TLG 4024 001 :: AGATHIAS Scholasticus :: Historiae AGATHIAS Scholasticus Epigr.
Hist., Scholasticus Historiae Citation: Page — (line) | ||
3(t1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
t2 | ΙΣΤΟΡΙΩΝ Α | |
---|---|---|
t3 | ΠΡΟΟΙΜΙΟΝ | |
1 | Καλὸν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαΐσματα καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιά‐ γαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰχομένοις οὔτι μάλα | |
5 | ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρα‐ τρέπει τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. 2 οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκε χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν | |
10 | ἔνιοι ἔγνωσαν ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον, εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναρρωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. 3 οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ | |
15 | Ὀλυμπιονῖκαι 〈καὶ Νεμεονῖκαι〉 ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ’ αὖ οἱ ἀγαθοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυ‐ τίκα κερδαλέου ἐφιέμενοι ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς | |
αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, | 3 | |
4 | ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζού‐ σης, οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτῳ καὶ ᾧ μόνῳ δύναται τὰ θνητὰ ἐς ἀεὶ διαβιώσκειν. 4 ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἅπαντα | |
5 | διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστορία τὸν βίον ἐμπίπ‐ λησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. 5 ἡ μὲν γὰρ οἶά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει, ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσπερ τῷ πείθοντι | |
10 | καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ τῶν παραδειγμάτων καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρη‐ σάμενοι καὶ δικαιοσύνῃ, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς | |
15 | εἰσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. 6 ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπῶν τε καὶ δια‐ λογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιαίδε πραγματεῖαι διαπεπόνηνται, οὐ μὴν ἐγχειρητέα γ’ ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει οὐδὲ τὴν ἀρχὴν ἀποπειρα‐ | |
20 | τέα. 7 ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρώῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκε τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἑξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρωτικοῖς καὶ τῶν τοιούτων ἀνάπλεα γοητευμάτων. 8 ἔδοξε δέ μοι πρότερον κἀκεῖνο | |
25 | ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴ γε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καὶ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυ‐ ριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸ καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολ‐ λὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, ἄλλως | |
30 | δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. 9 καὶ γὰρ δῆτα ἡ ποίησις ἱερόν τι | |
χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαί, εἴποι ἂν ὁ | 4 | |
5 | σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. 10 ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ’ ἕπεσθαι τῷ Δελφικῷ ἐκείνῳ προ‐ | |
5 | γράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπειδὴ δὲ ἐν τῷ κατ’ ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτά‐ κτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς | |
10 | καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα. 11 τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι | |
15 | καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίᾳ τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν· ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως, ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων | |
20 | ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένος. 12 οὗτος δὴ οὖν ὁ ἀνήρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποι‐ εῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφε‐ λείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων | |
25 | ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον | |
τὸ ἐγχείρημα οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθα‐ | 5 | |
6 | λάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἔστιν ᾗ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει | |
5 | παντὶ ἔχεσθαι ἔργου. 13 ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων ἤδη μοι καὶ αὐτῷ βουλομένῳ κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισεν. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. 14 Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, | |
10 | Μύρινα δὲ πατρίς, Μεμνόνιος δὲ πατήρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες. Μύριναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν ἐν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς | |
15 | τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. 15 γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῇδε 〈τὰ〉 τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος [καὶ] τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω· ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. 16 Ποιήσομαι δὲ τὴν | |
20 | ξυγγραφὴν οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο, ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύ‐ ειν ἑλόμενοι, ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. 17 καίτοι | |
25 | ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, οὐ μὴν τοῦτό γε σκοπόν, οἶμαι, καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ’ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτῇ θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημέ‐ | |
30 | να. 18 οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, πεφώρανται δὲ ὅμως τῇ πείρᾳ | |
κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς | 6 | |
7 | εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον), ἔνδηλοι δὲ ἅπασι γίγνον‐ ται, ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί | |
5 | τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηνα‐ μένους ἤ, τὸ γοῦν ἔλαττον δεινόν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. 19 ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι, κακῶς ἐπιστάμενοι, ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μά‐ | |
10 | λα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. 20 οὗτοι μὲν οὖν ξυγγρα‐ φόντων, ὥς πῃ φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς ὅ τι χωρήσει. μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη | |
15 | ἀξιαφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν, μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων, καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου ἀξίων. 21 Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν, Ἰουστινια‐ νοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδρα‐ | |
20 | μοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρῳ τῷ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. 22 τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἷόν τε, διεξιτέον. 23 προοίμια μὲν | |
25 | γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, | |
30 | καὶ ὅσους αὖθις μετ’ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. 24 ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ | |
τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμην‐ | 7 | |
8 | ται, τούτους δὲ ἅπαντας ἐκ τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν καὶ | |
5 | πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. 25 μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι, ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάν‐ τε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, | |
10 | καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι, ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις· 26 ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο, τάς τε τῶν Οὔννων ἐπιδρομάς, οἳ δὴ ἐν τῷ τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν | |
15 | Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖσ‐ τα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. 27 Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ καὶ Βέρροια καὶ Ἀντιόχεια ἡ πρὸς Ὀρόντῃ ποταμῷ ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθην‐ ται, τήν τε Ἐδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα | |
20 | ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην. 28 εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῷ | |
25 | ξυνηνέχθη. 29 ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκ‐ | |
τέον. 30 μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ τῶν | 8 | |
9 | Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνῄρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται, οὐ μὲν οὖν ἀλλ’ οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατη‐ | |
5 | γοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται, οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβα‐ λοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. 31 λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκείνους | |
10 | πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται, ὅτι τε αὖθις μετ’ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. 32 ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ | |
15 | ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ’ ἅπερ καὶ τὴν ἀρχὴν ὡρ‐ μήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων. 1. Ἐπειδὴ Τεΐας ὁ μετὰ Τωτίλαν τῶν Γότθων ἡγεμὼν καταστάς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ 〈ἐσ〉 πόλεμον πανσυδὶ πρός τε Ναρσῆν καὶ Ῥωμαίους παραταξάμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολε‐ | |
20 | μῶν διεφθάρη οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφίσι Ῥω‐ μαίων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχανον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῷ Ῥωμαίων | |
κατήκοοι τὸ λοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε ἐχώρει, ἐδόκει | 9 | |
10 | μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἰταλίᾳ πολέμων· τὰ δὲ ἦν ἄρα προοί‐ μια. 2 οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν, ἔστ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ | |
5 | ποίησις, πλήρης δὲ ξύμπασα ἱστορία πολέμων τε καὶ παρατάξεων, καὶ οὐκ ἂν ἄλλο τι εὕροις ἐν τοῖσδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον. 3 αἴτι‐ ον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμορμένον καί τινας παραλόγους ἀνάγκας· εἰ γὰρ τὰ τῆς πεπρω‐ μένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ | |
10 | ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες. 4 οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γι‐ γνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ ἂν ἔγωγε φήσαιμι | |
15 | οὔτε εἰπόντι πιστεύσαιμι. 5 ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες. 6 οὕτω γὰρ δὴ καὶ τότε οἱ Γότθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ δια‐ | |
20 | κριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμενοι ποταμοῦ ἔς τε Τουσκίαν καὶ Λιγουρίαν καὶ ὅθι ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισ‐ μένον, ἐχώρουν· οἱ δὲ ἐκτὸς διαβάντες ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα, ᾗπερ καὶ ἐν τῷ πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ἐτύγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ὀμωμοσμένα τοῖς | |
25 | ἔργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῷ ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι, οἱ δὲ ἐλάχιστον ἐπισχόντες νεωτέρων αὖθις ἐφίεντο πραγμάτων καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. 7 ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους | |
30 | ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες καὶ τὴν ὠφέλειαν ἐς ὅ τι μάλιστα διαρκεστάτην, εἴ γε ἐξ ὁμόρων τε καὶ ἀστυγει‐ | |
τόνων ξυμμαχίαν ἐπαγαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο. | 10 | |
11 | 2. Πρόσοικοί τε γάρ εἰσι τῇ Ἰταλίᾳ καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ’ ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί. δῆλον δέ· ἀμφὶ Ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον | |
5 | ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. 2 ταύ‐ την γὰρ δὴ πάλαι Φωκαεῖς ἐξ Ἀσίας ὑπὸ Μήδων ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ Ὑστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἐξ Ἑλληνίδος ἐστὶ βαρβαρική· τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν τοῖς τῶν κρατούντων χρῆται νομίμοις. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν | |
10 | παλαιῶν οἰκητόρων καταδεεστέρα. 3 εἰσὶ γὰρ οἱ Φράγγοι οὐ νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείᾳ ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ καὶ νόμοις τοῖς αὐτοῖς καὶ τὰ ἄλλα ὁμοίως ἀμφί τε τὰ συμβόλαια καὶ γάμους καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. 4 Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτῃ χρώμενοι | |
15 | δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς καὶ τὰς ἑορτὰς ὁμοίως ἡμῖν ἐπιτελοῦσι καὶ ὡς ἐν βαρβάρῳ γένει ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοί τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. 5 ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καὶ τῆς | |
20 | ἐς ἀλλήλους δικαιοσύνης τε καὶ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὲν δὴ καὶ ἐν τῷ κατ’ ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ’ ἀλλήλων οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαί‐ νειν. 6 καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι | |
25 | ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκός, ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ’ ἐκείνοις, εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὅ τι τοιόνδε ξυμφέρεται. 7 ἀλλ’ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι | |
30 | ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολεμήσοντες καὶ τοῖς ὅπ‐ | 11 |
12 | λοις διακριθησόμενοι καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύ‐ νην μεταχωροῦσι καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι, εἰ δὲ μή, μόνους ἐκείνους ἀγωνίζεσθαι καὶ ἐν σφίσιν | |
5 | αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι καὶ τὰ ὅπλα τίθενται, καὶ τὸ λοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης φοιτήσεις τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ φροῦδα οἴχεται τὰ δεινά. 8 οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δίκαιον | |
10 | καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ πειθήνιον. ταῦτά τοι καὶ διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες καὶ νόμοις χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ τι ἀποβεβληκότες, πλεῖστα δὲ ὅσα ἐπικτησά‐ μενοι. δικαιοσύνη γὰρ καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον. | |
15 | 3. Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες σφῶν τε αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσ‐ βεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. οὐκ ἀπὸ τρόπου δέ μοι εἶναι δοκεῖ βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων | |
20 | 〈ἐν〉 τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι ἔπειτα ἐς ἐκείνους, οἳ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου. 2 Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενεί‐ μαντο τέτραχα τὴν βασιλείαν κατά τε πόλεις καὶ ἔθνη, ἐς ὅσον οἶμαι τῶν | |
25 | ἴσων ἑκάστῳ μετεῖναι. 3 οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουρ‐ γουζιώνων ἐπιστρατεύσας (γένος δὲ τοῦτο Γοτθικὸν αὐτουργόν τε περιφανῶς τὰ πολέμια), ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὰ στέρνα | |
τυπεὶς ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ ἐπειδὴ τὴν κόμην οἱ Βουργουζί‐ | 12 | |
13 | ωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀπεκτονό‐ τες. 4 θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ’ ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες | |
5 | εὖ μάλα ἐπὶ τῶν ὤμων οἱ πλόκαμοι, ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι ἐφ’ ἑκάτερα φέρονται, οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβάρων ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες καὶ ἐνέρσει ἀπρε‐ πῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσπερ τι γνώρισμα καὶ γέρας | |
10 | ἐξαίρετον τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται, ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται καὶ κομᾶν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. 5 τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζίωνες ἀποτε‐ μόντες καὶ τοῖς ἀμφ’ αὐτὸν στρατεύμασιν ἀναδείξαντες ψοφοδεεῖς αὐτίκα πεποίηνται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ | |
15 | φρονήματα κατεπτηχότες τε ἦσαν καὶ οἷοι οὐκέτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾗπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ’ αἷς ᾤοντο χρῆναι ξυνθήκαις, ὁ πόλεμος διελέλυτο· τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. 6 οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς | |
20 | αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα. 4. Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδίβερτος τούς τε Ἀλαμα‐ νοὺς κατεστρέψατο καὶ ἄλλα ἄττα πρόσοικα ἔθνη. τολμητίας τε γὰρ ἦν | |
25 | ἐς τὰ μάλιστα καὶ ταραχώδης καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τωτίλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καὶ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα | |
ἐμόχθει καὶ ἐνησχόλητο, αὐτὸς πλήθη ἀγείρας ἄλκιμά τε καὶ μαχιμώτατα | 13 | |
14 | ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. 2 οὕτω δὲ ἐνεργὸν τὸ βούλευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβρι‐ θεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λαγγοβάρδους καὶ | |
5 | ἄλλα ἄττα πρόσοικα ἔθνη, ἐφ’ ᾧ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. 3 οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προ‐ γράμμασι τοῖς βασιλείοις Φραγγικός τε καὶ Ἀλαμανικός, ἔτι δὲ Γηπαι‐ δικός τε καὶ Λαγγοβαρδικὸς καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ἐθνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ | |
10 | οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν καὶ τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου ἅτε δὴ καὶ ξυνυβρισμένους. 4 οἶμαι μὲν οὖν, εἰ καὶ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὲν ἐν Θρᾴκῃ, τυχὸν δὲ ἐν Ἰλλυριοῖς τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι καὶ εἶτα θελῆσαί τε καὶ | |
15 | ἐφίεσθαι καὶ τό γ’ ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἄνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας. 5 νῦν δὲ ἐπὶ θήραν ἰών, ταῦρος αὐτῷ ὑπαντιάζει μέγας τε καὶ ὑψίκερως, οὐ τῶν | |
20 | τιθασῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ’ ὑλονόμος καὶ ὄρειος καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι καὶ τὰ ὄρη λάσια καὶ δυσχείμερα τὰ χωρία, ἅπασι δὲ τούτοις τὸ ζῷον ἥδεσθαι πέφυκεν. 6 τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ | |
25 | τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον εἱστήκει εὖ διαβάς, ὡς | |
τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρό‐ | 14 | |
15 | μου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων τῷ μετώπῳ κορύπ‐ τεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἐπὶ θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσ‐ ραχθέντα τὴν κεφαλὴν τοῦ Θευδιβέρτου πατάξαι· ὁ δέ, καιρία γὰρ ἦν | |
5 | ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καὶ μόλις φοράδην ἐς τὰ οἰκεῖα ἠγμένος αὐθημερὸν ἀπεβίω. 7 διαδέχεται δὲ τὴν ἀρχὴν Θευ‐ δίβαλδος ὁ παῖς, ὃς δὴ εἰ καὶ νέος ἦν κομιδῇ καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν ἐς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος. 5. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ | |
10 | τῶν Γότθων πράγμασιν ὀθνείας τὸ λοιπὸν ἔδει ἐπικουρίας, τότε δὲ βασιλεῖς παρὰ Φράγγοις Θευδίβαλδός γε ἦν τὸ μειράκιον καὶ μὲν δὴ Χιλδίβερτός τε καὶ Χλωθάριος οἱ τοῦ παιδὸς μέγιστοι θεῖοι, ὡς ἂν οἱ Ῥωμαίων εἴποιεν νόμοι. 2 ἀλλ’ ἐπὶ τούτους μέν, πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι, οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ | |
15 | Θευδίβαλδον ἀναφανδὸν ἐπρεσβεύοντο, οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς Πάδου ποταμοῦ ἱδρυμένοι· οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν καὶ οἳ τῷ νεωτερισμῷ καὶ τῇ τῶν καθεστώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης με‐ τεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ | |
20 | διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσ‐ θαι. 3 οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι ἐς ὄψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει ἐδέοντο μὴ σφᾶς περιϊδεῖν ὑπὸ Ῥωμαίων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος καὶ ἀνακα‐ λέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. | |
25 | 4 ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει μὴ ἐφιέναι Ῥω‐ μαίοις ἐπὶ μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κο‐ | |
λούειν· „εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς | 15 | |
16 | μακρὰν“ ἔφασαν οἱ πρέσβεις „καὶ καθ’ ὑμῶν αὐτῶν ἥξουσι καὶ ἀνανεώ‐ σονται τοὺς προτέρους πολέμους. 5 ἐπιλείψει γὰρ αὐτοὺς οὐδ’ ὁπωσ‐ τιοῦν εὐπρόσωπος αἰτία ἐς προκάλυμμα τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τινὰς καὶ Καμίλλους καὶ τῶν Καισά‐ | |
5 | ρων τοὺς πλείστους ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γερ‐ μανοῖς πολεμήσαντας καὶ τὰ ὑπὲρ Ῥῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ’ ὁσίως ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνα‐ κομιούμενοι. 6 τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς | |
10 | δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προ‐ σηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, γύναια δὲ καὶ παῖδας τῶν παρ’ ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. 7 καίτοι Θευδέ‐ ριχος οὐ βίᾳ ἑλών, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπι‐ | |
15 | τρέψαντος προσηγάγετο τὴν Ἰταλίαν, οὐδὲν Ῥωμαίους ἀφελόμενος, (ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο,) ἀλλ’ Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. 8 οἱ δέ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες καὶ ταύτην | |
20 | ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ φέρουσι βιαίως ἅπαντα οὗτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες καὶ μόνοι σὺν δικαιοσύνῃ πολιτεύεσθαι βρενθυόμενοι. 9 ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολεμίους καὶ οὐ διαμαρτητέον τοῦ παρόν‐ | |
25 | τος καιροῦ, ἀλλὰ στράτευμά τε στέλλειν ἐπ’ αὐτοὺς ἀξιόμαχον καὶ στρατηγὸν ἐξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τά‐ χιστα καὶ τὴν χώραν ἡμῖν ἀνασώσει. 10 οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες καὶ ἀλεξί‐ | |
30 | κακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεσθε, εἴ γε μηδὲν ὑμῖν ἔτι | 16 |
17 | πολέμιον ἐκ γειτόνων παρείη· πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.“ 6 Ταῦτα ἐπεὶ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλδος μὲν (ἦν γὰρ μει‐ | |
5 | ράκιον ἀγεννὲς καὶ ἀπόλεμον ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο,) τούτων δὴ οὗν ἕκατι οὐ μάλα ὅ γε τῶν πρέσβεων ἦν οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρ‐ πώσασθαι πόνους. 2 Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἰ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ’ αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ | |
10 | τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ καὶ τὸ γένος Ἀλαμανώ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. 3 οἱ δὲ Ἀλαμανοί, εἴ γε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ τοῦτο | |
15 | δύναται αὐτοῖς ἡ ἐπωνυμία. 4 τούτους δὲ πρότερον Θευδέριχος ὁ τῶν Γότθων βασιλεύς, ἡνίκα καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπε‐ βίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς | |
20 | Φράγγους, καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ μάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἐξίστανται χωρίων καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. 5 ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ᾤοντο χρῆναι δυνάμεις καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης ἀγωνιού‐ | |
25 | μενοι, ἀλλ’ ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας καὶ τοῦ μὴ πάμπαν ἀπο‐ λωλέναι ἀναρρίψοντες κίνδυνον. καὶ τοίνυν τὸ τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες ἑκουσίαν πεποίηνται | |
τὴν ἀνάγκην. 6 οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων | 17 | |
18 | ἀφειμένον Θευδίβερτος αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν. 7. Νόμιμα δὲ αὐτοῖς εἰσι μέν που καὶ πάτρια, τὸ δέ γε ἐν κοινῷ ἐπι‐ | |
5 | κρατοῦν τε καὶ ἄρχον τῇ Φραγγικῇ ἕπονται πολιτείᾳ, μόνα δέ γε τὰ ἐς θεὸν αὐτοῖς οὐ ταὐτὰ ξυνδοκεῖ. δένδρα τε γάρ τινα ἱλάσκονται καὶ ῥεῖθρα ποταμῶν καὶ λόφους καὶ φάραγγας, καὶ τούτοις, ὥσπερ ὅσια δρῶντες, ἵππους τε καὶ βόας καὶ ἄλλα ἄττα μυρία καρατομοῦντες ἐπιθειάζουσιν. 2 ἀλλὰ γὰρ ἡ τῶν Φράγγων αὐτοὺς ἐπιμιξία, εὖ ποιοῦσα, καὶ ἐς τόδε | |
10 | μετακοσμεῖ καὶ ἤδη ἐφέλκεται τοὺς εὐφρονεστέρους, οὐ πολλοῦ δὲ οἶμαι χρόνου καὶ ἅπασιν ἐκνικήσει. 3 τὸ γὰρ τῆς δόξης παράλογόν τε καὶ ἔμπληκτον καὶ αὐτοῖς οἶμαι τοῖς χρωμένοις, εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν καὶ πλείστης μεταλαγχά‐ | |
15 | νειν συγγνώμης ἅπαντες, ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τὸ λοιπὸν ἔχονται τῶν δοκηθέντων ἀπρίξ, ὁποῖα ἄττα καὶ τύχοιεν ὄντα. 4 τήν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαιμονίαν οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν | |
20 | ἐπιτελοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις, εἴτε τοῖς πάλαι νενομισμέ‐ νοις θεοῖς, ὁποῖα αἱ τῶν Ἑλλήνων ἐθέλουσιν ἁγιστεῖαι. 5 ἐγὼ μὲν γὰρ ἡγοῦμαι μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομένοις καὶ ζῴων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὐδὲ ἥμερον, ἄγριον δέ τι ἴσως καὶ μα‐ | |
25 | νιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι μάτην οἱ ποιηταὶ καὶ τὸν Φόβον Ἐνυώ τέ τινα καὶ Ἄτην καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαι‐ μάκετον· προστίθει δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμε‐ νον Ἀρειμάνην καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα καὶ μιαιφόνα. 6 ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ καὶ δοκοῖεν οὐ μάλα τῇ | |
30 | ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ’ ἃ ἰέναι ἡμῖν | 18 |
19 | διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν καὶ τὸ ἀξύμφορον διελέγ‐ χειν. 7 εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον | |
5 | χρήσιμοί τε εἶναι καὶ βιωφελέσταται, μόνη δὲ ἀφήγησις εἶεν τῶν γεγενη‐ μένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσοιεν ἴσως ἂν παρ’ ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν τῇ γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδομένων μυθολογημάτων. τούτων μὲν οὖν πέρι ὥς πῃ ἑκάστῳ φίλον ὧδε οἰέσθω, ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος, | |
10 | ταύτῃ ἰτέα. 8 Λεύθαρις γὰρ καὶ Βουτιλῖνος ἐπειδὴ τὴν ἀρχὴν κατὰ Ῥωμαίων ἐπιστρατεύειν ὡρμηθήτην, ἐπηρμένω γε ἤστην ἄμφω ταῖς ἐλπίσι καὶ οἵω οὐκέτι ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν. Ναρσῆν μὲν γὰρ τὸν στρατηγὸν οὐδὲ τὴν προσβολὴν ὑποστήσεσθαι ᾤοντο, ἅπασαν δὲ τὴν | |
15 | Ἰταλίαν οἰκεῖον αὐτοῖς ἔσεσθαι κτῆμα καὶ πρός γε Σικελίαν καθέξειν. θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων, εἰ μάλα οὕτω πεφρίκασιν ἀνδράριόν τι θαλαμηπόλον σκιατραφές τε καὶ ἁβροδίαιτον καὶ πόρρω τοῦ ἀρρενω‐ ποῦ τεταγμένον. 9 οἱ μὲν δὴ βρενθυόμενοι τῇ τοιαύτῃ δόξῃ καὶ ἀγέ‐ ρωχον ποιούμενοι τὴν παράταξιν ἔκ τε Ἀλαμανῶν καὶ Φράγγων στρά‐ | |
20 | τευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν ἀγείραντες παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα μάλα ἐς τὴν Ἰταλίαν καὶ δὴ ἐμβαλοῦντες. 8. Ναρσῆς δὲ ὁ τῶν Ῥωμαίων στρατηγός, εἰ καὶ τάδε ἐς τὸ ἀκριβὲς οὔπω ἐπέπυστο, ἀλλὰ προμηθείᾳ γε πλείστῃ χρώμενος καὶ φθάνειν ἀεὶ | |
25 | τὰς τῶν πολεμίων ἐθέλων ὁρμάς, αὐτίκα τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμενα, ἔγνω βιαιότατα παραστήσασθαι. 2 οὔτε | |
γὰρ τῇ νίκῃ πέρα τοῦ μετρίου φρυαττόμενος ἐς ἀπειροκαλίαν ἐπῆρτο | 19 | |
20 | οὔτε, ὅπερ ἕτερος ἂν ἐπεπόνθει, ἐς ῥᾳστώνην τε καὶ ἡδυπάθειαν μετὰ τοὺς πόνους ἐξέκλινεν, ἀλλ’ εὐθύς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τὸν στρατὸν ἐπὶ τὴν Κύμην ἐχώρει· πόλισμα δὲ Ἰταλικὸν ἡ Κύμη ἐχυρώτατον καὶ οἷον οὐ ῥᾷστα πολεμίοις ἁλῶναι. 3 ἵδρυται μὲν γὰρ ἐπὶ λόφῳ τινὶ δυσπρο‐ | |
5 | σόδῳ τε καὶ ἀνάντει· ἔστι δὲ ἐν περιωπῇ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ’ αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται πύρ‐ γοις τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. 4 Τωτίλᾳ τε οὖν καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις, ὁπόσα ἐπίτιμά | |
10 | τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷδε τῷ φρουρίῳ, ὡς βέβαιον ὄν, ἐφυλάττετο. 5 ἐνταῦθα δὴ οὖν ὁ Ναρσῆς ἀφικόμενος περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χωρίον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν αὐτῷ τε τὰ τῆς νίκης τελεώτατα ἐς ὅ τι μάλιστα ἐξεργασθείη. 6 Ἀλίγερνος γὰρ ὁ Τεΐα νεώτα‐ | |
15 | τος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου ἔνδον γε ἦν τοῦ περιβόλου καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ’ αὑτὸν ἀγείρας οὐδέν τι εἰρηναῖον ἐβουλεύετο. καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ’ ὣς ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ | |
20 | τῷ τε χώρῳ πίσυνος καὶ τῇ τῶν ἀναγκαίων εὐπορίᾳ θρασύς γε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἷος ἀμύνεσθαι, ἤν τις ἐπίοι. 9. Εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος προσῆγε τὸν στρατόν. οἱ δὲ ξὺν πολλῷ πόνῳ ἐς τὸ γεώλοφον ἀναβάντες καὶ τῷ φρουρίῳ πελά‐ σαντες αὐτίκα τοῖς δορατίοις ἠκόντιζον τῶν ἐν ταῖς ἐπάλξεσι φαινομέ‐ | |
25 | νων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων σφενδόναι τε ἐφέροντο μετάρσιοι καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖτο. 2 οἱ δὲ ἀμφὶ τὸν Ἀλίγερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτο‐ ξεύοντες διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες καὶ φιτ‐ | |
30 | ροὺς καὶ πελέκεις καὶ ὅπερ ἂν οὐ πόρρω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ οἳ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ τι παρεῖτο. 3 τά γε μὴν | |
Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς Ῥωμαίοις ἀρίδηλα ἦν. ῥοίζῳ τε | 20 | |
21 | γὰρ πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη, ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαρρήγ‐ νυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. 4 Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν ἐρρᾳθυμημένων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύματός | |
5 | τε ἡγεῖτο Ῥωμαϊκοῦ καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις ἐτέλει,) ἰδὼν γοῦν αὐτὸν Ἀλίγερνος σιδήρῳ τεθωρακισμένον καὶ φρονήματι ξὺν πολλῷ τῷ τείχει ἐπιφερόμενον ἀφίησι βέλος αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διε‐ περόνησε τὸν ἄνδρα διαμπὰξ αὐτῷ θώρακι καὶ ἀσπίδι· οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ | |
10 | χεῖρες. 5 πολλαῖς μὲν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο καὶ οὐδὲν οὐδὲ ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων· τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον καὶ οἱ Γότθοι ἔνδηλοι ἦσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκίᾳ. | |
15 | 10. Ναρσῆς δὴ οὖν ὁ στρατηγὸς ἤσχαλλέ τε ἄγαν καὶ ἐχαλέπαινεν, εἰ χρόνος τοῖς Ῥωμαίοις πολὺς ἐν ἐλαχίστῳ πολιχνίῳ τετρίψεται. ἀλύον‐ τι δέ οἱ καὶ ἕκαστα γνωματεύοντι ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἁμῆ γέ πῃ τοῦ φρουρίου τρόπῳ τοιῷδε. 2 ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώ‐ | |
20 | τατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κύτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ τὴν Ἰταλὴν ἐνδιαιτω‐ μένην φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. λέγεται δὲ καὶ Αἰνείαν ποτὲ τὸν Ἀγχίσου αὐτοῦ ἀφι‐ κόμενον ἅπαντά οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα. | |
25 | 3 ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπη‐ | |
λαίου, ὄργανα φέροντας λιθοτόμα καὶ τοιχωρύχα, ἐξεκόλαπτεν ἠρέμα | 21 | |
22 | καὶ διέτεμνε τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτε καὶ διεκάθαιρε τὴν βάσιν τῆς οἰκοδομίας, ἐς ὅσον ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. 4 τότε δὲ ξύλα ὄρθια ἐν κόσμῳ ὑπεστήριζε ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος τοῦ τείχους, ὡς μὴ | |
5 | ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία συναίσθησίς τε τοῦ δρωμένου ταχεῖα γίγνοιτο τοῖς Γότθοις. ἦ γὰρ ἂν κατ’ ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες καὶ τὸ πεπονθὸς ἀκεσάμενοι διεφύλαττον τὸ λοιπὸν βε‐ βαιότατα. 5 ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν μηδὲ τοῦ πα‐ τάγου τῆς λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅ τι μάλιστα ἐπεφέροντο ἄνωθεν | |
10 | τῷ τείχει ὁ τῶν Ῥωμαίων στρατός, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία. 6 ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος, ὁπόσον τῷ ἄντρῳ παρετέτατο, ἐκκρεμές τε ἦν καὶ μετέωρον καὶ μόνοις ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρεισμένα, τότε δὴ φυλλάδα νήσαντες καὶ ὅ τι τῆς ὕλης | |
15 | ταχυδαές τε καὶ αὖον, καὶ εἶτα ὑποθέντες πῦρ τε ἐναύσαντες ἐκτὸς ἀπεχώ‐ ρουν. 7 οὐκ ἐς μακρὰν δὲ τῆς φλογὸς ἀρθείσης τὰ μὲν στηρίγματα εὐθὺς ἀνθρακούμενα κατεθραύετο καὶ πρὸς τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ’ αὐτοῖς ᾐωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινε τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἐξαπιναίως ἀπορρα‐ | |
20 | γέντες τῶν ἄλλων ἐς τὸ πρανὲς ἐξεκυλίσθησαν· ἥ τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα, ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα ἐς τὴν ἠϊόνα καὶ τὰς σπιλάδας ἐρήριπτο ἅμα τε ἅπαντα ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον | |
25 | καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι. 8 τούτων δὲ γεγενημένων τοῖς Ῥωμαίοις ῥᾳδίως τὸ λοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀπορρῶγες τοῦ τε λόφου καὶ τῶν | |
ἔνδοθεν περιαυλισμάτων ἐπὶ μέγα ἐκτεινόμεναι κρημνῶδες ἀτεχνῶς καὶ | 22 | |
23 | δυσέμβολον οὐχ ἧσσον ἀπεδείκνυσαν τὸ χωρίον. 9 καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθέ‐ νει ἀμυνομένων ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν. | |
5 | 11. Ἐπεὶ δὲ πολέμῳ τε καὶ ἐπιδρομαῖς ἑλεῖν δήπου τὸ χωρίον ἀδύ‐ νατα ἦν, ἔγνω μὴ ἁπάσῃ τῇ στρατιᾷ ἐν τοῖσδε διαπονεῖσθαι, ἀλλ’ ἐς Φλωρεντίαν καὶ Κεντουκέλλας καὶ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. 2 ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος | |
10 | καὶ τὰ Φράγγων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποτα‐ μοῦ ἠγγέλλοντο παρεῖναι, ὧν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. 3 ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτε‐ θνήκει, ἔδει δὲ ἄρα αὐτοὺς 〈ὑπ’〉 ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε | |
15 | Φούλκαριν αὐτοῖς τὸν ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννῃ τῷ Βιταλιανοῦ καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας καὶ Αἰμιλίας ἀνέχει, ἀμφὶ τὸν Πάδον | |
20 | ἱκέσθαι τὸν ποταμὸν αὐτοῦ τε στρατοπεδευσαμένους καὶ τὰ ἐρυμνὰ τῶν χωρίων προκαταλαβόντας ἀποκρούεσθαι καὶ ἀναστέλλειν τὰς τῶν πολεμίων ἐφόδους. 4 καὶ εἰ μὲν ἀπώσασθαι αὐτοὺς τελεώτατα δυνη‐ θεῖεν, χάριν εἰδέναι τῇ τύχῃ, εἰ δέ γε βιαζόμενοι τῷ πλήθει οἷοί τε οὐκ εἶεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν καὶ οὐ μάλα | |
25 | θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾶν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς πορρωτάτω, ἕως αὐτὸς τὰ ἐν ποσὶν ἅπαντα ᾗ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν. 5 κατέλιπε δὲ καὶ ἐν Κύμῃ δύναμιν ἀξιόχρεων, ὅπως δὴ προσκαθεζόμενοι καὶ ἔνδον τοὺς | |
δυσμενεῖς ἐγκατείργοντες χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορ‐ | 23 | |
24 | κίᾳ. καὶ οἱ μὲν χαράκωμά τε περιεβάλλοντο καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴ πού τινα ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις ἅπαντα ἐξαναλῶσθαι τὰ ἐπιτήδεια. 6 Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέν‐ | |
5 | τιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰκεῖα παρέδοσαν. Κεντουκελ‐ λαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτερραῖοι δὲ οὐκ ἄλλως, οὕτω δὲ καὶ Λουναῖοι καὶ μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πως ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ ὁδῷ ἰὼν τὰ ἐν ποσὶν ἐχειροῦτο. | |
10 | 12. Μόνοι δὲ οἱ ἐν Λούκᾳ τῇ πόλει διαμέλλειν ἐπειρῶντο καὶ ἥκιστα ἐφιέναι. καίτοι πρότερον ἐτύγχανον οἵδε ξυνθήκας θέμενοι πρὸς Ναρσῆν ὁμήρους τε παρασχόντες καὶ ἐπομοσάμενοι, ὡς εἴ γε τριάκοντα παραδρά‐ μοιεν ἡμέραι καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἵα τε εἶναι ἀμύνασθαι καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καὶ περι‐ | |
15 | βόλων, ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω ξυνενεχθεῖεν, ἦ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. 2 ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς Φράγγους καὶ ἐπαρήξειν τούτοις τε πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾶν ἀμέλει καὶ | |
20 | ἀναίνεσθαι τὰ ξυγκείμενα. 3 Ναρσῆς μὲν οὖν ἐξαπατηθείς, ὥσπερ εἰκός, ἐχαλέπαινε καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ’ αὐτὸν καὶ χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. 4 ὁ δὲ στρατηγός, γνώμῃ γὰρ ἅπαντα ἔπρασσε καὶ οὐ λίαν τῇ ὀργῇ | |
25 | ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος ᾔει, ὡς ἀποκτεῖναι τοὺς μηδὲν ὅ τι ἠδικηκότας, ἀνθ’ ὧν ἕτεροι ἐπλημμέλουν, δόλον δὲ ὅμως τοιόνδε τινὰ | |
ἐμηχανᾶτο. 5 παρῆγε γὰρ ἐς μέσον αὐτοὺς ἐναλλάγδην μὲν τὼ χεῖρε | 24 | |
25 | ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέ τε τοῖς ὁμοφύλοις οὕτω πως οἰκτρότατα διακειμένους καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βραχέα ἐκ τοῦ μεταφρέ‐ | |
5 | νου ἐπὶ τοὺς τένοντας ὑπεβέβληντο, ῥάκεσί πως κεκαλυμμένα, ὡς μὴ διορῷεν καὶ πόρρωθεν οἱ πολέμιοι. 6 ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτί‐ κα ἐκέλευε δῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι. καὶ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς ξύλοις ἐγχρίπτουσα οὐδέν τι | |
10 | αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγ‐ μένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. 7 ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει καὶ τῷ διεστάναι ὡς πλεῖσ‐ τον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ’ ἢ τὰ φαινόμενα, ὠλοφύροντό τε ἀθρόον καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα. ἦσαν γὰρ οἱ ἄνδρες | |
15 | οἱ ὁμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν, ἀλλ’ ἐπίσημοι ἐν τοῖς μάλιστα καὶ εὐπατρίδαι. 8 ὡς δὴ οὖν τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαί τε ἠκούοντο θαμιναὶ καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον, γύναια δὲ πολλὰ διαπληκτιζόμενα καὶ τὰς ἐφεστρίδας περιρρηγνύντα ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτα, τυχὸν μὲν | |
20 | μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. 9 καὶ δὴ τῷ Ναρσῇ ἅπαντες ἀναφανδὸν ἐλοιδοροῦντο ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσε‐ βεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι. | |
25 | 13. Ταῦτα δὲ αὐτῶν ἐπιβοώντων, „ἆρα οὖν οὐχ ὑμεῖσ“ ἔφη ὁ Ναρσῆς „τοῖσδέ τε αἴτιοι ὀλέθρου γεγένησθε περιφρονήσαντές γε αὐτοὺς καὶ καταπροέμενοι; ὑμῖν τε αὐτοῖς οὐ τὰ χρηστὰ βουλευσάμενοι φανεῖσθε | |
ὅρκον ἐπίορκον ὀμωμοκότες καὶ ἀνέδην παρασπονδήσαντες. 2 ἀλλ’ εἴ | 25 | |
26 | γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον καὶ ἔργῳ τὰ ξυγκείμενα διανύσασθαι, οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται καὶ τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μή, οὐ τῶνδε πέρι ὑμῖν τὸ λοιπὸν ἀλγητέον, ἀλλ’ ἤδη φράζεσθε, ὅπως μὴ καὶ αὐτοὶ ἅπαντες | |
5 | ὅμοια πείσεσθε“. 3 ταῦτα δὲ ἐπεὶ ἤκουον οἱ Λουκανοί, ἐξαπατᾶν γε αὐτὸν ἡγοῦντο καὶ φενακίζειν ἐπὶ τῇ τῶν κειμένων ἀναζωγρήσει· καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾗπερ ἐκεῖνοι ᾤοντο. προθυμότατα δὲ ὅμως ἀνωμολόγουν αὖθις καὶ ἐπώμνυντο σφᾶς τε αὐ‐ τοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴ | |
10 | γε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδύνατον εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀποσείσασθαι τὸ ἐπίκλημα καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. 4 τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος ἀνίστησί τε αὐτοὺς ἀθρόον καὶ ἐπεδείκνυντο τοῖς ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐσιδόντες αὐτοὺς | |
15 | κατεπλήττοντο μὲν ὥσπερ εἰκὸς τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ’ ἦσαν οἳ καὶ ἀνῄνοντο. 5 ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν, καὶ τὰ τῆς ἀπιστίας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν | |
20 | ἀβελτερίας ἐληλακότων Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ με‐ γαλοφροσύνῃ ἀφίησι τούτους εὐθὺς καὶ ἐς τὰ οἰκεῖα ἐκπέμπει, οὔτε λύτρα κομισάμενος οὔτε ἄλλο τι τὴν πόλιν ὁμολογεῖν ἀναγκάσας. 6 θαυ‐ μαζόντων δὲ τῶν Λουκανῶν καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγ‐ νοούντων, „οὐ σύνηθες ἔμοιγε“ ἔφη „βωμολοχίαις τε καὶ γλίσχραις | |
25 | ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστήσονται.“ καὶ ἅμα λέγων ἐπεδείκνυε τὰ ξίφη. 7 οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο | |
ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμε‐ | 26 | |
27 | λείας ὁπόσης ἔτυχον πρὸς αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος καὶ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀνακεκραμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. 8 καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅπλων δια‐ πράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλίμβολον, | |
5 | καὶ ὡς πλείστους ἀναπείσειν τὰ Ῥωμαίων ἑλέσθαι. 14. Ἔτι δὲ τοῦ Ναρσοῦ τῇ πολιορκίᾳ προσκαθημένου τὰ ἐς Αἰμιλίαν σταλέντα τῶν Ῥωμαίων στρατεύματα ** ἐταράττετο τοῖς ξυνενεχθεῖσι καὶ δυσθυμίᾳ ὥσπερ εἰκὸς πολλῇ ἑαλώκει. 2 ἐπειδὴ γὰρ αὐτόσε ἀφί‐ κοντο, τὰ μὲν πρῶτα σὺν εὐβουλίᾳ τε καὶ τάξει ἅπαντα ἔπραττον καὶ | |
10 | εἴ που ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα ἐχώρουν καὶ οὐ πόρρω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο· αἵ τε ἀναχωρήσεις αὐτοῖς οὐ διεσπασμέναι, ἀλλ’ ἐν κόσμῳ ἐγίγνοντο, τῶν μὲν ὀπισθοφυλάκων ἐν τῷ δέοντι χώρῳ μενόντων, ἐς πλαίσιον δὲ τῆς φάλαγγος ταττομένης καὶ τὴν λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς | |
15 | ἂν βεβαιότατα διασώζοιτο. 3 οὕτω δὲ αὐτῶν τό γε κατ’ ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέρρει τὰ πραχθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούλων στρα‐ τηγὸς ἀνδρεῖος μὲν ἦν δήπου καὶ οὐδὲν ὅ τι πολέμιον ἐπεφύκει δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτη‐ | |
20 | μένος στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο, ἀλλ’ εἴ που προφανεὶς ἐν μάχῃ καὶ προαλάμενος θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐ‐ τουργήσειε τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. 4 τότε δὴ οὖν καὶ μᾶλλον ἐς ἀπειροκαλίαν ἠρμένος ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν | |
25 | πόλιν· ἐτύγχανε δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προ‐ σῆκον δὲ αὐτὸν κατασκόπους πρότερον ἐκπέμψαι τοὺς γνωματεύσοντας ἐς τὸ ἀκριβὲς τὰ βουλεύματα τῶν πολεμίων οὕτω τε ἐν τάξει ἐπὶ προ‐ εγνωσμένοις ἰέναι, ὁ δὲ προπετείᾳ μόνῃ καὶ ὁρμῇ παραλόγῳ πίσυ‐ νος ἐπαγόμενος ξὺν ἀκοσμίᾳ τὸ τῶν Ἐρούλων στράτευμα καὶ ἄλλους | |
30 | ὁπόσοι ἐκ τῶν Ῥωμαϊκῶν εἵποντό οἱ ταγμάτων, δρομαῖος ἐχώρει, οὐδὲν | 27 |
28 | ὅ τι ἀντίξουν ἔσεσθαι ὑποτοπήσας. 5 ταῦτα δὲ προμαθὼν Βουτιλῖνος ὁ τῶν Φράγγων ἡγεμὼν ἐς ἀμφιθέατρόν τι οὐ πόρρω τῆς πόλεως ἱδρυ‐ μένον (ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἷς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι,) ἐνταῦθα δὴ οὖν ἀπολεξάμενος ἐκ τῶν οἰκείων | |
5 | στρατοπέδων τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε καὶ με‐ γίστην ἐνέδραν καταστησάμενος ἐπεσκόπει καὶ ἀνέμενε τὸν τοῦ ἔργου καιρόν. 6 ἐπεὶ δὲ Φούλκαρίς τε καὶ οἱ Ἔρουλοι εἴσω τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὴ δοθέντος τοῦ ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς ἀτάκτως τε καὶ παρημελη‐ | |
10 | μένως ἰόντας, εὐθύς τε οὐδενὶ κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, καταπλαγέντας τῷ αἰφνιδίῳ καὶ ἀπροσδόκητα μονονουχὶ σεσαγηνευμένους. 7 μόλις δὲ οἱ πλεῖστοι συναισθόμενοι οὗπερ ἐγε‐ γένηντο ξυμφορᾶς, ἀγεννῆ καὶ αἰσχίστην ἠσπάζοντο σωτηρίαν· παρα‐ δόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις ἔφευγον προτροπάδην, ἀλκῆς | |
15 | τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας τῶν κινδύνων μελέτης. 15. Οὕτω δὲ τοῦ στρατοῦ διαρρυέντος Φούλκαρις ὁ στρατηγὸς ἅμα τοῖς ἀμφ’ αὐτὸν δορυφόροις περιλελειμμένος χρῆναι ᾤετο μὴ ὁμοίως ἀποδιδράσκειν, ἄμεινον δὲ δράσειν θάνατον ἑλόμενος εὐκλεᾶ ἢ τὸ ἀγεννῶς ἐπιβιῶναι. καὶ τοίνυν εἱστήκει ὡς οἷόν τε ἦν ἀσφαλέστατα, ἐπὶ τύμβῳ | |
20 | τινὶ τὰ νῶτα ἐρηρεισμένος, καὶ πολλοὺς τῶν πολεμίων διέφθειρε, νῦν μὲν ἀθρόον ἐπιών, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος. 2 ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι καὶ τῶν ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, „καὶ πῶς ἂν ὑποσταίην τὴν γλῶτταν“ ἔφη „Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;“ 3 δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγο‐ | |
25 | ρίαν μᾶλλον τοῦ ξίφους ἔμενε καὶ ἐπὶ πλεῖστον ἀντεῖχε καὶ οὐκ ἀνίει | |
μαχόμενος, ἕως τῷ πλήθει ξυνειλημμένος καὶ πολλοῖς ἀκοντίοις τὰ στέρ‐ | 28 | |
29 | να βληθείς, ἤδη δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος, μόλις δυσ‐ θανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. 4 ἐπ’ αὐτῷ δὲ καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον ἀμφ’ αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταί, τυχὸν δὲ καὶ ὑπὸ τῶν πολεμίων εἰργόμενοι. 5 Φούλ‐ | |
5 | καρις μὲν οὖν στρατηγὸς αἱρεθεὶς οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εὐημερήσας ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ ταχεῖαν ἔσχε κατασ‐ τροφὴν τῆς τε ἀρχῆς καὶ τοῦ βίου. 6 τούτου δὲ τοῦ πάθους γεγενη‐ μένου τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα καὶ ἐπερρών‐ νυτο. 7 Γότθοι δὲ οἱ Αἰμιλίαν τε καὶ Λιγουρίαν καὶ τὰς ἐχομένας χώρας | |
10 | οἰκοῦντες, οἳ δὴ πρότερον ὕπουλον μὲν καὶ οὐκ ἐλευθέραν, εἰρήνην δὲ ὅμως καὶ ὁμαιχμίαν, τῷ δεδιότι μᾶλλον τῆς γνώμης ἢ τῷ ἡδομένῳ ἐπε‐ ποίηντο, οὗτοι δὲ τότε ἀναθαρσήσαντες καὶ ἀναφανδὸν παρασπονδή‐ σαντες αὐτίκα τοῖς βαρβάροις κατὰ τὸ ὁμοδίαιτον προσεχώρουν. 8 τὰ δὲ τῶν Ῥωμαίων στρατεύματα, ὧν δὴ Ἰωάννης τε ὁ Βιταλιανοῦ, ᾗπέρ | |
15 | μοι ἤδη ἐρρήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ τε Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβεντίαν μετανέστησαν τὴν πόλιν. 9 ᾤοντο γὰρ οἱ στρατηγοὶ οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν Πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος καὶ ὅτι παραλόγως εὐημερήσαντες οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἵ | |
20 | τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ ἤδη φρούρια ἐχυ‐ ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. 10 ταῦ‐ τα ἄρα οἱ στρατηγοὶ ὡς πλησιαίτατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῇ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅ γε καὶ | |
25 | ἐδυσφόρει ἐπὶ τῇ τῶν βαρβάρων ἀλαζονείᾳ καὶ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ’ ἀνδρειότα‐ τον ἐν τοῖς μάλιστα καὶ ἀρίδηλον νίκας τε πολλὰς ἀναδησάμενον καὶ οἷον οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ εὐβου‐ λίας τῇ ῥώμη. 11 τούτων μὲν οὖν ἕκατι ὑπερήλγει καὶ ὠλοφύρετο, οὐ | |
30 | μὴν ὥσπερ οἱ πολλοὶ κατεπέπληκτό γε καὶ ἐδεδίει, ἀλλὰ καὶ τὸ ἀμφ’ | 29 |
30 | αὑτὸν στράτευμα, ἐπειδὴ αὐτοὺς ἑώρα τῷ παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι. 16. Ἦν γὰρ ὁ Ναρσῆς ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος καὶ | |
5 | δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι, καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅ γε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βεβουλευμένα καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. 2 ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος. τὸ δὲ | |
10 | ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ. 3 τότε δὴ οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατιᾶς ἔλεξε τοιάδε· „Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν καὶ διὰ | |
15 | παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καὶ πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι ξυμπέσοι, παραιρεῖται τὸ χαῖρον εὐθὺς καὶ τὰς ἐλπίδας ἀμβλύνει. 4 ἐγὼ δὲ προσήκειν οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ’ ὡς ῥᾴδιον ὂν μεταβολὴν γίγνεσθαι τῶν παρόντων οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς | |
20 | γὰρ ὧδέ πως ἔχουσι τρόπου ἥδιστον μὲν ἡ εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρόν, εἴ που τυχὸν καὶ παρὰ γνώμην σφαλεῖεν. 5 ὁρῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾶν συνηθείᾳ καὶ μηδέποτε διαμαρτεῖν οἰηθῆναι, ὥστε, εἰ | |
25 | τήνδε τὴν δόξαν ἀφέντες μόνον ἐφ’ ἑαυτῷ σκοπήσοιτε τὸ πραχθέν, οὐκ ἂν ὑμῖν ὀφθείη τηλικοῦτον δεινόν, ὁπόσον ἄλλως ἡγεῖσθε. 6 εἰ γὰρ | |
καὶ Φούλκαρις ὁ στρατηγός, ἅτε δὴ βάρβαρος καὶ τὸ προπετὲς ἐπιχω‐ | 30 | |
31 | ριάζων, πρὸς τοσαῦτα πολέμια πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας μετέσχεν ἐκείνων εἰκότως, ὧνπερ ἀκόλουθον ἦν, ἀλλ’ ὑμῖν, ὦ ἄνδρες, οὐδ’ ὣς ἀποκνητέον τὰ νῦν οὐδὲ τὰ προεγνωσμένα μεταθετέον. 7 αἰσ‐ χρὸν γάρ, εἰ Γότθων μὲν οἱ περιόντες, καὶ ταῦτα τοῦ γένους αὐτοῖς | |
5 | διαρρυέντος, οἱ δὲ καὶ ξυμμαχίας ἐπάγονται καὶ μείζονας ἡμῖν ἐγείρουσι πόνους καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσ‐ θαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, ἀποβαλόντες τὴν προθυμίαν. 8 καί‐ τοι χαίρειν ἡμῖν μᾶλλον ἐπὶ τῷ γεγενημένῳ προσήκει. ἐν τούτῳ γὰρ | |
10 | οἶμαι τὸ ὑπερβάλλον τῆς εὐτυχίας κεκόλασται καὶ τὸ λίαν διαφθονεῖσθαι πεφεύγαμεν, καὶ τὸ λοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας ὡς ἐνθέν‐ δε πάλιν νικᾶν ἀρχομένοις. 9 εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέ‐ μιον, ἀλλ’ εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, περιεσό‐ μεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας καὶ τῶν ἐπιτηδείων ὥσπερ | |
15 | εἰκὸς ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴ που δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις· οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. 10 οὕτω παντα‐ χόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή τί γε καὶ δεδιέναι. | |
20 | οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορ‐ κίας καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προ‐ θυμίᾳ παρεσκευάσθω.“ 17. Τοιαῦτα ὁ Ναρσῆς εἰπὼν ἐθάρσυνέ τε αὐτίκα τὸ στράτευμα καὶ μᾶλλον ἀκριβῆ τὴν πολιορκίαν πρὸς τοὺς Λουκανοὺς ἐποιεῖτο. ἐχαλέ‐ | |
25 | παινε δὲ τοῖς ἄλλοις στρατηγοῖς, ἀνθ’ ὧν τὰ ἐπίκαιρα χωρία κατα‐ λιπόντες, οἱ δὲ ἐς Φαβεντίαν ἐτύγχανον ἀφιγμένοι καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. 2 ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ | |
ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα | 31 | |
32 | χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐναντίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος εἶτα ἐπ’ αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων ξυνέ‐ βαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις. 3 οὔ‐ | |
5 | κουν ἀνεκτὸν τοῦτο ἡγούμενος ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρα τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά τε αὐτοὺς τῆς δειλίας καὶ διελέγξοντα ὡς πεφώρανται τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήξοιεν. 4 Στέφανος μὲν οὖν ἄνδρας ἐς | |
10 | διακοσίους ἱππότας μαχιμωτάτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος ὡς τάχιστα ᾔει. μόχθῳ δὲ ξὺν πολλῷ καὶ ἀγρυπνίᾳ τὴν πο‐ ρείαν ἐποιοῦντο· ἀπόμοιρα γὰρ τῶν Φράγγων ἀνὰ τὰ τῇδε πεδία ἐφοίτων χιλοῦ τε ἕνεκα καὶ τῆς λείας, ἣν ἐκ τῶν ἀγρῶν ἀφῃροῦντο. 5 νύκτωρ τοιγαροῦν οἱ Ῥωμαῖοι τὰ πλεῖστα ἐχώρουν ξυνεστραμμένοι | |
15 | τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι καὶ διαμά‐ χεσθαι, οὐκ ἀπαράσκευοι φανησόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροί‐ κων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγοι τῆς ὕλης διατεμ‐ νομένης. καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν περιβομβούμενοι μόλις ἐς Φαβεντίαν τε καὶ τὸ στρατόπεδον ἵκοντο. 6 τότε δὴ οὖν ἐς ὄψιν | |
20 | ἐλθὼν τοῖς στρατηγοῖς „τί δὴ ταῦτα,“ ἔφη ὁ Στέφανος, „ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λοῦκάν τε ἕλοι καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο, ὑμῶν γε μονονουχὶ ὥσπερ ἐν ξυνθή‐ καις δίοδον τοῖς πολεμίοις παρασχομένων καὶ ἐφέντων αὐτοῖς, οἷ βού‐ | |
25 | λοιντο, κατ’ ἐξουσίαν ἰέναι; 7 καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν ἐπανελ‐ θόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει χαλεπαίνων καὶ καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ ὦ λῷστοι, | |
30 | ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσει.“ | 32 |
33 | 18. Ταῦτ’ ἀκούσαντες οἱ στρατηγοὶ καὶ Ναρσοῦ εἶναι ἐγνωκότες ὡς μὲν οὐ δίκαια σφίσιν ἐπικαλοίη, λέγειν οὐκ εἶχον, σκήψεις δέ τινας προΐσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ | |
5 | ἀποχρῶν μεταλαγχάνειν· μηδὲ γὰρ παρεῖναι Ἀντίοχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται· οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ χρυσίον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι. 2 Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφι‐ κόμενος τόν τε ὕπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε καὶ τὰ ἀμφίβο‐ λα ὡς οἷόν τε ἦν ἀκεσάμενος ἔπεισεν ἅπαντας αὐτίκα παλινδρομῆσαι καὶ | |
10 | αὖθις πρὸς τῇ Πάρμᾳ στρατοπεδεύσασθαι. 3 ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ καὶ σὺν προθυμίᾳ ἔχε‐ σθαι τῶν πραγμάτων· μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ’ εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων ἐν δέοντι αὖθις ἐφεδρευόντων. 4 Ναρσῆς δὴ οὖν τὸ λοιπὸν οὐκ ἀνεκτὸν | |
15 | εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἐπὶ πλεῖστον ἀντέχειν οὕτω πως ἀνειμένα πολιορκούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἵ τε ἑλεπόλεις μηχαναὶ προσήγοντο καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐρρίπτοντο βέλη οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν· καὶ διετέμνετο ἔστιν οὗ ἡ τοῦ περιβόλου οἰκοδομία | |
20 | καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. 5 οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον ἐς τοὺς Ῥωμαίους, καὶ τό γε ἐπ’ ἐκείνοις τάχιστα ἂν ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταί, οἳ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορ‐ | |
25 | κίαν. 6 αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ’ ἔμελλον οἵ γε δρᾶν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἡλίκα πημαίνεσθαι· οἱ γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑπὸ τῶν ἔνδον πρασσόντων ἐθελοκακοῦντες ἐμάχοντο. 7 ἐπεὶ δὲ αὐτοῖς | |
30 | θαμὰ πειρωμένοις οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ πολλοὺς | |
τῶν σφετέρων ἀποβαλόντες αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις | 33 | |
34 | ἐποιοῦντο αὖθίς τε εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείρ‐ γοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἐξιτητέα, τότε δὴ ἅπαντες ὡς οὐχ οἷόν τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι μετεβάλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γνώμας καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. 8 καὶ | |
5 | οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν καὶ εἰσεδέ‐ χοντο ἄσμενοι τὸν στρατόν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τρι‐ βέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ Ῥωμαίων κατήκοοι. 19. Ναρσῆς δέ, ἐπεὶ ἐξεπεπολιόρκητό οἱ ἡ Λοῦκα καὶ οὐδὲν ἔτι | |
10 | ἀντίπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤετο χρῆναι, οὐδ’ ὅσον ἀναπνεῦσαι τῶν πόνων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρα‐ τηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμίν τε αὐτῷ παραδοὺς ἀξιόχρεων καὶ ὅσῃ ῥᾳδίως ἤμελλεν, | |
15 | εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος ἠπείγετο ἰθὺ τῆς Ῥαβέννης ἰέναι, ἐφ’ ᾧ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει. 2 ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσ‐ σετο, πολεμητέα μὲν οὔ οἱ ἐς ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει· ἦ γὰρ ἂν | |
20 | τοῦτο ὑπὲρ τῶν Φράγγων ἔμελλεν ἔσεσθαι, οἷς γε πολέμιον μὲν τὸ πνῖγος καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύους ἀεὶ καὶ ῥωμαλεώτατοι γίγνονται καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι καὶ οἷον ξυγγενὲς αὐτοῖς εἶναι τὸ | |
25 | ψύχεσθαι. 3 τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχα‐ γοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχει‐ | |
μάζειν ἐκέλευεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἐς Ῥώμην ἅπαντας καὶ | 34 | |
35 | ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξομένους. 4 καὶ οἱ μὲν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἷς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης | |
5 | εὐκοσμίας πέρι καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν καὶ τῆς ἐν τούτοις ἐπιμελείας. 5 εἵπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκο‐ τρίβων ὀπαδῶν πρωτοστάτης καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς ξύμπαντας ἄνδρας ἐς τετρακοσίους | |
10 | ἐπὶ Ῥάβενναν ᾔει. 20. Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελφὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ, οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ Φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Γότθων πράγματα μετεχώρει, μόνος | |
15 | γε πέφηνε τότε ξυνεὶς τὸ συνοῖσον καὶ στοχαζόμενος τῶν μελλόντων. 2 βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων προσῆλθεν ἐννοεῖν, ὡς ἄρ’ οἱ Φράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς ξυμμαχίας ὄνομα ποιοῦνται, ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βου‐ λόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ | |
20 | καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται, οἷς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι Φράγγους καὶ ἀφαιρή‐ σονται τῶν πατρίων νομίμων αὐτούς. 3 ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορκίᾳ πιεζόμενος, ἄμεινόν | |
25 | οἱ κατεφάνη τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι καὶ τὸ λοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. 4 ὅσιον γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότ‐ θους ἔνεστι τὴν Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε | |
καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ἀνακομίσασθαι καὶ μὴ μέχρι | 35 | |
36 | παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὖν αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει καὶ ἅπασι τοῖς ὁμοφύλοις παράδειγμα εὐβουλίας γενέσ‐ θαι. 5 καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον, ὡς ἐθέλοι πρὸς τὸν στρατηγὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγ‐ | |
5 | νεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο· ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. 6 καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγ‐ μένος τάς τε κλεῖς τῆς Κύμης ἐνεχείρισε καὶ ἅπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρή‐ σεως καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο ἀντιδωρεῖσθαι. 7 τότε δὲ | |
10 | εὐθὺς ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι αὐτήν τε τὴν πόλιν καὶ τὰ χρή‐ ματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας, τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἵδε διαχειμάσοιεν. καὶ ἅπαντα οὕτω ἐπράττετο. 8 ἐπεὶ δὲ ὁ | |
15 | τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἡγεμόνος ἐχήρευε, δύο δὲ ἄνδρε ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο καὶ ἅπαντα σφίσιν ἄμεινον ᾤοντο ἔσεσθαι, εἴ γε ἐκεῖνος ἡγοῖτο· τοὺς δὲ ὁ Σίνδουαλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα καὶ εὖ | |
20 | τὰ πολέμια ἠσκημένος. οἷς δὴ καὶ Ναρσῆς θέμενος τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν καὶ ἔστελλε καὶ τοὺς ὅπη ἄριστα ἤμελλον διαχειμά‐ σειν. 9 τὸν δὲ Ἀλίγερνον εἰς Κισσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημέ‐ νον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος ὑπερκύπ‐ τειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, | |
25 | ὅπως δὴ οἱ Φράγγοι (ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύμην πορείᾳ καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων. 10 καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Φράγγους, ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν | |
30 | ὡς μάτην τὸ λοιπὸν ἐπειγομένους καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τε πλούτου παντὸς ὑπὸ Ῥωμαίων προκατεχομένου καὶ αὐτῶν γε | |
δὴ τῶν παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἴ γε καί τις τὸ λοιπὸν | 36 | |
37 | βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίση‐ μος, ἀλλ’ ἀμφιέννυσθαι μόνην στρατιωτικὴν ἐφεστρίδα καὶ ἰδιωτεύειν τῷ σχήματι. 11 οἱ δὲ Φράγγοι ἀφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδο‐ ροῦντο καὶ προδότην ἀπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγί‐ | |
5 | γνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμέλειν αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι. 21. Ἐν τούτῳ δὲ ὁ Ναρσῆς τῇ Ῥαβέννῃ ἐπιστὰς καὶ τοῖς ἐνταῦθα στρατεύμασιν ὁμιλήσας καὶ πάντα ἐν δέοντι καταστησάμενος ἐς Ἀρί‐ | |
10 | μινον ἐχώρει τὴν πόλιν ξὺν τοῖς ὁπόσοι αὐτῷ καὶ πρότερον εἵποντο. 2 ἐπειδὴ γὰρ Οὐάκκαρος ὁ Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος (τοῦτο γὰρ ὄνομα τῷ παιδί) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις βασιλεῖ τῷ Ῥωμαίων προσεχώρει καὶ ἐς Ἀρίμινον παρῆν ὡς αὐτοῦ τῷ | |
15 | Ναρσῇ ἐντευξόμενος. 3 ὧν δὴ ἕνεκα ἐνταῦθα καὶ ὅ γε ἀφῖκτο, ἐφ’ ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος βεβαίους ἐς ὅ τι μάλιστα ἔχοι ξυμ‐ μάχους. 4 ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἳ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες, οὗτοι | |
20 | δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι τούς τε ἀγροὺς ἐσίνοντο καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα· ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. 5 αὐτίκα δὴ οὖν, (αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι) | |
25 | ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾶν, ἀλλὰ τάς τε ἐπελάσεις καὶ ἀναστρο‐ φὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν ἀμφ’ αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν ἕπεσθαί οἱ ἐκέλευε. 6 καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες (ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν | |
30 | τε καὶ ἐπήλαυνον ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας | 37 |
38 | σποράδην μὲν οὐκέτι ἠλῶντο οὐδὲ οἶμαι τῆς λείας ἐγίγνοντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζοί, καὶ ἐς φάλαγγα ξυνετάτ‐ τοντο, βαθεῖαν μὲν οὔ τι μάλα (πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) καρτερὰν δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα | |
5 | ἐν κόσμῳ ξυννενευκέναι. 7 οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμῖξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρα‐ τεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκρο‐ βολιζόμενοι ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας καὶ διαρρῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. 8 ἀλλ’ ἐκεῖνοι ταῖς ἀσπίσιν ἄριστα περι‐ | |
10 | πεφραγμένοι ἵσταντο ἀστεμφεῖς καὶ ἀδόνητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες ὥσπερ ἐρύ‐ ματι τοῖς δένδροις ἐχρῶντο, ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλον‐ τες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται. 22. Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ἅπαντα ὁ Ναρσῆς | |
15 | βαρβαρικήν τινα στρατηγίαν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο. ἐκέλευε γὰρ τοὺς ἀμφ’ αὐτὸν στρέψαντας τὰ νῶτα ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς δὴ δεδιότας καὶ φεύγοντας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦ πεδίου· αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. 2 καὶ οἱ μὲν κατὰ ταῦτα | |
20 | ἐποίουν καὶ ἔφευγον. οἱ δὲ Φράγγοι τῇ φυγῇ ἐξηπατημένοι καὶ ἀληθὲς τὸ δέος εἶναι ὑποτοπήσαντες αὐτίκα θαρραλέοι τήν τε φάλαγγα διέλυσαν καὶ τῆς ὕλης ὑπεκβάντες ἐς τὴν δίωξιν ἠπείγοντο. 3 καὶ πρῶτοι μὲν ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τὸν Ναρσῆν | |
25 | αὐτίκα μάλα ζωγρήσοντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσον‐ τες ἅπαντι τῷ πολέμῳ. 4 καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι χύδην τε καὶ ἀφύλακτα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ Ῥωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν· οὕτω δή τι ἐγγύτατα τοῦ ἀληθοῦς | |
30 | τὸ δεδιέναι ὑπεκρίνοντο. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ | |
πεδίῳ ἐσκεδάννυντο τῆς ὕλης ὡς πορρωτάτω ἀποσπασθέντες, τότε δὴ | 38 | |
39 | ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ Ῥωμαῖοι τοὺς ἵππους καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες ὑπηντίαζον τοῖς διώκου‐ σιν ἀντιμέτωποι καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ‐ | |
5 | ρει. 6 οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ περιστάν‐ τος κινδύνου καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην αὖθις καὶ τὸ σφῶν στρατόπεδον ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες καὶ οἷον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, | |
10 | ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. 7 ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακό‐ σιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο καὶ ἐπὶ τοὺς σφετέ‐ ρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. 8 Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικό‐ | |
15 | μενος καὶ ἅπαντα τὰ τῇδε ἄριστα διαθεὶς ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ | |
αὐτοῦ διεχείμαζεν. | 39 | |
40(t1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
t2 | ΙΣΤΟΡΙΩΝ Β | |
1 | 1. Ἤδη δὲ τοῦ ἦρος ἐπιγινομένου ἐνταῦθα κατὰ τὸ προστεταγμένον ξυνεκροτοῦντο αἱ δυνάμεις καὶ ἅπαντα ἤθροιστο τὰ στρατεύματα. 2 Ναρσῆς δὲ ἐξασκεῖν γε ἐπὶ πλέον αὐτοὺς ἐκέλευε τὰ πολέμια καὶ ἐπερ‐ ρώννυε τὸν θυμὸν ταῖς καθ’ ἡμέραν μελέταις, τροχάζειν τε ἀναγκάζων καὶ | |
5 | ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπη‐ χούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ τῷ ἀγῶνι μαλθακισθεῖεν. 3 Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν ποσὶν ἅπαντα ἐδῄουν καὶ | |
10 | ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν καὶ ἅπασαν τὴν περιοικίδα ᾔεσαν ἀνὰ τὰ πρόσω, ἐν δεξιᾷ μὲν ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. 4 ἐπεὶ δὲ ἐς Σάμνιον τὴν χώραν οὕτω καλουμένην ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ’ ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος | |
15 | μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠϊόνας ἐχώρει καὶ Καμπανίας τε τὰ πλεῖστα ἐληΐσατο καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλε καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀποκρίνει. 5 Λεύ‐ θαρις δὲ τὰ λοιπὰ στρατεύματα ἐπαγόμενος Ἀπουλίαν ἔλαχε σίνεσθαι | |
20 | καὶ Καλαβρίαν καὶ ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ | |
ἵδρυται τῆς Ἀδριάδος θαλάττης, ὅθεν ὁ Ἰόνιος ἄρχεται κόλπος. 6 ὅσοι | 40 | |
41 | μὲν οὖν αὐτῶν Φράγγοι ἰθαγενεῖς ἐτύγχανον ὄντες, οὗτοι δὲ φειδοῖ πολλῇ ἀμφὶ τὰ ἱερὰ καὶ εὐλαβείᾳ ἐχρῶντο, ἅτε δὴ τὰ ὀρθὰ καὶ οἳ τοῦ κρείττονος πέρι νόμιμα προσιέμενοι, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ παρα‐ πλήσια τοῖς Ῥωμαίοις ἱερουργοῦντες. 7 τὸ δὲ Ἀλαμανικὸν ἅπαν | |
5 | (ἕτερα γὰρ ἐκείνοις ἐς τοῦτο δοκεῖ) ἐδῄουν τοὺς νεὼς ἀφειδῶς καὶ ἀπη‐ γλάϊζον· πολλὰς μὲν γὰρ κάλπεις ἱεράς, πολλὰ δὲ περιρραντήρια πάγ‐ χρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα δὲ ἀφαιρούμενοι ἅπαντα οἰκεῖα κτήματα ἐποιοῦντο. 8 τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων | |
10 | κατέβαλλον καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιερ‐ ρεῖτο καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν ἀτάφων περιερριμμένων. 9 ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ ἐνθένδε μετῆλθε μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας ἐλπίδος· ἀδικία γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ | |
15 | ἀξύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. 10 πα‐ τρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις καὶ τοῖς ταῦτα λυμαινο‐ μένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὅσιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου μηδὲν ἐπί‐ κλημα ἔνδικον ἔχοντες, ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν τοὺς μηδὲν | |
20 | ἠδικηκότας σινόμενοι, οὗτοι δὲ ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. 11 τοι‐ γάρτοι ποιναί γε αὐτοὺς μετίασιν ἀκριβεῖς καὶ σφίσιν ἐς ἀνηκέστους ξυμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισ‐ θεῖεν. ὁποῖα καὶ τότε τοῖς ἀμφὶ Λεύθαρίν τε καὶ Βουτιλῖνον βαρβάροις | |
25 | ξυνέβη. 2. Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα ἤδη τε τὸ ἔαρ παρῳχήκει καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθα‐ ρίῳ μέν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι καὶ τοῦ ὄλβου ἐμπίπλασθαι. ἔστελλε δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, | |
30 | παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα τῷ | 41 |
42 | πολέμῳ καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. 2 Βουτιλῖνος δὲ καὶ ὅτι ὠμωμόκει τοῖς Γότθοις ἦ μὴν ξυνάρασθαι αὐτοῖς τὸν πρὸς Ῥωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπι‐ θρυλοῦντες, ἐδόκει οἱ μενετέα εἶναι καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ | |
5 | μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. 3 Λεύθαρις δὲ ἅμα τῇ ἀμφ’ αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, βεβουλευ‐ μένον αὐτῷ, ἐπειδὰν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ καὶ οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα, ξυλληψομένους αὐτῷ τοῦ κινδύνου. ἀλλ’ οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα τῷ | |
10 | τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. 4 ἤδη γὰρ αὐτῷ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερχομένῳ μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδὲν ὅ τι ἀντίπαλον ξυνηνέχθη· ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν, ἔστειλε δὲ εὐθύς, ὥσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ | |
15 | πρόσω, ἀλλὰ γὰρ καί, εἴ που πολέμιοι φανεῖεν, ἀμυνουμένους. 5 Ἀρτα‐ βάνης δὲ καὶ Οὐλδὰχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ ἐς Πίσαυρον τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευ‐ τὰς ἐθεάσαντο ἐν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπου καὶ τῇ | |
20 | κροκάλῃ πορευομένους, ὑπεκβάντες τοῦ ἄστεος ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι παίοντες διεχρῶντο, ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπερρωγὸς τῆς ἠιόνος ἀναβάντες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες ἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. 6 ἐπῆρ‐ | |
25 | ται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ εὐεπίδρομον οὐδὲ οἶον τοῖς ἐπ’ ἄκρου γιγνο‐ | |
μένοις εὐκόλους παρέχειν τὰς καταβάσεις, ἀλλ’ ὀλισθηρὸν ὡς τὰ πολλὰ | 42 | |
43 | καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. 7 οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα | |
5 | τῶν Ῥωμαίων ἐπελευσομένων. 8 αὐτός τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν ἀναλαβόντες τὰ ὅπλα ἐς φάλαγγα καθίσταντο βαθεῖάν τε καὶ ἐπὶ μέγα παρατετα‐ μένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων | |
10 | ἀφύλακτοι ἀθρόον γεγενημένοι ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοί τε γὰρ ὡς τάχιστα διεδίδρασκον καὶ τῶν λαφύρων ὁπόσα οἷόν τε ἦν ἐς τὰ ἐχόμενα φρούρια διεκόμισαν. 3. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὐλδάχ, ᾤοντο γὰρ οὐκ ἀξιόμαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ οἱ Φράγγοι διελύετο μὲν | |
15 | αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γιγνόμενοι καὶ γνωματεύοντες δι‐ εγίγνωσκον ὁπόσων ἐτύγχανον ἀφῃρημένοι. πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴ γε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες ἴοιεν ἀνὰ τὰ πρόσω. 2 καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾷ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ | |
20 | ψαμαθώδη πορείαν ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναίου ὄρους ἐπορεύ‐ θησαν. οὕτω τε ἰθὺ Αἰμιλίας καὶ Ἀλπισκοτίας ἐλθόντες μόλις τὸν Πάδον ἐπεραιοῦντο. 3 καταλαβόντες δὲ Βενετίαν τὴν χώραν ἐς Κένετα τὴν πόλιν κατήκοον σφῶν ἐν τῷ τότε οὖσαν ηὐλίζοντο, αὐτοῦ τε τὸ λοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ | |
25 | τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλάχιστα ἐκ τῆς λείας ἐλείπετο καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι. 4 ἀλλ’ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχη‐ μάτων ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. 5 καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκα‐ | |
30 | λοῦντες τὸν περικείμενον σφίσιν ἀέρα αἴτιον ἐκεῖνον τοῦ πάθους γεγενῆ‐ σθαι ἡγοῦντο, οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς | |
διανύσαντες ἀθρόον ἐς τὸ ἁβροδίαιτον μετεβέβληντο, τὴν τῆς διαίτης | 43 | |
44 | παραλλαγὴν ᾐτιῶντο· τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς ξυμφορᾶς οὐ μάλα διενοοῦντο. ἦν δὲ ἄρα οἶμαι ἡ ἀδικία καὶ τὸ περιϋβρί‐ σθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. 6 αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὅτι δὴ αὐτὸν θεήλατοι μετῆλ‐ | |
5 | θον ποιναί. παραπλήξ τε γὰρ ἐγεγόνει καὶ ἐλύττα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μυρίος καὶ οἰμωγὰς ἀφίει βαρείας· καὶ νῦν μὲν πρηνής, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν, ἀφρῷ τε πολλῷ τὸ στόμα περιερρεῖτο καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. 7 ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος | |
10 | ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας κατεβί‐ βρωσκέ γε αὐτὰς ὥσπερ θηρίον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος καὶ κατὰ σμικρὸν ὑποφθινύθων οἰκτρότατα ἀπεβίω. 8 ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδὲν ὅ τι καὶ ἀνιέντος τοῦ κακοῦ, | |
15 | ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι νηφα‐ λέοι γε ὅμως ἀπώλλυντο, ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἑτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς ἐπεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθαρίῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ ἐς τόδε τύχης τὰ τῆς ἐκστρατείας ἐτελεύτα. | |
20 | 4. Ἐν ᾧ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος, ἅτερος στρατη‐ γός, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἅπαντα λυμηνάμενος ἐπανῄει αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. 2 ἠκηκόει γὰρ τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ | |
25 | παντὶ τῷ στρατῷ παραταξάμενος τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναρρῖ‐ ψαι, ἐπεὶ καὶ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν στρατιᾶς νόσῳ ἑαλώκει καὶ διεφθείρετο. 3 ἤδη γὰρ τοῦ θέρους λήγοντος καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων (ἅπαντα γὰρ τῷ Ναρσῇ ἐμφρονέστατα | |
30 | προδιήρπαστο), οἱ δὲ τοὺς βότρυς ἀφαιρούμενοι καὶ ταῖς χερσὶ δια‐ θλίβοντες ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. | |
ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπὶ μέγα ἐφέρετο καὶ διέρρει, καὶ τὸ μέν τι | 44 | |
45 | αὐτῶν ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἳ καὶ διεγίγνοντο. 4 πρίν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν στρατοπεδεύεται οὐ πόρρω Καπύης τῆς πόλεως ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ, ὃς δὴ ῥέων ἐκ τοῦ | |
5 | ὄρους τοῦ Ἀπινναίου καὶ ἀνὰ τὰ ἐκείνῃ πεδία περιελιττόμενος ἐς τὴν Τυρσηνικὴν φέρεται θάλατταν. 5 ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν χαράκωμά τε περιεβάλετο καρτερὸν καὶ ἐπεποίθει τῷ χώρῳ· ὅ τε γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑπορρέων ἀντ’ ἐρύματος εἶναι ἐδόκει τοῦ μή τινα ἐπιέναι καὶ τοὺς τῶν ἁμαξῶν τροχούς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, | |
10 | στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας ἐνέπηξε τὰ ἐπίσωτρα τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικύκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. 6 τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπε κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾗ βούλοιντο κατὰ | |
15 | τῶν πολεμίων ἐφόδους τε καὶ ἐπανόδους ποιεῖσθαι. 7 ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη μηδέ γε ἐνθένδε πημαί‐ νοιτο, προκαταλαμβάνει τε αὐτὴν καὶ πύργον τινὰ ξύλινον ἐνταῦθα τεκτηνάμενος ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἷόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους, ἐφ’ ᾧ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι καὶ | |
20 | ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. 8 οὕτω δὲ ἕκαστα διαθεὶς ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ ἔοι βουλομένῳ. 9 καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα οὔπω ἐπέπυστο, ἐθαύμαζε δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκεί‐ | |
25 | μενον τὸ στράτευμα οὐκ ἐπεπόμφει· καὶ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν καὶ ἀντίξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. 10 ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων | |
30 | δύναμις μόλις ἐν ὀκτωκαίδεκα χιλιάσιν ἐτύγχανεν οὖσα. | 45 |
46 | 5. Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν ἀγὼν οὐκ ἐπὶ σμικρῷ τινι χωρήσει, „ἀλλ’ ἢ καθέξομεν,“ ἔφη, „τὴν Ἰταλίαν, οὗ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὔκουν | |
5 | τόδε ἡμᾶς, ὦ γενναῖοι, ἀντ’ ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους ἀπόνασθαι ὧν ἐφιέμεθα.“ 2 Βου‐ τιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει, οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι καὶ τὰ ὅπλα, ὥς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοί, ὡδὶ δὲ τὰ | |
10 | ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο, καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. 3 λιτὴ γὰρ τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποι‐ κίλων ἢ μόνον ὑπ’ αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι, εἰ καί τι διαφθαρείη. θωράκων μὲν γὰρ καὶ κνημίδων ἀγνῶτες τυγχάνουσιν | |
15 | ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος· ἐνταῦθα δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι τοῖς σκέλεσι περιαμπίσχονται. 4 ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρο‐ | |
20 | φόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ πελέκεις γὰρ ἀμφιστό‐ μους καὶ τοὺς ἄγγωνας, οἷς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται. 5 εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρά, οὐ μὲν οὖν ἀλλ’ οὐδὲ ἄγαν μεγάλα, | |
25 | ἀλλ’ ὅσον ἀκοντίζεσθαί τε, εἴ που δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρα‐ τάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται, ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμ‐ πύλαι τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδο‐ | |
30 | ρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναμπτόμενα, καὶ ἐς τὰ κάτω νενεύ‐ κασι. 6 καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν ἄγγωνα Φράγγος ἀνήρ· καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, | |
ὥσπερ εἰκός, ἡ αἰχμή, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ | 46 | |
47 | ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴργουσι γὰρ αἱ ἀκίδες ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ καὶ πικροτέρας ἐπάγουσαι τὰς ὀδύνας, ὥστε εἰ καὶ μὴ καιρίαν τὸν πολέμιον τρωθῆναι ξυνενεχθείη, ἀλλὰ ταύτῃ γε διαφθαρῆναι. 7 εἰ δέ γε ἐς ἀσπίδα παγείη, ἀποκρέμαται μὲν αὐτίκα ἐξ αὐτῆς καὶ ξυμπεριάγε‐ | |
5 | ται, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύ‐ σαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀκίδων οὔτε ξίφει διατεμεῖν τῷ μὴ ἐφικνεῖσθαι τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. 8 ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ ἐμπατήσας τὸν σαυρωτῆρα καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς | |
10 | ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν ἢ τὸ μέτωπον πελέκει πατάξας ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. 9 τοιαύτη μὲν τοῖς Φράγγοις ἡ ὅπλισις καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο. | |
15 | 6. Ναρσῆς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνώκει, αὐτίκα ὅ γε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς Ῥώμης στρατοπεδεύεται οὐ πόρρω τῶν πολεμίων, ἀλλ’ ὅσον πατάγου τε ἀκούειν καὶ διορᾶν τὸ χαράκωμα. 2 οὕτω δὲ τῶν στρατευμάτων ἀλλήλοις ἀναφανέντων πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ | |
20 | ἀγρυπνίαι καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὲ καὶ δέος καὶ παλιμβολία καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα. τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρα ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ’ οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. 3 ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες | |
25 | τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διεκόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴ γε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδὲν ὅτι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τὸ λοι‐ | |
πόν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. 4 Χαναράγγης δέ τις ἀνὴρ | 47 | |
48 | Ἀρμένιος ἐνηρίθμητο μὲν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις, ἀνδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαναράγγῃ (ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνημένος) παρακελεύεται ὁ Ναρσῆς | |
5 | ἐπιέναι τοῖς ἁμαξελάταις καὶ σίνεσθαι αὐτοὺς καθ’ ὅ τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακομίζειν τολμῷεν. 5 καὶ ὃς ἀθρόον ἐξιππεύσας ἅμα ὀλίγοις τοῦ ἀμφ’ αὐτὸν τάγματος τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι προσάγει τῷ πύργῳ, ὃν δὴ ἐπὶ τῆς γεφύρας οἱ Φράγγοι | |
10 | ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. 6 καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπιναίως ἀρθείσης ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατο, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ’ ἤδη που καὶ αὐτοὶ | |
15 | πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χωρίον, καὶ οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν, οἱ δὲ Ῥωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. 7 Τούτων δὲ οὕτω ξυνενεχ‐ θέντων αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκός, ἀνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν, σφαδάζοντες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν | |
20 | τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μετρίου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν μηδὲ διαμέλ‐ λειν, ἀλλ’ αὐθημερὸν παρατάττεσθαι, καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων μὴ δεῖν ἐκείνης τῆς ἡμέρας διαμάχεσθαι ἢ γιγνώσκειν ὡς ἄρδην ἅπαντες ἀπολοῦνται. 8 οἶμαι μὲν οὖν εἰ καὶ | |
25 | τῇ ὑστεραίᾳ ἢ καὶ καθ’ ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, ὅπερ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀποτῖσαι ὧν ἐτύγχανον ἠσεβηκότες. 9 πλὴν ἀλλ’ ὅμως εἴτε οὕτω ξυμβὰν εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν χρησμολόγων ὅτῳ δὴ οὖν τρόπῳ τὰ ἐσόμενα | |
30 | ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ | 48 |
49 | μάντευμα. ὅπως δὲ τῶν ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἷόν τέ μοι λελέξεται. 7. Ὁ μὲν γὰρ τῶν Φράγγων λεὼς ὧδέ πως εἶχεν ὁρμῆς, καὶ ἤδη αὐτοῖς τὰ ὅπλα μετεκεχείριστο. ἐξώπλισε δὲ καὶ ὁ Ναρσῆς τοὺς Ῥωμαίους καὶ | |
5 | ὑπεξῆγε τοῦ στρατοπέδου, ἐφ’ ᾧ ἐν μεταιχμίῳ γενέσθαι, οὗπερ ἔδει αὐτοὺς ἐς φάλαγγα καταστῆναι. 2 ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο καὶ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλός τις ἀνήρ, οὐ τῶν πολλῶν παρ’ αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ’ εὐπατρί‐ δης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἕνα τῶν οἰκείων θεραπόντων ἀπεκτο‐ | |
10 | νὼς εἴη οἰκτρότατα ἐφ’ ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. 3 ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφικτὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις | |
15 | τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὥσπερ οὐ μεταμέλον αὐτῷ τῆς παροινίας θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φονῶντι ἐῴκει, παρακελεύεται ὁ Ναρσῆς τοῖς δορυφόροις ἀποκτεῖναι τὸν ἄνδρα. 4 καὶ ὁ μὲν ξίφει τὴν λαπάραν διατορηθεὶς | |
20 | ἐτεθνήκει· ὁ δὲ τῶν Ἐρούλων ὅμιλος, οἷα δὴ βάρβαροι, ἠνιῶντο καὶ ἐχαλέπαινον καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. 5 ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ καὶ ἀνα‐ βοήσας, ὡς ὅ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν ξυνεπέσθω. οὕτω δή | |
25 | τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. 6 Σίνδουαλ δέ, ὁ τῶν Ἐρούλων ἡγεμών, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννές, εἴ γε πολέμου τοσούτου ξυνεστη‐ κότος αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δέ τινα καὶ προκά‐ | |
30 | λυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. 7 οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔπω παρεσομένων· ὁ δὲ μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ | |
ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τετάξοιντο, εἰ καὶ ὀλίγῳ ὕστερον | 49 | |
50 | τύχοιεν ἀφιγμένοι. οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι ἐπορεύοντο βάδην ἐν κόσμῳ. 8. Ναρσῆς δὲ ἐπεὶ ἐν τῷ χώρῳ ἐγεγόνει, οὗ δὴ συμπλέκεσθαι ἔμελλεν, αὐτίκα ἐς φάλαγγα καθίστη τὸν στρατὸν καὶ διέταττεν. οἱ μὲν οὖν | |
5 | ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετάχατο δοράτια φέροντες καὶ πέλτας τόξα τε καὶ ξίφη παρῃωρημένοι· ἦσαν δὲ οἳ καὶ σαρίσας ἐκρά‐ τουν. 2 αὐτὸς δὲ ἐπὶ τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης, τοῦ τε θητικοῦ καὶ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν, ἀλλὰ καὶ οἵδε παρῆσαν. 3 ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε | |
10 | καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς ὑποκρύπτεσθαι πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι καὶ ἀμφιβόλους ποιεῖσθαι. 4 ἅπα‐ σαν δὲ τὴν μεταξὺ χώραν ὁ πεζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνημμένοι καὶ κράνη καρ‐ | |
15 | τερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἑξῆς δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως ἐς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα. 5 τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον ὄπισθεν περιέθει καὶ ἀνέμενε τὸν καιρόν, ἡνίκα δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις τῆς φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενός, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. | |
20 | 6 ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτο‐ μοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βεβουλευμένα, ἐξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα ἐπιφοιτᾶν τοῖς Ῥωμαίοις· „εὑρήσετε γὰρ αὐ‐ τούς,“ ἐφάτην, „ταραχῆς τε καὶ ἀκοσμίας ἀναπεπλησμένους, τοῦ μὲν | |
25 | Ἐρουλικοῦ στρατοῦ χαλεπαινόντων καὶ ξυγκινδυνεύειν ἀναινομένων, τοῦ δὲ ἄλλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου“. 7 τούτοις δὲ ὁ Βουτιλῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατόν, καὶ | |
ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι | 50 | |
51 | οὐδὲ κατὰ κόσμον, ἀλλὰ τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. 8 ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἱονεὶ ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει, καὶ τὸ μὲν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἦν καὶ | |
5 | πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι. 9 τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπὶ πλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ | |
10 | χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπισθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο. | |
15 | 9. Ἀλλὰ γὰρ τῷ Ναρσῇ τύχης τε αἰσίας κυρήσαντι καὶ τὸ πρακτέον ἄριστα μηχανησαμένῳ ἅπαντα ἐς δέον ἀπέβη. ἐπειδὴ γὰρ οἱ βάρβαροι ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ δρομαῖοι ἐπελθόντες ξυνέρραξαν τοῖς Ῥωμαίοις, αὐτίκα διέσεισαν τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι· ἥ τε ἀρχὴ | |
20 | διατεμοῦσα τὸ βάθος τῶν λόχων καὶ φόνον οὐ πολὺν ἐργασαμένη ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες. 2 τότε δὴ ὁ Ναρσῆς ἐπι‐ κάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα καὶ ἐπικάμπιον ἐμπροσθίαν (ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν φάλαγγα καταστήσας παρακελεύεται | |
25 | τοῖς ἱπποτοξόταις ἐφιέναι τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετά‐ φρενα τῶν πολεμίων. 3 οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν· ἅτε γὰρ πεζοὺς ὄντας τοὺς βαρβάρους ἐκ τῶν ἵππων ὑπερανέχοντες εὐκολώτατα ἠδύναντο βάλλειν τὸ ἀφεστηκὸς καὶ ἡπλωμένον καὶ ἐλεύθερον τοῦ ἐπι‐ προσθοῦντος. καὶ ἦν οὐ χαλεπόν, οἶμαι, τοῖς ἐπὶ τῶν ἄκρων ἱππόταις | |
30 | τὸ μὲν κατὰ σφᾶς μέρος τῶν δυσμενῶν καὶ πλησιαίτατον ὑπερβαίνειν | |
τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ φαινομένους τιτρώσκειν. 4 διεπερονῶντο | 51 | |
52 | τοιγαροῦν πάντοθεν τὰ νῶτα οἱ Φράγγοι, τῶν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως τεταγμένων Ῥωμαίων τοὺς ἐκεῖθεν λυμαινομένων, τῶν δὲ ἐπὶ θάτερα τοὺς ἑτέρους. οὕτω τε οἱ ἄτρακτοι παραλλὰξ ἐς τἀναντία φερόμε‐ νοι καὶ ἅπαν τὸ παρεμπῖπτον διαφθείροντες ἐλάνθανον, οὔτε φυλάξασθαι | |
5 | τῶν βαρβάρων οἵων τε γιγνομένων οὔτε ὅθεν βάλλονται σαφῶς ἐπι‐ σκοπούντων. 5 ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις ἑστῶτες καὶ ἐς μόνον τὸ καθ’ αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς διαμαχόμενοι, τοὺς δὲ ἱπποτοξότας ὡς δὴ ὄπισθεν τεταγμένους οὐ μάλα ὁρῶντες τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ | |
10 | νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὗπερ ἐτύγχανον ὄντες κακοῦ. 6 τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης. πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο, καὶ τούτου θαμὰ γιγνομένου διέρρει αὐτοῖς τὰ πλήθη ὡς τάχιστα καὶ ἠφανίζετο καὶ ἐς ὀλιγότητα | |
15 | ὑπεχώρει. 7 ἐν τούτῳ δὲ Σίνδουάλ τε καὶ οἱ Ἔρουλοι πελάσαντες τῇ μάχῃ ὑπαντιάζουσι τῶν πολεμίων τοῖς διαπεραιωθεῖσι τὴν παράταξιν καὶ προαλαμένοις. 8 αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώ‐ | |
20 | μενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ’ ἐκείνων ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ’ ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ ἐξέπεσον δίνας. 9 οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ χώρῳ ἐγκαταστάντων τό τε κένωμα ἐπληροῦτο καὶ ἡ φάλαγξ ξυνεκέκλειστο, καὶ τὸ λοιπὸν οἱ Φράγγοι, καθάπερ εἰς ἄρκυς ξυνειλημ‐ | |
25 | μένοι, ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο καὶ χύδην ἐπὶ σφᾶς ὑπειλίττοντο, οὐκ ἔχοντες ὅ τι καὶ γένοιντο. 10 οἱ δὲ Ῥωμαῖοι οὐ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κοντοῖς διωθού‐ μενοι καὶ ταῖς μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις | |
30 | ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέ‐ ροντο καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπαν‐ | |
ταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων. 11 αὐτός τε δὴ οὖν | 52 | |
53 | Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων πρὸ τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅ τι μὴ πέντε ἄνδρες ὅτῳ δὴ οὖν τρόπῳ διαδεδρακότες. 12 πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, | |
5 | ὡς ποινὰς ὑπέσχον τῶν ἀδικημάτων καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μυρίος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλεμον ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν Ῥωμαίων ἄνδρες ἀπέθανον, οἳ δὴ ἐτύγχανον ὑποδεξάμενοι τὴν πρώτην ἐμβολὴν τῶν πολεμίων. 13 ἠρί‐ | |
10 | στευσαν δὲ ἐν τῷδε τῷ ἔργῳ τῶν μὲν Ῥωμαϊκῶν ταγμάτων σχεδόν τι ἅπαντες, βαρβάρων δὲ τῶν ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος (παρῆν γὰρ καὶ ὃς ἐν τῇ μάχῃ) Σίνδουάλ τε ὁ τῶν Ἐρούλων στρατηγός, καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης | |
15 | χωρήσαντες. 10. Νίκη γὰρ οὕτω λαμπρὰ καὶ διαφανὴς καὶ ἐς τόδε ὑπερβολῆς προελθοῦσα οὐ ῥᾳδίως, οἶμαι, ἀνὰ τὸν ἔμπροσθεν χρόνον ἑτέρῳ τῳ ξυνηνέχθη. εἰ δέ που ἄρα καὶ ἕτεροι πρότερον παραπλήσια τοῖς Φράγ‐ γοις πεπόνθασιν, ἀλλ’ εὕροις γε ἂν καὶ ἐκείνους ἀδικίας ἕκατι διαφθαρέν‐ | |
20 | τας. 2 Δᾶτις μὲν γὰρ πάλαι ὁ Δαρείου σατράπης ἅμα στρατεύματι Περσικῷ Μαραθῶνάδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἰτία δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον, ὅτι δὲ βασιλέα Δαρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο, εἰ μὴ χειρώσοιτο καὶ | |
25 | τὴν Εὐρώπην. 3 ταῦτά τοι καὶ ἡσσῶντο ἀνὰ κράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε τῷ ἔργῳ ἀνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς Ἀθηναίους (λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων δυσμενῶν τῇ Ἀρτέμιδι θύσειν ἀπειλή‐ σαντας ἐς τοσοῦτον ἵλεῳ ἐντυχεῖν τῇ Ἀγροτέρᾳ καὶ ἀπόνασθαι τῆς εὐ‐ | |
30 | θηρίας, ἐς ὅσον μὴ οἵους τε γενέσθαι τὸ χαριστήριον ἀποτῖσαι, ἀλλ’ ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. 4 Ζέρξης δὲ ἐκεῖνος ὁ πάνυ καὶ τὰ τοῦ Ζέρξου θαύματα τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος | |
καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας μόνῳ τε τῷ πλήθει πί‐ | 53 | |
54 | συνος καὶ τῇ τῶν ὅπλων παρασκευῇ εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο, οἱ δὲ ὅσιά γε δρῶντες ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύνοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτε‐ λοῦντες; 5 τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου τήν τε Νικίου | |
5 | καὶ Δημοσθένους κατάλυσιν καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἐξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι τοὺς ἐπὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς πορρωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; 6 πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε | |
10 | κυήματα καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως ἐν τῷ παρόντι εἰρῆσθαι. 7 Τότε δὲ οἱ Ῥω‐ μαῖοι, (ἐς γὰρ τὰ πρότερα αὖθις ἰτέον) τοὺς μὲν σφετέρους νεκρούς, ᾗ νενόμισται, καταχώσαντες, τοὺς δὲ τῶν πολεμίων σκυλεύσαντες, μέγα τι χρῆμα ἤθροισαν ὅπλων, καταστρεψάμενοι δὲ αὐτῶν καὶ τὸ χαρά‐ | |
15 | κωμα καὶ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λείᾳ σεσαγμένοι, παια‐ νίζοντές τε καὶ στεφανηφοροῦντες καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προ‐ ηγούμενοι, ἐς τὴν Ῥώμην ἐπανῆλθον. 8 ἦν δὲ ἰδεῖν ἐπὶ πολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πεδία τῷ λύθρῳ περιρρεόμενα καὶ ὑπερχειλῆ τὸν ποτα‐ μὸν τῷ ὑπερπεπλῆσθαι σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν | |
20 | τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς Δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, | |
25 | Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ. Ὄλβιον ἆ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου | |
Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. | 54 | |
55 | 9 τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων. | |
5 | 11. Ἐν τούτῳ δὲ τοῖς Ῥωμαίοις ἠγγέλλετο καὶ τὰ ἐν Βενετίᾳ ἐπὶ Λευθαρίῳ τε καὶ τοῖς ἀμφ’ αὐτὸν ἅπασι ξυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν ἔτι αὐτοῖς ἀντίξουν προσγενησόμενον, ἀλλ’ ἐν εἰρήνῃ τὸ λοιπὸν βιοτεύσοντες. τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλίαν πολεμίων οὕτω δὴ | |
10 | ἁπανταχοῦ διολωλότων οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. 2 καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἷα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ’ ἐς ῥᾳστώνην ἐμβεβλημένοι καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κρίνοντες. 3 τῷ δὲ Ναρσῇ ὀρθῶς ἕκαστα διασκοποῦντι ἀκο‐ λασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤοντο μηκέτι ἕξειν | |
15 | ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφε‐ ρώτερον τῆς διαίτης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλείπετο γάρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τὸ λοιπὸν καὶ ἀνόνητα ἡγοῦντο τὰ ὅπλα. 4 ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγνωσκεν, ὡς ἄρα καὶ αὖθις | |
20 | πόλεμοι ἔσονται Φραγγικοί, καὶ ἐδεδίει, μή ποτε οἱ Ῥωμαῖοι ἐς τὸ ἁβρο‐ δίαιτον τραπέντες τὰ φρονήματα διαφθαρεῖεν, εἶτα εἰ παρατάξεως ἐπέλ‐ θοι καιρός, οἱ δὲ ὄκνῳ εἴκοντες ἀπαγορεύσαιεν τοῖς κινδύνοις. 5 καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη ξυγκαλεσάμενος τὰ στρατεύματα καὶ παραίνεσιν προσάγων ἀρίστην ἐς | |
25 | τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ οὖν ἁπάντων συνηθροισμένων παρελθὼν ἐς μέσους ἔλεξε τοιάδε. 12. „Τοὺς μὲν ἀθρόον καὶ οὐ πάλαι συμβὰν εὐτυχίας τινὸς μετασχόν‐ τας οὐκ ἀπεικὸς οἶμαι πρὸς ἀπειροκαλίαν ἐκκλῖναι καὶ τῷ ἀσυνήθει | |
30 | καταπεπλῆχθαι, μάλιστα ἡνίκα τῷ ἀπροσδοκήτῳ καὶ τὸ παρ’ ἀξίαν προσῇ. 2 ὑμεῖς δέ, ὦ ἄνδρες, ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν | |
τις ὑμᾶς τῆς μεταβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ | 55 | |
56 | πρότερον εἰωθότες; ἀλλ’ ὑμεῖς οἱ Τωτίλαν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ’ ὡς μείζονος ἢ καθ’ ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας τῇ τῶν Ῥωμαίων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν | |
5 | ἀεὶ τῶν πολεμίων. 3 καὶ τοίνυν κρατεῖτε καὶ οὔτε μειόνων ἢ καθ’ ὅσον νικᾶτε ἄξιοι καθεστήκατε οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρ‐ έχεσθε τὴν πεῖραν· μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας, ἀλλ’ ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης. 4 οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις | |
10 | καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ μέλλοντος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. 5 καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ’ ᾧ νῦν ὑμεῖς δικαίως αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, | |
15 | οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες πόλεμον ἤραντο καθ’ ἡμῶν, οὐ προορώ‐ μενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον ἢ τοῖς ἡμῶν ὅπλοις. 6 αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ταὐτὸ παθεῖν τοῖς βαρβάροις καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥώμῃ. μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, | |
20 | ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθα‐ ρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ’ οὐδ’ ὣς ὑμῖν μετα‐ θετέον τοὺς τρόπους οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. 7 οὐ μὴν οὐδὲ ξυμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φράγγοι πολυάνθρωπόν τι γένος καὶ μέγιστον καὶ | |
25 | λίαν ὀρθῶς τὰ πολέμια ἠσκημένον, ἀπόμοιρα δέ τις αὐτῶν οἱ νενικημένοι βραχεῖα καὶ ὅση μὴ δέος αὐτοῖς ἐμβαλεῖν, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀναστῆσαι. οὔκουν εἰκὸς αὐτοὺς ἠρεμήσειν οὐδὲ καθέξειν ἐν ἀπορρήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ’ ἡμῶν ἥξουσι καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. 8 νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν | |
30 | ῥᾳθυμίαν ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. 9 οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν | |
προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν | 56 | |
57 | ἐνδοῖεν, (εἰρήσθω γὰρ ἄμφω) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ κείσεται καὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι.“ 10 Τοιαῦτα τοῦ Ναρσοῦ παραινέσαντος αἰδὼς ἅπαντα κατεῖχε τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης | |
5 | ἀποβαλόντες ἐς τὰ πάτρια ἤθη μετεκοσμοῦντο. 13. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους ἄνδρας μαχίμους ἀποκεκριμένοι, οἳ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθη‐ κότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐτίκα οἵ γε ἐς Κάμψας τὸ φρούριον | |
10 | ἀνεχώρουν. 2 βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον τῷ ἐν ὄρει κεῖσθαι ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀποτόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἵδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔ τι μάλα ἠβού‐ | |
15 | λοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ’ αὐτοὺς ἴοι. 3 ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβα‐ ρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιτγόρων καλουμένων (Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίτγορες), ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι | |
20 | καὶ πανουργότατος καὶ οἷος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλ‐ λεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθέν‐ δε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. 4 εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷόν τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς | |
25 | πολιορκίαν καθίστατο καὶ πάντοθεν ἐφρούρει, ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον ἐσκομίζοιτο μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾗ βούλοιντο ἴοιεν. 5 ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστῃ ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια καὶ τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὡς ἁλῶναί | |
30 | γε αὐτὸ οὐκ ἐνόν, ἐσενήνεκτο. 6 ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ | |
ἐπὶ πολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς | 57 | |
58 | μὲν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ τι καὶ μνήμης ἄξιον ἔπρασσον. 14. Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος ἅμα ἦρι ἀρχομένῳ ἐς λόγους ἐλθεῖν τῷ Ναρσῇ ὁ Ῥάγναρις τῶν παρόντων πέρι χρῆναι | |
5 | ᾠήθη. καὶ οὖν ἐπιτετραμμένον αὐτῷ παρῆν ἅμα ὀλίγοις ἐν μεταιχμίῳ ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ καὶ πολλὰ ἄττα διελεγέσθην. 2 ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ’ αὐτὸν ἐφίεσθαι κἀκ τοῦ ὑπερτέ‐ ρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν καὶ ἀπηγόρευε τῇ | |
10 | ξυμβάσει καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἐπὶ τοῖς προτέροις μενοῦντα. 3 ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἠρέμα λαθραίως τὸ τόξον, καὶ εἶτα ἀθρόον μεταστραφεὶς ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. | |
15 | ἑτέρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος καὶ κατέπεσεν οὐδένα σινάμενος. 4 μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου παρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος ἐπιτοξάζονται εἰς αὐτόν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικόν τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν | |
20 | οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. 5 ἡμέρας δὲ δύο ἀρκέσας ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. 6 ἐκείνου δὲ διαφθαρέντος αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἷοί τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφίσι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ | |
25 | καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. 7 Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι, ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον | |
ἔστειλεν. 8 Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς | 58 | |
59 | δὴ τῶν προσοικούντων τὴν Ἰταλίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνήκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις | |
5 | αὐτοῖς ἐνέπεσε δεινὴ καὶ οἵα μικροῦ δεῖν τῷ παντὶ λυμήνασθαι γένει. 9 Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχε καὶ πόρρω που ἥκων τῆς ἡλικίας καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ, ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ σῶμα· παῖδές τε αὐτῷ ἄρρενες οὐκ ἦσαν οἱ τὴν ἀρχὴν διαδεξόμενοι, ἀλλ’ ἐν θυγατράσιν ἐκληρονομεῖτο. 10 Χλωθάριος | |
10 | δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχε τέτταρας, βούπαιδας ἤδη καὶ θαρραλέους καὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκε τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδι‐ βέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. | |
15 | 11 καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιώς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς καὶ ἀπαλλαξείων τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατερρύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν καὶ Φράγγων πράγματα ἐχώρει. | |
20 | 15. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαν‐ τίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς καὶ πόλεις συχνάς, νησιωτι‐ κάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι καὶ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. 2 Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλ‐ λώπισμα, τότε δὴ ἀπηγλαΐσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα | |
25 | καὶ περιλάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λελεῖφθαι ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. 3 πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα | |
ἔχοντες, οἳ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. | 59 | |
60 | τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. 4 μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οἱ τῶν νόμων ἀφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτὸς ἀνεδομήθη. καὶ γέγονεν | |
5 | ἥκιστα μὲν ὁποία πρότερον ἦν, πλὴν ἀλλ’ οὐχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ’ οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἡ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἤμελλεν ἔσεσθαι. 5 τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησίς τις τοῦ κλόνου | |
10 | ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως. 6 ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρα‐ κότες ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέ τε οἴκοι ὅστις οὐδείς, ἀλλ’ ἀνὰ τὰς λεωφόρους τὰ πλήθη ξυνέρρει, τῷ ἀπροσδοκήτῳ δή που καὶ παραδόξῳ πέρα τοῦ | |
15 | μετρίου καταπεπληγμένοι. 7 ἐμοὶ δέ γε καὶ αὐτῷ (ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς πρὸς τῶν νόμων) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἱ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς (ἐφ’ | |
20 | ἑνὶ γὰρ ὑφαίνονται λίθῳ). 8 ἀλλὰ γὰρ καὶ ὅ τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἵδε, οὔ τί που, οἶμαι, τὸ ἤδη παρῳχηκός, ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἀπὸ τρόπου ἐδόκει. 9 οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ γλαφυρὰ τῆς γῆς εἰργομένας καὶ τῷ μὴ δια‐ | |
25 | πνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, 〈ἃσ〉 τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης ἐς τοὐμ‐ φανὲς ἀναχθεῖεν, οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη ἐντεῦθέν τε οὐκ ἐμφορουμένην, εἰ δέ | |
30 | γε καὶ ὑποδέξαιτο, ἀλλ’ αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομέ‐ | 60 |
61 | νην. 10 ἐπεὶ δὲ ἐν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴ γε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα καὶ κινδυνεύσοιεν τὸ λοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνοσίχθονος | |
5 | πειρᾶσθαι τοῦ Ποσειδῶνος. 11 ἴσως μὲν οὖν εἰ καί τι μέρος τῆς Αἰγύπ‐ του κεκίνηται, ἀλλ’ οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι’ ὧν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. 12 ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἷόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, | |
10 | τοῦ δέ γε ὄντως ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; 13 ἀπόχρη δὲ ἡμῖν, εἴ γε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῇ κρείττονι ἅπαντα διατέ‐ τακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾶν οὐ παντελῶς ἄχρηστον ἴσως | |
15 | οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι, ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνων ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε· ὁ δὲ λόγος αὖθις ἐς αὑτὸν ἐπανίτω. 16. Κατ’ ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡ νῆσος, ἡ πρὸς τῷ τέρματι | |
20 | τοῦ Αἰγαίου κειμένη, ἐλάχιστόν τι μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένετο πάθη. 2 ἥ τε γὰρ θάλαττα ἐπὶ πλεῖστον ἀρθεῖσα κατέκλυσε τὰ παράκτια τῶν οἰκημάτων καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις, τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἷον γεγενημένον, τὰ ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι | |
25 | τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. 3 ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοί, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες εἴτε καὶ οἴκοι διαιτώμενοι εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημένοι. 4 ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ | |
καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχόν (ἐν παράπλῳ γὰρ κεῖται), κατ‐ | 61 | |
62 | άραντι οἰκτρόν τι πέφηνε θέαμα καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. 5 ἅπαν μὲν γὰρ σχεδόν που τὸ ἄστυ χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον καὶ λίθοι κείμενοι σποράδην κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα | |
5 | τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγιγνώσ‐ κεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπα‐ θῆ, καὶ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερε‐ μνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ ἀγροικότερον πεποιημένα. 6 ἄνδρες | |
10 | δὲ σποράδην ὀλίγιστοι ἀνεφαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς | |
15 | μηδὲν ἕτερον ὑπολελεῖφθαι πρὸς εὐκοσμίαν τῇ πόλει ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα καὶ τὴν ἐφ’ Ἱπποκράτει μεγαλαυχίαν. 7 οἰκτείρειν μὲν οὖν τὰ τοιάδε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὕλης χωρίον | |
20 | ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκεν. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους οἰκήτορας ἀπο‐ βαλοῦσαι ὑφ’ ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι. 17. Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἡ ἐν τῇ νῦν Ἀσίᾳ καλουμένῃ χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν | |
25 | γέγονεν ἀποικία, ὑπὸ δὲ τοὺς Αὐγούστου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ οὐδὲν αὐτῆς ὅ τι ἐσέσωστο. 2 οὕτω δὲ τοῦ ἄστεος οἰκτρότατα κειμένου, ἄγροικόν τινά φασι τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, | |
καὶ οὖν οὐκ ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. | 62 | |
63 | 3 μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατορρωδή‐ σαντα μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκός, ὁμιλήσειν ἤμελλε κινδύνοις, καὶ ταῦτα ἐπ’ ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν μήτε ἄλλο τι τῶν ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθάνουσι τὰ δοκηθέντα, | |
5 | ἀφικέσθαι μὴ ὅτι ἐν Ῥώμῃ, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβαρηνῶν τὴν χώραν ἀμφ’ αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας (ἐτύγχανε γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχόμενος). 4 ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπάτους ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαι‐ | |
10 | μόνων ἀνδρῶν ἐκ τῆς Ῥώμης ἀπολεξάμενον ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τούς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους ἀναδο‐ μῆσαι αὖθις τὴν πόλιν καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον ἀπεργάσασθαι σχῆμα. 5 νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν οὐκέτι ἂν δικαίως | |
15 | κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὰ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; 6 ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστορία, οὐχ ἥκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλ‐ θὼν ἀνελεξάμην. 7 ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν | |
20 | ἐτύγχανεν ὁ Χαιρήμων (Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ), βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾧ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. 8 ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν | |
25 | Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος. Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι τὰν μεγάλαυχον Ὤρθωσε Τράλλιν, τὰν τότε κεκλιμέναν· Ἀνθ’ ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ’ ἐπὶ βωμῷ, | |
Οἷα δίκα κτίσταν, τάνδε φέροιτο χάριν. | 63 | |
64 | 9 καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικάς τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη. 18. Πλὴν ἀλλ’ ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι καὶ αὖθις τοῦ προτέ‐ | |
5 | ρου λόγου ἐχομένῳ ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ τοὺς Περσικοὺς πολέμους ἰτέα, ἐπεὶ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. 2 Ῥωμαίοις γὰρ καὶ Πέρσαις ἤδη μὲν ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῷ ἐς | |
10 | ἐμφανεῖς παρατάξεις χωροῦντες. 3 ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ’ ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ’ ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Ἀρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. 4 οἱ δὲ Λαζοὶ Κόλχοι τὸ παλαιὸν ὠνομάζοντο, καὶ | |
15 | οὖτοι ἐκεῖνοι τυγχάνουσιν ὄντες. τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκ‐ μαιρόμενος τῷ τε Φάσιδι καὶ Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. 5 λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος | |
20 | χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρε‐ ψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ ἀπόμοιράν τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι | |
25 | τῶν παλαιῶν ἱστοριογράφων. 6 οἱ δὴ οὖν εἴτε Λαζοὶ εἴτε Κόλχοι εἴτε Αἰγύπτιοι μετανάσται περιμάχητοι ἐν τῷ καθ’ ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, | |
30 | ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα | |
καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμο‐ | 64 | |
65 | νας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. 7 ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον Πόντον | |
5 | ἀδεῶς ναυτιλλομένους τὰ ἐνδότατα τῆς Ῥωμαίων ἀρχῆς ἀνιχνεύειν. 8 τοιγάρτοι στράτευμα μέγιστόν τε καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξε καὶ στρατηγοὺς ἐπέστησε τοὺς ἀρίστους. Βέσσας τε γὰρ καὶ Μαρτῖνος καὶ Βούζης ἡγεῖτο, ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων μὲν ἔτι | |
10 | κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος. 19. Μερμερόης δὲ ὁ τῶν Περσῶν στρατηγὸς ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο καὶ ἄλλα ἄττα ἐπεπρά‐ χει, ἃ δὴ ἔγωγε παρίημι (ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται), τότε δὴ αὖθις (ἐνθένδε γάρ μοι ἀρχο‐ | |
15 | μένῳ τὰ ἐφεξῆς ἁρμοστέον) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβουλεύετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥω‐ μαίους ἐκπλήξας διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισ‐ μάτων παραστήσασθαι δυνηθείη. 2 ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ | |
20 | ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν· Μαρτῖνος γὰρ ὁ στρατη‐ γὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος (φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. 3 ἔστι δὲ καὶ ἄλλως τὸ χωρίον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καὶ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινό‐ | |
25 | μεναι στενοτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. 4 ἄλ‐ λοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα πεδία ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δασεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ ἑνὶ ἀνδρί, καὶ τούτῳ εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τί γε | |
πλήθεσιν ὡπλισμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν | 65 | |
66 | πόνου ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σταθερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. 5 διαπορουμένῳ δὴ οὖν ἐπὶ τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ προσῆλθε διανοεῖσθαι, ὡς εἴ γε ὅτῳ δὴ οὖν τρόπῳ δια‐ | |
5 | λύσει τὴν φρουρὰν τῶν Ῥωμαίων καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴν διάβασιν ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων οὐχ οἷόν τε ἦν ἀμφοτέρων ἅμα κρατῆσαι· ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἀμωσγέπως μετασκευάσαι οὐ | |
10 | λίαν ἀδύνατα εἶναι ἡγεῖτο. 6 ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων καὶ τῶν πετρῶν ὅ τι ἀντίξουν διακολάπ‐ των καὶ παραιρούμενος οὐ χαλεπῶς διαβήσεσθαι. 7 ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε· ἐσκήπτετο ἀθρόον νόσῳ τινὶ ἑαλωκέναι δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων | |
15 | καὶ τὸ ξυμπεσὸν ὀλοφυρόμενος. 8 ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ καὶ λάθρᾳ ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο καὶ | |
20 | οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε), μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς Ῥωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης. 20. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχα‐ | |
25 | λῶντες οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποιοῦντο. ὀλίγαι τε παρῳχήκε‐ σαν ἡμέραι καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. 2 τότε δὴ οὖν καὶ μᾶλλον τοῖς Ῥωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπὶ πολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περι‐ | |
30 | φράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. | |
ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, | 66 | |
67 | ἐπ’ αὐτοὺς ἥξουσι, μᾶλλον μὲν οὖν καὶ ὡς πορρωτάτω φευξοῦνται. 3 ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθύς, ὡς εἶχε προθυμίας, ἅπαντας κινήσας καὶ τὴν χαλεπότητα τῆς πορείας εὖ διαθείς, | |
5 | ᾗ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. 4 τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χωρίον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην καὶ μέγα τι κακὸν τοὺς τῇδε Ῥωμαίους ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη | |
10 | τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν κατα‐ στρατηγηθέντες ὑπὸ τῶν βαρβάρων καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. 5 ἐτύγ‐ χανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινὶ στρατοπεδευό‐ μενοι, οὐ πόρρω Τηλέφεως κειμένῳ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστη‐ | |
15 | κότι. ἔστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα ἢ μόνον χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν τῷ χώρῳ ἐνθένδε εἰλῆφθαι· Ὀλλάρια γάρ, ὡς ἂν Λατῖνός τις φήσοι, ἐπωνόμασται· δύναται δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. 6 ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάν‐ των καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων ἐβουλεύοντο ἅπαντες οἱ στρατηγοὶ | |
20 | ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαί τε ἐς παράταξιν καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. 7 ἦν δέ τις τῶν ἐπισημοτά‐ των ἐν τοῖς ταξιάρχοις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος καὶ ἤδη τὸ βαρ‐ βαρικὸν τοῦ τρόπου, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειό‐ | |
25 | τατον μετακοσμήσας. 8 οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυ‐ νάμει (εἵποντο γὰρ αὐτῷ οὐ μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων) ἀμφὶ Τήλεφιν ἔτι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβλη‐ κότας εἰκάσοι τε αὐτούς, ὡς ἔνεστιν, ὅσοι εἶεν, καὶ γνοίη ὅπως ἔχουσιν | |
30 | ὁρμῆς τε καὶ γνώμης. 21. Ὁ δὲ (ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαρραλέος) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν Περσῶν ἐντὸς τοῦ φρουρίου ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους, ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. 2 εὑρὼν δὲ κατὰ τὴν | |
35 | πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ Χυτροπώ‐ | 67 |
68 | λια, ᾗπερ αὐτοῖς διετέτακτο, ἀλλ’ ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας καὶ ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἄττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. 3 ὅσοι μὲν οὖν ἦσαν αὐτῶν | |
5 | οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνεί‐ ποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο. 4 πλὴν ἀλλ’ οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχολαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι· καὶ ὀλί‐ | |
10 | γους μὲν αὐτῶν ἔκτεινον, οἱ δὲ ἄλλοι δρομαῖοι ἔφευγον, καὶ δὴ ἐξαπι‐ ναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. 5 οἱ δὲ στρατηγοί (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο) δεδιότες καὶ οἵ, μὴ σφίσιν οὐ παρ‐ | |
15 | εσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. 6 εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως καὶ οὐ πρότερον ἐπαύ‐ | |
20 | σαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. 7 ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πορείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρα‐ σάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασίν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. 8 Λαζοὶ | |
25 | δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν, οὐ μὴν τῷδε τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καί, οἶμαι, εἰκότως. οἱ γὰρ παρ’ αὐτοῖς ἀχθοφόροι ἕκαστον παρασάγγην περαιωθέντες τά τε φορτία τίθενται καὶ σφᾶς αὐτοὺς ἐλάχιστον ἀναπαύουσιν, ἑτέρων δήπου ἀμοιβαδὸν διαδεχομένων, καὶ καθ’ ὅσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς δια‐ | |
30 | μετροῦνται καὶ κατατέμνουσιν. 9 εἴτε δὴ οὖν οὕτως εἴτε ἐκείνως τὸν | |
παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ τοῦ φρου‐ | 68 | |
69 | ρίου ἡ Νῆσος διείργεται. ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἐχυρὸν καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. 10 ὅ τε γὰρ Φᾶσις καὶ ὁ Δοκωνός, ἐκ τοῦ Καυκάσου διακριδὸν καταρρέοντε καὶ πολλῷ τὰ πρῶτα διεστηκότε, ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης | |
5 | ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄπωθεν φέρεσθον, ὥστε ἀμέλει τῶν Ῥωμαίων διώρυχά τινα μηχανησαμένων καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν Δοκωνὸν μετοχετευσάντων τούτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ καὶ ξυνειλῆφθαι τὸν χῶρον. 11 ἐντεῦθεν δὲ αὖθις καμπάς τε καὶ περιελιγμοὺς ποιου‐ | |
10 | μένω οὐκ ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προϊόντε δὲ ἀνὰ τὰ πρόσω ἐς δυόμενον τὸν ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγ‐ μένοι. | |
15 | 22. Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀΐοντας καὶ λοιδορησάμενος ἔγνω μὴ περαιτέρω ἰέναι μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἷός τε ἦν οὔτε ἄλλως παρεσκεύαστο ἐς πολιορκίαν. 2 τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις | |
20 | αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, αἳ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἷον γέφυραν τεκτηνάμενος διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. 3 καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως περιοικίδι | |
25 | ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς Πέρσας ἐπιθαρσύνας καὶ ἑτέραν δύναμιν ἐμβαλὼν καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος πάλιν ἔς τε Κοτάϊσιν καὶ Μουχείρισιν ἐπανῆκεν. 4 αὐτίκα δὲ νόσῳ τινὶ πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυ‐ | |
30 | λάξοντας τὰ οἰκεῖα, αὐτὸς δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. 5 καὶ | |
τοίνυν ἐς πόλιν Μεσχιθὰ οὕτω καλουμένην μόλις ἠγμένος καὶ οὐκ ἐνεγκὼν | 69 | |
70 | τὸ πάθος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος καὶ οἷος μηδὲ ἐφ’ ἵππου | |
5 | ὀχεῖσθαι, ὅμως ἐμόχθει ὥσπερ τις νεανίας ῥωμαλεώτατος καὶ οὐκ ἀπη‐ γόρευε πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα· καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττε, τοῖς δὲ οἰκείοις παραινῶν καὶ ἐγκελευόμενος καὶ τὰ πρακτέα ὀρθῶς διατάττων πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν | |
10 | φρονήσει δοτέον. 6 τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον. 23. Ὧδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέρσαι νομίζουσι, ταύτῃ τε τῶν σαρ‐ | |
15 | κῶν ἀφαιρουμένων γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιερριμμένα. θήκῃ γάρ τινι ἐμβαλεῖν ἢ λάρνακι τοὺς τεθνεῶτας ἢ καὶ τῇ γῇ καταχωννύναι ἥκιστα θέμις αὐτοῖς. 2 ἐφ’ ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταπταῖεν οἱ ὄρνεις ἢ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπα‐ ράξαιεν, τοῦτον δὲ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς | |
20 | τρόπους καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρον‐ ται, ὡς τελεώτατα τεθνηκότα καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. 3 ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα‐ | |
25 | θοῦ χῶρον ἀναβησομένην. 4 οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινὶ δυσκολωτάτῃ πεπιεσμένοι, ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτηρία ξυμπαράκειται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι καί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται | |
30 | ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων καὶ ἀποσοβεῖ τοὺς δαιτυ‐ μόνας. 5 εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ | |
ἄρτι ψυχορραγεῖν ἀρχόμενον κατεσθίουσι καὶ προαφαιροῦνται τὴν | 70 | |
71 | ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι. 6 πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἰσχνοί τινες καὶ ἐνερόχρωτες καὶ οἷοι δεδίτ‐ τεσθαι τοὺς ἐντυγχάνοντας. 7 εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί | |
5 | γε αὐτὸν ἅπαντες καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον καὶ ὑπὸ τοὺς χθο‐ νίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνήθων μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. 8 καὶ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστοι, εἴ γε ὅτῳ δὴ οὖν | |
10 | νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὲ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴ που τι παρ’ ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νομίμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ καὶ ἐς τὸ πιθανώτερον ἐσκευασ‐ | |
15 | μένοι. 9 καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ καὶ Πέρσαι τὰ παρὰ σφίσιν αὐτοῖς ἔθη αἰτιολογοῦντες ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαί‐ νειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἄν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ’ ἂν οὗτοι Ἀσσύριοί τε καὶ Χαλδαῖοι καὶ Μῆδοι, ἀλλ’ ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. 10 καὶ γὰρ ἀμφὶ Νῖνον τὴν πόλιν καὶ ἀνὰ | |
20 | τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, οὐκ ἄλλον τινὰ ἢ τὸν ἡμέτερον ἀποσώ‐ ζουσαι τρόπον, καὶ εἴτε σώματα εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ ἐκείνων κατὰ τὸν παρ’ Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοιά γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα. | |
25 | 24. Οὔκουν ἐκεῖνοί γε ὧδε ἐγίγνωσκον οὔτε περὶ τὰς ταφάς, οὐ μὲν οὖν ἀλλ’ οὐδὲ ἐς τὴν τῆς εὐνῆς παρανομίαν ὁποῖα οἱ νῦν ἀκολασταίνου‐ σιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις, υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν ἄν τις | |
30 | σαφέστατα διαγνοίη. 2 λέγεται γάρ ποτε Σεμίραμιν τὴν πάνυ τὴν | 71 |
72 | Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ καὶ ἤδη πειρᾶν τὸν νεανίαν. 3 τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα καὶ τόδε τὸ ἄγος ἀντ’ ἐκείνου | |
5 | ἑλέσθαι. καίτοι εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. 4 καὶ τί δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμ‐ προσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν Περσῶν καταλύσεως Ἀρταξέρξην φασὶ τὸν Δαρείου Παρυσάτιδος τῆς μητρὸς παραπλήσια τῇ Σεμιράμιδι παθούσης καὶ ξυγγενέσθαι οἱ ἱεμένης ἀποκτεῖναι μὲν αὐτὴν ἥκιστα, | |
10 | ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ καὶ ἀποσείσασθαι, ὡς οὐχ ὅσιον ὂν τοῦτό γε οὐδὲ πάτριον οὐδὲ τῷ βίῳ ξυνειθισμένον. 5 Πέρσαις δὲ τοῖς νῦν τὰ μὲν πρότερα ἔθη σχεδόν τι ἅπαντα παρεῖται ἀμέλει καὶ ἀνατέτραπται, ἀλλοίοις δέ τισι καὶ οἷον νενοθευμένοις χρῶνται νομίμοις, ἐκ τῶν Ζω‐ ροάστρου τοῦ Ὁραμάσδεως διδαγμάτων κατακηληθέντες. 6 οὗτος δὲ | |
15 | ὁ Ζωρόαστρος ἤτοι Ζαράδης (διττὴ γὰρ ἐπ’ αὐτῷ ἡ ἐπωνυμία) ὁπηνίκα μὲν ἤκμασε τὴν ἀρχὴν καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶ‐ ναι. Πέρσαι δὲ αὐτὸν οἱ νῦν ἐπὶ Ὑστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον ὁ Δαρείου πατὴρ εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. 7 ἐφ’ ὅτῳ δ’ ἂν | |
20 | καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας παμμιγεῖς τινας καὶ ποικίλας ἐνέθηκε δόξας. 8 τὸ μὲν γὰρ παλαιὸν Δία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ’ Ἕλλησι θρυλουμέ‐ νους ἐτίμων θεούς, πλήν γε ὅτι δὴ αὐτοῖς ἡ προσηγορία οὐχ ὁμοίως ἐσῴ‐ | |
25 | ζετο, ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν Σάνδην τε τὸν Ἡρακλέα καὶ Ἀναΐτιδα τὴν Ἀφροδίτην καὶ ἄλλως τοὺς ἄλλους ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ, τοῖς τὰ ἀρχαιό‐ τατα τῶν Ἀσσυρίων τε καὶ Μήδων ἀναγραψαμένοις, ἱστόρηται. 9 νῦν δὲ ὡς τὰ πολλὰ τοῖς καλουμένοις Μανιχαίοις ξυμφέρονται, ἐς ὅσον δύο | |
30 | τὰς πρώτας ἡγεῖσθαι ἀρχὰς καὶ τὴν μὲν ἀγαθήν τε ἅμα καὶ τὰ κάλλιστα τῶν ὄντων ἀποκυήσασαν, ἐναντίως δὲ κατ’ ἄμφω ἔχουσαν τὴν ἑτέραν· | |
ὀνόματά τε αὐταῖς ἐπάγουσι βαρβαρικὰ καὶ τῇ σφετέρᾳ γλώττῃ πεποιη‐ | 72 | |
73 | μένα. τὸν μὲν γὰρ ἀγαθὸν εἴτε θεὸν εἴτε δημιουργὸν Ὁρμισδάτην ἀποκαλοῦσιν, Ἀριμάνης δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. 10 ἑορτήν τε πασῶν μείζονα τὴν τῶν κακῶν λεγομένην ἀναίρεσιν ἐκτελοῦσιν, ἐν ᾗ τῶν τε ἑρπετῶν πλεῖστα καὶ τῶν ἄλλων ζώων ὁπόσα ἄγρια καὶ ἐρη‐ | |
5 | μονόμα κατακτείνοντες τοῖς μάγοις προσάγουσιν ὥσπερ ἐς ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα διαπονεῖσθαι, ἀνιᾶν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην. 11 γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ πρόσωπα αὐτῷ ἐναπονίζεσθαι μήτε ἄλλως ἐπι‐ θιγγάνειν, ὅ τι μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας. | |
10 | 25. Πολλοὺς δὲ καὶ ἄλλους θεοὺς ὀνομάζουσι καὶ ἱλάσκονται [τοῦτο Ἑλληνικόν] θυσίαις τε χρῶνται καὶ ἀφαγνισμοῖς καὶ μαντείαις [καὶ τοῦτο Ἑλληνικόν]. τὸ δὲ πῦρ αὐτοῖς τίμιόν τε εἶναι δοκεῖ καὶ ἁγιώτατον· καὶ τοίνυν ἐν οἰκίσκοις τισὶν ἱεροῖς τε δῆθεν καὶ ἀποκεκριμένοις ἄσβεστον οἱ μάγοι φυλάττουσι καὶ ἐς ἐκεῖνο ἀφορῶντες τάς τε ἀπορρήτους τε‐ | |
15 | λετὰς ἐκτελοῦσι καὶ τῶν ἐσομένων πέρι ἀναπυνθάνονται. 2 τοῦτο δέ, οἶμαι, τὸ νόμιμον ἢ παρὰ Χαλδαίων ἢ ἐξ ἑτέρου του ἀνελέξαντο γένους· οὐ γὰρ δὴ τοῖς ἄλλοις ξυμβαίνει. ὧδέ πως ἄρα αὐτοῖς ἡ δόξα, ἐκ πλείσ‐ των ὅσων ἐθνῶν ἠρανισμένη, ὡς ποικιλώτατα ξύγκειται. καί μοι τοῦτο οὐκ ἀπὸ τρόπου δοκεῖ γεγενῆσθαι. 3 ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ | |
20 | οἶδα ἐς πλείστας μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν καὶ ἐν ταὐτῷ μένειν ἐπὶ πλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων ἐπικράτειαν δεξαμένην· τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ἰδεῶν τε καὶ νόμων γνωρίσματα σῴζει. 4 πρῶτοι μὲν γὰρ ὧν ἀκοῇ ἴσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι πλὴν Ἰνδῶν τῶν ὑπὲρ | |
25 | Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος Σεμίραμίς τε αὖ μετ’ ἐκεῖνον καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. 5 ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης Βελητάραν τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς | |
30 | βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως | |
τὴν βασιλείαν καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγραπται | 73 | |
74 | καὶ Ἀλεξάνδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανάπαλλον, ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀπομαρανθείσης Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀφῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς | |
5 | τοῖς χιλίοις ἢ καὶ ὀλίγῳ πλειόνων ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνῃ κατέσχε πραγμάτων. οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. 6 Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττετο νόμοις. ἔτη δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος | |
10 | ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς ξὺν Ἀστυάγει παρατάξεις; 7 κρα‐ τήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ ἡ τούτων ἀρχὴ τελεώτατα διερρύη, στρατῷ ἐπηλύτῃ καὶ | |
15 | βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. 8 Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δα‐ ρεῖον ἀποκτείνας τὸν Ἀρσάμου τὸν βασιλέα καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέθηκε πολιτείαν. οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας | |
20 | γε ὄντας, κατασχεῖν ἐπὶ πλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παρα‐ ταξάμενοι τοῦ πλείονος ἕκατι διέλυσαν τὰς οἰκείας δυνάμεις καὶ οὐκέτι | |
25 | ἀνάλωτοι τοῖς πέλας ἐδόκουν. 9 τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μήδων, ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι), ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί γε αὐτούς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. 10 καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπ‐ | |
30 | του ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ’ αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ | |
ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος. | 74 | |
75 | 26. Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρῳχηκότων ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσρόου τοῦ καθ’ ἡμᾶς βασιλεύειν ἤρξατο | |
5 | γένος ἥ τε μέχρι καὶ νῦν παρὰ Πέρσαις κατέχουσα πολιτεία ἐν τῷ τότε ἀρχὴν εἴληφε καὶ οἷον κατάστασιν πρώτην. 2 Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνήρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἀγείρας καὶ ἐπιθέμενος Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, | |
10 | ἑαυτῷ δὲ περιθεὶς τὴν κίδαριν καὶ τὴν Παρθικὴν δύναμιν καταλύσας αὖθις τοῖς Πέρσαις τὴν σφετέραν ἀνενεώσατο βασιλείαν. 3 ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν ἀποσῶζον. | |
15 | οὔπω δὲ ἐς τοῦτο τιμῆς τε καὶ παρρησίας ἠρμένον, ἀλλ’ ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἔστιν ᾗ καὶ περιορᾶσθαι. 4 δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασιλείαν ὑποσυλήσαντος συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον καὶ αὐτόν τε τὸν Σμέρδιν ἀπέκτειναν καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες | |
20 | ἐκείνῳ ἐτύγχανον ὄντες, ὡς οὐκ ἐξὸν τοῖς μάγοις τῷ βασιλείῳ θάκῳ ἐνωραΐζεσθαι καὶ ἱζάνειν. οὕτω δὲ αὐτοῖς οὐ μιαροὶ ἔδοξαν εἶναι οἱ φόνοι, μᾶλλον μὲν οὖν καὶ μείζονος ἄξιοι μνήμης, ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. 5 νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς | |
25 | τούτων βουλαῖς καὶ προαγορεύσεσι διατάττεται καὶ ἰδίᾳ ἑκάστῳ τῶν συμβαλλόντων ἢ δίκην λαγχάνοντι ἐφίστανται διασκοποῦντες τὰ ποιούμενα καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις δόξειεν ἂν ἔννομόν τε εἶναι καὶ δίκαιον, ὅ γε μὴ ὑπὸ μάγου ἐμπεδωθείη. 27. Λέγεται δὲ τὴν τοῦ Ἀρταξάρου μητέρα Παβέκῳ τινὶ ξυνῳκηκέ‐ | |
30 | ναι, παντάπασι μὲν ἀσημοτάτῳ καὶ σκυτοτόμῳ τὴν τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ καὶ οἵῳ ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσ‐ θαι. 2 ἄνδρα δὲ στρατιώτην Σάσανον ὄνομα διὰ τῆς Καδουσαίων, | |
οὕτω ξυνενεχθέν, πορευόμενον χώρας ἐπιξενωθῆναί τε τῷ Παβέκῳ καὶ | 75 | |
76 | ἐς τὸ ἐκείνου δωμάτιον καταχθῆναι. 3 τὸν δὲ ὅτῳ δὴ οὖν τρόπῳ, ἅτε, οἶμαι, μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ ἀρίδηλος καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ ὀλοφύρεσθαι, ὅτι δὴ αὐτῷ οὔτε θυγάτηρ ὑπῆν οὔτε ἀδελφή, οὐ μὲν οὖν οὐδὲ ἄλλο τι | |
5 | γύναιον ὡς ἐγγύτατα ξυνημμένον. τέλος δὲ ξυγκατακλῖναί οἱ τὴν γαμε‐ τὴν καὶ τῆς εὐνῆς ἐπιχωρῆσαι, ὑπεριδόντα μάλα γενναίως τοῦ αἴσχους καὶ τῆς παραυτίκα λώβης τε καὶ ἀτιμίας τὴν μέλλουσαν τύχην ἀνταλ‐ λαξάμενον. 4 οὕτω τε φύντα τὸν Ἀρταξάρην τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ, ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλείαν | |
10 | κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ τε καὶ Παβέκῳ ἀναρραγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ τὸν παῖδα ἐπονομάζεσθαι. 5 μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ’ ᾧ δῆτα υἱὸν μὲν αὐτὸν Παβέκου καλεῖσθαι, ἐκ σπέρματος δὲ ὅμως Σασάνου τεχθέντα. οὕτω μὲν τὸν Ἀρταξάρην γενεαλογοῦντες οἱ Πέρσαι ἀληθῆ ταῦτά φασι καθεστά‐ | |
15 | ναι, ὡς καὶ ἐν ταῖς βασιλείοις διφθέραις ἀναγεγραμμένα. 6 ἐγὼ δὲ ἁπάντων τῶν ἐφεξῆς ἀπογόνων, ὅσοι δὴ τὴν ἀρχὴν διεδέξαντο, τά τε ὀνόματα ὀλίγῳ ὕστερον φράσω καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησε χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις παρεῖται καὶ οὐ περὶ πλείστου γεγένηται τὰ τοιαῦτα διερευνήσασθαι. 7 ἀλλὰ τοὺς | |
20 | μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου τυχὸν καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνου τοῦ πρεσβύτου ἀπαριθμοῦνται, τοὺς δὲ παρὰ Πέρσαις (φημὶ δὲ τούτους ἐκείνους, ὁπόσοι δὴ μετὰ τὴν Παρθυαίων κατάλυσιν ἔτυχον βεβασιλευ‐ κότες) οὐκέτι ὁμοίως ἀντιτιθέντες τοὺς χρόνους διευκρινήσαντο, δέον | |
25 | οὕτω ποιεῖν. 8 ἐμοὶ δὲ τὸ ἀκριβὲς καὶ τούτων πέρι ἀναλέλεκται ἐκ τῶν παρὰ σφίσιν ἐγγεγραμμένων, καὶ οἶμαι τῇ παρούσῃ ξυγγραφῇ μάλα προσήκειν ἁπάντων ἐπιμνησθῆναι. καὶ τοίνυν προϊὼν ἐπιμνήσομαι, ἡνίκα ἂν δεῖν οἰηθείην, εἰ καὶ ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐ‐ | |
30 | δὲν ὅ τι ἀξιαφήγητον εἰργασμένων. 9 τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ὡς ἐννέα τε καὶ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν ἐς τὸ πέμπτον | |
τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας, καθ’ ὃν δὴ χρόνον | 76 | |
77 | οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι διεφέροντο καὶ τὸν Μερμερόην ἀπο‐ βιῶναι ξυνηνέχθη. διήνυστο δὲ ἄρα ἐν τῷ τότε Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴκοσιν ἔτη Ῥωμαίων κρατοῦντι. 28. Ἀλλὰ γὰρ βραχέα ἄττα περὶ Χοσρόου διεξελθὼν αὐτίκα ἔγωγε | |
5 | ἀνὰ τὰ πρότερα καὶ δὴ ἐπανήξω. ὑμνοῦσι γὰρ αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας, μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν ξυγγραμμάτων. 2 καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον | |
10 | ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων καὶ οὔτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων οὔτε ὁ Γοργίας, οὐ μὲν οὖν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. | |
15 | 3 ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσο‐ τάτῃ ἀποσωθῆναι; 4 πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ | |
20 | κολακείᾳ πολλῇ γεγανωμένος δίαιτάν τε λαχὼν ἐς ὅ τι βαρβαρικωτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἤμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; 5 εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο | |
25 | γοῦν ὅμως ἁμῆ γέ πῃ ἀπογεύεσθαι λόγων καὶ τῇ περὶ ταῦτα γάνυσθαι δόξῃ, ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν | |
ἄλλων βαρβάρων. 6 ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονον‐ | 77 | |
78 | ουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιγνώσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ τοῦ περιπάτου ὁρίζονται, οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, | |
5 | μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. 29. Ἀνὴρ γάρ τις Σύρος τὸ γένος, Οὐράνιος ὄνομα, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην μὲν ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετ‐ ιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγί‐ γνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος τῷ δύσερις | |
10 | εἶναι παρὰ τοὺς ξυλλόγους. 2 πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς καὶ ἐν τοῖς τῶν βιβλίων ἥμενος πωλητηρίοις διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁποῖον δή τι αὐτοῖς ἥ τε φύσις ἐστὶ καὶ ἡ οὐσία, καὶ τὸ παθητὸν καὶ τὸ ἀξύγχυτον καὶ ἄλλα τοιάδε. | |
15 | 3 τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ, οἶμαι, φοιτήσαν‐ τες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, τὸ λεγόμενον, πόδα τείνειν καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου καὶ μείζονος ἢ κατ’ ἀνθρώπους καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. | |
20 | 4 τοιγάρτοι τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκός, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρχονται λόγων καὶ ζητήσεως θεσπεσίας ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες οὔτε πείθονται ὑπὸ σφῶν οὔτε ἄλλως μετα‐ μανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα ἄττα καὶ τύχοιεν ὄντα. 5 ἔχονται | |
25 | δὲ διὰ παντὸς τῶν αὐτῶν οἱ αὐτοὶ καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ’ ἀλλήλων καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύεται αὐτοῖς ὁ ἀγών, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ’ ὁπωστιοῦν | |
ἢ ὀνηθέντες, ἔχθιστοι δὲ ἀντὶ φίλων γεγενημένοι. 6 ἐν τούτοις δὲ τὰ | 78 | |
79 | πρῶτα λαχὼν ὁ Οὐράνιος, ὥσπερ ὁ παρ’ Ὁμήρῳ Θερσίτης, ἐκολῴα καὶ μακρηγορῶν οὐκ ἀνίει. καίτοι οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο, ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτῃ θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρί‐ | |
5 | νασθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ξυνεχώρει ἐν κόσμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττε τὸ σαφὲς καὶ τὴν εὕρεσιν ἀνεσόβει. 7 ἠβούλετο μὲν γὰρ τὴν ἐφεκτικὴν καλουμένην ζηλοῦν ἐμπειρίαν κατά τε Πύρρωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· | |
10 | πλὴν ἀλλ’ οὐδὲ ταῦτα ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ ἐλάχιστόν τι θηρᾶσαι καὶ τοὺς οὐδαμῶς παιδείας μετειλη‐ χότας ἐξαπατᾶν δύνασθαι καὶ παράγειν. 8 ὢν δὲ ἄρα ἐν λόγοις ἀμα‐ θής, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχε τὸν βίον. ἐς γὰρ τὰ δώματα τῶν εὐδαιμόνων ἰὼν καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα τῶν ἐδωδί‐ | |
15 | μων θαμά τε ὁμιλῶν τῇ Θηρικλείῳ καὶ λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις, γέλωτα ὠφλίσκανε πλεῖστον, ὡς καὶ παίεσθαι τυχὸν ἐπὶ κόρρης καὶ τοῖς ἐκπώμασιν ὥσπερ τινὶ ἑωλοκρασίᾳ τὸ πρόσωπον καταρραίνεσθαι καὶ εἶναι κοινὸν ἄθυρμα τῶν δαιτυμόνων, οὐ μεῖον ἢ οἱ γελωτοποιοὶ καὶ μιμολόγοι. 9 ἀλλὰ γὰρ τοιόσδε ὢν ὁ | |
20 | Οὐράνιος ἧκέν ποτε παρὰ τοὺς Πέρσας ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευ‐ τοῦ ἀπηγμένος. ἅτε δὲ ἀπατεὼν καὶ κόθορνος καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν εὐκοσμίαν, αὐτίκα ὅ γε στολὴν μὲν ἠμπίσχετο σεμνο‐ τάτην, ὁποίαν παρ’ ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμ‐ φιέννυνται, οὕτω δὲ σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώπῳ ἐσεφοίτα | |
25 | ὡς τὸν Χοσρόην. 10 ὁ δὲ τῷ παραδόξῳ θεάματι καταπεπληγμένος καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα καὶ φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας (οὕτω γὰρ αὐτοῦ καὶ ὠνομάζετο), ἄσμενός τε εἶδε καὶ φιλοφρόνως ἐδεξιοῦτο. 11 καὶ εἶτα ξυγκαλεσάμενος τοὺς μάγους ἐς λόγους αὐτῷ καθίστατο γενέσεώς τε καὶ φύσεως πέρι καὶ εἰ τόδε τὸ πᾶν | |
30 | ἀτελεύτητον ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον. 30. Τότε δὴ οὖν ὁ Οὐράνιος καίριον μὲν οὐδὲν ὁτιοῦν ἔλεγεν οὐδέ | |
γε τὴν ἀρχὴν διενοεῖτο· μόνῳ δὲ τῷ θρασύς τε εἶναι καὶ στωμυλώτατος, | 79 | |
80 | καθά που φησὶν ὁ ἐν Γοργίᾳ Σωκράτης, „οὐκ εἰδὼς ἐν οὐκ εἰδόσιν“ ἐνίκα. 2 οὕτω τε εἷλε τὸν βασιλέα ὁ βώμαξ ἐκεῖνος καὶ ἔμπληκτος, ὡς χρημάτων τέ οἱ δωρήσασθαι πλῆθος καὶ κοινῆς μεταδοῦναι τραπέζης καὶ ἀπάρ‐ ξασθαι φιλοτησίας, οὔπω τοῦτο ἐπ’ ἄλλῳ τῳ γεγενημένον, ἐπόμνυσθαί | |
5 | τε πολλάκις ἦ μὴν οὐπώποτε τοιόνδε ἄνδρα ἑωρακέναι. 3 καίτοι πρότερον ἀρίστους ὡς ἀληθῶς ἐτεθέατο φιλοσόφους, ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ Εὐλάμιός τε ὁ Φρὺξ καὶ Πρισκιανὸς ὁ Λυδὸς Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης καὶ Ἰσίδωρος ὁ Γαζαῖος, οὗτοι δὴ οὖν ἅπαντες τὸ ἄκρον | |
10 | ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ’ ἡμᾶς χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαίοις κρατοῦσα ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν ᾤοντό τε τὴν Περσικὴν πολιτείαν πολλῷ εἶναι ἀμείνονα, τούτοις δὴ τοῖς ὑπὸ τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ’ ἐκείνοις δικαιότατον μὲν τὸ ἄρχον καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος | |
15 | βούλεται λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης, σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον, καὶ οὔτε φῶρες χρημάτων οὔτε ἅρπαγες ἀναφύονται, ἀτὰρ οὐδὲ τὴν ἄλλην μετιόντες ἀδικίαν, ἀλλ’ εἰ καί τι τῶν τιμίων κτημάτων ἐν ὅτῳ δὴ οὖν χώρῳ ἐρημοτάτῳ καταλειφθείη, ἀφαιρεῖται ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, | |
20 | μένει δὲ οὕτω, εἰ καὶ ἀφύλακτον ᾖ, σωζόμενον τῷ λελοιπότι, ἔστ’ ἂν ἐπανήκοι· 4 τούτοις δὴ οὖν ὡς ἀληθέσιν ἀρθέντες καὶ πρός γε ἀπειρη‐ μένον αὐτοῖς ἐκ τῶν νόμων ἀδεῶς ἐνταῦθα ἐμπολιτεύεσθαι, ὡς τῷ καθε‐ στῶτι οὐχ ἑπομένοις, οἱ δὲ αὐτίκα ἀπιόντες ᾤχοντο ἐς ἀλλοδαπὰ καὶ ἄμικτα ἤθη, ὡς ἐκεῖσε τὸ λοιπὸν βιωσόμενοι. 5 πρῶτα μὲν οὖν τοὺς | |
25 | ἐν τέλει ἀλαζόνας μάλα εὑρόντες καὶ πέρα τοῦ δέοντος ἐξωγκωμένους ἐβδελύττοντό γε αὐτοὺς καὶ ἐκάκιζον· ἔπειτα δὲ ἑώρων, ὡς τοιχωρύχοι τε πολλοὶ καὶ λωποδύται οἱ μὲν ἡλίσκοντο, οἱ δὲ καὶ διελάνθανον, ἅπαν τε εἶδος ἀδικίας ἡμαρτάνετο. 6 καὶ γὰρ οἱ δυνατοὶ τοὺς ἐλάττονας λυ‐ μαίνονται ὠμότητί τε πολλῇ χρῶνται κατ’ ἀλλήλων καὶ ἀπανθρωπίᾳ. | |
30 | καὶ τὸ δὴ πάντων παραλογώτερον· ἐξὸν γὰρ ἑκάστῳ μυρίας ὅσας | 80 |
81 | ἄγεσθαι γαμετὰς καὶ τοίνυν ἀγομένοις, ἀλλὰ μοιχεῖαί γε ὅμως τολμῶνται. 7 τούτων δὴ οὖν ἁπάντων ἕκατι οἱ φιλόσοφοι ἐδυσφόρουν καὶ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς μεταστάσεως. 31. Ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ διαλεχθέντες ἐψεύσθησαν τῆς ἐλπίδος, | |
5 | ἄνδρα εὑρόντες φιλοσοφεῖν μὲν φρυαττόμενον, οὐδὲν δὲ ὅ τι καὶ ἐπαΐοντα τῶν αἰπυτέρων, ὅτι τε αὐτοῖς οὐδὲ τῆς δόξης ἐκοινώνει, ἕτερα δὲ ἄττα ἐνόμιζεν, ὁποῖα ἤδη μοι εἴρηται, τήν τε τῶν μίξεων κακοδαιμονίαν οὐκ ἐνεγκόντες, ὡς τάχιστα ἐπανῄεσαν. 2 καίτοι ἔστεργέ τε αὐτοὺς ἐκεῖνος καὶ μένειν ἠξίου, οἱ δὲ ἄμεινον εἶναι σφίσιν ἡγοῦντο ἐπιβάντες μόνον | |
10 | τῶν Ῥωμαϊκῶν ὁρίων αὐτίκα, οὕτω παρασχόν, καὶ τεθνάναι ἢ μένοντες παρὰ Πέρσαις τῶν μεγίστων γερῶν μεταλαγχάνειν. οὕτω τε ἅπαντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ. 3 ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας, οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. | |
15 | 4 ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο τοῦ χρόνου Ῥωμαῖοί τε καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ ξυνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγεγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τὸ λοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. οὐ γὰρ | |
20 | ἀνῆκεν ὁ Χοσρόης μὴ οὐχὶ καὶ ἐπὶ τῷδε συστῆναι καὶ κρατεῖν τὴν ἐκεχειρίαν. 5 λέγεται δὲ αὐτοῖς κατὰ τὴν ἀποπορείαν θαυμάσιόν τι ἡλίκον καὶ μνήμης ἄξιον ξυνενεχθῆναι. 6 καταλύσαντες γὰρ ἐν ἀγρῷ τινι Περσικῷ ἐθεάσαντο σῶμα νεκρὸν ἀνθρώπου νεοθανοῦς οὕτω πως ἄταφον ἐρριμμένον. οἱ δὲ τὴν παρανομίαν τοῦ βαρβαρικοῦ νόμου κατ‐ | |
25 | ελεήσαντες καὶ οὐχ ὅσιον εἶναι ἡγούμενοι περιϊδεῖν τὸ μέρος ἀδικουμένην τὴν φύσιν, περιέστειλάν τε τὸ σῶμα ὡς οἷόν τε ἦν διὰ τῶν θεραπόντων καὶ τῇ γῇ καταχώσαντες ἔθαψαν. 7 ὡς δὲ ἐκάθευδον ἅπαντες ἐκείνης τῆς νυκτός, ἔδοξέ τις αὐτῶν, οὐκ οἶδα δὲ ὅστις (οὐ γὰρ ἔχω τοὔνομα φράσαι), ἔδοξε γοῦν ὅμως ὁρᾶν κατ’ ὄναρ ἄνδρα πρεσβύτην, γνώριμον | |
30 | μὲν οὐδαμῶς, οὐδ’ ὅσον εἰκάσαι, ἄλλως δὲ σεμνὸν καὶ αἰδοῖον καὶ φιλοσο‐ | |
φίαν ἀσκοῦντι ἐμφερῆ τῷ τε σχήματι τῆς στολῆς καὶ τοῦ πώγωνος τῷ | 81 | |
82 | λίαν ἐκκρεμεῖ καὶ ἀφειμένῳ, ἐμβοᾶν τε αὐτῷ καθάπερ παραινοῦντα καὶ ἐγκελευόμενον τόδε τὸ ἔπος· Μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι. Γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ’ ἄνδρα. | |
5 | 8 ἀφυπνισθεὶς δὲ ἀθρόον ὑπὸ τοῦ δέους ἀπήγγελλε τοῖς ἄλλοις τὸν ὄνειρον. οἱ δὲ τὸ μὲν παραυτίκα διηπόρουν ἐς ὅ τι ἄρα καὶ ἀποβαίη, ἐπεὶ δὲ ἐς τὸ περίορθρον ἀναστάντες ἐβάδιζον ἀνὰ τὰ πρόσω, παρέρ‐ ποντες ἐκεῖνο τὸ χωρίον, οὕτω τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης, οὗ δὴ αὐτοῖς τὰ ἐπὶ τῇ ταφῇ ἐσχεδίαστο, εὑρίσκουσι τὸν νεκρὸν γυμνὸν | |
10 | αὖθις ὕπερθε κείμενον, ὡς δὴ τῆς γῆς αὐτὸν τρόπῳ τινὶ αὐτομάτῳ ἐς τοὐμφανὲς ἀναβαλούσης καὶ διαφυλάττειν ἀβρῶτα μὴ ἀνασχομένης. 9 καταπλαγέντες δὲ τῷ παραλόγῳ τῆς θέας εἴχοντο τῆς πορείας, μηδὲν ὁτιοῦν τὸ λοιπὸν ἐπ’ αὐτῷ δράσαντες τῶν σφίσι νενομισμένων. ἀνελογί‐ ζοντο γὰρ τὸν ὄνειρον καὶ ὡμολόγουν ἐντεῦθεν, ὅτι δὴ οἱ Πέρσαι ποινὴν | |
15 | ἔχουσι καὶ τιμωρίαν τῆς ἐπὶ ταῖς μητράσιν ἀκολασίας τὸ ἄταφοι μένειν καὶ ὑπὸ τῶν κυνῶν ἐνδίκως διασπαράττεσθαι. 32. Τούτων δὲ τῶν ἀνδρῶν ἐς πεῖραν ἐλθὼν ὁ Χοσρόης ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ τούτου, ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ. πεφύκαμεν γὰρ ἅπαντες τὰ | |
20 | μὲν καθ’ αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον. 2 τοιγάρτοι καὶ ἐνταῦθά οἱ ἐπανελ‐ θόντι γράμματά τε κεχαρισμένα ἔστελλε καὶ διδασκάλῳ ἐχρῆτο. ὁ δὲ οὐκέτι ἐφαίνετο ἀνεκτός, βρενθυόμενος τῇ τοῦ βασιλέως φιλίᾳ, ὡς καὶ ἀποκναίειν ἅπαντας ἔν τε τοῖς ξυμποσίοις καὶ ἀνὰ τοὺς συλλόγους, μηδέν | |
25 | τι ἕτερον ᾄδειν ἐθέλων ἢ ὅπως αὐτὸν ἐγέραιρεν ὁ Χοσρόης καὶ ὁποῖα ἄττα διελεγέσθην. 3 καὶ πολλῷ σκαιότερος ἐπανῆκεν ἡμῖν ὁ γενναῖος ἢ πάλαι ὑπῆρχεν, ὥσπερ τοῦδε ἕνεκα μόνου τοσαύτην ὁδὸν ἀναμετρήσας. ὅμως, καίτοι φαυλότατός γε ὢν καὶ καταγέλαστος, ἀλλὰ τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι’ ἐπαίνου ποιεῖσθαι αὐτὸς δή που κατὰ τὸ | |
30 | μᾶλλον ἔπεισε τοὺς πολλούς, ὡς εἴη σφόδρα πεπαιδευμένος. 4 οἱ γὰρ ἀταλαιπώρως ἅπαντα προσιέμενοι καὶ ἀμφὶ ταῦτα δὴ τὰ ξένα καὶ παραλογώτερα τῶν ἀκουσμάτων διακεχηνότες ῥᾳδίως ὑπήγοντο ἐπικομ‐ πάζοντί τε αὐτῷ καὶ σεμνολογουμένῳ, μήτε ὅστις ὁ ἐπαινῶν μήτε | |
ὅντινα ἐπαινοίη καὶ ἐφ’ ὅτῳ, διασκοποῦντες. 5 ἐς μὲν γὰρ στρατευ‐ | 82 | |
83 | μάτων παρασκευὴν καὶ ὅπλων εὐκοσμίαν καὶ τὸ διὰ παντὸς ἐν τοῖς πολέμοις διαπονεῖσθαι δικαίως ἄν τις θαυμάσειε τὸν Χοσρόην, ὡς οὔτε ὄκνῳ εἴξαντα πώποτε οὔτε τῇ τοῦ γήρως ἀσθενείᾳ· λόγων δὲ πέρι καὶ φιλοσοφίας τοιοῦτον αὐτὸν ἡγητέον, ὁποῖον εἶναι εἰκὸς ἄνδρα ξυνόμιλόν | |
5 | τε καὶ ἀκροατὴν Οὐρανίου ἐκείνου ἀποδεδειγμένον. | 83 |
84(t1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
t2 | ΙΣΤΟΡΙΩΝ Γ | |
1 | 1. Τὰ μὲν οὖν παρὰ Πέρσαις νόμιμα καὶ ἡ ποικίλη τῆς σφῶν πολιτείας μεταβολὴ καὶ ὁπόσα χρῆναι ᾠήθην περὶ Χοσρόου καὶ τοῦ κατ’ αὐτὸν γένους εἰρῆσθαι, ταῦτα δὴ οὖν ἅπαντα, εἰ καὶ μακροτέρῳ ἐξείργασται λόγῳ καὶ οὐ λίαν ἔχεται τῶν προτέρων, ἀλλ’ οὐ περιττά γε ἴσως δόξειεν | |
5 | ἂν οὐδὲ ἄχρηστα, μᾶλλον μὲν οὖν καὶ τὸ θέλγον, ὡς ἐμὲ ἡγεῖσθαι, ξὺν τῷ ὠφελίμῳ ἀπειληφότα. 2 ἐθέλω γάρ, εἰ ἐπ’ ἐμοὶ εἴη, καὶ περὶ πλείστου ποιοῦμαι ταῖς Μούσαις, φασί, τὰς Χάριτας καταμιγνύναι. 3 καίτοι ἑτέρωθί με καθέλκουσιν αἱ φροντίδες, καὶ ἕπομαί γε οὔτι ἑκὼν εἶναι τῇ περιαγούσῃ ἀνάγκῃ. ἡ γάρ μοι ξυγγραφή, τοῦτο δὴ τὸ μέγιστόν τε | |
10 | καὶ σεμνότατον ἔργον καὶ πάσης ἀσχολίας ὑπέρτερον, εἴποι ἂν ἡ λύρα ἡ Βοιωτία, ὁδοῦ τε καὶ βίου πάρεργον γίγνεται, καὶ οὐκ ἔνεστί μοι ὡς ἥδιστα ἐμβιῶσαι τοῖς ποθουμένοις. 4 δέον γὰρ τοὺς πάλαι σοφοὺς σχολαίτερον ἀναλέγεσθαι μιμήσεως ἕκατι ἅπαντά τε τὰ ἑκασταχοῦ ξυμφερόμενα γνωματεύειν ἐς τὸ ἀκριβὲς καὶ ἀναπυνθάνεσθαι ἀνειμένον | |
15 | τε ἀμφὶ ταῦτα ἔχειν τὸν νοῦν καὶ ἐλεύθερον, ἀλλ’ ἔγωγε ἥμενος ἐν τῇ βασιλείῳ στοᾷ βιβλίδια πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἐξ ἑωθινοῦ μέχρι καὶ ἐς ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ἄχθομαι τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι ἄνευ πόνου καὶ | |
20 | δυηπαθείας. 5 πλὴν ἀλλ’ οὐδ’ ὣς ἀνήσω τοὐμὸν οὐδὲ ἀποπαύσο‐ μαι, ἔστ’ ἂν ὁ ἔρως με ἄγῃ, εἰ καί μοί τις νεμεσήσειεν ὡς ὑπερτέρων ἐφιεμένῳ καί, τὸ λεγόμενον, ἐν πίθῳ φιλεργοῦντι τὴν κεραμείαν. 6 εἰ γάρ τῳ καὶ δόξειεν εἶναι τἀμὰ νόθα γε ὡς ἀληθῶς καὶ ἀνεμιαῖα καὶ οἷα ψυχῆς ἐς πλεῖστα μεριζομένης κυήματα, ἀλλ’ ἐμαυτὸν γοῦν ἴσως ἀρέσ‐ | |
25 | κοιμι ἄν, καθάπερ τῶν ᾀδόντων οἱ ἀμουσότεροι. 7 ὡς ἂν δὲ μὴ περαι‐ | |
τέρω ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι | 84 | |
85 | δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων καὶ τοῦ προτέρου λόγου μεταληπτέα. 2. Τότε γὰρ ὁ Χοσρόης, ἠγγελμένον αὐτῷ ὡς τεθνηκὼς εἴη ὁ Μερ‐ μερόης, περιήλγησε μέν, ὥσπερ εἰκός, τῇ ξυμφορᾷ καὶ ἠνιάθη, ὡς ἂν | |
5 | δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅ γε στρατηγὸν τὸν Ναχοραγὰν ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ ὀνομαστοτάτων. 2 καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη ἐχώρει· ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἄττα καὶ ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. 3 ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι, ὥσπερ | |
10 | μοι πρότερον ἐρρήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες καὶ τὰ πράγ‐ ματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις, Γουβάζης ὁ τῶν Λαζῶν βασιλεύς, οὐκ ἀνεκτὸν ἡγούμενος τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον, μή τι καὶ πέρα τούτων ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐξήγγειλεν ἕκαστα, καταιτιώμενος τοὺς στρατηγοὺς καὶ ἅπαν τὸ ξυνενεχθὲν ἐς τὴν ἐκείνων | |
15 | ἀνάγων ἀβελτερίαν, καὶ πλέον ἐπεκάλει τῷ Βέσσᾳ καὶ μετ’ ἐκεῖνον Μαρτίνῳ καὶ Ῥουστίκῳ. 4 οὗτος δὲ ὁ Ῥούστικος ἦν μὲν Ἑλληνογαλά‐ της τὸ γένος, παρῆν δὲ αὐτόσε οὐχ ὥστε στρατηγὸς ἢ ταξίαρχος ἢ ἄλλο τι εἶναι τῶν παρατάξεων μέρος, ταμίας δὲ μόνον τῶν βασιλέως χρημάτων, οὐ μὴν τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων (ἄλλῳ γάρ τῳ | |
20 | ταῦτα ἐπετέτραπτο), ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλείων θησαυρῶν ἐ‐ πεπόμφει, ἐφ’ ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα κομίζεσθαι γέρα. 5 ἐντεῦθέν τε οὐκ ἄσημος ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ λίαν τῶν δυνατωτάτων, ὡς καὶ κοινωνὸς εἶναι τῶν ἀπορρήτων βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα | |
25 | ἂν ἐκεῖνον ἀρέσκῃ. 6 Ἰουστινιανὸς δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Μερ‐ μερόην, δέον αὐτὸν τὰς ἐξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι, συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβατα τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώ‐ | |
30 | νης, ἀργυρολογῶν δὲ περιενόστει τὰς πόλεις τὰς ὑπ’ αὐτῷ τεταγμένας· 7 ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς καὶ πρός | |
γε ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα, | 85 | |
86 | ἕως ἂν ἕτερόν τι ἐπ’ αὐτῷ διανοηθείη. 8 τῷ δὲ Μαρτίνῳ πολλὰ νεμεσήσας, ὅμως αὐτῷ τὰ πρωτεῖα τῆς ἡγεμονίας παρέσχετο· καὶ ἦν ἐν τοῖς στρατηγοῖς πρώτιστος μὲν αὐτός, Ἰουστῖνος δὲ δεύτερος καὶ Βούζης αὖ μετ’ ἐκεῖνον καὶ ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. 9 ἀεὶ μὲν οὖν καὶ | |
5 | πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζην διέκειτο, ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ καὶ ἀλογίστῳ τῆς ὑποψίας. 10 ἅπαν γὰρ ὁτιοῦν ὑπ’ αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἐξετάζοντες | |
10 | καὶ πάντως ἀχθόμενοι ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπερρώννυον. 11 ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος καὶ τὸ λοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ ἀλαζόνας καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης | |
15 | ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο, οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες καὶ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι καὶ γιγνώσκοντες, ὡς οὐκ ἀνήσει διελέγχων, εἴ που καὶ αὖθις σφαλεῖεν, ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τίσαιντό τε αὐτὸν τοῦ φθάσαντος πέρι καὶ τὸ λοιπὸν οὐδὲν ὅ τι δειμαίνοιεν. | |
20 | 3. Πολλὰ δὴ οὖν κατὰ σφᾶς κοινολογησάμενοι καὶ πέρας ἐπὶ τῇδε στάντες τῇ γνώμῃ, ἐπειδὴ αὐτὸν οὐ πρότερον διαχειρίσασθαι ᾤοντο χρῆναι, πρὶν ἂν καὶ τοῦ βασιλέως ἀποπειραθεῖεν, στέλλουσιν ἐς τὸ Βυζάντιον Ἰωάννην τὸν Ῥουστίκου ἀδελφόν, ἀγγελοῦντα δῆθεν ὡς μηδίζων ὁ Γουβάζης πεφώραται. 2 καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης | |
25 | λαθραιότατα τῷ βασιλεῖ ἀφιγμένος διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάν‐ τα ἤδη καὶ τοὺς Πέρσας ἐπαγόμενον καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ’ ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὅτῳ δὴ οὖν τρόπῳ διακωλυθείη. 3 ὁ δὲ βασιλεὺς καταπλαγεὶς μὲν τῷ παραλόγῳ, οὔπω δὲ τελεώτατα πεπιστευκώς, ἀλλ’ ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, „ἄγε“ ἔφη „ὅπως | |
30 | τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι“. 4 δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφ‐ θείη, „εἶεν“ ἔφη „ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἴ γε ἑκὼν εἶναι παραγενέσθαι ἥκιστα ἕλοιτο;“ „ἀναγκαστέον αὐτὸν“ ἦ δὲ ὁ βασιλεὺς | |
„κατήκοον ὄντα καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.“ 5 εὐθὺς δὴ οὖν | 86 | |
87 | ὑπολαβὼν ὁ Ἰωάννης· „ἀναγκαζόμενος δὲ εἴ γε ἀντισταίη, τί ἂν γένοιτο ἐπὶ τούτοις;“ „τί δὲ ἄλλο γε“ ἔφη ὁ βασιλεὺς „ἢ πείσεται τὰ τῶν τυράννων καὶ κάκιστα ἀπολεῖται;“ 6 „οὐδὲν οὖν ἔσται δέος, ὦ δέσ‐ ποτα“ ἦ δὲ ὁ Ἰωάννης „τῷ τοῦτον ἀποκτενοῦντι;“ „οὐ μὲν οὖν“ ἔφη | |
5 | „εἴ γε ἀντιταττόμενος καὶ ἀνηκουστῶν ὡς πολέμιος διαφθαρείη“. 7 τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου καὶ παραπλήσια τούτων ἐν ἐπιστολῇ τοῖς στρατηγοῖς σημήναντος, οὐδὲν ἔτι ὁ Ἰωάννης περαιτέρω ἀνεπυνθάνετο, ἀλλ’ ἐπειλῆφθαι ἤδη καὶ ἔχεσθαι τοῦ ζητουμένου ἀπο‐ χρώντως ἡγούμενος ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ γράμμα τοῦτο ἐπιφε‐ | |
10 | ρόμενος· ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι καὶ μάλα εὐπρε‐ πῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. 8 συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καὶ τὸ μελετηθὲν ἀποκρύπτοντες χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι ξὺν αὐτῷ τε βουλεύεσθαι, ὅπως τοῖς ἐς Ὀνόγουριν Πέρσαις κοινῇ ἐπελευσό‐ | |
15 | μεθα. οἱ δὲ τούτοις πεπεισμένοι ξυνεπορεύοντο· εἵπετο δὲ αὐτοῖς βραχεῖά τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα. 9 γνοὺς δὲ ὁ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ’ αὐτὸν ἥξουσι, καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτο‐ πήσας παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει ἀφύλακτός τε καὶ θαρραλέος καὶ λίαν ὀλίγους τῶν | |
20 | ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσ‐ κευασμένους. 10 πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλεξητῆρας; 4. Οὕτω δὲ ἐπὶ τῶν ἵππων ἥμενοι ἅπαντες διελέγοντο ἀλλήλοις, | |
25 | ὅπως τὰ παρόντα θετέον. καὶ τοίνυν ὁ Ῥούστικος „ἄγε“ ἔφη „ὦ Γου‐ βάζη, ὅπως ἡμῖν συνάροιο καὶ ξυνεπιλήψῃ τοῦ πόνου κατὰ Περσῶν ἰοῦσι, τούτων δὴ τῶν ἐς Ὀνόγουριν ἱδρυμένων. αἰσχρὸν γὰρ εἰ καθε‐ δοῦνται ἀδεῶς ἐπὶ πλεῖστον ἐν μέσῃ τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι“. 2 „ἀλλ’ ὑμᾶς γε μόνουσ“ ἦ | |
30 | δὲ ὁ Γουβάζης „ἀνάγκη, ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους τῶν ξυνενεχθέντων αἰτιωτάτους. 3 εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ | |
ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ’ ἂν τὸ φρούριον ὑμῖν τοῦτο | 87 | |
88 | ἐπετειχίζετο οὔτε οὕτως ἀκλεᾶ φυγὴν καὶ ἀσχήμονα ὑποστάντες ἐδρα‐ πετεύετε οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. 4 νῦν δὴ οὖν, ὦ λῷστοι, εἴ γε δόξης ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάνυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι | |
5 | οὐδὲ ξυνδιακινδυνεύσαιμι, πρὶν ἂν ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτημένα“. 5 τούτων δὲ εἰρημένων, αὐτίκα, ὥσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. 6 ὁ | |
10 | δὲ (ἐτύγχανε γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππου) ἀθρόον κατέπεσεν, οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρός, ὅσον τῷ ἀπροσδοκήτῳ καταβεβλημένος. ἰλυσπώμενον δὲ αὐτὸν ἔτι καὶ ἐξαναστησείοντα παραστὰς ὁ τοῦ Ῥουστίκου δορυφόρος, προστεταγ‐ μένον αὐτῷ, καὶ ξίφει πατάξας τὴν κεφαλὴν τελεώτατα κατακτείνει. | |
15 | οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε ἀνῃρῆσθαί φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. 7 Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὅμως ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι. 8 ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας καὶ δυσθυμίᾳ | |
20 | κατείχοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τὸ λοιπὸν τοῖς Ῥωμαίοις μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες. 5. Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων | |
25 | κρατοῦσι τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ λίαν ἀλόγως. 2 ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ὅσα ὑφ’ ἑτέρων βασιλείαν τετάχαται, οὐκ οἶδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦλον καὶ εὔδαιμον πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων τόπων τε εὐκαιρίᾳ καὶ ἀφθονίᾳ τῶν ἐπιτηδείων καὶ τῇ τῶν | |
30 | ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. 3 καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν ἐτύγχανον ὄντες, οἷς γε οὐδὲ ὄνομα ἠκούετο νεώς, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην | |
ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλλονταί γε, οὕτω παρασχόν, καὶ τὰ | 88 | |
89 | τῆς ἐμπορίας κομίζονται κέρδη. 4 εἰσί τε οὐ βάρβαροι τὸ λοιπὸν οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ’ ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταύρους περιέλοι καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις καὶ ὁπόσα ἄλλα τερατώδη | |
5 | καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμείνονα. 5 τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοὶ εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀφῃρημένοι. 6 αὐτίκα δὲ οἱ Ῥωμαῖοι Μαρτίνου ἐξοτρύ‐ νοντος ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήν‐ | |
10 | δε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχε τὸ χωρίον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ που ξυμβαλόν‐ των τοῖς Κόλχοις καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην τῶν ἐπιχωρίων ἐπενεγκόντων. 7 νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ’ ἐπειδὴ Στεφάνου τοῦ | |
15 | θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὃν δὴ πρῶτον πάλαι φασὶν ὑπὲρ τῶν Χριστιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ τῶν ἐναντίων καταλευσθῆναι, τῷ ἐκείνου ὀνόματι καλεῖσθαι τὸν τόπον νενόμισται. ἡμᾶς δὲ οὐδέν, οἶμαι, τὸ κωλύον ἐς γνώρισμα τῇ ἀρχαιοτάτῃ χρῆσθαι προσηγορίᾳ, ἐπεὶ καὶ ξυγγραφῇ μᾶλλον προσήκει. 8 ὁ δὴ | |
20 | οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ τελευταίᾳ πράξει ἐν καιρῷ γιγνομένῃ τὸ ἐπίκλημα διαλῦσαι. 9 ἅπαντες τοιγαροῦν οἵ | |
25 | τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπε‐ δευσάμενοι τούς τε καλουμένους σπαλίωνας ἐπεσκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια καὶ ἄλλα ἄττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομαχήσοντες. 10 ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἐξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς | |
30 | τῷ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν περικαλύπτουσι τὸ μηχάνημα τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν | |
τὰ βέλη. 11 ἄνδρες δὲ ἔνδον ἐν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι αἴρουσί γε | 89 | |
90 | αὐτὸ ἀφανῶς καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες κατασείουσι τὴν | |
5 | οἰκοδομίαν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι τὰ ἐς τὴν πολιορκίαν παρεσ‐ κευάζοντο. 6. Ἐν τούτῳ δὲ ἁλίσκεταί τις Πέρσης ἀνὴρ ὑπὸ τῶν Ἰουστίνου δορυφόρων ἀνὰ τὸ φρούριον πορευόμενος. ἐπεὶ δὲ ἐς τὸ στρατόπεδον ἐκεκόμιστο, ἠναγκάζετο μαστιγούμενος ξὺν ἀληθείᾳ ἐρεῖν τὰ τῶν οἰκείων | |
10 | βουλεύματα. 2 καὶ δῆτα ἀπήγγελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται, αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπι‐ θαρσυνοῦντα, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. 3 „οἱ δὲ ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν“ ἔφη „προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις, ἐγνωσ‐ | |
15 | μένον αὐτοῖς ὡς ἐπ’ ἐκείνους ἰέναι διανοεῖσθε.“ 4 τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκε χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γάρ, ὡς τὸ εἰκός, διὰ τὴν ὀλιγότητα νικωμέ‐ νων ἑπόμενον εἶναι τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους | |
20 | γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ’ οὐδενὶ πόνῳ διαφθαρῆναι. 5 ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθέγγετο παροιμιῶδές τι, βαρβαρι‐ κὸν μὲν καὶ ἀφελές, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον· ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι. | |
25 | 6 ὁ δὲ Ῥούστικος (θρασύτερος γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτατος, ὥσπερ, οἶμαι, τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Μαρτῖνον ὁμοφροσύνῃ) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. 7 κράτιστον δὲ ἔλεγεν εἶναι περιττῷ μὲν πόνῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας δὲ τῷ φρουρίῳ | |
30 | πελάσαντας ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δέ, εἴ γε ἄρα, στέλλειν ἐπ’ ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. 8 καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα καὶ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων στρατηγίᾳ τε | |
ἀρίστῃ πρέποντα καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ | 90 | |
91 | δέ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἡ κακίων τε καὶ ἀξύμφορος νενίκηκε γνώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. 9 στέλλονται μὲν γὰρ ἐπ’ ἐκείνους τοὺς ἐκ Μουχειρίσιδος ἐρχομένους ἄνδρες ἱππόται οὐ πλείους ἢ ἑξακό‐ | |
5 | σιοι. ἡγοῦντο δὲ αὐτῶν Δαβραγέζας τε καὶ Οὐσίγαρδος, ἄμφω μὲν βαρ‐ βάρω τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. 10 οἱ δὲ ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίνουν καὶ τῶν πυλῶν ἀπεπειρῶντο καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον πάντοθεν ἐσηκόντιζον. | |
10 | 11 οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἷόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο, βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔκτοθεν φυλαττόμενοι. ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ μετεώρου κρεμάσαντες ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέλουν, ἐν τοῖσδε πρότε‐ ρον περιειργομένας. 12 σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ’ ἀλλήλων | |
15 | διεμάχοντο· καὶ εἴκασεν ἄν τις παρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέρωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις, τῶν μὲν ὑπὲρ τῆς σφῶν σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μετρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα καὶ | |
20 | ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου. 7. Οἱ δὲ ἄλλοι Πέρσαι ἐς τρισχιλίους ἱππότας μαχίμους ξυντεταγ‐ μένοι ἄραντες ἔκ τε Κοταϊσίου καὶ Μουχειρίσιδος ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. 2 πορευομένοις δὲ αὐτοῖς ἐκμελέστερον καὶ οὐδὲν ὅ τι πολέμιον διανοουμένοις ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν Δαβραγέζαν | |
25 | καὶ Οὐσίγαρδον καὶ τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες εὐθὺς ἐς φυγὴν ἔτρεψαν. 3 τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥω‐ μαίοις αὐτίκα οἵ γε θαρραλεώτερον ἐπιφερόμενοι τά τε παραπετάσματα ἐκεῖνα καθεῖλκον καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τὸ λοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν | |
30 | ἔξωθεν δυσμενῶν πεφευγότων καὶ οὐδενὸς ἔτι ἐνοχλήσοντος. 4 ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθε στρατός, ᾗπερ τὴν ἀρχὴν ᾠήθησαν, ὀλίγοι δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ’ αὐτοὺς ἀλαλάζοντες. 5 οἱ δὲ τὴν μεταβολὴν οὐκ | |
35 | ἐνεγκόντες ἐς παλίωξιν μετεχώρουν καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. | |
εἵποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καὶ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει | 91 | |
92 | ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν ἐπειγομένων, ἄμφω ἅμα, τούς τε φεύγοντας καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα μιγάδην ἱκέσθαι. 6 θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκός, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν | |
5 | πολιορκίαν καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, καὶ δὴ ξὺν τοῖς στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε διαγνῶναι ἀναμείναντες ὅ τι ποτέ ἐστι τὸ γεγενημένον, ἢ ὁπόσοι ὄντες αὐτοὶ εἶτα ὑφ’ ὅσων ἐλαύνονται, ἀλλ’ ᾔεσαν οὕτω δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος. 7 οἱ δὲ Πέρσαι κατὰ τὸ μᾶλλον | |
10 | θαρσήσαντες πλέον ἐδίωκον, ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα) ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις ὁμόσε τε τὸ λοιπὸν ἐπισπόμενοι λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. 8 καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι ἔξω βελῶν ἀπεκομίσ‐ θησαν, ὠκύτατα διαθέοντες· τοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο | |
15 | πιεζόμενοι τῇ γεφύρᾳ τοῦ Καθαροῦ λεγομένου ποταμοῦ, δι’ ἧς ἔδει πάντως πορεύεσθαι. 9 ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἷοί τε ὄντες ὠθίζοντο ἀλλήλους καὶ ἀντώθουν. καὶ οἱ μὲν αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες ὑπὸ τὰς τῶν πολεμίων ἐγίγνοντο χεῖρας· | |
20 | καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις ἀνακεκραμένα. 10 ἴσως δὲ ἂν ἅπαντες ἐν τῷ τότε πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας ἅμα τῇ οἰκείᾳ δυνάμει καὶ ἀντιταξάμενος τοῖς βαρβάροις ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάντες ἐν τῷ | |
25 | ἀσφαλεῖ μόλις ἐγένοντο, ᾗπερ καὶ οἱ ἄλλοι ἅπαντες. 11 ἐν μὲν γὰρ τῷ προτέρῳ στρατοπέδῳ, ὃ δὴ ἀγχοῦ Ἀρχαιοπόλεως ἐπεποίηντο, οὐδεὶς ὅστις αὐτῶν ἐπανῆκε. παραδραμόντες δὲ τοῦτο ὑπὸ τοῦ δέους καὶ ἅπαντα ὁπόσα ἐπήγοντο ἐδώδιμά τε καὶ ἄλλως ἀναγκαῖα καὶ τίμια, ἐνταῦθα καταλελοιπότες καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, | |
30 | οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο. 8. Οὗτοι γὰρ ἀνδρῶν ἔρημα τὰ ἐκείνῃ πεδία εὑρόντες διέλυσάν τε τὸ χαράκωμα καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι, οὕτω δὴ γεγηθότες ἐπανῆλ‐ | |
θον εἰς τὰ οἰκεῖα καὶ τῆς προτέρας χώρας αὖθις ἐκράτουν. 2 καίτοι | 92 | |
93 | πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ Ῥωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα καὶ ὄντες οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες; 3 πλὴν | |
5 | ἀλλ’ αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβο‐ μένου ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν ἐτέτακτο. 4 ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα ἀμφίβολά γε ἦν ἐς τὰ | |
10 | μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τίνες ἂν γένοιντο καὶ ὅποι τραπεῖεν. 5 καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες ἐν ἀπορρήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα ἔοι τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον ἐπὶ Πέρσας μεταχωρητέον ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. | |
15 | 6 αὐτίκα δὲ πολλοὶ ἀπερρίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἐπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ τι ποτὲ λέγοι, σαφῶς διαγιγνωσκομένου. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον ἐν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ᾖ. | |
20 | 7 ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μᾶλλόν τι ἁπάντων καὶ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισο‐ ρώμαιος καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος· τότε δὲ καὶ πλέον τῷ εὐπροσ‐ ώπῳ τῆς αἰτίας ἀποχρώμενος ἐξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον καὶ οὐδὲ βουλῆς ἔφασκε δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ | |
25 | εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. 8 τῶν δὲ ἄλλων μὴ χρῆναι λεγόντων οὕτω δή τι ἐξαπίνης τὸν ὅλον βίον μετεσκευάσθαι, πρὶν δὴ σχολαίτερον σφίσι βουλευομένοις τὸ λῷον ἀναφανείη, ὁ δὲ ἀναστὰς σὺν ὀργῇ καὶ προπηδήσας ἐς μέσους ἐδημηγόρει καθάπερ ἐν δημοκρατικῷ βουλευτηρίῳ. ἦν γὰρ καὶ λέγειν δεινὸς πλέον ἢ κατὰ βαρβάρους καὶ | |
30 | οἷος τοῖς νοήμασι ῥητορεύειν φύσεως δεξιότητι. καὶ τοίνυν ἔλεξε τοιάδε· 9. „Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν Ῥωμαῖοι, καλῶς ἂν | |
καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν | 93 | |
94 | τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντι‐ δρᾶσαι καιρὸν εἰς τὸ μέλλειν καὶ βουλεύεσθαι διαρρυῆναι; 2 οὐ γὰρ δὴ πάρεστι λέγειν, ὡς πολέμιοι μὲν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων | |
5 | τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. 3 ἀλλὰ Γουβάζης μὲν ὁ τηλίκος οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τὸ λοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμῖν, ἀλλ’ ἀγαπητόν, εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσ‐ | |
10 | θαι. 4 πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἷς ταῦτα κατείργασται καθεδούμεθα διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους εἶναι κρινοῦμεν; 5 καίτοι γιγνώσκειν χρεών, ὡς οὐδὲ μέχρι τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα, οἱ δὲ οὐκ ἀφέξονται καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσὶ γὰρ ἀμέλει | |
15 | θαρραλεώτατοι πρὸς τοὺς ὑπείκοντας καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. 6 ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον καὶ ταῖς μετα‐ βολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. 7 καὶ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν οὔτε | |
20 | ἀδικήματος ἄρξαντες οὔτε τινὸς ἔχθους συμβάντος, ἀλλ’ ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκοῦντες πεπράγασιν ὅμως τὰ πάντων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. 8 ἀλλ’ οὐ τὰ Περ‐ σῶν ἤθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἐξ ἀρχῆς | |
25 | κτήσαιντο, βεβαιότατα στέργειν πειρῶνται καὶ τὴν ὀργὴν πρὸς τὸ ἀντί‐ παλον διατηροῦσιν, ἔστ’ ἂν ἀντίπαλον ᾖ. 9 ἠβουλόμην μὲν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, ἀλλ’ εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. 10 ἐπεὶ δὲ εἴτε | |
30 | χρόνου περιφορᾷ εἴτε τύχης ἐναντιώμασιν εἴτε καὶ ἀμφοτέροις ἐκβιασ‐ θέντες ἐς τοῦτο ἥκομεν ἀσθενείας, ὡς ὑφ’ ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν τοῖς ἐμφρονεστέροις καὶ τὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. 11 οὕτω δὲ καὶ πε‐ | |
ριεσόμεθα τῶν ὡς ἀληθῶς πολεμίων, τῷ μήτε παντάπασι τὸ φθάσαν | 94 | |
95 | ἀτιμώρητον καταλειφθῆναι καὶ τοῦ μέλλοντος πέρι, ὅπως ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. 12 τὸ μὲν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς καὶ ὁμιλίας μεμηχανημένης τοὺς πιστεύοντας ἀδικοῦσι, περιττὸν ἔσται | |
5 | καὶ ἀνόνητον, καὶ οὐχ ἕξουσιν, ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ἄμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. 13 εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ Πέρσας παραταττό‐ μενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ, τὸ γοῦν ἐντεῦθεν οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. 14 οἵ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μή‐ | |
10 | δων ἐλαχίστῃ προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες μέχρι καὶ νῦν μονονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖς ἄλλοις ἐλαττωθέντες, μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες. 10. „Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν | |
15 | εἴποι τις ἂν καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγγενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσιν. 2 τὸ γὰρ νικᾶν οὐχ οὕτω τοῖς ὅπλοις, ὅσον τῷ | |
20 | εὐσεβεῖ βεβαιοῦται· καὶ οὐκ ἄν ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἷς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται καὶ τὸ σῴζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. 3 ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, | |
25 | διὰ τῶν πραγμάτων μᾶλλον ἢ τῶν λόγων δεδήλωται. 4 οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ Ῥωμαίων προπηλακιζόμενοι ἐμμένειν καὶ ὣς τοῖς καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μετα‐ βάλλεσθαι ῥᾳδίως ἐπί τισιν αἰτίαις, εἰ καὶ δεινόταται εἶεν, φορηταῖς δὲ | |
30 | ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. 5 τὸ δὲ καὶ μεγίστας βλάβας καὶ ἀνηκέστους πάσχοντας φέρειν διὰ παντὸς ἀταλαιπώρως καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρο‐ νούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθυμίαν τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. 6 τούτου | |
35 | δὲ τοῦ τῆς μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ’ ἑτέροις μεῖζόν τι γένοιτο | 95 |
96 | οὔτ’ ἂν γενόμενον περιοφθείη. οὔκουν οὐδὲ ἡμῖν περιοπτέον, αἰσχυνο‐ μένοις εἴ γε φανείημεν τοῦ βασιλέως ἐπιλελησμένοι καὶ τοὺς ἀπεκτονότας ὑποθωπεύοντες. 7 εἰ γὰρ οἷόν τε ἦν αὐτὸν ἐνθάδε παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ’ ὧν οἱ ἀλιτή‐ | |
5 | ριοι οὗτοι κατὰ τὴν ἐκείνου γῆν ἔτι ἐνδιαιτῶνται καὶ οὐ πολλῷ πρότερον ἐξελήλανται. 8 ἐπεὶ δὲ οὔτε παρέσται τὸ λοιπὸν οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν ὑπὸ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι | |
10 | τοὺς πολεμίους. εἶτα τίς ἂν ἡμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκο‐ πουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; 9 εὐλαβητέον γὰρ ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ | |
15 | βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες συναπο‐ βάλωμεν αὐτῷ καὶ τὴν μνήμην. 10 καλῶς μὲν γὰρ τῶν πραγμάτων χωρούντων πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπίπτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρή, καὶ τὸ | |
20 | ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεί, ἀλλ’ ὅτε φρονήσει συμ‐ παραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι περιορᾶν, ἔχεσθαι δὲ τῶν οὐ προσηκόντων, ἐνταῦθα τοῦ μεταβάντος ἐφ’ ἕτερα ὁ βεβηκὼς ἐπὶ τοῖς προτέροις μεμπτότερος. 11 ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανό‐ μενοι πρὸς ἡμῶν καὶ συνιέντες στέρξουσιν ἡμᾶς εἰκότως καὶ ὑπερμα‐ | |
25 | χοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας καὶ πρός γε χώραν οὕτως ἐπικαιροτάτην καὶ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων καὶ πόνων ἔχειν τιμῶνται, εἰς ξυμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. 12 μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ’ εὐθὺς ἐπιχειρεῖν τοῖς | |
30 | πράγμασι καὶ τὸ μελετηθὲν ἀνακαλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσιά τε δρῶντες καὶ δίκαια καὶ πρὸς τὸ συνοῖσον | |
ἐξευρημένα.“ | 96 | |
97 | 11. Τοιαῦτα τοῦ Αἰήτου εἰπόντος αὐτίκα ἅπας ὁ ὅμιλος ἐπῆρτο καὶ ἀνεβόα καὶ αὐθημερὸν ἵεντο μετανίστασθαι, οὔτε τοῖς Πέρσαις προεγνωσ‐ μένον οὔτε οὕτω παρεσκευασμένοι ὡς διαλαθεῖν τυχὸν ἢ καὶ ἀμύνασθαι τοὺς Ῥωμαίους διακωλύοντας· ἀλλὰ μηδὲν ὁτιοῦν τῶν ἐσομένων δια‐ | |
5 | νοούμενοι μήτε ὅπῃ αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπεί‐ γοντο, προσὸν μὲν τοῦτο καὶ ἄλλως τοῖς πλήθεσιν, ἥδεσθαι τῷ νεωτε‐ ρισμῷ καὶ ταῖς μεταβολαῖς τῶν πραγμάτων, οὗτοι δὲ καὶ μᾶλλον ἠρεθισ‐ μένοι, οὐ μόνον οἷα δὴ βάρβαροι, ἀλλ’ ὅτι τήν τε αἰτίαν εὔλογον εἶναι ἡγοῦντο καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ | |
10 | μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. 2 οὕτω δὲ αὐτῶν ταραττομένων ἀνήρ τις Φαρτάζης ὄνομα, ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους, ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, πρίν τι καὶ αὐτοῦ λέγοντος διακούσαιεν. 3 μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς | |
15 | τὸν ἄνδρα αἰδοῖ καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον ἔλεξε τοιάδε· 4 „Εἰκότα μέν, ὦ ἄνδρες Κόλχοι, πεπόνθατε, λόγων δεινότητι σφόδρα κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γάρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ | |
20 | τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας, οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. 5 μὴ τοίνυν ἀρεσκόντων ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀξυνήθει πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γιγνώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, | |
25 | ἀλλ’ ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῥᾳδίως ἀναπεισθῆναι τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. 6 τῷ γὰρ τὰ ψευδῆ συμβουλεύοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ· κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος θᾶττον ἐφέλκεται τοὺς εὐηθεστέ‐ ρους. 7 οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα προθέντος ἐπαγωγὰ | |
30 | καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ’ ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἄν, ὡς ἄλλης τινὸς ζητήσεως ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ’ ἃ πάρεσμεν ἀλλοτριω‐ | |
τάτης. 8 καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ ξυμβεβη‐ | 97 | |
98 | κότα φασκόντων καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων καὶ τοῦτο μόνον διασκοπούντων, εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθε κατηγορῶν ἐκείνων καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. 9 ἐγὼ δὲ | |
5 | καταράτους μὲν εἶναί φημι καὶ κακοδαίμονας καὶ οἵους ἥδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διολλυμένους, οὐ μόνον τοὺς πλή‐ ξαντας καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, παρὸν κωλύειν, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. 10 πλὴν ἀλλ’ οὐκ, ἐπειδὴ ταῦτα γιγνώσκω, ἤδη | |
10 | που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει· οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον, ὡς ἐκείνων παρανομησάντων δεήσει καὶ ἡμᾶς τὰ οἰκεῖα νόμιμα καταπροέσθαι, οὐδὲ ὡς ἀπίστοις μὲν αὐτοῖς ἄχθεσθαι, παραπλησίαν δὲ κτήσασθαι δόξαν. 11 νῦν γὰρ οὐ τὸ φθάσαν καὶ διηνυσμένον καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν | |
15 | ἐπιδεχόμενον ἀναλογίζεσθαι χρή, ὡς ἂν μή, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι, λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι, ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν, εἰς ὅσον μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξει. 12 ἀνοή‐ | |
20 | των μὲν γὰρ ἀνδρῶν ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾶσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι μηδὲ τῶν προτέρων ἐστερη‐ μένους συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας. 12. „Ἀλλ’ ὁ μὲν σύμβουλος πάλαι τὰ Μήδων φρονῶν καὶ μεθιστᾶν | |
25 | ἡμᾶς ἐπ’ ἐκείνους γλιχόμενος μορμολύττειν καθάπερ τοὺς παῖδας πειρᾶ‐ ται, ὡς δὴ τοῖς Ῥωμαίοις οὐ τῶν τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων, καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη, σπουδασθὲν ἐκ πλείστου καὶ βεβουλευμένον· καὶ ταῦτα φάσκων ἀνυμνεῖ τοὺς Πέρσας καὶ ὑπερ‐ | |
30 | άγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. 2 πρὸς τοῦτο γὰρ ἅπασαν ἔχει | |
τὴν ἀναφοράν, ὠδίνων ἐξ ἀρχῆς καὶ μηχανώμενος, ὡς ἂν αὐτῷ τὰ | 98 | |
99 | μεμελετημένα πρὸς ἔργον ἐκβαίη, καὶ σὺν τῷ ἀνεξετάστῳ προτρέπων τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει καὶ πρὸς τὸ ἀνόνητον μετα‐ βάλλει. 3 ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις· μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, | |
5 | τότε δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν αἱρεθέντων. 4 ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, ἑλόμενος ἤδη πρίν τι σαφῶς διασκο‐ πῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; 5 ὑμεῖς δέ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες, | |
10 | οὕτως ἐπὶ τὰς ζητήσεις χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι τὰς τῶν πραγμάτων ἀποβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει καὶ τὸν λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ σχολὴν τὰ προστυχόντα διευκρινήσαντα τοῦ συνοίσοντος ἐφικέσθαι. 6 οὕτω γὰρ ὑμῖν βου‐ | |
15 | λευομένοις αὐτίκα φανεῖται, ὡς οὔτε ἐκ τῶν Ῥωμαϊκῶν ταγμάτων οὔτε μὴν τῶν στρατηγῶν ἁπάντων, πολλῷ δέ γε μᾶλλον οὐδὲ τοῦ σφῶν βασιλέως τὰ τῆς ἐπιβουλῆς ἐπὶ Γουβάζην συνέστη. διατεθρύληται γὰρ ἤδη παρ’ αὐτοῖς καὶ ἀνωμολόγηται, ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας, εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαι‐ | |
20 | μονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. 7 ἄδικον οὖν οἶμαι καὶ πρός γε ἀξύμφορον, ἑνὸς ἐξ ἁπάντων ἀνδρὸς ἢ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν ἐξυβρίσαι μὲν ἐς τοὺς κοινοὺς νόμους, οὓς στέργειν προὐθέμεθα, πολιτείαν δὲ ξύμπασαν καὶ δίαιταν συνήθη καὶ φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασ‐ | |
25 | θαι, τῶν δὲ τὴν χώραν φρουρούντων καὶ πολλοὺς ὅσους κινδύνους ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἐξῇ, προδότας δειχθῆ‐ ναι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. 8 πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος | |
30 | ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν, τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες, τὰς δὲ ψυχὰς ἐζημιω‐ | |
μένοι; 9 εἰ δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ’ οὐ βεβαίαν ἡμῖν | 99 | |
100 | τὴν εὔνοιαν ἕξουσιν, ὕπουλον δὲ μᾶλλον καὶ σφαλερὰν καὶ μόνῃ τῇ χρείᾳ συμμετρουμένην. 10 ἄμικτον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τὸ ἑτε‐ ρόγνωμον καὶ οὔτε δέους προσπεσόντος οὔτε τινὸς εὐεργεσίας ἡγησα‐ μένης μόνιμος αὐτοῖς ἐγγίγνεται πίστις, πλὴν εἰ μὴ καὶ ταῖς δόξαις | |
5 | ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλο‐ τριοῦται. 11 ἀντὶ ποίων τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα, εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς καὶ μηδὲν ἡμῖν πλέον ἔσται τοῦ παρόντος ἢ μόνον τὸ ῥᾷον βλάπτεσθαι πρὸς αὐτῶν, ὅσῳ τοῦ | |
10 | ἐμφανοῦς τὸ διαλανθάνον ἀφυλακτότερον; 12 ἀλλὰ γὰρ εἰ δοκεῖ, συγκεχωρήσθω μήτε ἄδικον εἶναι τοὐγχείρημα μήτε τοῦ πρέποντος ἐστερημένον, καὶ ὡμολογήσθω τὰ Περσῶν ἤθη βέβαια καὶ πιστὰ καὶ οἶα διὰ παντὸς ἐμμένειν ταῖς ἐσομέναις ξυνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν καὶ μηδὲν ἡμῖν τῶν ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνά‐ | |
15 | μεως οὐκ ἀρκέσει. 13 πῶς γὰρ ἂν μεταχωρήσαιμεν ἐφ’ ἑτέρους, ἐφεστη‐ κότων ἡμῖν τῶν Ῥωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρατίστοις στρατηγοῖς ταττομένων; πῶς δὲ καὶ οἷόν τε μὴ οὐχὶ ποινὰς ὑποσχεῖν ἀνηκέστους, τῶν μὲν οὓς ἐπαμύνειν χρεὼν πόρρω που κατὰ τὴν Ἰβηρίαν ἔτι μελλόντων καὶ ἀνειμένως πορευομένων, τῶν | |
20 | δὲ τιμωρησομένων τήν τε χώραν ἅπασαν κατεχόντων καὶ ταῖς ἡμετέ‐ ραις πόλεσιν ἐνοικούντων; 13. „Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ἡμῶν ὑποστήσεσθαι, παραδείγματι χρώμενος τοῖς ἔναγχος ξυμβεβηκόσιν. καὶ τίς ἀγνοήσειεν ἄν, ὡς τὰς τῶν πολέμων ῥοπὰς οὐκ ἐπὶ ῥητοῖς ἀνάγκη | |
25 | συμβαίνειν οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχά‐ νειν ἀποτευγμάτων; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέν‐ τας ἡ νίκη μέτεισι καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει. 2 οὐ χρὴ τοίνυν ἡμᾶς, καθάπερ εἰθισμένον αὐτοῖς τὸ λοιπὸν ἐν ἁπάσαις ταῖς συμπλο‐ καῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ | |
30 | νενίκηνται, τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι, προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους. 3 οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν | |
περιέσεσθαι. εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας καὶ διὰ τῆς πείρας | 100 | |
101 | ὁποῖα φευκτέον πεπαιδευμένους καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασ‐ θαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελείᾳ. 4 εἰ δὲ τὸ θεῖον αὐτοῖς χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ ξυνεπιλαμβάνειν, ὥσπερ οὐκ ἐπαρκοῦντος | |
5 | ἐκείνου τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἴ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μεταστάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερ‐ μαχεῖ προσηκόντως; 5 μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον καὶ ἱκετεύοντα τοὺς ὁμοφύ‐ | |
10 | λους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθη‐ ραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον αὐτὰ βασιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. 6 εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἄν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους, ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι | |
15 | καὶ μαλθακίζεσθαι καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ μᾶλλον Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας ἀντέχειν τῇ συμφορᾷ θαρραλέως καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσ‐ θαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. 7 εἶτα πῶς οὐ σφόδρα παράλογον | |
20 | αὐτῷ μὲν τῷ βιαίως ἀνῃρημένῳ ταῦτα κατὰ τὸ εἰκὸς εὖ ἔχειν δεδόχθαι, ἡμᾶς δὲ τοὺς τὴν πρὸς ἐκεῖνον εὔνοιαν σκηπτομένους τἀναντία δια‐ νοεῖσθαι; 8 ἀλλὰ δέδοικα, μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ’ ἀδήλοις ἐλ‐ πίσι καὶ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως ἡμῖν | |
25 | ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τότε δεινὸν ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ’ ἐξῆν ἴσως τοῖς ταῦτα προῃρη‐ μένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. 9 εἰ δὲ πανταχόθεν προῦπτον δείκνυται τὸ κακόν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόν‐ τας; ὡς μὲν οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐρρήθη. 10 φημὶ | |
30 | δὲ δεῖν βασιλεῖ τῷ Ῥωμαίων τὸ ξυμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα | |
μετέλθοι τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσ‐ | 101 | |
102 | θαι τὸ λοιπὸν τῆς πρὸς Ῥωμαίους διαφορᾶς καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι καὶ τῶν προτέρων μετέχειν συνδιαιτημάτων. 11 εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι ξυνοίσει. οὕτω γὰρ ποιοῦντες οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσ‐ | |
5 | θαι δόξοιμεν ἂν οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατι‐ θέναι.“ 14. Εἰρημένων δὲ καὶ τούτων παλινῳδίαν, τὸ λεγόμενον, ᾖδον οἱ Κόλχοι καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι, μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν | |
10 | ἀφαιρεθεῖεν. 2 ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα, αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε οὔτε ἄλλο τι ἄχαρι κατὰ Ῥωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ῥούστικον, ἐπειδὴ | |
15 | αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε τὴν συκοφαντίαν ἐμηχανήσαντο καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. 3 ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον· ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἢ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα, βασιλέα δὲ σφίσιν | |
20 | ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα οὐδὲ ἐπηλύτην, ἀλλὰ Τζάθην τὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασῴζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασι‐ λείου γένους ἀκραιφνὴς ὁμολογία. 4 ὁ δὲ (ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια) ὡς τάχιστα ἐπετέλει. καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν τὰ πρῶτα | |
25 | λαχόντων ἐν τῇ συγκλήτῳ βουλῇ, ἔστειλε διασκοπήσοντά τε τὸ πραχ‐ θὲν ἐς τὸ ἀκριβὲς καὶ κατὰ τοὺς Ῥωμαίων νόμους κρινοῦντα. 5 καὶ δὴ παραγενόμενος Ῥούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει· Ἰωάννῃ δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί | |
30 | πως ἐν τῷ τότε λαθραιότατα καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ, ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαν‐ τιάζει, οὕτω παρασχόν, ὁ Μεστριανός (εἶς δέ γε ἦν οὗτος τῶν ἀμφὶ τὰ | |
βασίλεια δορυφόρων, οὓς δὴ σκρίβωνας ὀνομάζουσιν· ἔσταλτο δὲ αὐτόσε | 102 | |
103 | τούτου δὴ ἕνεκα, ἐφ’ ᾧ ἐξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη, τόνδε ταῦτα ἐπιτελέσαι) ξυλλαβὼν δὴ οὖν ὁ Μεστριανὸς τὸν Ἰωάννην παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. 6 ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκκῃ | |
5 | μενοῦντας, ἕως ὁ ἐν ποσὶν ἀγὼν διανυσθείη. 15. Ἅμα γὰρ τῷ ἦρι ἀρξαμένῳ παρῆν ὁ Ναχοραγὰν ἐς Μουχείρισιν καὶ αὐτίκα τά τε στρατεύματα ἤθροιζε καὶ πλείστῃ ὅσῃ χρώμενος προθυμίᾳ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. τοιγάρτοι καὶ οἱ Ῥωμαῖοι ἀμφὶ τὴν Νῆσον ἀγειρόμενοι παρεσκευάζοντο, καὶ τὰ τῆς κρίσεως | |
10 | εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ἐν τῷ τότε προὐργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; 2 ἤδη δὲ καὶ ὁ Τζάθης ἅμα Σωτηρίχῳ τῷ στρατηγῷ ἐκ Βυζαντίου ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ τὰ ταύτης παράσημα πρὸς τοῦ βασιλέως Ῥωμαίων, ᾗπερ ἐκ παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσὶ δέ γε ταῦτα στέφανος χρυσοῦς | |
15 | λιθοκόλλητος καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον πέδιλά τε κοκκοβαφῆ καὶ μίτρα ὁμοίως χρυσῷ τε καὶ λίθοις πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν Λαζῶν οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον, οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην· ἀμφὶ γὰρ τὸ μεσαί‐ τατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ | |
20 | καὶ τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατα‐ σκευῇ διαπρέπον. 3 ἐπιβάντα δὴ οὖν τὸν Τζάθην τῆς ὑπηκόου καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον αὐτίκα οἵ τε στρατηγοὶ καὶ ἅπας ὁ τῶν Ῥωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦν‐ το, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα καὶ ἐπὶ τῶν ἵππων οἱ πλεῖστοι | |
25 | ὀχούμενοι. 4 οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες καὶ μόλις ἀποπαυ‐ σάμενοι τῆς ἀνίας στοιχηδόν οἱ παρωμάρτουν σάλπιγγές τε πάντοθεν ἐπήχουν καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἡ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη καὶ πλέον ἢ κατὰ τὴν Λαζῶν βασιλείαν ἐξωγκω‐ μένη. 5 Τζάθης μὲν οὖν ἐς τὴν ἀρχὴν καταστὰς ἔταττεν ἕκαστα τὸ | |
30 | λοιπὸν καὶ διεκόσμει τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ καὶ ὁ πάτριος ὑπηγόρευε τρόπος. 6 Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο τῆς πορείας, ἐφ’ ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως ἐκόμιζεν, ἐφ’ ᾧ τοῖς προσοίκοις βαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι, | |
εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν’ ἔτος γιγνόμενον. 7 εἵποντο | 103 | |
104 | δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἑστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καὶ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην καὶ ἤστην οἵω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῇ | |
5 | καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. 8 ὡς δὲ ἐς τὴν τῶν καλουμένων Μισιμιανῶν ὁ Σωτήριχος ἀφίκετο χώραν, οἳ δὴ κατήκοοι μὲν τοῦ βασι‐ λέως τῶν Κόλχων τυγχάνουσιν ὄντες καθά που καὶ οἱ Ἀψίλιοι, γλώττῃ δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα· | |
10 | 9 ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυ‐ μένον, ὃ δὴ Βούχλοος ὀνομάζουσιν, τοῦτο δὲ ὅ γε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων αὐτοῦ ἀγειρόμενοι τὸν μισθὸν ἀποφέροιντο καὶ μηκέτι ἀνάγκη τις εἴη | |
15 | τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας καὶ αὐτὸν ἐπ’ ἐκείνους ἰέναι. 16. Ταῦτα δὴ οἱ Μισιμιανοὶ εἴτε γνόντες εἴτε ὑποτοπήσαντες στέλ‐ λουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. 2 οἱ δὲ εὑρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον | |
20 | καὶ πλέον ἐς τὴν δόκησιν ἐπιρρωσθέντες „ἀλλ’ οὐ δίκαια δράσειν ἡμᾶσ“ ἔφασαν „ὦ στρατηγέ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μή τί γε καὶ αὐτὸν οὕτω ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε ὡς τάχιστα μεταβὰς ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ· καί σε τὰ ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, | |
25 | ἀλλ’ ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.“ 3 οὕτω δὲ αὐτῶν αὐθαδιζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ Ῥωμαίων θρασύνεσθαι τῶν ὑφ’ οὓς οἱ Κόλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς | |
30 | αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς καὶ ἐς τοὐ‐ | |
πίσω ἡμιθνῆτας ἀπέπεμψαν. 4 τούτου δὲ γεγενημένου, Σωτήριχος | 104 | |
105 | μὲν οὐδὲν ἀντίπαλον ᾤετο ἔσεσθαι, ἀλλ’ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ ἔμενέ τε κατὰ χώραν καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόδρα ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δορυφόροι καὶ ὁπόσον | |
5 | αὐτῷ ἄλλο θητικὸν εἵπετο ἢ καὶ δοῦλον, ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίᾳ κατεσκηνημένοι, ἀνεπαύοντο. 5 ἐν τούτῳ δὲ οἱ Μισι‐ μιανοὶ τὴν ὕβριν οὐκ ἐνεγκόντες ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὖ δὴ ὁ στρα‐ τηγὸς ἀνεκέκλιτο, κατακτείνουσι προτέρους τοὺς παρευναστῆρας τῶν | |
10 | θεραπόντων. 6 θορύβου δέ, ὥσπερ εἰκός, καὶ πατάγου πολλοῦ κινηθέντος ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ’ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλ‐ λοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν. 7 οἱ μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι | |
15 | εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες καὶ σχεδιά‐ ζειν πειρώμενοι τὰ πολέμια ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ ἔς τε τοὺς τοίχους περιρρηγνύμενοι καὶ ὅπῃ ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες οὐδὲν ὅ τι ἐμηχανῶντο ἐβόων τε μόνον ἄλλος ἄλλοθι καὶ | |
20 | ὠλοφύροντο, οὐκ ἔχοντες ὅ τι καὶ δράσαιεν. 8 οὕτω δὲ αὐτῶν κατα‐ πεπληγμένων ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατα‐ κτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. 9 ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι ἐσκύλευσαν τοὺς | |
25 | κειμένους τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα καὶ πρός γε τὸ βασι‐ λέως ἀφελόμενοι χρυσίον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ’ οὐχὶ φίλους τε καὶ ἡγεμόνας ἀπεκτονότες. 17. Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο καὶ τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν | |
30 | ὑποχαλᾶν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ’ ἑαυτῷ διασκοποῦντες ἀνελογίζοντο καὶ ξυνίεσαν, ὁποῖος αὐτοῖς ἀνέρριπ‐ | |
ται κύβος ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες | 105 | |
106 | καὶ ὅτι αὐτοὶ ἐκείνους οὐχ ὑποστήσονται. 2 τοιγάρτοι ἀναφανδὸν ἀποστάντες προσεχώρουν τοῖς Πέρσαις καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι καὶ ὡς δὴ κατηκόοις τὸ λοιπὸν ἐπαρήγειν. 3 τού‐ των δὲ ἁπάντων τοῖς τῶν Ῥωμαίων στρατηγοῖς ἀπηγγελμένων, | |
5 | ἐχαλέπαινον μὲν οἵ γε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. 4 ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἵνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ καὶ τὰ ἀμφ’ αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· | |
10 | 5 οἱ δὲ ἐκ τῶν Οὔννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων (παρῆσαν γὰρ τοῖς Ῥωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων· ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφίσιν ὀνομαστοτάτων), οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς | |
15 | ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ’ ᾧ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοί τε εἶεν πημαίνοντες χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτάτην ποιήσοιντο τὴν πορείαν. 6 ὁ δὲ Ναχοραγὰν ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο, ἀπολεξάμενος ἐκ τῶν ξυνστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους αὐτίκα ἐπ’ | |
20 | αὐτοὺς ἔστειλε, παρακελευσάμενος (ἦν γὰρ ἀλαζὼν καὶ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐκεῖνοι ἐφεδρεύοντες ὑπολειφθεῖεν. 7 οἱ δὲ Διλιμνῖται, μέγιστον ἔθνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Περσίδι χώρᾳ προσοικούντων, μαχι‐ μώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, | |
25 | ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων· ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσας καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχί‐ στην τῷ λαιῷ βραχίονι ἀναδούμενοι ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν αὐτοὺς οὔτε παντάπασι ψιλοὺς οὔτε μόνον ὁπλίτας καὶ ἀγ‐ χεμάχους. 8 πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι καὶ ἐκ χειρὸς | |
30 | αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συρράξαι φάλαγγι πολεμίᾳ καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαρρηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς | |
καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα | 106 | |
107 | ῥᾳδίως ἀναθέοντες προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι καὶ ἐπιόντες ἑτέρωσε ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι μέγιστα σίνονται τοὺς ἀντιπάλους. 9 ὡς δὲ ἐπὶ | |
5 | πλεῖστον ξυμπολεμεῖν τοῖς Πέρσαις εἰώθασιν, οὐ μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες. 18. Τούτων δὴ οὖν τῶν Διλιμνιτῶν ὁ ἀποδασμὸς νυκτὸς ἐπελθούσης κατὰ τῶν Σαβείρων ἐχώρουν, ἄμεινον εἶναι δοκοῦν ἔτι καθεύδουσιν | |
10 | αὐτοῖς ἐπιστῆναι οὕτω τε ἅπαντας εὐκολώτατα κατακτεῖναι· καί, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. 2 ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθέν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόν‐ τες ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προ‐ | |
15 | θυμότατα ὑποστὰς τὸ ἐπίταγμα καὶ ἤδη προπορευόμενος, ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ ὑποδύεται· οὕτω τε δια‐ δρὰς τοὺς ἑπομένους καὶ προτερήσας ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους. 3 εὑρὼν δὲ ἅπαντας ἀνειμένως οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγκον‐ τας „ὦ δείλαιοι“ ἔφη „αὐτίκα μάλα ἀπολεῖσθε“, τορόν τι ἐμβοήσας | |
20 | καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. 4 οἱ δὲ ξὺν θορύβῳ διαναστάντες καὶ τὰ ὅπλα περιβαλόμενοι ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων | |
25 | τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. 5 οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν Οὔννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι θαρραλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ καὶ εἴσω ἅπαντες γίγνονται. 6 πάτα‐ γος δὲ οὐκ ἦν οὐδὲ βοή, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισ‐ | |
30 | θεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. 7 ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσ‐ θαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμη‐ θέντες ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ ἐς τἀναντία τῶν ἐλπισθέντων περι‐ | |
35 | ηγμένοι διηπόρουν καὶ ἐταράττοντο· οὔτε γὰρ φεύγειν αὐτοὺς ῥᾷστα | 107 |
108 | ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγιγνώσκειν, οἷα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. 8 τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ’ ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνό‐ μενοι· καὶ ὀκτακόσιοι μὲν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, | |
5 | οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο καὶ περιέπταιον τοῖς πολεμίοις. 9 καὶ ταῦτα μὲν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου καὶ ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σῳζόμενοι ἐπεγίγνωσκον τὰς | |
10 | πορείας καὶ ἰθὺ τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφίσι καὶ ὣς τῶν Σαβείρων. 10 Βάβας δὲ ὁ στρατηγός, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρᾳ ἱδρυμένων ἐκ πλείστου Ῥωμαίων ἡγεῖτο, ἀλλ’ οὗτός γε ὁ Βάβας (ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτε‐ ρεύσας) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. 11 ἕως | |
15 | δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ καὶ ἔνδον ἠρέμει· ὡς δὲ τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὴ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρ‐ όντι ὁμίλῳ οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις ἐκ | |
20 | τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰν ἀφικέσ‐ θαι. 19. Ὁ δὲ ἐπειδὴ τῆσδε τῆς πείρας διήμαρτε, αὐτίκα ᾤχετο ἐπὶ τὴν Νῆσον καὶ ἀγχοῦ που τῶν Ῥωμαίων στρατοπεδευσάμενος προὐκα‐ λεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. 2 καὶ παραγενομένῳ „σὺ | |
25 | δὲ“ ἔφη „ὦ στρατηγέ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης καὶ τῶν παρὰ Ῥωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. 3 εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως | |
30 | αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας | |
σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. 4 εἰ γὰρ | 108 | |
109 | μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω καὶ περιβέβλη‐ μαι οὐ χαλαρώτερον ἢ τόδε τὸ κτῆμα.“ καὶ ἅμα λέγων τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. 5 πρὸς ταῦτα δὲ ὑπολαβὼν „ἀλλ’ ἔμοιγε“ | |
5 | ὁ Μαρτῖνος „εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαί σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δέ, οἶμαι, ταῦτα δράσοιμεν ἄν, εἴ γε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν, οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. 6 τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδίζεσθαι καὶ | |
10 | τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι κτημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὓς ἂν ὁ πάντων προαγωγὸς ἐπινεύσοι.“ 7 οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν | |
15 | δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων· καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. 8 τῷ δὲ Ναχορα‐ γὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φᾶσιν τὴν πόλιν ἰέναι διενοεῖτο ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνῃ ἔρυμα ἐπέπυστο εἶναι, ἅτε δὴ ξύλοις ἅπαν ἐσκευασμένον, | |
20 | καὶ τὰ ἐχόμενα πεδία εὐέμβολά τε καὶ ἀγαθὰ ἐνστρατοπεδεύσασθαι. 9 ἥδε δὲ ἡ πόλις ὁ Φᾶσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑπορρέοντος καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον Πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρα‐ | |
25 | σάγγαις ἐπὶ δυόμενον ἥλιον. 20. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόρρω τῶν νυκτῶν τὰς ἀκάτους, ὁπόσας ἐφ’ ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν καὶ ξυζεύξας, λανθάνει τοὺς Ῥωμαίους γέφυράν τέ τινα ἐξ αὐτομάτου πηξάμενος καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέρας διαβιβάσας. 2 ἠβούλετο γὰρ ἐς τὰ | |
30 | πρὸς νότον ἄνεμον ἱκέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε | |
τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· | 109 | |
110 | ὑπὸ γὰρ τὸ ἀρκτῷον καταρρεῖ καὶ παρατείνεται μέρος. 3 καὶ ὁ μὲν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης εἴχετο τῆς πορείας καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος ἀνὰ τὰ πρόσω ἐχώρει. 4 μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ Ῥωμαῖοι τὴν διάβασιν ἐγνωκότες διεταράχ‐ | |
5 | θησάν τε καὶ περὶ πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοι τάς τε τριήρεις καὶ ὅσαι τριακόντοροι παρώρμουν πληρώσαντες ὀξύτατα τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. 5 ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφρα‐ | |
10 | ξάμενος τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. 6 ὁ δὲ τῶν Ῥωμαίων στόλος ταῦτα πόρρωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀνταναγόμενοι, ἀπεχώρησαν. 7 δύο δὲ ὅμως ναῦς | |
15 | κενὰς τῶν ἐμπλεόντων εἷλον οἱ Πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβά‐ νεσθαι μέλλοντες τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατ‐ εθάρρησαν, ἀντὶ τοῦ μείζονος, οἶμαι, καὶ προύπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἑλόμενοι καὶ μετέχον μᾶλλον τῶν ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπὶ πλεῖστον δια‐ | |
20 | νηξάμενοι μόλις ὡς τοὺς οἰκείους ἀπεκομίσθησαν. 8 τότε δὴ οὖν οἱ Ῥωμαῖοι Βούζην μὲν τὸν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων καὶ ἀλεξήσοντα ἐς ὅ τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευό‐ | |
25 | μενοι, ὡς μὴ κατὰ ταὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίγνονται ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελ‐ θόντες διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἴ γε συστάδην παρατάξασθαι πειρα‐ θεῖεν. 9 πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν | |
30 | ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτί‐ νου δυνάμεις· ἀμφὶ δὲ τὸ μεσαίτατον Ἀγγίλας μὲν ἔχων Μαυρουσίους | |
πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Τζάνους ὁπλίτας, καὶ | 110 | |
111 | Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκοντοβόλους. 10 ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρού‐ λων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον τοῖς ἑῴοις τάγμασιν ἐπεφρόν‐ | |
5 | τιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν Ῥωμαίων στρατιὰ ἐν κόσμῳ παρετέτακτο. 21. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἐξειρ‐ γασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἐπιδρομὰς καὶ οἷον ἐν προβόλου μοίρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ’ αὐτῷ, ἅτε δὴ | |
10 | ξύλοις τε πεποιημένῳ καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διερρυηκότι. 2 τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἳ δὴ ἐτύγχα‐ νον ξυνεχέστατα ἐμπεπηγότες, διαλανθάνειν καὶ ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον | |
15 | ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες ῥᾳδίως ἅπαντα ἔπλησαν. 3 νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς τοῦ Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι μετεώρους εἶχον τὰς ἀκάτους καὶ ἀμφ’ αὐτὰ δήπου τὰ καρχήσια τῶν ἱστῶν ἀνιμηθείσας καὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῷ ἀνέχειν τὰ μεγέθη | |
20 | τῶν πύργων καὶ ὑπερφέρεσθαι. 4 ἄνω δὲ στρατιῶται εἱστήκεσαν καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα φέροντες καὶ σφενδόνας μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη ἐσκευασ‐ μένας. 5 ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι ἐπὶ θάτερον μέρος παρῆσαν, ᾧ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς | |
25 | ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλ‐ λόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. 6 ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνήρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγός, Ἐλμίγγειρος ὄνομα, | |
οὗτοι δὴ προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν ἐπακτρίδας τινὰς | 111 | |
112 | ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ τῆς ἀεὶ σφίσιν ἑπομένης δυνάμεως καὶ ὡς ἀνωτάτω προελθόντες ἐφρούρουν ξὺν ἀγρυπνίᾳ καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέ‐ ρας τῆς ὄχθης. 7 καὶ τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν καὶ | |
5 | ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ Ῥωμαϊκαὶ δύο τριακόντοροι, ἃς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ τῶν Περσῶν ἀφῃρῆσθαι, αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας ἔχουσαι Μήδους, ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλῳδίοις τισὶν τῆς γῆς ἐξημ‐ μέναι. 8 νυκτὸς δὲ ἐπιλαβομένης οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον | |
10 | ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων ἀπορρήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη λαβοῦσα καὶ ἐλευθέραν καὶ οὔτε εἰρεσίας ἀντι‐ πραττούσης οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα ἐς τὸ πρόσω καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν Ῥωμαίοις. | |
15 | 9 οἱ δὲ ἐσιδόντες ἄσμενοι εἷλον τὸ θήραμα καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆκεν. 22. Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἄρας ἐκ τοῦ στρατοπέδου τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος καὶ | |
20 | ἀπόπειραν ποιήσασθαι τῶν Ῥωμαίων, εἰ ἐπεξίασι, ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. 2 τότε δὴ οὖν οἱ Πέρσαι, ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵ γε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν Ῥω‐ μαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ καὶ ἀπόμαχοι | |
25 | ἐγίγνοντο. 3 Ἀγγίλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ’ αὐτοὺς ταγ‐ μάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον κατὰ χώραν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομά‐ χεσθαι, οἱ δὲ τὴν καθ’ αὑτοὺς πύλην ἀναπετάσαντες κατὰ τῶν πολεμίων ἐχώρουν. 4 Θεόδωρος δὲ ὁ τοῦ Τζανικοῦ ὁμίλου ταξίαρχος ἐπεῖχε | |
30 | μὲν τὰ πρῶτα καὶ ἀνέκοπτε τὴν ὁρμήν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς τοῖς πλείστοις, οὔτι ἑκών, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα ξὺν ἐκείνοις, ὡς μὴ ἀποδειλιᾶν νομισθείη | |
τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προΐσχεσθαι· ἤρεσκε | 112 | |
113 | μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ τι ἄρα καὶ τελευτήσαιεν. 5 καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφ‐ θάρησαν, εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρείττονος ἐπιρ‐ ρωσθεῖσα. οἱ γὰρ Διλιμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγ‐ | |
5 | γα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῇ καὶ ἀνέμενον. 6 ὡς δὲ ἀγχοῦ ἤδη παρῆ‐ σαν, αὐτίκα οἵ γε ἠρέμα τὰ κέρα ὑποκολπώσαντες περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν ἐγκατεῖργον, οἱ δὲ Ῥωμαῖοι πάν‐ τοθεν περιειλημμένοι δρᾶσαι μὲν τὸ λοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολε‐ | |
10 | μίους διενοοῦντο· εὐκτὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴ γε ἀμωσγέπως διαδράσαιεν. 7 καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες καὶ τὰ δόρατα προβεβλημένοι ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φερομένους καὶ οἷον ταῖς ἐλπίσιν ἀπειρηκότας διέστησαν εὐθὺς ἀπ’ ἀλλήλων καὶ ἀπεκρίθη‐ | |
15 | σαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. 8 οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ Ῥωμαῖοι κατὰ τὸ παρεῖκον ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου ἐγέ‐ νοντο καὶ τὴν πύλην προσήραξαν. παρὰ τοσοῦτον μὲν κινδύνου ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι. | |
20 | 23. Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκ πλείστου διαπονουμένοις ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομαχούσῃ καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. 2 μακρὸς δὲ αὐτοῖς ἢ | |
25 | κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβάλλοντες οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρ‐ κουν, ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. 3 οἱ γὰρ Ῥωμαῖοι ἐτύγ‐ χανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες | |
30 | καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο. τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποι‐ οῖντο. 4 ἐκείνης μὲν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο ἐπράχ‐ | |
θη, ἀλλὰ νυκτὸς ἐπιφοιτώσης ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ | 113 | |
114 | στρατόπεδον ἐπανῆκεν. 5 τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος τά τε τῶν οἰκείων φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆξαι ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν Ῥωμαίων στρατιάν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω | |
5 | πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως καὶ οἷος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. 6 λαβὼν δὲ τοῦτο ἀσμενέστατα δῆθεν ὁ στρατηγὸς καὶ ἀνελίξας οὐκ ἐν ἀπορρήτῳ καθ’ αὑτὸν ἀνελέγετο οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ | |
10 | εἰσῆγε τὰ γεγραμμένα, ἀλλ’ ἀνεβόα λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. 7 καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο· ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· „ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχά‐ νοιεν ὄντες, ἀλλ’ οὐκ ἐς τοσοῦτον ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, | |
15 | ὁπόσον ὑμεῖς τῇ ἀνδρείᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. 8 ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγαλαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατόν, ὥσπερ φιλοτιμίας μᾶλλον καὶ ἐπιδείξεως ἀλλ’ οὐ τοῦ ἀναγκαίου χάριν ἀπεσταλμένους. θαρρεῖν τοίνυν καὶ ἔργου ἔχεσθαι ξὺν προθυμίᾳ, ὡς ἡμῶν οὐδὲν ὁτιοῦν | |
20 | τῶν δεόντων περιοψομένων.“ 9 εὐθὺς δὴ οὖν ἀνεπυνθάνετο, ὅποι εἴη τὸ στράτευμα. ὁ δὲ „οὐ πόρρω“ εἶπεν „ἀφεστήκασιν ἢ μόνον τέτταρσι Λαζικοῖς παρασάγγαις.“ καταλελοιπέναι γὰρ αὐτοὺς ἀμφὶ τὸν Νέοκνον ποταμὸν ἔτι αὐλιζομένους. 10 καὶ ὁ Μαρτῖνος ὀργήν τινα τῷ προσώ‐ πῳ ὑποκρινόμενος „ἀπίτωσαν αὖθισ“ ἔφη „ὡς τάχιστα καὶ οἴκαδε | |
25 | ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκ πλείστου ἡμῖν ξυστρατευομένων πολὺν ὅσον χρόνον διαπονηθέντων καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων ἤδη τε οὐ πόρρω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον καὶ τελεωτάτην ἀναδήσασθαι νίκην, οἱ δὲ οὕτω κατόπιν | |
30 | τοῦ ἀναγκαίου παρέσονται καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας· καί, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπ’ ἴσης τοῖσδε καρπώσονται. 11 ἀλλ’ ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρα‐ | |
σκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου | 114 | |
115 | ἄριστα κατεργάσασθαι.“ 12 καὶ ἅμα ἐς τὰ πλήθη ἐπιστραφείς· „ἢ οὐχὶ καὶ ὑμῖν ταῦτα“ ἔφη „δοκεῖ, ὦ ἄνδρες ξυστρατιῶται;“ οἱ δὲ ἐπευφή‐ μησαν ξὺν βοῇ καὶ δίκαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου‐ λευμένα. 13 καὶ οἱ μὲν θαρραλεώτεροι ἐγεγένηντο καὶ οἷοι ἑτέρων οὐ | |
5 | δεῖσθαι προσβοηθησόντων. μάλιστα γὰρ αὐτοὺς εἰς ἔριν ἐκίνει καὶ φιλοτιμίαν ἡ τῶν λαφύρων ἐλπὶς καὶ ὅτι αὐτοὶ οὐκ ἐς μακρὰν ἅπαντα ᾤοντο κομιεῖσθαι, ὥσπερ ἤδη τοὺς δυσμενεῖς ἀνελόντες καὶ τοῦτο μόνον πεφροντισμένον αὐτοῖς, ὅπως τὴν λείαν διανεμοῦνται. 24. Ἀπέβη δὲ ὁμῶς καὶ θάτερον τῶν Μαρτίνου διανοημάτων. ὁ γὰρ | |
10 | λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας καὶ πανταχοῦ περιηγμένος καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς Πέρσας, ὡς ἄρα στρατιὰ ἑτέρα Ῥωμαϊκὴ πρὸς τῷ Νεόκνῳ ποταμῷ παραγέγονε καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεμίξεται. 2 ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες, εἰ μέλλοιεν τοσούτοις ἤδη πόνοις τετρυχωμένοι πρὸς νέους ἄλλους καὶ ἀκμῆτας | |
15 | παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχοραγὰν οὐδέν τι μελλήσας καὶ ἴλην τινὰ μετρίαν ἐκ τῶν Περσικῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ’ ἣν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὧν ἐτύγχανε τῇ φήμῃ ἐξηπατημένος. 3 οἱ δὲ παραγενόμενοι σπουδῇ τε καὶ ἀγρυπνίᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωρίων ὑπε‐ | |
20 | κρύπτοντο αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν προϊοῦσιν ἐπι‐ πεσεῖσθαι καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ ἐν τῷ ἄστει ἐκπο‐ λιορκηθεῖεν. 4 οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν | |
25 | ἐξῆγε καὶ ὣς τὸν στρατόν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν Ῥωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος ἦ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. 5 ἐπελέληστο γάρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα | |
30 | οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκά‐ τερα ῥοπὰς καὶ μεταβάσεις μάλιστά τε πάντων θείας τινὸς καὶ ὑπερτέ‐ ρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν οὐδὲν ἐν αὐτῷ γίγνεται, ἀλλ’ ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ καὶ πολιτεία ξύμπασα, οὕτω παρασχόν, ἀνακινεῖται καὶ διαταράττεται καὶ τὰς ὑπὲρ τῶν ὅλων | |
35 | ἐλπίδας σαλεύει. 6 ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς | 115 |
116 | ἐργοπόνοις καὶ ὑπηρέταις, οἳ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολε‐ μικῶν μηχανημάτων, τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσαιντο, τοὺς δὲ γιγνώσκειν, ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων | |
5 | περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσὶν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν καὶ ξυνεπιβάλλειν τὴν φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ’ ἑαυτῷ βρενθυόμενος εἴχετο τῆς ἐφόδου. 7 Ἰουστῖνον δὲ τὸν Γερμανοῦ (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν | |
10 | τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ πόρρω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα καὶ ἐπιθειάσαι. 8 καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως ὅ τι καρτερόν τε καὶ μαχιμώ‐ τατον, καὶ πεντάκις χιλίους ἱππότας ἀγείρας ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπο‐ | |
15 | μένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. 9 οὕτω δὲ ξυνενεχθὲν οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐ μὲν οὖν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ ἀφιγμένοι ἀθρόον τῷ περιβόλῳ προσέβαλον πλείονί τε ἢ πρότερον τοξείᾳ ἐχρῶντο, ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς Ῥωμαίους ἐκπλήξοντες καὶ τάχιστα τὴν | |
20 | πόλιν ἀναρπασόμενοι. 25. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ καὶ εἶτα ἕτερα καὶ ἄλλα ἐπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυπτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταρραγείσῃ. 2 ἄλλοι δὲ τάς | |
25 | τε μηχανὰς ἐκίνουν καὶ βέλη πυρφόρα ἠκόντιζον ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύτ‐ τειν ἐπειρῶντο καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. 3 ἀλλὰ γὰρ καὶ | |
30 | οἱ Ῥωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον | 116 |
117 | ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὥσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. 4 ἥ τε τοῦ Μαρτί‐ νου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργο‐ τάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅντινα τρόπον ἀμυντή‐ | |
5 | ριον μεθιέντες. 5 δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζό‐ μενα τοὺς πολεμίους ἐτίτρωσκεν, ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσ‐ πίπτοντα καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι. λίθοι δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐρρίπτοντο, τὰ πλέγματα καταγνύντες, μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μήδων καὶ τὰς ἀσπίδας κατέθραυον | |
10 | πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν, βιαιότερον ἐνοχ‐ λοῦντες. 6 τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐφεστηκότων οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο, ἅτε ἄνωθεν βάλλοντες, οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα, ἐπὶ | |
15 | πλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων πόρρωθεν ἔτι ἐπερ‐ χομένους ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι καὶ καταπίπτειν ἐξαπιναίως. 7 βοή τε ἐπὶ μέγα ἐπῆρτο καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμ‐ βουν καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων | |
20 | χρεμετισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶν θωράκων συντρί‐ ψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. 8 ἐν τούτῳ δὲ Ἰου‐ στίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεὼ ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ’ αὐτὸν ἱππότας συστρέψας καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος τά τε | |
25 | σημεῖα ἐς ὕψος ἀρθῆναι ἐκέλευε καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκον‐ τας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἐξεληλυθότες, ἀλλ’ ἐφ’ ᾧ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ καὶ ἀπελάσαι τῆς πολιορκίας. 9 ὡς δὲ βραχύ τι προελθόντες κατεῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ, τότε δὴ ἀθρόον ἐμβοήσαντες ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ | |
30 | παρατεταγμένῳ· ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα | |
οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες τὸ παρεμπῖπτον | 117 | |
118 | διέφθειρον, βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι καὶ ταῖς ἀσπίσιν ἐξωθοῦντες παρερρήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον. 26. Οἱ δὲ Πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες, | |
5 | ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, καὶ ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀπο‐ κεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. 2 ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι (ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ | |
10 | δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. 3 Ἀγγίλας δὲ καὶ Θεόδωρος, οἱ τῶν Ῥωμαίων ταξίαρχοι, ὧν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρα‐ σάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. | |
15 | 4 οἱ δὲ ἄλλοι Διλιμνῖται ταῦτα ἰδόντες, οἵπερ ᾔεσαν ὡς δὴ τοῖς Πέρσαις πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἐπὶ θάτερα ὑπαντιά‐ ζειν βουλόμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγούμενοι, εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς ἢ ὅτι ἑτέροις ἐπέρχονται, | |
20 | εἰκασθῆναι. ἔθεον μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες, πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. 5 ἡ δὲ τῶν Περσῶν στρατιά, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδράσκουσι διανοηθέντες καὶ λογιζόμενοι, ὡς οὐκ | |
25 | ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἴσχους ἀφίκοντο μὴ μεγάλου τινὸς καὶ ἀνυποίσ‐ του περιεστηκότος κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνερράγη. 6 ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, ἀπα‐ | |
30 | τήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. 7 τούτων δὲ γιγνομένων πλεῖστοι | 118 |
119 | ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες λαμπροτέραν τοῖς πολε‐ μίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεστηκὸς διεπονοῦντο. 8 τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρ‐ | |
5 | βάρων οὕτω δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο, οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἵ τε γὰρ ἐλέφαντες ἀντ’ ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες διετάραττον αὐτίκα τὸν ξυνασπισμὸν τῶν Ῥωμαίων εἴ που ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, οἷα ἐς ὕψος ἠρμένοι | |
10 | καὶ τῷ ὑπερανέχειν εὐσκοπώτατα βάλλοντες· αἵ τε τῶν ἱππέων ἴλαι διεκτρέχουσαι ῥᾳδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλί‐ ναντες ἀπηλαύνοντο. 27. Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ὄγναρις | |
15 | ὄνομα, ἐν στενοτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅ γε ἀπειρηκὼς τοῖς ξυνενεχ‐ θεῖσι καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος ἐπιόντα οἱ δεινῶς τὸν θρα‐ σύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρῦν τῷ δόρατι καὶ ἐμπήγνυσι τὴν αἰχμήν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. 2 ὁ δὲ πρός | |
20 | τε τὴν πληγὴν δυσανασχετῶν καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδινούμενος τήν τε προνομαίαν νῦν μὲν ὥσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν Περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείνων τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. 3 αὐτίκα | |
25 | δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε καὶ ἐμπατήσας διέ‐ φθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἷς ἂν ἐμπελάσειε, καὶ τοῖς ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. 4 καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι οὐ | |
30 | μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους ὁπλὰς μετεωρί‐ ζοντες ἐξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐξήλ‐ | |
λοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. 5 τῶν δὲ ἀνδρῶν ἐς | 119 | |
120 | ἑαυτοὺς ἀναχωρούντων ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγ‐ κωνιζομένων καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐκτείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. 6 οὕτω δὲ τῆς ταραχῆς ἐπὶ μέγα ἰούσης οἱ Ῥωμαῖοι, | |
5 | ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπει‐ ραθέντες καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι ἐμ‐ πίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. 7 οἱ δὲ τῷ ἤδη προ‐ πεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκόντες ὠκύτατα ἔφευγον, οὐδὲ | |
10 | τοῦτο δρῶντες ἐν τάξει οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, ἀλλ’ ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥς πῃ ἑκάστῳ προὐχώρει. 8 ὁ δὲ Ναχορα‐ γάν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπ‐ ληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς τάχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη | |
15 | πρασσόμενον. οὕτως ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. 9 οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος ἀποχρῆναι ἡγούμενος ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι καὶ τὸν θυμὸν ἐξημέρου. 10 οὕτω τε οἱ Πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα | |
20 | χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες. 28. Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες τούς τε σπαλίωνας ἐνέπρησαν καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέ‐ λειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης ἀρθείσης οἱ τὴν ὕλην κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν ἐς | |
25 | ὕψος ἀνέρποντα καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὥς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. 2 τοιγάρτοι ξὺν πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς ἀφικέσθαι. ἅμιλλά τε ἦν | |
30 | αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι ξυμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκό‐ | |
μενοι κατεκτείνοντο, ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπο‐ | 120 | |
121 | λώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. 3 τοσούτοις ἀνδράσιν ἐργοπόνοις καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν ἔς τε παράτα‐ ξιν οὐπώποτε ἀφιγμένοις αὐτομάτου τινὸς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα | |
5 | ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. 4 τούτων δὲ ὧδε ξυνενεχθέντων οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστα, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι, εἴ γε ἄρα καὶ ἀναμαχεῖσθαι οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν (ἦσαν δὲ οὐ πλείους | |
10 | ἢ διακόσιοι), τούτους δὲ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθυμίας ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους. 5 τοὺς δὲ τῶν πολε‐ μίων νεκροὺς σκυλεύσαντες ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρη‐ μάτων περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ στρεπτοὺς γὰρ | |
15 | παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια καὶ ἄλλα ἄττα τοιάδε θηλυπρε‐ πῆ ποικίλματα καὶ περίεργα, ὁποίοις οἱ ἐντιμότεροι τῶν Μήδων ἐναγ‐ λαΐζονται, τοῦ μᾶλλον εἶναι ἀρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσ‐ θαι. 6 ὁ δὲ Ναχοραγάν, ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι καὶ ἐς | |
20 | τόδε ξυσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ στάδιον καὶ ἐς ἐκείνους ὁρᾶν τοὺς Ῥωμαίους ἀναπείσας ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅ γε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. 7 ὡς δὲ πλεῖστον ἤδη τῆς | |
25 | ὁδοῦ προεληλύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τάξιν εὐκο‐ λώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. 8 παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη Περσικὴ ἀπόμοιρα, οἳ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ᾗπέρ μοι ἤδη ἐρρήθη. 9 γνόντες γὰρ ὡς | |
30 | ἐνενίκηντο μὲν οἱ Πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκρά‐ | |
τουν, αὐτίκα οἵ γε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων | 121 | |
122 | ἀποκεκριμένην διανύσαντες ἐς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι ἀκλεέστερον μετειληφότες. 10 ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυνα‐ γηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς δυνάμεως καταλιπὼν | |
5 | ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ Πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν ὡς ἐκεῖσε | |
διαχειμάσων. | 122 | |
123(t1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
t2 | ΙΣΤΟΡΙΩΝ Δ | |
1 | 1. Ἐς τοῦτο δὲ νίκης τοῖς Ῥωμαίοις τοῦ πολέμου κεχωρηκότος καὶ ὥσπερ ἀνακωχῆς τῶν ἐκείνῃ γεγενημένης τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν ἤγετο τὰ ἐπὶ Γουβάζῃ πρότερον τετολμημένα. 2 καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θάκου τινὸς ὑψηλοῦ καθῆστο | |
5 | εὐπρεπῶς, χλαμύδα ἐνημμένος, ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευ‐ μένοι καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα, ἄλλοι τε ὑπηρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς καὶ δαημονέστατοι τῆς τῶν δικαστηρίων κομψείας κήρυκές τε μεγαλοβόαι καὶ οἱ τῶν μαστίγων ἐπιστάται. | |
10 | ἅπαντες δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγ‐ μένοι. 3 ἐπεφέροντο δέ, οἷς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυ‐ χενίους κλινοστρόφιά τε καὶ ποδοστράβας καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. 4 καί μοι δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ’ ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος ξὺν τοιᾷδέ | |
15 | τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μόνον ὅπως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαϊκῶν σφίσι νομίμων κομπω‐ δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπὶ πλέον ἄρχεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσας πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι | |
20 | μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν, 5 εἰ δέ γε ἅπαντα κατα‐ ψευσάμενοι καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες οὕτω τε καταδιαιτηθέντες καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι εἶτα τῷ παλαμναίῳ ξίφει ἁπάντων θεωμένων καρατομηθεῖεν, τότε δὴ μεῖζόν τι δόξειεν εἶναι τὸ πέρας καὶ διπλασίων ἡ τιμωρία. 6 ἠπίστατο | |
25 | γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀπορρήτῳ βαρβαρικώτερον Ῥούστικόν τε | |
καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασ‐ | 123 | |
124 | θαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποινὴν κομίσασθαι τῶν ἡμαρτημένων. 7 δικαστηρίου δὲ καταστάντος καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διᾳττόντων καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει | |
5 | καὶ ἀποκρινεῖται διαταττομένων ὄγκου τε δικαστικοῦ φαινομένου καὶ μεγαληγορίας ἀκουομένης καὶ ἐπὶ τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου, τούτων δὴ οὖν οὕτω πραττομένων ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. 8 ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαν‐ | |
10 | τίῳ ἀστούς, καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξίστησι τῶν φρονημάτων, μή τί γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκὸν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀττικώτα‐ τον, ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη. 2. Τότε δὲ Ῥούστικός τε καὶ Ἰωάννης ἐκ τοῦ δεσμωτηρίου ἠγμένω | |
15 | ἀνὰ τὸ λαιὸν μέρος ἑστήκατον, οἷα δὴ φεύγοντε. ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι καὶ ἤδη ἐκ πλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. 2 ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότε‐ ρον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομίσας· ἀλλὰ | |
20 | γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· 3 „ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζῃ τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους φαμέν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριω‐ | |
25 | τάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνώμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. 4 πλὴν ἀλλ’ ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ καὶ τῇ ποι‐ κιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι οὐδὲ μεθεῖναι μὲν τὸ φυλάξασθαι τὰ παρ’ | |
30 | ἐκείνου εἴτε ἴσως εἴτε πάντως βεβουλευμένα, καταλιπεῖν δὲ ἐν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστόν, καὶ | |
ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) | 124 | |
125 | ἑπόμεθα καὶ ἡμεῖς τῇ φύσει καὶ ἀπιστοῦμεν. 5 ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μετα‐ μελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον ἐνταῦθα τὸν | |
5 | ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βου‐ λόμενον εἴτε ἠναγκασμένον. 6 εἰ δέ γε ἡμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται) 〈ἀπ‐ αχθήσεται〉· εἰ δὲ διωθοῖτο καὶ ἀντεπιφέροιτο καὶ ὅτῳ γοῦν τρόπῳ τὰς | |
10 | χεῖρας ἀντάροι, τότε δὴ ἕξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελε‐ τωμένων, καὶ τὸ λοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται, ὡς, εἴ πού τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ τοῦτο ἡμῖν ἐσόμενον ἀπὸ τρόπου. οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος· οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ’ ὡς τυραννοκτόνον ἐπαι‐ | |
15 | νετέον.“ ἡ μὲν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσα‐ μένη διέγνωστο. 3. Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἳ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο τὰ σφέτερα αὐτῶν δικαιώματα ᾗ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ | |
20 | ἐπικλήματος καὶ ἔλεξαν τοιάδε· 2 „Ἀπόχρη μέν, ὦ δικαστά, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν, ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καὶ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, | |
25 | ἥκομεν νῦν ἐροῦντες μόνον ἀμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἡμῖν διανυσθήσεται τὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα καὶ οἷα τοῦ μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. 3 ποία γὰρ αὐτοῖς λελείψεται σκῆψις ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ ξύμμαχον καὶ ὁμοδίαιτον καὶ ὁμόσπονδον καὶ | |
30 | ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα καὶ τί δὲ οὐχὶ τῶν οἰκειοτάτων κεκτημένον, ἀνέδην οὕτω διαχειρισαμένοις καὶ πολλῇ τῇ δυσμενείᾳ χρῆσθαι καθ’ ὑμῶν φωραθεῖσι τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστά, καὶ ἔθνους οὐκ ἀγεννοῦς καὶ πρὸς ἀρετὴν | |
ἐνεργότατος καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκ‐ | 125 | |
126 | τονότων. 4 ἀνατετράφαται δὲ τὰ τῶν Κόλχων πράγματα καὶ διερρύη, ἀληθέστερον δὲ τὰ κοινά, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώ‐ των καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· | |
5 | πολιτεία δὲ μὴ διὰ πάντων ἐρρωμένη, ἀλλὰ βραχείᾳ γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι ξυνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. 5 ταῦτα δὴ οὖν ἅπαντα δράσαντες οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται διε‐ | |
10 | ρευνᾶν καὶ προσίεσθαι καὶ διά τινων ἀφανῶν τεκμηρίων καὶ οἷον εἰκό‐ των χωροῦντας ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. 6 ταῦτα γὰρ δὴ τὰ σοφίσ‐ ματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλοῦντες παράγειν τοὺς πλείστους | |
15 | ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προθεῖεν, γινωσκόν‐ των, ὦ δικαστά, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προῦπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὲν ἀπεκτό‐ νασι τὸν ἄνδρα, διαρρήδην φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε | |
20 | τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. 7 πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφίσιν αὐτοῖς ἢ πῶς τὴν πρᾶξιν δεινὴν ἀποκα‐ λοῦντες ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τυγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ | |
25 | ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα. 4. „Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευ‐ μένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει οὐδὲ ὡς ὁμοφύλοις μετ’ εὐνοίας διαιτητέον αὐτοῖς, ὅ τι μὴ καθάπερ λίαν | |
30 | ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχά‐ νουσι, κἂν μήπω τῷ παρ’ ὑμῖν γεγραμμένῳ. 2 τὸ γὰρ ἀντίπαλον | |
καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρή, οὐ τῷ πορρωτέρω τετάχ‐ | 126 | |
127 | θαι. ὁ δὲ οἷς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, ταῦτα προὔργου ποιούμενος πολέ‐ μιος ἂν κριθείη δικαίως, κἂν συμπαρῇ, κἂν συστρατεύοιτο, κἂν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. 3 ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασὶν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν | |
5 | ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανοίας, ὡς μηδισμοῦ διώκειν τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφήν, ὅτε μηδὲν πλέον ἕξει νικῶν. 4 ποῖος δὲ νόμος ἢ παρ’ ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς κρίσεως γιγνομένην; κριταὶ | |
10 | γὰρ αὐτοὶ καὶ δυσμενεῖς αὐτοὶ καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάν‐ τες τιμωρίαν μὲν ἀνεξετάστως τῷ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἦν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. 5 ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐχρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἴ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς | |
15 | αὐτὸν ἐνστήσασθαι δίκην καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατη‐ γορημένους ἀντεγκαλεῖν. 6 εἰ γὰρ τοῦτο πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους αὐτοχειρίᾳ διεχρησάμεθα, παρὸν ἡμῖν πρὸς δίκην τυχὸν ἀγομένοις ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ’ αὐτῶν πρότερον ἡμαρτημένα καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν | |
20 | τὸ εὐλόγως ἀνθημαρτηκέναι; μᾶλλον γὰρ ἡμεῖς ἐπὶ σαφέσι τοῖς προϋπ‐ ηργμένοις χαλεπήναντες ἐνδίκως ἂν ἠμυνόμεθα τούτους καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. 7 ἀλλ’ οὐδὲ πρὸς ἡμῶν οὐδὲ παρ’ ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεών, εἴ γε κατὰ τοὺς πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ εἰ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους | |
25 | δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι καὶ τοῦτο πολλάκις γιγνό‐ μενον μέχρι τοῦ ἐπ’ ἄπειρον ἤδη τολμᾶσθαι προενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμενεῖ; 8 ἁπάντων γὰρ ἀναιρούν‐ των τε καὶ ἀναιρουμένων καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ’ ἀλλήλων θαρρούντων οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθερεῖται | |
30 | μὲν εἰκῇ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἐξετάσεως καιρὸν ἡ τῶν | |
ἀντιδρώντων ἑκάστοτε παρανομία. | 127 | |
128 | 5. „Καίτοι τί δεινὸν εἶναί φασιν, εἴπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος ἅπαν ὑμῖν τὸ ξυμμαχικὸν σωφρονέστερον καθεστήξει; 2 προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσ‐ | |
5 | γένοιτο, ἀλλ’ αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης ἠφάνισταί τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς ἂν ὑμῖν ἐνθένδε τὸ ξυμμαχικὸν σωφρονήσειε; 3 πῶς δὲ οὐκ ἂν μᾶλλον καὶ διαλύσαιεν τὰ ξυγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς | |
10 | ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους καὶ τῆς προσπεσούσης χρείας οὐ περαιτέρω γνωριζομένους. 4 ἀλλ’ οὔτε μετειλήφατε τοῦ βουλεύματος οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος | |
15 | ἐπὶ τὸ σύμπαν τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται οὔτε τὴν πάλαι περὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθε‐ στήκατε καὶ δικαίοις χρῆσθε νομίμοις, ἡ τούτων νικήσει κακοδαιμονία. 5 τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, | |
20 | ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. 6 νῦν μὲν γὰρ ἴσως ἐφ’ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι καὶ τὰ τῆς δοκήσεως ἐπ’ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστά, κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκείων, ἀλλὰ σωφρονισταὶ | |
25 | τῶν ἀδικούντων εἶναι πεφύκατε. 7 εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ’ ἔργῳ κατηγοροῦντες σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καὶ πρὸς ἀνάγκης, | |
30 | ἐναντιούμενον δὲ καὶ βιαζομένοις, ἀποκτεῖναι δὲ μηδαμῶς πρὶν ἂν ἐκεῖνος ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος τὰ πολεμίων δρᾶν προαχ‐ | |
θείη. 8 οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες μήτε ἄλλως | 128 | |
129 | ἐφειμένον αὐτοῖς ἀδεῶς ἃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες οὔτε μὴν ὥσπερ ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὅτῳ δὴ οὖν τρόπῳ τοῦ | |
5 | προστάγματος ὀλιγωρήσει. 9 καίτοι μεγαλαυχοῦσι καὶ βρενθύον‐ ται ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵ γε καὶ τὴν ἐκείνου περι‐ ορῶντες πεφήνασι γνώμην ψευδέσι τε χρῆσθαι πρότερον κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγ‐ γέλτως ἐξειργασμένοι καί, τὸ δὴ πάντων παρανομώτερον, οὔτε τὴν | |
10 | ἐπιστολὴν ἐπιδείξαντες, ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι. 6. „Πῶς οὖν οὐ παντὸς ὀλέθρου καὶ τιμωρίας ὑπέρτερα πάσης τὰ τετολμημένα δόξαιεν ἄν; ἀδικία γὰρ καὶ κατ’ ἄλλου του γιγνομένη φευκτόν τι καὶ ἀπειρημένον, μάλιστα δὲ φίλον καὶ εὔνουν καὶ πολλάκις | |
15 | προκεκινδυνευκότα τῶν πέλας εἶναι συμβαίη τὸν ἠδικημένον. 2 τίς γὰρ ὁ τοῦ Περσῶν πλούτου καὶ τῶν προτεινομένων ἁπάντων τὴν πρὸς ὑμᾶς εὔνοιαν ἀλλαξάμενος; τίς ὁ τὴν Χοσρόου φιλίαν ὑπεριδὼν καὶ παρὸν ἐκεῖσε πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι τὸ παρ’ ὑμῖν ἔλαττον ἀγαπήσας; τίς ὁ πρότερον τῆς χώρας ὑπὸ Μήδων ἐπὶ πλεῖστον χρόνον | |
20 | πιεζομένης καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας ἔτι μελλούσης μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ’ αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν μᾶλλον ὑποστὰς μετιέναι ἢ προσηκά‐ μενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τίς δὴ οὖν οὗτος; 3 ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν | |
25 | ὑπὲρ ὑμῶν ἔδει, κατορρωδήσας, Γουβάζης, ὦ νόμοι καὶ δίκη, ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον | |
30 | σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως, ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως τιμωρηθῆναι. 4 ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐτοῖς ἔνδικος οὐχ | |
ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ βασκανίας ἐς τοῦτο κακοῦ | 129 | |
130 | προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν καὶ λογισμῷ σώφρονι καὶ τῇ τοῦ συνοίσοντος ἐπιγνώσει οὐδένα παρῆκαν καιρόν, μόνῳ δὲ τῷ αὐθαδιζο‐ μένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι πολλὴν παρέσχον αὐτονομίαν καὶ τὸ μελετηθὲν ἐκ πλείστου καὶ ὠδινόμενον οὕτω πως ἐκ τοῦ παρείκοντος | |
5 | ἔδρασαν, ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι μήτε μὴν 〈τὰ ξυμβησόμενα〉 διανοηθῆναι. 5 πολέμου γὰρ τοσούτου περιεστηκότος ἐμφρόνων μὲν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι, οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται· καὶ | |
10 | τό γε ἧκον ἐς αὐτοὺς προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα, πάντα ξυμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεώς τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. 6 οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελ‐ θόντων καὶ πανταχόθεν ὑμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω | |
15 | ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καὶ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ’ οὐ δίκαιον, ὦ δικαστά, τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι καὶ ἧττόν τι παθεῖν ἢ καθ’ ὅσον ἡ τοῦ ἐγχειρήματος βούλεται φύσις.“ 7. Οὕτω δὲ τῶν κατηγόρων τοῖς ἐπικλήμασι χρησαμένων τὰ πλήθη | |
20 | τῶν Κόλχων (αὐτοῦ γὰρ ξυνήθροιστο) ἐπαΐειν μὲν οὐ μάλα ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες, ἐφ’ ᾧπερ ἕκαστα ἐτύγχανον προηγμένα, ἀγωνιζομένοις τε αὐτοῖς ἔτι ξυνεμόχθουν τῇ προθυμίᾳ καὶ συμπεριήγοντο ταῖς μεταβολαῖς τῶν σχημάτων· οὕτω τε τὰς ψυχὰς διέκειντο, ὡς ἂν | |
25 | αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν. 2 καὶ εἶτα, ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο, αὐτίκα οἵ γε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν, ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο· τοῦ δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾶν ἐς τὸ ἐμφανὲς ἵεντο, καὶ ἤδη | |
30 | ὑπετονθόρυζον καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι ταῖς χερσὶ καταπαύοντες ἀνέκοψαν | |
τὴν περαιτέρω φορὰν τοῦ θορύβου. 3 καὶ τοίνυν σιγῆς γεγενημένης | 130 | |
131 | παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἅμα Ἰωάννῃ τῷ ἀδελφῷ ἔλεξε τοιάδε· 4 „Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐ‐ ναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ δέον μεγίστων γερῶν ἀπόνασθαι πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ’ | |
5 | ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης ἀνάπλεως μεγαλ‐ αυχίας. 5 γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ προδότην ἄνδρα καὶ τύραννον ἀπολωλέναι καὶ τὰ βασι‐ λέως πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι ξυμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς καὶ αὐθαίρετον τὸ | |
10 | ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ οἰχησόμεθα κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες, τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς, ὡς τοὺς Ῥω‐ μαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν καὶ οὔπω παρ’ ἑτέρων ἀφῃρημένους. 6 εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον καὶ παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεώς τε προσέδει | |
15 | τῶν εἰργασμένων καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους καὶ δεδειγμένων τυχὸν διαπορεῖν, ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις καὶ τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. 7 Ῥωμαίου δὲ ἀνδρὸς διαιτῶντος τίνος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ’ ὑμῖν | |
20 | αὐτοῖς, ἀνθ’ ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες; οὐδὲ γὰρ μεταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι, καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι καὶ δεινὰ τετολμῆσθαί φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου. 8 χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι | |
25 | ταύτην προσνέμειν τὴν ἐπωνυμίαν, ἀλλ’ ἔνθα τὸ δίκαιον ἐνεργὸν καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη τὸ ἐφιέμενον καὶ μόνοις τοῖς καθεστῶσι τὸ φρόνημα τῆς ψυχῆς ἀναμετροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεκτόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα. 9 εἰ δὲ | |
30 | τούτων μὲν ὡς πορρωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον ἀλλ’ ἢ τοὺς Πέρσας καθ’ ἡμῶν λαθραίως ἐπάγειν καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις, πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι ἢ τὴν βασίλειον στολὴν αἰδεσθέντας | |
ὑπὸ τοῖς πολεμίοις γενέσθαι; 10 τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον | 131 | |
132 | ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν καὶ τὸ παρὸν ἀμωσγέπως παρακρουσαμένοις σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ ὠμότης προεπιφέρειν τὴν τιμωρίαν καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν | |
5 | ἐξουσίᾳ. 11 ἔνθα δὲ τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ’ ἄρδην εὐθὺς ἅπαντα οἴχεται, συναφ‐ αιρουμένων τῇ κοινῇ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρετέον τοῖς ἔμφροσι καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον. | |
10 | 8. „Εἰ τοίνυν καὶ διαρραγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντες καὶ ἄγος καὶ μιαιφονίαν καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾶν ἐκβιαζόμενοι, ἀλλὰ σὸν ἔργον, ὦ δικαστά, μνήμην ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι’ ὧν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν καὶ τῷ εὐλόγῳ τοῦ | |
15 | ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. 2 ἐπεὶ καὶ πολ‐ λαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς | |
20 | ἄρχουσιν, οἶς τὰ τῶν τιμωριῶν τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καὶ μιαροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ’ ἐκείνων τετολμημένα λογιζόμενοι καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικη‐ μάτων ἐπιμνησθέντες ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῇ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. 3 ἀνῄρηται τοίνυν | |
25 | πρὸς ἡμῶν ὁ Γουβάζης· καὶ τί δεινόν, εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευ‐ κρινήσαντες οὐ τῷ πορρωτέρω ταχθέντι προσήκειν φασίν, ἀλλ’ ὅτῳ ἄν, εἰ καὶ ὁμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ τήνδε τὴν δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην καὶ οἵαν | |
30 | τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. 4 οὐκοῦν, ἑκατέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γουβάζην τῷ δοθέντι χρώ‐ μενοι τεκμηρίῳ. τούτου γὰρ ταύτῃ καὶ δὴ δεικνυμένου καὶ τὸ δικαίως αὐτὸν ἀνῃρῆσθαι συναναφανεῖται. 5 ἅπαν μὲν οὖν ἀεὶ βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ᾖ τοῖς Ῥωμαίοις, ἀλλὰ τῷ τῆς γνώμης ἀλλο‐ | |
35 | τριωτάτῳ διεστηκὸς καὶ τῇ τάξει τῶν νόμων ἀχθόμενον ἐπὶ τὸ νεωτερο‐ | 132 |
133 | ποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυκεν· καὶ ἥδιστα μὲν ἂν ἐφ’ ἑαυτῷ βιοῦν διατελοίη μηδαμῶς ὑφ’ ἑτέροις ταττόμενον, ὡς μηδὲ τῶν ἀδικη‐ μάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ γοῦν τὰ ὁμοδίαιτα τῶν ἐθνῶν καὶ μᾶλλον τοῖς οἰκείοις πλησιάζοντα τρόποις ἐπάγεσθαι | |
5 | προὔργου ποιοῦνται. 6 πλὴν ἀλλ’ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβάζης ὑπῆκτο τοῖς πάθεσι τῷ βάρβαρός τε πεφυκέναι καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπιστίαν, ὁ δὲ καὶ πρὸς τοῦτο κακίας ἐχώρει καθ’ ἡμῶν, ὡς μηκέτι διαλανθάνειν οἴεσθαι δεῖν, τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην | |
10 | δυσμένειαν. 7 ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιόν‐ των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη, αὐτὸς οἴκοι μένειν ᾤετο δεῖν σὺν τοῖς ὁμοφύλοις καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστά‐ ναι. πλὴν ἀλλ’ ἐπετήρει ξὺν ἀκριβείᾳ καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κινήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. 8 εἰ μὲν οὖν μέγιστόν τι κατὰ | |
15 | τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο καὶ τοῦ νικᾶν ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν, ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα, φαύλην μὲν τὴν ἐγχείρησιν, φαυλότατον δὲ τὸ πέρας ἀποκα‐ λῶν καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. 9 εἰ δέ | |
20 | που τυχὸν καὶ σφαλείημεν (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον μὴ οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν, ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;), ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυνον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος· ἦν δὲ πάντως αὐτῷ προεσκεμμένον καὶ ἐγκριθὲν μηδὲν ἄλλο δοκεῖν | |
25 | αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτερίαν. 10 τὸ γὰρ παλίμ‐ βολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον καὶ οἷς καθ’ ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς οὕτω παρασχὸν ὑπερβαλομένοις. | |
30 | 9. „Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἷς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν, ἀλλ’ εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλανούς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύ‐ | |
κασον οἰκοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι πορ‐ | 133 | |
134 | ρωτέρω, τάς 〈τε〉 ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινοστεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια καὶ τῶν βαρβάρων ἡσσῶνται. 2 καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος | |
5 | μετῄει, καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας, τὸ δὲ ἐφ’ ᾧ πλέον ἐμόχθει καὶ παρεσκεύαστο, ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. 3 τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ τοῖς ἔθνεσι νικήσασαν δόξαν, ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει τρο‐ παίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγίγνωσκε χρῆναι καὶ ταύτῃ | |
10 | πρὸς θράσος κινεῖν καὶ αὐθάδειαν τὸ τέως κατεπτηχὸς καὶ θαυμάζον. 4 ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ‐ ράννῳ κεκόμψευται; καίτοι κοινῇ δοθὲν ἑκατέροις, οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμ‐ | |
15 | πιπτόντων εὖ τε τυχὸν ἢ καὶ ἑτέρως διακεῖσθαι τὰς γνώμας. 5 ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς ἠνιᾶτο μὲν οἷς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ’ οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχόν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ | |
20 | λυμαινομένους; 6 ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πραγμάτων ἐπισκεψώμεθα πεῖραν, οὗπερ ἡμᾶς ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν στράτευμα δυσμενὲς | |
25 | εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς στρατηγοῖς φοιτᾶν ἐπ’ αὐτοὺς ἅπαντι τῷ στρατῷ καὶ καθε‐ λεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκ πλείστου καὶ ἐφεδρεῦον. 7 ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, | |
30 | ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἐξ ἐρυμάτων παρατατ‐ τομένους καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας | |
ξυνεπιλάβοιντο καὶ συμπαρασταῖεν. 8 τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν | 134 | |
135 | τοὺς στρατηγούς; ἀντιβολεῖν, ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους καὶ πρὸς ξυμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῆς αἰτήσεως. καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον· 9 ὁ δὲ καθάπερ ὡς ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς καὶ ὡς ἐξὸν αὐτῷ κατ’ ἐξουσίαν βιοῦν | |
5 | συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρούριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνείχετο. οὐ μὴν οὐδὲ σκήψεις τινάς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ εἰς προκάλυμμά γε ὅμως τῆς ἀπορρήσεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμ‐ πετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν ἀξίωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς καὶ δυσμενῶς | |
10 | εἰς αὐτοὺς ἀφυβρίζων, ὥσπερ ἀνδρείαν τοῦτο ἡγούμενος καὶ βασιλεῦσι πρέπον· ἦ γὰρ 〈οὐκέτι ἀνεβάλλετο〉 τὸ διαρρήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. 10 εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασίλειον γράμμα δεικνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς οἰκείας χώρας ἐντὸς βραχεῖάν τινα | |
15 | διανύσαι πορείαν ἑλόμενον; καὶ πῶς οἷόν τε ἦν, εἴ γε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’ ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὲν ἀνέδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου, τοῦ δὲ παντὸς ἔθνους καὶ μάλα | |
20 | τὴν στάσιν προσιεμένου τῷ πρὸς τὴν κίνησιν τῶν καθεστώτων βαρ‐ βαρικώτερον ὁρμῆς πεφυκέναι καὶ πρός γε πλησίον ἔχειν τοὺς ἀνθεξο‐ μένους; 11 τοιγάρτοι τὸν ἀρχηγὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες τοσούτων συμφορῶν ἑσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον οὕτω πως εὐκολώτατα κατεπαύσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς, εἴπερ ὅλως | |
25 | τι καὶ ἤμελλεν ἔσεσθαι. 10. „Μὴ τοίνυν, ὦ δικαστά, τὴν ἐπιστολὴν προφερόντων μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδαμῶς ἠκολουθη‐ κότας. τῷ γὰρ οὐ λίαν ἔνδηλον, ὡς τὸ γεγράφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπόπειρα μόνον ὑπῆρχε καὶ βάσανος, εἴπερ | |
30 | αὐθαιρέτως εἴκοι τοῖς προσταττομένοις, ὥστε δικαίως ἁρμόσασθαι; 2 γνωσθὲν τοίνυν ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλ‐ λώμενον, δι’ ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἔδει προτρέ‐ | |
πειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν, εἰς ὅπερ πολλῶν ἐν μέσῳ | 135 | |
136 | ξυμβεβηκότων δεινῶν πρὸς ἀνάγκης καὶ ὣς περιήχθημεν ἄν; οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους ἐν ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. 3 ἐλείπετο δὴ οὖν, ὡς ἔοικε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν | |
5 | πρὸς Γουβάζην καὶ ληρώδεις ἀγῶνας ἐγείρειν καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ’ οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ Πέρσαι παρόντες καὶ τοῖς ἔργοις ἐγκεί‐ μενοι καὶ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσ‐ θαι παρεσκευασμένοι. 4 ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται | |
10 | πολέμιός τε καὶ προδότης καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τί διαφέρειν οἴονται σφίσιν οἱ Κόλχοι, εἴτε παρ’ ἡμῶν εἴτε παρ’ ἑτέρων ἀνῄρηται; 5 οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν, ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καὶ προσῆκον τῆς ἐν ᾗ τέτακται πολιτείας | |
15 | ὑπεραλγεῖν καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. 6 οὐκοῦν εἰ καὶ βδελυροὶ κατ’ αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν, ἀλλὰ πιστό‐ τατοι βασιλεῖ καὶ φιλορώμαιοι καὶ οἷοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς, ὦ δικαστά, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ’ ἡμῶν ἐν δέοντι τολμηθέν, οὐκ ἄνευ | |
20 | δὲ τῆς Μαρτίνου γνώμης γεγενημένον.“ 11. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκα οὐχ ἧσσον τοὺς Ῥουστίκου προσίετο λόγους. συστάσης δὲ καὶ δὶς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος, οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ | |
25 | Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισ‐ μοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ’ ὧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν | |
30 | ἐπὶ Μαρτίνῳ λεχθέν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευ‐ μένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. 2 τοῖς γε μὴν τὸ ἀπεκτονέναι | |
περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε | 136 | |
137 | θᾶττον αὐτοὺς διαφθαρῆναι ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. 3 καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμε‐ νοι καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν καὶ πλείστης ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ | |
5 | κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους καὶ φόνων ἀδίκων ἀπέχεσθαι. 4 ἐπεὶ δὲ αὐτοῖς καὶ ἀπετέτ‐ μηντο οἱ αὐχένες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο, ἀποβεβληκότες τὸ χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών· οἱ δὲ Κόλχοι αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις καὶ τὸν πρότερον ἀνα‐ | |
10 | νεούμενοι τρόπον. 12. Τούτων δὲ γεγενημένων τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥς πῃ ἑκάστῳ διετέτακτο. 2 ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτη‐ | |
15 | ρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δέ, ὡς ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγ‐ χανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ | |
20 | δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. 3 „Παρὸν τοίνυν ἡμῖν“ ἔφασαν οἱ πρέσβεις „ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ’ ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ’ ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα | |
25 | καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. 4 Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον | |
30 | προσχωρήσαιμεν. 5 ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ | |
μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα | 137 | |
138 | ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι καὶ μὴ περιϊδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν | |
5 | οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. 6 πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων“. 7 ταῦτα δὲ ἀκούσας | |
10 | ὁ Ναχοραγὰν προσίετό τε αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μετα‐ στάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων. 13. Τοῦ δὲ ἦρος ἀρχομένου αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐς | |
15 | ταὐτό που ξυνελθόντες ἔγνωσαν κατὰ Μισιμιανῶν ἐπιστρατεύειν. 2 ἀλλὰ Βούζης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο φρουρήσοντες τὰ ἐνθάδε καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἄνδρες ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄλλοι τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν καὶ Μαξέντιός τε καὶ | |
20 | Θεόδωρος, ὁ τῆς Τζανικῆς δυνάμεως πρωτοστάτης, ὥς μοι πολλάκις ἐρρήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. 3 καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησό‐ μενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν, ἄρχειν τῶν ὅλων ἐλαχέτην, ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ | |
25 | Ἀρμένιος καὶ Κόλχος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνίων καὶ ἐλασσούμενοι. 4 ὁ μὲν γὰρ ἐν λοχαγοῖς ἐτέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὲν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαζῶν βασιλέως ἡγεῖτο (μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ | |
30 | βαρβάροις), οὐ μὴν ἐς τοσοῦτον φρονήματός τε αὐτῷ μετῆν καὶ παρ‐ | 138 |
139 | ρησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ θαρραλεώτερον ἐγκελεύεσθαι. 5 οὗτος δὴ οὖν ὁ στρατός, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν τῶν Ἀψι‐ λίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι κώλυμα γέγονεν ὅμιλος Περσικός, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γὰρ | |
5 | τῆς τῶν Ῥωμαίων παρασκευῆς καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ Μουχείρισιν πολισμάτων ᾔεσαν καὶ οἳ ἐπ’ ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν καὶ ἐς δύναμιν ἐπαρήξοντες. 6 τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, | |
10 | ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. Πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητόν τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατόπεδα ἠρέμει, καὶ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾶν διανίσταντο, ἀλλ’ ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἴ γέ τις πρότερος ὁρμηθείη. 7 παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι | |
15 | ἐπὶ μισθοφορᾷ προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν γέ ἐστι καὶ πολυάνθρωπον φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον καὶ οἷον δὴ οὖν ἀεὶ τὴν ὀθνείαν ἐφίεσθαι 〈ἐπιτρέχειν〉 μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις, νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς τἀναντία μεταβαλλόμενον. | |
20 | 8 πολλάκις μὲν γὰρ τοῖς Ῥωμαίοις, πολλάκις δὲ τοῖς Πέρσαις κατ’ ἀλλήλων παραταττομένοις ξυνήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ’ ἑκατέρους τραπέντες καὶ μισθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτομαχίᾳ, ὥς μοι ἕκαστα προ‐ | |
25 | δεδιήγηται. 9 ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ ξυγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλίγῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοί, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὄντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι. 14. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθρῳ | |
30 | τινὶ περιαυλίσματι πόρρω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντίῳ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον | |
καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατε‐ | 139 | |
140 | λοῦσιν, ἤλαυνον εὐθὺς ἐπ’ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. 2 περιστάντες δὲ κύκλῳ τὸ ἕρκος (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ’ ἐς ὅσον ἱππότου ἀνδρὸς ἔκτοθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνε‐ σθαι), τούτῳ δὴ οὖν πελάσαντες ἔβαλλον πάντοθεν τοὺς βαρβάρους | |
5 | ἀκοντίοις τε καὶ λίθοις καὶ τοξεύμασι καὶ παντὶ τῷ προστυχόντι. 3 οἱ δὲ [οὖν] πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ τὸ ἀτρεκὲς ὑποτοπή‐ σαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπεπληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχο‐ μένοις. οἱ μὲν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ | |
10 | τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες καὶ ἐπὶ τοὺς τοίχους ἀναρριχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λάσιον τῆς ἐχο‐ μένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. 4 τούτων δὲ τοῖς Πέρσαις ἀπηγγελμένων αὐτίκα οἵ γε ἴλας ἱππέων στέλλουσιν ἐπ’ αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένας. | |
15 | οἱ δὲ Ῥωμαῖοι εἴξαντες τῷ πλήθει καὶ ὥσπερ ἀρκούμενοι τῷ γεγενημένῳ ἀπεχώρουν δρομαῖοι καὶ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες ἐν τῷ ἀσφαλεῖ καθίσταντο, τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώ‐ μενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ. 5 ἐτύγχανε γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπό του βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην | |
20 | ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ’ ἑτέραν τινὰ φεύγοντες πορείαν καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι | |
25 | σχολαίτερον ἀποκομισθῆναι. 15. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ’ αὐτὸν ταξιάρχων, ἄνδρα Οὗννον τὸ γένος, Ἐλμινζοὺρ ὄνομα, ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱππόταις. ἥδε δὲ ἡ Ῥοδόπολίς ἐστι μὲν πόλισμα Κολχικόν, ὑπὸ Περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο, | |
30 | ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου καὶ φρουρὰν Περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖόν τινα κατείργαστο τρόπον, οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. | |
2 ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἰσία τις ξυνελάβετο τύχη. | 140 | |
141 | ἐτύγχανον γὰρ οἵ τε τῶν Περσῶν φρουροί, οὕτω ξυνενεχθέν, ἐκτός που τοῦ ἄστεος διατρίβοντες καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. 3 τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω καὶ τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καὶ ὅσην μὲν Περ‐ | |
5 | σικὴν εὗρεν ἀπόμοιραν, τούτους δὲ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον, ἐπειδὴ αὐτοὺς διέγνω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ πιστότερον καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὖθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε | |
10 | τὰ πάτρια νόμιμα καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. 4 τού‐ του μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου οἱ μὲν Πέρσαι εὐθὺς μετανίσταντο καὶ ἐπανῄεσαν ἔς τε τὸ Κοτάϊσιν καὶ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βουλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς | |
15 | Μισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. 5 οἱ δὲ Ῥω‐ μαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες καὶ δὴ τῆς προτέρας εἴχοντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Μισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει | |
20 | καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Μαρτῖνος, ἐφ’ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ παρείλετο καὶ ἀνέκοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενή‐ κει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις | |
25 | πάλιν ἀγόμενοι ἡγεμόσιν. 6 πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπει‐ ρᾶσθαι τῶν Μισιμιανῶν, εἴ που ἄρα ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μεταμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαίοις ἐγχειρίσαιεν καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο, ἀλλὰ καὶ ταῦτά γε | |
30 | ἀποδοῖεν. 7 καὶ τοίνυν ἐκ τοῦ Ἀψιλίων γένους λογίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ | |
Μισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνο‐ | 141 | |
142 | μένοις τὸ τοῦ φθάσαντος ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέ‐ μιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν, ὅ τι ἄν τις αὐτοὺς νεμεσῶν ἀποκαλέσοι, παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν, | |
5 | καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας. 16. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων | |
10 | ἀρξάμενοι τῶν αὐτῶν εἴχοντο διὰ παντὸς ἐγχειρημάτων ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς, ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμυνοῦσιν, ἀλλὰ τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες καὶ τῷ οὔποτε δυνήσεσθαι τοὺς Ῥωμαίους παραμείψασθαί τε αὐτὴν καὶ ὑπερβαλέσθαι, οἱ δὲ τὰ δεινότερα ἔδρασαν. | |
15 | 2 ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν οὐδὲ ἐπὶ μέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαί‐ νεται καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ ῥᾳδίως εἶναι βατὴ καὶ εὐεπίδρομος, ὡς εἴ γέ τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοι τοὺς | |
20 | ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους, μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύρους. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι ἐς ἀπόνοιαν ἐτράποντο βιαιοτάτην. 3 ἀλλ’ οἱ Ῥωμαῖοι, τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων καὶ οὔπω φρουρὰν | |
25 | τῷ λόφῳ ἐγκαταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥαχίας καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. 4 οἱ δὲ Μισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος, αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἷόν τε ὂν ἅπασιν ἀρκέσαι, | |
30 | ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στερρόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. 5 ὀλίγοις δέ τισι | |
τῶν Ῥωμαίων καὶ οὐ πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις | 142 | |
143 | (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ’ ἔξοχοι ἐς τὰ μάλιστα καὶ τάγμασιν ἐφε‐ στηκότες), τούτοις δὴ οὖν ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομένοις ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππό‐ ται, οἰόμενοι ἅπαντας τῷ πλήθει ξυλλαβόντες ῥᾳδίως διαχειριεῖσθαι. | |
5 | 6 οἱ δὲ τῇ τῶν πολέμων ἐμπειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες ἀρετῆς ἐπεδείκνυντο ἔργα. καὶ ἦν ἐπὶ πολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσίν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾶν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων καὶ ἐν τῷ ἀσφαλεῖ | |
10 | γιγνομένων. 7 ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ὄρους ἐπιφανείσης ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ’ ὁ τῶν Ῥωμαίων στρατός (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἀναμεμιγμένοι) ἐνέ‐ κειντο μάλα διώκοντες, ἕως τοὺς πλείστους ἀπέκτειναν, ὡς μόνους ἐκ | |
15 | τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσω‐ θῆναι. 8 εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι, καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἄν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. 9 νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστο‐ | |
20 | τάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδόν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ ἀντιπαρακελεύεσθαι καὶ ὁποῖα ἄττα τις φήσειεν, τοιάδε καὶ ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέ‐ παινα ὑπῆρχε τὰ ἐγχειρήματα. 10 ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι καὶ τοὺς μὲν τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐπράσσετο | |
25 | μὲν οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παρρησιάζεσθαι πρὸς τοὺς πέλας καὶ τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι ἢ τὸ μὴ τά οἱ δόξαντα διαπραχθῆναι. | |
30 | 17. Ἐν τούτοις δὴ οὖν ὄντες πόρρω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες | |
καὶ ῥᾳθυμίᾳ ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, | 143 | |
144 | κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ ἐπανερχόμενοι. 2 ταῦτα δὲ μαθὼν ὁ Μαρτῖνος ἐκπέμπει ὡς τάχιστα ἐπ’ αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετι‐ | |
5 | μημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον. 3 ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ Ῥουστί‐ κου ἔχων ἐπίταγμα, ἐφ’ ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγ‐ γέλλειν καὶ τῶν στρατιωτῶν τοὺς ἀριστεύοντας τοῖς βασιλείοις δώροις φιλοφρονεῖσθαι. 4 οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος | |
10 | καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι εὐθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοθεν διαιτω‐ μένοις ἐπιθέσθαι καὶ τὸ ξύμπαν διαταράξαι. τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἀλλ’ ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ· φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι | |
15 | ἀπερρωγυῖαι, ἐπὶ πλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. 5 τό γε μὴν ἐπιχώριον ἐμπειρίᾳ τῶν τόπων ἔκ τινος στενοτάτης ὁδοῦ καὶ ὑπο‐ λανθανούσης μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως, καταφέρονται δὲ ὅμως, εἴ που δεήσοι, καὶ αὖθις ἀνέρπουσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν | |
20 | αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ πίδακες ποτίμου ὕδατος ἀνα‐ βλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ κολωνῷ ἐνοικοῦντες. 6 τότε δὴ οὖν (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖοι καὶ ἀπεῖργον τὸ μέρος) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνήρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇ φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόρρω | |
25 | που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ ὑποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἀπεπορεύοντο, εἵπετο λάθρᾳ ὁ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ’ ἄκρου γενόμενος τήν τε τοῦ χωρίου θέσιν, ὡς οἶόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο καὶ ὅτι οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν ἄνοδον καὶ | |
30 | διαφυλάττειν. 7 ταῦτα τοίνυν ἅπαντα καταγνοὺς αὐτίκα ὑπαναχωρεῖ καὶ τῷ στρατηγῷ ἕκαστα διαγορεύει. ὁ δὲ ἥσθη τε ἄγαν τῷ ἀγγέλματι καὶ τῆς ἐπιούσης νυκτὸς ἄνδρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαρραλέους, ἔστειλεν ἐπὶ τὴν ἔφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον καὶ ἐπιθησομένους ὅπῃ παρείκοι. εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα | |
35 | ἀναβαῖεν, τότε δὴ σημαίνειν τῇ σάλπιγγι, ὥστε καὶ τοῦ ἄλλου στρατοῦ | |
τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους διακυκηθῆναι. | 144 | |
145 | 18. Ὁ μὲν οὖν Ἰλλοῦς προπορευόμενος ἡγεῖτο τῶν ἀνδρῶν ἐς τὴν ἀνάβασιν, ὡς ἤδη αὐτῷ τῇ πείρᾳ καὶ διεγνωσμένην. εἵπετο δὲ εὐθὺς Ζίπερ ὁ Μαρκελλίνου δορυφόρος καὶ μετ’ ἐκεῖνον Λεόντιος ὁ Δαβραγέζου καὶ ἐπ’ αὐτῷ Θεόδωρος ὁ τῶν Τζάνων ταξίαρχος· καὶ οὕτως ἑξῆς | |
5 | ἅπαντες οἱ ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. 2 ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ περιφανῶς ἐκάθευδον καὶ ὑπορέγκοντες ἔκειντο, εἷς δέ γε μόνος ἐπ’ ἀγκῶνος ἐρηρεισμένος ὥσπερ | |
10 | ἐγρηγορὼς διετέλει. ξυνείχετο γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει, καὶ οὔπω δῆλος ἦν ὅποι χωρήσει, ἐπινυστάζων θαμὰ καὶ ἀναπαλλό‐ μενος. 3 ἐν τούτῳ δὲ Λεόντιος ὁ Δαβραγέζου ὑπὲρ τέλματός τινος ὀλισθήσας καταπίπτει ἀθρόον καὶ ὑποφέρεται καὶ περιρρήγνυσι τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος ἀνέθορον ἅπαντες | |
15 | οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς ἥμενοι τά τε ξίφη ἐσπάσαντο καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· ξυμβάλλειν δὲ οὐκ εἶχον, ὅ τι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζό‐ μενοι τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾶν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν οὐ μάλα ἐναργὴς ἦν οὐδὲ ἀποκεκριμένος | |
20 | οὐδὲ ὁποῖος ὅπλα παραδηλῶσαι κατενεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. 4 τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες ἀτρέ‐ μα ἔμενον, ὥσπερ τῇ γῇ ἐνερριζωμένοι, καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ’ οὕτως ὅπως εἶχον προσεπεπήγεσαν, εἴτε πέτρᾳ ὀξείᾳ τυχὸν εἴτε θάμνῳ τινὶ ἐτύγχανον | |
25 | ἐπιβεβηκότες. 5 εἰ γὰρ μὴ οὕτω ἐποίουν καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἂν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρῖψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυδοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευό‐ | |
30 | μενοι. 6 καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες | |
ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστο‐ | 145 | |
146 | χασμένοι ἐνεκαρτέρουν τῇ τάξει καὶ διενοοῦντο ἐν ἑαυτοῖς, ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς οὐδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν ἐς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες. | |
5 | 19. Τότε δὴ οὖν οἱ Ῥωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυο‐ μένοις ἐπιβάντες ἀπέκτειναν τούς τε ἄλλους καὶ πρός γε ἐκεῖνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἀποκαλέσοι. καὶ τὸ λοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. 2 ἀκούσαντες | |
10 | δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες ὅμως ἀνεγρόμενοι ἐπ’ ἀλλήλους φοιτᾶν ἵεντο καὶ ξυναθροί‐ ζεσθαι, ἄλλος ἄλλοθεν διεκπηδῶντες. 3 ἀλλ’ οἱ Ῥωμαῖοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιού‐ μενοι πλεῖστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς | |
15 | ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε ξυνέρρει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω‐ μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ’ ὠμότατα καὶ αὐταὶ κτεινόμεναι ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. 4 μία δέ τις τῶν κομψοτέρων δᾷδα | |
20 | κατέχουσα καιομένην ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα οἰκτρότατα ἐτεθνήκει, τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασιν. τὰ δὲ (ξύλοις γὰρ καὶ φορυτῷ ἐτύγχανον ἐσκευασμένα) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτο μεγέθους ἐξήρθη, ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ | |
25 | τοῖς ἔτι πορρωτέρω τὰ ποιούμενα διαγγέλλειν. 5 τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἴκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθ‐ μυριζόμενοί τε καὶ τὰς τεκούσας ἀναβοῶντες ἡλίσκοντο· καὶ τούτων | |
30 | τοὺς μὲν κατὰ τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες διεσπάραττον· ἔνιοι δὲ ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνερρίπτοντο καὶ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες ἐν τῷ μετεώρῳ διεπερονῶντο. 6 καὶ | |
ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ | 146 | |
147 | τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέφη καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται. | |
5 | 20. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοῖς τοιοῖσδε κακοῖς διανυσθείσης ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι, τότε δὴ ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι τοῦ φρουρίου ἐκβάντες ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν | |
10 | τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. 2 οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες καὶ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις δια‐ κεχαραγμένοι τὰ σκέλη. 3 καὶ ἐπ’ ἐκεῖνον μὲν αὖθις τὸν σκόπελον | |
15 | ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καὶ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορ‐ | |
20 | κίαν. 4 οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα καὶ ἐπιέζοντο, πλὴν ἀλλ’ οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες ἐπ’ ἐκεῖνα δὴ τὰ τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι, Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνήρ, ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ καὶ πλήττει | |
25 | καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἐξετινάχθη ὁ σπαλίων καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου ἀνεκα‐ λύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. 5 καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι κατακοντίζοντες ἔκτειναν, εἷς δέ γε ἀποδράσας ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον | |
30 | τοξευθεὶς διαφθείρεται. καὶ αὐτοῦ καταπεσὼν ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος ἔξω μεθείς, τῷ δὲ πλείονι μέρει πρὸς τὰ ἔνδον παρατεταμένος. 6 τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ καὶ σημεῖόν τι, | |
οἶμαι, τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως | 147 | |
148 | τε καὶ ἀπειρηκότες τοῖς πόνοις καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας ἀπαλλαξείοντες, μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· 7 ταῦτα δὴ οὖν λογισάμενοι καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται οὐδὲ | |
5 | περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ τότε γοῦν ἀναμνησ‐ θέντες, ἐπρεσβεύοντο εὐθὺς πρὸς Ἰωάννην καὶ ἱκέτευον μὴ σφᾶς πανωλε‐ θρίᾳ διαφθεῖραι μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδοξον τὰ ἐς τὸ θεῖον καὶ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν | |
10 | παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι, τοσαῦτα ἤδη δεινὰ πεπονθότες καὶ μεγίστας ποινὰς ἀναπλήσαντες, καταφλεχ‐ θείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος, ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαρρυῆναι τὸ φῦλον. | |
15 | 8 ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ἱκετείαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυ‐ νεύειν καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηντο. 9 τοιγάρτοι ὁμήρους λαβὼν καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέ‐ ρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν | |
20 | ἐντελέσι τε καὶ ἀκιβδήλοις δισμυρίοις τε καὶ ὀκτακισχιλίοις πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα δὴ οὖν ἀπειληφὼς καὶ λείαν πολλὴν περιβαλόμενος ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. 10 αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκε, κλεινὸν ἅμα καὶ ἀγέρωχον καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον | |
25 | ἀποκομίσας τὸ στράτευμα. 21. Μετὰ δὲ ταῦτα βασιλεὺς Ἰουστινιανὸς καθελὼν παντάπασι τῆς ἀρχῆς τὸν Μαρτῖνον, ὁ δὲ Ἰουστῖνον τὸν Γερμανοῦ καθίστησιν ἀντ’ αὐτοῦ στρατηγὸν αὐτοκράτορα τῶν τε κατὰ τὴν Κολχίδα χώραν καὶ τῶν ἐν Ἀρμενίᾳ ταγμάτων. ἦν μὲν γὰρ αὐτῷ καὶ πρότερον οὐ μάλα | |
30 | πρὸς θυμοῦ πρωτεύειν ἐκεῖνον ἁπάντων καὶ ἐξηγεῖσθαι, ὡς δὴ τῆς κατὰ Γουβάζου ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον. 2 κατεῖχε δὲ τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι τὸ | |
ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι τῶν τῇδε πραγμάτων, | 148 | |
149 | μάλιστα καὶ τῆς στρατιᾶς ἡδομένων τῷ Μαρτίνῳ διά τε τὴν τῶν πολε‐ μικῶν ἔργων ἐμπειρίαν καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. 3 οὗ δὴ ἕνεκα, οἶμαι, καὶ διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστίκῳ ξυνετεθνήκει· νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καὶ τῆς εὐβουλίας, ᾗ | |
5 | δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον ἀφῆκε μὲν τὸ ἐπίκλημα, ἄρχειν δὲ οὐ ξυνεχώρει, ἀλλὰ ἰδιωτεύειν ἐκέλευεν, ἀρκεῖν ἡγούμενος ἀτιμίᾳ γε αὐτὸν τιμωρήσασθαι, εἰ καὶ τοσούτου μιάσματος μετειλήχει. 4 ἐπειδὴ οὖν οἱ Πέρσαι ἠρέμουν καὶ ἐκεχειρίᾳ ἐῴκει τὸ χρῆμα, τότε δὴ τὸν μὲν | |
10 | ἀπεώσατο, Ἰουστῖνον δὲ προσήκοντά τέ οἱ ὡς ἐγγύτατα κατὰ γένος καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι δοκοῦντα μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν τε αὐτῷ παραδίδωσι τὴν ἀρχὴν καὶ αὖθις ἐς Κόλχους ἐκπέμπει τοῖς ἐφεξῆς ἁρμοσόμενον. 5 ἦν δέ τις ἐν τῷ ἀμφ’ αὐτὸν ὁμίλῳ Ἰωάννης ὄνομα, Λίβυς ἀνήρ, ἀφανὴς μὲν τὰ πρῶτα | |
15 | καὶ πενιχρότατος, ὡς καὶ τοῦ ἀποζῆν ἕνεκα μισθαρνεῖν ἑτέρῳ τῳ καὶ ξυνέπεσθαι τῶν δορυφόρων καὶ τὰς τῶν θεραπόντων στέγειν ὀδύνας, οὐ πολλῷ δὲ ὕστερον ἐπὶ μέγα πλούτου τε καὶ ἀλαζονείας ἠρμένος. 6 πλεῖστα γὰρ ὅσα μηχανησάμενος καὶ διὰ ποικίλης χωρήσας ἐννοίας γνωρίζεται οὐκ ἐς μακρὰν τῷ Ἰουστίνῳ, κάκιστος δὲ ὢν καὶ πανουργό‐ | |
20 | τατος καὶ οἷος οὐδὲν ὁτιοῦν τῶν ἀδίκων τε καὶ ἀνοσίων ἐγχειρημάτων κέρδους ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσίου αἰτεῖ τὸν στρατη‐ γόν, ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι καὶ πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι ὀπαδοί τε καὶ ὑπηρέται | |
25 | καὶ δορυφόροι, ἀλλὰ καὶ τούσδε ἅπαντας τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. 7 ταῦτα δὲ πράττων ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρυσίον ἅπαν καὶ ἀντικαταθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὥσπερ ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι. καὶ ἐδόκει μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον· | |
30 | ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ Λίβυος ἀβελτερίᾳ, ἐπιστάμενον ὡς οὐκ ἂν τὴν ὑπόσχεσιν διανύσειε μὴ ἄδικα δρῶν καὶ βίαια ἔργα καὶ παρανόμοις τισὶν ἐμπορίαις λυμαινόμενος ἅπαντας, οἷς ἂν ὁμιλήσειεν· ὁ δὲ προσήκατό τε τοὺς λόγους καὶ τὸ χρυσίον παραδοὺς | |
ἐπὶ ταῖς ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ τι καὶ βούλοιτο. | 149 | |
150 | 22. Τότε δὴ οὖν ὁ Ἰωάννης ταῖς Ῥωμαϊκαῖς κώμαις ἐπιφοιτῶν, ὁπόσαι ἀνὰ τὴν πορείαν ἐτύγχανον ἱδρυμέναι, καὶ τοὺς οἰκήτορας ἀγείρων, οὗ μὲν βόες ἄφθονοι οὐκ ἦσαν, ὁ δὲ τούτων δεῖσθαι τὸ στρατό‐ πεδον ἐδημηγόρει. καὶ τοίνυν εἴκοσι τάλαντα προφέρων „τοσούτων | |
5 | ὑμᾶσ“ ἔφασκεν „ἀνάγκη χρημάτων ἀποδόσθαι καὶ μεῖον οὐκ ἔνεστιν. ἀλλὰ τὸ τίμημα δέχεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἅπαντας τοὺς βόας ἀποκομιεῖτε.“ 2 τῶν δὲ ἱκετευόντων ἀνεῖναι καὶ ἐπομνυμέ‐ νων, ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι, ἀνένευε μάλα σεμνῶς ὁ κατάρατος καὶ δεινὰ ἐποιεῖτο, εἰ μηδὲ πρίασθαι τῷ | |
10 | στρατηγῷ ἐξείη τὰ ἐπιτήδεια. καὶ ἐς τοσοῦτον ἐνέκειτο χαλεπαίνων, ἕως ἐκεῖνοι τὰ τιμιώτατα τῶν κτημάτων ἀπεμπολήσαντες καὶ χρυσίον, ὅσον οἷόν τε ἦν αὐτοῖς, ἐρανισάμενοι παρέσχον τῷ κακοδαίμονι λύτρα τοῦ ἐπιτάγματος. 3 πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγινόμενος, ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούετο, ὁ δὲ τούτων ἕνεκα | |
15 | ἥκειν ἐβόα καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπεδείκνυε χρυσίον καὶ πάλιν λαβὼν ἀπεχώρει. 4 οὕτω δὴ οὖν ἁπανταχοῦ περινοστῶν καὶ ἀναζητῶν τὰ μὴ παρόντα καὶ μηδὲν μήτε ἀπεμπολήσας πώποτε μήτε πριάμενος μήτε ἄλλως πως ξυμβαλὼν ἠργυρολόγει καὶ εἰσέπραττε τοὺς μηδὲν ὁτιοῦν ἐπωφληκότας, τάχιστά τε ἤδη τὸ ἀρχαῖον ἐδιπλασιάζετο | |
20 | τοῖς προσγιγνομένοις. 5 ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκοντο, ταὐτά τε ἔπρασσε καὶ πρός γε ναῦς φορτίδας οὐκ οἶδα ὅπως ἐπικτησάμενος καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα ξυναθροίζων καὶ πολλὰ ἐλαχίστου ὠνούμενος ἐς τὴν ἀλλοδαπὴν ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ | |
25 | πόας εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ παλιγκάπηλος μέγιστα κέρδη προσεποιεῖτο. 6 ἐκ τούτων δὴ οὖν τῶν πόρων τὰ ξυγκείμενα πρὸς Ἰουστῖνον ἐπετέλει, τάς τε τροφὰς παρεχόμενος καὶ τῷ προτέρῳ χρυσίῳ προσεπιβάλλων. ὁ δέ, καίτοι γιγνώσκων τὰ ποιούμενα πολλάκις τε τῶν λεηλατουμένων ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ | |
30 | προκαλινδουμένων λώφησίν τε γενέσθαι σφίσι τῶν κακῶν ἀντιβολούν‐ των, ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας ἤσθιεν ἀδεῶς | |
ἐκ τῶν ἀδικημάτων καὶ ἥδετο μὲν ἀπριάτην εὐωχούμενος καὶ πρός γε | 150 | |
151 | μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστερον ποιῶν τὸ φασκώλιον. 7 ἤμελ‐ λε δὲ ἄρα χρόνῳ ὕστερον ποινὰς μεγάλας ἡλίκας ἀποτιννύναι. εἰ γὰρ καὶ μυρίους μετὰ ταῦτα διήνυσε πόνους καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ τὸν Ἴστρον ποταμὸν τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ’ | |
5 | οὐδὲν ἐνθένδε ἡ τοῦ κρείττονος ἐθωπεύετο δίκη οὐδὲ τούτοις ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δέ, οἶμαι, ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. 8 οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν, μετὰ χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν προειργασμένων ἐπιλελήσμεθα. καὶ | |
10 | ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ’ ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον ἐπίσταται τὸ πρέπον ἑκάστῳ καὶ ὀφει‐ λόμενον καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ | |
15 | ἔμπροσθεν ἡμαρτημένα. 9 ἀλλ’ ὁποῖα μὲν ἄττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξυνηνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἡνίκα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον | |
20 | καὶ τοῖς ἑξῆς ἐπιχειρητέα. 23. Ὧδε γὰρ τῶν ἐν Λαζικῇ πραγμάτων ἐχόντων καὶ Ἰουστίνου ἐπὶ πᾶσι στρατηγοῦ καταστάντος, οὔτε οἱ Πέρσαι ὡς ἀναμαχούμενοι παρεσκευάζοντο καὶ μέντοι οὐδὲ οἱ Ῥωμαῖοι ἐπῄεσαν· ἀλλὰ προφυλακὰς μὲν ἀμφότεροι ἐποιοῦντο καὶ τὰ ἀλλήλων βουλεύματα ἐς ὅσον ἐνῆν | |
25 | ἀπεσκόπουν καὶ διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ’ ἔμενον ἡσυχῇ, αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διω‐ ρισμένοι. 2 Χοσρόης δὲ ὁ Περσῶν βασιλεύς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸς τῷ Φάσιδι ξυμβεβηκότα καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχορα‐ γὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος ὠμότατα | |
30 | μετῆλθε κατὰ τὸν πάτριον νόμον. 3 οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ’ ἐκ | |
τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέδειρεν ἅπαν μέχρι τοῖν ποδοῖν | 151 | |
152 | καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων ἐς τοὔμπαλιν ὑποφαίνεσθαι καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οἰκτρόν τι θέαμα καὶ μιαρώτατον καὶ πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν | |
5 | Χοσρόου Περσῶν βεβασιλευκότι τετολμημένον. 4 τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλούμενα τῷ Φρυγί, ὡς ἔρις αὐτῷ πρὸς Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπιστήμης ὅτι τε ἡσσήθη ἀνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα δικαίως, ἅτε δῆθεν, εἰ μὴ λίαν εὔηθες εἰπεῖν, οἰκείῳ θεῷ ἀνταυλήσας, καὶ ὡς τήνδε ἀνέπλησε τὴν τιμωρίαν τῆς προπε‐ | |
10 | τείας ὑπὸ τοῦ νενικηκότος, ἀποδαρὲν αὐτῷ ἅπαν τὸ δέρμα καὶ ἐπὶ δένδρου ᾐωρημένον· ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν οὔτε τῶν εἰκότων ἐστοχασμένα, εἴ γε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνῃ καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω | |
15 | καὶ μανιώδη ποινὴν ἐπαγαγεῖν τῷ ἡττημένῳ. πῶς δὲ ἂν καὶ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρου φαινόμενον τῆς ἀπανθρωπίας τὸ κατηγόρημα; 5 ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾄδουσι καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὧν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενη‐ μένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ αὐτῷ Διονυσιακὰ ἐπωνό‐ | |
20 | μασται, οὐκ οἶδα ἐφ’ ὅτῳ ὀλίγα ἄττα τοῦ Ἀπόλλωνος πέρι ἀφηγησά‐ μενος (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι) εἶτα ἐπάγει· Ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας Δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις. 6 ὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο οὔπω τῷ ἀνθρωπείῳ γένει | |
25 | διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς ὀρθῶς ἀναθεω‐ ρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν, ἀλλὰ μὴ ποιητικῇ θεολογίᾳ παρακρουομένοις. 7 ὁ δὲ Σαπώρης ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος καὶ ὀξὺς μὲν εἰς ὀργὴν καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ | |
καὶ συγγνώμην, εἰ μὲν καὶ ἐφ’ ἑτέροις αὐτῷ πρότερον τόδε τὸ ἄγος | 152 | |
153 | ἐξείργασται, οὐκ ἔχω σαφῶς ἀπισχυρίσασθαι· ὅτι δὲ Βαλεριανὸν τὸν Ῥωμαίων ἐν τῷ τότε βασιλέα προσπολεμήσαντά οἱ καὶ εἶτα νενικημένον, ὁ δὲ ζωγρίᾳ ἑλὼν τόνδε τὸν τρόπον ἐτιμωρήσατο, πολλὴ μαρτυροῦσα ἡ ἱστορία. 8 καὶ τάχα οἱ πρώτιστοι τῶν μετὰ τὴν Παρθυαίων κατά‐ | |
5 | λυσιν τῆς Περσικῆς βασιλείας ἐπιλαβομένων, Ἀρταξάρης, φημί, καὶ Σαπώρης, μιαρώ γε ἤστην ἄμφω καὶ ἀδικωτάτω, εἴ γε ὁ μὲν τὸν οἰκεῖον δεσπότην ἀπεκτονὼς τυραννικήν τε καὶ βίαιον τὴν ἀρχὴν κατεκτήσατο, ἅτερος δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου. 24. Ἐπεὶ δέ μοι ὁ λόγος διὰ τῶν ἀεὶ παρεμπιπτόντων φερόμενος | |
10 | πάλιν ἐς Ἀρταξάρην ἀφίκετο, καιρὸς ἂν εἴη ἐκπληροῦν νῦν τὸ πρότερον ἐπηγγελμένον καὶ τῶν ἐφεξῆς βασιλέων ἐπιμνησθῆναι. οὗτος μὲν οὖν ἐξ ὧν τε ἔφυ καὶ ὅπως καὶ ὅντινα τρόπον τὴν κίδαριν ἀνεδήσατο, ἤδη μοι ἐς τὸ ἀκριβὲς προαφήγηται. ἐκεῖνο δὲ μόνον προσθείην ἂν ἐπ’ αὐτῷ, ὡς ἔτεσιν ὕστερον ὀκτώ τε καὶ τριάκοντα καὶ πεντακοσίοις Ἀλεξάνδρου | |
15 | τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου Ἀλεξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας ἐπιλαβομένῳ τῷ Ἀρτα‐ ξάρῃ, καθ’ ὃν πρότερον ἀπήγγελται τρόπον, διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν μηνοῖν ἐνδεόντοιν. 2 διαδέχεται δὲ τὸ κράτος Σαπώρης ἐκεῖνος ὁ ἐναγέστατος, καὶ διεβίω πρὸς τῷ ἑνὶ τριά‐ | |
20 | κοντα τοὺς πάντας ἐνιαυτούς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους λυμαινό‐ μενος. 3 ἅτε γὰρ τὸν βασιλέα σφῶν ἀνελὼν καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει καὶ δὴ τήν τε μέσην τῶν ποταμῶν ἐδῄωσε χώραν καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην, Κίλικάς τε ἐληΐσατο καὶ Σύρους καὶ μέχρι τῶν Καππαδοκῶν ἐλάσας ἐξαίσιον πλῆθος | |
25 | φόνων κατείργασται, ὡς καὶ τὰ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώ‐ πων καὶ πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἐξανέχοντα, καὶ οὕτω καθιππεύειν ἐν αὐτοῖς καὶ διαβαίνειν ὥσπερ ἐφ’ ὁμαλοῦ τὰς | |
ἀκρωρείας. 4 τοῦτον μὲν οὖν οἴκαδε αὖθις ἀφιγμένον καὶ οὐ μετρίως | 153 | |
154 | χρησάμενον οἷς ἀσεβήσας ἐτύγχανεν, ἀλλὰ πρὸς ἀλαζονείαν ἀρθέντα πολλήν, ἀπέπαυσεν οὐκ ἐς μακρὰν τοῦ φρυάγματος Ὀδέναθος ὁ Παλ‐ μυρηνός, ἀνὴρ ἀφανὴς μὲν τὰ πρῶτα καὶ ἄγνωστος, ταῖς δὲ Σαπώρου ξυμφοραῖς καὶ οἷς ἔδρασεν ἐπ’ αὐτῷ, μεγίστην ἀράμενος δόξαν καὶ πολ‐ | |
5 | λοῖς τῶν πάλαι ξυγγραφέων ἀξιαφήγητος γεγενημένος. 5 τεθνηκότος δὲ τοῦ Σαπώρου Ὁρμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν παραλαμ‐ βάνει καὶ διεβίω ἐν αὐτῇ χρόνον ἐς ὅ τι ἐλάχιστον· ἐνιαυτὸν γὰρ ἕνα καὶ δέκα ἡμέρας τῆς τύχης ἀπώνατο, μηδὲν ὁτιοῦν δράσας ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην, καθά που καὶ ὁ μετ’ ἐκεῖνον Οὐαραράνης, | |
10 | τρισὶν ἔτεσι βασιλεύσας. 6 ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι, ἑπτακαίδεκα δὲ κατὰ τὴν βασιλείαν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος Οὐαραράνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς βασιλείας, Σεγὰν δὲ σαὰ ἐπεκλήθη, οὐκ ἀπεικός, οἶμαι, οὐδὲ αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. 7 οἱ γὰρ τῶν Περσῶν | |
15 | βασιλεῖς, ἡνίκα μέγιστον ἔθνος τῶν πλησιοχώρων καθέλοιεν προσπολε‐ μήσαντες καὶ τῆς ἐκείνων ἐπιλάβοιντο χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες ἐφιᾶσιν ἐνοικεῖν τε καὶ ἀροῦν τὴν δοριάλωτον· πλὴν ἀλλὰ τοὺς προτέρους τοῦ γένους ἡγεμόνας οἰκτρότατα καταλύοντες, οἱ δὲ τοῖς σφετέροις παισὶ | |
20 | τὴν τῆς ἀρχῆς προσηγορίαν ἀπονέμουσι, μνήμης, ὡς ἔοικεν, ἕκατι καὶ κόμπου 〈καὶ〉 τῆς ἐπὶ τῷ τροπαίῳ μεγαλαυχίας. 8 ἐπειδὴ οὖν καὶ τὸ τῶν Σεγεστανῶν ἔθνος Οὐαραράνῃ τῷ τοῦδε πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο· δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν βασιλεύς. | |
25 | 25. Τούτου δὲ θᾶττον διαφθαρέντος Ναρσῆς εὐθὺς τὴν βασιλείαν ἐνιαυτοῖς μὲν ἑπτά, μησὶ δὲ πέντε μετῆλθε. διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς καὶ κληρονομεῖ τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου ἰσορροπίας. καὶ γὰρ θαυμάσειεν ἄν τις, ὅτι δὴ ἑκατέρῳ ἔτεσί τε καὶ μησὶ τοῖς αὐτοῖς τὰ τῆς ἀρχῆς ἐπιμελέστατα ἐμε‐ | |
30 | τρήθη. 2 ἀλλὰ Σαβὼρ μετὰ τούτους ἐπὶ πλεῖστον ὅσον καὶ μήκιστον | |
χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας, ὁπόσοις | 154 | |
155 | καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς ἡ μὲν τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον. ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν ἂν ἀποβαῖεν. 3 τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει | |
5 | τῶν ἐσομένων. καὶ τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον καὶ ὡς πλησιαί‐ τατα προελθοῦσαν τοῦ τόκου ἐκέλευόν τε αὐτοὺς ἐπ’ αὐτῇ πρώτῃ μαντεύεσθαι, ἅπερ ᾤοντο ξυνενεχθῆναι. οὕτω γὰρ ὀλίγαις ὕστερον ἡμέραις γνώσεσθαι ἡγοῦντο τὴν πρόρρησιν ἐς ὅ τι χωρήσει ταύτῃ τε εἰκάζειν παραπλησίως ἐκβήσεσθαι καὶ ὁπόσα σφίσιν ἐπὶ τῇ ἀνθρώπῳ | |
10 | προαγορευθείη. ἃ μὲν οὖν αὐτοῖς ἐπὶ τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ’ οὕτω ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. 4 γνόντες δὲ ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωται τὰ τῆς τέχνης, προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξ‐ | |
15 | ιέναι. τῶν δὲ φησάντων ἄρρενα παῖδα τεχθήσεσθαι οὐκ ἔτι ἐμέλλησαν, ἀλλὰ γὰρ τῇ γαστρὶ περιθέντες τὴν κίδαριν ἀνεῖπον βασιλέα τὸ ἔμβρυον ὀνόματί τε ἀπέκριναν τὸ ἄρτι ἐκτυπωθὲν καὶ διωργανωμένον, ἐς ὅσον, οἶμαι, διᾴττειν ἔνδον ἠρέμα καὶ ὑποπάλλεσθαι. 5 οὕτω δὲ τὸ ἀφανὲς τῇ φύσει καὶ ἄδηλον ἐς τὸ βέβαιόν τε καὶ ἀνωμολογημένον τῇ δοκήσει | |
20 | μεταλαβόντες ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει, ἐς ἑβδομή‐ κοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. 6 κατὰ δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν Νίσιβις ἡ πόλις ὑπὸ Πέρσαις | |
25 | γεγένηται, Ῥωμαίων μὲν πάλαι οὖσα κατήκοος, Ἰοβιανοῦ δὲ τοῦ σφῶν βασιλέως παραδόντος καὶ προεμένου. ἐν αὐτοῖς γὰρ δήπου τοῖς ἐνδοτέρω χωρίοις τῆς Περσικῆς ἐπικρατείας Ἰουλιανοῦ τοῦ προτέρου Ῥωμαίων αὐτοκράτορος ἀθρόον διαφθαρέντος αὐτὸς ἀναγορεύεται ὑπό τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμίλου. 7 ἅτε | |
30 | δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης καὶ τῶν πραγμάτων, ὥσπερ | |
εἰκός, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ πολεμίᾳ, οὐχ οἷός τε ἦν τὰ | 155 | |
156 | παρόντα ἐν δέοντι σχολαίτερον διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ χώρᾳ διαίτης καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου θᾶττον ἱέμενος ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας καὶ ὁποίας μέχρι καὶ νῦν τῇ Ῥωμαίων λυμαίνεσθαι πολιτείᾳ, περιστέλλων | |
5 | ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις καὶ ὑποτεμνόμενος τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. 8 τὰ μὲν οὖν κατ’ ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων ξυγγραφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν σχολή, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον. 26. Μετὰ γὰρ Σαβώρην Ἀρταξὴρ ἀδελφὸς ὢν αὐτῷ καὶ μετασχὼν | |
10 | τῆς βασιλείας τεττάρων ἐτῶν χρόνον κατ’ αὐτὴν ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο, ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κράτος· ἐν διπλασίοσι δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης ὁ παῖς, ὃς δὴ καὶ Κερμασαὰ ὠνομάζετο. 2 τῶν δὲ τοιού‐ των ἐπικλήσεων ἡ αἰτία ἤδη μοι εἴρηται. καὶ γὰρ Κερμὰ ἔθνους τυχὸν | |
15 | ἢ χώρας ὑπῆρχεν ἐπωνυμία· ταύτης δὲ τῷ πατρὶ τοῦ Οὐαραράνου δεδουλωμένης εἰκότως ὁ παῖς τὴν ἐπωνυμίαν ἐκτήσατο, καθά που πρότε‐ ρον καὶ παρὰ Ῥωμαίοις ὁ μὲν Ἀφρικανὸς τυχόν, ὁ δὲ Γερμανικός, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. 3 ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ | |
20 | Ῥωμαίοις καὶ περιλάλητος. φασὶ γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον καὶ τὰ μετ’ αὐτόν, ὥς πῃ τοῖς ἀνθρώποις νενό‐ μισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι καὶ κηδεμόνι ἐπί τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. 4 ᾄδεται γὰρ οὗτος ὁ λόγος ἐπὶ πλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμῃ παραδο‐ | |
25 | θεὶς τοῖς ἐφεξῆς καὶ μέχρι νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περια‐ γόμενος· γραφῇ δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ’ οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευ‐ ται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι ξυγγεγραμμένοις. καὶ οὐδέν, οἶμαι, θαυμαστὸν ἐκεῖνον μὲν ὡς πλεῖστα μεμαθηκότα καὶ πᾶσαν, | |
30 | ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἑτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα | |
εἰδότα, εἴ γε ἄρα δὴ καὶ ἐλάχιστα. 5 ἀλλ’ ἐκεῖνο καὶ μάλα θαύματος | 156 | |
157 | ἄξιον εἶναι ἡγοῦμαι, ὅτι διεξιὼν τὰ περὶ τούτων οὐχ ἁπλῶς οὕτω τὰ ἐγνωσμένα διέξεισιν, ἀλλ’ ἐπαινεῖ τὸν Ἀρκάδιον καὶ ἀποσεμνύνει, ὡς ἀρίστῃ χρησάμενον εὐβουλίᾳ. φησὶ γὰρ αὐτὸν οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον | |
5 | ἀποδεδεῖχθαι. 6 ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογον κρίνειν, ἀλλὰ τῷ ὕστερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχε καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ καὶ γένους ἄρχοντι πολεμιωτάτου καὶ ὅπως αὐτῷ μετῆν πίστεώς τε καὶ δικαιοσύνης ἠγνοη‐ μένῳ καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι τὰ φίλτατα | |
10 | παραδοῦναι; 7 εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτηται, ἀλλὰ μεμένηκεν ἡ τούτου βασιλεία βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττο‐ μένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ τιθηνουμένου, ἐκεῖνον ἂν μᾶλλον ἐπαινε‐ τέον τῆς εὐγνωμοσύνης ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὲν οὖν ἕνεκεν, ὥς πῃ ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. | |
15 | 8 ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς οὐδένα πώποτε κατὰ Ῥωμαίων ἤρατο πόλεμον οὐδὲ ἄλλο τι κατ’ αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐς ἀεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβάν, εἴτε καὶ ὡς ἀληθῶς φειδοῖ τοῦ παιδὸς καὶ τῶν κοινῶν τῆς κηδεμονίας νομίμων. | |
20 | 27. Ἐκείνου δὲ τεθνηκότος Οὐαραράνης ὁ υἱὸς προστὰς τῆς ἀρχῆς εἰσβολὴν μὲν κατὰ Ῥωμαίων πεποίηται· φιλίως δὲ αὐτὸν καὶ ὑφειμένως τῶν ἐν τοῖς ὁρίοις ἱδρυμένων στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη καὶ ἐς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας οὔτε ἄλλως τὴν χώραν σινάμενος. 2 εἴκοσι δὲ κρατήσας ἐνιαυ‐ | |
25 | τοὺς παραδίδωσι τὴν βασιλείαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιδί, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα καὶ μηνῶν δήπου τεττάρων. 3 Περόζης δὲ μετ’ ἐκεῖνον ἀναδείκνυται βασιλεύς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στερρῷ καὶ βεβηκότι οὐ μάλα | |
30 | ἐχρῆτο, ἀλλὰ πλέον ἦν ἐν αὐτῷ τοῦ βουλευομένου τὸ θρασυνόμενον. 4 ἀπόλωλε δὴ οὖν κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν, ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ | |
αὐτὸν ξὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι τὰς ἀδήλους | 157 | |
158 | ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχανημέναις, αὐτοῦ τε ξὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει | |
5 | τὸν βίον ἀκλεῶς, ἅτε δὴ ὑπὸ τῶν Οὔννων κατεστρατηγημένος· Οὐννι‐ κὸν γὰρ γένος οἱ Νεφθαλῖται. 5 Οὐάλας δὲ ὁ τούτου ἀδελφὸς ἐπὶ τὴν ἀρχὴν ἀναβὰς οὐδέν τι φαίνεται ἀξιαφήγητον δράσας πολέμων ἕνεκα καὶ παρατάξεων, οὐ μόνον τῷ πρᾶος εἶναι τοὺς τρόπους καὶ ἤπιος καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ δυσμενείας οὐ μάλα διανιστάμενος, ἀλλ’ ὅτι | |
10 | καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. 6 ἐπὶ τούτῳ δὲ Καβάδης ὁ Περόζου τῶν Περ‐ σικῶν πραγμάτων κρατήσας πολλοὺς μὲν κατὰ Ῥωμαίων πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καὶ κινδύνοις ἐγκαλινδούμενος. | |
15 | 7 ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσευτος καὶ οἷος ἀνακινεῖν τὰ καθεστῶτα ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν καὶ παρατρέπειν τὰ πάλαι ξυνειθισμένα. λέγεται δέ, ὡς καὶ νόμον ἔθε‐ το κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, | |
20 | ἀλλ’ ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγχάνειν, εἰ καὶ ἑτέρῳ τῳ ξυνοικοῦσα καὶ ἀποκεκριμένη ἐτύγχανε. 28. Καὶ τοίνυν θαμὰ τοῦτο ἐννόμως ἐξημαρτάνετο, χαλεπαινόντων περιφανῶς τῶν δυνατῶν καὶ οὐκ ἀνεκτὸν ἡγουμένων τὴν ἀτιμίαν. ἀλλ’ | |
25 | οὗτος γὰρ αὐτῷ ὁ θεσμὸς ἐπιβουλῆς τε καὶ καταλύσεως αἰτιώτατος γέγονεν. τοιγάρτοι ξυμφραξάμενοι ἅπαντες καὶ διαναστάντες καθαι‐ ροῦσί γε αὐτὸν τῆς ἀρχῆς τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ καὶ ἐς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. 2 τὸ δὲ τῆς βασιλείας κράτος μετάγουσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον καὶ ἄλλως πραό‐ | |
30 | τητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν τὸ λοιπὸν ἐν εὐκολίᾳ τε καὶ | |
ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. 3 ἀλλ’ ὁ Καβάδης οὐκ ἐς μακρὰν | 158 | |
159 | ἀποδράσας, εἴτε τῆς γαμετῆς αὐτῷ ξυλλαβομένης τοῦ δόλου, ὡς Προκό‐ πιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ χρησάμενος τρόπῳ, ἀποδράσας δὲ οὖν ὅμως καὶ ὑπεκβὰς τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας καὶ γίνεται τοῦ ἐκείνων | |
5 | βασιλέως ἱκέτης. 4 ὁ δὲ τὰς ἀτάκτους ῥοπὰς τῆς τύχης διανοησάμενος προσίετό γε αὐτὸν μάλα εὐμενῶς καὶ διετέλει παρηγορῶν καὶ παραιρού‐ μενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς τὰ ἀμείνονα τὸ φρονοῦν ἀναρρωννύσῃ καὶ πρός γε τραπέζῃ δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτεινομένῃ καὶ ἐφεστρίσι τι‐ | |
10 | μίαις καὶ τούτοις δὴ ἅπασι τοῖς εἰς φιλοξενίαν προχειροτάτοις· ὀλίγῳ δὲ ὕστερον καὶ τὴν θυγατέρα κατεγγυᾷ πρὸς γάμον τῷ ξένῳ καὶ στρα‐ τιὰν αὐτῷ πρὸς τὴν κάθοδον ἀποχρῶσαν παραδοὺς ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καθελοῦντα καὶ τὴν προτέραν εὐδαιμονίαν ἀνακτησό‐ μενον. 5 ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς | |
15 | ἀνθρώποις αἱ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, καὶ πρὸς τὴν ἐφ’ ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύθη, καὶ ταῦτα ἐν χρόνῳ μετρίῳ. 6 ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης, ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς φυγὰς καὶ μέτοικος καὶ ἱκέτης, ἐκ δὲ ἱκέτου καὶ ξένου κηδεσ‐ | |
20 | τὴς βασιλέως καὶ οἰκειότατος· εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη ἀνείληφε πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὥσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ’ εὑρὼν ἔτι σχολάζουσαν καὶ οἷον ἐκδεχομένην. 7 ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι | |
25 | μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον ξὺν τῷ ἀσφαλεῖ ἀνθελέσθαι· καὶ προὔλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. 8 ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον ἐς τριάκοντα ἑτέ‐ ρους ἐνιαυτοὺς διέμεινε τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς ξύμπαντας | |
30 | καθεστάναι, ὁπόσους ἐν αὐτῇ ἐπεβίω. | 159 |
160 | 29. Τὸ μὲν οὖν ἀκριβὲς τῶν ἐπ’ αὐτῷ πρότερόν τε καὶ ὕστερον συμπεσόντων ἤδη τοῖς πάλαι σοφοῖς ἐν ἱστορίας διεκπεπόνηται τρόπῳ· ὃ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἄξιον δὲ οἶμαι γιγνώσκειν καὶ ἐπιση‐ μήνασθαι, καλὸν ἂν εἴη προσθεῖναι. 2 θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ | |
5 | κατ’ ἐκεῖνο τοῦ καιροῦ παρά τε Ῥωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὥσπερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ῥωμαίων βασιλεὺς ὁ Ἴσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσεος ἐπωνομάζετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου | |
10 | καὶ Κόνωνος ἐπιβουλευθείς, συνεργούσης ἐς τὰ μάλιστα καὶ Βηρίνης, ἐκπέπτωκε τῆς ἀρχῆς καὶ ἐξελήλαται καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ’ ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια καὶ Βασιλίσκον τὸν τυραν‐ νήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν καὶ τοῦ σχήματος ἀφελόμενος διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖ‐ | |
15 | στον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὅμως ἀπεβίω. 3 κατὰ ταὐτὸν δὲ καὶ Νέ‐ πως ὁ τῆς Ἑσπέρας βασιλεὺς ὁμοίαις ἢ καὶ μείζοσιν ὡμίλησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου φενακισθεὶς πέφευγεν ἐκ τῆς Ἰταλίας, ἀποβεβληκὼς μὲν τὴν ἁλουργίδα, οὐκέτι δὲ αὐτὴν ἀντανείλετο, ἀλλ’ ἐν ἰδιώταις τε‐ λῶν διεφθάρη. 4 οὕτως ἄρα ἐν τῷ τότε μεταβολὰς παραλόγους κατὰ | |
20 | τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. 5 τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ παρὰ Ῥωμαίοις βασιλείας Χοσρόης ὁ πάνυ ὁ | |
25 | καθ’ ἡμᾶς διαδέχεται τὴν πατρῴαν ἀρχήν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὲν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. 6 ὡς ἂν δὲ τὸ ξυνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθείη, τοσοῦτον ἐρῶ | |
πρὸς τὸ παρόν, ὡς ἐς ὀκτώ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους | 160 | |
161 | ἐχόμενος πολλὰς ἀνεδήσατο νίκας, καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴ γε τῷ παντὶ ἐκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου οὐδὲ Δαρεῖον 〈τὸν〉 Ὑστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον | |
5 | μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. 7 πλὴν ἀλλὰ τοιοῦτός γε ὤν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονε καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριωτάτη. ἐτύγχανε μὲν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. | |
10 | 8 Μαυρίκιος δὲ ὁ Παύλου, ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ῥωμαίων βασιλέως ἄρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος, ἐσέβαλεν ἀθρόον ἐς τὴν Ἀρξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καὶ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δῃῶν ἅπασαν ἀφειδῶς καὶ ληϊζόμενος. περαιωθεὶς δὲ τὰ ῥεῖθρα τοῦ Ζίρμα ποταμοῦ ἀνὰ τὰ | |
15 | πρόσω ἔτι ἐχώρει καὶ τὰ ἐν ποσὶν ἐλεηλάτει καὶ ἐνεπίμπρα. 9 οὕτω δὲ αὐτοῦ ἄρδην ἅπαντα καταστρεφομένου καὶ ξυγκυκῶντος ὁ Χοσρόης, (οὐ πόρρω γὰρ ἦν, ἀλλ’ ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα) οὐκ ἤνεγκε τὴν ὄψιν τοῦ πολεμίου πυρός, ἐπεὶ μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος οὔτε ἀντεξῄει οὔτε ἠμύνετο· ἀλλὰ | |
20 | τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου περιαλγήσας καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. 10 καὶ τοίνυν φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι βασίλεια καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος οὐκ ἐς μακρὰν καταλύει τὸν βίον. | |
25 | 30. Ἀλλὰ γὰρ οὐκ οἶδα ὅντινά με τρόπον ἡ τοῦ λόγου φορὰ παρα‐ λαβοῦσα καὶ τῷ ἀξιαγάστῳ, οἶμαι, τῶν πράξεων ἡδομένη ἐς τόδε ἤγαγε προπετείας, ὡς τὰ ἐν μέσῳ ὑπερβάντα τῶν πορρωτάτω ἐπιμνησ‐ θῆναι. οὐκοῦν ἐπειδὴ νῦν γοῦν ἐπέγνων ὅποι ἀφῖγμαι καὶ ὅθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς τὸ παρόν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα | |
30 | χρόνοις· ἐπανήξω δὲ αὖθις ἐς τὸ ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. | 161 |
162 | 2 ἥ τε γὰρ τῶν Περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατά‐ λογος καὶ συλλήβδην φάναι ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη. οἶμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα, ὡς δὴ ἐκ τῶν Περσικῶν βίβλων μεταληφθέντα. 3 Σεργίου γὰρ τοῦ | |
5 | ἑρμηνέως ἐκεῖσε γενομένου καὶ τοὺς τῶν βασιλικῶν ἀπομνημονευμάτων φρουρούς τε καὶ ἐπιστάτας μεταδοῦναί οἱ τῆς περὶ ταῦτα γραφῆς ἐκλιπαρήσαντος (πολλάκις γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον), προσθέντος δὲ καὶ τὴν αἰτίαν, ὡς οὐκ ἄλλου του χάριν ζητοίη τῶνδε τυχεῖν ἢ ὥστε καὶ παρ’ ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφίσιν ἐγνωσμέ‐ | |
10 | να καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ ἄχαρι τὸ χρῆμα εἶναι ἡγούμενοι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ῥωμαίοις γιγνώσκεσθαι, ὁποῖοί τε γεγόνασι καὶ ὁπόσοι, καὶ ὅπως ἡ τοῦ γένους αὐτοῖς ἀποσέσωσται τάξις. 4 λαβὼν οὖν ὁ Σέργιος τά τε ὀνόματα καὶ τοὺς χρόνους καὶ τῶν ἐπ’ | |
15 | αὐτοῖς γεγενημένων τὰ καιριώτερα καὶ μεταβαλὼν εὐκόσμως εἰς τὴν Ἑλλάδα φωνήν (ἦν γὰρ δὴ ἑρμηνέων ἄριστος ἁπάντων καὶ οἷος ὑπ’ αὐ‐ τοῦ Χοσρόου θαυμάζεσθαι, ὡς ἐν ἑκατέρᾳ πολιτείᾳ τὰ πρωτεῖα λαχὼν τῆς ἐπιστήμης), εἰκότως οὖν ἀκριβεστάτην ποιησάμενος τὴν μετάφρασιν ἀπεκόμισέ τέ μοι ἅπαντα μάλα πιστῶς καὶ φιλίως καὶ προὔτρεψε διανύειν | |
20 | τὴν αἰτίαν, ἐφ’ ᾗπερ αὐτὰ καὶ παρείληφε. καὶ τοίνυν διήνυσται. 5 ὥστε εἰ καὶ Προκοπίῳ τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδῃ ἀφηγηθέντων ἑτέρως ἀπήγγελται, ἀλλ’ ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χειρογράφοις καὶ τῶν ἐν αὐτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον. τούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου, φέρε πρὸς αὐτὴν αὖθις | |
25 | ἐπανίωμεν τὴν τῆς ἱστορίας ξυνέχειαν, ἣν ἐκ τῶν ἀμφὶ τὴν Λαζικὴν γεγενημένων διατεμόντες ἐς τάδε ἀφίγμεθα. 6 οὕτω μὲν δὴ οὖν ὁ Ναχοραγὰν διὰ τὸ ἀγεννὲς τοῦ τρόπου καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε καὶ τῶν Ῥωμαϊκῶν στρατευ‐ | |
μάτων καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν ἀναχώρησιν ὠμότατα διεφθάρη καθ’ | 162 | |
163 | ὃν ἤδη μοι πρότερον εἴρηται τρόπον. 7 λογιζόμενος δὲ ὁ Χοσρόης, ὡς οὐχ οἷόν τε αὐτῷ ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσ‐ θαι, τῶν μὲν τῆς θαλάττης κρατούντων καὶ ἅπαντα, ὧν ἂν δέοιντο, ῥᾳ‐ δίως ἐνθένδε μεταπεμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καὶ ἐρήμου | |
5 | μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθο‐ φόροις ἀνδράσι τε καὶ ὑποζυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν ἔγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπὶ πλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη ἀτελὴς καὶ οἷον σκάζουσα διαμένοι, ἀλλ’ ὁμοίως ἁπανταχοῦ ἐπιρρωσθείη. 8 καὶ | |
10 | τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἄνδρα Πέρσην τῶν σφόδρα παρ’ αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζίχ. 9 οὗτος δὲ ὁ Ζὶχ ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοε· καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ’ ᾧ Ῥωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον | |
15 | κατὰ τὴν Λαζῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἴτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ’ ἑαυτῶν καὶ ἥκιστα κατ’ ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖζον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον ξυμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος ἀπενόστησεν ἐς τὰ οἰκεῖα. 10 τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελ‐ | |
20 | μένων ἔμενον αἱ δυνάμεις ἐπὶ χρόνον συχνὸν πάμπαν ἀπόλεμοι, καὶ τὸ | |
πρότερον αὐτομάτως γιγνόμενον τότε δὴ ὑπὸ ξυνθήκαις ἐβεβαιοῦτο. | 163 | |
164(t1) | ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ | |
t2 | ΙΣΤΟΡΙΩΝ Ε | |
1 | 1. Οὕτω μὲν οὖν τὰ μεγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξυγκείμενον τὰ ὅπλα ἔθεντο καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τό γε ἐπ’ ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. 2 ἐν τούτῳ δὲ οἱ Τζάνοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πρὸς νότον ἄνεμον τοῦ Εὐ‐ | |
5 | ξείνου Πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ οὖν οἱ Τζάνοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν Ῥωμαίων γεγενη‐ μένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων καὶ ἀκολασταί‐ νειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα λῃστρι‐ κώτερον ἐβιότευον καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία τούς τε | |
10 | ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅπῃ παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. 3 τοιγάρτοι στέλλεται ἐπ’ αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις· πολλάκις δέ, οἶμαι, τούτου | |
15 | καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι, ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπὶ τήνδε τὴν πρᾶξιν ἐχώρει. 4 ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς ξὺν ἀποχρώσῃ στρατιᾷ καὶ τὰ ἐκτὸς | |
20 | Φάσιδος ποταμοῦ παραμειψάμενος ὅρια ἐπὶ δυόμενον ἥλιον αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον αὐτοῦ τε χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν ἔτι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος δώροις τε ἐφιλοφρονεῖτο καὶ ὑπερ‐ | |
25 | αγάμενος ἦν τῆς εὐβουλίας, τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπον‐ | 164 |
165 | δήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. 5 ἀλλ’ ἐκεῖνοι οὐδέν τι μελλήσαντες προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινὶ ἀγχοῦ που ὑπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες κατηκόντιζον τῶν Ῥωμαίων ἐξ ὑπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευ‐ | |
5 | μα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. 6 πολλοὶ δὲ ὅμως ὑπεκ‐ βάντες ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκα‐ λέσοιντο· ἀλλ’ ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ ἐγκαρσίους πως τὰς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, ἠρέμα ὑποκεκυφότες, καὶ πρὸς τὸ | |
10 | ἄναντες ἐπειρῶντο ἀναρριχᾶσθαι. 7 οἱ δὲ Τζάνοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα ἀνδρῶν ἔκτειναν, τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. 8 ἀρθέντες δὲ οἱ βάρβαροι τῷ παραλόγῳ τοῦ προτερήματος ἐν χρῷ τῷ στρατοπέδῳ | |
15 | ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερά, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ῥωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ’ εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι ἀλλήλους καὶ ἀντερείδοντες καὶ ταῖς χερσὶ συμπλεκόμενοι οὐδὲν ὅ τι ἀνίεσαν εὐψυχίας· | |
20 | ἀλλ’ ἦν οὕτω ἐπὶ πλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα πατάγου τε πολλοῦ καὶ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα. 2. Θεόδωρος δὲ ὁ τῶν Ῥωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσφαλεῖ παραταττομένους οὐδὲ πολλαχοῦ τοῦ περιφράγματος ἐφεστηκότας καὶ ἐγκειμένους, ἀλλὰ | |
25 | πάντας ἅμα ἐς ἕν τι μέρος ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ’ αὐτὸν οὕτω κατὰ χώραν ἑστάναι καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακε‐ λεύεται· ἀπόμοιραν δὲ ὡς πλείστην ἐκ τοῦ ἀφανοῦς ἔστειλεν ὄπισθεν τοῖς βαρβάροις ἐπιπεσουμένους. 2 οἳ δὴ λαθραιότατα πορευόμενοι καὶ κατὰ νώτου ἐπιφανέντες ἠλάλαξαν ἀθρόον τορόν τι λίαν καὶ ἐνυά‐ | |
30 | λιον, ὥστε ἀμέλει τοὺς Τζάνους διακυκηθέντας μηδέν τι ἕτερον ἐν βουλῇ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν. οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ῥω‐ μαῖοι καὶ ὥσπερ παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους ῥᾷστα | |
διεχειρίζοντο, καὶ δισχιλίους μὲν αὐτῶν ἀπεκτόνασι, τὸ δὲ λειπόμενον | 165 | |
166 | ἄλλος ἄλλοθι ἐσκεδάννυντο. 3 οὕτω δὲ ἀνὰ κράτος ἅπαν τὸ γένος ᾑρηκὼς ὁ Θεόδωρος, ὁ δὲ βασιλεῖ διήγγειλε τὰ ξυνενεχθέντα καὶ ἀνεπυν‐ θάνετο, ὅ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν αὐτοῖς ἐπι‐ θεῖναι τακτὴν διακελεύεται ἀν’ ἕκαστον ἔτος ἐς τὸν ἔπειτα χρόνον | |
5 | τελεσθησομένην, ὡς ἂν ταύτῃ γοῦν διαγνοῖεν κατηκόους σφᾶς εἶναι καὶ ὑποτελεῖς καὶ παντάπασι δεδουλωμένους. καὶ τοίνυν ἀνάγραπτοί γε αὐτίκα ἐγίγνοντο ἅπαντες καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. 4 βασιλέα δὲ Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε τὸ | |
10 | γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. 5 τὰ μὲν οὖν τῆς Τζανικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν παρὰ τοὺς στρατηγοὺς ἐπανῆκε. | |
15 | 3. Τούτων δὲ οὐ πολλῷ ἔμπροσθεν πάλιν ἐν Βυζαντίῳ ἐξαίσιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι καὶ διαρρυῆ‐ ναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ’ αὑτὸν μέγιστος ἡλίκος καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον, τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε | |
20 | καὶ ἡ τῶν ἐπισυμβάντων ἀνάγκη. 2 ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου ἔληγεν ὥρα ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτε‐ λεῖτο, ᾗπερ τοῖς Ῥωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν, ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος τὰς χειμερίους καὶ πρὸς τὸν αἰγοκέρωτα φερομένου καὶ μάλιστα ἐν τῷ κλίματι δήπου τῷ | |
25 | ὀγδόῳ καλῶς εἶχεν, ὅπερ, οἶμαι, ἐκ τοῦ Εὐξείνου πόντου παρὰ τοῖς ταῦτα σοφοῖς ἐπικέκληται. 3 τότε δὲ ἀμφὶ μέσην τῆς νυκτὸς φυλακὴν ὕπνῳ μὲν οἱ ἀστοὶ εἴχοντο καὶ ἠρεμίᾳ, ἐνέπεσε δὲ ἐξαπίνης τὸ δεινόν, καὶ ἅπαντα εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ’ ἀρχὰς εἰσβαλοῦσα ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὥσπερ ἐς | |
30 | ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος. 4 οὕτω δὴ οὖν ἁπάντων ἀφυπνισθέντων κωκυτὸς ἠκούετο πάντοθεν καὶ ὀλολυγὴ καὶ | |
ἡ πρὸς τὸ θεῖον ἀναβοᾶσθαι αὐτομάτως ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ | 166 | |
167 | καὶ ἦχός τις βαρὺς καὶ ἄγριος, ὥσπερ χθονία βροντή, ἐκ τῆς γῆς ἀνα‐ πεμπομένη ἐπηκολούθει τῷ κλόνῳ καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περίγειος ἀὴρ ὁμίχλῃ καπνώδει οὐκ οἶδα ὅθεν ἀναχυθείσῃ κατεμε‐ λαίνετο· καὶ ἦν ἅπας ζοφερὸς καὶ οἷον γεγανωμένος. 5 τοιγάρτοι | |
5 | ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνεξετάστῳ ὑπὸ τοῦ δείματος ἐχόμενοι γνώμῃ ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε ἀγυιαὶ καὶ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὐχὶ καὶ ἐνταῦθα ἐνόν, εἰ οὕτω τύχοι, διαφθαρῆναι. 6 ξυνεχεῖς γὰρ ἁπανταχοῦ αἱ οἰκοδομίαι τῆς πόλεως καὶ ξυνημμέναι ἀλλήλαις καὶ σπανιαίτατα ἴδοι τις ἂν χωρίον | |
10 | ὕπαιθρον καὶ ἀναπεπταμένον καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσ‐ θοῦντος. ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως ἐπιθεᾶσθαι οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς ἠρέμα ὑποχαλᾶν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον. καίτοι νιφετῷ τε ὀλίγῳ ὑπερραίνοντο καὶ ὑπὸ τοῦ κρύους ἐπιέζοντο· ἀλλ’ οὐδ’ ὣς | |
15 | ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. 7 γύναια δὲ πολλά, μὴ ὅτι τῶν ἠμελημένων, ἀλλ’ ἤδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς καὶ ἡ τῶν γερῶν μεγαλαυχία καὶ ὅ τι ἐνθένδε ὑπερ‐ ανέχον καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο. | |
20 | 8 οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεφρόνουν καὶ τῶν ἐπιταγμάτων ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξυνῄεσαν, ὑπὸ τοῦ μείζονος νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου καὶ ἁπάντων οἰομένων οὐκ ἐς μακρὰν ἀπολεῖσθαι. 9 συχναὶ μὲν οὖν ἐκείνης τῆς νυκτὸς οἰκίαι καταβέβληνται, καὶ μάλιστα ἐν | |
25 | τῷ Ῥηγίῳ, ἐπίνειον δὲ τοῦτο τῆς πόλεως· πολλά τε καὶ ἄπιστα θαύ‐ ματα ξυνηνέχθη. πῇ μὲν γὰρ αἱ ὀροφαί, εἴτε λίθοις εἴτε ξύλοις ἐτύγχα‐ νον ἐσκευασμέναι, διέστησαν ἀπ’ ἀλλήλων, ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνῄεσαν ἁρμονίαν· | |
30 | πῇ δὲ κίονες ἐν ὑπερῴῳ τινὶ δωματίῳ ἱδρυμένοι ἀνηκοντίζοντο τῇ βίᾳ τοῦ βρασμοῦ καὶ τοὺς ἐχομένους οἴκους ὑπεραλάμενοι ἐπὶ τοὺς πορρωτέρω, καθάπερ διασφενδονηθέντες, ἐκ τοῦ μετεώρου κατεφέ‐ ροντο καὶ ἅπαντα διερρήγνυον· πῇ δὲ ἄλλα ἄττα φρικωδέστερα ξυνέ‐ | |
βαινε, γενόμενα μὲν πολλάκις πρότερον καὶ ἀεὶ ἐσόμενα, ἔστ’ ἂν γῆ τε ᾖ | 167 | |
168 | καὶ φύσεως ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα ξυνενη‐ νεγμένα. 10 συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ ἠγνοη‐ μένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ ἀναγεγραμ‐ μένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἄνδρα τῇ τε τῶν ὑπάτων | |
5 | ἀξίᾳ τετιμημένον καὶ πρός γε τὸ φροντίδα τίθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἴκων τε καὶ κτημάτων ἀρχὴν εἰληχότα. κουράτωρας δὲ τούτους καλοῦσι Ῥωμαῖοι. 11 ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων ἐν τῷ εἰθισμένῳ θαλάμῳ, μάρμαρον δέ τι τῶν πλησιαίτατα τῆς κλίνης προσπεπηγότων τῇ οἰκοδομίᾳ καὶ εὐπρεπῶς παρατετα‐ | |
10 | μένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδειξιν κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες· ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀπορραγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφειμένον ἐμπίπτει γε αὐτῷ ἀμφὶ τῇ κεφαλῇ καὶ κατέαξεν ἅπασαν. καὶ ὁ μὲν ἐς τοσοῦτο μόνον ἀρκέσας ἐπὶ τῇ πληγῇ ἐς | |
15 | ὅσον ἀνοιμῶξαι βαρύ τι καὶ ὑποκάρδιον πάλιν ἐπ’ αὐτῆς ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος. 4. Ἤδη δὲ ἡμέρας ἐπιφανείσης ἀσμενέστατα ἐθεῶντο ἀλλήλους ὑπαντιάζοντες οἱ φίλτατοι καὶ ξυνήθεις καὶ σὺν ὀλοφυρμῷ ἐμπλεκόμενοι ἠσπάζοντο σφᾶς ὡς ἕκαστοι, ἡδόμενοί τε ἅμα καὶ ἀπιστοῦντες. 2 ἐπεὶ | |
20 | δὲ Ἀνατόλιος νεκρὸς ἐφέρετο καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλουν, ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς ὅσους τῶν οἰκείων ἀφῃρημένος, ὅτι τε αἱ γραπταὶ σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη τὰ ὑποπόρφυρα ἐς τόδε αὐτῷ ἀπετελεύτησαν, ἃ δὴ πολλὰ τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπέβαλλε, | |
25 | τὴν ἐς βασιλέα εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο, βιαζόμενος μὲν ἀνέδην καὶ ἀναρρηγνὺς τὰ βουλεύματα τῶν ἀποιχο‐ μένων, χαίρειν δὲ πολλὰ λέγων τοῖς νόμοις, οἳ δὴ τοὺς παῖδας κληρονο‐ μεῖν ἐθέλουσι τῆς τῶν φυσάντων περιουσίας. 3 τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ ἐδόκει διαφανῶς ἡ αἰτία εὑρῆσθαι τοῦ | |
30 | ξυνενεχθέντος. ἐγὼ δὲ ἀμφὶ ταῦτα λίαν διαπορῶ καὶ οὐκ ἔχω ἀπισχυ‐ ρίσασθαι, ὅτῳ δὴ τρόπῳ ξυμβαίνει. ἦ γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ σεισμὸς καὶ πολλοῦ ἄξιος ἐπαίνου, εἴ γε διακρίνειν ἠπίστατο τοὺς | |
μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν καὶ τοὺς μὲν ἀνῄρει κακῶς, τοῖς δὲ ἐσπέν‐ | 168 | |
169 | δετο καὶ ξυνεχώρει. καίτοι εἰ καὶ ἄδικον ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ’ ἦσαν καὶ ἄλλοι ὡς πλεῖστοι ἀνὰ τὴν πόλιν παραπλή‐ σιοι, μᾶλλον μὲν οὖν καὶ ἀδικώτεροι· πλὴν ἀλλ’ ὁ μὲν ἀνήρπαστο ἐξαπίνης, οἱ δὲ ἀπαθεῖς μεμενήκασιν. 4 οὔκουν, οἶμαι, δῆλον οὐδὲ | |
5 | ῥᾴδιον διαγνωσθῆναι, ἀνθ’ ὅτου μόνος ἐξ ἁπάντων Ἀνατόλιος ἀπεβίω· ἐπεὶ καὶ ὁ Πλάτωνος λόγος ἀθλίους κατὰ τὸ μᾶλλον εἶναί φησι καὶ κακοδαίμονας τοὺς ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἢ ἄλλως πως τετιμωρημένοι, ἀλλ’ οὕτω ἀπέλθοιεν καθάπερ οἱ στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι | |
10 | πεπελιδνωμένοι καὶ τὸ μὴ ἐκκεκαθάρθαι ἀποκερδάναντες· ὥστε εἰ τοῦτο θετέον, εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου. 5 ἀλλ’ ἐκείνην μὲν τὴν δόξαν προσεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἐμπεπηγέναι ὡς μάλιστα ἐατέον. ἴσως γὰρ ἂν ἔνιοι τῶν πονηρῶν δέει γοῦν τοῦ κακῶς ἀπολεῖσθαι μεταβάλλοιντο ἐπὶ τὰ μέτρια. 6 εὔδηλον | |
15 | δέ, ὡς οὔτε εἰ περιῇ τις ἐπὶ πολὺ καὶ ἀδεῶς ἐνευημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν δικαιοσύνης, οὔτε πάντως τὸ τεθνάναι, εἰ καὶ ὠμότατα, ἔλεγχος ἂν εἴη τοῦ πλέον ἀδίκου· ἀλλὰ τὴν ἀληθεστάτην βάσανόν τε καὶ ἀντίδοσιν τῶν ἐνταῦθα βεβιωμένων, ἥτις ποτέ ἐστιν, ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὲν οὖν περὶ τούτων ἄλλοι τυχὸν μὲν ταῦτα, τυχὸν | |
20 | δὲ ἕτερα, ὥς πῃ ἑκάστῳ ᾖ βουλομένῳ· ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον. 5. Τότε γὰρ καὶ ἐφεξῆς ἐπὶ πλείστας ἡμέρας κίνησις τῆς γῆς ἐγίγνετο, βραχεῖα μὲν καὶ οὐχ οἵα τὴν ἀρχὴν ἐπῆλθε, ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι. 2 τερατεῖαί τε ἐνεδήμουν εὐθὺς καὶ προαγορεύσεις παρά‐ | |
25 | λογοι, ὡς αὐτίκα μάλα καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες καὶ οἷον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ἅττα ἂν ἐδόκει αὐτοῖς, ἐχρησμῴδουν καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοί τε οἱ μαίνεσθαι εἰκῇ καὶ δαιμονᾶν ὑποκρινόμενοι δεινότερα ἐπεφήμιζον, ὡς δὴ ὑπὸ τῶν | |
30 | προσπεφυκότων αὐτοῖς φασμάτων τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα | 169 |
170 | ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυχοῦντες. 3 ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογιζόμενοι μείζονας ξυμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνα‐ τροπὴν τῶν πραγμάτων παρεδήλουν καὶ ὑπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς δεινοῖς ἀεὶ ὁ τῶν τοιούτων ἀνθρώπων ἑσμὸς ἀναφύεσθαι. ἐψεύσατο | |
5 | δὲ ὅμως εὖ ποιοῦσα ἑκατέρα μαντεία. ἐχρῆν γάρ, οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὀνειροπολοῦντας καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι καταλιμπάνοντας. 4 ἀλλὰ γὰρ οὐδεὶς ὅστις ἦν ἐν τῷ τότε ὁ μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἑκασταχοῦ καὶ ᾠδαὶ ἱκετήριοι ἠκούοντο, ἁπάντων ἐς τοῦτο | |
10 | ἀγειρομένων· τά τε λόγῳ μὲν ἀεὶ ἐπαινούμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα, τότε δὴ προθυμότατα ἐπράττετο· δίκαιοί τε γὰρ ἀθρόον ἀπεδείκνυντο ἅπαντες ἐς τὰ συμβόλαια τὰ πρὸς ἀλλήλους, ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ τῶν νόμων τὰς δίκας ποιεῖσθαι τούς τε ἄλλως δυνατοὺς ἐφ’ ἑαυτῶν ἠρεμοῦντας ὅσιά τε δρᾶν | |
15 | καὶ ἀπέχεσθαι τῶν αἰσχίστων. 5 ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἐναλλάξαντες μονήρη τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, χρήματα καὶ τιμὰς καὶ ὁπόσα ἥδιστα παρ’ ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι. πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ οἱ κράτιστοι τῶν ἀστῶν περινοστοῦντες τὰς λεωφόρους ἐδωδῇ τε ἀφθόνῳ καὶ περιβολαίοις | |
20 | ἐφιλοφρονοῦντο τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ σώματα πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγ‐ καῖα ἐρανιζόμενοι. 6 ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως ἔναυλον ἔτι τὸ δέος ὑπῆρχεν· ἐπεὶ δὲ λώφησίς τις καὶ ἀνακωχὴ τοῦ κινδύνου ὑπεφαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν ἐς τὰ εἰθισμένα. | |
25 | καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργός, ὁποία ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβρι‐ θεστάτης τῷ λογισμῷ πέφυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἄτακτος καὶ οἷον ἐμπορία σφαλερωτάτη, ἐφ’ ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης | |
30 | ἀπογευόμεθα, ἔστ’ ἂν τὸ δεδιέναι παρῇ. 6. Πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε | |
καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης | 170 | |
171 | ὀνομαζόμενος, νῦν μὲν ὡς ὀρθότατα εἴη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. 2 ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὑπὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε | |
5 | ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθεμίου πρότερον μεμηχανημένον. 3 οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, πατρὶς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἳ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὄντων δημιουργοῦσι. 4 γέγονε δὲ | |
10 | ἄριστος ἐν αὐτοῖς ἐς τὰ μάλιστα καὶ ἐς ἄκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, καθά που καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς ὁ τούτου Μητρόδωρος. 5 καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει καὶ ἀγώνων δικαστι‐ | |
15 | κῶν ἐμπειρίᾳ προεσχηκότα, καὶ πρός γε Διόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ Διόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἔργα· ἅτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατῴκησεν ἐντιμότατα μετακεκλημένος. Ἀν‐ θεμίου δὲ καὶ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον καὶ ἐς | |
20 | αὐτὸν ἀφῖκται τὸν βασιλέα. 6 τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βίον, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα παρεστήσατο, ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν ἐκπαιδεύσας καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς διδα‐ σκαλίας, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους | |
25 | ἐπιμελείας, ὁ δὲ θαυμάσια ἡλίκα δημιουργήματα κατά τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ καὶ μηδὲν ὁτιοῦν περὶ αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δόξαν, ἔστ’ ἂν ἑστή‐ κοι καὶ σῴζοιτο. 7 ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, | |
30 | τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς καὶ βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνθεμίου, ὡς δοκεῖν | |
ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω καὶ ὑφ’ ἑνὶ τέρματι διαμετρεῖσθαι. 8 προελ‐ | 171 | |
172 | θόντος δὲ χρόνου ἔρις αὐτοῖς ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη. | |
5 | 7. Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρρητορευόμενος καὶ οὐχ οἷός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. 2 δόμον τινὰ ὑπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα πεποικιλμένον, ἐν ᾧ δὴ τὰ πολλὰ | |
10 | ἐμφιλοχωρεῖν εἰώθει καὶ ἑστιᾶν τοὺς φιλτάτους. τούτου δὲ τὰ πρὸς τῷ ἐδάφει ἐνδιαιτήματα τῆς Ἀνθεμίου ὄντα ἐτύγχανε μοίρας, ὡς τὸ μεταξὺ τέγος τῷ μὲν ἐς ὀροφήν, τῷ δὲ ἐς βάσιν παρατετάσθαι. 3 ἐνταῦ‐ θα δὴ οὖν λέβητας μεγάλους ὕδατος ἐμπλήσας διακριδὸν ἔστησε πολλα‐ χοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς ἔξωθεν σκυτίνους περιβαλών, | |
15 | κάτω μὲν εὐρυνομένους ὡς ἅπασαν τὴν στεφάνην περιβεβύσθαι, ἑξῆς δὲ καθάπερ σάλπιγγα ὑποστελλομένους καὶ ἐς τὸ ἀναλογοῦν τελευ‐ τῶντας, ἐνέπηξε ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοντα καὶ ἐς τὸ ἀκριβὲς ἐνεπερόνησεν, ὡς καὶ τὸν ἐν αὐτοῖς ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσ‐ | |
20 | ψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον, [καὶ] τῇ βύρσῃ περιεχόμενον, ἥκιστα δὲ ἐς τὰ ἐκτὸς διαρρεῖν καὶ ὑπεκφέρεσθαι. 4 ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας καὶ φλόγα ἐξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάζοντος ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀνερριπίζετο παχύς τε | |
25 | καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπῃ διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε καὶ τῇ στενότητι πιεζόμενος βιαιότερον ἀνεπέμπετο, ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα ἐδόνησεν ἅπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. 5 οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώ‐ | |
30 | μενοι καὶ βοῶντες καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος ἐν τοῖς βασιλείοις ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ τοῦ σεισμοῦ κατεφάνη καὶ μή τι σφᾶς ὅτῳ δὴ οὖν τρόπῳ διεδηλήσατο. τῶν | |
δὲ „εὐφήμει“ λεγόντων „ὦ τᾶν“ καὶ „ἄπαγε“ καὶ „μήποτε γένοιτο“ | 172 | |
173 | καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ τι καὶ διανοηθείη. οὔτε γὰρ ἀπιστεῖν ἑαυτῷ οἷός τε ἦν ἐφ’ οἷς ἠπίστατο ἀρτίως γεγενημένοις καὶ διαμάχεσθαι κατῃδεῖτο ἐπὶ πολὺ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις. | |
5 | 8. Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. „καὶ γὰρ ὁ μηχανοποιὸσ“ ἔφασαν „τὴν αἰτίαν διαγνούς, ὅθεν τὴν γῆν κινεῖσθαι ξυμβαίνει, παραπλήσια ἔδρασε καὶ τῇ τέχνῃ τὴν φύσιν ἀπεμι‐ μήσατο.“ καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾤοντο. 2 ἐμοὶ γὰρ τὰ | |
10 | τοιαῦτα πιθανὰ μὲν εἶναι δοκεῖ καὶ κομψότερόν πως ἐξευρημένα, οὔπω δὲ ἐναργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἐπὶ βαδίσματι κουφοτάτῳ, ἤδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα καὶ τούτῳ καθάπερ ἱκανῷ | |
15 | παραδείγματι χρέοιτο. 3 ἀλλ’ ἐκεῖνα μὲν παίγνια τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἄττα (εἴπερ ἄρα καὶ δεῖ) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ’ ἄρα ὅ γε κατήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. 4 δίσκον μὲν γάρ τινα | |
20 | ἐσόπτρου δίκην ἐσκευασμένον καὶ ἠρέμα ὑποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ’ ἕτερα πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ’ οὓς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὄψεις καὶ σκαρδαμύττειν· συντρίψεις δέ τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων κτύπους ἀπετέ‐ | |
25 | λει σφοδροὺς καὶ βροντώδεις καὶ οἵους ἐκπλῆξαι τὴν αἴσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὅθεν ἕκαστα γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χαρίεν τι ὑπ’ ὀργῆς ἐπεφθέγγετο. 5 ποιη‐ τικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς | |
30 | ὥσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ μόνῳ γε ὄντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστεροπητὴν καὶ ἐρίγδουπον καὶ πρός | |
γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. 6 καλὰ μὲν οὖν τῆσδε | 173 | |
174 | τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα, οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τούτοις καὶ ἐξισοῦσθαι. πλὴν ἀλλ’ ἕκαστος μὲν ἐχέσθω καὶ τῶν‐ δε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα. | |
5 | 9. Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη καὶ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος καὶ ἡ ὑποψία ἐνέκειτο ἐπιθολοῦσα τὸ λογιζόμενον. 2 ὁ δὲ βασιλεὺς πολλὰ τῶν οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενη‐ | |
10 | μένα, ἔνια δὲ ἤδη καὶ καταπεπτωκότα, ἐπανορθοῦν ἐπειρᾶτο. ἐπεφρόν‐ τιστο δέ οἱ ἐς τὰ μάλιστα ὁ μέγιστος τοῦ Θεοῦ νεώς· τοῦτον δὲ πρότερον ἐμπρησθέντα ὑπὸ τοῦ δήμου σφόδρα περιφανῆ καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων ἀνεδομήσατο, μεγέθους τε ὑπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ | |
15 | αὐτὸν ἐκ πλίνθου ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ ξυνδήσας ξύλοις τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῖτο. Ἀνθέμιος δὲ ἦν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην, ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. 3 τότε δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς καὶ ἅπαντα ὑπερβάλλον ἀποβεβληκότα | |
20 | ἐπεσκεύασέ τε αὖθις ὁ βασιλεὺς βεβαιότερον καὶ ἐπὶ μεῖζον ὕψος ἐξῆρε. 4 καίτοι Ἀνθέμιος μὲν ἐκ πλείστου ἐτεθνήκει, Ἰσίδωρος δὲ ὁ νέος καὶ οἱ ἄλλοι μηχανοποιοὶ τὸ πρότερον ἐν ἑαυτοῖς ἀναθεωρήσαντες σχῆμα καὶ τῷ σωζομένῳ τὸ πεπονθός, ὁποῖόν τε ἦν καὶ ἐς ὅ τι δήπου ἡμάρτητο, ἐπιφρασάμενοι, τὴν μὲν ἑῴαν τε καὶ ἑσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ | |
25 | χώραν ἐφῆκαν, τῆς δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν πρὸς τὰ ἔνδον παρατείναντες καὶ εὐρυτέραν ἠρέμα ποιησά‐ μενοι, ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις ξυννενευκέναι καὶ ὁμολογεῖν τὴν ἰσόπλευρον ἁρμονίαν, περιστεῖλαι ταύτῃ δεδύνηνται τὴν τοῦ κενώματος ἀμετρίαν καὶ ὑποκλέψαι βραχύ τι τῆς ἐκτάσεως μέρος, ὁπόσον | |
30 | ἑτερόμηκες ἀπετελεῖτο σχῆμα, οὕτω τε ἐπ’ αὐτῶν ἥδρασαν πάλιν τὸν ἐν μέσῳ ὑπερανέχοντα εἴτε κύκλον εἴτε ἡμισφαίριον εἴτε ὅτῳ δὴ οὖν | |
ὀνόματι παρ’ αὐτοῖς ἐπικεκλημένον. 5 καὶ γέγονεν ἐντεῦθεν εἰκότως | 174 | |
175 | ἰθύτερος μὲν καὶ εὐεπίστροφος καὶ πανταχόθεν τῇ γραμμῇ ἐξισάζων, στενότερος δὲ καὶ ὀξυτενὴς καὶ οἷος οὐχ οὕτω λίαν ἐκπλήττειν τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ ἀσφαλεῖ βεβηκέναι. 6 ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ πέρι ἐπιμνησθῆναι, καὶ ἐφ’ ἃ ἡ | |
5 | τοῦ λόγου φορὰ ἵκετο ἀκολούθως περιαγομένη, ταῦτα ἔμοιγε ἀποχρών‐ τως ἐκδεδιήγηται. ἐγκωμιάζειν γὰρ ἕκαστα τῶν τοῦδε θαυμάτων καὶ ἐπιδεικνύειν τῷ λόγῳ, περιττὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος ἴδιον ἔρ‐ γου. 7 εἰ δέ τις ἐθέλοι πόρρω που τυχὸν τῆς πόλεως ἀπῳκισμένος ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ θεώμενος, | |
10 | ἀναλεγέσθω τὰ Παύλῳ τῷ Κύρου τοῦ Φλώρου ἐν ἑξαμέτροις πεπονη‐ μένα, ὃς δὴ τὰ πρῶτα τελῶν ἐν τοῖς τῆς ἀμφὶ τὸν βασιλέα σιγῆς ἐπιστά‐ ταις γένους τε κοσμούμενος δόξῃ καὶ πλοῦτον ἄφθονον ἐκ προγόνων διαδεξάμενος, ὅμως παιδεία γε αὐτῷ καὶ λόγων ἄσκησις διεσπούδαστο, καὶ ἐπὶ τοῖσδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηταί οἱ | |
15 | καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου, δοκεῖ δέ μοι τὰ ἐπὶ τῷ νεῲ εἰρημένα μείζονός τε πόνου καὶ ἐπιστήμης ἀνάπλεα καθεστάναι, ὅσῳ καὶ ἡ ὑπόθεσις θαυμασιωτέρα. 8 εὑρήσεις γὰρ ἂν ἐν αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμίαν καὶ τὰς τῶν μετάλλων φύσεις λεπτότατα κατεξητασμένας τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα | |
20 | καὶ ἀναγκαῖον μεγέθη τε καὶ ὑψώματα καὶ ὅσα ἰθύγραμμα σχήματα καὶ ὅσα κυκλικὰ καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον πολυτελέστατα καταπεποίκιλται, καὶ εἴ τι ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον γνώρισμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ | |
25 | περιπάτους ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. 9 ἀλλὰ γὰρ ἥδε μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ὀλίγῳ ὕστερον χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη. 10. Ἐκείνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης νόσος αὖθις τῇ πόλει ἐνέπεσε καὶ μυρία διέφθειρε πλήθη, λήξασα μὲν ἐς τὸ | |
30 | παντελὲς οὐδ’ ὁπωστιοῦν, ἐξ οὗ τὴν ἀρχήν, φημὶ δὴ κατὰ τὸ πέμπτον 〈καὶ δέκατον〉 ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ’ ἡμᾶς εἰσήρρησεν οἰκουμένῃ. 2 μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε | |
ἄλλοθι καὶ τόπον ἐκ τόπου λυμηναμένη καὶ ταύτῃ τοῖς λειπομένοις | 175 | |
176 | ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ, οἶμαι, τὸ πρότερον ἐξηπατημένη καὶ θᾶττον δήπου τοῦ δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. 3 ἔθνησκον τοιγαροῦν πολλοὶ ἐξαπιναίως καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ δέ γε πλεῖστον | |
5 | διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ δὲ τῆς νόσου ἰδέα παρα‐ πλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα. πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι, οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ τοῦ ἁλόντος ἀποπαυόμενοι. 4 ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισ‐ | |
10 | μένα, οἴκοι τε καὶ ἀνὰ τὰς λεωφόρους οὕτω παρασχὸν κατέπιπτον καὶ ἀθρόον ἄπνοι ἐγίγνοντο, ὥσπερ τὸν θάνατον σχεδιάσαντες· καὶ ἅπασα μὲν ἡλικία χύδην ἐφθείρετο, μάλιστα δὲ τὸ ἀκμάζον τε καὶ ἡβάσκον, καὶ ἐν τούτῳ πλέον οἱ ἄρρενες· τὸ γὰρ δὴ θῆλυ οὐ μάλα ὅμοια ἔπασχεν. 5 τὰ μὲν οὖν παλαίτατα τῶν Αἰγυπτίων λόγια καὶ οἱ παρὰ Πέρσαις ἔτι | |
15 | τῆς τῶν μετεώρων κινήσεως δαημονέστατοι χρόνων τινῶν περιόδους ἐν τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι, νῦν μὲν ἀγαθὰς καὶ εὐδαίμονας, νῦν δὲ μοχθηρὰς καὶ ἀποφράδας, εἶναί τε τὴν παροῦσαν περιφορὰν ἐκ τῶν κακίστων ἐκείνων καὶ ἀπαισίων· ἐντεῦθεν τοιγαροῦν πολέμους τε ἁπανταχοῦ ξυνίστασθαι καὶ στάσεις ταῖς πόλεσι καὶ τὰ λοιμώδη πάθη | |
20 | μόνιμά τε εἶναι καὶ συνημμένα. 6 ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί φασι τῆς φθορᾶς, μετιοῦσαν ἀξίως τὰ τοῦ ἀνθρωπείου γένους ἀδικήματα καὶ τὸ πλῆθος ὑποτεμνομένην. 7 ἐμοὶ δὲ διαιτᾶν ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δέ, εἰ καὶ εἰδείην, ἀλλ’ οὐκ ἀναγκαῖον τοῦτό | |
25 | γε εἶναι δοκοῦν οὐδὲ τῷ παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ ξυμβεβηκότος εἰ καὶ διὰ βραχέων ἐπιμνησθέντι ὁ τῆς ἱστορίας ἐκτεθε‐ ράπευται νόμος. 11. Τούτων δὲ οὕτω ξυνενεχθέντων ἐπεγένετο καὶ ἄλλα ἄττα τῇ πόλει κατ’ ἐκεῖνο τοῦ καιροῦ ταραχῆς τε καὶ θορύβου ἀνάμεστα καὶ οὐχ | |
30 | ἧσσον τῶν εἰρημένων ἀνιαρότατα. ὁποῖα δὲ ταῦτά ἐστιν, αὐτίκα ἐρῶ, βραχύ τι πρότερον διεξελθὼν τῶν ἀρχαιοτέρων. 2 οἱ Οὖννοι τὸ γένος τὸ μὲν παλαιὸν κατῴκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ἄνεμον καὶ ἦσαν τοῦ Τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ τὰ | |
ἄλλα βάρβαρα ἔθνη, ὁπόσα ἐντὸς Ἰμαίου ὄρους ἀνὰ τὴν Ἀσίαν | 176 | |
177 | ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν Σκύθαι καὶ Οὖννοι ἐπωνομάζοντο· ἰδίᾳ δὲ κατὰ γένη τὸ μέν τι αὐτῶν Κοτρίγουροι, τὸ δὲ Οὐτίγουροι, ἄλλοι δὲ Οὐλτίζουροι καὶ ἄλλοι Βουρούγουνδοι, καὶ ἄλλοι ὡς ἂν αὐτοῖς πάτριόν τε ἦν καὶ εἰθισμένον. 3 γενεαῖς δὲ πολλαῖς | |
5 | ὕστερον διέβησαν ἐς τὴν Εὐρώπην, εἴτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ θρυλούμενον τὰ πρῶτα ἡγησαμένης, εἴτε καὶ ἀλλοίᾳ χρησά‐ μενοι τύχῃ, καὶ τὴν ἐκροὴν τῆς λίμνης τὴν ἐς τὸν Εὔξεινον Πόντον φερομένην, ἄπορον τέως δοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιω‐ θέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀθνείαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς | |
10 | ἐλυμήναντο, ἀπροσδόκητα προσπεσόντες, ὡς καὶ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες αὐτοὶ τὴν ἐκείνων κατέχειν. 4 ἤμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον ἀπολεῖσθαι. αὐτίκα γοῦν Οὐλτίζουροί τε καὶ Βουρούγουνδοι μέχρι μὲν Λέοντος τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαίων γνώριμοί τε ὑπῆρχον | |
15 | καὶ ἄλκιμοι εἶναι ἐδόκουν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς πορρωτάτω μετανα‐ στάντας. 5 ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾧ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν Οὔννων γένη ἐσῴζετο καὶ ἦσαν ἔτι ὀνομαστότατα. κατιόντες δὲ ὅμως οἱ Οὖννοι ἐς τὰ πρὸς νότον ἄνεμον | |
20 | οὐ πόρρω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὐτοῖς βουλομένοις. 6 τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου, τὰ μὲν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος καὶ ἦσαν ἤδη σκληρὰ καὶ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὔννων ἡγεμὼν σὺν πλείστοις ὅσοις ἱππόταις ἐπιδραμὼν | |
25 | καθάπερ χέρσον τὰς δίνας ἐς τὴν Ῥωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία καὶ μηδενὸς αὐτῷ κωλύ‐ ματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅ γε Μυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος τῇ Θρᾴκῃ προσέβαλλεν. 7 ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλ‐ | |
30 | λάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καὶ λεηλατή‐ | |
σοντας, ἑτέρους δὲ ἐς τὴν Χερρόνησον τὴν Θρᾳκίαν. | 177 | |
178 | 12. Τῆσδε δὲ τῆς Χερρονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον καὶ μέχρι τοῦ μεσημβρινοῦ κέντρου τῷ Ἑλλησ‐ πόντῳ παρατείνεται. περιρρεῖ γὰρ σχεδόν τι ἅπασαν καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται, βραχεῖ τινι μέρει τῆς ἠπείρου καὶ μόνοις τεσ‐ | |
5 | σαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. 2 ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται ξυνεχὲς ἐφ’ ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἔνδοθεν αὐτῷ προσπεπηγυῖαι τυγ‐ χάνουσιν Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ’ αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Ση‐ | |
10 | στός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόνον ἐπὶ τῷ λύχνῳ τῆς Ἡροῦς ἐκείνης τῆς Σηστιάδος καὶ τῷ Λεάνδρου ἔρωτι καὶ θανάτῳ. 3 οὐ πόρρω δὲ ταύτης καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καὶ ἀκαλλὲς καὶ οὐδὲν ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τάς γε | |
15 | μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἑσμὸς καὶ ῥείθρων ποτίμων γῆ τε εὐαλδὴς ἄγαν καὶ κάρπιμος κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. 4 τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων διενοεῖτο | |
20 | καθ’ αὑτόν, ὡς εἴ γε τὸ τεῖχος καθέλοι καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὠνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενότατον ὄντα καὶ οὐ μάλα τραχεῖ κύματι χαρασ‐ σόμενον εὐκολώτατα διαπλεύσας, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται | |
25 | καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. 5 τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν ἐξηρεθισμένος ἔστειλε δύναμιν ἀνὰ τὴν Χερρόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο· αὐτὸς δὲ ξὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντίνου πόλεως πορευόμενος τούς τε ἀγροὺς ἐδῄου καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ | |
30 | ξυνετάραττεν. 6 αἰτία δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδικία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμία, σκῆψιν δὲ ὅμως τινὰ καὶ | |
προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγούρους δυσμένειαν. Σάν‐ | 178 | |
179 | διλχος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχε Ῥωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. 7 οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχοντες, ἀλλὰ παντάπασι | |
5 | περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρατείαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι. 13. Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, | |
10 | λείαν τε ἄφθονον περιβαλλόμενοι καὶ αἰχμαλώτων ἀθροίζοντες πλήθη. 2 ἐν τοῖς καὶ γύναια πολλὰ τῶν εὖ γεγονότων καὶ σώφρονα δίαιταν ᾑρημένων ὠμότατα ἤγοντο καὶ ξυμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαζόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καὶ ταύτῃ δὴ τῇ περὶ τὸν βίον | |
15 | ἀναστροφῇ καὶ ὁμιλίᾳ ἐν ἀποκεκριμένῳ τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἱκετείᾳ προσήκοντι ὑπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ’ ἀνδρῶν συνουσίας περὶ πλείστου ποι‐ ούμεναι καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι· οἱ δὲ καὶ ἐς ταύτας ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίας | |
20 | ξυγκαλινδούμενοι. 3 ἄλλαι δὲ πολλαὶ τῶν ἄρρεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι οὕτω παρασχὸν ἐν τῷ τότε εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἔτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι οὔτε περιστεῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέφη. 4 ἀλλ’ αἱ | |
25 | μὲν καὶ ὣς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἷόν τε φάναι, ξυγκεχω‐ ρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ’ ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὥσπερ τοῦδε ἕνεκα μόνου ἐς φῶς προαχθέντα καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. 5 ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγ‐ ματα ἠληλάκει, ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως | |
30 | τοιαῦτα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλίγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ’ ὁδῷ ἰόντες εἴσω τῶν μακρῶν ὀνομαζο‐ μένων τειχῶν ῥᾳδίως παρῆλθον καὶ τοῖς ἔνδον φρουρίοις ἐπέλαζον. | |
πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ | 179 | |
180 | τοῦ μεγίστου ἐρύματος οἰκοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλή‐ κασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκεῖα καταστρεφόμενοι. 6 καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρῦ‐ σθαι μήτε ἀμυντήρια μηχανήματα καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, | |
5 | ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. 7 τὰ γὰρ τῶν Ῥωμαίων στρατεύ‐ ματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοῖραν περιελθόντα, οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαράκοντα | |
10 | καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγείρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε ἐς πεντήκοντα καὶ ἑκατὸν περιειστήκει. 8 καὶ τούτων αἱ μὲν ἐν Ἰταλίᾳ ἐτετάχατο, αἱ δὲ κατὰ τὴν Λιβύην, ἕτεραι δὲ ἐν Ἱσ‐ πανίᾳ, καὶ ἄλλαι περὶ τοὺς Κόλχους καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αἰγυπτίαν. ἐκάθηντο δὲ ὀλίγοι καὶ πρὸς τὰ ἑῷα τῶν | |
15 | Περσῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονδὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέ‐ σταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούντων ὀλιγωρίᾳ. 14. Ὁ γὰρ βασιλεὺς ἐπειδὴ πρότερον Ἰταλίαν ξύμπασαν ἐχειρώ‐ σατο καὶ Λιβύην καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε καὶ | |
20 | πρῶτος ὡς εἰπεῖν ἐν τοῖς κατὰ τὸ Βυζάντιον βεβασιλευκόσι Ῥωμαίων αὐτοκράτωρ ὀνόματί τε καὶ πράγματι ἀπεδέδεικτο, ἐπειδὴ οὖν αὐτῷ ταῦτά τε καὶ ἄλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφὶ τὴν ἐσχάτην τοῦ βίου πορείαν (ἤδη γὰρ καὶ ἐγεγηράκει) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἤρεσκε ξυγκρούειν | |
25 | ἐν σφίσι τοὺς πολεμίους δώροις τε αὐτούς, εἴ που δεήσοι, καταθωπεύειν καὶ ταύτῃ ἀμωσγέπως ἀποκρούεσθαι ἢ ἐφ’ ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινδυνεύειν. 2 τοιγάρτοι καὶ περιεώρα τὰς τάξεις δια‐ φθειρομένας, ὡς δὴ τὸ λοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπιλαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν | |
30 | σκήπτρων διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὑπήκοον καὶ εἶτα διανέμειν | |
τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὲ τὰ μὲν περι‐ | 180 | |
181 | φανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδο‐ σαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήματος εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν ἠσκημένοι ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. 3 τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε | |
5 | καὶ ἀξίωμα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιρροίᾳ ὑδάτων αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθείσης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο καὶ ἐπανῄει ὅθεν ἐρρύη. 4 καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ | |
10 | τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἷς ἐτύγχανον ἐντεθραμμένοι, καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσό‐ μενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὲν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτους, μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαρ‐ | |
15 | ραλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους τὰ στρατιωτικὰ ἐσκεδάν‐ νυντο χρήματα. 5 ταῦτά τοι ἥ τε ἄλλη Θρᾴκη καὶ τὰ πρὸς αὐτῇ τῇ βασιλίδι πόλει χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρ‐ βάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· ἐς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἀλα‐ ζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην στρατοπεδεύσασθαι οὐ | |
20 | πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅ τι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελ‐ θὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· ὅθεν δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατετα‐ μένον ἐπίνειον τὴν ἐκείνου φέρεται προσηγορίαν. 6 οὕτω δὲ τῶν πολε‐ | |
25 | μίων ὡς ἐγγύτατα αὐλιζομένων εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ’ ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρή‐ σεις καὶ σπάνιν τῶν ἀναγκαίων καὶ διαρρήξεις τοῦ περιβόλου. 7 τοι‐ γάρτοι πολλάκις καὶ ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν | |
30 | ἐκ τοῦ ὁμίλου ἐγίγνοντο καὶ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὥσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων· πάταγός τε πολὺς ᾔρετο ἐν τοῖς | |
πωλητηρίοις τῶν θυρῶν βιαιότερον προσαρασσομένων. 8 οὐ μόνον | 181 | |
182 | δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασιλεὺς δέ, οἶμαι, αὐτὸς οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ | |
5 | Εὐρωπαῖα μέρη καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος τῷ Βοσπόρῳ συναπολήγει. 9 τούτων δὴ οὖν ἁπάν‐ των τά τε ἔντιμα τῶν ἀναθημάτων καὶ τὴν ἄλλην ἀφαιρούμενοι κατα‐ σκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ’ ἁμαξῶν φέροντες εἴσω τῆς πόλεως | |
10 | ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν δια‐ περαιούμενοι ἐς τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ἐν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, ὥσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ’ ἄρτι καθίστασθαι ἀρχομένους. 15. Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς | |
15 | πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ Χρυσῇ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι καὶ ὁπλῖται πολλοὶ ἐφειστήκεσαν, ὡς δὴ προθύμως ἀμυνούμενοι τοὺς δυσμενεῖς, εἴ που ἐπίοιεν. 2 ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς οὐδὲ μετρίως γοῦν τὰ τοι‐ αῦτα πεπαιδευμένοι, ἀλλ’ ἐκ τῶν ταγμάτων ἐκείνων τῶν οἳ ἐς τὸ | |
20 | διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο, οὓς δὴ σχολα‐ ρίους ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται καὶ ἐγγε‐ γράφαται τοῖς τῶν καταλόγων βιβλίοις, εἰσὶ δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες καὶ μόνον, οἶμαι, ὄγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξευρημένοι. 3 καὶ τὸ μὲν παλαιὸν οὐκ | |
25 | ἄλλους τινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ’ ᾧ ἐνστρα‐ τεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμήν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. 4 Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν | |
30 | πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμπείρους γεγενημένους, ἄλλως | |
δέ πως γνωρίμους αὐτῷ καὶ ξυνήθεις. 5 εἶτα δοθέντος ἐν τῷ τότε καὶ | 182 | |
183 | παρειλημμένου τοῦ ἐξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μετα‐ λαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος δὴ οὖν τούτου | |
5 | τὴν ἀρχὴν παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκείνου καὶ 〈ἡ〉 ἐκ τῶν λημ‐ μάτων ἐπικουρία, ἡ πασῶν, ὡς ἔοικε, τῶν ἄλλων ἐγκρατεστέρα, καὶ τὸ λοιπὸν ἐς ἐμπορίαν μετέστη τὸ χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι τοὺς βουλομένους, πρὶν ἂν χρυσίου τι μέτρον καταθεῖεν· τοῦτο δὲ ἀποτίσαντες εὐθὺς ἐγχαράττονται ἀνεξετά‐ | |
10 | στως καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. 6 οὕτω τε τῆς κρίσεως ἠμελη‐ μένης εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ γέρας καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἄνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν | |
15 | ἐφεδρεύοντες φυλάσσειν ἐδόκουν. 7 ὡς δὲ ἐπὶ πολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν ποσὶ ληϊζόμενοι, τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως στέλ‐ λεται ὅμως ἐπ’ αὐτοὺς ἐκ βασιλέως. 8 καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος καὶ | |
20 | ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων ἀνεστήσατο τρόπαια. 9 ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ τοῦ μέλλοντος | |
25 | ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν καὶ τὴν νίκην ἀσμενεστάτην. εἰρήσεται δέ μοι αὐτίκα ἐς τὸ ἀκριβές, ὅπως ἕκαστα διηνύσθη. 16. Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος καὶ ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπε‐ | |
30 | δείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη καὶ ἀσθενείᾳ ὥσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς | |
πόνοις ἐφαίνετο οὔτε ἄλλως φιλοψυχήσας. 2 εἵποντο δὲ ὁπλῖται μὲν | 183 | |
184 | ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὁπόσα δὴ ἐν ὑστέρῳ ἐτύγχανε διανύσας, οὐ πολλῷ πλείους τῶν τρια‐ κοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ἦν περιφανῶς καὶ ἀπόλεμον καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους | |
5 | θέας τε ἕνεκα μᾶλλον ἢ παρατάξεως ἀφιγμένοι. 3 συνέρρει δὲ ἀμφ’ αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη τῶν ἀγρῶν ὑπὸ τῶν βαρβάρων οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. 4 ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος τάφρον εὐρεῖαν περιεβάλετο καὶ κατασκόπους | |
10 | θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷόν τε καὶ ἐξαριθμησομένους καὶ εἴ τι ἕτερον ἑλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας· οὕτω τε διετέλει ἕκαστα γνωματεύων καὶ διανοούμενος. 5 νυκτὸς δὲ ἐπιγιγνομένης φρυκτωρίας ἀνῆπτε πολλὰς ἐπὶ μέγα τοῦ πεδίου σκεδαν‐ νυμένας, ἵνα δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευ‐ | |
15 | μα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο, καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπὶ πλεῖστον ταῖς τοιαύταις ἀπάταις καταστρατη‐ γούμενοι ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ ἤδη, ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος. 6 πλὴν ἀλλ’ οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντι‐ | |
20 | πάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἀρετῇ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες καὶ ἐμπειρίᾳ μεγάλων ἤδη κιν‐ δύνων τὰ πολέμια ἐκμελετήσαντες. 7 ξυναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης καὶ ὅτι μειζόνως ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει, | |
25 | μήποτε ἄρα ἐντεῦθεν μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν παρεισδῦναί τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς ἂν οὖν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτό, ὥσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος, καὶ φανεὶς ἐς μέσον ἔλεξε τοιάδε. | |
30 | 17. „Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαρρεῖν ἀναστήσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησό‐ | |
μενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ | 184 | |
185 | γνωσθέντων δόξαιμι ἄν, εἴ γε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ τούτους Οὔν‐ νους καὶ Κοτριγούρους, παραίνεσίν τινα πρὸς τὸ μὴ δεδιέναι προθείην. | |
5 | 2 ἀλλ’ ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον οὐκ ἄλογον εἶναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρ‐ χαίας ὑμᾶς εὐκοσμίας ᾠήθην. 3 τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακ‐ τέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπηργμένοις ἐς ὅσον τῶν | |
10 | ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη. 4 καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεών, ὡς εἰ καὶ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι | |
15 | τύχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι, καὶ εἴπερ τὸ ἑκατέρωθεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς ἰσότητα χωρήσει τὰ τῆς ἀμετρίας. 5 πῶς οὗν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης ῥοπὰς ἐν λόγῳ ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ἄν τις, | |
20 | οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρῖνον ὀρθῶς καὶ λογι‐ ζόμενον. 6 ἐπεὶ πῶς ἂν οἷόν τε ἦν ἔμοιγε νῦν ἐς τόδε πολιᾶς ἥκοντι καὶ οἷον ἐξώρῳ τὰ πολέμια γεγενημένῳ παρατάξεσιν ὁμιλεῖν καὶ κιν‐ δύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἀμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων | |
25 | ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθείᾳ τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; 7 τὰς μὲν γὰρ ἐκ τύχης τινὸς ἢ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς καὶ οἷος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι μετασκευάσειε πρὸς τὸ συμ‐ | |
30 | φέρον καὶ θεραπεύσειε τὸ ἡμαρτημένον· ἔνθα δὲ γνώμης σφαλείσης τῷ μὴ τὰ δέοντα διανοηθῆναι τῶν ἀβουλήτων τι ξυνενεχθείη, πόθεν ἂν ληπτέον τὸ σῷζον καὶ ἀνακαλούμενον, εἴ γε πρῶτον ἐκεῖνο τὸ ταῦτα | |
τίκτειν πεφυκὸς παρατραπείη; 8 καίτοι θαυμάσειεν ἴσως ἄν τις ἐμοῦ | 185 | |
186 | τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾶν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, ἀλλ’ ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας. | |
5 | 18. „Πλὴν ἀλλ’ ἐμοὶ μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ καὶ πρὸς τὸ εὔελπι φέρον, εἴ γε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἂν ἐν λόγοις, οἶμαι, κριθείην. 2 ἴστω δὲ πᾶς τις ὑμῶν, ὡς ἀνδρείας ὁρμαῖς οὐκ ἀνα‐ θετέον τὰς ἄνευ φρονήσεως ἐγχειρήσεις, ἀλλὰ θρασύτητι καὶ προπετείᾳ | |
10 | καὶ παρατροπῇ τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς ψυχῆς μενέτω παρ’ ὑμῖν καὶ κατὰ τὸ μᾶλλον ἐνακμαζέτω, λογισμῷ δὲ σώφρονι καὶ τῶν προσηκόντων ἐχομένῳ τὸ ὑπερβάλλον τῆς τόλμης καὶ πρὸς αὐθάδειαν ἀνάγον ὑποτεμνέσθω. 3 οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν ὅπως τοῖς παροῦσι χρηστέον, | |
15 | ἀλλὰ σεμνότητα καὶ παρρησίαν. οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσ‐ θέντων ἕπεται πάντως τὸ δικαίως θαρρεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῇ προηγμένον, ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπι‐ στευμένον. 4 ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν, ὡς οὐχ οἷόν τε φύσιν γενναίαν εὐλόγως ὁρμῶσαν καὶ τοῦ μοχθεῖν διὰ παντὸς ἐφιεμένην, εἶτα νῦν ἀθρόον | |
20 | ἐπέχειν καὶ βιάζεσθαι πρὸς τὸ ἠρεμοῦν καὶ ὑφειμένον καὶ πέρα τῆς ἀνάγ‐ κης μέλλον καὶ βουλευόμενον, μάλιστα δυσανασχετοῦσαν ἐφ’ οἷς καθ’ ἡμῶν οἱ βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα καὶ παρ’ αὐ‐ τὴν δήπου τὴν βασιλίδα πόλιν τὰς ἐκδρομὰς ποιεῖσθαι τολμῶντες. 5 ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πείρᾳ τὸ προσηκόντως | |
25 | ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι· οἷς γὰρ συνεκεχώρηντο πρότερον, οὐ μετρίως ἐχρήσαντο. 6 πλὴν ἀλλὰ καὶ λίαν ἐφικτόν, οἶμαι, τοῖς ἔμφροσι, περιελεῖν μὲν τοῦ θυμοῦ τὸ μεμηνὸς καὶ ταραχῶδες καὶ τοῖς προστυ‐ χοῦσιν ἐγχειρεῖν ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ μεγα‐ λουργόν τε καὶ ἄτρεπτον καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέχον. 7 τῶν | |
30 | γὰρ τῆς ψυχῆς κινημάτων τὰ μὲν ὅσα πεφύκασι καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων ἐντελῶς καὶ δὴ ἀνθεκτέον· οἷς δὲ μέτεστι καὶ τῆς πρὸς τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ | |
διὰ πάντων χρηστέον, ἀλλ’ ἐς ὅσον ἔχουσι τὸ συμφέρον. 8 τὸ μὲν | 186 | |
187 | οὖν φρονοῦν ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν, τῆς δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεές, τὸ δὲ θράσος φευκτὸν καὶ ἀξύμφο‐ ρον. 9 οὐκοῦν τὸ μὲν ὅλον ** τῆς δὲ τὸ βέλτιστον ἐξαιρούμενοι καὶ φρονήσει τὸ καταθαρροῦν ἀναμιγνύντες ἴωμεν οὕτω σὺν παρρησίᾳ κατὰ | |
5 | τῶν δυσμενῶν, ὡς οὐδενὸς ἡμῖν τῶν δεόντων περιοφθέντος. 10 γινώσ‐ κειν γὰρ μόνον χρεών, ὡς ἀγωνιστέον πρὸς ἄνδρας βαρβάρους, ἐπιέναι μὲν λῃστρικώτερον εἰθισμένους καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους οὐδὲ ταῖς συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν μάχην κατ’ αὐτῶν | |
10 | παρεσκευασμένην ἐρυμάτων τε καὶ περιβόλων ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου ξυντεταγμένον, ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ ξυνειθισμένα, περιαχθήσονται δὲ πρὸς τὸ ἐμμῖξαι καὶ προσ‐ πελάσαι καὶ συστάδην διαγωνίζεσθαι, διδασκούσης αὐτοὺς τῆς ἀνάγ‐ κης. 11 πλὴν ἀλλὰ σωφρονούντων ἡμῶν καὶ τῇ πατρίῳ τάξει χρωμένων | |
15 | καὶ μετ’ εὐβουλίας ἐπὶ τὰ πρακτέα χωρούντων εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καὶ ἠναγκασμένου.“ 19. Τοσαῦτα μὲν ὁ Βελισάριος εἶπεν. οἱ δὲ στρατιῶται μεταμαθόντες τὸ λῷον εἴχοντο μὲν καὶ ὣς τῆς ἀνδρείας, πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ | |
20 | γαυρουμένου τὸ εὐλαβούμενον. τοιούτου τε, οἶμαι, φρονήματος μετ’ εὐκοσμίας ἐνεπίμπλαντο, ὡς ἐλάχιστα μεγάλοις εἰκάσαι, ὁποίῳ δὴ πάλαι φασὶ τοὺς ἀμφὶ Λεωνίδαν Λακεδαιμονίους ἐν Θερμοπύλαις, προσ‐ βάλλοντος ἤδη τοῦ Ξέρξου, ἐγκαλλωπίσασθαι. 2 ἀλλ’ ἐκεῖνοι μὲν πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ μὴ ἀγεννῶς | |
25 | ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι παρρησίᾳ μὲν ἐχρῶντο Λακωνικῇ, πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο ἀνὰ κράτος καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ ἄχαρι πρὸς αὐτῶν ὅ τι καὶ λόγου ἄξιον πεπονθότες. 3 ἐπει‐ δὴ γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους | |
30 | ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα τοὺς ἐναντίους ἀναρ‐ πασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς οἱ κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ καὶ ὅσον οὔπω παρέσεσθαι διεξιόντες, ἀντεξῆγε τοὺς | |
ἀμφ’ αὐτόν, σοφιζόμενος ὡς οἷόν τε τὴν ὀλιγότητα καὶ ἐπικρύπτων. | 187 | |
188 | 4 ἀπολεξάμενος γὰρ διακοσίους ἱππότας πελτοφόρους τε καὶ ἀκοντιστὰς εἰς ἐνέδρας ἐμέριζεν ἑκατέρωθεν ὑπὸ τῇ νάπῃ, ὅθεν ᾤετο τὴν προσβολὴν ἔσεσθαι τῶν βαρβάρων, προειρημένον, ὥστε, ἐπειδὰν αὐτὸς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς ἐπιέναι ἀκοντίζοντας τὴν φάλαγγα τῶν | |
5 | πολεμίων, ὅπως δὴ πιεζομένη ὑποστέλλοιτο ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, παρατείνεσθαι μὴ δυνάμενον, ἀλλ’ εἰς ἑαυτὸ περιελιττό‐ μενον. 5 τοὺς δὲ ἀγροίκους ἐκέλευε καὶ τῶν ἀστῶν τοὺς πολεμικοὺς ἐπιβοῶντας τορόν τι καὶ ἐπικροτοῦντας ἕπεσθαι αὐτῷ ἔνθα καὶ ἴοι. ἅμα γὰρ τοῖς λοιποῖς ἐς μέσον εἱστήκει, ὡς τὴν ἐσβολὴν ἐκ τοῦ ἐμφανοῦς | |
10 | ἐκδεξόμενος. 6 ὡς δὲ ἧκον ἤδη καὶ ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο, αὐτίκα Βελισάριος ἅμα τοῖς ἀμφ’ αὐτὸν ἀντιμέτωπος ὑπαντιάσας συνέρραξέ σφισιν ἐρρωμενέστατα· οἵ τε ἄγροικοι καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες καὶ ἐπικτυποῦντες τοῖς ξύλοις, ἃ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομένους. | |
15 | 7 δοθέντος δὲ τοῦ ξυνθήματος καὶ δὴ οἱ ἄλλοι ἐκ τῶν κρυπτειῶν ἀνα‐ θορόντες τοὺς καθ’ αὑτοὺς ἑκάτεροι κατὰ τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ κατὰ τὸ μέγεθος τοῦ πολέμου. 8 οἱ δὲ βάρβαροι πάντοθεν ἀκοντιζόμενοι, τοῦτο δὴ ὅπερ Βελισάριος διε‐ νοήθη, ἐς ἑαυτοὺς ἀνεχώρουν καὶ εἰς στενότητα συνεσπειραμένοι ἀμύνεσ‐ | |
20 | θαι οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε τῷ μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν ἔχεσθαι ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. 9 οἵ τε γὰρ ὄπισθεν σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ ἔκπληξιν παρεῖχον ὅ τε κονιορτὸς ἐς ὕψος | |
25 | αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώσκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. 10 πρῶτος δὲ Βελισάριος πολλοὺς τῶν ἀντιπαρατατ‐ τομένων διαφθείρας καὶ τὸ οἰκεῖον μέρος ἀπωσάμενος φεύγειν ἠνάγκασεν. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων ἐγκειμένων στρέψαντες τὰ νῶτα οἱ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννύμενοι καὶ ἥκιστα | |
30 | ἀλλήλους ὀπισθοφυλακοῦντες, ἀλλ’ ὡς ἂν αὐτῶν ἕκαστος ᾤετο ὠκύτατα ἀποδράσειν. 11 ἐπισπόμενοι δὲ οἱ Ῥωμαῖοι ἐν τάξει τοὺς ἐν χερσὶν | |
εὐκολώτατα διεχρῶντο, φόνος τε ἐγίγνετο τῶν βαρβάρων πολὺς | 188 | |
189 | ἀμεταστρεπτὶ ἀπελαυνόντων. τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο, καὶ πρός γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον. 12 ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ δὴ ἐφ’ ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε | |
5 | οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μετα‐ στροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καὶ βιαιότερον κατὰ σκοποῦ τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὲν πολλῇ τῇ ῥύμῃ φέρεται ἰθὺ τῶν διω‐ κόντων, οἱ δέ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν | |
10 | καὶ ὡς πλησιαίτατα ὑποδέχεσθαι. 20. Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἀμήχανα εἶναι ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο ἀμυντηρίας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς τετρακοσίους, Ῥωμαίων δὲ ὅστις οὐδείς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. 2 μόλις δὴ οὖν Ζαβεργάν τε ὁ | |
15 | ἡγεμὼν καὶ οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειρ‐ γάσαντο. νῦν δὲ οἱ μὲν ἐν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβα‐ λόντες ξυνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα | |
20 | μάλα διαφθερεῖσθαι. οἰμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. 3 Ῥωμαῖοι δὲ ξὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, κρείτ‐ τονα μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, ἄξια δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις | |
25 | ξυνενεχθέντος αὐτίκα οἵ γε ἄραντες ἐκ Μελαντιάδος ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. 4 Βελισάριος δὲ καίτοι κατὰ τὸ εἰκὸς οἷός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι καὶ οἷον φυγὴν τὴν ἀναχώρησιν ποι‐ ουμένοις, ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκών, ἀλλ’ ἐκ | |
30 | βασιλέως αὐτῷ προστεταγμένον. 5 ἐπειδὴ γὰρ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφίσιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καὶ ἀνύμνουν κατὰ ξυλλό‐ | |
γους, ὡς ὑπ’ ἐκείνου περιφανέστατα σεσωσμένοι, τοῦτο δὲ ἔδακε | 189 | |
190 | πολλοὺς τῶν ἐν τέλει καὶ ἠνίασε φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνδρα ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. 6 ὧν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, | |
5 | ὡς μὴ τελεώτατον ἄροιτο κλέος, καὶ οὐδὲ ἐπὶ τοῖς ἤδη πεπονημένοις τιμῆς ἀπώνατο τῆς προσηκούσης· ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τό γε ἐπ’ ἐκείνοις, φροῦδα καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. 7 ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ | |
10 | καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμενα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω και‐ ριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δέ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. 8 οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπή‐ | |
15 | σαντες καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκ‐ βάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει καὶ οὐδὲ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο. 21. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμός, οἳ δὴ ἐτύγ‐ χανον ἐφεδρεύοντες τῇ Χερρονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσ‐ | |
20 | έβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις, πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων. 2 ἡγεῖτο δὲ τούτων Γερμανὸς ὁ Δωροθέου, νέος μέν γε ὢν κομιδῇ καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ δια‐ πρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. | |
25 | πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρική, Βεδεριανὰ μὲν ἐκ παλαιοῦ ὀνομα‐ ζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεύς, ἅτε δὴ κατ’ αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειρ‐ γάσατο καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκε προσηγορίας. ἐκ τούτου δὲ | |
30 | τὸ γένος ἕλκων ὁ Γερμανὸς σφόδρα οἱ ἐπεφρόντιστο. 3 τοιγάρτοι ὀκταετῆ χρόνον ἐκ γενετῆς διανύων ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν | |
βασιλίδα καὶ τημελείας ἀπώνατο πάσης. τοῖς τε γὰρ τῶν γραμματιστῶν | 190 | |
191 | ὡμίλει διδασκαλείοις καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν τῆς τῶν Λατίνων μετέσχε παιδείας. 4 ἐπεὶ δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χερρονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστη‐ σάμενος, ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύρροπον καὶ | |
5 | πρὸς τὰς δόξας ἠρμένον ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμ‐ πλάνοιτο, ἀλλὰ μὴ προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους καὶ δημώδεις ὁρμὰς καὶ ἵππων ἁμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἷς ὡς τὰ πολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν χρησίμων ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. 5 τότε δὴ οὖν τῶν Οὔννων τῇ Χερ‐ | |
10 | ρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίαν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπηβόλῳ τῆς φύσεως εὐστοχώτατα διεγίγνωσκε τὸ συνοῖσον καὶ τοῖς πρεσβυτέροις τῶν ἀμφ’ αὐτὸν καὶ πολλοῖς ἤδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι μάλα ξὺν | |
15 | εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. 6 ἐπεὶ δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι οὔτε πρὸς τειχομαχίαν ἐγκείμενοι, ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ λίαν πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι οὕτω τε ἢ θᾶττον ἑλεῖν τὸ χωρίον ἢ μεθεῖναι τὸ λοιπὸν καὶ ἀποπαύ‐ | |
20 | σασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. 7 καὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ τι μάλιστα στερ‐ ροὺς καὶ παχίστους καὶ τούτους ἐπ’ αὐτοῖς ἐναρμοσάμενοι καὶ ξυν‐ δήσαντες καλῳδίοις τε καὶ τολύπαις κώμυθας πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκενίδας ὕπερθε κατὰ τὸ | |
25 | ἐγκάρσιον ἐνθέντες, οὐ διὰ παντός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ μείζοσι δεσμοῖς περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλή‐ λαις καὶ ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ καὶ | |
πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς | 191 | |
192 | ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἐπίβασιν καὶ τῷ βάθει ἐς τοσοῦτον διϊκνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκ‐ τήναντο σχεδίας. 8 ὡς ἂν δὲ αὐτοῖς πλοϊμώτεραι εἶεν, οἱ δὲ τὰ ἐμπρόσ‐ | |
5 | θια τούτων ἠρέμα πρὸς τὸ μετέωρον ἐς πρώρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησά‐ μενοι, κωπωτῆρας ἐφ’ ἑκατέρᾳ πλευρᾷ καὶ οἷον παρεξειρεσίας αὐτομά‐ τους ἐμηχανήσαντο. 22. Καὶ τοίνυν οὕτω ἕκαστα ὡς οἷόν τε ἦν αὐτοῖς ἐν τῷ ἀσφαλεῖ | |
10 | καταστησάμενοι ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου. 2 ἐμ‐ βάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι καὶ ἀμαθέστερόν πως ταύτῃ ἐρέττοντες ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς | |
15 | τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο πελάγιοι ἠρέμα γιγνόμενοι ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ. 3 ταῦτα δὲ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθό‐ | |
20 | μενος καὶ γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτή‐ σει, ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ’ αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένῃ. 4 αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν ἐμπλήσας σιδήρῳ τεθωρακισ‐ μένων ἀσπίδας τε φερόντων καὶ τόξα καὶ πρός γε δορυδρέπανα τούς | |
25 | τε ἐρέττοντας ἐμβαλὼν καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάττης γλωχῖνα καθάπερ ἐς ἐνέδραν καθ‐ ορμίσας ἐνέκρυψεν, ὡς ἂν μὴ πόρρωθεν προοφθεῖεν. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ τείχους καὶ ἀπολῆγον καὶ | |
τοῦ αἰγιαλοῦ προεξέχον ἐνέκλινον πρὸς τὰ εἴσω καὶ ἐπεφέροντο φρο‐ | 192 | |
193 | νήματι ξὺν πολλῷ καὶ παρρησίᾳ, τότε δὴ καὶ 〈αἱ〉 τῶν Ῥωμαίων ὁλκά‐ δες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμ‐ βανομένου ἀντίπρωροι κατιοῦσαι βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλάμων σχεδίαις. 6 καὶ δῆτα αἱ μὲν τῇ προσκρούσει περιετρέ‐ | |
5 | ποντο ἐς τοὔμπαλιν ὑπὸ τῷ σάλῳ καὶ ἐκυλινδοῦντο ὡς μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, ἀλλὰ τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν ὅ τι καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ὄντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν | |
10 | καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα καὶ μάλα χαλεπωτάτου. 7 τοιγάρτοι μετέωροί τε θαμὰ ἐγίγνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ καὶ συγκαθείλκοντο αὖθις κοιλαινομένῳ. καὶ τοίνυν οἱ ἄνδρες διαμάχεσ‐ θαι μὲν οὐδὲ ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπου‐ δασμένον ἢ ὅπως ἂν ἑστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. | |
15 | 8 οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τε καὶ ἀφασίᾳ καθεστηκότων οἱ Ῥωμαῖοι διέκπλους, ὅπῃ παρείκοι, ποιούμενοι ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. 9 ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ | |
20 | καὶ ἀφειστήκεσαν καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνού‐ μενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες ἐξέτεμνον στοιχηδὸν ἁπάσας καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμη‐ γέντες ἀλλήλων καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. | |
25 | 10 οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν. 23. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ πρότερα χωρία κατ‐ | |
30 | άραντες μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατόν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ | |
ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει | 193 | |
194 | τοῦ προτερήματος. 2 τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου πεποίηνται, καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιω‐ μένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. 3 τότε δὴ οὖν ὁ Γερ‐ | |
5 | μανός, ἅτε δὴ νεώτατος καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευεν, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον | |
10 | συμπλεκόμενος. τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν, ὡς μικροῦ δεῖν μελλῆσαι ἀπόμαχος ἔσεσθαι· πλὴν ἀλλ’ ἡ τῶν ἐφεστηκότων πραγ‐ μάτων ἀνάγκη καὶ τὸ μέγεθος τοῦ ἐγχειρήματος ἐγκρατέστερα τῆς ὀδύνης γεγένηται, καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καὶ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς | |
15 | ὅσους διαχειρίσασθαι. 4 τότε μὲν οὖν διελύετο ἡ μάχη· καὶ οἱ Ῥω‐ μαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινώσκοντες ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις εἶτα μέχρι παντὸς συστάδην διαγωνίζεσθαι. 5 ἐς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγιῶν φθορᾷ καὶ ὅτι ἀθρόον οἱ | |
20 | Ῥωμαῖοι κατ’ αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πεδία καὶ πρὸς τὸν Ζαβεργάν τε καὶ τὸν ἀμφ’ αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττημένους. 6 οἱ δὲ ἀνὰ τὴν Ἑλλάδα πρότερον ἐσταλμένοι οὐδέν τι ἀξιαφήγητον ἔδρασαν, μήτε τῷ Ἰσθμῷ προσβαλόντες μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμει‐ | |
25 | ψάμενοι διὰ τὴν φρουρὰν τῶν ἐκεῖσε ἱδρῦσθαι τεταγμένων Ῥωμαίων. τοιγάρτοι ἀποχωρήσαντες καὶ οἵδε τῆς ἐπὶ τὴν Θρᾴκην εἴχοντο πορείας, ὡς ἐν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησόμενοι καὶ κοινῇ τὸ λοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. 7 οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα ὡς πλεῖστα παρὰ | |
30 | Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγουροι, τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντο οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπείλουν. | |
8 ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε | 194 | |
195 | τὰ λύτρα τῶν ξυνειλημμένων καὶ ὅπως εἰρηναῖοι τὸ λοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καὶ δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο καὶ δὴ καὶ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέλει. 9 οὕτω | |
5 | τε μόλις ἐπαύοντο λεηλατοῦντες καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀνα‐ λαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους. 24. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι, εἴ γε ὥσπερ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγ‐ | |
10 | μένοι καὶ ἐγγελάσαντες οὐκ αὐτοῦ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ’ ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμε‐ ληκότων. 2 ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον· ἔγνω γὰρ χρῆναι μᾶλλον | |
15 | ἁπάσῃ μηχανῇ ξυγκρούεσθαι τὸ βάρβαρον ἐφ’ ἑαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο ξυμβαίη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύοντο, ἔστελλε γράμμα παρὰ Σάνδιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. 3 ἐδήλου δὲ τοιάδε ἄττα τὸ γράμμα· „Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ’ ἡμᾶς | |
20 | μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμάσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοῦ μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκώς, συγγνωστέον μέν, ἐπιδείξεις δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. 4 παραγεγόνασι γὰρ ἐνθάδε, οὐ τοῦτο | |
25 | μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅ τι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρίστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καὶ ἀμφηρίστους τοῖς Οὐτιγούροις ἀποκαλέσοι, οὐδὲ εἰ μετρίῳ | |
30 | τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴ γε σφόδρα πολλῷ. 5 καὶ τοίνυν οὐκ | 195 |
196 | ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν’ ἔτος ἕκαστον μισθοῦ χάριν δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο. καίτοι ῥᾴδιον ἦν ἡμῖν ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι ἤ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι· ἀφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς | |
5 | πειρώμενοι δόξης. 6 εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἶ καὶ φρενήρης καὶ οἷος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομένοις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι καὶ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, ὥσπερ δι’ αὐτῶν σοι ἀπεσταλμένους. 7 εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν | |
10 | ἄγειν ἐθέλεις, δεδιώς, οἶμαι, καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμοσύνην, σὺ μέν, ὦ γενναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ’ ἡμῶν δεδωρήσθω. 8 καὶ τὸ λοιπὸν μέθες, εἰ δοκεῖ, τὸ φρόνημα καὶ τοῖς κρείττοσιν εἴκειν διδάσκου· εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς ξυνθήκας μεταθετέον ἡμῖν ἐπ’ αὐτούς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν ἐθέμεθα γένος. ἀνόητον γὰρ καὶ | |
15 | ἄλλως τοῖς ἡττωμένοις συναδοξεῖν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.“ 25. Ταῦτα ὁ Σάνδιλχος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος εὐθὺς ἐχαλέ‐ παινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἶός τε ἦν τὴν ὀργήν, ἀλλ’ αὐθημερὸν ἵετο τίσασθαι τοὺς Κοτριγούρους τῆς ἐς αὐτὸν παροινίας. πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδίως τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ | |
20 | βάρβαρος καὶ αὐθάδης καὶ ἀεὶ κερδῶν γλιχομένη; 2 τοιγάρτοι κινή‐ σας τὸν οἰκεῖον στρατὸν πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει | |
25 | ἐξαπιναίως· καὶ πολλοὺς ὅσους ἀποκτείνας τά τε χρήματα αὐτοὺς τὰ παρὰ βασιλέως καὶ ἅπασαν τὴν λείαν ἀφαιρεῖται. 3 μόλις δὲ οἱ σεσωσ‐ μένοι ἐς τὰ σφέτερα ἤθη ἀπονοστήσαντες καὶ κατὰ ταὐτὸ τοῖς ἄλλοις γενόμενοι ἐς πόλεμον τοῖς ἐναντίοις καθίσταντο· οὕτω τε ἐξ ἐκείνου ἐπὶ πλεῖστον ἑκάτεροι διετέλουν κατ’ ἀλλήλων τρεπόμενοι καὶ τὴν | |
30 | δυσμένειαν ἐμπεδοῦντες. 4 νῦν μὲν γὰρ ἐφόδους καὶ λεηλασίας ἐποι‐ οῦντο, νῦν δὲ ἐς ἐμφανῆ μάχην παρετάττοντο, ἕως ἑκατέρωθεν αἱ δυνά‐ μεις διαρρυεῖσαι ἀνάστατοι ἄρδην γεγένηνται, ὡς καὶ αὐτὴν δήπου τὴν πάτριον ἐπωνυμίαν ἀποβεβληκέναι. 5 ἐς τοῦτο γὰρ συμφορᾶς | |
τάδε τὰ Οὐννικὰ ἔθνη ἐξώκειλεν, ὡς εἴπερ ἄρα τι αὐτῶν καὶ μεμένηκε | 196 | |
197 | μέρος, σποράδην ἑτέροις δουλεύειν καὶ ἐς τὸ ἐκείνων ὄνομα μεταβεβλῆσ‐ θαι. οὕτω δή τι αὐτοὺς ἐνεργότατα μετῆλθον αἱ ποιναὶ τῶν προτέρων ἀσεβημάτων. ἀλλ’ ἡ μὲν παντελὴς τοῖνδε τοῖν γενοῖν ἀνατροπὴ καὶ κατάλυσις χρόνῳ ὕστερον ξυνηνέχθη, καί μοι εἰρήσεται ἕκαστα προσ‐ | |
5 | ηκόντως ἁρμοζομένῳ ὡς οἶόν τε τῇ τῶν χρόνων ὁμολογίᾳ. 6 τῆς δὲ στάσεως ἔτι ἀκμαζούσης καὶ κατὰ τὸ Βυζάντιον ἀπαγγελλομένης, τότε δὴ ἅπασιν ἀνωμολόγητο καὶ διαδηλοτάτη ἐδείκνυτο ἡ τοῦ βασι‐ λέως προμήθεια καὶ εὐβουλία, ὅτι δὴ τῶν βαρβάρων ὑπὸ σφῶν δια‐ φθειρομένων αὐτὸς ὅπλα μὴ κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ’ ἑκατέρᾳ | |
10 | ῥοπῇ τοῦ πολέμου καὶ ἀπήλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς οἴκοι δεινοῖς ἐνησχολημένοι, οὐκέτι κατὰ Ῥωμαίων χωρεῖν | |
διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτύγχανον ὄντες, τοῖς πλείστοις ἠγνόηντο. | 197 |