TLG 4021 002 :: DAVID :: In Porphyrii isagogen commentarium

DAVID Phil., Neoplatonicus
(Thessalonicensis Alexandrinus: A.D. 6)

In Porphyrii isagogen commentarium

Source: Busse, A. (ed.), Davidis prolegomena et in Porphyrii isagogen commentarium [Commentaria in Aristotelem Graeca 18.2] Berlin: Reimer, 1904: 80–219.

Citation: Page — (line)

80

(1t)

ΠΡΟΛΕΓΟΜΕΝΑ ΣΥΝ ΘΕΩΙ ΤΗΣ ΠΟΡΦΥΡΙΟΥ ΕΙΣΑΓΩΓΗΣ ΑΠΟ
2tΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΚΑΙ ΘΕΟΦΡΟΝΟΣ
3tΦΙΛΟΣΟΦΟΥ.
4t〈Πρᾶξις αʹ.
5 Μέλλοντες σὺν θεῷ ἄρχεσθαι τοῦ παρόντος συγγράμματος τὰ εἰωθότα ὑπὸ τῶν ἐξηγητῶν ζητεῖσθαι κεφάλαια, ὀκτὼ τὸν ἀριθμὸν ὄντα, ζητήσωμεν. κεφάλαια δὲ ταῦτα λέγονται, διότι τὸ κῦρος παντὸς τοῦ λόγου ἐπέχουσιν· ὥσπερ γὰρ ἡ κεφαλὴ τὸ κῦρος παντὸς τοῦ ζῴου ἐπέχει, διότι αἱ αἰσθήσεις ἐν αὐτῇ εἰσιν ἢ διότι τὴν βασιλεύουσαν τῶν αἰσθήσεων, φημὶ δὴ τὴν ὅρασιν,
10αὐτὴ ἔχει, τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ λεγόμενα κεφάλαια τὸ κῦρος παντὸς τοῦ λόγου ἐπέχουσιν. εἰσὶ δέ, ὡς εἴρηται, τὰ ὀκτὼ τὸν ἀριθμὸν κεφάλαια ταῦτα· οἷον ὁ σκοπός, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ αἰτία τῆς ἐπι‐ γραφῆς, ἡ εἰς τὰ κεφάλαια διαίρεσις, ἡ τάξις, ὁ διδασκαλικὸς τρόπος καὶ ἡ ὑπὸ τί μέρος ἀναφορά.
15 Οὐ περιττὸν δέ τι ποιοῦντες ταῦτα ζητοῦσιν, ἀλλὰ βουλόμενοι προθυ‐ μοτέρους τοὺς ἀναγινώσκοντας ἀπεργάσασθαι· καὶ γὰρ τὸν σκοπὸν ζητοῦσιν, ἐπειδὴ ὁ σκοπὸς ἐν συντόμῳ περιέχει πάντα τὰ ἐν τῷ λόγῳ λεγόμενα καὶ ἕξιν τινὰ ἐν τῷ ἀναγινώσκοντι τίθησι [δῆλον ὅτι πάντα τὰ ἐν τῷ λόγῳ λεγόμενα δεῖ πρὸς τὸν σκοπὸν ἀπευθύνεσθαι]· ὁ γὰρ τὸν σκοπὸν ἀγνοῶν
20ὀκνηρότερος ἐπὶ τὸ σύγγραμμα ἔρχεται, ὥσπερ οἱ μακρὰν ὁδὸν ἀπιόντες
καὶ ἀγνοοῦντες ποῦ ἀπέρχονται. καὶ ἁπλῶς εἰπεῖν ὁ τὸν σκοπὸν ἀγνοῶν80

81

ἔοικε τυφλῷ βαδίζοντι καὶ πολλὰ μοχθοῦντι· καὶ γὰρ ὁ τὸν σκοπὸν ἀγνοῶν οὐκ ἐπίσταται τί ἀναγινώσκει, ἀλλὰ νομίζει πάντα τὰ ἐν τῷ λόγῳ λεγό‐ μενα μάτην λέγεσθαι. εὐλόγως δὲ καὶ τὸ χρήσιμον ζητοῦσιν, ἐπειδὴ ἐὰν γινώσκῃ ἕκαστος τὸ ἐκ τοῦ συγγράμματος ἀναφυόμενον χρήσιμον, προθυ‐
5μότερον ἀναγινώσκει τὸ σύγγραμμα. καὶ τὴν αἰτίαν δὲ τῆς ἐπιγραφῆς εὐλόγως ζητοῦσιν, ἐπειδὴ εἰ καὶ θέλει ἡ ἐπιγραφὴ σύμφωνος εἶναι τῷ σκοπῷ καὶ τὸν σκοπὸν ἐν συντόμῳ περιέχειν (οἷον ὥσπερ ἐπιγέγραπται Περὶ οὐρανοῦ, ἐπειδὴ περὶ οὐρανοῦ σκοπὸν ἔχει διαλαβεῖν), ἀλλ’ οὖν πολλάκις ἀσαφὴς εὑρίσκεται ἡ ἐπιγραφή, ὥσπερ Ἀριστοτέλης ἐπέγραψεν Ἀναλυτικὰ
10βουλόμενος Περὶ συλλογισμῶν ἐπιγράψαι, ἐπειδὴ περὶ συλλογισμῶν διαλαμβάνει ἐκεῖ. ἐπειδὴ οὖν πολλάκις ἀσαφὴς εὑρίσκεται ἡ ἐπιγραφή, εὐλόγως ζητεῖται ἡ αἰτία τῆς ἐπιγραφῆς. εὐλόγως δὲ καὶ τὸ γνήσιον ζητεῖται, ἐπειδὴ γινώ‐ σκοντες ὅτι γνήσιόν ἐστι τοῦ ἀνδρὸς τὸ σύγγραμμα διὰ τὸ ἀξίωμα τοῦ ἀνδρὸς προθυμότερον αὐτὸ ἀναγινώσκομεν· καὶ γὰρ πολλοὶ οὔκ εἰσιν ἱκανοὶ
15κρῖναι εἴτε καλῶς ἔχουσι τὰ ἐν τῷ συγγράμματι λεγόμενα εἴτε οὔ, ἀλλ’ ἀγαπητὸν ἡγοῦνται τὸ ἀκολουθῆσαι τῇ δόξῃ τοῦ ἀνδρός. ἢ διὰ τοῦτο ζητεῖται τὸ γνήσιον, ἐπειδὴ εἰσὶ καὶ νόθα συγγράμματα. Γίνεται δὲ νόθον σύγγραμμα κατὰ τέσσαρας τρόπους· ἢ γὰρ δι’ ὁμωνυ‐ μίαν, καὶ ταύτην διττήν· ἢ γὰρ δι’ ὁμωνυμίαν τῶν συγγραψαμένων ἢ δι’
20ὁμωνυμίαν τῶν συγγραμμάτων. καὶ δι’ ὁμωνυμίαν τῶν συγγραψαμένων, ὡς ὅταν εὑρεθῶσι δύο τινὲς ὁμωνύμως λεγόμενοι καὶ ποιήσῃ ὁ μὲν εἷς σύγγραμμα Περὶ ψυχῆς ὁ δὲ ἕτερος σύγγραμμα Περὶ οὐρανοῦ· τότε γὰρ διὰ τὴν ὁμωνυμίαν τῶν συγγραψαμένων νοθεία γίνεται τῶν συγγραμμάτων· νομίζεται γὰρ τὸ τούτου ἐκείνου εἶναι καὶ τὸ ἐκείνου τούτου. δι’ ὁμωνυ‐
25μίαν δὲ τῶν συγγραμμάτων, ὡς ὅταν εὑρεθῶσί τινες διαφόρῳ ὀνόματι λεγό‐ μενοι καὶ ποιήσωσιν ἀμφότεροι συγγράμματα τὸν αὐτὸν σκοπὸν ἔχοντα, οἷον ἀμφότεροι Περὶ ψυχῆς, καὶ μὴ ἐπιγράψωσι τὰ οἰκεῖα ὀνόματα ἀλλὰ μόνον τὸ τοῦ συγγράμματος ὄνομα· τότε γὰρ διὰ τὴν τῶν συγγραμ‐ μάτων ὁμωνυμίαν νοθεία γίνεται· νομίζεται γὰρ τὸ ἐκείνου τοῦ ἄλλου εἶναι
30καὶ τὸ τοῦ ἄλλου ἐκείνου.
Κατὰ δεύτερον δὲ τρόπον γίνεται νόθον σύγγραμμα διὰ φιλοτιμίαν81

82

ἤτοι κενοδοξίαν, ὡς ὅταν τις εὑρεθῇ ἀφανὴς καὶ εὐτελὴς καὶ βουλόμενος ποιῆσαι τὸ οἰκεῖον σύγγραμμα ἀναγινώσκεσθαι ἐπιγράψῃ ὄνομα ἀρχαίου καὶ ἐνδόξου ἀνδρός, ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ ἀνδρὸς δεκτὸν τὸ παρὸν αὐτοῦ φαίνηται σύγγραμμα.
5 Κατὰ τρίτον δὲ τρόπον γίνεται νόθον σύγγραμμα δι’ αἰσχροκέρδειαν, ὡς ὅταν τις βουλόμενος πόρον ἑαυτῷ περιποιήσασθαι ποιήσῃ σύγγραμμα καὶ ἐπιγράψῃ ἀρχαίου τινὸς ὄνομα, ὅπερ καὶ ἐπὶ τοῦ Πεισιστράτου φασὶ γενέσθαι· καὶ γὰρ λέγουσιν ὅτι ὁ Πεισίστρατος χύδην φερομένους τοὺς Ὁμή‐ ρου στίχους ἠβουλήθη συναγαγεῖν καὶ διώρισε μισθόν τινα τοῖς φέρουσιν
10αὐτῷ Ὁμηρικοὺς στίχους, καὶ λοιπὸν οἱ πολλοὶ δι’ αἰσχροκέρδειαν ἐπλάτ‐ τοντο στίχους καὶ ὡς Ὁμήρου ὄντας ἐπέφερον αὐτῷ κέρδος ἐντεῦθεν προσ‐ κτώμενοι. Κατὰ τέταρτον δὲ τρόπον γίνεται νόθον σύγγραμμα δι’ εὔνοιαν τοῦ οἰκείου διδασκάλου· καὶ γὰρ πολλοὶ ποιοῦσι συγγράμματα καὶ διὰ τὴν
15εὔνοιαν τὴν πρὸς τὸν διδάσκαλον τὸ ὄνομα τοῦ οἰκείου διδασκάλου ἐπιγρά‐ φουσιν, ὅπερ καὶ οἱ Πυθαγόρειοι ἐποίησαν· καὶ γὰρ οὗτοι ἐποίησαν τὰ Χρυσᾶ ἔπη καὶ πρὸς τιμὴν τοῦ οἰκείου διδασκάλου ἐπέγραψαν τὸ ὄνομα αὐτοῦ. ἐπειδὴ οὖν, ὡς εἴρηται, πολλά εἰσι νόθα συγγράμματα, τούτου χάριν ἀναγκαίως ζητεῖται τὸ γνήσιον, ἵνα γνῶμεν εἰ ἄρα αὐτοῦ εἰσιν ἢ ἄλλου.
20 Διακρίνονται δὲ τὰ γνήσια συγγράμματα τῇ τε ὕλῃ καὶ τῷ εἴδει· τῇ ὕλῃ μὲν τῇ φράσει ἤγουν ταῖς λέξεσι, τῷ εἴδει δὲ τοῦτ’ ἔστι τοῖς θεωρή‐ μασι· καὶ γὰρ διὰ τῆς φράσεως καὶ τῶν θεωρημάτων γινώσκομεν εἰ ἄρα αὐτοῦ εἰσι ἢ οὔ· εἰ γὰρ εὕρωμεν τὴν φράσιν καὶ τὰ θεωρήματα συνήθη τῷ ἀνδρί, γινώσκομεν ὅτι αὐτοῦ ἐστι τὸ σύγγραμμα.
25 Εὐλόγως δὲ καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις ζητεῖται, ἐπειδὴ γινώ‐ σκοντες τὰ ἐν τοῖς κεφαλαίοις λεγόμενα ἀκριβῶς τὸ ὅλον γινώσκομεν· καὶ γὰρ ὥσπερ γινώσκοντες ἐκ ποίων μερῶν συνίσταται ὁ ἄνθρωπος ἀκριβῶς τὸ ὅλον γινώσκομεν, οὕτω καὶ τὰ ἐν τοῖς κεφαλαίοις λεγόμενα γινώσκοντες ἀκριβῶς τὸ ὅλον γινώσκομεν. εὐλόγως δὲ καὶ ἡ τάξις ζητεῖται, ἵνα μὴ τὰ
30ὀφείλοντα πρῶτα ἀναγινώσκεσθαι τελευταῖα ἀναγνῶμεν ἢ ἐκ τοῦ ἐναντίου82

83

τὰ ὀφείλοντα τελευταῖα ἀναγινώσκεσθαι πρῶτα ἀναγνῶμεν. εὐλόγως δὲ καὶ ὁ διδασκαλικὸς τρόπος ζητεῖται, ἵνα γνῶμεν ποίῳ διδασκαλικῷ τρόπῳ κέχρηται· καὶ γάρ, ὡς ἐν τοῖς ἑξῆς μαθησόμεθα, πολλοί εἰσι διδασκαλικοὶ τρόποι. εὐλόγως δὲ καὶ ἡ ὑπὸ τί μέρος ἀναφορὰ ζητεῖται, ἵνα μὴ νομί‐
5σωμεν τὰ μὲν ὑπὸ τὸ θεωρητικὸν ἀναγόμενα ὑπὸ τὸ πρακτικὸν ἀνάγεσθαι, τὰ δὲ ὑπὸ τὸ πρακτικὸν ὑπὸ τὸ θεωρητικόν. ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις.
7tΠρᾶξις βʹ.
8 Μαθόντες τὰ εἰωθότα λέγεσθαι κεφάλαια ἔλθωμεν καὶ ζητήσωμεν αὐτὰ καὶ ἐπὶ τοῦ παρόντος συγγράμματος ὀκτὼ τὸν ἀριθμὸν ὄντα. ἀλλὰ πρῶτον
10περὶ τοῦ σκοποῦ διαλάβωμεν. ἰστέον ὅτι ὁ σκοπὸς καὶ συμπεφώνηται καὶ δια‐ πεφώνηται· καὶ συμπεφώνηται μέν, ἐπειδὴ πάντες ὁμολογοῦσιν ὅτι σκοπὸν ἔχει περὶ τῶν πέντε φωνῶν διαλαβεῖν, τοῦτ’ ἔστι περὶ γένους περὶ εἴδους περὶ δια‐ φορᾶς περὶ ἰδίου περὶ συμβεβηκότος. καὶ τοῦτο πιστοῦται ἐξ αὐτοῦ· καὶ γὰρ αὐτὸς λέγει ἐν τῷ προοιμίῳ ὅτι ἀναγκαῖόν ἐστιν εἰπεῖν τί γένος καὶ τί
15εἶδος καὶ τί διαφορὰ καὶ τί ἴδιον καὶ τί συμβεβηκός. διαπεφώνηται δέ, ἐπειδὴ οἱ μὲν λέγουσιν ὅτι οὐ δι’ ἄλλο τι διαλαμβάνει περὶ τῶν πέντε φωνῶν εἰ μὴ δι’ αὐτάς, τοῦτ’ ἔστι διὰ τὸ παραστῆσαι ἡμῖν τὸ ἐξ αὐτῶν ἀναφυόμενον χρήσιμον, ἕτεροι δὲ λέγουσιν ὅτι διὰ τὰς Κατηγορίας Ἀριστο‐ τέλους διαλαμβάνει περὶ αὐτῶν· ἐπειδὴ γὰρ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατη‐
20γορίαις περὶ πάντων τῶν ὄντων διαλαμβάνει, εἰς δὲ τὴν τῶν ὄντων διδα‐ σκαλίαν συμβάλλονται ἡμῖν αἱ φωναί (διὰ γὰρ τῶν φωνῶν δηλοῦνται τὰ πράγματα), τούτου χάριν περὶ τῶν πέντε φωνῶν διαλαμβάνει. ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο περὶ τῶν πέντε φωνῶν διαλαμβάνει, ἐπειδὴ αἱ πέντε φωναὶ συμβάλλονται ἡμῖν εἰς πᾶσαν φωνὴν ὑπὸ τὴν φιλοσοφίαν οὖσαν·
25ὥσπερ γὰρ οἱ γραμματικοὶ ἐπενόησαν τὰ ὀκτὼ μέρη τοῦ λόγου ὑφ’ ἃ πᾶσα λέξις Ἑλληνικὴ ἀνάγεται, καὶ ὥσπερ οἱ ῥήτορες ἐπενόησαν τὰς δεκατρεῖς στάσεις ὑφ’ ἃς πᾶν πολιτικὸν ζήτημα ἀνάγεται, καὶ ὥσπερ ὁ Ἀριστοτέλης ἐπενόησε τὰς δέκα κατηγορίας ὑφ’ ἃς πάντα τὰ ὄντα ἀνάγονται, οὕτω καὶ πᾶσα φωνὴ ὑπὸ τὴν φιλοσοφίαν οὖσα ὑπὸ τὰς πέντε φωνὰς ἀνάγεται· ἢ
30γὰρ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. Ὅτι γὰρ πέντε εἰσὶν αἱ φωναί, δείκνυται ἐκ διαιρέσεως τοιαύτης· ἡ φωνὴ διττή ἐστιν· ἢ γὰρ ἔναρθρός ἐστιν ἢ ἄναρθρος. καὶ ἔναρθρος μὲν ἡ
ἐκ διανοίας προβαλλομένη ὥσπερ ἡ τοῦ ἀνθρώπου, ἄναρθρος δὲ ὥσπερ ἡ83

84

τῶν ἀλόγων ζῴων καὶ ὁ ἦχος ὁ ἀπὸ λίθου ἢ ξύλου γινόμενος. καὶ ἑκα‐ τέρα δὲ τούτων διττή ἐστιν· ἢ γὰρ σημαντική ἐστιν ἢ ἀσήμαντος. καὶ ἔναρθρος μὲν καὶ σημαντικὴ ὥσπερ ἐπὶ τοῦ ἄνθρωπος καὶ ἵππος· αὗται γὰρ καὶ ἔναρθροί εἰσι, καθὸ ἀνθρώπων εἰσὶ φωναί, καὶ σημαντικαί, καθὸ
5κατὰ πραγμάτων τίθενται. ἔναρθρος δὲ καὶ ἀσήμαντος ὡς ἐπὶ τοῦ ἱππο‐ κένταυρος· τοῦτο γὰρ ἀσήμαντόν ἐστιν, ἐπειδὴ οὐ τίθεται κατὰ πράγματος· οὔτε γὰρ ἔστιν ἱπποκένταυρος. ἄναρθρος δὲ καὶ σημαντικὴ ὡς ἐπὶ τῆς ὑλακῆς τῶν κυνῶν· αὕτη γὰρ καὶ ἄναρθρός ἐστι, καθὸ οὐκ ἔστιν ἀνθρώπου φωνή, καὶ σημαντική, καθὸ δηλοῖ παρουσίαν ἢ ξένου ἢ φίλου. ἄναρθρος
10δὲ καὶ ἀσήμαντος ὡς ἐπὶ τοῦ ἤχου τοῦ ἐκ λίθου ἢ ξύλου γινομένου· αὕτη γὰρ ἡ φωνὴ ἀσήμαντός ἐστιν· οὔτε γὰρ τίθεται κατὰ πράγματος. Τούτων οὖν οὕτως ἐχόντων οἱ φιλόσοφοι περὶ τῆς ἀνάρθρου φωνῆς οὐ διαλαμβάνουσιν οὔτε δὲ περὶ τῆς ἐνάρθρου καὶ ἀσημάντου φωνῆς· οὗτοι γὰρ περὶ πράγματα καταγινόμενοι τῶν σημαινομένων φροντίζουσι. περὶ
15τούτων δὲ τοῖς γραμματικοῖς μελέτω· οὗτοι γὰρ ὡς περὶ φωνὰς καταγινό‐ μενοι οὐ πάνυ τῶν σημαινομένων φροντίζουσι. περὶ δὲ τῆς ἐνάρθρου καὶ σημαντικῆς φωνῆς διαλαμβάνουσιν οἱ φιλόσοφοι, καὶ περὶ ταύτης οὐ πάσης· ἰστέον γὰρ ὅτι ἡ ἔναρθρος καὶ σημαντικὴ φωνὴ διττή ἐστιν· ἢ γὰρ μερική ἐστιν ἢ καθόλου. καὶ μερικὴ μέν, ὡς ὅταν εἴπωμεν ‘Σωκράτησ‘ ‘Πλάτων‘
20(ταῦτα γὰρ μερικά εἰσι), καθόλου δέ, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωποσ‘ ‘ἵπποσ‘· ταῦτα γὰρ καθόλου εἰσι. περὶ οὖν τῆς μερικῆς οὐ διαλαμβάνουσιν, ἐπειδὴ τὰ μερικὰ ἀόριστα καὶ ἀπερίληπτά εἰσιν, ἀλλὰ περὶ τῆς καθόλου διαλαμ‐ βάνουσιν. Αὕτη οὖν ἡ ἔναρθρος καὶ σημαντικὴ καθόλου φωνὴ διττή ἐστιν· ἢ
25γὰρ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. ἐπουσιῶδες δὲ λέγεται τὸ ἐπὶ τῆς οὐσίας ὄν. ἑκάτερον δὲ τούτων διττόν ἐστιν· καὶ γὰρ τὸ ἐπουσιῶδες διττόν ἐστιν· ἢ γὰρ μιᾷ φύσει ἁρμόζει ἢ πολλαῖς φύσεσι. καὶ εἰ μὲν πολλαῖς φύσεσιν ἁρμόζει, γίνεται τὸ κοινῶς συμβεβηκός, ὅπερ διττόν ἐστιν· ἢ γὰρ χωριστόν ἐστιν ἢ ἀχώριστον. καὶ χωριστὸν μέν ἐστιν ὡς ἐπὶ τοῦ κινεῖσθαι (τοῦτο
30γὰρ χωριστὸν συμβεβηκός ἐστι· δύναται γάρ τις μὴ ἀεὶ κινεῖσθαι, ἀλλὰ δύνα‐ ται καὶ ἠρεμεῖν. τοῦτο δὲ πολλαῖς φύσεσιν ἁρμόζει· καὶ γὰρ παντὶ ζῴῳ παρέ‐
πεται τὸ κινεῖσθαι), ἀχώριστον δὲ ὡς τὸ λευκὸν τοῦ κύκνου καὶ τὸ μέλαν84

85

τοῦ κόρακος· ταῦτα γὰρ ἀχώριστα συμβεβηκότα εἰσίν· οὔτε γὰρ ὁ κύκνος δύναται μὴ εἶναι λευκὸς οὔτε ὁ κόραξ δύναται μὴ εἶναι μέλας. ταῦτα δὲ πολλαῖς φύσεσιν ἁρμόζει· οὐ μόνον γὰρ ὁ κόραξ ἐστὶ μέλας ἀλλὰ καὶ ὁ Αἰθίοψ, καὶ πάλιν οὐ μόνον ὁ κύκνος ἐστὶ λευκὸς ἀλλὰ καὶ ἡ χιὼν καὶ τὸ
5ψιμύθιον. εἰ δὲ μιᾷ φύσει ἁρμόζει, γίνεται τὸ ἴδιον ἐπουσιῶδες, ὡς ὅταν εἴπωμεν τοῦ μὲν ἀνθρώπου ἴδιον εἶναι τὸ γελαστικὸν τοῦ δὲ ἵππου τὸ χρεμετιστικόν. ὅθεν καὶ ἴδια λέγονται παρὰ τὸ ἰδίως μιᾷ φύσει ὑπάρχειν· καὶ γὰρ μόνῳ τῷ ἀνθρώπῳ παρέπεται τὸ γελᾶν καὶ μόνῳ τῷ ἵππῳ τὸ χρεμετίζειν.
10 Καὶ τὸ οὐσιῶδες δὲ πάλιν διττόν ἐστιν· ἢ γὰρ μιᾷ φύσει ἁρμόζει ἢ πολλαῖς φύσεσι. καὶ εἰ μὲν πολλαῖς φύσεσιν ἁρμόζει, ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ γένος (ἐρωτώμενοι γὰρ τί ἐστιν ἄνθρωπος τὸ γένος ἀποκρινόμεθα λέγοντες ‘ζῷον‘, ὅπερ πολλαῖς ἁρμόζει φύσεσιν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ὁ βοῦς), ἢ
15ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ γίνεται ἡ διαφορά· ἐρωτώμενοι γὰρ ὁποῖόν τί ἐστιν ἄνθρωπος λέγομεν ὅτι λογικόν, τὴν διαφορὰν ἀποκρινόμενοι. τοῦτο δὲ πολλαῖς φύσεσιν ἁρμόζει· οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι λογικόν, ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων. εἰ δὲ μιᾷ φύσει ἁρμόζει, ἢ πάλιν ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ εἶδος (ἐρωτώμενοι γὰρ τί ἐστι Σωκρά‐
20της καὶ λέγοντες ὅτι ἄνθρωπος τὸ εἶδος ἀποκρινόμεθα, τοῦτο δὲ μιᾷ φύσει ἁρμόζει· μόνοις γὰρ τοῖς ἀνθρώποις ἁρμόζει ἡ τοῦ ἀνθρώπου φωνή), ἢ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ οὐσιῶδες ἴδιον, οἷον ὡς ὅταν ἐρωτώμενοι ὁποῖόν τί ἐστιν ὁ ἄνθρωπος εἴπωμεν ‘νοῦ καὶ ἐπιστήμης δεκτικόν‘· τοῦτο γὰρ ἰδίως μόνῳ τῷ ἀνθρώπῳ πρόσεστιν.
25 Πέντε οὖν οὐσῶν τῶν φωνῶν, ὡς ἐδίδαξεν ἡ διαίρεσις (ἔστι γὰρ γένος εἶδος διαφορὰ ἴδιον συμβεβηκός), πέντε εἰσὶ καὶ οἱ τρόποι τῶν κατηγοριῶν τῶν φωνῶν, τοῦτ’ ἔστι πέντε τρόποι εἰσὶν οἱ κατὰ τῶν φωνῶν τούτων φερό‐ μενοι· ἔστι γὰρ τί ἐστιν, ὁποῖόν τί ἐστιν, ὁποῖόν ἐστι καὶ ποῖόν ἐστι καὶ πῶς ἔχει. καὶ τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγοροῦνται
30(ἐρωτώμενοι γὰρ τί ἐστι τὸ προσιὸν ἢ ἄνθρωπος λέγομεν ἢ ζῷον, καὶ ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶ τὸ δὲ ἄνθρωπος εἶδος), ἡ δὲ διαφορὰ καὶ τὸ ἴδιον οὐσιῶδες ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται (ἐρωτώμενοι γὰρ ὁποῖον τί
ἐστι τὸ προσιὸν ἢ λογικὸν λέγομεν ἢ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ ἰδοὺ85

86

τὸ μὲν λογικὸν διαφορά ἐστι τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον οὐσιῶδες), τὸ δὲ ἴδιον ἐπουσιῶδες ἐν τῷ ὁποῖόν ἐστι κατηγορεῖται (ἐρω‐ τώμενοι γὰρ ὁποῖόν ἐστιν ὁ ἄνθρωπος λέγομεν γελαστικὸν καὶ ὁποῖόν ἐστιν ὁ ἵππος λέγομεν χρεμετιστικόν), τὸ δὲ ἀχώριστον συμβεβηκὸς ἐν τῷ ποῖόν
5ἐστι κατηγορεῖται (ἐρωτώμενοι γὰρ ποῖόν ἐστιν ὁ κόραξ λέγομεν μέλαν καὶ ποῖόν ἐστι κύκνος λέγομεν λευκόν), τὸ δὲ χωριστὸν συμβεβηκὸς ἐν τῷ πῶς ἔχει κατηγορεῖται· ἐρωτώμενοι γὰρ πῶς ἔχει Σωκράτης λέγομεν ὅτι ὑγιαίνει ἢ κινεῖται. δέδεικται οὖν ὅτι πέντε εἰσὶν αἱ φωναί· ἔστι γὰρ γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. καὶ πέντε τρόποι οἱ κατὰ τῶν φωνῶν τού‐
10των φερόμενοι· ἔστι γὰρ τί ἐστιν, ὁποῖόν τί ἐστιν, ὁποῖόν ἐστι, ποῖόν ἐστι καὶ πῶς ἔχει. Ἀποροῦσι δέ τινες λέγοντες ὅτι οὐκ εἰσὶ μόναι πέντε φωναὶ ἀλλὰ καὶ ἕξ· ἔστι γὰρ γένος εἶδος διαφορὰ συμβεβηκὸς ἴδιον οὐσιῶδες καὶ ἴδιον ἐπου‐ σιῶδες. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι περὶ φωνῶν ἐστιν ὁ λόγος, μία δὲ
15φωνή ἐστι τὸ ἴδιον οὐσιῶδες καὶ τὸ ἴδιον ἐπουσιῶδες· εἴτε γὰρ οὐσιῶδές ἐστιν εἴτε ἐπουσιῶδες, ἴδιον λέγεται. ἐπεὶ κατὰ τοῦτον τὸν λόγον πλείονες τῶν ἓξ φωνῶν εἰσιν· ἔστι γὰρ συμβεβηκὸς χωριστόν, ἔστι δὲ καὶ ἀχώριστον, ἀλλὰ μία φωνή ἐστι καὶ τὸ χωριστὸν συμβεβηκὸς καὶ τὸ ἀχώριστον· εἴτε γὰρ χωριστόν ἐστιν εἴτε ἀχώριστον, συμβεβηκὸς λέγεται. ταῦτα μὲν ἐν
20τούτοις. Ἐστέον δὲ ὅτι οὐσιῶδες μέν ἐστιν ὃ παρὸν μὲν σώζει ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ· παρὸν μὲν γὰρ σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει αὐτόν· οὐ δύναται γὰρ ἄνθρωπος χωρὶς τοῦ λογικοῦ εἶναι. ἐπουσιῶδες δέ ἐστιν ὃ οὔτε παρὸν
25σώζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ· τοῦτο γὰρ οὔτε παρὸν σώζει τὸν ἄνθρωπον οὔτε ἀπὸν φθείρει· ἐνδέχεται γὰρ τὸν ἄνθρωπον καὶ εἶναι λευκὸν καὶ μὴ εἶναι καὶ ὅμως συνίστασθαι. τὸ δὲ λευκὸν τοῦ κύκνου καὶ τὸ μέλαν τοῦ Αἰθίοπος ἀχώριστά εἰσι συμβεβηκότα· οὔτε γὰρ κύκνον ἐνδέ‐ χεται μὴ εἶναι λευκὸν οὔτε Αἰθίοπα μὴ εἶναι μέλανα. ταῦτα ἔχομεν εἰπεῖν
30περὶ τοῦ σκοποῦ. ἐν οἷς καὶ ἡ δευτέρα πρᾶξις.86

87

(1t)

Πρᾶξις γʹ.
2 Μαθόντες τὸν σκοπὸν τοῦ παρόντος συγγράμματος ἔλθωμεν ἐπὶ τὸ χρήσιμον. ἰστέον ὅτι τὸ χρήσιμον τοῦ παρόντος συγγράμματος τριττόν ἐστι· χρησιμεύει γὰρ καὶ εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ εἰς πᾶσαν
5τὴν φιλοσοφίαν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. καὶ εἰς μὲν τὰς Κατη‐ γορίας Ἀριστοτέλους χρησιμεύει, ὅτι ἐν ταῖς Κατηγορίαις διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης περὶ τῶν δέκα γενικωτάτων γενῶν, διδάσκει δὲ ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι τί ἐστι γένος καὶ πάλιν ὅτι τὰ γένη τῶν εἰδῶν εἰσι γένη καὶ διὰ τῶν διαφορῶν διαιροῦνται εἰς τὰ εἴδη· καὶ γὰρ τὸ ζῷον,
10ὅπερ ἐστὶ γένος, διὰ τῶν διαφορῶν, φημὶ δὲ διὰ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, διαιρεῖται εἰς τὰ εἴδη, οἷον εἰς τὸ λογικὸν ζῷον καὶ εἰς τὸ ἄλογον ζῷον. διδάσκει δὲ ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι καὶ τί ἐστιν εἶδος καὶ τί ἐστι διαφορά. καὶ πάλιν ἐπειδὴ τὰ γενικώτατα γένη ὅρους οὐκ ἐπιδέχονται (ὁ γὰρ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον
15λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶν αἱ δὲ λοιπαὶ συστατικαὶ διαφοραί. τὰ δὲ γενικώτατα γένη οὐκ ἔχουσιν ὑπεραναβεβηκὸς γένος τὸ ὀφεῖλον τεθῆναι ἐν τῷ ὅρῳ· τούτου χάριν οὐκ ἐπιδέχονται ὅρον, ἀλλὰ διὰ ἰδίου δηλοῦνται), διδάσκει [δὲ] ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι τί ἐστιν ἴδιον. καὶ πάλιν ἐπεὶ τὰ πολλὰ τῶν δέκα γενικωτά‐
20των γενῶν συμβεβηκότα εἰσὶν οἷον τὸ ποιὸν καὶ τὸ ποσόν, διδάσκει ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι τί ἐστι συμβεβηκός. Δέδεικται οὖν ὅτι χρησιμεύει τὸ παρὸν σύγγραμμα εἰς τὰς Ἀριστοτέ‐ λους Κατηγορίας. εἰς πᾶσαν δὲ τὴν φιλοσοφίαν χρησιμεύει τὸ παρὸν σύγ‐ γραμμα οὕτως· εἰ ἄρα αἱ Ἀριστοτέλους Κατηγορίαι εἰς πᾶσαν τὴν φιλο‐
25σοφίαν συμβάλλονται (εἰσαγωγαὶ γάρ εἰσι τῆς φιλοσοφίας καὶ δι’ αὐτῶν πάντα τὰ ὄντα διδασκόμεθα), συμβάλλεται δὲ ἡ παροῦσα πραγματεία εἰς
τὰς Ἀριστοτέλους Κατηγορίας, ὡς δέδεικται, δῆλον ὅτι διὰ μέσου τῶν Κατη‐87

88

γοριῶν συμβάλλεται ἡμῖν τὸ παρὸν σύγγραμμα καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν. συμβάλλεται δέ, ὡς εἴρηται, τὸ παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. ἀλλὰ πρῶτον εἴπωμεν διὰ τί λέγονται διαλεκτικαὶ μέθοδοι καὶ πόσαι εἰσὶ καὶ τὴν τάξιν αὐτῶν, καὶ οὕτω λέγωμεν πῶς συμβάλλεται τὸ
5παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. Ἰστέον δὲ ὅτι διαλεκτικαὶ ἐλέγοντο, ἐπειδὴ ἐν τῷ διαλέγεσθαι ἀνε‐ φαίνοντο· ἐν γὰρ τῷ διαλέγεσθαι καὶ διῄρουν καὶ ὡρίζοντο καὶ ἀποδείξεσιν ἐκέχρηντο καὶ τῇ ἀναλύσει. εἰσὶ δὲ τέσσαρες αἱ διαλεκτικαὶ μέθοδοι· ἔστι γὰρ διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ ἀναλυτική. καὶ διαιρετικῆς μὲν ἔργον
10ἐστὶ τὸ λαμβάνειν τὰ γένη καὶ διαιρεῖν αὐτὰ εἰς εἴδη, ὁριστικῆς δὲ ἔργον ἐστὶ τὸ ὁρίζεσθαι τὰ πράγματα, ἀποδεικτικῆς δὲ τὸ ἀποδείξεσι πιστοῦσθαι τὰ λεγόμενα. ἔστι δὲ ἡ πίστις τριττή· ἢ γὰρ ἐκ τῶν καθόλου τὰ μερικὰ πιστοῦνται ἢ ἐκ τῶν μερικῶν τὰ καθόλου ἢ ἐκ τοῦ ἴσου τὸ ἴσον. καὶ ἡνίκα μὲν ἐκ τῶν καθόλου τὰ μερικὰ κανονίζονται, λέγεται ἀπόδειξις, οἷον
15ὡς ὅταν βουλόμενοι δεῖξαι ὅτι ὁ ἄνθρωπος ἔμψυχός ἐστιν ἐκ τῶν καθόλου τοῦτο πιστωσώμεθα λέγοντες ὅτι ‘ὁ ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷον ἔμψυχόν ἐστιν, ὁ ἄνθρωπος ἄρα ἔμψυχός ἐστιν‘. ἡνίκα δὲ ἐκ τῶν μερικῶν τὰ καθόλου κανονίζομεν, λέγεται ἐπαγωγή, οἷον ὡς ὅταν βουλόμενοι δεῖξαι ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ ἐκ τῶν μερικῶν τοῦτο πιστωσώμεθα
20λέγοντες ὅτι ‘ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ ἵππος τὴν κάτω γένυν κινεῖ, πᾶν ζῷον ἄρα τὴν κάτω γένυν κινεῖ‘. ἡνίκα δὲ ἐκ τοῦ ἴσου τὸ ἴσον κανονίζομεν, λέγεται τὸ τοιοῦτον παράδειγμα οἷον ὡς ἐπὶ τοῦ Διονυ‐ σίου· βουλόμενος γάρ τις μὴ δοθῆναι τῷ Διονυσίῳ στρατὸν εἰσέρχεται καὶ κέχρηται παραδείγματι τῷ Πεισιστράτῳ λέγων ὅτι ‘μὴ δῶμεν τῷ Διονυσίῳ
25στρατόν, ἵνα μὴ τυραννήσῃ ὡς ὁ Πεισίστρατοσ‘. ἰστέον δὲ ὅτι εἷς κυρίως τρόπος ἐστὶν ἀποδείξεως ὁ ἀπὸ τῶν καθόλου τὰ μερικὰ κανονίζων· οὗτος γὰρ ὄντως ἀναγκαίως ἔχει· ὁ γὰρ λόγος ὁ κανονίζων ἀπὸ τῶν καθόλου τὰ μερικὰ ἀναγκαίως ἀληθεύει· ἀνάγκη γὰρ πᾶσα τὸν ἄνθρωπον, εἴ γε ζῷόν ἐστιν, ὁμοίως πᾶσι τοῖς ζῴοις ἔμψυχον εἶναι. ὁ δὲ κανονίζων ἀπὸ τῶν
30μερικῶν τὰ καθόλου οὐκ ἔστι κυρίως τρόπος ἀποδείξεως, ἐπειδὴ οὐ δύναταί88

89

τις πᾶσι τοῖς μερικοῖς ἐπεξελθεῖν ἀπείροις καὶ ἀπεριλήπτοις οὖσιν, ἵνα κανονίσῃ ἐκ τῶν μερικῶν τὰ καθόλου. ἄλλως τε δὲ οὔτε ἀληθεύει πάντως ὁ λόγος ὁ ἐκ τῶν μερικῶν τὰ καθόλου κανονίζων· τὸ γὰρ λέγειν ὅτι ‘ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ ἵππος τὴν κάτω γένυν κινεῖ, πᾶν ἄρα
5ζῷον τὴν κάτω γένυν κινεῖ‘ οὐκ ἀληθεύει· οὔτε γὰρ ὁ κροκόδειλος οὔτε ὁ φοίνιξ τὸ ὄρνεον οὔτε ὁ δελφὶν τὴν κάτω γένυν κινοῦσιν, ἀλλὰ τὴν ἄνω. ἀλλ’ οὔτε δὲ ὁ ἐκ τοῦ ἴσου τὸ ἴσον κανονίζων ἐστὶ κυρίως τρόπος ἀποδεί‐ ξεως· οὐδὲ γὰρ πάντως ἀληθεύει· οὔτε γὰρ εἰ ὁ Πεισίστρατος ἐτυράννησε, πάντως καὶ ὁ Διονύσιος τυραννήσει, οὔτε εἰ πλεύσας τις ἐναυάγησε, πάντως
10καὶ ἄλλος πλέων ναυαγήσει. Ἀναλυτικῆς δὲ ἔργον ἐστὶ τὸ διαλύειν τι εἰς ἐκεῖνα, ἐξ ὧν καὶ συνί‐ σταται, οἷον ὡς ὅταν λαμβάνων τις τὸν ἄνθρωπον διαλύῃ αὐτὸν εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ σάρκας καὶ ὀστέα, καὶ ταῦτα ἀναλύῃ εἰς τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται, καὶ τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην
15καὶ εἰς εἶδος, ἐξ ὧν καὶ συνίσταται. ἰστέον δὲ ὅτι ἄλλο ἐστὶ διάλυσις καὶ ἄλλο ἀνάλυσις· ἡ μὲν γὰρ διάλυσις ἐπὶ τῶν μερῶν λέγεται, ἡ δὲ ἀνά‐ λυσις ἐπὶ τῶν τεσσάρων στοιχείων. διαφέρουσι δὲ τὰ μέρη τῶν τεσσάρων στοιχείων, ὅτι τὰ μέρη οἰκείαν περιγραφὴν ἔχουσι καὶ περιωρισμένα εἰσί (καὶ γὰρ περιώρισται πόθεν ἕως ποῦ ἐστιν ἡ χεὶρ καὶ πόθεν ἕως ποῦ
20ἐστιν ὁ πούς), τὰ δὲ τέσσαρα στοιχεῖα οὐκ ἔχουσι περιγραφὴν οὐδέ εἰσι περιωρισμένα· οὐδὲ γάρ ἐστι περιωρισμένον πόθεν ἕως ποῦ ἐν τῷ ἀνθρώπῳ ἐστὶ τὸ ὕδωρ καὶ πόθεν ἕως ποῦ ἡ γῆ καὶ πόθεν ἕως ποῦ τὸ πῦρ καὶ πόθεν ἕως ποῦ ὁ ἀήρ. ταῦτα μὲν ἐν τούτοις. Ἡ δὲ τάξις αὐτῶν ἐστι τοιαύτη· ἡ διαιρετικὴ προτερεύει τῆς ὁριστι‐
25κῆς, ἐπειδὴ καὶ ἡ διαίρεσις προτερεύει τοῦ ὁρισμοῦ· καὶ γὰρ λαμβάνων τις ἐκ τῆς διαιρέσεως τὰ χρειώδη ἀποτελεῖ τὸν ὅρον, οἷον βουλόμενος ὁρίσα‐ σθαι τὸν ἄνθρωπον λαμβάνει τὸ γένος, φημὶ δὲ τὸ ζῷον, καὶ ἐκ τῆς διαιρέσεως τοῦ ζῴου τῆς εἰς λογικὸν καὶ ἄλογον λαμβάνει τὸ λογικὸν καὶ ἐκ τῆς διαι‐ ρέσεως τοῦ λογικοῦ τῆς εἰς θνητὸν καὶ ἀθάνατον λαμβάνει τὸ θνητόν.
30ἐπειδὴ οὖν λαμβάνων τις ἐκ τῆς διαιρέσεως τὰ χρειώδη ἀποτελεῖ τὸν ὅρον,89

90

εὐλόγως ἡ διαιρετικὴ προτερεύει τῆς ὁριστικῆς. ἡ δὲ ὁριστικὴ προτερεύει τῆς ἀποδεικτικῆς, ἐπειδή, ὥς φησιν ὁ Ἀριστοτέλης, ‘ἀρχὴ ἀποδείξεως ὁ ὁρισμός ἐστιν‘· ἡ γὰρ ἀπόδειξις τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος παρίστησι, καὶ οἱ ὁρισμοὶ δὲ τὴν φύσιν τῶν πραγμάτων παριστῶσιν. ἡ δὲ
5ἀναλυτικὴ τελευταίαν ἔχει τάξιν, ἐπειδὴ ἐναντίως πως ἔχει πρὸς τὰ ἄλλα· καὶ γὰρ ἡ ἀναλυτικὴ ἐναντίως ἔχει πρὸς τὴν διαιρετικήν, ὅτι ἡ μὲν διαι‐ ρετικὴ ἀπὸ ἁπλοῦ τινος ἄρχεται καὶ εἰς σύνθετά τινα τελευτᾷ (καὶ γὰρ λαμβάνει τις τὴν οὐσίαν ἁπλοῦν τι οὖσαν καὶ διαιρῶν αὐτὴν καταντᾷ ἄχρι τοῦ ἀνθρώπου καὶ ἵππου καὶ κυνός, ἅτινα σύνθετά τινά εἰσιν), ἡ δὲ ἀνα‐
10λυτικὴ ἀπὸ συνθέτου ἄρχεται καὶ εἰς ἁπλᾶ καταντᾷ· καὶ γὰρ ὁ ἀναλυτικὸς λαμβάνων τὸν ἄνθρωπον, ὅπερ σύνθετόν τί ἐστι, διαιρεῖ αὐτὸν ἄχρι τῆς ὕλης καὶ τοῦ εἴδους, ἅπερ ἁπλᾶ τινά εἰσι. πρὸς δὲ τὴν ὁριστικὴν ἐναντίως πως ἡ ἀναλυτική, ὅτι ἡ μὲν ὁριστικὴ ἐκ διαφόρων μίαν φύσιν ποιεῖ (καὶ γὰρ ἐκ τοῦ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν μίαν φύσιν
15ἀποτελεῖ, τὸν ἄνθρωπον), ἡ δὲ ἀναλυτικὴ τοὐναντίον ἐξ ἑνός τινος διάφορα ποιεῖ· καὶ γὰρ λαμβάνει τὸν ἄνθρωπον ἕν τι ὄντα καὶ διαλύει αὐτὸν εἰς διάφορα, οἷον εἰς χεῖρας πόδας κεφαλὴν φλέβας σάρκας ὀστᾶ. πρὸς δὲ τὴν ἀποδεικτικὴν ἐναντίως ἔχει ἡ ἀναλυτική, ὅτι ἡ μὲν ἀποδεικτικὴ ἐκ συλλο‐ γισμῶν συνίσταται (βουλόμενοι γὰρ δεῖξαι τὸν ἄνθρωπον ἔμψυχον διὰ συλλο‐
20γισμοῦ τοῦτο δεικνύομεν λέγοντες ὅτι ‘ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ἔμψυχον‘), ὁ δὲ συλλογισμός, ὡς καὶ ἡ ὀνομασία δηλοῖ, συλλογή ἐστι λόγων, ἡ δὲ ἀναλυτικὴ τοὐναντίον διάλυσιν ποιεῖται· καὶ γὰρ τοὺς συλλογισμοὺς εἰς λόγους διαλύει καὶ τοὺς λόγους εἰς λέξεις. ταῦτα μὲν καὶ περὶ τῆς τάξεως.
25 Ἔλθωμεν δὲ καὶ δείξωμεν πῶς χρησιμεύει τὸ παρὸν σύγγραμμα εἰς τὰς διαλεκτικὰς μεθόδους. ἰστέον ὅτι εἰς τὴν διαιρετικὴν χρησιμεύει οὕτως· ὥσπερ ἐν τοῖς ἔξω ἐστὶ τὸ διαιροῦν καὶ τὸ διαιρούμενον καὶ τὰ εἰς ἃ γίνεται ἡ διαίρεσις οἷον ὡς ἐπὶ τῆς τεκτονικῆς (ἔστι γὰρ ὁ πρίων ὁ διαιρῶν καὶ τὸ ξύλον τὸ διαιρούμενον καὶ αἱ σανίδες εἰς ἃς ἐγένετο ἡ διαίρεσις), οὕτω
30καὶ ἐνταῦθά ἐστι τὸ διαιροῦν καὶ τὸ διαιρούμενον καὶ τὰ εἰς ἃ ἐγένετο ἡ διαίρεσις, καὶ διαιρούμενον μέν ἐστι τὸ γένος (τοῦτο γάρ ἐστι τὸ διαι‐ ρούμενον) διαιροῦν δὲ αἱ συστατικαὶ διαφοραί (καὶ γὰρ αἱ συστατικαὶ δια‐
φοραί εἰσιν αἱ διαιροῦσαι· τὸ γὰρ λογικὸν προσερχόμενον τῷ ζῴῳ διαιρεῖ90

91

αὐτὸ ἐκ τοῦ ἀλόγου ζῴου), διῃρημένα δέ εἰσι τὰ εἴδη· καὶ γὰρ τὰ εἴδη εἰσὶ τὰ ἐκ τῶν γενῶν διῃρημένα. συμβάλλεται οὖν ἡμῖν τὸ παρὸν σύγ‐ γραμμα εἰς τὴν διαιρετικήν, ἐπειδὴ διδάσκει ἡμᾶς τί ἐστι γένος καὶ τί εἶδος καὶ τί διαφορὰ καὶ λέγει ὅτι τὸ μὲν γένος τῇ ὕλῃ ἀναλογεῖ ἡ δὲ
5συστατικὴ διαφορὰ τῷ εἴδει· ὥσπερ γὰρ ἡ ἀνείδεος ὕλη κοινῶς πᾶσι τοῖς ζῴοις ὑπόκειται (πάντα γὰρ τὰ ζῷα ἐξ ὕλης καὶ εἴδους σύγκειται), προσερ‐ χόμενον δὲ τὸ εἶδος εἰδοποιεῖ αὐτὰ καὶ ποιεῖ τὸ μὲν ἄνθρωπον τὸ δὲ ἵππον, οὕτω καὶ τὸ γένος κοινῶς πᾶσι τοῖς εἴδεσιν ὑπόκειται (καὶ γὰρ τὸ ζῷον πᾶσι τοῖς εἴδεσιν αὐτοῦ ὑπόκειται), προσερχομένη δὲ ἡ διαφορὰ εἰδοποιεῖ
10αὐτὸ καὶ ποιεῖ τὸ μὲν λογικὸν ζῷον τὸ δὲ ἄλογον. εἰς δὲ τὴν ὁριστικὴν χρησιμεύει οὕτως· ὁ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν (ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστίν, αἱ δὲ λοιπαὶ λέξεις συστατικαὶ διαφοραί)· διδάσκει δὲ ἡμᾶς τὸ παρὸν σύγγραμμα τί γένος καὶ τί συστατικαὶ διαφοραί. εἰς δὲ
15τὴν ἀποδεικτικὴν χρησιμεύει, ὅτι, ὡς ἐμάθομεν, ἡ ὁριστικὴ ἀρχή ἐστιν ἀπο‐ δείξεως· εἰ ἄρα οὖν εἰς τὴν ὁριστικὴν χρησιμεύει τὸ παρὸν σύγγραμμα, ὡς δέδεικται, δῆλον ὅτι διὰ μέσου τῆς ὁριστικῆς καὶ εἰς τὴν ἀποδεικτικὴν χρησιμεύει. εἰς δὲ τὴν ἀναλυτικὴν χρησιμεύει, ἐπειδὴ τὰ φυσικὰ πράγματα εἰς ὕλην καὶ εἶδος ἀναλύονται, ἐξ ὧν καὶ σύγκεινται· διδάσκει δὲ ἡμᾶς ὅτι
20ἀναλογεῖ τῇ μὲν ὕλῃ τὸ γένος τῷ δὲ εἴδει ἡ διαφορά. ἐν οἷς ἡ πρᾶξις.
21tΠρᾶξις δʹ.
22 Μαθόντες τὸν σκοπὸν καὶ τὸ χρήσιμον ἔλθωμεν καὶ εἴπωμεν τὴν αἰτίαν τῆς ἐπιγραφῆς. ἰστέον ὅτι ἐπιγέγραπται τὸ παρὸν σύγγραμμα Πορ‐ φυρίου Εἰσαγωγ, Πορφυρίου τοῦ Φοίνικος τοῦ μαθητοῦ Πλωτίνου τοῦ
25Λυκοπολίτου (ἡ δὲ Λυκόπολις ἐν Αἰγύπτῳ ἐστί), περὶ οὗ εἴρηται ὅτι
οὐ πολλοὺς Αἴγυπτος, ἐπὴν δὲ τέκῃ, μέγα τίκτει. περὶ τούτου δὲ λέγει ὁ Πορφύριος ὅτι Πλωτῖνος ὁ καθ’ ἡμᾶς ἐῴκει μὲν αἰσχυνομένῳ, ὅτιπερ ἐν σώματι ἦν, βουλομένων δέ τινων ἀναθέσθαι αὐτῷ
εἰκόνα ἔφη ὅτι ‘ἀρκεῖ μοι τὸ ἐκ τῆς φύσεως εἴδωλον, τοῦτ’ ἔστι τὸ σῶμα,91

92

μὴ καὶ εἰδώλου εἴδωλον ἔχειν‘. εἰδώλου δὲ εἴδωλον τὴν εἰκόνα ἔφη· τοῦ γὰρ σώματός ἐστιν ἐκτύπωμα. ἰστέον δὲ ὅτι Πορφυρίου μαθητὴς ἦν ὁ Ἰάμβλιχος, περὶ ὧν, φημὶ δὲ τοῦ Πορφυρίου καὶ τοῦ Ἰαμβλίχου, εἶπεν ἡ Πυθία ‘ἔνθους ὁ Σύρος, πολυμαθὴς ὁ Φοίνιξ‘, Φοίνικα πολυμαθῆ λέγουσα
5τὸν Πορφύριον (ἀπὸ γὰρ Φοινίκης ἦν), ἔνθουν δὲ Σύρον τὸν Ἰάμβλιχον (οὗτος γὰρ Σύρος ἦν)· ἔνθουν δὲ αὐτὸν λέγει, ἐπειδὴ περὶ τὰ θεῖα ἐνησχολεῖτο. Εἰσαγωγή δὲ ἐπιγέγραπται, ἐπειδὴ αὕτη εἰσάγει ἡμᾶς εἰς πᾶσαν τὴν φιλοσοφίαν· καὶ γὰρ διδάσκει ἡμᾶς περὶ τῶν πέντε φωνῶν, φημὶ δὴ περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος,
10ὑφ’ ἃς πᾶσα φωνὴ ὑπὸ τὴν φιλοσοφίαν οὖσα ἀνάγεται. εὐλόγως δὲ Εἰσα‐ γωγή ἐπέγραψε καὶ οὐ Περὶ εἰσαγωγῆς, ἵνα δραστικώτερον δείξῃ τὸ σύγ‐ γραμμα καὶ ὅτι αὐτὴν τὴν εἰσαγωγὴν διδάσκει ἡμᾶς· αἱ γὰρ τοιαῦται ἐπιγρα‐ φαί, φημὶ δὴ αἱ ἄνευ τῆς προθέσεως, δραστικώτερον παριστῶσι τὸ σύγγραμμα, οἷον Πλάτωνος Φαίδων, Πλάτωνος Ἀλκιβιάδης· αἱ γὰρ μετὰ τῆς προθέσεως
15ὕφεσιν καὶ μείωσίν τινα εἰσάγουσιν, οἷον Περὶ ψυχῆς, Περὶ κρισίμων ἡμερῶν. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ γνήσιον. ἰστέον ὅτι ἐκ πολλῶν δείκνυται γνήσιον Πορφυρίου τὸ παρὸν σύγγραμμα· καὶ γὰρ καὶ ἐκ τοῦ προοι‐ μίου (πρὸς γὰρ Χρυσαόριόν τινα ὕπατον Ῥώμης ποιεῖται τὴν προσφώνη‐ σιν, πρὸς ὃν καὶ ἐν ἄλλοις αὐτοῦ συγγράμμασι προσφωνεῖ), καὶ ὅτι
20μέμνηται τοῦ συγγράμματος τούτου καὶ ἐν ἄλλοις αὐτοῦ συγγράμμασι, καὶ ὅτι σαφηνείας ἐνταῦθα φροντίζει, ὅπερ ἴδιον αὐτοῦ· καὶ γὰρ τριῶν ὄντων τρόπων, καθ’ οὓς ἡ ἀσάφεια γίνεται, ὡς ἐν τῷ προοιμίῳ μαθησόμεθα, αὐτὸς πάνυ τῆς σαφηνείας φροντίζει. ταῦτα μὲν καὶ τὸ γνήσιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὴν τάξιν. ἰστέον ὅτι πρὸ πάσης τῆς φιλο‐
25σοφίας ἐστὶ τὸ παρὸν σύγγραμμα· εἰ γάρ, ὡς ἐμάθομεν ἐν τῷ χρησίμῳ, τὸ παρὸν σύγγραμμα εἰς τὰς Ἀριστοτέλους Κατηγορίας συμβάλλεται, αἱ δὲ Ἀριστοτέλους Κατηγορίαι πρώτην τάξιν ἔχουσι (πρὸ γὰρ ὅλης τῆς φιλο‐ σοφίας εἰσί), δῆλον ὅτι εὐλόγως καὶ τὸ παρὸν σύγγραμμα πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ ὡς συμβαλλόμενον εἰς τὰς Ἀριστοτέλους Κατη‐
30γορίας προτέτακται αὐτῶν, προτετάμενον δὲ αὐτῶν ἐξ ἀνάγκης καὶ πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ αἱ Ἀριστοτέλους Κατηγορίαι πρὸ πάσης εἰσὶ τῆς φιλοσοφίας. ἄλλως τε δὲ τὸ παρὸν σύγγραμμα εἰσαγωγή
ἐστι πάσης τῆς φιλοσοφίας· καὶ γὰρ διὰ τούτου εἰσαγόμεθα εἰς πᾶσαν τὴν92

93

φιλοσοφίαν διδασκόμενοι τὰς πέντε φωνάς, τοῦτ’ ἔστι τί γένος καὶ τί εἶδος καὶ τί διαφορὰ καὶ τί ἴδιον καὶ τί συμβεβηκός· εἰσαγωγὴ δὲ οὖσα πάσης τῆς φιλοσοφίας εὐλόγως πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ αἱ εἰσα‐ γωγαὶ πρότεραι θέλουσιν εἶναι τῶν ὧν εἰσιν εἰσαγωγαί. ταῦτα μὲν καὶ
5ἡ τάξις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν τὴν εἰς τὰ κεφάλαια διαίρεσιν. ἰστέον ὅτι τὸ παρὸν σύγγραμμα διαιρεῖται εἰς δύο τμήματα. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι λέγει τί ἐστιν ἑκάστη τῶν πέντε φωνῶν, οἷον τί ἐστι γένος, τί ἐστιν εἶδος καὶ τὰ ἑξῆς, ἐν δὲ τῷ δευτέρῳ τμήματι παραδίδωσι τὰς κοινω‐
10νίας καὶ τὰς διαφορὰς αὐτῶν. καὶ ὅσον μὲν κατὰ τὴν ἀκρίβειαν ἤρκει τὸ εἰπεῖν τί ἐστιν ἑκάστη τῶν φωνῶν (καὶ γὰρ ὁ γινώσκων τί ἐστιν ἑκάστη τῶν φωνῶν γινώσκει καὶ κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσιν), ἀλλ’ ἐπειδὴ πρὸς εἰσαγομένους ποιεῖται τὸν λόγον καὶ πρὸς Χρυσαόριόν τινα ὕπατον Ῥώμης πολιτικοῖς ἐνασχολούμενον πράγμασιν, ἠβουλήθη σαφεστέ‐
15ραν τὴν διδασκαλίαν ποιήσασθαι καὶ κατ’ ἰδίαν παραδοῦναι τὰς κοινωνίας καὶ τὰς διαφορὰς αὐτῶν. τινὲς δὲ λέγουσιν ὅτι εἰς τρία τμήματα διαιρεῖ τὴν παροῦσαν πραγματείαν, καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τί ἐστιν ἑκάστη τῶν πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ λέγει τὰς κοινωνίας αὐτῶν, ἐν δὲ τῷ τρίτῳ τὰς διαφοράς. καὶ εἰ μὲν ἐν ἄλλῳ τόπῳ παρεδίδου τὰς
20κοινωνίας αὐτῶν καὶ ἐν ἄλλῳ τόπῳ τὰς διαφοράς, καλῶς ἂν ἔλεγον· ὅπου δὲ ἅμα κοινωνίαν καὶ διαφορὰν παραδίδωσι καὶ ἐν τῷ αὐτῷ τόπῳ τὰ δύο παραδίδωσι, δῆλον ὅτι οὐ δυνάμεθα τοῦτο δύο τμήματα εἰπεῖν· καὶ γὰρ μετὰ τὸ εἰπεῖν κοινωνίαν λέγει διαφορὰν καὶ πάλιν μετὰ τὸ εἰπεῖν διαφορὰν λέγει κοινωνίαν. ταῦτα μὲν καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις.
25 Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸν διδασκαλικὸν τρόπον καὶ εἴπωμεν ποίῳ τρόπῳ διδασκαλικῷ κέχρηται. ἰστέον ὅτι τεσσάρων ὄντων τῶν διδασκαλικῶν τρόπων κατὰ τὸν Ἀριστοτέλην, οἷον διαιρετικοῦ ὁριστικοῦ ἀποδεικτικοῦ ἀνα‐ λυτικοῦ, τοῖς τέσσαρσι τρόποις κέχρηται· καὶ γὰρ καὶ τῷ διαιρετικῷ κέχρηται, ἡνίκα διαιρεῖ τὴν οὐσίαν εἰς σῶμα καὶ ἀσώματον καὶ εἰς τὰ ἑξῆς. ὁμοίως
30δὲ καὶ τῷ ὁριστικῷ, ἡνίκα ὑπογράφει τὰς πέντε φωνάς· καὶ γὰρ ἡ ὑπο‐ γραφὴ εἰκών ἐστι τοῦ ὁρισμοῦ. καὶ τῷ ἀποδεικτικῷ, ἡνίκα ἀποδείκνυσι
πῶς θεωροῦνται ἐν τῷ γένει αἱ διαφοραί, ἆρα δυνάμει ἢ ἐνεργείᾳ. καὶ93

94

τῷ ἀναλυτικῷ, ἡνίκα τὰς ὑπογραφὰς τῶν πέντε φωνῶν ἀναλύει εἰς τὰς λέξεις. καὶ ἑκάστην τῶν λέξεων σαφηνίζει λέγων διὰ τί ἑκάστη τούτων πρόσκειται ἐν τῇ ὑπογραφῇ, καὶ πάλιν διαλαμβάνει περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, εἰς ἃ τὰ φυσικὰ πράγματα ἀναλύονται, καὶ λέγει ὅτι τῇ μὲν ὕλῃ
5τὸ γένος ἀναλογεῖ, τῷ δὲ εἴδει ἡ διαφορά. ταῦτα μὲν καὶ περὶ τοῦ διδα‐ σκαλικοῦ τρόπου. Ἔλθωμεν δὲ καὶ εἴπωμεν τὴν ὑπὸ τί μέρος ἀναφοράν. ἰστέον ὅτι τὸ παρὸν σύγγραμμα ὑπὸ τὴν λογικὴν ἀνακτέον, ἡ δὲ λογικὴ εἴτε μέρος ἐστὶ τῆς φιλοσοφίας εἴτε ὄργανον ἐν ταῖς Κατηγορίαις μαθησόμεθα. ταῦτα
10ἔχει ἡ παροῦσα πρᾶξις καὶ τὰ προλεγόμενα τῆς Πορφυρίου Εἰσαγωγῆς.94

95

(1t)

ΣΧΟΛΙΑ ΣΥΝ ΘΕΩΙ ΕΙΣ ΤΗΝ ΕΙΣΑΓΩΓΗΝ ΠΟΡΦΥΡΙΟΥ
2tΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΚΑΙ ΘΕΟΦΡΟΝΟΣ
3tΦΙΛΟΣΟΦΟΥ.
4t〈Πρᾶξις αʹ.
5 Ἐπειδὴ κόρον ἔχειν τῶν προοιμίων ἡγούμεθα (πάντων γὰρ κόρος ἐστὶ τῶν ἐφ’ ἡμῖν πλὴν τῶν ἀρετῶν), σπουδαιότερον αὐτοὺς τοὺς ἀγῶνας ὑπο‐ δυσώμεθα ἐπ’ αὐτήν που ἀφικόμενοι τῆς μετὰ χεῖρας λέξεως τὴν ἐξήγησιν. αὕτη τοίνυν ἡ προκειμένη λέξις, φημὶ δὴ τὸ προοίμιον, διττὴν ἔχει τὴν παράδοσιν· ἐν μὲν γὰρ τῷ πρώτῳ προοιμίῳ τρία τινὰ παραδίδωσι, τὸν
10σκοπὸν τὸ χρήσιμον καὶ τὸν τρόπον τῆς διδασκαλίας, ἐν δὲ τῷ δευτέρῳ προοιμίῳ αἰτίας τινὰς παραδίδωσι τῶν λεχθησομένων. Ἐν τῷ πρώτῳ προοιμίῳ τὸ μὲν χρήσιμον καταμερίσας ὁ φιλόσοφος τὸ μὲν προέταξε τὸ δὲ μετέταξε τοῦ σκοποῦ μεσαζομένου. ἄξιον δὲ ζητῆσαι τί δήποτε οὕτως ἔταξε. καί φαμεν ὅτι θεωρῶν ὁ φιλόσοφος τοὺς εἰσαγο‐
15μένους ἑλκομένους τε καὶ ἀνθελκομένους ἐξ ἑκατέρων, φημὶ δὴ τοῦ σκοποῦ καὶ τοῦ χρησίμου, μέσην ὁδὸν βαδίζων ὁ Πορφύριος συνεκέρασε τῷ σκοπῷ τὸ χρήσιμον καὶ μεταξὺ τοῦ χρησίμου τὸν σκοπὸν ἔθηκε· καὶ γὰρ ὁ σκοπὸς πρὸς ἑαυτὸν ἀνθέλκει ἡμᾶς, ἐπειδὴ ἀπὸ τούτου ἄρξασθαι δεῖ, εἴ γε κατὰ τὸν Πλάτωνα ‘μία ἐστὶ ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι, τὸ εἰδέναι περὶ
20ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη‘· ὁ γὰρ τὸν σκοπὸν τοῦ συγγράμματος ἀγνοῶν οὐδ’ ὅλως παρακολουθεῖ τοῖς λεγομένοις. τὸ δὲ χρήσιμον πρὸς ἑαυτὸ ἡμᾶς ἀνθέλκει, ἐπειδὴ γινώσκοντες τὰ ἐκ τοῦ
συγγράμματος ἀναφυόμενον χρήσιμον προθυμότερον αὐτὸ ἀναγινώσκομεν·95

96

καὶ γὰρ εἰ μή τις θαυμάσει τι, οὐκ ἔρχεται εἰς τὸ ζητῆσαί τι περὶ αὐτοῦ· οἷον ὁ πλέων τοῦ πλοίου κινουμένου νομίζει τὴν γῆν κινεῖσθαι, καὶ εἰ μὴ θαυμάσει τὸ γινόμενον, οὐδὲ ἔρχεται εἰς ζήτησιν τούτου, τοῦτ’ ἔστιν οὐ ζητεῖ πόθεν γίνεται τοῦτο. ὅθεν καὶ τὴν Ἶριν τὴν ἄγγελον τῶν θεῶν
5Θαύμαντος θυγατέρα ἔλεγον ἀλληγορικῶς νοοῦντες τὴν φιλοσοφίαν· καὶ γὰρ τὴν Ἶριν τὴν φιλοσοφίαν λέγουσιν εἶναι· ὥσπερ γὰρ ἡ Ἶρις μυθεύεται παρὰ τοῖς ποιηταῖς ἄγγελος εἶναι τῶν θεῶν, οὕτω καὶ ἡ φιλοσοφία ἄγγελός ἐστι τῶν θεῶν· αὕτη γὰρ ἀπαγγέλλει ἡμῖν τὰ θεῖα, εἴ γε γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἐστί. Θαύμαντος δὲ θυγατέρα αὐτὴν ἔλεγον,
10ἐπειδὴ ἀρχὴ τῆς φιλοσοφίας τὸ θαῦμά ἐστιν· εἰ γὰρ μὴ θαυμάσει τίς τι, οὐδὲ ἔρχεται εἰς τὸ ζητῆσαί τι περὶ αὐτοῦ· οἷον εἰ μὴ θαυμάσει τις τὴν ἶριν τὴν οὖσαν ἐν τῷ οὐρανῷ, οὐδὲ ἔρχεται εἰς τὸ ζητῆσαι πόθεν γίνεται τοῦτο. διὰ τοῦτο οὖν ἀπὸ τοῦ χρησίμου δεῖ ἄρχεσθαι, ἐπειδή, ὡς εἴρηται, γινώσκοντες τὸ ἐκ τοῦ συγγράμματος ἀναφυόμενον χρήσιμον προθυμό‐
15τερον ἀναγινώσκομεν τὸ σύγγραμμα. ἄλλως τε δὲ καὶ κατὰ τὸν Πίνδαρον ‘χρὴ παντὸς ἔργου πρόσωπον θέμεναι θηλαυγέσ‘, ὥσπερ καὶ ἐπὶ τῶν οἴκων· δεῖ γὰρ τὰ τῶν οἴκων προπύλαια λαμπρὰ εἶναι, ἵνα διὰ τούτων ἅπας θαυμάσῃ καὶ τὰ ἔσω· οὕτως οὖν δεῖ τὸ χρήσιμον εὐθέως ἐν τῷ προοιμίῳ εἶναι, ἵνα πᾶς εὐθέως γινώσκων τὸ χρήσιμον προθυμότερος ἔλθῃ ἐπὶ τὴν ἀνάγνωσιν τοῦ συγ‐
20γράμματος. ἑκατέρου οὖν ὡς εἴρηται τούτων, τοῦ τε χρησίμου καὶ τοῦ σκο‐ ποῦ, πρὸς ἑαυτὸ ἡμᾶς ἀνθέλκοντος τὴν μέσην ὁδὸν βαδίζων ὁ Πορφύριος συν‐ εκέρασε τὸ χρήσιμον τῷ σκοπῷ καὶ μεταξὺ τοῦ χρησίμου τὸν σκοπὸν ἔθηκε· τριττοῦ γὰρ ὄντος τοῦ χρησίμου, ὡς ἐν τῷ προοιμίῳ εἴρηται, τοῦ παρόντος συγγράμματος (χρησιμεύει γάρ, ὡς εἴρηται, καὶ εἰς τὰς Ἀριστοτέλους Κατη‐
25γορίας καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους), εὐθέως ἐν τῷ προοιμίῳ τίθησι τοὺς δύο τρόπους τοῦ χρησίμου καὶ μετὰ ταῦτα τὸν σκοπὸν καὶ τελευταῖον τὸν τρίτον τρόπον τοῦ χρησίμου· φησὶ γὰρ οὕτως·
29nὌντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ
30nἈριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ τί96

97

(1n)

διαφορὰ τί τε εἶδος καὶ τί ἴδιον καὶ τί συμβεβηκός, εἴς τε τὴν
2nτῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ
3nἀποδείξεως.
4Καὶ ἰδοὺ διὰ μὲν τοῦ εἰπεῖν καὶ εἰς τὴν τῶν παρὰ Ἀριστο‐
5τέλει κατηγοριῶν διδασκαλίαν ἐδήλωσεν ὅτι οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας χρησιμεύει τὸ παρὸν σύγγραμμα ἀλλὰ καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν· ὁ γὰρ καί σύνδεσμος καὶ ἄλλου τινός ἐστι δηλωτι‐ κός, οἷον ὡς ὅταν εἴπωμεν ‘καὶ γράφει‘· ἐὰν γὰρ εἴπωμεν μετὰ τοῦ καί συνδέσμου, δηλοῦμεν ὅτι καὶ ἄλλο τι ποιεῖ. οὕτως οὖν εἰπὼν μετὰ τοῦ
10καί συνδέσμου καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν ἐδήλωσεν ὅτι καὶ εἰς ἄλλο τι χρησιμεύει. εἰπὼν δὲ τοῦ γνῶναι τί διαφορὰ καὶ τί εἶδος καὶ τὰ ἑξῆς ἐδήλωσε τὸν σκοπόν· σκοπὸν γὰρ ἔχει περὶ τούτων διαλαβεῖν. εἰπὼν δὲ εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀπο‐
15δείξεως τὸν τρίτον τρόπον τοῦ χρησίμου ἐδήλωσε, τοῦτ’ ἔστιν ὅτι χρησι‐ μεύει τὸ παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους, εἰς τὴν διαι‐ ρετικὴν ὁριστικὴν ἀποδεικτικὴν καὶ ἀναλυτικήν. παραδίδωσι δὲ καὶ τὸν διδασκαλικὸν τρόπον, ὡς ἐν τοῖς ἑξῆς μαθησόμεθα. ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δὲ ζητῆσαι διὰ τί οὕτως ἐποιήσατο τὴν τάξιν ὁ Πορφύριος
20τῶν πέντε φωνῶν, τοῦτ’ ἔστι διὰ τί πρῶτον τὸ γένος ἔθηκε καὶ δεύτερον τὴν διαφορὰν τρίτον τὸ εἶδος τέταρτον τὸ ἴδιον καὶ πέμπτον τὸ συμβεβηκός. ἀλλὰ πρὸ τούτου ὀλίγα τινὰ ἔξωθεν εἴπωμεν. ἰστέον ὅτι ἐπειδὴ τὰ μερικὰ ἄλλοτε ἄλλως ἔχουσι καὶ ἀεὶ ἐν φθορᾷ εἰσι καὶ ἐν ἀλλαγῇ καὶ στάσεως οὐδεμιᾶς μετέχουσι, τούτου χάριν ἡ φιλοσοφία μιμου‐
25μένη τὴν φύσιν ἐπενόησε τὰ καθόλου, ἅτινα ἀεὶ ὡσαύτως ἔχουσιν (ἀεὶ γὰρ ὁ καθόλου ἄνθρωπος ὡσαύτως ἔχει), περὶ ἃ καὶ καταγίνεται. τὰ δὲ μερικὰ λέγεται καὶ καθ’ ἕκαστον καὶ ἄτομα. καὶ καθ’ ἕκαστον μὲν λέγεται, ἐπειδὴ δύναται ἕκαστον τούτων καθ’ ἑαυτὸ παραλαμβάνεσθαι, ἄτομα δὲ λέγονται, οὐκ ἐπειδὴ οὐ τέμνονται (τέμνονται γὰρ ὡς ὅλον εἰς μέρη· τέμνεται γὰρ 〈ὁ
30Σωκράτησ〉 εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν), ἀλλ’ ἄτομα λέγονται, ἐπειδὴ ὥσπερ τὸ γένος διαιρεῖται εἰς εἴδη, οἷον τὸ ζῷον εἰς ἄνθρωπον ἵππον καὶ κύνα, καὶ τὰ εἴδη εἰς ἄτομα, οἷον ὁ καθόλου ἄνθρωπος εἰς Σωκράτην Πλάτωνα Ἀλκιβιάδην, τὸν αὐτὸν τρόπον οὐ διαιρεῖται ταῦτα εἰς τέλειά
τινα· εἰ γὰρ καὶ ὁ Σωκράτης διαιρεῖται εἰς χεῖρας πόδας καὶ κεφαλήν,97

98

ἀλλ’ οὖν εἰς τέλειά τινα οὐ διαιρεῖται· οὔτε γὰρ ἡ χεὶρ καθ’ ἑαυτὴν οὖσα τέλειόν τί ἐστιν οὔτε ὁ ποὺς καθ’ ἑαυτὸν ὢν οὔτε ἡ κεφαλὴ καθ’ ἑαυτὴν οὖσα. διὰ τοῦτο οὖν λέγεται ταῦτα ἄτομα, ἐπειδὴ ὡς εἴρηται οὐ διαιροῦν‐ ται εἰς τέλειά τινα. πάλιν ἄτομα λέγεται, ἐπειδὴ διαιρούμενα οὐ σώζει
5τὸ οἰκεῖον εἶδος· καὶ γὰρ Σωκράτης διαιρούμενος εἰς χεῖρας πόδας καὶ κεφαλὴν οὐ σώζει τὸ οἰκεῖον εἶδος· οὐ γὰρ ἡ χεὶρ κατ’ ἰδίαν λέγεται Σωκράτης οὔτε ὁ ποὺς οὔτε ἡ κεφαλή, ἀλλ’ ἅμα πάντα τὰ μέρη. διὰ τοῦτο δὲ τὰ ἄτομα διαιρούμενα οὐ σώζει τὸ οἰκεῖον εἶδος, ἐπειδὴ ὡς ὅλον εἰς μέρη διαιροῦνται, τὰ δὲ ὡς ὅλον εἰς μέρη διαιρούμενα οὐ σώζει τὸ
10οἰκεῖον εἶδος· ἐὰν γὰρ διαιρεθῶσιν, οὐκέτι φυλάττουσι τὸ αὐτὸ εἶδος, ὅπερ εἶχον καὶ πρότερον. λέγουσι δέ τινες ὅτι κακῶς λέγετε τὰ ὡς ὅλον εἰς μέρη διαιρούμενα μὴ σώζειν τὸ οἰκεῖον εἶδος· ἰδοὺ γὰρ ὁ καθόλου ἄνθρωπος ὅλον τι ὢν διαιρεῖται εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, οἷον εἰς Σωκράτην Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ φυλάττει τὸ αὐτὸ εἶδος· καὶ γὰρ ὁ Σωκράτης
15ἄνθρωπός ἐστι καὶ ὁ Πλάτων ὁμοίως καὶ ὁ Ἀλκιβιάδης. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐκ ἔστι τοῦτο ὅλον, ἀλλὰ καθόλου· ἄλλο γάρ ἐστι τὸ ὅλον καὶ ἄλλο τὸ καθόλου· τὸ μὲν γὰρ καθόλου ὁμοειδῶς ἐν ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ καὶ τῶν ἀτόμων θεωρεῖται, οἷον τὸ καθόλου ζῷον ὁμοειδῶς ἐν παντὶ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· καὶ γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι καὶ ὁ ἵππος
20ζῷόν ἐστι καὶ ὁ κύων ὁμοίως. καὶ ἐν παντὶ δὲ τῶν ἀτόμων αὐτοῦ ὁμο‐ τίμως θεωρεῖται· καὶ γὰρ καὶ ὁ Σωκράτης ζῷόν ἐστι καὶ ὁ Πλάτων. τὸ δὲ ὅλον οὐ θεωρεῖται ὁμοτίμως ἐν παντὶ τῶν μερῶν· καὶ γὰρ ὁ Σωκράτης οὐ θεωρεῖται ἐν χειρὶ μόνῃ ἢ ἐν ποδὶ μόνῳ ἢ ἐν τῇ κεφαλῇ μόνῃ ἀλλ’ ἐν ὅλοις ἅμα τοῖς μέρεσιν· οὔτε γὰρ ἡ χεὶρ τοῦ Σωκράτους Σωκράτης
25ἐστὶν οὔτε ἡ κεφαλή, ἀλλ’ ἅμα πάντα τὰ μέρη. Ἔλθωμεν τοίνυν καὶ εἴπωμεν περὶ τῆς τάξεως τῶν πέντε φωνῶν. ἰστέον ὅτι, ὡς ἐμάθομεν ἐν τῷ σκοπῷ, ἡνίκα τὴν διαίρεσιν τῆς φωνῆς ἐποι‐ ούμεθα, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ διαφορὰ οὐσιώδη εἰσί, τὸ δὲ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐπουσιώδη. ἔστι δὲ καὶ τὸ ἴδιον πολλάκις οὐσιῶδες,
30ὡς ἐκεῖ μεμαθήκαμεν. ἐπειδὴ οὖν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος μόνως οὐσιώδη εἰσί, τὸ δὲ συμβεβηκὸς ἐπουσιῶδες καὶ τὸ ἴδιον ὁμοίως (εἰ
καὶ εὕρηται οὐσιῶδες, ἀλλ’ οὖν οὐκ ἀεί ἐστιν οὐσιῶδες), τούτου χάριν τὸ98

99

γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος προτερεύουσι τοῦ τε ἰδίου καὶ τοῦ συμ‐ βεβηκότος· τὸ γὰρ οὐσιῶδες τιμιώτερον τοῦ ἐπουσιώδους ἐστίν, εἴ γε τὸ μὲν οὐσιῶδες παρὸν μὲν σώζει ἀπὸν δὲ φθείρει (καὶ γὰρ τὸ λογικὸν παρὸν μὲν συνίστησι τὸν ἀνθρώπων ἀπὸν δὲ φθείρει αὐτόν· τοῦ γὰρ λογικοῦ
5ἀπόντος οὐδὲ ἄνθρωπός ἐστι), τὸ δὲ ἐπουσιῶδες ἤγουν τὸ ἐπὶ τῆς οὐσίας ὄν, τοῦτ’ ἔστι τὸ συμβεβηκός, οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει· καὶ γὰρ τὸ λευκὸν οὔτε παρὸν συνίστησι τὸν ἄνθρωπον οὔτε ἀπὸν φθείρει αὐτόν· ἐνδέχεται γὰρ μὴ ὄντα λευκὸν τὸν ἄνθρωπον ἀλλὰ μέλανα ἄνθρω‐ πον εἶναι. τούτου οὖν χάριν, ὡς εἴρηται, τὸ γένος καὶ ἡ διαφορὰ
10καὶ τὸ εἶδος προτερεύουσι τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος. τὸ δὲ γένος προτερεύει τῆς διαφορᾶς, ἐπειδὴ τὸ γένος περιέχει ἐν ἑαυτῷ τὰς δια‐ φοράς· καὶ γὰρ τὸ καθόλου ζῷον περιέχει ἐν ἑαυτῷ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. ἡ δὲ διαφορὰ προτερεύει τοῦ εἴδους, ἐπειδὴ ἡ διαφορὰ καθολι‐ κωτέρα ἐστὶ τοῦ εἴδους· καὶ γὰρ τὸ λογικὸν τοῦ ἀνθρώπου καθολικώτερόν
15ἐστι· φέρεται γὰρ κατὰ πλειόνων· οὐ μόνον γὰρ ὁ ἄνθρωπος λογικός ἐστιν ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων. τὸ δὲ εἶδος προτερεύει τοῦ ἰδίου, ἐπειδὴ τὸ μὲν εἶδος μόνως οὐσιῶδές ἐστι, τὸ δὲ ἴδιον οὐκ ἔστι μόνως οὐσιῶδες, ὡς εἴρηται· τὰ δὲ οὐσιώδη, ὡς δέδεικται, τιμιώτερά εἰσι τῶν ἐπουσιωδῶν. τὸ δὲ ἴδιον προτερεύει τοῦ συμβεβηκότος, ἐπειδὴ τὸ μὲν συμβεβηκὸς μόνως
20ἐπουσιῶδές ἐστι, τὸ δὲ ἴδιον καὶ οὐσιῶδες καὶ ἐπουσιῶδες· εὐλόγως οὖν προτερεύει τὸ ἴδιον· καὶ γάρ, ὡς δέδεικται, τὸ οὐσιῶδες τιμιώτερόν ἐστι τοῦ ἐπουσιώδους. κατ’ ἄλλον δὲ λόγον προτερεύει τὸ ἴδιον τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει (δύναμαι γὰρ εἰπεῖν ὅτι εἴ τι ἄνθρωπος, καὶ γελαστικόν, καὶ εἴ τι γελαστικόν, καὶ ἄνθρωπος· μόνῳ γὰρ τῷ ἀνθρώπῳ
25τὸ γελαστικὸν ἕπεται), τὸ δὲ συμβεβηκὸς οὐκ ἀντιστρέφει· οὐ δύναμαι γὰρ εἰπεῖν ὅτι εἴ τι κύκνος, λευκόν, καὶ εἴ τι λευκόν, κύκνος· οὐ γὰρ ἀλη‐ θεύει ὁ λόγος· ἰδοὺ γὰρ καὶ ἡ χιὼν καὶ τὸ ψιμύθιον λευκά εἰσι καὶ οὔκ εἰσι κύκνοι. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.
29tΠρᾶξις βʹ.
30nὌντος ἀναγκαίου.
31Τινὲς αἰτιῶνται τὴν ἀρχὴν ὡς κακῶς ἔχουσαν· φασὶ γάρ· εἰ τὸ ὂν99

100

ὁμώνυμόν ἐστι, τὸ δὲ ὁμώνυμον ἀόριστον, ἀόριστον ἄρα τὸ ὄν· οὐ δεῖ δὲ τὴν ἀρχὴν ἀπὸ ἀορίστων ποιεῖσθαι. πρὸς δὲ τοῦτό φαμεν ὅτι οὐκ ἔστιν ὁμώνυμον τὸ ὄν, ὡς καὶ ἤδη ἐδείχθη ἐν τοῖς προτέροις, ἀλλ’ ἀφ’ ἑνός· τίνα δέ εἰσι τὰ ἀφ’ ἑνός, τελείως ἐν ταῖς Κατηγορίαις εἰσόμεθα. ἔτι δέ
5φασιν· διὰ τί οὐ προέταξε τὸ ἀναγκαῖον τοῦ ὄντος; καὶ λέγομεν πρὸς τοῦτο τρεῖς αἰτίας· πρῶτον μὲν ὅτι ὡς καθολικώτερον τὸ ὂν τοῦ ἀναγκαίου προ‐ έταξεν· εἴ τι μὲν γὰρ ἀναγκαῖον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ εἴ τι δὲ ὄν, τοῦτο καὶ ἀναγκαῖον. εἰ προέταξεν οὖν τὸ ἀναγκαῖον, οὐκέτι τοῦ ὄντος ἐδέετο. δεύτερον δὲ διὰ τὸ εὐφραδές· εἰ γὰρ εἶπεν οὕτως ‘ἀναγκαίου
10ὄντοσ‘, οὐχ οὕτως ἔμελλεν εὔφωνος εἶναι ἡ φράσις ἔχουσα τὸ κεχηνός. τρίτον ἵνα ἀπὸ τῶν γενικωτάτων ἄρξηται· οὕτως οὖν βουλόμενος ὁ Πορφύριος ἄρξασθαι τὸ ὂν προέταξε. Πάλιν ζητοῦσί τινες διὰ τί ἀναγκαίου εἶπε καὶ οὐχὶ δικαίου ἢ ἀγα‐ θοῦ ἢ χρησίμου. πρὸς τοῦτο ἀπολογούμεθα ἀπὸ διττῆς τινος διαιρέσεως,
15πρώτης μὲν οὕτως· ἰστέον ὅτι δύο ταῦτα ἀλλήλοις παράκεινται, τὸ ἀγαθὸν καὶ τὸ χρήσιμον. τὸ δὲ χρήσιμον τέμνεται εἰς δύο, εἰς τὸ ὁμώνυμον τῷ γένει χρήσιμον καὶ εἰς τὸ ἀναγκαῖον. καὶ ἀγαθὸν μέν ἐστι τὸ δι’ ἑαυτὸ αἱρετόν, οἷον εὐδαιμονία εὐσέβεια. χρήσιμον δέ ἐστι τὸ ἀντιδιαστελλόμενον τῷ ἀναγκαίῳ, ὅπερ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει, ὡς ἡ τοιάδε ἐσθής.
20ἀναγκαῖον δὲ ὃ παρὸν μὲν σώζει ἀπὸν δὲ φθείρει, ὡς ἡ ἀναπνοή. πάλιν τὸ ἀναγκαῖον ἑξαχῶς λέγεται· λέγεται γὰρ ἀναγκαῖον ἡ ὕλη, ὡς αἱ σανίδες τοῦ πλοίου πρὸς τὴν τούτου κατασκευήν. λέγεται ἀναγκαῖον ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου. λέγεται ἀναγκαῖον καὶ τὸ βίᾳ, ὡς ὅταν εἴπωμεν ὅτι ἀναγ‐ καίως ὁ τεμνόμενος τελευτᾷ. λέγεται ἀναγκαῖον καὶ τὸ ἕπεσθαι, ὡς ὅταν
25εἴπωμεν ὅτι ἀναγκαίως αἱ προτάσεις ἔχουσι τὸ συμπέρασμα· ἕπεται γὰρ ταῖς προτάσεσι τὸ συμπέρασμα. λέγεται δὲ ἀναγκαῖον καὶ τὸ δι’ ἑαυτὸ μὲν φευκτὸν δι’ ἕτερον δὲ αἱρετόν, ὡς τὸ φλεβότομον· δι’ ἑαυτὸ μὲν γὰρ φευκτόν ἐστιν, ἐπειδὴ ὀδύνην ποιεῖ, δι’ ἕτερον δὲ αἱρετόν, ἐπειδὴ κενοῖ
τὴν ὕλην. λέγεται δὲ ἀναγκαῖον καὶ τὸ καὶ δι’ ἑαυτὸ αἱρετὸν καὶ δι’ ἕτερον,100

101

ὡς ἡ ὑγίεια καὶ δι’ ἑαυτὴν μέν ἐστιν αἱρετή (οὐδὲν γὰρ ἔχει ἀποβολῆς ἄξιον), καὶ δι’ ἕτερον δὲ αἱρετή ἐστι, διὰ τὰς ψυχικὰς ἐνεργείας· αἱ γὰρ ψυχικαὶ ἐνέργειαι διὰ τῆς ὑγιείας προέρχονται. αἱ δὲ πέντε φωναὶ καὶ δι’ ἑαυτάς εἰσιν ἀρεταί, ἐπειδὴ πάντως ὀφείλομεν γινώσκειν τί ἐστιν ἑκάστη
5αὐτῶν, ἀλλὰ καὶ δι’ ἕτερόν εἰσιν αἱρεταί· συμβάλλονται γὰρ ἡμῖν καὶ εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν καὶ τὰ τοιαῦτα. Δεύτερον δὲ ἀπὸ τοιᾶσδε διαιρέσεως· τῶν ὄντων τὰ μέν ἐστι δι’ ἑαυτὰ αἱρετὰ τὰ δὲ δι’ ἕτερα, καὶ αἱρετὰ μὲν δι’ ἑαυτὰ ὡς ἡ εὐδαιμονία (ταύτην γὰρ αἱρούμεθα ἔχειν δι’ ἑαυτήν), αἱρετὰ δὲ δι’ ἕτερα ὡς ἡ ἐσθής· αὕτη
10γὰρ δι’ ἑαυτὴν οὐκ ἔστιν αἱρετή, ἀλλὰ διὰ τὸ θάλπειν τὸ ἡμέτερον σῶμα. τῶν δὲ δι’ ἕτερον αἱρετῶν διαφορά τίς ἐστι· τούτων γὰρ τὰ μὲν ἀπαραίτητά ἐστι τὰ δὲ παραίτησιν ἐπιδεχόμενα, καὶ ἀπαραίτητα μὲν ὡς ἡ ἀναπνοή (πάντως γὰρ δεῖται ταύτης πᾶν ἔμψυχον ζῷον· χωρὶς γὰρ ταύτης τὸ ἔμψυχον θερμὸν οὐ γίνεται), παραίτησιν δ’ ἐπιδεχόμενα ὡς ἡ ἐσθής·
15δύναται γὰρ χωρὶς ταύτης εἶναι τὰ ἔμψυχα ζῷα. τούτων οὖν τὰ ἀπαραί‐ τητα λέγεται ἀναγκαῖα, τὰ δὲ παραίτησιν ἐπιδεχόμενα χρήσιμα, τὰ δὲ δι’ ἑαυτὰ αἱρετὰ ἀγαθά. καλῶς οὖν ἀναγκαίου εἶπε καὶ οὐ χρησίμου οὔτε ἀγαθοῦ· τὸ γὰρ ἀναγκαῖον δηλοῖ τὸ ἀπαραίτητον· ἀπαραίτητον γὰρ ὑπάρχει ἡμῖν πάντως τὰς πέντε φωνὰς γνῶναι. χρήσιμον δ’ οὐκ ἠδύνατο εἰπεῖν,
20ἐπειδὴ παραίτησιν ἐπιδέχεται τὸ χρήσιμον, τοῦτο δὲ ἀπαραίτητόν ἐστιν. ἀγαθὸν δὲ ὁμοίως οὐκ ἠδύνατο εἰπεῖν, ἐπειδὴ τὸ ἀγαθὸν δι’ ἑαυτὸ αἱρετόν ἐστι, τοῦτο δὲ τὸ παρὸν σύγγραμμα οὐ δι’ ἑαυτὸ μόνον αἱρετόν ἐστιν, ἀλλὰ καὶ διὰ πᾶσαν τὴν φιλοσοφίαν.
24nΧρυσαόριε.
25 Ἴσμεν αὐτοῦ φίλον εἶναι τὸν Χρυσαόριον, πρὸς ὃν ἐξεφώνησε τὸ παρὸν σύγγραμμα.
27nΚαὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν.
28 Ὧδε τὸ πλεῖστον μέρος τοῦ χρησίμου ἐμφαίνει· καὶ γὰρ καὶ εἰς τὰς Κατηγορίας φησὶ συμβάλλεσθαι καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν· τοῦτο γὰρ
30δηλοῖ ὁ καί σύνδεσμος. σαφὲς δέ ἐστι καθὸ εἰς τὰς Κατηγορίας φησίν,
ἀσαφὲς δὲ καθὸ ὁ καί σύνδεσμος ἔξωθεν δηλοῖ πᾶσαν τὴν φιλοσοφίαν.101

102

ζητοῦσι δέ τινες διὰ τί εἰρηκὼς τῶν Κατηγοριῶν λέγει τῶν παρὰ Ἀριστοτέλει· ἤρκει γὰρ τῶν Κατηγοριῶν εἰπεῖν. καί τινές φασιν ὅτι πρὸς ἀντιδιαστολὴν ἄλλων εἶπε παρὰ Ἀριστοτέλει· βούλεται γὰρ δεῖξαι ὅτι συμβάλλεται εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ οὐκ ἄλλων· ἔγραψε
5γὰρ καὶ Θεόφραστος καὶ Εὔδημος περὶ κατηγοριῶν κατὰ μίμησιν τοῦ οἰκείου διδασκάλου. κακῶς δὲ οὗτοι ἐπελύσαντο· εἰ γὰρ ἅπαξ συμβάλλεται ταῖς Κατηγορίαις Ἀριστοτέλους, καὶ πάσαις ταῖς Κατηγορίαις συμβάλλεται. τοῦτο δὲ ἔδει εἰπεῖν ὅτι ἐκ τοῦ μείζονος θέλει δεῖξαι ὅτι πάσαις ταῖς Κατηγορίαις συμβάλλεται, εἰ καὶ ταῖς Ἀριστοτέλους. ζητοῦσι δὲ διὰ τί τὸ πλεῖστον
10μέρος τοῦ χρησίμου προέταξε τοῦ σκοποῦ. φαμὲν δὲ ὅτι τοῦτο ἐποίησε Πλάτωνι παρακολουθῶν παρακελευομένῳ προτάττειν τὸ χρήσιμον, ἵν’, ὡς εἴπομεν ἀνωτέρω, διὰ τοῦ χρησίμου θαῦμα ἡμῖν ἐπέλθῃ, ἐκ δὲ τοῦ θαύματος ζήτησις, ἐκ δὲ τῆς ζητήσεως τὸ φιλοσοφεῖν.
14nΤοῦ γνῶναι τί γένος τί διαφορὰ τί εἶδος τί ἴδιον καὶ τί
15nσυμβεβηκός.
16Τούτων τὴν τάξιν ἀνωτέρω εἴπομεν.
17nΕἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ
18nδιαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας.
19Μάθωμεν οὖν τί ἐστι διαίρεσις καὶ ὁρισμὸς καὶ ἀπόδειξις καὶ ἀνάλυσις
20καὶ οὕτως ἐπὶ τὴν ἐξήγησιν χωρῶμεν. διαίρεσίς ἐστιν ἡ ἀπὸ γένους ἐπὶ εἶδος χωροῦσα, οἷον οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὰ ἑξῆς, ὁρισμός ἐστιν ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν συνιστάμενος, ἀπό‐ δειξίς ἐστιν ἡ διὰ συλλογισμῶν καὶ προτάσεων γινομένη, † τὸ ὂν ποτὲ μὲν ἀγαθὸν δεικνῦσα ποτὲ δὲ κακόν. κακὸν μὲν οὖν οὕτως· ἡ ἡδονὴ σύνεστι
25τῇ οἰκείᾳ λύπῃ, τὸ δὲ λυποῦν κακόν, ἡ ἡδονὴ ἄρα κακόν. πῶς δὲ σύν‐ εστιν ἡ ἡδονὴ τῇ λύπῃ; ἐπειδὴ εἰ μὴ πρότερον διψήσεις, οὐχ ἡδὺ ποτοῦ μεταλαβεῖν, εἰ μὴ πρότερον πεινήσεις, οὐχ ἡδὺ βρώσεως μεταλαβεῖν. τὸ δὲ θαυμαστόν, ὅτι ἐναντίως ἔχοντα τὰ τοιαῦτα ἀλλήλοις συναυξάνονται καὶ
συμμειοῦνται· ὅσον γὰρ διψῇς, τοσοῦτον ποτοῦ μεταλαμβάνειν ἡδύ. ἀγαθὸν102

103

δὲ δεικνύει τὴν ἡδονὴν οὕτως· ἡ ἡδονὴ ἐφετόν, τὸ ἐφετὸν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν. εἰ δὲ εἴποι τις ‘τί οὖν; τὸ ἥδεσθαι μοιχεύειν ἢ κλέπτειν ἀγαθόν ἐστι;‘ φαμὲν ὅτι ἐκείνῳ τῷ ταῦτα μελετῶντι ἀγαθὸν φαίνεται τῇ ἀλόγῳ δόξῃ ἑπομένῳ. ἀναλυτικὴ δὲ ἡ ἀναλύουσα τὴν σύνθεσιν· οἷον τὸ
5ζῷον λογικὸν θνητὸν δηλοῖ τὸν ἄνθρωπον, ἀναλύει δὲ αὐτὸν εἰς λογικὸν ζῷον καὶ εἰς ἄλογον ζῷον καὶ εἰς τὰ τοιαῦτα. εἴπομεν δὲ ἀνωτέρω πῶς ἐξ ἐναντίας φέρεται πρὸς τὰς ἄλλας τρεῖς διαλεκτικὰς μεθόδους. χωρὶς δὲ ταύτης οὐδεμία συνίσταται τέχνη· θὲς γὰρ οἶκον εἶναι τελείως ἔχοντα τὰ οἰκεῖα, τοῦτον δὲ ἀναλύεις ἀπὸ τῆς στέγης κατιὼν ἐπὶ τοὺς θεμελίους· εἰ δὲ
10κατὰ σαυτὸν ἐνθυμηθῇς ὅτι δεῖ σε ὀροφῶσαι οἶκον, διὰ τὴν στέγην καὶ τοὺς τοίχους ἐπινοεῖς καὶ διὰ τοὺς τοίχους τοὺς θεμελίους. ὥστε οὖν αὕτη ἐστὶν ἡ συνιστῶσα τὴν τέχνην. Ἀποροῦσι δέ τινες λέγοντες διὰ τί τῆς διαιρέσεως προέταξε τὸν ὁρισμόν, καίτοι ἐδείχθη ὅτι θέλει ἡ διαίρεσις τοῦ ὁρισμοῦ προτερεύειν.
15καί τινες ὑπὲρ τούτου ἀπολογοῦνται ὅτι διὰ τοῦτο προέταξε τὸν ὁρισμόν, ὅτι δι’ αὐτοῦ πανταχοῦ ὁρίζει τὴν φύσιν τῶν προκειμένων φωνῶν καὶ πάνυ αὐτοῦ δέεται. τινὲς δὲ πρὸς τούτους ἀντιλέγοντές φασιν ὅτι οὐχ οὕτως· καὶ γὰρ ὁμοίως πανταχοῦ διαιρεῖ τὰς προηγουμένας φωνὰς καὶ δέεται τῆς διαιρέσεως. κακῶς δὲ οὗτοι ἐλάβοντο τῶν πρώτων· οὔτε γὰρ εἰρηκότες
20ὅτι πάνυ δεόμενος τοῦ ὁρισμοῦ αὐτὸν προέταξε, λέγουσιν ὅτι οὐ δέεται τῆς διαιρέσεως. διὰ δὲ τὸ μᾶλλον αὐτὸν προέταξεν· οὐδὲ γὰρ διὰ τῆς διαι‐ ρέσεως δηλοῖ ἡμῖν τὴν φύσιν ὡς ἐν τῷ ὁρισμῷ. Πάλιν ἀποροῦσί τινες λέγοντες διὰ τί τῆς ἀναλυτικῆς οὐκ ἐμνημόνευσε. καί φασί τινες ὅτι αὕτη ἡ ἀναλυτικὴ μέθοδος φυσική τίς ἐστιν, οἷον ἡ ἀνα‐
25λύουσα τὰ φυσικὰ πράγματα, ὅτι ὁ ἄνθρωπος σύγκειται ἐκ τεσσάρων χυμῶν, οἱ χυμοὶ ἐκ τῶν τροφῶν, αἱ τροφαὶ ἐκ τῶν καρπῶν, οἱ καρποὶ ἐκ τῶν φυτῶν, τὰ φυτὰ ἐκ τῶν τεσσάρων στοιχείων, τὰ τέσσαρα στοιχεῖα ἐξ ὕλης καὶ εἴδους. λέγομεν πρὸς τοῦτο ὅτι τριττὴ ἡ παρὰ τοῖς φιλοσόφοις ἀνάλυσις· ἔστι γὰρ ἢ φυσικὴ ἢ λογική, καὶ αὕτη διττή. καὶ φυσικὴ μέν
30ἐστιν οἷον εἴπομεν τρόπον. λογικὴ δὲ ἢ ἐν προτάσεσιν ἢ ἐν συλλογισμοῖς. καὶ ἐν μὲν προτάσεσιν, ὅταν τὴν δοθεῖσαν πρότασιν ἀναλύῃ εἰς τοὺς ὅρους, οἷον ‘Σωκράτης φιλοσοφεῖ‘. ταύτην τὴν πρότασιν ἀναλύει εἰς τὸ ‘Σωκράτησ‘ καὶ εἰς τὸ ‘φιλοσοφεῖ‘ καὶ λέγει ὅτι τὸ μὲν ‘Σωκράτησ‘ ὄνομά ἐστι τὸ δὲ ‘φιλοσοφεῖ‘ ῥῆμα. ἐν δὲ συλλογισμοῖς, ὡς ὅταν λάβωμεν τὸ ζητούμενον
35ὡς ὁμολογούμενον (ὅταν κατὰ σύνθεσιν ἀγορεύηται τὸ προκείμενον)103

104

καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, οἷον εἰ ἀθάνατός ἐστιν ἡ ψυχή (τοῦτο τὸ ζητούμενον λαμβάνομεν ὡς ὁμολογούμενον, ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχή), εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων, εἰ δὲ εἰσὶν ἀμοιβαί, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια, εἰ δὲ εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια,
5ἔστι τὸ δικαζόμενον, εἰ δὲ ἔστι τὸ δικαζόμενον, ἔστιν ἄρα καὶ ὁ δικάζων, εἰ δὲ ἔστι δικαστής, ἔστι καὶ προνοητὴς καὶ πρόνοια. καὶ ὅρα πῶς κατηντή‐ σαμεν εἰς τὴν πρόνοιαν, ἥτις ὁμολογεῖται παρὰ πᾶσιν οὖσα. ὅθεν πάλιν κατὰ σύνθεσιν λέγω· ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, δῆλον ὅτι εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια, εἰ δὲ εἰσὶ ταῦτα, δῆλον ὅτι καὶ ἀμοιβαὶ φαύλων καὶ
10ἀγαθῶν πράξεων, εἰ δὲ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρινόμενον, εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή. διὰ τί οὖν εἴασε καὶ ταύτας τὰς ἀνα‐ λυτικάς; καὶ λέγομεν ὅτι εἰρηκὼς τὴν διαίρεσιν καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν συμπεριέλαβε καὶ τὴν ἀνάλυσιν· πανταχοῦ γὰρ θεωρεῖται· ἐν μιᾷ γὰρ ἑκάστῃ νοεῖται· ὅπου γὰρ σύνθεσις, πάντως ἔστιν ἐκεῖ καὶ ἀνάλυσις·
15ἔστι δὲ ἐν πᾶσι σύνθεσις. ἄλλως τε δὲ εἰρηκὼς τὴν διαίρεσιν καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν πολλῷ μᾶλλον τὴν ἀνάλυσιν ἐδίδαξε· διὰ γὰρ τὴν ἀνά‐ λυσιν καὶ αὗται λαμβάνονται· ἀμέλει ὡς αὐτῆς τιμιωτέρας οὔσης ἐξ αὐτῆς τὴν ἐπιγραφὴν ἐποίησεν ὁ Ἀριστοτέλης, καίτοι περὶ πασῶν διαλαβών, τὰ Ἀναλυτικά. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· αἱ προκείμεναι φωναὶ καθολικαί
20εἰσιν, ὡς εἴρηται· ἡ οὖν ἀνάλυσις οὐ μόνον τῶν καθόλου ἐστὶν ἀλλὰ καὶ τῶν καθ’ ἕκαστα· δύναμαι γὰρ ἀναλύειν τὸν Σωκράτην εἰς ψυχὴν καὶ σῶμα. ἐπειδὴ οὖν καὶ τῶν καθ’ ἕκαστά ἐστιν ἀνάλυσις, αἱ δὲ προκείμεναι φωναὶ τῶν καθόλου εἰσί, πολλάκις οὐκ ἠνέσχετο τὴν ἀναλυτικὴν ἀριθμῆσαι. Ἰστέον δὲ ὅτι ὧδε τὸ λεῖπον τοῦ χρησίμου εἰσφέρει. ἀποροῦσι δέ τινες
25λέγοντες διὰ τί λέγει χρησίμης οὔσης, καίτοι ἐδείχθη ὡς τὸ χρήσιμον παραίτησιν ἐπιδέχεται καὶ διὰ τοῦτο τὸ ἀναγκαῖον ἀντ’ αὐτοῦ ἔταξε. λέγομεν δὲ ὅτι δύναται ὧδε νοεῖσθαι τὸ χρήσιμον ἀναγκαῖον· φέρεται γὰρ τὸ χρή‐ σιμον καὶ ἐπὶ τοῦ ἀναγκαίου· ὥσπερ γὰρ τὸ ὄνομα φέρεται καὶ ἐπὶ ῥήματος καὶ συνδέσμου (ταῦτα δὲ λέγομεν ὀνόματα καθὸ ὀνομάζονται, κυρίως δὲ αὐτὸ
30τὸ ὄνομα ὄνομα λέγεται), οὕτως καὶ τὸ χρήσιμον φέρεται καὶ ἐπὶ τοῦ ἀναγ‐ καίου· χρήσιμον δὲ κυρίως λέγεται τὸ παραίτησιν ἐπιδεχόμενον. ἄλλως τε δέ φαμεν ὅτι δικαίως μὲν ἐκεῖ ἀναγκαῖον λέγει ὧδε δὲ χρήσιμον, ἐπειδὴ
τῶν πέντε φωνῶν αἱ μέν εἰσιν οὐσιώδεις αἱ δὲ ἐπουσιώδεις. αἱ μὲν οὖν104

105

οὐσιώδεις ἀναγκαῖαί εἰσιν εἰς ὁρισμοὺς καὶ εἰς ἀποδείξεις, αἱ δὲ ἐπουσιώδεις χρήσιμοι, ἐπειδὴ αἱ ὑπογραφαὶ ἐκ τῶν ἐπουσιωδῶν προέρχονται. ἀφορῶν οὖν πρὸς τὰς οὐσιώδεις φωνὰς εἶπεν ἀναγκαίου, ἀφορῶν δὲ πρὸς τὰς ἐπου‐ σιώδεις εἶπε χρησίμης. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.
5tΠρᾶξις γʹ.
6nΣύντομόν σοι παράδοσιν ποιούμενος.
7 Ἐντεῦθεν τὸν τρόπον τῆς διδασκαλίας διδάσκει ὁ Πορφύριος· φησὶ γὰρ ὅτι δεινοῖς θεωρήμασιν οὐ βούλομαι ὁμιλεῖν· ἐκ τούτων γὰρ ἀσάφειά τις γίνεται. ἐπειδὴ δὲ ἐμνήσθημεν ἀσαφείας, φέρε διδάξωμεν πόθεν ἡ ἀσάφεια
10τίκτεται. γίνεται τοίνυν ἡ ἀσάφεια ἢ ἀπὸ τῆς λέξεως ἢ ἀπὸ τῶν θεωρη‐ μάτων. καὶ ἀπὸ μὲν θεωρημάτων, ὡς ἔχει τὰ Ἡρακλείτεια· ταῦτα γὰρ βαθέα καὶ δεινὰ ὑπάρχει· περὶ γὰρ τῶν συγγραμμάτων Ἡρακλείτου εἴρηται δεῖσθαι βαθέος κολυμβητοῦ. ἀπὸ δὲ λέξεως γίνεται διττῶς ἡ ἀσάφεια· ἢ γὰρ διὰ τὸ μῆκος τῆς φράσεως γίνεται ἀσάφεια, ὡς ἔχει τὰ Γαλήνεια (κἂν
15γὰρ εὐφραδῆ εἰσιν, ἀλλ’ οὖν διὰ τὸ μῆκος ἀσαφῆ εἰσιν), ἢ διὰ τὴν ποιότητα τῆς λέξεως, ὡς ἔχει τὰ Ἀριστογένεια· οὗτος γὰρ ‘καὶ ἡδὺν πόνον καὶ ἐνσε‐ σαγμένον‘ φησί, ποῖος δὲ πόνος ἡδὺς καὶ ἐνσεσαγμένος οὐκ οἴδαμεν. τί δαὶ ἀπὸ πολλῶν τοῦτο δεικνύειν ἐπιχειροῦμεν ἡμῶν εὐπορούντων τοῦτο αὐτὸ ἀπὸ τῶν ἀρχηγῶν καὶ προστατῶν τῆς φιλοσοφίας δεῖξαι, Πλάτωνός τε καὶ
20Ἀριστοτέλους; τούτων γὰρ ὁ μὲν εἷς τὴν ἀσάφειαν διὰ τῶν φράσεων ποιεῖν ἐπετήδευσεν, ὁ δὲ ἕτερος διὰ τῶν θεωρημάτων· τὰ μὲν γὰρ Ἀριστο‐ τελικὰ θεωρήματα εὐχερῆ εἰσιν, ἡ δὲ φράσις δύσκολος. ἀμέλει εἰ νοήσεις τί ἐστιν ἐντελέχεια καὶ ποσὸν καὶ δύναμις, ἡδέα καὶ εὐχερῆ φαίνεταί σοι τὰ λεγόμενα· ὥστε οὖν ἡ φράσις ἐστὶ δυσχερής. τὰ δὲ Πλατωνικὰ θεωρή‐
25ματα πάνυ τι δύσκολά εἰσι καὶ δυσχερῆ καὶ ἁπλῶς εἰπεῖν πάσῃ δόξῃ σχεδὸν ἑπόμενα (ὅτι δέ ἐστι τοῦτο ἀληθές, σαφὲς ἐκ τοῦ δύνασθαι ἑκάστην ἐξήγησιν ἁρμόζειν αὐτὰ πρὸς ἃ βούλεται), ἡ δὲ φράσις εὐχερὴς καὶ ὁμαλὴ
καὶ ἁπλῶς εἰπεῖν Πλατωνική.105

106

Ἐπειδὴ δὲ οὐχ οἱ τυχόντες ἄνδρες ἀσάφειαν ποιεῖν ἐν τοῖς ἰδίοις συγ‐ γράμμασιν ἐπετήδευον, φέρε μάθωμεν τίνος χάριν τῆς ἀσαφείας αὐτοῖς μελέτη γέγονεν· οὔτε γὰρ ὁ θεὸς οὔτε ἡ φύσις οὔτε ἔμφρων ἀνὴρ μάτην τι ἐργάζεται. εἰ οὖν καὶ ἔμφρονες ἄνδρες τοῦτο ἐπετήδευον ἐργάζεσθαι,
5σαφὲς ὅτι πάντως διὰ τὶ τοῦτο ἐπετήδευον· οὕτω γὰρ καὶ ὁ Ὅμηρος διὰ μύθων τὴν ἰδίαν φιλοσοφίαν ἐδίδαξε· τούτου δὲ πρὸς τὴν φράσιν προσέχων τις οὐ δύναται τὰ βάθη τῆς διανοίας καταλαβεῖν· ἄλλα γὰρ τὰ φρασθέντα καὶ ἄλλα τὰ μεθερμηνευόμενα κατὰ ἀλληγορίαν. περὶ τούτου δὲ Ἀπολλώνιος ὁ Τυανεὺς ἔφη ‘ὁ πάντα εἰπὼν καὶ πάντα σιγήσασ‘. διὰ τοῦτο γινώσκων
10ὁ Πλάτων τὸ βάθος τῶν θεωρημάτων ποικίλον παρεκελεύετο μὴ ἀναγινώ‐ σκειν τοὺς νέους τὸν Ὅμηρον, ἵνα μὴ τῇ φράσει προσέχοντες οἰηθῶσι εἶναι τὸν νοῦν κατὰ τὴν φράσιν καὶ οὕτως ἐπιμείνωσιν ἔχοντες· ἀγαπᾷ γὰρ τῶν νέων ἡ ἀκοὴ σώζειν τῶν οἰκείων διδασκάλων τὴν φωνήν· νομίζει γὰρ ἀληθῆ λέγειν αὐτὸν ἄνδρα θεὸν τρῶσαι, καὶ πολλάκις τοῦτο
15οὕτως ἔχειν οἰόμενος ταῦτα διαπράξασθαι βουληθείη. τελείοις οὖν περὶ τὴν ἀκρίβειαν τῶν θεωρημάτων καταγινομένοις ἡ Ὁμηρικὴ ποίησις πεποίηται. πεποίηται τοίνυν ἡ ἀσάφεια τῶν θεωρημάτων καὶ τῆς λέξεως, ἵνα τοὺς νόθους διακρίνῃ ἐκ τῶν γνησίων· ἄτοπον γάρ, εἰ τὰ ἄλογα ζῷα τὰ γνήσια γεννήματα διακρίνειν σπεύδει ἐκ τῶν νόθων, ὁ δὲ ἄνθρωπος οὐ ταὐτόν
20τι χαίρων ποιήσει ἔχων τὸν λόγον, ᾧ ῥυθμίζεται ἀνθρώπου φύσις· ὁ γοῦν ἀετὸς τὰ ἴδια τέκνα μαθεῖν σπεύδων εἰ γνήσιά εἰσιν ἀνταυγάζειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ποιεῖ, καὶ εἰ μὲν γνήσια ᾖ, ἀκινήτοις ὀφθαλμοῖς δέχεται τὰς βολὰς τῶν ἀκτίνων, εἰ δὲ νόθα, οὐκ ἐνατενίζειν πρὸς τὴν ἔκλαμψιν τῶν ἀκτίνων οἷά τέ ἐστι, τὸ νόθον ἐκ τούτου ἐμφαίνοντα. τούτου οὖν χάριν
25οἱ παλαιοὶ τοὺς γνησίους βουλόμενοι ἐκ τῶν νόθων διακρίνειν ἀσάφειάν τινα ἐποίουν, ἵνα εἰ μέν τις γνήσιος ᾖ, τὴν ἀσάφειαν τῶν θεωρημάτων ἤτοι τῆς λέξεως μὴ εὐλαβούμενος ἑαυτὸν ἀπαγγέλλῃ γνήσιον εἶναι καὶ δι’ ἔρωτα τῶν λόγων κόπον καὶ πόνον φέρῃ (ὁ γὰρ γνήσιος ὅσον ὁρᾷ αὐξανο‐ μένην ἀσάφειαν, τοσοῦτον σπουδαίως καθοπλίζεται, ἵνα τὸ ξένον καὶ δυσ‐
30χερὲς κατορθωσάμενος μέγιστος ἐν λόγοις ὀφθείη), εἰ δὲ νόθος εἴη, εὐθέως
τὴν ἀσάφειαν ὁρῶν τὴν ἀπαλλαγὴν εὐκταίαν ἡγήσηται, ἔρωτα πρὸς τοὺς106

107

λόγους οὐδένα ἔχων, οὗ τὴν ἀπουσίαν καὶ παρουσίαν ὁ † βίος τὴν αὐτὴν ἡγήσεται. Ἀλλὰ μὴν καὶ τῶν τοιούτων ἥψατο Πυθαγόρας· οὗτος γὰρ μαθεῖν βου‐ λόμενος τοὺς γνησίως καὶ νόθως ἔχοντας πρὸς τὸν ἑαυτῶν διδάσκαλον τοὺς
5νέους ἀεὶ ἠρώτα ποῖα ἂν ἴδοιεν ἐνύπνια, γινώσκων ἀπὸ τῶν μεθ’ ἡμέραν ἐνθυμήσεων καὶ κινήσεων γίνεσθαι τὰς νυκτερινὰς φαντασίας· εἴ τι γὰρ προ‐ ῄρηται ἡ ψυχή, τοῦτο καὶ ἠρεμοῦντος τοῦ σώματος φαντάζεται. ἔλεγεν οὖν ὅτι εἰ γνησίως τις ἔχει πρὸς τὰ ἀναγνώσματα, δηλοῖ ἡ νυκτερινὴ φαντασία ἄγγελος οὖσα τῶν μεθ’ ἡμέραν βουλευμάτων. Πλάτων δὲ τὸ
10τοιοῦτον γνῶναι βουλόμενος οὐ μόνον δι’ ἀσαφείας τῶν θεωρημάτων ἀλλὰ καὶ διὰ συμποσίων τὴν πεῖραν ἐποιεῖτο, γινώσκων τότε τὸν ἐρωτώμενον τὸ ἀληθὲς ἐκφαίνειν, ὅταν ὁ οἶνος ἁπαλύνῃ τὴν καρδίαν καὶ πρὸς τὸ ψεῦδος κινεῖσθαι νωχαλὴν ἀπεργάσηται. ποῖον δὲ τούτων ἀκριβῆ τὴν ἀλήθειαν θηρᾶν ὑπονοήσεις; Πλάτωνα προδήλως, ὅτι εἰ μὲν ἀνοίκειον καὶ ἀλλότριον
15τῆς φιλοσοφίας ὑπάρχει τὸ συμποσίοις ἐμβυθίζεσθαι τὴν ψυχήν, ἀλλὰ ὁ οἶνος τὴν ἀλήθειαν τίκτει, ὅταν τὴν καρδίαν καὶ τὴν διάνοιαν ἁπαλύνῃ· τὰ γοῦν ἐνύπνια οὐ πάντως ἐκ τῶν νέων οὕτως ἀπαγγέλλονται, ὡς καὶ ὤφθησαν· πολλάκις γὰρ διά τινα λήθην ἢ πλέον λέγουσιν ἢ ἔλαττον ἢ τὰ πολλὰ ψεύ‐ δονται ἢ ἀλλάσσουσιν. ἐφ’ οἷς ἡ παροῦσα θεωρία.
20nΣύντομόν σοι παράδοσιν ποιούμενος.
21 Ὁρᾷς πῶς τὴν σαφήνειαν πανταχοῦ θέλει φυλάξαι· ὧδε γὰρ λέγων σύντομον ἐδήλωσεν ὅτι οὐ ποιεῖ ἀσάφειαν διὰ μῆκος φράσεως.
23nΠειράσομαι.
24Τὸ πειράσομαι αἰτιῶνται· τοῦτο γὰρ ἀλλότριον φιλοσόφου ὑπάρχει,
25τὸ ἐνδοιαστικῶς λέγειν τι. ἔχει δὲ ἀπολογίαν ὅτι μετριάζων τοῦτο λέγει, ὅπερ μᾶλλον πρέπει φιλοσόφῳ, ἢ ὅτι ὁ Χρυσαόριος μᾶλλον στρατηγίαις ἤπερ λόγοις σχολάζων οὐκ ἦν λογικὸς πάνυ, καὶ διὰ τοῦτο εἶπε πειρά‐
σομαι ἀντὶ τοῦ πεῖραν ποιήσομαι πρὸς τὴν σὴν φύσιν.107

108

(1n)

Ἐν εἰσαγωγῆς τρόπ.
2 Καὶ ὧδε τὴν ἀσάφειαν φεύγει· ἐν γὰρ τῷ λέγειν ἐν εἰσαγωγῆς τρόπῳ ἔδειξεν ὅτι τὴν ποιότητα τῆς λέξεως ἄγνωστον οὐ ποιεῖ ὥσπερ τὸ ἐνσεσαγμένον· αἱ γὰρ εἰσαγωγαὶ δυσχερεῖς λέξεις οὐ θέλουσιν ἔχειν.
5nΤὰ παρὰ τοῖς πρεσβυτέροις ἐπελθεῖν.
6 Τὰ παρακολουθήσαντα τοῖς φιλοσόφοις· ἐφυλάξατο γὰρ τὸ μὴ οἰκειο‐ ποιεῖσθαι τὰ ἀλλότρια. λέγει οὖν ὅτι οὐκ ἐμὰ λέγω, ἀλλ’ ἅπερ ὠφελήθην παρὰ τῶν πρεσβυτέρων, ταῦτα λέγω.
9nΤῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων.
10 Ὁμοίως καὶ ὧδε τὴν ἀσάφειαν φεύγει· φησὶ γὰρ ὅτι τῶν δεινῶν καὶ ὑψηλῶν ζητημάτων ἀπέχομαι.
12nΤῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος.
13 Τὸ στοχαζόμενος πάλιν αἰτιῶνται· οὐ δεῖ γὰρ ἐπ’ ἀμφιβόλῳ λέγειν τὸν φιλόσοφον. τοῦτο δὲ ἔχει ἀπολογίαν ὁμοίαν τῷ πρώτῳ, ἐπειδὴ μετριά‐
15ζειν βούλεται.
16tΠρᾶξις δʹ.
17nΑὐτίκα.
18 Κατὰ τὸ οἰκεῖον ἐπάγγελμα βαδίζων ὁ Πορφύριος πανταχοῦ τὴν σαφή‐ νειαν αὐτάδελφον θυγατέρα τοῦ οἰκείου συγγράμματος παρίστησι· φησὶ γὰρ
20ὅτι ἀσαφῶς τι οὐ βούλομαι λέγειν διὰ τὴν πρὸς τὴν νεολαίαν φειδώ τε καὶ συμπάθειαν. ἵνα δὲ μηδεὶς εἴπῃ ‘πῶς γὰρ ἠδύνατο ποιῆσαί τι σαφὲς ἀσαφές; ἔστι γάρ τινα ὁμολογούμενα ἅτινα ἀσάφειαν παντελῶς οὐκ ἔχει, ὡς τὸ δὶς δύο τέσσαρα καὶ ὁ θεὸς ἀγαθός ἐστι‘, λέγει ὅτι ἠδυνάμην βαθέως αὐτὰ ζητῆσαι καὶ δεινῶς εἰ ἐν ἐπινοίᾳ ἐστὶν ἢ ὑφέστηκε. τί δέ ἐστιν ‘ἐν
25ἐπινοίᾳ ἐστὶν ἢ ὑφέστηκεν‘; ἐν ἐπινοίᾳ ἐστὶν οὗπερ γένεσις μὲν ἡ ἡμετέρα
ἐπίνοια, φθορὰ δὲ ἡ ἡμετέρα λήθη· οἷον ἐννοοῦμεν εἶναι τραγέλαφον ὃν ἡ108

109

φύσις οὐκ ἐδημιούργησεν, ἀλλ’ ἡ ἡμετέρα ἐπίνοια τὴν φύσιν τυραννήσασα καθ’ ἑαυτὴν ἐπενόησέ τι ἐκ τράγου καὶ ἐλάφου, ὅπερ ἡ φύσις ἠγνόησε. τοῦτο δὲ σώζει ὅσον περὶ αὐτοῦ ἐνθυμεῖται καὶ λογίζεται, ἀπόλλυσι δὲ αὐτὸ ὅταν ἐπιλάθηται. ὥστε γένεσις μὲν ἡ ἡμετέρα ἐπίνοια φθορὰ δὲ ἡ ἡμετέρα
5λήθη. ὑφίστασθαι δέ φαμεν ὅπερ ἡ φύσις δημιουργεῖ καὶ γινώσκει, ὅπερ ἡ ἡμετέρα διάνοια οὔτε σώζει περὶ αὐτοῦ λογιζομένη οὔτε φθείρει ἐπι‐ λανθανομένη αὐτοῦ, οἷον ὁ ἄνθρωπος καὶ ὁ κύων τῆς φύσεως δημιουργή‐ ματά ἐστι· περὶ τούτων κἂν ἐνθυμηθῇ τις κἄν τε μή, ἡ οὐσία οὐ φθείρεται οὔτε σώζεται. καλῶς οὖν ἔλεγεν ὅτι οὐ βούλομαι ζητῆσαι εἰ ἔστι γένος ἢ δια‐
10φορά, ἵνα μὴ ποικίλη καὶ δεινὴ ὀφθῇ τούτων ἡ διδασκαλία. τινὲς δὲ λέγουσι· τί γάρ; ἀμφεβάλλετο ὅλως τοῦτο, εἰ ἔστι γένος ἢ διαφορά, ὅτι λέγει ὅτι ἠδυνάμην ποιῆσαι αὐτὴν ποικίλην, ζητῶν εἴ ἐστιν ἢ μὴ ἔστιν; καί φαμεν ὅτι καὶ ἀμφεβάλλετο παρὰ τοῖς παλαιοῖς, εἰ ἔστι γένος καὶ εἶδος· ἔλεγε γὰρ ὁ Ἀντισθένης μὴ εἶναι γένος μήτε εἶδος· φησὶ γὰρ ‘ἄνθρωπον ὁρῶ, ἀνθρω‐
15πότητα δὲ οὐχ ὁρῶ, ἵππον ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ, ὥστε οὖν οὐκ ἔστι τὸ καθόλου‘. ληρῶδες δὲ τὸ τοιοῦτον· οὔτε γὰρ πάντα τὰ ὄντα ὑποπίπτει ταῖς αἰσθήσεσιν. τούτῳ δὲ τῷ λόγῳ τὰ πολλὰ τῶν ὄντων οὐκ ἔστι· τὰ γὰρ θεῖα αἰσθήσει οὐχ ὑποπίπτει, καὶ ὅμως ἔστιν· ἀλλὰ μὴν οὔτε λογικὴ οὔτε ἄλογος ψυχὴ οὔτε φυσικὴ ἔστι, καθὸ αἰσθήσει οὐχ ὑποπίπτει. ἄλλως τε
20δὲ αἰσθήσεσιν οὐ δεῖ καταπιστεύειν· ἰδοὺ γὰρ ὁ ἥλιος ποδιαῖος ἡμῖν φαί‐ νεται τῶν πραγμάτων δεικνύντων αὐτὸν ἑκατονταεβδομηκονταπλασίονα τῆς γῆς ὑπάρχειν. καὶ τῶν πραγμάτων δεικνύντων ἡμῖν τὴν ἐν ὕδασι κώπην μὴ κεκλάσθαι, ἡ ὅρασις λέγει αὐτὴν μὴ εἶναι ὑγιῆ. πάλιν ἐν νηὶ καθη‐ μένων ἡμῶν καὶ τῶν παρ’ αἰγιαλὸν δοκούντων ἡμῖν κινεῖσθαι, τὰ πράγματα
25ψεῦδος εἶναι τὸ τοιοῦτον ἐπαγγέλλονται. δείξαντες οὖν ἀδίκως τὸν Ἀντι‐ σθένην τῶν καθόλου ἀναίρεσιν ποιησάμενον φέρε κατασκευάσωμεν πῶς ἔστι, πρῶτον δι’ ὁρισμοῦ αὐτὰ παραδόντες. καθόλου τοίνυν ἐστὶ τὸ ἓν τῷ ἀρι‐ θμῷ κατ’ εἶδος, ὑπὸ πολλῶν δὲ μετεχόμενον. ἓν τῷ ἀριθμῷ εἴπομεν, καθὸ ἕν τί ἐστιν. ἐπειδὴ δὲ καὶ ἡ ὕλη ἕν τί ἐστι, προσεθήκαμεν τὸ κατ’
30εἶδος· κἂν γὰρ ἕν τι ὑπάρχῃ ἡ ὕλη, ἀλλ’ οὐ κατ’ εἶδος. ὅτι δὲ οὐ καθόλου ἐστὶν οὐδὲ μερικόν, ἐντελῶς εἰσόμεθα ἐν φυσικοῖς λόγοις γινόμενοι. ὑπὸ πολλῶν δὲ μετεχόμενον, ἐπειδὴ ἓν ὑπάρχον ἐν πολλοῖς θεωρεῖται. πῶς
δὲ ἕν τι ὑπάρχον ἐν πολλοῖς θεωρεῖται, εἰσόμεθα· τὰ ἄτομα κοινωνεῖ109

110

πάντως ἢ κατὰ τὸ αὐτὸ ἢ κατὰ τὸ ὅμοιον· οἷον ὁ Σωκράτης καὶ ὁ Ἀλκι‐ βιάδης καὶ ὁ Πλάτων πάντως κατά τι κοινωνοῦσι καὶ εἰ μὲν κατὰ τὸ αὐτὸ κοινωνοῦσιν, αὐτόθεν ἔχομεν τὸ ζητούμενον (τὸ αὐτὸ γὰρ ἕν ἐστιν, ὥστε τὸ εἶδος ἕν τί ἐστιν ὑπὸ πολλῶν δὲ μετεχόμενον), εἰ δὲ κατὰ τὸ ὅμοιον
5κοινωνοῦσιν, ἢ κατὰ ἕν τι κοινωνοῦσιν ἢ κατὰ πολλά. καὶ εἰ μὲν κατὰ ἕν τι, τὸ ζητούμενον ἔχομεν, εἰ δὲ κατὰ πολλά, ζητοῦμεν πάλιν καὶ τὰ πολλὰ κατὰ τί κοινωνοῦσι, κατὰ πολλὰ ἢ κατὰ ἕν τι. καὶ εἰ εἴπῃς κατὰ πολλά, πάλιν ἡ αὐτὴ ζήτησις μένει, ἕως οὗ εἰς ἕν τι λήξῃ τὰ πολλὰ κατὰ τὴν κοινωνίαν, ἢ ἐπ’ ἄπειρόν τι χωρεῖ ἡ ζήτησις· κατὰ γὰρ ἕν τι κοινωνεῖ
10τὰ πολλά. καλῶς οὖν ἔχει ὁ ὁρισμὸς ὁ λέγων τὸ καθόλου ἓν τῷ ἀριθμῷ κατ’ εἶδος ὑπὸ πολλῶν δὲ μετεχόμενον. Μηδεὶς δὲ ὑπονοησάτω τὸν φιλόσοφον τῷ κατὰ παράλειψιν σχήματι χρήσασθαι· τούτῳ γὰρ κέχρηνται οἱ ῥήτορες οἱ δεινοὶ ὄντες, τὸ τοιοῦτον δὲ σιωπῆς μὲν ἐπάγγελμα ἐμφαίνει, λόγου δὲ μηχάνημα· δοκῶν γάρ τις
15σιωπᾶν διὰ μεθόδου τὰ ὑπονοούμενα σιωπᾶσθαι λέγει οἷον ‘ἐῶ λέγειν ὅτι κλέπτης εἶ‘, ‘οὐ θέλω δὲ εἰπεῖν ὅτι ἱερόσυλος εἶ‘, καὶ τὰ τοιαῦτα. τοιούτῳ δὲ οὐκ ἐχρήσατο ὁ φιλόσοφος, ἐπεὶ εἰ ἔλεγεν ‘ἐῶ εἰπεῖν‘, τινὲς ἔλεγον αὐτὰ μὴ εἶναι· ἐδόκει γὰρ ἂν αὐτὰ λέγειν σιωπὴν ἐπαγγειλάμενος, αὐτὸς δέ φησιν, κἂν εἰσὶν 〈ἐν〉 ἐπινοίᾳ κἂν ὑφέστηκε, περὶ τούτου διαλαμβάνειν
20οὐ βούλομαι.
21tΠρᾶξις εʹ.
22 Πηγὴν σαφοῦς διδασκαλίας τὸ σύγγραμμα ἔδειξας, ὦ Πορφύριε, σαφή‐ νειαν ῥέουσαν πανταχοῦ τῆς νεολαίας φειδόμενος· λέγεις γὰρ δύνασθαί σε εἴτε ἐν ψιλαῖς ἐπινοίαις κεῖται τὰ προκείμενα εἴτε ὑφέστηκε ζητῆσαι· τῶν
25γὰρ εἶναι λεγομένων τὰ μὲν ἐν ψιλαῖς ἐπινοίαις κεῖται τὰ δὲ ἐν ἰδίαις ὑπο‐ στάσεσι συνέστηκε, καὶ τῶν ἐν ἰδίαις ὑποστάσεσι συνισταμένων τὰ μὲν σώματά εἰσι τὰ δὲ ἀσώματα, καὶ τῶν ἀσωμάτων τὰ μὲν καθ’ ἑαυτὰ ὑφί‐ σταται ἔχοντα οἰκείαν ὑπόστασιν, ὡς θεὸς νοῦς ψυχή, τὰ δὲ ἐν ὕλῃ, καὶ τῶν ὑφισταμένων ἐν τῇ ὕλῃ τὰ μὲν χωριστά εἰσι τῆς ὕλης, ὡς παρὰ
30Πλάτωνι αἱ ἰδέαι, τὰ δὲ ἀχώριστα τῆς ὕλης, ὡς τὰ φυσικὰ εἴδη οἷον θερμότης ψυχρότης, τὰ δὲ πῇ μὲν χωριστὰ πῇ δὲ ἀχώριστα, ὡς τὰ σχήματα καὶ τὰ
μαθηματικά. λέγεις οὖν δύνασθαί σε εἴτε ἐν ψιλαῖς ἐπινοίαις ἐστὶ τὰ προ‐110

111

κείμενα εἴτε ὑφέστηκε ζητῆσαι. ἀλλὰ μὴν καὶ εἰ ὁμολογεῖται ὑφίστασθαι, λέγεις δύνασθαι πάνυ βαθέως καὶ ὑψηλῶς περὶ αὐτῶν ζητῆσαι, εἴτε ἀσώ‐ ματά εἰσιν εἴτε τριχῇ διαστατά. ὅτι δὲ ἀναγκαία ἡ ζήτησις ὑπάρχει, σαφὲς ἐκ τοῦ λέγειν τινὰς πάντα τὰ ὄντα σώματα εἶναι, ὥσπερ οἱ Στωϊκοί,
5ἄνδρες γηγενεῖς καὶ σπαρτοὶ ἀπὸ δρυὸς καὶ πέτρης κατὰ τὴν ποίησιν· οὗτοι γὰρ οὐδὲ τῆς προσηγορίας τῆς φιλοσοφίας μετέχειν ἤμελλον, εἰ μὴ ὅτι διὰ μεγαλορρημοσύνης τῶν ὀνομάτων αὐτὴν ἐκόσμησαν· φασὶ γὰρ τὸν φιλό‐ σοφον μόνον πλούσιον μόνον βασιλέα μόνον εὐτυχῆ. καὶ μόνον μὲν πλού‐ σιον, καθὸ τοῖς ἑαυτοῦ ἀρκεῖται καὶ ἄλλου οὐ δέεται (τοῦτο γάρ ἐστι πλου‐
10σίου, εἰ καὶ τὰ μάλιστα καὶ τοῦτο ὁ παρὼν καιρὸς ἐνόθευσε κόρον τοῦ πορίζειν μὴ ἔχειν τοὺς πλουτοῦντας δεικνύων), μόνος δὲ βασιλεύς, καθὸ τῶν πολεμίων ἐπικρατεῖ, θυμοῦ τε καὶ ἐπιθυμίας (τοῦτο γὰρ βασιλέως ἐστὶ τεκμήριον), μόνος δὲ εὐτυχής, καθὸ τούτων ἐφίεται ἃ καὶ δύναται καὶ ταῦτα δύναται ὧν ἐφίεται· ἐφίεται γὰρ ἀρετὴν ἀεὶ προσπορίζειν. οὗτοι οὖν διχόθεν
15συγκεκροτημένοι τὴν μὲν γνῶσιν χαμαιπετῆ καὶ εὐτελῆ κέκτηνται λέγοντες πάντα τὰ ὄντα σώματα εἶναι, τὸ παρ’ αὐτοῖς δὲ θεῖον λεπτομερὲς σῶμα διὰ πάντων διῆκον (τοῦτο δὲ τὸ παρ’ αὐτοῖς ὅσιον), τὴν δὲ ζωὴν ὑπερέ‐ χουσαν. Ἐπειδὴ δὲ τοιαύτη ζήτησις καὶ ἀμφιβολία παρὰ τοῖς παλαιοῖς γέγονεν,
20〈τῶν μὲν〉 Ἀριστοτελικῶν καὶ Πλατωνικῶν λεγόντων τῶν ὄντων τὰ μὲν εἶναι ἀσώματα τὰ δὲ τριχῇ διαστατά, τῶν δὲ Στωϊκῶν πάντα τὰ ὄντα σώματα εἶναι λεγόντων, δῆλον ὅτι καὶ τὰ γένη καὶ τὰ εἴδη, φέρε κατὰ τὴν συνήθη διδασκαλίαν δείξωμεν τὰς προκειμένας φωνὰς ἀσωμάτους κατὰ ἓξ τοιούτους λόγους. πρῶτον τὸ σῶμα οὐδέποτε ἐν μείζονι καὶ ἐλάττονι ὡσαύ‐
25τως ἔχεται, οἷον ἐν τῷ ἐλέφαντι καὶ τῷ μύρμηκι οὐ τὸ αὐτὸ μέγεθος τῆς κεφα‐ λῆς ὁρᾶται, ἐν τῷ Αἴαντι καὶ τῷ Τυδείδῃ οὐχ ὁ αὐτὸς βραχίων ὁρᾶται· εἰ οὖν τὸ γένος καὶ τὸ εἶδος ἐν μείζονι καὶ ἐλάττονι ὡσαύτως ἔχονται, σαφὲς ὅτι ἀσώ‐ ματά εἰσίν· ἐν γὰρ τῷ ἐλέφαντι καὶ τῷ μύρμηκι τὸ αὐτὸ ζῶον ὑπάρχει· οὐ γάρ φαμεν τὸν ἐλέφαντα τοῦ μύρμηκος πλέον ζῆν, οὐδὲ τὸν Αἴαντα
30τοῦ Τυδέως πλέον τι ζῆν ἢ ἀνθρωπότητος πλέον ἔχειν. ἐντεῦθεν δὲ ἔχομεν προσπόρισμα, ὅτι καὶ αἱ σχέσεις· ἀσώματοί εἰσι. τί δέ ἐστι
σχέσις; τὸ λέγειν ὅτι τὸ ἥμισυ τῶν δέκα πέντε, τὸ δὶς πέντε δέκα, καὶ111

112

τὸ ἥμισυ τῶν ἑξήκοντα τριάκοντα, τὸ δὶς τριάκοντα ἑξήκοντα. ταῦτα δὲ καὶ τῶν πρός τί εἰσι· λέγων γὰρ ἥμισυ σημαίνεις τὸ διπλάσιον (τὸ γὰρ ἥμισυ τοῦ διπλασίου ἐστὶν ἥμισυ), καὶ λέγων διπλάσιον δηλοῖς τὸ ἥμισυ· τὸ γὰρ διπλάσιον ἡμίσεός ἐστι διπλάσιον. διὰ τί δὲ ἀσώματοι αἱ σχέσεις;
5ἐπειδὴ καὶ ἐν μείζονι καὶ ἐν ἐλάττονι ὡσαύτως ἔχουσι· τὸ γὰρ ἥμισυ δύναται καὶ ἐπὶ μείζονος καὶ ἐπ’ ἐλάττονος τάττεσθαι, καὶ τὸ διπλάσιον ὡσαύτως· ἐπὶ γὰρ τῶν δέκα δύναται καὶ διπλάσιον καὶ ἥμισυ λέγεσθαι, ἀλλὰ καὶ ἐπὶ τῶν ἑξήκοντα ὡσαύτως. δεύτερον δὲ οὐδέποτε σῶμα ὅλον ὡς ὅλον πᾶσι μεταδίδοται (οἷον ἀπὸ χοίνικος εἰ λάβοις τι καὶ ἄλλο ὀλίγον τι, ἐν ἑκα‐
10τέροις ὁ χοῖνιξ οὐ θεωρεῖται ὅλος ὡς ὅλος)· τὸ οὖν γένος καὶ τὸ εἶδος ἐν πᾶσιν ὅλα ὡς ὅλα θεωρεῖται· ἡ γὰρ ἀνθρωπότης ὅλη ὡς ὅλη ἐν ἐμοὶ θεωρεῖται καὶ τὸ ζῷον ὅλον ὡς ὅλον, ὁμοίως δὲ καὶ ἐν Σωκράτει καὶ Ἀλκιβιάδῃ καὶ Πλάτωνι· ἀσώματα ἄρα τὰ τοιαῦτα. ἔχομεν ἐντεῦθεν ὅτι καὶ ὁ προφορικὸς λόγος ἀσώματός ἐστιν· ἐν πᾶσι γὰρ ὅλος ὡς
15ὅλος νοεῖται, οἷον εἰ φωνήσῃ τις καὶ εἴπῃ ‘Σωκράτησ‘, πάντες ὡσαύτως ἀκούουσι τὸ ‘Σωκράτησ‘ καὶ ὅλον ὡς ὅλον ἔχουσιν· οὐ γὰρ σὺ τὸ ἥμισυ ἀκούεις καὶ ἄλλος τὸ ἥμισυ. τρίτον πᾶν σῶμα σώματι προστιθέμενον αὔξησιν ποιεῖται τοῦ δεχομένου τὴν προσθήκην (οἷον κυαθιαῖον μέτρον εἰ ἐκχύσῃς εἰς ἄλλο κυαθιαῖον, διπλάσιον γίνεται τὸ δεχόμενον)· εἰ οὖν προσ‐
20τιθέμενον τὸ γένος καὶ τὸ εἶδος τῷ Σωκράτει ὁμολογουμένως οὐδὲν προσ‐ τίθησιν, ὁμολογουμένως ἀσώματά ἐστι. καὶ ἄλλως· πᾶν σῶμα ἢ κατ’ αὔξησιν ἢ κατ’ ἀλλοίωσιν ἢ κατὰ μείωσιν κινεῖται· τὰ δὲ γένη καὶ τὰ εἴδη οὐδὲ κατ’ αὔξησιν οὐδὲ κατ’ ἀλλοίωσιν οὐδὲ κατὰ μείωσιν κινεῖται· φανερὸν ὅτι ἀσώματά εἰσιν. ἐντεῦθεν ἔχομεν προσπόρισμα, ὅτι καὶ αἱ ποιότητες, τὸ
25λευκὸν καὶ τὸ μέλαν, τὸ ψυχρὸν καὶ τὸ θερμόν, ἀσώματοί εἰσιν· ἰδοὺ γὰρ προστιθέμεναι τῷ Σωκράτει καὶ τῷ Ἀλκιβιάδῃ οὐδεμίαν προσθήκην ποιοῦν‐ ται. τέταρτον οὐδέποτε ταὐτὸν σῶμα ἐν ταὐτῷ καιρῷ ἐν πᾶσι θεωρεῖται (κἂν γὰρ τὸ ὅμοιον, ἀλλ’ οὖν οὐ τὸ αὐτό· οὐ γὰρ τὸ ὅμοιον ταὐτόν ἐστιν, οἷον εἰ φανείη ὀστοῦν ἐλέφαντος ἐν τῇ σῇ ὠμοπλάτῃ, οὐ ταὐτόν ἐστι καὶ
30τῷ ὄντι ἐν τῇ ὠμοπλάτῃ Ὀρέστου)· εἰ οὖν τὸ γένος καὶ τὸ εἶδος ἐν τῷ αὐτῷ καιρῷ ἐν πολλοῖς θεωρεῖται, ὁμολογουμένως οὐκ ἔστι σώματα. ἔχομεν
ἐντεῦθεν ὅτι καὶ ἡ ἀνείδεος ὕλη ἀσώματος ὑπάρχει ἐν τῷ αὐτῷ καιρῷ ἐν112

113

πᾶσιν ὑπάρχουσα ἢ πάντα ἔχουσα. πέμπτον οὐδέποτε τὰ σώματα μερι‐ ζόμενα τὸ ἓν εἶδος ἢ ποσὸν φυλάττει (οἷον εἰ ἔστι στατὴρ καὶ μερί‐ ζεται εἰς πολλά, οὐδέποτε τὸ ἓν εἶδος ἢ τὸ ποσὸν σώζει)· τὰ δὲ γένη καὶ τὰ εἴδη σώζουσι τὸ οἰκεῖον εἶδος μεριζόμενα εἰς Σωκράτην καὶ Πλάτωνα
5καὶ τοὺς λοιπούς· ὁμολογουμένως ἀσώματά εἰσιν. ἕκτον εἰ πᾶν σῶμα ἐξ ὕλης καὶ εἴδους συνέστηκεν, ἔστι δὲ τὸ γένος καὶ τὸ εἶδος σῶμα, εὑρεθή‐ σεται τὸ εἶδος ἐξ ὕλης καὶ εἴδους συνιστάμενον, ὅπερ ἐστὶ γελοῖον· οὐδεὶς γὰρ λέγει εἶδος ἐξ εἴδους συγκεῖσθαι. ταῦτα ἔχει ἡ θεωρία καὶ ἡ παροῦσα πρᾶξις.
10tΠρᾶξις ϛʹ.
11 Ὅρα πῶς ὁ Πορφύριος φειδοῦς ἕνεκα τῶν νέων τὴν σαφήνειαν παντα‐ χοῦ θηρεύων τὴν ἀσάφειαν ἀποβάλλεται· φησὶ γὰρ ὅτι εἰ καὶ ὑφέστηκεν ὁμολογουμένως καὶ ὑφεστῶτα ἀσώματά ἐστι τὰ προκείμενα, ἠδυνάμην πάλιν βαθέως περὶ τούτων ποιήσασθαι τὴν ζήτησιν, εἰ πρὸ πολλῶν εἰσιν ἢ ἐν
15πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς. πρὸ πολλῶν δέ ἐστι τὸ ἐν τῇ γνώσει τοῦ θεοῦ ὑπάρχον ἤτοι τὸ ἔχον τὴν αἰτίαν ἐκ τῆς τοῦ θεοῦ δημιουργίας, ἐν πολλοῖς δὲ τὸ ὑπάρχον ἐν τῇ ὕλῃ, ἐπὶ τοῖς πολλοῖς δὲ τὸ εἰς γνῶσιν τῆς ἡμετέρας διανοίας ἐρχόμενον. [σκόπει δὲ ὅτι πανταχοῦ τὸ πολλοῖς εἰρήκαμεν διὰ τὰς καθόλου· αὗται γὰρ αἱ φωναὶ καθολικαὶ οὖσαι τῶν πολλῶν δέονται.]
20ἐπειδὴ δὲ καὶ δυσχερῆ τὰ λεγόμενα φαίνεται, φέρε παραδείγματι αὐτὰ καθυ‐ ποβάλλωμεν. χρυσοῦν δακτύλιον ἀριστέως ἐκτύπωμα ἔχοντα διανόει μοι εἰς πολλοὺς κηροὺς τὴν εἰκόνα τοῦ ἀριστέως μετατιθέμενον, τινὰ δὲ ταύτας τὰς εἰκόνας θεώμενον καὶ κατὰ τὴν ἰδίαν διάνοιαν πάσας ἀναπολεῖν καὶ γινώσκειν μελετῶντα, καὶ τὸν μὲν δακτύλιον λέγε πρὸ τῶν πολλῶν (οὗτος γὰρ καὶ
25πρὶν ἢ γένωνται πολλαὶ σφραγῖδες ἐν τῷ κηρῷ γέγονε), τοὺς δὲ τύπους τοὺς ἐν τῷ κηρῷ ἐν τοῖς πολλοῖς, τὸν δὲ ἄνθρωπον τὸν ἔχοντα ταύτας τὰς εἰκόνας ἐν τῇ ἰδίᾳ διανοίᾳ ἐπὶ τοῖς πολλοῖς· οὗτος γὰρ δικαίως ἐπὶ τοῖς πολλοῖς λέγεται, καθὸ μετὰ τὰς πολλὰς σφραγῖδας τοῦ κηροῦ ἐρχόμενος
ταύτας ἐν τῷ ἰδίῳ νῷ διανοεῖται. ἴσως δὲ ἀπορήσει τις ἡμῖν λέγων ὅτι113

114

ἄτοπόν ἐστι λέγειν τὰς προκειμένας φωνὰς ἐν τῇ ἡμετέρᾳ διανοίᾳ ὑπάρχειν, ἡμῶν δειξάντων ἀνωτέρω τὰ ἐν ψιλῇ ἐπινοίᾳ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ ὑφίστασθαι. πρὸς ὃν ἐροῦμεν ὅτι διττόν ἐστι τὸ λεγόμενον· ἐκεῖ μὲν γὰρ ψιλὴν διάνοιαν ἐλέγομεν, ἥτις τὰ μὴ ἐγνωσμένα τῇ φύσει καθ’ ἑαυτὴν διανοεῖται ἐξ ἐλάφου
5καὶ τράγου ἕν τι ποιοῦσα τὴν φύσιν βιαζομένη, ὧδε δὲ ἀκριβῆ διάνοιαν λέγω τὴν γινώσκουσαν ἀκριβῶς τῆς φύσεως τὰ δημιουργήματα. Ἐπεὶ οὖν ἐδίδαξεν ἡμᾶς τὸ παράδειγμα τὸ λεγόμενον, φέρε καὶ τὴν περὶ τούτου δοκοῦσαν διαφωνίαν Ἀριστοτέλους καὶ Πλάτωνος εἴπωμεν, ὕστερον δὲ καὶ αὐτοὺς διαιτήσωμεν. θαυμαστὸν δέ τι συνέβη ἐπὶ ταύ‐
10της τῆς διαιρέσεως· ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἐφ’ ἑκάτερα ψεῦδος εἶναι καὶ ἀληθὲς οὐκ ἠδύνατο· οὐ γὰρ ἐδύνω ψεύσασθαι καὶ εἰπεῖν ὅτι οὔτε ὑφέστηκεν οὔτε ἐν ψιλῇ ἐπινοίᾳ ὑπάρχει, οὔτε πάλιν ἀληθὲς εἰπεῖν ὅτι καὶ ὑφέστηκε καὶ ἐν ψιλῇ ἐπινοίᾳ ὑπάρχει, οὔτε ὁμοίως ψεῦδος εἰπεῖν ὅτι οὔτε σώματά ἐστιν οὔτε ἀσώματα, οὐδὲ πάλιν ἀληθεῦσαι ὅτι καὶ σώματά
15ἐστι καὶ ἀσώματα. ἐπὶ δὲ τῆς προκειμένης διαιρέσεως δύναται ἐφ’ ἑκάτερα τὸ ἀληθὲς εἶναι· οὔτε γὰρ ἑνὸς ἀληθοῦς δεικνυμένου τὰ ἕτερα ψεύδει καθυ‐ ποβάλλονται, ὥσπερ καὶ ἐπὶ τῶν πρώτων συνέβη· δυνατὸν γὰρ λέγειν ὅτι καὶ πρὸ πολλῶν ἐστι καὶ ἐν πολλοῖς καὶ ἐπὶ τοῖς πολλοῖς· οὕτω γὰρ καὶ Πλάτων δοξάζει· φησὶ γὰρ ὅτι καὶ γίνεται καὶ ἔστι καὶ ἐν σχέσει ὑπάρχει,
20καὶ ἐν μὲν τῷ λέγειν ‘γίνεται‘ ἐδήλωσε τὸ πρὸ πολλῶν (ὡς ἵνα νοήσῃς τὸν δακτύλιον πρὸ τῶν σφραγίδων γινόμενον), ἐν δὲ τῷ λέγειν ‘καὶ ἔστιν‘ ἐδήλωσεν ὅτι καὶ ἐν πολλοῖς ἐστι, τοῦτ’ ἔστι τὸ ἐν τῇ ὕλῃ, ἐν δὲ τῷ λέγειν ὅτι ‘καὶ ἐν σχέσει‘ ἐδήλωσεν ὅτι καὶ ἐπὶ τοῖς πολλοῖς ἐστι· γνῶσις γὰρ καὶ ἡ σχέσις. Ἀριστοτέλης δὲ τὸ ἐπὶ τοῖς πολλοῖς δοξάζει, οὐχὶ δὲ
25καὶ τὸ πρὸ πολλῶν· φησὶ γὰρ ὅτι ἐν σχέσει ἐστί, καὶ ταῦτα ἐν πολλοῖς ὁμολογεῖ, τὸ πρὸ πολλῶν δὲ οὔ φησιν εἶναι· λέγει γὰρ ὅτι τῶν ἐνεργειῶν αἱ μέν εἰσιν οὐσιώδεις αἱ δὲ ἐπουσιώδεις, καὶ οὐσιώδεις μὲν αἱ τῆς φύσεως (αὗται γὰρ λόγου οὐ δέονται· ἡ γὰρ φύσις οὐσίαν ἔχει τὸ ἐνεργεῖν, καὶ ταῦτα ἐκτὸς λόγου. ἡ οὖν φύσις χωρὶς τοῦ λόγου ἐνεργοῦσα λόγον οὐκ ἔχει,
30ἡ δὲ γνῶσις πάντως διὰ λόγου γίνεται. εἰ οὖν οὐκ ἔστι παρὰ τῷ θεῷ τῶν δημιουργημάτων γνῶσις, οὐκοῦν οὐδὲ τὸ πρὸ πολλῶν ὑπάρχει), ἐπου‐ σιώδεις δέ εἰσιν αἱ ἐνέργειαι τοῦ τέκτονος καὶ τῶν ὁμοίων· αὗται γὰρ λόγου δέονται· οὐ γὰρ ἀπὸ φύσεως ἔχει ὁ τέκτων τὸ ἐνεργεῖν, ἐπεὶ οὐκ ἐπαύετο
ἂν ἐνεργῶν· ἡ γὰρ φύσις οὐ παύεται ἐνεργοῦσα. οἱ δὲ ταῦτα λέγοντες114

115

καταψεύδονται Ἀριστοτέλους· πανταχοῦ γὰρ λέγει μὴ εἶναι πρᾶξιν χωρὶς γνώσεως μήτε γνῶσιν χωρὶς πράξεως. πόθεν δὲ ἡ πλάνη γέγονε λέξωμεν. Διαφορὰ τῶν Πλατωνικῶν δογμάτων οὐκ ὀλίγη γέγονε· τινὲς γὰρ τῶν
5Πλατωνικῶν ἔλεγον ὅτι κατὰ τοῦτό φαμεν τὸ πρὸ πολλῶν εἶναι, καθὸ λόγῳ παρὰ τῷ θεῷ τὰ πάντα δημιουργεῖται. ἄλλοι δὲ ἔλεγον ὅτι κατὰ τοῦτό φαμεν πρὸ πολλῶν, ὅτι εἰσίν τινες ἰδέαι αὐθυπόστατοι λόγον μὴ ἔχουσαι αἴσθησιν δέ, ὧν κατ’ εἰκόνα πάντα δημιουργεῖ ὁ θεός. ἄλλοι δὲ ἔλεγον τινὰς ἰδέας αἴσθησιν μὴ ἐχούσας εἶναι, ὧν κατ’ εἰκόνα πάντα δημιουργεῖ
10ὁ θεός· ἔλεγον γὰρ εἶναι καθολικὸν βοῦν, εἰς ὃν ἀφορῶν ὁ θεὸς δημιουργεῖ τὸν παρ’ ἡμῖν βοῦν, καὶ καθολικὸν ἄνθρωπον, εἰς ὃν ἀφορῶν ὁ θεὸς δημιουρ‐ γεῖ τὸν παρ’ ἡμῖν ἄνθρωπον, ὅλα δὲ τὰ τοιαῦτα προϋπάρχειν τῆς ἡμῶν γενέσεως. διὰ τοῦτο οὖν τὸ πρὸ τῶν πολλῶν διάφορον ἐφαίνετο. διὸ καὶ ὁ Ἀριστοτέλης ἔδοξε μὴ δοξάζειν τὸ πρὸ πολλῶν τούτοις μὴ συγκατατιθέμενος·
15οὗτοι γὰρ ἀδυναμίαν τοῦ θεοῦ δεικνύουσιν αἰσθήσεως αὐτὸν δεῖσθαι λέγοντες. τὸ δὲ μέγιστον· εἰ ἔχει τὰ τοιαῦτα αἴσθησιν, διὰ τί μὴ ὁρῶμεν αὐτὰ ἢ ψηλαφῶμεν; δεύτερον οἱ λέγοντες ὅτι αὐθυπόστατοί εἰσιν αἱ ἰδέαι αἴσθησιν δὲ μὴ ἔχουσαι, ὧν κατ’ εἰκόνα ὁ θεὸς δημιουργεῖ, οὐκ ὀλίγα πταίουσιν· οὗτοι γὰρ καὶ τὰς ἰδέας παραδείγματα ὑποτιθέασι, ταῦτα δὲ τὰ παραδεί‐
20γματα πρὸ τῆς δημιουργίας τοῦ θεοῦ· πάντως γὰρ εἰ κατ’ εἰκόνα αὐτῶν δημιουργεῖ ὁ θεός, αὗται προτερεύουσι τῶν δημιουργημάτων· ὥσπερ γὰρ 〈εἰ〉 ἀποβλέψει ζωγράφος τις εἰς Σωκράτην καὶ τούτου τὴν εἰκόνα ποιήσει, προτερεύειν λέξομεν τῆς εἰκόνος τὸν Σωκράτην, οὕτω καὶ τὰς ἰδέας τῆς τοῦ θεοῦ δημιουργίας, ὅπερ ἄτοπον. τῷ μὲν οὖν λέγοντι τοῦ θεοῦ τὴν δημιουρ‐
25γίαν μετὰ λόγου εἶναι συγκατατίθεται ὁ Ἀριστοτέλης, ἀλλὰ μὴν οὐ μόνον τὸ πρὸ πολλῶν καὶ ἐπὶ τοῖς πολλοῖς δοξάζει, ἀλλὰ καὶ τὸ ἐν τοῖς πολλοῖς· ἐν γὰρ τῇ Μετὰ τὰ φυσικὰ περὶ τῶν τοιούτων λέγων παραδείγματι αὐτὰ καθυπέβαλλε φάσκων ὅτι ὥσπερ ὁ ἄρχων ἔχει τὴν τάξιν ἐν ἑαυτῷ πρότερον, καὶ εἶθ’ οὕτως ὕστερον ἐκ ταύτης ἢ ἐν τῷ στρατοπέδῳ γίνεται ἢ ἐν τῇ πόλει,
30οὕτω καὶ τὰ τοιαῦτα 〈πρῶτον μὲν〉 παρὰ τῷ θεῷ ἐστιν, ὕστερον δὲ ἐν τῇ ὕλῃ· πρῶτον γὰρ αὐτὰ γινώσκει ὁ θεός, καὶ ὕστερον δημιουργεῖ αὐτὰ ἡ
φύσις. ὅταν οὖν ἔλεγεν ὁ Ἀριστοτέλης δημιουργεῖν τὴν φύσιν χωρὶς λόγου,115

116

τοῦτο ἐβούλετο δεῖξαι ὅτι αὐτὰ ἡ μὲν φύσις οὐ γινώσκει, δημιουργοῦσα δὲ τὸν θεὸν οὐ λανθάνει. ἐν οἷς καὶ ἡ παροῦσα θεωρία.
3tΠρᾶξις ζʹ.
4Τῶν ἀγώνων τὰ ἔπαθλα τοῖς καθόλου τριχῶς χαρισάμενοι, ὅτι οὐκ
5ἐν ψιλαῖς ἐπινοίαις ἐστὶν ἀλλ’ ὑφέστηκε, καὶ ὅτι οὐ σώματα ἀλλ’ ἀσώματα, καὶ ὅτι πρὸ τῶν πολλῶν εἰσι καὶ ἐν τοῖς πολλοῖς καὶ ἐπὶ τοῖς πολλοῖς, φέρε τὰ τούτοις ἀντικείμενα παρατιθέμενοι τὸ ἀκριβὲς εἰσόμεθα· τινὲς γάρ φασι μὴ ὑφίστασθαι ταῦτα, ἀλλ’ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχειν, μήτε ἀσώ‐ ματα ἀλλὰ σώματα, πρὸ τῶν πολλῶν ἢ ἐν τοῖς πολλοῖς οὔ φασιν
10αὐτὰ εἶναι, ἀλλ’ ἐπὶ τοῖς πολλοῖς. καὶ πρὸς μὲν τὸ πρῶτον οὕτω λέγουσιν, ὅτι ἐν ψιλαῖς ἐπινοίαις εἰσὶ καὶ οὐχ ὑφεστήκασιν· εἰ γὰρ τὰ μὴ ἐκ φύσεως δεδημιουργημένα, σώτειραν δὲ μόνην τὴν ἡμετέραν διάνοιαν ἔχοντά φαμεν ἐν ψιλαῖς ἐπινοίαις εἶναι ὥσπερ τὸν τραγέλαφον (οὗτος γὰρ τῇ φύσει ἀγνοεῖται ὁμολογουμένως), καὶ τὰ καθόλου ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει ἐκ
15φύσεως μὴ ἔχοντα τὸ εἶναι, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ σωζόμενα. πρὸς δὲ τὸ δεύτερον πάλιν ἀντιλέγουσι φάσκοντες ὅτι σώματά ἐστι τὰ καθόλου· τὴν αὐτὴν γὰρ φύσιν ἔχει τοῖς μερικοῖς καὶ τὸν αὐτὸν ὁρισμὸν δέχεται. εἰ οὖν ἔστι τις καθόλου ἄνθρωπος, ὤφειλε καὶ τὸν ὁρισμὸν δέχεσθαι τὸν τοῦ ἀνθρώπου, ζῷον λογικὸν καὶ τὰ ἑξῆς. καὶ εἰ μὲν οὐ δέχεται, λέγομεν
20ὅτι οὐδὲ ἔστι καθόλου, εἰ δὲ δέχεται, πάντως σῶμά ἐστι· τὸ γὰρ ζῷον λογικὸν σῶμα πάντως δηλοῖ. ἔχομεν δὲ καὶ πορίσματος μοῖραν ὅτι οὔκ εἰσιν ἀίδια τὰ καθόλου· δηλοῖ γὰρ τὸ θνητὸν ‘ζῷον λογικὸν θνητόν‘· τὸ γὰρ θνητὸν πάντως θνήσκει. ἀλλ’ ἴσως εἴποι τις ὅτι δυνάμει ἔχει τὸ θνήσκειν, οὐκ ἀποθνήσκει δέ. τοῦτο δὲ ὑπόψυχρον· τὸ γὰρ δύναμιν ἔχον πάντως
25εἰς ἐνέργειαν χωρεῖ μὴ ἐπιλείποντος τοῦ χρόνου, ἐπεὶ μάτην ἔχει τὸ δύνα‐ σθαι· οἷον ἄνθρωπος γραμματικὸς δυνάμει ἐστί, πάντως δὲ γραμματικὸς ἔσται τοῦ χρόνου μὴ ἐπιλείποντος. ἀλλὰ μὴν οὔτε ὅλως ὑφέστηκε τὰ καθό‐ λου· τῶν γὰρ μερικῶν σωμάτων ὄντων καὶ τὸ καθόλου σῶμα ἔσται, εἶναι δὲ σῶμα καὶ ἀσώματον τὸ αὐτὸ ἀδύνατον· οὐκ ἔστιν ἄρα τὰ καθόλου.
30πρὸς τὸ τρίτον φασὶν ὅτι οὐκ ἔστι τὸ πρὸ τῶν πολλῶν, εἴ γε μαρτυρεῖ ὁ
Ἀριστοτέλης λέγων ‘τὰ γὰρ εἴδη χαιρέτω· τερετίσματα γάρ ἐστι‘· ταῦτα116

117

γὰρ ἔλεγόν τινες ἰδέας εἶναι αὐθυποστάτους, ἃς ψέγει ὁ φιλόσοφος. ἔτι δέ φησι ‘τὸ γὰρ καθόλου ζῷον οὐκ ἔστιν, εἰ δὲ ἔστιν, ὕστερόν ἐστι‘. τοῦτο δὲ ἐμφαίνει ὅτι πρὸ τῶν πολλῶν οὐκ ἔστιν, εἰ δὲ ἔστι καθόλου ὅλως (τοῦτο γὰρ ἀμφέβαλεν ὁ Ἀριστοτέλης), ἐν τῇ ἡμετέρᾳ διανοίᾳ ἐστί, τοῦτ’
5ἔστιν ἐπὶ τοῖς πολλοῖς· τοῦτο γὰρ δηλοῖ τὸ ‘ὕστερόν ἐστιν‘. ἀλλὰ μὴν οὔτε ἐν τοῖς πολλοῖς ἔστι· τί γὰρ λέγεις; ἢ μίαν φύσιν ἐρεῖς καθ’ ἑαυτὴν ὑφίστασθαι ὑπὸ πολλῶν δὲ μετέχεσθαι (τοῦτο γὰρ ἴδιον τῶν καθόλου), ἢ πολλὰς ἐν πολλοῖς θεωρεῖσθαι; καὶ εἰ μὲν μίαν εἴπῃς καθ’ ἑαυτὴν ὑφίστα‐ σθαι, ψεύδῃ (τοῦτο γὰρ εὐθύνας δέδωκεν ἐν τῷ πρὸ τοῦ ἐπιχειρήματι), εἰ
10δὲ πολλάς, τοῦτο καθόλου μᾶλλον οὐκ ἔστιν, ἀλλὰ μερικόν. τὸ ἐπὶ τοῖς πολλοῖς δὲ μόνον φασὶν εἶναι. τοῦτο δὲ τὸ ἐπὶ τοῖς πολλοῖς καθόλου οὐ καθὸ ἐν τοῖς πολλοῖς ὑπάρχει, διὰ τοῦτο καθόλου λέγεται (δύναται γὰρ καὶ ἐν Σωκράτει μόνῳ τὸ καθόλου νοεῖσθαι), ἀλλὰ καθὸ εἰς Πλάτωνα ἀποβλέ‐ πων τὸν πρὸ αὐτοῦ τοιοῦτον ἐθεασάμην καὶ τὸν μετ’ αὐτὸν ὁμοίως. καθό‐
15λου δὲ ῥηθήσεται, καθὸ προγεγενημένοις καὶ οὖσι καὶ μεταγενεστέροις ἁρμόζει. ἐὰν οὖν εἷς μόνος ὑπολειφθῇ, αὐτὸν καθόλου λέξω διὰ τὸ πάντας τοιούτους εἶναι. σώζεται δὲ τοῦτο ἐν τῇ ἡμετέρᾳ διανοίᾳ· ἀποβλέπων γὰρ εἰς Σωκράτην καὶ εἰς ἄλλον τῆς αὐτῆς μετέχοντα φύσεώς φημι εἶναι τὸ καθόλου.
20 Τί οὖν; καλῶς εἰρήκασι πρὸς ἅπαντα; φαμὲν ὅτι οὔ· οὔτε γὰρ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει, ὡς ἔλεγον, ἀλλ’ ὑφέστηκεν, οὐ καθ’ ἑαυτὰ δέ, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ· εἰ γὰρ ἐκεῖ τὰ μὴ ὄντα φαμὲν ἐν ψιλαῖς ἐπι‐ νοίαις ὑπάρχειν, τὸν τραγέλαφον καὶ τὰ ὅμοια, οὐκ ἔστιν ἄρα τὰ καθόλου ἐν ψιλαῖς ἐπινοίαις· ἀπὸ γὰρ τῶν ὄντων αὐτὰ λαμβάνομεν ἐν τῇ ἡμετέρᾳ
25διανοίᾳ, ἀπὸ Σωκράτους καὶ Ἀλκιβιάδου καὶ τῶν τοιούτων, ἐπιγινώσκοντες εἶναι τὸ καθόλου· τοῦτο δὲ τῶν ὄντων ἐστί. ταῦτα οὖν ἐν τῇ ἡμετέρᾳ δια‐ νοίᾳ σώζεται· καθ’ ἑαυτὰ γὰρ οὐχ ὑφίσταται. πρὸς τὸ δεύτερον· κἄν τε σώματά ἐστι κἄν τε μή, οὐδὲν τῷ ἡμετέρῳ λόγῳ λυμαίνεται· ὑφίσταται γὰρ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ, ὅπερ ἐπὶ τοῖς πολλοῖς ἐστιν. οὐ καλῶς δέ
30φασι μὴ εἶναι αὐτὰ ἀίδια· τὸ γὰρ ἀίδιον διττόν, τὸ μὲν ἀριθμῷ τὸ δὲ εἴδει· ἀριθμῷ μὲν ἀίδιόν ἐστιν ἡ ψυχὴ καὶ τὰ θεῖα (ταῦτα γὰρ ἀεὶ ἔστιν), εἴδει δὲ ἀίδιόν ἐστιν ὁ ἄνθρωπος· κἂν γὰρ φθαρῇ Σωκράτης, περιλείπεται
Ἀλκιβιάδης. πρὸς τὸ τρίτον· καλῶς ἔλεγον μὴ εἶναι πρὸ τῶν πολλῶν·117

118

οὔτε γὰρ ἔστιν, εἰ μὴ τί γε κατὰ τὴν γνῶσιν, ὡς ἔλεγεν Ἀριστοτέλης. τὸ δὲ ἐν τοῖς πολλοῖς καὶ ἐν γνώσει ἐστίν· ἡ γὰρ γνῶσις ἐν ἡμῖν ἐστι καὶ ἐν τῷ δημιουργῷ, ὅπερ πρὸ πολλῶν ἐστι καὶ ἐπὶ τοῖς πολλοῖς. ἐν οἷς ἡ παροῦσα θεωρία.
5tΠρᾶξις ηʹ.
6nΑὐτίκα.
7 Οὐκ ὀλίγης προθεωρίας εἰρημένης χωρήσωμεν ἐπ’ αὐτὴν τὴν λέξιν. ἔχει δὲ τὰ τῆς συντάξεως οὕτως· σύντομόν σοι παράδοσιν ποιούμενος πειράσομαι διὰ βραχέων ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ
10τῶν πρεσβυτέρων ἐπελθεῖν, τῶν μὲν βαθυτέρων ζητημάτων ἀπεχόμενος, τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος. αὐτίκα περὶ τῶν γενῶν καὶ εἰδῶν εἴτε ὑφέστηκεν εἴτε ἐν ψιλαῖς μόναις ἐπινοίαις κεῖται εἴτε ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώ‐ ματα καὶ πότερον πρὸ τῶν πολλῶν ἢ ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς
15πολλοῖς ἐστι παραιτήσομαι λέγειν καὶ τὰ ἑξῆς. ζητοῦμεν δὲ διὰ τί 〈ἐπεὶ〉 προέκειτο Πορφυρίῳ περὶ τῶν πέντε φωνῶν διαλαβεῖν, [καὶ] μόνου τοῦ γένους καὶ τοῦ εἴδους μνείαν ἐποιήσατο, διαφορᾶς δὲ καὶ ἰδίου καὶ συμ‐ βεβηκότος οὐκέτι· ὡσαύτως γὰρ καὶ ἐπὶ τῶν παραλειφθέντων ζητητέα τὰ προκείμενα, εἴτε ὑφέστηκεν εἴτε ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται,
20καὶ ὅσα ἂν ζητήσῃ τις περὶ γένους καὶ εἴδους, τοσαῦτα καὶ περὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος. φαμὲν δὲ ὅτι δικαίως τῆς διαφορᾶς καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος οὐκ ἐμνήσθη, ἐπειδὴ ἤρκει αὐτῷ μνησθῆναι γένους καὶ εἴδους· διὰ γὰρ τῶν ἄλλων τριῶν διήκει τὸ γένος καὶ τὸ εἶδος. λέγων οὖν τὸ γένος καὶ τὸ εἶδος συμπεριελάμβανεν καὶ τὰς ἄλλας τρεῖς
25φωνάς· ἔχει γάρ, ὡς ἔφαμεν, ἡ διαφορὰ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς τὴν διαφορὰν τὴν ἐν ἐμοὶ καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ κυνὶ καὶ
ἐν τοῖς ἄλλοις εἴδεσι (τὸ οὖν κατηγορούμενον εἰδῶν τοῦτο γένος καλεῖται,118

119

αὕτη δὲ εἰδῶν κατηγορεῖται), εἶδος δὲ ὡς ἵνα ἀτομώσῃς τὴν ἐπὶ τὰ πολλὰ εἴδη φερομένην διαφορὰν καὶ εἴπῃς λογικότης· αὕτη γὰρ ἀτόμων κατηγο‐ ρεῖται, τὸ δὲ ἀτόμων κατηγορούμενον εἶδός ἐστιν. ἀλλὰ μὴν καὶ ἐν τῷ ἰδίῳ ἐστὶ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς τὸ ἴδιον τὸ ὂν ἐν πᾶσι
5τοῖς εἴδεσιν (ἓν γὰρ καὶ ἕκαστον εἶδος ἔχει τι ἴδιον), εἶδος δὲ ὡς ἵνα εἴπῃς τὸ γελαστικόν· οὕτω γὰρ ἀτομοῖς τὸ ἐπὶ τὰ πολλὰ εἴδη φερόμενον ἴδιον· ἀτόμων γὰρ κατηγορεῖται τὸ γελαστικόν, τὸ δ’ ἀτόμων κατηγορεῖσθαι εἴδους ἐστί. πάλιν καὶ ἐν τῷ συμβεβηκότι ἐστὶ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς τὸ συμβεβηκὸς τὸ ὂν ἐν θερμῷ ἐν ψυχρῷ ἐν λευκῷ ἐν
10μέλανι ἐν γνώσει ἐν ἀγνοίᾳ (τοῦτο γὰρ γένος ἐστὶ τῷ ἐπὶ πολλὰ φέρεσθαι 〈εἴδη〉), εἶδος δὲ ὡς ἵνα εἴπῃς τὸ θερμόν· ἀτομοῖς γὰρ ἐκεῖνο τὸ συμβεβηκός, ὃ ἐπὶ πολλὰ ἄτομα φερόμενον σημαίνει ἕν τι συμβεβηκός, ὅπερ εἶδός ἐστι.
13nΤὸ μὲν εἴτε ὑφέστηκεν.
14Καλῶς τὸ ὑφέστηκε προέταξε· δύο γὰρ ὄντων, ψευδοῦς τε καὶ ἀλη‐
15θοῦς, τὸ ἀληθὲς προέταξεν· ὑφίσταται γάρ.
16nΕἴτε ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται.
17 Ἄξιόν ἐστι ζητῆσαι τί διαφέρει ἐπίνοια τῆς ψιλῆς ἐπινοίας. ἐπίνοια μέν ἐστιν, ὅταν διαχωρίζειν τῷ λόγῳ τολμῶμεν τὸ συνημμένον ἐκ τῆς φύσεως δημιούργημα· οἷον ἡ φύσις ὁμοῦ τὸ σῶμα καὶ τὸ χρῶμα δημιουργεῖ,
20καὶ οὐκ ἔστι σῶμα μὴ ἔχον χρῶμα. τοῦτο οὖν τὸ ὁμοῦ συνημμένον, φημὶ δὲ τὸ λευκὸν καὶ τὸ σῶμα, διαχωρίζομεν λέγοντες τὸ μὲν λευκὸν χρῶμα δια‐ κριτικὸν ὄψεως, τὸ δὲ σῶμα τριχῇ διαστατόν. αὕτη οὖν ἐστιν ἡ ἐπίνοια. ψιλὴν δὲ ἐπίνοιάν φαμεν, ὅταν τὰ μηδαμῇ μηδαμῶς ἐν τῇ ἡμετέρᾳ διανοίᾳ οἰκοδομῶμεν, τὸν τραγέλαφον καὶ τὰ ὅμοια.
25nΕἴτε ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώματα.
26 Τοῦ ψευδοῦς μὴ διαιρουμένου δικαίως αὐτὸ παρέλιπε, τοῦ δὲ ἀληθοῦς ἐμνημόνευσε τοῦ διαίρεσιν ἐπιδεχομένου· φησὶ γάρ· εἴτε ὑφεστηκότα ἢ
σώματά ἐστιν ἢ ἀσώματα παραιτήσομαι λέγειν. πάλιν ζητοῦσιν119

120

εἰ καλῶς προέταξε τὰ σώματα τῶν ἀσωμάτων· φασὶ γὰρ ὅτι κακῶς αὐτὰ προέταξεν· εἰ γὰρ τῆς αὐτῆς δόξης ἐστὶν ὁ Πορφύριος, ἧς ἐστι Πλάτων καὶ Ἀριστοτέλης, οἵτινες ταύτας τὰς φωνὰς ἀσωμάτους δοξάζουσι, διὰ τί τὸ σῶμα τοῦ ἀσωμάτου προέταξε; φαμὲν δὲ ὅτι εἰσαγωγικώτερον ἐξηγού‐
5μενος τὰ σώματα ὡς εὔδηλα καὶ φανερὰ ὄντα πλέον τῶν ἀσωμάτων προέταξε.
6nΚαὶ πότερον χωριστὰ ἢ ἐν τοῖς αἰσθητοῖς καὶ περὶ ταῦτα
7nὑφεστῶτα.
8 Σκόπει πῶς ἐφύλαξε τὴν τάξιν· χωριστὰ γὰρ λέγων ἐσήμανε τὰ πρὸ τῶν πολλῶν (ταῦτα γὰρ χωριστὰ λέγεται, ἐπειδὴ ἐν τῇ ὕλῃ οὔκ εἰσιν),
10ἐν τοῖς αἰσθητοῖς δὲ πάλιν λέγων ἐδήλωσε τὰ ἐν τοῖς πολλοῖς (τὰ γὰρ ἐν τῇ ὕλῃ αἰσθητά ἐστι), πάλιν λέγων καὶ περὶ ταῦτα ὑφεστῶτα ἐσήμανε τὰ ἐπὶ τοῖς πολλοῖς· τὰ γὰρ περὶ ταῦτα ὑφεστῶτά φαμεν τὴν ἡμετέραν διάνοιαν, ἥπερ ἐπὶ τοῖς πολλοῖς λέγεται. ὡς εἴπομεν δέ, καλῶς τὴν τάξιν παρέδωκε.
15nΤὸ δὲ ὅπως περὶ αὐτῶν καὶ τῶν προκειμένων.
16 Ὧδε οὐκέτι διὰ τοῦ γένους καὶ τοῦ εἴδους συμπεριλαμβάνει τὰς λοιπὰς φωνάς· φησὶ γὰρ καὶ τῶν προκειμένων, ὅ ἐστι διαφορὰ καὶ ἴδιον καὶ συμβεβηκός.
19nΛογικώτερον οἱ παλαιο.
20 Διττῆς οὔσης τῆς τούτων παρὰ τοῖς παλαιοῖς ζητήσεως, τῶν τε θεο‐ λογικῶς περὶ αὐτῶν ζητούντων τῶν τε διαλεκτικῶς, φησὶν ὅτι οὐ θεολογι‐ κώτερον περὶ αὐτῶν ζητῶ (δυσχερὴς γὰρ ἡ τοιαύτη ζήτησις), ἀλλὰ δια‐ λεκτικώτερον· τοῦτο γὰρ ἀποίκιλόν ἐστι. τί δέ ἐστι τὸ θεολογικώτερον καὶ τί τὸ διαλεκτικώτερον; θεολογικώτερόν ἐστιν, ὅταν ζητῶμεν εἰ ἀίδιόν ἐστιν
25ἢ ἐν γενέσει καὶ φθορᾷ, εἰ ἀμέσως τούτων ὁ θεὸς τὴν δημιουργίαν ποι‐ εῖται ἢ διὰ μέσου τῆς φύσεως. διαλεκτικώτερον δέ ἐστιν, ὅταν ζητῶμεν εἰ ὁμώνυμοί εἰσι φωναί, καὶ εἰ πολλὰ σημαινόμενα ἔχουσιν, εἰ 〈αἱ〉 αὐταί εἰσι ταῖς κατὰ συνήθειαν. τοῦτο οὖν φησιν ὁ Πορφύριος· θεολογικῶς περὶ
αὐτῶν οὐ διαλαμβάνω (τοῦτο γὰρ οἰκεῖον Πλάτωνος), ἀλλὰ διαλεκτικῶς.120

121

τὸ δὲ διαλεκτικῶς λογικώτερον ἐκάλεσεν, ἐπειδὴ τῆς λογικῆς ἐστιν ἡ διαλεκτική.
3nΜάλιστα οἱ ἐκ τοῦ περιπάτου.
4Διὰ τί ἄρα τῶν Περιπατητικῶν ἐμνήσθη; φασί τινες ὅτι οἱ Περι‐
5πατητικοὶ εἰς τὴν διαλεκτικὴν ὀξυτέρως ἐκινοῦντο· θέλων οὖν ταὐτὸν ποι‐ ῆσαι, ἐμνήσατο αὐτῶν. ἄλλοι δέ φασιν, ἐπειδὴ ἀπὸ ὑπολήψεως Πλατωνικὸς ἐλέγετο, ἠβούλετο ἑαυτὸν δεῖξαι Ἀριστοτέλει παρακολουθοῦντα, ὅπερ ἐν τοῖς συγγράμμασιν ἐβουλήθη δεῖξαι. ἄξιον δὲ ζητήσεως ὑπάρχει διὰ τί Περι‐ πατητικοὶ καλοῦνται οἱ Ἀριστοτελικοί· φασὶν ὅτι διὰ τοῦτο Περιπατητικὸς
10ἐκαλεῖτο ὁ Ἀριστοτέλης, ἐπειδὴ περιπατῶν τὰς συνουσίας ἐποιεῖτο τῇ πρὸς τὸν διδάσκαλον αἰδοῖ. οὐκ ἐτόλμα γὰρ Πλάτωνος περιιόντος ἐν καθέδρᾳ ποιεῖσθαι τὰς συνουσίας. ἄλλοι δέ φασιν ὅτι ψευδές ἐστι· τοὐναντίον γὰρ ἠναντιοῦτο αὐτῷ. τολμῶσι δὲ οἱ τοιοῦτοι ψέγειν· οὐδὲ γὰρ ἠναντιοῦτο αὐτῷ, ἀλλ’ ἔσεβεν αὐτὸν ἀεί, ὡς δηλοῖ τὸ εἰς τὸν τάφον Πλάτωνος Ἀρι‐
15στοτέλους ἐπίγραμμα
βωμὸν Ἀριστοτέλης ἱδρύσατο τόνδε Πλάτωνος,
ἀνδρὸς ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις. ἐν οἷς σὺν θεῷ ἡ θεωρία.
19tΠρᾶξις θʹ.
20tΠερὶ γένους.
21 Μετὰ τὰ διττὰ προοίμια τοῦ τε φιλοσόφου καὶ ἡμῶν σὺν εὐμενείᾳ τοῦ κρείττονος ἐπ’ αὐτοὺς τοὺς ἀγῶνας τῆς λέξεως χωρήσωμεν ἔχοντες πάντων προηγουμένην τὴν τοῦ γένους διδασκαλίαν. ζητητέον δὲ διὰ τί τὸ γένος τῶν πέντε φωνῶν προετάγη. τινὲς γοῦν ὑπὲρ τούτου ἀπολογούμενοί
25φασιν ὅτι ἐπειδὴ τὸ γένος τίμιόν ἐστι καὶ ἅμα ἑαυτῷ συνεισφέρει τὰς ἄλλας φωνάς· λέγων γὰρ γένος συνεισφέρεις τὸ εἶδος (τὸ γὰρ γένος εἴδους
ἐστὶ γένος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ πάντως ἐστὶ καὶ διαφορά (τὸ121

122

γὰρ εἶδος ἀπὸ γένους τέμνεται διὰ μέσου διαφορᾶς δίκην πρίονος ἐπεχούσης), ὅπου δὲ εἶδος, ἐκεῖ καὶ ἴδιον (τὸ γὰρ ἴδιον ἐν τοῖς εἴδεσι θεωρεῖται, ὡς τὸ γελαστικὸν ἐν τῷ ἀνθρώπῳ, τὸ χρεμετιστικὸν ἐν τῷ ἵππῳ), ἀλλὰ μὴν καὶ συμβεβηκός· τὸ γὰρ συμβεβηκὸς ἐν τοῖς ἀτόμοις θεωρεῖται καὶ τὰ
5ἄτομα διακρίνει· οὐσίᾳ γὰρ οὐ διακρίνεται τὰ ἄτομα, ἀλλὰ συμβεβηκόσιν· οὐ γὰρ διαφέρει ὁ Σωκράτης Πλάτωνος, καθὸ ἄνθρωποί εἰσιν, ἀλλὰ καθὸ ὁ μὲν φαλακρὸς ὁ δὲ εὔθριξ, ὁ μὲν προκοίλιος ὁ δὲ ἰσχνός· τὰ οὖν ἄτομα ὑπὸ τὸ εἶδος ἀνάγεται, ὧν ἐστι τὰ συμβεβηκότα. ὁ τοιοῦτος δὲ λόγος συνηγορεῖ καὶ τὸ εἶδος τῶν ἄλλων φωνῶν προτάττεσθαι· δύναμαι γὰρ λέγειν
10ὅτι καὶ τὸ εἶδος συνεισφέρει τὰς ἄλλας τέσσαρας φωνάς· ὅπου γὰρ εἶδος, ἐκεῖ πάντως καὶ γένος (τὸ γὰρ εἶδος γένους ἐστὶν εἶδος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ καὶ διαφορά. ἐν δὲ τοῖς εἴδεσίν ἐστι καὶ τὸ ἴδιον, ὡς ἐδείξαμεν. ἀλλὰ μὴν καὶ ἐν τοῖς ἀτόμοις ἐστὶ τὰ συμβεβηκότα, ὧν κατηγορεῖται τὸ εἶδος. τί δὲ λέγω ταῦτα ἐπὶ τοῦ εἴδους; τῷ προκειμένῳ λόγῳ προταχθή‐
15σεται ἡ ὑστέρα φωνὴ ἡ κινδυνεύουσα μὴ εἶναι διὰ τὴν εὐτέλειαν, λέγω δὲ τὸ συμβεβηκός· αὕτη γὰρ καὶ τὰς ἄλλας τέσσαρας συνεισφέρει· λέγομεν γὰρ τὰ συμβεβηκότα τῶν ἀτόμων τὴν διάκρισιν ποιεῖσθαι, τὰ δὲ ἄτομα συνεισφέρει τὸ εἶδος (τῶν γὰρ ἀτόμων κατηγορεῖται τὸ εἶδος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ καὶ διαφορὰ ἀναμφιβόλως, τὸ δὲ ἴδιον ἐν τοῖς εἴδεσιν
20ὑπάρχει. ὥστε οὖν ὑπόψυχρός ἐστιν ὁ τοιοῦτος λόγος· οὐ γὰρ κατὰ τοῦτον τὸν λόγον προετάγη τὸ γένος, ἀλλὰ καθ’ ἕτερον. ποῖον δὲ τοῦτον λέξομεν; τὸ γένος δικαίως τῶν ἄλλων προετάγη κατ’ ἄμφω φέρον τὰ πρωτεῖα· τίμιον γὰρ καὶ τῶν οὐσιωδῶν ὑπάρχει καὶ τῶν ἐπουσιωδῶν. καὶ τῶν μὲν ἐπουσιωδῶν τίμιον ὑπάρχει ὡς οὐσιῶδες, λέγω δὲ ἰδίου καὶ συμβεβηκότος,
25τῶν δὲ οὐσιωδῶν ὡς καθολικώτερον· καθολικώτερον γὰρ τὸ γένος τῆς τε διαφορᾶς καὶ τοῦ εἴδους. Ἐπεὶ οὖν ἐγνώκαμεν οὐ κατὰ ἀδικίαν προτετάχθαι τὸ γένος, φέρε ἐπ’ αὐτὴν τὴν ἐξήγησιν βαδίζωμεν. ἀλλ’ ἐμπόδιον ταύτης τῆς ὁδοῦ πέφυκεν Ἀριστοτέλης φάσκων ἐν τοῖς Ἀποδεικτικοῖς δεῖν τὸν περὶ ὁμωνύμων φωνῶν
30διαλαμβάνοντα πρὸ τῆς τούτων ἐξηγήσεως τὰ τρία ταῦτα ποιῆσαι· πρῶτον διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ εἰπεῖν ποσαχῶς λαμβάνεται ἡ προκειμένη φωνή, δεύτερον εἰπεῖν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, τρίτον τὴν περὶ τούτου ἐμφανίσαι διδασκαλίαν· τῷ γὰρ μὴ ταῦτα ποιοῦντί φησιν οὐκ
ὀλίγα ἄτοπα παρακολουθεῖν· δόξει γὰρ καὶ ἀνόητα διαφθέγγεσθαι καὶ122

123

ψεύδεσθαι καὶ τὸ κοινωνικὸν διαφθείρειν, καθ’ ὃ χαρακτηρίζεται τὸ ἡμέ‐ τερον εἶδος. δόξει δὲ ἀνοηταίνειν, εἰ εἴπῃ ὅτι εἴωθεν ἡμῖν ὁ κύων νοσή‐ ματα προσφέρειν, νομίσῃ δέ τις αὐτὸν τὸν χερσαῖον κύνα λέγειν, ὅπερ οὐ διενοήθη· τὸν ἀστρῷον γὰρ ἠβούλετο εἰπεῖν. δόξει δὲ ψεύδεσθαι λέγων τὸν
5Αἴαντα νενικηκέναι τὸν Ἕκτορα· οἰήσεται γάρ τις αὐτὸν τὸν Ὀιλέως λέγειν καὶ ψεύστην αὐτὸν προσαγορεύσει. διαφθερεῖ δὲ τὸ κοινωνικόν, λέγω δὲ τὸν λόγον καθ’ ὃν μόνοι κοινωνοῦμεν (οὔτε γὰρ αἱ κάτω οὐσίαι οὔτε αἱ ὑπέρτεραι κατὰ τοῦτον κοινωνοῦσιν, αἱ μὲν διὰ τὸ μὴ δύνασθαι, λέγω δὲ τὰ ἄλογα, αἱ δὲ διὰ τὸ μὴ δέεσθαι, λέγω δὲ τὰ θεῖα)· ὅταν γὰρ περὶ
10ὁμωνύμων λέγῃ τις ἑτέρου μὴ νοοῦντος περὶ ποίου σημαινομένου λέγει, διαφθαρήσεται τὸ κοινωνικόν· πῶς γὰρ κοινωνία τοῦ ἔνδον γενήσεται ἀσα‐ φείας ἐπικρατούσης τῶν λεγομένων; ὥσπερ γὰρ οὐκ ἔστι συμβαλεῖν Χαλ‐ δαίους Αἰγυπτίοις μετὰ σαφηνείας τῶν λεγομένων, οὕτως οὐδὲ τοὺς περὶ ὁμωνύμων φθεγγομένους, καὶ εἰ δόξομεν ἀληθεύειν. ὀφείλομεν τοίνυν δια‐
15στείλασθαι τὰ ὁμώνυμα πρὸς ἀναίρεσιν τῆς ἀμφιβολίας· δόξεις γὰρ ἀλη‐ θεύειν λέγων στρατεύσασθαι ἐπὶ Ἴλιον τὸν Αἴαντα (ἑκάτερος γὰρ ἐστρά‐ τευσεν), ἀμφιβολίαν δὲ ἐπιθήσεις τοῖς λεγομένοις· ἄδηλον γὰρ εἰ τὸν Ὀιλέως βούλει εἰπεῖν ἢ τὸν Τελαμῶνος. Τούτῳ οὖν τῷ λόγῳ παρακολουθῶν Πορφύριος τὴν ὁμωνυμίαν βούλεται
20διαστείλασθαι (ὁμώνυμος γὰρ φωνὴ λέγεται τὸ γένος)· λέγει γὰρ περὶ ποίου σημαινομένου λέγει, καὶ εἶθ’ οὕτως τὴν τούτου διδασκαλίαν ἐπάγει. καί φησιν ὅτι πρῶτον γένος ἐστὶ τὸ ἀφ’ ἑνὸς παρονομασθὲν καὶ προελθόν, οἷον ἀπὸ ἑνὸς τοῦ Ἡρακλέους οἱ Ἡρακλεῖδαι παρωνομάσθησαν καὶ προῆλθον ἐκ τοῦ Ἡρακλέους. καλῶς δὲ πρόσκειται τὸ προελθόν· ἔστι γάρ τινα ἀφ’ ἑνὸς
25παρονομασθέντα καὶ μὴ καλούμενα γένη, καθὸ οὐ προῆλθον ἐξ αὐτοῦ, οἷον ἐκ τοῦ Πυθαγόρα παρωνομάσθησάν τινες Πυθαγόρειοι, γένος δὲ τὸ τοιοῦτον οὐκ ἔστι, καθὸ οὐ προῆλθεν ἐξ αὐτοῦ. ἔχει δὲ τὸ τοιοῦτον γένος τρεῖς σχέσεις· τὴν μὲν μίαν τὴν ἀπὸ τοῦ Ἡρακλέους πρὸς τὸ ἐξ αὐτοῦ πλῆθος, τὴν δὲ ἑτέραν τὴν ἀπὸ τοῦ πλήθους πρὸς τὸν Ἡρακλέα, καὶ τὴν ἄλλην
30ἣν ἔχει τὸ πλῆθος πρὸς ἑαυτούς. δεύτερον δὲ γένος ἐστὶν ἡ ἑκάστου τῆς123

124

γενέσεως ἀρχὴ οἷον ἡ πατρίς. ἀλλὰ τὸ τοιοῦτον γένος διττόν, τὸ μὲν ἔμψυχον τὸ δὲ ἄψυχον. καὶ ἑκάτερον πάλιν διττόν· τὸ μὲν γὰρ προσεχές ἐστι τὸ δὲ πόρρω. ἐπὶ ἑνὸς δὲ παραδείγματος σαφηνίσωμεν τὰ προειρη‐ μένα. ὁ Ἀχιλλεὺς ἄψυχον καὶ προσεχὲς ἔχει τὸ γένος ἀπὸ πατρίδος,
5ὅταν εἴπῃς αὐτὸν Φθιώτην, ἄψυχον δὲ πόρρω, ὅταν εἴπῃς αὐτὸν Θετταλόν, ἔμψυχον δὲ προσεχές, ὅταν εἴπῃς αὐτὸν ἀπὸ τοῦ Πηλέως, ἔμψυχον δὲ πόρρω, ὅταν εἴπῃς αὐτὸν ἀπὸ τοῦ Αἰακοῦ. καὶ διὰ τί τὸν πατέρα γένος λέγομεν; δικαίως, εἴ γε αὐτὸν γονέα καλοῦμεν ἀφ’ οὗ ἡ γονὴ καὶ τὸ γένος. εἰκὸς δέ τινας εἰπεῖν διὰ τί καὶ ἀπὸ τῆς μητρὸς οὐκ ἔχει τις.
10καί φαμεν ὅτι ἀπὸ τοῦ τιμιωτέρου μᾶλλον ἔοικε τὸ γένος προέρχεσθαι, τιμιώτερος δὲ τῆς μητρὸς ὁ πατήρ. ἴσως δὲ πάλιν εἴποι τις διὰ τί καὶ τὴν πατρίδα γένος λέγομεν. πρὸς ὃν λέξομεν ὅτι εὐλόγως, εἴ γε δηλοῖ τὸ ὄνομα ἀπὸ τοῦ πατρὸς παραχθέν· εἰ γάρ φαμεν τὸν πατέρα γένος, παρ‐ ωνομάσθη δὲ ἀπ’ αὐτοῦ ἡ πατρίς, διὰ τί καὶ ἡ πατρὶς μὴ λεχθείη γένος;
15μὴ νομίσῃς δὲ ὅτι ἔλαττον γένος ἐστὶ ἡ πατρὶς τοῦ πατρός, ἐπειδὴ ἀπὸ τοῦ πατρὸς ὠνομάσθη· εἰ γὰρ καὶ ἀπ’ αὐτοῦ παρήχθη, ἀλλ’ οὖν γε κρεῖττόν ἐστι γένος τοῦ πατρός· αὕτη γάρ ἐστιν ἡ χρηστὰ ἤθη καὶ εὐσεβεῖς νόμους ἡμᾶς διδάσκουσα. ἀμέλει οἱ σωματέμποροι οὐκ ἀπὸ τῶν τυχουσῶν χωρῶν ποιοῦνται τὴν πραγματείαν· πρῶτον γὰρ ἐξετάζουσι τὰς χώρας τῶν σωμάτων
20οἷαί εἰσιν, οἰόμενοι αὐτὰς ἀσφαλὲς εἶναι κριτήριον ἠθῶν τε καὶ νόμων. δηλοῖ δὲ καὶ αὐτὸς ὁ ποιητὴς προτιμᾶσθαι τῶν γονέων τὰς χώρας, πανταχοῦ προτάτ‐ των τῶν γονέων τὰς πατρίδας καὶ πάντων πραγμάτων γλυκυτέρας εἶναι διδάσκων·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὧς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.
25
αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱμείρεται. τρίτον δὲ γένος λέγεται τὸ κατὰ φιλοσοφίαν ἐπὶ πολλὰ ἐξαπλούμενον ὥσπερ τὸ ζῷον· τοῦτο γὰρ ἐξαπλοῦται ἐπὶ πολλά· διήκει γὰρ ἐπὶ ἄνθρωπον
30καὶ κύνα καὶ ἄλλα. ἔοικε δὲ τοῦτο τοῖς δύο τοῖς προηγουμένοις. καὶ τῷ μὲν λέγοντι ‘τὸ ἀφ’ ἑνὸς παρονομασθὲν καὶ προελθόν‘ ἔοικε, καθὸ πολλὰ
περιέχει ἐν ἑαυτῷ· ὥσπερ γὰρ ὁ Ἡρακλῆς ἅπαν τὸ ὑπ’ αὐτὸν γένος περι‐124

125

έχει, οὕτω καὶ τὸ ζῷον πάντα τὰ ὑπ’ αὐτὸ περιέχει. τῷ δὲ λέγοντι ‘ἡ ἑκάστου τῆς γενέσεως ἀρχή‘ ἔοικεν, ὅτι ὥσπερ ὁ πατὴρ ἀρχή ἐστι τοῦ γένους ὁμοίως δὲ καὶ ἡ πατρίς, οὕτω καὶ τὸ ζῷον ἀρχή ἐστι τῶν ὑπ’ αὐτό. Ἓν δὲ λοιπὸν ζητήσαντες ἐπ’ αὐτῷ καταπαύσομεν τὴν παροῦσαν θεω‐
5ρίαν· καταβοῶσί τινες Πορφυρίου λέγοντες ὅτι οὐκ ἐπεξῆλθε πᾶσι τοῖς γένεσι· παρῆκε γὰρ τὰ πέντε γένη τοῦ Πλάτωνος· φησὶ γὰρ ὁ Πλάτων πέντε γένη εἶναι πάντων τῶν ὄντων, οὐσίαν ταυτότητα ἑτερότητα κίνησιν στάσιν. καὶ οὐσίαν μὲν ἔλεγε τὴν ὕπαρξιν ἑνὸς ἑκάστου· ἔλεγε γάρ· εἰ ὄντα ἔστι, πάντως ἔχει καὶ ὕπαρξιν. ἐπειδὴ οὖν ἐν πολλοῖς ἐστιν ἡ ὕπαρξις, ἔλεγεν
10αὐτὴν γένος. ταυτότητα δὲ καὶ ἑτερότητα ἔλεγε τὴν κοινωνίαν καὶ τὴν διαφορὰν ἑνὸς ἑκάστου· ἔλεγε γὰρ πάντα τὰ ὄντα κατά τι πρὸς ἄλληλα κοινωνεῖν καὶ κατά τι διαφέρειν ἀδύνατον γὰρ πάντῃ τὰ πάντα κοινωνεῖν ἢ πάντῃ διαφέρειν. τὴν μὲν οὖν ταυτότητα κοινωνίαν ἔλεγε τὴν δὲ ἑτερό‐ τητα διαφοράν. ἐπειδὴ οὖν ἐν πολλοῖς ἐστι κοινωνία καὶ διαφορά, γένη
15αὐτὰ ὠνόμαζε. κίνησιν δὲ τὴν ἐνέργειαν ἔλεγε· πάντα γὰρ τὰ ὄντα ἀπὸ τῆς φύσεως ἐδημιουργήθη. εἰ οὖν μηδὲν μάτην ἡ φύσις ἐδημιούργησε, δῆλον ὅτι πάντα τὰ ὄντα ἔχει ἐνέργειάν τινα. ταύτην οὖν τὴν ἐν πᾶσιν ὑπάρχουσαν ἐνέργειαν ἐκάλει κίνησιν. στάσιν δὲ ἔλεγε τὴν ἠρεμίαν· ἔλεγε γὰρ ὅτι ὅπου ἐστὶν ἐνέργεια, πάντως ἐστὶν ἐκεῖ καὶ ἠρεμία· ἀδύνατον γάρ
20ἐστιν ἀεὶ καὶ ὡσαύτως ἐνεργεῖν τινα, ἀλλὰ μὴν καὶ τὰ θεῖα, ἅπερ φαμὲν ἀεὶ ἐνεργεῖν, ἐν τῷ ἀεὶ ἐνεργεῖν ἔχει καί τινα ἠρεμίαν· τὸ γὰρ ἀεὶ ἐν τῷ αὐτῷ ἐνεργεῖν στάσιν καὶ μονήν τινα δηλοῖ. καὶ ὁ πόλος ὁ ἀεὶ κινούμενος ἐν τῇ ἀεικινησίᾳ μονήν τινα ἔχει. ταῦτα οὖν, φασί, παρῆκεν ὁ Πορφύριος. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἕτερά τινα· λέγουσι γὰρ ὅτι ἐν τοῖς Φυσικοῖς
25φησιν ὁ Ἀριστοτέλης γένος εἶναι τὴν ὕλην, τούτου δὲ οὐκ ἐμνήσθη. ἀλλὰ μὴν καὶ τῶν παρὰ τοῖς γραμματικοῖς γενῶν οὐκ ἐμνήσθη, τοῦτ’ ἔστιν ἀρσενικοῦ θηλυκοῦ οὐδετέρου. καὶ λέγομεν ὅτι οὐ καλῶς μέμφονται Πορ‐ φυρίῳ ἐάσαντι τὰ τοιαῦτα· οὔτε γὰρ προέκειτο αὐτῷ θεολογῆσαι, ἵνα μνησθῇ τῶν πέντε γενῶν Πλάτωνος (καὶ γὰρ Πλάτων θεολογῆσαι βουλόμενος τού‐
30των ἐμνήσθη), ἀλλὰ μὴν οὔτε φυσιολογῆσαι αὐτῷ προέκειτο, ἵνα μνησθῇ τοῦ γένους τῆς ὕλης. διαλεκτικώτερον οὖν βουλόμενος διαλαβεῖν μᾶλλον τοῖς λεχθεῖσιν ἠρκέσθη διαχωρίζων τὰ κατὰ συνήθειαν τῶν κατὰ φιλοσοφίαν.
τί δὲ εἶχε τῶν παρὰ τοῖς γραμματικοῖς μνησθῆναι, οἷς αἱ φωναὶ φίλαι125

126

καθεστήκασι μόναι, οὐδαμῶς δὲ τὰ σημαινόμενα; παρ’ οἷς ἔστιν εὑρεῖν οὐδέτερα καὶ ἀρρενικὰ καὶ θηλυκὰ ἔμψυχά τε καὶ ἄψυχα, ἀλλὰ μὴν καὶ ἀρρενικὰ καὶ θηλυκὰ μόνον, μόνον ἀρρενικὰ ὥσπερ τὸ ἀετὸς καὶ μόνον θηλυκὰ ὥσπερ τὸ χελιδών, ἅτινα ἐπίκοινα καλοῦσι. δικαίως ἄρα καὶ τῶν
5τοιούτων ὁ φιλόσοφος οὐκ ἐμνήσατο. ἐφ’ οἷς ἡ παροῦσα θεωρία πληρούσθω.
6tΠρᾶξις ιʹ.
7nἜοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι.
8 Ἐπειδήπερ εἰσί τινες φωναὶ μίαν ἔχουσαι σημασίαν, εἰσὶ δὲ ἄλλαι πολλὰ σημαίνουσαι, φησὶν ὅτι τὸ γένος οὐ μίαν ἔχει σημασίαν, ἀλλὰ
10πολλάς· τοῦτο γὰρ δηλοῖ τὸ ἁπλῶς. τὸ δὲ ἁπλῶς τετραχῶς λαμβάνεται· λαμβάνεται γὰρ κυρίως καὶ ὡς καθόλου καὶ ὡς ἔτυχε καὶ ἀντὶ τοῦ μονα‐ χὸν καὶ ἀποίκιλον· τοῦτο γὰρ αὐτό φησι καὶ ὁ τραγικὸς
ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. τὸ δὲ ἔοικε τριχῶς· πῇ μὲν ἐπὶ τοῦ πρέποντος, πῇ δὲ ἐπὶ τοῦ ὁμοιω‐
15θῆναι, ποτὲ δὲ ἀντὶ τοῦ φαίνεται. ἐνταῦθα ἀντὶ τοῦ φαίνεται κεῖται· φαίνεται δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος μοναχῶς καὶ ἀποικίλως λέγεσθαι, ἀλλὰ πολλαχῶς καὶ πολυειδῶς. ἀποροῦσι δέ τινες διὰ τί περὶ γένους διαλαμβάνων εἴδους ἐμνήσατο. καί φαμεν ὅτι οὐκ ἔστι τοῦτο ἄτοπον· ταῦτα γὰρ τῶν πρός τί ἐστιν, ὁσαχῶς δὲ θάτερον τῶν πρός τι λαμβάνεται,
20τοσαυταχῶς καὶ τὸ ἕτερον. ἐπεὶ οὖν πολλαχῶς λέγεται τὸ γένος, ἐζήτησεν ὁ Πορφύριος ταὐτὸν καὶ ἐπὶ τοῦ εἴδους δεῖξαι· τῶν γὰρ πρός τί ἐστι καὶ ἀναγκαίως αὐτοῦ ἐμνήσατο.
23nΓένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι
24nκαὶ πρὸς ἀλλήλους ἄθροισις.
25Καλῶς εἶπε τὸ πώς, ἵνα δείξῃ ὅτι οὐ μόνον τὸ ὀνομασθὲν ἀπό
τινος γένος καλεῖται, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ προελθόν. τοῦτο δὲ δηλοῖ τὸ126

127

πώς· φησὶ γὰρ γένος λέγεται ἡ ἄθροισις τῶν ἐχόντων πως πρὸς ἀλλήλους, τοῦτ’ ἔστι τῶν ἐχόντων οἰκειότητα γένους. καὶ εἴπομεν ὅτι τὸ ὀνομάζεσθαι μόνον οὐ δηλοῖ τὸ γένος, εἴ γε τὸ Πυθαγόρειον οὐ λέγεται γένος, μόνον παρονομασθέν, ἀλλὰ καὶ τὸ προέρχεσθαι ἀπό τινος, ὅπερ
5σημαίνει τὸ πώς. διὰ δὲ τοῦ εἰπεῖν πρὸς ἕν τι ἐχόντων δηλοῖ τὴν ἀπὸ τοῦ πλήθους πρὸς τὸν ἕνα σχέσιν. ἀλλὰ μὴν καὶ τῷ εἰπεῖν πρὸς ἀλλήλους δηλοῖ τὴν πρὸς ἀλλήλους σχέσιν· ἐπιφέρει γὰρ ἐν τοῖς ἑξῆς τὴν ἄλλην.
9nἘκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους.
10Ὧδε τὴν ἀπὸ τοῦ ἑνὸς πρὸς τὸ πλῆθος σχέσιν δηλοῖ.
11nΚαὶ τοῦ πλήθους τῶν ἐχόντων πως πρὸς ἀλλήλους τὴν
12nπ’ ἐκείνου οἰκειότητα κατὰ ἀποτομὴν τῶν ἄλλων γενῶν κεκλη‐
13nμένου.
14Κατὰ ἀποτομήν φησι κατὰ προσηγορίαν· ἡ γὰρ προσηγορία δίκην
15ὁρισμοῦ ἔχουσα διαχωρίζει καὶ οἷον ἀποτέμνει τὰ σημαινόμενα ἀπ’ ἀλλήλων. λέγει οὖν τοῦ πλήθους τοῦ Ἡρακλέους κατὰ προσηγορίαν, τοῦτ’ ἔστι κατὰ ἀποτομήν, τῶν ἄλλων γενῶν κεκλημένου· ὅταν γὰρ εἴπω Ἡρακλεῖδαι, δια‐ χωρίζω αὐτὸ ἀπὸ τῶν ἄλλων γενῶν, λέγω δὴ τῶν εἰρησομένων. ἀνα‐ λαμβάνει δὲ τὴν πρὸς ἀλλήλους σχέσιν λέγων τῶν ἐχόντων πρὸς
20ἀλλήλους τὴν ἀπ’ ἐκείνου οἰκειότητα.
21nΛέγεται δὲ καὶ ἄλλως πάλιν γένος ἡ ἑκάστου τῆς γενέ‐
22nσεως ἀρχὴ ἤτοι ἀπὸ τοῦ τεκόντος ἢ ἀπὸ τοῦ τόπου, ἐν ᾧ τις
23nγέγονε.
24Καλῶς αὐτὸ ἔφρασε καὶ σαφῶς. τὰ δὲ παραδείγματα οὐκ ἐπὶ ἑνὸς
25παρέθετο, ὡς ἡμεῖς εἴπομεν ἐν τῇ θεωρίᾳ, ἀλλ’ ἐπὶ μὲν ἄλλου τὸ προσ‐ εχές, ἐπὶ δὲ ἄλλου τὸ πόρρω· Ὀρέστην ἀπὸ Ταντάλου φαμὲν ἔχειν τὸ γένος (τοῦτο πόρρω ἐστίν), Ὕλλον δὲ ἀφ’ Ἡρακλέους (τοῦτο προσ‐
εχές ἐστιν), Πίνδαρον δὲ Θηβαῖον (καὶ τοῦτο προσεχές), Πλάτωνα δὲ127

128

Ἀθηναῖον (τοῦτο δὲ πόρρω ἐστί). καὶ εἰ ἐξ αὐτῶν τῶν Ἀθηνῶν ὑπῆρχεν ὁ Πλάτων, πῶς πόρρω ἐστί; φασὶν οὖν ὅτι πάλαι εἰς κώμας ἐμεμέριστο ἡ Ἀττική· πόρρω οὖν γένος τῷ Πλάτωνί ἐστιν ἡ Ἀττική, προσεχὲς δὲ ἡ μία τῶν κωμῶν. οἱ δὲ τοὺς τόπους ἐπὶ τῶν παραδειγμάτων εἰρημένους
5ἀγνοήσαντες καὶ ἀπορίαν ψυχρὰν ἐκτίθενται καὶ λύσιν· ἐπὶ γὰρ Πινδάρου τοὐναντίον δεῖ λέγειν ὅτι ὁ Πίνδαρος μὲν Θηβαῖος λεγόμενος πόρρω ἔχει τὸ γένος ἀπὸ τῆς πατρίδος· οὐ γὰρ ἦν ἀπὸ Θηβῶν, ἀλλ’ ἀπὸ κώμης τῆς τῶν Κυνὸς κεφαλῶν. ὥστε οὖν προσεχὲς μὲν αὐτῷ γένος ὑπάρχει ἡ κώμη, πόρρω δὲ αἱ Θῆβαι. Πλάτων δὲ Ἀθηναῖος λεγόμενος προσεχὲς ἔχει
10τὸ γένος.
11nΚαὶ γὰρ ἡ πατρὶς ἀρχή τίς ἐστι τῆς ἑκάστου γενέσεως,
12nὥσπερ καὶ ὁ πατήρ.
13 Ἵνα μηδεὶς εἴπῃ ‘καὶ πῶς ἡ πατρὶς λέγεται γένος;‘ φησὶν ὅτι οὐκ ἄτοπον· ὥσπερ γὰρ ὁ πατὴρ γένος λέγεται, οὕτω καὶ ἡ πατρίς. ἐδείξαμεν
15δὲ ὅτι καὶ κρεῖττον γένος ὑπάρχει τὸ τῆς πατρίδος ἤπερ τὸ τοῦ πατρός. ἐν οἷς ἡ παροῦσα πρᾶξις.
17tΠρᾶξις ιαʹ.
18 Γινώσκοντες τὴν τάξιν ἀκρίβειαν δύνασθαι τῇ διδασκαλίᾳ χαρίζεσθαι, φέρε ὀλίγον τὸν λόγον περὶ αὐτὴν ποιησώμεθα. ζητητέον δὲ οἷα γένη
20προταγήσεται, ἆρα τὸ κατὰ φιλοσοφίαν ἢ τὰ κατὰ συνήθειαν· ἡ γὰρ συν‐ ήθεια τὸν ἁπλῶς ἄνθρωπον λέγει, ἡ δὲ φιλοσοφία τὸν τοιόνδε. εἰ δὲ ὁ ἁπλῶς ἄνθρωπος τοῦ τοιοῦδε προηγεῖται, τὰ κατὰ συνήθειαν τῶν κατὰ φιλοσοφίαν προηγήσεται. ἀλλὰ πάλιν καὶ ἐνταῦθα ἄλλη ζήτησις ὑπάρχει· τῶν γὰρ κατὰ συνήθειαν ζητεῖται ποῖον ἄρα τοῦ ἑτέρου προταγήσεται. καί
25φασιν ὅτι τὰ δύο φαίνεται ὁ Πορφύριος προτάττων. τοῦτο δὲ ὑπό‐ ψυχρον· πῶς γὰρ δύναται τὰ δύο πρῶτα εἶναι; εἰ δὲ καὶ τὰ δύο πρῶτά ἐστιν, ἄρα καὶ ὕστερά ἐστι. πρῶτα δὲ καὶ ὕστερα εἶναι ἑαυτῶν ἄτοπον.
μήποτε δὲ τῷ ὄντι καὶ τὰ δύο πρῶτα καὶ ὕστερά φησιν ὁ Πορφύριος,128

129

κατ’ ἄλλο δὲ καὶ ἄλλο· οὔτε γὰρ κατὰ τὸ αὐτὸ πρῶτά ἐστι καὶ ὕστερα, ἀλλὰ πρῶτα μὲν τῇ φύσει ὕστερα δὲ τῇ συνηθείᾳ, λέγω δὲ ἡμῖν, καὶ ὕστερα μὲν τῇ φύσει ἡμῖν δὲ πρῶτα. πῶς δὲ τοῦτο ὑπάρχει, λέξομεν ἐν παραδείγματος τρόπῳ. τὰ τῇ φύσει πρῶτά ἐστι ἡμῖν ὕστερα, οἷον τὰ
5ἁπλᾶ τῇ φύσει πρῶτά ἐστι, τὸ πῦρ τὸ ὕδωρ, ἔστι δὲ ἡμῖν ὕστερα· πρῶτον γὰρ ἀποβλέπομεν εἰς τὸν ἄνθρωπον, καὶ ὕστερον ἐξ αὐτοῦ γινώσκομεν τὰ ἁπλᾶ στοιχεῖα. ἐκ τοῦ ἐναντίου δὲ τὰ τῇ φύσει ὕστερα ἡμῖν πρῶτά ἐστιν, οἷον ὁ ἄνθρωπος τῇ φύσει ὕστερος ἡμῖν δὲ πρῶτος· πρῶτον γὰρ ἐποίησεν ὁ θεὸς τὸ πῦρ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα, καὶ ὕστερον ἐποίησεν ἐξ
10αὐτῶν σύνθετον τὸν ἄνθρωπον. ὁ ἄνθρωπος δὲ ἡμῖν πρῶτός ἐστι· πρῶτον γὰρ γινώσκομεν τὸν ἄνθρωπον καὶ ὕστερον τὰ ἁπλᾶ στοιχεῖα. τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τῶν προκειμένων γενῶν· τὸ μὲν γὰρ πρῶτόν ἐστι τῇ φύσει, ἡμῖν δὲ ὕστερον. ποῖον δὲ τοῦτο; τὸ λέγον ἡ ἑκάστου τῆς γενέσεως ἀρχὴ ἀπὸ τοῦ τεκόντος ἢ τῆς πατρίδος· πρῶτον γὰρ τοῦτο ἔγνωσται
15τῇ φύσει ὕστερον δ’ ἡμῖν· εἰ μὴ γὰρ φοιτήσωμεν εἰς διδασκάλους, οὐ γινώσκομεν ὅτι ὁ πατὴρ γένος ἐστὶ καὶ ἡ πατρίς. πρόδηλον οὖν ὅτι προϋπῆρχε τῇ φύσει πρὶν ἢ φοιτήσωμεν εἰς διδασκάλους. φύσιν δὲ λέγω οὐ τὴν δημιουργοῦσαν, ἐπεὶ κατ’ ἐκείνην πάντα αὐτῇ πρῶτα ὑπάρχει. τὸ δὲ ἕτερον ὕστερόν ἐστι τῇ φύσει, ἡμῖν δὲ πρῶτον. ποῖον δὲ τοῦτο; τὸ
20λέγον τὸ ἀφ’ ἑνὸς παρονομασθὲν καὶ προελθὸν οἷον Ἡρακλεῖδαι. καὶ πρῶτον ἡμῖν ἐστιν, ὅτι πρῶτον κατανοοῦμεν τοὺς Ἡρακλείδας· οὔτε γὰρ ἀπὸ τοῦ Ἡρακλέους κατανοοῦμεν αὐτούς, ἐπεὶ τοῦτο ὕστερον ἡμῖν εὑρίσκεται, ἀλλ’ ἐξ αὐτῶν μανθάνομεν ὅτι ἀπὸ τοῦ Ἡρακλέους κατάγονται. ὕστερον δὲ τῇ φύσει ἐστίν, ὅτι πρῶτον δεῖ τὸν Ἡρακλέα εἶναι, ὕστερον δὲ τοὺς
25Ἡρακλείδας· κατ’ ἄλλο οὖν καὶ ἄλλο φαμὲν αὐτὰ πρῶτα καὶ ὕστερα. Ἐπειδὴ δὲ καὶ σχέσιν τινὰ ἔχει τὸ γένος πρὸς τὸ εἶδος (ταῦτα γὰρ τῶν πρός τί ἐστι), φέρε μάθωμεν ποία ἂν εἴη αὕτη τεσσάρων οὐσῶν τῶν
σχέσεων· ἡ μὲν γάρ ἐστι φυσικὴ ὡς ἡ τοῦ πατρὸς πρὸς τὸν υἱόν, ἡ δὲ129

130

προαιρετικὴ ὡς ἡ φίλου πρὸς φίλον, ἡ δὲ τεχνικὴ ὡς ἡ διδασκάλου πρὸς μαθητήν, ἡ δὲ τυχηρὰ ὡς ἡ δεσπότου πρὸς δοῦλον. ἀλλ’ ἐπειδὴ ἀμφι‐ βάλλεται καὶ τὸ δεξιὸν ποίαν ἔχει σχέσιν πρὸς τὸ ἀριστερόν, φέρε περὶ αὐτοῦ πρῶτον εἴπωμεν καὶ μετὰ τοῦτο περὶ τοῦ γένους. τὸ δεξιὸν τοίνυν
5ἐὰν ὡσαύτως ἀεὶ ἔχῃ, φυσικὴν ἔχει σχέσιν, εἴτε ἐν ἀψύχοις ᾖ εἴτε ἐν ἐμψύχοις, οἷον τὸ ἧπαρ εἰς τὸ δεξιὸν καὶ ὁ σπλὴν εἰς τὸ ἀριστερόν· φυσικὴ δὲ ἡ τοιαύτη σχέσις. ἐὰν δὲ μὴ ὡσαύτως ἔχῃ, προαιρετικὴν ἔχει τὴν σχέσιν· δύναμαι γὰρ τὸ μὴ κωλυόμενον ὑπὸ τῆς φύσεως ἀριστερὸν ποι‐ ῆσαι δεξιόν· ἀμέλει τοῦτο αὐτὸ γινώσκων ὁ συγγραφεὺς Θουκυδίδης φησίν
10‘εἰσιόντων δὲ ἡμῶν ἐπὶ τὸ Ἰόνιον πέλαγος εἴχομεν ἐν τῇ δεξιᾷ τὴν Ἐπί‐ δαμνον‘. προαιρετικὴ δὲ ἡ τοιαύτη σχέσις, καὶ διὰ τοῦτο εἶπε τὸ ‘εἰσι‐ όντων‘, ὡς δῆλον ‘ἐξιόντων ἐπὶ τὸ ἀριστερὸν εἴχομεν τὴν Ἐπίδαμνον‘. ἔχει δὲ τὸ γένος πρὸς τὸ εἶδος τὴν σχέσιν φυσικήν· ὡς γὰρ ἔχει ὁ πατὴρ πρὸς τὸν υἱὸν φυσικὴν σχέσιν, οὕτω καὶ τὸ ζῷον πρὸς τὸν ἄνθρωπον.
15tΠρᾶξις ιβʹ.
16 Μετὰ τὸ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δηλῶσαι περὶ ποίου σημαινομένου διαλαβεῖν βουλόμεθα, εὐλόγως ἐπὶ τὴν διδασκαλίαν βαδίζοντες ἐῶντες τὸ εἰ ἔστιν ἀπὸ τοῦ τί ἐστι τὴν ἀρχὴν ποιησόμεθα· τοῦτο γὰρ καὶ ἐπηγγειλάμεθα μὴ ζητεῖν εἰ ἐν ψιλαῖς ἐπινοίαις ἐστὶν ἢ ὑφέστηκε.
20ἰστέον δὲ ὅτι τὸ εἰ ἔστι δικαίως τοῦ τί ἐστι προηγεῖται· δύο γὰρ ἔχει τὸ εἰ ἔστιν ἢ τὸ εἶναι ἢ τὸ μὴ εἶναι· δεῖ οὖν ἡμᾶς πρῶτον τὸ εἰ ἔστι ζητεῖν, ἵνα εἰ μὲν ἔστι, ζητήσωμεν τὸ τί ἐστιν, εἰ δὲ μὴ ἔστι, τί ἐστι μὴ πολυ‐ πραγμονήσωμεν. ἐπειδὴ δὲ τὸ τί ἐστιν ἢ δι’ ὑπογραφῆς ἢ δι’ ὁρισμοῦ δηλοῦται, φέρε πρῶτον λέξωμεν ποία διαφορά ἐστι τῆς ὑπογραφῆς καὶ τοῦ
25ὁρισμοῦ καὶ ὕστερον λέγωμεν εἰ ὁρισμός ἐστιν ὧδε τοῦ γένους ἢ ὑπογραφή. Διαφέρει τοίνυν ὁρισμὸς τῆς ὑπογραφῆς, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιω‐ δῶν φωνῶν συνίσταται πάντως, ἡ δὲ ὑπογραφὴ ἢ ἐξ ὅλων ἐπουσιωδῶν ἢ
τινῶν. ἔτι διαφέρει ὁρισμὸς τῆς ὑπογραφῆς, ὅτι ὁ ὁρισμὸς ἐπὶ ὄντων130

131

πάντως λαμβάνεται, ἡ δὲ ὑπογραφὴ καὶ ἐπὶ ὄντων καὶ μὴ ὄντων, ἐπὶ ὄντων μὲν ὡς ἵνα εἴπῃς ‘ὁ ἄνθρωπος ζῷον γελαστικὸν πλατυώνυχον‘, ἐπὶ μὴ ὄντων δὲ ὡς ἵνα ὑπογράψῃς τὸ κενόν· οὕτω γὰρ ὑπογράφει Ἀριστοτέλης ‘κενόν ἐστι τόπος σώματος ἐστερημένοσ‘. ἐπεὶ οὖν ἔγνωμεν τὴν διαφορὰν
5τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς, φέρε ζητήσωμεν εἰ ὁρίζει μᾶλλον ὁ Πορ‐ φύριος τὸ γένος ἢ ὑπογράφει· λέγουσι γάρ τινες ὅτι ὑπογράφει. καὶ ἀπο‐ ροῦμεν πρὸς αὐτοὺς λέγοντες· διὰ τί μὴ μᾶλλον ὁρίζει ἀλλ’ ὑπογράφει; φασὶ δὲ ὅτι δικαίως ὑπογράφει· εἰ γὰρ εἴπομεν φεύγειν τὴν ζήτησιν τοῦ εἰ ἔστιν ἢ μὴ ἔστιν, ἐδείχθη δὲ ὁ ὁρισμὸς ἐπὶ ὄντων πάντως λαμβάνεσθαι,
10εὐλόγως οὐχ ὡρίσατο ὁ Πορφύριος, ἵνα μὴ διὰ τοῦ ὁρισμοῦ δείξῃ τὸ γένος τῶν ὄντων, ἀλλ’ ὑπέγραψε δυναμένης τῆς ὑπογραφῆς καὶ ἐπὶ ὄντων καὶ μὴ ὄντων λαμβάνεσθαι, ὡς ἐδείχθη. ἔτι λέγουσιν ὅτι οὐκ ἠδύνατο ὁρίσα‐ σθαι τὸ γένος, ἐπειδὴ τὸ ὁριζόμενον θέλει ἔχειν τι ὑπερβεβηκός, τοῦ δὲ καθολικοῦ γένους ὑπερβεβηκός τι οὐκ ἔστιν. ὅτι δὲ ὁ λόγος ἀληθεύει,
15σαφὲς καὶ ἐκ τῆς διαφορᾶς, ἥτις ὁμοίως καθολικὴ οὖσα καὶ μὴ ἔχουσα ὑπερβεβηκὸς ἄλλο τι φεύγει τὸν ὁρισμόν. φαμὲν δὲ πρὸς τοῦτο ὅτι οὐκ ἔστιν ἀληθές· λέγομεν γάρ· εἰ διὰ τὸ μὴ ἔχειν ὑπερβεβηκός τι τὸ γένος οὐχ ὡρίσθη οὔτε μὴν ἡ διαφορά, διὰ τί τὸ εἶδος καὶ αἱ λοιπαὶ φωναὶ ἔχουσαι ὑπερβεβηκότα οὐχ ὁρίζονται ἀλλ’ ὑπογράφονται; πρὸς τοῦτο δὲ
20καθολικωτέραν ὑπὲρ τῶν πέντε φωνῶν λέγουσιν ἀπολογίαν, ὡς οὐκ ἠδύνατο ὁρίζεσθαι· φασὶ γάρ· αὗται αἱ φωναὶ ὁμώνυμοί εἰσιν, ὁμώνυμοι δὲ οὖσαι πολλὰς φύσεις δηλοῦσιν, ὁ ὁρισμὸς δὲ μίαν φύσιν θέλει δηλοῦν, πῶς οὖν ὁ ὁρισμὸς ἠδύνατο ἐπὶ τούτων λαμβάνεσθαι θέλων μίαν φύσιν δηλῶσαι αὐτῶν πολλὰς φύσεις σημαινουσῶν; ἀλλ’ εἰ καὶ εἴπῃς δυνατὸν τὰς ὁμωνύ‐
25μους φωνὰς ὁρίζεσθαι, ἐὰν διαστολῆς τύχωσι, φαμὲν ὅτι ὁ Πορφύριος ταύτας τὰς φωνὰς ὅλας ὡς ὅλας βούλεται ὁρίσασθαι. λέγομεν δὲ πρὸς τούτους ὅτι μάταια φθέγγεσθε· τούτῳ γὰρ τῷ λόγῳ οὐδὲ ὑπογράφειν ὤφειλεν ὁ Πορφύριος τὰς τοιαύτας φωνάς· εἰκὼν γὰρ τοῦ ὁρισμοῦ ἡ ὑπο‐ γραφή· εἰ δὲ ὁ ὁρισμὸς μίαν φύσιν δηλοῖ, ἄρα καὶ ἡ ὑπογραφή· εἰ δὲ
30καὶ οὐχ ὁρίζονται αἱ προκείμεναι φωναὶ διὰ τὸ πολλὰς φύσεις δηλοῦν (ὁμώνυμοι γάρ), οὐκοῦν οὐδὲ ὑπογράφεσθαι ὤφειλον τῆς ὑπογραφῆς μίαν φύσιν δηλούσης. ἔτι τινὲς ἀποροῦσιν· εἰ αἱ προκείμεναι φωναὶ κατὰ τὰ πράγ‐ ματα ὁμώνυμοι οὖσαι οὐ δύνανται ὁρίζεσθαι (πολλὰ γὰρ σημαίνουσι πράγ‐
ματα), διὰ τί κατὰ τὴν σχέσιν οὐχ ὁρίζεται τὸ γένος; μία γάρ ἐστιν ἡ131

132

σχέσις τοῦ τε κατὰ φιλοσοφίαν γένους καὶ τῶν κατὰ συνήθειαν, τὰ δὲ πράγ‐ ματα διάφορα καὶ πολλά, ἅτινα ὡς εἰκὸς διαφόρους φύσεις ἔχοντα φεύγει τὸν ὁρισμόν· αὕτη γὰρ ἡ σχέσις μία οὖσα ὀφείλει ὁρίζεσθαι· πράγματα δὲ διάφορα σημαίνει τὸ γένος, καθὸ καὶ τὰ κατὰ συνήθειαν καὶ τὰ κατὰ
5φιλοσοφίαν δηλοῖ, σχέσιν δέ, ἣν ἔχει πρὸς τὰ εἴδη, καὶ πρὸς τὸ πλῆθος καὶ πρὸς τὰ γεννώμενα 〈ἔχει〉· αὕτη γὰρ ἐν τοῖς πράγμασι θεωρεῖται. λέγουσι δὲ πρὸς ταῦτα ὅτι οὐκ ἠδύνατο τὸ γένος κατὰ τὴν σχέσιν ὁρίζεσθαι· ἔμελλε γὰρ ὁ λόγος διάλληλος εἶναι, ὃς διαβέβληται παρὰ τοῖς φιλοσόφοις· τὸ γὰρ ἀγνοούμενον διὰ τοῦ ἀγνοουμένου δηλοῦν ἐπιτηδεύει. καὶ πῶς
10ἔμελλεν ὁ λόγος διάλληλος εἶναι ἐπὶ τούτου τοῦ ὁρισμοῦ; ὅτι ἡμῶν ὁρι‐ ζόντων τὸ γένος ἐκ τοῦ εἴδους βουλόμεθα αὐτὸ γνῶναι, καὶ πάλιν μαθεῖν βουλόμενοι τί ἐστιν εἶδος ἐμέλλομεν διὰ τοῦ γένους αὐτὸ ὁρίζεσθαι, τὰ δύο δὲ ἀγνοεῖται τί ἐστι γένος τὸ κατηγορούμενον εἴδους καὶ τί ἐστιν εἶδος ὃ ὑποτάσσεται τῷ γένει. πάνυ δὲ κακὴ ἡ ἀπολογία. ἀλλὰ μὴν καὶ τὰ
15κακῶς ἔχοντα οὐ διελέγξαι ἠδυνήθησαν· ὤφειλον γὰρ πρῶτον ἐλέγξαι ἐκείνους ὅτι οὐκ ἔστι μία ἡ σχέσις ἡ τοῦ κατὰ φιλοσοφίαν γένους καὶ τῶν κατὰ συνήθειαν· κἂν γὰρ ἡ αὐτὴ σχέσις ἐστίν, ἀλλ’ οὖν καθὸ σχέσις διά‐ φορος ὑπάρχει· ἡ μὲν γὰρ τοῦ κατὰ φιλοσοφίαν ἄλλη ἐστίν, ἡ δὲ τῶν κατὰ συνήθειαν ἄλλη. οὐκοῦν καὶ τὰ γένη διάφορα. μὴ γνόντες οὖν
20ἐλέγξαι τοὺς τὴν τοιαύτην ἀπορίαν προενεγκαμένους ἡμαρτημένως ἀπελογή‐ σαντο λέγοντες ὅτι διάλληλος ηὑρίσκετο ὁ λόγος, ὅπερ ἄτοπον, ἀγνοοῦντες ὅτι πάντως ἐπὶ τῶν πρός τι ὁ διάλληλος λόγος ζητεῖται, ἐπὶ δὲ τῶν μὴ σωζόντων πρὸς ἄλληλα οἰκειότητα ὁ διάλληλος λόγος ἀναρμόδιος, ἐπὶ δὲ τῶν πρός τι οὐκέτι· ταῦτα γὰρ πρὸς ἄλληλα ἔχει οἰκειότητα καὶ δι’ ἀλλή‐
25λων σημαίνεται. ὁ δὲ λόγος οὗτος οὐδ’ ὅλως κωλύει τὴν σχέσιν ὁρίζεσθαι. ἡμεῖς δὲ τί φαμεν; φαμὲν ὅτι ὡρίσατο τὴν σχέσιν ὁ Πορφύριος, ὡς δηλω‐ θήσεται. καὶ ὡς μὲν πρὸς τὴν σχέσιν ὁρισμὸν αὐτὸν εἶναι λέγομεν, ὡς δὲ πρὸς τὰ πράγματα, ἐν οἷς θεωρεῖται, ὑπογραφήν· ὥσπερ γὰρ ὁριζόμεθα τὸ λευκόν, τὸ δὲ λευκὸν πάντως ἐν σώματι θεωρεῖται, καὶ ὡς μὲν πρὸς
30τὸ λευκὸν ὁρισμὸν τοῦτο καλοῦμεν, ὡς δὲ πρὸς τὸ σῶμα ὑπογραφήν,
οὕτω καὶ τὴν σχέσιν ὁρίζοντες ὅσον μὲν πρὸς αὐτὴν ὁρισμὸν εἶναι λέγομεν,132

133

ὅσον δὲ πρὸς τὰ πράγματα ὑπογραφήν. ἔνθεν καὶ πρὸς τὰ πράγματα προσ‐ έχοντες, οὐχὶ δὲ πρὸς τὴν σχέσιν, ὑπογραφὴν λέγουσιν, οὐκέτι δὲ ὁρισμόν. πόθεν δὲ ἡ πλάνη; ἐκ τοῦ εἶναι τὴν σχέσιν ἐν τοῖς πράγμασιν.
4tΠρᾶξις ιγʹ.
5 Ἐπειδήπερ ἐπηγγειλάμεθα ὁρίσασθαι τὸ γένος, φέρε χωρήσωμεν ἐπὶ τὸν ὁρισμόν. ὁρίζεται τοίνυν τὸ γένος οὕτως· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορού‐ μενον. ἐπειδήπερ ἀνωτέρω ἐζητήσαμεν ὅτι ἀρετὴ ὁρισμοῦ ἐστι τὸ μόνῳ καὶ τῷ αὐτῷ ἁρμόζειν ἤτοι καὶ ἀντιστρέφειν, φέρε ἴδωμεν ἐπὶ τοῦ παρ‐
10όντος ὁρισμοῦ, εἴ ποτε ἡ ἀρετὴ αὕτη φυλάττεται. φυλάττεται οὖν αὕτη ἡ ἀρετὴ ἀναμφιβόλως· μόνῳ γὰρ τῷ γένει καὶ παντὶ ἁρμόζει· αἱ φωναὶ γὰρ ἑπτά εἰσιν, ἡ μὲν ἄσημος ἡ δὲ σημαντική· αὕτη δὲ διττή, ἡ μὲν γὰρ μερικὴ ἡ δὲ καθόλου· τῶν δὲ καθόλου πέντε εἰσίν, ὡς ἐγνώκαμεν, τοῦτ’ ἔστιν αἱ παροῦσαι φωναί. εἰσὶν οὖν ἓξ φωναὶ σημαντικαί, πέντε καθόλου
15καὶ μία μερική, καὶ ἄλλη ἄσημος συμπληροῦσα τὸν ἑπτὰ ἀριθμόν. ἐκ τούτων τῶν ἑπτὰ μόνῳ τῷ γένει ὁ ὁρισμὸς προσήκει καὶ ἀποδιακρίνει τὸ γένος· ἐν μὲν γὰρ τῷ λέγειν κατηγορούμενον διακρίνει τὴν ἄσημον φωνήν (αὕτη γὰρ μηδὲν σημαίνουσά τινος οὐ κατηγορεῖται), ἐν δὲ τῷ λέγειν κατὰ πλειόνων διακρίνει τὰς μερικὰς ἐκ τῶν καθόλου (αἱ γὰρ
20μερικαὶ ἐκβληθήσονται κατὰ πλειόνων μὴ φερόμεναι· τὸ γὰρ Σωκράτης ἐπὶ ἄλλου τινὸς οὐ φέρεται· ὑπελείφθησαν δὲ αἱ καθόλου), καὶ ἐν μὲν τῷ λέγειν ἐν τῷ τί ἐστι τρεῖς αὐτῶν ἐκβάλλει, τὴν διαφορὰν τὸ ἴδιον καὶ τὸ συμβεβηκός (αὗται γὰρ οὐκ ἐν τῷ τί ἐστι κατηγοροῦνται, ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστι· τὸ ζῷον ποῖόν ἐστι; λογικόν, ὅπερ ἐστὶ διαφορά, γελαστικόν,
25ὅπερ ἐστὶν ἴδιον, μέλαν ἢ λευκόν, ὅπερ ἐστὶ συμβεβηκός), ἐν δὲ τῷ εἰπεῖν διαφερόντων τῷ εἴδει ἐκβάλλει τὸ εἶδος· εἰ γὰρ κατὰ πλειόνων κατηγο‐ ρεῖται ἐν τῷ τί ἐστιν, ἀλλ’ οὖν οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ· κατηγορεῖται γὰρ τὸ εἶδος κατὰ πολλῶν διαφερόντων τῷ ἀριθμῷ, Σωκράτους
καὶ Πλάτωνος καὶ ἄλλων πολλῶν, εἴδει δὲ διαφερόντων οὐκέτι, ἐπεὶ ἔσται133

134

τὸ εἶδος ἑαυτοῦ διαφέρον· τὸ οὖν γένος κατηγορεῖται κατὰ πολλῶν δια‐ φερόντων τῷ ἀριθμῷ καὶ τῷ εἴδει. ἐδείχθη οὖν ὅτι μόνον τὸ γένος ὑπελείφθη καὶ αὐτῷ μόνῳ ἁρμόζει ὁ παρὼν ὁρισμός. Μέμφονται δέ τινες τὴν τάξιν τῆς διακρίσεως. καὶ καλῶς· φασὶ γὰρ
5ὅτι πρῶτον δεῖ τὰ πόρρω διαχωρίζειν καὶ ὕστερον τὰ ἐγγύς· ὁρῶμεν γὰρ ὅτι καὶ τὸ πῦρ διακρῖνον τὰ μέταλλα πρῶτον διακρίνει τὰ πόρρω καὶ ὕστερον τὰ ἐγγύς, οἷον χρυσοῦ ὄντος ἅμα καὶ ἀργύρου καὶ ξύλου πρῶτον διακρίνει τὸ ξύλον, ὅπερ ἐστὶ πόρρω τοῦ ἀργύρου καὶ τοῦ χρυσοῦ, ὕστερον δὲ διακρίνει τὰ ἐγγύς, λέγω δὲ τὸν χρυσὸν ἐκ τοῦ ἀργύρου· ταῦτα γὰρ συγ‐
10γενῆ ἐστι. τὸ τοιοῦτον δὲ ἔχει καὶ ὁ ὁρισμὸς τοῦ ἀνθρώπου· πρῶτον μὲν γὰρ τὰ πόρρω, ὕστερον δὲ τὰ ἐγγὺς διαχωρίζει. καὶ πῶς τὰ πόρρω; πόρρω ἐστὶ τοῦ ἀνθρώπου τὸ ἄψυχον, ἐπειδὴ ἔμψυχόν ἐστι· λέγων οὖν ‘ζῷον‘ δηλοῖ ὅτι ἔμψυχόν ἐστι· τὸ γὰρ ζῷον ἔμψυχόν ἐστι. τὰ ἐγγὺς δὲ ὕστερον διακρίνομεν· ἐπειδὴ γὰρ καὶ ἔμψυχόν ἐστιν ὁ ἵππος καὶ ὅλα τὰ
15ἄλογα (ταῦτα γὰρ τὰ ἔμψυχα ἐγγύς εἰσι τοῦ ἀνθρώπου, ἐπειδὴ τῶν ἐμψύ‐ χων καὶ ὁ ἄνθρωπος), φαμὲν ‘λογικόν‘ καὶ οὕτω τὰ ἐγγὺς αὐτοῦ διαχωρί‐ ζομεν. τὸ τοιοῦτον δὲ ἐπὶ τοῦ προκειμένου ὁρισμοῦ οὐκ ἔστι· πρῶτον γὰρ τὰ ἐγγὺς διέκρινεν, ὕστερον δὲ τὰ πόρρω· λέγων γὰρ τὸ κατὰ πλειόνων διακρίνει τὰ καθόλου ἐκ τῶν μερικῶν, ἅπερ ἐγγύτερα αὐτῶν εἰσι, λέγων
20δὲ κατηγορούμενον διέκρινε τὸ ἄσημον. ἔδει δὲ μᾶλλον πρῶτον τὴν ἄσημον διακρίνειν, ἥτις πόρρω ἐστίν, ὕστερον δὲ τὴν σημαντικήν, ἥτις προσεχής ἐστι. δεῖ οὖν, φασίν, ἀντιστρέφοντας λέγειν γένος ἐστὶ τὸ κατ‐ ηγορούμενον κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστιν, ἵνα τὸ κατηγορούμενον ἐκβάλῃ τὸ ἄσημον, τὸ κατὰ πλειό‐
25νων διαχωρίσῃ τὴν μερικὴν ἐκ τῆς καθόλου, τὸ διαφερόντων τῷ εἴδει ἐκβάλῃ τὸ εἶδος, τὸ ἐν τῷ τί ἐστιν [ἵνα] διαχωρίσῃ τὰς ὑπολοίπους τρεῖς φωνάς, διαφορὰν ἴδιον καὶ συμβεβηκός. Ζητοῦσι δέ τινες εἰ ἄρα συμπεριέλαβεν ὁ ὁρισμὸς οὗτος καὶ τὸ παρὰ Πλάτωνι καθόλου γένος, λέγω δὲ τὰς ἰδέας. ἀπὸ δύο δὲ τρόπων γινώ‐
30σκομεν ὅτι οὐ συμπεριέλαβεν αὐτό, λέγω δὲ τὸ πρὸ τῶν πολλῶν. πρῶτον
μὲν ὅτι ἐκεῖνο ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται, τοῦτο δὲ ἐν τῷ τί ἐστι.134

135

καὶ πῶς ἐν τῷ ὁποῖόν τί ἐστι τὸ παρὰ Πλάτωνι λέξωμεν. αἱ ὁμοιότητες ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται. προκείσθωσαν κεφαλαὶ δύο, φάττης καὶ περιστερᾶς, ἐπειδήπερ ἐοίκασιν ἀλλήλαις. διὰ οὖν τὴν πολλὴν ὁμοιότητα ἐρωτῶμεν ποία ἐστὶν ἡ κεφαλὴ τῆς φάττης· ἰδοὺ αἱ ὁμοιότητες ἐν τῷ
5ὁποῖόν τί ἐστι κατηγοροῦνται. εἴρηται δὲ ὅτι λέγουσιν ἡμᾶς οἱ κατὰ Πλά‐ τωνα καθ’ ὁμοιότητα ἐκείνων τῶν ἰδεῶν γενέσθαι. εἰ οὖν τὸ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ ἐν τῷ ὁποῖόν τί ἐστιν, ὁ ὁρισμὸς οὗτος οὐ συμπεριλαμβάνει καὶ τὸ Πλατωνικὸν γένος. δεύτερον τὸ γένος τοῦτο συν‐ ωνύμως κατηγορούμενον μεταδίδωσι τοῖς εἴδεσι καὶ ὀνόματος καὶ πράγ‐
10ματος, οἷον τὸ ζῷον μεταδίδωσι τῷ ἀνθρώπῳ τοῦ ὀνόματος, ὅτι καὶ ζῷον δύναμαι προσαγορεύειν τὸν ἄνθρωπον, ἀλλὰ μὴν καὶ πράγματος, ὅτι καὶ τοῦ ζῆν ἡμῖν μεταδίδωσι· τοῦτο δὲ συνωνύμως κατηγορεῖσθαι λέγεται. ἐπὶ δὲ τοῦ ἄλλου γένους οὐκ ἔστι τοῦτο εὑρεῖν· εἰ γὰρ καὶ ὀνόματος μετα‐ δίδωσιν, ἀλλ’ οὖν οὐκέτι καὶ πράγματος· τὸ μὲν γὰρ ἀίδιον καὶ ἀσώματον,
15ἡμεῖς δὲ ἐν γενέσει ἐσμὲν καὶ φθορᾷ καὶ σῶμα ἔχομεν. ἐν οἷς ἡ πρᾶξις.
16tΠρᾶξις ιδʹ.
17 Εἰ καὶ ἀκριβὴς ὁ λόγος τοῦ γένους καθέστηκεν, ἀλλ’ οὖν ὅμως κινδυ‐ νεύει τὰ κατὰ τὴν ὕπαρξιν ὑπὸ τῶν τῇ ἀληθείᾳ ἀντιλέγειν εἰωθότων· ἀπορίαις γὰρ κατ’ αὐτοῦ οὐ ταῖς τυχούσαις καθοπλίζονται. ἀλλὰ πρῶτον καὶ τὸ
20δοκοῦν αὐτοῖς ἀντικεῖσθαι εἰς κακίαν αὐτοῦ μεταβάλλουσι· φασὶ γάρ· κακῶς λέγετε συνωνύμως κατηγορεῖσθαι τὸ γένος τοῦ εἴδους· τῷ γὰρ συνωνύμως κατηγορεῖσθαι ὀνόματος καὶ πράγματος μεταδίδωσι τῷ εἴδει· εἰ δὲ μετα‐ δίδωσιν ὀνόματος καὶ πράγματος τὸ γένος τῷ εἴδει, ταὐτόν ἐστιν εἶδος καὶ γένος· οἷον τὸ ζῷον εἰ μεταδίδωσι τῷ ἀνθρώπῳ ὀνόματος καὶ πράγματος
25(ὀνόματος μὲν καθὸ καὶ ὁ ἄνθρωπος λέγεται ζῷον, πράγματος δὲ καθὸ καὶ ὁ ἄνθρωπος ὁμοίως οὐσία ἐστὶν ἔμψυχος αἰσθητικὴ ὥσπερ καὶ τὸ ζῷον), οὐκοῦν ταὐτόν ἐστιν ὁ ἄνθρωπος τῷ ζῴῳ· συμπεριλαμβάνει ἄρα ὁ ὁρισμὸς οὗτος καὶ τὸ εἶδος. κατασκευάζουσι δὲ τοῦτο καὶ διὰ συλλογισμῶν, ὅτι ὁ
ἄνθρωπος γένος ἐστί· φασὶ γάρ· εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, τὸ δὲ ζῷον135

136

γένος, ὁμολογουμένως καὶ ὁ ἄνθρωπος γένος ἐστί. φαμὲν δὲ πρὸς αὐτοὺς ὅτι πλανᾶσθε· μὴ γινώσκοντες γὰρ ὅτι κατὰ τὸ πρᾶγμα μεταδίδωσι τὸ γένος τῷ εἴδει ὀνόματος καὶ πράγματος, οὐχὶ δὲ κατὰ τὴν σχέσιν, λέγετε ταὐτὸν εἶναι γένος καὶ εἶδος· διαφέρει γὰρ τὸ γένος τοῦ εἴδους, κἂν μετα‐
5δίδωσιν αὐτῷ ὀνόματος καὶ πράγματος, καθὸ κατὰ τὴν σχέσιν οὐ μεταδί‐ δωσί τί ποτε τῷ εἴδει· εἰ γὰρ μετεδίδου, καλῶς ἂν ἐλέγετε. εἰ ἐδείχθη οὖν ὅτι οὐ ταὐτόν ἐστι γένος καὶ εἶδος, σαφὲς ὅτι καὶ τὸ γένος συνίσταται καὶ ὁ ὁρισμὸς αὐτοῦ ἄλλο τι οὐ συμπεριλαμβάνει. Δεύτερον δὲ πάλιν ἐγκαλοῦσι λέγοντες ὑπὸ ἁμαρτίαν ἀνάγεσθαι τὸ
10γένος, καθὸ πολλαχῶς οὐ λαμβάνεται ὥσπερ καὶ τὸ εἶδος· ἔστι γὰρ Ἀριστοτελικὸς κανὼν φάσκων ὅτι ὁσαχῶς λαμβάνεται θάτερον τῶν ἀντι‐ κειμένων, τοσαυταχῶς καὶ τὸ ἕτερον· εἰ οὖν τὸ γένος καὶ τὸ εἶδος τῶν πρός τί εἰσι, πολλαχῶς δὲ λαμβάνεται τὸ εἶδος (λέγω γὰρ καὶ ἄνθρωπον καὶ ἵππον καὶ κύνα καὶ ἄλλα τινά, ἅπερ μόνῳ τῷ ζῴῳ ἀντίκειται), ὤφειλε
15καὶ τὸ ζῷον πολλαχῶς λαμβάνεσθαι ὥσπερ καὶ τὸ εἶδος. νῦν δὲ εἰ τοῦτο οὐ γίνεται (πολλὰ γὰρ τὰ εἴδη, ἓν δὲ τὸ γένος), ὁμολογουμένως ἁμαρτίᾳ μεγάλῃ τὸ τοιοῦτον περιπίπτει· οὔτε γὰρ δύνασαι εἰπεῖν ὅτι ἑνὸς εἴδους κατηγορεῖται φυσικῶς, κατὰ συμβεβηκὸς δὲ πολλῶν, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔτε γένος ἐστί· γένος γὰρ τὸ κατὰ πολλῶν εἰδῶν κατηγορούμενον· τὸ ἑνὸς
20γὰρ κατηγορούμενον οὐκέτι λέγεται γένος. φαμὲν δὲ πρὸς αὐτοὺς ὅτι οὐ κατ’ ἀριθμόν φησιν ὁ Ἀριστοτέλης ἀντικεῖσθαι τὰ τοιαῦτα καὶ ὁμοίως λαμβάνεσθαι, ἀλλὰ κατὰ τὴν φύσιν. ἀμέλει καὶ ἕνα πατέρα φαμὲν πέντε υἱῶν εἶναι πατέρα, τοσαυταχῶς δὲ τοὺς υἱοὺς λαμβάνεσθαι ὁσαχῶς καὶ ὁ πατήρ· καὶ γὰρ εἰ καὶ πλείονι ἀριθμῷ τὸν πατέρα παρέχονται, ἀλλ’ οὖν
25ὅμως πάντες μιᾷ φύσει ἀντίκεινται τῷ πατρὶ ὥσπερ καὶ ὁ εἷς υἱός. ἀλλὰ μὴν καὶ δεξιὸν ἕνα φαμὲν καὶ πέντε ἀριστεροὺς ὁμοίως λαμβάνεσθαι, καθὸ μιᾷ φύσει ἀλλήλοις ἀντίκεινται. τότε δὲ ὤφειλον ἐπιλαμβάνεσθαι, ὅταν τοὺς πολλοὺς ἀριστεροὺς οὐ κατὰ τὴν αὐτὴν φύσιν ἀντικεῖσθαι τῷ δεξιῷ εὕρωσιν. εἰ οὖν πάντες οἱ ἀριστεροὶ ὡς ἀριστεροὶ τῷ δεξιῷ ἀντίκεινται, ἀνεπίληπτος
30ὁ λόγος καθίσταται. οὐκ ἔστιν ἄρα ἄτοπον τὸ εἶδος πολλαχῶς λαμβανό‐ μενον ὡς ἓν εἶδος τῷ γένει ἀντικεῖσθαι. Τρίτον λέγουσιν ὅτι ὁ ὁρισμὸς οὗτος τὸ καθόλου γένος οὐ συμπερι‐
λαμβάνει· εὑρίσκομεν γὰρ ὅτι τούτου τοῦ καθόλου γένους οὐκ ἔστιν ἄλλο136

137

ἐπαναβεβηκός, οἱονεὶ τὸ κατηγορούμενον ἐπαναβεβηκὸς τούτου τοῦ γένους· ἐκ γὰρ τούτου τοῦ κατηγορουμένου ἐστὶν ἢ τὸ μερικὸν ἢ τὸ καθόλου· τῇ γὰρ προτεραίᾳ διείλομεν τὸ κατηγορούμενον εἴς τε τὴν μερικὴν καὶ εἰς τὴν καθόλου φωνήν· τούτου δὲ τοῦ καθόλου γένος ὁ προκείμενος ὁρισμὸς
5ἐδόθη, οὐχὶ δὲ καὶ τοῦ ἐπαναβεβηκότος. φαμὲν δὲ πρὸς αὐτοὺς ὅτι εἰ καὶ πιθανή ἐστιν ἡ ἀπορία, ἀλλ’ οὖν εὐχερὴς ἡ ἐπίλυσις· ὃν γὰρ λόγον ἐπὶ τοῦ ὁρισμοῦ τοῦ καθόλου ἐλέγομεν, τὸν αὐτὸν καὶ ἐπὶ τούτου τοῦ ὁρισμοῦ λέξομεν· ὡς γὰρ ἐκεῖνος ὁ ὁρισμὸς πάντα ὁρισμὸν ὁρίζων καὶ ἑαυ‐ τὸν ὁρίζει, οὕτω καὶ ὁ ὁρισμὸς οὗτος τὸ καθόλου γένος ὁρίζων καὶ τὸ ὑπερ‐
10βεβηκὸς ὁρίζει· λέγων γὰρ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον συμπεριλαμβάνει ἅμα καὶ τὸ ὑπερβεβηκὸς γένος· καὶ αὐτὸ γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται. οὐκ ἔστιν οὖν ἄτοπον εὑρεθῆναι καὶ ἄλλο ὑπερβεβηκὸς συμ‐ περιλαμβανόμενον ὑπὸ τοῦ ὁρισμοῦ τῶν καθόλου γενῶν.
15 Τέταρτον ἐπαποροῦσι λέγοντες ὅτι οὐ καλῶς ἔχει ὁ ὁρισμός· ἔστι γὰρ καθόλου γένος κατηγορούμενον πολλῶν οὐ τῷ εἴδει μόνον διαφερόντων, ἀλλὰ καὶ τῷ γένει. ὤφειλεν οὖν ὁ ὁρισμὸς ἔχειν οὕτως· τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ γένει καὶ τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. ἀπὸ παραδειγμάτων δὲ λέγουσι πῶς ἔστι τινὰ γένη κατηγορούμενά τινων
20τῷ γένει διαφερόντων. ἡ οὐσία κατηγορεῖται ἐμψύχου καὶ ἀψύχου· ἔστιν οὖν ἡ οὐσία γένος κατηγορούμενον κατὰ πλειόνων οὐ τῷ εἴδει μόνον δια‐ φερόντων ἀλλὰ καὶ τῷ γένει. οἷον τὸ ἔμψυχον ἢ ζῷον ἢ ζῳόφυτον ἢ φυτόν. ταῦτα δὲ οὐ μόνον τῷ εἴδει διαφέρει ἀλλὰ καὶ τῷ γένει· τούτων γὰρ τὸ ἔμψυχον κατηγορεῖται ὡς γένος ἄλλων. τινὲς δὲ πρὸς ταῦτα
25ἀπολογούμενοι οὕτω φασίν, ὅτι πρὸς τὰ ἄνω εἴδη φαμὲν τὰ τοιαῦτα (οἷον τὸ ἔμψυχον καὶ τὸ ἄψυχον πρὸς τὴν οὐσίαν εἴδη εἰσί), πρὸς δὲ τὰ κάτω γένη, οἷον τὸ ἔμψυχον πρὸς τὸ ζῷον ζῳόφυτον καὶ φυτὸν γένος ὑπάρχει. καὶ ἔστι μὲν ἡ τοιαύτη ἀπολογία πιθανῶς εἰρημένη, οὐκ ἀκριβὴς δέ· τὸ γὰρ ἀληθὲς οὕτως ἔχει· φαμὲν γὰρ ὅτι τὸ καθόλου γένος κατηγορεῖται καὶ
30πλειόνων διαφερόντων τῷ γένει καὶ πλειόνων διαφερόντων τῷ εἴδει, καὶ ὅπου μὲν διαφερόντων τῷ γένει, ἐκεῖ πάντως καὶ τῷ εἴδει, ὅπου δὲ τῷ εἴδει διαφερόντων κατηγορεῖται, οὐ πάντως ἐκεῖ καὶ τῷ γένει. τοῦ μὲν πρώτου ἐστὶ τοῦτο παράδειγμα· ἡ οὐσία κατηγορεῖται τοῦ ἐμψύχου καὶ τοῦ
ἀψύχου· ταῦτα γὰρ διαφέρει τῷ γένει, ἀλλὰ μὴν καὶ τῷ εἴδει. τοῦ δευ‐137

138

τέρου δὲ τοῦτο· τὸ ζῷον κατηγορεῖται τοῦ ἵππου καὶ τοῦ ἀνθρώπου καὶ ἄλλων τινῶν· ταῦτα δὲ διαφέρει τῷ εἴδει, οὐκέτι δὲ καὶ τῷ γένει· ὁ γὰρ ἄνθρωπος μόνον εἶδός ἐστιν. ἐπεὶ οὖν ἀεὶ τὸ γένος κατηγορεῖται πλειόνων διαφερόντων τῷ εἴδει, οὐκ ἀεὶ δὲ διαφερόντων τῷ γένει, ἀναγκαίως ὁ Πορ‐
5φύριος πρὸς τὸ ἀεὶ ἀποβλέπων τὸ διαφερόντων τῷ εἴδει εἶπεν, οὐχὶ δὲ τῷ γένει. οἱ γὰρ ὁρισμοὶ ἐξ οὐσιωδῶν φωνῶν συγκείμενοι τὸ ἀεὶ θέλουσιν ἔχειν· εἰ δὲ αἱ οὐσιώδεις φωναὶ οὐ θέλουσι ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, ἀλλ’ ἀεὶ εἶναι, ἀναγκαίως τὸ διαφερόντων τῷ γένει μὴ ἀεὶ ὂν παρ‐ ῆκεν ὁ Πορφύριος.
10 Πέμπτον ἔτι φασὶν τὸν ὁρισμὸν κακῶς ἔχειν· λέγουσι γὰρ ὅτι οὐ μόνον τῷ γένει ἁρμόζει ὁ ὁρισμὸς οὗτος, ἀλλὰ καὶ τῷ εἴδει· τὸ γὰρ ἁπλῶς εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται· ἔστι γὰρ ἐν ἐμοὶ εἶδος καὶ ἐν τῷ ἵππῳ εἶδος, ἀλλὰ μὴν καὶ ἐν ὅλοις τοῖς εἴδεσι. φαμὲν δὲ πρὸς τοῦτο ὅτι τὸ ἁπλῶς εἶδος γένος ἐστί· τὸ γὰρ ἐν ἐμοὶ καὶ ἐν τῷ
15ἵππῳ καὶ ἐν τῷ κυνὶ εἶδος γένος ἐστίν. ἀλλὰ μὴν καὶ ἡ ἁπλῶς διαφορὰ γένος ἡ οὖσα ἐν ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις. οὐκ ἄτοπον δὲ τοῖς τοιούτοις ἁρμόζειν καὶ τὸν ὁρισμὸν γένους τάξιν ἐπέχουσι. τῇ μέντοι τοιᾷδε διαφορᾷ καὶ τῷ τοιῷδε εἴδει οὐχ ἁρμόσει.
19tΠρᾶξις ιεʹ.
20nὋ καὶ ὑπογράφοντες ἀποδεδώκασιν.
21 Εἴπομεν ἐν τῇ θεωρίᾳ πῶς ἐκ τῆς ἀσήμου φωνῆς τὴν σημαντικὴν δεῖ πρῶτον διαστέλλειν, καὶ εἶθ’ οὕτως τὴν σημαντικήν· αὐτὸς δὲ ὁ Πορφύριος τῆς σημαντικῆς διαστολὴν ποιεῖται ἐάσας τὴν διάκρισιν τῆς ἀσημάντου καὶ σημαντικῆς. ἔστιν οὖν ἡ σημαντικὴ ἢ καθόλου ἢ μερική. ἐλλιπὴς δὲ ἡ
25τοιαύτη διαίρεσις· οὔτε γὰρ συμπεριελάβομεν τὴν καθ’ ἕκαστα· ἄλλη γάρ ἐστιν ἡ μερικὴ καὶ ἄλλη ἡ καθ’ ἕκαστα· ἡ μὲν γὰρ μερικὴ ἀόριστός ἐστιν οἷον τὶς ἄνθρωπος, ἡ δὲ καθ’ ἕκαστα ὁριστὴ οἷον Σωκράτης. δεῖ οὖν λέγειν ὅτι ἡ σημαντικὴ ἢ καθόλου ἐστὶν ἢ καθ’ ἑνός· λέγων γὰρ καθ’ ἑνὸς δηλοῖς καὶ τὴν μερικὴν καὶ τὴν καθ’ ἕκαστα· ἓν γάρ τι δηλοῦσιν· ἀμέλει καὶ ἀνθορί‐
30ζονται τί ἐστι μερικόν; καθ’ ἕκαστα πλανώμενον. τί ἐστι καθ’ ἕκαστα;
μερικὸν ὡρισμένον. ἀλλὰ καὶ πάλιν οὕτω λέγοντες ἐλλιπῆ τὸν λόγον ἐῶμεν·138

139

τὰς γὰρ ὁμωνύμους φωνὰς παρήκαμεν· οὔτε γὰρ ἐν τοῖς καθ’ ἑνός εἰσι, καθὸ πολλὰς φύσεις δηλοῦσιν, οὔτε ἐν τοῖς καθόλου, καθὸ τὸ καθόλου καὶ ὀνόματος καὶ πράγματος μεταδίδωσιν, αἱ δὲ ὁμώνυμοι φωναὶ μόνον ὀνόματος. δεῖ οὖν λέγειν κατὰ πλειόνων, ἵνα ᾖ οὕτως ἡ διαίρεσις· ἡ σημαντικὴ
5φωνὴ ἤτοι κατὰ πλειόνων ἐστὶν ἢ καθ’ ἑνός. λέγων δὲ τὸ κατὰ πλειόνων εἰσφέρεις καὶ τὰς ὁμωνύμους καὶ τὰς συνωνύμους. καὶ περὶ μὲν τῶν ὁμω‐ νύμων οὐκ ἔστιν ἡμῖν ἐνταῦθα φροντίς, περὶ δὲ τῶν συνωνύμων· αὗται γὰρ αἱ πέντε φωναὶ συνώνυμοί εἰσι. καὶ ὅταν μὲν ἐν τῷ τί ἐστι κατηγο‐ ρῶνται, δηλοῦσιν ἢ τὸ γένος ἢ τὸ εἶδος, ὅταν δὲ ἐν τῷ ὁποῖόν τί ἐστιν,
10εἰ μὲν οὐσιωδῶς κατηγοροῦνται, δηλοῦσι τὴν διαφοράν, εἰ δὲ ἐπουσιωδῶς, εἰ μὲν μίαν φύσιν δηλοῦσι, τότε τὸ ἴδιον, εἰ δὲ κοινόν τι σημαίνουσι, τότε τὸ συμβεβηκός.
13nὋ καὶ ὑπογράφοντες.
14Διὰ τί οὐκ εἶπεν ‘ὑπογράφων‘, ἀλλ’ ὑπογράφοντες; διὰ τοῦτό φασιν,
15ἵνα δείξῃ τὸν ὁρισμὸν μὴ εἶναι ἴδιον, ἀλλὰ τῶν Περιπατητικῶν, οἷς εἶπε παρακολουθεῖν.
17nΤῶν κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς λέγεται μόνου ὡς
18nτὰ ἄτομα.
19Διάκρισιν ποιεῖται τῆς σημαντικῆς, ἵνα δείξῃ πῶς διακρίνει τὸ γένος
20ἐκ τῶν σημαινουσῶν φωνῶν. ἥμαρτε δέ, ὡς εἴπομεν, μὴ διακρίνων τὴν ἄσημον πρῶτον ἐκ τῆς σημαντικῆς, καὶ εἶθ’ οὕτως τὴν σημαντικὴν ἐκ τῆς κατὰ πλειόνων καὶ καθ’ ἑνός. εἴπομεν δὲ ὅτι καλῶς εἶπε καθ’ ἑνὸς καὶ καὶ οὐχὶ μερικήν· ἔμελλε γὰρ ἐᾶν τὴν καθ’ ἕκαστα λέγων τὴν μερικήν.
24nΟἷον Σωκράτης καὶ τὸ οὗτος καὶ τὸ τοῦτο.
25 Διὰ τῶν προκειμένων παραδειγμάτων δηλοῖ καὶ τὴν καθ’ ἕκαστα καὶ τὴν μερικήν· ἐν μὲν γὰρ τῷ λέγειν Σωκράτης δηλοῖ τὴν καθ’ ἕκαστα (ὥρισται γάρ), ἐν δὲ τῷ λέγειν οὗτος καὶ τοῦτο δηλοῖ τὴν μερικήν· ἀόριστον γὰρ τὸ τοῦτο ἐκεῖνο, καθὸ δύναται ἐν πολλοῖς εἶναι, ὁ μέντοι
Σωκράτης οὐ δύναται εἶναι ἐν Ἀλκιβιάδῃ.139

140

(1n)

Τὰ δὲ κατὰ πλειόνων.
2 Καλῶς εἶπε κατὰ πλειόνων καὶ οὐχὶ καθόλου· ἤμελλε γὰρ ἐᾶν τὰς ὁμωνύμους φωνὰς λέγων καθόλου.
4nΚαὶ τὰ συμβεβηκότα κοινῶς ἀλλὰ μὴ ἰδίως τιν.
5 Καλῶς εἶπε κοινῶς τὸ συμβεβηκὸς λαμβάνεσθαι καὶ μὴ ἰδίως· ὅταν γὰρ ἰδίως ληφθῇ, τότε οὐ κατὰ πλειόνων λέγεται τὸ συμβεβηκός, ἀλλὰ καθ’ ἑνός, οἷον ἡ οὐλὴ τοῦ Ὀδυσσέως ἴδιον συμβεβηκός ἐστιν, οὐκέτι δὲ φέρεται τοῦτο καὶ ἐπὶ ἄλλου. τὸ μέντοι λευκὸν καὶ μέλαν κοινὰ συμβεβη‐ κότα εἰσὶ καὶ κατὰ πλειόνων φέρεται.
10nΣυμβεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι.
11 Ζητεῖται διὰ τί ἐπὶ μὲν τῶν ἄλλων φωνῶν ἓν παράδειγμα παρατίθε‐ ται πρὸς μίαν καὶ ἑκάστην, ἐπὶ δὲ τοῦ συμβεβηκότος τρία παρέθετο. φαμὲν δὲ ὅτι διττοῦ ὄντος τοῦ συμβεβηκότος (τὸ μὲν γὰρ χωριστόν ἐστιν ὡς τὸ ἐν ἡμῖν λευκόν, τὸ δὲ ἀχώριστον ὡς τὸ ἐν Αἰθίοπι μέλαν), διττὰ καὶ τὰ
15παραδείγματα παρατίθεται ἀπὸ ὀνομάτων καὶ ῥημάτων. καὶ διὰ μὲν τῶν ὀνομάτων δηλοῖ τὸ ἀχώριστον (τὰ γὰρ ὀνόματα χρόνῳ οὐ μεταπίπτει), διὰ δὲ τῶν ῥημάτων δηλοῖ τὸ χωριστόν· ὥσπερ γὰρ τὰ ῥήματα χρόνῳ μετα‐ πίπτει, οὕτω καὶ τὸ χωριστὸν συμβεβηκὸς χρόνῳ μεταπίπτει.
19nΤῶν μὲν οὖν καθ’ ἑνὸς κατηγορουμένων διαφέρει τὰ
20nγένη τῷ κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι.
21 Εἰπὼν ὅτι τῶν καθ’ ἑνὸς διαφέρει τὰ γένη τῷ κατηγορεῖσθαι κατὰ πλειόνων, λέγει πάλιν πῶς διαφέρει τῶν κατὰ πλειόνων.
23nΟἳ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλὰ τῷ ἀριθμ.
24Τὰ γὰρ ἄτομα εἴδει οὐ διαφέρει, ἀλλὰ ἀριθμῷ.140

141

(1n)

Ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ μόνον.
2Ὁ γὰρ βοῦς καὶ ὁ ἄνθρωπος οὐ τῷ ἀριθμῷ διαφέρουσιν, ἀλλὰ τῷ εἴδει.
3nΤοῦ δὲ ἰδίου διαφέρει τὸ γένος, ὅτι τὸ μὲν ἴδιον ἑνὸς
4nεἴδους, οὗ ἐστιν ἴδιον, κατηγορεῖται καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτό‐
5nμων, ὡς τὸ γελαστικόν.
6 Οὐχ ὥσπερ ἐν τῇ θεωρίᾳ ἐλέγομεν διαφέρειν τὸ γένος τοῦ ἰδίου, καθὸ ἐν τῷ τί ἐστι κατηγορεῖται τὸ γένος, ἐν δὲ τῷ ὁποῖόν τί ἐστι τὸ ἴδιον, οὕτω καὶ ἐνταῦθά φησι· λέγει γὰρ ὅτι ἐν τῷ λέγειν διαφερόντων τῷ εἴδει ἐκβάλλομεν τὸ εἶδος καὶ τὸ ἴδιον, τὸ μὲν εἶδος, καθὸ οὐ δια‐
10φερόντων τῷ εἴδει κατηγορεῖται, ἀλλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἴδιον, καθὸ ἑνὸς εἴδους κατηγορεῖται, οὗ ἐστιν ἴδιον, καὶ τῶν ἀτόμων τοῦ εἴδους· τὸ γὰρ γελαστικὸν ἀνθρώπου μόνου καὶ Σωκράτους, τὸ δὲ γένος πολλῶν εἰδῶν κατηγορεῖται.
14nΤῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων δια‐
15nφέρει τὸ γένος καὶ μέχρι ἀλλ’ οὐκ ἐν τῷ τί ἐστι κατηγοροῦνται.
16 Φησὶν ὅτι εἰ καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγο‐ ροῦνται αἱ διαφοραὶ καὶ τὰ συμβεβηκότα, ἀλλ’ οὖν ὅμως τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ταῦτα δὲ ἐν τῷ ὁποῖόν τί ἐστι. πόθεν δὲ δῆλον, εἰ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, αἱ δὲ διαφοραὶ καὶ τὰ συμ‐
20βεβηκότα ἐν τῷ ὁποῖόν τί ἐστιν; ἐκ τῆς ἐρωτήσεως· ἡ μὲν γὰρ ἐρώτησις τὴν ἀπόκρισιν ποιεῖ, ἡ δὲ ἀπόκρισις τὴν κατηγορίαν δηλοῖ· ἐρωτῶν γὰρ ‘ποῖος ἐστὶν ὁ ἄνθρωπος;‘ ἀκούεις ‘ἢ λευκὸς ἢ λογικόσ‘, καὶ τὸ μὲν λευκὸν τὸ συμβεβηκὸς δηλοῖ, τὸ δὲ λογικὸν τὴν διαφοράν. ὥστε οὖν ἡ ἀπόκρισις δηλοῖ τὴν κατηγορίαν. ὅταν δὲ ἐρωτήσῃς ‘τί ἐστιν ὁ ἄνθρωπος;‘ ἀκούεις
25‘ζῷον‘· τὸ οὖν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται.
26nἮν δὲ ἀνθρώπου γένος τὸ ζῷον.
27Ἀναλαμβάνει πάλιν τὸν λόγον καί φησιν ἐν μὲν τῷ λέγειν τὸ γένος141

142

κατὰ πλειόνων κατηγορεῖσθαι, διαστέλλεται ἐκ τῶν καθ’ ἑνὸς (τὰ γὰρ καθ’ ἑνὸς τῶν ἀτόμων μόνων κατηγορεῖται), τῷ δὲ διαφερόντων τῷ εἴδει ἀπὸ τῶν εἰδῶν καὶ ἰδίων.
4nΤὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῆς
5nδιαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων.
6 Ταῦτα γὰρ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται. ἐμάθομεν δὲ διὰ τί κοινῶς λέγεται τὰ συμβεβηκότα.
8nἪ πῶς ἔχον.
9Ταὐτόν ἐστι τὸ ὁποῖόν τί ἐστι καὶ πῶς ἔχον.
10nἩ τοῦ γένους ῥηθεῖσα ὑπογραφ.
11 Κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν εἴπωμεν πῶς ὁρισμός ἐστιν ὁ προκείμενος καὶ οὐχ ὑπογραφή. ὁρισμὸς τοίνυν ἐστὶ καὶ οὐχ ὑπογραφή, καθὸ ἐπὶ μὲν τῆς ὑπογραφῆς δυνατὸν αἱρουμένης μιᾶς φωνῆς τὴν ὑπογραφὴν σώζεσθαι, οἷον εἰ λέγεις ‘ὁ ἄνθρωπος ζῷόν ἐστι γελαστικὸν ὀρθοπεριπατητικόν‘, σώζε‐
15ται ἡ ὑπογραφὴ ‘ζῷον γελαστικόν‘, ἐπὶ δὲ τοῦ ὁρισμοῦ αἱρουμένης μιᾶς φωνῆς οὐκέτι σώζεται ὁ ὁρισμός. [καὶ πῶς ὑπογραφὴν λέγει ὁ φιλόσοφος τὸ προκείμενον καὶ οὐχ ὁρισμόν; ὅτι πρὸς τὰ πράγματα ἀποβλέπει]. ἔστω οὖν ὁ προκείμενος ὁρισμὸς καὶ οὐχ ὑπογραφή, καθὸ οὐ δυνάμεθα ἐκτὸς μιᾶς φωνῆς εἰπεῖν αὐτόν. καὶ γένος μὲν ἔχει τὴν ἁπλῶς φωνήν, συστατι‐
20κὴν δὲ διαφορὰν τὴν ἀπὸ τῆς φωνῆς διαίρεσιν. διαιρεῖται δὲ εἰς ἄσημον καὶ σημαντικήν.
22tΠρᾶξις ιϛʹ.
23tΠερὶ εἴδους.
24Τῇ τάξει τοῦ φιλοσόφου χρησάμενοι φυσικῇ οὔσῃ καὶ καταλλήλῳ τοῖς
25πράγμασιν, εὐλόγως μετὰ τὴν τοῦ γένους διδασκαλίαν ἐπὶ τὴν τοῦ εἴδους142

143

χωρήσομεν. ἀλλ’ ἐνταῦθά τινες ἡμῖν ἀποροῦσι λέγοντες ὅτι τὴν διαφορὰν προτάξαι ὀφείλομεν ὥσπερ ἐν τοῖς ἄνω, ἢ τὸ εἶδος ὤφειλεν ἐν τοῖς ἄνω προτάσσεσθαι τῆς διαφορᾶς· τὸ γὰρ προτάττειν τοῦ εἴδους ἐν τοῖς ἄνω τὴν διαφορὰν καὶ ὧδε τῆς διαφορᾶς τὸ εἶδος ἀκατάλληλον ποιεῖ τὸν λόγον.
5φαμὲν δὲ ὅτι δικαίως ἐκεῖ μὲν τὴν διαφορὰν προέταξεν ὧδε δὲ τὸ εἶδος· ἐπεὶ γὰρ ἐκεῖσε πρώτη τάξις ὑπάρχει, εὐλόγως τῇ διαφορᾷ ἡ πρώτη τάξις ἐδόθη ἐκ τῆς φύσεως· φυσικῶς γὰρ προτάττεται τοῦ εἴδους· καθολικωτέρα γάρ ἐστι τοῦ εἴδους ὡς ἁπλουστέρα. ἀλλὰ μὴν καὶ αἰτία αὐτοῦ ἐστιν· αὕτη γὰρ τέμνει τὸ γένος εἰς εἴδη. ὧδε δὲ τῆς διαφορᾶς εὐλόγως τὸ εἶδος
10προτάττεται, καθὸ τῶν πρός τί ἐστι τὸ εἶδος καὶ τὸ γένος· ὁριζομένου δὲ τοῦ γένους πάντως μνήμη τοῦ εἴδους γίνεται· ἀνθέλκει γὰρ τὸ γένος τὸ εἶδος. ἐπεὶ οὖν πρὸ ὀλίγου τὸ γένος ὡρισάμεθα, ἀνάγκη ἐστὶ καὶ τὸ εἶδος ὁρίσασθαι. σχεδὸν δὲ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ εἴδους ἡ αὐτὴ διδασκαλία γίνεται· τῶν γὰρ πρός τί εἰσιν. ἀλλὰ μὴν καὶ οὐκ ἠδυνάμεθα τὸ γένος
15ὁρίσασθαι καὶ εὐθέως τὴν διαφοράν, καὶ ἐᾶσαι τὸν περὶ τοῦ εἴδους λόγον ἐκκρεμῆ· μνείαν γὰρ τοῦ εἴδους ἐν τῷ ὁρισμῷ τοῦ γένους πεποιήμεθα. Ἐπεὶ οὖν τὴν τάξιν ἐγνώκαμεν, φέρε καὶ ἐπὶ τὴν λείπουσαν διδασκα‐ λίαν χωρήσωμεν· δεῖ γὰρ πρῶτον Ἀριστοτελικῷ νόμῳ κεχρημένους διαστεί‐ λασθαι τὴν ὁμωνυμίαν καὶ εἰπεῖν περὶ ποίου σημαινομένου ἐστὶν ὁ
20λόγος καὶ ὕστερον τὴν περὶ τούτου διδασκαλίαν προαγαγεῖν· ὁμώνυμος γὰρ φωνὴ τὸ εἶδος καὶ πάντως τοῦτο ἀπαιτεῖ. ἔστιν οὖν διττὸν τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, ὥσπερ καὶ ἐν Φοινίσσαις ὁ Εὐριπίδης φησὶ
πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. ἀλλὰ μὴν καὶ ἡ συνήθεια τοῦτο αὐτὸ δηλοῖ τὸν εὔμορφον εὐειδῆ καλοῦσα
25καὶ τὸν ἄμορφον δυσειδῆ. λέγεται δὲ καὶ εἶδος τὸ ὑποτασσόμενον τῷ γένει, ὥσπερ ὁ ἄνθρωπος εἶδος τοῦ ζῴου λέγεται. ἐγνωκότες οὖν ποσα‐ χῶς λέγεται τὸ εἶδος, φέρε εἴπωμεν καὶ περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος. περὶ τοῦ κατὰ φιλοσοφίαν τοίνυν εἴδους ὁ λόγος ἡμῖν ὑπάρχει. ἀλλὰ πρὸ τῆς τούτου διδασκαλίας ἀναγκαῖον εἰπεῖν τί φιλόψογοί τινες
30ἐγκαλοῦσι τῷ φιλοσόφῳ, καὶ ὕστερον ἐπ’ αὐτὴν βαδίσωμεν. ἐγκαλοῦσι δέ τινες λέγοντες ὅτι οὐκ εἶπεν ἐπὶ τοῦ εἴδους πολλαχῶς εἶναι τὸ σημαινόμενον ὥσπερ καὶ ἐπὶ τοῦ γένους. φαμὲν δὲ πρὸς τούτους ὅτι περὶ τοῦ γένους διαλαμβάνων εἶπε μὴ ἁπλῶς καὶ τὸ εἶδος λέγεσθαι, τοῦτ’ ἔστι μοναχῶς,
λέγων ἔοικε δὲ τὸ γένος καὶ τὸ εἶδος μὴ ἁπλῶς λέγεσθαι. ἕτεροι143

144

δὲ ἐγκαλοῦσι, καθὸ οὐ λέγει περὶ ποίου σημαινομένου τοῦ εἴδους ἐστὶν αὐτῷ ὁ λόγος. οἱ δὲ πάνυ κακῶς ἐπιλαμβάνονται· εἰ γὰρ ὅλως περὶ εἴδους διαλαμβάνει, πάντως περὶ τοῦ κατὰ φιλοσοφίαν διαλήψεται, ἐπειδὴ καὶ περὶ τοῦ κατὰ φιλοσοφίαν γένους διέλαβεν. ἐπεὶ οὖν ἠλέγξαμεν τοὺς
5μάτην ἐγκαλοῦντας τῷ φιλοσόφῳ, φέρε τὴν περὶ τοῦ εἴδους διδασκαλίαν, ὡς ἐπηγγειλάμεθα, σαφηνίσωμεν. Τριχῶς τοίνυν ὁρίζεται τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ τὸ ὑποτασ‐ σόμενον τῷ γένει, λέγεται δὲ εἶδος καὶ οὗ κατηγορεῖται τὸ γένος, ἀλλὰ μὴν καὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν
10τῷ τί ἐστι κατηγορούμενον. ἰστέον δὲ ὅτι οἱ πρῶτοι δύο ὁρισμοὶ κοινω‐ νίαν ἔχουσι πρὸς ἀλλήλους καὶ διαφοράν· καὶ κοινωνίαν μέν, καθὸ οἱ δύο τὸ εἶδος ὁρίζονται, διαφορὰν δέ, καθὸ ὁ μὲν πρῶτος ἔχει τὴν σχέσιν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος χωροῦσαν ὁ λέγων τὸ ὑποτασσόμενον τῷ γένει, ὁ δὲ ἕτερος ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος ὁ λέγων οὗ κατηγορεῖται τὸ
15γένος. ἀλλὰ μὴν καὶ ὁ τρίτος κοινωνίαν ἔχει πρὸς τούτους καὶ διαφοράν· κοινωνίαν μέν, καθὸ καὶ αὐτὸς τὸ εἶδος ὁρίζεται, διαφορὰν δέ, καθὸ αὐτὸς μὲν τοῦ εἰδικωτάτου εἴδους κατηγορεῖται, αὐτοὶ δὲ τοῦ ἀλλεπαλλήλου. καὶ εἰδικώτατον μέν, ὅτι φησὶν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ δια‐ φερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον (τὸ τοιοῦτον
20δὲ σημαίνει τὸν ἄνθρωπον· ὁ γὰρ ἄνθρωπος πολλῶν κατηγορεῖται δια‐ φερόντων τῷ ἀριθμῷ), ἀλλεπαλλήλου δὲ οὗτοι κατηγοροῦνται, καθὸ οὐχ ὁρίζουσι τὸ εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, ἀλλὰ τὸ εἶδος τὸ ὑποτασσόμενον τῷ γένει καὶ οὗ κατηγορεῖται τὸ γένος. δυνατὸν δὲ τοῦτο καὶ ἐπὶ τοῦ ἀνθρώπου λαμβάνε‐
25σθαι καὶ ἐπὶ τοῦ ζῴου· καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν ὑποτασσόμενον τῷ γένει καὶ οὗ κατηγορεῖται τὸ γένος. τινὲς δὲ διαβάλλουσι τὸν λόγον ὡς διάλληλον ὄντα· ἐν μὲν γὰρ τῷ ὁρισμῷ τοῦ γένους εἴδους ἐμνησάμεθα, ἐν δὲ τῷ ὁρισμῷ τοῦ εἴδους γένους ὡσαύτως ἐμνησάμεθα. ἀγνοοῦσι δὲ οἱ τοιοῦτοι ὅτι μᾶλλον ἐπὶ τῶν πρός τι δεκτέος ἐστὶν ὁ διάλληλος λόγος ἤπερ
30ἀποβλητέος. τοὐναντίον δὲ εἰ μὴ δι’ ἀλλήλων ὡρίζοντο, ὑπὸ ἔγκλησιν ἔπι‐ πτον. καὶ εὖγε τῆς ἐπιλύσεως, ὅτι οὐ μόνον ἐνέδραμεν εἰς τὰς ἡμετέρας ψυχάς, ἀλλὰ καὶ ἐπὶ ἑτέραν ἡμᾶς ποδηγεῖ ἀπορίαν· εἰκὸς γάρ τινα ἀπορῆσαι διὰ τί ἐπὶ τοῦ ὑστέρου ὁρισμοῦ οὐκ ἔστι διάλληλος ὁ λόγος· οὔτε γάρ ἐστιν
ἐν αὐτῷ μνεία τοῦ γένους· ἄτοπον ἄρα ὑπάρχει τὸ τοιοῦτον. ἀλλ’ ἔστιν144

145

εἰπεῖν ὅτι ἔστι μὲν ἐν αὐτῷ διάλληλος ὁ λόγος, ἀλλ’ οὐχ ὥσπερ οἱ πρῶτοι ἔχουσι τὸν διάλληλον λόγον, οὕτω καὶ οὗτος· ἐπὶ μὲν γὰρ ἐκείνων διάλ‐ ληλος ὁ λόγος ὑπάρχει, καθὸ τοῦ γένους ἐμνήσατο, ἐπὶ δὲ τούτου, καθὸ καὶ τὰ ἄτομα εἰσφέρει καὶ ὑπὸ ἀτόμων εἰσφέρεται. ἰστέον δὲ ὅτι ἐπὶ τῶν
5τριῶν ὁρισμῶν τρεῖς σχέσεις νοοῦνται· οἱ μὲν γὰρ δύο πρῶτοι τὴν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἔχουσιν (ὁ γὰρ λέγων οὗ κατηγορεῖται τὸ γένος δηλοῖ τὴν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος, ὁ δὲ λέγων τὸ ὑποτασσόμενον τῷ γένει δηλοῖ τὴν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος), ὁ δὲ τρίτος τὴν πρὸς τὰ ἄτομα ἔχει. οὐδεὶς δὲ τούτων
10τέλειος ὑπάρχει· οὔτε γὰρ οἱ πρῶτοι ἔχουσιν τὴν πρὸς τὰ ἄτομα σχέσιν οὔτε ὁ ὕστερος τὴν πρὸς τὸ γένος. διὰ τοῦτο χρὴ μᾶλλον οὕτως ὁρίζειν· εἶδός ἐστι τὸ ὑποτασσόμενον τῷ γένει κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.
14nΤὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς.
15 Ζητοῦσι διὰ τί, πρὶν εἴπῃ διαφορὰν τοῦ εἴδους, τὸν συμπλεκτικὸν σύν‐ δεσμον προήνεγκε. καί φασιν ἵνα δείξῃ ὅτι καὶ ἄνω ἄλλως λέγεται. ἀξία δὲ ἡ ἀπολογία τῆς ἀπορίας, ἀλλὰ γὰρ ὑπόψυχρος· τῷ γὰρ ὀρθῶς σκοποῦντι καλῶς ἔχει ἡ σύνταξις δηλονότι.
19nΤὸ λευκὸν τοῦ χρώματος εἶδος.
20 Γένος γάρ ἐστι τὸ χρῶμα· φέρεται γὰρ καὶ ἐπὶ τοῦ λευκοῦ καὶ ἐπὶ τοῦ μέλανος καὶ ἐπὶ τοῦ ξανθοῦ. εἴδη δὲ αὐτοῦ τὰ τοιαῦτα.
22nΤὸ δὲ τρίγωνον τοῦ σχήματος εἶδος.
23 Τὸ τρίγωνον εἶδος λέγεται, τὸ δὲ σχῆμα γένος. λέγουσι δέ τινες ὅτι κακῶς λέγει τὸ τρίγωνον εἶδος· οὐδέποτε γὰρ ἓν τῶν εἰδῶν τοῦ ἑτέρου
25προτερεύει, ὥσπερ ὁ ἄνθρωπος οὐ προτερεύει τοῦ ἵππου, οὐδὲ ὁ ἵππος τοῦ κυνός· τὸ δὲ τρίγωνον καὶ τετράγωνον εἴ φησιν ὁ Πορφύριος εἴδη, ἁμαρτάνει· προτερεύει γὰρ τὸ τρίγωνον τοῦ τετραγώνου· πάντως γὰρ ὁ
τρία τοῦ τέσσαρα προηγεῖται. λέγουσι δέ τινες ὅτι πολλάκις ἐπειδὴ τὸ145

146

τρίγωνον εὐθύγραμμον λέγεται, τὸ δὲ τετράγωνον ἰσόγραμμον, κατὰ ταύτας δὲ τὰς φωνὰς ἕτερον ἑτέρου οὐ προτερεύει, πρὸς τὸ εὐθύγραμμον ἀπο‐ βλέπων εἶδος αὐτὸ ἐκάλεσεν.
4nΕἰ δὲ καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους μεμνήμεθα
5nεἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί
6nἐστι κατηγορούμενον, καὶ τὸ εἶδός φαμεν τὸ ὑπὸ τὸ ἀποδοθὲν
7nγένος μέχρι τοῦ χρῆσθαι ἀμφοτέροις.
8 Φησὶν ὅτι εἰ καὶ ὁρίζοντες τὸ γένος εἴδους ἐμνημονεύσαμεν εἰρηκότες ‘γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει‘, καὶ πάλιν τὸ
10εἶδος ὁρίζοντες εἴπομεν ‘τὸ ὑποτασσόμενον τῷ ἀποδοθέντι γένει‘, οὐ δόξει ὁ λόγος διάλληλος ὑπάρχων ὑπὸ ἁμαρτίαν ἄγειν ἡμᾶς· ταῦτα γὰρ τῶν πρός τι ὄντα οὐκ ἀποβάλλεται τὸν διάλληλον λόγον, τοὐναντίον δὲ ἀσπάζεται.
13nἙκάτερον ἑκατέρου.
14Τοῦτ’ ἔστι διττοῦ.
15nἈποδιδόασιν.
16Ἀντὶ τοῦ ὁρίζουσιν.
17nΑἱ δὲ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων.
18 Φησὶν ὅτι οἱ ἄλλοι ὁρισμοὶ οὐ μόνον τῶν εἰδικωτάτων εἰσὶν εἰδῶν, ἀλλὰ καὶ τῶν ὑπαλλήλων. εἰρήσεται δὲ ἡμῖν πλατύτερον τί ἐστιν ὑπάλ‐
20ληλον εἶδος.
21tΠρᾶξις ιζʹ.
22 Αἰνιγματωδῶς εἰρηκότες περὶ τοῦ γένους καὶ τοῦ εἴδους ἐν τοῖς προ‐ λαβοῦσι, φέρε δὴ σαφηνείας χάριν παραδείγμασι χρησώμεθα οἱονεὶ δακτύλῳ δεικνύντες τὰ πράγματα, καὶ μάλιστα Ἀριστοτελικοῖς δοκίμοις οὖσι. πρὸ δὲ
25τῆς Ἀριστοτελικῆς διαιρέσεως φέρε τινὰ φωτίζοντα τὴν διαίρεσιν εἴπωμεν.146

147

τὸ γένος διχῶς λέγεται· λέγεται γὰρ γένος γενικώτατον, λέγεται καὶ ὑπάλ‐ ληλον. ἀλλὰ μὴν καὶ τὸ εἶδος διχῶς λέγεται· τῶν γὰρ πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἐπεὶ οὖν ὡς λαμβάνεται τὸ γένος, οὕτω καὶ τὸ εἶδος, δικαίως αὐτῷ τὸ διττὸν ἀπεκλήρωσαν· λέγεται γὰρ καὶ εἶδος εἰδικώτατον,
5λέγεται καὶ εἶδος ὑπάλληλον. καὶ ἐπειδὴ τὸ μὲν γενικώτατον γένος ἐπανα‐ βεβηκὸς αὐτῷ ἄλλο τι οὐκ ἔχει, διὰ τοῦτο καὶ ὑπερθετικῇ φωνῇ ἐχρησά‐ μεθα (οὕτω γὰρ καὶ τὸ ἄγαν λευκὸν καὶ μὴ μετέχον μέλανος λευκότατόν φαμεν), τὸ δὲ ὑπάλληλον γένος ἔχει ὑπερβεβηκὸς γένος, ὅπερ καὶ εἶδος λέγεται, οἷον τὸ ζῷον τὴν οὐσίαν. πάλιν εἰδικώτατον εἶδος λέγεται, οὗ μή
10ἐστιν ὑποβεβηκὸς εἶδος (διὰ τοῦτο ἐπ’ αὐτοῦ ὑπερθετικῇ ἐχρησάμεθα), ὑπάλληλον δὲ εἶδός ἐστιν, ὃ μὴ μόνον εἶδος λέγεται, ἀλλὰ καὶ γένος. τὸ μὲν οὖν ἀκρότατον γένος γενικώτατον λέγεται, τὸ δὲ ἀκρότατον εἶδος εἰδι‐ κώτατον, τὸ δὲ μέσον γένος ὑπάλληλον γένος, τὸ δὲ μέσον εἶδος ὑπάλληλον εἶδος. ἔστιν οὖν κατανοῆσαι τρία ὄντα τὰ πράγματα καὶ τέσσαρας τὰς
15σχέσεις· δύο μὲν τὰ ἄκρα, ἓν δὲ τὸ ἐν μέσῳ, καὶ μία μὲν σχέσις ἐστὶν ἡ ἀπὸ τοῦ γενικωτάτου γένους πρὸς τὰ κάτω, μία δὲ ἡ ἀπὸ τοῦ εἰδικω‐ τάτου εἴδους πρὸς τὰ ἄνω, δύο δὲ τῶν ὑπαλλήλων· ἔχουσι γὰρ μίαν πρὸς τὰ ἄνω καὶ μίαν πρὸς τὰ κάτω. ἐπεὶ οὖν ἐγνώκαμεν τρία εἶναι τὰ πράγ‐ ματα, τέσσαρας δὲ τὰς σχέσεις, φέρε εἴπωμεν διὰ τί ὑπάλληλα τὰ τοιαῦτα
20λέγεται. τινὲς μὲν λέγουσιν ὅτι διὰ τοῦτο ὑπάλληλα λέγεται, ἐπειδὴ ἀλλή‐ λοις ὑποτάσσεται. κακῶς δέ· τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ εἰδικώτατον εἶδος ὑπάλληλον λεχθήσεται ἄλλοις ὑποτασσόμενον· ὑπάλληλα γὰρ λέγεται, καθὸ δύνανται καὶ γένη εἶναι καὶ εἴδη, καὶ εἴδη μὲν πρὸς τὰ πρὸ ἑαυτῶν, γένη δὲ πρὸς τὰ μεθ’ ἑαυτά. καὶ ὑπάλληλον μὲν εἶδος λέγομεν τὸ δυνάμενον
25καὶ γένος εἶναι, ὑπάλληλον δὲ γένος τὸ δυνάμενον καὶ εἶδος εἶναι. τὸ ὑπάλληλον οὖν ἁρμόζει τοῖς δύο. ἰστέον δὲ ὅτι οὐ χρὴ λέγειν ὑπάλληλον γένος καὶ ὑπάλληλον εἶδος ἐπὶ τοῦ αὐτοῦ, ἵνα μὴ ἀδολεσχήσωμεν· ἀρκεῖ γὰρ τὸ ἕν· λέγων γὰρ ὑπάλληλον εἶδος δηλοῖς τὸ γένος καὶ ὑπάλληλον γένος δηλοῖς τὸ εἶδος· περὶ οὗ δὲ ὁ λόγος γίνεται, τὸ ὑπάλληλον προσ‐
30λαμβάνει. Μαθόντες δὲ τί γενικώτατον γένος καὶ τί εἰδικώτατον εἶδος καὶ τί ὑπάλληλον, φέρε τὴν Ἀριστοτελικὴν διαίρεσιν παραθῶμεν, ὡς ἐπηγγειλά‐ μεθα. ἵνα ἀκριβέστερα ἐξ αὐτῆς τὰ λεγόμενα ποιήσωμεν. οἱ Ἀριστοτελικοὶ
τὸ γενικώτατον γένος οὕτω διαιροῦσιν· ἡ οὐσία ἢ σῶμα ἢ ἀσώματον, τὸ147

148

σῶμα ἢ ἔμψυχον ἢ ἄψυχον, τὸ ἔμψυχον ἢ ζῷον ἢ ζῳόφυτον ἢ φυτόν, τὸ ζῷον ἢ λογικὸν ἢ ἄλογον, τὸ λογικὸν ἢ θνητὸν ἢ ἀθάνατον, καὶ εἰ μὲν θνητόν, δηλοῖ τὸν ἄνθρωπον, εἰ δὲ ἀθάνατον, δηλοῖ τὸ θεῖον. καὶ τὴν μὲν οὐσίαν φασὶ γενικώτατον γένος, καθὸ ἐπαναβεβηκός τι αὐτῆς οὐκ ἔστιν
5ἕτερον γένος, εἰδικώτατον δὲ εἶδός φασι τὸν ἄνθρωπον, καθὸ ὑποβεβηκὸς αὐτοῦ εἶδος οὐκ ἔστι (τοῦτο γάρ ἐστι τὸ ἔσχατον), τὸ ζῷον δὲ καὶ τὸ ἔμψυχον ὑπάλληλα γένη καλοῦσιν, ἔτι δὲ καὶ ὑπάλληλα εἴδη, καθὸ μέσα ὄντα δύνανται καὶ γένη εἶναι καὶ εἴδη. ἐπειδὴ δὲ ἐπιλαμβάνονται τῆς τοιαύτης διαιρέσεως οἱ Πλατωνικοὶ καὶ οὐκ ὀλίγος ἐστὶν ὁ περὶ αὐτῆς λόγος,
10φέρε ὀλίγα περὶ τοῦ ζῴου καὶ ζῳοφύτου καὶ φυτοῦ ζητήσαντες καταπαύ‐ σωμεν τὴν θεωρίαν, ἐν ἑτέρᾳ τὰ ἐκ τῶν Πλατωνικῶν ἀντιτιθέμενα διδάσκειν εὐτρεπιζόμενοι. διαιρεῖται τοίνυν τὸ ἔμψυχον εἰς ζῷον ζῳόφυτον φυτόν. καὶ φυτόν ἐστι τὸ ἔχον τρεῖς δυνάμεις, τὴν γεννητικὴν τὴν αὐξητικὴν τὴν θρεπτικήν. καὶ εὖγε τῆς δημιουργίας τῆς φύσεως· χαρισαμένη γὰρ ἡμῖν
15τὴν γεννητικὴν ἐχαρίσατο καὶ τὴν αὐξητικήν, ἵνα δι’ αὐτῆς τέλειοι γενό‐ μενοι ἐπιτήδειοι πρὸς τὸ γεννᾶν ἐσόμεθα· εἰ γὰρ ἐμένομεν παῖδες, οὐ δυνα‐ τῶς εἴχομεν φύειν ἕτερον. ἐπειδὴ δὲ καὶ ἡ αὐξητικὴ δέεται θρεπτικῆς, ἀναγκαίως τὴν θρεπτικὴν ἡμῖν ἐδωρήσατο. ταύταις οὖν ταῖς τρισὶ δυνά‐ μεσιν εἰ προσέλθῃ τις αἴσθησις, ποιεῖ τὸ ζῳόφυτον. ὅτι δὲ ἔχει αἴσθησιν
20τὸ ζῳόφυτον, σαφὲς ἐκ τοῦ ἐν τοῖς ὕδασιν ἡδόμενον ἐξαπλοῦσθαι καὶ κάρφους ἀνιῶντος συστέλλεσθαι. εἰ ἐπὶ τούτοις δὲ γίνηται κίνησις, γίνεται τὸ ζῷον. ἰστέον δὲ ὅτι ὅπου κίνησις, ἐκεῖ καὶ αἴσθησις, οὐχ ὅπου δὲ αἴσθησις, ἐκεῖ καὶ κίνησις, ὡς χείρων δὲ τῆς κινήσεως οὖσα ἡ αἴσθησις ὑποτάττεται τῇ κινήσει. ἴσως δὲ ἀπορήσει τις λέγων ‘πόθεν δῆλον ὅτι ἡ
25κίνησις ἔχει αἴσθησιν;‘ πόθεν δῆλον; ἐκ τοῦ μὴ ποιεῖν τι τὴν φύσιν μάτην· εἰ οὖν ἐκτὸς τῆς αἰσθήσεως ἐδημιούργει ἡ φύσις, ἐμέλλομεν ἀποκρημνοῦν καὶ ἐπ’ ἀπωλείᾳ βαδίζειν αἴσθησιν ἐν τῇ κινήσει μὴ ἔχοντες, ὅπερ ἡ φύσις οὐ βούλεται· τοσοῦτον γὰρ ἡ φύσις τῶν οἰκείων κήδεται δημιουργημάτων, ὅτι καὶ τῷ σκώληκι τῆς ὁράσεως ἀποτυχόντι τὸ μαλθακὸν ἐχαρίσατο, ἵνα
30μὴ ἀποκρημνιζόμενος ἐπ’ ἀπωλείᾳ γένηται. ἔχομεν ἐντεῦθεν πορισμοῦ μοῖραν ὅτι οὐχ ὑγιῶς ἔχει ὁ ὁρισμὸς τοῦ ζῴου· συμπεριλαμβάνει γὰρ καὶ τὸ ζῳόφυτον· φαμὲν γὰρ τὸ ζῷον οὐσίαν ἔμψυχον αἰσθητικήν· τοιαῦτα δὲ καὶ τὰ ζῳόφυτα. δεῖ οὖν προσθεῖναι τὸ αὐτοκίνητον, τοῦτ’ ἔστιν οὐσία
ἔμψυχος αἰσθητικὴ αὐτοκίνητος. κίνησιν δὲ λέγω τὴν ἀπὸ τόπου εἰς τόπον.148

149

(1t)

Πρᾶξις ιηʹ.
2 Ὥσπερ ἀληθείας προϊστάμενοι οἱ τὰ Πλάτωνος πρεσβεύοντες δόγματα τῆς Ἀριστοτελικῆς διαιρέσεως ἐπιλαμβάνεσθαι σπουδάζουσι· φασὶ γὰρ ὅτι ἐναντία ἑαυτῷ καὶ τοῖς ἄλλοις φθέγγεται ὁ Ἀριστοτέλης φάσκων τὴν οὐσίαν
5διαιρεῖσθαι εἰς ἐναντιότητας, εἴ γε ἐν Κατηγορίαις φησὶ μὴ ἔχειν αὐτὴν ἐναντιότητα. Πλωτῖνος δὲ καὶ τὴν αἰτίαν ἔλεγε· φησὶ γὰρ δικαίως· οὐκ ἔχει ἡ οὐσία ἐναντιότητα, καθὸ οὐκ ἔστιν ἐν ὑποκειμένῳ· αὐτὴ γὰρ ὑπο‐ κείμενον ὑπάρχει· τὰ γοῦν ἐναντία πάντως ἐν ὑποκειμένῳ ὄντα τὴν μάχην ποιεῖται· οὕτω γὰρ τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἕνεκεν τοῦ ὑποκειμένου
10μάχονται· βούλεται γὰρ ἓν ἕκαστον τοῦ ἄλλου τὸ ὑποκείμενον λαβεῖν· τὸ ψυχρὸν γὰρ σπεύδει μεταβάλλειν τὸ θερμὸν εἰς ψυχρόν. ὅτι δὲ εἰς ἐναντία διαιρεῖ ὁ Ἀριστοτέλης τὴν οὐσίαν, σαφὲς ἐκ τῶν λεγομένων· φησὶ γὰρ ‘ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον‘. τὸ σῶμα καὶ τὸ ἀσώματον ἐναντία εἰσίν. ἀλλὰ μὴν οὐδὲ αὕτη ἐστὶν ἁμαρτία μόνη, ἀλλὰ καὶ ἑτέρα·
15φησὶ γὰρ ὅτι καὶ τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· ἐναντίον δὲ τὸ ἔμψυχον τῷ ἀψύχῳ. ἄλλως δὲ ἡμάρτηται· δεῖ γὰρ μᾶλλον ἐκ τοῦ ἐμψύχου διελεῖν τὸ σῶμα· εἰ γὰρ καὶ ψυχὴν καὶ σῶμα ἔχει τὸ ἔμψυχον, ὁμολογουμένως τοῦ ἐμψύχου 〈μέροσ〉 τὸ σῶμα. τοὐναντίον δὲ ἐκ τοῦ σώματος τὴν διαίρεσιν ἐποιήσατο λέγων αὐτὸ διαιρεθῆναι εἰς ἄψυχον καὶ ἔμψυχον.
20τρίτη ἁμαρτία ἀναφύεται Ἀριστοτέλει, ὅτι φησὶ τὸ θεῖον σῶμα εἶναι· τοῦτο γὰρ συνάγεται αὐτῷ ἐκ τῆς τοιαύτης διαιρέσεως· εἰ γὰρ ἐκ τοῦ ἐμψύχου σώματος γίνεται τὸ ζῷον καὶ ἐκ τοῦ ζῴου τὸ ἀθάνατον λογικόν, ἔσται ἄρα καὶ τὸ λογικὸν ἀθάνατον σῶμα. Τοιαύταις μέμψεσι τὴν Ἀριστοτέλους οἱ Πλατωνικοὶ καταποντίσαντες
25διαίρεσιν ἐπὶ ἑτέραν, ἣν ἔχειν καλῶς νομίζουσι, τὸ βάδισμα ἐπιταχύνουσιν. ἄμεινον δὲ πρῶτον ὑπὲρ τῆς δοκούσης κακῶς ἔχειν Ἀριστοτελικῆς διαιρέσεως ἀπολογήσασθαι καὶ εἶθ’ ὕστερον τὴν τῶν Πλατωνικῶν ἐκθέσθαι· ἔστι γὰρ εἰπεῖν ὡς οὔτε ὅλως ἥμαρτον περὶ τῆς τοιαύτης διαιρέσεως οἱ Ἀριστοτέλει πειθαρχοῦντες· δεῖξαι γὰρ ἔχομεν ἐκ περιουσίας ὡς οὐδὲ ἐναντία εἰσὶ ταῦτα,
30τέως οὐδὲ ἀντικείμενα. διαιρεῖται τοίνυν τὸ ἀντικείμενον εἰς τέσσαρα· ἤτοι149

150

γὰρ τὰ ἀντικείμενα ἐναντία ἐστὶν ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρόν (ταῦτα δὲ εἰς ἄλληλα θέλει μεταβάλλειν), ἤτοι ὡς ἕξις καὶ στέρησις (μεταβάλλεται γὰρ τούτων τὸ ἓν εἰς τὸ ἕτερον, ὥσπερ ἡ ἕξις εἰς στέρησιν, οὐκέτι δὲ ἡ στέρησις εἰς ἕξιν· ἀπὸ γὰρ ἕξεως στέρησις γίνεται, ἀπὸ δὲ στερήσεως οὐκ
5ἔτι ἕξις), ἢ ὡς τὰ πρός τι (ταῦτα γὰρ σώζει ἄλληλα, ὡς πατὴρ καὶ υἱός), ἢ ὡς ἀντίφασις ‘ὁ δεῖνα περιπατεῖ ἢ οὐ περιπατεῖ‘· τὸ τοιοῦτον δὲ οὐ δύνα‐ ται κατ’ ἄμφω ἀληθεύειν καὶ κατ’ ἄμφω ψεύδεσθαι· ἐκ γὰρ τῆς κατα‐ φάσεως ἢ ἀποφάσεως γίνεται ἡ ἀντίφασις. ὅπου γὰρ ἡ ἀπόφασις ἀληθεύει, ἐκεῖ ψεύδεται ἡ κατάφασις, οἷον οὐ περιπατεῖ· τὸ περιπατεῖ ὧδε ψεύδεται.
10ὅπου δὲ ἡ κατάφασις ἀληθεύει, ἐκεῖ ψεύδεται ἡ ἀπόφασις· περιπατεῖ Σωκράτης· οὐ περιπατεῖ τοῦτο ψεύδεται· ἅπαξ γὰρ ἐρρέθη ‘περιπατεῖ‘. ὥστε οὖν ἀδύνατον τὰ δύο ἀληθεύειν ἢ ψεύδεσθαι. ὅτι δὲ οὐκ ἀντίκειται τὸ σῶμα τῷ ἀσωμάτῳ καθ’ ἕνα τῶν λεγομένων τρόπων, σαφὲς ἐντεῦθεν· τὸ σῶμα καὶ τὸ ἀσώματον οὐκ ἔστιν ἐναντία, καθὸ οὐ πέφυκεν εἰς ἄλληλα
15μεταβάλλειν· οὔτε γὰρ τὸ σῶμα ἀσώματον οὔτε τὸ ἀσώματον σῶμα, ὥσπερ τὸ ψυχρὸν εἰς θερμὸν μεταβάλλεται καὶ τὸ θερμὸν εἰς ψυχρόν. οὔτε μὴν ἀντίκεινται ὥσπερ ἕξις καὶ στέρησις, καθὸ οὐδέτερον αὐτῶν μεταβάλλει εἰς τὸ ἕτερον, ἀλλὰ μὴν ἡ ἕξις μόνον εἰς στέρησιν μεταβάλλεται, οὐκ ἔτι δὲ ἡ στέρησις εἰς ἕξιν. συγχωρείσθω δὲ τὸ ὁποῖόν τι θέλεις εἰς τὸ ἕτερον
20μεταβάλλειν, ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ὁμολογουμένως οὐκ ἀντίκεινται κατὰ τοῦτον τὸν τρόπον. οὔτε μὴν ὡς τὰ πρός τι ἀντίκεινται, ἐπειδὴ τὰ πρός τι σώζει ἄλληλα, ταῦτα δὲ φθείρει· ὅπου γὰρ σῶμα, οὐκ ἔστι τὸ ἀσώματον, καὶ ὅπου τὸ ἀσώματον, οὐκ ἔστι σῶμα. ἀλλὰ μὴν οὐδὲ κατὰ τὸν τῆς ἀντιφάσεως ἀντίκεινται· ἐπὶ μὲν γὰρ τῆς ἀντιφάσεως τὰ δύο οὐ
25δύνανται ἀληθεύειν ἢ ψεύδεσθαι, ἐπὶ δὲ τούτων καὶ τὰ δύο ἀληθεύει καὶ ψεύδεται· ἀληθεύει μὲν ὡς ἵνα εἴπῃ ‘ὁ ἄνθρωπος σῶμα καὶ οὐκ ἀσώματον‘ (ἄμφω γὰρ ἀληθεύει), ψεύδεται δὲ ὡς ἵνα εἴπῃ ‘τὸ λευκὸν σῶμα καὶ μὴ ἀσώματον‘· κατ’ ἄμφω γὰρ ψεύδεται· ἐψεύσατο δὲ καθ’ ἓν σῶμα λέγων τὸ λευκὸν καὶ καθ’ ἕτερον ὅτι μὴ ἀσώματον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ
30ἐμψύχου καὶ τοῦ ἀψύχου· οὔτε γὰρ ἀντίκεινται ὡς τὰ πρός τι οὔτε ὡς ἕξις καὶ στέρησις οὔτε ὡς ἀντίφασις, καθὸ οὔτε σώζει ἄλληλα οὔτε τὸ ἓν εἰς τὸ ἕτερον μεταβάλλεται οὔτε ἐπὶ τοῦ ἑνὸς ἀληθεύει καὶ ἐπὶ τοῦ ἑτέρου
ψεύδεται. τοῦτο μόνον δοκεῖ ἐναντιοῦσθαι· πολλάκις γὰρ εἴποι τις ὡς150

151

ἀντίκεινται ὡς τὰ ἐναντία· μεταβάλλει γὰρ εἰς ἄλληλα· ἰδοὺ γὰρ ἡ τροφὴ ἄψυχόν τι οὖσα εἰς ἔμψυχον μεταβάλλεται (γίνεται γὰρ αἷμα), καὶ τὸ ἔμψυχον πάλιν εἰς τὸ ἄψυχον, ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. καί φαμεν ὅτι οὐ δύναται εἶναι ἐναντία, καθὸ οὐδέποτε τὰ ἐναντία σώζει ἄλληλα, τοὐναντίον
5δὲ ἀναιρεῖ· ὁρῶμεν δὲ ὅτι καὶ τὸ ἄψυχον σώζει τὸ ἔμψυχον, ὥσπερ ἡ τροφὴ καὶ τὰ ἐδέσματα. τὸ δὲ λέγειν ὡς ἥμαρτον ἀπὸ τοῦ σώματος λέγοντες τὸ ἔμψυχον (τοῦ γὰρ ἐμψύχου μέρος ἐστὶ τὸ σῶμα), πάνυ φαῦλον ὑπάρχει· οὔτε γὰρ πᾶν σῶμα μέρος ἐστὶ τοῦ ἐμψύχου, ἀλλὰ τὸ τοιόνδε· τὸ οὖν ἁπλῶς σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον. τρίτον ἔλεγον
10καλεῖν Ἀριστοτέλην τὸ λογικὸν ἀθάνατον σῶμα εἰς τὴν τοιαύτην διαίρεσιν. φαμὲν δὲ ὅτι οὐ τὸ θεῖον τὸ ποιοῦν ἡμῶν πρόνοιαν λέγει ἐκ τοῦ ζῴου διαιρεῖσθαι, ἀλλὰ τὰ οὐράνια σώματα· βούλεται γὰρ τὰ τοιαῦτα θεῖα λογικὰ καλεῖν. καὶ εἰ φήσουσι ‘πῶς τὸν ἥλιον θεῖον καλεῖ;‘ λέξομεν ‘τί γὰρ ἄτοπον Ἀριστοτέλην λέγειν τὰ οὐράνια σώματα θεῖα, ὅπου γε καὶ ὁ Πλάτων
15ἐν πολλοῖς τοὺς ἄνδρας καλεῖν θείους ἠξίωσεν;‘ εἴρηται δὲ τὰ τοιαῦτα θεῖα διὰ τὸ θέειν, τοῦτ’ ἔστι τρέχειν· ἕνεκα γὰρ τούτου καὶ τὸ θεῖον τὸ προ‐ νοούμενον ἡμῶν θεῖον ἐκλήθη, καθὸ πάντῃ περιθέει. Ἀπολογησάμενοι οὖν ὑπὲρ τῆς τῶν Ἀριστοτελικῶν διαιρέσεως φέρε καὶ κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν τὴν τῶν Πλατωνικῶν ἐκθησόμεθα.
20διαιροῦσι τοίνυν τὴν οὐσίαν οὕτως· ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώ‐ ματον καὶ εἰς μικτόν. τὸ σῶμα ἢ ἀκίνητόν ἐστιν ἢ κεκινημένον. καὶ εἰ μὲν ἀκίνητον ἐστι, ποιεῖ τὸν τόπον (δικαίως δὲ ὁ τόπος ἀκίνητός ἐστι· τὸ γὰρ κινούμενον ἐν τόπῳ ἐστίν· εἰ δὲ καὶ ὁ τόπος ἐκινεῖτο, ἐν τόπῳ ἐζήτει κινεῖσθαι· εἶναι δὲ τόπον ἐν τόπῳ ἄτοπον), εἰ δὲ κινούμενον, ἢ κύκλῳ
25κινεῖται ἢ κατ’ εὐθύ. καὶ εἰ μὲν κατ’ εὐθὺ κινεῖται, εἰ μὲν ἄνω, γίνεται τὸ πῦρ καὶ ὁ ἀήρ, εἰ δὲ κάτω, τὸ ὕδωρ καὶ ἡ γῆ. εἰ δὲ κύκλῳ, εἰ μὲν ἀπ’ ἀνατολῶν εἰς δυσμάς, γίνεται ἡ ἀπλανὴς σφαῖρα, εἰ δὲ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, γίνεται ἡ ὑποκάτω καὶ αἱ ἄλλαι. τὸ ἀσώματον διαιρεῖται εἰς ἔνυλον καὶ εἰς ἄυλον. καὶ εἰ μὲν εἰς ἔνυλον, ποιεῖ τὴν φυτικὴν καὶ
30ἄλογον ψυχήν, εἰ δὲ εἰς ἄυλον φύσει καὶ ἐνεργείᾳ ἄφθαρτον, γίνεται τὸ151

152

θεῖον (τοῦτο γὰρ ἀσώματόν ἐστι καὶ ἀεὶ ἄφθαρτον κατὰ τὴν φύσιν καὶ κατὰ τὴν ἐνέργειαν), εἰ δὲ κατὰ μὲν τὴν φύσιν ἄφθαρτον κατὰ δὲ τὴν ἐνέργειαν φθαρτόν, δηλοῖ τὴν λογικὴν ψυχήν. τὸ μικτὸν ἀπὸ σώματος καὶ ἀσωμάτου ἐστί, διὸ καὶ μικτὸν καλεῖται. ποιεῖ δὲ τοῦτο τὸ ἔμψυχον·
5ἔμψυχον γάρ ἐστι μικτόν. τὸ ἔμψυχον διαιρεῖται εἰς τὸ ζῷον καὶ εἰς τὸ ζῳόφυτον καὶ εἰς τὸ φυτόν. καὶ εἰ μὲν ᾖ τὸ φυτὸν χαμαιπετές, λέγεται πόα, εἰ δὲ ὑψιπετές, δένδρον, εἰ δὲ μέσον, θάμνος. οὐκ ἔστι δὲ ἀνεπίληπτος ἡ τοιαύτη διαίρεσις· κακῶς γὰρ λέγουσιν τὸν τόπον εἶναι σῶμα· ἔσται γὰρ σῶμα διὰ σώματος χωροῦν, εἰ τὰ κινούμενα ἐν τόπῳ κινεῖται. ἀλλὰ μὴν
10τοῦτο ἄτοπον. οὐκ ἔστιν οὖν ὁ τόπος σῶμα. ἄλλως τε ἐκ τῶν αὐτῶν δείκνυται ὅτι οὐκ ἔστι σῶμα· εἰ γὰρ τὸ σῶμα ἐν τόπῳ θέλει εἶναι, σῶμα δὲ ὁ τόπος, ἔσται ὁ τόπος ἐν τόπῳ, ἔτι δὲ καὶ ὁ ἄλλος τόπος ἐν τόπῳ καὶ 〈τοῦτο〉 ἐπ’ ἄπειρον, ὅπερ ἄτοπον.
14nΚαθ’ ἑκάστην κατηγορίαν ἐστί τινα γενικώτατα.
15 Φησὶν ὅτι εὑρίσκομέν τινα γενικώτατα κατηγορούμενα καί τινα εἰδι‐ κώτατα· γενικώτατον μὲν ὡς εἴπομεν τὴν οὐσίαν, εἰδικώτατον δὲ ὡς εἴπομεν τὸν ἄνθρωπον. λέγουσι δὲ ὅτι οὐκ ὤφειλεν εἰπεῖν γενικώτατα· οὔτε γὰρ κατηγορεῖται ἕν τι πολλῶν γενικωτάτων· δεῖ οὖν ἑνικῶς λέγειν γενικώτατον ἢ τὸ πληθυντικὸν ἀνθ’ ἑνικοῦ νοεῖσθαι.
20nὙπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ὑπερβεβηκὸς γένος.
21 Καλῶς εἶπε γένος· ἔστι γὰρ τὸ ὂν ἐπαναβεβηκὸς τῆς οὐσίας, ἥτις γενικώτατον λέγεται, ἀλλ’ οὐκ ἔστι γένος, ὥς φησιν Ἀριστοτέλης. Ἀριστο‐ τέλει οὖν πειθαρχῶν ὁ Πορφύριος οὐ λέγει τὸ ὂν γένος, εἰ καὶ τὰ μάλιστα βούλεται ὁ Πλάτων αὐτὸ εἶναι γένος.
25nΜεθ’ ὃ οὐκ ἂν εἴη ἄλλο ὑποβεβηκὸς εἶδος.
26Καὶ ὧδε καλῶς εἶπε τὸ εἶδος· ἔστι γὰρ καὶ ἄλλα τῷ εἴδει ὑποβεβη‐
κότα ὡς ὁ Σωκράτης καὶ Πλάτων, ἀλλ’ οὐκ εἴδη.152

153

(1n)

Ὑπὸ δὲ ταύτην ἐστὶ σῶμα.
2 Τελείως οὐκ ἐπεξέρχεται τῇ διαιρέσει· διαιρεῖται γὰρ ἡ οὐσία οὐ μόνον εἰς σῶμα, ἀλλὰ καὶ εἰς ἀσώματον. μήποτε δὲ τὰ συμβαλλόμενα τῷ παρα‐ δείγματι παραδίδωσι.
5nΚαὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων προσεχὲς εἶδος ἂν εἴη
6nμόνον, οὐκέτι δὲ καὶ γένος.
7 Καλῶς εἶπε τὸ προσεχές· ἰδοὺ γὰρ τὸ ζῷον κατηγορεῖται τοῦ Σωκρά‐ τους καὶ Πλάτωνος, οὐκ ἔστι δὲ ὅμως μόνον εἶδος, καθὸ προσεχῶς τῶν ἀτόμων οὐ κατηγορεῖται. τὰ οὖν προσεχῶς κατηγορούμενα τῶν ἀτόμων
10ταῦτα εἴδη μόνον λέγεται ὡς ὁ ἄνθρωπος.
11tΠρᾶξις ιθʹ.
12 Πάρεστιν ὁ Πορφύριος περὶ τῶν αὐτῶν τὴν διδασκαλίαν ποιούμενος, πρῶ‐ τον περὶ τῶν ἄκρων διδάξων εἶθ’ ὕστερον περὶ τῶν μέσων, φημὶ δὲ περὶ τῶν ὑπαλλήλων. φησὶν οὖν ὅτι τὸ γενικώτατον μίαν σχέσιν ἔχει τὴν πρὸς τὰ
15ὑπ’ αὐτό, τὸ δὲ εἰδικώτατον μίαν τὴν πρὸς τὰ πρὸ αὐτοῦ, τὰ δὲ ὑπάλληλα μίαν μὲν τὴν πρὸς τὰ πρὸ αὐτῶν, ἄλλην δὲ τὴν πρὸς τὰ μετ’ αὐτά. σαφῆ δὲ ὑπάρχει τοῦ τοιούτου τὰ παραδείγματα. τινὲς δὲ λέγουσιν ὅτι κακῶς λέγει φάσκων τὸ εἰδικώταταν μίαν σχέσιν ἔχειν τὴν πρὸς τὰ πρὸ αὐτοῦ· δύο γὰρ ἔχει, τὴν μὲν μίαν τὴν πρὸς τὰ πρὸ αὐτοῦ οἷον ὁ ἄνθρω‐
20πος πρὸς τὸ ζῷον, ἄλλην δὲ τὴν πρὸς τὰ ἄτομα. κακῶς δὲ ἐπιλαμβάνονται τοῦ φιλοσόφου· μίαν γὰρ λέγει τὴν τοιαύτην σχέσιν, καθὸ ἑκατέρα αὐτῶν εἴδους ἐστὶ σχέσις· ἡ μὲν γὰρ ἀνθρώπου πρὸς τὸ ζῷον εἴδους ἐστὶ πρὸς τὸ γένος, ἡ δὲ ἀνθρώπου πρὸς Σωκράτην καὶ Ἀλκιβιάδην εἴδους ἐστὶ πρὸς τὰ ἄτομα. δικαίως οὖν ταύτην μίαν καλεῖ διὰ τὸ τὴν αὐτὴν εἶναι. τὰ
25μέντοι ὑπάλληλα διττὴν ἔχει τὴν σχέσιν, καθὸ οὐ τὴν αὐτὴν πρὸς τὸ ἄνω
καὶ τὸ κάτω ἔχει· πρὸς μὲν γὰρ τὸ ἄνω ὡς εἶδός ἐστι πρὸς γένος, πρὸς153

154

δὲ τὸ κάτω ὡς γένος πρὸς εἶδος. παραδείγματι δὲ σαφεῖ τὸ λεγόμενον παραβάλλει· φησὶ γάρ· νόησόν μοι τὸν Δία ἀρχὴν εἶναι τοῦ γένους τῶν Τανταλιδῶν καὶ ἀπ’ αὐτοῦ κατάγεσθαι Τάνταλον, ἀπὸ Ταντάλου Πέλοπα, ἀπὸ Πέλοπος Ἀτρέα, ἀπὸ Ἀτρέως Ἀγαμέμνονα, ἀφ’ οὗ Ὀρέστης. καὶ τὸν
5μὲν Δία ὡς μὴ γεννηθέντα ἔκ τινος πατέρα μόνον λέγομεν (πατὴρ γάρ ἐστι τῶν Τανταλιδῶν), τὸν δὲ Ὀρέστην μόνον υἱόν (υἱὸς γὰρ καθὸ ἐγεννήθη, οὐκ ἐγέννησε), τὸν δὲ Τάνταλον καὶ Πέλοπα καὶ Ἀτρέα καὶ Ἀγαμέμνονά φαμεν πατέρας, καθὸ πάντες ἐγέννησαν, καὶ υἱούς, καθὸ πάντες ἐγεννήθησαν. οὕτως οὖν καὶ ἐπὶ τῶν προκειμένων ἔστιν εἰπεῖν· τὴν μὲν γὰρ οὐσίαν μόνον
10γενικώτατον λέξομεν, καθὸ γένος πρὸ αὐτῆς οὐκ ἔχει, τὸν δὲ ἄνθρωπον μόνον εἰδικώτατον, καθὸ εἶδος μόνον ἐστὶ καὶ οὐ γένος, τὸ δὲ ἔμψυχον καὶ τὸ ζῷον καὶ τὸ λογικὸν ὑπάλληλα, καθὸ δύνανται καὶ γένη εἶναι καὶ εἴδη. Ἰστέον δὲ ὡς οὐ πάντῃ ἔοικε τὸ κατὰ φιλοσοφίαν γενικώτατον γένος τούτῳ τῷ παραδείγματι (καὶ δικαίως, ἵνα μὴ τὸ αὐτὸ ἔσται ἀλλὰ διαφέρῃ),
15καθὸ δυνατόν ἐστιν ἐπὶ μὲν τοῦ Διὸς λέγειν ὑπὸ ἕν τι ἀνάγεσθαι πάντα τὰ κατὰ συνήθειαν γένη, λέγω δὲ ὑπὸ τὸν Δία (πατὴρ γὰρ ἀνδρῶν τε θεῶν τε), ἐπὶ δὲ τοῦ γενικωτάτου γένους οὐ τοῦτο δυνατόν ἐστιν· οὐ γὰρ εὐποροῦμεν γένους, ὅπερ πάντων τῶν γενικωτάτων κατηγορεῖται. πολλάκις δ’ ἂν εἴποι τις ὡς τὸ ὂν ὡς γένος κατηγορεῖται τῶν γενικωτάτων γενῶν, λέγω δὲ τῶν
20δέκα κατηγοριῶν. πρὸς τοῦτο δὲ λέξομεν ὅτι οὔτε ὡς γένος εἰς ταύτας διαιρεῖται οὔτε ὡς ἄλλο τι· ἔχομεν γὰρ ἐκ περιουσίας δεῖξαι ὅτι οὔτε ὡς ἄλλο τι· τὰ διαιρούμενα εἴς τινα κατὰ ἓξ τρόπους διαιρεῖται· ἤτοι ὡς γένος εἰς εἴδη ὥσπερ τὸ ζῷον εἰς ἄνθρωπον καὶ ἵππον καὶ κύνα, ἢ ὡς εἶδος εἰς ἄτομα ὥσπερ ὁ ἄνθρωπος εἰς Ἀλκιβιάδην Σωκράτην καὶ Πλάτωνα,
25ἢ ὡς ὅλον εἰς μέρη ὥσπερ ὁ Σωκράτης εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ὥσπερ ὁ κύων εἰς τὸν γηγενῆ καὶ θαλάττιον καὶ ἀστρῷον, ἢ ὡς οὐσία εἰς συμβεβηκότα οἷον ὁ ἄνθρωπος εἰς ἄνδρα καὶ γυναῖκα (ταῦτα γὰρ οὐδὲν διαφέρει κατὰ τὴν οὐσίαν ἀλλὰ κατὰ τὰ συμβεβηκότα, φημὶ δὲ κατὰ τὰ ἐξέχοντα μόρια·
30οὕτω γὰρ καὶ ὁ Γαληνός φησιν ὅτι οὐδὲν διαφέρει τὸ γύναιον τοῦ ἀνδρὸς εἰ μὴ κατὰ τὰ μόρια), ἢ ὡς συμβεβηκὸς εἰς οὐσίαν ὡς τὸ λευκὸν εἰς κύκνον καὶ χιόνα καὶ ψιμύθιον. κατὰ δὲ ἕνα τῶν τοιούτων τρόπων οὐ δύνα‐
ται διαιρεῖσθαι τὸ ὂν εἰς τὰ γενικώτατα γένη. καὶ πρῶτόν γε περὶ τῶν154

155

πέντε φαμέν, εἶθ’ ὕστερον περὶ τοῦ γένους. τὸ ὂν εἰς τὰ γενικώτατα γένη οὐ δύναται ὡς εἶδος διαιρεῖσθαι, ὅτι τὰ εἴδη εἰς ἄτομα διαιρεῖται, τὰ δὲ ἄτομα μίαν φύσιν δηλοῖ, τὰ γενικώτατα δὲ πολλὰς φύσεις δηλοῖ. εἰ οὖν πολλὰς φύσεις δηλοῦσιν, ὁμολογουμένως τὸ ὂν οὐ διαιρεῖται ὡς εἰς ἄτομα
5εἰς τὰ γενικώτατα γένη. τί οὖν; ὡς ὅλον εἰς μέρη διαιρεῖται; οὐδαμῶς· τὸ γὰρ ὅλον εἰς ὁμοιομερῆ διαιρεῖται ὥσπερ τὸ ξύλον εἰς πολλὰ ξύλα ἢ εἰς ἀνομοιομερῆ ὥσπερ ὁ Σωκράτης εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας· καὶ εἰ μὲν εἴπῃς εἰς ὁμοιομερῆ, ψεύσῃ· τὸ γὰρ ὁμοιομερὲς τοῦ αὐτοῦ ὀνό‐ ματος μετέχει καὶ πράγματος, τοῦ αὐτοῦ δὲ ὀνόματος οὐ μετέχει ἡ οὐσία
10καὶ τὰ συμβεβηκότα οὐδὲ τοῦ αὐτοῦ πράγματος· πρόδηλον γάρ. εἰ δὲ εἴπῃς εἰς ἀνομοιομερῆ, πάλιν ψεύσῃ· τὰ γὰρ ἀνομοιομερῆ οὐ προσαγορεύονται τῷ ὀνόματι τοῦ ὅλου· τὴν γὰρ κεφαλὴν Σωκράτους οὔ φαμεν Σωκράτην, φαμὲν δὲ τὴν οὐσίαν ὄν. ἀλλὰ μὴν οὔτε ὡς ὁμώνυμος φωνὴ διαιρεῖται, ἐπειδὴ ἡ ὁμώνυμος φωνὴ μόνον ὀνομασίας μεταδίδωσιν, οὐ μὴν καὶ πράγματος,
15τὸ δὲ ὂν οὐ μόνον ὀνόματος μεταδίδωσι τοῖς γενικωτάτοις ἀλλὰ καὶ πράγ‐ ματος. ἀλλὰ μὴν οὐδέποτε ὁμώνυμος φωνὴ μεταδίδωσι τοῖς ὑπ’ αὐτὴν σημαινομένοις κατὰ τὸ μᾶλλον καὶ ἧττον· ὁρῶμεν δὲ ὅτι ἡ οὐσία μᾶλλον ὄν ἐστι, τὰ δὲ συμβεβηκότα ἧττον ὄντα. τί οὖν ὡς οὐσία εἰς συμβεβηκότα διαιρεῖται; οὐκοῦν ὤφειλον τὰ δέκα γένη συμβεβηκότα καλεῖσθαι. εἰ οὖν
20ὂν καλοῦνται, οὐδὲ ὡς οὐσία εἰς συμβεβηκότα. ἀλλὰ μὴν οὔτε ὡς συμ‐ βεβηκὸς εἰς οὐσίαν, ἐπεὶ πάντα οὐσία ὤφειλον λέγεσθαι. εἰ δὲ οὐ λέγεται, ὁμολογουμένως οὐδὲ ὡς συμβεβηκὸς εἰς οὐσίαν. λείπεται δεῖξαι ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη. ἀρκτέον δὲ οὕτως· ἐν τοῖς ὑπὸ τὸ αὐτὸ γένος τελοῦσιν εἴδεσιν οὐκ ἔστι τὸ φύσει πρῶτον καὶ ὕστερον. εἰ οὖν ἡ οὐσία προτερεύει
25φύσει τῶν συμβεβηκότων, πρόδηλον ὡς οὐκ ἔσται τὰ τοιαῦτα εἴδη· εἰδῶν δὲ μὴ ὄντων οὐδὲ γένος ὑπάρχει. ὅτι δὲ ἡ οὐσία φύσει προτερεύει τῶν συμβεβηκότων, σαφὲς ἐκ τοῦ ἔχειν τὰ τοῖς φύσει πρώτοις παρακολουθοῦντα. τὸ τῇ φύσει πρῶτον συνεισφέρεται καὶ οὐ συνεισφέρει, συναναιρεῖ καὶ οὐ συναναιρεῖται· οἷον τὸ ζῷον φύσει ἐστὶ πρῶτον τοῦ ἀνθρώπου· συνεισφέρε‐
30ται γὰρ καὶ οὐ συνεισφέρει· λέγων γὰρ ‘ἄνθρωπός ἐστι‘ συνεισφέρεις τὸ ζῷον (εἰ γὰρ ἄνθρωπος, καὶ ζῷον), λέγων δὲ ‘ζῷόν ἐστιν‘ οὐ συνεισ‐
φέρεις τὸν ἄνθρωπον· οὔτε γὰρ πᾶν ζῷον ἄνθρωπός ἐστι. πάλιν συναν‐155

156

αιρεῖ καὶ οὐ συναναιρεῖται· λέγων γὰρ ‘οὐκ ἔστι ζῷον‘ ἀναιρεῖς καὶ τὸν ἄνθρωπον, λέγων δὲ ‘οὐκ ἔστιν ἄνθρωποσ‘ οὐ συναναιρεῖς τὸ ζῷον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων ὑπάρχει· συνεισφέρεται γὰρ ἡ οὐσία καὶ οὐ συνεισφέρει· εἰ γὰρ εἴπῃς ‘λευκόν ἐστι‘, συνεισφέρεις
5καὶ τὴν οὐσίαν (οὐ γάρ ἐστι λευκὸν ἔν τινι χωρὶς οὐσίας), λέγων δὲ ‘ἄνθρω‐ πός ἐστιν‘ οὐ συνεισφέρεις τὸ συμβεβηκός· οὔτε γὰρ πᾶς ἄνθρωπος λευκὸς ὑπάρχει. συναναιρεῖ δὲ καὶ οὐ συναναιρεῖται, ὅτι λέγων ‘οὐκ ἔστιν ἄνθρω‐ ποσ‘ συναναιρεῖς καὶ τὸ λευκόν, λέγων δὲ ‘οὐκ ἔστι λευκόν‘ οὐκ ἀναιρεῖς καὶ τὸν ἄνθρωπον· οὔτε γὰρ ἐὰν μὴ ᾖ τις λευκός, ἄνθρωπος πάντως
10οὐκ ἔστιν. ἔτι οὐδέποτε ἐν τοῖς ὁμογενέσιν εἴδεσιν τὰ μὲν ἄσχετά ἐστι τὰ δὲ ἐν σχέσει, ἀλλ’ ἢ πάντα ἄσχετά ἐστιν ἢ πάντα ἐν σχέσει· ὁρῶμεν δὲ ἐπὶ τῶν προειρημένων γενικωτάτων γενῶν ὅτι τὰ μὲν ἄσχετά ἐστιν, ὥσπερ ἡ οὐσία καὶ τὰ συμβεβηκότα, τὰ δὲ ἐν σχέσει, ὡς ὁ πατὴρ καὶ ὁ υἱός, τὸ διπλοῦν καὶ τὸ ἁπλοῦν· οὐκ ἔστιν ἄρα ταῦτα εἴδη. ἔτι οὐδέποτε
15ἐν τοῖς ὁμογενέσιν εἴδεσι τὸ ἓν ὑποκείμενον τοῦ ἑτέρου γίνεται· ὁρῶμεν δὲ ὅτι ἡ οὐσία ὑποκείμενόν ἐστι τῶν συμβεβηκότων· οὐκ ἄρα εἴδη εἰσὶ τὰ τοιαῦτα. τέταρτον οὐδέποτε τὰ εἴδη παρωνύμως ἀπὸ τοῦ γένους παρονο‐ μάζεται, οἷον τὸ λογικὸν οὐ λέγομεν ζωότητα· εἰ δὲ παρωνύμως ταῦτα λέγεται (εἶναι γὰρ αὐτά φαμεν), ὁμολογουμένως οὐκ ἔστιν εἴδη. πέμπτον
20ἐν τοῖς ὁμογενέσιν εἴδεσιν οὐδέποτε τὸ μᾶλλον καὶ ἧττόν ἐστιν· εἰ δὲ ἐν τούτοις θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον, ὥσπερ ἐν τῇ οὐσία τὸ μᾶλλον (μᾶλλον γὰρ ὄν ἐστιν), ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἧττον (ἧττον γάρ εἰσι τῆς οὐσίας), ὁμολογουμένως οὐκ ἔστι τὰ τοιαῦτα εἴδη. ἕκτον καὶ ἀναντίρ‐ ρητον εἰ λέγεται ταῦτα εἴδη, πάντως καὶ διαφοραὶ λέγεται· εἴδη γὰρ μεταξὺ
25τῶν διαφορῶν γίνεται. τί οὖν; κατηγορεῖται τούτων τὸ ὂν ἢ οὐ κατηγο‐ ρεῖται; εἰ μὲν εἴπῃς ὅτι κατηγορεῖται, ἀτόποις περιπεσῇ (οὐδέποτε γάρ φαμεν τῶν ἰδίων διαφορῶν γένος κατηγορεῖσθαι, διὸ οὔ φαμεν ζωότητα τὴν λογικότητα), εἰ δὲ μὴ εἴπῃς κατηγορεῖσθαι τὸ ὂν τῶν διαφορῶν, οὐκ εἰσὶν αἱ διαφοραί, διαφορῶν δὲ μὴ οὐσῶν οὐκ ἔσται εἴδη, εἰδῶν δὲ μὴ
30ὄντων οὐδὲ γένος ἔστι. καὶ τοσαῦτα μὲν ὑπὲρ τοῦ μὴ εἶναι τὸ ὂν γένος. ἐν ἑτέρᾳ δὲ θεωρίᾳ τὰ συνηγοροῦντα Πλάτωνι παραθησόμεθα. χωρητέον οὖν ἐντεῦθεν ἐπὶ τὴν λέξιν.
33nΤὴν δὲ ὡς πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἀλλοίαν ἔχει.
34Ἐν τούτῳ λύει τὸ ἄπορον· φησὶ γάρ· κἂν ἔχῃ τὸ εἰδικώτατον σχέσιν156

157

ὡς πρὸς τὰ πρὸ αὐτοῦ καὶ πρὸς τὰ μετ’ αὐτό, ἀλλ’ οὖν διαφορὰ οὐκ ἔστι καὶ διὰ τοῦτο δύο σχέσεις τὴν τοιαύτην σχέσιν οὐ λέγουσι· λέγεται γὰρ εἶδος καὶ πρὸς τὰ ἄτομα ὡς περιέχον αὐτά, λέγεται καὶ εἶδος τῶν πρὸ αὐτοῦ ὡς περιεχόμενον ὑπ’ αὐτῶν.
5nΤὰ δὲ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνι‐
6nόντα γένη λέγεται καὶ εἴδη καὶ ὑπάλληλα γένη.
7 Φησὶν ὅτι τὸ ζῷον καὶ τὸ ἔμψυχον καὶ τὸ σῶμα καὶ ὅλα τὰ μέσα γένη καὶ εἴδη λέγεται, διὰ ταῦτα καὶ ὑπάλληλα γένη λέγεται.
9n〈Ὡς ἐπὶ τὸ πλεῖστον.
10 Ὡς ἐπὶ τὸ πλεῖστόν φασι λέγειν αὐτόν, ἐπειδὴ οὐ πάντων τῶν γενῶν ὁ Ζεὺς ἀρχὴ ὑπάρχει, εἴ γε δηλοῖ τοῦτο ὁ ποιητὴς λέγων
τριχθὰ δὲ πάντα δέδασται.
13nὭς φησιν Ἀριστοτέλης.
14Βούλεται παραστήσασθαι ἐξ Ἀριστοτελικῶν παραδειγμάτων ὡς οὐκ
15ἔστι τὸ ὂν γένος ἀλλ’ ὁμώνυμος φωνή· ὀνόματος γὰρ μόνον μεταδίδωσι ταῖς δέκα κατηγορίαις, οὐκέτι δὲ καὶ πράγματος. καλοῦμεν δὲ πάντα τὰ γενικώτατα γένη ὄντα.
18nΣυνωνύμως ἂν πάντα ὄντα ἐλέγετο.
19Λέγει γὰρ ὅτι εἰ γένος ἦν τὸ ὄν, καὶ πράγματος μετεδίδου καὶ ὀνό‐
20ματος τοῖς δέκα γενικωτάτοις γένεσιν.
21nἩ κοινωνία κατὰ τοὔνομα μόνον, οὐκέτι μὴν καὶ κατὰ
22nτὸν λόγον τὸν κατὰ τοὔνομα.
23Φησὶν ὅτι ὀνόματος μεταδίδωσιν, οὐκέτι δὲ καὶ τοῦ κατὰ τοὔνομα
πράγματος.157

158

(1t)

Πρᾶξις κʹ.
2 Ἐπειδήπερ οὐκ ἐχρῆν τὰ Πλάτωνος παριδεῖν δόγματα ἀνδρὸς εἰς φῶς τὴν φιλοσοφίαν ἐνέγκαντος, φέρε συνηγορίαν τινὰ αὐτῷ τοῦ εἶναι γένος τὸ ὂν ἐκθησόμεθα· φησὶ γὰρ ὅτι γένος ἐστὶ τὸ ὄν· τὸ γὰρ μεταδιδοῦν ὀνό‐
5ματος καὶ πράγματος καθολικοῖς τισι τοῦτο γένος λέγεται· εἰ οὖν τὸ ὂν μεταδίδωσι τοῖς δέκα γενικωτάτοις γένεσιν ὀνόματος καὶ πράγματος, σαφὲς ὅτι γένος ἐστί. πρόσκειται δὲ καθολικοῖς διὰ τὸ εἰδικώτατον εἶδος· τοῦτο γὰρ μεταδίδωσι τοῖς ἀτόμοις ὀνόματος καὶ πράγματος, γένος δὲ οὐκ ἔστι, καθὸ τὰ ἄτομα καθολικὰ οὔκ εἰσι. διαφωνεῖ δὲ πρὸς τὰ τοιαῦτα ὁ Ἀριστοτέλης,
10ὡς καὶ πρὸ μικροῦ ἐξέθετο ὁ Πορφύριος γένος οὐ λέγων τὸ ὄν, ἀλλ’ ὁμώ‐ νυμον φωνήν. ὅτι δὲ οὔτε γένος ἐστὶν οὔθ’ ὁμώνυμος φωνή, ἐντελεστέρως ἐν ταῖς Κατηγορίαις ἡμῖν δέδεικται καὶ πρὸ ὀλίγου. πρὸς ὑπόμνησιν δὲ ἔτι τῶν κωλυόντων αὐτὸ εἶναι γένος καὶ ὁμώνυμον φωνὴν βραχέα λέξωμεν. γένος οὖν οὐ δύναται τὸ ὂν εἶναι, καθὸ ἐν τοῖς ὑπὸ τὸ αὐτὸ γένος τελοῦσιν
15εἴδεσιν οὐκ ἔστιν εὑρεῖν τὸ φύσει πρῶτον καὶ ὕστερον· εἰ οὖν ἡ οὐσία φύσει πρῶτόν ἐστι τῶν συμβεβηκότων, ὁμολογουμένως οὐ λεχθείη εἶδος τοῦ ὄντος. ἀλλὰ μὴν οὔτε ὁμώνυμος φωνὴ δύναται εἶναι, καθὸ ἡ ὁμώ‐ νυμος οὐ φωνὴ μεταδίδωσι πράγματος (οὔτε γὰρ ἐὰν εἴπω ‘κύων‘, δηλῶ τὸν χερσαῖον ἢ τὸν θαλάττιον)· εἰ οὖν μεταδίδωσι τὸ ὂν πράγματος (ἡ οὐσία
20γὰρ καὶ ὂν λέγεται καὶ ἔστιν, ὁμοίως καὶ τὰ συμβεβηκότα), ὁμολογουμένως οὐδὲ ὁμώνυμος φωνή ἐστι. τί οὖν φαμεν; ἆρα διαφωνοῦσιν οἱ φιλόσοφοι πρὸς ἀλλήλους καὶ τοῦ ἀληθοῦς οὐχ ἥψαντο; φαμὲν οὔ· ἄμφω γὰρ διὰ τῶν ἄκρων τὸ μέσον συμπεριέλαβον· τὸ γὰρ ὂν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν διαιρεῖται εἰς τὰ δέκα γενικώτατα γένη. ἐπεὶ οὖν ἔχει τινὰ ὑποψίαν τοῦ
25ὁμωνύμως κατηγορεῖσθαι τῶν δέκα γενῶν, φησὶν ὁ Ἀριστοτέλης ὁμωνύμως κατηγορεῖσθαι, ἐπεὶ δὲ ἔχει καί τινα ὑποψίαν τοῦ συνωνύμως κατηγορεῖ‐ σθαι, φησὶν αὐτὸ ὁ Πλάτων ὡς γένος κατηγορεῖσθαι· σώζει γὰρ καί τινα τῆς ὁμωνύμου φωνῆς, ἐπειδὴ μεταδίδωσι τοῦ ὀνόματος (τελείως δὲ ὁμώ‐
νυμος οὐ δύναται εἶναι, ἐπειδὴ οὐ μεταδίδωσι πράγματος), σώζει δέ τινα158

159

τῆς συνωνύμου φωνῆς, ἐπειδὴ μεταδίδωσιν ὀνόματος καὶ πράγματος· τελείως δὲ οὐ δύναται συνώνυμος εἶναι, ἐπειδὴ ἐξ ἴσου οὐ μεταδίδωσι τοῦ πράγ‐ ματος· τὸ δὲ μεταδιδοῦν ὀνόματος καὶ πράγματος ἐπίσης πᾶσι μεταδίδωσιν, ὥσπερ τὸ ζῷον τῷ ἀνθρώπῳ καὶ ἵππῳ ἐπίσης μεταδίδωσιν ὀνόματος καὶ
5πράγματος. διὰ ταύτας οὖν τὰς ὑπονοίας εἰρήκασιν αὐτὸ οἱ φιλόσοφοι ὁμωνύμως καὶ συνωνύμως κατηγορεῖσθαι τὸ μέσον διὰ τῶν ἄκρων συμπερι‐ λαμβάνοντες, λέγω δὲ τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. καὶ πῶς ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν διαιρεῖται, εἴρηται ἐντελῶς ἐν ταῖς Κατηγορίαις περὶ τῆς τοιαύτης διαιρέσεως καὶ νῦν διὰ βραχέων αὐτὴν σαφηνίσωμεν.
10 Ἀφ’ ἑνὸς λέγομεν διαιρεῖσθαι, ὅταν τὰ διαιρούμενα ἀφ’ ἑνὸς ποιητικοῦ ἔχῃ τὸ εἶναι, διαφέρῃ δὲ κατὰ τὴν ἐνέργειαν, οἷον τὸ ἰατρικὸν σμιλίον καὶ ἰατρικὸν βιβλίον ἀφ’ ἑνός φαμεν εἶναι (τὴν γὰρ ἰατρικὴν ποιητικὴν αὐτῶν λέγο‐ μεν), οὐ ταὐτὸν δὲ τὸ σμιλίον καὶ τὸ βιβλίον ἐστίν· ἡ γὰρ ἐνέργεια τούτων διά‐ φορος· τὰ μέντοι δύο τὴν ἰατρικὴν ποιητικὴν ἔχει. καὶ πρὸς ἓν δέ φαμεν,
15ὅταν πρὸς ἕν τι τέλος ἀφορᾷ τὸ λεγόμενον, οἷον τὸ ὑγιεινὸν σμιλίον, τὸ ὑγιει‐ νὸν βιβλίον· τὸ γὰρ σμιλίον τοῦτο οὔ φαμεν ἀπὸ τῆς ὑγείας γεγονέναι, ἀλλὰ τὸ ποιοῦν τὴν ὑγείαν, ὁμοίως καὶ τὸ βιβλίον οὐκ ἀπὸ τῆς ὑγείας φαμὲν ὑγιεινόν, ἀλλὰ τὸ ἔχον τὸ τέλος πρὸς ὑγίειαν ἀφορῶν. οὕτως οὖν καὶ τὸ ὂν διαιρεῖται εἰς τὰ δέκα γένη ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μὲν
20ὅτι ὥσπερ τὸ ἰατρικὸν σμιλίον καὶ τὸ ἰατρικὸν βιβλίον μίαν ποιητικὴν ἔχει τὴν ἰατρικήν, οὕτω καὶ τὰ δέκα γένη ποιητικὸν ἔχει τὸ ὄν· πρὸς ἓν δὲ ὅτι ὥσπερ τὸ ὑγιεινὸν σμιλίον ἐφίεται ποιεῖν τὴν ὑγίειαν (τέλος γὰρ ἔχει ταύ‐ την), οὕτω καὶ τὰ δέκα γένη τέλος ἔχουσι τὸ ὄν· ἐφίεται γὰρ τοῦ εἶναι. Διαιτήσαντες οὖν τοὺς φιλοσόφους φέρε εἴπωμεν ποσαχῶς λαμβάνεται
25τὸ ὄν. λαμβάνεται τοίνυν τριχῶς, καὶ σαφές γε ἐκ τῆς τοιαύτης διαιρέσεως· τὸ ὂν ἢ πεπερασμένον ἐστὶ τῇ φύσει καὶ τῇ γνώσει ἢ τῇ φύσει μὲν πεπε‐ ρασμένον ἀπέραντον δὲ τῇ γνώσει ἢ τῇ γνώσει πεπερασμένον καὶ τῇ φύσει ἀπέραντον. ἓν δὲ τούτων σκέλος οὐ συνίσταται, λέγω δὲ τὸ ὕστερον· οὔτε γὰρ ἔστι τι πεπερασμένον τῇ γνώσει, ὅπερ οὐ πεπέρασται τῇ φύσει· ποῦ
30γὰρ διήκει ἡ γνῶσις, ὅπου οὐ διήκει ἡ φύσις; τοὐναντίον δὲ εἰς πολλὰ
διήκει ἡ φύσις, ὅπου οὐ διήκει ἡ γνῶσις, ὡς ἔχομεν δεῖξαι. καὶ πεπερασμένα159

160

φαμὲν τῇ φύσει καὶ τῇ γνώσει τὰ δέκα καθολικώτατα γένη· ταῦτα γὰρ καὶ πεπέρανται τῇ φύσει, καθὸ αὐτὴ ταῦτα ἐδημιούργησε, πεπέρανται δὲ καὶ τῇ γνώσει, καθὸ γινώσκομεν αὐτὰ δέκα εἶναι. μὴ πεπερασμένα δὲ τῇ φύσει καὶ τῇ γνώσει φαμὲν τὰ ἄτομα· ταῦτα γὰρ οὔτε τῇ φύσει πεπέ‐
5ρανται οὔτε τῇ γνώσει· τῇ φύσει μὲν καθὸ ἀεὶ γίνεται (τὸ γοῦν ἀεὶ γινό‐ μενον οὐ πεπέρασται τῇ φύσει), οὔτε τῇ γνώσει· εἰ γὰρ τῇ φύσει οὐ πεπέ‐ ρανται, πολλῷ μᾶλλον οὐδὲ τῇ γνώσει. ἄπειρα δὲ τὰ ἄτομά φαμεν οὐ καθὸ ἀδιεξίτητά ἐστι (πάντως γὰρ πεπερασμένα ἐστὶ τὰ ἐν τόπῳ πεπερα‐ σμένῳ ὄντα, ταῦτα δὲ ἐν πεπερασμένῳ τόπῳ εἰσίν), ἀλλὰ καθὸ ἀεὶ γίνον‐
10ται καὶ πέρας τοῦ γίνεσθαι οὐκ ἔχει. πεπερασμένα δὲ τῇ φύσει ἀπέραντα δὲ τῇ γνώσει εἰσὶ τὰ ὄντα, καθάπερ εἰσὶ τὰ εἴδη· τὰ γὰρ εἴδη πάντως πεπέρασται τῇ φύσει, οὐ πάντως δὲ καὶ τῇ γνώσει· ἔστι γὰρ πολλὰ εἴδη ἐν σπηλαίοις κεκρυμμένα, ἅπερ οὐ γινώσκομεν. ἔχομεν οὖν ἐκ τῆς τοιαύ‐ της διαιρέσεως ὅτι τριχῶς λαμβάνεται τὰ ὄντα· ἢ γάρ ἐστι γενικώτατα ἢ
15ἄτομα ἢ εἴδη.
16tΠρᾶξις καʹ.
17 Εἰ καὶ παρακολουθεῖν τῷ Σταγειρίτῃ προαιρεῖται ὁ φιλόσοφος, ἀλλ’ ὅμως οὐ πάντῃ ἀμνημονεῖ τῆς τοῦ οἰκείου διδασκάλου παραγγελίας, φημὶ δὲ τοῦ Πλάτωνος· τρεῖς γὰρ αὐτοῦ τρόπους πάσῃ διαιρέσει συμβαλλομένους
20παρατίθησι, ὧν ὁ πρῶτος τοιοῦτος ὑπάρχει· ὁ Πλάτων φησὶν ὅτι δεῖ τὴν διαίρεσιν ἀπὸ τῶν γενικωτάτων γίνεσθαι μέχρι μόνων τῶν εἰδικωτάτων, περαιτέρω δὲ προκόπτειν αὐτὴν ἀηδές ἐστι. ζητοῦμεν δὲ διὰ τί καὶ τὸ εἰδικώτατον οὐ διαιροῦμεν εἰς ἄτομα. τινὲς οὖν ψυχρῶς ἐπιλυόμενοί φασιν ὅτι διὰ τοῦτο μέχρι τῶν εἰδικωτάτων μόνον παραγγέλλει ὁ Πλάτων τὴν διαί‐
25ρεσιν ποιεῖσθαι, ἐπειδὴ περαιτέρω ἐὰν ποιήσωμεν, ἀτόμων εὑρίσκεται ἡ διαί‐ ρεσις, τὰ δὲ ἄτομα ἄπειρά εἰσι, τὰ δὲ ἄπειρα ἄγνωστα, διαίρεσις δὲ ἀγνώ‐ στων οὐ γίνεται. ἔχομεν δὲ ἐντεῦθεν προσπορίσματος μοῖραν, ὅτι οὐδὲ τὸ
εἶδος ὀφείλει διαιρεῖσθαι εἰς ἄτομα. ὡς ἔφαμεν δέ, ψυχρὰν αἰτίαν οὗτοι160

161

εἰρήκασι· τούτῳ γὰρ τῷ λόγῳ οὐ μόνον ἡ ὡς τὸ εἶδος εἰς ἄτομα διαίρεσις ἐκβληθήσεται, ἀλλὰ καὶ ἡ ὡς ὁμώνυμος φωνὴ εἰς πολλὰ σημαινόμενα· ἡ γὰρ Ἀλέξανδρος φωνὴ ὁμώνυμος οὖσα οὐκ ὀφείλει διαιρεῖσθαι, ἐπειδὴ πολλοί εἰσιν Ἀλέξανδροι ἄγνωστοι. ἀλλὰ μὴν καὶ ἡ ὡς συμβεβηκότα εἰς
5οὐσίαν· τὸ γὰρ λευκὸν οὐ μόνον διαιρεῖται εἰς κύκνον καὶ γάλα καὶ ψιμύ‐ θιον, ἀλλὰ καὶ εἰς πολλὰ εἴδη ἡμῖν ἄγνωστα. τί δὲ τῶν τοιούτων λέγω ἀναιρετικὴν εἶναι τὴν τοιαύτην ἐπίλυσιν, ἐξὸν καὶ αὐτὸ τὸ γένος, ὅπερ ἐστὶ μεγίστη διαίρεσις, κωλύειν εἰς αὐτὰ τὰ εἴδη διαιρεῖσθαι· καὶ τὸ γένος γὰρ τούτῳ τῷ λόγῳ οὐ διαιρεῖται εἰς εἴδη, ἐπειδὴ ἔστι πολλὰ εἴδη καὶ ἐν
10σπηλαίοις καὶ ἐν τῷ βάθει τῆς θαλάσσης κεκρυμμένα, ἅπερ οὐ γινώσκομεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, ἥτις καὶ τὰ ἄτοπα τῆς πρώτης ἐπιλύσεως διαλύ‐ σεται. διὰ τοῦτο ὁ Πλάτων παρακελεύεται περαιτέρω τῶν εἰδικωτάτων μὴ ποιεῖσθαι τὴν διαίρεσιν, ἵνα μὴ εὑρεθῶμεν τῶν ἀτόμων ποιοῦντες διαί‐ ρεσιν τῶν μὴ ἐχόντων μονήν τινα· εἰ γὰρ εἴπωμεν τὸν ἄνθρωπον διαιρε‐
15θῆναι εἰς Σωκράτην καὶ Ἀλκιβιάδην, οὐ μένει Σωκράτης καὶ Ἀλκιβιάδης, ἵνα πιστώσωνται τὴν διαίρεσιν, ἀλλ’ εὑρισκόμεθα ποιοῦντες διαίρεσίν τινων σήμερον μὲν ὄντων αὔριον δὲ φθειρομένων καὶ γνῶσιν τῆς διαιρέσεως μὴ ἐχόντων. αὕτη ἡ ἐπίλυσις οὐ κωλύσει τὸ γένος εἰς εἴδη διαιρεῖσθαι (μονὴν γὰρ ἔχει τὸ εἶδος), οὐδὲ τὰ συμβεβηκότα εἰς οὐσίαν, ἐπειδὴ διαιρεῖται εἰς
20κύκνον οὐ τὸν τοιόνδε, ἀλλὰ τὸν ἁπλῶς κύκνον, ὁ δὲ ἁπλῶς κύκνος εἶδός ἐστι καὶ τὸ ἁπλῶς γάλα. εἰ δὲ εἴπῃς ‘τούτῳ τῷ λόγῳ καὶ ἡ ὡς εἶδος εἰς ἄτομα ὀφείλει διαιρεῖσθαι οὐκ εἰς τὸ τοιόνδε ἄτομον, ἀλλ’ εἰς τὸ ἁπλῶς ἄτομον‘, ἁμαρτίᾳ περιπεσῇ· τὸ γὰρ ἁπλῶς ἄτομον εἶδός ἐστι· διαιρεθῆναι δὲ εἶδος εἰς εἶδος πάνυ ἀσύστατον. ἡ δὲ ὡς ὁμώνυμος φωνὴ ἐκβληθή‐
25σεται, εἰ ἀτόμων εὑρεθήσεται ἡ φωνὴ οἷον Ἀλέξανδρος· ὁ γὰρ Ἀλέξανδρος φθείρεται· φθειρόμενα δὲ τὰ τοιαῦτα γνῶσιν οὐκ ἔχει. εἰ δ’ αὖ εἰδῶν κατηγορεῖται, οὐκ ἐκβληθήσεται· τὰ γὰρ εἴδη οὐ φθείρεται· οἷον ἡ κύων φωνὴ εἰδῶν κατηγορεῖται, ἀπὸ δὲ τοῦ τοιούτου λόγου οὐ κωλύεται. ὅλαι μὲν οὖν αἱ εἰς ἄτομα διαιρούμεναι ἐκβληθήσονται.
30 Δεύτερος τρόπος ἐστὶν ὁ λέγων ὅτι δεῖ τὸν διαιροῦντα κατὰ τάξιν διαιρεῖν, μηκέτι δὲ ὑπερβαθμίῳ ποδί, οἷον δεῖ τὴν οὐσίαν εἰς σῶμα καὶ ἀσώματον διελεῖν, οὐ δεῖ δὲ εἰς ζῷον ζῳόφυτον φυτόν, ἵνα μὴ τὰ ἐν μέσῳ
ἐάσωμεν. ὅτι δὲ φίλιος ὑπάρχει Πλάτωνι ἡ κατὰ τάξιν διαίρεσις, σαφὲς161

162

ἐκ τοῦ λέγειν ‘τὴν δὲ διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν·‘ τρίτος δὲ τρόπος ἐστὶν ὁ παρακελευόμενος εἰς οὐσιώδεις φωνὰς διαιρεῖν τὰ διαιρούμενα, μηκέτι δὲ εἰς ἐπουσιώδεις· αἱ γὰρ ἐπουσιώδεις ἄπειροί εἰσι καὶ οὐχ ὑφίστανται τὴν φύσιν, ὥσπερ αἱ οὐσιώδεις· ἀπείρων δὲ φωνῶν
5καὶ μὴ δηλουσῶν τὴν φύσιν τοῦ ὑποκειμένου οὐκ ἀναγκαῖον ποιεῖσθαι τὴν διαίρεσιν. διὰ τοῦτο ἐν Φιλήβῳ λέγει ὅτι ὁ ποιῶν διαίρεσιν οὐσιωδῶν φωνῶν ἔοικε τεχνίτῃ μαγείρῳ κατ’ ἄρθρα τὰς τομὰς ποιοῦντι, ὁ δέ γε τῶν ἐπουσιωδῶν ποιῶν διαίρεσιν ἀτέχνῳ μαγείρῳ ἔοικε κατ’ ἄρθρα τὰς τομὰς μὴ ποιοῦντι ἀλλὰ δι’ ἀτεχνίαν διὰ πολλῶν τὴν τομὴν ἀπεργαζομένῳ.
10ἰστέον δὲ ὡς ἐφ’ ἑκάστης διαιρέσεως ἔστιν ἄνοδος καὶ κάθοδος, καὶ ἡ μὲν κάθοδος ἀπὸ τῶν γενικωτάτων ἐπὶ τὰ εἰδικώτατα χωροῦσα πλατεῖαν ποι‐ εῖται τὴν διαίρεσιν ἡ δὲ ἄνοδος ἀπὸ τῶν εἰδικωτάτων ἐπὶ τὰ γενικώτατα χωροῦσα στενοῖ τὴν διαίρεσιν. τὸ τοιοῦτον δὲ ἔοικε δεκάδι· εἰ γὰρ ἀπὸ μονάδος ἐπὶ τὴν δεκάδα ἁπλώσῃς τὸν ἀριθμόν, πλατύνεις τὸ μέτρον, εἰ δὲ
15ἀπὸ τῆς δεκάδος ἐπὶ τὴν μονάδα, στενοῖς τὸν ἀριθμόν. ἀπὸ οὖν τῆς οὐσίας ἐπὶ τὸ εἰδικώτατον χωρῶν, λέγω δὲ ἐπὶ τὸν ἄνθρωπον, ἐξαπλοῖς τὴν διαίρεσιν, ἀπὸ δὲ τοῦ ἀνθρώπου ἐπὶ τὴν οὐσίαν στενοῖς αὐτήν.
18nΔέκα μὲν οὖν τὰ γενικώτατα.
19Ἐπ’ αὐτὰ τὰ πράγματα χωρεῖ ὁ Πορφύριος. δηλοῖ δὲ τὰ πεπερασμένα
20τῇ φύσει καὶ τῇ γνώσει, λέγω δὲ τὰ γενικώτατα· εἰρηκὼς γὰρ τὸ δέκα δηλοῖ ὅτι καὶ γινώσκομεν αὐτά, δηλοῖ δὲ ὅτι καὶ ἡ φύσις ἐδημιούργησεν αὐτά.
22nΤὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρ.
23 Πάλιν ὧδε δηλοῖ τὰ τῇ φύσει πεπερασμένα, ἀπέραντα δὲ τῇ γνώσει· ἐν γὰρ τῷ λέγειν ἀριθμῷ μέν τινι δηλοῖ ὅτι πεπέρασται τῇ φύσει, ἐν
25δὲ τῷ λέγειν οὐ μὴν ἀπείρῳ δηλοῖ ὅτι ἀπέραντά ἐστι τῇ γνώσει· ὡς γὰρ ἡμῶν μὴ γινωσκόντων εἰ ἄπειρόν ἐστιν ἢ μή, φησὶν οὐ μὴν ἀπείρ.
27nΤὰ δὲ ἄτομα, ἅπερ ἦν μετὰ τὰ εἰδικώτατα, ἄπειρα.
28Τινὲς λέγουσιν ὅτι ἄπειρον λέγει τὸ ἀόριστον, δηλοῖ δὲ ὅτι οὔτε τῇ162

163

τῇ φύσει οὔτε γνώσει πεπέρασται, οὐχ ὡς δὲ ἐν τῇ θεωρίᾳ ἐλέγομεν, ἄπειρα αὐτὰ διὰ τὸ ἀεὶ γεννᾶσθαι (οὕτως φασὶ καὶ οἱ ἐξηγηταί), ἀλλὰ τὰ ἐν τῷ μέσῳ ἄπειρα εἶναι ἔλεγον, ἄπειρα δὲ λέγει τὰ ἀόριστα· διττὸν γὰρ τὸ ἄπειρον, τὸ μὲν ἀδιεξίτητον τὸ δὲ ἀόριστον. ἔλεγον οὖν ὅτι οὐ διὰ τὰ ἐσόμενά ἐστιν
5ἄπειρα, ἀλλὰ διὰ τὸ ἐν τῷ ἐνεστῶτι εἶναι καὶ ἀοριστίαν ἔχειν. πῶς δὲ ἀόριστόν ἐστι, σαφὲς ἐντεῦθεν· ἡ φύσις πάντα τὰ ἄκρα ὡρισμένα ἔχει· μέτρον γὰρ ἔχει καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων. ὃ δὲ λέγομεν, τοιοῦτόν ἐστιν· ὥρισεν ἡ φύσις τὸ τέλειον μέγεθος τοῦ ἀνθρώπου εἶναι τετράπηχυ, περαιτέρω δὲ μηκέτι προϊέναι, καὶ ὥρισε πάλιν τοὐλάχιστον
10μέγεθος τοῦ ἀνθρώπου μονόπηχυ, ἔλαττον δὲ μηκέτι μειοῦσθαι. τὸ μέσον δὲ ἀόριστον εἴασεν· ἔστω γὰρ εἶναι ἄνθρωπον δίπηχυν ἢ τρίπηχυν. ἐπὶ οὖν τῶν ἀτόμων ταὐτόν ἐστιν· ὡρισμένα γὰρ τὰ ἄκρα αὐτῶν ἔχει, ὡς ἵνα εἴπῃς ὅτι τὸ τέλειον αὐτῶν μέγεθος ὥρισεν εἶναι χίλια, τὸ ἐλάχιστον ἑκατόν, πλέον δὲ τῶν χιλίων μὴ προκόπτειν τὰ ἄτομα μήτε μειοῦσθαι τῶν ἑκατόν,
15τὰ μέσα δὲ ἀόριστα εἴασεν· εἶναι γὰρ αὐτὰ πεντακόσια ἢ διακόσια συν‐ εχώρησε. κατὰ τοῦτον οὖν τὸν λόγον φησὶν ὁ Πορφύριος τὰ ἄτομα εἶναι ἄπειρα· λέγει γὰρ ὅτι πεπερασμένα ἐστίν· ὧν γὰρ τὰ ἄκρα πεπέρασται, τούτων καὶ τὸ μέσον. ἄπειρα οὖν ἐστιν, ὅτι ἀόριστά ἐστιν· οὔτε γὰρ ἀδιεξίτητά ἐστι· πάντα γὰρ πεπέρασται ἐν πεπερασμένῳ ὄντα τόπῳ.
20 Τούτοις τινὲς ἐναντιούμενοί φασιν ὅτι οὐ πάντως ὧν τὰ ἄκρα πεπέ‐ ρασται, τούτων καὶ τὸ μέσον· ἰδοὺ γὰρ τὸ μέλαν καὶ τὸ λευκὸν πεπέρασται, τὰ δὲ ἐν μέσῳ χρώματα ἀπέραντά ἐστιν· οὐ γὰρ λέξεις μοι ὅτι δεκατρία βούλεται αὐτὰ λέγειν ὁ Γαληνός· κἂν γὰρ δεκατρία εἴδη λέγῃ, ἀλλ’ οὖν πολλαί εἰσιν αἱ διαφοραί. πρὸς τοῦτο δὲ ἀπολογούμενοί φασιν ὅτι τρία
25εἰσὶ ταῦτα πάντα, τὸ λευκὸν τὸ μέλαν καὶ τὸ μέσον τούτων, τὸ φαιόν, τὰ δὲ ἄλλα πάντα ἐκ τούτων εἰσί, κατὰ δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρει, τὸ κυανοῦν τὸ ἁλουργὲς τὸ πρασινίζον καὶ ὅλα τὰ τοιαῦτα. τὸ οὖν μᾶλλον καὶ τὸ ἧττον εἴδους ἐναλλαγὴν οὐ ποιεῖ. κακῶς δὲ οὗτοι ἐπελύ‐
σαντο· συνάγεται γὰρ ἐκ τούτου τοῦ λόγου τὸ εἶναι ταῦτα πάντα χρώματα·163

164

ὑπόθου γὰρ ὅτι τοῦ φαιοῦ τὸ ἁλουργὲς οὐδὲν διαφέρει, εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ταὐτὸν ἄρα φαιὸν καὶ ἁλουργὲς καὶ κυανοῦν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀλλὰ καὶ καθ’ ἕτερον λόγον· οὐκ ἔστι γὰρ ἀληθὲς ὡς τὸ μᾶλλον καὶ ἧττον οὐ ποιεῖ εἴδους ἐναλλαγήν· ἰδοὺ γὰρ ἡ γλυκύτης ἡ ἐν
5ἰσχάδι καὶ μέλιτι κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστι, ποιεῖ δὲ εἴδους ἐναλλα‐ γήν· οὐ γὰρ ταὐτόν ἐστιν ἰσχὰς καὶ μέλι. ἀλλὰ μὴν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ ἀέρος, ποιεῖ δ’ εἴδους ἐναλλαγήν· οὐ γὰρ ταὐτόν ἐστιν ἀὴρ καὶ πῦρ. πῶς οὖν ἔδει ἀπολογεῖσθαι; ἔδει μᾶλλον εἰπεῖν ὅτι ταῦτα τὰ ἐν τῷ μέσῳ χρώματα οὐκ ἔστιν ἄπειρα·
10πεπέρασται γὰρ τῇ φύσει· κἂν γὰρ πολλά ἐστιν, ἀλλ’ οὖν πεπέρασται· καὶ ταῦτα γὰρ ἡ φύσις ἐδημιούργησε. τῇ οὖν γνώσει ἄπειρά ἐστιν, οὐ μὴν τῇ φύσει. ἔστω δὲ καὶ ταῦτα εἶναι ἄπειρα τῇ γνώσει, εἰ δὲ θέλεις καὶ τῇ φύσει, κατὰ τὸ ἀόριστον.
14nΔιὸ ἄχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατ‐
15nιόντας παρεκελεύετο ὁ Πλάτων παύεσθαι.
16 Ἰδοὺ ὁ πρῶτος τρόπος Πλάτωνος· φησὶ γὰρ ἀπὸ τῶν γενικωτάτων μέχρι τῶν εἰδικωτάτων ποιεῖσθαι τὴν διαίρεσιν, περαιτέρω δὲ μηκέτι.
18nΚατιέναι δὲ διὰ τῶν διὰ μέσου.
19Πάλιν τὸν δεύτερον τρόπον ἐμφαίνει λέγων ὅτι διὰ τῶν μέσων καὶ
20κατὰ τάξιν χρὴ κατιέναι, οὐ μὴν ὑπερβαθμίῳ ποδὶ χρῆσθαι.
21nΔιαιροῦντας ταῖς εἰδοποιοῖς διαφοραῖς.
22 Τοῦτον τρίτον τρόπον φησί· λέγει γὰρ ὅτι χρὴ οὐσιώδεσι διαφοραῖς χρῆσθαι ταῖς ποιούσαις τὸ εἶδος, οὐκέτι δὲ ταῖς ἐπουσιώδεσι ταῖς μὴ ποι‐ ούσαις τὸ εἶδος· τὸ λογικὸν γὰρ ποιεῖ τὸ εἶδος, οὐ μὴν τὸ γελαστικόν.
25nΤὰ δὲ ἄπειρά φησιν ἐᾶν.
26Λέγει δὲ ἐᾶν τὰ ἄπειρα, τοῦτ’ ἔστι τὰ ἄτομα.164

165

(1n)

Μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην.
2Τοῦτ’ ἔστιν οὔκ εἰσι γνωστά· ἀόριστα γάρ εἰσι.
3nΚατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦν‐
4nτας διὰ πλήθους ἰέναι.
5Αὕτη ἐστὶν ἡ κάθοδος· ἐπὶ ἑκάστης δὲ διαιρέσεώς ἐστιν ὁ λόγος.
6nἈνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ
7nπλῆθος.
8Αὕτη ἐστὶν ἡ ἄνοδος.
9nΣυναγωγὸν γὰρ τῶν πολλῶν εἰς μίαν φύσιν τὸ εἶδος.
10 Φησὶν ὅτι τὸ εἶδος περιέχει πολλούς· ἐν γὰρ τῷ ἀνθρώπῳ συνάγεται Σωκράτης καὶ Πλάτων καὶ πάντα τὰ ἄτομα. ἔτι δὲ πλέον συναγωγὸν τὸ γένος· ὅλα γὰρ τὰ εἴδη εἰς ἕν τι συνάγεται, εἰς τὸ ζῷον.
13nΤὰ δὲ κατὰ μέρος καὶ καθ’ ἕκαστον τοὐναντίον εἰς πλῆθος
14nἀεὶ διαιρεῖ τὸ ἕν.
15 Τὰ δὲ μερικά, φησί, καὶ καθ’ ἕκαστον ἀεὶ διαιρεῖ τὸ ἓν εἰς πλῆθος, οἷον ὁ Σωκράτης καὶ ὁ Ἀλκιβιάδης διαιρεῖ τὸ εἶδος εἰς πολλά· κατὰ γὰρ τὸ εἶδος οἱ πολλοὶ ἄνθρωποι εἷς ἐστι, κατὰ δὲ τὰ ἄτομα ὁ εἷς πλείονές εἰσι. κοινῶς δὲ τὸ κοινὸν μὲν συλληπτικόν ἐστι, τὸ μερικὸν δὲ διαιρετικόν.
19tΠρᾶξις κβʹ.
20 Τὸν ἴδιον σκοπὸν πανταχόσε φυλάττων ὁ φιλόσοφος λογικώτερον πάντα ζητεῖν προαιρεῖται· περὶ γὰρ τῆς ῥίζης τῆς λογικῆς καὶ θεμελίου νυνὶ τὴν διδασκαλίαν ποιεῖται, φημὶ δὲ περὶ κατηγορουμένου καὶ ὑποκειμένου. ὅτι
δὲ ῥίζα καὶ θεμέλιός ἐστι τῆς λογικῆς τὸ κατηγορούμενον καὶ ὑποκείμενον,165

166

σαφὲς ἐκ τοῦ λεγομένου· ἡ λογικὴ πραγματεία πέρας ἔχει τὴν ἀποδεικτι‐ κήν, ἡ ἀποδεικτικὴ δὲ ἐκ συλλογισμῶν σύγκειται, οἱ συλλογισμοὶ δὲ ἐκ προτάσεων, αἱ προτάσεις ἐκ κατηγορουμένου καὶ ἐξ ὑποκειμένου. ἀποδει‐ κτικὴ δέ ἐστιν ὁ βέβαιος λόγος ὁ ἀναντίρρητος. πολλὰ δέ ἐστι τὰ περὶ
5τούτου λεγόμενα, ἅπερ ἐκεῖ γενόμενοι παραθησόμεθα. ὑπὲρ δὲ τοῦ μὴ πλέον ἄγειν τὸν λόγον ἐνταῦθά που αὐτὸν καταπαύσωμεν. συλλογισμὸς δέ ἐστιν ὁ συντιθέμενος λόγος ‘ὁ ἄνθρωπος ζῷον· τὸ ζῷον οὐσία· ὁ ἄνθρωπος ἄρα οὐσία‘. μέρη δὲ τοῦ συλλογισμοῦ εἰσιν αἱ προτάσεις· πρώτη γὰρ πρό‐ τασις ‘ὁ ἄνθρωπος ζῷον‘, δευτέρα πρότασις ‘τὸ ζῷον οὐσία‘. ἔχουσι δὲ αἱ
10προτάσεις ὑποκείμενον καὶ κατηγορούμενον· ὑποκείμενον μὲν ἔχει ἡ πρώτη πρότασις τὸν ἄνθρωπον κατηγορούμενον δὲ τὸ ζῷον, ἡ δευτέρα δὲ ὑποκείμενον μὲν ἔχει τὸ ζῷον κατηγορούμενον δὲ τὴν οὐσίαν. τὸ οὖν κατηγορούμενον ἢ ἐπὶ πλέον τοῦ ὑποκειμένου ἐστὶν ἢ ἐπ’ ἴσης, οὐδέποτε δὲ ἐπ’ ἔλαττον· τὸ ὑπο‐ κείμενον δὲ ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον, οὐδέποτε δὲ ἐπὶ πλέον ἐστὶ τοῦ κατηγο‐
15ρουμένου. καὶ ἐπὶ πλέον μέν ἐστι τὸ κατηγορούμενον τοῦ ὑποκειμένου, ὥσπερ τὸ ζῷον τοῦ ἀνθρώπου (τὸ γὰρ ζῷον ἐπὶ πλέον φθάνει τοῦ ἀνθρώπου· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον, οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος), ἐπ’ ἴσης δὲ κατηγορεῖσθαι τοῦ ὑποκειμένου φαμὲν ὡς τοῦ ἀνθρώπου τὸ γελαστικόν· ἰσορρεπὲς γὰρ ἑκάτερον. ἐπὶ τούτων δὲ ἑκάτερον καὶ ὑποκεί‐
20μενον καὶ κατηγορούμενον ἔξεστι λαμβάνειν, ἀλλ’ οὐκ ἐν αὐτῇ τῇ προ‐ τάσει. ἐκ τῶν λεχθέντων δὲ σαφὲς ὑπάρχει πῶς καὶ τὸ ὑποκείμενον ἐπ’ ἴσης εὑρίσκεται καὶ ἐπ’ ἔλαττον· ἐπ’ ἴσης γὰρ εὑρίσκεται, ὅτε τὸ γελαστι‐ κὸν κατηγορεῖται τοῦ ἀνθρώπου, ἐπ’ ἔλαττον δέ, ὅταν τοῦ ἀνθρώπου τὸ ζῷον. παράδειγμα δὲ ἔστω τῶν λεγομένων ἡ προειρημένη διαίρεσις· ἡ
25μὲν γὰρ οὐσία μόνον κατηγορούμενόν ἐστι, τὰ δὲ ἄτομα μόνον ὑποκείμενα, τὰ δὲ μέσα καὶ κατηγορούμενα καὶ ὑποκείμενα, ἀλλὰ τὸ μὲν εἰδικώτατον μᾶλλον ὑπόκειται ἤπερ κατηγορεῖται (τῶν γὰρ ἀτόμων μόνων κατηγορεῖται, ὑπόκειται δὲ καὶ ὑπέστρωται πᾶσι τοῖς ἄνω), τὰ δὲ ὑπάλληλα μᾶλλον
κατηγορούμενά ἐστιν ἤπερ ὑποκείμενα· πολλῶν γὰρ κατηγορεῖται, οὐ πολλοῖς166

167

δὲ ὑπόκειται. ἴσως δὲ ἀπορήσει τις λέγων· πῶς λέγετε τὴν οὐσίαν μόνον κατηγορεῖσθαι, ἐξ οὗ ὁρῶμεν τὸ λευκὸν οὐσίας κατηγορούμενον; φαμὲν γὰρ τὸ λευκὸν κατηγορεῖσθαι τοῦ κύκνου· ὥστε οὖν κακῶς λέγετε αὐτὴν μόνον κατηγορεῖσθαι· ἰδοὺ γὰρ καὶ ὑπόκειται τοῖς συμβεβηκόσι. πρὸς τοῦτο δὲ
5λέγομεν ὅτι οὐ λέγομεν πάντων τῶν ὄντων αὐτὴν κατηγορεῖσθαι, ἀλλὰ μόνων τῶν ὑπ’ αὐτήν· τινὶ γὰρ τῶν ὑπ’ αὐτὴν ὑποκεῖσθαι ἀδύνατον. παραδείγματι δὲ τὴν τοιαύτην διαίρεσιν ὑποβάλωμεν· ἔστιν ἡ οὐσία οἱονεὶ τὸ ὅλον, τὰ δὲ ἄτομα οἱονεὶ τὰ μέρη, τὰ δὲ μέσα καὶ ὅλα καὶ μέρη, ἀλλὰ τὸ μὲν εἰδικώτατον μᾶλλον μέρος ἐστὶν ἤπερ ὅλον, τὰ δὲ ὑπάλληλα μᾶλλον
10ὅλα ἤπερ μέρη· μᾶλλον γὰρ κατηγορεῖται ἤπερ ὑπόκειται. ὥσπερ οὖν τὸ ὅλον ἔχει πάντα ὑφ’ ἑαυτὸ τὰ μέρη, οὕτω καὶ ἡ οὐσία πάντα ἔχει τὰ ἐξ αὐτῆς διαιρούμενα ὑφ’ ἑαυτήν. ἰστέον δὲ ὡς οὐ ταὐτόν ἐστιν ὅλον καὶ οὐσία· ἡ μὲν γὰρ ἐν πᾶσι τοῖς ὑπ’ αὐτὴν ὅλη ὡς ὅλη θεωρεῖται, τὸ δὲ ὅλον ἐν τοῖς ὑπ’ αὐτὸ μέρεσιν οὐχ ὅλον ὡς ὅλον θεωρεῖται· οὔτε γὰρ ἐν
15τῇ χειρὶ θεωρεῖται ὅλος ὁ Σωκράτης. οὐδὲ τὰ μέρη καὶ τὰ ἄτομα ταὐτόν ἐστι· τῶν μὲν γὰρ ἀτόμων ἔχει ἓν καὶ ἕκαστον τὴν οὐσίαν ὅλην ὡς ὅλην, τῶν δὲ μερῶν ἓν καὶ ἕκαστον οὐκ ἔχει τὸ ὅλον ὡς ὅλον. Εἰρηκὼς ὁ Πορφύριος περὶ τοῦ εἰδικωτάτου εἴδους καὶ ὑπαλλήλου καὶ κατηγορουμένου καὶ ὑποκειμένου ἄτοπον ἡγεῖται παριδεῖν καὶ τὰ ἄτομα
20ἀμνημόνευτα τῆς ἑαυτοῦ διδασκαλίας, εἴ γε καὶ τῶν πρός τί εἰσι πρὸς τὰ ἐπαναβεβηκότα καὶ μία περὶ αὐτῶν ἀπαιτεῖται εἶναι διδασκαλία· ὅπου γὰρ εἶδος, ἐκεῖ καὶ ἄτομα ὑπάρχει. ὁρίζεται τοίνυν τὰ ἄτομα οὕτως· ἄτομόν ἐστι τὸ ἐξ ἰδιοτήτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ὀφθείη ἐπὶ ἑτέρου ποτ. καὶ σκόπει πῶς τὸ οἰκεῖον τοῦ φιλοσόφου ἐφύλαξε, τὸ
25τοιόνδε ἄτομον μὴ ὁριζόμενος (τοῦτο γὰρ μερικόν ἐστιν), ἀλλὰ τὸ ἁπλῶς ἄτομον. φησὶ δὲ ἄτομόν ἐστι τὸ ἐκ συμβεβηκότων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ὀφθείη ἐπὶ ἑτέρου ποτ, οἷον ὁ Σωκράτης ἐκ τῆς φαλάκρας καὶ τοῦ προκοιλίου καὶ τοῦ εὐφυοῦς καὶ σώφρονος σύγκειται. ταῦτα δὲ ὁμοῦ ἐπὶ ἑτέρου οὐκ ἂν φανείη ποτέ· κἂν γὰρ ἔχῃ τὸ φαλακρόν,
30ἀλλ’ οὐ πάντα τὰ ἄλλα· ἀδύνατον γὰρ δύο ὁμοίους εἶναι κατὰ πάντα.167

168

καλῶς οὖν εἶπεν ὧν τὸ ἄθροισμα ἐπὶ ἑτέρου οὐκ ἂν ὀφθείη ποτ. τινὲς δέ φασιν ὅτι ἐκ τῶν συμβεβηκότων πλέον ὁ τόπος συμπληροῖ τὸ ἄτομον· τὰ μὲν γὰρ ἄλλα πάντα κοινά ἐστιν, ἡ φαλακρότης τὸ εὐφυὲς καὶ τὸ σῶφρον, ὁ δέ γε τόπος μόνον ἴδιόν ἐστι τοῦ ἀτόμου· οὔτε γὰρ δύναται δύο
5ἐν τῷ αὐτῷ τόπῳ καθέζεσθαι, ἐπεὶ ἔσται σῶμα διὰ σώματος χωροῦν· ὥστε οὖν ὁ τόπος συμπληροῖ τὸν Σωκράτην. κακῶς δὲ οὗτοι λέγουσι· ποῖον γὰρ τόπον λέγουσι, τὸν καθόλου ἢ τὸν μερικόν; καὶ εἰ μὲν τὸν καθόλου, ψευδὲς φαίνεται τὸ λεγόμενον (οὔτε γὰρ ὁ Σωκράτης διαφέρει Ἀλκιβιάδου, καθὸ ἐν τόπῳ ἐστί· κοινὸς γάρ ἐστιν ὁ καθόλου τόπος), εἰ δὲ
10τὸν μερικόν, ὁμοίως ψευδές ἐστι τὸ λεγόμενον· οὔτε γὰρ ὁ ἐν τῷ Λυκείῳ τόπος μόνου ἐστὶ τοῦ Σωκράτους· δυνατὸν γὰρ καὶ Πλάτωνα ἐν ἐκείνῳ τῷ τόπῳ καθέζεσθαι· ὡς γὰρ ὁ ἐν τῷ θεάτρῳ τόπος τοῦ προλαβόντος ἀεὶ γίνεται, οὕτω καὶ ὁ ἐν τῷ Λυκείῳ· ὥστε οὖν οὐδὲ οὗτος ἴδιός ἐστι Σωκρά‐ τους. οὐ συμπληροῖ ἄρα πλείω τῶν ἄλλων συμβεβηκότων ὁ τόπος τὸν
15Σωκράτην. Ἐπιλαμβάνονται δὲ Πορφυρίου οἱ Περιπατητικοὶ λέγοντες ὅτι κατὰ δύο τρόπους ἥμαρτε λέγων ὅτι τὸ ἄτομον ἐκ συμβεβηκότων συμπληροῦται· πρῶτον ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις καλλίστην καὶ τιμιωτάτην οὐσίαν πλείω ὅλων φησὶν εἶναι τὴν ἄτομον· εἴ φησιν οὖν ὁ Πορφύριος
20τὰ ἄτομα συμπληροῦσθαι διὰ τῶν συμβεβηκότων, ἁμαρτίᾳ μεγάλῃ περι‐ πίπτει· τὰ γὰρ οὐσιώδη ἀπὸ οὐσιωδῶν συμπληροῦται, οὐ μὴν ἀπὸ ἐπουσιω‐ δῶν· τοὐναντίον γὰρ τὰ αὐθυπόστατα συμπληροῖ τὰ ἑτεροϋπόστατα. κατὰ δὲ Πορφύριον συνάγεται τὰ ἑτεροϋπόστατα συμπληροῦν τὰ αὐθυπόστατα, φημὶ δὴ τὰ συμβεβηκότα τὴν οὐσίαν. δεύτερον δὲ τὰ συμβεβηκότα ὡς
25μέρη συμπληροῖ τὸν Σωκράτην ὥστε εἶναι τὸν Σωκράτην ὅλον τὰ συμβε‐ βηκότα δὲ μέρη· μερῶν δὲ ἀναιρουμένων οὐ συνίσταται τὸ ὅλον· εὑρίσκο‐ μεν δὲ ὅτι τὰ συμβεβηκότα γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· οὐ γὰρ ἀφαιρουμένων τῶν συμβεβηκότων ἀφαιρεῖται καὶ τὸ ὅλον, φημὶ δὴ τὸν Σωκράτην. πρὸς τοῦτο δὲ ἀπολογοῦνται οἱ Πλατωνικοὶ λέγοντες
30ὅτι οὐ λέγει συμπληροῦσθαι ἀπὸ τῶν συμβεβηκότων ἀλλὰ γινώσκεσθαι. πρὸς τοῦτο δέ φασιν οἱ Περιπατητικοὶ ὅτι οὐ λέγει γινώσκεσθαι, ἀλλὰ συμπλη‐ ροῦσθαι, ὡς καὶ δηλοῖ τὸ κείμενον. πρὸς τοῦτο δὲ οἱ Πλατωνικοί φασιν
ὅτι κἂν λέγῃ συμπληροῦσθαι, οὐ κακῶς εἶπεν· ἰδιότητας γὰρ οὔ φησι τὰ168

169

συμβεβηκότα, ἀλλὰ τὴν ἰδιοτροπίαν τῆς κράσεως· ἡ δὲ ἰδιοτροπία τῆς κρά‐ σεως οὐσία ἐστὶν ἑκάστου, οἷον τὸ θερμὸν ἢ τὸ ψυχρόν. πρὸς τούτους δὲ καλῶς ἀντιλέγοντες οἱ Περιπατητικοί φασιν ὅτι καὶ ταῦτα συμβεβηκότα ἐστίν· οὔτε γὰρ ἐὰν ᾖ ὁ Σωκράτης τοῦ Πλάτωνος θερμότερος, κατὰ τοῦτο
5διοίσει αὐτοῦ· ἀμέλει γίνεται καὶ ἀπογίνεται. τί οὖν ὑμεῖς ὦ Περιπατητικοὶ ἀπολογεῖσθε; φασὶν ὅτι οὐκ ἔστιν ἄτοπον συμπληροῦν τὰ συμβεβηκότα τὴν οὐσίαν, πρὸς ἄλλο δὲ εἶναι συμβεβηκότα καὶ πρὸς ἄλλο οὐσίαν· ὡς γὰρ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ λέγεται καὶ οὐσία καὶ συμβεβηκός (πρὸς μὲν γὰρ τὸ σῶμα τοῦ πυρὸς λέγεται συμβεβηκός, πρὸς δὲ τὸ πῦρ οὐσία· οὐσία γὰρ
10τοῦ πυρὸς ἡ θερμότης), καὶ ὥς φαμεν τὸ ἐν τῷ ὕδατι ψυχρὸν καὶ συμ‐ βεβηκὸς εἶναι καὶ οὐσίαν, συμβεβηκὸς μὲν πρὸς τὸ σῶμα τοῦ ὕδατος, οὐσίαν δὲ πρὸς τὸ ὕδωρ, οὕτω καὶ τὸ φαλακρὸν τοῦ Σωκράτους συμβεβηκός φαμεν καὶ οὐσίαν, συμβεβηκὸς μὲν πρὸς τὸν Σωκράτην, καθὸ ἄνθρωπός ἐστιν, οὐσίαν δὲ αὐτοῦ, καθὸ συμπληροῖ τὸν Σωκράτην· οὐσία γὰρ αὐτοῦ καὶ ἡ
15φαλακρότης, συμβεβηκὸς δέ, καθὸ καὶ ἄλλοις γίνεται. καὶ οὐ θαυμαστόν, εἰ ταῦτα οὐσία λέγεται· πᾶν γὰρ συμβεβηκὸς θέλει μετέχειν οὐσίας, ἵνα μὴ πάντῃ ἀμοιρήσῃ τῆς κρείττονος οὐσίας.
18nἌτομον δὲ λέγεται ὁ Σωκράτης.
19Τὸ ἄτομον λέγεται πολλαχῶς· ἔστι γὰρ ἀδιαίρετον ἄτομον ὥσπερ τὸ
20νῦν καὶ τὸ σημεῖον· τὸ γὰρ νῦν σημαίνει τὸν ἀκαριαῖον ἐνεστῶτα. ἄτομον δέ ἐστιν ὁ ἀκαριαῖος ἐνεστώς, καὶ τὸ σημεῖον παρὰ τοῖς γεωμέτραις ἄτο‐ μόν ἐστιν. ἄτομον δὲ καὶ τὸ δυσδιαίρετον ὥσπερ ὁ ἀδάμας καὶ τὰ ὅμοια. ἔστι δὲ ἄτομον καὶ ὁ Σωκράτης καὶ ὁ Ἀλκιβιάδης, οὐχ ὅτι οὐ πέφυκε τέμνεσθαι (τέμνεται γὰρ εἰς σῶμα καὶ ψυχήν), ἀλλ’ ὅτι μετὰ τὴν τομὴν
25οὐ σώζει τὸ οἰκεῖον εἶδος.
26nἈποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἑκάτερον.
27 Φησὶν ὅτι ἀποδεδώκαμεν τί ἐστι γένος καὶ τί ἐστιν εἶδος. ἀποδεδώκα‐ μεν, ὡς λέγει, ἀλλ’ ἑκατέρου ὁ ὁρισμὸς κακῶς ἔχει· ἐλέγομεν γὰρ τοῦ γενι‐ κωτάτου γένους ἀποδοθῆναι τὸν προειρημένον ὁρισμόν, οὐ μόνον δὲ τῷ
30γενικωτάτῳ ἁρμόζειν, ἀλλὰ καὶ τοῖς ὑπαλλήλοις γένεσιν· ὡς γὰρ ἁρμόζει169

170

τῷ γενικωτάτῳ ὁ ὅρος ὁ λέγων τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οὕτω καὶ τῷ ὑπαλλήλῳ· ὁ αὐτὸς γὰρ ἐὰν λεχθῇ καὶ ἐπὶ τοῦ ὑπαλλήλου, ἁρμόσει αὐτῷ. καὶ ὁ τοῦ εἰδικωτάτου δὲ εἴδους ὁρισμὸς οὐ μόνον τῷ εἰδικωτάτῳ ἁρμόζει, ἀλλὰ καὶ
5τῷ ἀτόμῳ· τὸ γὰρ ἁπλῶς ἄτομον ἐπιδέχεται καὶ τὸν τοιοῦτον ὁρισμόν· τὸ γὰρ ἁπλῶς ἄτομόν ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. τί οὖν φαμεν πρὸς ταῦτα; λέγομεν πρὸς τὸ πρῶτον ὅτι κἂν ἁρμόζῃ ὁ ὁρισμὸς τοῦ γενικωτάτου γένους τῷ ὑπαλλήλῳ, οὐκ ἄγεται ὑφ’ ἁμαρτίαν· οὔτε γὰρ μόνου τοῦ γενικωτάτου
10ἀπεδόθη, ἀλλ’ ἑκάστου γένους. πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους οὐχ ἁρμόζει τῷ τοιῷδε ἀτόμῳ, ἀλλὰ τῷ ἁπλῶς ἀτόμῳ· τὸ δ’ ἁπλῶς ἄτομον εἴδους τάξιν ἐπέχει ἤτοι εἶδός ἐστιν. ἔχομεν ἐντεῦθεν ὡς ἔδει τὰ εἰδικώτατα εἴδη εἰς τὸ ἁπλῶς ἄτομον διαιρεῖσθαι, κἂν μὴ βούληται Πλάτων· ὅτι γὰρ τὸ ἁπλῶς ἄτομον οὐκ ἔστιν εἶδος,
15ἐντελῶς ἐν ταῖς Κατηγορίαις εἰσόμεθα· τάξιν γὰρ εἴδους ἐπέχει.
16nΤὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται.
17 Σκόπει πῶς λέγει πάντα τὰ ἐπὶ πλέον κατηγορεῖσθαι τῶν ἐπ’ ἔλαττον· οὐ γὰρ εἴ τι ζῷον, εἴποις, ἄνθρωπος.
19nὭσπερ τὸν ἄνθρωπον εἶναι ζῷον.
20 Φησὶν ὅτι δικαίως τὸ ζῷον τοῦ ἀνθρώπου κατηγορεῖται· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον, οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος· ὥστε οὖν ἐπὶ πλέον φθάνει τὸ ζῷον τοῦ ἀνθρώπου.
23nΤὸ δὲ γενικώτατον καὶ κατὰ τοῦ γένους ἢ τῶν γενῶν.
24Κακῶς λέγει τὸ γενικώτατον ἑνὸς κατηγορεῖσθαι· οὐδέποτε γὰρ τὸ
25γενικώτατον ἑνὸς γένους κατηγορεῖται, ἀλλὰ πολλῶν.
26nΕἰ πλείω εἴη τὰ μέσα καὶ ὑπάλληλα.
27Καὶ τοῦτο πάλιν κακῶς εἶπε· φησὶ γάρ· ἀεὶ πολλῶν γενῶν κατηγο‐
ρεῖται τὸ γενικώτατον, εἰ πολλὰ εἴη τὰ μέσα καὶ ὑπάλληλα. πάντως δὲ170

171

ὅπου ἐστὶ γενικώτατον, πολλά εἰσι τὰ ὑπάλληλα. τὰ δὲ ὑπάλληλα καὶ μέσα τὰ αὐτὰ εἶπε.
3nΚαὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου.
4Πρὸς τὰ ἄνω κατηγορεῖται τὸ γενικώτατον καὶ τοῦ εἰδικωτάτου εἴδους
5καὶ τῶν ἀτόμων.
6nΚαὶ τουτὶ τὸ λευκόν.
7 Καλῶς εἶπε τὸ τοιόνδε λευκόν· δεικτικῶς γὰρ αὐτὸ εἶπε· τὸ γὰρ ἁπλῶς λευκὸν οὐκ ἔστιν ἄτομον.
9nΕἰ μόνος αὐτῷ εἴη Σωκράτης υἱός.
10 Καλῶς εἶπεν εἰ μόνος αὐτῷ ἐστι Σωκράτης υἱός· εἰ γὰρ ἔστι καὶ ἄλλος, τότε τὸν Σωκράτην οὐ δηλοῖ, ἀλλ’ ἀόριστον υἱὸν λέγει, τὰ δέ γε ἄτομα ἀόριστα.
13nἘπὶ πλειόνων μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος
14nἀνθρώπων, καθὸ ἄνθρωποί εἰσι.
15 Φησὶν ὅτι αἱ ἰδιότητες αἱ οὖσαι ἐν τῷ ἀνθρώπῳ δύνανται καὶ ἐν τῷ μερικῷ εἶναι, οἷον τὸ λογικὸν τὸ θνητὸν καὶ εὐφυές εἰσιν ἐν τῷ ἀνθρώπῳ, δύνανται δὲ καὶ ἐν Σωκράτει καὶ Ἀλκιβιάδῃ εἶναι, καθὸ καὶ αὐτοὶ ἄνθρωποί εἰσιν· αἱ γοῦν ἰδιότητες τοῦ Σωκράτους οὐ δύνανται καὶ ἐν ἄλλῳ εἶναι, καθὸ οὐ πάντες Σωκράτης. εἰπὼν δὲ ἐπὶ πλειόνων καὶ γνοὺς ὅτι οὐ
20μόνον ἐπὶ πλειόνων διήκουσιν αἱ ἰδιότητες τοῦ κοινοῦ, λέγω δὲ τοῦ ἁπλῶς ἀνθρώπου, ἀλλὰ καὶ ἐπὶ ὅλων, ἐπήγαγε μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος. ἐγὼ δὲ οἶμαι εἶναι τούτου ἑτέραν ἐξήγησιν· τὸ γὰρ ἐνδοιά‐ ζειν φιλόσοφον ἄτοπον φαίνεται· ἐπεὶ γὰρ καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου εἰσὶν ἰδιότητες, κατὰ μὲν τὸ λογικὸν λέγομεν τὴν ἰδιότητα
25αὐτοῦ ἐπὶ πλειόνων φέρεσθαι (τὸ τοιοῦτον γὰρ καὶ ἐπὶ ἀγγέλων δύναται
εἶναι), κατὰ δὲ τὸ λογικὸν θνητὸν τὴν ἰδιότητα αὐτοῦ φαμεν φέρεσθαι ἐπὶ171

172

πάντων τῶν κατὰ μέρος ἀνθρώπων. ὥστε οὖν τὸ ἐπὶ πάντων μόνον οὐκ ἠδύνατο εἰπεῖν· ἐποίει γὰρ καὶ τὸν ἄγγελον θνητόν. πρὸς μὲν οὖν τὸν ἄγγελον προσέχων εἶπε τὸ πλειόνων, πρὸς δὲ τὸν κατὰ μέρος ἄνθρωπον εἶπε πάντων.
5nὍλον γάρ τι τὸ γένος.
6Ἰδοὺ οὖν λέγει· τὸ μόνον κατηγορούμενον τῷ ὅλῳ ἔοικε.
7nΤὸ εἶδος δὲ καὶ ὅλον καὶ μέρος.
8 Τὸ ὑπάλληλον δὲ μᾶλλον ὅλον ἐστὶν ἤπερ μέρος, τὸ δὲ εἰδικώτατον μᾶλλον μέρος ἤπερ ὅλον.
10nἈλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις·
11nἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον.
12 Διδάσκει ἡμᾶς ὁ Πορφύριος ὅτι οὐκ ἐπ’ ἴσης ἀεὶ λαμβάνεται τὰ πρός τι· ἔστι μὲν γὰρ ὅτε ἐπ’ ἴσης, καὶ ἔστιν ὅτε οὔ. ἐπ’ ἴσης μὲν ὡς ἵνα εἴπω ‘τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἐστι δεξιόν, τὸ ἀριστερὸν τοῦ δεξιοῦ ἐστιν
15ἀριστερόν‘. οὐκ ἐπ’ ἴσης δὲ ὥσπερ ἐν τῷ ὅλῳ καὶ τοῖς μέρεσι· φαμὲν γὰρ ‘τὸ μέρος ὅλου ἐστὶ μέροσ‘, οὐ φαμὲν δὲ ὁμοίως ἑνικῶς ‘τὸ ὅλον μέρους ἐστὶν ὅλον‘, ἀλλὰ ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον‘. οὕτω δὲ καὶ ἐπὶ τοῦ πατρὸς τοῦ ἔχοντος πολλοὺς υἱούς φαμεν τὸ ἓν σκέλος ἑνικῶς, τὸ δὲ ἕτερον πληθυντικῶς· οἱ υἱοὶ πατρός εἰσιν υἱοί, ὁ πατὴρ δὲ υἱῶν ἐστι
20πατήρ, οὐχ ἑνὸς δὲ υἱοῦ ὁμοίως τῷ πρώτῳ σκέλει.
21tΠρᾶξις κγʹ.
22tΠερὶ διαφορᾶς.
23Μετὰ τὴν ἑκατέρων τῶν ἄκρων διδασκαλίαν χωρητέον καὶ ἐπὶ τὴν
διαφορὰν τρίτην εἰληφυῖαν τάξιν· παρακεχώρηκε δὲ τῷ εἴδει τῆς τάξεως,172

173

εἰ καὶ φύσει προτερεύει, διὰ τὸ γειτνιάζειν τῷ γένει. οὐ μόνον δὲ τούτου ἕνεκα τῷ εἴδει παρακεχώρηκε τῆς τάξεως, ἀλλ’ ἵνα μὴ διασπασμὸς τῶν διδασκαλιῶν γένηται· τὸ γὰρ γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγοροῦν‐ ται, ἡ δὲ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐν τῷ ὁποῖόν τί ἐστιν
5εἰ διέλαβεν οὖν μετὰ τὸ γένος περὶ διαφορᾶς, ἤμελλε διασπᾶν τὴν διδα‐ σκαλίαν τῶν πρός τι, ἀλλὰ μὴν καὶ τῶν ὁποῖόν τί ἐστιν· ἡ γὰρ διαφορὰ ἤμελλε μεσάζεσθαι ἐκ γένους καὶ εἴδους διασπῶσα τὰ πρός τι, καὶ τὸ εἶδος δὲ μεσαζόμενον ἐκ διαφορᾶς καὶ ἰδίου ἔμελλε διασπᾶν τὰ ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενα.
10 Μαθόντες οὖν ἐκ τῶν ἀρτίως καὶ πρώην λεγομένων τὴν δέουσαν τάξιν εἰληφέναι τὴν διαφορὰν σπουδῇ ἐπ’ αὐτὴν χωρήσωμεν. πρῶτον δὲ τοῖς διηγορευμένοις κανόσι χρησάμενοι διαστείλωμεν τὴν ὁμωνυμίαν· ὁμώνυμος γὰρ φωνὴ καὶ ἡ διαφορά. λέγεται τοίνυν διαφορὰ τριχῶς· ἔστι γὰρ ἡ κοινῶς διαφορὰ καὶ ἡ ἰδίως καὶ ἡ ἰδιαίτατα. καὶ κοινῶς μέν ἐστιν ἡ
15σημαίνουσα χωριστὸν συμβεβηκός, ἰδίως δὲ ἡ σημαίνουσα ἀχώριστον, ἰδιαί‐ τατα δὲ ἡ οὐσίαν παριστῶσα. καὶ τοῦ μὲν πρώτου 〈ὑπόδειγμα〉 τὸ λευκὸν τὸ ἐν ἐμοὶ χωριστόν ἐστι· δυνατὸν γάρ ἐστι γενέσθαι τὸ λευκὸν μέλαν. τοῦ δὲ δευτέρου ἡ γλαυκότης ἡ ἐν ἐμοὶ ἀχώριστός ἐστιν. ὁ γὰρ γλαυκόφθαλμος οὐκέτι καὶ μελανόφθαλμος. τοῦ δὲ τρίτου· τὸ λογικὸν διακρίνει ἡμᾶς ἐκ
20τῶν ἀλόγων· αὕτη γὰρ ἡ διαφορὰ οὐσίαν δηλοῖ. διὰ τί δὲ τρεῖς εἰσιν αἱ διαφοραὶ καὶ οὔτε πλείους εἰσὶν οὔτε ἐλάττους λέξομεν, μετέπειτα δὲ καὶ διὰ τί τοιούτων προσηγοριῶν ἐπέτυχον ἐροῦμεν. τὰ πράγματα διττά ἐστιν, ἢ συμβεβηκότα ἢ οὐσία, τὰ συμβεβηκότα ἢ χωριστὰ ἢ ἀχώριστα. καὶ εἰ μὲν χωριστὸν εἴη τὸ συμβεβηκός, τότε γίνεται ἡ κοινῶς διαφορὰ οἷον τὸ
25λευκὸν καὶ τὸ ἐκ τοῦ ἡλίου μέλαν (ταῦτα γὰρ δύναται χωρίζεσθαι), εἰ δὲ ἀχώριστον εἴη τὸ συμβεβηκός, γίνεται ἡ ἰδίως οἷον ἡ γλαυκότης ἡ σιμότης ἡ γρυπότης τὸ φαλακρὸν τὸ ἐν Αἰθίοπι μέλαν (ταῦτα γὰρ οὐ χωρίζεται), εἰ δὲ οὐσία ἐστί, τότε γίνεται ἡ ἰδιαίτατα οἷον τὸ λογικὸν τὸ θνητόν· ταῦτα γὰρ οὐσία ἡμῶν εἰσιν. εἰ οὖν διττά ἐστι τὰ πράγματα εἰς τρία δὲ διαι‐
30ρεῖται, εὐλόγως καὶ αἱ διαφοραὶ τριτταί εἰσι καὶ οὔτε πλείους οὔτε ἐλάτ‐ τους. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· τὰ πράγματα διττά ἐστιν, ἢ χωριστὰ ἢ ἀχώριστα, καὶ χωριστὰ μὲν οἷον τὸ λευκὸν καὶ τὸ ἐκ τοῦ ἡλίου μέλαν, τὰ ἀχώριστα δέ εἰσιν ἤτοι συμβεβηκότα ἢ οὐσία. καὶ τὰ χωριστὰ μὲν ποιεῖ τὴν κοινῶς διαφοράν, τὰ ἀχώριστα δὲ εἰ μὲν συμβεβηκότα εἶεν, ποιεῖ τὴν
35ἰδίως, εἰ δὲ οὐσία, ποιεῖ τὴν ἰδιαίτατα. καὶ μὴ νομίσῃς τὴν αὐτὴν εἶναι τῇ173

174

πρώτῃ ταύτην τὴν διαίρεσιν· ἐν μὲν γὰρ τῇ πρώτῃ πάντα τὰ πράγματα διελάβομεν εἰς οὐσίαν καὶ συμβεβηκότα καὶ τὰ συμβεβηκότα εἰς χωριστὰ καὶ ἀχώριστα, ἐν δὲ τῇ δευτέρᾳ εἰς χωριστὰ καὶ ἀχώριστα, τὰ ἀχώριστα δὲ εἰς συμβεβηκότα καὶ οὐσίαν. φθάνει οὖν ἐν τῇ πρώτῃ τὰ συμβεβηκότα
5ὁμοῦ εἶναι, τά τε χωριστὰ καὶ τὰ ἀχώριστα, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως· τὸ γὰρ ἀχώριστον συμβεβηκὸς μετὰ τῆς οὐσίας εὑρίσκεται· οὕτω γάρ φαμεν τὸ ἀχώριστον διαιρεῖσθαι, εἰς οὐσίαν καὶ συμβεβηκότα. τάττεται δὲ μετὰ τῶν δύο, ὅτι καὶ τῶν δύο μετέχει· τῶν μὲν γὰρ συμβεβηκότων ἔχει τὸ ἐπουσιῶδες τῆς δὲ οὐσίας τὸ ἀχώριστον. τρίτην δὲ διαίρεσιν διαθησόμεθα,
10ἥν φησι καὶ ὁ Πορφύριος, ὀνόμασι μὲν τῶν προειρημένων διαφέρουσαν πράγμασι δὲ τὴν αὐτὴν οὖσαν. καὶ ἔστι μὲν ἡ οὐσία ἄλλο, τὸ συμβεβηκὸς δὲ ἀλλοῖον. διὰ τί δὲ ἡ οὐσία ἄλλο καὶ τὸ συμβεβηκὸς ἀλλοῖον, τὸ κεί‐ μενον ἡμᾶς διδάξει. θάτερον δὲ τούτων τῶν σκελῶν ποιεῖ δύο συζυγίας· ἄλλο χωριστὸν καὶ ἄλλο ἀχώριστον καὶ ἀλλοῖον χωριστὸν καὶ ἀλλοῖον
15ἀχώριστον. εἰσὶ δὲ καὶ ἄλλαι δύο· ἄλλο καὶ ἀλλοῖον, χωριστὸν καὶ ἀχώ‐ ριστον. πᾶσαι δὲ ἕξ εἰσι, καὶ τούτων αἱ μὲν τρεῖς συνίστανται καὶ τρεῖς εἰσιν ἀσύστατοι. συνίστανται μὲν αἱ ὑπάλληλοι καὶ μία τῶν διαγωνίων, αἱ δὲ λοιπαὶ οὐκέτι, φημὶ δὲ αἱ ἐναντίως ἔχουσαι καὶ μία τῶν διαγωνίων· οὐ συνίσταται γὰρ ἡ λέγουσα τὸ ἄλλο καὶ τὸ ἀλλοῖον (πῶς γὰρ τὸ δια‐
20φέρον οὐσιωδῶς καὶ ἐπουσιωδῶς διαφέρει;), οὔτε ἡ λέγουσα τὸ χωριστὸν καὶ ἀχώριστον (πῶς γὰρ τὸ χωριστὸν καὶ ἀχώριστον;), οὔτε μὴν ἡ μία τῶν διαγωνίων, φημὶ δὲ ἡ λέγουσα ἄλλο χωριστόν· τὸ οὐσιῶδες γὰρ ἀχώ‐ ριστόν ἐστι. συνίσταται δὲ ἡ λέγουσα ἄλλο ἀχώριστον καὶ ἡ λέγουσα ἀλλοῖον χωριστὸν καὶ ἀχώριστον. καὶ τὸ μὲν ἀλλοῖον χωριστὸν ποιεῖ τὴν
25κοινῶς διαφοράν, τὸ δὲ ἀλλοῖον ἀχώριστον τὴν ἰδίως, τὸ δὲ ἄλλο ἀχώ‐ ριστον τὴν ἰδιαίτατα. Μαθόντες οὖν διὰ τί τρεῖς εἰσιν αἱ διαφοραί, φέρε κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν εἴπωμεν διὰ τί καὶ τῶν τοιούτων ἔτυχον προσηγοριῶν. ἡ
δηλοῦσα χωριστὸν συμβεβηκὸς κοινῶς διαφορὰ καλεῖται, ὅτι κοινῶς ἔχει174

175

τἀναντία, κἂν μὴ ἐν τῷ αὐτῷ χρόνῳ· τὸ γὰρ λευκὸν δύναται ἐν διαφόρῳ χρόνῳ καὶ μέλαν εἶναι, ὁ κινούμενος δύναται ἠρεμεῖν. ἰδίως δὲ διαφορὰ λέγεται ἡ ἀχώριστον συμβεβηκὸς δηλοῦσα, ἐπειδὴ τἀναντία οὐ δηλοῖ ὑπὸ τοῦ αὐτοῦ μετέχεσθαί ποτε· οὔτε γὰρ ὁ φαλακρὸς δύναται κομήτης εἶναι,
5κἂν ἀμειφθείη ὁ χρόνος, οὔτε τὸ μέλαν τοῦ Αἰθίοπος 〈ἐν〉 διαφόρῳ χρόνῳ εἰς λευκὸν ἀμείβεται, οὔτε ὁ γλαυκόφθαλμος μελανόφθαλμος γίνεται. ταῦτα οὖν ἐπειδὴ οὐ χωρίζεται, ἰδίως ἔχει τὴν διαφορὰν καὶ ἴδιά ἐστιν. ἰδιαί‐ τατα δὲ λέγεται ἡ οὐσίαν δηλοῦσα, ἐπειδὴ ἰδίως ὑπάρχει τινὶ καὶ ἀχωρί‐ στως. καὶ καλῶς μὲν τὴν δηλοῦσαν ἀχώριστον συμβεβηκὸς ἰδίως καλοῦμεν,
10καλῶς δὲ καὶ τὴν δηλοῦσαν οὐσίαν ἰδιαίτατα ὑπερθετικῇ φωνῇ χρησά‐ μενοι· πλέον γὰρ τῆς ἀχώριστον συμβεβηκὸς δηλούσης ἡ σημαίνουσα οὐσίαν ἀχώριστόν ἐστιν· ἐπὶ γὰρ τῶν οὐσιωδῶν διαφορῶν οὐ δύνασαι χωρισμὸν νοῆσαι οὔτε ἐννοίᾳ οὔτε ἐνεργείᾳ, ἐπὶ δὲ τῶν σημαινουσῶν ἀχώριστον συμβεβηκὸς δύνασαι χωρισμὸν νοῆσαι ἐννοίᾳ· τὸν γὰρ γλαυκό‐
15φθαλμον εἰ νοήσεις μελανόφθαλμον, οὐδὲν λυμαίνῃ τῷ ὑποκειμένῳ, ἄλογον δ’ εἰ νοήσεις, λυμαίνῃ τῷ ὑποκειμένῳ· ἐκτὸς γὰρ τοῦ λογικοῦ οὐκ ἔστιν ἄνθρωπος.
18nΔιαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω.
19Ἐκ τοῦ προστάσσειν δηλοῖ ὁ Πορφύριος ὅτι αὐτοῦ εἰσιν αἱ ὀνομα‐
20τοποιΐαι τῶν τοιούτων διαφορῶν· διὰ τοῦτο γὰρ οὐκ εἶπε ‘λέγεται‘. Τινὲς δὲ λέγουσιν ὅτι καλῶς προετάγη τὸ γένος καὶ τὸ εἶδος τῆς δια‐ φορᾶς· τί δὲ λέγομεν τὸ εἶδος, ἐξ οὗ καὶ τὰ ἄτομα πρὸ τῆς διαφορᾶς ἀπαιτεῖ προτάττεσθαι; ταῦτα γὰρ τῶν πρός τί ἐστι· τὰ δὲ πρός τι ἅμα θέλει εἶναι· οὔτε γάρ ἐστι θάτερον τοῦ ἑτέρου προτερεῦον. εἰ οὖν προτε‐
25ρεύει τὸ γένος τῆς διαφορᾶς, ἅμα δὲ τὰ πρός τι θέλει εἶναι, ἅμα ἔστω τὸ γένος καὶ τὸ εἶδος. τὸ εἶδος δὲ καὶ τὰ ἄτομα εἰ ἔστι τῶν πρός τι, καὶ τὰ ἄτομα τῆς διαφορᾶς προηγείσθω. ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι κατὰ μὲν τὴν σχέσιν τὰ πρός τι ἀλλήλων οὐ προτερεύει (ὅπου γὰρ πατήρ, ἐκεῖ καὶ υἱός), κατὰ δὲ τὰ πράγματα προτερεύει· πρὶν γὰρ εἶναι
30ὁ Σωφρονίσκος Σωκράτους πατήρ, ἄνθρωπος ἦν. ἔστω οὖν τὰ τοιαῦτα κατὰ
τὴν σχέσιν μὴ προτερεύειν, κατὰ δὲ τὰ πράγματα προτερεύει. ἀλλὰ μὴν175

176

καὶ κατὰ τὴν σχέσιν ἡ διαφορὰ προτερεύει. διὰ μέσου γὰρ διαφορᾶς γίνεται τὸ εἶδος ἐκ τοῦ γένους.
3nὉπωσοῦν ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο.
4Καλῶς λέγει. τινὲς δὲ ἀποροῦσι λέγοντες ὅτι κακῶς εἴρηκεν ἢ πρὸς
5ἑαυτ· ἡ γὰρ διαφορὰ τοὐλάχιστον ἐν δυσὶ θεωρεῖται, ἐν ἑνὶ δ’ οὐδέ‐ ποτε· πῶς γάρ τις ἑαυτοῦ διαφέρει; λέγομεν δὲ ὅτι καλῶς ἔχει ὁ λόγος· δια‐ φέρει γάρ τις ἑαυτοῦ ἐν διαφόρῳ χρόνῳ· ὁ γὰρ ἠρεμῶν διαφέρει τοῦ μὴ ἠρεμοῦντος. δύναται δὲ καὶ ἑαυτοῦ μετὰ χρόνον· ἐνεργῶν γὰρ οὐχ ὁ αὐτός ἐστι.
10nΠαιδός τε ὄντος καὶ ἀνδρωθέντος καὶ ἐνεργοῦντός τι ἢ
11nπαυσαμένου.
12 Τοῦ χωριστοῦ συμβεβηκότος τὰ μέν ἐστιν εὐχώριστα τὰ δὲ δυσχώ‐ ριστα. καὶ εὐχώριστα μὲν τὸ δρᾶν ἢ καὶ παύεσθαι, δυσχώριστα δὲ τὰ τῶν ἡλικιῶν· δυσχερῶς γὰρ ὁ παῖς βούπαις γίνεται. τοῦτο δὲ δηλοῖ διὰ τῶν
15προκειμένων παραδειγμάτων.
16nΚαὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησιν.
17 Ὧδε δηλοῖ τὸ χωριστόν· τὸ γὰρ πῶς ἔχει ῥῆμα ἀεὶ ἐπιζητεῖ ‘πῶς ἔχει;‘ καὶ ἀποκρίνεταί τις ‘ὑγιαίνει, νοσεῖ‘. ὥσπερ δὲ τὸ ῥῆμα ἀπὸ χρόνου εἰς χρόνον μεταπίπτει, οὕτω καὶ τὰ χωριστὰ συμβεβηκότα.
20nἈχώριστον δὲ συμβεβηκός.
21 Ὁμοίως καὶ τὸ ἀχώριστον συμβεβηκὸς διττόν ἐστι· τὸ μὲν γάρ ἐστιν ἐκ γενετῆς, ὡς ἡ γλαυκότης ἡ γρυπότης τὸ μέλαν τοῦ Αἰθίοπος, τὸ δὲ ἐκ τοῦ προκόπτοντος χρόνου, ὡς ἡ φαλακρότης καὶ ἡ ἐκ τοῦ τραύματος οὐλή. δηλοῖ δὲ τὸ διττὸν τοῦτο διὰ τῶν παραδειγμάτων. καλῶς δὲ εἶπεν
25ἐκ τοῦ τραύματος οὐλ, προσέχων τῷ ἐκ τοῦ χρόνου γενομένῳ συμ‐ βεβηκότι· δυνατὸν γὰρ οὐλὴν ἐκ γενετῆς λέγειν εἶναι, ὅτε μὴ ἔστιν ἀπὸ
τραύματος, ὡς ἵνα τις ἔγκυον ἐκ πάθους εἴπῃ τεκεῖν οὐλὴν ἔχον παιδίον.176

177

(1n)

Ἰδιαίτατα δὲ διαφέρειν ἕτερον ἑτέρου λέγεται, ὅταν
2nεἰδοποιῷ διαφορᾷ παραλλάξ.
3 Καλῶς εἶπεν εἰδοποιῷ διαφορᾷ παραλλάξ· ἡ γὰρ εἰδοποιὸς δια‐ φορὰ οὐσιώδης ἐστί, δι’ ἧς τὸ ἡμέτερον εἶδος χαρακτηρίζεται. ἰστέον δὲ
5ὡς διτταί εἰσιν αἱ εἰδοποιοὶ διαφοραί, τοῦτ’ ἔστιν αἱ οὐσιώδεις· αἱ μὲν γάρ εἰσιν διαιρετικαὶ αἱ δὲ συστατικαί. αἱ αὐταὶ δέ εἰσιν, ἀλλ’ οὐ κατὰ τοῦ αὐτοῦ παραλαμβανόμεναι· τὸ γὰρ λογικὸν καὶ ἄλογον τοῦ ζῴου εἰσὶ διαιρε‐ τικαί, οὐ μὴν συστατικαί, ἀλλὰ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου· τὸ γὰρ λογι‐ κὸν οὐσιωδῶς συνιστᾷ τὸν ἄνθρωπον.
10nἈλλ’ αἱ μὲν κοινῶς καὶ ἰδίως ἀλλοῖον ποιοῦσιν.
11 Τοῦτ’ ἔστι τὰ συμβεβηκότα· εἶδος γὰρ οὐκ ἀλλάσσει τὸ λευκὸν οὐδὲ ἡ σιμότης.
13nΑἱ δὲ ἰδιαίτατα ἄλλο.
14Τοῦτ’ ἔστιν αἱ οὐσιώδεις· αὗται γὰρ τὸ εἶδος ἀμείβουσιν· εἰ γὰρ τὸ
15ἄλογον, ὑπόθου, λογικὸν εἴπω, ἀμείβω τὸ εἶδος τοῦ ἀλόγου καὶ ἄλλο εὑρίσκεται.
17nἩ δὲ τοῦ κινεῖσθαι ἀλλοῖον μόνον παρὰ τὸ ἠρεμοῦν
18nἐποίησε.
19Καλῶς εἶπεν ἐπὶ τοῦ ἀλλοῖον τὸ μόνον· ἐπὶ γὰρ τῶν συμβεβηκότων
20μόνον ἀλλοῖον γίνεται· τὸ αὐτὸ γὰρ εἶδος μένει. ἐπὶ δὲ τοῦ ἄλλο οὐκ εἶπε τὸ μόνον· ὅπου γὰρ ἄλλο, ἐκεῖ καὶ ἀλλοῖον· τὸ γὰρ ἄλογον τοῦ λογικοῦ οὐ μόνον ὡς ἄλλο διαφέρει, ἀλλὰ καὶ ὡς ἀλλοῖον.
23nΚατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας αἵ τε διαιρέσεις γίνον‐
24nται τῶν γενῶν εἰς τὰ εἴδη, οἵ τε ὅροι ἀποδίδονται ἐκ γένους
25nὄντες καὶ τῶν τοιούτων διαφορῶν.
26Ὧδε δηλοῖ πῶς διτταί εἰσιν αἱ ἰδιαίτατα· ἐν γὰρ τῷ λέγειν αἱ διαι‐177

178

ρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη δηλοῖ τὰς διαιρετικάς, ἐν δὲ τῷ λέγειν οἵ τε ὅροι ἀποδίδονται δηλοῖ τὰς συστατικάς.
3nΚαὶ αἱ τοῦ πῶς ἔχοντος μεταβολα.
4Ὧδε τινές φασι καὶ πρὸς τὰς δύο λέγειν αὐτόν, φημὶ δὲ τὰς σημαι‐
5νούσας τὰ συμβεβηκότα· ἐν μὲν γὰρ τῷ λέγειν ἑτερότητες λέγει τὸ ἀχώ‐ ριστον, ἐν δὲ τῷ λέγειν τοῦ πῶς ἔχοντος σημαίνει τὸ χωριστόν. ψευδὲς δὲ τὸ τοιοῦτον· πρὸς ἑκατέραν γὰρ οἱ δύο λόγοι ἁρμόζουσι.
8tΠρᾶξις κδʹ.
9Πάρεστιν ὁ Πορφύριος τῆς δευτέρας διαιρέσεως παραδώσων τὴν διδα‐
10σκαλίαν, φημὶ δὲ τῆς λεγούσης τὰ ὄντα ἢ χωριστὰ ἢ ἀχώριστα εἶναι. ἐπειδὴ δὲ οὐ κατὰ τὸ δέον ταύτῃ ἐπεξῆλθε, φέρε τὸ ἐλλιπὲς ἀναπληρώ‐ σωμεν ἤτοι τὸ κακῶς ἔχον ἐλέγξωμεν, πρῶτον μανθάνοντες τί διαφέρει οὐσία οὐσιώδους καὶ συμβεβηκὸς ἐπουσιώδους· τούτων γὰρ τῆς διαφορᾶς γινωσκομένης εὐχερῶς ἐλεγχθήσεται ὁ Πορφύριος ἁμαρτίᾳ τινὶ περιπεσών.
15διαφέρει τοίνυν οὐσία οὐσιώδους, ὅτι τὸ μὲν οὐσιῶδες καὶ ἐπὶ συμβεβη‐ κότος λαμβάνεται, ἡ δὲ οὐσία οὐκέτι· εἰ δὲ ἦν ταὐτὸν οὐσιῶδες καὶ οὐσία, ὤφειλεν ἡ οὐσία εἶναι ὅπου καὶ τὸ οὐσιῶδες. πῶς δὲ ἐπὶ συμβεβηκότος τὸ οὐσιῶδες λαμβάνεται, λέξωμεν. τὸ χρῶμα συμβεβηκός ἐστι, γένος δέ ἐστι τοῦ λευκοῦ· κατηγορεῖται γὰρ τὸ χρῶμα τοῦ λευκοῦ οὐσιωδῶς· εἰ γὰρ
20οὐκ ἔστιν ἐπινοῆσαι λευκὸν οὔτε ἐνεργείᾳ οὔτε ἐπινοίᾳ χωρὶς χρώματος, σαφὲς ὅτι οὐσιωδῶς κατηγορεῖται τὸ χρῶμα τοῦ λευκοῦ· οὕτω γὰρ κατη‐ γοροῦνται καὶ τὰ μὴ δυνάμενα τῇ ἐπινοίᾳ ἢ τῇ ἐνεργείᾳ χωρισθῆναι. εἰ οὖν θεωρεῖται τὸ οὐσιῶδες, ὅπου οὐ θεωρεῖται ἡ οὐσία, ὁμολογουμένως οὐ ταὐτὸν οὐσιῶδες ὑπάρχει καὶ οὐσία. τοιούτῳ τρόπῳ διαφέρει καὶ τὸ
25ἐπουσιῶδες τοῦ συμβεβηκότος· τὸ γὰρ ἐπουσιῶδες οὐσίας κατηγορεῖται, τὸ συμβεβηκὸς δὲ οὐσίας οὐδέποτε κατηγορεῖται, εἰ μὴ ὅταν λέγωμεν ὅτι Σωκράτης λευκὸς ὑπάρχει καὶ νοῶμεν οὕτως ὅτι τὸ λευκὸν ὑπάρχει ἐν τῷ Σωκράτει, τότε κατηγορεῖται· ὅταν δὲ λέγωμεν ὅτι Σωκράτης λευκός ἐστι,
τοῦτ’ ἔστιν ὅτι τὸν ὁρισμὸν τοῦ λευκοῦ δέχεται ὥσπερ τοῦ ζῴου, τότε οὐ178

179

κατηγορεῖται τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ κατὰ τοῦτον τὸν τρόπον εἶπε μὴ κατηγορεῖσθαι τὰ συμβεβηκότα τῶν οὐσιῶν. πῶς δὲ κατηγορεῖται τὸ ἐπουσιῶδες οὐσίας; ὡς ἵνα εἴπῃς τοῦ δούλου καὶ δεσπότου ὁ ἄνθρωπος κατηγορεῖται· ὡς γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον, οὕτω καὶ ἐν τῷ δεσπότῃ
5ὁ ἄνθρωπος· ὅπου γὰρ δεσπότης, ἐκεῖ καὶ ἄνθρωπος. οὐ τὴν αὐτὴν δέ φημι κατηγορίαν· ἡ μὲν γὰρ τοῦ ζῴου πρὸς τὸν ἄνθρωπον οὐσιώδης ἐστιν, ἡ δὲ τοῦ ἀνθρώπου πρὸς τὸν δεσπότην ἐπουσιώδης. εἰ οὖν θεωρεῖται τὸ ἐπουσιῶδες, ὅπου οὐ θεωρεῖται τὸ συμβεβηκός, ὡμολόγηται μὴ ταὐτὸν εἶναι ἐπουσιῶδες καὶ συμβεβηκός.
10 Μαθόντες δὲ τούτων τὴν διαφορὰν φέρε χωρήσωμεν ἐπὶ τοὺς λόγους τοῦ φιλοσόφου· φησὶ γὰρ ὅτι διαφέρει ἡ ἰδιαίτατα τῆς κοινῶς καὶ ἰδίως, ὅτι αἱ μὲν ἔχουσι τὸ μᾶλλον καὶ ἧττον, λευκὸν καὶ λευκότερον, σιμὸν καὶ σιμώτερον, ἡ δὲ οὔ. κακῶς δὲ λέγει· δείκνυται γὰρ ὅτι αἱ μὲν οὐκ ἔχουσι τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ἔχει· ἰδοὺ γὰρ ἡ μὲν κοινῶς οὐκ ἔχει τὸ
15μᾶλλον καὶ ἧττον, ὅταν εἴπωμεν τὸ τρίγωνον καὶ τὸ τετράγωνον ἐν κηρῷ εἶναι· καὶ γὰρ ὑπὸ τοῦ αὐτοῦ μετέχεται τό τε τρίγωνον καὶ τὸ τετράγωνον. ἐν τούτοις δὲ οὐ θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον· οὔτε γάρ ἐστι τρίγωνον τρι‐ γώνου μᾶλλον καὶ ἧττον οὐδὲ ἔστι τετράγωνον τετραγώνου μᾶλλον καὶ ἧττον. ὥστε οὖν οὐ πάντοτε ἐν τῇ κοινῶς θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον. ἀλλὰ μὴν
20οὐδὲ ἡ ἰδίως πάντοτε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· ἰδοὺ γὰρ ὁ Ἀθη‐ ναῖος ἀχώριστόν ἐστι συμβεβηκός· Ἀθηναῖος δὲ Ἀθηναίου οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον. ἡ ἰδιαίτατα δὲ ἔχει. πῶς δέ, λέξωμεν. ἡ ἰδιαίτατα σημαίνει οὐσίαν καὶ οὐσιῶδες, οὐσίαν μὲν ὡς ἵνα εἴπῃς τὸ λογικόν, οὐσιῶδες δὲ τὸ λευκόν· ἐμάθομεν δὲ πῶς διαφέρει οὐσία οὐσιώδους. εἰ οὖν ἡ ἰδι‐
25αίτατα λαμβάνεται ἐπὶ οὐσίας καὶ οὐσιώδους, τὸ δ’ οὐσιῶδες λαμβάνεται καὶ ἐπὶ τὸ συμβεβηκότος, δῆλον ὅτι θεωρεῖται καὶ ἐν τῇ ἰδιαίτατα τὸ μᾶλλον καὶ τὸ ἧττον· φαμὲν γὰρ τὸ λευκὸν καὶ ἄγαν λευκὸν καὶ ἧττον λευκόν· ἔφαμεν δὲ τοῦ λευκοῦ κατηγορεῖσθαι τὸ χρῶμα οὐσιωδῶς, λαμβά‐ νεται δὲ ἐπὶ οὐσίας καὶ οὐσιώδους ἡ ἰδιαίτατα. δι’ ἣν δὲ αἰτίαν φησὶ
30δικαίως τὴν μὲν ἰδιαίτατα μὴ ἔχειν τὸ μᾶλλον καὶ ἧττον, τὴν δὲ κοινῶς καὶ ἰδίως ἔχειν, φέρε τὸν λόγον παραθήσομεν· φησὶν ὅτι ἡ ἰδιαίτατα δικαίως
οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ ἓν εἶδος δηλοῖ, ὅπερ χαρακτηριστι‐179

180

κὸν ἡμῶν ὑπάρχει, οἷον τὸ λογικόν· ἓν δὲ καὶ τὸ αὐτὸ πῶς δύναται ἔχειν τὸ μᾶλλον καὶ ἧττον; εἰ γὰρ ἔχοι, ἀμείβεται. λογικὸν δὲ λέγει τὸ οὐσιω‐ δῶς ἑκάστῳ ὑπάρχον ὡσαύτως. εἰ δὲ καὶ εἴποι τις ὅτι λέγομεν λογικώ‐ τερον, φαμὲν ὅτι ἐπιστήμης ἐστὶ καὶ μαθήσεως τὸ δεχόμενον τὸ μᾶλλον
5καὶ ἧττον. ἄλλως δὲ ἔστιν ἐλέγξαι αὐτόν· φαμὲν γὰρ ὅτι κατὰ τοῦ‐ τον τὸν λόγον οὐδεμία αὐτῶν ἔχει τὸ μᾶλλον καὶ ἧττον· εἰ γὰρ διὰ τὸ εἶναι ἓν εἶδος τὸ λογικὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὐδὲ ἡ κοινῶς ὀφείλει δέχεσθαι οὔτε ἡ ἰδίως· τὸ γὰρ λευκὸν τὸ ἐν τῷ λευκῷ σώματι εἶδός ἐστι τοῦ λευκοῦ σώματος, καὶ οὐκ ἔστιν ἐπινοῆσαι τὸ λευκὸν
10σῶμα ἐκτὸς τῆς λευκότητος. ἓν δὲ τὸ εἶδός ἐστι τὸ λευκὸν τοῦ λευκοῦ σώμα‐ τος, καὶ πρὸς μὲν τὸ λευκὸν σῶμα εἶδός ἐστι τὸ λευκόν, πρὸς δὲ τὸ ἁπλῶς οὐκέτι. οὐκ ὀφείλει οὖν τὸ λευκὸν τοῦ λευκοῦ σώματος ἓν εἶδος ὑπάρχον δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. οὔτε μὴν τὸ μέλαν τοῦ Αἰθίοπος· πρὸς μὲν γὰρ τὸν ἄνθρωπον εἶδος οὐκ ἔστι, πρὸς δὲ τὸν Αἰθίοπα εἶδός ἐστιν·
15οὐκ ἔστι γὰρ ἐπινοῆσαι Αἰθίοπα μέλανος χωρίς. εἰ οὖν καὶ τὸ μέλαν τοῦ Αἰθίοπος εἶδος αὐτοῦ ὑπάρχει, οὐκ ὀφείλει ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· ὃν γὰρ τρόπον τοῦ ἀνθρώπου εἶδός φησιν εἶναι τὸ λογικόν, τοῦτον τὸν τρόπον καὶ τοῦ Αἰθίοπος εἶδός ἐστι τὸ μέλαν καὶ τοῦ γάλακτος τὸ λευκόν. καὶ εἰ τὸ αὐτὸ λέγεις εἶναι τὸ λογικὸν καὶ μὴ ἀμείβεσθαι τῇ τοῦ
20μείζονος καὶ ἥττονος προσελεύσει, κἀγὼ τὸ τοιοῦτον λέξω ἐπὶ τοῦ μέλανος τοῦ μέλανος σώματος καὶ ἐπὶ τοῦ λευκοῦ τοῦ λευκοῦ σώματος· δεῖ γὰρ τὸ λευκὸν οὗ ἐστι λευκὸν ὡσαύτως ἔχειν. ὥστε οὖν ὑπόψυχρός ἐστιν ὁ τοιοῦτος λόγος. τί οὖν ἡμεῖς λέγομεν; φαμὲν ὅτι οὕτως δεῖ λέγειν· εἰ μὲν ἀπλατὲς σημαίνει ἡ διαφορά, τότε οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον·
25οἷον τὸ τρίγωνον καὶ τὸ τετράγωνον ἀπλατῆ εἰσι, διὰ τοῦτο οὐκ ἐπιδέχον‐ ται τὸ μᾶλλον καὶ ἧττον. ὁ Ἀθηναῖος πάλιν ἀπλατής ἐστιν (οὔτε γάρ ἐστι μείζων Ἀθηναῖος ἢ ἥττων), διὰ τοῦτο τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπι‐ δέχεται. τὸ λογικὸν πάλιν ὡσαύτως ἔχον οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. εἰ δὲ πλάτος σημαίνει, τότε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· οἷον τὸ
30λευκὸν δύναται καὶ ἄγαν εἶναι καὶ ἔλαττον, διὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ἡ σιμότης ἐν πλάτει οὖσα (δύναται γὰρ ἄγαν εἶναι καὶ ἔλαττον), δέχεται τὸ μᾶλλον καὶ ἧττον. ὁμοίως δὲ εἰ καὶ τοῦ λευκοῦ οὐσιωδῶς κατη‐
γορεῖται τὸ χρῶμα, ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν πλάτει ὑπάρχον.180

181

Δεύτερόν φησιν ὅτι διαφέρει ἡ ἰδιαίτατα τῆς κοινῶς καὶ ἰδίως, ὅτι αἱ μὲν εἰς ὑπογραφὰς λαμβάνονται, ἡ δὲ εἰς ὁρισμούς. τοῦτο ἀλη‐ θές. σκόπει δὲ πῶς δηλοῖ ὧδε τὴν ἰδιαίτατα· δηλοῖ οὖν καὶ οὐσίαν καὶ οὐσιῶδες καὶ τοῦτο τὸ οὐσιῶδες ἐπὶ συμβεβηκότων λαμβάνεσθαι· ἐν γὰρ
5τῷ λέγειν εἰς ὁρισμοὺς λαμβάνεσθαι δηλοῖ ὅτι καὶ ἐπὶ συμβεβηκότων λαμβάνεται τὸ οὐσιῶδες· ὁρίζομεν γὰρ καὶ τὰ συμβεβηκότα, οἱ δὲ ὁρισμοὶ ἐξ οὐσιωδῶν φωνῶν σύγκεινται. πρόδηλον οὖν ὅτι καὶ αἱ φωναὶ ἐπὶ τῶν ὁρισμῶν τῶν συμβεβηκότων οὐσιώδεις εἰσί· λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. τρίτον φησὶν ὅτι διαφέρει ἡ ἰδιαίτατα τῆς κοινῶς καὶ ἰδίως, ὅτι
10αἱ μὲν ἀλλοῖον ποιοῦσιν, ἡ δὲ ἄλλο. τοῦτο δὲ ἤδη ἐγνώκαμεν καὶ ἐν τῇ προτεραίᾳ. ἀληθὲς δὲ καὶ τοῦτο λέγει.
12tΠρᾶξις κεʹ.
13 Εἰρηκότες κατὰ τί διαφέρουσιν ἀλλήλων αἱ διαφοραί, λέξωμεν καὶ τί διαφέρει πρὸς ἑαυτὴν ἡ ἰδιαίτατα δηλοῦσα τὰς συστατικὰς καὶ τὰς διαιρε‐
15τικάς. φασί τινες τὰς αὐτὰς εἶναι. ὅτι δὲ οὐχ αἱ αὐταί εἰσι, σαφὲς ἐκ τῶν λεχθησομένων. τῶν γενικωτάτων γενῶν οὔκ εἰσι συστατικαὶ διαφοραί, μόναι δὲ διαιρετικαί, πάλιν τῶν εἰδικωτάτων εἰδῶν οὔκ εἰσι διαιρετικαὶ διαφοραί, συστατικαὶ δὲ μόναι· εἰ ἦσαν τοίνυν αἱ αὐταί, ὤφειλε τὸ πρῶτον σκέλος θεωρεῖσθαι, ὅπου καὶ τὸ ἕτερον· εἰ δὲ οὐ θεωρεῖται, σαφὲς ὅτι οὔκ
20εἰσιν αἱ αὐταί. ἔχομεν ἐντεῦθεν δύο προσπορίσματα· ὅτι οὔτε τὰ γενικώ‐ τατα γένη ὁρίζεται μὴ ἔχοντα συστατικὰς διαφορὰς τῶν ὁρισμῶν ἐκ γένους ὄντων καὶ συστατικῶν διαφορῶν καὶ ὅτι κατὰ τοῦτον τὸν λόγον οὐ διαι‐ ρεῖται τὰ εἰδικώτατα εἴδη μὴ ἔχοντα διαιρετικὰς φωνάς· οὕτως γὰρ καὶ ὁ Πλάτων ἐβούλετο. δεύτερον ὅτι αἱ διαιρετικαὶ φωναὶ μόνων γενῶν εἰσιν, οὐκέτι
25δὲ καὶ εἰδῶν, αἱ δὲ συστατικαὶ μόνων εἰδῶν, οὐκέτι δὲ καὶ γενῶν· εἰ γὰρ εἴπῃς ὅτι καὶ γένους εἰσὶν αἱ συστατικαί, ὤφειλον εἶναι καὶ παντὸς γένους·
τὸ γὰρ τῷ αὐτῷ ὁμοειδεῖ οὐσιωδῶς ὑπάρχον καὶ πᾶσι τοῖς ὁμοίοις οὐσιω‐181

182

δῶς ὑπάρχει· εἰ οὖν γένους εἰσὶν αἱ συστατικαί, ὤφειλον εἶναι καὶ παντὸς γένους· εἰ δὲ οὔκ εἰσι (τῶν γὰρ γενικωτάτων οὔκ εἰσι συστατικαί), ὁμολο‐ γουμένως οὐχ αἱ αὐταί εἰσι διαιρετικαὶ καὶ συστατικαί. καὶ ἐκ τοῦ ἐναντίου ἔστιν ἀντιστρέψαι τὸν λόγον καὶ εἰπεῖν ταὐτὸν ἐπὶ τῶν διαιρετικῶν· εἴ εἰσιν αἱ
5διαιρετικαὶ εἴδους, ὤφειλον εἶναι καὶ παντὸς εἴδους· εἰ δὲ οὔκ εἰσι (τὰ γὰρ εἰδικώτατα διαιρετικὰς οὐκ ἔχουσιν), ὁμολογομένως οὔκ εἰσιν αἱ αὐταὶ ἐπὶ τοῦ αὐτοῦ κωλυόμεναι λαμβάνεσθαι. τρίτον καὶ σαφὲς ὅτι οὐχ αἱ αὐταί εἰσιν, ὅτι ἐπὶ μὲν τοῦ ζῴου συστατικαί εἰσιν ἡ οὐσία ἔμψυχος αἰσθητική, διαιρετικαὶ δέ εἰσι τὸ λογικὸν καὶ ἄλογον. τέταρτον εἰ καὶ αἱ αὐταί εἰσι (πάντως γὰρ
10αἱ συστατικαὶ ἀπὸ τῶν διαιρετικῶν γίνονται), ἀλλ’ οὖν ὅμως οὐκ ἐπὶ τοῦ αὐτοῦ λαμβάνονται· τοῦ γὰρ ζῴου διαιρετικάς φαμεν τὸ λογικὸν καὶ τὸ θνητόν, τοῦ δ’ ἀνθρώπου συστατικάς. πέμπτον αἱ συστατικαὶ καθολικώ‐ τεραί εἰσι, αἱ δὲ διαιρετικαὶ μερικώτεραι. ὅτι δὲ αἱ συστατικαὶ καθολικώ‐ τεραί εἰσι, σαφὲς ἐκ τοῦ ἀποτέμνειν ἡμᾶς αὐτὰς διὰ τὸ ἐπὶ πλέον διήκειν,
15οὗ εἰσι συστατικαί· ἰδοὺ γάρ φαμεν τὸ ζῷον οὐσίαν ἔμψυχον αἰσθητικήν· διότι ἐπὶ πλέον τοῦ ζῴου διήκει τὸ ἔμψυχον, ἀποτέμνομεν [δὲ] αὐτὸ διὰ τοῦ αἰσθητικοῦ, καὶ διότι πάλιν τὸ αἰσθητικὸν διήκει ἐπὶ πλέον, φαμὲν αὐτοκίνητον. ὅτι δὲ μερικώτεραί εἰσιν αἱ διαιρετικαί, σαφὲς ἐκ τοῦ διαι‐ ρεῖν τὸ ἓν εἰς πολλά, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον. ἕκτον αἱ
20διαιρετικαὶ φθορᾶς ποιητικαί εἰσι, αἱ δὲ συστατικαὶ συστάσεως· αἱ μὲν γὰρ τὸ ζῷον διαιροῦσαι τὸ ἓν διαφθείρουσι, λέγω δὲ τὸ ζῷον, αἱ δὲ τὸν ἄνθρω‐ πον συνιστῶσιν. ἕβδομον αἱ μὲν διαιρετικαὶ ἐν τοῖς ἀντικειμένοις θεω‐ ροῦνται, τὸ λογικὸν καὶ ἄλογον, αἱ δὲ συστατικαὶ οὐκέτι· οὐδεὶς γάρ φησι τὸν ἄνθρωπον ζῷον λογικὸν καὶ ἄλογον. διὰ τοῦτο ἐπιμέμφονταί τινες τῷ
25ὅρῳ τῆς ἰατρικῆς φάσκοντες αὐτὴν ἐξ ἀντικειμένων συγκεκροτῆσθαι· ἰατρική ἐστι γνῶσις ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐδετέρων. ἀλλὰ μὴν καὶ τῷ ὅρῳ τῆς φύσεως τὴν αὐτὴν ἔγκλησιν διὰ τὸ λεχθὲν ἐπάγουσι· φύσις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. καὶ περὶ μὲν τοῦ ὅρου τῆς ἰατρικῆς ἄλλοις φροντὶς γενέσθω, περὶ δὲ τοῦ ὅρου τῆς φύσεως δεῖ λέγειν ὅτι οὔκ εἰσιν αἱ διαι‐
30ρέσεις ἀντικείμεναι· οὔτε γάρ φησιν ὡς ἡ φύσις ἠρεμία ἐστὶ καὶ κίνησις,
ἀλλ’ ἀρχὴ ἠρεμίας καὶ κινήσεως.182

183

Ἰστέον δ’ ὡς ὁ Πορφύριος αὐτὰς ἑνὶ ὀνόματι προσαγορεύει· συστατικὰς γὰρ καλεῖ αὐτὰς ἐκ τοῦ τιμιωτέρου τὴν προσηγορίαν αὐταῖς ἐφαρμόσας· ὅτι γὰρ αἱ συστατικαὶ τιμιώτεραί εἰσι τῶν διαιρετικῶν, σαφὲς ἐντεῦθεν· πρῶτον αἱ μὲν συστατικαὶ καθολικώτεραί εἰσιν, αἱ δὲ διαιρετικαὶ μερι‐
5κώτεραι· τιμιώτερον δὲ τὸ καθολικὸν τοῦ μερικοῦ. δεύτερον αἱ μὲν φθορὰν ποιοῦσιν, αἱ δὲ σύστασιν. ὅσον δὲ τὸ αἰτιατόν τινος αἰτιατοῦ ἐστι κρεῖττον, τοσοῦτον καὶ τὸ αἴτιον τοῦ αἰτίου. εἰ οὖν ἡ σύστασις τῆς φθορᾶς κρείττων καθέστηκεν, αἴτιαι δὲ τῆς συστάσεως αἱ συστατικαὶ 〈τῆς δὲ φθορᾶς αἱ διαιρετικαί, αἱ συστατικαὶ〉 ὁμολογουμένως κρείττονες τῶν διαιρετικῶν καθε‐
10στήκασι. τρίτον αἱ μὲν διαιρετικαὶ δυνάμει εἰσίν, αἱ δὲ συστατικαὶ ἐνεργείᾳ. εἰσὶ δὲ δυνάμει αἱ διαιρετικαί, ὡς ἵνα εἴπῃς ὅτι τὸ ζῷον δύναται καὶ λογικὸν εἶναι καὶ ἄλογον, ἐνεργείᾳ δὲ αἱ συστατικαί, ὡς ἵνα εἴπῃς ὁ ἄνθρω‐ πος ζῷον λογικὸν θνητόν· πάντως γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι λογικόν. εἰ οὖν κρεῖττόν ἐστι τὸ ἐνεργείᾳ τοῦ δυνάμει, ὁμολογεῖται κρείττονας εἶναι
15τὰς συστατικὰς τῶν διαιρετικῶν.
16tΠρᾶξις κϛʹ.
17nἌνωθεν οὖν πάλιν ἀρχομέν.
18 Ἐν τῷ λέγειν ἄνωθεν ἀρχομένῳ δηλοῖ ἑτέραν διαίρεσιν· ἄρτι γὰρ εἰς χωριστὰ καὶ ἀχώριστα ποιεῖται τὴν διαίρεσιν, ὡς ἤδη εἰρήκαμεν ἐν
20τῇ θεωρίᾳ.
21nΤὸ μὲν γὰρ κινεῖσθαι.
22 Τινὲς ἐπιλαμβάνονται τοῦ φιλοσόφου λέγοντες ὅτι οὐ πᾶσα κίνησις χωριστή ἐστιν· ἰδοὺ γὰρ ἡ οὐρανία ἀχώριστος ὑπάρχει· ἀεὶ γὰρ ὁ πόλος κινεῖται. ἔστι δὲ πρὸς τούτους εἰπεῖν ὅτι οὐκ εἰρηκὼς τὸ κινεῖσθαι δηλοῖ
25πᾶσαν κίνησιν· εἴρηται γὰρ Ἀριστοτέλει ὅτι τὸ ἀπροσδιορίστως λεγόμενον ἰσο‐ δυναμεῖ τινι μερικῷ, οἷον ἐὰν εἴπω ὅτι ἄνθρωπος λούεται, οὐ πάντα ἄνθρω‐ πον λέγω λούεσθαι ἀλλ’ ἕνα, ἀπροσδιορίστως δέ. οὕτω δὲ καὶ ἐνταῦθα τὸ κινεῖσθαι λέγων ὁ Πορφύριος οὐ πᾶσαν φύσιν κινεῖσθαι ἐδήλωσεν, ἀλλά τινα ἀπροσδιόριστον. ἔστι δέ τις κίνησις χωριστή, ἡ τῇ ἠρεμίᾳ παυομένη.
30διὰ τί δὲ ἐπὶ τῶν οὐρανίων μόνων ἔλεγον τὴν διαστολήν, οὐσῶν καὶ ἄλλων183

184

ἐν ἡμῖν ἀχωρίστων κινήσεων; ἰδοὺ γὰρ ἡ ἐμψυχία ἀχώριστος ὑπάρχει κίνησις. καὶ εἰ τοῦτο ἀσαφὲς ὑπάρχει, ἐκ τοῦ θρυλλουμένου παραστήσομαι, φημὶ δὲ ἐκ τῶν ζωτικῶν κινήσεων, ὧν χωρὶς εἶναι οὐ δυνάμεθα. ὥστε οὖν οὐ τὴν δέουσαν διαστολὴν ἔγνωσαν οἱ ἐπιλαμβανόμενοι τοῦ φιλοσόφου,
5οὐδὲ τὸν Ἀριστοτελικὸν λόγον, φημὶ δὴ τὸν λέγοντα ‘τὸ ἀπροσδιόριστον ἰσο‐ δυναμεῖ τινι μερικῷ‘.
7nΤῶν δὲ ἀχωρίστων αἱ μὲν ὑπάρχουσι καθ’ ἑαυτάς, αἱ δὲ
8nκατὰ συμβεβηκός.
9Τὸ ἀχώριστον διαιρεῖ εἰς συμβεβηκὸς καὶ οὐσίαν, καὶ ἐν μὲν τῷ
10λέγειν καθ’ ἑαυτάς δηλοῖ τὰς οὐσιώδεις (οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης· τοῦτο γὰρ δηλοῖ τὸ αὐθυπόστατον), ἐν δὲ τῷ λέγειν κατὰ συμβεβηκός ῥᾷστα τὰ συμβεβηκότα δηλοῖ, ἅτινα καθ’ ἑαυτὰ μὲν οὔκ εἰσιν, ἐν ἑτέρῳ δέ.
13nΚαὶ τὸ ἐπιστήμης εἶναι δεκτικόν.
14Καλῶς εἶπε δεκτικόν· κἂν γὰρ ᾖ τις ἐπιστήμων κἄν τε μή,
15ἄνθρωπος ἀκούσει ἔχων τὸ δεκτικόν.
16nΑἱ δὲ κατὰ συμβεβηκὸς οὔτε ἐν τῷ τῆς οὐσίας λόγῳ λέγον‐
17nται οὔτε ποιοῦσιν ἄλλο.
18 Σκόπει πῶς ἐξήνεγκεν ἀσφαλῶς τὸν λόγον· ἐπὶ μὲν γὰρ τῶν οὐσιω‐ δῶν τῶν λαμβανομένων εἰς ὁρισμοὺς καὶ ὑπογραφὰς οὐκ ἐζήτησεν εἰπεῖν
20ὅτι μόνῳ τῷ λόγῳ τῆς οὐσίας λαμβάνονται, ἵνα δείξῃ ὅτι καὶ ὑπογραφαῖς ἐπιτήδειοί εἰσι καὶ ὁρισμοῖς, ἐπὶ δὲ τῶν συμβεβηκυιῶν τῶν μὴ λαμβανο‐ μένων λόγῳ οὐσίας ἀλλὰ μόνης ὑπογραφῆς, ἵνα δείξῃ ὅτι μόναις ὑπογραφαῖς ἐπιτήδειοί εἰσιν, εἶπεν οὔτε ποιοῦσιν ἄλλο ἀλλὰ ἀλλοῖον, οὔτε οὐσίας λόγῳ λαμβάνονται.
25nΚαὶ αἱ μὲν καθ’ ἑαυτὰς οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ
26nτὸ ἧττον.
27Ὑπὲρ τούτου οὐκ ὀλίγα ἐν τῇ θεωρίᾳ κατεβαλόμεθα.184

185

(1n)

Αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν.
2 Ἐκ τοῦ μᾶλλον ἐπεχείρησεν· εἰ γὰρ αἱ ἀχώριστοι τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται, πολλῷ μᾶλλον καὶ αἱ χωρισταί.
4nἘπίτασιν καὶ ἄνεσιν.
5 Καλῶς ἐχρήσατο τοῖς ὀνόμασιν· ἐν μὲν γὰρ τῷ ἐπίτασιν δηλοῖ τὸ μᾶλλον, ἐν δὲ τῷ ἄνεσιν τὸ ἧττον.
7nΟὔτε γὰρ τὸ γένος μᾶλλον καὶ ἧττον κατηγορεῖται, οὗ
8nἂν ᾖ γένος, οὔθ’ αἱ τοῦ γένους διαφορα.
9Φησὶν ὅτι τὸ ζῷον οὐκ ἔστι μᾶλλον ἵππου ἤπερ ἀνθρώπου οὔτε τὸ
10λογικόν, ὃ λέγεται οὐσιῶδες, μᾶλλόν ἐστι Σωκράτους ἤπερ Πλάτωνος. διὰ τοῦτο τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχονται.
11nΑἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι.
12Τοῦτ’ ἔστι τὴν φύσιν καὶ τὸν ὁρισμόν.
13nΤὸ δὲ εἶναι ἑκάστῳ ἓν καὶ τὸ αὐτὸ οὔτε ἐπίτασιν οὔτε
14nἄνεσιν ἐπιδεχόμενόν ἐστι.
15 Εἴπομεν ὅτι τούτῳ τῷ λόγῳ καὶ τὸ λευκόν, οὗ ἐστι λευκόν, καὶ μόνον εἶδος ὑπάρχον, οὐκ ὀφείλει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι. τί δέ ἐστι τὸ αἴτιον; τὸ ἀπλατὲς καὶ τὸ ἐν πλάτει θεωρούμενον.
18nἪ κεχρῶσθαί πως.
19Τοῦτ’ ἔστι χρῶμα ἐμφαίνειν ἢ τὸ ξανθὸν ἢ τὸ λευκὸν ἤ τι τοιοῦτον.
20nΑἱ δὲ καθ’ ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται.
21Τοῦτ’ ἔστιν αἱ συστατικαί.
22nΑἱ μὲν τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ διαφοραὶ ὑποστατι‐
23nκαί εἰσι τῆς τοῦ ζῴου οὐσίας.
24Ὧδε δεικνύει ὅτι οὐχ αἱ αὐταί εἰσι διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ
25διαιρετικαὶ ἐπὶ τοῦ αὐτοῦ λαμβανόμεναι.185

186

(1n)

Ἀλλ’ αἱ μὲν τοῦ λογικοῦ καὶ θνητοῦ διαφοραὶ συστατι‐
2nκαὶ γίνονται τοῦ ἀνθρώπου.
3 Ἓξ οὖν εἰσι συζυγίαι ἐπὶ ταύτης τῆς διαιρέσεως· λογικὸν ἄλογον, θνητὸν ἀθάνατον, λογικὸν θνητόν, λογικὸν ἀθάνατον, ἄλογον θνητόν, ἄλογον
5ἀθάνατον, ὧν κατὰ μέν τινας δύο εἰσὶν ἀσύστατοι τέσσαρες δὲ συνιστάμεναι, κατὰ δὲ ἄλλους τρεῖς ἀσύστατοι καὶ τρεῖς συνιστάμεναι. καὶ εἰ μὲν τρεῖς εἰσιν αἱ συνιστάμεναι, εὑρίσκονται δύο ὑπάλληλοι καὶ μία διαγώνιος· εἰ δὲ τέσσαρές εἰσιν αἱ συνιστάμεναι, εὑρίσκονται δύο ὑπάλληλοι καὶ δύο διαγώνιοι. καὶ ὁ μὲν Πλάτων βούλεται εἶναι τέσσαρας, λογικὸν ἀθάνατον καὶ λογικὸν
10θνητὸν καὶ ἄλογον θνητὸν καὶ ἄλογον ἀθάνατον, τὰς δὲ ἐναντίας φησὶν ἀσυστάτους, λογικὸν ἄλογον καὶ θνητὸν ἀθάνατον, καὶ προέφερε τὸν ποιητὴν λέγοντα ὅτι ἔστιν ἄλογον ἀθάνατον ἐν τῷ λέγειν
ἡ δ’ ἀθάνατον κακόν ἐστιν. ὁ Ἀριστοτέλης δὲ τρεῖς εἶναι βούλεται· οὐ δέχεται γὰρ τὸ ἄλογον ἀθάνατον.
15ᾧ καὶ ἀκολουθεῖ ὁ Πορφύριος· τρεῖς γὰρ εἶναι λέγει· οὕτω γὰρ καὶ κατ’ ἀρχὴν ἐπηγγείλατο τοῖς Περιπατητικοῖς ἀκολουθεῖν.
17nΟὕτω δὲ καὶ τῆς ἀνωτάτω οὐσίας.
18 Πάλιν οὕτως ἔχει καὶ ἡ οὐσία· ἔστι γὰρ διελεῖν αὐτὴν εἴς τε τὸ ἔμψυχον καὶ ἄψυχον καὶ αἰσθητικὸν καὶ ἀναίσθητον. ἐπὶ τούτων δὲ ἕξ
20εἰσι συζυγίαι· ἔμψυχον ἄψυχον, αἰσθητικὸν ἀναίσθητον, ἔμψυχον αἰσθητικόν, ἔμψυχον ἀναίσθητον, ἄψυχον αἰσθητικόν, ἄψυχον ἀναίσθητον. καὶ ἐπὶ τούτων δὲ ὁμοίως τρεῖς εἰσι συνιστάμεναι καὶ τρεῖς ἀσύστατοι. καὶ συν‐ ιστάμεναι μὲν αἱ δύο ὑπάλληλοι, ἔμψυχον αἰσθητικόν, ἄψυχον ἀναίσθητον, καὶ μία διαγώνιος ἔμψυχον ἀναίσθητον. οὐ συνίστανται δὲ αἱ δύο ἀντι‐
25κείμεναι, ἔμψυχον ἄψυχον καὶ αἰσθητικὸν ἀναίσθητον, οὔτε ἡ μία τῶν δια‐ γωνίων ἄψυχον αἰσθητικόν.
27nΕἰδοποιοὶ πᾶσαι κέκληνται.
28Ἀντὶ τοῦ συστατικαί. διὰ τί δέ; εἰρήκαμεν ὅτι τιμιώτεραί εἰσι τῶν186

187

διαιρετικῶν. τούτων δὲ χρεία ἐστὶν εἰς τὸ διαιρεῖν γένη καὶ ὁρίζειν εἴδη, τῶν δὲ κατὰ συμβεβηκὸς διαφορῶν οὐκ ἔστι χρεία.
3tΠρᾶξις κζʹ.
4Εἰ φῶς τῶν πραγμάτων οἱ ὁρισμοὶ καθεστήκασι, φέρε καὶ τὴν δια‐
5φορὰν ὁρισώμεθα εἰρηκότες τί ἐστιν ἡ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα, καὶ πῶς ἡ ἰδιαίτατα οὐσίαν καὶ οὐσιῶδες δηλοῖ συστατικῶς καὶ διαιρετικῶς λαμβανομένη. λέγεται τοίνυν διαφορὰ ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους· ἐν μὲν γὰρ τῷ εἴδει περιττεύουσιν αἱ διαφοραί, ἐν δὲ τῷ γένει οὐκέτι· τὸ γὰρ γένος ὡς γένος ἀδιαίρετον ὑπάρχον οὐκ ἔχει διαφοράν. εἰ
10δὲ εἴποις ‘ναὶ ἔχει· ἰδοὺ γάρ φαμεν· οὐσία ἔμψυχος αἰσθητική ἐστι τὸ ζῷον‘, λέξω ὡς οὐκ ἔχει ταύτας τὰς διαφορὰς ὡς γένος, ἀλλ’ ὡς εἶδος. καὶ τοῦτο πρόδηλόν ἐστιν ἐκ τοῦ συστατικὰς εἶναι τὰς διαφοράς· συστατικαὶ δὲ διαφοραὶ γενῶν οὔκ εἰσιν ἀλλ’ εἰδῶν, ὡς καὶ ἤδη λέλεκται. εἰ δὲ καὶ φιλονεικεῖς λέγων ὅτι πάντως ἔχει, λέξομεν ὅτι εἰ καὶ ἔχει διαφορὰς τὸ
15γένος, ἀλλ’ οὖν οὐ τὰς ἴσας τῷ εἴδει· ἔχει γὰρ τὸ εἶδος καὶ τὰς τοῦ γένους καὶ τὰς ἑαυτοῦ· τὸ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ λέγεται καὶ ἐπὶ τοῦ ἀνθρώπου, ὁμοίως δὲ καὶ τὸ λογικὸν θνητόν. ἀλλὰ μὴν καὶ ἐνεργείᾳ εἰσὶν ἐν τῷ εἴδει, δυνάμει δὲ ἐν τῷ γένει, ὅταν καὶ συγχωρηθῇ τὸ λογικὸν εἶναι τοῦ γένους διαφορὰν ὡς γένους. τοῦτο δέ φημι, ἐπειδὴ ἀδιαίρετον
20ὑπάρχον τὸ γένος τὸ λογικὸν οὐκ ἔχει ἀπ’ αὐτοῦ διαιρούμενον. μὴ νόμιζε δὲ ὅτι τὸ εἶδος πλείονας ἔχον διαφορὰς τοῦ γένους καθολικώτερόν ἐστιν· ὅπου γὰρ πλείονές εἰσι διαφοραί, ἐκεῖ βραχὺ καὶ ἔλαττον ὑπάρχει τὸ ὁριζό‐ μενον· ἰδοὺ γὰρ τοῦ ἐπὶ τὰ ἄτομα ἐξαπλουμένου ἀνθρώπου *** οὐ τοσαῦ‐ ταί εἰσιν ὅσαι καὶ ἐπὶ τοῦ ἀτόμου· λέγων γὰρ τὸν ἄνθρωπον ζῷον λογικὸν
25θνητὸν τὸν καθόλου ὁρίζεις, εἰ δὲ θελήσεις τὸν μερικὸν ἤτοι τὸν ἄτομον εἰπεῖν, προστιθεῖς καὶ ἄλλας διαφορὰς πρὸς τὸ ἀτομῶσαι τὸν καθόλου ἄνθρωπον· λέγομεν γὰρ ‘Σωκράτης ἐστὶ ζῷον λογικὸν θνητὸν πλατυώνυχον προκοίλιον‘. καὶ οὕτω διὰ τῶν πλειόνων διαφορῶν ἀτομοῦται ὁ καθόλου ἄνθρωπος.
30Ζητοῦσι δέ τινες διὰ τί τὴν μὲν διαφορὰν ὁ Πορφύριος διὰ τοῦ γένους
καὶ εἴδους ὡρίσατο, τὸ εἶδος δὲ καὶ τὸ γένος δι’ ἀλλήλων παρέδωκε, καίτοι187

188

δυναμένου τοῦ εἴδους διὰ τῆς διαφορᾶς καὶ τοῦ γένους ὁρίζεσθαι, ὡς ἵνα εἴπῃς ‘εἶδός ἐστι τὸ πλείονας ἔχον διαφορὰς τοῦ γένουσ‘, ὁμοίως δὲ καὶ τοῦ γένους δυναμένου παραδίδοσθαι διὰ τοῦ εἴδους καὶ τῆς διαφορᾶς, ὡς ἵνα εἴπῃς ‘γένος ἐστὶ τὸ ἐν τῷ εἴδει θεωρούμενον, οὐκέτι δὲ καὶ ἐν τῇ
5διαφορᾷ‘· τὸν μὲν γὰρ ἄνθρωπον ζῷόν φαμεν, τὴν δὲ λογικότητα οὔ φαμεν ζωότητα. ἔστι δ’ οὕτως πρὸς ταῦτα ἀπολογήσασθαι· τέσσαρά ἐστι τὰ κατασκευάζοντα, τρία μὲν ἀσύστατα, ἓν δὲ συνιστάμενον· ὁμολογούμενον ἐξ ὁμολογουμένου, ἀμφίβολον ἐξ ἀμφιβόλου, ὁμολογούμενον ἐξ ἀμφιβόλου, ἀμφίβολον ἐξ ὁμολογουμένου. καὶ τὰ μὲν τρία ἀσύστατα, ἓν δὲ ὡς ἔφαμεν
10τὸ συνιστάμενον. ποῖα δὲ οὐ συνίσταται, λέξωμεν· τὸ ὁμολογούμενον ἐξ ὁμολογουμένου (οὐδεὶς γὰρ κατασκευὴν τοῦ ὁμολογουμένου ποιεῖται), οὐδὲ τὸ ἀμφίβολον ἐξ ἀμφιβόλου (ὁ τοιοῦτος γὰρ λόγος διάλληλος ὑπάρχει), οὔτε μὴν τὸ ὁμολογούμενον ἐξ ἀμφιβόλου· εἰ γὰρ τὸ ὁμολογούμενον ἐξ ὁμολογου‐ μένου οὐ κατασκευάζεται, πολλῷ μᾶλλον οὐδὲ ἐξ ἀμφιβόλου. συνίσταται
15δὲ τὸ λέγον τὸ ἀμφίβολον ἐξ ὁμολογουμένου κατασκευάζεσθαι. τούτου οὕτως ἔχοντος ὁ Πορφύριος λογικῇ μεθόδῳ χρησάμενος οὐχ ὁρίζει τὰ ἀμφιβαλ‐ λόμενα ἐξ ἀμφιβαλλομένων· τὸ γένος γὰρ ὁρίζων οὐκ ἠδύνατο διὰ τῆς δια‐ φορᾶς καὶ τοῦ εἴδους αὐτὸ παραδοῦναι ἅτε τῆς διαφορᾶς καὶ τοῦ εἴδους ὑπ’ ἀμφιβολίαν ὄντων, οὔτε μὴν τὸ εἶδος διὰ τῆς διαφορᾶς καὶ τοῦ γένους·
20ἔτι γὰρ ἠγνοεῖτο ἡ διαφορά. τὴν μέντοι διαφορὰν διὰ τοῦ εἴδους καὶ τοῦ γένους παραδέδωκε τὸ ἀμφίβολον διὰ τῶν ὁμολογουμένων κατασκευάζων. Ἐπειδὴ δέ τινες κατασκευάζουσι μὴ εἶναι τὰς διαφοράς, φέρε τὴν κατασκευὴν πρῶτον εἰσόμεθα, εἶθ’ ὕστερον τῶν ὄντων αὐτὰς ἀποδείξωμεν. κατασκευάζουσι δὲ τὸ τοιοῦτον δύο λήμμασιν, ὧν τὸ πρῶτον ἐπέχει τοι‐
25οῦτον λόγον· οὐδέποτε τἀναντία ἀμιγῆ καὶ ἄκρατα ὄντα ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν καὶ κατὰ τὸ αὐτὸ μέρος καὶ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῷ αὐτῷ οὐδέποτε θεωρεῖται. ἐπειδὴ δὲ δύναται ἐν τῷ αὐτῷ κατ’ εἶδος εἶναι (ἐν μὲν Σωκράτει τὸ μέλαν, ἐν δὲ τῷ Πλάτωνι τὸ λευκόν), προσέθηκαν ‘κατ’ ἀριθμόν‘, ἵνα ἕνα δηλώσωσιν.
30ἐπειδὴ δὲ καὶ ἐν ἑνὶ δύναται εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐν μὲν τοῖς
ποσὶ τὸ θερμόν, ἐν δὲ τῇ κεφαλῇ τὸ ψυχρόν, προσέθηκαν ‘κατὰ τὸ αὐτὸ188

189

μέροσ‘. ἔτι δὲ προσέθηκαν καὶ ‘κατὰ τὸν αὐτὸν χρόνον‘ διὰ τὸν διάφορον χρόνον· ὁ γὰρ διάφορος χρόνος καὶ τἀναντία δύναται ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ μέρος δεῖξαι θεωρούμενα· τὴν γὰρ θερμὴν κεφαλὴν καὶ ψυχρὰν μετέπειτα ποιεῖ. τὸ δεύτερον δὲ τοιοῦτον ὑπάρχει· οὐδέποτε εὑρίσκεταί τι
5ἐκ τῶν μηδαμῇ μηδαμῶς· πάντα γὰρ τὰ ὄντα ἐξ ὄντων ἔχουσι τὸ εἶναι. ἰστέον δὲ ὡς ἄλλο μέν φησιν ὁ Πλάτων τὸ μηδαμῇ μηδαμῶς, ἄλλο δὲ ὁ Ἀριστοτέλης· ὁ μὲν γὰρ Πλάτων ἔλεγε τὸ μηδαμῇ τὸ μηδαμῶς μήτε ἐπινοίᾳ μήτε ἐνεργείᾳ ὑπάρχον (ἀμέλει τὸν τραγέλαφον οὔ φησι μηδαμῇ μηδαμῶς, ἐπειδὴ ἔχει τὸ εἶναι ἐν ἐπινοίᾳ), Ἀριστοτέλης δὲ μηδαμῇ μηδαμῶς ἔλεγε
10τὸ τῇ μὲν ἐπινοίᾳ ὑφιστάμενον, ἐνεργείᾳ δὲ οὐκέτι, οἷον τὸν τραγέλαφον καὶ τὰ τοιαῦτα. τούτου δὲ οὕτως ἔχοντός φασι τὰς διαφορὰς μὴ εἶναι· ποῦ γάρ εἰσιν; ἐὰν γὰρ εἴπῃς ‘ἐν γένεσίν εἰσιν‘, ψεύσῃ· τοῦτο γὰρ κατα‐ σκευάζει τὸ πρῶτον λῆμμα, τὸ μὴ θεωρεῖσθαι τἀναντία ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν καὶ κατὰ τὸ αὐτὸ μέρος καὶ κατὰ τὸν αὐτὸν χρόνον. εἰ οὖν τὸ
15ζῷον ἕν τί ἐστι κατ’ ἀριθμόν, ἀμερὲς δὲ κατὰ τὸ γένος, τὰ γένη δὲ καθόλου εἰσί, τὰ καθόλου δὲ ἀσώματά εἰσι, τὰ δὲ ἀσώματα ἀμερῆ, πῶς δύναται κατὰ τὸν αὐτὸν χρόνον δέχεσθαι τἀναντία, φημὶ δὲ τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον; ἀλλὰ μὴν εἴ εἰσι διαφοραὶ ἐν γένει πάντως, καὶ ἐν τῷ αὐτῷ χρόνῳ εἰσίν· οὔτε γὰρ ἔστιν ἐπινοῆσαι σήμερον
20μὲν τὰ ζῷα λογικά, αὔριον δὲ ἄλογα. εἰ οὖν οὔκ εἰσιν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ἐγένοντο. τὸ δεύτερον δὲ λῆμμα κωλύει εἶναί τι ἐκ τοῦ μηδαμῇ μηδαμῶς· κἂν γὰρ εἴπῃς ὕδωρ ἐκ πυρὸς γενέσθαι, ἀλλ’ οὖν προϋπῆρχε τὸ πῦρ, κἂν εἴπῃς ἐξ ὕδατος ἀέρα γενέσθαι, προϋπῆρχε τὸ ὕδωρ. ἔστι δὲ ὑπὲρ τούτου οὕτως ἀπολογήσασθαι· ἔστι
25τινὰ μέσα, ἅπερ οὔτε μηδαμῇ μηδαμῶς εἰσιν οὔτε τὸ εἶναι ἔχουσιν, ἀλλὰ μέσον χωρεῖ τῶν δύο ἄκρων μεταλαμβάνοντα καὶ στερούμενα. τὸ τοιοῦτον δὲ δυνάμει λέγεται, οἷον τὸ παιδίον δυνάμει γραμματικόν ἐστι καὶ οὐκ ἔστι μὲν τῶν ὄντων, καθὸ οὐκ ἔστιν ὡς λέγεται, ἀλλ’ οὐδὲ τῶν μηδαμῇ μηδαμῶς ἐστι, καθὸ δυνάμει ἔχει τὸ εἶναι. τὸ τοιοῦτον δὲ τὰ ἀντικείμενα
30ἡμῖν δύο ἄπορα ἐπιλύσεται· ἔστι γὰρ εἰπεῖν ὅτι αἱ διαφοραὶ ἐν τοῖς γένεσίν189

190

εἰσι δυνάμει, καὶ οὐκ ἐνεργείᾳ, οἷον ἐν τῇ ποιότητι δύναται θεωρεῖσθαι δυνάμει τὸ θερμὸν καὶ τὸ ψυχρόν· τὸ γὰρ ἄρτι θερμὸν δυνάμει ψυχρόν ἐστιν, ὡς ἐπὶ τοῦ ἐλαίου· τοῦτο γὰρ δυνάμει ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ ὅσον μὲν αὐτὸ καθ’ ἑαυτὸ μένει, ἄμφω ἔχει, θάτερον δὲ μεταβάλλει
5εἰς τὸ ἕτερον πρὸς τὴν ποιότητα τῶν μιγνυμένων· ῥόδων γὰρ ἐπιβαλλο‐ μένων τῷ ἐλαίῳ ἐπαύξεται τὸ ψυχρὸν τοῦ θερμοῦ τὴν ποιότητα καθ’ αὑτὸ μεταβάλλοντος, χαμαιμήλου δὲ ἐπιβαλλομένου ἐπαύξεται μὲν τὸ θερμόν, μεταβάλλει δὲ τὸ ψυχρὸν εἰς ἑαυτό. τούτου οὕτως ἔχοντος δείκνυται τὰ γένη δυνάμει ἔχειν τὰ ἐναντία· τὸ γὰρ χρῶμα ἔχει τὸ λευκὸν καὶ τὸ μέλαν
10δυνάμει, ἡ ποιότης τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ζῷον τὸ λογικὸν καὶ τὸ ἄλογον. ἔχομεν ἐντεῦθεν ὡς δύνανται αἱ διαφοραὶ ἐναντίως ἔχουσαι δυνάμει θεωρεῖσθαι ἐν τοῖς γένεσι. τὸ ὕστερον δὲ ἄπορον ἐκ τοῦ πρώτου ἐπι‐ λύεται· εἰ γὰρ αἱ διαφοραὶ ἐν τοῖς γένεσι θεωροῦνται, δῆλον ὡς οὔκ εἰσιν ἐκ τῶν μηδαμῇ μηδαμῶς. τῆς γοῦν τοιαύτης δόξης οἱ ἐκ τοῦ Περιπάτου
15ἑαυτοὺς ἀποφαίνονται.
16tΠρᾶξις κηʹ.
17 Τῶν Περιπατητικῶν οἱ Πλατωνικοὶ κατευτελίζοντες τὴν δόξαν ἀπο‐ δεῖξαι ἐνεργείᾳ ὑπάρχειν ἐν τοῖς γένεσι τὰς διαφορὰς πειρῶνται, τὸ δυνάμει παραιτούμενοι. φασὶ γὰρ τὰ τοιαῦτα· εἰ δυνάμει λέγετε, ὦ Περιπατητικοί,
20τὰς διαφορὰς εἶναι ἐν τοῖς γένεσιν, ἐνεργείᾳ δὲ ἐν τοῖς εἴδεσιν, ἔσται τὰ εἴδη κρείττονα τῶν γενῶν ἅτε δὴ τοῦ ἐνεργείᾳ κρείττονος τοῦ δυνάμει ὑπάρ‐ χοντος. δεύτερον οὐδὲ ἐναντία εἰσὶ τὰ τοιαῦτα· τὸ γὰρ ἄλογον καὶ λογικὸν ἐναντιότητα οὐκ ἔχει· οὐσίαι γάρ εἰσιν, αἱ δὲ οὐσίαι ἐναντιότητα οὐκ ἔχουσιν ἐν ὑποκειμένῳ μὴ οὖσαι, ὑποκείμενον δὲ ὑπάρχουσαι. εἰ ἦσαν δὲ τὰ τοιαῦτα
25ἐναντία, οὐδὲ ὤφειλον ἐνεργείᾳ ἐν τῷ αὐτῷ θεωρεῖσθαι (νυνὶ δὲ τὸ ἄλογον καὶ τὸ λογικὸν ἐν τῷ ζῴῳ ὑπάρχει), ὤφειλον δὲ καὶ φθείρειν ἄλληλα (οὐ φθείρει δέ· δείκνυται γὰρ καὶ αὐτῷ τῷ Ἀριστοτέλει τὸ ἄλογον καὶ τὸ λογικὸν εἶναι ἐν τῷ ζῴῳ), ὤφειλον δὲ καὶ μεταβάλλειν εἰς ἄλληλα· εἰ δὲ λογικὸν εἰς ἄλογον οὐ μεταβάλλει, σαφὲς ὡς οὔκ εἰσιν ἐναντία. τρίτον εἰ ἦσαν ἐναντία,
30ὤφειλον καὶ ἐν τῷ αὐτῷ θεωρεῖσθαι· καὶ γὰρ ἔστιν εὑρεῖν ἐναντία θεω‐
ρούμενα ἐν τῷ αὐτῷ, ὥσπερ ἐν τῇ ἀνειδέῳ ὕλῃ· τὸ γὰρ ψυχρὸν καὶ θερ‐190

191

μὸν καὶ λευκὸν καὶ μέλαν ὅλα τε τὰ εἴδη ἐν τῇ ἀνειδέῳ ὕλῃ θεωρεῖται. τέταρτον ὅτι καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ θεωρεῖται, ἐξ αὐτῶν τῶν αἰσθή‐ σεων τὸν λόγον πιστούμεθα· ἰδοὺ γὰρ ἡ ὅρασις ἅμα τῶν ἐναντίων ἀντι‐ λαμβάνεται, λευκοῦ τε καὶ μέλανος. καὶ σαφὲς ἐκ τοῦ διαχωρίζειν αὐτὴν
5τὰ στοιχεῖα ἐκ τοῦ χάρτου. εἰ δὲ εἴποις ὅτι κατ’ ἄλλο μὲν τοῦ μέλανος κατ’ ἄλλο δὲ τοῦ λευκοῦ ἀντιλαμβάνεται, ἐπὶ σοῦ ἁρμόσει τὸ πάλαι εἰρη‐ μένον, ὡς εἰ σὺ τούτου μὲν αἴσθοιο, ἐγὼ δὲ τούτου. τοῦτο δὲ εἴρηται, ὡς ἵνα ἑνὸς δύο ἀκούοντες ἑκάτερος διάφορα αἴσθοιτο. Ἔστι δὲ ὑπὲρ τῶν Περιπατητικῶν οὕτως ἀπολογήσασθαι. πρὸς τὸ
10πρῶτον δεῖ οὕτως λέγειν· μὴ ἐκ τῶν δοκούντων τοῖς Ἀριστοτελικοῖς ἀνα‐ τρέπειν νομίσητε, ὦ Πλατωνικοί· αὐτοῖς γὰρ δοκεῖ κρείττονα τὰ εἴδη τῶν γενῶν ὑπάρχειν. ἀνθρώπου δὲ λέγοντος ὅτι λογικὸς ὑπάρχει ὁ ἄνθρωπος, οὐκ ὤφειλες μέμφεσθαι αὐτοῦ καὶ λέγειν ἄτοπα αὐτὸν φθέγγεσθαι, εἰ φαίη λογικὸν εἶναι τὸν ἄνθρωπον, ἀλλὰ δι’ ἑτέρου δεῖ κατασκευάζειν ὡς οὐ λογικὸς
15ὁ ἄνθρωπος. εἰ δοκεῖ οὖν τοῖς Ἀριστοτελικοῖς τὰ εἴδη τῶν γενῶν κρείτ‐ τονα ὑπάρχειν ἀλλὰ καὶ τὰ ἄτομα τῶν γενῶν καὶ τῶν εἰδῶν (οὕτω γὰρ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις ἔφη τὸν Σωκράτην εἶναι κυρίαν καὶ πρώ‐ την οὐσίαν), οὐκ ὤφειλον οἱ Πλατωνικοὶ ἐκ τῶν δοκούντων αὐτοῖς, φημὶ δὴ τοῖς Ἀριστοτελικοῖς, ἄτοπα συνάγειν καὶ λέγειν ὅτι τὰ εἴδη κρείττονα
20ἔσται τῶν γενῶν ἐνεργείᾳ ἔχοντα τὰς διαφοράς· τοῦτο γὰρ αὐτὸ βούλονται οἱ Ἀριστοτελικοί. πρὸς τὸ δεύτερον· κἂν μή εἰσιν αἱ οὐσιώδεις διαφοραὶ ἐναντίαι λογικὸν καὶ ἄλογον, ἀλλ’ οὖν αἱ συμβεβηκυῖαι ἐναντίαι εἰσί· τὸ γὰρ θερμὸν καὶ ψυχρὸν ἐναντία εἰσί, θεωρεῖσθαι δὲ ἐν τῷ γένει ἐνερ‐ γείᾳ τὸ θερμὸν ἅμα καὶ τὸ ψυχρὸν ἀδύνατον, φημὶ δὴ ἐν τῇ ποιότητι. εἰ
25οὖν ὁμολογεῖται τὰ τοιαῦτα δυνάμει ἐν τοῖς γένεσι θεωρεῖσθαι, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀμφιβάλλεται δὲ τὸ λογικὸν καὶ ἄλογον εἰ δυνάμει ἐστὶν ἐν τοῖς γένεσιν ἢ ἐνεργείᾳ, σαφὲς ὡς τὸ ἀμφιβαλ‐ λόμενον τῷ ὁμολογουμένῳ παρακολουθεῖ. πρὸς τὸ τρίτον· τὰ ἐναντία, ὥς φατε, ἐν τῇ ἀνειδέῳ ὕλῃ θεωρεῖται, ἀλλ’ οὐκ ἐνεργείᾳ, δυνάμει δέ· τί γὰρ
30λέγετε; τὴν ἐν τῷ Σωκράτει ὕλην ἢ τὴν ἐν πᾶσιν; εἰ μὲν τὴν ἐν τῷ Σωκράτει, οὐκ ἔστιν αὕτη ἵππου καὶ κυνὸς ὕλη ἐνεργείᾳ· δυνάμει γὰρ κυνὸς καὶ ἵππου ἐστίν, ἐνεργείᾳ δὲ Σωκράτους. εἰ δὲ τὴν ἐν πᾶσι λέγετε, ἀδύ‐
νατον αὐτὴν ἐνεργείᾳ ἔχειν ἅμα Σωκράτην καὶ κύνα, δυνάμει δέ. πρὸς τὸ191

192

τέταρτον· οὐ δεῖ τῷ ἀπόρῳ τὸ ἄπορον ἐπιλύεσθαι· εἰ γὰρ ἀπορήσω διὰ τί λογικὸς ὁ ἄνθρωπος, οὐ δεῖ σε λέγειν ὅτι καὶ τὰ θεῖα λογικά εἰσιν. ἀπο‐ ρεῖτε δὲ ὑμεῖς αὐτοὶ πῶς ἐπὶ τῆς ὁράσεως τἀναντία ἐνεργείᾳ ὑπάρχει· (ἐπὶ γὰρ τῶν ἀσωμάτων λέγετε τἀναντία ἐνεργείᾳ θεωρεῖσθαι, ἐπὶ δὲ τῶν
5σωμάτων οὐκέτι), ἠπορήθη δὲ ὑμῖν καὶ πῶς τῶν ἐναντίων ἡ ὅρασις ἅμα ἀντιλαμβάνεται σῶμα ὑπάρχουσα, τοῦτο δὲ τὸ ἀπορούμενον οὐκ ἔδει παρ‐ ενέγκαι εἰς λύσιν. διὰ τί δὲ τῶν ἐναντίων ἅμα ἡ ὅρασις ἀντιλαμβάνεται, ἐν τελείαις πραγματείαις εἰσόμεθα.
9nἋς δὴ καὶ ὁριζόμενοί φασι· διαφορά ἐστιν ᾗ περιττεύει
10nτὸ εἶδος τοῦ γένους.
11 Ὁρισμὸς οὐκ ἔστι Πορφυρίου· διὰ τοῦτο λέγει ἃς καὶ ὁριζόμενοι καὶ οὐ λέγει ‘ὁρίζομαι‘, ἵνα δείξῃ ὅτι τῶν Περιπατητικῶν ἐστι. δεικνύει δὲ καὶ ὁ ὁρισμὸς ὅτι τῶν Περιπατητικῶν ἐστιν, ἐπειδὴ ἐνεργείᾳ οὐ βούλεται τὰς διαφορὰς εἶναι ἐν τῷ γένει, ἀλλὰ δυνάμει. ἰστέον δὲ ὡς δείκνυται
15ἔνθεν δεῖν τοῦ γένους ὁρισμὸν λέγειν καὶ ὑπογραφήν· ἠβούλοντο γάρ τινες μὴ εἶναι ὁρισμὸν ἀλλ’ ὑπογραφὴν ἐκ τοῦ λέγειν τὸν Πορφύριον ὃ καὶ ὑπο‐ γράφοντες. οὐκ ἔστι δὲ μόνον ὑπογραφὴ ἀλλὰ καὶ ὁρισμός· ἀμέλει οὐδὲ αὐτοῦ λέγοντος ὁρίζεσθαι τὴν διαφορὰν ὁρισμὸν μόνον αὐτῆς λέγομεν, ἀλλὰ καὶ ὑπογραφήν. οὐ δεῖ οὖν λέγειν μόνον ὑπογραφὴν τοῦ γένους εἶναι,
20ἐπειδή φησιν ὃ καὶ ὑπογράφοντες· προσέχων γὰρ ποτὲ μὲν τοῖς πράγ‐ μασί φησιν ὃ καὶ ὑπογράφοντες, ποτὲ δὲ τῇ σχέσει λέγει ὁριζόμενοι· εἰ γὰρ καὶ ἐπὶ τῆς διαφορᾶς ὁρισμὸν ἀποδίδωσι, σαφὲς ὅτι καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ καθόλου ἐπὶ τῶν πέντε φωνῶν ὁρισμὸν καὶ ὑπογραφὴν ἔξεστί σοι λέγειν, ἀλλὰ τὸν μὲν ὁρισμὸν πρὸς τὴν σχέσιν τὴν
25δὲ ὑπογραφὴν πρὸς τὰ πράγματα.
26nὉ γὰρ ἄνθρωπος τοῦ ζῴου πλέον ἔχει τὸ λογικόν.
27 Φησὶν ὅτι ἐκ τούτων τὸ εἶδος περιττεύει τῇ διαφορᾷ τοῦ γένους, ὅτι τὸ λογικὸν ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἀνθρώπῳ, δυνάμει δὲ ἐν τῷ ζῴῳ· πλέον
οὖν ἔχει ὁ ἄνθρωπος τὸ λογικὸν τοῦ ζῴου. προσέχοντες δὲ τῇ ἐνεργείᾳ192

193

φασὶ τὴν διαφορὰν ἐν τῷ εἴδει πλέον εἶναι ἤπερ ἐν τῷ γένει, ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τῷ εἴδει ἔλεγον περιττεύειν τὴν διαφορὰν ἤπερ τῷ γένει· τοὐναντίον γὰρ ἐν τῷ γένει πλείονές εἰσιν, ἀλλὰ δυνάμει, λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον.
5nΤὸ γὰρ ζῷον οὔτε οὐδὲν τούτων ἐστίν.
6 Ἀντὶ τοῦ ‘τὸ γένος οὐκέτι οὐκ ἔχει τὰς διαφοράς, ἀλλ’ ἔχει‘· αἱ δύο γὰρ ἀποφάσεις κατάφασιν ποιοῦσιν. αἰνίττεται δὲ πρὸς τὰ δύο ἐπιχειρήματα ἐκεῖνα· φησὶ γὰρ ὅτι ἔχει αὐτὰ τὸ ζῷον, ἐπεὶ ἐκ τῶν μηδαμῇ μηδαμῶς εὑρίσκονται, ἐνεργείᾳ δὲ οὐκέτι, ἀλλὰ δυνάμει.
10nΟὔτε πάσας τὰς ἀντικειμένας.
11 Λέγουσιν ὅτι κακῶς εἶπεν οὔτε πάσας τὰς ἀντικειμένας· ὡς αὐτοῦ γὰρ ἔχοντός τινας λέγει οὔτε πάσας. κακῶς δὲ ἂν ἔλεγεν, εἰ μὴ ἐν πολλοῖς ἔδειξεν ὁ Ἀριστοτέλης ἰσοδυναμεῖν τὰ τοιαῦτα τοῖς μερικοῖς· ταὐ‐ τὸν γάρ ἐστι λέγειν ‘οἱ ἄνθρωποι οὐ λούονται‘ καὶ ‘οὐδεὶς ἀνθρώπων
15λούεται‘. εἰπὼν οὖν καὶ ὧδε ὁ Πορφύριος τὸ οὔτε πάσας εἶπεν οὐδεμίαν.
16nἈλλ’ ὡς ἀξιοῦσι.
17 Βούλεται δεῖξαι ὅτι οὐκ ἔστι τῆς δόξης τῶν Περιπατητικῶν, ἀλλὰ τῶν Πλατωνικῶν, καὶ διὰ τοῦτο εἶπεν ὡς ἀξιοῦσιν.
19nΟὔτε τὰ ἀντικείμενα εἴδη περὶ τὸ αὐτὸ ἔσται.
20 Βούλονταί τινες εἰς συμφωνίαν ἀγαγεῖν Ἀριστοτέλην καὶ Πλάτωνα τοιούτοις κεχρημένοι ἐπιχειρήμασιν· ἔστι τι πρῶτον δυνάμει καὶ δεύτερον δυνάμει, ὅπερ διὰ μέσου λέγομεν, ἔστι δὲ καὶ πρῶτον ἐνεργείᾳ καὶ δεύτερον. πρῶτον μὲν δυνάμει φαμὲν ὡς ἵνα εἴπῃς ‘ὁ παῖς δυνάμει γραμματικός ἐστι‘, τοῦτ’ ἔστι κατ’ ἐπιτηδειότητα· εἰ μὴ γὰρ ἐπιλίπῃ ὁ χρόνος, γραμ‐
25ματικὸς ὁ παῖς γίνεται, καὶ ἑκάστην ἐπιστήμην δέχεται τοῦ χρόνου μὴ ἐπιλιμπάνοντος. δεύτερον δὲ δυνάμει φασὶ τὸν ἤδη ἐν ἕξει ἔχοντα τὸ γραμ‐
ματικεύεσθαι, μηκέτι δὲ ἐνεργοῦντα, τοῦτ’ ἔστι κατὰ τὸ παύεσθαι τῆς ἐνερ‐193

194

γείας. πρῶτον δὲ ἐνεργείᾳ φασὶ τὸν δυνάμενον γραμματικεύεσθαι καθεύδοντα δὲ ἢ ἐξηγεῖσθαι μὴ βουλόμενον, τοῦτ’ ἔστι καθ’ ἕξιν. δεύτερον δὲ ἐνεργείᾳ φασὶ τὸν γραμματικὸν τὸν ἐξηγούμενον καὶ ἐνεργοῦντα, τοῦτ’ ἔστι κατὰ προχείρησιν. σκόπει δὲ ὅτι ταὐτόν ἐστι τὸ δεύτερον δυνάμει καὶ πρῶτον
5ἐνεργείᾳ· τὸ γὰρ δεύτερον δυνάμει τὸν γραμματικόν φησι τὸν ἕξιν ἔχοντα γραμματικεύεσθαι, μὴ ἐνεργοῦντα δέ. ταὐτὸν δὲ καὶ τὸ πρῶτον ἐνεργείᾳ ἐστίν. εἰ οὖν τὰ αὐτά ἐστι, συμφωνεῖ Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ λέγει τὸ ὕστερον δυνάμει ὁ δὲ τὸ πρῶτον ἐνεργείᾳ, εἰς ταὐτὸν δὲ ἄμφω συνάγονται. τινὲς δὲ καλῶς ἐναντιούμενοί φασιν ὅτι ταὐτόν ἐστι τὸ ἐν ἕξει
10ἔχειν τὸ γραμματικεύεσθαι καὶ τὸ ἐνεργεῖν τὸν γραμματικόν, εἴ γε καὶ ἐν πολλοῖς τὸ αὐτὸ δεικνύει ὁ Ἀριστοτέλης λέγων ὅτι ὁ ἐν ἕξει ἔχων καὶ ἀμέσως ἐνεργεῖ· οὔτε γὰρ ἄλλον λαμβάνω τὸν ἐν ἕξει γραμματικὸν καὶ ἄλλον τὸν ἐνεργοῦντα· ὁ αὐτὸς γάρ ἐστιν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἄλλο μέν ἐστι τὸ ἐνεργείᾳ καὶ ἄλλο τὸ δυνάμει. δυνάμει δὲ ὁ Ἀριστοτέλης φησὶ τὸ
15μὴ ἐν ἕξει ὑπάρχον, ἐπεὶ εὐθέως ἐνεργήσει, ἓν δὲ ὁ Πλάτων τὸ ἐν ἕξει καὶ ἐνεργείᾳ. ἰστέον δὲ ὅτι τὸ δυνάμει ἐν ἕξει γινόμενον οὐ τὸ αὐτὸ μένει· τὸ γὰρ παιδίον δυνάμει ὂν γραμματικόν, ὅταν ἐν ἕξει λάβῃ τὸ γραμματι‐ κεύεσθαι, οὐ τὸ αὐτὸ μένει.
19tΠρᾶξις κθʹ.
20 Πάρεστιν ὁ Πορφύριος ἑτέρως ἡμῖν ὁριζόμενος τὴν διαφοράν· φησὶ γὰρ διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. ἐπειδὴ δὲ περὶ τοῦ ὁποῖόν τί ἐστι μόνον διδάσκει τὰ ἄλλα ὡς ἐγνωσμένα καταλείψας, φέρε συνήθως τὰ ἐν τοῖς καταλειφθεῖσιν ἀπορούμενα ἐπιλυσώμεθα· τινὲς γάρ φασιν ὅτι
25κακῶς εἶπε τὸ κατὰ πλειόνων· εἰ γὰρ τὸ κατὰ πλειόνων φερόμενον κοινωνίαν δηλοῖ, οὐχὶ διαφοράν, ὁμολογουμένως κακῶς ἔχει ὁ ὁρισμός. ἔστι δὲ πρὸς τοῦτο οὕτως ἀπολογήσασθαι· τῶν διαφορῶν αἱ μὲν μερικαί εἰσιν αἱ δὲ καθολικαί, καὶ μερικαὶ μὲν ὡς ἵνα εἴπῃς τὸ ἐν τῷ σώματι φαλακρόν, καθολι‐ καὶ δὲ ὡς ἵνα εἴπῃς τὸ ἐν τῷ ἀνθρώπῳ λογικὸν καὶ ἐν ἀγγέλῳ. καὶ περὶ μὲν
30τῶν μερικῶν οὐδεὶς λόγος τοῖς φιλοσόφοις, περὶ δὲ τῶν καθολικῶν. ὁρίζεται194

195

τοίνυν ὁ Πορφύριος οὐ τὴν μερικὴν διαφοράν, ἀλλὰ τὴν καθόλου. ἐπειδὴ οὖν καθολική ἐστι, κατὰ πλειόνων κατηγορεῖται· ἀμέλει οὐδ’ ὡς διαφορὰ λαμβάνεται κατὰ πλειόνων, ἀλλ’ ὡς καθόλου, ἐπεὶ εἰ ὡς διαφορὰ κατὰ πλειόνων ἐλαμβάνετο, ὀφείλει καὶ ἑκάστη διαφορὰ κατὰ πλειόνων λαμβάνε‐
5σθαι. εἰ δὲ οὐ λαμβάνεται (ἡ γὰρ μερικὴ μόνον Σωκράτους ἐστί), σαφὲς ὅτι οὐ τῆς διαφορᾶς ἐστι τὸ κατὰ πλειόνων κατηγορεῖσθαι, ἀλλὰ τὸ καθόλου ἐστὶ τὸ αἴτιον. ἔτι πάλιν τοῦ ὁρισμοῦ ἐπιλαμβάνονται καί φασιν ὅτι κακῶς εἶπε τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει· κατηγορεῖται γὰρ οὐ μόνον διαφερόντων τῷ εἴδει, ἀλλὰ καὶ τῷ ἀριθμῶ· τὸ γὰρ νοῦ καὶ ἐπι‐
10στήμης δεκτικὸν οὐκ ἔστι πλειόνων διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ· ἀνθρώπων γάρ ἐστι μόνων· οἱ ἄνθρωποι δὲ οὐ τῷ εἴδει διαφέρουσιν, ἀλλὰ τῷ ἀριθμῷ· οὔτε γὰρ τῆς ὑπερτέρας οὐσίας ἐστὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν διὰ τὸ μὴ δέεσθαι οὔτε τῆς χείρονος διὰ τὸ μὴ δύνασθαι. καλῶς δὲ οὗτοι λέγουσιν, ἀλλ’ εὑρίσκεται ἐν πολλοῖς τῶν βιβλίων καὶ ὁ καί σύν‐
15δεσμος· τὸ κατὰ πλειόνων καὶ διαφερόντων καὶ τῷ εἴδει, ὥστε οὖν συνυπακούεται τῷ ἀριθμῷ. Ἔλθωμεν δὲ ἐπὶ τὴν ἐξήγησιν τοῦ φιλοσόφου. διὰ δύο ἐπιχειρημάτων δεικνύει ὅτι ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται ἡ διαφορά, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· ἡμῶν ἐρωτώντων ‘ποῖόν τί ἐστιν;‘ οὐκ ἀποκρίνεταί τις λέγων
20ζῷον, ἀλλὰ τοιόνδε ζῷον, λογικὸν ἢ ἄλογον, ὥστε οὖν ἐκ τῆς ἐρωτήσεως ἡ ἀπόκρισις καὶ ἐκ τῆς ἀποκρίσεως ἡ κατηγορία δηλοῦται. τὸ δεύτερον δὲ τοιοῦτον· τὰ πράγματα ἐξ ὕλης καὶ μορφῆς συνίσταται ἢ ἐκ τῶν ἀναλογούν‐ των τῇ ὕλῃ καὶ τῇ μορφῇ· ἀναλογεῖ δὲ τῇ μὲν ὕλῃ τὸ γένος, τῇ δὲ μορφῇ ἡ διαφορά· ὃν γὰρ τρόπον ἐξηπλωμένη ἐστὶν ἡ ὕλη, τοῦτον τὸν τρόπον καὶ
25τὸ γένος, καὶ ὃν τρόπον προσερχόμεναι αἱ μορφαὶ ἀτομοῦσι τὴν ὕλην καὶ εἰς ἄπειρον ἐξαπλοῦσι, τοῦτον τὸν τρόπον καὶ αἱ διαφοραὶ ἀτομοῦσι τὸ γένος ἐξαπλούμενον. εἰ δὲ ἀναλογεῖ τῇ μορφῇ ἡ διαφορά, ἡ μορφὴ δὲ ποῖόν τί ἐστιν, ὥς φησιν ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις, σαφὲς ὅτι καὶ ἡ διαφορὰ ποῖόν τί ἐστιν.
30nὉρίζονται δὲ αὐτὴν καὶ οὕτως.
31Ἐδείξαμεν πλειστάκις ὅτι ποτὲ μὲν ὑπογράφεσθαι λέγει τὰς τοιαύτας
φωνάς, ποτὲ δὲ ὁρίζεσθαι, καὶ διὰ τί ἐγνώκαμεν.195

196

(1n)

Ἢ ἀνάλογόν γε ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἐχόντων.
2 Εἴδει λέγει τῇ μορφῇ. ἀναλογεῖ δὲ τούτοις δύο, τῇ μὲν ὕλῃ τὸ γένος, τῷ δὲ εἴδει ἡ διαφορά.
4nΕἴδους δὲ τοῦ σχήματος.
5 Καλῶς εἶπε· τὸ γὰρ σχῆμα ἐκ τῆς μορφῆς γίνεται· ἀμέλει ἐκτὸς τῆς μορφῆς χαλκὸς μόνον εὑρίσκεται.
7nΟὕτω καὶ ὁ ἄνθρωπος ὁ κοινός τε καὶ εἰδικός.
8 Αἰνίττεται ὧδε τὰς διττὰς διαφοράς, φημὶ δὲ τὰς μερικὰς καὶ καθολικάς· ὁ γὰρ κοινὸς ἄνθρωπος δηλοῖ τὴν καθολικήν (ὁ γὰρ καθόλου τὸ λογικὸν
10ἔχει καὶ τὸ ζῷον, ἅπερ εἰς πολλοὺς συντείνει), ὁ δὲ εἰδικὸς ἔχει καὶ τὴν μερικήν, οἷον Σωκράτης τὸ προκοίλιον.
12nΤὸ δὲ ὅλον τοῦτο, ζῷον λογικὸν θνητόν, ὁ ἄνθρωπος,
13nὡς ἐκεῖ ὁ ἀνδριάς.
14Φησὶν ὅτι τὸ συνίστασθαι ἐκ γένους καὶ διαφορῶν δηλοῖ τὸν ἄνθρωπον,
15ὡς ἡ ὕλη καὶ ἡ μορφὴ τὸν ἀνδριάντα.
16tΠρᾶξις λʹ.
17 Πάρεστιν ὁ Πορφύριος ὁμοίως ἀποδώσων τὴν διαφορὰν καί φησιν ὅτι διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, προστίθησι δὲ τὸ οὐσιωδῶς. καλῶς ἔχει ὁ ὁρισμός· δηλοῖ γὰρ ὅτι ἡ διαφορὰ τὰ ὑπὸ τὸ
20αὐτὸ γένος χωρίζει, τὸ θνητὸν τοῦ ἀθανάτου, τὸ λογικὸν τοῦ ἀλόγου. ἄλλως δὲ ἀποδίδωσιν αὐτὴν διαφορά ἐστιν ᾧ διαφέρει ἕκαστα. ζητοῦσι
δέ τινες διὰ τί μόνην τὴν διαφορὰν τετραχῶς ἀποδέδωκεν. ἔστι δὲ ἐπι‐196

197

λύσασθαι οὕτω τὸ ζητούμενον· οὐδεὶς τῶν ὁρισμῶν ἀδολεσχίας εὐθύνας δίδωσι· πάντες γὰρ ἀναγκαίως παρεδόθησαν· ὁ μὲν γὰρ πρῶτος περιέχει τὰς διαιρετικὰς καὶ συστατικάς, εἴ γε λέγει περισσεύειν τὸ εἶδος τοῦ γένους, καὶ ἐν μὲν τῷ δηλοῦν εἶναι ἐν τῷ γένει διαφορὰς τὰς διαιρετικὰς σημαίνει
5(αἱ γὰρ ἐν τῷ γένει διαφοραὶ διαιρετικαί εἰσιν), ἐν δὲ τῷ δηλοῦν εἶναι ἐν τῷ εἴδει διαφορὰς τὰς συστατικὰς σημαίνει· αἱ γὰρ συστατικαὶ εἰδῶν εἰσι. διεμερίσαντο δὲ τὸν πρῶτον ὅ τε δεύτερος καὶ ὁ τρίτος. καὶ ὁ μὲν δεύτερος τὰς συστατικὰς δηλοῖ· ἐν γὰρ τῷ λέγειν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει δηλοῖ τὰς συστατικάς· αἱ γὰρ ἐν τοῖς εἴδεσι κατηγορούμεναι διαφοραὶ
10συστατικαί εἰσιν. ὁ δὲ τρίτος τὰς διαιρετικάς· φησὶ γὰρ διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. σαφὲς δὲ ὑπάρχει ὡς τὸ διαχωρίζον διαιρεῖ. ὁ τέταρτος δὲ τὴν ἁπλῶς διαφορὰν δηλοῖ. καὶ μὴ νόμιζε ὅτι κἂν ὕστερον παρεδόθη καὶ ἐκ τοῦ ὀνόματος εἴληφε τὴν σύστασιν, ἐλάχιστός ἐστι τῶν προειρημένων· κρείττων γάρ ἐστι τῶν ἄλλων
15τριῶν, ὡς καὶ αὐτῷ φαίνεται τῷ Πορφυρίῳ· οὔτε γὰρ δέχεται τὸν πρῶτον ὁρισμόν, εἴ γε τοῦτο δηλοῖ λέγων ὡς λέγουσι, καὶ τὸν δεύτερον κακῶς ἔχειν ἐδείξαμεν, κἂν τὸν καί ἀπολάβῃ σύνδεσμον· ποτὲ γὰρ σημαίνει τῷ ἀριθμῷ διαφερόντων κατηγορεῖσθαι τὴν διαφορὰν καὶ ποτὲ τῷ εἴδει. τὸ δὲ ἔχειν ὁρισμὸν ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο κακίαν σημαίνει. ὁ τρίτος
20δὲ ἐλλιπὴς ὑπάρχει· εἴπομεν γὰρ ὅτι προσθεῖναι τούτῳ τὸ οὐσιωδῶς χρή. ὁ τέταρτος δὲ τί ποτε τῶν τοιούτων; οὐκ ἔχει, ἀλλὰ πᾶσαν διαφορὰν δηλοῖ. Εἰρηκότες οὖν τὰ οἰκεῖα τῶν τεσσάρων ὁρισμῶν, φέρε ἐπὶ ἑτέραν ζήτησιν χωρήσωμεν· ζητεῖτα γὰρ διὰ τί προσέθηκε τῷ τρίτῳ ὁρισμῷ τὸ οὐσιωδῶς. αὐτὸς δὲ ὁ Πορφύριός φησιν ὅτι τὸ οὐσιωδῶς δεῖ προστεθῆναι,
25ἵνα τὰς οὐσιώδεις δηλώσωμεν, ἐπεὶ καὶ αἱ συμβεβηκυῖαι διαχωρίζουσι τὰ ὑπὸ τὸ αὐτὸ γένος· τὸ γὰρ πλεῖν διαχωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων ζῴων καὶ τὸ γελαστικὸν καὶ τὸ πλατυώνυχον. ταῦτα δὲ ἐπὶ τοῦ ἀνθρώπου λέγονται. ἐντεῦθεν δὲ δύο ἀπορίαι ἡμῖν ἀναφύονται ἤτοι ζητήσεις, ὧν ἡ πρώτη ἐστὶ τοιαύτη· ζητοῦσι πῶς μόνῳ τῷ ἀνθρώπῳ ὑπάρχει τὸ πλεῖν·
30ὁρῶμεν γάρ φασι καὶ ἄλλα ζῷα νήχεσθαι ἐπιστάμενα. πρὸς τοῦτο δὲ ἡμεῖς λέγομεν οὕτως· οὐ λέγει ὁ Πορφύριος τὸ πλεῖν τὸ νήχεσθαι, ἀλλὰ τὸ τεκταίνεσθαι· τὸ τεκταίνεσθαι δὲ μόνῳ τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν
δὲ δριμυτέρα ἀπορία ἡμᾶς διαδέχεται· φασὶ γὰρ ὅτι εἰ τὸ τεκταίνεσθαι197

198

λέγετε φάσκειν αὐτὸν τὸ πλεῖν, ἔσται ἐντεῦθεν ἕτερον ἄπορον, διὰ τί τὸ τεκταίνεσθαι συμβεβηκὸς λέγει καὶ οὐκ οὐσιῶδες· ὅτι γὰρ τὸ τεκταίνεσθαι οὐσία τοῦ ἀνθρώπου ὑπάρχει, σαφὲς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν‘. τὸ δὲ δύνασθαι τεκταίνεσθαι μέρος ἐστὶ
5τοῦ δεκτικοῦ 〈τῆς ἐπιστήμησ〉 (πάντες γὰρ οἱ ἄνθρωποι δεκτικοί εἰσι τοῦ τεκταίνε‐ σθαι)· εἰ δὲ μέρος τοῦ δεκτικοῦ τῆς ἐπιστήμης ἐστὶ τὸ τεκταίνεσθαι, σαφὲς ὅτι οὐσία ἐστί· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν, ὥς φησιν ὁ Ἀριστο‐ τέλης ἐν ταῖς Κατηγορίαις. πῶς οὖν τὸ πλεῖν συμβεβηκὸς λέγει ὁ Πορφύριος; ἔστι δὲ ἀπολογήσασθαι ὑπὲρ τούτου οὕτως· ἔστι τι πρῶτον καὶ δεύτερον,
10πρῶτον μὲν ὁ ἄνθρωπος, δεύτερον δὲ ὁ τοιοῦτος ἄνθρωπος, γραμματικὸς ἢ κολοβὸς ἢ μακρός. ἔστι δέ τι καὶ καθ’ ἑαυτὸ καὶ συμβεβηκός· καθ’ ἑαυτὸ μὲν τὸ ζῷον, συμβεβηκὸς δὲ τὸ λευκὸν τὸ γελαστικόν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ ἄνθρωπος δὲ πρῶτός ἐστι τὸ γραμματικεύεσθαι δὲ δεύτερον, ὁ Πορφύριος προσέχων τῷ δευτέρῳ τὰ τοιαῦτα λέγει ἐπουσιώδη, ὥσπερ
15τὰ δευτερεύοντα τοῦ ζῴου ἐπουσιώδη εἰσίν. ἰστέον δὲ ὡς οὐχ ὁ ὁρισμὸς οὗτος δηλοῖ τὰς ἀνομοιογενεῖς ἀλλὰ τὰς ὁμοιογενεῖς· ἐν γὰρ τῷ λέγειν ὑπὸ τὸ αὐτὸ γένος τοῦτο δηλοῖ. ὥστε οὖν τὰς ὑπὸ τὴν οὐσίαν καὶ ποιότητα οὐ δηλοῖ· ἀνομοιογενεῖς γάρ εἰσιν αἱ τοιαῦται διαφοραί. Δύο δέ τινα ἀπορήσαντες ἐπ’ αὐτὰ καταπαύσωμεν τὸν λόγον. πρῶτον
20εἰ τὰ συνωνυμοῦντα μεταδίδωσιν ὀνόματος καὶ πράγματος, πάντως δὲ λέγουσι συνωνύμως κατηγορεῖσθαι τὰς διαφορὰς τῶν εἰδῶν, τί δήποτε οὐ μετα‐ διδόασιν αἱ διαφοραὶ τοῖς εἴδεσιν ὀνόματος καὶ πράγματος, ἀλλὰ μόνου πράγματος; οὔτε γὰρ τὴν λογικότητα λογικόν φαμεν οὔτε τὴν θνητότητα θνητόν. τὸ δὲ μεταδιδόναι πράγματος ὁμολογεῖται. ἔστι δὲ πρὸς ταῦτα
25οὕτως εἰπεῖν· τὰ συνωνυμοῦντα διττά ἐστι· τὰ μὲν γὰρ μεταδίδωσιν ὀνό‐ ματος καὶ πράγματος, ὥσπερ τὸ ζῷον τῷ ἀνθρώπῳ, τὰ δὲ μόνου τοῦ πράγματος, ὥσπερ αἱ διαφοραί. ἔχομεν δὲ ἐντεῦθεν προσπορίσματος μοῖραν, ὅτι ἄλλο μέν ἐστι διαφορὰ καὶ ἄλλο εἶδος· εἰ γὰρ τὸ χωρίζον ἄλλο τοῦ χωριζομένου καθέστηκε, διαχωρίζει δὲ ἡ διαφορὰ τὰ εἴδη, ὁμολογουμένως
30ἄλλο ἐστὶ διαφορὰ καὶ ἄλλο εἶδος. ἐπαποροῦσι δὲ διὰ τί τὸ εἶδος μᾶλλον συνῳκείωται τῷ γένει ἤπερ τῇ διαφορᾷ, καίτοι ὤφειλε πρὸς τὴν διαφορὰν ἔχειν πολλὴν οἰκειότητα γειτνιάζον αὐτῇ· ἐν μέσῳ γὰρ τοῦ γένους καὶ τοῦ
εἴδους ἵδρυται. ἔστι δὲ εἰπεῖν ὅτι δικαίως πρὸς τὸ γένος ἔχει τὴν σχέσιν198

199

ἢ πρὸς τὴν διαφορὰν ἐκ τῶν τοιούτων ἐπιχειρημάτων· εἰ τὰ μεταδιδόντα ὀνόματος καὶ πράγματος πλείω ἔχει τὴν σχέσιν τῶν μόνου τοῦ πράγματος μεταδιδόντων, τὸ δὲ γένος τοῖς εἴδεσι μεταδίδωσιν ὀνόματος καὶ πράγματος, ἡ δὲ διαφορὰ μόνου πράγματος, δεόντως ἄρα τὰ εἴδη πρὸς τὰ γένη ἔχει
5τὴν σχέσιν ἤπερ πρὸς τὰς διαφοράς.
6nὙπογράφουσι δὲ τὰς τοιαύτας διαφορὰς καὶ οὕτως· δια‐
7nφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος.
8 Τὸ ἐλλεῖπον τούτῳ τῷ ὁρισμῷ, λέγω δὲ τὸ οὐσιωδῶς, μετὰ τὴν ἀπό‐ δοσιν τοῦ ἑξῆς ὁρισμοῦ ἀποδίδοται.
10nΟἱ προσεργαζόμενοι δὲ τὰ περὶ τῆς διαφορᾶς μὴ τὸ τυχόν
11nφασι τῶν χωριζόντων τὰ ὑπὸ τὸ αὐτὸ γένος εἶναι διαφοράν.
12 Ἡ σύνταξις τοιαύτη ἐστίν, ὁ δὲ νοῦς τοιοῦτος· φασὶ ‘μὴ τὴν τυχοῦσαν διαφορὰν ἐπὶ τῶν χωριζόντων τὰ ὑπὸ τὸ αὐτὸ γένος λέγετε· δεῖ γὰρ λέγειν τὸ οὐσιωδῶσ‘. τοῦτο δὲ δηλοῖ διὰ τῶν ἑξῆς.
15nἈλλ’ ὅπερ εἰς τὸ εἶναι συμβάλλεται.
16Ἀντὶ τοῦ οὐσιωδῶς.
17nΤοῦ τί ἦν εἶναι.
18Πρόσρημά ἐστιν Ἀριστοτελικὸν ἐπὶ τῶν οὐσιωδῶς λεγόμενον.
19nὋ καὶ τοῦ πράγματός ἐστι μέρος καὶ εἰς ὁρισμοὺς συμ‐
20nβάλλεται.
21 Καλῶς λέγει· τὸ γὰρ λογικὸν μέρος ἐστὶ τοῦ ἀνθρώπου, συμβάλλεται δὲ καὶ τῷ ὁρισμῷ τοῦ ἀνθρώπου.
23nΟὐ γὰρ τὸ πεφυκέναι πλεῖν διαφορὰ ἀνθρώπου, εἰ καὶ
24nἴδιον ἀνθρώπου.
25Φησὶν ὅτι δεῖ προσθεῖναι τὸ οὐσιωδῶς· εἰ μὴ γὰρ προσθήσομεν τὸ
οὐσιωδῶς, συμπεριλαμβάνομεν καὶ τὸ ἴδιον· τὸ γὰρ ἴδιον τοῦ ἀνθρώπου199

200

διαχωρίζει αὐτὸν ἀπὸ τῶν ἄλλων· εἰ γὰρ εἴπῃς τὸν ἄνθρωπον τὸ πεφυκὸς γραμματικεύεσθαι, διαχωρίζεις αὐτὸν ἀπὸ τῶν ἄλλων ζῴων, κἂν εἴπῃς τὸν ἵππον τὸ πεφυκὸς χρεμετίζειν, διαχωρίζεις αὐτὸν ἀπὸ τῶν ἄλλων ζῴων. τὰ τοιαῦτα δ’ οὐκ ἔστι συμπληρωτικὰ τῶν τοιούτων εἰδῶν. εἰρήκαμεν δὲ
5ἐν τῇ θεωρίᾳ περὶ τοῦ πλεῖν, ὡς ἐπουσιωδῶς αὐτὸ λαμβάνει.
6nΚαὶ ὅσαι ἐν τῷ τί ἦν εἶναι παραλαμβάνονται.
7Ἀντὶ τοῦ οὐσιωδῶς.
8tΠρᾶξις λαʹ.
9tΠερὶ ἰδίου.
10 Αἱ ἀθρόαι μεταβολαὶ οὐ μόνον ἐν πράγμασιν ἀλλὰ καὶ ἐν ταῖς φωναῖς σφάλλειν γινώσκουσαι τὸν Πορφύριον ἐπὶ τὰ συμβεβηκότα χωρεῖν ἀπέτρεψαν· τὰ γὰρ συμβεβηκότα ἐπουσιώδη ὑπάρχοντα ἀθρόως ἀπὸ τῶν οὐσιωδῶν πρόσφατον τὴν διδασκαλίαν οὐκ ἠδύναντο δέξασθαι. εὐλόγως ἄρα ἐπὶ τὸ ἴδιον ἐχώρησεν, ἐπεὶ ὅσον γε ἐν τοῖς ἐπουσιώδεσιν οὐσιῶδες ὑπάρχει. καὶ
15αὕτη μὲν ἡ πρώτη αἰτία τοῦ μετὰ τὴν διαφορὰν ἐπὶ τὸ ἴδιον χωρεῖν τὸν Πορφύριον. δευτέρα δὲ ἡ τοιαύτη· τὸ ἴδιον ἐν μέσῳ τῆς διαφορᾶς καὶ τοῦ συμβεβηκότος ἵδρυται· ἔστι γὰρ ὅτε οὐσιωδῶς λαμβάνεται, ἔστι δὲ ὅτε καὶ ἐπουσιωδῶς· οὐσιωδῶς μέν, ὡς ἵνα εἴπῃς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον ὑπάρχειν τοῦ ἀνθρώπου (ἴδιον γὰρ τοῦ ἀνθρώπου ἐστί, καθὸ οὔτε
20τῆς ὑπερτέρας οὐσίας ἐστὶ διὰ τὸ μὴ δέεσθαι οὔτε τῆς χείρονος διὰ τὸ μὴ δύνασθαι), ἐπουσιωδῶς δὲ λαμβάνεται, ὡς ἵνα εἴπῃς τὸ γελαστικὸν εἶναι ἴδιον ἀνθρώπου· τοῦτο γὰρ ἐπισυμβεβηκός ἐστιν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁμολογουμένως ὀφείλει τὸ ἴδιον τοῦ συμβεβηκότος προτάσσεσθαι. τρίτη δὲ αἰτία ἐστὶ τοιαύτη· τὸ ἴδιον ὀφείλει καὶ τῶν πέντε φωνῶν προτάσσεσθαι·
25εἰ γὰρ δι’ ὑπογραφῶν διδάσκεται τὸ γένος καὶ τὸ εἶδος, ἡ δὲ ὑπογραφὴ
ἴδιόν ἐστιν ἀντιστρέφον, ὁμολογουμένως ὤφειλε περὶ τῶν ἰδίων τοῦ γένους200

201

πρότερον διαλαβεῖν, εἶθ’ ὕστερον περὶ τοῦ γένους. ἀλλὰ τοῖς μὲν οὐσιώδεσι παρεχώρησε διὰ τὸ τίμιον τοῖς δὲ ἐπουσιώδεσι τοῖς τὰ ἴσα φέρουσι τοῦ ἰδίου τόπου οὐ παρεχώρησε. Μαθόντες οὖν περὶ τῆς τάξεως τοῦ ἰδίου, φέρε καὶ ἐπὶ τὴν αὐτοῦ
5διδασκαλίαν χωρήσωμεν. ἀλλὰ τοῖς διηγορευμένοις κανόσι χρησάμενοι φέρε πρῶτον τὴν ὁμωνυμίαν διαστειλώμεθα καὶ περὶ ποίου σημαινομένου ὁ λόγος ἡμῖν ὑπάρχει λέξωμεν, εἶθ’ ὕστερον ἐπὶ τὴν διδασκαλίαν χωρήσωμεν. λέγεται τοίνυν τὸ ἴδιον τετραχῶς· ἢ γὰρ παντί ἐστι τῷ εἴδει καὶ οὐ μόνῳ ὡς τὸ δίπουν, ἢ μόνῳ καὶ οὐ παντὶ τῷ εἴδει ὡς τὸ φαλακρόν (τῷ γὰρ
10ἀνθρώπῳ μόνῳ ὑπάρχει τὸ φαλακρόν), ἢ παντὶ καὶ μόνῳ οὐκ ἀεὶ δὲ ὡς τὸ πολιοῦσθαι (μόνῳ γὰρ καὶ παντὶ ἀνθρώπῳ ὑπάρχει τὸ πολιοῦσθαι τοῦ χρόνου συνόντος· τοῦτο δέ φημι, ὅτι οὐ πάντες πολιοῦνται τοῦ χρόνου μὴ συνόντος εἰς τοῦτο ἐπιτηδείου· διὰ τοῦτο γὰρ καὶ τὸ ‘οὐκ ἀεὶ δέ‘ προσε‐ θήκαμεν), ἢ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὡς τὸ γελαστικόν· μόνῳ γὰρ καὶ
15παντὶ ἀνθρώπῳ ἴδιον ὑπάρχει καὶ ἀεὶ τὸ γελαστικόν. εἴπομεν δὲ παντὶ τῷ εἴδει ὑπάρχειν τὸ δίπουν πρὸς ἀντιδιαστολὴν τῶν ἀνομοιοειδῶν, ἵνα μὴ λάβῃς δίπουν τὸν ἄνθρωπον τὸ δὲ ὄρνεον οὔ. εἴπομεν δὲ ἐν τῷ δευτέρῳ τὸ μόνῳ διὰ τὰ ὁμοιογενῆ· μόνῳ γὰρ τῷ ἀνθρώπῳ τῶν ἄλλων ζῴων ὑπάρχει τὸ φαλακρόν. τὰ δὲ ἄλλα πρόδηλά ἐστι· μόνῳ γὰρ τῷ ἀνθρώπῳ
20καὶ παντὶ ὑπάρχει τὸ πολιοῦσθαι καὶ τὸ γελαστικόν, ἀλλὰ τὸ μὲν οὐκ ἀεὶ διὰ τὸ μὴ φθάνειν ἡμᾶς τὸν εἰς τοῦτο ἐπιτήδειον χρόνον, τὸ δὲ ἀεί, λέγω δὲ τὸ γελαστικόν. σκόπει δὲ πῶς ἀπὸ τοῦ ἀμυδροτέρου ἐπὶ τὸ ἐμφανέ‐ στερον ἴδιον χωρεῖ ἡ τάξις· τὸ παντὶ καὶ οὐ μόνῳ εἶναί τι ἴδιον σχεδὸν οὐκ ἔστιν ἴδιον· κοινωνίαν γάρ τινα ἐμφαίνει τὸ τοιοῦτον. διὰ τοῦτο ὡς
25ἀμυδρὸν αὐτὸ προέταξε. δεύτερον δὲ ἴδιον φαμὲν τὸ μόνῳ ὑπάρχον καὶ οὐ παντί. τοῦτο δικαίως ἐπιφανέστερόν ἐστι τοῦ πρώτου· ἔχει γάρ τι τοῦ ἰδίου τὸ μόνῳ· τοῦτο γὰρ οἰκεῖον ἰδίου τὸ μόνῳ τινὶ ὑπάρχειν. τὸ τρίτον τοῦ δευτέρου ἐπιφανέστερον ὑπάρχει, ὅτι ἔχει καὶ τὰ δύο τὸ παντὶ καὶ μόνῳ. τὸ τέταρτον δὲ τοῦ τρίτου ἐμφανέστερόν ἐστιν, ὅτι ἔχει τὸ ἀεί·
30τὸ γὰρ γελαστικὸν ἀεὶ ἡμῖν ὑπάρχει. περὶ ποίου δὲ τούτων ποιούμεθα τὸν
λόγον; περὶ τοῦ ἐσχάτου· αὐτὸ γάρ ἐστι καθολικὸν καὶ ἀεὶ ὑπάρχον201

202

καὶ ἑνὸς εἴδους κατηγορούμενον· τὰ μὲν γὰρ ἄλλα κἄν ἐστι καθολικὰ καὶ ἀεί, ἀλλ’ οὐ μόνου τοῦ εἴδους ἐστίν, ὡς τὸ δίπουν, κἄν εἰσι μόνου καὶ ἀεί, ἀλλ’ οὐ παντός, ὡς τὸ φαλακρόν, κἄν ἐστι παντὸς καὶ μόνου, ἀλλ’ οὐκ ἀεί, ὡς τὸ πολιοῦσθαι· τοῦτο δὲ καὶ τοῦ παντός ἐστι καὶ μόνου καὶ
5ἀεί. ἄλλως τε δὲ οὔτε ἀντιστρέφουσι κατὰ ἄμφω τὰ σκέλη, τοῦτο δὲ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ δίπουν, οὐκ εἴ τι δὲ δίπουν, τοῦτο καὶ ἄνθρωπος. πάλιν εἴ τι φαλακρόν, τοῦτο καὶ ἄνθρωπος, οὐκ εἴ τι δ’ ἄνθρωπος, τοῦτο καὶ φαλακρόν. πάλιν εἴ τι πολιόν, τοῦτο καὶ ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, τοῦτο καὶ πολιόν. τοῦτο δὲ ἄμφω τὰ
10σκέλη ἔχει ἀντιστρέφοντα· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ γελαστικόν, καὶ εἴ τι γελαστικόν, τοῦτο καὶ ἄνθρωπος. Χωρήσωμεν οὖν ἐπὶ τὴν τούτου διδασκαλίαν. τινὲς μὲν οὖν οὕτως αὐτὸ ὁρίζουσι ‘τὸ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχον‘. κακῶς δέ· δι’ οὗ γὰρ ἐξηγήσαντο αὐτό, δι’ αὐτοῦ βούλονται αὐτὸ ὁρίζειν. τινὲς δὲ οὕτως
15αὐτὸ ἀποδιδόασιν ‘ἴδιόν ἐστιν ἢ οὐσία ἢ συμβεβηκὸς ἀντιστρέφον‘. δυσὶ δὲ ἁμαρτήμασι περιπίπτει ὁ τοιοῦτος ὁρισμός· πρότερον ὅτι οὐδέποτε οὐσίαν ἐλέγομεν τὸ ἴδιον ἀλλὰ συμβεβηκός. τοῦτο δὲ πᾶσιν ὁμολογεῖται. ὥστε οὖν ὅτε ἐλέγομεν οὐσίαν αὐτὸ δηλοῦν ἐν τῷ νοῦ καὶ ἐπιστήμης δεκτικόν, εὐανά‐ τρεπτος ὑπῆρχεν ὁ λόγος. καταχρηστικῶς δὲ ἐλέγομεν αὐτὸ καὶ ἐπὶ οὐσίας.
20δεύτερον δὲ οὐδέποτε ὁρισμὸς ὑγιῶς ἔχων ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο δηλοῖ. ὁ ἀποδοθεὶς δὲ τοιοῦτός ἐστιν. ἔστιν οὖν αὐτὸ ἀποδοῦναι οὕτως· ἴδιόν ἐστι συμβεβηκὸς ἀντιστρέφον. καλῶς δὲ ὁ ὁρισμὸς ἔχει· οἱ γὰρ μήτε πλέον μήτε ἔλαττον ἔχοντες ὁρισμοὶ ἐξισάζουσι τῷ ὁριζομένῳ, τὰ δὲ ἐξισά‐ ζοντα ἀντιστρέφει· οὐκοῦν τὸ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχον ἴδιον ἐξι‐
25σάζει, ἐπειδὴ οὔτε πλέον ἔχει οὔτε ἔλαττον, ἔλαττον μέν, καθὸ παντί ἐστι, πλέον δέ, καθὸ μόνῳ ἐστίν· ἐξισάζον δὲ ἀντιστρέφει. καλῶς ἄρα ἔχει ὁ ἀποδοθεὶς ὁρισμός.
28nΤὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς.
29Οὐ φυλάττει τὴν τάξιν τοῦ ἰδίου ὁ Πορφύριος, ὡς ἐφυλάξαμεν ἐν
30τῇ θεωρίᾳ.
31nΚαὶ γὰρ ὃ μόνῳ τινὶ εἴδει συμβέβηκεν, εἰ καὶ μὴ παντ.
32Φησὶν ὅτι καὶ ἐκεῖνο ἴδιον λέγω εἶναι ἀνθρώπῳ, ὃ μόνῳ ὑπάρχει,202

203

καὶ οὐ παντί· ἰδοὺ γὰρ τὸ ἰατρεύειν μόνου ἀνθρώπου ἐστὶν ἴδιον, εἰ καὶ μὴ ἑκάστου ἀνθρώπου ὑπάρχει. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἴδιον λέγω, ὃ παντὶ ἀνθρώπῳ ὑπάρχει, εἰ καὶ μὴ μόνῳ· ὑπάρχει γὰρ ἑκάστῳ ἀνθρώπῳ τὸ δίπουν, οὐ μόνῳ δέ· ἔστι γὰρ καὶ ἄλλοις εἴδεσι. τὸ δὲ γελαστικὸν μόνῳ
5καὶ παντὶ καὶ ἀεί.
6nΚἂν γὰρ μὴ γελᾷ ἀε, ἀλλὰ γελαστικὸν λέγεται οὐ τῷ
7nἤδη γελᾶν ἀλλὰ τῷ πεφυκέναι· τοῦτο δὲ ἀεὶ αὐτῷ σύμφυτον.
8 Τινὲς ἐντεῦθεν κινούμενοι λέγουσι τὸ γελαστικὸν εἶναι οὐσίαν ἡμῶν σύμφυτον, ὥσπερ τὸ λογικόν· κἂν γὰρ μὴ ἀεὶ γελῶμεν, φασίν, ἀλλ’ οὖν
10ὅμως δυνάμει ἔχομεν τὸ γελᾶν. τοιαύτης δὲ προφάσεως δοθείσης εἴπωμεν πῶς οὐκ ἔστιν οὐσιῶδες ἀλλ’ ἐπουσιῶδες καὶ πῶς γίνεται. 〈ὅτι〉 τὸ γελα‐ στικὸν οὐκ ἔστιν οὐσιῶδες, πρῶτον μὲν ἐντεῦθεν ἀποδεικτέον· τὰ οὐσιώδη τελειωτικὰ ἡμῶν εἰσι καὶ ὅσον αὔξονται, τοσοῦτον τελειωτικὰ γίνεται· τὸ γὰρ πλέον λογικεύεσθαι οὐσιῶδες ἀνθρώπῳ ὑποφαίνεται. εἰ οὖν τὸ γελα‐
15στικὸν οὐσιῶδες, ὀφείλει τελειωτικὸν ἡμῶν εἶναι, εἰ δὲ οὐκ ἔστι, τοὐναντίον. ** γὰρ ἀποτρέπεται ὡς ἔχει τὸ ‘μήτε προπετῆ γέλωτα στέργε‘, σαφὲς ὡς οὐκ ἔστιν οὐσιῶδες. δεύτερον δὲ οὐδέποτε τἀναντία τοῦ αὐτοῦ συστατικὰ γίνεται, οἷον τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον. εἰ οὖν ἐστι τὸ γελαστικὸν οὐσιῶδες ἡμῶν καὶ συστατικόν, οὐκοῦν καὶ τὸ κλαυστικὸν ἐπειδὴ
20καὶ μόνου ἀνθρώπου ἐστίν, οὐσιῶδες καὶ αὐτὸ λεχθείη, ὥσπερ τὸ γελα‐ στικόν· ὡς γὰρ ἔχει θάτερον τῶν ἀντικειμένων, οὕτω καὶ τὸ ἕτερον. εἶναι δὲ τὰ δύο ἐναντία συστατικὰ ἡμῶν, ἀδύνατον. ἀλλ’ ἐνίοτε ἐρεῖ τις ὡς οὔκ εἰσι τὰ τοιαῦτα ἐναντία· οὐσίαι γάρ εἰσιν· ὑμεῖς δὲ ὡς ὁμολογου‐ μένων αὐτῶν ἐπουσιωδῶν τὸ τοιοῦτον κατασκευάζετε. πρὸς τούτους δέ
25φαμεν ὅτι εἰ καὶ μὴ ἦσαν ἐναντία, ἀδύνατον τὰ δύο εἶναι ἡμῶν συστατικά· ἰδοὺ γὰρ καὶ ἡ λογικὴ καὶ ἡ ἄλογος 〈ψυχὴ〉 ἀντιδιαιρούμεναί εἰσιν. ὅμως δὲ τὸ λογικὸν ἡμῶν συστατικὸν ὑπάρχει, καίτοι ἐχόντων ἡμῶν καὶ τὴν ἄλογον ψυχήν. ἔπειτα ἐναντία εἰσὶ τὸ γελαστικὸν καὶ τὸ κλαυστικόν· μετα‐ βάλλει γὰρ εἰς ἄλληλα. εἰ οὖν ταῦτα οὕτως ἔχει, σαφὲς ὡς οὐκ ἔστι τὸ
30γελαστικὸν ἡμῶν συστατικόν, ἐπεὶ ἔσται καὶ τὸ ἐναντίον αὐτῷ, λέγω δὲ τὸ
κλαυστικόν, ἡμῶν συστατικόν. τρίτον οὐδέποτε τὰ οὐσιώδη αὐξανόμενα203

204

ἀναιρεῖ ἐκεῖνα ὧν κατηγορεῖται, οἷον τὸ λογικὸν οὐδέποτε αὐξανόμενον ἀναιρεῖ τὸν ἄνθρωπον, τοὐναντίον δὲ συνιστᾷ· τὸ δὲ γελαστικὸν ἀναιρετικόν ἐστι τοῦ ἀνθρώπου αὐξανόμενον· καὶ γὰρ ἀπὸ γέλωτος κολάσεις παρὰ Πέρσαις ἐφευρέθησαν. τέταρτον οὐδὲ δυνάμει ἔχομεν τὸ γελαστικόν, εἴ γέ τινες διὰ
5τοῦ Τροφωνίου παριόντες εἰς τὸν ἀεὶ χρόνον τοῦ γελᾶν ἐστερήθησαν· εἰ δὲ εἶχον δύναμιν τοῦ γελᾶν, πάντως τοῦ χρόνου προκόπτοντος ἐγέλων ἄν. Λεκτέον δὲ κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν διὰ τίνος γίνεται. φασί τινες ὅτι διὰ τῆς ἀλόγου ψυχῆς, οἷς καὶ συγκατατιθέμεθα· ὁ γὰρ τοιοῦτος τρόπος διὰ μυῶν καὶ νεύρων γίνεται· ταῦτα δὲ τῆς ἀλόγου ψυχῆς ὑπάρχει.
10ὅτι δ’ οὐ γίνεται διὰ τῆς λογικῆς, σαφὲς ἐκ τοῦ μὴ εἶναι αὐτὸ ἐν ὑποκει‐ μένῳ. ἀποροῦσι δέ τινες λέγοντες ‘εἰ διὰ τῆς ἀλόγου ψυχῆς τὸ γελαστικὸν γίνεται, ἐπειδὴ οἱ μύες καὶ τὰ νεῦρα αὐτῆς εἰσιν, ἃ συνερχόμενα ποιεῖ τὸν τοιοῦτον τρόπον, ὀφείλει τὸ γελαστικὸν καὶ ἐπὶ τῶν ἀλόγων θεωρεῖσθαι· ἔχουσι γὰρ καὶ ταῦτα νεῦρα καὶ μύασ‘. φαμὲν δὲ πρὸς τοῦτο ὅτι πρῶτον
15μὲν ἔστι καὶ ἄλλα ζῷα γελαστικά, ὥσπερ ἱστορεῖ ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων περὶ τοῦ ἐρωδιοῦ. δεύτερον δὲ οὐκ ἐν πᾶσι τοῖς ζῴοις ὁμοίως ἐνεργεῖ ἡ ἄλογος ψυχή, ἐπεὶ ὀφείλει ἡ ὑλακὴ τοῦ κυνὸς ἐπὶ πάντων τῶν ζῴων διήκειν, ἐπειδὴ ἔχει ὁ ἄνθρωπος μύας καὶ νεῦρα ὥσπερ καὶ ὁ κύων, ὁμοίως δὲ καὶ ὁ μυκηθμὸς τοῦ βοὸς καὶ ὁ χρεμετισμὸς τοῦ ἵππου. ἰδιό‐
20τητες οὖν ὑπάρχουσι τῆς ἀλόγου ψυχῆς ἐν ἑκάστῳ εἴδει. ὅτι δὲ τῆς φυτι‐ κῆς οὐκ ἔστι τὸ γελαστικόν, τοῦτο ὁμολογεῖται· τρεῖς γάρ εἰσιν αἱ δυνάμεις αὐτῆς, θρεπτικὴ αὐξητικὴ γεννητική. μία δὲ τούτων τὸ γελαστικὸν οὐκ ἐργάζεται· συγκαταθετέον οὖν τοῖς προειρημένοις.
24tΠρᾶξις λβʹ.
25tΠερὶ συμβεβηκότος.
26 Οἱ ὁρισμοὶ τοῦ συμβεβηκότος ἀποδιδόασι τὴν ὀφειλομένην αὐτῷ τάξιν· δηλοῦσι γὰρ ὅτι ἔσχατόν ἐστι καὶ ἀβληχρὸν καὶ ἀμενηνόν· τί γάρ ἐστι συμβεβηκός; ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. ἀποροῦσι δέ τινες λέγοντες διὰ τί ἐπὶ τοῦ συμβεβηκότος
30παρέβη τοὺς διηγορευμένους κανόνας· ὁμωνύμου γὰρ ὄντος αὐτοῦ οὐκ εἶπε204

205

ποσαχῶς λαμβάνεται, οὔτε περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, ἀλλ’ εὐθέως τῆς διδασκαλίας αὐτοῦ τὸν τρόπον ἐπήγαγεν. ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι τὸ ποσαχῶς παρῆκε διδάξας τοῦτο ἐν τοῖς φθάσασι· διττὸν γὰρ αὐτὸ εἶναι εἶπε, χωριστὸν καὶ ἀχώριστον. περὶ ποίου δὲ σημαινομένου
5λέγει, οὐκ ἐξέθετο βουλόμενος περὶ πάντων τῶν συμβεβηκότων διαλαβεῖν· τότε δὲ λέγομεν περὶ ποίου σημαινομένου βουλόμεθα διαλαβεῖν, ὅταν οὐ διδάσκωμεν περὶ ὅλων τῶν φωνῶν. Τριχῶς οὖν αὐτὸ ἀποδίδωσι· φησὶ γὰρ ὅτι συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἑτέρως
10δὲ ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἐξ ἀποφάσεως δὲ ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον δύναται εἶναι. ἐπειδὴ δέ τινες πειρῶνται κακίζειν τοὺς ἀποδεδομένους ὁρισμούς, φέρε τὰ ἐξ αὐτῶν λεγόμενα παραθησόμεθα, εἶθ’ ὕστερον τοῖς ἐξ αὐτῶν ῥηθεῖσι πρέπουσαν ἀπολογίαν ἀποδώσομεν. φασὶ δὲ τὸν πρῶτον ὁρισμὸν ἐλλείπειν
15καὶ περισσεύειν. ἐλλείπειν δὲ οὕτως· εἰ ὁ ὁρισμὸς οὗτος τὰ γινόμενα καὶ ἀπογινόμενα συμβεβηκότα δηλοῖ, μόνα τὰ χωριστὰ σημαίνει οἷον τὸ λευκόν· δύναται γὰρ ἐν ἐμοὶ γενέσθαι καὶ ἀπογενέσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὸ ἀχώριστον δὲ οὐ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· οὔτε γὰρ ἀπογίνεται τὸ μέλαν τοῦ Αἰθίοπος περιόντος τοῦ Αἰθίοπος,
20ὁμοίως οὐδὲ τοῦ κόρακος. ἔστι δὲ πρὸς τοῦτο εἰπεῖν ὅτι τῶν συμβεβη‐ κότων τὰ μὲν ἐπινοίᾳ καὶ ἐνεργείᾳ χωρίζεται, τὰ δὲ μόνῃ ἐπινοίᾳ· ἐνεργείᾳ μὲν καὶ ἐπινοίᾳ τὰ χωριστά (δύνασαι γὰρ καὶ ἐνεργεία ἀποχωρίσαι τὸ λευκὸν τὸ ἐν ἐμοί, δύνασαι καὶ ἐπινοίᾳ), ἐπινοίᾳ δὲ μόνῃ τὰ ἀχώριστα· τὸ γὰρ μέλαν τοῦ Αἰθίοπος δύνασαι ἐπινοίᾳ νοῆσαι ἀπογινόμενον χωρὶς τῆς τοῦ
25ὑποκειμένου φθορᾶς· εἰ γὰρ νοήσεις λευκὸν Αἰθίοπα ἐπινοίᾳ, οὐδὲν λυμαίνῃ τῷ ὑποκειμένῳ. προστίθεσο οὖν τῷ ὁρισμῷ τὸ ἐνεργείᾳ καὶ ἐπινοίᾳ, καὶ οὐδὲν εὑρίσκεται ἐλλεῖπον· συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς ἐνεργείᾳ ἢ ἐπινοίᾳ. περισσεύειν δέ φασιν αὐτὸν οὕτως· εἰ ἐκεῖνό φαμεν συμβεβηκὸς ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς
30τῆς τοῦ ὑποκειμένου φθορᾶς, οὐκοῦν οὐ μόνον τὰ συμβεβηκότα συμπεριέλαβεν ὁ ὁρισμός, ἀλλὰ καί τινας οὐσίας· ἰδοὺ γὰρ ἡ θερμότης τοῦ πυρὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, οὐσία δὲ αὐτοῦ ἡ θερ‐ μότης. εἰ δέ τις εἴποι ‘ἐὰν ἀπογίνηται ἡ θερμότης τοῦ πυρός, οὐ φθείρεται τὸ ὑποκείμενον;‘ φαμὲν οὐχί· ἄποιον γὰρ τὸ σῶμα αὐτοῦ ἐστι, τὰ δὲ
35ἄποια σώματα οὐ φθείρεται. ὁμοίως καὶ τὸ ψυχρὸν τοῦ ὕδατος γίνεται205

206

καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένον φθορᾶς, συμβεβηκὸς δὲ οὐκ ἔστιν, ἀλλ’ οὐσία τοῦ ὕδατος. λέγομεν δὲ πρὸς τούτους ὅτι οὔτε ὅλως ἀπο‐ ρίας ἥψαντο· φανερὰ γάρ ἐστιν ἡ ἐπίλυσις· ἔστι γὰρ τὸ ψυχρὸν οὐσία καὶ συμβεβηκός, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· πρὸς μὲν γὰρ τὸ ὕδωρ οὐσία ἐστίν
5(οὐκ ἔστι γὰρ ἐπινοῆσαι ὕδωρ χωρὶς ψυχροῦ), πρὸς δὲ τὸ σῶμα τοῦ ὕδατος συμβεβηκός ἐστιν. ὁμοίως δὲ καὶ ἡ θερμότης τοῦ πυρὸς πρὸς μὲν τὸ πῦρ οὐσία ἐστίν (ἄνευ γὰρ θερμότητος οὐκ ἔστι τὸ πῦρ), πρὸς δὲ τὸ σῶμα τοῦ πυρὸς συμβεβηκός ἐστιν. ἄλλως τε οὐ συμπεριέλαβε τὰ τοιαῦτα ὁ ὁρισμός· ἐν γὰρ τῷ λέγειν χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς δηλοῖ
10ὅτι φθείρεται τούτων τὸ ὑποκείμενον· ἐξ οὗ γὰρ ἔχει φθορὰν ὅλως τὸ ὑπο‐ κείμενον, πάντως φθείρεται, κἂν μή, ὅτε ἀπογίνεται τὸ συμβεβηκός. εἰ οὖν ταῦτα οὕτως ἔχει, τὸ δὲ ὑποκείμενον τοῦ πυρὸς καὶ τοῦ ὕδατος ἄφθαρτον ὑπάρχει (ἄποιον γὰρ αὐτῶν ἐστι τὸ σῶμα, καὶ τὰ ἄποια οὐ φθείρεται), σαφὲς ὅτι οὐ συμπεριέλαβεν ὁ ὁρισμὸς τὰ τοιαῦτα· λέγει γὰρ τὸ ὑποκεί‐
15μενον φθειρόμενον, τούτων δὲ ἄφθαρτόν ἐστι τὸ ὑποκείμενον. Τῶν τοιούτων ὑπονοιῶν τὸν ὁρισμὸν ἐλευθερώσαντες φέρε καὶ ἐπὶ ἑτέραν ἀπορίαν χωρήσωμεν· λέγουσι γάρ τινες· εἰ οὐδέποτέ τι τῶν ὄντων τῆς ἑαυτοῦ ἀπωλείας ἐφίεται (κἂν γὰρ εἴπῃς τὰ ἄλογα ἑαυτὰ ἀπόλλυσιν ἀπὸ κρη‐ μνοῦ πηδῶντα ἢ εἰς ὕδωρ ῥιπτούμενα, οὐ τῆς ἀπωλείας ἐφιέμενα τὰ τοιαῦτα
20ποιοῦσιν, ἀλλ’ ἢ διὰ διωγμὸν ἑτέρων ἀλόγων ἡ διὰ θυμόν· κατὰ συμβεβηκὸς γὰρ ἑαυτὰ ἀπόλλυσι), πῶς τὰ συμβεβηκότα ἑαυτὰ ἐφίεται ἀπολλύειν; ὅτι δὲ ἑαυτὰ ἀπολλύει, σαφὲς ἐντεῦθεν· εἰ ἐν ὑποκειμένῳ ἐστὶ τὰ συμβεβηκότα, ἀπόλλυσι δὲ τὸ ὑποκείμενον, ὁμολογουμένως καὶ ἑαυτὰ ἀπολλύει. πῶς δὲ ἀπόλλυται τὸ ὑποκείμενον, λέξομεν· ὁ ἑκτικὸς πυρετὸς ἀπόλλυσι τὸ ὑπο‐
25κείμενον· ἀμήχανον γὰρ αὐτὸν ἀπογενέσθαι χωρὶς τῆς φθορᾶς τοῦ ὑποκει‐ μένου· εἰ οὖν τὸ ὑποκείμενον αὐτῷ ἀπολλύει, ἑαυτὸν ἀπολλύει. ἔστι δὲ εἰπεῖν πρὸς τούτους· ὅτι οὐδὲν τῶν συμβεβηκότων ἑαυτὸ ἥδεται φθεῖραι, ἀλλὰ μὴν οὐδὲ τὸ ὑποκείμενον φθεῖραι (κατὰ συμβεβηκὸς γὰρ αὐτὸ ἀπολ‐ λύει, οὐχ ἑκόντως), καὶ σαφὲς ἔνθεν, ὅτι ὁ ἑκτικὸς πυρετὸς ἀμετρία ἐστίν,
30ἡ δὲ ὑγιὴς κρᾶσις συμμετρία· ταῦτα δὲ ἐναντία εἰσίν. ἡ οὖν ἀμετρία σπεύδει τὴν συμμετρίαν φθεῖραι, φθείρουσα δὲ αὐτὴν κατὰ συμβεβηκὸς φθείρει καὶ τὸ ὑποκείμενον, φθείρουσα δὲ τὸ ὑποκείμενον καὶ ἑαυτὴν φθείρει. οὕτω καὶ ἡ φαλάκρα οὐ τὸ ἴδιον ὑποκείμενον φθείρει, λέγω δὴ τὴν κεφαλήν, ἀλλὰ τὴν ἀντικειμένην αὐτῇ δασύτητα τῶν τριχῶν.
35 Ὁ δεύτερος ὁρισμὸς πάλιν ἀτελῶς ἔχει· φησὶ γὰρ συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, τοῦτο δὲ οὐ συλλαμβάνει τὰ ἀχώριστα συμβεβηκότα· οὔτε γὰρ ἐνδέχεται μὴ ὑπάρ‐
χειν αὐτά· τὸ μέλαν γὰρ τοῦ Αἰθίοπος οὐκ ἐνδέχεται μὴ ὑπάρχειν τῷ206

207

Αἰθίοπι. δεῖ οὖν προσθεῖναι ὅπερ καὶ τῷ πρώτῳ προσεθήκαμεν ‘ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ‘. ὁ τρίτος δὲ σχεδὸν οὔτε ὁρισμός ἐστιν· οὔτε γὰρ οἱ ὁρισμοὶ τὰ μὴ ὄντα τινὶ δηλοῦν βούλονται, ἀλλὰ τὰ ὄντα· ἀμέλει ὁριζόμενοι τὸν ἄνθρωπον οὔ φαμεν ὅτι ἄνθρωπός ἐστιν ὃ οὐ πέτεται οὔτε ὑλακτεῖ οὔτε
5χρεμετίζει, ἀλλὰ τὰ ὄντα αὐτῷ λέγομεν, ζῷον λογικὸν καὶ τὰ τοιαῦτα. ὁ οὖν ὁρισμὸς οὗτος ἃ ἔχει οὐ λέγει, ἀλλ’ ἃ οὐκ ἔχει· συμβεβηκός ἐστιν ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον δύναται εἶναι ** τὸ γὰρ θεῖον διὰ τοῦτο ὁρίσασθαι οὐ δυνάμεθα, ἐπειδὴ τί ἐστιν οὐκ οἴδα‐ μεν. λέγουσι δέ τινες ‘διὰ τί μὴ πάσας τὰς φωνὰς οὕτως ὡρίσατο, ἀλλὰ μόνον
10τὸ συμβεβηκός;‘. πρὸς οὓς ἐροῦμεν ὅτι εἰ ἥμαρτε προσάπαξ ὁ Πορφύριος, οὐκ ἔδει αὐτὸν καὶ πανταχοῦ ἁμαρτῆσαι. ἔπειτα καὶ εἰ οὐκ ἦν τὸ τοιοῦτον ὑφ’ ἁμαρτίαν ἀγόμενον, ἀλλ’ οὖν ὅμως ἐπὶ τῶν ἄλλων φωνῶν οὐκ ἠδύνατο οὕτως ὁρίσασθαι· εἴρηται γὰρ ἡμῖν ὅτι τὰ ἀμφίβολα ἐξ ἀμφιβόλων οὐ πιστούμεθα, ἀλλ’ ἐξ ὁμολογουμένων· πρὸ τοῦ οὖν παραδοῦναι ἡμᾶς τὸ εἶδος καὶ τὰς ὑπο‐
15λοίπους φωνὰς πῶς ἠδυνάμεθα εἰπεῖν ἐπὶ τοῦ γένους ‘γένος ἐστὶν ὃ οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον οὔτε συμβεβηκὸς ὑπάρχει‘; τὸ τοιοῦτον δὲ ποιοῦν‐ τες ἀμφίβολον ἐξ ἀμφιβόλου ἐμέλλομεν πιστοῦσθαι, ὅπερ ἄτοπον. ἐπὶ μόνου δὲ τοῦ ἐσχάτου, φημὶ δὲ τοῦ συμβεβηκότος, τὸ τοιοῦτον ποιῆσαι δυνάμεθα.
19nΔύναται δὲ ἐπινοηθῆναι κόραξ λευκὸς καὶ Αἰθίοψ ἀπο‐
20nβαλὼν τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου.
21 Τοῦτο ἐπιλύει τὸ ἀπορούμενον· πρὸς γὰρ τοὺς λέγοντας μὴ ἀπογίνεσθαι τὰ ἀχώριστα χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς φησιν ὅτι δυνατὸν ἐπινοίᾳ. Ἰστέον δὲ ὡς οὐδεὶς τῶν ὁρισμῶν ὑγιῶς ἔχει· σκόπει γὰρ τὸν πρῶτον τί λέγει· συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς
25τοῦ ὑποκειμένου φθορᾶς ἢ ἐνεργείᾳ ἢ ἐπινοί. ὧδε σύν‐ δεσμος ἢ συμπλεκτικὸς νοεῖται ἢ διαζευκτικός· καὶ εἰ μὲν συμπλεκτικός, ἵν’ ᾖ οὕτως ‘καὶ ἐνεργείᾳ καὶ ἐπινοίᾳ‘, ψεύδεται ὁ ὁρισμὸς οὗτος ἐπὶ τῶν ἀχωρίστων συμβεβηκότων (οὔτε γὰρ τὰ ἀχώριστα γίνεται καὶ ἀπογίνεται ἐνεργείᾳ καὶ ἐπινοίᾳ χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὰ μέντοι χωριστὰ
30τοιαῦτά ἐστιν), εἰ δὲ διαζευκτικός, οὐχ εὑρίσκεται τὸ τοιοῦτον ὁρισμὸς ἀλλὰ διαίρεσις· ὁρισμοῦ γὰρ ἔργον ὑπάρχει τὸ συνάγειν τὰ πολλὰ εἰς ἕν τι, διαιρέσεως δὲ τὸ ἐξ ἑνὸς πολλὰ ποιεῖν. τοιοῦτον δὲ καὶ τὸ προκείμενον· φησὶ γὰρ ἢ ἐνεργείᾳ ἢ ἐπινοί, ὅλαι δὲ αἱ φωναὶ τῶν ὁρισμῶν ἐπὶ ἑνὸς θέλουσι λέγεσθαι, καὶ οὐκ ἐπὶ διαφόρων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ
35δευτέρου· ἔχει γὰρ τὸ ἐνεργείᾳ ἢ ἐπινοίᾳ. περὶ δὲ τοῦ τρίτου ὡς κακῶς
ἔχει ἐν τῇ θεωρίᾳ ἡμῖν δέδεικται.207

208

(1t)

Περὶ κοινωνιῶν καὶ διαφορῶν τῶν πέντε φωνῶν.
2 Κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν μετὰ τὸ λόγῳ δημιουργῆσαι τὰς πέντε φωνὰς φέρε τὰς κοινωνίας αὐτῶν καὶ τὰς διαφορὰς παραθησόμεθα. καὶ ἔδει μὲν ὅσον γε πρὸς τὸ ἐντελῶς μαθεῖν ἡμᾶς τὰς πέντε φωνὰς τέλος
5λαβεῖν τὸ σύγγραμμα (ὁ γὰρ εἰδὼς τὰς πέντε φωνὰς καὶ τὰς τούτων ὑπο‐ γραφὰς αὐτόθεν οἶδε καὶ τὰς τούτων κοινωνίας καὶ διαφοράς), ἀλλ’ ἐπειδὴ πρὸς εἰσαγομένους ἐποιεῖτο τὸν λόγον, ἀναγκαῖον ἡγήσατο καὶ ταύτας παρα‐ δοῦναι. ἰστέον δ’ ὅτι τὰ πράγματα οὔτε πάντῃ κοινωνοῦσιν ἀλλήλοις οὔτε πάντῃ διαφέρουσιν, ἀλλὰ κατά τινα μὲν κοινωνοῦσι κατά τινα δὲ διαφέρουσι.
10καὶ κοινωνοῦσι μὲν καθὸ ἐκ μιᾶς ἀρχῆς ἤρτηνται, διαφέρουσι δὲ κατὰ τὴν ὕλην. δισσῶν δὲ οὐσῶν τῶν κοινωνιῶν καὶ τῶν διαφορῶν, καθολικῶν τε καὶ μερικῶν, τὴν πρώτην τάξιν εἰλήφασιν αἱ καθολικαί. ἀλλὰ τῆς δια‐ φορᾶς ἀξία ἡ κοινωνία προτάττεσθαι· ἔοικε γὰρ τῇ ἀπορίᾳ· ἐν γὰρ τῷ δεικνύειν ὅτι πᾶσαι κοινωνοῦσι κατὰ ἕν τι συνάφειαν αὐτῶν καὶ ἕνωσιν
15ποιεῖται, τὸ δὲ ἕν τι εἰπεῖν τὰς πέντε φωνὰς ἀπορίας ἐστὶν ἔργον· ἀπορήσει γάρ τις διὰ τί αἱ πέντε φωναὶ ἕν τί εἰσιν. ἔοικε δὲ τῇ λύσει ἡ διαφορά· δείκνυσι γὰρ ὅτι ἕν τι οὔκ εἰσιν καὶ ἐν τῷ δεικνύειν ὅτι ἕν τι οὔκ εἰσι τὴν ἀπορίαν λύει. εἰ προηγεῖται οὖν ἡ ἀπορία τῆς λύσεως, προηγήσεται ἄρα ἡ κοινωνία τῆς διαφορᾶς.
20 Φησὶν οὖν ὁ Πορφύριος ὅτι καθολικὴ κοινωνία αὐτῶν ὑπάρχει τὸ κατὰ πλειόνων πάσας τὰς φωνὰς κατηγορεῖσθαι· κοινωνοῦσι γὰρ κατὰ τοῦτο, καθὸ πᾶσαι κατὰ πλειόνων κατηγοροῦνται. διαφέρουσι δὲ καθὸ οὐ πᾶσαι τοῦ αὐτοῦ ὑποκειμένου κατηγοροῦνται· αἱ μὲν γὰρ τῶν εἰδῶν κατηγοροῦνται ὡς τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκός, αἱ δὲ τῶν κατὰ μέρος
25ὥσπερ τὸ ἴδιον καὶ τὸ εἶδος. καὶ αὐτὸς μὲν ὁ Πορφύριος μίαν κοινωνίαν καὶ μίαν διαφορὰν παρέθετο, ἡμεῖς δὲ ἑκάστῳ σκέλει προσθήκην ποιησό‐ μεθα· φέρε γὰρ καὶ ἑτέρας καθολικὰς κοινωνίας καὶ διαφορὰς παραδώσομεν καὶ πρῶτόν γε τὰς κοινωνίας. καθολικῶς πάλιν κοινωνοῦσιν, ὅτι πᾶσαι ὁμώνυμοί εἰσι. τρίτην κοινωνίαν πάλιν αὐτῶν ὁρῶμεν, ὅτι πᾶσαι ἐν μιᾷ
30καὶ ἑκάστῃ κατηγορίᾳ θεωροῦνται· εἰ γὰρ γένη εἰσὶν αἱ κατηγορίαι, πάντως καὶ τὰς ἄλλας φωνὰς συνεισφέρουσιν· ὅπου γὰρ γένος, ἐκεῖ καὶ αἱ ὑπόλοιποι φωναί. τετάρτην ἔτι ὁρῶμεν κοινωνίαν τὸ εἶναι πάσας ὅρους καὶ πέρατα τῶν κατὰ φιλοσοφίαν φωνῶν· πᾶσαι γὰρ αἱ κατὰ φιλοσοφίαν
φωναὶ εἰς αὐτὰς περατοῦνται καὶ ἐκτὸς αὐτῶν οὐκ ἔστιν ἑτέρα. πέμπτη208

209

αὐτῶν κοινωνία ὁρᾶται τὸ συνεισάγειν καὶ συναναιρεῖν ἀλλήλας· ὅπου γάρ ἐστι μία φωνὴ τούτων, ἐκεῖ εἰσι καὶ αἱ λοιπαί, ὅπου δὲ μία ἐκλείπει, ἐκεῖ καὶ πᾶσαι ἐκλείπουσιν. εἰρηκότες τὰς κοινωνίας χωρήσωμεν καὶ ἐπὶ τὰς διαφοράς. δευτέρα διαφορὰ ὑπάρχει αὐτῶν ὁ τρόπος τῆς κατηγορίας·
5αἱ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγοροῦνται ὥσπερ τὸ γένος καὶ τὸ εἶδος, αἱ δὲ ἐν τῷ ὁποῖόν τί ἐστιν ὥσπερ ἡ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. τρίτη διαφορὰ αὐτῶν ἐστιν οἱ διάφοροι ὁρισμοί· ὧν γὰρ διάφοροι οἱ ὁρισμοί, τούτων διάφοροι καὶ αἱ οὐσίαι. τετάρτη δὲ διαφορὰ πάλιν ἐστὶ τὸ ἐκ διαιρέ‐ σεως αὐτὰς εἶναι· τὰ γὰρ ἐκ διαιρέσεως ὑπάρχοντα διάφορά ἐστιν· εἰς τὸ αὐτὸ
10γὰρ οὐ διαιρεῖταί τι. πέμπτη διαφορά ἐστι τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας κατὰ τὸ αὐτό· τὸ γὰρ γένος οὐ σημαίνει καὶ εἶδος κατὰ τὸ αὐτό. τὰ μὴ δυνάμενα οὖν εἰς ἄλληλα λαμβάνεσθαι διάφορά ἐστιν ὁμολογουμένως.
13nΚοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι.
14Ἐκ τῆς κοινωνίας καὶ τὴν διαφορὰν λεληθότως παραδίδωσιν ὁ Πορ‐
15φύριος· φησὶ γὰρ ὅτι κατηγοροῦνται κατὰ πλειόνων, ἀλλ’ οὐχ ὁμοίως· τὸ μὲν γὰρ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκὸς εἰδῶν καὶ ἀτόμων κατη‐ γοροῦνται, τὸ δὲ ἴδιον καὶ εἶδος ἀτόμων. κακῶς οὖν τινες λέγουσιν ὅτι εἰς τρία τμήματα διαιρεῖται τὸ βιβλίον, ἐν μὲν τῷ πρώτῳ τὰς οὐσίας αὐτῶν διδάσκον, ἐν δὲ τῷ δευτέρῳ τὰς κοινωνίας, ἐν δὲ τῷ τρίτῳ τὰς διαφοράς·
20ψεύδονται γάρ· ἅμα γὰρ τὰς κοινωνίας καὶ τὰς διαφορὰς παραδίδωσι.
21nΤὸ δὲ ἄλογον.
22 Τοῦτ’ ἔστιν ἡ διαφορά. καταχρηστικῶς ἄλογον αὐτὴν ἐκάλεσεν, ἔδει γὰρ ἀλογότητα 〈εἰπεῖν〉.
24nἈλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ
25nλόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα.
26 Φησὶν ὅτι ἐν τοῖς ἀτόμοις πρῶτον θεωρεῖται τὸ συμβεβηκός, εἶθ’ ὕστερον ἐν τοῖς εἴδεσι· πρῶτον γὰρ τὸ λευκὸν καὶ θερμὸν ὁρᾶται ἐν τῷ Σωκράτει, καὶ ἐκ τούτου τὸν ἄνθρωπον λέγομεν λευκὸν ἢ θερμόν. Ἴσως δὲ ἀπορήσει τις λέγων ὅτι τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας
30κοινωνία ὑπάρχει· ἰδοὺ γὰρ λέγω κατὰ τοῦτο κοινωνοῦσι, καθὸ εἰς ἀλλήλας οὐ λαμβάνονται. οὐκ ἔστι δὲ τὸ τοιοῦτον ἄπορον· ἐφ’ ὅλων γὰρ τῶν ὁμο‐ λογουμένων διαφορῶν ταὐτὸν δύναταί τις λέγειν· ἰδοὺ γὰρ λέγω καθὸ δια‐ φέρουσι πᾶσαι ἀλλήλων, κατὰ τοῦτο κοινωνοῦσιν. οὐκ ἔστι δὲ τὸ τοιοῦτον
κοινωνία ἀλλὰ διαφορά τις.209

210

Εἰρηκὼς ὁ Πορφύριος περὶ τῶν καθολικῶν κοινωνιῶν καὶ διαφορῶν χωρεῖ καὶ ἐπὶ τὰς μερικάς. καὶ πρῶτόν γε τὴν κοινωνίαν καὶ τὴν διαφορὰν τοῦ γένους πρὸς τὴν διαφορὰν λέγει. σκόπει δέ, ὅτε μὲν περὶ τῶν καθο‐ λικῶν ποιεῖται τὸν λόγον, τὴν διαφορὰν μετὰ τὸ γένος τάττει, ὅτε δὲ περὶ
5οὐσίας θέλει διδάξαι, τότε τὸ εἶδος δεύτερον τοῦ γένους τάττει· τὰ γὰρ πρός τι ἅμα θέλει διδάσκεσθαι. φησὶν οὖν ὅτι κοινωνεῖ τὸ γένος καὶ ἡ διαφορά, καθὸ ἄμφω εἰδῶν κατηγοροῦνται. ἔτι δὲ κοινωνοῦσιν ὅτι τὰ κατηγορούμενα τοῦ γένους ὡς γένους ταῦτα κατηγοροῦνται καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν, καὶ τὰ κατηγορούμενα τῆς διαφορᾶς ὡς διαφορᾶς ταῦτα κατη‐
10γορεῖται καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν. καλῶς λέγει ὡς γένους· τοῦτο γὰρ λέγει ‘ἅτιν’ ἂν κατηγορῆται τοῦ γένους οὐσιωδῶς, ταῦτα καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται‘· οἷον ἡ οὐσία τοῦ ζῴου οὐσιωδῶς κατηγορεῖται· τοῦτο δὲ καὶ τοῦ ἀνθρώπου κατηγορεῖται. τὸ ἔμψυχον πάλιν καὶ τὸ αἰσθητικὸν τοῦ ζῴου κατηγορεῖται· τοῦτο δὲ καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου κατηγορεῖται·
15εἰ μὴ γὰρ ταῦτα ἐπὶ τοῦ γένους λάβωμεν ἀλλὰ τὰ συμβεβηκότα αὐτῷ, τὸ εἶναι αὐτὸ δισύλλαβον, τὸ καλεῖσθαι αὐτὸ γένος, τὸ καθολικῶς αὐτὸ λαμβά‐ νεσθαι, οὐ συστήσεται ὁ λόγος· ταῦτα γὰρ τῇ οὐσία ἐμψύχῳ αἰσθητικῇ ἐπισυμβέβηκε, τὸ καλεῖσθαι αὐτὴν γένος, τὸ δισύλλαβον εἶναι, οἷον τὸ ζῷον, τὸ καθολικῶς λαμβάνεσθαι· ταῦτα δὲ τοῦ ἀνθρώπου οὐ κατηγορηθήσεται,
20ἐπειδὴ οὐσιωδῶς τοῦ γένους, τοῦτ’ ἔστι τῆς οὐσίας ἐμψύχου αἰσθητικῆς, οὐ κατηγορεῖται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς διαφορᾶς· τὸ γὰρ οὐσιωδῶς αὐτῆς κατηγορούμενον τοῦτο καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν κατηγορηθήσεται· ** οὐσίαν γὰρ ἔχει τὸ λόγῳ χρῆσθαι, φημὶ δὲ τῷ ἐνδιαθέτῳ· τοῦτο δὲ καὶ τοῦ ἀνθρώπου καὶ τῶν ἀτόμων κατηγορεῖται. ἐὰν οὖν εἴπῃς τὸ συμβεβηκὸς
25αὐτῆς τὸ τετρασύλλαβον, τοῦτο οὐ κατηγορεῖται τοῦ ἀνθρώπου, ἐπειδὴ οὐσία αὐτῆς οὐκ ἔστι τοῦτο. κοινωνοῦσι πάλιν ὅτι ὥσπερ ἀναιρουμένου τοῦ γένους ἀναιρεῖται καὶ τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτως ἀναιρουμένης τῆς δια‐ φορᾶς ἀναιρεῖται καὶ τὰ ὑπ’ αὐτὴν εἴδη. Εἰρηκὼς τὰς κοινωνίας χωρεῖ καὶ ἐπὶ τὰς διαφοράς. φησὶ δὲ ὅτι
30διαφέρει τὸ γένος τῆς διαφορᾶς, ὅτι τὸ μὲν γένος φύσει πρῶτόν ἐστι τῆς διαφορᾶς. ὅτι δὲ φύσει πρῶτόν ἐστι, σαφὲς ἐκ τῶν παρακολουθούντων τοῖς φύσει πρώτοις· συναναιρεῖ καὶ οὐ συναναιρεῖται· ζῴου γὰρ ὄντος ἔστιν ἄλογον καὶ λογικόν, ζῴου δὲ μὴ ὄντος οὐκ εἰσὶ τὰ τοιαῦτα· λογικοῦ δὲ καὶ ἀλόγου μὴ ὄντων ἔσται γένος· δύναται γὰρ εἶναι τὸ ζῷον, οὐσία ἔμψυχος
35αἰσθητική, τῶν τοιούτων μὴ ὄντων. ἔτι συνεισφέρεται καὶ οὐ συνεισφέρει· εἴ τι μὲν γὰρ λογικόν, τοῦτο καὶ ζῷον, εἴ τι δὲ ζῷον, οὐ τοῦτο καὶ λογικόν. ἔτι διαφέρει ὅτι τὸ μὲν γένος πλειόνων εἰδῶν κατηγορεῖται, ἡ δὲ διαφορὰ
οὐ πολλῶν ἴσον τοῦ γένους. ὥστε οὖν καθολικώτερόν ἐστι τὸ γένος τῆς210

211

διαφορᾶς. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος δυνάμει περιέχει τὴν διαφοράν, ἡ δὲ διαφορὰ οὐ δυνάμει περιέχει τὸ γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν. ἔτι διαφέρει τὸ γένος τῆς διαφορᾶς, ὅτι ἐν ἑκάστῳ εἴδει πάντως ἓν γένος
5θεωρεῖται, ἐν ἑκάστῳ δὲ εἴδει οὐ πάντως μία διαφορὰ ἀλλὰ πλείους· ἰδοὺ γὰρ ἐν τῷ ἀνθρώπῳ ἓν μὲν τὸ ζῷον θεωρεῖται, πολλαὶ δὲ αἱ διαφοραί, λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἐπειδὴ δὲ εἰρήκαμεν τὰς τοῦ φιλοσόφου κοινωνίας καὶ διαφοράς, φέρε καὶ ἡμεῖς προσευπορεύσωμεν ἑτέρας κοινωνίας καὶ διαφοράς. κοινωνοῦσιν
10οὖν αἱ διαφοραὶ καὶ τὰ γένη, ὅτι ὥσπερ τὰ γένη συμβάλλεται τοῖς ὁρισμοῖς, οὕτω καὶ αἱ διαφοραί. ἔτι κοινωνοῦσιν ὅτι τὰ δύο ἁπλᾶ ἐστι. κοινωνοῦσι δὲ πάλιν ὅτι μέρη συνθέτων εἰσὶν ἁπλᾶ ὄντα· ὁ γὰρ ἄνθρωπος σύνθετος· μέρη δὲ τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ λογικόν. διαφέρουσι δὲ ὅτι δύνα‐ ται τὸ γένος προκόψαι, ὅπου οὐ δύναται ἡ διαφορά· οἷον τὰ γενικώτατα
15ὑπερβεβηκὸς γένος οὐκ ἔχει, αἱ δὲ διαφοραὶ ὅπου δἂν προκόψωσι πάντως ἔχουσι πρὸ αὐτῶν γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος μεταδίδωσιν ὀνόματος καὶ πράγματος, αἱ δὲ διαφοραὶ μόνου πράγματος.
18nΟὐ μόνον τοῦ λογικοῦ ἀλλὰ καὶ τῶν ὑπὸ τὸ λογικὸν
19nεἰδῶν κατηγορεῖται τὸ χρῆσθαι λόγ.
20 Οὐ τῷ προφορικῷ φησιν, ἐπεὶ οὐκ ἔσται ὁ ἄγγελος λογικὸς μὴ προ‐ φέρων λόγον (προφορικοὶ δὲ οὔκ εἰσιν οἱ ἄγγελοι διὰ τὸ μὴ δεῖσθαι), τὸν ἐνδιάθετον οὖν λόγον λέγει.
23nἼδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι.
24Ἰστέον ὡς ἀδολεσχίας τρόπον ὑπέστη ὁ Πορφύριος· λέγει γὰρ ὅτι
25διαφέρουσι καθὸ τὸ μὲν γένος καθολικόν ἐστιν, ἡ δὲ διαφορὰ οὐ τὸ ἴσον καθολική ἐστιν. ἐπιφέρει δὲ πάλιν ἑτέραν διαφορὰν λέγων ὅτι διαφέρει τὸ γένος τῆς διαφορᾶς, καθὸ φύσει πρῶτον ὑπάρχει. ἀδολεσχεῖ δὲ οὕτω τάξας τὰς διαφοράς· ἤδη γὰρ συμπεριέλαβε τὸ φύσει πρῶτον ἐν τῷ λέγειν καθο‐ λικώτερον εἶναι τὸ γένος τῆς διαφορᾶς· τὰ γὰρ καθολικὰ πάντα φύσει
30πρῶτά εἰσιν. ἔδει δὲ μᾶλλον τὸ φύσει πρῶτον τάξαι πρὸ τοῦ καθόλου· εἴ τι μὲν γὰρ καθολικόν, τοῦτο καὶ φύσει πρῶτον ὑπάρχει, οὐκ εἴ τι δὲ φύσει πρῶτον, τοῦτο καὶ καθολικόν· ἰδοὺ γὰρ ἡ μονὰς τῶν δύο φύσει πρώτη ἐστίν, οὐ καθολικωτέρα δὲ τῶν δύο καὶ τῶν τριῶν. ὅτι δὲ φύσει πρώτη ἐστί, σαφὲς ἐκ τοῦ δέχεσθαι τοὺς κανόνας τῶν φύσει πρώτων· συναν‐
35αιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται (μονάδος γὰρ μὴ οὔσης οὐκ ἔσται δύο,
δύο δὲ μὴ ὄντων ἡ μονὰς ἔσται), συνεισφέρεται καὶ οὐ συνεισφέρει· ὅπου211

212

γὰρ δύο, πάντως ἔστιν ἐκεῖ καὶ μονάς, οὐχ ὅπου δὲ μονάς, ἐκεῖ καὶ δυὰς ὑπάρχει.
3nἼδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι ἤπερ
4nἡ διαφορὰ καὶ τὸ εἶδος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός.
5 Ἐκ περιουσίας θέλει εἰπεῖν πῶς διαφέρει τῶν ἄλλων φωνῶν· οὐ προέκειτο γὰρ αὐτῷ εἰπεῖν, εἰ μὴ τὴν διαφορὰν αὐτοῦ καὶ τῆς διαφορᾶς.
7nΤὸ μὲν γὰρ ζῷον ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ ὀρνέου
8nκαὶ ὄφεως, τὸ δὲ τετράπουν ἐπὶ μόνων τῶν τέσσαρας πόδας
9nἐχόντων.
10Τὸ δὲ τετράπουν ἀντὶ τοῦ ἡ διαφορά.
11nΚαὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων ἤπερ τὸ γένος.
12 Τινὲς ἀποροῦσι λέγοντες ὅτι πλειόνων κατηγορεῖται τὸ συμβεβηκὸς τοῦ γένους, καὶ τοσοῦτον ὅτι γενῶν κατηγορεῖται· πῶς οὖν ἄλλως λέγει ὁ Πορ‐ φύριος; καλῶς δὲ ἀποροῦσι, δεῖ οὖν προσθεῖναι ὅτι τὸ γένος πλειόνων
15κατηγορεῖται τοῦ συμβεβηκότος τοῦ θεωρουμένου δὲ ἐν αὐτῷ· τὸ γὰρ ζῷον ὅλων τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται, τὸ φαλακρὸν δὲ οὐ κατηγορεῖται ὅλων τῶν ὑπὸ τὸ ζῷον εἰδῶν.
18nΔεῖ δὲ διαφορὰς λαμβάνειν, αἷς τέμνεται τὸ γένος.
19Φησὶν ὅτι πλειόνων κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς, διαφορᾶς δὲ
20λέγω τῆς διαιρετικῆς· αἱ γὰρ συμπληρωτικαὶ διαφοραὶ τοῦ ζῴου πλειόνων κατηγοροῦνται τοῦ ζῴου, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν.
22nΚαὶ τὰ μὲν γένη πρότερα τῶν ὑπ’ αὐτὰ διαφορῶν.
23Εἴπομεν ὅτι ὀφείλει προτάξαι τοῦτο πρῶτον.
24nἜτι τὸ γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος, οἷον ἀνθρώπου
25nτὸ ζῷον.
26 Τινὲς ἀποροῦσι λέγοντες ὅτι καὶ πολλὰ γένη καθ’ ἕκαστον εἶδος θεω‐ ρεῖται· ἰδοὺ γὰρ ἐπὶ τοῦ ἀνθρώπου θεωρεῖται τὸ οὐσία τὸ ἔμψυχον καὶ τὸ ζῷον, ταῦτα δὲ γένη εἰσί· πῶς οὖν φησιν ἓν γένος εἶναι ἐν ἑκάστῳ εἴδει; καλῶς δὲ οἱ ἐξηγηταὶ πρὸς τούτους ἀπαντῶντές φασιν ὅτι ἕν ἐστι
30τὸ γένος· μόνον γὰρ τὸ οὐσία ὑπάρχει γένος, τὰ δὲ λοιπὰ συστατικαὶ δια‐212

213

φοραί εἰσιν ἀτομοῦσαι τὴν οὐσίαν μέχρι τοῦ ζῴου. τὸ αὐτὸ οὖν ἐστιν οὐσία ἔμψυχος αἰσθητικὴ καὶ τὸ ζῷον·
3nΤὸ μὲν γένος ἔοικεν ὕλ, μορφῇ δὲ ἡ διαφορ.
4Τοῦτο κατασκευαστικόν ἐστι τοῦ λέγοντος ἐν τῷ τί ἐστι κατηγορεῖσθαι
5τὸ γένος, τὴν δὲ διαφορὰν ἐν τῷ ὁποῖόν τί ἐστι· φησὶ γὰρ ὅτι τῇ μορφῇ ἔοικεν ἡ διαφορά, ἡ μορφὴ δὲ ποῖόν τί ἐστιν, ὡς εἴρηται Ἀριστοτέλει ἐν Κατηγορίαις· ἡ διαφορὰ δὲ ἐοικυῖα τῇ μορφῇ ἐν τῷ ὁποῖόν τί ἐστι κατη‐ γορηθήσεται. εἴρηται δὲ καὶ περὶ τούτου ἐν τοῖς προλαβοῦσιν. Τὴν διδασκαλίαν τῆς διαφορᾶς τὸ εἶδος διεδέξατο, ἤδη καὶ περὶ τῆς
10τάξεως μετ’ αὐτῆς διαμφισβητῆσαν. παρατίθησιν οὖν ὁ Πορφύριος τοῦ γένους καὶ τοῦ εἴδους τρεῖς κοινωνίας καὶ τέσσαρας διαφοράς. ἐπειδὴ δὲ δεῖται προσδιορισμοῦ ἡ μία τῶν διαφορῶν, φέρε πρὸ τῆς τῶν κοινωνιῶν καὶ διαφορῶν διδασκαλίας ὀλίγα περὶ αὐτῆς καταβάλωμεν. φησὶν ὅτι δια‐ φέρει τὸ γένος τοῦ εἴδους ὅτι φύσει προτερεύει τὸ γένος τοῦ εἴδους. τούτου
15οὕτως ἔχοντος ἐάν ἐστι τὸ γένος καὶ εἶδος, μὴ λάβῃς κατὰ τὸ αὐτὸ γένος καὶ εἶδος, ἐπεὶ ἔσται τὸ ἓν ἑαυτοῦ προτερεῦον, ἀλλὰ τὸ ἔμψυχον λάβε γένος καὶ τὸ ζῷον εἶδος· καὶ οὕτως εὑρίσκεται ὁ λόγος καλῶς ἔχων. δεύτερος προσδιορισμός· μὴ λάβῃς μοι τὸ γένος κατ’ ἄλλο μὲν εἶδος καὶ πάλιν τὸ εἶδος κατ’ ἄλλο γένος, ἀλλ’ ὡσαύτως μένοι ὁ λόγος, ἐπεὶ ἐὰν λάβῃς τὸ
20ἔμψυχον ὡς εἶδος τὸ δὲ ζῷον ὡς γένος, εὑρίσκεται τὸ εἶδος φύσει προτε‐ ρεῦον τοῦ γένους. διὰ τοῦτο οὖν εἴπομεν, ἵν’ ὡσαύτως μείνῃ τὸ γένος καὶ τὸ εἶδος. τρίτος προσδιορισμός· προτερεύει τὸ γένος τοῦ εἴδους οὐ κατὰ τὰς γενικὰς καὶ εἰδικὰς διαφοράς (τοῦτο δέ φημι, οὐχ ὡς γένος τὸ γένος εἴδους προτερεύει· τὰ γὰρ πρός τι ἅμα θέλει εἶναι), ἀλλὰ κατὰ τὸ πρᾶγμα·
25ὥσπερ γὰρ ὁ πατὴρ τοῦ υἱοῦ οὐ προτερεύει ὡς πατήρ (εἰ γὰρ πατήρ, ἅμα καὶ υἱός), ἀλλ’ ὡς ἄνθρωπος προτερεύει ὁ Σωφρονίσκος τοῦ Σωκράτους, οὕτω καὶ τὸ γένος οὐ προτερεύει τοῦ εἴδους ὡς γένος ἀλλ’ ὡς πρᾶγμα· ἡ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ κατὰ τὸ πρᾶγμα τοῦ ἀνθρώπου προτερεύει· προϋπῆρχε γὰρ τοῦ ἀνθρώπου.
30 Εἰρηκότες τοὺς προσδιορισμοὺς τῆς τοιαύτης διαφορᾶς φέρε ἐπὶ τὰς κοινωνίας χωρήσωμεν, εἶθ’ ὕστερον ἐπὶ τὰς διαφορὰς βαδίσωμεν. κοινωνεῖ τὸ γένος καὶ τὸ εἶδος, καθὸ κατὰ πλειόνων κατηγοροῦνται. ἔτι κοινωνοῦσι καθὸ προτερεύουσιν ὧν κατηγοροῦνται· τὸ γὰρ γένος καὶ τοῦ ἀνθρώπου προτερεύει καὶ τοῦ Σωκράτους, τὸ δὲ εἶδος προτερεύει ὅλων τῶν ὑπ’ αὐτὸ
35ἀτόμων. ἔτι κοινωνοῦσιν ὅτι οἱονεὶ ὅλον εἰσί. διὰ τί δὲ ‘οἱονεὶ ὅλον‘ εἴπομεν, καὶ οὐχ ὅλον; ὅτι τὸ μὲν ὅλον οὐχ ὡς ὅλον εἰς τὰ ἑαυτοῦ μέρη θεωρεῖται, ἐπεὶ ἔσται τῶν μερῶν ἓν καὶ ἕκαστον ὅλον, τὸ δὲ γένος, φημὶ
δὲ τὸ ζῷον, ὅλον ὡς ὅλον θεωρεῖται ἐν τῷ ἁπλῶς ἀνθρώπῳ καὶ Σωκράτει,213

214

αὐτός τε ὁ ἄνθρωπος ἐν τῷ Σωκράτει ὅλος ὡς ὅλος θεωρεῖται, ὅτι ἔχει τὸ ὅλον τὸ διαιρεθὲν εἰς πολλούς. διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος φύσει προτερεύει, τὸ δὲ εἶδος οὐκέτι· πῶς δὲ φύσει προτερεύει εἰρήκαμεν. ἔτι δὲ διαφέρουσιν ὅτι τὸ μὲν γένος ὕλῃ ἔοικε, τὸ δὲ εἶδος μορφωθείσῃ ὕλῃ,
5ὡς ἵνα νοήσῃς μοι τὸν ἀνδριάντα ἐκ χαλκοῦ καὶ μορφῆς συνιστάμενον· τοιοῦτον γὰρ καὶ ὁ ἄνθρωπος· ὥστε οὖν ὁ μὲν ἄνθρωπος σύνθεσις εὑρί‐ σκεται, τὸ δὲ γένος ἁπλοῦν. πιστοῦται δὲ αὕτη ἡ διαφορὰ τὴν πρὸ αὐτῆς· εἰ γὰρ ἔοικε τὸ γένος τῇ ὕλῃ, τὸ δὲ εἶδος τῇ μορφωθείσῃ ὕλῃ, ὁμολογου‐ μένως τὸ γένος τοῦ εἴδους φύσει προτερεύει, ὥσπερ ἡ ἄμορφος ὕλη τῆς
10μορφωθείσης. ἀποδίδωσι δὲ καὶ ἑτέρας δύο διαφοράς, τὴν μὲν μίαν ἐξ ἀντανισώσεως καταφατικῆς, τὴν δὲ ἑτέραν ἐξ ἀντανισώσεως ἀποφατικῆς. ποία δέ ἐστιν ἡ ἐκ καταφατικῆς διαφορά; διαφέρει τὸ γένος τοῦ εἴδους ὅτι πλείονας ἔχει διαφοράς· ἔχει γὰρ τὰς ἀντιδιαιρετικὰς δυνάμει, τὸ λογικὸν καὶ τὸ ἄλογον. τὸ δὲ εἶδος οὐκέτι τὰς ἀντιδιαιρετικὰς ἔχει, ἔχει δὲ πλείονας,
15καθὸ ἐνεργείᾳ αὐτὰς ἔχει. διὰ τοῦτο καὶ ἀνωτέρω ἐλέγομεν τὴν διαφορὰν περιττεύειν τῷ εἴδει τοῦ γένους. καταφατικὴ δὲ εἴρηται διὰ τὸ καὶ τὸ γένος ἔχειν πλείονας καὶ τὸ εἶδος. ἀποφατικὴ δὲ διαφορά ἐστιν ἡ λέγουσα ὅτι οὔτε τὸ γενικώτατον γένος δύναται καὶ εἶδος εἶναι οὔτε τὸ εἰδικώτατον εἶδος δύναται καὶ γένος εἶναι. ἀποφατικὴ δὲ εἴρηται διὰ τὸ ἀπαγορεύειν
20ἑκάτερον. εἰρηκότες δὲ τὰς κοινωνίας καὶ τὰς διαφορὰς τοῦ φιλοσόφου φέρε κατὰ τὸ σύνηθες καὶ ἑτέρας προσευπορήσωμεν. κοινωνεῖ τὸ γένος καὶ τὸ εἶδος, καθὸ δύνανται καὶ γένη καὶ εἴδη εἶναι. ἔτι δὲ κοινωνοῦσι καθὸ συνωνύμως κατηγοροῦνται· τὸ γὰρ γένος καὶ τῷ εἴδει καὶ τῷ ἀτόμῳ μετα‐ δίδωσιν ὀνόματος καὶ πράγματος καὶ τὸ εἶδος ὁμοίως τοῖς ἀτόμοις. ἔτι
25δὲ κοινωνοῦσι καθὸ ἐν τῷ τί ἐστι κατηγοροῦνται. διαφέρουσι δὲ ὅτι τὰ μὲν γένη ὥρισται καὶ τῇ φύσει καὶ τῇ γνώσει, τὰ δὲ εἴδη μόνῃ τῇ φύσει ὥρισται. χωρητέον δὲ ἐπὶ τὴν λέξιν.
28nΕἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος ἀλλ’ οὐχ ὡς γένος.
29Ἰδοὺ πρῶτον προσδιορισμὸν παραδίδωσιν ὁ Πορφύριος· φησὶ γὰρ ὅτι
30ἐὰν δύνηται τὸ γένος εἶναι καὶ εἶδος, μὴ λάβῃς αὐτὸ καὶ εἶδος ἀλλὰ γένος. τοῦτο δὲ λέγει, ἵνα μὴ λάβῃς ἅμα γένος καὶ εἶδος, καὶ ἔσται τὸ αὐτὸ ἑαυ‐ τοῦ προτερεῦον.
33nΔιαφέρει δὲ ὅτι τὸ μὲν γένος περιέχει τὰ εἴδη, τὰ δὲ
34nεἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη· ἐπὶ πλεῖον γὰρ τὸ
35nγένος τοῦ εἴδους·
36Ἐν τῷ λέγειν τὸ γένος περιέχει τὰ εἴδη καὶ καθολικώτερόν214

215

ἐστι (τοῦτο γὰρ σημαίνει τὸ ἐπὶ πλέον), δεικνύει ὅτι καὶ φύσει προτερεύει· τὰ γὰρ καθολικώτερα, ὡς εἴρηται, φύσει προτερεύει.
3nΚαὶ τὰ μὲν γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται,
4nτὰ δὲ εἴδη τῶν γενῶν οὐκέτι.
5Ταὐτόν ἐστι τῇ πρώτῃ διαφορᾷ.
6nἜτι τὰ μὲν γένη πλεονάζει τῇ τῶν ὑπ’ αὐτὰ εἰδῶν
7nπεριοχῇ (τοῦτ’ ἔστι ταῖς ἀντιδιαιρουμέναις διαφοραῖς), τὰ δὲ εἴδη τῶν
8nγενῶν πλεονάζει ταῖς οἰκείαις διαφοραῖς (καθὸ ἐνεργείᾳ ἔχει αὐτά).
9Πάρεσμεν τοῦ γένους καὶ τοῦ ἰδίου τὰς κοινωνίας καὶ τὰς διαφορὰς
10παραδώσοντες. κοινωνεῖ δὲ τὸ γένος καὶ τὸ ἴδιον, καθὸ τὰ δύο συνεισ‐ φέρεται, ὑφ’ ὧν κατηγοροῦνται· ὁ ἄνθρωπος γὰρ εἰσφέρει καὶ τὸ ζῷον, εἰσφέρει δὲ καὶ τὸ γελαστικόν· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον, καὶ εἴ τι ἄνθρωπος, τοῦτο καὶ γελαστικόν. ἔτι κοινωνοῦσιν ὅτι ἐπίσης μετέχονται ὧν κατηγοροῦνται· τὸ γὰρ ζῷόν ἐστιν ἐπίσης ἵππῳ καὶ ἀνθρώπῳ,
15καὶ τὸ γελαστικὸν ὁμοίως ἐπίσης ἐστὶ Πλάτωνι καὶ Ἀλκιβιάδῃ. ἔτι δὲ κοινωνοῦσι καθὸ συνωνύμως κατηγοροῦνται· ὡς γὰρ τὸ ζῷον συνωνύμως κατηγορεῖται τοῦ ἀνθρώπου (μεταδίδωσι γὰρ ὀνόματος καὶ πράγματος), οὕτω καὶ τὸ γελαστικὸν συνωνύμως κατηγορεῖται Πλάτωνος· ὀνόματος γὰρ αὐτῷ μεταδίδωσι, καθὸ δύνασαι καὶ γελαστικὸν λέγειν Πλάτωνα, ἀλλὰ μὴν
20καὶ πράγματος, καθὸ καὶ τοῦ γελᾶν μεταδίδωσι Πλάτωνι. διαφέρουσι δὲ ὅτι τὸ γένος προτερεύει τοῦ ἰδίου· πρῶτον γάρ ἐστι τὸ ζῷον τὸ διαιρού‐ μενον εἰς λογικὸν καὶ ἄλογον, ὕστερον δὲ τὸ ἴδιον τὸ φαινόμενον ἐν ταῖς διαφοραῖς· μεθὸ γὰρ γίνεται τὸ λογικόν, γίνεται τὸ γελαστικόν. ἔτι δια‐ φέρουσιν ὅτι τὸ μὲν γένος πολλῶν εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνὸς
25εἴδους. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος οὐκ ἀντιστρέφει πρὸς τὰ εἴδη, τὸ δὲ ἴδιον ἀντιστρέφει· εἴ τι γὰρ γελαστικόν, τοῦτο καὶ ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος, τοῦτο καὶ γελαστικόν, οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος. χωρήσωμεν δὲ καὶ ἐπὶ τὴν λέξιν.
29nΚαὶ τὸ ἐπίσης τὸ γένος κατηγορεῖσθαι τῶν εἰδῶν καὶ τὸ
30nἴδιον τῶν αὐτοῦ μετεχόντων.
31 Τινὲς ἀμφιβάλλουσι λέγοντες ἄδηλον εἰρηκέναι τὸν Πορφύριον περὶ ποίου ἰδίου ὁ λόγος ὑπάρχει· διττὸν γὰρ τὸ ἴδιον· τὸ μὲν γὰρ πολλῶν
εἰδῶν κατηγορεῖται, τὸ δὲ ἑνὸς εἴδους. καὶ πολλῶν μὲν ὡς τὸ κινητικόν·215

216

τὸ γὰρ κινητικὸν ἴδιόν ἐστι τοῦ ζῴου· ἀμέλει καὶ ἀντιστρέφει· εἴ τι γὰρ ζῷον, τοῦτο καὶ κινητικόν, καὶ εἴ τι κινητικόν, τοῦτο καὶ ζῷον. κατη‐ γορεῖται δὲ τὸ κινητικὸν πολλῶν εἰδῶν· ἔστι γὰρ καὶ ἐν ἀνθρώπῳ καὶ κυνὶ καὶ ἵππῳ καὶ ἄλλοις πολλοῖς εἴδεσιν. ἑνὸς δὲ εἴδους κατηγορεῖται τὸ ἴδιον
5ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. τούτου οὕτως ἔχοντος ἄδηλον ἡμῖν φαίνεται περὶ ποίου ἰδίου λέγει ὁ Πορφύριος· ἐν μὲν γὰρ τῇ κοινωνίᾳ αὐτῶν τὸ πολλῶν εἰδῶν κατηγορούμενον λέγει, ἐν δὲ τῇ διαφορᾷ τὸ πολλῶν εἰδῶν κατηγορούμενον οὐ λέγει, ἀλλ’ ἑνὸς εἴδους. περὶ ποίου δὲ ὁ λόγος αὐτῷ ὑπάρχει, οὐκ οἴδαμεν. ἐπιλύονται δὲ λέγοντες οὕτως, ὅτι ἕκαστον
10ἴδιον συμπεριέλαβε· φησὶ γὰρ ὅτι τὸ γένος πάντως πλειόνων εἰδῶν κατη‐ γορεῖται, τὸ δὲ ἴδιον οὐ πάντως πλειόνων· καὶ ἑνὸς γὰρ κατηγορεῖται. τὸ τοιοῦτον δὲ ληρῶδες ὑπάρχει· ἐκ ταύτης γὰρ τῆς ζητήσεως πολλὰ ἄτοπα ἕψεται· τοῦ γὰρ Πορφυρίου ὁμολογουμένως ὧδε καὶ ἐν ἑτέροις εἰρη‐ κότος μὴ εἶναι τὸ ἴδιον πολλῶν εἰδῶν, ἀλλ’ ἑνὸς καὶ μόνου καὶ ἀεί, περὶ
15οὗ καὶ τὸν λόγον ποιούμεθα, οἱ τοιαύτην ζήτησιν καταβαλλόμενοι ἄτοπα πολλὰ παραδεδώκασι· τὸ κινητικὸν γὰρ οὐσιώδη διαφορὰν δηλοῦν τοῦ ζῴου ἴδιον αὐτοῦ λέγουσιν. ἀτόπως δὲ λέγεται ἴδιον εἶναι πολλῶν εἰδῶν ὑπάρχον. τὸ ἴδιον πάντως ἑνὸς ὑπάρχει. συμβεβηκότι δὲ μᾶλλον τὸ τοιοῦτον ἁρμόζει. πλάνη δὲ γέγονε τῆς λέξεως ὑπόνοιαν παρεχούσης φάσκειν τὸν Πορφύριον
20πολλῶν εἰδῶν τὸ ἴδιον κατηγορεῖσθαι. τὸ δὲ ἀληθὲς οὐ τοῦτο ἐδήλου· τῷ γὰρ λέγειν τοῖς εἴδεσιν οὐ λέγει τὸ ἴδιον εἰδῶν κατηγορεῖσθαι, ἀλλὰ λέγει ὅτι τὸ γένος καὶ τὸ ἴδιον ὑπὸ τῶν εἰδῶν εἰσφέρεται, οὐ μέντοι τὸ ἴδιον λέγει πολλῶν εἰδῶν κατηγορεῖσθαι.
24nΚοινὸν δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι.
25 Τινὲς λέγουσιν ὅτι οὐκ ἔδει λέγειν Πορφύριον συνωνύμως τὸ ἴδιον κατηγορεῖσθαι· πῶς γὰρ συμβεβηκὸς μεταδίδωσιν ὀνόματος καὶ πράγματος; οἱ τοιαῦτα δὲ λέγοντες οὐδέποτε Ἀριστοτέλους ἀκροαταὶ γεγόνασιν, ὃς ἐν ταῖς Κατηγορίαις φανερῶς λέγει καὶ τὰ συμβεβηκότα συνωνύμως κατη‐ γορεῖσθαι.
29nΔιαφέρει δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον.
30 Τινὲς λέγουσιν ὅτι οὐ πάντως προτερεύει τὸ γένος τοῦ ἰδίου· ἰδοὺ γὰρ τὸ ζῷον καὶ τὸ κινητικὸν ἅμα ἐστίν· οὔτε γὰρ προτερεύει τὸ ζῷον τοῦ κινητικοῦ. ἀπολογοῦνται δὲ λέγοντες ὅτι καθὸ ὑποκείμενόν ἐστι τὸ γένος, τὰ δὲ ἴδια ἐν ὑποκειμένῳ (ὑποκείμενον δὲ τὸ γένος, καθὸ ἔοικε τῇ
ὕλῃ, ἐν ὑποκειμένῳ δὲ τὸ ἴδιον, **), διὰ τοῦτο τὸ γένος προτερεύει τοῦ216

217

ἰδίου. ἀνόητα δὲ φθέγγονται οἱ τοιαῦτα ζητοῦντες καὶ ἀπολογούμενοι· ἡ γὰρ ἀπορία προῆλθεν ἐκ τῆς κακῆς αὐτῶν ζητήσεως· ἔφαμεν γὰρ ὡς οὐκ ἔδει λαβεῖν τὸ κινητικὸν ἴδιον, καὶ οὕτως οὔτε δύναταί τις λέγειν τὰ ἴδια μὴ εἶναι ὕστερα τῶν γενῶν οὔτε ψυχρῶς ἐπιλύσεται φάσκων τὸ ἴδιον ἐν
5ὑποκειμένῳ ἐοικέναι. ὅμως δὲ εἰ καὶ καλῶς ἐπελύσαντο, ἀλλ’ οὖν οὐ καλῶς ἡ ἀπορία προῆλθεν. δεῖ οὖν δέχεσθαι μόνον τὸ ἴδιον ἑνὸς εἴδους κατηγορεῖσθαι, καὶ οὕτως ὕστερον τοῦ γένους εὑρίσκεται.
8nΔεῖ γὰρ εἶναι ζῷον, εἶτα διαιρεῖσθαι διαφοραῖς καὶ ἰδίοις.
9Τὸ γὰρ ζῷον προϋπάρχει, ὕστερον δὲ διαιρεῖται τῷ λογικῷ καὶ τῷ
10γελαστικῷ.
11nΚαὶ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται.
12 Ἀντὶ τοῦ ἀντιστρέφει. τὸ δὲ γένος οὔτε πρὸς τὸ εἶδος οὔτε πρὸς τὸ ἴδιον ἀντιστρέφει.
14nἜτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει, οὗ ἐστιν ἴδιον,
15nκαὶ μόνῳ καὶ ἀε, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἂν ᾖ γένος,
16nκαὶ ἀε, οὐ μέντοι καὶ μόν.
17 Αὕτη οὐκ ἔστι διαφορὰ κατ’ ἰδίαν. κατασκευάζει δὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον λέγει ἀντιστρέφειν τὸ ἴδιον. διὰ τί; ἐπειδὴ καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ τῷ εἴδει ὑπάρχει. τὸ δὲ γένος οὐκ ἀντιστρέφει, ἐπειδὴ οὐ
20μόνῳ ὑπάρχει. ἐν τούτῳ δείκνυται ὅτι καὶ καθολικώτερόν ἐστι τὸ γένος.
21nἜτι τὰ μὲν ἴδια ἀναιρούμενα οὐ συναναιρεῖ τὰ γένη,
22nτὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ τὰ εἴδη, ὧν ἐστιν ἴδια·
23 Καλῶς λέγει· ἐὰν γὰρ εἴπω ‘οὐ ζῶον ἔστι‘, δηλῶ ὅτι οὐδὲ γελαστικόν· ἐὰν δὲ εἴπω ‘οὐ γελαστικόν‘, οὐ συναναιρῶ τὸ ζῷον· ἔστι γὰρ ζῷα μὴ
25γελαστικά. ταὐτὸν δέ ἐστι τῇ πρώτῃ διαφορᾷ· ἐξ οὗ γὰρ ἐδείχθη ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ ἰδίου, συναναιρεῖ καὶ οὐ συναναιρεῖται. Ἵνα δὲ κατὰ τὸ ἔθος προσευπορήσωμεν κοινωνίας καὶ διαφοράς, φέρε μίαν κοινωνίαν καὶ μίαν διαφορὰν παραδώσομεν. κοινὸν ἔχουσι τὸ πάντα τὰ ὁμοειδῆ ἑκατέρου μετέχειν· ὁ γὰρ Σωκράτης καὶ Πλάτων ζῴου μετέ‐
30χουσιν, ὁμοίως δὲ καὶ τοῦ γελαστικοῦ. μὴ νόμιζε δὲ τοῦτο ἐοικέναι τῷ λέγοντι ἐπίσης κατηγορεῖσθαι αὐτὰ τῶν ὑπ’ αὐτά· ἐκεῖνο γὰρ τὸ μᾶλλον
καὶ ἧττον δηλοῖ, τοῦτο δὲ οὐχὶ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ μόνον μετέχειν217

218

τὰ ὁμοειδῆ τούτων. διαφορὰν δὲ ἔχουσιν ὅτι τὸ μὲν γένος ὡς γένος ἐν τοῖς ἀτόμοις θεωρεῖται, τὸ δὲ ἴδιον οὐχ ὡς ἴδιον ἀλλ’ ὡς συμβεβηκός· ἀμέλει οὐκ ἀντιστρέφει ἐν τοῖς ἀτόμοις· εἴ τι μὲν γὰρ Σωκράτης ἐστί, τοῦτο καὶ γελαστικόν, οὐκ εἴ τι δὲ γελαστικὸν, τοῦτο καὶ Σωκράτης ἐστίν. εἰ δὲ
5ἦν ἴδιον, ὤφειλεν ἀντιστρέφειν, ὡς ἐδείχθη. Καταλλήλῳ τῇ τάξει χρησάμενοι πάρεσμεν τοῦ γένους καὶ τοῦ συμβε‐ βηκότος τὰς κοινωνίας καὶ τὰς διαφορὰς παραδώσοντες, ἀλλ’ οὐκ ἰσαρίθ‐ μους τὰς κοινωνίας καὶ τὰς διαφοράς· μίαν γὰρ κοινωνίαν παραδίδωσι, τρεῖς δὲ διαφοράς. ἀποροῦσι δέ τινες λέγοντες ‘διὰ τί ἐπὶ μὲν τῶν
10ἄλλων φωνῶν πολλὰς κοινωνίας τοῦ γένους παρέθετο, ἐπὶ δὲ τοῦ συμβεβηκότος μίαν;‘ ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι πάνυ πόρρω διέ‐ στηκε τοῦ συμβεβηκότος τὸ γένος· τὸ μὲν γὰρ γένος ἄκρα οὐσία ἐστί, τὸ δὲ συμβεβηκὸς ἄκρον ἐπουσιῶδες. κατὰ πολλὰ δὲ ἔστι δεῖξαι ταῦτα διεστηκότα, εἰ μὴ ἐκ τῆς θεωρίας αὑτοὺς παρακρούειν ἐμέλλομεν. παρα‐
15δίδωσιν οὖν ὁ Πορφύριος κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ἤδη δὲ καὶ ἐν τοῖς καθολικοῖς κοινωνία τοῦτο ἐδείχθη. ἐπειδὴ δὲ ἐπιστήμονος ἀνδρὸς ὑπάρχει τὸ κοινωνίαν τῶν πόρρω διεστηκότων παραδιδόναι καὶ τῶν πάνυ παραπλησίων διαφορὰν δεικνύναι, ὡς ἐπὶ φάττης καὶ περιστερᾶς, φέρε καὶ κοινὸν ἕτερον γένους καὶ συμβεβηκότος ἀποδείξω‐
20μεν ταῖς ἀπὸ τοῦ φιλοσόφου παραδοθείσαις διαφοραῖς ἀρκούμενοι. ἔτι κοι‐ νωνεῖ τὸ γένος καὶ τὸ συμβεβηκός, καθὸ ἑκάτερον αὐτῶν καὶ εἰδῶν καὶ ἀτόμων κατηγορεῖται. χωρητέον δὲ καὶ ἐπὶ τὰς διαφοράς. διαφέρει δὲ τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος πρὸ τῶν εἰδῶν ἐστι, τὰ δὲ εἴδη πρὸ τοῦ συμβεβηκότος· τὸ γὰρ συμβεβηκὸς πάντως ἔχει τὸ εἶδος προτερεῦον,
25οὗ ἐστι συμβεβηκός. ἔτι διαφέρει τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος ἐπίσης ἐκ τῶν ὑπ’ αὐτὸ εἰδῶν μετέχεται, τὸ δὲ συμβεβηκὸς κατὰ τὸ μᾶλλον καὶ ἧττον μετέχεται. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος πρῶτον εἰδῶν κατηγορεῖται καὶ οὕτως ἀτόμων, τὸ δὲ συμβεβηκὸς πρῶτον ἀτόμων καὶ οὕτως εἰδῶν. ταὐτὸν δέ ἐστι τῷ πρώτῳ· δείκνυται γὰρ καὶ ὧδε φύσει
30προτερεῦον τὸ γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατη‐ γορεῖται, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ὁποῖόν τί ἐστιν. Ἔχομεν ἐντεῦθεν τὰς τοῦ γένους κοινωνίας καὶ διαφορὰς πρὸς τὰς ἄλλας φωνάς· βουλόμενος δὲ διαφορὰς τῶν ἄλλων πρὸς ἀλλήλας δεῖξαι, φησὶν ὅτι μία καὶ ἑκάστη ἔχει πρὸς τὰς ἄλλας τέσσαρας διαφοράς· εἰσὶ
35δὲ πέντε φωναί· φθάνει οὖν εἶναι τὰς διαφορὰς εἴκοσι· τετράκις γὰρ πέντε εἴκοσι. τῷ οὖν νουνεχῶς σκοποῦντι καὶ βουλομένῳ φυγεῖν ἀδολεσχίαν δέκα εὑρίσκονται· φέρε γὰρ οὕτως εἴπωμεν· τὸ γένος διαφέρει τῶν τεσσάρων φωνῶν· εὑρίσκονται οὖν τέσσαρες διαφοραί. πάλιν λέγομεν, ἡ διαφορὰ δια‐
φέρει τῶν τριῶν, εἴδους ἰδίου συμβεβηκότος. μηκέτι δὲ λέγε καὶ γένους·218

219

ἤδη γὰρ τοῦτο ἐδείχθη. ἔτι διαφέρει τὸ εἶδος τῶν δύο, ἰδίου καὶ συμβε‐ βηκότος. καὶ μηκέτι λέγε διαφορᾶς καὶ γένους· ἤδη γὰρ τοῦτο ἐδείχθη. ἔτι διαφέρει τὸ ἴδιον ἑνὸς τοῦ συμβεβηκότος. ὥστε οὖν δέκα εἰσὶ μὴ ἀναδιπλασιαζόμεναι· τέσσαρες τρεῖς δύο μία.
5nἈλλ’ οὖν πρότερόν ἐστι τὸ ᾧ συμβέβηκε τοῦ συμβε‐
6nβηκότος.
7 Φησὶν ὅτι κἂν ᾖ τὸ συμβεβηκὸς ἀχώριστον, πάντως ἐκεῖνο τὸ εἶδος αὐτοῦ προτερεύει, οὗ ἐστι συμβεβηκός· ὁ γὰρ Αἰθίοψ τοῦ μέλανος προτερεύει ὡς ἄνθρωπος.
10nΤὰ δὲ γένη καὶ τὰ εἴδη φύσει πρότερα τῶν ἀτόμων οὐσιῶν.
11 Φησὶν ὅτι ἐν τοῖς ἀτόμοις πρῶτα τὰ συμβεβηκότα θεωρεῖται, τὰ δὲ γένη ἐν τοῖς εἴδεσι.
13nΠοῖος γὰρ ὁ Αἰθίοψ ἐρωτηθεὶς ἐρεῖς μέλας, καὶ πῶς
14nἔχει Σωκράτης ἐρεῖς κάθηται.
15 Τὸ ἀχώριστον καὶ χωριστὸν συμβεβηκὸς δηλοῖ· ἐν μὲν γὰρ τῷ λέγειν μέλανα τὸν Αἰθίοπα δηλοῖ τὸ ἀχώριστον συμβεβηκός, ἐν δὲ τῷ λέγειν περιπατεῖ καὶ κάθηται δηλοῖ τὸ χωριστόν· ὡς γὰρ τὰ ῥήματα μετα‐ πίπτει, οὕτω καὶ τὰ χωριστά, ὡς εἴρηται.
19nΚαὶ τῶν μὲν δύο μιᾷ ἀπολειπομένων.
20 Ὅταν ἐκ τῆς διαφορᾶς ἄρξηται, τότε μία λείπει ἡ πρὸς τὸ γένος· προελήφθη δὲ τοῦτο, ὅτε ἐλέγετο ἡ τοῦ γένους πρὸς τέσσαρας.
22nΤῶν δὲ πέντε τέτρασι.
23 Μεθὸ γὰρ ἔλθῃς εἰς τὸ συμβεβηκός, ὅπερ ἐστὶ πέμπτον, διαφορὰν οὐχ εὑρίσκεται ἔχον διὰ τὸ ἤδη προειρῆσθαι αὐτάς. λείπεται οὖν τέτρασιν,
25ὅτε φθάσῃ τὸ συμβεβηκός.219