TLG 4026 002 :: ANONYMI IN ARISTOTELIS ARTEM RHETORICAM :: Fragmentum commentarii in Aristotelis rhetorica

ANONYMI IN ARISTOTELIS ARTEM RHETORICAM Rhet.
(Varia)

Fragmentum commentarii in Aristotelis rhetorica

Source: Rabe, H. (ed.), Anonymi et Stephani in artem rhetoricam commentaria [Commentaria in Aristotelem Graeca 21.2] Berlin: Reimer, 1896: 323–329.

Citation: Page — (line)

323

(t)

Fragmentum commentarii in Aristotelis rhetorica
1 [1416a28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα ἠνάγκασε δοῦναι ἀντί‐ δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ
5Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ “ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρήν”. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη‐ θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν
10ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ ἠγανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου· ὁ δ’ εἶπεν “ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρήν” ἤτοι ‘οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα,
15οὐκ ἐπιώρκησα‘. ‘ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδησ‘, φησὶν ὁ Ὑγιαίνων, ‘διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπουσ‘. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, ‘διότι‘, φησίν, ‘εἰ καὶ ἠδί‐ κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὦ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα‐
20στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ‐ άρχαις δικάζονται‘. [1417a6] Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν
τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος323

324

αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον εἰπεῖν, ἔνθα ἂν τοῦτο ᾖ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα. [1417a12] Ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἤ. ἐὰν γὰρ πράξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ
5πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιῶσδε· οἷος ἦν τὰ πολλὰ ὁ
10Ὀδυσσεύς, περὶ οὗ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας ‘Οὔτις με βιάζεται δόλῳ ἠδὲ βίηφι‘ καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν. [1417a13] Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ Πλάτων ἐν τῷ ι λόγῳ τῶν Πολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ
15ὁδῷ προϊόντες ἐροῦμεν. [1418b29] ‘Χρημάτων ἃ ἔλιπον οὐδὲν ἔτι.‘ τί γάρ, ὅτι ἴσως ὁ πατὴρ ταύτης ἦν ἐν τῇ οἰκείᾳ πατρίδι πλούσιος, ἐπεὶ δὲ πολιορ‐ κουμένης τῆς αὐτοῦ πόλεως ἔφυγεν, ‘ἃ ἔλιπον‘, φησίν, ‘ἐκεῖ χρήματα, νῦν οὐδέν εἰσι. καὶ μή μοι ἀπιστήσητε· οὐδὲ γὰρ ἀπώμοτόν ἐστιν ὃ
20λέγω καὶ ἀνέλπιστον, ἀλλ’ οἱ σωφρονέστεροι πιστεύουσί μοι.‘ [1418b39] Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὦ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς ἠρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ
25Λάμπων ἀτέλεστος ἦν ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι· [Start of a diagram][Start of a diagram section]οἶδε τὰ μυστήρια[End of a diagram section] [Start of a diagram section]ὁ Λάμπων[End of a diagram section] [Start of a diagram section]καὶ πάλιν[End of a diagram section] [Start of a diagram section]ἐξ ἀνάγκης τετελεσμένος[End of a diagram section] [Start of a diagram section]ἀτέλεστος[End of a diagram section]
[Start of a diagram section]τὸ συμπέρασμα ἄρα ἄτοπον.[End of a diagram section][End of a diagram]324

325

καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ ‘οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν‘ πλέκε τὸν συλλογισμὸν [Start of a diagram][Start of a diagram section]θεοὺς εἶναι δοξάζει[End of a diagram section] [Start of a diagram section]δαιμόνια δοξάζει, ὡς[End of a diagram section] [Start of a diagram section]ὁ Σωκράτης.[End of a diagram section] [Start of a diagram section]κατὰ ἀλήθειαν[End of a diagram section] [Start of a diagram section]ὁ Μέλητος εἶπεν[End of a diagram section][End of a diagram]
5κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. “ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει.” ταῦτα καὶ
10Πλάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν‐ δρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς Πριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ Περιπατητικοὶ τὸν μηδ’
15ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν [Start of a diagram][Start of a diagram section]δυσδαίμων[End of a diagram section] [Start of a diagram section]Πριαμικαῖς συμφοραῖς[End of a diagram section] [Start of a diagram section]ὁ εὐδαίμων[End of a diagram section] [Start of a diagram section]περιπεσὼν καὶ ὑπομεί‐[End of a diagram section] [Start of a diagram section]νας αὐτάς[End of a diagram section][End of a diagram] [1418b27] Ἀνώτερον εἴρηται τὸ ὅπερ Ἰσοκράτης ποιεῖ
20ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει· ἔγραψε γὰρ μετὰ τὴν γεγονυῖαν εἰρήνην μεταξὺ τοῦ Φιλίππου καὶ τῶν Ἀθηναίων παρ’ Αἰσχίνου καὶ Δημο‐ σθένους τῷ Φιλίππῳ ὡς φίλῳ καὶ παραινεῖ αὐτῷ ἀπὸ τοῦ νῦν διαλλά‐ ξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλως στασιαζούσας πρὸς ἑαυτὰς στρα‐ τεῦσαι κατὰ Περσῶν. εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον
25ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γὰρ οὗτος κατὰ Δαρείου τοῦ καὶ Ὤχου λεγομένου. ἡ στάσις τοῦ λόγου πραγματικὴ καὶ ἐν τῇ Ἀντιδόσει. περὶ τριηραρχίας ἔμελλε γενέσθαι ἀντίδοσις πρὸς τοὺς συγγενεῖς τοῦ Ἰσοκράτους. ὁ γοῦν ἐχθρὸς τοῦ Ἰσοκράτους ὁ Λυσίμαχος ἔπεισε τοὺς Ἀθηναίους ἀντιδοῦναι παρὰ τοὺς ἄλλους αὐτοῦ συγγενεῖς αὐτὸν
30τὸν Ἰσοκράτην ὡς πλούσιον κατὰ πολὺ γεγονότα ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἐντεῦθεν δυνατὸν εὑρισκόμενον εἰς τὸ λειτούργημα· τοὺς γὰρ ἥττους
λόγους ἐδίδαξε τοὺς μαθητὰς κρείττους ποιεῖν· δεινοπαθήσας οὖν ἐφ’ οἷς325

326

τε κατ’ αὐτοῦ εἶπεν ὁ ἀντίδικος καὶ ἐπὶ τῇ τριηραρχίᾳ (πολλὰ γὰρ δαπα‐ νήματα ἀντεδίδου ἐν τῇ ἐπιζημίῳ ταύτῃ ἀρχῇ) τὸν παρόντα γέγραφεν πβʹ γεγονὼς ἐτῶν λόγον. [1419a25] Καὶ συμπεραινόμενον. ἐὰν ἐρωτήσῃ τις τὸ
5συμπέρασμα, μὴ ἀποκρίνου τηνικαῦτα ‘ναί‘, ἀλλὰ λέγε μὲν καὶ τὸ ‘ναί‘, προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας οὕτως [Start of a diagram][Start of a diagram section]πονηρὰ ἔπραξας[End of a diagram section] [Start of a diagram section]ἀπεδέξω τοὺς τετρακοσίους[End of a diagram section] [Start of a diagram section]καὶ σύ, Σοφόκλεις;[End of a diagram section][End of a diagram] ‘ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω.‘ ὁρᾷς, πῶς εὐθὺς ἐτέθη ἐν τῷ συμπε‐
10ράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν. [1419a31] Καὶ ὡς ὁ Λάκων. ἴδε καὶ τὸν τοῦ Λάκωνος συλλογισμόν, ὅπως ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν [Start of a diagram][Start of a diagram section]δικαίως ἀπώλοντο[End of a diagram section] [Start of a diagram section]τούτοις τοῖς ἀποσφαγεῖ—[End of a diagram section] [Start of a diagram section]καὶσὺ *[End of a diagram section]
15[Start of a diagram section]σιν ἐφόροις συνέπραξας[End of a diagram section] [Start of a diagram section]ἔφορος ὤν;[End of a diagram section][End of a diagram] ‘οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμασιν, ὡς οὗτοι.‘ [1419a28] Πρόβουλοι δὲ παρ’ Ἀθηναίοις ἦσαν ὥσπερ οἱ παρὰ Ῥωμαίοις λεγόμενοι ὕπατοι. [1419b1] Ἐὰν μὴ πολὺ περιῇ τοῦ ἀληθοῦς· ὅταν γὰρ ἀληθέ‐
20στερον ᾖ τὸ συμπέρασμα, τότε καὶ χωρὶς αἰτίας τίθει. [1419b2] Περὶ δὲ γελοίων. δεῖ πονηρεύεσθαί σε, ὦ ῥῆτορ· καὶ ἐὰν μὲν ὁρᾷς τὸν ἀντίδικόν σου κατὰ σοῦ λέγοντα καὶ γενναῖα καὶ πιθανὰ καὶ ὑπὸ τῶν ἀκροατῶν προσεκτικῶς ἀκουόμενον, τότε κίνησον γέλωτας, ἵνα συγχεθεῖεν καὶ ὁ λέγων ἅμα καὶ οἱ ἀκούοντες, ὡς ὁ Δημοσθένης
25ἐποίησε κατ’ Αἰσχίνου· εἶπε γὰρ ‘ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότησ‘, οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης, καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον ἀνακαγχάσας καὶ ἀναβοήσας ‘ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότησ‘, τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ‘ἀκούεις, Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ
30Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός;‘ εἶτα δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν ‘οὐκ ἔστι νῦν καιρὸς
γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ ἀναγκαίων τῇ πόλει‘.326

327

[1419b5] Εἴρηται δὲ καὶ ἐν τοῖς Περὶ ποιητικῆς, πόσα εἴδη γελοῖα, ἀλλὰ καὶ ἐν τοῖς Νικομαχείοις Ἠθικοῖς περὶ τὸ τέλος που τοῦ Δ, ἔνθα λέγει περὶ τῆς ἀληθευτικῆς ἕξεως καὶ τῶν ἄκρων αὐτῆς, ἀλαζο‐ νείας καὶ εἰρωνείας· ἀληθὴς μὲν γάρ ἐστιν ὁ τὰ ἀληθῆ καὶ οἰκεῖα αὐτῷ
5ἐπιμαρτυρῶν, ὡς εἰ ὁ πολλοῦ ἄξιος πολλῶν ἑαυτὸν ἀξιοῖ καὶ μεγάλων, ἀλαζὼν δὲ ὁ, εἰ μικρῶν ἄξιος εἴη, μεγάλων ἑαυτὸν ἀξιῶν, εἴρων δὲ ὁ ἀνά‐ παλιν ὁ, εἰ μεγάλων ἄξιος εἴη, μικρῶν ἢ οὐδενὸς ἑαυτὸν ἀξιῶν. λέγει δὲ ἐκεῖ ὁ Ἀριστοτέλης, ὅτι ἔστι καὶ δι’ ἀνάπαυσιν ἡμῶν εὑρημένη οἷον μεσότης, ἡ οὕτως ὀνομαζομένη εὐτραπελία καὶ ἐπιδεξιότης, ἄκρα δὲ αὐτῆς
10τὸ ἄγριον, ἀλλὰ καὶ τὸ βωμολόχον, οἷοι οἱ θυμελικοὶ καὶ ἑαυτοὺς κατὰ παρειῶν βάλλοντες ἢ κατὰ τῆς ἑαυτῶν πυγῆς λακτίζοντες καὶ ἄσεμνα πολλὰ καὶ καθ’ ἑαυτῶν καὶ κατ’ ἄλλων πραγματευόμενοι, ἵνα κινήσωσι γέλωτα διὰ τῶν τοιῶνδε ψόφων ἢ παροινήσεων ἢ σκωμμάτων. μεσότης δ’ ἐν τούτοις ἡ ἐπιδεξιότης, ᾗ χρᾶται καὶ ἡ παλαιὰ κωμῳδία καὶ ὁ ἐλευθέ‐
15ριος καὶ πεπαιδευμένος. [1419b7] Ἔστι δὲ εἰρωνεία. ἄλλως μεσότητος ἄκρον ἡ εἰρω‐ νεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία. ἀλλὰ καὶ τὰ τάχα ἀστεῖα, ὧν μνήμην ποιεῖται ἐν τῇ Περὶ παίδων ἀναγωγῆς ὁ Χαιρωνεὺς Πλού‐ ταρχος, βωμολοχίας ἄντικρύς εἰσιν, οὐκ εὐτραπελίας· ἅπαντες γὰρ οἱ
20ταῦτα εἰπόντες καὶ τοῖς, δι’ οὓς εἶπον, λύπην προὐξένουν καὶ καθ’ ἑαυτῶν φθόνους. [1419b33] Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι ‘ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων‘.
25[1419b33] καὶ δι ὅ· ‘ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίνην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶσ‘· [1420a1] ἢ ἐξ εἰρωνείας, οἷον ‘οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι‘. [1420a2] καὶ τί ἂν ἐποίει· ‘πάντως ἐκενοδόξει καὶ
30ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε‘· τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. [1420b2] τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον ‘εἴρηκα, παρακατ‐ έχετε, μιμνῄσκεσθε, φυλάττετε‘. [1415a4] Ὄπισθεν πρὸ δύο ἴσως τετραδίων περὶ ἐπιδεικτικῶν
35προοιμίων λέγων ἐμνήσθη ὁ Ἀριστοτέλης ἔπους τοῦ Χοιρίλλου. ἡ δὲ
ὑπόθεσις τούτου τοιάδε· δάκνεται ἐπὶ τοῖς ποιητικοῖς ἀνδράσι τοῖς ἀκμά‐327

328

ζουσιν ὡς ἔοικεν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ καὶ οὕτω χαλεπαίνων ἀποφθέγγεται ταῦτα τὰ ἔπη
“ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς,
μουσάων θεράπων, ὅτ’ ἀκήρατος ἦν ἔτι λειμών·
5
νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι,
ὕστατοι ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι
πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι” καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ ὡσανεὶ μοιρασθεῖσαν παρὰ
10συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. [1415b20] “Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.” ὁ Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ Πολυνείκης, ὁ δὲ
15εὗρεν ἐκεῖνον τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ ἰαμβεῖά φησιν ‘οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα —ὁ δὲ ἐλθὼν δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος—, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή, ὅτι παρά του τέθαπται Πολυ‐
20νείκησ‘. ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι ‘χοὕτως ὁδὸς βραχεῖα γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με
25τὸ μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισ‐ μῶν ὕστερον ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα‘. τὸ δὲ ‘τί φροιμιάζῃ‘ τοῦ Κρέοντός ἐστι λέγοντος ‘τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ.‘
30 [1417a13] Φησὶν ὁ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Πολιτειῶν “ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ’ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, ὅς ποτε ἐν πολέμῳ τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δ’ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ
35πυρᾷ κείμενος ἀνεβίω.” οὕτως ὡς παροιμίᾳ τινὶ ὁ Πλάτων χρῆται τῷ
ἀπολόγῳ Ἀλκίνου.328

329

[1415b21] Τὸ δὲ ‘τί φροιμιάζῃ‘ ἐν τισὶ τῶν ἀντιγράφων οὐ κεῖται. [1417a19] Ἐν οἷς ἀνώτερον περὶ προδιηγήσεως ἔλεγε καὶ ἤθους, εἶπεν, ὅτι οὐκ ἔχουσι τὰ μαθηματικὰ ἦθος, ὅτι οὐδὲ προαί‐
5ρεσιν οὐδὲ τὸ προαιρετὸν τέλος. φησὶν ἐν τῷ τρίτῳ τῶν Ἠθικῶν, ὅτι τὸ προαιρετὸν βουλευτόν ἐστι καὶ ἐφ’ ἡμῖν, οὐδεὶς δὲ βουλεύεται περὶ δια‐ μέτρου ἢ κύκλου οὐδὲ περὶ τῶν καθ’ εἱρμὸν γινομένων οἷον τροπῆς ἰση‐ μερίας, ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν. “ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ
10ὄρεξις τῶν ἐφ’ ἡμῖν.” ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν ἔχει, οὐ μὴν βού‐ λευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις βού‐ λευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις. [1417a13] Ὃν ὁ Πλάτων λέγει ἐν τῷ μύθῳ τῆς νεκυίας αὐτοῦ περὶ τῆς ἀναβιώσεως τοῦ Ἠρὸς καὶ περὶ τῶν ἐν Ἅιδου κολαστηρίων ἀπό‐
15λογον τοῦ Ὀδυσσέως πρὸς Ἀλκίνοον τὸν Φαίακα, τοῦτον ὧδε ὁ Ἀριστο‐ τέλης λέγει παραδιήγησιν· ἠρώτα γὰρ ἐν Ἅιδου ὁ Ὀδυσσεὺς τὸν Τειρεσίαν περὶ τῶν οἴκοι καὶ τὴν ἑαυτοῦ μητέρα περὶ Πηνελόπης καὶ τοῦ υἱοῦ καὶ εἰ ἔγημέ τις αὐτοῦ τὴν γυναῖκα ἢ οὔ, καὶ ἐν ὀλίγοις ἔπεσιν Ὅμηρος τὴν τοιαύτην παραδιήγησιν γράφει. φησὶν ὁ Πρόκλος ‘κατὰ δή τινα ζῆλον τῶν
20παρ’ Ὁμήρῳ νεκυιῶν μετάγεται καὶ ὁ Πλάτων ἐπὶ μύθους, ἐν οἷς ὁ ποιητὴς ἀφηγούμενον ποιεῖ τὸν Ὀδυσσέα 〈τὰ〉 ἐν Ἅιδου θεάματα πρὸς τὸν
Ἀλκίνουν‘.329