TLG 4019 005 :: OLYMPIODORUS :: In Platonis Gorgiam commentaria OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem. Cf. et OLYMPIODORUS Alchem. (2589) In Platonis Gorgiam commentaria Citation: Chapter — section — (line) | ||
pt | Σχόλια σὺν θεῷ εἰς τὸν Γοργίαν ἀπὸ φωνῆς Ὀλυμπιοδώρου τοῦ μεγάλου φιλοσόφου | |
p1 | Πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες [447 a 1]. Ἰστέον ὅτι ὁ διάλογος περιέχει διαλεγόμενα πρόσωπα, καὶ διὰ τοῦτο καὶ οἱ λόγοι Πλάτωνος διάλογοι προσαγο‐ | |
5 | ρεύονται ὡς ἔχοντες πρόσωπα. καὶ ἄξιον ζητῆσαι διὰ ποίαν αἰτίαν, μεμφόμενος ἐν τῇ Πολιτείᾳ τοὺς κωμῳδίαν ἐπαγγελλομένους καὶ τραγῳδίαν καὶ ἐκβάλλων αὐτοὺς διὰ τὸ τοὺς μὲν τραγικοὺς αὔξειν τὸ ἐν ἡμῖν λυπηρόν, τοὺς δὲ κωμῳδιοποιοὺς τὸ ἐν ἡμῖν φιλήδονον, αὐτὸς μιμεῖται αὐ‐ | |
---|---|---|
10 | τοὺς καὶ εἰσφέρει πρόσωπα. φαμὲν ὅτι εἰ τὴν πολιτείαν Πλάτωνος ἐδιώκομεν, εἶχον ἂν καὶ πληγαῖς ὁμιλεῖν οἱ κακοὺς εἰσηγούμενοι λόγους· ἐπειδὴ δὲ οὐχ οὕτως ζῶμεν, εἰσφέρονται μὲν πρόσωπα, οὐκ ἀνέλεγκτα δὲ ὡς παρ’ ἐκείνοις ἀλλ’ ἐλεγχόμενα καὶ ἐπιρραπιζόμενα. μέμφεται | |
15 | γὰρ τῷ Γοργίᾳ καὶ τῷ Πώλῳ καὶ τῷ Καλλικλεῖ καὶ τῷ Θρασυμάχῳ ὡς ἀναιδεῖ καὶ μηδέποτε ἐρυθριῶντι, ἐπαινεῖ δὲ τοὺς χρηστοὺς καὶ ἐμφιλοσόφως ζῶντας. | |
p2 | Ταῦτα μὲν οὖν περὶ τούτου. δεῖ δὲ ζητῆσαι πρὸ τοῦ δια‐ λόγου πρῶτον μὲν τὴν δραματικὴν διασκευὴν τοῦ διαλόγου· | |
δεύτερον δὲ τὸν σκοπόν· τρίτον τὴν διαίρεσιν αὐτοῦ· τέταρ‐ τον καὶ τὰ πρόσωπα καὶ τὴν ἀναλογίαν τῶν προσώπων· | 1 | |
5 | πέμπτον τὸ ὑπὸ τῶν πολλῶν ζητούμενον καὶ οὐκ ἄξιον λόγου οὐδὲ ἠπορημένον παρὰ τοῖς παλαιοτέροις, διὰ ποίαν αἰτίαν ὁ Πλάτων περὶ Γοργίου γράφει μὴ ὄντος ἐν τοῖς αὐτοῖς αὐτῷ χρόνοις ἀλλὰ πολλῷ διαφέροντος. | |
p3 | Ἡ μὲν οὖν διασκευὴ αὕτη· Γοργίας ὁ Λεοντῖνος ἀπὸ Λεοντίνων τῶν ἐν τῇ Σικελίᾳ ἦλθε πρεσβευσόμενος πρὸς Ἀθηναίους περὶ συμμαχίας καὶ τοῦ πρὸς Συρακοσίους πολέμου, εἶχε δὲ μετ’ αὐτοῦ Πῶλον ῥητορικῇ χαίροντα. | |
5 | ἔμειναν δὲ ἐν τῷ οἴκῳ τοῦ Καλλικλέους, δημαγωγοῦ τῶν Ἀθηναίων· οὗτος δὲ ὁ Καλλικλῆς ἔχαιρε μὲν τοῖς δει‐ νοῖς ῥήτορσιν, ἡδονὴν δὲ ἐποιεῖτο 〈τέλοσ〉 τοῦ βίου καὶ ἠπάτα τοὺς Ἀθηναίους τὸ Δημοσθενικὸν ἐκεῖνο προάγων αἰεί, ‘τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;‘ ὁ τοί‐ | |
10 | νυν Γοργίας ἐπεδείξατο, καὶ οὕτως εἷλεν τὸν Ἀθηναίων δῆμον ὡς τὰς μὲν ἡμέρας ἐν αἷς ἐπεδείκνυτο ἑορτὰς ἀπο‐ καλεῖν, τὰ δὲ κῶλα λαμπάδας. ὅθεν ὁ Σωκράτης ὁρῶν οὕτως ἀπατώμενον τὸν δῆμον, ὡς ἔχων ἐφηπλωμένον τὸ ἀγαθὸν ἐπὶ πάντας τοὺς νέους προαιρεῖται σῴζειν αὐτῶν | |
15 | τῶν Ἀθηναίων τὰς ψυχὰς καὶ αὐτοῦ τοῦ Γοργίου. οὐκ ἀπαξιοῖ οὖν, ἀλλὰ παραλαβὼν Χαιρεφῶντα, οὗ καὶ ἡ κωμῳδία μέμνηται, τὸν φιλόσοφον, ἄπεισιν εἰς τὸν οἶκον Καλλικλέους κἀκεῖσε γίνονται ἐντεύξεις καὶ θεωρημάτων κινήσεις. παρέλαβεν δὲ τὸν Χαιρεφῶντα καὶ οὐ μόνος | |
20 | αὐτὸς ἀπῆλθεν, ἵνα δειχθῇ πῶς ἐπιστήμονες γίνονται καὶ | |
διαλέγονται. | 2 | |
p4 | Οὐκοῦν ἐν τούτοις ἡ διασκευὴ πληροῦται· ὁ δὲ σκοπὸς ἄλλος ἄλλοις ἔδοξεν εἶναι. οἱ μὲν γάρ φασιν ὅτι σκοπὸς αὐτῷ περὶ ῥητορικῆς διαλεχθῆναι καὶ ἐπιγράφουσι ‘Γορ‐ γίας ἢ περὶ ῥητορικῆσ‘, κακῶς δέ. οὗτοι γὰρ ἀπὸ μέρους | |
5 | τὸ ὅλον χαρακτηρίζουσιν· ἐπειδὴ γὰρ Γοργίᾳ διηλέχθη περὶ ῥητορικῆς, ἐκ τούτου τὸν σκοπὸν ἐπορίσαντο, καίτοι οὐδὲ πολλοί εἰσιν οἱ τοιοῦτοι λόγοι. ἄλλοι δέ φασιν ὅτι περὶ δικαιοσύνης καὶ ἀδικίας διαλέγεται, ὡς ἂν τῶν μὲν δι‐ καίων εὐδαιμόνων ὄντων τῶν δὲ ἀδίκων ἀτυχῶν καὶ ἀθλίων, | |
10 | καὶ ὅσῳ ἂν ἄδικός τις εἴη τοσούτῳ ἀθλιώτερος, κἂν πολυ‐ χρόνιον ἔχῃ τὴν ἀδικίαν μᾶλλον ἀθλιώτερος, κἂν ἀθάνατος δὲ ᾖ ἔτι πολλῷ μᾶλλον ἀθλιώτατος. καὶ οὗτοι δὲ ἀπὸ μέ‐ ρους τὸν σκοπὸν ἐκλαμβάνουσιν, ἐκ τῶν πρὸς τὸν Πῶλον λόγων. ἄλλοι δὲ λέγουσιν ὅτι σκοπὸν ἔχει περὶ τοῦ δημιουρ‐ | |
15 | γοῦ διαλεχθῆναι. καὶ οὗτοι δὲ ἀπὸ μέρους λαμβάνουσιν, ἐπειδὴ ἐν τῷ μύθῳ ὡς ἔχομεν μαθεῖν μέμνηται τοῦ δη‐ μιουργοῦ· ἀτόπως δὲ καὶ οὗτοι καὶ ἐξῃρημένως. φαμὲν τοίνυν ὅτι σκοπὸς αὐτῷ περὶ τῶν ἀρχῶν τῶν ἠθικῶν δια‐ λεχθῆναι τῶν φερουσῶν ἡμᾶς ἐπὶ τὴν πολιτικὴν εὐδαι‐ | |
20 | μονίαν. | |
p5 | Ἐπεὶ τοίνυν ἀρχῶν τε καὶ πολιτείας ἐμνημονεύσαμεν, φέρε εἴπωμεν περὶ τῶν ἀρχῶν καθόλου καὶ περὶ τῆς πολι‐ τικῆς εὐδαιμονίας καὶ ποῖαι τῆς πολιτικῆς ἐπιστήμης | |
ἀρχαί. ἀρχαὶ μὲν οὖν παντὸς πράγματος ἕξ· ὕλη, εἶδος, | 3 | |
5 | ποιητικὸν αἴτιον, παράδειγμα, ὄργανον, τέλος. ὕλη μὲν οὖν ὡς ἐπὶ τέκτονος τὰ ξύλα· εἶδος δὲ τὸ ἀβάκιον ἤ τι τοιοῦτον· ποιητικὸν δὲ αὐτὸς ὁ τέκτων· παράδειγμα δὲ πρὸς ὃ τὴν φαντασίαν ἀπαγαγὼν ἐποίησεν· ὄργανον δὲ πρίων τυχὸν ἢ σκέπαρνον· τέλος δὲ δι’ ὃ γέγονεν. φασὶ τοίνυν | |
10 | οἱ πολλοὶ καὶ μὴ πρὸς ἀλήθειαν ὁρῶντες ῥήτορες ὅτι τῆς πολιτικῆς ὕλη μὲν τὸ ἐζωωμένον σῶμα, εἶδος δὲ ἡ τρυφή, ποιητικὸν δὲ αἴτιον ἡ ῥητορική, παράδειγμα δὲ ἡ τυραννίς (ὥσπερ γάρ, φασίν, οἱ τύραννοι πάντων κρατοῦσιν, οὕτως δεῖ κἀνταῦθα κατακρατεῖν), ὄργανον δὲ ἡ πειθώ, τέλος | |
15 | δὲ ἡ ἡδονή. ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δέ φαμεν ὕλην μὲν τὴν ψυχήν, καὶ ταύτην οὐ τὴν λογικὴν ἀλλὰ καὶ τὴν τρι‐ μερῆ, πολιτείαν γὰρ μιμεῖται· καὶ ὥσπερ ἐν ταῖς πόλεσίν ἐστιν ἄρχων, εἰσὶ καὶ στρατιῶται, ἔτι δὲ καὶ θῆτες, οὕτως καὶ ἐν ἡμῖν ἀναλογεῖ τῷ μὲν ἄρχοντι ὁ λόγος, τῷ δὲ στρα‐ | |
20 | τιώτῃ ὁ θυμὸς μέσος ὢν καὶ ὑπακούων μὲν τῷ λόγῳ κελεύ‐ ων δὲ καὶ τάττων τοὺς θῆτας, ὅ ἐστι τὴν ἐπιθυμίαν. ὕλη | |
οὖν αὕτη ἡ τριμέρεια, θέλει γὰρ ὁ πολιτικὸς καὶ θυμοῦ‐ σθαι καὶ ἐπιθυμεῖν, ὅσων τε δεῖ καὶ ὅτε χρή· ὥσπερ γὰρ ἡ νήτη συμφθέγγεται τῇ ὑπάτῃ καὶ τὸν αὐτὸν ἀφίησιν | 4 | |
25 | αὐτῇ φθόγγον, εἰ καὶ ὀξύτερον, οὕτως καὶ ἡ ἐπιθυμία πρὸς τὸν λόγον συνάπτεται. εἶδος δὲ ἡ δικαιοσύνη καὶ σωφρο‐ σύνη. ποιητικὸν δὲ αἴτιον ἡ ἐμφιλόσοφος ζωή. παράδειγμα δὲ ὁ κόσμος· πρὸς γὰρ τὸ πᾶν τὸ εὐταξίας γέμον τάττει πάντα ὁ πολιτικός, κόσμος γὰρ τὸ πᾶν τοῦτο κατὰ Πλά‐ | |
30 | τωνα, οὐκ ἀκοσμία. ὄργανον δὲ τὰ ἤθη καὶ ἡ παιδεία. τέλος δὲ τὸ ἀγαθόν. ἰστέον δὲ ὅτι τὸ ἀγαθὸν διττόν ἐστι, τὸ μὲν γινομένοις ἡμῖν, τὸ δὲ ἀπογινομένοις ἐρχόμενον· τὸ μὲν οὖν γινομένοις ἐστὶ τὸ πολιτικόν, τὸ δὲ ἀπογινομένοις τὸ | |
p6 | θεωρητικόν. πρὸς μὲν οὖν τὸν Γοργίαν περὶ τοῦ ποιητι‐ κοῦ διαλέγεται, πρὸς δὲ τὸν Πῶλον περὶ τοῦ εἰδικοῦ, πρὸς δὲ τὸν Καλλικλέα περὶ τοῦ τελικοῦ. πλὴν εἰ καὶ τοῦτο οὕ‐ τως ἔχῃ, οὐ δεῖ θαυμάζειν εἰ πάντα ἐν πᾶσιν φαίνεται· ἐν | |
5 | γὰρ τῷ ποιητικῷ καὶ τὰ ἄλλα εὑρίσκεται καὶ ἐν τοῖς ἄλλοις πάντα· κοινωνία γάρ τίς ἐστι καὶ πεφοιτήκασι δι’ ἀλλήλων, ἀπὸ δὲ τοῦ πλεονάζοντος τὴν τάξιν εἰλήφασιν. Ἐντεῦθεν τοίνυν καὶ ἡ διαίρεσις ἀναφαίνεται τοῦ διαλό‐ γου· εἰς τρία γὰρ διῄρηται, εἰς τοὺς πρὸς Γοργίαν λόγους | |
10 | καὶ εἰς τὸ μέρος τὸ ἔχον τοὺς πρὸς τὸν Πῶλον καὶ εἰς τὸ | |
πρὸς τὸν Καλλικλέα. Συναναφαίνεται δὲ καὶ ἡ τάξις τῶν διαλόγων. μαθόντες γὰρ ἐν τῷ Ἀλκιβιάδῃ ὅτι ψυχή ἐσμεν, καὶ ψυχὴ ἡ λογική, ὀφείλομεν κατορθῶσαι τάς τε πολιτικὰς αὐτῆς ἀρετὰς καὶ | 5 | |
15 | τὰς καθαρτικάς· οὐκοῦν ἐπειδὴ δεῖ τὰ πολιτικὰ πρότερον εἰδέναι, ἀναγκαίως οὗτος ὁ διάλογος μετ’ ἐκεῖνον ἀναγινώ‐ σκεται, καὶ μετὰ τοῦτον ὁ Φαίδων ὡς ἔχων τὰς καθαρτικάς. | |
p7 | Ἰστέον δὲ ὅτι ἰδίως εἴρηται τῆς πολιτικῆς εἶδος ἡ δικαιο‐ σύνη καὶ ἡ σωφροσύνη· δεῖ γὰρ εἰδέναι ὅτι πᾶσαι μὲν αἱ ἀρεταὶ συμβάλλονται, μάλιστα δὲ αὗται. διὰ γὰρ τοῦτο τούτων ἀεὶ τῶν δύο μέμνηται ὡς ἀμελουμένων παρὰ τοῖς | |
5 | ἀνθρώποις. τὰς γὰρ ἄλλας δύο, εἰ καὶ μὴ ὁλοσχερῶς, ὅμως εἰδωλικῶς καὶ ψευδωνύμως θέλουσιν εἰδέναι, φρονίμους ἑαυτοὺς λέγοντες, ὅθεν φασὶ ‘φρόνιμός ἐστιν, οἶδε κερδᾶ‐ ναι‘· ὡσαύτως καὶ ἐπὶ ἀνδρίας. αἱ δὲ δύο αὗται ἀμελοῦνται· χρεία δὲ αὐτῶν, ἐπειδὴ διὰ πάντων τῶν μορίων τῆς ψυχῆς | |
10 | χωροῦσιν. ὥσπερ γὰρ ὁ τὸ οἰκεῖον πράττων ἔργον ἐν τῇ πό‐ λει καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμων λέγεται δίκαιος, οὕτως καὶ ἐν τῇ ψυχῇ δικαιοσύνη κρατεῖ τοῦ λόγου τὸ οἰκεῖον πράττοντος καὶ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας. εἰ δὲ τοῦτο, καὶ σωφροσύνη ἐστὶν ἑκάστου μέρους τοῦ ἀλλοτρίου | |
15 | μὴ ἐρῶντος. | |
p8 | Ἄξιον λοιπὸν ζητῆσαι τὸν ἀριθμὸν καὶ τὴν ἀναλογίαν τῶν προσώπων. πέντε τοίνυν παραλαμβάνεται πρόσωπα, Σωκράτης Χαιρεφῶν Γοργίας Πῶλος Καλλικλῆς. ἀνα‐ λογεῖ τοίνυν ὁ μὲν Σωκράτης τῷ νοερῷ καὶ ἐπιστημονικῷ, | 6 |
5 | ὁ δὲ Χαιρεφῶν τῷ ὀρθοδοξαστικῷ, ὁ δὲ Γοργίας τῷ διε‐ στραμμένῳ (οὗτος γὰρ οὐ πάνυ ἦν κατακρατηθεὶς τῇ ἀδικίᾳ ἀλλ’ ἀμφιβόλως εἶχεν εἰ πεισθείη ἢ μή), ὁ δὲ Πῶλος τῇ ἀδικίᾳ καὶ τῷ μόνως φιλοτίμῳ, ὁ δὲ Καλλικλῆς τῷ ὑώδει καὶ φιληδόνῳ. ἀποροῦσι δέ τινες διὰ ποίαν αἰτίαν | |
10 | οἱ μὲν ῥήτορές εἰσι τρεῖς, οἱ δὲ φιλόσοφοι δύο, διὰ τί ὁ μὲν τῶν ῥητόρων ἀριθμὸς ἀδιαίρετος, ὁ δὲ τῶν φιλοσόφων διαιρετός. φαμὲν ὅτι οὐκ ἀληθὲς τοῦτο. ὁ γὰρ Σωκράτης μονάδα μιμεῖται πρὸς τὸ ἓν ὁρῶν· ἁπλοῦς γὰρ ὁ θεὸς ἐξ οὐδενὸς παραγόμενος, ὅθεν καὶ ὕμνος λέγεται εἰς αὐτὸν | |
15 | φάσκων ‘ἐξ οὗ πάντα πέφηνε, σὺ δ’ οὐδενὸς οὕνεκα μοῦνοσ‘· καὶ ὁ Χαιρεφῶν δὲ μονάδα μιμεῖται, ἀλλ’ οὗτος μὲν ἔνυλον καὶ ἀχώριστον ὕλης, ἐκεῖνος δὲ χωριστήν. καὶ ἐπειδὴ ἀμέσως τὰ χείρονα πρὸς τὰ κρείττονα οὐ χωρεῖ ἢ | |
20 | τὰ κρείττονα πρὸς τὰ χείρονα, διὰ τοῦτό ἐστιν ὁ Χαιρε‐ φῶν μέσην τάξιν ἔχων καὶ ὀφείλων διαπορθμεύειν τὰ παρ’ αὐτῶν. | |
p9 | Ὑπόλοιπον ζητῆσαι πῶς μέμνηται Γοργίου. λέγομεν τοίνυν ὅτι πρῶτον μὲν οὐδὲν ἄτοπον τὸν γράφοντα ἱστορεῖν καὶ ἀγνώστους ἀνθρώπους καὶ ποιεῖν αὐτοὺς διαλεγο‐ | |
μένους. δεύτερον δὲ ἐροῦμεν ὅτι ἐπὶ τῶν αὐτῶν χρόνων | 7 | |
5 | ἦσαν, ὁ μὲν γὰρ Σωκράτης ἐπὶ τῆς οζʹ ὀλυμπιάδος τῷ γʹ ἔτει, ὁ δὲ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος, ὁ διδάσκαλος Γοργίου, ἐφοίτησεν παρ’ αὐτῷ· ἀμέλει καὶ γράφει ὁ Γορ‐ γίας περὶ φύσεως σύγγραμμα οὐκ ἄκομψον τῇ πδʹ ὀλυμ‐ πιάδι, ὥστε κηʹ ἔτεσιν ἢ ὀλίγῳ πλείοσιν εἶναι πρῶτον τὸν | |
10 | Σωκράτη. ἄλλως τέ φησιν ἐν τῷ Θεαιτήτῳ ὁ Πλάτων ὅτι ‘νέος ὢν κομιδῇ ἐνέτυχον Παρμενίδῃ ὄντι πάνυ πρεσ‐ βύτῃ καὶ εὗρον βαθύτατον ἄνδρα‘. οὗτος δὲ ὁ Παρμενίδης διδάσκαλος ἐγένετο Ἐμπεδοκλέους τοῦ διδασκάλου Γορ‐ γίου. καὶ ὁ Γοργίας δὲ πρεσβύτης ἦν, ὡς γὰρ ἱστόρηται | |
15 | τέθνηκεν ὢν ρθʹ ἐτῶν, ὥστε περὶ τοὺς αὐτοὺς χρόνους ἦσαν. ταῦτα ἔχει ἡ θεωρία. | |
1t | Πρᾶξις σὺν θεῷ αʹ | |
1.1 | Πολέμου καὶ μάχης φασὶν χρῆναι, ὦ Σώκρατες [447 a 1—c 4]. Περὶ ἀνθρώπων διαλέγονται μὲν ποιηταί, διαλέγονται δὲ καὶ φιλόσοφοι. ἀλλ’ ἐπειδὴ διττὸς ὁ ἄνθρωπος, ὁ μὲν | |
5 | κατὰ τὴν ψυχὴν ὁρώμενος, ὁ δὲ κατὰ τὸ φαινόμενον (ἀντὶ τοῦ κατὰ τὸ συναμφότερον), οἱ μὲν ποιηταὶ περὶ τοῦ συν‐ αμφοτέρου διαλέγονται· οὕτω γοῦν καὶ ὁ ποιητὴς εἰσάγει τὸν Νέστορα λέγοντα ὅτι ‘συνεγενόμην τριῶν γενεῶν ἀν‐ θρώποισ‘ καί φησιν ὅτι | |
10 | ‘τοῦ καὶ ἀπὸ στόματος μέλιτος γλυκίων ῥέεν αὐδή‘, πανταχοῦ τὸ συναμφότερον ἐμφαίνων· οὕτω δὲ καὶ τὴν | |
Ἑλένην ποιεῖ ἐρωτωμένην ‘τίς ἐστιν ἐκεῖνος;‘ καὶ λέγου‐ σαν ὅτι ‘ὁ Αἴασ‘ ἢ ‘ὁ Μενέλαοσ‘. οἱ δὲ φιλόσοφοι τὴν ψυχὴν τὸν ἄνθρωπον λέγουσιν. ἰστέον οὖν ὅτι εἰσάγουσι πρόσωπα | 8 | |
15 | διαλεγόμενα καὶ ἐξ ὧν φθέγγονται τὰς ζωὰς αὐτῶν χαρακ‐ τηρίζουσιν· οἷον ὁ Καλλικλῆς φιληδονικοὺς λόγους κατα‐ βάλλεται, οὐκοῦν ζωὴν ἔχει τὸ φιλήδονον πάθος· ἀγωνί‐ ζεται τοίνυν καὶ ἐκκόπτει τοὺς τοιούτους λόγους. δεῖ γὰρ εἰδέναι ὅτι τὰ ἠθικὰ παραγγέλματα ὀρθοδοξαστικά εἰσι, | |
20 | τὸ λέγειν ‘ἔθιζε σαυτὸν κρατεῖν θυμοῦ‘ καὶ ‘γονεῖς τίμα‘· οὐ τούτοις οὖν ἐπαναπαύονται οἱ φιλόσοφοι, ἀλλὰ ταῖς ἀποδείξεσιν· ὁ οὖν Σωκράτης τὰ ῥήματα κρατύνει τά τε τοῦ Καλλικλέους ὑπὲρ τοῦ φιληδόνου καὶ τὰ τοῦ Θρασυ‐ μάχου ὑπὲρ τῆς ἀναιδείας καὶ τὰ τῶν ἄλλων, καὶ οὕτως | |
25 | λοιπὸν ἐλέγχει ταῦτα, ἵνα μὴ ἐρήμη ἡ νίκη γένηται. | |
1.2 | Καὶ ταῦτα μὲν οὕτως εἰρήσθω. μετὰ δὲ τὸ ἐπιδείξασθαι τὸν Γοργίαν παραγίνεται ὁ Σωκράτης· ἐνταῦθα οὖν κατὰ τὸ προοίμιον τὰ πρόσωπά ἐστιν ταῦτα, Σωκράτης Χαιρε‐ φῶν Καλλικλῆς. προλογίζει δὲ ὁ Καλλικλῆς καὶ λέγει τῷ | |
5 | Σωκράτει ὅτι ‘ὄντος πολέμου καὶ μάχης ἐπικειμένης ἔδει σε ὑστερῆσαι· ἐν γὰρ τοῖς τοιούτοις ἀπολιμπάνεσθαι καλόν‘ (ἵνα μὴ ὡς εἰκὸς κατὰ τὸν πόλεμον προλαμβάνων εὑρεθείη πάσχων)· ‘νῦν δὲ ἐπιδείξεως οὔσης πῶς ὑστέρη‐ σας;‘ ἐπιπλήττει οὖν καὶ ἐγκαλεῖ τῷ Σωκράτει μὴ εἰδὼς | |
10 | μήτε τὰ ἑαυτοῦ μέτρα μήτε τὰ τοῦ φιλοσόφου ἐπανα‐ βεβηκότα. ὅρα τοίνυν πῶς ἐκ τῶν λόγων αὐτοῦ ἀναφαί‐ νεται ἡ ζωὴ ἡ φιλήδονος· φησὶν γὰρ ὅτι ‘εἰ ἦν πόλεμος, ἔδει σε ὑστερῆσαι, ἵνα μὴ φονευθῇσ‘. τοῦτο δὲ φιλοσωμά‐ του ψυχῆς ἴδιον καὶ οὐδὲν ἐχούσης ἀνδρεῖον μηδὲ πρὸς | |
15 | ἀρετὴν ὁρώσης. μάλιστα γὰρ οὐκ ἔδει ἐν πολέμῳ ὑστερῆ‐ σαι, τοῦτο γὰρ ‘φυγοπτολέμου‘ κατὰ τὴν ποίησιν καὶ ‘ἀνάλ‐ κιδοσ‘ ἔργον· ὡς οὖν φιλοσώματος προφέρει τὸν λόγον. ἐπεὶ οὖν μετὰ τὸ ἐπιδείξασθαι τὸν Γοργίαν, εἴτε ἐν τῷ | |
οἴκῳ τοῦ Καλλικλέους εἴτε καὶ δημοσίᾳ, ἦλθεν ὁ Σωκρά‐ | 9 | |
20 | της μετὰ τοῦ Χαιρεφῶντος καὶ εὗρεν τὸν Καλλικλέα πρὸ τῶν θυρῶν τῶν ἰδίων, ἐρωτᾷ αὐτὸν κατὰ τὴν οἰκείαν ζωὴν ὁ Καλλικλῆς καὶ λέγει ‘ὡς ἐν πολέμῳ ἦλθες; ὡς ἐν μάχῃ ἦλθες;‘ ὡς ἂν τῶν ἐπὶ πόλεμον τολμώντων μεταλαμ‐ βανόντων τὸ ὑστερίζειν· φιλοσωμάτων δὲ τοῦτο. οὕτω | |
25 | γὰρ ἂν οὐδὲ ὑπὲρ πατρίδος οὐδὲ ὑπὲρ φίλων ἀγωνισαίμεθα. | |
1.3 | Ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν μετὰ τὴν ἐπίδειξιν ἦλθεν καὶ οὐκ ἐν αὐτῇ τῇ ἐπιδείξει. φαμὲν ὅτι εἰ ἦλθεν ἐν αὐτῇ τῇ ἐπιδείξει, δυοῖν θάτερον ἐγίνετο· ἢ γὰρ ἀνάγ‐ κην εἶχεν σιωπᾶν καὶ συγκατατίθεσθαι τοῖς ψιλῶς λεγο‐ | |
5 | μένοις παρὰ Γοργίου, ἀλλότριον δὲ τοῦτο ἐπιστήμονος· ἢ εἰ μὴ ἐσιώπα, ἐμποδίου καὶ συγχύσεως αἴτιος ἐγίνετο ἀεὶ ἀνακόπτων καὶ θέλων διαλέγεσθαι. ἄλλως τε καί, ὡς αὐτός φησιν, ἐν ἀγορᾷ διέτριβεν διὰ μειζόνων πραγμά‐ των ὠφέλειαν, ὡς μαθησόμεθα· ἄμεινον δὲ τῶν κρειττό‐ | |
10 | νων ἀντιλαμβάνεσθαι ἢ πρὸς τὰ χείρονα τρέχειν. Ἰστέον δὲ ὅτι ἀπαίδευτον βίον ἔχων ὁ Καλλικλῆς ἐκ παροιμίας εὐθέως ἄρχεται· λέγει γὰρ ὅτι ‘φασὶν ἐν πολέμῳ χρῆναι ὑστερίζειν μᾶλλον‘. εἶτα ὁ Σωκράτης παροιμίᾳ τὴν παροιμίαν ἰᾶται καὶ λέγει καὶ αὐτὸς παροιμίαν· ἐρεῖ γὰρ | |
15 | ‘ἀλλ’ ἤ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν;‘ καὶ βλέπε πῶς οὐχ ἡ αὐτὴ παροιμία. ἐκεῖνος μὲν γὰρ πολεμώδη καὶ φιλοσώματον καὶ ταραχώδη παροιμίαν φέρει, οὗτος δὲ ἐπὶ ἑορτῆς, πρῶτον μὲν ὅτι ἡ ἑορτὴ ἐγγίζει τῷ θεῷ, ἔπειτα καὶ αἰνιττόμενος καὶ σκώπτων τὴν ἄγνοιαν αὐτῶν, | |
20 | ὅτι τὰς ἡμέρας ἐν αἷς ἐπεδείκνυτο ὁ Γοργίας ἑορτὰς ἐκάλουν. | |
1.4 | Καὶ μάλα γε ἀστείας ἑορτῆς [447 a 5]: ὁ Καλλι‐ κλῆς λέγει τοῦτο ἐπαινῶν τὴν ἑορτὴν καὶ τὴν ἐπίδειξιν. | |
φαίνεται δὲ καὶ ἐντεῦθεν τὸ ἀπαίδευτον αὐτοῦ· πάνυ γὰρ ἐπαινεῖ· λέγει γὰρ ‘καὶ μάλα‘ καὶ ἐπιφέρει τὸ ‘ἀστείασ‘. | 10 | |
5 | οὐ δεῖ δὲ οὐδὲ εἰς ἄκρον ἐπαινεῖν οὐδὲ εἰς ἄκρον σκώπ‐ τειν· δείξει τοίνυν αὐτὸν μετ’ ὀλίγον σκώπτοντα τὴν ῥη‐ τορικὴν καὶ λέγοντα μηδενὸς αὐτὴν ἀξίαν. | |
1.5 | Πολλὰ γὰρ καὶ καλά [447 a 5]: ἰδοὺ καὶ τοῦτο ἄχρηστον· οὐ γὰρ τὸ πλῆθος δεῖ ἐπαινεῖν ἀλλὰ τὰ λεγό‐ μενα. ἐπήγαγεν δὲ τὸ ‘καλὰ‘ ὡς κριτὴν ἑαυτὸν καθιστάς· ποία δὲ κρίσις Καλλικλέους; ὥστε πάντα ἀπαιδεύτως | |
5 | φθέγγεται. | |
1.6 | Τούτων μέντοι, ὦ Καλλίκλεις [447 a 7]: ‘τοῦ μὴ εὑρεθῆναί με‘, φησίν, ‘ὦ Καλλίκλεις, αἴτιος γέγονεν ὁ Χαι‐ ρεφῶν ἀναγκάσας με ἐπὶ πολὺ διατρῖψαι ἐν ἀγορᾷ‘. καὶ ἄξιον ζητῆσαι πῶς φιλόσοφος ἀγοράζει· δεῖ γὰρ ἡσύχιον | |
5 | βίον ἄγειν. φαμὲν ὅτι καὶ ὁ φιλήδονος ἀγοράζει καὶ ὁ φιλοχρήματος καὶ ὁ φιλότιμος καὶ ὁ φιλόσοφος, ἀλλ’ οὐχ ὁμοίως πάντες· ὁ μὲν γὰρ φιλήδονος ἀγοράζει ὀπιπεύσων κόρας καλάς, ἵνα ἀπατήσῃ, ὁ δὲ φιλοχρήματος περιβλεπό‐ μενος εἰ δυνηθείη πωλούμενόν τι ὠνήσασθαι καλῶς καὶ | |
10 | κερδᾶναι, ὁ δὲ φιλότιμος διὰ τὸ πάντας αὐτῷ προσέχειν ὡς κάλλος ἔχοντι καὶ σῶμα μέγα, ὁ δὲ φιλόσοφος ἵνα νέους πλανωμένους ἐπιστρέφοι καὶ πρὸς τὸ κάλλιον φέροι. οὕτω καὶ Θεαίτητον σωφρονίζει καὶ Χαρμίδην καὶ Ἀλκι‐ βιάδην. ἀμέλει φιλόσοφός τις διψήσας εἰσῆλθεν εἰς καπη‐ | |
15 | λεῖον καὶ ἔπιεν ὕδωρ· εἶτα ἐξιόντι αὐτῷ ἀπήντησέ τις ἀπὸ ἱεροῦ ἐξερχόμενος καὶ λέγει αὐτῷ ὅτι ‘φιλόσοφος ὢν ἀπὸ καπηλείου ἐξέρχῃ;‘ ὁ δέ φησιν ὅτι ‘ἐγὼ μὲν ἀπὸ τοῦ καπηλείου ἐξέρχομαι ὡς ἀπὸ ἱεροῦ, σὺ δὲ ἀπὸ τοῦ ἱεροῦ ὡς ἀπὸ καπηλείου‘. ἡ πολιτεία οὖν κρίνεται, οὐχ ἡ δια‐ | |
20 | τριβή. | |
Πάλιν δὲ κἀκεῖνο δεῖ ζητῆσαι, διὰ τί τὸ ‘ἀναγκάσασ‘ εἶπεν· τί οὖν; ἀναγκάζεται φιλόσοφος; φαμὲν οὖν ὅτι ἡ ἀνάγκη διττή ἐστιν, ἡ μὲν ὑλική, 〈ἡ δὲ θεία· ὑλικὴ〉 μέν, ὡς ὅταν εἴπωσιν οἱ ἰατροὶ ‘ἀνάγκην ἔχεις φλεβοτομηθῆ‐ | 11 | |
25 | ναι, ἐπεὶ νοσήσεισ‘, θεία δέ, ὡς ὅταν λέγωμεν ‘ἀνάγκην ἔχει ὁ θεὸς εὐεργετεῖν τὸν κόσμον‘, ἀντὶ τοῦ ἀναγκαίως. ταύτην τὴν ἀνάγκην ἠναγκάζετο καὶ ὁ Σωκράτης. Διὰ δὲ τοῦ Χαιρεφῶντος θηρᾷ τοὺς νέους, ἐπειδὴ καὶ οὗτος ὡς νέος καὶ συνήθης τοῖς νέοις ὡμίλει αὐτοῖς καὶ | |
30 | ἔφερεν αὐτοὺς πρὸς τὸν Σωκράτη. | |
1.7 | Οὐδὲν πρᾶγμα, ὦ Σώκρατες, ἐγὼ γὰρ καὶ ἰάσομαι [447 b 1]: ὁ Χαιρεφῶν φησὶν ὅτι ‘οὐδὲν γέγονεν· ἐγὼ γὰρ ὁ αἴτιος γενόμενος ἰάσομαι, φίλος γάρ μοί ἐστι Γοργίας καὶ πείσω αὐτὸν πάλιν ἐπιδείξασθαι‘. βλέπε δὲ | |
5 | πάλιν πῶς καὶ ὁ Χαιρεφῶν παροιμίαν λέγει ἁρμόττουσαν αὐτῷ· τὸ γὰρ ‘ἐγὼ καὶ ἰάσομαι‘ παροιμία ἐστὶν ἀπὸ τοῦ Τηλέφου καὶ τοῦ τρώσαντος αὐτὸν Ἀχιλλέως τοῦ καὶ ἰασαμένου λεχθεῖσα, ὅτι ‘ὁ τρώσας καὶ ἰάσεται‘. φέρει οὖν ὁ Χαιρεφῶν παροιμίαν πράγματος θεραπευομένου, | |
10 | ἐπειδὴ μέσην τάξιν ὡς εἴρηται ἔχει. ὅθεν οὐδὲ τραύματος ἐμνήσθη (οὕτω γὰρ ταραχῶδές τι ἔλεγεν καὶ μιμούμενον τὰ τοῦ Καλλικλέους ῥήματα), ἀλλὰ τὸ ἰάσασθαι μόνον· Σωκράτους γὰρ μόνου καὶ τῶν αὐτοῦ μαθητῶν ἀκριβῶς θεραπεύειν τὰ τῆς ψυχῆς πάθη. | |
1.8 | Φίλος γάρ μοι Γοργίας [447 b 2]: φησὶν ὁ Χαιρε‐ φῶν ὅτι ‘φίλος μοί ἐστιν ὁ Γοργίας καὶ πείσω αὐτὸν πάλιν ἐπιδείξασθαι, ὦ Σώκρατες· εἰ μὲν βούλει, νῦν, εἰ δὲ μὴ νῦν, ἐσαῦθισ‘. τὸ δὲ ‘ἐσαῦθισ‘ ἔμφασιν ἔχει τοῦ ‘ἄλ‐ | |
5 | λοις, ὅταν βούλωνται‘· οὐ γὰρ ἐπιδείξεως αὐτοῦ ἔχρῃζεν. ἐκ δὲ τοῦ εἰπεῖν ὅτι ‘φίλος μοί ἐστιν καὶ πείθω αὐτὸν‘ σημαίνει τὸ ἑτεροκίνητον τοῦ Γοργίου καὶ εἰκῇ παντὶ ἀκολουθοῦντος καὶ πειθομένου. | 12 |
1.9 | Τί δ’, ὦ Χαιρεφῶν, ἐπιθυμεῖ Σωκράτης [447b 4]: ἐπειδὴ οἶδεν ὁ Καλλικλῆς ὅτι πάντες αὐτοῦ ἠκροάσαντο, μόνος δὲ ὁ Σωκράτης οὔ, ἐπίσταται δὲ αὐτὸν κῦρος μέγα πολιτείας εἶναι καὶ ὡς δεῖ καὶ αὐτὸν ἀκοῦσαι, φησὶν ὅτι | |
5 | ‘ἆρα γάρ, ὦ Χαιρεφῶν, ἐπιθυμεῖ ἀκοῦσαι;‘ καὶ πάλιν βλέπε ὅτι οὐκ εἶπεν ‘τί γάρ; βούλεται ἀκοῦσαι;‘ ἀλλ’ ‘ἐπιθυμεῖ‘, ὡς ἂν περὶ ἡδονὰς ἠσχολημένος καὶ ἐπιθυμίαις αἰσχραῖς χαίρων. | |
1.10 | Ἐπ’ αὐτό γέ τοι τοῦτο πάρεσμεν [447 b 6]: ὁ Χαιρεφῶν μέσην τάξιν ἔχων οὐδὲ εἶπεν ὅτι ‘ναί, ἐρᾷ Σωκράτης τοῦ ἀκοῦσαι‘, ἐψεύδετο γάρ, οὐ γὰρ ἔχρῃζεν ὁ Σωκράτης ἀκροάσασθαι· οὔτε δὲ πάλιν ὅτι ‘οὔ‘, ἄντικρυς | |
5 | γὰρ ὕβριζε Γοργίαν καὶ μάτην ἐδόκει παραγεγονέναι. ὅθεν μέσην ὁδὸν ἐβάδισεν καὶ εἶπεν ὅτι ‘ἐπὶ τούτῳ ἤλθο‐ μεν‘. σημαίνει δὲ τοῦτο μέσην τινὰ ἀπόκρισιν. | |
1.11 | Οὐκοῦν ὅταν βούλησθε [447 b 7]: ὁ Καλλικλῆς φησὶν ὅτι ‘ὅταν θέλητε, ἔλθετε εἰς τὸν οἶκον καὶ ποιῶ αὐτὸν ἐπιδείξασθαι‘. πάλιν δὲ καὶ ἐκ τούτου τὸ ἑτεροκίνη‐ τον τοῦ Γοργίου δείκνυται· οὕτω γὰρ περὶ αὐτοῦ τὸν λόγον | |
5 | προφέρει ὁ Καλλικλῆς ὡς διὰ τοῦτο τρέφων αὐτὸν εἰς τὸν οἶκον, ἵνα ὅταν βούληται ποιεῖ αὐτὸν ἐπιδείκνυσθαι. | |
1.12 | Ἀλλὰ ἆρα ἐθελήσει [447 b 9]: ‘ἆρα γὰρ θελήσει διαλεχθῆναι ἡμῖν; οὐ γὰρ ἀνάγκης χρεία, ἀλλ’ εἰ προῄρηται ἐντυγχανέτω‘. καλῶς δὲ τὸ ‘διαλεχθῆναι‘· οὐ γὰρ ἐθέλει αὐτὸν ἐπιδείξασθαι, ἀλλ’ εἰς διάλεκτον ἐλθεῖν, ἀντὶ τοῦ | |
5 | κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν προαγαγεῖν τοὺς λόγους. ὁ γὰρ κατὰ ἀποτάδην λόγος ὄχλον τε τῷ μήκει τίκτει καὶ εἰ‐ | |
κὸς τὸν ῥᾴθυμον, εἰ εἴη καὶ ἠγρυπνηκώς, πρὸς ὕπνον ἕλκει. | 13 | |
1.13 | Βούλομαι γὰρ πυθέσθαι παρ’ αὐτοῦ [447 c 1]: ἰδοὺ οὐκ εἶπεν ‘ἐπιθυμῶ‘ ἀλλὰ ‘βούλομαι ἐρωτῆσαι αὐτὸν τίς ἡ δύναμις τοῦ ἀνδρὸς καὶ τί ἐστιν ὃ ἐπαγγέλλεται‘. ἰστέον τοίνυν ὅτι ἡ ῥητορικὴ διττή ἐστιν, ἡ μὲν ἀληθὴς | |
5 | καὶ τεχνική, ἡ δὲ ψευδώνυμος καὶ ἐμπειρία· καὶ τεχνικὴ μέν ἐστιν ἡ τῷ πολιτικῷ ἑπομένη, ψευδώνυμος δὲ ἡ πρὸς ἡδονὴν ὁρῶσα. διαρθρώσωμεν τοίνυν τὸ λεγόμενον. δεῖ εἰδέναι ὅτι πολλὰ εἴδη πολιτειῶν· ἐπεὶ γὰρ τριμερὴς ἡ ψυχή, λόγον τε ἔχουσα καὶ θυμὸν καὶ ἐπιθυμίαν, ὅταν μὲν | |
10 | ὁ λόγος κρατῇ, ποιεῖ τὴν ἀριστοκρατίαν, ὅταν δὲ ὁ θυμός, τὴν τιμοκρατίαν. ἡ δὲ ἐπιθυμία διττή ἐστιν, ἡ μὲν φιλήδο‐ νος, ἡ δὲ φιλοχρήματος· ἡ μὲν οὖν φιλοχρημοσύνη ποιεῖ τὴν ὀλιγαρχίαν, ἐν γὰρ τῇ ὀλιγαρχίᾳ οἱ πλούσιοι καὶ ὀλίγοι· εἰ δὲ φιλήδονον, ἐπειδὴ τοῦτο ἢ ἔννομόν ἐστιν ἢ | |
15 | παράνομον, εἰ μὲν τὸ ἔννομον κρατεῖ, γίνεται δημοκρατία, νόμους γὰρ ἕκαστος τῶν δημοτῶν οὓς βούλεται τίθεται, οἷον ὅτι δεῖ τοὺς ἀριστέας τιμᾶσθαι ἢ ἄλλο τι τοιοῦτον· εἰ δὲ τὸ παράνομον, γίνεται ἡ τυραννίς. ταῦτα τὰ εʹ εἴδη τῶν πολιτειῶν· μᾶλλον δὲ τὸ μὲν εἶδος τὸ πρῶτον ὄντως | |
20 | ἐστὶ πολιτικόν, τὸ τῆς ἀριστοκρατίας, τὰ δὲ λοιπὰ ψευ‐ δώνυμα καὶ οὐ κυρίως εἴδη τῆς πολιτικῆς. Ἰστέον δὲ ὅτι ἕκαστον εἶδος τούτων οἰκείαν ἔχει ῥητο‐ ρικήν, ὥστε εʹ εἰσὶν ῥητορικαί. καὶ ἀληθὴς τοίνυν ἐστὶν ῥητορικὴ ἡ τῆς ἀριστοκρατικῆς, ἐφ’ ἧς ὁ πολιτικὸς ἄρχει· | |
25 | τότε γὰρ ὑπηρετεῖ ὁ ῥήτωρ τῷ πολιτικῷ πρὸς τὸ πείθειν | |
ὃ ἂν κελεύσῃ, οἷον ὅτι ‘πεῖσον ἰατρὸν εἶναι ἐν τῇ πόλει‘, ‘πεῖσον μὴ εἶναι κωμῳδίαν‘. καὶ ὥσπερ ἰατρὸς πρὸς ἓν μὲν τέλος ὁρᾷ, τὸ πάντα κάμνοντα θεραπεῦσαι, ποικίλοις δὲ καὶ οὐ τοῖς αὐτοῖς κέχρηται βοηθήμασιν, οὕτως καὶ ὁ | 14 | |
30 | ῥήτωρ πεῖσαι μὲν ὀφείλει πάντως, διαφόροις δὲ λόγοις κέχρηται, ἄλλοις γὰρ πρὸς ἰατρόν, ἄλλοις πρὸς στρατιώ‐ την, ἄλλοις πρὸς θῆτα. αὕτη οὖν ἐστὶν ἡ ἀληθὴς ῥητορική, αἱ δὲ ἄλλαι ψευδώνυμοι· πλὴν καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν οὐ τὰ αὐτά εἰσιν τὰ πάθη, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. | |
35 | οἷον τὸ φιλήδονον κάκιστον, οὐκοῦν καὶ ἡ περὶ τούτου ῥητορικὴ κακίστη· διὰ τοῦτο καὶ Δημοσθένης ἐκβάλλει αὐτὴν καὶ σκώπτει τὸν λέγοντα ‘τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;‘ ὅσαι δὲ ῥητορικαὶ περὶ τὸ φιλότιμον μᾶλλον καὶ τὸ σῴζειν ὁπωσουνδήποτε τὴν πόλιν κατα‐ | |
40 | γίνονται, αὗται ὡς ἐνδέχεται κρείττους εἰσί. τούτων τῶν ῥητορικῶν ἦσαν αἷς ἐκέχρηντο οἱ περὶ Δημοσθένην καὶ Περικλέα καὶ Θεμιστοκλέα· ὅτι μὲν γὰρ ὅλως ἔσῳζον τὴν πόλιν καλῶς ἐποίουν, ὅτι δὲ ἠνείχοντο δημοκρατου‐ μένης αὐτῆς καὶ οὐκ ἐλάμβανον ἑαυτούς, κακῶς. | |
45 | Ἰστέον δὲ ὅτι οὐ διὰ τοῦτο κόλακας αὐτοὺς ὁ Πλάτων λέγει, ὥς φησιν ὁ Ἀριστείδης (πῶς γὰρ κόλακες οἱ ἐξοστρα‐ κισθέντες;), διακόνους δὲ αὐτοὺς καλεῖ. δεῖ γὰρ εἰδέναι ὅτι ὁ διακονῶν τοῦ κελεύοντος διακονεῖν χείρων ἐστίν. ὥσπερ οὖν ὁ μὲν ἰατρὸς ἐπιτάττει, ὁ δὲ πιμεντάριος δια‐ | |
1.13(50) | κονεῖ τὰ πρὸς τὴν χρείαν εὐτρεπίζων, οὕτως καὶ οἱ περὶ τὸν Θεμιστοκλέα ἔσῳζον μὲν τὴν πόλιν, διακόνων δὲ διὰ τοῦτο χρείαν παρεῖχον· πολιτικοῦ γὰρ τὸ κελεύειν σῴζειν· οὐκέτι δὲ καὶ πολιτικοὶ ἦσαν, ψυχὰς γὰρ οὐκ ἔσῳζον. ὥστε Πύθωνος τοῦ ῥήτορος Φιλίππου τοῦ ἀκροασαμένου | |
55 | Ἰσοκράτους, τοῦ θαυμαζομένου ὑπὸ Δημοσθένους, καὶ τῶν ἄλλων φιληδόνων κρείττους ἦσαν· οἱ μὲν γὰρ μηδὲν σῴζοντες ἀλλὰ καὶ κολακεύοντες καὶ πάντα πρὸς ἡδονὴν ποιοῦντες ἐοίκασιν ἰατροῖς τοῖς ἔχουσι κάμνοντας ἀτάκ‐ τους περὶ τὴν δίαιταν αὐτῶν καὶ μὴ ἀναχαιτίζουσιν αὐτούς, | 15 |
60 | ἀλλὰ τοὐναντίον καὶ προτρέπουσιν ἐπὶ πολλῶν ὄψων βρῶσιν, ἵνα καὶ αὐτοὶ μετ’ αὐτῶν φάγωσιν· οἱ δὲ περὶ Θεμιστοκλέα ἐμιμοῦντο ἰατροὺς ἔχοντας μὲν ἁβροδιαίτους κάμνοντας, μὴ καταλιμπάνοντας δὲ αὐτοὺς πλημμελοῦντας, μὴ μέντοι μηδὲ ἀμελοῦντας, ἀλλὰ πρὸς ἓν ἕκαστον γινό‐ | |
65 | μενον ἐκ τῆς διαίτης ἁμάρτημα ἐνισταμένους. ταῦτα τοί‐ νυν εἴρηται, ἐπειδὴ ἠλέχθη ὅτι χρεία πυθέσθαι τοῦ Γορ‐ γίου, ποίαν ῥητορικὴν ἐπαγγέλλεται καὶ τίς ἡ δύναμις τῆς τέχνης αὐτοῦ καὶ εἰ ἄρα τῷ ὄντι τέχνην ἔχει ἢ δύναμιν μόνην· οὐ ταὐτὸν γὰρ δύναμις καὶ τέχνη. ἀμέλει ταύτην | |
70 | τὴν δημώδη ῥητορικὴν δύναμιν ὁρίζονται τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ λόγου. | |
1.14 | Ἐπαγγέλλεταί τε καὶ διδάσκει [447c 2—3]: τὸ μὲν ‘ἐπαγγέλλεται‘ τῶν ἐντός ἐστι, τὸ δὲ ‘διδάσκειν‘ τῶν ἐκτός· ὁ μὲν γὰρ διδάσκων προφέρει ἔξω τοὺς λόγους, ὁ δὲ ἐπαγγελλόμενος εἰκὸς μὲν οἶδεν ὃ ἐπαγγέλλεται, οὐ | |
5 | πάντως δὲ διδάσκει. | |
2t | Πρᾶξις σὺν θεῷ βʹ | |
2.1 | Οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες [447c 5—448c 3]. Ἤδη εἰρήκαμεν ὅτι διττή ἐστιν ἡ ῥητορική, ἡ μὲν τέχνη, ἡ δὲ ἐμπειρία. ἄξιον οὖν ζητῆσαι πῶς οὐκ ἔστιν ἡ ἐμπειρία | |
5 | τέχνη· καὶ γὰρ καὶ αὐτὸς ὁ Πλάτων εἰπεῖν ἔχει ὅτι ‘τέχνην αὐτὴν οὐ καλῶ‘. ἵνα οὖν τοῦτο εὕρωμεν, διακρί‐ νομεν τὰς τέχνας· εἴρηται καλῶς ἐν τῷ Φαίδρῳ ὅτι δεῖ τὸν περί τινος διαλεγόμενον πρότερον διορίζειν, εἶθ’ οὕτως διδάσκειν, ἐπεὶ τὸν μὴ τοῦτο ποιοῦντα ἀνάγκη τοῦ παν‐ | 16 |
10 | τὸς ἁμαρτάνειν. οἷον ζητοῦμεν εἰ ἡ ψυχὴ ἀθάνατος· οὐκ ὀφείλομεν ἀποφήνασθαι, ἀλλὰ πρότερον διακρῖναι καὶ εἰπεῖν ὅτι ἡ ψυχὴ οὐχ ἕν τί ἐστιν ἀλλὰ πολλά· ἔστι γὰρ ψυχὴ καὶ λογικὴ καὶ ἄλογος, ἔτι δὲ καὶ φυτική, ὅθεν καὶ τὰ φυτὰ ζῆν λέγομεν. φαμὲν οὖν ὅτι ἡ μὲν λογικὴ ἀθάνα‐ | |
15 | τος, αἱ δὲ λοιπαὶ δύο θνηταί. καὶ πάλιν λέγομεν ὅτι ἡ λογικὴ ἀθάνατος καὶ οὐκ ἀθάνατος· οὐκ ἀθάνατος μέν, εἰ τὸ ἀθάνατον λάβοιμεν κατὰ τὸ ἀεὶ καὶ ὡσαύτως ἔχον, ἀθάνατος δὲ κατὰ τὸ ἀίδιον καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὴν ἐνέργειαν. | |
2.2 | Δεῖ οὖν καὶ ἐπὶ τῶν τεχνῶν τοῦτο ζητῆσαι. ἰστέον ὅτι διττὸς ὁ ὅρος τῆς τέχνης. τέχνη γάρ ἐστι μέθοδος ὁδῷ καὶ τάξει μετὰ φαντασίας προϊοῦσα· τὸ δὲ ‘μετὰ φαντα‐ σίασ‘ προσέθηκεν ὁ φιλόσοφος πρὸς ἀντιδιαστολὴν τῆς | |
5 | φύσεως, καὶ ἡ φύσις γὰρ ὁδῷ καὶ τάξει πρόεισιν, ἀλλ’ οὐ μετὰ φαντασίας. ἔστι δὲ πάλιν τέχνη σύστημα ἐκ κατα‐ λήψεων συγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. κατὰ μὲν οὖν τὸν πρῶτον ὅρον καὶ ἡ ψευδώνυμος ῥητορικὴ τέχνη ἂν κληθείη· ὁδῷ γὰρ κέχρηται καὶ τάξει, | |
10 | προοίμια πρότερον τάττουσα εἶτα κατάστασιν καὶ τὰ ἐφ‐ | |
εξῆς. κατὰ δὲ τὸν δεύτερον οὐκ ἔστιν τέχνη αὕτη, ἀλλὰ | 17 | |
2.3 | μόνη ἡ ἀληθὴς ῥητορικὴ ἡ τὰς αἰτίας ἀποδιδοῦσα. τί δὲ λέγω ὅτι ἡ ῥητορικὴ ἡ ψευδώνυμος κατὰ τὸν πρῶτον ὅρον τέχνη ἐστίν; ὅπου γε καὶ ἡ ὀψοποιητικὴ καὶ ἡ κομμωτική. καὶ γὰρ οὐ τυχόντος ἐστὶν ὀψοποιῆσαι, ἀλλὰ τοῦ ἐμπείρου | |
5 | καὶ ὁδῷ τινὶ προϊόντος καὶ ἁρμοζομένου πρὸς τὸν δεσπότην ἢ γλυκέσιν ἢ τοιοῖς χαίροντα· ὡσαύτως ἡ κομμώτρια οἶδε τὰ ἀλείμματα καὶ γινώσκει πῶς δεῖ κοσμῆσαι τὰς τρίχας. ἡ οὖν μὴ δυναμένη ἀποδοῦναι αἰτίαν ῥητορικὴ ἀλλ’ ἐφ’ ἑκάτερα χωροῦσα ἐπί τε τὸ ἀληθὲς καὶ τὸ ψεῦδος | |
10 | οὐκ ἔστιν τέχνη (τέχνης γὰρ τὸ δι’ ἓν τέλος ἀγαθὸν ἔχειν), ἡ δὲ ἀληθὴς ῥητορικὴ ἡ ὑπὸ τὸν πολιτικὸν τέχνη ἐστίν. ὥσπερ γὰρ ὁ λογικὸς ἰατρὸς οἶδεν ὅτι τοῖς πυρέττουσιν αἱ ὑγραὶ δίαιται συμβάλλονται, οὕτως καὶ οἱ ἐμπειρικοί, καὶ ὥσπερ ὁ λογικὸς οἶδεν ὅτι ὁ ὀφθαλμιῶν χρῄζει ἀκρατο‐ | |
15 | ποσίας ἢ λουτροῦ ἢ πυρίας, οὕτω καὶ ὁ ἐμπειρικός. ἀλλ’ ὁ μὲν λογικὸς καὶ τεχνίτης καὶ τὰς αἰτίας ἀποδίδωσιν, ὁ δὲ ἐμπειρικὸς οὐκ οἶδεν· οὕτως οὖν καὶ ὁ μὲν ἀληθὴς ῥήτωρ τὰς αἰτίας οἶδεν, ὁ δὲ ψευδὴς οὔ. | |
2.4 | Εἰ οὖν καὶ ὁ ῥήτωρ ὁ ἀληθὴς τὰς αἰτίας οἶδεν καὶ ὁ πολιτικός, τί διαφέρουσιν ἀλλήλων; φαμὲν ὅτι δια‐ φέρουσι καθὸ ὁ ῥήτωρ ὠφελεῖται ἐκ τοῦ πολιτικοῦ οὐκ οἴκοθεν ἔχων τὴν γνῶσιν· ὁ γὰρ πολιτικὸς ἀκριβῶς οἶδεν | |
5 | καὶ κελεύει αὐτῷ. πάλιν εἴ τις εἴποι ‘τί οὖν διαφέρει τέχνη ἐπιστήμης, εἴ γε καὶ ἡ τέχνη τὰς αἰτίας ἀποδίδωσιν;‘ | |
εἰπὲ ὅτι ἡ ἐπιστήμη ἀεὶ καὶ ὡσαύτως ἐχόντων πραγμάτων ποιεῖται τὰς γνώσεις, ἡ δὲ τέχνη καὶ ῥευστῶν. ἆρα οὖν ὁ φυσιολόγος οὐκ ἔστιν ἐπιστήμων ῥευστῶν ποιούμενος καὶ | 18 | |
10 | ἐνύλων πραγμάτων ζήτησιν; φαμὲν ὅτι ‘ναί, ἐπιστήμων ἐστίν, οὐχ ᾗ ἐνύλων πραγμάτων ἐστὶ ζητητής, ἀλλ’ ᾗ ἐπὶ τὰ καθόλου αὐτὰ ἀναφέρει καὶ ζητεῖ τῶν καθόλου φυσι‐ κῶν πραγμάτων τὴν ὑπόστασιν‘. Ὥστε ἰστέον ὅτι τὴν ψευδῆ διαβάλλει ῥητορικήν, οὐ τὴν | |
15 | ἀληθῆ. ἀμέλει αὐτὸς λέξει ὅτι ‘ταῦτα δὲ λέγω οὐ περὶ τῆς ἀληθινῆς ῥητορικῆσ‘. εἰ οὖν καὶ ἔσῳζον οἱ περὶ Θεμιστο‐ κλέα, οὐκ ἦσαν ῥήτορες ἀληθεῖς ὡς μὴ ἄγοντες τὴν δημο‐ κρατίαν ἐπὶ τὴν ἀριστοκρατίαν. εἰ δέ τις εἴποι ὅτι οὐκ ἠδύναντο, αὐτὸ τοῦτο λέγει ὅτι οὐκ ἦσαν ἀληθεῖς καὶ συν‐ | |
20 | ηγορεῖ ἡμῖν· ὥστε διακονικοὶ ἦσαν ἀναλογοῦντες φαρμα‐ κοπώλαις πρὸς ἰατρούς. | |
2.5 | Τὸ αὐτὸν ἐρωτᾶν [447 c 5]: ἐπιεικῶς ὁ Καλλικλῆς ἀποκρίνεται· ἵνα γὰρ μὴ δόξῃ ἀποφαίνεσθαι ὑπὲρ ἄλλου, λέγει ὅτι καλόν ἐστιν αὐτὸν τὸν Γοργίαν ἐρωτῆσαι εἰ ἡδέως ἔχει διαλεχθῆναι. καὶ γὰρ τοῦτο ἕν ἐστι τῆς ἐπι‐ | |
5 | δείξεως αὐτοῦ, τὸ λέγειν ὅτι ‘ὁ θέλων ἐρωτάτω καὶ πρὸς πάντα ἀποκρίνομαι ἑτοίμωσ‘. ταῦτα δὲ διελέγοντο εἰσ‐ ιόντες ἔσω εἰς τὸν οἶκον τοῦ Καλλικλέους. | |
2.6 | Ὦ Χαιρεφῶν ἐροῦ αὐτόν [447 c 9]: ὡς εἰρήκαμεν μέσην ἔχει τάξιν ὁ Χαιρεφῶν καὶ διὰ τοῦτο κελεύει τῷ Χαιρεφῶντι ἐρωτῆσαι τὸν Γοργίαν. | |
2.7 | Τί ἔρωμαι [447 c 10]: δείκνυσιν ὁ Χαιρεφῶν τὴν πρὸς τὸν διδάσκαλον αἰδῶ· οὐκ ἐρωτᾷ γὰρ τὸν Γοργίαν προ‐ πετῶς, ἀλλὰ πρότερον μανθάνει παρὰ τοῦ Σωκράτους τί ὀφείλει ἐρωτῆσαι. | |
2.8 | Ὅστις ἐστίν [447 d 1]: ἰστέον ὅτι ὁ ἄνθρωπος καὶ | |
πολυμερὴς καὶ ἀμερής ἐστιν· ἀμερὴς μὲν κατὰ τὸ ὄνομα, ἄνθρωπος γὰρ καλεῖται ἑνί τινι ὀνόματι, πολυμερὴς δὲ κατὰ τὸν ὁρισμόν, ζῷον λογικὸν θνητόν. λέγει οὖν αὐτῷ | 19 | |
5 | ὅτι ‘ἐρώτησον ὅστις ἐστίν‘, ἀντὶ τοῦ ‘τίς τε καλεῖται καὶ τίνα ῥητορικὴν ἐπαγγέλλεται‘. ἰστέον δὲ ὅτι κατὰ τὸν Ἀριστοτέλην δεῖ πρότερον ζητεῖν, εἰ ὄν τί ἐστιν, εἶτα τί ἐστι καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. τὸ οὖν εἰ ἔστιν ἐγνωσμένον ἦν, ‘λοιπὸν μάθε ὅστις ἐστίν‘. | |
10 | Εἶτα λέγει ὁ Χαιρεφῶν ὅτι ‘πῶς λέγεις;‘ ἀντὶ τοῦ ‘πῶς ἐρωτήσω τίς ἐστιν;‘ ὁ Σωκράτης οὖν ὡς ἔθος ἔχων παρα‐ δείγμασι κεχρῆσθαι εἰωθόσι φῶς ἀνάπτειν λέγει ὅτι ‘ὥσπερ εἰ δημιουργὸν ὑποδημάτων ἠρώτησας τίς ἐστιν ἀπεκρίθη ἂν ὅτι σκυτοτόμος, οὕτως καὶ τοῦτον ἐρώτησον | |
15 | τίς ἐστιν‘. λέγει τοίνυν ὁ Χαιρεφῶν ὅτι ‘νῦν μανθάνω καὶ ἐρήσομαι‘. ἐντεῦθεν δὲ ἠθικὸν ἡμῖν θεώρημα παρα‐ δίδοται συμβαλλόμενον πρὸς εὐδαιμονίαν. ποῖον τοῦτο; ὅτι οὐ δεῖ φήμαις πιστεύειν ἀλλ’ αὐτὸν ἐκεῖνον περὶ οὗ ὁ λόγος ἐρωτᾶν. οἷον εἰ λέγοιεν μυρίοι ἄνθρωποι ὅτι ‘ὅδε | |
20 | τις διισχυρίζεται ὡς δὶς δύο γίνεται ρʹ‘, μὴ πιστεύσωμεν τῷ πλήθει, ἀλλ’ ἐκεῖνον ἐρωτήσωμεν· εἰκὸς γὰρ ψεῦδός ἐστιν. ‘οὕτως οὖν καὶ νῦν μὴ πεισθῶμεν‘, φησί, ‘Καλλι‐ κλεῖ, ἀλλ’ αὐτὸν ἐκεῖνον ἐρωτήσωμεν‘. | |
2.9 | Εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει [447 d 6—7]: εἶπεν ὅτι ‘ἀληθῆ λέγει;‘ θέλων καταιδῆσαι τὸν Γοργίαν, ὅτι τοσαῦτα ὑπέρογκα περὶ αὐτοῦ λέγουσιν. ὁ δὲ Γοργίας οὐκ ᾐδέσθη, ἀλλὰ ἀνάπτει τὸ πάθος· λέγει γὰρ ὅτι ‘ναί, | |
5 | ἀληθῆ λέγει, πρὸς ἅπαντα γὰρ ἀποκρίνομαι καὶ οὐκ ἔστι τι νέον ὃ ὀφείλω ἐρωτηθῆναι‘. τοῦτο δὲ φθέγγεται ὡς ἀποδυσπετῶν πρὸς τοὺς ἀνθρώπους καὶ οἱονεὶ λέγων ὅτι ‘πάντα ἠρωτήθην καὶ πάντα ἐπελυσάμην, καὶ οὐκ ἔστιν τι ὃ λοιπὸν ὀφείλω ἐρωτηθῆναι‘. | |
2.10 | Ἦ που ἄρα ῥᾳδίως ἀποκρίνῃ, ὦ Γοργία [448 a 4]: | |
‘ἆρα οὖν, ‘φησίν, ‘ῥᾷστα ἀποκρίνῃ ἡμῖν, ὦ Γοργία;‘ ὁ δέ φησιν ὅτι ‘πάρεστι τούτου πεῖραν λαβεῖν‘. ὁ δὲ Πῶλος ὡς φιλότιμος προπηδᾷ τοῦ ἰδίου διδασκάλου καί φησιν | 20 | |
5 | ὅτι ‘μὰ τὸν Δία, ἐὰν βούλῃ, ἐγώ σοι διαλέγομαι‘. ἰστέον δὲ ὅτι εἰκὸς μὴ ὡς φιλότιμον καὶ καταφρονοῦντα τοῦ ἰδίου διδασκάλου τοῦτο λέγειν, ἀλλ’ ἐπειδὴ τοῦ μὲν φιλοσόφου διδασκαλείου ἡγεῖτο μὲν ὁ Σωκράτης εἵπετο δὲ ὁ Χαιρε‐ φῶν, τοῦ δὲ ῥητορικοῦ ἡγεῖτο μὲν ὁ Γοργίας εἵπετο δὲ ὁ | |
10 | Πῶλος, φησὶν ὅτι ‘σὺ ἑπόμενος ὢν μὴ διαλέγου τῷ ἡγου‐ μένῳ ἀλλ’ ἐμοὶ τῷ ἑπομένῳ‘. δεῖ δὲ εἰδέναι ὅτι οἱ μαθηταὶ ὀφείλουσι παρόντων 〈τῶν〉 διδασκάλων τότε ἀποκρίνεσθαι, ὅταν κελεύσωσιν οἱ διδάσκαλοι καὶ ὅταν οἱ μὲν διδάσκαλοι μὴ πρόχειρα ἔχωσι τὰ μαθήματα, οἱ δὲ μαθηταὶ ναί. πρὸς | |
15 | τούτοις δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ Σωκράτης τὸν Χαιρε‐ φῶντα ἐποίησεν ἐρωτῆσαι, οὐχ ὡς μὴ ἀξιῶν αὐτὸς ἐρω‐ τῆσαι, μωρὸν γάρ, ἀλλ’ ὡς θέλων λαμπρῦναι τὸ διδασκα‐ λεῖον αὐτοῦ ἅπαν καὶ κοσμεῖν καὶ ζητῶν μανθάνειν εἰ οἷοί τέ εἰσιν οἱ μαθηταὶ αὐτοῦ εὑρίσκειν τι χρηστόν. | |
2.11 | Γοργίας μὲν γάρ [448 a 7]: ‘ὁ γὰρ Γοργίας καὶ ἀπει‐ ρηκέναι μοι δοκεῖ πρὸς ὑμᾶς διαλέγεσθαι‘. | |
2.12 | Τί δέ, ὦ Πῶλε [448 a 9]: ‘τί οὖν, ὦ Πῶλε‘, φησὶν ὁ Χαιρεφῶν, ‘κάλλιον τοῦ διδασκάλου ἀποκρίνῃ;‘ ὁ δὲ Πῶ‐ λος οὔτε ναί φησιν, ὕβριζεν γὰρ αὐτόν, οὔτε δὲ οὔ, τὸ φιλό‐ τιμον μὴ θέλων καθελεῖν, ἀλλὰ μέσην ἀπόκρισιν δίδωσιν· | |
5 | λέγει γὰρ ὅτι ‘εἴτε κρεῖττον εἴτε χεῖρον ἀποκρίνωμαι, τί ζητεῖς, εἰ μὴ ἵνα ἀρκέσω σοὶ καὶ πρὸς πάντα τὰ λεγόμενα ἀπαντήσω;‘ | |
2.13 | Εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχ‐ νης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος [448 b 4—5]: | |
ἄρχεται ἐρωτᾶν. ἰστέον δὲ ὅτι δύο Ἡροδίκους οἶδεν ὁ Πλά‐ των, ἕνα τὸν ἀδελφὸν Γοργίου τὸν Λεοντῖνον καὶ ἄλλον | 21 | |
5 | Ἡρόδικον τὸν Σηλυμβριανόν· μὴ οὖν εὑρίσκοντες ἐν τοῖς διαλόγοις νομίσητε ἕνα εἶναι καὶ ταραχθῆτε. ἐνταῦθα τοίνυν περὶ τοῦ Λεοντίνου φησίν· λέγει οὖν ὅτι ‘εἰ ἐπιστή‐ μων ἦν ὁ Γοργίας τῆς τέχνης τοῦ Ἡροδίκου τοῦ ἀδελφοῦ αὐτοῦ‘ (ὅ ἐστι τῆς ἰατρικῆς, ἰατρὸς γὰρ ἦν), ‘τί ἂν αὐτὸν | |
10 | ὠνομάζομεν; ἆρα οὐχ ὅπερ ἦν ἐκεῖνος;‘ (ἀντὶ τοῦ ἰατρόν). φησὶν ὁ Πῶλος ὅτι ‘πάνυ γε‘. ‘ἰατρὸν οὖν αὐτὸν φάσκον‐ τεσ‘, φησὶν ὁ Χαιρεφῶν, ‘καλῶς ἂν ἐλέγομεν;‘ φησὶν ὁ Πῶ‐ λος ‘ναί‘. πάλιν φησὶν ὁ Χαιρεφῶν ὅτι ‘εἰ δὲ ἧς τέχνης ὁ παῖς Ἀγλαοφῶντος, Ἀριστοφῶν λέγω, ἢ ὁ ἀδελφὸς αὐτοῦ, | |
15 | ὁ Πολύγνωτός φημι, ἔμπειρος ἦν‘ (ὁ Πολύγνωτος γὰρ ἦν ὁ ἀδελφὸς αὐτοῦ, ὡς τὸ ἐπίγραμμα δηλοῖ· ὅπου οὖν εὕρῃς τὸν ἀδελφὸν τοῦ Ἀριστοφῶντος, τὸν Πολύγνωτον νόει), ‘οὐκ ἂν ζωγράφον αὐτὸν ἐκαλέσαμεν;‘ φησὶν ὁ Πῶλος ὅτι ‘δῆλον ὅτι ζωγράφον‘. ‘νῦν οὖν ἐπειδὴ τέχνης τίνος ὁ | |
20 | Γοργίας ἐπιστήμων ἐστί, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλέσοιμεν;‘ ἰστέον δὲ ὅτι ἁρμοδίως παρέλαβεν τὰ δύο ταῦτα παραδείγματα, τὸ τῆς ἰατρικῆς καὶ τὸ τῆς γραφι‐ κῆς, ἐπειδὴ διττὴ ἡ ῥητορική, ἵνα τὴν μὲν ἀληθῆ ῥητορι‐ κὴν ἀπεικάσῃ τῇ ἰατρικῇ, τὴν δὲ ψευδῆ καὶ συώδη τῇ | |
25 | γραφικῇ. | |
3t | Πρᾶξις σὺν θεῷ γʹ | |
3.1 | Ὦ Χαιρεφῶν, πολλαὶ τέχναι [448 c 4—449 c 8]. Νεωτεροπρεπῶς ἀποκρίνεται ὁ Πῶλος. τοῦ γὰρ Χαιρε‐ | |
φῶντος προτρεψαμένου αὐτὸν διαλεκτικώτερον ἀποκρί‐ νασθαι αὐτὸς θεατρικῶς προφέρει τὸν λόγον· καὶ οὐ μόνον | 22 | |
5 | τοῦτο, ἀλλὰ καὶ παρὰ θύρας ἀπαντᾷ, ὅπερ μάλιστα σκώ‐ πτει αὐτοῦ ὁ Σωκράτης. ἐρωτήσαντος γὰρ αὐτὸν τοῦ Χαι‐ ρεφῶντος τίς ἐστιν ἡ τέχνη ἣν ἐπαγγέλλεται, αὐτὸς τὸ ὁποῖόν τί ἐστιν ἡ τέχνη λέγει, μὴ εἰδὼς τὴν τῶν προβλημά‐ των τάξιν τῶν τεσσάρων μηδὲ τὴν τούτων μέθοδον. | |
10 | Ἰστέον γὰρ ὅτι, ὡς πολλάκις εἴρηται, τέσσαρες μέθοδοί εἰσιν. πρώτη μὲν ἡ διαιρετική· δεῖ γὰρ πρότερον διαιρεῖν τὰ γένη εἰς τὰ εἴδη καὶ ἄχρι τῶν ἀτόμων ἔρχεσθαι· οὕτω τὴν οὐσίαν διαιροῦμεν εὐτάκτως. δευτέρα ἐστὶν ἡ ὁριστική, ἥτις λαβοῦσα τὰ ἁρμόζοντα ἑκάστῳ πράγματα ὅρον οἰκεῖον | |
15 | ἐπιτίθησιν, καὶ διὰ τοῦτο ὁρισμὸς λέγεται ἀπὸ μεταφορᾶς τῶν ὅρων τούτων τῶν περιοριζόντων τὰς πόλεις καὶ τὰ χωρία. ἡ δὲ ἀποδεικτικὴ λοιπὸν τὸν ὁρισμὸν λαβοῦσα πρόεισιν ἐκ τῶν κοινῶν ἐννοιῶν καὶ ἀποδείκνυσιν. ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ χωρεῖ· οἷόν | |
20 | φαμεν ὅτι ‘ὁ λέγων λόγος “ὁ Σωκράτης περιπατεῖ, τὸ περιπατοῦν κινεῖται, ὁ Σωκράτης ἄρα κινεῖται” σύνθετός ἐστιν ἢ ἁπλοῦς;‘ λέγομεν ὅτι σύνθετος, ἐκ προτάσεων γὰρ σύγκειται, αἱ δὲ προτάσεις ἐξ ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα καὶ αὐτὰ σύνθετα, ἐκ συλλα‐ | |
25 | βῶν γάρ, καὶ αὗται σύνθετοι, ἐκ στοιχείων γάρ, τὰ δὲ στοι‐ χεῖα ἁπλᾶ. | |
3.2 | Ταῦτα τοίνυν εἴρηται ἵνα δείξωμεν ὅτι ὁ Πῶλος ἀντὶ τῆς ὁριστικῆς τῇ ἀποδεικτικῇ ἐχρήσατο· ἐρωτηθεὶς γὰρ τίς ἐστιν ἡ τέχνη τοῦ Γοργίου, ὃ ὁριστικῆς ἐστὶν ἴδιον, τὸ ὁποῖόν τί ἐστι λέγει, ὃ ἀποδεικτικῆς ὂν τυγχάνει. μέμφεται | 23 |
5 | οὖν αὐτῷ διὰ τοῦτο· ἄλλως τε καὶ διὰ τὰ πάρισα καὶ ὁμοιοκατάληκτα, κατακορῆ γὰρ ταῦτα γινόμενα ἀηδῆ εἰ‐ σίν, εἰ καὶ τῆς εὐπρεποῦς ἰδέας οἴονται ταῦτα εἶναι, οἷον ‘Παυσανίου δὲ παυσαμένου‘ καὶ τὰ τοιαῦτα. οὕτω γοῦν καὶ αὐτὸς νῦν κέχρηται· φησὶν γὰρ ‘ἐμπειρία‘ καὶ ‘ἀπειρία‘ | |
10 | καὶ ‘κατὰ τέχνην‘ καὶ ‘κατὰ τύχην‘ καὶ πάλιν ‘ἄλλοι ἄλλων ἄλλωσ‘· ταῦτα δὲ ὁμοιοκατάληκτα. ἰστέον δὲ ὅτι, ὥς φησιν ὁ Σωκράτης, ταῦτα τὰ ῥήματα ὡς ἐξ αὐτοσχε‐ δίου λέγει, κατὰ ἀλήθειαν δὲ προσκεψάμενος ἦν καὶ ἀπο‐ γραψάμενος ἐν χάρτῃ καὶ ἐμμελετήσας. δεῖ δὲ κἀκεῖνο | |
15 | εἰδέναι, ὅτι οὐδὲ τὸ ὁποῖόν τί ἐστιν ἔσωσεν ὁ Πῶλος. ἔδει γὰρ τὸ κατ’ οὐσίαν εἰπεῖν, αὐτὸς δὲ τὸ κατὰ συμβεβηκὸς ἔλαβεν, ἐπῄνεσεν γὰρ τὴν ῥητορικήν· ἐγκώμιον οὖν εἶπεν αὐτῆς καὶ οὐ τὴν οὐσίαν ἐζήτησεν. Κἀκεῖνο δὲ ἥμαρτεν εἰρηκὼς ὅτι ‘ἡ ἐμπειρία ποιεῖ τὸν | |
20 | αἰῶνα ἡμῶν‘ (ἀντὶ τοῦ τὸν χρόνον ἡμῶν) ‘πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην‘. κακῶς οὖν εἶπεν· δεῖ γὰρ εἰδέναι ὅτι πέντε ταῦτά ἐστιν, αἴσθησις μνήμη | |
πεῖρα ἐμπειρία τέχνη· καὶ ἡ μὲν αἴσθησις ὑποφαίνει ἡμῖν πάντα, λοιπὸν δὲ ἡ μνήμη κρατεῖ, εἶτα πείρᾳ παραδίδωσιν, | 24 | |
25 | ἐντεῦθεν ἔμπειροι γινόμεθα, εἶτα τεχνῖται. διαφέρει τοί‐ νυν ἐμπειρία πείρας ὅτι ἡ μὲν ἐμπειρία καὶ ἐπὶ πράξεων λέγεται, ἡ δὲ πεῖρα ἐπὶ τῶν κατὰ μέρος τεχνιτῶν· καὶ πάλιν ἡ πεῖρα μέν ἐστιν ἡ περὶ τὰ κατὰ μέρος καταγινο‐ μένη, ἐμπειρία δὲ ἡ περὶ τὰ καθολικώτερα· πάλιν δὲ ἐμπει‐ | |
30 | ρία μέν ἐστιν ἡ τὸ ὅτι εἰδυῖα, τέχνη δὲ ἡ καὶ τὸ διότι. κακῶς τοίνυν εἶπεν ὅτι ἡ ἐμπειρία τὴν τέχνην ποιεῖ, εἴ γε χείρων ἡ ἐμπειρία· εἰ γὰρ τοῦτο, τὰ κρείττονα ἐκ τῶν χει‐ ρόνων γίνεται καὶ ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί. ὡσαύτως οὐδὲ ἡ πεῖρα τὴν ἐμπειρίαν. τί οὖν; οὐκ ἀπὸ | |
35 | πείρας ἐπὶ ἐμπειρίαν ἐρχόμεθα καὶ ἀπὸ ἐμπειρίας ἐπὶ τέχνην; φαμὲν ὅτι ναί· ὥστε συμβάλλεται μὲν ἡ πεῖρα πρὸς τὴν ἐμπειρίαν καὶ ἡ ἐμπειρία πρὸς τὴν τέχνην, οὐ μὴν ποιητικά εἰσιν αἴτια. τοῦτο δὲ γίνεται, ἐπειδὴ ἔχομεν τοὺς λόγους τοὺς γνωστικοὺς καὶ ἀνακινοῦμεν. ὥσπερ | |
40 | οὖν τοὺς σπινθῆρας τοὺς πάλαι ὑπὸ τέφρας κρυπτομένους εἴ τις διαδήλους ποιήσῃ λαβὼν τὴν τέφραν, οὐ λέγεται πεποιηκέναι τὸ φῶς ἀλλὰ δεδειχέναι· καὶ ὁ λήμην ὀφθαλ‐ μοῦ καθάρας συνεβάλετο, ἐπεὶ οὐκ ἐποίησεν αὐτὸς τὸ φῶς· οὕτως καὶ οἱ ἐν ἡμῖν λόγοι χρείαν ἔχουσι τοῦ ἀναμι‐ | |
45 | μνῄσκοντος, ἀναλογοῦμεν γὰρ γεωμέτρῃ καθεύδοντι. ὥστε οὐκ ἔστι ποιητικὸν ἡ ἐμπειρία. πλὴν εἰ καὶ ὁ Πῶλος μὴ εἰδότως λέγει, δυνατὸν τὴν ἐμπειρίαν ποιεῖν τέχνην, ὡς ἐπὶ τῆς γεωργίας. τῶν γὰρ γεωργουμένων τὰ μὲν ὑπὸ τοῦ παντὸς μόνου γίνεται, τὰ δὲ καὶ ὑπὸ τοῦ παντὸς καὶ | |
3.2(50) | ὑπὸ τέχνης, οἷον αἱ βοτάναι αἱ αὐτομάτως φυόμεναι ὑπὸ μόνου τοῦ παντός, τὰ δὲ σπέρματα καὶ ὑπὸ τοῦ παντὸς καὶ ὑπὸ τῆς ἐπιμελείας· πάλιν δὲ κἀνταῦθα ἡ ἐμπειρία | |
καὶ ἡ ἐπιμέλεια συμβάλλεται τῇ τέχνῃ. | 25 | |
3.3 | Ἄλλοι ἄλλων ἄλλως [448 c 7—8]: ἰδοὺ τὰ παρισά‐ ζοντα. ‘ἑκάστων δὲ τούτων‘ φησὶν ‘ἄλλοι ἄλλων ἄλλως μεταλαμβάνουσι‘· διὰ μὲν τοῦ ‘ἄλλοι‘ ἐσήμανε τὰ μετα‐ λαμβάνοντα πρόσωπα, διὰ δὲ τοῦ ‘ἄλλων‘ τὰ πράγματα, | |
5 | διὰ δὲ τοῦ ‘ἄλλωσ‘ τὸν τρόπον τῆς μεταλήψεως. ‘τῶν δὲ ἀρίστων‘ φησὶ ‘πραγμάτων οἱ ἄριστοι ἄνδρες μεταλαμ‐ βάνουσι· τούτων τοίνυν τῶν ἀρίστων καὶ ὁ Γοργίας ἐστὶν καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν καὶ ἀρίστησ‘. | |
3.4 | Καλῶς γε, ὦ Γοργία, φαίνεται Πῶλος [448 d 1]: ἐρωτήσαντος τοῦ Χαιρεφῶντος τὸν Πῶλον τίς ἐστιν ἡ τέχνη ἣν ἐπαγγέλλεται ὁ Γοργίας, ὁ Πῶλος παρὰ θύρας ἀπαντᾷ λέγων ὅτι ‘θαυμαστή ἐστιν ἡ ῥητορική‘, καὶ | |
5 | θεατρικώτερον μᾶλλον ἢ διαλεκτικώτερον. ἐπεὶ οὖν ὁ Πῶλος ἀτάκτως ἀπεκρίθη, ὁ Σωκράτης τὴν πρόνοιαν μιμούμενος τὴν τάττουσαν τὰ ἄτακτα καὶ μηδὲν ἐῶσαν ἄτακτον ἢ ἀόριστον, τάττει καὶ ἐπιπλήττει. καὶ ἐπειδὴ οἶδεν {ἡ} ἐπίπληξις σφοδρὰ μῖσος ἀποτίκτειν καὶ ἀπο‐ | |
10 | στροφήν, διὰ τοῦτο οὐκ ἄρχεται ἀπὸ ἐπιπλήξεως, ἵνα μὴ ἀποσκιρτήσῃ ὁ Γοργίας (οὕτως δὲ ἐποίησεν καὶ ἐπὶ τοῦ Ἀλκιβιάδου), ἀλλὰ ἐπαινεῖ πρότερον καὶ λέγει ὅτι ‘καλῶς ὁ Πῶλος παρεσκεύασται πρὸς λόγουσ‘· καὶ γὰρ κατὰ τὸ ἀληθὲς ῥητορικῶς προήνεγκεν τὸν λόγον χρησά‐ | |
15 | μενος παρίσοις τε καὶ ὁμοιοκαταλήκτοις. καὶ ἐν αὐτῷ δὲ τῷ ἐλέγχῳ μίγνυσιν ἐπιεικῆ ῥήματα ὁ Σωκράτης· οὐκ εἶπεν γὰρ ὅτι παρὰ θύρας ἀπήντησε τῷ Χαιρεφῶντι, ἀλλά φησιν ὅτι ὃ ὑπέσχετο αὐτῷ οὐκ ἐποίησεν. ἐνταῦθα δὲ παραδίδοται ἡμῖν θεωρήματα ἠθικὰ μὲν δύο, διαλεκτι‐ | |
20 | κὸν δὲ ἕν· διαλεκτικὸν μὲν ὅτι δεῖ ἀεὶ πρὸς τὰς ἐρωτήσεις ποιεῖσθαι τὰς ἀποκρίσεις, ἠθικὰ δὲ πρῶτον μὲν ὅτι δεῖ ὃ ὑπισχνεῖταί τις ἐκπληροῦν καὶ μὴ ψεύδεσθαι, δεύτερον | |
δὲ ὅτι τοῖς αἰδημονεστέροις δεῖ σπεύδειν ὁμιλεῖν καὶ μὴ τοῖς ἀναιδεστέροις· οὕτω γοῦν καὶ ὁ Σωκράτης πρὸς τὸν | 26 | |
25 | Γοργίαν ποιεῖται τὸν λόγον ἐάσας τὸ ἀναιδὲς τοῦ Πώλου. | |
3.5 | Τὴν καλουμένην ῥητορικήν [448 d 9]: τὴν ψευδώ‐ νυμόν φησι καὶ ἐμπειρίαν. | |
3.6 | Τί δή, ὦ Σώκρατες [448 e 1]: ὁ Πῶλος τοῦτο λέγει. | |
3.7 | Ὅτι δή, ὦ Πῶλε [448 e 2]: ‘τοῦτό φημι, ὦ Πῶλε, ὅτι ἐρομένου σε Χαιρεφῶντος τίς ἡ τέχνη ἣν ἐπαγγέλ‐ λεται Γοργίας, σὺ τὸ ὁποία τίς ἐστιν εἶπας ἐγκωμιάζων αὐτήν, ὡς δή τινος σκώψαντος αὐτήν‘. ὅρα τοίνυν πῶς | |
5 | καὶ ὁ Πλάτων διακρίνει καὶ πρὸ Ἀριστοτέλους τὰ προ‐ βλήματα. | |
3.8 | Οὐ γὰρ ἀπεκρινάμην [448 e 5]: ‘τί οὖν; οὐκ εἶπον ὅτι καλή;‘ φησὶν ὁ Σωκράτης ὅτι ‘καὶ μάλα· ἀλλ’ οὐκ ἔδει οὕτως τὸ ὁποῖόν τί ἐστιν ἀποκρίνασθαι, ἀλλὰ τίς, καὶ οἷόν τινα δεῖ τὸν Γοργίαν καλεῖν. ὥσπερ οὖν ἔμ‐ | |
5 | προσθεν συντόμως ἀπεκρίνου τῷ Χαιρεφῶντι ὅτι ἀπὸ τῆς ἰατρικῆς ἰατρὸς καλεῖται ὁ Ἡρόδικος καὶ ἀπὸ τῆς ζω‐ γραφικῆς ὁ ζωγράφος, οὕτως καὶ νῦν εἰπὲ τίς ἡ τέχνη Γοργίου‘. | |
3.9 | Τῆς ῥητορικῆς, ὦ Σώκρατες [449 a 5]: ὁ Γορ‐ γίας καλῶς ἀπεκρίθη· εἶπεν γὰρ ὅτι ‘τῆς ῥητορικῆς ἐπι‐ στήμων εἰμί‘. ‘ῥήτορα τοίνυν‘, ἔφη ὁ Σωκράτης, ‘χρή σε καλεῖν;‘ ὁ Γοργίας λέγει ὅτι ‘ναί, καὶ ἀγαθὸν ῥήτορα· | |
5 | ἀγαθὸς γὰρ εὔχομαι εἶναι, ὡς Ὅμηρος λέγει‘. ἰστέον τοί‐ | |
νυν ὅτι δύο εἰσὶν ῥητορικαί· τούτων δὲ καὶ τὰ γένη καὶ τὰ τέλη καὶ αἱ ὁδοὶ διάφοροι. τῆς μὲν γὰρ ἀληθοῦς γένος ἡ τέχνη, τῆς δὲ ψευδοῦς ἡ ἐμπειρία· πάλιν τῆς μὲν ἀληθοῦς τέλος τὸ ἀγαθόν, τῆς δὲ ἄλλης τὸ πεῖσαι, εἴτε κακόν | 27 | |
10 | ἐστιν εἴτε οὔ· καὶ πάλιν τῆς μὲν ἀληθοῦς ὁδὸς τὸ εἰδέναι τὰς δυνάμεις τῆς ψυχῆς, τῆς δὲ ἄλλης οὔ· καὶ τῆς μὲν ἀληθοῦς ὁδὸς ἡ διδασκαλικὴ πίστις, τῆς δὲ ἄλλης ἡ πιστευ‐ τική. θέλει γὰρ καὶ ὁ γεωμέτρης πεῖσαι, ἀλλὰ ἀποδεικτι‐ κῶς καὶ οὐ πιστευτικῶς ὡς ὁ ῥήτωρ. ὥσπερ οὖν ἡ ἰατρικὴ | |
15 | ὑγίειαν ἐπαγγέλλεται, δι’ ἄλλων μέντοι καὶ ἄλλων βοηθη‐ μάτων, οὕτως καὶ αἱ ῥητορικαὶ δι’ ἄλλων καὶ ἄλλων ὁδῶν βαδίζουσιν. δεῖ τοίνυν εἰδέναι ὅτι, ὥσπερ ξίφος αὐτὸ καθ’ αὑτὸ οὐκ ἔστιν οὔτε καλὸν οὔτε κακόν, πρὸς δὲ τὸν χρώμενον ἢ καλόν ἐστιν ἢ κακόν, οὕτως καὶ ἡ ῥητορικὴ | |
20 | αὐτὴ μὲν καθ’ αὑτὴν οὐκ ἔστιν καλή, πρὸς δὲ τὸν χρώμε‐ νον γίνεται ἀγαθή. εἰδὼς οὖν τοῦτο ὁ Γοργίας λέγει ὅτι ‘ἀγαθός εἰμι ῥήτωρ‘ ἀντὶ τοῦ ‘ἐγὼ ὡς δεῖ κέχρημαι αὐτῇ‘. | |
3.10 | Οὐκοῦν καὶ ἄλλους σε φῶμεν [449 b 1]: ‘οὐκοῦν‘, φησὶν ὁ Σωκράτης, ‘καὶ ἄλλους τοιούτους δύνασαι ποιῆ‐ σαι;‘ τοῦτο δὲ προκατασκευάζει ὡς μέλλων χρῄζειν αὐτοῦ εἰς τὴν ἀπόδειξιν τοῦ ὅτι κακὸν μὲν τὸ ἄδικον καλὸν δὲ τὸ | |
5 | δίκαιον, καὶ ὅτι τὸ μὲν ἄδικον θέσει τὸ δὲ δίκαιον φύσει. εἰ γὰρ τὸ δίκαιον ἦν θέσει, ὁ αὐτὸς ἂν ἦν καὶ δίκαιος καὶ ἄδικος καὶ θεοφιλὴς καὶ θεομισής· ὁ γὰρ παρὰ Πέρσαις δίκαιος, ὁ κελεύων μίγνυσθαι ταῖς μητράσιν, παρ’ ἡμῖν ἄδικός ἐστι, καὶ ὁ παρ’ ἡμῖν ἄδικος παρ’ ἐκείνοις δίκαιος. | |
10 | οὐκ ἄρα οὖν θέσει ἀλλὰ φύσει, ὡς τελειότερον εἴρηται ἐν τῷ Ἀλκιβιάδῃ. καὶ ὁ λέγων τὸ ἄδικον καλὸν τὸ δὲ δίκαιον κακὸν ἔοικεν, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδρῳ, τῷ λέγοντι ὅτι ὁ ἵππος φαίνεται ἵππος ἐπεὶ ὄνου ἔργα ἔχει, καὶ ὁ ὄνος ἵππου ἔργα ἔχει· ὁ τοιοῦτος γὰρ τῷ μὲν ἵππῳ | |
15 | ἀντὶ ὄνου χρήσεται, τῷ δὲ ὄνῳ ἀντὶ ἵππου, καὶ ἐκβαλὼν ἐν πολέμῳ τὸν ὄνον ὡς ἵππον πειραθήσεται πολλῶν κακῶν. καλῶς δὲ ἐπήγαγεν ‘οὐκοῦν καὶ ἄλλους δύνασαι ποιῆσαι;‘ διότι ἕν ἐστι τῶν χαρακτηριζόντων τὸν ἐπιστή‐ μονα τὸ καὶ ἄλλους δύνασθαι ποιεῖν ἐπιστήμονας, ὡς καὶ | 28 |
20 | ἐν τῷ Ἀλκιβιάδῃ εἴρηται. | |
3.11 | Τὸ μὲν ἐρωτῶν, τὸ δὲ ἀποκρινόμενος [449 b 5]: τῶν ἐρωτήσεων αἱ μέν εἰσι διαλεκτικαί, αἳ τὸ ναὶ ἢ οὒ ἔχουσι μόνον πρὸς ἀπόκρισιν, αἱ δὲ πυσματικαί, αἱ διὰ μακρῶν λόγων ἔχουσαι τὰς ἀποκρίσεις. φησὶν οὖν ὅτι | |
5 | ‘διατέλεσον οὕτως, ὦ Γοργία, κατὰ ἐρώτησιν καὶ ἀπόκρι‐ σιν διαλεγόμενοσ‘. θαυμαστὸν γὰρ τοῦτο, ἑαυτοῦ γὰρ κατήγορος γίνεται ὁ νικώμενος· ἐν γὰρ τοῖς κατὰ ἀπο‐ τάδην λόγοις φησὶν ὅτι ‘οὐκ ἐγὼ τοῦτο εἶπον ἀλλὰ σὺ συνεπέρανασ‘. | |
3.12 | Εἰσὶ μέν, ὦ Σώκρατες [449 b 9]: λέγει ὁ Γοργίας ὅτι ‘ὑπάρχουσι μέν τινες τῶν ἐρωτήσεων καὶ μακροῦ λόγου χρῄζουσαι, ὅμως δὲ καὶ ἐν ταύταις διὰ βραχυτάτου προαγάγω τὸν λόγον, οὕτως κεκόσμημαι.‘ κατὰ ἀλήθειαν | |
5 | γὰρ θαυμαστὸν τὸ πολλὰ δι’ ὀλίγων περιλαμβάνειν. | |
3.13 | Τούτου μέντοι δεῖ, ὦ Γοργία [449 c 4]: ἔστιν ὅτε καὶ τοῖς πάθεσιν εἰς ἀγαθὸν κεχρήμεθα. οἷον λέγει τις ὅτι ‘καλὸν ἡ ἡδονή‘· φαμὲν ὅτι ‘ναὶ καλόν, ἀλλὰ σκο‐ πήσωμεν ποία ἡδονή· οὐ γὰρ ἡ αἰσχρά, ἀλλ’ ἡ πρὸς θεὸν | |
5 | ὁρῶσα‘. καὶ πάλιν ἐστί τις φιλότιμος· φαμὲν ὅτι ‘καλὸν τὸ εἶναι φιλότιμον, ἀλλ’ οὐ κατὰ τὸ σῶμα ἀλλὰ κατὰ τὴν ψυχήν· ὥστε δεῖ σπεύδειν ὑπὸ ὀλίγων μὲν φιλεῖσθαι, σπουδαίων δέ, ἤπερ ὑπὸ πολλῶν καὶ ἀτάκτων‘. οὕτως οὖν καὶ ἐνταῦθα πάθους ὄντος τοῦ ἑαυτὸν ἐπαινεῖν τὸν Γορ‐ | |
10 | γίαν καὶ λέγειν ὅτι ‘δι’ ὀλίγων ἀποκρίνομαι‘, ὁ Σωκράτης ἀποδέχεται καὶ λέγει ὅτι ‘ἐμοὶ τοῦτο ἐπίδειξον, χαρίζῃ γὰρ δι’ ὀλίγων ἀποκρινόμενοσ‘. | 29 |
3.14 | Ἀλλὰ ποιήσω [449 c 7]: ‘ἀλλὰ βραχύλογος γενήσο‐ μαι, καὶ οὕτω βραχύλογος ὡς φῆσαί σε ὅτι οὐδενὸς τοιού‐ του ποτὲ ἤκουσασ‘. | |
4t | Πρᾶξις σὺν θεῷ δʹ | |
4.1 | Φέρε δή· ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης εἶναι [449 c 9—451 d 6]. Σαφῶς εἰρηκότος τοῦ Γοργίου ὅτι ‘ῥητορικὴν ἐπαγ‐ γέλλομαι‘, ὁ Σωκράτης λοιπὸν τὴν ἐνέργειαν ἐρωτᾷ· | |
5 | ὥσπερ γὰρ τῆς ἰατρικῆς ἐνέργειά ἐστι τὸ ὑγιάζειν καὶ τῆς μουσικῆς τὸ μελίζειν καὶ τῆς τεκτονικῆς τὸ τεκταίνεσθαι, οὕτω καὶ τῆς ῥητορικῆς τὸ πείθειν. θέλει οὖν ὁ Σωκράτης τοῦτο ἀκοῦσαι παρὰ τοῦ Γοργίου, ἵνα εὑρεθῇ λοιπὸν ἡ ἀρχὴ τῆς πολιτικῆς εὐδαιμονίας· ὡς γὰρ εἴρηται, σκο‐ | |
10 | πὸς τοῦ διαλόγου τὸ περὶ τῶν ἠθικῶν ἀρχῶν τῆς πολιτι‐ κῆς εὐδαιμονίας διδάξαι. ὁ τοίνυν Γοργίας παρὰ θύρας ἀπαντᾷ καὶ λέγει ὅτι ἐνέργεια τῆς ῥητορικῆς οἱ λόγοι. ἵνα δὲ γνῶμεν τί ἐστι τὸ λεγόμενον, προλάβωμεν ταῦτα. τῶν τεχνῶν αἱ μὲν τῷ ὑποκειμένῳ διαφέρουσιν, ὡς τεκτο‐ | |
15 | νικὴ καὶ χαλκευτική· αἱ δὲ τῷ τέλει μόνον, οἷον ναυπηγικὴ καὶ κλινοποιική (ἀμφοτέραις γὰρ ξύλα ὑπόκεινται, τὸ δὲ | |
τέλος διάφορον)· αἱ δὲ τῷ τρόπῳ, ὡς ἀμφιβληστρικὴ καὶ ἀγκιστρευτική (ἀμφότεραι γὰρ θηρῶσιν ἰχθύας, ἀλλ’ ὁ τρόπος τῆς ἄγρας διάφορος· ἡ μὲν γὰρ δι’ ἀμφιβλήστρου, | 30 | |
4.2 | ἡ δὲ δι’ ἀγκίστρου). ζητεῖ τοίνυν καὶ ἐνταῦθα ὁ Σωκράτης, τί δὴ ὑπόκειται τῇ ῥητορικῇ, οἷον ὅτι τὸ δίκαιον καὶ τὸ συμφέρον· καὶ τὸ ποιητικὸν αὐτῆς· καὶ τὸ τελικόν, οἷον τὸ πεῖσαι, καὶ πεῖσαι ἆρα ἐπὶ ἀγαθῷ ἢ ἐπὶ φαύλῳ· καὶ | |
5 | 〈τὸν〉 τρόπον· καὶ εἰ οἶδεν τί ἐστι δίκαιον καὶ τί ἄδικον. ὁ γὰρ μὴ εἰδὼς ἑαυτὸν βλάπτει, αἱρεῖται γὰρ τὸ ἄδικον ὡς δίκαιον. Ἐρωτηθεὶς τοίνυν τὴν ἐνέργειαν ὁ Γοργίας οὐκ ἀπο‐ δίδωσι ταύτην· λέγει γὰρ 〈περὶ〉 λόγους ἔχειν τὴν ῥητορι‐ | |
10 | κήν. διττῶς οὖν ἐστὶν ἐπιλαβέσθαι τοῦ Γοργίου. πρῶτον μὲν ὅτι ἀντὶ τῆς ἐνεργείας τὸ ὄργανον ἀποδέδωκεν· ὄργανα γὰρ τῆς ῥητορικῆς οἱ λόγοι. δεύτερον δὲ ὅτι τὰ ἰδίως ὑπάρχοντα τῇ ῥητορικῇ οὐκ εἶπεν, ὅπερ ἴδιον ὁρισμοῦ· ὥσπερ γὰρ τῆς ὑφαντικῆς ἴδιον ἡ τῶν ἱματίων ἐργασία | |
15 | καὶ τῆς μουσικῆς ἴδιον τὸ περὶ τὰ μέλη καταγίνεσθαι, οὕτω καὶ τῆς ῥητορικῆς ἔδει ἴδιόν τι εἰπεῖν· τὸ γὰρ περὶ λόγους καταγίνεσθαι καὶ γραμματικῆς ἐστὶ καὶ ἰατρικῆς. δεῖ τοίνυν εἰδέναι ὅτι τὰ δύο αὐτῷ οὐκ ἐγκαλεῖ, ἀλλὰ μόνον ὅτι ἰδίως οὐκ ἀποδέδωκεν, παρέλιπε γὰρ τὸ εἰπεῖν | |
20 | ὅτι ἀντὶ ἐνεργείας ὄργανον εἶπεν, ἢ ὅτι ἀσαφὲς ἦν τοῦτο καὶ παρῆκεν διὰ τοῦτο, ἢ ὅτι αὐτὸς ὁ Γοργίας εἰς τοῦτο ἐπελάβετο ἑαυτοῦ, ἤ, τὸ ἀληθέστερον, ἵνα μὴ πολλαῖς ἐπιπλήξεσιν αὐτὸν πλήξῃ. Ἄξιον δὲ ζητῆσαι πόθεν ἦλθεν ὁ Γοργίας εἰς τὴν φαντα‐ | |
25 | σίαν τοῦ εἰπεῖν λόγους ὑποκεῖσθαι τῇ ῥητορικῇ. φαμὲν ὅτι ἐπειδὴ μάλιστα αὕτη φροντίζει λόγων καὶ ζητεῖ προοιμίων τάξιν, καταστάσεως, ἀγώνων καὶ τῶν τοιούτων· ἔδει οὖν | |
αὐτὸν μὴ ἁπλῶς εἰπεῖν λόγους ἀλλὰ τοιούσδε λόγους. ἰστέον γὰρ ὅτι οὐ μόνον διὰ λόγων πείθει ἀλλὰ καὶ διὰ σιγῆς, | 31 | |
30 | ὥστε καὶ σιγὴ ὑπόκειται αὐτῇ· λέγει γοῦν ‘τάδε δὲ σιωπῶ· τί γὰρ χρὴ καὶ λέγειν;‘ ὑπόκειται δὲ αὐτῇ καὶ ὑπόκρισις ἕλκουσα πρὸς πειθώ, οἷον ‘Ἀνδροτίων, ὦ γῆ καὶ θεοί‘. ὥστε οὐχ ἁπλῶς λόγοι ὑπόκεινται. | |
4.3 | Νὴ τὴν Ἥραν [449d 5]: ἐπειδὴ τῷ ὄντι κατὰ τὰς ὑποσχέσεις βραχυλογίᾳ ἐχρήσατο (‘ναὶ‘ γὰρ μόνον εἶπεν), ἐπαινεῖ καὶ μετὰ ὅρκων, ἐπειδὴ εἰώθασιν οἱ ὅρκοι πείθειν καὶ ποιεῖν μένειν ἐπὶ τῶν αὐτῶν. ἰστέον δὲ ὅτι Ἥρα ἐστὶν | |
5 | ὁ ἀὴρ ὁ καθαρὸς καὶ ἁπλῶς ἡ λογικὴ ψυχή, ἥτις τὸ περι‐ πέζιον καὶ γεῶδες τῆς ἀλόγου ψυχῆς ἐάσασα κάτω φέρε‐ ται ἄνω καθαρά. ὄμνυσιν οὖν κατ’ αὐτῆς ὡς ἂν ἐκκόπτων τὰ ἄλογα πάθη καὶ θέλων ψυχὴν λογικὴν καὶ νοερὰν χαρίζεσθαι, καὶ ἄλλως ἐπειδὴ περὶ λόγων ἐστὶν ἡ ὁμιλία. | |
10 | Οὐ δεῖ οὖν τὰ ἐν μύθων σχήματι λεγόμενα οὕτως ἐπι‐ πολαίως ἐκλαμβάνειν. καὶ γὰρ ἴσμεν καὶ ἡμεῖς ἓν τὸ πρῶ‐ τον αἴτιον τὸν θεόν, οὐδὲ γὰρ πολλὰ πρῶτα· καὶ τοῦτο τὸ πρῶτον οὐδὲ ὀνόματος ἔτυχεν, τὰ γὰρ ὀνόματα ἰδιοτήτων τινῶν εἰσὶ σημαντικά· εἰ δὲ ἐπὶ θεοῦ οὐκ ἔστιν ἰδιότης | |
15 | (ὑπὲρ ἰδιότητα γάρ ἐστιν), οὐδὲ ὄνομα ᾧ προσαγορεύεται. ἀμέλει λέγων τις ὕμνον εἰς τὸν θεόν φησιν ‘ὦ πάντων ἐπέκεινα· τί γὰρ πλέον ἄλλο σε μέλψω; πῶς σε τὸν ἐν πάντεσσιν ὑπείροχον ὑμνοπολεύσω; πῶς σε λόγῳ μέλψαιμι τὸν οὐδὲ νόῳ περιληπτόν;‘ | |
20 | ἀλλ’ οὐδὲ δυνατὸν ἐπ’ αὐτοῦ τὸ ἄρρεν καὶ τὸ θῆλυ λέγε‐ σθαι, ταῦτα γὰρ σύστοιχά εἰσι· τὸ γὰρ ἄρρεν ὡς πρὸς τὸ | |
θῆλυ λέγομεν καὶ τὸ θῆλυ ὡς πρὸς τὸ ἄρρεν· ἐκεῖ δὲ οὐδὲν σύστοιχον αὐτῷ. ἐπεὶ οὖν εὐθέως μεθ’ ἡμᾶς ἄτοπόν ἐστιν εἰπεῖν τὸ θεῖον, διὰ τοῦτο ἄλλας δυνάμεις λέγομεν | 32 | |
25 | εἶναι, τὰς μὲν προσεχεῖς ἡμῖν, τὰς δὲ πόρρω. τὸ οὖν κάτω δεδέσθαι ὡς ἐν ἄκμονι κατὰ τὸν ποιητὴν τοὺς πόδας τῆς Ἥρας σημαίνει τὰ βαρύτατα δύο στοιχεῖα, τὸ δὲ ἐκ τῶν χειρῶν ἐξῆφθαι τοῦ αἰθέρος σημαίνει τὸ ἀεικίνητον, εἴ γε αἱ χεῖρες κινήσεώς εἰσιν αἴτιαι. ὥστε τοὺς μύθους λαμ‐ | |
30 | βάνομεν διὰ τὰ ἐπιμύθια. μὴ οὖν νόμιζε ἐκεῖ παιδοποιίας εἶναι· εἰ γάρ ἐστι παρ’ αὐτοῖς παίδων σπορά, πῶς ‘αἰὲν ἐόντεσ‘ εἰσίν; ἡ γὰρ σπορὰ τῶν ἀκμαζόντων ἐστίν, ὅπου δὲ ἀκμή, ἐκεῖ καὶ παρακμή, ὅπου δὲ παρακμή, ἐκεῖ καὶ φθορά. οὐδὲν οὖν ἐκεῖ σωματικόν, ὡς καὶ αὐτὸς ὁ Ἐμπε‐ | |
35 | δοκλῆς λέγει πρὸ Πλάτωνος· φησὶ γὰρ ‘οὐδὲ γὰρ ἀνδρομέη κεφαλὴ κατὰ γυῖα κέκασται‘ καὶ τὰ ἑξῆς. | |
4.4 | Λέγει τοίνυν ὁ Σωκράτης τῷ Γοργίᾳ· ‘εἰπὲ ποίαν ῥητορι‐ κὴν ἐπαγγέλλῃ καὶ τί ὑπόκειται τῇ ῥητορικῇ, ἵνα γνῶμεν εἰ τὴν ἀληθῆ ῥητορικὴν πρεσβεύῃσ‘. ὑπόκειται δὲ κατὰ μὲν τὸ δικανικὸν τὸ δίκαιον καὶ τὸ συμφέρον, κατὰ δὲ τὸ | |
5 | πανηγυρικὸν τὸ καλὸν καὶ τὸ αἰσχρόν, κατὰ δὲ τὸ συμβου‐ λευτικὸν τὸ ἀγαθὸν καὶ τὸ κακόν· προτροπὴν γὰρ καὶ ἀποτροπὴν ἔχει τὸ συμβουλευτικόν, ἔστι δὲ τῆς μὲν προ‐ τροπῆς τὸ ἀγαθὸν τῆς δὲ ἀποτροπῆς τὸ κακόν. εἰρηκότος | |
τοίνυν τοῦ Σωκράτους ‘περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη | 33 | |
10 | ἡ ῥητορική;‘ λέγει ὁ Γοργίας ὅτι ‘περὶ λόγουσ‘· καὶ ὡς ἤδη εἴρηται διττὴν ἔχει ἔγκλησιν ἡ ἀπόκρισις. ὁ τοίνυν Σωκράτης, ἐπειδὴ οὐκ ἐβούλετο ἀδοξῆσαι τὸν Γοργίαν ἀλλὰ ὠφεληθῆναι, φησὶν ὅτι ‘ἐπειδὴ καὶ ἡ ἰατρικὴ περὶ λόγους τῶν καμνόντων καταγίνεται καὶ ἄλλαι πολλαί, | |
15 | διόρισαι περὶ ποίους λόγους καταγίνῃ‘. | |
4.5 | Ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς [449e 4—5]: φησὶν ὅτι ‘ἆρα καὶ διδάσκειν δύναται ἄλλους λέγειν;‘ | |
4.6 | Οὐκοῦν περὶ ὧν [449e 5]: ‘οὐκοῦν,‘ φησίν, ‘ὦ Γορ‐ γία, περὶ ἐκείνων τῶν λόγων ποιῇ τὴν ἐπιστήμην περὶ ὧν καὶ λέγειν καὶ φρονεῖν ἐπαγγέλλῃ; εἰ δὲ τοῦτο, ὁρῶμεν δὲ καὶ τὴν ἰατρικὴν καὶ λέγειν καὶ φρονεῖν ἐπαγγελλομένην | |
5 | περὶ τῶν καμνόντων, κἀκείνη περὶ λόγους καταγίνεται καὶ οὐκέτι μόνη ἡ ῥητορική‘. | |
4.7 | Οὐκοῦν καὶ ἡ γυμναστική [450 a 5]: οὐ περὶ τῶν παιδοτριβῶν τούτων λέγει, ἀλλὰ περὶ τῶν πάλαι· ἡ μὲν γὰρ ἰατρικὴ ἀποῦσαν ὑγίειαν ἀνεκαλεῖτο, ἡ δὲ γυμναστικὴ τὴν παροῦσαν ἐφύλαττε· νῦν δὲ συγκέχυνται ταῦτα. | |
4.8 | Ὅτι, ὦ Σώκρατες [450 b 6]: ὁ Γοργίας φησὶν ὅτι ‘διὰ τοῦτο τὰς ἄλλας ῥητορικὰς οὐ καλῶ, ἐπειδὴ ἐκεῖναι καὶ περὶ χειρουργίασ‘ (ἀντὶ τοῦ καὶ περὶ πράξεις) ‘κατα‐ γίνονται, αὕτη δὲ μόνη περὶ λόγους μόνουσ‘. ψεύδεται | |
5 | δέ· ὡς γὰρ εἰρήκαμεν, οὐ περὶ λόγους μόνους καταγίνεται ἀλλὰ καὶ περὶ σιωπὴν καὶ περὶ ὑπόκρισιν. εἶτα λοιπὸν ὁ Σωκράτης ἐπιεικῶς διαρθροῖ τὸν λόγον καὶ παραδίδωσι | |
πάσας τὰς τέχνας ἐκ διαιρέσεως οὕτως· [Start of a diagram]τῶν τεχνῶν | 34 | |
48col1(10) | [Start of a diagram section]αἱ μὲν περὶ ἔργα μόνα καταγίνονται, ὡς ζωγρα‐ φικὴ ἀνδριαντοποιική[End of a diagram section] | |
48col2(10) | [Start of a diagram section]ἡ δὲ περὶ λόγους, ὡς ἡ διαλεκτική[End of a diagram section] | |
48col3(10) | [Start of a diagram section]ἡ δὲ καὶ περὶ ἔργα καὶ περὶ λόγους, ὡς ἰατρικὴ γεωμετρία καὶ ἀριθμητική[End of a diagram section] | |
48col1(13) | [Start of a diagram section]αἱ μὲν μᾶλλον μὲν περὶ ἔργα ἧττον δὲ περὶ λό‐ | |
15 | γους, ὥσπερ ἡ ἰατρική[End of a diagram section] | |
48col2(13) | [Start of a diagram section]αἱ δὲ μᾶλλον μὲν περὶ λόγους, ἧττον δὲ περὶ | |
15 | ἔργα, ὡς ἀριθμητικὴ γεωμετρία καὶ λογιστική[End of a diagram section] | |
48col3(13) | [Start of a diagram section]αἱ δὲ ἐξ ἴσου, ὡς πεττευτική[End of a diagram section][End of a diagram] | |
4.8(17) | περὶ ἔργα μὲν οὖν μόνα καταγίνεται ζωγραφικὴ ἀνδριαν‐ τοποιικὴ καὶ αἱ τοιαῦται· περὶ λόγους δὲ μόνους ἡ διαλεκ‐ τική· περὶ λόγους δὲ καὶ ἔργα ἰατρική τε καὶ γεωμετρία | |
20 | καὶ ἀριθμητικὴ καὶ ἡ λογιστική. ἀλλ’ ἡ μὲν ἰατρικὴ πλεῖον μὲν περὶ τὰ ἔργα, ἧττον δὲ περὶ τοὺς λόγους· ἡ δὲ γεωμε‐ τρία καὶ ἡ ἀριθμητικὴ καὶ ἡ λογιστικὴ πλέον μὲν περὶ τοὺς λόγους, ἧττον δὲ περὶ τὰ ἔργα· πεττευτικὴ δέ, ἥτις δια‐ φέρει τῆς κυβικῆς κατὰ τὸ σχῆμα (ὁ γὰρ πεσσὸς διεστη‐ | |
25 | κὼς κύβος ἐστὶν ἐκ τριῶν τριγώνων περιεχόμενος), ἐξ ἴσου ἔχει τό τε ἔργον καὶ τὸν λόγον, ἅμα γὰρ τῷ ῥίπτειν τὰς ψήφους καὶ ἐπιλέγουσί τινα, οἷον, ‘ϛʹ εʹ δʹ‘ ἢ ‘τρίεκτα‘ ἤ τι τοιοῦτον. Ἐπειδὴ δὲ ἐμνημονεύσαμεν ἀριθμητικῆς τε καὶ λογιστι‐ | |
30 | κῆς, δεῖ εἰδέναι ὅτι διαφέρουσι τῷ τὴν μὲν ἀριθμητικὴν περὶ τὰ εἴδη τῶν ἀριθμῶν καταγίνεσθαι, τὴν δὲ λογιστι‐ | |
κὴν περὶ τὴν ὕλην. εἴδη δὲ ἀριθμοῦ δύο, τό τε ἄρτιον καὶ τὸ περιττόν· καὶ πάλιν τοῦ μὲν ἀρτίου εἴδη τρία, τό τε ἀρτιάκις ἄρτιον τὸ ἄχρι μονάδος διαιρούμενον, καὶ τὸ | 35 | |
35 | περισσάρτιον τὸ ἐπιδεχόμενον μὲν πλείους διαιρέσεις οὐ μὴν ἄχρι μονάδος, ἀρτιοπέριττον δὲ τὸ μίαν μόνον διαί‐ ρεσιν δεχόμενον· τὸ δὲ περιττὸν καὶ αὐτὸ εἰς γʹ, εἴς τε τὸ πρῶτον καὶ ἀσύνθετον καὶ εἰς ἄλλα δύο, περὶ ὧν ἀκριβῶς ὁ Νικόμαχος παραδίδωσιν. ὕλη δέ ἐστι τὸ πλῆθος τῶν | |
40 | μονάδων, οἷον ὁ πολλαπλασιασμός, ὅ ἐστι τετράκι δʹ καὶ πεντάκι εʹ καὶ τὰ τοιαῦτα. καὶ οὐ μόνον τοῦτο· οὕτω γὰρ ἂν εὐεπίβατος ἦν πᾶσιν, εἴ γε καὶ οἱ μικροὶ παῖδες ἴσασι τοὺς πολλαπλασιασμούς· ἀλλὰ καὶ γλαφυρά τινα διδάσκει, ὡς ἐπὶ τῶν ἀνδριάντων ἐν οἷς ἐπεγέγραπτο | |
45 | ‘ἔχω τὸν ἑξῆς καὶ τὸ τοῦ τρίτου τρίτον‘ καὶ ἐπὶ τοῦ βʹ ‘κἀγὼ τὸν ἑξῆς καὶ τὸ τοῦ πρώτου τρίτον‘ καὶ ἐπὶ τοῦ γʹ ‘ὀκτὼ δ’ ἐγὼ μνᾶς καὶ τὸ τοῦ μέσου τρίτον‘· καὶ ἐπὶ τῶν κρουνῶν τοῦ λέοντος τῶν εἰς τὴν δεξαμενὴν ἐμβαλλόντων, καὶ περὶ ἄλλων μεθόδων. | |
4.8(50) | Ὁ τοίνυν Σωκράτης φησίν—οὐ πρὸς ἀδοξίαν τοῦ ῥήτορος ὁρῶν εἰς ἑαυτὸν ἀναφέρει τὸν λόγον ὃν εἶπεν ὁ Γοργίας, καί φησιν ὅτι ‘εἰ ἠρώτησέ μέ τις “περὶ τί καταγίνεται ἡ διαλεκτική;” εἶχον εἰπεῖν “περὶ λόγους”· εἰ δὲ εἶπεν “περὶ ποίους;” ἔλεγον ἄν· ὡσαύτως καὶ ἐπὶ ἰατρικῆς καὶ τῶν | |
55 | ἄλλων. ὡσαύτως οὖν καὶ σὺ εἰπὲ περὶ ποίους λόγους κατα‐ γίνεται ἡ ῥητορική‘. | |
4.9 | Χειρούργημα [450 b 9]: οἱ περὶ τὰς λέξεις δεινοὶ λαμβάνονται τῶν δύο λέξεων, τοῦ τε ‘χειρουργήματοσ‘ καὶ τῆς ‘κυρώσεωσ‘, ὡς μὴ λεγομένων· κατὰ ἀλήθειαν γὰρ οὐδὲ λέγονται. φαμὲν οὖν ὅτι ἐπειδὴ Γοργίας ὁ λέγων, | 36 |
5 | ὡς ἀπ’ ἐκείνου προφέρει τὰς λέξεις ἐγχωρίους οὔσας· Λεοντῖνος γὰρ ἦν. οὕτω καὶ ἐν τῷ Φαίδωνι τὸν Κέβητα ἐγχωρίῳ γλώττῃ κεχρημένον εἰσφέρει· λέγει γοῦν ‘ἴττω Ζεύσ‘. | |
4.10 | Καὶ γεωμετρικῇ [450 d 6—7]: τελείαν ἀνάγνωσιν ποίησον ἕως ἐνταῦθα καὶ οὕτως ἄρξαι ἐπὶ τῆς πεττευτι‐ κῆς, ἵνα ᾖ τὸ λεγόμενον οὕτως ‘καὶ πεττευτική γε καὶ ἄλλαι τέχναι ἐξ ἴσου ἔχουσιν‘. | |
4.11 | Καὶ τὸ κῦρος αὐταῖς διὰ λόγων [450 d 9—e 1]: ἰδοὺ ἐπειδὴ Σωκράτης ὁ λέγων, οὐκ εἶπεν ‘κύρωσισ‘ ἀλλὰ ‘κῦροσ‘. | |
4.12 | Καὶ ὑπολάβοι ἄν τις εἰ βούλοιτο δυσχεραίνειν [450 e 6—7]: ‘εἴ τις θέλει δυσχεραίνειν καὶ φιλονεικεῖν, ὑπολάβοι ἄν σε τὴν ἀριθμητικὴν ῥητορικὴν λέγειν, ἐπειδὴ κἀκείνη περὶ λόγους· ἐγὼ δὲ οὐκ οἶμαί σε τοῦτο λέγειν‘. | |
5 | δυνατὸν δὲ ἐκ τούτων ἐν πρώτῳ σχήματι συλλογίσασθαι οὕτως· ‘ἡ ἀριθμητικὴ τὸ κῦρος περὶ λόγους ἔχει· ἡ περὶ τοὺς λόγους τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν· ἡ ἀριθμη‐ τικὴ ἄρα ῥητορική ἐστιν‘. | |
4.13 | Ὥσπερ ἂν εἴ τίς με ἔροιτο [451 a 7]: ὁρᾷς πῶς εἰς ἑαυτὸν ἀναφέρει τὸ ἁμάρτημα; διαφαίνεται οὖν ἐντεῦθεν τὸ ἦθος τοῦ Σωκράτους. | |
4.14 | Ὥσπερ οἱ ἐν τῷ δήμῳ συγγραφόμενοι [451 b 7 u. ad c 1]: πάλαι εἰ εἶχέ τις ψήφισμα ἢ νόμον ἢ ἄλλο τι εἰ‐ πεῖν, ὁ κῆρυξ ἔλεγε τό τε ὄνομα αὐτοῦ καὶ τὸν δῆμον καὶ | |
τὸν πατέρα, οἷον ‘Δημοσθένης Δημοσθένους Παιανιεύσ‘· | 37 | |
5 | εἰ τοίνυν πλείονα εἶχεν ἀναγνῶναι ψηφίσματα, ἐν τῷ αʹ ψηφίσματι ὁ κῆρυξ ἔλεγεν τὸ ὄνομα τοῦ γράψαντος καὶ τοῦ πατρὸς τούτου καὶ τοῦ δήμου, ἐν δὲ τοῖς λοιποῖς ψηφίσμασιν, ἵνα μὴ περιττολογῇ, ἔλεγεν ‘τὰ μὲν ἄλλα ὁμοίως, ἀναγινωσκέτω δὲ ἕτερον ψήφισμα‘. οὕτως οὖν | |
10 | καὶ ὁ Σωκράτης φησὶν ‘εἰ δὲ πάλιν ἔροιτό μέ τις ὅτι “περὶ τί καταγίνεται ἡ λογιστική;” εἴποιμι τὴν τῶν κηρύκων φωνήν, ὅτι “τὰ μὲν ἄλλα τὰ αὐτά”‘. ἰστέον γὰρ ὅτι περὶ ἃ ἡ ἀριθμητικὴ καταγίνεται, περὶ ταῦτα καὶ ἡ λογιστική, περὶ τὸ ἄρτιον καὶ περὶ τὸ περιττόν, ἀλλ’ ἡ μὲν ἀριθμη‐ | |
15 | τικὴ περὶ τὸ εἶδος αὐτῶν, ἡ δὲ λογιστικὴ περὶ τὴν ὕλην. | |
4.15 | Τῷ μὴ μόνον καθ’ αὑτὰ ἀλλὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖν [451 c 3—4]: ὁ γὰρ πολλαπλασιασμὸς ἢ πρὸς ἑαυτὸν γίνεται ἢ πρὸς ἄλλα· πρὸς ἑαυτὸν μὲν ὅταν πολλαπλασιάσω τὸν ἄρτιον ἐπὶ ἄρ‐ | |
5 | τιον ἢ περιττὸν ἐπὶ περιττόν, πρὸς ἄλλα δὲ ὅταν περιττὸν ἐπὶ ἄρτιον ἢ ἄρτιον ἐπὶ περιττόν. | |
4.16 | Καὶ εἰ περὶ ἀστρονομίας [451 c 5]: τὴν μὲν ἀριθ‐ μητικὴν παρέλαβεν διὰ τὸ ἀκριβές, τὴν δὲ ἀστρονομίαν διὰ τὸ τίμιον. | |
4.17 | Καὶ ἡλίου καὶ σελήνης [451 c 9]: τούτων ἐμνημό‐ νευσεν ὅτι τε φωστῆρές εἰσι, καὶ ὅτι διὰ τῆς τούτων γνώ‐ σεως καὶ τοὺς ἄλλους γινώσκομεν, καὶ ὅτι αἱ ἐκλείψεις αὐτῶν δυσχερεῖς εἰσὶ πρὸς γνῶσιν, καὶ ὅτι τῇ τούτων | |
5 | τροπῇ ἀλλοιοῦται αἰσθητῶς πάντα τὰ τῇδε. | |
4.18 | Τῶν περὶ τί ἐστιν [451 d 5]: ‘εἰπέ‘, φησίν, ‘καὶ σύ, ὦ Γοργία, τί ἐστι τοῦτο τῶν ὄντων περὶ οὗ εἰσὶν οἱ λόγοι | |
οὗτοι, οἷς ἡ ῥητορικὴ χρῆσθαι ἐπαγγέλλεται‘. | 38 | |
5t | Πρᾶξις σὺν θεῷ εʹ | |
5.1 | Τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, ὦ Σώκρατες [451 d 7—454 b 4]. Παιδαγωγηθεὶς ὁ Γοργίας ὑπὸ τῶν Σωκρατικῶν παρα‐ δειγμάτων ἐγγίζει πρὸς τὴν ἀλήθειαν· ὅμως καὶ αὐτὸς | |
5 | τὸ χαῦνον τοῦ Πώλου μιμεῖται, καὶ ὥσπερ ἐκεῖνος ἐν‐ εκωμίασε τὴν ῥητορικὴν καὶ οὐκ ἀποδέδωκε τίς ἐστιν, οὕτως καὶ οὗτος οὐ λέγει περὶ ποίους λόγους καταγίνεται ἡ ῥητορικὴ ἢ περὶ ποίων πραγμάτων ποιεῖται τοὺς λόγους, ἀλλ’ ἐγκωμιάζει τὰ πράγματα. | |
10 | Ἰστέον δὲ ὅτι οὐκ εἰδότως προφέρεται τὸν λόγον· ἐπεὶ κατὰ ἀλήθειαν καλῶς λέγει μέγιστα εἶναι πράγματα ταῦτα καὶ ἄριστα, τοῦ γὰρ ἀγαθοῦ καὶ τοῦ καλοῦ καὶ τοῦ δικαίου οὐδὲν μεῖζον. τὸ μὲν γὰρ ἀγαθὸν ἀπὸ θεοῦ ἐπὶ πάντα ἐκτέταται, ὡς καὶ ἐπὶ τὴν ὕλην αὐτὴν φέρεσθαι, εἴ | |
15 | γε πρὸς δημιουργίαν συμβάλλεται, καί φαμεν αὐτὴν ἀγα‐ θὴν εἶναι. τὸ δὲ καλὸν οὐκ ἐπὶ πάντα· ἡ γὰρ ὕλη ἀγαθὴ μέν, οὐ καλὴ δέ, αἰσχρὰ γάρ. τὸ γὰρ καλὸν ἐπὶ τῶν εἰδῶν μόνων λέγεται· ἀμέλει εἶδος 〈οὐ〉 πρέπον αἰσχρὸν καλοῦ‐ μεν· οὕτω γοῦν περὶ τοῦ Θερσίτου ὁ ποιητής φησιν | |
20 | ‘αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε‘. τὸ δὲ δίκαιον ἐπὶ τῶν ἐμψύχων, καὶ τούτων οὐ πάντων, ἀλλὰ τῶν δυναμένων ἑκάστῳ τὰ πρὸς ἀξίαν νέμειν, οὐδὲ | |
ὅλως δὲ ἐπὶ τῶν ἀψύχων· οὐδεὶς γοῦν λειμῶνα δίκαιον | 39 | |
5.2 | λέγει. καὶ ἁπλῶς, 〈ὡσ〉 εἴρηται ἐν τῷ Ἀλκιβιάδῃ, εἰ μὲν ἐπὶ τὰ ὁρατὰ πάντα ἐκτείνωμεν ἑαυτούς, οὐκ ἀντιστρέφει τὰ γʹ ταῦτα, εἰ δὲ ἐπὶ τὰς πράξεις ναί· πᾶσα γὰρ ἀγαθὴ πρᾶξις καὶ δικαία ἐστὶν καὶ καλή, καὶ πᾶσα καλὴ καὶ | |
5 | ἀγαθὴ καὶ δικαία, καὶ πᾶσα δικαία καὶ ἀγαθὴ καὶ καλή. Μέμφεται οὖν τῇ ἀποκρίσει διττῶς, ὅτι τε ἀμφίβολός ἐστι καὶ ὅτι ἀσαφής· δεῖ γὰρ εἰδέναι ὅτι ὁ ὁρισμὸν ἀπο‐ διδούς τινος καὶ ἀναμφίβολον θέλει λέγειν καὶ σαφῆ. ὡς γὰρ ἐν ἑτέροις φησὶν ὁ Πλάτων, δεῖ τὸν περί τινος σκο‐ | |
10 | ποῦντα εἰδέναι τὴν οὐσίαν αὐτοῦ, ἐπεὶ τὸν ἀγνοοῦντα τὴν οὐσίαν τοῦ ζητουμένου ἀνάγκη τοῦ παντὸς ἁμαρτεῖν· οἷον ὁ ζητῶν τὴν ἀθανασίαν τῆς ψυχῆς ὀφείλει πρότερον τὴν οὐσίαν αὐτῆς ζητῆσαι. τὴν δὲ οὐσίαν οἱ ὁρισμοὶ διδάσκου‐ σιν· θέλουσι τοίνυν οἱ ὁρισμοὶ ὁμολογούμενοι εἶναι, ὡς | |
15 | ἂν ἀποδείξεως ἀρχαὶ γινόμενοι. ἀμφίβολος μὲν οὖν ἐστὶν ὁ λόγος τοῦ Γοργίου ὅτι οὐ μόνον οἱ λόγοι αὐτοῦ μέγιστοί εἰσι καὶ ἄριστοι· καὶ γὰρ καὶ ὁ ἰατρὸς τὸ αὐτὸ λέγει, ὅτι ‘ἐγὼ περὶ μέγιστα πράγματα ἔχω, τί γὰρ μεῖζον ὑγιείας;‘ καὶ ὁ παιδοτρίβης δέ φησιν ὅτι ‘ἐγὼ περὶ μέγιστα ἔχω, | |
20 | τί γὰρ κρεῖττον κάλλους;‘ καὶ ὁ χρηματιστὴς δὲ ὡσαύτως τὰ χρήματα ἐπαινεῖ. καὶ ὁ μὲν ἰατρὸς καὶ ὁ γυμναστὴς πρὸς τὸν Γοργίαν μάχονται (οὐ γὰρ πρὸς ἑαυτούς· ἡ ὑγί‐ εια γὰρ μετὰ κάλλους τινὸς καὶ ἁρμονίας, εἰ καὶ μὴ σωμα‐ τικοῦ κάλλους), ὁ δὲ χρηματιστὴς καὶ πρὸς Γοργίαν μάχε‐ | |
25 | ται καὶ πρὸς πάντας. οὕτω μὲν οὖν ἀμφίβολος· ἀσαφὴς δὲ ὅτι οὐ διήρθρωσε τὰ πράγματα ἀλλ’ εἰς ἔπαινον ἐχώρησεν. | |
5.3 | Ἰστέον δὲ ὅτι οὐκ αὐτὸς σκώπτει αὐτόν, ἀλλ’ ὡς ἀπὸ καπήλων τινῶν καὶ ἀνδρῶν ἐν συμποσίῳ εὑρισκομένων γράφει τὸν λόγον. εἶτα ἐπειδὴ μέμνηται σκολιοῦ, δεῖ μνη‐ σθῆναι ἱστορίας καὶ οὕτως ἀποδοῦναι τὴν ἐξήγησιν. δεῖ | |
5 | εἰδέναι ὅτι πάλαι ἡ μουσικὴ περισπούδαστος ἦν· τὰ γὰρ πάθη ἐκήλει· μουσικὴ δὲ ἡ θεία καὶ οὐχ ἡ ἔκπτωσις. ὅτι γὰρ θεία ἦν δηλοῦσι τὰ ἴχνη τὰ ἔτι σῳζόμενα. οὕτω γοῦν σάλπιγγος ἀκούοντες πρὸς πόλεμον ἐγειρόμεθα, καὶ αὐλῶν ἢ κιθάρας πρὸς ἡδονήν. πάλαι οὖν ἦσαν μέλη ἰατικὰ τῶν | 40 |
10 | παθῶν· οὕτω γοῦν κάμνοντες ᾄδοντες ἀνακωχὴν τοῦ κόπου ἐλάμβανον, καὶ ἐν τοῖς ἱεροῖς δὲ πρέποντα μέλη ἐλέγοντο, καὶ ἔρωτες δὲ ἐπαύοντο ἐκ τοιῶνδε μελῶν. οὕτω γοῦν ὁ Πυθαγόρας ἀπαντήσας νέῳ ὄντι μετὰ κιθαριζούσης κόρης καὶ γνοὺς ὡς φυσιογνωμονικὸς ὅτι φύσεώς ἐστι | |
15 | δεξιᾶς ὁ νέος καὶ δύναται ὠφεληθῆναι, ἠλέησεν αὐτὸν καὶ ἐπέτρεψεν τῇ κόρῃ μεταστρέψαι τὸν αὐλὸν ἤτοι τὴν κιθάραν καὶ τοιῶσδε χρήσασθαι, καὶ μέλος κατεσκεύασεν εὐθέως | |
5.4 | ἀποπαῦσαν τὸν νέον τοῦ ἔρωτος. διὰ τοῦτο τοίνυν καὶ ὁ Πλάτων μουσικὴν ἐκέλευεν ζηλοῦν τοὺς ἐν τῇ Πολιτείᾳ, ἀλλὰ μουσικὴν οὐ τὴν δημώδη ἀλλὰ τὴν κοσμοῦσαν τὴν ψυχήν. ἔλεγεν οὖν φροντίζειν νοημάτων, ἀπαγγελίας, | |
5 | ἁρμονίας, ῥυθμοῦ, σχήματος καὶ τῶν τοιούτων. νοημάτων μὲν ὡς μὴ τὰ ποιητικὰ ᾄδειν, ὅτι ὁ Ἀχιλλεὺς θρηνῶν καὶ λυπούμενος ἦν παρὰ τὰς ναῦς, ἀλλὰ τὰ κατακρατοῦντα τῶν παθῶν, οἷον ‘τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλησ‘· | |
10 | καὶ ἀπαγγελίαν δὲ ἐκέλευεν θείαν εἶναι καὶ μὴ αἰσχράν, ὡσαύτως καὶ ἁρμονίαν, καὶ ῥυθμὸν πρέποντα, καὶ σχῆμα σεμνόν. | |
5.5 | Μάλιστα τοίνυν ἐν τοῖς συμποσίοις μουσικῇ ἐκέχρηντο, ἐπειδὴ τὰ συμπόσια οἷά τε ἦν εἰς πάθη κινῆσαι. χορὸς | |
οὖν ἐγίνετο, καὶ εἰ μὲν ἀπὸ ἀριστερῶν ἐπὶ τὸ δεξιὸν μέρος ἐφέροντο, ἐκαλεῖτο προῳδὸς τὸ τοιοῦτον, εἰ δὲ ἐπὶ ἀριστε‐ | 41 | |
5 | ρὸν ἐπῳδός, εἰ δὲ ἐπὶ τὸ μέσον μεσῳδός· καὶ πάλιν εἰ ἐπὶ τὰ ὄπισθεν στραφέντες ἐπὶ τὸ δεξιὸν μέρος ᾔεσαν, στροφὴ ἐκαλεῖτο, εἰ δὲ ἐπὶ τὸ μέσον μεσῳδός, εἰ δὲ ἐπὶ τὸ ἀριστε‐ ρὸν ἀντιστροφή. τούτων μὲν οὖν καὶ Στησίχορος μέμνηται. συμβολικὰ δὲ ταῦτα ἦσαν, ἐμιμοῦντο γὰρ τὰς οὐρανίας | |
10 | κινήσεις· ἡ μὲν γὰρ ἀπὸ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ δυτική ἐστιν, ἡ δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ ἀνατολική· ὡσαύτως καὶ οἱ ἀρχόμενοι ᾄδειν καὶ μεσοῦντες καὶ λήγον‐ τες τὴν γῆν ᾐνίττοντο, ἥτις ἀρχὴ μέν ἐστιν ὡς κέντρον, μέση δὲ διὰ τὴν θέσιν, τελευταία δὲ ὡς ὑποστάθμη τοῦ | |
15 | παντός. ἐπεὶ τοίνυν ἐξελίμπανε κατὰ μέρος ἡ μουσι‐ κή, μυρρίναις ἐκέχρηντο· καὶ ἐλάμβανέ τις αὐτὴν καὶ ᾄδων οὐ παρεῖχε τῷ μετ’ αὐτὸν ἀλλὰ τῷ κατὰ ἀντικρὺ αὐτοῦ, εἶτα ἐκεῖνος τῷ πρώτῳ καὶ πάλιν ἐκεῖνος τῷ δευ‐ τέρῳ, καὶ σκολιὰ ἡ μετάδοσις ἐγίνετο καὶ ἐντεῦθεν τὸ σκο‐ | |
20 | λιὸν μέλος εἴρηται. | |
5.6 | Ἰστέον τοίνυν ὅτι μέλη ἔλεγον· καὶ ὁ μὲν ἰατρὸς ἔλεγεν ὅτι ‘μέγιστον τὸ ἐμὸν ἔργον· τίς γὰρ οὐκ ἀγαπᾷ ἔχειν ὑγίειαν;‘ ὁ δὲ γυμναστὴς περὶ κάλλους ἔφασκεν, ὁ δὲ χρηματιστὴς περὶ χρημάτων, ἄλλος δὲ ὅτι καλὸν τὸ ἡβᾶν | |
5 | μετὰ φίλων. τοῦτο τοίνυν παραλιμπάνει ὡς μὴ χρησι‐ μεῦον αὐτῷ, τοῖς δὲ τρισὶ κέχρηται. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι ‘εἰρηκότος σου, ὦ Γοργία, ὅτι “περὶ τὰ μέγιστα τῶν πραγμάτων καταγίνομαι”, εἴποι μοι ὁ ἰατρὸς ὅτι | |
“ἀνέχῃ αὐτοῦ ταῦτα λέγοντος; ψεύδεται, ἐγὼ γὰρ περὶ | 42 | |
10 | τὰ μέγιστα καταγίνομαι· καὶ γὰρ καὶ σὺ καὶ Γοργίας μεῖζον ὑγιείας οὐκ ἔχετε”. ὡσαύτως δὲ τὸ ἴδιον αὐτοῦ ἔργον καὶ ὁ γυμναστὴς ἐπαινέσει καὶ ὁ χρηματιστὴς τὸ οἰκεῖον. ἐπεὶ οὖν ταῦτα λέγουσι, πειρῶ ἐκείνοις τε καὶ ἐμοὶ λέγειν σαφῶς τὸ ὑποκείμενον τῇ ῥητορικῇ‘. ὁ δὲ | |
15 | ἀποκρίνεται ἐγγὺς μὲν τῆς ἀληθείας, οὐ μὴν σαφῶς καὶ διηρθρωμένως· λέγει γὰρ ὅτι ‘τὸ πείθειν ἐστὶν ἔν τε δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστάσ‘. ἰδοὺ οὖν ὅτι ἀσαφῶς λέγει. πλὴν διὰ μὲν τοῦ δικαστηρίου τὸ δίκαιον αἰνίττεται, διὰ | |
20 | δὲ τοῦ βουλευτηρίου τὸ συμφέρον, διὰ δὲ τοῦ ἐκκλησιαστοῦ τὸ καλόν. εἶπεν δὲ καὶ τὸ ‘πείθειν‘, ὅ ἐστι τὴν ἐνέργειαν, καλῶς καὶ τοῦτο· ἐνέργειαν μὲν γὰρ θέλει ἔχειν, οὐ πάντως δὲ τὸ τέλος. οὕτω γοῦν καὶ ὁ ἰατρὸς ὑγιάζει μέν, ἀντὶ τοῦ ‘ἐνέργειαν ἔχει ὑγιείας περιποιητικήν‘, οὐ πάντως δὲ | |
25 | πάντα ἄνθρωπον ὑγιάζει· οὕτω καὶ ὁ ῥήτωρ πείθειν μὲν ἐπαγγέλλεται, οὐ πάντως δὲ τέλος ἔχει τὸ πεῖσαι. | |
5.7 | Τὸ πλουτεῖν ἀδόλως [451e 5]: ὁ μὲν χρηματιστὴς οὐ θέλει πλουτεῖν ἀδόλως ἀλλὰ μετὰ πολλῆς τυραννίδος· ἀλλ’ ἐπειδὴ ὡς ἀπὸ τοῦ ποιητοῦ τοῦ τὸ μέλος λέγοντος προφέρει τὸν λόγον, τὸ ‘ἀδόλωσ‘ προσέθηκεν. | |
5.8 | Εἰ δὲ αὖ μετὰ τοῦτο ὁ παιδοτρίβης [452b 1]: τὸν παιδοτρίβην μετὰ τὸν ἰατρὸν εἶπεν, ἐπειδὴ ὁ μὲν ἰατρὸς περὶ τὰ στοιχεῖα αὐτὰ καθ’ αὑτὰ καταγίνεται, ὁ δὲ παι‐ δοτρίβης περὶ τὴν σύνθεσιν αὐτῶν καὶ τὴν τοιάνδε τῶν | |
5 | μορίων συνθήκην καὶ τὸ κάλλος αὐτῶν. | |
5.9 | Καταφρονῶν ἁπάντων [452b 8]: ἰδοὺ οὐκέτι τὸ ‘ἀδόλωσ‘ προσέθηκεν, ἐπειδὴ αὐτὸς ὁ χρηματιστὴς λέγει, | |
ὃς πάντων καταφρονεῖ. | 43 | |
5.10 | Ὅπερ ἐστίν, ὦ Σώκρατες [452d 5]: ὁ Γοργίας ἀποκρίνεται καί φησιν ὅτι ‘ἐκεῖνό μού ἐστι τὸ ἔργον, ὅπερ τῇ ἀληθείᾳ μέγιστόν ἐστιν ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν τῆς ἐλευθερίας τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν | |
5 | ἕκαστον ῥήτορα ἐν τῇ αὐτοῦ πόλει‘. ἰστέον δὲ ὅτι κακῶς λέγει· πῶς γὰρ ἐλευθερίας ἐστὶν αἴτιος ὁ τὴν ἑαυτοῦ δουλείαν μὴ ἀποβάλλων, λέγω δὴ τὴν τῶν παθῶν; ὡς γὰρ εἴρηται ἐν ταῖς Πολιτείαις ὑπὸ τοῦ Σοφοκλέους, λυττῶντι κυνὶ καὶ ἀγρίῳ δεσπότῃ τὰ πάθη ἐοίκασιν. ἡ οὖν ῥητορικὴ | |
10 | αὕτη καὶ πρὸς τὸ κακὸν ὁρῶσα οὐ δύναται ἐλευθερίαν τίκτειν. ἄλλως τε οὐδὲ κρατεῖ πάντων, ἀλλὰ καὶ κρατεῖται· αἱ γὰρ τέχναι ἀλλήλων χρῄζουσιν, ὥστε εἰ καὶ ὁ ἰατρὸς πρᾶγμα ἔχων χρῄζῃ τοῦ ῥήτορος, ἀλλὰ καὶ ὁ ῥήτωρ νοσῶν χρῄζει τοῦ ἰατροῦ καὶ παρακαλεῖ αὐτόν. | |
5.11 | Καίτοι ἐν ταύτῃ τῇ δυνάμει [452e 4—5]: ἰδοὺ ὁ Σωκράτης νῦν δύναμιν αὐτὴν καλεῖ, προϊὼν δὲ δείξει αὐτὴν μὴ οὖσαν δύναμιν· ἡ γὰρ δύναμις ἀεὶ πρὸς τὸ ἀγαθὸν ὁρᾷ. λέγει οὖν αὐτῷ ὅτι ‘εἰ οὕτως ἐπαγγέλλῃ, ἕξεις πάντας | |
5 | δούλους, καὶ τὸν ἰατρὸν καὶ τὸν παιδοτρίβην καὶ τὸν χρημα‐ τιστήν‘. εἴρηται δὲ ὅπως ἀλλήλων αἱ τέχναι δέονται. | |
5.12 | Ἐγὼ γὰρ εὖ ἴσθι ὅτι, ὡς ἐμαυτὸν πείθω [453a 8—b 1]: ἔχει δεῖξαι τὸν τρόπον τῆς κατὰ πεῦσιν καὶ ἀπό‐ κρισιν προφορᾶς διττόν, τὸν μὲν πρὸς νίκην ὁρῶντα, τὸν δὲ πρὸς εὕρεσιν ἀληθείας. διαφέρουσι τοίνυν ἀλλήλων οὗτοι | |
5 | οἱ τρόποι κατά τε τὴν γνῶσιν καὶ τὴν ζωήν· κατὰ μὲν 〈τὴν〉 ζωήν, ὅτι ὁ μὲν διὰ τὴν εὕρεσιν τῆς ἀληθείας θέλει καὶ ἐλέγχεσθαι καὶ μετὰ φιλίας ἀναχωρεῖν, ὁ δὲ πρὸς νίκην ὁρῶν οὐ θέλει ἐλέγχεσθαι ἀλλ’ εἰκὸς καὶ τύπτειν τὸν προσδιαλεγόμενον, 〈ὡσ〉 καὶ τοὺς ἀκροατὰς ἄχθεσθαι· | |
10 | κατὰ δὲ τὴν γνῶσιν, ὅτι θέλει μετὰ ἀγνοίας νικᾶν ὁ πρὸς νίκην ὁρῶν, ὁ δὲ πρὸς εὕρεσιν πειρᾶται μανθάνειν. παρα‐ καλεῖ οὖν ὁ Σωκράτης ἐλέγχεσθαι μᾶλλον ἢ ἐλέγχειν· ὁ γὰρ ἐλεγχόμενος ὠφελεῖται. λέγει οὖν ὅτι ‘ἐγὼ ταύτης εἰμὶ τῆς προαιρέσεως· εἰπὲ οὖν καὶ σὺ πρῶτος εἰ προῄρησαι | 44 |
15 | οὕτως διαλεχθῆναι, ἵνα εἰ μὲν πείσῃς ἀκολουθήσω τοῖς σοῖς δόγμασιν, εἰ δὲ ἐλέγξω καὶ πείσω σὺ ἀκολουθήσεις τοῖς ἐμοῖσ‘. ὁ Γοργίας τοίνυν θέλων φυγεῖν τὴν συνουσίαν λέγει ὅτι ‘πολλοί εἰσιν οἱ θέλοντες ἐρωτῆσαί με καὶ δεῖ ἐκείνοις ἀποκριθῆναι ὡς ἐρῶσιν, ἵνα μὴ ἀναχωρήσωσιν‘. | |
20 | εἶτα ἐκείνων εἰπόντων ὅτι ‘οὐκ ὀκνοῦμεν, ἀλλὰ καὶ χαίρο‐ μεν ἐπὶ τῇ συνουσίᾳ‘ καὶ τῷ ὄντι προσφόρως λεγόντων τὸ ‘οὐδεὶς κάμνει σοῦ ἀκροώμενοσ‘, αἰδεσθεὶς συντίθεται ποιεῖσθαι τὴν ἐρώτησιν καὶ τὴν ἀπόκρισιν. ἐπεὶ οὖν, ὡς εἴρηται, ἔχει ταῦτα εἰπεῖν, προλέγει αὐτῷ ὁ Σωκράτης | |
25 | ὅτι ‘διὰ σαυτοῦ λέγε τὰ ἀρέσκοντά σοι, καὶ ἐγὼ δι’ ἐμαυ‐ τοῦ‘, διδάσκων ἐνταῦθα ὅτι οὐ δεῖ προπηδᾶν τὸν διαλεγόμε‐ νον καὶ λέγειν ὅτι ‘οἶδα τί θέλεις εἰπεῖν καὶ οὐκ ἔστιν οὕ‐ τωσ‘. ἐὰν γὰρ εἴπῃ τοῦτο καὶ ἄρξηται ἀνατρέπειν, ἑαυτὸν ἀνατρέπει καὶ οὐ τὸν προσδιαλεγόμενον· λέγει γὰρ ὅτι | |
30 | ‘οὐκ ἐγὼ τοῦτο εἶπον ἀλλὰ σύ‘. | |
5.13 | Ὁ τὰ ποῖα τῶν ζῴων γράφων [453c 7—8]: εἰ μὲν γὰρ μόνος ἦν ὁ Ζεῦξις, δῆλον ὅτι αὐτὸς πάντα τὰ ζῷα ἔγραψεν, καὶ οὐκ ἦν πρόσφορον ἐρωτῆσαι ὁποῖα ζῷα. νῦν δὲ ἐπειδὴ καὶ ἄλλοι ἦσαν, ἐρωτῶν τὸ ὁποῖα οὐχ ἁμαρτάνει. | |
5 | ‘εἰπέ μοι οὖν καὶ σὺ περὶ ποῖα τὴν πειθὼ ποιῇ, ἐπειδή ἐστιν καὶ ἡ ἀριθμητικὴ περὶ πειθὼ καταγινομένη· πείθει γὰρ περὶ τῶν θεωρημάτων τοῦ τε ἀρτίου καὶ τοῦ περιτ‐ τοῦ‘. δεῖ οὖν εἰδέναι ὅτι ἡ μὲν τῆς ῥητορικῆς πειθὼ πι‐ στευτική ἐστιν, ἡ δὲ τῆς ἀριθμητικῆς καὶ τῶν ἐπιστημῶν | |
10 | τούτων διδασκαλική. | |
5.14 | Ἀπόκριναι δή, ὦ Γοργία [454 b 3]: ‘ἐπειδὴ καὶ σοί, ὦ Γοργία, δοκεῖ ὅτι καὶ ἄλλων τεχνῶν ἐστὶν ἡ πει‐ θώ, θέλησον εἰπεῖν ποίας πειθοῦς ἡ ῥητορικὴ τυγχάνει | |
οὖσα δημιουργόσ‘. | 45 | |
6t | Πρᾶξις σὺν θεῷ ϛʹ | |
6.1 | Ταύτης τοίνυν τῆς πειθοῦς [454 b 5—455 d 5]. Παιδαγωγηθέντος τοῦ Γοργίου καὶ εἰρηκότος τήν τε ἐνέργειαν τῆς ῥητορικῆς, ὅτι τὸ πείθειν, καὶ τὸ τέλος, ὅτι ἡ πειθώ, καὶ τὸ ὑποκείμενον τῇ ῥητορικῇ, νῦν ὁ Σωκρά‐ | |
5 | της ζητεῖ πόσοι τρόποι εἰσὶ τῆς πειθοῦς. ὡς γὰρ λέξει αὐτὸς ὁ Σωκράτης, τῆς πειθοῦς ἡ μέν ἐστι διδασκαλική, ἡ δὲ πιστευτική· καὶ ἡ μὲν διδασκαλικὴ αὐτοκίνητός τέ ἐστι καὶ τῶν βλεπόντων, ἡ δὲ πιστευτικὴ ἑτεροκίνητός τε καὶ τυφλώττουσιν ἐοικυῖα. οἷον τὸν ἐπιστήμονα ἐάν τις | |
10 | ἐρωτήσῃ εἰ ἡ ψυχὴ ἀθάνατος, οὐχ ἑτεροκινήτως φέρεται καὶ λέγει ὅτι ‘ναὶ ἀθάνατος, Πλάτων γὰρ καὶ Ἀριστοτέλης οὕτως δοξάζει‘, ἀλλὰ πειρᾶται αὐτοκινήτως οἴκοθεν τὰς ἀποδείξεις προβάλλεσθαι. ἡ δὲ πιστευτικὴ ἑτεροκίνητός ἐστιν ἄλλοις πιστεύουσα· καὶ εἰ μὲν ἀγαθὸν εἴη τὸ πρᾶγμα | |
15 | περὶ οὗ ἑτέρῳ πιστεύει, ἔοικε τυφλῷ ὁδηγουμένῳ ὑπὸ βλέποντος, εἰ δὲ φαῦλον ᾖ τὸ δόγμα καὶ ἑτεροδόξως φέροιτο πρὸς αὐτό, ὁμοιοῦται τυφλῷ ὑπὸ τυφλοῦ ἀγομένῳ. ὥστε τοίνυν δεῖ εἰδέναι ὅτι ἡ μὲν πιστευτικὴ καὶ περὶ τὰ ἀληθῆ καὶ περὶ τὰ ψευδῆ καταγίνεται, ἡ δὲ μάθησις, ὅ ἐστιν ἡ | |
20 | διδασκαλική, περὶ μόνα τὰ ἀληθῆ. ἔστιν οὖν ἐν βʹ σχήματι συλλογίσασθαι οὕτως· ‘ἡ πιστευτικὴ ἀληθῆ καὶ ψευδῆ δοξάζει, ἡ ἐπιστημονικὴ ἀληθῆ καὶ ψευδῆ οὐ δοξάζει, ἡ πιστευτικὴ ἄρα ἐπιστημονικὴ οὐκ ἔστιν‘. | |
6.2 | Λέγει τοίνυν ὁ Γοργίας ὅτι ‘περὶ πειθὼν καταγίνομαι ὁρῶσαν πρὸς πλῆθοσ‘. ὥστε ἐκ τριῶν δείκνυται ὅτι τῇ πιστευτικῇ ἐχρῆτο ὁ Γοργίας· πρῶτον μὲν ἐκ τῆς ποιότη‐ τος τῶν προσώπων, ὅτι πρὸς ἰδιώτας καὶ δημοκρατίαν | |
5 | ἔλεγεν καὶ οὐ πρὸς ἀριστοκρατίαν· δεύτερον ἐκ τῶν ‘μεγί‐ | |
στων πραγμάτων‘, ὅτι πράγματα μέγιστα ἰδιῶται ἤκου‐ ον· τρίτον ἐκ τοῦ χρόνου, ὅτι ἐν ὀλίγῳ χρόνῳ ἔλεγον, πρὸς κλεψύδραν γὰρ ἔλεγον. εἰ τοίνυν καὶ πρὸς ἰδιώτας περὶ μεγίστων πραγμάτων ἔλεγον καὶ ἐν ὀλίγῳ χρόνῳ ἐπειρῶν‐ | 46 | |
10 | το πείθειν, οὐκ ἐπιστημονική. εἰκὸς μὲν γάρ ἐστι καὶ ἰδιώ‐ τας πεισθῆναι, ἀλλ’ οὐκ ἐν ὀλίγῳ χρόνῳ δυνατὸν αὐτοὺς ἐπιστήμονας γενέσθαι, ἀλλὰ πλείονος χρεία· ὥστε οὐκ ἤσκει διδασκαλικὴν πειθώ. Ἄξιον δὲ ἀπορῆσαι διὰ τί μεμφόμεθα τῇ ῥητορικῇ ὡς | |
15 | μὴ οὔσῃ διδασκαλικῇ· εἰ γὰρ αἱ ἀποδείξεις καὶ αἱ ἐπιστῆ‐ μαι τῶν καθόλου εἰσίν, αὕτη δὲ περὶ τὰ καθέκαστα κατα‐ γίνεται, εἰκότως οὐκ ἔστι διδασκαλικὴ ἀλλὰ πιστευτική. φαμὲν ὅτι καὶ οἱ περὶ τὰ καθέκαστα καταγινόμενοι δύναν‐ ται κεχρῆσθαι συλλογισμοῖς, οἱ δὲ συλλογισμοὶ οὐ δύναν‐ | |
20 | ται ἐκ δύο μερικῶν προτάσεων εἶναι, ἀλλὰ πάντως ἡ μία καθολικὴ θέλει εἶναι· οἷον ‘ὁ δεῖνα κλέπτης, πᾶς κλέπτης ἄδικοσ‘ (ἰδοὺ ἡ καθόλου), ‘ὁ δεῖνα ἄρα ἄδικοσ‘. ἔδει οὖν καὶ αὐτοὺς καθολικῇ προτάσει κεχρῆσθαι, οὐκ ἠδύναντο δέ, ἐπειδὴ πρὸς ἰδιώτας ἔχοντες οὕτω ποιοῦνται τοὺς | |
25 | λόγους. | |
6.3 | Καὶ περὶ τούτων ἅ ἐστι δίκαιά τε καὶ ἄδικα [454 b 7]: δικαίων καὶ ἀδίκων μόνον ἐμνημόνευσεν ἐάσας τὸ καλὸν καὶ τὸ συμφέρον, ἐπειδὴ μάλιστα ἡ ῥητορικὴ περὶ τὸ δίκαιον καὶ ἄδικον καταγίνεται. | |
6.4 | Καὶ ἐγώ τοι ὑπώπτευον [454 b 8]: ἤδη εἰρήκαμεν ὅτι οὐ δεῖ τὸν προσδιαλεγόμενον προαρπάζειν καὶ λέγειν τῷ ἄλλῳ ὅτι ‘οἶδα τί θέλεις εἰπεῖν‘, ἐπεὶ εἰ θελήσοι ἐλέγ‐ ξαι, ἑαυτὸν ἐλέγχει καὶ οὐκ ἄλλον. ὃ οὖν λέγει ὁ Σωκρά‐ | |
5 | της τοῦτό ἐστιν· ‘ὑπώπτευον καὶ ᾔδειν ὅτι τοῦτο ἔχεις εἰπεῖν, ἀλλ’ οὐ προεῖπον, ἵνα καὶ σὺ φυλάξῃς μοι τοῦτο καὶ μὴ προαρπάσῃς τὰ ἐμά· οὐ γὰρ διὰ σὲ ταῦτα λέγω, ἀλλὰ | |
βούλομαι τὸ μέλλον καλῶς περανθῆναι‘. | 47 | |
6.5 | Καλεῖς τι μεμαθηκέναι [454 c 7—8]: ἄρχεται ἐντεῦ‐ θεν διαιρεῖν τὴν πειθὼ εἴς τε τὴν πιστευτικὴν καὶ εἰς τὴν διδασκαλικήν. πρότερον γὰρ διαιρεῖ, εἶτα ἀποδείκνυσιν, ἐπειδὴ ἐκ τῆς διαιρέσεως αἱ ἀποδείξεις. ἰστέον δὲ ὅτι δύνα‐ | |
5 | ται καὶ διττὴ εἶναι ἡ πειθώ, ὡς ἤδη εἴρηται· δύναται καὶ τριττή, ἐὰν λάβωμεν καὶ τὴν ὑπὲρ ἀπόδειξιν πίστιν τὴν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὁρμωμένην, τὴν λέγουσαν ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα‘ καὶ ‘ἐὰν ἴσοις ἴσα προστεθῇ τὰ ὅλα ἐστὶν ἴσα‘. | |
6.6 | Καλῶς γὰρ οἴει [454 d 4]: ὁ μὲν Γοργίας ἔλαβεν αὐτὸ οὕτως ἔχον, ὁ δὲ Σωκράτης ἀποδείκνυσιν αὐτό. | |
6.7 | Πίστις ψευδὴς καὶ ἀληθής [454 d 5]: ἰδοὺ μία πρότασις τοῦ συλλογισμοῦ. | |
6.8 | Τί δέ; ἐπιστήμη ἐστίν [454 d 6—7]: ἐνταῦθα ἡ ἑτέρα πρότασις ἡ λέγουσα ὅτι ἡ ἐπιστήμη οὐκ ἔστι καὶ ἀληθὴς καὶ ψευδής. | |
6.9 | Δῆλον ἄρα ὅτι οὐ ταὐτά εἰσιν [454 d 7—8]: τὸ συμπέρασμα, ὅτι οὐκ ἔστιν ἡ πιστευτικὴ καὶ ἐπιστημο‐ νική. | |
6.10 | Ἄνευ τοῦ εἰδέναι [454 e 4]: τὸ εἰδέναι ἀντὶ τῆς ἐπι‐ στήμης παραλαμβάνει, ὡς καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς Ἀποδεικτικοῖς φησίν, ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστα‐ σθαι ταὐτόν ἐστι‘. μέμνησο οὖν τοῦτο, ἐπειδὴ μέλλομεν | |
5 | χρείαν τούτου ἔχειν. | |
6.11 | Οὐκ ἄρα διδασκαλικὸς ὁ ῥήτωρ [455 a 2—3]: ‘οὐκ ἔστιν οὗτος διδασκαλικόσ‘, φησίν, ‘ἀλλὰ πιστευτικόσ‘· τοῦτο δὲ γίνεται, ἐπειδὴ σύγχυσίς ἐστι. δεῖ γὰρ εἰδέναι ὅτι περὶ τοῦ αὐτοῦ πράγματος δυνατὸν φροντίσαι καὶ τὸν | |
5 | πολιτικὸν καὶ τὸν ῥήτορα καὶ τὸν καθέκαστα τεχνίτην κατ’ ἄλλο καὶ ἄλλο. ἀλλ’ ὁ μὲν πολιτικὸς κελεύει ὅτι δεῖ ἰατρὸν εἶναι ἐν τῇ πόλει, καὶ ἰατρὸν χειρουργόν, ἵνα ‘ἰούς τ’ ἐκτάμνῃ ἐπί τ’ ἤπια φάρμακα πάσσῃ‘. λοιπὸν ὁ ῥήτωρ πείθει μόνον· καὶ ὥσπερ ὁ ἰατρὸς δια‐ | 48 |
10 | φόροις βοηθήμασι κέχρηται πρὸς τὰ διάφορα πάθη, οὕτως καὶ ὁ ῥήτωρ πρὸς τὰ καθέκαστα ἄλλως καὶ ἄλλως πείθει· ἑτέροις μὲν γὰρ λόγοις πείθει ἰατρόν, ἄλλοις δὲ ἀρχιτέκτονα. λοιπὸν πεισθέντος τοῦ ἰατροῦ οὐκέτι ὀφείλει τι λέγειν ὁ ῥήτωρ ἕνεκεν ἰατρικῶν λόγων, ἀλλ’ ὁ ἰατρός, | |
15 | ἐπεὶ οὕτω σύγχυσις ἔσται. ἀμέλει αὐτὸς ὁ Γοργίας λέγει ὅτι ‘καὶ ἰατρῶν ἰατρικώτερός εἰμι, τοῦ γὰρ ἀδελφοῦ μου Ἡροδίκου μὴ δυνηθέντος πεῖσαι τὸν κάμνοντα δέξασθαι φάρμακον, ἐγὼ ἔπεισα‘. ἰστέον δὲ ὅτι οὐ δεῖ οὕτως, οὐδὲ γὰρ ἐπιστήμῃ ἰατρικῇ ἔπεισεν· εἰ οὖν ἰατρὸς ἐπαγγέλ‐ | |
20 | λεται εἶναι, ἔσται καὶ ἀρχιτέκτων καὶ οἰκοδόμος, καὶ σύγ‐ χυσις ἔσται. δεῖ οὖν τάξιν εἶναι. οὕτω γοῦν καὶ ὁ Δημο‐ σθένης ῥήτωρ ὢν σύγχυσιν ἐποίησεν εἰπὼν ὅτι δεῖ ἐν Μακε‐ δονίᾳ πολεμῆσαι, οὐ ῥήτορος γὰρ τοῦτο ἀλλὰ στρατηγοῦ· οὗτος γὰρ λέγει ποῦ τε δεῖ πολεμῆσαι καὶ πῶς, ὥσπερ ὁ | |
25 | ἀρχιτέκτων ποῦ τε δεῖ λιμένα εἶναι ἢ τεῖχος καὶ ποῦ οὐ χρή. δεῖ οὖν ἕκαστον ἐπὶ τῶν οἰκείων βαθμῶν μένειν, τὸν ἰατρὸν ἐπὶ τῶν ἰατρικῶν ἔργων, τὸν ἀρχιτέκτονα ἐπὶ τῶν ἀρχιτεκτονικῶν, τὸν μουσικὸν ἐπὶ τῶν ἔργων τῶν ἰδίων, ἵνα μὴ μόνον ἁρμονίας (ὅ ἐστι κιθάρας) φροντίζῃ, ἀλλὰ | |
30 | καὶ νοημάτων καλλίστων, ἐπειδὴ πρὸς ἀνθρώπους ἡ μου‐ σικὴ καὶ οὐ πρὸς ἄλογα. καὶ γὰρ καὶ τὰ ἄλογα ἥδονται μέλει· ἀμέλει οἱ ποιμένες μέλει κέχρηνται ἐγείροντι πρὸς νομὴν τὰ πρόβατα καὶ πάλιν ἄλλῳ προσκαλουμένῳ αὐτὰ καὶ φέροντι εἰς ἕνα τόπον. δεῖ οὖν μὴ οὕτως ἁπλῶς ἀσκεῖν | |
35 | μουσικήν, ἀλλὰ καὶ τὰ νοήματα ἀστεῖα εἶναι, καὶ μήτε μυθώδη ἃ περὶ θεῶν λέγονται μήτε μὴν οἷα περὶ ἡρώων δακρυόντων, ὅπου γε οὐδὲ περὶ αὐτῶν ἀνθρώπων χρὴ λέγειν ᾄσματα ὅτι τε κρέα ἐσθίουσι καὶ πίνουσιν οἶνον· ταῦτα γὰρ ἁρμόζει τοῖς δίκην βοσκημάτων ζῶσιν. παντα‐ | 49 |
40 | χοῦ οὖν ἕκαστος τοῦ οἰκείου ἔργου φροντιζέτω καὶ μὴ ἁρπαζέτω τὰ ἄλλου, ἐπεὶ σύγχυσιν ἀνάγκη γίνεσθαι. | |
6.12 | Ἐγὼ γάρ τοι οὐδὲ αὐτός πω δύναμαι [455 b 1]: ποιεῖ ἑαυτὸν συμφυρόμενον ὁ Σωκράτης, ἵνα προκαλέσηται εἰς διαλεκτικὴν συνουσίαν τὸν Γοργίαν. | |
6.13 | Καὶ ἐμὲ νῦν νόμισον [455 c 5]: ἐν τοῖς προλαβοῦσιν εἴρηται ὅτι τοῖς πάθεσιν ἔστιν ὅτε κεχρήμεθα ἐν καιρῷ πρὸς τὸ συμφέρον· οὕτω γοῦν ἀνωτέρω τὸ βραχυλογῆσαι ᾔτησεν αὐτὸν ὁ Σωκράτης. καὶ νῦν οὖν τῷ φιλοτίμῳ αὐτοῦ | |
5 | ἐν συμφέροντι κέχρηται· φησὶ γοῦν ὅτι ‘εἰσὶν ἐνταῦθα οἱ βουλόμενοί σου ἀκροάσασθαι· ἐγὼ οὖν τῶν μαθητῶν ἡγεμὼν γίνομαι καὶ ὑπὲρ αὐτῶν ἐρωτῶ σε. εἰκὸς γὰρ αὐτοὶ αἰσχύνονται ἐρωτῆσαί σε· ὑπ’ ἐμοῦ οὖν ἐρωτώμενος νόμισον καὶ ὑπ’ ἐκείνων ἐρωτᾶσθαι, καὶ τοιαῦτά τινα· | |
10 | “τί ἡμῖν γενήσεται, ὦ Γοργία, ἐάν σοι συνῶμεν; ἆρα περὶ τίνων ἔχομεν δυνατοὶ γενέσθαι τῇ πόλει συμβουλεῦσαι; ἆρα περὶ δικαίου μόνου καὶ ἀδίκου ἢ καὶ περὶ ὧν ὁ Σω‐ κράτης ἔλεγεν;” πειρῶ οὖν, ὦ Γοργία, ἀποκρίνεσθαι ἐμοί τε καὶ αὐτοῖσ‘. ὅρα τοίνυν ἦθος Σωκρατικόν, ὅτι καὶ | |
15 | μαθητὴν ἑαυτὸν ἀποκαλεῖ τὴν ὠφέλειαν ἀσπαζόμενος. | |
7t | Πρᾶξις σὺν θεῷ ζʹ | |
7.1 | Ἀλλ’ ἐγώ σοι πειράσομαι, ὦ Σώκρατες [455 d 6—457 c 3]. | |
Ἐπαρθεὶς ὁ Γοργίας ὑπὸ τῶν Σωκρατικῶν λόγων ἀποκαλύπτειν ὑπισχνεῖται τῷ Σωκράτει πάντα τὰ μυστή‐ | 50 | |
5 | ρια τῆς ῥητορικῆς. λέγει οὖν ὅτι ‘τὴν δύναμιν τῆς ῥητορι‐ κῆς σαφῶς ἀποκαλύπτω σοι‘. καὶ ἰδοὺ ‘δύναμιν‘ αὐτὴν ἐκάλεσεν· ἡ δὲ δύναμις ἐφ’ ἑκάτερα ἐπιχειρεῖ, ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ δὲ ἐφ’ ἑκάτερα ἐπιχειροῦν οὐκ ἔστιν ἀγαθόν. τί οὖν; ἔχοντες ἐκ τοῦ θεοῦ τὸ αὐτοκίνητον οὐκ | |
10 | ὀφείλομεν ἀεὶ ἀγαθὸν ἔχειν; φαμὲν ὅτι αὐτὸς μὲν τὸ αὐτο‐ κίνητον δέδωκεν, καὶ οὐκ ἔστιν αἴτιος ἡμῶν ἁμαρτανόν‐ των· δέδωκεν δὲ ἡμῖν καὶ κοινὰς ἐννοίας, καθ’ ἃς ὀφείλο‐ μεν κρίνοντες παραβάλλειν τὰ πραττόμενα καὶ μὴ δια‐ πράττεσθαι τὸ χεῖρον. οὕτως οὖν καὶ ὀφθαλμοὺς ἐπ’ | |
15 | ἀγαθῷ δέδωκεν ἡμῖν, ἀλλ’ ἡμεῖς ἐπὶ κακῷ ἔστιν ὅτε χρώμεθα αὐτοῖς· οὕτω γοῦν καὶ ὁ Ἀλέξανδρος ἀκολάστοις ὀφθαλμοῖς ἐθεάσατο τὴν Ἑλένην. | |
7.2 | Ἰστέον δὲ ὅτι καὶ ἀπολογεῖται ὑπὲρ τῆς ἰδίας τέχνης ὁ Γοργίας. δεῖ γὰρ εἰδέναι ὅτι εἰς τὸ Ἄργος ἀπῆλθεν ὁ Γοργίας, καὶ οὕτως ἀπεχθῶς εἶχον ἐκεῖνοι πρὸς αὐ‐ τὸν ὅτι καὶ ποινῇ ὑπέβαλον τοὺς φοιτῶντας παρ’ αὐτῷ. | |
5 | λέγει οὖν ὅτι ‘οὐ δεῖ μισεῖν τοὺς διδασκάλους τῆς ῥη‐ | |
τορικῆς· ὥσπερ γὰρ ὁ παιδοτρίβης καὶ ὁ παγκρατιαστὴς καὶ ὁ διδάσκων ὅπλοις μάχεσθαι οὔκ εἰσιν μεμπτέοι, ἀλλ’ οἱ μαθόντες καὶ κακῶς αὐτοῖς κεχρημένοι, οὕτως καὶ ὁ διδάσκαλος τῆς ῥητορικῆς οὐκ ἔστιν αἴτιος, ἀλλ’ οἱ μαν‐ | 51 | |
10 | θάνοντες καὶ κακῶς αὐτῇ χρώμενοι‘. φαμὲν δὲ ὅτι καὶ οἱ διδάσκοντες αὐτὴν αἴτιοί εἰσιν· εἰ γὰρ ἔλεγον ὅτι ‘μὴ χρήσῃ ἐπὶ κακῷ‘, ἄμεμπτοι ἦσαν, νῦν δὲ οὐ παραγγέλλουσιν αὐ‐ τοῖς. οὐδ’ εἰ παρήγγελλον δέ, ἀγαθοὶ ἦσαν, ἐπειδὴ ἐπιστη‐ μονικῶς οὐκ ἴσασι τὰ πράγματα. ὅτι δὲ οὐ παραγγέλλουσιν | |
15 | ἀγαθῷ χρῆσθαι, δῆλον ἐκ τοῦ καὶ ἀσύστατα λέγειν τὰ ζητή‐ ματα τῶν ἴσων γερῶν ἀξιούμενοι. ὥστε μάτην μεγαλαυχεῖ ὑφαρπάζων τὰ τῶν κατὰ μέρος τεχνιτῶν· φησὶ γοῦν ὅτι ‘ἡμεῖς περὶ νεωρίων πείθομεν καὶ περὶ ἄλλων πραγμά‐ των καὶ κάμνοντας δέξασθαι φάρμακα‘. ἰστέον γὰρ ὅτι | |
20 | οὐκ ἴδιον τοῦτο ῥητόρων· ὁ μὲν γὰρ πολιτικὸς κελεύει εἶναι ἰατρόν, ὁ δὲ ῥήτωρ πεῖσαι ὀφείλει μόνον, ὁ δὲ κατὰ μέρος τεχνίτης λοιπὸν ὡς βούλεται κατασκευάζει. | |
7.3 | Λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέ‐ ους [455 e 4]: παλαιότερος ὁ Θεμιστοκλῆς τοῦ Σωκρά‐ τους, ὅθεν καὶ τὸ ‘λέγεται‘ εἶπεν. ὁ δὲ Περικλῆς τῶν αὐ‐ τοῦ χρόνων ἦν, ὡς ἐν τῷ Ἀλκιβιάδῃ μέμνηται. ‘διάμεσον‘ | |
5 | δὲ ‘τεῖχοσ‘ λέγει, ὃ καὶ ἄχρι νῦν ἐστὶν ἐν Ἑλλάδι· ἐν τῇ Μουνυχίᾳ γὰρ ἐποίησεν καὶ τὸ μέσον τεῖχος, τὸ μὲν βάλ‐ λον ἐπὶ τὸν Πειραιᾶ, τὸ δὲ ἐπὶ Φάληρα, ἵνα εἰ τὸ ἓν κατα‐ βληθῇ τὸ ἄλλο ὑπηρετοίη ἄχρι πολλοῦ. | |
7.4 | Ταῦτα καὶ θαυμάζων, ὦ Γοργία, πάλιν ἐρωτῶ [456 a 4]: ‘δαιμονίαν‘ αὐτὴν καλεῖ οὐκ ἐπαινῶν ἀλλὰ | |
σκώπτων· λαμβάνεται γὰρ καὶ ἐπὶ ὕβρεως. ἰστέον γὰρ ὅτι τὰ ἀίδια ἀεὶ ἀγαθὰ καὶ οἱ ἄγγελοι, ὅθεν οὐ λέγομεν | 52 | |
5 | ἄγγελον κακόν· ἡ δὲ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ διαίρεσις ἀπὸ τῶν δαιμόνων ἤρξατο γίνεσθαι, κακοὶ γὰρ οἱ δαίμο‐ νες· ‘δαιμονίαν‘ οὖν ἀντὶ τοῦ ‘κακήν‘. εἰ δέ τις εἴποι ὅτι ‘καὶ εἰ σκώπτει, διὰ τί θαυμάζει αὐτήν;‘ εἰπὲ ὅτι καὶ ἐπὶ κακοῦ τὸ θαυμάζειν παραλαμβάνεται. | |
7.5 | Εἰ πάντα γε εἰδείης [456 a 7]: ᾠήθη ἐκεῖνος ὅτι κατὰ ἀλήθειαν ἐπῄνεσεν αὐτὴν καί φησιν ὅτι ‘εἰ πάντα ᾔδεις τῆς ῥητορικῆς, μάλιστα ἂν αὐτὴν ἐπῄνεσας.‘ | |
7.6 | Φημὶ δὴ καὶ εἰς πόλιν [456 b 6]: ἀπὸ τοῦ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου ἄνεισιν καὶ ὑπισχνεῖται πάντα ἄνθρωπον πείθειν. | |
7.7 | Εἰ δέοι λόγῳ διαγωνίζεσθαι [456 b 7]: καλῶς τὸ ‘λόγῳ‘, ἐν γὰρ τοῖς ἔργοις οὐκέτι· οὐδὲ γὰρ ὁ ῥήτωρ οἶδεν ποῖον δεῖ καθάρσιον δοθῆναι. | |
7.8 | Ἐν πλήθει [456 c 6]: καλῶς τὸ ‘ἐν πλήθει‘, ὡς ἂν πρὸς ἀπαιδεύτους ἀνθρώπους καὶ συρφετὸν πολὺν ἔχων. | |
7.9 | Ἐν τοῖς πλήθεσιν [457 a 6]: ἰδοὺ πάλιν πρὸς πλῆ‐ θος λέγειν ἐπαγγέλλεται. ‘ἔμβραχυ‘ δὲ ἀντὶ τοῦ ‘σύντομον‘. | |
8t | Πρᾶξις σὺν θεῷ ηʹ | |
8.1 | Οἶμαι, ὦ Γοργία [457 c 4—458 e 2]. Ὃ ἀνωτέρω εἰρήκαμεν, τοῦτο ἐνταῦθα βούλεται εἰπεῖν· ἐπειδὴ γὰρ ἐλέγξαι αὐτὸν προῄρηται, ἵνα μὴ λυπηθῇ | |
ἐλεγχόμενος πρότερον διορίζεται τὸν τρόπον τῆς συνου‐ | 53 | |
5 | σίας, καί φησιν ὅτι διττός ἐστιν, ὁ μὲν πρὸς ἀληθείας εὕ‐ ρεσιν ὁρῶν, ὁ δὲ πρὸς νίκην. δεῖ τοίνυν εἰδέναι ὅτι οἱ τρόποι οὗτοι καὶ τῇ ὁδῷ καὶ τῷ τέλει κατά τε τὴν γνῶσιν καὶ τὴν ζωὴν διαφέρουσιν· ἐν μὲν τῇ ὁδῷ κατὰ τὴν ζωήν, ὅτι ὁ μὲν πρὸς ἀλήθειαν ὁρῶν μετὰ εὐνοίας προβάλλεται | |
10 | τοὺς λόγους, ὁ δὲ ἕτερος πρὸς μάχην· κατὰ δὲ τὴν γνῶσιν, ὅτι ὁ μὲν ἀλήθειαν ἀσπαζόμενος πρὸς ὠφέλειαν οἰκείαν ὁρᾷ, ὁ δὲ ἄλλος πρὸς μάχην καὶ κατάλυσιν· κατὰ δὲ τὸ τέλος ἐν ζωῇ μὲν διαφέρουσιν, ὅτι οἱ μὲν πρὸς ἀλήθειαν ὁρῶντες βεβαιοτάτην φιλίαν κτησάμενοι ἀπέρχονται, οἱ | |
15 | δὲ πρὸς νίκην μαχόμενοι καὶ τύπτοντες ἀλλήλους, ὡς καὶ τοὺς ἀκροατὰς δυσχεραίνειν καὶ μέμφεσθαι ἑαυτοῖς διότι ὅλως ἠκροάσαντο. φησὶν οὖν ὅτι ‘ἐλεγχθῆναί τε καὶ ἐλέγ‐ ξαι προῄρημαι· ἐλεγχθῆναι μέντοι μάλιστα, εἴπερ κακῶς λέγω, ἐπειδὴ κρεῖττον τὸ ὠφελεῖσθαι‘ (καὶ γὰρ ὁ ἰατρὸς | |
20 | ὑγιάζεσθαι μᾶλλον προῄρηται ἢ ὑγιάζειν)—ἐλέγξαι δὲ κακῶς αὐτὸν λέγοντα, ἀσεβὲς γὰρ περιιδεῖν. εἰ γὰρ οἱ ἰατροὶ τὰς κακοχυμίας τῶν σωμάτων ἐκμοχλεύουσι, πολ‐ λῷ μᾶλλον οἱ φιλόσοφοι τὰς μοχθηρὰς τῆς ψυχῆς δόξας ἐκκαθαίρειν σπεύδουσιν. | |
8.2 | Πρὸς ταῦτα τοίνυν ἀποφυγεῖν θέλων ὁ Γοργίας φησίν· ‘ἀλλ’ οἱ παρόντες εἰκὸς οὐ λόγων ἐρῶσιν ἀλλὰ πραγμά‐ των, καὶ δεῖ φροντίσαι καὶ αὐτῶν καὶ ἀπολῦσαι αὐτούσ‘. εἶτα ἐπειδὴ εἶπεν τοῦτο, θόρυβος ἐγένετο λεγόντων τῶν | |
5 | παρόντων ὅτι ‘χαίρομεν ἀκούοντεσ‘. ὁ τοίνυν Χαιρεφῶν λέγει ὅτι ‘θέλουσιν καὶ οἱ παρόντες πάντες κἀγὼ ἀκοῦ‐ σαι‘· εἶτα ὁ Καλλικλῆς φησὶν ὅτι ‘ἡδέως ἔχω πᾶσαν τὴν | |
ἡμέραν ἀκροάσασθαι‘. ἐπεὶ οὖν εἶπον ταῦτα, καὶ ἄκων διὰ τὴν αἰσχύνην ὁμολογεῖ χαίρειν τῷ ἐλέγχεσθαι· καὶ | 54 | |
10 | λοιπὸν προβάλλονται τοὺς λόγους καὶ ἔρχονται εἰς τὴν συνουσίαν, καὶ ἐλέγχει αὐτόν. | |
8.3 | Ὀρθῶς λέγειν ἢ μὴ σαφῶς [457 d 2—3]: τὸ μὲν ‘ὀρθῶσ‘ περὶ τὴν διάνοιαν θεωρεῖται, τὸ δὲ ‘σαφῶσ‘ περὶ τὴν φράσιν. | |
8.4 | Οὐ πάνυ ἀκόλουθα λέγειν [457 e 2]: ὅρα ἦθος θεῖον τοῦ Σωκράτους· οὐκ εἶπεν γὰρ ὅτι ‘ἀνακόλουθα καὶ ψευδῆ λέγεισ‘, ἀλλὰ ‘οὐ πάνυ ἀκόλουθα‘, τῷ μετρίῳ κο‐ λάζων τὸ δριμὺ τῆς ἐγκλήσεως. | |
8.5 | Ἢ ἄλλον ἀπαλλάξαι [458 a 7]: ὁ γὰρ μὴ ἑαυτὸν πρότερον καθάρας ἄλλον οὐκ ἄν ποτε καθάροι. | |
8.6 | Ὅσον δόξα ψευδής [458 a 8—b 1]: τοῦτο καὶ ἐν τῷ Θεαιτήτῳ λέγει. οὐδὲν γὰρ χεῖρον ψευδοῦς δόξης· καὶ εἰ μὲν περὶ ὀνόματα ἦν μόνον ἡ δόξα ἡ ψευδής, οὐδὲν μέγα λυμαίνεται, εἰ δὲ περὶ μέγιστα πράγματα, κακῶν παμπόλ‐ | |
5 | λων αἰτία γίνεται. | |
8.7 | Ἴσως μέντοι χρὴ ἐννοεῖν καὶ τὸ τῶν παρόντων [458 b 5—6]: φιλαύτου γάρ ἐστι τὸ ἑαυτοῦ μόνου φροντί‐ ζειν καὶ μὴ καὶ τῶν παρόντων· δεῖ γὰρ σπεύδειν πάντας ὠφελεῖσθαι. | |
8.8 | Ἀποτενοῦμεν [458 b 7—c 1]: ‘μή‘, φησίν, ‘ἐκτείνωμεν τὸν λόγον καὶ εὑρεθῶσιν οἱ παρόντες μηδὲν ὠφελούμενοι‘. | |
8.9 | Τοῦ μὲν θορύβου [458 c 3]: φησὶν ὁ Χαιρεφῶν· ‘ὦ Γοργία τε καὶ Σώκρατες, ὡς οἶμαι ἀκούετε τοῦ θορύβου, πῶς θέλουσι πάντες ὑμῶν ἀκοῦσαι‘, | |
8.10 | Ἐμοὶ γοῦν καὶ αὐτῷ μὴ γένοιτο τοιαύτη ἀσχο‐ λία [458 c 5]: ὡς φιλόσοφος ὁ Χαιρεφῶν ᾔδει καὶ ἤθελεν ἀκροάσασθαι τῶν τοιούτων λόγων. | |
8.11 | Οὐκ οἶδα εἴ ποτε ἥσθην [458 d 2]: οὐκ εἶπεν ὁ Καλλικλῆς ὅτι ‘ὠφελήθην‘, ἀλλ’ ‘ἥσθην‘, σημαίνων αὐτοῦ τὸ φιλήδονον. | 55 |
8.12 | Αἰσχρὸν δὴ τὸ λοιπόν, ὦ Σώκρατες [458 d 7]: λοιπὸν ὁ Γοργίας φησὶν ὅτι ‘εἰ θέλουσι πάντες ἀκροά‐ σασθαι, αἰσχρὸν τὸ μὴ διαλεχθῆναι. ὑπεσχόμην γὰρ πρὸς πάντας ἀποκρίνεσθαι· θελόντων οὖν αὐτῶν ἀνάγκη ὃ | |
5 | ὑπεσχόμην ποιῆσαι‘. παραδίδοται τοίνυν ἐνταῦθα ἠθικὸν θεώρημα, ὅτι δεῖ τὸν ὑποσχόμενόν τι ποιῆσαι αὐτὸ καὶ μὴ ψεύσασθαι ἀλλὰ πάντως εἰς πέρας ἐνέγκαι. | |
9t | Πρᾶξις σὺν θεῷ θʹ | |
9.1 | Ἄκουε δή, ὦ Γοργία, 〈ἃ〉 θαυμάζω ἐν τοῖς λεγομένοις [458 e 3—460 a 4]. Ἀκούσας ὁ Σωκράτης τοῦ Γοργίου ἀνακόλουθα ῥήματα ἐπιπλήττει αὐτῷ· προφέρεται δὲ οὐκ ἐπαχθῶς τὸν ἔλεγ‐ | |
5 | χον ἀλλὰ πράως καὶ ἐπιεικῶς. οὐκ εἶπεν γὰρ ὅτι ‘ὑβρίζω‘ ἢ ‘καταγινώσκω‘ ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ ‘θαυμάζω ἐν τοῖς λεγομένοις ὑπὸ σοῦ· ἴσως γάρ τοι σοῦ ὀρθῶς λέγοντος ἐγὼ κακῶς ἐνόησα‘. ἄξιον οὖν ἐστὶν εἰπεῖν πῶς μὲν ἠδύ‐ νατο ὁ Γοργίας καλῶς λέγειν ὁ δὲ Σωκράτης μὴ καλῶς | |
10 | νοεῖν, πῶς δὲ ὁ μὲν Γοργίας ἠδύνατο μὴ καλῶς λέγειν ὁ δὲ Σωκράτης καλῶς λαμβάνεσθαι. εἶπεν ὅτι ὁ ῥήτωρ περὶ τὰ δίκαιά τε καὶ τὰ ἄδικα καταγίνεται· πάλιν ἔφη ὑποκατ‐ ιὼν ὅτι δύναμιν ἔχει ἡ ῥητορικὴ ἐφ’ ἑκάτερα ῥέπουσαν, καὶ ἐπὶ τὸ ἄδικον καὶ ἐπὶ τὸ δίκαιον, ἀλλὰ τοῦ ἀδίκου | |
15 | καταφρονεῖ. εἰ τοίνυν περὶ τὸ ἄδικον καὶ τὸ δίκαιον ἔχει ἡ ῥητορική, οἶδεν τὴν φύσιν αὐτῶν· ὁ δὲ εἰδὼς τὴν φύσιν αὐτῶν, οὗτος ἐπιστήμων ἐστίν· ὁ δὲ ἐπιστήμων ἀμετα‐ | |
θέτως ἔχει (αἱ γὰρ δόξαι εἰσὶν αἱ δραπέτιδες, οὐχ αἱ ἐπι‐ στῆμαι)· ὁ δὲ ἀμετάπειστος ἀεὶ ἐκεῖνο διώκει οὗ ἐστὶν | 56 | |
20 | ἐπιστήμων· ὥστε καὶ ἡ ῥητορικὴ ἀεὶ προσαγκαλίζεται τὸ δίκαιον· πῶς οὖν καὶ ἐπὶ τὸ κακὸν ῥέπει; | |
9.2 | Οὕτως μὲν οὖν ἐλέγχεται κακῶς λέγων. ἀλλ’ ἴσως ἐκεῖνος μὲν καλῶς λέγει, ὁ δὲ Σωκράτης ἄλλως νοῶν ἐλέγχει. δύναται γὰρ λέγειν ὅτι ‘τί οὖν; ἐπειδὴ καὶ ὅρκος προτέτακται τῶν ἰατρικῶν ὁ κελεύων φθόρια μὴ δίδοσθαι, | |
5 | καὶ παρέχουσί τινες καταφρονοῦντες, ἤδη ἀνατέτραπται ἡ ἰατρική; ὥστε εἰ καί εἰσί τινες ἐπὶ κακῷ κεχρημένοι τῇ ῥητορικῇ, οὐκ ὀφείλει αὕτη εὐθύνεσθαι‘. φαμὲν πρὸς τοῦτο ὅτι οὐχ ὥσπερ ἐκεῖ αὐτὸ τοῦτο προκεκήρυκται ὅτι οὐ δεῖ φθόρια διδόναι, οὕτως καὶ σὺ προλέγεις ὅτι | |
10 | “μηδεὶς ἐπὶ κακῷ χρήσηται”· καὶ γὰρ οὗτος αὐτός ἐστιν ὅρος τῆς ῥητορικῆς ὁ κελεύων δύναμιν αὐτὴν εἶναι τεχνικὴν τοῦ περὶ ἕκαστα πιθανοῦ λόγου‘. ὥστε δέδεικται διὰ πάν‐ των ὅτι ἀνακολούθως ἐφθέγξατο. Λοιπὸν τοίνυν διττὸν προφέρει τὸν ἔλεγχον, τὸν μὲν ἐκ | |
15 | τῶν πραγμάτων, ὡς μαθησόμεθα προϊόντος τοῦ λόγου, τὸν δὲ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς ἀποκρίσεως· καὶ ὁ ἐκ τοῦ τρόπου διττός ἐστιν, ὁ μὲν ἐντρεπτικός, ὁ δὲ ἀποδεικτι‐ κός. καὶ ὁ ἐντρεπτικὸς μέν ἐστιν ὁ τὸ ἀπαίδευτον μόνον καὶ οὐ καλὸν δεικνύς, οὐ μὴν τὸ ἐναντίον, ὁ δὲ ἀποδεικτικὸς | |
20 | αὐτὸ τὸ ἐναντίον ἐξ ἀντιφάσεως, ὅτι ὅλως οὐκ οἶδεν τὸ δίκαιον. Τὸν δὲ ἐντρεπτικὸν ἐκτίθεται μεταλήψει χρησάμενος. οἷόν τι λέγω· εἶπεν ὁ Γοργίας ὅτι ‘ἐν πλήθει λέγω‘ καὶ ὅτι ‘καὶ τῶν καθέκαστα τεχνιτῶν μείζων εἰμί· οὕτω γοῦν | |
25 | τοῦ ἀδελφοῦ μοῦ Ἡροδίκου μὴ πείσαντος τὸν κάμνοντα | |
λαβεῖν φάρμακον ἐγὼ ἔπεισα‘. ἐρωτῶμεν οὖν αὐτὸν ὅτι ‘τί οὖν; ἰατροῦ κρείττων εἶ;‘ λέγει ὅτι ‘οὔ· οὐ γὰρ οἶδα ἰατρικήν, ἀλλὰ ἔπεισα‘. ‘ὁ δὲ ἰατρὸς ἐπιστήμων ἐστίν; ναὶ ἢ οὔ;‘ ἐρεῖ ὅτι ‘ναί‘. ‘ἔπεισας τοίνυν σὺ ἢ ὁ ἀδελφός σου | 57 | |
30 | ἐν πλήθει· τὸ δὲ πλῆθος ἀπαίδευτον· πλῆθος δὲ λαμβάνεις καὶ αὐτὸν τὸν κάμνοντα, εἰ γὰρ ᾔδει ἰατρικὴν ἐπιστήμην, ἐπείσθη ἂν τῷ ἰατρῷ. εἰ οὖν σὺ οὐκ οἶσθα, ὦ Γοργία, ἐπιστήμην ἰατρικήν, ὁ δὲ ἰατρὸς οἶδεν, ἔπεισας δὲ μᾶλλον αὐτοῦ τὸ πλῆθος, ὅ ἐστι τοὺς οὐκ εἰδότας, δῆλον ὅτι συν‐ | |
35 | άγεται τοῦτο ὡς ὁ μὴ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσι πολὺ | |
9.3 | πιθανώτεροσ‘. ἔδει οὖν οὕτως εἰπεῖν· ὁ δὲ Σωκράτης οὐκ ἄρχεται ἀπὸ τοῦ μὴ εἰδότος, ἵνα μὴ ἐνδῷ τῇ συνουσίᾳ ὁ Γοργίας ὡς ὑβριζόμενος, ἀλλὰ ἀπὸ τοῦ πλήθους ἤρξατο, εἶτα ἦλθεν ἐπὶ τὸν ἰατρὸν εἰδότα, καὶ οὕτως ἐπὶ τὸν μὴ | |
5 | εἰδότα μὲν πείσαντα δέ. ἀμέλει ἐν μὲν ταῖς προτάσεσιν οὕτως προάγει τὸν λόγον, ἀπὸ τοῦ πλήθους ἀρξάμενος, ἐν δὲ τῷ συμπεράσματι ἀπὸ τοῦ μὴ εἰδότος. Οὕτως μὲν οὖν ὁ ἐντρεπτικὸς προέρχεται λόγος, ὁ δὲ ἀποδεικτικὸς τοιοῦτός ἐστιν. ‘οἱ ῥήτορες οἱ ἐρχόμενοι πρὸς | |
10 | σὲ εἰδότες τὰ δίκαια ἔρχονται πρὸς σὲ ἢ οὐκ εἰδότες; εἰ μὲν μὴ εἰδότες, θέλουσιν ὠφεληθῆναι· εἰ δὲ εἰδότες, ἆρα τὰ μὲν δίκαια ἴσασιν αὐτοί, ὅτι φύσει εἰσίν, τοὺς δὲ λόγους οἷς χρήσοιντο περὶ αὐτῶν θέλουσι μαθεῖν, ἢ τοὺς μὲν λό‐ γους ἴσασι, τὰ δὲ δίκαια θέλουσι μαθεῖν; εἰ μὲν γὰρ μηδὲν | |
15 | ἴσασι, μαθεῖν δὲ θέλουσι παρὰ σοῦ, δίδαξον αὐτούς· εἰ δὲ τὰ δίκαια μὲν ἴσασι, τοὺς δὲ λόγους οὔ, δίδαξον τοὺς λόγους· εἰ δὲ τὰ δίκαια θέλουσιν αὐτά, δίδαξον ταῦτα. δεῖ γὰρ πρὸ πάντων τὰ ὑποβεβλημένα τῇ τέχνῃ εἰδέναι· νῦν δὲ ὁρῶμεν ὅτι οὐδὲν τούτων διδάσκεται ὁ ἐρχόμενος· παν‐ | |
20 | ταχοῦ γὰρ οἴεσθε τὸ δίκαιον θέσει εἶναι, ὥστε οὐδὲ ὅλως περὶ δικαίων ποιεῖσθε τοὺς λόγουσ‘. καὶ ὁ μὲν Γοργίας δίδωσιν ὅτι ‘περὶ δίκαια ἔχομεν‘, ὁ δὲ Πῶλος ἀγανακτεῖ | |
καὶ λέγει ὅτι ‘κακῶς, ὦ Γοργία, εἶπας ὅτι περὶ ταῦτα μόνα, καὶ γὰρ καὶ περὶ ἄδικα‘. πῶς δὲ ἐλέγξει τὸν Πῶλον, | 58 | |
25 | ἐν ἐκείνοις τοῖς λόγοις μαθησόμεθα. | |
9.4 | Οὐ διδάσκοντα ἀλλὰ πείθοντα [458 e 7—459 a 1]: καὶ μὴν καὶ ὁ διδάσκων πείθει, ἀλλ’ ὁ μὲν διδάσκων μετὰ ἐπιστήμης, ὁ δὲ ῥήτωρ ὁ ψευδὴς αὐτὸ τοῦτο πεῖσαι θέλει. ‘ψευδὴσ‘ δὲ εἶπον, ἐπειδὴ καὶ ἐν τῷ Φαίδρῳ ἐπαινεῖ τὴν | |
5 | ἀληθῆ ῥητορικὴν καὶ ἐν τούτῳ τῷ διαλόγῳ. | |
9.5 | Οὐκοῦν τὸ ‘ἐν ὄχλῳ‘ τοῦτό ἐστιν [459 a 3—4]: ἰδοὺ ἀπὸ τοῦ ὄχλου ἤρξατο καὶ οὐκ ἀπὸ τοῦ μὴ εἰδότος. | |
9.6 | Οὐκ εἰδὼς ἄρα [459 b 3]: ὅρα ὅτι νῦν συμπεραίνων ἀπὸ τοῦ μὴ εἰδότος ἤρξατο. | |
9.7 | Οὐκοῦν πολλὴ ῥᾳστώνη [459 c 3]: ‘μεγάλη οὖν ἡδονὴ τὸ μίαν τέχνην εἰδότα καὶ μὴ μαθόντα τὰς ἄλλας μὴ εἶναι ἐλάττονα τῶν δημιουργῶν‘. ταῦτα μὲν ὁ Γοργίας· δεῖ δὲ εἰδέναι ὅτι οὐδὲ ὁ νοῦς ἄνευ ἡδονῆς ἐστὶν οὐδὲ καθ’ | |
5 | αὑτὴν ἡ ἡδονὴ καλόν τί ἐστιν. ἡ μὲν γὰρ καθ’ αὑτὴν αἰσχρά τίς ἐστι καὶ πρὸς κακίαν ὁρῶσα, ἡ δὲ μετὰ τῶν λόγων καλλίστη. καὶ πάλιν ὁ νοῦς ἄνευ ἡδονῆς ἀγλευκής ἐστι· δεῖ οὖν αὐτὸν ἔχειν ἡδονὴν θείαν· ὅτι δὲ ἔχει, δῆλον ἐκ τοῦ εὑρίσκοντας ἡμᾶς θεώρημά τι ἥδεσθαι ὡς καὶ χεῖσθαι καὶ | |
10 | δακρύειν καὶ χρόαν ἀρίστην φέρειν. | |
9.8 | Ἐάν τι ἡμῖν πρὸ λόγου ᾖ νῦν [459 c 7—8]: ἀντὶ τοῦ ‘ἐὰν ἡμῖν χρήσιμον ᾖ τὸ ὑπὲρ λόγου ζητεῖν‘. | |
9.9 | Ἆρα τυγχάνει καὶ περὶ τὸ δίκαιον [459 c 8—d 1]: τοῦ ἀποδεικτικοῦ ἐπιχειρήματος ἄρχεται, λέγων ὅτι ‘ἆρα περὶ τὸ ἄδικον καὶ τὸ δίκαιον οὕτως ἔχων τυγχάνει ὁ ῥήτωρ ὥσπερ καὶ ὁ ἰατρὸς καὶ αἱ ἄλλαι τέχναι, οὐκ εἰδὼς | |
5 | μὲν τί ἐστιν ἀγαθὸν ἢ τί κακὸν ἢ τί δίκαιον ἢ ἄδικον, πειθὼ δὲ ἔχων αὐτῶν ὥστε δοκεῖν εἰδέναι μὴ εἰδώς; ἢ ἀνάγκη εἰδέναι, καὶ δεῖ προεπιστάμενον αὐτὸν οὕτως ἐλθεῖν πρὸς σὲ ὡς μέλλοντα μαθήσεσθαι ῥητορικήν; εἰ δὲ μὴ οἶδας σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος, τούτων μὲν | 59 |
10 | οὐδὲν διδάξεις αὐτόν (οὐ γὰρ σὸν ἔργον), ποιήσεις δὲ ἐν τοῖς πολλοῖς δοκεῖν εἰδέναι αὐτὸν τὰ τοιαῦτα; ἢ τὸ παρά‐ παν οὐδὲν δυνήσῃ αὐτὸν διδάξαι, ἐὰν μὴ προειδῇ περὶ τού‐ των τὸ ἀληθές; ἢ ἁπλῶς εἰπέ μοι πῶς ταῦτα ἔχει, καὶ πρὸς τοῦ Διός, ὡς εἶπας πρὸ ὀλίγου, ἀποκάλυψόν μοι | |
15 | πάντα τὰ τῆς ῥητορικῆσ‘. | |
9.10 | Ἀλλ’ ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες [460 a 3]: ἀμφιβόλως τε καὶ μετὰ δειλίας προφέρει τοὺς λόγους καὶ ἀμαθῶς· ἰδοὺ γὰρ εἶπεν ‘ὡς οἶμαι‘, τοῦτο δὲ ἀμφιβάλλον‐ τος, καὶ ‘ἐὰν τύχῃ‘, δειλίας τοῦτο· τῇ γὰρ τύχῃ ταῦτα | |
5 | ἀνατίθησιν κρίσιν ἐπιστήμης μὴ ἔχων. | |
9.11 | Καὶ ταῦτα παρ’ ἐμοῦ μαθήσεται [460 a 4]: ἰδοὺ πῶς ἀμαθῶς· φησὶ γὰρ ‘καὶ ταῦτα ὡς ἐν παρέργῳ ἐρῶ‘· καίτοι πρὸ πάντων δεῖ τὰ ὑποβεβλημένα τῇ τέχνῃ περὶ ἧς ὁ λόγος εἰδέναι. | |
10t | Πρᾶξις σὺν θεῷ ιʹ | |
10.1 | Ἔχε δή· καλῶς γὰρ λέγεις [460 a 5—461 b 2]. Ἐντεῦθεν ἄρχεται τοῦ δευτέρου ἐλέγχου, τοῦ ἀποδεικτι‐ κοῦ, λέγω τοῦ εἰς ἀντίφασιν φέροντος τὸν λόγον. ἰστέον δὲ ὅτι ἐστὶ δίκαιον ἀγαθὸν καλόν, καὶ τὸ ἀγαθὸν ἐφήπλω‐ | |
5 | ται ἐπὶ πάντα. ἑκάστῳ οὖν προσώπῳ πρεπόντως ἠφόρισεν ὁ Πλάτων τὸν λόγον. ἐπειδὴ γὰρ εἰσί τινες τὸ δίκαιον καὶ | |
ἀγαθὸν καὶ καλὸν εἶναι λέγοντες, ἕτεροι δὲ καλὸν μὲν οὐκ ἀγαθὸν δέ, ἄλλοι δὲ οὔτε ἀγαθὸν οὔτε καλόν, ὁ μὲν Γορ‐ γίας ὡς ἐπιεικὴς τὸ δίκαιον καὶ ἀγαθὸν καὶ καλὸν λέγει, | 60 | |
10 | ὁ δὲ Πῶλος καλὸν μὲν οὐ μὴν ἀγαθόν, ὁ δὲ Καλλικλῆς κατὰ τὸ φιλήδονον τὸ ἑαυτοῦ ζῶν οὔτε ἀγαθὸν οὔτε καλὸν αὐτὸ λέγει. ὁ μὲν οὖν Γοργίας λέγει ἐπιστήμονα εἶναι τὸν ῥήτορα τῶν δικαίων, ὁ δὲ Πῶλος οὐδὲ τοῦτο δίδωσιν. Ἄρχεται τοίνυν συλλογιστικῶς οὕτως· ‘ὁ ῥητορικὸς ἐπι‐ | |
15 | στήμων ἐστὶ τῶν δικαίων‘ (τοῦτο γὰρ ὁ Γοργίας ὡμολό‐ γησε κατ’ ἀρχάς, ὕστερον δὲ ἔφη ὅτι καὶ ἐφ’ ἑκάτερα ἐπι‐ χειρεῖ)—‘ὁ οὖν ῥητορικὸς ἐπιστήμων τῶν δικαίων, ὁ ἐπιστήμων τῶν δικαίων βούλεται τὸ δίκαιον, ὁ βουλό‐ μενος τὰ δίκαια δίκαια 〈πράττει, ὁ δίκαια〉 πράττων | |
10.2 | ἄδικος οὐκ ἔστιν, ὁ ἄρα ῥητορικὸς ἄδικος οὐκ ἔστιν‘. τού‐ των τῶν προτάσεων αἱ μὲν ἄκραι ὡμολόγηνται, αἱ δὲ μεταξὺ δύο ἀμφιβάλλονται· ὅτι μὲν γὰρ ὁ ῥήτωρ ἐπιστή‐ μων ἐστὶ τῶν δικαίων, αὐτὸς ὁ Γοργίας δέδωκεν· ὅτι δὲ | |
5 | καὶ ὁ δίκαια πράττων ἄδικος οὐκ ἔστι, πάντες ὁμολογοῦ‐ σιν. πόθεν λοιπὸν δῆλον ὅτι ὁ ἐπιστήμων τῶν δικαίων τὰ δίκαια βούλεται; ἰστέον ὅτι τριττόν ἐστι τὸ δίκαιον, τὸ μὲν ἐν δόξῃ θεωρούμενον, τὸ δὲ ἐν προαιρέσει, τὸ δὲ ἐν ἐπιστήμῃ. ἐν δόξῃ μέν, ὡς ὅταν δοξάζωμεν ὅτι τὸ δίκαιον | |
10 | καλὸν ἐπὶ πλέον, ἔχοντες τοῦ ὅτι μόνου γνῶσιν καὶ μετα‐ πειθόμενοι πολλάκις· αἱ γὰρ δόξαι δραπέτιδές εἰσιν. ἐν προαιρέσει δέ, ὡς ὅταν ἐπιεικὴς μέν τις ᾖ καὶ βουλόμενος δίκαιος εἶναι, ἀναγκασθῇ δὲ πολλάκις ἀπελθεῖν πρὸς τὰς θύρας τῶν δικαζόντων καὶ παρακαλῶσιν αὐτὸν ἀδικῆ‐ | |
15 | σαι. ἐν ἐπιστήμῃ δέ ἐστι τὸ εἰδέναι τὸ ὅτι καὶ τὸ διότι καὶ δυσεκνίπτως ἔχειν μηδέ ποτε μεταπεισθῆναι. ὁ οὖν ἐπι‐ | |
στήμην ἔχων τοῦ δικαίου οἶδεν τὴν φύσιν αὐτοῦ, ὁ δὲ εἰδὼς τὴν φύσιν αὐτοῦ οὐδέποτε ἀποστήσεται αὐτοῦ ἀλλ’ ἀεὶ διώξει αὐτὸ καὶ προσαγκαλίσεται μηδέποτε ἁμάρτημα | 61 | |
20 | ποιῶν μήτε ἑκούσιον μήτε ἀκούσιον. | |
10.3 | Καὶ ἐπειδὴ παρὰ τὸ ἀκούσιον γεγόναμεν, ἰστέον ὅτι ὁ Πλάτων πάντα τὰ ἁμαρτήματα ἀκούσια λέγει. τί οὖν; οὔκ εἰσιν καὶ ἑκούσια; φαμὲν ὅτι ναί· ἀλλὰ ἀκούσια λέγει ἐπειδὴ πάντως χρεία ψευδοῦς προτάσεως, ἵνα γένηται τὸ | |
5 | ἁμάρτημα· τὸ δὲ ψεῦδος περὶ τὴν μείζονα πρότασιν γίνε‐ ται. οἷον Ὀρέστης λέγει ὅτι ‘ἡ μήτηρ ἐφόνευσε τὸν πατέρα, πᾶσα φονεύσασα ἴδιον ἄνδρα φονεύεσθαι ὀφείλει, φονευ‐ θήσεται ἄρα ἡ μήτηρ‘. ἰδοὺ διὰ τὴν μείζονα πρότασιν ἥμαρτεν· εἰ γὰρ καὶ πᾶσα φονεύεται φονεύουσα, ἀλλ’ οὐχ | |
10 | ὑπὸ ἰδίου υἱοῦ. ἐπεὶ οὖν ψεύδεται ἡ πρότασις, διὰ τοῦτο ἀκουσίως ἡμαρτηκέναι λέγεται, ἐπειδὴ ἀκουσίως περι‐ πίπτομεν τῷ ψεύδει· οὐδεὶς γὰρ ἑκὼν θέλει τὸ ψεῦδος, εἴ γε πάντες ἀληθείας ἐρῶμεν. Ὁ οὖν ἐπιστήμων τοῦ δικαίου δίκαια βούλεται, ἐπειδὴ | |
15 | οἶδεν τὴν φύσιν τῶν δικαίων· εἰ δὲ δίκαια βούλεται ἐπι‐ στήμων γενόμενος, δῆλον ὅτι καὶ πράξει αὐτά, ὥστε καλῶς προῆλθεν ὁ συλλογισμός· εἰ δὲ τοῦτο, δέδεικται ἡ ἀντί‐ | |
10.4 | φασις. ‘εἰ γὰρ τὰ δίκαια οἶδεν ὁ ῥήτωρ, οὐδέποτε ἀδικήσει· σὺ δὲ ἔλεγες ὅτι δύναται καὶ ἀδικεῖν, ὅπερ ἄτοπον‘. Δεῖ δὲ προσέχειν τῇ τάξει τοῦ συλλογισμοῦ. εἶπεν γὰρ ‘ὁ ῥήτωρ ἐπιστήμων ἐστὶ τῶν δικαίων‘, ἰδοὺ ἀπὸ ἐπιστή‐ | |
5 | μης ἤρξατο· πάλιν ἔφη ὅτι ‘ὁ ἐπιστήμων τῶν δικαίων βού‐ λεται τὰ δίκαια‘, ὅρα δευτέραν τὴν ἕξιν, τὸ γὰρ βούλεσθαι | |
ἕξεώς ἐστιν· εἶτα λέγει ὅτι ‘ὁ βουλόμενος τὰ δίκαια 〈δίκαια〉 πράττει‘, τὴν ἐνέργειαν δεικνύς· ἐπαγαγὼν δὲ τὸ ‘ὁ τὰ δίκαια πράττων οὐδέποτε ἀδικεῖ‘ τὴν στέρησιν | 62 | |
10 | εἶπεν. τάξις οὖν πολλή· ἔστιν γὰρ πρώτη ἐπιστήμη, εἶτα ἕξις καὶ ἐνέργεια καὶ τελευταία στέρησις. Ἆρα γὰρ διὰ ποίαν ἔννοιαν ὁ Γοργίας ἦλθεν εἰς τὸ εἰπεῖν ὅτι καὶ ἐπιστήμων ἐστὶν ὁ ῥήτωρ τῶν δικαίων καὶ ὅτι δύναται καὶ ἀδικεῖν; φαμὲν ὅτι τὸ μὲν ὅτι ἐπιστήμων | |
15 | ἐστὶν ἐκ τῆς κοινῆς ἐννοίας ἔλαβεν, τὸ δὲ ὅτι δύναται καὶ ἀδικεῖν, ἐξ ἀγνοίας· ὥστε ἐντεῦθεν εἰς ταῦτα ἐξηνέχθη ὁ Γοργίας καὶ περιέπεσεν τῇ ἀντιφάσει. | |
10.5 | Ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν ὁ μὲν ἰατρὸς παρα‐ βαίνων τὸν ὅρκον καὶ διδοὺς φθόρια οὐκ ἐγκαλεῖται ὡς μὴ ἰατρός, ἀλλ’ οὐδὲν ἧττον ἰατρός ἐστιν, ὁ δὲ ῥήτωρ περὶ τὸ ἄδικον καταγινόμενος σκώπτεται. φαμὲν ὅτι ὁ ἰατρὸς | |
5 | περὶ σῶμα ἔχει, οὐ πάντως ὅτι φροντίζει καὶ τῆς ψυχῆς, τὸ δὲ δίκαιον τῆς ψυχῆς ἐστίν· τί δὲ ψυχῆς τιμιώτερον; οὐ δεῖ οὖν τὸ τῆς ψυχῆς προδιδόναι. Ἰστέον δὲ ὅτι δυνατὸν καὶ ἐκ τοῦ ἐναντίου συμπερᾶναι καὶ εἰπεῖν· ‘ὁ ῥήτωρ ἐπιστήμων τοῦ ἀδίκου, ὁ ἐπιστήμων | |
10 | τοῦ ἀδίκου ἄδικα βούλεται, ὁ ἄδικα βουλόμενος ἄδικα διαπράττεται, ὁ διαπραττόμενος ἄδικα οὐκ ἔστι ποτὲ δίκαιος· ὁ ἄρα ῥήτωρ οὐδέποτε δίκαιός ἐστιν‘. ἀλλά φαμεν ὅτι δύναται ὁ ῥήτωρ εἰδέναι τὸ ἄδικον, οὐχ ἵνα χρήσηται, ἀλλ’ ἵνα φύγῃ αὐτὸ καὶ μὴ ἀγνοῶν περιπέσῃ. | |
10.6 | Οὕτω θαυμάσας καὶ ἡγησάμενος [461 a 1—2]: ὅρα μετὰ τὸν ἔλεγχον οὐδὲν ὑβριστικὸν ῥῆμα ἢ πληκτικὸν προφέρει ὁ Σωκράτης, ὅπερ εἰκὸς ἄλλον εἰπεῖν ἐπαιρόμε‐ | |
νον· ‘θαυμάσασ‘ γὰρ μόνον φησίν. | 63 | |
10.7 | Μὰ τὸν κύνα, ὦ Γοργία [461 a 7—b 1]: συμβολικῶς τοῦτο· ὁ γὰρ κύων σύμβολόν ἐστι τῆς λογικῆς ζωῆς, ὡς εἴρηται ἐν ταῖς Πολιτείαις· ‘ἔχει τι ὁ κύων φιλόσοφον, τὸ διακριτικόν, διακρίνει γὰρ τοὺς οἰκείους ἀπὸ τῶν ἀλλο‐ | |
5 | τρίων· ἀμέλει ὑπὸ μὲν τῶν οἰκείων ἀνέχεται τύπτεσθαι, ὑπὸ δὲ τῶν ἀλλοτρίων οὐδαμῶς ἀλλὰ πρὸς θυμὸν ἐγείρεται‘. ἐπεὶ οὖν ἡ λογικὴ ζωὴ διακρίνει τὰ καλὰ ἀπὸ τῶν αἰσχρῶν, διὰ τοῦτο συμβολικῶς τὴν ζωὴν ταύτην τῷ τοῦ κυνὸς ὀνόματι προσηγόρευσεν. ἔτι δὲ καὶ ἐπειδὴ ὁ Σωκράτης | |
10 | ἀποδεικτικῇ μεθόδῳ τὰ παρὰ τοῦ Γοργίου συγκεχυμένως εἰρημένα διέκρινεν καὶ τὸ ἀληθὲς συνεπέρανεν, διὰ τοῦτο τοῦ κυνὸς ἐμνήσθη. | |
10.8 | Ὥστε ἱκανῶς διασκέψασθαι [461 b 1—2]: πεπλή‐ ρωται ἕως ἐνταῦθα τὰ περὶ τοῦ Γοργίου. | |
10.9 | Ἡμῶν ἐπισκοπουμένων [461 a 5]: ἰδοὺ πῶς κοι‐ νὴν ποιεῖται τὴν εὕρεσιν. | |
11t | Πρᾶξις σὺν θεῷ ιαʹ | |
11.1 | Τί δέ, ὦ Σώκρατες [461 b 3—462 b 10]. Ἐπιστήμονος ἀνδρὸς ἔργον ἐστὶ τό τε τὰ ψευδῶς ὑπολαμ‐ βανόμενα ἐκκόπτειν δίκην μοχθηρῶν χυμῶν ἐνοχλοῦντα τῇ ψυχῇ καὶ τὸ ὑφηγεῖσθαι τὸ ὄντως ποιητικὸν αἴτιον τῶν | |
5 | ὑποβεβλημένων ἑκάστῳ πραγμάτων. οὕτω τοίνυν κἀν‐ | |
ταῦθα τίς μὲν οὐκ ἔστι τῆς πολιτικῆς εὐδαιμονίας ποιη‐ τικὴ αἰτία ἔδειξεν, ὅτι οὐχ ἡ ῥητορική, λοιπὸν δὲ ἐντεῦθεν εἰσηγεῖται τίς ἐστιν· ἔδει γὰρ πρότερον εἰπεῖν τίς οὐκ ἔστιν, εἶθ’ οὕτως τίς ἐστιν. ὅτι δὲ οὐκ ἔστιν ἡ ῥητορική, | 64 | |
10 | ἔδειξε διὰ συλλογισμῶν τοιούτων· ‘ὁ ῥήτωρ κατὰ τὸν Γοργίαν ἐπιστήμων ἐστὶ τῶν δικαίων, ὁ ῥήτωρ πάλιν κατὰ τὸν Γοργίαν δύναται ἀδικεῖν, τὶς ἄρα ἐπιστήμων δύναται ἀδικεῖν‘. μερικὸν γὰρ συνάγεται, ἐπειδὴ ἐν τρίτῳ σχήματί ἐστιν. εἶτα τὸ συμπέρασμα τούτου τοῦ συλλογισ‐ | |
15 | μοῦ ἀρχὴ γίνεται ἑτέρου συλλογισμοῦ ἐν πρώτῳ σχήματι ἔχοντος οὕτως· ‘τὶς ἐπιστήμων δύναται ἀδικεῖν, ὁ δυνά‐ μενος ἀδικεῖν ἐπιστήμων οὐκ ἔστι, τὶς ἄρα ἐπιστήμων ἐπιστήμων οὐκ ἔστιν, ὅπερ ἄτοπον‘. | |
11.2 | Ἐπεὶ τοίνυν ταῦτα εἴρηται, ὁ Πῶλος τῇ μὲν ἀπὸ τῆς κοινῆς ἐννοίας ληφθείσῃ προτάσει ὑπὸ τοῦ Γοργίου οὐ συγχωρεῖ, τῇ λεγούσῃ ὅτι ὁ ῥήτωρ ἐπιστήμων ἐστὶ τῶν δικαίων (κοινὴ γὰρ ἔννοια ὅτι θέλει τὰ ὑποβεβλημένα | |
5 | ἑαυτῇ εἰδέναι ἑκάστη τέχνη), τῇ δὲ ἑτέρᾳ τῇ κακῶς δοθείσῃ ὑπὸ τοῦ Γοργίου, ὅτι δύναται καὶ ἀδικεῖν, τίθεται, καὶ ἐκ ταύτης βούλεται ἀνασκευάζειν τὸν λόγον. Καὶ ἁπλῶς ἰστέον ὅτι παρὰ τῷ δημιουργῷ ἐστὶ τρία ταῦτα· ἀγαθόν, ὡς καὶ οἱ ποιηταὶ μαρτυροῦσι λέγοντες | |
10 | ‘θεοὶ δωτῆρες ἐάων‘, καὶ γνῶσις, ὅθεν εἴρηται ‘θεοὶ δέ τε πάντα ἴσασι‘, καὶ δύναμις, ἐπειδὴ ‘θεοὶ δέ τε πάντα δύνανται‘. ἐντεῦθεν οὖν ἐστὶ διελέγξαι καὶ τοὺς λέγοντας ὅτι ἠδύνατο μὲν ὁ θεὸς ποιῆσαι τὸ κακόν, οὐκ ἠβουλήθη | |
δέ, ἢ φθαρτὸν τὸν κόσμον. ἰστέον γὰρ ὅτι οὐ δυνάμεώς | 65 | |
15 | ἐστι τὸ κακὸν ἀλλὰ ἀδυναμίας· εἰ οὖν ὁ θεὸς οὐκ ἔχει ἀδυναμίαν, πῶς κακὸν ἠδύνατο ποιῆσαι; ‘διὰ τί‘ γάρ φασι ‘φθαρτὸς οὐκ ἔστιν ὁ κόσμος; ἐπειδὴ ἀγαθὸς ὁ θεός, ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνοσ‘. ἄλλως τε καὶ ἐνέργειαί εἰσιν ἐκεῖ χωρὶς δυνάμεων. ἰστέον οὖν ὅτι ὁ μὲν | |
20 | Γοργίας ὡς πρὸς τῷ τελείῳ ὢν τὰ γʹ ἐπὶ τῆς ῥητορικῆς λαμβάνει (λέγει γὰρ καὶ ἀγαθὸν τὸν ῥήτορα· οὕτω γοῦν εἶπεν περὶ ἑαυτοῦ ὅτι ‘ἀγαθός εἰμι ῥήτωρ‘· καὶ τὴν δύ‐ ναμιν, ἔφη γὰρ ὅτι δύναται ἀδικῆσαι· καὶ τὴν γνῶσιν δέ, | |
11.3 | ἔφη γὰρ ὅτι ὁ ῥήτωρ ἐπιστήμων ἐστὶ τῶν δικαίων)· ὁ δὲ Πῶλος ὡς ἀτελέστερος τῷ μὲν ἀγαθῷ καὶ τῇ δυνάμει τίθεται, τῇ δὲ ἐπιστήμῃ οὔ· ὁ δὲ Καλλικλῆς τῷ ἀγαθῷ μόνῳ τίθεται, κατὰ τὸ φιλήδονον τὸ ἑαυτοῦ νομίζων πᾶν | |
5 | ἀγαθὸν ἡδονὴν εἶναι καὶ πᾶσαν ἡδονὴν ἀγαθόν. πῶς δὲ ἐλέγξει αὐτόν, μαθησόμεθα. Ἰστέον δὲ ὅτι νῦν πρὸς τὸν Πῶλον ποιεῖται τὸν λόγον· ὁ γὰρ Πῶλος ἔφη ὅτι ‘σύ τε, ὦ Σώκρατες, κακούργως ἐχρήσω τῇ ἐρωτήσει ὅ τε Γοργίας ἐρυθριάσας κακῶς | |
10 | δέδωκεν ὅτι ἐπιστήμων ἐστὶ τῶν δικαίων, καὶ ἔβλαψεν αὐτὸν ἡ αἰσχύνη παρὰ τὸ ποιητικὸν “αἰδώς, ἥ τ’ ἄνδρας μέγα σίνεται”· ἐπεὶ ἐγὼ λέγω ὅτι δύναται ἀδικεῖν‘. πρὸς ταῦτα ὁ Σωκρά‐ της οὐ τραχύνεται, ἀλλ’ ἐπειδὴ οἶδεν ὅτι, ὥσπερ ἐν μιᾷ | |
15 | ψυχῇ τὰ μὲν ἄνωθέν ἐστι, τὰ ἀγαθά, τὰ δὲ κάτωθεν, τὰ πάθη, οὕτως καὶ ἐν τῷ Πώλῳ τὰ πάθη σφριγᾷ, αὐτὸς τὰ ἄνωθεν ἀγαθὰ μιμούμενος ἐπιστρέφει πρὸς ἑαυτὸν τὸν Πῶλον καὶ καταψήχει αὐτοῦ τὰ πάθη. φησὶ γὰρ ὅτι ‘ὦ Πῶλε, διὰ τοῦτο καὶ υἱοὺς ποιοῦμεν καὶ ἑταίρους κτώμεθα, | |
20 | ἵνα ἡμᾶς ὕστερον γηράσαντας ἀναμιμνῄσκωσιν· καλῶς | |
οὖν ποιεῖς καὶ σὺ ἐπιστρέφων καὶ ἀναπαλαίων ταῖς προ‐ τάσεσιν‘. (‘ἀναθέσθαι‘ γάρ ἐστι τὸ ταῖς προτάσεσιν ἀνα‐ παλαῖσαι· θέσις γάρ ἐστιν ἡ πρότασις, ὡς καὶ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ δηλοῖ λέγων ὅτι ‘συλλογισμός ἐστιν ἐν | 66 | |
25 | ᾧ τεθέντων τινῶν ἕτερόν τι ἐξ ἀνάγκης συμβαίνει‘.) ‘γυμ‐ νάσωμεν τοίνυν τὰς προτάσεις ἄνωθεν καὶ ἔλεγξον ἃς βούλει, ἓν μόνον χαριζόμενος τὸ παύσασθαι μὲν τοῦ θεα‐ τρικοῦ καὶ μακροῦ λόγου, κατὰ πεῦσιν δὲ καὶ ἀπόκρισιν, ὡς καὶ ὁ Γοργίας, ποιήσασθαι τὴν συνουσίαν‘. πρὸς ταῦτα | |
30 | ὁ Πῶλός φησιν ὅτι ‘τί οὖν; οὐκ ἔξεστί μοι πλείονα λέγειν;‘ πάλιν πρὸς τοῦτο χαριέντως ὁ Σωκράτης φησὶν ὅτι ‘αἰσ‐ χρόν, εἰ οἱ μὲν Ἀθηναῖοι παρὰ πάντας τοὺς Ἕλληνας ἐπι‐ τρέπουσι πολλὰ λέγειν, ἐγὼ δέ σε ἐν Ἀθήναις ὄντα κωλύσω λέγειν. πλὴν ἐξουσίαν μὲν ἔχεις πολλὰ λέγειν, ἐγὼ δέ σου | |
35 | οὐκ ἀκούσω‘. αἰνίττεται δὲ καὶ ὑβρίζει τοὺς Ἀθηναίους ὡς ὅλον τὸν ἐνιαυτὸν δίκαις σχολάζοντας διὰ τὸ χαίρειν τῷ φιλοδίκῳ· οὕτω γοῦν καὶ οἱ κωμῳδιοποιοὶ σκώπτοντες τοὺς Ἀθηναίους φασὶν ὅτι οἱ μὲν τέττιγες δύο μόνους ἢ τρεῖς μῆνας ᾄδουσιν, οἱ δὲ Ἀθηναῖοι ὅλον τὸν ἐνιαυτὸν | |
40 | δίκας λέγουσιν. | |
11.4 | Λέγει τοίνυν τῷ Πώλῳ ὅτι ‘εἰ βούλει διαλεχθῆναι, ἢ ἐρώτησον καὶ ἀποκρίνομαι, ἢ ἐρωτῶ‘. τοῦτο δὲ ποιεῖ θαρρῶν ταῖς ἀποδείξεσιν. ὁ δὲ οἰόμενος ὅτι ὁ ἐρωτῶν κρείττων ἐστὶ τοῦ ἐρωτωμένου προτρέχει εἰς τὸ ἐρωτῆσαι, | |
5 | οὐκ εἰδὼς ὅτι ὁ μὲν ἐρωτώμενος εἰ καὶ ἀγνοήσῃ συγγνώ‐ μης τυγχάνει ὡς ἂν τοῦ ἐρωτῶντος μὴ διαστελλομένου εἰκὸς τὰς ὁμωνυμίας ἤ τι τοιοῦτον, ὁ δὲ ἐρωτῶν καὶ πταίων ἀσύγγνωστός ἐστιν, εἴ γε τὰ οἰκεῖα προενεγκεῖν οὐ δύναται. | |
ἀμέλει καὶ αὐτὸς οὗτος ὁ Πῶλος κακῶς ἐρωτᾷ· τὸν γὰρ | 67 | |
10 | Σωκράτην κελεύει ἀποκρίνασθαι τίς ἡ ῥητορική, καίτοι ὁ Σωκράτης οὐ ῥητορικὴν ἐπαγγέλλεται. ὅμως ὁ Σωκράτης φιλοσόφως ἀποκρίνεται· ἐπειδὴ γὰρ τὸ τί καὶ ἐπὶ γένους λαμβάνεται, ὡς ὅταν εἴπωμεν ‘τί ἐστιν ὁ ἄνθρωπος;‘ τὸ ‘ζῷον‘ μόνον θέλοντες ἀκοῦσαι, καὶ ἐπὶ ὁρισμοῦ δέ, ὡς | |
15 | ὅταν μετὰ τοῦ γένους καὶ τὰς διαφορὰς θελήσωμεν ἀκοῦ‐ σαι, οἷον ‘ζῷον λογικὸν θνητόν‘, —λέγει οὖν αὐτῷ ὅτι ‘〈τί〉 ἐστιν ὃ ἐρωτᾷς με, πότερον ἵνα ἀποκριθῶ σοι ὅτι τέχνη ἐστὶν ἢ ὅτι τέχνη τοιάδε;‘ ὅτι δὲ ἡ μέν τις αὐτῆς ἐστὶ τέχνη, ἡ δὲ ἐμπειρία, καὶ ὅτι καὶ αὕτη ἡ ἐμπειρία δύνα‐ | |
20 | ται καὶ τέχνη εἶναι καὶ οὐκ ἔστιν, ἐν ἄλλῃ θεωρίᾳ μαθη‐ σόμεθα. | |
11.5 | Ἴσως τῆς ὁμολογίας [461 b 8]: μὴ θέλων ἧτταν ὁμολογῆσαι τὸ ‘ἴσωσ‘ λέγει ὡς ἀμφιβάλλων καὶ λέγων ὅτι ‘ἴσως ἐκ ταύτης τῆς ὁμολογίας ἐναντίον τι συνέβη‘. καὶ πάλιν ‘ἐναντίον τι‘ φησὶν σμικρύνων τοὺς λόγους καὶ | |
5 | μηδὲν αὐτοὺς οἰόμενος εἶναι. ‘τοῦτο δὲ γέγονεν ἐπειδὴ ἐκακούργησας ἀγαγὼν τοιαῦτα ῥήματα· τίς γὰρ οὐκ αἰσχύ‐ νεται λέγων ὅτι ”〈τὰ〉 δίκαια οὐκ ἐπίσταμαι”; παθὼν τοῦτο Γοργίας συγκατέθετο· ἀγροικία οὖν ἐστὶν εἰς τοῦτο φέρειν τοὺς λόγουσ‘. | |
11.6 | Ὦ κάλλιστε Πῶλε [461 c 5]: κάλλιστον αὐτὸν εἶπεν, ἐπειδὴ τῷ κάλλει τῆς ἰδέας χαίρει τὰ πάρισα καὶ ὁμοιο‐ κατάληκτα ἀγαπῶν. | |
11.7 | Ἐὰν καθέρξῃς [461 d 6]: ὥσπερ θηρίον ἀποκλείων τὴν μακρολογίαν καὶ θεατρικὴν ἐπίδειξιν. | |
11.8 | Δεινὰ μεντἂν πάθοις [461 e 1]: ‘εἰ ἀπιὼν παρὰ τοῖς Ἀθηναίοις λαμβάνεις παρρησίαν τοῦ λέγειν, πάνυ βιάζῃ ἐνταῦθα μόνος ὢν καὶ μὴ λέγων. ἐξουσίαν οὖν ἔχεις λέγειν, ἀλλ’ οὐκ ἀκούσομαι· καὶ γὰρ καὶ ἐγὼ τούτου ἐξουσίαν | |
5 | ἔχω‘. | 68 |
11.9 | Ἔλεγχέ τε καὶ ἐλέγχου [462a 4—5]: ὅρα πάλιν τὸ μέτριον ἦθος τοῦ φιλοσόφου καὶ ἐκ τῆς τάξεως τῶν λέξεων. | |
11.10 | Φῂς γὰρ δήπου καὶ σύ [462a 5]: οὐ δεῖ πρὸς τὸν τυχόντα ποιεῖσθαι τὰς συνουσίας· διὰ τοῦτο οὖν λέγει ὅτι ‘οὐκ εἶ τῶν τυχόντων, λέγεις γὰρ καὶ σὺ ἐπίστασθαι ἃ καὶ Γοργίας, ὥστε διαλέξομαί σοι‘. | |
11.11 | Οὐκοῦν καὶ σὺ κελεύεις [462a 8]: ‘οὐκοῦν καὶ σὺ ἕκαστον ἐρωτᾶν σε κελεύεις, ἵνα ἀποκριθῇς πρὸς πάντα ἃ βούλεταί τις;‘ | |
11.12 | Καί μοι ἀπόκριναι [462b 3]: ἰδοὺ προαρπάζει τὴν ἐρώτησιν. | |
11.13 | Ἆρα ἐρωτᾷς [462b 6]: ἰδοὺ ὁ Σωκράτης ὁρίζει τὸ τί καί φησιν ‘ἆρα ἐρωτᾷς με τί ἐστιν ἡ ῥητορικὴ ἢ τίς τέχνη ἐστίν;‘ ὁ δὲ Πῶλός φησιν ὅτι ‘ναί, ποία τέχνη ἐστίν‘. ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν πρὸς σέ, | |
5 | οὐδεμία ἔμοιγε δοκεῖ‘. | |
12t | Πρᾶξις σὺν θεῷ ιβʹ | |
12.1 | Πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι [462b 11—463a 5]. Εἰρηκότος τοῦ Πώλου ὅτι ‘εἰπέ μοι, Σώκρατες, τί ἐστιν ἡ ῥητορική;‘ αὐτὸς ἐρώτησιν ἐρωτήσει συνῆψε καὶ εἶπεν ὅτι ** οὐκ ἔστι τέχνη. ἵνα τοίνυν γνῶμεν, πῶς τε τέχνη | |
5 | ἐστὶ καὶ πῶς οὒ σκοπήσωμεν· εἰσὶ γὰρ λόγοι κατασκευά‐ ζοντες ὅτι τέχνη ἐστὶν καί εἰσιν οἱ ἀνασκευάζοντες. οἱ μὲν οὖν κατασκευάζοντές εἰσιν οὗτοι· δεῖ τοὺς τῆς τέχνης ὅρους εἰπεῖν, καὶ εἰ ἁρμόζουσιν ἐπὶ τῆς ῥητορικῆς δῆλον ὅτι τέχνη ἐστίν. Κλεάνθης τοίνυν λέγει ὅτι ‘τέχνη ἐστὶν | |
10 | ἕξις ὁδῷ πάντα ἀνύουσα‘. ἀτελὴς δ’ ἐστὶν οὗτος ὁ ὅρος, καὶ γὰρ ἡ φύσις ἕξις τίς ἐστιν ὁδῷ πάντα ποιοῦσα· ὅθεν ὁ Χρύσιππος προσθεὶς τὸ ‘μετὰ φαντασιῶν‘ εἶπεν ὅτι ‘τέχνη ἐστὶν ἕξις ὁδῷ προϊοῦσα μετὰ φαντασιῶν‘. ἡ τοίνυν ῥητορικὴ ὑποπίπτει τῷ ὅρῳ τούτῳ, ἕξις γάρ ἐστιν | 69 |
15 | ὁδῷ καὶ τάξει προϊοῦσα· οὕτω γοῦν ὁ ῥήτωρ προοιμίοις πρότερον κέχρηται, εἶτα προκαταστάσει καὶ καταστάσει καὶ τοῖς ἑξῆς, τάξιν ἀσπαζόμενος. Ζήνων δέ φησιν ὅτι ‘τέχ‐ νη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘. πίπτει τοίνυν καὶ ὑπὸ | |
20 | τοῦτον τὸν ὁρισμὸν ἡ ῥητορική, ἔσχεν γὰρ καὶ σύστημα καὶ κατελήφθη καὶ συνεγυμνάσθη καὶ πρὸς τέλος χρή‐ σιμον ὁρᾷ· πρεσβεύονται γὰρ οἱ ῥήτορες ὑπὲρ πόλεων καὶ τῶν τοιούτων, ὥσπερ Δημοσθένης, ὥσπερ Πύθων, ὥσπερ Αἰσχίνης, καὶ οἱ τοιοῦτοι, ὥστε τέχνη ἐστίν. | |
12.2 | Φαμὲν τοίνυν ὅτι εἰ μὲν κατὰ ταῦτα χαρακτηρίζονται αἱ τέχναι, τέχνη ἐστίν· εἰ δὲ προσθείημεν τὸ καὶ θέλειν εἰδέναι τὴν τέχνην τὰ ὑποβεβλημένα αὐτῇ καὶ τοὺς λογισ‐ μοὺς καὶ αἰτίας ἀποδιδόναι ὧν ποιεῖ, οὐκ ἔστι τέχνη. | |
5 | οὐδὲ γὰρ τὰ δίκαια οἶδεν οὐδὲ αἰτίας ἀποδίδωσιν, ὡς δὲ καὶ αὐτὸς ὁ Πλάτων ἔχει εἰπεῖν, ‘τέχνη οὐ καλεῖται ὃ ἂν ᾖ ἄλογον πρᾶγμα‘. οὕτω γοῦν καὶ ὁ μὲν ἰατρὸς ἔχει τέχνην ὡς εἰδὼς λόγον ἀποδοῦναι· ὁ δὲ ἐμπειρικός, οἷον οἰκέτης αὐτοῦ ἤ τις ἄλλος τὰ κατὰ χεῖρα ἐπιστάμενος, οὐκέτι, | |
10 | ἐπειδὴ αἰτίαν οὐκ ἀποδίδωσιν. ἀλλ’ οὐδὲ τοὺς λόγους ἐπίσταται ὁ ῥήτωρ περὶ ὧν σπεύδει πεῖσαι, εἰ δὲ καὶ οἶδεν αὐτούς, οὔκ εἰσι τελικοὶ ἀλλ’ ὀργανικοί. καὶ πάλιν ἡ πειθὼ οὐκ ἔστιν δικαία ἀλλὰ ἄδικος. ἄλλως τε ἡ τέχνη | |
κανόνα θέλει ἔχειν ἀστραβῆ, δι’ οὗ τὰ ὑποβεβλημένα αὐτῇ | 70 | |
15 | φυλάττει, ἡ δὲ ῥητορικὴ διαφθείρει τὸν ἴδιον κανόνα· κανὼν δὲ αὐτῆς ὁ δικαστής· σπεύδει οὖν ἀπατῆσαι αὐτὸν ἐλεεινολογουμένη. ὡσαύτως καὶ νόμους παραβαίνει κατὰ ῥητὸν καὶ διάνοιαν λέγουσα ὅτι ‘ἡ διάνοια ἄλλη ἐστὶ τοῦ νόμου‘. | |
12.3 | Οὕτως μὲν οὖν ἐστὶ τέχνη καὶ οὐκ ἔστιν. ἐπειδὴ δ’ ὁ Σωκράτης σποραδικῶς ἀποδέδωκε τὸν ὁρισμὸν τῆς ῥητορι‐ κῆς, δεῖ ἡμᾶς συναγαγεῖν αὐτὸν καὶ εἰπεῖν οὕτως, ὅτι ἐστὶ τρία ταῦτα, ἐπιστήμη τέχνη ἐμπειρία. καὶ ἐπιστήμη μὲν | |
5 | τέχνης διαφέρει τῷ ὑποκειμένῳ, ὅτι τῇ μὲν ἐπιστήμῃ ἀίδια καὶ ἄπταιστα ὑπόκειται, ὡς τῇ γεωμετρίᾳ, τῇ δὲ τέχνῃ ῥευστὰ καὶ ἄλλοτε ἄλλως ἔχοντα, καὶ διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πολὺ αἱ τέχναι. πάλιν τέχνη ἐμπειρίας δια‐ φέρει ὅτι ἡ μὲν τέχνη ὥσπερ καὶ ἡ ἐπιστήμη ἀποδίδωσι | |
10 | τὰς αἰτίας, ἡ δὲ ἐμπειρία οὔ. τούτων οὕτως ἐχόντων ἰστέον ὅτι ἐστὶν ἐπιτήδευσις ἐν τῇ ψυχῇ, ἐπιτήδευσις δὲ λέγεται παρὰ τὸ ἐπιτηδείως ἔχειν τόδε τι ποιῆσαι. δεῖ τοίνυν εἰδέ‐ ναι ὅτι τῆς ψυχῆς δυνάμεις δύο, αἱ μὲν γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί. γνωστικαὶ μὲν οὖν εἰσὶ νοῦς διά‐ | |
15 | νοια δόξα φαντασία αἴσθησις, ὀρεκτικαὶ δὲ θυμὸς ἐπιθυμία βούλησις. ἐν μὲν οὖν τῇ γνώσει θεωρεῖται ἡ ἐμπειρία, ἐν δὲ τῇ ζωῇ ἡ κολακεία. εἰ μὲν οὖν ὑπάλληλα ἦσαν ταῦτα, ἥ τε ἐμπειρία καὶ ἡ κολακεία, καλῶς ἂν ἀμφότερα ἅμα παρελαμβάνομεν, ὥσπερ τὸν ἄνθρωπον ὑπὸ τὸ ζῷον καὶ | |
20 | τὴν οὐσίαν, ἐπειδὴ καὶ τὸ ζῷον οὐσία· ἐπειδὴ δὲ διάφορά εἰσι, πῶς ἅμα; ὅτι δὲ ὑπὸ τὸ αὐτὸ γένος οὔκ εἰσι, δῆλον· οὐδὲ γὰρ ἡ ἐμπειρία πάντως καὶ κολακεία, οὕτω γοῦν ὁ | |
ἐμπειρικὸς ἰατρὸς καὶ κάει καὶ τέμνει μὴ πρὸς κολακείαν ὁρῶν· οὐδὲ ὁ κόλαξ ἐμπειρικός ἐστιν, ἀμέλει ἀπείρως | 71 | |
25 | φερόμενος ἔστιν ὅτε καὶ μισεῖται καὶ ἐκβάλλεται. καὶ γίνωσκε θαυμαστὸν θεώρημα, ὅτι τοσοῦτον φίλος κρείττων κόλακος ὅσον τὸ ἀγαθὸν τοῦ ἡδέος· ὁ μὲν γὰρ φίλος διὰ τὸ ἀγαθὸν καὶ λυπῆσαι ἀνέχεται, ὁ δὲ κόλαξ πρὸς τὸ ἡδὺ βλέπων βλάπτει τὸν πλησιάζοντα. αὕτη | |
30 | τοίνυν ἡ κολακεία ἢ περὶ ψυχὴν θεωρεῖται ἢ περὶ σῶμα. καὶ εἰ μὲν περὶ σῶμα, ποιεῖ τὴν ὀψοποιητικὴν καὶ τὴν κομμωτικήν (κολακεύει γὰρ ὁ τὰ ὄψα ποιῶν τὸ ἡδὺ μνη‐ στευόμενος τῷ ἐσθίοντι, κἂν βλαβερὸν ᾖ· ὡσαύτως καὶ ἡ κομμωτικὴ τὸ κάλλος τῶν τριχῶν φυλάττουσα)· εἰ δὲ | |
35 | περὶ ψυχήν, ποιεῖ τὴν σοφιστικήν τε καὶ τὴν ῥητορικήν. εἰ τοίνυν τοῦ πολιτικοῦ τὸ μέν ἐστι περὶ νομοθετικόν, τὸ δὲ δικαστικόν, τὸ μὲν νομοθετικὸν ὅμοιον τῇ γυμναστικῇ, φυλάττει γὰρ τοὺς καλῶς κειμένους νόμους, ὥσπερ ἐκείνη τὴν ὑγείαν· τὸ δὲ δικαστικὸν τῇ ἰατρικῇ, ἐπανορθοῦται | |
40 | γὰρ τὰ πλημμεληθέντα, ὥσπερ ἐκείνη τὰ παρὰ φύσιν ἐπὶ τὰ κατὰ φύσιν ἄγει. ἰστέον οὖν ὅτι τὴν μὲν νομοθετικὴν ὑποδύεται ἡ σοφιστική, τὴν δὲ δικαστικὴν ἡ ῥητορική. ὥστε ἐστὶν συναγαγεῖν καὶ εἰπεῖν ὅτι ‘ῥητορική ἐστιν | |
ἐμπειρία κολακικὴ περὶ τὴν ψυχήν, τῆς πολιτικῆς μορίου | 72 | |
45 | τοῦ δικαστικοῦ εἴδωλον‘. ταῦτα τοίνυν περὶ τῆς δημώδους εἴρηται ῥητορικῆς· ἡ γὰρ ὄντως ῥητορικὴ ἡ τῷ πολιτικῷ ἀκολουθοῦσα θεία ἐστίν, ἣν ἀδύνατον κατορθῶσαί τινα μὴ πρότερον φιλοσοφήσαντα. | |
12.4 | Πρᾶγμα ὃ φῂς σύ [462 b 11]: ἐρωτήσαντος τοῦ Πώλου ὅτι ‘μετὰ τὸ γένος τῆς ῥητορικῆς, ὅ ἐστι τὴν τέχνην, εἰπὲ τὰς διαφοράσ‘, ὁ Σωκράτης λέγει ὅτι ‘οὐ τίθημι τὸ γένος, οὐδὲ γὰρ τέχνην λέγω τὴν ῥητορικήν, | |
5 | ἀλλ’ ἐμπειρίαν‘. εἶτα πρὸς ἀλήθειαν ὁρῶν ὁ Σωκράτης καὶ οὐ πρὸς μάχην οὐ λέγει ἄντικρυς ὅτι ἐμπειρία ἐστίν, ἀλλά φησιν ὅτι ‘πρᾶγμά ἐστιν ἡ ῥητορικὴ ὃ σὺ φῄσ‘. ὁ γὰρ Πῶλος, ὡς ἔγνωμεν ἄνω, ἐμπειρίαν ὠνόμασε λέγων ὅτι ‘ἐμπειρία ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ | |
10 | τέχνην‘· εἰ τοίνυν ἡ ἐμπειρία τῆς τέχνης ἐστὶ ποιητικὸν αἴτιον, τὸ δὲ ποιητικὸν κρεῖττον τοῦ ἀποτελέσματος, ἐμπειρίαν ἄρα δεῖ καλεῖν τὴν ῥητορικήν, καὶ ἐμπειρίαν τινά· καὶ γὰρ ἡ ὀψοποιητικὴ καὶ ἡ κομμωτικὴ ἐμπειρίαι, ἀλλ’ οὐ τοιαῦται. ἐμπειρία τοίνυν ἐστὶ χάριτος καὶ | |
15 | ἡδονῆς, χαρίζεται γὰρ ἡ ῥητορικὴ τὰ ἡδέα· οὕτως δὲ καὶ ἡ ὀψοποιητικὴ ἀναφαίνεται καὶ ἡ κομμωτική, καὶ γὰρ αὗται ἐμπειρίαι τὸ ἡδὺ χαριζόμεναι. ἡδὺ δὲ παρέχει ἡ ῥητορικὴ τὸ πρὸς κακίαν ὁρῶν, οὐ γὰρ τὸ ὄντως· ἐκεῖνο γὰρ μετὰ τοῦ νοῦ ἐστί. σύνθετος γὰρ ἡμῶν ὁ βίος ἔκ τε | |
20 | τοῦ νοῦ καὶ τῆς ἡδονῆς· οὔτε γὰρ ὁ νοῦς ὡς εἴρηται ἀγλευ‐ κὴς καθ’ ἑαυτὸν θέλει εἶναι οὔτε ἡ ἡδονὴ ἄνευ νοῦ. ἐπεὶ οὖν ἔχοντες τὸ ἀνεμπόδιστον ἡδόμεθα, ὅσῳ ἂν εἴη τὸ ἀνεμπόδιστον τοσούτῳ πλέον ἡδόμεθα· ἐπεὶ οὖν ὁ νοῦς | |
ἄυλος ὢν ἀνεμπόδιστος πάντῃ, ἀεὶ ἡδονὴν ἁπλῆν ἔχει. | 73 | |
25 | Πρὸς ἡδονὴν οὖν ὁρᾷ ἡ ῥητορική. εἰ δέ τις εἴποι ‘καὶ μὴν ὁ Δημοσθένης διαβάλλει τοὺς πρὸς ἡδονὴν ὁρῶντας καὶ λέγοντας “τί βούλεσθε; τί γράψω; τί δὲ ὑμῖν χαρίσω‐ μαι;”‘ εἰπὲ πρὸς αὐτὸν ὅτι τὰ πάθη πολλά ἐστιν. ἔστιν γὰρ πάθος φιλότιμον, ἔστιν πάθος κολακικόν, ἔστιν πάθος | |
30 | ἀκόλαστον· εἰ οὖν καὶ τὸ κολακικὸν πάθος οὐκ εἶχεν ὁ Δημοσθένης, ἀλλ’ οὖν ἡδονὴν φιλοτιμίας εἶχεν. καὶ ἄλλως ἀναστρεφόμενος ἐν δημοκρατίᾳ πῶς οὐ κόλαξ ἦν ἀριστο‐ κρατίας ἀμελῶν; Ὁ μὲν οὖν Σωκράτης λέγει τὰ δύο, ὅτι χάριτος ἔχει | |
35 | ἡδονήν· ὁ δὲ Πῶλος κακούργως καὶ ἀπαιδεύτως τὸ μὲν ‘ἡδονῆσ‘ παραλιμπάνει, τὸ δὲ ‘χάριτοσ‘ λαμβάνει, καὶ συλλογίζεται ὅτι ‘ἡ ῥητορικὴ χαρίζεται, πᾶν τὸ χαριζόμε‐ νον ἀγαθόν ἐστιν, ἡ ῥητορικὴ ἄρα ἀγαθόν ἐστι‘. πρῶτον μὲν οὖν τὸ ἕτερον τῆς προτάσεως λαβὼν κακῶς ποιεῖ· | |
40 | ἔπειτα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι ‘πᾶν τὸ χαριζόμενον καλόν ἐστιν‘ παραλαμβάνει, μήτε τοῦ Σωκράτους τοῦτο δεδωκότος μήτε τοῦ Πώλου αὐτὸ κατα‐ σκευάσαντος. καὶ πάλιν ἑαυτὸν παραλογίζεται· εἰρηκότος γὰρ τοῦ Σωκράτους ὅτι ‘ἡ ῥητορικὴ ἐμπειρία ἐστίν, ἡ | |
45 | ὀψοποιητικὴ ἐμπειρία ἐστίν‘, ἐκεῖνος συνάγει ὅτι ‘ἡ ῥητορι‐ κὴ ὀψοποιητική ἐστιν‘, ἐν δευτέρῳ σχήματι ἐκ δύο κατα‐ φατικῶν ὄντος τοῦ συλλογισμοῦ, 〈οὐκ〉 εἰδὼς ὅτι οὐ τὰ ὑπὸ τὸ αὐτὸ ἀναγόμενα ἤδη καὶ ταὐτά εἰσιν. οὐδὲ γὰρ ἐπειδὴ καὶ ἄνθρωπος καὶ ἵππος ὑπὸ τὸ αὐτὸ ἀνάγονται, | |
12.4(50) | τουτέστι τὸ ζῷον, ἤδη καὶ ταὐτόν ἐστιν ἄνθρωπος καὶ ἵππος· ὥστε οὐδὲ ὀψοποιητικὴ καὶ ῥητορικὴ ταὐτόν, εἰ καὶ ἐμπειρίαι ἀμφότεραι. | |
12.5 | Ἐν τῷ συγγράμματι [462 b 11]: εἰ μέμνησθε, ἐλέ‐ | |
γομεν ὅτι οὐκ εἶπεν ὁ Πῶλος ἐξ αὐτοσχεδίου τοὺς λόγους τοὺς ἀνωτέρω, ἀλλ’ ἦν αὐτοὺς προγράψας καὶ μελετήσας· αἰνιττόμενος οὖν λέγει ὅτι ‘ἐνέτυχον τῷ συγγράμματι | 74 | |
5 | ἔναγχοσ‘. | |
12.6 | Εἰ μή τι σὺ ἄλλο λέγεις [462c 5]: ὁρᾷς ὅτι περὶ τῆς δημώδους ῥητορικῆς ἐστὶν ὁ λόγος· φησὶ γὰρ ὅτι ‘ναί, ἐμπειρίαν αὐτὴν λέγω, εἰ μή τι σὺ ἄλλο λέγῃσ‘, ἀντὶ τοῦ ‘εἰ μὴ περὶ τῆς ἀληθινῆς διαλέγῃ‘. | |
12.7 | Ἐροῦ νῦν με [462d 8]: προτρέπεται αὐτὸν ἐρωτᾶν· καὶ ὁ Σωκράτης λέγει αὐτῷ τὰς ἐρωτήσεις ἃς ὀφείλει ἐρωτῆσαι αὐτὸν τὸν Σωκράτην. καὶ βλέπε ὅτι ἀνωτέρω θέλων ἡγεῖσθαι καὶ μὴ ἀξιῶν ἐρωτᾶσθαι νῦν οὐδὲ δύνα‐ | |
5 | ται ἐρωτῆσαι, ἀλλ’ ἐκ τοῦ Σωκράτους τὰς ἐρωτήσεις λαμ‐ βάνει. | |
12.8 | Ἀλλὰ τί; φαθί [462d 10]: τοῦ Σωκράτους ἐστὶ τοῦτο λέγοντος ὅτι ‘εἰπέ μοι σύ, ὦ Πῶλε, ἀλλὰ τί ἐστιν;‘ | |
12.9 | Ταὐτὸν ἄρα ἐστίν [462e 2]: ἰδοὺ πῶς κακῶς συμ‐ περαίνει· οὐκ ἔστι γὰρ ταὐτόν, εἰ καὶ τῆς αὐτῆς ἐπιτηδεύ‐ σεως μόριόν ἐστι, τῆς ἐμπειρίας. | |
12.10 | Μὴ ἀγροικότερον [462e 6]: ὁ μὲν Καλλικλῆς ὡς ἀλογίαν πᾶσαν νοσῶν οὐκ ἐρυθριᾷ, ἀλλὰ παρόντος τοῦ Σωκράτους ὑβρίζει τὴν φιλοσοφίαν, ὡς μαθησόμεθα· ὁ δὲ Σωκράτης ὡς θεῖος οὐχ οὕτως, ἀλλὰ διὰ τὸ φιλομαθὲς | |
5 | τοῦ Γοργίου φησὶν ὅτι ‘ἀγροῖκόν ἐστι Γοργίου παρόντος διασύρειν τὴν ῥητορικήν, οὐ γὰρ οἶδα ποίαν πρεσβεύει, καὶ οἰηθήσεταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα. ὥστε τί μὲν πρεσβεύει οὐκ οἶδα· μόριον δέ ἐστιν ἡ ῥητο‐ ρικὴ οὐδενὸς τῶν καλῶν‘. αἰσχρὰ γάρ ἐστι· τὸ γὰρ καλὸν | |
10 | πρὸς τοῦ ἀγαθοῦ καὶ τοῦ εἴδους. ἀμέλει καὶ τὰ ἀκαλλέ‐ | |
στερα τῶν εἰδῶν αἰσχρά φαμεν· ‘αἴσχιστος δ’ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν‘. | 75 | |
12.11 | Ἐπειδὴ παρήκαμεν ῥῆσιν ἐκθώμεθα αὐτήν. τί δή, ὦ Πῶλε; ἤδη πέπυσαι [462c 10]: μήπω δεδειγμένου τί ἐστιν ῥητορική, ὁ Πῶλος ἐρωτᾷ τὸ ὁποῖόν τί ἐστι. μέμ‐ φεται οὖν αὐτῷ ὅτι ‘ἄλλο ἐρωτᾷς τούτου μὴ δειχθέντοσ‘. | |
5 | καὶ ἐντεῦθεν ἀναφαίνεται ἡ τάξις τῶν τεσσάρων προ‐ βλημάτων. | |
12.12 | Τίνος, ὦ Σώκρατες [463a 5]: ‘τίνος τῶν οὐ καλῶν ἐστὶν εἰπέ, ὦ Σώκρατεσ‘. | |
13t | Πρᾶξις σὺν θεῷ ιγʹ | |
13.1 | Δοκεῖ τοίνυν μοι [463a 6—464c 3]: Ἐνταῦθα τὸν καθολικὸν ὅρον τῆς ῥητορικῆς βούλεται ἀποδοῦναι ὁ Σωκράτης. εἶτα λαμβάνει δύο γένη, τὸ μὲν προσεχές, τὸ δὲ πόρρω· ὥσπερ γὰρ τοῦ ἀνθρώπου δύο | |
5 | γένη εἰσίν, ἀλλὰ τὸ μὲν προσεχές, ὡς τὸ ζῷον, τὸ δὲ πόρρω, ὡς ἡ οὐσία, οὕτως καὶ ἐπὶ τῆς ῥητορικῆς προσεχὲς μὲν λαμβάνει τὴν κολακείαν, πόρρω δὲ τὴν ἐπιτήδευσιν. ἰστέον τοίνυν ὅτι ὁ κολακικὸς τρία ταῦτα θέλει ἔχειν, στοχαστικὸν, δεινόν, ἀνδρεῖον· στοχαστικὸν μὲν ἵνα στο‐ | |
10 | χάζηται τῆς φύσεως τοῦ κολακευομένου, ποίοις χαίρει, ἵνα 〈τού〉τοις κέχρηται· δεινὸν δὲ ἵνα εἰδείη τὰς ὁδοὺς δι’ ὧν ὀφείλει ἐπὶ τὸ κολακεύειν ἰέναι· ἀνδρεῖον δὲ ἵνα ἐμμένῃ καὶ μὴ χαύνῳ φρονήματι κεχρημένος ἀπαναχωρῇ, ἐπεὶ οὕτως καὶ φωρᾶται. | |
15 | Ἐπεὶ τοίνυν πλείους εἰσὶ κολακεῖαι, δεῖ εἰπεῖν ποία κολα‐ κεία ἐστὶν ἡ ῥητορική· θέλοντες τοίνυν τοῦτο εὑρεῖν ὀφεί‐ | |
λομεν λαβεῖν τά τε ὑποκείμενα τοῖς κόλαξι καὶ τὰς ἕξεις δι’ ὧν ἐρχόμεθα ἐπὶ τοῦτο. ἰστέον τοίνυν ὅτι ἡ ἐπιτήδευσις διττή ἐστιν, ἡ μὲν γνωστική, ἡ δὲ ζωτική. καὶ ἡ γνωστικὴ | 76 | |
20 | ἢ τὰς αἰτίας παραδίδωσιν ἢ οὔ· καὶ ἡ τὰς αἰτίας ἀποδι‐ δοῦσα ἢ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων ἢ τῶν ῥευστῶν. ἀλλ’ ἡ μὲν περὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα καλεῖται ἐπι‐ στήμη, ἡ δὲ περὶ τὰ ῥευστὰ τέχνη, ἡ δὲ μὴ τὰς αἰτίας ἀποδιδοῦσά ἐστιν ἐμπειρία. πάλιν ἡ ζωὴ ἢ περὶ τὸ σῶμα | |
25 | ἢ περὶ τὴν ψυχὴν ἐξετάζεται· καὶ περὶ τὸ σῶμα ἢ τὸ ἀγα‐ θὸν ἢ τὸ ἡδύ, καὶ περὶ τὴν ψυχὴν ὁμοίως· καὶ περὶ τὸ σῶμα ἢ τῷ φυλάττειν αὐτὸ ὑγιαῖνον ἢ τῷ νοσοῦν ἐπανορ‐ θοῦσθαι. καὶ τὸ μὲν ἐπανορθοῦν ἐστὶν ἰατρικῆς ἀγαθόν, | |
13.2 | τὸ δὲ φυλάττειν γυμναστικῆς· ὅτι γὰρ οὐ φυλάττει ὁ ἰα‐ τρός, αὐτὸ τὸ ὄνομα δηλοῖ, ἰατρικὴ γὰρ λέγεται οἷον ἰατική τις οὖσα· ὥστε μή, ἐπειδὴ νῦν συγκεχυμέναι εἰσίν, οἰηθῇς ταὐτὸν εἶναι γυμναστικὴν καὶ ἰατρικήν. περὶ δὲ τὴν ψυχὴν | |
5 | τὸ μὲν φυλάττον αὐτήν ἐστι τὸ νομοθετικόν, τὸ δὲ ἐπαν‐ ορθοῦν τὸ δικαστικόν, τὰ δύο δὲ ταῦτα ὑπὸ τὸ πολιτικὸν ἀνάγεται· γυμναστικῆς δὲ καὶ ἰατρικῆς οὐκ ἔστι κοινὸν γένος, ἐπειδὴ τὰ μὲν δύο ταῦτα, ἥ τε γυμναστικὴ καὶ ἡ ἰατρική, τοῦ σώματός ἐστι, τοῦτο δὲ μεμερισμένον καὶ | |
10 | οὐκ ἔχον ἑνότητα, τὸ δὲ νομοθετικὸν καὶ δικαστικὸν τῆς ψυχῆς, ἥτις ἀμερής ἐστι καὶ ἑνωτικὴ καὶ κοινὸν γένος | |
ποιοῦσα ἐπιδέχεσθαι τὰ αὐτῇ ἁρμόζοντα. Ποῖαι τοίνυν εἰσὶν ἕξεις μιμούμεναι ταύτας καὶ πρὸς τὸ φαινόμενον ἀγαθὸν ὁρῶσαι, ὅ ἐστι τὸ ἡδύ; πᾶν γὰρ | 77 | |
15 | πάθος ἀπὸ ἐκπτώσεως γίνεται ὑποκρινόμενον τὸ ἀγαθόν. ὑποδύεται τοίνυν τὴν μὲν γυμναστικὴν ἡ κομμωτική, καὶ γὰρ αὕτη τὸ παρὸν κάλλος τῶν τριχῶν διαφυλάττει διὰ τῶν ἀλλοτρίων χρωμάτων· τὴν δὲ ἰατρικὴν ἡ ὀψοποιητική, καὶ γὰρ αὕτη τὴν ὄρεξιν ἀνακινεῖ, ἀλλ’ αὕτη πρὸς τὸ | |
20 | ἡδὺ ὁρῶσα, καὶ πολλάκις ἓν μόριον οἷον τὸ ἄκρον τῆς γλώττης εἰς ὄρεξιν φέρει, τὸ δὲ ὅλον σῶμα ἀνατρέπει. πάλιν ἐπὶ τῆς ψυχῆς τὴν μὲν νομοθετικὴν ὑποδύεται ἡ σοφιστική, ἐπειδὴ καὶ αὕτη περὶ τὰ καθόλου καταγίνεται (οὕτω γοῦν καὶ Πρωταγόρας σοφίζεται ὅτι οὐδέν ἐστι | |
25 | ψεῦδος ἀλλὰ πάντα ἀληθῆ ἐστίν, καὶ ὅτι ἡ αἴσθησις ἐπι‐ στήμη ἐστίν)· ἡ δὲ ῥητορικὴ ὑποδύεται τὴν δικαστικήν, ἐπειδὴ περὶ τὰ μερικὰ καταγίνεται. ἔστι τοίνυν ἡ ῥητο‐ ρικὴ ἐπιτήδευσις ἐμπειρικὴ κολακικὴ τῆς ψυχῆς, τῆς πολιτικῆς μορίου εἴδωλον τοῦ δικαστικοῦ· ‘τοῦ‘ μὲν οὖν | |
30 | ‘δικαστικοῦ‘ πρόσκειται, ἐπειδή ἐστι καὶ τὸ νομοθετικόν, ‘τῆσ‘ δὲ ‘ψυχῆσ‘ πρὸς ἀντιδιαστολὴν τοῦ σώματος, ‘κολα‐ κικὴ‘ δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἀγαθοῦ. | |
13.3 | Ὃ δοκεῖ μὲν εἶναι τέχνη [463 b 3]: ἀμέλει καὶ μέχρι τοῦ παρόντος φαμὲν ‘ὁ μάγειρος τεχνίτης ἐστίν‘. | |
13.4 | Οὐ γὰρ δίκαιον, ὦ Πῶλε [463 c 6]: ὥσπερ ἐν τοῖς | |
πράγμασι θεωρεῖται τὸ δίκαιον, οὕτω καὶ ἐν τοῖς λόγοις· φησὶν ὅτι οὐ δίκαιόν ἐστι πρὶν μαθεῖν τὸ τί ἐστιν, τὸ ὁποῖόν τί ἐστιν ἐρευνᾶν. | 78 | |
13.5 | Ἆρα οὖν μάθοις ἀποκριναμένου [463 d 1]: ἐπίτη‐ δες ἀσαφέστερον ὁ Σωκράτης ἀποκρίνεται θέλων γνῶναι εἰ ὠφέληταί τι ὁ Πῶλος· εὑρίσκεται δὲ μηδὲν πλέον κατορ‐ θώσας. | |
13.6 | Αἰσχρὸν ἔγωγε [463 d 4]: ποικίλαι μέν εἰσιν αἱ ἰάσεις τῶν παθῶν, μία δέ ἐστι καὶ αὕτη, τὸ ἐνδιδόναι τοῖς πάθεσι, καὶ λοιπὸν ὁ κόρος παύει· οὕτω καὶ ἐπὶ γέλωτος ἀμέτρου ποιοῦμεν πολλάκις. ἐπεὶ οὖν ἐκρατεῖτο ὁ Πῶλος τῷ πάθει | |
5 | τῷ ἀντὶ τοῦ τί ἐστιν ἐρωτᾶν τὸ ὁποῖόν τί ἐστιν, ἐνδίδω‐ σιν αὐτῷ ὁ Σωκράτης καὶ λέγει ὅτι αἰσχρόν, ἀποπληρῶν αὐτοῦ τὴν ἐρώτησιν. Δεῖ δὲ εἰδέναι ὅτι τρία εἰσὶ ταῦτα, ἀγαθὸν δίκαιον καλόν· καὶ ἐπὶ μὲν τῶν πράξεων ἀντιστρέφουσιν, ἐπὶ δὲ | |
10 | τῶν πραγμάτων οὔ, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἐπὶ πλέον ἁπάν‐ των, τὸ δὲ καλὸν μετ’ αὐτό, εἶτα τὸ δίκαιον. ὥστε καὶ εἴ τι μὲν καλόν, τοῦτο καὶ ἀγαθόν, οὐκέτι δὲ εἴ τι ἀγαθόν, τοῦτο καὶ καλόν· ἰδοὺ γὰρ ἡ ὕλη ἀγαθὴ μέν, ἐπειδὴ συνεισ‐ φέρει τῇ γενέσει τι καὶ συντελεῖ, οὐ καλὴ δέ, ἀλλὰ καὶ | |
15 | αἰσχρά. ἐπεὶ τοίνυν τῷ μὲν ἀγαθῷ ἀντίκειται τὸ κακόν, τῷ δὲ καλῷ τὸ αἰσχρόν, ἐπὶ πλέον δὲ τὸ ἀγαθὸν τοῦ καλοῦ, δῆλον ὅτι τὸ κακὸν ἀντικείμενον τῷ ἀγαθῷ ἐπὶ πλέον ὄντι ἐπ’ ἔλαττον ἔσται, τὸ δὲ αἰσχρὸν ἐπὶ πλέον. ὅθεν εἴ τι μὲν κακόν, πάντως καὶ αἰσχρόν, οὐκ εἴ τι δὲ αἰσχρόν, | |
20 | πάντως καὶ κακόν· οὕτως οὖν ἡ ὕλη αἰσχρὰ μέν ἐστιν, οὐ κακὴ δέ. ἐπεὶ οὖν τοῦτο οἶδεν ὁ Σωκράτης, διὰ τοῦτο εἶπεν ὅτι ‘τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ‘. | |
13.7 | Μὰ τὸν Δία, ὦ Σώκρατες [463 d 6]: ὡς φιλομαθὴς ὁ Γοργίας φησὶν ὅτι ‘ἐγὼ οὐκ οἶδα τί λέγεις, ὦ Σώκρα‐ τες· θέλησον οὖν μετ’ ἐμοῦ διαλεχθῆναι‘. | 79 |
13.8 | Ὅδε ἐλέγξει [463e 6—464a 1]: ἰδοὺ μέτριον ἦθος, ὅτι θέλει καὶ ὑπὸ Πώλου ἐλεγχθῆναι εἰ κακῶς λέγῃ. | |
13.9 | Μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω [464 b 4—5]: εἴρηται γὰρ ὅτι γυμναστικῆς καὶ ἰατρικῆς κοινὸν γένος οὐκ ἔστιν. | |
13.10 | Ἐπειδὴ παρελείπομέν τινα ἀνωτέρω, δεῖ αὐτὰ εἰπεῖν. ἰστέον ὡς, ὅτε ἐλέγομεν ὅτι τρία ταῦτα ἔχει ὁ κόλαξ στοι‐ χεῖα, στοχαστικὸν δεινὸν ἀνδρεῖον, —ταῦτα οὖν ἐστὶ τοῦ κόλακος στοιχεῖα, ὥσπερ τοῦ πολιτικοῦ, ὡς εἴρηται | |
5 | ἐν ταῖς Πολιτείαις, τοῦ φιλόσοφον ἔχοντος ἦθος, τὸ εὐμα‐ θὲς τὸ μνημονευτικὸν τὸ πρὸς τὰ καθολικὰ ὁρᾶν· ταῦτα γὰρ τὰ τρία θέλει ἔχειν ὁ φιλοσοφῶν. | |
14t | Πρᾶξις σὺν θεῷ ιδʹ | |
14.1 | Τεττάρων δὲ τούτων οὐσῶν [464c 3—466a 3]. Ἤδη εἰρήκαμεν τὸν ὁρισμὸν τῆς ῥητορικῆς καὶ τίς τίνα ὑποδύεται. βούλεται οὖν ἐντεῦθεν περὶ τῆς κολακείας εἰπεῖν, ὅτι αὕτη εἰς τέσσαρα διαιρεθεῖσα ὑποδύεται ἄλλα, | |
5 | ἡ μὲν γὰρ ὀψοποιητικὴ τὴν ἰατρικήν, ἡ δὲ κομμωτικὴ τὴν γυμναστικήν. ὥσπερ γὰρ ὁ γυμναστὴς ῥιπίζων τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν ἀνθεῖν ποιεῖ τὴν εὔχροιαν ἐν τῷ παντὶ σώματι, οὕτως καὶ ἡ κομμωτικὴ σπεύδει ἀλλοτρίῳ κόσμῳ καὶ χρώμασι κοσμεῖν τὰς τρίχας. καὶ ταῦτα μὲν τὰ εἴδωλα | |
10 | περὶ τὸ σῶμα· τὰ δὲ περὶ τὴν ψυχήν εἰσιν, ὡς εἴρηται, ἥ | |
τε σοφιστικὴ καὶ ἡ ῥητορική, ἡ μὲν σοφιστικὴ ὑποδυομένη τὴν νομοθετικήν, ἡ δὲ ῥητορικὴ τὴν δικαστικήν. λέγει τοίνυν τὴν κολακευτικὴν αἰσθάνεσθαι καὶ στοχάζεσθαι τίσιν χαίρει ὁ κολακευόμενος, οὐ γινώσκειν· γνῶσιν γὰρ | 80 | |
15 | οὐκ ἔχει, εἴ γε αὕτη πρὸς τῷ νῷ ἐστίν· οὐ γνοῦσα οὖν ἀλλὰ στοχαζομένη καὶ αἰσθανομένη ἐνεργεῖ. | |
14.2 | Ἰστέον δὲ ὅτι τοσοῦτον διαφέρει, ὥς φησιν Ἀριστο‐ τέλης, φίλος κόλακος, ὅσον τὸ ἀγαθὸν τοῦ ἡδέος· ὁ μὲν γὰρ φίλος καὶ λυπεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ κόλαξ καὶ βλάπ‐ τει διὰ τὸ ἡδύ. καὶ λέγει κριτήριον διακρῖνον τόν τε φίλον | |
5 | καὶ τὸν κόλακα· φησὶ γὰρ ὅτι ‘προβαλοῦ ἐναντία, καὶ εἰ μὲν τὸ ἓν ἀποδέξηται τὸ δὲ ἕτερον οὔ, φίλος ὁ τοιοῦτος, εἰ δὲ ἀμφότερα κόλαξ‘. οἷόν τι λέγω, εἰπὲ ὅτι ‘〈θέλω〉 εἰς προάστειον ἀπελθεῖν‘ καὶ ἴδε τί λέγει· εἰ μὲν εἴποι ὅτι ‘ναί· καὶ γάρ ἐστιν ἐνταῦθα πολλὴν καὶ τῶν ἐπιτηδείων | |
10 | ἀφθονίαν εὑρεῖν καὶ τῶν ἀέρων εὐκρασίαν‘, εἰπὲ σὺ ὅτι ‘ἀληθῶς τάχα οὐκ ἄπειμι· πολλὴ γάρ ἐστιν ἐνταῦθα θερμασία καὶ τῶν ἐπιτηδείων οὐκ ἀπολαύομεν‘. εἰ μὲν οὖν ἐναντιωθῇ κατὰ κράτος καὶ εἴπῃ ὅτι ‘δεῖ πάντως ἀπελθεῖν‘, ὁ τοιοῦτος φίλος ἐστίν· εἰ δὲ πάλιν εἴποι ὅτι | |
15 | ‘ἀληθῶς καλῶς λέγεις, οὐ δεῖ ἀπελθεῖν, καὶ γὰρ ἔχομεν ἀσχολίασ‘ καὶ τὰ τοιαῦτα, γίνωσκε κόλακα τὸν τοιοῦτον πρὸς τὸν λόγον τοῦ κολακευομένου βλέποντα. | |
14.3 | Ὥστ’ εἰ δέοι ἐν παισίν [464 d 5]: ‘ὥστε‘, φησίν, ‘εἰ ἀνοήτων θέατρον συγκροτήσομεν καὶ ἐπὶ αὐτῶν κρι‐ νοῦμεν ἰατρὸν καὶ ὀψοποιοῦντα, ὁ μὲν ἰατρὸς ἐξοστρακι‐ σθήσεται ὑπὸ τῶν παίδων, τὰ γὰρ παιδία καὶ φρίττουσι τὸν | |
5 | ἰατρὸν ὡς πολλάκις καὶ ἀσιτίαν ἐπιτάττοντα, ὁ δὲ ὀψοποιὸς | |
φιληθήσεται ὡς πρὸς τὸ ἡδὺ ὁρῶν‘. εἶπεν δὲ ‘ἢ ἐν παισὶν ἢ ἐν ἀνδράσιν‘, ἐπειδὴ καὶ Ἀριστοτέλης φησὶν ὅτι ἡ ἄνοια γίνεται ἢ παρὰ τὴν ἡλικίαν, ὡς ἐπὶ τῶν παιδίων (ταῦτα γὰρ ἀνόητα διὰ τὴν ἡλικίαν), ἢ διὰ τὸν λογισμόν, ὡς ἐπὶ | 81 | |
10 | τῶν τελείων μὲν ἀνδρῶν ἀπαιδεύτων δέ, ἐφ’ ὧν ἐστὶν εἰπεῖν ὅτι δὶς παῖδα ἔδει γενέσθαι ἕκαστον ἵνα ἐν τῷ δε‐ διέναι κατετρίβετο. | |
14.4 | Καὶ αἰσχρόν φημι εἶναι [464 e 2—465 a 1]: ἐκ συλλογισμοῦ δείκνυται ὁ κόλαξ αἰσχρὸς οὕτως· ‘ὁ κόλαξ πρὸς τὸ ἡδὺ βλέπει, ὁ πρὸς τὸ ἡδὺ βλέπων ἐκκαλεῖται τὸ πάθος, ὁ ἐκκαλούμενος τὸ πάθος ἐπίπροσθεν ἑαυτοῦ | |
5 | ἄγει τὸ πάθος, ὁ ἐπίπροσθεν ἑαυτοῦ ἄγων τὸ πάθος ἐπί‐ προσθεν φέρει τὸ πάθος τοῦ λογισμοῦ, ὁ ἐπίπροσθεν φέρων τὸ πάθος τοῦ λογισμοῦ ἐπίπροσθεν φέρει τὴν ὕλην τοῦ εἴδους, ὁ ἐπίπροσθεν φέρων τὴν ὕλην τοῦ εἴδους αἰσ‐ χρός ἐστιν (ἡ γὰρ ὕλη αἰσχρά), ὁ κόλαξ ἄρα αἰσχρόσ‘. ἵνα | |
10 | δὲ μή τις ἡμᾶς εἴπῃ ἀσυλλόγιστόν τι ποιῆσαι διὰ τοσού‐ των συμπεράναντας τὸ ζητούμενον, φαμὲν ὅτι δυνατὸν διὰ προσυλλογισμῶν τὰς πάσας προτάσεις κατατεμόντας οὕτως ἐπιστημόνως τοῦτο συμπερᾶναι. Ἰστέον δὲ ὅτι πρὸς τὸν Πῶλον προάγει τὸν λόγον τοῦτον | |
15 | καί φησιν ὅτι ‘αἰσχρόν φημι, ὦ Πῶλε‘, ἐπειδὴ αὐτὸς ἄνω καὶ κάτω ** μαθεῖν ὁποῖόν τί ἐστιν ἡ ῥητορική. ὅρα δὲ τὸ φιλόσοφον ἦθος τοῦ Σωκράτους· πρὸς μὲν τὸν Γορ‐ γίαν ὡς ἐπιεικῆ διδασκαλικῶς διαλέγεται, πρὸς δὲ τὸν Πῶλον ὡς προπετῆ ἀγωνιστικῶς. | |
14.5 | Τέχνην δὲ αὐτήν [465 a 2]: ἰδοὺ βοᾷ μὴ εἶναι ταύτην | |
τὴν δημώδη ῥητορικὴν τέχνην ὡς ἂν μὴ εἰδυῖαν τὰ ὑπο‐ βεβλημένα αὐτῇ πράγματα μηδὲ λόγον παρέχουσαν· οὐκ ἔστιν γὰρ τέχνη ἐκεῖνο πᾶν ὃ ἂν ᾖ ἄλογον. | 82 | |
14.6 | Τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς [465 a 6]: ἐπει‐ δὴ ἀποφαίνεται ὁ Σωκράτης, θέλει δεῖξαι ὅτι διὰ τὰς ἀπο‐ δείξεις ἀποφαίνεται καί φησιν ὅτι ‘εἰ κακῶς λέγω, θέλω ὑποσχεῖν λόγον‘. | |
14.7 | Κακοῦργός τε [465 b 3]: ‘κακοῦργοσ‘ μὲν ὡς κακο‐ ποιητική, ‘ἀπατηλὴ‘ δὲ ὡς πρὸς τὸ ἡδὺ βλέπουσα, ‘ἀγεν‐ νὴσ‘ δὲ διὰ τὸ μαλθακὸν καὶ οὐ σταθερόν, ‘ἀνελεύθεροσ‘ δὲ διὰ τὸ ἀνδραποδῶδες. | |
14.8 | Σχήμασι καὶ χρώμασιν [465 b 4]: ἡ γὰρ κομμω‐ τικὴ κελεύει καὶ σχήματος καὶ χρώματος καὶ τοῦ λείου τοῦ προσώπου καὶ αὐτοῦ τοῦ βλέμματος φροντίζειν· οὕτω κἀκεῖνος ἔφη ‘τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ‘. | |
5 | ταῦτα οὖν ἀσκεῖται ἡ κομμωτική. | |
14.9 | Ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι [465 b 7]: γεωμετρικὴ ἀναλογία ἐστὶν ‘ὡς τόδε πρὸς τόδε, οὕτως τόδε πρὸς τόδε‘, ἀντὶ τοῦ ‘ὡς κʹ πρὸς ιʹ, οὕτως καὶ δʹ πρὸς βʹ‘. φησὶν οὖν ὅτι ‘γεωμετρικῇ ἀναλογίᾳ ἐπὶ τούτων θέλω | |
5 | χρήσασθαι διὰ τὸ σαφέσ‘. δεῖ τοίνυν εἰδέναι ὅτι ἢ τὰ εἴδω‐ λα πρὸς τὰ εἴδωλα παραβάλλει ἢ τὰ παραδείγματα πρὸς τὰ παραδείγματα ἢ τὰ παραδείγματα πρὸς τὰ εἴδωλα· καὶ ἢ τὰ τοῦ σώματος εἴδωλα πρὸς τὰ παραδείγματα αὐτοῦ τοῦ σώματος ἢ πρὸς τὰ παραδείγματα τῆς ψυχῆς, ἢ τὰ εἴδωλα | |
10 | τῆς ψυχῆς πρὸς τὰ παραδείγματα αὐτῆς τῆς ψυχῆς ἢ πρὸς τὰ παραδείγματα τοῦ σώματος. οἷόν τι λέγω, εἰσὶ ψυχῆς παραδείγματα τὸ νομοθετικὸν καὶ τὸ δικαστικόν, σώματος | |
δὲ ἡ ἰατρικὴ καὶ ἡ γυμναστική· πάλιν ψυχῆς μὲν εἴδωλα σοφιστικὴ καὶ ῥητορική, σώματος δὲ ὀψοποιητικὴ καὶ | 83 | |
15 | κομμωτική. πῶς οὖν εἴδωλα πρὸς εἴδωλα παραβάλλο‐ μεν; ἐὰν εἴπω ὅτι ‘ὡς ἔστιν ὀψοποιικὴ πρὸς ῥητορικήν, οὕτως κομμωτικὴ πρὸς σοφιστικήν‘· ἰδοὺ γὰρ εἴδωλα πάντα, καὶ τὰ μὲν σώματος τὰ δὲ ψυχῆς. παραδείγματα δὲ πρὸς παραδείγματα, ‘ὡς γυμναστικὴ πρὸς νομοθετικήν, | |
20 | οὕτως ἰατρικὴ πρὸς δικαστικήν‘. πάντα γὰρ παραδείγματα, καὶ τὰ μὲν σώματος τὰ δὲ ψυχῆς. παραδείγματα δὲ πρὸς εἴδωλα, ‘ὡς γυμναστικὴ πρὸς κομμωτικήν, οὕτως ἰατρικὴ πρὸς ὀψοποιητικήν‘. γυμναστικὴ μὲν γὰρ καὶ ἰατρικὴ παραδείγματα, ὀψοποιητικὴ δὲ καὶ κομμωτικὴ εἴδωλα, | |
25 | πάντα δὲ τοῦ σώματος. ἐὰν δὲ εἴπω ‘ὡς νομοθετικὴ πρὸς σοφιστικήν, οὕτως δικαστικὴ πρὸς ῥητορικήν‘, ἔλαβον μὲν καὶ οὕτως τὰ μὲν παραδείγματα τὰ δὲ εἴδωλα, ἀλλὰ πάντα ψυχῆς. ἐπεὶ τοίνυν μακρὸν διὰ τούτων ἐποιήσατο τὸν λόγον, ἀπολογεῖται καί φησιν ‘ἐπειδή, ὦ Πῶλε, οὐκ | |
30 | ἐνόεις τὰ λεγόμενα, ἠναγκάσθην πλατῦναι τὸν λόγον, ὡς εἴ γε ἐνόεις, οὐκ ἂν ἐμήκυνα. ὥστε καὶ σύ, εἰ μὲν νοήσω, μὴ μηκύνῃς, εἰ δὲ μὴ δυνηθῶ παρακολουθῆσαι, ἔκτεινον τὸν λόγον‘. | |
14.10 | Ἅτε δὲ ἐγγὺς ὄντων φύρονται [465 c 4]: σύγχυσις γὰρ γίνεται σοφιστικῆς καὶ ῥητορικῆς· οὕτω γοῦν καὶ ὁ Γοργίας σοφιστὴς ὢν ἑαυτὸν ῥήτορα ἐποίει. ἄξιον δὲ ζητῆ‐ σαι διὰ τί σοφιστικὴ μὲν καὶ ῥητορικὴ συγχέονται, κομ‐ | |
5 | μωτικὴ δὲ καὶ ὀψοποιητικὴ οὔ. φαμὲν ὅτι ἡ ὀψοποιητικὴ καὶ ἡ κομμωτικὴ εἴδωλά ἐστι σώματος· εἰ οὖν σῶμα αὐτὰς διεγίνωσκεν, σύγχυσις ἂν καὶ αὐτῶν ἐγίνετο· πῶς γὰρ τὸ σῶμα τὸ κρατούμενον τοῖς ἐξ αὐτῶν πάθεσιν εἶχεν διακρῖναι; νυνὶ δὲ ἐπειδὴ σώματος μέν εἰσιν εἴδωλα, ἡ | |
10 | ψυχὴ δέ ἐστιν ἡ διακρίνουσα, διὰ τοῦτο οὐ συγχέονται τῆς ψυχῆς διοριζούσης. ῥητορικὴ δὲ καὶ σοφιστικὴ τῆς ψυχῆς | |
εἴδωλα· εἰ οὖν ψυχὴ ἡ πάσχουσα, πῶς ἔχει διακρῖναι κατακρατηθεῖσα καὶ ἀνδραποδισθεῖσα; ὥστε διὰ τοῦτο ἡ σύγχυσις. | 84 | |
14.11 | Πρὸς δικαιοσύνην [465 c 3]: ἀντὶ τοῦ ‘πρὸς δικα‐ στικήν‘. | |
14.12 | Πρὸς αὐτό, τὸ τοῦ Ἀναξαγόρου [465 d 3—4]: ὁ Ἀναξαγόρας ὁμοιομερείας ἐπρέσβευεν· καὶ ὁρῶν ὅτι πάντα ἐκ πάντων γίνονται, μὴ δυνάμενος τῇ ἀναλύσει προσσχεῖν ᾤετο πάντα ἐν πᾶσιν εἶναι καὶ ἔφασκεν ‘ἦν ἄρα | |
5 | ὁμοῦ πάντα χρήματα‘. φησὶν οὖν ὅτι ‘εἰ τὸ σῶμα ἔκρινε τὰ τοῦ σώματος, ἦν ἅπαντα ἐν πᾶσιν‘, ἀντὶ τοῦ ‘σύγχυσις ἐγίνετο‘. ‘ταῦτα δὲ λέγω σοι, ὦ Πῶλε, ἐπειδὴ ἔμπειρος εἶ τῶν Ἀναξαγόρου λόγων‘· ἰστέον γὰρ ὅτι ὁ μὲν Γοργίας Ἐμπεδόκλειος ἦν, ὁ δὲ Πῶλος τοῖς δόγμασιν Ἀναξαγόρου | |
10 | ἔχαιρεν. | |
14.13 | Ὃ μὲν οὖν ἐγώ φημι [465 d 7]: νῦν ἄλλον ὁρισμὸν ἐκ τῶν εἰδώλων ἀποδίδωσι λέγων ὅτι ‘ῥητορική ἐστιν ἀντίστροφος ὀψοποιίᾳ περὶ ψυχήν· ὃ γάρ ἐστιν ὀψοποιία ἐν σώματι, τοῦτο ῥητορικὴ ἐν ψυχῇ‘. ἰστέον δὲ ὅτι περὶ | |
5 | τῆς δημώδους λέγει, ἐπεὶ ἐν τῷ Φαίδρῳ τὴν ἀληθῆ τῇ ἰατρικῇ ἀντίστροφον λέγει. | |
14.14 | Ἴσως μὲν οὖν ἄτοπον [465 e 1—2]: ἰδοὺ ἀπολογεῖ‐ ται διὰ τί μακρῷ λόγῳ ἐχρήσατο τὴν βραχυλογίαν φιλεῖν ἐπαγγειλάμενος. | |
14.15 | Καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει [466 a 2—3]: ‘εἰ ἔχεισ‘, φησίν, ‘τίποτε χρήσασθαι ταύτῃ τῇ ἀποκρίσει καὶ | |
ἐναντιωθῆναι, χρῶ καὶ πειρῶ ἀντιλέγειν‘. | 85 | |
14.16 | Ὃ μὲν οὖν ἐγώ φημι [465 d 7]: ὁ Πλάτων ἐνταῦθα κατακόρως τῷ Ἀττικῷ σχήματι κέχρηται τῷ καλουμένῳ ἀμερίστῳ· ἀμέριστον δέ ἐστιν, ὅταν πολλοὶ μὲν λέγονται ‘μὲν‘ σύνδεσμοι, μηδαμοῦ δὲ ὁ ‘δέ‘. ‘ὃ μὲν οὖν ἐγώ | |
5 | φημι‘· ἰδοὺ εἷς ‘μὲν‘ σύνδεσμος. ‘ἴσως μὲν οὖν ἄτοπον‘· ἰδοὺ ἄλλος ‘μὲν‘ καὶ οὐδαμοῦ ὁ ‘δέ‘. ‘ἄξιον μὲν οὖν μοι συγγνώμην‘· ἰδοὺ ἄλλος ‘μέν‘· τινὲς δὲ γράφουσιν ‘ἄξιον μέντοι‘, κακῶς δέ, δεῖ γὰρ ‘ἄξιον μὲν οὖν‘ γράφειν. ‘ἐὰν μὲν οὖν καὶ ἐγώ σου‘· ἰδοὺ καὶ ἄλλος ‘μὲν‘ σύνδεσμος. | |
15t | Πρᾶξις σὺν θεῷ ιεʹ | |
15.1 | Τί οὖν φῄς; κολακεία δοκεῖ σοι [466 a 4—467 c 4]. Ὁ σκοπὸς ὡς εἴρηται τοῦ διαλόγου ἐστὶν ἐπισκέψασθαι τὰς ἠθικὰς ἀρχὰς τῆς πολιτικῆς εὐδαιμονίας· εἴρηται τοίνυν ὅτι οὐχ ἡ ῥητορικὴ ἀλλ’ ὅτι ἡ πολιτικὴ ἐπιστήμη. | |
5 | ἰστέον τοίνυν ὅτι διὰ μὲν τῶν προλαβόντων τὸ ποιητικὸν αἴτιον ἀποδέδοται, διὰ δὲ τούτων τὸ εἰδικὸν ζητοῦμεν. ἐπεὶ γὰρ εἴρηται τί οὐκ ἔστιν ἡ ῥητορική, ἔδει εἰπεῖν καὶ τί ἐστιν· ἐπεὶ τοίνυν κολακείαν αὐτὴν εἶπεν ὁ Σωκράτης, ὁ Πῶλος ἐναντιοῦται. ἀλλὰ δεῖ εἰδέναι ὅτι ἡ ἐναντίωσις | |
10 | τῶν συλλογισμῶν τριττή ἐστιν· ἢ γὰρ ταῖς προτάσεσιν ἐναντιούμεθα ἢ τῷ σχήματι ἤ, εἰ μηδὲ ταῖς προτάσεσι μηδὲ τῷ σχήματι δυνάμεθα ἐναντιωθῆναι, ἕτερον τρόπον ἀνασκευαστικὸν ζητοῦμεν. οἷον εἰ μὲν εἴποι τις ὅτι ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ἵππος, ὁ ἄρα ἄνθρωπος ἵπποσ‘, | |
15 | ταῖς προτάσεσιν ἐναντιούμεθα ὡς ψευδέσιν. εἰ δὲ εἴποι τις ὅτι ‘ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος ζῷον, ὁ ἄνθρωπος ἄρα ἵπποσ‘, ἐνταῦθα αἱ μὲν προτάσεις ἔρρωνται (ἀληθεῖς γάρ· καὶ γὰρ καὶ ἡ λέγουσα ὅτι ὁ ἵππος ζῷον καὶ ἡ λέγουσα ὅτι ὁ ἄνθρωπος ζῷον), τὸ δὲ σχῆμά ἐστι τὸ ψευδές· ἐν | 86 |
20 | γὰρ δευτέρῳ σχήματι ἀμφότεραι καταφατικαί. εἰ δὲ καὶ τὸ σχῆμα καλῶς ἔχοι καὶ αἱ προτάσεις μὴ ψευδεῖς ὦσιν, ἔδει τότε ἑτέρως ἀνασκευάζειν, ὥσπερ καὶ Ἀριστοτέλης ἐν ταῖς Φυσικαῖς ποιεῖ, δι’ ὧν ἀποροῦσι διὰ τούτων ἐπι‐ λύων καὶ ἐλέγχων τὰ σοφίσματα αὐτῶν. | |
15.2 | Οὕτω τοίνυν καὶ ἐνταῦθα ὁ Πῶλος μήτε τῶν προτά‐ σεων δυνηθεὶς ἐπιλαβέσθαι μήτε τοῦ σχήματος δι’ ἄλλων ἀνασκευάζειν πειρᾶται. προέρχονται τοίνυν οἱ συλλογισ‐ μοὶ τοῦ Πώλου οὕτως· ‘εἰ ὁ κόλαξ φαῦλος νομίζεται ἐν | |
5 | ταῖς πόλεσιν, ὁ ῥήτωρ δὲ φαῦλος οὐ νομίζεται ἐν ταῖς πόλεσιν, ὁ ῥήτωρ ἄρα οὐ κόλαξ‘. λαμβάνεται τοίνυν ὁ Σωκράτης τῆς ἐλάττονος προτάσεως τῆς ἀποφατικῆς καὶ λέγει ὅτι ‘οὐ μόνον δείκνυμι ὅτι φαῦλοι νομίζονται οἱ ῥήτορες ἐν τῇ πόλει, ἀλλ’ ὅτι ὅλως οὐδὲ γινώσκονται | |
10 | αὐτὸ τοῦτο ὡς ῥήτορες ἐν πόλει‘. εἶτα ὁ Πῶλος τοῦτο κατασκευάζει δι’ ἑτέρων προτάσεων οὕτως· ‘ὁ ῥήτωρ μεγάλα δύναται, ὁ μεγάλα δυνάμενος φαῦλος οὐ νομίζεται, ὁ ἄρα ῥήτωρ φαῦλος οὐ νομίζεται‘. πάλιν κἀνταῦθα τῆς ἐλάττονος λαμβάνεται, ὡς δείξομεν, καὶ λέγει ὅτι ‘οἱ | |
15 | ῥήτορες μεγάλα οὐ δύνανται‘. πάλιν ὁ Πῶλος κατασκευά‐ ζει τοῦτο οὕτως ὅτι ‘οἱ ῥήτορες ἃ βούλονται ποιοῦσιν, οἱ ποιοῦντες ἃ βούλονται μεγάλα δύνανται, οἱ ῥήτορες ἄρα μεγάλα δύνανται‘. πάλιν λαμβάνεται τῆς ἐλάττονος, ὅτι ‘ἃ βούλονται οὐ ποιοῦσιν‘. εἶτα πάλιν κατασκευάζει | |
20 | τοῦτο ὁ Πῶλος οὕτως· ‘οἱ ῥήτορες τὰ ἑαυτοῖς δοκοῦντα ποιοῦσιν, οἱ τὰ ἑαυτοῖς δοκοῦντα ποιοῦντες ἃ βούλονται ποιοῦσιν, οἱ ῥήτορες ἄρα ἃ βούλονται ποιοῦσιν‘. ἐνταῦθα τῆς μείζονος λαμβάνεται, ὅτι ‘οὐχ ἃ δοκεῖ αὐτοῖς ταῦτα | |
καὶ βούλονται‘. πρὸς τοῦτο οὐκέτι οὐδὲν ὁ Πῶλος λέγει. | 87 | |
15.3 | Ἄξιον δὲ ζητῆσαι πῶς οὔκ εἰσιν εὐδαίμονες οἱ ῥήτορες ἐν ταῖς πόλεσιν· ὁρῶμεν γὰρ ὅτι οὐ φαύλως εἰσίν, καὶ γὰρ νόμων κρατοῦσι καὶ ἀρχόντων καὶ πάντων. φαμὲν ὅτι ‘πρόσεχε τί εἶπεν ὁ Σωκράτης, ὅτι φαῦλοί εἰσιν ἐν ταῖς | |
5 | πόλεσι ταῖς ὄντως, οὐκ ἐν ταῖς ὀχλοπολιτείαις καὶ στα‐ σιοποιίαις ἀλλ’ ἐν ταῖς εὐτάκτοισ‘. ἀμέλει καὶ αὐτὸς ἔφη ὅτι ‘αὕτη πόλις μὲν οὐκ ἔστι, πόλεις δέ εἰσιν‘, ἀντὶ τοῦ ‘πλῆθος ἄτακτον, οὐχ ἑνότης ἀλλὰ διαφωνία‘. ὥστε ἐν τῇ ὄντως πόλει οὐ νομίζονται οἱ ῥήτορες, εἴ γε καὶ ἐν | |
10 | αὐταῖς ταῖς ἀτάκτοις τὸ ἀκριβέστερον ἀκροατήριον, τὸ τοῦ Ἀρείου πάγου, ἀπήλλακτο τῆς τοιαύτης ῥητορικῆς· οὐδὲ γὰρ προοίμια ἐκεῖ ἐλέγοντο οὐδὲ ἄλλο τι περιττόν. ὥστε καλῶς εἶπεν ὅτι φαῦλοι νομίζονται. Πάλιν πῶς μεγάλα οὐ δύνανται; δεῖ ὁμολογούμενον | |
15 | λαβεῖν τοῦτο, ὅτι ἡ δύναμις πρὸς τοῦ ἀγαθοῦ ἐστίν, ὡς καὶ αὐτὸς ὁ Πῶλος οἴεται, ἡ δὲ ἀδυναμία πρὸς τοῦ κακοῦ. ἀμέλει οὐδὲ δεῖ λέγειν ὅτι ἠδύνατο μὲν ὁ θεὸς κακοποιῆ‐ σαι, οὐκ ἐβουλήθη δέ· ὅλως γὰρ οὐδὲ δύναται ἔχειν ταύτην τὴν κακοποιὸν δύναμιν, μᾶλλον δὲ ἀδυναμίαν· ἡ γὰρ οὐσία | |
20 | αὐτοῦ ἐν τῇ ἀγαθότητί ἐστιν. ὥστε καὶ ἡμεῖς δύναμιν ἔχομεν καθόσον ὁπωσδήποτε ἀγαθοῦ μετέχομεν. ὁ οὖν κακόν τι ποιῶν οὐ λέγεται ἔχειν δύναμιν· εἰ οὖν εἴη τις τύραννος νοσῶν καὶ μὴ βούλοιτο ἅψασθαι αὐτοῦ ἰατρόν, | |
ἀλλὰ φονεύοι, αὕτη ἀδυναμία μᾶλλόν ἐστιν ἢ δύναμις· | 88 | |
25 | ὡσαύτως καὶ εἰ ἀνιάτρῳ δῷς τέμνον φλεβοτόμον ἢ ἀμού‐ σῳ χρυσῆν κιθάραν ἢ μελαγχολῶντι ξίφος ὀξύ, οὗτοι οὐ λέγονται ἔχειν δύναμιν ἀλλὰ ἀδυναμίαν, ἐπειδὴ οὐδὲν χρηστὸν ποιοῦσιν. οὕτως καὶ οἱ ῥήτορες καὶ ἐπὶ κακῷ τῇ δυνάμει κεχρημένοι οὐ λέγονται δύνασθαι ἀλλὰ μᾶλλον | |
30 | ἀδυναμίαν ἀσκοῦσιν. | |
15.4 | Πῶς τοίνυν πάλιν ἃ δοκοῦσιν οὐ βούλονται; δεῖ εἰδέναι ὅτι πάντες αὐτοφυῶς τοῦ ἀγαθοῦ ἐφίενται· ἀμέλει καὶ αὐτὰ τὰ ἄψυχα· οὕτω γοῦν καὶ ἡ βῶλος διὰ τὸ οἰκεῖον ἀγαθὸν τὸ ἐκ τοῦ τόπου ἐπείγεται κάτω καὶ ὁ σπινθὴρ | |
5 | 〈ἄνω〉. ὁ οὖν τύραννος ἢ ὁ κλέπτης ἤ τις ἕτερος ὡς ἀγα‐ θῷ τῷ κακῷ κέχρηται, καὶ δοκεῖ μὲν ἀγαθὸν ποιεῖν, οὐ βούλεται δὲ τοῦτο· τὸ γὰρ φαινόμενον ἀγαθὸν διώκει. ἀμέλει τοσοῦτον ὅτι οὐ βούλεται τοῦτο, ὅτι εἰ χαλιναγωγη‐ θείη ἐπιστρέφει ἐπὶ τὸ ὄντως ἀγαθόν· οὐκ ἄρα οὖν ἃ | |
10 | δοκοῦσι ταῦτα καὶ βούλονται. καὶ οἱ ῥήτορες οὖν κακοῖς ἐπιχειροῦσιν καὶ οὐχ ἃ δοκοῦσι ταῦτα καὶ βούλονται. πρὸς τοῦτο τοίνυν μηδὲν ἔχων εἰπεῖν ὁ Πῶλος πρῶτον μὲν σχετλιάζει καὶ λέγει ὅτι ‘ναί, ταῦτα τολμᾷς λέγειν; τί οὖν; οὐχ ὅ τις οἴεται, τοῦτο καὶ βούλεται;‘ λοιπὸν δὲ ἀξιοῖ | |
15 | ἀποδεικνύειν τὸν Σωκράτην, καὶ ὁ πάλαι μὴ ἀξιῶν ἐρωτᾶ‐ σθαι νῦν ἐρωτᾶται ὑπὸ τοῦ Σωκράτους καὶ ἀποκρίνεται. | |
15.5 | Τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι [466 a 4]: τὰ ἤδη τεθεωρημένα βούλεται εἰπεῖν καὶ ὅτι οὐ τρυφὴ καὶ χρήματα καὶ τὰ τοιαῦτά ἐστιν εἰδικὸν αἴτιον τῆς πολιτικῆς εὐδαιμονίας, ἀλλ’ ὅτι αἱ ἀρεταί, καὶ ὅτι οὐχ ὃ οἴεται ἕκα‐ | |
5 | στος τοῦτο καὶ βούλεται. ὥσπερ γὰρ ὁ Αἴας ἠβούλετο μὲν φονεῦσαι τὸν Ἀγαμέμνονα καὶ τὸν Ὀδυσσέα, μανεὶς δὲ καὶ ἐλθὼν κατὰ τῶν ποιμνίων ἐδόκει μὲν αὐτοὺς φονεύειν, | |
κατὰ ἀλήθειαν δὲ οὐκ ἐποίει ἃ ἐβούλετο· καὶ ὥσπερ ὁ θέλων μὲν ἰατρευθῆναι, μὴ ἔχων δὲ νοῦν ἰατρικὸν ἀλλ’ | 89 | |
10 | ὕδωρ παρὰ καιρὸν λαμβάνων, τὰ μὲν δοκοῦντα ἑαυτῷ ποιεῖ οὐχ ἃ βούλεται δέ (βούλεται μὲν γὰρ ὑγίειαν, οὐ προσγίνεται δὲ αὐτῷ ὑγίεια ἀλλὰ καὶ αὔξεται ὁ πυρετός)· οὕτως καὶ ὁ ῥήτωρ τὰ μὲν δοκοῦντα ἑαυτῷ πράττει, οὐχ ἃ δὲ βούλεται, τὸ γὰρ δοκεῖν ἀδυναμίας ἐστίν. καθόλου | |
15 | οὖν δέδεικται ὅτι οὐχ ὁ τὰ ἑαυτῷ δοκοῦντα πράττων ἃ βούλεται πράττει. Ἰστέον δὲ κἀκεῖνο, ὅτι καὶ ἡ τυραννὶς ὀχλοκρατία λέγε‐ ται καὶ οὐκ ὄντως πολιτεία, ἐπειδὴ ἔχει καὶ ὁ τύραννος πλῆθος παθῶν ἐνοχλοῦν αὐτῷ, ὁ δὲ πλῆθος παθῶν ἔχων | |
20 | πολλῶν ἀνθρώπων φαύλων χείρων ἐστίν· τί γὰρ δεινότερον πάθους ἐνοχλοῦντος ἡμῶν τῇ ψυχῇ; Ἰστέον τοίνυν ὅτι ὁ Πῶλος τῶν συλλογισμῶν τὰς προ‐ τάσεις λαμβάνει. ἔστιν γὰρ ὅτε δύο ἅμα λαμβάνει, καὶ μέμφεται αὐτῷ ὁ Σωκράτης· δεῖ γὰρ μίαν ἑκάστην ἰδίᾳ | |
25 | προφέρειν, ἵνα καὶ ὁ ἀποκρινόμενος οἶδεν πρὸς ποίαν ὀφεί‐ λει τὸν λόγον προενεγκεῖν. | |
15.6 | Κολακείας μὲν οὖν ἔγωγε [466 a 6]: λέγει οὖν ὅτι μόριόν ἐστι κολακείας· οὐ γὰρ ἁπλῶς κολακεία, ἐπειδὴ ὡς ἐδείξαμεν πολλαὶ αἱ κολακεῖαι. | |
15.7 | Ἆρα οὖν δοκοῦσίν σοι [466 a 9]: ἰδοὺ ὁ Πῶλος συγκεχυμένως ἐρωτᾷ· εἶτα ὁ Σωκράτης, ἐπειδὴ οἶδεν ὅτι ὁ ‘ἄρα‘ συμπερασματικός ἐστι καὶ ἐρωτηματικός, ἀμφιβάλλει καὶ λέγει ὅτι ‘ἐρωτᾷς ἢ ἀρχὴν λόγου λέγεις;‘ | |
15.8 | Ἐλάχιστον τοίνυν μοι δοκοῦσιν [466 b 9]: καλῶς τὸ ‘ἐλάχιστον‘, ἐπειδὴ ὅπως ἂν πέσῃ ψυχή, οὐ δύναται μὴ ἔννοιάν τινα καὶ ἴχνος ἀποσῴζειν τοῦ ἀγαθοῦ. | |
15.9 | Μὰ τὸν—οὐ σύ γε [466 e 6]: μέλλων ὀμνύειν οὐκ ἐτελείωσεν ἀλλ’ ἀνέκοψε, διδάσκων ἡμᾶς ὡς δεῖ ἐθίζεσθαι τὸ κρατεῖν τῶν ὅρκων. | 90 |
15.10 | Πῶς ἂν οὖν οἱ ῥήτορες [467 a 8]: δυνατὸν τὸν συλ‐ λογισμὸν πλέξαι, ὅτι οἱ ῥήτορες οὐ ποιοῦσιν ἃ βούλονται, τοιοῦτον· ‘οἱ ῥήτορες κόλακες, οἱ κόλακες πρὸς τὸ ἡδὺ ὁρῶσιν, οἱ πρὸς τὸ ἡδὺ ὁρῶντες πρὸς τὸ ἀγαθὸν οὐχ ὁρῶ‐ | |
5 | σιν, οἱ μὴ πρὸς τὸ ἀγαθὸν ὁρῶντες οὐδὲ τέχνην ἔχουσιν οὐδὲ ἐπιστήμην, οἱ δὲ μήτε τέχνην ἔχοντες μήτε ἐπιστή‐ μην νοῦν οὐκ ἔχουσιν, οἱ μὴ ἔχοντες νοῦν τὰ μὲν δοκοῦντα ἑαυτοῖς πράττουσιν ἃ δὲ βούλονται οὔ, οἱ ἄρα ῥήτορες τὰ μὲν δοκοῦντα ἑαυτοῖς πράττουσιν ἃ δὲ βούλονται οὔ. | |
15.11 | Σχέτλιά γε λέγεις [467 b 10]: ἰδοὺ πῶς σχετ‐ λιάζει καὶ καταβοᾷ τοῦ Σωκράτους. | |
15.12 | Μὴ κατηγόρει [467 b 11]: ἐπειδὴ τοῖς ὁμοιοκατα‐ λήκτοις χαίρει, διὰ τοῦτο λέγει αὐτῷ ‘ὦ λῷστε Πῶλε‘. εἶτα ἐν αὐτῷ τῷ θέλειν αὐτῷ ἐπιπλῆξαι καὶ εἰπεῖν ὅτι ‘σὺ τούτοις χαίρεις τοῖς ὁμοιοκαταλήκτοισ‘ πάλιν κέχρη‐ | |
5 | ται τῇ τοιαύτῃ ἰδέᾳ λέγων ‘ἵνα προσείπω σε κατὰ σέ‘. | |
15.13 | Ἀλλὰ ἐθέλω ἀποκρίνεσθαι [467 c 3]: ἰδοὺ ὁ πάλαι μὴ ἀξιῶν ἀποκρίνεσθαι νῦν ἀποκρίνεσθαι ἐπαγγέλλεται θέλων μαθεῖν τί λέγει ὁ Σωκράτης. | |
16t | Πρᾶξις σὺν θεῷ ιϛʹ | |
16.1 | Πότερον οὖν σοι δοκοῦσιν [467 c 5—468 e 5]. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἃ βούλεταί τις πράττειν, ταῦτα ἀγαθά ἐστιν· ἵνα δὲ τοῦτο δείξῃ, κέχρηται τοιούτῳ συλλογισμῷ· ‘ὁ πράττων ἃ βούλεται οὗ ἕνεκα πράττει, | |
5 | οὗ δὲ ἕνεκα ἀγαθόν ἐστιν, ὁ ἄρα πράττων ἃ βούλεται ἀγα‐ | |
θὸν πράττει‘. πάλιν ἵνα δείξῃ πῶς ὁ ἃ βούλεται πράττων οὗ ἕνεκα ποιεῖ, κατασκευάζει ἐκ διαιρέσεως καί φησιν ὅτι τῶν πραγμάτων πάντων τὰ μὲν οὗ ἕνεκά ἐστιν μόνως, τὰ δὲ ἕνεκά του μόνως, τὰ δὲ ἐπαμφοτερίζει ὡς εἶναι καὶ | 91 | |
10 | οὗ ἕνεκα καὶ ἕνεκά του. οὗ μὲν οὖν ἕνεκά ἐστι μόνως τὸ πρῶτον αἴτιον, δι’ αὐτὸ γὰρ τέλος ὂν ἀγαθὸν πάντα ἡμῖν πονεῖται· ἕνεκα δέ του οὐκ ἔστιν οὐδέποτε· εἰ γὰρ τὸ ἕνε‐ κά του παραλαμβανόμενον χεῖρόν ἐστιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνεται, ἔσται χεῖρόν τινος, ὅπερ οὐ θεμιτόν. | |
15 | ἄλλως τε εἰ ἔσται καὶ οὗ ἕνεκα καὶ ἕνεκά του, δύο ἔσον‐ ταί τινα, δυὰς δὲ οὐ θεωρεῖται ἐκεῖ· εἰ δὲ ἥνωνται, πά‐ λιν ἔσται τι κρεῖττον τὸ ἑνῶσαν, ὅπερ ἄτοπον· οὗ ἄρα ἕνεκά ἐστι μόνως. ἕνεκα δέ του μόνως ἡ ὕλη, ἕνεκα γὰρ τῶν εἰδῶν ἡ ὕλη παραλαμβάνεται· οὗ δὲ ἕνεκα οὐκ ἔστιν· | |
20 | εἰ γὰρ κρεῖττον τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του, χειρίστη δὲ ἡ ὕλη, πῶς δύναται οὗ ἕνεκα εἶναι; τὰ δὲ μέσα πάντα ἐπ‐ αμφοτερίζει· οὕτω γοῦν καὶ τὰ σώματα καὶ οὗ ἕνεκά εἰ‐ σιν καὶ ἕνεκά του, ὡς μὲν πρὸς τὴν ὕλην παραβαλλόμενα οὗ ἕνεκα, ὡς δὲ πρὸς τὴν ψυχὴν ἕνεκά του. καὶ ἐπὶ τῶν πρά‐ | |
25 | ξεων δὲ τὰ τρία θεωρεῖται· ἡ μὲν γὰρ εὐδαιμονία μόνως οὗ ἕνεκα, τὸ δὲ φλεβοτόμον καὶ τὸ φάρμακον μόνως ἕνεκά του, ἡ δὲ ὑγίεια ἐπαμφοτερίζει· ὡς μὲν γὰρ πρὸς τὸ φλε‐ βοτόμον καὶ τὸ φάρμακον {μόνως} οὗ ἕνεκα, ὡς δὲ πρὸς | |
τὴν εὐδαιμονίαν ἕνεκά του. δεῖ τοίνυν εἰδέναι ὅτι τὸ τέλος | 92 | |
30 | ἐστὶ τὸ οὗ ἕνεκα, τὸ δὲ τέλος ἀγαθόν, καὶ τοῦτο βου‐ λόμεθα πράττειν· ὁ ἄρα πράττων ἃ βούλεται τὸ οὗ ἕνε‐ κα πράττει. εἰ δέ τις εἴποι ὅτι ‘τί οὖν; οὐ βουλόμεθα καὶ κακόν;‘ εἰπὲ ὅτι ‘οὐ κυρίως, ἀλλ’ ἐπειδὴ τὸ ἀγαθὸν ἢ φαινόμενόν ἐστιν ἢ ὄντως, ἔστιν ὅτε τοῦ φαινομένου ἐπι‐ | |
35 | θυμοῦντες νομίζομεν τὸ ὄντως ἀγαθὸν διώκειν· ὥστε τὸ οὗ ἕνεκα κυρίως τὸ ἀγαθόν ἐστιν‘. ὅτι δὲ ὡς εἴρηται μόνως οὗ ἕνεκα τὸ πρῶτον αἴτιον, δηλοῖ καὶ ὁ ὕμνος ὁ λέγων ‘ἐκ σοῦ πάντα πέφυκε, σὺ δ’ οὐδενὸς οὕνεκα μοῦνοσ‘. δέδεικται τοίνυν ὅτι ὁ ἃ βούλεται πράττων τὸ οὗ ἕνεκα | |
40 | πράττει. | |
16.2 | Πάλιν τοίνυν ἵνα δείξῃ ὅτι τὸ οὗ ἕνεκα ἀγαθόν ἐστι, λέγει ὅτι ‘τὸ οὗ ἕνεκα ἐφετόν ἐστι, τὸ ἐφετὸν ἀγαθόν ἐστι, τὸ ἄρα οὗ ἕνεκα ἀγαθόν‘. ὅτι δὲ τὸ ἐφετὸν ἀγαθόν ἐστι, δῆλον ἐκ τοῦ ἐφίεσθαι ἡμᾶς αὐτοφυῶς τοῦ ἀγαθοῦ, | |
5 | ὅθεν καὶ ὁ Ἀριστοτέλης ἐπαινεῖ τοὺς λέγοντας ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. πόθεν τοίνυν δῆλον ὅτι τὸ οὗ ἕνε‐ κα ἐφετόν ἐστι καὶ ἀγαθόν; πάλιν διαίρεσιν λαμβάνει τοιαύτην· τῶν πραγμάτων τὰ μέν εἰσιν ἀγαθά, ὡς εὐ‐ δαιμονία, καὶ πλοῦτος δέ, ὡς ὁ Πῶλος οἴεται, τὰ δὲ | |
10 | κακά, ὡς τὸ λῃστεύειν καὶ τὰ τοιαῦτα, τὰ δὲ μέσα· καὶ τὰ μέσα ἢ ποτὲ μὲν καλά εἰσι ποτὲ δὲ κακά (δύναται γὰρ καὶ ἐπ’ ἀγαθῷ τις πλεῦσαι θέλων εὔξασθαι ἤ τι ἕτερον εὐσεβῆσαι, δύναται καὶ ἐπὶ κακῷ, ἵνα λῃστεύσῃ καὶ ἀπατήσῃ) ἢ οὐδὲ κακὰ οὐδὲ ἀγαθά, ὡς τὸ ξύλον καὶ ὁ | |
15 | λίθος καὶ τὰ τοιαῦτα· αὐτὰ γὰρ καθ’ ἑαυτὰ οὔτε ἀγαθά εἰσιν οὔτε κακά, ἀλλὰ πρὸς τὸν κεχρημένον. ἰστέον τοίνυν ὅτι τὸ κακὸν ἐπὶ τῶν πράξεων θεωρεῖται· τὸ γὰρ μὴ ἔχον πρᾶξιν οὔτε ἀγαθὸν ἂν κληθείη οὔτε κακόν. δεῖ τοί‐ νυν εἰδέναι ὅτι τὸ μὲν ἀγαθὸν οὗ ἕνεκά ἐστι, δι’ αὐτὸ γὰρ | 93 |
20 | καὶ ἀναγινώσκομεν καὶ ἐκμανθάνομεν καὶ ἀποδημοῦμεν καὶ πᾶν ὁτιοῦν ποιοῦμεν. τὸ δὲ κακὸν οὐδὲ ἕνεκά του οὐδὲ οὗ ἕνεκα. ὅτι μὲν οὖν οὐκ ἔστιν οὗ ἕνεκα δῆλον, μόνως γὰρ τὸ ἀγαθὸν τοιοῦτον· ὅτι δὲ οὐδὲ ἕνεκά του, ἐντεῦθεν ἐστιν ἑλεῖν· τὸ ἕνεκά του δι’ ἄλλο παραλαμβάνεται, τὸ | |
25 | δὲ κακὸν οὐ μόνον οὐ φέρει ἐπὶ τὸ ἀγαθόν, ἀλλὰ καὶ πολὺ διίστησιν· ὥστε οὐδὲ ἔστι τὸ κακόν. τὰ δὲ μέσα ἀμφότερα δέχονται, οἷον τὸ πλεῖν καὶ τὰ τοιαῦτα. ὥστε τὸ οὗ ἕνεκα ἀγαθόν ἐστιν· εἰ δὲ τοῦτο, βουλόμεθα δὲ πάντα τὰ ὧν ἕνεκα, ὁ πράττων ἄρα ἃ βούλεται ἀγαθός ἐστιν. | |
16.3 | Τούτων οὕτως εἰρημένων δεῖ συμπερᾶναι ὅτι οἱ ῥήτορες μεγάλα οὐ δύνανται. ἔστι τοίνυν πρῶτος μὲν συλλογισ‐ μὸς οὗτος· ‘οἱ ῥήτορες ἀποκτειννύασί τε καὶ χρήματα ἀφαιροῦνται καὶ προπηλακίζουσιν, οἱ ταῦτα ποιοῦντες | |
5 | πρᾶγμα ποιοῦσιν ὃ καὶ εὖ καὶ κακῶς πέφυκεν, οἱ ποιοῦν‐ τες εὖ καὶ κακῶς ἐπιστήμης καὶ νοῦ ἀμοιροῦσι‘. δεύτε‐ ρος δὲ οὗτος ὑποθετικός· ‘οἱ ῥήτορες εἰ ἀδικοῦσιν, ἐπιστή‐ μῃ καὶ νῷ οὐ κέχρηνται· ἀλλὰ μὴν ἐπιστήμῃ καὶ νῷ οὐ κέχρηνται· οἱ ῥήτορες ἄρα ἀδικοῦσι‘. τρίτος δέ ἐστιν ἐν | |
10 | δευτέρῳ σχήματι οὗτος· ‘οἱ ῥήτορες κακῶς πράττουσιν, οἱ ἃ βούλονται ποιοῦντες κακῶς οὐ πράττουσιν, οἱ ἄρα ῥήτορες οὐ ποιοῦσιν ἃ βούλονται‘. τέταρτος συλλογισμὸς ἐν τρίτῳ σχήματι· ‘οἱ ῥήτορες τὰ δοκοῦντα ἑαυτοῖς ποιοῦ‐ σιν, οἱ ῥήτορες ἃ βούλονται οὐ ποιοῦσιν, τινὲς ἄρα ποιοῦν‐ | |
15 | τες τὰ δοκοῦντα ἑαυτοῖς ἃ βούλονται οὐ ποιοῦσιν‘. πέμ‐ πτος συλλογισμός· ‘οἱ ῥήτορες ἃ βούλονται οὐ ποιοῦσιν, οἱ μὴ ποιοῦντες ἃ βούλονται μεγάλα οὐ δύνανται, 〈οἱ ἄρα ῥήτορες μεγάλα οὐ δύνανται〉‘. ταῦτά ἐστιν ἃ βούλεται διὰ | |
τούτων εἰπεῖν. | 94 | |
16.4 | Πλούτου γὰρ ἕνεκα πλέουσιν [467d 5]: τοῦτο διὰ τὸν Πῶλον οἰόμενον ἀγαθὸν αὐτὸν εἶναι, ὥστε οὗ ἕνεκά ἐστι, διὰ τοῦτο γὰρ πλέουσι· τὸ δὲ πλεῖν ἕνεκά του τυγχάνει ὄν. | |
16.5 | Ἆρα οὖν ἐστί τι τῶν ὄντων [467e 1—2]: ἐντεῦθεν ἡ δευτέρα διαίρεσις ἄρχεται, ἡ περὶ τοῦ ἀγαθοῦ. | |
16.6 | Τὰ γὰρ ἀγαθὰ βουλόμεθα, ὡς φῂς σύ [468c 5—6]: τὸ ‘ὡς φῂς σὺ‘ εἶπεν οὐχ ὡς αὐτὸς μὴ δεχόμενος ὅτι τὰ ἀγαθὰ βουλόμεθα, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ Πῶλος ὡμολόγησε τοῦτο· διὰ τοῦτο οὖν τὸ ‘ὡς σὺ φῄσ‘, ἀντὶ τοῦ | |
5 | ‘ὡς καὶ σὺ ὁμολογεῖσ‘. | |
16.7 | Τί οὐκ ἀποκρίνῃ [468c 7—8]: ὁρῶν ὁ Πῶλος ὅτι τὸ συμπέρασμα λοιπὸν ἐγγίζει, ὀκνηρότερον διελέγετο ὡς τῷ ἡττᾶσθαι μέλλων ὁμιλεῖν· διὰ τοῦτο οὖν λέγει αὐτῷ ὅτι ‘〈τί〉 οὐκ ἀποκρίνῃ;‘ | |
16.8 | Οὐκοῦν εἴπερ ταῦτα ὁμολογοῦμεν [468d 1]: τὸ συμπέρασμα, ἐξ οὗ λοιπὸν δείκνυται ὅτι οἱ μὴ ποιοῦντες ἃ βούλονται οὐδὲ μεγάλα δύνανται. | |
17t | Πρᾶξις σὺν θεῷ ιζʹ | |
17.1 | Ὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο ἐξεῖναί σοι [468e 6—470a 12]. Ἰδιωτικόν ἐστι καὶ ἀνθρώπων ἐν τριόδοις ἀνατεθραμ‐ μένων τὸ μὴ ἔχοντά τινα ἀντειπεῖν πρὸς τὰ λεγόμενα εἰς | |
5 | τὴν ζωὴν ἀνατρέχειν καὶ φάσκειν ὅτι ‘τί οὖν; σὺ τοιοῦτος εἶ οἷον κελεύεις λέγειν;‘ δεῖ γὰρ εἰδέναι ὅτι κἂν αἰσχρὸς ᾖ Σωκράτης κἂν μοχθηρός, δεῖ τοῖς λόγοις προσέχειν τοῖς | |
παρ’ αὐτοῦ, εἰ τὰς ἀποδείξεις ἔχουσι· χρὴ γὰρ ἀεὶ ἐπὶ τὰ καθόλου φέρεσθαι καὶ τῶν μερικῶν καταφρονεῖν. ἀμέλει | 95 | |
10 | καὶ Ἐπίκτητος κελεύει ἐν ταῖς ἐντεύξεσι μὴ πολλὰ ὁμιλεῖν ἀλλ’ ὀλίγα καὶ ἀναγκαῖα, καὶ μηδὲν περὶ βρωμάτων ἢ ποτῶν, μηδὲ ἐπαινεῖν τινα ἢ λοιδορεῖν· ταῦτα γὰρ πάντα οἶδεν ποιεῖν καταφρόνησιν μὲν τῶν καθόλου, σπουδὴν δὲ τῶν καθέκαστα. μεμπτὸς οὖν ἐστὶ καὶ Πῶλος λέγων | |
15 | Σωκράτει ὅτι ‘οὐ δοκεῖ σοι καλὸν εἶναι ἀποκτειννύναι καὶ ἁρπάζειν;‘ λέγει τοίνυν ὁ Σωκράτης· ‘πῶς λέγεις ἀποκτειννύειν, δικαίως ἢ ἀδίκως;‘ ὁ Πῶλος πρὸς τοῦτό φησιν ὅτι ‘εἴτε δικαίως εἴτε ἀδίκως, ζηλωτός ἐστιν ὁ φονεύων‘. πρὸς τοῦτο ὁ Σωκράτης φησὶν ‘εὐφήμει, ὦ | |
20 | Πῶλε‘. | |
17.2 | Δεῖ γὰρ εἰδέναι ὅτι τέσσαρά εἰσι ταῦτα· ὁ δικαίως φονεύων, ὁ ἀδίκως φονεύων, ὁ δικαίως ἀποκτειννύμενος, ὁ ἀδίκως ἀποκτειννύμενος. πρῶτος μὲν οὖν ἀθλιώτατός ἐστιν ὁ ἀδίκως φονεύων· διὰ τί; ἐπειδὴ ἑαυτόν τε ἀδικεῖ | |
5 | καὶ ὃν φονεύει, καὶ πρότερον ἑαυτὸν ἀδικεῖ. ἰστέον γὰρ ὅτι τρία εἰσὶ ταῦτα, ψυχὴ σῶμα χρήματα. τὰ μὲν οὖν χρήματα οὐδὲ ἐν λόγῳ τίθεσθαι δεῖ, ὥστε οὐκ ἔστιν ἄθλιος ἢ ὁ πένης ἢ ὁ ἀπολέσας χρήματα· οὐδὲ γὰρ συντικτόμεθα αὐτοῖς οὐδὲ συναπερχόμεθα. μᾶλλον οὖν τοῦ σώματος | |
10 | φροντιστέον ἢ τῶν χρημάτων. πάλιν ἐπεὶ τῆς ψυχῆς ὄργανον τὸ σῶμα, πολλῷ μᾶλλον ἐπιμελητέον ψυχῆς. ὁ τοίνυν ἀδίκως τι ποιῶν ὑποστρώννυσι τὸν λογισμὸν τοῖς πάθεσι καὶ ταράττει τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ πάσχων τοῦ‐ το ἑαυτὸν ἀδικεῖ. ἐπεὶ οὖν μέγιστον πάθος, διὰ τοῦτο καὶ | |
15 | ἀθλιώτατός ἐστι. δεύτερός ἐστι μετὰ τοῦτον ἄθλιος ὁ | |
δικαίως φονευόμενος. δεύτερος δέ ἐστιν ἐπειδὴ ὁ μὲν πρῶ‐ τος εἰς τοῦτο ἦλθεν, εἰς τὸ ἀδίκως ποιῆσαί τι, καὶ ἀεὶ ἀπὸ τῆς ὑγιείας ἐπὶ τὴν νόσον ὁδεύει τὸ παρὰ φύσιν ἀσπα‐ ζόμενος· ὁ δὲ δικαίως φονευόμενος, εἰ καὶ ἄξιος ἦν, ἀλλ’ | 96 | |
20 | οὖν ἰατρεύεται καὶ ἐπὶ τὸ κατὰ φύσιν ἐπανέρχεται. τρίτος ἄθλιός ἐστιν ὁ ἀδίκως φονευόμενος. ἰστέον γὰρ ὅτι οὐκ ἔστιν ἐν τῷ παντὶ ἀταξία, ἀλλὰ πρόνοια τὰ πάντα ὁρᾷ, ὥστε κἂν δοκῇ ἀδίκως φονεύεσθαι, ὁ δημιουργὸς οἶδεν τὴν τάξιν αὐτοῦ· ἐπεὶ οὖν ἐπεπλημμέλητο αὐτῷ ἐν τῇ | |
25 | προβιοτῇ, διὰ τοῦτο ἀπεκτάνθη. ὥστε ὁ μὲν φονεύσας αὐτὸν κακῶς ἐποίησεν ἀδίκως φονεύσας, οὗτος δὲ κατ’ ἀξίαν τέθνηκεν. τρίτος δ’ ἐστὶν ἐπειδὴ ἀδίκως δοκεῖ φονεύεσθαι· ἀμέλει φέρεται ὅτι εἶπέ τις τῷ Σωκράτει ὅτι ‘μὴ γὰρ λυποῦμαι ὅτι ἀποθνῄσκεις, ἀλλ’ ὅτι ἀδί‐ | |
30 | κωσ‘, ὁ δὲ Σωκράτης εἶπεν αὐτῷ ‘τί οὖν; ἤθελες ἵνα καὶ δικαίως;‘ ὥσπερ οὖν ἄγροικος εἰσελθὼν εἰς δικαστήριον καὶ ὁρῶν τοὺς μὲν γερῶν τοὺς δὲ κολάσεως ἀξιουμένους καταγνώσεται μὴ μαθὼν τὴν αἰτίαν δι’ ἣν τοῦτο γίνεται, γνοὺς δὲ ἑκάστου τὰς πράξεις ἀποδέξεται, οὕτως καὶ | |
35 | ἡμεῖς ἐπειδὴ μὴ ἴσμεν τὴν ἀξίαν δι’ ἣν τέθνηκεν μεμφό‐ μεθα. εἰ τοίνυν εἰδείημεν ὅτι κατὰ ἀξίαν ἕκαστος ἀπο‐ λαμβάνει, οὐκ ἂν φθεγξαίμεθά ποτε τὸ τραγικὸν τὸ λέγον ‘τολμῶ γὰρ εἰπεῖν μήποτ’ οὐκ εἰσὶν θεοί· κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήττουσίν με‘. | |
40 | ὃ οὖν λέγει ὁ Ἐπίκτητος, ὅτι ὥσπερ ὁ μέλλων ὑποκρίνα‐ σθαι δρᾶμα ὀφείλει καλῶς ὑποκρίνασθαι, ἵνα εὐδοκιμήσῃ, οὕτως τὸ πιστευθὲν σῶμα καλῶς δεῖ διοικεῖν. κατ’ ἀξίαν μὲν γὰρ δέδοται τὸ σῶμα, χρὴ δὲ ἡμᾶς αὐτοκινήτους ὄντας τὴν προαίρεσιν ἐπὶ τὸ ἀγαθὸν ἔχειν, ἐπεὶ κολά‐ | |
45 | σεως ἀξιούμεθα καὶ ἀντικαταλλαττόμεθα καὶ λαμβά‐ νομεν τὰ χθόνια ἀντὶ τῶν οὐρανίων, καὶ τὸ Ὁμηρικὸν πάσχομεν τὸ τοῦ Γλαύκου, ‘χρύσεα χαλκείων‘. τετάρ‐ την τάξιν ἔχει ὁ δικαίως φονεύων, ὅς ἐστι καὶ ‘ἀζήλωτοσ‘· τί γάρ ἐστιν ἀζήλωτος; ἀζήλωτός ἐστιν ὃν οὐ δεῖ ζηλοῦν. | 97 |
17.2(50) | οὔτε οὖν τὸν δικαίως φονεύοντα δεῖ ζηλοῦν οὔτε τὸν ἄθλιον· ἀλλὰ τὸν μὲν ἀθλιώτατον ὡς πάθεσιν ἀνηκέστοις δουλεύ‐ οντα, τὸν δὲ δικαίως φονεύοντα 〈ἀζήλωτον〉 ὡς ὅλως εἰς τοῦτο ἐρχόμενον. καὶ γὰρ αὐτὸς εὔχεται μὴ ἐλθεῖν εἰς τοῦτο, ὥσπερ οὖν καὶ ὁ ἰατρὸς εὔχεται μὲν μηδέποτε | |
55 | γυναῖκα δυσχερεῖ πάθει ἁλῶναι, ἁλοῦσαν δὲ αὐτὴν μητρῴῳ πάθει ἐμβρυοτομεῖ· ἀζήλωτον οὖν τοῦτο, εἴ γε οὐδὲ αὐτὸς ἤθελεν εἰς τοῦτο ἐλθεῖν. | |
17.3 | Δεῖ γὰρ εἰδέναι ὅτι δύο ταῦτά ἐστιν, ἕξις καὶ ἐνέργεια. καὶ πάλιν ἡ ἕξις ἢ εὐσύστροφός ἐστι καὶ αἱρετὴ ἢ ἀσύστρο‐ φος καὶ φευκτή· ὁμοίως καὶ ἡ ἐνέργεια. ἢ καὶ ἡ ἕξις καὶ ἡ ἐνέργειά εἰσιν αἱρεταί, ἢ ἀμφότεραί εἰσι φευκταί, ἢ ἡ | |
5 | μὲν ἕξις ἐστὶν αἱρετὴ ἡ δὲ ἐνέργεια φευκτή, ἢ ἡ μὲν ἐνέρ‐ γεια αἱρετὴ ἡ δὲ ἕξις φευκτή. ἀλλ’ εἰ μὲν ἀμφότεραι ὦσιν αἱρεταί, ποιοῦσι τὸν πολιτικόν, ὅστις εὐνομεῖσθαι βούλε‐ ται τὴν πόλιν καὶ ὁμόνοιαν πάντας ἔχειν ὡς μηδένα φο‐ νεύειν, καὶ οὗτός ἐστιν ὁ ζηλωτός. εἰ δὲ ἀμφότεραι ὦσι | |
10 | φευκταί, ποιοῦσι τὸν ἀθλιώτατον τὸν ἀδίκως ἀποκτειν‐ νύντα. εἰ δὲ ἡ μὲν ἕξις εἴη φευκτὴ ἡ δὲ ἐνέργεια αἱρετή, | |
γίνεται ἡ κενοδοξία· ταύτης γὰρ ἡ μὲν ἕξις οὐχ αἱρετή, ὅτι διὰ τὸ ἀγαθὸν οὐ γέγονεν ἀλλὰ διὰ δόξαν ἀνθρωπί‐ νην, ἡ δὲ ἐνέργεια καλή, διότι ἁπλῶς ἐργάζεται. δεῖ | 98 | |
15 | οὖν φεύγειν τὴν κενοδοξίαν, ὡς καὶ ὁ Ἐπίκτητός φησιν ὅτι ‘κρατήσας τοὺς ἀνδριάντας καὶ διψήσας ἔκπιε καὶ πτύσον, ἵνα κρατήσῃς τοῦ πάθους τῆς δίψης, μηδενὶ δὲ εἴπῃσ‘, ἐπεὶ τοῦτο πρὸς δόξαν ὁρᾷ· ὥστε οὐ δεῖ λέγειν ‘ἐγὼ νηστεύω, ἐγὼ σωφρονῶ‘. εἰ δὲ ἡ μὲν ἕξις εἴη αἱ‐ | |
20 | ρετὴ ἡ δὲ ἐνέργεια φευκτή, γίνεται ὁ δικαίως φονεύων· ἡ μὲν γὰρ ἕξις αἱρετή, οὐδὲ γὰρ ἤθελεν ἐλθεῖν εἰς τοῦτο, ἡ δὲ ἐνέργεια φευκτή, τί γὰρ εἶχεν ποιῆσαι; ὥσπερ καὶ ὁ ἰατρὸς ὁ τῇ ἐμβρυοτομίᾳ χρώμενος. οὐ δεῖ οὖν τοῦτον ζηλοῦν, ἀλλὰ τὸν πολιτικόν, τὸν δὲ ἄθλιον ἐλεεῖν. | |
17.4 | Ταῦτα μὲν οὖν ἐν τούτοις. ἔλθωμεν δὲ ἐπὶ τὸ προκείμε‐ νον καὶ εἴπωμεν ὅτι μεμπτέος ὁ Πῶλος οἰόμενος τὰς ἀπο‐ δείξεις μὴ εἶναι ἀληθεῖς, εἰ ἡ ζωὴ μὴ ὑπάρχοι ἀξία· οὐ δεῖ γὰρ ἐπὶ τὰ καθέκαστα κατιέναι, ἀλλὰ τούτων μὲν | |
5 | καταφρονεῖν, τῶν δὲ καθόλου ἀντιλαμβάνεσθαι, ὡς αὐτός τε κελεύει Πλάτων καὶ Ἐπίκτητος, ὅς φησιν ὅτι ‘ἐντεύ‐ ξεις ποιούμενος μὴ συνεχῶς φθέγγου, καὶ φθεγγόμενος δὲ περὶ ἀναγκαίων, μὴ περὶ βρωμάτων ἢ πομάτων, ὅτι “ἐγὼ σήμερον τόδε ἔφαγον ἢ ἔπιον”, μηδὲ σκώψῃς ἢ | |
10 | ἐπαινέσῃς τινὰ συνεχῶσ‘, ἐπειδὴ ταῦτα πάντα μερικὰ ὄντα κωλύει σε ἐπὶ τὰ καθόλου ἀναβαίνειν. | |
17.5 | Ὅστις ἀποκτείννυσιν ὃν ἂν δόξῃ αὐτῷ [469 a 9]: ὅρα πῶς τεταραγμένως ἐρωτᾷ· τοῦ γὰρ Σωκράτους εἰπόν‐ τος περὶ τῶν ἀδίκως ἀποκτειννύντων αὐτὸς καθόλου ἔλαβεν τοῦτο καὶ ἐρωτᾷ αὐτὸν ὅτι ‘τί οὖν; ὃς ἂν ἀπο‐ | |
5 | κτείνῃ δικαίως, ἄθλιός ἐστιν; ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘οὔ· πῶς γάρ;‘ | |
17.6 | Ἦ που ὅ γε ἀποθνῄσκων [469 b 3]: λέγει ὁ Σωκρά‐ της ὅτι ὁ ἀποθνῄσκων ἧττον ἄθλιός ἐστιν ἢ ὁ φονεύων ἀδίκως, ὁ δὲ Πῶλος τὸ ἐναντίον μᾶλλον ἄθλιον λέγει τὸν ἀποθνῄσκοντα ἀδίκως ἢ τὸν ἀποκτειννύντα· καὶ ἐντεῦ‐ | 99 |
5 | θεν ἀναφαίνεται τὸ θεώρημα τὸ κελεῦον ἀδικεῖσθαι μᾶλ‐ λον ἢ ἀδικεῖν. ὁ μὲν γὰρ ἀδικῶν ἕτερον πρότερον ἑαυτὸν ἀδικεῖ, ἐπειδὴ ὡς εἴρηται ταράττεται ἡ ψυχὴ καὶ ὑπο‐ στρώννυσιν ἑαυτὴν τοῖς πάθεσιν· ὁ δὲ ἀδικούμενος καὶ γενναίως φέρων καὶ μὴ ταραττόμενος ἀλλὰ καταφρονῶν | |
10 | οὐδὲ ἀδικεῖσθαι λέγεται, εἴ γε οὐδὲ ἐταράχθη οὐδὲ ἠδί‐ κησέ τινα. | |
17.7 | Εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγὼ λέγω [469 c 4]: τὸ εἰπεῖν ‘εἰ λέγῃς τὸ τυραννεῖν ὅπερ ἐγὼ‘ ἐδήλωσεν ὅτι ἐστὶ τυραννὶς ἀγαθόν. φαμὲν οὖν ὅτι ὥσπερ ἡ βασιλεία ὁμώνυμον πρᾶγμά ἐστιν, οὕτως καὶ ἡ τυραν‐ | |
5 | νίς. ὥσπερ γὰρ ἡ βασιλεία ἢ νόμους ἀρίστους τίθησιν καὶ λέγεται ὄντως βασιλεία, ἢ μοχθηρούς, οὕτως καὶ ἡ τυραννὶς ἀνατρέπει τοὺς νόμους· ἀλλ’ ἡ μὲν τοὺς κακῶς κειμένους ἀνατρέπουσα τυραννίς ἐστιν ἀγαθή, περὶ ἧς εἶπεν ἐν τῇ Πολιτείᾳ ὅτι χρεία εὐφυοῦς καὶ εὐμαθοῦς καὶ | |
10 | μνήμονος καὶ νέου τυράννου, ἡ δὲ τοὺς καλῶς κειμένους ἀνατρέπουσα κακίστη ἐστίν. | |
17.8 | Ὦ μακάριε [469c 8]: φησὶν ὁ Σωκράτης ὅτι ‘ἐλά‐ βου μου τοῦ λόγου οὕτως· ἔχων ὑπὸ μάλης ἐγχειρί‐ διον καὶ λύχνον λέγω σοι ὅτι “δύναμίς μοί ἐστιν καὶ τυραν‐ νὶς θαυμασία· δύναμαι γὰρ πλήθους ὄντος ἐν ἀγορᾷ πάν‐ | |
5 | τας φονεῦσαι καὶ ἔτι ἐμπρῆσαι τὰ νεώρια καὶ τὰς τριήρεις καὶ τὰ πλοῖα καὶ ἁπλῶς καὶ ἱμάτια κατασχίσαι καὶ κεφα‐ λὰς ἀνδρῶν λαβεῖν δύναμαι”. εἰ οὖν ἀπιστοῦντί σοι πρὸς | |
τοῦτο δείξαιμι τό τε ἐγχειρίδιον καὶ τὸν λύχνον, εἴποις ἂν ὅτι “οὐ τοῦτό ἐστι τὸ μέγα δύνασθαι· οὕτω γὰρ ῥᾷον | 100 | |
10 | πάντας φονεύειν καὶ ἅπαντας κάειν”. εἰ δὲ εἴπω “διὰ τί οὐ μέγα δύναμαι;” εἴποις ἂν “ἐπειδὴ ὁ τοιαῦτα πράττων βλάπτεται καὶ φονεύεται ὑπὸ δικαστικῆς κατακρινόμενος ψήφου”. πῶς οὖν, εἰ ταῦτα οὕτως ἔχει, καλὸν ἡγῇ τὸ ἀποκτειννύναι;‘ | |
17.9 | Ὅτι ἀναγκαῖον τοῦτο πράττοντα ζημιοῦσθαι [470 a 5]: ζημιοῦσθαι ζημίαν οὐ χρημάτων ἀλλὰ ἀπ‐ ωλείας· εἰ οὖν αὕτη ἡ ζημία κακή, πολλῷ πλέον ἡ τῆς ψυ‐ χῆς. τὴν μὲν γὰρ τοῦ ἄρχοντος ὀργὴν δυνατὸν διὰ χρημά‐ | |
5 | των δόσεως θωπεῦσαι· πολλὰ γὰρ κλέψας εἰ ὀλίγα δῷς, οὐδὲν ὑπομενεῖς· τὴν δὲ τῆς ψυχῆς ζημίαν οὐδεὶς συγχω‐ ρήσει. καὶ οὐ λέγω ὅτι δεῖ ἐνθυμεῖσθαι τὰ μέλλοντα γίνε‐ σθαι ὑπὸ γῆν δικαιωτήρια, ἀλλὰ καὶ νῦν μεγίστη ἐστὶν συμφορὰ τῆς ψυχῆς ταραττομένης. δεῖ οὖν μὴ ἀδικεῖν | |
10 | ἀλλὰ τὴν ψυχὴν ἔχειν σώφρονα· οὐ γὰρ τὰ χρήματα ὀρθὴν πολιτείαν χαρίζεται (οὕτω γοῦν δύναται καὶ πένης ἄριστα διάγειν) οὔτε κάλλος σώματος, καὶ γὰρ λελωβημένοι ἄνθρωποι καὶ αἰσχροὶ τὴν θέαν ἄριστα διάγουσιν εἰ κάλ‐ λος ἔχοιεν ψυχῆς. | |
17.10 | Εἰ δὲ μή, κακὸν καὶ σμικρόν [470 a 12]: ‘εἰ δὲ μὴ ἕπηται ὠφέλιμον, οὐκ ἔστι μέγα καὶ ἀγαθόν, ἀλλὰ κακὸν καὶ σμικρόν‘. | |
18t | Πρᾶξις σὺν θεῷ ιηʹ | |
18.1 | Σκεψώμεθα δέ [470 b 1—471 d 2]. Δεῖ διαρθρῶσαι τά τε ἤδη προαποδεδειγμένα καὶ τὰ δειχθησόμενα. ἰστέον δ’ οὖν ὅτι εἴρηται ὡς δεῖ ζητεῖν τί | |
τὸ εἶδος τῆς πολιτικῆς εὐδαιμονίας. ἐδείξαμεν οὖν ὅτι οὐκ | 101 | |
5 | ἔστιν ἡ ῥητορική· εἶτα ὁ Πῶλος ἔφη ὅτι πᾶς ὁ τὰ δοκοῦντα πράττων καὶ ἃ βούλεται πράττει· ἀπέδειξεν ὁ Σωκράτης ὅτι οὔ, οὐδὲ μεγάλα δύναται ὁ τὰ δοκοῦντα πράττων· καὶ τοῦ Πώλου εἰπόντος ὅτι ‘τί οὖν; ἁπλῶς ὁ τὰ δοκοῦν‐ τα πράττων ἃ βούλεται οὐ πράττει;‘ ** ἐνταῦθα τοίνυν | |
10 | δεδωκότος τοῦτο τοῦ Πώλου ζητεῖται ποῖά ἐστι τὰ ὠφέλιμα· ὁ μὲν γὰρ Σωκράτης λέγει τὰ δίκαια, ὁ δὲ Πῶλος τὰ ἄδικα. καὶ γὰρ ἄλλος ἄλλο οἴεται τὸ ὠφέλι‐ μον· ὁ μὲν γὰρ καθ’ ἡδονὴν ζῶν, ὡς ὁ Καλλικλῆς, τὸ ἡδὺ λέγει ὠφέλιμον, ὁ δὲ κατὰ τὸ ἄδικον, ὡς ὁ Πῶλος, τὴν | |
15 | ἀδικίαν, ὁ δὲ κατὰ τὴν ἀναίδειαν, ταύτην, ὡς ὁ Θρα‐ σύμαχος. δείξει τοίνυν ὁ Σωκράτης γραμμικαῖς ἀνάγκαις ὅτι ὁ δίκαιός ἐστιν εὐδαίμων καὶ ὁ μὴ ἔχων δικαιοσύνην οὐκ ἔστιν εὐδαίμων. ἰστέον τοίνυν ὅτι διὰ παντὸς τοῦ λόγου τούτου δειχθήσεται, τί μέν ἐστιν ὠφέλιμον, τί δὲ | |
20 | οὐκ ὠφέλιμον. | |
18.2 | Λέγει τοίνυν ὁ Σωκράτης ὅτι ‘πᾶς δίκαιος εὐδαίμων‘. ἰστέον δὲ ὅτι ἡ καθολικὴ καταφατικὴ δύναται ἀνατραπῆ‐ ναι καὶ ὑπὸ ἑνὸς μερικοῦ ἄλλως ἔχοντος. οἷόν τι λέγω, φημὶ ὅτι ‘πᾶσα ψυχὴ ἀνθρωπίνη ἀθάνατοσ‘· εἰ τοίνυν | |
5 | ἐπὶ ἑνὸς ἀνθρώπου δειχθῇ θνητή, ἀνατρέπεται τὸ καθ‐ όλου, ἐπεὶ δὲ οὐ δύναται δειχθῆναι, ἔρρωται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως τῆς λεγούσης ὅτι ‘παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν‘. ἀνα‐ τρέπεται δὲ πολλάκις, ὡς ἐπὶ τῆς λεγούσης καταφάσεως | |
10 | ὅτι ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ‘· ὁ γὰρ κροκόδειλος | |
τὴν ἄνω κινῶν ἀνατρέπει τοῦτο. οὕτω τοίνυν κἀνταῦθα εἰρηκότος τοῦ Σωκράτους ὅτι ‘πᾶς δίκαιος εὐδαίμων‘, ὁ Πῶλος ῥητορικῶς καὶ ψευδῶς ἐκ παραδείγματος πειρᾶ‐ ται ἀνατρέψαι. ὥσπερ δὲ ὅταν εἴπω ἄνθρωπον νεκρόν, | 102 | |
15 | ψεῦδός ἐστιν (εἰ γὰρ νεκρός ἐστιν, οὐκ ἄνθρωπος), οὕτως καὶ ὅταν εἴπω ‘ῥήτωρ γινώσκει τὸ ψεῦδοσ‘. λέγει γοῦν ὅτι ‘ψεύδῃ φάσκων πάντα δίκαιον εὐδαίμονα εἶναι‘, καὶ κατασκευάζει τοῦτο διὰ συλλογισμοῦ ἐν τρίτῳ σχήματι οὕτως· ‘ὁ Ἀρχέλαος ἄδικος, ὁ Ἀρχέλαος εὐδαίμων, τὶς | |
20 | ἄρα ἄδικος εὐδαίμων‘. ἐνταῦθα τοίνυν τῇ μὲν μιᾷ ἐξ ὑποθέσεως συγχωρεῖ, τὴν δὲ ἑτέραν ἀνασκευάζει· φησὶ γὰρ ὅτι ‘εἰ ἄδικός ἐστιν, ὡς σὺ φῄς, Ἀρχέλαος, ἀδύνατον, οὐκ ἔστιν εὐδαίμων‘. φησὶν οὖν ὁ Πῶλος ‘τί οὖν; εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;‘ ἀποκρίνεται ὁ | |
25 | Σωκράτης καὶ λέγει ὅτι ‘οὐκ οἶδα, οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί‘, διὰ τούτου διδάσκων ἡμᾶς ὡς οὐ δεῖ τοῖς λεγο‐ μένοις πείθεσθαι· τί γὰρ εἰ οἱ λέγοντες ἢ διὰ τὴν περὶ ἡμᾶς εὔνοιαν ἢ διὰ τὴν περὶ ἡμᾶς ἀπέχθειαν ἢ ἐπαινοῖεν ἢ σκώπτοιεν; δεῖ οὖν ἀναμένειν καὶ πεῖραν λαμβάνειν καὶ | |
30 | οὕτως ἀποφαίνεσθαι. φησὶν δὲ πρὸς τοῦτο ὁ Πῶλος ‘τί οὖν; οὐδὲ ὁ μέγας βασιλεὺς δοκεῖ σοι εὐδαίμων εἶναι κρατῶν ἁπάντων, ὥς φησιν ἐκεῖνος, μέχρι Χελιδονίων καὶ Κυανέων;‘ ὁ δὲ Σωκράτης λέγει ὅτι ‘οὐδὲν περὶ τού‐ του ἀποφαίνομαι, οὐ γὰρ οἶδα ὅπως ἔχῃ παιδείας ἢ | |
35 | δικαιοσύνησ‘· οὐ γὰρ ὁ κρατῶν πάντων εὐδαίμων, ἀλλ’ ὁ τὰ δύο ταῦτα ἔχων, κἂν ᾖ πενέστερος Ἴρου, ἐπιστήμην τε καὶ δικαιοσύνην. ἰστέον γὰρ ὅτι ὁ ἄνθρωπος, ὡς δέ‐ δεικται, οὐδὲ τὰ χρήματά ἐστιν οὐδὲ τὸ σῶμα οὐδὲ τὸ συν‐ | |
αμφότερον ψυχὴ καὶ σῶμα, ἀλλὰ ψυχὴ μόνως, καὶ ψυχὴ οὐ | 103 | |
40 | πᾶσα· οὐδὲ γὰρ ἡ ἄλογος οὐδὲ ἡ ἐξ ἀλογίας καὶ λόγου, ἀλλὰ μόνη ἡ λογική, ἡ οὖσα αὐτὸ τὸ αὐτό. οὐκοῦν ἐπειδὴ ψυχή ἐστι λογική, τῆς δὲ ψυχῆς διτταὶ αἱ δυνάμεις, αἱ μὲν γνωστικαί, αἱ δὲ ὀρεκτικαί, καὶ δεῖ διὰ μὲν τῆς ἐπιστήμης τὰς γνωστικὰς ἀσκεῖν, διὰ δὲ τῆς δικαιοσύνης τὰς ὀρεκτι‐ | |
45 | κάς, ἄλλως οὖν οὐκ ἂν εὐδαιμονήσωμεν εἰ μὴ διὰ τούτων τῶν δύο. | |
18.3 | Ταῦτα μὲν οὖν περὶ τούτων. ὁ δὲ Πῶλος ῥητορικώτερον ἐκτίθεται τὰ κατὰ τὸν Ἀρχέλαον καί φησιν ὅτι ‘οὐ παλαιὰ διηγήματα φέρων ἀνατρέπω σε, τὸ γὰρ παλαιὸν ἀνανταγω‐ νίστῳ εὐνοίᾳ τετίμηται, ἀλλὰ νεωτέρῳ κέχρημαι τῷ τοῦ | |
5 | Ἀρχελάου. δεῖ τοίνυν εἰδέναι ὅτι γεγόνασι δύο ἀδελφοί, Περδίκκας καὶ Ἀλκέτης· καὶ ὁ Περδίκκας ἔγημεν δού‐ λην τοῦ οἰκείου ἀδελφοῦ καὶ ἐποίησεν ἐξ αὐτῆς νόθον υἱὸν τὸν Ἀρχέλαον, ἐκ δὲ νομίμης ἄλλης γυναικὸς ἄλλο παιδίον, οὗ τὸ ὄνομα οὐ φέρεται, ὁ δὲ Ἀλκέτης ἐποίησεν | |
10 | υἱὸν Ἀλέξανδρον. ὁ τοίνυν Περδίκκας εἶχε τὴν τυραννίδα· τεθνηκότος δὲ ὁ Ἀρχέλαος, ὁ ἐκ δούλης ὢν τοῦ θείου αὐτοῦ, ἀντὶ τοῦ παραδοῦναι τὴν ἀρχὴν τῷ δεσπότῃ τε καὶ θείῳ, καλέσας εἰς δεῖπνον καὶ μεθύσας ἐφόνευσε τόν τε θεῖον αὐτοῦ καὶ τὸν υἱὸν αὐτοῦ Ἀλέξανδρον, “θεῶν ὄπιν | |
15 | οὐκ ἀλέγων”· λαβὼν δὲ καὶ τὸν γνήσιον τοῦ πατρὸς παῖδα ἑπταέτη εἰς φρέαρ ἔρριψεν καὶ εἶπεν τῇ Κλεοπάτρᾳ ὅτι | |
χὴν αὐτὸν ἔβαλεν κάτω‘. τοιαῦτα οὖν λέγων περὶ αὐτοῦ ὁ Πῶλος κατ’ εἰρωνείαν φησὶν ὅτι ‘ἄθλιός ἐστιν οὗτος κατὰ σέ· καὶ μὴν εὐδαίμων τοσούτων ἀξιωθείσ‘. ἰστέον | 104 | |
20 | δὲ ὅτι εἰ καὶ ἦν πάντα κατὰ τάξιν ποιήσας καὶ μηδένα φονεύσας ὁ Ἀρχέλαος, ἦν δίκαιος, ἐπειδὴ ὠφείλετο αὐτῷ ταῦτα ποιῆσαι. | |
18.4 | Τίνα ὅρον ὁρίζῃ [470 b 10]: οὐχ ὁρισμὸν λέγει, ἀλλὰ περιγραφὴν καὶ διορισμόν. | |
18.5 | Σὺ μὲν οὖν, ὦ Σώκρατες [470 b 11]: μὴ δυνάμενος ἀποκριθῆναι ἀξιοῖ τὸν Σωκράτην ἀποκριθῆναι. | |
18.6 | Χαλεπόν τέ σε ἐλέγξαι [470 c 4]: κατ’ εἰρωνείαν· φησὶ γὰρ ὅτι ‘ῥᾷστα καὶ παῖς σε ἐλέγξει κακῶς λέγοντα· οὐ γὰρ τὸ δίκαιον ἀλλὰ τὸ ἄδικον εὐδαίμονα ποιεῖ‘. ὁ δὲ Σωκράτης οὐκ ὀργίζεται, ἀλλὰ ἦθος ἔχων φιλόσοφον | |
5 | λέγει ὅτι ‘καὶ παιδὶ ἐλέγχοντι χάριν ἔχω καὶ εὐεργέτην ἀποκαλῶ τὸν ἐπιστρέφοντα‘. | |
18.7 | Καὶ ἀπαλλάξῃς φλυαρίας [470 c 7]: διὰ τί εἶπεν φλυαρίας; καὶ μὴν οὐκ εἶπεν πολλά. φαμὲν ὅτι φλυαρίαν καλεῖ πᾶν τὸ περιττόν, ὅ τί ποτε ᾖ· οὕτω καὶ ἐν τῷ Φαίδωνι. φησὶν οὖν ὅτι ‘περιττῆς καὶ μοχθηρᾶς δόξης | |
5 | ἀπαλλάττων με καλῶς ποιεῖσ‘. | |
18.8 | Ὁρᾷς ἄρχοντα [470 d 5—6]: ἐπειδὴ τὸ ὁρᾶν ἀντὶ τοῦ ἀκούειν εἶπεν ὁ Πῶλος, λέγει ὁ Σωκράτης ὅτι ‘εἰ καὶ μὴ ὁρῶ, ἀλλ’ οὖν ἀκούω γε‘. καὶ ὁ Πῶλος δὲ κατεχρήσατο τῇ αἰσθήσει. | |
18.9 | Ἄνδρα καὶ γυναῖκα [470 e 10]: κατ’ οὐδὲν γὰρ δια‐ φέρει γυνὴ ἀνδρός, εἰ μὴ κατὰ τὰ παιδουργὰ μόρια· ὥστε πολλάκις καὶ κρεῖττον ἂν πολιτεύσοιτο γυνὴ ἀνδρός, καὶ οὕτως κρεῖττον ὥστε καὶ ἀνδρίσασθαι καὶ ἀποθα‐ | |
5 | νεῖν. δεῖ γὰρ καταφρονεῖν θανάτου καὶ μὴ οἴεσθαι ὅτι μόνος καλὸς θάνατος ὁ ὑπὸ πυρετοῦ γινόμενος. οὕτω γοῦν καὶ ὁ φιλόσοφος Πλωτῖνος εἰρηκότος τινὸς ὅτι ‘ὁ δεῖνα ἐσφάγη καὶ οὐ φυσικῷ θανάτῳ τέθνηκεν‘ ἐφθέγ‐ ξατο· ‘ὢ τῆς μικρολογίας, ὅτι οἴονται οἱ ἄνθρωποι τὸν | 105 |
10 | τοιοῦτον θάνατον κάκιστον εἶναι‘. | |
18.10 | Ἀλλὰ μὴν δὴ πῶς οὐκ ἄδικος [471 a 4]: λοιπὸν κατ’ εἰρωνείαν προάγει τὸν λόγον. | |
18.11 | Δεσπότην καὶ θεῖον [471 b 1—2]: τὸν πατέρα ἠβου‐ λήθησαν πάλαι θεὸν καλέσαι, καὶ διὰ τὸ δύσφημον τὸν ἀδελφὸν ὠνόμασαν θεῖον ἐξ αὐτοῦ εἰς ἔννοιαν τοῦ πατρὸς ἐρχόμενοι. | |
18.12 | Ἡλικιώτην [471 b 4]: παρὰ τοῦ ἥλικος τὸ ἡλικιώ‐ της, ὅθεν καὶ λέγεται ‘ἧλιξ ἥλικα τέρπει‘. | |
18.13 | Ἔλαθεν αὑτὸν ἀθλιώτατος γενόμενος [471 b 6—7]: κατ’ εἰρωνείαν πανταχοῦ προφέρει τὸν λόγον. | |
18.14 | Παῖδα ὡς ἑπταέτη [471 c 1—2]: προσέθηκε τὸν ἀριθμὸν τῶν ἐτῶν, ἵνα δείξῃ ὅτι οὐδὲν προαδικήσαντα τὸν παῖδα ἐφόνευσεν· τί γὰρ ᾔδει ἢ ἠδύνατο ἑπταέτης ὤν; | |
18.15 | Καὶ ἴσως ἔστιν ὅστις Ἀθηναίων [471 c 8]: κατ’ εἰρωνείαν καὶ τοῦτο; ὅτι ‘ἔστιν ὅστις ἀπὸ σοῦ ἀρξάμενος θέλει ἄλλος μᾶλλον γενέσθαι ἢ Ἀρχέλαος;‘ | |
19t | Πρᾶξις σὺν θεῷ ιθʹ | |
19.1 | Καὶ κατ’ ἀρχάς, ὦ Πῶλε, τῶν λόγων [471 d 3 u. ad 473 b 11]. | |
Ἀποφηναμένου τοῦ Σωκράτους ὅτι ὁ ἄδικος κακοδαίμων ἐστίν, ὁ Πῶλος λαμβάνεται καὶ ῥητορικῶς καὶ ψευδωνύμως | 106 | |
5 | συλλογιζόμενός φησιν ὅτι ‘οὐ πᾶς ἄδικος κακοδαίμων· εἰ ἄρα γάρ, τὶς ἄδικος κακοδαίμων, καὶ οὐ πᾶς· ἰδοὺ γὰρ Ἀρχέλαος ἄδικος μέν ἐστιν, οὐ κακοδαίμων δέ‘. καὶ λέγει ὅτι ‘μάρτυράς σοι φέρω λέγοντας ὅτι οὐκ ἔστι κακοδαίμων‘. λοιπὸν ὁ Σωκράτης φησὶν ὅτι ‘συλλαβὼν τὴν ὑπόθεσιν | |
10 | ἀνάγκασόν με ἀποδεικτικοῖς λίνοις ὁμολογῆσαι ὅτι ἐστί τις ἄδικος εὐδαίμων, ἐπεὶ ψευδομάρτυσιν οὐ δεῖ πιστεύ‐ ειν· οὐδὲν γάρ ἐστιν ἡ τῶν πολλῶν μαρτυρία, εἰ μὴ ἀπόδειξις ᾖ προϊσταμένη‘. ὡς γὰρ εἶπεν καὶ ἐν τῷ Ἀλκι‐ βιάδῃ· ‘εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, ἄλλῳ λέγοντι | |
15 | μηδέποτε πιστεύσῃσ‘. ἐπεὶ τοίνυν ἦν ὁ Πῶλος εἰρηκὼς ὅτι ‘καὶ Ἀθηναῖοι θέλουσιν εἶναι τοιοῦτοι οἷος Ἀρχέλαος, οὕτως μαρτυροῦσιν ὅτι εὐδαίμων ἐστίν‘, φησὶν ὁ Σωκρά‐ της ὅτι ‘εἰ Ἀθηναῖοι πάντες εἴτε ὅλος ὁ οἶκος Περικλέους καὶ οἱ ἄλλοι πάντες καὶ οὐ μόνον οἱ Ἀθηναῖοι ἀλλὰ καὶ | |
20 | ξένοι εἴπωσίν μοι, οὐκ ἂν πιστεύσω ἄνευ ἀποδείξεωσ‘. διδασκόμεθα τοίνυν ἐντεῦθεν μὴ ἁπλῶς πείθεσθαι ἄνευ ἀποδείξεως, κἂν βασιλεὺς κἂν στρατηγὸς κἂν ἄλλος τις | |
19.2 | τῶν ἐν μείζοσιν ἀξιώμασιν εἴη ὁ μαρτυρῶν. δεῖ τοίνυν μὴ τοῖς πολλοῖς πιστεύειν· οὕτω γάρ, εἰ πιστεύσοιμεν τοῖς πολλοῖς, ἐσόμεθα καὶ ἡμεῖς πρεσβεύοντες ὅτι ὁ ἥλιος ποδιαῖός ἐστι, καὶ μὴν πολλῷ μείζων ἐστὶ τῆς γῆς· ὥστε | |
5 | οὐ δεῖ ἐκείνοις πιστεύειν ἀλλὰ ταῖς τῶν ἀστρονόμων ἀπο‐ δείξεσιν· ὅτι γὰρ ἀληθεῖς εἰσὶν αἱ αὐτῶν ἀποδείξεις, φανε‐ ρὸν ἐκ τοῦ προλέγειν τὰς ἐκλείψεις καὶ μὴ σφάλλεσθαι, ἀλλὰ πάντως ἐκβαίνειν. οὐ χρὴ οὖν ὀφθαλμοῖς ἀλόγοις πιστεύειν ἀλλ’ ὄμματι ψυχῆς ἀκριβεῖ τε καὶ ἐπιστήμονι. | |
10 | Οὐ μόνον δὲ δείκνυσιν ὁ Σωκράτης ὅτι ὁ ἄδικος ἄθλιος καὶ κακοδαίμων ἐστίν, ἀλλ’ ὅτι καὶ εἰ ὦσιν δύο τύραννοι, | |
ὧν ὁ μὲν ἀεὶ ἀδικεῖ, ἁρπάζων χρήματα, ἀποκτειννύς, οὐδέποτε δὲ ἀδικεῖται, ὁ δὲ ἕτερος καὶ ἀδικήσας καὶ ἀδι‐ κηθῇ καὶ ἴδοι φονευόμενα μὲν τὰ ἑαυτοῦ τέκνα, σφαττο‐ | 107 | |
15 | μένην δὲ τὴν ἑαυτοῦ γυναῖκα καὶ πάντα τὰ αὐτοῦ ἁρπα‐ ζόμενα, ὁ τύραννος ὁ καὶ πάσχων ἧττον ἀθλιώτερός ἐστι τοῦ μόνως ἀδικοῦντος, {καὶ} ὥσπερ ὁ μαινόμενος μὲν συν‐ δεδεμένος δὲ καὶ μὴ δυνάμενος ἄτοπόν τι διαπράξασθαι ἧττον ἄθλιός ἐστι τοῦ μαινομένου μὲν μὴ συνδεδεμένου | |
20 | δὲ ἀλλὰ πράττοντος βλαβερά τινα. δεῖ οὖν προσέχειν τοῖς παρέχουσι δίκας καὶ τοῖς οὔ· ἐπεὶ πάσχουσιν ἐκεῖνοι ὃ πάσχουσιν οἱ λελωβημένον τινὰ ἐπὶ κλίνης χρυσῆς ὁρῶντες καὶ ἠμφιεσμένον ἐσθῆτα σηρικὴν ἤγουν ἄλλην τινὰ πολυ‐ τελῆ. ὥσπερ γὰρ ἐκεῖνον διὰ τὸ κεκρύφθαι τὸ πάθος ὑπὸ | |
25 | τῆς περιβολῆς τοῦ ἔξωθεν κόσμου οἰόμεθα μέγαν τινὰ καὶ ἀλώβητον εἶναι, οὕτως νομίζουσί τινες καὶ τὸν τυ‐ ραννοῦντα εὐδαίμονα εἶναι μὴ δυνάμενοι θεωρῆσαι τὸ τῆς ψυχῆς πάθος. ὥστε καὶ τοῦ ἀδικοῦντος καὶ τοῦ πάσχοντος τυράννου ἀθλίων ὄντων μᾶλλον ἄθλιός ἐστιν ὁ ἀδικῶν, | |
30 | ἧττον δὲ ὁ πάσχων, ἐπειδὴ ὁ μὲν ἀεὶ ποιῶν ἐν τῷ παρὰ φύσιν ἐστίν, ὁ δὲ πάσχων ἰατρεύεται, ἰατρευόμενος δὲ ἧττον ἄθλιος. καὶ εἰ ἰατρεύεται, πῶς ἄθλιος; φαμὲν ὅτι ἄθλιός ἐστιν ἐπειδὴ ὅλως εἰς τοιαύτην ἦλθεν ἀξίαν ὥστε παθεῖν, ἀθλιώτατος δὲ ἐκεῖνος ὁ ἀδικῶν καὶ κολάζων, ὃ | |
35 | ἀδίκως αὐτὸς ποιεῖ. ὁ μὲν γὰρ ἀδικούμενος {ἀδίκως}, εἰ καὶ δοκεῖ ἀδίκως κολάζεσθαι, οὐκ ἀδίκως πάσχει, ἐπει‐ δὴ οὐδὲν ἄδικον ἐν τῷ παντί· ἀλλὰ πάντως προήμαρτέν τι, ὃ οὐκ ἴσμεν· ἄθλιος δὲ ὁ ἀδικῶν διότι ἀδίκως ὅσον τὸ ἐφ’ ἑαυτῷ κολάζει αὐτόν. | |
19.3 | Εἰ δέ τις εἴποι ‘καὶ διὰ τί ὁ θεὸς τόνδε τινὰ ποιῶν κολά‐ ζειν αὐτὸν ὡς προημαρτηκότα καὶ τῷ κολάσαντι ἐπιφέρει κολάσεις αὐτῷ ὡς ἀδίκως κολάζοντι; αὐτὸς γὰρ ἐκέλευ‐ σεν αὐτὸν κολάσαι ἐκεῖνον ὡς προημαρτηκότα‘, φαμὲν | |
5 | πρὸς τοῦτο ὅτι δέδοται ἡμῖν τὸ αὐτοπροαίρετόν τε καὶ αὐτεξούσιον· ᾔδει οὖν ὁ θεὸς μέλλοντος αὐτοῦ τοῖς ἐπ’ ἀγαθῷ δοθεῖσι πάθεσιν ἐπὶ κακῷ κεχρῆσθαι καὶ ὀργάνῳ αὐτῷ κακῷ κέχρηται δι’ αὐτοῦ τὸν προημαρτηκότα ἰατρεύ‐ ων. ἀθλιώτατος δέ ἐστιν ὅτι ὅλως κακῶς ἐχρήσατο τοῖς | 108 |
10 | πάθεσιν. ὥσπερ οὖν ὁ πολιτικὸς ἄρχων ἔχει ὑπ’ αὐτὸν τὸν δήμιον καὶ κέχρηται αὐτῷ ὀργάνῳ εἰς τὸ φονεύειν, εἰ δὲ γνῷ ὅτι δημίου πικρότερόν τι ἐποίησεν κολάζει αὐτόν, οὕτω καὶ ὁ δημιουργὸς δέδωκε μὲν τὰ πάθη αὐτῷ ἵνα ἐπ’ ἀγαθῷ χρήσηται τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ, ἐπειδὴ δὲ | |
15 | ὑπὲρ τὸ δέον ἐχρήσατο κολάζει αὐτόν. Εἰ δέ τις εἴποι ‘πῶς οὖν ἀδικῶν οὐδὲν φορτικὸν ὑπο‐ μένει ἀλλὰ τὸ ἐναντίον καὶ παρρησιάζεται καὶ πλουτεῖ καὶ ἁρπάζει πάντα καὶ τιμᾶται;‘ εἰπὲ ὅτι πρὸς τὸ συμφέ‐ ρον ἀφορῶν ὁ θεὸς καιρὸν ζητεῖ· ὥσπερ γὰρ ὁ ἰατρὸς ἐπι‐ | |
20 | χυθέντα τινὰ οὐκ εὐθέως ἰᾶται, ἀλλ’ ἀναμένει ἄχρι ἂν ἴδῃ πεπηγὸς τὸ ὑγρὸν καὶ ὁ χρόνος τῆς ἀναβολῆς πρὸς ὠφέλειαν ὁρᾷ, οὐ πρὸς βλάβην, οὕτω καὶ ὁ θεὸς ἐᾷ πρὸς πλείονα σωφρονισμόν. εἰ οὖν τις εἴποι ‘ὁ δεῖνα ἀδικῶν καλῶς πράττει‘, μὴ ταύτην εὐδαιμονίαν ἡγήσῃ ἀλλὰ λέγε ἢ ὅτι | |
25 | ‘ἐν τῇ προβιοτῇ ἦν εὖ πράξας καὶ διὰ τοῦτο γερῶν ἀξιοῦ‐ ται‘ ἢ ὅτι ‘οὐκ ἔστιν αὕτη ὄντως εὐδαιμονία, ἀλλὰ πάντως συμβήσεταί τι μοχθηρὸν αὐτῷ, ὅτε οἶδεν συμφέρειν‘. | |
19.4 | Ἔγωγέ σε ἐπῄνεσα [471 d 3—4]: κατὰ ἀλήθειαν γὰρ ἐπῄνεσεν αὐτοῦ τὴν συνθήκην τῶν λόγων καὶ τὸ ὕψος τῶν διηγηματικῶν τοῦ Ἀρχελάου λόγων· σκώπτει δὲ αὐτὸν ὡς μὴ εἰδότα διαλεχθῆναι, {καὶ} ἀντὶ τοῦ ὡς μὴ ἐπιστά‐ | |
5 | μενον διαλεκτικὴν καὶ ἀποδεικτικὴν θεωρίαν. | |
19.5 | Καὶ νῦν ἄλλο τι [471 d 5]: ἀντὶ τοῦ ‘ὁ λόγος ὁ ὑπὸ | |
σοῦ νῦν ῥηθεὶς πρὸς ἄλλο τί ἐστιν καὶ οὐ πρὸς τὸ ὑπὸ σοῦ ἀνωτέρω εἰρημένον, ὅτι καὶ παῖς δύναταί με ἐλέγξαι ταῦτα λέγοντα‘. | 109 | |
19.6 | Ὁ ὑπὸ πολλῶν [472 a 1—2]: καλῶς τὸ ‘ὑπὸ πολλῶν‘ καὶ οὐχ ‘ὑπὸ πάντων‘· οὐ δυνατὸν γὰρ τελείως πάντας ψευδομαρτυρεῖν, οὐ γὰρ ἐκλέποιπεν τὸ ἀγαθόν. | |
19.7 | Ἐν τῷ Διονύσῳ [472a 7]: οὕτως ἦσαν λαμπροὶ ὅτι ἐν τῷ ἱερῷ ἵσταντο· θέλει οὖν δεῖξαι ὅτι, ὅπως ἂν ὦσί τινες λαμπροί, οὐ δεῖ ἀβασανίστως αὐτοῖς πιστεύειν. | |
19.8 | Ἡ Περικλέους ὅλη οἰκία [472 b 2]: οὐκ εἶπεν ‘Περικλέα‘ ἀλλ’ ‘ἡ Περικλέους ὅλη οἰκία‘, ἐπειδὴ αὐτὸς ἐτεθνήκει. | |
19.9 | Οὐ γάρ με συναναγκάζεις [472 b 4]: ἰδοὺ ἀνάγκην καλεῖ τὴν ἀποδεικτικὴν πίστιν. | |
19.10 | Ἐκβάλλειν με ἐκ τῆς οὐσίας [472 b 5—6]: ἐπειδὴ ἐν τοῖς δικαστηρίοις περὶ οὐσιῶν καὶ χρημάτων καὶ τῶν τοιούτων ἐδικάζοντο, διὰ τοῦτο εἶπεν ‘οὐσίαν‘· κυρίως δὲ ὁ Σωκράτης οὐσίαν λέγει τὴν ἀλήθειαν. | |
19.11 | Οὐ δῆτα, ὦ Πῶλε, ἀλλὰ ἀδύνατον [473 b 10]: ἐπειδὴ εἶπεν ὁ Πῶλος ὅτι ‘οὐ χαλεπόν ἐστι τὸ ἐλέγξαι σε‘, ὁ Σωκράτης φησὶν ὅτι ‘χαλεπὸν γάρ ἐστιν, ἐπειδὴ καὶ ἀδύνατον‘. ὁ μὲν γὰρ Πῶλος κατ’ εἰρωνείαν ἔλεγε ‘χαλε‐ | |
5 | πὸν‘ ἀντὶ τοῦ ‘εὐχερέσ‘, ὁ δὲ Σωκράτης εἰς τὸ ἐναντίον ἄγει τὸν λόγον καὶ λέγει ὅτι ‘χαλεπὸν τὸ ἐλέγξαι, ἐπειδὴ ἀδύνατον‘. | |
19.12 | Φίλον γάρ σε ἡγοῦμαι [473 a 3]: ὁ Σωκράτης φίλον ἡγεῖται τὸν Πῶλον, οὐχ ὡς τὰ αὐτὰ αὐτῷ πρεσβεύοντα, ἀλλ’ ὡς ἄνθρωπον αὐτὸν φιλεῖ διὰ τὴν εὔνοιαν. | |
19.13 | Ἀλλ’ ἔτι τοῦτο ἐκείνου χαλεπώτερον [473 b 8]: | |
πάλιν κατ’ εἰρωνείαν, ὅτι ‘μᾶλλον τοῦτο δύναμαι ἐλέγξαι‘. | 110 | |
19.14 | Τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται [473 b 10 u. ad 11]: ‘ἡ γὰρ ἀλήθεια οὐδέποτε ὑπὸ ἐλέγχου σαλεύε‐ ται, ἀλλ’ αἰεὶ μένει ἐπὶ τῶν οἰκείων βάθρων σταθερά‘. | |
19.15 | Σὺ ἡγῇ οἷόν τε εἶναι [472 d 1—2]: τὰ ἤδη εἰρημένα πλατικώτερον ἀνακεφαλαιοῦται ὁ Σωκράτης, πρῶτον μὲν διὰ τὴν μνήμην (εἴωθεν γὰρ τὰ μὲν πλατέως λεγόμενα σαφήνειαν γεννᾶν, τὰ δὲ συντόμως καὶ κεφαλαιωδῶς | |
5 | δεσμεῖν τὴν μνήμην), δεύτερον δὲ καὶ διὰ τὸν Πῶλον, ἵνα ἕξῃ νοῆσαι τὰ παρὰ τοῦ Σωκράτους καὶ προσκορῆ αὐτῷ γένηται καὶ μὴ μέλλῃ ἐξ ὧν οὐκ εἶπεν ὁ Σωκράτης παρα‐ λογίζεσθαι. καὶ γὰρ ἐν τοῖς προλαβοῦσι πολλάκις ἃ μὴ δέδωκεν ὁ Σωκράτης, ὁ Πῶλος ὡς δεδομένα ἔλαβεν· ἀναγ‐ | |
10 | κάζεται οὖν τὰ αὐτὰ λέγειν, ἵνα γνῷ ὁ Πῶλος ἀκριβῶς τὰ παρ’ αὐτοῦ διδόμενα καὶ μὴ παραλογίζηται ἑαυτόν (οὐ γὰρ τὸν Σωκράτην) λαμβάνων προτάσεις ἃς Σωκράτης οὐχ ὁμολογεῖ. | |
20t | Πρᾶξις σὺν θεῷ κʹ | |
20.1 | Πῶς λέγεις [473 b 12—474 c 3]. Τοῦ Σωκράτους εἰρηκότος ὅτι ὁ ἀδικήσας καὶ παθὼν ἧττον ἄθλιός ἐστι τοῦ ἀδικήσαντος μὲν μὴ παθόντος δέ, ὁ Πῶλος εἶπεν κατ’ εἰρωνείαν ὅτι ‘χαλεπόν ἐστιν ἐλέγξαι | |
5 | σε‘, καὶ ὁ Σωκράτης τῷ παρ’ ὑπόνοιαν χρησάμενος ἔφη ὅτι ‘οὐ χαλεπὸν ἀλλὰ ἀδύνατον‘. λοιπὸν οὖν ὁ Πῶλος ἄρχεται τοῦ ἁλόντος μὲν τυράννου τὰς συμφορὰς διηγεῖ‐ σθαι ἐνθυμηματικῶς αὔξων αὐτὰς καὶ τῷ μεγέθει καὶ τῇ διαφορᾷ, τοῦ δὲ ἀδικήσαντος μὲν μὴ ἁλόντος δὲ τὴν πρᾶ‐ | |
10 | ξιν· καί φησιν ὅτι ‘πῶς λέγεις τοῦτον μὲν τὸν τοιαῦτα πάσχοντα εὐδαίμονα, τὸν δὲ φυγόντα κακοδαίμονα;‘ καὶ | |
ἰστέον ὅτι ὃ μὴ εἶπεν ὁ Σωκράτης συνεπέρανεν· οὐκ εἶπεν γὰρ αὐτὸν εὐδαίμονα ἀλλ’ ἧττον ἄθλιον. καὶ ἄξιον ζητῆσαι, διὰ τί μή, ὥσπερ ἐστὶν ἐπὶ τοῦ κακοῦ κρεῖττον κακὸν καὶ | 111 | |
15 | ἧττον, ὡς καὶ ὁ ποιητής φησιν ‘κακὸν δέ κε φέρτερον εἴη‘, οὕτω καὶ ἐπὶ τοῦ εὐδαίμονος λέγομεν καὶ ‘ἧττον εὐδαίμων‘. λέγομεν τοίνυν ὅτι ἡ εὐδαιμονία τὸ μέγιστον ἀγαθόν ἐστιν, ἐπὶ δὲ τοῦ μεγίστου τὸ μᾶλλον καὶ ἧττον χώραν | |
20 | οὐκ ἔχει. | |
20.2 | Εἶτα ὁ Πῶλος τοῦ Σωκράτους ἐλεγχθῆναι βουλομένου τοὺς πολλοὺς ἀνθρώπους εἰς μαρτυρίαν καλεῖ, κακῶς γε ποιῶν· δεῖ γὰρ ἀποδεικτικῶς συλλογίζεσθαι καὶ μὴ ἀπὸ τοῦ ὄχλου. θεῖοι τοίνυν λόγοι παραδίδονται καὶ ἐπῳδαὶ | |
5 | μέγισται δυνάμεναι κατευνάσαι ἡμῶν τὰ πάθη καὶ εἰ‐ πεῖν αὐτοῖς ‘μένετε ἀτρέμας ἐν δεμνίοισ‘. λέγει τοίνυν ὁ Σωκράτης ὅτι ‘ἐγὼ οὔκ εἰμι τῶν πολιτι‐ κῶν‘ (ἀντὶ τοῦ τῶν πολλῶν)· ‘ἀμέλει καὶ πάλαι ἀριθμῶν | |
10 | τὰς ψήφους ἐγελώμην‘. ἰστέον γὰρ ὅτι δέκα φυλῶν οὐσῶν παρὰ τοῖς Ἀθηναίοις κατὰ φυλὰς ἐπρυτάνευον· οἱ οὖν τῆς φυλῆς καὶ τὰς ψήφους ἠρίθμουν, πόσαι μὲν αἱ λευκαί, πόσαι δὲ αἱ μέλαιναι. ὁ οὖν Σωκράτης φησὶν ὅτι ‘πάλαι ἐγὼ ὢν ἐπὶ τῶν ψήφων τοσοῦτον κατεφρόνουν τούτων | |
15 | ὅτι οὐδὲ ᾔδειν, πόσαι μὲν αἱ λευκαί, πόσαι δὲ αἱ μέλαιναι· καὶ λοιπὸν κατεγέλων μου ὡς μὴ θέλοντος τῷ πλήθει δια‐ λέγεσθαι‘. καὶ ἄξιον ζητῆσαι τί δήποτε λέγει ὅτι ‘οὐ δια‐ λέγομαι τῷ πλήθει‘· καὶ μὴν ἐν τῷ Κλειτοφῶντι δια‐ | |
λέγεται αὐτῷ λέγων ὅτι ‘ἄνθρωποι, ποῦ φέρεσθε;‘ λέγο‐ | 112 | |
20 | μεν οὖν ὅτι ἐστὶν καὶ παραινετικῶς διαλεχθῆναι· οὐ δια‐ λέγεται οὖν ἀποδεικτικῶς ἀλλὰ παραινετικῶς. οὐ δύνανται δὲ οἱ πολλοὶ ἀκοῦσαι ἀποδείξεως, ἐπειδὴ περὶ ἕν τι οὐκ ἔχουσιν, ἀλλ’ ἄλλος ἄλλην ἔχει δόξαν· πῶς οὖν δυνατὸν ἀποδείξει μὴ οὔσῃ περὶ ἓν χρήσασθαι; | |
25 | Λέγει τοίνυν ὁ Πῶλος ὅτι ‘ἄμεινόν ἐστιν ἀδικεῖν μόνον καὶ μὴ ἀδικεῖσθαι‘· πρὸς ὅ φησιν ὁ Σωκράτης ὅτι ‘καὶ σύ, ὦ Πῶλε, καὶ πάντες ἴστε, οὐκ ἐγὼ μόνος, ὅτι κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν‘. καὶ ἄξιον ζητῆσαι διὰ τί εἶπεν τοῦτο· καὶ μὴν ὁ Πῶλος ἔφη ἀδικεῖν μᾶλλον ἢ ἀδικεῖσθαι. | |
30 | φαμὲν ὅτι πάντες κατὰ κοινὴν ἔννοιαν τὸ ἀγαθὸν διώκο‐ μεν· ‘εἰ τοίνυν‘, φησίν, ‘ὦ Πῶλε, καὶ σὺ καὶ πάντες οἱ κατὰ σὲ ἀκολουθήσωσι ταῖς κοιναῖς ἐννοίαις, τὸ ἀγα‐ θὸν προσαγκαλίσονται καὶ βουληθείησαν ἀδικηθῆναι μᾶλ‐ λον ἢ ἀδικῆσαι‘. | |
20.3 | Μορμολύττῃ αὖ [473 d 3]: ἔκλυτον αὐτὸν ποιεῖ διὰ τοῦ εἰπεῖν ὅτι ‘μορμολύττῃ‘ ἀντὶ τοῦ ‘ὡς παιδίον φοβῇ καὶ οὐ θέλεις ἐλέγχειν‘. | |
20.4 | Ἄρτι δὲ ἐμαρτύρου [473 d 4]: ἀντὶ τοῦ ‘μάρτυράς μοι Ἀθηναίους ἔφερεσ‘. | |
20.5 | Τί τοῦτο, ὦ Πῶλε; γελᾷς [473 e 2]: ἐγέλασεν ὁ Πῶλος ἐπὶ τούτῳ· λέγει οὖν ὁ Σωκράτης ὅτι ‘μὴ καὶ ὁ γέλως ἄλλος ἔλεγχός ἐστι καὶ διὰ τοῦ γέλωτος ἐλέγχεις;‘ ἰστέον γὰρ ὅτι Γοργίου ἐστὶ παράγγελμα ὅτι ‘εἰ μὲν ὁ | |
5 | ἐναντίος σπουδαῖα λέγει, γέλα, καὶ ἐκκρούεις αὐτόν· εἰ δὲ ἐκεῖνος γελᾷ σοῦ σπουδαῖα λέγοντος, σύντεινον σαυ‐ τόν, ἵνα μὴ φανῇ αὐτοῦ ὁ γέλωσ‘. καὶ ὁ Πῶλος οὖν ὡς μαθητὴς τοῦ Γοργίου ἐγέλασεν. | |
20.6 | Ἃ οὐδεὶς ἂν φήσειεν ἀνθρώπων [473 e 5]: ἰδοὺ | |
ἐπὶ τὸν πολὺν ἄνθρωπον φέρει τὴν μαρτυρίαν. | 113 | |
20.7 | Ἕνα μὲν παρέχεσθαι μάρτυρα ἐπίσταμαι [474 a 5—6]: ἰδοὺ τὸ ‘ἐπίσταμαι‘, ἵνα δείξῃ ὅτι ἐπὶ πολλῶν ἐπι‐ στημονικῶς οὐ δυνατὸν διαλεχθῆναι, εἷς δὲ μάρτυς ἀκο‐ λουθῶν ταῖς κοιναῖς ἐννοίαις μέγας ἐστίν· οὕτω γοῦν καὶ | |
5 | ὁ Ἡράκλειτος ἔλεγεν ‘εἷς ἐμοὶ ἀντὶ πολλῶν, καὶ λέγω τοῦτο καὶ παρὰ Περσεφόνῃ ὤν‘. | |
20.8 | Ἐγὼ δέ γε οὔτε ἐμέ [474 b 6]: ἐπὶ πολὺ λέγει αὐτῷ ὅτι ‘οὐδὲ σὺ οὐδὲ ἄλλος ἀδικεῖν θέλει‘, ἵνα συντονώτερος ὁ Πῶλος γενόμενος ἀγαπήσῃ τὸ τελείως προσδιαλεχθῆ‐ ναι τῷ Σωκράτει. | |
21t | Πρᾶξις σὺν θεῷ καʹ | |
21.1 | Λέγε δή μοι, ἵνα εἰδῇς [474 c 4—476 a 2]. Τὸ προκείμενόν ἐστι διὰ τούτων τὰ δύο προβλήματα ἃ εἶπεν ὁ Σωκράτης κατασκευάσαι. τῶν δὲ προβλημάτων τὸ μὲν πρῶτόν ἐστιν ὅτι κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδι‐ | |
5 | κεῖν, τὸ δὲ δεύτερον ὅτι τῶν ἀδικούντων ὁ μὴ διδοὺς δίκην πολλῷ ἀθλιώτερός ἐστι τοῦ διδόντος. τὸ πρότερον οὖν τέως κατασκευάζει· τοῦτο δὲ δείκνυται, ὡς εἴρηται ἐν τῷ Ἀλκιβιάδῃ, ἐκ τοῦ ἐπὶ τῶν πράξεων ἀντιστρέφειν τό τε δίκαιον καὶ τὸ καλὸν καὶ τὸ ἀγαθόν. ὁ μὲν οὖν Πῶλος | |
10 | ὁπωσδήποτε ἀκολουθῶν ταῖς κοιναῖς ἐννοίαις τὸ μὲν δίκαιον καλὸν λέγει, οὐκέτι δὲ συγχωρεῖ ὅτι τὸ καλὸν ἀγαθόν, ἀλλὰ πρὸς τοῦτο διαμάχεται· ὁ δὲ Καλλικλῆς | |
οὐδεμιᾷ προτάσει συγχωρεῖ. λέγει τοίνυν ὁ Πῶλος ὅτι τὸ δίκαιον καλόν ἐστιν (ἀμέλει καὶ ἐλεοῦμεν τοὺς ἀδικου‐ | 114 | |
15 | μένους, οὕτως αἰσχρὸν τὸ ἀδικεῖν), οὐκέτι δὲ καὶ ἀγα‐ θόν· δυνάμενος γὰρ ὁ δίκαιος χρήματα ἀφελέσθαι καὶ πάμπολλα κερδᾶναι, ὡς δίκαια πράττων οὐδὲν κερδαίνει. ὁ δὲ Σωκράτης πανταχοῦ λέγει ὅτι ἐπὶ τῶν πράξεων πᾶν δίκαιον καλόν, καὶ πᾶν δὲ καλὸν ἀγαθόν, καὶ πᾶν ἄρα | |
20 | δίκαιον ἀγαθόν. ὥστε καὶ ἐπὶ τῶν ἐναντίων τὸ αὐτό ἐστι· καὶ πᾶν ἄδικον αἰσχρόν, καὶ πᾶν αἰσχρὸν κακόν, καὶ πᾶν | |
21.2 | ἄρα ἄδικον κακόν. ταῦτα μὲν οὖν οὗτοι· ὁ δὲ Καλλικλῆς μηδὲ εἰ εἰσὶν κοιναὶ ἔννοιαι εἰδὼς οὐδὲ τὸ δίκαιον καλὸν λέγει οὐδὲ τὸ καλὸν ἀγαθόν. καὶ ὡς ἀλογίαν νοσῶν ἐκ τῶν ἀλόγων φέρει τὰ παραδείγματα λέγων ὅτι πανταχοῦ | |
5 | ὁ ἰσχυρότερος ὀφείλει πλεονεκτεῖν τὸν ἀσθενέστερον καὶ κατακρατεῖν αὐτοῦ· οὕτω γοῦν καὶ ἐπὶ τῶν ἀλόγων τὰ ἰσχυρότερα κρατεῖ τῶν ἀσθενεστέρων καὶ βοηθοῦσιν αὑ‐ τοῖς· ὁ γοῦν λέων οὐ δίκαιος μὴ ἐσθίων τὰ ἀσθενέστερα αὐτοῦ. φησὶν οὖν ὅτι οἱ ἀσθενέστεροι καταγοητεύουσι καὶ | |
10 | ἀπατῶσι τοὺς ἰσχυροτέρους καὶ λέγουσιν αὐτοῖς ὅτι ‘τὸ δίκαιον καλόν, τὸ ἄδικον αἰσχρόν, τὸ καλὸν ἀγαθόν, τὸ αἰσχρὸν κακόν‘, ἵνα ποιῶσι δεῖσθαι αὐτῶν ἐκ τῆς τοιαύτης κολακείας τοὺς ἰσχυροτέρους. ταῦτα μὲν οὖν ὁ Καλλικλῆς· πῶς δὲ ἐξελέγχεται, μαθησόμεθα ἐν τοῖς πρὸς αὐτὸν λό‐ | |
15 | γοις. ἰστέον δὲ ὅτι ὁ Σωκράτης ἑνὶ οὐ δίδωσι πάντας τοὺς λόγους, ἐπεὶ οὕτως τὰ ἐναντία ἔμελλον πρεσβεύειν· ἀλλὰ τὸν μὲν Γοργίαν ὑποτίθεται δεχόμενον τὰ τρία, τὸν δὲ Πῶλον τὸ ἕν, ὅτι πᾶν δίκαιον καλόν, τὸν δὲ Καλλικλέα λέγοντα ὅτι οὐδὲν ἀληθές. | |
20 | Ἐπεὶ τοίνυν συγκριτικαῖς φωναῖς κέχρηται λέγων ‘κά‐ κιον‘ καὶ ‘αἴσχιον‘, δεῖ ταῦτα εἰς τὰ ἁπλᾶ μεταλαμβά‐ νειν, εἰς τὸ κακὸν καὶ τὸ αἰσχρόν, καὶ ἐπὶ αὐτῶν ποιῆσαι | |
τὸν λόγον, καὶ οὕτως ἐπὶ τῶν συγκριτικῶν πάλιν ἐξετάσαι. | 115 | |
21.3 | ἀλλ’ ἐπειδὴ στερήσεις εἰσὶν αὗται, τό τε κακὸν καὶ τὸ αἰσχρόν, δεῖ ἐπὶ τῶν ἕξεων πᾶν γυμνάσαι, ἐπί τε τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ, ἵνα ἀπὸ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ἔλ‐ θωμεν ἐπὶ τὸ κακὸν καὶ τὸ αἰσχρὸν καὶ οὕτω ἐπὶ τὸ κάκιον | |
5 | καὶ τὸ αἴσχιον. τὸ οὖν καλὸν διττόν ἐστιν, ἢ τὸ πρὸς ἡδο‐ νὴν ὁρῶν ἢ τὸ πρὸς τὴν χρείαν. οἷον λέγω καλὸν οἶκον τὸν ἔχοντα μὲν μάρμαρα θαυμαστὰ καὶ πολλὴν εὐπρέπειαν, μὴ μέντοι αὔρας ἔχοντα· οὗτος πρὸς ἡδονὴν μὲν λέγεται καλός, οὐ μὴν πρὸς τὴν χρείαν· εἰ δὲ τὸ ἐναντίον εἴη | |
10 | ἀπρεπὴς μέν, δεχόμενος δὲ πνεύματα, καλὸς μὲν καὶ οὗτος λέγεται, ἀλλ’ οὐ πρὸς ἡδονὴν ἀλλὰ πρὸς τὴν χρείαν· εἰ δὲ ἀμφοτέροις κεκόσμηται, τότε καλὸς καὶ πρὸς ἡδονὴν καὶ πρὸς χρείαν. ὡσαύτως καὶ ἐπὶ παιδὸς καὶ ἐπὶ τῶν ἄλλων· εἰ μὲν γὰρ εὐπρεπὴς μόνον εἴη ὁ οἰκέτης, οὐκ | |
15 | εὔνους δέ, πρὸς ἡδονὴν μόνον καλός ἐστιν· εἰ δὲ εὔνους μέν, ἄμορφος δέ, πρὸς χρείαν καλός· εἰ δὲ ἀμφότερα ἔχοι, καὶ πρὸς ἡδονὴν καὶ πρὸς χρείαν καλός. καὶ ἁπλῶς, ὥς φησιν ὁ Σωκράτης, καὶ ἐπὶ σωμάτων ἐστὶν τοῦτο εὑρεῖν καὶ ἐπὶ χρωμάτων καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ ἐπιτηδευμάτων | |
20 | καὶ ἐπὶ νόμων καὶ ἐπὶ μαθημάτων. καὶ ὅρα τὴν τάξιν. | |
21.4 | πρότερον μὲν γὰρ τὰ σώματα εἶπεν· εἶτα τὰ χρώματα, ἃ ἐν σώματι μέν ἐστιν, ἀσώματα δέ, τούτων δὲ τὰ μὲν ἁπλῶς ἡδέα, τὰ δὲ καὶ πρὸς χρείαν, ὡς ἐπὶ ὀφθαλμίας· καλὸν γὰρ τότε τὸ μέλαν χρῶμα. εἶτα καὶ μετὰ τὰ χρώματα αἱ | |
5 | φωναὶ καὶ ἡδεῖαί εἰσι καὶ ὠφέλιμοι (τοῦτο γάρ ἐστι τὸ χρειῶδες)· ἡδεῖαι μὲν ὡς αἱ τῶν τραγῳδῶν, ὠφέλιμοι δὲ ὡς αἱ παραινετικαὶ αἱ παύουσαι πάθη· τὰς φωνὰς δὲ μετὰ τὰ χρώματα, ἐπειδὴ αὗται καὶ ψυχῆς εἰσί. λοιπὸν τὰ | |
ἐπιτηδεύματα καὶ νόμοι· ἡ γὰρ ψυχή, εἰ μὲν πρὸς τὰ κατα‐ | 116 | |
10 | δεέστερα ἑαυτὴν δῷ καὶ φροντίσῃ αὐτῶν, ποιεῖ τοὺς νό‐ μους, εἰ δὲ πρὸς ἑαυτήν, τὰ μαθήματα. ταῦτα γὰρ τὴν ψυχὴν ἡμῶν ὠφελεῖ, καὶ ὃ εἶπεν ὁ Πλάτων, ἵνα μηδὲν ἄλλο ὠφέλουν ἡμᾶς, μέγιστον ὠφελῆσαι {ἢ} ὅ〈τι〉 τὴν ψυχὴν ὀξυτέραν ποιεῖ· δεῖ δὲ εἰδέναι ὅτι καὶ πρὸς τὸν βίον | |
15 | ὠφελοῦσιν, ἡ γὰρ γεωμετρία καταξιώσασα εἰς ὕλην ἐλθεῖν ποιεῖ τὴν μηχανικήν, ἥτις εὐδοκιμεῖ καὶ κέρδη ἔχει ἐκ τῶν γινομένων ἔργων. τὸ οὖν καλὸν ἢ πρὸς ἡδονήν ἐστιν ἢ | |
21.5 | πρὸς χρείαν. ἰστέον δὲ ὅτι τὸ ὄντως καλὸν ἀεὶ ὠφέλιμον καὶ πρὸς ἡδονὴν ἀρίστην ὁρᾷ· διὰ τοῦτο γὰρ καὶ καλὸν εἴρηται, ὥς φησιν ἐν τοῖς Νόμοις, ὡς ἐράσμιον καὶ κα‐ λοῦν πάντας πρὸς ἑαυτό. ἐν προθύροις γάρ ἐστι τοῦ ἀγα‐ | |
5 | θοῦ ὑπὲρ πάντα ὄντος, ὥστε ὡς πλησιάζον τὸ καλὸν τῷ ἀγαθῷ ἐράσμιόν ἐστι καὶ ἡδονὴν ἔχει ἀρίστην, περὶ ἧς ὁ Πλάτων φησὶν περὶ τῆς μουσικῆς 〈λέγων〉. λέγει γὰρ ὅτι μουσικὴ ὀφείλει ὀρθῷ λόγῳ κεχρῆσθαι, εἰ δὲ μὴ ᾖ ὀρθὸς λόγος, ἔστω ἡδονὴ οὐκ ἄτακτος ἀλλὰ μιμουμένη ὀρ‐ | |
10 | θὸν λόγον. ἐπεὶ τοίνυν τὸ καλὸν ἢ ἡδύ ἐστιν ἢ ὠφέλιμον, δεῖ εἰδέναι ὅτι τὸ ἐναντίον αὐτῷ, τὸ αἰσχρόν, ἢ λυπηρόν ἐστιν ἢ βλαβερὸν ἢ τὸ συναμφότερον. ‘ὥστε ἐπειδὴ τὸ ἀδικεῖν, ὡς ὁμολογεῖς, ὦ Πῶλε, αἰσχρόν ἐστι, δῆλον ὅτι ἢ λυπηρόν ἐστιν ἢ βλαβερὸν ἢ τὸ συναμφότερον. ἀλλὰ | |
15 | μὴν λυπηρὸν οὐκ ἔστιν· οὐ γὰρ διὰ τὸν ἀδικοῦντα λυπού‐ | |
μεθα, ἀλλὰ διὰ τὸν ἀδικούμενον. ἀλλ’ οὐδὲ τὸ συναμφό‐ τερον· ὅλως γὰρ εἰ οὐκ ἔστι λυπηρόν, οὐδὲ τὸ συναμφό‐ τερον. λείπεται οὖν βλαβερὸν εἶναι· τὸ ἄρα ἀδικεῖν βλαβε‐ ρόν, τὸ δὲ βλαβερὸν κάκιον, καὶ κακὸν ἄρα τὸ ἀδικεῖν‘. | 117 | |
20 | Ἄξιον δὲ ζητῆσαι, πῶς λέγει ὁ Σωκράτης ὅτι ὁ μὲν ἀδι‐ κῶν λυπεῖ, ὁ δὲ ἀδικούμενος λυπεῖται καὶ λύπης ἐστὶν ἄξιος. τί οὖν; εἰ ᾖ σπουδαῖος, λυπεῖται; φαμὲν ὅτι ἄλλο ἐστὶ ζητεῖν τι αὐτὸ καθ’ αὑτὸ καὶ ἄλλο κατὰ συμβεβη‐ κός. ἰδοὺ γὰρ τὴν γραμμὴν λέγω καὶ ἔχειν πέρατα τὰ | |
25 | σημεῖα καὶ μὴ ἔχειν· τὴν μὲν γὰρ γραμμὴν τὴν κατ’ εὐθὺ λέγω ἔχειν, τὴν δὲ κυκλοφορικὴν οὐκ ἔχειν, εἴ γε οὐδὲ ἀρχὴν ἔχει ὁ κύκλος· ὥστε ὅταν λέγω μὴ ἔχειν αὐτήν, οὐχ ὡς γραμμὴν ἁπλῶς ἐξετάζω, ἀλλ’ ὡς ποιότητα ἔχου‐ σαν, ὡς τοιάνδε γραμμήν, ἐπεὶ ἡ γραμμὴ ἔχει. οὕτως οὖν | |
30 | καὶ νῦν ᾗ μὲν ἀδικεῖται ὁ ἀδικούμενος λυπεῖται, ᾗ δὲ σπουδαῖος κατακρατῶν τῶν παθῶν οὐ λυπεῖται· ὥστε ὁ ἀδικούμενος ὡς ἀδικούμενος λυπεῖται· οὕτω γοῦν οἱ μὴ σπουδαῖοι λυποῦνται. καὶ ἄλλως αὐτὸς ὁ Σωκράτης εἶπεν ὅτι καλὸν μὲν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰ δὲ ἄρα, | |
35 | κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν. | |
21.6 | Ἀποδείξαντος τοίνυν τοῦ Σωκράτους τοῦτο ὁ Πῶλος ἄρχεται ὀκνεῖν καὶ καταπίπτειν. λέγει τοίνυν αὐτῷ ὁ Σω‐ κράτης ὅτι ‘μὴ ὀκνήσῃς καὶ πάθῃς τὸ τῶν παιδίων τῶν εἰς ἰατροὺς μὲν φοιτώντων διὰ τὸ ἰαθῆναι, κλαόντων δέ. | |
5 | ἀλλὰ θάρρει, καλὸν γάρ ἐστι τὸ ὠφεληθῆναί σε καὶ μὴ προσέχειν τοῖς πολλοῖς καὶ τῇ τούτων μαρτυρίᾳ· διὰ τοῦτο γὰρ καὶ ἔλεγόν σοι πρὸ μικροῦ ὅτι κἀγὼ καὶ σὺ καὶ πάντες ἴσμεν ὅτι κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν, ἐὰν προσέχωμεν ταῖς κοιναῖς ἐννοίαισ‘. ὁ τοίνυν Πῶλος μὴ | |
10 | θέλων ὁμολογῆσαι τὸ ἀληθές, ἀλλὰ μὴν μήτε δυνάμενος ἀνατρέψαι, φησὶν ὅτι ‘οὗτος μὲν ὁ λόγος ὁ νῦν παρὰ σοῦ | |
εἰρημένος δείκνυσι τοῦτο· εἰσὶ δὲ ἄλλοι λόγοι οἱ ὀφείλον‐ τές σε ἀνατρέψαι‘. ἰστέον δὲ ὅτι ἀδύνατον εὑρεθῆναι, ἐπειδὴ τὸ ἀληθὲς οὐδέποτε ἐλέγχεται. | 118 | |
21.7 | Καὶ καλῶς γε νῦν ὁρίζῃ [475 a 2—3]: ἐπειδὴ ὁ Σωκράτης τὸ καλὸν ἡδονῇ ὡρίσατο, ᾠήθη ὁ Πῶλος ὅτι ἡδονῇ τῇ κατ’ αὐτὸν ἀτάκτῳ, καὶ ἀποδέχεται· ὁ δὲ Σωκρά‐ της τῇ ἀρίστῃ λέγει. | |
21.8 | Οὐκοῦν τὸ αἰσχρόν [475 a 4]: εἰ τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον, τὸ δὲ καλὸν ἢ ἡδὺ ἢ ὠφέλιμον, καὶ τὸ αἰσχρὸν ἢ λυπηρὸν ἢ βλαβερόν· ἔστι γὰρ τόπος ὁ λέγων ‘εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον‘. ἀλλ’ | |
5 | ἴσως ἀνατρέψει τις λέγων ὅτι ‘ἰδοὺ τῷ ἀθλητῇ ἡ νόσος ἧτταν παρέχει· εἰ δὲ τῇ νόσῳ ἐναντία ἡ ὑγίεια, τῇ δὲ ἥττῃ ἡ νίκη, ἡ ὑγίεια ἄρα νίκην αὐτῷ παρέξει· καὶ μὴν οὐ πάν‐ τως νικᾷ ὑγιαίνων‘. φαμὲν πρὸς τοῦτο ὅτι εἰ καθ’ αὑτὸ λάβοις τὴν νόσον ποιοῦσαν τὴν ἧτταν, πάντως καὶ ἡ ὑγίεια | |
10 | νίκην ποιήσει· νῦν δὲ μετὰ τῆς νόσου καὶ τὸ ἰσχυρότερον εἶναι τὸν ἀντιπαλαίοντα συνεργεῖ εἰς τὴν ἧτταν, ὥστε ἀληθὴς ὁ τόπος οὗτος. | |
21.9 | Ἀλλ’ οὐκ ἂν δεξαίμην [475 e 1]: ἀντὶ τοῦ ‘πῶς ἔχω δέξασθαι; οὐδὲ γὰρ κἂν ὑπὸ τούτου τοῦ λόγου πει‐ σθείη τις ἄλλος ἀνθρώπων· εἰσὶ γὰρ λόγοι οἱ ἀνατρέποντες καὶ ἐναντιούμενοι‘. ἰστέον δ’ ὅτι οὐκ ἔστι λόγος ἐναντιού‐ | |
5 | μενος, ἐπειδὴ οὐδὲ τῷ ἀγαθῷ ἐστὶν ἀγαθὸν ἐναντίον· κακὸν μὲν γὰρ κακῷ καὶ κακὸν ἀγαθῷ ἀντίκειται, ἀγα‐ θὸν δὲ ἀγαθῷ οὐδέποτε. | |
21.10 | Ὁρᾷς οὖν, ὦ Πῶλε [475 e 7]: ‘ὁρᾷς οὖν ὅτι πολλῷ κρείττων ἐστὶν ὁ ἔλεγχος ὁ ἐξ ἡμῶν αὐτῶν καὶ οὐχ ὁ ἐκ | |
τῶν πολλῶν; ἀρκεῖς γάρ μοι σὺ ὑπὲρ πάντας ὁμολογῶν‘. | 119 | |
22t | Πρᾶξις σὺν θεῷ κβʹ | |
22.1 | Καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω [476 a 2—477 a 8]. Δύο προβλήματα προεβάλετο ὁ Σωκράτης, ἓν μὲν τὸ λέγον ὅτι κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν, ἕτερον δὲ | |
5 | τὸ λέγον ὅτι τῶν ἀδικούντων ὁ πάσχων καὶ παρέχων τιμω‐ ρίαν ἧττον ἀθλιώτερός ἐστι τοῦ ἀδικοῦντος μὲν μηδὲν δὲ ὑπομένοντος ἀλλ’ ἀεὶ ἀδικοῦντος. τούτων τοίνυν τὸ μὲν πρότερον δέδεικται, νῦν δὲ τὸ δεύτερον κατασκευάζεται, ὅτι ὁ ἀδικήσας καὶ διὰ τοῦτο δικαίως κολαζόμενος ἧττον | |
10 | ἄθλιός ἐστιν, ὠφελεῖται γάρ. λαμβάνει τοίνυν τὸ ποιοῦν καὶ πάσχον, καὶ λέγει ὅτι ‘ὡς ποιεῖ τὸ ποιοῦν, οὕτως πάσχει τὸ πάσχον· εἰ σφοδρῶς καίοι τὸ κᾶον, σφοδρῶς καίεται τὸ καιόμενον, εἰ διὰ βάθους καίοι, διὰ βάθους καίεται, εἰ ἐπιπολῆς, κἀκεῖνο ἐπιπολῆσ‘. ἐπὶ τοῦ ποιοῦν‐ | |
15 | τος τοίνυν πρότερον γυμνάζει τὸν λόγον καὶ οὕτως ἐπὶ τὸ πάσχον μεταβαίνει, ἐπειδὴ αἱ ἀποδείξεις ἐκ τῶν αἰτίων λαμβάνονται καὶ οὐκ ἐκ τῶν αἰτιατῶν. λέγει τοίνυν ὅτι ‘ὁ δικαίως κολάζων καλῶς ποιεῖ—τοῦτο γὰρ καὶ σὺ ὁμολο‐ γεῖς, ὦ Πῶλε, ὅτι τὸ δίκαιον καλόν—ὁ δικαίως οὖν κολά‐ | |
20 | ζων καλῶς ποιεῖ· οὐκοῦν καὶ ὁ δικαίως κολαζόμενος καλῶς κολάζεται· τὸ δὲ καλὸν ἢ πρὸς ἡδονὴν βλέπει ἢ πρὸς ὠφέλειαν ἢ πρὸς τὸ συναμφότερον· ἀλλὰ μὴν ἡδὺ οὐκ ἔστι τῷ κολαζομένῳ τὸ κολάζεσθαι, οὐδὲ μὴν τὸ συναμφότερον, ὅπου γε ὅλως οὐδὲ ἡδύ· λείπεται ἄρα | |
25 | ὠφέλιμον εἶναι· ὁ ἄρα δικαίως κολαζόμενος ὠφελεῖται, εἰ δὲ ὠφελεῖται, ἧττόν ἐστιν ἄθλιος, ἰάσεως γὰρ ἀξιοῦται‘. | |
λοιπὸν ἔχει δεῖξαι ὅτι ὠφελεῖται οὐκ ὠφέλειαν χρημά‐ των, οὐκ ὠφέλειαν σώματος, ἀλλὰ ψυχῆς ὠφέλειαν· δεί‐ ξει τοίνυν πάλιν δι’ ἑτέρας θεωρίας ὅτι ἡ μεγίστη ὠφέλεια | 120 | |
30 | περὶ ψυχὴν θεωρεῖται, ἐπειδὴ καὶ τὸ μέγιστον πάθος περὶ ψυχήν. δεῖ τοίνυν δεῖξαι ὅτι ὁ δικαίως κολαζόμενος λέγε‐ ται κολάζεσθαι. ὁ γὰρ ἀδίκως οὐδὲ κολάζεσθαι ἂν λεχθείη, κόλασις γὰρ λέγεται παρὰ τὸ κολούειν τῶν παθῶν· ὁ οὖν δικαίως κολαζόμενος διὰ τὰ πάθη, ἐπειδὴ κολούε‐ | |
35 | ται τῶν παθῶν, λέγεται κολάζεσθαι, ὁ δὲ μὴ ἔχων πάθη ἀλλ’ ἀδίκως ὑπομένων τι οὐ λέγεται κολάζεσθαι· ὅλως γὰρ οὐκ ἔσχεν πάθη, καὶ τί ἔχει κολουθῆναι; | |
22.2 | Ἄξιον δὲ ἀπορῆσαι πῶς φησὶν ὁ Σωκράτης ὅτι ὡς δρᾷ τὸ δρῶν, οὕτως καὶ τὸ πάσχον πάσχειν ὁρῶμεν. εἰ γὰρ ὑβρίσῃ τις σπουδαῖον, ἡ μὲν ὕβρις ἔδρασεν, οὐδὲν δὲ ἔπα‐ θεν αὐτός, καταφρονεῖ γάρ. οὕτως γὰρ ὕβριζέ τις τὸν Διο‐ | |
5 | γένη, καί φησιν αὐτῷ ἄλλος ‘ὦ Διόγενες, ὑβρίζει σε ὁ ἄνθρωποσ‘· ὁ δὲ ἔφη ‘ἐγὼ οὐχ ὑβρίζομαι οὐδὲ γελῶμαι‘. τί οὖν λέγομεν; ὅτι κατὰ ἀλήθειαν οὐκ ἔδρασεν ἡ ὕβρις· ἐπεχείρησε μὲν γὰρ ὑβρίσαι, ἐπειδὴ δὲ ψευδῆ ὕβριζεν οὐκ ἠδυνήθη δρᾶσαι. εἰς γὰρ τὸν συνειδότα ἑαυτῷ τὰς ἐπ‐ | |
10 | αγομένας ὕβρεις δρᾷ ἡ ὕβρις, καὶ τότε πάντως πάσχει ὁ δικαίως ὑβριζόμενος, εἴ γε μὴ ἀναίσθητος ᾖ· εἰ γὰρ ἀν‐ αισθητεῖ, κἂν δικαίως ὑβρίζηται οὐ πάσχει. εἰ δέ τις εἴποι ὅτι ‘εἰ αἰσχρῶς μὲν ἐπολιτεύσατό τις, κατ’ ἐκεῖνον δὲ τὸν χρόνον καθ’ ὃν ὑβρίζεται ᾖ σωφρόνως διακείμενος, πάσχει | |
15 | ἢ οὔ;‘ ἀκουσάτω ὅτι οὐ πάσχει· ὁ μὲν γὰρ ὑβρίζων τὰ πρότερον πραχθέντα ἐλέγχει, ὁ δὲ ὑβριζόμενος οὐ πάσχει εἰδὼς ὅτι ἐν μεταμελείᾳ γενόμενος οὐκέτι ὁμιλεῖ τοῖς | |
κακοῖς. | 121 | |
22.3 | Ἀνάγκη τι εἶναι καὶ πάσχον [476 b 4]: ἰστέον ὅτι Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις δύο τρόπους τοῦ πρός τι χαρακτηριστικοὺς λέγει· ἕνα μὲν ὅτι πρός τί ἐστι τὸ ἑτέρου τινὸς λεγόμενον, οἷον τὸ ἀριστερὸν πρός τι | |
5 | δεξιὸν ἀριστερὸν λέγεται, καὶ ὁ δοῦλος πρὸς δεσπότην δοῦλος λέγεται· δεύτερον δὲ ὅτι τὸ πρός τι πρὸς ἕτερον ἔστιν, οὐ γὰρ λέγεται· εἰ γὰρ εἴπωμεν ‘λέγεται‘, συμ‐ περιλαμβάνονται καὶ οὐσίαι (καὶ γὰρ κεφαλὴ τινὸς λέγε‐ ται κεφαλή), τὸ δὲ ‘ἔστι πρὸς ἕτερον‘ κυρίως ἐπὶ τοῦ πρός | |
10 | τι. τινὲς τοίνυν τῶν ἐξηγητῶν τὰ Πλάτωνος μὴ νοήσαν‐ τες λέγουσιν ὅτι ἀπὸ Πλάτωνος τὸν πρῶτον τρόπον ἔλα‐ βεν, ὁ γὰρ Πλάτων κατὰ τὸ λέγεται χαρακτηρίζει τὰ πρός τι καὶ οὐ κατὰ τὸ ἔστιν. σκοπήσατε οὖν ὅτι ἐστὶ μὲν καὶ ἐξ ἄλλων πολλῶν πιστώσασθαι ὅτι οὐ τοῦτο οἴεται, | |
15 | ἀλλὰ πρὸ Ἀριστοτέλους κατὰ τὸ ἔστιν αὐτὸς λαμβάνει, μάλιστα δὲ κἀκ τῶν ἐνταῦθα λεγομένων· οὐκ εἶπεν γὰρ ὅτι ‘εἰ ἔστι τὸ ποιοῦν, ἀνάγκη καὶ τὸ πάσχον λέγεσθαι‘, ἀλλὰ ‘ἀνάγκη εἶναι καὶ τὸ πάσχον‘ ἵνα ᾖ τὸ ποιοῦν πάσχον‐ τος ποιοῦν. ὥστε ἔχε ἐντεῦθεν τοῦτό σοι ποριζόμενον. | |
22.4 | Κακίας ἄρα ψυχῆς ἀπαλλάττεται [477 a 7]: δέδεικται τοίνυν ὅτι πρὸς ὠφέλειαν κολάζεται ὁ δικαίως κολαζόμενος· τὴν γὰρ τῆς ψυχῆς κακίαν ἐκκόπτει ὁ κολά‐ ζων τὸν τοιοῦτον. εἰ δὲ διδοὺς τιμωρίαν δικαίως ἰᾶται, | |
5 | πῶς οὐκ ἂν ἥττονα αὐτὸν ἄθλιον καλέσομεν τοῦ μηδὲν | |
ὅλως πάσχοντος ἀλλ’ ἀεὶ ἀδικοῦντος ἄλλους; | 122 | |
23t | Πρᾶξις σὺν θεῷ κγʹ | |
23.1 | Ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται [477 a 8 u. ad 479 e 9]. Ἔδειξε διὰ τῶν προλαβόντων ὅτι μεῖζόν ἐστιν ἀδικοῦντά τινα διδόναι δίκας ἢ μὴ διδόναι· ἐντεῦθεν τοίνυν βούλεται | |
5 | δεῖξαι ποῖόν ἐστι τὸ μέγιστον κακόν, οὗ ἀπαλλάττεται ὁ παρέχων δίκας. λέγει τοίνυν ὅτι ‘ἐκεῖνα λάβωμεν οἷς τὰ κακὰ ὑπάρχει, καὶ εὑρίσκομεν τὸ ζητούμενον. ἔστι τοίνυν τρία ταῦτα, τὰ ἐκτὸς τὸ σῶμα ἡ ψυχή. περὶ μὲν οὖν τὰ χρήματα κακὸν θεωρεῖται ἡ πενία· περὶ δὲ τὸ σῶμα | |
10 | νόσος ἀσθένεια αἶσχος, νόσος μὲν τῶν τεσσάρων στοι‐ χείων στασιαζόντων, ἀσθένεια δὲ τῶν ὁμοιομερῶν οὐκ εὖ ἐχόντων, αἶσχος δὲ τῶν ὀργανικῶν κακῶς συντεθέν‐ των· περὶ δὲ τὴν ψυχὴν ἀδικία καὶ τὰ τοιαῦτα. ἆρα τοίνυν τί μέγιστον κακόν ἐστι τούτων καὶ κακιζόμενον παρ’ | |
15 | ἡμῶν καὶ ἀποστροφῆς ἀξιούμενον; ἆρα πενία; οὐδαμῶς· καὶ γὰρ παρέχομεν τοῖς δεομένοις καὶ ἐλεοῦμεν αὐτούς· ὡσαύτως καὶ τοὺς νοσοῦντας ἰάσεως ἀξιοῦμεν· μόνους δὲ τοὺς ἐν κακίᾳ ψυχῆς ζῶντας ἀποστρεφόμεθα καὶ κακοὺς νομίζομεν, ὥστε μέγιστον κακόν ἐστι τὸ περὶ τὴν ψυχήν. | |
20 | ἐπεὶ οὖν περὶ τὴν ψυχὴν βλάπτεται ὁ ἀδικῶν μὲν μὴ παρ‐ έχων δὲ δίκην, μέγιστον ἔχει κακόν· ὥστε βλαβερὸν τὸ μὴ διδόναι δίκην. εἶτα ἐπειδὴ τὸ μέγιστον πολὺ πλάτος ἔχει (ἢ γὰρ ἧττον μέγιστον ἢ πολλῷ), ζητεῖ πῶς μέγιστον | |
βλαβερόν, καὶ λέγει ὅτι ἄφατον βλαβερόν ἐστι. | 123 | |
23.2 | Πιστοῦται δὲ οὕτως τοῦτο. ἰστέον ὅτι ἐὰν λάβωμεν παραλληλόγραμμον ξδʹ ἀριθμῶν, ὡς τὴν μίαν πλευρὰν εἶναι ιϛʹ, τὴν δὲ ἑτέραν δʹ, πάντως ὅσῳ μείζων ἐστὶν ἡ πλευρὰ ἡ τῶν ιϛʹ τῆς πλευρᾶς τῶν δʹ, τοσούτῳ καὶ ἡ ἐλάτ‐ | |
5 | των ἐλλείπει τῆς μείζονος, καὶ τοῦτο καθόλου ἀληθές· ὥσπερ γὰρ τὰ ιϛʹ ὑπερέχει τῶν δʹ ιβʹ, οὕτως καὶ τὰ δʹ τῶν ιϛʹ ἐλλείπει ιβʹ. ἐπεὶ τοίνυν τὸ ἀδικεῖν αἴσχιόν ἐστι, τὸ δὲ αἴσχιον ἢ ἀνιαρόν ἐστιν ἢ βλαβερόν, ἆρα οὖν τὸ ἀδι‐ κεῖν τοῦ πένεσθαι καὶ τοῦ τέμνεσθαι καὶ τῶν τοιούτων | |
10 | ἀνιαρότερόν ἐστιν; οὐδαμῶς, οὐδὲ ὅλως· χαίρει γὰρ ὁ ἀδι‐ κῶν. εἰ τοίνυν οὐκ ἔστιν ἀνιαρόν, βλαβερόν ἐστι· καὶ ἐπειδὴ ὅλως οὐκ ἔστιν ἀνιαρόν, οὐ δυνάμεθα παραβαλεῖν τὸ βλαβερὸν καὶ εἰπεῖν ὅτι ἢ πολλῷ ἢ ὀλίγῳ· ὥστε εἰ μή ἐστιν ἀνιαρόν, ἄφατόν ἐστι βλαβερὸν τὸ ἀδικεῖν, τὸ δὲ | |
15 | ἄφατον βλαβερὸν μέγιστον κακόν ἐστιν. ὁ ἄρα ἀδικῶν μέγιστον κακὸν ποιεῖ. Ὥσπερ τοίνυν ἀποφέρομεν τοὺς πενομένους παρὰ χρη‐ ματιστικὴν τέχνην, ἵνα λάβωσί τι, καὶ τοὺς κάμνοντας παρὰ ἰατρικήν, οὕτως καὶ τοὺς ἀδικοῦντας ἀπάγομεν πρὸς | |
20 | τοὺς τιμωρουμένους πρὸς τὴν ἀξίαν τῶν πεπραγμένων· εἰ δὲ τοῦτο, ἀπαλλαγήσεται καὶ ἔσται ἥττων ἄθλιος. ὥστε καὶ ἐντεῦθέν ἐστι δεῖξαι ὅτι οὐ δεῖ δυσχεραίνειν ἐπὶ τοῖς | |
ἀδικοῦσι μὲν πλουτοῦσι δέ· οὐ γὰρ ὁ βίος οὗτος ζηλωτός ἐστιν. ἀμέλει καὶ Σωκράτης φησὶν ὅτι ‘καλὸν μέν ἐστι | 124 | |
25 | μηδένα μισεῖν ἀλλὰ πάντας ἕνωσιν ἔχειν· εἰ δὲ ἄρα μισῇς τινὰ καὶ ὁρᾷς αὐτὸν ἀδικοῦντα καὶ χρηματίζοντα καὶ πάντα τὰ πρὸς τρυφὴν ἔχοντα, εὖξαι μὴ δοῦναι αὐτὸν δίκην, κατὰ ἀλήθειαν γὰρ ἀθλιώτερος γίνεται· εἰ δὲ φιλῇς αὐτόν, πειρῶ, ἡ γὰρ φαινομένη τρυφὴ πολλῶν αὐτῷ κακῶν | |
30 | αἰτία γίνεται. | |
23.3 | Καὶ πρόσεχε πῶς θειότατα κατασκευάζει τὸ μέγιστον κακὸν εἶναι τὴν κακίαν τῆς ψυχῆς. τινὲς γὰρ θέλοντες ἡμᾶς ἐπὶ τὸ ἀγαθὸν ἐλθεῖν, ἐπειδὴ ἴσασιν ὅτι εὐκόλως ἐπὶ τὸ κακὸν νεύομεν, ἀποτρέπουσιν ἡμᾶς ἀπὸ τῆς τῶν | |
5 | πολλῶν ἀδοξίας· λέγουσι γὰρ ὅτι ‘μὴ ἀδικήσῃς, μὴ φονεύ‐ σῃς, ἐπεὶ ἀδοξεῖσ‘. ἀλλὰ μὴν καὶ ἀπὸ τῶν νόμων πιστοῦν‐ ται λέγοντες ὅτι ‘εἰ ποιήσῃς κακόν, οἱ νόμοι καλοῦσίν σε πρὸς τιμωρίαν‘. ἀλλὰ μὴν καὶ ἀπὸ τῶν ὑπὸ γῆν δικαιωτη‐ ρίων· λέγουσι γὰρ ὅτι ‘ἔστι Πυριφλεγέθων καὶ Ἀχέρων | |
10 | καὶ Κωκυτός, καὶ μέλλεις ἐν τούτοις κολάζεσθαι‘. ἰστέον τοίνυν ὅτι τινὲς ταῦτα ἀνατρέπουσι λέγοντες ὅτι ‘ναί, καὶ ἀδικεῖν ὥστε καὶ γνωρίζεσθαι καὶ ἀδοξεῖν κακόν· δεῖ οὖν οὕτως ἀδικῆσαι ὡς μὴ καταγνωσθῆναι, ἀλλ’ ἐν τῷ πονη‐ ρῷ δοκεῖν χρηστόν τι διαπράττεσθαι, ὥστε οὐδὲ νόμοις | |
15 | ὑποπίπτομεν μετὰ μηχανῆς ἀδικοῦντεσ‘. καὶ πάλιν φασὶν ὅτι ‘πόθεν δῆλον ὅτι εἰσὶν ὑπὸ γῆν δικαιωτήρια; τίς ἀπήγ‐ γειλεν; τίς ἦλθεν ἐκεῖθεν; εἰ δὲ ἄρα καί εἰσιν κατὰ ἀλή‐ θειαν, ἀργυρίδιον μικρὸν παρέχομεν τοῖς δεομένοις πρὸς ἀφοσίωσιν καὶ οὐκέτι πάσχομεν παρὰ τοῦ θεοῦ‘. ὁ τοίνυν | |
20 | Πλάτων εἰδὼς τὰς τοιαύτας μωρὰς ἀντιθέσεις δι’ ἄλλων καὶ οὐ διὰ τούτων πιστοῦται θαυμαστῶς. λέγει γὰρ ὅτι ‘δι’ αὐτὸ τὸ ἡμέτερον ἀγαθὸν σπεύσωμεν ἐκκόψαι τὴν κα‐ κίαν‘· καὶ λαμβάνει τὴν νόσον καί φησιν ὅτι ‘τὴν ὑγίειαν διώκομεν καὶ ἐκκόπτομεν τὴν νόσον· διὰ τί; μὴ δι’ ἄλλο | |
25 | τι ἢ δι’ ἡμᾶς αὐτούς, ἵνα ὑγιαίνωμεν; ἀμέλει τοῖς παισὶ | |
μόνον καὶ τοῖς παιδαριώδη νοῦν ἔχουσιν ἀνθρώποις φαμὲν ὅτι “ἐὰν μὴ θελήσῃς χειρουργηθῆναι, ἀποθανεῖν ἔχεις”· ἐπεὶ οἱ εὖ φρονοῦντες ἀφ’ ἑαυτῶν ἔρχονται εἰς τὸ πᾶν ὁτιοῦν ὑπομεῖναι ἕνεκεν τῆς ὑγιείασ‘. οὕτω τοίνυν κἀνταῦ‐ | 125 | |
30 | θα ὑποθώμεθα μήτε δικαιωτήρια εἶναι (εἰ καὶ ὅτι 〈εἰσὶν〉 ἀποδέδεικται ἐν τῷ Φαίδωνι) μήτε νόμους μήτε ἀδοξίαν μήτε ἄλλο τι οὖν εἶναι, οὐκ ὀφείλομεν δι’ αὐτὸ τὸ ἀγαθὸν ἀρετὴν διώκειν; εἰ γὰρ καὶ μηδὲν ὑπομένει ὁ ἀδι‐ κῶν, ἀλλ’ οὖν αὐτὸ τοῦτο ἡ ἀδικοῦσα ψυχὴ ἐν τῷ παρὰ | |
35 | φύσιν ἐστὶν ἀεί, καὶ ἀρκεῖ αὐτῇ τοῦτο πρὸς μέγιστον κακόν. ὥστε δι’ αὐτὸ τὸ τῆς ψυχῆς ἀγαθὸν ὀφείλομεν ἀεὶ ἀρετὴν διώκειν· ἡ γὰρ κακία ἡμᾶς αὐτοὺς βλάπτει, | |
23.4 | ἐν τῷ παρὰ φύσιν γάρ ἐσμεν. Ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν [477 b 1—2]: ἐπειδὴ κυρίως κακία ἐπὶ ψυχῆς λέγεται, νῦν δὲ ἐπὶ χρημάτων ἔλαβεν τὸ ὄνομα, οὐκ ἠρκέσθη τῷ | |
5 | εἰπεῖν ‘χρημάτων‘, ἀλλ’ ἐπήγαγεν ‘τοῦ ἀνθρώπου‘, ἵνα δείξῃ ὅτι οὐ τοσοῦτον χρημάτων ὅσον ἀνθρώπου (ταὐτὸν | |
23.5 | δὲ εἰπεῖν ψυχῆς) ἐστὶν ἡ κακία. {Δίκη δὲ ἀκολασίας καὶ ἀδικίας} Οὐκ ἀλγη‐ δόνι γε, ὥς φησιν ὁ σὸς λόγος [477 e 2]: ἀντὶ τοῦ ‘ὡς καὶ σὺ ὡμολόγησασ‘· οὐ γὰρ λέγει ‘ἐγὼ οὐ τίθημι, | |
5 | ἀλλὰ σὺ φῄσ‘, δέχεται γὰρ καὶ αὐτὸς τοῦτο· οὐκ ἀντιλέγει δὲ ὁ Πῶλος, ἀλλ’ ὁμολογεῖ οὕτως ἔχειν. 〈Δίκη δὲ ἀκολασίας καὶ ἀδικίας〉 [478 b 1]: ὥστε κάλλιστον τὸ διδόναι δίκην, ἐπειδὴ ἀπαλλάττεται τοῦ βλαβεροῦ καὶ ἰατρεύεται τὴν ψυχήν. εἰ οὖν καλῶν ἀπολαύει | |
10 | ὁ πένης χρηματισάμενος καὶ ὁ κάμνων ὑγιάνας, πολλῷ πλέον ὁ ψυχὴν ἐπὶ τὸ κρεῖττον φέρων γερῶν μεγίστων ἀξιοῦται. εἰ δέ τις εἴποι ‘διὰ τί οὖν τὸν νοσοῦντα ἰατρεύο‐ | |
μεν; ἔδει γὰρ ἐᾶν αὐτόν, ἵνα τιμωρηθῇ ἐφ’ οἷς ἐπλημμέλη‐ σεν‘, λέγομεν ὅτι ‘καὶ γὰρ ὁ πολιτικὸς κελεύει τοὺς κακοὺς | 126 | |
15 | μὴ ἰᾶσθαι, ὁ μέντοι ἰατρὸς σωμάτων φροντίζων ἰᾶται αὐ‐ τὸν τὸ τοῦ σώματος ἀγαθὸν ὁρῶν· ἄλλως τε καὶ ἐν αὐτῷ τῷ νοσεῖν δίκας δίδωσιν καὶ δεῖ αὐτὸν καὶ ἐπιμελείας ἀξιοῦσθαι‘. δεῖ οὖν πανταχοῦ ἐπιστρέφειν πρὸς τὸ ἀγα‐ θόν· καὶ εἰ ἀδικήσωμεν, ὀφείλομεν σπεύδειν ἐπὶ τὸ κρεῖτ‐ | |
20 | τον φέρεσθαι. οὕτω γὰρ καὶ ἀθλητὴς καταπίπτων ἐλαίῳ κεχρημένος καὶ γυμναζόμενος πάλιν νικητὴς γίνεται· δεῖ οὖν καὶ ἡμᾶς διδόναι δίκας πλημμελοῦντας, ἵνα ἰατρευ‐ θέντες ἐπιγνῶμεν τὸ ἀληθὲς καὶ φεισώμεθα τοῦ μεγίστου πάθους. | |
23.6 | Τί οὖν τούτων κάλλιστόν ἐστιν [478b 3]: εἰρη‐ κὼς ὅτι κρεῖττον ἀδικοῦντα δοῦναι δίκην ἢ μὴ δοῦναι νῦν ἐκ τοῦ ἀφερεπόνου κατασκευάζει καί φησιν ὅτι ‘ὥσπερ οἱ παῖδες ἢ οἱ παιδαριώδη νοῦν ἔχοντες οὐκ ἀνέχονται διὰ | |
5 | τὸ ἀφερέπονον πιεῖν φάρμακον ἢ τμηθῆναι καὶ μεγίσταις συμφοραῖς περιπίπτουσιν, οἱ δὲ θαρρήσαντες καὶ παθόν‐ τες ἰῶνται, οὕτως καὶ ἐνταῦθα οἱ μὲν δόντες δίκην ἰατρεύ‐ ονται, οἱ δὲ μὴ δόντες ἐν τῷ παρὰ φύσιν εἰσίν‘. ἄξιον δὲ ἀπορῆσαι τοῦτο· εἴ τις ἐξ ἀρχῆς ἄχρι τέλους εὖ πολιτεύ‐ | |
10 | σηται, ἕτερος δὲ κατ’ ἀρχὰς μὲν ἔτι νεάζων ἀσέμνως δι‐ αγάγοι, ὕστερον δὲ ἐπιστρέψοι καὶ θείαν ἀσκήσει πολιτείαν, ἆρα ἀμφότεροι ὁμοίως εἰσὶν εὐδαίμονες ἢ οὔ; φαμὲν ὅτι ἡ αὐτὴ μὲν εὐδαιμονία ἐστίν, πλὴν τῷ μὲν ἐξ ἀρχῆς εὖ βιοῦντι πλέον, τῷ δὲ ὕστερον οὐχ οὕτως. δεῖ τοίνυν σπεύ‐ | |
15 | δειν μὴ ἀδικεῖν, εἰ δὲ ἄρα ἀδικήσωμεν, ὀφείλομεν σπου‐ δάσαι δοῦναι δίκην. εἰ γὰρ ἀπαλλάττονται τοῦ σωματικοῦ πάθους οἱ τμηθέντες καὶ καέντες καὶ πιόντες φάρμακον, πολλῷ πλέον οἱ καθάραντες τὴν ψυχήν. ὁ τοίνυν ὅλως μὴ ἀδικήσας, ἐκεῖνος εὔμοιρός ἐστι καὶ εὐδαίμων, ὁ δὲ ὅλως | |
20 | ἀδικήσας καὶ δοὺς δίκην εὐδαίμων μὲν ἢ εὔμοιρος οὐ λέγε‐ ται, ἧττον δὲ ἄθλιος. ἀντίστροφος τοίνυν ἐστὶν ἡ δικαστι‐ κὴ τῇ ἰατρικῇ, ὥσπερ γὰρ ἐκείνη σώματα ἰᾶται, οὕτως | |
αὕτη ψυχάς. | 127 | |
23.7 | Καὶ ἰατρικὴ γίνεται πονηρίας ἡ δίκη [478d 6—7]: ἰδοὺ τὴν δικαστικὴν ἰατρικὴν ψυχῆς ἐκάλεσεν. | |
23.8 | Δεύτερος δέ που [478 e 1—2]: τὸ ‘δεύτεροσ‘ δεῖ μὴ πρὸς τὸ ἄνω εἰρημένον ‘εὐδαιμονέστεροσ‘ νοῆσαι, ἐπεὶ ἔσται καὶ ὁ διδοὺς δίκην εὐδαίμων ἀλλὰ ἧττον· μὴ οὖν πρὸς τὸ ἄνω, ἀλλὰ δεύτερος τῇ τάξει, ἀντὶ τοῦ ‘οὐ τοιοῦ‐ | |
5 | τος, ἀλλὰ ἄθλιος μέν, ἧττον δὲ ἄθλιος τοῦ μὴ δόντος δίκην‘. | |
23.9 | Καὶ ἀρετὴ σώματος [479b 3—4]: ἰδοὺ τὴν ὑγίειαν σώματος ἀρετὴν καλεῖ καὶ οὐ ψυχῆς. | |
23.10 | Ἆρα αἰσθάνῃ τὰ συμβαίνοντα [479c 4—5]: ἰδοὺ ἐντεῦθεν Ἀριστοτέλης ὠφελήθη καὶ εἶπεν ὅτι ‘συλλογισ‐ μός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν τὸ ἕτερον ἐξ ἀνάγκης συμβαίνει‘. ὅρα γὰρ πῶς εἶπεν ‘ἆρα αἰσθάνῃ τὰ συμβαί‐ | |
5 | νοντα;‘ ἀντὶ τοῦ ‘παρηκολούθησας τῷ συμπεράσματι;‘ | |
23.11 | Εἰ σοί γε ἄλλως δοκεῖ [479c 7]: τοῦτο ὁ Πῶλος λέγει, ὅτι ‘εἰ δοκεῖ σοι καὶ ἄλλως συλλογίσασθαι, λέγε‘. λοιπὸν οὖν ὁ Σωκράτης ἀνακεφαλαιοῦται τὰ λεχθέντα, ἵνα μείνῃ τὰ δόγματα ἐν τῇ μνήμῃ. ὅρα δὲ ὅτι εἰς μαρτυ‐ | |
5 | ρίαν οὐκ ἦλθον οἱ πολλοὶ ἄνθρωποι, ἀλλ’ ἡ ἀνάγκη τῆς ἀποδείξεως εὗρε τὸ ἀληθές. | |
23.12 | Οὐκοῦν ἀποδέδεικται [479e 8]: ‘κατὰ κράτος οὖν τὸ ἀληθὲς ἀνεφάνη καὶ ἃ προεχειρισάμεθα ἐξ ἀρχῆς, ὦ Πῶλε, ἀποδέδεικται· καὶ δῆλον ὅτι εἴτε Ἀρχέλαος εἴτε ἄλλος ὁστισοῦν ἀδικήσει μὴ παρέχων δίκην, ἄθλιος ἔσται‘. | |
5 | καὶ εἰ ἀθάνατον ὑποθῇ τὸν Ἀρχέλαον, ἔτι μᾶλλον ἄθλιος ἐμμένων, ἐπειδὴ ἀιδίως βλάπτεται, ὡς εἴρηται ἐν τοῖς | |
Νόμοις. | 128 | |
24t | Πρᾶξις σὺν θεῷ κδʹ | |
24.1 | Εἶεν [480 a 1—481 b 5]. Ἐζητεῖτο ἐξ ἀρχῆς τί τὸ ποιητικὸν αἴτιον τῆς πολιτικῆς εὐδαιμονίας. ὁ Σωκράτης τοίνυν ἔλεγεν ὅτι οὐκ ἦν ἡ ῥητορική, ὁ Γοργίας ἔφασκεν ὅτι ναί· εἶτα λέγει ὁ Σωκρά‐ | |
5 | της ὅτι ‘ἐπιστήμων ἐστὶν ὁ ῥήτωρ τῶν δικαίων ἢ οὔ;‘ καὶ ἀπεδείχθη ὅτι οὐκ ἔστι. δέδωκε τοίνυν ὁ Γοργίας ὅτι οὐκ ἔστιν, ὀφείλων εἶναι· ὁ Πῶλος λοιπὸν λέγει ὅτι κακῶς συνεχώρησεν ὁ Γοργίας ὅτι δεῖ πάντως ἐπιστήμονα εἶναι τὸν ῥήτορα τῶν δικαίων. ἐντεῦθεν καὶ τὸ εἰδικὸν ἐζητήθη | |
10 | καὶ ἐδείχθη τὰ δίκαια εἰδικὰ αἴτια ὄντα. πάντα τοίνυν ὁ Σωκράτης ἀπέδειξεν, καὶ ὅτι αἱρετώτερον μᾶλλον ἀδικεῖ‐ σθαι ἢ ἀδικεῖν καὶ ὅτι ὁ 〈μὴ〉 διδοὺς δίκην τοῦ {μὴ} διδόν‐ τος πολλῷ ἀθλιώτερος. νῦν τοίνυν ὁ Σωκράτης βούλεται δεῖξαι κακοποιόν τε καὶ ἀπεμφαίνουσαν καὶ ματαίαν· κα‐ | |
15 | κοποιὸν μέν, ὅτι συνηγορεῖ τοῖς ἀδικοῦσι καὶ ἀπολογεῖται ὑπὲρ αὐτῶν κέρδους χάριν, τοὺς δὲ δικαίους μισεῖ καὶ κατ’ αὐτῶν λέγει· ἀπεμφαίνουσαν δέ, ὅτι εἰ εἶχε λογισ‐ μὸν προϊστάμενον, ὤφελεν ὁ ῥήτωρ τοὺς μὲν φίλους καὶ ἑαυτὸν καὶ τοὺς γονέας ἀδικοῦντας κρίνειν, καὶ κατηγορεῖν | |
20 | αὐτῶν, ἵνα ἰατρευθῶσιν, τοὺς δὲ ἐχθρούς, εἰ ἄρα ἔχοι ἐχθρούς (οὐ γὰρ δεῖ), μὴ κρίνειν μηδὲ κατηγορεῖν αὐτῶν ἀλλὰ καὶ ὑπεραπολογεῖσθαι αὐτῶν, ἵνα μένοιεν ἐπὶ τῶν | |
24.2 | αὐτῶν καὶ μὴ ἰατρεύοιντο. ὥστε καὶ ἐντεῦθεν ἔχεις ὅτι οὐ | |
δεῖ νομίζειν τοὺς ἀδικοῦντας καὶ κερδαίνοντας δεξιῶς πράττειν. οὕτω γοῦν εἰσί τινες λέγοντες ὅτι ‘ὁ δεῖνα εὐτυ‐ χεῖ ἀδικῶν, καὶ οὕτως ἀδικῶν κακῶς οὐδέποτε ἔπταισεν | 129 | |
5 | οὐδὲ προσέκοψεν‘. μὴ οὖν ταῦτα λέγετε, ἀλλ’ εἰ ἄρα μισεῖτε αὐτούς, εὔχεσθε ἵνα μείνοιεν κερδαίνοντες καὶ μὴ δοῖεν δίκην· οὐ γὰρ ἰατρεύονται. οὕτω γοῦν φησὶν ὁ φιλόσοφος Ἀμμώνιος ὅτι τῷ διδασκάλῳ Πρόκλῳ ἔλεγέ τις λυπούμενος ὅτι ‘ὁ δεῖνα σκαιὸς ὢν καλῶς πράττει κἀγὼ | |
10 | δυστυχῶ‘· καὶ ἀπεκρίθη αὐτῷ ὁ φιλόσοφος Πρόκλος ὅτι ‘εἰ ἐχθρός σοί ἐστι, πανηγύριζε ἕως οὗ βλέπεις αὐτὸν μὴ διδόντα δίκην‘. ὥστε ἡ ῥητορικὴ παντὸς ἐστέρηται ἀγα‐ θοῦ, εἴ γε μήτε ὑπὲρ τῶν δικαίων λέγει τι ὁ ῥήτωρ μήτε ἁμαρτάνοντα ἑαυτὸν δίδωσι πρὸς δίκην. μάταιος δέ ἐστιν | |
15 | ὁ ῥήτωρ μηδὲν ὀρθὸν ἐργαζόμενος. | |
24.3 | Ἄξιον δὲ ζητῆσαι πῶς λέγει ἐνταῦθα ὅτι δεῖ τῶν γονέων καὶ τῶν ἀδελφῶν ἁμαρτανόντων κατηγορεῖν, ἵνα δοῖεν δίκας. καὶ μὴν ἐν τοῖς Νόμοις κελεύει τοὺς παῖδας ὑποτάτ‐ τεσθαι καὶ ἀδικουμένους· λέγει γὰρ ὅτι ἡ φύσις οὐκ οἶδεν | |
5 | ἀγαθὸν ἢ κακὸν πατέρα ἀλλὰ ἁπλῶς πατέρα, ὥστε δεῖ τιμᾶν τὸν πατέρα κἂν ἀδικῇ. καὶ πάλιν φησὶν ὅτι ‘εἰ ἀδικεῖ σε ὁ ἀδελφός σου, μὴ ἐνθυμοῦ ὅτι ἀδικεῖ σε, ἀλλ’ ὅτι ἀδελ‐ φός ἐστι‘. φαμὲν ὅτι ἐνταῦθα κατηγορίαν λέγει τὴν πρὸς τὸν λόγον. ὥσπερ γὰρ ἑαυτῶν κατηγοροῦμεν τῷ λόγῳ | |
10 | λέγοντες ‘πῆ παρέβην; τί δὲ ἔρεξα;‘ καὶ τὰ τοιαῦτα, οὕ‐ τως καὶ πατρὸς καὶ ἀδελφοῦ κατηγόρησον, οὐκ ἐν δικα‐ σταῖς ἀλλὰ τῷ λόγῳ, λέγων τῷ πατρὶ μετὰ ἐπιεικείας ‘ὦ πάτερ, μὴ πράξωμεν τόδε, ἄδικον γάρ ἐστι, καὶ μὴ λυπη‐ ρόν τι ἀπαντήσῃ ἡμῖν‘· πείθειν οὖν θέλε, εἰ δὲ μὴ δυνηθῇς, | |
15 | παραχώρει. Δεῖ τοίνυν εἰδέναι ὅτι τῶν ἀνθρώπων οἱ μὲν ἁμαρτά‐ νουσιν, οἱ δὲ οὐχ ἁμαρτάνουσιν· καὶ τῶν ἁμαρτανόντων οἱ μὲν ἐφιστάνουσιν, οἱ δὲ οὐκ ἐφιστάνουσιν· καὶ τῶν ἐφιστανόντων οἱ μὲν εἰς ἑαυτοὺς ἀναφέρουσι τὴν αἰτίαν | 130 |
20 | καὶ μέμφονται ἑαυτοῖς, οἱ δὲ εἰς ἄλλους. οἱ μὲν οὖν μηδό‐ λως ἁμαρτάνοντες θεοί εἰσιν, οἱ δὲ ἁμαρτάνοντές τε καὶ μὴ ἐφιστάνοντες ἐκ διαμέτρου τούτοις ἀθλιώτατοι· ὅσοι δὲ ἐφιστάνουσι καὶ ἐφιστάνοντες εἰς ἑαυτοὺς ἀναφέρουσι τὴν αἰτίαν ἧττον ἁμαρτάνουσιν, οἱ δὲ εἰς ἄλλους μᾶλλον | |
25 | ἁμαρτάνουσι, θεῖα λέγοντες αἴτια εἶναι τῆς ἁμαρτίας, ὡς ἐκεῖνος ἔφη ‘ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἱεροφοῖτις Ἐρινύσ‘. ὥστε δεῖ ἑαυτῷ μέμφεσθαι καὶ πάλιν ἐπιστρέφειν ἐπὶ τὸ κρεῖττον· οὕτω γοῦν κἀκεῖνος εἶπεν | |
30 | ‘ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι‘. ἐκ πάντων τοίνυν δέδεικται ἄχρηστος οὖσα ἡ ῥητορική. | |
24.4 | Ὅπου ὡς τάχιστα δώσει δίκην [480 a 7—8]: ἰδοὺ αἰνίττεται τὸν λόγον. μάλιστα γὰρ ὁ λόγος θᾶττον ἐπιρραπίζει καὶ ἀπάγει· ὁ γὰρ δικαστὴς ἔστιν ὅτε καὶ ἐᾷ καὶ οὐκ ἐπιστρέφει. | |
24.5 | Καὶ ἀνίατον [480 b 2]: διὰ τί ἀνίατον; τί οὖν; ἀεὶ | |
κολάζεται μηδέποτε ἀπαλλαττόμενος; καὶ μὴν οὐκ αἰωνία ἡ κόλασις, εἴ γε βούλεται ὁ θεὸς ἐπὶ τὸ ἀγαθὸν ἡμᾶς φέρεσθαι, τὸ δὲ ἀεὶ δίκας διδὸν ἀεὶ ἐν τῷ παρὰ φύσιν | 131 | |
5 | ἐστίν, τὸ δὲ παρὰ φύσιν κακόν· ἄλλως τε εἰ ἐπιστρέφω‐ μεν ἵνα λοιπὸν νήψωμεν, εἰ τοίνυν ἀεὶ κολαζόμεθα μάτην ἡ κόλασις. πῶς τοίνυν λέγεται αἰωνία ἡ ὑπὸ γῆν κόλασις, ἐν τῷ μύθῳ μαθησόμεθα, ὅτι περίοδοί τινές εἰσιν ἃς καλεῖ αἰῶνα, καὶ ταύτας δεῖ ὑπομεῖναι καὶ οὕτως ἰατρευ‐ | |
10 | θῆναι. | |
24.6 | Εἴπερ τὰ πρότερον [480 b 3]: ἀντὶ τοῦ ‘εἰ αἱ προτά‐ σεις ὡμολογήθησαν ἀληθεῖς εἶναι, πάντως ἕπονται ἀληθῆ συμπεράσματα‘. | |
24.7 | Μύσαντας [480 c 6]: ὥσπερ οἱ ἀφερέπονοι μὲν δόντες δὲ ἑαυτοὺς διὰ τὸ ἰαθῆναι τοῖς ἰατροῖς μύουσι τοὺς ὀφθαλ‐ μούς, ἵνα μὴ ὁρῶσι πῶς τέμνονται, οὕτως δεῖ καὶ τοὺς μέλλοντας τῶν παθῶν ἀπαλλάττεσθαι μύειν καὶ ἀν‐ | |
5 | έχεσθαι. | |
24.8 | Ἄτοπα μέν [480 e 1]: αἰσχύνεται τελείως ὁμολογῆσαι καί φησιν ὅτι ‘ἄτοπα μὲν λέγεις, ὅμως τοῖς προωμολο‐ γημένοις ἀκόλουθα ταῦτα‘. ὅρα τοίνυν νεῦρα ἀποδείξεως. | |
24.9 | Ἐὰν μόνον μὴ αὐτός [480 e 6]: φησὶν ὅτι ‘εἰ δέ ἐστί τις ἐχθρός σου, μὴ ἀδικῇ δὲ σὲ ἀλλὰ ἄλλον τινά, μὴ θελή‐ σῃς αὐτὸν δοῦναι δίκην, ἀλλὰ καὶ βοήθησον αὐτῷ, εἰ δύνα‐ σαι, ἵνα ἔτι πλέον τιμωρηθῇ‘. τί οὖν; 〈ὁ〉 ἀδικούμενος ἀδι‐ | |
5 | κείσθω; οὔ· πρῶτον μὲν γὰρ μᾶλλον ὁ ἐχθρός, ὡς δέδεικ‐ ται, ἀθλιοῦται ἢ ὁ ἀδικούμενος, ἔπειτα δὲ δεῖ τῷ ἀδικου‐ μένῳ λάθρᾳ λέγειν ὅτι ‘μὴ πείθου αὐτῷ‘. ἰστέον δὲ ὅτι θειότερόν τι αἰνίττεται· φησὶ γὰρ ὅτι ‘εἴ σέ τις ἀδικεῖ‘, | |
ἀντὶ τοῦ ‘τὴν ψυχήν σου εἰ λυπῇ πάθη, κατηγόρησον αὐτῶν | 132 | |
10 | καὶ ἔκκοψον αὐτά‘· ‘εἰ δὲ ἄλλους τινὰς ἀδικεῖ ὁ ἀδικῶν‘, ἀντὶ 〈τοῦ〉 ‘εἰ τῶν ἐκτὸς χρημάτων ἤ τινος τοιούτου στερεῖ σέ τις, ῥᾷον φέρε‘. | |
24.10 | Ὅπως μὴ ἀποθανῆται [481a 6]: ἀθάνατος γὰρ μένων μᾶλλον τῇ κακίᾳ δουλοῦται. | |
24.11 | Οὐ μεγάλη τίς μοι [481 b 3]: τὸ ‘οὐ μεγάλη‘ εἶπεν, ἐπειδὴ οἶδεν ὅτι καὶ ἡ ῥητορικὴ κατὰ τὸ σπάνιον ὑπὲρ δικαίου ποιεῖ, εἰ καὶ μὴ πρώτως, ἀλλὰ διὰ συμβεβηκός, ἢ διὰ κέρδος ἢ δι’ ἄλλο τι. | |
25t | Πρᾶξις σὺν θεῷ κεʹ | |
25.1 | Εἰπέ μοι, ὦ Χαιρεφῶν [481 b 6—482 c 3]. Ὥσπερ ἐν τοῖς πρὸς Γοργίαν λόγοις τοῦ ποιητικοῦ αἰτίου τῆς πολιτικῆς εὐδαιμονίας διδασκομένου ὁ λόγος ἐζήτησεν τὸ εἰδικόν, καὶ ἐν τῷ πρὸς Πῶλον ἀπεδόθη ὅτι τὸ δίκαιόν | |
5 | ἐστιν, οὕτως ἐνταῦθα κατ’ ἀρχὰς μὲν τὸ εἰδικὸν παρα‐ λαμβάνει, δείκνυσι δὲ τὸ τελικόν, ἐπειδὴ ὁ Καλλικλῆς τὴν ἡδονὴν ἐτίθετο τὴν αἰσχράν, αὐτὸς δὲ ἡδονὴν τὴν νοερὰν καὶ πρὸς τὸ θεῖον ἐκκαλοῦσαν. εἰκότως τοίνυν ταύτῃ τῇ τάξει ἐχρήσατο τῶν προσώπων, ἐπειδὴ οὐκ ἐδύνατο ἓν | |
10 | πρόσωπον πάντα ταῦτα ἐναντία ὄντα πρεσβεύειν. ὅθεν τοῦ Γοργίου εἰρηκότος ὅτι ‘θέλει ὁ ῥήτωρ ἐπιστήμων εἶναι τοῦ δικαίου‘ καὶ ἐλεγχθέντος καὶ μηκέτι δυναμένου τὸ ἐναντίον εἰπεῖν, ὅτι ‘οὐκοῦν οὐ θέλει ἐπιστήμων εἶναι‘, ὁ Πῶλος τοῦτο λέγει· εἶτα πάλιν τοῦ Πώλου θέντος ὅτι | |
15 | ‘τὸ δίκαιον καλόν ἐστιν‘, ὡς ἂν πλησιάζοντος ὁπωσουν‐ δήποτε ταῖς κοιναῖς ἐννοίαις, ὁ Καλλικλῆς πόρρω που ὢν λέγει ὅτι ‘ψεῦδος, οὐκ ἔστι γὰρ τὸ δίκαιον καλὸν ἀλλὰ τὸ ἄδικον‘. ἐπεὶ τοίνυν κατακεκράτηται ταύτῃ τῇ νόσῳ, πλειόνων χρεία ἐνταῦθα λόγων καὶ πλείονος μοχλείας. | 133 |
20 | ὁ Καλλικλῆς τοίνυν ἀεὶ παιδιώδη βίον καὶ αἰσχρὸν ζῶν ἐρωτᾷ τὸν Χαιρεφῶντα ὡς μέσον ὄντα ὅτι ‘ἆρα παίζει ὁ Σωκράτης ἢ σπουδάζων ταῦτα λέγει;‘ ἐμφιλοσόφως τοί‐ νυν ὁ Χαιρεφῶν ἀποκρίνεται καὶ λέγει ὅτι ‘ἐγὼ νομίζω ὑπερφυῶς αὐτὸν σπουδάζειν‘ (ὑπὲρ φύσιν γάρ εἰσιν οἱ | |
25 | λόγοι), ‘ὅμως δὲ πάρεστιν ὁ Σωκράτης, καὶ ἐρώτα εἰ | |
25.2 | σπουδάζει‘. ὁ Καλλικλῆς λέγει ὅτι ‘μὰ τοὺς θεοὺς ἐπι‐ θυμῶ μαθεῖν‘· καὶ ὅρα πάλιν πῶς εἶπεν ‘ἐπιθυμῶ‘ κατὰ τὸ φιλήδονον ζῶν. λέγει τοίνυν ὁ Καλλικλῆς ὅτι ‘εἰ ταῦτα καὶ σπεύδων λέγει, ἀνατέτραπται ἡμῶν ὁ βίος | |
5 | μηκέτι ἀδικούντων καὶ κερδαινόντων‘· ὥστε οἴεται τοῦτο εἶναι καλόν, τὸ ἀδικεῖν, καὶ οὐκ οἶδεν ὅτι ὁ βίος ἐκείνου ἀνατέτραπται, οὐ γὰρ ὁ σώφρων. ἐπεὶ τοίνυν εἶπεν ὁ Καλλικλῆς ὅτι ‘ὦ Σώκρατες, σπουδάζεις ἢ παίζεις;‘ δείκνυσιν ὁ Σωκράτης ὅτι σπουδάζει. καὶ ἵνα τοῦτο πιστώ‐ | |
10 | σηται, φησὶν ὅτι ‘εἰ μὴ εἴχομεν οἱ ἄνθρωποι κοινὰ πάθη, οὐκ ἂν ἄλλοι τὰ ἄλλων ἐγνώριζον‘. οἷον εἰ μὴ ἐπύρεξέ τις, ἄλλον βλέπων πυρέσσοντα οὐκ ᾔδει ὅτι κάμνει, εἰδὼς δὲ ἐκ τῆς πείρας μανθάνει. καὶ ἔτι σαφέστερον τοῦτό ἐστιν ἐπὶ φωνῆς· εἰ γὰρ μὴ ᾔδειμεν τὰς ἀλλήλων φωνάς, οὐκ | |
15 | ἂν ἐγνωρίζομεν· εἰ γὰρ ἕκαστος ἰδίαν φωνὴν εἶχεν, οὐδὲν ἐνοοῦμεν. οὕτως ὁ Ἑλλάδι φωνῇ κεχρημένος καὶ ταύτην μόνην εἰδὼς οὐ νοεῖ τὴν τῶν Αἰγυπτίων. λέγει τοίνυν ὁ Σωκράτης τῷ Καλλικλεῖ ὅτι ‘εἰ μὴ εἴχομεν κοινὰ πάθη, | |
25.3 | οὐκ ἂν ᾔδειμεν τὰ ἀλλήλων‘. τί οὖν ἐστὶ κοινὸν πάθος Σωκράτους καὶ Καλλικλέους; ἰστέον δὲ ὅτι καὶ ὁ Σωκρά‐ της ἔρωτα εἶχε καὶ ὁ Καλλικλῆς· ἤρων τοίνυν καὶ προσ‐ ώπου καὶ πράγματος. πρᾶγμα μὲν οὖν ἦν Σωκράτους ἡ | 134 |
5 | φιλοσοφία, ταύτην γὰρ εἶχεν ἐρωμένην, πρόσωπον δὲ ὁ Ἀλκιβιάδης καὶ οἱ τοιοῦτοι· ὡσαύτως καὶ ὁ Καλλικλῆς ἔρωτα εἶχε τοῦ τε δήμου τῶν Ἀθηναίων, ἐθώπευε γὰρ αὐτόν, καὶ μειρακίου τινὸς ᾧ ὄνομα κύριον Δῆμος, οὗτος δὲ ὁ Δῆμος ἦν Πυριλάμπους, ‘σὺ μὲν οὖν, ὦ Καλλίκλεις, | |
10 | ἃ θέλουσιν ἅπαντες οἱ ἐρώμενοι ποιεῖς· ἀμέλει καὶ εἰ ἔλεγές τι παρὰ τῷ δήμῳ τῶν Ἀθηναίων ἢ τῷ Δήμῳ τῷ Πυριλάμπους καὶ ᾔσθου ὅτι οὐκ ἀρέσκονται αὐτῷ, καὶ ταῦτα δεινὸς ὢν καὶ μηδενὸς φειδόμενος, ὅμως μετῄεις καὶ τὰ ἀρέσκοντα αὐτοῖς ἔλεγες. ἐγὼ δὲ τῷ μὲν ἑνὶ ἐρω‐ | |
15 | μένῳ τίθημι καὶ τὰ ἀρέσκοντα αὐτῷ ποιῶ καὶ οὐδέποτε ἀφίσταμαι· τίς δέ ἐστιν οὗτος; ἡ φιλοσοφία· τὸν δὲ ἕτερον, ὅ ἐστι τὸν Ἀλκιβιάδην, ἔστιν ὅτε καὶ ἀποστρέφομαι μὴ θέλοντα ἐπιστρέψαι. ὥστε σὺ μὲν πᾶσι τὰ ἀρέσκοντα ποι‐ εῖς, ἐγὼ δὲ τὰ μόνῃ τῇ φιλοσοφίᾳ. οὐκ ἐγὼ οὖν εἶπον ἃ | |
20 | εἶπον, ἀλλὰ αὕτη, ταὐτὸν δέ ἐστιν εἰπεῖν πάλιν ἡ ἀλήθεια· ἡ δὲ ἀλήθεια ἀεὶ σπουδάζει καὶ οὐδέποτε παίζει· ταύτην οὖν ἔλεγξον, εἰ δυνηθείησ‘. Ἰστέον δὲ ὅτι ὁ Σωκράτης, ὡς εἴρηται καὶ ἐν τῷ Ἀλκιβιάδῃ καὶ τελειότερον ἐν τῷ Φαίδρῳ, ἔνθεος ἦν ἐρα‐ | |
25 | στής. διαφέρει δὲ ὁ ἔνθεος τοῦ φορτικοῦ ὅτι ὁ μὲν ἔνθεος τὴν ψυχὴν ὁρᾷ καὶ πάντα ποιεῖ πρὸς τὸ ἐπιστρέψαι τὸν ἐρώμενον πρὸς τὸ ἀγαθόν, ὁ δὲ φορτικός, εἰ δεῖ τἀληθὲς | |
εἰπεῖν, μισεῖ, οὐκ ἐρᾷ. θέλει γὰρ τὸν ἐρώμενον ψυχῆς μὲν ἀμελεῖν, τοῦ δὲ σωματικοῦ κάλλους φροντίζειν· τοῦ γὰρ | 135 | |
30 | σώματος ἐρᾷ· θέλει οὖν αὐτὸν καὶ πένητα εἶναι, ἵνα ἐνδεὴς ὢν πᾶν ὁτιοῦν ποιήσῃ, θέλει δὲ αὐτὸν καὶ ἄπολιν εἶναι καὶ ἄνευ πατρὸς καὶ μητρός, ἵνα σχῇ καιρὸν ὅτε βούλεται ἐντυγχάνειν αὐτῷ. | |
25.4 | Πότερόν σε φῶμεν [481 c 1]: τινὰ τῶν βιβλίων ἔχει τὸ ‘φῶμεν‘, τινὰ οὔ. εἰ μὲν οὖν μὴ ἔχῃ, οὐ δεῖ αὐτὸ προσ‐ υπακούειν, ἵσταται γὰρ καὶ ἄνευ αὐτοῦ ὁ λόγος· εἰ δὲ ἔχῃ, ἔτι πλέον σαφὲς τὸ λεγόμενον. | |
25.5 | Τοῖς μὲν ἄλλο τι, τοῖς δὲ ἄλλο [481 c 6]: προσ‐ υπάκουε τὸ ‘κοινὸν ἄλλοις πρὸς ἄλλο‘. | |
25.6 | Ἀεὶ ἃ νῦν ἐμοῦ ἀκούεις [482 a 5]: ἰδοὺ τὸ ‘ἀεὶ‘ καὶ πάλιν ‘ἐν παντὶ τῷ βίῳ‘· οὕτως ἀμετάθετον πρᾶγμα ἡ ἐπιστήμη. ἀμέλει ἐν τοῖς ὑποκάτω εἰπόντος τοῦ Καλλι‐ κλέους ὅτι ‘ἀεὶ τὰ αὐτὰ λέγεις, ὦ Σώκρατεσ‘, φησὶν ὁ | |
5 | Σωκράτης ‘καὶ γὰρ οὐ μόνον τὰ αὐτὰ λέξω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν‘. | |
25.7 | Πολὺ ἧττον ἔκβλητος [482 a 6]: γράφεται καὶ ‘ἔκβλητοσ‘ καὶ ‘ἔμπληκτοσ‘. ἁπλῶς δὲ λέγει ὅτι ‘ὁ ἕτερος ἐρώμενοσ‘ (ἀντὶ 〈τοῦ〉 ὁ Ἀλκιβιάδης ἤ τις τοιοῦτος) ‘πολ‐ λάκις ἔμπληκτός ἐστι παρ’ ἐμοὶ καὶ ἐκβαλλόμενος, ὁ δὲ | |
5 | ἕτερος ἐρώμενοσ‘ (ἀντὶ 〈τοῦ〉 ἡ φιλοσοφία) ‘ἀεὶ τιμᾶται παρ’ ἐμοί, καὶ ἃ κελεύει φθέγγομαι‘. | |
25.8 | Ὁ μὲν γὰρ Κλεινήιος [482 a 6—7]: ἀντὶ 〈τοῦ〉 ‘ὁ Ἀλκιβιάδης ἄλλοτε ἄλλοις χαίρει λόγοις, ἡ δὲ φιλοσοφία ἀεὶ τῶν αὐτῶν ἐφίεται λόγων ἀληθῶν γε ὄντων‘. | |
25.9 | Παρῆσθα δὲ καὶ αὐτός [482 b 1—2]: ‘καὶ σὺ αὐτὸς παρῆς κινουμένων τῶν λόγων τῶν πρὸς Πῶλον· εἰ οὖν δύνασαι ἐλέγξαι, ἔλεγξον‘. | |
25.10 | Τὸν Αἰγύπτιον θεόν [482 b 5]: ἤδη εἰρήκαμεν ὅτι τὸ διακριτικὸν τῆς λογικῆς ψυχῆς ἐνδείκνυται διὰ τοῦ κυνός· Αἰγύπτιον δὲ εἶπεν, ἐπειδὴ μάλιστα πάντων οἱ Αἰγύπτιοι τοῖς συμβόλοις ἐκέχρηντο. | 136 |
25.11 | Οὔ σοι ὁμολογήσει Καλλικλῆς, ὦ Καλλίκλεις [482 b 5—6]: φησὶν ὅτι ‘εἰ ἀνέλεγκτον ἐάσῃς τὸν λόγον, ὦ Καλλίκλεις, καὶ μὴ θελήσῃς ζητηθῆναι τοὺς λόγους, οὐδέποτέ σοι συμφωνήσει ὁ Καλλικλῆσ‘, ἀντὶ τοῦ ‘οὐδέ‐ | |
5 | ποτε σαυτῷ συμφωνήσεις, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ δια‐ φωνήσεις τυφλώττων· κάλλιον δέ γε λύρας χορδὰς δια‐ φωνῆσαι καὶ μὴ ποιεῖν ἁρμονίαν ἤγουν χορὸν διαφωνῆσαι, καὶ μὴ ψυχὴν αὐτὴν ἑαυτῇ μάχεσθαι καὶ διαφωνεῖν‘. μέγι‐ στον γὰρ τοῦτο κακόν. | |
25.12 | Ἐμὲ ἐμαυτῷ [482 c 2]: ‘ἄτοπον ἐμὲ ἐμαυτῷ μὴ συμ‐ φωνεῖν, ἀλλ’ ἐναντία λέγειν‘. | |
26t | Πρᾶξις σὺν θεῷ κϛʹ | |
26.1 | Ὦ Σώκρατες, δοκεῖς μοι νεανιεύεσθαι [482 c 4—486 d 1]. Ὁ Καλλικλῆς δύο ταῦτα αἰτιᾶται τοῦ Σωκράτους, τήν τε προαίρεσιν καὶ τὴν γνῶσιν. τὴν μὲν προαίρεσιν, ὅτι | |
5 | κακούργως προφέρεται τοὺς λόγους καὶ ἐπίτηδες τοιαῦτα ἐρωτᾷ εἰς ἃ οὐ δύναται ὁ ἐρωτώμενος τὰ δοκοῦντα αὐτῷ ἀποκριθῆναι διὰ τὸ αἰσχύνεσθαι τοὺς παρεστῶτας· ‘οὕτω γοῦν ἐπὶ τοῦ Γοργίου ἐποίησας, ὦ Σώκρατες, καὶ ἠρώτη‐ σας αὐτὸν εἰ δεῖ ἐπιστήμονα εἶναι τῶν δικαίων τὸν ῥήτορα, | |
10 | ἵνα ἐρυθριάσας τοὺς παρεστῶτας εἴπῃ ὅτι “ναὶ δεῖ”, δο‐ κεῖ γὰρ τοῖς πολλοῖς ἄτοπον εἶναι τὸ μὴ εἰδέναι τὸν ῥήτορα | |
τὰ δίκαια. ὁ τοίνυν Πῶλος καλῶς ποιῶν εἶπεν ὅτι κακῶς σοι συνεχώρησεν· εἶτα πάλιν εἶπας τῷ Πώλῳ‘, ἔφη, ‘ὅτι “δοκεῖ σοι τὸ δίκαιον καλὸν εἶναι;” ὁ δὲ πάλιν ἐρυθριά‐ | 137 | |
15 | σας δέδωκε τοῦτο καὶ εἶπεν ὅτι τὸ ἄδικον αἰσχρόν ἐστιν‘. | |
26.2 | Οὕτως μὲν τῆς προαιρέσεως λαμβάνεται, τῆς δὲ γνώ‐ σεως οὕτως. ἰστέον ὅτι ὁ συλλογισμὸς τὸ ἐλάχιστον ἐκ δύο προτάσεών ἐστιν. αἱ δὲ προτάσεις θέλουσι μὴ πάντῃ διαφέρειν, ἐπεὶ οὐδὲν γίνεται· οὐδεὶς γὰρ λέγει ὅτι ‘ἡ | |
5 | ψυχὴ ἀθάνατος, ὁ κόσμος ἀίδιος, ἡ ψυχὴ ἄρα ἀίδιοσ‘, ἐπειδὴ αἱ προτάσεις κατὰ πάντα διαφέρουσιν· θέλουσιν οὖν κατά τι κοινωνεῖν, οἷον ἵνα εἴπῃς ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀίδιον, ἡ ψυχὴ ἄρα ἀίδιοσ‘. καὶ πάλιν δεῖ εἰδέναι ὅτι ὁ μέσος ὅρος θέλει μὴ ὁμώνυμος εἶναι, ἐπεὶ | |
10 | παραλογισμοῦ αἴτιος γίνεται, οἷον ἐὰν εἴπω ‘ὁ κύκνος λευκός, τὸ λευκὸν χρῶμα, ὁ κύκνος ἄρα χρῶμα‘. τί οὖν; οὐκ ἔστιν οὐσία ἀλλὰ χρῶμα; λέγομεν οὖν ὅτι αἱ μὲν προ‐ τάσεις ἀληθεῖς, τὸ δὲ συμπέρασμα οὐ συνάγεται ἀληθές, ἐπειδὴ ἡ μὲν ἐλάττων πρότασις τὸ μετέχον ἔχει, ὁ γὰρ | |
15 | κύκνος μετέχει τοῦ λευκοῦ, ἡ δὲ μείζων τὸ μετεχόμενον, τὸ γὰρ εἰπεῖν ‘τὸ λευκὸν χρῶμα‘ τὸ μετεχόμενον λέγει, ἀντὶ τοῦ ‘λευκότησ‘. εἰσὶ δὲ τοιαῦτα καὶ ἄλλα πολλά, οἷον ἐὰν εἴπω ‘οὗτος Αἴας ἐστίν, ὁ Αἴας ἐμονομάχησεν Ἕκτορι, οὗτος ἄρα ἐμονομάχησεν Ἕκτορι‘· καὶ πάλιν ἐὰν εἴπω | |
20 | ‘οὗτος ἀνδριάς ἐστιν, ὁ ἀνδριὰς ἄνθρωπος, οὗτος ἄρα ἄνθρωπός ἐστιν‘· ἰδοὺ τοίνυν ἡ ὁμωνυμία πλανᾷ. λέγει τοίνυν ὁ Καλλικλῆς ὅτι ‘ὦ Σώκρατες, γνῶσιν οὐκ ἔχεις ἀλλὰ παραλογίζῃ· ὅτι μὲν γὰρ τὸ ἄδικον αἰσχρὸν καὶ τὸ αἰσχρὸν κακὸν ἀληθές, τὸ δὲ συμπέρασμα ψεῦδος, ὅτι τὸ | |
25 | ἄδικον κακόν. δεῖ γὰρ εἰδέναι‘, φησὶν ὁ Καλλικλῆς, ‘ὅτι τὸ μὲν ἄδικον αἰσχρόν ἐστι κατὰ τὸν νόμον, ἐπεὶ οὐ κατὰ τὴν φύσιν, τὸ δὲ αἰσχρὸν κακὸν τῇ φύσει ἐστίν· ὥστε παραλογίζῃ τὸ μὲν ἀπὸ τοῦ νόμου λαμβάνων, τὸ δὲ ἀπὸ τῆς φύσεωσ‘. λέγει τοίνυν ὅτι ‘τὸ ἄδικον τοῖς τοὺς νόμους | |
30 | ἐκθεμένοις αἰσχρόν ἐστιν, ἵνα μὴ οἱ ἰσχυρότεροι τῶν ἀσθε‐ νεστέρων κρατοῦσι· διὰ τοῦτο γοῦν οἱ ἀσθενεῖς γοητεύ‐ ουσι καὶ παρακαλοῦσι τοὺς ἰσχυροὺς καὶ λέγουσιν ὅτι οὐ | 138 |
26.3 | δεῖ ἀδικεῖν, ἵνα ποιῶσιν ἐκείνους μὴ ἀδικεῖν. ἐπεὶ ἡ φύσις τοῦτο οἶδεν καλόν· οὕτω γοῦν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις ὁρῶμεν ὅτι τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου πλέον ἔχει, κατεσθίει γοῦν τὰ ἀσθενέστερα τὰ αὐτῶν ἰσχυρότερα καὶ | |
5 | ἐντεῦθεν ζῇ‘. ταῦτα μὲν ὁ Καλλικλῆς ἄλογα φέρων εἰς παράδειγμα, ἀλογίᾳ συζῶν καὶ μὴ εἰδὼς ὅτι οἱ κατ’ αὐτὸν καὶ ἀλόγων χείρους εἰσίν· ἐκεῖνα μὲν γὰρ ἄχρι κόρου ἐσθίει μόνον, οἱ δὲ θηριώδεις καὶ κατ’ αὐτὸν ὄντες ἄνδρες οὐδέποτε κορέννυνται ἀδικοῦντες. λοιπὸν δὲ καὶ τοῦτο | |
10 | ἀγνοεῖ ὅτι τὰ μὲν ἄλογα τοῦ εἶναι μόνον ἐφίενται καὶ διὰ τοῦτο τοῖς ἀσθενεστέροις ἐπιτίθενται διὰ τὸ ζῆν, οἱ δὲ ἄνθρωποι ὑπερφυές τι ἔχουσι καὶ οὐκ ὀφείλουσι τὰ χείρονα μιμεῖσθαι ἀλλὰ τὰ κρείττονα καὶ ζῆν νοερῶς. Πρόκειται τοίνυν τῷ Σωκράτει δεῖξαι ὅτι συντρέχει ὁ | |
15 | χρηστὸς νόμος τῇ φύσει. ἰστέον γὰρ ὅτι θεόθεν ἄμφω παράγεται, καὶ ὁ νοῦς καὶ ἡ φύσις συνυπάρχουσιν ἀλλή‐ λοις καὶ μείζων ἐστὶν ὁ νοῦς· νόμος δέ ἐστιν ὁ νοῦς· διὰ τοῦ‐ το γὰρ καὶ νόμος λέγεται, ἀντὶ τοῦ ‘ὁ διανέμων ἑκάστῳ τὰ πρὸς ἀξίαν‘. ὥστε οὐ δεῖ σκώπτειν τοὺς εὖ κειμένους | |
20 | νόμους, οὐ γὰρ δεῖ βιάζεσθαι τὸν ἀσθενέστερον. τί οὖν; οὐ δεῖ τὸν ἰσχυρότερον πλέον τι ἔχειν τοῦ ἀσθενεστέρου; φαμὲν ὅτι ναί, ἀλλὰ πλέον οὐ ποσότητι ἀλλὰ ποιότητι, ὡς εἶναι ἀληθὲς τὸ τοῦ Ἡσιόδου· ‘νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντόσ‘. | |
25 | τὸ γὰρ ἥμισυ, δίκαιον ὄν, τοῦ φαύλου καὶ ἀδίκου τῷ μὲν | |
26.4 | ποσῷ ἔλαττον, τῷ δὲ ποιῷ πολλῷ μεῖζον. δεῖ οὖν πλέον ἔχειν τὸν ἰσχυρότερον αὐτὸ τοῦτο, τὸ δύνασθαι μὲν ἀδι‐ κεῖν, μὴ ἀδικεῖν δέ· ἀρκεῖ γὰρ τοῦτο τὸ ἀγαθὸν αὐτῷ εἰς τὸ δύνασθαι πλέον αὐτοῦ. ὁ γὰρ ἀδικῶν οὐ δύναται δεσπό‐ | 139 |
5 | ζειν· πῶς γάρ, δουλεύων μυρίοις δεσπόταις τοῖς πάθεσι; καὶ ἄλλως ὅρα πηλίκον ἐστὶ τὸ δίκαιον, ὅτι αὐτοὶ οἱ ἀδικοῦντες οὐ δύνανται ἀδικῆσαι ἄνευ τοῦ δικαίου· εἰ μὴ γὰρ οἱ ἀδικοῦντες πρὸς ἀλλήλους τὸ δίκαιον φυλάξωσιν, οὐδ’ ἄν ποτε δυνηθεῖεν ἄλλους ἀδικῆσαι, ἔσονται γὰρ | |
10 | μαχόμενοι καὶ οὐδὲν ποιήσουσιν. Λέγει τοίνυν ὁ Καλλικλῆς τῷ Σωκράτει· ‘ἐμοὶ εἶπας ὡς τὰ δοκοῦντα τῷ δήμῳ ποιῶ, μὴ εἰδὼς ὅτι σὺ εἶ δημηγόρος, σὺ γὰρ τὰ ἀρέσκοντα τῷ δήμῳ ποιεῖς ἐκεῖνα ἐρωτῶν ἃ τοῖς πολλοῖς καὶ ἀσθενέσιν ἀρέσκει. ὅθεν ἄγαμαι μὲν τὸν | |
15 | Πῶλον ἐφ’ οἷς ἤλεγξέν σε εἰρηκότα ὡς δεῖ ἐπιστήμονα εἶναι τὸν ῥήτορα τῶν δικαίων· πάλιν δὲ οὐκ ἄγαμαι ὅτι καὶ αὐτὸς ἠρυθρίασεν καὶ συνέθετο ὡς τὸ δίκαιον καλόν ἐστι καὶ οὐκ εἶπεν τὰ δοκοῦντα αὐτῷ‘. | |
26.5 | Συμποδισθείς [482 e 1]: ἀπὸ μεταφορᾶς τῶν ἀλό‐ γων ζῴων τῶν συμποδιζομένων ἐπὶ τὸ σφαγῆναι. | |
26.6 | Ἐδιώκαθες [483 a 7]: ἀντὶ τοῦ ἐδίωκες. | |
26.7 | Ὅπερ κάκιον τὸ ἀδικεῖσθαι [483 a 8]: ‘τὸ ἀδι‐ κεῖσθαι φύσει αἴσχιον καὶ κάκιον, ὦ Σώκρατες, τὸ δὲ ἀδικεῖν καλόν‘. ἰστέον τοίνυν ὅτι ταῦτα μὲν ὁ Καλλικλῆς· εἰ δὲ ἀδικεῖταί τις περὶ τὰ ἐκτὸς ἢ τὸ σῶμα, οὐκ ἔστι | |
5 | κακόν, οὐδὲ γὰρ συνεγεννήθημεν τούτοις, ὥστε τὰ μὴ ἐφ’ ἡμῖν ἀπολλύντες οὐκ ὀφείλομεν ἄχθεσθαι· εἰ δὲ ἀδικοῖτο ἡ ψυχή, κάκιστον, καὶ δεῖ τότε σπεύδειν ταύτης ἀπαλλα‐ γῆναι τῆς ἀδικίας. φροντίσωμεν οὖν τοῦ σωθῆναι τὴν ψυχήν, εἰδότες ὡς τὰ χρήματα καὶ τὸ σῶμα οὐδὲν συμβάλ‐ | |
10 | λονται· ποιήσωμεν οὖν ὃ εἶπεν ἐκεῖνος· ‘αὐτὸν μέν μ’ ἐσάωσα· τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω‘. μάτην οὖν ὁ Καλλικλῆς τοιαῦτα φθέγγεται. ὅρα δὲ δύναμιν τοῦ Σωκράτους· πάντας γὰρ τοὺς ὑπὲρ ἀδικίας λόγους | 140 |
15 | ἐν μέσῳ φέρει καὶ πάντας ἐλέγχει, ἵνα μηδὲν ἀνέλεγκτον μείνῃ ὀφεῖλον ταράξαι ἡμᾶς, ἀλλὰ πάντα κατὰ κράτος λυ‐ θήσεται. | |
26.8 | Φαυλότεροι ὄντες [483 c 6]: οὐ ‘κάκιστοι‘ ἀλλὰ ‘ἀσθενέστεροι‘. | |
26.9 | Ξέρξης περὶ τὴν Ἑλλάδα [483 d 6—7]: οἴεται ὁ Καλλικλῆς δίκαια πεπραχέναι τὸν Ξέρξην· ὅτι δὲ ἀδι‐ κίᾳ καὶ πολλῇ ἐχρήσατο, δῆλον ἐκ τοῦ ἀμοιβὰς αὐτὸν ἀξίας δεδωκέναι τῶν αὐτοῦ ἀθεμίτων πράξεων. | |
26.10 | Καὶ γοητεύοντες [483 e 6]: οὗτος τὸ γοητεύειν ἐνύλως ἔλαβεν, ἐπεί ἐστιν καὶ ἐνθέως γοητεῦσαι· οὕτω γοῦν δεῖ γοητεύειν λόγοις καὶ καταψήχειν τὰ πάθη. | |
26.11 | Ἀποσεισάμενος καὶ διαρρήξας [484a 3]: ἀλη‐ θείας μὲν οὐ φροντίζει ὁ Καλλικλῆς, πάνυ δὲ ῥητορικῶς διαγίνεται ἐπαίρων τὸν λόγον. | |
26.12 | Ἀνεφάνη δεσπότης ἡμέτερος [484a 6]: πῶς δεσ‐ πότης ὁ πάθεσι δουλεύων; ὥστε κάκιστος δοῦλος μᾶλλόν ἐστιν ἤπερ δεσπότης ὁ τοιοῦτος. | |
26.13 | Δοκεῖ δέ μοι καὶ Πίνδαρος [484 b 1—2]: ἀπὸ ποιητῶν ὁ Καλλικλῆς πιστοῦται ὅτι οἱ ἰσχυρότεροι κρα‐ τοῦσι τῶν ἀσθενεστέρων· οὐκ εἰδότως δὲ φθέγγεται, δεῖ γὰρ εἰδέναι κατὰ ποίαν ἔννοιαν ταῦτα λέγουσιν, ἐπεὶ καὶ | |
5 | οἱ μῦθοι αὐτοὶ ἔχουσιν ἄλλο τι κεκρυμμένον. οὕτω γοῦν καὶ ὁ Πίνδαρος νόμον λέγει τὸν ὄντως νόμον· καὶ γὰρ ὁ Ἡρακλῆς οὐκ ἄδικος ἀλλὰ προσεκκόπτων τὰ πάθη· οὐ γὰρ ἐβιάσατο τὸν Γηρυόνην καὶ ἄνευ τοῦ πρίασθαι τὰς βοῦς ἔλαβεν βίᾳ, ἀλλὰ τῶν ἀδίκως ἐχόντων ἀφῃρεῖτο. | |
10 | προφέρει δὲ καὶ ἀπὸ Ἀντιόπης τοῦ δράματος Εὐριπίδου ἰαμβεῖα διάφορα προτρεπόμενος τὸν Σωκράτην μὴ φιλο‐ σοφεῖν ἀλλὰ μᾶλλον τὸν πολιτικὸν βίον ζῆν· καὶ λέγει αὐτῷ ὅτι ‘τὸ μειράκια παιδείαν μεταχειρίζεσθαι φιλο‐ σοφίαν ἐπαινῶ, τὸ δὲ γέροντας μὴ καταφρονεῖν μωρόν‘. | 141 |
15 | ἰστέον ὅτι δεῖ ἀεὶ μὲν μεταδιώκειν τὴν φιλοσοφίαν, καὶ νέον ὄντα διὰ τὸ κατευνάζεσθαι τὰ πάθη, μάλιστα δὲ καὶ γέροντας, ἐπειδὴ τότε ἤρξαντο μὲν λωφᾶν τὰ πάθη, ἀνθεῖ δὲ ὁ λόγος. δεῖ οὖν ἀεὶ ἔχειν τὴν φιλοσοφίαν προστάτιν, ἐπειδὴ αὕτη τὸ τῆς Ὁμηρικῆς Ἀθηνᾶς ποιεῖ, ἀχλὺν ἀπο‐ | |
20 | σκεδαννῦσα. ἰστέον δὲ ὅτι ἐπειδὴ αἱ χρήσεις ἔχουσι λέξεις ποιητικάς, διὰ τὸ τοῦ λόγου πεζὸν ἀμείβει λέξεις καὶ οὕτω προφέρει τὸν λόγον. | |
26.14 | Ἐὰν γὰρ καὶ πάνυ εὐφυὴς ᾖ [484c 8]: ταῦτα πάντα οὐκ εἰς τὸν Σωκράτην ἀποτεινόμενος λέγει, ἀλλ’ εἰς τὸ κοινὸν αὐτὰ φέρει, ἵνα μή, φησίν, λυπήσῃ αὐτόν. | |
26.15 | Καὶ τὴν ἡδονήν τε [484d 5]: καὶ ἀληθεύει καὶ ψεύ‐ δεται· ἡδονὰς μὲν γὰρ τὰς κατ’ αὐτὸν λέγων ἀληθεύει, τῶν γὰρ τοιούτων κατὰ τὸ ἀληθὲς ἄπειρος ἡ φιλοσοφία, τῶν δὲ θείων καὶ πρὸς ἀρετὴν ἀγουσῶν μάλιστα πάντων | |
5 | ἔμπειρός ἐστιν. | |
26.16 | Καταγέλαστοι γίνονται [484e 1]: καὶ γὰρ θέλου‐ σιν ὑπὸ τῶν ἀνοήτων καταγελᾶσθαι. οὕτω γοῦν καὶ ὁ Θαλῆς περιπατῶν καὶ τὸν νοῦν εἰς τὸν οὐρανὸν ἔχων καὶ ἀστρονομῶν εἰς τέλμα ἐνέπεσεν· καί φησιν αὐτῷ Θρῇσσα | |
5 | γυνὴ ὅτι ‘οὗτος τὰ κατὰ γῆν οὐκ οἶδεν καὶ τὰ ἐν οὐρανοῖς θέλει εἰδέναι‘. δεῖ τοίνυν τῶν τοιούτων ἀμελεῖν, κἂν κατὰ κόρρης πατάξωσιν ἡμᾶς, πρὸς δὲ τὸ θεῖον ἀνατείνειν ἑαυ‐ | |
τούς. | 142 | |
26.17 | Καὶ ἐλευθέριον [485b 4]: ἐλευθέριον, ἐπειδὴ τὸ κατὰ φύσιν αὐτῷ ποιεῖ, τὸ δὲ κατὰ φύσιν καλόν, τὸ δὲ καλὸν ἐλευθέριον. | |
26.18 | Φεύγοντι τὰ μέσα τῆς πόλεως [485 d 5]: καὶ φεύγει καὶ οὐ φεύγει ὁ φιλόσοφος· ὁ μὲν οὖν θεωρητικὸς ἀεὶ φεύγει πρὸς τὸ θεῖον ὁρῶν, ὁ δὲ πολιτικός, ἐὰν ἀξίους ἔχῃ πολίτας, μένει καὶ ῥυθμίζει αὐτούς, εἰ δὲ μὴ ὦσιν | |
5 | ἄξιοι κατὰ ἀλήθειαν ἀναχωρεῖ καὶ τειχίον ἑαυτῷ ποιήσας καθέζεται φεύγων τὴν τρικυμίαν τῆς πόλεως. οὕτω γοῦν καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων ἐποίησαν· μέγας τοίνυν Σωκράτης γέγονεν οὕτως ὡς καὶ τὸν Πύθιον Ἀπόλλωνα μαρτυρῆσαι αὐτῷ. | |
26.19 | Ἀριπρεπεῖς γίνεσθαι [485d 6]: ἰστέον ὅτι καὶ ὁ ποιητὴς οἶδεν ῥήτορα καλόν, ἐπήγαγεν γὰρ ‘αἰδοῖ μειλιχίῃ‘· ὥστε δεῖ ἀναστρέφεσθαι μετὰ τῶν ἀγαθῶν τε καὶ καλῶν. ἰστέον γὰρ ὅτι τὸ μὲν δικάσαι ὑπὲρ καλοῦ τὸ συμφέρον | |
5 | οὐδὲν μέγα, τὸ δὲ ποιῆσαί τινα ἀγαθόν τε καὶ καλὸν μέγιστον. | |
26.20 | Πρὸς τὸν Ἀμφίονα [485e 4]: ὁ Ἀμφίων οὗτος μουσικὸς ἦν. ‘ὁ οὖν Ζῆθος ὁ ἀδελφὸς αὐτοῦ ἔλεγεν αὐτῷ ὅτι “ῥῖψον τὴν λύραν καὶ κέχρησο ὅπλοις”· κἀγὼ οὖν λέγω σοι ὅτι “ῥῖψον τὴν φιλοσοφίαν καὶ ἐπὶ τὴν πόλιν | |
5 | δεῦρο καὶ δίκαζε”‘. | |
26.21 | Μειρακιώδει τινὶ διαπρέπεις [485e 7—486a 1]: ὁρᾷς πῶς τοῦ Εὐριπίδου ‘γυναικώδει‘ εἰρηκότος αὐτὸς ‘μειρακιώδει‘ εἶπεν. | |
26.22 | Καὶ οὔτ’ ἂν δίκαις βουλαῖσιν [486a 1—2]: ὁ Εὐριπίδης εἶπεν ‘καὶ οὐκ ἂν ἀσπίδος κύτει προσομιλήσεισ‘, οὗτος δέ φησιν ‘δίκαις σχόλαζε, ὦ Σώκρατεσ‘. | 143 |
26.23 | Εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ [486a 4—5]: κατὰ ἀλή‐ θειαν ὁ Καλλικλῆς ὡς εὐνοῶν ἔλεγεν, ἀλλ’ ὁ Σωκράτης κελεύει αὐτὸν σκοπῆσαι εἰ τῷ ὄντι ἡ εὔνοια αὕτη ἐπωφελής ἐστιν· οὕτω γοῦν καὶ ἐν τῷ Κρίτωνι πρὸς τὸν Κρίτωνά | |
5 | φησιν. | |
26.24 | Πραγμάτων δὲ εὐμουσίαν [486c 4—5]: ἐκεῖνος εἶπεν τῷ Ἀμφίονι ὅτι ‘πολέμων δὲ εὐμουσίαν ἄσκει‘, οὗτος δέ φησι ‘πραγμάτων‘. | |
26.25 | Ἐξ ὧν κενοῖσιν [486c 7]: ‘παῦσαι τούτων ἐξ ὧν ἐν κενοῖς καὶ ματαίοις κατοικήσεις οἴκοις· οὐδὲν γὰρ ἐκ τούτων κερδανεῖσ‘. ἰστέον δὲ ὅτι δεῖ καὶ σωμάτων καὶ χρημάτων καταφρονεῖν διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν καὶ | |
5 | εὐδαιμονίαν. ἀμέλει καὶ ὁ Ἐπίκτητός φησιν ὅτι ‘εἰ παιδίον φιλῇς, λογίζου ὅτι ἄνθρωπον φιλεῖς, ἵνα εἰ ἀποθάνοι μηδὲν λυπηθῇς μηδὲ ταραχθῇς. κἂν χύτρα δὲ κλασθῇ, ἐνθυμοῦ ὅτι χύτρα ἦν· μὴ οὖν εἴπῃς ὅτι “ὢ οἵα χύτρα ἐκλάσθη”. ἐπὶ μηδενὶ οὖν ταραχθῇς, ἀλλὰ ῥᾷον φέρε | |
10 | στομούμενος μᾶλλον ἐκ τούτων‘. | |
26.26 | Καὶ βίος καὶ δόξα [486d 1]: βίον ἐνταῦθα καλεῖ τὸν πλοῦτον. | |
27t | Πρᾶξις σὺν θεῷ κζʹ | |
27.1 | Εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν [486d 2 u. ad 488 d 3]. | |
Τῇ συνήθει ὠφελείᾳ ὁ Σωκράτης κεχρημένος φησὶ πρὸς τὸν Καλλικλέα ὅτι ‘οὐ λυποῦμαι ταῦτά σου λέγοντος | 144 | |
5 | ἀλλὰ καὶ πάνυ χαίρω· θέλω γάρ σε πᾶν ὃ ἂν ἔχῃς εἰπεῖν, ἵνα ἢ ἐλέγξῃς ἢ ἐλεγχθῇς· ἀπόρει οὖν ὃ θέλεισ‘. ἰστέον γὰρ ὅτι οὐκ ἀποροῦσιν ἢ οἱ ὑπὲρ ἡμᾶς, οἷον τὰ θεῖα, ἢ οἱ παντάπασιν μηδὲν εἰδότες. ὥσπερ οὖν πυρίον πυρίῳ παρα‐ τριβόμενον φῶς ἀνάπτει, οὕτως καὶ ἀπορία ἀπορίᾳ παρα‐ | |
10 | τριβομένη εὑρέσεως αἰτία γίνεται. λέγει τοίνυν ὁ Σωκρά‐ της ὅτι ‘εἰ εἶχον χρυσῆν ψυχήν, εἶχον ζητῆσαι τὴν λίθον ᾗτινι βασανίζουσι καὶ κρίνουσι τὸν καλὸν χρυσόν· ἐπεὶ οὖν οὐκ ἔστι χρυσῆ ἀλλὰ λογική, πολλῷ μᾶλλον ζητῶ τὸν ὀφείλοντα καθᾶραι αὐτὴν κεκιβδηλευμένην‘. καὶ ἰδοὺ πῶς | |
15 | οἰκείως τὸν μὲν Καλλικλέα ὡς στερέμνιον καὶ σκληρὸν τῷ ἤθει λίθῳ ἀπείκασεν, ἑαυτὸν δὲ χρυσῷ καθαρῷ καὶ ἰὸν μὴ ποιοῦντι· διὰ γὰρ τοῦτο κἀκεῖνος εἶπεν ‘χρυσέῳ ἐν δαπέδῳ‘, διὰ τὸ καθαρόν. δεῖ οὖν πάντας τοὺς λόγους ἐκθέσθαι, ἵνα τὸ ἀληθὲς ὀφθῇ. | |
20 | Λέγει τοίνυν αὐτῷ ὁ Σωκράτης ὅτι ‘ἐπειδὴ φίλος μοι εἶ, μὴ ἀπατήσῃς με, ἀλλὰ ἔλεγξον, εἰ δύνασαι. οἶδα δὲ ὅτι εὐνοεῖς μοι, ἐπειδὴ οἶδα ὅτι ἑταῖροι τέσσαρες γεγό‐ νατε πάλαι καὶ ἐλέγετε πρὸς ἀλλήλους ὅτι “μέχρι πόσου φιλοσοφοῦμεν καὶ οὐκ ἀπερχόμεθα καὶ λοιπὸν πολιτικοὶ | |
25 | γινόμεθα;” ταῦτα οὖν καὶ πρὸς ἐμὲ εἶπας, καὶ δῆλον ὅτι | |
27.2 | κἀμὲ φιλῶν τούτοις ἐχρήσω τοῖς λόγοισ‘. δεῖ τοίνυν εἰδέ‐ ναι ὅτι διὰ τούτων ὁ Σωκράτης κανόνα ἡμῖν παραδίδωσιν διακριτικὸν τοῦ συμβούλου· λέγει τοίνυν ὅτι σύμβουλος θέλει τὰ τρία ταῦτα ἔχειν, ἐπιστήμην εὔνοιαν παρρησίαν. | |
5 | εἰ οὖν ἐπιστήμην μὲν ἔχοι, εὔνοιαν δὲ μή, οὐκ ἂν συμβου‐ λεύσοι μισῶν τὰ δέοντα· οὕτω γοῦν καὶ ὁ ἰατρὸς μισῶν | |
τὸν κάμνοντα οὐκ ἰάσεται. καὶ πάλιν εἰ ἔχοι μὲν ἐπιστή‐ μην καὶ εὔνοιαν, μὴ μέντοι παρρησίαν, οὐκ ἂν συμβου‐ λεύσοι· οὕτω γοῦν βασιλεῦσιν οὐ συμβουλεύουσιν, ἐπειδὴ | 145 | |
10 | οὐ θαρροῦσιν. φησὶν οὖν ὁ Σωκράτης ὅτι ‘ἐπειδὴ ἔχεις ἐπιστήμην, ὡς οἴει καὶ μαρτυροῦσίν σοι οἱ Ἀθηναῖοι‘ (καὶ ἰδοὺ τὸν πολὺν ἄνθρωπον φέρει μαρτυροῦντα αὐτῷ), ‘ἔχεις δὲ καὶ εὔνοιαν, φιλεῖς γάρ, ὡσαύτως δὲ καὶ παρρη‐ σίαν, εἰ καὶ μὴ κυρίαν ἀλλὰ ἄλογον—ἀναίδειαν γὰρ ἔχεις, | |
15 | εἴ γε ἐγκαλεῖς Γοργίᾳ τε καὶ Πώλῳ ὡς αἰσχυνθεῖσιν· — ἐπεὶ οὖν ἔχεις τὰ τρία, γενοῦ σύμβουλος καὶ ἔλεγξον εἰ κακῶς φρονῶ‘. Ἐπεὶ τοίνυν διὰ τὰ τρία ταῦτα τὰ μέγιστα ἁμαρτάνομεν, ἢ διὰ τὸ ἔχειν διάστροφον δόξαν ἢ διὰ θυμὸν ἢ δι’ ἐπιθυ‐ | |
20 | μίαν, ἐλήλεγκται δὲ τὸ διάστροφον ἦθος ἐν τοῖς πρὸς Γορ‐ γίαν λόγοις, τὸ δὲ θυμοειδὲς ἐν τοῖς πρὸς Πῶλον, νῦν οὖν δεῖ ἐλεγχθῆναι τὸ ἐπιθυμητικόν, ἵνα τελέως πιστεύσωμεν τῇ ἀληθείᾳ καὶ πλησίον, ὅσον οἷόν τέ ἐστι, γενώμεθα τῶν κοινῶν ἐννοιῶν. | |
27.3 | Ὅρα δὲ μεγίστην σοφίαν τοῦ Σωκράτους· ἃ γὰρ ἔδει τὸν Καλλικλέα ποιεῖν εἰς ἑαυτὸν ἀναφέρει, ἵνα οὕτως ἐπι‐ στρέψῃ αὐτόν. λέγει γὰρ ὅτι ‘ὦ Καλλίκλεις, ἐάν με πείσῃς φρονεῖν ὡς σύ, οὐ μόνον λόγοις ἔχω συγκαταθέσθαι ἀλλὰ | |
5 | καὶ ἔργοις ἔχω τοὺς λόγους παραδοῦναι· οὐ δεῖ γὰρ ἄχρι λόγων ἵστασθαι, ἀλλὰ τὰ πράγματα ζητεῖν, ὅπου γε καὶ αὐτοὺς τοὺς λόγους διὰ τὰ ἔργα τὰ χρηστὰ παραλαμβάνο‐ μεν. ὥστε οὖν εἰ κἀγώ σε πείσω, ὦ Καλλίκλεις, ἀεὶ πρᾶττε ἃ συγκατατίθῃ, καὶ μὴ μόνον λόγοισ‘. | |
10 | Ἐπεὶ τοίνυν ὁ Καλλικλῆς ἔλαβεν τοὺς κρείττονας καὶ τοὺς βελτίονας καὶ τοὺς ἀμείνονας πλείονα δύνασθαι, λέγει ὅτι ‘εἰπέ μοι ταῦτα τὰ ὀνόματα, πότερον διάφορά εἰσιν ἢ ταὐτόν τί ἐστι ταῦτα πάντα, καὶ ἁπλῶς πότερον | |
κατὰ δύναμιν λαμβάνεις ταῦτα τὰ ὀνόματα‘ (ἀντὶ τοῦ | 146 | |
15 | ‘κατὰ ῥώμην‘, ὅτι ἰσχυροί εἰσιν) ‘ἢ κατ’ ἐπιστήμην‘. καὶ τέως λαμβάνει κατὰ δύναμιν καὶ λέγει ὅτι ‘τούτους πάντας ἰσχυροὺς καλῶ‘. πλέκεται τοίνυν τοιοῦτος συλλο‐ γισμός· ‘τὸ δίκαιον καλόν ἐστι καὶ ἀγαθὸν παρὰ τοῖς πολ‐ λοῖς, οἱ πολλοὶ τοῦ ἑνὸς ἰσχυρότεροι, οἱ ἰσχυρότεροι κρείτ‐ | |
20 | τους καὶ ἀμείνους καὶ βελτίους, τὸ δίκαιον ἄρα καλὸν καὶ ἀγαθόν ἐστι παρὰ τοῖς κρείττοσι καὶ ἀμείνοσι‘. ταῦτα τέως ἀρκέσει ἡμῖν. | |
27.4 | Ποῖόν ποτε χρὴ εἶναι τὸν ἄνδρα [487 e 9]: δίκαιον ἢ ἄδικον. | |
27.5 | Καὶ τί ἐπιτηδεύειν [487e 9—488a 1]: ἐπιστήμην ἢ οὐκ ἐπιστήμην. | |
27.6 | Καὶ μέχρι τοῦ [488a 1]: ἆρα ἐν νεότητι μόνον, ὥς φησιν ὁ Καλλικλῆς, ἢ ἄχρι γήρως. | |
27.7 | Ὅτι οὐχ ἑκὼν ἐξαμαρτάνω [488a 3]: ἰδοὺ ἀκού‐ σια λέγει τὰ ἁμαρτήματα, ἐπειδὴ ἀκούσιον τὸ ψεῦδος· παραλογιζόμεθα οὖν ἑαυτοὺς ψευδόμενοι κατὰ τὴν καθ‐ ολικὴν πρότασιν. | |
27.8 | Βλᾶκα εἶναι [488 a 8]: ἀντὶ τοῦ ‘χαῦνον τῇ προαιρέ‐ σει‘. τὸ δὲ βλὰξ ὄνομα γέγονεν ἀπὸ τοῦ μαλακοῦ, ἢ οὖν μάλαξ τις· εἶτα εἶχεν εἶναι μλάξ, ἀλλ’ ἐπειδὴ τὸ μ μετὰ τοῦ λ οὐ συμπλέκεται, ἐτράπη εἰς τὸ β καὶ γέγονε βλάξ. | |
5 | ἰστέον δὲ ὅτι δεῖ εἰδέναι ἡμᾶς καὶ τὸ τέλος, ὅ ἐστι τὸ ἀγα‐ θόν, καὶ τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὸ τέλος. | |
27.9 | Ἐξ ἀρχῆς δέ μοι [488 b 2]: ἀναλαμβάνει τὰ εἰρημένα παρὰ τοῦ Καλλικλέους καὶ λέγει ὅτι ‘τί σοι βούλονται τὰ ὀνόματα τοῦ κρείττονος καὶ τῶν λοιπῶν;‘ καὶ πλέκεται | |
ὡς εἴρηται συλλογισμός. | 147 | |
27.10 | Ἤ ἐστι βελτίω μὲν εἶναι, ἥττω δέ [488 c 7]: ‘ἢ οὐκ ἔστι ταὐτόν, ἀλλὰ δύναται βελτίων μέν τις εἶναι, ἥττων δὲ καὶ ἀσθενέστερος; ταῦτα οὖν διασάφησόν μοι καλῶσ‘. | |
28t | Πρᾶξις σὺν θεῷ κηʹ | |
28.1 | Ἀλλ’ ἐγώ σοι σαφῶς λέγω ὅτι ταὐτόν ἐστιν [488 d 4—491 d 3]. Ὡς εἴρηται περὶ αὐτὰ τὰ ὀνόματα αὐτοῦ ἐλάβετο καὶ εἶπεν ὅτι ‘πῶς λέγεις τὸν καλλίονα καὶ κρείττονα, ἆρα | |
5 | κατὰ τὴν ῥώμην ἢ κατὰ τὴν ἀνδρείαν; καὶ ταύτην μετὰ ἐπιστήμης ἢ ἄνευ ἐπιστήμης;‘ πρότερον οὖν κατὰ τὴν ῥώμην λαμβάνει, καὶ συλλογίζεται ὅτι ‘εἰ τὸ δίκαιον καλὸν καὶ ἀγαθὸν παρὰ τοῖς πολλοῖς, οἱ δὲ πολλοὶ τοῦ ἑνὸς ἰσχυρότεροι, οἱ δὲ ἰσχυρότεροι βελτίους καὶ ἀμεί‐ | |
10 | νους, οἱ δὲ ἀμείνους καὶ βελτίους κατὰ φύσιν, τὸ ἄρα δίκαιον κατὰ φύσιν‘. πρὸς τοῦτο τοίνυν ἀγανακτεῖ ὁ Καλ‐ λικλῆς καὶ ὑβρίζει τὸν Σωκράτην ὅτι ‘φλυαρεῖς καὶ λέξεις θηρᾷς· οὐκ ἔδει γάρ σε λαβέσθαι μου κακῶς εἰπόντος μίαν λέξιν, οὐ γὰρ τοὺς ἰσχυροὺς λέγω‘. καὶ πρῶτον μὲν ὁ | |
15 | Σωκράτης οὐ φλυαρεῖ ἀλλὰ τὸ ἐναντίον καὶ πρὸς ἀγαθὸν ἕλκει, ἔπειτα δὲ φαίνεται ἀπαίδευτος ὁ Καλλικλῆς ὁμο‐ λογῶν κακῶς δεδωκέναι. λοιπὸν ὁ Σωκράτης φησὶν ὅτι ‘μὴ οὖν οὐ τοῦτο ἤθελες εἰπεῖν; ᾔδειν γὰρ κἀγὼ ὅτι οὐκ ἤθελες τοῦτο εἰπεῖν‘· καὶ διὰ τούτων τῶν λόγων ἅμα μὲν | |
20 | ὑβρίζει αὐτόν, ἅμα δὲ καὶ μέτριον ἦθος ἐνδείκνυται. | |
28.2 | Φησὶν οὖν αὐτῷ ὁ Σωκράτης ὅτι ‘μὴ ἆρα τοὺς φρονί‐ μους θέλεις;‘ ὁ δέ φησιν ὅτι ναί· ‘ναί, τοῦτο ἤθελον εἰπεῖν‘. καὶ ἰδοὺ πάλιν οὐδὲν ἴδιον φθέγγεται. ἐπεὶ οὖν τοῦτο | |
εἶπεν, φησὶν ὁ Σωκράτης ὅτι ‘οἱ φρόνιμοί εἰσιν οἱ κρείτ‐ | 148 | |
5 | τους καὶ ἀμείνους· πλέον οὖν θέλουσιν ἔχειν κατ’ αὐτὸ τοῦτο, τὸ φρονεῖν πλέον τῶν ἄλλων. οἷον εἰ ὑπάρχοι ἰατρὸς εἷς μετὰ ἀνιάτρων πολλῶν, φρόνιμος ἔσται ὁ εἷς, καὶ προσταττέτω τοῖς μὲν βόεια κρέα τοῖς δὲ ἄλλα· ἆρα εἰ εἴη ἀσθενής, θελήσει πλέον τῶν ἄλλων φαγεῖν ἵνα | |
10 | νοσήσῃ; οὐδαμῶς· ὥστε οὐ τοῦτό ἐστι τὸ πλέον, ἀλλὰ πλέον ἔχει κατὰ τὴν φρόνησιν. καὶ πάλιν ὁ ὑφάντης τῶν μὴ εἰδότων τοῦτο πλέον ἔχει, τὸ εἰδέναι, οὐ γὰρ τὸ πολλὴν ἐσθῆτα φορεῖν, ἐπεὶ οὕτως καὶ καταγελασθήσεται πολλὰ ἅμα ἐνδυσάμενος· ὡσαύτως καὶ ὁ σκυτοτόμοσ‘. εἶτα πρὸς | |
15 | ταῦτα ὁ Καλλικλῆς λέγει ὅτι ‘τί γάρ; ἐγὼ κατὰ τοῦτο λέγω αὐτοὺς πλέον ἔχειν, κατὰ τὸ φορεῖν ἢ ἐσθίειν; οὔ, ἀλλὰ κατὰ τὸ χρήματα ἀφαιρεῖσθαι καὶ τὰ τοιαῦτα‘. παρακαλεῖ οὖν αὐτὸν ὁ Σωκράτης εἰπεῖν τελείως τὰ ἀρέ‐ σκοντα αὐτῷ καὶ οὕτως ἐλέγχει. ἰστέον δὲ ὅτι εἶπεν αὐτῷ | |
20 | ὅτι ‘μὴ τοὺς φρονίμους λέγεις;‘ ἐπειδὴ πάντες ἄνθρωποι σπεύδουσι φρονήσεως ἀντιποιεῖσθαι διὰ τὸ συμφέρον αὐτοῖς, ὡσαύτως καὶ σωφροσύνης. εἰ οὖν ἦν εἰρηκὼς ‘δικαίουσ‘, ὁ Καλλικλῆς εὐθὺς ἀπεστρέφετο. | |
28.3 | Πλέκει τοίνυν συλλογισμὸν ὁ Σωκράτης, συλλογισμὸν τοιοῦτον· ‘τὸ τὸ πλέον ἔχον τοῦ προσήκοντος βλαβερὸν καὶ αἰσχρὸν παρὰ τοῖς φρονίμοις νομίζεται, τὸ παρὰ τοῖς φρονίμοις νομιζόμενον παρὰ τοῖς κρείττοσι καὶ ἀμείνοσι | |
5 | νομίζεται, τὸ παρὰ τοῖς κρείττοσι καὶ ἀμείνοσι νομιζό‐ μενον κατὰ φύσιν ἐστί, τὸ ἄρα δίκαιον νόμῳ ὂν κατὰ φύσιν ἐστίν‘. ὡσαύτως καὶ ἐκ τοῦ ἐναντίου· ‘τὸ τὸ ἄδικον ἔχον καλὸν καὶ ἀγαθὸν παρὰ τοῖς οὐ φρονίμοις νομίζεται, τὸ παρὰ τοῖς οὐ φρονίμοις νομιζόμενον παρὰ τοῖς κρείττοσι | |
10 | καὶ ἀμείνοσιν οὐ νομίζεται, τὸ μὴ παρὰ τούτοις νομιζό‐ μενον οὐδὲ παρὰ τῇ φύσει, τὸ ἄρα ἄδικον νόμῳ μὴ ὂν οὐδὲ παρὰ τῇ φύσει ἐστίν‘. Ταῦτα μὲν οὖν περὶ τῶν συλλογισμῶν. ἐπειδὴ δὲ τοῖς | |
παραδείγμασι κέχρηται τοῖς τοῦ ἰατροῦ καὶ τοῦ ὑφάντου | 149 | |
15 | καὶ τοῦ σκυτοτόμου, λέγει αὐτῷ ὁ Καλλικλῆς ὅτι ‘ἀεὶ τὰ αὐτά μοι λέγεισ‘, ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘καὶ περὶ τῶν αὐτῶν, οὐ μόνον τὰ αὐτά‘· οὕτως αἱ ἀποδείξεις ἀσφαλεῖς εἰσίν. ὁ τοίνυν Καλλικλῆς προστίθησι τῷ φρονίμῳ καὶ τὸ ἀνδρεῖον, ὅτι ‘τοὺς φρονίμους καὶ ἀνδρείους λέγω κρείτ‐ | |
20 | τονας καὶ βελτίονασ‘. λέγει οὖν ὁ Σωκράτης ὅτι ‘ἰδοὺ πῶς ἐναντίοι ἐσμέν· ἐγὼ μὲν γὰρ περὶ τῶν αὐτῶν καὶ τὰ αὐτὰ λέγω, σὺ δὲ ἄλλοτε ἄλλα. πρὸ ὀλίγου μὲν γὰρ ἔλεγες μόνον τοὺς φρονίμους, νῦν δὲ καὶ τοὺς ἀνδρείους· ἀκρι‐ βῶς οὖν εἰπέ μοι καὶ διόρισαι τίνας λέγεις μοι‘. | |
28.4 | Πάλαι τοπάζω [489 d 1]: φησὶν ὁ Σωκράτης ὅτι ‘εἰκάζω σε τοῦτο θέλειν εἰπεῖν, ἀλλ’ οὐ δύνασαι ἀκριβῶ‐ σαι‘. πόθεν δὲ ᾔδει ὁ Σωκράτης ὅτι ἤθελεν εἰπεῖν ὅτι ταὐτά ἐστιν; ἐπειδὴ ὅπως ἄν τις καταβαπτισθῇ τῷ κακῷ, | |
5 | οὐ δύναται μὴ ὁπωσουνδήποτε ἔννοιαν ἔχειν τῶν κοινῶν ἐννοιῶν. | |
28.5 | Ἀποφοιτήσω παρὰ σοῦ [489 d 7—8]: εἰ καὶ εἰρω‐ νεύεται, ἀλλ’ οὖν καὶ ἀληθεύει· διδάσκει γὰρ αὐτὸν μὴ τραχὺν εἶναι ἀλλὰ πρᾶον. εἶτα τοῦ Καλλικλέους εἰπόντος ὅτι ‘κατ’ εἰρωνείαν ταῦτα λέγεισ‘, φησὶν ὁ Σωκράτης ὅτι | |
5 | ‘οὐ μὰ τὸν Ζῆθον‘· ὄμνυσι δὲ κατὰ τοῦ Ζήθου ὡς παίζων, ἐπειδὴ ὁ Καλλικλῆς ἄνω τὸν Ἀμφίονα καὶ τὸν Ζῆθον φέ‐ ρων εἰρωνεύετο αὐτὸν λέγων ὅτι ‘ψυχὴν γενναίαν ἔχεισ‘. | |
28.6 | Ἀθρόοι [490 b 2]: καλῶς τὸ ‘ἀθρόοι‘, ἀντὶ τοῦ ‘ἅμα πάντεσ‘, ἐπειδὴ δύνανται πολλοὶ μὲν εἶναι, μὴ ἀθρόοι δὲ καὶ ἅμα. | |
28.7 | Ἀλλὰ καὶ ἀνδρεῖοι [491 b 2]: ἰδοὺ προσέθηκε τὸ ‘ἀνδρεῖοι‘ νῦν. | |
28.8 | Σύ τε ἐμοῦ κατηγορεῖς καὶ ἐγὼ σοῦ [491 b 5—6]: ‘σὺ μὲν γὰρ κατηγορεῖς μου ὡς τὰ αὐτὰ λέγοντος, ἐγὼ δὲ ὅτι οὐ τὰ αὐτὰ λέγεις, ἀλλὰ ἄλλοτε ἄλλα· ὥστε, ἀγαθέ, | |
ἀκριβῶς εἰπὲ τίνας λέγεις τούτουσ‘. | 150 | |
29t | Πρᾶξις σὺν θεῷ κθʹ | |
29.1 | Τί δὲ αὐτῶν, ὦ ἑταῖρε [491 d 4—492 e 1]. Ἐπειδὴ ἀσαφῶς προεβάλλοντο καὶ ἀδιαρθρώτως τὰ ὀνόματα, καὶ οἱ δύο ἔλεγον φρόνιμον καὶ ἀνδρεῖον καὶ ὅτι τὸ πλέον ἔχουσιν οἱ φρόνιμοι καὶ ἀνδρεῖοι, καὶ ἄλλως μὲν | |
5 | ὁ Σωκράτης τὸ φρόνιμον καὶ ἀνδρεῖον ἐνόει καὶ τὸ πλέον ἔχειν, ἄλλως δὲ ὁ Καλλικλῆς, θέλει ὁ Σωκράτης ἀγαγεῖν αὐτὸν ἐπὶ τὴν ἑτέραν ἀρετήν, τὴν σωφροσύνην φημί. εἶτα ἐπειδὴ εἶχεν ἀνιαθῆναι καὶ ὁ Καλλικλῆς, οὐκ εὐθέως ἄρχεται ἀπ’ αὐτῆς ἀλλὰ πρότερον λέγει αὐτῷ ὅτι ‘τὸν | |
10 | ἄρχοντά τινος δεῖ πρότερον ἑαυτοῦ ἄρχειν ἢ οὔ;‘ ὁ τοίνυν Καλλικλῆς οὐ νοεῖ τί αὐτῷ λέγει, ἀλλά φησιν ὅτι ‘ἢ τοῦτο‘ ἀντὶ τοῦ ‘λέγεις;‘ πάλιν φησὶν ὅτι ‘δεῖ ἑαυτοῦ ἄρχειν ἢ οὔ;‘ καὶ πάλιν οὐ νοεῖ, εἶτα πάλιν ἐρωτᾷ. ὁ δὲ ὑπενόει ὅτι λέγει αὐτῷ ὅτι ἑαυτοῦ ἄρχειν ὀφείλει τὸν μὴ ἔχοντα | |
15 | πατέρα ἀλλὰ αὐτεξούσιον ὄντα καὶ πάντα τὰ δοκοῦντα πράττοντα. ὡς τοίνυν οὐ νοεῖ, φησὶν ὅτι ‘ἀποκαλύπτω σοι καὶ λέγω ὅτι ἑαυτοῦ λέγω ἄρχειν τὸν τῶν ἐπιθυμιῶν τῶν ἰδίων καὶ τῶν ἀκολάστων ἡδονῶν κρατοῦντα καὶ ὄντα σώ‐ φρονα‘. καὶ ἐντεῦθεν ἀναφαίνεται τὸ τελικὸν αἴτιον, ὅτι | |
20 | κατὰ μὲν τὸν Καλλικλέα ἡ ἡδονή ἐστιν ἡ αἰσχρά· τί δὲ τὸ τέλος κατὰ Σωκράτην μαθησόμεθα. λέγει τοίνυν ὁ Καλλι‐ κλῆς ὅτι ‘σώφρονα καλεῖς τὸν ἠλίθιον‘. τοῦτο δὲ λέγει ἐπειδὴ παράκεινται τῇ ἀρετῇ δύο κακίαι· αὐτὸς οὖν ὡς ἀκόλαστος τοὺς σώφρονας ἠλιθίους ἔλεγεν, ὁ Σωκράτης | |
29.2 | δὲ λέγει ὅτι ‘οὐ τούτους καλῶ‘. λοιπὸν ὁ Καλλικλῆς ἄρχεται κατὰ τῆς σωφροσύνης λέγειν, ὅτι οἱ μὴ ἔχοντες χρήματα ἵνα δῶσιν ἐν αἰσχραῖς ἡδοναῖς, οὗτοι λέγουσι τὴν σωφροσύνην καλήν· ἐπεὶ οἱ ἔχοντες ἀποστρέφονται αὐτήν. | 151 |
5 | οὕτω γοῦν βασιλέων υἱοὶ καὶ δυνάσται, εἰ ἤθελον ἢ νόμους εὐλαβεῖσθαι τοὺς κελεύοντας μὴ μοιχεύειν ἢ λόγους ἢ ψό‐ γους κατ’ αὐτῶν, οὐκ ἂν ἔζων ὡς ἤθελον (ἔστι δὲ ‘νόμοσ‘ μὲν ὁ ἔγγραφος, ‘λόγος δὲ καὶ ψόγοσ‘ ἄγραφοι)· δεῖ οὖν ἡδονῆς ἀντιποιεῖσθαι καὶ τοῦ ἔχειν. ἔφη δὲ ‘υἱέας βασι‐ | |
10 | λέων‘ καὶ οὐκ αὐτοὺς τοὺς βασιλέας, ἐπειδὴ οἱ παῖδες ὡς νέοι ἀτακτοῦσιν. Ἰστέον τοίνυν ὅτι παρακαλεῖ τὸν Καλλικλέα πάντα ἐκ‐ θέσθαι τὰ ὑπὲρ αἰσχρᾶς ἡδονῆς, ἵνα μηδὲν ἀνέλεγκτον μένῃ. ἄξιον δὲ ζητῆσαι εἰ δεῖ ἀποδέχεσθαι τοὺς ὁμολογοῦν‐ | |
15 | τας περὶ τῶν ἑαυτῶν κακῶν ἢ οὔ. λέγομεν τοίνυν ὅτι εἰ μὲν ὡς μεταμελόμενος λέγει καὶ θέλων ἐπιστρέψαι, ὀφεί‐ λομεν χαίρειν ὅτι δημοσιεύουσι τὰ κακά, ἵνα ἐκμοχλευ‐ θῶσιν· οὕτω γὰρ καὶ ὁ ἰατρὸς χαίρει ἔξω φερομένης τῆς ὕλης καὶ λέγει ‘εὖ γε ὅτι ἔξω ἠνέχθη‘· εἰ δὲ καὶ ἀποδείξεις | |
20 | πειρῶνται λέγειν ὑπὲρ αὐτῶν, δεῖ ἐπιστομίζειν. ὁ τοίνυν Σωκράτης ποιεῖ τὸν Καλλικλέα πάντα εἰπεῖν, ἵνα καὶ ἐπι‐ στομίσῃ αὐτὸν καὶ διδάξῃ. | |
29.3 | Ἐλέγχει τοίνυν αὐτὸν ἔκ τινων ἓξ ἐπιχειρήσεων, τριῶν μὲν ἐνδόξων, τριῶν δὲ πραγματειωδεστέρων. καὶ τῶν ἐνδόξων ἡ μὲν πρώτη ἐκ τῆς τῶν πολλῶν δόξης λαμβά‐ νεται, ἡ δὲ δευτέρα ἐκ τῶν ποιητῶν, ἡ δὲ τρίτη ἐκ τῶν | |
5 | Πυθαγορείων. τῶν δὲ πραγματειωδεστέρων ἡ μὲν πρώτη ἐξ εἰκόνος τινός, ὡς μαθησόμεθα, ἡ δὲ δευτέρα ἐκ τοῦ ἀπεμφαίνοντος, ἡ δὲ τρίτη ἐξ ἀποδείξεως, καὶ αὕτη ἢ κατ’ | |
εὐθὺ ἢ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ. Ἡ μὲν οὖν τῶν ἐνδόξων πρώτη ἐστὶν αὕτη· ‘οἱ πολλοὶ | 152 | |
10 | μακάριον λέγουσι τὸν μηδενὸς δεόμενον, ὁ δὲ μηδενὸς δεόμενος οὐχ ἁρπάζει, οὐκ ἀδικεῖ, ἀλλὰ κρατεῖ πάντων τῶν αἰσχρῶν, ὁ ἄρα μακάριος δίκαιός ἐστι καὶ εὐδαί‐ μων‘. πρὸς τοῦτο ὁ Καλλικλῆς λέγει ὅτι ‘οὐκοῦν καὶ οἱ λίθοι ὡς μὴ δεόμενοι εὐδαίμονές εἰσιν‘. ἀφυῶς δὲ λαμβά‐ | |
15 | νεται· ἐκεῖνο γὰρ μὴ δέεσθαι λέγεται, ἢ ὃ ἔχει πολλὰ καὶ οὐ δεῖται, ἢ τὸ πεφυκὸς μὲν δέχεσθαι, μὴ μέντοι {δεχόμενον} ἔτι δεόμενον. οὐδεὶς γοῦν τὸν κύνα 〈μὴ〉 γραμ‐ ματικὸν λέγει, ἐπειδὴ οὐδὲ πέφυκεν· οὕτως οὖν τὸν λίθον οὐδεὶς λέγει 〈μὴ〉 δέεσθαι, ἐπειδὴ οὐ πέφυκεν. | |
20 | Δεύτερον πιστοῦται ἐκ τοῦ Εὐριπίδου, ἐπειδὴ καὶ ὁ Καλλικλῆς τῷ Εὐριπίδῃ ἐχρήσατο, καί φησιν ὅτι ‘ὁ Εὐριπίδης λέγει ὅτι τὸ μὲν ζῆν κατθανεῖν ἐστί, τὸ δὲ κατθανεῖν ζῆν. ἐνταῦθα γὰρ ἐρχομένη ἡ ψυχή, ὡς δίδωσι ζωὴν τῷ σώματι, καὶ μεταλαμβάνει ἀζωΐας τινός· κακὸν | |
25 | δὲ τοῦτο. χωριζομένη οὖν τῷ ὄντι ζῇ, τέθνηκεν γὰρ ἐνταῦ‐ θα ἀζωΐας μετέχουσα, ὥστε κακῶν αἴτιον γίνεται τὸ σῶμα· δεῖ οὖν κατακρατεῖν αὐτοῦ‘. | |
29.4 | Ἡ δὲ Πυθαγόρειος ἐπιχείρησις συμβολική ἐστι. λαμ‐ βάνει γὰρ μυθάριον καὶ λέγει ὅτι ‘ἡμεῖς οἱ ἐνταῦθα τε‐ θνήκαμεν καὶ ἔχομεν τάφον· ἔστι δὲ ἐκεῖ Ἅιδης καὶ δύο πίθοι, ὁ μὲν εἷς τετρημένος, ὁ δὲ εἷς ὑγιής. οἱ μὲν οὖν | |
5 | ἐνταῦθα τελεσθέντες ἐν τῷ ὑγιεῖ εἰσίν, οἱ δὲ μὴ μυηθέν‐ τες καὶ τελεσθέντες παράγουσιν ὕδωρ εἰς κόσκινον ἐπι‐ | |
βάλλειν εἰς τὸν τετρημένον πίθον. ἀνήκεστα οὖν πάσχου‐ σιν οὗτοι· πρῶτον μὲν γὰρ πῶς δύνανται διὰ τοῦ κοσκί‐ νου ἀγαγεῖν τὸ ὕδωρ; ἔπειτα δὲ οὐδὲ εἰ τοῦτο δυνατὸν | 153 | |
10 | ἦν, ὁ πίθος ἐγεμίζετο διαρρέων‘. δεῖ τοίνυν μὴ στῆναι ἐν τῷ φαινομένῳ τούτῳ, ἀλλ’ εἰπεῖν τί μέν ἐστι τὸ τεθνάναι ἡμᾶς, τίς δὲ ὁ τάφος, καὶ τίνες οἱ μεμυημένοι καὶ τίνες οἱ μὴ μεμυημένοι, καὶ τίνες οἱ πίθοι ὅ τε ὑγιὴς καὶ ὁ τετρημένος, καὶ τί τὸ ὕδωρ, καὶ τί τὸ κόσκινον. ἀλλὰ | |
15 | ταῦτα μὲν ἑτέρᾳ παραλελείφθω θεωρίᾳ, ἀναγινωσκέσθω δὲ ἡ λέξις. | |
29.5 | Ἢ τοῖς ἐχθροῖς [492c 2]: ‘οὐδὲν γὰρ ἢ τοὺς φίλους εὐεργετοῦσιν ἢ τοὺς ἐχθροὺς ἀμύνονται οἱ θέλοντες δίκαιοι εἶναι· δεῖ οὖν λαμβάνειν‘, φησίν, ‘καὶ ταῖς ἡδοναῖς χαρί‐ ζεσθαι‘. | |
30t | Πρᾶξις σὺν θεῷ λʹ | |
30.1 | Φημὶ ταῦτα [492e 2—495b 3]. Ἤδη εἴρηται ὅτι τὸ τελικὸν αἴτιον ζητεῖται τῆς εὐδαι‐ μονίας· θέλομεν οὖν δεῖξαι ὅτι οὐχ ἡ κατὰ Καλλικλέα ἡδονή ἐστι τὸ τέλος, ἀλλὰ τὸ ἀγαθόν. ϛʹ οὖν ὡς εἴρηται | |
5 | ἐπιχειρήσεις τίθησιν, καὶ εἴρηνται ἤδη αἱ βʹ· λοιπὸν δεῖ τὴν Πυθαγορείαν εἰπεῖν, ἀναπτύξωμεν οὖν τὸν μῦθον. | |
ἰστέον ὅτι τεθνάναι λεγόμεθα, ἐπειδὴ ἡ ψυχὴ ἀζωΐας μεταλαμβάνει. τὸν δὲ τάφον ὃν περιφέρομεν, τί ἐστιν, αὐτὸς ἐξηγεῖται· λέγει γὰρ τάφον τὸ σῆμα, σῆμα δὲ τὸ | 154 | |
10 | σῶμα. Ἅιδην δὲ λέγει τὸ ἀφανές, ὅτι ἐν ἀφανεῖ ἐσμὲν τῆς ψυχῆς δουλωθείσης τῷ σώματι. πίθους δὲ λέγει τὰς ἐπι‐ θυμίας, ἢ παρὰ τὸ σπεύδειν πληροῦν τὰς ἐπιθυμίας, ὥσπερ καὶ τοὺς πίθους, ἢ παρὰ τὸ ἀναπείθειν ἡμᾶς αὐ‐ τοὺς ὅτι καλὸν ἡ ἐπιθυμία. εἰς μὲν οὖν τὸν ὑγιᾶ εἰσὶν οἱ | |
15 | τετελεσμένοι, ὅ ἐστιν οἱ τελείαν ἔχοντες γνῶσιν· οὗτοι γὰρ πεπληρωμένον ἔχουσι τὸν πίθον, ἀντὶ τοῦ τελείαν τὴν ἀρετὴν ἔχουσιν· οἱ δὲ μὴ τετελεσμένοι, ἀντὶ τοῦ οἱ μηδὲν τέλειον ἔχοντες, τοὺς τετρημένους ἔχουσιν, ἐπειδὴ οἱ ἐπιθυμίᾳ δουλεύοντες ἀεὶ πληροῦν θέλουσιν καὶ μᾶλ‐ | |
20 | λον ἐκκάονται καὶ διὰ τοῦτο τετρυπημένους ἔχουσι τοὺς πίθους ὡς ἂν μηδέποτε ἐμπιμπλάμενοι. κόσκινον δέ | |
30.2 | ἐστιν ἡ λογικὴ ψυχὴ μεμιγμένη τῇ ἀλόγῳ. ἰστέον γὰρ ὅτι ἡ ψυχὴ κύκλος καλεῖται διὰ τὸ αὐτὴν ζητεῖν, αὐτὴν ζητεῖσθαι, αὐτὴν εὑρίσκειν, αὐτὴν εὑρίσκεσθαι· ἡ δὲ ἄλο‐ γος εὐθεῖαν μιμεῖται, ἐπειδὴ πρὸς ἑαυτὴν οὐκ ἐπιστρέφει | |
5 | ὥσπερ ὁ κύκλος. ἐπεὶ τοίνυν ἐστὶ τὸ κόσκινον κυκλο‐ τερές, λαμβάνεται εἰς τὴν ψυχήν, ἐπειδὴ δὲ ὑπέστρωται ταῖς εὐθείαις ταῖς ἐκ τῶν ὀπῶν γινομέναις, λαμβάνεται καὶ εἰς τὴν ἄλογον· εἰσὶν οὖν τὰ ἐν μέσῳ τῶν ὀπῶν εὐθεῖαι. διὰ οὖν τοῦ κοσκίνου σημαίνει τὴν λογικὴν ὑπεστρωμένην | |
10 | τῇ ἀλόγῳ. ὕδωρ δέ ἐστι τὸ ῥευστὸν τῆς φύσεως· ὡς γὰρ ἔφη ὁ Ἡράκλειτος, ψυχῆς ἐστὶ θάνατος ἡ ὑγρασία. ταῦτα μὲν οὖν ἔχει τὰ σύμβολα, ὥστε δεῖ καλῶς πολιτεύεσθαι. τοὺς δὲ τοιούτους μύθους ‘οὐ πάνυ ἀτόπουσ‘ καλεῖ ὡς πρὸς τοὺς ποιητικοὺς παραβάλλων, ἐπειδὴ ἐκεῖνοι μὲν | |
15 | βλάπτουσιν, οὗτοι δὲ ὠφελοῦσι τοὺς εὖ φρονοῦντας. | 155 |
30.3 | Οὐκ ἀρέσκεται τοίνυν ὁ Καλλικλῆς τούτοις· καὶ λοιπὸν ἔρχεται εἰς τὰς πραγματειώδεις, καὶ ἀπό τινος εἰκόνος ἄρχεται. φησὶ γὰρ ὅτι ‘ἔστωσαν δύο ἄνθρωποι ἔχοντες πίθους δυσπόριστά τινα βάλλοντες εἰς αὐτούσ‘. (ἰστέον | |
5 | δὲ ὅτι σχεδὸν τὸ αὐτό ἐστι τὸ ἐπιχείρημα τοῦτο τῷ Πυθ‐ αγορείῳ· διὰ τοῦτο γὰρ καὶ εἶπεν ὁ Σωκράτης ὅτι ‘τοῦ αὐτοῦ γυμνασίου ἄκουε λοιπόν‘.) ‘δυσπόριστα δὲ βαλλέ‐ τωσαν, οἷον γάλα καὶ μέλι καὶ οἶνον καὶ τὰ τοιαῦτα, καὶ πάλιν ὁ μὲν εἷς πίθος ἔστω ὑγιής, ὁ δὲ ἕτερος τετρη‐ | |
10 | μένος· ἆρα τίς μᾶλλον κάμνει, ὁ ἔχων τὸν πεπληρωμένον ἢ ὁ ἔχων τετρημένον μὲν θλιβόμενος δὲ καὶ μεταβάλλων καὶ ἀγοράζων πλείονα;‘ ἰστέον ὅτι ὁ ἔχων πεπληρωμένον χαίρει καὶ ἀναπαύεται, ὁ δὲ ἄλλος μοχθεῖ. ‘δυσπόριστα‘ δὲ ἔφη, ἐπειδὴ ταῦτα τῶν ἐκτός ἐστι, τὰ δὲ ἐκτὸς δυσ‐ | |
15 | χερῶς κτώμεθα· τὴν δὲ ἀρετὴν ἐφ’ ἡμῖν οὖσαν θᾶττον λαμβάνομεν, φανοτάτη γάρ ἐστιν. οὕτω γοῦν ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης φησὶν ὅτι τὰ θεῖα καὶ φανότατά ἐστι καὶ ἀφανῆ· φανότατα μὲν τῇ οἰκείᾳ ἐνερ‐ γείᾳ, ἀφανῆ δὲ ἡμῖν τυφλώττουσιν. ὥσπερ οὖν ὁ ἥλιος | |
20 | αἰεὶ φανότατός ἐστι, ταῖς δὲ νυκτερίσι διὰ τὸ ἀνεπιτή‐ δειον αὐτῶν ἀφανής ἐστιν, οὕτως καὶ ἡμῖν νυκτερίσιν οὖσιν ἀφανῆ τὰ θεῖα. Οὐ πείθει τοίνυν οὐδὲ οὕτως ὃ θέλει· λοιπὸν τῷ ἀπεμ‐ φαίνοντι κέχρηται καί φησιν ὅτι ‘ἐπειδὴ τὴν ἡδονὴν εὐδαι‐ | |
25 | μονίαν λέγεις, οἱ ψωριῶντες εὐδαίμονές εἰσιν, οὗτοι γὰρ | |
30.4 | κνώμενοι ἥδονται‘. ὁ Καλλικλῆς τοίνυν πρὸς τοῦτό φησιν ὅτι ‘δημηγόρος εἶ, ὦ Σώκρατες, τὰ γὰρ τοῖς πολλοῖς ἀρέ‐ σκοντα λέγεις· οὗτοι γὰρ οὐκ ἂν εἴποιεν τοὺς τοιούτους εὐδαίμονασ‘. ἐπεὶ τοίνυν ὁρᾷ ὁ Σωκράτης τὸν Καλλι‐ | |
5 | κλέα ἀναίδειαν πολλὴν νοσοῦντα, οὐκ ἀνέχεται αἰσχυν‐ | |
θῆναι ὡς εἰδὼς ὅτι ἔστιν ὅτε βλάπτει (ἔφη γὰρ κἀκεῖνος ‘αἰδώς, ἥ τ’ ἄνδρας μέγα σίνεται‘), ἀλλὰ καὶ τῶν αἰσχρῶν ἀναγκάζεται ἅπτεσθαι προσδοκῶν πείθειν. λέγει τοίνυν ὅτι ‘οὐκοῦν καὶ ὁ τῶν κιναίδων βίος εὐδαίμων ἐστίν, ἐπει‐ | 156 | |
10 | δὴ πράττοντες αἰσχρῶς ἥδονται, καὶ μὴν καὶ δεινοί εἰσιν οἱ τοιοῦτοι καὶ αἰσχροὶ καὶ ἄθλιοι‘· ‘δεινοὶ‘ μὲν ἀντὶ τοῦ μεγάλως κακοὶ ὡς πεπτωκότες τοῦ ἀγαθοῦ, ‘αἰσχροὶ‘ δὲ ὡς πρὸς τῇ ὕλῃ ὄντες, ‘ἄθλιοι‘ δὲ ὡς μὴ ἔχοντες ἐλπίδα σωτηρίας. | |
15 | Ἐπεὶ τοίνυν οὐδὲ ἐκ τούτου πείθεται, ἀναγκάζεται λοι‐ πὸν ἑτέρᾳ ἀποδείξει κεχρῆσθαι· λέγει γὰρ ὁ Καλλι‐ κλῆς ὅτι ‘ταὐτόν ἐστι παρ’ ἐμοὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν‘. ὕστερον τοίνυν ἔχει εἰπεῖν ὅτι τὶς ἡδονὴ ἀγαθόν ἐστιν, ἐπεὶ οὐ πᾶσα· καὶ λοιπὸν ἀποδεῖξαι ἔχει ὁ Σωκράτης, ποία | |
20 | μὲν ἡδονὴ ἀγαθόν ἐστι ποία δὲ οὔ. | |
30.5 | Σικελικός [493 a 6]: οἷον Ἐμπεδοκλῆς, Πυθαγόρειος γὰρ ἦν οὗτος· ὑπῆρχεν δὲ Ἀκραγαντῖνος, Ἀκράγας δὲ τῆς Σικελίας. | |
30.6 | Δι’ ἀπιστίαν τε καὶ λήθην [493 c 3]: ἀπιστίαν μὲν τῷ μηδὲ ὅλως παραδέχεσθαι, λήθην δὲ τῷ παραδέχεσθαι μὲν ἐπιλανθάνεσθαι δέ. | |
30.7 | Τοῦτο ἀληθέστατον εἴρηκας [493d 4]: ‘ὅτι μυθο‐ λογεῖς, καὶ μύθοις οὐ πιστεύω‘. | |
30.8 | Χαραδριοῦ [494 b 6]: ἢ ζῷον λέγει, ὃ ἐσθίει καὶ εὐ‐ θέως ἐκκρίνει· ἢ αὐτὰ τὰ κοῖλα τῶν πετρῶν, ἃ δέχεται τὸ ὕδωρ καὶ ἀποβάλλει. ὁ οὖν πλήρη ἔχων 〈τὸν πίθον〉 θεοῦ βίον ζῇ· ὁ Καλλικλῆς δὲ οἴεται λίθου βίον αὐτὸν ζῆν. | 157 |
30.9 | Μὴ ἀπαισχύνῃ [494 c 5]: ἀντὶ τοῦ ‘μὴ αἰσχυνθείης, ἀλλὰ λέγε πάντα τὰ ἐνοχλοῦντά σοι‘. | |
30.10 | Ὁ τῶν κιναίδων βίος [494 e 4]: ἰατρὸν μιμεῖται μὴ αἰσχυνόμενον ἐμβρυουλκίαν ποιῆσαι, ἀλλὰ διὰ τὸ συμφέ‐ ρον ἁπτόμενον καὶ ὧν οὐ θέμις ἐστίν. | |
30.11 | Ἵνα δή μοι μὴ ὁμολογούμενος [495 a 5]: γρά‐ φεται καὶ ‘ἀνομολογούμενοσ‘ καὶ ‘μὴ ὁμολογούμενοσ‘· ἀλλ’ εἰ μὲν ‘ἀνομολογούμενοσ‘, ἀποφαίνεται ὅτι ‘ἵνα μὴ ὁμολογήσω ἐμαυτῷ ταὐτὸν λέγων ἡδὺ καὶ ἀγαθόν‘. εἰ δὲ | |
5 | ‘μὴ ὁμολογούμενοσ‘, ἠθικῶς προβάλλεται, ὅτι ‘εἰς ταῦτά με φέρεισ‘, φησίν, ‘ὦ Σώκρατες, ἵνα μὴ ὁμολογήσω ταὐτὸν ἡδὺ καὶ ἀγαθόν‘. μᾶλλον δὲ τὸ ἀποφαίνεσθαι κάλλιον· ἀμέλει φησὶν ὁ Σωκράτης ὅτι ‘ἐναντία σαυτῷ λέγεις· εἶπας γὰρ σὺ ὅτι δεῖ τὰ δοκοῦντα λέγειν· πῶς οὖν πρὸς | |
10 | ἀντιπάθειαν ταῦτα φθέγγῃ; ὁμολόγησον οὖν πῶς οἴει τὸ ἡδὺ ταὐτὸν εἶναι τῷ ἀγαθῷ. εἰ μὲν γὰρ τῷ ὄντι οὕτως ἔχεις, δεῖ ἐλέγξαι, εἰ δὲ οὐχ οὕτως ἔχεις ἀλλὰ μόνον λέγεις, οὐ χρεία ἐλέγχου. ἡ γὰρ προαίρεσις ἐλέγχεται, οὐ τὸ λεγό‐ μενον‘. | |
30.12 | Οὐ τοίνυν ὀρθῶς [495 b 2]: ‘εἰ ἐκεῖνα μὴ πρεσβεύω | |
ἃ λέγω, οὐδὲ ἐγὼ καλῶς ποιῶ‘. | 158 | |
31t | Πρᾶξις σὺν θεῷ λαʹ | |
31.1 | Ἀλλ’ ὦ μακάριε, ἄθρει [495 b 3—499 b 3]. Τοῦ ἕκτου ἐπιχειρήματος ἐφαπτόμεθα, ὃ διττόν ἐστι, τὸ μὲν κατ’ εὐθύ, τὸ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τί οὖν ἔλεγεν ὁ Καλλικλῆς; δύο ταῦτα, ὅτι τε τὸ ἡδὺ καὶ | |
5 | τὸ ἀγαθὸν ταὐτόν ἐστι, καὶ ὅτι ἡ φρόνησις καὶ ἡ ἀνδρεία ἕτεραί τέ εἰσιν ἀλλήλων καὶ ἕτεραι τοῦ ἀγαθοῦ. ὅτι γὰρ ἕτερον ᾤετο τὴν φρόνησιν τῆς ἀνδρείας, δῆλον ἐκ τοῦ μνησθῆναι αὐτὸν φρονήσεως ἀνωτέρω καὶ πάλιν ὕστερον ἐπαγαγεῖν τὴν ἀνδρείαν. ἀνατρέψωμεν τοίνυν ὅτι οὐκ | |
10 | ἔστιν ταὐτὸν τὸ ἡδὺ τῷ ἀγαθῷ, προλαβόντες λῆμμα τοῦτο, ὅτι τε τὰ ἐναντία ἐν τῷ αὐτῷ ἅμα οὐ συνίστανται καὶ ὅτι ἅμα οὐκ ἀπογίνονται, οὐ γὰρ ἅμα ὑγίεια καὶ νόσος ἀπο‐ γίνεται. τούτων τοίνυν οὕτως εἰρημένων ἰστέον ὅτι ἡδονὴ γίνεται ἐκ προηγησαμένης λύπης· εἰ τοίνυν σφοδρὰ εἴη ἡ | |
15 | λύπη, σφοδρὰ καὶ ἡ ἡδονή, εἰ μετρία, μετρία· οὕτω γοῦν ὁρῶμεν ὅτι εἰ πάνυ διψῶμεν, πάνυ ἡδόμεθα πίνοντες. ἐν τῷ πίνειν τοίνυν ἀμφότερα θεωρεῖται, ἥ τε ἡδονὴ καὶ ἡ λύπη· ὅτι δὲ ἀμφότερα θεωρεῖται, δῆλον· εἰ γὰρ ἀναχαι‐ τίσωμεν πρὸ καιροῦ ἑαυτοὺς αἰσθανόμεθα τῆς λύπης | |
20 | πάλιν, εἰ δὲ ἐμπλήσωμεν ἑαυτοὺς γίνεται ἡμῖν τὸ λεχθὲν ‘πίον τε ἀκέοντό τε δίψαν‘. | |
31.2 | Εἴπωμεν τοίνυν οὕτως· τὰ ἐναντία οὔτε ἅμα συνίσταν‐ ται οὔτε ἅμα ἀπογίνονται, ἡ ἡδονὴ καὶ ἡ λύπη ἅμα συν‐ ίστανται καὶ ἅμα ἀπογίνονται, ἡ ἡδονὴ ἄρα τῇ λύπῃ οὐκ ἔστιν ἐναντία. εἰ τοίνυν ἡ ἡδονὴ καὶ ἡ λύπη ἅμα συνίσταν‐ | |
5 | ται, ἔστιν δὲ τῷ μὲν ἡδεῖ ταὐτὸν τὸ ἀγαθὸν τῷ δὲ λυπηρῷ τὸ κακόν, ὡς σὺ δέδωκας, ἔσονται καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἅμα συνιστάμενα, ὅπερ ἄτοπον· ἐναντίον γὰρ τὸ ἀγαθὸν τῷ κακῷ. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλ’ οὔκ εἰσιν ἐναν‐ τία, τὰ γὰρ ἐναντία εἰδοπεποιημένα θέλει εἶναι, ὡς τὸ | 159 |
10 | λευκὸν καὶ τὸ μέλαν, τὸ δὲ κακὸν οὐκ εἰδοπεποίηται‘, ἔτι μᾶλλον τὸ ἄτοπον τοῦ Καλλικλέους αὐξήσει. ὁμοίως γάρ ἐστι στέρησις τὸ κακόν· οὐδέποτε οὖν μετὰ τῆς οἰκείας ἕξεως εὑρεθήσεται, ὥστε ἐλήλεγκται ὁ Καλλικλῆς. εἰ δέ τις εἴποι ὅτι ‘διὰ τί λέγεις, ὦ Σώκρατες, ἅμα αὐτὰ | |
15 | συνίστασθαι, τήν τε ἡδονὴν καὶ τὴν λύπην; καὶ μὴν προ‐ γίνεται ἡ λύπη‘, εἰπὲ πρὸς αὐτὸν ὅτι ‘ἀγνοεῖς ὡς ἄλλο ἐστὶν εἰπεῖν ὑφίστασθαι καὶ ἄλλο προγίνεσθαι· προγίνε‐ | |
31.3 | ται μὲν οὖν ἡ λύπη, λοιπὸν δὲ ἅμα θεωροῦνται‘. πάλιν δὲ εἰ ἀπορήσοι τις ὅτι ‘πῶς λέγεις μὴ εἶναι ἐναντίαν τὴν ἡδονὴν τῇ λύπῃ; καὶ μὴν ἐν τῷ Φαίδωνι τοῦτο εἴρηκασ‘, εἰπὲ πρὸς αὐτὸν ὅτι ‘οὐδὲ ἐκεῖ τοῦτο εἶπεν, ἀλλὰ ἐναντία | |
5 | μὲν ἔλαβεν τὴν γένεσιν καὶ τὴν φθοράν, τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν, τὴν δὲ ἡδονὴν καὶ τὴν λύπην αὐτὰς μὲν οὐκ ἐναντίας, ὁδοὺς δὲ τῶν ἐναντίων. ὡς οὖν ὁδοὶ ἐναντίων καλοῦνται ἐναντίαι, ἐπεὶ οὔκ εἰσιν ἐναντίαι‘. εἰ δὲ πάλιν εἴποι τις ὅτι ‘πῶς λέγεις ὅτι τὰ ἐναντία ἅμα ἐν | |
10 | τῷ αὐτῷ οὐ συνίστανται; καίτοι ἐν τῷ φαιῷ ἐστὶ τὸ λευ‐ κὸν καὶ τὸ μέλαν, καὶ ἐν τῷ χλιαρῷ τὸ θερμὸν καὶ τὸ ψυχρόν‘, εἰπὲ ὅτι ‘τὰ ἐναντία ἄκρα οὐ συνίστανται ἅμα, ἀλλὰ κολαζομένων τῶν ἀκροτήτων· ἐν οὖν τῷ φαιῷ καὶ τοῖς τοιούτοις ἐκολάσθησαν αἱ ἀκρότητες καὶ οὐκ ἐνέμει‐ | |
15 | ναν ἄκρα τὰ ἐναντία‘. | |
31.4 | Οὕτως μὲν οὖν περὶ τούτου· ἔλθωμεν δὲ λοιπὸν ἐπὶ τὸ | |
ἕτερον καὶ δείξωμεν πῶς οὐκ ἔστιν ἄλλη ἡ φρόνησις παρὰ τὴν ἀνδρείαν ἢ αἱ δύο παρὰ τὸ ἀγαθόν. ‘ἐπεὶ γὰρ λέγεις διαφόρους εἶναι τάς τε δύο πρὸς ἀλλήλας καὶ πρὸς | 160 | |
5 | τὸ ἀγαθόν, ὑποκείσθωσαν δύο ἄνθρωποι, ὁ μὲν εἷς δει‐ λὸς ὁ δὲ ἕτερος ἀνδρεῖος, καὶ ἔστωσαν ἐν τῇ πόλει πολέ‐ μιοι θέλοντες ἀνελεῖν τοὺς πολίτας· ἀναχωρείτωσαν τοί‐ νυν οἱ πολέμιοι· ἆρα ἀναχωρούντων αὐτῶν τίς μᾶλλον ἥδεται, ὁ ἀνδρεῖος ἢ ὁ δειλός;‘ λέγει τοίνυν ὁ Καλλικλῆς | |
10 | ὅτι ‘ἢ παραπλησίως ἢ μᾶλλον ὁ δειλόσ‘. συλλογίζεται τοί‐ νυν οὕτως, ὅτι ‘ὁ δειλὸς καὶ ἀνδρεῖος ὁμοίως, ὡς φῄς, ἥδονται, οἱ ὁμοίως ἡδόμενοι ὁμοίως πρὸς τῇ ἡδονῇ εἰσίν, οἱ ὁμοίως πρὸς τῇ ἡδονῇ ὄντες ὁμοίως πρὸς τῷ ἀγαθῷ εἰσίν, οἱ ὁμοίως πρὸς τῷ ἀγαθῷ ὄντες ὁμοίως ἀγαθοί | |
15 | εἰσιν· ἔστιν δὲ ὁ δειλὸς κακός, ὅτι ὅλως δειλίαν νοσεῖ, ὁ δὲ ἀνδρεῖος ἀγαθός· ὁ κακὸς ἄρα ἔσται ὁμοίως ἀγαθὸς τῷ ἀγαθῷ, ὅπερ ἄτοπον. ἄλλως τε ὡς μὲν δειλὸς κακός ἐστιν, ὡς δὲ ἡδόμενος ἀγαθός· ὁ αὐτὸς ἄρα καὶ κακός ἐστι καὶ ἀγαθός, ὅπερ ἄτοπον. εἰ δὲ μᾶλλον ἥδεται ὁ δειλός, | |
20 | ἔτι μᾶλλον τὸ ἄτοπον αὐξηθήσεται· ὁ γὰρ μᾶλλον ἡδό‐ μενος μᾶλλον πρὸς τῇ ἡδονῇ ἐστίν, ὁ μᾶλλον πρὸς τῇ ἡδονῇ ὢν μᾶλλον πρὸς τῷ ἀγαθῷ ἐστίν, ὁ μᾶλλον πρὸς τῷ ἀγαθῷ ὢν μᾶλλον ἀγαθός ἐστιν, ὁ ἄρα δειλὸς μᾶλλον τοῦ ἀνδρείου ἀγαθός ἐστι· καὶ κακὸς δέ ἐστιν ὡς δειλός· ὁ | |
25 | κακὸς ἄρα τοῦ ἀγαθοῦ μᾶλλον ἀγαθός ἐστι, καὶ ὁ αὐτὸς ἔσται καὶ κακὸς καὶ μᾶλλον ἀγαθός, ὅπερ ἄτοπον‘. ἐκ πάντων τοίνυν δέδεικται ὅτι ἀρετῆς δεῖ ἐπιμελεῖσθαι καὶ τὴν ἐκ ταύτης ἡδονὴν λαμβάνειν. λοιπὸν δὲ ὁ Καλλικλῆς τίθεται ὅτι οὐ πᾶσαν ἡδονὴν δεῖ λέγειν ἀγαθήν, καὶ ὁ | |
30 | Σωκράτης ἀποδείκνυσιν ποία μὲν ἡδονή ἐστιν ἀγαθή, ποία δὲ κακή. | |
31.5 | Φέρε δὴ ὅπως μεμνησόμεθα [495 d 2—3]: ἐπειδὴ οἶδεν τὸ ἄστατον αὐτοῦ, διὰ τοῦτο ἀναλαμβάνει καὶ ἐρωτᾷ αὐτὸν εἰ βούλεται συνθέσθαι. | |
31.6 | Οἶμαι δέ γε οὐδὲ Καλλικλῆς [495e 1]: φησὶν ὁ Σωκράτης ὅτι ‘οὐδὲ σύ, ὦ Καλλίκλεις, ταῦτα ὁμολογεῖς· εἰ γὰρ γνῷς τίς εἶ καὶ ἀναδράμῃς ἐπὶ τὰς κοινὰς ἐννοίας, | |
παύσασθαι ἔχεις τῆς δόξης ταύτησ‘. | 161 | |
31.7 | Αὐτὸ λέγω τὸ πεινῆν [496 c 7]: καλῶς ‘αὐτὸ τὸ πεινῆν‘, ἵνα ἡ πείνη ἐξετασθήσεται ὡς πείνη· εἰ γὰρ πεινῇ τις μέλλων πολυτελῶς ἐσθίειν, ὀρφοὺς τυχὸν καὶ ἰσίκους καὶ τὰ τοιαῦτα, οὐκ ἀνιαρὰ αὐτῷ ἡ πείνη. | |
31.8 | Αἰσθάνῃ οὖν τὸ συμβαῖνον [496 e 4—5]: ἰδοὺ καὶ αὐτὸς πρὸ Ἀριστοτέλους τὸ ‘συμβαίνειν‘ ἐπὶ συλλογισμοῦ εἶπεν. | |
31.9 | Εἴτε ψυχῆς εἴτε σώματος βούλει [496 e 7—8]: ἐπειδὴ οὐδὲ μόνως σώματός ἐστιν (ἄζωον γὰρ τοῦτο) οὐδὲ ψυχῆς (ἀσώματος γάρ) ἀλλὰ τοῦ συναμφοτέρου, διὰ τοῦτό φησιν ‘οὗτινος ἂν ᾖ, οὐ πρόκειται νῦν ζητεῖν‘. | |
31.10 | Ἀλλὰ ἀκκίζει [497 a 7]: Ἀκκὼ γέγονε γυνή τις μωρὰ καὶ ἀνόητος· φησὶν οὖν ὁ Σωκράτης ὅτι ‘οἶσθα τί λέγω, ἀλλὰ ἀκκίζει‘, ἀντὶ τοῦ ‘ἀλλὰ προσποιῇ μωρίαν καὶ τὸ μὴ εἰδέναι‘. | |
31.11 | Μηδαμῶς, ὦ Καλλίκλεις [497 b 4]: ὁ Γοργίας θέλων τε ὠφεληθῆναι καὶ ἔτι ἐλεγχθῆναι τὸν Καλλι‐ κλέα, ἵνα μὴ αὐτὸς εἴη μόνος ἐληλεγμένος, παρακαλεῖ τὸν Καλλικλέα ὅτι ‘μὴ παύσῃ ἀλλὰ μεῖνον, ἵνα εἰδῶμεν τί | |
5 | συμπεραίνει‘. ὁ τοίνυν Καλλικλῆς φησὶν ὅτι ‘ἀεὶ σμικρὰ τοιαῦτα καὶ εὐτελῆ ἐρωτᾷ ὁ Σωκράτησ‘. ὁ Γοργίας πάλιν φησὶν ὅτι ‘καὶ τί πρὸς σέ; οὐ γὰρ σή ἐστιν αὕτη ἡ τιμή, | |
ἀλλ’ εἴτε κακῶς ἐρωτᾷ εἴτε καλῶς, οὐδὲν πρὸς σέ‘. | 162 | |
32t | Πρᾶξις σὺν θεῷ λβʹ | |
32.1 | Πάλαι τοι σοῦ ἀκροῶμαι, ὦ Σώκρατες [499 b 4—501 c 8]. Ἰστέον ὅτι διὰ τῶν προλαβόντων ἀπεδείχθη ὅτι οὐ πᾶσα ἡδονὴ ἀγαθόν ἐστι, τοῦ Καλλικλέους λέγοντος ὅτι πᾶσα | |
5 | ἡδονὴ ἀγαθόν ἐστι. πέπονθε τοίνυν τι ὁ Καλλικλῆς ὑπὸ τῶν Σωκρατικῶν λόγων, ἀλλ’ οὐκ εὐγνωμόνως φέρεται ἀλλά φησιν ὅτι ‘παίζων ἔλεγον ὅτι πᾶσα ἡδονὴ ἀγαθόν ἐστιν· ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τινὲς μὲν ἡδοναὶ ἀγαθαί εἰσι, τινὲς δὲ κακαί;‘ ἐπεὶ τοίνυν τοῦτο οὕτως ἔχει, καὶ τινὲς | |
10 | μὲν ἀγαθαί εἰσι, τινὲς δὲ κακαί, δεῖ ζητῆσαι τέχνην τὴν δυναμένην διακρῖναι τὴν ἀγαθὴν ἡδονὴν ἀπὸ τῆς κακῆς. ἴδωμεν τοίνυν τὰς ἄλλας τέχνας, πῶς διακρίνουσι, καὶ οὕτως εὑρίσκομεν καὶ ἐπὶ τούτων. ἡ τεκτονικὴ ἔχει ὄργα‐ νον τὸ διακρῖνον τὸ καμπύλον ἀπὸ τοῦ εὐθέος, ὡσαύτως | |
15 | καὶ ἡ οἰκοδομικὴ ὄργανον ἔχει καθ’ ὃ κοσμεῖ καὶ τάττει τὸ ἔργον· οὐκοῦν καὶ ἐνταῦθα χρεία ὀργάνων διακριτι‐ κῶν τῆς ἀγαθῆς καὶ τῆς οὐκ ἀγαθῆς ἡδονῆς. δύο δὲ ταῦτά ἐστι, τάξις καὶ κόσμος· ἀλλ’ ἡ μὲν τάξις τῆς δικαιοσύνης ἐστίν, ὁ δὲ κόσμος τῆς σωφροσύνης. οὐκοῦν διὰ δικαιο‐ | |
20 | σύνης καὶ σωφροσύνης εὑρίσκομεν ταῦτα. | |
32.2 | Σκοπὸς τοίνυν ἐστὶν ἐν τοῖς ἐφεξῆς διδάξαι τίς ἐστιν ἡ πολιτικὴ εὐδαιμονία. εἶτα τοῦ Καλλικλέους μνησθέντος τῶν τεσσάρων ἐκείνων, Περικλέους Θεμιστοκλέους Μιλ‐ τιάδου Κίμωνος, καὶ λέγοντος ὅτι ‘τί οὖν; οὗτοι οὔκ εἰσι | |
5 | πολιτικοί;‘ φησὶν ὅτι οὔ, καὶ καλῶς ἀποφαίνεται, καὶ μάτην ὁ Ἀριστείδης πολλοὺς φληνάφους λόγων κατα‐ βάλλει καὶ ἐκεῖνα διὰ πολλῶν λέγει περὶ αὐτῶν ἃ πρὸ αὐτοῦ | |
ὁ Πλάτων αὐτὸς εἶπεν. ἀμέλει καλῶς εἶπέ τις τῶν ἐξηγη‐ τῶν ὅτι, ἃ ὁ Πλάτων καλῶς εἶπεν περὶ αὐτῶν, ταῦτα ὁ | 163 | |
10 | Ἀριστείδης διὰ τὸ πλῆθος τῶν λόγων ἀμφίβολα ἐποίησεν· λέγει γὰρ καὶ αὐτὸς ὅτι ἔσωσαν τὴν πόλιν ἀλλ’ οὐκ ἦσαν πολιτικοί, καὶ φέρει παράδειγμα τὴν ἰατρικήν. Φησὶν δὲ ὁ φιλόσοφος Ἀμμώνιος ὅτι ‘λαβὼν ἀφορμὰς ἐκ τοῦ τετάρτου τῶν Πολιτειῶν τρανῶσαι ἐλπίζω τὸ | |
15 | δόγμα τοῦτο‘. ἔστι δὲ τοιόνδε. ἰστέον ὅτι τριττή ἐστιν ἡ ἰατρική, ἡ μὲν ψευδώνυμος, ἡ δὲ ἀληθής, ἡ δὲ μέση. ψευ‐ δώνυμος μὲν ἡ πρὸς κολακείαν ὁρῶσα καὶ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ἐμπιπλῶσα, καὶ εἰ εἴποι τυχὸν ὅτι ‘ἰτρό‐ γαλα θέλω φαγεῖν‘, λέγει ὁ ἰατρός, κἂν βλάπτῃ αὐτόν, ὅτι | |
20 | ‘ναὶ δέσποτα φάγε‘, μάλιστα εἰ καὶ μέλλοι μετ’ αὐτοῦ ἐσθίειν. ἀληθὴς δέ ἐστιν ἡ ἀρχοντικὴ καὶ μηδενὸς φειδο‐ μένη, ἀλλ’ εἴτε ἄρχοντας ὁρῴη εἴτε βασιλεῖς ἐπιπλήττουσα καὶ λέγουσα ὅτι ‘εἰ μὴ ποιήσῃς τὰ προστασσόμενα, οὐκέτι σε ὁρῶ‘. μέση δέ ἐστιν ἥτις πρὸς κολακείαν μὲν οὐχ ὁρᾷ | |
25 | ἀλλ’ οἶδε τὰ ὠφελοῦντα, μὴ μέντοι μηδὲ πρὸς τὸ ἀληθὲς ὁρῶσα ἀλλὰ διὰ χρήματα ἤ τι ἕτερον κέρδος σιωπῶσα καὶ μὴ ἀναχαιτίζουσα κατακόρως, ἀλλὰ πρὸς ἅπαξ μὲν λέγουσα τὸ συμφέρον, λοιπὸν δὲ καταπίπτουσα· ἀμέλει εἴ τι ἀπαντήσοι λυπηρὸν ὕστερον, φησὶν ὅτι ‘τί ἐστιν; | |
32.3 | οὐκ ἔλεγόν σοι, μὴ ποιήσῃς τόδε;‘ οὕτω τοίνυν καὶ ἡ ῥητορικὴ τριττή ἐστιν· ἡ μὲν ψευδώνυμος, ἡ πρὸς κολα‐ | |
κείαν ὁρῶσα, ὡς ὅταν εἴπῃ ‘τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;‘ ἡ δὲ ἀληθής, ἡ καὶ συνέριθος τῇ πολι‐ | 164 | |
5 | τικῇ, ἡ δὲ μέση, ἡ ἀποστρεφομένη μὲν τοὺς κόλακας (ἧς ἦν καὶ Δημοσθένης, διαβάλλει γὰρ τοὺς κολακεύον‐ τας), μὴ μέντοι μηδὲ αὕτη πρὸς τὸ ἀληθὲς ὁρῶσα. Ταύτης τοίνυν τῆς μέσης ἦσαν οἱ τέσσαρες ἐκεῖνοι· ἔσῳζον μὲν γὰρ τοὺς πολίτας, τὴν δὲ ὄντως σωτηρίαν καὶ | |
10 | εὐζωΐαν οὐκ ἐχαρίζοντο αὐτοῖς. ὡμοιοῦντο οὖν τοῖς πιμεν‐ ταρίοις· ὥσπερ γὰρ ἐκεῖνοι ἔχουσι μὲν βοτάνας καὶ ἄλλα βοηθήματα, οὐκ ἴσασι δὲ χρῆσθαι ἀλλὰ διακονοῦσι τοῖς ἰατροῖς, οὕτως καὶ οὗτοι οἱ τέσσαρες διακονικοὶ ἦσαν, φυλάττοντες μὲν τὴν σωτηρίαν, μὴ εἰδότες δὲ ἐπὶ | |
15 | τὸ καλὸν ἄγειν καὶ ψυχὴν σῶσαι. εἰ δέ τις εἴποι ὅτι ‘τί οὖν; κακῶς ἐποίουν σῴζοντες; καὶ μὴν χρεία σωτηρίας, ἵνα σῳζόμενοι ὠφελῶνται· οὐ γὰρ τὸ μὴ ὂν ὠφελεῖται ἀλλὰ τὸ ὂν καὶ σῳζόμενον‘, εἰπὲ ὅτι ‘χρεία μὲν τῆς σω‐ τηρίας τῶν σωμάτων, ἀλλ’ οὐ ταύτης μόνης ἀλλὰ πρὸ | |
20 | ταύτης τῆς ὄντως τῶν ψυχῶν σωτηρίας· ὅτι γὰρ οὐδὲν χρηστὸν ἐποίουν, ὅρα ἐκ τοῦ ἐν δημοκρατίᾳ αὐτοὺς εἶναι | |
32.4 | καὶ μηδέποτε ἀριστοκρατίαν πεποιηκέναι. δεῖ τοίνυν μὴ δυνάμενόν τινα ῥυθμίζειν τοὺς ἀρχομένους ἀπαναχωρεῖν καὶ μὴ μένειν μετ’ αὐτῶν· ὅμοιον γὰρ οἱ μένοντες πάσχουσι τοῖς ἑαυτοὺς ἐν μέσῳ πολλῶν καὶ δεινῶν θηρίων βάλλουσι | |
5 | καὶ θέλουσι καταψήχειν αὐτά‘. ταῦτά ἐστιν ἃ μέλλει λέγειν διὰ τῶν μελλόντων. Πάλαι τοι σοῦ ἀκροῶμαι, ὦ Σώκρατες [499 b 4]: ὡς εἴρηται, ἐπειδὴ ὁ Καλλικλῆς ἔφη ὅτι ‘προσπαίζων σοι ταῦτα δέδωκα, ἐπεὶ οἶδα ὅτι τῶν ἡδονῶν τινὲς μέν | |
10 | εἰσιν ἀγαθαί, τινὲς δὲ κακαί‘, διὰ τοῦτο τοίνυν ὁ Σωκρά‐ της φησὶν ὅτι ‘ναί, μηκέτι παίξῃς, ἀλλὰ ζήτησον τέχνην διακριτικὴν τοῦ ἀγαθοῦ καὶ τοῦ ἡδέος, καὶ δείξωμεν εἰ | |
τῷ ὄντι οἱ τέσσαρες ἐκεῖνοι ἄνδρες πολιτικοὶ ἦσαν· ὀφθή‐ σονται γὰρ μὴ ὄντες πολιτικοί, ἀλλὰ διακονικοὶ καὶ ἐπι‐ | 165 | |
15 | θυμίας προτρεπτικοί‘. ἐπειδὴ δὲ ἄχθονται οἱ ῥήτορες πρὸς ταῦτα τὰ ὀνόματα, εἴπωμεν τί εἰσιν. ἰστέον ὅτι διακονι‐ κοὶ καλοῦνται ἐπειδὴ μιμοῦνται τοὺς πιμενταρίους· ὥσπερ γὰρ ἐκεῖνοι διακονοῦσι τοῖς ἰατροῖς, οὕτως καὶ οὗτοι διά‐ κονοι ἦσαν τῶν πολιτικῶν αὐτοὶ μὴ ὄντες πολιτικοί. πῶς | |
20 | γὰρ ἦσαν πολιτικοὶ οἱ ἐν δημοκρατίᾳ ὄντες, τεταραγμένῃ πολιτείᾳ καὶ κληρωτικῶς καὶ κατὰ τύχην ἄρχοντας ἐχούσῃ καὶ μὴ ὀρθοὺς ἄνδρας, μηδὲ ἐν ἀριστοκρατίᾳ, ἐν ᾗ κελεύει ὁ Πλάτων διὰ μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν μαθη‐ μάτων φέρεσθαι, καὶ ἵνα ἴδιον μηδὲν ἔχωσιν ἀλλὰ τρέφων‐ | |
25 | ται ἀπὸ τῶν ἀριστοκρατουμένων, καὶ ἵνα οἱ μὲν ἄρχοντες τοὺς ἀρχομένους τροφέας λέγοιεν οἱ δὲ ἀρχόμενοι τοὺς ἄρχοντας σωτῆρας; θεὸν γὰρ ἐμιμοῦντο ἄριστοι ὄντες καὶ σῴζοντες τὴν πόλιν, καὶ οὐκ ἦν ἄδικον θείους αὐτοὺς ὄντας κατιέναι εἰς τὰ τῆς πόλεως πράγματα· ἡ γὰρ πόλις | |
30 | ἦν αὐτοὺς ποιήσασα τοιούτους, καὶ ἔδει τροφεῖα τῇ πόλει | |
32.5 | ἀποδοῦναι. διὰ τοῦτο οὖν διάκονοι ἐλέγοντο. πάλιν ὅταν ἀκούσωσιν ἐπιθυμίας αὐτοὺς εἶναι προτρεπτικούς, οὐκ ἐπιθυμίας φαμὲν αἰσχρᾶς ἀλλὰ μόνον σωματικῆς· ὥσπερ γὰρ οἱ ὑφάνται καὶ οἱ ὑποδημάτων τεχνῖται ἐπιθυμίας | |
5 | ἀντιποιοῦνται οὐκ αἰσχρᾶς ἀλλὰ καὶ ἀναγκαίας (χρῄζο‐ μεν γὰρ ἐσθῆτος καὶ ὑποδημάτων), σωματικῆς δὲ ὅμως καὶ οὐ ψυχικῆς, οὕτως καὶ οἱ ἄνδρες οὗτοι ἔσῳζον τὴν πόλιν ἐν τοῖς πολέμοις καὶ ἐπιθυμίαν σωματικὴν ἐχορή‐ γουν, οὐδαμοῦ δὲ ψυχῆς ὠφέλεια ἐγίνετο. τῇ μέσῃ οὖν | |
10 | ἰατρικῇ ὡμοίωντο· ὁ μὲν γὰρ ὄντως πολιτικὸς οὐδέποτε πρὸς ἡδονὴν ὁρᾷ ἀλλὰ ἀεὶ τὰ ἀληθῆ λέγει, κἂν λυπηρὰ | |
ᾖ, καὶ οὐδέποτε κρύπτει τὸ λυπηρόν, οὗτοι δὲ οἱ ἄνδρες ἔστιν ὅτε μὲν ἔλεγον τὰ λυποῦντα, ἔστιν ὅτε δὲ οὔ. καὶ γὰρ ὁ Δημοσθένης φησὶν ‘τέθνηκε Φίλιππος; οὐ μὰ Δία ἀλλὰ | 166 | |
15 | ἀσθενεῖ‘ καὶ διὰ τοῦτο ἐλύπησε τοὺς Ἀθηναίους ἐπὶ τὸ χρηστὸν αὐτοὺς φέρων· ἀλλὰ φαίνεται πάλιν ἐν ἄλλοις μὴ λυπῶν. διὰ τοῦτο τοίνυν φαμὲν ὅτι οὐκ ἦσαν πολιτικοὶ ἀλλὰ διακονικοὶ καὶ ἐπιθυμίας προτρεπτικοί· οὐ δεῖ γὰρ σωμάτων μόνον φροντίζειν, ἀλλὰ μάλιστα ψυχῆς· ἡ γὰρ | |
20 | εὐδαιμονία τῆς ψυχῆς ἐστίν, οὐ τοῦ σώματος. χρὴ οὖν τὸ ἀγαθὸν αἰεὶ προσαγκαλίζεσθαι. Καὶ ταῦτα μὲν τὰ παρὰ Πλάτωνος· καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τοῖς Ἠθικοῖς φησὶν ὅτι ἡ εὐδαιμονία ἡ μὲν κοινή ἐστιν, ἡ δὲ ἰδία καὶ κατ’ ἐξαίρετον· κοινὴ μὲν ἥτις καὶ | |
25 | τοῖς ἄλλοις ζῴοις ὑπάρχει, οἷον ἡ τῆς ὑγιείας καὶ τῆς ἰσχύος καὶ τῶν τοιούτων, κατ’ ἐξαίρετον δὲ ἡ μόνοις ἀνθρώποις ὑπάρχουσα, λογισμὸν ἔχουσα, καθ’ ἣν χωρι‐ ζόμεθα ἀπὸ τῶν ἀλόγων ζῴων. αὕτη δέ ἐστιν ἡ τοῦ ἀγα‐ θοῦ ἐφιεμένη· ταύτην τοίνυν θέλει ἔχειν ὁ πολιτικός, | |
30 | ὥστε ἀριστοκρατίαν ποιεῖν καὶ μὴ εἶναι ἐν δημοκρατίᾳ. | |
32.6 | Καί μοι ὥσπερ παιδὶ χρῇ [499 b 9—c 1]: ‘τὰ γὰρ παιδία εἰώθασι παίζεσθαι· οὐ δεῖ σε οὖν οὕτως μοι προσ‐ ιέναι‘. | |
32.7 | Κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν [499 c 4—5]: παροιμία ἐστὶν λέγουσα ‘τὸ παρὸν εὖ τίθει‘· διὰ τούτου δὲ σημαίνεται ὅτι ‘τὰ ἐκ τῆς τύχης διδόμενα κόσμει‘. μάλιστα δὲ τοῦτο λέγεται ὑπὸ τῶν | |
5 | κυβευόντων· ἐὰν γὰρ ἀριθμὸς νικητήριος πέσοι, εἴη δὲ καὶ τεχνίτης ὁ κυβεύων, θαυμαστῶς νικᾷ· εἰ δὲ ἡ τύχη μὲν παρέχοι τὰ δεξιά, ὁ δὲ δεχόμενος ἄτεχνος ὢν μὴ εἰδείη | |
χρήσασθαι, οὐδὲν χρηστὸν ἀποβαίνει. | 167 | |
32.8 | Καὶ ἐκείνου ἕνεκα δεῖν πάντα τὰ ἄλλα πράτ‐ τεσθαι [499 e 9]: ἰστέον γὰρ ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἕνεκά του, ἀλλὰ οὗ ἕνεκα. ἕνεκα μὲν γάρ τού ἐστιν ἡ ὁδὸς ἡ ἄγουσα ἐπὶ τὸ τέλος, οὗ δὲ ἕνεκα αὐτὸ τὸ τέλος· τὸ | |
5 | οὖν ἀγαθὸν οὗ ἕνεκά ἐστιν. | |
32.9 | Ἐκ τρίτων [500 a 1—2]: τὸν Γοργίαν καὶ τὸν Πῶλον ὡς ἕνα λαμβάνει, ἐπειδὴ ἤδη καταλέλυται ὁ πρὸς αὐτοὺς ἀγών. ἔστιν οὖν ὁ Γοργίας καὶ ὁ Πῶλος ὡς εἷς, ἔστιν ὁ Καλλικλῆς, ἔστιν ὁ Σωκράτης ἰδοὺ τρεῖς. | |
32.10 | Ἆρα οὖν παντὸς ἀνδρός ἐστιν [500 a 4]: τοῦτό φησιν, ἐπειδὴ ὁ Πῶλος ἔλεγεν ὅτι παντὸς ἀνδρός ἐστιν εἰ‐ δέναι ποῖα ἀγαθά ἐστι καὶ ποῖα ἡδέα· φησὶν οὖν ὅτι ‘ἆρα παντὸς ἀνδρός ἐστιν ἐκλέξασθαι ἢ οὔ, ἀλλὰ χρεία τέχνης;‘ | |
32.11 | Καὶ πρὸς Φιλίου, ὦ Καλλίκλεις [500 b 5—6]: ἐπὶ τὸν ἔφορον τῆς φιλίας φέρει αὐτόν, ἵνα εἰδὼς ὅτι θεός ἐστιν ὁ τῆς φιλίας προστάτης μὴ πάλιν παίξῃ· ὁ γὰρ παί‐ ζων εἰς φίλον τὸν προστάτην ταύτης θεὸν παίζει. | |
32.12 | Μήτε αὐτὰ παρ’ ἐμοῦ οὕτως ἀποδέχου ὡς παί‐ ζοντος [500 b 7—c 1]: ‘οὐ δεῖ γάρ, ὡς ἐκεῖνός φησιν, “παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις χαίρειν”, καὶ μάλιστα νῦν, ὅπου χρεία ζητῆσαι πῶς ἡμῖν βιωτέον, εἰ τῷ ὄντι | |
5 | καθ’ ἡδονὴν ἢ οὔ‘. | |
32.13 | Τὰ τοῦ ἀνδρὸς δὴ ταῦτα πράττοντα [500 c 4—5]: τοῦτο πρὸς τὸ εἰπεῖν ἀνωτέρω τὸν Καλλικλέα ὅτι ‘δεῖ ἐκεῖνα πράττειν ἃ ὁ Γοργίας κελεύει‘· φησὶν οὖν ὁ Σωκρά‐ της ὅτι ‘δεῖ εἰδέναι τὸν βίον ἐφ’ ὃν ὀφείλομεν ἐλθεῖν, εἴτε | |
5 | ἐφ’ ὃν ὁ ἀνὴρ οὗτος κελεύει, εἴτε ἐφ’ ὃν ἡ φιλοσοφία προ‐ τρέπει‘. εἰρηκὼς δὲ ‘τὰ τοῦ ἀνδρὸς δὴ ταῦτα‘ ἔμφασιν | |
εἰρωνείας διὰ τοῦ ‘δὴ‘ δέδωκεν πολλήν. | 168 | |
32.14 | Διαιρεῖσθαι διελομένους [500 d 1—2]: ἰστέον ὅτι τινὰ τῶν πραγμάτων πλείονα μὲν ἔχουσιν ὀνόματα, ἓν δὲ πρᾶγμα, ὡς τὸ ‘μέροψ‘ καὶ ‘βροτὸσ‘ καὶ ‘ἄνθρωποσ‘ καὶ ἁπλῶς τὰ πολυώνυμα. φησὶν οὖν ὅτι δεῖ πρότερον | |
5 | διελέσθαι τὰ ὀνόματα καὶ ἰδεῖν εἰ ταὐτά ἐστιν ἢ διάφορα, καὶ οὕτως λοιπὸν ζητῆσαι τὸ προκείμενον. δεῖ δὲ εἰδέναι ὅτι ταὐτόν ἐστι πολιτικὸς καὶ ἀριστοκρατικὸς καὶ βασι‐ λεύς. | |
32.15 | Οὐδὲν διαριθμησαμένη [501 a 6—7]: ἀντὶ τοῦ ‘διακρίνασα‘· ἀπὸ τοῦ ἀριθμοῦ δὲ εἴρηται τὸ ‘διαριθμησα‐ μένη‘, ἐπειδὴ καὶ οἱ ἀριθμοὶ διακέκρινται ἀπ’ ἀλλήλων. ἡ πρὸς ἡδονὴν οὖν ὁρῶσα ἰατρικὴ μόνον σπεύδει ἀρέσαι, | |
5 | καὶ πῶς ἵνα ἀρεσθῇ ὅδε ὁ κάμνων τῷ ζωμῷ, ἐπεὶ οὐ μέλει αὐτῷ εἴτε βλάψῃ εἴτε μή. | |
32.16 | Οὐκ ἔγωγε, ἀλλὰ ξυγχωρῶ [501 c 7]: ‘συγχωρῶ τοῖς λεγομένοις παρὰ σοῦ, καὶ περαίνειν θέλε ὃ βούλει‘. | |
33t | Πρᾶξις σὺν θεῷ λγʹ | |
33.1 | Πότερον δὲ περὶ μὲν μίαν ψυχήν [501 d 1 u. ad 503 d 4]. Ἤδη ἡμῖν εἴρηται ὅτι χρεία τεχνῶν πρὸς τὸ διακρῖναι τὸ ἀγαθὸν ἀπὸ τοῦ ἡδέος· ἐρωτᾷ τοίνυν ὁ Σωκράτης τὸν | |
5 | Καλλικλέα ὅτι ‘ποῖαί εἰσιν τέχναι πρὸς ἡδονὴν ὁρῶσαι καὶ ποῖαι πρὸς τὸ ἀγαθόν;‘ καὶ ἄρχεται ἀπὸ τῶν πρὸς ἡδονὴν ὁρωσῶν, καὶ τούτων ἀπὸ τῆς αὐλητικῆς ὡς πόρρω οὔσης τοῦ λόγου. πόρρω δὲ λόγου καλοῦμεν τὴν αὐλητι‐ | |
κήν, ἐπειδὴ πρῶτον μὲν οὐ κέχρηται λόγῳ ὥσπερ ἡ κιθαρ‐ | 169 | |
10 | ῳδία· ἐκείνη μὲν γὰρ δύναται καὶ κρούειν ταῖς χερσὶ τὰς χορδὰς καὶ ᾄδειν μέλος, αὕτη δὲ τὸ στόμα κατὰ τοῦ αὐλοῦ βαλοῦσα λόγον οὐ προφέρεται· ἄλλως τε δὲ καλεῖ‐ ται πόρρω λόγου ὅτι ἡ μὲν αὐλητικὴ δύναται καὶ ἄλογα ζῷα κινῆσαι, ἡ δὲ κιθαριστικὴ οὔ, ἀλλὰ μόνα τὰ λογικά. | |
15 | λέγει τοίνυν ὅτι αὕτη πρὸς ἡδονὴν ὁρᾷ, ὡσαύτως καὶ ἡ κιθαριστικὴ καὶ ἡ ποιητική. δεῖ δὲ εἰδέναι ὅτι ἡ ποιητικὴ γίνεται δημηγορία· ὅπερ γὰρ λέγει καὶ ὁ Ἰσοκράτης, λάβε τῆς ποιητικῆς τὰ μέτρα καὶ τὸν ῥυθμὸν καὶ μένει δημηγορία, ᾗ κέχρηνται οἱ δημαγωγοί· δημαγωγοὺς | |
20 | δὲ καλῶ τοὺς ῥήτορας, ἐπειδὴ αὐτοὶ τὸν δῆμον ἄγουσιν ὅπῃ βούλονται. τῆς δὲ ῥητορικῆς ἡ μέν ἐστι διδασκαλική, καθ’ ἣν οὗτοι οἱ σοφισταὶ διδάσκουσιν, ἡ δὲ ἐργαζομένη, ὡς ἡ τῶν δικολόγων. | |
33.2 | Λέγει τοίνυν ὅτι αὗται αἱ τέχναι ἢ πρὸς τὰ καθέκαστα λαμβάνονται ἢ πρὸς τὰ καθόλου, καὶ ἢ πρὸς ἄνδρας μό‐ νους ἢ καὶ πρὸς γυναῖκας, καὶ ἢ πρὸς δεσπότας μόνους ἢ καὶ πρὸς δούλους. ἡ μὲν οὖν αὐλητικὴ καὶ πρὸς ἄνδρας | |
5 | γίνεται καὶ πρὸς γυναῖκας, καὶ πρὸς πολλοὺς ἀνθρώπους καὶ πρὸς ἕνα, καὶ πρὸς δούλους καὶ πρὸς ἐλευθέρους· ἡ δὲ δημηγορία πρὸς ἄνδρας μόνους, οὐ γὰρ εὑρίσκονται γυναῖκες ἐν συλλόγῳ. οὐ περὶ μίαν τοίνυν ἐστὶν ψυχὴν τὸ διακρῖναι τὸ ἀγαθὸν ἀπὸ τοῦ ἡδέος ἀλλὰ περὶ πλείονας. | |
10 | Φησὶν οὖν ὁ Σωκράτης ὅτι ‘οὐκ ἔστι τις ὃς τὸ ἀγαθὸν διώκει ἐν τῇ πόλει‘, ὁ Καλλικλῆς δὲ λέγει ὅτι ‘ναί, γεγό‐ νασιν οἱ τέσσαρες ἐκεῖνοι ἄνδρεσ‘. καὶ ὁ μὲν Καλλικλῆς ἄρχεται ἀπαριθμεῖσθαι αὐτοὺς ἀπὸ τοῦ Θεμιστοκλέους πολλὰ δεδωκότος τῇ πόλει καὶ ποιήσαντος τὸ ξύλινον | |
15 | τεῖχος, λήγει δὲ ἐπὶ τὸν Περικλέα ὡς γνώριμον τῷ Σωκρά‐ τει (ἐμέμνητο γὰρ ὁ Σωκράτης τοῦ Περικλέους, τὸν μὲν γὰρ Θεμιστοκλέα οὐ κατέλαβεν, τὸν δὲ Περικλέα ναί)· ὁ μέντοι Σωκράτης οὐ κέχρηται ταύτῃ τῇ τάξει, ἀλλὰ ἀπὸ Περικλέους ἄρχεται, ἵνα ἀπὸ τῶν κουφοτέρων κολά‐ | 170 |
20 | σεων λήξῃ ἐπὶ τὰς βαρυτέρας. τοῦ μὲν γὰρ Περικλέους κλοπῆς κατηγόρησαν (ἰδοὺ πῶς κούφη ἡ ἔγκλησις), τὸν δὲ Κίμωνα ἐξωστράκισαν, τὸν δὲ Θεμιστοκλέα ἐπεχείρη‐ σαν μὲν συλλαβεῖν, ὅτε ᾐτιάσαντο καὶ αὐτὸν οἱ Λακεδαι‐ μόνιοι μηδίζειν μετὰ τοῦ Παυσανίου, μὴ δυνηθέντων | |
25 | δὲ αὐτῶν τοῦτο ποιῆσαι φυγὰς γενόμενος ὁ Θεμιστοκλῆς περὶ τὸν βασιλέα τῶν Περσῶν ἑαυτῷ ἀπεχρήσατο αἵματι ταυρείῳ χρησάμενος (ὅθεν καὶ ὁ κωμικὸς περὶ τούτου φησὶν ‘ὁ Θεμιστοκλέους θάνατος αἱρετώτεροσ‘). λήγει δὲ ἐπὶ τὸν Μιλτιάδην ὡς βαρυτέραν ὑπομείναντα κόλασιν, | |
30 | ἐν δεσμοῖς γὰρ αὐτὸν ἀπέθεντο σφοδροῖς, ὡς καὶ ἀπο‐ | |
33.3 | θανεῖν αὐτὸν δεσμώτην ὄντα. φησὶν οὖν ὁ Σωκράτης ὅτι διὰ τοῦτο οὐκ ἐγένοντο ὄντως πολιτικοί, ἐπειδὴ κακῶς αὐτοῖς ὁ δῆμος ἐκέχρητο· διακονικοὶ οὖν ἦσαν, ἐπειδὴ διηκόνουν τῷ δήμῳ, καὶ ἐπιθυμίας ἦσαν παρασκευασταί, | |
5 | ἐπιθυμίας δὲ οὐκ αἰσχρᾶς. ἔστιν γὰρ καὶ καλὴ ἐπιθυμία· οὕτω γοῦν ὁ νοσῶν ἐπιθυμεῖ ὑγιείας, ἐπιθυμοῦμεν γὰρ τῶν μὴ παρόντων. εἰ δέ τις εἴποι ὅτι ‘πῶς οὖν οἱ ὑγιαίνον‐ τες ἐπιθυμοῦσιν ὑγιείας; καὶ μὴν πάρεστιν‘, λέγε ὅτι | |
‘ἐπιθυμοῦσιν ἵνα μείνῃ καὶ μὴ ἀπαναχωρήσῃ‘. ὥστε λέγει | 171 | |
10 | ὁ Σωκράτης ὅτι οὐδὲ ἀληθεῖς ἦσαν ῥήτορες οὐδὲ τῆς κολακικῆς, ἀλλὰ τῆς μέσης. μέμνησθε οὖν ὅτι οὐδαμοῦ κόλακας αὐτοὺς λέγει, ἀλλὰ τὸ ἐναντίον φησὶν ὅτι οὐκ ἦσαν κόλακες· ὥστε συκοφαντοῦσι τὸν Πλάτωνα οἱ εἰρη‐ κότες ὅτι κόλακας αὐτοὺς ἀποκαλεῖ. | |
15 | Ἰστέον δὲ ὅτι τὴν τραγῳδίαν καὶ τὴν κωμῳδίαν ἐξέφερεν τῆς ἑαυτοῦ πολιτείας ὁ Πλάτων· διὰ τί μὲν οὖν τὴν κωμῳ‐ δίαν δῆλον, ἐπειδὴ γραώδη εἰσφέρει μυθάρια, τὴν δὲ τρα‐ γῳδίαν, ἐπειδὴ τὰ πάθη ἡμῶν ἐκκαλεῖται καὶ τὸ λυπηρὸν τὸ ἐν ἡμῖν αὔξει. οἱ δὲ θέλοντες εἰσφέρεσθαι τὴν τραγῳ‐ | |
20 | δίαν ἀπολογοῦνται ὅτι δεῖ εἰσφέρεσθαι, πρῶτον μὲν ἐπειδὴ ἡρωϊκὰ πράγματα μιμεῖται, ἔπειτα ἐπειδὴ οὐκ ἐᾷ ἐν ἡμῖν μένειν τὰ πάθη φλεγμαίνοντα ἀλλὰ προκαλεῖται αὐτὰ καὶ ἐκβάλλει. ὅτι δὲ λύπης ἐστὶν ἀνάμεστα, ἔφη τις ὅτι ‘εἰ μὴ κλαύσωσιν οἱ θεώμενοι, οὐδὲν ἐποίησεν ἡ τραγῳδία‘. | |
25 | ἄξιον δὲ ἀπορῆσαι πῶς ἔφη ὁ Πλάτων ἐν τούτοις ὅτι ἡ τραγῳδία ἡδονὴν ποιεῖ· καὶ μὴν ὡς εἴρηται λύπην γεννᾷ. φαμὲν ὅτι ἐστὶ καὶ ἐν λύπῃ ἡδονή· οὕτω γοῦν γυναῖκες εἰ θρηνοῖεν διὰ ἀποβολὴν τέκνων, λυποῦνται εἴ τις αὐτὰς κω‐ λύσῃ, ἥδονται οὖν θρηνοῦσαι. ἡ οὖν τραγῳδία λύπην μὲν | |
30 | ποιεῖ, ἐπεὶ δὲ ἥδονται οἱ ἀκροώμενοι ἐν αὐτῷ τούτῳ τῷ λυπεῖσθαι, διὰ τοῦτο ἔφη τὴν τραγῳδίαν ἡδονὴν ποιεῖν. ταῦτά ἐστιν ἃ βούλεται διὰ τούτων εἰπεῖν. | |
33.4 | Ἡ ἐν τοῖς ἀγῶσιν [501 e 5—6]: εἰ γὰρ αὐτὴ ἡ ἐν τοῖς ἀγῶσι παραλαμβανομένη καὶ δοκοῦσα ἀγαθόν τι ποιεῖν πρὸς ἡδονὴν μόνην ὁρᾷ, πολλῷ μᾶλλον ἡ ἄνευ ἀγῶνος | |
ἡδονῆς ἕνεκεν παραλαμβάνεται. | 172 | |
33.5 | Κινησίαν τὸν Μέλητος [501 e 10]: οὗτος διδάσκα‐ λος ἦν μελῶν πρὸς ἡδονὴν ὁρώντων· ὁ δὲ πατὴρ οὐ μόνον οὐ πρὸς ἡδονὴν ἑώρα, ἀλλὰ καὶ ἠνία ἄτεχνος ὢν καὶ ἀηδί‐ ζων τοὺς ἀκούοντας. | |
33.6 | Ἐξαρκεῖ [503a 5]: ἀποδέχεται ὁ Σωκράτης ὅτι ὁ Καλλικλῆς οὐχ ἁπλῆν οἴεται τὴν ῥητορικήν. ἔφη γὰρ ὅτι ‘εἰσὶ ῥήτορες οἱ ὠφελοῦντες, εἰσὶ δὲ οἱ βλάπτοντεσ‘. φη‐ σὶν οὖν ὁ Σωκράτης ὅτι ‘ἀρκεῖ ὅτι ὅλως κατέθου· τοῦτο | |
5 | γὰρ κἀγὼ θέλω ἀποδεῖξαι‘. | |
33.7 | Εἰ ἔστι γε, ὦ Καλλίκλεις [503c 4]: φησὶν ὁ Σωκρά‐ της ὅτι ‘εἰ μὲν ἀρετή ἐστι τὸ ἐμπιμπλάναι τὴν ἐπιθυμίαν, ὥσπερ πρὸ τούτου ἔλεγες, τῷ ὄντι γεγόνασιν οὗτοι κατ’ ἀρετὴν ζῶντες· εἰ δέ, ὡς νῦν δέδωκας, οὐ πᾶσα ἡδονὴ | |
5 | ἀγαθή, οὔπω ὁμολογῶ ὅτι ἀγαθοὶ οἱ ἄνδρες οὗτοι ἐγέ‐ νοντο. εἰπέ μοι γάρ, κύριοι ἦσαν οὗτοι τῶν πραγμάτων ἢ οὔ; εἰ μὲν γὰρ κύριοι ἦσαν, ὤφειλον εὖ σῴζειν τοὺς πολί‐ τας καὶ ἄγειν αὐτοὺς ὡς βούλονται· εἰ δὲ οὐκ ἦσαν κύριοι, δῆλον ὅτι ἤρχοντο ὑπὸ τοῦ δήμου, ἀρχόμενοι δὲ διηκό‐ | |
10 | νουν αὐτῷ, διακονικοὶ ἄρα ἦσαν‘. | |
34t | Πρᾶξις σὺν θεῷ λδʹ | |
34.1 | Ἴδωμεν δὲ ἀτρέμα [503d 5—506c 4]. Διορισάμενος ὁ Σωκράτης τὰς τέχνας τὰς διακριτικὰς τοῦ ἀγαθοῦ καὶ τοῦ ἡδέος καὶ δείξας τί ἴδιον τοῦ πολι‐ τικοῦ, καὶ εἰρηκότος τοῦ Καλλικλέους ὅτι οἱ τέσσαρες | |
5 | οὗτοι ἄνδρες πολιτικοὶ γεγόνασιν, εἶπεν αὐτὸς ὅτι οὔ. ἄξιον οὖν ζητῆσαι εἰ τῷ ὄντι γεγόνασι πολιτικοὶ ἢ οὔ. λέγει οὖν ὅτι ‘ἀτρέμα σκοπήσωμεν‘, ἤγουν ἡσύχως καὶ ἀταρά‐ χως· εἴωθε γὰρ ὁ τάραχος καὶ ἡ ἀταξία πολλῶν κακῶν αἰτία γίνεσθαι. εἶτα ὁ Σωκράτης ἀπὸ τῶν καθολικῶν | |
10 | ἀρχόμενος ἐπὶ τὰ μερικὰ προκόπτει· λέγει γὰρ ὅτι ‘πάντες ἄνδρες ἀγαθοί εἰσι κόσμου καὶ τάξεως ψυχικῆς φροντί‐ ζοντεσ‘, εἶτα πιστοῦται ταῦτα ἐκ μερικῶν τινῶν. καί τινες μὲν νομίζουσιν ὅτι ἐπαγωγῇ κέχρηται, οὐκ ἔστι δέ· ἀλλὰ τὰ καθολικὰ πιστοῦται, ὥσπερ ὅταν εἴπωμεν ὅτι | 173 |
15 | ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα‘, λοιπὸν διὰ τῶν μερικῶν πιστούμεθα, ὅτι ‘εἰ γὰρ τοῖς ιʹ καὶ ιʹ προσθῇς εʹ καὶ εʹ, τὰ αὐτὰ ἴσα ποιήσεισ‘. οὕτως καὶ νῦν τὰ καθόλου ἐκ τῶν μερικῶν πιστοῦται, καὶ μάλιστα νῦν διὰ τὸν Καλ‐ λικλέα, ἐπειδὴ τὰ μὲν καθόλου ἀκούοντες πιστεύομεν, | |
20 | οὐκέτι δὲ τοῖς μερικοῖς πειθόμεθα. οἷον λέγοντες ὅτι ‘πᾶσα ἀγαθὴ ἡδονὴ καλόν ἐστιν‘ ἀρεσκόμεθα, οὐκέτι δὲ ἐπὶ τῶν μερικῶν, ὅτι ‘τὸ ἀδικεῖν κακόν‘. οὕτω γοῦν οὐκ ἀνέχεται ὁ Καλλικλῆς τῆς κατηγορίας τῆς ἀκολασίας. | |
34.2 | Πιστοῦται τοίνυν ἐκ τῶν μερικῶν ὁ Σωκράτης· τρία δέ εἰσι ταῦτα, εἰκόνες, παραδείγματα, ψυχὴ αὐτή. τού‐ των δὲ τὰ μὲν δύο, τὰ ἐκ τῆς εἰκόνος καὶ τῶν παραδειγμά‐ των, ἐπὶ ἀψύχων παραλαμβάνει, τὸ δὲ ἓν ἐπὶ τῶν ἐμψύχων. | |
5 | φησὶν οὖν ὅτι ‘οἱ ζωγράφοι εἰκόνας ποιοῦντες καὶ κόσμου φροντίζουσι καὶ τάξεως, καὶ οἱ οἰκοδόμοι παραδείγματα ἄψυχα ποιοῦντες κοσμοῦσι τοὺς οἴκους καὶ τὰ τοιαῦτα· εἰ τοίνυν αὗται αἱ τέχναι αἱ περὶ ἄψυχα καταγινόμεναι φροντίζουσι κόσμου καὶ τάξεως, πολλῷ μᾶλλον αἱ περὶ | |
10 | ψυχάς. κόσμος δέ ἐστι ψυχῆς ἡ σωφροσύνη, κόσμος γάρ ἐστι τὰ χείρονα τοῖς κρείττοσιν ὑποτάττεσθαι, ὅ ἐστι τὴν ἐπιθυμίαν τῷ λόγῳ· τάξις δέ ἐστιν ἡ δικαιοσύνη, τά‐ ξεως γάρ ἐστι τὸ ἑκάστῳ τὰ πρὸς ἀξίαν νέμειν‘. ἐρωτᾷ τοίνυν ὁ Σωκράτης τὸν Καλλικλέα ὅτι ‘εἰπέ μοι, τί μὲν | |
15 | τέλος τοῦ ἰατροῦ, τί δὲ τοῦ γυμναστοῦ;‘ λέγει ὁ Καλλι‐ κλῆς ὅτι ‘τοῦ μὲν ὑγίεια, τοῦ δὲ εὐεξία‘. ‘εἰπέ μοι οὖν καὶ τί τῆς περὶ ψυχὴν τέχνης καταγινομένης τὸ τέλοσ‘. θέλει | |
δὲ ἀκοῦσαι ὅτι ‘σωφροσύνη καὶ δικαιοσύνη‘· ὁ δὲ Καλλι‐ κλῆς, ἢ μὴ εἰδὼς ἢ εἰδὼς μὲν ἀποκρυπτόμενος δέ, οὐκ | 174 | |
20 | ἀποκρίνεται οὐδέν, ἀλλὰ φεύγει τὴν συνουσίαν καί φησιν ὅτι ‘εἴ τι θέλεις λέγε, ἐμοὶ γὰρ οὐ μέλει‘. Λοιπὸν ὁ Σωκράτης πληρώσας τοὺς λόγους τούτους, ἐπειδὴ μὴ θέλει διαλεχθῆναι ὁ Καλλικλῆς, αὐτὸς καθ’ αὑτὸν ἐξετάζει τὸν λόγον καὶ δείκνυσι τὸν σκοπὸν τοῦ | |
25 | διαλόγου καὶ λέγει περὶ τοῦ ποιητικοῦ αἰτίου τῆς πολι‐ τικῆς εὐδαιμονίας καὶ τοῦ εἰδικοῦ. καὶ τοῦτο εἰκότως | |
34.3 | ποιεῖ καὶ καθ’ αὑτὸν ἐξετάζει. δεῖ γὰρ πρότερον καταγω‐ νίζεσθαι τὰ πολυκέφαλα 〈θηρία〉, ὅ ἐστιν ἀναστομοῦν τὰ πάθη, καὶ οὕτως λοιπὸν αὐτὸν καθ’ αὑτὸν γίνεσθαι· ἐπεὶ οὖν κατηγωνίσατο Πῶλον καὶ Καλλικλέα, λοιπὸν αὐτὸς | |
5 | καθ’ αὑτὸν ἐρευνᾷ τὸ ἀληθὲς καί φησιν ὅτι ‘ἐγὼ μὲν κατ’ ἐμαυτὸν δείκνυμι, ὅμως δέ, εἰ κακῶς λέγω, μὴ συγ‐ χωρήσητέ μοι οἱ παρόντες ἀλλὰ ἐλέγξατε‘. τοῦτο δὲ καὶ πρὸς πάντας ἀνθρώπους ἁρμόζει, οὐ δεῖ γὰρ πιστεύειν Σωκράτει ἁπλῶς, ἀλλὰ τῇ ἀληθείᾳ· τοῦτο γὰρ καὶ ἐν τῷ | |
10 | Φαίδωνι ποιεῖ καὶ λέγει ὅτι ‘Σωκράτους μὲν μηδὲ ὀλίγον φροντίσητε, τῆς δὲ ἀληθείας πολύ, καὶ ζητήσατε εἰ τῷ ὄντι ἀθάνατος ἡ ψυχή‘. καὶ νῦν οὖν κελεύει λαμβάνεσθαι αὐτοῦ πάντας εἰ κακῶς λέγοι· φησὶ γὰρ ὅτι ‘οὐ πάντως ὡς εἰδὼς λέγω‘. καὶ ἄξιον ἀπορῆσαι διὰ τί λέγει ὅτι ‘οὐκ | |
15 | εἰδὼς λέγω‘· τί οὖν; ὁ Σωκράτης ἀγνοεῖ; φαμὲν ὅτι πρῶτον μὲν διδάσκει μέτριον ἦθος καὶ ὅτι οὐ δεῖ ἑαυτὸν ἐπαινεῖν· ἔπειτα δὲ ὥσπερ γνώσεως πολλαὶ διαφοραί, οὕτως καὶ ἀληθείας. πῶς δὲ γνώσεως πολλαὶ διαφοραί; | |
ῥητέον ὅτι ἄλλη γνῶσις ἡ κατὰ τὴν αἴσθησιν καὶ ἄλλη ἡ | 175 | |
20 | κατὰ τὴν δόξαν (ἡ μὲν γὰρ τῶν μερικῶν ἐστίν, ἡ δὲ τῶν καθόλου) καὶ ἄλλη πάλιν γνῶσις ἡ νοερὰ καὶ θεία. ταύτην οὖν τὴν γνῶσιν ὁ Σωκράτης λέγει μὴ εἰδέναι· τίς γὰρ οὕτως γινώσκει ὡς ὁ νοῦς αὐτός; παρακαλεῖ τοίνυν λαβέ‐ σθαι καὶ εὐεργέτην καλεῖ τὸν ὠφελοῦντα, ἐπειδὴ μεῖζον | |
25 | τῆς ἀληθείας οὐδέν ἐστιν. | |
34.4 | Λέγει τοίνυν ὅτι ‘βούλεσθε κινήσω τὸν λόγον, ἵνα κεφαλὴν ἔχῃ ὁ μῦθος, ἢ οὔ;‘ κεφαλὴ δὲ τοῦ μύθου τὸ ἐπι‐ μύθιον· αὐτὸ γὰρ τὸ ἀληθὲς τὸ κεκρυμμένον ἐν τῷ μύθῳ διδάσκει, ὃ ἐχρῆν καὶ τοὺς ποιητικοὺς ἔχειν, καὶ οὐκ ἂν | |
5 | ἠπατώμεθα εὐθέως τὴν ἀλήθειαν μανθάνοντες. ἔδει οὖν μὴ ἐᾶσαι ἀκέφαλον τὸν λόγον. ὁ τοίνυν Γοργίας ἡσθεὶς αἰτεῖ τὸν Σωκράτην δεῖξαι καί φησιν ὅτι ‘ἀκροῶνταί σου πάντες καὶ αὐτὸς ὁ Καλλικλῆσ‘. λέγει τοίνυν ὁ Σωκρά‐ της ὅτι ‘ἤθελον ἐπιμεῖναι τὸν Καλλικλέα, ἵνα ἀντεῖπον, | |
10 | ὥσπερ καὶ ὁ Ἀμφίων τῷ Ζήθῳ‘. τοῦτο δέ φησιν, ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν ὁ Καλλικλῆς ἀπὸ τῆς Ἀντιόπης ἤγα‐ γεν ἰαμβεῖα καὶ εἶπεν ὅτι ‘ὥσπερ ὁ Ζῆθος στρατιώτης ὢν ἔλεγεν τῷ ἀδελφῷ αὐτοῦ τῷ Ἀμφίονι ὄντι κιθαρῳδῷ ὅτι “μάτην κιθαρίζεις μηδὲν ὠφελῶν, ἀλλὰ ἔξελθε, στρα‐ | |
15 | τιωτικὸν βίον ζῆσον καὶ πόρισον καὶ τυράννησον”, οὕτως καὶ σύ, ὦ Σώκρατες, τί φιλοσοφεῖς; μᾶλλον γὰρ πλού‐ τησον καὶ ἅρπασον‘. ‘ὥσπερ οὖν ἀντεῖπεν ὁ Ἀμφίων τῷ ἀδελφῷ, ἤθελον κἀγὼ τῷ Καλλικλεῖ πρὸς ταῦτα ἀντει‐ πεῖν‘. ἐπεὶ οὖν ὁ Γοργίας ᾔτησεν εἰπεῖν, λέγει ὁ Σωκρά‐ | |
20 | της αὐτὸς καθ’ αὑτόν. | |
34.5 | Καὶ μὴν τὰ σώματα [504 b 2]: ἐκ τοῦ ἥττονος κατασκευάζει, ὅτι εἰ τὸ σῶμα κόσμου καὶ τάξεως χρῄζει, | |
πολλῷ πλέον ἡ ψυχὴ θειοτέρα οὖσα. | 176 | |
34.6 | Τί οὖν ὄνομά ἐστιν ἐν τῷ σώματι [504 b 7]: ὑπερβατῶς νόησον, ‘τί οὖν ὄνομά ἐστι τῆς τάξεως καὶ τοῦ κόσμου τῶν ἐν σώματι γινομένων;‘ οὐ γὰρ ὄνομα σώματος θέλει εἰπεῖν, ἀλλὰ τῆς τάξεως καὶ τοῦ κόσμου. | |
34.7 | Καὶ ἐάν τι ἀφαιρῆται [504 d 8]: εἰ γάρ τις ἀδικήσῃ τινὰ καὶ λάβῃ τὰ αὐτοῦ, ὁ πολιτικὸς βίᾳ ἀπολαμβάνει αὐτά. | |
34.8 | Τί γὰρ ὄφελος [504 e 6]: ὁ μὲν Καλλικλῆς συνεχώρη‐ σεν, ὁ δὲ Σωκράτης οὐδὲν ἧττον κατασκευάζει καί φησιν ὅτι ‘〈τί〉 ὄφελος τὸ μὲν σῶμα φροντίζεσθαι καὶ μὴ ἐᾶ‐ σθαι ἀτακτεῖν, ἀλλ’ εἰ ἐμπλησθῇ διαιτᾶν αὐτὸ καὶ κενοῦν, | |
5 | τὴν δὲ ψυχὴν μὴ μοχθηρῶν ἐμπεπλησμένην δοξῶν καθαί‐ ρεσθαι καὶ κατευνάζεσθαι;‘ | |
34.9 | Ὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροί [505 a 7—8]: ἄξιον ἀπορῆσαι διὰ τί εἶπεν ὅτι τὸν ὑγιαίνοντα ἐῶσιν οἱ ἰατροὶ ὅσα θέλει ἐσθίειν. τί οὖν; εἰ ἀκολασταίνων ὀρέ‐ γοιτο πλειόνων, δεῖ διδόναι αὐτῷ; φαμὲν ὅτι πρῶτον | |
5 | μὲν ‘ὑγιαίνοντα‘ εἶπεν, εἰ δὲ ἀκολασταίνοι οὐχ ὑγιαίνει, αὐτῷ γὰρ τῷ ἀκολασταίνειν νοσεῖ· ἔπειτα ἐπελύσατο αὐτὸς τὴν ἀπορίαν τῇ προσθήκῃ τοῦ ‘ὡς τὰ πολλά‘. | |
34.10 | Οὐκ οἶδα ἅττα λέγεις [505 c 1]: ἠγανάκτησε κακη‐ γορηθείσης τῆς ἀκολασίας. | |
34.11 | Οὗτος ἀνὴρ οὐχ ὑπομένει [505 c 3]: λοιπὸν κατα‐ φορικῶς αὐτῷ κέχρηται. | |
34.12 | Αὐτὸς γνώσῃ [505 c 9]: ἀντὶ τοῦ ‘εἴ τι θέλεις, ποίει· ἐμοὶ γὰρ οὐ μέλει‘. | |
34.13 | Ἵνα μοι τὸ τοῦ Ἐπιχάρμου γένηται [505 e 1]: οὗτος γέγονεν ὁ Ἐπίχαρμος κωμικὸς καὶ εἰσήγαγε δύο τινὰς διαλεγομένους πρὸς ἀλλήλους καὶ ὕστερον ἕνα τῶν | |
δύο πάλιν τὰ τῶν δύο διαλεγόμενον. | 177 | |
34.14 | Ἀλλ’ ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σώκρατες [506 a 8]: ὁ Γοργίας παρακαλεῖ περαίνειν αὐτὸν τὸν λόγον. | |
34.15 | Οὐκ ἀχθεσθήσομαί σοι [506 c 1—2]: ἰδοὺ τὸ μέ‐ τριον τοῦ Σωκράτους. | |
35t | Πρᾶξις σὺν θεῷ λεʹ | |
35.1 | Ἄκουε δὴ ἐξ ἀρχῆς ἐμοῦ [506 c 5—508 c 3]. Ἤδη εἴρηται ὅτι πολιτικός ἐστιν ἄνθρωπος ὃς οἶδεν διακρῖναι τὸ ἡδὺ ἀπὸ τοῦ ὠφελίμου καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ καὶ τὸ καλὸν ἀπὸ τοῦ αἰσχροῦ. εἶχε τοίνυν ὁ Σω‐ | |
5 | κράτης δεῖξαι λοιπὸν τὸ τέλος τῆς πολιτικῆς εὐδαιμονίας, ὅτι τὸ ἀγαθόν ἐστιν, ὃ παραγίνεται διὰ σωφροσύνης καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν. ἀλλὰ ὁ Καλλι‐ κλῆς ἀπεσκίρτησεν, οὐ γὰρ ἐκαρτέρησεν ἀκοῦσαι κακη‐ γορουμένην τὴν ἀκολασίαν· νῦν τοίνυν ὁ Σωκράτης πρὸς | |
10 | ἑαυτὸν διαλέγεται καὶ ἑαυτὸν ἐρωτᾷ καὶ ἀπορεῖ καὶ ἀπο‐ κρίνεται. λέγει τοίνυν ὅτι ‘ἐπειδὴ διέκοψεν ὁ Καλλικλῆς τὴν ὁρμὴν τοῦ λόγου, ἐξ ἀρχῆς ἀναλαμβάνω τὸν λόγον‘. ἐξ ἀρχῆς δὲ λέγει οὐ τοῦ διαλόγου, μωρὸν γάρ, ἀλλ’ ἐξ ἀρχῆς, ἔκ τινος ἀρχῆς, οἷον ἐκ τῆς τοῦ τελικοῦ αἰτίου | |
15 | ἀρχῆς. Ἀναλαμβάνων οὖν συλλογίζεται ὅτι ὁ εὐδαίμων σώφρων ἐστὶ καὶ δίκαιος, τοῦτον τὸν τρόπον· ‘ὁ εὐδαίμων μέ‐ γιστα ἀγαθὰ κέκτηται, ὁ μέγιστα ἀγαθὰ κεκτημένος ἴδια ἀγαθὰ κέκτηται, τὸ γὰρ μέγιστον τῶν ἀγαθῶν ἴδιον | |
20 | ἡμῶν ἐστίν· ὁ ἴδια ἀγαθὰ κεκτημένος ἀρετὰς ἔχει, ὁ ἀρε‐ τὰς ἔχων κόσμιός ἐστι καὶ τεταγμένος, ὁ κόσμιος καὶ τεταγμένος σώφρων ἐστὶ καὶ δίκαιος, εἴ γε ὁ μὲν κόσμος τοῦ σώφρονός ἐστιν ὡς ὑποτάττοντας τὰ χείρονα τοῖς | |
κρείττοσιν, ἡ δὲ τάξις τοῦ δικαίου ὡς εἰδότος τὰ πρὸς | 178 | |
35.2 | ἀξίαν ἑκάστῳ ἀπονέμειν. ὁ ἄρα εὐδαίμων σώφρων ἐστὶ καὶ δίκαιος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ φρόνιμος καὶ ἀνδρεῖος, συντρέχουσι γὰρ ταύταις κἀκεῖναι. ὁ γὰρ σώ‐ φρων ὑποτάττει τὸ χεῖρον τῷ κρείττονι· ἔμφρονος δέ | |
5 | ἐστιν ἀνδρὸς καὶ πάνυ φρονιμωτάτου τὸ εἰδέναι τὰ κρείτ‐ τονα καὶ ποιεῖν αὐτὰ προὔχειν τῶν χειρόνων. πάλιν ὁ σώφρων καὶ δίκαιός ἐστι καὶ ἀνδρεῖος· ὁ γὰρ ὑποτάττων τὰ χείρονα τοῖς κρείττοσι καὶ μὴ ἐῶν ἡττᾶσθαι τὸν λόγον ὑπὸ τοῦ θυμοῦ, οὗτος ἀνδρεῖός ἐστιν. ἡ δὲ δικαιοσύνη | |
10 | ἔχει καὶ τὸ ὅσιον· θεῷ γὰρ ἀρέσκει ὁ τοιοῦτοσ‘. Συντρέχουσιν οὖν ἀλλήλαις αἱ ἀρεταί. καὶ ἔστιν ἐκ τούτων ἐπιλύσασθαι τὸ φερόμενον περὶ τῆς προνοίας ἄπορον, ὅτι ‘εἰ αὐτάρκης ἡ εὐδαιμονία πρὸς ἀρετήν, οἱ ἔχοντες τὰς ἀρετὰς οὐκ ὀφείλουσιν εὔχεσθαι καὶ δεῖσθαι | |
15 | τοῦ θεοῦ, ἀλλὰ ἀρκεῖσθαι‘. φαμὲν οὖν ὅτι ‘εἰρήκαμεν ὡς ὁ σώφρων θέλει τὰ κρείττονα εἰδέναι καὶ ποιεῖν αὐτὰ προὔχειν· τοῦτο γὰρ ὅσιον· ὥστε δεῖ εὔχεσθαι, ἡ γὰρ εὐχὴ σημεῖον γίνεται τοῦ εἰδέναι ἡμᾶς τὰ κρείττονα καὶ παρακαλεῖν αὐτά, ὥστε ἐν αὐταῖς ταῖς ἀρεταῖς τὸ εὔχε‐ | |
20 | σθαι διὰ τοῦ ὁσίου περιέχεται‘. | |
35.3 | Εἰπὼν τοίνυν ταῦτα ὁ Σωκράτης λοιπόν φησιν ὅτι ‘εἰ ταῦτα οὕτως ἔχει, κακῶς τε ὁ Πῶλος ἐλάβετο τοῦ Γοργίου λέγων ὅτι “κακῶς συνεχώρησας, ὦ Γοργία, ὅτι τῶν δικαίων ἐπιστήμων μόνων θέλει εἶναι ὁ ῥήτωρ” καὶ ἔτι | |
5 | πάλιν παγκάκως ὁ Καλλικλῆς τοῦ Πώλου ἐλάβετο λέγων ὅτι “ἡ ἀκολασία ἀγαθόν ἐστι”· δέδεικται γὰρ ὅτι {οὐ} τῶν δικαίων μόνων ὁ εὐδαίμων θέλει ἀντέχεσθαι, καὶ ὅτι ἡ σωφροσύνη καὶ δικαιοσύνη ἐστὶν ἀγαθόν. δεῖ οὖν μὴ ἐπιμένειν τοῖς πάθεσιν, ἀλλὰ ἐκτέμνειν αὐτά· εἰ γὰρ τοῖς | |
10 | ἰατροῖς χάριν ἔχωμεν πολυχρονίων παθῶν ἀπαλλάττουσι τὰ σώματα, πολλῷ μᾶλλον τοῖς ψυχὴν ἀπαλλάττουσιν | |
ἐσκιρρωμένων παθῶν δεῖ χάριν ἔχειν. καὶ πάλιν εἰ οἱ τὰ σώματα κακῶς ἔχοντες παρέχουσιν ἑαυτοὺς ἑτοίμως καὶ πρὸς καῦσιν καὶ τομὴν καὶ ἀλγηδόνας ἑτέρας χάριν τοῦ | 179 | |
15 | ἰαθῆναι, πολλῷ μᾶλλον οἱ ψυχὴν νοσοῦντες ὀφείλουσι πυρὶ καὶ σιδήρῳ ἐκκόπτειν τὰ πάθη‘. δεῖ οὖν μεμνῆσθαι τῶν λόγων τούτων· ἱκανοὶ γάρ εἰσι καταψῆξαι τὰ ἐν ἡμῖν πολυκέφαλα θηρία. | |
35.4 | Πάνυ γε [506 d 2]: ἑαυτῷ ἀποκρίνεται ὁ Σωκράτης. | |
35.5 | Καὶ τέχνη τις ἑκάστῳ [506 d 7]: ἰδοὺ τὸ ποιητι‐ κὸν αἴτιον λέγει. | |
35.6 | Ὅτι, εἰ σώφρων ἀγαθή ἐστιν [507 a 5]: ἐκ τοῦ ἐναντίου πιστοῦται· εἰ γὰρ ἡ σώφρων ψυχὴ ἀγαθή ἐστιν, ἡ ἀκόλαστος δηλονότι κακή. | |
35.7 | Οὔτε διώκειν οὔτε φεύγειν [507 b 5—6]: οὔτε γὰρ διώκειν δεῖ καὶ προσαγκαλίζεσθαι τὸν δίκαιον τὰ κακὰ πράγματα οὔτε πάλιν τὰ ἀγαθὰ φεύγειν· οὐ προσήκει γὰρ οὕτω διαπράττεσθαι. | |
35.8 | Καὶ λύπας [507 b 7]: ἰδοὺ ὅτι δεῖ πολλάκις μὲν φεύ‐ γειν τὰς λύπας, εἰ μηδὲν συμβάλλοιντο πρὸς εὐδαιμονίαν, πολλάκις δὲ καὶ διώκειν αὐτὰς καὶ ἀσπάζεσθαι, εἰ ἀρετὴν προξενοῦσιν ἡμῖν. | |
35.9 | Ὡς ἔχει ποδῶν ἕκαστος ἡμῶν [507 d 2]: ἀντὶ τοῦ ‘ὅσον δυνάμεθα ὀφείλομεν φυγεῖν τὰς κακὰς πρά‐ ξεισ‘· κατὰ ἀναλογίαν οὖν εἶπεν πόδας, ὥσπερ ‘πόδας Ἴδησ‘. δεῖ οὖν φεύγειν τὰ ἄχρηστα καὶ αἰσχρὰ πράγματα, | |
5 | καὶ οὐκ ὀφείλομεν δίκην ὀστράκου περιστροφῆς περιάγε‐ | |
σθαι ἀλλὰ καταφρονεῖν τῶν παθῶν. | 180 | |
35.10 | Οὗτος ἔμοιγε δοκεῖ σκοπὸς εἶναι [507 d 6]: πάλαι οἱ σοφισταὶ ἡμιλλῶντο, ὅτι σκοπὸς οὐδαμοῦ εὕρηται ἐπὶ τῆς προθέσεως· ἰδοῦ οὖν ἐνταῦθα εὕρηται. σκοπὸν γὰρ δεῖ ἔχειν τοῦτο, ἀντὶ τοῦ ‘δεῖ προτίθεσθαι τὸ ἀγαθὸν καὶ | |
5 | τοῦτο τελειοῦν‘. σκοπὸς δὲ καὶ τέλος τῇ σχέσει μόνῃ διαφέρουσιν, ὅτι σκοπὸς μέν ἐστιν ἡ ἀρχή, τέλος δὲ σκο‐ πὸς εἰς ἐνέργειαν ἀχθείς. | |
35.11 | Ἀνήνυτον κακόν, λῃστοῦ βίον ζῶντα [507 e 3]: ‘ἀνήνυτον‘ μὲν ‘κακόν‘, ἐπειδὴ ἀεὶ σχολάζει τούτοις καὶ οὐδέποτε τέλος ἔχει οὐδὲ πληροῦται, ὥσπερ οὐδὲ ὁ πίθος ὁ τετρημένος ποτὲ πληροῦται, ἐπειδὴ ἐκ τοῦ ῥεῖν ἀεὶ τὸ | |
5 | ἐμβαλλόμενον καὶ μείζων τῇ ῥύμῃ ἡ ὀπὴ γίνεται. ‘λῃ‐ στοῦ‘ δὲ ‘βίον‘ ὁ τοιοῦτος ζῇ, ἐπειδὴ ἀδικεῖ· οὐκοῦν τῶν ἀλλοτρίων ἐρᾷ· ἐπέρχεται οὖν καὶ γυναιξὶ καὶ χρήμασι. λάθρᾳ δὲ ταῦτα ποιεῖ ὥσπερ λῃστής, λῃστοῦ γὰρ βίον ζῇ ὁ ἀδικίας ἀνάπλεως. | |
35.12 | Κοινωνεῖν γὰρ ἀδύνατος [507 e 5]: ἡ γὰρ κοινω‐ νία φιλία τίς ἐστιν, ἡ δὲ φιλία, ὡς οἱ σοφοί φασιν (ὅ ἐστιν οἱ Πυθαγόρειοι καὶ ὁ Ἐμπεδοκλῆς φάσκων τὴν φιλίαν ἑνοῦν τὸν Σφαῖρον), ἑνοποιός ἐστιν· ἡ γὰρ φιλία πρὸς τῇ | |
5 | μιᾷ τῶν πάντων ἐστὶν ἀρχῇ, εἴ γε ἐκεῖ ἕνωσις πανταχοῦ καὶ οὐδαμοῦ διάκρισις. ὁ οὖν ἄδικος παντὶ ἐχθρός ἐστι καὶ οὐδενὶ κοινωνεῖ. | |
35.13 | Τὴν κοινωνίαν συνέχειν [508 a 1]: ‘γῆν γὰρ καὶ οὐρανὸν καὶ πάντα τὸν κόσμον ἡ φιλία συνέχει ἑνοποιὸς οὖσα. σὲ δὲ λέληθεν, ὦ Καλλίκλεις, ὅτι ἡ γεωμετρικὴ | |
ἰσότης μέγα δύναται καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποισ‘. | 181 | |
5 | ἰστέον γὰρ ὅτι τρεῖς εἰσὶν ἰσότητες· γεωμετρική, ἀριθμη‐ τική, ἁρμονική. καὶ ἡ μὲν γεωμετρικὴ ἰσότης ἐστὶν ὅταν ἀναλογία φυλάττηται, οἷον ὡς ὁ ηʹ πρὸς τὸν δʹ, οὕτως ὁ δʹ πρὸς τὸν βʹ· πανταχοῦ γὰρ ὁ διπλάσιος λόγος. ἀριθ‐ μητικὴ δέ ἐστιν ὅταν ἡ ὑπεροχὴ ἡ αὐτὴ φυλάττηται. ἀριθ‐ | |
10 | μητικὴ δὲ λέγεται, ἐπειδὴ καὶ ἡ τάξις τῶν ἀριθμῶν οὕτως προβαίνει καθ’ ὑπεροχήν· ἡ γὰρ δυὰς τῆς μονάδος μονάδι ὑπερέχει, καὶ ὁ γʹ τοῦ βʹ μονάδι, καὶ ὁ δʹ τοῦ γʹ, καὶ ὁ εʹ τοῦ δʹ, καὶ ἐφεξῆς. ὁ οὖν ϛʹ καὶ ὁ εʹ καὶ ὁ δʹ ἀριθ‐ μητικὴν ἰσότητα ἔχουσιν. ἡ μὲν οὖν ἀριθμητικὴ ἰσότης | |
15 | ὑπεροχὴν μὲν ἔχει τὴν αὐτήν, ἀναλογίαν δὲ οὐκέτι· ὥσπερ γὰρ ὁ ϛʹ τοῦ εʹ μονάδι ὑπερέχει, οὕτως καὶ ὁ εʹ τοῦ δʹ· ἰδοὺ οὖν ἡ αὐτὴ ὑπεροχή, οὐκέτι δὲ ἡ αὐτὴ ἀναλογία, ὁ μὲν γὰρ ϛʹ τοῦ εʹ ἐπίπεμπτός ἐστιν, ὁ δὲ εʹ τοῦ δʹ οὐκέτι ἐπίπεμπτος ἀλλ’ ἐπιτέταρτος. ἐν μέντοι τῇ γεωμετρικῇ | |
20 | ἰσότητι τὸ ἀνάπαλίν ἐστιν· ἡ μὲν γὰρ ἀναλογία σῴζεται καὶ ἔστιν ἰσότης, ὥσπερ γὰρ ὁ ηʹ τοῦ δʹ διπλάσιος, οὕτως καὶ ὁ δʹ τοῦ βʹ· ἡ δὲ ὑπεροχὴ οὐκέτι ἴση, ὁ μὲν γὰρ ηʹ τοῦ δʹ τοῖς δʹ ὑπερέχει, ὁ δὲ δʹ τοῦ βʹ δυάδι. ἁρμονικὴ δέ | |
ἐστιν ἐν ᾗ τὰ μέρη τῶν πλεονασμῶν τὰ αὐτά ἐστιν, οἷον | 182 | |
25 | ιβʹ ηʹ ϛʹ· ὁ γὰρ ιβʹ τοῦ ηʹ τέτρασιν ὑπερέχει, τὰ δὲ δʹ τρίτον μέρος ἐστὶ τοῦ ιβʹ· οὕτως τοίνυν καὶ ὁ ηʹ τῶν ϛʹ ὑπερέχει δυάδι, καὶ αὐτὰ δὲ τὰ βʹ τρίτον μέρος ἐστὶ τοῦ ϛʹ. ταῦτα μὲν οὖν ὅσον εἰπεῖν τί ἐστιν ἰσότης. ἰστέον δὲ ὅτι ἡ μὲν γεωμετρία πρὸς διανομὰς συμβάλλεται, ἡ δὲ | |
30 | ἀριθμητικὴ πρὸς συμβόλαια. οὕτω γοῦν γεωμετρίας ἐστὶ τὸ διανομὴν ποιῆσαι τὴν πρέπουσαν· καὶ γὰρ στρα‐ τηγὸς λάφυρα διανέμων στρατιώταις οὐ πᾶσι τὰ αὐτὰ παρέχει, ἀλλὰ τοῖς μὲν ἀριστεύσασι πλείονα τοῖς δὲ μὴ ἐλάττονα· καὶ ὁ ποιητὴς γοῦν φησὶν ‘ἐσθλὰ μὲν ἐσθλὸς | |
35 | ἔδυνε, χερείονα δὲ χείρονι δόσκεν‘. οὕτω γοῦν καὶ ἐν τῷ παντί ἐστιν ἡ γεωμετρία, εἴ γε οὐδὲν ἄτακτον ἀλλ’ ἕκα‐ στον τῷ οἰκείῳ μέτρῳ τετίμηται. | |
35.14 | Εἰ σπουδάζων λέγοιμι [508 b 4—5]: ᾤετο γὰρ ὁ Καλλικλῆς ὅτι παίζων λέγει· ἀμέλει καὶ τὸν Χαιρεφῶντα ἠρώτα ὅτι ‘ἆρα ὁ Σωκράτης ταῦτα σπουδάζων λέγει ἢ παίζων;‘ ὁ τοίνυν Σωκράτης οὐ μόνον οὐ παίζων ταῦτα | |
5 | βοᾷ ἀλλὰ καὶ ἀδαμαντίνοις λίνοις θηρᾶται τὴν τούτων ἀπόδειξιν. | |
35.15 | Καὶ ἃ Πῶλον αἰσχύνῃ ᾤου [508 b 7]: ‘καὶ ἃ ἐνό‐ μιζες αἰσχύνῃ {τί} τὸν Πῶλον ὁμολογεῖν, ταῦτα ἀληθῆ ἐστίν‘. ὥστε οὐκ ἔστιν τὸ παραδειγματικὸν αἴτιον τοῦ πολιτικοῦ ἡ τυραννίς, ἀλλ’ ὁ κόσμος, πρὸς ὃν δεῖ ἀπο‐ | |
5 | βλέπειν τὸν θέλοντα εὐδαιμονίας ἀντιποιηθῆναι. | |
35.16 | Ὃ αὖ Γοργίαν [508 c 3]: δέδεικται ἄρα καὶ ὅτι δεῖ τὸν ῥήτορα τὸν ὀρθὸν δίκαιον εἶναι. οὐκ ἔστιν οὖν ὃ Πῶλος ἔλεγεν· ἔφασκεν γὰρ ὁ Πῶλος ὅτι αἰσχυνόμενος ὁ Γοργίας δέδωκε τοῦτο, ὅτι ὁ ῥήτωρ δικαίων θέλει πραγμάτων | |
5 | ἀντιποιεῖσθαι. | 183 |
36t | Πρᾶξις σὺν θεῷ λϛʹ | |
36.1 | Τούτων δὲ οὕτως ἐχόντων [508 c 4—509 c 5]. Ἐν παντὶ προβλήματι χρεία δύο λόγων τινῶν· διττοὶ γὰρ ἀναγκαίως γίνονται τρόποι λόγων, εἷς μὲν ὁ αὐτὸ τὸ πρόβλημα αὐτὸ καθ’ αὑτὸ σκοπῶν, οἷον ὅτι ἡ ψυχὴ ἀθάνα‐ | |
5 | τος ἢ ὅτι ὁ κόσμος ἀίδιος (αὐτὸ γὰρ τοῦτο τὸ προβαλλόμε‐ νον καθ’ αὑτὸ {τὸ} πρόβλημα κατασκευάζει), ἕτερος δὲ λόγος ὁ τὰς ἀπορίας τὰς φερομένας κατὰ τῆς κατασκευῆς ἀναιρῶν καὶ ἐκκόπτων αὐτάς. τοῦτο τοίνυν καὶ ὁ Σωκρά‐ της ποιεῖ, καὶ πρότερον μὲν κατασκευάζει τὸ πρόβλημα | |
10 | αὐτὸ καθ’ αὑτό, εἶτα καὶ τὰς ἀπορίας ἐπιλύεται. ποῖον δὲ ἦν τὸ πρόβλημα; τὸ λέγον ὅτι ὁ εὐδαίμων σώφρων ἐστὶ καὶ δίκαιος· τοῦτο οὖν ἤδη διὰ τῶν προλαβόντων κατεσκεύασεν λέγων ὅτι ‘ὁ εὐδαίμων τὸ μέγιστον τῶν ἀγαθῶν ἔχει, ὁ τὸ μέγιστον τῶν ἀγαθῶν ἔχων ἀρετὴν | |
15 | ἔχει, ὁ ἀρετὴν ἔχων κόσμιός ἐστι καὶ τεταγμένος, ὁ κόσμιος καὶ τεταγμένος σώφρων καὶ δίκαιός ἐστιν, ὁ εὐδαίμων ἄρα σώφρων καὶ δίκαιός ἐστι‘· καὶ ὅτι ἡ μὲν ἀκολασία κακόν, ὁ δὲ κόσμος ἀγαθόν. καὶ ταῦτα μὲν καὶ Ἰσοκράτης καὶ ἄλλοι ἠθικὰ γράψαντες παραδεδώκασιν | |
20 | ἡμῖν, ἀλλὰ χάρις Σωκράτει μετὰ ἀποδείξεως αὐτὰ εἰρη‐ κότι. | |
36.2 | Τοῦτο μὲν οὖν αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα, λοιπὸν δὲ θέλει καὶ τὰς ἀπορίας ἐλέγξαι τὰς τοῦ Καλλικλέους. ἰστέον δὲ ὅτι καὶ ὁ Καλλικλῆς διττῷ τρόπῳ ἠπόρει, ἑνὶ μὲν ᾧ αὐτὸς προετρέπετο πράττειν, ἑνὶ δὲ ᾧ ἀπέτρεπεν. προ‐ | |
5 | έτρεπεν μὲν γὰρ τρυφᾶν καὶ πλουτεῖν καὶ ἀδικεῖν καὶ ἀποκτειννύναι, καὶ ἔφασκεν τοῦτον εὐδαίμονα εἶναι τὸν βίον· ἀπέτρεπεν δὲ ἀπὸ τοῦ φιλοσόφου βίου καὶ ἔλεγεν | |
ὅτι ‘ὁ τῶν φιλοσόφων βίος ἐλεεινὸς καὶ ἄθλιος· ἐξὸν γάρ, ὦ Σώκρατες, τὸν βουλόμενον κατὰ τῆς κόρρης σε πατά‐ | 184 | |
10 | ξαι καὶ ὑβρίσαι καὶ φονεῦσαι καὶ ἀδικῆσαι καὶ ἁπλῶς πᾶν ὁτιοῦν ποιῆσαι‘. αὗται οὖν αἱ ἀπορίαι. πρὸς ταύτας τοίνυν ἀντιλέγει ὁ Σωκράτης καί φησιν ὅτι ‘τὸ μὴ ἀδικεῖσθαι ἢ ἄρχοντός ἐστιν ἢ ἑτέρου τῆς τοιαύτης πολιτείας· οὔτε γὰρ ὁ ἄρχων ἀδικεῖται οὔτε ὁ μὴ ὢν μὲν ἄρχων, φίλος δὲ | |
15 | τυγχάνων τοῖς ἄρχουσιν, φίλος δὲ οὐ κατὰ ὑπόκρισιν ἀλλὰ καθ’ ἕξιν. εἰ γὰρ κατὰ ἀλήθειαν μὲν ἐχθρὸς εἴη τοῖς ἄρχουσιν, ὑποκρίσει δὲ δουλεύων δοκεῖ φίλος εἶναι, ὕστε‐ ρον τῷ χρόνῳ πειρᾶται καὶ μισεῖται καὶ ἐκβάλλεται· εἰ δὲ τῷ ὄντι φιλοίη τοὺς ἄρχοντας, ἄχρι ἂν ὦσιν οἱ ἄρχοντες | |
36.3 | φιλεῖται καὶ οὐκ ἀδικεῖται‘. ταῦτα ἀκούσας ὁ Καλλικλῆς χαίρει καὶ λέγει ὅτι ‘τί ἐστιν, ὦ Σώκρατες; οὐ ταῦτα κἀγὼ ἔλεγον καὶ ὑπενόεις με κακῶς φθέγγεσθαι;‘ οἰόμε‐ νος ὅτι τῷ ὄντι ταῦτα λέγει ὁ Σωκράτης· ὁ τοίνυν Σω‐ | |
5 | κράτης ἀποδεικτικαῖς ἀνάγκαις ἀποφαίνεται ὅτι οἱ τοιοῦτοι ἄθλιοί εἰσιν· λέγει οὖν ὁ Σωκράτης ὅτι ‘ἐὰν δείξω μὴ βλαπτόμενος εἰς τὸ μέγιστον τῶν ἀγαθῶν, τί μοι μέλει, κἂν τύπτωμαι κἂν ὑβρίζωμαι; οὐ μέλει γάρ μοι τοῦ σώμα‐ τος τούτου‘. οὕτω τοίνυν καὶ Ἀνάξαρχος ἔλεγε ‘πτίσσε | |
10 | πτίσσε τὸν Ἀναξάρχου θύλακα, αὐτὸν γὰρ Ἀνάξαρχον οὐ πτίσεις ποτέ‘. ἵνα τοίνυν εὕρωμεν τὸ μέγιστον ἀγαθόν, τρία τινὰ λάβωμεν· ψυχήν, σῶμα, τὰ ἐκτός. πρώτην τοίνυν τάξιν ἔχει ἡ ψυχή, ἐπειδὴ αὕτη ἐστὶν ἡ κινοῦσα τὸ σῶμα, | |
μέσον ἐστὶ τὸ σῶμα, καὶ τρίτον τὰ ἐκτός. ἰστέον τοίνυν ὅτι | 185 | |
15 | ἐπὶ τούτων διάφορα μέτρα ἐστὶν ἀγαθότητος, ὡσαύτως καὶ κακίας· μέγιστον μὲν ἀγαθὸν τὸ τῆς ψυχῆς, ἧττον δὲ τὸ τοῦ σώματος, ἔτι δὲ ἧττον τὸ τῶν ἐκτός. δεῖ οὖν τοῦ μεγί‐ στου ἀγαθοῦ μᾶλλον φροντίζειν καὶ αἱρεῖσθαι τὸ ἧττον κακὸν διὰ τὸ μέγιστον ἀγαθόν. οὕτω γοῦν καὶ ἐπὶ τῶν | |
20 | ἐκτὸς ὁρῶμεν· ἔστιν γὰρ ἀγαθὸν μὲν τοῦ σώματος ἡ ὑγίεια κακὸν δὲ ἡ νόσος, τῶν δὲ ἐκτὸς μέγιστον μὲν ἀγαθὸν ὁ πλοῦτος κακὸν δὲ ἡ πενία· ἆρα οὖν τί κρεῖττον, ὑγίειαν ἔχειν μετὰ πενίας ἢ πλοῦτον μετὰ νόσου ἀνιάτου; δῆλον ὅτι κρεῖττόν ἐστι πένεσθαι μετὰ ὑγιείας, ἐπειδὴ ἡ ὑγίεια | |
36.4 | μεῖζον ἀγαθόν ἐστιν. εἰ τοίνυν ἐπὶ σώματος τοῦτο, πολλῷ μᾶλλον ἐπὶ ψυχῆς. ἄμεινον οὖν τὸ τῆς ψυχῆς ἀγαθὸν ἔχειν μετὰ τοῦ τὸ σῶμα τύπτεσθαι καὶ ὑβρίζεσθαι καὶ μετὰ τοῦ καὶ τὰ ἐκτὸς ἀφαιρεῖσθαι· εἰ οὖν καὶ τύπτεται ὁ φιλόσο‐ | |
5 | φος καὶ ἀφαιρεῖται χρημάτων, καταφρονεῖ τούτων ἑνὸς μόνου ἀντιποιούμενος, τὸ τῆς ψυχῆς ἀγαθὸν μὴ ἀφαιρε‐ θῆναι. μάτην οὖν ὁ Καλλικλῆς οἴεται καὶ ἀδικεῖν τοὺς φιλοσόφους, οὐκ ἀφαιρεῖται γὰρ τὸ ὄντως ἀγαθὸν τὸ τῆς ψυχῆς· ὥστε δεῖ πανταχοῦ τοῦ μεγίστου ἀγαθοῦ φροντί‐ | |
10 | ζειν καταφρονοῦντας τοῦ σώματος. καὶ καλὸν μέν ἐστιν, ὡς εἴρηται, μηδέτερον προδιδόναι, μήτε ψυχὴν μήτε σῶμα, εἰ δὲ βία τις βιάσοιτο, κρεῖττόν ἐστι τὴν ψυχὴν προσαγκαλίσασθαι καὶ μὴ προδιδόναι αὐτήν, τὸ δὲ σῶμα τῷ βουλομένῳ πρὸς πληγὰς καὶ ὕβρεις παρέχειν. | |
15 | Καὶ ταῦτα μὲν καλῶς εἴρηται. ὁ δὲ Ἀριστείδης ὁ ῥήτωρ, ὁ γράψας τὸν Παναθηναϊκόν, ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς τὸν Καπίτωνα λέγει ὅτι ‘ἐγὼ δείκνυμι τὸν Πλάτωνα αὐτὸν ὁμολογοῦντα ὅτι ἡ ῥητορικὴ κρείττων ἐστὶ τῆς φιλοσο‐ φίασ‘. ἐκθώμεθα οὖν κατὰ πλάτος τὰ δόγματα. φησὶν ὁ | |
20 | Ἀριστείδης ὅτι ‘ἐν τῷ ὀγδόῳ τῶν Νόμων λέγει ὁ Πλάτων ὅτι τὸ μὲν μὴ ἀδικεῖν ἧττον ἀγαθόν ἐστι, τὸ δὲ μὴ ἀδικεῖ‐ σθαι μέγα ἀγαθὸν καὶ θεῖον· ἐπεὶ οὖν τὸ μὲν μὴ ἀδικεῖσθαι μέγιστον ἀγαθόν ἐστι καὶ θεῖον κατὰ τὸν Πλάτωνα, τὸ δὲ μὴ ἀδικεῖν ἧττον ἀγαθόν, ἔστι δὲ τὸ μὲν μὴ ἀδικεῖσθαι | 186 |
25 | ῥητορικῆς, τὸ δὲ μὴ ἀδικεῖν φιλοσοφίας, καὶ ἡ ῥητορικὴ ἄρα μεῖζον ἀγαθόν ἐστι τῆς φιλοσοφίασ‘. ταῦτα μὲν οὖν ὁ Ἀριστείδης, παρελογίσατο δὲ ἑαυτὸν ἐκ τῆς ὁμωνυμίας. | |
36.5 | δεῖ γὰρ εἰδέναι ὅτι σχεδὸν ἅπαντες οἱ παραλογισμοὶ ἐκ τῆς ὁμωνυμίας γίνονται. τό τε οὖν μὴ ἀδικεῖσθαι καὶ τὸ μὴ ἀδικεῖν διττόν ἐστι, τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως· λέγεται γὰρ καὶ τὸ μὴ ἀδικεῖσθαι κυρίως καὶ οὐ κυρίως | |
5 | καὶ τὸ μὴ ἀδικεῖν κυρίως καὶ οὐ κυρίως. κυρίως μὲν οὖν, ὅταν ἐπὶ ψυχῆς λαμβάνεται, οὐ κυρίως δέ, ὅταν ἐπὶ σώμα‐ τος ἢ τῶν ἐκτός. οἷον ἐπὶ ψυχῆς λαμβάνεται τὸ μὴ ἀδι‐ κεῖσθαι ἀντὶ τοῦ μὴ ταράττεσθαι τὴν ψυχὴν μηδὲ συνει‐ δέναι ἑαυτῇ ἄδικόν τι πρᾶγμα· ὁ τοίνυν μὴ ἀδικούμενος | |
10 | τὴν ψυχήν, οὗτος οὐδὲν ἀδικεῖ. ὅλως γὰρ εἰ οὐ ταράττεται ἡ ψυχή, οὐδὲ ἠδίκησέ τινα· συντρέχει οὖν τὸ μὴ ἀδικεῖ‐ σθαι τὴν ψυχὴν τῷ μὴ ἀδικεῖν. ἰστέον δὲ ὅτι, εἰ ἔχοι τις κατὰ μὲν τὸ ἀγαθὸν Σωκρατικὸν καὶ Πλατωνικὸν βίον, κατὰ δὲ τὸ ἀλεξίκακον Ἀχίλλειον καὶ Ἡράκλειον, οὗτος | |
15 | οὐδὲ κατὰ ψυχὴν ἀδικεῖται οὐδὲ κατὰ τὸ σῶμα ἢ τὰ ἐκτός· κατὰ μὲν τὴν ψυχὴν οὐκ ἀδικηθήσεται ὡς ἀγαθὸς ὤν, | |
κατὰ δὲ τὸ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἀδικηθήσεται ὡς δυνά‐ μενος διὰ τὴν Ἀχίλλειον καὶ Ἡράκλειον δύναμιν ἑαυτῷ βοηθεῖν. εἰ δὲ ἀγαθὸς μόνον εἴη, δύναται μὲν μὴ ἀδικεῖ‐ | 187 | |
20 | σθαι κατὰ τὴν ψυχήν, ἀδικεῖσθαι δὲ κατὰ τὰ ἐκτὸς καὶ κατὰ τὸ σῶμα. ἐν τῷ ὀγδόῳ τοίνυν τῶν Νόμων ὁ Πλάτων φησὶν ὅτι τὸ μὴ ἀδικεῖσθαι, οὐ κατὰ τὰ ἐκτὸς ἀλλὰ κατὰ τὴν ψυχήν, μέγιστον ἀγαθόν ἐστι καὶ θεῖον. καὶ ὅτι περὶ τῆς ψυχῆς λέγει δηλοῖ τὸ ἐπαγόμενον· φησὶ γὰρ ‘τοῦτο δὲ | |
25 | οὐδενὶ προσγίνεται εἰ μὴ μόνῳ τῷ ἀγαθῷ‘. ὁρᾷς ὅτι περὶ ψυχῆς λέγει; οὐ δεῖ οὖν παραλογισμοῖς κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι, ἐπεὶ αὐτοὶ ἐλέγχονται καὶ οὐχ ἡ ἀλήθεια, εἴ γε τὸ ἀληθὲς οὐδέποτε ἐλέγχεται. | |
36.6 | Οὔτε τὸ βαλάντιον [508 e 1]: ἀντὶ τοῦ ‘οὔτε τὸ ζη‐ μιοῦσθαι‘. | |
36.7 | Καὶ εἰ ἀγροικότερόν τι εἰπεῖν ἐστίν [508 e 7—509 a 1]: ἰδοὺ ἐπειδή τινες λέγουσιν ὅτι ἀμφιβάλλων ταῦτα λέγει ὁ Σωκράτης, μέμνησθε ὅτι ἀποφαίνεται καί φησιν ὅτι ‘ἀδαμαντίνοις καὶ σιδηροῖς λόγοις ἀποδέδεικται τοῦτο‘· | |
5 | τὸ δὲ ‘ἀγροικότερον‘ λέγει ἐπειδὴ κατακέχρηται τούτῳ ‘σίδηρον‘ καὶ ‘ἀδάμαντα‘ ἐπὶ λόγων φθεγγόμενος. | |
36.8 | Ἢ σοῦ τις νεανικώτερος [509 a 3]: ἐπειδὴ εἶπεν ὅτι ‘σιδηροῖς δεσμοῖς δέδενται οἱ λόγοι‘, διὰ τοῦτο ἐπ‐ έμεινεν τῇ προτροπῇ καὶ εἶπεν ὅτι ‘εἰ ἔχεις σοῦ νεανικώ‐ τερον, φέρε ἵνα λύσῃ τοὺς λόγουσ‘· οὐ δύνανται δὲ λυθῆ‐ | |
5 | ναι, ἐπειδὴ ἐρρωμένοι εἰσίν. | |
36.9 | Μεγίστου ὄντος εἰ οἷόν τέ ἐστιν [509 b 2—3]: ἐπειδὴ εἰρηκὼς ‘μέγιστον‘ ἐπιτάσει ἠθέλησε χρήσασθαι, οὐκ ἔστι δὲ τοῦ μεγίστου μεῖζόν τι, διὰ τοῦτο εἶπεν ‘εἰ | |
οἷόν τέ ἐστι‘. | 188 | |
36.10 | Δευτέραν δὲ τὴν τοῦ δευτέρου κακοῦ [509 b 8 u. ad c 1]: τὴν τοῦ σώματος· δεύτερον γὰρ μετὰ τὴν ψυχὴν τοῦτό ἐστι, τρίτον δὲ τὰ ἐκτός. | |
36.11 | Οὐκ ἄλλως [509 c 5]: οὐδεὶς γὰρ δύναται ἀντειπεῖν τοῖς ἀποδεικτικοῖς λόγοις. | |
37t | Πρᾶξις σὺν θεῷ λζʹ | |
37.1 | Δυοῖν μὲν οὖν ὄντοιν [509 c 6—511 b 6]. Πάντα μὲν ἤδη εἴρηται τὰ παραδιδόμενα, πάλιν δὲ ἀναμιμνῄσκομεν τῶν αὐτῶν. ἰστέον τοίνυν ὅτι ἔτι πρὸς Καλλικλέα ἐνίσταται λέγοντα ὅτι τὸ ἀδικεῖν καλόν ἐστι, | |
5 | τὸ δὲ ἀδικεῖσθαι φαῦλον καὶ αἰσχρὸν καὶ πρέπον φιλο‐ σόφοις· εἶπεν δὲ ὁ Σωκράτης ὅτι καλὸν μὲν μηδέτερον πάσχειν, εἰ δὲ ἄρα ἀνάγκη φθάσοι, κρεῖττον ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν. λέγει τοίνυν ὁ Σωκράτης τῷ Καλλι‐ κλεῖ ὅτι ‘εἰπέ μοι, πρὸς τὸ μὴ ἀδικεῖσθαι τίνων χρεία; | |
10 | ἆρα βουλήσεως μόνης, ἢ οὐ μόνης ἀλλὰ καὶ δυνάμεως;‘ δεῖ τοίνυν εἰδέναι ὅτι καὶ δυνάμεως· εἰ γὰρ βουλόμεθα μὲν μὴ ἀδικεῖσθαι, μὴ μέντοι δυνάμεθα, οὐδὲν διαπρατ‐ τόμεθα. δεῖ οὖν καὶ δύνασθαι ** ἄρχοντα εἶναι ἢ ἄρχοντος φίλον. πάλιν πρὸς τὸ μὴ ἀδικεῖν τίνος χρεία; βουλήσεως | |
15 | χρεία μόνης ἢ καὶ δυνάμεως; 〈δεῖ εἰδέναι ὅτι καὶ δυνάμε‐ ως,〉 καὶ οὐ μόνον δυνάμεως ἀλλὰ καὶ τέχνης. ὁ γὰρ μὴ θέλων ἀδικεῖν ὀφείλει τέχνην ἔχειν τὴν εἰδυῖαν τὴν φύσιν τοῦ ἀδίκου καὶ τοῦ δικαίου, ἐπεὶ εἰ μὴ εἰδείη τί μὲν δίκαιον | |
τί δὲ ἄδικον, ἀδικήσει ὅλως μὴ εἰδώς. χρεία οὖν τέχνης· | 189 | |
20 | καὶ θέλει ταύτην ὁ αὐτὸς ἔχειν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τὰ ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, ἢ εἰ μὴ ἔχοι αὐτὸς τὴν τέχνην, ὀφείλει παρὰ τοῦ | |
37.2 | ἔχοντος μανθάνειν. οὕτω γοῦν εἰσί τινες ἐρωτῶντες ὅτι ‘πῶς ἔχω ἀπαλλαγῆναι τοῦ πράγματος, ἵνα μὴ ἀδικήσω;‘ χρεία οὖν καὶ τέχνης. Εἰ τοίνυν καὶ ἐν τῷ μὴ ἀδικεῖσθαι χρεία δυνάμεως καὶ | |
5 | ἐν τῷ μὴ ἀδικεῖν χρεία δυνάμεως, τίς ἡ διαφορὰ τῶν δυνά‐ μεων; λέγω ὅτι ἡ μὲν τοῦ μὴ ἀδικεῖσθαι πολιτική ἐστιν, ἀρκτικὴ οὖσα ἢ φίλη ἄρχοντι, ἡ μέντοι τοῦ μὴ ἀδικεῖν κατὰ ἀρετήν ἐστιν. ἀρετῆς γάρ ἐστι τὸ μὴ ἀδικεῖν· κυρίως γὰρ αὕτη δύναμίς ἐστι, τὸ γὰρ ἀδικεῖν ἀδυναμίας ἐστὶν | |
10 | καὶ οὐ βουλόμεθα ἀδικεῖν. συντρέχει γὰρ τὸ ἀγαθὸν καὶ ἡ δύναμις καὶ ἡ βούλησις· ἡ γὰρ δύναμις σωστική ἐστιν. ὁ γὰρ ἀδικῶν οἴεται καλῶς ποιεῖν, οὐ γὰρ βούλεται· μόνος γὰρ βούλεται ὁ τὸ ἀγαθὸν θέλων. ὥστε ἐνταῦθα ἀνα‐ φαίνεται Πλατωνικὸν δόγμα τὸ λέγον ὅτι πάντα τὰ ἁμαρ‐ | |
15 | τήματα ἀκούσιά ἐστιν, εἴ γε οὐ βουλόμεθα. καὶ ἔστι παρά‐ δοξον· ὁρῶμεν γὰρ καὶ ἑκούσια ἁμαρτήματα, καὶ αὐτὸς δὲ ὁ Πλάτων ἐν ταῖς Πολιτείαις λέγει ὅτι τῶν ἁμαρτη‐ μάτων τὰ μὲν ἑκούσια τὰ δὲ ἀκούσια. οἷον ὁ Ὀρέστης ἑκου‐ σίως ἥμαρτεν ἀποκτείνας τὴν μητέρα, ὁ δὲ ἄλλον ἀντ’ | |
20 | ἄλλου φονεύσας ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ, οὗτος ἀκουσίως ἥμαρ‐ τεν· πῶς οὖν ἐνταῦθα ἀκούσια πάντα λέγει; φαμὲν ὅτι ἀκούσια λέγει καθὸ παραλογιζόμεθα ἑαυτούς· οἷον ὁ Ὀρέστης ἐνθυμηθεὶς ὅτι πᾶσα γυνὴ ἀνδροκτόνος ὀφείλει ἀποθνῄσκειν, εὐθέως ἀπέκτεινεν τὴν ἰδίαν μητέρα. ἰδοὺ | |
25 | οὖν παρελογίσατο ἑαυτόν· εἰ γὰρ καὶ ἔδει αὐτὴν φονευ‐ | |
θῆναι, ἐχρῆν ὑπὸ ἄλλου καὶ οὐχ ὑπὸ τοῦ οἰκείου υἱοῦ· λέγε‐ ται οὖν ἀκουσίως πεφονευκέναι αὐτήν, καθὸ ἠγνόησεν τὴν ἐλάττονα πρότασιν καὶ παρελογίσατο ἑαυτόν. ἀκούσιον οὖν λέγεται ἐπειδὴ ἄκοντες περιπίπτομεν τῷ ψεύδει· οὐδεὶς | 190 | |
30 | γὰρ ἀγνοίας ἐρᾷ, ἀλλὰ ‘πάντες τοῦ εἰδέναι ἐφίενται, ση‐ μεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησισ‘. | |
37.3 | Ὥστε οὐ δεῖ ἀδικεῖν, ἐπεὶ ὁ ἀδικῶν καὶ ὁ ἀφαιρού‐ μενος τὰ ἀλλότρια, οἷον ἀγροὺς ἤ τινα τοιαῦτα, τὸν μὲν ἀγρὸν λαμβάνει, τὴν δὲ ψυχὴν λελωβημένην ἀποτελεῖ καὶ ἀντικαταλλάττεται τοῦ ἀγροῦ τὴν ψυχήν· οὐ χρυσᾶ ἀντὶ | |
5 | χαλκείων ὡς ὁ Διομήδης, ἀλλὰ χάλκεα ἀντὶ χρυσῶν ὡς ὁ Γλαῦκος, καὶ χθόνια ἀντὶ οὐρανίων· τὰ γὰρ ἐκτὸς προ‐ κρίνει καὶ ἀπόλλυσι τὴν ψυχήν. ὥστε οὐ δεῖ τὸν ἄδικον φονεύειν τὸν ὅσιον, ἐπεὶ κάκιστον τοῦτο. λέγει τοίνυν ὁ Καλλικλῆς ὅτι ‘καὶ γὰρ ἀγανακτεῖν δεῖ, εἰ ὅσιος φονευ‐ | |
10 | θείη‘· ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘οὐ δεῖ ἀγανακτεῖν ἐφ’ οἷς ὁ ὅσιος τέθνηκεν, ἐκεῖνος γὰρ τὴν ψυχὴν ἔσωσεν, εἰ καὶ τὸ σῶμα ἀπώλεσεν· ἀλλὰ χρὴ τὸν φονεύσαντα ἐλεεῖν καὶ θρηνεῖν ὅτι τὴν ψυχὴν αὐτοῦ ἐρρύπωσε καὶ διὰ τὴν ἐκτὸς περιουσίαν ἄνθρωπον μηδὲν βλάψαντα αὐτὸν ἀδί‐ | |
15 | κως ἐφόνευσεν‘. δεῖ οὖν φεύγειν τοὺς τοιούτους καὶ μὴ εἶναι φίλους αὐτῶν. ἰστέον γὰρ ὅτι κακὸς κακῷ οὐκ ἔστι φίλος· ἡ γὰρ φιλία τῶν συμμέτρων ἐστὶν καὶ τὰ ὅμοια τῶν ὁμοίων ἐστὶ φίλα, τὰ δὲ ἄμετρα, ὡς εἴρηται ἐν τοῖς Νόμοις, οὔτε ἀλλήλοις φίλα οὔτε τοῖς ἐμμέτροις, πῶς | |
20 | γὰρ τὸ ἄμετρον φίλον δύναται εἶναι; εἰ οὖν τις τοιοῦτος φίλος, τύραννος, τυράννῳ γένηται, εἴη δὲ ὁ τύραννος ἄδι‐ κος, αὐξήσει τὴν κακίαν αὐτοῦ· χρεία οὖν πανταχοῦ τῆς ὀρθῆς πολιτείας. | |
37.4 | Ἔστω σοι τοῦτο, ὦ Σώκρατες [510a 1]: ἀγα‐ νακτῶν καὶ μὴ εὑρίσκων τί ὀφείλει εἰπεῖν πρὸς ταῦτα, φησὶν ὅτι ‘ἔστω ταῦτα, συμπέρανον ὃ βούλει‘. | |
37.5 | Ἢ ὡς ὀλίγιστα; σκέψαι [510a 7]: καλῶς ‘ἢ ὡς ὀλίγιστα‘, ἐπειδὴ δύναται καὶ ἄρχων εἶναι καὶ μὴ ἀδικεῖ‐ σθαι, ὅμως μέντοι εἰκὸς κλέπτεται ὑπὸ ἀνδραπόδου οἰκείου καὶ λέγεται ἀδικεῖσθαι. διὰ τοῦτο εἶπεν ‘ἢ ὡς ὀλίγιστα‘ | 191 |
5 | ἀντὶ τοῦ ‘οὐ δύναται ἀδικεῖσθαι, εἰ μή τι ἄρα κατὰ τὸ σπάνιον ἴδιος δοῦλος κλέψῃ‘. πάλαι μέντοι τῷ Ἀλεξάν‐ δρῳ τῷ Μακεδόνι ἔφη τις ὅτι ‘ἔκλεψέ σού τις τόδε τι‘, ὁ δὲ ἀπεκρίθη ὅτι ‘οὐκ ἔκλεψεν, καὶ πάλιν γὰρ ἐμά ἐστιν‘· οὕτως ἐθάρρει τῷ φρονήματι τῷ οἰκείῳ ὅτι πάντων κρατεῖ. | |
37.6 | Ὁρᾷς, ὦ Σώκρατες [510a 11]: νομίζων ὁ Καλλι‐ κλῆς ὅτι τῷ ὄντι οὕτως ἔχει ὁ Σωκράτης, ἀποδέχεται καί φησιν ὅτι ‘κἀγώ, ὦ Σώκρατες, οὕτως ἔχω ὡς λέγεισ‘. | |
37.7 | Καὶ σοφοὶ λέγουσιν [510 b 4]: τοῦτο γὰρ εἶπεν καὶ ἀνωτέρω, ὅτι οἱ Πυθαγόρειοί φασιν ὡς ἡ φιλία τὸ πᾶν τοῦτο κρατεῖ. | |
37.8 | Οὐκ ἄν ποτε δύναιτο φίλος γενέσθαι [510c 1]: ἐπειδὴ οὔκ εἰσιν ὅμοιοι, ἀλλ’ ἀμετρία ἐστίν· ὁ μὲν γὰρ ἀσθενέστερος, ὁ δὲ πολὺ βελτίων. | |
37.9 | Καταφρονοῖ γὰρ ἂν αὐτοῦ [510 c 4]: τὰ μὲν γὰρ κρείττονα φοβούμεθα ὡς μείζονα, τὰ δὲ εὐτελῆ πάλιν οὐκ ἀξιοῦμεν λόγου ὡς εὐκαταφρόνητα ὄντα καί, τὸ λεγόμε‐ νον, ‘οὐδὲ ἐν λόγῳ οὐδὲ ἐν ἀριθμῷ‘. | |
37.10 | Καὶ ἄχθεσθαι τῷ δεσπότῃ [510d 7]: ἰδοὺ δοῦλον τὸν τοιοῦτον ἐποίησεν ὡς ἀνδραποδωδῶς ζῶντα καὶ ἀθλί‐ ως καὶ κατὰ ἀλήθειαν μᾶλλον δούλου. | |
37.11 | Ὡς ὁ ὑμέτερος λόγος [510e 1]: ἰδοὺ οὐκ εἶπεν ‘ὡς ὁ ἐμὸς λόγοσ‘, ἀλλ’ ‘ὡς ὁ ὑμέτεροσ‘, ἵνα δείξῃ ἀδικίᾳ αὐτοὺς συζῶντας καὶ ἐλεεινοὺς καὶ ἀθλίους καὶ ἐσχάτους. | |
37.12 | Καὶ λελωβημένῳ [511 a 2]: ἵνα γὰρ μιμήσηται ὡς δοῦλος ἔτι πλέον τὸν ἑαυτοῦ δεσπότην καὶ ἁρπάσῃ τὸν | |
ἀγρὸν ἤ τι ἕτερον, ἔχει τὴν ψυχὴν λελωβημένην. | 192 | |
37.13 | Οὐκ οἶδα ὅπῃ στρέφεις [511 a 4]: πάλιν ἀγανακτεῖ ὁ Καλλικλῆς. | |
37.14 | Εἰ μὴ κωφός γέ εἰμι [511 b 1]: ‘ἀκούω γὰρ παρὰ παντὸς τοῦ συρφετοῦ ὅτι μέγας ἐστὶ πᾶς ὁ δυνάμενος ἀποκτειννύναι καὶ ἀφαιρεῖν· ἀλλὰ καὶ σὺ ἐμοῦ ἄκουε ὅτι φονεύει πονηρὸς ὢν ἀγαθόν‘. εἶτα ὁ Καλλικλῆς φησὶν ὅτι | |
5 | ‘τοῦτό ἐστι τὸ ἀγανακτητέον‘, ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘οὐ δεῖ ἐκεῖνον θρηνεῖν τὸν φονευθέντα, ἀλλὰ τὸν ἀδίκως φονεύσαντα καὶ δοκοῦντα ζῆν‘. | |
38t | Πρᾶξις σὺν θεῷ ληʹ | |
38.1 | Οὐ νοῦν γε ἔχοντι, ὡς ὁ λόγος σημαίνει [511 b 7 u. ad 512 d 6]. Πέπονθέ τι ὁ Καλλικλῆς ὑπὸ τῶν Σωκρατικῶν λόγων, ἀλλ’ εἰ καὶ πέπονθεν, οὐδέπω ἐξενίψατο πάντα τὰ πάθη. | |
5 | ὅτι γὰρ οὐ δεῖ τὴν ἀκολασίαν πρὸς τῷ ἀγαθῷ τίθεσθαι, ὡμολόγησεν. νῦν δὲ ἐπιεικέστερον πάθος νοσεῖ, ὃ καὶ ὁ πολὺς ἄνθρωπος οἴεται, ὅτι μέγιστον κακόν ἐστι τὸ ἀποθανεῖν μέγιστον δὲ ἀγαθὸν τὸ ζῆν· τοῦτο τοίνυν καὶ ὁ Καλλικλῆς οἴεται καί φησιν ὅτι ‘εἰ μέγιστον ἀγαθόν ἐστι | |
10 | τὸ εἶναι, μέγιστον δὲ κακὸν τὸ ἀποθανεῖν, ἡ δὲ ῥητορικὴ ἀπαλλάσσει τοὺς ἀνθρώπους φόνου, ἡ μέντοι φιλοσοφία φονεύει‘ (ὡς καὶ ὁ Σωκράτης συκοφαντηθεὶς ἀπέθανεν), ‘κρείττων ἄρα ἡ ῥητορικὴ φιλοσοφίασ‘. λέγει τοίνυν ὁ Σωκράτης ὅτι ‘οὐκ ἔστιν μέγιστον κακὸν ὁ θάνατος· τοῦ | |
15 | σώματος γάρ ἐστι· τὸ δὲ εἶναι κυρίως κατὰ τὴν ψυχὴν ἔχομεν. δεῖ οὖν φροντίζειν τῆς ψυχῆς πανταχοῦ καὶ μὴ μέλειν ἡμῖν εἰ τὸ σῶμα ἀποθνῄσκει· εἰ γὰρ τὸ εἶναι κατὰ τὴν ψυχὴν ἔχωμεν, φροντίσωμεν ταύτης ἀεί. οὐκοῦν τοῦ | |
ἀγαθοῦ ἀντιλαβώμεθα· τὸ γὰρ ἀγαθὸν ἐπὶ πλέον ἐστὶ | 193 | |
20 | τοῦ εἶναι, καὶ οὐ δήπου τὸ μὴ ὂν ἤδη καὶ ἐν κακοῖς ἐστί· δύναται γὰρ καὶ μὴ εἶναί τις μηδὲ ζῆν καὶ ἐν ἀγαθῷ εἶναι διὰ τὸ τὴν ψυχὴν εὖ πολιτεύεσθαι. οὐδὲ γὰρ τὸ σῶμά ἐσμεν ἡμεῖς οὐδὲ τὸ συναμφότερον, ἀλλὰ ψυχὴ μόνη ὀργάνῳ τῷ σώματι κεχρημένη‘. | |
38.2 | Πιστοῦται δὲ τοῦτο ὁ Σωκράτης τοῦτον τὸν τρόπον· λέγει ὅτι ‘〈εἰ〉 ἡ σωτηρία ἁπλῶς καὶ ἡ ζωὴ μέγιστον ἀγα‐ θόν, ὁ δὲ θάνατος μέγιστον κακόν, ὅσαι μὲν τέχναι χαρί‐ ζονται ἡμῖν τὴν ζωὴν μέγισταί εἰσιν, ὅσαι δὲ τὸν θάνατον | |
5 | κάκισται. οὐκοῦν εἰ τοῦτο, ἡ κυβερνητικὴ μεγίστη ἐστίν, μάλιστα εἰ σώσοι καὶ τὰ χρήματα ἐν τῇ θαλάττῃ καὶ παι‐ δία καὶ γυναῖκας καὶ ἄνδρας· ἔδει οὖν αὐτὴν μεγαλαυ‐ χεῖν· καὶ μὴν οὐ σεμνύνεται ὡς ἡ ῥητορική. ἔτι δὲ πλέον μεγίστη ἐστὶν ἡ μηχανικὴ ὡς πόλεις ὅλας σῴζουσα· οὕτω | |
10 | γοῦν ὁ Ἀρχιμήδης διὰ τῶν πυρίων τὰς τριήρεις κατ‐ έφλεξε καὶ πόλιν ὅλην ἔσωσεν. μέγισται οὖν αὗται αἱ τέχ‐ ναι καὶ μείζους ῥητορικῆς· ἆρα οὖν σὺ ἡδέως εἶχες ἢ θυγα‐ τέρα κυβερνήτου ἢ ἀδελφὴν ἢ ἁπλῶς τινὰ αὐτοῦ πρὸς γάμον λαβεῖν; οὐ γὰρ ἂν ἠξίωσας· καὶ μὴν ἔδει, ἐπειδὴ | |
15 | σῴζει. ὥστε οὐ δεῖ προσέχειν τῷ οὕτως σῴζοντι, ὅπου γε μᾶλλον καὶ ἀχαριστεῖν. τί γὰρ εἰ σώσοι ἄνθρωπον ὁ κυβερνήτης ἀνίατον ἔχοντα πάθος καὶ συμπεπαρμένον; ηὔχετο γὰρ ἐκεῖνος μὴ διασωθῆναι, ἀλλὰ μᾶλλον ἀπο‐ θανεῖν ἢ ζῆν οὕτως δυστυχῶς. καὶ πάλιν οὐ χαρίζεται τῷ | |
20 | ἀνθρώπῳ τῷ ἔχοντι πάθη ψυχικά, ἔδει γὰρ αὐτὸν μᾶλλον ἀποθανεῖν. ὥστε οὖν δεῖ καταφρονεῖν θανάτου καὶ παντα‐ χοῦ ἕνα σκοπὸν 〈ἔχειν〉 τὸ ὠφελεῖν τὴν ψυχήν‘. | |
Ταῦτα μὲν οὖν καλῶς εἴρηται. ὁ δὲ ἀντιλογικὸς καὶ μακρὸς φλήναφος ὁ Ἀριστείδης παραλογίζεται ἑαυτὸν ἐν | 194 | |
25 | τούτοις (οὐδὲ γὰρ τὸν Σωκράτην) καί φησιν ὅτι ‘οὐκοῦν καὶ τὰ χρήματα κάκιστά ἐστι σῴζοντα ἡμᾶς ἀπὸ θανά‐ του καὶ τὰ ἀναγκαῖα παρέχοντα, καὶ ἡ σωματικὴ ὑγί‐ εια· καὶ πρὸς τούτοις ἀχαριστήσωμεν τοῖς θεοῖς, ὅτι γε | |
38.3 | δὴ τὸ εἶναι ἡμῖν ἐχαρίσαντο καὶ σῴζουσιν ἡμᾶς;‘ λέγο‐ μεν τοίνυν ὅτι οὐκ οἶδεν ὁ Ἀριστείδης τὴν φύσιν τῶν πραγ‐ μάτων. διάφορα γὰρ μέτρα ἐστὶ τῶν ἀγαθῶν· ἔστιν γὰρ ἀγαθὸν ἐν πλούτῳ, ἔστιν ἀγαθὸν ἐν σώματι, ἔστιν ἀγα‐ | |
5 | θὸν καὶ ἐν ψυχῇ. καλὸν τοίνυν πᾶσιν ἐπ’ ἀγαθῷ κεχρῆ‐ σθαι, ἀλλὰ μάλιστα μὲν τοῦ τῆς ψυχῆς ἀγαθοῦ φροντι‐ στέον, ἧττον δὲ τοῦ περὶ τὸ σῶμα, καὶ ἔτι ἧττον τοῦ περὶ τὰ χρήματα. χάριν γοῦν ὁμολογοῦμεν καὶ τοῖς δοῦσιν ἡμῖν χρήματα καὶ τοῖς ἰατροῖς θεραπεύσασιν καὶ τοῖς | |
10 | διδασκάλοις διδάξασι καὶ τὴν ψυχὴν ὠφελήσασιν· ἀλλ’ οὐχ ὁμοίως πᾶσιν, ἀλλὰ τοῖς μὲν ψυχὴν ὑγιᾶ ποιήσασι πλείστην, ἧττον δὲ τοῖς ἰατροῖς, καὶ ἔτι ἧττον τοῖς περὶ χρήματα. καὶ γὰρ καὶ ὁ Πλάτων τὸν πλοῦτον τὸν κόσμιον ἐπαινεῖ καί φησιν ὅτι ‘ἔστιν πλοῦτος τυφλός, ἔστι δὲ καὶ | |
15 | ὀξύς, ἐὰν ἅμα φρονήσει ἕπηται‘· ἰδοὺ γὰρ καὶ τὸ ‘ἅμα‘ εἶπεν καὶ τὸ ‘ἕπηται‘, ἵνα μὴ πόρρω ἀκολουθήσῃ τῇ φρο‐ νήσει ἀλλ’ ἐγγύς. ἐπειδὴ δὲ εἶπεν ὅτι καὶ θεοῖς ἀχαριστοῦ‐ μεν τὸ εἶναι χαρισαμένοις, βλέπε πῶς μάτην φθέγγεται. ὁ γὰρ θεὸς τὸ εἶναι ἐχαρίσατο μετὰ τοῦ εὖ εἶναι, οὐ γὰρ | |
20 | βούλεται ὁ θεὸς αἰσχρῶς ἡμᾶς ζῆν· ἀμέλει καὶ τὸ εἶναι ἡμῖν δέδωκε μετὰ τῶν κοινῶν ἐννοιῶν, ἵνα πρὸς τὸ ἀγα‐ θὸν ὁρῶμεν, καὶ δι’ αὐτὸ τοῦτο, τὸ εὖ εἶναι, λογικὰς ἡμῖν δέδωκεν ψυχάς, ἵνα δυνάμεθα ἐπὶ τὸ ἄμεινον ἐπιστρέφειν. ὥστε δεῖ τὸ εὖ εἶναι μᾶλλον αἱρεῖσθαι ἢ τὸ εἶναι. | |
38.4 | Εἰ δὲ εἴποι ὁ Καλλικλῆς ὅτι ἡ μὲν κυβερνητική, εἰ καὶ | |
σῴζει, ἀλλ’ οὖν ἄλογός ἐστι καὶ διὰ τοῦτο οὐ τιμία, ἡ δὲ ῥητορικὴ λογική ἐστι τέχνη, εἰπὲ ὅτι μᾶλλον ὀφείλει διὰ τοῦτο ἀτιμάζεσθαι ἡ ῥητορική, ὅτι λογικευομένη πειρᾶται | 195 | |
5 | ἀδίκως σῴζειν. ὥσπερ γὰρ ἐκ φύσεως ζῇ τὰ ἄλογα ζῷα καὶ οὐ μεμπτέα ὡς μὴ κεχρημένα λόγῳ ἡμεῖς δὲ οἱ λογι‐ κοὶ ἁμαρτάνομεν καὶ τιμωρούμεθα ὡς μετὰ λόγου κατα‐ φρονήσαντες καὶ πράξαντες κακῶς, οὕτως καὶ ἡ ῥητορικὴ μεμπτέα ἐστὶν ὡς πειρωμένη διὰ λόγου σῴζειν. | |
10 | Ὥστε τοίνυν καὶ ἡμεῖς τοὺς περὶ τὸν Περικλέα ἐπ‐ αινοῦμεν ὡς σώματα σώσαντας, οὐκέτι ὡς ψυχάς. εἰ δέ τις εἴποι ὅτι καὶ τοῦ δικαίου ἐφρόντιζον καὶ οὐ συνεχώρουν ἀδικεῖσθαι, ὅθεν ἐκώλυον καὶ τὸν ἐπὶ Σικελίαν πλοῦν, εἰπὲ ὅτι οὐχ ἁπλῶς δι’ αὐτὸ τὸ καλῶς ἔχον, ἀλλὰ διὰ τὸ | |
15 | μὴ ἄλλους ἀδικεῖν ἀλλὰ ἐκείνους, εἴ γε καὶ οἱ ἄδικοι οὐ συνίστανται εἰ μὴ πρὸς ἀλλήλους φυλάξωσι τὰ δίκαια. διὰ τοῦτο οὖν πρὸς ἀλλήλους δίκαια ἐφύλαττον, ἵνα δυνη‐ θῶσιν ἄλλους ἀδικῆσαι· ὥστε διακονικοὶ ἦσαν καὶ ἐπι‐ θυμίας παρασκευασταί. | |
38.5 | Ἣ οὐ μόνον τὰς ψυχὰς σῴζει [511 d 1—2]: ψυχὰς νῦν καλεῖ τὰς ζωάς, ὅ ἐστι τὴν σωματικὴν ζωήν· ἐπεὶ δῆλον ὅτι ἡ λογικὴ ψυχὴ κἂν ἀποθάνῃ μένει, εἴ γε ἀθάνατός ἐστι καὶ οὐ φθείρεται. | |
38.6 | Καὶ οὐ σεμνύνεται [511 d 4]: οὐδὲν γὰρ ὑπέρογκον ἔχει ἡ κυβερνητικὴ οὐδὲ σεμνύνεται ἐφ’ οἷς ζωὴν χαρί‐ ζεται. | |
38.7 | Ἀλλὰ ταὐτὰ διαπραξαμένη [511 d 5]: ‘οὐ σεμνύνε‐ ται ἡ κυβερνητική, ἀλλὰ τὰ αὐτὰ ἢ καὶ μείζονα τῇ ῥητο‐ ρικῇ διαπραξαμένη, ἐὰν μὲν ὀλίγον διάστημα διασώσῃ, οἷον ἀπὸ Αἰγίνης ἐνταῦθα, δύο ὀβολοὺς λαμβάνει· εἰ δὲ ἀπὸ | |
5 | πολλοῦ, οἷον ἀπὸ Πόντου ἢ ἀπὸ Αἰγύπτου διασώσῃ καὶ | |
παιδία καὶ γυναῖκας καὶ ἄνδρας καὶ ἀγάγῃ ἐπὶ τὸν λιμένα, μόνας δύο δραχμὰς ἀπαιτεῖ· καὶ λοιπὸν μετὰ τὸ διασῶσαι ἐκβὰς ἀπὸ τῆς θαλάσσης μετρίως ἀναπατεῖ καὶ κοσμίως μηδὲν ἀλαζονικὸν ἔχων‘. | 196 | |
38.8 | Λογίζεσθαι γὰρ οἶμαι ἐπίσταται [511 e 6]: τὸ λογίζεσθαι ἔλαβεν ἀντὶ τῶν κοινῶν ἐννοιῶν· φησὶν οὖν ὅτι ‘διὰ τοῦτο οὐκ ἀλαζονεύεται ὁ κυβερνήτης, ἐπειδὴ ὁπωσουνδήποτε κατὰ τὰς κοινὰς ἐννοίας ζῶν οἶδεν ὅτι | |
5 | τινὰς κακῶς ἐποίησεν διασώσας· οὐδὲν γὰρ αὐτοὺς ὠφέ‐ λησεν, ἀλλὰ τοιοῦτοι διέμειναν οἷοι καὶ εἰσῆλθον, ἢ κατὰ τὰ σώματα νοσοῦντες ἀνιάτως ἢ κατὰ τὴν ψυχὴν ποικίλοις πάθεσι δουλεύοντεσ‘. | |
38.9 | Ἀλλ’ αὐτὸ τοῦτό ἐστιν ἀρετῆς [512 d 3]: ‘εἰ ἀρετή ἐστι τὸ σῴζειν τὰς πόλεις καὶ τὰ σώματα, καταγέλαστός σοι φαίνεται ὁ ψόγος τοῦ ἰατροῦ καὶ τοῦ μηχανοποιοῦ· ἔδει γὰρ αὐτοὺς ἐπαινεῖν ὡς καλῶς ποιήσαντας. δεῖ τοίνυν | |
5 | μᾶλλον τὴν ψυχὴν σῴζειν, αὕτη γάρ ἐστιν ἀρετή‘. | |
39t | Πρᾶξις σὺν θεῷ λθʹ | |
39.1 | Ἀλλ’ ὦ μακάριε, ἄρα [512 d 6—5513 d 1]. Τὸ προκείμενόν ἐστιν ἐλέγξαι τὴν ἐπιχείρησιν τοῦ Καλ‐ λικλέους τὴν λέγουσαν ὅτι ‘τὸ μέγιστον τῶν κακῶν, ὅ ἐστιν ὁ θάνατος, διὰ τῆς φιλοσοφίας ἡμῖν παραγίνεται‘. | |
5 | λέγει τοίνυν ὁ Σωκράτης ὅτι ‘οὐκ ἔστι τοῦτο μέγιστον κακόν· εἰ γὰρ μέγιστον ἀγαθὸν ἡ εὐδαιμονία ἐστὶ καὶ τοῦτο τυγχάνει ὂν τὸ τέλος, μέγιστον κακόν ἐστι τὸ ἐναν‐ τίον ἡ κακία καὶ τὸ ἀκολασταίνειν· ὥστε οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ κακῶς ζῆν‘. παραπέμπει τοίνυν αὐτὸν ἐπὶ | |
10 | τὰς γυναῖκας, ὅτι ‘εἰ αἱ γυναῖκές φασιν ὅτι οὐκ ἔστιν παρ’ εἱμαρμένην ἀποθανεῖν, διὰ τί μέγιστον κακόν ἐστιν; ὅταν γὰρ βούλεται ἡ εἱμαρμένη, ἀποθνῄσκωμεν‘. παραπέμπει | |
δὲ αὐτὸν ἐπὶ τὰς γυναῖκας, ἐπειδὴ τῷ ὄντι τεθηλυμμένης ἐστὶ προαιρέσεως τὸ οἴεσθαι πάντα ἐξ ἀνάγκης εἶναι καὶ | 197 | |
15 | καθ’ εἱμαρμένην καὶ μηδὲν ἐκ τῆς προαιρέσεως τῆς ἡμε‐ τέρας γίνεσθαι. ὃ γὰρ εἴρηται, δεῖ ἑαυτῷ μέμφεσθαι καὶ μὴ ἄλλῳ· κάλλιον δὲ μηδὲ ἑαυτῷ μηδὲ ἄλλῳ. εἱμαρμένη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ περίοδος τῶν οὐρανίων, τῇ τοιᾷδε γὰρ κινήσει τῶν οὐρανίων τὰ καθ’ ἡμᾶς ἄγεται. | |
20 | ὥστε μὴ νόμιζε ὅτι οὐ δυνατὸν παρ’ εἱμαρμένην ἀποθα‐ νεῖν· δυνατὸν γάρ, εἴ γε ἡ προαίρεσις ἀναγκάσοι, καὶ γὰρ ἡ εἱμαρμένη ἐκ τῆς προνοίας ἤρτηται. καὶ ἁπλῶς τῶν πραγμάτων τὰ μέν εἰσιν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν. δεῖ τοίνυν ἐπιθυμεῖν τῶν ἐφ’ ἡμῖν, οἷον σωφροσύνης καὶ τῶν | |
25 | ἄλλων ἀρετῶν· εἰ γὰρ ἐπιθυμήσωμεν τῶν οὐκ ἐφ’ ἡμῖν, οἷον πλούτου βασιλείας καὶ τῶν τοιούτων, μάταιοί ἐσμεν καὶ ἐοίκαμεν τοῖς ἐν ὀνείροις δοκοῦσι πέτασθαι. καὶ πάλιν ὀφείλομεν ἐκκλίνειν τὰ ἐφ’ ἡμῖν, οἷον ἀκολασίαν ἄνοιαν ἀδικίαν, οὐ γὰρ τὰ οὐκ ἐφ’ ἡμῖν· οἷον μάταιος ὁ θέλων ἐκ‐ | |
30 | κλῖναι φίλον αὐτοῦ ἀπὸ θανάτου ἢ ἀπὸ ζημίας, ταῦτα γὰρ οὐκ ἐφ’ ἡμῖν. | |
39.2 | Πανταχοῦ οὖν δεῖ σπεύδειν τοῦ ἀγαθοῦ ἀντιλαμβάνε‐ σθαι. ὁ γὰρ θέλων μὴ ἀδικεῖσθαι ὀφείλει τῆς κρατούσης πολιτείας φίλος εἶναι, ὁ δὲ ὢν φίλος τῆς παρούσης πολι‐ τείας ὁμοιοῦται αὐτῇ, ὁμοιούμενος δὲ αὐτῇ λωβᾶται τὴν | |
5 | ψυχὴν καὶ πρόρριζος ἀναιρεῖται κατὰ τὰς Θετταλικὰς γυναῖκας. ἡ δὲ ἱστορία ἐστὶν αὕτη· ὥσπερ νῦν ἐν ταῖς ἐκ‐ λείψεσιν νομίζουσι μάγους καταφέρειν τὴν σελήνην, οὕτω καὶ πάλαι ᾤοντο τὰς Θετταλικὰς γυναῖκας λέγειν τινά, καὶ εἰ μὲν δυνηθείησαν, φασίν, καταγαγεῖν, ἐποίουν τὸ | |
10 | σπουδαζόμενον, εἰ δὲ ἀδυνάτως ἔσχον πρὸς τὸ καταγαγεῖν, | |
πρόρριζοι ἀπώλοντο αὐταί τε καὶ τὰ παιδία καὶ οἱ ἄνδρες καὶ αἱ πόλεις. τοῦτο οὖν λέγει, ὅτι ὁ ὁμοιούμενος τῇ κρα‐ τούσῃ πολιτείᾳ πρόρριζον τὴν ψυχὴν ἀπόλλυσιν. ἰστέον δὲ ὅτι οὐ δεῖ πιστεύειν τοῖς μυθαρίοις τούτοις ὅτι καταφέρουσι | 198 | |
15 | τὴν σελήνην, ἀλλ’ ἔκλειψις γίνεται, οἱ πολλοὶ δὲ ἀπατῶν‐ ται. οὕτω γοῦν καὶ ἕως νῦν φασὶν ὅτι ἐν Αἰγύπτῳ εἰσὶ μάγοι οἵτινες τοὺς ἀνθρώπους κροκοδείλους ποιοῦσι καὶ ὄνους καὶ εἰς οἵαν βούλονται ἰδέαν ἀμείβουσι, καὶ οὐ δεῖ πιστεύειν. ὁ τοίνυν φιλόσοφος Ἀμμώνιος εἶπεν ἡμῖν ἐξηγούμενος | |
20 | ὅτι ‘ἐκράτησέ μου τὸ πάθος τοῦτο καὶ τελῶν παῖς ᾠόμην ἀληθῆ ταῦτα εἶναι‘. Ταῦτα μὲν οὖν περὶ τούτων. ἄξιον δὲ ἀπορῆσαι πῶς λέγει ὅτι οὐ δεῖ ὁμοιοῦσθαι τῇ πολιτείᾳ· καὶ μὴν αὐτὸς κελεύει ἀλλαχοῦ ὁμοιοῦσθαι. φαμὲν ὅτι οὐ τῇ τοιαύτῃ | |
25 | ἀλλὰ τῇ ὄντως· φησὶ γὰρ ὅτι πόλις ἡμῶν ἐστὶν ὁ κόσμος, ἄρχων δὲ ὁ θεός· δεῖ οὖν ἐξομοιοῦσθαι τῷ τε θεῷ καὶ τῷ κόσμῳ καὶ πρὸς ἐκείνην τὴν πολιτείαν ζῆν καὶ μὴ πρὸς ταύτην. | |
39.3 | Οὐ φιλοψυχητέον [512 e 2]: ἀντὶ τοῦ ‘οὐ φιλοζωω‐ τέον‘· ψυχὴν γὰρ πάλιν κἀνταῦθα καλεῖ τὴν ζωήν. | |
39.4 | Εἴτε ἐπὶ τὸ βέλτιον εἴτε ἐπὶ τὸ χεῖρον [513 b 2]: τὸ γὰρ ἀνόμοιον ἢ κατὰ τὸ βέλτιόν ἐστιν ἀνόμοιον ἢ κατὰ τὸ χεῖρον, ὥσπερ καὶ τὸ ἄνισον ἢ κατὰ τὸ μεῖζον ἢ κατὰ τὸ ἔλαττον. | |
39.5 | Οὐ γὰρ μιμητὴν δεῖ εἶναι [513 b 3—4]: καὶ μὴν ἀνωτέρω εἶπεν ὅτι δεῖ μιμεῖσθαι τὸν κρατοῦντα· πῶς οὖν λέγει ὅτι οὐ δεῖ μιμητὴν εἶναι; πρόσθες τὸ ‘οὐ μόνον‘, οὐ γὰρ μόνον δεῖ μιμητὴν εἶναι, ἀλλὰ καὶ αὐτοφυῶς ὀρέ‐ | |
5 | γεσθαι τοῦ ὁμοίου, ἐπεὶ εἰ μόνον μιμεῖται πλαττόμενος | |
φωρᾶται καὶ ἐκβάλλεται. | 199 | |
39.6 | Οὐκ οἶδα ὅντινά μοι τρόπον [513 c 4]: ὁ θεὸς ἐγκατέσπειρεν ἡμῖν τὰς κοινὰς ἐννοίας, ἵνα μὴ τελέως ἀπολλύμεθα. ὅπως οὖν ἄν τις εἴη ἄθεος καὶ ἀκόλαστος, ἐφίεται ὁπωσδήποτε τοῦ ἀγαθοῦ· οὕτω τοίνυν καὶ ὁ Καλ‐ | |
5 | λικλῆς ὁμολογεῖ μὲν ὅτι καλῶς λέγει ὁ Σωκράτης, ἐπειδὴ δὲ συνετράφη καὶ συνέζησε τῷ πολλῷ ἀνθρώπῳ, οὐ θέλει τελείως ἐκνίψασθαι τὰ πάθη καὶ πεισθῆναι τοῖς Σωκρατικοῖς λόγοις. | |
39.7 | Ὁ δήμου γὰρ ἔρως [513 c 7]: ‘τὸ δημεραστεῖν σε, ὦ Καλλίκλεις, τοῦτο ποιεῖ· σπεύδεις γὰρ τῷ τε Ἀθηναίων δήμῳ καὶ τῷ Πυριλάμπους ἀρέσκειν καὶ οὕτως οὐ βούλει μετατεθῆναι‘. | |
39.8 | Ἀλλ’ ἐὰν πολλάκις ἴσως [513 c 8]: ὃ εἴρηται ἐν τῷ Φαίδωνι λέγει, ὅτι δεῖ πολλάκις ταὐτὰ λέγειν· ἡ γὰρ συν‐ εχὴς χρῆσις τῶν ἀγαθῶν λόγων κατεπᾴδει τὰ πάθη καὶ ἴσως ἐκκόπτει αὐτά. τὸ δὲ ‘ἴσωσ‘ προσέθηκεν, ἐπειδὴ οὐ | |
5 | πάντως· τί γὰρ εἰ πάνυ εἴη φλεγμαίνοντα τὰ πάθη καὶ μὴ τεμνόμενα μηδὲ ἰώμενα ὑπὸ τῶν λόγων; | |
40t | Πρᾶξις σὺν θεῷ μʹ | |
40.1 | Ἀναμνήσθητι δ’ οὖν [513 d 1—515 c 4]. Ἐπειδὴ τῇ προτεραίᾳ περὶ τῶν Θετταλικῶν γυναικῶν ἔφαμεν, ἄξιον εἰπεῖν τὸ ἔθος, διὰ τί τε νομίζουσιν οἱ ἄνθρωποι τοὺς γόητας καταφέρειν τὴν σελήνην καὶ διὰ τί | |
5 | κτυποῦσιν ἐν χαλκῷ οἱ πολλοὶ ἄνθρωποι. ἰστέον ὅτι ἔκλειψις οὐδὲν ἕτερόν ἐστιν ἢ στέρησις φωτός· ἐν γοῦν τῇ στερήσει ταύτῃ σκότους ὄντος μάλιστα δαίμονες χθό‐ | |
νιοί τινες περιπλανῶνται ὡς ἀφεγγοῦς ὄντος τοῦ παντός· οἱ τοίνυν ἀνόσιοι καὶ θεοστυγεῖς γόητες τότε κέχρηνται | 200 | |
10 | ἐπικλήσεσί τισι καὶ ἄγουσι τοὺς τοιούτους δαίμονας. ὁ οὖν πολὺς ἄνθρωπος οἴεται ὅτι ἐκεῖνοι καταφέρουσι τὴν σελήνην. ἐπεὶ τοίνυν δαιμόνων ἐστὶ τότε παρουσία, κτυ‐ ποῦσιν ἐν τῷ χαλκῷ, διὰ τοῦ τοιούτου κτύπου ἀποσείον‐ τες καὶ ἀποδιώκοντες τὰς δαιμονικὰς ἐνοχλήσεις. | |
40.2 | Ταῦτα μὲν οὖν εἴρηται διὰ τὸ μὴ ἀνεννοήτους ὑμᾶς εἶναι τῶν ἐθῶν τούτων, λοιπὸν δὲ ἔλθωμεν ἡμεῖς ἐπὶ τὸ προκείμενον. ἐνταῦθα ὁρμᾷ κατασκευάσαι ὅτι οἱ τέσσα‐ ρες ἐκεῖνοι οἱ πολυθρύλητοι ἄνδρες οὐκ ἦσαν πολιτικοί· | |
5 | καὶ κέχρηται τοιούτῳ συλλογισμῷ ἐν δευτέρῳ σχήματι, ὅτι ‘οἱ πολιτικοὶ καλοὺς κἀγαθοὺς ποιοῦσι τοὺς πολίτας, ταὐτὸν δὲ εἰπεῖν σώφρονας καὶ δικαίους· οἱ δημαγωγοὶ οὐ ποιοῦσι τοὺς πολίτας καλοὺς καὶ ἀγαθούς· οἱ πολιτι‐ κοὶ ἄρα οὔκ εἰσι δημαγωγοί· οἱ μέντοι τέσσαρες ἐκεῖνοι | |
10 | δημαγωγοὶ ἦσαν, ἐν δημοκρατίᾳ γὰρ ἦσαν‘. εἰ δέ τις εἴποι ‘καὶ μὴν ἔσῳζον τοὺς πολίτας καὶ παρῄνουν παύεσθαι τοῦ ἀδικεῖν‘, εἰπὲ ὅτι ‘οὐκ ἐκ τούτων ἐκρίνοντο ὡς πολιτικοί, καὶ γὰρ οἱ λῃσταὶ πρὸς ἀλλήλους τὰ δίκαια φυλάττουσι‘. καὶ γὰρ ἰστέον ὅτι αὐτὴ ἡ ἀδικία, εἰ μὴ ἔχοι δικαιοσύνην, | |
15 | οὐ δύναται ὑποστῆναι· θέλουσι γὰρ πρὸς ἀλλήλους φυλάτ‐ τειν τὸ δίκαιον, ἵνα συμφράξωνται. αὐτοὶ τοίνυν οἱ λῃσταὶ ἴσασιν ποῦ μὲν ὀφείλουσιν ἐπεμβῆναι, ποῦ δὲ οὔ· ἔστι γοῦν ἀκοῦσαι αὐτῶν ὅτι ‘εἰ θελήσωμεν τῷδε ἐπελθεῖν, δυνατός ἐστι καὶ μὴ φονεύσῃ ἡμᾶς, παυσώμεθα οὖν τού‐ | |
20 | του‘. οὕτω τοίνυν καὶ οὗτοι οἱ τέσσαρες σκοποῦντες ποῖοι μὲν οἱ ἰσχυρότεροι ποῖοι δὲ οἱ ἀσθενέστεροι, τοὺς μὲν ἰσχυροτέρους οὐκ ἤθελον ἀδικεῖν, ἐπεὶ μηδὲ ἠδύναντο, τοῖς μέντοι ἀσθενεστέροις ἐπέβαινον. | |
40.3 | Δεῖ τοίνυν πανταχοῦ πολιτικὸν εἶναι καὶ τοῦ ἀγαθοῦ ἀντιποιεῖσθαι καὶ ἐπιπλήττειν τοῖς κακῶς πολιτευομέ‐ νοις. οὕτω γοῦν ἐν τοῖς Νόμοις πρὸς τὸν Λάκωνα διαλε‐ γόμενος ἐπιπλήττει· εἰρηκότος γὰρ τοῦ Λάκωνος ὅτι ‘ἡ | 201 |
5 | ἡμετέρα πολιτεία θαυμαστή ἐστιν, ἀεὶ γὰρ ἐν λύπαις ἀναστρεφόμεθα καὶ γυμνασίοις καὶ κινήσεσι‘, λέγει ὅτι ‘οὐ δεῖ μόνον ὑμᾶς τὰ ἀριστερὰ διώκειν ἀλλὰ καὶ τὰ δεξιά‘· ἀριστερὰ δὲ καλεῖ τὰ λυπηρά, δεξιὰ δὲ τὰ τῆς ἡδονῆς. φη‐ σὶν οὖν ὅτι ‘δεῖ ὑμᾶς καὶ ἡδονῇ ὁμιλεῖν, ἵνα μᾶλλον στο‐ | |
10 | μωθῇ ἡ ψυχή· γίνεσθε γὰρ μᾶλλον πρόθυμοι εἰς τὸ τὴν φαύλην ἡδονὴν φυγεῖν καὶ τὴν χρηστὴν λαβεῖν‘. καὶ πάλιν τὴν κακὴν ἡδονὴν κακίζει ἀποτεινόμενος πρὸς τοὺς Κρῆ‐ τας· ἐκεῖνοι γὰρ ἔλεγον ὅτι ‘δεῖ ἡδονῇ δουλεύειν, ἐπειδὴ καὶ οἱ θεοὶ κέχρηνται αὐτῇ· εἰ οὖν ὁ Ζεύσ‘, φασί, ‘μετὰ | |
15 | Γανυμήδους ἥδεται, ὀφείλομεν καὶ ἡμεῖς μιμεῖσθαι αὐτόν‘. λέγει τοίνυν αὐτοῖς ὅτι ‘ὑμεῖς διὰ τὰς αἰσχρὰς ὑμῶν πρά‐ ξεις τὸν μῦθον λόγον ἐποιήσατε‘. μῦθος γάρ ἐστιν οὗτος, ἐπεὶ οὐκ ἂν μίξις ἦν ἐπὶ θεοῦ, καὶ μίξις παράνομος· ἀλλὰ δηλοῦται διὰ τούτου ὅτι Γανυμήδης τις ἀνήγαγεν ἑαυ‐ | |
20 | τὸν πρὸς τὰ θεῖα, ὡς καὶ συνεστιᾶσθαι αὐτοῖς λέγεται καὶ οἰνοχοεῖν, ἀντὶ τοῦ ἀύλως καὶ θείως πολιτεύεσθαι πάσης δυσχερείας ἀπηλλαγμένον. | |
40.4 | Δεῖ οὖν πολιτείαν ἀγαθὴν προσαγκαλίζεσθαι· οὐκ ἂν δὲ ἄλλως πολιτικός τις γένοιτο, εἰ μὴ διὰ τῶν μαθημά‐ των ἀχθῇ, καὶ πρότερον διὰ μουσικῆς καὶ γυμναστικῆς, καὶ οὕτως κατὰ μικρὸν ἀχθείη ἐπὶ τὰ μείζονα. εἰ δέ τις | |
5 | εἴποι ὅτι ‘τί οὖν; οὐ δυνατὸν ἄνευ ἐπιστήμης θαυμαστόν τινα γενέσθαι;‘ εἰπὲ ὅτι ‘ναί, δυνατὸν διὰ εὐζωΐας μόνης μέγιστον ἀγαθὸν κτήσασθαι καὶ ἀρέσαι θεῷ· πολιτικὸν | |
μέντοι γενέσθαι ἄνευ ἐπιστήμης οὐ δυνατόν. ὁ γὰρ πολι‐ τικὸς θέλει εἰδέναι τοὺς ὑποβεβλημένους αὐτῷ ἀνθρώπους· | 202 | |
10 | εἰ δὲ τοῦτο, θέλει εἰδέναι καὶ τίς ἡ οὐσία τοῦ ἀνθρώπου, εἰ τὸ σῶμα, εἰ τὰ ἐκτός, εἰ ἡ ψυχή· καὶ ὅταν εὕρῃ ὅτι ἡ ψυχή, πάλιν ποία ψυχή· ὥστε θέλει ἐπιστήμην ἀσκεῖν‘. ταῦτα τοίνυν πολλάκις λέγει ὁ Σωκράτης καὶ μὴ ταρα‐ χθῆτε· ποτὲ μὲν συλλογιστικῶς προφέρει τὸν λόγον, ποτὲ | |
15 | δὲ ἀνακεφαλαιωδῶς, ποτὲ δὲ ἀποτάδην, πανταχοῦ τῇ συνεχείᾳ ἕλκων ἡμᾶς ἐπὶ τὸ ἀγαθόν. ἀγαπητὸν γὰρ εἰ δυνηθείημεν τῇ συνεχείᾳ παθεῖν τι ὑπὸ τῶν λόγων τού‐ των καὶ ἐκκόψαι τὰ πάθη. | |
40.5 | Θέλων τοίνυν εἰπεῖν πῶς οὐκ ἦσαν πολιτικοί, πρῶτον κανόνα λαμβάνει τοῦτον ὅτι ‘ὁ πολιτικὸς θέλει ἐπιστή‐ μων εἶναι τῶν πολιτικῶν πραγμάτων‘, δεύτερον δὲ οὐχ ἁπλοῦν ἀλλὰ πολλαχῶς λαμβανόμενον, τὸν λέγοντα ὅτι | |
5 | ‘πόθεν δῆλον ὅτι οἱ πολιτικοὶ ἐπιστήμονές εἰσι;‘ λαμ‐ βάνεται οὗτος ποικίλως καὶ οὐχ ἁπλῶς, ἢ γὰρ ἐκ τῶν προηγουμένων ἢ ἐκ τῶν ἑπομένων. ἐκ μὲν τῶν προηγου‐ μένων, ἵνα γνῶμεν εἰ ἔσχον διδασκάλους ἢ ἐζήτησαν (οὐ τοσαύτην δὲ ὠφέλειαν ἡ ζήτησις παρέχει ὅσην ἡ διδασκα‐ | |
10 | λία· ἐπειδὴ γὰρ ἀγνοοῦντες ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ ὁδεύομεν, χρεία ἑτέρου ἐνεργείᾳ τοῦ ὀφείλοντος ἡμᾶς εἰς ἐνέργειαν ἄγειν, ἐνεργείᾳ δὲ οἶδεν ὁ διδάσκαλος)· ἐκ δὲ | |
τῶν ἑπομένων, ἢ ἀποτελεσμάτων ἢ μαθητῶν. ἐκ τούτων γὰρ πάντων γνωρίζομεν εἴτε ἐπιστήμων τίς ἐστιν 〈εἴτε | 203 | |
15 | οὔ〉· εἰ μὲν γὰρ εὐτύχησεν ἀγαθοῦ διδασκάλου καὶ ἐζήτη‐ σεν, ὀφείλει ἐπιστήμων εἶναι· εἰ δὲ μήτε ἐζήτησεν μήτε ἐδιδάχθη, πόθεν ἔχει εἰδέναι; πάλιν ζήτησον εἰ φέρονται αὐτοῦ ἀποτελέσματα· εἰ ἀρχιτεκτονικήν τις ἐπαγγέλλε‐ ται, ζήτησον εἰ ἐποίησεν ἀποτελέσματα ἐν τῇ πόλει· καὶ | |
20 | εἰ ἐποίησεν καλά (τοῦ γὰρ καλοῦ χρεία, ἐπεὶ δύναται καὶ πολλὰ πεποιηκέναι, ἀλλὰ κάκιστα), λέγε ὅτι ἐπιστήμων ἐστίν. ὡσαύτως καὶ εἰ μὴ ἐποίησεν μὲν ἀποτελέσματα, ἔχοι δὲ ἀρίστους μαθητάς, λέγε ἐπιστήμονα αὐτὸν εἶναι. Δεῖ δὲ εἰδέναι ὅτι ὁ τοιοῦτος θέλει πρότερον ἑαυτὸν | |
25 | κοσμεῖν καὶ οὕτως ἄλλους· οἷον εἰ ἰατρός τις εἴη, ὀφείλει πρότερον ἑαυτὸν ὑγιᾶ ποιεῖν καὶ οὕτως ἄλλους. οὕτω γοῦν, ὥς φησιν ὁ φιλόσοφος ὁ ἡμέτερος Ἀμμώνιος, ἔλεγεν ὁ Ἰάκωβος ὅτι οὐ δεῖ ἰατρὸν νοσεῖν, ὀφείλει οὖν πρότερον ἑαυτὸν ὑγιάζειν καὶ οὕτως ἄλλους· εἰ δὲ ἡ φύσις δύσ‐ | |
30 | κρατον αὐτῷ παρέσχεν σῶμα, ὀφείλει ὅσον οἷόν τέ ἐστιν ὁπωσουνδήποτε σπεύδειν ἐπὶ εὐκρασίαν αὐτὸ φέρειν. | |
40.6 | Λέγει τοίνυν ὁ Σωκράτης τῷ Καλλικλεῖ ὅτι ‘εἰ μηδὲν εἰδότες τῆς ἰατρικῆς θελήσωμεν ἐν τῇ πόλει ἰατρεῦσαι, καταγνῶναι ἡμῶν ἔχουσιν, ἐπειδὴ οὐδὲν ἐκ διδασκάλων οὐδὲ ἐκ ζητήσεως κοσμούμεθα, ἀλλ’ οὐδὲ ἀποτελέσματα | |
5 | ἡμῶν φέρεται οὐδὲ μαθηταί‘. πάνυ δὲ ἀκριβῶς καὶ ἐμμε‐ λῶς ἐρωτᾷ τὸν Καλλικλέα· ἐπειδὴ γάρ, ὡς εἴρηται, δεῖ πρότερον ἑαυτοῦ ἐπιμελεῖσθαι καὶ οὕτως ἄλλου, οὐ λέγει ὅτι ‘ὦ Καλλίκλεις, ἆρα σαυτοῦ ἐπεμελήσω;‘ ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῷ (ἤδη γὰρ μεγάλῃ τῇ φωνῇ ἐβόησεν ὅτι | |
10 | ἀκολασίαν πρεσβεύει), ἀλλ’ ἀκριβῶς ποιῶν τὸ μὲν ἑαυ‐ τοῦ φροντίζειν ἐπὶ ἑαυτοῦ λαμβάνει ὁ Σωκράτης καί φησιν ὅτι ‘ἆρα δύναμαι ἑαυτὸν ἰάσασθαι μὴ εἰδὼς ἰατρικήν;‘ τὸ δὲ ὅτι δεῖ καὶ ἄλλους ἰάσασθαι ἐμμελῶς ποιῶν τε καὶ | |
μὴ ὀνειδίζων ἐπὶ τὸν Καλλικλέα φέρει καί φησιν ὅτι ‘εἰ | 204 | |
15 | θελήσουσί τινες πολιτικόν σε ποιῆσαι, δύνασαι βοηθῆσαι αὐτούς; σκοποῦμεν οὖν μήπως μὴ δυνηθείημεν· εἰ γὰρ οἰκοδόμος φιλεῖται ὅ τε ἑαυτῷ πρότερον σκευάζων καλὸν οἶκον καὶ φίλοις, ὁ δὲ μὴ δυνάμενος μισεῖται, δῆλον ὅτι καὶ ἐπὶ τοῦ πολιτικοῦ τοῦτό ἐστι, καὶ οὐ χρὴ ἁπλῶς καὶ | |
20 | ὡς ἔτυχεν. εἰ γὰρ ὄνος ἢ ἵππος ὑπὸ τῶν τυχόντων οὐ τρέ‐ φεται ἀλλ’ ὑπὸ τῶν δυναμένων θρέψαι, πολλῷ πλέον ψυχὴ ὑπὸ τῶν ἐπιτηδείων ὀφείλει παιδεύεσθαι καὶ ἐν καιρῷ. εἰ γὰρ “τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεις”, πολλῷ πλέον ψυχὴν ῥυπαράν· | |
25 | ὅσῳ γὰρ ἂν ἀθλίαν ψυχὴν πλουσιωτέραν ποιεῖς, τοσούτῳ κακοδαίμονα αὐτὴν ἀπεργάζῃ. δεῖ οὖν κατὰ μικρὸν ἐν‐ τρέφεσθαι καὶ παιδεύεσθαι. κατὰ γὰρ τὴν κεραμείαν οὐ πρότερόν τις ἐπιτηδεύει πίθον ποιῆσαι (γελοῖον γὰρ ἀπὸ τῶν μειζόνων ἄρχεσθαι) ἀλλὰ πρότερον εὐτελῆ τινὰ ὁ | |
30 | ἀρχόμενος κεραμεὺς πλάττει, οἷον πίνακας ἤ τι τοιοῦ‐ τον, καὶ οὕτως ἐπὶ πίθους καὶ τὰ μείζονα ἔρχεται· καὶ δεῖ πρότερον μετὰ τῶν διδασκάλων ποιεῖν, καὶ μετὰ τὸ μα‐ θεῖν οὕτως καὶ καθ’ ἑαυτούς, ἀδύνατον γὰρ μὴ ἁμαρτεῖν τι πρότερον. οὕτω γοῦν καὶ ἰατροὶ κατ’ ἀρχὰς μὲν ἁμαρ‐ | |
35 | τάνουσι, τῷ δὲ χρόνῳ ἡ πεῖρα διδάσκαλος αὐτοῖς γίνεται. οὐ δεῖ οὖν οὐδὲ ἐπὶ τὴν πολιτικὴν ἀμέσως ἐπεισπηδᾶν, ἀλλὰ πρότερον ἐπιστήμονα γίνεσθαι‘, ἵνα δὲ μὴ νῦν πράγ‐ ματα εὕρωμεν, ἐάσωμεν τὸν λόγον 〈τὸν〉 κατασκευάζοντα ὅτι οὐκ ἦσαν οἱ δʹ ἐκεῖνοι πολιτικοί, ἐν ἐκείνῳ τῷ καιρῷ | |
40 | μνημονεύοντες αὐτῶν ἐν ᾧ αὐτὸς Σωκράτης λέξει περὶ αὐτῶν. | |
40.7 | Ἢ χρήματα πολλὰ λαμβάνειν [514a 2]: ἰδοὺ | |
ὅτι καὶ ὁ Σωκράτης θέλει λαμβάνειν χρήματα ἀλλ’ οὐ πολλά· τῷ γὰρ ὄντι χρεία τοῦ συμμέτρου, ἐπεὶ πόθεν πένης τις ὢν ζήσεται; ὁ οὖν πολιτικὸς ὀφείλει ἀφαιρεῖ‐ | 205 | |
5 | σθαι ἀπὸ τῶν μὴ κατ’ ἀξίαν ἐχόντων καὶ διδόναι τοῖς χρῄ‐ ζουσιν. | |
40.8 | Καὶ ἐλλογίμους [514 b 8—c 1]: ἐλλογίμους καλεῖ οὐ τοὺς νῦν ἐλλογίμους ὀνομαζομένους πολυλόγους, ἀλλὰ τοὺς λόγου ἀξίους. | |
40.9 | Ὁ Σωκράτης πῶς ἔχει [514 d 6]: ἰδοὺ ἐπὶ ἑαυτοῦ προφέρει τὸν λόγον, ἵνα μὴ ὀνειδίσῃ τῷ Καλλικλεῖ. | |
40.10 | Ἢ δοῦλος ἢ ἐλεύθερος [514 d 8]: οὐ γὰρ παρὰ τὴν τύχην καταβιβάζεται τὸ ἀξίωμα τῆς τέχνης, ἀλλ’ εἴτε δοῦλον εἴτε ἐλεύθερον ἱκανὸς ᾖ ἰάσασθαι, ἰατρός. καὶ ἐν τῷ Φαίδρῳ δὲ τῇ ἰατρικῇ ὁμοιοῖ τόν τε ἀληθῆ ῥήτορα | |
5 | καὶ τὸν πολιτικόν· ἀμέλει φησὶν ὅτι ‘εἰ μὲν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ πείθεσθαι‘ καὶ ὅτι ‘ὥς φησιν Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγοσ‘. ταῦτα δὲ λέγει τῇ ἰατρικῇ ὁμοιῶν τόν τε πολιτικὸν καὶ τὸν ἀληθῆ ῥήτορα, ὃς ἀληθὴς ῥήτωρ θέλει ὑπηρετεῖν τῷ πολιτικῷ. | |
40.11 | Καλλικλῆς ἤδη τινὰ βελτίω πεποίηκεν [515 a 4]: ἰδοὺ τοῦτο ἐπὶ τὸν Καλλικλέα φέρει καί φησιν ὅτι ‘ἆρα ἐποίησεν ὁ Καλλικλῆς τινὰ βελτίονα;‘ ποιεῖ δὲ τὸν μὲν Καλλικλέα ἡγούμενον, ἑαυτὸν δὲ ἑπόμενον, ἐπειδὴ ἤδη | |
5 | εἶπεν ὅτι ‘ἕπομαί σοι, ὦ Καλλίκλεισ‘. | |
40.12 | Φιλόνεικος εἶ, ὦ Σώκρατες [515 b 5]: ἀπορῶν τί εἰπεῖν φιλόνεικον αὐτὸν ἀποκαλεῖ· ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘οὐ φιλονεικίᾳ χρώμενος ταῦτα λέγω, ἀλλ’ ἐρῶν τοῦ ἀληθοῦς καὶ θέλων τοῦτο μαθεῖν‘. | |
40.13 | Ὑπὲρ σοῦ ἀποκρινοῦμαι [515 c 4]: ἐπειδὴ οὐκ | |
ἐβούλετο ὁ Καλλικλῆς ἀποκριθῆναι (οὐ γὰρ εἶχε τί εἴποι ὑπὸ τοιούτων λόγων ἐλεγχόμενος), φησὶν ὁ Σωκράτης ὅτι ‘ὑπὲρ σοῦ ἐγὼ ἀποκρίνομαι καὶ λέγω ὅτι “ναί, ὁμολο‐ | 206 | |
5 | γοῦμεν ὅτι δεῖ ταῦτα πάντα πράττειν τὸν πολιτικόν”‘. | |
41t | Πρᾶξις σὺν θεῷ μαʹ | |
41.1 | Εἰ τοίνυν τοῦτο δεῖ τὸν ἀγαθὸν ἄνδρα παρα‐ σκευάζειν [515 c 4—517 a 6]. Τὸ προκείμενον αὐτῷ ἐστὶ δεῖξαι διὰ τούτων ὅτι οἱ τέσ‐ σαρες ἐκεῖνοι οἱ πολυθρύλητοι ἄνδρες οὐκ ἦσαν πολιτικοί. | |
5 | θέλων δὲ τοῦτο δεῖξαι λαμβάνει μίαν καθολικὴν κατα‐ φατικὴν πρότασιν ὁμολογουμένην τὴν λέγουσαν ὅτι ‘οἱ πολιτικοὶ θέλουσι τοὺς ἐν τῇ πόλει ποιεῖν καλοὺς καὶ ἀγα‐ θούς, ταὐτὸν δὲ εἰπεῖν σώφρονας καὶ δικαίουσ‘. ἐπεὶ οὖν ὡμολόγηται αὕτη ἡ πρότασις, λοιπὸν τὴν μερικὴν κατα‐ | |
10 | σκευάζει· ‘οὗτοι οἱ ἄνδρες οὐκ ἦσαν πολιτικοί, οὐ γὰρ ἐποίησαν καλοὺς κἀγαθοὺς τοὺς ἐν τῇ πόλει‘. πόθεν τοίνυν δῆλον ὅτι οὐκ ἐποίησαν καλοὺς καὶ ἀγαθούς; ἐπειδὴ οὐδεὶς αὐτοῖς ηὐχαρίστησεν, ἀλλὰ Θεμιστοκλῆς μὲν ἐξωστρα‐ κίσθη καὶ τελευταῖον πέπονθεν ἃ προείρηται, οἱ δὲ ἄλλοι | |
15 | καὶ αὐτοὶ ἀνηκέστοις δεινοῖς ὡμίλησαν, ὁ μέντοι Μιλτιάδης ὁ καὶ πολλὰ ἀγαθὰ δοὺς καὶ τὸν Περσικὸν πόλεμον τὸν ἐν Μαραθῶνι νικήσας ἐν δεσμοῖς ἀπέθανεν· ὥστε οὖν οὐκ ἐποίησαν καλοὺς καὶ ἀγαθούς, οὐ γὰρ ἂν οὕτως ἀτίμως κατέλυσαν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλὰ πάλιν τὸν Περικλέα | |
20 | ἐποίησαν στρατηγὸν μετὰ τὸ καθελεῖν αὐτόν‘, εἰπὲ ὅτι ‘οὐ προαιρέσει γνησίᾳ καὶ εὐχαριστηρίῳ τρόπῳ, ἀλλ’ ἀνάγκῃ, ἐπειδὴ οὐκ ἦν ἄλλος ὁ βοηθήσων‘. | |
41.2 | Ἰστέον οὖν ὅτι οὐκ ἦσαν πολιτικοὶ ἐν δημοκρατου‐ μένῃ πόλει ὄντες καὶ μὴ ἢ φεύγοντες τὴν πόλιν ἢ εἰς ἀρι‐ στοκρατίαν μεταβάλλοντες· δεῖ γὰρ ὡς ἐν τειχίῳ ἀπανα‐ χωρεῖν τὸν μὴ δυνάμενόν τι ὠφελῆσαι, ἐπεὶ μένων ὅμοιόν | 207 |
5 | τι ποιεῖ τοῖς ἐξιοῦσιν εἰς ἔρημον τόπον ἔχοντα ποικίλα θηρία καὶ βουλομένοις αὐτὰ καταψήχειν. ἔδει οὖν αὐτοὺς μένοντας ἀριστοκρατίαν ποιῆσαι. ταύτην δὲ ὁ Πλάτων διὰ μουσικῆς καὶ γυμναστικῆς ἐκέλευεν κατορθοῦσθαι· οὐ δήπου μουσικῆς ταύτης τῆς δημώδους, ἀλλ’ ἐπειδὴ ἐξ | |
10 | ἁπαλῶν ὀνύχων ψεύδεσι συντρεφόμεθα μύθους ποιητι‐ κοὺς ἀκούοντες, ἐκέλευε μέλη τινὰ παραδίδοσθαι ἡμῖν, ἃ μῦθοι μὲν ἦσαν ἀλλὰ ἀληθεῖς καὶ οὐ ψευδεῖς, ὅτι ὁ θεὸς ἀγαθός, ὅτι δεῖ τοὺς γονεῖς τιμᾶν καὶ τὰ τοιαῦτα, καὶ διὰ τούτων κατὰ μικρὸν ἐπὶ τὴν πολιτείαν ἔφερεν | |
15 | αὐτούς. εἰ δέ τις εἴποι ὅτι ‘καὶ μὴν ταῦτα οὔκ εἰσι μῦθοι ἀλλὰ κοιναὶ ἔννοιαι, τὸ γὰρ θεοὺς τιμᾶν οὐκ ἔστι μῦθοσ‘, εἰπὲ ὅτι ‘οὐκ ἄντικρυς ταῦτα ἐκέλευε μανθάνειν ἀλλὰ Πυθαργορείως καὶ συμβολικῶς, ἀλλὰ τὰ αἰνίγματα συν‐ ᾴδοντα ἦσαν ταῖς κοιναῖς ἐννοίαις· ἐπεὶ οὖν περικεκαλυμ‐ | |
20 | μένως παρεδίδοντο οὗτοι οἱ λόγοι, διὰ τοῦτο μύθους αὐ‐ τοὺς καλεῖ‘. | |
41.3 | Ἐπεὶ οὖν ταῦτα οὕτως εἴρηται, ἀποροῦσί τινες πρὸς τὰ εἰρημένα· πρῶτον μὲν περὶ Σωκράτους, ὅτι ‘πῶς οὖν αὐτὸς οὐκ ἠδυνήθη μετακοσμῆσαι Ἀλκιβιάδην καὶ Κρι‐ τίαν;‘ ἔπειτα δὲ καὶ τοῦτο ἀποροῦσιν, ὅτι ‘εἰ διὰ τὸ ἀχα‐ | |
5 | ριστηθῆναι καὶ παθεῖν κακῶς οὐκ ἦσαν πολιτικοί, οὐδὲ Σωκράτης ἦν πολιτικός, ἐπειδὴ καὶ αὐτὸς ἀνῃρέθη‘. ἀπο‐ ροῦσι δὲ καὶ πρὸς Πλάτωνα, ὅτι ‘πῶς τὸν Διονύσιον τὸν | |
τύραννον οὐκ ἐδυνήθη πεῖσαι;‘ πρὸς δὲ τούτοις καὶ περὶ Ἀριστοτέλους λέγουσιν ὅτι καὶ αὐτὸς διεφώνησε πρὸς | 208 | |
10 | Πλάτωνα, ὅθεν ἐβουλήθη, ὥς φησιν Ἀριστείδης, καὶ ἐπι‐ τειχίσαι τὸ Λύκειον καὶ ἕτερα δόγματα εἰσαγαγεῖν. Ταῦτά ἐστι τὰ ἀπορούμενα, ἐπιλυσώμεθα δὲ ἕκαστον αὐτῶν· καὶ πρότερον τὰ πρὸς Σωκράτην. πρῶτον μὲν οὖν ὁ Σωκράτης πολλοὺς καλοὺς καὶ ἀγαθοὺς ἐποίησεν, | |
15 | Κέβητα Πλάτωνα Ἀριστοτέλη καὶ τοὺς τοιούτους· δεύ‐ τερον δὲ δεῖ εἰδέναι ὅτι ἄλλο ἐστὶ διδάσκαλον εἶναι καὶ ἄλλο πολιτικόν, ὁ μὲν γὰρ πολιτικὸς πιστεύεται τὰ τῆς πόλεως καὶ ἀνάγκην ἔχει καλῶς ἄγειν αὐτήν, ὁ δὲ διδάσ‐ καλος τί ποιήσοι εἰ μὴ πείθοιντο οἱ ἀκροαταί; ὁ οὖν Ἀλκι‐ | |
20 | βιάδης οὐκ ἐπείθετο ἀκούων τὰ χρηστά, οὐδὲν οὖν πρὸς τὸν Σωκράτην· οἱ μέντοι τέσσαρες οὗτοι οὐκ ἐπέπληττον ἀεί. ἄλλως τε δὲ οὐδὲ πολὺν χρόνον παρέμεινεν Ἀλκιβιά‐ δης Σωκράτει ὡς δρᾶσαί τι εἰς τὴν ψυχὴν αὐτοῦ τοὺς λό‐ γους· ἀμέλει καὶ Ἰσοκράτης μέμνηται τούτου ἐν τῷ Βου‐ | |
25 | σίριδι λέγων ‘ὃν οὐδεὶς ᾔσθετο παρ’ αὐτῷ παιδευόμενον‘, δηλονότι διὰ τὸ ὀλίγον τοῦ χρόνου. πρὸς δὲ τούτοις κἀκεῖνο ἰστέον, ὅτι οὐδὲ ἐπολιτεύσατο Ἀλκιβιάδης κακῶς φοιτῶν εἰς Σωκράτην, ἀλλ’ ὕστερον ἀποφοιτήσας. ἄλλως τε δὲ ἐκεῖνα ἐποίησεν Ἀλκιβιάδης ἃ καὶ ἐμαντεύσατο ὁ Σωκρά‐ | |
30 | της· ἐν οὖν τῷ Ἀλκιβιάδῃ μεμαθήκαμεν ὅτι εἶπεν αὐτῷ ὁ Σωκράτης ὅτι ‘εὐφυὴς μὲν εἶ, τὸ δὲ δημεραστεῖν σε οὐκ ἀγαθόν, καὶ δέδοικα μὴ εἰς κακόν σοι ἀποβῇ‘. ὥστε διὰ πάντων ἀποδέδεικται ὅτι οὐκ ἦν Σωκράτης αἴτιος, εἴ γε καὶ αὐτὸς ὁ Ἀλκιβιάδης πανταχοῦ δι’ εὐφημίας ἔχει τὸν | |
35 | Σωκράτην καὶ ἐγκωμιάζει αὐτόν. ταῦτα μὲν περὶ Ἀλκι‐ | |
41.4 | βιάδου· ὁ δὲ Κριτίας εἷς ἦν τῶν λʹ ἀρχόντων, καὶ ἐπειδὴ ἀεὶ ἐπέπληττεν αὐτοῖς, διὰ τοῦτο ἐσυκοφάντησαν αὐτὸν | |
καὶ πρὸς θάνατον δέδωκαν. Τὸ δὲ λέγειν ‘πῶς οὖν καὶ αὐτὸς τέθνηκεν;‘ γελοῖον· δι’ | 209 | |
5 | αὐτὸ γὰρ τοῦτο τέθνηκεν, ἐπειδὴ ἐπέπληττεν πᾶσι καὶ φιλτάτην ἡγεῖτο τὴν ἀλήθειαν, ὥστε θέλων ῥυθμίζειν αὐτοὺς εὗρεν τὸν θάνατον. ἀμέλει καὶ παρῄνουν αὐτῷ ὅτι ‘μὴ εὑρίσκου μετὰ τῶν νέων‘, ὁ δέ φησιν ὅτι ‘μηδὲ τοῖς πωλοῦσι νέοις ὁμιλήσω; αἰσχύνεσθε μᾶλλον εἰπεῖν μοι | |
10 | ὅτι “ἔξελθε τὴν πόλιν”· μᾶλλον γὰρ Ἀθήνησιν ὢν ἔχω Μεγαρεῦσιν ὁμιλεῖν‘· τοσαύτη ἦν ἡ παρρησία τοῦ ἀνδρός· κατεφρόνει οὖν ἁπάντων καὶ ἐπέπληττεν καὶ ἀπανεχώρει. εἰ δέ τις εἴποι ὅτι ‘πῶς οὖν ἐδίκαζεν;‘ εἰπὲ ὅτι ‘πρῶτον μὲν οὐκ ἔχομεν τοῦτο, εἰ δὲ ἄρα καὶ ἐδίκαζεν, οὐχ ὡς | |
15 | πολιτικὸς ἀλλ’ ὡς πολίτης· οὐκ ἠδύνατο γὰρ μὴ ὁπωσουν‐ δήποτε συμπάσχειν τοῖς πολίταισ‘. ὅθεν καὶ πολλοὶ ἐλυπή‐ | |
41.5 | θησαν ἐπὶ τῷ θανάτῳ αὐτοῦ. ἀμέλει διὰ τὸ πολὺ κλέος τοῦ Σωκράτους ἦλθόν τινες ἐκεῖ παιδευθῆναι· καὶ ἐπειδὴ ἀπέθανεν, ὁ Ἰσοκράτης ἀνιώμενος λαβὼν τοὺς νέους ἀπ‐ ήγαγε πρὸς Ἄνυτον καὶ Μέλητον λέγων ὅτι ‘δέξασθε, παι‐ | |
5 | δεύσατε αὐτοὺς ὑμεῖς, ἐπειδὴ Σωκράτης οὐκέτι ἐστίν‘. ὥστε πανταχοῦ τὸν πολιτικὸν ἐζήλωσεν. εἰ δέ τις εἴποι ὅτι καὶ οἱ τέσσαρες οὗτοι ἀδωροδόκητοι ἦσαν καὶ οὐκ ἔκλεπτον, οὐδὲν μέγα· οὐ γὰρ ἀρκεῖ τὸ μὴ κλέπτειν πρὸς εὐδαιμονίαν, ἀλλὰ τὸ τὴν ψυχὴν ἐν πᾶσι κοσμεῖσθαι, ἐπεὶ | |
10 | τὸ μὴ κλέπτειν οὐδέν ἐστιν. ἀμέλει ἔφη τίς τινι ‘ὁ ἄρχων καλός ἐστιν, οὐ γὰρ κλέπτει‘, ὁ δὲ προσφυῶς ἀπεκρίθη ὅτι ‘εἰ δὲ ἔκλεπτεν, οὐδὲ ἀνδράποδον καλὸν ποιεῖ‘. οὕτως οὐδέν ἐστι τοῦτο. | |
41.6 | Ταῦτα μὲν οὖν πρὸς Σωκράτην, περὶ δὲ Πλάτωνος δεῖ εἰπεῖν οὕτως· ὡς μεμαθήκαμεν ἐν τῷ Φαίδωνι, τελευτῶν | |
ὁ Σωκράτης εἶπεν τοῖς ἑταίροις αὐτοῦ ὅτι ‘τούτοις τοῖς λόγοις συνεχῶς κατεπᾴδετε ἑαυτούς, ἵνα μὴ κρατήσωσιν | 210 | |
5 | ὑμῶν τὰ πάθη‘· τῶν δὲ εἰπόντων ὅτι ‘καὶ τίς ὁ κατεπᾴδων σοῦ ἀπιόντος;‘ ἔφη ὁ Σωκράτης ὅτι ‘μεστὴ μὲν ἡ Ἑλλάς, μεστὴ δὲ τῶν βαρβάρων ἡ χώρα· μὴ κατοκνήσητε οὖν καὶ χρήματα ἀναλῶσαι πρὸς τὸ ὠφεληθῆναι, καλὸν γὰρ τὸ ἐν καιρῷ ἀναλίσκειν‘. ἐπεὶ τοίνυν τοῦτο εἶπεν, ὁ Πλάτων | |
10 | ἐφύλαξεν· καὶ ἀκούσας ἐν Σικελίᾳ Πυθαγορείους εἶναι ἀπῆλθεν ὠφεληθησόμενος. παρὰ γὰρ Σωκράτους τὰ ἠθικὰ ὠφέλητο μόνον, ἃ διὰ θεμελίους εἰλήφει· νέος γὰρ ἦν ἔτι Σωκράτους ἀποθανόντος καὶ οὐδέπω ἦν ἁψά‐ μενος τῶν βαθυτέρων τοῦ Σωκράτους λόγων. ὅτι δὲ νέος | |
15 | ἦν, δῆλον ἐκ τοῦ ἀπολογητικοῦ αὐτοῦ· ἠθέλησεν γὰρ ὑπὲρ Σωκράτους ἀπολογήσασθαι, καὶ ἀνελθὼν ἐπὶ τὸ βῆμα εἶπεν ‘νεώτατος εἰπεῖν‘, εἶτα οὐ συνεχωρήθη ἄλλο τι εἰπεῖν, ἀλλ’ εὐθέως τοῦτο αὐτῷ εἰρηκότι ἔκραξαν ἅπαν‐ | |
41.7 | τες ‘κατάβα, κατάβα‘. ἀπῆλθεν οὖν εἰς Σικελίαν καὶ εὗρεν τοὺς Πυθαγορείους ἀσκοῦντας εἰς ἄκρον τὰ μαθήματα, γεωμετρίαν καὶ ἀστρονομίαν, καὶ ὑπέστρεψεν ὀφείλων καὶ αὐτὸς κατορθῶσαι· εἶτα ἦλθεν εἰς τὴν Λιβύην καὶ ἐν Κυ‐ | |
5 | ρήνῃ παρὰ Θεοδώρῳ ἐπαιδεύθη τὴν γεωμετρίαν· ἐκεῖθεν ἐλθὼν εἰς Αἴγυπτον καὶ ἀστρονομίαν κατώρθωσεν. καὶ ὅπως ἐτιμήθη παιδευόμενος, οὐ δεῖ λέγειν. κατορθώσας τοίνυν ὑπέστρεψεν ἐπὶ Σικελίαν βουλόμενός τε ἱστορῆσαι τοὺς πυρίνους κρατῆρας τῆς Αἴτνης καὶ ἐντυχεῖν τοῖς | |
10 | Πυθαγορείοις· ἐλθὼν τοίνυν εἰς Σικελίαν εὗρεν τὸν Δίω‐ | |
να γνήσιον ἐραστὴν τῆς φιλοσοφίας, καὶ ἐτίμησε τὸν Πλά‐ τωνα διὰ τὸ θεῖον ἦθος. οὗτος δὲ ὁ Δίων εἶχεν ἀδελφὴν Ἀριστομάχην, ἥντινα Διονύσιος ὁ τύραννος εἶχε γυναῖκα, Συρακοσία δὲ ἦν αὕτη· εἶχε δὲ καὶ ἑτέραν γυναῖκα, Λοκρῖ‐ | 211 | |
15 | τιν, τοσοῦτον γὰρ ἄδικός τις ἦν ὅτι ἐν μιᾷ ἡμέρᾳ δύο γυναῖ‐ κας ἔγημεν, τήν τε Ἀριστομάχην τὴν Συρακοσίαν τὴν ἀδελφὴν Δίωνος καὶ τὴν Λοκρῖτιν. εἶχε δὲ καὶ ἀδελφὸν Λεπτίνην ὁ Διονύσιος. λέγει τοίνυν ὁ Δίων τῷ Πλάτωνι ὅτι ‘ἔντυχε τῷ Διονυσίῳ, εἰκὸς πείθεις αὐτὸν τοῖς λόγοις | |
20 | σωφρόνως πολιτεύσασθαι καὶ σῴζεις ὅλας πόλεισ‘. ὁ δὲ εἴξας τῇ φιλίᾳ ἐντυγχάνει αὐτῷ. εἶτα ἐρωτᾷ ὁ Διονύσιος τὸν Πλάτωνα ὅτι ‘τίς γέγονεν εὐδαίμων ἀνθρώπων;‘ νομί‐ ζων ὅτι ἔχει εἰπεῖν ὁ Πλάτων ὅτι ‘σύ‘, ὁ δὲ ἔφη ὅτι ‘Σω‐ κράτησ‘. εἶτα ἐπειδὴ φήμην εἶχεν ὡς καλῶς δικάζων, | |
25 | λέγει αὐτῷ ὁ Διονύσιος ὅτι ‘μέγιστον ἀγαθὸν τὸ δικάζειν‘, ὁ δὲ Πλάτων ἔφη ὅτι ‘οὔ· ἔοικε γὰρ τὸ δικάζειν ταῖς ἀκε‐ στρίσι γυναιξίν, ὅ ἐστι ταῖς ῥαπτούσαις· ὥσπερ γὰρ ἐκεῖ‐ ναι ὑγιῆ μὲν καὶ σῶα τὰ ἱμάτια οὐ ποιοῦσιν, ἐπανορθοῦνται δὲ τὰ διερρωγότα, οὕτως καὶ ὁ δικάζων ἀναμαρτήτους | |
30 | μὲν οὐ ποιεῖ, ἐπανορθοῦται δὲ ἁμαρτάνοντασ‘. καὶ πάλιν ἠρώτησεν αὐτὸν ὅτι ‘ὁ Ἡρακλῆς οὐ φαίνεταί σοι γεγο‐ νὼς εὐδαίμων;‘ ὁ δὲ Πλάτων φησὶν ὅτι ‘εἰ τοιοῦτος γέγο‐ νεν οἷον αὐτὸν οἱ μῦθοι λέγουσιν, οὐδὲ ὅλως ἦν εὐδαίμων· | |
εἰ δὲ σὺν ἀρετῇ ἔζησεν, κατὰ ἀλήθειαν τότε ἦν εὐδαίμων‘. | 212 | |
41.8 | ἐπεὶ τοίνυν οὐκ ἐφείδετο αὐτοῦ ἀλλὰ τὰ κάλλιστα συν‐ εβούλευεν αὐτῷ, ὠργίζετο καὶ ἐφλέγμαινεν· καί τινες μέν φασιν ὅτι ὁ Δίων εὐλαβηθεὶς μή πως ἐπιβουλεύσῃ αὐτῷ ὡς μιαρὸς ὁ Διονύσιος, ᾔτησεν Πόλλητά τινα στρατηγὸν | |
5 | Λακεδαιμονίων νύκτωρ ἐκπορίσαι αὐτὸν ἐπὶ τὰς Ἀθήνας, ἵνα λάθῃ· ἄλλοι δέ φασιν ὅτι αὐτὸς ὁ Διονύσιος εἶπεν τῷ Πόλλητι λάθρᾳ ἵνα αὐτὸν ἐκβάλῃ. καὶ δὴ ἐξεβλήθη καὶ ἤγαγεν αὐτὸν εἰς Αἴγιναν· εἶτα γνοὺς ὁ Πόλλης ὅτι πολῖ‐ ται αὐτοῦ Λακεδαιμόνιοι αἰχμάλωτοί εἰσι παρὰ Ἀθηναί‐ | |
10 | οις φησὶν ὅτι ‘εἰ μὴ ἀπολύσωσιν αὐτούς, οὐκ ἀπολύω σε‘. κατ’ ἐκεῖνον τοίνυν τὸν χρόνον Ἀννίκερίς τις παρῆλθεν ἐπὶ τὰ Ὀλύμπια ἀπιὼν ἀγωνισόμενος, ἰδὼν δὲ τὸν Πλά‐ τωνα καὶ μαθὼν δίδωσιν κʹ μνᾶς καὶ λαμβάνει αὐτὸν ἀπὸ τῶν δεσμῶν μετὰ πολλῆς τιμῆς· ὕστερον δὲ ἠθέλησεν ὁ | |
15 | Πλάτων δοῦναι αὐτῷ τὰς κʹ μνᾶς καὶ οὐκ ἠθέλησεν λαβεῖν λέγων ὅτι ‘μείζονα εὔκλειαν ἡγησάμην λύσας σε τῆς ἐκ τοῦ Ὀλυμπιάσι γινομένης μοι ἀγῶνοσ‘. τούτων οὕτως ἐχόντων τέθνηκεν ὁ τύραννος Διονύσιος καταλείψας ἐξ ἑκατέρας τῶν γυναικῶν ἀνὰ ἕνα υἱόν. ἐμάχοντο τοίνυν, | |
20 | τίς ὀφείλει τυραννεῖν, οὐ γὰρ ᾔδεσαν αἱ γυναῖκες ποίᾳ προτέρᾳ ἐμίχθη, ἵνα ὁ ἐκ τῆς προτέρας βασιλεύσῃ· ἐπί‐ τηδες γὰρ ὁ Διονύσιος ἐσπούδασεν λαθεῖν ποίᾳ προτέρᾳ συνεκαθεύδησεν. ἡ Ἀριστομάχη τοίνυν ᾤετο ἐπιβουλεύ‐ ειν τῷ υἱῷ αὐτῆς τὸν ἀδελφὸν αὐτῆς Δίωνα καὶ ἐμίσει | |
25 | αὐτόν. γίνεται τοίνυν ὁ ἐκ τῆς Λοκρίτιδος γυναικὸς υἱὸς τύραννος, Διονύσιος καὶ αὐτὸς καλούμενος· φίλος οὖν ἦν αὐτῷ Δίων, καὶ λέγει αὐτῷ ὅτι ‘εἰ θέλῃς κρατῆσαι κοσ‐ μίως, πέμψον φέρε τὸν Πλάτωνα, καὶ αὐτός σε παιδεύει‘. ἔπεμψαν οὖν πρὸς αὐτόν· ὁ δὲ Πλάτων τοῖς μεγιστᾶσιν | |
30 | ἀνεκοινώσατο, εἰ θέλουσιν αὐτὸν ἀπελθεῖν· καὶ δὴ οἱ μὲν ἑταῖροι αὐτοῦ κατένευσαν ὡς θέλοντες αὐτὸν τοὺς λόγους ἐπὶ τῶν ἔργων αὐτῶν δεῖξαι, οἱ δὲ πολιτικοὶ ὡς βουλόμενοι πάσας τὰς πόλεις εὖ διατεθῆναι. ἀπῆλθε τοί‐ νυν· καὶ ἀκούσας Διονύσιος ὁ νεώτερος ὅτι παραγίνεται, | 213 |
35 | τὰ εὐαγγέλια θυσίας καὶ πανηγύρεις ἐποίησεν. καὶ δὴ ἐπαιδεύετο κατὰ τάξιν· καὶ κόνις ἦν καὶ ῥυπαρία ἐν τῷ ἀρχείῳ αὐτοῦ μὴ προϊόντος ἀλλὰ γεωμετροῦντος. ἐπειδὴ δὲ ἦν ἀτυχής, κόλακές τινες ἀναπείθουσιν αὐτὸν λέγοντες ὅτι ‘ὁ Δίων θέλει σοι ἐπιβουλεῦσαι, παῦσαι οὖν τούτων | |
40 | καὶ ἔχου τῶν πατρῴων θρόνων‘· καὶ δὴ δίδωσιν ἑαυτὸν τοῖς κόλαξι καὶ καταφρονεῖ τῶν λόγων, καὶ οὕτως ἀνα‐ χωρεῖ Πλάτων πανταχοῦ τὴν ἀλήθειαν ἀγαπήσας. | |
41.9 | Ταῦτα καὶ περὶ Πλάτωνος· περὶ δὲ Ἀριστοτέλους λεκ‐ τέον ὅτι πρῶτον μὲν οὐδὲν διαφωνεῖ πρὸς Πλάτωνα, ἀλλὰ κατὰ τὸ φαινόμενον· δεύτερον δέ, εἰ καὶ διαφωνεῖ, πάλιν ὠφεληθεὶς ἐκ Πλάτωνος. φησὶ γὰρ ἐν Ἀλκιβιάδῃ | |
5 | ὅτι ‘εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, ἄλλῳ λέγοντι μηδέποτε πιστεύσῃσ‘· καὶ πάλιν ἐν τῷ Φαίδωνί φησιν ὅτι ‘Σωκράτους μὲν ὀλίγον ὑμῖν μελέτω, τῆς δὲ ἀληθείας πολύ‘· ὥστε αὐτὸς ὁ Πλάτων κελεύει μὴ πείθεσθαι αὐτῷ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ ζητεῖν. ἀμέλει φησὶν ὁ φιλόσο‐ | |
10 | φος Ἀμμώνιος ὅτι ‘εἰ καὶ κακῶς ἐποίησα, ἀλλ’ οὖν ποτὲ λέγοντί τινι καὶ φάσκοντι ὅτι “Πλάτων ἔφη” εἶπον ὅτι “οὐκ ἔφη μὲν οὕτως, ὅμως (ἱλήκοι μοι ὁ Πλάτων) εἰ καὶ εἶπεν οὕτως οὐ πείθομαι, εἰ μὴ μετὰ ἀποδείξεωσ”‘. ὅτι δὲ καὶ Ἀριστοτέλης σέβει αὐτὸν ὡς διδάσκαλον, δῆλός | |
15 | ἐστι γράψας ὅλον λόγον ἐγκωμιαστικόν· ἐκτίθεται γὰρ τὸν βίον αὐτοῦ καὶ ὑπερεπαινεῖ· οὐ μόνον δὲ ἐγκώμιον ποιήσας αὐτοῦ ἐπαινεῖ αὐτόν, ἀλλὰ καὶ ἐν τοῖς ἐλεγείοις τοῖς πρὸς Εὔδημον αὐτὸν ἐπαινῶν Πλάτωνα ἐγκωμιάζει γράφων οὕτως· | 214 |
20 | ‘ἐλθὼν δ’ ἐς κλεινὸν Κεκροπίης δάπεδον εὐσεβέως σεμνῆς φιλίης ἱδρύσατο βωμὸν ἀνδρὸς ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις· ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων, | |
25 | ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ· οὐ νῦν δ’ ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε‘. | |
41.10 | Εἰ τοίνυν τοῦτο δεῖ τὸν ἀγαθὸν ἄνδρα [515 c 4—5]: ἐπειδὴ λείπει τι τοῖς ἤδη εἰρημένοις, δεῖ κἀκεῖνο προσθεῖναι περὶ Πλάτωνος. γεγόνασι ῥήτορες θαυμαστοὶ Ἰσοκράτης καὶ Δημοσθένης καὶ Λυκοῦργος· ἀλλ’ ὁ μὲν | |
5 | Ἰσοκράτης ἰσόχρονος αὐτῷ, ὁ δὲ Δημοσθένης καὶ ὁ Λυ‐ κοῦργος μαθηταὶ αὐτοῦ. εἰ τοίνυν Δημοσθένης ἐπαινεῖ τὸν Πλάτωνα, πῶς δεῖ πείθεσθαι τοῖς φληνάφοις Ἀριστεί‐ δου; ὁ γὰρ Δημοσθένης γράφων πρὸς Ἡρακλεόδωρόν τινα ἀκροασάμενον ἐπ’ ὀλίγον Πλάτωνος, εἶτα ἀτυχῶς | |
10 | φερόμενον καὶ καταφρονήσαντα τῶν λόγων, ἐπιπλήττει αὐτῷ καὶ λέγει ὅτι ‘οὐκ αἰσχύνῃ παιδείας καταφρονήσας καὶ λόγων ὧν Πλάτωνος ἠκροάσω;‘ καὶ πάλιν ὁ Φιλίσκος τὸν βίον γράφων τοῦ Λυκούργου φησὶν ὅτι ‘μέγας γέγονε Λυκοῦργος καὶ πολλὰ κατώρθωσεν ἃ οὐκ ἔστι δυνατὸν | |
15 | κατορθῶσαι τὸν μὴ ἀκροασάμενον τῶν λόγων Πλάτω‐ | |
νοσ‘. δεῖ δὲ καὶ τὸ χαρίεν εἰπεῖν ὃ ἔφη τις φιλόσοφος, ὅτι ἑαυτῷ ἐναντιούμενος ὁ Ἀριστείδης οὐκ οἶδεν· εἰ γὰρ αὐτὸς ὁ Ἀριστείδης Ἑρμοῦ τύπον ἔφη τὸν Δημοσθένην, ὁ δὲ Δημοσθένης ἐπαινεῖ Πλάτωνα, πολλῷ πλέον Πλάτων | 215 | |
20 | θεῖοσ‘. λόγος τοίνυν ὅτι ὁ Δημοσθένης ἠκροᾶτο Πλάτωνος καὶ τὴν φράσιν ἐπῄνει, εἶτα ἑταῖρός τις παρέσχεν αὐτῷ κόνδυλον ὡς μὴ προσέχοντι τοῖς θεωρήμασι. | |
41.11 | Ταῦτα μὲν οὖν περὶ Πλάτωνος. διὰ τοῦτο δέ φησιν ὅτι οὐκ ἦσαν οἱ δʹ ἐκεῖνοι πολιτικοί, ἐπειδὴ κακῶς ὑπέμειναν παρ’ αὐτῶν. ἢ γὰρ ἀγρίους αὐτοὺς παραλαβόντες ὤφελον αὐτοὺς ἡμέρους καὶ δικαίους ποιῆσαι, ἢ εἰ ἡμέρους αὐτοὺς | |
5 | παρέλαβον ὤφελον ἢ φυλάξαι αὐτοὺς οὕτως ἢ καὶ ἐπι‐ τεῖναι τὸ ἥμερον. νῦν δὲ καὶ ἀγριώτεροι γεγόνασιν· οὐκ ἄρα πολιτικοὶ ἦσαν. καὶ γὰρ καὶ ἡνίοχος ἵππους λαμβάνων ἀγρίους ἡμέρους αὐτοὺς ποιεῖ· εἰ γὰρ ἀπὸ ἡμέρων ἀγρίους ποιήσῃ, πειρᾶται κακῶν, καταβάλλουσι γὰρ αὐτόν. ὥσπερ | |
10 | οὖν ὁ τρέφων ὄνους ἢ ἵππους οὐ τῆς εὐμορφίας ὀφείλει φροντίσαι, ἀλλὰ τοῦ ἡμέρους αὐτοὺς ποιεῖν, οὕτω πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπων δεῖ ἡμερότητος φροντίζειν. λέγει τοίνυν ὅτι οὗτοι οἱ δʹ στρατηγοὶ μὲν ἦσαν ἀγαθοί, ὅτι ὅλως ἔσῳζον· καὶ ἰδοὺ πρὸ τοῦ Ἀριστείδου ταῦτα βοᾷ· | |
15 | οὐ μέντοι τῇ ἀληθεῖ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπε‐ σον. ἰδοὺ οὖν ὅτι οἶδεν καὶ ἀληθῆ ῥητορικήν, ὑπὲρ ἧς ῥητορικῆς οὐδὲ ὄναρ ἔσχε φαντασίαν εἰπεῖν ὁ Ἀριστείδης, ἀλλ’ ὑπὲρ τῆς δημώδους. Φησὶ τοίνυν ὁ Σωκράτης ὅτι οὗτοι οἱ δʹ ἦσαν καὶ ἀργοὶ | |
20 | καὶ δειλοὶ καὶ λάλοι καὶ φιλάργυροι· πῶς δὲ ἕκαστον τούτων λέγεται ἴδωμεν. ἀργοὺς αὐτοὺς λέγει, ἐπειδὴ τῶν Λακεδαιμονίων ἐπιόντων καὶ πρὸς πεζομαχίαν προ‐ καλουμένων οὗτοι οὐ συνεχώρουν οὕτως πολεμεῖν, ἀλλὰ | |
ναυμαχίᾳ ἐκέχρηντο· καὶ καλῶς μὲν ὡς στρατηγοὶ ἔσῳ‐ | 216 | |
25 | ζον τὴν πόλιν, οὐ μὴν ὡς πολιτικοί. παρακελεύεται γὰρ ὁ Πλάτων ἀεὶ μὲν ὁπουδήποτε ἀνθίστασθαι μετὰ τῆς ψυχῆς καὶ ταύτην σπεύδειν σῶσαι· εἰ δὲ βία καλέσοι, καὶ διὰ τοῦ σώματος βοηθεῖν ἑαυτῷ, εἰ δὲ ἔτι μᾶλλον γένηται βία, δόρατι καὶ ἀκοντίῳ κεχρῆσθαι, καὶ ἐπιτεινομένου τοῦ | |
41.12 | κακοῦ ἵππῳ, ναυσὶ δὲ μηδέποτε. καὶ δηλοῖ τοῦτο καὶ Ὅμηρος εἰσφέρων τὸν Ὀδυσσέα τὸν ἔμφρονα λέγοντα τῷ Ἀγαμέμνονι· ‘Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;‘ | |
5 | καὶ τὰ λοιπά, ἐν οἷς ἐκέλευε ‘μὴ ναῦς ἅλαδε ἑλκέμεν ἀμφιελίσσας, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν‘. δεῖ οὖν φεύγειν τὴν ναυμαχίαν, πρῶτον μὲν ὅτι οὐ πολεμοῦσι προθύμως, ἀλλ’ εἰ ἴδοιέν τι φορτικὸν ἕτοιμον ἔχοντες τὴν διὰ τῶν πλοίων φυγὴν φεύγουσι, καὶ ἀνόνητος ὁ πόλεμος | |
10 | γίνεται. δεύτερον δὲ ὅτι οὐδὲ οἱ θέλοντες ὡς δεῖ ἐναντιω‐ θῆναι δύνανται αὐτοκινήτως ἐνεργῆσαι, ἀλλ’ ἑτεροκινή‐ τως· πολλοῖς γὰρ κακοῖς δουλεύουσι, κύμασι, ναυσίν, ἀνέ‐ μοις καὶ τοῖς τοιούτοις. τρίτον ὅτι, εἰ νικήσωσιν, ὁ πολι‐ τικὸς οὐκ οἶδεν τίνα τιμήσοι ὡς νικήσαντα· ἄδηλον γὰρ | |
15 | εἰ οἱ στρατιῶται καλῶς ἐπολέμησαν ἢ οἱ κυβερνῆται καλῶς παρεσκευάσαντο. ὥστε διὰ ταῦτα πάντα οὐ δεῖ ναυμα‐ χίᾳ κεχρῆσθαι. εἰ δέ τις εἴποι ὅτι ‘πῶς οὖν ὁ Ἀπόλλων ἐρωτηθεὶς πῶς δεῖ σωθῆναι, ἔχρησεν ὅτι διὰ ναυμαχίας;‘ | |
εἰπὲ ὅτι ἠρωτήθη πῶς δεῖ σωθῆναι, οὐ μέντοι πῶς εὖ | 217 | |
20 | σωθῆναι, ὥστε οὐ ταὐτόν ἐστι τὸ τοῦ χρησμοῦ καὶ τοῦ πολιτικοῦ. ὁ μὲν γὰρ θεὸς ἐν αὐτῷ τῷ εἶναι καὶ τοῦ εὖ εἶναι προΐσταται, ὁ μέντοι πολιτικὸς ὅσον οἷόν τέ ἐστιν ὀφείλει σπεύδειν εὖ σῴζειν τοὺς ἀρχομένους. εἰ δὲ οἱ ἐν Σαλαμῖνι ναυμαχήσαντες ἐσώθησαν, οὐδὲν μέγα κατὰ | |
25 | συμβεβηκὸς νικῆσαι καὶ τὸ σπάνιον. δεῖ οὖν πανταχοῦ ἵστασθαι καὶ μὴ φεύγειν ἀλλὰ μιμεῖσθαι τοὺς ἐν Θερμο‐ πύλαις τʹ Λακεδαιμονίους· οὗτοι γὰρ πρὸς ἀπείρους μυ‐ ριάδας στάντες καὶ πολεμήσαντες, εἰ καὶ ἐφονεύθησαν τὰ σώματα, ἀλλ’ οὖν αἱ ψυχαὶ ἀνδρεῖαι, ὅτι πρὸς τοσούτους | |
30 | ἔστησαν ἄνδρας. Οὕτως μὲν οὖν ἦσαν ἀργοί. δειλοὶ δὲ ὅτι ἀπέκλειον αὐτοὺς ἐν τοῖς τείχεσι καὶ οὐκ ἐξῄεσαν θᾶττον. λάλοι δὲ ὅτι πρῶτος Περικλῆς τὰς νησιωτικὰς δίκας εἰς Ἀθήνας μετήγαγεν, ἵνα σχοῖέν τι λέγειν. οὕτω γοῦν καὶ οἱ κωμι‐ | |
35 | κοί φασιν ὅτι οἱ μὲν τέττιγες ἐπὶ δύο μῆνας ᾄδουσιν, οἱ δὲ Ἀθηναῖοι ἐν δίκαις ὅλον τὸν χρόνον. φιλάργυροι δὲ ὅτι φόρους ἐπενόουν δι’ ὧν ἐτρέφοντο· ταῦτα δὲ διὰ κέρδος ἐγίνετο. | |
41.13 | Τῶν τὰ ὦτα κατεαγότων [515e 8]: περὶ Λακε‐ δαιμονίων λέγει, ἢ ὅτι ἐν ταῖς παλαίστραις ὑπέτριβον τὰ ὦτα, ἢ τοῦτο λέγει πρὸς τοὺς μὴ δυναμένους ὑπεῖναι τὰ ὦτα καὶ ἀκοῦσαι τῶν λεγομένων. | |
41.14 | Κλοπὴν αὐτοῦ κατεψηφίσαντο [516a 1—2]: ἀπὸ τῶν κουφοτέρων παθῶν ἄρχεται καὶ λήγει ἐπὶ τὰ βαρύ‐ τερα. ἢ οὖν ὡς ἀπὸ κούφου πάθους τῆς κλοπῆς ἄρχεται, ἢ ὅτι γνώριμος ἦν αὐτῷ ὁ Περικλῆς καὶ ἀπὸ γνωριμωτέ‐ | |
5 | ρου ἄρχεται. | |
41.15 | Μηδὲ κυρίττοντας [516a 7]: ἀντὶ τοῦ ‘τοῖς κέρα‐ | |
σιν ἐπερχομένουσ‘· εἰ οὖν τοὺς τὰ ἄλογα ζῷα ἡμεροῦντας ἀποδεχόμεθα καὶ ἰατροὺς σώματα θεραπεύοντας τιμῶμεν, πῶς οἱ ῥήτορες οὗτοι, εἴ γε ἡμέρους ἐποίησαν τοὺς | 218 | |
5 | ἀνθρώπους, οὐκ ἂν ἐδοξάσθησαν; ἀλλὰ Μιλτιάδης ὁ Μαραθώνιος (καὶ διὰ τοῦ ‘Μαραθώνιοσ‘ αὔξει αὐτοῦ τὴν δόξαν) ἐν δεσμοῖς ἀπέθανεν· καὶ ὁ υἱὸς αὐτοῦ ὁ Κίμων ἔμελλεν οὕτως διαφθείρεσθαι, εἰ μὴ ἡ ἀδελφὴ αὐτοῦ ἡ Ἐλπινίκη εὐπρεπεστάτη οὖσα ἐκδέδωκεν ἑαυτὴν πρὸς | |
10 | γάμον ζαπλούτῳ τινὶ Καλλίᾳ, καὶ χρημάτων εὐπορήσασα καὶ δοῦσα τὴν τοῦ πατρὸς καταδίκην ἐρρύσατο αὐτόν. | |
41.16 | Καὶ εἰ μὴ διὰ τὸν πρύτανιν [516 e 1]: ὁ γὰρ πρύ‐ τανις ἔσωσεν αὐτόν. | |
41.17 | Οὐδένα ἡμεῖς ἴσμεν [517 a 1]: καλῶς τὸ ‘ἡμεῖς ἴσμεν‘· οὐδὲ γὰρ ἄτοπον ἢ προγεγονέναι πολιτικοὺς ἢ καὶ ἀλλαχοῦ εἶναι, ὅπου οὐκ ᾔδεσαν· οὕτω γοῦν καὶ Τίμαιος ὁ Πυθαγόρειος πολιτικῶς ἦρξεν ἐν Ἰταλίᾳ. | |
41.18 | Οὐδὲ τῇ κολακικῇ [517 a 6]: ἰδοὺ ἄντικρυς βοᾷ ὅτι οὐκ ἦσαν κόλακες· μάτην οὖν αὐτὸν συκοφαντεῖ ὁ Ἀριστεί‐ δης. πλὴν 〈εἰ〉 καὶ ὁ Ἀριστείδης γυμνάσασθαι ἠθέλησεν, ἀλλ’ ἐπὶ ἀτυχεῖ ὑποθέσει δυσφημῶν κατὰ τηλικούτου | |
5 | ἀνδρός. | 219 |
42t | Πρᾶξις σὺν θεῷ μβʹ | |
42.1 | Ἀλλὰ μέντοι πολλοῦ γε δεῖ [517 a 7—519 b 2]. Τὸν Ὁμηρικὸν Σίσυφον μιμεῖται ὁ Καλλικλῆς· ὥσπερ γὰρ ἐκεῖνος κατὰ τὸν ποιητὴν ποτὲ μὲν ἀνάγει τὸν λίθον, ποτὲ δὲ καθέλκει πάλιν, οὕτω καὶ ὁ Καλλικλῆς ποτὲ μὲν | |
5 | συντίθεται τῷ Σωκράτει ἀναγκαζόμενος, ποτὲ δὲ πάλιν καταπίπτει. λέγει τοίνυν ὅτι ‘ἄριστοι ἦσαν οἱ ῥήτορες ἐκεῖνοι‘· ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘οὐ σκώπτω αὐτοὺς ὡς στρατηγούς, ἀλλ’ ἐπαινῶ καί φημι ὅτι θαυμαστοὶ ἦσαν στρατηγοί, διακονικοὶ μέντοι καὶ οὐ πολιτικοί. | |
10 | ὥσπερ γὰρ ὁ ἰατρὸς ἔχει τοὺς ὑπηρετοῦντας αὐτῷ, οἷον καπήλους διὰ καλὸν οἶνον καὶ αἰγειοπράτας διὰ τὸ κελεύ‐ ειν θάλπεσθαι τὸ σῶμα καὶ πιμενταρίους, ὡσαύτως καὶ ὁ γυμναστὴς ἔχει ὀψοποιοὺς καὶ τοὺς τοιούτους, οὕτως καὶ ὁ πολιτικὸς ἔχει ὑπηρέτας· καὶ ἣν παρέχουσι χρείαν οἱ | |
15 | ὀψοποιοὶ καὶ οἱ πιμεντάριοι τοῖς γυμνασταῖς καὶ τοῖς ἰα‐ τροῖς, ταύτην καὶ οἱ ἰατροὶ καὶ οἱ γυμνασταὶ τῷ πολιτικῷ, ὑπηρετοῦσι γὰρ οὗτοι. ὥσπερ τοίνυν ἐπαινοῦμεν τὸν ὑγιά‐ ζοντα ἰατρὸν καὶ φονέα καὶ μοιχὸν ὡς ἰατρόν, οὐ μέντοι ὡς πολιτικόν (ὁ γὰρ πολιτικὸς ἐκέλευσεν ἀναιρεθῆναι | |
20 | αὐτὸν μᾶλλον ὡς φονέα, οὐ γὰρ ὑγιασθῆναι), οὕτως καὶ τούτους ἐπαινοῦμεν ὡς σῴζοντας τοὺς πολίτας, οὐ μέντοι ὡς πολιτικούς· οὐ γὰρ ἱκανή ἐστιν ἡ ὑγίεια πρὸς εὐδαιμο‐ νίαν, ὅπου γε πολλάκις καὶ ἐπὶ κακῷ τινὲς ἔχουσι τὴν ὑγίειαν‘. πρὸ τοῦ Ἀριστείδου οὖν καὶ αὐτὸς ἐπαινεῖ αὐτοὺς | |
25 | ὡς στρατηγούς· λέγει δὲ αὐτοὺς ‘ἐπιθυμίας παρασκευα‐ στὰσ‘ οὐ δήπου ὡς κόλακας ἢ αἰσχρούς, ἀλλ’ ἐπιθυμίας ἡδείας μέν, †οὐκ ἀγαθῆς† δέ. ἐπιθυμοῦμεν γὰρ καὶ ζῆν καὶ ὑγιαίνειν· ταύτην οὖν τὴν ἐπιθυμίαν παρεσκεύαζον | |
αὐτοῖς, τὴν πρὸς σωτηρίαν τῶν σωμάτων. | 220 | |
42.2 | Ὅτι δὲ δεῖ μὴ δημοκρατίαν εἶναι ἀλλ’ ἀριστοκρατίαν, ἐντεῦθεν δῆλον. ἰστέον ὅτι οὐ μόνον ὁ ἄνθρωπος μικρὸς κόσμος ἐστίν, ἀλλὰ καὶ ἡ πόλις· εἰ οὖν κόσμος ἐστὶν ἡ πό‐ λις, δεῖ μιμεῖσθαι τοὺς ἀνθρώπους τὸν κόσμον. πόλις γάρ | |
5 | ἐστιν, ὡς καὶ ὁ Δημοσθένης φησίν, οὐ τὰ κτίσματα ἀλλὰ οἱ ἄνθρωποι· λέγει γὰρ ὅτι ‘πόλιν δὲ ὅταν λέγω, ὑμᾶς λέγω‘. δεῖ οὖν μιμεῖσθαι τὸν ὅλον κόσμον, ἐν δὲ τῷ ὅλῳ κόσμῳ εἷς ἐστὶν ἄρχων· τίς οὗτος; ὁ θεός, εἴ γε ‘οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω‘. | |
10 | δεῖ οὖν μὴ πλῆθος δημοτῶν ἄρχειν, ἀλλ’ ἕνα ἔμφρονα καὶ πολιτικόν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλ’ αὕτη μοναρχία ἐστὶν καὶ οὐκ ἀριστοκρατία, καὶ οὐκ ἔστιν ταὐτόν‘, εἰπὲ ὃ εἶπεν ὁ φιλόσοφος Ἀμμώνιος· ‘δὸς αὐτῷ κόνδυλον καὶ εὐφήμει. ταὐτὸν γάρ ἐστιν, εἴ γε εἴρηται ἐν ταῖς Πολιτείαις | |
15 | ὅτι ὁ κρατῶν ἢ ἀριθμῷ θέλει εἷς εἶναι ἢ ζωῇ· εἰ οὖν καὶ πολλοὶ ὦσιν ἄριστοι ἄνθρωποι, εἷς εἰσὶ τῇ ζωῇ, κοινὰ γὰρ ἔχουσι πάντα‘. ἄχρηστος οὖν πανταχοῦ ἡ δημοκρατία, καὶ ὁ ὢν ἐν δημοκρατουμένῃ πόλει θεοῦ χρῄζει τοῦ ὀφεί‐ λοντος ῥύσασθαι αὐτὸν ἐκ τῶν μεγίστων κακῶν, ὥσπερ | |
20 | καὶ Σωκράτης ὑπὸ θεοῦ ἐφυλάχθη καὶ ἔμεινεν θεῖος καὶ μᾶλλον στομούμενος. Ἐπειδὴ δὲ παραβάλλει αὐτοὺς Θεαρίωνι τῷ ἀρτοποιῷ καὶ Μιθαίκῳ τῷ ὀψοποιῷ καὶ Σαράμβῳ τῷ καπήλῳ, ἀγανακτεῖ ὁ Ἀριστείδης· καίτοι οὐδεὶς μέμφεται τῷ | |
25 | Ὁμήρῳ εἰσαγαγόντι τὸν Αἴαντα, τὸν 〈‘ἄριστον‘,〉 ὡς εἶπεν, ‘μετ’ ἀμύμονα Πηλείωνα‘, ὄνῳ ἐοικότα καὶ ἀργῷ ὄνῳ· φησὶ γὰρ | |
‘ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν‘ καὶ πάλιν | 221 | |
30 | ‘ᾧ τε ῥόπαλ’ ἀμφὶς ἐάγη‘. οὐ δεῖ οὖν διὰ τὴν παραβολὴν κακίζειν· λέγει γὰρ ὅτι ὥσπερ ἐκεῖνοι καλοὶ ἦσαν κάλλιστα παρασκευάζοντες τὰ πρὸς τὴν χρείαν, οὕτως καὶ οἱ δʹ οὗτοι ὡς σῴζοντες μὲν ἐπαίνου ἄξιοι, ὡς μέντοι πολιτικοὶ οὐκέτι. | |
42.3 | Πρᾶγμα οὖν γελοῖον ποιοῦμεν ἐγώ τε καὶ σύ [517 c 4—5]: συγκαταριθμεῖ ἑαυτὸν τῷ γελοίῳ, ἢ διὰ τὸ μέτριον ἦθος ἢ βουλόμενος δεῖξαι ὅτι ἐὰν καταγελάστως ὁ μαθητὴς πολιτεύηται, καὶ ὁ διδάσκαλος ὑβρίζεται. | |
42.4 | Ἢ σκυτοδεψόν [517 e 1—2]: Ἀττικώτερον τὸ ‘σκυτο‐ δεψόν‘, ἐπειδὴ τὰ σκῦλα, ὅ ἐστι τὰ νεκρὰ σώματα καὶ δέρματα, ἑψῶνται. | |
42.5 | Καὶ τὰς ἀρχαίας σάρκας [518 c 7]: ἀντὶ τοῦ ‘τὰς κατὰ φύσιν‘· ἡ γὰρ πολλὴ τρυφὴ καὶ τὸ πολὺ πάχος νόσου αἴτιον γινόμενον μᾶλλον φθείρει τὴν σάρκα. | |
42.6 | Καὶ αἰτίους τῶν κακῶν [518 d 7]: μάλιστα, ὥς φησιν ὁ φιλόσοφος Ἀμμώνιος, εἰ εἴησαν ἀτυχεῖς οἱ ἰατροί, τότε οἱ κάμνοντες λέγουσιν ‘τίς μοι ἤνεγκε τούτους τοὺς ἰατρούς;‘ καὶ σκώπτει αὐτοὺς μὴ ὄντας ὅλως αἰτίους καὶ | |
5 | ἐπαινεῖ τοὺς πάλαι θρέψαντας αὐτὸν καὶ παχύναντας τὸ σῶμα αὐτοῦ, μὴ εἰδὼς ὅτι ἐκεῖνοι τῆς νόσου ἐγένοντο αἴτιοι καὶ οὐχ οἱ ἰατροί. νῦν γὰρ τοὺς ἰατροὺς λαμβάνει ὡς μὴ τῶν κολάκων ὄντας αὐτοὺς καὶ ποιήσαντας τὴν νόσον, ἀλλ’ ὡς μετὰ τὴν νόσον παρόντας. εἰ δὲ καὶ αὐτοὶ θέλον‐ | |
10 | τες ἐσθίειν παρασκευάσωσιν ἄνθρωπον ἐσθίειν πολλὰ καὶ λοιπὸν οὗτος νοσήσῃ, οὐδὲ τότε αἴτιοι τοῦ πάθους εἰσὶν οἱ ἰατροὶ ἀλλὰ συναίτιοι· ὅλως γὰρ διὰ τί ἐπείθετο ἐκεῖνος ταῖς κολακείαις; | |
42.7 | Καὶ ὕπουλός ἐστιν [518 e 4]: ὕπουλον γὰρ ὂν τὸ πάθος τῷ χρόνῳ οἰδεῖ καὶ ἐλέγχεται καὶ οὐκ αἰσθάνονται | |
ὅτι ἔκπαλαι τοῦτο ἐμελετᾶτο. | 222 | |
42.8 | Καὶ τοιούτων φλυαριῶν [519 a 3]: ἀντὶ τοῦ ‘καὶ πάντων τῶν περιττῶν‘· εἰ γὰρ ἡ φλυαρία περιττὸς λόγος ἐστί, καὶ πᾶν τὸ περιττὸν φλύαρόν ἐστι· διὰ τοῦτο γοῦν πᾶν ὅ τι ἂν ᾖ περιττὸν φλυαρίαν ὁ Σωκράτης καλεῖ. | |
42.9 | Σοῦ δὲ ἴσως ἐπιλήψονται [519 a 7]: ‘σὲ δὲ λο‐ ρήσουσιν ὡς ἐκείνων ἀναιτίων ὄντων‘. ἐνταῦθα δὲ Μιλτιά‐ δου οὐκ ἐμνήσθη, ἐπειδὴ ἐφρόνησεν κρεῖττον τῶν ἄλλων καὶ οὐ ναυμαχίᾳ ἀλλὰ πεζομαχίᾳ ἐνίκησεν. | |
43t | Πρᾶξις σὺν θεῷ μγʹ | |
43.1 | Καίτοι ἔγωγε ἀνόητον πρᾶγμα [519b 2—521a 1]. Τεκμηρίῳ ἐχρήσατο ὁ Σωκράτης τοῦ μὴ πεποιηκέναι καλοὺς κἀγαθοὺς τοὺς ἐν τῇ πόλει τοὺς δʹ ἐκείνους τῷ μὴ εὐχαριστεῖσθαι παρὰ τῶν πολιτῶν ἀλλὰ μεμισῆσθαι καὶ | |
5 | μὴ εὐγνωμοσύνης δεδέχθαι πράγματα. ὁ Καλλικλῆς τοί‐ νυν καὶ οἱ κατ’ αὐτὸν ἴσως εἴποιεν ὅτι ‘οὐδὲν πρὸς αὐτούς· τοῦτο γὰρ τῆς ἐκείνων ἀνοίας τε καὶ ἀχαριστίας ἐστίν, οὐ τῆς τούτων. οὕτω γοῦν καὶ θεὸς μὲν χαρίζεται ἀφθόνως τὰ αὑτοῦ ἀγαθά, εἰ δὲ οἱ ἀσεβεῖς καὶ θεοστυγεῖς ἀχαρι‐ | |
10 | στήσωσιν, οὗτοί εἰσιν οἱ μέμψεως ἄξιοι, οὐχ ὁ θεός. δεῖ τοίνυν καὶ ἐπὶ τούτων τοῖς πολίταις μέμψασθαι τοῖς ἀγνω‐ μονήσασιν, οὐ τοῖς εὐηργετηκόσιν‘. λύει τοίνυν ὁ Σωκρά‐ της ταύτην τὴν ἀπορίαν φάσκων οὕτως· ‘διάφορά ἐστι τὰ μέτρα τῶν εὐεργεσιῶν. ἢ γὰρ ψυχήν τις εὐεργετεῖ ἢ σῶμα | |
15 | ἢ τὰ ἐκτός· εἰ μὲν οὖν εὐεργετήσῃ τίς τινα ἐν χρήμασι καὶ ὕστερον ἐκεῖνος ἀχαριστήσῃ αὐτῷ, δεῖ τῷ ὄντι οὐ τὸν εὐεργετήσαντα μέμφεσθαι ἀλλὰ τὸν εὐεργετηθέντα ὡς | |
ἀχαριστήσαντα· ὡσαύτως δὲ καὶ ἰατρὸς εἰ ὠφελήσοι σῶμα καὶ ὑγιὲς ποιήσοι καὶ μὴ δῷ ὁ θεραπευθεὶς μισθοὺς | 223 | |
20 | μηδὲ χάριν ἔχοι, ἐκείνῳ δεῖ μέμφεσθαι, οὐ τῷ ἰατρῷ. εἰ δέ τις προθέμενος ψυχὴν εὐεργετεῖν, ἀχαριστηθῇ δὲ ὑπὸ τοῦ εὐεργετουμένου τὴν ψυχήν, δεῖ καὶ τῷ εὐεργετῆσαι ἐπαγγειλαμένῳ τὴν ψυχὴν μέμψασθαι, δῆλον γὰρ ὅτι οὐκ ἐποίησεν ὃ ἐπηγγείλατο· εἰ γὰρ ἦν εὐεργετήσας τὴν | |
25 | ψυχήν, πάντως οὐκ ἠχαριστεῖτο· αὐτὸ γὰρ τοῦτο ὁ ὠφελη‐ θεὶς τὴν ψυχὴν οὐκ ἠνείχετο ἀδικῆσαι καὶ ἀγνώμων ὀφθῆ‐ ναι περὶ τὸν ὠφελήσαντα τὴν ψυχήν. δῆλον οὖν ὅτι οὐκ ὠφέλησεν· καὶ γὰρ εἰ ἰατρὸς ἐπαγγέλλοιτο θεραπεύειν τι, μὴ θεραπεύσῃ δὲ ἀλλὰ τὸ ἐναντίον καὶ ἐπιτείνοι τὸ πάθος, | |
30 | ἀχαριστεῖται ὑπὸ τοῦ κάμνοντος καὶ εἰκότως ἀχαριστεῖ‐ | |
43.2 | ται, ἐπειδὴ ὃ ἐπηγγείλατο οὐκ ἐποίησεν. ὥστε οὖν καὶ οὗτοι οἱ δʹ ἠχαριστήθησαν, ἐπειδὴ οὐκ ἐποίησαν ἃ ἐπηγγεί‐ λαντο· εἰ γὰρ ἦσαν ποιήσαντες ὀρθὰς τὰς ψυχάς, οὐκ ἂν ἀγνωμοσύνην ἀπηνέγκαντο‘. ὥσπερ οὖν ὁ Διογένης ἑωρα‐ | |
5 | κὼς ἀτακτοῦν μειράκιον τὸν παιδαγωγὸν ἔτυψεν (εἰ γὰρ ἤθελεν ἐκεῖνος φροντίζειν, οὐκ ἠτάκτει), οὕτως καὶ ἐπὶ τούτων· ἐπειδὴ ἀγνωμόνως ἐκεῖνοι ἠνέχθησαν, δεῖ τού‐ τοις μέμψασθαι ὡς μὴ πολιτικοῖς. εἰ γὰρ ἐπαίδευσαν ὡς ἔδει, καὶ ἑκόντες ἀφ’ ἑαυτῶν χάριν εἶχον. οὕτως γοῦν καὶ | |
10 | μαθηταὶ αἰσθόμενοι ὠφελείας οὐ δέονται ἀκοῦσαι παρὰ τῶν διδασκάλων ἐνεγκεῖν μισθούς, ἀλλ’ ἐξ ἑαυτῶν ὁρμῶ‐ σιν εἰς τὸ θεραπεῦσαι καὶ εὐχαρίστως ἐνεχθῆναι. | |
43.3 | Ταῦτα μὲν οὖν περὶ τούτων. ἐπειδὴ δὲ τῇ προτεραίᾳ | |
ἔφη τις ὅτι ‘τί γὰρ ὅλως ἐστὶν ἀριστοκρατία;‘ φαμὲν ‘ἐν ᾗ τὸ ἄριστον ἄρχει, ὅ ἐστιν ὁ λόγοσ‘. ἐπειδὴ γὰρ τριμερὴς ἡμῶν ἐστὶν ἡ ψυχή—ἔχει γὰρ καὶ λόγον καὶ θυμὸν καὶ | 224 | |
5 | ἐπιθυμίαν, —ὅταν ἄρχῃ ὁ λόγος, καλλίστη γίνεται πολι‐ τεία. γίνεται οὖν ἀριστοκρατία, ἐπειδὴ τὸ ἄριστον κρατεῖ τῶν ἐν ἡμῖν, λέγω δὴ ὁ λόγος. εἰ δὲ ὁ θυμὸς κρατήσοι, γίνεται τιμαρχία. εἰ δὲ ἡ ἐπιθυμία, αὕτη ἢ φιλοχρήματός ἐστιν ἢ φιλήδονος· εἰ μὲν οὖν τὸ φιλοχρήματον κρατήσοι, | |
10 | ποιεῖ τὴν ὀλιγαρχίαν, ὀλίγοι γὰρ ἔχουσι χρήματα· εἰ δὲ τὸ φιλήδονον, ἢ ἔννομόν ἐστι τοῦτο ἢ παράνομον· εἰ μὲν οὖν τὸ ἔννομον κρατήσοι, ποιεῖ τὴν δημοκρατίαν, εἰ δὲ τὸ παράνομον, ποιεῖ τὴν τυραννίδα. | |
43.4 | Τῶν πολιτικῶν ἀνδρῶν μεταχειρίζηται [519 b 4—5]: τῶν μὴ ὄντων μὲν πολιτικῶν, νομιζομένων δὲ εἶναι πολιτικῶν. | |
43.5 | Ὡς ἀληθῶς δημηγορεῖν με ἠνάγκασας [519 d 5—6]: ἐπειδὴ ὁ Καλλικλῆς ἀνωτέρω εἶπεν ὅτι ‘δημηγόρος εἶ, ὦ Σώκρατεσ‘, νῦν ὁ Σωκράτης φησὶν ὅτι ‘τῷ ὄντι δημηγόρον με ἐποίησας· ἐγὼ γὰρ πάντα λέγω σοῦ μηδὲν | |
5 | ἀποκρινομένου‘. ὅτι δὲ ἀληθές ἐστιν ὡς οὐ δεῖ τὸν δι‐ δάσκαλον περὶ μισθοῦ λέγειν—πάντως γὰρ εἰ ὠφελήθη ὁ μαθητής, οὐκ ἀδικήσει, εἰ γὰρ ἀδικήσῃ οὐκ ὠφέληται· — ὅτι οὖν ἀληθές ἐστι τοῦτο, σημεῖον ἐκ τοῦ Ἀλκιβιάδου· οὕτως γοῦν κἀκεῖνος πάλαι μὲν ἔφευγεν τὸν Σωκράτην, | |
10 | ὡς δὲ ὠφελείας ᾔσθετο, τοσοῦτον εὐγνωμόνως ἠνέχθη | |
ὅτι μηδενὸς ἀναγκάζοντος ἔφη ὡς ‘τὰ ἐναντία φρονοῦμεν νῦν, πάλαι μὲν γὰρ σὺ ἐραστής μου ἦς, ὦ Σώκρατες, νῦν δὲ κινδυνεύεις σὺ μὲν εἶναι ὁ ἐρώμενος, ἐγὼ δὲ ὁ ἐραστήσ‘. | 225 | |
43.6 | Σὺ δὲ δι’ ἄγνοιαν [520 a 8]: ὁ μὲν γὰρ Σωκράτης αἰσχυνθεὶς τὸν Γοργίαν οὐδὲν εἶπεν κατὰ τῆς σοφιστικῆς, ὁ δὲ Καλλικλῆς ἐλοιδορήσατο αὐτῇ μὴ αἰσχυνθείς. δια‐ φέρει δὲ τῆς ῥητορικῆς ὅτι ἡ μὲν σοφιστικὴ περὶ τὰ καθ‐ | |
5 | όλου καταγίνεται, ἐκείνη δὲ περὶ τὰ μερικά. | |
43.7 | Οὐκοῦν εἴ τις αὐτὸ τοῦτο ἀφαιρεῖ, τὴν ἀδικίαν [520 d 4]: ἐπὶ μὲν τῶν ἄλλων εἰκὸς ἀχαριστηθῆναι ἢ τὸν ἰατρὸν ἢ τὸν παιδοτρίβην καὶ μεμφθῆναι τὸν ἀγνωμονή‐ σαντα· εἰ δὲ εὐεργετῶν τις τὴν ψυχὴν ἀδικηθῇ ὑπ’ αὐτοῦ | |
5 | τοῦ εὐεργετουμένου, αὐτῷ τῷ εὐεργετοῦντι δεῖ μέμφεσθαι ὡς μὴ ὠφελήσαντι. αὐτὸ γὰρ τοῦτο ἐπηγγέλλετο διδάσ‐ κειν αὐτόν, τὸ μὴ ἀδικεῖν· τοῦτο γάρ ἐστι ψυχὴν εὐεργε‐ τῆσαι. εἰ οὖν ἠδίκησεν, οὐκ ὠφελήθη, ὠφεληθεὶς γὰρ οὐκ ἄν ποτε ἠδίκησεν. | |
43.8 | Ὅντινα ἄν τις τρόπον ὡς βέλτιστος εἴη [520 e 2—3]: ὁ Ἀριστοτέλης τὸ πρακτικὸν διαιρεῖ εἰς ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν· ἰδοὺ δὲ καὶ πρὸ Ἀριστοτέλους τοῦτο ποιεῖ ὁ Πλάτων. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ὡς βέλτι‐ | |
5 | στος εἴη‘ τὸ ἠθικὸν ἐδήλωσεν, διὰ δὲ τῶν ἐφεξῆς τὰ λοιπά· διὰ μὲν γὰρ τοῦ ‘καὶ ἄριστα ἂν τὴν αὑτοῦ οἰκίαν διοικοίη‘ τὸ οἰκονομικὸν ἐσήμανεν, διὰ δὲ τοῦ ‘καὶ πόλιν‘ τὸ πολιτι‐ κόν. ὁ οὖν μαθὼν ταῦτα οὐκ ἂν ἀχαριστήσοι τῷ διδάξαντι, ἀλλὰ ἔσπευσεν ἂν ὁ εὖ παθὼν ἀντιποιῆσαι τὸν διδάσκα‐ | |
10 | λον. | 226 |
44t | Πρᾶξις σὺν θεῷ μδʹ | |
44.1 | Ἐπὶ ποτέραν οὖν [521 a 2]. Δεῖ καὶ πρὸς τὰς τυχούσας ἀπορίας ἀπαντᾶν, ἵνα μὴ δόξωσί τι εἶναι καὶ θορυβεῖν τὴν ψυχήν. ἦσαν δὲ ἀπορίαι περί τε Λυκούργου καὶ Θησέως, καὶ ἐλέγετο ὅτι ‘ἆρα | |
5 | πολιτικοὶ ἦσαν, ἐπειδὴ οἱ ἱστορικοὶ μέμνηνται αὐτῶν ὡς μὴ μεγίστων ἀλλ’ ὡς κακῶς ἀναιρεθέντων;‘ φαμὲν οὖν ὅτι ψεῦδος, οὐ γὰρ τοιαῦτα λέγεται περὶ Λυκούργου, ἀλλὰ θαυμαστά· πρῶτον μὲν γὰρ ὁ χρησμὸς ὁ Πυθικὸς ἐπ‐ ῄνεσεν αὐτὸν ὡς θείαν ἔχοντα πολιτείαν, ἔπειτα δὲ καὶ | |
10 | ἄλλα πολλὰ μαρτυρεῖ αὐτῷ ὅτι ἦν πολιτικός. πρῶτον μὲν τοῦ ἀδελφοῦ αὐτοῦ ἀποθανόντος καὶ καταλείψαντος παῖδα καὶ βασιλεύσαντος τοῦ παιδός, καὶ πάλιν ἔγκυον γυναῖκα αὐτοῦ καταλιπόντος καὶ τεθνηκότος ἡ γυνὴ ἐδήλωσε τῷ Λυκούργῳ ὅτι ‘εἰ βούλει, διαφθείρω τὸ ἔμβρυον καὶ βασί‐ | |
15 | λευσον σύ‘· ὁ δὲ ἐμέμψατο πάνυ τῇ γυναικὶ καὶ τεχθὲν τὸ βρέφος ἐκέλευσεν ἐπὶ τοῦ βασιλικοῦ θρόνου αὐτὸ τεθῆναι, | |
44.2 | καὶ πάντες ἐθαύμασαν τὸ δίκαιον αὐτοῦ. πρὸς τούτοις πάλιν τῶν Ἡρακλειδῶν 〈κατελθόντων〉 εἰς Μεσσήνην καὶ Ἄργος καὶ Σπάρτην αὐτὸς ἐβασίλευσεν τῆς Σπάρτης· καὶ τὰ μὲν λοιπὰ δύο, τά τε Μεσσήνια καὶ τὰ τοῦ Ἄργους, | |
5 | ἐφθάρη πράγματα, τὰ δὲ τῆς Σπάρτης ἔμεινεν, ἐπειδὴ ἐπο‐ λιτεύσατο Πλατωνικῷ νόμῳ. ὁ γὰρ Πλάτων κελεύει ἐν τῇ πόλει μήτε δούλους πάντας εἶναι, ἐπεὶ μῖσος γενήσεται | |
ἐκ τούτου πρὸς τοὺς ἄρχοντας, μήτε πάντας ἐλευθέρους, ἐπεὶ πάλιν καταφρονοῦσι τῶν ἀρχόντων, ἀλλὰ καὶ δού‐ | 227 | |
10 | λους καὶ ἐλευθέρους. ὁ τοίνυν Λυκοῦργος ὑπὸ κηʹ γερόν‐ των ἐκέλευσεν διοικεῖσθαι, ἵνα ὡς γέροντες μήτε τῶν ἀρχόντων φείδοιντο, εἰ φαῦλόν τι διαπράξοιντο περὶ τὸν δῆμον, ἀλλ’ ἐπιπλήξουσιν, μήτε τῶν πολιτῶν, εἰ ἴδοιέν τι ἄτακτον αὐτοὺς πράττοντας. ἀμέλει καὶ ἐλάττονα | |
15 | ἐποίησε τὴν πόλιν· καὶ ἐρωτηθεὶς ὅτι ‘ἐλάττων γέγονεν ἡ πόλισ‘, ἔφη ὅτι ‘ἀλλ’ ἀσφαλεστέρα‘. πρὸς δὲ τούτοις καὶ ἀγῶνας καὶ γυμνάσια ἐποίησε τοῖς Λακεδαιμονίοις καὶ ἐκέλευσε συνεστιᾶσθαι αὐτούς, ἵνα φιλίαν σχοῖεν, καὶ συντέλειαν ἐποίησε τῶν πλουσίων. ὅθεν τινὲς μὲν ἱστο‐ | |
20 | ροῦσιν ὅτι οἱ πλούσιοι ἀχθεσθέντες ἐφόνευσαν αὐτόν· Διοσκουρίδης δὲ ὁ ἱστορικὸς λέγει ὅτι ‘οὔ, ἀλλ’ ἐπῆλθον αὐτῷ, καὶ Κλέανδρός τις ἐξετύφλωσεν αὐτὸν καὶ ἔφριξαν πάντες οἱ ἄλλοι ἀνιαθέντεσ‘. ἀληθέστερον δὲ εἰπεῖν οὐδὲ ἐβλάβησαν οἱ ὀφθαλμοὶ αὐτοῦ ἀλλὰ ἔσχεν καλῶς. ἱστο‐ | |
25 | ρεῖται γὰρ ὅτι Πτιλλίας Ἀθηνᾶς ἱερὸν ἐποίησεν, πτίλλους δὲ ἐκάλουν τοὺς ὀφθαλμούς· εἰ δὲ ἦν τυφλωθείς, οὐκ ἂν ἐποίησεν ἱερόν. καὶ ἄλλο δὲ ἐποίησεν, ἐμηχανήσατο γὰρ τὸν πλοῦτον ἄχρηστον εἶναι, ὡς μηδένα θέλειν πλουτεῖν· ἐκέ‐ λευσε γὰρ χρυσοῦν καὶ ἀργυροῦν νόμισμα μὴ πολιτεύεσθαι, | |
30 | ἀλλὰ χαλκοῦν, καὶ τοῦτο ὄξει βρεχόμενον, ἵνα σήποιτο. λοιπὸν οὖν καὶ ξενηλασίαι ἐγίνοντο· ἕκαστος γὰρ ἐνεθυ‐ μεῖτο ὅτι ‘εἰ ἐνταῦθα μείνω καὶ ἐργάσωμαι καὶ λάβω νομίσματα τοιαῦτα ἐν τῇ ἐμῇ πόλει, οὐ δύναμαι αὐτοῖς χρήσασθαι‘. ταῦτα μὲν περὶ Λυκούργου· καὶ οὐδὲν ἄτο‐ | |
35 | πον ὕλην τινὰ εὑρεθεῖσαν ἄχρηστον, οἷον τὸν Κλέανδρον, ἐπιβουλεῦσαι τηλικούτῳ ἀνδρί. | |
44.3 | Εἴπωμεν δέ τι καὶ περὶ Θησέως. ἰστέον ὅτι οἱ ἱστορικοὶ πολλὰ μυθώδη ὡς ἱστορίας λέγουσιν. οὕτως γοῦν φασὶν αὐτόχθονας εἶναι τοὺς Ἀθηναίους· καὶ μὴν μυθῶδες καὶ παντελῶς ἀνόητον. μῦθος γάρ ἐστιν ὅτι, ὅτε ὁ Ἥφαιστος | 228 |
5 | ἀπέτεμεν τὴν κεφαλὴν τοῦ Διός, ἐξῆλθεν ἡ Ἀθηνᾶ, καὶ ἤρξατο διώκειν αὐτὴν ὁ Ἥφαιστος ὡς θέλων μιγῆναι, εἶτα μὴ καταλαβὼν ἀπεσπέρμαινεν ἐν τῇ γῇ, καὶ ἐγένετο ὁ Ἐριχθόνιος, ἐξ οὗ οἱ Ἀττικοί. ἰδοὺ οὖν ὅτι ταῦτα ὡς ἱστορίας οἱ ἱστορικοὶ παραλαμβάνουσιν, ἔδει δὲ κατὰ | |
10 | Πλάτωνα αὐτόχθονας εἰπεῖν. λέγει γὰρ αὐτὸς ὅτι ‘εἴπω‐ μεν τοὺς ἐν 〈τῇ〉 πόλει αὐτόχθονας ψευσάμενοι Φοινικικόν τι‘ (ἔστι δὲ Φοινικικὸν τὸ τοῦ Κάδμου, ὅτι ἔσπειρεν ὀδόν‐ τας δράκοντος καὶ ἀνῆλθον)· ‘ὀδόντας οὖν ἂν θρέψωμεν τοὺς ἀνθρώπους ψευσώμεθα, καὶ εἴπωμεν αὐτοὺς αὐτό‐ | |
15 | χθονας, ἵνα μὴ μόνον ὡς θρεψαμένην εὐεργετήσωσι τὴν πόλιν, ἀλλὰ καὶ ὡς ἐνεγκαμένην, καὶ μὴ ὡς ξένοι πολι‐ | |
44.4 | τεύσωνται‘. οὐ δεῖ οὖν τὰ μυθώδη παραδέχεσθαι, ἀλλ’ εἰδέναι ὅτι δράκων μέν ἐστιν ἡ μερικὴ τῶν ψυχῶν ζωή (ὥσπερ γὰρ οὗτος ἀποδύεσθαι τὸ γῆρας λέγεται, οὕτως καὶ ἡ ψυχὴ τῷ ἀεὶ ἔρχεσθαι εἰς τὴν γένεσιν νεάζει), γῆ | |
5 | δέ ἐστι τὸ περίγειον τῆς ψυχῆς φρόνημα, ὀδόντες δὲ τὸ μεριστὸν τῆς ζωῆς, ἐπειδὴ τοῖς ὀδοῦσι μερίζομεν τὴν τροφὴν καὶ καταλεαίνομεν. πάλιν Χίμαιράν φασιν τὴν ἔχουσαν λέοντος εἶδος καὶ δράκοντος. καί τινες ἀλληγο‐ ροῦντες χείροσι περιπίπτουσιν, φασὶν γὰρ ὅτι Λέων καὶ | |
10 | Δράκων γεγόνασιν ἄνδρες δεινοί· ὁ δὲ φιλόσοφος Ἀμμώ‐ νιος ἔφη ὅτι ‘ἐμοὶ εἶπεν πολλάκις ὁ Σόλων ὁ τῆς Ἀλεξαν‐ δρείας γενόμενος στρατηλάτης ὅτι “οὔ, ἀλλ’ ἐν Λυκίᾳ ἐγένετο γυνὴ ἥτις ἐκαλεῖτο Χίμαιρα, καὶ αὕτη ἔτεκεν δύο τέκνα Λέοντα καὶ Δράκοντα καλούμενα”‘. παντελῶς δὲ | |
15 | ἀνόητα ταῦτα· ἀλλὰ διὰ μὲν τοῦ λέοντος οἱ ποιηταὶ τὸ ἐν ἡμῖν θυμοειδὲς σημαίνουσι, διὰ δὲ τοῦ δράκοντος τὸ ἐν | 229 |
44.5 | ἡμῖν ἐπιθυμητικόν. καὶ πάλιν, ἵνα ἔλθωμεν εἰς τὸν Θησέα, φασὶν ὅτι Πασιφάη γέγονεν Ἡλίου θυγάτηρ καὶ ἐφίλησε ταῦρον καὶ ἐποίησε τὸν Μινώταυρον, ὃν ἐφόνευσεν ὁ Θησεύς. καί τινές φασιν ὅτι Ταῦρός τις ἄνθρωπος στρατη‐ | |
5 | γὸς τοῦ Μίνωος εἰς ἔχθραν αὐτῷ ἦλθεν καὶ ἐπολέμησεν αὐτῷ, καὶ διὰ τοῦτο Μινώταυρος ἐκλήθη ἀντὶ τοῦ ‘ὁ Μίνωος στρατηγὸς Ταῦροσ‘· πρὸς τοῦτον οὖν ἐπέμφθη πο‐ λεμήσων ὁ Θησεύς. ψεῦδος δέ· μετὰ δασμοῦ γὰρ ἀπεστάλη, οὐκ ἂν δὲ πρὸς τοιοῦτον στρατηγὸν πεμπόμενος δασμῷ | |
10 | ἐπέμπετο. καὶ πάλιν φασὶν Ἀριάδνην μίτον δεδωκέναι καὶ οὕτως σεσωκέναι αὐτὸν ἐκ τοῦ λαβυρίνθου. πάντα οὖν ταῦτα ἕτερόν τι σημαίνει· ὁ μὲν γὰρ Μινώταυρος τὰ ἐν ἡμῖν θηριώδη πάθη σημαίνει, ὁ δὲ μίτος θείαν τινὰ δύνα‐ μιν ἐξημμένην, ὁ δὲ λαβύρινθος τὸ σκολιὸν καὶ πολυ‐ | |
15 | ποίκιλον τοῦ βίου. ὁ τοίνυν Θησεὺς ἄριστος ὢν κατεκρά‐ τησε τῶν παθῶν τούτων, καὶ οὐ μόνον αὐτὸς κατεκράτη‐ | |
44.6 | σεν, ἀλλὰ καὶ ἄλλους ἐπαίδευσεν· τοῦτο γάρ ἐστι τὸ σῶ‐ σαι καὶ ἄλλους πεμφθέντας μετ’ αὐτοῦ. ἰστέον οὖν ὅτι μείζονα εἶχεν ὁ Θησεὺς μέτρα τοῦ Ὀδυσσέως· ἐκεῖνος μὲν γὰρ ἑαυτὸν ἐπαίδευσεν, ἄλλους δὲ οὐκ ἐδυνήθη παιδεῦσαι, | |
5 | οὐ γὰρ ἔσωσε τοὺς ἑταίρους αὐτοῦ, ὁ μέντοι Θησεὺς καὶ ἄλλους ἐπαίδευσεν. καὶ πάλιν φασὶν ὅτι ὁ Ἡρακλῆς κατῆλ‐ θεν εἰς Ἅιδου καὶ τὸν Θησέα ἔλαβεν πείσας τὸν Κέρβερον κύνα· καί τινες πάλιν ἐροῦσιν ὅτι Κύων τις γέγονεν ἀπη‐ νὴς ἄνθρωπος. ψεῦδος δέ· ἀλλὰ κύων ἐστὶν ἡ ἐλεγκτικὴ | |
10 | ζωή, ὁ οὖν Ἡρακλῆς εὐδαίμων ὢν καὶ μέγιστος ἐλέγχων πάντας ἔσῳζεν. καὶ γὰρ οἱ ιβʹ αὐτοῦ ἆθλοι ἕτερα σημαί‐ νουσιν. καὶ πάλιν φασὶ τὸν Σκίρωνα ἐν τῷ Ἰσθμῷ ὄντα περὶ κρημνώδεις τόπους, οὓς ὁ φιλόσοφος Ἀμμώνιος ἔφη | |
ἱστορηκέναι, κελεύειν τοὺς παριόντας νίπτειν αὐτοῦ τοὺς | 230 | |
15 | πόδας καὶ λακτίζειν αὐτοὺς καὶ φονεύειν· ἄλλοι δὲ εὐνο‐ μώτατον αὐτὸν καὶ δικαιότατόν φασιν. ὥστε ἀμφιβάλλε‐ ται ταῦτα ὡς μυθώδη καὶ οὐ δεῖ πιστεύειν ἀμφιβάλλουσιν αὐτοῖς. | |
44.7 | Εἰ δέ τις εἴποι ὅτι ‘οὐκοῦν οὐδὲ τοῖς φιλοσόφοις πιστευ‐ τέον, ἐπειδὴ ἀμφιβάλλουσι, καὶ οἱ μὲν ὕδωρ φασὶ τὴν ψυχὴν οἱ δὲ ἀέρα, οἱ δὲ θνητὴν οἱ δὲ ἀθάνατον‘, φαμὲν ὅτι ἐνταῦθα πιστεύομεν τοῖς μᾶλλον ταῖς κοιναῖς ἐν‐ | |
5 | νοίαις ἀκολουθοῦσιν, ἐκεῖ δὲ οὔκ εἰσι κοιναὶ ἔννοιαι, ἵνα διὰ τούτων παιδαγωγηθῶμεν. δεῖ οὖν πρότερον ἀναπτύσ‐ σειν τοὺς μύθους, καὶ γὰρ καὶ ὁ Πλάτων ἀναπτύσσει· οὕτως γοῦν ἐν τοῖς προλαβοῦσιν εἶπεν, τί μέν ἐστι πίθος, τί δὲ τὰ κόσκινα καὶ τὰ λοιπά. οὐ δεῖ οὖν ἐπὶ τῶν μύθων | |
10 | μένειν, ἀλλὰ φροντίζειν ἀρίστης πολιτείας. ἀμέλει καὶ ἐν τῷ Φαίδρῳ ἐρωτηθεὶς ὁ Σωκράτης, τί ἐστι τὸ τοῦ Μινω‐ ταύρου καὶ τὰ τῶν τοιούτων μύθων, φησὶν ὅτι ‘ἐγὼ οὐκ οἶδα τίς ὅλως εἰμί, καὶ πῶς ἔχω τὴν ἐμαυτοῦ φύσιν ἐάσας ταῦτα ζητεῖν;‘ σπεύδειν οὖν χρὴ τὴν ἑαυτοῦ οὐσίαν, τίς | |
15 | ποτέ ἐστι, μανθάνειν· τούτου γὰρ μεῖζον οὐδέν. ὅτι δὲ ὁ Σκίρων εὐδαίμων ἦν, πιστοῦνταί τινες ἐκ τοῦ Αἰακοῦ πενθερὸν εἶναι, ὅ ἐστι πάππον Πηλέως καὶ Τελαμῶνος. | |
44.8 | ἄλλως τε δεῖ τοῖς τὰ τοιαῦτα μυθάρια λέγουσιν εἰπεῖν ὃ ἀπεκρίθη Πλάτων τῷ Διονυσίῳ περὶ τοῦ Ἡρακλέους, ὅτι ‘εἰ μὲν ταῦτα ἀληθῆ ἐστὶν ἃ περὶ αὐτοῦ λέγουσιν, οὔτε Δίιος ἦν οὔτε εὐδαίμων, ἀλλ’ ἄθλιος· εἰ δὲ Δίιος ἦν καὶ | |
5 | εὐδαίμων, ψευδῆ ἐστὶ ταῦτα‘. ὡσαύτως δὲ καὶ περὶ Θησέ‐ ως δεῖ εἰπεῖν ὅτι ‘εἰ τοιαῦτα ἐποίει οἷα οἱ μῦθοι λέγουσιν, αἰσχρὸς ἦν, εἰ δὲ ἥρως ἦν, δῆλον ὅτι ἄλλα τινὰ διὰ τούτων αἰνίττονται‘. ἐπειδὴ δὲ ἠπόρουν τινὲς ὅτι ἐφόνευσαν αὐτὸν | |
οἱ Ἀθηναῖοι, ψεῦδος· ἐξεβλήθη μὲν γὰρ ὑπ’ αὐτῶν, οὐ | 231 | |
10 | μὴν ἐφονεύθη. πανταχοῦ τοίνυν δεῖ καταφρονεῖν τῶν μύθων καὶ ἐπείγεσθαι ἐπὶ τὴν ἀλήθειαν καὶ ταύτην διώκειν ὡς εὐζωΐας ἡμῖν αἰτίαν γινομένην. | |
45t | Πρᾶξις σὺν θεῷ μεʹ | |
45.1 | Ἐπὶ ποτέραν οὖν με παρακαλεῖς [521 a 2—522 e 8]. Ἔδειξεν ὁ Σωκράτης τὸ ποιητικὸν αἴτιον τῆς πολιτικῆς εὐδαιμονίας ὅτι ἡ ἀρετή ἐστιν, ἐπεὶ οὔτε ἡ διδασκαλικὴ ῥητορικὴ οὔτε ἡ δημαγωγική. ἡ γὰρ διδασκαλικὴ ἢ ἐπι‐ | |
5 | στήμονας ποιεῖ ἢ οὔ· ἀλλ’ εἰ μὲν οὐ ποιεῖ ἐπιστήμονας, τίς ἦν χρεία αὐτῆς; εἰ δὲ ποιεῖ, πῶς οὐδένα ἐποίησεν; πάλιν ἡ δημαγωγικὴ ἀχρεία ἐστὶν ὡς τῷ δήμῳ ὑπηρετοῦσα καὶ τὴν δημοκρατίαν ἀσπαζομένη. διὰ τοῦτο τοίνυν καὶ Λυκοῦρ‐ γος θαυμάζεται, ἐπειδὴ τὴν Λακεδαιμονίων πολιτείαν εἰς | |
10 | τὸ ἄμεινον μετήγαγεν. ἀμέλει ἱστορεῖται περὶ αὐτοῦ ὅτι χρηστὴν αὐτοῖς πολιτείαν παραδούς, ἐπειδὴ ᾔδει τοὺς ἀνθρώπους μὴ μένοντας βεβαίως, ὅρκον αὐτῶν ἔλαβεν ὅτι ‘ἐπειδὴ ἐξέρχομαι ἀπὸ τῆς πόλεως, ἄχρι οὗ ἔρχομαι φυλάξατε τὴν πολιτείαν ταύτην‘. καὶ δὴ φιλοῦντες αὐτὸν | |
15 | ὤμοσαν, καὶ ἐπειδὴ ἐφύλαττον, ἵνα τῇ αἰδοῖ τῇ περὶ τὸν ὅρκον κρατήσωσι τὴν πολιτείαν, ἐπὶ ξένης ἀπέθανεν ὁ Λυκοῦργος· καὶ ἔσπευσεν ἀφανὲς γενέσθαι αὐτοῦ τὸ σῶμα, ἵνα μὴ μετὰ θάνατον λάβωσιν αὐτὸ Λακεδαιμόνιοι καὶ λοιπὸν λύσωσι τοὺς ὅρκους ὡς ἤδη δεξάμενοι τὸν Λυκοῦρ‐ | |
20 | γον. ἔμεινε τοίνυν ἐπὶ πολὺ παρ’ αὐτοῖς ἀρίστη πολιτεία ἄχρι Ἄγιδος τοῦ τοῦ Ἀρχιδάμου. δεῖ οὖν πανταχοῦ τὴν ἀρετὴν διώκειν· χωρὶς γὰρ ταύτης ἀδύνατον πολιτικὸν | |
γενέσθαι. Ὁ τοίνυν Καλλικλῆς, ὡς εἴρηται, τὸν Σίσυφον μιμεῖται· | 232 | |
25 | ὑπερκύπτει μὲν γὰρ τῶν παθῶν, πάλιν δὲ καθέλκεται. καὶ ἁπλῶς ἔπαθέν τι ὑπὸ τῶν Σωκρατικῶν λόγων· καὶ τῶν μὲν ἄλλων παθῶν καθυφῆκεν, ταράττει δὲ αὐτὸν τὸ τοῦ θανάτου πάθος καὶ μέγιστον κακὸν οἴεται τὸν θάνατον. ὁ τοίνυν Σωκράτης λέγει ὅτι οὐκ ἔστιν τοῦτο μέγιστον | |
30 | κακόν, οὐδὲ γὰρ δεῖ λυπεῖσθαι ἐπὶ τῷ θανάτῳ, ἐπειδὴ οὐδὲ ἐφ’ ἡμῖν ἐστίν· ὁ πιστεύσας οὖν τοῦτο ἡμῖν τὸ σῶμα | |
45.2 | πάλιν ἀφαιρεῖται αὐτό, ὅτε βούλεται. ὥστε οὖν μέγιστον κακόν ἐστι τὸ τὴν ψυχὴν βλάπτειν. οὐ δεῖ οὖν ἀφαιρεῖσθαι χρήματα, ἐπεὶ τὴν οἰκείαν ψυχὴν ἀδικεῖ ὁ τοῦτο ποιῶν· κἂν γὰρ πάντα ἃ ἀφεῖλεν χρήματα ἀδίκως δῷ τοῖς δεο‐ | |
5 | μένοις, οὐδὲν ἧττον ἠδίκησε τὴν ἑαυτοῦ ψυχήν, ἔδει γὰρ αὐτὸν μᾶλλον πεῖσαι τὸν ἔχοντα διαδοῦναι τοῖς δεομένοις καὶ μὴ αὐτὸν βίᾳ λαβεῖν. λέγει τοίνυν ὁ Καλλικλῆς ὅτι μέγιστον κακὸν ὁ θάνατος· ἡ οὖν ῥητορικὴ μεγίστη ἐστὶν ὡς ῥυομένη τοῦ κακοῦ, ἡ δὲ φιλοσοφία τὸ ἀνάπαλιν, καὶ | |
10 | καταφρονεῖται. οὕτως γοῦν καὶ ἕλκεται ὁ φιλόσοφος βίᾳ καὶ κατὰ κόρρης τύπτεται καὶ οὐδὲν τολμᾷ ποιῆσαι. ὁ τοί‐ νυν Σωκράτης φησὶν ὅτι ‘πῶς ἵνα μὴ τὴν ψυχήν μου ἀδι‐ κήσω· ἐπεὶ εἰ ἕλκει μέ τις, ὡς πονηρὸν αὑτὸν ἐχέτω εἰδὼς ὅτι ἀδίκως τοῦτο ποιεῖ‘. | |
15 | Λέγει τοίνυν αὐτῷ ὁ Καλλικλῆς ὅτι ‘ὀφείλεις εἶναι ἐν τῇ πόλει καὶ ποιεῖν τὰ συμφέροντα τῷ δήμῳ‘. ὁ δὲ συλλο‐ γισμόν φησιν, ὅτι ‘ὁ ἐν τῇ πόλει ὢν καὶ τὰ συμφέροντα αὐτοῖς ποιῶν καὶ τὰ πρὸς χάριν λέγων ἀνόητός ἐστιν‘. ὑποθετικῷ τοίνυν κέχρηται συλλογισμῷ καὶ λέγει ὅτι | |
20 | ‘εἰ ὁ ποιῶν τὰ συμφέροντα αὐτοῖς ἀνόητός ἐστιν, ἀλλὰ μὴν ἐγὼ ἀνόητος οὔκ εἰμι, οὐ ποιῶ ἄρα τὰ συμφέροντα αὐτοῖσ‘. | |
ἰστέον τοίνυν ὅτι τὴν πρόσληψιν ὡς ἐπαχθῆ οὐ κατασκευά‐ ζει οὐδὲ ἐκτίθεται· ποία δέ ἐστιν ἡ πρόσληψις; ἡ λέγουσα ὅτι ‘ἀλλὰ μὴν ἐγὼ ἀνόητος οὔκ εἰμι‘· οὐκ ἐκτίθεται οὖν | 233 | |
25 | αὐτὴν ὡς φορτικήν, ἄτοπον γὰρ ἑαυτὸν ἐπαινεῖν. λοιπὸν φέρει παράδειγμα ὀψοποιοῦ καὶ ἰατροῦ καί φησιν ὅτι ‘ὁ μὲν ἰατρὸς δίδωσι καὶ πικρὰ φάρμακα, εἰ χρεία καλέσοι, ὁ δὲ ὀψοποιὸς πρὸς τὸ ἡδὺ ἀεὶ βλέπει· εἰ τοίνυν κατηγο‐ ρηθῇ ὁ ἰατρὸς καὶ πρὸς παιδία τοὺς ἀγῶνας ποιοῖτο, νική‐ | |
30 | σοι ὁ ὀψοποιός· πῶς γὰρ πεῖσαι ἔχει τοὺς ἀνοήτους ὅτι διὰ τὸ συμφέρον προσέφερεν πικρὰ φάρμακα; ἀλλὰ πάντες καταψηφίσονται αὐτοῦ· οὕτως τοίνυν καὶ ἐμοῦ ἐὰν κατ‐ ηγορήσωσι, διὰ τί τοὺς νέους διδάσκω, πότε πεισθήσονται ὅτι ὑπὲρ τοῦ συμφέροντος αὐτῶν, ἵνα γένωνται καλοὶ καὶ | |
35 | ἀγαθοί;‘ δεῖ τοίνυν ἐπὶ τῆς τοιαύτης πολιτείας τειχίον ἑαυτῷ ποιεῖν κἀκεῖ τὸν πάντα χρόνον ἡσυχάζειν. | |
45.3 | Ἢ ὡς διακονήσοντα καὶ πρὸς χάριν ὁμιλή‐ σοντα [521 a 4—5]: φησὶν ὅτι ‘βούλει με διάκονον εἶναι Ἀθηναίων καὶ πρὸς χάριν λέγειν, ὅ ἐστι κόλακα εἶναι;‘ καὶ ἰδοὺ ἐντεῦθεν νομίζουσιν αὐτὸν καὶ τοὺς δʹ ἐκείνους | |
5 | κόλακας λέγειν· εἰ γὰρ διακόνους αὐτοὺς εἶπεν ἄνω, νῦν δὲ τοὺς διακόνους κόλακας λέγει—εἶπεν γὰρ ὅτι ‘διακονή‐ σοντα καὶ πρὸς χάριν ὁμιλήσοντα‘, —ὥστε κἀκεῖνοι διά‐ κονοι ὄντες καὶ κόλακες ἦσαν. φαμὲν οὖν ὅτι ‘οὔ· εἶπεν γὰρ ὅτι “οὐδὲ τῇ κολακικῇ ἐχρῶντο”, νῦν δὲ τοῦτο περὶ | |
10 | ἑαυτοῦ λέγει. ἐκεῖνοι μὲν γὰρ οἱ δʹ οὐκ ἦσαν κόλακες, ἀλλὰ διάκονοι, ἐπειδὴ ὃ ὑπενόουν εἶναι ἀγαθόν, εἰ καὶ μὴ κατωρθωμένως, ὅμως γοῦν αὐτὸ συνεβούλευον· ὁ μέντοι Σωκράτης οἶδεν τὸ ὄντως ἀγαθόν. εἰ τοίνυν εἰδὼς τὸ ὄντως ἀγαθὸν ὁ Σωκράτης διακονήσοι τῇ πόλει καὶ τὰ | |
15 | συμφέροντα αὐτοῖς πράξοι καὶ παρίδοι τὸ ὄντως ἀγαθόν, ὁμολογουμένως κόλαξ ἐστὶν ὡς εἰδὼς μὲν τὸ ἀγαθὸν κρύπ‐ | |
των δὲ αὐτὸ διὰ τὴν κολακείαν. | 234 | |
45.4 | Εἴ σοι Μυσόν [521 b 2]: ἡ παροιμία αὕτη ἐκ τοῦ Τηλέφου ἐστὶν Εὐριπίδου· ἐκεῖ γὰρ ἐρωτᾷ τις περὶ τοῦ Τηλέφου καί φησιν τὸ ‘Μυσὸν Τήλεφον‘· εἴτε δὲ Μυσὸς ἦν εἴτε ἄλλοθέν ποθεν, πῶς ὅτι ὁ Τήλεφος γνωρίζεται; | |
5 | οὕτως καὶ ἐνταῦθα, ‘εἴτε κόλακα θέλεις εἰπεῖν τὸν τοιοῦ‐ τον εἴτε διάκονον εἴτε ὁντιναοῦν, δεῖ‘, φησὶν ὁ Καλλικλῆς, ‘τοιοῦτον εἶναι περὶ τὴν πόλιν‘. | |
45.5 | Οὐχ ἕξει ὅ τι χρήσεται αὐτοῖς [521 b 7—8]: τί οὖν; οὐ χρήσεται τοῖς χρήμασιν ὁ ἀφαιρῶν; φαμὲν ὅτι κακῶς χρῆται, τοῦτο δὲ οὐκ ἔστι χρήσασθαι· ἀδικῶν γὰρ τὴν οἰκείαν ψυχὴν χρῆται αὐτοῖς. | |
45.6 | Καὶ φαύλου [521 c 5—6]: ἀντὶ τοῦ ‘εὐτελοῦσ‘, νῦν γὰρ οὐ σημαίνει τὸ ‘κακοῦ‘· ἤδη γὰρ εἶπεν ‘μοχθηροῦ‘. | |
45.7 | Καὶ ἰσχναίνων [521 e 8—522a 1]: γράφεται καὶ ‘ἴσχων‘ καὶ ‘πνίγων‘· ἀλλ’ εἰ μὲν ‘ἴσχων‘ καὶ ‘ἰσχναίνων‘, πρὸς τοῦτο ἀποδίδωσι τὸ ‘πεινῆν καὶ διψῆν‘· εἰ δὲ ‘πνί‐ γων‘, τὸ ‘προσφέρων πικρὰ φάρμακα‘ δεῖ ἀποδοῦναι. | |
45.8 | Τὸ ὑμέτερον δὴ τοῦτο, ὦ ἄνδρες δικασταί [522 c 1—2]: ἔθος γὰρ τοῖς ῥήτορσι πανταχοῦ λέγειν τὸ ‘ὦ ἄνδρες δικασταί‘· ‘ἀναγκασθήσομαι οὖν κἀγὼ μὴ δυνάμενος τἀληθῆ λέγειν τούτοις κεχρῆσθαι τοῖς λόγοισ‘. | |
45.9 | Ἀγανακτοίην ἄν [522 d 7]: οὐ κατὰ τοῦ δημιουργοῦ λέγει ὡς ποιοῦντος αὐτὸν ἀποθνῄσκειν, ἀλλὰ καθ’ ἑαυ‐ τοῦ, ὅτι ἀποθνῄσκει μηδὲν ἀγαθὸν διαπραξάμενος. | |
45.10 | Τὸ γέμοντα τὴν ψυχήν [522 e 3—4]: ‘τὸν ἄνθρω‐ πον γέμοντα κατὰ τὴν ψυχὴν πολλῶν ἀδικημάτων ἀπο‐ θανεῖν ἔσχατον κακόν ἐστιν‘. | |
45.11 | Ἀλλ’ ἐπείπερ γε καὶ τὰ ἄλλα ἐπέρανας [522 e 7]: | |
ἔσχον τέλος οἱ λόγοι· λοιπὸν ἐντεῦθεν ὁ μῦθος διαδέχεται. | 235 | |
46t | Πρᾶξις σὺν θεῷ μϛʹ | |
46.1 | Ἄκουε δή, φασί, μάλα καλοῦ λόγου [523a 1]. Ἰστέον ὅτι ἡ ἀριστοκρατία μάλιστα παρὰ τοῖς Πυθα‐ γορείοις ἤνθει. ἀριστοκρατία γάρ ἐστιν ἡ ποιοῦσα καλοὺς καὶ ἀγαθοὺς τοὺς πολίτας· γίνονται δὲ καλοὶ καὶ ἀγαθοὶ | |
5 | τελείαν ἔχοντες τὴν ψυχήν· τελειότης δὲ οὐκ ἂν γένοιτο ψυχῆς εἰ μὴ διὰ ζωῆς τε καὶ γνώσεως· καὶ πάλιν γνῶσις οὐκ ἂν γένοιτο εἰ μὴ πρότερον διὰ ζωῆς κατωρθωμένης, ἐρρυπωμένῃ γὰρ ψυχῇ οὐκ ἐγγίνεται γνῶσις. πρότερον τοί‐ νυν οἱ Πυθαγόρειοι τὴν ζωὴν ἐκάθαιρον διὰ τοῦ ἐθίζειν | |
10 | σιγὴν ἀσκεῖν καὶ ἀπογεύεσθαι τῶν ὄψων ἄκρῳ μόνῳ δακ‐ τύλῳ, καὶ λοιπὸν τὴν γνῶσιν παρεδίδοσαν· ὥστε ἀριστο‐ κρατίᾳ συνέζων. | |
46.2 | Ταῦτα ἔδει προστεθῆναι καὶ προστέθηται ὥσπερ τις κολοφὼν τῶν ἤδη λελεγμένων· λοιπὸν ἔλθωμεν ἐπὶ τὸ προ‐ κείμενον. ἀλλ’ ἐπειδὴ μῦθον ἐκτίθεται ὁ Πλάτων, πρό‐ τερον ζητήσωμεν πόθεν ὅλως ἦλθον οἱ παλαιοὶ εἰς τὸ μύ‐ | |
5 | θους πλάττειν, δεύτερον δὲ τίς ἡ διαφορὰ τῶν φιλοσόφων μύθων πρὸς τοὺς ποιητικούς, καὶ τρίτον τίς ὁ σκοπὸς τοῦ νῦν παραδιδομένου μύθου. Ἀρξώμεθα τοίνυν ἀπὸ τοῦ προτέρου προβλήματος καὶ εἴπωμεν πόθεν προετράπησαν εἰς τὸ ποιεῖν μύθους. δεῖ | |
10 | τοίνυν εἰδέναι ὅτι εἰς δύο ταῦτα ἀποβλέψαντες μύθοις ἐχρήσαντο, εἴς τε τὴν φύσιν καὶ εἰς τὴν ἡμετέραν ψυχήν. καὶ εἰς μὲν τὴν φύσιν τε καὶ δημιουργίαν οὕτως· δεῖ εἰδέναι ὅτι τὰ ἀφανῆ ἐκ τῶν φανερῶν πιστοῦται καὶ τὰ ἀσώματα ἐκ τῶν σωμάτων. εἰσὶ γὰρ ἀσώματοι δυνάμεις, καὶ ὅτι | |
15 | εἰσίν, ἐκ τῶν σωμάτων ἐν νῷ ἐρχόμεθα· ὁρῶμεν γὰρ αὐτὰ εὔτακτα, καὶ ἐννοοῦμεν ὅτι προΐσταταί τις ἀσώμα‐ τος δύναμις· οὕτως οὖν καὶ τῶν οὐρανίων προέστηκεν δύναμις κινητική. ἐπεὶ οὖν ὁρῶμεν ὅτι τὸ σῶμα τὸ ἡμέ‐ τερον κινεῖται, καὶ μετὰ θάνατον οὐκέτι, ἐννοοῦμεν ὅτι | 236 |
20 | ἦν τις ἀσώματος δύναμις ἥτις αὐτὸ ἐκίνει· ἰδοὺ οὖν ὅτι ἐκ τῶν φανερῶν τε καὶ σωματικῶν τὰ ἀσώματά τε καὶ ἀφα‐ νῆ πιστούμεθα. καὶ οἱ μῦθοι τοίνυν γεγόνασιν ἵνα ἐκ τῶν φαινομένων εἰς ἀφανῆ τινὰ ἐρχόμεθα, οἷον ἀκούοντες μοιχείας θεῶν καὶ δεσμοὺς καὶ σπαραγμοὺς καὶ Οὐρανοῦ | |
25 | ἀποτομὰς καὶ τὰ τοιαῦτα, ἐκ τῶν τοιούτων μὴ αὐτὸ τὸ φαινόμενον διώκομεν, ἀλλ’ ἐπὶ τὸ ἀφανὲς ἐρχόμεθα καὶ ζητοῦμεν τὸ ἀληθές. οὕτως οὖν εἰς τὴν φύσιν ἀποβλέπον‐ τες μυθοποιίαις ἐχρήσαντο. | |
46.3 | Εἰς δὲ τὴν ἡμετέραν ψυχὴν οὕτως· παῖδες ὄντες κατὰ φαντασίαν ζῶμεν, τὸ δὲ φανταστικὸν μέρος ἐν μορφαῖς καὶ τύποις καὶ τοῖς τοιούτοις· ἵνα οὖν τὸ ἐν ἡμῖν φανταστι‐ κὸν τηρῆται, μύθοις χρώμεθα, ὡς ἂν τοῦ φανταστικοῦ | |
5 | χαίροντος τοῖς μύθοις. ἄλλως τε καὶ μῦθος οὐδὲν ἕτερόν ἐστιν ἢ λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν. εἰ οὖν εἰκών ἐστιν ἀληθείας ὁ μῦθος, ἔστι δὲ καὶ ἡ ψυχὴ εἰκὼν τῶν πρὸ αὐτῆς, εἰκότως μύθοις χαίρει ἡ ψυχὴ ὡς εἰκὼν εἰκόνι. ἐπεὶ οὖν ἐκ παίδων καὶ ἁπαλῶν ὀνύχων συντρεφόμεθα | |
10 | μύθοις, δεῖ αὐτοὺς παραλαμβάνεσθαι. | |
46.4 | Ταῦτα μὲν οὖν εἴρηται εἰς τὸ δεῖξαι τὸ πρῶτον πρόβλημα τὸ ζητοῦν πόθεν εἰς ἔννοιαν ἦλθον τῶν μύθων· λοιπὸν δὲ εἰπεῖν τί διαφέρουσιν οἱ τῶν φιλοσόφων μῦθοι τῶν ποιη‐ τικῶν. φαμὲν ὅτι ἑκάτερος αὐτῶν καὶ πλεονεκτεῖ τὸν | |
5 | ἕτερον καὶ πάλιν ἔχει ἐλάττωμα. οἷον ὁ ποιητικὸς ἔχει πλεονέκτημα ὅτι τοιαῦτα λέγει ὡς καὶ τὸν τυχόντα μὴ | |
πείθεσθαι ἀλλ’ ἔρχεσθαι ἐπὶ κεκρυμμένην ἀλήθειαν. τίς γὰρ νοῦν ἔχων πιστεύει ὅτι ὁ Ζεὺς ἤθελεν Ἥρᾳ μιγῆναι καὶ ἐν αὐτῷ τῷ ἐδάφει, μηδὲ ἐπὶ τοῦ δωματίου ἐρχόμενος; | 237 | |
10 | ὥστε οὖν πλεονέκτημα ἔχει ὅτι τοιαῦτα λέγει ὁ ποιητικὸς μῦθος ἃ μὴ ἐᾷ εἰς τὸ φαινόμενον ἵστασθαι ἀλλὰ ζητεῖν ποιεῖ κεκρυμμένην ἀλήθειαν. οὐ μόνον δὲ περὶ θεῶν ταῦτα λέγουσιν ἀλλὰ καὶ περὶ ἡρώων· πῶς γὰρ στρατιώτης εἶχε λέγειν βασιλεῖ | |
15 | ‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων‘, πῶς δὲ καὶ διὰ γύναιον ἐδάκρυσεν ἥρως ἄνθρωπος καὶ οὐ σωφροσύνην ἠσπάζετο; καὶ μὴν αὐτὸς Ὅμηρος τὴν μὲν Ἄντειαν μαινομένην εἶπεν ὡς πόρνην, ἔφη γὰρ ‘τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια‘, | |
20 | τὸν δὲ Βελλεροφόντην ὡς σώφρονα ἔφη ‘ἀγαθὰ φρονέειν‘. πῶς οὖν ὁ ταῦτα λέγων νῦν ἐπὶ Ἀχιλλέως τὰ ἐναντία φθέγγεται; ὥστε ἕτερόν τι σημαίνει, καὶ δεῖ τὸ κεκρυμ‐ μένον ζητεῖν. πλεονεκτοῦσιν οὖν κατὰ τοῦτο, οὐ γὰρ ᾔδεσαν ὅτι μοχθηρὸς ἔχει βίος ἀνθρώπων γενέσθαι | |
25 | ὃς τιμᾷ μόνον τὸ φαινόμενον καὶ οὐδὲ ὅλως ζητεῖ τὸ ἐν βάθει τοῦ μύθου κεκρυμμένον. Ὥστε πλεονεκτεῖ μὲν ὁ ποιητικὸς μῦθος κατὰ τοῦτο, ὅτι τοιαῦτα λέγει ἃ μὴ παραδέχεται μηδὲ τυχοῦσα ἀκοή, ἀλλ’ ἐπὶ τὸ κεκρυμμένον ἔρχεται· ἔχει δὲ ἐλάττωμα ὅτι | |
46.5 | ἀπατᾷ νέαν ἀκοήν. ἀμέλει ὁ Πλάτων διὰ τοὺς τοιούτους μύθους ἐκβάλλει ἐκ τῆς ἑαυτοῦ πολιτείας τὸν Ὅμηρον. λέγει γὰρ ὅτι νέοι τοιούτων μύθων οὐ δύνανται γνησίως ἀκροᾶσθαι, ὥστε οὐ δεῖ τοὺς νέους ἀκούειν τοιούτων μύ‐ | |
5 | θων οὐδὲ ἄχρι ‘ὑπονοίασ‘ ἄγειν, ἀντὶ τοῦ ‘ἄχρι ἀλληγο‐ ρίασ‘. οὐδὲ γὰρ τῆς ἀλληγορίας ἀνέχονται, οὐ δεῖ οὖν αὐ‐ τοὺς ἀκούειν· οὐκ ἴσασι γὰρ οἱ νέοι κρίνειν, ὅ τί τε τοιοῦ‐ | |
τόν ἐστι καὶ ὅ τι μή, καὶ ὃ ἂν κρατήσωσι δυσεκνίπτως ἔχουσιν. ἄλλους οὖν παρακελεύεται μύθους αὐτοὺς μαν‐ | 238 | |
10 | θάνειν. | |
46.6 | Οὕτως μὲν οὖν οἱ ποιητικοί· οἱ δὲ φιλόσοφοι μῦθοι τὸ ἀνάπαλιν ἔχουσιν ὅτι, κἂν μείνῃ τις ἐπὶ τῶν φαινομένων, οὐ βλάπτεται. ὑποτίθενται γὰρ ὑπὸ γῆν κολάσεις καὶ ποταμούς· εἰ οὖν καὶ ἄχρι τούτων μείνωμεν, οὐ βλαπτό‐ | |
5 | μεθα. ὥστε τοῦτο ἔχουσιν οὗτοι πλεονέκτημα, ὅτι κἂν μείνωμεν ἐπὶ τοῦ φαινομένου, οὐ βλαπτόμεθα· ἔχουσι δὲ ἐλάττωμα ὅτι, ἐπειδὴ τὸ φαινόμενον αὐτῶν οὐ βλάπτει, πολλάκις ἐν αὐτοῖς ἀπομένομεν καὶ οὐ ζητοῦμεν τὴν ἀλή‐ θειαν. | |
10 | Οὕτως οὖν διαφέρουσιν οἱ μῦθοι. γεγόνασι δὲ οὗτοι καὶ πρὸς τὸ μὴ ὡς ἔτυχεν παραδίδοσθαι τὰ δόγματα· ὥσπερ γὰρ ἐν ἱεροῖς τά τε ἱερατικὰ ὄργανα καὶ τὰ μυστήρια παραπετάσματα ἔχει, ἵνα μὴ οἱ ἀνάξιοι ὡς ἔτυχεν θεῶν‐ ται, οὕτως καὶ ἐνταῦθα προκαλύμματά εἰσιν οἱ μῦθοι τῶν | |
15 | δογμάτων, ἵνα μὴ γυμνὰ ὦσι καὶ βατὰ τοῖς βουλομένοις. καὶ ἄλλως οἱ φιλόσοφοι μῦθοι πρὸς τὰς γʹ ἐνεργείας τῆς ψυχῆς ὁρῶσιν. εἰ μὲν γὰρ παντάπασιν ἦμεν μόνως νοῖ μηδὲν ἔχοντες φαντασιῶδες, οὐκ ἂν ἐχρῄζομεν μύθων ἀεὶ τοῖς νοεροῖς ὁμιλοῦντες· εἰ δὲ πάλιν ἦμεν παντάπασιν | |
20 | ἄλογοι καὶ κατὰ φαντασίαν ζῶντες καὶ ταύτην μόνον πρόβολον ἔχοντες, ἔδει ἡμᾶς ἅπαντα τὸν βίον μυθώδη ἔχειν· ἐπειδὴ δὲ ἔχομεν καὶ νοῦν καὶ δόξαν καὶ φαντασίαν, πρὸς μὲν τὸν νοῦν ἐδόθησαν αἱ ἀποδείξεις, —καί φησιν ὁ Πλά‐ των ὅτι ‘εἰ βούλει κατὰ νοῦν ἐνεργῆσαι, ἔχεις ἀποδείξεις | |
25 | ἀδαμαντίνοις δεσμοῖς θηραθείσας, εἰ δὲ κατὰ δόξαν, ἔχεις ἐνδόξων προσώπων μαρτυρίας, εἰ δὲ κατὰ φαντασίαν, ἔχεις μύθους ἐγείροντας ταύτην, ὥστε ἐκ πάντων ἔχεις | |
τὸ συμφέρον‘. | 239 | |
46.7 | Ταῦτα καὶ περὶ τοῦ δευτέρου προβλήματος. λοιπὸν δεῖ ζητῆσαι τίς ὁ σκοπὸς τοῦ μύθου τούτου. κατ’ ἀρχάς, εἰ μέμνησθε, ἐζητοῦμεν τὸ ποιητικὸν αἴτιον τῆς πολιτικῆς ἐπιστήμης καὶ ἔφαμεν ὅτι οὐκ ἔστιν ἡ ῥητορικὴ οὔτε ἡ | |
5 | διδασκαλικὴ οὔτε ἡ δημαγωγική, ἀλλὰ ἦν εὐδαιμονία, καὶ ἀπεδείξαμεν τοῦτο· πάλιν ἐν τοῖς πρὸς Καλλικλέα λόγοις ἀπεδείχθη τὸ τελικὸν αὐτῆς αἴτιον, ὅτι οὐ τὸ ἡδὺ ἀλλὰ τὸ ἀγαθόν· νῦν τοίνυν διὰ τοῦ μύθου τούτου τὸ παραδειγμα‐ τικὸν αἴτιον λέγει. καὶ ἤδη μὲν καὶ τοῦτο ἀποδέδεικται, | |
10 | ἔνθα ἤγαγεν τὸ πᾶν τοῦτο καὶ εἶπεν ὅτι κόσμος ἐστίν, οὐκ ἀκοσμία, καὶ δεῖ πρὸς τοῦτο ὁρᾶν· καὶ νῦν δὲ λέγει τὸ παραδειγματικόν. φησὶν οὖν ὅτι εἰσὶν καθολικοὶ ἄρχοντες, οἵτινες δικάζουσι μετὰ τὴν ἔξοδον τοῦ σώματος τούτου καὶ ἀπονέμουσι τὰ πρὸς ἀξίαν ἑκάστῳ. ἐπεὶ οὖν ὁ Καλλι‐ | |
15 | κλῆς ἔλεγεν ὅτι ‘μεγάλη ἐστὶν ἡ ῥητορική, ῥύεται γὰρ ἀπὸ δικαστηρίων τοὺς ἀνθρώπουσ‘, φησὶν ὁ Σωκράτης ὅτι ‘μὴ ἀπόβλεπε πρὸς τούτους τοὺς μερικοὺς δικαστὰς ἀλλὰ πρὸς τοὺς καθόλου· ἐπὶ ἐκείνων γὰρ ὁ εὖ βεβιωκὼς λήψε‐ ται τὴν ψῆφον καὶ οὐδενὸς ἀξία ἐστὶν ἡ ῥητορική, ἀδωρο‐ | |
20 | δόκητοι γὰρ οἱ δικασταί. εἰ τοίνυν ἀποβλέψῃς πρὸς ἐκείνους, τότε εὑρήσεις καὶ τὸ θέσει νόμιμον συντρέχον τῇ φύσει, καὶ οὐκ εἴποις ὅτι οὔκ εἰσιν φύσει οἱ νόμοι ἀλλὰ θέσει‘. διὰ τοῦτο τοίνυν ἐνταῦθα παραλαμβάνεται ὁ μῦθος· τί δὲ περιέχει ἐν τῇ κατὰ μέρος ἐξηγήσει λέξομεν. | |
46.8 | Τέως δὲ πρὸς τούτοις πᾶσι ζητήσωμεν καὶ τοῦτο· ἆρα νέκυιά ἐστιν ὁ μῦθος οὗτος ἢ μόνον μυθοποιία; ἵνα δὲ γνῶμεν τί ἐστι τὸ λεγόμενον, εἴπωμεν οὕτως. πολλαχοῦ ὁ Πλάτων φαίνεται μύθους ἐκτιθέμενος· εἶπε γὰρ μῦθον | |
5 | καὶ ἐν τῷ Πολιτικῷ λέγων ὅτι πάλαι ἐν τῷ χρυσῷ γένει | |
οὐκ ἦν τοιαύτη ἡ κίνησις τῶν οὐρανίων ὡς ἐναντίαν εἶναι τὴν τῶν πλανήτων τῇ ἀπλανεῖ, ἀμέλει οὐκ ἦν θέρος οὐ χειμών· ὁμολογουμένως οὖν μῦθος ὁ τοιοῦτος, ἄλλα διὰ τούτων αἰνιττόμενος. εἶπεν δὲ καὶ ἐν τῷ Συμποσίῳ | 240 | |
10 | περὶ ἔρωτος μῦθον, λέγει καὶ ἐν ταῖς Πολιτείαις μῦθον, ἔφη καὶ ἐν τῷ Φαίδωνι, καὶ ἀνωτέρω δὲ ἐν τούτῳ τῷ δια‐ λόγῳ ἐξέθετο μῦθον· ἰδοὺ καὶ νῦν. ἀλλὰ χρὴ γινώσκειν ὅτι οὐ πᾶσα μυθοποιία καὶ νέκυιά ἐστιν, ἀλλ’ ἐκεῖνοι οἱ μῦθοι νέκυια καλοῦνται ὅσοι περὶ ψυχῆς τι διαλέγονται. | |
15 | ὁ τοίνυν ἐν τῷ Πολιτικῷ οὐκ ἔστι νέκυια, οὐ γὰρ περὶ | |
46.9 | ψυχῆς εἶπέν τι, ἀλλὰ περὶ οὐρανίων· ὡσαύτως οὐδὲ ὁ ἐν τῷ Συμποσίῳ. τρεῖς τοίνυν μόναι εἰσὶν νέκυιαι, μία ἐν ταῖς Πολιτείαις (ὁ γὰρ μῦθος τῆς Πολιτείας περὶ ψυχῶν διαλέγεται) καὶ μία ἐν τῷ Φαίδωνι καὶ ἡ ἐνταῦθα παρα‐ | |
5 | διδομένη. ἰστέον δὲ ὅτι εἰσὶν ἐκεῖ δικασταί, εἰσὶ καὶ τὰ κολαστήρια, καὶ πρὸς τούτοις αὐτοὶ οἱ κρινόμενοι. ἐν μὲν οὖν τῷ Φαίδωνι περὶ αὐτῶν τῶν κολαστικῶν τόπων δια‐ λέγεται, ὅτι εἰσὶ τέσσαρες ποταμοὶ καὶ ὅτι ἐν τῇ Ἀχερου‐ σίᾳ λίμνῃ ἀποκαθαίρονται αἱ ψυχαί, καὶ ἄλλα ὅσα καὶ οἱ | |
10 | ποιηταὶ λέγουσιν. καὶ ὅτι μέν εἰσιν ὑπὸ γῆν πύρεια στοι‐ χεῖα, πιστοῦται τοῦτο ἐκ τῶν Σικελικῶν τῆς Αἴτνης ὀρῶν· λέγει γὰρ ὅτι ‘τὸ μὲν οἴεσθαι εἶναι πῦρ ὑπὸ γῆν ἔμφρονος ἀνδρός, τὸ δὲ διισχυρίζεσθαι ὅτι καὶ ἐν αὐτοῖς τοῖς ποταμοῖς καὶ τοῖς τοιούτοις μέλλομεν κολάζεσθαι, | |
15 | οὐκ ἔχομεν λέγειν· ὅμως δὲ οἶδα ὅτι ἢ τῷ ὄντι ταῦτά ἐστιν ἤ, εἰ μὴ ταῦτα, ἀλλ’ οὖν γε τοιαῦτα‘. ὥστε ἐκεῖ περὶ τῶν τόπων διαλέγεται, ἐν μέντοι ταῖς Πολιτείαις περὶ τῶν κρινομένων, ἐνταῦθα δὲ περὶ τῶν δικαστῶν τῶν | |
κρινόντων. | 241 | |
20 | Ἐπεὶ τοίνυν καὶ ταῦτα καλῶς εἴρηται, ἄξιον ζητῆσαι τί δήποτε, ὡς λέλεκται, τριῶν οὐσῶν νεκυιῶν, φαίνεται ὁ Ἰάμβλιχος ἔν τινι αὐτοῦ ἐπιστολῇ τῶν δύο μόνων μνη‐ μονεύων, τῆς τε ἐν τῷ Φαίδωνι καὶ τῆς ἐν τῇ Πολιτείᾳ, ταύτης δὲ οὔ. φαμὲν οὖν ὅτι ἴσως ὁ ἄνθρωπος πρὸς ὃν | |
25 | ἐποιεῖτο τὴν ἐπιστολήν, περὶ τούτων τῶν δύο νεκυιῶν ἦν αὐτὸν αἰτήσας εἰπεῖν τι, καὶ διὰ τοῦτο ἐκείνων μόνον ἐμνήσθη· οὐ γὰρ ὁ τηλικοῦτος φιλόσοφος ἠγνόει ταύτην. Εἰσὶ δὲ ὑπὸ γῆν ἀλγύνσεις, ἐπειδὴ τὰ πάθη ἡμῶν διὰ | |
30 | γλυκυθυμίαν ἀνάπτεται· εἰ οὖν διὰ ἡδύνσεως τὰ πάθη, διὰ ἀλγύνσεως δηλονότι ἡ ἐκκοπὴ τῶν παθῶν καὶ ἐπὶ τὸ κάλλιον ἀναγωγή. κρατεῖ γὰρ κἀνταῦθα ἡ Ἱπποκρατεία διάταξις ἡ λέγουσα τὰ ἐναντία τῶν ἐναντίων εἶναι ἰάματα. | |
47t | Πρᾶξις σὺν θεῷ μζʹ | |
47.1 | Ἄκουε δή, φασί, μάλα καλοῦ λόγου [523 a 1 u. ad b 4]. Τὸ προοίμιον τοῦ μύθου {πρὸς} ἐπιστρεπτικὸν ποιεῖται τὸν ἀκροώμενον. ἐπειδὴ δέ, ὅταν θέλωμέν τινι τίποτε εἰ‐ | |
5 | πεῖν, φαμὲν ‘ἄκουε ἑταῖρε‘ καὶ οἱονεὶ λοιπὸν εἰς παροι‐ μίαν ἐξῆλθεν τὸ ‘ἄκουε‘ τοῦτο (πάντες γὰρ αὐτῷ κέχρην‐ ται προσδιαλεγόμενοι), διὰ τοῦτο εἶπεν τὸ ‘φασίν‘, ἀντὶ τοῦ ‘ἄκουε, οὕτως γὰρ οἱ προσδιαλεγόμενοί φασιν, “ἄκουε δὴ μάλα καλοῦ λόγου”‘. διὰ τί δὲ εἶπεν ‘μάλα καλοῦ‘; | |
10 | φαμὲν ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ποιητικῶν μύθων. ἐκεῖνοι γὰρ μόνως καλοί εἰσιν, οὐκέτι δὲ μάλα, οὐ γὰρ καὶ τὸ φαινόμενον ἔχουσι καλόν, ἀλλὰ μόνον τὸ βάθος· οἱ δὲ φιλόσοφοι καὶ τὸ φαινόμενον καλὸν ἔχοντες ‘μάλα καλοί‘ εἰσιν. ὅτι γὰρ καὶ οἱ ποιηταὶ ὡς ἐν μύθου σχήματι τὰ περὶ | 242 |
15 | θεῶν προφέρονται, δῆλον ἐντεῦθεν· λέγουσι τοὺς θεοὺς ‘αἰὲν ἐόντασ‘, καὶ πάλιν φασὶν αὐτοὺς ἀποσπερμαίνειν. καὶ μὴν ἀσύγκλωστα ταῦτά ἐστι· τὸ γὰρ ἀποσπερμαίνειν ἀκμῆς ἐστίν, ἐν γὰρ τῇ ἀκμῇ ἀποσπερμαίνομεν, τὸ δὲ ἔχον ἀκμὴν καὶ παρακμὴν ἔχει, τὸ δὲ ἔχον παρακμὴν ἀεὶ | |
20 | εἶναι οὐ δύναται· πῶς οὖν ἀποσπερμαίνοντες ‘θεοὶ αἰὲν ἐόντεσ‘ εἰσίν; ὥστε ἄλλα διὰ τούτων τινὰ αἰνίττονται. ἐπεὶ τοίνυν ὁ Σωκράτης διὰ βάθους χωρεῖ τῶν μύθων καὶ οὐ προσέχει τῷ φαινομένῳ, διὰ τοῦτο λέγει ὅτι ‘ἐγὼ οἴομαι λόγον ἀληθῆ, σὺ δέ, ὦ Καλλίκλεις, μῦθον, ἐπειδὴ | |
25 | οὐχ οἷός τε εἶ τὸ κεκρυμμένον ἑλεῖν‘. | |
47.2 | Ταῦτα μὲν οὖν περὶ τούτων. δεῖ δὲ εἰδέναι ὅτι οἱ φιλό‐ σοφοι μίαν τῶν πάντων ἀρχὴν οἴονται εἶναι καὶ ἓν τὸ πρώ‐ τιστον αἴτιον ὑπερκόσμιον, ‘ἐξ οὗ πάντα πέφυκεν‘, ὃ οὐδὲ ὀνόματι ἐκάλεσαν· τίς γὰρ ὀνοματοθεσία ἐκείνου; ἀμέλει | |
5 | καί φησίν τις ἐν ὕμνῳ· ‘πῶς σε τὸν ἐν πάντεσσιν ὑπείροχον ὑμνοπολεύσω; τίς δὲ λόγος μέλψει σε τὸν οὐδὲ νόῳ περιληπτόν;‘ ὥστε λέγουσι μίαν εἶναι τὴν πάντων ἀρχήν, οὐκ ἀμέσως δὲ ταύτην παράγειν τὰ τῇδε· τοῦτο γὰρ ἂν ἄτακτον ἦν, | |
10 | εἰ ἡμεῖς αὐτόθεν ὑπὸ τοῦ πρώτου αἰτίου παρηγόμεθα. θέλει γὰρ ὅσον οἷόν τέ ἐστι τὸ αἰτιατὸν ἐξομοιοῦσθαι τῷ αἰτίῳ· ὅσον οὖν ἂν ᾖ μεῖζον τὸ αἴτιον τοῦ αἰτίου, τοσοῦ‐ | |
τον καὶ τὸ αἰτιατὸν τοῦ αἰτιατοῦ· οὕτω γοῦν καὶ ὁ μᾶλλον ἐπιστήμων μᾶλλον εὐδοκίμους μαθητὰς διδάσκει. ἐχρῆν | 243 | |
15 | οὖν ἄλλας μείζονας δυνάμεις ὑπὸ τοῦ πρώτου παραχθῆναι, εἶθ’ οὕτως ὑπὸ τούτων ἡμᾶς· ἡμεῖς γὰρ τρύξ ἐσμεν τοῦ παντός, ἐπειδὴ ἔδει διὰ τὸ μὴ εἶναι ἀτελῆ τὸν κόσμον. εἰσὶν οὖν μείζους ἄλλαι δυνάμεις, ἃς καὶ χρυσῆν σειρὰν οἱ ποιηταί φασιν διὰ τὴν συνέχειαν αὐτῶν. ἔστιν οὖν πρώτη | |
20 | δύναμις νοερά, εἶτα ἡ ζωοποιὸς καὶ ἡ παιωνία καὶ ἐφεξῆς, ἃς ὀνόμασι θέλοντες σημᾶναι καλοῦσι συμβολικῶς· οὐ δεῖ οὖν ταράσσεσθαι πρὸς τὰ ὀνόματα ἀκούοντα Κρονίαν δύναμιν καὶ Διίαν καὶ τὰ τοιαῦτα, ἀλλὰ τῶν πραγμάτων φροντίζειν, ὅτι γὰρ ἄλλο τι οὖν σημαίνομεν ταῦτα λέγον‐ | |
25 | τες. εἰ βούλει μὴ νόμιζε ταύτας τὰς δυνάμεις ἔχειν ἰδίας οὐσίας καὶ διακεκρίσθαι ἀπ’ ἀλλήλων, ἀλλὰ ἀποτίθεσο αὐτὰς ἐν τῷ πρώτῳ αἰτίῳ καὶ λέγε ὅτι εἰσὶν ἐν αὐτῷ καὶ | |
47.3 | νοεραὶ καὶ ζωτικαὶ δυνάμεις. ὅταν οὖν Κρόνον λέγωμεν, μὴ ταράττου πρὸς τὸ ὄνομα, ἀλλὰ ζήτει τί λέγω· Κρόνος γάρ ἐστιν ὁ κόρος νοῦς, ὅ ἐστιν ὁ καθαρός· οὕτω γοῦν καὶ τὰς καθαρὰς καὶ παρθένους γυναῖκας κόρας καλοῦμεν. | |
5 | διὰ οὖν τοῦ ὀνόματος τούτου τὴν νοερὰν δύναμιν σημαί‐ νομεν· διὰ γὰρ τοῦτο καὶ οἱ ποιηταί φασιν αὐτὸν κατα‐ πίνειν τὰ ἴδια τέκνα καὶ πάλιν ἐμεῖν, ἐπειδὴ ὁ νοῦς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ αὐτὸς ζητεῖ καὶ αὐτὸς ζητεῖται. διὰ τοῦτο οὖν λέγεται τὰ ἴδια τέκνα καταπίνειν, ἐμεῖν δὲ | |
10 | ὅτι οὐ μόνον ζητεῖ καὶ τίκτει, ἀλλὰ καὶ προάγει καὶ ὠφε‐ λεῖ. διὰ τοῦτο καὶ ‘ἀγκυλομήτην‘ αὐτόν φασιν, ἐπειδὴ τὸ ἀγκύλον σχῆμα πρὸς ἑαυτὸ ἐπινεύει. καὶ πάλιν ἐπειδὴ οὐδὲν ἄτακτον καὶ νεώτερον ἐν τῷ νῷ, διὰ τοῦτο γέροντα | |
αὐτὸν ἱστοροῦσιν καὶ βραδυκίνητον· ἀμέλει καὶ οἱ ἀποτε‐ | 244 | |
15 | λεσματικοί φασιν τοὺς ἔχοντας καλῶς τὸν Κρόνον φρονί‐ | |
47.4 | μους καὶ νουνεχεῖς γίνεσθαι. ταῦτα οὖν σημαίνεται διὰ τούτων. πάλιν τὴν ζωὴν προσαγορεύουσι τῷ τοῦ Ζηνὸς ὀνόματι καὶ τῷ τοῦ Διός, ὅτι δι’ ἑαυτοῦ τὴν ζωὴν δίδωσι. καὶ πάλιν φασὶ τὸν μὲν Ἥλιον ἐπὶ δʹ πώλων βεβηκέναι | |
5 | καὶ νέον αὐτὸν ἱστοροῦσι, τὰς δʹ τροπὰς καὶ τὸ ἀκμαῖον αὐτοῦ σημαίνοντες, τὴν δὲ Σελήνην ἐπὶ δύο ταύρων· ἐπὶ δύο μὲν διὰ τὴν αὔξησιν καὶ τὴν μείωσιν, ἐπὶ ταύρων δὲ ἐπειδὴ ὥσπερ οὗτοι τὴν γῆν ἐργάζονται, οὕτως καὶ αὕτη τὸν περίγειον κόσμον κυβερνᾷ. καὶ πάλιν | |
10 | τὸν μὲν Ἥλιον ἄρρενά φασι, τὴν δὲ Σελήνην θήλειαν, ἐπει‐ δὴ προσῆκεν ἄρρενι μὲν διδόναι, τῷ δὲ θήλει δέχεσθαι· ἐπεὶ οὖν ὁ μὲν Ἥλιος δίδωσι τὸ φῶς, ἡ δὲ Σελήνη δέχε‐ ται, διὰ τοῦτο τὸν μὲν ἄρρενα, τὴν δὲ θήλειαν ὀνομάζου‐ σιν. ταῦτα οὖν ἐστὶ τὰ ποιητικά, καὶ οὐ δεῖ ταράττεσθαι. | |
15 | Λέγει τοίνυν ὅτι ἀπὸ τοῦ Κρόνου διενείμαντο τὴν βασι‐ λείαν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων. καὶ ἐπειδὴ ὁ Πλάτων ποιητικὸν οὐ πλάττει μῦθον ἀλλὰ φιλόσοφον, οὐκ εἶπεν, ὡς οἱ ποιηταί, ὅτι βίᾳ τινὶ ἔλαβον τὴν βασι‐ λείαν τοῦ Κρόνου, ἀλλὰ ἔφη ‘διενείμαντο‘. τί δέ ἐστι τὸ | |
20 | ἀπὸ Κρόνου λαβεῖν τὸν νόμον; νόμος ἐστὶν ἡ τοῦ νοῦ δια‐ νομή, εἴρηται δὲ ὅτι ὁ Κρόνος σημαίνει τὸν νοῦν· διὰ τοῦτο οὖν ἐκεῖθεν ὁ νόμος. ἰστέον δὲ ὅτι τριττὴ ἡ φύσις τῶν ἐγκοσμίων μετὰ τὰ ὑπερκόσμια—ἐκεῖνα γὰρ καὶ ἄνευ σωμάτων παντελῶς, καὶ τῶν οὐρανίων, τυγχάνει ὄντα· — | |
25 | τριττὰ οὖν ἐστὶ τὰ ἐγκόσμια· τὰ μὲν οὐράνια, τὰ δὲ χθόνια, καὶ τὰ μεταξὺ τούτων, ἅ ἐστι πύρια, ἀέρινα, ὑδά‐ τινα. τὰ μὲν οὖν οὐράνια ἔχει ὁ Ζεύς, τὰ δὲ χθόνια ὁ Πλού‐ | |
των, τὰ δὲ μεταξὺ ὁ Ποσειδῶν. πάλιν διὰ τούτων δυνά‐ μεις ἐφεστηκυῖαι τούτοις σημαίνονται· ὁ γὰρ Ζεὺς σκῆπ‐ | 245 | |
30 | τρον διὰ τοῦτο ἔχει ὡς σημαίνων τὸ δικαστικόν, ὁ δὲ Ποσειδῶν διὰ τοῦτο τρίαιναν ὡς ἔφορος τοῦ τριττοῦ τού‐ του τοῦ μεταξύ, ὁ δὲ Πλούτων κυνέαν διὰ τὸ σκοτεινόν· ὥσπερ γὰρ ἡ κυνέα κρύπτει τὴν κεφαλήν, οὕτως καὶ αὕτη ἡ δύναμις τῶν ἀφανῶν ἐστί. | |
47.5 | Καὶ μὴ νομίσητε ὅτι οἱ φιλόσοφοι λίθους τιμῶσι καὶ τὰ εἴδωλα ὡς θεῖα· ἀλλ’ ἐπειδὴ κατ’ αἴσθησιν ζῶντες οὐ δυνάμεθα ἐφικέσθαι τῆς ἀσωμάτου καὶ ἀύλου δυνάμεως, πρὸς ὑπόμνησιν ἐκείνων τὰ εἴδωλα ἐπινενόηται, ἵνα ὁρῶν‐ | |
5 | τες ταῦτα καὶ προσκυνοῦντες εἰς ἔννοιαν ἐρχώμεθα τῶν ἀσωμάτων καὶ ἀύλων δυνάμεων. Λέγεται τοίνυν καὶ τοῦτο παρὰ τῶν ποιητῶν, ὅτι ὁ Ζεὺς τῇ Θέμιδι μιγεὶς ἐποίησε τρεῖς θυγατέρας, Εὐνομίαν Δίκην Εἰρήνην. Εὐνομία μὲν οὖν πολιτεύεται ἐν τῇ ἀπλα‐ | |
10 | νεῖ, ἐκεῖ γὰρ ἀεὶ καὶ ὡσαύτως ἡ αὐτὴ κίνησις καὶ οὐδὲν διῃρημένον· ἐν μέντοι τῇ τῶν πλανωμένων ἡ Δίκη, ἐνταῦθα γὰρ ἡ τῶν ἀστέρων διάκρισις, ὅπου δὲ διάκρισις, ἐκεῖ χρεία δίκης τῆς πρὸς ἀξίαν νεμούσης· ἐνταῦθα δὲ ἡ Εἰρήνη, ἐπειδὴ καὶ ἡ μάχη ἐνταῦθα, ὅπου γὰρ μάχη, ἐκεῖ χρεία | |
15 | εἰρήνης—μάχη δὲ θερμοῦ ψυχροῦ, ὑγροῦ ξηροῦ, πλὴν καίπερ μάχη οὖσα συμβάλλεται. Ταῦτα οὖν ἐστὶ τὰ ὑπὸ τῶν ποιητῶν. διά τοι τοῦτο καὶ τὸν Ὀδυσσέα λέγουσιν κατὰ θάλατταν πλανᾶσθαι βουλῇ τοῦ Ποσειδῶνος· σημαίνουσι γὰρ τὴν Ὀδύσσειον ζωήν, | |
20 | ὅτι οὐδὲ χθονία ἦν ἀλλ’ οὐδὲ μὴν ἔτι οὐρανία, ἀλλὰ μέση· | |
ἐπεὶ οὖν ὁ Ποσειδῶν τοῦ μεταξὺ τόπου κύριός ἐστι, διὰ τοῦτο καὶ τὸν Ὀδυσσέα φασὶ 〈πλανᾶσθαι〉 βουλῇ Ποσει‐ δῶνος, ἐπειδὴ τὸν κλῆρον τοῦ Ποσειδῶνος εἶχεν. οὕτω γοῦν καὶ τοὺς μέν φασιν Διὸς υἱούς, τοὺς δὲ Ποσειδῶνος, | 246 | |
25 | τοὺς δὲ Πλούτωνος, πρὸς τοὺς κλήρους ἑκάστου· τὸν μὲν γὰρ ἔχοντα θείαν καὶ οὐρανίαν πολιτείαν Διός φαμεν υἱόν, τὸν δὲ χθονίαν Πλούτωνος, τὸν δὲ τὴν μεταξὺ Ποσει‐ δῶνος. καὶ πάλιν ὁ Ἥφαιστος δύναμίς τίς ἐστιν τοῖς σώμα‐ σιν ἐφεστηκυῖα, καὶ διὰ τοῦτο εἶπεν περὶ αὐτοῦ ‘πᾶν δὲ | |
30 | ἦμαρ φερόμην‘, ἐπειδὴ ἀεὶ τῶν σωμάτων ἐπιμελεῖται· διὰ τοῦτο γὰρ καὶ ἐν φύσαις ἐργάζεται, ἀντὶ τοῦ ‘ἐν ταῖς φύσεσιν‘, αὕτη γὰρ ἡ δύναμις προάγει τὴν φύσιν εἰς τὸ κήδεσθαι τῶν σωμάτων. | |
47.6 | Ἐπεὶ τοίνυν μέμνηται ἐνταῦθα μακάρων νήσων καὶ δίκης καὶ τίσεως καὶ δεσμωτηρίου, εἴπωμεν τί ἐστιν ἕκαστον αὐτῶν. οἱ μὲν οὖν γεωγράφοι φασὶ τὰς μακάρων νήσους περὶ τὸν Ὠκεανὸν εἶναι κἀκεῖ ἀπιέναι τὰς ψυχὰς τὰς εὖ | |
5 | βεβιωκυίας. τοῦτο δὲ ἀνόητον· Κνήμωνος γὰρ βίον οὕτως ἔζων αἱ ψυχαὶ ἐκεῖ ἐξωτάτω ἀπιοῦσαι ὡς μηδενὸς θέλου‐ σαι μετέχειν. τί οὖν φαμέν; ἰστέον ὅτι οἱ φιλόσοφοι τὸν βίον τὸν ἀνθρώπειον θαλάττῃ ἀπεικάζουσιν διὰ τὸ ταρα‐ χῶδες καὶ γόνιμον καὶ ἁλμυρὸν καὶ ἐπίπονον. δεῖ δὲ εἰδέναι | |
10 | ὅτι αἱ νῆσοι ὑπερκύπτουσι τῆς θαλάσσης ἀνωτέρω οὖσαι· τὴν οὖν πολιτείαν τὴν ὑπερκύψασαν τοῦ βίου καὶ τῆς γενέσεως μακάρων νήσους καλοῦσιν. ταὐτὸν δέ ἐστι καὶ τὸ Ἠλύσιον πεδίον· διά τοι τοῦτο καὶ ὁ Ἡρακλῆς τελευ‐ | |
ταῖον ἆθλον ἐν τοῖς ἑσπερίοις μέρεσιν ἐποιήσατο, ἀντὶ τοῦ | 247 | |
15 | κατηγωνίσατο τὸν σκοτεινὸν καὶ χθόνιον βίον, καὶ λοιπὸν ἐν ἡμέρᾳ, ὅ ἐστιν ἐν ἀληθείᾳ καὶ φωτί, ἔζη. | |
47.7 | Ἰστέον δὲ ὅτι διαφέρει τίσις δίκης. ἡ μὲν γὰρ δίκη καθ‐ ολικωτέρα ἐστίν, φέρεται γὰρ καὶ κατὰ τῶν ἀνοσίων ἡ δίκη τιμωρουμένη αὐτούς, φέρεται δὲ καὶ κατὰ τῶν δικαίων ἀπολαύειν παρέχουσα ἐπικαρπιῶν· ἡ δὲ τίσις μερική ἐστι | |
5 | κατὰ μόνων τῶν ἡμαρτηκότων γινομένη. Τί δέ ἐστι τὸ εἶναι ἐν τῇ τίσει δεσμωτήριον; ἰστέον ὅτι οἱ φιλόσοφοι οἴονται σήραγγας ἔχειν τὴν γῆν ὥσπερ τὴν κίσηριν, καὶ ὅτι διατέτρηται ἄχρι τοῦ ἐσχάτου τοῦ κέν‐ τρου αὐτῆς· ἐνταῦθα δὲ κατὰ τὸ κέντρον διαφόρους τινὰς | |
10 | τόπους καὶ πυρίνους καὶ καταψύχρους καὶ Χαρωνίας δυ‐ νάμεις εἶναι, ὡς δηλοῦσιν αἱ ἀναθυμιάσεις τῆς γῆς. κα‐ λεῖται οὖν οὗτος ὁ τόπος ὁ ἔσχατος Τάρταρος. δεῖ τοίνυν εἰδέναι ὅτι μένουσιν ἐνταῦθα αἱ ψυχαὶ αἱ κακῶς βιώσα‐ σαι χρόνον τινά, ἄχρι οὗ τὸ ὄχημα αὐτῶν δῷ δίκην· ἐπειδὴ | |
15 | γάρ, ὡς εἴρηται, διὰ γλυκυθυμίαν ἥμαρτον, δι’ ἀλγύν‐ σεως καὶ κολάζονται. ἰστέον οὖν ὅτι τὸ δεσμούμενον ἀκί‐ νητον μένει κρατούμενον· ἐπεὶ οὖν φερόμεναι ἐν τῷ Ταρ‐ | |
τάρῳ οὐκέτι κινοῦνται—κέντρον γάρ ἐστι τῆς γῆς καὶ οὐκ ἔστιν αὐτοῦ κατωτέρω· εἰ γὰρ κινηθῶσιν, πάλιν ἄνω | 248 | |
20 | ἀπέρχονται, τὰ γὰρ ὑπὲρ τὸ κέντρον ἄνω ἐστίν· —διὰ τοῦτο οὖν ἐκεῖ ἐστὶ τὸ δεσμωτήριον, τῶν δαιμονίων καὶ χθονίων δυνάμεων ἐφισταμένων. τὰς δαιμονιώδεις γὰρ δυνάμεις διὰ τοῦ Κερβέρου κυνὸς καὶ τῶν τοιούτων σημαί‐ νουσιν. καὶ ἰδοὺ ἔχεις ἐντεῦθεν διαφορὰν θείων καὶ νερτε‐ | |
25 | ρίων δυνάμεων. | |
47.8 | Ἦν οὖν νόμος ὅδε [523 a 5]: εἴρηται πολλάκις ὅτι ἐπὶ τοῦ θείου οὐδὲ τὸ ἦν οὐδὲ τὸ ἔσται λέγεται, ἐπειδὴ τὸ μὲν ἦν παρῆλθεν καὶ οὐκέτι ἐστίν, τὸ δὲ ἔσται ἀτελὲς καὶ μήπω ὄν· οὐδὲν δὲ τούτων ἐπὶ τοῦ θείου ἐννοῆσαι | |
5 | δυνατόν. οὐδὲ οὖν τὸ ἦν οὐδὲ τὸ ἔσται ἐπὶ αὐτοῦ λέγεται, τὸ δὲ ἔστιν ἀεί. ἐπεὶ τοίνυν ὁ Πλάτων ὡς μῦθον προφέρει τοῦτον, διὰ τοῦτο εἶπεν τὸ ‘ἦν‘, ἵνα δῷ χώραν τῷ μύθῳ· ἐπειδὴ δὲ οὐ ποιητικὸς ὁ μῦθος ἀλλὰ φιλόσοφος, ἐπήγα‐ γεν καὶ τὸ ‘ἀεί ἐστιν‘. ἢ τὸ ‘ἀεί ἐστιν‘ εἶπεν, ἐπειδὴ ἀπὸ | |
10 | τοῦ Κρόνου εἶπεν προενηνέχθαι, ὅ 〈ἐστιν〉 ἀπὸ τοῦ νοῦ· ταῦτα δὲ ἀεί ἐστιν. | |
47.9 | Καὶ ὁσίως [523 a 7—b 1]: δίκαιος λέγεται ὁ περὶ ἀν‐ θρώπους φυλάττων τὰ δίκαια, ὅστις δὲ καὶ περὶ τὸ θεῖον εὖ ἔχει, οὗτος καὶ ὅσιος· ἀμέλει ἀνοσίους τοὺς ἀθέους ἀποκαλοῦμεν. δίκαιος οὖν καὶ ὅσιός ἐστιν ὁ καὶ θεὸν | |
5 | τιμῶν καὶ ἀνθρώποις τὰ πρὸς ἀξίαν νέμων. | 249 |
48t | Πρᾶξις σὺν θεῷ μηʹ | |
48.1 | Τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου [523 b 4—e 6]. Ἡ πολιτικὴ ἥ τε θεία καὶ ἡ ἀνθρωπίνη διαίρεσιν ποιεῖ τῶν ὄντων καὶ διαιρεῖ εἴς τε τοὺς ἄρχοντας, ὅ ἐστι τοὺς δικάζοντας καὶ νομοθετοῦντας, καὶ εἰς τοὺς δικαζομέ‐ | |
5 | νους. μῦθον τοίνυν παραδίδωσι τοιοῦτον, ὅτι πάλαι ὁ Πλούτων ἀπήγγειλεν τῷ Διὶ ὡς μοχθηρῶς αἱ δίκαι γίνον‐ ται καὶ παρ’ ἀξίαν· εἰσὶν γάρ τινες οἳ εὖ βιώσαντες εἰς τὸν Τάρταρον ἔρχονται καὶ οὐκ ἀπίασιν εἰς μακάρων νήσους, καὶ ἄλλοι αἰσχρῶς βιώσαντες καὶ ὀφείλοντες τοῦ Ταρτάρου | |
10 | ἀπολαῦσαι, καὶ εἰς τὰς μακάρων νήσους ἀπέρχονται. λέγει τοίνυν ὁ Ζεὺς ὅτι ‘ἐγὼ παύσω τὴν δίκην ταύτην, παύσω δὲ ποιήσας μηκέτι τοὺς δικάζοντας ἐν σώμασι δικάζειν ἀλλὰ γυμνούς, καὶ τοὺς δικαζομένους ὁμοίως οὐκέτι ἐν σώμασιν ἀλλὰ καὶ αὐτοὺς γυμνούς· πρὸς τούτοις δὲ καὶ | |
15 | ἀφελῶ τὴν πρόγνωσιν τοῦ θανάτου, ὥστε μὴ εἰδέναι πότε ἀποθνῄσκουσιν‘. Οὕτως μὲν οὖν ὁ μῦθος ὡς μῦθος προϊὼν τὰ ἅμα ὄντα ἀεὶ οὐ φυλάττει ἅμα, ἀλλὰ διαιρεῖ εἰς τὸ πρότερον καὶ ὕστερον, καὶ πρότερα τὰ ἀτελέστερα λέγει, εἶθ’ οὕτως | |
20 | τὰ τέλεια· δεῖ γὰρ ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια προ‐ κόπτειν. ὃ δὲ λέγω τοῦτό ἐστιν· φησὶν ὁ μῦθος ὅτι πάλαι μὲν ἐν σώμασιν ἦσαν οἱ δικάζοντες, νῦν δὲ γυμνοί, καὶ ὅτι πάλαι μὲν μοχθηρῶς ἐγίνοντο αἱ δίκαι, νῦν δὲ ἀγαθῶς. ἰδοὺ τοίνυν ὅτι διαιρεῖ· δεῖ δὲ εἰδέναι ὅτι ὡς μῦθος τοῦτο | |
25 | ποιεῖ, ἐπεὶ κατὰ ἀλήθειαν, ὡς δείξομεν, καὶ ἀεὶ γυμνοὶ οἱ δικασταὶ καὶ ἀεὶ μετὰ σωμάτων, καὶ ἀεὶ οἱ δικαζόμενοι γυμνοὶ καὶ ἀεὶ μετὰ σωμάτων, καὶ ἀεὶ μοχθηραὶ δίκαι καὶ | |
48.2 | ἀεὶ κάλλισται. εἴπωμεν οὖν τὰς ἐξηγήσεις τοῦ μύθου, | |
καὶ ἀναφαίνεται τοῦτο. Φησὶν ὁ Πλάτων ὅτι μοχθηραὶ γίνονται αἱ δίκαι, καὶ οἱ μὲν κακῶς βιοῦντες ἀποστέλλονται εἰς μακάρων νήσους, | 250 | |
5 | οἱ δὲ εὖ πολιτευσάμενοι εἰς Τάρταρον. τοῦτο σημαίνει τὴν δίκην τὴν ἡμετέραν τὴν τοῦ βίου τούτου· ἡμεῖς γὰρ πολλάκις μοχθηροῦ ἀνθρώπου ἀποθνῄσκοντός φαμεν ὅτι ‘βαβαί, οἷος ἄνθρωπος θεῖος ἀπέθανεν· ἀπέλθοι εἰς μακά‐ ρων νήσουσ‘· καὶ ἰδοὺ ἡμεῖς κατὰ τὴν ἡμετέραν κρίσιν οὐ | |
10 | πέμπομεν αὐτὸν εἰς Τάρταρον ὡς ἄθλιον, ἀλλ’ εἰς μακά‐ ρων νήσους. τοῦτο δὲ ποιοῦμεν ἐμπαθῶς κρίνοντες· πολ‐ λάκις γὰρ καὶ ἴσμεν ὅτι μοχθηρὸς ἦν, ἀλλ’ ἐπειδὴ συν‐ εκρότει ἡμᾶς ἤγουν τρέφων ἢ κέρδη περιποιῶν ἤ τι ἕτε‐ ρον, εὐφημοῦμεν αὐτὸν ὡς ἀγαθόν. ἔστι δὲ ὅτε οὐκ ἐμπα‐ | |
15 | θῶς ζῶντες ταῦτα ποιοῦμεν, ἀλλὰ ἀπαθῶς μὲν ἠπατημέ‐ νως δέ· πολλάκις γὰρ νομίζομεν κατὰ τὸ φαινόμενον ἀγαθὸν αὐτὸν εἶναι καὶ διὰ τοῦτο ἐπαινοῦμεν, ἠπατήμεθα δέ· ἔχει γὰρ κεκρυμμένην κηλῖδα. ἰδοὺ οὖν ὅτι ἡμεῖς κακῶς κρίνο‐ μεν· οἱ δὲ θεῖοι δικασταὶ καλῶς, ἴσασι γὰρ τούς τε ὀφεί‐ | |
20 | λοντας εἰς τὸν Τάρταρον ἀπελθεῖν καὶ τοὺς εἰς τὰς μακά‐ ρων νήσους. πρὸς οὖν τὴν ἡμετέραν κρίσιν ὁ μῦθος εἶπεν μοχθηρῶς γίνεσθαι τὰς δίκας. ὅρα τοίνυν ὅτι καὶ ἡμεῖς ἀεὶ διεστραμμένως καὶ μοχθηρῶς κρίνομεν καὶ τὰ θεῖα ἀεὶ θείως· ὁ μέντοι μῦθος ἀπὸ τῶν ἀτελῶν ἀρξάμενος καὶ | |
25 | εἰπὼν ὅτι ‘πάλαι μοχθηρῶς αἱ δίκαι ἐγίνοντο‘, ἐπὶ τὰ τέλεια χωρεῖ φάσκων ὅτι ‘νῦν δὲ δικαίωσ‘. διὰ τί δὲ μὴ ὁ Ζεὺς ἀφ’ ἑαυτοῦ τοῦτο ἐποίησεν, ἀλλ’ ὁ Πλούτων ἀγγέλ‐ λει αὐτῷ; φαμὲν ὅτι διὰ τούτου σημαίνεται ὅτι ἀεὶ τὰ χείρονα πρὸς τὰ κρείττονα ἐπιστρέφει· ὡς χείρων οὖν δύνα‐ | |
30 | μις ἐπὶ τὴν δικαστικὴν δύναμιν ἐπιστρέφει. Ταῦτα μὲν οὖν περὶ τοῦ εἰπεῖν τί σημαίνει τὸ τῶν μοχθη‐ | |
48.3 | ρῶν δικῶν, ἔλθωμεν δὲ πάλιν εἰς τὸ δεῖξαι τί ἐστι τὸ πάλαι μὲν ἐν σώμασι, νῦν δὲ γυμνοί. πάλιν κἀνταῦθα τὰ ἅμα ὁ μῦθος διαιρεῖ καὶ ἀπὸ τῶν ἀτελεστέρων ἡμᾶς ἐπὶ τὸ τέ‐ | |
λειον προκαλεῖται. δεῖ τοίνυν εἰδέναι ὅτι κἀνταῦθα τόν τε | 251 | |
5 | βίον ἡμῶν τοῦτον αἰνίττεται καὶ τὸν ἐκεῖ· ἡμεῖς μὲν γὰρ ἐν σώμασιν ὄντες κρίνομεν ἐν σώμασιν ὄντας τοὺς κρι‐ νομένους, ἐντεῦθεν δὲ ἀπάτη γίνεται, διὰ γὰρ τὸν πλοῦ‐ τον τὸν περικείμενον καὶ τὴν πολλὴν περιουσίαν τοῦ κρι‐ νομένου ἀναγκαζόμεθα κακῶς κρίνειν καὶ κεχαρισμένα | |
10 | λέγειν ἄρχουσι καὶ τοῖς τοιούτοις· ἐκεῖ δὲ γυμνοὶ οἱ δικα‐ σταί. ὥσπερ γὰρ οἱ διὰ σφέκλου ὁρῶντες οὐ καθαρῶς ὁρῶσιν, οὕτως καὶ οἱ μετὰ σωμάτων κρίνοντες οὐκ ἀκραι‐ φνῶς κρίνουσιν. γυμνοὶ οὖν οἱ ἐκεῖ δικασταί· ὡσαύτως καὶ οἱ κρινόμενοι, οὐ γὰρ ἐξαπατῶσι περιουσίᾳ χρημάτων τοὺς | |
15 | δικαστάς. ἰδοὺ οὖν καὶ περὶ τοῦ 〈ὅτι〉 ἀεί τε γυμνοὶ οἵ τε δικάζοντες καὶ οἱ δικαζόμενοι καὶ ἀεὶ μετὰ σωμάτων· ἀλλ’ ὡς μῦθος τὸ ἀτελὲς προέταξεν ἐπὶ τὸ γυμνὸν καὶ τέλειον ὁδεύων. ταῦτα δὲ οἱ ἐξηγηταὶ ἠδυνήθησαν ἑλεῖν διὰ βάθους χωρήσαντες τῶν Πλατωνικῶν λέξεων· σαφῶς | |
20 | γὰρ ταῦτα βοᾷ καὶ οὐδὲν ἕτερον. | |
48.4 | Ἐπεὶ τοίνυν εἰρήκαμεν περὶ τούτου, λοιπὸν καὶ τὸ γʹ ζητήσωμεν, τί ἐστι τὸ ἀφελεῖν τὴν πρόγνωσιν τοῦ θανά‐ του. φαμὲν γὰρ ὅτι ‘ὡς ἀγαθόν τι ἐποίησε τὴν πρόγνωσιν τοῦ θανάτου ἢ ὡς κακόν; εἰ μὲν γὰρ ὡς ἀγαθόν, διὰ τί | |
5 | νῦν ἀφῄρηται αὐτὴν ἀγαθὴν οὖσαν; εἰ δὲ ὡς κακὸν αὐτὴν οὖσαν ἀφείλατο, διὰ τί ὅλως κακόν τι οὖσαν αὐτὴν προήγα‐ γεν ἐξ ἀρχῆς;‘ ἐπεὶ οὖν ταῦτα ἀπορεῖται κατὰ τὸ φαινόμε‐ νον, δεῖ εἰπεῖν τὴν κεκρυμμένην ἀλήθειαν. φασί τινες ὅτι ‘καλῶς ἐποίησεν ἀφελόμενος τὴν πρόγνωσιν τοῦ θανάτου· | |
10 | εἰ γὰρ ᾔδειμεν πότε ἀποθνῄσκομεν, εἴχομεν ἀεὶ κακῶς καὶ ἀδίκως βιοῦν, καὶ πρὸς τῇ ὥρᾳ τοῦ θανάτου μικράν τινα μοῖραν ἀγαθοῦ ἐργάζεσθαι καὶ δοκεῖν ἀγαθῶς πολι‐ τεύεσθαι· νῦν δὲ μέγιστον ἀγαθὸν τὸ μὴ εἰδέναι τὸν και‐ ρὸν τοῦ θανάτου, ἀναγκαζόμεθα γὰρ αὐτοκινήτως ἐνερ‐ | |
15 | γεῖν καὶ τῷ ὄντι ὡς λογικοί. ἀμέλει καὶ ὁ Ἐπίκτητός φησιν ὅτι “μάλιστα τὸν θάνατον ἐν νῷ ἔχε καὶ οὐ ποιήσεις τι φαῦλον ἐν τῷ πανδοκείῳ τούτῳ”‘. καὶ ἄλλως μὲν οὖν καὶ τοῦτο λέγεται, δεῖ δὲ εἰπεῖν τί ἐστι τὸ πάλαι μὲν εἶναι πρό‐ γνωσιν, νῦν δὲ ἀφῃρῆσθαι αὐτήν. χρὴ γινώσκειν ὅτι τρεῖς | 252 |
20 | εἰσὶν ἀντιθέσεις· πρώτη μὲν ἡ ζητοῦσα εἰ ‘ἆρα ἐνταῦθα μόνον μετὰ τοῦ σώματος βιοῖ ἡ ψυχὴ καὶ συμφθείρεται αὐτῷ ἢ καὶ χωρίζεται τοῦ σώματος καὶ μένει αὐτὴ καθ’ αὑτήν;‘ δευτέρα δὲ ὅτι ‘ἆρα ἐνταῦθα μόνον ἐν τῷ βίῳ τούτῳ κρίνεται ἢ καὶ ἐν ἄλλῳ βίῳ;‘ καὶ τρίτη ‘ἆρα μόνοι | |
25 | ἄνθρωποί εἰσι κρίνοντες ἢ καὶ θεία δύναμις;‘ τούτων τοίνυν τῶν ἀντιθέσεων αἱ μὲν ἕτεραι τρεῖς ἀλλήλαις ἀντι‐ στρέφουσιν, αἱ δὲ ἄλλαι πάλιν ἀλλήλαις· οἷον εἰ ἐνταῦθα μόνον βιοῖ ἡ ψυχὴ καὶ συμφθείρεται τῷ σώματι, δῆλον ὅτι καὶ ἐνταῦθα μόνον κρίνεται καὶ ἀλλαχοῦ οὔ, καὶ ὅτι ἄνθρω‐ | |
30 | ποι μόνοι εἰσὶν οἱ κρίνοντες καὶ οὐ θεία δύναμις. πάλιν αἱ ἄλλαι τρεῖς ἀλλήλαις ἰσοδυναμοῦσιν· εἰ γὰρ αὐτὴ καθ’ αὑτήν ἐστιν ἡ ψυχὴ χωριζομένη τοῦ σώματος, δῆλον ὅτι καὶ κρίνεται ἐν ἄλλῳ βίῳ, καὶ ὅτι θεία δύναμις κρίνει καὶ οὐκ ἄνθρωποι. πάλιν οὖν κἀνταῦθα ὁ μῦθος διακρίνει· | |
35 | ἡμεῖς μὲν γὰρ πρόγνωσιν θανάτου ταύτην οἰόμεθα τὴν ἐνταῦθα ἀπαλλαγήν, νομίζοντες μηκέτι κρίνεσθαι αὐτήν, τὸ δὲ ἀληθὲς ἐκεῖ ἐστὶν ἡ ὄντως κρίσις· τὴν ἐνταῦθα οὖν πρόγνωσιν, ἀληθέστερον δὲ εἰπεῖν ἄγνοιαν, ἀφαιρεῖται ἡμῶν διδάσκων ἡμᾶς ὅτι δεῖ πρὸς ἐκείνους τοὺς δικαστὰς | |
40 | βλέπειν. | |
48.5 | Ὁ μῦθος τοίνυν πρὸς τὸν Καλλικλέα, διδάσκων ὡς οὐ δεῖ τοῖς παροῦσι πείθεσθαι δικασταῖς ἀλλὰ πρὸς τοὺς ἐκεῖ ὁρᾶν· οὕτως γὰρ αὐτοκινήτως ἂν ἐνεργήσωμεν· ἐφ’ ἡμῖν γὰρ ἑλέσθαι ἀρετὴν καὶ μή, οὐδὲ γὰρ ἀναγκαστι‐ | |
5 | κόν. οὐδὲ γὰρ ἡ ἀστρολογία ἔχει χώραν, ἐπεὶ οὕτως ἀν‐ | |
ῃρεῖτο ἡ πρόνοια καὶ οἱ νόμοι καὶ αἱ δίκαι. καί φησιν ὁ φιλόσοφος Ἀμμώνιος ὅτι ‘ἐγὼ οἶδα ἀνθρώπους τινάς, ὅσον κατὰ τὴν ἀστρολογίαν θέματα μοιχῶν ἔχοντας, καὶ σωφρονοῦντας, περιγινομένου τοῦ αὐτοκινήτου τῆς ψυ‐ | 253 | |
10 | χῆς.‘ πρὸς τὴν ἀξίαν οὖν ἑκάστου καὶ τὸν κλῆρον δοκεῖ εἶναί τι ἡ ἀστρολογία· ἐπεὶ εἰ αὐτοκινήτως τις ἐνεργήσει, οὐδὲν ἐκ ταύτης ἀποβήσεται, καὶ ὁ Ἀριστοτέλης δὲ διὰ τοῦ εἰσφέρειν τὸ ἐνδεχόμενον ἀποσείεται αὐτήν. καὶ ὁ Πλωτῖνος δὲ ἐκ διαιρέσεως ἀναιρεῖ τὴν ἀστρολογίαν λέγων | |
15 | ὅτι ‘τὰ ἄστρα ἔμψυχά ἐστιν ἢ ἄψυχα· εἰ μὲν γὰρ ἄψυχα, ὅπερ οὐδέ ἐστιν, πῶς δύναταί τι ποιῆσαι ἀψύχως ἐνεργοῦν‐ τα; εἰ δὲ ἔμψυχά ἐστι καὶ θειοτέρως ἢ καθ’ ἡμᾶς ἐνεργεῖ, πῶς τῷδε μέν τινι πλοῦτον καὶ ἄλλα τινὰ χαρίζονται, τῷδε δὲ πενίαν καὶ ἄλλα ἀτυχήματα;‘ δεῖ οὖν ὡς αὐτοκινήτους | |
20 | ἡμᾶς ἐνεργεῖν ὡς εἰδότας ὅτι ἐφ’ ἡμῖν τοῦτο. | |
48.6 | Ἐπειδὴ δὲ λέγει ὅτι τῷ Προμηθεῖ ἐκέλευσεν παῦσαι τὴν πρόγνωσιν, εἴπωμεν καὶ τὴν ἐξήγησιν τοῦ ποιητικοῦ κατὰ τὸν Προμηθέα μύθου. Προμηθεύς ἐστιν ὁ ἔφορος τῆς καθόδου τῶν λογικῶν ψυχῶν· τοῦτο γὰρ ἔργον τῆς λογι‐ | |
5 | κῆς ψυχῆς, τὸ προμηθεῖσθαι καὶ πρὸ ἄλλου ἑαυτὴν γινώ‐ σκειν. τὰ μὲν γὰρ ἄλογα πληττόμενα τῇ πληγῇ συναισθά‐ νεται, ἐπεὶ πρὸ πληγῆς οὐδὲν γινώσκει, ἡ δὲ λογικὴ καὶ πρὸ ἄλλου δύναται ἐπιβάλλειν τοῖς χρηστοῖς. διὰ τοῦτο γοῦν καὶ ὁ Ἐπιμηθεὺς εἰς τὸν ἔφορον τῆς ἀλόγου ψυχῆς | |
10 | λαμβάνεται, ὅτι ἐπὶ τῇ πληγῇ γινώσκει καὶ οὐ πρὸ ταύ‐ της. ἔστιν οὖν Προμηθεὺς μὲν ἡ δύναμις ἡ ἐφεστηκυῖα | |
τῇ καθόδῳ τῶν λογικῶν ψυχῶν· πῦρ δέ ἐστιν ἡ λογικὴ αὕτη ψυχή, ἐπειδὴ ὥσπερ τοῦτο ἀνώφορόν ἐστι, οὕτως καὶ ἡ ψυχὴ τὰ ἄνω διώκει καὶ τούτων ἀντέχεται. διὰ τί δὲ | 254 | |
15 | λέγεται κεκλοφέναι τὸ πῦρ; τὸ κλεπτόμενον ἀπὸ τοῦ οἰκεί‐ ου τόπου εἰς ἀλλότριον μετάγεται· ἐπεὶ οὖν καὶ ἡ λογικὴ ψυχὴ ἀπὸ τῶν ἄνω, τῶν οἰκείων τόπων, καταπέμπεται ἐνταῦθα ὡς εἰς ἀλλότριον, διὰ τοῦτο λέγεται καὶ κεκλέ‐ φθαι τὸ πῦρ. διὰ τί δὲ διὰ νάρθηκος; ὁ νάρθηξ σηραγγώδης | |
20 | ἐστί· σημαίνει οὖν τὸ ῥευστὸν σῶμα εἰς ὃ φέρεται ἡ ψυχή. διὰ τί δὲ παρὰ γνώμην τοῦ Διὸς κεκλοφέναι; πάλιν ὁ μῦθος ὡς μῦθος διαγίνεται· ἀμφότεροι μὲν γὰρ ἤθελον, ὅ τε Προμηθεὺς καὶ ὁ Ζεύς, ἄνω μένειν τὴν ψυχήν· ἀλλ’ ἐπειδὴ ἔδει κατενεχθῆναι, ὁ μῦθος τὰ οἰκεῖα τοῖς προσ‐ | |
25 | ώποις ἐποίησεν, καὶ τὸ μὲν κρεῖττον, ὅ ἐστι τὸν Δία, ὡς μὴ θέλοντα ποιεῖ (βούλεται γὰρ αὐτὴν ἀεὶ ἄνω εἶναι), τὸ δὲ | |
48.7 | χεῖρον ἀναγκάζει καθέλκεσθαι αὐτήν. δέδωκε τοίνυν τὴν Πανδώραν γυναῖκα, ἀντὶ τοῦ ‘τὸ θηλυπρεπέσ‘· τί δέ ἐστι τοῦτο; ἡ ἄλογος ψυχή. ἐπειδὴ γὰρ ἡ ψυχὴ πέπτωκεν ἐν‐ ταῦθα, οὐκ ἠδύνατο δὲ ἀσώματος οὖσα καὶ θεία ἀμέσως | |
5 | σώματι συναφθῆναι, συνάπτεται διὰ τῆς ἀλόγου ψυχῆς. διὰ τοῦτο γὰρ Πανδώρα λέγεται, ἐπειδὴ ἕκαστος, φησί, τῶν θεῶν δῶρον αὐτῇ ἐχαρίσατο· σημαίνεται δὲ διὰ τούτου ὅτι ἡ ἔλλαμψις τοῖς τῇδε διὰ τῶν οὐρανίων σωμάτων· ἔφη γὰρ ὅτι ‘τρέπεσθε ὑμεῖς κατὰ τῶν καταδεεστέρων‘. | |
10 | ἐπειδὴ γάρ, ὡς τὸ φῶς αὐτῇ τῇ ἐνεργείᾳ φωτίζει, οὕτως καὶ ὁ θεὸς αὐτῇ τῇ ἐνεργείᾳ κοσμοποιεῖ—ἔδει οὖν τέλειον εἶναι τὸν κόσμον, τὸ δὲ τέλειον ἔχει ἀρχὴν καὶ μέσα καὶ τέλη· ἐχρῆν οὖν καὶ τρύγα καὶ ἔσχατον ἔχειν τὸν κόσμον, ἵνα ᾖ τὰ ἐν γενέσει καὶ φθορᾷ. εἶπεν δὲ ὁ Ἡσίοδος ὅτι | |
15 | δέδωκεν ἡμῖν αὐτὴν καὶ ἐλάβομεν αὐτὴν | |
‘ἑὸν κακὸν ἀμφαγαπῶντεσ‘, σημαίνων ὡς διὰ τῆς ἀλόγου ψυχῆς ἡ ἐμπαθὴς ἡμῖν ζωὴ προσγίνεται. Ταῦτα καὶ περὶ τούτων. ἐπεὶ δὲ καὶ Μίνωα καὶ Ῥαδά‐ | 255 | |
20 | μανθύν φησιν ὁ μῦθος δικάζειν, φαμὲν ὅτι ψυχὰς θεοφιλεῖς λέγει· οὐδὲν γὰρ θαυμαστὸν εὖ βεβιωκυίας ψυχὰς εἰδέναι τὰ ἄλλων ψυχῶν ἁμαρτήματα. πλὴν μέντοι εἰ καὶ ἴσασι, καθ’ ἑαυτὰς ἔχουσιν, οὐ δικάζουσαι· δικαστοῦ γάρ ἐστιν ἐπιθεῖναι τὴν ψῆφον. ὅτι γὰρ οὐκ ἔστιν ἄνθρωπος Μίνως | |
25 | ἢ Ῥαδάμανθυς δῆλον, πρῶτον μὲν ὅτι ἐκεῖ ἄνθρωποι οὐ δικάζουσιν, ἔπειτα δὲ εἴ εἰσιν ἄνθρωποι δικάζοντες, ἆρα πρὶν οὗτοι ἀπέλθωσιν ἐκεῖ αἱ ψυχαὶ οὐκ ἐδικάζοντο καὶ ἐκρίνοντο; γνωρίζουσι δὲ καὶ ἀλλήλας αἱ ψυχαὶ ἐκεῖσε ἀσω‐ μάτως ἐνεργοῦσαι μετὰ τὸ καθαρθῆναι. ταῦτα ἡμῖν εἴρη‐ | |
30 | ται καὶ οὐδὲν ἔτι δύσκολον ἐν τῷ λόγῳ. | |
48.8 | Ζῶντες γὰρ κρίνονται [523 c 4]: ἰδοὺ ἐκ τούτων πάντων ἐστὶν ἑλεῖν ὅτι περὶ τῶν ἐνταῦθα λέγει καὶ τῶν ἐκεῖσε. | |
48.9 | Ὀφθαλμοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶμα [523 d 3]: ἰδοὺ πῶς περὶ τῶν ἐνταῦθα κρινόντων καὶ κρινομένων σαφῶς βοᾷ. | |
48.10 | Ἐκείνῃ τῇ ἡμέρᾳ [523 b 6]: αὕτη ἡ λέξις ἀνωτέρω κεῖται πλησίον τῆς ἀρχῆς τῆς πράξεως, ἀλλὰ κατὰ λήθην ἐν τῷ οἰκείῳ τόπῳ ἐξηγήσεως οὐκ ἔτυχεν. ‘ἡμέραν ἐκείνην‘ καλεῖ ἢ τὸν βίον τοῦτον ἢ τὴν τοῦ θανάτου ὥραν· διὰ γὰρ | |
5 | τοῦτο ἔφη καὶ ὁ Σόλων ‘ὅρα τέλος μακροῦ βίου‘. φησὶν οὖν ὅτι οἱ ζῶντες ἐν τῇ ἡμέρᾳ τοῦ θανάτου ἐδίκαζον κρί‐ νοντες εἴτε καλὸς ἦν ὁ ἀποθνῄσκων εἴτε φαῦλος, μὴ εἰδό‐ τες ὅτι ἄλλοι εἰσὶν οἱ ἐκεῖσε δικασταὶ πρὸς οὓς δεῖ ὁρᾶν. ἐκεῖνοι γὰρ ἀδεκάστως δικάζουσιν ὑπὸ μηδενὸς ἀπατώ‐ | |
10 | μενοι, οὐ γάρ ἐστιν ἐκείνους ποτὲ δωροδοκηθῆναι. | 256 |
49t | Πρᾶξις σὺν θεῷ μθʹ | |
49.1 | Ἐγὼ μὲν οὖν ταῦτα ἐγνωκὼς πρότερον ἢ ὑμεῖς [523 e 6—524 d 7]. Πάνυ φιλανθρώπως ποιῶν ὁ Πλάτων λέγει τι καὶ ἀλη‐ θὲς ἐν τῷ μύθῳ, ἵνα μὴ ἐμμένωμεν ἐν τῷ μύθῳ καὶ κατα‐ | |
5 | φρονῶμεν τῆς ἐν βάθει κεκρυμμένης ἀληθείας· ἐπεὶ τοίνυν ἔφη ὁ μῦθος ὅτι πάλαι μὲν μοχθηρῶς ἐγίνοντο αἱ δίκαι, ὕστερον δὲ ὁ Πλούτων καὶ οἱ αὐτοῦ ἐπιμεληταί, ὅ ἐστιν αἱ ἀγγελικαὶ δυνάμεις, ἦλθον πρὸς τὸν Δία καὶ εἰρήκασιν ὅτι ‘κακῶς γίνονται καὶ δεῖ διορθωθῆναι‘—ἐπεὶ οὖν ταῦτα | |
10 | εἶπεν ὁ μῦθος, ἵνα μὴ μείνωμεν ἐπὶ τοῦ φαινομένου, ποιεῖ τὸν Δία λέγοντα ὅτι ‘ἐγὼ πρότερος ὑμῶν ἔγνωκα ταῦτα, καὶ ἐποίησα τοὺς ἐμαυτοῦ υἱοὺς δικαστάσ‘. ἰδοὺ οὖν ὅτι ὁ μὲν μῦθος ὡς μῦθος τὰ ἅμα τῇ φύσει διακρίνει καὶ ἀπὸ τῶν ἀτελεστέρων φέρει ἡμᾶς ἐπὶ τὰ τελειότερα. ὥστε οὖν | |
15 | ᾔδει ὁ θεός· εἰ γὰρ αὐτῷ τῷ εἶναι παράγει τὰ τῇδε, πῶς οὐκ οἶδεν πάντα τὰ γινόμενα; ὃς καὶ ἔφη ὅτι ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω‘. Ἐπεὶ τοίνυν εἴρηται ταῦτα, εἴπωμεν διὰ τί παῖδες μὲν Διὸς καλοῦνται οὗτοι, διὰ τί δὲ οἱ μὲν τοὺς ἐν Ἀσίᾳ κρίνου‐ | |
20 | σιν, οἱ δὲ τοὺς ἀπὸ Εὐρώπης· οὐ δήπου γὰρ ταῦτα οὕτως ἔχει. δεῖ γὰρ εἰδέναι ὅτι εἰ ταῦτα ὡς ἀληθῆ λάβωμεν, γε‐ λοῖος ἔσται ὁ λόγος, πρῶτον μὲν ποιούντων ἡμῶν κἀκεῖ ἀνθρώπους πάλιν δικάζειν· ἔπειτα δὲ πῶς καὶ θεοὶ ἀνθρώ‐ | |
πους τίκτουσι; γελοῖον γὰρ καὶ ἄπιστον. ἄλλως τε καὶ | 257 | |
25 | συμβαίνει τοὺς πρὸ τούτων τῶν ἀνδρῶν τεθνηκότας μὴ κεκρίσθαι, ἐπειδὴ οὐκ ἦν ὁ κρίνων. πρὸς τούτοις δὲ καὶ οὐ κρίνονται αἱ τοῦ παντὸς κόσμου ψυχαί· οὐδὲ γὰρ ὅλος ὁ κόσμος εἰς Ἀσίαν καὶ Εὐρώπην μεμέρισται, ἀλλ’ ἡ καθ’ ἡμᾶς οἰκουμένη, ἐπεὶ ἐν τῇ ἀντοικουμένῃ σφαιροειδοῦς οὔ‐ | |
30 | σης τῆς γῆς οὐκ ἔστιν Εὐρώπη ἢ Ἀσία· εὑρεθήσονται | |
49.2 | οὖν αἱ ψυχαὶ ἐκεῖναι μὴ κρινόμεναι. εἴπωμεν οὖν τὸ ἀλη‐ θές· πρὸς τὴν ζωὴν ἣν ἕκαστος ἔχει λέγεται πατέρα ἔχειν θεὸν συμβολικῶς, οἷον ὁ νοερῶς ἐνεργῶν λέγεται Κρόνου παῖς, ἐπειδὴ θεοειδῶς ἐνεργεῖ, ὡσαύτως καὶ ὁ δικαστι‐ | |
5 | κὸς λέγεται Διὸς υἱός. ἐπειδὴ οὖν οὗτοι οἱ τρεῖς, ὅ τε Μίνως καὶ ὁ Ῥαδάμανθυς, οἵτινες τοὺς ἐκ τῆς Ἀσίας ἔκρινον, καὶ ὁ Αἰακός, ὅστις τοὺς ἐκ τῆς Εὐρώπης, δικαστι‐ κὴν ζωὴν ἐσχήκασιν ἐνταῦθα, διὰ τοῦτο παῖδας Διὸς αὐτοὺς ὁ μῦθος λέγει καὶ δικάζειν ἐκεῖ. τί δὲ σημαίνει | |
10 | Ἀσία καὶ Εὐρώπη; ἰστέον ὅτι ἡ μὲν Ἀσία ὡς ἴσμεν ἀνατο‐ λική ἐστιν, ἡ δὲ Εὐρώπη δυτικωτέρα· ἀναλογεῖ δὲ τὰ μὲν ἀνατολικὰ διὰ τὸ φῶς τοῖς οὐρανίοις, ἡ δὲ Εὐρώπη διὰ τὴν κρύψιν τοῖς χθονίοις· διὰ οὖν τούτων τῶν δύο, τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, τήν τε οὐρανίαν καὶ τὴν χθονίαν | |
15 | πολιτείαν δηλοῖ. ἔστι δὲ καὶ μέση πολιτεία, ἣν σημαίνει διὰ τῆς τῶν ἄκρων διδασκαλίας· εἰρηκὼς γὰρ οὐρανίαν καὶ χθονίαν πολιτείαν δηλοῖ καὶ τὴν μέσην, ὥσπερ καὶ ἀνω‐ τέρω εἰρηκὼς τὰς μὲν εἰς μακάρων νήσους ἀπιέναι, τὰς δὲ εἰς τὸν Τάρταρον, ἐδήλωσεν καὶ τὰς μέσης ζωῆς οὔσας | |
20 | ψυχάς. ἄξιον δὲ ζητῆσαι διὰ τί 〈εἶπεν〉 δύο μὲν δικάζειν τοὺς ἐξ Ἀσίας, ἕνα δὲ τὸν ἐξ Εὐρώπης· καὶ γὰρ ἔδει τὸ ἀνά‐ παλιν εἰπεῖν, εἴ γε τὰ οὐράνια πρὸς τῇ μονάδι ἐστίν, τὰ δὲ χθόνια πρὸς τῇ δυάδι. λέγομεν τοίνυν ὅτι οὐδὲ ἐνταῦθα | |
λαμβάνει δύο μονάδας καὶ τὴν μίαν μονάδα ἐξῃρημένην· | 258 | |
25 | τί γὰρ εἶπεν ὁ μῦθος; ὅτι ‘τὰ πρεσβεῖα δώσω τῷ Μίνωϊ, ἵνα εἰ ἀπορῆτον οἱ δύο, ὅ τε Ῥαδάμανθυς καὶ ὁ Αἰακός, ἀνα‐ φέρουσι τῷ Μίνωϊ‘. ὁρᾷς πῶς ἡ δυὰς ἤρτηται ἐκ τῆς οὐρα‐ νίας μονάδος; ἀποροῦσιν οὖν οἱ ἐκεῖ δικασταί; φαμὲν ὅτι ἐπειδὴ εἴωθεν ἡ ἀπορία γνῶσιν τίκτειν, τὴν καταδεεστέραν | |
30 | γνῶσιν ὡς πρὸς τὴν θείαν γνῶσιν καὶ ἐξῃρημένην ἀπορίαν ἐκάλεσεν. ἐπεὶ οὖν αἱ καταδεέστεραι δυνάμεις ἤρτηνται τῆς μιᾶς πάντων ἀρχῆς, διὰ τοῦτο οὕτως εἶπεν. | |
49.3 | Λέγει δὲ καὶ τὸν τόπον ἔνθα δικάζουσιν οὗτοι, καί φησιν ὅτι ἐν τῷ λειμῶνι καθέζονται καὶ δικάζουσιν ἐν τριοδίᾳ. τί τοίνυν ἐστὶν ὁ λειμών; ἰστέον ὅτι τὴν γένεσιν ὑγρὰν καλοῦσιν οἱ παλαιοί· οὕτω γοῦν καὶ λέγεται περὶ τῆς | |
5 | ψυχῆς ‘ψυχῇσιν βροτέαις θάνατος ὑγρῇσι γενέσθαι‘, διὰ τὸ ῥευστὸν καὶ ὑδρηλὸν καὶ διὰ τὸ ἀνθεῖν αὐτῶν ἐνταῦθα τὰς ζωάς. λέγεται τοίνυν ὁ δικαστικὸς τόπος ἐν τῷ αἰθέρι εἶναι μετὰ τὰ ὑπὸ σελήνην. ἐπεὶ οὖν ἐν τῷ τελευταίῳ τόπῳ τῆς γενέσεώς ἐστιν ὁ δικαστικὸς τόπος, λειμὼν δέ ἐστιν | |
10 | οὗτος ὡς εἴρηται διὰ τὸ δίυγρον καὶ ποικίλον, διὰ τοῦτο λειμὼν λέγεται. ἔστιν δὲ ἐκεῖ τριοδία, ἐπειδὴ ἀπὸ τοῦ τόπου ἐκείνου αἱ μὲν ἀνάγονται ὡς ἄξιαι τῆς ἀναγωγῆς τῆς ἐπὶ τὰ οὐράνια, αἱ δὲ καταπέμπονται ἐπὶ τὰ χθόνια, αἱ δὲ ἐν τῷ μεταξὺ τόπῳ κατέρχονται, ὅ ἐστιν ἐν τῇ γενέσει | |
15 | πάλιν. δικαστὴς δὲ λέγεται οἷον διχαστὴς νῦν τις ὤν, ἐπειδὴ διχάζει, καὶ τὸν μὲν ἀδικοῦντα κατακρίνει τὸν δὲ εὖ βιοῦντα γερῶν ἀξιοῖ. ταῦτα δὲ κατὰ ἀναλογίαν νόει, | |
οὐ γὰρ τοπικῶς ἀνέρχονται ἢ κατάγονται. πάλιν τοι κἀν‐ ταῦθα εἰρηκὼς τριοδίαν εἶναι ἐν τῇ διδασκαλίᾳ τῆς τε | 259 | |
20 | οὐρανίας ὁδοῦ καὶ τῆς χθονίας μέμνηται, οὐκέτι δὲ καὶ τῆς ἐπὶ τὴν γένεσιν τῆς μεταξύ, ὡς ἂν πάλιν ἡμῶν ὀφει‐ λόντων ἐκ τῶν ἄκρων ἐπινοεῖν τὰ μέσα. Ἰστέον δὲ ὅτι καὶ τοῦτο οἱ φιλόσοφοι μῦθοι πλέον τῶν ποιητικῶν ἔχουσιν, ὅτι οἱ φιλόσοφοι καὶ ἀποδείξεις ἐν | |
25 | τῷ μέσῳ τῶν μύθων προβάλλουσι, μιμούμενοι τὸ ἐπιμύ‐ θιον τῶν Αἰσωπείων μύθων. οὕτως τοίνυν κἀνταῦθα, ἐπειδὴ ἤμελλέ τις λέγειν ὅτι ‘κἀκεῖ ὄντες οἱ δικασταὶ ἀεὶ πῶς ἴσασι τὰ τῇδε γινόμενα;‘ φησὶν ὅτι ‘οὐδὲν ἕτε‐ ρόν ἐστιν θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος· ὥσπερ | |
30 | οὖν τὸ σῶμα ἔχει μετὰ θάνατον ἄχρι τινὸς χρόνου τὰ πάθη ἤγουν τὰ βοηθήματα, οἷον τὴν φαλακρότητα, εἰ ἦν φαλακρός, τὸ μέγα, εἰ ἦν μέγας, τὸ μικρόν, εἰ ἦν μικρός, οὐλάς, εἰ εἶχεν ἐξ ἑλκῶν οὐλάς, καὶ τὰ τοιαῦτα, οὕτως καὶ αἱ ψυχαὶ ἐξιοῦσαι ἔχουσι τὸ εἶδος αὐτῶν τῆς ζωῆς, | |
35 | οἷον τὸ συνειδός· καὶ λοιπὸν ὁρῶσιν οἱ δικασταὶ τὸ εἶδος τοῦτο καὶ τὸ συνειδὸς καὶ γινώσκουσι τὰς πράξεισ‘. ἰδοὺ οὖν ὅτι καὶ ἀπέδειξεν ὡς πρὸς μῦθον ἀπαντῶν· ἐπεὶ τίς οὐκ οἶδεν ὅτι θεῖαι οὖσαι δυνάμεις αἱ κρίνουσαι καὶ τὰ τῇδε καὶ τὰ πανταχοῦ ἴσασιν; ἀλλὰ ἀποδείκνυσιν ὡς πρὸς | |
40 | μῦθον ἀποτεινόμενος· τοῦτο γὰρ καὶ ἐν τῷ Φαίδωνι πε‐ ποίηκεν περὶ τοῦ πυρός, καὶ εἶπεν ὅτι οὐδὲν θαυμαστὸν εἶναι πῦρ ὑπὸ γῆν, ὡς δηλοῦσιν αἱ ἀναθυμιάσεις. | |
49.4 | Ταῦτά ἐστιν, ὦ Καλλίκλεις [524 a 8]: ἐπειδὴ καὶ ὁ Καλλικλῆς ᾔδει τοὺς μύθους τούτους, ἀλλὰ διὰ βάθους οὐκ ἤρχετο αὐτῶν, διὰ τοῦτο τούτους αὐτῷ προφέρει καὶ λέγει αὐτῷ τὸ βάθος, ἵνα γνῷ ὅτι ἐκεῖνοι οἱ δικασταὶ | |
5 | ἀδωροδόκητοί εἰσιν καὶ οὐδὲν ἐκεῖ ὠφελήσει ῥητορικὴ | |
θέλουσα ἀδικεῖν. | 260 | |
49.5 | Ἢ τὰ πολλὰ ἐπί τινα χρόνον [524 d 3]: καλῶς καὶ τὸ ‘ἐπί τινα χρόνον‘· οὐ γὰρ διὰ παντός. καὶ ἄλλως καὶ τὸ ‘ἢ τὰ πολλά‘· τί γάρ; ὅτι ἐπιπόλαιά τινα εἶχε πάθη, ἃ εὐθέως ἅμα τῷ ἀποθανεῖν συνέπεσεν καὶ ἀφανῆ ἐγένετο. | |
49.6 | Τά τε τῆς φύσεως [524 d 5—6]: μὴ νομίσῃς ἐκ τού‐ του ὅτι φυσική ἐστιν ἡ κακία τῇ ψυχῇ· ἐπεὶ εἰ ἀσώματός ἐστιν καὶ ἀθάνατος ἡ ψυχή, ἔχοι δὲ καὶ ἐκ φύσεως τὴν κακίαν, καὶ ἡ κακία ἔσται ἀθάνατος, ὅπερ ἄτοπον· ἀλλ’ | |
5 | ἐκ φύσεως λέγει ἢ τὴν συζήσασαν τοῖς αἰσχροῖς, ὡς οἱονεὶ συνουσιωθῆναι αὐτῇ τὴν κακίαν, ἢ τὴν ταῖς κράσεσι τοῦ σώματος δουλεύσασαν. εἴρηται γὰρ ὅτι ‘ταῖς τοῦ σώμα‐ τος κράσεσιν ἕπονται αἱ τῆς ψυχῆς δυνάμεισ‘· ἀλλὰ προσ‐ τιθέασι ‘χωρὶς εἰ μὴ τὰ κατὰ φιλοσοφίαν ἀντιπράξοι‘. | |
10 | δίδωσιν οὖν καὶ ὑπὲρ τούτου τιμωρίας ἡ ψυχή, ὅτι ὅλως αὐτοκίνητος οὖσα καὶ παραλαβοῦσα θυμὸν καὶ ἐπιθυμίαν καὶ τοιάσδε τινὰς κράσεις οὐκ ἐρρύθμισεν αὐτὰς τῷ αὐτο‐ κινήτῳ καὶ ἐπὶ τὸ κάλλιον ἤγαγεν. ὥσπερ γὰρ τὸν ὀφθαλ‐ μιῶντα ὁ ἰατρὸς εἰκὸς μαστίζει, οὐχὶ διότι ὀφθαλμιᾷ, | |
15 | ἀλλ’ ὅτι ψηλαφᾷ τοὺς ὀφθαλμοὺς καὶ ἐρεθίζει καὶ οὐ φυλάττει τὸ ὑπὸ τοῦ ἰατροῦ γεγονὸς σχῆμα, οὕτω καὶ ὁ δημιουργὸς τιμωρεῖται τὰς ψυχὰς ὡς μὴ τῷ αὐτοκινήτῳ κρατησάσας τῶν ἐπ’ ἀγαθῷ δεδομένων παθῶν· ἔδει γὰρ κρατῆσαι καὶ ἐπ’ ἀγαθῷ χρήσασθαι καὶ μὴ ἐπὶ κακῷ. | |
50t | Πρᾶξις σὺν θεῷ νʹ | |
50.1 | Ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν [524 d 7—527 e 7]. Μῦθον μὲν ἡμῖν ὁ Πλάτων παραδίδωσιν, οὐκ ἐᾷ δὲ αὐτὸν | |
ποιητικὸν εἶναι ἀλλὰ καὶ ἀποδείξεις προστίθησιν· τοῦτο | 261 | |
5 | γὰρ ἴδιον φιλοσόφων μύθων. ἐπεὶ τοίνυν εἶπεν περὶ τῶν κρινόντων, ὅτι γυμνοί εἰσιν οἱ κρίνοντες, εἶπεν δὲ καὶ περὶ τῶν κρινομένων, ὅτι ἀποφέρουσι τὸ συνειδὸς τὸ οἰκεῖον καὶ κρίνονται, θέλει τοίνυν εἰπεῖν ὅτι μάλιστα οἱ δυνάσται κρίνονται· οἱ γὰρ πτωχοὶ οὐδὲν δύνανται ἄξιον λόγου | |
10 | ἁμαρτεῖν, οὐ γὰρ ἔχουσιν ὄργανα τὰ ὑπηρετοῦντα αὐτοῖς πρὸς τὴν κακίαν ταύτην· καί φησιν ὅτι καὶ Ὅμηρος μαρ‐ τυρεῖ τούτῳ λέγων ὅτι ὁ Ὀδυσσεὺς κατελθὼν εἰς Ἅιδου οὐκ εἶδε τὸν Θερσίτην κρινόμενον, ἐπειδὴ οὐδὲ ἦν δυνατός, καὶ τί εἶχεν ἁμαρτεῖν; ἀλλὰ τὸν Σίσυφον καὶ τὸν Τιτυὸν | |
15 | καὶ τὸν Τάνταλον. καὶ τὸν μὲν Τιτυὸν ἐπὶ τῆς γῆς εἶδεν κεί‐ μενον, καὶ ὅτι τὸ ἧπαρ αὐτοῦ ἤσθιε γύψ· τὸ μὲν οὖν ἧπαρ σημαίνει ὅτι κατὰ τὸ ἐπιθυμητικὸν μέρος ἔζησε καὶ διὰ τοῦτο ἐσωφρονίζετο, ἡ δὲ γῆ σημαίνει τὸ χθόνιον αὐτοῦ φρόνημα. ὁ δὲ Σίσυφος κατὰ τὸ φιλότιμον καὶ θυμοει‐ | |
20 | δὲς ζήσας ἐκύλιε τὸν λίθον καὶ πάλιν κατέφερεν, ἐπειδὴ περὶ αὐτὰ καταρρεῖ ὁ κακῶς πολιτευόμενος· λίθον δὲ ἐκύλιε διὰ τὸ σκληρὸν καὶ ἀντίτυπον τῆς αὐτοῦ ζωῆς. τὸν δὲ Τάνταλον εἶδεν ἐν λίμναις, καὶ ὅτι ἐν δένδροις ἦσαν ὀπῶραι καὶ ἤθελε τρυγᾶν καὶ ἀφανεῖς ἐγίνοντο αἱ ὀπῶραι· | |
25 | τοῦτο δὲ σημαίνει τὴν κατὰ φαντασίαν ζωήν, αὕτη δὲ σημαίνει τὸ ὀλισθηρὸν καὶ δίυγρον καὶ θᾶττον ἀποπαυό‐ μενον. | |
50.2 | Λέγει δὲ ὅτι ὁ Ῥαδάμανθυς ἐκεῖ κρίνει τὸν μέγαν βασι‐ λέα (μέγας δὲ βασιλεύς ἐστιν ὁ τῶν Περσῶν), ἐπειδὴ εἶπεν τὸν Ῥαδάμανθυν τοὺς τῆς Ἀσίας κρίνειν, ὁ δὲ Περσῶν βασιλεὺς ἐκράτει τῆς Ἀσίας. | |
5 | Ἐπειδὴ δὲ ἠπόρησέ τίς ποτε ὅτι ‘διὰ ποίαν αἰτίαν τὸν | |
Ῥαδάμανθυν καὶ τὸν Μίνωα τῆς Ἀσίας λέγει κριτάς; καίτοι ὁ μὲν Λίβυς ἦν, ὁ δὲ Κρήσ‘, εἰπὲ ὅτι ‘ἐπειδὴ κατὰ τοὺς γεωγράφους τοὺς διαιροῦντας εἰς δύο τὴν καθ’ ἡμᾶς οἰκουμένην, εἰς Ἀσίαν καὶ Εὐρώπην, καὶ ἡ Λιβύη καὶ ἡ | 262 | |
10 | Κρήτη τῆς Ἀσίας εὑρίσκετο‘. Δεῖ τοίνυν εἰδέναι ὅτι αἱ μὲν μέτρια ἡμαρτηκυῖαι ψυχαὶ ἐπ’ ὀλίγον χρόνον κρίνονται καὶ λοιπὸν καθαιρόμεναι ἀνάγονται (ὅταν δὲ λέγω ‘ἀνάγονται‘, οὐ τοπικῶς, ἀλλὰ διὰ τῆς ζωῆς· καὶ γὰρ ὁ Πλωτῖνός φησιν ὅτι ‘ἀνάγεται δὲ | |
15 | ἡ ψυχὴ οὐ ποδὶ ἀλλὰ ζωῇ‘), αἱ δὲ μέγιστα ἁμαρτήσασαι ‘εὐθὺσ‘ εἰς τὸν Τάρταρον πέμπονται (ἀντὶ τοῦ ‘θᾶττον‘· τὸ δὲ ‘εὐθὺσ‘ εἶπεν ἐπειδὴ ἡ εὐθεῖα ἐλαχίστη ἐστὶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν) καὶ ‘ἀεὶ‘ αὗται κρίνονται μηδέ‐ ποτε καθαιρόμεναι. καὶ ἄξιον ἀπορῆσαι διὰ τί λέγει | |
20 | ‘ἀεί‘· τί οὖν; οὐδέποτε λῆξις γίνεται τῆς κολάσεως; δεῖ γὰρ εἰδέναι ὅτι δεῖ μὲν δι’ ἀλγύνσεως ἡμᾶς ἐπιστρα‐ φῆναι, ἐπειδὴ διὰ γλυκυθυμίας γεγόνασι τὰ πάθη, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἰάματα· πλὴν μέντοι οὐκ ἀεὶ κολαζό‐ μεθα. κρεῖττον γὰρ λέγειν φθαρτὴν τὴν ψυχὴν ἢ τοῦτο | |
25 | πρεσβεύειν· εἰ γὰρ ἀεὶ κολάζεται ἡ ψυχὴ καὶ οὐδέποτε ἀγαθοῦ ἀπολαύει, ἀεὶ ἐν κακίᾳ ἐστίν· ἄλλως τε καὶ ἡ κόλασις πρός τι ἀγαθὸν βλέπει· οὐ δεῖ οὖν ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι, ἀλλὰ καὶ ἐπὶ τὸ κατὰ φύσιν ὁδεύειν. εἰ οὖν μηδὲν ἡμᾶς ὠφελεῖ ἡ κόλασις μηδὲ ἐπὶ τὸ κρεῖττον | |
30 | φέρει, μάτην γέγονεν, οὐδὲν δὲ μάτην οὐδὲ ὁ θεὸς οὐδὲ ἡ | |
50.3 | φύσις ποιεῖ. τί οὖν ἐστὶ τὸ λεγόμενον παρ’ αὐτοῦ ὅτι ‘ἀεί‘; | |
φαμὲν ὅτι ἑπτά εἰσι σφαῖραι, ἡ τῆς Σελήνης καὶ τοῦ Ἡλίου καὶ αἱ λοιπαί, ἔστιν δὲ ηʹ ἡ τῆς ἀπλανοῦς. ἡ μὲν οὖν Σελη‐ νιακὴ θᾶττον ἀποκαθίσταται, διὰ γὰρ λʹ ἡμερῶν· ἡ δὲ τοῦ | 263 | |
5 | Ἡλίου βραδύτερον, δι’ ἐνιαυτοῦ γάρ· ἔτι δὲ μᾶλλον ἡ τοῦ Διός, διὰ ιβʹ γάρ· πολλῷ δὲ μᾶλλον ἡ τοῦ Κρόνου, διὰ λʹ γάρ. οὐκοῦν οὐδὲ συναποκαθίστανται οἱ ἀστέρες ἀλλήλοις, εἰ μὴ κατὰ τὸ σπάνιον. οὕτω γοῦν ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς διὰ ξʹ ἐτῶν συναποκαθίστανται· εἰ γὰρ ὁ τοῦ Διὸς | |
10 | ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ διὰ ιβʹ ἐτῶν ἔρχεται, ὁ δὲ τοῦ Κρόνου διὰ λʹ, δῆλον ὅτι ὅσον ὁ Ζεὺς πεντάκις κινεῖται, ἐν τοσούτῳ ὁ Κρόνος δίς, καὶ γίνεται δὶς μὲν λʹ ξʹ, πεντάκις δὲ ιβʹ ξʹ, ὥστε συναποκαθίστανται διὰ ξʹ ἐτῶν. αἱ οὖν ψυχαὶ τοιαύτας τινὰς περιόδους κολάζονται. συναποκαθ‐ | |
15 | ίστανται δὲ καὶ αἱ ζʹ σφαῖραι τῇ ἀπλανεῖ, ἀλλὰ διὰ πολ‐ λῶν μυριάδων ἐτῶν· ταύτην οὖν τὴν περίοδον τῆς συναπο‐ καταστάσεως τῶν ζʹ μετὰ τῆς ἀπλανοῦς ‘τὸν ἀεὶ χρόνον‘ εἶπεν. αἱ οὖν πατροφόνοι ψυχαὶ ἢ μητροκτόνοι ἢ ἁπλῶς αἱ τοιαῦται ‘τὸν ἀεὶ χρόνον‘ κολάζονται, ἀντὶ τοῦ ‘τὴν | |
20 | περίοδον ταύτην‘. εἰ δέ τις εἴποι ὅτι ‘καὶ εἰ ἀποθάνοι σήμε‐ ρον πατροφόνος ψυχὴ καὶ μετὰ ϛʹ μῆνας ἤγουν ἔτη ἢ καὶ ἡμέρας γένηται ἡ συναποκατάστασις τῶν ζʹ μετὰ τῆς ἀπλανοῦς, ἐκεῖνον μόνον τὸν χρόνον κολάζονται;‘ εἰπὲ ὅτι ‘οὐ τοῦτο λέγω, ἀλλ’ ὅτι τοσαῦτα ἔτη κολάζεται ὅσα ἀρκεῖ | |
25 | πρὸς τὴν συναποκατάστασιν· οἷον εἰ διὰ χιλίων γίνεται ἡ συναποκατάστασις ἐτῶν, ὁτεδήποτε ἀποθάνῃ, χίλια ἔτη κολάζεται‘. τοῦτον οὖν τὸν χρόνον καὶ ταύτην τὴν περί‐ οδον ‘ἀεὶ‘ εἶπεν, ἐπεὶ ἀδύνατον ἐπ’ ἄπειρον κολάζεσθαι. Ἐπιστρέφει οὖν καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ψυχή, ἀλλὰ | |
30 | κατὰ μικρόν, καὶ λοιπὸν πρὸς τὴν οἰκείαν ἀξίαν δέχεται πάλιν ἐνταῦθα ὄργανον· πρός τε τὴν προγεγενημένην αὐτῶν πολιτείαν τοῖα ἢ τοῖα, οἷον λελωβημένα ἢ πηρὰ | |
ἢ ἕτερα δέχονται ὄργανα. δεῖ τοίνυν εἰδέναι καὶ τοῦτο, ὅτι ἐξῆπται τῆς ψυχῆς πνευματικὸς χιτών· καὶ κολάζεται μὲν | 264 | |
35 | καὶ οὗτος ἢ θερμαινόμενος ἄγαν ἢ ψυχόμενος, ἔστιν δὲ εἰπεῖν ὅτι καὶ φαντάζονται τοιαῦτά τινα καὶ ἐκδειματοῦν‐ ται, ὥς φησι καὶ ὁ τραγικός, ‘τὰς αἱματωποὺς κόρασ‘ καὶ τὰ τοιαῦτα. | |
50.4 | Κἀκεῖνο δὲ γίνωσκε, ὅτι οὐ μόνον ἐκεῖ κολάζονται αἱ ὀφείλουσαι καθαρθῆναι, ἀλλὰ καὶ ἐνταῦθα, καὶ ἔστιν ὅτε ἐνταῦθα καθαίρονται ἐκεῖσε μὴ καθαρθεῖσαι· δεῖ γὰρ εἰδέναι ὅτι ἡ κόλασις σωφρονεστέραν αὐτὴν ποιεῖ καὶ | |
5 | ἐπιτηδειοτέραν αὐτὴν ἐργάζεται εἰς τὸ καθαρθῆναι· ἐπεὶ οὐδὲν αὐτὴν καθαίρει εἰ μὴ ἡ ἐπίγνωσις ἡ πρὸς ἑαυτήν, ἥτις δι’ ἀρετῆς κατορθοῦται· διὰ γὰρ τοῦτο καὶ ἀρετὴ λέγεται αἱρετή τις οὖσα καὶ ληπτὴ δι’ ἑαυτήν. μὴ οὖν νόμιζε ὅτι κολάσεις αὐτὴν καθαίρουσιν· εἰ γὰρ κολάζοιτο | |
10 | μέν, μὴ ἐπιστρέφοι δέ, οὐ κεκάθαρται. ὅταν οὖν νήψῃ καὶ ἐπιστρέψῃ ὡς αὐτοκίνητος, τότε καθαίρεται, ἐπεὶ καὶ ἰατρὸς καθαίρει μοχθηρὸν σῶμα καὶ οὐκ ἀρκεῖται τῇ καθάρσει, ἀλλὰ ὁ κάμνων λοιπὸν αἴτιος γίνεται ὑγιείας φυλάττων ἑαυτὸν καὶ μὴ πάλιν ἀτακτῶν καὶ πλημμελῶν | |
15 | κατὰ τὴν ἄχρηστον τροφήν. καὶ ὥσπερ πάλιν ὁ ἀπὸ ὑγιείας ἐπὶ νόσον ἐρχόμενος ἐπιλανθάνεταί τινων ὧν ἐν τῇ ὑγιείᾳ ἐποίησεν, βαδίζων δὲ ἐπὶ ὑγίειαν πάλιν μέμνηται, οὕτως καὶ ἡ ψυχὴ ἐρχομένη ἐνταῦθα ἐπιλανθάνεται τῶν ἐκεῖσε κολάσεων καὶ οὕτως ἁμαρτάνει· εἰ γὰρ ἀεὶ συναίσθησιν | |
20 | εἶχεν, οὐκ ἂν ἡμάρτανεν. δεῖ τοίνυν εἰδέναι ὅτι ἐπ’ ἀγα‐ θῷ δέδοται αὐτῇ τὸ ἐπιλανθάνεσθαι· εἰ γὰρ ἐμέμνητο καὶ διὰ τὸν φόβον μὴ ἡμάρτανεν, διὰ δέος ηὑρίσκετο | |
φυλάττουσα τὸ ἀγαθὸν καὶ οὐκέτι δι’ αὐτὸ τὸ καλῶς ἔχον καὶ ὡς αὐτοκίνητος· ἐπιλανθάνεται οὖν, ἵνα ζητήσῃ ὡς | 265 | |
25 | αὐτοκίνητος τὸ ἀγαθόν. ἐπεὶ καὶ οἰκέτας ἀγαπῶμεν καὶ πλείονος ἐσθῆτος ἀξιοῦμεν, οὐ τοὺς κατὰ φόβον δουλεύον‐ τας ἀλλὰ τοὺς οἰκείᾳ γνώμῃ. ἰστέον οὖν ὅτι καὶ ἐνταῦθα κολάζονται, μάλιστα δὲ ἐκεῖ δοκοῦσι καθαίρεσθαι, ἐπειδὴ ἡ ἄνευ σώματος ζωὴ μᾶλλον αὐταῖς ἐστὶν οἰκειοτέρα. | |
30 | Εἰ δέ τις εἴποι ὅτι ‘διὰ τί μὴ καὶ οἱ πτωχοὶ κολάζονται οἱ προαίρεσιν ἔχοντες ἀδικῆσαι, ἀλλὰ μόνοι οἱ δυνάσται; καὶ γὰρ καὶ οἱ πτωχοί, εἰ εἶχον ὄργανα τὰ ὑπηρετοῦντα, οἷον πλοῦτον καὶ τὰ τοιαῦτα, καὶ αὐτοὶ ἂν ἡμάρτανον‘, — φαμὲν οὖν ὅτι καὶ αὐτοί, εἰ ἔσχον ἄδικον προαίρεσιν, | |
35 | κολάζονται, ἀλλὰ διάφορα τὰ μέτρα· οὐ γὰρ ὁμοίως κολα‐ σθήσεται ὅ τε μόνην προαίρεσιν ἐσχηκὼς καὶ ὁ ἐνεργήσας καὶ πράξας. Λέγει τοίνυν ὁ Σωκράτης τῷ Καλλικλεῖ ὅτι ‘οὗτοι μῦθοι μὲν λογίζονται παρὰ σοί, λόγοι δέ εἰσιν ἀληθεῖς· οὐδὲ | |
40 | γὰρ Γοργίας οὐδὲ Πῶλος οὐδὲ σὺ οὐδὲ ἄλλος τις οὖν δύνα‐ ται ταῦτα ἀνατρέψαι. εἰ οὖν κεκράτυνται ταῦτα, ἐχώμεθα ὡς ἀσφαλοῦς ἀγκύρας αὐτῶν. πρόσεχε οὖν, ὦ Καλλίκλεις, μὴ ἐκεῖ τυφθήσῃ καὶ ἐπὶ κόρρης παταχθήσῃ.‘ ταῦτα δὲ λέγει αὐτῷ, ἐπειδὴ ἀνωτέρω ἐκεῖνος τῷ Σωκράτει ἔλεγεν | |
45 | ὅτι ‘καταπαίζῃ καὶ ἐπὶ κόρρης τύπτῃ‘. τὸ οὖν ἐνταῦθα τυφθῆναι οὐδέν ἐστι, πῶς ἵνα ἐκεῖ θείας λήξεως τύχωμεν. | |
50.5 | Θεᾶται ἑκάστου τὴν ψυχήν [524e 2]: ἀντὶ τοῦ ‘τῷ συνειδότι προσέχει‘. οὐ ζητεῖ γάρ, τίς τέ ἐστιν (ἀντὶ τοῦ εἰ εὐγενὴς εἰ ἀγενής, οὔτε εἰ πλούσιος οὔτε εἰ πένης) οὔτε ἐκ ποίων (ἀντὶ τοῦ ἐξ εὐγενῶν ἢ ἀγενῶν, ἢ κακῶν ἢ ἀγα‐ | |
5 | θῶν) ἀλλὰ τὰς πράξεις ζητεῖ. | |
50.6 | Καὶ πάντα σκολιά [525a 2]: ἐρρυπωμένη γὰρ ψυχὴ καὶ τετραυματισμένη τοῖς πάθεσιν οὐδὲν ὀρθὸν ἔχει ἀλλὰ | |
σκολιὰ πάντα. | 266 | |
50.7 | Παράδειγμα ἄλλοις γίνεται [525b 2—3]: καὶ γὰρ αὐτὴ σωφρονίζεται πάσχουσα καὶ ταῖς βλεπούσαις παρά‐ δειγμα γίνεται, ἐπειδὴ καὶ ἄρχων δημοσίᾳ κολάζει, ἵνα οἱ ὁρῶντες σωφρονέστεροι γένωνται. | |
50.8 | Εἰ ἀληθῆ λέγει Πῶλος [525 d 1—2]: ἰδοὺ πῶς ἀσφαλῶς· εἴπερ κατὰ Πῶλον ἄδικός ἐστιν, οὐκ εὐδαίμων ὁ τοιοῦτος, ἀλλὰ δώσει δίκας. | |
50.9 | Οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθούς [526a 2]: ἐπειδὴ κατεῖπεν τῶν δυναστῶν, ἤμελλέ τις λέγειν ὅτι ‘τί οὖν; οὐδεὶς ἐν δυναστείᾳ ὢν ἀγαθῶς πολι‐ τεύεται;‘ πρὸς τοῦτο οὖν φησὶν ὅτι ‘ναί, οὐδὲν κωλύει καὶ | |
5 | δυνατοὺς ἄνδρας εὖ πολιτεύεσθαι, καὶ δεῖ θαυμάζειν αὐ‐ τούς, ὦ Καλλίκλεις· θαυμαστὸν γὰρ τὸ ἔχοντας ἐξουσίαν αὐτοὺς πολλὴν καταφρονῆσαι καὶ θείως πολιτεύσασθαι. καὶ γεγόνασιν οὖν καλοὶ ἄνδρες δυνάσται καί εἰσι καὶ γενήσονται· οὕτως γοῦν καὶ παρὰ τοῖς Ἕλλησι γέγονεν | |
10 | δυνάστης καλὸς Ἀριστείδης ὁ Λυσιμάχου‘. καὶ ἰδοὺ ὅτι ἐπαινεῖ αὐτόν, οὐ μέντοι ὡς πολιτικὸν ἀλλ’ ὡς τῶν ἄλλων πλέον τι ἔχοντα. ὅτι δὲ καὶ αὐτὸς οὐκ ἦν εἰς ἄκρον πολιτι‐ κός, δῆλον ὅτι καὶ κακῶς ἔπαθεν, καὶ ὅτι ἡ κωμῳδία φησὶ περὶ αὐτοῦ ὅτι ἐπὶ Ἀριστείδου οὐδὲν γέγονεν νεόττιον. | |
50.10 | Εἷς ἐλλόγιμος [526 b 1]: ἐλλόγιμον καλεῖ οὐ κατὰ τὴν συνήθειαν τὸν πολλὰ εἰδότα, ἀλλὰ τὸν λόγου ἄξιον. | |
50.11 | Ῥάβδον ἔχων [526 c 6]: διὰ τῆς ῥάβδου σημαίνεται τὸ εὐθὺ καὶ ἴσον τῆς δίκης· οὐδὲν γὰρ ἐκεῖ ἄδικον. | |
50.12 | Χρυσοῦν σκῆπτρον [526 c 7—d 1]: πάλιν τὸ σκῆπ‐ | |
τρον τὴν ἰσότητα δηλοῖ. ‘χρυσοῦν‘ δὲ ἀντὶ τοῦ ‘ἄυλον‘. ἄυλος γὰρ ἡ ἰσότης παντὸς κέρδους ἀπηλλαγμένη. τὸ δὲ ἄυλον διὰ τοῦ χρυσοῦ σημαίνεται, ἐπειδὴ μόνος ὁ χρυσὸς | 267 | |
5 | ἰὸν οὐ ποιεῖ πασῶν τῶν ἄλλων ὑλῶν τοῦτο πασχουσῶν. | |
50.13 | Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους [526 e 1]: ἐφήπλω‐ ται γὰρ τὸ Σωκρατικὸν ἀγαθὸν ἐπὶ πάντας καὶ βούλεται ἕκαστον εὖ πολιτεύεσθαι. | |
50.14 | Τὸν τῆς Αἰγίνης υἱόν [527a 1]: προσέθηκεν τὴν Αἴγιναν, ἐπειδὴ καὶ ὁ Καλλικλῆς ἀπὸ Αἰγίνης ἦν. | |
50.15 | Μόνος οὗτος ἠρεμεῖ ὁ λόγος [527 b 3—4]: ἀντὶ τοῦ ‘ἀσάλευτος μένει, ὑπὸ μηδενὸς ἐλεγχόμενοσ‘. | |
50.16 | Οὐδὲν γὰρ δεινὸν πείσει [527 d 1]: ‘οὐ γὰρ βλάπτῃ ἐνταῦθα τυπτόμενοσ‘. | |
50.17 | Τούτῳ οὖν ἑπώμεθα [527 e 5]: ‘ὡς ἡγεμόνι τῷ λόγῳ τούτῳ καὶ ὑπὸ μηδενὸς νικηθέντι δεῖ ἕπεσθαι, καὶ πάντως καὶ ἐνταῦθα κἀκεῖ ἔχομεν εὖ βιοῦν‘. | |
4t | Σχόλια εἰς τὸν Γοργίαν ἀπὸ φωνῆς | |
5t | Ὀλυμπιοδώρου τοῦ μεγάλου φιλοσόφου | 268 |