TLG 4019 006 :: OLYMPIODORUS :: In Platonis Phaedonem commentaria

OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem.
(Alexandrinus: A.D. 6)

Cf. et OLYMPIODORUS Alchem. (2589)

In Platonis Phaedonem commentaria

Source: Westerink, L.G. (ed.), The Greek commentaries on Plato’s Phaedo, vol. 1 [Olympiodorus]. Amsterdam: North–Holland, 1976: 39–181.

Citation: Chapter — section — (line)

1

t

〈Πρᾶξις σὺν θεῷ〉

1

.

1

Οὐ μέντοι ἴσως βιάσεται αὑτόν· οὐ γάρ φασι θεμιτὸν εἶναι [61c9—62c9]. Εἰπὼν ὁ Σωκράτης ὅτι εἰ φιλοσοφεῖ ὁ Εὔηνος ἐθελήσει ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ διὰ τούτων παρεγγυᾶν ἡμῖν τῷ ἑκουσίῳ θανάτῳ, φησὶν ὅτι ‘οὐ μέντοι ἴσως
5βιάσεται ἑαυτόν· καὶ γὰρ ἀνόσιον τὸ ἐξαγαγεῖν ἑαυτόν‘. καὶ τοῦτο ἡ μὲν λέξις δείκνυσι διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν μυθικοῦ καὶ Ὀρφικοῦ, ἑτέρου δὲ διαλεκτικοῦ καὶ φιλοσόφου.

1

.

2

Ἡμεῖς δὲ πρὸ τῆς λέξεως φέρε οἰκείοις ἐπιχειρήμασι τοῦτο αὐτὸ δείξωμεν, ὅτι οὐ δεῖ ἐξαγαγεῖν ἑαυτούς. Εἰ τοῦ θεοῦ διττὰς ἔχοντος δυνάμεις, ἀναγωγούς τε καὶ προνοητικάς, μὴ ἐμποδίζονται αἱ προνοητικαὶ τῶν δευτέρων δυνάμεις ὑπὸ τῶν ἀναγωγῶν καὶ
5αὐτεπιστρόφων, ἀλλ’ ἅμα κατὰ ἄμφω ἐνεργεῖ, οὕτως οὖν καὶ τὸν φιλόσοφον μιμητὴν ὄντα θεοῦ (ὁμοίωσις γὰρ θεῷ ἡ φιλοσοφία) οὐδὲν κωλύει ἐνεργεῖν ἅμα καὶ γενεσιουργῶς ἐνεργεῖν καὶ προνοητικῶς τῶν δευτέρων, οὐ μὴν ἀλλὰ καὶ καθαρτικῶς. χωρισθέντα μὲν γὰρ τοῦ σώματος μετὰ τὸν θάνατον οὐδὲν μέγα καθαρτικῶς ζῆν, ἐν δὲ τῷ σώματι κατεχόμενον γενναῖόν ἐστιν ἀντέχεσθαι τῆς39
10καθάρσεως. Δεύτερον ἐπιχείρημα· ὥσπερ τὸ θεῖον ἀεὶ πᾶσι πάρεστι, καὶ τὰ μὲν αὐτοῦ δι’ οἰκείαν ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα μᾶλλον ἢ ἧττον μετέχει, οὕτως καὶ τὴν ψυχὴν δεῖ παρεῖναι τῷ σώματι καὶ μὴ χωρίζειν ἑαυτήν, τοῦτο δὲ δι’ οἰκείαν ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα μεθέξει αὐτῆς ἢ οὐ μεθέξει. οὕτω γὰρ
15καὶ ἐν τῷ Θεαιτήτῳ [173c6—174a2] ὑποτίθεται τὸν κορυφαῖον φιλόσοφον μηδὲ ὁποῖός ἐστιν εἰδότα, ἀλλὰ καὶ ἀγνοοῦντα ὅτι ἀγνοεῖ, καίτοι ἐν τῷ σώματι ὄντα. Τρίτον ἐπιχείρημα· τὸν μὲν ἑκούσιον δεσμὸν ἑκουσίως δεῖ λύειν, τὸν δὲ ἀκούσιον ἀκουσίῳ λύσει λυτέον καὶ μὴ ἀναμίξ· τὴν μὲν οὖν φυσικὴν ζωὴν ἀκούσιον οὖσαν ἀκουσίῳ λύσει λυτέον τῷ φυσικῷ θανάτῳ, τὴν δὲ μετ’ ἐμπαθείας ζωήν, ἣν
20ἡμεῖς κατὰ προαίρεσιν ᾑρησάμεθα, ἑκουσίῳ λύσει λυτέον τῇ καθάρσει.

1

.

3

Καὶ ταῦτα μὲν ἔξωθεν· ἡ δὲ λέξις ὡς εἴρηται διὰ δύο ἐπιχειρημάτων κατασκευ‐ άζει ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς. Καὶ ἔστι τὸ μυθικὸν ἐπιχείρημα τοιοῦτον· παρὰ τῷ Ὀρφεῖ [frg. 220] τέσσαρες βασιλεῖαι παραδίδονται. πρώτη μὲν ἡ τοῦ Οὐρανοῦ, ἣν ὁ Κρόνος διεδέξατο
5ἐκτεμὼν τὰ αἰδοῖα τοῦ πατρός· μετὰ δὲ τὸν Κρόνον ὁ Ζεὺς ἐβασίλευσεν καταταρ‐ ταρώσας τὸν πατέρα· εἶτα τὸν Δία διεδέξατο ὁ Διόνυσος, ὅν φασι κατ’ ἐπιβουλὴν τῆς Ἥρας τοὺς περὶ αὐτὸν Τιτᾶνας σπαράττειν καὶ τῶν σαρκῶν αὐτοῦ ἀπο‐ γεύεσθαι. καὶ τούτους ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσε, καὶ ἐκ τῆς αἰθάλης τῶν ἀτμῶν τῶν ἀναδοθέντων ἐξ αὐτῶν ὕλης γενομένης γενέσθαι τοὺς ἀνθρώπους.
10οὐ δεῖ οὖν ἐξάγειν ἡμᾶς ἑαυτούς, οὐχ ὅτι, ὡς δοκεῖ λέγειν ἡ λέξις, διότι ἔν τινι δεσμῷ ἐσμεν τῷ σώματι (τοῦτο γὰρ δῆλόν ἐστι, καὶ οὐκ ἂν τοῦτο ἀπόρρητον ἔλεγεν), ἀλλ’ ὅτι οὐ δεῖ ἐξάγειν ἡμᾶς ἑαυτοὺς ὡς τοῦ σώματος ἡμῶν Διονυσια‐ κοῦ ὄντος· μέρος γὰρ αὐτοῦ ἐσμεν, εἴ γε ἐκ τῆς αἰθάλης τῶν Τιτάνων συγκείμεθα γευσαμένων τῶν σαρκῶν τούτου.41

1

.

4

Ὁ μὲν οὖν Σωκράτης ἔργῳ τὸ ἀπόρρητον δεικνὺς τοῦ μύθου οὐδὲν πλέον προστίθησιν τοῦ ‘ὡς ἔν τινι φρουρᾷ ἐσμεν‘ [62b3—4]· οἱ δὲ ἐξηγηταὶ τὸν μῦθον προστιθέασιν ἔξωθεν, καὶ ἔστιν ἡ τοῦ μύθου ἀλληγορία τοιαύτη. ὥσπερ ὁ Ἐμπε‐ δοκλῆς [frg. B 17] ἔλεγε τὸν νοητὸν καὶ τὸν αἰσθητὸν παρὰ μέρος γίνεσθαι τόπους,
5οὐχ ὅτι ποτὲ μὲν οὗτος γίνεται, ποτὲ δὲ ὁ νοητός (ἀεὶ γάρ εἰσιν), ἀλλ’ ὅτι ἡ ἡμετέρα ψυχὴ ποτὲ μὲν κατὰ νοητὸν ζῇ καὶ λέγεται τότε γίνεσθαι ὁ νοητὸς κόσμος, ποτὲ δὲ κατὰ αἰσθητὸν καὶ λέγεται ὁ αἰσθητὸς γίνεσθαι κόσμος, οὕτως καὶ παρὰ τῷ Ὀρφεῖ [frg. 107] αἱ τέσσαρες βασιλεῖαι αὗται οὐ ποτὲ μέν εἰσι, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ μέν εἰσι, αἰνίττονται δὲ τοὺς διαφόρους βαθμοὺς τῶν ἀρετῶν
10καθ’ ἃς ἡ ἡμετέρα ψυχὴ 〈ἐνεργεῖ〉 σύμβολα ἔχουσα πασῶν τῶν ἀρετῶν, τῶν

1

.

5

τε θεωρητικῶν καὶ καθαρτικῶν καὶ πολιτικῶν καὶ ἠθικῶν. ἢ γὰρ κατὰ τὰς θεωρητικὰς ἐνεργεῖ, ὧν παράδειγμα ἡ τοῦ Οὐρανοῦ βασιλεία, ἵνα ἄνωθεν
ἀρξώμεθα· διὸ καὶ Οὐρανὸς εἴρηται παρὰ τὸ τὰ ἄνω ὁρᾶν. ἢ καθαρτικῶς ζῇ, ἧς παράδειγμα ἡ Κρονία βασιλεία· διὸ καὶ Κρόνος εἴρηται, οἷον κορόνους43
5τις ὢν διὰ τὸ ἑαυτὸν ὁρᾶν· διὸ καὶ καταπίνειν τὰ οἰκεῖα γεννήματα λέγεται ὡς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφων. ἢ κατὰ τὰς πολιτικάς, ὧν σύμβολον ἡ τοῦ Διὸς βασιλεία· διὸ καὶ δημιουργὸς ὁ Ζεύς, ὡς περὶ τὰ δεύτερα ἐνεργῶν. ἢ κατὰ τὰς ἠθικὰς καὶ φυσικὰς ἀρετάς, ὧν σύμβολον ἡ τοῦ Διονύσου βασιλεία· διὸ καὶ σπαράττεται, διότι οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί. καὶ τὰς σάρκας
10μασῶνται οἱ Τιτᾶνες, τῆς μασήσεως δηλούσης τὸν πολὺν μερισμόν, διότι τῶν τῇδε ἔφορός ἐστιν, ἔνθα ὁ πολὺς μερισμὸς διὰ τὸ ἐμὸν καὶ σόν. καὶ ὑπὸ τῶν Τιτάνων σπαράττεται, τοῦ ‘τὶ‘ μερικὸν δηλοῦντος, σπαράττεται δὲ τὸ καθόλου εἶδος ἐν τῇ γενέσει· μονὰς δὲ Τιτάνων ὁ Διόνυσος. λέγεται δὲ σπαράττεσθαι ὑπὸ τῆς γενέσεως, 〈γενέσεωσ〉 τῶν αἰτίων ταύτης ἀκουόντων· οὕτω γὰρ καὶ
15τὴν Δήμητραν πυροὺς καλοῦμεν καὶ τὸν Διόνυσον οἶνον· φησὶ γὰρ ὁ Πρόκλος [hymn. frg. I]
‘ὅσς’ ἴδον ἐν τεκέεσσιν ἐφημίξαντο τοκεῦσιν‘. κατ’ ἐπιβουλὴν δὲ τῆς Ἥρας, διότι κινήσεως ἔφορος ἡ θεὸς καὶ προόδου· διὸ
καὶ συνεχῶς ἐν τῇ Ἰλιάδι ἐξανίστησιν αὕτη καὶ διεγείρει τὸν Δία εἰς πρόνοιαν45

1

.

6

τῶν δευτέρων. καὶ γενέσεως ἄλλως ἔφορός ἐστιν ὁ Διόνυσος, διότι καὶ ζωῆς καὶ τελευτῆς· ζωῆς μὲν γὰρ ἔφορος, ἐπειδὴ καὶ τῆς γενέσεως, τελευτῆς δέ, διότι ἐνθουσιᾶν ὁ οἶνος ποιεῖ καὶ περὶ τὴν τελευτὴν δὲ ἐνθουσιαστικώτεροι γινόμεθα, ὡς δηλοῖ ὁ παρ’ Ὁμήρῳ [Π 851—854] Πάτροκλος μαντικὸς γεγονὼς περὶ τὴν
5τελευτήν. καὶ τὴν τραγῳδίαν δὲ καὶ τὴν κωμῳδίαν ἀνεῖσθαί φασι τῷ Διονύσῳ, τὴν μὲν κωμῳδίαν παίγνιον οὖσαν τοῦ βίου, τὴν δὲ τραγῳδίαν διὰ τὰ πάθη καὶ τὴν τελευτήν. οὐκ ἄρα καλῶς οἱ κωμικοὶ τοῖς τραγικοῖς ἐγκαλοῦσιν ὡς μὴ Διονυσιακοῖς οὖσιν λέγοντες ὅτι ‘οὐδὲν ταῦτα πρὸς τὸν Διόνυσον‘. κεραυνοῖ δὲ τούτους ὁ Ζεύς, τοῦ κεραυνοῦ δηλοῦντος τὴν ἐπιστροφήν, πῦρ γὰρ ἐπὶ τὰ
10ἄνω κινούμενον· ἐπιστρέφει οὖν αὐτοὺς πρὸς ἑαυτόν.

1

.

7

Καὶ τοῦτο μὲν τὸ μυθικὸν ἐπιχείρημα. τὸ δὲ διαλεκτικὸν καὶ φιλόσοφον τοιοῦτόν ἐστιν, ὅτι εἰ θεοὶ ἡμῶν εἰσιν ἐπιμεληταὶ καὶ κτήματα ἐκείνων ἐσμέν, οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἀλλ’ ἐπιτρέπειν ἐκείνοις. εἰ μὲν γὰρ θάτερον ἦν τούτων, καὶ ἢ κτήματα ἦμεν τῶν θεῶν οὐ μὴν ἐπεμελοῦντο ἡμῶν, ἢ ἀνάπαλιν, χώραν
5ὅπως οὖν εἶχεν εὔλογον τὸ ἐξάγειν ἡμᾶς ἑαυτούς· νῦν δὲ δι’ ἄμφω οὐ δεῖ λύειν τὸν δεσμόν.

1

.

8

Τί οὖν οὐ δεῖ συνηγορῆσαι καὶ τῷ ἀντικειμένῳ καὶ δεῖξαι ὅτι δεῖ ἐξάγειν
ἑαυτούς; Πρῶτον μὲν ὅτι ἐν αὐτῇ τῇ νῦν προκειμένῃ λέξει, ἐν ᾗ κατασκευάζει ὁ Πλάτων ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἔμφασιν δίδωσι καὶ τοῦ ἀντικειμένου, πρῶτον μὲν47
5λέγων ‘οὐ μέντοι ἴσως βιάσεται ἑαυτόν‘ [61c9], τὸ γὰρ ‘ἴσωσ‘ ὑπόνοιαν δίδωσιν ὅτι ποτὲ καὶ δεῖ ἐξάγειν ἑαυτούς· καὶ πάλιν ἐφεξῆς φησιν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς, ‘εἰ μὴ μεγάλην ὁ θεὸς ἀνάγκην ἐπιπέμψοι, οἵαν τὴν νῦν παροῦσαν‘ [62c7—8]. Δεύτερον ἐπιχείρημα. εἰ αὐτὸς ὁ Πλάτων φησὶν ὅτι ἐξάγειν ἑαυτὸν ἐπιτρέπει
10καὶ τῷ σπουδαίῳ καὶ τῷ μέσῳ καὶ τῷ πολλῷ καὶ φαύλῳ ἀνθρώπῳ. τῷ σπουδαίῳ, ὡς ἐνταῦθα· τῷ μέσῳ, ὡς ἐν Πολιτείᾳ [III 407d4—e2] λέγων ὅτι δεῖ τὸν νόσῳ ἀνιάτῳ καὶ μακρᾷ κατεχόμενον ἐξάγειν ἑαυτὸν ὡς ἄχρηστον ὄντα τῇ πόλει, διότι βούλεται ὁ Πλάτων τοὺς ἑαυτοῦ πολίτας τῇ πόλει χρησίμους εἶναι καὶ οὐχ ἑαυτοῖς· ἐν δὲ τοῖς Νόμοις [IX 854a5—c5] τῷ πολλῷ ἀνθρώπῳ λέγων
15ὅτι δεῖ τὸν ἀνιάτοις πάθεσι κατεχόμενον, οἷον ἔρωτι μητρὸς ἢ ἱεροσυλίας ἢ τῶν τοιούτων τινί, καὶ μὴ δυνάμενον κρατεῖν ἑαυτοῦ ἐξάγειν ἑαυτόν. Τρίτον ἐπιχείρημα. εἰ Πλωτίνῳ [I 9] γέγραπται ‘περὶ εὐλόγου ἐξαγωγῆσ‘· δεῖ ἄρα ποτὲ ἐξάγειν ἑαυτόν. Τέταρτον. εἰ οἱ Στωϊκοὶ [SVF III 768] πέντε τρόπους ἔλεγον εὐλόγου
20ἐξαγωγῆς. ἀπείκαζον γὰρ τὸν βίον συμποσίῳ καὶ ἔλεγον ὅτι δι’ ὅσας αἰτίας λύεται τὸ συμπόσιον, διὰ τὰς αὐτὰς δεῖ καὶ τὸν βίον λύειν. λύεται τοίνυν τὸ συμπόσιον ἢ διὰ χρείαν ἄφνω μεγάλην ἐπιστᾶσαν, οἷον διὰ παρουσίαν φίλου ἄφνω ἐλθόντος, ἢ διὰ τοὺς ἐπεισκωμάζοντας αἰσχρορρημονοῦντας, ἢ διὰ καταλαβοῦσαν μέθην· λύεται τὸ συμπόσιον καὶ διὰ τὰ παρατιθέμενα νοσερὰ
25ὄντα, ἔτι μὴν καὶ διὰ πέμπτον τρόπον, δι’ ἔνδειαν τῶν παρατιθεμένων. καὶ
τὸν βίον δὲ λυτέον διὰ εʹ τρόπους. οἷον διὰ χρείαν λύεται τὸ συμπόσιον· δεῖ λύειν τὸν βίον καὶ διὰ μεγάλην χρείαν, ὡς Μενοικεὺς ἀποσφάξας ἑαυτὸν ὑπὲρ τῆς πατρίδος. ἀλλὰ καὶ δι’ αἰσχρορρημοσύνην· οὕτω δεῖ λύειν καὶ τὸν βίον διὰ τύραννον ἀναγκάζοντα εἰπεῖν τὰ ἀπόρρητα. ὃ καὶ Πυθαγορεία τις γυνὴ49
30πεποίηκεν ἀναγκαζομένη εἰπεῖν διὰ τί οὐκ ἐσθίει κυάμους· ἔφη γὰρ ‘φάγοιμι ἂν ἢ εἴποιμι ἄν‘, εἶτα ἀναγκαζομένη φαγεῖν ἔφη ‘εἴποιμι ἂν ἢ φάγοιμι ἄν‘, καὶ τέλος ἀπέτεμεν τὴν γλῶτταν ὡς καὶ διαλεκτικὸν καὶ γευστικὸν ὄργανον. ἀλλὰ καὶ διὰ μέθην λύεται τὸ συμπόσιον· οὕτω καὶ τὸν βίον λύειν δεῖ διὰ τὸν παρεπόμενον τῷ σώματι λῆρον, φυσικὴ γάρ ἐστι μέθη ὁ λῆρος. ἀλλὰ καὶ διὰ
35τὰ παρατιθέμενα νοσερὰ ὄντα· καὶ τὸν βίον λυτέον διὰ τὸ τὸ σῶμα νόσοις ἀνιάτοις κατεχόμενον καὶ ἀνεπιτήδειον πρὸς τὸ ὑπουργεῖν τῇ ψυχῇ. ἀλλὰ καὶ δι’ ἔνδειαν τῶν προσαγομένων λύεται τὸ συμπόσιον· οὕτω καὶ διὰ πενίαν δεῖ ἐξάγειν ἑαυτούς, ἐὰν μὴ πάρεστιν ἀπὸ ἀγαθῶν λαμβάνειν· οὐ γὰρ ληπτέον ἀπὸ φαύλων, μιαρὰ γὰρ ἀπὸ μιαρῶν δῶρα, καὶ οὐ δεῖ οὐδὲ τούτοις μολύνειν ἑαυτόν.

1

.

9

Τί οὖν ἡμεῖς φαμεν; εἰς ἀντίφασιν γὰρ περιέστη ὁ λόγος· πῶς γὰρ καὶ ἀθέμιτον τὸ ἐξάγειν ἑαυτὸν καὶ εὔλογον; ἢ οὐ δεῖ μὲν ἐξάγειν ἑαυτὸν ὅσον ἐπὶ τῷ σώματι, πρὸς κακοῦ γάρ ἐστι τοῦτο τῷ σώματι· ἀλλὰ καὶ εὔλογον ἐξάγειν ἑαυτοὺς διὰ μεῖζον ἀγαθὸν συντελοῦν τῇ ψυχῇ, οἷον ὡς ἡνίκα βλάπτεται ὑπὸ τοῦ σώματος.
5ὥσπερ γὰρ ὁ βουλευόμενος ἐκεῖνα αἱρεῖται οἷς ἐλάσσονα μὲν κακὰ ἕπεται, μείζω δὲ ἀγαθά, καὶ ὥσπερ ἀνόσιον μὲν φίλῳ τυπτομένῳ μὴ ἀμύνειν, εἰ δὲ τύπτοιτο ὑπὸ πατρός, οὐκ εὔλογον ἀμύνειν, οὕτω καὶ ἐνταῦθα καὶ ἀθέμιτον ἐξάγειν ἑαυτὸν διὰ τὸ σῶμα καὶ εὔλογόν ποτε διὰ τὴν ψυχήν, λυσιτελοῦντος αὐτῇ ποτὲ τούτου. ταῦτα ἔχει ἡ θεωρία.51

1

.

10

Καὶ ἅμα λέγων ταῦτα καθῆκε τὰ σκέλη [61c10—d1]: συντονώτερον σχῆμα ἀνέλαβε καὶ σεμνότερον ὡς περὶ προβλήματος σεμνοτέρου μέλλων διαλέγεσθαι.

1

.

11

Ἤρετο οὖν αὐτὸν ὁ Κέβης· πῶς τοῦτο λέγεις, ὦ Σώκρατες [61d3—4]: παρὰ Κέβητι μὲν ἄπορον ἦν, πῶς ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, δεῖ δὲ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν· εἰ γὰρ συμβάλλεται αὐτῷ ὁ θάνατος, οὐ περιμενεῖ ἄλλον, ἀλλ’ αὐτὸς ἑαυτὸν εὐεργετήσει. παρὰ δὲ Σωκράτει οὐκ ἦν
5τοῦτο ἄπορον, περὶ ἄλλου γὰρ καὶ ἄλλου θανάτου ἔλεγεν· πρόδηλον δὲ τοῦτο ἐκ τῶν ἐγκυκλίων ἐξηγήσεων, ὅτι τὸ μὲν περὶ τοῦ φυσικοῦ θανάτου λέγεται, ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, τὸ δὲ περὶ τοῦ προαιρετικοῦ, τὸ ἐθέλειν ἀποθνῄσκειν.

1

.

12

Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες, τὸ μὴ θεμιτὸν εἶναι ἑαυτὸν βιάζεσθαι, ἐθέλειν δὲ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθαι;
[61d3—5]: δύο ὄντων προβλημάτων, τοῦ τε μὴ δεῖν ἐξάγειν ἑαυτὸν καὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, ὁ μὲν Σωκράτης προτάττει τὸ θέλειν ἀποθνῄσκειν τοῦ53
5μὴ ἐξάγειν ἑαυτόν [61c8—10], ὁ δὲ Κέβης τὸ ἀνάπαλιν τὸ μὴ θεμιτὸν εἶναι ἀποθνῄσκειν καὶ οὕτως ἐπάγει τὸ ἐθέλειν ἀποθνῄσκειν· καὶ ὁ Σωκράτης ἐν τῇ πρὸς τοῦτον ἀπολογίᾳ οὐχ ἑαυτῷ κατακολουθεῖ, ἀλλὰ τῇ τάξει τοῦ Κέβητος, καὶ ὃ Κέβης πρῶτον ἠρώτησε, πρὸς ἐκεῖνο καὶ αὐτὸς ἀποκρίνεται [62a1—c8]. τούτων οὖν τὴν αἰτίαν δεῖ εἰπεῖν. ὁ μὲν οὖν Σωκράτης προέταξεν τὸ ἐθέλειν
10ἀποθνῄσκειν τοῦ μὴ ἐξάγειν ἑαυτὸν εἰκότως, ἐπειδὴ τοῦτο προηγούμενον ἦν αὐτῷ, λέγω δὴ τὸ περὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, καὶ κατὰ παρέκβασιν λοιπὸν εἶπεν καὶ ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν· ὁ δὲ Κέβης ᾔδει μὲν ἐκ τῶν φιλοσόφων συνουσιῶν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, ἠπόρει δὲ πῶς ἐθελήσει ἀποθνῄσκειν ὁ φιλόσοφος, διὸ ὃ ἠπόρει ἔσχατον εἶπεν. ὁ δὲ Σωκράτης ἄρχεται ἀπὸ τοῦ μὴ ἐξάγειν ἑαυτὸν
15ὡς καθολικωτέρου καὶ κοινοτέρου· τοῦτο γὰρ πᾶσιν ἐπιτρέπεται, οὐ μόνον φιλοσόφοις, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, τὸ μὴ ἐξάγειν ἑαυτόν, τὸ δὲ ἐθέλειν ἀποθνῄσκειν μόνοις φιλοσόφοις ἐπιτρέπεται, διὸ τὸ μερικώτερον ὕστερον ἔταξεν.

1

.

13

Οὐκ ἀκηκόατε σύ τε καὶ Σιμμίας Φιλολάῳ συγγεγονότες; [61d6—7]: ἐρωτᾷ εἰ οὐδὲν τοιοῦτον ἤκουσαν παρὰ τοῦ Φιλολάου. ὁ δὲ Φιλόλαος Πυθαγόρειος ἦν, ἔθος δὲ ἦν τοῖς Πυθαγορείοις δι’ αἰνιγμάτων λέγειν· τούτων γὰρ καὶ ἡ σιωπὴ ἐνδεικνυμένων διὰ τῆς σιωπῆς τὸ ἀπόρρητον τοῦ θεοῦ, ὃν
5μιμεῖσθαι δεῖ τὸν φιλόσοφον. ἦν δὲ ὁ Φιλόλαος εἰπὼν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτὸν δι’ αἰνιγμάτων· ἔλεγεν γὰρ ‘ἀπιόντι εἰς ἱερὸν οὐ δεῖ ἐπιστρέφεσθαι‘ καὶ ‘ἐν ὁδῷ μὴ σχίζειν ξύλα‘. ἐδήλου δὲ τοῦτο, τουτέστι ‘μὴ σχίζε καὶ τέμνε τὸν βίον‘, ὁδὸς γὰρ ὁ βίος· τὸ δὲ μελετᾶν θάνατον ἐδήλου διὰ τοῦ ‘ἀπιόντα εἰς ἱερὸν μὴ ἐπιστρέφεσθαι‘, ἱερὸν γὰρ ὁ ἐκεῖσε βίος, ‘πατὴρ γὰρ ἡμῶν καὶ πατρὶς ἐκεῖ‘
10[Plot. I 6,8.21]. ἔλεγεν οὖν ὅτι ‘καθαρτικῶς ζῶν μὴ ἐπιστρέφου‘, τουτέστι
‘μὴ διάκοπτε τὴν καθαρτικὴν ζωήν‘. ἔλεγε δὲ καὶ ἄλλως μὴ ἐξάγειν ἑαυτόν, διότι Πυθαγόρειον παράγγελμα ‘μὴ ἀποτιθέναι, ἀλλὰ συνεπιτιθέναι βάρη‘, τουτέστι συμπράττειν τῇ ζωῇ, οὐκ ἀντιπράττειν. συνεγένετο δὲ ὁ Κέβης Φιλολάῳ ἐν Βοιωτίᾳ, ἐν ταῖς Θήβαις γάρ. πῶς δὲ ἄρα καταλέλοιπε τὸ ὁμακόϊον, ὅπερ ἦν55
15ἐν Ἰταλίᾳ Πυθαγορικὸν διδασκαλεῖον; ἰστέον δὲ ὅτι ἔθος ἦν παρ’ αὐτοῖς ὥστε ἐν κοινῷ βίῳ ζῆν τὴν οὐσίαν πᾶσαν κοινὴν ποιουμένους. εἴ τις οὖν ἀνεπιτήδειος ηὑρέθη πρὸς φιλοσοφίαν, ἐξῆγον αὐτὸν μετὰ τῆς οὐσίας καὶ κενοτάφιον ἐποίουν καὶ ὡς περὶ ἀποιχομένου ἀπωδύροντο. Γύλων δέ τις εἰσελθὼν καὶ πεπονθὼς τοῦτο ὑφῆψε πῦρ τῷ διδασκαλείῳ καὶ πάντες ἐκαύθησαν πλὴν δύο, Φιλολάου
20καὶ Ἱππάρχου. ἦλθεν οὖν ὁ Φιλόλαος εἰς Θήβας ὀφείλων χοὰς τῷ οἰκείῳ διδασκάλῳ τεθνεῶτι καὶ ἐκεῖ τεθαμμένῳ ποιήσασθαι, τῷ Λύσιδι, οὗ καὶ κατὰ ὁμωνυμίαν γέγραπται τῷ Πλάτωνι διάλογος ‘Λύσις ἢ περὶ φιλίασ‘. ταῦτα ἔχει ἡ θεωρία.

1

.

14

Ἀλλὰ μὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν λέγω [61d9]: ‘ἐξ ἀκοῆσ‘, τουτέστιν οὐκ ἀπὸ διαθέσεως τοιαύτης, ἀλλὰ ἐξ ἀκοῆς δίκην θυλάκου ἐν ᾧ ἦσαν οἱ λόγοι.

1

.

15

Ἃ μὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν [61d9—10]: τὸ γὰρ φθονεῖν ἔσχατον πάθος ἐστὶ τῇ ὕλῃ ἀνῆκον τῇ μεταλαμβανούσῃ μόνον. οὐκ ἔστι δὲ φθονεῖν τὸ μεταλαμβάνειν μόνον, ἀλλὰ καὶ τὸ μὴ μεταδιδόναι.

1

.

16

Καὶ γὰρ ἴσως καὶ μάλιστα πρέπει μέλλοντα ἐκεῖσε ἀποδημεῖν [61d10—e1]: τὸ μὲν ‘ἴσωσ‘ εἴρηται διὰ τὸ μυθικὸν ἐπιχείρημα, τὸ δὲ ‘μάλιστα‘ διὰ τὸ φιλόσοφον. μήποτε οὐ καλῶς εἶπεν ‘ἀποδημεῖν‘, ἔδει γὰρ εἰπεῖν ‘ἐπιδη‐ μεῖν‘, διότι ‘πατὴρ ἡμῶν καὶ πατρὶς ἐκεῖ‘ [Plot. I 6, 8.21]. ἢ οὖν κατεφρόνησεν
5τῆς συνηθείας ἢ ἀποδημίαν αὐτὴν εἶπεν ὡς πρὸς τὸ σῶμα· τῷ γὰρ δεδημευμένῳ
ἀποδημία ἐστὶν ἡ ἀναχώρησις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.57

1

.

17

Ἐν τῷ μέχρι ἡλίου δυσμῶν χρόνῳ [61e3—4]: νόμος γὰρ ἦν παρὰ τοῖς Ἀθηναίοις τὸ μηδένα φονεύειν ἐν ἡμέρᾳ, ὡς καὶ παρὰ Πυθαγορείοις μηδένα καθεύδειν ἐν μεσημβρίᾳ, ἡνίκα ὁ ἥλιος τὴν ἰσχυροτάτην αὐτοῦ ἐνέργειαν ἐνδείκνυται.

1

.

18

Τάχα γὰρ ἂν καὶ ἀκούσαις. ἴσως [62a1—2]: καλῶς τὸ ‘ἴσωσ‘ διὰ τὸ μυθικὸν ἐπιχείρημα, διότι μᾶλλον σιωπᾷ ἢ λέγει. οὐ γὰρ διαφορὰ μύθου τὸ ‘εὖ λέγειν‘ [62b6—7] τὰ πράγματα ἢ κακῶς, ὅπου γε οὐδὲν λέγει ὅλως.

1

.

19

Εἰ τοῦτο μόνον τῶν ἄλλων ἁπλοῦν ἐστιν [62a2—3]: ‘θαυμαστόν σοι φαίνεται‘, φησίν, ‘ὅτι τῶν ἄλλων πάντων ἐπαμφοτεριζόντων καὶ ἀγαθῶν καὶ κακῶν δυναμένων εἶναι, οἷον πλούτου, ξίφους, ὁ θάνατος μόνως ἀγαθός ἐστιν‘.

1

.

20

Καὶ ὁ Κέβης ἠρέμα ἐπιγελάσας, ἴττω Ζεύς, ἔφη, τῇ ἑαυτοῦ φωνῇ [62a8—9]: ἐγέλασε διότι ἐκάλεσε τὸν φονεύοντα ἑαυτὸν εὐεργέτην. τὸ δὲ ‘ἴττω‘ ἐπιχωριάζοντός ἐστιν ἀντὶ τοῦ ‘ἴστω‘ τῇ Βοιωτίδι διαλέκτῳ· καὶ εἰκότως ἐγχωρίᾳ γλώττῃ ἐχρήσατο ἐνδεικνύμενος τὸ φυσικὸν καὶ ἐγχώριον
5θαῦμα ὃ εἶχε πρὸς τὸν Σωκράτην. καὶ εἰκότως περὶ ζωῆς ὄντος τοῦ λόγου εἰς τὸν Δία ὤμοσε, Ζεὺς γὰρ εἴρηται δι’ οὗ τὸ ζῆν· ὡς γὰρ ἐν τῷ Κρατύλῳ λέγεται [396a2—b3], οὐκ ἄτοπον ἐκ πλειόνων ὀνομάτων μίαν ἐτυμολογίαν ποιεῖν.

1

.

21

Οὕτω γὰρ εἶναι ἄλογον [62b1—2]: ἀναιτιολόγητον· λόγος γὰρ ἡ αἰτία, ὡς ἐν Γοργίᾳ εἴρηται [Ol., Gorg. 70.16—21].

1

.

22

Καὶ οὐ ῥᾳδίως διιδεῖν [62b5—6]: τουτέστιν οὐ δυνατὸν αἰσθητικῶς ἐνεργοῦντα διιδεῖν τοῦτον· διὸ καὶ ὄψεως ἐμνημόνευσεν, πρώτη γὰρ αὕτη ἐνέργεια τῶν αἰσθήσεων. ἀνάγκη οὖν μῦσαι τὸν μέλλοντα θεάσασθαι αὐτόν.

1

.

23

Τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους [62b7]: τὸ δεύτερον ἐπιχείρημα. ἐν οἷς τὸ πρῶτον πρόβλημα τὸ περὶ ἐξαγωγῆς· διαδέχεται καὶ τὸ
δεύτερον τὸ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν.59

2

t

Πρᾶξις σὺν θεῷ

2

.

1

Ὃ μὲν τοίνυν ἤδη ἔλεγες, τὸ τοὺς φιλοσόφους ῥᾳδίως [62c9‐ 63e8]. Τοῦ Σωκράτους δείξαντος ὅτι ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, εἰ καί ποτε εὔλογον (ἀθέμιτον γὰρ ὅσον ἐπὶ τῇ ψυχῇ βιαζομένῃ τὸ σῶμα), μέλλοντος δὲ δείξειν
5ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, ὁ Κέβης τῷ μὲν πρώτῳ μὴ πεπεισμένος εἰκότως ἠπόρει πρὸς αὐτό· τὸ δὲ δεύτερον λαβὼν ὁμολογούμενον—ᾔδει γὰρ ἅτε Φιλολάῳ συγγεγονώς, ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν—τοῦτο οὖν λαβὼν ὁμολογούμενον συνάγει ἄτοπον τῷ Σωκράτει τοιοῦτον· ‘ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, ὁ ἀποθνῄσκειν θέλων τοὺς ἀγαθοὺς φεύγει δεσπότας,
10ὁ ἀγαθοὺς φεύγων δεσπότας ἀνόητός ἐστιν, ὁ φιλόσοφος ἄρα ἀνόητοσ‘. οὗ μείζων τίς ἂν εἴη ἀντίφασις, τὸν ἐπαγγελλόμενον πάντα τὰ ὄντα εἰδέναι καὶ διὰ τοῦτο φρονιμώτατον ἀνόητον δειχθῆναι; πλέκει δὲ αὐτὸ καὶ ἄλλως ἐν δευτέρῳ σχήματι κατὰ τὸν λεγόμενον παρὰ Ἀριστοτέλει [Anal. pr. II 15] ἐξ ἀντικειμένων παρασυλλογισμὸν οὕτως· ‘ὁ φιλόσοφος φεύγει τὸ ἀγαθόν· οὐδεὶς φιλόσοφος
15φεύγει τὸ ἀγαθόν, ὅπου γε οὐδὲ ἄλλος ἄνθρωπος (πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται)· ὁ φιλόσοφος ἄρα οὐ φιλόσοφοσ‘. καὶ ἔστιν αὕτη μεγίστη ἀντίφασις, ὅ ἐστί τι, μὴ εἶναι.

2

.

2

Ὁ δὲ Σιμμίας τὸ αὐτὸ ἄτοπον συνάγει ἐπὶ τοῦ Σωκράτους, λέγων ὅτι Σωκράτης ἄρα ἐθελήσει ἀποθνῄσκειν καταλιπὼν φίλους καὶ δεσπότας. καὶ ἀναφαίνεται ἐντεῦθεν ὅτι τελειότερος Κέβης Σιμμίου, εἴ γε ὁ μὲν τὰς ἀφορμὰς τῶν λόγων ἐκ τοῦ Σωκράτους λαμβάνει, ὁ δὲ Σιμμίας ἐκ τῶν Κέβητος λόγων. καὶ ἑκάτερος
5λόγος δεόντως προήχθη· ὁ μὲν γὰρ τοῦ Κέβητος ἐπὶ τοῦ καθόλου προελθὼν φιλοσοφίας μόνης καθήψατο, ὁ δὲ τοῦ Σιμμίου ἐπὶ τοῦ Σωκράτους τῆς μείζονος προτάσεως οὐκ ἐμνημόνευσε τῆς λεγούσης ὅτι ὁ τοιοῦτος ἀνόητος, ἵνα μὴ τοῦ

2

.

3

Σωκράτους καθάψηται. ἑκάτερος δὲ τῶν λόγων καὶ νικᾷ καὶ νικᾶται, ὁ μὲν τοῦ Κέβητος ὡς ἐπιστημονικώτερος, διότι ἐπὶ τοῦ καθόλου προῆλθεν, οἰκεῖον
δὲ τῇ ἐπιστήμῃ τὸ καθόλου, ὁ δὲ τοῦ Σιμμίου τῇ συμπαθείᾳ καὶ εὐγνωμοσύνῃ τῇ περὶ τὸν διδάσκαλον. φησὶ γὰρ ὅτι ‘μὴ καταλείψῃς ἡμᾶς, ὦ Σώκρατες, ὅρα61
5γὰρ τί φησιν ὁ Κέβησ‘. διὸ καὶ φίλων μέμνηται ὁ Σιμμίας· καὶ τοῦ Σωκράτους ἐν τοῖς οἰκείοις λόγοις θεοῦ καὶ θεῶν μνημονεύσαντος ἐμερίσαντο οὗτοι τοὺς λόγους τοῦ οἰκείου διδασκάλου καὶ μέμνηται ἄμφω καὶ θεοῦ καὶ θεῶν.

2

.

4

Ὁ δὲ Σωκράτης πρὸς ἄμφω τὰς ἀπορίας, τήν τε ἀπὸ τῶν φίλων καὶ θεῶν προελθοῦσαν καὶ τὴν ἀπὸ θεοῦ καὶ θεῶν, κοινὴν λύσιν ἐπάγει. διχῶς δὲ ταύτην προάγει καὶ ὑποθετικῶς, κατά τε τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν καὶ τὸν δεύτερον. καὶ τέως κατὰ τὸν δεύτερον· φησὶ γὰρ ὅτι ‘εἰ μὴ ᾤμην παρὰ κρείττους
5δεσπότας καὶ φίλους ἀπιέναι, ἠδίκουν ἂν μὴ ἀγανακτῶν ἐπὶ τῷ θανάτῳ· ἀλλὰ μὴν οἶμαι· οὐκ ἀδικῶ ἄρα μὴ ἀγανακτῶν‘. παρὰ κρείττους γὰρ δεσπότας ἄπεισιν ὑπερκοσμίους τῶν ἐγκοσμίων. ἀλλὰ πῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ ἐκ τοῦ ἡγουμένου ἐχρήσατο εἰπὼν ‘ἀλλὰ μὴν οἶμαι‘, δέον ἐκ τοῦ ἑπομένου; ἢ ἐπὶ τῶν ἐξισαζόντων ὅρων ἀδιάφορον ὅθεν βούλεταί τις χρῆσθαι, ὥσπερ
10ἐνταῦθα. προάγει δὲ αὐτὴν καὶ κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν λέγων ‘εἰ παρὰ κρείττοσι φίλοις καὶ δεσπόταις ἄπειμι, δικαίως ἄρα οὐκ ἀγανακτῶ ἐπὶ τῷ θανάτῳ· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον 〈ἄρα〉‘· νόμῳ τοῦ πρώτου τρόπου τῶν ὑποθετικῶν τῇ θέσει τοῦ ἡγουμένου εἰσάγων καὶ τὸ ἑπόμενον. καὶ ὅρα ὅτι ἐν μὲν τῷ πρώτῳ λόγῳ εἶπεν ὅτι ‘ἠδίκουν ἂν μὴ ἀγανακτῶν‘, ἐνταῦθα
15δὲ ὅτι ‘καὶ δίκαια ποιῶ μὴ ἀγανακτῶν‘.

2

.

5

Δύο δὲ ὄντων λόγων τί δή ποτε ἐν μὲν τῷ πρώτῳ προέταξεν ὁ Σωκράτης τοὺς δεσπότας τῶν φίλων, ἐν δὲ τῷ δευτέρῳ τοὺς φίλους τῶν δεσποτῶν; 〈ἢ〉 ἑκατέρα τῶν ἐπιχειρήσεων ἀπὸ τοῦ μᾶλλον προῆλθεν· ἐν μὲν γὰρ τῇ πρώτῃ προέταξεν τοὺς δεσπότας τῶν φίλων, ἐνδεικνύμενος ὅτι, εἰ μή εἰσι θεοὶ ἀγαθοί,
5πολλῷ μᾶλλον οὐδὲ ἄνθρωποι ἀγαθοί, ἐν δὲ τῇ δευτέρᾳ δηλῶν ὅτι, εἰ εἰσὶν φίλοι ἀγαθοί, πολλῷ μᾶλλον καὶ θεοί· πᾶν γὰρ ἀγαθὸν ἐκ θεοῦ, ὥσπερ καὶ πᾶν φῶς
ἀφ’ ἡλίου, διότι μονὰς ἀγαθότητος ὁ θεός.63

2

.

6

Ἄξιον δὲ ζητῆσαι, τί δή ποτε ἐπὶ τῶν θεῶν διαβεβαιοῦται ὁ Σωκράτης λέγων ‘ὅτι μὲν παρὰ θεοὺς κρείττους, εὖ οἶδα, εἰ δὲ παρὰ ἄνδρας ἀγαθούς, οὐ πάνυ διισχυρισαίμην‘. τί οὖν τὸ αἴτιον αὐτῷ τῆς ἀμφιβολίας ἐπὶ τῶν ἀνδρῶν; πρὸς τοῦτό τινές φασιν ὅτι ‘εἰκότως· ἐπειδὴ γὰρ ἀνδρῶν ἐμνημόνευσε καὶ οὐκ ἀνθρώπων,
5ἄδηλον δὲ μήποτε οὐκ ἀνδρῶν ψυχαὶ ἀλλὰ θηλειῶν ἀγαθαὶ εὑρεθῶσιν ἐκεῖ, διὰ τοῦτο οὐ πάνυ διισχυρίζεται· τί γὰρ κωλύει θηλείας ἀγαθὰς ψυχὰς εἶναι ἐκεῖ;‘ τοῦτο δὲ σμικροπρεπὲς καὶ τῆς μεγαλονοίας Πλάτωνος ἀλλότριον. λεκτέον οὖν ὅτι μετριάζων λέγει μὴ πάνυ τοῦτο διισχυρίζεσθαι· φορτικὸν γὰρ ἦν τὸ περὶ αὑτοῦ ταῦτα λέγειν, ‘κἂν ἑτέρου‘ γὰρ ‘λέγοντος ἐρυθριάσειεν‘· ὥσπερ
10ἐφεξῆς φησιν ὅτι ‘ἐκεῖσε ἀπιόντες τἀκριβὲς μαθησόμεθα‘ [69d5—6], οὐχ ὅτι ἀμφίβολον, ἀλλ’ ὅτι φορτικὸν τὸ ἑαυτὸν ἐπαινεῖν.

2

.

7

Δύο δὲ ὄντων λημμάτων ἐξ ὧν αἱ λύσεις αἱ Σωκρατικαὶ προῆλθον, ἑνὸς μὲν τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν, ἵνα καὶ λήξεώς τινος τύχῃ, ἑτέρου δὲ τοῦ εἶναι πρόνοιαν τὰ κατ’ ἀξίαν ἀπονέμουσαν ἑκάστῳ, τὸ μὲν εἶναι πρόνοιαν τὸ κατ’ ἀξίαν ἀπονέμουσαν ἑκάστῳ συγχωροῦσιν οἱ περὶ τὸν Κέβητα, ζητοῦσι δὲ εἰ
5ἀθάνατος ἡ ψυχή, ἵνα καὶ λήξεων τοίων ἢ τοίων τύχῃ. διὸ εἰκότως διαδέχονται οἱ περὶ ἀθανασίας πέντε λόγοι, ἀψοφητὶ τῆς μεταβάσεως γενομένης δίκην ἐλαίου ῥέοντος· οὐ γὰρ λογογραφικὸν τὸ διαιρεῖν εἰς αʹ καὶ βʹ κεφάλαιον.

2

.

8

Ὁ δὲ Κρίτων φησὶ πρὸς τὸν Σωκράτην· ‘μὴ διαλέγου πολλά· ἐπιτρέπει γὰρ τοῦτο ὁ τὸ φάρμακον τρίβων, ἵνα μὴ ἐκ τῆς κινήσεως θερμανθῇς καὶ πέψῃς τὸ κώνειον καὶ δεήσῃ σε δὶς ἢ καὶ τρὶς πίνειν‘. ὁ δὲ Σωκράτης φησίν· ‘ἔα τοῦτον χαίρειν· μόνον τὸ ἑαυτοῦ ποιείτω ὡς ἐμοῦ καὶ δὶς καὶ τρὶς ληψομένου, ἐὰν δεήσῃ‘.
5καὶ ὁ Κρίτων φησὶν ὅτι ᾔδει ὅτι τοῦτο μέλλει λέγειν. καὶ ἀναλογεῖ ὁ μὲν Σωκράτης τῇ νοερᾷ καὶ καθαρτικῇ ζωῇ, ὁ δὲ Κρίτων τῇ δευτερουργῷ καὶ ἐξημμένῃ ταύτης ζωῇ, ὁ δὲ τὸ φάρμακον τρίβων τῇ φθοροποιῷ καὶ πρὸς τῇ ὕλῃ ἐφεστώσῃ αἰτίᾳ τῇ καὶ στερήσεως ἐφόρῳ. διὸ οὐδὲ ἀμέσως τῷ Σωκράτει διαλέγεται ὁ τὸ φάρμακον τρίβων, ἐνδεικνυμένου τοῦ λόγου ὅτι τὰ ἔσχατα τοῖς πρώτοις οὐ συνάπτεται
10ἀμέσως. φησὶ δὲ ὁ Κρίτων εἰδέναι ὅτι τοῦτο μέλλει λέγειν ὁ Σωκράτης, διότι πεῖραν αὐτοῦ εἶχεν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ὡς καταφρονητικῶς ἔχοντος περὶ τὸν θάνατον· χρήματα γὰρ αὐτῷ προτείναντος ἐφ’ ᾧ ἐξελθεῖν ἐκ τοῦ δεσμω‐ τηρίου, οὐχ εἵλετο, φάσκων μὴ ἀρνεῖσθαι τοὺς νόμους οἷς ἐξ ἀρχῆς ἐμμενεῖν
ὡμολόγησεν. ταῦτα ἔχει ἡ θεωρία.65

2

.

9

Οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον ἐπιμελήσεσθαι ἐλεύθερος γενόμενος [62d6—7]: κρεῖττον τὸ ὑπὸ θεοῦ ἡμᾶς ἐπιμελεῖσθαι ἢ ὑφ’ ἑαυτῶν, καὶ τὸ τοιοῦτον ἑτεροκίνητον ἄμεινόν ἐστι τοῦ αὐτοκινήτου. διὰ τούτων δὲ πάντων ὁ πρῶτος συλλογισμὸς παραδίδοται.

2

.

10

Ὅτι οὐδείς γε τοῦ ἀγαθοῦ φεύγει [62e1—2]: ὁ δεύτερος συλλογισμός, ὁ κατὰ τὸν ἐξ ἀντικειμένων παρασυλλογισμόν.

2

.

11

Ἡσθῆναί τέ μοι ἔδοξε τῇ τοῦ Κέβητος πραγματείᾳ [62e8—63a1]: τὴν πραγματειώδη ἀπορίαν πραγματείαν ἐκάλεσεν ὁ Πλάτων· ἀνωτέρω δέ, ἡνίκα ὁ Σιμμίας ἠρώτα, ἀπορίαν μόνην ἐκάλεσε τὴν ἐρώτησιν αὐτοῦ.

2

.

12

Καὶ ἐπιβλέψας εἰς ἡμᾶς [63a1]: οὐ ‘πρὸς τὸν Κέβητα‘ ἀλλὰ ‘πρὸς ἡμᾶσ‘, ἐνδεικνύμενος ὡς ‘δεῖ τοῦ Κέβητος ὑμᾶς ἀντέχεσθαι ὡς ζητητικοῦ ὄντος.‘

2

.

13

Δίκαια, ἔφη, λέγετε [63b1]: ‘δίκαια λέγετε· πῶς γὰρ ἐξ ἀληθῶν προτά‐ σεων ψευδὲς συμπέρασμα συνήχθη, ἄξιον ζητῆσαι‘. ἀδικία γάρ ἐστιν ἐν λόγοις τὸ ἐξ ἀληθῶν μὴ ἀληθὲς συνάγεσθαι.

2

.

14

Ὥσπερ ἐν δικαστηρίῳ [63b2]: εἰκότως ὡς ἐν δικαστηρίῳ, διότι περὶ καθάρσεως ὁ σκοπός, καὶ ἡ δικαιοσύνη ἐν ἰδιοπραγίᾳ θεωρεῖται τῶν μορίων τῆς ψυχῆς.

2

.

15

Φέρε δ’, ἦ δ’ ὅς, πειραθῶ [63b4]: οὐκ εἶπεν ὅτι ‘πάντως ἀπολογήσομαι‘ ἀλλὰ ‘πειραθῶ‘· δεῖ γὰρ καὶ τῆς συλλήψεως τῆς ἀπὸ τῆς τύχης. ὡς γὰρ πολλάκις
ἐλέχθη, κρίσιν μελετωμένην κρύος ἄφνω ἐπιστὰν ἀνέκοψεν.67

2

.

16

Πιθανώτερον πρὸς ὑμᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς [63b4—5]: εἰκότως πιθανώτερον πρὸς τούτους ἢ πρὸς τοὺς δικαστάς, διότι ἐν πλήθει οὐ διδασκαλικῇ πειθοῖ, ἀλλὰ πιστευτικῇ ἀνάγκη χρῆσθαι, πρὸς δὲ τοὺς μαθητὰς διδασκαλικῇ· ἢ καὶ ὅτι ἐκεῖ μὲν πρὸς τοὺς δικαστὰς περὶ μερικῆς ζωῆς
5ἦν ὁ λόγος, τὰ δὲ μερικὰ ἐκ μόνης ἱστορίας πιστοῦται, ἐνταῦθα δὲ περὶ ὁλικῆς ζωῆς. πιθανώτερον οὖν ἢ διὰ τὸ πλῆθος ἢ διὰ τὸ ὑποκείμενον καθόλου ὂν ἢ μερικόν.

3

t

Πρᾶξις σὺν θεῷ

3

.

1

Ἀλλ’ ὑμῖν δὴ τοῖς δικασταῖς βούλομαι ἤδη [63e8—65a8]. Δύο ὄντων προβλημάτων, ἑνὸς μὲν τοῦ τὸν φιλόσοφον μὴ ἐξάγειν ἑαυτόν, ἑτέρου δὲ τοῦ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν, τὸ μὲν πρῶτον, ὅτι οὐκ ἐξάγει ἑαυτὸν ὁ φιλόσοφος, ἔδειξεν ὁ Σωκράτης ἤδη διὰ δύο λόγων, ἑνὸς μὲν μυθικοῦ
5καὶ Ὀρφικοῦ καὶ ἀπορρήτου, ἑτέρου δὲ ἀποδεικτικοῦ καὶ φιλοσόφου· ὅτι δὲ καὶ ἀδεῶς ἕξει περὶ τὸν θάνατον καὶ μελετήσει, νῦν δείκνυσιν. δύο γὰρ ὄντων, τοῦ τε ἐπιτηδεύειν ἀποθνῄσκειν καὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, τὸν μὲν προαιρετικὸν θάνατον καὶ τὸν χωρισμὸν τῶν παθῶν καὶ ἐπιτηδεύει καὶ ἐθέλει, τὸν δὲ σωματικὸν ἐθέλει μέν, οὐ μὴν ἐπιτηδεύει.

3

.

2

Ὅτι δὲ ἐθέλει ἀποθνῄσκειν δείκνυσιν ἡ λέξις δι’ ὑποθετικοῦ συλλογισμοῦ τοῦτον τὸν τρόπον· ‘εἰ ὁ φιλόσοφος θάνατον μελετᾷ, ἥκοντος ἄρα αὐτοῦ οὐ δέδιεν, οὐ δυσχεραίνει, οὐκ ἀνίλλεται· ἀλλὰ μὴν τὸ αʹ· καὶ τὸ δεύτερον ἄρα‘. καὶ τὸ μὲν συνημμένον διὰ βραχέων δείκνυσι, λέγων ὅτι ἄτοπόν ἐστιν, οὗ παρ’
5ὅλον τὸν βίον μελέτην καὶ ἐπιτήδευσιν ποιεῖται, λέγω δὴ ἀποθνῄσκειν τε καὶ
τεθνάναι, τούτου ἥκοντος δεδιέναι. καὶ μή τις ἀπορείτω ὅτι ‘εἰ πᾶσα ἐνέργεια ἐν τέλει οὖσα δι’ αὐτὸ τὸ τέλος ἐστὶν καὶ οὐ δεῖται ἄλλου τέλους, οἷον τὸ εὔχεσθαι δι’ αὐτὸ τὸ εὔχεσθαι αἱρούμεθα· —εἰ οὖν καὶ ἡ ἐπιτήδευσις τοῦ θανάτου, ἐνέργειά ἐστιν ἐν τέλει οὖσα, οὐ δεήσεται ἄλλου τέλους, οἷον αὐτοῦ τοῦ θανάτου, ἀλλὰ69

3

.

3

ἀεὶ θελήσει ὁ φιλόσοφος ἐν τῷ εἶναι θάνατον ἐπιτηδεύειν‘. πρὸς γὰρ τοῦτο ῥητέον· ‘ἀλλ’ οὐ τοῦτο τέλος ἐστὶν ἁπλῶς, τὸ θάνατον μελετῆσαι, καὶ οὐχ ὅμοιον τὸ παράδειγμα τοῦτο τὸ τῆς εὐχῆς, ἀλλὰ τὸ τεθνάναι τέλος ἐστί. διὸ καὶ διαφέρει τὸ ἀποθνῄσκειν τοῦ τεθνάναι· ἀποθνῄσκει μὲν γὰρ θάνατον μελετῶν ὁ καθαρτικός,
5καθαίρων ἑαυτὸν τῶν παθῶν, τέθνηκεν δὲ ἤδη ὁ θεωρητικός, κεχώρισται γὰρ τῶν παθῶν· διὸ οὐ προσποιήσεται οὗτος τὸ ἀποθνῄσκειν‘. Τὴν δὲ πρόσληψιν κατασκευάζει διὰ ἀποδείξεως κατηγορικοῦ συλλογισμοῦ. καὶ ἐπειδὴ πᾶσα ἀπόδειξις δι’ ὁρισμοῦ πρόεισιν, καὶ ἢ τοῦ ὑποκειμένου ἢ τοῦ κατηγορουμένου· —οὕτω γὰρ ἐν μὲν τῷ Φαίδρῳ [245c5—246a2] ἔδειξε τὴν
10ψυχὴν ἀθάνατον ὁρισάμενος τὸν κατηγορούμενον ὅρον μέσον ὄντα τὸ αὐτοκίνητον, ἐν δέ γε τῷ Φιλήβῳ [20d1—11] τὴν ἡδονὴν ἔδειξεν ἀγαθὸν εἰπὼν τὸν ὁρισμὸν τοῦ ἀγαθοῦ, ὅτι, εἰ ἀγαθόν ἐστιν ἐφ’ ὃ πάντα θεῖ, καὶ ἡ ἡδονὴ ἀγαθόν, πᾶν γὰρ ζῷον τῆς ἡδονῆς ἐφίεται· —ὁρίζεται οὖν διὰ τοῦτο τὸν θάνατον λέγων ὅτι θάνατός ἐστι χωρισμὸς τοῦ τε σώματος ἀπὸ τῆς ψυχῆς καὶ τῆς ψυχῆς ἀπὸ τοῦ

3

.

4

σώματος. καλῶς δὲ ἑκάτερον εἶπεν, διότι ἐπὶ τῶν φιλοσωμάτων ψυχῶν χωρίζεται μὲν τὸ σῶμα τῆς ψυχῆς, οὐ μὴν ἡ ψυχὴ τοῦ σώματος, ἀλλὰ σχετικῶς ἔτι συνῆπται αὐτῷ κατὰ τὴν ἡμίσχετον σχέσιν. ἐξ ὧν καὶ τὰ σκιοειδῆ φαντάσματα περὶ τοὺς τάφους ἐνειλεῖται [81d1], ὡς καὶ ὁ ποιητὴς [Π 857] λέγει περὶ τῆς τοῦ
5Πατρόκλου ψυχῆς, ὅτι
‘ὃν πότμον γοόωσα, λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην‘. χωρισμὸς δέ ἐστιν ὁ θάνατος οὐχ ἁπλῶς πάσης ψυχῆς, οὐ γὰρ δὴ καὶ τῆς ἀλόγου
(αὕτη γὰρ συναποσβέννυται τῷ σώματι), ἀλλὰ τῆς λογικῆς· ὁ γὰρ χωρισμὸς φέρεται οὐ μόνον κατὰ τῶν χωρίζεσθαι δυναμένων, ἀλλὰ καὶ κατὰ τῶν χωρὶς71
10εἶναι.

3

.

5

Τούτου προληφθέντος δείκνυσι τὸ προκείμενον οὕτως· ‘ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τῆς περὶ τὸ σῶμα θεραπείασ‘· καὶ κατασκευάζει ταύτην τὴν πρότασιν ἐλάττονα οὖσαν οὕτως. τριῶν οὐσῶν ἐνεργειῶν, ἢ φυσικῶν καὶ ἀναγκαίων, ὡς τὸ τρέφεσθαι καὶ καθεύδειν, ἢ φυσικῶν μέν, οὐκ ἀναγκαίων
5δέ, ὡς τὸ ἀφροδισιάζειν, ἢ οὔτε φυσικῶν οὔτε ἀναγκαίων, ὡς καλλωπισμὸς καὶ ὅσα τὰ τῆς ποικίλης ἐσθῆτος· —αὗται γὰρ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, ὡς δηλοῦσι τὰ ἄλλα ζῷα ταύταις μὴ χρώμενα· —τριῶν οὖν οὐσῶν ἐνεργειῶν ταῖς μὲν φυσικαῖς καὶ οὐκ ἀναγκαίαις καὶ ταῖς οὔτε φυσικαῖς οὔτε ἀναγκαίαις οὐ χρήσεται ὅλως ὁ φιλόσοφος, ἀλλὰ ἀπώσεται αὐτάς (ἀρκέσει γὰρ αὐτῷ πρὸς
10ἔκκρισιν τοῦ σπέρματος τὸ ὀνειρώττειν), ταῖς δὲ πρώταις ἐπ’ ὀλίγον χρήσεται ἀφοσιωτικῶς, ὡς μὴ ἐμφορεῖσθαι αὐτῶν. ‘εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τοῦ σώματος· ὁ τοιοῦτος ἐθελήσει ἀποθνῄσ‐ κειν· ὁ φιλόσοφος ἄρα μελετᾷ θάνατον‘. ταῦτα ἔχει ἡ θεωρία.

3

.

6

Εἰκότως ἀνὴρ τῷ ὄντι ἐν φιλοσοφίᾳ [63e9—10]: ‘τῷ ὄντι φιλόσοφον‘ λέγει οὐ πρὸς ἀντιδιαστολὴν τοῦ σοφιστοῦ ὑποδυομένου τὸν φιλόσοφον, ὡς οἱ περὶ Ἁρποκρατίωνα [frg. 2] ἠξίωσαν ἀκούειν (τοῦτο γὰρ πόρρω τῆς Πλάτωνος μεγαλονοίας), ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ πολιτικοῦ. καθαρτικὸς γὰρ ὁ
5διάλογος· οὐ κυρίως δὲ φιλόσοφος οὗτος, ὃς καὶ τοῖς πάθεσιν ἐν καιρῷ χρῆται καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, θυμῷ μὲν ἀμυνόμενος τοὺς κατὰ τῆς πατρίδος πολεμίους, ἐπιθυμίᾳ δὲ διότι καὶ τοῦ σώματος καὶ τῆς γενέσεως φροντίδα ποιεῖται· οὐ γὰρ ἑαυτοῖς γεγόναμεν, ἀλλὰ καὶ τῷ παντί.

3

.

7

Ὀρθῶς ἁπτόμενοι φιλοσοφίας [64a4—5]: πάλιν τοῦτο διὰ τὸν πολιτικὸν εἴρηται.

3

.

8

Λεληθέναι τοὺς ἄλλους [64a5]: εἰκότως τοὺς πολλοὺς λανθάνουσιν
ὡς κατὰ τὸ ἀφανὲς ζῶντες οἱ φιλόσοφοι, τῶν πολλῶν τὰ φανερὰ εἰδότων.73

3

.

9

Νὴ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ γέ με νῦν δὴ γελα‐ σείοντα [64a10—b1]: οὐκ ἐγέλα ὁ Σιμμίας ἢ ὅτι φύσει οὐκ ἦν ἐπιτήδειος πρὸς τὸ γελᾶν ἢ διὰ τὴν περὶ τὸν διδάσκαλον λύπην.

3

.

10

Καὶ ξυμφάναι ἂν τοὺς μὲν παρ’ ἡμῖν ἀνθρώπους [64b3—4]: εἰκότως· Θηβαῖος γὰρ ἦν ὁ Σιμμίας, παρ’ οἷς καὶ ἡ ‘Βοιωτία ὗσ‘ καὶ ‘αὐλούντων Θηβαίων παῖδες, διαλέγεσθαι γὰρ οὐ μεμαθήκασιν‘. καὶ ὁ ποιητὴς δὲ [Κ 13] τὸν αὐλὸν δέδωκε τοῖς Τρωσίν, οὐδαμοῦ δὲ τοῖς Ἕλλησιν· ἐμπόδιον γὰρ γίνεται οὐ μόνον
5τῷ διαλέγεσθαι, ἀλλὰ καὶ τῷ ἀκούειν καὶ ἁπλῶς πάσῃ λογικῇ ἐνεργείᾳ· διὸ καὶ ἡ Ἀθηνᾶ, ἡ τῶν Ἀθηναίων πολιοῦχος τῶν διαλέγεσθαι μόνων ἐπισταμένων, ἀπέρριψε τοὺς αὐλούς.

3

.

11

Λέληθε γὰρ αὐτοὺς εἴτε θανατῶσιν καὶ ἄξιοί εἰσι θανάτου καὶ οἵου θανάτου [64b8—9]: ἀντίφασις συνάγεται διὰ τούτων. ὁ μὲν γὰρ Σιμμίας φησὶν ὅτι οὐ λέληθε τοὺς πολλοὺς ὅτι θανατῶσιν, ὁ δὲ Σωκράτης φησὶν ὅτι λέληθεν, ὁ δὲ ἐπάγει ὅτι οὐ λέληθεν· καὶ τοῦτο γέγονε διὰ τὴν ὁμωνυμίαν. λέληθε
5γὰρ αὐτοὺς ὅτι τὸν προαιρετικὸν θάνατον μελετῶσι (διό φησιν ὅτι ‘θανατῶσιν‘, τουτέστι χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος, καὶ ‘ἄξιοί εἰσι θανάτου‘ τοῦ προαιρε‐ τικοῦ)· οὐ λέληθε δὲ αὐτοὺς ὅτι τὸν φυσικὸν θάνατον μελετῶσιν, αἱρήσονται γὰρ καὶ τοῦτον οἱ φιλόσοφοι, εἴ γε εἴδωλόν ἐστι τοῦ προαιρετικοῦ θανάτου.

3

.

12

Ἡγούμεθα τί τὸν θάνατον εἶναι; [64c2]: οὐ τοῦτο λέγει, εἰ ἔστιν ὁ θάνατος (ὡμολόγηται γὰρ τοῦτο), ἀλλὰ ‘τί ἡγούμεθα τὸν θάνατον εἶναι;‘

3

.

13

Χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ αὑτὸ γεγονέναι τὸ σῶμα [64c5—6]: ἰδοὺ τὸν θάνατον ὡρίσατο οὐ μόνον τὸ χωρισθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ τὸ χωρισθῆναι τὸ σῶμα ἀπὸ τῆς ψυχῆς· καὶ ἐπὶ μὲν τῆς ψυχῆς τὸ ‘εἶναι‘ εἶπεν, διότι ἀγένητος αὕτη, ἐπὶ δὲ τοῦ σώματος
5τὸ ‘γεγονέναι‘, γενητὸν γὰρ τοῦτο.

3

.

14

Ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκοποῦ‐
μεν [64d1—2]: ‘ἐκ τούτων‘· τῶν προτάσεων. ‘περὶ ὧν‘· προβλημάτων.75

3

.

15

Διαφερόντως τῶν ἄλλων ἀνθρώπων [65a2]: ἆρα γὰρ καὶ οἱ ἄλλοι ἄν‐ θρωποι χωρίζουσι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος; ἢ ἐπειδὴ αὐτοκίνητοί εἰσι καὶ κατὰ τὰς κοινὰς ἐννοίας ὁρμῶνται, τρόπον τινὰ ἴσασι χωρίζειν ἀπὸ τοῦ σώματος τὴν ψυχήν.

4

t

Πρᾶξις σὺν θεῷ

4

.

1

Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν [65a9—d3]. Δείξας ὁ Σωκράτης ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν ἐκ τῆς ζωῆς (ἔλεγε γὰρ ὅτι ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, οὐ κήδεται τοῦ σώματος), ἐντεῦθεν τοῦτο αὐτὸ κατασκευάζει ἀπὸ τῆς γνώσεως οὕτως· ‘ὁ φιλόσοφος
5καταφρονεῖ τῶν αἰσθήσεων· ὁ τοιοῦτος καὶ τοῦ σώματος, ἐν ᾧ αἱ αἰσθήσεις, καταφρονεῖ· ὁ καταφρονῶν τοῦ σώματος φεύγει· ὁ τοιοῦτος χωρίζει ἑαυτὸν τοῦ σώματος· ὁ χωρίζων ἑαυτὸν ἀποθνῄσκειν ἐθέλει, οὐδὲν γὰρ ἦν ὁ θάνατος ἢ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματοσ‘.

4

.

2

Φέρε δὴ ἀναδράμωμεν ἐπί τινα θεωρίαν. τριῶν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς· ἢ γὰρ πρὸς τὰ δεύτερα ἐπιστρέφει τὰ αἰσθητὰ γινώσκουσα, ἢ πρὸς ἑαυτὴν δι’ ἑαυτῆς πάντα τὰ ὄντα ὁρῶσα, διότι ‘πάμμορφον ἄγαλμά‘ ἐστι πάντων τῶν ὄντων ἔχουσα λόγους, ἢ πρὸς τὸ νοητὸν ἀνατείνεται τὰς ἰδέας ὁρῶσα· —τριῶν
5οὖν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς οὐ ταύτῃ οἰητέον διαφέρειν ἀλλήλων πολιτικὸν
καὶ καθαρτικὸν καὶ θεωρητικόν, τῷ τὸν μὲν πολιτικὸν τὰ αἰσθητὰ γινώσκειν, τὸν δὲ καθαρτικὸν τοὺς ἐν τῇ ψυχῇ λόγους, τὸν δὲ θεωρητικὸν τὰς ἰδέας, ἐπεὶ οὐδεὶς κατὰ ἀλήθειαν φιλόσοφος ἔσται μὴ ‘πάντων τῶν ὄντων γνῶσιν‘ ἔχων, ἀλλὰ μόνον μερικήν, καὶ οὐδὲ τοῦ μέρους ἀκριβὴς θεωρὸς ἔσται, εἴ γε μὴ οἶδε77

4

.

3

τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὰ ἄλλα. ἀνάγκη γὰρ ἕκαστον τὰ τρία εἰδέναι. ὁ μὲν γὰρ πολιτικὸς κατὰ τοὺς ἐν ἑαυτῷ λόγους τάττει τὰ αἰσθητὰ ἀποβλέπων πρὸς τὴν ψυχήν· καὶ πρὸς μὲν τὸν λόγον ἀφορῶν τάττει τοὺς φύλακας, πρὸς δὲ τὸν θυμὸν τοὺς στρατιώτας, κατὰ δὲ τὴν ἐπιθυμίαν τοὺς θῆτας· ἀλλὰ καὶ ἀνάγει
5τοὺς φύλακας διὰ τῆς παιδείας ἐπὶ τὸ ἀγαθόν, ὥστε τῶν τριῶν ἐπιστήμων ἐστίν. ἀλλὰ καὶ ὁ καθαρτικὸς περὶ τὰ μέσα εἱλούμενος καὶ τὰ πέριξ οἶδεν· ἐκ γὰρ τῶν μέσων καὶ τὰ ἄκρα γινώσκεται. ἀλλὰ καὶ ὁ θεωρητικὸς τὰ μὲν αἰσθητά, ἀνάγων αὐτὰ ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν τὸ ἐν τῷ νοητῷ· ἀλλ’ ἐπειδή, εἰ καὶ ἕν ἐστιν ἐν τῷ νοητῷ, ἀλλὰ καὶ πλῆθος, ἀνάγει τὸ ἓν τὸ ἐν τῷ νοητῷ ἐπὶ τὸ
10ἓν τὸ ἐν τῷ θεῷ· τοῦτο γὰρ κυρίως ἓν ἀπλήθυντόν ἐστιν, οὐδὲν γὰρ ἄλλο ἐστὶ θεὸς ἢ μονὰς ἀπλήθυντος. οὐ ταύτῃ οὖν διαφέρουσιν ἀλλήλων πολιτικός, καθαρτικός, θεωρητικός, ἀλλ’ ὅτι ὁ μὲν πολιτικὸς καὶ περὶ ἡδονὰς καὶ λύπας καταγίνεται· καὶ γὰρ καὶ τοῦ σώματος φροντίδα ποιεῖται ὡς ὀργάνου, καὶ τέλος αὐτοῦ οὐχ ἡ ἀπάθεια ἀλλ’ ἡ μετριοπάθεια· καθαρτικὸς δὲ καὶ θεωρητικὸς
15τοῦ σώματος φροντίζουσιν ὡς φλυάρου γείτονος, ἵνα μὴ ἐμποδὼν γένηται ταῖς ἐνεργείαις φλυαροῦν, καὶ τέλος αὐτῶν ἡ ἀπάθεια.

4

.

4

Καὶ ἄλλως δὲ διαφέρει ὁ πολιτικὸς τούτων, ὅτι ὁ μὲν ἐκ μείζονος προτάσεως εἰλημμένης ἐκ τῆς διανοίας καθόλου καὶ ἐξ ἐλάττονος μερικῆς τὸ συμπέρασμα συνάγει· τῷ γὰρ σώματι ὡς ὀργάνῳ χρῆται, οὐκοῦν περὶ τὰ πρακτὰ καταγίνεται, τὰ δὲ πρακτὰ μερικά, τὰ δὲ τοιαῦτα καθ’ ἕκαστα, ὥστε ἐκ τῆς μιᾶς μερικῆς
5συλλογίζεται ὁ πολιτικός. καθαρτικὸς δὲ καὶ θεωρητικὸς οὐχ οὕτως· περὶ γὰρ τὰ καθόλου εἴδη καταγίνονται. ἀλλὰ τίνι διαφέρουσιν ἀλλήλων καθαρτικὸς
καὶ θεωρητικός, εἰ ἑκάτερος περὶ τὰ εἴδη καταγίνεται; ἢ ὁ μὲν καθαρτικὸς περὶ εἴδη διακεκριμένα· τὰ γὰρ ἐν τῇ ψυχῇ διακεκριμένα ἐστὶν ἀπ’ ἀλλήλων, οὐ γὰρ ἅμα ἵππον καὶ ἄνθρωπον καὶ πλείω εἴδη δύναται εἰδέναι ἡ ψυχή. ὁ δὲ79
10περὶ εἴδη καταγίνεται οὐ διακεκριμένα, περὶ γὰρ τὰ ἐν τῷ νοητῷ, ἀδιάκριτα δὲ ταῦτα ἀπ’ ἀλλήλων ὡς δι’ ἀλλήλων διιόντα. ὅθεν καί τις τὸ νοητὸν ᾠῷ ἀπείκασεν [Orphica frg. 60]· ὡς γὰρ ἐν τούτῳ ἀδιάκριτά ἐστι πάντα τὰ μέρη καὶ οὐχ ὡδὶ μὲν κεφαλή, ὡδὶ δὲ πούς, οὕτω καὶ ἐν τῷ νοητῷ ἀδιάκριτά ἐστι πάντα τὰ εἴδη ἡνωμένα ἀλλήλοις.

4

.

5

Κατασκευάζει οὖν ἡ λέξις ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, τὸν τρόπον τοῦτον· ‘εἰ τὸ σῶμα αὐτὸ καθ’ αὑτὸ οὐχ οἷόν τε γινώσκειν ἑαυτό, ἀλλὰ διὰ τὸ μετέχειν ψυχῆς, πολλῷ μᾶλλον ἐμπόδιον γίνεται ἡ αἰσθητικὴ γνῶσις τῇ ψυχῇ πρὸς τὸ γινώσκειν τὰ ὄντα· ὥστε ἐθελήσει ὁ φιλόσοφος χωρίζειν ἑαυτὸν τοῦ
5σώματοσ‘.

4

.

6

Ἄξιον δὲ ζητῆσαι τρία ταῦτα. πῶς φαίνεται ἡ λέξις λέγουσα ὅτι ὄψις καὶ ἀκοὴ οὐδὲν ἀκριβὲς γινώσκουσιν; εἰ γὰρ ἀεὶ ψεύδονται καὶ μηδέποτε ἀληθεύουσιν αἱ αἰσθήσεις, ἔσται τι ἀεὶ ἐν τῷ παρὰ φύσιν. Καὶ ἄλλως· εἰ ἡ πρώτη γνῶσις μόνως ἀληθής ἐστιν, ἀνάγκη καὶ τὰς ἄλλας
5γνώσεις, ἵνα μὴ τῆς οἰκείας πηγῆς ἐκπέσωσιν, μὴ πάντῃ ψευδεῖς εἶναι. πῶς δὴ ‘ἀτυχῆ οὐσίασ‘ τὴν αἴσθησιν ‘καὶ ἀληθείασ‘ φησίν [Theaet. 186c7—9]; ἢ τοῦτο μὲν εὐθὺς ἐπιλυσόμεθα· ἡ γὰρ αἴσθησις οὐ μόνον τὰ πάθη γινώσκει, ὡς ὁ Περίπατος οἴεται [Ar., an. II 5, 416b32—417a21], ἀλλὰ καὶ οὐσίας· ἀπὸ γὰρ τῆς τοιᾶσδε ἰδιοπραγίας τοῦ ἐρυθροῦ οἶδε τὸ ῥόδον καὶ ἐξ ὀνύχων τὸν81
10λέοντα. εἰ δὲ λέγοιέν τινες ὅτι δόξης ἐστὶ τοῦτο, τὸ τὴν οὐσίαν εἰδέναι, φαμὲν ὅτι ‘καὶ πῶς τὰ ἄλογα μόνοις τοῖς ὁμοειδέσι συνδυάζεται κἀκείνοις οὐκ ἐπέρχεται δόξης ἀμοιροῦντα;‘ ἐξ οὗ καὶ συνάγεται ὅτι καὶ τὰ καθόλου οἶδεν, λέγεται δὲ ‘ἀτυχὴς οὐσίασ‘ ἡ αἴσθησις τῆς τῷ ὄντι οὐσίας.

4

.

7

Κἀκεῖνο δὲ ἄξιον ἀπορῆσαι, πῶς ὁ Περίπατος [Ar., anal. post. II 19, 100a3—9] ἀρχὴν ἐπιστήμης λέγει τὴν αἴσθησιν, εἴ γε ἀεὶ ψεύδεται, πῶς δὲ αὐτὸς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ [47b1] δι’ ὄψεως καὶ ἀκοῆς φησιν ὅτι τὸ ‘φιλοσοφίας ἐπορισάμεθα γένοσ‘.
5 Πρὸς μὲν οὖν τὸ πρῶτον ῥητέον ὅτι ἀεὶ ψεύδεσθαι λέγει τὴν αἴσθησιν ὁ Πλάτων διότι οὐ κυρίως γινώσκει. συμπεφυρμένον γὰρ ἔχει τὸ πάθος τῇ γνώσει διὰ πάθους γινώσκουσα· καὶ τὰ πόρρω οἶδεν (ἐπεὶ τὸν πυρῆνα τῆς μήλης τὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁρᾷ, καὶ ἡ ἁφὴ δὲ διὰ μέσου ἀέρος ἀντιλαμβά‐ νεται), ὅπερ αἴτιον μὴ ἀκριβοῦς γνώσεως. διὰ γὰρ τοῦτο τὸν νοῦν φαμεν ἀκριβῶς
10γινώσκειν, διότι αὐτός ἐστι τὸ νοητὸν καὶ αὐτὸς ἑαυτὸν γινώσκει· τῇ οὖν ταὐτότητι τοῦ νοοῦντος καὶ νοητοῦ ἡ ἀκρίβεια τῆς γνώσεως παρακολουθεῖ, ὥστε καὶ ἑτερότητι τὸ ἀεὶ ψεύδεσθαι· ὅπου γε οὐδὲ τῆς ἀκριβείας τῶν αἰσθητῶν ἀνέχεται, οἷον τοῦ ἄγαν λευκοῦ, αἱ γὰρ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσι τὰς αἰσθήσεις. καὶ διὰ τοῦτο ἡ αἴσθησις λέγεται ἀεὶ ψεύδεσθαι· ἐπεὶ εἴποις ἂν αὐτὴν καὶ ἀεὶ
15ἀληθεύειν καὶ ἀκριβῆ, παραβάλλων αὐτὴν ὡς πρὸς τὴν εἰκασίαν, οἷον τὴν
γνῶσιν τῶν ἐν τοῖς ἐνόπτροις εἰδώλων.83

4

.

8

Πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι οὐ πεισόμεθα τῷ Περιπάτῳ λέγοντι ἀρχὴν ἐπιστήμης τὴν αἴσθησιν· οὐδέποτε γὰρ τὰ χείρω καὶ δεύτερα ἀρχαὶ ἢ αἴτιά εἰσι τῶν κρειττόνων. εἰ δὲ δεῖ καὶ ταῖς ἐγκυκλίοις ἐξηγήσεσι πείθεσθαι καὶ ἀρχὴν εἰπεῖν τὴν αἴσθησιν τῆς ἐπιστήμης, λέξομεν αὐτὴν ἀρχὴν οὐχ ὡς
5ποιητικήν, ἀλλ’ ὡς ἐρεθίζουσαν τὴν ἡμετέραν ψυχὴν εἰς ἀνάμνησιν τῶν καθόλου καὶ τὰ ἀγγέλου καὶ κήρυκος ποιοῦσαν, κινοῦσαν τὴν ἡμετέραν ψυχὴν εἰς προβολὴν τῶν ἐπιστημῶν, κατὰ ταύτην δὲ τὴν ἔννοιαν εἴρηται καὶ τὸ ἐν Τιμαίῳ [47b1], ὅτι δι’ ὄψεως καὶ ἀκοῆς ‘τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένοσ‘, διότι ἐκ τῶν αἰσθητῶν εἰς ἀνάμνησιν ἀφικνούμεθα.

4

.

9

Καὶ ὁ μὲν Πρόκλος βούλεται τὰ οὐράνια ὄψιν μόνην καὶ ἀκοὴν ἔχειν, καθάπερ καὶ Ἀριστοτέλης· μόνας γὰρ τῶν αἰσθήσεων ἐκείνας ἔχει τὰς πρὸς τὸ εὖ εἶναι συμβαλλομένας, οὐ μὴν τὰς πρὸς τὸ εἶναι, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ εἶναι συμβάλλονται. καὶ ὁ ποιητὴς δὲ μαρτυρεῖ τούτοις λέγων [Γ 277]
5
‘Ἠέλιος, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεισ‘, ὡς ἂν ὄψιν μόνην καὶ ἀκοὴν αὐτῶν ἐχόντων. καὶ ὅτι αὗται μάλιστα αἱ αἰσθήσεις ἐν τῷ ἐνεργεῖν μᾶλλον γινώσκουσιν ἤπερ ἐν τῷ πάσχειν, καὶ οἰκειότεραι αὗται

4

.

10

αὐτοῖς ὡς ἀναλλοιώτοις. ὁ δέ γε Δαμάσκιος καὶ τὰς ἄλλας αἰσθήσεις βούλεται αὐτὰ ἔχειν· ἢ γὰρ πάσας ἕξουσι, φησίν, ἢ οὐδεμίαν· εἰ γὰρ μή, μέλλει τὰ τῇδε ζῷα τελειότερα αὐτῶν εἶναι ὡς μὴ πάσας ἐχόντων· ἀνάγκη οὖν πάσας κἀκεῖνα ἔχειν, εἰ μέλλοι τέλεια εἶναι ζῷα. καὶ ὅτι, εἰ μὴ πάσας ἔχῃ, οὐδὲ τῶν ἄλλων
5δεηθήσονται· οὐδὲ γὰρ ὄψεως, ἐπεὶ μηδὲ κατὰ κρημνῶν ἐφέροντο ἀμοιροῦντα ὄψεως· οὐδὲ ἀκοῆς δεῖται, ἵνα ἐξαγγέλλῃ τὰ νοήματα ἀλλήλοις. τινὲς δὲ καὶ
τὴν φυτικὴν βούλονται αὐτὰ ἔχειν, εἴ γε ἀεὶ συνέχεται. ταῦτα ἔχει ἡ θεωρία.85

4

.

11

Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν [65a9]: τί δή ποτε φρονήσεως ἐμνημόνευσε καὶ οὐκ ἐπιστήμης, εἴ γε περὶ καθαρτικοῦ φιλοσόφου ἐστὶν ὁ σκοπός, οἰκεία δὲ ἡ μὲν ἐπιστήμη τῷ καθαρτικῷ, ἡ δὲ φρόνησις τῷ πολιτικῷ, εἴ γε περὶ τὰ πρακτὰ καταγίνεται; ἢ ἐπειδὴ προσεχῶς περὶ ἡδονῆς
5καὶ λύπης ἦν ὁ λόγος, αὗται δὲ φρονήσεως δέονται διακρινούσης αὐτὰς καὶ τὸ μέτρον αὐτῶν· πρακτὰ γὰρ καὶ αὗται. ὁ μὲν γὰρ καθαρτικὸς οὐχ αἱρήσεται ὅλως ἡδονὴν καὶ λύπην, τέλος γὰρ αὐτοῦ ἡ ἀπάθεια· ὁ δὲ πολιτικὸς ἐπ’ ὀλίγον αἱρήσεται, τέλος γὰρ τούτου ἡ μετριοπάθεια.

4

.

12

ρ’ ἔχει ἀλήθειάν τινα ἡ ὄψις [65b1—2]: καλῶς τὸ ‘τινά‘, διότι οὐδὲ πάντῃ ψεύδεται οὐδὲ πάντῃ ἀληθεύει.

4

.

13

Καὶ οἱ ποιηταὶ ἀεὶ ἡμῖν θρυλοῦσιν [65b3]: ποιητὰς λέγει Παρμενίδην, Ἐμπεδοκλέα, Ἐπίχαρμον· οὗτοι γὰρ οὐδὲν ἀκριβὲς λέγουσιν εἰδέναι τὴν αἴσθησιν, καθάπερ Ἐπίχαρμός φησιν [frg. 12] ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δὲ ἄλλα πάντα κωφὰ καὶ τυφλά‘. καὶ οἱ ποιηταὶ δέ φασι [Ε 127—128] περὶ
5τοῦ Διομήδους ὅτι
‘ἀχλὺν δ’ ἀπ’ ὀφθαλμῶν ἕλεν, ἣ πρὶν ἐπῆεν,
ὄφρ’ εὖ γινώσκοι‘. εἰ μὴ γὰρ ἔτυχε τῆς Ἀθηνᾶς, οὐκ ἂν ἑώρα τι ἀκριβές.

4

.

14

ρ’ οὖν οὐκ ἐν τῷ λογίζεσθαι, εἴπερ που ἄλλοθι [65c2]: οἰκεῖον τὸ λογίζεσθαι τῇ ψυχῇ διακεκριμένως γινωσκούσῃ τὰ πράγματα, καὶ οὐχ ἡνωμένως καθάπερ ὁ νοῦς. τὸ γὰρ λογίζεσθαι διακρίνειν ἐστίν· ‘ἐν δ’ ἡμέας λέγε κήτεσσιν‘, ὁ ποιητής [δ 452]· ὁ γὰρ ἀριθμὸς πρὸς τῷ διωρισμένῳ ἐστίν.
5εἰ δὲ καὶ ἐν τῷ Τιμαίῳ [30b1] φησὶ τὸν δημιουργὸν λογίζεσθαι, ἀλλὰ κατ’ αἰτίαν λογίζεται.

4

.

15

Καὶ καθ’ ὅσον δύναται μὴ κοινωνοῦσα αὐτῷ [65c8—9]: εἰ φεύγει ὁ καθαρτικὸς τὸ σῶμα, καὶ ἐν αὐτῷ τῷ φεύγειν σχέσιν ἔχει πρὸς αὐτὸ καὶ οἶδεν ὃ φεύγει. ὁ γὰρ θεωρητικὸς οὔτε φεύγει οὔτε οἶδεν τὸ σῶμα· ἀγνοεῖ γὰρ ὅποι
γῆς ἐστιν, καὶ ὅτι ἀγνοεῖ ἀγνοεῖ.87

5

t

Πρᾶξις σὺν θεῷ

5

.

1

Τί δὲ δ, ὦ Σιμμία; φαμέν τι εἶναι δίκαιον αὐτό [65d4—66b7]. Τριττῆς οὔσης τῆς ἡμετέρας ζωῆς, —ἡ γὰρ ψυχὴ ἢ πρὸς τὰ δεύτερα ἐπιστρέφει γινώσκουσα αὐτὰ καὶ κοσμοῦσα, ἢ πρὸς ἑαυτὴν γινώσκουσα ἑαυτήν, ἢ πρὸς τὰ κρείττονα ἀνατείνεται, —δείξας ὁ Σωκράτης τὸν φιλόσοφον ἐθέλοντα
5ἀποθνῄσκειν ἀπό τε τῆς πρὸς τὰ δεύτερα ἐπιστροφῆς, διότι φεύγει τὸ σῶμα καταφρονῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ ἐκ τῆς πρὸς ἑαυτὸν ἐπιστροφῆς, διότι φροντίδα 〈οὐ〉 ποιεῖται τοῦ σώματος ὅ τι μὴ πᾶσα ἀνάγκη, νῦν δείκνυσι καὶ ἐκ τῆς πρὸς τὰ κρείττω ἐπιστροφῆς ὅτι ἐθελήσει ἀποθνῄσκειν. Ἐθέλει γὰρ εἰδέναι τὰς ἰδέας, ταύτας δὲ ἀδύνατον ἐπίστασθαι ἐνεργοῦντα
10μετὰ τοῦ σώματος ἢ ἔχοντα κοινωνὸν τοῦτο ἐν τῇ ζητήσει. εἰ γὰρ ἡ αἴσθησις ἔχει τι ἀμερές, ὡς δηλοῖ τὸ ἅμα εἰδέναι αὐτὴν ὅτι τυχὸν τοῦτο λευκὸν καὶ οὐ μέλαν (εἰ γὰρ μεριστῶς ταῦτα ᾔδει, ὅμοιον ἦν ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο), πολλῷ μᾶλλον ἡ λογικὴ ψυχή. οἶδε γὰρ καὶ αὕτη τὰ αἰσθητὰ ἀμερῶς καὶ διαφέρει τῆς αἰσθήσεως ὅτι ἡ μὲν οἶδεν, οὐ μὴν οἶδεν ὅτι οἶδεν (οὐδὲ γὰρ
15ἐπιστρέφει πρὸς ἑαυτήν, ἐπειδὴ μηδὲ τὸ σῶμα ἐπιστρέφει πρὸς ἑαυτό, οὐ τὰ ἐν τῷ σώματι τὸ εἶναι ἔχοντα), ἡ δὲ λογικὴ ψυχὴ οἶδε τὰ αἰσθητὰ καὶ ἑαυτήν, οἶδε γὰρ ὅτι οἶδεν. εἰ οὖν ταῦτα οὕτως ἔχοι, οὐ συμπαραλήψεται ἐν τῇ ζητήσει κοινωνὸν ἡ ψυχὴ ἢ τὸ σῶμα ἢ τὰς αἰσθήσεις ἢ τὰ αἰσθητήρια, εἴ γε τὰ ἀμερῆ βούλεται εἰδέναι, τῷ δὲ ὁμοίῳ τὸ ὅμοιον γινώσκεται.

5

.

2

Ἐφ’ οἷς καὶ δύο τριάδας ἰδεῶν ἡμῖν παρατίθεται, μίαν μὲν ἀγαθοῦ δικαίου καλοῦ, ἑτέραν δὲ μεγέθους ὑγιείας ἰσχύος. καὶ οὐ ταύτῃ διαφέρουσιν αἱ τριάδες αὗται
ἀλλήλων, ὥς τινες ᾠήθησαν, τῷ τὴν μὲν πρώτην περὶ ψυχὴν καταγίνεσθαι, τὴν δὲ δευτέραν περὶ σῶμα· ἑκατέρα γὰρ διὰ πάντων τῶν ὄντων διῆλθεν. καὶ γὰρ89
5καὶ τὸ ἀγαθὸν διῆλθε διὰ πάντων, εἴ γε ὁ δημιουργὸς ‘ἀγαθός ἐστιν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνοσ‘ [Tim. 29e1—2], ὅμοια ἄρα ἑαυτῷ παράξει· καὶ ὅτι, ὡς ἐν Πολιτείᾳ εἴρηται [II 379b1—11], ἀγαθὸς οὐ δίδωσι τῷ φλαύρῳ ὑπόστασιν· καὶ ὅτι **. ἀλλὰ καὶ ἡ δικαιοσύνη, εἴ γε ἕκαστον ἀσύγχυτόν ἐστιν πρὸς τὸ λοιπόν, τὸ δὲ διορίζειν τὰ πράγματα καὶ ἰδιοπραγεῖν
10δικαιοσύνης. ἀλλὰ καὶ τὸ κάλλος, εἴ γε κοινωνίαν τινὰ καὶ ἕνωσιν ἔχει τὰ πράγματα, τὸ δὲ κάλλος πρὸς τῇ ἑνώσει. καὶ τὸ μέγεθος δὲ διὰ πάντων διῆλθεν· ἔστι γὰρ καὶ ἐν τοῖς νοητοῖς οὐχ ἁπλῶς τὸ ποσὸν τὸ συνεχές, ἀλλὰ καθὸ πεπλήθυνται καὶ οὐκ ἔστιν ὅπερ τὸ ἕν· πᾶν γὰρ τὸ μετὰ τὸ ἓν πλήθους μετέχει καὶ ταύτῃ μέγεθος ἔχει. ἀλλὰ καὶ ὑγίειαν· ὡς γὰρ ἐκ στοιχείων ἕκαστον
15συγκείμενον συμμετρίαν σῳζόντων πρὸς ἄλληλα ὑγίειαν ἔχει. ἀλλὰ καὶ ἰσχύν, καθὸ οὐ κρατεῖται ὑπὸ τῶν χειρόνων.

5

.

3

Ἐν δέ γε τῷ Φιλήβῳ [20d1—11] ἄλλην τριάδα φησὶν εἶναι ἰδεῶν, ἐφετοῦ τελείου ἱκανοῦ· καὶ διαφέρει τὸ τέλειον τοῦ ἱκανοῦ, ὅτι τὸ μὲν ἱκανὸν γόνιμόν ἐστιν, ὡς καὶ ἄλλοις μεταδιδόναι ἑαυτοῦ, τὸ δὲ τέλειον αὔταρκές ἐστι. καὶ τὸ μὲν τέλειον πρὸς τῇ δικαιοσύνῃ ἐστίν, οἷον γὰρ ἰδιοπραγεῖ· τὸ δὲ ἱκανὸν
5πρὸς τῷ ἀγαθῷ, καὶ ἄλλοις μεταδιδοῦν· τὸ δὲ ἐφετὸν πρὸς τῷ κάλλει.

5

.

4

Εἶτα καί φησιν ὅτι οὕτως ἐνεργῶν ‘ἐγγύτατά‘ ἐστι τοῦ εἰδέναι τὸ ἀληθές [65e4]. τί φῄς; τί οὖν οὐκ αὐτὸ τὸ ἀληθὲς οἶδεν; ἢ ἐγγύτατα ὡς πρὸς παραβολὴν τοῦ θεωρητικοῦ· ἢ ὅτι περὶ διανοητικῆς ἐνεργείας, αὕτη δὲ ἐγγύς ἐστι τοῦ ἀληθοῦς παραβαλλομένη ὡς πρὸς τὴν νοερὰν ἐνέργειαν.
5 Εἶτα καί φησιν ὅτι ταύτην τὴν ‘ἀτραπὸν‘ ἰτέον [66b4], οὐ τὴν λεωφόρον, τουτέστι καθαρτικῶς ζητέον· ἀτραπὸς γὰρ ἡ ὁδός, τουτέστιν ἡ κάθαρσις ἡ
ἐπὶ τὴν θεωρίαν ἄγουσα. οὐ τὴν λεωφόρον δὲ δεῖ ἰέναι, τουτέστι τὴν τῶν πολλῶν· καὶ Πυθαγόρειον γὰρ ἦν παράγγελμα φεύγειν τὰς λεωφόρους, ὥσπερ τὸ [Callim. frg. 1.25—26]91
10
‘τὰ μὴ πατέουσιν ἅμαξαι,
τὰ στείβειν, ἑτέρων δ’ ἴχνια μὴ καθ’ ὁμά‘. ταῦτα ἔχει ἡ θεωρία.

5

.

5

Φαμέν τι εἶναι δίκαιον αὐτὸ ἢ οὐδέν; [65d4—5]: αὐτοδίκαιον καλεῖ τὴν ἰδέαν. ἀνάγκη δὲ εἶναι τοῦτο· τὰ γὰρ τῇδε παχυμερῆ ἐστιν καὶ οὐκ ἀκριβῆ, δεῖ δὲ πρὸ τῶν ὁλοσχερῶν τὰ ἀκριβῆ εἶναι. τὸ γὰρ τῇδε σχῆμα τῆς σφαίρας ὂν οὐκ ἔστιν ἀκριβές· εἰ γὰρ ψαμμιαῖον μέγεθος ἀφέλοιμεν ἐξ αὐτῆς, οὐδὲν
5ἧττον τὸ τοιοῦτο φαίνεται σχῆμα. καὶ αἱ ποιότητες δὲ αἱ τῇδε οὐκ ἀμιγεῖς εἰσιν, ἀλλὰ συνέζευκται τῇ θερμότητι τοῦ πυρὸς ξηρότης, καὶ δεῖ πρὸ τούτων τὰ ἀνόθευτα εἶναι.

5

.

6

Φαμέν τοι, νὴ Δία [65d6]: ὁ Σιμμίας ἑτοίμως συγκατατίθεται τῷ περὶ τῶν ἰδεῶν λόγῳ ὡς συνήθης Πυθαγορείοις τὰς ἰδέας πρεσβεύουσι. διὸ καὶ μεθ’ ὅρκου τοῦτο προήγαγεν, καὶ τὸν οἰκεῖον θεὸν ὄμνυσι, τὸν Δία· ἐν τούτῳ γὰρ αἱ ἰδέαι εἰσὶν ὡς δημιουργῷ.

5

.

7

Τοῖς ὀφθαλμοῖς εἶδες [65d9]: ἄνω ἔλεγεν ‘ὄψει καὶ ἀκοῇ‘ [65b2], νῦν ‘ὀφθαλμοῖς καὶ ὠσίν‘ [66a4]· διὸ καὶ τριόφθαλμον ἑαυτὸν ἐθεάσατο, ἡνίκα τὰς ἰδέας ηὗρεν.

5

.

8

Διὰ τοῦ σώματος τὸ ἀληθέστατον αὐτῶν θεωρεῖται [65e1—2]: ἡ γὰρ αἴσθησις διὰ τοῦ σώματος γινώσκει. τὸ γὰρ γινῶσκον ἢ πάντῃ ἕτερόν ἐστι τοῦ γινωσκομένου, καθάπερ ἡ αἴσθησις οἶδε τὰ αἰσθητὰ ἕτερα ὄντα· ἢ πάντῃ ταὐτόν, ὥσπερ ὁ νοῦς ἑαυτὸν γινώσκων οἶδε τὰ νοητά· ἢ κατ’ ἀρχὰς
5μὲν ἕτερον, ὕστερον δὲ ταὐτόν, ὥσπερ ἡ ψυχὴ ἡνίκα μὲν οἶδε τὰ ἔξω, ἕτερόν ἐστι τὸ γινωσκόμενον τοῦ γινώσκοντος, ἡνίκα δὲ ἑαυτήν, ταὐτόν.

5

.

9

Μήτε ἄλλην αἴσθησιν ἐφέλκων [65e8—66a1]: βία γάρ ἐστι καὶ ὁλκὴ τῆς αἰσθήσεως τὸ πειρᾶσθαι χωριστῶς ἐνεργεῖν.

5

.

10

Ἐπιχειροῖ θηρεύειν [66a3]: οἰκεῖον τὸ ‘θηρεύειν‘ ἐπὶ τῶν νοητῶν, διότι ἀφανεῖ δυνάμει τῆς ψυχῆς γινώσκεται ταῦτα, καθάπερ καὶ οἱ θηραταὶ ἀφανεῖς σπεύδουσιν εἶναι τοῖς θηράμασιν.

5

.

11

Ἀπαλλαγεὶς ὅτι μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων [66a3—4]: οὐχ ὅτι δεῖ ἐξάγειν ἑαυτόν (ἀθέμιτον γὰρ τοῦτο), διὰ τοῦτο ‘ἀπαλλαγείσ‘, ἀλλὰ χωριστῶς ζήσας.93

5

.

12

Ὑπερφυῶς, ἔφη ὁ Σιμμίας [66a9]: καλῶς τὸ ‘ὑπερφυῶσ‘, διότι καὶ περὶ τούτων ὁ λόγος, περὶ γὰρ νοητῶν.

5

.

13

Παρίστασθαι δόξαν τινὰ τοῖς γνησίως φιλοσοφοῦσιν [66b1—2]: δόξαν οὐ τὴν κάτωθεν δεχομένην, ἀλλὰ τὴν διανοίας οὖσαν ἀποτελεύτησιν· διττὴ γὰρ ἡ δόξα. ‘γνησίοισ‘ δὲ ‘φιλοσόφοισ‘ εἶπεν διὰ τοὺς πολιτικούς.

5

.

14

Ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς [66b3—4]: ἀλλ’ οὐκ ἐπὶ κακῷ, καθάπερ ἔνιαι τῶν ἀτραπῶν, ἀλλ’ ἐπ’ ἀγαθῷ.

5

.

15

Συμπεφυρμένη ἡμῶν ἡ ψυχή [66b5—6]: τίνες ταῦτα λέγουσιν, ἄξιον ζητῆσαι. εἰ μὲν οἱ φιλόσοφοι, καὶ πῶς συμπέφυρται αὐτῶν ἡ ψυχὴ τῷ σώματι; εἰ δὲ οἱ πολλοί, καὶ πῶς εἶπεν ‘οἱ φιλόσοφοι‘; ἢ οἱ φιλόσοφοι ταῦτα λέγουσι παραβάλλοντες τὸν τῇδε αὐτῶν βίον πρὸς τὸν προηγησάμενον.

5

.

16

Μετὰ τοῦ τοιούτου κακο, οὐ μήποτε κτησόμεθα [66b6]: πῶς κακὸν λέγει τὸ σῶμα; ἢ πρός τι κακόν· τῷ γὰρ καθαρτικῷ ἐμποδὼν γίνεται χωριστῶς ἐνεργεῖν, ἐπεὶ τοῦ πολιτικοῦ καὶ ὄργανόν ἐστιν.

6

t

Πρᾶξις σὺν θεῷ

6

.

1

Μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα [66b7—67b6]. Ἔτι πρὸς ἀλλήλους οἱ φιλόσοφοι διαλέγονται. δείξαντος γὰρ τοῦ Σωκράτους ἐκ τῆς τριττῆς ζωῆς ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, συμπέρασμα συνῆγεν ὅτι ἀδύνατόν ἐστι τὴν ἡμετέραν ψυχὴν τυχεῖν οὗ ἐφίεται συμπεφυρμένην τῷ
5σώματι. τοῦτο οὖν αὐτὸ διὰ παραδειγμάτων ἐκτραγῳδοῦσιν ἀφηγούμενοι τὰ
συμβαίνοντα ἐμπόδια τῇ ψυχῇ ἀπὸ τοῦ σώματος καὶ κατὰ φύσιν ἔχοντος ἐν ταῖς ἀναγκαίαις τροφαῖς [66b7—c1] καὶ παρὰ φύσιν ἐν ταῖς νόσοις [c1—2]. ἀλλὰ μὴν καὶ ἡ ἀλογία ἐμποδὼν γίνεται, ἥ τε ζωτική—διττὴ δὲ αὕτη, ἢ περὶ τὸ σῶμα μόνον θεωρουμένη, ὥσπερ φόβοι καὶ ἐπιθυμίαι καὶ ἔρωτες [c2—5],95
10ἢ περὶ τὰ ἔξω, οἷον πόλεμοι καὶ φιλοχρηματίαι [c5—d2]· —ἀλλὰ μὴν καὶ ἡ γνωστικὴ ἐμποδὼν γίνεται, ὥσπερ ἡ φαντασία ἀεὶ ἐμποδὼν γινομένη ταῖς ἡμετέραις νοήσεσι [d3—7].

6

.

2

Δύο γὰρ δυσέκνιπτα πάθη, ἐν μὲν γνώσεσιν ἡ φαντασία, ἐν δὲ ζωαῖς ἡ φιλοτιμία. ἃ γὰρ πρῶτα ἐνδύεται, ταῦτα καὶ ὕστερον ἀποτίθεται. πρῶτος δὲ χιτὼν τῆς ψυχῆς ἐν ζωαῖς ἡ φιλοτιμία, ὡς γὰρ φίλαρχος ἡ ἡμετέρα ψυχὴ ᾑρήσατο κατελθεῖν εἰς γένεσιν· εἰ γὰρ καὶ δοκοῦμεν μὴ εἶναι φιλότιμοι, ἀλλὰ δι’ αὐτὸ τοῦτο, διὰ
5φιλοτιμίαν, ὥστε πάλιν οὐκ ἐξεφύγομεν τὸ πάθος. ἐν δὲ γνώσεσιν ἡ φαντασία· διὸ καὶ ὁ Ὀδυσσεὺς μώλυος ἐδεήθη Ἑρμαϊκοῦ καὶ λόγου ὀρθοῦ πρὸς τὸ ἐκφυγεῖν τὴν Καλυψὼ φαντασίαν οὖσαν καὶ δίκην νέφους ἐμποδὼν γενομένην τῷ λόγῳ ἡλίῳ ὄντι· κάλυμμα γὰρ αὕτη, διὸ καί τις ἔφη ‘Φαντασίη τανύπεπλε‘. διὸ καὶ πρῶτον κατήχθη ὁ Ὀδυσσεὺς ἐπὶ τὴν Κίρκην αἴσθησιν οὖσαν ὡς θυγατέρα
10τοῦ Ἡλίου. παρεμποδὼν οὖν ἡ φαντασία γίνεται ταῖς νοήσεσιν ἡμῶν. διὸ καὶ ἐν τῷ ἐνθουσιᾶν ἐὰν φαντασθῶμεν, παύεται ἡ ἐνθουσιαστικὴ ἐνέργεια· ἐναντίως γὰρ ἔχει ἐνθουσιασμὸς καὶ φαντασία. διὸ καὶ Ἐπίκτητος [man. 1,5] ἐκέλευσεν
ἡμᾶς ἐπιλέγειν ἑαυτοῖς ‘φαντασία, φαντασία εἶ καὶ οὐ πάντως τὸ φαινόμενον‘. διὸ καὶ ὁ φιλόσοφος χορὸς ὁ τῶν Στωϊκῶν διὰ τὸ κατὰ φαντασίαν ἐνεργεῖν97
15σῶμα τὸν θεὸν ὑπέλαβον· αὕτη γὰρ τοῖς ἀσωμάτοις σώματα περιτίθησιν. τί οὖν φησιν; οὐκ ἔστι νόησις ἀφαντασίαστος; ἢ ἡνίκα τὰ καθόλου γινώσκει ἡ ψυχή, τότε ἄνευ φαντασίας ἐνεργεῖ.

6

.

3

Φέρε δὲ τὸ πρόβλημα αὐτὸ ἐξετάσωμεν καθ’ αὑτό, ἆρά ἐστιν ἐν τῷ σώματι ὄντα διόλου καθαρτικῶς ἢ θεωρητικῶς ζῆν. οἱ μὲν οὖν παλαιοὶ οὐ βούλονται τοῦτο, φαίνεται δὲ καὶ ὁ Πλάτων μὴ βουλόμενος, εἴ γέ φησιν ὅτι οὐ μή ποτε δυνατὸν ἐν τῷ σώματι ὄντας γνῶναι τὸ ἀληθές. ὁ δὲ φιλόσοφος ὁ καθ’ ἡμᾶς
5φησιν ὅτι δυνατόν· εἰ γάρ ἐστιν ἔξω τοῦ σώματος ὄντα πολιτικῶς ἐνεργῆσαι, διὰ τί μὴ καὶ ἐν τῷ σώματι καθαρτικῶς ἢ θεωρητικῶς; καὶ εἰ ἐν τῷ Φαίδρῳ [248d2—e3] μεμνημένος βίων ἐνθουσιαστικὸν οὐ λέγει παρ’ ὅλον τὸν χρόνον βίον εἶναι, θεωρητικοῦ δὲ μέμνηται βίου, διότι παρ’ ὅλον μὲν τὸν βίον ἐνθου‐ σιαστικῶς οὐκ ἔστιν ἐνεργῆσαι, καθαρτικῶς δὲ καὶ θεωρητικῶς τί κωλύει;
10εἰ γὰρ καὶ τρεφόμεθα, ἀλλ’ ὡς καθαρτικοί, ἵνα γὰρ μὴ παραποδίζηται ἡ ψυχὴ ἐν ταῖς ἐνεργείαις τοῦ σώματος ἐμποδίζοντος. οἷον οὖν φλύαρον γείτονα τὸ σῶμα θεραπεύει ὁ καθαρτικὸς καὶ θεωρητικός, ἵνα ἐν ταῖς νοήσεσιν ἀκώλυτος ᾖ· ὥσπερ φησὶν περὶ τοῦ κορυφαίου φιλοσόφου ὅτι ἀγνοεῖ ὅποι γῆς ἐστιν, καὶ ἀγνοεῖ ὅτι ἀγνοεῖ [Theaet. 173c6—174a2]. καὶ εὗρεν ὁ λόγος διπλῆν ἀμαθίαν
15ἐπιστήμης κρείττονα. ταῦτα ἔχει ἡ θεωρία.

6

.

4

Μυρίας μὲν γὰρ ἀσχολίας παρέχει τὸ σῶμα [66b7—8]: εἰκότως ‘μυρίασ‘, διότι, ὡς εἴρηται, καὶ κατὰ φύσιν ἔχον καὶ παρὰ φύσιν ἐμποδὼν
γίνεται· καὶ οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ ἡ ἀλογία, καὶ αὕτη πολλαχῶς.99

6

.

5

Ἐρώτων δὲ καὶ ἐπιθυμιῶν [66c2]: εἰκότως πληθυντικῶς ταῦτα προ‐ ήγαγεν ἐνδεικνύμενος τὴν ἀπόστασιν τὴν ἀπὸ τοῦ ἑνός. ἔρως δέ ἐστι σύντονος ἐπιθυμία.

6

.

6

Καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν [66c2—3]: ὁ φόβος ἐν τῇ τριμερείᾳ τῆς ψυχῆς θεωρεῖται. φοβεῖται γὰρ ἡ μὲν ἐπιθυμία ἀφαίρεσιν χρημάτων, ὁ δὲ θυμὸς ἀτιμίαν, ὁ δὲ λόγος ἀπάτην· ἀπατᾶται δὲ ἢ ὑπὸ ψευδοῦς λόγου ἢ διὰ ἄγνοιαν. ‘εἴδωλα‘ δὲ καλεῖ τὰς τῇδε ἡδονὰς ὡς πρὸς τὴν θείαν ῥᾳστώνην
5παραβάλλων αὐτάς· πῶς γὰρ ἡδονὴ ἡ τῇδε, ἣ συμμιγής ἐστι τῇ οἰκείᾳ λύπῃ; εἰ μὴ γὰρ τῇ μεγίστῃ λύπῃ συνῆν τῇ ἀπὸ τοῦ διψῆν, οὐδὲ ἐπηκολούθει ἡ ἀπὸ τοῦ πίνειν μεγίστη ἡδονή.

6

.

7

Καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς [66c3—4]: φλυαρίαν καλεῖ ὁ Πλάτων πᾶν τὸ περιττόν, οὐ μόνον τὸ ἐν λόγοις, ἀλλὰ καὶ τὸ ἐν ἔργοις· ὥσπερ νῦν τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα, τουτέστι τὰς ἐνεργείας τὰς ἀλόγους, φλυαρίας ἐκάλεσεν.

6

.

8

Διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται [66c7—8]: τί φῄς; διὰ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται; οὐ γίνονται οὖν πόλεμοι καὶ διὰ κάλλος, ὡς ὁ Τρωϊκὸς διὰ τὴν Ἑλένην; τινές φασιν ὅτι ἄνευ χρημάτων πόλεμος οὐ γίνεται· ‘δεῖ δὲ χρημάτων, καὶ ἄνευ
5τούτων οὐδέν ἐστι γενέσθαι τῶν δεόντων‘ [Demosth. 1,20]. ἀλλ’ οὐ τοῦτό φησιν ἡ λέξις, ἀλλ’ ὅτι διὰ τὰ χρήματα οἱ πόλεμοι γίνονται. ἄλλοι φασὶν ὅτι χρήματα καλεῖ ὁ Πλάτων πάντα τὰ κτήματα· πάντες οὖν οἱ πόλεμοι διά τι τῶν κτημάτων γίνονται, κτῆμα δὲ καὶ ἡ γυνή. πρὸς οὕς φαμεν ὅτι ‘ἀλλὰ γίνεται πόλεμος καὶ διὰ τὸ μὴ δουλεῦσαι‘. ῥητέον οὖν ὅτι οὐ διαιρετέον, ὡς οἱ πολλοί,
10τὸν ἄνθρωπον εἰς ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ ἐκτός, οἷον ἐγὼ καὶ τὸ ἐμὸν καὶ τὰ τοῦ ἐμοῦ, ἀλλ’ εἰς ψυχὴν καὶ τὰ ἐκτός, καὶ τὸ σῶμα γὰρ τῶν ἐκτὸς ὡς πρὸς τὴν ψυχήν· διαιρετέον οὖν εἰς τὸ ἐγὼ καὶ τὰ τοῦ ἐμοῦ, καὶ ἐπειδὴ τὰ χρήματα ὁμολογουμένως ἐκτός ἐστιν, διὰ τοῦτό φησιν πάντας τοὺς πολέμους διὰ τὰ ἐκτὸς γίνεσθαι. ἄλλοι φασὶν ὅτι πάντες οἱ πόλεμοι διὰ χρήματα γίνονται, τουτέστι
15διὰ λάφυρα· ἀλλὰ γίνονται πόλεμοι καὶ διὰ φιλοτιμίαν, εἰ μὴ ἄρα τις καὶ ταύτην
ἐθέλει λέγειν λάφυρον.101

6

.

9

Ἀπαλλακτέον αὐτοῦ [66e1]: οὐχ ὅτι δεῖ ἐξάγειν ἑαυτούς, ἀλλὰ τουτέστι χωρισμὸν ζητητέον.

6

.

10

Ἢ οὐδαμοῦ ἐστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασιν [66e6]: διλήμματον πλέκει τοιοῦτον ἐνταῦθα ὁ Σωκράτης. ‘ἢ ἀδύνατον τὸν φιλόσοφον ἐν τῷ σώματι κατεχόμενον εἰδέναι τὰ νοητὰ ἢ ἐνδέχεται· ἀλλὰ μὴν οὐκ ἀδύνατον, διότι ἐφίενται οἱ φιλόσοφοι τῆς τοιαύτης γνώσεως, οὐκ ἂν δὲ τοὺς φιλοσόφους
5ὀρεκτικοὺς μάτην ἐποίησεν ἡ φύσις τῶν ἀδυνάτων ὀρεγομένους, καίτοι ἐφ’ ὧν οὐκ εἰσὶν ἀλλόκοτοι αἱ ὀρέξεις **· ἐνδέχεται ἄρα εἰδέναι τὰ νοητὰ ἐν τῷ σώματι κατεχόμενον‘.

6

.

11

Ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι [67a3]: ‘ἐγγυτάτω‘ διὰ τὴν θεωρη‐ τικὴν γνῶσιν· αὕτη γὰρ τέλος.

6

.

12

Ἐὰν ὅτι μάλιστα μηδὲ ὁμιλῶμεν τῷ σώματι [67a3—4]: κατὰ σχέσιν, ἐπεί ἐστι καὶ ἐν τούτῳ ὄντας καθαρτικῶς παρ’ ὅλον τὸν βίον ζῆν. ἐνθουσιαστικῶς μὲν γὰρ ἐν ὅλῳ τῷ βίῳ οὐκ ἔστι ζῆσαι, διότι διακόπτεται ὑπὸ τῆς φαντασίας· ἐναντίως γὰρ ἔχει αὕτη πρὸς ἐνθουσιαστικὴν ἐνέργειαν.
5οὕτω καὶ ἐν τῷ πτάρνυσθαι ἀφαντασιάστως ἐνεργοῦμεν· εἰ γὰρ φαντασθῶμεν, διακόπτεται καὶ ὁ πταρμός· διὸ καὶ ‘ζῆθι‘ φαμέν, ὡς τοῦ ζῴου δεομένου κατὰ φαντασίαν ἐνεργεῖν καὶ κινδυνεύοντος μὴ εἶναι.

6

.

13

Ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ [67a6]: θεὸν ἐνταῦθα καλεῖ τὸν Διό‐ νυσον, διότι οὗτος ἔφορος καὶ ζωῆς καὶ θανάτου, ζωῆς μὲν διὰ τοὺς Τιτᾶνας, θανάτου δὲ διὰ τὴν μαντείαν τὴν περὶ τὸν θάνατον. ἔφορος γὰρ πάσης βακχείας· διὸ οὐ μόνον κωμικῶν ἔφορός ἐστιν ὡς περὶ ἡδονὰς καταγινομένων, ἀλλὰ καὶ
5τραγικῶν περὶ λύπας καὶ θανάτους καταγινομένων.

6

.

14

Ὡς τὸ εἰκός [67a7—8]: οὐκ ἐνδοιάζων τὸ ‘εἰκόσ‘, ἀλλὰ τουτέστι τὸ ἐοικός.
ἐπάγει δὲ τὸ ‘ἴσως τὸ ἀληθὲς γνωσόμεθα‘ δι’ εὐλάβειαν· ἐπεὶ αὐτός ἐστιν ὁ λέγων ὅτι ‘ἀδαμαντίνοις δεσμοῖς δεῖ ταῦτα ἔχοντα κατιέναι εἰς Ἅιδου‘ [Rep. X 618e4—619a1].103

7

t

Πρᾶξις σὺν θεῷ

7

.

1

Οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἰ ταῦτα ἀληθ, ὦ ἑταῖρε [67b7—68c4]. Συναγαγὼν ὁ Σωκράτης διὰ τοῦ καθόλου λόγου ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, τὸ αὐτὸ νῦν συνάγει [67b7—c4]· καὶ οὐδὲν πλέον προστίθησιν καὶ οὐ ταὐτολογεῖ· ἀνωτέρω μὲν γὰρ ἐπὶ τοῦ καθόλου τὸν λόγον προήγαγεν,
5νῦν δὲ ὡς ἐπὶ παραδείγματος αὐτὸν προάγει καὶ μερικώτερον τὸν λόγον ποιεῖ ἐφ’ ἑαυτοῦ λέγων· ‘Σωκράτης ἄρα ἐθελήσει ἀποθνῄσκειν μετὰ ἀγαθῆς ἐλπίδος τεύξεσθαι οὗ πάλαι ἐπεθύμει· οὐκοῦν καὶ Εὔηνος, εἰ φιλόσοφος, ἐθελήσει κατακολουθῆσαι Σωκράτει ἀποθνῄσκειν ἐθέλοντι‘. ‘Ἐλπίδα‘ δὲ ἀκουστέον ἐνταῦθα [67b8] οὐ τὴν παρὰ Ἡροδότῳ, τὴν ‘ἐγρηγο‐
10ρότων ἐνύπνιον‘, τὴν ἀπὸ αἰσθητῶν γινομένην, ἀλλὰ τὴν θείαν καὶ ἀπὸ νοῦ κατιοῦσαν καὶ βεβαίαν, περὶ ἧς τὸ λόγιον ἔφη [frg. 47]
‘ἐλπὶς δὲ τρεφέτω σε πυρίοχοσ‘· πυρίοχον γὰρ καλεῖ τὴν θείαν, ἐπειδὴ οἱ παλαιοὶ πυρὶ ἀπείκαζον τὸ θεῖον.

7

.

2

‘Πρέπει δὲ ἐκεῖσε ἀποδημοῦντα τὰ τοιαῦτα πραγματεύεσθαι.‘ ‘ἀποδημίαν‘ δὲ ἐκάλεσε τὴν ἐκεῖσε πορείαν ὡς ἀπὸ τοῦ δήμου οὖσαν· δῆμος γὰρ πᾶν τὸ αἰσθητὸν διὰ τὸ ἀστάθμητον αὐτοῦ καὶ ῥευστόν· ἀποδημία οὖν ἡ ἐκεῖσε 〈πορεία〉· ‘πατὴρ γὰρ ἡμῶν καὶ πατρὶς 〈ἐκεῖ〉‘ [Plot. I 6,8.21]. τί δὲ δηλοῖ ἄρα τὸ ‘πραγμα‐
5τεύεσθαι‘; ἢ οὐ δεῖ λόγῳ μόνῳ ἄνω καὶ καὶ κάτω θρυλεῖν τὰς καθαρτικὰς
ἀρετάς, ἀλλὰ καὶ ἔργῳ αὐτὰς δεικνύναι. Ἐφ’ οἷς ὁρίζεται τὸν θάνατον κάθαρσιν ψυχῆς ἀπὸ σώματος [67c5—d6]. καὶ διὰ τί καὶ πάλαι ὁρισάμενος τὸν θάνατον [64c4—8] καὶ νῦν τοῦτο ποιεῖ; ἢ πάλιν ἀπὸ τοῦ καθολικωτέρου ἐπὶ τὸ μερικώτερον προῆλθεν· πάλαι μὲν γὰρ105
10ὡρίζετο τὸν θάνατον χωρισμὸν ψυχῆς ἀπὸ σώματος καὶ σώματος ἀπὸ ψυχῆς (καὶ ἐλέγομεν ὅτι οὐ μάτην τῶν δύο ἐμνημόνευσε), νῦν δὲ τὸν θάνατον ὁρίζεται κάθαρσιν μόνον ψυχῆς ἀπὸ σώματος· καὶ καθολικώτερος ὁ θάνατος τῆς καθάρσεως, διότι ὁ μὲν καθαιρόμενος πάντως καὶ ἀποθνῄσκει, οὐ μὴν ὁ ἀποθνῄσκων καὶ καθαίρεται διὰ τὰς φιλοσωμάτους ψυχὰς περὶ τοὺς τάφους
15καὶ μετὰ τὸν θάνατον εἱλουμένας. καὶ οὕτως ἠλευθερώσαμεν αὐτὸν ἀδολεσχίας.

7

.

3

Εἶτα δείκνυσι πάλιν ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, οὕτως· ‘ὁ φιλόσοφος φεύγει τὰ αἰσθητὰ καὶ διώκει τὰ νοητά, ὁ τοιοῦτος χωρίζει ἑαυτὸν τοῦ σώματος, ὁ χωρίζων ἑαυτὸν ἀποθνῄσκειν ἐθέλει, καὶ δῆλον τὸ συμπέρασμα‘. εἰ δὲ καὶ ἀνωτέρω [64a4—66a10] τούτου ἐμνημόνευσεν, ἀλλ’ οὐκ ἀδολεσχεῖ·
5ἀνωτέρω μὲν γὰρ ἁπλοῦν ἦν τὸ συνημμένον, ἔλεγε γὰρ ‘ὁ φιλόσοφος φεύγει τὰ αἰσθητά‘, ἐνταῦθα δὲ σύνθετόν ἐστιν, ἔφη γὰρ ὅτι ‘ὁ φιλόσοφος φεύγει τὰ αἰσθητὰ καὶ διώκει τὰ νοητά‘. Εἶτά φησιν ὅτι ‘γελοῖόν‘ ἐστι παρ’ ὅλον τὸν βίον ἐθέλειν ἀποθνῄσκειν, ἥκοντος δὲ τοῦ θανάτου δεδιέναι [67d12]. ἀλλ’ ἐπειδὴ καὶ ἀνωτέρω καὶ ἐνταῦθα
10γελοίου ἐμνημόνευσεν, τί τὸ γελοῖον παρὰ Πλάτωνι; γελοῖον τοίνυν ἐστὶν αἰσχρὸν ἀσθενές· διὸ καὶ ὁ Θερσίτης γελοῖος ἦν, ‘αἴσχιστοσ‘ γὰρ ‘ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν‘ [Β 216]. οἰκεῖον δὲ τῇ ὕλῃ καὶ τὸ αἰσχρὸν ὡς ἀνειδέῳ καὶ ἀκαλλεῖ· ἀλλὰ μὴν καὶ τὸ ἀδύναμον, διότι ἀδυναμίαν ἔχει πάντων τῶν ὄντων. καὶ ἡ ἡμετέρα δὲ ψυχὴ δέδιεν τὸν θάνατον ἢ διὰ ἄγνοιαν καὶ αἶσχος ἢ διὰ ἀσθένειαν
15καὶ δειλίαν.

7

.

4

Εἶτα καὶ ἄλλως κατασκευάζει ὅτι οἱ φιλόσοφοι ἀποθνῄσκειν ἐθέλουσιν
[68a3—b4]. εἰ γὰρ οἱ παρ’ ἡμῖν ἀνθρωπίσκοι τελευτᾶν βούλονται ἐρῶντές τινων, οἰόμενοι ἐκεῖσε ὄψεσθαι τὰ παιδικὰ καὶ συνέσεσθαι τούτοις, καίτοι μὴ πάντως θεώμενοι διὰ τὸ ὑπὸ διαφόρους ἀγελάρχας τελεῖν· —αἱ μὲν γὰρ τῶν ψυχῶν107
5Παιώνιοι, αἱ δὲ Σεληναῖαι· ὡς γάρ φησιν ἐν Τιμαίῳ [42d4—5], ἐγκατέσπειρεν ὁ δημιουργὸς Ἡλίῳ καὶ Σελήνῃ τὰς ψυχάς· διὸ καὶ ἀποτυχίαι ἢ ἐπιτυχίαι ἐν τοῖς ἐπιτηδεύμασι γίνονται διὰ τὸ ἀσύμφωνον εἶναι πολλάκις τὴν προβολὴν ταῖς ἐξ ἀρχῆς αἱρέσεσιν· αἱ γὰρ μεγαλουργοὶ ζωαὶ καὶ μεγάλα κατορθώματα ἔχουσι σύμφωνον ἔχουσαι τῇ αἱρέσει τὴν προβολήν, αἱ δὲ ἀποτυχίαι διὰ τὸ
10ἀνάπαλιν γίνονται, ‘πολλοὶ γὰρ Πλάτωνες τὴν γῆν σκάπτουσιν‘, ὡς ἔφη τις· — πολλῷ οὖν μᾶλλον οἱ φιλόσοφοι ἐθέλουσιν ἀποθνῄσκειν, εἰδότες ἀκριβῶς ὅτι τεύξονται ἐκεῖσε τοῦ ἐφετοῦ. Καί φησιν [68b5—c4] ὅτι εἰ φιλόσοφος, ἀδεὴς περὶ τὸν θάνατον, οὐκ εἶπεν δέ, εἰ ἀδεὴς περὶ τὸν θάνατον, καὶ φιλόσοφος· πολλοὶ γὰρ διὰ θράσος καὶ προπέ‐
15τειαν ἐθέλουσιν ἀποθνῄσκειν μὴ ὄντες φιλόσοφοι. εἰ οὖν φιλόσοφος, καὶ ἀδεὴς περὶ τὸν θάνατον, καὶ εἰ μὴ ἀδεὴς περὶ τὸν θάνατον, οὐ φιλόσοφος, ἀλλά τις φιλοσώματος· ὁ τοιοῦτος δὲ ἢ φιλοχρήματός ἐστιν ἢ φιλότιμος.109

7

.

5

Καὶ διὰ τί τὸ φιλήδονον παρῆκεν [68b7—c3]; ὁ μὲν Ἁρποκρατίων [frg. 4] ἀπορήσας οὐκ ἐπελύσατο· ὁ δέ γε Πρόκλος φησὶν ὅτι φιληδόνου οὐκ ἐμνημό‐ νευσεν, διότι ἀνωτέρω [64d1—4] εἶπεν ὅτι δεῖ φεύγειν τὰς ἡδονάς. οὐδὲν δὲ πρὸς τὸ προκείμενον· διὰ τί γὰρ φιληδόνου οὐκ ἐμνημόνευσεν; ὁ δέ γε φιλόσοφος
5Ἀμμώνιός φησιν ὅτι ἐπειδὴ σκοπὸς αὐτῷ διακρῖναι οὐ φιλόσοφον ἀπὸ μὴ φιλοσόφου, ἀλλὰ ἀπὸ προσποιουμένου εἶναι φιλοσόφου, ὁ δὲ τοιοῦτος κἂν φιλήδονος ᾖ συγκρύψει μὲν τὰς ἡδονὰς καὶ προσποιήσεται σωφρονεῖν, τὸ δὲ φιλοχρήματον οὐ συγκρύψει ἴσως οὐδὲ τὸ φιλότιμον, ἀλλὰ προφασίσοιτο εὐλόγους τινὰς αἰτίας, καθάπερ καὶ Ζήνων ἔλεγεν λαμβάνειν ἐκ τῶν μαθητῶν
10ἢ ἐθίζων αὐτοὺς καταφρονεῖν μισθοῦ ἢ διὰ τὸ μεταδιδόναι τοῖς ἀπορωτέροις· φιλοτιμίας δέ φησιν ἀντέχεσθαι διὰ τὸ εἰς ζῆλον κινῆσαι τοὺς μαθητάς, διὸ τὴν φιλοτιμίαν ἀγαθὸν ἐκάλει πάθος, πάθος δὲ ὅμως. ταῦτα ἔχει ἡ θεωρία.

7

.

6

Πολλὴ ἐλπὶς ἀφικομένῳ οἷ ἐγὼ πορεύομαι [67b8]: ἐλπὶς ἡ θεία, περὶ ἧς ἔφη ‘ἐλπὶς δὲ τρεφέτω σε πυρίοχοσ‘ [Or. Chald. frg. 47]. καὶ ἔστιν κατὰ Πλάτωνα [Phil. 32b9—c2] καὶ Ἀριστοτέλην [mem. 1, 449b10—13] ἡ ἐλπὶς δόξα· διὸ τὰ λογικὰ μόνα ἐλπίζει, τὰ δὲ ἄλογα οὐκ ἐλπίζει, διότι ἡ ἐλπὶς
5τῶν ἀπόντων ἐστίν, οἷον ἑλεπίστις, τὰ δὲ ἄλογα τοῦ παρόντος μόνου συναισθά‐ νεται, οὐ μὴν τοῦ ἀπόντος. ἀλλὰ κατὰ μὲν Πλάτωνα δόξα ἐστὶν ζωτικὴ ἡ ἐλπίς, καὶ τοῦτό ἐστιν ἑλεῖν ἐκ τῶν εἰρημένων αὐτῷ ἐν τῷ Φιλήβῳ [40a6—7]· ἔφη γὰρ αὐτὴν ἐοικέναι συλλογισμῷ· εἰ δὲ ἐοικέναι εἶπεν, οὐ μὴν αὐτόθεν συλλογισ‐ μόν, ζωτικὴν ἄρα δόξαν αὐτὴν βούλεται. ὁ δέ γε Ἀριστοτέλης δόξαν αὐτὴν111
10βούλεται εἶναι γνωστικήν. οἰκεῖον δὲ τὸ ‘ἀφικομένῳ‘ καὶ ‘πορεύομαι‘ τῇ ψυχῇ, ἐγχρόνως καὶ οὐκ ἀχρόνως, καὶ μεριστῶς, οὐκ ἀμερίστως ἢ ἀθρόως γινωσκούσῃ τὰ πράγματα, καθάπερ ὁ νοῦς ἀμεταβάτως καὶ αἰωνίως καὶ ἀθρόως γινώσκει. οἰκεία γὰρ ἡ κίνησις τῇ ψυχῇ, διότι πρώτη τῶν κινήσεων ἡ κατὰ τόπον, πρῶτον δὲ τῶν κινουμένων τὸ αὐτοκίνητον· τρία γάρ ἐστιν, ἀκίνητον, αὐτοκίνητον,
15ἑτεροκίνητον. διὸ καὶ τὸ ‘ἀφικομένῳ‘ καὶ ‘πορεύομαι‘, ὅπερ οἰκεῖον, ὡς εἴρηται, τοπικῇ κινήσει.

7

.

7

Ἱκανῶς ἐκεῖ [67b8]: τὸ ἱκανὸν οἷόν τέ ἐστιν ἀπογεννῆσαι καὶ ἄλλα τοιαῦτα.

7

.

8

Καὶ ἄλλῳ ἀνδρί [67c2]: οὐκ ἐνέμεινε τοῖς κατὰ μέρος, καὶ ταῦτα τοῦτον ἔχων σκοπόν, ἐπειδὴ ἀφιλόσοφον τοῦτο, ἀλλὰ ἀνῆλθεν ἐπὶ τὸ καθόλου.

7

.

9

Παρεσκευάσθαι τὴν διάνοιαν ὥσπερ κεκαθαρμένην [67c2—3]: οἰκεία ἡ διάνοια τῇ καθαρτικῇ ζωῇ, ὥσπερ ὁ νοῦς τῇ θεωρητικῇ. τὸ δὲ ‘ὥσπερ‘ εἶπεν διὰ τὸν θεωρητικὸν βίον, ἐκεῖνος γὰρ κατὰ ἀλήθειάν ἐστι κεκαθαρμένος.

7

.

10

Συναγείρεσθαί τε καὶ ἀθροίζεσθαι καὶ οἰκεῖν [67c8—9]: τί βούλεται ὁ ἐπαναδιπλασιασμὸς τῶν λέξεων τούτων; οὐ γὰρ μάτην εἴρονται οὐδὲ ἐπίδειξιν λέξεως νῦν σκοπὸν ἔχει ποιήσασθαι ὁ Πλάτων, ἀλλὰ διὰ μὲν τοῦ ‘συναγείρεσθαι‘ τουτέστιν ἀπὸ τῆς σωματοειδοῦς ζωῆς ἐπιστρέφεσθαι, διὰ δὲ τοῦ ‘ἀθροίζεσθαι‘
5τουτέστιν ἀπὸ τῆς δοξαστικῆς. πῶς δὲ ἄρα οὐ τὰ Ὀρφικὰ ἐκεῖνα [frg. 211] παρῳδεῖ νῦν ὁ Πλάτων, ὅτι ὁ Διόνυσος σπαράττεται μὲν ὑπὸ τῶν Τιτάνων, ἑνοῦται δὲ ὑπὸ τοῦ Ἀπόλλωνος; διὸ ‘συναγείρεσθαι‘ καὶ ‘ἀθροίζεσθαι‘ τουτέστιν ἀπὸ τῆς Τιτανικῆς ζωῆς ἐπὶ τὴν ἑνοειδῆ. καὶ ἡ Κόρη δὲ κατάγεται μὲν εἰς Ἅιδου, ἀνάγεται δὲ πάλιν καὶ οἰκεῖ ἔνθα πάλαι ἦν ὑπὸ τῆς Δήμητρος· διὸ καὶ113
10τὸ ‘οἰκεῖν‘· παρῳδεῖ γὰρ πανταχοῦ τὰ Ὀρφέως. διὸ καὶ στίχον αὐτοῦ [frg. 235] φησιν ἐφεξῆς [69c8—d1]·
‘πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι‘. καὶ ναρθηκοφόροι μέν, οὐ μὴν Βάκχοι, οἱ πολιτικοὶ φιλόσοφοι, ναρθηκοφόροι δὲ Βάκχοι οἱ καθαρτικοί. διὸ καὶ ζωῆς καὶ θανάτου, ὡς εἴρηται,
15ὁ Διόνυσος αἴτιος· θανάτου γὰρ ὡς μαντείας ἔφορος ἀφαντάστου οὔσης· διὸ καὶ τὸν ὕπνον ἀδελφὸν τοῦ θανάτου φασὶν οἱ ποιηταὶ καὶ ‘κασίγνητον‘ [Hom. Ξ 231], διότι χωρίζει ἡμᾶς καὶ οὗτος ἀπὸ τῆς αἰσθήσεως, εἰ καὶ μὴ ἀπὸ φαντασίας, καθάπερ ὁ θάνατος.

7

.

11

Ἀεὶ μάλιστα καὶ μόνοι οἱ φιλοσοφοῦντες [67d7—8]: διὰ μὲν τοῦ ‘ἀεὶ‘ τὸ ἀδιάκοπον ἐδήλωσε τῆς καθάρσεως, διὰ δὲ τοῦ ‘μάλιστα‘ τὸ σύντονον. δύο γὰρ ταῦτα 〈τὰ〉 ἐπιτηδεύματα συνίστησιν, τὸ ἀδιάκοπον τῆς ἐνεργείας καὶ τὸ σύντονον.

7

.

12

Ἄνδρα παρασκευάζοντα ἑαυτόν [67d12—e1]: γελοῖον γάρ ἐστι παρ’ ὅλον μὲν τὸν χρόνον ἐφίεσθαι τούτου, ἥκοντος δὲ τοῦ ἐφετοῦ χαλεπῶς ἢ δυσφόρως φέρειν, ὡς εἰ καὶ τὸ πῦρ ἐφιέμενον τοῦ ἄνω τόπου, δι’ ὃν κινεῖται, μὴ ἐθέλειν δὲ ἐν τούτῳ εἶναι.

7

.

13

Εἰ γὰρ διαβέβληται πανταχῇ τῷ σώματι [67e6—7]: τὸ ‘διαβέβληται‘ μέσον ὂν δύναται καὶ ἐπὶ ἐνεργείας λαμβάνεσθαι, ὥσπερ ἐνταῦθα, ἀντὶ τοῦ ‘διαβάλλει‘. σημειωτέον δὲ τὴν σύνταξιν, ὅτι πρὸς δοτικὴν ἀποδέδοται.

7

.

14

Ἢ ἀνθρωπίνων μὲν παιδικῶν καὶ γυναικῶν [68a3—4]: τὸ ἄλλο ἐπιχεί‐ ρημα, ὅτι οἱ παρ’ ἡμῖν ἀνθρωπίσκοι ἐθέλουσιν ἀποθνῄσκειν, καθάπερ ἡ Εὐάδνη,
ἣ ἐν πυρκαϊᾷ ἐνέβαλλεν ἑαυτὴν διὰ τὸ οἴεσθαι συνεῖναι τῷ ἀνδρὶ τελευτήσαντι.115

8

t

Πρᾶξις σὺν θεῷ

8

.

1

Ἆρα οὖν, ἔφη, ὦ Σιμμία, οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία [68c5—69e5]. Ἀποδοὺς ὁ Σωκράτης τὴν φρόνησιν τῇ καθαρτικῇ ζωῇ, ἡνίκα ἔλεγεν ‘τί δὲ δή; περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν πῶς ἕξουσιν;‘ [65a9] ἐντεῦθεν βούλεται καὶ ἀνδρείαν καὶ σωφροσύνην ἀποδοῦναι τῇ καθαρτικῇ ζωῇ· δικαιοσύνης
5δὲ εἰκότως οὐκ ἐμνημόνευσεν ὡς ἐπιφαινομένης ταῖς ἄλλαις ἀρεταῖς. ἤρξατο δὲ ἀπὸ τῆς φρονήσεως, διότι καθαρτικοῦ ἔργον τὸ πρὸς ἑαυτὸν ἐπιστρέφειν, νοῦ δὲ ἀπόρροια καὶ ἡ φρόνησις τοῦ πρὸς ἑαυτὸν ἐπιστρέφοντος. ἄλλοι δὲ τὴν ἀνδρείαν ἀπεικάζουσιν τῇ καθαρτικῇ διὰ τὸ πρὸς τὰ δεύτερα ἀμάλθακτον· τοιαύτη γὰρ καὶ ἡ ἀνδρεία, ἀρρεπὴς οὖσα περὶ τὰ δεύτερα· οὕτω δὲ καὶ ὁ Σωκράτης
10οὐδὲν πέπονθεν ὑπὸ Ξανθίππης καὶ τοῦ παιδίου κλάοντος, ἀλλ’ ἀκλινῶς ἔσχε πρὸς αὐτούς [60a1—8].

8

.

2

Ἀλλ’ ἐπειδὴ ἀρετῶν ἐμνημονεύσαμεν, φέρε εἴπωμεν τοὺς βαθμοὺς τῶν ἀρετῶν. πέντε τοίνυν βαθμοὶ τῶν ἀρετῶν εἰσιν. ἢ γὰρ φυσικαί εἰσιν, αἳ ἀπὸ κράσεως ἐπιγίνονται ἡμῖν· ἢ ἠθικαί, ὡς αἱ ἀπὸ συνηθισμοῦ. καὶ οἰκεῖαι αἱ μὲν φυσικαὶ μάλιστα τοῖς ἀλόγοις ζῴοις, αἳ ἀπὸ κράσεώς εἰσιν· πάντες γὰρ οἱ λέοντες117
5ἀνδρεῖοι διὰ τὴν κρᾶσιν καὶ οἱ ἀπὸ τούτων πάντες, ὅπερ οὐκ ἔστιν εὑρεῖν σῳζόμενον ἐφ’ ἡμῶν, πάντες οἱ βόες σώφρονες, πάντες οἱ πελαργοὶ δίκαιοι, πᾶσαι αἱ γέρανοι φρόνιμοι. αἱ δὲ ἠθικαὶ οἰκεῖαι μάλιστα ἡμῖν καὶ τῶν ἄλλων ζῴων ὅσα τελειοτέραν ἔχει φαντασίαν καὶ συνηθίζεσθαι δυναμένην, ἣν καλεῖ διδακτικὴν ὁ Ἀριστοτέλης. εἰ δὲ λόγῳ χρῷντο αἱ ἀρεταί, ἢ τῇ τριμερείᾳ
10〈χρῶνται〉 τῆς ψυχῆς καὶ τοῖς πάθεσι μεμετρημένοις, ὡς αἱ πολιτικαί· ἢ οὐ χρῶνται, καὶ ἢ φεύγουσι τὰ πάθη, ὡς αἱ καθαρτικαί, ἢ πεφεύγασιν, ὡς αἱ θεωρητικαί. ὁ δέ γε Πλωτῖνος [I 2,7.2—6] καὶ ἄλλον βαθμὸν βούλεται εἶναι ἀρετῶν παρὰ ταύτας, τὸν τῶν παραδειγμάτων. εἰσὶ γὰρ καὶ παραδειγματικαὶ ἀρεταί· ὥσπερ γὰρ τὸ ἡμέτερον ὄμμα πρότερον μὲν φωτιζόμενον ὑπὸ τοῦ
15ἡλιακοῦ φωτὸς ἕτερόν ἐστι τοῦ φωτίζοντος ὡς ἐλλαμπόμενον, ὕστερον δὲ ἑνοῦταί πως καὶ συνάπτεται καὶ οἷον ἓν καὶ ἡλιοειδὲς γίνεται, οὕτω καὶ ἡ ἡμετέρα ψυχὴ κατ’ ἀρχὰς μὲν ἐλλάμπεται ὑπὸ νοῦ καὶ ἐνεργεῖ κατὰ τὰς θεωρητικὰς ἀρετάς, καὶ ὕστερον οἷον ὅπερ τὸ ἐλλάμπον γίνεται καὶ ἑνοειδῶς ἐνεργεῖ κατὰ τὰς παραδειγματικὰς ἀρετάς. καὶ φιλοσοφίας μὲν ἔργον νοῦν ἡμᾶς ποιῆσαι,
20θεουργίας δὲ ἑνῶσαι ἡμᾶς τοῖς νοητοῖς, ὡς ἐνεργεῖν παραδειγματικῶς.

8

.

3

Καὶ ὡς μὲν φυσικὰς ἀρετὰς ἔχοντες γινώσκομεν τὰ ἐγκόσμια σώματα, σώματα γὰρ καὶ τὰ ὑποκείμενα ταῖς τοιαύταις ἀρεταῖς· ὡς δὲ ἠθικὰς ἀρετὰς ἔχοντες τὴν εἱμαρμένην ἴσμεν τοῦ παντός, διότι καὶ αὕτη περὶ ἀλόγους ζωὰς καταγίνεται, οὐ γὰρ ἡ λογικὴ ψυχὴ ὑπὸ εἱμαρμένην ἐστίν, καὶ αἱ ἠθικαὶ δὲ
5ἀρεταὶ ἄλογοί εἰσι· κατὰ δὲ τὰς πολιτικὰς τὰ ἐγκόσμια ἴσμεν· κατὰ δὲ τὰς καθαρτικὰς τὰ ὑπερκόσμια· ὡς δὲ θεωρητικὰς ἔχοντες τὰ νοερά· ὡς δὲ παρα‐
δειγματικὰς τὰ νοητά. Οἰκεία δὲ ἡ μὲν σωφροσύνη ταῖς ἠθικαῖς ἀρεταῖς, ἡ δὲ δικαιοσύνη ταῖς πολιτικαῖς διὰ τὰ συναλλάγματα, ἡ δὲ ἀνδρεία ταῖς καθαρτικαῖς διὰ τὸ ἀρρεπὲς119
10τὸ πρὸς τὴν ὕλην, ἡ δὲ φρόνησις ταῖς θεωρητικαῖς.

8

.

4

Ἐκεῖνο δὲ ἄξιον ἀπορῆσαι· εἰ δόγμα Πλατωνικόν ἐστι τὸ τὰς ἀρετὰς ζωὰς εἶναι (ταύτῃ γὰρ καὶ ἀντιδιῄρηνται τῇ ἐπιστήμῃ γνωστικῇ οὔσῃ), πῶς ἡ φρόνησις ζωή ἐστιν; λύσις, ὅτι ἐκλογὴ καὶ ἀπεκλογὴ τῶν πρακτῶν ἡ φρόνησις, ἀλλ’ οὐχ ἁπλῶς κρίσις γνωστικὴ τῶν τοιούτων ἢ μή.
5 Καλεῖ δὲ ὁ Πλάτων τὰς μὲν φυσικὰς ἀρετὰς ‘ἀνδραποδώδεισ‘ ὡς καὶ ἀνδραπό‐ δοις δυναμένας ὑπάρχειν· τὰς δὲ ἠθικὰς ‘σκιαγραφίασ‘, τὸ ὅτι γὰρ μόνον ἔχουσιν, σκιὰ δὲ τὸ ὅτι τοῦ διότι. Ἐκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνας ἐν τῇ λέξει ὁ Πλάτων ἀρετάς φησιν πάθη παθῶν ἀνταλλαττομένας καὶ τὰ μεγάλα πάθη φεύγειν, τὰ δὲ ἐλάττω αἱρεῖσθαι,
10οἷον ‘χρύσεα χαλκείων‘ [Hom. Ζ 236] ἀμειψαμένας. τινὲς μὲν οὖν τῶν ἐξηγητῶν

8

.

5

ταῦτα ᾠήθησαν ἐπὶ τῶν φυσικῶν καὶ ἠθικῶν ἀρετῶν λέγεσθαι. τὸ δὲ οὐχ οὕτως· οὐδὲ γὰρ αὗται πάθη παθῶν ἀνταλλάττονται τῷ εἶναι αὐτῷ ποιοῦσαι. ἀλλὰ ταῦτα ὁ φιλόσοφος Πρόκλος λέγεσθαί φησιν ἐπὶ ἀρετῶν οὐ διὰ βίου τοιούτων,
ἀλλ’ ἔν τινι χρόνῳ διὰ ἀνάγκην τινά, οἷον πολλοὶ δειλίᾳ ἀνδρίζονται καὶ ἀκολασίᾳ121
5σωφρονοῦσι· πολλοὶ γὰρ δειλοὶ ὄντες δέει μειζόνων κακῶν, οἷον τοῦ δουλεύειν, αἱροῦνται ἀνδρείως ἀποθανεῖν, πάθη παθῶν ἀνταλλαττόμενοι, οἷον τὸν θάνατον δουλείας, καὶ πολλοὶ οὐκ εἰς κόρον ἐσθίουσιν ἀκόλαστοι ὄντες διὰ τὸ μειζόνων ἡδονῶν ἀπολαῦσαι ἐν τῇ ὑγιείᾳ. ταύτας οὖν λέγει ὁ Πλάτων ψευδωνύμους ἀρετὰς καὶ πάθη παθῶν ἀνταλλαττομένας.

8

.

6

Διακρίνει δὲ τὰς φυσικὰς καὶ ἠθικὰς τῶν ψευδωνύμων, ὅτι αὗται μὲν αὐτῷ τῷ εἶναι ποιοῦσι, καθάπερ καὶ ὁ θεὸς καὶ ἡ φύσις τῷ εἶναι ποιοῦσιν, αἱ δὲ ψευδώνυμοι ἐπίπλαστοι οὖσαι οὐκ αὐτῷ τῷ εἶναι, ἀλλὰ μετὰ βουλῆς ὑποκρίνονται ὃ μή εἰσιν. ταύτας δὲ διακρίνει τῶν πολιτικῶν, ὅτι αἱ μὲν πολιτικαὶ
5οὐ πάθη παθῶν ἀνταλλάττονται, εἴ γε ἐκεῖναι ἕνα σκοπὸν ἔχουσι τὸ ἀγαθὸν καὶ οὐ καθάπερ αἱ ψευδώνυμοι. διακρίνει δὲ πολιτικὰς καθαρτικῶν καὶ θεωρη‐ τικῶν, ὅτι αἱ μὲν πολιτικαὶ τῇ τριμερείᾳ τῆς ψυχῆς χρῶνται [69b4—5], αἱ δὲ καθαρτικαὶ καὶ θεωρητικαὶ οὐχ οὕτως· καὶ ὅτι αἱ μὲν πολιτικαὶ ‘τῷ ὄντι‘ [b2] εἰσὶν ἀρεταὶ καὶ ‘ἀληθεῖσ‘ [b3], οὐ μὴν ἄμφω, τῷ ὄντι ἀληθεῖς, αἱ δὲ καθαρτικαὶ
10καὶ θεωρητικαὶ ἅμα ἄμφω εἰσίν, ‘τῷ ὄντι ἀληθεῖσ‘ [b8]· ὥσπερ γὰρ ἐν τῷ Ἀλκιβιάδῃ [129a8—b1] ἔλεγεν ‘αὐτὸ‘ μὲν τὴν ψυχήν, ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ τὴν λογικὴν ψυχήν, οὕτω καὶ νῦν ‘τῷ ὄντι‘ μόνον καλεῖ τὰς πολιτικὰς ἀρετάς, ‘τῷ ὄντι‘ δὲ ‘ἀληθεῖσ‘ τὰς καθαρτικὰς καὶ θεωρητικάς· διακρίνει δὲ αὐτὰς καὶ ἄλλως, ὅτι αἱ μὲν πολιτικαὶ οὐκ εἰσὶ τελεστικαί, αἱ δὲ καθαρτικαὶ καὶ θεωρητικαὶ
15τελεστικαί εἰσι [c3—d2]· διὸ καὶ τὸ ὄνομα τοιοῦτον ἔχουσι, καθαρτικαὶ μὲν ἀπὸ τοῦ καθαρμοῦ, ᾧ ἐν ταῖς τελεταῖς χρώμεθα, θεωρητικαὶ δὲ ἀπὸ τοῦ τὰ θεῖα ὁρᾶν.

8

.

7

Διὸ καὶ παρῳδεῖ ἔπος Ὀρφικὸν [frg. 235] τὸ λέγον ὅτι ‘ὅστις δ’ ἡμῶν ἀτέλεστος, ὥσπερ ἐν βορβόρῳ κείσεται ἐν Ἅιδου‘, τελετὴ γάρ ἐστιν ἡ τῶν ἀρετῶν βακχεία· καί φησιν
‘πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι‘,
5ναρθηκοφόρους οὐ μὴν Βάκχους τοὺς πολιτικοὺς καλῶν, ναρθηκοφόρους δὲ
καὶ Βάκχους τοὺς καθαρτικούς. καὶ γὰρ ἐνδούμεθα μὲν τῇ ὕλῃ ὡς Τιτᾶνες διὰ τὸν πολὺν μερισμόν—πολὺ γὰρ τὸ ἐμὸν καὶ σόν, —ἀνεγειρόμεθα δὲ ὡς Βάκχοι· διὸ καὶ περὶ τὸν θάνατον μαντικώτεροι γινόμεθα, καὶ ἔφορος δὲ τοῦ θανάτου ὁ Διόνυσος, διότι καὶ πάσης βακχείας. καὶ εὖ γε τοῦ λόγου, διότι καὶ ἀπὸ θεοῦ123
10ἤρξατο, ἡνίκα ἔλεγεν ‘ὁ μὲν ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν [62b2—4], καὶ εἰς θεὸν κατέληξεν ἐξ οὗ καὶ ἤρξατο, λέγω δὴ τὸν Διόνυσον. ἐν οἷς σὺν θεῷ τὸ πρῶτον τμῆμα· διαδέχονται γὰρ οἱ περὶ ἀθανασίας τῆς ψυχῆς λόγοι. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

8

.

8

Οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω [68c5]: ‘ὀνομαζομένη‘ ὑπὸ τῶν πολλῶν· ὀνόματος γὰρ μόνου κοινοῦ μετέχουσιν περὶ τὸ πρᾶγμα διαφερόμενοι, ἀγνοοῦσι γὰρ τὰς ἀληθεῖς ἀρετάς.

8

.

9

Ὀλιγωροῦσί τε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν [68c11—12]: ‘ζητοῦσιν οἱ ἐξηγηταὶ τί δή ποτε δικαιοσύνης οὐκ ἐμνημόνευσε μόνης τῶν ἄλλων ἀρετῶν. καὶ ὁ μὲν Πρόκλος φησὶν ὅτι οὐκ ἔστιν ἐναργῶς κρᾶσις ᾗ ἕπεται ἡ δικαιοσύνη· οὐδὲ γάρ, ὥσπερ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν εὑρεῖν κρᾶσιν ἀφωρισμένην
5ἑκάστῃ τῶν ἀρετῶν, οὕτως ἐστὶν εὑρεῖν καὶ ἐπὶ τῆς δικαιοσύνης· οὐ γάρ ἐστιν αὕτη σωματικὴ ἀρετή, καθάπερ αἱ ἄλλαι, ἃς νῦν ἀνδραποδώδεις λέγει. τοῦτο δὲ οὐ πιθανόν, ἀλλὰ μᾶλλον ῥητέον τὸ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ὡς ἐπιφαινομένην ταῖς ἄλλαις ἀρεταῖς παρῆκεν τὴν δικαιοσύνην, τοῦτο δὴ τὸ τοῦ Δαμασκίου.

8

.

10

Οἶσθα, ἦ δ’ ὅς, ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶν; [68d5—6]: εἰ οὖν τις ἡμᾶς ἔροιτο, ‘πότερον ὁ Σωκράτης κακὸν ἡγεῖτο τὸν θάνατον ἢ οὐ κακόν; εἰ μὲν οὖν κακόν, οὐ φιλόσοφος· εἰ δὲ οὐ κακόν, οὐκ ἀνδρεῖος, οἷς μὴ ἡγεῖται κακοῖς ἐπιβατεύων, οὐ γὰρ ἀνδρεῖος
5ὁ τὰ 〈μὴ〉 φοβερὰ μὴ δεδιώσ‘; ἢ κατ’ αὐτὸ τοῦτο ἀνδρεῖος, διότι τὰ τοῖς ἄλλοις φοβερὰ οὐ φοβερὰ ᾤετο, ἐπεὶ καὶ πᾶσα ἀνδρεία ἐν τούτῳ θεωρεῖται.

8

.

11

Ὦ μακάριε Σιμμία, μὴ γὰρ οὐκ αὐτὴ [69a6]: προσφόρως νῦν τὸ ‘ὦ μακάριε‘, διότι ἀνάγει ἐπὶ μείζους ἀρετάς, τὰς πολιτικάς, αἷς οἰκεῖον τὸ μακαριστόν. διὰ δὲ τῶν εἰρημένων διακρίνας τὰς ψευδωνύμους ἀρετὰς τῶν
ἠθικῶν καὶ φυσικῶν ἐντεῦθεν τὰς πολιτικὰς διακρίνει καὶ τῶν ψευδωνύμων.125

8

.

12

Ὥσπερ νομίσματα, ἀλλ’ ἢ ἐκεῖνο μόνον νόμισμα ὀρθόν [69a9—10]: τὰς μὲν καταλλαγὰς τῶν ψευδωνύμων ἀρετῶν πληθυντικῶς ‘νομίσματα‘ καλεῖ, τὰς δὲ πολιτικὰς ἀρετὰς ἑνικῶς ‘νόμισμα‘· οἰκεῖον γὰρ αὐταῖς τὸ ἓν ἤπερ ταύταις.

8

.

13

Ὠνούμενά τε καὶ πιπρασκόμενα [69b1—2]: ἐνέμεινε τῇ μεταφορᾷ τοῦ νομίσματος μνησθεὶς ὠνῆς καὶ πράσεως.

8

.

14

Καὶ ξυλλήβδην ἀληθὴς ἀρετή [69b3]: ἰδοὺ ἐπὶ τῶν πολιτικῶν ‘τῷ ὄντι‘ ἰδίᾳ καὶ ‘ἀληθεῖσ‘ ἰδίᾳ, οὐ μὴν ἅμα ἄμφω, ἐπὶ δὲ τῶν καθαρτικῶν ἅμα ἄμφω.

8

.

15

Τὸ δὲ ἀληθὲς τῷ ὄντι ᾖ κάθαρσίς τις τῶν τοιούτων [69b8—c1]: παρωνύμως ἀπὸ τῆς καθαρτικῆς ζωῆς ‘κάθαρσισ‘. διακρίνει δὲ διὰ τούτων τὰς καθαρτικὰς ἀρετὰς τῶν πολιτικῶν· εἶτα καὶ ταύτας διακρίνει τῶν θεωρη‐ τικῶν, ὅτι αἱ μὲν φεύγουσι τὰ πάθη καὶ φιλοσοφοῦσιν οἱ ταύτας ἔχοντες, αἱ δὲ
5πεφεύγασιν.

8

.

16

Καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι [69c3—4]: κινδυ‐ νεύουσι φαῦλοι εἶναι διὰ τὸ μυθώδη λέγειν.

8

.

17

Καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες σαφές [69d5]: οὐχ ὅτι ἠγνόει ὁ Σωκράτης καὶ διστάζων ταῦτα λέγει, ἀλλὰ τοῦτο διὰ φιλόσοφον εὐλάβειαν· φορτικὸν γὰρ τὸ ἑαυτὸν ἐπαινεῖν. οὕτω δὴ καὶ ἀνωτέρω [63b9—c4] ἔλεγεν ‘ὅτι παρὰ δεσπότας ἀγαθοὺς ἄπειμι, ἀκριβῶς οἶδα, εἰ δὲ παρὰ ἀνδράσιν
5ἀγαθοῖς, οὔπω δῆλον‘. τινὲς δέ φασιν ὅτι ἀμφιβάλλει ὁ Πλάτων εἰ ἀθάνατος ἡ ψυχή, διὸ ταῦτα λέγει ὁ Σωκράτης. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος μονόβιβλον ἔγραψεν εἰς τὸ χωρίον ἀπολογούμενος ὑπὲρ αὐτοῦ. πῶς δὲ ἀμφιβάλλειν εἶχεν ὁ ἐφεξῆς διὰ ἀρραγῶν λόγων δεικνὺς τὴν ψυχὴν ἀίδιον καὶ ὁ ἀλλαχοῦ [Rep. X 618e4—619a1] εἰπὼν ὅτι ‘δεῖ ἀδαμαντίνοις δεσμοῖς ταῦτα ἔχοντα κατιέναι
10εἰς Ἅιδου‘;

8

.

18

Εἴ τι οὖν ὑμῖν πιθανώτερός εἰμι ἐν τῇ ἀπολογίᾳ [69e3—4]: εἰκὸς γὰρ ἦν αὐτὸν πιθανώτερον εἶναι παρὰ τοῖς μαθηταῖς ἢ παρὰ τῷ δήμῳ, διότι
διδασκαλικῇ πειθοῖ οὐκ ἦν χρήσασθαι ἐπὶ δήμου. καὶ ὅτι παρὰ μὲν τῷ δήμῳ περὶ τῆς πολιτικῆς αὐτοῦ ζωῆς ἐκρίνετο, παρὰ δὲ τοῖς μαθηταῖς περὶ τῆς127
5καθαρτικῆς, καὶ ἀκριβέστερον τοῦ ὑποκειμένου τὸ ὑποκείμενον· διὸ εἰκὸς καὶ πιθανώτερον.

9

t

Πρᾶξις σὺν θεῷ

9

.

1

Εἰπόντος δὲ τοῦ Σωκράτους ταῦτα ὑπολαβὼν ὁ Κέβης [69e6—70c5]. Δείξας ὁ Σωκράτης ὅτι ὁ φιλόσοφος ἀδεὴς περὶ τὸν θάνατον διότι ἐλπίζει παρὰ κρείττοσι δεσπόταις καὶ φίλοις ἀπιέναι, ἐπειδὴ δύο ταῦτα εἰσήγαγεν, καὶ τὸ εἶναι πρόνοιαν τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀφορίζουσαν, ἵνα καὶ λήξεων
5προσηκουσῶν τύχῃ ὁ φιλόσοφος, ἔτι μὴν καὶ τὸ τὴν ψυχὴν ἀίδιον εἶναι, ἵνα τύχῃ τῶν κατ’ ἀξίαν, ὁ Κέβης πρὸς μὲν τὸ πρῶτον, τὸ εἶναι πρόνοιαν, οὐκ ἀπορεῖ ἅτε δὴ πεπεισμένος τούτῳ, ἐπιζητεῖ δὲ εἰ ἡ ψυχὴ ἀθάνατος· διὸ δια‐ δέχονται οἱ περὶ ἀθανασίας τῆς ψυχῆς λόγοι. δείκνυσιν οὖν ὁ Σωκράτης ὅτι ἡ ψυχὴ ἀθάνατος διὰ λόγου τοιούτου· ‘εἰ τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων,
10εἰσὶν ἄρα ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα‘.

9

.

2

Ἵνα δὲ τούτῳ παρακολουθήσωμεν, ἄνωθέν ποθεν ἀρξώμεθα. ἰστέον τοίνυν ὅτι διττὰ τὰ ἐναντία βούλεται εἶναι ὁ Πλάτων, ἢ γὰρ αὐτὰς τὰς ποιότητας ἢ τὰ ἔχοντα τὰς ποιότητας [103a11—c2]· καὶ αὐτὰς μὲν τὰς ποιότητας οὐ βούλεται μεταβάλλειν εἰς ἀλλήλας, ἀλλὰ μετὰ ἀλλήλας αὐτὰς βούλεται, διότι οὐδὲν
5μέρος τῆς λευκότητος ἐν τῇ μεταβολῇ τῇ εἰς τὸ μέλαν, τὰ δέ γε δεδεγμένα σώματα βούλεται μεταβάλλειν εἰς ἄλληλα, διότι μένει 〈τι〉 ἐν τῇ μεταβολῇ τῶν ἐναντίων, οἷον τὸ σῶμα. τούτων οὕτως ἐχόντων, ἐπειδὴ καὶ ζωὴ καὶ θάνατος ἐναντία ἐστί (καὶ τοῦτο δείκνυσιν ὁ Πρόκλος ἤτοι ὁ Συριανός· συντάττει γὰρ αὐτὰ τοῖς οἰκείοις ὑπομνήμασιν, λέγω δὴ τὰ Συριανοῦ, μὴ γράφων εἰς αὐτὰ
10ὡς τοῦ διδασκάλου γράψαντος· δείκνυσιν οὖν τοῦτο οὕτως· ‘ζωὴ καὶ θάνατος σύγκρισις καὶ διάκρισίς ἐστιν, ταῦτα ἐναντία, καὶ δῆλον τὸ συμπέρασμα‘)· — ἐπειδὴ ταῦτα οὐ μεταβάλλει εἰς ἄλληλα ὡς αἱ ποιότητες, ἤτοι μετ’ ἄλληλά εἰσιν, δεῖ ἄρα ἐν τῇ μεταβολῇ τούτων εἶναί τι τὸ μένον, διότι καὶ ἐν πάσῃ μεταβολῇ· καὶ ἐπειδὴ τὸ σῶμα οὐ μένει, ἀναστοιχειοῦται γάρ, ὑπόλοιπόν ἐστι129
15τὴν ψυχὴν μένειν· καὶ εἰ ἀεὶ μένει, ἀεὶ ἄρα ἐστὶν ἡ ψυχή.

9

.

3

Ἀλλ’ ὅσον ἐπὶ τούτῳ, καὶ ἡ φυτικὴ ψυχὴ ἀθάνατός ἐστιν, εἴ γε καὶ συγκρίνεται τῷ φυτῷ καὶ διακρίνεται. ἢ οὐκ ἀκριβὴς αὕτη ἡ σύγκρισις οὐδὲ ἡ διάκρισις· δεῖ γὰρ τὸ συγκρινόμενον εἶναι πρὸ τῆς συγκρίσεως, ὡσαύτως τε καὶ τὸ διακρινόμενον, ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς φυτικῆς ψυχῆς. εἰ δέ τις λέγοι
5‘ἀλλ’ οὐδὲ ἐπὶ τῆς λογικῆς ὡμολόγηται ὅτι ἐστὶ πρὸ τῆς συγκρίσεως καὶ μετὰ τὴν διάκρισιν, καὶ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ Πλάτων‘, ῥητέον ὅτι τοῦτο ὁμολο‐ γούμενον ἐξ αὐτοῦ τοῦ προσδιαλεγομένου. ὁ γὰρ Κέβης ἠρώτησεν εἰ καθάπερ καπνὸς ἢ πνεῦμα ἐξιὸν ἐξ ἀσκοῦ μετὰ τὴν ἔξοδον φθείρεται· εἰ δὲ πνεύματι αὐτὴν ἀπείκασεν καὶ καπνῷ, δῆλος ἄρα ἐστὶ βουλόμενος καὶ μετὰ τὴν ἔξοδον
10ὑφεστάναι αὐτήν.

9

.

4

Ἀποροῦσι δέ τινες λέγοντες ὅτι οὐ πάντα τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται· ἰδοὺ γὰρ τὸ καθεῦδον μὲν ἐκ τοῦ ἐγρηγορότος γίνεται, οὐ πάντως δὲ καὶ τὸ ἐγρηγορὸς ἐκ τοῦ καθεύδοντος, τὸ γὰρ παιδίον ἐγρηγορὸς γεννᾶται μὴ πρότερον καθευδῆσαν· τί οὖν ἄτοπον καὶ τὸν θάνατον μὲν ἐκ τῆς ζωῆς γίνεσθαι καὶ τὸ
5ζῶν εἰς τὸ τεθνεὸς μεταβάλλειν, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν; διὰ τί γὰρ ὁ Πλάτων συνέταξε ζωὴν καὶ θάνατον τοῖς μεταβάλλουσιν ἄμφω εἰς ἄλληλα ἐναντίοις, οὐ μὴν
ὕπνῳ καὶ ἐγρηγόρσει; Πάλιν φασὶν ὅτι τὸ μὲν πρεσβύτερον ἐκ νεωτέρου γέγονεν, οὐκέτι δὲ καὶ τὸ νεώτερον ἐκ τοῦ πρεσβυτέρου.131
10 Ἐκ τρίτου δὲ ἀποροῦσι λέγοντες ὅτι τὸ μὲν νεώτερον μεταβάλλει εἰς τὸ πρεσβύτερον, οὐκέτι δὲ καὶ τὸ πρεσβύτερον εἰς τὸ νεώτερον.

9

.

5

Πρὸς μὲν οὖν τὸ πρῶτον καὶ τὸ δεύτερόν φησιν ὁ Πρόκλος ἤτοι ὁ Συριανὸς ὅτι τὸ ἐγρηγορὸς οὐ κατὰ πρῶτον λόγον ἐκ τῆς φύσεως γίνεται, ἀλλὰ παρέπεται τοῦτο· ἐπεὶ εἰ προελομένης τῆς φύσεως τοῦτο ἐγίνετο, πάντως ἂν ἐκ καθεύδοντος ἐγεγόνει. ἀλλ’ ὥσπερ ἐν τῷ ἀποξέειν τὸν τέκτονα τὸ ξύλον
5ἕλικες παρακολουθοῦσιν ἐν τῇ ξέσει τοῦ τέκτονος μὴ προελομένου ταύτας ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ ἐγρηγορότος παρακολούθημά ἐστι τοῦτο τῆς φύσεως οὐ προελομένης. οὕτω δὲ καὶ νεώτερον γίνεται οὐκ ἐκ πρεσβυτέρου, διότι οὐ κατὰ πρῶτον σκοπὸν τοῦτο ὑπὸ τῆς φύσεως ἐγένετο, ἐπεὶ πάντως ἂν ἐκ πρεσβυτέρου ἐγεγόνει.
10 Πρὸς δὲ τὸ τρίτον τὸ λέγον ὅτι οὐκ ἀνάγκη μεταβάλλειν τὰ ἐναντία εἰς ἄλληλα, ἰδοὺ γὰρ τὸ πρεσβύτερον οὐ μεταβάλλει εἰς τὸ νεώτερον, φησὶν ὅτι δυνατὸν τῷ τρόπῳ τούτῳ μεταβάλλειν καὶ τὸ πρεσβύτερον εἰς τὸ νεώτερον, καὶ μηχανᾶται τρόπον τοιοῦτον· ἐὰν γάρ, φησίν, ὑποθώμεθά τινα ζʹ χρόνων ὄντα καί τινα νεωστὶ τεχθέντα, οὗτος κατ’ ἀρχὰς μὲν ὅλῳ ἑαυτῷ
15ὑπερέχει τοῦ τεχθέντος (τὰ γὰρ ἑπτὰ τοῦ μηδενὸς ὅλῳ ὑπερέχει), προκόπτοντος δὲ τοῦ χρόνου ὁ μὲν ὀκτὼ ἐτῶν γίνεται, ὁ δὲ ἐνιαυτοῦ, καὶ μεταβάλλει ἐκ τοῦ ὅλῳ ἑαυτῷ ὑπερέχειν εἰς τὸ μέρει τινὶ ἑαυτοῦ ὑπερέχειν (τὰ γὰρ ὀκτὼ τοῦ ἑνὸς μέρει καὶ οὐχ ὅλῳ ἑαυτῷ ὑπερέχουσιν), καὶ οὕτω προκόπτοντος τοῦ χρόνου καθαιρεῖται ὁ ὀκταπλασίων λόγος καὶ ἐλάσσων γίνεται, ὥστε μεταβάλλειν τὸ
20πρεσβύτερον ἐπὶ τὸ νεώτερον, κατὰ μέρος γὰρ νεώτερος γίνεται ὡς πρὸς τὸν ἐξ ἀρχῆς παραβαλλόμενος. οὕτω δὲ ἔχει καὶ τὰ πράγματα· ὁρῶμεν γάρ τινος ἄρτι τεχθέντος ὑπερβάλλοντας ἡμᾶς πολλῷ, εἶτα προϊόντος τοῦ χρόνου καθαι‐
ρουμένην τὴν ὑπεροχὴν καὶ ἐλάττονα τὸν λόγον τῆς αὐξήσεως γινόμενον.133

9

.

6

Καὶ ταῦτα μὲν ὡς πρὸς τὰς ἀπορίας. ἀλλ’ ἐπειδὴ εἴωθεν ἄνω καὶ κάτω 〈θρυλεῖσθαι〉 ὡς εἰσάγει ὁ Πλάτων τὴν μετεμψύχωσιν—ἤτοι τὴν μετενσω‐ μάτωσιν, διότι οὐ πολλαὶ ψυχαὶ ἓν σῶμα εἰδοποιοῦσιν, ἐπεὶ αὕτη μετεμψύχωσις ἦν, ἀλλὰ μία ψυχὴ διάφορα σώματα μεταμπίσχεται, —φέρε δείξωμεν ψευδῆ
5ὄντα τὸν περὶ τῆς μετεμψυχώσεως λόγον (ἤτοι μετενσωματώσεως· ταὐτὸν γὰρ σημαίνει). ὃ γὰρ αὐτὸς ἐπὶ τῆς λογικῆς ἀπορεῖ [87b2—88b8], λέγων ὅτι ζητητέον μήποτε ἡ ψυχή, δίκην ὑφάντου πολλὰ ἱμάτια κατατρίψαντος καὶ ὕστερον φθαρέντος, οὕτω καὶ ἡ ψυχὴ πολλὰ σώματα ἐνδυσαμένη ὕστερον καὶ αὐτὴ διεφθάρη, τοῦτο οὖν ἐστιν εὐλογώτερον ἐπὶ τῆς ἀλόγου ἁρμόσαι· ἐπειδὴ
10γάρ ἐστι καὶ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, ἄδηλον μήποτε πολλὰ σώματα ἐνδυσαμένη ὕστερον διαφθαρῇ. εἰ οὖν μὴ ἐλέγομεν τὴν ἄλογον μετεμψυ‐ χοῦσθαι καίτοι οὖσαν μετὰ τὸν χωρισμόν, πολλῷ μᾶλλον οὐδὲ τὴν λογικήν, καὶ ἢ δώσει ὁ Πλάτων καὶ ἐκ τῆς ἀλόγου μετεμψύχωσιν ἢ οὐδὲ ἐκ τῆς λογικῆς. ταῦτα ἔχει ἡ θεωρία.

9

.

7

Καί τινα δύναμιν ἔχει καὶ φρόνησιν [70b3—4]: τινὰ ζωὴν ἔχει καὶ γνωστικὴν †ἐπιστήμην†· ἡ μὲν γὰρ ‘δύναμισ‘ τὴν ζωτικὴν ἐνέργειαν δηλοῖ, ἡ δὲ ‘φρόνησισ‘ τὴν ἐπιστημονικὴν ἕξιν.

9

.

8

Βούλει οὖν διαμυθολογῶμεν [70b6]: τί οὖν; μῦθος τὰ λεγόμενα ὑπὸ τοῦ Σωκράτους; ἢ τὴν ἐξ ἑπομένου πίστιν μυθολογίαν ἐκάλεσεν ὁ Σωκράτης, οἷός ἐστιν ὁ προκείμενος λόγος· κατασκευάζει γὰρ τὴν ἀθανασίαν τῆς ψυχῆς οὐκ ἐκ τῆς οὐσίας ὁρμώμενος, ἀλλ’ ἔκ τινος ἑπομένου, τοῦ μεταβάλλειν τὸν
5θάνατον καὶ τὴν ζωὴν εἰς ἄλληλα. ταύτην οὖν μυθολογίαν εἶπεν.135

9

.

9

Εἰπεῖν τινα συνακούσαντα, οὐδὲ εἰ κωμῳδοποιὸς εἴη [70b10—c1]: τί βούλεται ἐνταῦθα τῷ Πλάτωνι ἡ μνήμη τῶν κωμῳδοποιῶν; ἢ τὸ λεγόμενον τοῦτό ἐστιν, ὅτι ‘οὐ δώσω χώραν τοῖς κωμῳδοποιοῖς διαλοιδορεῖσθαί μοι‘· ὁ γὰρ Εὔπολίς φησιν [frg. 352] περὶ τοῦ Σωκράτους·
5
‘τί δῆτα ἐκεῖνον τὸν ἀδολέσχην καὶ πτωχόν,
ὃς τἆλλα μὲν πεφρόντικεν,
ὁπόθεν 〈δὲ〉 καταφαγεῖν ἔχοι, τούτου κατημέληκεν‘. ‘νῦν οὖν οὐκ ἐρεῖ ταῦτα περὶ ἐμοῦ ζητοῦντος μαθεῖν εἰ εἰσὶν αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου ἢ μή, χρειώδης γὰρ ἡ τοιαύτη ζήτησισ‘. καὶ εὖ γε τοῦ Πλάτωνος
10ἐν καιρῷ παρῳδήσαντος τὰ Εὐπόλιδος· μέγιστα γὰρ δύναται ὁ καιρός· ‘ψυχαὶ‘ γὰρ ‘τῶν θεραπειῶν οἱ καιροί‘, καὶ ἔστιν ὁ καιρὸς ‘χρόνος προσλαβὼν τὸ εὖ‘. ὅρα δὲ ὅτι ἐπ’ ὀλίγον αὐτοῦ ἐμνημόνευσεν καὶ οὐκ ἐνέμεινεν παρῳδῶν τοῦτο.

10

t

Πρᾶξις σὺν θεῷ

10

.

1

Παλαιὸς μὲν οὖν ἐστί τις ὁ λόγος οὗτος οὗ μεμνήμεθα [70c5—72e2]. Ὁ περὶ μετεμψυχώσεως λόγος ἤτοι μετενσωματώσεως ἀναγκαῖός ἐστι δύο τούτων προληφθέντων, τοῦ τὸν κόσμον ἀίδιον εἶναι καὶ τοῦ τὴν ψυχὴν ἀθάνατον εἶναι· εἰ γὰρ ἄμφω σῴζεται, ἀνάγκη μετεμψύχωσιν εἶναι, ἵνα μὴ
5τὸ ἄπειρον ὑποστῇ ἐνεργείᾳ. διὸ καὶ Ἀριστοτέλης ἀμφιβάλλεται, λέγων τὸν κόσμον ἀίδιον, μήποτε τὴν ψυχὴν θνητὴν λέγει, διὰ τὸ ἐπιτωθάζειν αὐτὸν ἐν
τῇ Περὶ ψυχῆς [I 3, 407b22] τῇ μετεμψυχώσει λέγοντα· ‘κατὰ γὰρ τοὺς Πυθαγορείους μύθους τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος ἀναβιώσκεται‘. εἰ οὖν μῦθον ἐκάλεσεν, δῆλός ἐστι μὴ δοξάζων μετεμψύχωσιν, καὶ μέγιστον τοῦτο ἐπιχείρημα137
10κατὰ Ἀριστοτέλους ἀναγκαστικὸν τοῦ τὴν ψυχὴν μὴ λέγειν ἀθάνατον. Πρῶτον τοῦτο, 〈βʹ δὲ〉 ὅτι ὁ σκοπὸς τῷ προκειμένῳ λόγῳ δεῖξαι οὐκ ἀθάνατον τὴν ψυχήν, ἀλλ’ ἐπιδιαμένουσαν χρόνον τινὰ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, καὶ οὐ καθάπερ Ἰάμβλιχος οἴεται, ἕκαστον λόγον δεικνύναι τὴν ἀθανασίαν τῆς ψυχῆς. ταῦτα γὰρ ἐνθουσιῶν ὡς κατὰ περιωπήν φησιν, ‘οἷος ἐκείνου θυμόσ‘,
15οὐ μὴν τῇ λέξει ταῦτα οἰκεῖα· οὐδὲ γὰρ ὁ ἐρωτῶν τοῦτο ὥρισεν τὸ πρόβλημα οὔτε ὁ ἀποκρινόμενος ἔδειξε τὴν ψυχὴν ἀθάνατον. ὁ μὲν γὰρ Κέβης ἠρώτησεν εἰ δυνατὸν τὴν ψυχὴν χωρισθεῖσαν ἀπὸ τοῦ σώματος ἐπιδιαμένειν καὶ μὴ δίκην πνεύματος διασκορπίζεσθαι, καὶ ὁ Σωκράτης δείκνυσιν ὅτι ἐπιδιαμένει χρόνον τινὰ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, οὐ μὴν ὅτι καὶ ἀεὶ ἔδειξεν. καὶ ὅτι ταῦτα

10

.

2

καὶ τῇ ἀλόγῳ ὑπάρχει, καὶ ὅσον ἐπὶ τούτῳ ἔσται καὶ αὕτη ἀίδιος. τρεῖς γὰρ αὗται δόξαι ψευδεῖς περὶ ψυχῆς γεγόνασι, μία μὲν ἡ λέγουσα ἅμα φθείρεσθαι τῷ σώματι τὴν ψυχήν, ὡς ἡ λέγουσα τὴν ψυχὴν ἁρμονίαν, ἧς δόξης ἦν ὁ Σιμμίας [85e3—86d4] καί τινες τῶν Πυθαγορείων. δευτέρα δὲ ἡ λέγουσα τὴν
5ψυχὴν οἷον σῶμα οὖσαν λεπτομερὲς καὶ καπνῷ ἐοικυῖαν μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος σκεδάννυσθαι καὶ φθείρεσθαι, ἧς δόξης ἦν καὶ ὁ ποιητής
(‘ψυχὴ δὲ ἐκ ῥεθέων πταμένη Ἄιδόσδε βεβήκει‘ [Π 856, Χ 362] καὶ
‘ᾤχετο τετριγυῖα κατὰ χθονὸς ἠύτε καπνόσ‘ [Ψ 100—101]).
10ταύτης τῆς δόξης καὶ ὁ νῦν ἀπορῶν Κέβης ἐστί, πρὸς ἣν καὶ ἐνίσταται ὁ Σωκράτης δεικνὺς ὅτι ἐπιδιαμένει χρόνον τινά. τρίτη δόξα ἡ λέγουσα τὴν μὲν ἀπαίδευτον ψυχὴν ἐξιοῦσαν τοῦ σώματος εὐθὺς φθείρεσθαι, τὴν δὲ πεπαιδευμένην στομωθεῖσαν ταῖς ἀρεταῖς ἐπιμένειν τὴν ἐκπύρωσιν τοῦ παντὸς κόσμου, ἧς
δόξης ἦν καὶ ὁ Ἡράκλειτος.139

10

.

3

Τρίτον ζητήσωμεν τίς ἡ συλλογιστικὴ ἀγωγὴ τοῦ ἐπιχειρήματος, ἣν καὶ μῦθον καλεῖ ἡ λέξις [70b6], τὴν διὰ συλλογισμοῦ γνῶσιν μῦθον καλέσασα ὡς διὰ μέσου ὅρου γινομένην καὶ μὴ αὐτοπτοῦσαν τὰ πράγματα, καθάπερ ἡ νοερὰ οἷον ἐξ εἰκόνων ἐστὶν γνῶσις καὶ μῦθός ἐστιν παραβαλλομένη πρὸς τὴν
5παραδειγματικήν· ὥστε τὴν συλλογιστικὴν μέθοδον, ἐφ’ ᾗ ὁ Περίπατος σεμνύ‐ νεται, μῦθον ὁ Πλάτων ἐκάλεσεν. ἔστι δὲ ὁ λόγος οὗτος· ‘εἰ τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, εἰσὶν ἄρα ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα‘. καὶ ὅτι τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, κατασκευάζει ἡ λέξις ἐκ τῆς μαρτυρίας τῶν παλαιῶν ποιητῶν, ἀπὸ Ὀρφέως, φημί, λέγοντος
10[frg. 224a]·
‘οἱ δ’ αὐτοὶ πατέρες τε καὶ υἱέες ἐν μεγάροισιν
ἠδ’ ἄλοχοι σεμναὶ κεδναί τε θύγατρεσ‘. (πανταχοῦ γὰρ ὁ Πλάτων παρῳδεῖ τὰ Ὀρφέως· οὕτω γοῦν καὶ ἀνωτέρω [62b2—3] ἔλεγεν ‘ὁ μὲν οὖν ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενοσ‘ καὶ πάλιν [69c8—d1]
15
‘πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι‘.) ἀλλὰ μὴν καὶ ὁ Ἐμπεδοκλῆς ἔφη [frg. B 117]·
‘ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ νήχυτος ἔξαλος ἄμφοροσ ἰχθύσ‘. ὁ δέ γε Πρόκλος ἤτοι ὁ Συριανὸς κατασκευάζει ὅτι τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ
20ἀλλήλων, ὅτι ‘ἡ ζωὴ καὶ ὁ θάνατος σύγκρισις καὶ διάκρισις, ταῦτα δὲ ἐναντία, τὰ δὲ ἐναντία μεταβάλλει εἰς ἄλληλα· ὥστε καὶ τὸ ζῶν καὶ τὸ τεθνεὸς μετα‐

10

.

4

βάλλει εἰς ἄλληλα‘. ὅτι γὰρ τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα, δείκνυσιν ἡ λέξις τριχόθεν. πρῶτον μὲν ἐκ τῆς ἐπαγωγῆς· παρατίθεται γὰρ πολλὰ ἐναντία, ἃ δείκνυσι μεταβάλλοντα εἰς ἄλληλα [70d7—71a11]. δεύτερον ἐκ τῶν γενέσεων
αὐτῶν καὶ τῶν ὁδῶν· εἰ γὰρ αἱ ὁδοὶ μεταβάλλουσιν εἰς ἀλλήλας, οἷον ἡ λεύκανσις141
5εἰς τὴν μέλανσιν, πολλῷ μᾶλλον καὶ τὰ τέλη μεταβάλλουσιν εἰς ἄλληλα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν [71a12—72a10]. τρίτον ὅτι χωλεύει ἡ φύσις, εἰ ἓν μὲν τῶν ἐναντίων μεταβάλλει εἰς τὸ ἄλλο, ἓν δὲ οὐ μεταβάλλει, καὶ τῷ χρόνῳ ἐπιλείποι θάτερον τῶν ἐναντίων, καὶ οὐδὲ ἐναντίον ἔσται τὸ λοιπόν, μηδὲν ἔχον εἰς ὃ μεταβαλεῖ, —καὶ τὸ ἐγρηγορέναι, εἰ τύχοι, μεταβάλλοι εἰς τὸ
10καθεύδειν, οὐκέτι καὶ τὸ καθεύδειν εἰς τὸ ἐγρηγορέναι, λῆρον τὸν Ἐνδυμίωνα ἀποδείξομεν· οὐδὲ γὰρ μόνος οὗτος, ἀλλὰ πάντες ἀεὶ καθευδήσουσιν. ἐλέγετο δὲ οὗτος ἀεὶ καθεύδειν, διότι ἀστρονομῶν ἐπ’ ἐρημίας διέτριβεν, διὸ καὶ φίλος τῇ Σελήνῃ. ὃ καὶ περὶ Πτολεμαίου φασίν· οὗτος γὰρ ἐπὶ μʹ ἔτη ἐν τοῖς λεγομένοις Πτεροῖς τοῦ Κανώβου ᾤκει ἀστρονομίᾳ σχολάζων, διὸ καὶ ἀνεγράψατο τὰς στήλας
15ἐκεῖ τῶν εὑρημένων αὐτῷ ἀστρονομικῶν δογμάτων. καὶ εἰ ἡ διάκρισις εἰς τὴν σύγκρισιν μεταβάλλει, τῷ χρόνῳ πάντα συγκριθήσεται, καὶ ἀληθὲς ἔσται τὸ Ἀναξαγόρου [frg. B 1] τὸ ‘ἦν ὁμοῦ πάντα χρήματα‘ [72a11—d5].

10

.

5

Ἠπορήσαμεν δὲ ἡμεῖς καὶ πρὸς τὸ συνημμένον λέγοντες ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ φυτικὴ ψυχὴ ἀθάνατος ἔσται καὶ ἡ ἄλογος, καὶ ἔσται καὶ αὕτη μετεμψυχουμένη· καὶ ἐπελυσάμεθα ἐπὶ μὲν τῆς φυτικῆς ψυχῆς, ὅτι οὐ λέγεται αὕτη ὅλως συγκρίνεσθαι ἢ διακρίνεσθαι, ἐπὶ δὲ τῆς ἀλόγου, ὅτι βούλεται καὶ
5ταύτην ὁ Πλάτων μετεμψυχοῦσθαι καὶ πολλὰ ὀστρέινα σώματα κατατρίψασαν δίκην ὑφάντου πολλὰ ἱμάτια κατατρίψαντος ὕστερον καὶ αὐτὴν διαφθαρῆναι. Ἠπόρηται δὲ καὶ πρὸς τὴν πρόσληψιν ἐκ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν καὶ νεωτέρου καὶ πρεσβυτέρου· εἰ γάρ τις λέγει ταῦτα μὴ ἐναντία ἀλλὰ πρός τι, ἀλλὰ τὸ νέον καὶ γεγηρακὸς οὐ πρός τι ἀλλὰ καθ’ αὑτὰ ἐναντία. καὶ λέλυται
10ὅτι οὐ κατὰ προηγούμενον σκοπὸν ταῦτα ὑπὸ τῆς φύσεως γίνεται, ἀλλὰ παρέπεται ἑλίκων δίκην. ταύτην δὲ τὴν λύσιν ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ [152a5—7] φαίνεται λέγων, ἐπικαίρως δὲ ὁ Συριανὸς ἐνταῦθα αὐτῇ χρῆται ὡς οἰκείᾳ 〈καὶ〉 κατὰ ἀλήθειαν Πλατωνικῇ οὔσῃ. ταῦτα ἔχει ἡ θεωρία· ἐν οἷς
σὺν θεῷ καὶ ὁ περὶ ἐναντίων λόγος.143

10

.

6

Παλαιὸς μὲν οὖν τις λόγος οὗ μεμνήμεθα [70c5—6]: Ὀρφικὸς γάρ ἐστι καὶ Πυθαγόρειος.

10

.

7

Μὴ τοίνυν κατὰ ἀνθρώπων, ἦ δ’ ὅς, σκόπει μόνον τοῦτο [70d7]: τινὲς ἐκ τούτου τοῦ ῥησιδίου ἀπατηθέντες ᾠήθησαν τὸν Πλάτωνα πᾶσαν ψυχὴν ἀπαθανατίζειν. σκόπει γὰρ τί φησιν· ‘μὴ μόνον κατὰ ἀνθρώπων σκόπει μοι τὸν λόγον, ἀλλὰ καὶ κατὰ ἀλόγων καὶ φυτῶν‘, ὡς ἂν καὶ τὴν ἄλογον ψυχὴν
5καὶ τὴν φυτικὴν ἀθάνατον αὐτοῦ βουλομένου. καὶ κατασκευάζουσι τοῦτο οὕτως, ὅτι πᾶσα ψυχὴ ζωῆς οὖσα χορηγὸς οὐκ ἐπιδέχεται θάνατον, οὐδὲν γὰρ ᾧ ἐπάγει τὸ ἐναντίον ἐπιδέχεται· οὐδὲ γὰρ τὸ πῦρ θερμότητα ἐπάγον ψύξεώς ἐστι δεκτικόν, ὅπου γε, ὥς φησιν ὁ Ἰάμβλιχος, οὐδὲ ὃ ἐπάγει δέχεται, οὐδὲ γὰρ θερμότητα χορηγοῦν θερμότητα δέχεται. ἄμεινον δὲ ὁ φιλόσοφος Ἀμμώνιος ἐξηγήσατο
10τὸ χωρίον τοῦτο λέγων ὅτι τοῦτό φησιν πρὸς τὸ ἐφεξῆς ἐπιχείρημα τὸ κατα‐ σκευάζον ὅτι τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα, ὅ φησιν ὅτι ‘καὶ ξυλλήβδην ὅσαπερ ἔχει γένεσιν‘· ταῦτα γὰρ πάντα μεταβάλλει εἰς ἄλληλα, καὶ οὐ μόνον ἄνθρωπος, ἀλλὰ καὶ τὰ ἄλλα ζῷα καὶ φυτά.

10

.

8

Καὶ δίκαιον ἀδίκῳ καὶ ἄλλα δὴ μυρία [70e3—4]: σημειωτέον διὰ τούτων ὅτι βούλεται ὁ Πλάτων τὸ μεῖζον καὶ ἔλαττον ἐναντία εἶναι καὶ μετα‐ βάλλειν εἰς ἄλληλα, καὶ οὐ καθάπερ ὁ Περίπατος [Ar., cat. 6,5b15—6a4] πρός τι αὐτὰ οἴεται. εἰ δὲ λέγοι τις ‘καὶ πῶς πρός τι ὄντα ἐναντία ἐστὶν καὶ μετα‐
5βάλλει εἰς ἄλληλα;‘ λεκτέον ‘καθὸ ἐναντίων μετέχει, κἂν πρός τί ἐστι, μετα‐ βάλλει εἰς ἄλληλα· ὥσπερ γὰρ τὸ θερμότερον καὶ ψυχρότερον καὶ πρός τί ἐστι καὶ ἐναντία, διότι τὸ θερμὸν καὶ ψυχρὸν ἐναντία ἐστίν, ὧν τὰ πρός τι μετέχει, καὶ ὥσπερ τὸ δικαιότερον καὶ ἀδικώτερον, οὕτω καὶ καθ’ αὑτά ἐστιν ἐναντία ἀποκεκριμένα τῶν πρός τι μέγα καὶ μικρόν, ἅπερ ἐναντία εἴδη ἐστίν· ὥρισται
10γὰρ τῇ φύσει τὸ μέγα καὶ μικρόν, ὧν μετέχει καὶ τὸ μεῖζον καὶ ἔλαττον, καὶ
πρός τι ὄντα ἐναντία ἐστίν‘. ἐκεῖνο δὲ ἄξιον ζητῆσαι, περὶ ποίων ἄρα ἐναντίων ταῦτα λέγει ὁ Πλάτων. ἆρα περὶ τῶν κυρίως ἐναντίων; ἀλλὰ πῶς καὶ τῶν πρός τι μέμνηται, ἅπερ οὐ κυρίως ἐναντία ἐστίν, καὶ ταῦτα λέγει μεταβάλλειν εἰς ἄλληλα; εἰ δὲ περὶ τῶν ἁπλῶς ἀντικειμένων, ἀλλὰ ταῦτα οὐ πάντως μετα‐145
15βάλλουσιν εἰς ἄλληλα· ἡ μὲν γὰρ ἕξις εἰς τὴν στέρησιν μεταβάλλει, οὐ μὴν ἡ στέρησις εἰς τὴν ἕξιν. λεκτέον οὖν ὅτι περὶ τῶν κυρίως ἐναντίων ἐστὶν αὐτῷ ὁ λόγος· εἰ δὲ καὶ τῶν πρός τι μέμνηται, ἀλλὰ ταῦτα, ὡς εἴρηται, τῇ μεθέξει τῶν ἐναντίων μεταβάλλει εἰς ἄλληλα.

10

.

9

Καὶ μὴν ἐξ ἰσχυροτέρου γε τὸ ἀσθενέστερον [71a3]: εἰ ἐν πάσῃ μεταβολῇ τὸ μὲν ἀσθενέστερον μεταβάλλει, τὸ δὲ ἰσχυρότερον μένει, μετα‐ βαλλούσης ἄρα τῆς ζωῆς εἰς τὸν θάνατον τὸ ἰσχυρότερον μένει, οἷον ἡ ψυχή. τινὲς δέ φασιν ὅτι δυνατὸν ἄλλο τι ὑποθέσθαι μένον, καὶ οὐκ ἀνάγκη τὴν ψυχὴν
5μένειν· τὸ γὰρ σῶμα ὑπομένει, μένει γὰρ ὡς σῶμα· ἀλλὰ καὶ ἡ πόρρω ὕλη μένει. λυτέον οὖν ὡς οὐ μένει τὸ σῶμα ὡς ὕλη μετὰ τὸν χωρισμόν· ἔφθαρται γὰρ μετὰ τὸν χωρισμὸν καὶ ἡ ὕλη ὡς ὕλη καὶ τὸ εἶδος ὡς εἶδος, οἷον ἡ ἐμψυχία.

10

.

10

Τί δὲ α; ἔστιν καὶ τοιόνδε ἐν αὐτοῖς, οἷον μεταξὺ ἀμφοτέρων πάντων [71a12—13]: ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῶν ὁδῶν, ὅτι εἰ αἱ ὁδοὶ ἐναντίαι εἰσὶν καὶ μεταβάλλουσιν εἰς ἀλλήλας, πολλῷ μᾶλλον καὶ τὰ τέλη. καὶ ἔχεις ἐντεῦθεν πόρισμα, ὅτι πάντα τὰ ἐναντία ἔμμεσα βούλεται
5εἶναι ὁ Πλάτων. τί γὰρ κωλύει οὐ μόνον ἔμμεσα αὐτὰ εἶναι, ἀλλὰ καὶ ἄπειρα εἶναι τὰ μέσα, τὴν γὰρ φύσιν προελθοῦσαν καὶ κινηθεῖσαν ἐν ὁτῳοῦν μέρει τῆς κινήσεως ἠρεμῆσαι; καὶ εἰ ἡ κίνησις ἐπ’ ἄπειρόν ἐστι διαιρετὴ λόγῳ τῶν συνεχῶν, καὶ τὰ μέσα τῶν ἐναντίων ἄπειρα ἔσται. καὶ διὰ τί δύο μόνας λέγομεν εἶναι ὁδοὺς καὶ μὴ ἀπείρους; ἢ ὥς φησιν Ἀριστοτέλης [phys. V 1, 224b30—35],
10διότι πάντα ὡς ἓν μάχεται· τὰ γὰρ παρὰ τὸ λευκὸν ὡς μέλανα τῷ λευκῷ μάχεται.
οὐκ ἄρα ἐστίν, ὡς ὁ Περίπατος οἴεται, ἄμεσα ἐναντία.147

10

.

11

Γίνεσθαί τε αὐτὰς ἐξ ἀλλήλων γένεσίν τε εἶναι ἑκατέροις [71b9—10]: οὐκ ἀδολεσχεῖ ὁ Πλάτων, ἀλλὰ τὸ μὲν ‘γίνεσθαι αὐτὰς ἐξ ἀλλήλων‘ περὶ τῶν ὁδῶν εἴρηται, τὸ δὲ ‘γένεσιν εἶναι ἑκατέροισ‘ περὶ τῶν τελῶν.

10

.

12

Τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν νυνδὴ ἔλεγον [71c9]: τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ‘δύο οὐσῶν συζυγιῶν τὴν μὲν μίαν‘, φησίν, ‘ἐγώ σοι ἐρῶ‘, ὁ Σωκράτης, ‘τὴν δὲ ἄλλην σὺ ἀπόκριναι. ἐπειδὴ γὰρ ἐναντία τέλη ἐστὶ τὸ καθεύδειν τῷ ἐγρηγορέναι καὶ εἰσὶν ὁδοὶ τούτων τὸ καταδαρθάνειν
5καὶ ἐγείρεσθαι, πρὸς μὲν τῇ ἐγρηγόρσει τὸ ἐγείρεσθαι, πρὸς δὲ τῷ καθεύδειν τὸ καταδαρθάνειν· —τοῦτο γὰρ καλοῦσιν οἱ παλαιοὶ τὸ ὅσον οὔπω καθεῦδον· — εἰπὲ δὲ σὺ τὴν λοιπὴν ἀντίθεσιν τὴν περὶ ζωῆς καὶ θανάτου‘. ἔστιν γὰρ ἐναντία ταῦτα τέλη, ὁδοὶ δὲ πρὸς μὲν τῇ ζωῇ τὸ ἀναβιώσκεσθαι, πρὸς δὲ τῷ θανάτῳ τὸ ψυχορραγεῖν.

10

.

13

Ἀλλὰ ταύτῃ χωλὴ ἔσται ἡ φύσις [71e9]: τὸ ἄλλο ἐπιχείρημα, ὅτι ‘εἰ ἐπιλείποι ποτὲ ἡ μεταβολὴ τοῦ ἑνὸς εἰς τὸ λοιπὸν μεταβάλλοντος, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν‘.

10

.

14

Ἀλλ’ εὐθεῖά τις εἴη ἡ γένεσις ἐκ τοῦ ἑτέρου εἰς τὸ καταντικρύ [72b1—3]: εἰ βούλεται τὰ ζῶντα πάντα ἐκ τῶν τεθνεώτων καὶ ἀνάπαλιν, πόρισμα ἔχεις ἐντεῦθεν ὅτι οὐ βούλεται ὁ Πλάτων εἶναι ἀίδιον κόλασιν, ἀλλὰ πάλιν ἔρχεσθαι εἰς βίον τὰς ἀκολάστους ψυχάς. εἰ δὲ καὶ ἀλλαχοῦ [Gorg. 525c6; e1]
5λέγει αἰώνιον τὴν κόλασιν, ἀλλ’ οὖν αἰῶνα καλεῖ περίοδόν τινα καὶ ἀποκατάστασιν· οὕτω γὰρ καὶ ὁ ποιητὴς τὸν μερικὸν βίον αἰῶνα ἐκάλεσεν (‘ἆνερ, ἀπ’ αἰῶνος πάρος ὤλεο‘ [Ω 725]), καὶ ‘ἐμπειρία μὲν ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην‘ [Gorg. 448c5—6]. ἀλλὰ μὴν οὐδὲ τὰς τῶν θεουργῶν ψυχὰς βούλεται μένειν ἀεὶ ἐν τῷ νοητῷ, ἀλλὰ καὶ κατιέναι εἰς γένεσιν· περὶ ὧν φησιν τὸ λόγιον
10‘ἀγγελικῷ ἐνὶ χώρῳ‘ [frg. 138].

10

.

15

Καὶ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν [72d7]: οὐκ ἐφεκτικὸς ἄρα ὁ Πλάτων, εἴ γε ἀποφαίνεται περὶ τῆς ἀθανασίας τῆς ψυχῆς καὶ λέγει μηδὲ ἐξηπατῆσθαι· εἰ δὲ καὶ ἀνωτέρω [69d5—6] λέγει ἀμφιβάλλων ὅτι ‘ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα‘, τοῦτο περὶ τῆς ἑαυτοῦ λήξεως ἔλεγεν ὁ
5Σωκράτης, οὐ περὶ τῆς ἀθανασίας.149

10

.

16

Καὶ ταῖς μὲν ἀγαθαῖς ἄμεινον εἶναι, ταῖς δὲ κακαῖς κάκιον [72e1—2]: καὶ ἐντεῦθεν ἄλλο πόρισμα κέρδανον, τοῖς μὲν ἀγαθοῖς κρεῖττον εἶναι τὸ τεθνάναι τοῦ ζῆν, τοῖς δὲ κακοῖς ἀνάπαλιν ἄμεινόν ἐστιν εἶναι ἢ τεθνάναι. εἰ μὲν γὰρ συνεφθείρετο ἡ ψυχὴ τῷ σώματι, καὶ τοῖς ἀγαθοῖς ἄμεινον ἦν τὸ
5ζῆν καὶ τοῖς κακοῖς τὸ μὴ εἶναι· ἐπειδὴ δὲ οὐ συμφθείρεται, ἄμεινόν ἐστι τοῖς κακοῖς ζῆν, εἰκὸς γὰρ αὐτοὺς ζῶντας προκόπτειν καὶ βιβλία ἔχοντας καὶ διδασκάλους καὶ ἀμείνονας ἑαυτῶν γίνεσθαι, ὡς κεκαθαρμένους ἐκεῖσε ἀπιέναι. ἐν οἷς σὺν θεῷ ὁ ἐκ τῶν ἐναντίων λόγος.
9tὉ ἐκ τῶν ἀναμνήσεων λόγος σὺν θεῷ

11

t

Πρᾶξις σὺν θεῷ

11

.

1

Καὶ μήν, ἔφη ὁ Κέβης ὑπολαβών, καὶ κατ’ ἐκεῖνόν γε τὸν λόγον [72e3—74a9]. Δείξας ὁ Σωκράτης ἐκ τοῦ ζῶντος καὶ τοῦ τεθνεῶτος ὅτι ἐπιδιαμένει ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, τουτέστιν ὅτι μεθυπάρχει, δείκνυσι
5διὰ τοῦ προκειμένου λόγου ὅτι καὶ προϋπάρχει ἡ ψυχὴ τοῦ σώματος ἐκ τοῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι· ὡς ἐξ ἀμφοτέρων τῶν λόγων συνάγεσθαι ὅτι πολυχρονιωτέρα ἡ ψυχὴ τοῦ σώματος, εἴ γε καὶ προϋπάρχει αὐτοῦ καὶ μεθυπάρχει.

11

.

2

Καὶ τρεῖς ἐκδοχαὶ φέρονται τῶν δύο τούτων λόγων. ὁ μὲν γὰρ Ἰάμβλιχος οἴεται ἑκάτερον λόγον καθ’ αὑτὸν δεικνύναι τὴν ἀθανασίαν τῆς ψυχῆς· ‘εἰ γάρ‘, φησί, ‘τὸ ζῶν καὶ τεθνεὸς ἐξ ἀλλήλων καὶ ἀεὶ ἐξ ἀλλήλων, ἀίδιος ἄρα ἡ ψυχή· ἀλλὰ μὴν καὶ εἰ ἀεὶ αἱ μαθήσεις ἀναμνήσεις, ἀίδιος ἄρα καὶ κατὰ τοῦτον τὸν
5λόγον ἡ ψυχή‘. ἄλλοι δὲ διὰ ἄμφω τῶν λόγων ἐρανίζονται τὴν ἀθανασίαν τῆς ψυχῆς· ὁ μὲν γὰρ πρῶτος λόγος ὁ δεικνὺς ὅτι εἰσὶν ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου
δείκνυσιν αὐτὴν ἄφθαρτον, ὁ δέ γε παρὼν λόγος ὁ ἐκ τῶν ἀναμνήσεων ἀγένητον, ὥστε εἰ συνθῇς ἄμφω τοὺς λόγους ἀγένητον συνάξεις τὴν ψυχὴν καὶ ἄφθαρτον. ταῦτα δέ, φησὶν ὁ φιλόσοφος, οὐκ οἰκεῖα τῇ λέξει· οἰόμεθα γὰρ μηδὲ ἕνα τῶν151
10λόγων μηδὲ ἄμφω δεικνύναι αὐτὴν ἀθάνατον, ἀλλὰ καὶ προϋπάρχουσαν χρόνον τινὰ καὶ μεθυπάρχουσαν. διὸ καὶ ὁ Πλάτων αἰσθόμενος ὅτι οὔπω ἱκανῶς τὸ προκείμενον ἀπέδειξεν ἐπάγει καὶ ἄλλους λόγους τοῦ αὐτοῦ κατασκευαστικούς, καὶ μόνος ὁ εʹ ὁ ἐκ τῆς οὐσίας τῆς ψυχῆς κυρίως τὴν ἀθανασίαν αὐτῆς δείκνυσιν· καὶ ὅτι ἐν τῇ λέξει φησὶν [73a2—3] ἄμφω τοὺς λόγους ‘τὶ ἀθάνατον‘ δεδειχέναι,
15ὡς ἂν μὴ κυρίως δείξας ὅτι ἀθάνατος ἡ ψυχή.

11

.

3

Ἀλλ’ ἐπειδὴ περὶ ἀναμνήσεως ὁ λόγος, παράκειται δὲ τῇ ἀναμνήσει ἡ μνήμη, ἀντίκειται δὲ τῇ μνήμῃ ἡ λήθη, φέρε ἕκαστον τῶν τριῶν ὁρισώμεθα, τί ἀνάμνησις, τί μνήμη, τί λήθη, ἐκ τῶν ὀνομάτων. ἀνάμνησις τοίνυν ἐστὶν ἀνανέωσις μνήμης, ὡς τοὔνομα δηλοῖ· μνήμη δὲ μονὴ τοῦ νοῦ· λήθη δὲ οἷον λήμη τις, ὡς γὰρ ἡ
5λήμη ἐμπόδιόν ἐστι τῆς ὄψεως, οὕτω καὶ ἡ λήθη οἷον λήμη ἐστὶν τῆς ἡμετέρας γνώσεως οἷον τῆσ ὄψεως. ἡ γὰρ μνήμη μονὴ τοῦ νοῦ, πρώτως γὰρ ἐν τῷ νῷ θεωρεῖται· πῆξις γὰρ τῆς γνώσεως ἡ μνήμη· ὡς γὰρ παγίωσίς ἐστι τοῦ ὄντος τὸ ἀεί (ὂν γὰρ ἀεί ἐστι τὸ ἀίδιον), τῆς δὲ ζωῆς πῆξις ἡ ἀθανασία (ζωὴ

11

.

4

γὰρ ἄσβεστός ἐστιν), οὕτω καὶ πῆξις τῆς γνώσεως ἡ μνήμη. ἡ γὰρ ἀνάμνησις λήθης διακοπτούσης· διὸ οἰκεία ἡμῖν μάλιστα ἡ ἀνάμνησις· ἐπειδὴ γὰρ οὐκ ἀπειροδύναμος ἡ ἡμετέρα ψυχὴ κατὰ γνῶσιν, εἰ καὶ κατὰ ζωὴν ἀπειροδύναμός ἐστι, διὰ τοῦτο οἷον λήθης διαδραμούσης οἷον παλιγγενεσία τις τῆς γνώσεώς
5ἐστιν ἡ ἀνάμνησις. δευτέρα γὰρ γνῶσις τοῦ αὐτοῦ ἐστιν· ἡ γὰρ γνῶσις ἢ κατὰ πρώτην ἐπιβολήν ἐστιν, ὡς ἡνίκα θεασώμεθα Σωκράτην μηδέποτε αὐτὸν θεασάμενοι, καὶ λέγεται μάθησις· ἢ κατὰ δευτέραν, καὶ ἢ λήθης μεταξὺ γινο‐ μένης, ὡς ἡνίκα Κέβητα θεασάμενοι εἰς ἀνάμνησιν ἔλθωμεν Σιμμίου διὰ τὸ συνεῖναι αὐτὸν τῷ Σιμμίᾳ, ἢ μὴ διαδραμούσης λήθης, καὶ λέγεται μνήμη. καὶ
10ἐπέκεινα μνήμη τῆς ἀναμνήσεως· ἡ γὰρ μνήμη πρώτως μὲν ἐν τῷ νῷ ἐστι,
διότι οὗτος ἀεὶ ἑαυτὸν νοεῖ καὶ μένει ἐν ἑαυτῷ, δευτέρως δὲ ἐν ταῖς ψυχαῖς ὡς μεταβαινούσαις καὶ μὴ ἀθρόως πάντα καὶ ἀχρόνως γινωσκούσαις, τρίτως δὲ καὶ ἐν ταῖς ἡμετέραις ψυχαῖς, ἐν αἷς καὶ λήθη διατρέχει· καὶ ὅτι ἡ μὲν μνήμη αἰῶνι ἔοικεν ἀεὶ περὶ τὸ αὐτὸ οὖσα, ἡ δὲ ἀνάμνησις χρόνῳ διὰ τὴν μετάβασιν·153
15καὶ ὅτι ἡ μὲν μνήμη καὶ 〈ἐν〉 τοῖς μὴ ἐπιλανθανομένοις ἐστίν, ἡ δὲ ἀνάμνησις ἐν οἷς μόνοις λήθη ἐστίν· καὶ ὅτι τὰ ἰσχυρότερα αἴτια πλείοσιν μεταδιδόασιν ἑαυτῶν, τὰ δὲ ἀσθενέστερα συνεσταλμένην ἔχει τὴν μετάδοσιν, διὸ μνήμη μὲν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, ἡ δὲ ἀνάμνησις μέχρι τῶν λογικῶν ψυχῶν ἵσταται.

11

.

5

Εʹ δὲ τούτων συνδραμόντων γίνεται ἀνάμνησις. δεῖ γὰρ τὴν ἀνάμνησιν δευτέραν εἶναι γνῶσιν· εἰ γὰρ ἀνανέωσίς ἐστι μνήμης ἡ ἀνάμνησις, ἀνανεοῦται δὲ τὸ παλαιωθέν, δευτέρα ἄρα γνῶσίς ἐστι· καὶ ὅτι ἡ γνῶσις ἢ κατὰ πρώτην ἐπιβολὴν γίνεται, ὡς ἡ μάθησις, ἢ κατὰ δευτέραν, ὡς ἡ ἀνάμνησις [73c1—2].
5δεύτερον δεῖ μετάβασιν εἶναι ἀπὸ γνώσεως ἐπὶ γνῶσιν καὶ ἀπὸ γνωστοῦ ἐπὶ γνωστόν. οἷον ὁ Κέβητα θεασάμενος εἰς ἀνάμνησιν ἔρχεται Σιμμίου, καὶ ἰδοὺ ἀπὸ γνώσεως ἐπὶ γνῶσίν ἐστιν ἡ μετάβασις, ἀπὸ γὰρ αἰσθήσεως ἐπὶ φαντασίαν, φαντασίας γὰρ τὸ περὶ τὸ ἀπὸν ἐνεργεῖν· ἀλλὰ καὶ ἀπὸ γνωστοῦ ἐπὶ γνωστόν, ἀπὸ γὰρ Κέβητος ἐπὶ Σιμμίαν [73c4—d11]. τρίτον λήθης διαδραμούσης δεῖ
10μεταξὺ γίνεσθαι τὴν ἀνάμνησιν· εἰ γὰρ μὴ διαδράμοι, οὐ λέγεται τὸ τοιοῦτο ἀνάμνησις, ἀλλὰ μνήμη [73e1—3]. τέταρτον τὸ τὴν μετάβασιν γίνεσθαι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον ἢ ἀπὸ ἀνομοίου ἐπὶ ἀνόμοιον· ὁ μὲν γὰρ τὴν εἰκόνα Σωκράτους θεασάμενος καὶ ἀπ’ αὐτῆς ἀναμνησθεὶς τοῦ Σωκράτους ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον μετῆλθεν, ὁ δὲ ἀπὸ Κέβητος Σιμμίου ἀναμνησθεὶς ἀπὸ ἀνομοίου ἐπὶ ἀνόμοιον155
15[73e5—74a4]. πέμπτον, ἡνίκα ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον ἀνάμνησις γίνεται, δύνασθαι ἡμᾶς καὶ προσθεῖναι τὸ λεῖπον [74a5—8]. τούτων οὕτως ἐχόντων ἀνάμνησίς ἐστι δευτέρα γνῶσις ἀπὸ γνώσεως ἐπὶ γνῶσιν καὶ ἀπὸ γνωστοῦ ἐπὶ γνωστὸν λήθης διαδραμούσης ἢ ἀπὸ ὁμοίου ἢ ἀπὸ ἀνομοίου τῆς μεταβάσεως γινομένης, καὶ ἡνίκα ἀπὸ ὁμοίου, δύνασθαί τι καὶ προστιθέναι.

11

.

6

Ἀλλὰ ἀπορήσωμεν πρὸς δύο λήμματα τῶν προειρημένων. πρὸς μὲν τὸ βʹ, ὅτι οὐ πάντως ἡ ἀνάμνησις ἀπὸ γνώσεως ἐπὶ γνῶσίν ἐστιν καὶ ἀπὸ γνωστοῦ ἐπὶ γνωστόν· ἐνδέχεται γὰρ καὶ μὴ μετάβασιν εἶναι μήτε γνώσεως μήτε γνωστοῦ, οἷον εἴ τις πάλαι Σωκράτην θεασάμενος καὶ αὖθις αὐτὸν ἰδὼν μετὰ τὸ ἐπιλα‐
5θέσθαι αὐτοῦ εἰς ἀνάμνησιν ἔλθῃ. ἰδοὺ οὐ γέγονε μετάβασις γνώσεως, αἰσθητικὴ γὰρ ἑκατέρα γνῶσις· ἀλλ’ οὐδὲ γνωστοῦ γέγονε μετάβασις, Σωκράτης γὰρ ἦν ὁ καὶ πάλαι καὶ νῦν γινωσκόμενος. ἀλλὰ καὶ πρὸς ἄλλο λῆμμά ἐστιν ἀπορῆσαι, τὸ λέγον ὅτι ἡ μετάβασις ἢ ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον γίνεται ἢ ἀπὸ ἀνομοίου ἐπὶ ἀνόμοιον· ἐνδέχεται γὰρ καὶ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό, ὥσπερ εἴ τις θεασάμενος
10πάλαι Σωκράτην καὶ ἐπιλαθόμενος αὐτοῦ καὶ νῦν θεώμενος αὐτὸν εἰς ἀνάμνησιν αὐτοῦ ἔλθῃ· καὶ ἰδοὺ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό. τί οὖν; ψεύδεται τὰ Πλατωνικὰ λήμματα; ἢ εἰ μὲν ἐπὶ πάσης ἀναμνήσεως ἀκούσωμεν τῶν λημμάτων, ψεύδονται· ἐπειδὴ δὲ οὐ περὶ πάσης ἀναμνήσεως λέγει ὁ φιλόσοφος, ἀλλὰ περὶ τῆς νῦν προκειμένης, καθ’ ἣν ἡ ψυχὴ αὐτῷ νυττομένη καὶ ἐρεθιζομένη ὑπὸ τῶν αἰσθητῶν

11

.

7

ἀποκυΐσκει τὰ ἔνδον ἐν ἑαυτῇ εἴδη, ταύτῃ ἀληθῆ τὰ λήμματα. ἐπειδὴ γὰρ ‘πάμμορφον ἄγαλμά‘ ἐστιν ἡ ψυχὴ πάντων τῶν ὄντων ἔχουσα λόγους, ἐρεθιζομένη ὑπὸ τῶν αἰσθητῶν ἀναμιμνήσκεται ὧν ἔνδον ἔχει λόγων καὶ τούτους προβάλλεται· οἷον θεασαμένη τὸ τῇδε προβάλλεται τὸ ἁπλῶς. καὶ ἰδοὺ τέως ἔχομεν ὅτι ἐπὶ
5τῆς ἡμετέρας ψυχῆς μετάβασίς ἐστιν ἀπὸ γνώσεως ἐπὶ γνῶσιν, ἀπὸ γὰρ αἰσθη‐ τικῆς ἐπὶ διανοητικήν· ἀλλὰ καὶ ἀπὸ γνωστοῦ ἐπὶ γνωστόν, ἀπὸ γὰρ τοῦ τῇδε ἴσου ἐπὶ τὸ ἁπλῶς ἴσον ἡ μετάβασις γίνεται. ἀλλὰ καὶ ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον, ἀπὸ γὰρ ἴσου ἐπὶ ἴσον. καὶ ἐπειδὴ ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον γέγονεν ἡ μετάβασις, δυνάμεθα καὶ προστιθέναι τὸ λεῖπον. τὸ μὲν γὰρ ἐνταῦθα ἴσον οὐκ ἀκριβές
10ἐστι· πῶς γὰρ ἀκριβῶς ἴσον τὸ καὶ ψαμμιαίου μεγέθους ἀφαιρεθέντος ἢ προσ‐ τεθέντος ἴσον μεῖναν; ‘οὐδὲ‘ γὰρ ‘ὁρῶμεν οὐδὲν ἀκριβὲς οὐδὲ ἀκούομεν‘ κατὰ τὸν αὐτοῦ λόγον [65b3—4]· ἀπὸ οὖν τοῦ παχυμεροῦς ἴσου ἐπὶ τὸ ἀκριβὲς ἴσον
ἔρχεται, καὶ ἰδοὺ τὸ λεῖπον προστίθησιν.157

11

.

8

Ἆρα δὲ καὶ τὰ ἄλλα δύο λήμματα τῆς ἀναμνήσεως οὐ σῴζομεν, τὸ δευτέραν εἶναι γνῶσιν καὶ τὸ λήθῃ μεταξὺ διακόπτεσθαι; ἢ καὶ ταῦτα σῴζομεν. ὅτι γὰρ δευτέρα ἐστὶ γνῶσις, δηλοῖ αὐτὴ ἡ μετάβασις 〈καὶ ἡ πρόσθεσισ〉· εἰ γὰρ πρώτη ἦν, οὐδὲν προστιθέναι ὅλως ἐδυνάμεθα, οὐδὲ μετάβασις ἐγίνετο· ὁ γὰρ
5τὴν εἰκόνα Σωκράτους θεασάμενος, μὴ πρότερον δὲ τὸν Σωκράτην θεασάμενος ἵσταται μέχρι τῆς εἰκόνος. ὅτι δὲ καὶ λήθη διέδραμε μεταξύ, δηλοῖ τὸ μὴ ἐφιστάνειν ἡμᾶς ἀναμιμνησκομένους ὅτι προῄδειμεν αὐτά· τοῦτο γὰρ μέγιστον σημεῖον λήθης, τὸ μὴ ἐφιστάνειν ὅτι πρότερον ᾔδει αὐτά, ἀλλ’ οἴεσθαι νῦν μεμαθη‐ κέναι. ταῦτα ἔχει ἡ θεωρία.

11

.

9

Καὶ κατ’ ἐκεῖνόν γε τὸν λόγον, ὦ Σώκρατες, εἰ ἀληθής ἐστιν, ὃν εἴωθας θαμὰ λέγειν [72e3—5]: ὡς Σωκρατικὸς ὁ Κέβης ἑτοίμως ἔχει περὶ τὸ πεισθῆναι ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. τοῦτο γὰρ ἔδειξεν αὐτῷ ὁ Σωκράτης ἐν τῷ Μένωνι τῷ διαλόγῳ [81e3—86b6]· λαβὼν τὸν τοῦ Μένωνος
5οἰκέτην καὶ ἐρωτήσας γραμμικόν τι κἀκείνου ὀρθῶς ἀποκριναμένου ἔδειξεν ὅτι αἱ μαθήσεις ἀναμνήσεις, ἐπεὶ οὐκ ἂν ἄλλως τὸ ἀληθὲς ἀπεκρίναντο οἱ ὀρθῶς ἐρωτώμενοι, εἰ μὴ εἶχον ἐν ἑαυτοῖς τοὺς λόγους ὧν ἠρωτῶντο. διὸ καὶ ὁ Κέβης ἀνατίθησι τὸ δόγμα Σωκράτει, λέγων θαμὰ ἀκηκοέναι αὐτοῦ τοῦτο λέγοντος.

11

.

10

Ἀθάνατόν τι ἔοικεν ἡ ψυχὴ εἶναι [73a2—3]: ἰδοὺ ‘τὶ ἀθάνατον‘ καὶ οὐχ ἁπλῶς.

11

.

11

Ὑπόμνησόν με· οὐ γὰρ σφόδρα γε ἐν τῷ παρόντι [73a5—6]: ἀντὶ τοῦ ‘περὶ ἀναμνήσεως ὄντος λόγου ἀνάμνησόν με, πῶς ἐδείχθησαν αἱ μαθήσεις ἀναμνήσεισ‘.

11

.

12

Ἐάν τις καλῶς ἐρωτᾷ [73a8]: τουτέστιν ὀρθῶς καὶ Πλατωνικῶς, καὶ μὴ Περιπατητικῶς καὶ μὴ βωμολόχως, ἀλλὰ χεῖρα ὀρέγῃ τοῖς ὀλισθήμασι τῶν
προσδιαλεγομένων.159

11

.

13

Ἐάν τις ἐπὶ τὰ διαγράμματα ἄγῃ [73b1]: ἐν γὰρ τοῖς γεωμετρικοῖς ἡ ἀπόκρισις, διότι μία ἡ ὁδὸς καὶ στενή, καὶ περὶ αὐτῆς κυρίως ἁρμόζει τὸ ‘ἀτραπὸσ‘ καὶ οὐ ‘λεωφόροσ‘.

11

.

14

Πρότερόν ποτε ἐπίστασθαι [73c2]: τὸ πρῶτον λῆμμα.

11

.

15

Ἐάν τις ἕτερον ἰδὼν ἢ ἀκούσας [73c6]: τὸ δεύτερον, ὅτι δεῖ μετά‐ βασιν εἶναι καὶ γνώσεως καὶ γνωστοῦ.

11

.

16

Οὐκοῦν, ἦ δ’ ὅς, τὸ τοιοῦτον ἀνάμνησίς τίς ἐστιν [73e1]: ἐντεῦθεν τὸ τρίτον λῆμμα, ὅτι δεῖ καὶ λήθην εἶναι μεταξύ. γίνεται δὲ λήθη ἢ διὰ τὸ μὴ ἐπισκοπεῖν, ὃ πάσχουσιν οἱ ῥάθυμοι, ἢ διὰ τὸ μὴ ἢ διὰ χρόνον, ὡς ἐπὶ τῶν γερόντων, ἢ διὰ νόσον, ὡς ὁ λήθαργος τὸ παρὰ τοῖς ἰατροῖς πάθος. καὶ
5ταῦτα τὰ αἴτια τῆς λήθης· ῥαθυμία, χρόνος, νόσος.

11

.

17

Τί δ; ἦ δ’ ὅς· ἔστιν ἵππον [73e5]: ἐντεῦθεν τὸ δʹ λῆμμα.

11

.

18

Ἀλλ’ ὅταν γε, ἔφη, ἀπὸ τῶν ὁμοίων [74a5]: ἐντεῦθεν τὸ πέμπτον.

12

t

Πρᾶξις σὺν θεῷ

12

.

1

Φαμέν πού τι εἶναι ἴσον, οὐ ξύλον λέγω ξύλῳ [74a9—**]. Ἡ μετὰ χεῖρα λέξις δύο ταῦτα δείκνυσιν, ὅτι ἐστὶν τὰ εἴδη (οὔ τί φημι αἱ ἰδέαι, ἀλλὰ τὰ ἐν τῇ ψυχῇ εἴδη) καὶ ὅτι αἱ μαθήσεις ἀναμνήσεις, ἐκ τοῦ δεικνύναι ἐφαρμόζοντα τῇ μαθήσει τὰ εἰρημένα στοιχεῖα εʹ τῆς ἀναμνήσεως
5καὶ ὅτι μέν εἰσιν εἴδη, δείκνυσι διὰ δύο ἐπιχειρημάτων· ὅτι δὲ καὶ αἱ μαθήσεις ἀναμνήσεις, τῷ εἰρημένῳ τρόπῳ δείκνυσιν. Ὅτι γάρ εἰσι τὰ εἴδη, δῆλον. εἰ γὰρ δεῖ εἶναι πρὸ τῶν πολλῶν εἰδῶν τὸ ἓν καὶ πρὸ τῶν κατὰ μέρος τὸ ἁπλῶς, δεῖ γὰρ προηγεῖσθαι τῶν αἰσθητῶν τὸ νοητὸν καὶ τῶν ἐνύλων τὸ ἄυλον, ἔστιν ἄρα τὰ εἴδη [74a9—b7]. δεύτερον,
10εἰ δεῖ πρὸ τοῦ παχυμεροῦς τὸ ἀκριβὲς καὶ 〈πρὸ τοῦ〉 ἀμυδροῦ καὶ ὁλοσχεροῦς
τὸ διηρθρωμένον, τὰ δὲ ἐνταῦθα εἴδη οὐκ ἀκριβῆ ἐστιν, διότι ἴσα ἐστὶ τὰ μεγέθη καὶ ψαμμιαίου τινὸς προστεθέντος αὐτοῖς ἢ ἀφαιρεθέντος ἐξ αὐτῶν ἴσα μένει [74b7—c6]. ἀλλ’ ἐπειδὴ ταῦτα οὐδὲν ἧττον τῶν ἰδεῶν ἢ τῶν ἐν τῇ ψυχῇ λόγων ἐστὶν κατασκευαστικά, φέρε ἔξωθεν δείξωμεν ὅτι εἰσὶ λόγοι ἐν τῇ ψυχῇ. εἰ161
15γὰρ διακρίνει ἡ ἡμετέρα ψυχὴ τὰ τῇδε εἴδη καὶ τὸ μὲν λέγει μᾶλλον καλόν, τὸ δὲ ἧττον, δῆλον 〈ὅτι πρόσ〉 τινα ὅρον καὶ πρός τι εἶδος παραβάλλουσα κρίνει ταῦτα· οὐ γὰρ ἠδύνατο, ὧν μὴ εἶχε λόγους, ταῦτα διακρίνειν. οὐ γὰρ πειστέον τῷ Περιπάτῳ [Ar., anal. post. II 19, 99b35] λέγοντι ὅτι κριτικῇ τινι δυνάμει ταῦτα διακρίνει· οὐ γὰρ φυσικῶς ἐνεργεῖ ἡ ἡμετέρα ψυχή, καθάπερ ὁ ἀράχνης
20τὸ ἀράχνιον. ἄλλως τε εἰ προστίθησι καὶ μεταβαίνει, δῆλον ἄρα ὅτι ἔχει ἐν ἑαυτῇ εἴδη τινά, ἐπεὶ οὐδὲ τὴν ἀρχὴν μετέβαινεν καὶ τὸ λεῖπον προσετίθει μὴ ἔχουσα εἴδη· ὁ γὰρ τὴν εἰκόνα Σωκράτους θεασάμενος καὶ μὴ πρότερον τὸν Σωκράτην μέχρι τῆς εἰκόνος ἵσταται. ἄλλως τε εἰ ἐφίεται γνῶναι τὰ ἀκριβῆ εἴδη ἡ ψυχὴ καὶ μὴ μάτην ἐστὶν ἡ ἔφεσις, δῆλον ὅτι διὰ τὰ ἐν αὐτῇ εἴδη ἐστὶν
25ἡ ἔφεσις· ταῦτα γὰρ βούλεται μαθεῖν.

12

.

2

Ὅτι δὲ καὶ αἱ μαθήσεις ἀναμνήσεις, δῆλον ἐκ τοῦ τὰ στοιχεῖα τῆς ἀναμνήσεως ὑπάρχειν τῇ ἡμετέρᾳ ψυχῇ. ἀπὸ γὰρ τῆς αἰσθητικῆς γνώσεως, οἷον ἀπὸ τοῦ τῇδε ἴσου, ἐρχόμεθα ἐπὶ τὸ ἁπλῶς ἴσον· ἀλλὰ καὶ δι’ ὁμοίου ἐνταῦθα συνέβη· καὶ προστίθεμεν δὲ τὸ λεῖπον, διότι οὐκ ἀκριβὲς τὸ τῇδε ἴσον· ἔτι μὴν καὶ
5δευτέρα ἐστὶν γνῶσις, εἴ γε προστίθεμεν, ἐπεὶ ὁ τὴν εἰκόνα Σωκράτους θεασά‐ μενος ἵσταται μέχρι αὐτῆς· ἀλλὰ μὴν καὶ λήθη διέδραμεν, καὶ τούτου μέγιστον σημεῖον τὸ ἀναμιμνῃσκομένους ἡμᾶς μὴ ἐφιστάνειν ὅτι προεγνώκειμεν αὐτά. καὶ οὐδὲν θαυμαστόν, εἰ τοῦτο συμβαίνει· διὰ γὰρ σωματικὸν σάλον οὐκ ἐφιστάνομεν. ὥσπερ γὰρ οἱ μὲν ἐν νόσῳ ὄντες οὐ μέμνηνται τῶν ἐν τῇ ὑγείᾳ
10(‘σφᾶς τε‘ γὰρ ‘ἑαυτοὺς ὑπὸ τῆς νόσου καὶ τοὺς ἄλλους ἠγνόουν‘, φησὶν ὁ συγγραφεύς [Thuc. 2, 49, 8]), ἐν δὲ τῇ ὑγιείᾳ μεμνήμεθα τῶν ἐν νόσῳ πληγῶν
καὶ τραυμάτων, οὕτω καὶ ἡ ψυχὴ χωρισθεῖσα μὲν τοῦ σώματος διὰ τὸ μὴ ἐμποδίζεσθαι ὑπό τινος δύναται μεμνῆσθαι τῶν συμβάντων τῶν μετὰ τοῦ σώματος πληγῶν καὶ τραυμάτων, ἐν δὲ τῷ σώματι οὖσα οὐ μέμνηται τῶν ἐν163
15τῷ προτέρῳ βίῳ. καὶ οὐδὲν θαυμαστόν· εἰ γὰρ ἐν ἑνὶ βίῳ ὄντες οὐ μεμνήμεθα τῶν συμβαινόντων, ἀλλ’ οὕτω πολλάκις ἐπιλανθανόμεθα ὡς καὶ πολλῶν ἡμῖν τεκμηρίων λεγομένων μὴ ἐφιστάνειν, ἀλλ’ οἴεσθαι νῦν πρῶτον αὐτὸ μανθάνειν, πολλῷ μᾶλλον ἐν διαφόρῳ βίῳ τοῦτο συμβήσεται. ταῦτα ἔχει ἡ θεωρία.

12

.

3

Φῶμέν τι εἶναι ἢ μηδέν; Φῶμεν [74a12—b1]: τὸ εἰρημένον ὅτι ἀνάγκη εἶναι πρὸ τῶν πολλῶν τὸ ἕν· οὐδὲ γὰρ ὀχλοκρατίαν εἶναι, ‘οὐκ ἀγαθὸν‘ γὰρ οὐδὲ ἐνταῦθα ‘πολυκοιρανίη‘ [Β 204]. ὁ δὲ Σιμμίας ἑτοίμως συντίθεται τῷ εἶναι τὰ εἴδη (διὸ καὶ ὅρκον ἐπάγει καί φησιν ὅτι ‘θαυμασίως
5πέπεισμαι‘) ὡς συνήθης τῶν Σωκρατικῶν δογμάτων· διὸ καὶ ἀνωτέρω ἔλεγεν ὅτι ‘πέπεισμαι, ἀλλὰ ἀναμνήσεως δέομαι‘ [73b6—7].

12

.

4

Σκόπει δὲ καὶ τῇδε [74b7]: . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

13

t

Πρᾶξις σὺν θεῷ

13

.

1

Οὐκοῦν τοιόνδε τι, ἦ δὲ ὃς ὁ Σωκράτης, δεῖ ἡμᾶς ἀνερέσθαι ἑαυτούς [78b4—**]. Ἵνα τῷ ἐκ τῆς ὁμοιότητος λόγῳ παρακολουθήσωμεν, προλάβωμεν ὅτι ἀντιδιαιρῶν ὁ Σωκράτης τὴν οὐσίαν τῇ γενέσει, —ὥσπερ καὶ ἐν Τιμαίῳ
5[27d6—28a1] ἐποίησεν· ‘τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινό‐ μενον μέν, ὂν δὲ οὐδέποτε;‘ οὐσίαν μὲν γὰρ τὰ παραδειγματικὰ εἴδη, γένεσιν δὲ τὸ αἰσθητόν· —ταῦτα ἀντιδιαιρῶν ἓξ ἴδια ἑκάστου παραδίδωσιν, τῆς μὲν οὐσίας τὸ θεῖον, τὸ ἀθάνατον, τὸ νοητόν, τὸ ἀδιάλυτον, τὸ μονοειδές, τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἑαυτῷ, τῆς δὲ γενέσεως τὸ σωματοειδές
10(ἀντίκειται γὰρ τῷ θείῳ), τὸ θνητόν, τὸ ἀνόητον, τὸ διαλυτόν, τὸ πολυειδές,
τὸ μηδέποτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἑαυτῷ.165

13

.

2

Ἑκάστου δὲ τούτων τὸν ἀπολογισμὸν εἴπωμεν. ‘Θεῖον‘ μὲν οὖν ἐκάλεσεν τὸ νοητόν, διότι θεοῦ ἐξῆπται τοῦτο κατὰ Πλάτωνα, ἀλλ’ οὐ θεός ἐστι· θεῖον οὖν ἐστι τὸ θεοῦ ἐξημμένον. Ἀλλὰ καὶ ‘ἀθάνατον‘, διότι ζωὴν ἔχει ἄσβεστον· ἡ γὰρ κυρίως ἀθανασία
5ἐν αὐτῷ ἐστιν ὡς αἰωνίως ὄντι καὶ μὴ ἔχοντι τὸ ἦν καὶ ἔστι καὶ ἔσται. τὰ μὲν γὰρ ἀίδια οὐδὲ κυρίως ἀεί ἐστιν, διότι ἐστὶν ἐπὶ αὐτῶν τὰ χρονικὰ προσ‐ ρήματα τὸ ἦν καὶ ἔστιν καὶ ἔσται, ἅπερ οὐκ ἀεί ἐστιν, ἀλλὰ φθείρεται τὰ μέρη τοῦ χρόνου, τὸ ἦν καὶ ἔστιν καὶ ἔσται· ὁ γὰρ ἥλιος οὐκ ἀεὶ ἐν Κριῷ ἐστιν, ἀλλ’ ἦν καὶ ἔσται, ἄλλος δέ ἐστι τῷ λόγῳ ἐν Κριῷ ὢν καὶ ἐν ἄλλῳ ζῳδίῳ. ἐπὶ ἐκείνων
10δὲ τὸ ἔστιν μόνον ἁρμόττει, οὐ τὸ ἀντιδιαιρούμενον τοῖς ἄλλοις χρονικοῖς προσρήμασιν, ἀλλὰ τὸ σημαῖνον ὕπαρξιν·
‘οὐ γὰρ ἔην, οὐκ ἔσται, ὁμοῦ πᾶν ἔστι δὲ μοῦνον‘. Ἀλλὰ καὶ ‘νοητόν‘ ἐστιν, οὐχ ὡς νοούμενον· περὶ γὰρ νοερῶν εἰδῶν ὁ λόγος ἐστίν, ἃ νοεῖ μέν, οὐ νοεῖται δέ. τὰ μὲν γὰρ νοητὰ νοεῖται μὲν, οὐ μὴν νοεῖ,
15ὑπὲρ νοῦν γάρ ἐστι (διὸ καὶ πρόνοια λέγεται ὡς πρὸ τοῦ νοῦ, ὃ καὶ Ὀρφεὺς [frg. 82] ἐπεσημήνατο, νοητὸν βουλόμενος εἰπεῖν τὸν Ἔρωτα· ἔφη γὰρ
‘ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα‘· τὸ γὰρ ὄμμα 〈νοῦ〉 σύμβολόν ἐστι διὰ τὸ ὀξὺ τῆς ἐνεργείας, ἀνόμματον οὖν τὸν μὴ νοοῦντα)· εἰ δὲ καὶ νοεῖται τὰ νοερά, ἐκ τοῦ κατ’ ἐξαίρετον νοεῖν λέγεται,
167
20οὐ μὴν νοεῖσθαι. ὅτι γὰρ νοητὸν λέγει ὁ Πλάτων ἐνταῦθα τὸ νοοῦν, οὐ μὴν νοούμενον, δῆλός ἐστιν ἀντιτάξας αὐτῷ τὸ ἀνόητον· ἀνόητον γὰρ λέγεται οὐ τὸ μὴ νοούμενον, ἀλλὰ τὸ μὴ νοοῦν. οὕτω δὲ καὶ Ἀριστοτέλης [an. III 7, 431b26—28] αἰσθητὸν τὸ αἰσθητικὸν ἐκάλεσεν, ὡς καὶ νῦν ὁ Πλάτων νοητὸν τὸ νοοῦν.
25 Ἀλλὰ καὶ ‘ἀδιάλυτόν‘ ἐστιν ὡς μὴ ἐκ μερῶν συγκείμενον· τὸ γὰρ διαλυόμενον εἰς οἰκεῖα μέρη διαλύεται, ἐκεῖνο δὲ ὡς ἀσύνθετον καὶ ἀμερὲς οὐ διαλύεται. πᾶν γὰρ εἶδος, κἂν ἔνυλον ᾖ, τῷ ἐν αὐτῷ λόγῳ ἀμερές ἐστι· καὶ γὰρ τὸ ἔνυλον εἶδος ἀμερὲς ὂν μερίζεται διὰ τὴν ὕλην, καὶ ἐν παντὶ μέρει τοῦ σπέρματος πάντων ὄντων τῶν λόγων, ὡς δηλοῖ τὸ μέρους αὐτοῦ ἀφαιρεθέντος μηδὲν
30ἧττον τέλειον δημιουργεῖσθαι τὸ ζῷον· διὰ δὲ τὴν ὕλην ὡδὶ μὲν κεφαλή, ὡδὶ δὲ ῥίς. εἰ οὖν ἀσύνθετον, καὶ ἀδιάλυτον· δόγμα γὰρ Πλατωνικόν, ὅτι τὸ σύνθετον καὶ διαλύεται [78c1—2]. διὸ καὶ τὰ οὐράνια σύνθετα ὄντα διαλύεται, οὐ κατὰ χρόνον ἀλλὰ κατὰ τὸν ἑαυτῶν λόγον· γενητὰ γὰρ ὄντα, ἐπειδὴ πᾶν σύνθετον καὶ γενητὸν καὶ μεριστόν, καὶ διαλυτά ἐστι καὶ φθαρτά. πλὴν ὡς ἔστι γενητά,
35οὕτως ἐστὶ καὶ φθαρτά· γενητὰ τοίνυν ἐστὶ κατ’ αἰτίαν, διότι μὴ ἑαυτὰ ζωοῖ
μηδὲ ἑαυτὰ παρήγαγεν (δόγμα γὰρ Πλατωνικὸν τὸ αὐτοπαραγωγὸν εἶναι τὴν ψυχήν)· οὐκοῦν καὶ φθαρτά ἐστιν ὅσον ἐφ’ ἑαυτοῖς, οὐ γὰρ ἑαυτὰ συνέχει ἀλλ’ ἐπινάεται ἡ ἀθανασία αὐτῶν, κάλλιστα τοῦ Ἀριστοτέλους φυσιολογήσαντος πᾶν σῶμα πεπερασμένον πεπερασμένης εἶναι δυνάμεως [phys. VIII 10,169
40266a24—26]. 〈Ἀλλὰ καὶ ‘μονοειδῆ‘〉· μονοειδῆ γάρ ἐστι, διότι ἁπλᾶ ἐστιν. ἐπὶ γὰρ τῶν ἁπλῶν ταὐτόν ἐστι τὸ τῷδε εἶναι καὶ τόδε, ἐπὶ δὲ τῶν συνθέτων διάφορον, καὶ τὸ μὲν ἐπὶ τοῦ εἴδους λέγεται μόνου, τὸ δὲ ἐπὶ τοῦ εἴδους τοῦ ἐν τῇ ὕλῃ· ἄλλο γάρ ἐστι τὸ ζῴῳ εἶναι καὶ ἄλλο τὸ ζῷον εἶναι. καὶ ἄλλως δὲ μονοειδῆ
45ἐστιν ὡς μὴ συνόντα τῷ οἰκείῳ μὴ ὄντι, ἀλλ’ εἰλικρινῆ ὄντα καὶ ἀμιγῆ τούτου· τὰ γὰρ ἐνταῦθα εἴδη συναναπέφυρται τῇ οἰκείᾳ στερήσει. Ἀλλὰ καὶ ‘ἀεὶ καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχει ἑαυτῷ‘. καὶ καλῶς τὸ ‘ἑαυτῷ‘· νοῦ γὰρ οἰκεία ἡ πρὸς ἑαυτὸν ἐπιστροφή, τὰ δὲ αἰσθητὰ οὐδέποτέ ἐστιν τὰ αὐτά· οὐ μόνον γὰρ ἀλλήλων διαφέρει, ἀλλὰ καὶ ἑαυτῶν, ἐν ῥευστῷ

13

.

2

(50)

τῷ χρόνῳ καὶ ἐν κινήσει ὄντα. ἵνα οὖν ἐνδείξηται τὸ πλούσιον τῆς μεταβολῆς, ὅτι τὰ μὲν ἐπέστραπται πρὸς ἑαυτὰ ἀεὶ ὡσαύτως ἔχοντα, τὰ δὲ πάντῃ ἐξήλλακται, διὰ τοῦτο τὸ ‘ἑαυτῷ‘ προσέθηκεν.

13

.

3

Εἶτα διαιρεῖ καὶ τὴν ἡμετέραν σύστασιν εἰς ψυχὴν καὶ σῶμα, καὶ ζητεῖ τί μᾶλλον ἔοικε τοῖς ἀδιαλύτοις, πότερον ἡ ψυχὴ ἢ τὸ σῶμα. καὶ κατασκευάζει ὅτι ἡ ψυχὴ μᾶλλον ἔοικε τοῖς ἀδιαλύτοις, διὰ τριῶν ἐπιχειρημάτων· ἐκ τοῦ ἀοράτου, καὶ ἐκ τοῦ διανοητικοῦ αὐτῆς, καὶ ἐκ τοῦ δεσπόζειν τοῦ σώματος.
5καὶ ἔοικε ταῦτα ἐκ τῆς ψυχικῆς ὑποστάσεως εἰλῆφθαι, ἀπὸ οὐσίας, ἀπὸ γνώσεως,
ἀπὸ ζωῆς. τῇ μὲν γὰρ οὐσίᾳ οἰκεῖον τὸ ἀόρατον, διότι διαιροῦνται αἱ οὐσίαι εἰς ὁρατάς, ὡς τὰ σωματικὰ εἴδη, καὶ ἀοράτους, ὡς τὰ εἴδη· τὸ δὲ ἀπὸ τοῦ ταύτην μὲν διανοεῖσθαι, τὸ δὲ σῶμα μετὰ τῆς αἰσθήσεως ἐνεργεῖν, ἐκ τῆς γνώσεως· τὸ δὲ ἀπὸ τοῦ δεσπόζειν τὴν ψυχὴν τοῦ σώματος, ἐκ τῆς ζωῆς, ὡς171
10γὰρ εἰδοποιοῦσα τὸ σῶμα καὶ αὐτοκίνητος οὖσα δεσπόζει αὐτοῦ. αἱ γὰρ ἄλλαι ψυχαὶ οὐ ζωοποιοῦσιν, ἀλλὰ ζωαὶ αὐτοῦ εἰσιν· ἀλλ’ ἡ μὲν ἄλογος τοῦ πνευμα‐ τικοῦ ζωή ἐστιν, ἡ δὲ φυτικὴ τοῦ ὀστρεΐνου. κατασκευάζει οὖν διὰ τῶν γʹ ἐπιχειρημάτων ὅτι μᾶλλον ἔοικεν ἡ ψυχὴ τῷ ἀδιαλύτῳ, οὕτως· ‘ἡ ψυχὴ ἀόρατος, τὸ ἀόρατον μᾶλλον πρέπει τοῖς ἀδιαλύτοισ‘· ‘ἡ ψυχὴ νοεῖ μᾶλλον τοῦ σώματος,
15τὸ τοιοῦτο πρέπει μᾶλλον τοῖς ἀδιαλύτοισ‘. ‘ἡ ψυχὴ δεσπόζει τοῦ σώματος, τὸ τοιοῦτο πρέπει μᾶλλον τοῖς ἀδιαλύτοισ‘. ἐφ’ οἷς συλλογίζεται τὸ προκείμενον οὕτως· ‘ἡ ψυχὴ κατὰ πάντα μᾶλλον τοῦ σώματος ἔοικε τοῖς ἀδιαλύτοις, τὸ κατὰ πάντα ἐοικὸς μᾶλλον ἀδιάλυτόν ἐστιν, ἡ ψυχὴ μᾶλλον ἀδιάλυτός ἐστιν‘· ‘τὸ μᾶλλον ἀδιάλυτον πολυχρονιώτερόν ἐστι τοῦ σώματος, ἡ ψυχὴ ἄρα
20πολυχρονιωτέρα τοῦ σώματοσ‘· ‘τὸ πολυχρονιώτερον ἐπιμένει καὶ μετὰ τὸν χωρισμόν, εἴ γε οὐδὲ αὐτὰ τὰ σώματα εὐθέως φθείρεται ἀλλ’ ἐπιδιαμένει (καὶ μάλιστα εἰ τύχοι ταριχευθέντα, ὡς τὰ παρ’ Αἰγυπτίοις σώματα), ἡ ψυχὴ ἄρα ἐπιδιαμένει μετὰ τὸν χωρισμόν‘· ὅπερ ἐζήτουν οἱ νεανίαι, μήποτε σκεδάννυται εὐθὺς καὶ διαλύεται ἐξελθοῦσα τοῦ σώματος.

13

.

4

Καὶ ζητοῦσιν οἱ ἐξηγηταὶ εἰ δείκνυσιν ὁ λόγος τὴν ἀθανασίαν τῆς ψυχῆς. πάντες μὲν οὖν οἱ ἐξηγηταὶ μόνον τὸν ἐκ τῆς οὐσίας λόγον φασὶ τῆς ψυχῆς δεικνύναι τὴν ἀθανασίαν αὐτῆς. ὁ μὲν γὰρ ἐκ τῶν ἀναμνήσεων λόγος ἔδειξεν ὅτι προϋπάρχει ἡ ψυχὴ τοῦ σώματος πάντως, οὐ μὴν ὅτι καὶ ἀεί ἐστιν· οὗτος173
5δὲ δείκνυσιν ἐκ τῆς ὁμοιότητος 〈ὅτι〉 μεθυπάρχει ὡς μᾶλλον ἀδιάλυτος οὖσα καὶ ἐπιδιαμένει ὡς πολυχρονιωτέρα, οὐ μὴν ὅτι καὶ ἀθάνατος. ὁ δὲ φιλόσοφος Ἰάμβλιχος καὶ τοῦτον τὸν λόγον βούλεται τελείαν ἀποδεικνύναι τὴν ἀθανασίαν τῆς ψυχῆς. ὅσον μὲν γὰρ ἐκ τῆς ὁμοιότητος πολυχρονιωτέραν ἀπέδειξεν, ἐκ δὲ τῶν κειμένων ἐν τῇ λέξει λημμάτων ἡ ἀθανασία τῆς ψυχῆς συνάγεται. ἀσύνθετον
10γὰρ αὐτὴν εἶπεν [78c1—9] καὶ δεσπόζειν τοῦ σώματος [79e8—80a6]· κάλλιστα δὲ τῷ Πλωτίνῳ [IV 7,2—11?] ἤρεσεν πᾶν φθειρόμενον δι’ ἕνα τῶν δύο τρόπων τούτων φθείρεσθαι, ἢ ὡς σύνθετον ἢ ὡς ἐν ὑποκειμένῳ ὄν· τὰ μὲν γὰρ ἀσώματα διὰ τὸ ἐν ὑποκειμένῳ εἶναι φθείρεται, τὰ δὲ σώματα ὡς σύνθετα. εἰ οὖν ἡ ψυχὴ οὐδὲ σύνθετός ἐστιν (ὥς φησιν ὁ Ἰάμβλιχος, καὶ τοῦτο καὶ ἡ λέξις ἐδήλωσεν,
15οὐδαμοῦ γὰρ ‘ἀόρατον‘ αὐτὴν εἶπεν ἀλλὰ ‘ἀσύνθετον‘, ὡς ἂν ταὐτοῦ ὄντος ἀοράτου καὶ ἀσυνθέτου), ἀλλὰ μὴν οὐδὲ ἐν ὑποκειμένῳ ἐστίν, εἴ γε δεσπόζει τοῦ σώματος, ζωοποιοῦσα αὐτὸ καὶ αὐτοκίνητος οὖσα, κατ’ οὐδένα ἄρα τρόπον φθαρήσεται, οὐδὲ ὡς σύνθετος οὐδὲ ὡς ἐν ὑποκειμένῳ.

13

.

5

Ζητεῖ δὲ ὁ Πρόκλος περὶ ποίων ἄρα εἰδῶν τῷ Πλάτωνι ὁ λόγος, ἆρα περὶ τῶν ἁπλῶς τῶν ἐν τῷ δημιουργῷ ἢ περὶ τῶν ψυχικῶν. ἔστιν γὰρ ἑκατέρῳ συνηγορῆσαι, τῷ μὲν πρώτῳ διότι δόξει περὶ τῶν ἐν τῷ δημιουργῷ εἶναι ὁ λόγος εἰδῶν, εἴ γε ‘αὐτοΐσον‘ φησὶν καὶ ‘αὐτοκαλόν‘ [78d3], τὰ δὲ προσρήματα
5ταῦτα ἐκείνοις τοῖς εἴδεσιν ἁρμόττει· καὶ ὅτι λέγει ἐοικέναι τὴν ψυχὴν ἐκείνοις [79b4—17], εἰ δὲ περὶ τῶν ψυχικῶν ἦν αὐτῷ ὁ λόγος, οὐκ ἐκείνοις ὁμοία ἦν, ἀλλ’ αὐτὰ ἐκεῖνα ἦν. ἔστι δὲ καὶ τῷ ἀντικειμένῳ συνηγορῆσαι· δόξει γὰρ περὶ τῶν ψυχικῶν εἰδῶν εἶναι ὁ λόγος διότι φησὶν ἐν τῇ λέξει ‘περὶ ὧν θαμὰ θρυλοῦμεν καὶ ἔχομεν λόγον διδόναι‘ [78d1—2], τὸ δὲ λέγειν καὶ κατ’ ἐπιστήμην εἰδέναι ταῦτα
10τοῖς ψυχικοῖς εἴδεσιν ἁρμόττει, ἐκεῖνα γὰρ νοεραῖς ἐπιβολαῖς γινώσκεται. καὶ ἐπικρίνει ὁ Πρόκλος ὅτι περὶ ἀμφοῖν ἐστιν αὐτῷ ὁ λόγος· ἐπειδὴ γὰρ καὶ παραδείγματα τὰ νοερὰ εἴδη τῶν ψυχικῶν καὶ εἰκόνες ταῦτα ἐκείνων, πρός τι δὲ τὸ παράδειγμα καὶ ἡ εἰκών, τὰ δὲ πρός τι δίχα ἀλλήλων οὐ γινώσκεται,
ἀνάγκη περὶ τῶν παραδειγμάτων διαλεγόμενον καὶ περὶ εἰκόνων διαλέγεσθαι.175

13

.

6

Ἀλλὰ ἀποροῦσιν ὅτι ‘διὰ τί ἡ ψυχὴ μᾶλλον ἀδιάλυτος λέγεται διὰ τὸ ἐοικέναι τῷ ἀδιαλύτῳ; ὅσον γὰρ ἐπὶ τούτῳ, ἐπειδὴ μᾶλλον ἔοικε κύων λύκῳ ἤπερ ἵππος, καὶ λύκος ἔσται ὁ κύων‘. ἢ οἱ ταῦτα λέγοντες οὐκ ἐνόησαν τὴν ἀγωγὴν τοῦ λόγου· ἐδείχθη γὰρ ἡ ψυχὴ ἀδιάλυτος ὡς μᾶλλον τοῦ σώματος ἐοικυῖα τῷ
5ἀδιαλύτῳ, ὡς ἂν καὶ τοῦ σώματος ἀδιαλύτου ὄντος, ὁ δὲ κύων οὐ λύκος ὢν μᾶλλον τοῦ ἵππου ἔοικε τῷ λύκῳ· ἐκεῖ δὲ ἀμφοτέροις ὑπῆρχε τὸ ἀδιάλυτον. Πάλιν φασὶν ὅτι ‘ὅσον ἐπὶ τούτῳ, ἐπειδὴ καὶ τὸ εἶδος μᾶλλον τῆς ὕλης ἔοικε τῷ ἀδιαλύτῳ, ἔσται μᾶλλον τοῦτο ἀδιάλυτον· καὶ πῶς τῆς ὕλης ἀφθάρτου οὔσης αὐτὸ φθείρεται;‘ ἢ τὸ εἶδος οὐ κατὰ πάντα ἔοικε τοῖς ἀδιαλύτοις· κατὰ
10μὲν γὰρ τὸ πέρας εἶναι καὶ ὅρος καὶ ἐνέργεια ἔοικε, κατὰ δὲ τὸ ἐν ὑποκειμένῳ εἶναι οὐκ ἔοικεν. Πάλιν φασίν· ‘ὅσον ἐπὶ τούτῳ καὶ τὴν φύσιν ἔδει ἀδιάλυτον εἶναι, ὅτι μᾶλλον ἔοικε τοῦ σώματος τοῖς ἀδιαλύτοις ὡς συνέχουσα τὸ σῶμα καὶ εἰδοποιοῦσα αὐτό‘. ἢ καὶ αὕτη οὐκ ἔστιν ἀδιάλυτος, διότι ἐν ὑποκειμένῳ ἐστὶν τῷ σώματι.
15ταῦτα ἔχει ἡ θεωρία.

13

.

7

Οὐκοῦν τοιόνδε τι, ἦ δὲ ὃς ὁ Σωκράτης [78b4]: ‘δεῖ‘, φησίν, ‘ἐπι‐ ζητῆσαι, ὦ νεανίαι, εἰ ἐπιδιαμένει ἡ ψυχὴ μετὰ τὸν θάνατον‘· τὴν γὰρ προΰπαρξιν αὐτῆς ὁ ἐκ τῶν ἀναμνήσεων λόγος ἔδειξεν.

13

.

8

Τῷ ποίῳ τινὶ ἄρα προσήκει τοῦτο τὸ πάθος πάσχειν, τὸ διασκε‐ δάννυσθαι [78b5—6]: φαίνεται ὁ Σωκράτης τρίτον τὸ αὐτὸ λέγων· φησὶ γὰρ ‘τῷ ποίῳ τινὶ προσήκει τὸ πάθος τοῦτο πάσχειν‘ καὶ ‘ὑπὲρ ποίου τινὸς δεδιέναι μὴ πάθῃ αὐτὸ‘ καὶ ‘τῷ ποίῳ τινί‘. ἢ οὐ τὸ αὐτὸ σημαίνει ἕκαστον τούτων.
5τὸ μὲν γὰρ περὶ τῶν πραγμάτων αὐτῶν λέγεται, ὅτι ‘ποίῳ μέρει προσήκει τὸ διασκεδάννυσθαι‘, οἷον ὅτι τῇ ἐμψυχίᾳ, οὐ μὴν τῇ ψυχῇ· καὶ ‘ὑπὲρ τοῦ ποίου τινὸς δεδιέναι‘ τουτέστι ‘περὶ τίνος δεῖ ἡμᾶς κρίσιν ἔχειν ὡς τοῦτο πεισομένου‘· καὶ ‘τίνας δεῖ δεδιέναι ὡς τοῦτο πάσχοντασ‘, διό φησιν ‘τῷ ποίῳ τινί‘. τὸ μὲν οὖν
λέγεται περὶ τῶν πραγμάτων, τὸ δὲ περὶ τῆς κρίσεως, τὸ δὲ περὶ τῶν προσώπων.177

13

.

9

Ἆρα οὖν τῷ μὲν συντεθέντι τε καὶ συνθέτῳ ὄντι [78c1]: ἰδοὺ δόγμα Πλατωνικόν, ὅτι τὸ σύνθετον ὡς σύνθετον διαλύεται. καὶ ἠπόρηται περὶ τῶν οὐρανίων καὶ λέλυται. ‘συντεθέντι‘ δέ, ἵνα εἴπῃ περὶ τῶν μερῶν, ταῦτα γὰρ συντίθεται· ‘συνθέτῳ‘ δέ, ἵνα εἴπῃ τὸ ὅλον, τοῦτο γάρ ἐστι τὸ σύνθετον.

13

.

10

Αὕτη ἡ οὐσία ἧς λόγον δίδομεν [78d1]: ἰδοὺ ἐντεῦθέν ἐστιν συνη‐ γορῆσαι ὅτι περὶ τῶν ψυχικῶν εἰδῶν διαλέγεται· περὶ γὰρ ἐκείνων οὐκ ἔστιν λόγον διδόναι ὑπὲρ ἐπιστήμην ὄντων.

13

.

11

Αὐτὸ τὸ ἴσον, αὐτὸ τὸ καλόν [78d3]: διὰ τούτου δῆλός ἐστι περὶ τῶν παραδειγματικῶν εἰδῶν διαλεγόμενος. καὶ εἴρηται ἤδη ἡ Προκλεία ἐπίκρισις.

13

.

12

Οὐκοῦν τούτων μὲν κἂν ἅψαιο κἂν ἴδοις κἂν ταῖς ἄλλαις αἰσθή‐ σεσιν αἴσθοιο [79a1—2]: πῶς ὡς ἐξαίρετον τοῦτο λέγει ὁ Σωκράτης τῶν παραδειγματικῶν εἰδῶν, τὸ μὴ εἶναι αὐτὰ αἰσθητά; τοῦτο γὰρ καὶ τοῖς δια‐ νοηματικοῖς εἴδεσιν ὑπάρχει. ἢ οὐχ ὅμοιον· τὰ μὲν γὰρ διανοηματικὰ εἴδη
5δυνατὸν ἀπὸ τῆς αἰσθήσεως συννοῆσαι (ἀπὸ γοῦν τῶν ἐν τῷ προσώπῳ σημείων τεκμαιρόμεθα τὸ εἶδος τῆς ζωῆς, οὐ μὴν ἀλλὰ καὶ εἰ νοεῖ ἢ μή, τουτέστι τὸ εἶδος τῆς γνώσεως), τὰ δὲ παραδειγματικὰ κατ’ οὐδένα τρόπον δυνατὸν αἰσθήσει καταλαβεῖν.

13

.

13

Ὅτῳ ποτὲ ἄλλῳ ἐπιλάβοιο [79a3]: τὸ ‘ἐπιλαβέσθαι‘ τὸ μετρίως ἐφάψασθαι· οὐκ εἶπεν οὖν ὅτι δραττόμεθα ἐκείνων, ἀλλ’ εἰ ἄρα, ἐπιλαμβανόμεθα.

13

.

14

Ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον [79b4—5]: ἵνα τὴν πολλὴν ὁμοιότητα δηλώσῃ καὶ οἰκειότητα, ἐπήγαγε τὸ ‘καὶ συγγε‐ νέστερον‘.

13

.

15

Οὐχ ὑπ’ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη [79b8]: δοκεῖ ὁ Κέβης τελειότερον τοῦ Σωκράτους ἐνταῦθα ἀποφαίνεσθαι· ἐρωτήσαντος γὰρ ὅτι ‘ἡ ψυχὴ ὁρατόν;‘ φησὶν ὅτι ‘οὐχ ὑπ’ ἀνθρώπων‘, καὶ ἐπήγαγεν ὁ Σωκράτης ὅτι ‘τὸ μὴ ἀνθρώποις ὁρατὸν οὐδενί ἐστιν ὁρατόν‘. καὶ δοκεῖ ψεῦδος εἶναι τὸ
5λεγόμενον διὰ τὸ εἶναι ἄλλα ζῷα μάλιστα ἠκριβωμένα περὶ τὸ ὁρᾶν. ἢ πολλαχῶς τὸ ὁρᾶν ἐστιν· ἢ γὰρ τὸ συνεγνωσμένον τοῦτο, καθ’ ὃ πάντες
ὁρῶμεν· ἢ κατὰ φυσικήν τινα ἰδιότητα, καθ’ ὃ ὁ Λυγκεὺς ἑώρα τὰ πόρρω· ἢ τέχνῃ τινί, οἵαν Οὔαρος διδάσκει διά τινων ἐγχρισμάτων τοὺς συνόντας ἀλλοίους ὁρᾶν· ἢ κατὰ ἐνθουσιασμὸν καὶ θεωρητικῶς, ἐνθουσιᾷ γάρ ποτε καὶ ἡ ὄψις,179
10ὥσπερ περὶ Ἀπολλωνίου λέγεται ὅτι ἐν Ῥώμῃ ὢν ἑώρα τὰ ἐν Αἰγύπτῳ ἐπιτε‐ λούμενα. τὸ οὖν μὴ ἀνθρώπῳ καθ’ ἕνα τῶν τρόπων τούτων ὁρατὸν οὐδενί ἐστιν ὁρατόν.

13

.

16

Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν [79c2]: τὸ δεύτερον ἐπιχείρημα ὅτι μᾶλλον ἔοικεν ἡ ψυχὴ τοῦ σώματος τοῖς ἀδιαλύτοις, τὸ ἐκ τῆς γνώσεως.

13

.

17

Εἰς τὰ οὐδέποτε κατὰ τὰ αὐτὰ ἔχοντα [79c6—7]: διττὴ γὰρ ἡ ἐνέργεια τῆς ψυχῆς, ἢ κατὰ φύσιν, ἡνίκα οὐχ ἕλκεται ὑπὸ τοῦ σώματος, ἀλλὰ δεσπόζει αὐτοῦ, ἢ παρὰ φύσιν, ὡς ἐν ταῖς συμπαθείαις ταῖς πρὸς τὸ σῶμα.

13

.

18

Πλανᾶται καὶ ταράττεται καὶ εἰλιγγιᾷ ὥσπερ μεθύουσα [79c7—8]: τὸ μὲν τῆς ‘πλάνησ‘ ὄνομα κοινῶς καὶ ἐπὶ ζωῆς καὶ γνώσεως φέρεται, τὸ δὲ ‘ταράττεται‘ ἐπὶ ζωῆς μόνης, τὸ δὲ ‘εἰλιγγιᾷ‘ ἐπὶ γνώσεως μόνης. καλῶς δὲ τὸ ‘εἰλιγγιᾷ‘· ὥσπερ γὰρ οἱ τοιοῦτοι διὰ τὴν ἔνδοθεν αὐτοῖς δίνην καὶ τὰ ἔξω
5τοιαῦτα νομίζουσιν, οὕτως καὶ ἡ ψυχὴ διὰ τὸ μόνα τὰ αἰσθητὰ ὁρᾶν πάντα νομίζει ῥευστὰ καὶ ἐν κινήσει εἶναι.

13

.

19

Καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται [79d6—7]: πῶς ‘πάθημα‘ τῆς ψυχῆς φρόνησιν κέκληκεν; ἢ πᾶσαι αἱ ἀρεταὶ παθήματά εἰσιν· δόγμα γὰρ Πλατωνικὸν τὰ μετέχοντα ‘πάσχειν‘ (ἀντὶ τοῦ διὰ πάθους αἰσθάνε‐ σθαι) τὰ μετεχόμενα. ὡς γὰρ πρὸς τὰ μετεχόμενα πάσχει τὰ μετέχοντα· διὸ
5καὶ τὸ ὂν ‘πεπονθέναι‘ λέγει τὸ ἓν [Soph. 245b7—8] ὡς μετέχον τοῦ ἑνός. ἐπειδὴ οὖν τῆς αὐτοφρονήσεως τῆς ἐν τῷ νῷ μετέχει ἡ ψυχή, ταύτῃ ‘πάθημα‘ αὐτῆς ἐκάλεσε τὴν φρόνησιν. ἢ ἐπειδὴ ὅλη δι’ ὅλης αὐτοκίνητός ἐστι καὶ ὡς μὲν κινοῦσα ποιεῖ, ὡς δὲ κινουμένη πάσχει, διὰ τοῦτο καὶ πάθημα ἡ φρόνησις.

13

.

20

Ὅρα δὲ καὶ τῇδε [79e8]: τὸ τρίτον ἐπιχείρημα, τὸ ἐκ τῆς ζωῆς, ὅτι ἡ ψυχὴ δεσπόζει τοῦ σώματος (τὸ γὰρ χρώμενον τοῦ ὀργάνου δεσπόζει), καὶ ὅτι ζωοποιεῖ αὐτό, καὶ ὡς αὐτοκίνητος. αἱ γὰρ ἄλλαι ψυχαὶ ζωαί εἰσι τῶν
σωμάτων, οὐ ζωοῦσιν αὐτά.181