TLG 4019 008 :: OLYMPIODORUS :: Scholia in Aristotelis librum de interpretatione (e cod. Vat. Urbin. gr. 35)

OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem.
(Alexandrinus: A.D. 6)

Cf. et OLYMPIODORUS Alchem. (2589)

Scholia in Aristotelis librum de interpretatione (e cod. Vat. Urbin. gr. 35)

Source: Tarán, L. (ed.), Anonymous commentary on Aristotle’s de interpretatione [Beiträge zur klassischen Philologie 95] Meisenheim am Glan: Hain, 1978: xxvi–xli.

Citation: Page — (line)

xxvi

Ὀλυμπιοδώρου. Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα. ἀποροῦσί τινες διὰ τί ἀπὸ φωνῶν καὶ μὴ ἀπὸ γραμμάτων ἤρξατο· καὶ λέγομεν πρὸς τοῦτο ἐπιλυόμενοι ὅτι λογική ἐστιν ἡ πραγμα‐
5τεία, λογικῷ δὲ καθήκει περὶ φωνὰς καταγίνεσθαι. διὰ τοῦτο οὖν ἀπὸ φωνῶν τὴν ἀρχὴν ἐποίησεν. Ὀλυμπιοδώρου. Ὄνομα. μετὰ τὰς κοινωνίας καὶ διαφορὰς τῶν τεσσάρων, φημὶ δὴ γραμμάτων φωνῶν νοημάτων πραγμάτων, νῦν κατὰ τὴν πρόθεσιν ἔρ‐
10χεται ἐπὶ τὸ παραδοῦναι τοὺς ὁρισμοὺς τῶν ἓξ τῶν συμβαλλομένων τῇ διδασκαλίᾳ τῆς παρούσης πραγματείας. ἀλλ’ ἐπειδὴ ἔφη “πρῶ‐ τον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα,” διὰ τοῦτο κατὰ τὴν ὑπό‐ σχεσιν ἀπὸ τοῦ ὀνόματος ἄρχεται τὴν παράδοσιν τῶν ὁρισμῶν ποι‐
εῖσθαι. ὁρίζεται τοίνυν τὸ ὄνομα λέγων οὕτως· “ὄνομά ἐστι φωνὴ

xxvii

σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου ὡρισμένον τι δηλοῦσα, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη.” καὶ οὗτος μέν ἐστιν ὁ ὁρισμός. φέρε οὖν καὶ ἡμεῖς ἀρξώμεθα πολυπραγμονεῖν ἀπὸ τῆς
5φωνῆς ἑκάστην τῶν λέξεων τούτων καταλεπτολογοῦντες. Φωνή. καλῶς εἶπε φωνὴν καὶ οὐ ψόφον· ὁ γὰρ ψόφος πληγή ἐστιν ἀέρος, ἡ δὲ φωνὴ διὰ φωνητικῶν ὀργάνων γίνεται. καλῶς δὲ πρόσ‐ κειται καὶ τὸ σημαντικόν, ἐπειδὴ καὶ τὸ βλίτυρι καὶ ὁ σκινδαψὸς φωναί εἰσιν ἀλλ’ οὐ σημαντικαί· διὰ τοῦτο οὖν πρόσκειται καὶ τὸ
10σημαντικαί. ἀλλ’ οὐ μόνον τοῦτο ἀρκεῖ· ἰδοὺ γὰρ καὶ ἄναρθροι φωναί εἰσι σημαντικαί, οἷον ὁ βληχηθμὸς τοῦ προβάτου σημαίνει τὴν πεῖναν καὶ ἡ ὑλακὴ τοῦ κυνὸς παρουσίαν ξένου, ἀλλὰ καὶ ἡ βὴξ φωνή ἐστι σημαίνουσα μάχην ὑγροῦ καὶ ξηροῦ πνεύματος. διὰ τοῦτο οὖν προσέθηκε τὸ κατὰ συνθήκην. ἀλλ’ ἐπειδὴ καὶ
15τὸ ῥῆμα φωνή ἐστι σημαντικὴ κατὰ συνθήκην, ἔχει δὲ χρόνον, διὰ τοῦτο προσδιοριζόμενος εἶπεν “ἄνευ χρόνου.” οὐ τοῦτο δὲ λέγει ὅτι οὐδέποτε τὸ ὄνομα δηλοῖ χρόνον· ἔστι γὰρ ὄνομα τυχὸν αὐτὸν τὸν χρόνον δηλοῦν, ὥσπερ ὁ ἐνιαυτὸς καὶ ὁ μήν· ἄνευ οὖν χρόνου ἀκουστέον ἀντὶ τοῦ ἄνευ χρονικῆς προσσημασίας, ὅπερ τὸ ῥῆμα ἐρ‐
20γάζεται. ἀλλ’ ἐπειδή ἐστιν ἄλλο ὅπερ καὶ φωνή ἐστι καὶ σημαν‐
τικὸν καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου, οἷον ὥσπερ “οὐκ ἄν‐

xxviii

θρωπος,” διὰ τοῦτο προσέθηκε τὸ “ὡρισμένον τι δηλοῦσα.” τὸ δὲ “οὐκ ἄνθρωπος” οὐδὲν ὡρισμένον δηλοῖ, διὸ οὐκ ἔχομεν τί αὐτὸ καλέσαι· ὄνομα γὰρ οὐκ ἔστι διὰ τὸ ἀόριστον. ἀλλ’ οὐ‐ δὲ κατάφασις ἢ ἀπόφασις· πᾶσα γὰρ κατάφασις ἢ ἀπόφασις ἢ ἀ‐
5ληθεύει ἢ ψεύδεται. ἀλλ’ οὐδὲ λόγος ἐστίν· τοῦ γὰρ λόγου πενταχῶς λεγομένου, ὡς ἐμάθομεν, κατ’ οὐδένα τῶν σημαινομέ‐ νων τοῦτο δυνάμεθα εἰπεῖν. ἀλλ’ ἐπειδή ἐστι καὶ ἕτερον ὅπερ καὶ φωνή ἐστι καὶ σημαντικὸν καὶ κατὰ συνθήκην καὶ ἄνευ χρό‐ νου καὶ ὡρισμένον τι δηλοῖ, ὡς τὸ “τοῦ Φίλωνος,” διὰ τοῦτο
10προσέθηκε “μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη·” ἐν μόνῃ γὰρ τῇ εὐθείᾳ ἡ τριμέρεια τοῦ χρόνου προσαπτομένη ἢ ἀληθεύει ἢ ψεύδεται· μόνη γὰρ αὕτη τὴν οὐσίαν δηλοῖ, ἐν δὲ ταῖς πλαγίαις οὐδαμῶς ἀληθεύει ἢ ψεύδεται, διότι οὐ τὴν οὐ‐ σίαν δηλοῦσιν ἀλλὰ τὰ περὶ τὴν οὐσίαν.
15Ὀλυμπιοδώρου. Ἀποροῦσί τινες· διαλεκτικῶν κανόνων ἐπιτρεπόντων δι’ ἀπαρι‐ θμήσεως εἰδῶν ὁρισμὸν μὴ γίνεσθαι, πῶς αὐτὸς νῦν δι’ ἀπαριθμή‐ σεως εἰδῶν τὸν λόγον ὡρίσατο; οἷον ἀπαρίθμησίς ἐστιν, ἡνίκα
τις θέλων τὸν ἀριθμὸν ὁρίσασθαι εἴποι ὅτι ἀριθμός ἐστι τὸ ἐκ

xxix

μονάδων συγκείμενον πλῆθος, οὗτος δὲ ἢ ἄρτιος ἢ περιττός· καὶ τοῦτο λέγων ἐσμίκρυνε τὸ πρᾶγμα (σκοπὸς γάρ ἐστι πάντα ἀριθμὸν ὁρίσασθαι). οὕτως δὲ κἀνταῦθα ποιεῖ καὶ δι’ ἀπαρι‐ θμήσεως εἰδῶν τὸν λόγον ὁρίζεται· εἶπε γὰρ “ὡς φάσις ἀλλ’
5οὐχ ὡς κατάφασις.” καὶ αὕτη μὲν ἡ ἀπορία, οὐχ ἡ τυχοῦσα οὖσα. λέγομεν δὲ ἡμεῖς πρὸς τοῦτο ὅτι οὐχ ὡς ὁριζόμενος νῦν τὰ παραδείγματα ἀλλὰ σαφηνείας χάριν ἐπήγαγεν. ὁ ὁρισμὸς τοῦ λόγου οὗτός ἐστιν· “φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον.” εἶτα διὰ τὴν σαφή‐
10νειαν, ἐπειδὴ γὰρ “ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις·” ἄλλη ἐπί‐ λυσις ὅτι οὐδὲ κυρίως ὁρισμός ἐστιν οὗτος ἀλλ’ ὑπογραφικὸς ὁρισμός. Ὀλυμπιοδώρου. Ἀποροῦσι πῶς εἴρηκεν ἐνταῦθα ὁ Ἀριστοτέλης “ἔστι δὲ εἷς λό‐
15γος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις·” δι’ ὧν γὰρ εἶπε τὸ εἷς καὶ τὸ εἶτα ἐνέφηνεν ὅτι προτέρα ἡ κατάφασις τῆς ἀπο‐ φάσεως· τὸ γὰρ εἷς καὶ τὸ εἶτα ἐπὶ πρώτου καὶ δευτέρου τάττε‐
ται· ἐν οἷς δὲ εὑρίσκεται τὸ πρῶτον καὶ τὸ ὕστερον τούτων τὸ

xxx

κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. καί φαμεν ὅτι καλῶς εἶπεν ὁ Ἀριστοτέλης ἐνταῦθα τὴν ἀπόφανσιν γένος τῆς κατα‐ φάσεως καὶ τῆς ἀποφάσεως· οὐ γὰρ προτερεύει ἡ κατάφασις τῆς ἀποφάσεως χρόνῳ, ἀλλ’ ὁμοτίμως διῄρηται ἀπ’ αὐτῆς καὶ φύσει
5διῄρηται ἡ ἀπόφανσις εἰς αὐτάς. ὁ δὲ κανὼν ὁ λέγων “ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον” περὶ τῶν τῷ χρόνῳ λέγει προτέρων καὶ ὑστέρων, οὐ μὴν τῇ τάξει. Ὀλυμπιοδώρου. Τινὲς δὲ τῶν ἐξηγητῶν συνηγοροῦντες τῇ ἀστρῴᾳ κινήσει καὶ
10τῇ εἱμαρμένῃ κατηγοροῦσι τῆς ὑπάρξεως τοῦ ἐνδεχομένου καί φασιν ὅτι οὐκ ἔστι τὸ ἐνδεχόμενον καὶ ἀποδεικνύουσι τοῦτο διά τινων ἐπιχειρημάτων. ἰστέον δὲ ὅτι τοῦτο τὸ ἐνδεχόμε‐ νον οὐ τὴν τυχοῦσαν δύναμιν εἴληχεν· ἔστι γὰρ διαλεκτικόν, ἔστι καὶ ἠθικόν, ἔστι καὶ φυσικόν. καὶ διαλεκτικὸν μέν,
15ἐπειδὴ ὁ διαλεκτικὸς περὶ τὰ ἐνδεχόμενα καταγίνεται, διότι ἀνασκευάζειν βούλεται καὶ κατασκευάζειν, τοῦτο δὲ τῶν ἐνδε‐
χομένων ἐστίν. ἔστι γὰρ διαλεκτικὴ δύναμις λόγου πιθανοῦ

xxxi

ἀφ’ οὗ δυνησόμεθα περὶ παντὸς τοῦ προκειμένου συλλογίζεσθαι αὐτοὶ μηδὲν ἐροῦντες ὑπεναντίον· ὤστε ὁ διαλεκτικὸς περὶ τὰ ἐνδεχόμενα καταγίνεται ὤσπερ ὁ ἀποδεικτικὸς περὶ τὰ ἀναγκαῖα. ἀλλὰ καὶ ἠθικόν ἐστιν, ὡς εἴρηται, τοῦτο τὸ ἐνδεχόμενον· ἐὰν
5γὰρ ἀναγκαῖα ᾖ πάντα, καθὰ καὶ οἱ ἀστρολόγοι λέγουσι, καὶ ἐξ ἀνάγκης τυχὸν 〈ὅτι〉 μοιχείας τις ἢ φόνου δραστήριος γίνε‐ ται, οὐκέτι εἰς εὔνοιαν τῶν ἀνθρώπων γίνεται τὰ ὑπὸ γῆν δι‐ καιωτήρια καὶ ὅτι εἰσὶν ἀμοιβαὶ κακῶν καὶ καλῶν πράξεων· ταῦ‐ τα δὲ μὴ ἐννοῶν ὁ ἄνθρωπος οὐκέτι τῶν ἀγαθῶν ἐν ἐπιμελείᾳ γί‐
10νεται ἐκ τούτου, ἀλλὰ ... κατορθοῦν ἡνίκα τὸ ἁμαρτάνειν ἡμῖν νομίζεται. ὤστε καὶ ἠθικόν. ἀλλὰ καὶ φυσικόν ἐστιν 〈ὡσ〉 τὸ πενταδάκτυλον δημιουργεῖσθαι τὸν ἄνθρωπον. Ὀλυμπιοδώρου. Τουτέστιν ὃν λόγον ἔχει ὁ δύο πρὸς τὸν ἕνα, τὸν αὐτὸν λόγον
15ἔχει καὶ ὁ τέσσαρα πρὸς τὸν ἕνα κατὰ τὸ ἐπὶ πλέον, οὐχ ὃν δὲ λόγον ἔχει ὁ εἷς πρὸς τὸν δύο κατὰ τὸ ἔλαττον, τοῦτον καὶ ὁ
τέσσαρα· μείζων γὰρ ὁ τέσσαρα τοῦ δύο. καὶ πάλιν ὃν λόγον

xxxii

ἔχει ὁ τρία πρὸς τὸν τέσσαρα κατὰ τὸ ἔλαττον, τὸν αὐτὸν τρόπον καὶ ὁ εἷς πρὸς τὸν τέσσαρα· οὐχ ὃν δὲ λόγον ἔχει ὁ τέσσαρα πρὸς τὸν τρία κατὰ τὸ ἐπὶ πλέον, τὸν αὐτὸν λόγον καὶ ὁ εἷς πρὸς τὸν τρία· ἐλάττων γὰρ ὁ εἷς τοῦ τρία.
5Ὀλυμπιοδώρου. Δεῖ εἰδέναι ὅτι ἡνίκα δύο εἰσὶν ἀντιφάσεις, ἐὰν τὸ ἓν σκέ‐ λος τῆς πρώτης καθολικώτερον ὑπάρχῃ ἑνὸς σκέλους τῆς δευτέ‐ ρας προτάσεως, τὸ λοιπὸν σκέλος τῆς δευτέρας τοῦ λοιποῦ τῆς πρώτης προτάσεως σκέλους καθολικώτερόν ἐστιν. δεῖ γὰρ ἀν‐
10τανίσωσιν γενέσθαι. ἐτάχθη δὲ ὑπὸ τὴν ἁπλῆν κατάφασιν ἡ στερητικὴ καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις διὰ τὸ ἕπεσθαι ταύ‐ τας τῇ ἁπλῇ καταφάσει [οὐ μὴν τὰς καταφατικάς]. Ὀλυμπιοδώρου. Πῶς ἀνωτέρω ἐάσας τοὺς προσδιορισμοὺς τῷ κατηγορουμένῳ καὶ
15τῷ προσκατηγορουμένῳ τὴν ‘οὐ‘ ἄρνησιν προσῆψε πρὸς τὴν τῆς ἀποφάσεως γένεσιν; λέγομεν οὖν ὅτι ὡς μήπω διαρθρωθέντων
τῶν περὶ τῶν προσδιορισμῶν θεωρημάτων τοῦτο ἐποίησε. νῦν

xxxiii

δέ, ἐπειδὴ ὥσπερ ἰδίως περὶ προσδιορισμοῦ ἀπεδίδου, διὰ τοῦτο οὐκ ἀδύνατον μὴ εἰπεῖν τούτων τὰς ἐνεργείας. Ὀλυμπιοδώρου. Βουλόμενος ὁ Ἀριστοτέλης καὶ ἐξ ἀορίστου ὑποκειμένου ἀν‐
5τίφασιν εἰπεῖν εἰς παράδειγμα εἶπε τὸ “πᾶς οὐκ ἄνθρωπος ὑ‐ γιαίνει” καὶ “πᾶς οὐκ ἄνθρωπος οὐχ ὑγιαίνει.” ἵνα οὖν μή τις ἀπορήσῃ πρὸς Ἀριστοτέλην καὶ εἴπῃ διὰ τί ἐν τῇ ἀποφά‐ σει τοῦ ἀορίστου ὑποκειμένου μὴ τῷ προσδιορισμῷ συνῆψας τὴν ‘οὐ‘ ἄρνησιν καὶ εἶπας ὅτι “οὐ πᾶς ἄνθρωπος οὐχ ὑγιαίνει”
10(οὕτω γὰρ ἀόριστος ἐγίνετο ὁ ὑποκείμενος), διὰ τοῦτό φησιν “οὐ γὰρ τὸ πᾶς τὸ φυσικὸν τὸ καθόλου σημαίνει ἀλλὰ τὸ σχε‐ τικόν·” εἰ γὰρ τὸ φυσικὸν ἐσήμαινεν, ἔδει καὶ τὰ καθ’ ἕκα‐ στα καθόλου ποιεῖν ἡνίκα τούτοις προσάπτεται, οὐ σημαίνει δὲ τὸ φυσικὸν καθόλου εἶπεν ἀντὶ τοῦ οὐκ ἔστιν αἴτιον τοῦ
15εἶναι καθόλου τὴν πρότασιν, ἀλλὰ τὸ ὂν ἐν αὐτῇ καθόλου μό‐ νον δημοσιεύει. ἀλλ’ εἰκότως τις εἴποι “καὶ τί πρὸς τὸ προ‐
κείμενον οἷον τοῦ εἶναι τὸν ὑποκείμενον ἢ ὡρισμένον ἢ ἀόρι‐

xxxiv

στον;” λέγομεν ὅτι ὥσπερ τὸ οὐκ ἄνθρωπος πᾶσαν τὴν ἀνθρω‐ πότητα ἀναιρεῖ, οὕτως ἔμελλε καὶ τὸ οὐ πᾶς τὴν πᾶσαν ἀναι‐ ρεῖν ἀνθρωπότητα, εἰ ἐσήμαινε τὸ φυσικὸν τὸ καθόλου καὶ ἦν αἴτιον τοῦ εἶναι καθόλου τὴν πρότασιν. ἐπειδὴ οὖν ἀντίφα‐
5σίς ἐστι μάχη τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, διὰ τοῦτο καὶ ὁ Ἀ‐ ριστοτέλης φησὶν ὅτι οὐ τὸ φυσικὸν καθόλου σημαίνει τὸ πᾶς, ἵνα κυρίως γένηται ἀντίφασις. Ὀλυμπιοδώρου. Ἐν τοῖς προλαβοῦσι τεχνώσας τὸν ἀποκρινόμενον, ἡνίκα ἔλε‐
10γε ποίῳ μορίῳ δεῖ προσάπτειν τὴν ἐκ τῆς ἀποκρίσεως ἐπιφαι‐ νομένην ἀντίφασιν, εἶτα τῷ μεταξὺ λόγῳ χρησάμενος, νῦν τε‐ λειοῖ καὶ τὸν ἐρωτῶντα. ἀλλ’ ἐπειδὴ ἡ κυρίως ἐρώτησις κατὰ τὴν μίαν πρότασιν γίνεται, διαλέγεται περὶ ταύτης καὶ διδά‐ σκει ὁμοῦ τίς ἐστιν ἡ κυρίως μία πρότασις. καὶ μὴ νομίσῃ
15τις τὸν φιλόσοφον ἀδολεσχεῖν· εἰ γὰρ καὶ ἀνωτέρω περὶ μιᾶς προ‐ τάσεως διελέχθη, ἀλλ’ οὖν περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως τὸν λόγον ἐποιεῖτο, ἐνταῦθα δὲ περὶ ἐρωτήσεως διαλεγόμενος, πά‐
λιν προαναφωνεῖ τίς ἡ μία πρότασις καθ’ ἣν ἐρώτησις γίνεται,

xxxv

ὥστε οὖν οὐδαμῶς ἀδολεσχεῖ φάσκων ὅτι μία πρότασίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα, ἥτις ἔσται καὶ κυρίως. τοῦ αὐτοῦ. Λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἔν τι τὸ
5ἐκ τούτων. ἐπειδὴ εἶπεν ὅτι ἐὰν πολλὰ καθ’ ἑνὸς κατηγορῆ‐ ται ἢ ἐὰν ἓν κατὰ πολλῶν, οὐκ ἔστι κατάφασις ἐὰν μὴ ἕν τι σημαίνωσι τὰ πολλά, ἵνα μὴ νομίσῃ τις ὅτι ἡ τοῦ ἑνὸς σημα‐ σία κατὰ τὸ ὄνομά ἐστιν, οἷον ὡς ἐπὶ τῶν ὁμωνύμων, διὰ τοῦ‐ το προσδιορισμῷ κέχρηται· φησὶ γὰρ ὅτι “λέγω ἓν οὐκ ἐὰν ὄ‐
10νομα ἓν ᾖ τὸ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων,” ἀντὶ τοῦ τοῦτό ἐστιν ἕν, ἵνα μία φύσις ἐκ τῶν πολλῶν ἀποτελεσθῇ. διὸ καὶ ἐπάγει τὸ ἀπὸ τοῦ ὁρισμοῦ παράδειγμα, ὅτι τὰ πολλὰ μίαν φύσιν ἀποτελοῦσιν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὁμωνύμων· ὁ γὰρ χερσαῖος καὶ ἀστρῷος καὶ θαλάττιος κύων οὐκ ἀποτελοῦσι
15μίαν φύσιν, ἀλλὰ μόνον ὅτι ἓν ἔχουσιν ὄνομα· οὐ περὶ ὀνόμα‐ τος δέ ἐστιν ὁ λόγος, ἀλλὰ ἑνὸς πράγματος ἐκ τῶν πολλῶν
συνισταμένου.

xxxvi

Ὀλυμπιοδώρου. Ἐπὶ τῶν ἰδίᾳ λεγομένων τρία δεῖ παραφυλάττειν, εἰ συνάψαι αὐτά τις βούλοιτο. πρῶτον μὲν εἰ καὶ συμβεβηκότα εἶεν ἄμ‐ φω ἐν τῷ αὐτῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν
5ἐν τῷ Σωκράτει, ἢ εἰ θάτερον συμβεβηκὸς θατέρῳ συμβεβηκότι συνέβη, οἷον λευκῷ ὄντι συμβέβηκε μουσικῷ εἶναι, ἢ εἰ ἀμ‐ φότερα εἶεν μὲν οὐσιώδη, προηγεῖται δὲ τὸ μερικώτερον τοῦ καθόλου, ὡς ἐν τῷ “ἄνθρωπος δίπουν ἐστίν” “ὁ ἄνθρωπος ζῷόν ἐστιν·” ταῦτα γὰρ ἰδίᾳ μὲν λέγεται, ἅμα δὲ καὶ συνημμένως
10οὐδέποτε λέγεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἅμα μὲν λεγομένων, ἰδίᾳ δὲ οὔ, τρία δεῖ παρατηρεῖν. πρῶτον μὲν εἰ ἡ λέξις τῇ λέξει μάχοιτο ὡς ἀντίφασις, ὡς τὸ “ἄνθρωπος οὐκ ἄνθρωπος·” δεύτερον εἰ οἱ ὁρισμοὶ τοῖς ὁρισμοῖς μάχοιντο, ὡς ἐπὶ τοῦ “ὁ τεθνεὼς ἄνθρωπος νεκρός ἐστιν·” τρίτον ὅταν τὸ ὑπαρκτικὸν
15ῥῆμα κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτὸ κατηγορεῖται τοῦ ὑπο‐ κειμένου, ὡς ἐπὶ τοῦ “Ὅμηρος ποιητής ἐστιν.” Ὀλυμπιοδώρου.
Καὶ ἐπὶ τούτου, οἷον “κύων σὸς” λέγομεν, διότι σὸν κτῆμα.

xxxvii

καὶ πάλιν “ὁ κύων πατήρ,” διότι τῶν σκυλακίων πατήρ· οὐχ ἅμα δὲ ταῦτα δυνατὸν εἰπεῖν, οἷον “κύων σὸς πατήρ,” ὥστε οὐ πάν‐ τως τὰ ἰδίᾳ καὶ ἅμα λέγονται. Ὀλυμπιοδώρου.
5Τρισὶν οὖν ἀτοπήμασιν ὁ ταῦτα ποιῶν ὑποπίπτει· ψεύδεται, ἀ‐ δολεσχεῖ, καὶ ἀδιανόητα λαλεῖ. ψεύδεται ὁ λαλῶν τὸν σκυτέα ἀγαθόν. ἀδολεσχεῖ δὲ πάλιν τοιούτῳ τρόπῳ· ἀληθὲς γὰρ εἰπεῖν ἰδίᾳ τὸν ἄνθρωπον λευκὸν καὶ πάλιν ἰδίᾳ λευκόν· εἰ δὲ τὰ ἰ‐ δίᾳ πάντως καὶ ἅμα, ἔσται λευκὸν λευκὸν τοῦτο εἰπεῖν. καὶ
10ἐπειδὴ οὐκ ἔστιν ἄτοπον τὸ τοιοῦτον εἰπεῖν, διότι πολλάκις διὰ τὸ ἀκραιφνὲς τῆς ἄγαν λευκότητος τῷ τοιούτῳ ἐπαναδιπλασι‐ ασμῷ κεχρήμεθα καὶ λέγομεν τὸν ἄνθρωπον λευκὸν λευκόν, διὰ τοῦτό φησι “καὶ τοῦτο ἐπ’ ἄπειρον,” ἴνα τυχὸν ἰδίᾳ λεγόμενον τὸ “λευκὸς” καὶ πάλιν “λευκός,” ὡσαύτως καὶ πάλιν “λευκός,”
15ταῦτα καὶ ἅμα λεγόμενα ἔσται ἀδολεσχία, οἷον τὸ εἰπεῖν “ἄν‐ θρωπος λευκὸς λευκὸς λευκὸς” καὶ ἐπ’ ἄπειρον. ἀλλὰ καὶ ἀ‐ διανόητα πολλάκις λαλήσει ὅστις ἀεὶ τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα εἴπῃ. ἔστι γὰρ ἰδίᾳ εἰπεῖν τὸν ἄνθρωπον θνητὸν καὶ ἰδίᾳ ζῷον, τὸ δὲ ἅμα εἰπεῖν ταῦτα ἀδιανόητον, οἷον τὸ θνητὸν ζῷον· πάν‐
20τως γὰρ διὰ τοῦ θνητοῦ καὶ τὸ ζῷον εἰσάγεται.

xxxviii

Ὀλυμπιοδώρου. Ἰστέον ὅτι οὐ μόνον ἓν κατηγόρημα κατὰ τοῦ ἀτόμου· κἂν γὰρ ἄνθρωπον μόνον ὠνόμασεν, ἀλλ’ οὖν τὶς ἄνθρωπος γίνεται, ἐὰν μὴ τινὰ ἰδιότητα εἴπωμεν, τυχὸν ἢ φαλακρὸν ἢ κομήτην.
5δεῖ οὖν συνεπινοεῖν τὴν ἰδιότητα μετὰ τοῦ ἀνθρώπου κατηγο‐ ρουμένην τοῦ ἀτόμου τυχὸν ὥσπερ εἰ ἔλεγε τὸν τινὰ ἄνθρωπον φαλακρὸν καὶ ἰδίᾳ ἄνθρωπον, ὁμοίως δὲ καὶ φαλακρόν. Ὀλυμπιοδώρου. Ἀλλ’ ἔστιν ἐφ’ ὧν. ἤγουν ἐφ’ ὅσων δυνάμεων προηγεῖται λό‐
10γος (ταύτας γὰρ λέγει τὰς μετὰ λόγου δυνάμεις, οἷον τὰς ἀπὸ τῆς βουλῆς), αὗται ἐνδεχόμεναί εἰσιν· οὐδεὶς γὰρ περὶ ἀναγκαί‐ ου βουλεύεται. ὅσων δέ, φησίν, οὐ προηγεῖται λόγος (ταύτας γὰρ πάλιν ᾐνίξατο διὰ τοῦ εἰπεῖν “μὴ κατὰ λόγον δυνάμεις”), τούτων οὐ πᾶσαι ἔχουσι τὴν πρὸς τὸ ἀντικείμενον ἐπιτηδειότητα,
15ἀλλὰ τινὲς ἐξ αὐτῶν, οἷον ἐπὶ τῶν καθ’ ὁρμήν· οὐδὲ τούτων γὰρ προηγεῖται λόγος, καὶ ἔχουσι καὶ τοῦ ἀντικειμένου τὴν δύναμιν· δύναται γὰρ καὶ βαδίσαι ὁ ἵππος καὶ μὴ βαδίσαι. εἰσὶ δὲ καὶ ἐπὶ τῶν ἀψύχων δυνάμεις τινὲς ἀναγκαῖαι (ἀλόγους γὰρ καὶ τὰς
ἐν τούτοις δυνάμεις ἐκάλεσε κατὰ τὸ μὴ προηγεῖσθαι λόγον)·

xxxix

τούτων οὖν, ὡς εἴρηται, ἀναγκαῖαί εἰσιν αἱ ποιητικαί, ὅτι ἀεὶ ἐνεργοῦσιν, οἷον τὸ πῦρ δύναμιν ἀναγκαίαν ἔχει τοῦ θερ‐ μαίνειν, οὔπω δὲ καὶ μὴ θερμαίνειν δύναται· αἱ δὲ παθητικαὶ δυνάμεις καὶ τὰ ἀντικείμενα δύνανται, οἷον τὸ ὕδωρ δύναται
5ἐξατμίζεσθαι καὶ μὴ ἐξατμίζεσθαι. Ὀλυμπιοδώρου. Ἔνιαι δὲ δυνάμεις. νῦν πάλιν δείκνυσιν ὁ Ἀριστοτέλης ὁμώ‐ νυμον τὸ δυνατὸν καὶ κατ’ ἄλλον τρόπον καὶ μὴ μόνον κατὰ τὸ ἔχειν ἢ μὴ ἔχειν ἀντικείμενα εἶναι ὁμώνυμον, ἀλλὰ καὶ κατὰ
10τὸ δυνάμει καὶ κατὰ τὸ ἐνεργείᾳ. φησὶ γοῦν ὅτι “ἔνιαι δὲ δυ‐ νάμεις ὁμώνυμοί εἰσιν.” λέγεται γὰρ δυνατὸν καὶ τὸ νῦν ἐνερ‐ γοῦν, οἷον τυχὸν δυνατὸν γράφειν Πλάτωνα ὅτι νῦν γράφων ἐστίν· λέγεται δυνατὸν καὶ τὸ μήπω ἀχθὲν εἰς ἐνέργειαν, οἷον τυχὸν δυνατὸν τὸ παιδίον γενέσθαι γραμματικόν, ὅτι μέλλει γενέσθαι·
15νοῦ γὰρ καὶ ἐπιστήμης ἐστὶ δεκτικὸν καὶ ἔχει δύναμιν τούτου. Ὀλυμπιοδώρου.
Ἐκόλασε τὸν λόγον καὶ εἶπεν “ἔστιν ἀρχὴ ἴσως τὸ ἀναγκαῖον,”

xl

ἐπειδή ἐστι λόγος μὲν ὁ ἀναγκάζων τὸ προταγῆναι αὐτό, ἔστι δὲ καὶ κωλύων ἕτερος. ἀναγκάζει μὲν γὰρ λόγος τὸ προταγῆ‐ ναι τὸ ἀναγκαῖον διὰ τὸ εἶναι αὐτὸ ἀμετάπτωτον, κωλύει δὲ διὰ τὸ εἶναι τὸ δυνατὸν καθολικώτερον, τὰ δὲ καθόλου τῶν
5μερικώτερον τιμιώτερα. διὰ γοῦν τοῦτο κολάσας εἶπε τὸ “ἔσ‐ τι δὲ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον.” Ὀλυμπιοδώρου. Καὶ ἄλλως. φύσει πρῶτον ἐνταῦθα ἀκουστέον οὐ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον καὶ συνεισφερόμενον καὶ μὴ συνεισφέρον,
10ἀλλὰ φύσει πρότερον ἀκουστέον νῦν ὃν ἔχει πρῶτον σκοπὸν ἡ φύ‐ σις ποιῆσαι. ἐπειδὴ δὲ σκοπὸς τῇ φύσει ἐνεργείᾳ ποιῆσαι ὅπερ ποιεῖ, κατὰ τοῦτο καὶ τῇ φύσει ἐστὶ πρῶτον, τῷ δὲ χρόνῳ ὕστε‐ ρον, ὥσπερ τὴν δύναμιν· ἀπὸ γὰρ τῶν δυνάμεων αἱ ἐνέργειαι προβάλλονται.
15Ὀλυμπιοδώρου. Ἰστέον δὲ ὅτι ἀνάγκη, ὡς ἂν ἔχῃ τὸ ἓν μέρος τῆς ἀντιφάσεως,
οὕτως ἔχειν καὶ τὸ ἕτερον. οὐ γὰρ ἐνδέχεται κατά τι μόριον

xli

αὐτῆς εἶναι καθ’ αὑτό, κατά τι δὲ κατὰ συμβεβηκός. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν καὶ ἡ κατάφασις ἡ λέγουσα τὸ ἀγαθὸν κακόν, κατὰ συμβεβηκὸς ψευδής· δέδεικται γὰρ ἡ ταύτης ἀπό‐ φασις κατὰ συμβεβηκὸς ἀληθής. ὥστε οὖν ἄρα μᾶλλον ψευδὴς
5ἡ τοῦ ἀγαθοῦ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις· εἰ δὲ μᾶλλον ψευδής, καὶ μᾶλλον ἐναντιοῦται ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις. Ὀλυμπιοδώρου. Διδάξας ὅτι τὴν ἀπόφασιν κατακρατεῖν ἐφ’ ὧν ἐστὶν ἐναντιό‐
10της, ὥσπερ καὶ ἐφ’ ὧν οὐκ ἔστιν ἐναντιότης, νῦν καὶ τὸν τρόπον ἡμᾶς διδάσκει τῆς ἀντιθέσεως ὃν ἔχει ἡ ἀπόφασις πρὸς τὴν κατάφασιν ἐφ’ ὧν οὐκ ἔστιν ἐναντιότης, οἷον ὥσπερ ἐπὶ τῆς οὐσίας. καί φησιν ὅτι ἀντίκειται ἡ ἀπόφασις πρὸς τὴν κατάφασιν καθὸ ἡ μὲν ἀληθεύει, ἡ δὲ ψεύδεται, καὶ ἐπάγει πα‐
15ράδειγμα τοῦτο, ὅτι ὁ οἰόμενος καὶ ἀποφάσκων τὸν ἄνθρωπον μὴ εἶναι ἄνθρωπον διέψευσται· εἰ δὲ ταῦτα οὕτως ἔχει, οὕτω δεῖ
κρίνειν τὴν μάχην τῇ ἀποφάσει καὶ ἐφ’ ὧν ἐστὶν ἐναντιότης.