων Κυδαθηναιεύσ“. τὰ τοπικὰ ἐκ Κυδαθηναιέων εἰς Κυδαθηναιέων ἐν Κυδαθηναιέων.
5 Κυδαντίδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς, ὡς δὲ Φρύ‐ νιχος, Πτολεμαΐδος. ὁ δημότης Κυδαντίδης. τὰ τοπικὰ ἐκ Κυδαντιδῶν ἐς Κυδαντιδῶν ἐν Κυδαντιδῶν. Κύδνα, πόλις Μακεδονίας. Θεαγένης ἐν Μακεδονικοῖς. ἣ κατὰ παραφθορὰν Πύδνα λέγεται. τὸ ἐθνικὸν Πυδναῖος.
10ἔστι καὶ Κύδνος ποταμὸς Κιλικίας. Κύδραι, πόλις τῶν Δευριόπων. Στράβων ἑβδόμῃ. Κύδραρα, πόλις. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Κυ‐ δραραῖος ὡς Μεγαραῖος. ἔστι δὲ πρὸς τοὺς ὅρους τῶν Φρυ‐ γῶν [καὶ τῶν Λυδῶν.]
15 Κυδρήνη, πόλις Ἀρμενίας, οὐχ ὥς τινες Κύδρος. τὸ ἐθνικὸν Κυδρηναῖος. Κυδωνία, πόλις Κρήτης, ἡ πρότερον Ἀπολλωνία,
ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω390
Eth
.

391

θυγατρός. δευτέρα πόλις Σικελίας. τρίτη Λιβύης. ὁ πολίτης Κυδωνιάτης καὶ Κύδων καὶ Κυδώνιος καὶ Κυδωναῖος, καὶ Κυδωνία θηλυκῶς καὶ Κυδωνίς, καὶ Κυδωνικὸς ἀνήρ. Κύζικος, πόλις τῆς Προποντίδος κειμένη ἐπὶ χερρο‐
5νήσῳ. ἐκαλεῖτο δὲ καὶ Ἄρκτων νῆσος. τὸ ἐθνικὸν Κυζικη‐ νός καὶ Κυζικηνίς ἡ ποίησις. Ὅμηρος δὲ τοὺς κατοικοῦντας Κύζικον Δολίονάς φησιν, ὡς τοὺς τὴν Ἴσμαρον Κίκονας. λέγεται καὶ κτητικὸν Κυζικηνικός. κέχρηνται δὲ καὶ τῷ Κυ‐ ζικηνός ἁπλῷ ἀντὶ κτητικοῦ, ὡς τὸ Τυρσηνοὶ [δεσμοὶ] ἀντὶ
10τοῦ Τυρρηνικοί, οἱ χαλεποί, διὰ τὸ λῃστρικοὺς εἶναι τοὺς Τυρρηνούς. Κύθηρα, νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. ἐκαλεῖτο δὲ Πορφύρουσα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. οἱ
15οἰκήτορες Κυθήριοι, καὶ Κυθηρία καὶ ἡ γυνὴ καὶ ἡ νῆσος. λέγεται Κυθηραία. Κύθηρος, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης
Κυθήριος. τὰ τοπικὰ Κυθηρόθεν Κύθηρόνδε [Κυθηροῖ].391
Eth
.

392

Κύθνος, νῆσος πρὸς τῇ Δρυοπίδι τῶν Κυκλάδων, ἀπὸ Κύθνου κτίσαντος. ἐκαλεῖτο δὲ καὶ Ὀφίουσα καὶ Δρυο‐ πίς. ὁ νησιώτης Κύθνιος. καὶ Κύθνιος τυρὸς καὶ Κυδίας ὁ ζωγράφος.
5 Κυκνῖτις .... ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι „βοὴν κυκνῖτιν“. Κύλλανδος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνι‐ κὸν Κυλλανδεύς. Κυλλήνη, ὄρος Ἀρκαδίας, σταδίων [Ὀλυμπιακῶν] ἐννέα
10παρὰ πόδας ὀγδοήκοντα [κατ’ Ἀπολλόδωρον]. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. „ἐν τούτῳ δέ φασι τῷ ὄρει τοὺς κοττύφους λευκοὺς γίνεσθαι, ἄλλοθι δὲ μηδαμῆ, καὶ φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην, τὴν δὲ ἡμέραν εἴ τις ἐπιχειροίη δυσθηράτους εἶναι σφόδρα“. ἔστι δὲ καὶ
15Ἠλείων ἐπίνειον Κυλλήνη. τὸ ἐθνικὸν Κυλληνεύς καὶ Κυλλή‐ νιος· καὶ Κύλλιος λέγεται Ἑρμῆς κατὰ συγκοπὴν τοῦ Κυλλήνιος. Κύμη, πόλις Αἰολίδος πρὸ τῆς Λέσβου, ἀπὸ Κύμης Ἀμαζόνος. ἐκαλεῖτο δὲ Ἀμαζόνειον. τὸ ἐθνικὸν Κυμαῖος. ἐντεῦθεν ἦν Ἔφορος ὁ ἱστορικὸς καὶ Ἡσίοδος Κυμαῖοι. ἔστι
20δὲ καὶ ἑτέρα Φρικωνῖτις λεγομένη. αὕτη δὲ καὶ ἡ Λέσβος σκώπτεται εἰς ἀναισθησίαν. ἔστι δὲ καὶ ἑτέρα Ἰταλίας.
ταύτης τὸ ἐθνικὸν Κυμεύς. τετάρτη τῆς Ἠλείας. πέμπτη392
Eth
.

393

τῆς Εὐβοίας. ἕκτη Παμφυλίας. [ἔστι καὶ νῆσος πλησίον Σι‐ κελίας.] Κύναιθα, πόλις Ἀρκαδίας, ἀπὸ Κυναίθου ἑνὸς τῶν Λυκάονος παίδων. τὸ ἐθνικὸν Κυναιθεύς. καὶ Κυναιθαιεύς
5καὶ Κυναιθαεύς ἀπὸ τοῦ τετρασυλλάβου τοῦ Κυναίθαια. ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Κυνέτεια, πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. οἱ πολῖται Κυνετεῖς καὶ Κυνετειᾶται. οἱ τύποι γὰρ οὐκ ἀήθεις τῶν Ἀργείων.
10 Κυν, πόλις Λυδίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κυ‐ νεύς καὶ Κύνιος. Κυνητικόν, Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδω‐ ρος δεκάτῳ τῶν καθ’ Ἡρακλέα. οἱ οἰκοῦντες Κύνητες καὶ Κυνήσιοι.
15 Κύνθος, [ὄρος Δήλου,] παρ’ Ἀντιμάχῳ ἐν πρώτῃ Θη‐ βαΐδος. ὁ οἰκήτωρ Κύνθιος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Κυνθιώτης καὶ Κυνθιῶτις θηλυκῶς. Κύννα, πολίχνιον πλησίον Ἡρακλείας, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. τὸ ἐθνικὸν Κυνναῖος.
20 Κῦνος, ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος „οἳ Κῦνόν τ’ ἐνέ‐ μοντ’ Ὀπόεντά τε Καλλίαρόν τε“. οἱ οἰκοῦντες Κύνιοι καὶ Κυναῖοι.
Κυνόσαργες, γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ393
Eth
.

394

Διόμου, ἀφ’ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε, καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκεν. ὁ δημότης καὶ τὸ ἐκ τόπου ἐκ Κυνοσάργους,
5καὶ εἰς τόπον ἐς Κυνόσαργες, καὶ ἐν τόπῳ ἐν Κυνοσάργει. Κυνὸς κεφαλα, λόφοι τῆς Θεσσαλίας. Πολύβιος ιηʹ. ἦν δὲ καὶ χωρίον Θηβῶν, ἀφ’ οὗ „Πίνδαρος Δαϊφάντου παῖς, Βοιώτιος ἐκ Κυνὸς κεφαλῶν, μελῶν ποιητήσ“. Κυνόσουρα, ἄκρα Ἀρκαδίας, ἀπὸ Κυνοσούρου τοῦ Ἑρ‐
10μοῦ. τὸ ἐθνικὸν Κυνοσουρεύς καὶ Κυνοσουρίς θηλυκόν. Κυνόσσημα, τόπος Λιβύης. Ἑκαταῖος περιηγήσει αὐ‐ τῆς. ἔστι καὶ ἄλλο χωρίον. τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Κυνοσσηματεύς. Κύνουρα, πόλις Ἄργους, ἀπὸ Κυνούρου παιδὸς Περ‐
15σέως. Παυσανίας τρίτῳ. τὸ ἐθνικὸν Κυνουρεύς καὶ Κυνουρίς θηλυκόν, καὶ Κυνούριος καὶ Κυνουρία καὶ οὐδέτερον, καὶ κτητικὸν Κυνουριακός. Κυνῶν νῆσος, Λιβύης νῆσος. Ἀλέξανδρος τρίτῳ Λι‐ βυκῶν. ὁ νησιώτης Κυνοννησίτης.
20 Κυνῶν πόλις, Αἰγυπτία πόλις. ὁ οἰκῶν Κυνοπολίτης. ἐν ᾗ πόλει ὁ Ἄνουβις τιμᾶται. Κύον, πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν. ἡ πρότερον Κανήβιον. τὸ ἐθνικὸν Κυΐτης.
Κύπαιθα, πόλις Λιβύης. ὁ πολίτης Κυπαιθεύς.394
Eth
.

395

Κυπαρισσία, πόλις τῆς Τριφυλίας, ἥ τις Ἔραννα ἐκα‐ λεῖτο. τὸ ἐθνικὸν Κυπαρισσεύς καὶ Κυπαρισσία ἡ Ἀθηνᾶ. Κυπαρισσήεις, πόλις τῆς Μεσσηνίας. Ὅμηρος „καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον“. τὸ ἐθνικὸν Κυ‐
5παρισσηέντιος. Κυπάρισσος, πόλις ἐν Παρνασσῷ κατὰ τοὺς Δελφούς, ἡ πρότερον Ἔραννος. Ὅμηρος „οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν“. ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ. οἱ δὲ ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά
10τινες καὶ Ἀπολλωνιάδα φασί. τὸ ἐθνικὸν Κυπαρισσεύς. Κύπασις, πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κυπασίτης. Κύπη, Σικελίας φρούριον. Φίλιστος Σικελικῶν ἐνάτῳ. τὸ ἐθνικὸν Κυπαῖος.
15 Κύπρος, νῆσος μεγάλη [καὶ ἐπιφανεστάτη, κειμένη] ἐν τῷ Παμφυλίῳ κόλπῳ, [καθώς φησιν ὁ περιηγητὴς Διονύσιος „Κύπρος δ’ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου“. ἐκλήθη δὲ] ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, [ἢ τῆς Βύβλου καὶ
Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος395
Eth
.

396

ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν,] ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τὸ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος. ἐκαλεῖτο δὲ καὶ Κεραστίς ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν καὶ
5Κεραστιάς καὶ Ἀμαθουσία καὶ Μηιονίς καὶ Σφήκεια καὶ Ἀκαμαντίς. τὸ ἐθνικὸν Κύπριος καὶ Κυπρία καὶ Κύ‐ πριον, καὶ Κυπριακός, καὶ Κυπριεύς καὶ Κυπρίτης. ἔστι καὶ Λιβυκὴ Κύπρος. τὸ ἐθνικὸν Κυπρίτης. Κύραυνις, νῆσος κατὰ Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς
10Ἡρόδοτος τετάρτῃ. ὁ νησιώτης Κυραυνίτης. Κύρβασα, ὡς Πήδασα Μέδμασα, πόλις Καρίας. ὁ πολίτης Κυρβασεύς. Κύρβη, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Κυρβαῖος.
15 Κύρη, νῆσος ἐν τῷ Περσικῷ πόντῳ. Ἑκαταῖος ἐν περι‐ ηγήσεως δευτέρῳ. ὁ νησιώτης Κυραῖος ὡς Ἀσκραῖος. Κυρήνη, πόλις Λιβύης, ἀπὸ Κυρήνης τῆς Ὑψέως [κατὰ Πίνδαρον] ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας. καὶ Μασσαλίας ἄλλη. τὸ ἐθνικὸν Κυρηναῖος. ἐντεῦθεν ἦν Ἐρα‐
20τοσθένης Ἀγακλέους παῖς ὁ ἱστορικός. καὶ Κυρηναΐς ὡς Θηβαΐς. καὶ Κυρηνίτης. Κύρης, Κύρητος, πόλις, ὡς Φάγρης Μένδης Ἀδρύμης.
τὸ ἐθνικὸν Κυρήσιος.396
Eth
.

397

Κύρις, μητρόπολις Σαβίνων. τὸ ἐθνικὸν Κυρίτης. τὸ κτητικὸν Κυρίτιος καὶ Κυριτία ἡ Ἥρα. Κύρνος, νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κύρνιοι καὶ Κυρναῖοι. φασὶ δὲ „τοὺς Κυρναίους
5πολυχρονιωτάτους εἶναι (οἰκοῦσι δὲ οὗτοι περὶ τὴν Σαρ‐ δόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι. πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖσ“. Κύρου πόλις, ἣ καὶ Κυρέσχατα καλεῖται, πόλις πρὸς τοῖς ἐσχάτοις Περσίδος. ὁ πολίτης καθ’ ἡμᾶς Κυροπολίτης,
10κατὰ δὲ Πέρσας Κυρεσχατηνοί ὡς Ἀραξηνοί καὶ Καμβυσηνοί. Κύρρος, πόλις Συρίας, ἧς ἀκρόπολις Γίνδαρος. ὁ πο‐ λίτης Κυρρέστης, ὡς Πολύβιος πέμπτῳ, καὶ Κυρρεστίς ἡ Ἀθηνᾶ. καὶ ἡ χώρα Κυρρεστική. Στράβων ἑκκαιδεκάτῃ. Δη‐ μήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ η φησὶ καθύ...
15Κυρταία, πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώ‐
ρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτῳ Περσικῶν. τὸ397
Eth
.

398

ἐθνικὸν ἐκ τῆς τέχνης Κυρταιανός, ἐκ δὲ τῆς χώρας Κυρ‐ ταιηνός ὡς Σωφηνός καὶ Ἀραξηνός. Κύρτος, πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. ἐκ ταύτης Διονύσιος ἦν διάσημος ἰατρός, ἀπὸ τῆς πατρίδος, οὐκ ἀπὸ
5τοῦ σώματος Κυρτός ὀνομαζόμενος, οὗ μέμνηται Ἑρέννιος Φίλων ἐν τῷ περὶ ἰατρῶν. ὁ τόνος τοῦ μὲν ἐθνικοῦ ὀξὺς ὁμόφωνος τῷ πάθει, τοῦ δὲ κυρίου τῆς πόλεως βαρύς, ὡς τὸ κόντος καὶ πόντος. Κύρτωνες, πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ. τὸ δὲ
10ἀρχαῖον [τῷ] πολίσματι ὄν[ομα] Κυρτώνη. τὸ ἐθνικὸν Κυρ‐ τώνιος, τοῦ δὲ πολιχνίου Κύρτωνες. Κυρτώνιος, πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. τὸ ἐθνι‐ κὸν τῷ τῆς χώρας ἔθει Κυρτωνῖνος ὡς Σατορνῖνος. Κύτα, πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη
15Σκυθίας. ὁ πολίτης Κυταῖος, ἐξ οὗ καὶ Κυταιεύς „πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο“. τὸ θηλυκὸν Κυταιϊάς. καὶ
Κυταία, Λυκόφρων „ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών“.398
Eth
.

399

[οἱ Λιβυστῖνοι γὰρ ἔθνος παρακείμενον Κόλχοις.] λέγεται καὶ Κυταιίς ἀπὸ τοῦ Κυταῖος. οἱ δὲ ὅτι δύο εἰσὶ Κύτα, ταῦτα καὶ τῆς Εὐρώπης. ἔστι καὶ Κύταιον πόλις Κρήτης. Κυτέριον, πόλις Οἰνώτρων ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος
5Εὐρώπῃ. τὸ ἐθνικὸν Κυτεριώτης. δύναται καὶ τῷ τῆς χώρας ἔθει Κυτερῖνος. Κύτινα, πόλις Θεσσαλίας, ὡς Θέων ἐν ὑπομνήματι Λυκόφρονος. ὁ πολίτης Κυτιναῖος. ἔστι καὶ Κυτίνιον μία τῶν τριῶν τῶν Δωρικῶν. τὸ ἐθνικὸν Κυτινιώτης.
10 Κυτώνιον, πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεό‐ πομπος Ἑλληνικῶν ὀγδόῳ. τὸ ἐθνικὸν ὅμοιον τῷ ἡγουμένῳ. Κύτωρος, πόλις Παφλαγονίας, ἀπὸ Κυτώρου τοῦ Φρί‐ ξου παιδός. τὸ ἐθνικὸν Κυτωριεύς καὶ θηλυκὸν Κυτωριάς. λέγονται καὶ Κυτωρῖται. καὶ Κυτώριος καὶ Κυτωρία θηλυκόν.
15 Κύφος, πόλις Περραιβίας. „Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆασ“. ἀπὸ Κύφου τοῦ παιδὸς Περραιβοῦ τοῦ π... δύο δ’ εἰσὶ Κύφοι, ἡ μὲν Περραιβίας ἡ δὲ Θετ‐ ταλίας. καὶ ποταμὸς Κύφος. ὁ πολίτης Κυφαῖος. Λυκόφρων „ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην“.
20Κυχρεῖος πάγος, περὶ Σαλαμῖνα. Σοφοκλῆς Τεύκρῳ.399
Eth
.

400

ἀπὸ Κυχρέως τοῦ Σαλαμῖνος καὶ Ποσειδῶνος, ὃς ὄφις ἐπε‐ κλήθη διὰ τὴν τραχύτητα τῶν τρόπων, ὃν λυμαινόμενον τὴν νῆσον ἀπήλασεν Εὐρύλοχος, ἐδέξατο δ’ ἐν Ἐλευσῖνι Δημήτηρ καὶ ἀμφίπολον ἐποίησεν. ἀπ’ αὐτοῦ δὲ καὶ ἡ Σαλαμὶς Κυχρεία
5ἐκλήθη, ὡς Στράβων. τὸ ἐθνικὸν Κυχρεοπαγίτης. Κύψελα, φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαν‐ τινέων. Θουκυδίδης πέμπτῃ. ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. τὸ ἐθνικὸν Κυψελῖνος ἢ Κυ‐ ψεληνός.
10 Κῶβρυς, πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. τὸ ἐθνικὸν Κωβρύτης, ὡς Αἶγυς Αἰγύτης. Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. τὸ ἐθνικὸν Κωθώνιος ὡς Σιδώνιος. Κωλιάς, ἄκρα ἤτοι ἀκτὴ Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη
15Κωλιάς. ὁ δὲ τόπος καλεῖται· ἐκκείμενος γάρ ἐστι καὶ ὅμοιος ἀνθρώπου κώλῳ. τὰ τοπικὰ Κωλιᾶθεν καὶ Κωλιοῖ ἐν τόπῳ καὶ Κωλιάδε. τὸ ἐθνικὸν Κωλιεύς, ὅθεν καὶ τὸ Κωλιάς. καὶ Κώλιον οὐδέτερον. καὶ Κώλιοι ὡς Σούνιοι. Κῶλοι, ἔθνος πρὸς τῷ Καυκάσῳ. Ἑκαταῖος Ἀσίᾳ. αἱ
20δὲ ὑπώρειαι τοῦ Καυκάσου καλοῦνται Κωλικὰ ὄρη. ἡ χώρα Κωλική. Κώμη. ἐν ταῖς μακραῖς ὁδοῖς μέσα χωρία ἔκτισαν πρὸς
τὸ κοιμᾶσθαι νυκτὸς ἐπιγενομένης, ὅθεν καὶ ἐπικέκληται, ὡς400
Eth
.

401

Φιλόξενος. ὁ οἰκήτωρ ἐγκώμιος. Ἡσίοδος „εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον ἄλλο γένοιτο“. καὶ κωμαῖος καὶ κωμήτης ἀρσενικῶς καὶ θηλυκῶς διὰ τοῦ ι. καὶ ὁ δῆμος κώμη. εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι. λέγεται
5καὶ κωμήτωρ. Κωνώπη, πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. τὸ ἐθνικὸν Κωνωπεύς καὶ Κωνωπίτης καὶ Κωνωπαῖος. ἔστι καὶ Κωνώπιον τῆς Μαιώτιδος λίμνης, ὅπου φασὶ τοὺς λύκους παρὰ τῶν ἁλιέων λαμβάνοντας τροφὴν φυλάττειν τὴν θήραν·
10ἐὰν δὲ ὑπολάβωσιν ἀδικεῖσθαι, λυμαίνεσθαι καὶ τὰ λίνα καὶ τοὺς ἰχθύας αὐτῶν. τὸ ἐθνικὸν Κωνώπιος καὶ Κωνωπιεύς. Κῶπαι, πόλις Βοιωτική. Ὅμηρος „Κώπας Εὔτρησίν τε“. ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσει‐ δῶνος. ὁ πολίτης Κωπαΐτης, ὡς Ἐπαφρόδιτος. ἔστι δὲ ἀπὸ
15τοῦ Κωπαῖος, ὡς Ἀθηναῖος Ἀθηναΐτης, λέγεται δὲ καὶ Κωπαία λίμνη. καὶ Κωπαιεύς. καὶ ἡ λίμνη Κωπαΐς, ἣ ἐλέγετο Λευκωνίς. Κώρυκος, πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. παρ’ ᾗ τὸ Κωρύκιον ἄντρον νυμφῶν, ἀξιάγαστον θαῦμα, ᾧ
20ὁμώνυμον ἐν Παρνασσῷ. τὸ ἐθνικὸν Κωρύκιος. ἐκεῖ δὲ τὴν πόλιν Κωρύκειάν φησι. λέγεται καὶ Κωρυκιώτης, καὶ ἴσως παρὰ τὸ Κωρύκιον ἢ ἀπὸ τοῦ Κωρυκία. ἔστι καὶ Κώρυκος
ὄρος ἀρσενικῶς λεγόμενον ὑψηλὸν πλησίον Τέω τῆς Ἰωνίας401
Eth
.

402

καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Ἀσίᾳ. καὶ λιμὴν ὁμώνυμος καὶ νησίον ὁμώνυμον, οὗ κατὰ τὸν παράπλουν λῃστήριόν τι μέγα τῶν Κωρυκαίων ὠτακουστούντων ἐν τοῖς αὐτόθι λιμέσι [τὰ κατὰ] τοὺς φόρτους καὶ τοὺς πλοῦς τῶν ἐμπόρων καὶ οὕτως
5αὐτοῖς ἐπιβουλευόντων, ὅθεν ἡ παροιμία ἐπὶ τῶν περιεργα‐ ζομένων τὰ ἀπόρρητα „τοῦ δ’ ἆρ’ ὁ Κωρυκαῖος ἠκροάζετο“. ἔστι καὶ ἀκρωτήριον Κρήτης Κωρυκία. καὶ λιμὴν Αἰθιοπίας. Κῶς, τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν
10αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Κῶς, πόλις καὶ νῆσος. καὶ Ὅμηρος „καὶ Κῶν Εὐρυπύλοιο [πόλιν]“. ἣ Μεροπίς ἐκαλεῖτο ἀπὸ γηγενοῦς Μέροπος. Κῶς δὲ ἀπὸ Κῶ τῆς Μέροπος θυγατρός. ἐκαλεῖτο δὲ καὶ Καρίς.
15λέγεται καὶ Κώως διὰ δύο ω, καὶ Κόως, ἀφ’ οὗ τὸ παρ’402
Eth
.

403

Ὁμήρῳ τοπικόν „καί μιν ἔπειτα Κόωνδ’ εὐναιομένην ἀπέ‐ νεικασ“. λέγεται καὶ Κόος διὰ δύο οο. ἔοικεν οὖν τὸ πρω‐ τότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτιστής. τῆς Κέω τὸ ἐθνικὸν Κέιος, καὶ ἐκτάσει Κήιος, ὡς τῆς Τέω Τέιος καὶ Τήιος, καὶ
5Κεῖος διὰ διφθόγγου. τῆς δὲ Κῶ μονοσυλλάβου Κῷος καὶ Κώιος, ὡς Μινῷος. οὕτως δὲ ἐχρημάτιζον Ἱπποκράτης καὶ Ἐρασίστρατος ἰατροί. ἦν δὲ Ἱπποκράτης τῶν καλουμένων Νε‐ βριδῶν· Νέβρος γὰρ ἐγένετο ὁ διασημότατος τῶν Ἀσκληπια‐ δῶν, ᾧ καὶ ἡ Πυθία ἐμαρτύρησεν· οὗ Γνωσίδικος, Γνωσιδίκου
10δὲ Ἱπποκράτης καὶ Αἴνειος καὶ Ποδαλείριος, Ἱπποκράτους Ἡρακλείδης, οὗ Ἱπποκράτης ὁ ἐπιφανέστατος, ὁ καὶ θαυμασίας συντάξεις καταλελοιπώς. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. Κωστάντεια, ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς. γίνεται δὲ ἀπὸ τῆς Κώσταντος γενικῆς, ὡς Μαρώνεια ἀπὸ τῆς Μάρω‐
15νος, καὶ Καύκωνος Καυκώνεια. ἔστι καὶ Βρεττίας ἄλλη, ὡς403
Eth
.

404

Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνι‐ κὸν Κωσταντειάτης. εὕρηται καὶ διὰ τοῦ ν. Κωσταντινούπολις, δύο μέρη λόγου, καὶ ἐξ αὐτῶν ἓν Κωσταντινοπολίτης, ὡς εἴρηται ἐν τῷ περὶ Βυζαντίου.
5 Λ, πόλις Λακωνική. Λυκόφρων „καὶ Λᾶν περήσεισ“. ταύτην ἑλόντες οἱ Διόσκουροι Λαπέρσαι ἐκλήθησαν. λέγεται καὶ ἀρσενικῶς. ταύτην διαλύσας Ὅμηρός φησιν „οἵ τε Λάαν εἶχον, ἠδ’ Οἴτυλον ἀμφενέμοντο“. κεῖται δὲ ἐπὶ πέτρας ὑψη‐ λῆς, διὸ Λᾶ καλεῖται. οἱ οἰκοῦντες Λᾶοι.
10 Λάβαι, [πόλις,] ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι. ἡ γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα. Λάβαρα, πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Κα‐
ρίας. τὸ ἐθνικὸν Λαβαρεύς ὡς Παταρεύς.404
Eth
.

405

Λάβδαλον, ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ. Λαβίνιον, πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. τὸ ἐθνι‐
5κὸν Λαβινιάτης. λέγονται καὶ Λαυινιᾶται. Λάβρανδα, κώμη Καρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Λαβρανδηνός καὶ Λαβράνδιος καὶ Λαβρανδεύς. Λαγαρία, φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων. ὁ πολίτης Λαγα‐
10ριτανός, ὅθεν καὶ Λαγαριτανὸς οἶνος. Λάγινα, πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ἑκ‐ καιδεκάτῳ. τὸ ἐθνικὸν Λαγιναῖος καὶ Λαγινίτης καὶ θηλυκῶς Λαγινῖτις. ἔστι καὶ Λαγίνεια Βιθυνίας. Λάγουσα, νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. τὸ
15ἐθνικὸν Λαγουσαῖος ἢ Λαγούσιος. ΛάδεσταΛάδεστον, μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος καʹ Φιλιππικῶν. τὸ ἐθνικὸν Λαδεστανός, ὡς τῆς
Αὐγούστας Αὐγουστανός.405
Eth
.

406

Λαδεψοί καὶ Τρανιψο, ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Λάδη, νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λαδαῖος.
5 Λαδισακίτης κόλπος, ἐν τῇ Περσικῇ θαλάσσῃ. Μαρ‐ κιανὸς ἐν περίπλῳ αὐτῆς. Λάεια, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Λαΐ‐ της, ὡς Παυσανίας φησὶ πέμπτῳ. Λαέρτης, Κιλικίας χωρίον. Στράβων ιδʹ. Ἀλέξανδρος
10δὲ „καὶ ὄρος καὶ πόλισ“ φησί. τὸ ἐθνικὸν Λαερτῖνος. ἄμει‐ νον δὲ Λαέρτιος. Λαζο, Σκυθῶν ἔθνος. ἔστι καὶ χωρίον παλαιὰ Λα‐ ζικ, ὡς Ἀρριανός. Λαιαῖοι, ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ.
15 Λαιστρυγόνες, πρῶτοι μετὰ Κυκλώπων ᾤκησαν Σι‐ κελίαν. Θουκυδίδης ἕκτῃ. λέγεται καὶ Λαιστρυγονίς, καὶ Λαιστρυγόνιος [καὶ] οὐδετέρως καὶ θηλυκῶς.
Λακεδαίμων, πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ,406
Eth
.

407

Σπάρτη πρότερον, ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέ‐ λεγος τοῦ Σπαρτοῦ, ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ
5Λακεδαίμονος, ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν, καὶ Λαχεδαίμονα κληθῆναι [ἢ Λαβε‐ δαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰς κ Λακεδαίμονα.]
10ἔστι καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὁ πολίτης Λακεδαιμόνιος. καὶ κτητικὸν Λακεδαιμονικός. λέγεται καὶ κατὰ συγκοπὴν Λάκων, ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες. ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν, οὗ τὸ
15θηλυκὸν Λάκαινα καὶ κτητικὸν Λακωνικός, καὶ Λακωνική τὸ θηλυκόν, ὃ καὶ εἶδος ὑποδήματος. ἔστι καὶ ὄρχησις Λα‐ κωνική, ὡς ἐν τῷ περὶ Μαντινείας εἰρήσεται. εἰσὶ καὶ μάστι‐ γες Λακωνικαί. ἔστι καὶ εἶδος κλειδὸς Λακωνικῆς. καὶ οὐδέτερον τὸ Λακωνικὸν σιδήριον· στομωμάτων γὰρ τὸ μὲν
20Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακω‐407
Eth
.

408

νικόν. καὶ ὅτι Σινωπικὸν καὶ Χαλυβδικὸν εἰς τὰ τεκτονικά, τὸ δὲ Λακωνικὸν εἰς ῥίνας καὶ σιδηροτρύπανα καὶ χαρακτῆ‐ ρας καὶ εἰς τὰ λιθουργικά, τὸ δὲ Λύδιον καὶ αὐτὸ εἰς ῥίνας καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας, ὥς φησι Δαΐμαχος ἐν
5πολιορκητικοῖς ὑπομνήμασι λέγων. καὶ λακωνίζω καὶ λακω‐ νιστής. λέγεται καὶ λακεδαιμονιάζω, ὡς Ἀριστοφάνης Βαβυ‐ λωνίοις. λέγεται καὶ Λακεδαίμονάδε ἐπίρρημα. Λακέρεια, πόλις Μαγνησίας. Ἑλλάνικος Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας ἄλλη. τὸ ἐθνικὸν Λακεριεύς
10καὶ Λακερειεύς, καὶ Λακέρεια τὸ θηλυκὸν ὁμοφώνως τῷ πρωτοτύπῳ. Λακιάδαι, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Λα‐ κιάδης ἀναγράφεται. ὁ δῆμος Λακι, ὁ δημότης Λακιεύς. καὶ τὰ τοπικὰ ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν μετὰ τῶν
15προθέσεων. Λακίνιον, ὄρος Κρότωνος. Λυκόφρων „καὶ Λακινίους μυχούσ“. τὸ ἐθνικὸν Λακίνιος, καὶ τὸ κύριον τοῦ ἥρωος, ἀφ’ οὗ τὸ ὄρος. τὸ θηλυκὸν Λακινιάς, καὶ ἡ χώρα Λακινία ὡς Κυδωνία, καὶ τὸ ἐθνικὸν Λακινιάτης.
20 Λάκμων, ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ. ἔστι δὲ παρώ‐
νυμον ὡς ἀπὸ τοῦ Λάκμος. τὸ ἐθνικὸν Λακμώνιος.408
Eth
.

409

Λαλίσανδα, πόλις Ἰσαυρική, ὡς Καπίτων Ἰσαυρικῶν πρώτῳ. τὸ ἐθνικὸν Λαλισανδεύς. οἱ νῦν δὲ Δαλίσανδα ταύτην φασὶ καὶ Δαλισανδεώτας. Λάμια, πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος.
5οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων. ἐν ᾗ καὶ Λαμιακὸς πό‐ λεμος. ἔστι καὶ ἄλλη Κιλικίας. τὸ ἐθνικὸν Λαμιεῖς καὶ Λαμιῶται. Λαμητῖνοι, πόλις [Ἰταλίας], ἀπὸ Λαμήτου ποταμοῦ
10πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ „ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι“. ὁ πολίτης Λαμητῖνος. Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ’ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. τὸ ἐθνικὸν Λαμούσιος.
15 Λάμπεια, ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. τὸ ἐθνικὸν δύναται καὶ Λαμπειάτης καὶ δίχα τοῦ ι. Λαμπέτεια, πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ.
τὸ ἐθνικὸν Λαμπετειάτης ἢ καὶ Λαμπετειανός τῷ ἐπιχωρίῳ409
Eth
.

410

τύπῳ. Λαμπετῖνος γὰρ οὐ δύναται εἶναι διὰ τὴν παράληξιν τῆς διφθόγγου. Λαμπέτειον σῆμα ἐν Λέσβῳ, ἀπὸ Λαμπέτου τοῦ Ἴρου.
5 Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμ‐ που τοῦ Ταρραίου. τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν. ἔστι καὶ δευτέρα τῆς Ἀκαρ‐ νανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο ππ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ
10διὰ δύο αα καὶ διὰ τοῦ η. Λαμπώνεια, πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθ‐ νικὸν Λαμπωνεύς. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι καὶ τὸ ἐθνικὸν Λαμπωνιεύς. Λάμυρα, πόλις Λυκίας καὶ ποταμὸς Λάμυρος, ἀπὸ
15θαλάσσης ὑπὲρ μετεώρου λόφου. ὁ πολίτης Λαμυρεύς. Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμ‐ ψάκης ἐπιχωρίας τινὸς κόρης. ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτύουσα λεγομένη, ὡς Δηίοχος ὁ Κυζικηνός. Ἐπαφρόδιτος δὲ Πιτύειαν ὑφ’ Ὁμήρου ταύτην κληθῆναι διὰ τὸ πιτύων
20ἔχειν πλῆθος, Λαομεδόντειαν καλουμένην. ἔστι δ’ εὔοινος. ὅθεν Θεμιστοκλεῖ παρὰ τοῦ τῶν Περσῶν ἐδόθη βασιλέως εἰς οἶνον. Δημοσθένης δὲ διὰ τὸ εὔοινον καὶ Πριάπου κτίσμα ταύτην φησί, τοῦ υἱοῦ Ἀφροδίτης καὶ Διονύσου. τὸ ἐθνικὸν Λαμψακηνός.
25Λάμψος, μοῖρα τῆς Κλαζομενίων χώρας, ἀπὸ Λάμψου410
Eth
.

411

παιδὸς Κοδρίδου, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Λάμψιος, ὡς Θάψιος Σάμιος Κίψιος. Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. ἐκαλεῖτο δὲ Λαομεδόντεια, ἴσως
5ἀπὸ Λαομέδοντος τοῦ Τρωός. τὸ ἐθνικὸν ἀμφότερον Λαομε‐ δοντίτης καὶ Λαοδαμαντίτης. Λαοδίκεια, πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτή λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα. κεραυνωθεὶς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε „ῥαμάνθασ“, τουτέστιν ἀφ’ ὕψους ὁ θεός·
10ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων. λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δ’ εὐοινοτάτη καὶ πάσης εὐκαρπίας ἀνάμεστος. ἔστι δὲ καὶ ἑτέρα Λυδίας, Ἀντιόχου κτίσμα τοῦ παιδὸς τῆς Στρατονίκης· τῇ γὰρ γυναικὶ αὐτοῦ ὄνομα Λαοδίκη. Διὸς μήνυμα δι’
15Ἑρμοῦ, ὄναρ διὰ χρησμοῦ Ἀπόλλωνος
Ἀντιόχῳ βασιλῆι τάδε χρᾷ Φοῖβος Ἀπόλλων,
κτιζέμεναι πτολίεθρον ἀγακλεές, ὡς ἐκέλευσεν
Ζεὺς ὑψιβρεμέτης, πέμψας ἐριούνιον Ἑρμῆν. ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα.
20Λᾶος, πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς
δευτέρῳ. ἀπὸ Λάου ποταμοῦ. τὸ ἐθνικὸν Λαῗνος ὡς Ῥηγῖνος.411
Eth
.

412

Λαούντιον, μητρόπολις τῶν Λατίνων. Διονύσιος πέμπτῃ Ῥωμαϊκῆς ἱστορίας. τὸ ἐθνικὸν Λαουντῖνος. Λαπέρσα, θηλυκῶς, ὄρος Λακωνικῆς, οὗ μέμνηται Ῥια‐ νὸς ἐν Ἠλιακῶν πρώτῳ. ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων.
5τὸ ἐθνικὸν Λαπερσαῖος. Λάπηθος, πόλις Κύπρου, ὕφορμον ἔχουσα καὶ νεώρια. Ἀλέξανδρος Ἐφέσιος „Βήλου δ’ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθοσ“. τὸ ἐθνικὸν Λαπήθιος καὶ Λαπηθεύς. Λαπίθη, πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς
10Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. οἱ οἰκήτορες Λαπίθαι, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ’ ἀπὸ τοῦ ἔθνους, ὡς Πισίδαι καὶ Ἴωνες καὶ Θετταλοί. Λαπίθαι γὰρ ἔθνος Θεσ‐ σαλίας. ἔστι καὶ Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Λάρανδα, πόλις Λυκαονίας. ὁ πολίτης Λαρανδεύς.
15Χάραξ τρίτῳ χρονικῶν. τὸ θηλυκὸν Λαρανδίς. Λάρινα, πόλις Δαυνίων. τὸ ἐθνικὸν Λαριναῖος, ὡς Τέρινα Τεριναῖος. Λάρισαι πόλεις ιʹ. Θεσσαλίας, ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πε‐
20λασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρῳάδος, ἥν
φησιν Ὅμηρος „τῶν οἳ Λάρισαν ἐριβώλακα“. πέμπτη Αἰο‐412
Eth
.

413

λίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ. ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. καὶ ὁ πολίτης Λαρι‐
5σαῖος καὶ Λαρισεὺς Ζεύς. Στράβων δὲ κώμην φησὶν Ἐφέσου, ἐν ᾗ Ἀπόλλων Λαρισηνός. * * * * Λῆμνος, νῆσος πρὸς τῇ Θρᾴκῃ, δύο πόλεις ἔχουσα, Ἡφαιστίαν καὶ Μύριναν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ τῆς
10μεγάλης λεγομένης θεοῦ, ἣν Λῆμνόν φασι· ταύτῃ δὲ καὶ παρθένους θύεσθαι. ᾠκίσθη δὲ πρῶτον ὑπὸ Θρᾳκῶν, οἳ Σίντιες ἐκαλοῦντο, ὡς Στράβων. οἱ δ’ αὐτοὶ οὗτοι καὶ Σα‐ παῖοι. ὁ οἰκήτωρ Λήμνιος καὶ Λημνικός κτητικόν. Λήναιος, ἀγὼν Διονύσου ἐν ἀγροῖς, ἀπὸ τῆς ληνοῦ.
15Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν. καὶ Ληναϊκός καὶ Ληναιεύς. ἔστι δὲ καὶ δῆμος. Λῆνος, χώρα τῆς Πισατῶν. ὁ πολίτης Ληναῖος. Φλέ‐ γων μηʹ ὀλυμπιάδι. Λητ, πόλις Μακεδονίας, ἀπὸ τοῦ πλησίον ἱδρυμένου
20Λητοῦς ἱεροῦ, ὡς Θεαγένης Μακεδονικοῖς. τὸ ἐθνικὸν Λη‐ ταῖος· οὕτως γὰρ ἱστορεῖται Νέαρχος Ληταῖος, τῶν Ἀλεξάνδρῳ
τῷ μεγάλῳ συστρατευσαμένων ὁ διασημότατος.413
Eth
.

414

Λητοῦς, πόλις Αἰγύπτου. ἔστι δὲ μοῖρα Μέμφιδος, καθ’ ἣν αἱ πυραμίδες. Λητοῦς ἱερόν. Ἀλέξανδρος ἐν τρίτῳ περὶ Αἰγύπτου. τὸ ἐθνικὸν Λητοπολίτης· οὕτως γὰρ Πο‐ λύστρατος καὶ Ἀπολλώνιος ὁ ἀρχιερεὺς λεγόμενος ἀνα‐
5γράφει. Λητωεύς, δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Ληψίμανδος, πολίχνιον Καρίας. τὸ ἐθνικὸν Κρατερὸς ἐνάτῳ περὶ ψηφισμάτων Ληψιμανδεύς.
10Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρ‐414
Eth
.

415

ριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης. Λιβύη, χώρα πολυώνυμος, ὡς πολυίστωρ „γῆ Ὀλυμ‐ πία Ὠκεανία Ἐσχατιά Κορυφή Ἑσπερία Ὀρτυγία Ἀμμωνίς
5Αἰθιοπία Κυρήνη Ὀφιοῦσσα Λιβύη Κηφηνία Ἀερία“. τὸ ἐθνικὸν [Λίβυς] Λίβυσσα. Λιβυρνο, ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδρια‐ τικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. τὸ θηλυκὸν Λιβυρνίς. καὶ Λιβυρναῖοι. ὠνομάσθησαν δὲ ἀπό τινος Λιβυρνοῦ ἀττικοῦ.
10εὕρηται τὰ Λιβυρνικὰ σκάφη. καὶ Λιβυρνικὴ μανδύη εἶδος ἐσθῆτος. Λίβυς, κύριον, κλίνεται Λίβυος, ἀφ’ οὗ Λιβύη. τὸ ἐθ‐ νικὸν Λίβυς Λίβυσσα Λίβυ, Λιβυκός Λιβυκή, καὶ Λιβύστιον,
15ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεο‐ νασμόν. καὶ Λιβυστῖνον καὶ Λιβυστῖνος καὶ Λιβυστίνη, καὶ Λιβυστιάς καὶ Λιβυστίς, καὶ Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. καὶ κτητικὸν „Λιβυστικὰς πλάκασ“ Λυκόφρων, ὅ τινες διὰ
τοῦ γ γράφουσι κακῶς.415
Eth
.

416

Λίβυσσα, φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυί‐ στωρ Ἀλέξανδρος. τὸ ἐθνικὸν Λιβυσσαῖος. Λιβυστῖνοι, ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαν‐ τος ἐν πολιτικοῖς. οὗ θηλυκὸν Λιβυστίνη.
5 Λίγγος, φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρο‐ νικῶν τρίτῳ, ὃς καὶ τὸ ἐθνικὸν Λιγγαῖος. ἔστι δὲ καὶ Λίγγιος καὶ Λίγγιος κόλπος. Λίγξ, ποταμὸς Μαυριτανίας καὶ πόλις. τινὲς δὲ Λίξον γράφουσι καὶ Λίξους τοὺς πολίτας.
10 Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. ἀπὸ Λιγύρου ποταμοῦ. Λιγυστίνη, πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. οἱ οἰκοῦντες Λίγυες καλοῦνται. Λίηβρις, πόλις Φοινίκων, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν
15Λιηβρίτης ὡς Συβαρίτης. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Λιθήσιος, ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυ‐ μένος ἐκεῖ. Ῥιανὸς Ἠλιακῶν τρίτῳ. ὡς γὰρ ἀπὸ τοῦ Μάρα‐
θος Μαραθήσιος, οὕτω καὶ τοῦτο.416
Eth
.

417

Λίλαια, πόλις Φωκίδος. Λυκόφρων „πάτραν Λίλαιαν κἀνεμωρείας πέδον“. ὁ πολίτης Λιλαιεύς. Λιλύβαιον, ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκα‐ ταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. καὶ τὸ ἐθνικὸν Λιλυβαῖος
5καὶ Λιλυβαιίτης καὶ Λιλυβηίς. Λιμενῶτις, χερρόνησος Κελτική. Λιμήν, ὁ ὕφορμος τόπος. καὶ λιμενίτης ὁ ἐν αὐτῷ ἱδρυμένος. Λιμναία, κώμη τοῦ Ἄργους. τὸ ἐθνικὸν Λιμναῖος.
10Θουκυδίδης δὲ διὰ τοῦ ν τὴν δευτέραν συλλαβήν. Λίμναι, πόλις ἐν Ἑλλησπόντῳ περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος τῆς Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος „Λιμναίῳ δὲ χορο‐ στάδας ἦγον ἑορτάσ“.
15 Λίμυρα, πόλις Λυκίας, ἀπὸ Λιμύρου ποταμοῦ. ὁ πο‐ λίτης Λιμυρεύς. Λινδόνιον, πόλις τῆς Βρεττανίας. Μαρκιανὸς ἐν περί‐ πλῳ αὐτῆς. τὸ ἐθνικὸν Λινδονῖνος. Λίνδος, πόλις ἐν Ῥόδῳ, [κτίσμα Λίνδου,] τοῦ Κερκά‐
20φου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. τὸ
ἐθνικὸν Λίνδιος. [ἔστι καὶ Σικελίας πόλις Λίνδος.]417
Eth
.

418

Λίνον, χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδε‐ κάτῃ „μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον“. οἱ οἰκοῦντες Λινούσιοι. Λίξα, πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυ‐
5κῶν, ἀπὸ Λίξου ποταμοῦ. τὸ ἐθνικὸν Λίξιοι Λιξίτης. καὶ Λιξᾶται παρά τισιν. Λίπαξος, πόλις Θρᾴκης. Ἑκαταῖος. τὸ ἐθνικὸν Λιπάξιος. Λιπάρα, νῆσος μεγίστη τῶν ἑπτὰ τῶν Αἰόλου, ἣ Με‐ λιγουνίς ἐκαλεῖτο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔ‐
10σονος υἱοῦ. λέγεται καὶ πληθυντικῶς. τὸ ἐθνικὸν Λιπαραῖος. Λιρνύτεια, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λιρνυτειεύς. Λίσσος, πόλις Ἰλλυρίας, καὶ Ἀκρόλισσος. τὸ ἐθνικὸν Λίσσιος καὶ Λισσεύς.
15 Λιτα, πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Λιταῖαι. Ἀπολ‐ λόδωρος ἑβδόμῳ. οἱ πολῖται Λιταιεῖς. Λίχανδος, πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. τὸ ἐθνικὸν Λιχανδῖνος. Λογγώνη, Σικελίας πόλις. ὁ πολίτης Λογγωναῖος. Φί‐
20λιστος δεκάτῳ.
Λόκοζος, πόλις Φρυγίας, ἣν ᾤκουν Θρᾷκες Λοκόζιοι.418
Eth
.

419

κατεκλύσθη δέ, ὡς Ξάνθος ὁ Λυδός, ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις Λοκοξίτας τούτους καλῶν. Λοκροὶ Ἐπιζεφύριοι, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐ‐ ρώπῃ. οἱ πολῖται Λοκροί ὁμωνύμως. τὸ ἐθνικὸν Λόκριος
5ὡς Κύπριος. Λοπαδοῦσσα, νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Λοπα‐ δουσσαῖος. Λούγδουνος, πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν πε‐
10ρίπλῳ. [τὸ ἐθνικὸν Λουγδουνήσιος] καὶ Λουγδουνησία ἐπαρχία. Λουκερία, πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. παρὰ δὲ Διονυσίῳ διὰ τοῦ ε γράφεται. οἱ οἰκοῦντες Λουκερῖνοι. Λουσι. τῶν Ὑακίνθου θυγατέρων ἡ Λουσία ἦν, ἀφ’ ἧς ὁ δῆμος τῆς Οἰνηίδος φυλῆς. [ὁ δημότης] Λουσιεύς.
15 Λουσιτανία, ὅμορος τῆς Βαιτίκης. Μαρκιανὸς ἐν περί‐ πλῳ αὐτῆς. τὸ ἐθνικὸν Λουσιτανοί.
Λουσο, πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς419
Eth
.

420

Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. ὁ πολίτης Λού‐ σιος καὶ Λουσεύς καὶ Λουσιάτης. Λύγκος, πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ. ἐκλήθη ἀπὸ Λυγκέως. τὸ ἐθνικὸν Λυγκησταί. τὸ θηλυκὸν Λυγκηστίς.
5λέγεται καὶ Λύγκιος ὡς Λύττιος. λέγεται καὶ Λυγκεύς. Λύγξ, πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα. καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμί‐ δωρος. τὸ ἐθνικὸν Λυγξίτης καὶ Λύγγιος. Λυδία, ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. τὸ ἐθ‐
10νικὸν Λυδός καὶ Λυδαί. Λύζεια, πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. τὸ ἐθνικὸν Λυζεύς καὶ Λύζεια. Λύκαια, πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ. ὁ οἰκήτωρ Λυ‐
15καῖος. [καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λύκειος ὁ Ἀπόλλων.] Λυκαονία, χώρα Λυκίας τε καὶ Ἰσαυρίας. τὸ ἐθνικὸν Λυκαόνιος, καὶ Λυκάων ὁμοφώνως τῷ οἰκιστῇ, καὶ .... Λυ‐
κάν ὡς μεγιστάν.420
Eth
.

421

Λύκαστος, πόλις Κρήτης. Ὅμηρος „Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον“. ἀπὸ Λυκάστου αὐτόχθονος [ἢ παιδὸς τοῦ Μίνωος.] ὁ πολίτης Λυκάστιος. [ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ
5ἐγχώριοι. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις.] Λυκαψός, κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ. τὸ ἐθνικὸν Λυκάψιος, ὡς Αἰδήψιος Γαλήψιος. Λυκεῖον, τὸ γυμνάσιον. καὶ Λύκειος ὁ Ἀπόλλων. λέ‐ γεται καὶ Λυκήιον.
10 Λυκία, ἡ χώρα, ἀπὸ Λύκου τοῦ Πανδίονος. ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. οἱ οἰκήτορες Λύκιοι ὡς Φρύγιοι. Λυκόα, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Λυκοάτης, καὶ θηλυκῶς διὰ τοῦ ι.
15 Λυκόζεια, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Λυκόζειοι, ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. Λυκόρμας, ποταμὸς [Αἰτωλίας], ὅν τινες Εὔηνον φασί. τὸ ἐθνικὸν Λυκορμαῖος. Λυκοσθένη, πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν.
20ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν. ὁ πολίτης Λυκοσθε‐421
Eth
.

422

νεύς ὡς Βερενικεύς. παρὰ δὲ Λυδοῖς Λυκοσθενείτης ὡς Δικαιαρχείτης. Λυκόσουρα, πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκαίῳ ὄρει. ὁ πολίτης Λυκοσουρεύς.
5 Λύκτος, πόλις Κρήτης, ἀπὸ Λύκτου τοῦ Λυκάονος. ἔνιοι Λύττον αὐτὴν φασὶν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. τὸ ἐθνικὸν Λύκτιος, καὶ θηλυκὸν Λυκτηίς. Λύκων πόλεις δύο, ἡ μὲν ἐν τῷ Λυκοπολίτῃ νομῷ
10τῆς Αἰγύπτου, ἡ δὲ ἑτέρα τοῦ Σεβεννύτου νομοῦ παραθα‐ λάσσιος. τὸ ἐθνικὸν Λυκοπολῖται. Λυκώνη, πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. τὸ ἐθνικὸν Λυκωναῖος, ὡς Σκιώνη Σκιωναῖος. δύναται καὶ Λυ‐ κωνεύς ὡς Σινωπεύς.
15 Λυκώρεια, κώμη ἐν Δελφοῖς. Καλλίμαχος τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. ὁ πολίτης Λυκωρεύς καὶ Λυκώριος καὶ Λυκωρείτης. ἔστι καὶ Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου. Λύλη, πόλις Ἀρκαδίας. Ἀλέξανδρος δευτέρῳ περὶ Λυ‐
20κωρείας. τὸ ἐθνικὸν Λυλαῖος.422
Eth
.

423

Λύρκειον, ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. τὸ το‐ πικὸν „Λυρκήιον ὕδωρ“, καὶ Λυρκήιος τὸ ἀρσενικόν, καὶ Λύρ‐ κειος ὡς Ῥοίτειος. Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος
5ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς ει διφθόγγου. Λυρνησσός, πόλις Τρωική, μία τῶν ἕνδεκα τῶν ἐν τῇ Τρῳάδι. τὸ ἐθνικὸν Λυρνήσσιος. Αἰσχύλος δὲ Πέρσαις ὡς ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖος.
10 Λυσιμάχεια, πόλις τῆς Θρᾴκης χερρονήσου, ἡ πρότε‐ ρον Καρδία. ὁ πολίτης Λυσιμαχεύς. ἔστι καὶ πόλις Αἰτωλίας. Λυτα, χωρίον Θεσσαλίας, διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ. Λυχνιδός, πόλις Ἰλλυρίας ἀρσενικῶς λεγομένη καὶ λίμνη
15θηλυκῶς. Ἡρωδιανὸς Λυχνιτὸν αὐτόν φησι. τὸ ἐθνικὸν Λυχνίδιος καὶ Λυχνιδία λίμνη. καὶ Λυχνίτης. ἔστι δὲ καὶ Ἀρμενίας Λυχνῖτις χώρα. Λωμεντός, πόλις Ἰταλίας, ὀξυτόνως, καὶ ὅσα εἰς τος τῇ
εν συλλαβῇ παραλήγει. ἣν καὶ Λωρεντόν φασι μετὰ τοῦ ρ.423
Eth
.

424

Λώρυμα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λι‐ μὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. τὸ ἐθνικὸν Λωρυμαῖος. Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης.
5 Λωτοφόρος χώρα, καὶ Λωτοφαγῖτις γυνή. Μάγαρσος, μέγιστος ὄχθος ἐν Κιλικίᾳ πρὸς τῇ Μαλλῷ. τὸ τοπικὸν Μαγάρσιος, καὶ Μαγαρσία Ἀθηνᾶ ἐκεῖ ἵδρυται, ὡς Λυρνησσός Λυρνήσσιος. Μαγδωλός, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. τὸ
10ἐθνικὸν Μαγδωλίτης διὰ τὸν Αἰγύπτιον τύπον, Κανωβίτης Διολκίτης Πεντασχοινίτης. Μαγία, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν δύναται καὶ Μα‐ γιάτης καὶ Μαγιανός. εἰσὶ καὶ Μάγοι ἔθνος περὶ Μηδίαν. Μαγιστρικ, χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια
15ὄρη. οἱ οἰκήτορες Μαγίστρικες, οἳ τοῖς Γερμανοῖς ὁμοροῦσιν. Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθ, ὅ ἐστι μεγάλη. τὸ ἐθνικὸν Μαγνίτης διὰ τὸν Λιβυκὸν τύπον καὶ τὸν Αἰγύπτιον.
Μαγνησία, πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα, ἀπὸ424
Eth
.

425

Μάγνητος. ὁ πολίτης Μάγνης ὁμωνύμως τῷ οἰκιστῇ. τὸ θηλυκὸν Μάγνησσα παρὰ Καλλιμάχῳ καὶ Μαγνησίς παρὰ Παρθενίῳ καὶ Μαγνῆτις παρὰ Σοφοκλεῖ. Μαδιηνοί καὶ Μαδιανῖται, ἔθνος Ἀραβίας. εἴπομεν
5δὲ ὅτι οἱ Ἄραβες τοῖς δυσὶ τύποις χρῶνται. Μαδυτός, πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ καὶ ἄλλοι. τὸ ἐθνικὸν Μαδύτιος, ὡς Βηρύτιος Σήστιος, καὶ ἀπὸ τοῦ Μάδυτα Μαδυτεύς. Μάζακα, πόλις Καππαδοκίας, ἡ νῦν Καισάρεια. τὸ
10ἐθνικὸν Μαζακηνός. λέγεται καὶ Μαζακεύς, ὡς Τύανα Τυα‐ νεύς. λέγεται καὶ ἀπὸ Μαζάκων. Μαζάρη, φρούριον Σελινουντίων. τὸ ἐθνικὸν Μαζα‐ ραῖος, ὡς Ἐνναῖος Ἱμεραῖος. Μάζυες, οἱ Λιβύης νομάδες. Ἑκαταῖος περιηγήσει. εἰσὶ
15δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάζαινα, πόλις Παλαιστίνης, ἀπὸ Μαζαίνου. οἱ πο‐ λῖται Μαζαινηνοί. Μαῖα, πόλις Ἑλλησποντία. τὸ ἐθνικὸν Μαιάτης κατὰ πρόσθεσιν τοῦ της.
20 Μαιανδρούπολις, Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι. τὸ ἐθνικὸν Μαιανδροπολίτης. εἰ δέ ἐστι Μαί‐
ανδρος ἡ πόλις, τὸ ἐθνικὸν Μαιάνδριος.425
Eth
.

426

Μαιδο, ἔθνος Θρᾴκης πλησίον Μακεδονίας. „ἐκ τού‐ των μεταβάντες τινὲς εἰς ... Μακεδονίας Μαιδοβίθυνοι ἐκλή‐ θησαν“. τὸ ἐθνικὸν Μαιδικός καὶ Μαιδική. Μάκη, Κελτικὴ πόλις. εὕρηται καὶ Μαινάκη Κελτικὴ
5πόλις. τὸ ἐθνικὸν Μακηνός. Μαίναλος, πόλις Ἀρκαδίας, ἀπὸ Μαινάλου τοῦ Λυ‐ κάονος. τὸ ἐθνικὸν Μαινάλιος καὶ θηλυκὸν Μαιναλία καὶ Μαιναλίτης ὡς Ἴναχος Ἰναχίτης, καὶ Μαιναλεύς ὡς Σου‐ νιεύς. παρὰ τὸ ὄρος τὸ Μαίναλον. ἔστι καὶ Μαιναλία
10πόλις Γαλατίας. Μαινόβωρα, πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μαινοβωραῖος. Μαιονία, ἡ Λυδία, ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιίδα γῆν ῥέοντος. τὸ ἐθνικὸν Μαιόνιος καὶ Μαιονία
15θηλυκόν, καὶ Μαίων ὁμωνύμως τῷ οἰκιστῇ, ἀφ’ οὗ ἡ χώρα. Μαιῶται, ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον.
καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ426
Eth
.

427

[τοῦ μαῖαν εἶναι] τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός. Μάκαι, ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας. Μάκαλλα, πόλις Ἰταλίας. κέκληται ἀπὸ τοῦ μαλακι‐
5σθῆναι ἐν αὐτῇ Φιλοκτήτην. τὸ ἐθνικὸν Μακαλλαῖος ὡς Γογγυλαῖος. Μακαρέαι, πόλις Ἀρκαδίας, ἀπὸ Μακαρέως τοῦ Λυ‐ κάονος. τὸ ἐθνικὸν Μακαρεύς καὶ Μακαρεάτης. καὶ Μακα‐ ρία. [κατὰ δὲ Ῥωμαίους Βέατα.] τὸ ἐθνικὸν Μακαριεύς.
10 Μακεδνόν, χωρίον ἐν Πίνδῳ, ὡς Ἡρόδοτος ἐν πρώτῃ. τὸ ἐθνικὸν ὁμοίως. Μακεδονία ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, [ὥς φησιν Ἡσίοδος ὁ ποιητής
ἡ δ’ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ
15
υἷε δύω, Μάγνητα Μακηδόνα θ’ ἱππιοχάρμην,
οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ’ ἔναιον. ἄλλοι δ’ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν πρώτῃ τῶν ἐν Ἄργει „καὶ Μακεδόνος [τοῦ] Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντεσ“.
20λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μακετία, ὡς Μαρσύας ἐν427
Eth
.

428

πρώτῳ Μακεδονικῶν „καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέ‐ γουσιν ἀπὸ τοῦ Μακεδόνοσ“. ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος „καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης
5Μακετίασ“.] τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτιστῇ, κοι‐ νὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονικὴ ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ
10δύο ττ καὶ δι’ ἑνὸς τ. Μάκιστος, πόλις τῆς Τριφυλίας, ἣν ᾤκησαν Καύκωνες, ἀπὸ Μακίστου τοῦ ἀδελφοῦ Φρίξου, ἀφ’ οὗ καὶ ἡ Φρίξα πόλις, ἐπ’ ὄρους ὑψηλοῦ κειμένη πρὸς ἕω τῆς Λεπρεατικῆς. ὁ πολίτης Μακιστεύς. τὸ ἐθνικὸν Μακίστιος καὶ Μακιστία.
15εὕρηται καὶ Μακέστιος διὰ τοῦ ε ψιλοῦ. Μακκάραι, χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Μακκαραῖος. Μάκρα, νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐ‐ τῆς. τὸ ἐθνικὸν Μακρονησίτης καὶ Μακραῖος καὶ Μακρήσιος.
20Μάκρις, ἡ Εὔβοια. οἱ οἰκοῦντες Μάκρωνες. ὁ οἰκήτωρ
Μακριεύς καὶ Μακρηίς.428
Eth
.

429

Μακροκέφαλοι, πρὸς τοῖς Κόλχοις. „οἱ γὰρ Ἡμίκυ‐ νες καὶ Μακροκέφαλοι καὶ Πυγμαῖοι ...“. Μάκρυες, ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί.
5 Μάκρωνες, οἱ νῦν Σάννοι. Στράβων δωδεκάτῃ. καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλώνιος δευτέρῳ. Μακτώριον, πόλις Σικελίας. Φίλιστος πρώτῳ. ἣν ἔκτισε Μόνων. τὸ ἐθνικὸν Μακτωρῖνος. Μακύνεια, πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. τὸ ἐθ‐
10νικὸν Μακυνεύς τῷ κοινῷ τύπῳ. Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν βʹ τῶν ἐπιτο‐ μῶν Ἀρτεμιδώρου. τὸ ἐθνικὸν Μαλακιτανός. Μαλάνιος, πόλις μία μεσογείας τῶν Οἰνώτρων τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. τὸ ἐθνικὸν Μα‐
15λάνιος καὶ Μαλανιεύς. Μαλέα, ἄκρα πρὸς τῇ Πελοποννήσῳ, καὶ Μάλεια διὰ διφθόγγου. καὶ Μαλείτης ὡς Ἀσινήτης, καὶ Μαλεᾶτις. καὶ ἀπὸ τοῦ Μάλεια Μαλειαῖος Ζεύς, καὶ θηλυκὸν Μαλειαία ἄκρα. Μαλιεύς, πόλις ἐπώνυμος τῶν Μαλιέων, ἀπὸ Μάλου
20τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. ὁ πολίτης Μαλιεύς. ἔστι καὶ Μαλιακὸς κόλπος. λέγεται καὶ Μαλεάτης.
Ἀνδροτίων πέμπτῳ.429
Eth
.

430

Μαλλάδα, πόλις Περσική. Μαρκιανὸς ἐν περίπλῳ τοῦ Περσικοῦ κόλπου. τὸ ἐθνικὸν Μαλλαδηνός. Μαλλός, πόλις Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. ἀπὸ Μάλλου κτίσαντος αὐτήν. ὁ πολίτης Μαλλώτης καὶ
5θηλυκὸν Μαλλῶτις. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ, καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις. ἀπὸ τοῦ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λεσβικῶν πρώτῳ. Μαλο, ἔθνος Ἰνδικόν, τῶν ἀνθεστηκότων τῷ Διονύσῳ
10μετὰ Δηριάδου, ὡς Διονύσιος Βασσαρικῶν γʹ. Μαλσάνη, πόλις τῆς εὐδαίμονος Ἀραβίας. τὸ ἐθνικὸν Μαλσανίτης· ἐπιχώριος γὰρ ὁ τύπος. Μαμάρκινα, πόλις Αὐσονική. τὸ ἐθνικὸν Μαμαρκι‐ ναῖος, ὡς Τεριναῖος καὶ τῶν ὁμοίων.
15 Μαμέρτιον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Μαμερτῖνος, ὡς Μεταποντῖνος καὶ Ῥηγῖνος. Μανδαρα, μέρος τῆς Μακεδονικῆς Κύρρου. οἱ οἰκή‐ τορες Μανδαραῖοι. Μανδρόπολις, Φρυγίας πόλις. τὸ ἐθνικὸν Μανδρο‐
20πολίτης. Μανδύριον, πόλις Ἰαπυγίας. ὁ πολίτης Μανδυρῖνος, ὡς Λεοντῖνος. Μανήσιον, πόλις Φρυγίας. Ἀλέξανδρος. ἀπὸ Μανοῦ
σφόδρα εὐπόρου κτιστοῦ.430
Eth
.

431

Μανθυρέα, κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Μανθυρεύς διὰ τὸ ἐπάλληλον τῶν δύο εε. Μαννάκαρτα, πόλις Ἀραβίας. ὁ οἰκήτωρ Μαννακαρ‐ τηνός ὡς Μηδαβηνός.
5 Μάννεως, χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄρα‐ βες Μαννεῶται, ὡς Οὐράνιός φησι. Μάνταλος, πόλις Φρυγίας, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος, ἀπὸ Μανταλοῦ κτιστοῦ αὐτῆς. τὸ ἐθνικὸν Μανταληνός. Μαντίνεια, πόλις Ἀρκαδίας. Ὅμηρος „οἳ Τέγεάν τ’
10εἶχον καὶ Μαντινέην ἐνέμοντο“. τὸ ἐθνικὸν Μαντινεύς καὶ Μαντινίς. τὸ κτητικὸν Μαντινικός [καὶ Μαντινικὴ ὄρχησις]. [Μαντύη καὶ] Μάντυα, πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἐξ αὐτῆς ἦν Βεργίλιος ὁ ποιητὴς
15Μαντούτης χρηματίζων. ἔστι δὲ κατὰ συγκοπήν, ὡς τὸ Ζελείτης. Μαραθήσιον, πόλις Καρίας. τὸ ἐθνικὸν Μαραθήσιοι ὡς Βυζάντιοι. ἔστι δὲ πόλις Ἐφεσίων. Μάραθος, πόλις Ἀκαρνανίας. ὁ πολίτης Μαραθηνός.
τὸ ἐθνικὸν Μαραθούσιος, ὡς Κάδος Καδούσιος.431
Eth
.

432

Μαράθουσα, νῆσος πρὸς Κλαζομεναῖς. ὁ πολίτης Μα‐ ραθούσιος. Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώ‐ νιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνό‐
5θεν, καὶ κτητικὸν Μαραθωνιακός. Μαραθωνία, πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. τὸ ἐθνικὸν Μαραθωνιάτης. Μαράφιοι, ἔθνος ἐν Περσίδι, ἀπὸ Μαραφίου βασιλέως. Μαράχη, πόλις Ἰνδική. τὸ ἐθνικὸν Μαράχιος τῷ κοινῷ
10τύπῳ. Μάργαια, πόλις Ἠλείας, ὡς Ἥραια, καὶ τὸ ἐθνικὸν Μαργαιεύς ὡς Ἡραιεύς. Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν περίπλῳ. ἔστι καὶ Μαργάναι πληθυντικῶς. τὸ ἐθνικὸν Μαργανεῖς.
15 Μάρδοι, ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος περὶ γῆς δευ‐ τέρῳ. λῃσταὶ δ’ οὗτοι καὶ τοξόται. Μαρδόνες, Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι „καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων“. Μάρεια, πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη,
20ἣ καὶ Μαρεῶτις λέγεται. ἀφ’ ἧς καὶ Μαρεώτης οἶνος. Μᾶρες, ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος
Ἀσίᾳ.432
Eth
.

433

Μαρίαβα, μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θα‐ λάσσῃ. Στράβων ἑκκαιδεκάτῃ. Μαριαμμία, πόλις Φοινίκων. οἱ πολῖται Μαριαμμῖται, ὡς Παυσανίας ἐν κτίσει αὐτῆς.
5 Μαριανδυνία, χώρα [τοῦ Πόντου]. Εὔπολις Χρυσῷ γένει „ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν“. ἀπὸ Μαριαν‐ δυνοῦ τινος Αἰολέως. τὸ ἐθνικὸν Μαριάνδυνος βαρυτόνως [κατὰ τοὺς Αἰολεῖς], καὶ Μαριανδυνίς, καὶ Μαριανδύνη θη‐ λυκὸν τοῦ Μαριάνδυνος. κτητικὸν [καὶ] Μαριανδυνικός.
10 Μάριον, πόλις Κύπρου, ἡ μετονομασθεῖσα Ἀρσινόη, ἀπὸ Μαριέως. ὁ πολίτης Μαριεύς. ὅθεν καὶ τὸ κύριον „ὁ Κινύρου Μαριεύσ“. Μάρκαιον, ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. οἱ
οἰκήτορες Μαρκαιίσσιοι.433
Eth
.

434

Μάρμακες, ἔθνος Αἰθιοπικόν. Ἑκαταῖος Ἀσίᾳ. Μαρμάριον, πόλις Εὐβοίας. ὁ πολίτης Μαρμάριος ὡς Βυζάντιος. Μάρμη, πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρμαῖος ὡς
5Βαρκαῖος. Μάρπησσα, ὄρος Πάρου, ἀφ’ οὗ οἱ λίθοι ἐξαίρονται. ὁ οἰκήτωρ Μαρπήσσιος. Μάρσιππος, πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρσίππιος. Μαρσο, ἔθνος Ἰταλικόν. τὸ κτητικὸν Μαρσικός.
10 Μαρσύα, πόλις Φοινίκης, ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. τὸ ἐθνικὸν Μαρσηνός τῷ τῆς Ἀσίας τύπῳ. Μαρώνεια, πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρό‐ νησον. [Ἑκαταῖος Εὐρώπῃ] „ἐν δὲ λίμνη Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλισ“. τὸ ἐθνικὸν Μαρωνείτης καὶ θηλυκῶς διὰ
15τοῦ ι, καὶ Μαρωνίς ἀπὸ τῆς Μάρωνος γενικῆς. καὶ Μαρω‐ ναῖος, ὡς ἀπὸ τοῦ Μαρώνη.
Μασαισυλία, χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυ‐434
Eth
.

435

ρουσίων. τὸ ἐθνικὸν Μασαισύλιοι καὶ Μασαισυλεῖς καὶ Μα‐ σαισυλῖται. Μασανώραδα, πόλις Καρίας, ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. τὸ ἐθνικὸν Μασανωραδεύς.
5 Μάσης, πόλις Ἀργείων. Παυσανίας δευτέρῳ „ὁδός ἐστιν ἐπὶ Μάσητα“. Ὅμηρος „οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦ‐ ροι Ἀχαιῶν“. λέγεται ἡ πόλις καὶ ἡ Μάσητος. οἱ πολῖται Μασήτιοι. ἔστι καὶ λίμνη καὶ κώμη Μασῆτις καὶ νῆσος. Μάσιον, ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ἑνδεκάτῃ.
10οἱ οἰκοῦντες Μασηνοί, ἢ ὡς Πάριον Παριανός. Μάσκωτος, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως [βʹ]. ἔστι δὲ πλησίον τῶν Ἑσπερίδων. τὸ ἐθνικὸν Μασκωτίτης, Λιβυκῷ καὶ Αἰγυπτίῳ τύπῳ. Μάσπιοι, ἔθνος Περσικόν, ὡς εἴρηται ἐν τῷ περὶ Μα‐
15ραφίων Ἀρτεατῶν καὶ Πασαργαδῶν. Μασσαγέται, ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. τὸ θηλυκὸν λέγεται Μασσαγῆτις καὶ ἴσως διὰ τὸ μέτρον. Μασσαλία, πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι
20προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ435
Eth
.

436

ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. τὸ ἐθνικὸν Μασσα‐ λιώτης καὶ Μασσαλιεύς καὶ Μασσαλία καὶ Μασσαλιῶτις γυνή. Μάσσακα, πόλις Ἰνδῶν. Ἀρριανὸς ἐν Ἰνδικοῖς. τὸ ἐθ‐
5νικὸν Μασσακηνός, ὡς Μάζακα Μαζακηνός. Μασσία, χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθ‐ νικὸν Μασσιανός. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. Μάσταυρα, πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ
10τῆς Ἥρας ἐρωτηθεῖσα τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ’ ἧς ἡ πόλις. ποταμὸς δὲ [διὰ] μέσης τῆς πόλεως ῥεῖ Χρυσαόρας λεγόμενος. τὸ ἐθνικὸν Μασταυρεύς ὡς Πηγασεύς.
15εἴρηται καὶ Μασταυρίτης. Μαστιανο, ἔθνος πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἑκα‐ ταῖος Εὐρώπῃ. εἴρηται δὲ ἀπὸ Μαστίας πόλεως. Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμί‐ δωρος ἐν τῇ ἐπιτομῇ τῶν ἕνδεκα.
20Μασύλιοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. Πολύβιος
ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι.436
Eth
.

437

Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κου‐ άδρατος ὀγδόῳ Παρθικῶν. τὸ ἐθνικὸν Μασχανεύς. Μάταυρος, πόλις Σικελίας, Λοκρῶν κτίσμα. τὸ ἐθνι‐ κὸν Ματαυρῖνος. Στησίχορος Εὐφήμου παῖς Ματαυρῖνος γέ‐
5νος, ὁ τῶν μελῶν ποιητής. Ματιαν, μοῖρα τῆς Μηδίας. Στράβων ἑνδεκάτῃ „τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ“. Ματυκέται, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή ἡ δὲ Καισαρησία,
10ὡς Μαρκιανὸς ἐν τῷ περίπλῳ. Μαυρούσιοι καὶ Μαῦροι, ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. τὸ θηλυκὸν Μαυρουσίς. Μαυσός, κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευ‐ τέρῳ. τὸ ἐθνικὸν Μαυσεῖς.
15 Μαύσωλοι, οἱ Κᾶρες, ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν „Δαίδαλα Μαυσώλων“. Μαχαιροῦς, φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν ὤφειλεν ὡς Ἱεριχούντιος. αὐτὸς δὲ Μαχαιρίτας αὐ‐ τούς φησι.
20Μεγάλη πόλις, πόλις Ἀρκαδίας, ἣν συνῴκισαν ἄνδρες437
Eth
.

438

Ἀρκάδες μετὰ τὰ Λευκτρικά. ἐκαλεῖτο δὲ κατὰ τὸ ἥμισυ μέρος Ὀρεστία, ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. οἱ δὲ πο‐ λῖται Ὀρέστιοι καὶ Μεγαλοπολῖται. ἀφ’ ἧς Κερκιδᾶς ἄριστος νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατη‐
5τικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος τεσσαράκοντα βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. βʹ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς, ἡ πρότερον Λε‐ λέγων πόλις. καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις.
10ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις, ὡς Φίλων. ἔστι καὶ Με‐ γάλη νῆσος ἡ νῦν Λυκίας. Μέγαρα, πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη
15δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Παν‐
δίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου, ἢ διὰ τὸ τραχὺ τῆς438
Eth
.

439

χώρας. ὁ πολίτης Μεγαρεύς. ἀφ’ ὧν Θέογνις ὁ τὰς παραι‐ νέσεις γράψας. ἦν δὲ σχολὴ φιλοσόφων Μεγαρικῶν λεγομένη, διαδεξαμένων Εὐκλείδην Μεγαρέα Σωκρατικόν, ὡς Στράβων ἐνάτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Μεγαρίς καὶ Μεγαρηίς.
5καὶ κτητικὸν Μεγαρικός. οὕτω δὲ καὶ τοὺς Μεγαρικοὺς κε‐ ράμους διὰ τοῦ ε χρὴ λέγειν, οὐ διὰ τοῦ α, ὡς οἱ ἔμποροι τὴν ἄρχουσαν παραφθείροντες. τὰ τοπικὰ Μεγαρόθεν ἐκ τόπου, καὶ ἐν τόπῳ Μεγαροῖ ὡς Πυθοῖ. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι. πέμπτη
10ἐν Μολοσσίδι. ἕκτη ἐν Σικελίᾳ, ἡ πρότερον Ὕβλη, ἀπὸ Ὕβλω‐ νος βασιλέως. καὶ Ὑβλαῖοι οἱ πολῖται. Μεγαρικόν, πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ „Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν“. ἐθνικὸν Μεγαρικός.
15 Μέγασα, ὡς Γέρασα, πόλις Λιβύης. Ἑκαταῖος περιη‐ γήσει Ἀσίας „ἐξ αὐτῆς Σιτοφάγοι καὶ Ἀροτῆρες .... Μεγίστη, πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς ὁ πολυίστωρ, ἀπὸ Μεγιστέως τινός. τὸ ἐθνικὸν Μεγιστεύς. Μεδεών, Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων
20ἐνάτῃ. ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκ‐ τρας. τὸ ἐθνικὸν Μεδεώνιος. ἔστι καὶ τῆς Ἠπείρου πόλις. καὶ κώμη ... Μεδιολάνιον, πόλις Ἀκυτανίας. οἱ οἰκοῦντες Με‐
διολάνιοι.439
Eth
.

440

Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ὀκτωκαι‐ δεκάτῳ. τὸ ἐθνικὸν Μεδιώνιος. Μέδμασα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μεδμασεύς τῷ τύπῳ τῆς χώρας, ὡς Πηγασεύς.
5 Μέδμη, πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μέδμης κόρης τινός. ὁ πολίτης Μεδμαῖος. ὅθεν ἦν Φίλιππος ἀξιόλογος ἀνὴρ ὁ περὶ ἀνέμων γεγραφώς. ἔστι καὶ ἑτέρα πόλις τῆς Λιγυστικῆς. ἐθνικὸν Μεδμαῖος. Μεδυλλία, πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἀποι‐
10κία. Διονύσιος γʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Με‐ δυλλῖνος. Μεθουριάδες, νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλη‐ σίον Τροιζῆνος. Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. τὸ ἐθνικὸν Μεθουριεύς.
15 Μεθύδριον, πόλις Ἀρκαδίας. ὁ πολίτης Μεθυδριεύς. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων. Μεθώνη, πόλις Θρᾴκης. Μαγνησίας, [ἣν] Ὅμηρος διὰ τοῦ η „οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο“. ὁ πο‐
λίτης Μεθωναῖος. ἔστι καὶ Μακεδονίας. ἐκλήθη ἀπὸ τοῦ440
Eth
.

441

μέθυ· πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς, ἧς τὸ ἐθνικὸν Μεθωναιεύς ὡς Κορωναιεύς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μελάγχλαινοι, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ’ ὧν φοροῦσιν, ὡς Ἱππημολγοί παρὰ τὸ τοὺς
5ἵππους ἀμέλγειν, καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. Μελαινα, πόλις Ἀρκαδίας, ἀπὸ Μελαινέως τοῦ Λυ‐ κάονος, ὡς Παυσανίας. ὁ πολίτης Μελαινεύς, ὡς τῆς Ἡραίας Ἡραιεύς. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ „Γόρτυν’ Ἥραιάν τε πολυδρύμους τε Μελαινάσ“. εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί
10πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. δύναται τὸ ἐθνικὸν Με‐ λαινίτης ὡς Κελαινίτης. Μελαινεῖς, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Καλλίμαχος δὲ Μελαινάς φησι τὸν δῆμον ἐν Ἑκάλῃ. ὁ δημότης ὁμοίως Μελαινεύς. τὸ θηλυκὸν Μελαινηίς. τὰ τοπικὰ ἐκ Μελαινῶν
15εἰς Μελαινῶν ἐν Μελαινῶν. Μελάμπεια, πόλις Λυδίας, ἀπὸ Μελάμπου, ὡς Ξάν‐ θος ἐν Λυδιακοῖς. τὸ ἐθνικὸν Μελαμπεύς ὡς Σελευκεύς Ἀλεξανδρεύς. Μελανδία, χώρα Σιθωνίας. Θεόπομπος τριακοστῷ τρίτῳ
20Φιλιππικῶν. τὰ ἐθνικὰ Μελάνδιος καὶ Μελανδία.
Μελανίππιον, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ.441
Eth
.

442

τινὲς δὲ Λυκίας φασί. τὸ ἐθνικὸν Μελανιππεύς καὶ Με‐ λανίππιος. Μέλητος κόλπος ὁ Σμυρναῖος ἐκαλεῖτο, [ἀπὸ Μελήτου] ποταμοῦ, ὡς Ἑκαταῖος ἐν Αἰολικοῖς.
5 Μελία, πόλις Καρίας. Ἑκαταῖος γενεαλογιῶν δʹ. τὸ ἐθνικὸν Μελιεύς ὡς Ὑριεύς. Μελίβοια, πόλις Θετταλίας. Στράβων ἐνάτῳ. τὸ ἐθνι‐ κὸν Μελιβοεύς, ὡς Θεόπομπος. τὸ θηλυκὸν Μελιβοιάς. Μελιγουνίς, μία τῶν Αἰόλου νήσων. Καλλίμαχος ἐν
10τῷ Ἀρτέμιδος ὕμνῳ. τὸ ἐθνικὸν Μελιγουνίτης. Μέλινα, πόλις Ἄργους, ἀφ’ ἧς Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων „τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν“. Μελινοφάγοι, ἔθνος Θρᾴκης. Ξενοφῶν ἐν ἀναβάσεως ἑβδόμῳ καὶ Θεόπομπος ἐν τῷ τεσσαρακοστῷ ἐνάτῳ.
15 Μέλισσα, πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. ὁ οἰκήτωρ Μελισσαῖος. ἡ χώρα Μελισσαία. ἔστι καὶ ἐν Κυζίκῳ κώμη
Μέλισσα. τὸ ἐθνικὸν Μελισσηνός ὡς Κυζικηνός.442
Eth
.

443

Μελίταια, πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεό‐ πομπος δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λʹ „οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντεσ“. Μελίτεια Φίλων οὕτω γράφει, τὰ
5αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. τὸ ἐθνικὸν Μελιτεύς. Μελίτη, νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας, ὅθεν τὰ κυνίδια Μελιταῖά φασιν. ὁ οἰκήτωρ Μελιταῖος. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων, καὶ δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Μελιτεύς. τὰ τοπικὰ εἰς Μελίτην ἐκ Μελίτης καὶ ἐν Μελίτῃ.
10 Μελιτην, πόλις Καππαδοκίας. Στράβων ἑνδεκάτῃ „τὸ δ’ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθ’ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται“. οἱ πολῖται Μελιτηνοί ὡς Κομμαγηνοί.
Μελίτουσα, πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ.443
Eth
.

444

τὸ ἐθνικὸν Μελιτουσαῖος ὡς Σκοτουσαῖος, καὶ Μελιτούσιος ὡς Σκοτούσιος. Μεμβλίαρος, νῆσος πλησίον Θήρας [ἡ] καὶ Ἀνάφη, ἀπὸ Μεμβλιάρου τοῦ Θήραν οἰκήσαντος Φοίνικος, τῶν μετὰ
5Κάδμου ἑνός. λέγεται καὶ κατὰ ἀφαίρεσιν Βλίαρος. τὸ ἐθνικὸν Μεμβλιάριος. Μέμφις, ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. κλίνε‐ ται καὶ Μέμφιδος καὶ Μέμφιος. ὁ πολίτης Μεμφίτης. καὶ Μεμφιτικός κτητικόν.
10 Μέμνονες, ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Μενα, πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. τὸ ἐθνικὸν Μεναῖος, ὡς Ἁλικύαι Ἁλι‐ κυαῖος.
15 Μένδη, πόλις Θρᾴκης, ἀπὸ Μένδης γυναικός. Ἀπολλό‐ δωρος Μένδιν αὐτήν φησι. τὸ ἐθνικὸν Μενδαῖος οἶνος. Μένδης, πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ „καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον“. ὁ πολίτης Μενδήσιος καὶ Μενδησία
20θηλυκόν. λέγεται καὶ Μενδίτης. Μενεδήμιον, πόλις Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν
τρίτῳ. τὸ ἐθνικὸν Μενεδήμιος ἢ Μενεδημιεύς.444
Eth
.

445

Μενεκίνη, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐ‐ ρώπῃ. τὸ ἐθνικὸν Μενεκιναῖος καὶ Μενεκινῖνος διὰ τὴν χώραν. Μενέλαος, πόλις Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. καὶ ἡ χώρα Μενελαῗτις. ἔστι καὶ χωρίον Σπάρτης Μενε‐
5λάειον. τὸ ἐθνικὸν Μενελαεύς, ὡς Κοτιάειον Κοτιαεύς. καὶ κτητικὸν Μενελαϊκός. τῆς δ’ Αἰγυπτίας Μενελαΐτης. Μένουθις, Αἰγυπτία κώμη πρὸς τῷ Κανώβῳ. καὶ νῆσος Αἰθιοπίας Μενουθιάς. τὸ ἐθνικὸν Μενουθίτης τοῦ Μέ‐ νουθις διὰ τὸν τῆς χώρας χαρακτῆρα, τοῦ δὲ Μενουθιάς
10Μενουθιεύς. Μέντορες, ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐ‐ ρώπῃ. Μέντυρνα, πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαι‐ δεκάτῳ. τὸ ἐθνικὸν Μεντυρναῖος.
15 Μερμησσός, πόλις Τρωική, ἀφ’ ἧς ἡ Ἐρυθραία Σί‐ βυλλα. ἦν γὰρ καὶ ἡ πόλις αὐτοῖς ἐρυθρὰ τῷ χρώματι. τὸ
ἐθνικὸν Μερμήσσιος καὶ Μερμησσεύς.445
Eth
.

446

Μερόη, πόλις Αἰθιόπων. Ἡρόδοτος δευτέρᾳ. ἀπὸ Με‐ ρόης. ἔστι καὶ νῆσος. ὁ πολίτης Μεροΐτης, ὡς τῆς Ἀρσινόης Ἀρσινοΐτης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας. τὸ ἐθνικὸν Μεροαῖος ἢ Μερούσιος, κατὰ τὸ τῆς
5ἑορτῆς ὄνομα. καὶ τὸ κτητικὸν Μερουσιακός. ἔστι καὶ Μερόη πόλις Λυκίας. Μερούσιον, χωρίον [Σικελίας], ὡς Θεόπομπος Φιλιπ‐ πικῶν τριακοστῷ ἐνάτῳ. οἱ οἰκήτορες ὁμοίως Μερούσιοι, καὶ Μερόεσσα ἡ Ἄρτεμις. ἀπέχει δὲ ὁ τόπος Συρακουσῶν στά‐
10δια ἑβδομήκοντα. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας. Μέροψ, Τριόπα παῖς, ἀφ’ οὗ Μέροπες οἱ Κῷοι καὶ [ἡ] νῆσος Μεροπίς. Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν περίπλῳ τῆς Περ‐ σικῆς θαλάσσης.
15 Μεσημβρία, πόλις Ποντική. Νικόλαος πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Ση‐ λυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος [πόλις], οὕτω Μελσημβρία ἡ Μέλσου πόλις, καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. ὁ πολίτης Μεσημβριανός. ἔστι καὶ Θρᾴ‐
20κης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδο‐ τος ἑβδόμῃ. τὸ ἐθνικὸν ὅμοιον. Μέση τῶν ποταμῶν, χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος. καὶ Ἀδιαβηνή ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος. τὸ ἐθνικὸν Μεσοποταμίτης.
25Μέσμα, πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονι‐
κῶν. τὸ ἐθνικὸν Μεσμανός, ὡς τῆς Νῶλα Νωλανός.446
Eth
.

447

Μεσόλα, πόλις Μεσσήνης, μία τῶν πέντε. Νικόλαος τετάρτῳ. τὸ ἐθνικὸν Μεσολάτης, ὡς τῆς Μεσόας Μεσοάτης. Μεσοπόντιος, ὁ Ἐρέσιος Ποσειδῶν· οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λέσβου. Καλλίμαχος Αἰτίων αʹ.
5 Μέσσαβα, πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μεσσαβεύς, τῷ τύπῳ τῶν Καρικῶν πόλεων. Μεσσαπέαι, χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσα‐ πεεύς· οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος πεντη‐ κοστῷ ἑβδόμῳ.
10 Μεσσαπία, χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. τὸ ἐθ‐ νικὸν Μεσσάπιος. Παυσανίας δεκάτῳ. Μεσσάπιον, ὄρος Εὐβοίας ... καὶ Μεσσαπικός. ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μεσσήνη, καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ. χώρα
15δὲ ἡ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπήν, ἢ Μέση καὶ Μεσήνη, ὥς τινες. τὸ ἐθνικὸν καὶ ὁ πολίτης Μεσσήνιος καὶ θηλυκὸν Μεσσηνίς. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικε‐
λίας. καὶ χώρα Περσίδος Μεσηνή δι’ ἑνὸς ς, ὑπὸ τῶν δύο447
Eth
.

448

ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι. Μεσσόα, τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. τὸ ἐθνικὸν Μεσσοάτης.
5 Μέσσωγις, ὄρος Λυδίας. τὸ τοπικὸν Μεσσωγίτης. Στράβων τεσσαρεσκαιδεκάτῃ „ὅθεν ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀρομεύσ“. Μεταγώνιον, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. τὸ ἐθνικὸν Μεταγωνίτης.
10 Μέταον, πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος. Μέταπα, πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. τὸ ἐθνικὸν Μεταπαῖος ἢ Μεταπεύς διὰ τὰ ἐπιχώρια. Μεταπόντιον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις, ἀπὸ
15Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. ὁ πολίτης Μεταποντῖνος. ἀφ’ οὗ Φίλων ὁ αὐλητὴς καὶ ποιητής. λέγεται καὶ Μεταπόντιος ὡς Βυζάντιος. καὶ Μεταποντίνη. Μετάχοιον, φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ
20Κορωνείας. Ἔφορος τριακοστῷ. τὸ ἐθνικὸν ἐκ Μεταχοίου,
ὡς τὸ ἐξ Οἴου, [Οἶον δὲ δῆμος τῆς Ἀττικῆς] ὡς λέλεκται· ἢ448
Eth
.

449

Μεταχοιάτης· καὶ γὰρ Οἶος πολίχνιον, ἧς τὸ ἐθνικὸν Οἰάτης. Ἀνδροτίων δὲ ἐν τῷ ζʹ Μετάχοιρον αὐτῶν φησὶ καὶ ἴσως περιφραστικῶς. Μέτηλις, πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας, ἣ νῦν
5Βῆχις λέγεται. τὸ ἐθνικὸν Μετηλίτης νομός. Μήδαβα, πόλις τῶν Ναβαταίων. ὁ πολίτης Μηδαβη‐ νός, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Μηδία, χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείας. τὸ ἐθνικὸν Μῆ‐
10δος ὁμοφώνως τῷ πρωτοτύπῳ, καὶ θηλυκὸν Μηδίς, καὶ Μη‐ δικός, καὶ Μήδειοι λέγονται. ὁ Μηδικὸς ὀπός, ἡ Μηδικὴ βοτάνη. Στράβων „φέρει δὲ σίλφιον ἡ χώρα, ἀφ’ ἧς ὁ Μη‐ δικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ“. καὶ πάλιν „καὶ τὴν βοτάνην τὴν μάλιστα τρέφουσαν τοὺς
15ἵππους ἣν μηδίκην καλοῦμεν.“ Μήθυμνα, πόλις ἐν Λέσβῳ τῇ νήσῳ, ἀπὸ Μηθύμνης τῆς Μάκαρος θυγατρὸς καὶ γυναικὸς Λεπετύμνου. ὁ πολίτης Μηθυμναῖος. οὕτως γὰρ ἀναγράφεται Ἐχεκρατίδης περιπα‐
τητικός, Ἀριστοτέλους συνήθης, καὶ Μυρσίλος συγγραφεὺς449
Eth
.

450

καὶ Ἀρίων καὶ ἄλλοι πολλοὶ Μηθυμναῖοι. καὶ θηλυκὸν Μη‐ θυμναία χώρα καὶ γυνή. Μήκιστον, πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη τῆς Ἤλιδος. τὸ ἐθνικὸν Μηκίστιος.
5 Μηκύβερνα, πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μηκυβερναῖος· οὕτως γὰρ ἀνα‐ γράφεται Ἡγήσιππος ὁ τὰ Παλληνιακὰ συντεταχώς, καὶ Φι‐ λωνίδης καὶ οἱ ἄλλοι. Μῆλος, νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα
10πόλιν. Φοίνικες οὖν οἰκισταὶ πρότερον, ὅθεν καὶ Βυβλίς ἐκλήθη ἀπὸ τῶν Βυβλίων Φοινίκων· ἀλλὰ καὶ Ζεφυρία. ὁ πολίτης „Διαγόρας ὁ Μήλιος καὶ ..... ποιητήσ“, καὶ Σω‐ κράτης κατ’ Ἀριστοφάνην. οἱ δ’ ἐν Θετταλίᾳ Μηλιεῖς. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας, ἧς τὸ ἐθνικὸν Μηλιεύς καὶ διὰ
15τοῦ α δωρικῶς. λέγεται καὶ ἀπὸ τοῦ Μήλιος Μηλιεύς καὶ Μηλιακός καὶ Μηλίς ἡ χώρα. Μήλουσα, νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. τὸ
ἐθνικὸν Μηλουσαῖος.450
Eth
.

451

Μῆνιγξ, νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. τὸ ἐθνικὸν Μηνίγγιος. Μητρόπολις, [πόλις] Φρυγίας, ὑπὸ τῆς μητρὸς τῶν θεῶν οἰκισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι
5καὶ ἄλλη Φρυγίας ὁμώνυμος. τρίτη Λυδίας. τετάρτη Θεσσα‐ λίας. πέμπτη Ἀκαρνανίας. τὸ ἐθνικὸν Μητροπολίτης. ἕκτη Δωριέων. ἑβδόμη τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων. ὀγδόη Σκυθίας. ἐνάτη Εὐβοίας. δεκάτη τῆς ἄνω Θετταλίας. [Μιάκωρος, πόλις Χαλκιδική. Θεόπομπος κεʹ Φιλιπ‐
10πικῶν. ὁ πολίτης Μιακώριος.] Μιδάειον, πόλις Φρυγίας. Ἑλλάνικος ἐν δευτέρῳ Δευ‐ καλιωνείας. καὶ Μιδάιον λέγεται. τὸ ἐθνικὸν Μιδαεῖς. ἔστι καὶ Μιδαϊεύς. καὶ Μιδήιον. Μίδεια, πόλις ἐν Ἄργει, ἡ νῦν κώμη, ἡ πρότερον Περ‐
15σέως πόλις, ἀπὸ Μιδείας τῆς Ἀλωέως θυγατρός. λέγεται καὶ χωρὶς τοῦ ι Μιδέα. ὁ πολίτης Μιδεάτης καὶ θηλυκὸν Μιδεᾶτις καὶ Μιδεαῖος. ἔστι δὲ καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος „οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν“.
ἔστι καὶ Λυκίας ἄλλη.451
Eth
.

452

Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδόνος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Βέρης γὰρ τρεῖς ἐγέννησε, Μίεζαν Βέροιαν Ὄλγανον· ἀφ’ οὗ ποταμὸς ἐπώνυμος καὶ πόλις Βέροια καὶ
5τόπος Στρυμόνος. τὸ ἐθνικὸν Μιεζεύς καὶ Μιεζαῖος· οὕτως γὰρ χρηματίζει Νικάνωρ, καθὰ Λούκιος. Μίλητος, πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκα‐ ταῖος Ἀσίᾳ. Δίδυμος δ’ ἐν συμποσιακοῖς φησιν ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πι‐
10τύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ ..... ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι .... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία.
15ὁ πολίτης Μιλήσιος. οὕτως καὶ Θαλῆς Ἐξαμύου πατρὸς Μιλήσιος ἐχρημάτιζε καὶ Φωκυλίδης καὶ Τιμόθεος κιθαρῳ‐
δός, ὃς ἐποίησε νόμων κιθαρῳδικῶν βίβλους ὀκτωκαίδεκα452
Eth
.

453

εἰς ἐπῶν ὀκτακισχιλίων τὸν ἀριθμόν, καὶ προνόμια ἄλλων χίλια. θνήσκει δ’ ἐν Μακεδονίᾳ. ἐπιγέγραπται δ’ αὐτῷ τόδε
Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινόν
Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον.
5[ἔστι καὶ Κρητικὴ πόλις Μίλητος. λέγεται δὲ καὶ τὴν Κα‐ λυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε.] Μιλητούπολις, πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. ὁ πολίτης Μιλητοπολίτης καὶ τὸ θηλυκὸν ἡ Μιλητοπολῖτις. Στράβων
10δωδεκάτῃ. Μίλκωρος, Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Μιλ‐ κώριος. Θεόπομπος κεʹ Φιλιππικῶν. Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ βασιλέων. καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ
15Μίλυες. ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης. Μιλωνία, πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζʹ. τὸ ἐθνικὸν Μιλωνιάτης. Μίμακες, ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ.
20 Μιμνιδός, πόλις Λυδῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μιμνίδιος, ὡς τῆς Λυχνιδός Λυχνίδιος. Μιναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης.
Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.453
Eth
.

454

Μινύα, πόλις Θετταλίας. ἡ πρότερον Ἁλμωνία, ἀπὸ Μινυοῦ κληθεῖσα, ἀφ’ ἧς ἡ Μινύα καὶ Μινύειον καὶ Μινυηίς καὶ Μινυήιος. ἔστι καὶ ἑτέρα Φρυγίας ἐν τοῖς ὁρίοις Λυδίας. τὸ ἐθνικὸν Μινύαι.
5 Μίνῳα, [πόλις] ἐν Ἀμοργῷ τῇ νήσῳ, μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ, μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μίνῳαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μίνῳα. ἔστι καὶ Ἀραβίας, ἧς οἱ πολῖται Μινωῖται, ἀπὸ Μίνωος. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων.
10καὶ ἡ Πάρος Μίνῳα. οἱ πολῖται Μινῷαι. Μίσγητες, ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. Μισγομενα, πόλις Θετταλίας. Ἑλλάνικος πρώτῳ Δευ‐ καλιωνείας. τὸ ἐθνικὸν Μισγομένιος ὡς Κλαζομένιος. Μισητός, πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς.
15τὸ ἐθνικὸν Μισήτιος ὡς Βηρύτιος. Μίσκερα, πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Μισκερεύς ὡς Μεγαρεύς. Μίσπιλα, πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως.
τὸ ἐθνικὸν Μισπιλάτης.454
Eth
.

455

Μόκαρσος, Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. τὸ ἐθνικὸν Μοκάρσιος. Μόκατα, πόλις Βιθυνίας, ὡς Δομέτιος Καλλίστρατος ἐν τῷ περὶ Ἡρακλείας τετάρτῳ. τὸ ἐθνικὸν Μοκατηνός.
5 Μόκλη, κώμη Φρυγίας. οἱ οἰκήτορες Μοκληνοί. Μολορχία, πόλις Νεμέας, ἀπὸ Μολόρχου τοῦ ξενίσαν‐ τος Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. τὸ ἐθνικὸν Μολορχίτης. Μολοσσία, ἡ χώρα τῆς Ἠπείρου. ὁ οἰκήτωρ Μολοσσός. καὶ θηλυκὸν Μολοσσίς καὶ τὰ Μολοσσά οὐδετέρως, καὶ Μο‐
10λοτοί δι’ ἑνὸς τ. Μολοτός ὁ τόπος. τὸ κτητικὸν Μολοττικός. Μολυβδίνη, πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Μολυκρία, πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Θουκυ‐ δίδης δευτέρᾳ Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μο‐ λυκρίαν αὐτήν φησι. τὸ ἐθνικὸν Μολύκριος καὶ θηλυκῶς καὶ
15οὐδετέρως. καὶ Μολύκρισσα καὶ Μολυκριάς. λέγεται καὶ Μολυκριεύς. Ἀρκάδιος δὲ Μολυκραίους φησί. Μολύνδεια, πόλις Λυκίας, ἀπὸ Μολυνδαίου. Ἀλέξαν‐
δρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. τὸ ἐθνικὸν Μολυνδεύς.455
Eth
.

456

Μοναβα, πόλις Ἰσαυρίας. Καπίτων ἐν Ἰσαυρικοῖς .... τὸ ἐθνικὸν Μοναβάτης. Μονόγισα, [πόλις Καρίας, ὅθεν] Ἄρτεμις Μονογισηνή. ἵδρυμα Δαιδάλου μετρῶν ... γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος
5ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις καὶ μαλακώδεις λίθους γίσσα λέγουσι. Μόνοικος, πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μονοίκιος. Μοργέντιον, πόλις Ἰταλίας, ἀπὸ Μοργήτων. λέγεται καὶ
10Μοργεντία. τὸ ἐθνικὸν Μοργεντῖνος καὶ Μοργήτης λέγεται. Μόργυνα, πόλις Σικελῶν. Φίλιστος δευτέρῳ. τὸ ἐθνι‐ κὸν Μοργυναῖος. Μοσσύνοικοι, ἔθνος, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς
περιόδου. τὸ κτητικὸν Μοσσυνοικικός.456
Eth
.

457

Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρ‐ κιανὸς ἐν πρώτῳ περιόδου. Μόσχοι, Κόλχων ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκα‐ ταῖος Ἀσίᾳ.
5 Μοτιην, χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων. Πολύ‐ βιος τρίτῳ. Φλέγων δὲ Μουτίνην αὐτήν φησι. τὸ ἐθνικὸν Μοτιναῖος. Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσά‐ σης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος
10Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παρα‐ θαλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος. Μοτύλαι, Σικελίας φρούριον παρὰ τὴν Μοτύην. Φί‐ λιστος Σικελικῶν πέμπτῳ. τὸ ἐθνικὸν Μοτυλαῖος. Μουκισσός, πόλις Καππαδοκίας δευτέρας. Καπίτων
15Ἰσαυρικῶν ἕκτῳ. Μούμαστος, ὡς Βούβαστος, πόλις Καρίας. Ἀλέξαν‐
δρος δευτέρῳ Καρικῶν. ὁ πολίτης Μουμαστίτης.457
Eth
.

458

Μουνυχία, λιμὴν Ἀττικῆς, ἀπὸ Μονύχου. καὶ ἱερὸν Μουνυχίας Ἀρτέμιδος. ὁ οἰκήτωρ Μουνύχιος καὶ Μουνυχιάς. τὰ τοπικὰ Μουνυχίαθεν καὶ Μουνυχίαζε καὶ Μουνυχίασιν. οὗ τὴν εἰς τόπον σχέσιν Θουκυδίδης ηʹ „τῶν Μουνυχίασι τεταγ‐
5μένων ἄρχων“. Μοῦρσα, πόλις Παιονίας, κτίσμα Ἀδριανοῦ. τὸ ἐθνικὸν Μουρσαῖος, ὡς Παρθένιος Φωκαεύς. λέγεται καὶ Μούρσιον. Μούσειον, τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. τὸ τοπικὸν ἀναλόγως Μουσειεύς,
10ὡς Σιγειεύς. Μόψιον, πόλις τῆς Πελασγιώτιδος, χώρας Θεσσαλίας. Στράβων ἐνάτῃ „ἄλλος δέ ἐστι Μόψος, ἀφ’ οὗ ἡ Ἀττικὴ Μοψοπία“. τὸ ἐθνικὸν Μόψιος. Μοψοπία, ἡ Ἀττική, ἀπὸ Μόψοπος. Καλλίμαχος. ἄρ‐
15ρητος ἡ Μόψοψ εὐθεῖα. ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ ι. καὶ Μοψοπιεύς. Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν αʹ Λέσχῃ Μοψοπίτης φησί, καὶ ἔδει Μοψοπιώτης. ἴσως
δὲ καθ’ ὕφεσιν τοῦ ω. τὸ θηλυκὸν Μοψοπίς.458
Eth
.

459

Μόψου ἑστία, [πόλις] Κιλικίας ἐπὶ τῷ Πυράμῳ πο‐ ταμῷ, ἀπὸ Μόψου τοῦ μάντεως. ὁ πολίτης Μοψεάτης, κατὰ παραγωγὴν μιᾶς τῶν λέξεων. ἀφ’ οὗ ὁ γραμματικὸς Ἡρα‐ κλείδης ὁ Μοψεάτης.
5 Μυγδονία, μοῖρα Μακεδονίας. καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. τινὲς δὲ Μαιδοὺς αὐτούς φασι. τὸ κτητικὸν Μυγδονικός καὶ θηλυκῶς καὶ οὐδετέρως. λέγεται καὶ Μυγδόνιος καὶ Μυγδονία. ἐλέγετο καὶ Μυχθονία. Μυγισσός, πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν.
10τὸ ἐθνικὸν Μυγίσσιος καὶ Μυγισσία Ἀθηνᾶ καὶ Μυγισσίς. Μύης Μύητος, ὡς Φάγρης Φάγρητος, πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μυήσιος ὡς Φαγρήσιος. Μυκάλη, πόλις Καρίας. Ἡρόδοτος πρώτῃ. τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν
15παρωνύμοις. λέγεται καὶ θηλυκῶς Μυκαλησίς, ὡς Σώστρατος ὁ Φαναγορείτης. Δίδυμος δ’ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόκῳ μυκώμεναι τὴν κεφαλὴν
Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ459
Eth
.

460

ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. ἔστιν οὖν ἡ Μυκάλη καὶ πόλις καὶ ὄρος. Μυκαλησσός, πόλις μεσογεία Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ. ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν
5Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Μυ‐ καλήσσιος καὶ Μυκαλησσία. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. καὶ Μυκαλησσίς τὸ θηλυκόν. Μυκῆναι, πόλις Πελοποννήσου. Ὅμηρος „οἳ δὲ Μυ‐
10κήνας εἶχον“. ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυ‐ κηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.
15 Μύκοι, ἔθνος [Περσίδος], περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ „ἐκ Μύκων ἐς Ἀράξην ποταμόν“. Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ „Μύκονος δ’ ἐστίν, ὑφ’ ᾗ μυθεύουσι
20κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ’ Ἡρακλέους460
Eth
.

461

καταλυθέντας, ἀφ’ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκο‐ νον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ“. ὁ νησιώ‐
5της Μυκόνιος. Μυλα, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μυλαΐτης, ὡς τῶν Θηβῶν Θηβαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. καὶ τὸ θηλυκὸν Μυλαῗτις. εἰσὶ δὲ Μυλαί καὶ Θετταλίας, ἧς τὸ ἐθνικὸν Μυλαῖος.
10 Μύλακες, ἔθνος Ἠπειρωτικόν. Λυκόφρων „Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄροσ“. Μυλαντία, ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου. Μυλάντειοι θεοί. ἀπὸ Μύλαντος ἀμφότερα, τοῦ καὶ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν.
15 Μύλασα, πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευ‐ δομένῳ.
20Μύλιοι, ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ.461
Eth
.

462

Μύλων, πόλις Αἰγύπτου. Ἑκαταῖος. ὁ πολίτης Μυ‐ λοπολίτης. Μύνδος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ πόλις Καρίας ἄλλη Παλαιάμυνδος. ἧς τὸ ἐθνικὸν Μύνδιος καὶ
5Μυνδία. Ἀπολλώνιος καὶ Ζήνων Μύνδιοι γραμματικοί. Μύνδωνες, ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ „Μύνδωνες οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλουσιώτατοι τὸν βίον“. Μυονία, πόλις Φωκίδος. Παυσανίας ιʹ. οἱ πολῖται
10Μύονες. Θουκυδίδης Μυονέας αὐτούς φησι. Μυόννησος, πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκα‐ ταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. ὁ νησιώτης Μυοννήσιος. Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν
15αʹ χρονικῶν. Στράβων ιβʹ „τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα“. τὸ ἐθνικὸν Μυούσιος. Μύρα, πόλις Λυκίας, ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος. ἄμεινον δὲ τὸ πρῶτον.
λέγεται καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Μυρεύς.462
Eth
.

463

Μυργέται, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἔν τισι δὲ τῶν Ἡρωδιανοῦ γράφεται διὰ γ [Γυργ]ετῶν, κακῶς. Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.
5 Μυρίανδρος, πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως. τὸ κτητικὸν Μυριανδρικὸς κόλπος. Μυρικοῦς, πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος „ἐς Μυρικόεντα τῆς Τρωικῆσ“. οἱ πολῖται Μυρικούσιοι.
10 Μύρινα, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ ἀπὸ Μυ‐ ρίνου. τὸ ἐθνικὸν Μυριναῖος, Μυριναία δὲ ἐπὶ τῆς χώρας, καὶ οὐδετέρως Μυριναῖον. Μύρκινος, τόπος καὶ πόλις κτισθεῖσα παρὰ τῷ Στρυ‐
15μόνι ποταμῷ. τὸ ἐθνικὸν Μυρκίνιος καὶ Μυρκινία. Παρ‐ θένιος δὲ Μυρκιννίαν αὐτήν φησι. Μύρλεια, πόλις Βιθυνίας, ἡ νῦν λεγομένη Ἀπάμεια. ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος. Νικομήδης δὲ ὁ Ἐπιφανής, Προυσίου δὲ υἱός, ἀπὸ τῆς μητρὸς Ἀπάμας Ἀπά‐
20μειαν ὠνόμασεν· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. ὁ πολίτης Μυρλεανός, ὡς Ἀσκληπιάδης Μυρλεανὸς ἀναγράφεται. Στρά‐ βων δὲ Μυρλεᾶτιν καλεῖ τὴν χώραν, ἴσως ἀπὸ τοῦ Μυρλεά‐
της. ἔστι καὶ Μυρλεανὸς κόλπος.463
Eth
.

464

Μυρμήκιον, πολίχνιον τῆς Ταυρικῆς. Στράβων ἑνδε‐ κάτῃ. Ἡρωδιανὸς διὰ διφθόγγου γράφει καὶ προπερισπᾷ. τὸ ἐθνικόν, ἐὰν μὲν διὰ διφθόγγου, Μυρμηκειεύς, εἰ δὲ διὰ τοῦ ι γράφεται, Μυρμήκιος. Ἀρτεμίδωρος δὲ Μυρμηκίαν
5αὐτήν φησι. Μυρμιδονία, χώρα τῶν Μυρμιδόνων· οὕτως γὰρ ἡ Αἴγινα ἐκλήθη. Μυρμισσός, πόλις περὶ Λάμψακον, ὡς Πολέμων. τὸ ἐθνικὸν Μυρμίσσιος.
10 Μυρρινοῦς, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Μυρρινούσιος. τὰ τοπικὰ Μυρρινουντόθεν Μυρρινοῦντάδε Μυρρινοῦντι. Διονύσιος δὲ ὁ Τρύφωνος Μυρρινοῦττα φη‐ σίν. ὁ δημότης ἐκ Μυρρινούττης, διὰ δύο ττ. Μύρσινος, πόλις Ἤλιδος. „καὶ Μύρσινος ἐσχατόωσα“.
15ὕστερον δὲ Μυρτούντιον ἐκλήθη. τὸ ἐθνικὸν εὕρηται Μυρ‐ τούσιος. Μύρτουσα, ὄρος Λιβύης. ὁ οἰκήτωρ Μυρτουσαῖος καὶ Μυρτούσιος. Μύρωνος, νῆσος τοῦ Ἀραβικοῦ κόλπου. τὸ ἐθνικὸν
20Μυρωνονησίτης ἢ Μυρωνονησαῖος.
Μυσία, χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν464
Eth
.

465

φασι. λέγονται καὶ Μυσοί καὶ Μύσιοι καὶ Μυσάδιος αἰο‐ λικῶς. Μυστία, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. οἱ οἰ‐ κήτορες Μυστιανοί, ὡς τῆς Ὠστίας Ὠστιανοί.
5 Μυτιλήνη, πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσει‐ δῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς
10Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος. Μυτισέρατος, φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. τὸ ἐθνικὸν Μυτισερατῖνος, ὡς αὐτός. Μυτίστρατος, πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος
15πρώτῳ. τὸ ἐθνικὸν Μυτιστράτιος, ὡς Στράτος Στράτιος, ἡ Ἀκαρνανικὴ πόλις. Μύων, πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ. οἱ πολῖται Μύονες.
λέγονται καὶ Μυονεῖς, ὡς Θουκυδίδης τρίτῃ.465
Eth
.

466

Μῶβα, μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν δευ‐ τέρῳ. οἱ οἰκοῦντες Μωβηνοί, καὶ θηλυκῶς Μωβηνή. ἔοικε δ’ ἐνδεῖν τὸ α. ἦν γὰρ Μώαβα. καὶ τὸ ἐθνικὸν Μωαβίτης, τὸ θηλυκὸν Μωαβῖτις.
5 Μωθ, κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντίγονος ὁ Μα‐ κεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν πέμπτῳ. ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. οἱ κωμῆται Μωθηνοί κατὰ τὸν ἐγχώριον τύπον. Μῶλυς, Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης.
10τὸ ἐθνικὸν Μωλύτης τῷ τύπῳ τῶν Λιβυσσῶν πόλεων καὶ Μωλυάτης. Μώμεμφις, πόλις Αἰγύπτου. Ἡρόδοτος δευτέρᾳ. κλί‐ νεται Μωμέμφεως, ὡς Ἀρίσταρχος. καὶ Μωμεμφίτης νομός. Μωνυχία, λιμὴν τῆς Ἀττικῆς, οὗ τὴν εἰς τόπον σχέσιν
15φησὶ Θουκυδίδης ηʹ „τῶν Μωνυχίασι τεταγμένων ἄρχων“. Μωριεῖς, ἔθνος Ἰνδικόν, ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.
20 Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Να‐ βάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενό‐ μενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον. Νάγιδος, πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκα‐
25ταῖος Ἀσίᾳ „μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος466
Eth
.

467

κυβερνήτου, καὶ νῆσος Ναγιδοῦσσα“. Νάγιδος δ’ ἐκλήθη διὰ τὸ Νάγιν αὐτὴν κτίσαι. ὁ πολίτης Ναγιδεύς. Ναϊσσός, πόλις Θρᾴκης, κτίσμα καὶ πατρὶς Κωνσταν‐ τίνου τοῦ βασιλέως. τὸ ἐθνικὸν Ναϊσσιτανός. καὶ ἔοικεν
5ἀπὸ τοῦ Ναϊσσός Ναϊσσίτης καὶ κατὰ παραγωγὴν ἐπιχωρίως Ναϊσσιτανός. Νάκρασος, πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δε‐ κάτῳ Καρικῶν. ὁ δημότης καὶ ὁ πολίτης Νακρασεύς. Νακόλεια, πόλις Φρυγίας. Στράβων δωδεκάτῃ. καί
10ἐστιν οὐδέτερον. ἀπὸ Νακόλης νύμφης. καὶ ὥσπερ ἀπὸ τοῦ νύμφης νύμφαιον καὶ Ἥρας Ἥραιον, οὕτω Νακόλης Νακόλαιον.
τὸ ἐθνικὸν Νακολαιεύς. εἰ δ’ ἔστι Νακόλεια διὰ διφθόγγου,467
Eth
.

468

παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα, τὸ ἐθνικὸν ἔσται Νακολεύς, ὡς τὸ Σέλευκος Σελευκεύς. Νακόνη, ὡς Ἀλκόνη, πόλις Σικελίας. τὸ ἐθνικὸν Να‐ κοναῖος. Φίλιστος ἕκτῳ Σικελικῶν.
5 Ναξία, πόλις Καρίας. Ἀλέξανδρος ἐν πρώτῳ περὶ Κα‐ ρίας. τὸ ἐθνικὸν Ναξιεύς τῷ τύπῳ τῆς χώρας, καὶ Ναξιάτης. Νάξος, νῆσος τῶν Κυκλάδων, ἡ διάσημος, ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος. ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίω‐ νος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες.
10Ἀσκληπιάδης ἱστορεῖ τὰς Ναξίων γυναῖκας μόνας ὀκτάμηνα τίκτειν, ἢ διὰ τὸ τὴν Ἥραν φίλην γενομένην τῷ Διονύσῳ ταῖς Ναξίαις τοῦτο δῶρον παρασχεῖν, ἢ ὅτι καὶ αὐτὸς ὁ Διόνυσος οὕτως ἐτέχθη. καὶ ὅτι ἐστὶν ἐκεῖ κρήνη, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι
15Νάξοι. τὰ ἐθνικὰ Νάξιοι, ἀφ’ οὗ καὶ Ναξία λίθος ἡ Κρη‐ τικὴ ἀκόνη. λέγεται καὶ θηλυκὸν Ναξιάς ἀπὸ τοῦ Νάξιος. τὸ δὲ κριτικὴ ἀκόνη, ἐὰν διὰ τοῦ ι γράφηται, ἡ διακρίνουσα
καὶ φανεροῦσα σημαίνει.468
Eth
.

469

Ναπάται, πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνικὸν ἔδει Ναπατίτης. ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Νάπη, πόλις Λέσβου. Ἑλλάνικος ἐν δευτέρῳ Λεσβια‐
5κῶν. ὁ πολίτης Ναπαῖος, καὶ Ἀπόλλων Ναπαῖος. εἰσὶ καὶ Ναπαῖοι ἠπείρου. ἔστι καὶ μέρος ὄρους νάπη καὶ ναπαῖος τὸ ἐκ τούτου. Νάπις, κώμη Σκυθίας. ὁ οἰκήτωρ Ναπάτης ἢ Ναπίτης ἡ κώμη. καὶ Ναπῖται ἐθνικόν.
10 Νάρβων, ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ. Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησι. τὸ ἐθνικὸν Ναρ‐ βωνίτης ὡς Ἀσκαλωνίτης. ἔστι καὶ λίμνη Ναρβωνῖτις, ὡς Ἀσκαλωνῖτις. καὶ ποταμὸς Ἄταξ. Ἑκαταῖος καὶ Ναρβαίους αὐτούς φησι.
15 Ναρβίς, Ἰλλυρίας πόλις. Ναρθηκίς, νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσ‐ πλέουσι πρὸς τὴν πόλιν. τὸ ἐθνικὸν Ναρθηκή.... Νάρμαλις, πόλις Πισιδίας, ὡς Κάβαλις. οἱ πολῖται
Ναρμαλεῖς ὡς Καβαλεῖς, ὡς Ἔφορός φησι.469
Eth
.

470

Ναρνία, πόλις Σαυνιτῶν, ἀπὸ τοῦ παραρρέοντος πο‐ ταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιο‐ λογίας. τὸ ἐθνικὸν Ναρνιάτης ὡς Καυλωνιάτης. Νᾶρυξ, πόλις Λοκρίδος, θηλυκῶς λεγομένη. τινὲς δὲ
5Ναρύκιον τὴν πόλιν φασίν. ἐξ ἧς Αἴας. ὁ πολίτης Ναρύκιος καὶ Ναρυκία. καὶ Ναρύκιον δὲ οὐδετέρως. λέγεται καὶ Να‐ ρύκη, καὶ Ναρυκαῖος θηλυκῶς καὶ οὐδετέρως. Νασαμῶνες, ἔθνος ἐν Λιβύῃ, ὡς Καλλίμαχος, καὶ Νασαμωνίς, ἀπὸ Νασάμωνός τινος.
10 Νάστος, πόλις Θρᾴκης. γράφεται καὶ Νέστος. Ἀπολ‐ λόδωρος δευτέρᾳ περὶ γῆς. Ναύκρατις, πόλις Αἰγύπτου, ἀπὸ Μιλησίων τότε θα‐ λασσοκρατούντων. καὶ Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ναυ‐ κρατίτης καὶ θηλυκῶς, καὶ Ναυκρατιώτης ὡς Πηλουσιώτης,
15ἴσως ἀπὸ τοῦ Ναυκράτιον ἢ Ναυκρατία, ὡς Ἰταλία Ἰταλιώτης. Ναύπακτος, πόλις Αἰτωλίας, ἀπὸ ναυπηγίας τῶν Ἡρα‐ κλειδῶν, ὡς Ἔφορος καὶ Στράβων. ὁ πολίτης Ναυπάκτιος καὶ Ναυπακτία. Ναυπλία, πόλις Ἄργους. Στράβων ὀγδόῃ „ἀπὸ τοῦ ταῖς
20ναυσὶ προσπλεῖσθαι“. οἱ οἰκοῦντες Ναυπλιεῖς, ὡς Στράβων, καὶ Ναυπλία. Νέαι, νῆσος πλησίον Λήμνου, ἐν ᾗ Φιλοκτήτης κατά
τινας ἐδήχθη ὑπὸ ὕδρου. ἐκλήθη δὲ ἀπὸ τοῦ προσνήξασθαι470
Eth
.

471

Ἡρακλέα. τὸ ἐθνικὸν Νεαῖος. ἔστι καὶ Νέα κώμη φρούριον Μυσίας. τὸ ἐθνικὸν τὸ αὐτό. Νεάνδρεια, πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χά‐ ραξ. ἔν τισι δὲ Λέανδρος γράφεται διὰ τοῦ λ κακῶς. λέγε‐
5ται καὶ Νεάνδρειον οὐδετέρως, ὡς Θεόπομπος. ὁ πολίτης Νεανδρεύς, ὡς Στράβων. Νεάπολις, πόλις Ἰταλίας διάσημος, ἐν ᾗ Παρθενόπη ᾕρηται μία τῶν Σειρήνων. ὁ πολίτης Νεαπολίτης. ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι.
10 Νέγλα, πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβι‐ κῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νέγλιος, ἢ Νεγλίτης τῷ ἔθει τῆς χώρας. Νέδη, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην [καὶ] αὐτήν φησι. τὸ κτητικὸν Νεδεήσιος.
15 Νέδων, ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς. τὸ τοπικὸν Νεδούσιος καὶ Νεδουσία ἡ Ἀθηνᾶ. κλίνεται δὲ Νέδοντος. Νεῖλος, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει αὐτῆς „καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ“. τὸ ἐθνικὸν τῆς πόλεως Νειλοπολίτης. εἰ δὲ ἡ πόλις μόνη κέκληται, ὀφείλει ἕπεσθαι
20τῷ κτητικῷ τοῦ ποταμοῦ Νειλαῖος, ὡς Ἀπολλώνιός φησιν. „ὅσα γὰρ τῶν κτητικῶν ἀρ.. τοῦ ι ἢ τὴν γενικὴν ποιεῖ τοῦ πρωτοτύπου ἢ τὴν εὐθεῖαν, ταῦτα μόνον διὰ τοῦ ι ἐκφέρεται,
Ποσειδώνιος Ἑλικώνιος Ῥόδιος Σάκιος. τὰ δὲ φύσει διὰ471
Eth
.

472

διφθόγγου παραληγόμενα οὐδέποτε τὸ προκείμενον σχῆμα ἀποτελεῖ. οὐδὲ γὰρ τὸ κηπαῖος ἢ Νειλαῖος ἐθνικὸν αὐτὸ ὁμολόγως παραλαμβάνει“. Νέμαυσος, πόλις Γαλλίας, ἀπὸ Νεμαύσου Ἡρακλείδου,
5ὡς Παρθένιος. τὸ ἐθνικὸν Νεμαύσιος, ἢ Νεμαυσῖνος διὰ τὴν χώραν. Νεμέα, χώρα τῆς Ἀργολίδος. ἐν ταύτῃ Δρύοπες ᾤκουν ... τὸ ἐθνικὸν Νέμεος καὶ Νεμεαῖος. Στράβων ὀγδόῃ. καὶ Νε‐ μέα λέγεται, καὶ Νεμεήτης ὁ Ζεύς, καὶ Νεμεῆται. οἱ πολῖται
10τῆς Λοκρίδος πόλεως Νέμειοι. καὶ Νεμέηθεν ἐπίρρημα. Νεοκαισάρεια, Ποντικὴ πόλις. τὸ ἐθνικὸν Νεοκαισα‐ ρεύς, ὡς Φλέγων ιεʹ Ὀλυμπιάδων. οἱ αὐτοὶ καὶ Ἀδριανοπο‐ λῖται. ἔστι καὶ Βιθυνίας. Νέον τεῖχος, [πόλις] τῆς Αἰολίδος, ὡς Χωλὸν τεῖχος.
15τὸ ἐθνικὸν Νεοτειχίτης ὡς Χωλοτειχίτης. [καὶ Νεοτειχεύς,] ὡς Ἡρόδοτος ἐν Ὁμήρου βίῳ. Νέπετος, πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῳ Ῥω‐ μαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ τ εἰς ς ἰδιάζουσα καὶ σεσημείωται.
20 Νέσσων, πόλις Θεσσαλίας. Διονύσιος τρίτῳ Γιγαντιά‐ δος. τὸ ἐθνικὸν Νεσσωνίτης τῷ κοινῷ τύπῳ.
Νέστος, πόλις καὶ ποταμὸς Ἰλλυρίας. τὸ ἐθνικὸν Νέ‐472
Eth
.

473

στιος, ὡς Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων, καὶ Νεστίς ἡ χώρα. Νευρο, ἔθνος τῆς Σαρματίας. Διονύσιος ἐν περιηγήσει. καὶ Νευρίς ἡ χώρα. λέγονται καὶ Νευρῖται.
5 Νεφελοκοκκυγία, πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. τὸ ἐθνι‐ κὸν Νεφελοκοκκυγιεύς. Νεφθαλῖται, ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος. καὶ θηλυκῶς Νεφθαλῖτις.
10 Νεών, πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ. τὸ ἐθνικὸν Νεώνιος ὡς Ἐλεών Ἐλεώνιος, καὶ Νεωνία καὶ Νεωναῖος. Νήιον, ὄρος Ἰθάκης, ἀφ’ οὗ κατὰ Κράτητα αἱ νηιάδες. οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. τὸ δὲ Ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. αἱ δὲ νηιάδες ἀπὸ τοῦ νήιος
15ἢ ἀπὸ τοῦ νηιεύς. Νηκούια, πόλις Ὀμβρίκων. Διονύσιος ἑπτακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νηκουιάτης. Νήραβος, πόλις Συρίας. Νικόλαος τετάρτῳ. τὸ ἐθνικὸν Νηράβιος, ὡς τοῦ Τόρρηβος Τορρήβιος.
20Νήρικος, πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησιν473
Eth
.

474

ἠπείροιο, ἥτις ἐστὶν Ἀκαρνανία. Λούπερκος δὲ ταύτην Νή‐ ριτος φησίν, ἢ Νήριτον, ὡς τὸ ὄρος. ὁ πολίτης Νηρίκιος καὶ Νηρικία, καὶ τὸ κτητικὸν τοῦ ὄρους Νηρίτιος. Νηρίς, πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ.
5 Νησαῖον πεδίον, ἀφ’ οὗ παρὰ Μήδοις οἱ Νησαῖοι ἵπποι. Νῆσος, ἡ ἐν θαλάσσῃ πόλις. ὁ ταύτην οἰκῶν νησίτης, ὡς Κάνωβος Κανωβίτης. τοῦ δὲ νησίον νησιώτης καὶ νησιῶ‐ τις θηλυκῶς. καὶ νησαῖος ὡς χερσαῖος. τὸ κτητικὸν νησιω‐
10τικός. ἔστι καὶ Νῆσος πόλις Ἰβηρική. Νησώπη, νῆσος Λέσβου, ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. τὸ ἐθνικὸν Νησωπαῖος. Νίβις, πόλις Αἰγύπτου. Φλέγων ρμʹ ὀλυμπιάδι. τὸ ἐθνικὸν Νιβίτης ὡς Μεμφίτης.
15 Νίγρητες, ἔθνος Λιβύης, ἀπὸ ποταμοῦ Νίγρητος. Διο‐ νύσιος „καὶ ἀγχέμαχοι Νίγρητεσ“. Νίκαια, πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπι‐
20κνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης.
εἰσὶ δὲ καὶ ἄλλαι. ἢ παρὰ Θερμοπύλας καὶ Θρᾴκην. λέγεται474
Eth
.

475

δὲ προπαροξυτόνως. εἰ δ’ ἔστι νικαῖος, τὸ θηλυκὸν νικαία. ὁ πολίτης Νικαιεύς καὶ Νικαεύς διχῶς. ἐξ αὐτῆς Ἰσίγονος καὶ Ἀσκληπιάδης καὶ Παρθένιος καὶ Ἀπολλωνίδης καὶ Ἐπι‐ θέρσης γραμματικὸς γράψας περὶ λέξεων ἀττικῶν καὶ κωμικῶν
5καὶ τραγικῶν. Νικασία, νησίδιον μικρὸν πλησίον Νάξου. τὸ ἐθνικὸν Νικάσιος ὡς Θηράσιος, καὶ θηλυκῶς καὶ οὐδετέρως. ἔστι καὶ ὄνομα κύριον Νικάσιος. Νικατορίς, πόλις Συρίας πρὸς τῇ Εὐρώπῳ, κτίσμα
10Σελεύκου τοῦ Νικάτορος. τὸ ἐθνικὸν Νικατορίτης. Νικηφόριον. οὕτως ἡ Κωνσταντῖνα ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος. τὸ ἐθνικὸν Νικηφόριος ὡς Βυζάντιος. Νικίου, κώμη Αἰγύπτου. Ἀρισταγόρας Αἰγυπτιακῶν δευτέρῳ. ὁ οἰκήτωρ Νικιώτης, ὥς φησιν Ὦρος ἐθνικῶν πρώτῳ.
15 Νικομήδεια, πόλις Βιθυνίας, ἀπὸ Νικομήδους τοῦ Ζηίλα παιδός, ἐπισημοτάτου βασιλέως. ἣ καὶ Ὀλβία ἐκλήθη. ὁ πολίτης Νικομηδεύς. καὶ τὸ κτητικὸν Νικομήδειος, καὶ θηλυκῶς καὶ οὐδετέρως. ἐξ ἧς Ἀρριανός. Νικομήδειον, ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ
20Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς. δυνατὸν καὶ Νικομη‐ δειεύς. Νικόπολις, πόλις Ἠπείρου, ὡς Μαρκιανός. ἔστι καὶ Βιθυνίας. ἔστι καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. ὁ πολίτης
Νικοπολίτης, ὡς Παυσανίας δεκάτῳ.475
Eth
.

476

Νικωνία, πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ. τὸ ἐθνικὸν Νικωνιάτης ὡς Ῥι‐ θυμνιάτης. Νίναια, πόλις Οἰνώτρων ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος
5Εὐρώπῃ. τὸ ἐθνικὸν Νιναῖος ἢ Νιναιεύς. Νινόη, ἡ ἐν Καρίᾳ Ἀφροδισιάς, κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. τὸ ἐθνι‐ κὸν Νινοήτης, ὡς τὸ πύλη πυλήτης, ὅθεν „Πυλάτιδες ἀγοραί“,
10καὶ λίμνη λιμνήτης. Νίνος, πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. οἱ πολῖται Νίνιοι. Στράβων ἑκκαιδεκάτῃ. Νίσαια, ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ .... καὶ ἐν
15τῇ δευτέρᾳ „καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον [ἀπέκτεινεν]“. Νίσιβις, πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι πο‐ ταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ α. Οὐ‐
ράνιος δὲ διὰ τοῦ ε Νέσιβις. σημαίνει δέ, ὥς φησι Φίλων,476
Eth
.

477

νάσιβις τὰς στήλασ“. ὁ δὲ Οὐράνιος „νέσιβισ“ φησί „σημαίνει τῇ Φοινίκων φωνῇ λίθοι συγκείμενοι, συμφορητοί“. Στράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ι. τὸ ἐθνικὸν Νισιβηνός. ἔδει Νι‐ σιβίτης, ἀλλ’ ὁ τύπος Αἰγύπτιος καὶ Λίβυς, ὁ δὲ διὰ τοῦ
5ηνος παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡς Σωφηνός Ταβηνός Καμβυσηνός. Νίσυρος, νῆσος μία τῶν Κυκλάδων. „Οἳ δ’ ἄρα Νίσυ‐ ρόν τ’ εἶχον“. Πολυβώτης γὰρ εἷς τῶν Γιγάντων ὑπὸ Διὸς βληθεὶς ἐνήχετο, Ποσειδῶν δὲ ἐπ’ αὐτὸν ἀφεὶς τὴν τρίαιναν
10τοῦ μὲν ἥμαρτε· γέγονε γὰρ νῆσος τὸ βληθὲν Νίσυρος. ἐκα‐ λεῖτο καὶ Πορφυρίς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ὁ οἰκήτωρ Νισύριος. καὶ Νισυριακός. Νιτρίαι, τόπος Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. τὸ ἐθνικὸν Νιτρίτης καὶ Νιτριώτης. ἔστι καὶ νομὸς Νιτριώτης.
15 Νιφάτης, ὄρος Ἀρμενίας. οὕτως γὰρ Ἀρκάδιος. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ’ ὀνοματικῶς διὰ τοῦ ι γράφεται. καὶ Πείσανδρος ἑβδόμῳ „Ταύρου πρυμνώρειαν ἐυσκόπελόν τε Νιφάτην“. Νίψα, πόλις Θρᾴκης. ὁ πολίτης Νιψαῖος. Ἡρόδοτος
20τετάρτῃ. Νόαι, τὸ ἐθνικὸν Νοαῖος. ὁ τύπος γὰρ οὐκ ἀήθης αὐ‐
τοῖς. ἔστι δὲ πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν.477
Eth
.

478

Νομαντία, πόλις Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νουμαντῖνος λέγεται διὰ τῆς ου. Νόμβα, πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰου‐ δαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νομβαῖος.
5 Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν .. ὁ νησιώτης Νοσορηνός. ἐγχώριος ὁ τύπος. Νοστία, κώμη Ἀρκαδίας. Θεόπομπος τριακοστῷ δευ‐ τέρῳ Φιλιππικῶν. Ἔφορος τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατ’ αὐτὸν Νεστανίαν λέγεσθαι· ἡ αὐτὴ γὰρ τῇ προτέρᾳ,
10ὡς δῆλον ἐξ ἄλλων. Νότιον, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Νοτιεύς. Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι, καὶ
15Νουβάδες οἱ αὐτοί. Νουκερῖνοι, ἔθνος Ἰταλίας. Πολύβιος τρίτῳ. τὸ πρω‐ τότυπον αὐτῶν Νουκερία. Νουκρία, πόλις Τυρσηνίας. Φίλιστος [ιεʹ] ιαʹ. καὶ τὸ ἐθνικὸν Νουκρῖνος. εὕρηται καὶ Νακρία διὰ τοῦ α.
20 Νυμφαία, θηλυκόν, ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. τὸ ἐθνικὸν Νυμφαῖος, ὡς τῆς Αἰαίας Αἰαῖος. Νύμφαιον, πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μη‐
τροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων. τὸ ἐθνικὸν478
Eth
.

479

δύναται ὡς Ἡραιεύς Νυμφαιεύς. τὸ δὲ νυμφαῖος κτητικὸν ἀπὸ τῶν νυμφῶν. λέγεται καὶ Νυμφαΐτης. Νυμφάς, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνι‐ κὸν Νυμφάσιος, καὶ Νυμφασία πηγή.
5 Νύραξ, πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Νυράκιος, ὡς παρὰ τὴν Νάρυκα Ναρύκιος. Νῦσαι πόλεις πολλαί. πρώτη ἐν Ἑλικῶνι. δευτέρα ἐν Θρᾴκῃ. τρίτη ἐν Καρίᾳ. τετάρτη ἐν Ἀραβίᾳ. πέμπτη ἐν Αἰ‐ γύπτῳ. ἕκτη ἐν Νάξῳ. ἑβδόμη ἐν Ἰνδοῖς. ὀγδόη ἐπὶ τοῦ
10Καυκάσου ὄρους. ἐνάτη ἐν Λιβύῃ. δεκάτη ἐν Εὐβοίᾳ, ἔνθα διὰ μιᾶς ἡμέρας τὴν ἄμπελόν φασιν ἀνθεῖν καὶ τὸν βότρυν πεπαίνεσθαι. τὸ ἐθνικὸν Νυσεύς καὶ Νυσαΐς θηλυκόν, ἀφ’ οὗ κτητικὸν Νυσήιος. λέγεται καὶ Νυσαῖος, καὶ ἐξ αὐτοῦ Νυσαιεύς τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ ι.
15 Νῶλα, πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. τὸ ἐθνικὸν Νώλιος. Πολύβιος δὲ Νωλανοὺς αὐτούς φησιν. Νωμεντός, πόλις οὐ πόρρω Ῥώμης. τὸ ἐθνικὸν Νω‐ μεντανός. Διονύσιος ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας.
20Νώνακρις, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ.479
Eth
.

480

τὸ ἐθνικὸν Νωνακρίτης, καὶ κατὰ πλεονασμὸν τοῦ α Νωνα‐ κριάτης, ὁ Ἑρμῆς. Λυκόφρων „Νωνακριάτης τρικέφαλος φαιδρὸς θεόσ“. καὶ θηλυκὸν Νωνακριᾶτις. καὶ Νωνακριεύς λέγεται παρὰ Ἀριστοφάνει.
5 Νώνυμνα, πόλις Σικελίας. ὁ πολίτης Νωνυμναῖος, ὡς Φίλιστος. Νῶρα, πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. τὸ ἐθνικὸν Νωρανός ὡς Νωλανός. Νώρακος, πόλις Παννονίας. ὁ πολίτης Νωράκιος. ὡς
10Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς φησιν, ὅτι γίνεται ἐν Παν‐ νονίᾳ σίδηρος, ὃς ἀκονηθεὶς λαμπρότατός ἐστιν. ἀφ’ οὗ καὶ τὸ „νώροπα χαλκόν“. καὶ θηλυκὸν Νωρακία καὶ οὐδέτερον Νωράκιον. Ξάνθοι, ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ.
15 Ξάνθος, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ „παρ’ ᾗ Ξάν‐ θος ἐξίησι ποταμόσ“. ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. ὁ πο‐ λίτης Ξάνθιος, ὡς Εὐριπίδης. καὶ τοῦ ποταμοῦ τὸ κτητι‐ κὸν ὁμοίως.
20 Ξαῦρος, τόπος Μακεδονίας, ἀπὸ Ξαύρου τινός. οἱ οἰ‐ κοῦντες Ξαύριοι. Ξενέφυρις, κώμη Λιβύης πλησίον Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ξενεφυρίτης, τῷ τύπῳ τῆς χώρας. Ξερξήνη, ἀπὸ Ξέρξου, ὡς Καμβυσηνή ἀπὸ Καμβύσου,
25τῇ μικρᾷ Ἀρμενίᾳ ὅμορος.480
Eth
.

481

Ξήρα, πόλις περὶ τὰς Ἡρακλείους στήλας. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. τὸ ἐθνικὸν Ξηραῖος, ὡς Θήρα Θηραῖος. Ξιλία, πόλις Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Ξιλιάτης, ὡς Ἰάμνια Ἰαμνιάτης.
5 Ξιφήνη, χώρα Παλαιστίνης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἱστορίας τὸ ἐθνικὸν Ξιφηναῖος φησί. Ξιφωνία, πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν τρια‐ κοστῷ ἐνάτῳ. τὸ ἐθνικὸν Ξιφωνιάτης ὡς Καυλωνιάτης. Ξόϊς, πόλις καὶ νῆσος Αἰγυπτία ἐν τῇ μεσογείῳ τῇ
10ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος. ὁ πολίτης Ξοΐτης ὡς Σαΐτης. Ξουθία, πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελικῶν. τὸ ἐθνικὸν Ξουθιάτης. Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν
15ἕνδεκα. τὸ ἐθνικὸν Ξουχίτης. Ξύλος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Ξύλιος ἢ Ξυλεύς, διὰ τὸ ἰδίωμα τοῦ τόπου· χαίρουσι γὰρ τοῖς εἰς ευς. Ξυνία, Θετταλίας πόλις. Πολύβιος ἐνάτῳ. τὸ ἐθνικὸν
20Ξυνιεύς ὡς Ἰλιεύς. καὶ Ξυνιὰς λίμνη, ἣν Βοιβιάδα φασίν. Ξυπετ, δῆμος Κεκροπίδος φυλῆς. ὁ δημότης Ξυπετεών ὡς Μακεδών. τὸ τοπικὸν ἐκ Ξυπετεώνων εἰς Ξυπετεώνων καὶ ἐν Ξυπετεώνων. Φιλόχορος δὲ Ξυπετέωνον τὸν δῆμόν
φησι διὰ τοῦ ω καὶ τοῦ ο μικροῦ ἐν τέλει.481
Eth
.

482

Ξύστις, ὡς Σάρδις, πόλις Καρίας. τὸ ἐθνικὸν Ξυ‐ στιανός. α, δῆμος τῆς Ἀττικῆς, τῆς Πανδιονίδος φυλῆς. Διο‐ νύσιος δὲ ὁ τοῦ Τρύφωνός φησι τὸ πληθυντικὸν Ὄεις λέγεσθαι
5αὐτάς, ὡς καὶ ἄλλα πολλά. ὁ μέντοι δημότης Ὄαθεν λέγεται „Δάμων Δαμωνίδου Ὄαθεν“. καὶ ἐκ τόπου τὸ αὐτό. τὰ δ’ ἄλλα Ὄαζε Ὄασι. λέγεται καὶ Ὄη. ἔστι δ’ Ὄη τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ὄηθεν. Ὄανος, πόλις Λυδίας. Διονύσιος ἐν τρίτῳ Βασσαρικῶν.
10 Ὄαξος, πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. ὁ πολίτης Ὀάξιος.
15 Ὄβοδα, χωρίον Ναβαταίων. Οὐράνιος Ἀραβικῶν τε‐ τάρτῳ „ὅπου Ὀβόδης ὁ βασιλεύς, ὃν θεοποιοῦσι, τέθαπται“. τὸ ἐθνικὸν Ὀβοδηνός ὡς Δαχαρηνός. Ὀβόλκων, Ὀβόλκωνος, πόλις [Ἰβηρίας]. τὸ ἐθνικὸν Ὀβολκωνίτης.
20 Ὀγκαῖαι, πύλαι Θηβῶν. Εὐφορίων Θρᾳκί. Ὄγκα γὰρ ἡ Ἀθηνᾶ κατὰ Φοίνικας.
Ὄγκειον, χωρίον Ἀρκαδίας, ἀπὸ Ὄγκου δυναστεύσαντος,482
Eth
.

483

ὡς Παυσανίας δηλοῖ ὀγδόῳ. ὁ οἰκήτωρ Ὄγκειος καὶ θηλυκῶς Ὀγκεία. Ὀγχηστός, ἄλσος. Ὅμηρος „Ὀγχηστόν θ’ ἱερόν, Ποσι‐ δήιον ἀγλαὸν ἄλσοσ“. κεῖται δὲ ἐν τῇ Ἁλιαρτίων χώρᾳ,
5ἱδρυθὲν δὲ ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις [Βοιωτίας], ὡς Παυσανίας ἐνάτῳ. Ἀπολλώ‐ νιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστόν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφίων. ἔστι καὶ ποταμὸς ἐν Θεσ‐ σαλίᾳ. ὁ πολίτης Ὀγχήστιος. Παυσανίας ἐνάτῳ.
10 Ὀγχόη, πόλις Φωκίδος. τὸ ἐθνικὸν Ὀγχοαῖος, ὡς τῆς Οἰνόης Οἰνοαῖος, ἢ Ὀγχοεύς. Ὀδησσός, πόλις ἐν τῷ Πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δ’ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. ὁ πολίτης Ὀδησσίτης καὶ Ὀδησσεύς. ἐχρημάτιζον δὲ Ἡρακλείδης ἱστο‐
15ριογράφος καὶ Δημήτριος ὁ περὶ τῆς πατρίδος γράψας. Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. ὁ πολίτης Ὁδιουπολίτης. Ὁδός, παρὰ τὸ ἑδός, ἡ πεπατημένη τρίβος. τὸ παρά‐
20γωγον ὅδιος καὶ ἐνόδιος, καὶ ὅδιος Ἑρμῆς.483
Eth
.

484

Ὀδόμαντοι, ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ. καὶ θηλυκὸν Ὀδομαντίς, [καὶ] Ὀδομαντική ἐκ τοῦ Ὀδομαντικός. Ὀδρύσαι, ἔθνος Θρᾴκης. Στράβων ἑβδόμῃ. λέγεται Ὀδρύσιος καὶ Ὀδρυσία καὶ Ὀδρυσίδαι καὶ Ὀδρυσιάδες θηλυ‐
5κῶς καὶ Ὀδρυσίς. ἔστι δὲ καὶ Ὄδρυσα πόλις αὐτῶν, [ἣ] καὶ Ὀδρυσία λέγεται. καὶ Ὀδρύσης λέγεται καὶ Ὀδρυσίτης. Ὀδυσσεῖς, πόλις Ἰβηρίας. ἀρσενικῶς. καὶ τὸ ἐθνικὸν ὅμοιον, [ἀρσενικὸν δέ,] ὡς Ἀταρνεῖς καὶ Διπαιεῖς. Ὀζόλαι. Λοκρῶν μοῖραι τρεῖς εἰσιν, Ἐπιζεφύριοι, Ἐπι‐
10κνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, οἱ δὲ Ὀζόλαι. λέ‐ γεται καὶ Ὀζολίς ἡ χώρα. Ὀθρωνός, πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. „ἄλλοι δὲ Μελίτην νῆσον [Ὀθρωνοῦ πέλασ“]. ὁ οἰκῶν Ὀθρώνιος.
15 Οἰάνθη, πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνι‐ κος δὲ Οἰάνθειαν αὐτήν φησιν. [τὸ ἐθνικὸν] Οἰανθεύς ἐστι
καὶ Οἰάνθεια ἢ καὶ Οἰανθίς. ἐξ αὐτοῦ Οἰάνθιος.484
Eth
.

485

Οἰδάντιον, πόλις Ἰλλυριῶν. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ὀγδόῳ. τὸ ἐθνικὸν Οἴδαντες, ὥς φησιν Ἑκαταῖος. καὶ Οἰδαντικὴ γῆ. Οἶκος. Ἡρωδιανὸς μὲν παρὰ τὸ εἴκω, ἐν ᾧ εἴκομεν.
5δύναται δὲ εἶναι τὸ ἴδιον ἐνδιαίτημα παρὰ τὸ οἶον τὸ μόνον ἐῶ μονούμενος, κατὰ πλεονασμὸν τοῦ κ, ὡς ὅρος ὅρκος. ὁ οἰκήτωρ οἰκεῖος, ὡς ἀστός ἀστεῖος, καὶ οἰκεύς παρὰ τὸ οἶκος, οἰκία καὶ οἰκιάτης κατὰ πλεονασμὸν τοῦ α ἀπὸ τοῦ οἰκίτης. Οἰκοῦς, Καρίας πόλις. τὸ ἐθνικὸν Οἰκούσιος καὶ Οἰ‐
10κουσία καὶ „Οἰκούσιον ἄστυ“. Οἴνα, πόλις Τυρρηνίας ἐχυρὰ λίαν. μέσος δὲ αὐτῆς λόφος ἐστὶν ὑψηλὸς τριάκοντα σταδίων, ἔχων ἄνω καὶ ὕδατα καὶ ὕλην παντοδαπήν, ὡς Ἀριστοτέλης περὶ θαυμασίων ἀκου‐ σμάτων. τὸ ἐθνικὸν Οἰνάτης. οὐκ ἀλλότριος γὰρ ὁ τύπος.
15 Οἰνειάδαι, πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη καλουμένη. τὸ ἐθνικὸν Ἐρυσιχαῖος. λέγεται καὶ Οἰ‐ νειάς ἡ χώρα. ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Οἰνεών, Λοκρίδος λιμήν. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν
Οἰνεωνεύς.485
Eth
.

486

Οἴνη, πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. τὸ ἐθνικὸν Οἰναῖος Οἰναία Οἰναῖον. Ὦρος δὲ Οἰνώην αὐτήν φη‐ σιν, ἧς τὸ ἐθνικὸν Οἰνωάτης καὶ θηλυκὸν Οἰνωᾶτις Ἄρτεμις, ἡ ἐν Οἰνώῃ τῆς Ἀργείας ἱδρυμένη ὑπὸ Προίτου.
5 Οἰνόανδα, πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυ‐ κιακῶν. τὸ ἐθνικὸν Οἰνοανδεύς. Οἰνόη, μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. τὸ ἐθνικὸν Οἰνοαῖος. Οἰνοῦς, πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δί‐
10δυμος. καὶ τὸ ἐθνικὸν Οἰνούντιος καὶ Οἰνουντιάς. Οἰνοῦσσαι, νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Οἰνουσσαῖος καὶ Οἰνούσσιος. Οἰνώνη, νῆσος τῶν Αἰακιδῶν. οἱ οἰκήτορες Οἰνωναῖοι, ὡς Παρθένιος Ἡρακλεῖ.
15 Οἰνωτρία, χώρα τῆς Ἰταλίας. τινὲς δὲ καὶ αὐτὴν Ἰτα‐ λίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνώτρου Ἀρκάδος, ὡς Παυ‐ σανίας ὀγδόῳ. Πείσανδρος τρισκαιδεκάτῳ ἀπὸ τῆς τοῦ οἴνου
χρήσεως κεκλῆσθαι αὐτήν φησι. τὸ ἐθνικὸν Οἰνωτρός, ὡς486
Eth
.

487

Θετταλός καὶ Ἴων καὶ Κίλιξ. λέγεται καὶ Οἰνώτριος, ἀφ’ οὗ τὸ Οἰνωτριὰς γῆ. ὀξύνεται δὲ τὸ Οἰνωτρός. Οἶον, δῆμος τῆς Λεοντίδος φυλῆς. [τὰ τοπικὰ] ἐξ Οἴου „Ἄλεξις Ἀλέξιδος ἐξ Οἴου Λεοντίδοσ“ ἐν Οἴῳ Οἶόνδε εἰς Οἶον.
5 Οἶος, πολίχνιον Τεγέας. Αἰσχύλος Μυσοῖς. οἱ πολῖται Οἰᾶται. καὶ τὸ ἐθνικὸν ὁμοίως. Οἰσύμη, πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ. ἡ νῦν Ἠμαθία. τὸ ἐθνικὸν Οἰσυμαῖος. ταύτην Αἰσύμην Ὅμηρος ἔφη.
10 Οἴτη, ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς „ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρόσ“. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηίς. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.
15 Οἴτυλος, πόλις Λακωνικῆς. „ἠδ’ Οἴτυλον“, ὡς δά‐ κτυλον, ἀπὸ τοῦ Οἰτύλου ἥρωος. τινὲς δὲ τὸ οι ἄρθρον φασὶ καὶ τὴν πόλιν Τύλον. τὸ ἐθνικὸν Οἰτύλιος.
Οἰχαλία, πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει487
Eth
.

488

τάσσει λέγων „οἵ τ’ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου“. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκα‐ δίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἱμονία Αἱμονιεύς, καὶ [ὡς]
5Αἱμονίς οὕτω καὶ Οἰχαλίς, καὶ Οἰχαλιώτης ὡς Ἀμβρακιώτης [καὶ] Σικελιώτης. Λίνος γὰρ ὁ ἱστορικὸς Οἰχαλιώτης ἦν. λέγεται καὶ Οἰχάλιος καὶ Οἰχαλίηθεν ἐκ τόπου. Ὀκρίκολα, πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς αὐτός
10φησιν. Ὄκωλον, χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν
εἰκοστῷ τετάρτῳ. τὸ ἐθνικὸν Ὀκώλιος.488
Eth
.

489

Ὄλβηλος, πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .. τὸ ἐθνικὸν Ὀλβήλιος. Ὀλβία, πόλις Λιγυστική. ὁ πολίτης Ὀλβιοπολίτης. καὶ Ὀλβιανοί ὡς Ἀσιανοί. ἔστι δὲ καὶ πλησίον αὐτῆς ὄρος
5Ὀλβιανόν. δευτέρα πόλις ἐν Πόντῳ. τρίτη Βιθυνίας, ἀπὸ Ὀλβίας νύμφης. τετάρτη Παμφυλίας, ὡς Φίλων. οὐκ ἔστι δὲ Παμφυλίας, ἀλλὰ τῆς τῶν Σολύμων γῆς, καὶ οὐδὲ Ὀλβία, ἀλλὰ Ὄλβα καλεῖται καὶ οἱ πολῖται Ὀλβαῖοι καὶ Ὀλβιος καὶ Ὀλβία. πέμπτη Ἰβηρίας. ἕκτη Σαρδοῦς. ἑβδόμη Ἰλλυρί‐
10δος. ὀγδόη Ἑλλησπόντου. ἐνάτη Κιλικίας. λέγεται καὶ Ὀλ‐ βηνός καὶ Ὀλβιακός καὶ τὸ θηλυκὸν Ὀλβιακή. Ὀλβύσιοι, ἔθνος ἐπὶ Ἡρακλείων στηλῶν. καὶ Ὀλβυ‐ σίνιοι ἄλλο. Ὀλιζών, πόλις Θετταλίας. Ἑκαταῖος Εὐρώπῃ. κλίνεται
15δὲ διὰ τοῦ ω καὶ ὀξύνεται „καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν“. ὀξύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ „λαοὶ δ’ ὑπ’ ὀλίζονες ἦσαν“. ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ ἐθνικὸν Ὀλιζώνιος.
20Ὀλκάδες, ὡς Ἀρκάδες, ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος
τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ.489
Eth
.

490

Ὄλκιον, πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. τὸ ἐθνικὸν Ὀλκιῆται καὶ Ὀλκιεῖς. Ὄλμιον, πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. τὸ ἐθνικὸν Ὀλμιεύς.
5 Ὅλμοι, πόλις τραχείας Κιλικίας „ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖσ“. τὸ ἐθνικὸν Ὁλμεῖς, ὡς Ταρσεῖς. Ὄλμωνες, κώμη Βοιωτίας, ἀπὸ Ὀλμοῦ τοῦ Σισύφου. Παυσανίας ἐνάτῳ. τὸ ἐθνικὸν Ὀλμωνεῖς. Ὀλόβαγρα, πόλις Μακεδονίας. Θεαγένης ἐν Μακεδο‐
10νικοῖς. τὸ ἐθνικὸν Ὀλοβάγριος. Ὀλοοσσών, πόλις Μαγνησίας. Ὅμηρος „πόλιν τ’ Ὀλο‐ οσσόνα λευκήν“. οἱ πολῖται Ὀλοοσσόνιοι καὶ Ὀλοοσσονίηθεν ἐπίρρημα. Ὄλουρος, πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Πελλήνης,
15ὡς Ξενοφῶν [Ἑλληνικῶν] ἑβδόμῳ. τὸ ἐθνικὸν Ὀλούριος. Ὀλοῦς, πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. ὁ πολίτης Ὀλούντιος ὡς Σελινούντιος. Ὀλόφυξος, πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. ὁ πολίτης „Ἡρόδοτος Ὀλοφύξιος περὶ νυμφῶν καὶ θεῶν γράψασ“.
20 Ὄλπαι, φρούριον, κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θουκυδίδης τρίτῃ. ὁ οἰκήτωρ Ὀλπαῖος καὶ θη‐ λυκῶς καὶ οὐδετέρως. Ὄλυκα, πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιπ‐
πικῶν. τὸ ἐθνικὸν Ὀλυκαῖος.490
Eth
.

491

Ὀλύκραι, πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. τὸ ἐθνικὸν Ὀλυκραῖος. Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. τὸ ἐθνικὸν Ὀλυμπαῖος ἢ Ὀλυμπεύς.
5 Ὀλυμπία, ἡ πρότερον Πῖσα λεγομένη, ἔνθα Ὀλύμπιος Ζεὺς τιμᾶται, ἀφ’ οὗ τὰ Ὀλύμπια ὁ ἀγών. μετὰ συλλαβῆς τὰ τοπικά, Ὀλυμπίαθεν Ὀλυμπίαζε. λέγεται καὶ Ἅρπινα, ὡς Νικάνωρ, ἀπὸ τῆς Οἰνομάου μητρός. Ὀλυμπιεῖον, τόπος ἐν Δήλῳ, ὃν κτίσαντες Ἀθηναῖοι
10χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανάς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. τὸ ἐθνικὸν Ὀλυμπιεύς ἢ Ὀλύμ‐ πιος ὡς Βυζάντιος. Ὄλυμπος, ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. οἱ οἰκοῦντες Ὀλυμπηνοί. ἔστι καὶ πόλις Παμφυλίας. Στρά‐
15βων ιδʹ. τὸ ἐθνικὸν ὅμοιον. Ὄλυνθος, πόλις Θρᾴκης πρὸς τῇ Σιθωνίᾳ τῆς Μακε‐ δονίας, ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. ὁ πολίτης Ὀλύνθιος καὶ Ὀλυνθία. Ὄμανα, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευ‐
20τέρῳ Ἀραβικῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀμανεύς ὡς Τυα‐ νεύς Κομανεύς.
Ὁμάριον, πόλις Θετταλίας. Θεόπομπος Φιλιππικῶν491
Eth
.

492

καʹ. ἐν ταύτῃ τιμᾶται Ζεὺς καὶ Ἀθηνᾶ. τὸ ἐθνικὸν Ὁμάριοι, Ὁμαρεύς. Ὄμβοι. πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. τὸ ἐθνικὸν Ὀμβῖται.
5 Ὄμβρικοι, ἔθνος Ἰταλικὸν παρὰ τὸν Ἀδριακὸν κόλπον, μέσον τοῦ Πάδου καὶ Πικεντικοῦ. λέγονται καὶ Ὄμβροι. ἔστι καὶ ποταμὸς Ἰταλίας Ὄμβρος. λέγονται Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. παρὰ τούτοις ἱστορεῖ Ἀριστο‐ τέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων ὅτι τρὶς τοῦ ἐνιαυ‐
10τοῦ τίκτουσι τὰ βοσκήματα, καὶ τοὺς καρποὺς πολλαπλασίους τὴν γῆν ἀνιέναι τῶν καταβαλλομένων, [εἶναι δὲ] καὶ τὰς γυ‐ ναῖκας αὐτοῦ πολυγόνους· σπανίως γὰρ ἓν τίκτειν, τὰς δὲ πλείστας δύο ἢ τρία.
Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν περίπλῳ αʹ.492
Eth
.

493

Ὁμόλη, ὄρος Θετταλίας. Παυσανίας ἐνάτῳ. λέγεται καὶ Ὅμολος. οἱ οἰκοῦντες Ὁμολοεῖς. καὶ Θηβῶν [πύλ]αι πρὸς τῷ ὄρει Ὁμολωΐδες, καὶ Ζεὺς Ὁμολώϊος τιμᾶται ἐν Βοιωτίᾳ.
5 Ὁμόλιον, πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. τὸ ἐθνικὸν Ὁμολιεύς. τὸ δὲ Ὁμολώϊον τεμενικόν ἐστι κατὰ πλεονασμὸν τοῦ ω. Ὀμφάκη, πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. τὸ ἐθνικὸν Ὀμφακαῖος. ἔδει δὲ Ὀμφακῖνος τῷ τύπῳ τῆς
10χώρας. Ὀμφάλιον, τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ὀμφαλίτης. Ὀνείβατις, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Λιβύης. ὁ πολίτης Ὀνειβατίτης τῷ τῆς χώρας ἔθει.
15 Ὀνθύριον, πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνι‐ κὸν Ὀνθυριεύς. Ῥιανὸς ὀγδόῳ. Ὄννη, ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Ὀνναῖος ὡς Ἐνναῖος. Ὄνουφις, πόλις Αἰγύπτου οὐκ ἄγνωστος. ὁ πολίτης
20Ὀνουφίτης. Ὀνύχιον, τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχε‐ θείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Ὀξύβιοι, μοῖρα Λιγύων. Κουάδρατος τεσσαρεσκαιδε‐
κάτῳ Ῥωμαϊκῆς χιλιαρχίας.493
Eth
.

494

Ὀξυδράκαι, ἔθνος Ἰνδικόν, ἀφ’ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη. οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυ‐ δρακῶν. Ὀξύρυγχος, πόλις Αἰγύπτου, τιμῶσα τὸν ὁμώνυμον
5ἰχθῦν. ὁ πολίτης Ὀξυρυγχίτης. Ὀπικο, ἔθνος Ἰταλίας. Εὔδοξος ἕκτῳ γῆς περιόδου. γλώσσας συνέμιξαν. οἱ δὲ ὅτι Ὀφικοί ἀπὸ τῶν ὄφεων. Ὀπόεις, πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, ἀπὸ Ὀπό‐ εντος. τὸ ἐθνικὸν Ὀποείσιος Ὀποεισία. λέγεται καὶ Ὀποῦς
10Ὀποῦντος κατὰ κρᾶσιν. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. οἱ πολῖται Ὀπούντιοι. Ὄραθα, πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρ‐ θικῶν ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ὀραθηνός. Ὀρβῖται, ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ,
15περὶ Ἀλεξάνδρειαν. Ὀργάμη, πόλις ἐπὶ τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ. εἰσὶ καὶ Ὀργομεναί πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Ὀργαμαῖος. καὶ τῆς δευτέρας Ὀργομένιος. Ὀργών, νῆσος πλησίον Τυρρηνίας. τὸ ἐθνικὸν Ὀργώ‐
20νιος ὡς Ἀντρώνιος. Ὀρδαία, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ὀρδοί. λέγον‐ ται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος. Ὀρεσθάσιον, πόλις Ἀρκαδική, ἀπὸ Ὀρεσθέως τοῦ Λυκάονος. Παυσανίας ὀγδόῳ. ὁ πολίτης Ὀρεσθάσιος.
25Ὀρέσται, Μολοσσικὸν ἔθνος. Ἑκαταῖος Εὐρώπῃ. Θεα‐
γένης ἐν Μακεδονικοῖς φησιν ὅτι, ἐπεὶ ἀφείθη τῆς μανίας494
Eth
.

495

Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης εἰς ταύ‐ την ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστειον. λέγεται
5καὶ θηλυκὸν Ὀρεστίς καὶ Ὀρεστιάς, ὡσαύτως Θεαγένης [καὶ] Διονύσιος δευτέρῳ Γιγαντιάδος. Ὀρέστη, πόλις [Εὐβοίας]. Ἑκαταῖος Εὐρώπης περιη‐ γήσει. τὸ ἐθνικὸν Ὀρέσται ὁμοίως. Ὀρεστία, πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς
10Μακεδονικῆς γῆς, ἐξ ἧς Πτολεμαῖος ὁ Λάγου πρῶτος βασι‐ λεύσας Αἰγύπτου. ὁ πολίτης Ὀρεστιαῖος. ἔστι καὶ ἄλλη ἐν Ἀρκαδίᾳ Ὀρεστία, ἣν Εὐδαίμων καὶ Ὦρος διὰ τῆς ει δι‐ φθόγγου γράφουσι, τὴν Ὀρέστειον. * * *
15 [Ὄρθη, πόλις Περραιβίας ἢ Θετταλίας, καλουμένη καὶ Κορσέα. βαρύνεται ὡς Σπάρτη. τὸ ἐθνικὸν Ὀρθαῖος, ἢ Ὀρθιεύς ὡς ἀπὸ τοῦ Ὄρθιον.] * * * [Ὄριον, τόπος Κρήτης. οἱ οἰκοῦντες Ὄριοι.]
20* * *495
Eth
.

496

[ὈρνειαίὈρνεα, κώμη Ἀργείας. ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ’ ὕψους κεῖται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τὸ ἐθνι‐
5κὸν Ὀρνεάτης.] * * * Παλικ, πόλις Σικελίας. Θεόφιλος δ’ ἐν ἑνδεκάτῳ περι‐ ηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες οὓς Αἰσχύλος
10ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιληνὸς δὲ ἐν δευτέρῳ Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. „ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας ὡς δεκάκλινος. αὕτη δ’ ἀναρρίπτει ὕδωρ εἰς
15ὕψος ἓξ πήχεις, ὥστε ὑπὸ τῶν θεωρούντων νομίζεσθαι κατα‐
κλυσθήσεσθαι τὸ πεδίον, καὶ πάλιν εἰς ἑαυτὸ καθίσταται.496
Eth
.

497

ἔστι δὲ καὶ ὅρκος ἅγιος αὐτόθι· ὅσα γὰρ ὀμνύει τις εἰς πι‐ νάκιον γράψας, βάλλει [αὐτὸ] εἰς τὸ ὕδωρ· ἐὰν μὲν οὖν εὐορκῇ, ἐπιπολάζει, ἐὰν δὲ μὴ εὐορκῇ, τὸ μὲν πινάκιον ἀφα‐ νίζεται, αὐτὸς δὲ πίμπραται“. ὁ πολίτης Παλικῖνος, ὡς τῆς
5Ἐρύκης Ἐρυκῖνος, καὶ τὸ θηλυκὸν Παλικίνη. Παλίμβοθρα, πόλις Ἰνδική. ὁ πολίτης Παλιμβοθρηνός. Παλλαντία, πόλις Ἰβηρίας. ὁ πολίτης Παλλάντιος. Παλλάντιον, πόλις Ἀρκαδίας, ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παίδων, ὡς Ἡσίοδος. τὸ ἐθνικὸν Παλλαντιεύς.
10τινὲς δὲ Παλλαντιάδα καλοῦσιν, ὡς ἐν τῷ περὶ Ἑστιαίας εἴρηται. Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. „Παλλήνη δ’ ἐστὶ χερρόνησος τρίγωνος, τὴν
15βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέ‐ σθαι“. Θεαγένης ἐν Μακεδονικοῖς „οὐκ ἐνταῦθα δ’ ὁ περὶ Παλλήνης ἕστηκε λόγος. φασὶ γὰρ τὴν μὲν γῆν ταύτην κε‐
20κλῆσθαι Φλέγραν, τοὺς δ’ ἐνοικοῦντας Γίγαντας, εἰς οὓς Ἡρακλέα καταχθέντα τήν τε ὕβριν αὐτῶν καὶ τὴν μισανθρω‐ πίαν ἐκπλαγῆναι. ἐπεὶ δὲ καὶ μάχης ἤρξαντο, τὰ συνήθη
ὅπλα μετὰ χεῖρας λαβόντα, ἕπεσθαι παντὶ σθένει, κτείνοντα497
Eth
.

498

τοὺς πόλεμον αὐτῷ ξένια τοῦ κατάπλου παρασχόντας. γενέ‐ σθαι δ’ ἐν τῇ μάχῃ βροντάς τινας καὶ πρηστῆρας, ἀφ’ ὧν ἡ τῶν θεῶν μάχη πρὸς αὐτοὺς μεμυθολόγηται“. τὸ ἐθνικὸν Παλλήνιος. ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς
5οὕτω λεγόμενος Παλλήνη. ὁ δημότης Παλληνεύς. Πάλμυρα, φρούριον Συρίας, οὗ μέμνηται Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Παλμυρηνός. οἱ δ’ αὐτοὶ Ἀδριανοπολῖται μετωνομάσθησαν ἐπικτισθείσης τῆς πόλεως ὑπὸ τοῦ αὐτοκράτορος.
10 Πάλτος, πόλις Συρίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. ὁ πολίτης Παλτηνός ὡς Δαμασκηνός. Παμβωτάδαι, δῆμος Ἀττικὸς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Παμβωτάδης. τὰ τοπικὰ ἐκ Παμβωταδῶν εἰς Παμ‐ βωταδῶν ἐν Παμβωταδῶν. Ἀριστοφάνης.
15 Παμφυλία, χώρα προσεχὴς τῇ Ἰσαυρίᾳ, ἀπὸ Παμφύλης τῆς Ῥακίου καὶ Μαντοῦς. οἱ κατοικοῦντες Παμφύλιοι. [τὸ θηλυκὸν Παμφυλίς,] τὸ κτητικὸν Παμφυλιακός, ὡς τοῦ Κύπριος τὸ Κυπριακός, Βοιώτιος Βοιωτιακός. ἐχρῆν δὲ τὸ Παμφυλίς προπαροξύνεσθαι ὁμοίως τῷ Ἄγρυλις, διὰ τὸ τοῦ υ μῆκος.
20τὰ γὰρ συνεσταλμένον ἔχοντα τὸ υ ὀξύνεται, πηγυλίς „νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίσ“, Θηγυλίς, ἐπί‐ θετον Ἀθηνᾶς, γογγυλίς. τὸ δὲ Παμφυλίς ἐθνικὸν ὀξύνεται,
ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. .... ὁ φυλέτης Πάμφυλος,498
Eth
.

499

ἀλλὰ καὶ Παμφύλιος. ἔστι δὲ καὶ Παμφυλία πόλις Μα‐ κεδονίας. Παναῖοι, ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως. Παναίουρα, πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν.
5τὸ ἐθνικὸν Παναιουρεύς, καθ’ ὁμοιότητα τοῦ Κύνουρα Κυ‐ νουρεύς, Κυνόσουρα Κυνοσουρεύς. καὶ ὡς Βοῦρα Βουραῖος, Παναίουρα Παναιουραῖος. καὶ [ὡς] Ἄργουρα Ἀργούριος, Παναιούριος. Πάνακρα ὄρη Κρήτης. Καλλίμαχος „Ἰδαίοις ἐν ὄρεσσιν,
10ἅτε κλείουσι Πάνακρα“. τὸ ἐθνικὸν Πανακραῖος. τὸ θηλυκὸν Πανακρίς. ἔστι δὲ καὶ Πάνακρον πόλις Κύπρου. τὸ ἐθνι‐ κὸν Πανακραῖος ἢ Πανάκριος. Πάνακτον, φρούριον Ἀττικῆς, ὡς Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος.
15 Πάνδαι, ἔθνος [Ἰνδικὸν κατὰ] Διονύσου μετὰ Δηριάδου στρατευσάμενον, καθὰ Διονύσιος. Πανδοσία, φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιούτου „Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεισ“.
20ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι. τὸ ἐθ‐ νικὸν Πανδοσῖνος, ἀλλὰ καὶ Πανδοσιανός. ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. τὸ ἐθνικὸν Πανδοσιεύς.
Πανεάς, πολίχνιον Φοινίκης. ὁ πολίτης Πανεάτης.499
Eth
.

500

Πανέλληνες, ὡς Παναχαιοί, ἀπὸ μέρους τὸ πᾶν, ὡς παρὰ τῷ ποιητῇ [ὡς] „Λέλεγας καὶ Τρῶας ἐναίρειν“. Ἕλλη‐ νες γὰρ παρ’ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“.
5 Πάνελος, ἀρσενικῶς, πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπό‐ γονος ὢν Πηνέλεω τοῦ στρατηγήσαντος ἐπὶ Τροίαν. Πανία, ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήιον πεδίον. τὸ ἐθνικὸν Πανιεύς, καὶ τὸ θηλυκὸν Πανιάς. ἔστι δὲ καὶ Πά‐
10νιον σπήλαιον Παλαιστίνης, ἀφ’ οὗ ἐκρεῖ ὁ ποταμὸς Ἰορδά‐ νης. ὁ τοπίτης Πανιεύς. Πανιώνιον, τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφε‐ σίων καὶ Σαμίων. ὁ πολίτης Πανιώνιος, οὗ τὸ οὐδέτερον τὰ Πανιώνια. ἔστιν οὖν ὡς Βυζάντιον Βυζάντιος, Ἀνακτόριον
15Ἀνακτόριος. τὸ κτητικὸν Πανιωνικός. Πανδατερία, νῆσος, ἐν ᾗ ἐξώρισεν Ἀγριππῖναν τὴν γυναῖκα Τιβέριος Νέρων. τὸ ἐθνικὸν Πανδατερῖνος καὶ Παν‐ δατεριανός.
Πανόπη, πόλις Φωκίδος. κέκληται δὲ ἀπὸ Πανοπέως500
Eth
.

501

τοῦ Φώκου παιδός. τὸ ἐθνικὸν οὖν Πανοπεύς ὁμοίως τῷ πρωτοτύπῳ. Πάνορμος, πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος. [ἔστι καὶ λιμὴν Κυζίκου.] οἱ κατοικοῦντες Πανορμηνοί. ὁ δὲ
5τοῦ ἐν Σικελίᾳ πολίτης Πανορμίτης. τὸ θηλυκὸν Πανορμῖτις. λέγεται δὲ καὶ Πανορμεύς. Πανός, κώμη περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἥ τις καὶ Πανών λέγεται. τὸ ἐθνικὸν Πανοκωμήτης. Πανὸς πόλις, [πόλις] Αἰγυπτία. ἔστι δὲ καὶ τοῦ θεοῦ
10ἄγαλμα μέγα ὠρθιακὸς τὸ αἰδοῖον εἰς ἑπτὰ δακτύλους, ἐπαί‐ ρει τε μάστιγας τῇ δεξιᾷ Σελήνην, ἧς εἴδωλόν φασιν εἶναι τὸν Πᾶνα. ὁ πολίτης Πανοπολίτης. Παντικάπαιον, πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν
15τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος
τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. ὁ501
Eth
.

502

πολίτης Παντικαπαιεύς. λέγεται καὶ Παντικαπαιάτης. ἐστι δὲ Παντικαπεύς, ὡς ἀπὸ τοῦ Παντικάπη, ὡς τοῦ Σινώπη τὸ Σινωπεύς. τὸ δὲ Παντικάπη κεῖται παρὰ Εὐστοχίῳ. Παντομάτριον, πόλις Κρήτης. ὁ πολίτης Παντομά‐
5τριος ὡς Βυζάντιος, ἢ Παντοματριεύς ὡς Βουπράσιον Βου‐ πρασιεύς καὶ Δουλίχιον Δουλιχιεύς. Παπίτιον, πόλις Παφλαγονίας. τὸ ἐθνικὸν ὅμοιον τῷ πρωτοτύπῳ. Πάπρημις, πόλις Αἰγύπτου. ὁ πολίτης Παπρημίτης.
10 Παράδεισος, πόλις Συρίας. ἔστι καὶ κώμη Κιλικίας τοιῶσδε λεγομένη. Παραιγιαλῖται ἰχθύες παρὰ τὸν αἰγιαλὸν εὑρισκόμε‐ νοι, ὡς Παραχελῳῖται καὶ Παρωκεανῖται. Παραισός, [πόλις Κρήτης,] περὶ ἧς Ἡρωδιανὸς ἐν ὀγ‐
15δόῳ „τὸ μέν τοι Παραισός ὀξύνεται. ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ’ οὗ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ“. Παραίτακα, πόλις Μηδική. τὸ ἐθνικὸν Παραιτακηνός, ὡς Γέρασα Γερασηνός, Ζόαρα Ζοαρηνός. καὶ ἀπὸ τοῦ Πα‐
20ραιτάκη θηλυκοῦ Παραιτακηνός, ὡς τοῦ Ἀρτάκη Ἀρτακηνός. Παραιτόνιον, πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμ‐
μωνίαν καλοῦσι.502
Eth
.

503

Πάραλος, ἐν Θετταλίᾳ πόλις τῶν Μηλιέων, ἧς οἱ πο‐ λῖται Παράλιοι. ἔστι δὲ καὶ Παραλία τῆς Ἀττικῆς. οἱ οἰ‐ κήτορες λέγονται καὶ Πάραλοι. Παραποταμία, πόλις Φωκίδος. ὁ πολίτης Παρα‐
5ποτάμιος. Παραυαῖοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν „σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆασ“. καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Παραχελῳῖται, ὡς Παρωκεανῖται καὶ Παρασώπιοι,
10διττὸν ἔθνος. διττὸς γὰρ καὶ Ἀχελῷος; ὁ μὲν Φθιώτης ὁ δὲ Αἰτωλός, καὶ οἱ παροικοῦντες ὁμοίως Παραχελῳῖται. Πάρεδρος, τῷ βασιλεῖ συγκαθήμενος, παρὰ τὴν ἕδραν, ἥ τις παρὰ τὸ ἕδος τοπικῶς εἴρηται. ἦσαν δὲ καὶ παρ’ Ἀθη‐ ναίοις συνάρχοντες οἱ πάρεδροι. ἐκ τούτου καὶ τὸ παρεδρεύειν,
15ὡς τοῦ ἔφεδρος τὸ ἐφεδρεύειν. Πάρεμφις, πόλις Αἰγύπτου. ὁ πολίτης Παρεμφίτης. Παρέντιον, πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. τὸ ἐθ‐ νικὸν Παρεντῖνος. τὸ θηλυκὸν Παρεντίνα. Παρθένιον, πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. τὸ
20ἐθνικὸν Παρθένιος καὶ Παρθενιεύς. Παρθένιος, ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστριανῶν πό‐ λεως ῥέων. ἐκλήθη δ’ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρ‐ θένον Ἄρτεμιν κυνηγετεῖν, ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος „ὣς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν“.
25τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν ἡ παρθένος παλαιοῦ τινος βασι‐503
Eth
.

504

λέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. ἔστι καὶ
5Παρθενία κώμη Πόντου πλησίον. Παρθενόπη, πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας, κτίσμα Ῥοδίων. ὁ πολίτης Παρθενοπαῖος ὁμωνύμως τῷ κυρίῳ. Παρθενόπολις, Μακεδονίας πόλις, ἀπὸ τῶν θυγατέ‐ ρων Γραστοῦ τοῦ Μύγδονος παιδός, ὡς Θεαγένης ἐν Μακε‐
10δονικοῖς „ἀπὸ δὲ τῶν θυγατέρων διὰ τὸ ἄγροικον αὐτῶν τῆς διαίτης καὶ τὸ ἄμικτον ἔκτισε πόλιν, ἥ τις ἔτι καὶ νῦν δι’ ἐκείνας Παρθενόπολις κέκληται“. ὁ πολίτης Παρθενοπολίτης. Παρθένου ἱερόν, τόπος καὶ ἄκρα πρὸ τῆς Χερρονήσου πόλεως Βοσπόρου, ὡς Στράβων „ἔστι δὲ δαίμονός τινος ἐπώ‐
15νυμον καὶ ἄκρα καὶ ὁ νεὼς καὶ τὸ ξόανον Παρθένιον ἔχον σταδίους ἑκατόν“. ὁ δὲ σχηματισμὸς ἀπὸ δύο ἓν παράγωγον. ὡς γὰρ ἀπὸ τοῦ „Μόψου“ καὶ „ἑστία“ παρήχθη τὸ Μοψεά‐ της ἀπὸ μόνου τοῦ Μόψου, οὕτως καὶ ἀπὸ τῆς „παρθένου“ καὶ „ἱερόν“ ἢ „ἄκρα“ ἢ „ξόανον“ ὁ οἰκήτωρ παρήχθη μόνον
20τὸ Παρθένιος ἀπὸ τοῦ παρθένου μόνου ὀνόματος.504
Eth
.

505

Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ... λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πολύβιος. τὸ ἐθνικὸν Παρθῖνος. Παρθυαῖοι, ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυ‐ γὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις
5διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώ‐ δους οὔσης, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Σκύθαι τοὺς φυγάδας πάρθους καλοῦσι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι καὶ Παρθυαῖοι, καὶ Παρθυαία ἡ χώρα καὶ Παρθυηνή καὶ Παρθυηνός· καὶ Παρθίς χώρα Μακεδονίας.
10 Παρικάνη, πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ „ἐν δ’ αὐ‐ τοῖσι πόλις Παρικάνη οὔνομα“. τὸ ἐθνικὸν Παρικάνιοι. λέ‐ γονται καὶ Παρίκανοι. Πάριον, πόλις ἐν Ἑλλησπόντῳ κληθεῖσα ἀπὸ Παρίου
τοῦ Ἰασίωνος. τὸ ἐθνικὸν Πάριος. ὁ πολίτης Παριανός καὶ505
Eth
.

506

τὸ θηλυκὸν Παριανή. λέγονται καὶ Παριανεῖς ἀπὸ τῆς Πα‐ ριανεύς εὐθείας. Πάρμη, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Παρμαῖος ἢ Παρ‐ μανός ὡς Ἀλβανός.
5 Παρνασσός, ὄρος Δελφῶν. ὁ ὄρειος Παρνάσσιος, τὸ θηλυκὸν Παρνασσία καὶ Παρνασσιάς ἀπὸ τοῦ Παρνάσσιος, ὡς Ἑλικωνιάς, καὶ τὸ οὐδέτερον Παρνάσσιον. λέγεται καὶ Παρνασσίς παρὰ τὸ Παρνασσός, ὡς τοῦ Τευμησσός Τευμησσίς, καὶ Παρνασσεύς. τὸ κτητικὸν Παρνασσιακός. ἐκαλεῖτο δὲ
10πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐ‐ τόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρ‐ νασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου.
15 Πάρνης, Πάρνηθος, τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἐμφανὴς ἐν Πυραυνῷ „ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον“. καὶ θηλυκῶς, ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις „βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρ‐ νηθα“. καὶ τὸ τοπικὸν Παρνήθιος λέγεται καὶ ἀπὸ τῆς
20Πάρνηθος γενικῆς τὸ θηλυκὸν Παρνηθίς. Παροιταία, χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον, ἧς
οἱ οἰκήτορες Παροιταῖοι.506
Eth
.

507

Παροπάνισσος, πόλις ὄρος Ἰνδικῆς, ἀφ’ οὗ Παροπα‐ νισσάδαι οἱ παροικοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ’ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. [οἱ δὲ τοῦτο κατοι‐ κοῦντες Παροπαμισσάδαι.]
5 Πάρος, νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος [αὐτὴν] καλεῖ ἐν τοῖς ἐπῳδοῖς. ᾠκεῖτο δὲ τὸ μὲν πρῶτον ὑπὸ Κρητῶν καί τινων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν
10Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μίνῳαν καὶ Κάβαρνιν, ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. ὁ πολίτης Πάριος. εἰκῆ τοίνυν τὸ ἐθνικὸν τῆς Πάρου ὁ τεχνικὸς Ἀπολλώνιος Παριανός εἴ‐ ρηκεν ἐν τῷ περὶ παρωνύμων οὕτω γράφων „τοῦ δὲ δευτέρου
15παρὰ τὸ Ζυγὸν Ζυγιανός, καὶ παρὰ τὴν Πάρον Παριανός, Λεοντιανός Ταυριανόσ“. ἀπὸ ταύτης λέγεται παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν δεκάτῳ „ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρθησε,
Πάρον δὲ εὐδαιμονεστάτην καὶ μεγίστην οὖσαν τότε τῶν Κυ‐507
Eth
.

508

κλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρόνον τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῷ παραδιδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον
5ἐξαφθείσης οἱ μὲν Πάριοι τὸν Δᾶτιν αὐτοῖς πυρσεύειν ὑπο‐ λαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῷ Μιλτιάδῃ παρέδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆσθαι τῇ παροιμίᾳ τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντασ“. ἔστι καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς
10φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως. Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικόν, ἔνθα ἱστοροῦσι Θουκυδίδην ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν δευ‐ τέρῳ. τινὲς δὲ Περπερηνήν τοῦτο καλοῦσιν. ὁ πολίτης Παρπαρώνιος ἀπὸ τῆς Παρπάρωνος γενικῆς. τὸ θηλυκὸν
15Παρπαρωνία. Ἀνδροτίων δ’ ἐν τρίτῳ Ἀτθίδος Παρπαριώτας φησίν. ἔστι δὲ ὡς ἀπὸ τοῦ Παρπαρία, ὡς Θεσσαλία Θεσσα‐ λιώτης, Ἑσπερία Ἑσπεριώτης. Παρρασία, πόλις Ἀρκαδίας. Ὅμηρος „Στύμφηλόν [τ’ εἶχον] καὶ Παρρασίην ἐνέμοντο“. κέκληται ἀπὸ Παρρασοῦ,
20ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονικῶν οὕτως „Πελασγὸς Ἀρέστορος παῖς τοῦ Ἐκ‐
βάσου τοῦ Ἄργου μετοικήσας ἐξ Ἄργους εἰς τὴν ἀπ’ ἐκείνου508
Eth
.

509

μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασί‐ λευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε“. Νικά‐ νωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυ‐ κάονος εἰς τὸν Δία παρανομίαν. ὁ πολίτης Παρράσιος καὶ
5Παρρασιεύς καὶ Παρρασίς „δέξονται Φολόης οὔρεα Παρρα‐ σίδοσ“ καὶ Παρρασική. Παρώρεια, πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρω‐ ραία. οἱ πολῖται Παρωρεῖς. Νικόλαος δὲ Παρωρεάτας φησίν. ἔστι καὶ Μακεδονίας πόλις. τὸ ἐθνικὸν Παρωραῖοι. ἀλλὰ
10καὶ Παρωρείτας, ὡς Δικαιαρχείτας καὶ Σαμαρείτας. Πάσσα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Πασσαῖος, ὡς Ἰσσαῖος τῆς Ἴσσης. ἔστι δὲ καὶ Πάσσανδα χωρίον παρὰ Ἀδραμύτ‐ τιον πόλιν καὶ Κισθήνην .... τὸ ἐθνικὸν Πασσανδεύς τῷ τῆς χώρας τύπῳ. Ἔφορος „ὀλίγοι δέ τινες εἰς τὸ τῶν Πασσαν‐
15δέων χωρίον ἔφυγον“. Πάσσαλα, Μυλασέων ἐπίνειον. τὸ ἐθνικὸν Πασσαλεύς.
Πασσαργάδαι, πόλις [Περσική], θηλυκῶς. Διότιμος509
Eth
.

510

ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέ‐ μενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα „τὰς δὲ Πασσαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ’ οὗ τόπου παρα‐ ταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερ‐
5μηνευθεῖσα Περσῶν στρατόπεδον“. Ἀπολλόδωρος δὲ ἀρσενι‐ κῶς φησιν. ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυκῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ μὲν τῆς πόλεως θηλυκῶς, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμως. Πάστερις, Αἰγυπτία πόλις. ὁ πολίτης Παστερίτης,
10καθὸ τοῦ Ἀστερίς τὸ Ἀστερίτης. Πάταλα, πόλις Ἰνδική. λέγεται καὶ Πατάλη. [τὸ ἐθ‐ νικὸν Παταληνός.] τὸ κτητικὸν Παταληνικός. λέγεται καὶ Παταλαῖος. Πάταλος, νῆσος παρακειμένη τῇ Καρίᾳ. τὸ ἐθνικὸν
15Πατάλιος, καὶ ὡς ἀπὸ τοῦ Παταλεύς τὸ θηλυκὸν Παταληίς ὡς βασιληίς.
Πάταρα, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ510
Eth
.

511

ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέ‐ ξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος
5ἀναπαύεσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ’ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυ‐ γόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι
10καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τοῦ πατάρας, Πάταρα. μεθερ‐ μηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην. ὁ πολίτης Πα‐ ταρεύς. τὸ θηλυκὸν Παταρηίς, ὡς βασιληίς. τὸ κτητικὸν „Παταρήιον ὕδωρ“.
15 Πάτουμος, πόλις Ἀραβίας. τὸ ἐθνικὸν Πατούμιος, μᾶλλον δὲ Πατουμηνός τῷ τῆς χώρας ἔθει. Πάτρα „ἓν τῶν τριῶν τῶν παρ’ Ἕλλησι κοινωνίας εἰδῶν“ ὡς Δικαίαρχος „ἃ δὴ καλοῦμεν πάτραν φρατρίαν φυλήν. ἐκλήθη δὲ πάτρα μὲν εἰς τὴν δευτέραν μετάβασιν ἐλθόντων
20ἡ κατὰ μόνας ἑκάστῳ πρότερον οὖσα συγγένεια, ἀπὸ τοῦ
πρεσβυτάτου τε καὶ μάλιστα ἰσχύσαντος ἐν τῷ γένει τὴν511
Eth
.

512

ἐπωνυμίαν ἔχουσα, ὃν ἂν τρόπον Αἰακίδας ἢ Πελοπίδας εἴποι τις ἄν. φατρίαν δὲ συνέβη λέγεσθαι καὶ φρατρίαν, ἐπειδή τινες εἰς ἑτέραν πάτραν ἐδίδοσαν θυγατέρας ἑαυτῶν. οὐ γὰρ ἔτι τῶν πατριωτικῶν ἱερῶν εἶχε κοινωνίαν ἡ δοθεῖσα, ἀλλ’
5εἰς τὴν τοῦ λαβόντος αὐτὴν συνετέλει πάτραν, ὥστε πρότερον πόθῳ τῆς συνόδου γιγνομένης ἀδελφαῖς σὺν ἀδελφῷ, ἑτέρα τις ἱερῶν ἐτέθη κοινωνικὴ σύνοδος, ἣν δὴ φρατρίαν ὠνόμα‐ ζον“. καὶ πάλιν „ὥστε πάτρα μὲν ὅνπερ εἴπομεν ἐκ τῆς συγγενείας τρόπον ἐγένετο μάλιστα τῆς γονέων σὺν τέκνοις
10καὶ τέκνων σὺν γονεῦσι, φρατρία δὲ ἐκ τῆς τῶν ἀδελφῶν. φυλὴ δὲ καὶ φυλέται πρότερον ὠνομάσθησαν ἐκ τῆς εἰς τὰς πόλεις καὶ τὰ καλούμενα ἔθνη συνόδου γενομένης. ἕκαστον γὰρ τῶν συνελθόντων φῦλον ἐλέγετο εἶναι“. οἱ οἰκήτορες πάτριοι. Πάτραι, πόλις Ἀχαΐας, ἀπό τινος Πατρέως. ὁ πολίτης
15Πατρεύς. Πάτρασυς, πόλις Ποντική, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθ‐ νικὸν Πατρασύτης καὶ Πατράσυος καὶ Πατρασυεύς. Πατριαργάδαι, Περσικὸς τόπος. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι.
20 Πατρίς, ἡ πατρόθεν πόλις. τὸ ἐθνικὸν ὤφειλε πατρί‐ της. ἄμεινον δὲ τὸ πατριώτης. Πατρόκλου νῆσος, παρὰ τὴν Ἀττικήν. [τὸ ἐθνικὸν]
ὡς Προκοννήσιος οὕτω Πατροκλονήσιος.512
Eth
.

513

Πάτυκος, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. [Ἑκαταῖος Εὐ‐ ρώπῃ.] τὸ ἐθνικὸν Πατυκίτης. Παυσάρκαι, ἔθνος ὑπὸ τὸν Καύκασον. Παυταλία, μοῖρα Θρᾴκης. τὸ ἐθνικὸν Παυταλιώτης.
5Παφλαγονία, ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός. Πάφος, πόλις Κύπρου. οἱ πολῖται Πάφιοι. Πάχυνος, ἀκρωτήριον Σικελίας. τὸ ἐθνικὸν Παχύνιος. Πέδα, πόλις Αὐσονική. τὸ ἐθνικὸν Πεδανός. Πεδιεῖς, πόλις Καρίας. τὸ ἐθνικὸν ὁμωνύμως ὡς
10Ὀδυσσεῖς, ἢ Πεδιείτης ὡς Ἀταρνείτης. Πεδίον, τόπος πλατὺς καὶ ὁμαλός. τὸ ἐθνικὸν πεδιεύς. ἔστι δὲ καὶ Πεδιάς φυλὴ τῆς Ἀττικῆς. Πεδνηλισσός, πόλις Πισιδίας. τὸ ἐθνικὸν Πεδνηλισ‐ σεύς, ὡς Τελμισσεύς ἀπὸ τοῦ Τελμισσός.
15Πειγέλασος, πόλις Καρίας. τὸ ἐθνικὸν Πειγελασσεῖς. Πειραιός. οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς. Πει‐
ραιός δὲ καὶ τὸ ἐθνικόν. ὕστερον δὲ Πειραιεύς. δῆμος τῆς513
Eth
.

514

Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Πειραιεύς. τὰ τοπικὰ ἐκ Πειραιῶς, εἰς τόπον εἰς Πειραιᾶ, ἐν τόπῳ ἐν Πειραιεῖ καὶ Πειραιοῖ. λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ συστολῆς τοῦ α. ἔστι καὶ τῆς Κορινθίας λιμήν. λέγεται δὲ καὶ „Πειρήτι‐
5δος ἱερὸς ὄρνισ“ ὡς ἀπὸ τοῦ Πειρήτης ἀρσενικοῦ. ἔστι δὲ δῆλον ὡς ἀπὸ τοῦ Πειραία Πειραιάτης καὶ Πειραιείτης καὶ καθ’ ὑφαίρεσιν τῆς ει διφθόγγου Πειραιάτης. Πειρασία, πόλις Μαγνησίας. τὸ ἐθνικὸν Πειρασιεύς ὡς Ὑριεύς καὶ Ὑσιεύς. τὸ θηλυκὸν Πειρασίς. λέγεται καὶ
10Πειρεσία. Πελαγονία, χώρα Σικελίας. τὸ ἐθνικὸν Πελαγονιαῖος. Πελασγία, ἡ χώρα τοῦ Ἄργους καὶ ἡ γυνή. σημειωτέον δὲ ὅτι Πελάσγιος οὐ λέγεται τὸ ἐθνικὸν ἄρρεν, ἀλλ’ ὁμώ‐ νυμον τῷ κτιστῇ Πελασγός. καὶ Πελασγιώτης ἀπὸ τοῦ Πε‐
15λασγία. [καὶ] Πελασγιῶτις δὲ θηλυκὸν καὶ Πελασγία, καὶ „Πελασγικὸν Ἄργος ἔναιον“, καὶ Πελασγιακόν. Πελεθρόνιον, ὄρος Θετταλίας. ὁ οἰκήτωρ Πελεθρόνιος.
Πέλη, πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ,514
Eth
.

515

ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ. ἔστιν οὖν ἀπὸ τοῦ Πέλη Πέλεια, ὡς Ζέλη Ζέλεια. τὸ ἐθνικὸν Πελεύς. Πέλιννα, πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίνου τοῦ Οἰχαλιέως. ἔστι δὲ καὶ Πελινναῖον ὄρος
5Χίου. καὶ τὸ κτητικὸν Πελινναῖος. Πέλλα, πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας, ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας Βούνομος τὸ πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ὁ πολίτης Πελλαῖος. τὸ ἐθνικὸν Πελ‐
10ληνοί, ὡς εἴπομεν τοῦ Κάρρα καὶ Ἔδεσσα ποτὲ μὲν Ἐδεσ‐ σαίους ποτὲ δὲ Ἐδεσσηνούς. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. Πελλήνη, πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μι‐ τυλίνα. ὁ πολίτης Πελληνεύς, τὸ θηλυκὸν Πελληνίς. σημειω‐ τέον δὲ ὅτι Παλλήνη καὶ Πελλήνη ἑνὶ μόνῳ γράμματι δια‐
15φέρουσι· καὶ ἡ μὲν Πελλήνη δύο μόνα ἐθνικὰ ἔχει, τὸ εἰς ευς καὶ τὸ διὰ τοῦ ιος, ἡ δὲ Παλλήνη διὰ τοῦ α τέσσαρα, Παλληνεύς Παλλήνιος Παλληναῖος Παλληνίτης. Πελόπη, κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. τὸ ἐθνικὸν Πελοπεύς.
20Πελοπόννησος. τρεῖς ἔσχεν ἐπωνυμίας, [ὡς Νικόλαος
ὁ Δαμασκηνὸς γράφει ἐν τετάρτῃ ἱστορίᾳ „μέγιστον οὖν τότε515
Eth
.

516

ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελοπόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ’ ἐκείνων, τρεῖς ἤδη πρότερον ἀλλάξασα τὰς ἐπωνυμίας.] ἐπὶ μὲν γὰρ Ἄπεως τοῦ Φορωνέως ἐκαλεῖτο Ἀπία, ἐπὶ δὲ Πελασγοῦ [τοῦ αὐτόχθονος] Πελασγία,
5ἐπὶ δὲ Ἄργου [καὶ αὐτὴ] ὁμωνύμως Ἄργος ἐκαλεῖτο· ἐπὶ δὲ Πέλοπος [τοῦ τὸν Οἰνόμαον νικήσαντος] Πελοπόννησος [ἔσχε τοῦτο τὸ κύριον ὄνομα“. ἔστι δὲ χερρόνησος ἀμπέλου φύλλῳ τῷ σχήματι παρεμφερής. Διονύσιος δὲ πλατάνου φύλλῳ ἀπει‐ κάζει λέγων οὕτως „εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ“.]
10ὁ οἰκήτωρ Πελοποννήσιος. Πελοποννησιακὸν δὲ πόλεμον φυ‐ λάττονται λέγειν. λέγεται καὶ Πελόπειος διὰ διφθόγγου ἀπὸ Πέλοπος, τὸ θηλυκὸν Πελοπία. λέγεται καὶ Πελοπηίς. Πέλται, πόλις Φρυγίας. τὸ ἐθνικὸν Πελτηνός. Πέμπτη, πόλις Αἰγύπτου. ὁ πολίτης Πεμπτίτης καὶ
15νομὸς Πεμπτίτης. Πενέσται, ἔθνος Θεσσαλικόν. ὁ τόνος βαρύς, ὡς Ὀρέ‐ στης Θυέστης. Πενθίλη, πόλις Λέσβου. οἱ πολῖται Πενθιλεῖς. ἀπὸ Πενθίλου.
20 Πεντελ, δῆμος Ἀντιοχίδος φυλῆς. ὁ δημότης Πεντε‐ λῆθεν. ἔστι δὲ θηλυκὸν τοὔνομα τοῦ δήμου. τὸ κτητικὸν Πεντελικός, τὸ θηλυκὸν Πεντελική. Πεπάρηθος, νῆσος τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. ὁ πολίτης Πεπαρήθιος. τούτου τὸ θηλυκὸν παρὰ τὸ
25Πεπάρηθος Πεπαρηθίς.516
Eth
.

517

Περαία, πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. τὸ ἐθνικὸν Περαιεύς. Περαντία, πόλις Αἰτωλίας. Πέργαμος, πόλις Ἀσίας. ὁ πολίτης Περγαμηνός.
5 Περγάντιον, πόλις Λιγύων. τὸ ἐθνικὸν Περγάντιος, ὡς Ἀλλάντιος Βυζάντιος. Περγασ, ὀξυτόνως, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Περγασεύς. ἔστιν οὖν καὶ Περγασῆθεν καὶ Περγα‐ σήνδε, ἐν τόπῳ δὲ Περγασῆσι.
10 Πέργη, πόλις Παμφυλίας. τὸ ἐθνικὸν Περγαῖος. τὸ θηλυκὸν Περγαία. καὶ Περγαία Ἄρτεμις. Περδίκια, οὐδετέρως, χώρα καὶ λιμὴν Λυκίας. τὸ ἐθ‐ νικὸν Περδικιεύς. Περιθοῖδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Περι‐
15θοίδης καὶ ὡς ἐκ τόπου [ἐκ] Περιθοιδῶν, ἐν τόπῳ ἐν Πε‐ ριθοιδῶν. Πέρινθος, ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. ἔστι δὲ πόλις Θρᾴκης. ὁ πολίτης Περίνθιος. τὸ θηλυκὸν Περινθία.
20 Περιστερ, πόλις Φοινίκων. τὸ ἐθνικὸν Περιστερίτης. Περκώτη, καὶ Παλαιπερκώτη, πόλις Τρωᾴδος. ὁ πολίτης Περκώσιος καὶ τοῦ Παλαιπερκώτη τὸ ἐθνικὸν Παλαι‐ περκώσιος. Πέρνη, πόλις Θρᾴκης ἀντικρὺ Θάσου. τὸ ἐθνικὸν Περ‐
25ναῖος καὶ Περναία.517
Eth
.

518

Περουσία, πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Περουσιάτης. δύναται δὲ καὶ Περουσιεύς, ὡς τῆς Θεοδοσίας Θεοδοσιεύς. ἔστι δὲ καὶ Περυσῖνος. γράφεται δὲ διχῶς, καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ.
5 Περραιβός, πόλις Θετταλίας. τὸ ἐθνικὸν Περραιβοί. τὸ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή καὶ Περραιβίς. λέγεται καὶ Περραιβίτης. Περραίσιον, πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς Τυρρηνοῖς ἀρχηγετίδων καλουμένων. τὸ ἐθνικὸν Περραισῖνος,
10ὡς τοῦ Ἀσσώριον τὸ Ἀσσωρῖνος. Περρίδαι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης ἐκ Περριδῶν. εἰς Περριδῶν ἐν Περριδῶν. Πέρσα, πόλις, θηλυκῶς, παρὰ τῷ Εὐφράτῃ καὶ Σαμο‐ σάτοις. τὸ ἐθνικὸν Περσαῖος. δυνατὸν δὲ καὶ Περσηνὴν εἰπεῖν,
15εἴ γε παρὰ τὴν Μέσην Μεσηνοὺς καὶ Μεσηνὴν λέγοντας εὕρομεν. Πέρσαι, τὸ ἔθνος, ἀπὸ Πέρσου τοῦ Μηδείας. λέγεται καὶ Πέρσης ὄνομα. καὶ τοῦ μὲν κυρίου ἡ κλητικὴ κατὰ ὕφε‐ σιν τοῦ ς, ὡς τὸ „ὦ Πέρση“, τοῦ δὲ ἐθνικοῦ καὶ μετατροπῇ
τοῦ η εἰς α „ὦ Πέρσα“ „ὦ Σκύθα“. λέγεται δὲ καὶ Περσίς518
Eth
.

519

ἡ χώρα καὶ ἡ γυνή. καὶ Περσίδιον ὑποκοριστικῶς ἀντὶ τοῦ Περσικόν. καὶ κτητικὸν Περσικόν. καὶ Περσικαί εἶδος εὐτε‐ λοῦς ὑποδήματος. ἔοικε δὲ γυναικεῖον εἶναι. λέγεται καὶ περσίζειν, ὡς τοῦ Σκύθης σκυθίζειν. ἀφ’ οὗ τὸ περσιστί
5ἐπίρρημα, ὡς τοῦ δωρίζω δωριστί καὶ σκυθιστί. Περσέπολις, πόλις Περσίδος. τὸ ἐθνικὸν Περσεπολί‐ της. ἔστι δὲ καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Περσεύς, πόλις Ἀττικὴ καὶ λιμὴν ὁμώνυμος, ὃν ἔκτισαν Ἀθηναῖοι. οἱ πολῖται Περσεῖς.
10 Πεσσινοῦς, πόλις Γαλατίας, ἀπό τινος Γάλλου Πεσσι‐ νοῦντος. τινὲς δὲ ἀπὸ τῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη Μαρσύας. τὸ ἐθνικὸν Πεσσινούντιος. Πετεών, πόλις Βοιωτίας. τὸ ἐθνικὸν Πετεώνιος, καὶ τὸ οὐδέτερον Πετεώνιον.
15 Πετηλία, πόλις Ἰταλική. τὸ ἐθνικὸν Πετηλῖνος. Πέτορσοι, Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον. Πέτρα, πόλις νῦν τῆς τρίτης Παλαιστίνης. ὁ πολίτης Πετραῖος. Πετροσάκα, χωρίον Ἀρκαδίας. ὁ οἰκήτωρ Πετροσακαῖος.
20Πέτροσσα, νῆσος Κιλικίας. τὸ ἐθνικὸν Πετροσσαῖος. Πευκετίαντες, ἔθνος τοῖς Οἰνώτροις προσεχές, ὡς Ἑκα‐
ταῖος Εὐρώπῃ.519
Eth
.

520

Πευκέτιοι, ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. τὸ ἐθνικὸν Πευκετιεύς, ὡς τοῦ Δουλίχιον τὸ Δουλιχιεύς. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. καὶ ἐπιθετικῶς Πευκέτιος. Πεύκη, νῆσος ἐν τῷ Ἴστρῳ. οἱ οἰκήτορες Πευκηνοί.
5 Πέφνον, πόλις Λακωνική, οὐδετέρως. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Πεφνίτης ὡς τοῦ λίκνον λικνίτης, τοῦ δὲ θηλυκοῦ Πέφνιος ὡς Σίφνιος. ἀλλὰ καὶ Πεφναῖος, ὡς τοῦ νῆσος νη‐ σαῖος, καὶ Πεφναία τὸ θηλυκόν.
10 Πηγα, παροικία Μεγαρέων. οἱ οἰκήτορες Πηγαῖοι. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. Πήγασα, πόλις Καρίας, οὐδετέρως. καὶ Πηγασεύς τὸ ἐθνικόν. δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ γ Πήγασα. οἱ πολῖται Πηγασεῖς. ἔστι δὲ καὶ ἑτέρα Πήδασος
15ὑπὲρ τὴν Ἴδην, ἣν Ἀχιλλεὺς ἐπόρθησεν. ὁ πολίτης Πηδασεύς, καὶ πατρωνυμικῶς Πηδασίδης. Πηλαγονία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγό‐ νες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλ‐
20λαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ ε. Πήλη, μικρὰ νῆσος. βαρύνεται δέ. „τὰ γὰρ διὰ τοῦ ηλη δισύλλαβα βαρύνεσθαι θέλει, εἰ μὴ ἀπὸ δασέος ἄρχεται συμ‐ φώνου, οἷον μήλη στήλη“. τὸ ἐθνικὸν Πηλαῖος. Πήληκες, δῆμος Λεοντίδος φυλῆς. ὁ δημότης Πήληξ.
25τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα ἐκ Πηλήκων. καὶ θαυμα‐520
Eth
.

521

στὸν τοῦτο, ὅτι ὁ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικά. Πήληκος, πόλις ἐν Λιβύῃ. τὸ ἐθνικὸν Πηληκίτης. Πήλιον, πόλις Θετταλίας. τὸ ἐθνικὸν Πηλιεύς καὶ Πη‐
5λιώτης καὶ θηλυκῶς Πηλιῶτις. λέγεται δὲ καὶ Πηλία, καὶ τὸ ἐθνικὸν Πηλεύς. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς, ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. καὶ τούτου τὸ ἐθνικὸν Πηλίτης. καλεῖται δὲ ἀπὸ τῆς Θέτιδος [Θετίδειον] ἡ πόλις. τὸ δὲ ὄρος Πή‐ λιον. τὸ ἐθνικὸν [Πηλιεύς καὶ] τὸ θηλυκὸν τοῦ ὄρους Πηλιάς,
10καθὰ τοῦ Ἴλιον Ἰλιεύς καὶ Ἰλιάς. λέγεται καὶ κτητικὸν Πη‐ λιωτικόν ἀπὸ τοῦ Πηλιώτης. ἔστι δὲ καὶ Πήλιον Ἰλλυρίας πόλις, ἧς μέμνηται Κουάδρατος. τὸ ἐθνικὸν Πηλῖνος. Πηλοῦς, νῆσος περὶ Χίον. τὸ ἐθνικὸν Πηλούσιος ὡς Ῥαμνούσιος.
15 Πηλούσιον, πόλις Αἰγύπτου, εἰς ἣν ἐκρεῖ τὸ πρῶτον στόμα τοῦ Νείλου. τὸ ἐθνικὸν Πηλουσιώτης ὡς Ζεφυριώτης. ἀλλὰ καὶ Πηλούσιος καὶ Πηλουσιακός. ἔστι καὶ Πηλούσιον λιμὴν Θετταλίας. Πήρα, πόλις Πισιδίας. τὸ ἐθνικὸν Πηραῖος.
20Πήρεια, Θεσσαλίας χωρίον. τὸ ἐθνικὸν Πηρεύς.521
Eth
.

522

Πίακος, πόλις Σικελίας. οἱ πολῖται Πιακῖνοι. Πιάλεια, πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. τὸ ἐθνικὸν Πιαλεύς. Πιάσται, ἔθνος πρὸς τῷ Πόντῳ. [Ἡρωδιανός] „βα‐
5ρύνεται δὲ ὁμοίως τῷ Ὀρέσται. ὁμοίως δὲ καὶ οἱ Διέσται. Μακεδονικὰ δέ εἰσιν ἔθνη. καὶ οἱ Πιάσται“. χρὴ δὲ εἰδέναι, ὅτι οὔ φησι καὶ τοὺς Πιάστας Μακεδονικὸν ἔθνος εἶναι, ἀλλὰ συμβαρυνομένους τοῖς Διέσταις καὶ Ὀρέσταις. Πίγινδα, ὡς Ἄλινδα Λάρανδα, δῆμος Καρίας. οἱ δη‐
10μόται Πιγινδεῖς. Πιερία, πόλις ἐν ὁμωνύμῳ χωρίῳ. ὁ πολίτης Πιεριώ‐
της καὶ Πιερίτης καὶ Πιεριεύς.522
Eth
.

523

Πιθηκοῦσσαι, νῆσοι περὶ Τυρρηνίαν. οἱ οἰκήτορες Πιθηκουσσαῖοι. Πιθήκων κόλπος, λιμὴν ἐν τῇ Λιβύῃ περὶ Καρχηδόνα. τὸ ἐθνικὸν Πιθηκοκολπίτης.
5 Πίθος, ὁμωνύμως τῷ ἀγγείῳ, δῆμος τῆς Κεκροπίδος φυλῆς. κέκληται δὲ ἀπό τινος Πίθου, τῶν πίθων αὐτόθι γινομένων. ὁ δημότης Πιθεύς. τὰ τοπικὰ ἐκ Πιθέων εἰς Πιθέων ἐν Πιθέων. Πικεντία, πόλις Τυρρηνίας. Φλέγων δὲ Πικεντόν αὐ‐
10τὴν καλεῖ. οἱ ἐνοικήτορες Πικεντῖνοι, καὶ τὸ θηλυκὸν Πικεντίνη. Πικίαντες, ἔθνος Ἰταλίας. Πίλωρος, πόλις περὶ τὸν Ἄθων. τὸ ἐθνικὸν Πιλωρίτης ὡς Ἀλωρίτης. Πιμώλισα, οὐδετέρως, φρούριον τῆς ἐντὸς Ἅλυος Πον‐
15τικῆς, ἀφ’ οὗ ἡ χώρα Πιμωλισηνή. ὁ κατοικῶν τὴν πόλιν Πιμωλισηνός, ὡς Ἔμισα Ἐμισηνός. Πίναμυς, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Πιναμύτης, ὡς Αἴγυος Αἰγύτης. ὁ δὲ τύπος Αἰγύπτιος. Πίναρα, πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγῳ ὄρει
20τῆς Λυκίας. τὸ ἐθνικὸν Πιναρεῖς ὡς Μεγαρεῖς. Πῖσα, πόλις καὶ κρήνη τῆς Ὀλυμπίας. ἔστι καὶ χωρίον, ἐν ᾧ ὁ τοῦ Διὸς ναὸς ἵδρυται καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν ἐπι‐
τελεῖται. τὸ ἐθνικὸν Πισᾶται. τὸ θηλυκὸν Πισᾶτις. λέγε‐523
Eth
.

524

ται δὲ καὶ Πισαιεύς. τὸ πρῶτον καὶ τὸ δεύτερον τῆς Πίσης μακρά ἐστι. Πισιδία. οἱ Πισίδαι πρότερον Σόλυμοι, ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης. ἔστι δὲ ἔθνος βάρβαρον κατοικοῦν
5παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πι‐ σίδου. αἱ δεύτεραι καὶ πρῶται συστέλλονται. λέγεται καὶ Πισιδική καὶ Πισιδικόν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ ι. Πισίς, πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. ὁ πολί‐ της Πισιδεύς ὡς Χαλκιδεύς.
10 Πισσαῖον, [πόλις] Πελαγονίας. τὸ ἐθνικὸν Πισσαῖος. Πίστιρος, ἐμπόριον Θρᾴκης. τὸ ἐθνικὸν Πιστιρῖται. ἔστι δὲ ὡς Σκίρος Σκιρίτης. Πισύη, πόλις Καρίας. λέγεται καὶ Πιτύη. τὸ ἐθνικὸν ὁμοίως Πισυήτης.
15 Πιτάνη, πόλις Αἰολίδος. ὁ πολίτης Πιταναῖος καὶ Πι‐ τανῖτις χώρα καὶ Πιτανῖτις νύμφη καὶ Πιταναία.
Πιτάου πόλις, [πόλις] Καρίας, ἀπὸ Πιτάου. Πίταος524
Eth
.

525

δὲ Φρύξ, Μίδου φίλος. τὸ ἐθνικὸν Πιταεῖς. ἔστι δ’ οὕτω δυοῖν ἐθνικόν, ὡς τοῦ Μόψου ἑστία Μοψεᾶται. Πίτνισσα, πόλις Λυκαονίας. τὸ ἐθνικὸν Πιτνισσαῖος, ὡς Σκοτουσσαῖος Πιτυουσσαῖος.
5 Πιτύεια, πόλις μεταξὺ Παρίου καὶ Πριάπου. τὸ ἐθνι‐ κὸν Πιτυεύς καὶ Πιτύεια. Πιτύη, πόλις Καρίας. οἱ πολῖται Πιτυᾶται. Καπίτων δὲ διὰ τοῦ ς αὐτὴν λέγει. Πιτυοῦσσαι, νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ
10Ἀλκμάν. τὸ ἐθνικὸν Πιτυούσσιος. Πλαδαραῖοι, ἔθνος πρὸς ἄρκτον κείμενον. τὸ ἐθνικὸν καθ’ ἡμᾶς Πλαδαραῖος καὶ Πλαδαρίτης. Πλακεντία, πόλις Λιγύρων. τὸ ἐθνικὸν Πλακεντῖνος. Πλάκη, πόλις Ἑλλησποντία. ὁ πολίτης Πλάκιος. τὸ
15ἐθνικὸν Πλακιανός. Πλάμος, πόλις Καρίας. τὸ ἐθνικὸν Πλαμεύς τῷ χα‐ ρακτῆρι τῆς χώρας. Πλαραῖοι, ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι. Πλάρασα, πόλις Καρίας. τὸ ἐθνικὸν Πλαρασεύς.
20Πλαταια, πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς „οἵ τε525
Eth
.

526

Πλάταιαν ἔχον“. Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. τὸ πληθυντικὸν ὀξύνων Ἡρωδιανὸς
5διὰ τὴν τοῦ ἀριθμοῦ [μεταβολὴν] ἐπικρίνει „εἰ μέντοι μετα‐ βάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει“. κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου „ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν
10παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι“. οἱ πολῖται Πλαταιεῖς, καὶ κατὰ συναίρεσιν ἀττικὴν τοὺς Πλα‐
ταιᾶς. καὶ Πλαταιᾶτις τὸ θηλυκὸν καὶ Πλαταιίς. ἔστι καὶ526
Eth
.

527

νῆσος πρὸ τῆς Λιβύης· ταύτης οἱ πολῖται Πλατειεῖς. καὶ ἡ χώρα Πλαταϊκή. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαρο‐ ξύνειν Πλάταιαν, ὡς Λίλαιαν Ἱστίαιαν Δίκαιαν. τὸ ἐκ τόπου ἐπίρρημα Πλαταιόθεν καὶ εἰς τόπον Πλαταιάζε [καὶ ἐν τόπῳ
5Πλαταιᾶσι]. Πλάτανος, πόλις Φοινίκης. τὸ ἐθνικὸν Πλατανεύς. Πλατεῖα, νῆσος Λιβύης. τὸ ἐθνικὸν Πλατειάτης καὶ Πλατείτης ὡς Ζελείτης. Πλατηίς, νῆσος παρὰ τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Πλαταιεύς
10διὰ τὸ χαίρειν τοὺς Κᾶρας τῷ εἰς ευς τύπῳ. Πλειστάρχεια, πόλις Καρίας, ἥ τις καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. τὸ ἐθνικὸν Πλεισταρχείτης. Πλευρών, πόλις Αἰτωλίας. ὁ πολίτης Πλευρώνιος καὶ Πλευρωνία καὶ Πλευρωνεύς. καὶ εἰς τόπον Πλευρῶνάδε.
15 Πλημμύριον, φρούριον Συρακουσῶν. ὁ οἰκήτωρ Πλημ‐ μυριάτης καὶ Πλημμυράτης. Πλινθίνη, πόλις τῆς Αἰγυπτίας, ἀπὸ τῆς Μαρείας.
ὁ πολίτης Πλινθινίτης.527
Eth
.

528

Πλούτιον, ὡς Ῥήγιον, πόλις Τυρρηνῶν, ἧς τὸ ἐθνικὸν Πλουτῖνος. Πλυνέαι, νῆσος ἐν τῷ Νείλῳ. τὸ ἐθνικὸν Πλυνεαῖος καὶ Πλυνεάτης.
5 Πλώθεια, δῆμος Αἰγηίδος φυλῆς. ὁ δημότης Πλω‐ θιεύς καὶ Πλωθεύς. τὰ τοπικὰ Πλωθεᾶθεν Πλωθέαζε Πλωθιᾶσιν. Πνέβεβις, πόλις Αἰγύπτου. ὁ πολίτης Πνεβεβίτης, ὡς πάντα τὰ εἰς ις Αἰγύπτια ὀνόματα.
10 Πνύξ, τὸ παρ’ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν οὕτως „ἔστιν οὖν πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι, καὶ ὑπερετέθη τὸ ν, καὶ
ἐτράπη τὸ κ εἰς ξ, πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατά‐528
Eth
.

529

ληξιν. ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνός, ‚τῆς πυκνὸς τὰς ἡνίασ‛, ‚τοῦ λίθου τοῦν τῇ πυκνί‛. καὶ πύκνα“. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι συνῳκισμέ‐ νων οἰκιῶν. ὁ ἐν τούτῳ οἰκῶν πυκνίτης. λέγεται καὶ πυκναία
5[παρ’ Ἴωνι]. Δίδυμος δέ φησιν ὅτι „τὴν πύκνα ἂν εἴη λέγων.529
Eth
.

530

τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται· οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή· τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροκαταλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται
5διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία“. Ποδάλεια, πόλις Λυκίας πλησίον Λιμύρων. ὁ πολίτης Ποδαλεώτης. ἔστι δὲ καὶ Ποδάργης ἔθνος Θρᾴκης. Ποιήεσσα, πόλις τῆς Κέω. ὁ πολίτης Ποιηέσσιος. Ποιμανηνόν, πόλις ἤτοι φρούριον. ἔστι δὲ καὶ χωρίον
10Κυζίκου. τὸ ἐθνικὸν ὁμοίως. Ποιμήν, ὄρος τῆς Ποντικῆς, ἀφ’ οὗ καταρρεῖ ὁ Παρ‐
θένιος, σχίζων τὴν Ἄμαστριν. οἱ οἰκοῦντες Ποιμένιοι. ἔστι530
Eth
.

531

καὶ ὄρος Ποιμένιον ἐν Μακεδονίᾳ. οἱ κατοικοῦντες ὁμοίως Ποιμένιοι. Ποίμνη. ... ὡς αὐλή ... „ποιμνίτας ὑμεναίουσ“. καὶ ποιμνιώτας.
5 Πόλα, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Πολάτης. καὶ ἀκρω‐ τήριον Πολατικόν καὶ τὸ Πολεατικόν. Πολεμώνιον, ἐν Πόντῳ λιμὴν καὶ πόλις. τὸ ἐθνικὸν Πολεμώνιος καὶ Πολεμωνιεύς. Πολήσιοι, πόλις καὶ οἱ πολῖται, ὡς Λοκροί Δελφοί
10οἱ οἰκήτορες ὁμοίως. Πολίειον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις καλουμένη. τὸ ἐθνικὸν Πολιειεύς, ὡς τοῦ Σίγειον τὸ Σιγειεύς. Πόλιον, ἐν Λέσβῳ τόπος, ὅπου τὸ ἡρῷον Ταντάλου. λέγεται δὲ Ζεὺς Πολιεύς.
15 Πόλις, [ὄνομα πόλεως Αἰγυπτίας]. ὁ οἰκήτωρ πολίτης καὶ πολιεύς. Πολιεύς γὰρ ὁ Ζεὺς τιμᾶται, ἀπὸ τῆς πόλιος γενικῆς, κατὰ τροπὴν τοῦ ος εἰς ευς. τὸ δὲ θηλυκὸν τοῦ πο‐
λιεύς πολίεια. λέγεται καὶ ἄλλο θηλυκὸν πολιάς, ὡς Σουνιάς.531
Eth
.

532

Πολίτεια, πόλις Ἀχαΐας. Πολιτώριον, πόλις Λατίνων, ἣν ἑλὼν Μάρκιος ὁ βα‐ σιλεὺς μετήγαγεν εἰς Ῥώμην. τὸ ἐθνικὸν Πολιτωρῖνος. Πολίχνα, πόλις τῆς Τρῳάδος. οἱ πολῖται Πολιχναῖοι.
5ἔστι καὶ Κρήτης Πολίχνη πόλις, ἧς ὁ πολίτης Πολιχνίτης. Πολλεντός, ὡς Σωρεντός, ἢ Πολλέντιον ὡς Ῥήγιον ... [τὸ ἐθνικὸν Πολλεντῖνος.] τὰ γὰρ τούτων ἐθνικὰ τύπον ἕνα διὰ τοῦ ινος ἔχουσιν, ὡς Ῥηγῖνος Σωρεντῖνος. Πολύαρα, πόλις Καρίας. ὁ πολίτης Πολυαρεύς.
10 Πολυδώρα, νῆσος ἐν τῇ Κυζίκῳ. τὸ ἐθνικὸν Πολυδωρεύς. Πολυπόδουσα, νῆσος τῆς Κνιδίας. τὸ ἐθνικὸν Πολυ‐ ποδουσαῖος. Πολυρρηνία, πόλις Κρήτης, ἀπὸ τοῦ πολλὰ ῥήνεα, τουτέστι πρόβατα, ἔχειν. ὁ πολίτης Πολυρρήνιος.
15 Πομπηιούπολις, πόλις Παφλαγονίας. τινὲς δὲ δίχα τοῦ υ Πομπηιόπολις λέγουσι καὶ Πομπηιοπολίτης. Πονηρόπολις, πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Πονηρο‐ πολίτης. Πόντος, ἰδικῶς ὁ Εὔξεινος. τὸ ἐθνικὸν Πόντιος καὶ
20Ποντία καὶ Ποντιάς, καὶ τὸ κτητικὸν Ποντικός. ἔστι καὶ Πόντος Πολεμωνιακός ἐπαρχία. Ποπλώνιον, πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Ποπλώνιος
τῷ τῆς χώρας ἔθει.532
Eth
.

533

Πορδοσελήνη, νῆσος περὶ τὴν Λέσβον, πόλιν ὁμώνυμον ἔχουσα. ὁ πολίτης Πορδοσεληνίτης. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν. Πορθμία καὶ Πορθμίον, κώμη ἐπὶ τῷ στόματι τῆς
5Μαιώτιδος λίμνης. τὸ ἐθνικὸν Πορθμιεύς ὡς Σουνιεύς, καὶ Πορθμίτης. Πορφυρεών, πόλις Φοινίκης. τὸ ἐθνικὸν Πορφυρεώνιος καὶ Πορφυρεωνίτης. Πορφυρῖτις, πόλις Ἀραβίας κατ’ Αἴγυπτον.
10 Ποσείδειον, πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. τὸ ἐθνικὸν Ποσειδειεύς. Ποσειδωνία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ποσειδωνιᾶ‐ ται καὶ Ποσειδώνιος. Ποταμοσάκων. Σάκων ὄνομα κύριον. ἔστι δὲ ποταμὸς
15καὶ νῆσος τῆς Αἰολίδος. Ποτίδαια, πόλις Θρᾴκης. ἡ δ’ αὐτὴ ἐκλήθη καὶ Κα‐ σάνδρεια. ὁ πολίτης Ποτιδαιάτης καὶ Ποτιδαιεῖς. Ποτιδανία, πόλις Αἰτωλίας. τὸ ἐθνικὸν Ποτιδανιάτης. Ποτίολοι, πόλις Τυρρηνίας, κτίσμα Σαμίων, ἥτις καὶ
20Δικαιάρχεια. τὸ ἐθνικὸν Ποτιολεῖς καὶ Ποτιολήσιοι. Πότνιαι, πόλις Βοιωτίας. τὸ ἐθνικὸν Ποτνιεύς καὶ τὸ θηλυκὸν Ποτνιάς. λέγεται καὶ Πότνιος καὶ τὸ κτητικὸν Ποτ‐ νιακός καὶ Ποτνιακή. Πράασπα, πόλις τῆς Ἀτροπατηνῆς. τὸ ἐθνικὸν Πρα‐
25ασπηνός.
Πραίνεστος, πόλις Ἰταλίας, ἀπὸ Πραινέστου τοῦ533
Eth
.

534

Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. ὁ πολίτης Πραι‐ νεστῖνος. Πραισός, πόλις Κρήτης, θηλυκῶς. τὸ ἐθνικὸν Πραί‐ σιος καὶ Πραισιεύς.
5 Πραιτετία, χωρίον ἐπὶ τοῦ Ἀδρία, ἧς ὁ οἰκήτωρ Πραι‐ τετιανός καὶ Πραιτετιανή. Πρακίαι καὶ Πρᾶκες, ἔθνος, ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπεί‐ ρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. τὸ ἐθ‐ νικὸν Πρᾶκες καὶ Πρακηνοί.
10 Πρᾶκνος, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Πράκνιοι. Πράξιλος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Πραξίλιος. Πρᾶς, ὄνομα πόλεως Περραιβικῆς. περισπᾶται καὶ πε‐ ριττοσυλλάβως κλίνεται. τὸ ἐθνικὸν Πράντες. Πρασια, δῆμος Ἀθήνησι Πανδιονίδος φυλῆς. ὁ δη‐
15μότης Πρασιεύς καὶ Πρασιᾶθεν. τὸ τοπικὸν Πρασιάζε καὶ Πρασιᾶσιν. ἔστι καὶ Λακωνικὸν πολίχνιον, οὗ ὁ πολίτης ὁμοίως Πρασιεύς. Πράσιοι, ἔθνος Ἰνδικὸν Διονύσῳ πολεμῆσαν. Πράσον, ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. οἱ
20οἰκήτορες Πράσιοι. Πράσσαιβοι, ἔθνος Θεσπρωτικόν. Πρετανικ, νῆσος ἤπειρον μιμουμένη, παρὰ τῇ Κελ‐
τικῇ. οἱ ταύτην οἰκοῦντες Πρετανοί καλοῦνται.534
Eth
.

535

Πριαισός, πόλις Κρήτης. οἱ πολῖται Πριαίσιοι καὶ Πριαισιεύς. Πρίαπος, πόλις Ἑλλησποντίας, θηλυκῶς. ὁ πολίτης Πριαπηνός καὶ Πριαπηνή. ἐστὶ καὶ ἄλλο ἐθνικὸν Πριηπεύς
5καὶ Πριαπεῖς πληθυντικῶς. καὶ ἡ χώρα Πριαπίς. Πριήνη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Πριηνεύς καὶ Πριή‐ νιος καὶ Πριηνιάς. Πρινασσός, πόλις Καρίας. τὸ ἐθνικὸν Πρινασσεῖς. Πριόλα, πόλις πλησίον Ἡρακλείας. τὸ ἐθνικὸν Πριολαεύς.
10 Πριούερνος, Ἰταλίας πόλις. τὸ ἐθνικὸν Πριουερνᾶται. Πρόαρνα, πόλις Μηλιέων, οὐδετέρως. οἱ οἰκήτορες Προάρνιοι. Προβάλινθος, δῆμος Πανδιονίδος φυλῆς. ὁ δημότης Προβαλίσιος. τὰ τοπικὰ Προβαλινθόθεν Προβάλινθόνδε Προ‐
15βαλινθοῖ. θηλυκῶς δὲ λέγεται ὁ δημότης. Προγάσεια, πόλις Λυδίας, ἀπὸ Προγάσου τοῦ υἱοῦ
Μελάμπου. τὸ ἐθνικὸν Προγασεύς.535
Eth
.

536

Πρόκλη, πόλις Λυδίας. τὸ ἐθνικὸν Προκλαῖος. Προκόννησος, μία τῶν Σποράδων ἐν τῇ Προποντίδι. ὁ πολίτης Προκοννήσιος. Προνάσται, ἔθνος Βοιωτίας. „Βοιωτῶν δέ τινες τὸ
5πάλαι [ἔθνος] Προνάσται καλέονται“. Πρόνεκτος, πόλις Βιθυνίας πλησίον τῆς Δρεπάνης, ἣν ἔκτισαν Φοίνικες. Πρόπαλαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Προπαλαῖος. ἔστι δ’ ὡς Ἐπιπολαῖος.
10 Προξενούπολις, περὶ Ναύκρατιν. ὁ πολίτης Προξε‐ νοπολίτης ὡς Ἑρμοπολίτης. Προποντίς, ἡ πρὸ τοῦ πόντου τοῦ Εὐξείνου θάλασσα καὶ γῆ Βυζαντίων. ὁ οἰκήτωρ Προποντίτης καὶ Προπόντιος. καὶ Προποντίς ἡ θάλασσα.
15 Προσέληνοι, οἱ Ἀρκάδες. καὶ Προσεληνίς τὸ θηλυκόν. Πρόσπαλτα, δῆμος Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Προσπάλτιος. τὰ ἐθνικὰ Προσπαλτόθεν Πρόσπαλτάδε Προσ‐ παλτοῖ. Προστρόπαια, πόλις Σικελίας, οὐδετέρως. τὸ ἐθνικὸν
20Προστροπαῖος. Πρόσυμνα, μοῖρα τοῦ Ἄργους. ὁ οἰκήτωρ Προσυμναῖος. Πρόσχιον, χώρα Αἰτωλίας. τὸ ἐθνικὸν Προσχιεύς ὡς Σούνιον Σουνιεύς. Προσωπίς, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Προσωπί‐
25της, ὡς Ναυκρατίτης καὶ ὅσα τοιαῦτα. [λέγεται καὶ Προ‐
σωπῖτις.]536
Eth
.

537

Προσωπῖτις, νῆσος Αἰγύπτου. λέγεται καὶ Προσω‐ πίς. ὁ πολίτης Προσωπίτης, τὸ θηλυκὸν Προσωπῖτις. Πρόσωπον, νῆσος οὐ πόρρω Καρχηδόνος. τὸ ἐθνικὸν Προσωπίτης καὶ Προσώπιος.
5 Προῦσα, τῆς Προυσιάδος διαφέρει. ἡ μὲν γὰρ Προυσιάς Βιθυνίας, ἀπὸ Προυσίου τοῦ Ζηίλα τοῦ Βιθυνῶν βασιλέως, ἡ Κίος πρότερον ὀνομασθεῖσα, ἧς ὁ πολίτης Προυσιεύς· ἡ δὲ Προῦσα καὶ αὐτὴ μὲν πόλις μικρὰ Βιθυνίας, κτίσμα Πρου‐ σίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. ταύτης τὸ ἐθνικὸν Πρου‐
10σαεύς, ὡς τῆς Νῦσα Νυσαεύς. Προχύτη, νῆσος Σικελίας. τὸ ἐθνικὸν Προχυταῖος. Πρυμνησία. πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος. τὸ ἐθνικὸν Πρυμνησιεύς ὡς Θεοδοσιεύς. Πρώανα, πόλις Θεσσαλική, οὐδετέρως λεγομένη. τὸ
15ἐθνικὸν Πρωανεύς ὡς Τυανεύς Ἀδανεύς. Πρωτ, ὀξυτόνως, νῆσος παρὰ τῇ Σφακτηρίᾳ καὶ Πύλῳ. τὸ ἐθνικὸν Πρωταῖος. Πτελέα, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Πτελεάσιος. τὰ τοπικὰ Πτελέαθεν Πτελέανδε Πτελέασιν. ἔστι καὶ πόλις·
20οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο. τὸ ἐθνικὸν Πτελεαῖος. Πτελεόν, πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ
Θετταλίαν Ἀχαιῶν, οὐδετέρως. καλεῖται δὲ ὅτι πολλὰς ἔχει537
Eth
.

538

πτελέας. ὁ πολίτης Πτελεάτης καὶ Πτελεούσιος, καὶ Πτελεεῖς ὡς Φενεεῖς. Πτέριον, πόλις Μήδων. τινὲς δὲ Πτερά οὐδετέρως τὴν ἀκρόπολιν Βαβυλῶνος. λέγεται καὶ θηλυκῶς ἡ Πτερία. ἔστι
5καὶ Πτερία πόλις Σινώπης. τὸ ἐθνικὸν τῆς Μηδικῆς Πτε‐ ριηνός, τῆς δ’ ἐν τῇ Σινώπῃ Πτέριος. Πτολεμαΐς, πόλις Φοινίκης. ἐκαλεῖτο δὲ πρότερον Ἀκή ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. ὁ πολίτης Πτολεμαΐτης καὶ Πτολεμαιεύς.
10 Πτυχία, νῆσος παρὰ τῇ Κερκύρᾳ. τὸ ἐθνικὸν Πτυχιεύς, ὡς Ὑρία Ὑριεύς. Πύγελα, πόλις Ἰωνίας. ὁ πολίτης Πυγελεύς. Πυγμαῖοι, ἔθνος, ἀπὸ Πυγμαίου τοῦ Δώρου τοῦ Ἐπάφου. Πύδης, πόλις καὶ ποταμὸς Πισιδίας. τὸ ἐθνικὸν Πυ‐
15δήσιος, ὡς Φαγρήσιος καὶ Μαγνήσιος, οὗ τὸ Μαγνησία. Πύδνα, πόλις Μακεδονίας. ὁ πολίτης Πυδναῖος. Πυῆνις, πόλις Κόλχων. τὸ ἐθνικὸν Πυηνίτης τῷ λόγῳ τῶν εἰς ις ληγόντων. Πύθιον, τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος.
20οἱ κατοικοῦντες Πυθιεῖς καὶ οἱ τὸ Πύθιον οἰκοῦντες. ἐν ᾧ
Ἀπόλλωνος ἱερόν ἐστι. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ538
Eth
.

539

τὰ Πύθια ἐπιτελεῖται. Πύθιος οὖν τὸ ἐθνικόν. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. οἱ κατοικοῦντες Πυθιανοί καλοῦνται καὶ Πυθιανὰ ποτήρια. Πυθόπολις, Καρίας πόλις, ἡ μετὰ ταῦτα κληθεῖσα
5Νῦσα. Πυθόπολις ἀπὸ Πυθοῦ περισπωμένως, ὡς ἀπὸ τῆς Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ὁ δὲ Πυθῆς τοσοῦτον πλουσιώ‐ τατος ἦν, ὥστε τὸν Ξέρξην ὑποδεξάμενος ἑκάστῳ τῶν στρα‐ τιωτῶν ἀνὰ ἓξ δαρεικοὺς χρυσοῦς παρέσχεν. ὁ πολίτης Πυθο‐ πολίτης ὡς Ἑρμοπολίτης. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας.
10 Πυθ, ἡ τοῦ Ἀπόλλωνος πόλις. „Πυθοῖ ἐν ἠγαθέῃ“. τὸ ἐθνικὸν Πυθῷος, ὡς Λητώ Λητῷος, καὶ Πύθιος καὶ Πυ‐ θία καὶ Πυθιάς ὡς Ἑλικωνιάς, καὶ Πύθιον, καὶ πυθαΐζειν, ἀπὸ τοῦ Πυθαῖος διαλύσεως γενομένης, καὶ πυθαϊστής. καὶ τὸ τοπικὸν Πυθῶθεν διὰ τοῦ ω ὡς Κριῶθεν, καὶ μετὰ συ‐
15στολῆς Πυθόθεν ὡς Λεσβόθεν. καὶ Πυθοῖ τὸ ἐν τόπῳ. καὶ παρὰ τὴν Πυθώ Πυθεύς ὡς Ἐνυώ Ἐνυεύς, καὶ ἀπὸ τῆς Πυθῆος γενικῆς ἰωνικῆς Πύθιος, ἐξ ἧς τὸ Πυθήιος κτητικὸν καὶ Πυθαιεύς καὶ Πυθαεύς ὡς Κρηταεύς. Πύλαι, τόπος Ἀρκαδίας. καὶ Πυλαία. τὸ ἐθνικὸν Πυ‐
20λαιίτης. λέγεται καὶ Πύλαια τὸ οὐδέτερον ἐπὶ τῆς θυσίας.539
Eth
.

540

καὶ τὸ ἐπίρρημα Πυλαιόθεν. τὸ ἐθνικὸν Πυλάτης, τὸ θηλυ‐ κὸν Πυλᾶτις. Πυλήνη, πόλις Αἰτωλίας. τὸ ἐθνικὸν Πυλήνιος. τὸ θηλυκὸν Πυληνίς.
5 Πύλος, πόλις ἐν Μεσσήνῃ. ἐκαλεῖτο δὲ Κορυφάσιον. τὸ ἐθνικὸν Πύλιος καὶ Πυλαῖος. λέγεται καὶ θηλυκῶς καὶ ἀρσενικῶς. τρία τοίνυν ἐθνικά, Πύλιος Πυλαῖος Πυλίων. Πύξις, πόλις ἐν μεσογαίῃ τῶν Οἰνώτρων. [Ἑκαταῖος Εὐρώπῃ.] τὸ ἐθνικὸν Πύξιος.
10 Πυξοῦς, πόλις Σικελίας, κτίσμα Μικύθου. ὁ οἰκήτωρ Πυξούντιος. Πυραία, μοῖρα Θεσσαλίας, ὠνομασμένη ἀπὸ Πύρας. ὁ οἰκήτωρ Πυραῖος. Πυραμίδες, ἐν Αἰγύπτῳ, κτίσμα ... εἰς ὃ λέγεται ἀνη‐
15λωκέναι κρομμύων καὶ σκορόδων καὶ τυροῦ τάλαντα μύρια πεντακόσια. ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον. Πύραμος, ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας. ἐκαλεῖτο
20δὲ πρότερον Λευκόσυρος.540
Eth
.

541

πύρανθος, πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. οἱ κατοικοῦντες Πυράνθιοι. Πύρασος, πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. τὸ ἐθνικὸν Πυρασαῖος.
5 Πύργησσα, πολίχνιον Ἰταλίας. ὁ πολίτης Πυργησσαῖος. Πύργοι, πόλις Μεσσήνης. τὸ ἐθνικὸν Πυργῖται. Πυρήνη, ὄρος Εὐρώπης. καὶ Πυρηναία πόλις Λοκρίδος. Πύρινδος, πόλις Καρίας. τὰ εἰς ος καὶ εἰς α εἰς ευς ἔχει τὸ ἐθνικόν.
10 Πύρνος, ὡς Κύρνος, πόλις Καρίας. οἱ πολῖται Πύρνιοι. Πύρρα, πόλις ἐν Λέσβῳ. ὁ πολίτης Πυρραῖος. ἔστι καὶ κώμη Λιγυστική. ἔστι καὶ νῆσος. Πυρωναία, πόλις Λοκρίδος ἀπὸ Πύρωνος „Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι“.
15 Πῶλις καὶ Σῆνος, πόλεις [Αἰγύπτου] ἐν νήσοις. ὁ μὲν Πωλίτης, ὁ δὲ Σηνικός. Ῥάβα, πόλις πρὸς τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ῥα‐ βαῖος, ὡς Βάββα Βαββαῖος. Ῥαβάθμωβα, πόλις τρίτης Παλαιστίνης, ἡ νῦν Ἀρεό‐
20πολις. ὁ πολίτης Ῥαβαθμωβηνός.541
Eth
.

542

Ῥαββατάμμανα, πόλις τῆς ὀρεινῆς Ἀραβίας. λέγεται δὲ οὐδετέρως. τὸ ἐθνικὸν Ῥαββαταμμανηνός. Ῥάβεννα, πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥού‐ ενναν αὐτὴν καλεῖ. Διονύσιος δ’ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς
5ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ η καὶ δι’ ἑνὸς ν „ἀμφότεροι ἀπήντησαν Φλουμίῳ περὶ τοὺς καλουμένους Ῥα‐ βηνούσ“. τὸ ἐθνικὸν Ῥαβεννάτης, παρὰ τοῖς Ἰταλοῖς Ῥα‐ βεννήσιος. Ῥάγα, πόλις ἐν Μηδίᾳ [τὸ ἐθνικὸν τῆς μὲν Ῥαγός Ῥά‐
10γιος, τῆς δὲ Ῥάγαι Ῥαγηνός ὡς Καρρηνός.] ἐκτισμένη ὑπὸ Σε‐ λεύκου τοῦ Νικάτορος. ἐκαλεῖτο δὲ Εὐρωπός. μετωνομάσθη δὲ καὶ Ἀρσάκη ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. ἔστι νῆσος Λυκίας Ῥάξ, ἀλλὰ ταύτης μὲν τὸ ἐθνικὸν Ῥάγιος, τῆς δὲ πόλεως Ῥαγηνός.
15 Ῥαδανουσία, πόλις Μασσαλίας. τὸ ἐθνικὸν Ῥαδα‐ νουσιεύς. Ῥαία, πόλις μεταξὺ Σκυθίας καὶ Ὑρκανίας. τὸ ἐθνικὸν
Ῥαιαῖος.542
Eth
.

543

Ῥαιτο, Τυρρηνικὸν ἔθνος. Ῥάκηλος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ῥακήλιος. Ῥακῶτις. οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο. ὁ οἰκήτωρ Ῥακωτίτης.
5 Ῥαμνοῦς, δῆμος τῆς Αἰαντίδος φυλῆς. ὁ δημότης Ῥα‐ μνούσιος καὶ Ῥαμνουσία καὶ Ῥαμνουσίς. τὰ τοπικὰ Ῥαμνουν‐ τόθεν Ῥαμνοῦντάδε καὶ Ῥαμνοῦντι. Ῥάπτα, ἡ μητρόπολις τῶν ἐντὸς Αἰθιόπων. οἱ οἰκήτο‐ ρες Ῥάψιοι. καὶ Ῥάπτα ὅρμος καὶ Ῥάπτος ποταμός. ἔστι δὲ
10καὶ μητρόπολις τῆς Βαρβαρίας [τὰ] Ῥάπτα καὶ αὐτὴ καλουμένη. Ῥαρεντός, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥαρεντῖνος. ᾿Ράριον πεδίον ἐν Ἐλευσῖνι. καὶ ᾿Ραρία γῆ. καὶ ᾿Ραριάς ἡ Δημήτηρ. Ῥαῦκος, πόλις ἐν μεσογείῳ τῆς Κρήτης. τὸ ἐθνικὸν
15Ῥαύκιος καὶ Ῥαυκία. Ῥαφάνεια, πολίχνιον Συρίας. ὁ πολίτης Ῥαφανεώτης. τῶν δὲ εἰς ωτης ἐθνικῶν τὰ πολλὰ τὸ ι πρὸ τοῦ ω ἔχει, Πηλιώτης Φθιώτης, σπάνια δὲ τὸ ε καὶ σχεδὸν ἀπὸ τῆς ει συσταλέντα, Ἡρακλεώτης. οὕτω καὶ Ῥαφανεώτης.
20Ῥάφεια, πόλις Συρίας. ὁ πολίτης Ῥαφεώτης. ἐκλήθη
δὲ ἀπὸ τῆς ἱστορίας τῆς περὶ τὸν Διόνυσον.543
Eth
.

544

Ῥεάτιον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥεατῖνος, ὡς τοῦ Ῥήγιον Ῥηγῖνος. Ῥεμουρία, πόλις πλησίον Ῥώμης. τὸ ἐθνικὸν Ῥεμου‐ ριάτης καὶ Ῥεμουριανός.
5 Ῥέσαλα, πόλις Ὀμβρικῶν. τὸ ἐθνικὸν Ῥεσαλῖνος τῷ τῆς χώρας ἔθει. Ῥέσινα, πόλις περὶ τὸν Ἄβορον ποταμόν. καὶ εἰ μὲν ὡς Αἴγινα τονωθείη, τὸ ἐθνικὸν Ῥεσινάτης, εἰ δὲ ὡς Τερῖνα, Ῥεσιναῖος. Ῥεσινάτης δὲ ἄμεινον.
10 Ῥήβας, ποταμὸς παρὰ τῷ Πόντῳ. ἔστι καὶ χώρα, οὗ τὸ ἐθνικὸν Ῥηβαῖοι. Ῥήγιλλος, Σαβίνων πόλις. Ῥήγιον, πόλις Ἑλληνίς. ὁ πολίτης Ῥηγῖνος, τὸ θηλυκὸν Ῥηγίνη, καὶ Ῥηγῖνον τὸ οὐδέτερον.
15 Ῥῆγμα, πόλις, ὡς Ἅρμα. καὶ κόλπος Ῥῆγμα περὶ τὸν Περσικὸν κόλπον. τὸ ἐθνικὸν Ῥηγματίτης. Ῥήνη, νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία. καὶ Ῥηναιεύς καὶ Ῥήνιος. Ῥῆνοι, ἔθνος παροικοῦν τῷ Ῥήνῳ τῷ ποταμῷ καὶ ἀπ’
20αὐτοῦ καλούμενοι.
Ῥιζηνία, πόλις Κρήτης. ὁ πολίτης Ῥιζηνιάτης.544
Eth
.

545

Ῥίζις, ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. οἱ κα‐ τοικοῦντες Ῥιζῖται. δύναται καὶ Ῥίζις Ῥίζιος Ῥιζιανός ὡς Φασιανός. Ῥιζοῦς, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ῥιζούντιος.
5 Ῥίζων, πόλις τῆς Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος. ὁ πολίτης Ῥιζωνίτης. Ῥιθυμνία, πόλις Κρήτης. τὸ ἐθνικὸν Ῥιθυμνιάτης καὶ Ῥιθύμνιος. Ῥινοκούρουρα, πόλις Αἰγύπτου „ἀπὸ τῶν εἰσῳκισμέ‐
10νων ἐκεῖ τοπαλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἠκρωτηριασμένων οὕτω καλουμένη“. τὸ ἐθνικὸν Ῥινοκουρουραῖος καὶ Ῥινοκου‐ ρουρίτης. Ῥίον, πόλις Μεσσήνης ἢ Ἀχαΐας. καὶ ἄλλη Αἰτωλίας, ἣ καὶ Μολυκρικόν ἐκαλεῖτο.
15 Ῥιπαῖα, ὄρος Ὑπερβορέων. τὸ ἐθνικὸν Ῥιπαῖος, οὗ παράγωγον τὸ Ῥιπαιεύς. Ῥίπη, Ἀρκαδικὴ πόλις. βαρύτονον. τὸ ἐθνικὸν Ῥιπαῖος ὁμοίως. Ῥόβεια, περίης. τὸ ἐθνικὸν Ῥοβειάτης καὶ Ῥοβείτης,
20καὶ κατὰ διάλυσιν Ῥοβεΐτης.545
Eth
.

546

Ῥοδανουσία, πόλις ἐν Μασσαλίᾳ. ὁ πολίτης Ῥοδα‐ νούσιος, καὶ τὸ θηλυκὸν Ῥοδανουσία. Ῥοδα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥοδαιάτης. Ῥόδη, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ῥοδαῖος ὡς Μεν‐
5δαῖος Ἰουδαῖος. Ῥοδία, πόλις Λυκίας. τὸ ἐθνικὸν Ῥοδιάς Ῥοδιεύς. καὶ τῆς Ῥόδης Ῥοδεύς. ἄμεινον δὲ τὸ Ῥοδιαῖος. Ῥοδόη, πόλις Ἰνδική. τὸ ἐθνικὸν Ῥοδοΐτης, ὡς Ἀρ‐ σινοΐτης.
10 Ῥοδόπη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Ῥοδοπεύς ὡς Σι‐ νωπεύς. Ῥόδος, νῆσος ἐπιφανεστάτη. ἐκαλεῖτο δὲ Ὀφιοῦσσα. καὶ Αἰθραία, οἱ κατοικοῦντες Αἰθραῖοι. οἱ κατοικοῦντες
Ῥόδιοι καὶ Ῥοδία.546
Eth
.

547

Ῥοδουντία, χώρα πλησίον Οἴτης. τὸ ἐθνικὸν Ῥοδούν‐ τιος. τὸ οὐδέτερον „Ῥοδούντιον αἶποσ“. Ῥοδοῦσσα, πόλις τῆς Ἀργείας. τὸ ἐθνικὸν Ῥοδούσσιος ὡς Πιτυούσσιος, καὶ Ῥοδουσσαῖος.
5 Ῥοῖξος, ἐπίνειον Κιλικίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. τὸ ἐθνικὸν Ῥοίξιος ἢ Ῥοιξίτης. Ῥοίτειον. Ὦρος ἄκραν εἶναί φησι. καὶ πόλις δέ ἐστι Τρῳ‐ άδος. ὁ πολίτης Ῥοιτειεύς καὶ Ῥοιτειάς καὶ Ῥοιτηίς διὰ τοῦ ι. Ῥοιτία, πόλις Βάκτρων. τὸ ἐθνικὸν Ῥοιτιηνός ὡς Ἀριη‐
10νός, καὶ Ῥοιτιανός ὡς Βακτριανός. Ῥονδαῖοι, ἔθνος Θρᾴκιον. Ῥοξονοκαία, πόλις. τὸ ἐθνικὸν Ῥοξονοκαῖος καὶ Ῥοξο‐ νοκαιάτης καὶ Ῥοξονοκαιανός. Ῥοπεῖς, ἔθνος. οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ
15τῆς Παμφίλης. Ῥύβδος, φρούριον Σικελίας. τὸ ἐθνικὸν Ῥύβδιος. Ῥύγχαι, χωρίον Εὐβοίας. τὸ ἐθνικὸν Ῥυγχαῖος.
Ῥύμη, ὁ στενωπός. τὸ τοπικὸν ῥυμαῖος ἢ ῥυμίτης.547
Eth
.

548

Ῥύνδακος, πόλις μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου. οἱ κατοικοῦντες Ῥυνδακηνοί ὡς Κυζικηνοί. λέγεται καὶ ἀπὸ τοῦ Ῥύνδακος θηλυκὸν Ῥυνδακίς, καὶ Ῥυνδακίτης. Ῥύπαι, πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη, ἐξ οὗ τὸ
5Ῥυπαῖος. ὁ πολίτης Ῥύψ. τὸ κτητικὸν ἀπὸ τοῦ Ῥύπες Ῥυπικόν. Ῥύτιον, πόλις Κρήτης. ὁ πολίτης Ῥυτιεύς. τοῦ δὲ Ῥυ‐ τιασσός Ῥυτιασσεύς ὡς Ἁλικαρνασσεύς. Ῥωγάνη, πόλις ἐν τῇ Ἰνδικῇ. Ῥώγη, νῆσος ἐπὶ τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Ῥωγαῖος.
10 Ῥωγμο, Κιλικίας ἐπίνειον. τὸ ἐθνικὸν Ῥωγμίτης. Ῥώμη, διασημοτάτη πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥωμαῖος ὡς Θηβαῖος. καὶ Ῥωμαία καὶ Ῥωμαΐς. Ῥωμυλία, τῶν ἐν Ἰταλίᾳ Σαυνιτῶν πόλις. τὸ ἐθνικὸν Ῥωμυλιάτης.
15 Ῥών, πόλις τῆς Γανδαρικῆς Σκυθίας. τὸ ἐθνικὸν Ῥώνιος ἢ Ῥωνίτης ὡς Θωνίτης. Ῥωσός, πόλις Κιλικίας. τὸ ἐθνικὸν Ῥώσιος. ἀλλὰ καὶ Ῥωσεύς, ὡς ἀπὸ τοῦ Ταρσός Ταρσεύς. καὶ τὸ κτητικὸν Ῥω‐ σικός „Ῥωσικὸς σκόπελοσ“.
20Σαβα, πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης548
Eth
.

549

καὶ φρούριον. τὸ ἐθνικὸν τῆς πόλεως καὶ τοῦ φρουρίου Σα‐ βαῖοι καὶ θηλυκῶς Σαβαία. καὶ τὸ κτητικὸν Σαβαϊτικόν, ὡς ἀπὸ τοῦ Σπάρτης Σπαρτιακόν. Σαββατία, κώμη Κελτική. τὸ ἐθνικὸν Σαββατιανός καὶ
5Σαββάτιος. Σαβῖνοι, Ἰταλικὸν ἔθνος. τὸ θηλυκὸν Σαβίνη καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σάβοι, ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν.
10 Σαβ, πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Σαβαῖοι. Σαγαλασσός, πόλις Πισιδίας. λέγεται καὶ Σελγησ‐ σός. τὸ ἐθνικὸν Σαγαλασσεύς καὶ Σαγαλασσηνός. Σαγαρτία, χερρόνησος παρὰ τῇ Κασπίᾳ θαλάσσῃ. τὸ
15ἐθνικὸν Σαγάρτιοι. Σαγγάριος, ποταμὸς τῆς κάτω Φρυγίας. τὸ ἐθνικὸν Σαγ‐ γάριος. προὔφθη γὰρ ὁ τύπος τοῦ πρωτοτύπου καταληφθείς. Σάγουντος, πόλις ἐν Ἱσπανίαις. οἱ πολῖται Σαγούντιοι. Σάδαλις, Αἰγυπτία πόλις. τὸ ἐθνικὸν Σαδαλίτης.
20Σάζοι, ἔθνος παρὰ τῷ Πόντῳ. Σαιδην, ὄρος Κύμης. τὸ ἐθνικὸν Σαιδηνός καὶ Σαι‐
δηνή ἡ χώρα.549
Eth
.

550

Σαΐξαι, ἔθνος παρὰ τῷ Ἴστρῳ. Σάις, πόλις Αἰγύπτου. κλίνεται δὲ Σάεως ὡς Μέμφεως. [καὶ κτητικὸν Σάιος καὶ Σαΐα] καὶ Σαΐτης νομὸς καὶ ὁ πολίτης. καὶ κτητικὸν Σαϊτικόν. τὸ θηλυκὸν Σαῗτις. καὶ Σαϊτηνός.
5 Σάκαι, ἔθνος. τοὺς Σκύθας οὕτως φασίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. τὸ θηλυκὸν Σακίς. Σάκος, κώμη τῆς ἐν Μακεδονίᾳ Πιερίας. τὸ ἐθνικὸν Σάκιος. Σακχηνο, ἔθνος Ἀράβιον.
10 Σάλαγγος, ὡς πέλαγος, ἔθνος Ἰταλίας. ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἰνδικόν. Σαλάμιοι, ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνο‐
μάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις.550
Eth
.

551

Σαλαμίς, ἡ πρὸς τῇ Ἀττικῇ νῆσος καὶ πόλις. ὁ πολί‐ της Σαλαμίνιος καὶ Σαλαμινία. Σάλαρς, ὡς μάκαρς, νῆσος Λιβύης. τὸ ἐθνικὸν Σα‐ λάρτιος ὡς Τιρύνθιος.
5 Σαλγανεύς. „μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συ‐ νάπτων τῷ Εὐρίπῳ“. ἔστι δὲ πόλις Βοιωτίας. ὁ οἰκήτωρ Σαλ‐ γάνιος. δύναται δὲ καὶ Σαλγανείτης καὶ Σαλγανεὺς Ἀπόλλων. Σάλγας, ποταμὸς καὶ πόλις Σάλγα τῆς Μαυριτανίας. τὸ ἐθνικὸν Σαλγαῖος ἢ Σαλγανός.
10 Σαλήσιοι, μοῖρα Παιόνων. „Σαλησίοις δ’ οἵπερ καὶ αὐτοὶ μοῖρα Παιόνων τυγχάνουσι“. Σαλλεντία, πόλις Μεσσαπίων. τὸ ἐθνικὸν Σαλλεντῖνος. Σάλλυες, ἔθνος Λιγυστικόν, πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν.
15 Σαλμακίς, πόλις Καρίας. τὸ ἐθνικὸν Σαλμακίτης, καὶ Σαλμακεύς διὰ τὸ ἐπιχώριον. Σαλμηνο, ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν .. Ἀραβικῆς ἀρχαιολογίας. Σάλμος, πόλις Βοιωτίας, ἧς οἱ πολῖται Σαλμώνιοι, ὡς
20Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας.
Σαλμυδησσός, κόλπος τοῦ Πόντου. τὸ ἐθνικὸν Σαλ‐551
Eth
.

552

μυδήσσιος καὶ Σαλμυδησσία καὶ Σαλμυδησσηνοί. ἡ ἀπὸ τόπου σχέσις Σαλμυδησσόθεν. Σάλμυκα, πόλις περὶ τὰς Ἡρακλέους στήλας. τὸ ἐθ‐ νικὸν ὡς ἀπὸ τῆς Σάλμυκος Σαλμυκῖνος ὡς Ἐρυκῖνος.
5 Σαλμώνη, πόλις τῆς Πισάτιδος καὶ κρήνη ὁμωνύμως, ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. ὁ πολίτης Σαλμωνεύς ἢ Σαλμωνείτης ὡς Ἀταρνείτης. τὸ θηλυκὸν Σαλμωνεῖτις. Σάλωνα, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Σαλωνίτης. εἰσὶ καὶ Σαλῶναι πόλις Δελματίας, ὧν Σαλωνεύς τὸ ἐθνικόν, ὡς
10Πρίσκος ἐν ἕκτῳ. Σαλώνεια, πόλις Βιθυνίας. καὶ τόπος Σάλων Σάλω‐ νος. ὁ κατοικῶν Σαλωνείτης. οὐκ ἔστι δὲ τοῦ Σάλωνος ὁ Σαλωνείτης, ἀλλὰ τῆς Σαλωνείας. λέγεται καὶ Σαλωναῖος. Σαμάρεια, πόλις τῆς Ἰουδαίας, ἡ μετονομασθεῖσα Νεά‐
15πολις. καὶ Ἐπαφρόδιτος μὲν τὸ ἐθνικὸν αὐτῆς Σαμαρεύς εἶπε
καὶ τὴν πρώτην συλλαβὴν ἐμήκυνεν, ὁ δ’ Ἀντίοχος Σαμαρείτης.552
Eth
.

553

Σάμβος, πόλις Ἀράβων. καὶ ἑνικῶς μὲν ἡ πόλις, πλη‐ θυντικῶς δὲ οἱ πολῖται Σάμβοι. καὶ Σαμβίτης. Σαμηνο, νομάδων Ἀραβίων ἔθνος. Σαμικόν, οὐδετέρως, Τριφυλιακὴ πόλις. τὸ ἐθνικὸν
5Σαμικεύς ὡς ἀπὸ τοῦ οὐδετέρου, ἢ Σαμικόν ὡς Ἀττικόν τῆς Ἀττικῆς. Σάμνιον, πόλις Πρετανίας. τὸ ἐθνικὸν Σάμνιος καὶ Σαμνίτης. καὶ Σαμνιτικός κτητικόν. Σαμοθρᾴκη, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχου‐
10σα. ἐκλήθη δὲ ἀπὸ τῶν Σαμίων καὶ τῶν Θρᾳκῶν. ἐκαλεῖτο δὲ πρότερον Δαρδανία. τὸ ἐθνικὸν Σαμοθρᾴξ καὶ Σαμοθρᾴκιος. Σάμορνα καὶ Σάμορνος ἡ Ἔφεσος ἐκαλεῖτο. τὸ ἐθνι‐ κὸν τῆς Σαμόρνης Σαμορναῖος, τῆς δὲ Σάμορνος Σαμόρνιος. Σάμος, ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος. ἐκλήθη δὲ
15πρότερον Παρθενία καὶ Δρύουσα καὶ Ἀνθέμουσα καὶ Μελάμφυλλος. τὸ ἐθνικὸν Σαμαῖος καὶ Σάμιος καὶ Σαμία.
καὶ Σαμιακός.553
Eth
.

554

Σαμόσατα, πόλις Κομμαγηνῆς ἐπὶ τῷ Εὐφράτῃ. ὁ πο‐ λίτης Σαμοσατεύς. Σαμυδάκη, πόλις Καρμανίας. τὸ ἐθνικὸν Σαμυδακηνός, ὡς τῆς Ἀρτάκης Ἀρτακηνός.
5 Σαμυλία, πόλις Καρίας, Μοτύλου κτίσμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. τὸ ἐθνικὸν Σαμυλιανός. Σάμφη, πόλις Φοινίκης. τὸ ἐθνικὸν Σαμφαῖος. Σάμψα, κώμη τῆς Ἀραβίας. τὸ ἐθνικὸν Σαμψηνός. σάμψα δὲ παρὰ τοῖς Ἄραψιν ὁ ἥλιος.
10 Σάμψειρα, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Σαμψειρεώτης ὡς Μαρεώτης, καὶ Σαμψειρίτης. Σανδάλιον, Πισιδίας χωρίον. ὁ τοῦτο οἰκῶν Σανδαλιεύς. Σάνδων, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σανδώνιος ὡς Αὐλώνιος Σαλώνιος.
15 Σάνεια, πόλις Ἰνδική, ὡς Ἀδριανὸς Ἀλεξανδριάδος ἑβ‐ δόμῳ. τὸ ἐθνικὸν Σανεύς. Σάνη, πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. οἱ
πολῖται Σάνιοι καὶ Σαναῖοι ὡς Καναῖοι.554
Eth
.

555

Σάνινα, πόλις ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν Σανιναῖος ὡς Κωνσταντιναῖος. ἀλλ’ ἐπειδὴ τῷ εἰς ιτης χαί‐ ρουσι τύπῳ, γίνεται Σανινίτης. Σαννίγαι, ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον.
5 Σάντις, πόλις Κελτική. τὸ ἐθνικὸν Σαντίτης ὡς Λέ‐ πτις Λεπτίτης. Σάντονες, ἔθνος τῆς Ἀκυϊτανίας. Σάξονες, ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ. Σάος, ἡ τῶν Σαΐων νῆσος. τὸ ἐθνικὸν Σάιος.
10 Σάπαι, ἔθνος Θρᾴκης. λέγονται δὲ Σαπαῖοι καὶ Σάιοι. καὶ τὸ κτητικὸν Σαπαϊκόν καὶ Σαπαϊκή. Σάπειρες, ἔθνος ἐν τῇ μεσογείᾳ τῆς Ποντικῆς, οἱ νῦν
διὰ τοῦ β λεγόμενοι Σάβειρες.555
Eth
.

556

Σαπφειρην, νῆσος ἐν τῷ Ἀραβίῳ. ἐκ ταύτης ὁ σάπ‐ φειρος λίθος. Σάρακα, χώρα Ἀραβίας μετὰ τοὺς Ναβαταίους. οἱ οἰ‐ κοῦντες Σαρακηνοί.
5 Σάραπις, νῆσος ἐν τῷ Ἰνδικῷ κόλπῳ. τὸ ἐθνικὸν Σαραπίτης. Σάραπτα, πόλις Φοινίκης. ὁ πολίτης Σαράπτιος καὶ Σαραπτία καὶ Σαραπτηνός. Σάργανθα, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Σαργανθῖνος.
10 Σάργαντις, πόλις καὶ φυλακὴ Αἰγυπτία. ὁ πολίτης Σαργαντίτης, ὡς Ναυκρατίτης. Σάρδαιον, ὄρος περὶ Ἀσωπόν. τὸ ἐθνικὸν Σαρδαῖος καὶ Σαρδαιεύς. Σαρδησσός, πόλις Κιλικίας πλησίον Λυρνησσοῦ. ὁ οἰ‐
15κήτωρ Σαρδήσσιος. καὶ Σαρδήσσιος ὁ Ζεὺς τιμᾶται. Σάρδις, πόλις Λυδίας. ὁ πολίτης Σαρδιανός καὶ Σαρ‐ διανή. τὸ κτητικὸν Σαρδιανικός καὶ Σαρδιανική καὶ Σαρδιανός. Σάρδος, ὡς Πάρθος, πόλις Ἰλλυρίας. οἱ πολῖται Σαρδηνοί.
Σαρδ, νῆσος .... ὁ Σάρδος οὖν τῇ Σαρδοῖ ἀναλόγως.556
Eth
.

557

λέγεται καὶ Σαρδών, ὡς τῇ Πυθώ παράκειται τὸ Πυθών. ἐκαλεῖτο δὲ Ἰχνοῦσσα, διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. ὁ κατοικῶν Σαρδόνιος καὶ Σαρδονία καὶ Σαρδῷος. καὶ Σαρδο‐ νικός καὶ Σαρδονική.
5 Σάριχα, πόλις Καππαδοκίας. τὸ ἐθνικὸν Σαριχηνός ἢ Σαριχεύς ὡς Τυανεύς. Σαρμάται, ἔθνος Σκυθικόν. ἡ χώρα αὐτῶν Σαρματία καὶ Σαρματικὸν ὄρος. Σαρνοῦς, ὡς Μυοῦς, πόλις Ἰλλυρική. τὸ ἐθνικὸν Σαρ‐
10νούσιος ὡς Μυούσιος. Σαρπηδών, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σαρπηδόνιος καὶ Σαρπηδονία. Σάρτη, πόλις περὶ τὸν Ἄθων. τὸ ἐθνικὸν Σαρταῖος. Σάρων, τόπος Τροιζῆνος. Σαρώνιος οὖν καὶ Σαρωνία
15καὶ Σαρωνικός καὶ Σαρωνική. Σάτρα, πόλις Κρήτης, ἡ μετονομασθεῖσα Ἐλεύθερνα. ὁ πολίτης Σατραῖος. Σατορνία, ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. τὸ ἐθνικὸν Σα‐ τορνῖνος, καὶ τὸ κύριον ὁμοίως.
20 Σάταλα, πόλις Ἀρμενίας, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ ἐθνικὸν Σαταλεύς. Σατίκολα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σατικολανός ὡς Μεδιολανός.
Σάτραι, ἔθνος Θρᾴκης, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησί.557
Eth
.

558

Σατρία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σατριανός, ὡς Διονύσιος. Σατύριον, χώρα πλησίον Τάραντος. τὸ ἐθνικὸν Σατυ‐ ρῖνος καὶ Σατύριος.
5 Σαῦα, οὐδετέρως, κώμη τῆς εὐδαίμονος Ἀραβίας. οἱ κωμῆται Σαυηνοί. ἔστι δὲ καὶ Σαῦνις πόλις Ἀραβίας, ἧς καὶ ἡ αἰτιατικὴ Σαῦνιν. Σαυνῖται, τῶν Ἰαπύγων ὅμοροι. καὶ τὸ θηλυκὸν Σαυ‐ νῖτις, καὶ τὸ κτητικὸν Σαυνιτικός.
10 Σαῦρα, πόλις Σαυνιτῶν. τὸ ἐθνικὸν „Σαυρανῶν δ’ οἱ κορυφαιότατοι“. Σαυρομάται, ἔθνος Ἰνδικόν. καὶ Σαχαλίτης κόλπος. „κατὰ τοῦτον, τὸν Σαχαλίτην κόλπον, κεῖνται πελάγιοι νῆ‐ σοι ἑπτά“.
15 Σεβαστ, πόλις Ἀρμενίας, ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ [ἐν] τῇ Σαμαρείτιδι πολίχνιον. τὸ ἐθνικὸν Σεβαστηνός. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. Σέβεδα, λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. τὸ
20ἐθνικὸν Σεβεδεύς. Σεβέννυτος, πόλις Αἰγύπτου καὶ λίμνη καὶ ποταμός.
καὶ Σεβεννύτης νομὸς καὶ πολίτης. καὶ Σεβεννυτικὸν στόμα.558
Eth
.

559

Σεγίδα, πόλις Κελτιβήρων. τὸ ἐθνικὸν Σεγιδαῖος. Σεθρόη, πόλις Αἰγύπτου. ὁ πολίτης Σεθροΐτης, ὡς Ἀρσινοΐτης. Ἀλέξανδρος τρίτῳ Αἰγυπτιακῶν. Σειρήνουσαι „νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν
5ἐπ’ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ δια‐ λαμβάνοντος τοὺς κόλπους, τόν [τε] περιέχοντα Κύμην [καὶ] τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ’ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια“. τὸ
10ἐθνικὸν Σειρηνούσιος καὶ Σειρηνουσαῖος. Σέκελλα, κώμη Παλαιστίνης, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν Σεκελλοί. Σελασία, πόλις τῆς Λακωνικῆς. τὸ ἐθνικὸν Σελασιεύς,
ὡς τῆς Πειρασίας Πειρασιεύς.559
Eth
.

560

Σέλγη, πόλις Πισιδίας, ἄποικος Λακεδαιμονίων. οἱ πολῖται Σελγεῖς. καὶ Σελγική κτητικόν. Σελεύκεια, πόλις ἐπὶ Κιλικίᾳ τραχεῖα λεγομένη. ὠνό‐ μασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξαν‐
5δρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. οἱ πο‐ λῖται ἀπὸ τῆς Ὑρίας Ὑριεῖς, καὶ τῆς Ὀλβίας Ὀλβιανοί, καὶ τῆς Σελευκείας Σελευκεῖς καὶ Σελευκεύς καὶ Σελευκηνός, καὶ Σελευκίς ἡ χώρα. ἔστι καὶ ποτηρίων εἶδος Σελευκίς, ἀπὸ Σελεύκου.
10 Σέλευκος, πόλις παρὰ τῇ ἐν Συρίᾳ Ἀπαμείᾳ, ἀρσενι‐ κῶς λεγομένη. ὁ πολίτης Σελευκίτης. Σελευκόβηλος, πόλις Συρίας, πλησίον .... ὁ πολίτης Σελευκοβηλίτης καὶ Σελευκοβηλαῖος. λέγεται καὶ Σελευκεύς πρὸς τῷ Βήλῳ. οὕτω γὰρ Παυσανίας ἐν τῷ περὶ Ἀντιο‐
15χείας φησί. Σελήνης πόλις, [πόλις] Τυρρηνίας. τὸ ἐθνικὸν Σελη‐ νοπολίτης. καὶ ἑτέρα μεγάλη μία τῶν Ἑκατὸν νήσων. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὁ οἰκήτωρ Σεληνίτης καὶ Σεληναῖος.
20Σελινοῦς, πόλις Σικελίας, ἀρσενικῶς καὶ θηλυκῶς560
Eth
.

561

λεγομένη. ὁ πολίτης Σελινούντιος καὶ Σελινούσιος καὶ Σε‐ λινουντία. Σελλασία, πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. ὁ πολίτης Σελλασιεύς, ὡς τῆς Ἀπίας Ἀπιεύς.
5 Σελλο, οἱ Δωδωναῖοι. „ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους’ ὑποφῆται“. λέγεται καὶ δίχα τοῦ ς Ἐλλο. Σέμφη, ὡς Τύμφη, πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. τὸ ἐθνικὸν Σεμφαῖος καὶ Σεμφηνός. Σέννονες, ἔθνος Γαλατικόν, ὡς Οὐράνιος ἐν Ἀραβικῶν
10πρώτῳ. Σενοεσσανο, ἔθνος Ἰταλικόν, ὡς Πολύβιος ἐν τρίτῳ. Σέριφος, μία τῶν Σποράδων, ἐξ οὗ καὶ τὸ βάτραχος Σερίφιος. καὶ τὸ θηλυκὸν Σεριφία καὶ Σεριφαία. Σερμυλία, πόλις παρὰ τὸν Ἄθω, ὡς Ἑκαταῖος. ἔοικε
15δὲ ὡς παρὰ τὸ Σερμύλιον τὸ ἐθνικὸν Σερμυλιαῖος καὶ Σερ‐ μυλία καὶ Σερμυλιεύς. Σέρρειον, ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σα‐ μοθρᾴκης. τὸ ἐθνικὸν Σερρειεύς καὶ Σερρεώτης, ὡς τοῦ Λαύ‐ ρειον Λαυρεώτης, καὶ Σερρεάτης, ὡς Λέπρεον Λεπρεάτης.
20καὶ Σέρρειον τεῖχος, οὗ τὸ ἐθνικὸν Σερρειοτειχίτης. καὶ ἀπὸ τοῦ Σέρρεια ὄρη Σέρρειος ἐθνικόν. λέγεται καὶ Σέρρα,
ἧς ἡ γενικὴ κατ’ Ἴωνας Σέρρης, καὶ Σερρατειχίτης.561
Eth
.

562

Σεσάρηθος, πόλις Ταυλαντίων, ὥς φησιν Ἑκαταῖος. καὶ τὸ ἐθνικὸν Σεσαρήθιος. Σεσίνδιον, πόλις Ἰνδική. τὸ ἐθνικὸν Σεσίνδιος, ὡς τῆς Ἰσίνδου Ἰσίνδιος.
5 Σέστιον, πόλις ἐν μεσογείᾳ Οἰνώτρων. τὸ ἐθνικὸν Σε‐ στιεύς, ὡς τὰ εἰς ον οὐδέτερα. Σηκοανός, πόλις Μασσαλιωτῶν. ἀφ’ οὗ τὸ ἐθνικὸν Σηκοανοί, ὡς Ἀρτεμίδωρος ἐν πρώτῃ. Σηλυμβρία, πόλις Θρᾴκης. κέκληται δὲ ἀπὸ Σήλυος.
10βρία γὰρ κατὰ Θρᾷκας ἡ πόλις, ὡς Πολτυμβρία ἡ Πόλτυος πόλις. ὁ πολίτης Σηλυμβριανός. Σημαχίδαι, δῆμος Ἀττικῆς, ἀπὸ Σημάχου, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ’ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας
15φησὶ τὸν δῆμον. ὁ δημότης Σημαχίδης. τὰ τοπικὰ ἐκ Σημα‐ χιδῶν ἐν Σημαχιδῶν εἰς Σημαχιδῶν. Σήνη, πόλις Κελτική. ὁ πολίτης Σηναῖος καὶ Σήνων. Σῆνος, πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει. ὁ πολίτης Σηνικός.
20 Σῆρες, ἔθνος Ἰνδικόν, ἀπροσμιγὲς ἀνθρώποις, ὡς Οὐ‐ ράνιος ἐν τρίτῳ Ἀραβικῶν. Σήσαμον, πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ πρῶτος Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησι. τὸ ἐθνικὸν Σησαμηνοί
καὶ Σησαμίτης.562
Eth
.

563

Σηστός, πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσε‐ νικῶς παρ’ Ἐφόρῳ. οἱ δ’ Ἀθηναῖοι „ἐν τῇ Σηστῷ“ φασιν. ὁ πολίτης Σήστιος· ἔστι δὲ ὡς Φαῖστος Φαίστιος. Σηταῖον, χώρα παρὰ Σύβαριν, ἔνθα Σήταιαν, μίαν τῶν
5αἰχμαλώτων, πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. τὸ ἐθνικὸν Σηταῖος. Σητία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σητῖνοι. εἰσὶ δὲ καὶ Σητοί [Βιθυνίας] πόλις. τὸ ἐθνικὸν τῶν Σητῶν τῶν ἐν Βι‐ θυνίᾳ Σηταῖος. λέγονται καὶ Σητοί, ὡς Δελφοί καὶ Λοκροί.
10 Σιαγαθουργο, ἔθνος, περὶ οὗ φησι Μαρκιανὸς ἐν περίπλῳ Σαρματίας. Σίβαι, Ἰνδικὸν ἔθνος, ἅμα Δηριάδῃ μαχεσάμενον Διο‐ νύσῳ, καθά φησι Διονύσιος. Σίβδα, πόλις Καρίας. οἱ πολῖται Σιβδᾶται. τὸ ἐθνι‐
15κὸν Σιβδανός καὶ Σιβδίτης. Σιβερίνη, πόλις Οἰνώτρων. τὸ ἐθνικὸν Σιβερῖνος. προ‐ κατελήφθη γὰρ ὁ τύπος τῷ πρωτοτύπῳ. Σίβυρτος, πόλις Κρήτης. τὸ ἐθνικὸν Σιβύρτιος, ὡς
Πολύβιος ἐν τρισκαιδεκάτῳ.563
Eth
.

564

Σίγαθα, πόλις Λιβύης, ὡς Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Σιγαθεύς. Σίγγα, πόλις Λιβύης, ὡς Πολύβιος δωδεκάτῳ. τὸ ἐθ‐ νικὸν Σιγγαῖος.
5 Σίγγαρα, πόλις Ἀραβίας πρὸς τῇ Ἐδέσσῃ, ὡς Οὐράνιος ἐν πρώτῳ Ἀραβικῶν. ὁ πολίτης Σιγγαρηνός. Σίγγος, πόλις παρὰ τῷ Ἄθῳ. τὸ ἐθνικὸν Σίγγιος, καὶ Σιγγικός τὸ κτητικόν. καὶ Σιγγαῖος. Σίγγυα, πόλις Παμφυλίας. τὸ ἐθνικὸν Σιγγυάτης, ὡς
10Αἰγύας Αἰγυάτης. Σίγειον, πόλις Τρῳάδος, ὡς Στράβων τρισκαιδεκάτῃ. ὁ πολίτης Σιγειεύς, τὸ θηλυκὸν Σιγειάς. καὶ Σιγειακός. ἔστι καὶ ἄλλο ἐθνικὸν Σίγειος. Σίγη, πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν
15Σιγίτης. Σιγνία, πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ. τὸ ἐθνι‐
κὸν Σιγνῖνος.564
Eth
.

565

Σίγριον, Λέσβου λιμήν. τὸ ἐθνικὸν δύναται καὶ Σι‐ γριεύς καὶ Σίγριος. Σίγυννος, πόλις Αἰγυπτίων, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. οἱ πολῖται Σίγυννοι.
5 Σιδάκη, πόλις Λυκίας, ἀπὸ Σιδάκης τῆς Ἀμισωδάρου. τὸ ἐθνικὸν Σιδακηνός καὶ Σιδακηνή [καὶ Σιδακηνόν], καὶ Σι‐ δακεύς τῷ τῆς χώρας ἔθει· χαίρουσι γὰρ τῷ τύπῳ. Σιδαροῦς, πόλις [Λυκίας] καὶ λιμήν. τὸ ἐθνικὸν Σι‐ δαρούντιος ὡς Τραπεζούντιος.
10 Σίδη, πόλις Παμφυλίας, ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κι‐ μώλου, ἀφ’ οὗ ἡ νῆσος. ὁ πολίτης Σιδήτης. τὴν δευτέραν συλλαβὴν ἔχει διὰ τοῦ η διὰ τὸν βαρὺν τοῦ πρωτοτύπου τόνον. τὰ γὰρ εἰς η λήγοντα δισύλλαβα πρωτότυπα ὀξυνό‐
15μενα μὲν διὰ τοῦ ε τὸ παράγωγον ἐκφέρει, φυλή φυλέτης, βαρυνόμενα δὲ διὰ τοῦ η, κώμη κωμήτης, Πύλη Πυλήτης καὶ Πυλάτης. Σιδήλη, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σι‐ δηληνός.
20 Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος ἐν Λυδιακῶν τε‐ τάρτῳ. τὸ ἐθνικὸν Σιδηνός ὡς Σωφηνός. Σιδοῦς, κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον. τὸ ἐθ‐
νικὸν Σιδούντιος. ἔστι καὶ περὶ Κλαζομενὰς κώμη. καὶ565
Eth
.

566

ἄλλη τῆς Ἐρυθραίας. καὶ τόπος τῆς Παμφυλίας. τὸ ἐθνικὸν Σιδούσιος. Σίδουσα, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ „ἐν δὲ Σίδουσα πόλισ“.
5 Σίδυμα, πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. ὁ πολίτης Σιδυμεύς. Σιδών, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σι‐ δώνιος διὰ τοῦ ω μεγάλου καὶ διὰ τοῦ ο μικροῦ. καὶ Σιδωνίς τὸ θηλυκόν. ἀλλὰ καὶ Σιδών ἐθνικόν.
10 Σιδωνία, πόλις Τρῳάδος. τὸ ἐθνικὸν Σιδώνιος· προ‐ κατελήφθη γὰρ τὸ πρωτότυπον. Σιθηνο, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν περίπλῳ. Σιθωνία, μέρος Θρᾴκης. τὸ ἐθνικὸν Σιθώνιος καὶ
15Σιθωνίη. Σικάνη, πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθ‐ νικὸν Σικάνιος. Σικανία, ἡ περίχωρος Ἀκραγαντίνων. καὶ ποταμὸς Σι‐ κανός, ὥς φησιν Ἀπολλόδωρος.
20Σικελία, ἡ χώρα καὶ ἡ νῆσος. [[Σικανία πρότερον ὠνο‐566
Eth
.

567

μάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ „ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ δια‐ βάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν
5Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος, καὶ ἐντεῦθεν ὁρμώμενος [ὁ Σικελὸς οὗτος] πάσης ἤδη τῆς νήσου τότε [ταύτης] Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ [τούτου], ὃς καὶ ἐν αὐτῇ ἐβασί‐ λευσε“. καὶ Μένιππος δὲ ταῦτά φησιν. [Θουκυδίδης δὲ οὕτως]
10„ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντεσ“. μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν
15Ἄλεξις ὁ κωμικός
τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις
θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος,
ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη567
Eth
.

568

Κύρνος, τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός,
Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος,
Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς’ ἔχει. .... „τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ
5Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικε‐ λιῶται, ὡς Ἰταλιῶται“.]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ’ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυ‐
10γός, οὗ ἡ Φρυγία. οἱ δ’ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντες προκεκλημένην ἐπωνομάσθησαν, ὡς ἀπὸ τῆς Φθίας Φθιῶται, οὕτω Ἰταλίας καὶ Σικελίας Ἰταλιῶται καὶ Σικελιῶται. καὶ Σικελός καὶ Σικελή. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πε‐ λοπόννησον.
15 Σίκιμος, πόλις Ἀραβίας, καὶ Σίκιμα. τὸ ἐθνικὸν Σι‐ κήμιος καὶ Σικημίτης. τοῦ δὲ Σίκημα τὸ ἐθνικὸν Σίκημοι.
Σίκινος, νῆσος περὶ τὴν Κρήτην, ὡς Στράβων δεκάτῃ.568
Eth
.

569

αὕτη Οἰνόη πρότερον ἐκαλεῖτο. ὁ οἰκήτωρ Σικινίτης, ὡς νῆ‐ σος νησίτης. Σικυών, πόλις Πελοποννήσου. λέγεται καὶ θηλυκῶς καὶ ἀρσενικῶς. ἡ δ’ αὐτὴ ἐκλήθη καὶ Μηκώνη καὶ Τελχινία.
5ὁ πολίτης Σικυώνιος. καὶ ὑποδήματα Σικυώνια. Σιλίνδιον, πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωικοῦ διακόσμου. οἱ πολῖται Σιλινδῖται καὶ Σιλινδιῶται. Σίλλυος, πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ ἐθνικὸν
10Σιλλυεῖς. Σίμανα, πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. τὸ ἐθ‐ νικὸν Σιμαναῖος καὶ Σιμανεύς. Σίμηνα, πόλις Λυκίας, οὐδετέρως. οἱ κατοικοῦντες Σι‐ μηνεῖς ὡς Σιδυμεῖς.
15 Σιμόεις καὶ Σιμοῦς, ὡς Ὀπόεις Ὀποῦς. παράγωγον Σιμούντιος, καὶ θηλυκὸν Σιμουντίς. Σίμυρος, πόλις Σύρων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. τὸ ἐθνικὸν Σιμύριος, τοῦ δὲ οὐδετέρου Σιμυρεύς. Σίναι, μητρόπολις τῶν Σινῶν, περὶ ὧν φησι Μαρκια‐
20νὸς ἐν περίπλοις. Σινδησσός, ὡς Τελμησσός, πόλις Καρίας. τὸ ἐθνικὸν Σινδησσεύς καὶ Σινδήσσιος. Σινδία, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σίνδιοι.
25 Σίνδα, πόλις πρὸς τῷ μεγάλῳ κόλπῳ τῆς Ἰνδικῆς, ἔν‐ θεν οἱ καλούμενοι Σίνδαι.
Σίνδοι, ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. ἔνιοι569
Eth
.

570

δὲ καὶ τὸ Σινδικὸν γένος φασὶν εἶναι τῶν Μαιωτῶν ἀπό‐ σπασμα. λέγεται καὶ τὸ γυναικεῖον αἰδοῖον. Σινδοναῖοι, Θρᾴκιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. Σίνηρα, πόλις Φοινίκης, τῶν ἀπὸ τῆς Φοινίκης καὶ
5Συρίας. τὸ ἐθνικὸν Σινηρεύς. Σίνθος, πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Σίνθιος. Σινόεσσα, πόλις Σικελίας. τὸ ἐθνικὸν Σινοεσσαῖος καὶ Σινοεσσανός.
10 Σιντία, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. οἱ ἐνοικοῦντες Σιντοί ὀξυτόνως. γίνεται δέ τι θαυμαστὸν παρ’ αὐτοῖς, ὥς φησιν Ἀριστοτέλης, ποταμόν τινα εἶναι Πόντον προσαγορευόμενον, ἐν ᾧ καταφέ‐
ρεσθαί τινας λίθους, οἳ καιόμενοι τοὐναντίον πάσχουσι τοῖς570
Eth
.

571

ἐκ τῶν ξύλων ἄνθραξι· ῥιπιζόμενοι μὲν γὰρ ἀποσβέννυνται ταχέως, ὕδατι δὲ ῥαινόμενοι ἀνάπτονται· ὅταν δὲ δὴ καίων‐ ται, πονηρὸν ὄζουσι καὶ παραπλήσιον ἀσφάλτῳ, καὶ τὴν ὀσμὴν οὕτω δριμεῖαν ἔχουσιν, ὡς μηδὲν τῶν ἑρπετῶν ὑπομένειν και‐
5ομένων αὐτῶν“. λέγεται καὶ Σίντιοι καὶ Σίντιον τὸ οὐδέτερον. Σίντοιον, φρούριον Ἀρμενίας, κτίσμα Γαλατῶν. τὸ ἐθνικὸν Σιντοιεύς. Σινώπη, πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρη‐ τίνου [καὶ] Κῴου, ὥς φησι Φλέγων. ὁ πολίτης Σινωπεύς καὶ
10Σινωπίτης καὶ Σινωπῖτις καὶ Σινωπίς ἀπὸ τοῦ Σινωπεύς. καὶ Σινωπικόν. Σίξος, πόλις Μαστιηνῶν. Ἑκαταῖος „μετὰ δὲ Σίξος
πόλισ“.571
Eth
.

572

Σιποῦς, πόλις Δαυνίων. τὸ ἐθνικὸν Σιπούντιος. Σίπυλος, πόλις Φρυγίας. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ ἐθνικὸν Σιπυληνός καὶ Σιπυληνή. Σίρβων καὶ Σιρβωνίς λίμνη πλησίον τοῦ Κασίου. τὸ
5κτητικὸν Σιρβώνιος ἀπὸ τῆς Σίρβωνος γενικῆς, ὡς Κιθαιρώ‐ νιος καὶ Ἀργανθώνιος. Σίρες, ἔθνος Θρᾴκης ὑπὲρ τοὺς Βυζαντίους, ὡς δέδει‐ κται ἐν τῷ περὶ Νίψων. Σῖρις, πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ
10ποταμός. μετωνομάσθη δὲ καὶ Πολίειον ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς. ὁ πολίτης Σιρίτης ὡς Σύβαρις Συβαρίτης, τὸ θηλυκὸν Σιρῖτις. καὶ Σιρῖνος. ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ, ἧς τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Σιριοπαίονες. Σίρμιον, πόλις Παιόνων. τὸ ἐθνικὸν Σιρμιεύς, ὡς τοῦ
15Σούνιον Σουνιεύς. Σίρρα, πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰ‐ κοστῷ. τὸ ἐθνικὸν Σιρραῖος. Σισίγυλις, πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ ἐθνι‐ κὸν Σισιγυλίτης.
20 Σίσυρβα, μέρος Ἐφέσου, ἀπὸ Σισύρβης Ἀμαζόνος. τὸ τοπικὸν Σισυρβίτης. Σιτικόν, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σιτικῖνοι. Σιττάκη, πόλις Περσική, ὡς Ἑκαταῖος Ἀσίᾳ. ὁ πολί‐
της Σιττακηνός, καὶ ἡ χώρα Σιττακηνή.572
Eth
.

573

Σῖφαι, ἐπίνειον τῆς Θεσπιακῆς. καὶ ἑνικῶς Σίφη. ἔστι δὲ ὡς ἀπὸ τῆς Κρηταῖος Κρηταιεύς οὕτω Σιφαῖος Σιφαιεύς. Σίφνος, περὶ τὴν Κρήτην νῆσος, ἀπὸ Σίφνου τοῦ Σου‐ νίου, ὡς Νικόλαος πέμπτῳ. ἐκαλεῖτο δὲ πρότερον Μερόπη.
5τὸ ἐθνικὸν Σίφνιος. καὶ Σίφνιον ποτήριον καὶ σιφνιάζειν. Σιωνία, πόλις Ποντική. τὸ ἐθνικὸν Σιωνίτης καὶ Σιω‐ νῖτις τὸ θηλυκόν. Σκάβαλα, χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τε‐ τάρτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Σκαβαλαῖος.
10 Σκαιο, ἔθνος μεταξὺ τῆς Τρῳάδος καὶ τῆς Θρᾴκης, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. Σκάμανδρος, ποταμὸς Τροίας, ἀπὸ Σκαμάνδρου. τὸ ἐθνικὸν Σκαμάνδριος. καὶ Σκαμανδρία, καὶ Σκαμανδριανός, ὡς τοῦ Καρδία Καρδιανός, καὶ Σκαμανδριηνός.
15 Σκαμβωνίδαι, δῆμος Ἀττικῆς Λεοντίδος φυλῆς. τὰ τοπικὰ ἐκ Σκαμβωνιδῶν καὶ ἐν Σκαμβωνιδῶν καὶ εἰς Σκαμ‐ βωνιδῶν. Σκάνδεια, ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ. Σκαπτησύλη, πόλις Θρᾴκης μικρὰ ἀντικρὺ Θάσου. τὸ
20ἐθνικὸν Σκαπτησυλῖται. Σκάροι, πόλις Λυκίας, ἧς τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ
καὶ κρήνη ἱερά, οὗ κατ’ εὐχὴν ἐμβάλλειν τινάς ...573
Eth
.

574

Σκάρφεια, πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται ἀπὸ Σκαρφείας. τὸ ἐθνικὸν Σκαρφεύς καὶ Σκαρ‐ φαιεύς καὶ Σκαρφαῖος καὶ Σκάρφιος. Σκέμψα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σκεμψαῖος καὶ
5„Σκέμψιοι, Δαυνιοτειχῖται“. Σκηνα, πόλις ἀξιόλογος Περσική, ὡς Στράβων ιϛʹ. οἱ πολῖται Σκηνῖται. Σκῆψις, πόλις Τρωική. Ξενοφῶν Ἑλληνικῶν τρίτῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λί‐
10θον τεκεῖν. τὸ ἐθνικὸν Σκήψιος. Σκίαθος, νῆσος Εὐβοίας. τὸ ἐθνικὸν Σκιάθιος. Σκιάποδες, ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιη‐ γήσει Αἰγύπτου. Σκιάς, χώρα Ἀρκαδίας. καὶ Σκιάτης τὸ ἐθνικόν, ὡς
15Λευκάς Λευκάτης. ἔστι καὶ Σκιά πολίχνιον Εὐβοίας, οὗ τὸ ἐθνικὸν Σκιεύς. Σκίθαι, πόλις Θρᾴκης πλησίον Ποτιδαίας. ὁ πολίτης
Σκιθαῖος, ὥς φησι Θεόπομπος.574
Eth
.

575

Σκίδρος, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σκιδρανός, ὡς Λύκος ἐν τῷ περὶ Ἀλεξάνδρου. Σκιλλοῦς, πόλις Τριφυλιακή. τὸ ἐθνικὸν Σκιλλούσιος καὶ Σκιλλούντιος καὶ Σκιλλουντίς.
5 Σκιρῖτις, ἡ δωδεκάπολις τῆς Καρίας. οἱ οἰκοῦντες Σκιρῖται. Σκίρος, Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. οἱ κατοικοῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικός. καὶ Σκιρωνίδες
10πέτραι, ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκα‐ θέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων.
15Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται,
ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ575
Eth
.

576

ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. βαρύνεται δέ· τὰ γὰρ εἰς ρον λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ πλεονασμὸν ἀποβολὴν ποιήσεται γένους, δῶρον
5σπεῖρον σκῖρον. [εἰσὶ καὶ Σκίροι Γαλατικὸν ἔθνος.] τὸ ἐθ‐ νικὸν Σκιριεύς καὶ Σκιρεύς. Σκιρτώνιον, πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Σκιρτώνιος. Σκίρφαι, πόλις Φωκική. τὸ ἐθνικὸν Σκίρφιος καὶ
10Σκιρφαῖος, ὡς Διευχίδας φησί. Σκιώνη, πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰ‐ χμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπε‐
νεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ576
Eth
.

577

πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώ‐ νην οἰκίσαντες. ὁ πολίτης Σκιωναῖος καὶ Σκιωνεύς. ἔστι δὲ ὡς τοῦ Σινώπη Σινωπεύς. Σκόλις, Ἀχαΐας πόλις. ὁ πολίτης Σκολιεύς, ὡς Ῥιανὸς
5ἐν τετάρτῳ Ἀχαϊκῶν. Σκορδίσκοι καὶ Σκίρτιοι, ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Σκορπιανός, ἔθνος. Ἡρωδιανὸς ἑβδόμῃ „Ζυγιανός Ταυριανός Σκορπιανόσ“.
10 Σκότινα, τόπος ἐν Λακεδαίμονι, ἐν ᾧ τιμᾶται Ζεὺς Σκοτινᾶς, ὡς Παυσανίας τρίτῳ „ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἔστι τόπος οὗτος δρυῶν πλήρης. ὄνομα δὲ τῷ χωρίῳ Σκο‐ τινὰ οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπί‐
κλησιν Σκοτινᾶσ“.577
Eth
.

578

Σκότουσα, πόλις καὶ χωρίον τῆς ἐν Θετταλίᾳ Πελασ‐ γίας. καὶ πληθυντικῶς Σκότουσαι. τὸ ἐθνικὸν Σκοτουσαῖος καὶ Σκοτουσαία. Σκοῦποι, πόλις Θρᾴκης. Λέπιδος ἐν ἱστορικῆς ἐπιτο‐
5μῆς ὀγδόῳ. τὸ ἐθνικὸν Σκουπηνοί. Σκύβρος, χωρίον Μακεδονικόν, ὡς Θεόπομπος. τὸ ἐθ‐ νικὸν Σκύβριος. Σκύδρα, Μακεδονικὴ πόλις, ὡς Θεαγένης ἐν Μακεδο‐ νικοῖς. τὸ ἐθνικὸν Σκυδραῖος.
10 Σκύθαι, ἔθνος Θρᾴκιον. ἐκαλοῦντο δὲ πρότερον Νο‐ μαῖοι. Σκύθαι δὲ ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους, τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι· ὀργιλώτατοι γάρ. Σκυθία τοίνυν καὶ Σκύθαι καὶ Σκυθικοί καὶ Σκυθικά λέγεται καὶ Σκυθική. ἔστι καὶ ὑποδήματος εἶδος, ὡς Περσικαί. καὶ Σκυθίη καὶ
15„Σκύθης ὅμιλοσ“ καὶ „Σκύθην ἐς οἶμον“ καὶ „Σκύθης σίδη‐ ροσ“. ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. ἡ κλητικὴ Σκύθα ἐστίν, ὡς Πέρσα, ἔστι δὲ Σκύθη. καὶ Σκυ‐ θίς τὸ θηλυκόν, καὶ Σκύθαιναν ὡς κηρύκαιναν, καὶ σκυθίζειν. Σκυθηνο, ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενο‐
20φῶν ἐν ἀναβάσεως τετάρτῳ.
Σκυθόπολις, Παλαιστίνης πόλις. ἢ Νύσσης κοίλης578
Eth
.

579

Συρίας Σκυθῶν πόλις, πρότερον Βαίσων λεγομένη ὑπὸ τῶν βαρβάρων. ὁ πολίτης Σκυθοπολίτης. Σκυλάκη, πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. ὁ πο‐ λίτης Σκυλακηνός καὶ Σκυλάκιος.
5 Σκύλλαιον, ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησί. τὸ ἐθνικὸν Σκυλλαῖος. Σκυλλήτιον, πόλις Σικελίας, ὡς Εὔδοξος ἕκτῃ. τὸ ἐθνικὸν Σκυλλητῖνοι. τὸ κτητικὸν Σκυλλητικός. Σκύλλιον, ὄρος Κρήτης. οἱ παροικοῦντες Σκύλλιοι·
10Σκύλλιος γὰρ ὁ Ζεὺς αὐτοῦ τιμᾶται, ἔνθα φασὶν ἀποθέσθαι τοὺς Κουρῆτας μετὰ τῶν Σπαρτιατῶν τὸν Δία. Σκυμνιάδαι, ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου „Σκυμνιάδαι καὶ Γέται“. Σκύρμος, πόλις ἐν τῇ Δολιονίδι Κυζίκου πλησίον. οἱ
15πολῖται Σκύρμιοι.
Σκῦρος, νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ „Σκῦρον579
Eth
.

580

δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρεσ“. οἱ νη‐ σιῶται Σκύριοι καὶ Σκυρία αἴξ. Σκυτόπολις, πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. τὸ ἐθνικὸν Σκυτοπολίτης.
5 Σκυφία, πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ „ἐν Σκυφίᾳ κατῴκει“. τινὲς δὲ διὰ τοῦ π. Σκῶλος, πόλις Βοιωτίας, ἀρσενικῶς ... δὲ κώμη τις ... ὁ πολίτης Σκώλιος καὶ Σκωλιεύς. Σμίλα, πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ „μετὰ δὲ
10Σμίλα πόλισ“. τὸ ἐθνικὸν Σμιλαῖος. Σμίνθη, πόλις Τροίας. τὸ ἐθνικὸν Σμινθαῖος. γράφεται δὲ καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. καὶ Σμινθεύς. Σμίνθιον, ἄλσος. Στράβων τρισκαιδεκάτῃ. ὁ οἰκήτωρ Σμίνθιος, καὶ διὰ διφθόγγου ὡς Ἀχίλλειος. καὶ Σμινθήιον.
15καὶ θηλυκῶς Σμινθία ἡ χώρα. Σμύρνα, πόλις Ἰωνίας, ἣν πρῶτον ἔκτισε καὶ ᾤκησε Τάνταλος. καὶ τότε μὲν Ναύλοχον, ὕστερον δὲ Σμύρνα προσηγορεύθη, ἀπὸ Σμύρνης Ἀμαζόνος κατασχούσης τὴν Ἔφε‐
σον. τὸ ἐθνικὸν Σμυρναῖος, καὶ τὸ κτητικὸν Σμυρναϊκὸς κόλπος.580
Eth
.

581

Σόανες, ἔθνος ἀνδρεῖον, ὡς Στράβων ἑνδεκάτῃ „πλησίον δὲ καὶ οἱ Σόανεσ“. Σογδιαν, χωρίον περὶ τὴν Βακτριανήν, ἧς οἱ οἰκήτορες Σόγδιοι καὶ Σόγδοι.
5 Σόδομα, μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. ὁ πολίτης Σοδομίτης. Σολκο, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ „ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούσ“. Σόλλιον, Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ. τὸ
10ἐθνικὸν Σολλιεύς, ὥσπερ Κάλλιον Καλλιεύς, Σούνιον Σου‐ νιεύς, Ἴλιον Ἰλιεύς. Σόλοι, Κιλικίας πόλις, ἡ νῦν Πομπηιούπολις. Ἑκα‐ ταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σόλωνος, ὡς Εὐφορίων ἐν Ἀλεξάνδρῳ. ἀνεκτίσθη ὑπὸ Πομπηίου καὶ μετωνομάσθη Πομ‐
15πηιούπολις. ὁ πολίτης Σολεύς καὶ Σόλιος, τὸ θηλυκὸν Σο‐ λουντίς, ὡς ἀπὸ τῆς Σολοῦς Σολοῦντος. Διονύσιος δ’ ἐν τρίτῳ Βασσαρικῶν Σώλειαν λέγει διὰ τοῦ ω τὴν πρώτην καὶ τὴν δευτέραν διὰ τῆς ει διφθόγγου. Σολοῦς, πόλις Σικελίας, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ.
20ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. ὁ πολίτης Σολούντιος καὶ Σολουντῖνος μετὰ τοῦ ν, καὶ Σο‐ λουντινίς καὶ Σολουντιάς καὶ Σολουντίς. Σολύγεια, κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ. τὸ ἐθνικὸν ὤφειλεν εἶναι Σολυγεύς. ἔστι δὲ κτητικὸν „Σο‐
25λύγειος λόφοσ“.
Σόλυμα, πόλις Ἀσσυρίων, μετὰ τὴν ἅλωσιν τοῦ ναοῦ581
Eth
.

582

τοῦ ἐν Ἱεροσολύμοις κτισθεῖσα, ὡς Κουάδρατος ἐνάτῳ Παρ‐ θικῶν. τὸ ἐθνικὸν Σολυμηνός. Σόλυμοι, οἱ νῦν Πισίδαι „Σολύμους καλουμένους πα‐ ρελθὼν Μαυσώλου ....“.
5 Σουάγγελα, πόλις Καρίας, ἔνθα ὁ τάφος ἦν τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὸν τάφον, γέλαν δὲ τὸν βασιλέα. ὁ πολίτης Σουαγγελεύς. Σουκχαῖοι, ἔθνος Μαυρούσιον, ὡς Δέξιππος χρονικῶν δεκάτῳ.
10 Σουματία, πόλις Ἀρκαδίας, ἀπὸ Σουματέως τοῦ Λυ‐ κάονος ἑνὸς παίδων. γράφεται καὶ διὰ διφθόγγου Σουμή‐ τεια. τὸ ἐθνικὸν τῷ πρωτοτύπῳ ὁμώνυμον. Σούνιον, δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ „ἀλλ’ ὅτε Σούνιον ἄκρον“. ὁ δημότης Σουνιεύς ὡς
15Ἰλιεύς. τὰ τοπικὰ Σουνιόθεν Σούνιόνδε Σουνιοῖ. καὶ τὸ θη‐ λυκὸν Σουνιάς. Σοῦρα, μαντεῖον Λυκίας, περὶ οὗ Πολύχαρμός φησιν ἐν Λυκιακοῖς „ὅπου νῦν φρέαρ θαλάσσης τόπος Σούριος κα‐ λούμενοσ“. τὸ ἐθνικὸν Σουρηνός ὡς Καρρηνός. ἔστι καὶ Φοι‐
20νίκης πόλις Σῶρα. τὸ ἐθνικὸν Σωρανός ὡς Νωλανός.582
Eth
.

583

Σοῦσα, πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέ‐ κληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, σοῦσόν τε αὐτὸ καλοῦσιν οἱ βάρβαροι. οἱ πολῖται Σούσιοι, οὓς καὶ Κισσίους φησὶ κεκλῆσθαι, ἀπὸ Κισσίας
5τῆς μητρὸς Μέμνονος. καὶ Σουσιανή ἡ χώρα, καὶ κώμη Σουσιαν. Σούτριον, πόλις, ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. τὸ ἐθνικὸν Σουτρῖνος. Σπάδα, οὐδετέρως, κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνου‐
10χισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. τὸ ἐθνικὸν Σπαδονεύς. Σπάρτακος, πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. τὸ ἐθνικὸν Σπαρτάκιος ἢ καὶ Σπάρτακος. Σπαλέθρη, πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλα‐ θρον αὐτήν φησι. τὸ ἐθνικὸν Σπαλαθραῖος.
15 Σπάρτη, Λακωνικὸν χωρίον, ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν „ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ’ ἑαυτῶν ὀνομάσαι“. τὸ ἐθ‐ νικὸν Σπαρτιᾶται, τὸ θηλυκὸν Σπαρτιᾶτις καὶ Σπαρτιάς. τὸ
κτητικὸν Σπαρτιατικός. τὰ τοπικά, ἐκ τόπου Σπάρτηθεν, εἰς583
Eth
.

584

τόπον Σπάρτηνδε. ἔστι καὶ Σπάρτον ὄρος καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόντου. Σπάρτωλος, πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευ‐ τέρᾳ. τὸ ἐθνικὸν Σπαρτώλιος.
5 Σπασίνου χάραξ, πόλις ἐν τῇ μέσῃ τοῦ Τίγρητος Με‐ σήνῃ. ἡ δὲ τοῦ Σπασίνου εὐθεῖα Σπασίνης ἐστί. τὸ ἐθνικὸν [ἐκ] Σπασίνου χάρακος ῥητέον. εἰ γὰρ τὸν συνήθη τύπον ἐκλάβωμεν, ἀνάγκη Σπασινοχαρακηνός εἰπεῖν. Σπήλαιον, τὸ ἄντρον. οἱ οἰκοῦντες σπηλαῗται. εἰσὶν
10οὖν „ἀγάλματα Ἡρακλέους Ἑρμοῦ καὶ Ἀπόλλωνος σπηλαῗται καλούμενοι“. Σπῖνα, πόλις Ἰταλίας, ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Σπινάτης, ὡς τοῦ Βέμβινα Βεμβινάτης. ἔστι δὲ καὶ ποταμὸς Σπῖνος καλούμενος.
15 Σπόργιλος, δῆμος Ἀττικός. ὁ δημότης Σποργίλιος. Στάγειρα, πόλις [Μακεδονίας], οὐδετέρως πληθυντικῶς. ὁ πολίτης Σταγειρίτης. Ἀριστοτέλης Σταγειρίτης. Σταμένη, πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σταμεναῖος καὶ Σταμένιος.
20Στάσις, πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. ἣν εἶχεν584
Eth
.

585

Ἀντίοχος ὁ Σελεύκου. τὸ ἐθνικὸν Στασίτης, τῆς δὲ χώρας Στασηνός. Στειρι, δῆμος Ἀττικὸς Πανδιονίδος φυλῆς, θηλυκῶς καὶ οὐδετέρως. ὁ δημότης Στειριεύς Στειριέως καὶ κατὰ συ‐
5ναίρεσιν Στειριῶς. τὸ κτητικὸν Στειριακός, τὰ τοπικὰ Στει‐ ριᾶθεν Στειριάνδε Στειριοῖ. Στενύκληρος, πόλις Μεσσήνης. τὸ ἐθνικὸν Στενυκλά‐ ριος. τὸ θηλυκὸν Στενυκλαρία. Στεφάνη, πόλις Φωκίδος. τὸ ἐθνικὸν Στεφαναῖος.
10 Στεφανίς, πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Στεφανίτης. Στῆλαι, πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύ‐ μνης. τὸ ἐθνικὸν Στηλαῖος, ὡς Λάμπη Λαμπαῖος. ἀλλὰ καὶ Στηλίτης, ὡς παρὰ τὸ ἀγαλμαϊστὸν λίθον, ἀφ’ οὗ καὶ
15στηλιτεύω. Στίλπαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Στιλπαῖος. Στοῖαι, πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς. τὸ ἐθνικὸν Στοιίτης. Στοιχάδες, νῆσοι τρεῖς πρὸς τῇ Μασσαλίᾳ. καλοῦνται
20δὲ καὶ Λιγυστίδες.585
Eth
.

586

Στουῖνος, πόλις Λιγύρων. οἱ πολῖται Στουῖνοι. Στρατία, βαρυτόνως, Ἀρκαδικὴ πόλις. Ὅμηρος „Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην“. ὠνόμασται δὲ ἀπὸ τῆς θυγατρὸς Φενεοῦ. βαρυτονητέον δὲ τὰ ὀνόματα εἰς
5ἰδιότητα. τρία δὲ σημαίνει ἡ στρατία, τὴν πόλιν καὶ τὸ σύστημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου· ὀξύνεται γὰρ τὸ δηλωτικὸν τοῦ συστήματος, τοῦ τῆς πόλεως βαρυνομένου. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ ἐθνικὸν Στρατιεύς καὶ
10Στρατιάτης. Στράμβαι, πόλις Θρᾴκης. τὸ ἐθνικὸν „Σταγειρῖται, Στραμβαῖοι“. Στράτιον, πόλις Ἀκαρνανίας. ὁ πολίτης Στρατιώτης καὶ Στράτιος.
15 Στρατονίκεια, πόλις Μακεδόνων πλησίον Καρίας. κέ‐ κληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυναικός. ὁ πολίτης Στρατονικεύς. ἐκτίσθη δὲ ὑπὸ Ἀδριανοῦ καὶ Ἀδριανούπολις ὠνομάσθη. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ. Στράτος, πόλις Ἀκαρνανίας, θηλυκῶς καὶ ἀρσενικῶς.
20ὁ πολίτης Στράτιος. Στρέψα, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Στρεψαῖος καὶ
Στρέψιος καὶ Στρεψιανός.586
Eth
.

587

Στρῆνος. Ἡρωδιανὸς ἑβδόμῃ „[Στρῆνος] πόλις Κρη‐ τική“. τὸ ἐθνικὸν Στρήνιος, ὡς Φαῖστος Φαίστιος. Στρόβος, πόλις Μακεδονίας, Ῥωμαίων ἄποικος. τὸ ἐθνικὸν Στροβαῖος.
5 Στρογγύλη, μία τῶν ἑπτὰ Αἰόλου νήσων „ἀπὸ τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέχουσα“. τὸ ἐθνικὸν Στρογγυλαῖος, ὡς τῆς Λιπάρας Λι‐ παραῖος. ἔστι καὶ ἄλλη πρὸς τῇ Λύκτῳ. τὸ ἐθνικὸν τῷ τῆς χώρας ἔθει Στρογγυλεύς.
10 Στρόγωλα, πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευ‐ τέρῳ. τὸ ἐθνικὸν Στρογωλεύς. Στρούθεια, πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. τὸ ἐθνικὸν Στρουθεύς. Στροφάδες, νῆσοι πρὸς τῇ Ζακύνθῳ δύο. τὸ ἐθνικὸν
15Στροφαδεύς. Στρυβία, νῆσος τῶν Σποράδων. τὸ ἐθνικὸν Στρυβιαῖος. Στρύμη, πόλις Θρᾴκης, ὡς Ἀνδροτίων ἑβδόμῳ. τὸ ἐθνικὸν Στρυμηνός καὶ Στρυμήσιος καὶ Στρυμαῖος. καὶ τὸ
κτητικὸν Στρυμαϊκός.587
Eth
.

588

Στρυμών, ποταμὸς Ἀμφιπόλεως, ἀφ’ οὗ ὁ βορρᾶς „Στρυμονίου βορέαο“. οἱ οἰκοῦντες Στρυμόνιοι. „οὗτοι δια‐ βάντες εἰς τὴν Ἀσίαν Βιθυνοὶ ἐκλήθησαν“. καὶ ἀπὸ τῆς Στρυμόνος γενικῆς τὸ θηλυκὸν Στρυμονίς. καὶ Στρυμονία ἡ γῆ.
5 Στρώη, πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Στρωαῖος ἢ Στρωίτης. Στύελλα, φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. τὸ ἐθ‐ νικὸν Στυελλῖνος ὡς Ἐντελλῖνος. Στυλλάγιον, πόλις Τριφυλίας. τὸ ἐθνικὸν Στυλλάγιος
10καὶ Στυλλαγιεύς. Στύμφαλος, πόλις Ἀρκαδίας καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Στυμ‐ φάλιος καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή. Στύρα, πλησίον Καρύστου, τῆς Εὐβοίας πόλις. ὁ πο‐
15λίτης Στυρεύς. Στυράκιον, ὄρος Κρήτης. οἱ ἐνοικοῦντες Στυρακῖται· Στυρακίτης γὰρ Ἀπόλλων. Στῶλος, πόλις μία τῶν ἐν Θρᾴκῃ βαρβαρικῶν, ἃς με‐ τήνεγκαν ἐκ τῶν Ἠδωνῶν οἱ Χαλκιδεῖς εἰς τὰς αὐτῶν πόλεις.
20τὸ ἐθνικὸν Στώλιος. Σύαγρα, χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. τὸ ἐθνικὸν Συαγρεύς. Σύαλις, πόλις Μαστιανῶν. τὸ ἐθνικὸν Συαλίτης τῷ κοινῷ λόγῳ. δύναται καὶ Συαλεύς.
25Συασσός, κώμη Φρυγίας. ἐν ταύτῃ τῇ κώμῃ φασὶ Κιμ‐
μερίους εὑρεῖν ἐν σιροῖς τεθησαυρισμένας μυριάδας πυρῶν,588
Eth
.

589

ἀφ’ ὧν αὐτοὺς ἐπὶ πολὺν χρόνον διατραφῆναι. τὸ ἐθνικὸν Συασσεύς, διὰ τὸν εἰθισμένον τῇ χώρᾳ χαρακτῆρα. Σύβαρις, πόλις Ἰταλίας καὶ ποταμός. ἡ δὲ πόλις ὕστε‐ ρον ὠνομάσθη Θούριον. ἥλω δὲ ὑπὸ Κροτωνιατῶν χρησμοῦ
5δοθέντος αὐτοῖς
εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ
ἐν θαλίῃσι θεῶν τιμῶν γένος αἰὲν ἐόντων,
εὖτ’ ἂν δὴ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίζῃ,
τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
10ἐγένετο δ’ αὐτῶν ὄλεθρος κατὰ τὸ μαντεῖον οὕτως. τῶν Συ‐ βαριτῶν τις οἰκέτην ἐμαστίγου ἐν ἀγρῷ, τοῦ δὲ καταφυγόντος ἐπὶ τὴν θεὸν ὁ δεσπότης ἐπέμενε παίων· ὁ δὲ παῖς, ἐπεὶ οὐδὲν ὠφέλει, εὐθέως ἐπὶ τὴν στήλην τοῦ πατρὸς καταντήσας ἔτυχεν αἰδοῦς, καὶ εὐθὺς ἀπεστράφη τὸ ἄγαλμα τῆς Ἥρας.
15ὁ πολίτης Συβαρίτης. καὶ θηλυκὸν Συβαρῖτις. καὶ Συβαρι‐ τικός καὶ Συβαριτικὴ συμφορά. Σύβερος, πόλις Ἰλλυρίδος. τὸ ἐθνικὸν Συβέριος καὶ Συβερεύς καὶ Συβερίτης. Σύβοτα, νῆσος πρὸς τῷ Ἀμβρακικῷ κόλπῳ, καὶ λιμήν.
20ὁ νησιώτης Συβότιος. Συβρίδαι, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Συβρίδης. τὰ τοπικὰ ἐκ Συβριδῶν [εἰς Συβριδῶν] ἐν Συβριδῶν. Σύεδρα, πόλις Ἰσαυρίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν
τρίτῳ. ὁ πολίτης Συεδρεύς.589
Eth
.

590

Σύεσσα, καλύβη τις ἐν Λυκίᾳ, ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητώ. τὸ ἐθνικὸν Συεσσαῖος καὶ Συεσσεύς. καὶ Σύεσσα πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Συεσσῖνος. Συήνη, πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ
5Νείλῳ, μεθ’ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται τῆς πόλεως Παυσανίας. κέκληται δὲ ἀπὸ Συήνου Ἀέτου παιδός. ὁ πολίτης Συηνίτης. τὸ κτητικὸν Συηνιτικόν. Συΐα, πόλις μικρὰ Κρήτης, ἐπίνειον οὖσα τῆς Ἐλύρου. ὁ πολίτης Συϊάτης καὶ Συϊεύς.
10 Σύϊς, πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιη‐ γήσει. καὶ νομὸς Συΐτης. Συκα, πόλις ἀντικρὺ τῆς νέας Ῥώμης. [ἡ καθ’ ἡμᾶς Ἰουστινιαναί προσαγορευθεῖσα]. Στράβων ἑνικῶς αὐτὴν λέ‐ γει Συκήν .... οἰκειότερον δέ, ὡς λέγονται, Συκαί καλοῖντ’ ἄν. οἱ
15τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος Ἐλαία, καὶ τύπῳ περιεκτικῶν Σικυών Μαραθών, καὶ εἰς ους Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σε‐ λινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθου‐
σα.] οὐδὲν τῶν τοιούτων εἰς ις λήγει, Συκίς, ἀλλ’ ἐχρῆν ἢ590
Eth
.

591

Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. [φησὶν ἕνα τῶν Τιτάνων Συκέα διωκόμενον τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν τοῦτο.]
5ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος, ὡς Θηβαῖος Θηβαΐτης. Συκαμίνων, πόλις Φοινίκων. τὸ ἐθνικὸν Συκαμινίτης. Σύλκοι, πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. Σύλειον, πόλις Φρυγίας, διὰ τῆς ει διφθόγγου. τινὲς
10δὲ Παμφυλίας. τὸ ἐθνικὸν Συλειεύς. Συλίονες, ἔθνος Χαονίας, ὡς Ῥιανὸς ἐν τετάρτῳ Θεσ‐ σαλικῶν „Συλίονες δ’ ἕσποντο ὁμοῦ“. Σύμαιθα, πόλις Θετταλίας. ὁ πολίτης Συμαιθεύς, ὡς Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ.
15 Σύμβρα, οὐδετέρως, Φρυγίας φρούριον, ὡς Καπίτων ἐν Ἰσαυρικῶν δευτέρῳ. τὸ ἐθνικὸν Συμβριανός. Σύμη, νῆσος Καρική, ὡς Στράβων τεσσαρεσκαιδεκάτῃ. καὶ πόλις ὁμώνυμος. ὠνόμασται δὲ ἀπὸ Σύμης τῆς Ἰαλύσου. καὶ πρότερον μὲν ἐκαλεῖτο Μεταποντίς, εἶτα Αἴγλη. τὸ
20ἐθνικὸν Συμαῖος, ὡς Κυμαῖος Δυμαῖος. λέγεται καὶ Συμεύς. Σύναγγος. Ἡρωδιανὸς ἕκτῳ φησί „Σύναγγος πόλις Φοι‐
νίκων“. τὸ ἐθνικὸν Συνάγγιος ὡς Σίγγιος.591
Eth
.

592

Σύνδικος, πόλις προσεχὴς τῇ Σκυθίᾳ, ἔχουσα λιμένα. ἔνιοι δὲ Γοργίππην καλοῦσι. Σύνναδα, πόλις Φρυγίας „.... καὶ Δοκίμεια κώμη ἐπέ‐ κεινα αὐτῆς ... οἱ δ’ ἐπιχώριοι Δοκιμῖτιν καὶ Δοκιμαίαν“.
5λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωικὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν, τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς
10συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κλη‐ θῆναι. ὁ πολίτης Συνναδεύς. οὕτω γὰρ καὶ ἐπὶ τοῦ παρόν‐ τος λέγεται. Συπαληττός, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης
15Συπαλήττιος. ἐκ τόπου Συπαληττόθεν, εἰς τόπον Συπαλητ‐ τόνδε, ἐν τόπῳ Συπαληττοῖ. Συράκουσαι, πόλις Σικελίας μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δ’ ἄποικος, τοῖς ἐν Σικελίᾳ [Μεγάροις] καὶ Νάξῳ ὁμόχρονος. φασὶ δὲ Μύσκελ‐
20λον τὸν Κρότωνος οἰκιστὴν καὶ τὸν ταύτης Ἀρχίαν Πυθοῖ
χρηστηριαζομένους ἐρωτηθῆναι ἐκ τῆς Πυθίας, πότερον βού‐592
Eth
.

593

λονται πλοῦτον ἔχειν ἢ ὑγίειαν, καὶ Μύσκελλον μὲν ὑγιαίνειν, Ἀρχίαν δὲ πλοῦτον εἰπεῖν, καὶ τῷ μὲν δοῦναι κτίσαι Συρά‐ κουσαν τῷ δὲ Κρότωνα, καὶ συμβῆναι τοὺς Κροτωνιάτας ὑγιεινὴν οἰκῆσαι τὴν πόλιν καὶ ἀθλητὰς εἶναι, Συρακουσίους
5δὲ πλουτεῖν ἐπὶ τοσοῦτον, ὡς καὶ παροιμίαν ἐκπεσεῖν ἐπὶ τῶν εὐτελῶν τὴν „ὡς οὐκ ἂν ἐκγένοιτο αὐτοῖς Συρακουσίων δεκάτη“. τὸ ἐθνικὸν Συρακούσιος καὶ Συρακουσία τὸ θηλυκόν, καὶ λίμνη, ἥ τις καλεῖται Συρακ. καὶ Συρακοσεύς. Συρβαν, νῆσος ἐν τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐνάτῳ
10Παρθικῶν. τὸ ἐθνικὸν Συρβανηνός. Σύρινθος, πόλις Κρήτης. τὸ ἐθνικὸν Συρίνθιος ὡς Ὀλύνθιος, τὸ θηλυκὸν Συρινθία. Συρμαῖον, πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. τὸ ἐθνικὸν Συρμαῖος.
15 Συρμάται, οἱ Σαυρομάται, ὡς Εὔδοξος πρώτῳ „ποτα‐ μὸν τοῦ Τανάιδος Συρμάτας κατοικεῖν“. Σύρνα, πόλις Καρίας. ἔκτισται δὲ ὑπὸ Ποδαλειρίου· ἐκπεσόντα γὰρ αὐτὸν εἰς Καρίαν σωθῆναι ὑπό τινος αἰγο‐ βοσκοῦ καὶ ἀχθῆναι πρὸς Δαμαιθὸν Καρίας βασιλέα, οὗ τὴν
20θυγατέρα Σύρναν πεσοῦσαν ἀπὸ τοῦ τέγους ὑπ’ αὐτοῦ θερα‐
πευθῆναι. φησὶ δὲ οὕτως „ἀθυμοῦντος δὲ τοῦ Δαμαιθοῦ593
Eth
.

594

τὸν Ποδαλείριον ἀφ’ ἑκατέρου τῶν βραχιόνων αἷμα ἀφελόντα σῶσαι τὴν παῖδα, τὸν δὲ θαυμάσαντα συνοικίσαι αὐτῷ τὴν παῖδα καὶ δοῦναι τὴν χερρόνησον· ἐν ᾗ δύο πόλεις κτίσαντα τὴν μὲν ἀπὸ [τῆς] γυναικὸς Σύρνον, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ
5σώσαντος αὐτὸν νομέως [Βυβασσὸν καλέσαι]“. τὸ ἐθνικὸν Σύρνιοι. τὸ θηλυκὸν Συρνιάς. Σύροι, κοινὸν ὄνομα πολλῶν ἐθνῶν. λέγονται καὶ Λευ‐ κόσυροι. Στράβων ἑκκαιδεκάτῃ „δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου,
10ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππά‐ δοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται“. τὸ κτητικὸν Συρικός. Σῦρος, νῆσος Ἰωνική. ὡς Στράβων δεκάτῃ, τὸ υ μακρόν. τὸ ἐθνικὸν Σύριος. νῆσος Ἀκαρνανίας.
15 Συρρέντιον, πόλις Τυρρηνίας, καὶ Συρρεντόν. τὸ ἐθ‐ νικὸν Συρρέντιος. Συώπιοι, ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, ὡς Ἑκαταῖος Εὐρώπῃ. Σφακτήρια, οὐδετέρως. ἔστι δὲ μεθόριον Ἠλείων τῆς
20πρὸς Μεσσήνην χώρας. κέκληται δ’ οὕτως, ὥς φησιν Ἐχεφυ‐ λίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. ἔστι καὶ νῆσος Σφακτηρία, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ
περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος.594
Eth
.

595

ἔστι καὶ Σφαγῖτις ἄκρα Σκυθίας. τὸ ἐθνικὸν ἀπὸ τῆς ἀνα‐ λογίας Σφακτηριεύς καὶ Σφακτηριώτης, καὶ τοῦ Σφαγία Σφα‐ γιεύς, ὡς τοῦ Ὑρία Ὑριεύς. Σφενδαλ, δῆμος Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης
5Σφενδαλεύς. τὰ τοπικὰ Σφενδαλῆθεν Σφενδαλήνδε Σφεν‐ δαλῆσιν. Σφήκεια, πόλις Εὐβοίας. Λυκόφρων „οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα“. οὕτω δὲ καὶ ἡ Κύπρος ἐκαλεῖτο. τὸ ἐθνικὸν Σφῆκες. Σφήκειαν δὲ καὶ Κεράστειαν τὴν Κύπρον.
10 Σφηττός, δῆμος Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Σφήτ‐ τιος. τὰ τοπικὰ Σφηττόθεν Σφηττόνδε Σφηττοῖ. ὁ δῆμος καλεῖται ἀπὸ Σφήττου τοῦ Τροιζῆνος παιδός. Σχερία, ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου
15ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχε‐ θέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κληθῆναι. τὸ ἐθνικὸν Σχεριεύς. οἱ ἐνοικοῦντες Σχέριοι ἤτοι Φαίακες. Σχινοῦσσα, ὡς Ῥοδοῦσσα, Φωκικὴ νῆσος. τὸ ἐθνικὸν
20Σχινούσσιος καὶ Σχινουσσαῖος.595
Eth
.

596

Σχοινοῦς, Ἀρκαδίας χωρίον, ἀπὸ Σχοινέως τοῦ Ἀτα‐ λάντης πατρός. ἑλώδης δὲ ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν, ὥσπερ καὶ τῶν δήμων ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων Ῥαμνοῦς Φηγοῦς Μυρρινοῦς Μα‐
5ραθοῦς. ὁ τὸ χωρίον οἰκῶν Σχοινούντιος, ὡς Σελινούντιος ... καὶ Σχοινεύς ποταμός, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τρύ‐ φων ἐν τῷ περὶ παρωνύμων ὧδέ φησι „τὰ εἰς ευς λήγοντα παρώνυμα οὐδέποτε τῆς γενικῆς τοῦ πρωτοτύπου μιᾷ πλεο‐ νάζει. ὁ γοῦν Φωκαεύς οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ
10μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύς παρὰ τὴν Ἐλλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Σχοῖνον ποταμὸς Σχοινεύς καλεῖται ἤτοι παρὰ τοὺς σχοίνους ἢ παρὰ τὸν Σχοινέα τὸν τῆς Ἀταλάντης πατέρα“. ὁ πολίτης μέντοι Σχοινεύς (ὁ γὰρ ποταμὸς καὶ ὁ οἰκιστὴς Σχοινεύς) ὡς
15Ταρσοῦ Ταρσεύς. ἐκ τόπου Σχοινόθεν. Σώβαλα, πόλις Καρίας. οὐδετέρως. τὸ ἐθνικὸν Σωβαλεύς. Σώζουσαι πόλεις τρεῖς, Φοινίκης Πισιδίας καὶ Αἰ‐ θιοπίας. Σώλιμνα, πόλις Ἰνδίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ.
20τὸ ἐθνικὸν Σωλιμναῖος. Σωσάνδρα, νῆσος περὶ Κρήτην. ἐκλήθη δὲ ἐπειδή ποτε τῶν Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτήν. ὁ νησιώτης Σωσάνδριος. Σώτειρα, πόλις Ἀριηνῶν, Ἀντιόχου κτίσμα τοῦ Σελεύ‐
25κου. τὸ ἐθνικὸν διὰ τὴν χώραν Σωτειρηνός.596
Eth
.

597

Σωφην, χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ. παρὰ δ’ Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. οἱ κατοικοῦντες Σωφηνοί. φησὶ γὰρ Στράβων ἐν τῇ εἰρημένῃ „Σωφηνὸς Ἀρσάκης ἔχων τὰ νότια μέρη“. ἀντίκειται δὲ ταύτῃ
5ἡ Κομμαγηνὴ ὅμορος οὖσα τῇ Μελιτηνῇ. Τάβαι, πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας „ἄστυ Ταβῶν ἐρικυδὲς ἐλευθερὸν οἰκίζεσθαι“. καὶ Ἀπολλώνιος ἐνάτῳ „ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας κα‐ ταγάγωσι“. βαρύνεται δέ, ὡς Σάβαι, κύριον καὶ ἰαμβικόν.
10ἐκλήθη δὲ ἀπὸ Τάβου. ὁ δὲ Τάβος ἥρως. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰ‐ κεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ὁ πολίτης Ταβηνός [ὡς Γερηνός].
15Ἡσίοδος „παρ’ ἱπποδάμοισι Γερηνοῖσ“. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Ταβηνο, ἔθνος, κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Τάβιοι, πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύ‐
20θησαν. τὸ ἐθνικὸν ὁμοίως Τάβιοι, διὰ τὴν πρόληψιν τοῦ ἐν τῷ πρωτοτύπῳ ἐθνικοῦ χαρακτῆρος. Τάβις, πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου.
ὁ πολίτης Ταβηνός.597
Eth
.

598

Τάβαθρα, πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. τὸ ἐθνικὸν Ταβαθρηνός διὰ τὴν χώραν. Ταηνο, ἔθνος ἀπὸ τῶν Σαρακηνῶν πρὸς μεσημβρίαν, ὡς Ὀλυμπιανὸς ἐν Ἀραβικοῖς καὶ Οὐράνιος ἐν Ἀραβικῶν
5δευτέρῳ. Ταίναρος, πόλις, ἀπὸ Ταινάρου τοῦ Γεραίστου μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. ὃς πλέων σὺν Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον. ἔστι καὶ Ταίναρος ὁ
10Ἰκαρίου υἱός „ἀφ’ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν“. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς. λέγεται καὶ Ται‐ νάριος καὶ Ταιναρία καὶ Ταινάριον. εἰσὶ δὲ καὶ Ταινάριοι θῆβαι, ὡς Χάραξ ἐν Ἑλληνικῶν δευτέρῳ. λέγεται καὶ ται‐ ναρίζειν, ὡς Ἕρμιππος Θεοῖς „καὶ σέ τι χρὴ παραταιναρίζειν.“
15Ὦρος δέ φησιν ἐν τῇ ὀρθογραφίᾳ „Ταίναρον· πεδίον τῆς Λακωνικῆς, καὶ Ταιναρῖται οἱ ἐν αὐτῷ“. Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιό‐
πων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν598
Eth
.

599

πρώτῳ. τὸ ἐθνικὸν Τακομψίτης, ὡς Κάνωβος Κανωβίτης, Πεντάσχοινος Πεντασχοινίτης. Ταλαρία, πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιπ‐ πικῶν μʹ. τὸ ἐθνικὸν Ταλαρῖνος, ὡς τῆς Πανδοσίας Πανδο‐
5σῖνος καὶ Πλακεντῖνος. Σικελικῶς καὶ γὰρ ἀμφότερα. Τάμασος, πόλις Κύπρου, ἐν μεσογείᾳ, διάφορον ἔχουσα χαλκόν. τὸ ἐθνικὸν Ταμασίτης, καὶ Ταμάσιος ὡς Ἐφέσιος Θάσιος. ἐντεῦθέν τινες γράφουσιν „ἐς Τάμασιν μετὰ χαλκόν“. ἀπιθάνως. ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ πο‐
10ταμός. Πολύβιος δ’ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν κα‐ λεῖ. τὸ ταύτης ἐθνικὸν Τεμεσαῖος. Τάμβραξ, πόλις Παρθυαίων. τὸ ἐθνικὸν Ταμβράκιος, διὰ δὲ τὴν χώραν Ταμβρακηνός. Ταμίαθις, πόλις Αἰγύπτου. λέγεται καὶ θηλυκῶς. ἡ
15γενικὴ Ταμιάθεως. [οὕτω Γεώργιος ὁ Χοιροβοσκὸς ἐν τῷ ὀνοματικῷ.]
Ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν, ὡς599
Eth
.

600

Ἀριστοφάνης καὶ ἰπνὸς καὶ ἄλλοι. Φρύνιχος δὲ ἐν σοφιστικῇ παρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον. εἴρηται δὲ παρὰ τὸν ταμίαν. ὁ δὲ τοῦ ταμιείου οἰκήτωρ ταμιεύς. Τάμνα, πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ.
5ὁ πολίτης Ταμνίτης. Τάμυνα, πόλις Ἐρετρίας. Στράβων δεκάτῃ. καὶ πλη‐ θυντικῶς „εἰς τὰς Ταμύνασ“. τὸ ἐθνικὸν Ταμυνεύς, καὶ θηλυκὸν Ταμυνηίς ἐξ αὐτοῦ. λέγεται καὶ Ταμυναῖος. οὕτω γὰρ ὁ Ζεὺς ἐν αὐτῇ τιμᾶται. Παυσανίας ιʹ περιηγήσεως.
10 Ταμυράκη, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ. τὸ ἐθ‐ νικὸν Ταμυρακηνός. Τάναγρα, πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμανδρία.
Λυκόφρων „ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν“. τὴν δὲ600
Eth
.

601

Γραῖαν ἔνιοι λέγεσθαι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος τινὲς δὲ τὴν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀρι‐ στοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Ταναγραῖος,
5καὶ Ταναγρίς ἀπὸ τοῦ Τάναγρα, καὶ τὸ Ταναγραῖον. καὶ Ταναγρική. Ἡρόδοτος πέμπτῃ „Ταναγρικὴ μοῖρα“, καὶ Μέ‐ νανδρος „Ταναγρικὴ γυνή“. Τάναϊς, πόλις ὁμώνυμος τῷ ποταμῷ. Στράβων ἑβδόμῃ, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ „κατὰ δὲ τὰς εἰς τὴν λίμνην
10τὴν Μαιῶτιν ἐκβολὰς τοῦ Τανάιδος πόλις Ἑλληνικὴ ἔκτισται Ταναΐς, ἥ τις καὶ Ἐμπόριον ὀνομάζεται“. ὁ πολίτης Ταναΐτης, καὶ θηλυκῶς Ταναῗτις. τινὲς δὲ καὶ τὸν ποταμὸν Ἀκεσίνην εἶναι καὶ Ἰαξάρτην, ἡλληνίσθαι δὲ τὰ πολλὰ τῶν βαρβαρικῶν ὀνομάτων, ὡς Νικάνωρ φησί.
15Τάνις, πόλις μεγάλη Αἰγύπτου. ὁ πολίτης Τανίτης ....
τὸ ἐθνικὸν τὸ αὐτό.601
Eth
.

602

Τάνος, πόλις Κρήτης, ὡς Ἀρτεμίδωρος ἐν τετάρτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Τάνιος. Τάνταλος, ὄρος Λέσβου, ἀπὸ Ταντάλου. τὸ ἐθνικὸν Ταντάλιος ὡς Φαρσάλιος.
5 Ταξίανα, νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσια‐ νῆς. τὸ ἐθνικὸν Ταξιανεύς ὡς Ἀδανεύς. ... ὀγδόῳ. τῷ τύπῳ τῆς χώρας Ταξιανηνός. Τάξιλα, πόλις Ἰνδική. Στράβων ιεʹ. τὸ ἐθνικὸν Τα‐ ξιλίτης τῷ τῆς χώρας τύπῳ καὶ Ταξιληνός, τῷ δὲ παρ’ ἡμῖν
10Ταξιλεύς. Τάοχοι, ἔθνος ἐνδοτέρω τοῦ Πόντου. καὶ ἡ χώρα οὕτω. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀνα‐ βάσει φησί. Ταπόσειρις, πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας.
15ὁ πολίτης Ταποσειρίτης. Ταπροβάνη, νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐυρρίνων ἐλεφάντων.
20ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλικ, πλοῦ μῆ‐ κος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακο‐ σίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τάπυρροι, οὐ πόρρω Ὑρκανίας ἔθνος. Κουάδρατος Τάπουρρα φησί. τὸ ἐθνικὸν Ταπουρραῖοι.
25Τάρανδρος, χῶρος Φρυγίας. τὸ ἐθνικὸν Ταράνδριος.602
Eth
.

603

Τάρας, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν. ἀρσενικῶς δὲ κατ’ ἀναλογίαν· οὐδὲν γὰρ εἰς ρας θηλυκὸν εὑρίσκεται· τοῦτο δ’ εὕρηται καὶ θηλυκῶς. ὁ πολί‐ της Ταραντῖνος. καὶ ἀνεγράφησαν οὕτω πολλοὶ χρηματίζοντες,
5μάλιστα Πυθαγόρειοι, καὶ Ἀριστόξενος μουσικός, Ἀριστοτέ‐ λους γνώριμος. καὶ Ῥίνθων Ταραντῖνος, φλύαξ, τὰ τραγικὰ μεταρρυθμίζων ἐς τὸ γελοῖον· φέρονται δ’ αὐτοῦ δράματα ληʹ. καὶ Ἴκκος ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς οζʹ ὀλυμπιάδος· μέ‐ μνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόρᾳ. τὸ θηλυκὸν Τα‐
10ραντίνη, καὶ Ταραντῖνον οὐδετέρως. καὶ ταραντινίζειν τὸ τὴν ἐνόπλιον καὶ εἰς τὰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. ἔστι δὲ καὶ Τάραντος ἀρσενικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδος.
15 Ταριχέαι πόλεις πολλαί, αἱ μὲν Μενδήσιαι αἱ δὲ Ση‐ νικαὶ αἱ δὲ Κανωβικαί. οἱ πολῖται ταριχευταί. παρὰ τὸ ταρι‐ χεύω. καὶ ὤφειλε διὰ διφθόγγου. ἔστι καὶ Ταριχέα καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη πόλις τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν Ταριχεάτης. καὶ ταριχεία τὸ πρᾶγμα
20παρὰ τὸ ταριχεύω. Ταρκυνία, πόλις Τυρρηνίδος, ἀπὸ Τάρκωνος. τὸ ἐθνι‐ κὸν Ταρκύνιος ἢ καὶ Ταρκυνιεύς, ὡς Δουλιχιεύς καὶ Βουπρα‐ σιεύς, ποτὲ δὲ καὶ Ταρκυνῖται. εἰσὶ καὶ Ταρκυναῖοι ἔθνος Ὑπερβορέων, παρ’ οἷς οἱ γρῦπες τὸν χρυσὸν φυλάσσουσιν, ὡς
25Ἱεροκλῆς ἐν τοῖς φιλίστορσιν.603
Eth
.

604

Τάρνη, πόλις Ἀχαΐας. ὁ οἰκήτωρ Τάρνιος. καὶ Τάρ‐ νια ἔργα. Τάρπη, πόλις Ἰταλίας. καὶ Ταρπαῖον ὄρος. καὶ ἐθ‐ νικὸν Ταρπαῖος ὡς Ῥωμαῖος, τριγενές.
5 Τάρρα, πόλις Λυδίας. [ἀφ’ ἧς Λεύκιος ὁ γραμματικός.] ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Λούκιος δ’ ἦν ἀπὸ Τάρρας τῆς Κρητικῆς πόλεως· φέρεται δὲ τούτου τὰ περὶ παροιμιῶν τρία βιβλία ἄριστα καὶ περὶ
10γραμμάτων καὶ τεχνικὰ γλαφυρώτατα. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ταρραία. Ταρρακῖνα, πόλις Ἰταλίας. Διονύσιος ιεʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ταρρακῖνος. Ταρράκων, πόλις δυσμικωτέρα τῆς Ταρρακωνησίας χώ‐
15ρας. ὁ πολίτης Ταρρακωνήσιος. τὸ ἐθνικὸν Ταρρακωνίτης, ὡς Ἀσκάλων Ἀσκαλωνίτης καὶ Μάρων Μαρωνίτης καὶ Καύ‐ κων Καυκωνίτης. Ταρραχίνη, πόλις Ἰταλίας. Φλέγων ὀλυμπιάδι ρπαʹ. ὅτι παιδίον ἐκ δούλης γενόμενον τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ
20τῆς γενέσεως τὸν προσαγορεύσαντα ἀντιπροσαγορεῦσαι, ἐφ’ οἷς τοὺς μάντεις προαγορεῦσαι ὄλεθρον. τὸ ἐθνικὸν Ταρραχῖνος. Ταρσήιον, πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πο‐ λύβιος τρίτῳ. τὸ ἐθνικὸν ἔδει Ταρσηίτης ἢ Ταρσηιώτης. νῦν
δὲ κατὰ τὸ ἐπιχώριον Ταρσηῖνοι λέγονται.604
Eth
.

605

Ταρσός, ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ ε ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ
5ὄρη. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ
10Ἀληίῳ πεδίῳ πλανηθῆναι. ἄλλοι δέ φασι διὰ τὸ μετὰ τὸν κατακλυσμὸν τοὺς τόπους τούτους τῆς Κιλικίας πρώτους ἀνα‐ φανῆναι καὶ ἀναξηρανθῆναι, διὸ καὶ τὴν πόλιν Τερσίαν ὀνομασθῆναι. Ἐρατοσθένης δέ [φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. οἱ δέ φασι]
15Τερσὸν διὰ τὸ πρότερον τῶν καρπῶν χλωρῶν φθειρομένων ἐν τῷ παρακμάζειν τούτους πρώτους συναγαγόντας τερσᾶναι καὶ εἰς τὸν χειμῶνα ἀποθέσθαι τὴν τροφήν. ἐκ ταύτης ἐγένετο Ἑρμογένης ὁ τὴν ῥητορικὴν γεγραφώς. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ. ἐκαλεῖτο
20δὲ καὶ Κρανία ἀπὸ κρανίου. ἐκλήθη δὲ καὶ Ἱερ. ἐκλήθη δὲ καὶ Ἀντιόχεια ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. ἔστι δ’ ἄποικος Ἀργείων, κτίσμα Σαρδαναπάλλου. ταύτην διαρρεῖ ποταμὸς Κύδνος μέσος, ψυχρός τε καὶ καθαρός. ὁ πολίτης Ταρσεύς ὡς Ἁλικαρνασσεύς. Ἐρατοσθένης δὲ καὶ Ταρσηνόν
25φησιν. ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυνίας. τὸ ἐθνι‐
κὸν ταύτης Τάρσιος καὶ Ταρσία. Δημοσθένης ἐν δευτέρῳ605
Eth
.

606

Βιθυνιακῶν Τάρσειαν διὰ τῆς ει διφθόγγου τὴν πόλιν οἶδε. τὸ ἐθνικὸν Τάρσειος. [ἔστι καὶ χωρίον Βιθυνίας Ταρσός λεγόμενον.] καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρα‐ τος ἐν τρίτῳ Παρθικῶν „ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι
5ὅσον σταδίους ἑκατὸν πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα“. τὸ ἐθνι‐ κὸν Ταρσηνός. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον, Ὅμηρος δὲ τόπον εἶναι
10συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ὁ οἰκήτωρ Ταρτάριος, καὶ διὰ τῆς ει διφθόγγου παρ’ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυ‐ ρικῷ. καὶ τὸ κωμικὸν Ταρταρίτης. λέγεται καὶ παρὰ τὸ ταράσσειν ταρταρίζειν τὸ ταράσσεσθαι.
15 Ταρτησσός, πόλις Ἰβηρίας, ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος, ὅστις ποταμὸς καὶ κασσίτερον ἐν Ταρτησσῷ καταφέρει. τὸ ἐθνικὸν Ταρτήσσιος καὶ Ταρτησσία καὶ Ταρτησσίς. καὶ οὐδετέρως „Ταρτήσσιον ὄλβιον ἄστυ“. Τάρφαρα, οὐδετέρως, πόλις τῆς εὐδαίμονος Ἀραβίας.
20ὁ πολίτης Ταρφαρηνός, ὡς Ζόαρα Ζοαρηνός, Αὔαρα Αὐα‐ ρηνός, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ. Τάρφη, πόλις Λοκρῶν. Ὅμηρος „Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα“. λέγουσι δ’ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς
25ὕλης πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει „βα‐ θείης τάρφεσιν ὕλησ“. καὶ τὸ ἐθνικὸν Ταρφαῖος, ὡς Τύμφη
Τυμφαῖος.606
Eth
.

607

Ταρχία, πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. τὸ ἐθνικὸν Ταρχιάτης, καὶ Ταρχιανός τῷ τύπῳ τῆς χώρας. Ταρχώνιον, πόλις Τυρρηνίας, ἀπὸ Τηλέφου παιδὸς Τάρχωνος. ὁ πολίτης Ταρχωνῖνος, [ὡς Ὦρος ἐν βʹ περὶ ἐθ‐
5νικῶν,] ὡς Ἀσσώριον Ἀσσωρῖνος, ἢ Ταρχωνιεύς ὡς Ἱππωνιεύς. Ταῦα, πόλις Αἰγύπτου. ὁ πολίτης Ταυίτης, ὡς Ὦρος ἐν βʹ περὶ ἐθνικῶν. Ταύακα, πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. τὸ ἐθνικὸν Ταυακῖνος ὡς Ἐρυκῖνος.
10 Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος „ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον“. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐ‐ ρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος. Ταυλάντιοι, Ἰλλυρικὸν ἔθνος. Εὐφορίων δὲ μετὰ τοῦ
15ν Ταυλαντίνους αὐτούς φησι. παρὰ τούτοις ἐκ μέλιτος οἶνον γίνεσθαί φησιν Ἀριστοτέλης ἐν θαυμασίοις. λέγεται καὶ οὐδετέρως Ταυλάντιον καὶ Ταυλαντίς θηλυκῶς. Ταυρασία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ταυρασῖνος ὡς Πλακεντῖνος, καὶ Ταυρασιανός.
20 Ταυρικ, νῆσος μεγάλη καὶ λίαν ἐπίσημος καὶ πολλὰ ἔχουσα ἔθνη καὶ περικλείουσα τῇ θέσει τὴν Μαιῶτιν λίμνην. ἧς οὐ πολὺ διεστῶσα ἡ Ἀλωπεκία ἐστὶ μικρά. τῇ δὲ Ταυ‐ ρικῇ δύο παράκεινται νῆσοι, Φαναγόρα καὶ Ἑρμώνασσα. λέ‐ γεται δὲ Ὄσιριν ἐκεῖ ζεύξαντα βοῦς ἀρόσαι τὴν γῆν. διὰ
25οὖν τὸ ζεῦγος τοῦ ταύρου τὸ ἔθνος κληθῆναι. ὁ οἰκήτωρ607
Eth
.

608

Ταυρικός ὡς Ἀττικός. τινὲς Τάναϊν, οἱ δὲ Ἀλωπεκίαν, οἱ δὲ Μαιῶτιν αὐτήν φασι. Ταυρίσκοι, ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ. Ἐρατοσθένης Τερίσκους
5αὐτούς φησι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. Ταυρόεις, πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. [οἱ πολῖται Ταυροέντιοι.] Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμέ‐ νων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φω‐
10καέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν Ταυροέντιοι. Ταυρομένιον, πόλις Σικελίας. ὁ πολίτης Ταυρομενί‐ της καὶ Ταυρομένιος. Ταυροπόλιον, ἐν Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ.
15 Ταυρόπολις, πόλις Καρίας. τὸ ἐθνικὸν Ταυροπολίτης. Ταῦρος, ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα ὅσα μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προ‐ τομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ αὐτοῦ ἀπείκασε. τὸ ἐθ‐ νικὸν Ταυριανός πλεονασμῷ τοῦ ι, ὡς Ζυγιανός.
20Ταύχειρα, πόλις Λιβύης, θηλυκῶς, καὶ οὐδετέρως ὡς
Στάγειρα. ἀπὸ Ταυχείρας τῆς Αὐτάνδρου θυγατρός. λέγεται608
Eth
.

609

δὲ νῦν Ἀρσινόη. ὁ πολίτης Ταυχείριος, καὶ Ταυχέριος καὶ Ταύχερος καὶ Ταυχερίτης. καὶ Ἀρσινοΐτης ἀπὸ τῆς Αἰγυπτίας. Τάφος, πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα. „ἔστι καὶ νῆσος ἀπὸ τριάκοντα σταδίων Ταφιάς καλουμένη“. καὶ
5ἑτέρα. οἱ πολῖται Τάφιοι. τῆς δὲ Ταφιούσσης Ταφιουσσαῖος, ὡς Σκοτουσσαῖος Πιθηκουσσαῖος. Ταφόσιρις, πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. Τάφραι, καὶ Τάφρη ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ
10τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλί‐ στρατος ἐν τρίτῳ. ταύτην τὴν χώραν κατοικῆσαι Σατορχαίους. οἱ οἰκοῦντες Σατορχαῖοι.
15 Ταχεμψ, νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνι‐ κὸν Ταχεμψίτης τῷ τύπῳ τῆς χώρας. Τεανόν, πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεω‐ γραφουμένων. τὸ ἐθνικὸν Τεανός. Τέβερις, ποταμὸς Ἰταλίας, ἔνθα ἡ Ῥώμη καὶ ἡ τῶν
20Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος. Τεγέα, πόλις Ἀρκαδίας. „καὶ Τεγέην εἶχον καὶ Μαν‐
τινέην ἐρατεινήν“ Ὅμηρος. καὶ Παυσανίας ηʹ „Μαντινεὺς καὶ609
Eth
.

610

Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν“. Λέπιδος δ’ ἐν ἱστορίας ἐπιτομῆς πρώτῳ περὶ Λακεδαιμονίων οὕτω φησί „χρᾷ δ’ αὐτοῖς ἡ Πυθία ἐπ’ Ἀρκαδίᾳ ὧδε
Ἀρκαδίην μ’ αἰτεῖς. μέγα μ’ αἰτεῖς, οὔ τοι δώσω.
5
πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,
οἵ ς’ ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔ τι μεγαίρω.
δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι. ἐχρῶντο δὲ καὶ πάλιν, καὶ ἀφικνεῖται αὐτοῖς τάδε
ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ,
10
ἔνθ’ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ’ ἀνάγκης,
καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται.
ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα,
τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ“. ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. ὁ πο‐
15λίτης Τεγεάτης ὡς Ἐλεάτης, καὶ θηλυκὸν Τεγεᾶτις. ἦν δὲ καὶ μελοποιὸς Ἀνύτη Τεγεᾶτις. λέγεται καὶ Τεγεάς ὡς Ἰλιάς. ὀξύνεται. ὡς Σοφοκλῆς. Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυ‐ ληίᾳ, [ἀπὸ Τεγέστρου.] Ἀρτεμίδωρος δ’ ἐν ἐπιτομῇ τῶν ἕνδεκα
20Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν „ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι ͵εκεʹ“. ὁ πολίτης
Τεγεστραῖος.610
Eth
.

611

Τεγησσός, πόλις Κύπρου. Διονύσιος ἐν Βασσαρικῶν τρίτῳ. τὸ ἐθνικὸν Τεγήσσιος καὶ Τεγησσεύς. Τεγύρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλλωνά φασι γεννη‐ θῆναι. Σῆμος δ’ ὁ Δήλιος „τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν
5ἐν Λυκίᾳ, οἱ δ’ ἐν Δήλῳ, οἱ δ’ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν“. ὅθεν καὶ Τεγυρήιος Ἀπόλλων. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν εἶναι μαν‐ τεῖά φησι „τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ κυ‐
10ριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ“. τὸ ἐθνικὸν Τεγυρεύς. καὶ Τεγύρειος, καὶ ἰωνικῶς Τεγυρήιος. Τείρια, πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνι‐ κὸν Τειριεύς ὡς Στειριεύς.
15 Τειχιόεις, φρούριον πλησίον τῆς Τραχῖνος. τὸ ἐθνικὸν Τειχιοέντιος, ὡς Ταυρόεις Ταυροέντιος. Τειχιόεσσα, πόλις Μιλησίας. τὸ ἐθνικὸν Τειχιόεις καὶ θηλυκὸν Τειχιόεσσα. Τεῖχος, φρούριον Ἀχαΐας. ὁ οἰκήτωρ Τειχίτης, ὡς τοῦ
20Τορδίου τείχους Τορδιοτειχίτης. Τέκμων, πόλις Θεσπρωτῶν. ὁ πολίτης Τεκμώνιος. Τεκτόσαξ, ὡς Ἄτραξ Ἄσφαξ, βαρυτόνως. Τεκτόσαγες,
ἔθνος Ταλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτο‐611
Eth
.

612

σάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Τελαμών, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Τελαμώνιος ὡς Καλυδώνιος.
5 Τελάνη, πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. τὸ ἐθνικὸν Τελαναῖος καὶ ἐπιχωρίως Τελανηνός. Τελέθριον, ὄρος τῆς ἐν Εὐβοίᾳ Οἰχαλίας. Στράβων δεκάτῃ. οἱ οἰκήτορες Τελεθριεῖς ὡς Σουνιεῖς.
10 Τέλμερα, πόλις Καρίας. τὸ ἐθνικὸν Τελμερεύς. Τερ‐ μίλην δ’ ἑξῆς παραθήσομαι, ἑτέραν ἔχουσαν γραφήν, τὴν αὐτὴν οὖσαν ὡς οἶμαι. Τελμησσός, πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. ὁ πολίτης
15Τελμησσεύς. καὶ δρᾶμα Ἀριστοφάνους Τελμησσεῖς. λέγεται
καὶ τετρασυλλάβως Τελεμησσεῖς, ὡς αὐτὸς ἐν αὐτῷ „πῶς ἄν612
Eth
.

613

τις ἂν οὖν, ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;“ καὶ πάλιν „φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ Τελεμησσῆσ“. ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν τετράμετρον καταληκτικόν, οὗ πρὸ τῆς τελευταίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπα‐
5νιαίτατα δὲ σπονδεῖος. τὸ θηλυκὸν Τελμησσίς ὡς βασιλίς. καὶ Τελμήσσιος ὡς Λυρνήσσιος, καὶ θηλυκὸν Τελμησσιάς, ὡς τοῦ Ἑλικώνιος τὸ Ἑλικωνιάς. ἔστι καὶ ἄκρα Λυκίας οὕτω λεγομένη Τελμησσιάς, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγρα‐ φουμένων.
10 Τέλφουσα, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. ὁ οἰκήτωρ Τελφούσιος. τὸ θηλυκὸν Τελφουσία. Λυκόφρων „δίκης ἐάσει τάρροθος Τελ‐ φουσία“. ἔστι καὶ Βοιωτίας Τελφούσιον. Στράβων ἐνάτῃ.
Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. „Πίνδαρος613
Eth
.

614

δὲ καὶ Κηφισίδα καλεῖ ταύτην“. ἔστι καὶ Βοιωτίας Τίλφωσα κρήνη καὶ ὄρος, ἀπὸ Τιλφούσης. Ἡρωδιανὸς δὲ Τιλ‐ φῶσσα φησίν. Τελχίς, πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνικὸν
5τῷ μὲν ἔθει τῆς χώρας Τελχίτης, τῷ δὲ κοινῷ χαρακτῆρι Τελχίνιος, ἀπὸ τῆς γενικῆς, ἐπειδὴ καὶ ἡ Κρήτη Τελχινία ἐλέγετο καὶ οἱ Κρῆτες Τελχῖνες. λέγονται καὶ τελχῖνες θη‐ λυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί. Τελχινία δὲ καὶ ἡ Σικυὼν ἐκαλεῖτο. καὶ τὸ ἐθνικὸν Τελχίνιος.
10 Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Μένανδρος δὲ Τεμβρίειον φησὶν ὡς Τορδίειον. τὸ ἐθνικὸν Τεμβριεύς. Τέμβρος, πόλις Κύπρου, ἐν ᾗ τετίμηται Ὑλάτης Ἀπόλ‐ λων. τὸ ἐθνικὸν Τέμβριος.
15 Τεμένεια, πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. τὸ ἐθ‐ νικὸν Τεμενεύς. Τέμενος, τόπος Σικελίας ὑπὸ τὰς Ἐπιπολὰς πρὸς ταῖς Συρακούσαις. ὁ οἰκήτωρ Τεμενίτης καὶ θηλυκῶς διὰ τοῦ ι.
ἔστι καὶ Τεμενίτης λόφος ἐν τῇ Θρᾴκῃ πρὸς τῇ Τριβαλλῶν.614
Eth
.

615

Τεμέση, πόλις Ἰταλίας. Ὅμηρος „ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα σίδηρον“. ὁ πολίτης Τεμεσαῖος. Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων „Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι“. τὸ θηλυκὸν
5Τεμμικία παρὰ τῷ αὐτῷ „ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία“. καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ ι „Τεμμίκιον ἄστυ“ ἐν πρώτῳ Θηβαΐδος φησίν. Τένδηβα, πόλις Καρίας ἀρχαία. τὸ ἐθνικὸν Τενδηβεῖς. Τενέα, κώμη Κορίνθου, ἀπὸ Τένου τοῦ Κύκνου. κεῖται
10μεταξὺ Κορίνθου καὶ Μυκηνῶν. τὸ ἐθνικὸν Τενεάτης. λέγε‐ ται καὶ Τενέα ἡ χώρα. Τενέβριον, ἀκρωτήριον, καὶ κώμη Τενεβρία Ἰβηρίας. ὁ κωμήτης Τενεβριανός, ὡς Πολτυμβριανός Μεσημβριανός. Τένεδος, νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλη‐
15σπόντῳ. ἀπὸ Τένου καὶ Ἀμφιθέας ἢ Ἡμιθέας, τῶν Κύκνου παίδων, οἱονεὶ Τενούεδος. ἐκαλεῖτο δὲ Λεύκοφρυς. ὁ πολί‐ της Τενέδιος, ὡς Ἀράδιος Ῥόδιος. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι. καὶ παροιμία „Τενέδιος αὐλητήσ“ ἐπὶ τῶν τὰ ψευδῆ
20μαρτυρούντων. τὸν γὰρ αὐλητὴν ἡ Φυλονόμη πρὸς Κύκνον ἤγαγε, μαρτυροῦντα ὅτι Τένης αὐτὴν ἤθελε βιάσασθαι. ἔστι καὶ ἑτέρα παροιμία „Τενέδιος πέλεκυσ“ ἐπὶ τῶν ἤτοι πικρῶς
ἢ καὶ μᾶλλον συντόμως ἀποκοπτόντων τὰ ζητήματα καὶ τὰ615
Eth
.

616

ἄλλα πράγματα. καί φησιν Ἀριστείδης καὶ ἄλλοι τὸν ἐν Τε‐ νέδῳ Ἀπόλλωνα πέλεκυν κρατεῖν διὰ τὰ συμβάντα τοῖς περὶ Τένην. ἢ μᾶλλον, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Τενεδίων πολιτείᾳ, ὅτι βασιλεύς τις ἐν Τενέδῳ νόμον ἔθηκε, τὸν κατα‐
5λαμβάνοντα μοιχοὺς ἀναιρεῖν πελέκει ἀμφοτέρους. ἐπειδὴ δὲ συνέβη τὸν υἱὸν αὐτοῦ καταληφθῆναι μοιχόν, ἐκύρωσε καὶ περὶ τοῦ ἰδίου παιδὸς τηρηθῆναι τὸν νόμον, καὶ ἀναιρεθέντος εἰς παροιμίαν περιῆλθε τὸ πρᾶγμα ἐπὶ τῶν ὠμῶς πραττομέ‐ νων. διὰ τοῦτό φησι καὶ ἐπὶ τοῦ νομίσματος τῶν Τενεδίων
10κεχαράχθαι ἐν μὲν τῷ ἑτέρῳ μέρει πέλεκυν ἐπὶ δὲ τοῦ ἑτέρου δύο κεφαλὰς εἰς ὑπόμνησιν τοῦ περὶ τὸν παῖδα παθήματος. ἔστι καὶ ἄλλη παροιμία „Τενέδιος ξυνήγοροσ“ ὁ ἀπότομος καὶ σκληρός. Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενε‐
15δίους. καὶ θηλυκῶς Τενεδία. Τέντυρις, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. ὁ πολίτης Τεντυρίτης. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. Τεράψη, νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη. τὸ ἐθνι‐
20κὸν Τεραψαῖος. Τερβητία, πόλις Σικελίας. οἱ πολῖται Τερβητῖνοι, ὡς Πλακεντῖνοι ἀπὸ Πλακεντίας. Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.
Τέργις, πόλις ἐν Λιβύῃ πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνι‐616
Eth
.

617

κὸν Τεργίτης, ὡς τῆς Λέπτις Λεπτίτης. [οὕτως καὶ ὁ φιλό‐ σοφος Κορνοῦτος ἐχρημάτιζε Λεπτίτης.] Τερηδών, πόλις ἐπὶ τῇ Ἐρυθρᾷ. τὸ ἐθνικὸν Τερηδό‐ νιος, ὡς Ἀνθηδόνιος Καρχηδόνιος.
5 Τέρινα, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. ἐκαλεῖτο δὲ καὶ μεγάλη Ἑλλάς. ὡς Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ περὶ παροιμιῶν. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκό‐ φρων „Λίγεια δ’ εἰς Τέριναν ἐκναυσθλώσεται“. ὁ πολίτης
10Τεριναῖος. Τέρμερα, πόλις Λυκίας, ἀπὸ Τερμέρου. ὁ πολίτης Τερμερεύς. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν τῷ πρώτῳ. ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι.
Τερμησσός, πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης617
Eth
.

618

ἄποικος καὶ αὐτὴ Πισιδίας, λεγομένη μικρ, ὡς ἡ προτέρα μείζων. τὸ ἐθνικὸν Τερμησσεύς. Τετράπολις τῆς Ἀττικῆς, ἔχουσα δήμους καὶ πόλεις τέτταρας, Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ἀν‐
5δροτίων δὲ Τετραπόλιδός φησι διὰ τοῦ δ. αὕτη πρότερον ἐκαλεῖτο Ὑττηνία. οἱ οἰκήτορες Τετραπολεῖς καὶ Τετραπο‐ λῖται, ὡς Φαβωρῖνος ἐν πρώτῳ παντοδαπῆς ὕλης ἱστορικῆς. Τετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ. οὗτοι λέγονται καὶ Τετράκωμοι.
10 Τευθίς, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν πατρωνυμικῶς Τευθίδης. Τευθρανία, Μυσίας πόλις, ἀπὸ Τεύθραντος. ὁ Τεύ‐ θρας δὲ τὴν Αὔγην ἔγημε καὶ τὸν Τήλεφον ἐπαιδοποιήσατο. τὸ ἐθνικὸν Τευθράνιος, ὡς τῆς Παρρασίας Παρράσιος. λέγε‐
15ται καὶ Τευθράντιος, Εὐριπίδης Λικυμνίῳ „Τευθράντιον δὲ σχῆμα Μυσίας χθονόσ“, τὸ θηλυκὸν Τευθραντίς, ἀπὸ τῆς Τεύθραντος γενικῆς. Τευκρο, ὀξυτόνως, οἱ Τρῶες, ἀπὸ Τεύκρου τοῦ Σκα‐ μάνδρου καὶ Ἰδαίας νύμφης. λέγεται καὶ Τευκρίς θηλυκῶς
20ἡ Τροία, καὶ Τεύκριον. Τευμησσός, ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλ‐
λωνα ὕμνῳ „εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην“.618
Eth
.

619

ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ’ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος
οὕνεκά οἱ Κρονίδης, ὅσ[τε] μέγα πᾶσιν ἀνάσσει,
ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη
5
Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις
μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. οἱ κατοικοῦντες Τευμήσσιοι, καὶ Τευμησσία ἡ ἀλώπηξ ἀπὸ τοῦ ὄρους, καὶ τὸ οὐδέτερον Τευμήσσιον. καὶ τὸ ἐκ τόπου Τευ‐ μησσόθεν, καὶ τὸ εἰς τόπον Τευμησσόνδε. Ἀντίμαχος ἐν πρώτῳ
10Θηβαΐδος. Τεύτλουσα, νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ. τὸ ἐθνικὸν Τευτλουσαῖος ἢ Τευτλούσσιος. Τεύωχις, πόλις Αἰγυπτία. ἔστι καὶ λίμνη ὁμώνυμος. ὁ πολίτης Τευωχίτης.
15 Τέως, πόλις Ἰωνίας. ἔστι δὲ μέση Ἰωνίας, ὡς Ἡρόδο‐ τος ἐν πρώτῃ. ἣν πρῶτον ἔκτισεν Ἀθάμας, ὅθεν Ἀθαμαν‐ τίδα καλεῖ αὐτὴν Ἀνακρέων. ἐκλήθη δὲ ἀπὸ τῆς Ἀθάμαντος
θυγατρὸς Ἀρᾶς. σκοπουμένου γὰρ τοῦ Ἀθάμαντος ἔνθα ἱδρύ‐619
Eth
.

620

σει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμα‐ μένη ἔλεγεν „ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην“. καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. τὸ ἐθ‐ νικὸν Τήιος. ἔστι γὰρ πρῶτον Τέιος καὶ Τεῖος καὶ ἰωνικῶς
5Τήιος. ἀφ’ οὗ „Πρωταγόρας ὁ Τήιοσ“. καὶ Σκυθῖνος ἰάμβων ποιητὴς Τήιος. καὶ θηλυκῶς Τηία. ἔστι καὶ ἑτέρα πόλις ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆθος, ἀφ’ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ.
10 Τήλανδρος, πόλις Καρίας. καὶ Τηλανδρία ἄκρα. Ἀλέ‐ ξανδρος δ’ ὁ πολυίστωρ οὐδετέρως τὴν πόλιν Τήλανδρον καλεῖ ἐν πρώτῳ Λυκιακῶν. καὶ Τηλάνδρειαν τὴν αὐτήν· τὸ ἐθνικὸν Τηλανδρεύς. τοῦ δὲ Τηλάνδρου Τηλάνδριος τὸ ἐθνικόν. Τηλεβοΐς, μοῖρα τῆς Ἀκαρνανίας, ἀπὸ Τηλεβόου, ἣ
15πρότερον Ταφίων ἐκαλεῖτο. οἱ οἰκήτορες Τηλεβόαι. ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πηγαῖς τοῦ Τίγρητος. Τηλέφιος δῆμος καὶ Τηλέφου κρήνη Λυκίας. Μέ‐ ναιχμος γάρ φησιν ὅτι „ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέ‐ φου κρήνη δείκνυται, διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ
20τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιοσ“. τὸ ἐθνικὸν Τηλέφιος ἢ Τηλεφιεύς.
Τῆλος, νῆσος τῶν Κυκλάδων μία, ἀπὸ Τήλου οἰκιστοῦ.620
Eth
.

621

ἐκαλεῖτο δὲ καὶ Ἀγαθοῦσσα, ὡς Ἰάσων. τὸ ἐθνικὸν Τήλιος. Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Τημένιον, χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. οἱ οἰκήτορες Τημενιεῖς ὡς Ἰλιεῖς.
5 Τῆμνος, πόλις τῆς Αἰολίδος. ὁ Μαλαὸς γὰρ ἔλαβε χρησμόν, ὅπου ἂν ὁ τοῦ ἅρματος ἄξων διατμηθῇ πόλιν κτίσαι. καὶ διατμηθέντος τοῦ ἄξονος κτίζει. ὁ πολίτης Τημνίτης. Τήνειον, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Τηνειεύς ὡς Σου‐ νιεύς καὶ Σιγειεύς.
10 Τῆνος, νῆσος Κυκλάς, ἀπὸ οἰκιστοῦ Τήνου. ἐκλήθη καὶ Ὑδρόεσσα διὰ τὸ κατάρρυτον εἶναι, καὶ Ὀφιοῦσσα. Ἀριστοτέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων φησὶν ὅτι ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα ἔχον, ἐξ οὗ
πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ Ἀθήναιος ἐν δευτέρῳ δει‐621
Eth
.

622

πνοσοφιστῶν περὶ αὐτῆς ὅτι ἐν Τήνῳ τῇ νήσῳ κρήνη ἐστίν, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίγνυται. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη. ὁ πολίτης Τήνιος, καὶ τὸ θη‐ λυκὸν Τηνία, ἀφ’ οὗ καὶ Ἥριννα Τηνία ποιήτρια. λέγεται
5καὶ Τηνεύς. Τιβαρηνία, χώρα πρὸς τῷ Πόντῳ, πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοί καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν πέμπτῳ φησὶν ὅτι „Τι‐ βαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ
10μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνοσ“. Τίβειον, τόπος Φρυγίας, ἀπὸ Τιβίου τινός. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσι. Τιβεριάς, πόλις τῆς Ἰουδαίας πρὸς τῇ Τεννησαρίτιδι
15λίμνῃ. ἐκτίσθη δὲ ὑπὸ Ἡρώδου. ἐκ ταύτης ἦν Ἰοῦστος ὁ τὸν Ἰουδαϊκὸν πόλεμον τὸν κατὰ Οὐεσπασιανοῦ ἱστορήσας. ὁ πο‐ λίτης Τιβεριεύς. Ἰουλιανὸς δὲ ὁ βασιλεὺς Τιβεριοπολίτας ἐπέγραψε, καὶ δῆλον ὡς τῆς πόλεως καλουμένης Τιβεριου‐ πόλεως. τὸ θηλυκὸν Τιβεριάς.
20 Τίβυρις, πόλις Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεω‐ γραφουμένων „ἔστι δ’ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς
τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ“.622
Eth
.

623

τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτε‐ ρον. „ἐν ᾗ Τιβουρίνιον τέμενοσ“. αὕτη Πολυστέφανος ὠνομάζετο πρότερον.
5 Τίγγις, πόλις Μαυρουσίας. ὁ πολίτης ἔδει Τιγγίτης, ὡς Μεμφίτης Ζελείτης. Μαρκιανὸς δὲ Μαυριτανίαν αὐτὴν λέγει. Τιγγιτανός οὖν τὸ ἐθνικὸν καὶ θηλυκὸν Τιγγιτανή. „εἰσὶ δὲ ἀπὸ Τίγγεως στάδια ὀγδοήκοντα“. Τιγρανόκερτα, οὐδετέρως, πόλις πρὸς Ἀρμενίαν, ἀπὸ
10Τιγράνου βασιλέως Ἀρμενίας. Κουάδρατος ἐνάτῳ „καὶ ᾤκισε τὰ Τιγρανόκερτα. τὸ δ’ ἐστὶ τῇ Παρθυαίων φωνῇ Τιγρα‐ νούπολισ“. τὸ ἐθνικὸν Τιγρανοκέρται.
Τιθοραία, πόλις Βοιωτίας, ἀπὸ νύμφης Τιθοραίας,623
Eth
.

624

ὡς Παυσανίας ιʹ. ἐνταῦθα Ζῆθος καὶ Ἀμφίων ἐτάφησαν. ὁ πολίτης Τιθοραιεύς. ἔστι δ’ ἐν τῇ ἄκρᾳ Παρνασσοῦ. Τίθρας, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Τι‐ θράσιος. ἐκ τόπου Τιθραντόθεν, εἰς τόπον Τιθραντάδε, ἐν
5τόπῳ Τιθραντοῖ. Τιθρώνιον, Φωκικὴ πόλις. τὸ ἐθνικὸν Τιθρωνιεύς. Τίκινος, πόλις Ἰταλίας περὶ Ῥαούενναν καὶ ποταμὸς ὁμώνυμος. τὸ ἐθνικὸν Τικίνιος. Τιλαταῖοι, ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ.
10 Τιλφωσσαῖον, χωρίον Θετταλίας. τὸ ἐθνικὸν Τιλφωσ‐ σαῖος ὁμοίως. Τίμυρα, πόλις περὶ Ἰσαυρίαν. καὶ ποταμὸς Ἰνδός. τὸ ἐθνικὸν Τιμυραῖος. Τιμώνιον, φρούριον Παφλαγονίας. τὸ ἐθνικὸν Τιμω‐
15νίτης καὶ τὸ θηλυκὸν Τιμωνῖτις. Τίνδιον, πόλις Λιβύης. ὁ πολίτης Τινδανός. ἐχρῆν δὲ Τινδιεύς ὡς Σουνιεύς· ἀλλὰ μᾶλλον ἀπὸ τοῦ Τίνδα Τινδανός. τοῦ δὲ Τίνδα τὸ Τίνδιον. ἔστι καὶ Τίνδη Θρᾴ‐ κης Χαλκιδικὴ πόλις. τὸ ἐθνικὸν Τινδαῖος.
20 Τίος, πόλις Παφλαγονίας τοῦ Πόντου, ἀπὸ Τίου ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ’ ἐν Βιθυνια‐ κοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα
Παφλαγονίαν, καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι.624
Eth
.

625

μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ „ἀπὸ Ψύλ‐ λης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βίλαιον στάδιοι Ϟʹ“. [καί] „οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποτα‐ μὸν Βίλαιον στάδιοι τοʹ“. καὶ πάλιν „οἱ πάντες ἀπὸ Τίου
5εἰς Ἄμαστριν στάδιοι σκʹ“. Στράβων ἐν τῷ δωδεκάτῳ οὐδε‐ τέρως καὶ τρισυλλάβως τὸ Τίειον φησί. καὶ τὸ ἐθνικὸν ἀπὸ τῆς Τίου Τιανός, ὡς ἀπὸ τῆς Κίου Κιανός. λέγεται δὲ καὶ Τιανεύς. Τιπανίσαι, ἔθνος παρὰ τὸν Καύκασον. Ἑκαταῖος
10Εὐρώπῃ. Τίριζα, πόλις Παφλαγονίας. τὸ ἐθνικὸν Τίριζοι. Κτη‐ σίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ „ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Πα[φλαγονίᾳ]“. Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρ‐
15σης, μιᾶς τῶν γυναικῶν [Γρασ]τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί. τὸ ἐθνικὸν Τιρσαῖος. Τίρυνς, πόλις τῆς Πελοποννήσου „οἳ δ’ Ἄργος τ’ εἶχον
Τίρυνθά τε τειχιόεσσαν“. ἀπὸ Τίρυνθος τῆς Ἄλω θυγατρός,625
Eth
.

626

ἥ τις Ἀμφιτρύωνος ἦν ἀδελφή. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς, διὰ τὸ πολλοὺς Ἑρμιονέων ἁλιευομένους οἰκεῖν αὐτοῦ. τὸ ἐθνικὸν Τιρύνθιος καὶ Τιρυνθιάς τὸ θηλυκὸν καὶ Τιρυνθίς. τὸ ἐκ τόπου Τιρυνθόθεν, εἰς τόπον Τίρυνθόνδε. ὤφειλε δὲ
5Τίρυνθάδε ὡς πρὸς αἰτιατικήν. Τισία, ὡς Ἀσία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Τισιάτης ὡς Ἀσιάτης, καὶ Τισιᾶτις θηλυκόν. Τῖσις, πόλις Αἰγύπτου, ἣν ἔκτισε Τῖσις. ὁ πολίτης Τισίτης.
10 Τίσσαι, χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. τὸ ἐθνικὸν Τισσαῖος. Τιτακίδαι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Τιτακοῦ τοῦ προδόντος Ἀφίδνας τοῖς Διοσκούροις. ὁ δημότης Τιτα‐ κίδης ὁμοφώνως. καὶ τὰ τοπικὰ ἐπιρρήματα ὡσαύτως.
15Τίτανα, χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς626
Eth
.

627

„Τιτάνοιό τε λευκὰ κάρηνα“. τὸ ἐθνικὸν Τιτάνιος καὶ Τι‐ τανία. νῦν δὲ Τευτάνιον καλεῖται. Τιταρών, πόλις Θεσσαλίας, ἣν Τίταρον Λυκόφρων φησί. τὸ ἐθνικὸν Τιταρώνιος. ἔστι καὶ Τιταρήσιος ποτα‐
5μὸς Θεσσαλίας. τὸ ἐθνικὸν ὁμοφώνως Τιταρήσιος. Τιτωνεύς, ὄρος .... Διονύσιος Γιγαντιάδος πρώτῳ. ὁ οἰκήτωρ Τιτωνεύς. Τλῆτες, ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος τεσσαρακοστῷ πέμπτῳ.
10 Τλῶς, πόλις Λυκίας, ἀπὸ Τλῶ τοῦ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης. τὸ ἐθνικὸν διχῶς καὶ Τλωεύς καὶ Τλωί‐ της. ἔστι καὶ Τλῶς Τλωός τὸ ἐθνικόν, ἀλλὰ καὶ Τλώιος. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. τὸ κτητικὸν Τλωικός καὶ Τλωική.
15 Τνυσσός, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Τνυσσεύς τῷ τύπῳ τῆς χώρας. Τολέριον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Τολερῖνος. Τολιστόβιοι, ἔθνος Γαλατῶν ἑσπερίων μετοικησάντων ἐκ τῆς Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθένης δ’ ἐν πρώτῳ
20Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησι.627
Eth
.

628

Τολοφών, πόλις Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Τολοφώνιος. Θουκυδίδης τρίτῃ. Τόμαρος, ὄρος Δωδώνης, ὅ τινες Τομοῦρον καὶ τοὺς κατοικοῦντας Τομούρους. οἱ δὲ Τμάρος, οὗ τὸ ἐθνικὸν
5Τμάριος. Τομεύς, πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. ἔστι καὶ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου, ἐοικὸς
10σμίλῃ. ὁ πολίτης Τομίτης, καὶ Τομῖτις τὸ θηλυκόν. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι. Τόμισα, χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύ‐ ρου. τὸ ἐθνικὸν Τομισηνός τῷ τύπῳ τῆς χώρας καὶ Τομισεύς. Τόξιοι καὶ Τοξιανο, ἔθνος Ταυρικόν. Ἡρωδιανὸς
15ἑβδόμῃ. Τόπαζος, νῆσος Ἰνδική. τὸ ἐθνικὸν Τοπάζιος. Ἀλέ‐ ξανδρος ὁ πολυίστωρ φησὶν ὡς εὑρίσκεσθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήσῳ λίθον ὁμώνυμον τῇ νήσῳ, [καὶ] ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον.
20 Τορέται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Τόρρηβος, πόλις Λυδίας, ἀπὸ Τορρήβου τοῦ Ἄτυος.
τὸ ἐθνικὸν Τορρήβιοι καὶ θηλυκὸν Τορρηβίς. „ἐν δὲ τῇ628
Eth
.

629

Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ“. „Κάριος δὲ Διὸς παῖς καὶ Τορρηβίασ“, ὡς Νικόλαος τετάρτῳ, „ὃς πλαζόμενος περί τινα λίμνην, ἥ τις ἀπ’ αὐτοῦ Τορρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς
5καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε. καὶ τὰ μέλη διὰ τοῦτο Τορρήβια ἐκαλεῖτο“. Τορτόμιον, πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. τὸ ἐθνικὸν Τορτόμιος ὡς Βυζάντιος.
10 Τορώνη, πόλις Θρᾴκης, ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. ὁ πολίτης Τορωναῖος. ἔστι καὶ ἄλλη πόλις Σι‐ κελίας Τόροννα διὰ δύο νν καὶ δύο οο. λέγεται καὶ Το‐ ρωναϊκὸς κόλπος. οὕτως δὲ καλεῖται ἀπὸ τοῦ Καναστραίου
15ἕως τῆς Δέρρεως. Τουρδητανία, χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτική κα‐ λεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. οἱ οἰκοῦντες Τουρδητανοί καὶ Τουρδοῦλοι. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν
καλεῖ καὶ Τούρτους τοὺς οἰκήτορας καὶ Τουρτυτανούς.629
Eth
.

630

Τραγασα, χωρίον ἐν ἠπείρῳ, ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ’ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. ὁ οἰκήτωρ Τραγασαῖος. Ἀριστο‐
5φάνης Ἀχαρνεῦσι. Τραγία, νῆσος πρὸς ταῖς Κυκλάσιν, ὅθεν ἦν Θεογείτων ὁ περιπατητικός, Ἀριστοτέλους γνώριμος. ἔστι [καὶ] πόλις ἐν Νάξῳ, ἐν ᾗ Τράγιος Ἀπόλλων τιμᾶται. Εὔπολις διὰ τοῦ ε γράφει καὶ πληθυντικῶς Τραγέαι. τὸ ἐθνικὸν Τραγεάτης
10ὡς Τεγεάτης. Τράγιλος, πόλις μία τῶν ἐπὶ Θρᾴκης πρὸς τῇ χερρο‐ νήσῳ καὶ Μακεδονίᾳ. ἐκ ταύτης ἦν Ἀσκληπιάδης ὁ τὰ τρα‐ γῳδούμενα γράψας ἐν ἓξ βιβλίοις. ὁ πολίτης Τραγιλεύς. Τραλλία, μοῖρα τῆς Ἰλλυρίας. λέγονται καὶ Τράλλοι,
15καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. λέγεται καὶ Τραλλική καὶ Τράλλα. ἔστι καὶ Τράλλιον Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. τὸ ἐθνικὸν τούτου Τράλλιοι. Τράλλις, πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, ἡ πρότερον [λεγομένη] Πολυάνθεια διὰ τὸ πολλὰ ἄνθη
20ἐκεῖ πεφυκέναι. ἐκαλεῖτο καὶ Ἐρυμν. τὸ ἐθνικὸν Τραλλιανός.630
Eth
.

631

Τράμπη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Τραμπαῖος, ὡς Λάμπη Λαμπαῖος. Τραμπύα, πόλις τῆς Ἠπείρου πλησίον Βουνίμων. ὁ πολίτης Τραμπυεύς καὶ Τραμπυάτης.
5 Τρανσαλπῖνοι, ἔθνη Κελτῶν πέραν τῶν Ἄλπεων· τὸ γὰρ τράνς σημαίνει τὸ πέραν. Τράπεζα, πόλις Ἀρκαδίας ἐγγὺς Τρικολώνων. οἱ πο‐ λῖται Τραπεζεῖς. Τραπεζοῦς, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Σινωπέων
10ἄποικος. ἐκαλεῖτο καὶ Οἰζηνίς. ἐν ταύτῃ μέλι ἀπὸ τῆς πύξου φησὶν Ἀριστοτέλης γίνεσθαι ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων βαρύοσμον, ἀφ’ οὗ τοὺς φαγόντας ὑγιαίνοντας μὲν ἐξίστασθαι, τοὺς δ’ ἐπιλήπτους εὐθέως ἀπαλλάττεσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς, ἀπὸ Τραπεζοῦντος
15παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ. ἔστι καὶ ἄλλη πλη‐ σίον τοῦ Ἀραβικοῦ κόλπου. ὁ πολίτης Τραπεζούντιος ὡς Σελινούντιος, καὶ ἡ χώρα Τραπεζουντία. λέγεται καὶ Τρα‐ πεζούσιος ὡς Ἀμαθούσιος. Τραύαλα, πόλις Λυκίας. τὸ ἐθνικὸν Τραυαλεύς.
20Τραυχένιοι, ἔθνος περὶ τὸν πόντον τὸν Εὔξεινον, ὅμο‐
ρον Σίνδοις.631
Eth
.

632

Τραυσο, πόλις Κελτοῦς. ἔθνος οὓς οἱ Ἕλληνες Ἀγα‐ θύρσους ὀνομάζουσι. Τράφη, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Τραφαῖος. Τράφεια, πόλις Βοιωτίας, πολλὰ θρέμματα ἔχουσα.
5τὸ ἐθνικὸν Τράφιος ἢ Τραφιεύς. Τραχεῖα. οὕτως ἡ Ἰσαυρία πᾶσα. Στράβων τεσσα‐ ρεσκαιδεκάτῃ „Κιλικίας δὲ τῆς ἔξω Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς. τὸ τοπικὸν Τραχεώτης. ἀρχὴ δ’ αὐτῆς ἀπὸ Κορακησίου, ἡ πεδιὰς δὲ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι
10Ἰσσοῦ“. καί ἐστι τὸ ταύτης τοπικὸν ἔτι καὶ νῦν Πεδιανοί, ὀφεῖλον Πεδιεῖς ὡς Σουνιεῖς. Τραχίς, πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην, ὑπὸ Ἡρα‐ κλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. ὁ πολίτης Τραχίνιος καὶ Τρηχίνιος καὶ Τραχιναῖος.
15Τρεμιθοῦς, κώμη Κύπρου. καλοῦνται Τρεμιθούσιοι
καὶ Τρεμιθοπολῖται. φασὶ δ’ ὅτι ἐπιβάσης Ἀφροδίτης εἰς632
Eth
.

633

τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου δια‐ σαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων ἃς Τύπριοι τρεμίθους καλοῦσιν ὠνομάσθαι, ὥσπερ πλείστας ἄλλας ἀπὸ
5τῶν ἐν αὐταῖς πλεοναζόντων φυτῶν, ἐν μὲν τῇ Ἀττικῇ Ῥα‐ μνοῦντα, ἐν δὲ τῇ Πελοποννήσῳ Κυπάρισσον καὶ Θρύον, καὶ Ἐλαίας. Τρεμίλη. ἡ Λυκία ἐκαλεῖτο οὕτως ἀπὸ Τρεμίλου, ὡς Πανύασις
10ἔνθα δ’ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ’ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ’ ἀρούρας.
15οἱ κατοικοῦντες Τρεμιλεῖς. Ἀλέξανδρος „τελευτήσας τὰς δὲ633
Eth
.

634

τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν“. Ἑκα‐ ταῖος Τρεμίλας αὐτοὺς καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν. Τρῆρος, χωρίον Θρᾴκης, καὶ Τρῆρες Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ „Τρήρεας
5ἄνδρας ἄγων“. Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ. Τρῆχις, πόλις Αἰγύπτου, ὡς Θῶνις Σάϊς. τὸ ἐθνικὸν Τρηχίτης. Τριβαλλο, ἔθνος Ἰλλυρικόν. Ἀριστοφάνης Ὄρνισιν „ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἐστι; μαν‐
10θάνω. Τριβαλλοί“. Τριζο, ἔθνος πρὸς νότον τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Τριῆρες, ἔθνος, ἀπὸ Τριήρου τοῦ Ὀβριάρεω παιδὸς καὶ Θρᾴκης, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. Τριήρης, πόλις Συρίας. ὁ πολίτης Τριηρίτης.
15 Τρίκαλον καὶ Τρίκαλα, οὐδετέρως, πόλις Σικελῶν. Φίλιστος. τὸ ἐθνικὸν Τρικαλῖνος καὶ Τρικαλίνη θηλυκῶς. Τρικάρανον, φρούριον τῆς Φλιασίας. Θεόπομπος πεν‐ τηκοστῷ πέμπτῳ. τὸ ἐθνικὸν Τρικαρανεύς ὡς Τρικολωνεύς,
τῆς αὐτῆς χώρας ἀμφότερα.634
Eth
.

635

Τρίκκη, πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. τὸ ἐθνικὸν Τρικκαῖος. Τρικόλωνοι, πόλις Ἀρκαδίας, ἀπὸ Τρικολώνου παι‐ δὸς Λυκάονος. τὸ ἐθνικὸν Τρικολωνεύς.
5 Τρικόρυνθον, οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διο‐ νύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν Τρι‐ κορυσία. Ἀριστοφάνης ἐν Λυσιστράτῃ „οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;“ καὶ Τρικορυνθόθεν καὶ Τρικόρυν‐
10θόνδε καὶ Τρικορυνθοῖ. Τρινακρία, ἡ Σικελία, παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. τὸ ἐθνικὸν Τρινακριεύς. Καλλίμαχος δ’ Αἰτίων αʹ Τρινάκριον πόντον φησίν. ἐκλήθη δ’ οὕτως ἢ ὅτι τρεῖς ἄκρας ἔχει ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία
15προσηγόρευται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ [διὰ τὸ] Τρίνακον [βούκολον] τὸν Ποσειδῶνος Σικελίας ἄρξαι,
Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως,
υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. ὕστερον Σικανία ἐκλήθη ἀπὸ Σικανοῦ.
20Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. Διόδωρος
καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι τὸν δῆμον, Καλλίμαχος635
Eth
.

636

Ἑκάλῃ Τρινέμειαν. ὁ δημότης Τρινεμεύς. τὸ τοπικὸν Τρι‐ νεμέαθεν, εἰς τόπον Τρινεμήνδε, ἐν τόπῳ Τρινεμεᾶσι. Τρίνησσα, τόπος Φρυγίας. Θεόπομπος Ἑλληνικῶν τε‐ τάρτῳ. τὸ ἐθνικὸν Τρινησσαῖος.
5 Τρίοδος, τόπος τρεῖς ὁδοὺς ἔχων. ἀπὸ τριόδου Λυ‐ κηίδος. ἀπ’ αὐτοῦ τριοδίτης, ὡς τοπίτης χωρίτης, καὶ θηλυ‐ κὸν τριοδῖτις. οὕτω γὰρ ἡ Ἑκάτη. αὕτη καὶ ἐνοδία ἐκλήθη, ὅτι ἐν τῇ ὁδῷ εὑρέθη ὑπὸ Ἰνάχου, τριοδῖτις δὲ ὅτι ἐν ταῖς τριόδοις τετίμηται.
10 Τριόπιον, πόλις Καρίας, ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυ‐ σίχθονος. λέγεται καὶ Τριοπία. Ἑλλάνικος δὲ καὶ Τρίοπά φησιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. τὸ ἐθνικὸν Τριόπιος [καὶ Τριο‐ πίτης] καὶ Τριοπῖτις τὸ θηλυκὸν καὶ Τριοπηίς, ὡς ἀπὸ τοῦ Τριοπεύς. καὶ τὸ κτητικὸν Τριοπικός. Τριοπικὸν ἱερόν.
15Ἡρόδοτος πρώτῃ.636
Eth
.

637

Τριποδίσκος καὶ Τριποδίσκοι, κώμη τῆς Μεγαρί‐ δος. λέγεται καὶ Τριποδίσκη. Ἡρωδιανὸς δωδεκάτῃ. ὁ κωμήτης Τριποδίσκιος. Καλλίμαχος δ’ ἐν Αἰτίων ... πόλιν αὐτὴν εἶναί φησι.
5 Τρίπολις, πόλις Φοινίκης, διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου Τύρου καὶ Σιδῶνος. ὁ πολίτης Τρι‐ πολίτης. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας καὶ ἄλλη Καρίας, ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκα‐ δίας καὶ Ἠπείρου, καὶ ἄλλη Ποντική.
10 Τριπόλισσοι, ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισ‐ σίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Τρίσπλαι, ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. Τριταία, πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ. ὁ πολίτης Τριταιεύς.
15 Τρίτεια, πόλις Τρωική, Ἀρισβαίων κτίσμα. ὁ πολίτης Τριτειεύς. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν
Ὀζολῶν. ἔστι καὶ Ἀχαΐας ἄλλη διὰ δύο ττ.637
Eth
.

638

Τρίτη, πόλις περὶ τὰς Ἡρακλείους στήλας. ἡ χρῆσις ἐν τῷ περὶ Σάλμυκα κεῖται. Τρίτωνος, πολίχνιον Μακεδονίας. τὸ ἐθνικὸν Τριτώνιος. Τριφυλία, ἡ Ἦλις. λέγονται καὶ Τρίφυλοι παρὰ τὸ
5οἰκισθῆναι ἀπὸ τριῶν φυλῶν ἢ ἀπὸ τριῶν πυλῶν ἢ ἀπὸ Τριφύλης τῆς Κλυτίου μητρός. ὁ οἰκήτωρ Τριφύλιος, καὶ θηλυκὸν Τριφυλίς ὡς Παμφυλίς. Τριχώνιον, πόλις Αἰτωλίας. ὁ πολίτης Τριχωνιεύς, ὡς Δουλιχιεύς. καὶ Τριχόνιος εὕρηται διὰ τοῦ ο μικροῦ.
10λέγεται καὶ Τριχωνήιος. ἔστι καὶ Τριχωνίτης καὶ θηλυκὸν Τριχωνῖτις. Τροία, χώρα Ἀσίας, ἡ πρότερον Ἰδαία, εἶτα Τευκρίς, εἶτα Τροία ἀπὸ Τρωός κατὰ Βοιωτούς, ἢ μᾶλλον ὡς βοιω‐ τιακόν, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ,
15ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη,
ἥ τις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ638
Eth
.

639

τῆς Χαονίας. ἔστι καὶ τῆς Αἰγύπτου πόλις· ὁ πολίτης Τρωίτης. ἔστι καὶ Τρωίτης ποταμὸς καὶ Τρωικὸν ὄρος Αἰγύπτου. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων.
5 Τροιζήν, πόλις Πελοποννήσου, ἀπὸ Τροιζῆνος τοῦ Πέ‐ λοπος. ἐκαλεῖτο δὲ Ἀφροδισιάς καὶ Σαρωνία καὶ Ποσει‐ δωνιάς καὶ Ἀπολλωνιάς καὶ Ἀνθανίς. τὸ ἐθνικὸν Τροι‐ ζήνιος καὶ Τροιζηνία, καὶ Τροιζηνίς, καὶ οὐδέτερον Τροιζήνιον. ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ
10Τροιζηνίδα χώραν φησί. Τροκμο, ἔθνος Γαλατικόν. ἐκαλοῦντο δὲ καὶ Τρο‐ κμηνο. Τρόπις, νῆσος .... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγρα‐ φουμένων.
15 Τρῦχαι, πόλις Εὐβοίας. Λυκόφρων δὲ μεταφράσας Τρύχαντα καλεῖ. τὸ ἐθνικὸν Τρυχεύς, τοῦ δὲ Τρύχαντος Τρυχάντιος.
Τρώγιλος, χωρίον ἐν Σικελίᾳ. ἔστι καὶ [χώρα] Μακε‐639
Eth
.

640

δονίας. τὸ ἐθνικὸν Τρωγίλιος καὶ Τρωγιλία. ἔστι καὶ Τρω‐ γιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Τρῳάς, ἡ χώρα τοῦ Ἰλίου, ἣ ἐκαλεῖτο Τευκρίς καὶ Δαρ‐ δανία καὶ Ξάνθη. τὸ ἐθνικὸν Τρῳαδεύς. ἐντεῦθεν ἦν καὶ
5„Ἡγησιάναξ γραμματικός, γράψας περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον ἓν καὶ περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρῳαδεύσ“. Τύανα, πόλις μέση Κιλικίας καὶ Καππαδοκίας „ὑπο‐ πεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλασ“. οἱ πολῖται Τυανεῖς ὡς Ἀδανεῖς. λέγεται καὶ Τυανίτης καὶ Τυα‐
10νῖτις θηλυκόν. ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμ‐ ματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου, ᾗ μᾶλλον ἀναλογεῖ τὸ Τυανίτης διὰ τὴν Αἰγυ‐ πτίων χώραν. Τύδερτα, πόλις Τυρρηνική, οὐδετέρως. τὸ ἐθνικὸν Τυ‐
15δερτῖνος. Τυῆνις, πόλις Κόλχων, ἀπὸ Τυηνίδος ποταμοῦ. τὸ ἐθνικὸν Τυηνίτης. Τυλησσός, ὄρος Ἰταλίας. τὸ τοπικὸν Τυλήσσιος. Λυ‐ κόφρων „ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων“.
20 Τύλις, πόλις Θρᾴκης τοῦ Αἵμου πλησίον. καὶ κλίνεται Τύλεως. τὸ ἐθνικὸν Τυλίτης ὡς Μεμφίτης. Τυμέναιον, ὄρος περὶ Φρυγίαν. οἱ κατοικοῦντες Τυ‐ μεναῖοι.
Τύμηνα, κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου640
Eth
.

641

οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. τὸ ἐθνικὸν Τυμηνεύς, ὡς Πιναρεύς Παταρεύς· χαίρουσι γὰρ
5οἱ Λύκιοι τῷ τύπῳ τούτῳ. Τύμης, Τύμητος, πόλις Λιβύης. τὸ ἐθνικὸν Τυμήσιος, ὡς Φαγρήσιος Μαγνήσιος. Τυμνησσός, πόλις Καρίας, ἀπὸ Τυμνησσοῦ ῥάβδου· Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. ὁ πολίτης Τυ‐
10μνησσεύς, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. Τύμνος, πόλις Καρίας. ὁ πολίτης Τύμνιος. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. Τύμφη, ὄρος Θεσπρωτικόν. καὶ Τυμφαία πόλις. τὸ ἐθνικὸν Τυμφαῖος καὶ θηλυκῶς Τυμφαία. καὶ κτητικὸν Τυμ‐
15φαϊκόν. καὶ Τυμφαιίς ὡς Ἀχαιίς. Τύμωλος. οὕτως ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχη‐ ματισμόν. Τύνης, Τύνητος, πόλις Σικελίας. τὸ ἐθνικὸν [Τυνήσιος,
καὶ] Τυνησαῖος ὡς Φαγρησαῖος Γυμνησαῖος Ἀδρυμησαῖος.641
Eth
.

642

Τύπαιον, ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ. Τυπανέαι, πόλις Τριφυλίας. τὸ ἐθνικὸν Τυπανεάτης ὡς Φενεάτης. Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ
5ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύρις. ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυρανούς. ἐκαλεῖτο δ’ Ὀφιοῦσσα. Τυρακῖναι, πόλις Σικελίας, μικρὰ μὲν εὐδαίμων δ’
10ὅμως. τὸ ἐθνικὸν Τυρακιναῖος καὶ Τυρακιναία θηλυκόν. Τυ‐ ρακὴν δὲ αὐτὴν Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ. Τυριτάκη, πόλις Πόντου. τὸ ἐθνικὸν Τυριτακαῖος καὶ Τυριτακηνός τῷ συνήθει τύπῳ. Τυρμένιοι, Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται
15δὲ φυγάδες. Τυρμίδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Τυρμίδης. τὰ τοπικὰ ἐκ Τυρμιδῶν εἰς Τυρμιδῶν ἐν Τυρμιδῶν.
Τυρόδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ642
Eth
.

643

Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖος ὡς Γαζαῖος. νῦν δὲ Τυροδιζηνοί λέγονται, ὡς Κρατερὸς ἐν θʹ περὶ ψηφισμάτων. Τύρος, νῆσος ἐν Φοινίκῃ, ἀπὸ Τύρου τοῦ Φοίνικος.
5ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ. ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. τὸ ἐθνικὸν Τύριος καὶ Τυρία θηλυκὸν καὶ τὸ οὐδέτερον Τύριον. καὶ τὸ κτητικὸν Τυριακός ὡς Ῥοδια‐
10κός. ἐκλήθη δὲ καὶ Παλαίτυρος καὶ τὸ ἐθνικὸν Παλαιτύριος. Τυρρηνία, χώρα πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Τυρρηνοῦ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρην. καὶ Τυρρη‐ νοί οἱ πολῖται. καὶ Τυρσηνὴ θάλασσα καὶ Τυρσηνίς. καὶ κτητικὸν Τυρσηνικός καὶ Τυρσηνική καὶ Τυρσηνικόν. λέγονται
15καὶ Τυρρηνοί οἱ Ἀδριᾶται, ἀπὸ Τυρρηνοῦ ... κατὰ Δωρίδα διάλεκτον, ἀφ’ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη. Τύρσητα, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. τὸ ἐθ‐ νικὸν Τυρσητῖνος.
20 Τύσκλος, πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. τὸ ἐθνικὸν Τυσκλανός. Τυφρηστός, πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ. τὸ ἐθνικὸν Τυφρήστιος. καὶ τὸ οὐδέτερον Παρθένιος „Τυφρή‐
25στιον αἶποσ“. λέγεται καὶ ὄρος ἀρσενικῶς Τυφρηστός.643
Eth
.

644

Τύχη, πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. ἔστι δὲ καὶ Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας. τὸ ἐθνικὸν τῆς Τύχης Τυχαῖος. Ὑαία, πόλις Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Ὑαῖος.
5Θουκυδίδης τρίτῃ. Ὑάμεια, πόλις Μεσσήνης, τῶν πέντε μία. ὁ πολίτης Ὑαμίτης ἢ Ὑαμείτης διὰ διφθόγγου. Ὑάμιον, πόλις Τρωική. τὸ ἐθνικὸν Ὑάμιος ὡς Βυ‐ ζάντιος, καὶ Ὑαμιεύς ὡς Δουλιχιεύς.
10 Ὑάμπολις, πόλις Φωκίδος. ὁ οἰκήτωρ Ὑαμπολίτης. Ὕαντες, ἔθνος περὶ Ἀλαλκομένιον. λέγονται καὶ Ὑάν‐ τειοι. καὶ Ὑάντιος καὶ Ὑαντία, καὶ Ὑαντῖνοι καὶ Ὑαντίνη θηλυκῶς. ἔστι καὶ Ὑαντία πόλις Λοκρῶν. Ὑάπεια, πόλις Φωκίδος, ἀπὸ Ὑάπου. ὁ πολίτης Ὑα‐
15πεύς. Ὕασις, πόλις Λιβύης. λέγεται καὶ Ὄασις καὶ ὁ πο‐ λίτης Ὀασίτης, ὁ ποιητὴς Σωτήριχος ὁ καὶ τὰ πάτρια γε‐ γραφὼς αὐτοῦ. ὁ πολίτης Ὑασίτης. Ὕβα. οὕτως ὁ δῆμος τῆς Λεοντίδος φυλῆς. τινὲς δὲ
20τὸν δῆμον Ὑβάδαι λέγουσι. τὰ τοπικὰ ἐξ Ὑβαδῶν εἰς Ὑβα‐ δῶν ἐν Ὑβαδῶν. Ὑβέλη, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθ‐ νικὸν Ὑβελίτης. Ὕβλαι τρεῖς πόλεις Σικελίας, ἡ μείζων ἧς οἱ πολῖται
25Ὑβλαῖοι, ἡ μικρὰ ἧς οἱ πολῖται Ὑβλαῖοι Γαλεῶται Μεγαρεῖς.644
Eth
.

645

ἡ δὲ ἐλάττων Ἡραία καλεῖται. ἔστι καὶ πόλις Ἰταλίας. τὴν δὲ Ὕβλαν, ἀπὸ Ὕβλου τοῦ βασιλέως, διὰ τὸ πολλὰς Ὕβλας καλεῖσθαι τῶν Σικελῶν πόλεων τοὺς ἐνοικοῦντας ἐκάλουν Μεγαρέας. μία δὲ τῶν Ὑβλῶν Στύελλα καλεῖται, ὡς Φίλι‐
5στος τετάρτῳ Σικελικῶν. Ὑγασσός, πόλις Καρίας, ὡς Βουβασσός Κρυασσός. τὸ ἐθνικὸν Ὑγάσσιος ὡς Βουβάσσιος. λέγεται καὶ Ὑγάσσειον πεδίον διὰ διφθόγγου, ἀφ’ οὗ καὶ Ὑγασσεύς. Ὑδάρκαι, ἔθνος Ἰνδικὸν ἀντιταξάμενον Διονύσῳ, ὡς
10Διονύσιος Βασσαρικῶν τρίτῳ. Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος διὰ τοῦ λ „σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων“. τὸ ἐθνικὸν Ὑδαῖος. Μαιάνδριος δ’, ὃν Νικάνωρ
15παρατίθησιν ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρ‐ δεις φησίν. Ὑδισσός, πόλις Καρίας, ἀπὸ Ὑδισσοῦ παιδὸς Βελλε‐ ροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. ἐξ ὧν ἐγεννήθη Ὕδης, ἐξ οὗ καὶ ἡ πόλις
20Ὑδισσός. ὁ πολίτης Ὑδισσεύς, ὡς αὐτὸς Ἀπολλώνιός φησιν. Ὕδρα, νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος
πέμπτῳ. τὸ ἐθνικὸν Ὑδραῖος ἢ Ὑδράτης.645
Eth
.

646

Ὑδραμία, πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γρά‐ ψας. οἱ πολῖται Ὑδραμιεῖς ὡς Μεγαρεῖς. Ὑδρέα, νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ὑδρεάτης· οὕτω γὰρ ἐχρημάτιζεν Εὐάγης Ὑδρεά‐
5της κωμῳδίας ποιητής, ὡς Διονύσιος εἰκοστῷ τρίτῳ τῆς μου‐ σικῆς ἱστορίας „ἦν δ’ ὁ Εὐάγης ποιμήν τις ἀγράμματος δη‐ λαδὴ καὶ τῆς ἄλλης παιδείας ἄπειρος, ποιητὴς δ’ ἀγαθὸς κωμῳδιῶν“. Ὕδρηλα, πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ
10Γαλατικῶν. τὸ ἐθνικὸν Ὑδρηλεύς. Ὑδροῦς, φρούριον .... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Ὑδρούντιος ὡς Σελινούντιος. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ὑδρουσαῖος καὶ Ὑδρούσιος. Ὑηττός, κώμη Βοιωτίας, ἀπὸ Ὑηττοῦ ἀνδρὸς Ἀργείου.
15λέγεται καὶ ἀρσενικῶς. ὠνόμασται δ’ οὕτως διὰ τὸ καθύε‐ σθαι σφοδροῖς ὄμβροις. τὸ ἐθνικὸν Ὑήττιος ὡς Ὑμήττιος. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττὸν ἐκάλεσαν. Ὑθμῖται, ἔθνος πρὸς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν Ἑκαταῖος Εὐρώπῃ.
20 Ὕκαρον, φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ’ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει
αὐτὴν τὰ Ὕκαρα. μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης.646
Eth
.

647

Ὕκαρα δὲ πόλισμά ἐστι τῆς Σικελίας. ἔνθεν φασὶ γενέσθαι καὶ Λαΐδα τὴν ἑταίραν. τὸ ἐθνικὸν Ὑκαρεύς καὶ κτητικὸν Ὑκαρικός. Ὑλαία, χώρα Ποντική, Ἀβική λεγομένη τουτέστιν ὑλαία.
5Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. εἶτα Διονύσιός φησι Τούβεριν καὶ Τέρμεριν δύο ἀδελφὰς γῆμαι καὶ γεννῆσαι δέκα ἄρρενας ἑκά‐ τερον. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ ἐθνικὸν Ὑλαμίτης.
10 Ὕλη, πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτης. Λυκόφρων „καὶ Σέτραχον βλώξαντες Ὑλάτου τε γῆν“. ἔστι καὶ πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἧς τὸ ἐθνικὸν Ὑλαῖος. δῆ‐ λον δ’ ὅτι καὶ Βοιωτίας ἦν ἡ Ὕλη. Ὅμηρος „οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα“. εἰρῆσθαι δ’ αὐτὴν ἀπὸ Ὕλης
15τῆς Θεσπιέως, ἢ ὅτι ὑλώδης ἐστί. καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως. Ὑλλάριμα, πολίχνιον Καρίας ὕπερθε Στρατονικείας, ὅθεν ἦν Ἱεροκλῆς, ὁ ἀπὸ ἀθλήσεων ἐπὶ φιλοσοφίαν ἀχθείς. ὁ πολίτης Ὑλλαριμεύς.
20Ὑλλεῖς, ἔθνος Ἰλλυρικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους
καὶ Μελίτης τῆς Αἰγαίου τοῦ ποταμοῦ, ὡς Ἀπολλώνιος647
Eth
.

648

τετάρτῳ Ἀργοναυτικῶν. ἔστι καὶ πόλις Ὕλλη. τὸ ἐθνικὸν Ὑλλεύς καὶ θηλυκὸν Ὑλληίς, ὡς αὐτός φησι, καὶ παρὰ Καλ‐ λιμάχῳ Ὑλλίς Ὑλλίδος, ἀπὸ Ἀργείας μιᾶς τῶν νυμφῶν. ἢ ἀπὸ Ὕλλου [τοῦ Ἡρακλέους] καὶ Δηιανείρας. ἔστι δ’ ὡς
5Φῶκος Φωκεύς, Αἴολος Αἰόλεύς, οὕτως Ὕλλος Ὑλλεύς. Ἀπολ‐ λόδωρος [Ὕλλους τούτους γράφει λέγων] ἐν τῷ περὶ γῆς δευτέρῳ
ὑπὲρ δὲ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες
Ἴστροι λεγόμενοι Θρᾷκες.
10καὶ τὸ θηλυκόν
Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη
μάλιστα Πελοπόννησος, ὥς φασι ...
........... πεντεκαίδεκα
πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας.
15ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ „καὶ Παμφύλιοι καὶ Ὑλλεῖσ“. Ὑλλούαλα, δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν „Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλού‐
αλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ648
Eth
.

649

νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστιν Ὑλλούαλα λεγόμενοσ“. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον, ὡς καὶ πρότερον εἴρηται. Ὑμηττός, ὄρος τῆς Ἀττικῆς. τὸ υ μακρὸν καὶ βραχύ. ὁ οἰκήτωρ Ὑμήττιος.
5 Ὕοψ, πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ „μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμόσ“. τὸ ἐθ‐ νικὸν Ὑόπιος ἀπὸ τῆς γενικῆς. Ὕπαιπα, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ τὸ παρακείμε‐ νον ὄρος, [ὑπὸ] τὸ Αἶπος. τὸ ἐθνικὸν Ὑπαιπηνός. καλλίστας
10ἔχειν γυναῖκας τὴν πόλιν, δῶρον Ἀφροδίτης. Ὑπαιλόχιοι, ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν. Ὕπανα, πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. τὸ ἐθνικὸν Ὑπανεύς.
15 Ὕπανις, ποταμὸς καὶ πόλις μεταξὺ τοῦ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης. Ἀλέξανδρος δ’ ὁ πολυίστωρ φησὶν ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶ‐ τιν λίμνην βάλλει, τὸ δ’ ἕτερον εἰς τὸν Πόντον. Ἡρόδοτος δ’ ἐν τετάρτῳ καὶ κρήνην τινὰ πικρὰν εἰς αὐτὸν ἐγχεῖσθαι
20καὶ ἄποτον ποιεῖν τὸν ποταμόν. τὸ ἐθνικὸν Ὑπανίτης ὡς Ταναΐτης. Ὑπάτη, πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. τὸ ἐθνικὸν Ὑπαταῖος
καὶ Ὑπαταία καὶ Ὑπατεύς.649
Eth
.

650

Ὑπερασία, πόλις [Ἀχαΐας], ἧς τὸ ἐθνικὸν Ὑπερα‐ σιεύς. Φλέγων κγʹ ὀλυμπιάδι. Ὑπερβόρεοι, ἔθνος. Πρώταρχος δὲ τὰς Ἄλπεις Ῥί‐ παια ὄρη οὕτω προσηγορεῦσθαι, καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια
5ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὀνομάζεσθαι. Καλ‐ λίμαχος δὲ τοὺς αὐτούς φησιν εἶναι τοῖς Ἀριμασποῖς. Δα‐ μάστης δ’ ἐν τῷ περὶ ἐθνῶν, ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ’ ἀνωτέρω Ἀριμασπούς, ἄνω δ’ Ἀριμασπῶν τὰ Ῥί‐ παια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ
10ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. καὶ ἄλλοι ἄλλως. Ἑλλάνικος δὲ Ὑπερ‐ βόρειοι γράφει διὰ διφθόγγου. Ὑπερδέξιον, χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ὡς οὖν ἀπὸ τοῦ Βυζαντίου Βυζάντιος,
15οὕτως παρὰ τὸ Ὑπερδέξιον Ὑπερδέξιος τὸ ἐθνικόν. Νικό‐ λαος δὲ πληθυντικῶς Ὑπερδεξίους φησίν. Ὑπερησία, πόλις τῆς Ἀχαΐας. „οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν“. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηίδος. καὶ πόλις Σι‐
20κελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. τὸ ἐθνικὸν τῆς Ὑπερησίας Ὑπερησιεύς, καὶ θηλυκὸν Ὑπερησίς παρ’ Ἡσιόδῳ. Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ α. ἀπὸ δὲ τῆς Ὑπερείας τῆς κρήνης Ὑπερηιάς θηλυκὴ εὐθεῖα,
ἀφ’ ἧς τὴν Ὑπερηιάδος ἢ Ἀρεθούσης.650
Eth
.

651

Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡρά‐ κλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρα‐ κλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ
5τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή. Ὑποθῆβαι. τινὲς οὕτως φασὶ τὰς Ποτνίας τῆς Βοιω‐ τίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ
10τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ καὶ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι Ὑπερβόρεοι Παραποτάμιοι Προποντίς Παρωκεανῖται. Ὑποχαλκίς, πόλις Αἰτωλίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν ὁμοίως τῷ ἁπλῷ Ὑποχαλκιδεύς.
15 Ὑρία, χώρα πλησίον Αὐλίδος. ἦν δὲ καὶ πρότερον πο‐ λίδιον. Ἡσίοδος δ’ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ’ ἐν Ὑσιαῖς. ἔστι δ’ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔρι‐ πον, αἱ δ’ Ὑσιαί τῆς Παρασωπίας ὑπ’ αὐτὸν τὸν Κιθαι‐ ρῶνα κείμεναι. ὁ κτίσας Ὑριεύς. ὁ πολίτης Ὑριάτης. ἔστιν
20Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ651
Eth
.

652

Καλύκαδνος, ὃν Καλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Ὑριεύς. Ὑρκανία, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ὑρκάνιος, ὡς
5Παρράσιος Ἀλβάνιος. καὶ Ὑρκανιάτης ὡς Κυδωνιάτης. ἔστι καὶ Ὑρκανία κώμη τῆς Παλαιστίνης πλησίον τῆς Ἰουδαίας, ἀπὸ Ὑρκανοῦ τοῦ ἐξάρχου τῶν Ἰουδαίων. ἔστι καὶ Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν. Ὑρκανο, ἔθνος προσεχὲς τῇ Κασπίᾳ θαλάσσῃ. λέγεται
10καὶ Ὑρκάνιος καὶ Ὑρκανία καὶ Ὑρκανίς, ἐξ οὗ τὸ „εἰς Ὑρ‐ κανίδα λίμνην“, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. Ὑρμίνη, πόλις τῆς Ἤλιδος. „ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα“. Μενέλαος δὲ τετάρτῳ Θηβαϊκῶν Ὕρ‐ μιναν διὰ τοῦ α φησί. τὴν δ’ Ὑρμίνην Ἐχεφυλίδας φησὶ τὰς
15νῦν Ὁρμίνας, Ὁρμίνας δὲ καὶ τοὺς Ἐπειοὺς καλεῖσθαι. Ὅρμιναι δὲ δύο. Ὑρνήθιον, χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦς τῆς Τημένου θυγατρός. Παυσανίας δευτέρῳ περιηγήσεως. τὸ ἐθ‐ νικὸν Ὑρνηθιάς, ὡς Βιθυνιάς τοῦ Βιθυνίου.
20Ὑρτακός, ἣ καὶ Ὑρτακῖνος, πόλις Κρήτης. ὁ πολί‐652
Eth
.

653

της Ὑρτακῖνος. Πολύβιος δὲ τὸ θηλυκὸν Ὑρτακίνη ἀπὸ τοῦ Ὑρτακῖνος ἐθνικοῦ. ἀπὸ Ὑρτάκου δὲ Ὑρτάκιος. Ὑσαεῖς, νῆσος μικρὰ καὶ μεγάλη Αἰθιόπων. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. οἱ νησιῶται Ὑσαῗται, ὡς Ὀασῖται.
5 Ὕσβη, πόλις Λυδίας. τὸ ἐθνικὸν Ὑσβαῖος καὶ Ὑσβίτης. Ὑσία, πόλις Βοιωτίας, καὶ ἑνικῶς καὶ πληθυντικῶς, περὶ ἧς Θουκυδίδης τρίτῃ. ἄποικος Ὑριέων, κτίσμα Νυκτέως τοῦ Ἀντιόπης πατρός. ἔστι καὶ ἄλλη, Παρθυαίων βασίλειον. Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Ὑσιεύς.
10ἔστι καὶ Ἀργείας κώμη Ὑσία, ὡς Θουκυδίδης. Χάραξ δ’ αὐτὴν πόλιν λέγει ἐν ἐνάτῳ Ἑλληνικῶν. οἱ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται, καὶ θηλυκῶς Ὑσιᾶτις. ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. ἔστι καὶ Ῥυσία πόλις Βοιωτίας. Ὕσκανα, πόλις Ἰλλυρίδος, οὐδετέρως. Πολύβιος ηʹ. τὸ
15ἐθνικὸν Ὑσκανεύς, ὡς Ἀδανεύς Τυανεύς. Ὑστάσπαι, ἔθνος Περσικόν. Νέστωρ δ’ ἐν τῇ πρώτῃ τῆς Ἀλεξανδριάδος ... Ὕτεννα, πόλις Λυκίας. ὁ οἰκήτωρ Ὑτεννεύς. Ὕψηλις, κώμη Αἰγύπτου. οἱ κωμῆται Ὑψηλῖται. εἰσὶν
20Ὑψηλῖται καὶ κατοικία Θρᾴκης. Ὑψοῦς, πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. Ὑώπη, πόλις Ματιηνῶν, προσεχὴς τοῖς Γορδίοις. Ἑκα‐ ταῖος Ἀσίᾳ „ἐν δὲ πόλις Ὑώπη· οἱ δ’ ἄνθρωποι ἐσθῆτα
φορέουσιν οἵην περ Παφλαγόνεσ“. τὸ ἐθνικὸν Ὑωπηνός τῷ653
Eth
.

654

ἐπιχωρίῳ τύπῳ. εἰ δὲ καθ’ ἡμᾶς, Ὑωπεύς ὡς Σινωπεύς, καὶ Ὑωπίτης ὡς Σινωπίτης. Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. τὸ ἐθνικὸν
5Φαβιάτης καὶ Φαβιανός. Φαβεντία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φαβεντῖνος ὡς Πλακεντῖνος. Φάγρης, πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδί‐ δης δευτέρᾳ. τὸ ἐθνικὸν Φαγρήσιος. λέγεται καὶ Φαγρησαῖος.
10 Φαγρώριον, πόλις, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν Αἰγυπτιακοῖς. ἐξ οὗ σύνθετον Φαγρωριόπολις καὶ Φαγ‐ ρωριοπολίτης. Φαίαξ καὶ Φαιακία, ἀπὸ Φαίακος. Ἑλλάνικος Ἱερειῶν αʹ „Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ’
15ἧς ἡ νῆσος Κέρκυρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα“. τὸ θηλυκὸν Φαιακίς. οἱ ἐνοικοῦντες Φαίακες. Φαιστός, πόλις Κρήτης, ὀξυτόνως. τὸ γὰρ βαρύτονον κύριον. ἐκτίσθη ὑπὸ Φαίστου τοῦ Ῥοπάλου, Ἡρακλέους παι‐ δός. ὁ πολίτης Φαίστιος καὶ Φαιστία καὶ Φαίστιον καὶ
20Φαιστιάς. ἔστι τῆς Φαιστιάδος καὶ ὁ καλούμενος Λισσής. Ὅμηρος „ἔστι δέ τις Λισσὴς αἰπεῖά τε εἰς ἅλα πέτρη. ἔστι καὶ Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν τρίτῳ. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος. ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος. ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη.
25Φάκιον, πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ. τὸ ἐθνι‐
κὸν Φακιεύς, ὡς Κάλλιον Καλλιεύς.654
Eth
.

655

Φάκουσα, κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φα‐ κοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. τὸ ἐθνικὸν Φακούσιος.
5 Φαλαισίαι, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Φαλαισιεύς. Φαλάκραι, ἄκρα τῆς Ἴδης, ἥ τις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ’ ἐψίλωται. καὶ πάντα δὲ τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. ὁ ἐκ τόπου Φαλα‐
10κραῖος. Λυκόφρων „στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον“. καὶ θηλυκῶς „Φαλακραῖαι κόραι“. καὶ οὐδέτερον. ἔστι καὶ κώμη Λιβύης Φαλάκραι. ἔστι καὶ Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί. Φάλανθος, ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγ‐
15δόῳ. ἀπὸ Φαλάνθου. τὸ ἐθνικὸν Φαλάνθιος, ὡς Ἀκάνθιος Ὀλύνθιος. Φάλαννα, πόλις Περραιβίας, ἀπὸ Φαλάννης τῆς Τυ‐ ροῦς θυγατρός. Λυκόφρων „Γόννον Φάλανναν ἠδ’ Ὀλοσσό‐ νων γύασ“. Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ. καὶ
20Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης, ἀφ’ ἧς ἦν Φανιάδης ὁ περιπατητικός. ὁ πολίτης
Φαλανναῖος καὶ Φαλανναία τὸ θηλυκόν.655
Eth
.

656

Φαλάνναια, πόλις Κρήτης. ὁ πολίτης Φαλανναιεύς, ὡς τοῦ Ἥραια Ἡραιεύς. Φάλαρα, πόλις Θετταλίας πλησίον Λαμίας. τὸ ἐθνι‐ κὸν Φαλαρεύς ὡς Μεγαρεύς.
5 Φαλάσαρνα, πόλις Κρήτης, ἀπὸ Φαλασάρνης. ὁ πο‐ λίτης Φαλασάρνιος, ὡς Ξενίων φησίν. Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. τὸ ἐθνικὸν Φαλγηνός καὶ Φαλ‐
10γαῖος, ὡς Ἐδεσσηνός καὶ Ἐδεσσαῖος καὶ Καρρηνός καὶ Καρ‐ ραῖος, τὸ μὲν κατὰ λόγον τὸ δὲ κατὰ τὸ ἐπιχώριον. Φαλέριον, ὡς Βυζάντιον, πόλις Τυρρηνίας. τὸ ἐθνι‐ κὸν Φαλέριος. Φάληρον, δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας
15πρώτῳ περιηγήσεως Ἑλλάδος. καὶ πληθυντικῶς τὰ Φάληρα. Ξενοφῶν ἱππαρχικῷ. ἀπὸ γὰρ Φαλήρου Φαληρεῖς ὀνομάζον‐ ται οἱ Ἀθηναῖοι. λέγεται δὲ καὶ ὁ δῆμος καὶ ὁ δημότης Φαληρεύς. λέγεται καὶ Φαληραῖος καὶ θηλυκῶς Φαληρίς. τὰ τοπικὰ Φαληρόθεν Φάληρόνδε καὶ Φαληροῖ. καὶ Φαληρικόν.
20ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις. ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτῃ, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η. Φαλίσκος, πόλις Ἰταλίας, ἄποικος Ἀργείων. καὶ Φα‐
25λίσκοι οἱ οἰκήτορες.656
Eth
.

657

Φαλώρη, πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. τὸ ἐθνικὸν Φαλωρεύς καὶ Φαλωρείτης ὡς Μαρωνείτης. Φαλωριάς, πόλις Λοκρίδος. ὁ πολίτης Φαλωριεύς ὡς Ὀρθωσιεύς Ἀφροδισιεύς.
5 Φαμιζών, κώμη τῆς Ἀμισίας καὶ νοτιωτέρα Ἀμισοῦ, ἧς οἱ κωμῆται Φαμιζωνῖται. ἡ χώρα Φαμιζωνῖτις. ἣ Νεά‐ πολις λέγεται. οὕτως γὰρ Πομπήιος ταύτην ὠνόμασεν. Φαναγόρεια, πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. ἔστι καὶ ἐμ‐
10πόριον τὰ Φαναγόρεια οὐδετέρως. τὸ ἐθνικὸν ἐχρῆν Φα‐ ναγορεύς ὡς Ἀλεξανδρεύς τῷ πλείονι λόγῳ. ἐκράτησε δ’ ὅμως Φαναγορείτης. Φάναι, ἀκρωτήριον τῆς Χίου, ἀπὸ τοῦ ἐκεῖθεν ἀναφα‐ νῆναι τῇ Λητοῖ τὴν Δῆλον. οἱ οἰκήτορες Φαναῖοι καὶ Φαναία
15τὸ θηλυκόν. ἔστι καὶ Φάνα ἑνικῶς πόλις Ἰταλίας. Φανοτεύς, πόλις Φωκίδος. Θουκυδίδης τετάρτῳ. λέγε‐ ται καὶ Φανότη καὶ Φανότεια. οἱ πολῖται Φανοτεῖς, ὡς Δελφοί καὶ Θούριοι, τῷ οἰκιστῇ παραπλησίως. τινὲς Πανό‐ πειάν φασιν.
20Φάραθος, πόλις τῆς Γαλιλαίας. Ἰώσηπος πέμπτῳ657
Eth
.

658

Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Φαραθονίτης καὶ θη‐ λυκῶς. Φαρα, πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι. ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ διὰ τοῦ η Φηρα. ὁ πολίτης
5Φηραῖος. εἰσὶ καὶ Φαραί Βοιωτίας. τὸ ἐθνικὸν Φάρης Φά‐ ρητος. ἔστι δ’ ἄλλη Κρήτης, ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. τὸ ἐθνικὸν τῆς Μεσσηνίας Φαραΐτης, ὡς Θῆβαι Θη‐ βαΐτης καὶ Συκαί Συκαΐτης. τῆς δ’ ἐν Ἀχαΐᾳ Φαραιεῖς λέ‐ γονται. καὶ δῆλον, ὡς παρὰ τὸ Φαραῖος Φαραιεύς Κρηταῖος
10Κρηταιεύς Κωπαῖος Κωπαιεύς. καὶ κτητικὸν Φαραϊκός ἀπὸ τοῦ Φαραῖος. Φαράν, πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. τὸ ἐθ‐ νικὸν Φαρανίτης. καὶ κτητικὸν Φαρανιτικὸν ὄρος. Φάρβαιθος, πόλις Αἰγύπτου. ὁ πολίτης Φαρβαιθίτης.
15 Φάρβηλος, πόλις Ἐρετριέων. τὸ ἐθνικὸν Φαρβήλιος. Φᾶρις, πόλις τῆς Λακωνικῆς. Ὅμηρος „Φᾶριν τε Σπάρ‐ την τε πολυτρήρωνά τε Μέσσην“. οἱ πολῖται Φαρῖται, ὡς Παυσανίας, καὶ Φαριάτης ὡς Σπαρτιάτης. Φαρκηδών, πόλις Θεσσαλίας. Θεόπομπος δὲ θʹ Φι‐
20λιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. ὁ πολίτης Φαρκηδό‐ νιος ὡς Χαλκηδόνιος. καὶ Φαρκηδονίς καὶ Φαρκηνίς.
Φαρμακοῦσσαι, δύο νῆσοι πλησίον Σαλαμῖνος. ἔστι658
Eth
.

659

καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. τὸ ἐθνικὸν Φαρμακουσσαῖος ἢ Φαρμακούσσιος. Φαρνάκεια, χώρα καὶ πόλις Ποντικὴ προσεχὴς τῇ Τραπεζοῦντι. τὸ ἐθνικὸν Φαρνακεύς ἀπὸ τοῦ Φάρνακος, ὡς
5Ἀντίοχος Ἀντιοχεύς, Σέλευκος Σελευκεύς. ἔστι καὶ Φρυγίας Φαρνάκιον, ὡς Ἀλέξανδρος περὶ Φρυγίας τρίτῳ. Φάρος, νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. τὸ ἐθνικὸν Φάριοι. ἔστι
10καὶ νῆσος ἡ πρὸς τῇ Ἀλεξανδρείᾳ, ἐφ’ ἧς ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ὁμωνύμως λεγόμενος. Φάρος γὰρ ὁ πρω‐ ρεὺς Μενελάου ἐν τῇ νήσῳ δηχθεὶς ὑπὸ ὄφεως ἐτάφη. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. τὸ ἐθνικὸν Φάριος καὶ Φαρία καὶ Φάριον. ἔστι καὶ πόλις Περραιβική. ἐθνι‐
15κὸν τὸ αὐτό. Φαρούσιοι, ἔθνος Λιβυκόν. μέμνηται αὐτῶν Διονύσιος καὶ Ἀρτεμίδωρος. Φάρσαλος, πόλις Θεσσαλίας, ἀπὸ Φαρσάλου τοῦ Ἀκρι‐ σίου. τὸ ἐθνικὸν Φαρσάλιος καὶ Φαρσαλίς καὶ Φαρσαλία.
20ἔστι καὶ Παμφυλίας πόλις. λέγεται καὶ Φαρράλιος διὰ δύο ρρ, ὡς Μυρρίνη καὶ κόρρη καί „ἐπὶ κόρρησ“. Φαρύγαι, πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆς ἐν Φαρύγαις κρήνης Τάρφης τοὔνομα, οἱ δὲ ἀπὸ τοῦ πυκνοῦ τῆς ὕλης ταύτας κεκλῆσθαι. οἱ πολῖται
25Φαρυγαῖοι, ὡς δῆλον ἐκ τῆς Φαρυγαίας Ἥρας.659
Eth
.

660

Φασαηλίς, πόλις τῆς Ἰουδαίας, ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου. τὸ ἐθνικὸν Φασαηλίτης, ὡς αὐτὸς ἐν τῇ αὐτῇ.
5 Φάσηλις, πόλις Παμφυλίας, ἡ πρότερον Πιτύουσα καὶ ὕστερον Φάρσαλος. ὁ πολίτης Φασηλίτης. Θεοδέκτης δ’ ἦν γένος Φασηλίτης, υἱὸς Ἀριστάνδρου, κάλλει διαφέρων, ὃς ἐποίησε τραγῳδίας νʹ καὶ ῥητορικὰς τέχνας καὶ λόγους ῥητο‐ ρικοὺς ἐπῶν καί. ἀπέθανε δ’ Ἀθήνησι, καὶ ἐπιγέγραπται δὲ
10αὐτῷ ἐλεγεῖον τόδε
Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην
κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες ...
ἐν δὲ χορῶν [τραγικῶν] ἱεραῖς τρισὶ καὶ δέχ’ ἁμίλλαις
ὀκτὼ ἀκηράτους ἀμφεθέμην στεφάνους.
15Ἡρωδιανὸς δὲ μόνος νῆσόν φησι καὶ προπαροξύνεσθαι. τὸ μέντοι ἀγγεῖον οἱ ἀπ’ Ἀλεξανδρείας ὀξύνουσιν. Φασηλοῦσσαι, δύο νῆσοι Λιβύης πλησίον Σίριος πο‐ ταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φαση‐ λουσσαῖοι ὡς Σκοτουσσαῖοι.
20Φᾶσις, πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν660
Eth
.

661

Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. τὸ ἐθνικὸν ἔδει Φασί‐ της ὡς Ὀασίτης Μεμφίτης, ἢ Φασιάτης πλεονασμῷ τοῦ α, ὡς καὶ λέγεται. τὸ ἐθνικὸν Φασιάτης. καὶ Φασιατικός καὶ Φασιανός, ὡς Ἀριστοφάνης ἐν Ὁλκάσι, καὶ Φασιανή θηλυκὸν
5καί „Φασιανὸν νάποσ“ οὐδετέρως. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ. Φάσταια, πόλις ἐν Σάκαις. τὸ ἐθνικὸν Φασταῖος καὶ Φασταιεύς διὰ τὸν τύπον. Φαντία, πόλις Τρωική, κτίσμα Κυμαίων. καὶ Φαντεῖς,
10ὡς Νεανδρεῖς, τὸ ἐθνικόν. Φε, πόλις τῆς Ἠλείας. Ὅμηρος διὰ τοῦ ι „Φιᾶς πὰρ τείχεσσι“. τὸ ἐθνικὸν Φεαῖος. Φελεσσαῖοι, ἔθνος ὅμορον τοῖς Ὀμβρικοῖς πρὸς τῇ Ἰαπυγίᾳ, ὡς Εὔδοξος ἕκτῳ.
15 Φελλεύς, ὄρος τῆς Ἀττικῆς. τάχα δ’ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός του τόπου ἔχοντος ἐπιπολῆς μὲν πέ‐ τραν, ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. τὸ το‐ πικόν φελλείτης ἂν εἴη, ὡς τοῦ Ἀταρνεύς Ἀταρνείτης. Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξαν‐
20δρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντί‐ φελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντι‐
φελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.661
Eth
.

662

Φενέβηθις, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν τῷ συνήθει χαρακτῆρι Φενεβηθίτης. οὕτως γὰρ Ὡραπόλλων ὁ φιλόσοφος ἐχρημάτιζεν. Φενεός, πόλις Ἀρκαδίας „οἳ Φενεόν τ’ ἐνέμοντο καὶ
5Ὀρχομενόν“. λέγεται καὶ ἀρσενικῶς [καὶ θηλυκῶς.] ἔστι δ’ ἡ πόλις τῆς Ἀζανίας. ὁμορεῖ δὲ ἐκ τῶν πρὸς βορρᾶν μερῶν τῇ Κλειτορίᾳ, ἐν δὲ τῷ πρὸς ἄρκτους Αἰγείροις καὶ Πελλήνῃ, ταῖς Ἀχαϊκαῖς πόλεσι. κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ πολίτης Φενεεύς καὶ Φενεάτης καὶ Φενεαῖος καὶ θηλυκῶς
10Φενεαία καὶ Φενεαῖον. τὸ κτητικὸν Φενεατικός καὶ Φενεατική καὶ Φενικός καὶ Φενική. Φερα, πόλις Θεσσαλίας „οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην“. ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. ὁ πολίτης Φεραῖος καὶ Φεραία. εἰσὶ καὶ
15ἄλλαι Φεραὶ ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. ἔστι καὶ διὰ τοῦ η „Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον“. τὸ ἐθνικὸν Φηραῖος. Φερεντῖνος, πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. τὸ ἐθνικὸν
20Φερεντανός. λέγεται καὶ Φερέντιοι, ὡς Διονύσιος ιζʹ τῆς
Ῥωμαϊκῆς ἀρχαιολογίας.662
Eth
.

663

Φηγαι, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Φη‐ γαιεύς. ἔστι καὶ ἄλλος δῆμος τῆς Πανδιονίδος φυλῆς οἱ Φηγαιεῖς. ὁ δημότης Φηγαιεύς. τὰ τοπικὰ ἐκ Φηγαιέων εἰς Φηγαιέων ἐν Φηγαιέων.
5 Φήγεια, πόλις Ἀρκαδίας, ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φηγεὺς δ’ ὁ ἀδελφὸς τοῦ Φορωνέως ἔκτισε πόλιν Φήγειαν, ἣ πρὶν Ἐρύμανθος ἐκαλεῖτο, ὕστερον δὲ Ψωφίς ὠνομάσθη, ὡς ἐροῦμεν, ἀπὸ τῆς μητρός ..... οἱ πολῖται Φηγεῖς.
10 Φηγοῦς, δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Φηγού‐ σιος. τὰ τοπικὰ Φηγουντόθεν Φηγοῦντάδε Φηγοῦντι. Φημίαι, πόλις τῆς Ἀρναίας, ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. τὸ ἐθνικὸν Φημιαῖος καὶ Φημιεύς καὶ Φημιάτης, ὧν οἱ τύποι εὕρηνται.
15 Φθειροφάγοι, ἔθνος ... Στράβων ἑνδεκάτῃ. Φθία, πόλις καὶ μοῖρα Θετταλίας. Παρμενίσκος δὲ χώραν αὐτήν φησι καὶ οὐ πόλιν· οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης. Στράβων δὲ εἰς τέσσαρα διαιρεῖ τὴν Θετταλίαν, Φθιῶτιν [Ἑστι]αιῶτιν
20Θετταλιῶτιν Πελασγιῶτιν. ὁ πολίτης Φθιώτης καὶ Φθιῶτις663
Eth
.

664

τὸ θηλυκόν, καὶ Φθιωτικός καὶ Φθῖος, ἀφ’ οὗ Φθῖοι καὶ Φθῖες. εὕρηται καὶ Φθιάς θηλυκῶς παρ’ Εὐριπίδῃ ἐν Ἀν‐ δρομάχῃ „Φθιὰς ὅμωσ“. Φθίρ, ὄρος Καρίας. οἱ κατοικοῦντες Φθῖρες καὶ Φθι‐
5ριάς θηλυκῶς. Φι, πόλις τῶν περιμάχων Μεσσηνίοις καὶ Λάκωσιν. Ὅμηρος „Φιᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα“. τὸ [δὲ] ἐθνικὸν [ταύτης] Φιεύς καὶ Φιάτης καὶ Φιαῖος. Φιγάλεια, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν
10„τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν“. μετωνο‐ μάσθη δὲ Φιάλεια δίχα τοῦ γ ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. τὸ ἐθνικὸν τῆς προτέρας Φιγαλεύς καὶ Φιγαλείτης. Φιδήνη, πόλις Ἀλβανῶν. τὸ ἐθνικὸν Φιδηναῖος. ἔοικε
15καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα, καὶ Φιδηνάτης ὡς Ῥαβεν‐ νάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης. Φίκειον, ὄρος Βοιωτίας, καὶ διὰ διφθόγγου καὶ διὰ βραχέος τοῦ ι. τὸ ἐθνικὸν ἀμφοτέρων Φικειεύς, ὡς Βουδιεύς
Ῥοιτειεύς Αἰγιεύς Σουνιεύς.664
Eth
.

665

Φίλα, πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντι‐ γόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ, Ἡρόδοτος τετάρτῃ „ἐπὶ ποταμὸν τὸν
5μέγαν, ᾧ οὔνομα Τρίτων ἐστίν· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα“. τὸ ἐθνικὸν Φιλαῖος, τῆς νήσου δὲ Φιλάτης. Φιλαδέλφεια, πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης, ὑπὸ Μυσῶν καὶ Λυ‐
10δῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα τῆς Αἰγύπτου. καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις, ἡ πρότερον Ἄμμανα, εἶτ’ Ἀστάρτη, εἶτα Φιλαδέλφεια ἀπὸ Πτολεμαίου τοῦ φιλα‐ δέλφου. ὁ πολίτης Φιλαδελφεύς. τὸ δὲ Φιλαδελφηνός ἐπι‐ χώριον. οὕτω γὰρ Ἰώσηπος κʹ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
15 Φιλαΐδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης τῆς Κορώνου τοῦ Λαπίθου. ὁ δημότης Φιλαΐδης. τὰ τοπικὰ ἐκ Φιλαϊδῶν εἰς Φιλαϊδῶν ἐν Φιλαϊδῶν. Φιλέας, χωρίον Βυζαντίου. τὸ ἐθνικὸν Φιλεάτης. τινὲς
20δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουσιν. Φιληνόριον, πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας, ἀπὸ
Φιλήνορος τοῦ Αἰτωλοῦ. τὸ ἐθνικὸν Φιληνόριος.665
Eth
.

666

Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα „καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν“. ἔνθεν
5ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μα‐ θητής. ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππηνός δὲ παρὰ Πολυβίῳ. Φιλιππόπολις, πόλις Μακεδονίας, Φιλίππου τοῦ Ἀμύν‐
10του κτίσμα ἐν τῷ Ἕβρῳ. τὸ ἐθνικὸν Φιλιπποπολίτης. Φιλομήλειον, πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. τὸ ἐθνικὸν Φιλομηλεύς, ὡς Δορυλαεύς Κοτυαεύς. Φίλυρες, ἔθνος πρὸς τῷ Πόντῳ, ἀπὸ Φιλύρας τῆς μη‐ τρὸς Κρόνου. τὸ θηλυκὸν Φιλυρίς καὶ Φιλυρηίς πλεονασμῷ
15τοῦ η. δύναται καὶ ἀπὸ τοῦ Φιλύρη Φιλυρίτης εἶναι. Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοί‐ λης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τὸ
ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τό τινας καὶ Φιλωτερίαν666
Eth
.

667

αὐτὴν εἰρηκέναι. τῆς δ’ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύ‐ νηθες τοῦ ἐπιχωρίου τύπου. Φίνειον, τόπος τοῦ Πόντου, κτίσμα Φινέως. τὸ ἐθνι‐ κὸν Φινειεύς, ὡς Σίγειον Σιγειεύς.
5 Φινόπολις, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Φινέως. τὸ Φινοπολίτης. Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ιαʹ „μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος
10Φλανωνικὸς καλεῖται“. ἀπὸ οὖν τῆς γενικῆς Φλάνων Φλα‐ νωνίτης, ὡς Νάρβων Ναρβωνίτης. Φλέγρα, πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλ‐ λήνην φησὶ κληθῆναι. ὁ πολίτης Φλεγραῖος καὶ Φλεγραία καὶ Φλεγραῖον. ἔστι καὶ Φλεγρός καὶ Φλέγρα. Λυκόφρων.
15 Φλεγύα, πόλις Βοιωτίας, ἀπὸ Φλεγύου τοῦ Ἄρεος καὶ Χρυσῆς παιδός. ὁ πολίτης Φλεγύας καὶ Φλεγυεύς. λέγεται δὲ ἡ χώρα Φλεγυαντίς, ὡς ἀπὸ περιττοσυλλάβου γενικῆς τῆς Φλεγύαντος. ἔστι δὲ τοῦ Φλεγύας καὶ Φλεγύης εὐθεῖα καὶ Φλέγυς.
20Φλιοῦς, πόλις Πελοποννήσου, ἡ πρότερον Ἀραιθυρέα
καὶ Ἀράντεια, ἀπὸ Φλιοῦντος τοῦ Διονύσου καὶ Χθονοφύλης.667
Eth
.

668

Παυσανίας δὲ ἀπὸ Φλίαντος ὡς μαρτυρεῖ καὶ τὸ ἐθνικὸν Φλιούντιος ἢ Φλιούσιος. Φιλήτας δέ φησι
Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός
Φλιοῦς ἣν αὐτὸς δείματο λευκολόφος.
5ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Λακεδαιμό‐ νιοι δὲ τῶν μηνῶν ἕνα Φλιάσιον καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. καὶ Τίμων ὁ περὶ σίλλων γεγραφὼς Φλιάσιος ἐχρημάτιζε. τὸ θηλυκὸν Φλιουν‐
10τία καὶ Φλιουντίς. Φλυγόνιον, πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυ‐ γονία. ὁ πολίτης Φλυγόνιος καὶ Φλυγονιεύς. Φλυεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Φλυεύς καὶ Φλυῆθεν. τὰ τοπικὰ Φλυᾶθεν Φλυάζε Φλυῆσιν.
15 Φοιβία, πόλισμα Σικυωνίων. τὸ ἐθνικὸν Φοίβιος ἢ Φοιβιανός. Φοινίκαιον, ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. τὸ ἐθνικὸν Φοινικαῖος. Φοινίκη, ἡ χώρα, ἀπὸ τῆς Φοίνικος γενικῆς, ὡς Κρής
20Κρητός Κρήτη, Λίβυς Λίβυος Λιβύη. ὁ δὲ Φοῖνιξ ἦν Ἀγή‐668
Eth
.

669

νορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης. ἐκαλεῖτο δὲ πρότερον Ῥαββώθη καὶ Κολπίτης. τὸ ἐθνικὸν τῷ ὀνόματι τοῦ οἰ‐ κιστοῦ Φοῖνιξ, καὶ Φοινίκιος. τὸ κτητικὸν Φοινικικός. ἔστι καὶ Φοῖνιξ οὐ πολὺ ἀπέχων Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ.
5 Φοινικοῦς, πόλις Κρήτης. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Φοινικούντιος καὶ Φοινικούσιος, ὡς Σελινούντιος καὶ Σελινούσιος. Φοινικοῦσσαι, δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς
10τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φοινικουσσαῖοι. ἔστι καὶ πόλις Φοινίκων τῶν ἐν Συρίᾳ Φοι‐ νικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέω‐ νος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοί‐
15τιον. καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς. Φολέγανδρος, νῆσος τῶν Σποράδων, ἀπὸ Φολεγάνδρου
τοῦ Μίνωος. „ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα“.669
Eth
.

670

ὁ πολίτης Φολεγάνδριος καὶ Φολεγανδρῖνος καὶ οὐδέτερον Φολεγανδρῖνον. Φολόη, πόλις Ἀρκαδίας, ἀπὸ Φόλου τοῦ Κενταύρου. τὸ ἐθνικὸν Φολοεύς, ὡς Λευκονοεύς Ἀντινοεύς Μεροεύς.
5 Φόρβας, πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν. τὸ ἐθνικὸν Φορβάντιος, ἐπειδὴ Φορβάντιον ὄρος Τροιζῆνος. Φορίεια, κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Φοριαεύς, ὡς Ἔφορος ἐν τῇ ϛʹ τῶν ἱστοριῶν. Φόρουννα, πόλις Θρᾴκης. Πολύβιος ἐνάτῳ. τὸ ἐθνι‐
10κὸν Φορουνναῖος, ὡς Κυνναῖος Πελινναῖος Φαλανναῖος. Φοροβρεντάτιον, πόλις Λιβύης. τὸ ἐθνικὸν Φορο‐ βρεντατηνός. Φοῦνδα, ὡς Νῶλα, πόλις Ἰταλίας. οἱ πολῖται Φουνδα‐ νοί, Διονύσιος πεντεκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας.
15 Φουρνίτα, πόλις Λιβύης. οἱ οἰκήτορες Φουρνιτανοί. Φλέγων ιεʹ τῶν Ὀλυμπιάδων. Φράασπα, Μηδίας πόλις. Κουάδρατος Παρθικῶν τε‐ τάρτῳ. τὸ ἐθνικὸν Φραασπηνός κατὰ τὸ ἔθος τῆς χώρας. Φράγγοι, ἔθνος Ἰταλίας τῶν Ἀλπείων ὀρῶν ἐγγύς. Παρ‐
20θένιος ὁ Φωκαεὺς πρώτῳ. Φράδα, πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθα‐ σίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ χρονικῶν. Φρατρία, ἐξ ἧς οἱ φράτορες λέγονται, οἱ ἐκ τῆς αὐτῆς
φρατρίας ὄντες, ὅ ἐστι τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγου‐670
Eth
.

671

σιν. ἐλέγετο δὲ φράτηρ καὶ φράτωρ. ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον. λέ‐ γεται καὶ φράτριον τόπος ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνά‐ γονται. λέγεται καὶ φρατρίζειν τὸ εἰς αὐτὴν συνιέναι. καὶ
5μετὰ τοῦ α φρατριάζειν, ὅπερ σύνηθες τοῖς Ἀττικοῖς. φρα‐ τριάζειν δ’ ἔλεγον τὸ ἐν τῷ φρατρίῳ εὐωχεῖσθαι, ὅ ἐστι τὸ τῆς φρατρίας ἔθος. [καὶ κίνημα τοῖς Ῥωμαίοις καὶ τοῖς τού‐ των ἱστορικοῖς.] ἀλλὰ καὶ φρατριεῖς ἐκαλοῦντο οἱ ἐν αὐτῷ συνιόντες. ἐλέγοντο δὲ καὶ φρᾶτραι καὶ φᾶτραι· ἀλλ’ οὐ
10συνᾴδει τῷ φρατριεύς. ὡς γὰρ Ὑρία Ὑριεύς Ὑσία Ὑσιεύς, οὕτως φρατρία φρατριεύς. Φρέαροι, δῆμος Ἀθήνησι τῆς Λεοντίδος φυλῆς, ἀπὸ Φρεάρου Ἀθήνησιν ἐπισήμου ἥρωος. ὁ δημότης Φρεάριος. τὰ τοπικὰ Φρεαρόθεν Φρέαρόνδε Φρεαροῖ.
15 Φρέγελλα, πόλις Ἰταλίας, ἣ τὸ μὲν ἀρχαῖον ἦν Ὀπι‐ κῶν, ἔπειτα Οὐολούσκων ἐγένετο. τὸ ἐθνικὸν Φρεγελλανός, ὡς Διονύσιος ιϛʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ ἄλλοι πλεῖστοι. Φρεντανόν, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φρεντανοί. Στρά‐
βων πέμπτῃ.671
Eth
.

672

Φρής, Φρητός, Φρῆτες, ἔθνος Λιβυκόν, ὡς Ἡρῳδια‐ νὸς ιδʹ. Φρίκιον, ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ’ οὗ Φρίκανες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς
5Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. καλεῖται καὶ Φρικωνίς ἡ Λά‐ ρισα καὶ Φρικωνῖτις. ἔδει οὖν Φρικιεύς καὶ τὸ θηλυκὸν Φρι‐ κιάς. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. οἱ οἰκοῦντες Φρικωνέες καὶ Φρικωνεῖς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. λέγεται καὶ Φρι‐
10κωνία καὶ Φρικωνίτης καὶ Φρικωνιάτης. κεῖται δὲ παρὰ Παρ‐ μένοντι τῷ Βυζαντίῳ ἐν τῷ πρώτῳ ἰάμβων. Φρίξα, πόλις .... „ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμ‐ πίας ἀπέχουσα στάδια λ“. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. τὸ ἐθνικὸν Φριξαῖος.
15 Φρίξος, πόλις Λυκίας. ἔστι καὶ Φρίξου λιμήν παρὰ τῷ στόματι τοῦ Πόντου ἐν τῇ Χαλκηδονίᾳ περαίᾳ, περὶ οὗ Νύμφις ἐν αʹ περὶ Ἡρακλείας τάδε φησίν .... τὸ ἐθνικὸν Φρίξιος, εἰ μή τις τῷ ἔθει τῆς Λυκιακῆς τῆς ἐκεῖ Φριξεύς εἴποι τὸ ἐθνικόν.
20 Φρουρεντανο, ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. Φρυγία, δύο χῶραι. Στράβων „Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος
οἱ Γαλάται κατέσχον· ἡ δὲ μικρὰ ἡ ἐφ’ Ἑλλησπόντῳ [καὶ ἡ]672
Eth
.

673

περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη“. οἱ ἐξ ἑκατέ‐ ρας λέγονται Φρύγες καὶ Μυσοί. λέγονται καὶ Βρίγες. τὸ ἐθνικὸν Φρύξ καὶ Φρύγιος καὶ Φρυγία ἄνθρωπος καὶ Φρύ‐ γιον, καὶ Φρυγικός κτητικὸν καὶ Φρυγική καὶ Φρυγικόν, καὶ
5φρυγίζειν καὶ φρυγιστί. ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα. ἔστι καὶ τὰ Φρύγια οὐδετέρως τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. τὸ τοπικὸν Φρυγιεύς, ὡς Μέγαρα Μεγαρεύς. Φυκοῦς, πόλις Λιβύης. κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ
10Ταίναρον τῆς Πελοποννήσου. ὁ πολίτης Φυκούσιος, ἐπειδὴ καὶ Φυκουσία λίμνη. εἰσὶ καὶ Φυκοῦσσαι νῆσοι Λιβύης. ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. οἱ νησιῶται Φυκουσσαῖοι ἢ Φυκούσσιοι. Φυλάκη, πόλις Θεσσαλίας. „οἳ δ’ εἶχον Φυλάκην καὶ
15Πύρασον ἀνθεμόεντα“. ἀπὸ Φυλάκου τοῦ Δηιόνος. τὸ ἐθνι‐ κὸν δύναται μὲν διὰ περιφράσεως ἐκ Φυλάκης, εἴρηται δ’
ὅμως Φυλακήσιος, ὡς Ἰθακήσιος. καὶ τὸ ἐκ τόπου ἐπίρρημα673
Eth
.

674

Ἡλιόδωρος ἐν Πρωτεσιλάῳ „Ἀργείων τελέεσσιν ὅσοι Φυλά‐ κηθεν ἕποντο“. Φυλ, δῆμος Οἰνηίδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι „πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι“. καὶ ἐν Πλούτῳ
5„μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβεσ“. ὁ δημότης Φυ‐ λάσιος. τὰ τοπικὰ ἐκ Φυλῆς καὶ ἀπὸ Φυλῆς. καὶ ἐθνικῶς οἱ ἀπὸ Φυλῆς. Φυλήνδε Φυλῆσιν. ἔστι καὶ φυλὴ τὸ τρίτον εἶδος τῶν παρ’ Ἕλλησι κοινωνιῶν. τὸ ἐθνικὸν φυλέτης, καὶ κτητικὸν φυλετικός φυλετική.
10 Φυλλίς, χώρα Θρᾴκης, Ἡρόδοτος ἑβδόμῃ „ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίσ“. ἔστι καὶ ποταμὸς Βιθυνίας Φύλλις, οὗ Φυλληίς τὸ θηλυκόν. οἱ οἰ‐ κήτορες Φύλλιοι ἢ Φυλλιεῖς, ἀφ’ οὗ τὸ θηλυκὸν Φυλληίς. Φύλλος, πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ [ἀρσενικῶς.]
15Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θʹ Θεσσαλικῶν „οἳ δ’ ἄφαρ
ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον“. οἱ οἰκοῦντες Φυλλεῖς.674
Eth
.

675

Φῦλον, τὸ ἔθνος, ἀπὸ τῆς φυλῆς δηλονότι, ἢ ἀφ’ οὗ ἡ φυλή. σύνθετον ἔμφυλος καὶ ἐμφύλιος, ὡς [Βοιωτός] Βοιώτιος καὶ κάπρος κάπριος καὶ Πάμφυλος Παμφύλιος. λέγεται καὶ φύλιος ἄνευ τῆς ἐν.
5 Φυσκία, πόλις Λυκίας ἐφ’ ὑψηλοῦ ὄρους κειμένη. τὸ ἐθνικὸν Φύσκιος. Φύσκος, πόλις Λοκρίδος, ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ [τοῦ] Ἀμφικτύονος τοῦ Δευκαλίωνος. ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας. ἔστι καὶ λιμὴν Ῥόδου. λέγεται καὶ ἀρ‐
10σενικῶς ὁ Φύσκος. „Φύσκος δέ, ἀφ’ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ...“ Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. [λέγεται καὶ Φυσκεύς.] ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. καὶ τὸ ἔθνος Φύσκοι καὶ Λοκροί. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει.
15 Φύταιον, πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. τὸ ἐθνικὸν Φυταῖος. Φύτειον, πόλις Ἤλιδος τῆς κοίλης, ἀπὸ Φυτέως λέγων αὐτὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. τὸ ἐθνικὸν Φυ‐ τεάτης ὡς Γυθεάτης· ὁ γὰρ τύπος Ἀρκάσι συνήθης.
20 Φώκαια, πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ. λέγεται καὶ Φωκαίη διὰ τοῦ η. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ὁ πολίτης Φωκαεύς καὶ Φωκαιεύς καὶ Φωκαΐτης καὶ θηλυκὸν Φωκαΐς. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν τῇ Μυκάλῃ. ἐθνικὸν τὸ αὐτό.
25Φωκίς, χώρα περὶ τὸν Παρνασσόν. Ἑκαταῖος Εὐρώπῃ.
ἀπὸ Φώκου τινός. οἱ κατοικοῦντες Φωκεῖς. καὶ Φωκικὸς675
Eth
.

676

πόλεμος καὶ Φωκική. ἔστι γὰρ καὶ παροιμία „Φωκικὴ ἀπό‐ νοια“ ἐπὶ τῶν τὰ ἀναλγῆ βουλευομένων. Φωριαμο, τόπος Ἤλιδος, μεταξὺ Παρθενίου ... ἐπι‐ τήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος.
5 Φωρμανο, πόλις Ἰταλίας. ἐθνικὸν τὸ αὐτὸ διὰ τὴν πρόληψιν τοῦ χαρακτῆρος. Φωτίναιον, προπαροξυτόνως, πόλις Θεσσαλίας, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Χαβαρηνο, ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου „ὀνο‐
10μάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ676
Eth
.

677

τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κάριοι, [τοὺς] τίτ‐ θους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι“. Χαδισία, πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ „ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι
5Θερμώδοντοσ“. Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν „ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν“. οἱ πολῖται Χαδίσιοι καὶ Χαδισία τὸ θηλυκόν. Ἀπολλώνιος βʹ „νόσφι
10δ’ ἀκοντο[βόλοι Χαδίσιαι]“. Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ περίπλῳ αὐτοῦ. Χαζήνη, σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποτα‐
15μίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Παρθικῶν „ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα“. Χαιρέου, πόλις Αἰγυπτία, κατ’ ἔλλειψιν τοῦ πόλις.
τὸ ἐθνικὸν Χαιρεώτης, ὡς Νικιώτης.677
Eth
.

678

Χαιρώνεια, πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ „ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα“. κέκληται ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ „λέγεται δ’ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα“. τοῦτον δὲ
5μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος ἐν δευ‐ τέρῳ ἱερειῶν Ἥρας ...... „Ἀθηναῖοι καὶ [οἱ] μετ’ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώ‐ νειαν πόλιν Ὀρχομενίων εἷλον“. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος, ὡς ἔμοιγε δοκεῖ, τῇ ἀρ‐
10χαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον· καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι κέχρηται. ὁ οἰκήτωρ Χαιρωνεύς καὶ τὸ θηλυκὸν Χαιρωνίς. καὶ κτητικὸν Χαιρωνικός καὶ Χαιρωνική. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ „κατὰ τὴν μάχην, ὥς φασι, τὴν Χαιρωνι‐
15κήν“. μάτην δὲ τοῦτο διὰ τῆς ει διφθόγγου γράφει Ἀρκά‐ διος „τὸ τοπικὸν Χαιρωνική ὡς Μαντινική“. ἐκ γὰρ τοῦ Χαίρωνος ἔστι Χαιρωνικός.
Χάλαιον, πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ „μετὰ δὲ678
Eth
.

679

Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλισ“. τὸ ἐθνικὸν Χαλαῖος. Θουκυδίδης γʹ „Μεσσαπίους καὶ Τριταιέας καὶ Χαλαίους καὶ Τολοφωνίους καὶ Ἱστίους καὶ Οἰανθίουσ“. Χαλάστρα, πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον.
5Ἑκαταῖος Εὐρώπῃ „ἐν δ’ αὐτῷ Θέρμη πόλις Ἑλλήνων [Θρηί‐ κων], ἐν δὲ Χαλάστρη πόλις Θρηίκων“. Στράβων δ’ ἐν ἑβδόμῃ Μακεδονίας αὐτὴν καλεῖ. ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. ὁ πολίτης Χαλαστραῖος. Λυκόφρων „Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων“. ἔστι
10δὲ καὶ πόλις ὡς ἀπὸ Χαλαστραῖος Χαλαστραία φησίν. ἡ μὲν παρὰ τὴν λίμνην Χαλαστραῖα, ἐν ᾗ τὸ λίτρον γίνεται. Χαλδαῖοι, οἱ πρότερον Κηφῆνες, ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας, ἀφ’ ἧς καὶ τοῦ Περσέως τῆς Δανάης καὶ Διὸς Πέρσης, ἀφ’ οὗ οἱ Κηφῆνες καὶ Χαλδαῖοι πρότερον
15[Πέρσαι] ἐκλήθησαν, ὡς εἴρηται ἐν τῷ περὶ Κηφηνίας. Ἑλ‐
λάνικος δέ φησιν ἐν πρώτῳ Περσικῶν οὕτω „Κηφέος οὐκέτι679
Eth
.

680

ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρης καὶ τὴν γῆν ἔσχον .... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι“. καὶ ἡ χώρα αὕτη πᾶσα νῦν Χαλδαϊκὴ καλεῖται. ἐκλήθησαν
5δὲ ἀπὸ Χαλδαίου τινός, ὡς Δικαίαρχος ἐν πρώτῳ τοῦ τῆς Ἑλλάδος βίου „τούτῳ δὲ συνέσει καὶ δυνάμει διάφορον γε‐ νόμενον τὸν καλούμενον Νίνον τὴν ὁμώνυμον αὐτῷ συνοικίσαι πόλιν. ἀπὸ δὲ τούτου τέταρτον ἐπὶ δέκα βασιλέα γενόμενον, ᾧ τοὔνομα Χαλδαῖον εἶναι λέγουσιν, ὅν φασι καὶ Βαβυλῶνα
10τὴν ὀνομαστοτάτην πόλιν περὶ τὸν Εὐφράτην ποταμὸν κατα‐ σκευάσαι, ἅπαντας εἰς ταὐτὸ συναγαγόντα τοὺς καλουμένους Χαλδαίουσ“. λέγεται καὶ Χαλδαία χώρα. εἰσὶ δὲ καὶ Χαλ‐ δαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς „Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνοσ“. οἱ μέντοι χα‐
15ριέστεροι περὶ Βαβυλῶνα λέγουσιν οἰκεῖν αὐτούς, ὡς δέδεικ‐ ται, μαντεῖον δ’ ἔχειν αὐτοὺς παρὰ βαρβάροις, ὡς Δελφοὶ παρ’ Ἕλλησιν. Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ
τῶν δύο Πόντων „τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν680
Eth
.

681

ἡ Ποντικὴ βασιλεία“. καὶ κατά „Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν“. οἱ ἐν ταύτῃ κατοικοῦντες Χάλδοι· οὕτως γὰρ ἐπεκράτησεν. Χαλία, πόλις Βοιωτίας. Θεόπομπος μεʹ „τὴν δὲ Χα‐
5λίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ...“ τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός „ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι, Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοισ“. Χαλισία, πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ „ἀναχθέντι
10δ’ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία“. ἔστι καὶ ἄλλη πρὸς τῷ Πόντῳ, μία τῶν Ἀμαζόνων, ἧς οἱ οἰκήτορες Χαλίσιοι. Χάλκεια, πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δω‐ δεκάτῳ ὧδε γράφει „ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλ‐
15κείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα“. ἔστι καὶ Καρίας Χάλκεια, ἧς τὸ ἐθνικὸν Χαλκεάτης, ὡς Κρα‐
τερῷ δοκεῖ.681
Eth
.

682

Χάλκη, πόλις Λιβύης. „μετὰ δ’ αὐτὴν πόλις Φοινίκων Χάλκη“. [ἔστι καὶ νῆσος.] Θουκυδίδης ὀγδόῃ „ἀπέπλευσεν εἰς Χάλκην, ἐντεῦθεν δ’ εἰς Σάμον“. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν λέγει. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται
5καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν ... καὶ τρίτῳ „ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίασ“. βαρύνεται, ὡς Ἡρωδιανός φησι. τὸ ἐθνικὸν Χαλκαῖος καὶ Χαλκίτης. Χαλκηδών, πόλις Βιθυνίας, ἡ πρὸς τῷ στόματι τοῦ
10Πόντου, καταντικρὺ τοῦ Βυζαντίου. ὁ πολίτης Χαλκηδόνιος. Στράβων „Χαλκηδόνιοι ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον [οὐ] μετέχουσι τῆς εὐπορίας ταύτησ“. τὸ θηλυκὸν Χαλκηδονία καὶ Χαλκηδονίς. Στράβων ἐν δωδεκάτῃ „καλεῖται δὲ τὰ ἀρι‐ στερὰ τοῦ Πόντου [Θρᾳκικά], τὰ δ’ ἐν δεξιᾷ Χαλκηδονίσ“.
15καὶ Μένιππος ἐν περίπλῳ Βιθυνίας „ἀπὸ ἱεροῦ Διὸς οὐρίου
καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον682
Eth
.

683

καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ“. μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκίτιδος νήσου. ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακειμένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι.
5 Χαλκητόριον, πόλις Κρήτης. ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ χρονικῶν „μεθ’ οὗ Χαρίδημος ἦν φυ‐ γὰς Χαλκητορεύσ“. Κρατερὸς δ’ ἐν τῷ περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι. Χαλκίς, πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ „Χαλκὶς
10πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο“. ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. τινὲς δὲ Χαλκιδεῖς φασι κληθῆναι διὰ τὸ χαλκουργεῖα πρῶ‐ τον παρ’ αὐτοῖς ὀφθῆναι. τὸ παλαιὸν δὲ Στύμφηλος προσ‐ ηγορεύετο, νῦν δὲ Ἁλίκαρνα. [ἀλλὰ καὶ Ὑποχαλκίς διὰ
15τὸ ὑποκεῖσθαι ὄρει λεγομένῳ Χαλκίδι.] μέμνηται δ’ αὐτῆς καὶ683
Eth
.

684

ὁ ποιητής „Χαλκίδ’ Ἐρέτριάν τε πολυστάφυλόν τ’ Ἰστίαιαν“. ὁ πολίτης Χαλκιδεύς, ὡς ἀπὸ τῆς Χαλκίδος γενικῆς, ὡς τοῦ Ἀρκάδος Ἀρκαδεύς καὶ τῆς Τρῳάδος Τρῳαδεύς. καὶ τὸ θη‐ λυκὸν ὁμώνυμον τῇ πόλει, ὡς Φωκίς Λοκρίς, ἡ χώρα καὶ ἡ
5γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ „Θεοκλέης ἐκ Χαλ‐ κίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε“. τὸ κτητικὸν Χαλκιδικόν. Ἀριστοφάνης Ἱππεῦσι „τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον“; καλοῦνται δὲ καὶ οἱ ἐν τῇ Κύμῃ τῆς Σικελίας Χαλκιδεῖς. οὗτοι δ’ ἄποικοί εἰσιν ἐξ Εὐβοίας.
10ἔστι καὶ Χαλκιδικὸν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ „ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατο‐ πεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλού‐ μενον“. ἔστι καὶ βʹ Χαλκίς πόλις Κορίνθου. γʹ Αἰτωλίας, ἀφ’ ἧς Ἀχελῷος ῥεῖ. Διονύσιος ὁ περιηγητής „νήσων τ’
15ἀλλάων, ὅσσας τ’ ἀπὸ Χαλκίδος ἕρπων“. δʹ πόλις ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος. τὸ ταύτης ἐθνικὸν Χαλ‐ κιδηνός. [εʹ] ἔστι καὶ πόλις Χαλκίς ἐν Σκυθίᾳ, ἧς οἱ πο‐ λῖται Χαλκῖται [ἔστι] καὶ ἡ χώρα Χαλκῖτις, ὡς Ἑρμείας
ἐν περιηγήσει. ϛʹ καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς684
Eth
.

685

Ἰταλίας. ζʹ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ, ἧς οἱ πολῖται Χαλκιδεῖς. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ „μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα
5ἐπονομαζόμενον“. Χαλκῖτις, νῆσος ἀντικρὺ Χαλκηδόνος, ἔχουσα χαλκοῦ μέταλλον. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων „ἀπὸ δὲ τοῦ Ἀκρίτου παραπλεύσαντι [πρὸς] εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται
10Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα“. τὸ ἐθνικὸν Χαλκίτης, ὡς Προ‐ σωπίτιδος Προσωπίτης. Χάλυβες, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερ‐
15μώδοντι, περὶ ὧν Εὔδοξος ἐν πρώτῳ „ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται“. τούτους Ὅμηρος Ἁλιζῶνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλα‐ γόνας καταλόγῳ
αὐτὰρ Ἁλιζώνων Ὅδιος καὶ Ἐπίστροφος ἦρχον
20
τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ „τηλόθεν ἐκ Χαλύ‐ βησ“, ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ δ Χαλυβδικός τὸ κτητικόν.
Λυκόφρων „Χαλυβδικῷ κνώδοντι“. καὶ ἡ χώρα Χαλυβικὴ685
Eth
.

686

λέγεται. καὶ Χάλυβοι παρ’ Ἑκαταίῳ „Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμουρέουσι“. Χανδανάκη, πόλις Περσική. Ἑκαταῖος Ἀσίας περιη‐ γήσει. τὸ ἐθνικὸν Χανδανακηνός.
5 Χανδάνη, πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ „ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι“. Χαονία, μέση τῆς Ἠπείρου. οἱ οἰκήτορες Χάονες. Ἑλ‐ λάνικος ἱερειῶν Ἥρας τρίτῳ „Ἀμβρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονες καὶ Ἠπειρῶται“. καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐ‐
10τούς φησι „Χάονες Θεσπρωτοί Τυμφαῖοι Παραυαῖοι Ἀμύμο‐ νες Ἄβαντες Κασσωποί“. λέγεται καὶ Χαόνιος. Εὐφορίων χιλιάσι „Ζηνὸς Χαονίοιο προμάντιες ηὐδάξαντο“. καὶ Χαονίη τὸ θηλυκόν. Ἀλέξανδρος ὁ Ἐφέσιος ἐν Ἀσίᾳ καὶ Λιβύῃ „οἱ δὲ κάτω Πελασγίδα Χαονίην“. καὶ Χαονῖται, Λυκόφρων
15„τοῦ Χαονίτου νᾶμα Πολυανθέος δρέπων“, ὡς ἀπὸ τοῦ Χάο‐ νος, ὡς Αὔσονος Αὐσονίτης ὁ αὐτός „τὸν Αὐσονίτην Πύραμον
δομήσεται“. καὶ ἐν κτητικῷ τύπῳ ὁ αὐτός „φθογγὴν ἑδώλων686
Eth
.

687

Χαονιτικῶν ἄπο“. καὶ Χαονικός ὡς ἀπὸ τοῦ Χάονος. Ἑκα‐ ταῖος Εὐρώπῃ „ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ“. καὶ Χαονίς τὸ θηλυκὸν ὡς Αὐσονίς. λέγεται καὶ Χαονεύς.
5 Χαράδρα, πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. τὸ ἐθ‐ νικὸν Χαραδραῖος· ἐπάγει γὰρ ὡς Ἡρωδιανός „Χαραδραίοισ“. Χάραδρος, λιμὴν καὶ ἐπίνειον Κιλικίας. Ἑκαταῖος Ἀσίᾳ „μετὰ δὲ Χάραδρος ποταμόσ“. Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν
10ἀναγράφει Πτολεμαῖος [ἐν] γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν ταῖς
Ἀραβικαῖς τῆς εὐδαίμονος. Οὐράνιος δὲ ἐν τοῖς Ἀραβικοῖς·687
Eth
.

688

ἀξιόπιστος δὲ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας. καὶ Μωβουχάρακα φησίν. ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός, ἐκ δὲ τοῦ Μωβουχάραξ Μωβοχαρακηνός, ἐπεὶ καὶ τοῦ Χάραξ Χαρα‐
5κηνός, ὡς δείξομεν, καὶ τοῦ Μώαβα τὸ ἐθνικὸν Μωαβίτης. Γλαῦκος ἐν Ἀραβικῆς ἀρχαιολογίας τετάρτῳ „ἡσύχαζον δ’ ἐν τούτοις Χαρακμωβηνοί“. Χάραξ Ἀλεξάνδρου, τόπος περὶ Κελαινὰς τῆς Φρυ‐ γίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο.
10τὸ ἐθνικὸν Χαρακηνός. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις. ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. τὸ ἐθνικὸν αὐτοῦ ὅμοιον. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς. Χαριμάται, ἔθνος πρὸς τῷ Πόντῳ. Παλαίφατος ἐν
15ἑβδόμῳ Τρωικῶν „Κερκετέων ἔχονται Μόσχοι καὶ Χαριμά‐ ται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον“. καὶ Ἑλλάνικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων „Κερκετέων δ’ ἄνω οἰκέουσι Μόσχοι καὶ Χαριμάται, κάτω δ’ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί“.
20 Χαρισίαι, πόλις Ἀρκαδίας, ἀπὸ Χαρισίου παιδὸς Λυ‐ κάονος. Παυσανίας ὀγδόῳ „ὠνομάσθησαν δὲ [καὶ ἀπὸ Κρώ‐
μου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν]“.688
Eth
.

689

Χαρμάνδη, πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει „ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη“. τὸ ἐθνικὸν τῷ μὲν τῆς τέχνης λόγῳ Χαρμανδαῖος καὶ Χαρμαν‐
5δίτης, ὡς Σιδίτης, τῷ δὲ τῆς χώρας ἔθει Χαρμανδηνός. Χάρμις, πόλις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. τὸ ἐθνικὸν Χαρμίτης. Παυσανίας δέ φησι περὶ αὐτοῦ. Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ „Γερραῖοι
10δ’ εἰς τὴν Χατραμωτῖτιν“. καὶ πάλιν „πρὸς ἕω μάλιστα Χατραμωτῖται“. Οὐράνιος δ’ ἐν πρώτῳ Ἀραβικῶν Χατρα‐ μώτας αὐτοὺς καλεῖ „καμηλοκόμοι Χατραμῶται Σαβαῖοι καὶ Ὁμηρῖται“. Χαττηνία, χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ „ἔστι
15δ’ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων· οὗτοι γὰρ αὐ‐ τὴν νέμονται“. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός „τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρασ“.
20Χαῦνοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς τετάρτῳ Θεσσα‐
λικῶν „Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί“.689
Eth
.

690

Χαύων, χώρα τῆς Μηδίας. Κτησίας ἐν πρώτῳ Περσι‐ κῶν „ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίασ“. τὸ ἐθνικὸν Χαύονες.
5 [Χειμέρα, πόλις Σικελίας. Ξενοφῶν Ἑλληνικῶν πρώτῳ „στρατεύοντες δ’ ἐπὶ Σικελίαν δέκα μυριάσι στρατιᾶς αἱροῦσιν ἐν τρισὶ μησὶ δύο πόλεις Ἑλληνίδας, Σελινοῦντά τε καὶ Χει‐ μέραν“. τὸ ἐθνικὸν Χειμεραῖος ὡς Ἱμεραῖος.] Χειμέριον, ἄκρα Θεσπρωτίας. τὸ ἐθνικὸν Χειμεριεύς,
10ὡς Ἐλευθεριεύς Βιθυνιεύς Βουπρασιεύς. Χελιδόνιοι, ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπῃ „Σε‐ σαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι“. εἰσὶ καὶ Χελι‐ δονίαι πέτραι, ὧν πολλάκις ἐμνήσθημεν. δύο δέ εἰσι κεκλη‐ μέναι ἡ μὲν Κορύδελα ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν
15τοῖς παντοδαποῖς. Χελωνῖτις, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Χελωνίτης. προελήφθη γὰρ τὸ ἐθνικὸν ἐν τῷ πρωτοτύπῳ. Χέμμις, πόλις Αἰγύπτου. Ἡρόδοτος „ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιοσ“.
20φησὶ δ’ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. ὁ πολίτης690
Eth
.

691

Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ εως Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ β ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου „ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λη‐ τοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι
5δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατοσ“. ὁ νησιώτης Χεμβίτης καὶ Χέμβιος. Χερρόνησος, πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ, κατὰ Τριόπιον. ὁ πολίτης Χερρονήσιος. Αἰλιανὸς ἐν βʹ ἱστορικῆς διαλέξεως „Χερρονήσιοι δ’ ἀπὸ Κνίδου“. ἔστι βʹ πόλις ἐν
10τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ „ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου“. καὶ τὸν πολίτην Χερρονήσιόν φησιν „Ἀψινθίοισι πρὸς με‐ σαμβρίην ὁμουρέουσι [Χερσονήσιοι. Ἡρόδοτος δέ] „Χερσο‐ νησῖται ἀπὸ τῶν πύργων ἐσημήναντο τοῖσι Ἀθηναίοισι τὸ
15γεγονόσ“. τούτους καὶ ... Χερρονησίους λέγει. ὧν τὸ θηλυ‐ κὸν Εὐριπίδης „ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα“. ἔστι
καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ „νέμεται τὸ691
Eth
.

692

Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένησ“. τὸ ἐθνικὸν ταύτης Χερρονησίτης. δʹ Χερρόνησος κατὰ Κρή‐ την νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς με.. τὴν Κρήτην „κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ
5Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀ[λοῦντοσ]“. οἱ πολῖται ὁμοίως Χερρονησῖται καὶ Χερρονήσιοι, ὡς αὐτός φησιν. ἔστιν εʹ πόλις Λιβύης Χέρ‐ ρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ „ἔχεται χερρόνησος ὄνομα Χέρρουρα“. ὁ πολίτης Χερρούριος, ὡς τοῦ
10Ταύχειρα Ταυχείριος. ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος ἐν Λυκίᾳ. καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. τὸ ἐθνικὸν τούτων Χερρονήσιος. Χήν, πόλις τῆς Λακωνικῆς. ὁ πολίτης Χηνιεύς· οὕτω γὰρ Μύσων τῶν ἑπτὰ σοφῶν κριθέντων εἷς Χηνιεὺς ἐχρημά‐
15τιζεν. ἀλλὰ καὶ Χηνεύς, ὡς Πλάτων ἐν Πρωταγόρᾳ „τούτων τῶν ἀνδρῶν ἦν Θαλῆς καὶ Πιττακὸς καὶ Βίας καὶ Κλεόβουλος καὶ Σόλων ὁ ἡμέτερος καὶ Μύσων ὁ Χηνεὺς καὶ ἕβδομος ἐξ αὐτῆς τῆς Λακεδαίμονος Χίλων“. Χηνοβοσκία, πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ
20Αἰγυπτιακῶν „ἀντικρὺ δὲ τοῦ Διοσπολίτου [νομοῦ] Χηνο‐
βόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ692
Eth
.

693

χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδεί‐ λους σπουδήν“. τὸ ἐθνικὸν Χηνοβοσκιάτης. Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδωρος ἐν χρονι‐ κῶν πρώτῳ. ὁ πολίτης Χησιεύς, ὡς Ἴλιον Ἰλιεύς, Σούνιον
5Σουνιεύς. Ὦρος δ’ ἀρσενικῶς αὐτήν φησι, καὶ οὐδὲ πόλιν, ἀλλὰ τόπον. Χίος, ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ „Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίοσ“. ἀπὸ Χίου τῆς Ὠκεανοῦ, ἢ ἀπὸ τῆς χιό‐
10νος τῆς ἐκεῖ γινομένης πολλῆς, ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ ἑτέρα πόλις Καρίας Χίος [ὑπὸ τὸ ὄρος τὸ Πελιν‐ ναῖον, ὡς Διονύσιος ὁ περιηγητής „καὶ Χίος ἠλιβάτοιο Πε‐ λινναίου ὑπὸ πέζαν“. ἔστι καὶ ἄλλη] κατὰ τὸ Τριόπιον κει‐ μένη ἐν τῇ χερρονήσῳ. καὶ δʹ ἐν Εὐβοίᾳ. τὸ πρωτότυπον
15ὄνομα βραχὺ ἔχει τὸ ι, [τὸ δὲ ἐθνικὸν μακρόν,] ὡς τοῦ μήτι „μήτι δ’ ἡνίοχοσ“, καὶ τοῦ Θέτι „πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν“, καὶ τοῦ μάστι. Θουκυδίδης ὀγδόῃ „Χῖοι δὲ
καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντεσ“. καὶ Ἡρό‐693
Eth
.

694

δοτος πρώτῃ „Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέ‐ γονται“. τὸ κτητικὸν Χιακός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός, Σά‐ μιος Σαμιακός. οὗτοι δὲ πρῶτοι ἐχρήσαντο θεράπουσιν, ὡς Λακεδαιμόνιοι τοῖς Εἵλωσι καὶ Ἀργεῖοι τοῖς Γυμνησίοις καὶ
5Σικυώνιοι τοῖς Κορυνηφόροις καὶ Ἰταλιῶται τοῖς Πελασγοῖς καὶ Κρῆτες Μνωίταις. ὅτι παρ’ αὐτοῖς ἐγένετο πρῶτον μέ‐ λας οἶνος. Χιτώνη. οὕτως ἡ Ἄρτεμις λέγεται, καὶ Χιτωνία, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί „καὶ τὸ τᾶς
10Χιτωνίας αὐλησάτω τίς μοι μέλοσ“. Χν. οὕτως ἡ Φοινίκη ἐκαλεῖτο, ὥσπερ Λᾶ ἡ Λακωνικὴ πόλις. τὸ ἐθνικὸν ταύτης Χνᾶος, ὡς τῆς Λᾶ Λᾶος. Χο, ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ „ἐς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ’ αὐτῶν Χοί“. καὶ πάλιν „μέχρι
15μὲν τούτων Χοί“. καὶ πάλιν „Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρεσ“. Χοιράδες, πόλις Μοσσυνοίκων. Ἑκαταῖος Εὐρώπῃ „Τι‐ βαρηνοῖσι δὲ πρὸς ἥλιον ἀνίσχοντα Μοσσύνοικοι ὁμουρέουσι·
ἐν δὲ αὐτοῖσι Χοιράδες πόλισ“. τὸ ἐθνικὸν Χοιραδεύς, ὡς694
Eth
.

695

τῆς Ἀρκάδος Ἀρκαδεύς καὶ τῆς Χαλκίδος Χαλκιδεύς καὶ τῆς Τρῳάδος Τρῳαδεύς. Χολαργός. οὕτω Δίδυμος καὶ Διόδωρος, Διονύσιος δὲ Χολαργεῖς καὶ πληθυντικῶς .... μαρτυρεῖ. ἔστι δὲ δῆμος
5τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Χολαργεύς. Χολλεῖδαι, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Χολλείδης. Διογένης δ’ ὁ Λαερτιεὺς ἐν τρίτῳ φιλοσόφου ἱστορίας Χολλειδεύς φησι. τὰ τοπικὰ ἐκ Χολλειδῶν εἰς Χολ‐ λειδῶν ἐν Χολλειδῶν.
10 Χολοβητην, μοῖρα Ἀρμενίας. Ἀρριανὸς ἕκτῳ Παρ‐ θικῶν „Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται“. τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν πρόληψιν τῆς ἐν τῷ πρωτοτύπῳ τούτου. Χομψ, νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰ‐
15γύπτου, ὡς Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Χομψοΐτης, ὡς Σαβοΐτης. Χορασμίη, πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει „ἐν δὲ αὐτοῖσι πόλις Χορασμίη“. αὐτοὶ δὲ Χο‐ ράσμιοι, ὡς αὐτός φησι „Πάρθων πρὸς ἥλιον ἀνίσχοντα
20Χοράσμιοι οἰκέουσι“. καὶ Ἡρόδοτος τρίτῃ „Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι“. καὶ πάλιν „τοῦτο τὸ πεδίον ἦν ποτε Χορασμίων“.
Χορσία, πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ „ἐκ δὲ695
Eth
.

696

Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Χορσίασ“. τὸ ἐθνικὸν Χορσιεύς. Χορτασ, πόλις Αἰγύπτου. ἀπὸ μέλλοντος ὁ σχημα‐ τισμός. ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορ‐
5τάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία, τοῖς δ’ οἰκοῦσι τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρ’ αὐτῆς ἐντεῦθεν τεθῆναι. Χρυσαορίς, πόλις Καρίας, ἡ ὕστερον Ἰδριάς ὀνομα‐
10σθεῖσα. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν „... καὶ πρώτη πό‐ λις τῶν ὑπὸ Λυκίων κτισθεισῶν“. τὸ ἐθνικὸν Χρυσαορεύς, ὡς αὐτὸς ἐν αὐτοῖς „Ταυροπολῖται μὲν συνεμάχουν [καὶ Χρυ‐ σαορεῖς] καὶ Πλαρασεῖσ“. ἔστι καὶ Χρυσαορεῖς δῆμος. Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι.
15Χρύση, βαρυτόνως, ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λή‐
μνου. Σοφοκλῆς Λημνίαις „ὦ Λῆμνε Χρύσης τ’ ἀγχιτέρμονες696
Eth
.

697

πάγοι“. καὶ ἐν Αἰχμαλώτισι „ταύτην ἐγὼ Κίλλαν τε καὶ Χρύσην [νέμω“.] εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέ‐
5πον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον. καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ὁ πολίτης Χρυσεύς. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠκεανῖτις, ἣν οὕτω καλεῖ Διονύσιος διὰ τὸ χρυσοῦ ἔχειν μέταλλα. ἔστι καὶ ἄλλη χερ‐
10ρόνησος τῆς Ἰνδικῆς, Μαρκιανὸς ἐν περίπλῳ „ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ χρυσῆ καλουμένη χερρόνησοσ“. Χρύσιππα, οὐδετέρως, πόλις Κιλικίας, ἀπὸ Χρυσίππου τοῦ κτίσαντος. τὸ ἐθνικὸν Χρυσιππανός, ὡς τῆς Ἀργύριππα Ἀργυριππανός. ἄμεινον δὲ Χρυσιππεύς· πολὺς γὰρ παρ’ αὐ‐
15τοῖς ὁ εἰς ευς τύπος. Χρυσόπολις, ἐν Βιθυνίᾳ, πλησίον Χαλκηδόνος τὸν ἀνά‐ πλουν πλέοντι ἐν δεξιᾷ. Ἔφορος εἰκοστῷ τρίτῳ „παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοισ“. καὶ Θεό‐ πομπος ἐν πρώτῳ Ἑλληνικῶν „ἀνήχθησαν εἰς Καλχηδόνα καὶ
20Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσό‐ πολιν κατασχεῖν“. Διονύσιος δ’ ὁ Βυζάντιος τὸν ἀνάπλουν τοῦ Βοσπόρου γράφων περὶ τοῦ ὀνόματος αὐτοῦ τάδε φησί
„κέκληται δὲ Χρυσόπολις, ὡς μὲν ἔνιοί φασιν, ἐπὶ τῆς Περ‐697
Eth
.

698

σῶν ἡγεμονίας ἐνταῦθα ποιουμένων τοῦ προσιόντος ἀπὸ τῶν πόλεων χρυσοῦ τὸν ἀθροισμόν, οἱ δὲ πλείους ἀπὸ Χρύσου παιδὸς Χρυσηίδος καὶ Ἀγαμέμνονοσ“. ἔστι καὶ ἄλλη Κιλικίας Χρυσόπολις, ὡς ὁ πολυΐστωρ. τὸ ἐθνικὸν Χρυσοπολίτης,
5ὡς τοῦ Νικόπολις Νικοπολίτης. Χυτόν, χωρίον ἠπείρου. Ἔφορος ἐννεακαιδεκάτῳ „οἱ δ’ ἐκ Κλαζομενῶν κατῴκισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμε‐ νον“. τὸ ἐθνικὸν Χυτίτης, ὡς ὅπλον ὁπλίτης, λίκνον λικνίτης. Χύτροι, Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας
10φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. ὁ πολί‐ της Χύτριος. Ἀλέξανδρος ἐν τῷ περὶ Κύπρου „τὴν δὲ Γορ‐ δίαν ἀποδοῦναι Χυτρίοισ“. καὶ πάλιν „Εὐρυνόην τῶν Χυ‐ τρίων βασιλεὺς ἔγημεν“. ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸς τὸ Χύτρος ἑνικόν, ὡς Κύπριος πρὸς τὸ Κύπρος.
15 Χυτρόπολις, Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ „παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳ‐ κισμένον ἐξ Ἀφύτεωσ“. τὸ ἐθνικὸν ἑξῆς ἐπάγει „εἰσδεξαμέ‐ νων δὲ τῶν Χυτροπολιτῶν αὐτόν“. Χωλὸν τεῖχος, πόλις Καρίας, ὡς Ἀπολλώνιος ὀκτω‐
20καιδεκάτῳ Καρικῶν. τὸ ἐθνικὸν Χωλοτειχίτης. περὶ ὧν πολ‐
λάκις εἰρήκαμεν.698
Eth
.

699

Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ „καὶ τὴν γῆν ὀνομάσαι Χώνην“. „καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ’ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν“. ἡ δὲ χώρα Χωνία. Λυκόφρων „ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν“. οὐκοῦν
5καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία. Χώρα, ἡ μερικὴ γῆ, ἀφ’ οὗ τὸ χῶ ῥῆμα, ἀφ’ οὗ καὶ χών καὶ χθών καὶ χωρικὴ γῆ. ἀφ’ οὗ καὶ χῶρος [καὶ χώρα], ὅθεν τὸ χωρίτης, ὡς τοῦ μέσος μεσίτης τόπος τοπίτης, ἢ
10ἀπὸ τοῦ χώρα χωρίτης, ὡς ἀπὸ τοῦ ἕδρα ἑδρίτης ἑσπέρα ἑσπερίτης. Σοφοκλῆς Αἰγεῖ „ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γ’ ὁρῶ“. καὶ ἐν Ἡρακλεῖ „τρέφουσι κρήνης φύλακα, χωρί‐ την ὄφιν“. καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ „ὁδοιπόρων
δήλημα, χωρίτης δράκων“. καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ699
Eth
.

700

τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς πλόος κομίζων δῶρα πλουσίου Νείλου. καὶ χώριος οὐ σύνθετον, ἀλλὰ τὸ ἐγχώριος καὶ ἐπιχώριος σύνηθες ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώρας, ὡς τοῦ ἐν τόπῳ ἐν‐
5τόπιος καὶ τοῦ ἐκ τόπου ἐκτόπιος. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων. Χωραμναῖοι, ἔθνος Περσικὸν ἀγρίων ἀνθρώπων. Κτη‐ σίας ἐν Περσικῶν δεκάτῳ „οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος
10ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν“. καὶ ἄλλα πλεῖστα περὶ αὐτῶν φησί. Χωχ, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δε‐ κάτῳ „καὶ βασιλεὺς δ’ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην ᾗ τινι Χωχὴ ὄνομα“.
15τὸ ἐθνικὸν δύναται καὶ Χωχηνός καὶ Χωχαῖος, ὡς τὰ παρα‐ κείμενα χωρία Καρραῖος Καρρηνός, Βατναῖος Βατνηνός. Ψαμαθοῦς, πόλις Λακωνική. Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων „μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦσ“. τὸ ἐθνικὸν Ψαμαθούντιος καὶ Ψαμαθούσιος,
20ὡς Σελινούντιος καὶ Σελινούσιος. Ψεβ, χώρα ἐνδοτάτη Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας
ἐν Αἰγυπτιακοῖς τάδε γράφει „οὗτοι δή φασιν εἶναι χώραν700
Eth
.

701

ἀπέχουσαν Αἰθιοπίας ὁδὸν ἡμερῶν πέντε καλουμένην Ψεβώ“. Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φησι. τὸ ἐθνικὸν Ψεβοΐτης ὡς Σαβοΐτης. Ψενακ, κώμη τοῦ Ἀθριβίτου νομοῦ, ὡς Ἀρτεμίδωρος
5ἐν ὀγδόῳ γεωγραφουμένων. οἱ κατοικοῦντες Ψενακοῗται ἂν κυρίως λέγοιντο. Ψένηρος, Αἰγυπτία κώμη. τὸ ἐθνικὸν Ψενηρίτης τῷ τύπῳ τῆς χώρας. Ψένυρις, Αἰγυπτία κώμη. κλίνεται Ψενύρεως. τὸ ἐθνι‐
10κὸν Ψενυρίτης, ὡς Λεπτίτης Λέπτεως καὶ Μεμφίτης Μέμφεως. Ψευδαρτάκη, λόφος ἐν Σκυθίᾳ μετὰ τὸ λεγόμενον Ἅγιον ὄρος. τὸ τοπικὸν Ψευδαρτακαῖος. καὶ κατὰ τέχνην. λέγεται Ψευδαρτακηνός διὰ τὰ πλησιόχωρα. Ψευδοκοράσιον, αἰγιαλὸς μέγας μεταξὺ Κωρύκου [καὶ]
15τῆς Σελευκείας τῆς παρ’ Ἰσαύροις. Ἀρτεμίδωρος ἐνάτῳ τῶν γεωγραφουμένων „παραλλάξαντι δὲ ταύτην αἰγιαλὸς ἄλλος ἐκδέχεται σταδίων τριῶν, μηνοειδὴς καὶ ὕφορμος, καλούμενος Ψευδοκοράσιον“.
Ψησσο, ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευ‐701
Eth
.

702

τέρῳ περὶ γῆς „ἔπειτα δ’ Ἑρμώνασσα καὶ Κῆπος [πόλις], τρίτον δὲ τὸ Ψησσῶν ἔθνοσ“. Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομί‐ τιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας „ἐγκυριεύσαντος
5ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐν[τὸς] τοῦ Ψιλίου ποταμοῦ“. ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. τὸ τοπικὸν Ψιλίτης. ἐν δὲ τῇ συνηθείᾳ ἐπεκράτησεν ἀμφοτέρων τῶν ποταμῶν τοὺς οἰκήτορας Ψιλια‐ νοὺς καλεῖν.
10 Ψίμαδα, χωρίον Ἰσαυρίας. τὸ ἐθνικὸν Ψιμαδεῖς. Κα‐ πίτων ἐν εʹ „Κόνωνα δὲ παρόντα Ψιμαδέα μεγάλως ἐφιλο‐ φρονήσατο“. Ψίναφθος, Αἰγύπτου πολίχνιον, ὡς Ἀλέξανδρος ἐν Αἰγυπτιακῶν δευτέρῳ. τὸ ἐθνικὸν Ψιναφθίτης.
15 Ψινέκταβις, κώμη Αἰγυπτία. κλίνεται Ψινεκτάβεως. τὸ ἐθνικὸν Ψινεκταβίτης τῷ λόγῳ τῶν εἰς ις καὶ τῷ τύπῳ τῆς χώρας. Ψιττάκη, πόλις παρὰ τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡς Δαμόφιλος. ὁ πολίτης Ψιττάκιος, ὡς ἀπὸ τοῦ
20ψιττακίας καρποῦ. τὸ κυριώτερον δὲ ἐθνικὸν Ψιττακηνός διὰ702
Eth
.

703

τὸ ἐπιχώριον, καὶ Ψιττακηνή ἡ χώρα, ἧς καὶ Ἀριστοτέλης μέμνηται ἐν τοῖς θαυμασίοις. Ψιττάχεμμις, κώμη τῆς Αἰγυπτίας. τὸ ἐθνικὸν Ψιττα‐ χεμμίτης καὶ τῷ τύπῳ τῶν εἰς ις καὶ ὅτι τοῦ ἁπλοῦ τοῦ Χέμ‐
5μις τὸ ἐθνικὸν Χεμμίτης. κώμη δ’ ἐστὶ καὶ αὐτὴ Αἰγυπτία. Ψυκτήριος, τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύ‐ ξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. τὸ ἐθνικὸν ὁμωνύμως διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον, ἔχον αὐτοῦ τὸν τύπον.
10 Ψύλλα, χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μέ‐ νιππος ἐν περίπλῳ τοῦ Πόντου „ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βίλλαιον στάδια πʹ“. τὸ ἐθνικὸν Ψυλλάτης. Ψύλλοι καὶ Ψυλλικὸς κόλπος, ἐν τῷ Λιβυκῷ κόλπῳ.
15Ἑκαταῖος περιηγήσει Λιβύης „ὁ Ψυλλικὸς κόλπος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόοσ“. περὶ δὲ Ψύλλων Ἡρόδοτος τετάρτῃ „Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι“. λέγονται δὲ ἀπὸ Ψύλλου. οὗτοι λέγονται πᾶσι θηρίοις καὶ ἑρπετοῖς δα‐ κνόμενοι ἀβλαβεῖς διατελεῖν.
20 Ψύρα, νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυ‐ ρίαν καλεῖ „νήσου ἐπὶ Ψυρίησ“. τὸ ἐθνικὸν οὖν Ψύριος, τὸ
θηλυκὸν Ψυρία, τὸ οὐδέτερον Ψύριον. Στράβων δὲ ἐν τῷ ιδʹ703
Eth
.

704

Ψύρα φησὶν οὐδετέρως „τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρασ“. τὸ ἐθνικὸν Ψυρεύς ὡς Μυρεύς. λαμ‐ βάνεται δὲ τὸ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος „Ψύρα τὸν Διόνυσον ἄγοντεσ“. καὶ ἐν
5Νεμέσει „Ψύρα τε τὴν Σπάρτην ἄγεισ“. Ψυττάλεια, νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος „εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου“. Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, ὡς [Ἀγάμμεια]
10Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ’ οὗ κατὰ συναλοιφὴν ἐγέ‐ νετο, ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη, περὶ ὧν κατὰ τοὺς οἰκείους εἰρήκαμεν τόπους. τὸ ἐθνικὸν Ψυτταλεύς, ὡς Ἀττα‐ λεύς Μαντινεύς Ἀντιοχεύς. ἔστι γὰρ ἡ Ψυττάλεια ὡς Ἀττά‐ λεια. κέκληται δὲ ἀπὸ Ψυττάλου.
15 Ψύχιον, τόπος Κρήτης, ἐν ᾧ πόλις ἦν ὁμώνυμος. τὸ ἐθνικὸν Ψυχιεύς, ὡς τοῦ Νότιον Νοτιεύς καὶ τοῦ Δουλίχιον Δουλιχιεύς. Ψωφίς, πόλις Ἀρκαδίας. κέκληται ἀπὸ Ψώφιδος τοῦ Λυκάονος, ὑφ’ οὗ φασι τὸ παλαιὸν ἐκτίσθαι αὐτήν, ἢ ἀπὸ
20Ψωφῖδος τῆς Ἔρυκος θυγατρός. ἔστι καὶ ἑτέρα πόλις Ψωφίς Ἀκαρνανίας, ἡ παλαιά λεγομένη ..... ἔστι καὶ τρίτη τῆς Ἀχαΐας. ὁ πολίτης ὤφειλεν εἶναι Ψωφίτης, τῷ τύπῳ τῶν εἰς ις ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆς γενικῆς, ὡς τῆς Ἀρκάδος
Ἀρκάδιος καὶ τῆς Αὐλίδος Αὐλίδιος, οὕτω Ψωφῖδος Ψωφί‐704
Eth
.

705

διος. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ „κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν“. ἔστι καὶ ἑτέρα Ψωφίς, πόλις Λιβύης. ὁ πολίτης Ψωφίτης τῷ τῆς χώρας τύπῳ. λέ‐ γεται δὲ καὶ ἡ Ζακυνθίων ἀκρόπολις Ψωφίς, ὡς Παυσανίας
5φησὶν ὀγδόῳ περιηγήσεως. Ψώχεμμις, πολίχνιον Αἰγύπτου. Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων „καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θα‐ λαβαύδη καὶ Ψώχεμμισ“. τὸ ἐθνικὸν Ψωχεμμίτης τῷ ῥηθέντι λόγῳ ἐν τῷ Ψιττάχεμμις.
10 Ὠβαρηνο, μέρος Ἀρμενίας παρακείμενον Κύρῳ πο‐ ταμῷ, ὅστις Εὐφράτῃ παραλλήλως ἔχει. μέμνηται δ’ αὐτῶν καὶ Κουάδρατος ἐν ἕκτῳ Παρθικῶν „παρὰ δὲ Κύρῳ ποταμῷ Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντεσ“. Ὤγενος, ἀρχαῖος θεός, ὅθεν ὠγενίδαι καὶ ὠγένιοι ἀρ‐
15χαῖοι. Παρθένιος ὁ Φωκαεὺς Δήλῳ „σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ“. Ὠγυγία, νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη ἀπὸ Ὠγύγου
υἱοῦ Τερμέρας. τὰς ..... λέγονται καὶ οἱ Λύκιοι Ὠγύγιοι ἐξ705
Eth
.

706

αὐτοῦ Ὠγύγου. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς. Ὤγυλος, νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ ἐθνικὸν Ὠγύλιος.
5 Ὤγυρις, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Ὠγυρίτης διὰ τὴν συνήθειαν τοῦ τόπου· Ὁμηρῖται γὰρ καὶ Σαβοῗται καὶ ἄλλα παραπλήσια πλεῖστα. Ὤδονες, ἔθνος Θρᾴκης τοῖς Μαίδοις ὅμορον. Διονύσιος ἐν Βασσαρικῶν ιδʹ „Μαίδων τ’ ἄγρια φῦλα καὶ Ὤδονες ἑλ‐
10κεσίπεπλοι“. Ὠκαλέα, πόλις Βοιωτίας. „Ὠκαλέην Μεδεῶνά τ’ ἐυκ‐ τίμενον πτολίεθρον“ Ὅμηρος. ἔστι δὲ πρὸς τῇ Ἁλιάρτῳ. ἐκαλεῖτο δὲ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. τὸ ἐθνικὸν Ὠκα‐ λεύς, ὡς Μαντίνεια [Μαντινεύς]. ἐκλήθη δὲ οὕτως διὰ τὸ
15συντόμως πορεύεσθαι ἐκ Θεσπιῶν εἰς Θήβας· αἱ δὲ Θεσπιαὶ γειτονοῦσι καὶ ὁμοροῦσιν αὐτῇ. Ὠκεανός, ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις „προσαγορεύουσι δὲ τὴν ἔξω
θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ706
Eth
.

707

τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ’ Ἕλληνες Ἀτλαν‐ τικὸν πέλαγοσ“. ἐκλήθη δ’ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. οἱ παροικοῦντες Ὠκεανῖται. καὶ τὸ θηλυκὸν Ὠκεα‐ νῖτις. ἀλλὰ καὶ Ὠκεανίς ἐκ τοῦ Ὠκεανός. καὶ ὥσπερ παρὰ
5τὸ ποταμόν καὶ Κηφισόν καὶ παρὰ γίνεται ἐκ δύο εἰς ἓν παραγωγὴ Παραποτάμιοι καὶ Παρακηφίσιοι, οὕτως καὶ ἐκ τῶν πρὸς Ὠκεανῷ [προσωκεάνιοι] προσωκεανίους ἔφησεν ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας Διονύσιος ὁ Ἁλικαρνασ‐ σεὺς οὕτω „Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεα‐
10νίων ἐθνῶν“. περὶ δὲ τῆς τοιαύτης παραγωγῆς πολλάκις εἰρήκαμεν. Ὤλενος, πόλις Ἀχαΐας καὶ Αἰτωλίας, θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν „τὴν αἰπεινὴν ζαθέαν Ὤλενον“. Σοφοκλῆς ἐν Ἱππόνῳ „ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι“. Ἀπολλό‐
15δωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλό‐ γου „τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμ‐ βέβηκε“. κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις „τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων“. ἔστιν οὖν καὶ
20ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει „οἳ Πλευρῶν’ ἐνέμοντο
καὶ Ὤλενον ἠδὲ Πυλήνην“. τὸ θηλυκὸν Ὠλενία, Ἡσίοδος707
Eth
.

708

„ᾤκεε δ’ Ὠλενίην πέτρην ποταμοῖο [παρ’ ὄχθας.]“ τὸ οὐ‐ δέτερον Ὠλένιον. τὸ τοπικὸν ἐπιρρηματικῶς Ὠλενίηθεν. Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι „πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφ’
5ὑψηλοῦ μὲν ᾠκισμένη τόπου“. ὁ πολίτης Ὠλέριος, καὶ Ὠλε‐ ρία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φησὶ γὰρ ὁ αὐτός „τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν“. Ὠλίαρος, νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλεί‐
10δης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν „Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ“. τὸ ἐθνι‐ κὸν Ὠλιάριος, ὡς Ἄμυρος Ἀμύριος. Ὤλιννα, πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. τὸ ἐθνικὸν Ὠλινναῖος, ὡς Πελινναῖος τῆς Πελίννης.
15 Ὠπίαι, ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ „ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήιον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν“. Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περι‐
20φανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ708
Eth
.

709

ἐθνικὸν διὰ τῆς ει διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ „Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραν‐
5νον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν“. Ἀπολλόδωρος δὲ τετρασυλλάβως φησίν, οὐ διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ διὰ τοῦ ι Ὠρεΐτας „οὕτω [δὲ] τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσιν πόλιν“. καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης παραγόμενα μιᾷ συλλαβῇ
10πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, Στάγειρος Σταγείρου Σταγειρίτης, Ἄβδηρος Ἀβδήρου Ἀβδηρίτης, Πεντάσχοινος Πεν‐ τασχοίνου Πεντασχοινίτης, Διόλκος Διόλκου Διολκίτης· οὕτως Ὠρεός Ὠρεοῦ Ὠρεΐτης, καὶ κατὰ σύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτης. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτης καὶ Σαμαρείτης·
15ταῦτα γὰρ ἀπὸ τῶν εἰς α καθαρὸν ληγόντων παρῆκται. Ὤρικος, πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ „μετὰ δὲ Βου‐ θρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν“. Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς
20Πολύβιος ἑβδόμῳ „οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ709
Eth
.

710

πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι“. ὁ πολίτης Ὠρίκιος, τὸ θηλυκὸν Ὠρικία ἡ χώρα καὶ ἡ γυνή. Ὠρισία, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ὠριτανός. Ἀρτε‐
5μίδωρος ἐν δευτέρῳ γεωγραφουμένων „ἀμφότεροι γὰρ“ φησί „κατοικοῦσι τὴν παραλίαν καί τινα τῆς μεσογείου, πρῶτον μὲν Ὠριτανοί, πόλεις δ’ ἐν αὐτοῖς εἰσι μεγάλαι Ὀρσία καὶ Καστάλων“. Ὠρῖται, ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδε‐
10κάτῃ „τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον“. καὶ Ἀπολλόδωρος δευτέρῳ „ἔπειτα δ’ Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέτραν ...“ Ὠρύχιον, τόπος τῆς Ἀττικῆς. τὸ τοπικὸν Ὠρύχιος. Εὐ‐
15φορίων Διονύσῳ „ἴχνος ἂν Ὠρυχίοισιν ἐν ἕρκεσιν ὀκλάσσαιντο“. Ὠρωπός, πόλις Μακεδονίας, ἐξ ἧ Σέλευκος ὁ Νικάτωρ. καὶ ἄλλη Βοιωτίας, περὶ ἧς Εὐφορίων Κλείτορι „Αὐλίς τ’
Ὠρωπός τε καὶ Ἀμφιάρεια λοετρά“. κέκληται ἀπὸ Ὠρωποῦ710
Eth
.

711

τοῦ Μακεδόνος τοῦ Λυκάονος. [ἔστι καὶ ἄλλη Εὐβοίας.] Ἀριστοτέλης γοῦν τὸν Ὠρωπὸν Γραῖάν φησι λέγεσθαι „ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ’ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη“. ἔστι καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ
5Νικάτορος, περὶ ἧς ὁ πολυΐστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως „Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφί‐ πολιν κεῖσθαι πόλιν Ὠρωπόν, ἣν πρότερον Τελμησσὸν κα‐ λεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς
10ἐν τῇ Ἑλλάδι Ὠρωποῦ“. ἔστιν οὖν καὶ τετάρτη πόλις ἐν Ἄργει ὕστερον κτισθεῖσα. καὶ πέμπτη ἐν Θεσπρωτίᾳ [ἤγουν ἐν Νικοπόλει]. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης ὀγδόῃ „ἔχοντες οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰς τὴν Ῥόδον“. τὸ ἐθνικὸν Ὠρωπεύς· οὕτως γὰρ ὡς αὐτὸς ἐν νεῶν καταλόγου
15πρώτῃ „ἔστι δ’ ἡ Γραῖα τόπος, τῶν Ὠρωπέων πόλισ“. Στρά‐711
Eth
.

712

βων δ’ ἐν τῇ ἐνάτῃ φησίν „ἀπὸ τῆς Ὠρωπίας ἐπὶ τὴν δύσιν“, ὡς ἀπὸ τοῦ Ὠρώπιος· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύς, Ὠρω‐ πιάς ἂν εἶπε. Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ τὴν μὲν πόλιν θηλυκῶς φησι „διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖ‐
5σαν“, τὸ δ’ ἐθνικὸν οὕτως „καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι“. καὶ Θουκυδίδης δευτέρᾳ „παριόντες Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν“. καὶ Θεόπομπος ϛʹ Ἑλληνικῶν „ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖς μετ’ ἐκείνου
10βουλομένοις καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖσ“. Ὠστία, πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστο‐ ρίας „ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον“. καὶ Πολύβιος ἕκτῳ „ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδοσ“. ἐκτίσθη δ’ ὑπὸ Μαρκίου βασιλέως, τοῦ
15ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιο‐ λογίᾳ. τὸ ἐθνικὸν δύναται καὶ Ὠστιανός καὶ Ὠστιάτης· συν‐ ήθης γὰρ ὁ τύπος τοῖς Ἰταλοῖς. Φλέγων δὲ Ὠστίους αὐτοὺς καλεῖ λέγων „παρέλαβε δὲ τὴν Ὠστίων πόλιν“. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως „τὰ Ὤστια τῆς Ῥώμης
20ἐπίνειον“. Ὠστίωνες, ἔθνος παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓς Κοσ‐
σίνους Ἀρτεμίδωρός φησι, Πυθέας δ’ Ὠστιαίους „τούτων712
Eth
.

713

δ’ ἐξ ἐυωνύμων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγορεύει“. Ὠτην, μοῖρα Ἀρμενίας. Κουάδρατος ἐν Παρθικῶν τρίτῳ „ὁ δὲ τῆς Ἀρμενίας βασιλεὺς Πάκορος ἐν τούτῳ περὶ
5Ἀρτάξατα καὶ τὴν Ὠτηνὴν τῆς Ἀρμενίας διάγων“. τὸ ἐθνικὸν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ „περὶ δὲ Κῦρον ποταμὸν Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντεσ“. Ὠτιεῖς, μοῖρα Κυπρίων. Ἔφορος ιηʹ „Ἀμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ“.
10 Ὦφθις, πόλις Λιβύης Αἰγύπτῳ παρακειμένη. ὁ πολί‐ της Ὠφθίτης, διὰ τὴν εἰς ιτης κατάληξιν τὴν εἰθισμένην Αἰγυπτίοις τε καὶ Λίβυσι· τὸ μέντοι Ὠφθίς κατὰ χρῆσιν οὔπω τέως εὗρον.
14nΤέλος τῶν τοπικῶν Στεφάνου.713