TLG 4019 004 :: OLYMPIODORUS :: In Platonis Alcibiadem commentarii OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem. Cf. et OLYMPIODORUS Alchem. (2589) In Platonis Alcibiadem commentarii Citation: Section — (line) | ||
1(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΑΛΚΙΒΙΑΔΗΝ | |
2t | ΑΠΟ ΦΩΝΗΣ ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
---|---|---|
3 | Ὁ μὲν Ἀριστοτέλης ἀρχόμενος τῆς ἑαυτοῦ θεολογίας φησίν· ‘πάν‐ τες ἄνθρωποι εἰδέναι ὀρέγονται φύσει, σημεῖον δὲ | |
5 | ἡ τῶν αἰσθήσεων ἀγάπησισ‘· ἐγὼ δὲ τῆς τοῦ Πλάτωνος φιλο‐ σοφίας ἀρχόμενος φαίην ἂν τοῦτο μειζόνως, ὅτι πάντες ἄνθρωποι τῆς Πλάτωνος φιλοσοφίας ὀρέγονται, χρηστὸν παρ’ αὐτῆς ἅπαντες ἀρύσα‐ σθαι βουλόμενοι καὶ κάτοχοι τοῖς ταύτης νάμασιν εἶναι σπουδάζοντες καὶ τῶν Πλατωνικῶν ἐνθουσιασμῶν πλήρεις ἑαυτοὺς καταστήσοντες. τέσ‐ | |
2 | σαρες δέ εἰσιν οὗτοι παρ’ αὐτῷ ἐν τέτρασι διαλόγοις· εἶς μὲν ἐν Τιμαίῳ, ὃν ἐνθουσιᾷ θεόληπτος γενόμενος καὶ ὑποκρινόμενος τὸν δη‐ μιουργὸν πρὸς τὰ οὐράνια δημηγοροῦντα περὶ τῆς τῶν τῇδε διοικήσεως, οὓς ‘νέους θεοὺσ‘ καλεῖ· διὸ καὶ ὁ Ἰάμβλιχος ὑπομνηματίζων τὸν | |
5 | διάλογον ἐπέγραψεν ‘εἰς τὴν δημηγορίαν τοῦ Διόσ‘. δεύτερος ἐνθουσιασμός ἐστιν ἐν τῇ Πολιτείᾳ, ἔνθα μουσόληπτος γεγονὼς ὑπεκρίθη τὰς Μούσας διεξιούσας τὴν λύσιν τῆς ὑπ’ αὐτοῦ συστάσης πολιτείας, ἔνθα φησίν· ‘παντὶ γὰρ γενομένῳ καὶ φθορὰ ἕπεται ἐξ ἀνάγκησ‘. τρίτος ἐνθουσιασμὸς ὁ ἐν Φαίδρῳ, ἔνθα ὑπὸ τὴν πλάτανον | |
10 | ὁ Σωκράτης φιλοσοφῶν περὶ τοῦ ἔρωτος νυμφόληπτος ἐγένετο. τέταρτος ὁ ἐν Θεαιτήτῳ, ὅπου κατὰ φιλοσοφίαν ἐνεθουσίασε τὸν κορυφαῖον ὑποκρινάμενος φιλόσοφον, τουτέστι τὸν θεωρητικόν. τούτων τοίνυν ἕνεκεν ἅπαντες τῇ Πλάτωνος φιλοσοφίᾳ προστρέχουσι. Φέρε δὲ καὶ τὸ γένος εἴπωμεν τοῦ φιλοσόφου, οὐ πολυηκοΐας χάριν, | |
15 | ἀλλ’ ὠφελείας καὶ παιδεύσεως μᾶλλον τῶν προσιόντων αὐτῷ· οὐ γάρ | |
τις οὗτος Οὔτις, ἀλλὰ μᾶλλον πολλῶν ἐπίστροφος ἦν ἀνθρώ‐ πων. λέγεται γὰρ ὁ Πλάτων υἱὸς γενέσθαι πατρὸς μὲν Ἀρίστωνος τοῦ Ἀριστοκλέους, ἀφ’ οὗ τὸ γένος εἰς Σόλωνα τὸν νομοθέτην ἀνέφερεν· διὸ καὶ κατὰ ζῆλον προγονικὸν Νόμους ἔγραψεν ἐν ιβʹ βιβλίοις καὶ | 1 | |
20 | Πολιτείας σύστασιν ἐν ιαʹ· μητρὸς δὲ προῆλθε Περικτιόνης, ἥτις ἀπὸ Νηλέως τοῦ Κόδρου κατήγετο. φασὶν οὖν ὅτι φάσμα Ἀπολλωνιακὸν συνεγένετο τῇ μητρὶ αὐτοῦ τῇ Περικτιόνῃ καὶ ἐν νυκτὶ φανὲν τῷ Ἀρί‐ στωνι ἐκέλευσεν αὐτῷ μὴ μιγῆναι τῇ Περικτιόνῃ μέχρι τοῦ χρόνου τῆς ἀποτέξεως, ὁ δ’ οὕτω πεποίηκεν. καὶ γεννηθέντα τὸν Πλάτωνα λαβόντες | |
25 | οἱ γονεῖς βρέφος ὄντα τεθείκασιν ἐν τῷ Ὑμηττῷ, βουλόμενοι ὑπὲρ αὐτοῦ τοῖς ἐκεῖ θεοῖς Πανὶ καὶ Νύμφαις καὶ Ἀπόλλωνι νομίῳ θῦσαι. καὶ κειμέ‐ νου αὐτοῦ μέλιτται προσελθοῦσαι πεπληρώκασιν αὐτοῦ τὸ στόμα κηρίων μέλιτος, ἵνα ἀληθὲς περὶ αὐτοῦ γένηται· ‘τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή‘. | |
30 | καλεῖ δὲ ἑαυτὸν πανταχοῦ καὶ τοῖς κύκνοις ὁμόδουλον ὡς ἐξ Ἀπόλλωνος προελθών· Ἀπολλωνιακὸν γὰρ τὸ ὄρνεον. Ἐν ἡλικίᾳ δὲ γενόμενος πρῶτον μὲν ἐφοίτησε Διονυσίῳ τῷ γραμμα‐ τιστῇ πρὸς μάθησιν κοινῶν γραμμάτων, οὗ καὶ ἐν Ἐρασταῖς μέμνηται, ἵνα μήτε Διονύσιος ὁ διδάσκαλος ἄμοιρος εἴη τῆς παρὰ Πλάτωνι μνήμης. | |
35 | εἶτα μετ’ ἐκεῖνον γυμναστῇ μὲν ἐχρήσατο διδασκάλῳ Ἀρίστωνι τῷ Ἀργείῳ, ὑφ’ οὗ καὶ Πλάτων ὥς φασι μετωνομάσθη, πρότερον Ἀριστο‐ κλῆς λεγόμενος τῷ τοῦ πάππου ὀνόματι· ἐκλήθη δὲ οὕτως διὰ τὸ δύο μόρια τοῦ σώματος ἔχειν πλατύτατα, τό τε στέρνον καὶ τὸ μέτωπον, | |
ὡς δηλοῦσι πανταχοῦ αἱ ἀνακείμεναι αὐτοῦ εἰκόνες οὕτω φαινόμεναι. | 2 | |
40 | ἄλλοι δέ φασι μὴ διὰ τοῦτο μετονομασθῆναι αὐτόν, ἀλλὰ διὰ τὸ πλατὺ καὶ κεχυμένον καὶ ἀναπεπταμένον τοῦ ἀνειμένου χαρακτῆρος, καθάπερ φασὶ καὶ Θεόφραστον οὕτω μετονομασθῆναι διὰ τὸ θεῖον τῆς φράσεως, πρότερον Τύρταμον λεγόμενον. μουσικῆς δὲ διδάσκαλον ἔσχε Δράκοντα τὸν Δάμωνος μαθητήν· μέμνηται δὲ τούτου ἐν τῇ Πολιτείᾳ. τρία δὲ ταῦτα | |
45 | ἐπαιδεύοντο οἱ ἐν Ἀθήνησι παῖδες, ⟦οὐχ ἁπλῶς,⟧ φημὶ δὲ γράμματα, μουσικήν, παλαίειν, οὐχ ἁπλῶς, ἀλλὰ γράμματα μὲν διὰ τὸ κοσμεῖν τὸν λόγον τὸν ἐν αὐτοῖς, μουσικὴν δὲ διὰ τὸ τιθασεύειν τὸν θυμόν, παλαίειν δὲ καὶ γυμνάζεσθαι διὰ τὸ ἀναρρωννύναι τὸ τῆς ἐπιθυμίας χαλαρόν. καὶ ὁ Ἀλκιβιάδης δὲ παρ’ αὐτῷ τὰ τρία ταῦτα φαίνεται παιδευθείς, διὸ | |
2(50) | καί φησιν πρὸς αὐτὸν ὁ Σωκράτης ‘αὐλεῖν δέ γε οὐκ ἠβούλου‘ καὶ τὰ ἑξῆς. ἐφοίτησε δὲ καὶ παρὰ γραφεῦσι, παρ’ ὧν ὠφελήθη τὴν μίξιν τῶν χρωμάτων, ὧν ἐν Τιμαίῳ μέμνηται. μετὰ ταῦτα δὲ καὶ παρὰ τοῖς τραγικοῖς ἐπαιδεύθη παιδευταῖς ὀνομαζομένοις εἶναι τῆς Ἑλλάδος· προσῆλθε δὲ τούτοις διὰ τὸ ἀπὸ τῆς τραγικῆς γνωμικὸν καὶ σεμνὸν | |
55 | καὶ τὸ ἡρωϊκὸν τῶν ὑποθέσεων. καὶ τοῖς διθυράμβοις δὲ πρὸς τιμὴν τοῦ Διονύσου, ἐφόρου λεγομένου τῆς γενέσεως, ὡμίλησεν· τούτῳ γὰρ ὁ διθύραμβος ἀνέκειτο, ἀφ’ οὗ καὶ τὸ ὄνομα ἔσχεν, Διθύραμβος γὰρ ὁ Διόνυσος ὡς ἐκ δύο θυρῶν ἐξελθών, τῆς τε Σεμέλης καὶ τοῦ μηροῦ τοῦ Διός. εἰώθεισαν δὲ οἱ ἀρχαῖοι τὰ αἰτιατὰ ὀνομάζειν τοῖς τῶν αἰτίων | |
60 | ὀνόμασι, καθάπερ καὶ τὸν οἶνον Διόνυσον καλοῦσιν· διὸ καὶ ὁ Πρόκλος περὶ τούτου φησίν· ‘ὅσς’ εἶδον τεκέεσσιν ἐφημίξαντο τοκεῦσιν‘. ὅτι δὲ καὶ τοὺς διθυράμβους ὁ Πλάτων ἤσκητο, δῆλον ἐκ τοῦ Φαίδρου τοῦ διαλόγου πάνυ πνείων τοῦ διθυραμβώδους χαρακτῆρος, ἅτε τοῦ | |
65 | Πλάτωνος τοῦτον πρῶτον γράψαντος διάλογον, ὡς λέγεται. ἔχαιρεν δὲ πάνυ καὶ Ἀριστοφάνει τῷ κωμικῷ καὶ Σώφρονι, παρ’ ὧν καὶ τὴν μίμησιν τῶν προσώπων ἐν τοῖς διαλόγοις ὠφελήθη. λέγεται δὲ οὕτως αὐτοῖς χαίρειν ὥστε καὶ ἡνίκα ἐτελεύτησεν εὑρεθῆναι ἐν τῇ κλίνῃ αὐτοῦ Ἀριστοφάνη καὶ Σώφρονα. καὶ ἐπίγραμμα δὲ τοιοῦτον εἰς Ἀριστοφάνην | |
70 | αὐτὸς πεποίηκεν· ‘αἱ Χάριτες τέμενός τι λαβεῖν τόπερ οὔτι πεσεῖται ζητοῦσαι ψυχὴν εὗρον Ἀριστοφάνουσ‘. | |
ἐκωμῴδησε δὲ αὐτὸν ἐν τῷ Συμποσίῳ τῷ διαλόγῳ ὡς κωμῳδίαν ὠφελη‐ θείς· καὶ γὰρ ποιήσας αὐτὸν ὑμνοῦντα τὸν Ἔρωτα εἰσάγει αὐτὸν | 3 | |
75 | μεταξὺ λυγγὶ περιπεσόντα καὶ μὴ δυνάμενον πληρῶσαι τὸν ὕμνον. ἐποίησε δὲ καὶ τραγικὰ ποιήματα καὶ διθυραμβικὰ καὶ ἄλλα τινά, ἅπερ πάντα κατέκαυσε τῆς Σωκράτους πειραθεὶς διατριβῆς, εἰπών τι τοιοῦτον ἔπος· ‘Ἥφαιστε, πρόμολ’ ὧδε· Πλάτων νύ τι σεῖο χατίζει.‘ | |
80 | γραμματικὸς δέ τις Ἀνατόλιος ἐνταῦθά ποτε τὸ ἔπος εἰπὼν ηὐδοκίμησεν εἰς Ἥφαιστον ἄρχοντα ἐπιστάντα τῇ πόλει, εἶπεν δὲ αὐτὸ οὕτως· ‘Ἥφαιστε, πρόμολ’ ὧδε· Φάρος νύ τι σεῖο χατίζει.‘ Φασὶ δὲ ὅτι ἡνίκα ὁ Σωκράτης ἤμελλεν δέχεσθαι, ὄναρ εἶδεν ὅτι κύκνος ἄπτερος ἐν τοῖς γόνασιν αὐτοῦ καθῆστο καὶ παραχρῆμα πτερο‐ | |
85 | φυήσας ἀνέπτη εἰς τὸν ἀέρα καὶ ἔκλαγξέ τι λιγυρόν, ὡς πάντας θέλξαι τοὺς ἀκούοντας· τοῦτο δὲ ἐδήλου τὴν μέλλουσαν δόξαν τοῦ ἀνδρός. μετὰ δὲ τὴν τελευτὴν Σωκράτους διδασκάλῳ πάλιν ἐχρήσατο Κρατύλῳ τῷ Ἡρακλειτείῳ, εἰς ὃν καὶ διάλογον ὁμώνυμον ἐποίησεν, ἐπιγράψας ‘Κρατύλος ἢ περὶ ὀρθότητος ὀνομάτων‘. μετὰ τοῦτον δὲ | |
90 | πάλιν στέλλεται εἰς Ἰταλίαν καὶ διδασκαλεῖον εὑρὼν ἐκεῖ τῶν Πυθα‐ γορείων συνιστάμενον Ἀρχύταν πάλιν ἔσχε διδάσκαλον τὸν Πυθαγό‐ ρειον· φέρεται δὲ αὐτοῦ καὶ διάλογος ὁ Φίληβος Πυθαγορείου τινὸς ὁμώνυμος, ἔνθα καὶ Ἀρχύτου μέμνηται. Ἐπειδὴ δὲ δεῖ τὸν φιλόσοφον φιλοθεάμονα εἶναι τῶν τῆς φύσεως | |
95 | ἔργων, στέλλεται καὶ εἰς Σικελίαν θεασόμενος τοὺς κρατῆρας τοῦ πυρὸς τοὺς ἐν τῇ Αἴτνῃ, καὶ οὐ Σικελικῆς τραπέζης χάριν, ὦ γενναῖε Ἀριστείδη, ὡς σὺ φῄς. γενόμενος δὲ ἐν Συρακούσαις πρὸς Διο‐ νύσιον τὸν μέγαν τύραννον ὄντα ἐπειρᾶτο εἰς ἀριστοκρατίαν μεταβάλ‐ λειν τὴν τυραννίδα, διὸ καὶ πρὸς αὐτὸν ἀφίκετο. καὶ τοῦ Διονυσίου | |
2(100) | ἐρομένου αὐτὸν ‘τίνα νομίζεις ἐν ἀνθρώποις εὐδαίμονα εἶναι;‘ ὡς δὴ νομίζων ὅτι περὶ αὐτοῦ φήσει ὁ φιλόσοφος κολακεύων αὐτόν, ὁ δὲ ἀπεκρίνατο ὅτι ‘Σωκράτην‘. πάλιν ἐπανήρετο αὐτὸν ‘τί νομίζεις ἔργον ἀνδρὸς εἶναι πολιτικοῦ;‘ ὁ δὲ ἀπεκρίνατο ‘τὸ τοὺς πολίτας βελτίους ποιεῖν.‘ τρίτον αὐτὸν ἐπανήρετο ‘τί οὖν; τὸ ὀρθῶς δικάζειν σμικρόν σοι | |
105 | δοκεῖ;‘ δόξαν γὰρ εἶχεν ὁ Διονύσιος ἐπὶ τῷ ὀρθῶς δικάζειν· ὁ δὲ ἀπεκρίνατο μηδὲν ὑποστειλάμενος ‘σμικρὸν μὲν οὖν καὶ μέρος ἔσχατον· ἀκεσταῖς γὰρ ἐοίκασιν οἱ ὀρθῶς δικάζοντες, οἵτινες τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσιν.‘ τέταρτον αὐτὸν ἐπανήρετο ‘τὸ τύραννον εἶναι οὐκ | |
ἀνδρεῖον;‘ ‘πάντων μὲν οὖν‘ ἔφη ‘δειλότατον, ὁπότε καὶ τὰ κουρευτικὰ | 4 | |
110 | μαχαιρίδια δέδοικεν, μὴ διὰ τούτων ἀπόληται.‘ ἐπὶ τούτοις οὖν ὁ Διονύ‐ σιος ἀγανακτήσας προεῖπεν αὐτῷ ἡλίου ὄντος ὑπὲρ γῆς ἐκ τῶν Συρα‐ κουσῶν ἀπαλλάττεσθαι. καὶ οὕτως ἀτίμως ὁ Πλάτων ἀπὸ τῶν Συρα‐ κουσῶν ἐδιώχθη. Τῆς δὲ δευτέρας ὁδοῦ τῆς εἰς Σικελίαν αἰτία αὕτη. μετὰ τὸν θάνατον | |
115 | Διονυσίου τοῦ μεγάλου διαδέχεται τὴν τυραννίδα Διονύσιος ὁ Διονυσίου, μητρὸς ἀδελφὸν ἔχων τὸν Δίωνα, ὃς ἐκ τῆς πρώτης ὁδοῦ ὁμιλητὴς ἐγένετο Πλάτωνος. γράφει οὖν αὐτῷ ὁ Δίων ὅτι ‘ἐὰν παραγένῃ νῦν ἐλπίς ἐστι μεταβαλεῖν τὴν τυραννίδα εἰς ἀριστοκρατίαν.‘ διὰ τοῦτο τοίνυν τὴν δευτέραν ὁδὸν ποιησάμενος καὶ διαβληθεὶς ὑπὸ τῶν δορυ‐ | |
120 | φόρων τοῦ Διονυσίου πρὸς αὐτόν, ὡς βουλεύεται τὴν ἀρχὴν περιποιῆσαι τῷ Δίωνι καὶ καταλῦσαι τὸν Διονύσιον, κρατηθεὶς ὑπ’ αὐτοῦ παρεδόθη Πόλλιδι τῷ Αἰγινήτῃ ἐμπορευομένῳ εἰς Σικελίαν πρὸς πρᾶσιν. ὁ δὲ ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν εὗρεν Ἀννίκεριν ἐκεῖ τὸν Λίβυν μέλλοντα πλεῖν ἐπὶ τὴν Ἦλιν ἐφ’ ᾧ τεθρίππῳ ἀγωνίσασθαι. περιτυχὼν οὖν τῷ | |
125 | Πόλλιδι ὠνεῖται παρ’ αὐτοῦ τὸν Πλάτωνα, κρείττω τὴν δόξαν ταύτην πάσης ἐν τεθρίππῳ νίκης ἀγωνισάμενος· περὶ οὗ καὶ Ἀριστείδης φησὶν ὅτι οὐδεὶς ἐγίνωσκεν Ἀννίκεριν, εἰ μὴ Πλάτωνα ἐπρίατο. Τῆς δὲ τρίτης ὁδοῦ πάλιν ἀφορμὴ γέγονεν τῆς εἰς Σικελίαν αὕτη. δημευθεὶς ὁ Δίων ὑπὸ τοῦ Διονυσίου καὶ ἀφαιρεθεὶς τῶν ὄντων ἐν | |
130 | δεσμωτηρίῳ ἐβλήθη. γράφει οὖν τῷ Πλάτωνι ὅτι ὑπέσχετο Διονύσιος ἀφεῖναι αὐτόν, εἰ Πλάτων αὖθις ἀφίξεται πρὸς αὐτόν· ὁ δὲ τῷ ἑταίρῳ βοηθήσων ἑτοίμως ὑπέστη καὶ τὴν τρίτην ὁδόν. καὶ ταῦτα μὲν περὶ τῆς ἀποδημίας τοῦ φιλοσόφου τῆς εἰς Σικελίαν. Ἰστέον δὲ ὅτι καὶ εἰς Αἴγυπτον ἀπῆλθεν πρὸς τοὺς ἐκεῖ ἱερατικοὺς | |
135 | ἀνθρώπους καὶ ἔμαθεν παρ’ αὐτῶν τὴν ἱερατικήν. διὸ καὶ ἐν τῷ Γοργίᾳ φησὶν ‘οὐ μὰ τὸν κύνα τὸν παρ’ Αἰγυπτίοις θεόν‘· ὃ γὰρ παρὰ τοῖς Ἕλλησι δύναται τὰ ἀγάλματα, τοῦτο παρὰ τοῖς Αἰγυπτίοις τὰ ζῷα, σύμβολα ὄντα ἑκάστου τῶν θεῶν ᾧ ἀνάκεινται. βουλόμενος δὲ καὶ τοῖς μάγοις ἐντυχεῖν, διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν Περσίδι | |
140 | συνεστάναι πόλεμον μὴ δυνηθεὶς παρ’ αὐτοὺς ἐλθεῖν ἀφίκετο εἰς τὴν Φοινίκην καὶ μάγοις ἐκεῖ ἐντυχὼν παρέλαβεν τὴν μαγικήν. διὸ καὶ ἐν τῷ Τιμαίῳ φαίνεται τῆς θυτικῆς ἔμπειρος ὤν, σημεῖά τε λέγων ἥπατος καὶ σπλάγχνων καὶ τοιαῦτά τινα. ἀλλὰ ταῦτα μὲν πρὸ τῶν αἰτίων τῶν εἰς Σικελίαν ἀφίξεων ἔδει ῥηθῆναι. | |
145 | Ἀφικόμενος δὲ εἰς τὰς Ἀθήνας διδασκαλεῖον ἐν Ἀκαδημίᾳ συνεστή‐ σατο, μέρος τι τούτου τοῦ γυμνασίου τέμενος ἀφορίσας ταῖς Μούσαις. καὶ μόνῳ τῷ Πλάτωνι ἐνταῦθα Τίμων ὁ μισάνθρωπος συνῆν· πολλοὺς δὲ | |
πάνυ πρὸς μάθησιν ἐφείλκετο καὶ ἄνδρας καὶ γυναῖκας ἀνδρείῳ σχήματι παρασκευάζων ἀκροᾶσθαι αὐτοῦ καὶ κρείττονα πάσης φιλοπονίας τὴν | 5 | |
2(150) | ἑαυτοῦ φιλοσοφίαν ἐπιδεικνύς. καὶ γὰρ καὶ τῆς Σωκρατικῆς εἰρωνείας ἀπήλλακτο καὶ τοῦ ἐν ἀγορᾷ καὶ ἐπὶ τῶν ἐργαστηρίων διατρίβειν καὶ τοὺς νέους θηρῶντα ποιεῖσθαι τοὺς λόγους· ἀπήλλακτο δὲ καὶ τοῦ σεμνοῦ ὄγκου τῶν Πυθαγορείων καὶ τοῦ ἀποκεκλεισμένας ἔχειν τὰς θύρας καὶ τοῦ ‘αὐτὸς ἔφα‘, πολιτικώτερον ἑαυτὸν παρέχων πρὸς | |
155 | ἅπαντας. πολλοὺς τοίνυν ἐραστὰς αὑτοῦ καταστήσας καὶ πλείστους ὠφελήσας, μέλλων τελευτᾶν ἐνύπνιον εἶδεν ὡς κύκνος γενόμενος ἀπὸ δένδρου εἰς δένδρον μετέρχεται καὶ ταύτῃ πόνον πλεῖστον παρεῖχε τοῖς ἰξευταῖς. ὃ Σιμμίας ὁ Σωκρατικὸς ἔκρινεν, ὅτι ἄληπτος ἔσται τοῖς μετ’ αὐτὸν ἐξηγεῖσθαι βουλομένοις αὐτόν· ἰξευταῖς γὰρ ἐοίκασι οἱ ἐξηγηταὶ | |
160 | τὰς ἐννοίας τῶν ἀρχαίων θηρᾶσθαι πειρώμενοι, ἄληπτος δέ ἐστιν ἐπειδὴ καὶ φυσικῶς καὶ ἠθικῶς καὶ θεολογικῶς καὶ ἁπλῶς πολλαχῶς ἐστὶν ἀκούειν τῶν αὐτοῦ, καθάπερ καὶ τῶν Ὁμήρου. δύο γὰρ αὗται ψυχαὶ λέγονται γενέσθαι παναρμόνιοι, διὸ παντοδαπῶς ἐστὶν ἀκούειν ἀμφοτέ‐ ρων. ἀποθανόντος δὲ αὐτοῦ πολυτελῶς αὐτὸν ἔθαψαν οἱ Ἀθηναῖοι καὶ | |
165 | ἐπέγραψαν ἐν τῷ τάφῳ αὐτοῦ· ‘δύο Ἀπόλλων φῦς’, Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μὲν ἵνα ψυχήν, τὸν δ’ ἵνα σῶμα σόοι.‘ | |
3 | καὶ ταῦτα μὲν περὶ τοῦ γένους τοῦ φιλοσόφου, λοιπὸν δὲ χωρητέον καὶ ἐπὶ τὸ προκείμενον. Ὁ τοίνυν σκοπὸς τοῦ παρόντος διαλόγου, ὡς ὁ Πρόκλος φησίν, ἐστὶν περὶ τοῦ γνῶναι ἑαυτόν· καὶ τοῦτο πιστοῦται διὰ πολλῶν ἐπιχειρημάτων. | |
5 | πρῶτον μὲν ἐκ τῆς ἐπιγραφῆς, ἐπιγέγραπται γὰρ ‘Ἀλκιβιάδης μείζων ἢ περὶ ἀνθρώπου φύσεωσ‘· ‘μείζων‘ δέ, ἐπειδή ἐστιν ἄλλος αὐτῷ Ἀλκιβιάδης ὁ ἐλάττων, ὥσπερ Ἱππίας μείζων καὶ ὁ ἐλάτ‐ των. ἔπειτα δὲ καὶ ἀπὸ ῥησιδίων τινῶν ἐν τῷ διαλόγῳ λεγομένων κατα‐ σκευάζει τοιοῦτον εἶναι τὸν σκοπόν, λέγεται γὰρ ἐν αὐτῷ· ‘Ἀλλ’, ὦ | |
10 | μακάριε, πειθόμενος ἐμοὶ καὶ τῷ ἐν Δελφοῖς γράμ‐ ματι, γνῶθι σαυτόν‘. καὶ πάλιν ἐν τῷ παρόντι διαλόγῳ τὰ τρία ἐκεῖνα προσρήματα διακρίνεται· ἐγώ, τὸ ἐμόν, τὰ τοῦ ἐμοῦ. κἀκ τοῦ λέγεσθαι ὅτι πάντες ὅσοι τοῦ Ἀλκιβιάδου σώματος ἠράσθησαν, οὐκ Ἀλκιβιάδου ἠράσθησαν, ἀλλά τινος τῶν αὐτοῦ κτημάτων, μόνος δὲ | |
15 | Σωκράτης Ἀλκιβιάδου αὐτοῦ ἠράσθη. ἔτι δὲ κἀκ τοῦ παραδίδοσθαι τὸ δίκαιον ἐνταῦθα καὶ τὸ συμφέρον ἀντιστρέφοντα, ᾧ δῆλον ὅτι περὶ ψυχῆς ὁ λόγος· ταύτῃ γὰρ μόνῃ συμφέρει τὸ δίκαιον, οὐ γὰρ τῷ συναμφοτέρῳ· | |
4 | ὁ γὰρ Μενοικέως θάνατος δίκαιος μέν, ὡς ὑπὲρ πατρίδος, οὐ συνήνεγ‐ κεν δὲ τῷ σώματι φθαρέντι. καὶ πάλιν ἐκ τοῦ μετὰ τὸ δεῖξαι ἐν τῷ πέρατι τοῦ διαλόγου ὅτι ψυχὴ ὁ ἄνθρωπος καταπαῦσαι τὸν λόγον, ὡς πάντων τῶν προειλημμένων πρὸς τὴν τούτου κατασκευὴν προλεχθέντων. καὶ ὅτι | 6 |
5 | ὁ Σωκράτης οὐ μόνον ἀνάγειν σπουδάζει τὰ παιδικά, ἀλλὰ καὶ διὰ τῆς αὐτῆς ὁδοῦ ἧς καὶ αὐτὸς ἀνήχθη· λέγεται δὲ πρὸς φιλοσοφίαν ἐλθεῖν ἐκ τοῦ Πυθικοῦ γράμματος τοῦ ‘γνῶθι σαυτόν‘. ἔτι δὲ κἀκ τοῦ παρα‐ δίδοσθαι ἐνταῦθα ῥησίδιον τοιοῦτον· ‘αὐτό‘, ‘αὐτὸ τὸ αὐτό‘. τοῦτο δὲ ἄλλως μὲν ἀκούει ὁ Πρόκλος, ἄλλως δὲ ὁ Δαμάσκιος. ὁ μὲν γὰρ | |
10 | Πρόκλος ‘αὐτό‘ φησιν τὴν τριμέρειαν τῆς ψυχῆς ἤτοι τὴν ἁπλῶς ψυχήν, ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ τὴν λογικὴν ψυχήν· ὁ δὲ Δαμάσκιος οὐχ οὕτως, ἀλλ’ ‘αὐτὸ‘ μέν φησι τὴν λογικὴν ψυχήν, ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ τὸ ἀκρότατον καὶ νοερώτατον τῆς ψυχῆς. καὶ ὁ μὲν Πρόκλειος σκοπὸς οὗτος. | |
15 | Ὁ δὲ Δαμάσκιος ἀκριβέστερον καὶ ἀληθέστερον παραδιδοὺς τὸν σκοπὸν οὐχ ἁπλῶς φησὶν αὐτὸν εἶναι περὶ τοῦ γνῶναι ἑαυτόν, ἀλλὰ περὶ τοῦ πολιτικῶς γνῶναι ἑαυτόν. τοῦτο δὲ κατασκευάζει ἐκ τοῦ ὁρίζεσθαι τὸν ἄνθρωπον ἐν τῷ διαλόγῳ τούτῳ ψυχὴν λογικὴν ὀργάνῳ κεχρημένην τῷ σώματι· μόνος δὲ ὁ πολιτικὸς ὀργάνῳ κέχρηται τῷ σώματι, δεόμενος | |
20 | ἔστιν ὅτε θυμοῦ, ὡς ὑπὲρ πατρίδος, ἀλλὰ καὶ ἐπιθυμίας τοῦ εὖ ποιῆσαι τοὺς πολίτας. οὔτε δὲ ὁ καθαρτικὸς οὔτε ὁ θεωρητικὸς δεῖται τοῦ σώμα‐ | |
5 | τος. καθαρτικὸς μὲν γάρ ἐστι ψυχὴ ἀπολυομένη τοῦ σώματος, τῶν δεσμῶν μέντοι μενόντων καὶ μὴ λυομένων, καθάπερ τοῦ Ἀμπρακικοῦ μειρακίου, ἀλλὰ διὰ τοῦ συμπαθοῦς λυομένων· ἔστιν γὰρ καὶ ἐνταῦθα ὄντας ἄνω εἶναι διά τινα συμπάθειαν θεωρητικῶς καὶ ἄνω ὄντας ἐνταῦθα | |
5 | εἶναι, τῆς ψυχῆς πτερορρυούσης καὶ κατιούσης ἐνταῦθα καὶ ἐπτοημένης περὶ αὐτὰ διὰ τὸ φιλοσώματον. θεωρητικὸς δέ ἐστι ψυχὴ ἀπολελυμένη τοῦ σώματος, πάλιν ἐνταῦθα λύσιν νοούντων ἡμῶν κατὰ τὸ ἄσχετον· ἡ γὰρ τοῦ θεωρητικοῦ ψυχὴ κατὰ 〈τὸ〉 θειότατον ἐν αὐτῇ ἐνεργοῦσα, οὕτω τοῦ ὀστρεΐνου καὶ πνευματικοῦ ὀχήματος ἀπολύεται. περὶ ἧς φησὶν | |
10 | καὶ ὁ ποιητὴς ‘αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύσ‘· πολύμητις γὰρ ἀληθῶς ὁ θεωρητικὸς τῶν ῥακῶν τῶν τοιούτων ἀπαλ‐ | |
λαγείς. οὐκοῦν περὶ τοῦ πολιτικῶς γνῶναι ἑαυτὸν ὁ σκοπός, εἴγε καὶ ἐμποδὼν τῷ καθαρτικῷ καὶ θεωρητικῷ γίνεται τὸ σῶμα, γνωρίζεται δὲ | 7 | |
15 | ὁ μὲν καθαρτικὸς τῇ μετριοπαθείᾳ, ὁ δὲ θεωρητικὸς τῇ ἀπαθείᾳ. οὕτω μὲν ὁ Δαμάσκιος. Εἰ δὲ δεῖ καὶ ἡμᾶς τῷ Πρόκλῳ συνηγοροῦντας εἰς σύμβασιν ἄγειν αὐτῷ τὸν Δαμάσκιον, φησὶν ὅτι περὶ μὲν τοῦ πολιτικῶς γνῶναι ἑαυτόν | |
6 | ἐστιν ὁ σκοπὸς προηγουμένως. καὶ τοῦτο εἰκότως ῥητέον. ἐπειδὴ γὰρ ὁ Σωκράτης ἑώρα τὸν Ἀλκιβιάδην ᾄττοντα πρὸς τὰ πολιτικὰ πράγματα, ἐνόησεν ὅτι οὐχ ἑτοίμως ἀνέξεται τῆς περὶ τοῦ γνῶναι τὴν ψυχὴν καὶ ἑαυτὸν ζητήσεως, εἰ μὴ καὶ περὶ τῆς αὐτῷ προσούσης ἐπιθυ‐ | |
5 | μίας λόγον ποιήσεται. τοιαύτη γὰρ ἡ Πλάτωνος φιλοσοφία, πολλὴν ὑπερβολὴν ἔχουσα πρὸς τὰς ἄλλας· ἐοίκασι γὰρ αἱ Σωκρατικαὶ νουθε‐ τήσεις καθαρσίοις ἀλύποις καὶ φαρμάκοις μέλιτι δεδευμένοις. οὐ γὰρ διὰ τῶν ἐναντίων ἐπανορθοῦται τὰς ψυχάς, ὥσπερ Ἱπποκράτης κελεύει τὰ σώματα, λέγων τὰ ἐναντία τῶν ἐναντίων ἰάματα· οὐδ’ | |
10 | ὥσπερ Ἀριστοτέλης παρακελεύεται τὸν θυμὸν τῇ ἐπιθυμίᾳ παύειν, τὴν δὲ ἐπιθυμίαν τῷ θυμῷ, τουτέστι τοῖς ἐναντίοις· οὐδ’ ὡς οἱ Πυθαγόρειοι διὰ τῆς ἀπογεύσεως τῶν παθῶν καὶ τὸ λεγόμενον ἄκρῳ δακτύλῳ. τὸν γὰρ τοῖς πάθεσι φλεγμαίνοντα οὐκ ἄν τις ἰάσαιτο, φασί, μὴ σμικρὸν αὐτοῖς ἐνδούς. διὸ καὶ παρὰ τῷ ποιητῇ πεποίηται ἡ Ἀθηνᾶ προτρέπουσα | |
7 | τὸν Πάνδαρον ἐπιορκεῖν, ὡς ὠδίνοντα πρὸς τοῦτο· εἰ μὴ γὰρ οὕτω νοήσομεν, ἄτοπον ἔσται θεὸν νομίζειν ἐκκαλεῖσθαι πρὸς τὸ ἁμαρτάνειν· διὰ τοῦτο δὲ καὶ ὁ ποιητὴς τῇ γλώττῃ ποιεῖ αὐτὸν κολαζόμενον, εἰς ἣν καὶ ἐπιώρκησεν. ὁ οὖν Σωκράτης οὐχ οὕτως ἐπανορθοῦται τὰς ψυχάς, | |
5 | ὥσπερ οἱ προειρημένοι, ἀλλὰ διὰ τῶν ὁμοίων μᾶλλον· εἰ μέν τίς ἐστιν ἐρωτικός, λέγων ‘μάθε τίς ὁ τῶν καλῶν ἔρωσ‘· εἰ δέ τις φιλοχρήματος, φαμὲν ‘μάθε τί τὸ αὔταρκεσ‘· εἰ δὲ φιλήδονος, ‘τίς ἡ ἀληθῶς ῥᾳστώνη, ἣν καὶ θεοῖς ὁ ποιητὴς ἀνατίθησι, λέγων “θεοὶ ῥεῖα ζώοντεσ”‘. ὥστε καὶ πρὸς τὸν Ἀλκιβιάδην τοιοῦτος ὢν καὶ περὶ τοῦ πολιτικῶς | |
10 | ἑαυτὸν γνῶναι ποιεῖται τὸν λόγον, παρεμμέμικται δὲ καὶ περὶ τοῦ καθαρτικῶς καὶ θεωρητικῶς. φησὶ γὰρ ἐνταῦθα ὅτι ‘ὥσπερ εἰ ὁ δημιουρ‐ γὸς προσέταξε τῷ ὄμματι “ἴδε σεαυτό”, διὰ τὸ μὴ εἶναι αὐτοκίνητον οὐκ ἂν ἐδύνατο τοῦτο ποιεῖν, ἀλλ’ εἰς ἕτερον ἂν ἀπέβλεπεν ὀφθαλμόν, καὶ τούτου οὐκ εἰς τυχὸν μέρος, ἀλλ’ εἰς τὸ τὴν ὀπτικὴν ἐμπεπιστευμένον | |
8 | ἐνέργειαν, ὃ καὶ κόρη καλεῖται διὰ τὸ ἐν αὐτῷ φαίνεσθαι τὰ εἴδωλα, οὕτω καὶ σύ, ὦ Ἀλκιβιάδη, ἐπειδὴ τὸ ἐν σοὶ αὐτοκίνητον ἀπετύφλωσας ταῖς ἀλόγοις ἐνεργείαις ἐκδοὺς σεαυτόν, ἀπόβλεψον εἰς ἐμέ, τουτέστι | |
τὴν Σωκρατικὴν ψυχήν, καὶ ταύτης μὴ εἰς τὸ τυχὸν μέρος, ἀλλ’ εἰς τὸ | 8 | |
5 | ἀκρότατον, καὶ ὄψει ἐν ἐμοὶ νοῦν καὶ θεόν‘. διὰ μὲν οὖν τοῦ εἰπεῖν ‘ἀπόβλεψον εἰς ἐμὲ‘ δεδήλωκεν ὅτι περὶ τοῦ γνῶναι πολιτικῶς ἑαυτόν ἐστιν ὁ σκοπός· διὰ δὲ τοῦ εἰπεῖν ‘μὴ εἰς τὸ τυχόν‘, ὅτι καὶ καθαρτικῶς, τοῦ γὰρ ἀκροτάτου τῆς ψυχῆς τὸ καθαίρειν ἑαυτόν· διὰ δὲ τοῦ ‘ὄψει ἐν ἐμοὶ νοῦν‘, ὅτι καὶ θεωρητικῶς, πρέπει γὰρ τῷ θεωρητικῷ τὸ κατὰ τὸν | |
10 | νοῦν τοῖς πράγμασιν ὁμιλεῖν· διὰ δὲ τοῦ ‘καὶ θεόν‘, ὅτι καὶ ἐνθουσιαστι‐ κῶς, κατὰ γὰρ τὸ ἐν ἡμῖν θεῖον ἐνθουσιῶμεν, ἁπλοῦν ὂν ὥσπερ καὶ τὸ θεῖον αὐτό. διὰ τοῦτο γὰρ καὶ οἱ παῖδες μᾶλλον καὶ οἱ ἐν ἀγροῖς διατρί‐ βοντες, ὡς ἀφελεῖς καὶ ἁπλοῖ, ἐνθουσιῶσιν· ἀφαντασίαστος γὰρ ὁ ἐνθου‐ σιασμός, διὸ καὶ φαντασίᾳ λύεται ὡς ἐναντίᾳ οὔσῃ. | |
15 | Ἐπειδὴ δὲ τοῦ Δελφικοῦ γράμματος ἐμνήσθημεν τοῦ ‘γνῶθι σαυτόν‘, ἰστέον ὅτι οὐ μάτην πρὸ τοῦ ναοῦ ἐγέγραπτο· ἀλλ’ ἐπειδὴ πάντας τοὺς ἀφικνουμένους ἐκεῖ ἑώρα ἢ περὶ παίδων ἐρωτῶντας, ὡς ὁ Λάϊος, ἢ περὶ ἀρχῶν, ὡς ὁ Κύλων, ἢ περὶ πολέμων, ὡς ὁ Κροῖσος, ἑαυτοῦ δὲ μηδένα λόγον ποιούμενον κατὰ τὸ Μεγαρικὸν ἐκεῖνο, διὰ τοῦτο | |
20 | ἐγράφη πρῶτον ἑαυτοῦ φροντίζειν καὶ γινώσκειν ἑαυτὸν καὶ τότε τὰ | |
9 | ἄλλα. διὰ δὲ τοῦ προστάγματος τὸ προσταχθὲν ἐδήλωσε, τουτέστιν ὅτι ψυχὴ λογικὴ ὁ ἄνθρωπος. φησὶ γὰρ ‘γνῶθι σαυτόν‘, τοῦτο δὲ πρὸς τὴν γνωστικὴν εἶπεν ψυχήν. οὐ γὰρ τὸ σῶμα γινώσκει, ἀλλ’ οὐδὲ τὸ συναμφότερον κατὰ τὸ σῶμα· ἡ δὲ φυτικὴ οὐ γινώσκει. ἀλλ’ εἴποι ἄν | |
5 | τις ὅτι εἰ καὶ μὴ αὕτη, ἀλλ’ οὖν ἡ ἄλογος· ἀλλ’ οὐ περὶ ταύτης φησίν, ἐπήγαγεν γὰρ ‘σαυτόν‘· ἡ δὲ ἄλογος οὐχ ἑαυτὴν γινώσκει, οὔτε γὰρ ἐπιστρέφει πρὸς ἑαυτήν, ἀλλὰ μόνη ἡ λογική. ἀλλὰ καὶ τὰ οὐράνια καὶ γινώσκουσι καὶ ἑαυτὰ γινώσκουσιν ὡς ἐπιστρέφοντα· ἀλλ’ οὐδὲ τούτοις ἁρμόττει τὸ ‘γνῶθι σαυτόν‘, ἐξ ἀγνοίας γὰρ φησὶν ἐπὶ γνῶσιν | |
10 | μεταβεβλῆσθαι εἰπὼν ‘γνῶθι‘, ὅπερ τελειότης ἐστὶ τῆς ψυχῆς· ἐκεῖνα δὲ ἀεὶ γινώσκουσιν, ὥστε πρὸς τὴν λογικὴν μόνην φησίν. ὅπερ οὖν παρὰ μὲν τῷ Ἀπόλλωνι τὸ ἐπίγραμμα τοῦτο, παρὰ δὲ τοῖς Αἰγυπτίων ναοῖς τὰ κάτοπτρα, κείμενα μὲν πρὸ τῶν ἱερῶν, ταὐτὸν δὲ δυνάμενα τῷ Πυθικῷ γράμματι (πρὸς γὰρ τὸ γινώσκειν ἑαυτοὺς ἐτίθεσαν ταῦτα, δι’ | |
15 | αἰνιγμάτων ἀεὶ δηλοῦντες τὰ πράγματα καθάπερ οἱ Ἕλληνες διὰ γραμ‐ μάτων), καὶ αὖθις ὃ τῷ Πλωτίνῳ τὸ αʹ κεφάλαιον τὸ ἐν ταῖς Ἐννεάσι, τί τὸ ζῷον καὶ τίς ὁ ἄνθρωπος, ἔνθα δείκνυσι ζῷον μὲν τὸ συναμφότερον, ἄνθρωπον δὲ τὴν ψυχήν, τοῦτο καὶ τῷ Πλάτωνι ὁ Ἀλκι‐ | |
βιάδης τοιοῦτον ἔχων σκοπόν. ἐν οἷς ἡ πρᾶξις. | 9 | |
20t | Πρᾶξις σὺν θεῷ βʹ | |
21 | Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν. Μετὰ τὸν σκοπὸν τριττὸν ὄντα, Πρόκλειον, Δαμάσκειον, ἐξηγητικόν (τουτέστι τὸν τοῖς ἐξηγηταῖς ἀρέσαντα), φέρε καὶ τὸ χρήσιμον τοῦ παρόν‐ | |
10 | τος διαλόγου πολυπραγμονήσωμεν, καὶ αὐτὸ τριττὸν ὑπάρχον. συμβάλ‐ λεται γὰρ ἡμῖν ὁ παρὼν διάλογος πρῶτον μὲν πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸ ἀΐδιον, εἰκότως· εἰ γὰρ ἐν τούτῳ περὶ τοῦ γνῶναι ἑαυτὸν διαλαμβάνει, διὰ δὲ τοῦ ἐπιστρέφειν πρὸς ἑαυτοὺς γινώσκομεν ἑαυτούς, | |
5 | δέδεικται δὲ μυρίαις γραμμικαῖς τοῖς φιλοσόφοις ὅτι πᾶν τὸ ἐπιστρέφον πρὸς ἑαυτὸ ἀΐδιον καὶ ἀθάνατον, γνωσόμεθα ἄρα ἐνταῦθα ὅτι ἀθάνατος ἡ ψυχή. δεύτερον ἡμῖν συμβάλλεται πρὸς τὴν γνῶσιν πάντων τῶν ὄντων· εἰ γὰρ γινώσκομεν τὴν ψυχήν, γνωσόμεθα καὶ οὓς ἔχει λόγους ἐν αὑτῇ, πάντων δὲ τῶν ὄντων ἔχει τοὺς λόγους καὶ τοὺς τύπους ὡς ἴνδαλμα | |
10 | τούτων οὖσα· συμβάλλεται ἡμῖν ἄρα ἡ αὐτῆς γνῶσις καὶ πρὸς τὴν τῶν ὄντων πάντων. τρίτον πρὸς τὸ γνῶναι τί ἀγαθὸν τῇ ψυχῇ καὶ τί κακόν· ὥσπερ γὰρ εἰ σῶμα ἦν ὁ ἄνθρωπος, τελειότης αὐτοῦ μέγεθος καὶ κάλ‐ λος, εἰ δὲ θυμὸς ἦν, τὸ φιλότιμον, εἰ δὲ ἐπιθυμία, τὸ φιλήδονον, οὕτως ἐπειδὴ λόγος ἐστίν, τουτέστι λογικὴ ψυχή, αὐτάρκης αὐτῷ καὶ πρὸς | |
15 | εὐδαιμονίαν ἡ ἀρετὴ καὶ πρὸς κακοδαιμονίαν ἡ κακία. ὡς γάρ φησιν ὁ Πλάτων, ἄπεισιν ἡ ψυχὴ ἐν ᾅδου μηδὲν ἔχουσα πλὴν ἀρετῆς καὶ κακίας. τοῦτο τὸ χρήσιμον. Περὶ δὲ τῆς τάξεως ῥητέον ὅτι πρῶτον αὐτὸν δεῖ τάττειν τῶν Πλατω‐ νικῶν ἁπάντων. ὡς γὰρ ἐν Φαίδρῳ φησί, γελοῖόν ἐστι τὸν ἐπειγόμενον | |
11 | τὰ ἄλλα γινώσκειν ἑαυτὸν ἀγνοεῖν. δεύτερον ὅτι δεῖ Σωκρατικῶς τὰ Σωκράτους μανθάνειν, λέγεται δὲ ὁ Σωκράτης ἐκ τοῦ ‘γνῶθι σαυ‐ τὸν‘ ἐπὶ φιλοσοφίαν ἐλθεῖν. ἄλλως τε δεῖ νομίζειν ὅτι προπυλαίοις ἔοικεν οὗτος ὁ διάλογος, καὶ ὥσπερ ἐκεῖνα τῶν ἀδύτων προηγοῦνται | |
5 | οὕτω καὶ τὸν Ἀλκιβιάδην προπυλαίοις δεῖ ἀπεικάζειν, ἀδύτοις δὲ τὸν Παρμενίδην. Περὶ δὲ τῆς εἰς τὰ κεφάλαια ἤτοι μέρη διαιρέσεως ἰστέον ὅτι εἰς τρία διαιρεῖται ὁ διάλογος· ἐλεγκτικόν, προτρεπτικόν, μαιευτικόν. καὶ ἐν μὲν τῷ ἐλεγκτικῷ δείκνυσιν αὐτὸν διπλῇ ἀμαθῆ, ὅτι τε ἀγνοεῖ τὰ πολιτικὰ | |
10 | καὶ ὅτι νομίζει εἰδέναι. ἀγνοεῖ μὲν γὰρ ὡς μήτε παρὰ διδασκάλου μαθὼν μήτε ἀφ’ ἑαυτοῦ ζητήσας. διχῶς γὰρ ἡ γνῶσις προσγίνεται, ἢ διὰ μα‐ θήσεως τῆς διὰ τῶν διδασκάλων ἢ διὰ ζητήσεως ἡμῶν αὐτῶν· κρεῖττον δὲ τὸ αὐτὸν ζητήσαντα γνῶναι ἢ παρ’ ἑτέρου μαθόντα, ὅσον καὶ τὸ | |
αὐτοκίνητον τοῦ ἑτεροκινήτου, ὡς Ἀριστοτέλης ἐν Ῥητορικαῖς τέχναις | 10 | |
15 | φησίν, καὶ τὸ αὐτοφυὲς κρεῖττον τοῦ ἑτεροδιδάκτου. δείκνυσιν οὖν τὸν Ἀλκιβιάδην, ὡς εἴρηται, μήτε καθ’ ἕνα τρόπον γνόντα τὰ πολιτικά. οὔτε γὰρ διδασκάλοις ἐσχόλασεν· μόνον γὰρ γράμματα καὶ μουσικὴν καὶ παλαίειν ἔμαθεν, ἄλλως τε οὐδὲ χρόνος φαίνεται ἐν ᾧ νομίσας ἀγνοεῖν προσῆλθε διδασκάλῳ (παῖς γὰρ ὢν κομιδῇ καὶ νέος ἀστραγα‐ | |
20 | λίζων ἔλεγεν πρὸς τοὺς ἄλλους ἐπομνύμενος ὅτι ‘ἀδικοῦμαι‘, ὡς ἀκρι‐ βῶς εἰδὼς τὸ δίκαιον)· οὔτε δὲ ζητήσας φαίνεται. ὥστε ἐκ τούτων ἀγνοεῖ, τί τέλος τοῦ πολιτικοῦ, ὅτι τὸ δίκαιον, ὅτι τὸ συμφέρον, ἔτι καὶ τὸ καλόν. τοῦτο μὲν τὸ ἐλεγκτικόν. | |
12 | Τὸ δὲ προτρεπτικόν ἐστιν ἐν ᾧ προτρέπει αὐτὸν σοφίᾳ τοὺς ἀντιπά‐ λους νικῆσαι· πάτριον γὰρ Ἀθηναίοις σοφίᾳ νικᾶν. ἐχθροὶ δὲ τῶν Ἀθη‐ ναίων Λακεδαιμόνιοι καὶ Πέρσαι, ὡς δηλοῦσι τὰ Πελοποννησιακὰ καὶ τὰ Περσικά. | |
5 | Τὸ δὲ μαιευτικόν ἐστιν ἐν ᾧ ὁ Σωκράτης διὰ τῶν προσφυῶν ἐρωτή‐ σεων ποιεῖ τὸν Ἀλκιβιάδην ἀποφήνασθαι ὅτι ψυχὴ ὁ ἄνθρωπος, ὥστε αὐτὸν ἑαυτοῦ διδάσκαλον εἶναι· δόγμα γάρ ἐστιν ἐνταῦθα, ὅτι ὁ ἀποκρι‐ νόμενός ἐστιν ὁ λέγων. τοιοῦτος γὰρ ὁ Σωκράτης, τὰς ψυχὰς μαιευόμε‐ νος ἀποτίκτειν τοὺς λόγους· διὸ καὶ Φαιναρέτης λέγουσιν αὐτὸν υἱόν, | |
10 | μαίας οὔσης, καθάπερ ὁ Ἑρμῆς. ὥσπερ γὰρ ὁ ἰατρὸς τὰς λήμας ἀφαιρεῖ ἀπὸ τῶν ὀφθαλμῶν μόνον καὶ τὰ ἐμπόδια τῆς ὀπτικῆς ἐνεργείας, καὶ ὥσπερ αἱ μαῖαι φωσφοροῦσι μὲν τὰ ἔμβρυα, οὐκ ἐντιθέασι δὲ αὗται ταῦτα ταῖς τικτούσαις, οὕτω καὶ ὁ Σωκράτης τὰς ψυχὰς ἐμαιεύετο, οὐχ ὥσπερ ἐν ἀψύχοις ἀγγείοις ἐντιθεὶς τοῖς νέοις τὰ θεωρήματα. φησὶ δὲ | |
15 | καὶ αὐτὸς ἐν Θεαιτήτῳ ὅτι ‘ὁ Θεὸς μαιεύεσθαι μὲν ἐμὲ ἐποίησεν, ἀπογεννᾶν δὲ κωλύει‘. Ἐπὶ τέλει δὲ τοῦ διαλόγου λοιπὸν μεταμείβει τὸ σχῆμα τῆς τύχης, καὶ ποιεῖ ἑαυτὸν μὲν ἐρώμενον, πρότερον ἐρῶντα, τὸν δὲ Ἀλκιβιάδην ἐραστήν, πρότερον ἐρώμενον ὄντα. τοῦτο γὰρ τέλος τῆς ἐρωτικῆς, ὁ | |
20 | ἀντέρως. ἐρωτικὸς δὲ ὁ Σωκράτης, ὡς καὶ ἐν Φαίδρῳ πρὸς τὸν Ἔρωτά | |
13 | φησιν· ‘τὴν δὲ ἐρωτικήν, ἥν μοι παρέσχες, δέσποτα, μή με ἀφέλῃς μηδὲ πηρώσῃς δι’ ὀργήν τινα ἢ ἄλλην αἰτίαν.‘ λέγεται δὲ καὶ ὁ Ἀλέξανδρος ἰδὼν στράτευμά τι καταπε‐ πτωκὸς ⟦ὡσ⟧ εἰπεῖν ‘κάκιστα ἀπόλοιτο ὁ τοιοῦτον πλῆθος οὕτω διαθείσ‘. | |
5 | ἐπὶ τέλει δὲ τοῖς πελαργοῖς ἀπεικάσας τὸν ἑαυτοῦ ἔρωτα κατέπαυσε τὸν λόγον· ἐπειδὴ καὶ οἱ πελαργοὶ πρότερον ὑπὸ τῶν γονέων τρεφόμενοι τελευταῖον αὐτοὺς γηροτροφοῦσιν, εἰς τὸ ἐναντίον κατὰ τοῦτο μεθιστά‐ | |
μενοι. ἐν τούτοις ἡ πρᾶξις. | 11 | |
9t | Πρᾶξις σὺν θεῷ γʹ | |
10 | Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι. Ἐπειδὴ ἐρωτικὸς ὁ διάλογος, διὰ τοῦ προοιμίου τρεῖς διαφορὰς ἡμῖν παραδίδωσιν ἐνθέου ἐραστοῦ πρὸς τὸν φορτικὸν ἐραστήν. πρῶτον μὲν ὅτι ὁ μὲν φορτικὸς ἐραστὴς θαυμάζει τὰ παιδικά, ὁ δὲ ἔνθεος ἐραστὴς | |
15 | θαυμάζεται ὑπ’ αὐτῶν· καὶ τοῦτο δηλοῖ διὰ τοῦ εἰπεῖν, ‘ὦ παῖ Κλει‐ νίου, οἶμαί σε θαυμάζειν,‘ τουτέστιν ‘ἐμέ‘. δεύτερον δὲ ὅτι ὁ μὲν φορτικὸς ἐραστὴς ὥσπερ ὀπώρᾳ τῇ ἡλικίᾳ παραμετρῶν τὸν ἔρωτα ταχέως τῶν παιδικῶν ἀπαλλάττεται, ὁ δὲ ἔνθεος ἐραστὴς ἐκ σπαργάνων μέχρι ταφῆς συμπαρομαρτεῖ τοῖς παιδικοῖς, εἰ τὰ φυσιογνωμονικὰ | |
20 | σημεῖα τὸ τεχθὲν ἀξιέραστον ὑπαγορεύσειαν· δηλοῖ δὲ ταύτην διὰ τοῦ ‘πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυ‐ μένων μόνος οὐκ ἀπαλλάττομαι‘, σημαίνων ὅτι καὶ πρὸ αὐτῶν καὶ μετ’ αὐτῶν καὶ μετ’ αὐτοὺς ἀκολουθεῖ τοῖς παιδικοῖς. τρίτη δέ ἐστι διαφορὰ ὅτι ὁ μὲν ἔνθεος ἐραστὴς θεοειδῶς καὶ ἀπαρουσιάστως | |
14 | σύνεστι τοῖς παιδικοῖς· καθάπερ γὰρ τὸ θεῖον τῇ μὲν ἐλλάμψει παν‐ ταχοῦ ἐστί, τῇ δὲ οὐσίᾳ οὐδαμοῦ, καθὸ οὐ περικλείεται ἐν τόπῳ, οὕτω καὶ ὁ ἔνθεος ἐραστὴς πάρεστι τὸν αὐτὸν τρόπον μιμούμενος· ὁ δὲ φορτι‐ κὸς ἐραστὴς πάρεστι τοῖς παιδικοῖς κατὰ τὴν αἴσθησιν βουλόμενος | |
5 | ἐνεργεῖν τοῦ σώματος, καὶ ταύτην κατὰ τὴν ἐσχάτην, τουτέστι τὴν ἁφήν. καὶ τοῦτο δεδήλωκεν ἐκ τοῦ λέγειν ‘ὅτι οἱ μὲν ἄλλοι δι’ ὄχλου σοι ἐγένοντο, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖ‐ πον‘, δηλῶν ὅτι διὰ μὲν τοῦ σιωπᾶν ἄπεστιν, διὰ δὲ τοῦ συνακολουθεῖν καὶ ἐρᾶν πάρεστιν. καὶ αὗται μὲν αἱ διαφοραὶ ἐνταῦθα· φησὶ δὲ καὶ | |
10 | τετάρτην διαφορὰν ἐν τῷ φαίδρῳ τοιαύτην, ὅτι ὁ μὲν φορτικὸς ἐραστὴς ἐπὶ λύμῃ τῶν παιδικῶν αὐτοῖς πάρεστιν καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὰ ἐκτός. κατὰ μὲν σῶμα, ὅτι θηλυπρεπῆ καὶ ἄνανδρον βούλε‐ ται ποιεῖν αὐτόν· κατὰ δὲ ψυχήν, ὅτι ἀνόητον αὐτὸν θέλει εἶναι πρὸς τὸ ἔχειν αὐτὸν πειθήνιον πρὸς ὃ βούλεται· κατὰ δὲ τὰ ἐκτός, ὅτι καὶ πένητα, | |
15 | ἵνα δεόμενος αὐτοῦ ἕτοιμος ᾗ πρὸς τὰς ἡδονάς· ἔτι δὲ καὶ ἀπάτορα καὶ ἀμήτορα καὶ ἄφιλον βούλεται αὐτὸν εἶναι, ἵνα μὴ ἔχῃ τοὺς ἀπείργοντας αὐτὸν τῆς πρὸς αὐτὸν συνουσίας. ὁ δὲ ἔνθεος ἐραστὴς οὐχ οὕτως, οὐδὲ ἐπὶ τοιούτοις ἀλλ’ ἐπ’ ἀγαθῷ πάρεστιν τοῖς παιδικοῖς, ἐπιστρέφων αὐτὰ πρὸς τὰ καλά. | |
20 | Ἐπεὶ τοίνυν ἔγνωμεν τὰς διαφορὰς τοῦ ἐνθέου ἐραστοῦ πρὸς τὸν | |
φορτικὸν ἐραστήν, ζητητέον διὰ τί, εἰ τοσαύτην ἔχουσι πρὸς ἀλλήλους διαφορὰν καὶ ἐναντιότητα, ἑνὶ ὀνόματι ἄμφω προσαγορεύονται καὶ οὐ καθάπερ τὰ ἐναντία, οἷον σωφροσύνη καὶ ἀκολασία. φαμὲν οὖν ὅτι δι’ ὑπερβολὴν δυνάμεως ὁ ἔρως καὶ τὰ ἐναντία χρῶσαι ἐδυνήθη ἑαυτῷ. | 12 | |
25 | πᾶς γὰρ ἔρως σύντονός ἐστι μανία, καθὸ ἄμφω ἐν καλῷ βούλονται γεννᾶν, ὁ μὲν ἔνθεος ἐν ψυχῇ μαθήματα, ὁ δὲ φορτικὸς ἐν σώματι ζῷα. Τοῦ δὲ θεοειδῶς παρεῖναι καὶ μὴ προσειπεῖν μέχρι τοῦ παρόντος 〈τὸ | |
15 | αἴτιον〉 οὐκ ἀνθρώπειόν φησιν εἶναι, ἀλλά τι δαιμόνιον ἐναντίωμα, καὶ τοῦτο εἰκότως. εἰ γὰρ τὸ αἰτιατὸν οὐκ ἀνθρώπειον, τουτέστι τὸ θεοειδῶς παρεῖναι, πόσῳ μᾶλλον τὸ αἴτιον τοῦ παρεῖναι οὐ θεῖόν ἐστιν; | |
5 | Ἐπειδὴ δὲ δαιμονίου ἐμνήσθη, ἀνάγκη γέγονε τοῖς ἐξηγηταῖς τὸν περὶ δαιμόνων λόγον περιεργάσασθαι. ἰστέον οὖν ὅτι τρεῖς εἰσὶ διαφοραὶ δαιμόνων· τῶν γὰρ δαιμόνων οἱ μὲν κατ’ ἀναλογίαν, οἱ δὲ κατ’ οὐσίαν, οἱ δὲ κατὰ σχέσιν. καὶ γνώμονες οἱ κατ’ οὐσίαν τῶν τε κατ’ ἀναλογίαν καὶ τῶν κατὰ σχέσιν ὑπάρχουσιν· οἱ μὲν γὰρ κρείττους τῶν κατ’ οὐσίαν | |
10 | λέγονται κατ’ ἀναλογίαν, οἱ δὲ χείρους κατὰ σχέσιν. κατ’ ἀναλογίαν δὲ λέγονται ἐπειδὴ πρῶτοι ὄντες ἔχουσι τοὺς λόγους τῶν κατ’ οὐσίαν, τουτέστι κατ’ αἰτίαν αὐτοῖς ὑπάρχουσι δαίμονες, δεῖ γὰρ πρῶτον εἶναι τοῦ καθ’ ὕπαρξιν τὸ κατ’ αἰτίαν. ὅτι δὲ καὶ οὗτοι δαίμονες λέγονται δηλοῖ καὶ Ἰσοκράτης ὁ ῥήτωρ λέγων ‘τίμα τὸ δαιμόνιον, ἀεὶ μέν, | |
15 | μάλιστα δὲ μετὰ τῆς πόλεωσ‘· καὶ Ὅμηρος ‘μετὰ δαίμο‐ νας ἄλλουσ‘· καὶ Ὀρφεὺς τὸν Δία ποιεῖ πρὸς τὸν οἰκεῖον πατέρα λέγοντα· ‘ὄρθου δ’ ἡμετέρην γενεήν, ἀριδείκετε δαίμων‘. ἐπὶ γὰρ τοῦ θείου ἐν τούτοις τὸ τοῦ δαίμονος ὄνομα τέτακται. κατὰ | |
16 | σχέσιν δὲ λέγονται δαίμονες αἱ ψυχαὶ τῶν εὖ βεβιωκότων, οἷαί εἰσιν αἱ τοῦ χρυσοῦ γένους, αἵτινες σχετικῶς ἔχουσαι πρὸς τοὺς δαίμονας καὶ αὗται δαίμονες προσαγορεύονται, ὥς φησι καὶ Ἡσίοδος περὶ αὐτῶν· ‘οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται, | |
5 | ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.‘ τριττὸν οὖν τὸ τοῦ δαίμονος ὄνομα, ὡς εἴρηται. Ζητητέον δὲ διὰ ποίαν αἰτίαν εἰς ἔννοιαν ἦλθον τοῦ δαίμονας εἰπεῖν εἶναι. φαμὲν οὖν ὅτι ὥσπερ ἡ ἡμετέρα ψυχὴ πηγάζουσα τῇ ζωῇ καὶ βλύζουσα ταύτῃ καὶ οὐ δυναμένη χωρὶς εἶναι τοῦ ζωοποιεῖν (κατὰ μὲν | |
10 | γὰρ τὰς γνωστικὰς ἔστιν ὅτε οὐκ ἐνεργεῖ, οἶον ὅτε ληθάργῳ κατέχεται, κατὰ δὲ τὸ ζωτικὸν οὐδαμῶς), ἐπειδὴ τὸ ὀστρέϊνον σῶμα οὐκ ἀεὶ ἦν αὐτῆς ἐξημμένον, ἐπενοήθη αὐτῇ τὸ ᾠοειδὲς ἤτοι αὐγοειδὲς ὄχημα (ἀμφοτέρως γὰρ λέγεται· ‘ᾠοειδὲσ‘ μὲν διὰ τὸ σχῆμα, οὐ γάρ ἐστι πάντῃ σφαιρικὸν ὡς τὰ οὐράνια ἀλλ’ ἧττον σφαιρικόν, διὸ καὶ διαστρο‐ | 13 |
17 | φήν ποτέ φασιν αὐτὸ πάσχειν, οὐ μὴν φθείρεσθαι· τῆς γὰρ αὐτῆς οὐσίας ἐστὶν τῶν οὐρανίων, τουτέστι τοῦ πέμπτου σώματος, διὰ τοῦτο καὶ ἀΐδιον· ‘αὐγοειδὲσ‘ δὲ λέγεται ἀπὸ τῆς οὐσίας ὡς διαφανὲς καὶ αἰθέ‐ ριον)· καθάπερ οὖν τῇ ψυχῇ τὸ αὐγοειδὲς τοῦτο ἀποδεδώκασιν ὄχημα, | |
5 | ἵνα αὐτὸ ἀεὶ ζωοποιῇ ἐξημμένον αὐτῆς διὰ παντός, οὕτω καὶ ἐπὶ τῶν οὐρανίων, μὴ δυναμένων παύσασθαι τοῦ ἐνεργεῖν, ἐξῆψαν αὐτῶν τὸ δαιμόνιον γένος τοῦτο τὸ κατ’ οὐσίαν· αἱ γὰρ ἡμέτεραι ψυχαὶ οὐκ ἀεὶ ἦσαν αὐτῶν ἐξημμέναι διὰ τὸ πτερορρυεῖν καὶ κατιέναι εἰς γένεσιν. τοῦτο οὖν διερμηνευτικόν ἐστι τοῖς τῇδε τῶν ἀπὸ τῶν θεῶν ὡς μέσον ὄν. | |
10 | Ἀλλ’ ἐπειδὴ πάντα τὰ προσόντα τοῖς οὐρανίοις διερμηνεύει, ἓξ τινῶν ὄντων ἐν τοῖς οὐρανίοις, εἰς ἓξ καὶ αὐτὸ διῄρηται, λέγω δὴ τὸ τῶν δαιμόνων γένος τὸ κατ’ οὐσίαν. ἔστιν γὰρ ἐν τοῖς οὐρανίοις θεότης, νοῦς, ψυχὴ λογική, ψυχὴ ἄλογος, εἶδος, ὕλη· τοσαῦται οὖν καὶ τῶν | |
18 | δαιμόνων διαφοραί. οἱ μὲν γὰρ πρὸς τὸ θεῖον τῶν οὐρανίων συνδέοντες ἡμᾶς λέγονται θεῖοι, οἵτινες τοῖς ἐνθουσιασμοῖς ἐφεστήκασιν. οἱ δὲ τῷ νῷ συνάπτοντες ἡμᾶς νοεροί, οἵτινες ἐπὶ τῶν κοινῶν ἐννοιῶν εἰσί, δι’ ὧν ὑπὲρ ἀπόδειξιν ἐν ταῖς κοιναῖς ἐννοίαις τινὰ γινώσκομεν καὶ ἀναπο‐ | |
5 | δείκτως. οἱ δὲ τῇ λογικῇ ψυχῇ ψυχικοὶ λέγονται, περὶ ὧν φησὶν ὁ ποιητὴς ‘ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται‘ καὶ ‘φᾶρος μέν μοι πρῶτα ἐνέπνευσεν μέγα δαίμων‘. | |
10 | οἱ δὲ πρὸς τὴν τῶν οὐρανίων ἄλογον συνάπτοντες ἡμᾶς ἄλογοι. οἱ δὲ πρὸς τὸ τῶν οὐρανίων εἶδος εἰδικοὶ ἢ εἰδητικοί. ὅτι γὰρ συνῆπται τοῖς τῶν οὐρανίων εἴδεσιν τὰ ἡμέτερα εἴδη, δῆλον ἐκ τοῦ συναύξεσθαι αὐτὰ | |
καὶ συμμειοῦσθαι τοῖς οὐρανίοις, καὶ γὰρ καὶ οἱ χυμοὶ πρὸς τὴν σελήνην καὶ αὔξονται καὶ μειοῦνται καὶ αἱ τρίχες, διὸ τοὺς ἱερατικῶς ζῶντάς | 14 | |
15 | ἐστιν ἰδεῖν μὴ ἀποκειρομένους αὐξούσης τῆς σελήνης· δηλοῖ δὲ καὶ τὸ σεληνιακὸν πάθος, ἔτι δὲ καὶ τὰ ἡλιοτρόπια φυτὰ καὶ οἱ σεληνῖται λίθοι | |
19 | συναύξοντες καὶ συμμειούμενοι πρὸς τὴν σελήνην· ὁμοίως δὲ καὶ τὰ ὄστρεα, καὶ σχεδὸν ἅπαντα, διὸ καλῶς εἴρηται· ‘αὔξεις αὐξομένη, μινύθουσα δὲ πάντα χαλέπτεισ‘ εἰς σελήνην. ἀλλὰ μὴν καὶ ὑλῷοι λέγονται, οἱ τήνδε τὴν ὕλην ἐξάπτοντες | |
5 | τῆς τῶν οὐρανίων καὶ διὰ τούτου φρουροῦντες αὐτὴν καὶ μὴ συγχωροῦν‐ τες ῥευστὴν οὖσαν πάντῃ φθείρεσθαι. φησὶ γὰρ καὶ ὁ Ὀρφεύς· ‘ὕλης οὐρανίης καὶ ἀστερίης καὶ ἀβύσσου‘, ὡς τῆς ὕλης τριττῆς οὔσης, καὶ τῆς μὲν οὐρανίας, ἥτις ταῖς ἑπτὰ σφαί‐ ραις ὑπόκειται, τῆς δὲ ἀστρῴας, ἥτις τοῖς ἄστροις, τῆς δὲ χθονίας, ἣν | |
10 | ἄβυσσον ἐκάλεσεν διὰ τὸ ἐσχάτην εἶναι καὶ ῥευστήν. Ἐπειδὴ δὲ πρῶτον εἶδος ἐν τοῖς οὐρανίοις ἔφαμεν εἶναι τὸ θεῖον, ἰστέον ὅτι τῶν θεῶν οἱ μὲν ὑπερκόσμιοι, ὧν αἱ ἡμέτεραι ψυχαί εἰσιν ἐξημμέναι καὶ οὐδέ τι σῶμα· οἱ δὲ ἐγκόσμιοι, ὧν τὰ σώματα μόνον ἐξῆπται. τῶν δὲ ἐγκοσμίων οἱ μέν εἰσιν οὐράνιοι, οἱ δὲ αἰθέριοι ἤτοι | |
15 | πύριοι, οἱ δὲ ἀέριοι, οἱ δὲ ἐνύδριοι, οἱ δὲ χθόνιοι, οἱ δὲ ὑποταρτάριοι, ὡς καὶ ὁ ποιητής· ‘τούς θ’ ὑποταρταρίους καλέουσιν.‘ | |
20 | τῶν δὲ χθονίων οἱ μέν εἰσι κλιματάρχαι, οἱ δὲ πολιοῦχοι, οἱ δὲ κατοι‐ κίδιοι. Ζητητέον δὲ ποίους τῶν εἰρημένων ἓξ τῶν κατ’ οὐσίαν εἰληχότας ἑκάστου φασίν. λέγουσι οὖν ὅτι οἱ μὲν κατ’ οὐσίαν ἑαυτῶν βιοῦντες καὶ | |
5 | ὡς πεφύκασι τὸν θεῖον δαίμονα ἔχουσιν εἰληχότα, διὸ καὶ εὐδοκιμοῦντάς ἐστιν αὐτοὺς ὁρᾶν ἐν οἷς ἐπιτηδεύουσι. κατ’ οὐσίαν δέ ἐστι ζῆν τὸ πρόσ‐ φορον αἱρεῖσθαι βίον τῇ σειρᾷ ὑφ’ ἣν ἀνάγεται· οἶον στρατιωτικὸν μέν, ἐὰν ὑπὸ τὴν Ἀρεϊκήν, λογικὸν δέ, ἐὰν ὑπὸ τὴν Ἑρμαϊκήν, ἰατρικὸν δὲ ἢ μαντευτικόν, ἐὰν ὑπὸ τὴν Ἀπολλωνιακήν, καὶ ἁπλῶς ὡς εἴρηται τὸ | |
10 | καθὼς πέφυκέ τι βιοῦν. εἰ δὲ μὴ τὸν κατ’ οὐσίαν τις βίον προβάληται ἀλλ’ ἕτερόν τινα παρὰ τοῦτον καὶ ἀλλοτριοπραγῇ τοῖς ἐπιτηδεύμασιν, τὸν νοερὸν αὐτῷ λέγουσιν ὑπάρχειν εἰληχότα, διὸ καὶ ὡς ἀλλοτριοπρα‐ γῶν ἐν ἐνίοις ἀποτυγχάνει. ἀλλὰ ταῦτα μὲν περὶ τοῦ ἑκάστου εἰληχότος δαίμονος. | 15 |
21 | Περὶ δὲ τοῦ Σωκράτους εἰληχότος δαίμονος τρία τινά φασιν ὑπάρχειν ἐξαίρετα. πρῶτον μὲν ὅτι ἀεὶ αὐτὸν ἀπέτρεπεν, καὶ σύμβολον ἦν προτροπῆς τὸ ποτὲ μὴ ἀποτρέπειν. εὐεργετικὸς γὰρ ὢν ὁ Σωκράτης καὶ ἀεὶ σπουδάζων πάντας ὠφελεῖν δίκην ὀξέως ἵππου πρὸς δρόμον ἐπει‐ | |
5 | γομένου χαλινοῦ καὶ οὐ μάστιγος ἐδέετο. δεύτερον ὅτι θεῖον εἶχε τὸν εἰληχότα δαίμονα, καὶ τοῦτο δηλοῖ· φησὶ γὰρ ἐν τῷ παρόντι διαλόγῳ ὅτι ‘ὁ ἐμὸς ἐπίτροπος κρείττων ἐστὶν ἢ ὁ σόσ‘, καὶ τοῦ νεανίου εἰπόντος ‘τίς οὗτος;‘ ἔφη ‘θεός, ὦ Ἀλκιβιάδη, θεός.‘ τρίτον ὅτι ὡς φωνῆς αὐτοῦ ἐδόκει ἀκούειν, οὐχ ὅτι ἐκεῖνος | |
10 | ἐλάλει, ἀλλ’ ἔλλαμψίς τις αὐτοῦ ἐγίνετο περὶ τὰ ἀκουστικὰ ὄργανα, καὶ φωνὴν ἐνόμιζεν εἶναι. οὕτω γὰρ καὶ νῦν ὁρῶμεν ἐν τῇ συνηθείᾳ τοὺς ἱερατικῶς ζῶντας εὐώδους ὀσφραινομένους ἄφνω καὶ λέγοντας ἀγγέλου παρουσίαν εἶναι, ἅτε ἐλλάμψεως καὶ αὐτοῖς γινομένης περὶ τὰ ὀσφραν‐ τικὰ ὄργανα. | |
15 | Ἀλλ’ ἐπειδὴ δαίμονας εἰληχότας εἰρήκαμεν, δεῖ γινώσκειν ὅτι καὶ παρὰ τῇ κοινῇ συνηθείᾳ συνέγνωσται ταῦτα, εἰ καὶ μὴ τοῖς αὐτοῖς ὀνόμασιν. ἀντὶ γὰρ τοῦ δαίμονος ἄγγελον ἑκάστου φασίν· ἀμέλει ἐστὶν αὐτῶν ἀκούειν ‘τὸν ἄγγελόν σου‘, ἐπὶ τῶν μάλιστα θεοφιλῶς ζώντων. καὶ ὁ Πλάτων δὲ ἐμνημόνευσεν ἂν τοῦ τοιούτου ὀνόματος τοῦ ἀγγέλου, | |
22 | εἰ μὴ τὸ πλάτος τοῦτο τὸ ἀπὸ τῶν οὐρανίων μέχρι τῶν ὑποσελήνων ἀδιαίρετον εἴασεν, οὐχ ὥσπερ οἱ Χαλδαῖοι τοῦτο διαιρῶν. ἐκεῖνοι γὰρ εἰς τρία τοῦτο διῄρουν, ἀγγέλους, δαίμονας, ἥρωας· καὶ τὸ μὲν πρὸς τοῖς κρείττοσιν ἔλεγον τοὺς ἀγγέλους ἔχειν, τὸ δὲ πρὸς ἡμᾶς τοὺς | |
5 | ἥρωας, τὸ δὲ μέσον τοὺς δαίμονας, μέσους ἐν μέσοις ὄντας. Καὶ τὸν Ἔρωτα δὲ ἐν τῷ Συμποσίῳ ποτὲ μὲν θεόν, ποτὲ δὲ μέγαν καλεῖ δαίμονα. καὶ διὰ τί μὲν θεόν, σαφές· δαίμονα δὲ ὡς | |
μέσον αὐτὸν προσαγορεύει, μέσος γάρ ἐστιν ὁ Ἔρως οὐσίας καὶ ἐνερ‐ γείας καὶ ἐρωμένου καὶ ἐραστοῦ· μέγαν δέ, ἐπειδὴ ὑπὲρ αἴσθησιν | 16 | |
10 | καὶ νοερῶς ἐνεργεῖ. διό φησιν καὶ ὁ Ὀρφεύς· ‘ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα‘· ἀνόμματος γὰρ ὁ Ἔρως ὡς τῷ νῷ ὁρῶν καὶ ἀκούων, εἴγε εἴρηται· ‘νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει‘. Καὶ ταῦτα μὲν οἱ ἐξηγηταὶ περί τε δαιμόνων καὶ εἰληχότων· ἡμεῖς | |
15 | δὲ συμβιβαστικῶς τοῖς παροῦσι ταῦτα πειρασόμεθα διεξελθεῖν. καὶ γὰρ καὶ Σωκράτους κώνειον κατεψηφίσθη ὡς καινὰ δαιμόνια τοῖς νέοις | |
23 | εἰσηγουμένου καὶ θεοὺς νομίζοντος οὓς ἡ πόλις οὐχ ἡγεῖτο θεούς. ῥητέον οὖν εἰληχότα δαίμονα τὸ συνειδὸς ὑπάρχειν, ὅπερ ἄκρον ἄωτόν ἐστι τῆς ψυχῆς καὶ ἀναμάρτητον ἐν ἡμῖν καὶ ἀκλινὴς δικαστὴς καὶ μάρτυς τῶν ἐνταῦθα γινομένων τῷ Μίνωϊ καὶ τῷ Ῥαδαμάνθυϊ. τοῦτο | |
5 | δὲ καὶ σωτηρίας ἡμῖν αἴτιον γίνεται ὡς ἀναμάρτητον ἀεὶ διαμένον ἐν ἡμῖν καὶ μὴ συγκαταψηφιζόμενον τοῖς ὑπὸ τῆς ψυχῆς ἁμαρτανομένοις, ἀλλὰ καὶ ἀνιλλόμενον ἐπὶ τούτοις καὶ ἐπιστρέφον αὐτὴν πρὸς τὸ δέον. καθάπερ δὲ παιδίον κλαυθμυρίζον ἀφ’ ὕπνου γίνεται φαντασίᾳ τινί, οὕτω καὶ τὴν ψυχὴν ἐπανάγει τὸ συνειδὸς ἀπὸ τῶν πλημμελημάτων, | |
10 | ἡνίκα φησίν· ‘τί χρῆμ’ ἀλύεις; τίς ς’ ἀπόλλυσι νόσος;‘ κἀκεῖνος λέγοι· ‘ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένοσ‘. κἀκ τῶν ἐναντίων ὁ λυρικός· ‘ἐλπὶς δ’ ἀτάλλοισα καὶ ἀγαθὴ | |
15 | γηροτρόφοσ‘. τὸ συνειδὸς οὖν εἰληχότα καλῶν δαίμονα οὐκ ἂν ἁμάρτοις. ἰστέον δὲ ὅτι τοῦ συνειδότος τὸ μὲν ἐπὶ ταῖς γνωστικαῖς ἡμῶν δυνάμεσι λέγεται 〈προσεκτικὸν, τὸ δὲ ἐπὶ ταῖς ὀρεκτικαῖς δυνάμεσι λέγεται〉 συνειδὸς ὁμωνύμως τῷ γένει. Ὦ παῖ Κλεινίου: τριχῶς ἐστὶν ἐξηγήσασθαι τοῦτο. ἡ γὰρ ἐκ πατρὸς κλῆσις ἢ κατὰ ἀρχαϊσμὸν εἴρηται (ὡς ὁ ποιητής· πατρόθεν | |
20 | κικλήσκων ὀνομάζων ἐκ γενεῆς ἄνδρα ἕκαστον, πάν‐ | |
24 | τας κυδαίνων)· ἢ ὅτι φιλότιμος ὢν ὁ νέος καὶ σεμνυνόμενος ἐπὶ τῷ πατρί, ἠριστευκότι ἐν τῇ ἐπὶ Κορωνείᾳ μάχῃ κἀκεῖ τελευτήσαντι, ἐβούλετο πρὸς ἔπαινον ἐντεῦθεν ὀνομάζεσθαι· ἢ ὅτι διεγηγερμένη ἡ πρὸς πατρὸς κλῆσις 〈καὶ〉 οἰκεία τοῖς ἐρωτικοῖς καὶ αὐτοῖς τοιούτοις | |
5 | οὖσι καὶ πολὺ ἔχουσι τὸ ἀρρενωπόν (ἔρως γὰρ ἢ παρὰ τὴν ῥῶσιν καὶ ῥωστικὸν αὐτὸν εἶναι ἢ παρὰ τὸ ἡρωϊκὸν λέγεται)· μόνον οὖν οὐχὶ βοᾷ | |
διὰ τοῦ πατρόθεν αὐτὸν ὀνομάσαι, ‘μηδὲ γένος πατέρων αἰσχυνέμεν‘, ἐπιστρέφων αὐτὸν ἐντεῦθεν πρὸς τὸ γνῶναι ἑαυτόν, οἶός ἐστι καὶ ἐκ | 17 | |
10 | τίνων, καὶ προτρέπων ἐπὶ τὸ καλόν. Οἶμαί σε: δοκεῖ τοῦτο μὴ ἄξιον εἶναι τῆς Σωκρατικῆς ἐπιστήμης, τὸ εὐθέως ἐν ἀρχῇ ἀμφιβάλλειν καὶ εἰκάζειν περὶ ὧν μέλλει λέγειν. τί οὖν φαμέν; ὅτι ἀγνοίας τοῦτο σημεῖόν ἐστιν; οὐδαμῶς, ἀλλὰ καὶ τῆς ἄκρας ἐπιστήμης, τὸ μεθόδῳ τινὶ πρεπούσῃ προσιέναι τοῖς προσώποις. | |
15 | ἐπειδὴ γὰρ ἐνστατικὸν τὸ νέον ἅπαν καὶ φιλότιμον καὶ μάλιστα πρὸς τὰς βεβαίους ἀποφάνσεις, μετ’ εὐλαβείας αὐτῷ πρόσεισιν, ὥσπερ οἱ ὀρνιθοθῆραι μεθ’ ὑποστολῆς τοῖς ὀρνέοις προσέρχονται πρὸς τὸ μὴ ἀποσοβῆσαι τὴν θήραν. οὕτως οὖν καὶ ὁ Σωκράτης ἠθικῶς τὸν λόγον προαγαγὼν διὰ τοῦ διστακτικοῦ πειθόμενον αὑτῷ τὸν νέον ἔμελλεν | |
20 | ἔχειν καὶ οὐκ ἐναντιούμενον. Θαυμάζειν: πρόσφορος ἡ λέξις τῷ σκοπῷ, φιλοσοφίας γὰρ ἀρχὴ τὸ θαῦμα. θαυμάσαντες γὰρ τὸ ὅτι ἐπὶ τὸ διότι ἐρχόμεθα· τοῦτο | |
25 | δέ ἐστι τὸ φιλοσοφεῖν, τὸ τὰς αἰτίας τῶν ὄντων ἀποδιδόναι, ⟦καὶ⟧ εἴγε ἐστὶ φιλοσοφία γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί. καὶ ἄλλως δέ· φιλοσοφία γὰρ ἡ Ἶρις ὡς περὶ τῶν ὄντων ἐροῦσα, ταύτην δὲ Θαύμαντος θυγατέρα μυθεύουσιν οἱ ποιηταί. καὶ αὐτὴ δὲ ἡ Ἶρις ἐν τῷ ἀέρι φαινομένη | |
5 | θαυμαστή ἐστιν, πῶς ἐν ὕλῃ τοιαύτῃ μαθηματικὸν σχῆμα, τὸν κύκλον, ἀποτελεῖ. λέγεται δέ τι σχῆμα καὶ παρὰ τοῖς γραμμικοῖς καὶ γεωμέ‐ τραις θαῦμα. Ὅτι πρῶτος ἐραστής σου γενόμενος: ἑαυτὸν ἕνα καὶ πρῶτον καὶ μόνον φησίν, τοὺς δὲ ἄλλους καὶ πολλοὺς καὶ τελευ‐ | |
10 | ταίους καὶ ὄχλον. ἰστέον δὲ ὅτι ὁ μὲν δῆμος ἐπέκεινα τοῦ ὄχλου πρὸς τάξιν, ὁ δὲ χορὸς ἐπέκεινα τοῦ δήμου. εὐτακτότερος γὰρ ὁ μὲν δῆμος τοῦ ὄχλου (διὸ καὶ ὁ Παιανιεὺς πρὸς διαβολὴν τοῦ δήμου φησίν· ‘εἴγε ὁ μὲν δῆμός ἐστιν ὄχλος, ἀσταθμητότατον‘ καὶ τὰ ἑξῆς, παραλαβὼν τὸν ὄχλον ἀντὶ τοῦ δήμου)· ὁ δὲ χορὸς εὐτακτότε‐ | |
15 | ρος τοῦ δήμου, εἴγε πολλὴν ἕνωσιν ἔχει καὶ πρὸς ἕνα μόνον ὁρᾷ τὸν χοροδιδάσκαλον. οὕτως καὶ ὁ Σωκράτης, εἶς ὤν, πρὸς τῇ εὐταξίᾳ ἐστίν, ἐκείνους δὲ δι’ ὄχλου φησὶν εἶναι. καλῶς δ’ εἶπεν αὐτὸν θαυμάζειν ἐπὶ χρόνῳ τῷ πολλῷ καὶ τῷ πρῶτον ἐρασθέντα μήπω ἀπηλλάχθαι· οἱ γὰρ πολλοὶ οὐ πρὸς τὴν ἕξιν ἀποβλέποντες κρίνουσιν, ἀλλὰ πρὸς τὸν | |
20 | χρόνον. οὕτω γὰρ καὶ σοφοὺς νομίζουσι τοὺς πλεῖστον χρόνον ἐν διδασ‐ κάλου διατρίψαντας, οὐ τοὺς ὀλίγον, εἰ καὶ σοφώτεροι ὦσιν. φησὶν οὖν ὅτι ‘καὶ σὺ θαυμάζεις ἐκ τοῦ χρόνου στοχαζόμενος ὃν ἐρῶ σου, δῆλον ὅτι ὡς εἶς ὢν τῶν πολλῶν‘. Ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον: Ἀττικὸν τὸ σχῆμα, τὸ | 18 |
26 | εἰπεῖν ‘τοσούτων ἐτῶν‘, δηλοῖ γὰρ ὅτι ‘ἐπὶ τοσοῦτον χρόνον οὐδὲ προσεῖπον‘. Τούτου δὲ τὸ αἴτιον οὐκ ἀνθρώπειον: τούτου τίνος; δῆλον ὅτι τοῦ ἀπαρουσιάστως ἐρᾶν· οὐ γὰρ τοῦ ἁπλῶς ἐρᾶν, ἀλλὰ τοῦ θεοειδῶς. φησὶ | |
5 | γὰρ ὅτι 〈τὸ〉 αἴτιον τοῦ ἐρῶντα μὴ προσειπεῖν, ὅπερ ἐστὶ θεοειδῶς ἐρᾶν, δαιμόνιόν τι καὶ οὐκ ἀνθρώπειον. εὐλόγως τοῦτό φησιν· τοῦ γὰρ αἰτιατοῦ θεοειδοῦς 〈ὄντοσ〉 δῆλον ὅτι καὶ τὸ αἴτιον θεῖον. Οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ: τοῦ δαιμονίου. πρόσφορος δὲ ἡ λέξις πρὸς τὸν ἀκούοντα· ἐπειδὴ γὰρ οἶδεν αὐτὸν δυνάμεως ὀρε‐ | |
10 | γόμενον, ὑποτίθησιν αὐτῷ ἐλπίδας ὡς περὶ οἰκείων αὐτῷ καὶ ὧν βούλε‐ ται διαλέξεται. τὸ δὲ ‘καὶ ὕστερον‘ περιττεύει τῷ καὶ συνδέσμῳ. οὐ γάρ ἐστιν ἐνταῦθα συμπλεκτικός, ἀλλὰ παραπληρωματικός· οὐδὲ γὰρ καὶ πρὸ τούτου ἐπύθετο τὴν δύναμιν αὐτοῦ, ἵνα μάθῃ καὶ ὕστερον. χρῆται δὲ τούτῳ καὶ ὁ ποιητὴς ἐν τῷ | |
15 | ‘Εὔρυτος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν‘· οὐ γὰρ ὡς καὶ ἄλλο τι παρασχόντος αὐτῷ κεῖται ὁ καί, ἀλλὰ μόνον παραπληρωματικός ἐστιν. ‘ὕστερον‘ δέ φησιν, ἐπειδὴ μικρὸν ὕστερον λέγει· ‘νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς δια‐ | |
20 | λέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην· νῦν δὲ ἐφῆκε, νῦν γὰρ ἄν μου ἀκούσαισ‘. Νῦν δέ, ἐπειδὴ οὐκ ἐναντιοῦται: ζητητέον διὰ τί μὴ καὶ νῦν ἐναν‐ τιοῦται τὸ δαιμόνιον προσιέναι τῷ Ἀλκιβιάδῃ, εἴγε μέλλει μετὰ ταῦτα ἁμαρτάνειν. καὶ γὰρ πρὸς Λακεδαιμονίους αὐτομολήσας συνεβούλευσεν | |
25 | ἐπιτειχίσαι τῇ πατρίδι τὴν Δεκέλειαν καὶ πρὸ τούτου τὸν πόλεμον αὐτὸς εἰσηγήσατο τῷ Περικλεῖ κινῆσαι διὰ τοῦ γράψαι τὸ κατὰ Μεγαρέων ψήφισμα, ἵνα μὴ δῷ λόγον τῶν ἀνηλωμένων χρημάτων εἰς τὴν Φειδίου | |
27 | Ἀθηνᾶν· ταύτῃ γὰρ αὐτὸς ἐφειστήκει. καὶ ἄλλο δέ· αἰτίαν γὰρ ἔσχεν τὰ μυστήρια μιμήσασθαι ἐν τῇ Πολυτίωνος οἰκίᾳ. πρὸς ταῦτα οὖν φαμὲν ὅτι, ὥσπερ ὁ ἥλιος οὐ διωρισμένως φωτίζει, ἀλλὰ καὶ τοὺς μὴ ὁρῶντας, εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν ἀνεπιτηδειότητα οὐκ ἀπολαύουσι τῆς | |
5 | ἐντεῦθεν ἀκτῖνος, οὕτως καὶ τὸ δαιμόνιον οὐκ ἐκώλυσε τὸν Σωκράτην, εἰ καὶ ἀνεπιτήδειος ὁ Ἀλκιβιάδης, διαλέγεσθαι. οἶμαι δὲ ὅτι ταύτῃ | |
ἐναντιοῦται τὸ μέχρι τοῦ παρόντος ἐναντιοῦσθαι τὸ δαιμόνιον· πῶς γὰρ ἐξ ἀρχῆς οὐκ ἐπέτρεψεν; ἡ δὲ Ξενοφῶντος λύσις ῥητορικὴ μέν, ἔστιν δὲ αὕτη· ὅτι χείρων ἑαυτοῦ ἔμελλεν εἶναι ὁ Ἀλκιβιάδης, εἰ μὴ | 19 | |
10 | συνδιέτριψε Σωκράτει. τρίτη δὲ λύσις ἡ καὶ ἀληθεστέρα, ὅτι εἰ μὴ καὶ ἐν τῷ βίῳ τούτῳ ἔμελλον ὠφελήσειν τὰ παρὰ τοῦ Σωκράτους, ἀλλ’ οὖν ἐν ἑτέρῳ βίῳ τούτων ἀναμιμνῃσκόμενος ὠφελεῖτο ἐννοῶν ὡς ἀληθῆ πρότερον ἦσαν τὰ λεγόμενα καὶ μόνον οὐ λέγων· ‘ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν‘· | |
15 | ὁπότε ὁρῶμεν καὶ ἐν τῷ αὐτῷ βίῳ τινὰς μετὰ τὴν λώφησιν τῶν παθῶν τοῦτο ποιοῦντας καὶ μόνον ἡνίκα φλεγμαίνουσιν αὐτοῖς ἐνδιδόντας. Οὕτως προσελήλυθα: καίτοι διὰ παντὸς παρῆν· πῶς οὖν φησὶν ὅτι ‘νῦν προσελήλυθα, ἐπειδὴ οὐκ ἐναντιώθη τὸ δαιμόνιον‘; ἢ λέγομεν ὅτι προσελήλυθα δηλοῖ ἀντὶ τοῦ αἰσθητῶς καὶ οὐχ ὥσπερ πρότερον, | |
20 | μόνον θεοειδῶς καὶ ἀπαρουσιάστως. Εὔελπις δέ εἰμι καὶ τὸ λοιπόν: ἐρωτικὸν καὶ τοῦτο, τὸ τὴν ὠφέλειαν τοῦ νέου οἰκείαν εὐελπιστίαν ἡγήσασθαι. πρόσκειται δὲ τὸ μὲν εὖ διὰ τὸν Σωκράτην, τὸ δὲ ἐλπὶς διὰ τὸν Ἀλκιβιάδην. ἀβέβαιον γὰρ | |
28 | ἡ ἐλπίς, καὶ ὥς φησιν ὁ Ἡρόδοτος, ἐγρηγορότος ἐνύπνιον. Μὴ ἐναντιώσεσθαι: εἰκότως· εἰ γὰρ πρὶν ἀκούσῃ τῶν τοῦ σωφρο‐ νοῦντος στόματος λόγων οὐκ ἐναντιώθη, δῆλον ὅτι μετὰ τὸ ἀκοῦσαι οὐκ ἐναντιωθήσεται. | |
5t | Πρᾶξις σὺν θεῷ δʹ | |
6 | Σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ σκοπούμενος. Δύο εἰπὼν ὁ Σωκράτης, ἓν μὲν ἀνθρώπειον, τὸ δὲ ἕτερον θεῖον, καὶ ἀνθρώπειον μὲν τὸ ἐρᾶν (κοινὸν γὰρ τοῦτο πάντων ἀνθρώπων), θεῖον δὲ τὸ ἀπαρουσιάστως ἐρᾶν, πρῶτον τοῦ δευτέρου τὴν αἰτίαν ἀπέδωκεν, | |
10 | θεὸν ἢ δαίμονα ταύτην εἰπών. κατὰ ἀρχαϊσμὸν δὲ τοῦτο πεποίηκεν, τὸ τὸ πέρας τῶν φθασάντων ἀρχὴν ποιεῖσθαι τῶν μελλόντων. οὕτω καὶ Ὅμηρος· ‘Ἱππόθοόν τε καὶ Λαοδίκην καὶ Λαοδάμειαν· Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύσ‘· | |
15 | νυνὶ δὲ πρὸς τὸ πρῶτον ἐπάνεισι καὶ τὴν αἰτίαν τούτου φησί, λέγω δὲ τοῦ ἐρᾶν. ἐρᾷ γὰρ αὐτοῦ διότι τῶν ἄλλων ὑπερφρονεῖ, ὑπερφρονεῖ δὲ αὐτῶν διὰ δʹ τινα· διὰ κάλλος σώματος, δι’ εὐγένειαν, διὰ τοὺς φίλους πολλοὺς ὄντας, διὰ τὸ Περικλεῖ ἐπιτρόπῳ σεμνύνεσθαι. ὅτι γὰρ καλὸς | |
ἦν τῷ σώματι δῆλον ἐκ τοῦ κοινὸν ἐρώμενον αὐτὸν λέγεσθαι τῆς Ἑλλά‐ | 20 | |
20 | δος, ἐκ τοῦ τοὺς Ἑρμᾶς Ἀθήνησι κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ γράφεσθαι, ἐκ τοῦ τὸν Κυνικὸν Ἀντισθένην λέγειν περὶ αὐτοῦ, ‘εἰ μὴ τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἦν ὡραῖοσ‘· περὶ οὗ φησὶν ὁ ποιητὴς βουλόμενος τὸν Νιρέα εἰς κάλλος ἐπαινέσαι· ‘Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν | |
25 | τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα‘. | |
29 | ἐπὶ δὲ γένει μεγάλα ἐφρόνει, ἐπειδὴ ἐκ πατρὸς μὲν Αἰακίδης ἦν, ἐκ μητρὸς δὲ Ἀλκμαιωνίδης, ὅπερ μέγιστον καὶ πρῶτον γένος ἐν Ἀθήναις καὶ πάσῃ τῇ Ἑλλάδι ἐνομίζετο. ἐπὶ δὲ φίλοις μέγα ἐφρόνει, ἐπειδὴ κοινὸς ὢν ἐρώμενος τῆς Ἑλλάδος, ὡς εἴρηται, πλείστους ἐκ τούτου | |
5 | φίλους ἐκέκτητο. ἔτι δὲ καὶ ἐπὶ τῷ Περικλεῖ δικαίως ἐσεμνύνετο, ἐπιτρό‐ πῳ ὄντι καὶ τὰ μέγιστα δυναμένῳ ἐν τῇ πατρίδι, περὶ οὗ φησὶν ὁ συγ‐ γραφεύς· ‘ἐγίνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή‘· καὶ ὁ κωμικὸς δὲ περὶ αὐτοῦ φησὶν ὡς | |
10 | ‘ἑκκαίδεκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορασ‘. καὶ ταῦτα μέν ἐστι δι’ ἅ φησι τὸν Ἀλκιβιάδην ὑπερφρονεῖν τῶν ἄλλων. Ἐπειδὴ δὲ τὸ νέον ἐπαινεῖν ὑπεροψίας αὐτῷ καθέστηκεν αἴτιον (αὐθα‐ δέστερον γὰρ ἔτι μᾶλλον αὐτὸν ποιεῖ), τὸ δὲ καὶ παρόντα, κολακικοῦ σημεῖόν ἐστιν (κολακεύοντες γὰρ τοὺς παρόντας ἐπαινοῦσί τινες), τὸ | |
15 | δὲ καὶ ἐρώμενον ἐπαινεῖν πάλιν ὑπεροπτικὸν αὐτὸν ποιεῖ, πῶς ὁ Σωκρά‐ της καὶ νέον καὶ παρόντα καὶ ἐρώμενον ἐπαινεῖ διὰ τούτων τὸν Ἀλκι‐ βιάδην; ἢ λέγομεν πρὸς τοῦτο, ὅτι φαινόμενοι μέν εἰσιν ἔπαινοι τὰ παρὰ τοῦ Σωκράτους νῦν λεγόμενα, ἀληθεῖς δὲ ψόγοι καὶ ἔλεγχοι. ἔδει γὰρ αὐτὸν πρὸ τῶν ἀμιγῶν ἐλέγχων καὶ ἀποκεκαλυμμένων τοὺς συμμιγεῖς | |
20 | ἀποδοῦναι, πρὸς τὸ μὴ ἀνασοβῆσαι τὴν θήραν, ἀλλ’ ὥσπερ οἱ δεξιοὶ | |
30 | τῶν ἰξευτῶν ἀψοφητὶ τῇ θήρᾳ προσελθεῖν. ἄλλως τε καὶ πρὸς τοῦ Σωκρατικοῦ ἤθους τὸ τοιοῦτον· ὡς γὰρ εἴρηται πολλάκις, ἐοίκασιν αἱ Σωκρατικαὶ παραινέσεις καθαρσίοις μέλιτι δεδευμένοις καὶ οὐχ ὥσπερ αἱ τῶν ἄλλων ἰατρικαῖς τομαῖς καὶ καύσεσιν. ἔτι δὲ ὅτι καὶ φυσικὰς ἀρετὰς | |
5 | ἐν τοῖς ἐπαίνοις καταριθμεῖται, αὗται δὲ καὶ ἐπαινεταί εἰσι καὶ ψεκταί· ψεκταὶ μὲν ὡς ἐκ φύσεως καὶ οὐκ ἀσκήσεως προσγινόμεναι καὶ διὰ τοῦτο πολλάκις καὶ ἀνδραπόδοις προσοῦσαι, διὸ καὶ ἀνδραποδώ‐ δεις τὰς τοιαύτας ἀρετὰς ὁ Πλάτων ἐκάλεσεν· ἐπαινεταὶ δέ εἰσι καθὸ ἀρεταὶ καὶ αὗται λέγονται, πᾶσα γὰρ ἀρετὴ ἐπαινετή. ὅτι δὲ | |
10 | συμμιγεῖς τοῖς ἐπαίνοις οἱ ἔλεγχοι παραδίδονται, δῆλον ἐντεῦθεν. | |
φησὶ γὰρ ἀρχόμενος τούτων ‘ὡς φῄσ‘, ἀντὶ τοῦ ‘ὡς σὺ λέγεις καὶ οὐκ ἐγώ‘, κατὰ τὸν τραγικόν, ‘σοῦ τάδε, κοὐκ ἐμοῦ κλύεισ‘. | 21 | |
31 | εἶτα δὲ ὅτι ‘καὶ λέγεις μηδενὸς εἰς οὐδὲν δεῖσθαι‘· †προτρεπ‐ τὴν† γὰρ αὐτὸν εἶναι διὰ τούτων αἰνίττεται, εἴγε ὑπερβαίνει τὴν ἀνθρω‐ πίνην ἀσθένειαν τοῦτο, καὶ μάλιστα τὸν Ἀλκιβιάδην φιλότιμον ὄντα καὶ πρὸς ἅπαντας ὁρῶντα, μόνου γὰρ θεοῦ τὸ μὴ δεῖσθαι. τρίτον ὅτι φησί· | |
5 | ‘τὰ ὑπάρχοντά σοι μεγάλα νομίζεις εἶναι καὶ ἐπὶ τούτοις μεγάλα φρονεῖσ‘, ἀντὶ τοῦ ‘οὐκ ἐπὶ σαυτῷ σεμνύνῃ, ἀλλὰ ἐπὶ τοῖς ἔξωθεν, σαυτὸν ἐν οὐδενὶ λόγῳ κατὰ τὸ Μεγαρικὸν ποιησάμενοσ‘. τέταρτον ὅτι ‘ἀπὸ τῶν σωματικῶν ἀγαθῶν ἀρξάμενος καὶ τελευτῶν εἰς τὰ ψυχικὰ μεγάλα φρονεῖς, ὅπερ οὐκ ἔδει. νομίζεις γάρ‘, φησίν, ‘σαυτὸν | |
10 | εἶναι κάλλιστον, ἐπὶ κάλλει δ’, ὀπώρᾳ ὄντι, οὐ προσῆκεν σεμνύνεσθαι‘. ἐπεὶ καὶ Πλάτων ἐν τῷ Λαΐδος ἐπιγράμματί φησιν· ‘τῇ Παφίῃ τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλει, οἵη δ’ ἦν πάρος οὐ δύναται‘. δηλοῖ γὰρ ἐν τούτῳ μὴ δεῖν ὡς ἐπὶ μονίμῳ τῷ κάλλει μέγα φρονεῖν. | |
15 | πάλιν δέ φησιν ὅτι ‘καὶ ἐπὶ εὐγενείᾳ φρονεῖσ‘, ὡς εἰ ἔλεγεν, ‘ἐπὶ τοιούτῳ σεμνύνῃ ἐφ’ οὗ ἄδηλον εἰ ὁ προπάτωρ πρὸ κεʹ προγόνων δοῦλος ἦν‘. ἄλλος δὲ ἔλεγχος ἐν οἷς φησὶν ὅτι ‘νομίζεις τοὺς φίλους ὑπηρέτας εἶναί σοι‘· εἰ γὰρ κατὰ τοὺς Πυθαγορείους ‘φιλότας ἰσότασ‘ καὶ κατὰ Ἀριστοτέλην ‘φίλος ἄλλος ἐγώ‘, τί μᾶλλον ἡμῖν ὑπηρετήσουσιν | |
32 | ἐκεῖνοι ἤπερ ἡμεῖς αὐτοῖς; ‘ἐπὶ δὲ Περικλεῖ τῷ ἐπιτρόπῳ οὐκ εἰκότως φρονεῖς μέγα‘, εἴγε ἐδείχθη οὗτος ἐν Γοργίᾳ μὴ ὢν πολιτικός. οὐδὲ γὰρ καλοὺς καὶ ἀγαθοὺς τοὺς πολίτας ἐποίησεν, ἀλλὰ τοὐναντίον χείρους· φρόνημα γὰρ αὐτοῖς φλεγμαίνουσιν ἐντέθεικεν νεώρια καὶ λιμένας καὶ | |
5 | συμμάχους περιποιήσας αὐτοῖς· καὶ ὁ κωμικὸς δέ φησιν, Ἀριστείδην μόνον ἐπαινῶν ὡς μηδενὸς ἀγαθοῦ γενομένου μετ’ αὐτόν. Ἀλλ’ ἐπειδὴ πᾶσα ψευδὴς δόξα ἐξ ἀληθοῦς ἔχει τὴν ἀρχήν (ἀπό‐ πτωσις γὰρ ὂν τὸ ψεῦδος τοῦ ἀληθοῦς παρυφίσταται αὐτῷ καὶ ἐξ αὐτοῦ ἤρτηται μὴ δυνάμενον αὐθυπόστατον εἶναι· τὸ γὰρ ἀληθὲς διὰ περιου‐ | |
10 | σίαν δυνάμεως καὶ τὸ ἀντικείμενον ψεῦδος ἑαυτῷ ἔχρωσεν καὶ οὐδὲ παντελῶς ἀμαύρωσις ἐγένετο τῶν κοινῶν ἐννοιῶν), ῥητέον πόθεν ὁ Ἀλκιβιάδης τὸ φαινόμενον ἀγαθὸν μέγιστον ἐνόμιζεν εἶναι καὶ τούτῳ μεγάλα ἐφρόνει. φαμὲν οὖν ὅτι ἐπὶ κάλλει ἐμεγαλαύχει τὸ νοητὸν κάλ‐ λος ἐννοῶν καὶ φαντασίαν μὲν ἔχων αὐτοῦ, μὴ δυνάμενος δὲ ἀληθῶς | 22 |
15 | ἐφικέσθαι περὶ τὸ αἰσθητὸν τοῦτο καὶ φαινόμενον ἐσκιαμάχει, κατὰ τὸ ποιητικὸν ‘ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλοισιν ἐπὶ στήθεσσι βοείας ἀσπίδασ‘. | |
20 | ἐπὶ εὐγενείᾳ δὲ πάλιν ἐσεμνύνετο, ἐπειδὴ καὶ ἐν τῷ παντὶ τὰ ἐξ εὐγε‐ νεστέρας αἰτίας προελθόντα τιμιώτερα καὶ κρείττω καθέστηκεν. οὕτω γὰρ καὶ ὁ Πλάτων τὰ μὲν ἐξ ἀκινήτου αἰτίας ἀΐδιά φησι καὶ | |
33 | ἄφθαρτα. ἐπὶ δὲ φίλοις, διότι καὶ ἡ τῶν πάντων ἀρχή, μία οὖσα καὶ ἕν, ἥνωται· τοιαύτη δὲ καὶ ἡ φιλία, ἕνωσίς τις οὖσα, πρὸς τῷ ἑνί ἐστιν. ἐπὶ δὲ Περικλεῖ ἐπιτρόπῳ, ὡς ἔννοιαν ἔχων τοῦ εἰληχότος· ἐπιτροπεύει γὰρ κἀκεῖνος ἡμᾶς. τελευταῖον δέ φησιν ὁ Σωκράτης ὅτι ‘καὶ πλούσιος | |
5 | ὤν, ὦ Ἀλκιβιάδη, ὡς ὑπερορῶν χρημάτων καὶ φιλότιμος ὢν οὐκ ἀξιοῖς ἐπὶ τῷ πλούτῳ μέγα φρονεῖν‘. ὅτι γὰρ ὑπερορᾷ, δῆλον· λέγεται γὰρ ὅτι ποτὲ τῶν Ἀθηναίων ἐκκλησιαζόντων περὶ πόρου χρημάτων αὐτεπ‐ άγγελτος οἴκοθεν ἐπιδέδωκε δέκα τάλαντα. κρεῖττον δὲ τὸ φιλότιμον τοῦ φιλοχρημάτου καὶ φιληδόνου, ἐπειδὴ ὁ μὲν θυμός, ἐξ οὗ τὸ φιλό‐ | |
10 | τιμον, χωριστὸν ἔχει τέλος, ὄρεξις γάρ ἐστιν ἀντιλυπήσεως καὶ ἔφεσις τοῦ ἀμύνασθαι τὸν προαδικήσαντα· ἡ δὲ ἐπιθυμία, ὅθεν τὸ φιλοχρήματον καὶ φιλήδονον, οὐ χωριστὸν ἔχει τὸ τέλος, ἀλλ’ ἐγκατακέχωσται τῷ σώματι, ἢ τὸ λεῖπον ἀναπληροῦσα, οἶον σιτία καὶ ποτὰ καὶ τὰ τοιαῦτα ἔξωθεν ἐπεισάγουσα, ἢ τὸ περιττεῦον ἀποκρίνουσα, ὡς ἐν τοῖς ἀφροδι‐ | |
15 | σίοις τὸ σπέρμα. καὶ ἄλλως δὲ ὁ θυμὸς ἐπιθυμίας τιμιώτερος· μαχομένου γὰρ τοῦ λόγου καὶ τῆς ἐπιθυμίας σύμμαχος τῷ λόγῳ γίνεται καὶ ὡς εὐγενὴς στρατιώτης καὶ γενναῖος ὑπὲρ αὐτοῦ κατὰ τῆς ἐπιθυμίας τὰ ὅπλα προβάλλεται. Σχεδὸν οὖν κατανενόηκα: σύμφωνος ἡ λέξις τοῖς παρ’ ἡμῶν εἰρη‐ | |
20 | μένοις. πάρεστι γὰρ ὁ Σωκράτης διὰ τούτων τοῦ πρώτου τὴν αἰτίαν ἀποδιδούς, λέγω δὲ τοῦ ἐρᾶν· τὸ μὲν οὖν ‘σχεδὸν‘ εἴρηται διὰ τὸν Ἀλκιβιάδην, τὸ δὲ ‘κατανενόηκα‘ δι’ αὐτὸν Σωκράτην. εἰ γὰρ μὴ οὕτως ἀκούσωμεν, ἐναντίον ἔσται πῶς ‘σχεδόν‘ φησι καὶ ‘κατα‐ νενόηκα‘· τοῦτο γὰρ οὐκ ἐπιστημονικόν, τῷ δὲ Ἀλκιβιάδῃ νέῳ ὄντι | |
34 | ἁρμόζει τὸ ‘σχεδόν‘. ἢ καὶ ἄλλως πρὸς πειθὼ μᾶλλον ἠθικῶς κεῖται, | |
ὥσπερ ἄνω τὸ ‘οἶμαι‘. Ὡς πρὸς τοὺς ἐραστὰς ἔσχες: σαφῶς ἐνταῦθα νοεῖν ἐστιν τὴν δευ‐ τέραν αἰτίαν, ὅτι διὰ τὸ καταφρονητικῶς ἔχειν πρὸς τοὺς ἄλλους | 23 | |
5 | ἐραστὰς τὸν Ἀλκιβιάδην φησὶν ὁ Σωκράτης ἐρᾶν. Πολλῶν γὰρ γενομένων καὶ μεγαλοφρόνων: ζητητέον πῶς ἐνταῦθα μεγαλόφρονας ἐκάλεσε τοὺς φορτικοὺς ἐραστάς. ἢ λέγομεν ὅτι καθάπερ ἐπὶ τοῦ ἔρωτος πρώην εἰρήκαμεν, ὅτι διὰ περιουσίαν δυνά‐ μεως καὶ τὸ ἀντικείμενον ἔχρωσεν, ὥστε καὶ ἑνὶ ὀνόματι ἄμφω προσα‐ | |
10 | γορεύεσθαι ἐραστάς, οὕτω καὶ νῦν φαμέν, ὅτι ἡ μεγαλοφροσύνη καὶ τῷ ἐναντίῳ μεταδέδωκεν ἑαυτῆς, ὥστε καὶ τοὺς φορτικοὺς ἐραστὰς μεγαλόφρονας ὀνομάζεσθαι. σημειωτέον δὲ ὅτι πανταχοῦ οἰκείοις ὀνόμασι τῷ νέῳ κέχρηται. ἐπειδὴ γὰρ οἶδεν αὐτὸν ἐπὶ τὰ κοινὰ σπαρ‐ γῶντα παρελθεῖν καὶ στρατηγικῆς ἐφιέμενον, τοιαῦτα τίθησιν ὀνόματα | |
15 | δι’ ὧν ὁ νέος ἐλπίζει περὶ τῶν προσδοκωμένων αὐτῷ διαλήψεσθαι. νῦν γάρ φησι ‘μεγαλοφρόνων‘, εἶτα ‘ὑπερβληθεὶς τῷ φρονή‐ ματι‘, πάλιν δὲ τὸ ‘πέφευγεν‘, ἅτινα πάντα πολιτικῷ πρέποντά ἐστιν. Τὸν δὲ λόγον ᾧ ὑπερπεφρόνηκας ἐθέλω διελθεῖν: διὰ τούτων ἐθίζει | |
20 | τὸν νέον ὁ Σωκράτης κατ’ αἰτίαν ζῆν. ἴσως γὰρ ὁ Ἀλκιβιάδης οὐ διὰ σεμνότητα καὶ μεγαλοφροσύνην κατεφρόνησεν τῶν ἄλλων ἐραστῶν, ἀλλὰ διὰ χαυνότητα ψυχῆς· ὁ δὲ ὡς ἐκείνου μετὰ αἰτίας καταφρονήσαν‐ τος αὐτῶν, οὕτω φησίν, οὐκ ἀγνοίᾳ ἀλλὰ ἀπορρήτῳ μᾶλλον ἐπιστήμῃ, προσβιβάζων αὐτὸν κατ’ αἰτίαν, ὡς εἴρηται, ζῆν. λέγει γὰρ ὅτι ‘τὸν | |
25 | λόγον καθ’ ὃν ὑπερπεφρόνηκασ‘· οὐ πάντως δὲ λόγῳ τινὶ κατεφρόνησεν αὐτῶν. | |
35 | Οὐδενὸς φῄς: ἐντεῦθεν μὲν οἱ δοκοῦντες ἔπαινοι, συμμιγεῖς δὲ ἔλεγχοι παραδίδονται· πρῶτος γὰρ ‘ὡς σὺ φήσ‘. Ἐνδεὴς εἶναι εἰς οὐδέν: δεύτερος ἔλεγχος· οὐ γὰρ ἀνθρωπίνης δυνάμεως τὸ μὴ δεῖσθαι μηδενὸς εἰς οὐδέν, καὶ μάλιστα τοῦ Ἀλκιβιάδου | |
5 | πολιτικοῦ καὶ δημαγωγοῦ βουλομένου εἶναι κἀντεῦθεν πολλῶν δεομένου. Τὰ γὰρ ὑπάρχοντα: τρίτος ἔλεγχος. Ἀπὸ τοῦ σώματος ἀρξάμενα: τέταρτος ἔλεγχος, εἴγε δείκνυται διὰ τούτου προτιμῶν τὰ σωματικὰ ἀγαθὰ τῶν ψυχικῶν. Οἴει γὰρ δὴ εἶναι: ‘οὐ γάρ‘, φησίν, ‘ἀκριβῶς ἐπίστασαι, ἀλλὰ νομί‐ | |
10 | ζεις μόνον‘. Πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος: τοῦτο πρῶτον τῶν κατει‐ λεγμένων δʹ ἐν τῇ θεωρίᾳ ἐφ’ οἷς ὁ Ἀλκιβιάδης μέγα φρονῶν ὑπερεῖδεν τοὺς ἐραστάς, ὅτι καλός. Παντὶ δῆλον ἰδεῖν, ὅτι οὐ ψεύδῃ: λεληθότως ἐνταῦθα σκώπτει τὸν | |
15 | Ἀλκιβιάδην καὶ οὐχ ὥσπερ φαίνεται ἐπαινεῖ. ὥσπερ γὰρ τὸ ἐν τῷ θεῷ ἀγαθὸν ἄρρητόν ἐστιν, οὕτω δὴ καὶ τὸ ἐν ἡμῖν ἀγαθὸν μετέχει ἀρρήτου | |
τινός. εἰ δὲ νῦν φησὶ περὶ τοῦ προσόντος τῷ Ἀλκιβιάδῃ ὅτι παντὶ δῆλον ἰδεῖν, δῆλον ὅτι φαῦλον τοῦτο καὶ οὐκ ἀληθῶς ἀγαθόν, ὥστε κἀν τούτοις ἔλεγχός ἐστιν. | 24 | |
20 | Ἔπειτα νεανικωτάτου γένους: δεύτερον τοῦτο ἐφ’ ᾧ φρονῶν ὁ Ἀλ‐ | |
36 | κιβιάδης ὑπεροπτικὸς τῶν ἄλλων ἐραστῶν ἐγένετο. εἰρήκαμεν δὲ κἀν‐ ταῦθα ἔλεγχον εἶναι· τί γὰρ εἰ πρὸ κεʹ γενεῶν προπάτωρ δοῦλος ἦν; Καὶ ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους: τρίτον ἐστὶ τοῦτο δι’ ὃ τῶν ἄλλων κατεφρόνησεν. | |
5 | Οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι: κἀνταῦθα ἄλλος ἔλεγχος· οὐδὲν γὰρ ἧττον ἡμεῖς τοῖς φίλοις ὑπηρετήσομεν ἤπερ ἡμῖν ἐκεῖνοι, εἴγε ‘φιλότας ἰσότασ‘ κατὰ τοὺς Πυθαγορείους καὶ ‘φίλος ἄλλος ἐγὼ‘ κατὰ Ἀριστοτέλην. Ξυμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι δύναμιν: ἰδοὺ κἀνταῦθα ἀκο‐ | |
10 | λούθως τοῖς ῥηθεῖσιν οἰκείαν πάλιν τῷ νέῳ τέθεικεν λέξιν εἰπὼν ‘οἴει σοι δύναμιν‘, ἥτις στρατηγικοῖς ἁρμόδιος· τούτων δὲ ὁ νέος ἐφίεται γενέσθαι. πολλάκις δὲ εἰρήκαμεν ὅτι ὁ Σωκράτης διὰ τῶν ὁμοίων πει‐ ρᾶται μετάγειν ἐπὶ τὰ δέοντα τοὺς προσδιαλεγομένους. διὰ γὰρ τούτου μόνον οὐ βοᾷ· ‘μάθε τίς ἡ ὄντως δύναμις, ὅτι ἡ ἐπιστήμη‘. ὡς γὰρ ἐν | |
15 | Θεαιτήτῳ φησίν, ‘ἐπιστήμης δ’ ἐνούσης ἐν ψυχῇ δυνατώ‐ τερον οὐδέν‘· μόνη γὰρ αὕτη καὶ ἡ εὐζωΐα οὔτε ἁλίσκεται ὑπὸ τυράννων οὔτε ἀφαιρεῖται. Προσθήσω δ’ ὅτι καὶ τῶν πλουσίων: ταύτην δευτέραν αἰτίαν φησὶν ὁ Σωκράτης τοῦ ἐρᾶν Ἀλκιβιάδου μετὰ τὴν πρώτην, ἥτις εἰς δʹ διῄρητο· | |
20 | αὕτη δέ ἐστιν ὅτι καὶ πλούτῳ μέγας ὁ Ἀλκιβιάδης καὶ πολλῶν πλουσίων μείζων. ἀναιρεῖ δὲ αὐτὴν εὐθέως διὰ τῆς ἑξῆς λέγων· ‘δοκεῖς δέ | |
37 | μοι ἥκιστα ἐπὶ τούτῳ μέγα φρονεῖν‘. ‘οὐδαμῶσ‘ γάρ φησιν ‘διὰ πλοῦτον μέγα φρονεῖς, οὐ σεμνύνῃ γὰρ ἐπὶ τούτῳ, ἅτε μὴ ὢν φιλοχρήματοσ‘. Κεκράτηκας τῶν ἐραστῶν: κἀν τούτοις πάλιν ὁ Σωκράτης δελεάζει | |
5 | τῇ τῶν ὀνομάτων οἰκειότητι τὸν νέον πρὸς τὸ ἀνέχεσθαι αὐτοῦ. φησὶ γὰρ ‘κεκράτηκασ‘ καὶ αὖθις ‘ὑποδεέστεροι ὄντες ἐκρα‐ τήθησαν‘· ταῦτα δὲ πάντα ὁ Ἀλκιβιάδης ἠσπάζετο. Καί σε ταῦτα οὐ λέληθεν: διὰ τούτων ἐπιστρέφει τὸν Ἀλκιβιάδην ὁ Σωκράτης πρὸς ἑαυτὸν καὶ πρὸς τὸ ἑαυτὸν γνῶναι, πρόσφορα ποιῶν | |
10 | τῷ τοῦ διαλόγου σκοπῷ. ἄλλως τε καθάπερ τὸ γνῶναι ἑαυτὸν ἀποκα‐ ταστατικόν ἐστιν, οὕτως καὶ ὁ λόγος διὰ τοῦ παρόντος ῥησιδίου καὶ τοῦ ἑξῆς ἀποκαταστατικός ἐστιν. ἐν μὲν γὰρ τῇ ἀργῇ ἔφη ὅτι ‘οἶμαί σε θαυμάζειν‘, καὶ νῦν δὲ τοῦτό φησιν ὅτι ‘οὐ λέληθέν σε‘. | |
Εἶτα συναγωγὴ τῶν Σωκράτους λόγων διὰ τοῦ ‘ὅθεν δ’ εὖ οἶδα ὅτι | 25 | |
15 | θαυμάζεισ‘· καὶ ἄξιον θαυμάσαι, πῶς ἐν ἀρχῇ μὲν πρὸ τῶν ἀποδείξεων ἐνδοιαστικῶς τέθεικεν τὸ ‘θαυμάζεισ‘, τὸ ‘οἶμαι‘ προσθείς, νῦν δὲ μετὰ τὰς ἀποδείξεις ἀποφαντικῶς εἶπεν τὸ ‘εὖ οἶδα‘· προσφορώ‐ τατα γὰρ ἀμφοτέροις ἐχρήσατο. | |
19t | Πρᾶξις σὺν θεῷ εʹ | |
20 | Καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ’ ὅτι σμικρόν με ἔφθης. | |
38 | Ἐπειδὴ τοὺς Σωκράτους λόγους μεμαθήκαμεν, φέρε καὶ τὰς Ἀλκι‐ βιάδου φωνὰς ἐξετάσωμεν. καλῶς δὲ τῷ μὲν Σωκράτει τοὺς ‘λόγουσ‘ ἀποδεδώκαμεν, τῷ δὲ Ἀλκιβιάδῃ τὰς ‘φωνάσ‘. οἱ μὲν γὰρ λόγοι ἀνθρώ‐ ποις πρέπουσιν, αἱ δὲ φωναὶ ἀλόγοις· ἐπειδὴ οὖν λογοειδέστερος ὁ | |
5 | Σωκράτης, ὁ δὲ Ἀλκιβιάδης ἀλογώτερος, οὕτω ταῖς λέξεσιν ἐχρησά‐ μεθα. δύο δέ τινα ἐν τοῖς Σωκρατικοῖς λόγοις μεμαθήκαμεν· πρῶτον μὲν ὅτι ἐρᾷ ὁ Σωκράτης Ἀλκιβιάδου, δεύτερον δὲ ὅτι θεοειδῶς ἐρᾷ, σιωπῇ παρομαρτῶν αὐτῷ· καὶ ὅτι ἀρχαϊκῷ τρόπῳ τοῦ βʹ πρῶτον εἶπεν τὴν αἰτίαν δαιμόνιον ἢ θεῖον ὑπάρχειν ἐναντίωμα, τοῦ δὲ πρώτου | |
10 | τελευταῖον δύο ἐπήγαγεν αἰτίας. μίαν μὲν ὅτι ὑπερφρονεῖ τῶν ἄλλων ἐραστῶν. ὃ διὰ δʹ τινα εἶπεν αὐτὸν ποιεῖν· κάλλος, εὐγένειαν, φίλους, ἐπίτροπον Περικλέα. δευτέραν δὲ ὅτι ἀνάλωτός ἐστι τῷ φιλοχρημάτῳ πάθει· τὸ γὰρ φιλοχρήματον, εἰ καὶ κρεῖττόν ἐστι τοῦ φιληδόνου (ἔσχα‐ τον γάρ ἐστι τοῦτο πάθος, φημὶ δὲ τὸ φιλήδονον), ἀλλ’ οὖν χεῖρον τοῦ | |
15 | φιλοτίμου. ὁ γὰρ φιλότιμος τὰ αὐτὰ ποιεῖ ἅπερ καὶ ὁ σπουδαῖος, ἀλλ’ ὁ μὲν φιλότιμος διὰ τιμήν. ὁ δὲ σπουδαῖος διὰ τὸ ἀγαθόν· ὥσπερ καὶ ὁ ἐμπειρικὸς ἰατρὸς τοσαῦτα ποιεῖ ὅσα καὶ ὁ λογικός, εἰ καὶ ὁ μὲν μετὰ λόγου, ὁ δὲ ἄνευ λόγου καὶ αἰτίας. Ἐπειδὴ τοίνυν ἐν τούτοις τοὺς Σωκράτους λόγους, ὡς εἴρηται, | |
20 | μεμαθήκαμεν, πολυπραγμονήσωμεν λοιπὸν καὶ τὰς Ἀλκιβιάδου φωνάς. αὗται μὲν οὖν τέσσαρά τινα τοῦ Σωκράτους θαυμάζουσιν· τὴν εὐκαιρίαν τῶν λόγων αὐτοῦ, τὴν οὐσίαν αὐτοῦ, τὴν δύναμιν, τὴν ἐνέργειαν. καὶ τὴν μὲν εὐκαιρίαν τῶν λόγων ἐν οἷς φησίν, ‘σμικρόν με ἔφθης,‘ ὡς εἰ ἔλεγεν, ‘εἰ μὴ ὀλίγον με προέλαβες, ἐγώ σε πρῶτος εἶχον ἐρω‐ | |
25 | τῆσαι, τί δή ποτέ μοι τοσοῦτον χρόνον ἀκολουθεῖσ‘. εἰ μὴ γὰρ τὸ δαι‐ | |
39 | μόνιον καὶ τὸ θεῖον ἔδει προηγεῖσθαι τοῦ ἀνθρωπίνου (τοῦτο δέ ἐστι τὸ προτραπῆναι τὸν Σωκράτην προσελθεῖν καὶ διαλεχθῆναι τῷ Ἀλκι‐ βιάδη διὰ τοῦ μὴ ἀποτραπῆναι) καὶ εἰ μὴ τὸ ἐνεργείᾳ πρῶτον ἦν τοῦ δυνάμει. τῷ ἀξιώματι μέντοι (ἐνεργείᾳ δέ ἐστιν ὁ Σωκράτης, δυνάμει | |
5 | δὲ ὁ Ἀλκιβιάδης)· εἰ μὴ ταῦτα, φησίν, ἦν, οὐδὲ τὸ μικρὸν προελάμβανε | |
τὸν Ἀλκιβιάδην. θαυμάζει οὖν τὴν εὐκαιρίαν διὰ τούτων· μέγιστα δὲ δύναται ἡ εὐκαιρία. ‘ψυχαὶ‘ γὰρ ‘τῶν θεραπειῶν οἱ καιροί‘· καὶ ὡς Ἀριστοτέλης φησί, ‘καιρός ἐστι χρόνος προσλαβὼν τὸ δέον‘ καὶ ‘χρόνος προσλαβὼν τὸ εὖ‘· καὶ ὅτι καθάπερ | 26 | |
10 | ἑκάστῳ σώματι τόπον οἰκεῖον ὥρισεν ἡ φύσις, οὕτω καὶ ἑκάστῃ πράξει χρόνον, ὃς λέγεται καιρός. ἔτι δὲ καὶ ὅτι δεῖ τὸ τελειωσόμενον οὕτως ἔχειν ἐπιτηδειότητος πρὸς τὸ τελειοῦν ὡς παρόντος αὐτοῦ, εἰ καὶ μὴ πάρεστιν· καὶ τὸ ἀνάπαλιν οὕτως ἔχειν τὸ τελειοῦν πρὸς τὸ τελειωσό‐ μενον ὡς παρόντος αὐτοῦ, εἰ καὶ μὴ πάρεστι· τοῦτο δὲ ἐπιτηδειότητός | |
15 | ἐστιν, οὐ καιροῦ, τουτέστιν εὐκαιρίας. δεύτερον τὴν οὐσίαν αὐτοῦ θαυμάζει λέγων ‘τί βούλει‘· τὸ γὰρ βουλητὸν ἀγαθόν· διὰ τούτου οὖν τὸ ἀγαθοειδὲς τῆς οὐσίας αὐτοῦ τεθαύμακεν. πάντες γὰρ τὰ ἀγαθὰ βουλόμεθα· εἰ δὲ καὶ τὰ κακὰ πράττομεν, οὐχ ὡς βουλόμενοι ἀλλ’ ὡς δοκοῦντα ἡμῖν, ὥς φησιν ἐν τῷ Γοργίᾳ· ἔνθα καὶ τὴν διαφορὰν βουλητῶν | |
20 | καὶ δοκούντων γνωσόμεθα σὺν θεῷ. ἐφεξῆς δὲ καὶ ἐπὶ λέξεως καλεῖ | |
40 | αὐτὸν ἀγαθόν. τρίτον τὴν δύναμιν θαυμάζει λέγων ‘ἐπιμελέ‐ στατα παρών, ὅπου ἐὰν ὦ‘· τοῦτο δὲ δυνάμεώς ἐστιν ἀγρύπνου καὶ ἀτρύτου, ὅθεν καὶ Ἀτρυτώνη ἡ Ἀθηνᾶ. σημεῖον οὖν μεγίστης δυνάμεως τὸ πανταχοῦ ἀεὶ παρεῖναι. τὴν δὲ ἐνέργειαν αὐτοῦ τέταρτον | |
5 | θαυμάζει διὰ τοῦ ‘ἐνοχλεῖς μοι‘· τοῦτο δὲ ἀνεμποδίστου καὶ ἀπαύστου ἐνεργείας ἐστίν, λέγω τὸ οὕτως ἐνοχλεῖν. οὐ γὰρ ὅμοιον τὸ νῦν ‘ἐνοχλεῖσ‘ τῷ ἄνω εἰρημένῳ ‘δι’ ὄχλου‘. ἐκεῖ μὲν γὰρ ἐπὶ τῶν φορτικῶν ἐραστῶν εἰπὼν τὸ ‘δι’ ὄχλου‘, οἵτινες ἁπτικῶς εἰς αὐτὸν ἠβούλοντο ἐνεργεῖν, νῦν δὲ τὸ ‘ἐνοχλεῖσ‘ ἀντὶ τοῦ ‘ἀπορεῖν | |
10 | με ποιεῖσ‘ εἴρηται, ἐκ μεταφορᾶς τῶν ἐν ὄχλῳ βαδιζόντων καὶ ἀπορούν‐ των προβαίνειν καὶ οἱονεὶ δεσμωτῶν ὄντων. δεσμὸς γάρ τις τῆς ψυχῆς ἡ ἀπορία, διὸ καὶ ἡ ταύτης ἴασις, ὥσπερ καὶ ἡ τοῦ δεσμοῦ, ἐπίλυσις λέγεται. φησὶ δὲ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ὁ Ἀριστοτέλης· ‘καὶ τοσαῦτα μὲν λέγεται πρὸς τὰς σοφιστικὰς ἐνοχλή‐ | |
15 | σεισ‘, ἀντὶ τοῦ ‘ἀπορίασ‘· ἐκ μεταφορᾶς τοῦ ὄχλου καὶ αὐτὸς ὄχλησιν εἶπεν τὴν ἀπορίαν. ‘ἐνοχλεῖσ‘ οὖν ‘ἀπορεῖν ποιεῖσ‘. ταῦτα μὲν ὁ Ἀλκιβιάδης. Ἐπὶ τούτοις δὲ ὁ Σωκράτης τὸν κορυφαῖον μιμούμενος φιλόσοφον ἐλαχίστων λόγων δεόμενον διὰ τὸ ἐξ ἀνυποθέτων ποιεῖσθαι τὰς ἀρχάς, | |
20 | ἀπὸ γὰρ τῶν κοινῶν ἐννοιῶν, αἵτινες ὡμολόγηνται—αἱ γὰρ ἄλλαι | |
τέχναι ὡς ἐξ ὑποθέσεως ἔχουσαι τὰς ἀρχὰς πολλῶν δέονται κατα‐ σκευῶν· οἶον ἡ ἰατρικὴ ἐξ ὑποθέσεως ἄρχεται ὅτι ἐκ τῶν δʹ στοιχείων τὰ ἀνθρώπινα σώματα· τοῦτο δέ, πρῶτον μὲν ὅτι δʹ, εἶτα ὅτι ἐκ τούτων | 27 | |
41 | εἰσὶ τὰ σώματα ἡμῶν, τοῦ πρώτου φιλοσόφου ἐστὶ δεῖξαι· —μιμού‐ μενος οὖν ὁ Σωκράτης τὸν κορυφαῖον φιλόσοφον, ὡς εἴρηται, τὸν ἐξ ἀνυποθέτων ποιούμενον τὰς ἀρχάς, ὀλίγα αἰτεῖ παρὰ τοῦ Ἀλκιβιάδου, καὶ ταῦτα εὐτελῆ· πρῶτον μὲν ἀκροάσασθαι τῶν αὐτοῦ ῥημάτων, | |
5 | ἔπειτα ἀποκρίνασθαι πρὸς τὰ ἐρωτώμενα. εἶτα κατανεύσαντος τοῦ νέου ποιήσειν ταῦτα φησὶν ὁ Σωκράτης ὅτι ‘ἐὰν οὕτω ποιῇς, δύναμαί σοι δύναμιν περιποιῆσαι ἣν οἱ ἄλλοι ἐρασταὶ οὐκ ἠδυνήθησαν‘. Μετὰ ταῦτα δὲ δέον ἐπαγαγεῖν τὴν γʹ αἰτίαν δι’ ἣν αὐτοῦ ἐρᾷ, ὡς ἐρωτικὸς ἐκκάει τὸν ἔρωτα καὶ ἀναβάλλεται πρὸς τοῦτο, ἵνα πλέον | |
10 | ἔχοι τὸν νέον προσέχοντα τοῖς παρ’ αὐτοῦ. στοιχεῖα δὲ καὶ τεκμήρια ἐνθέου ἐραστοῦ λέγει δύο ταῦτα, ὅτι δεῖ τὸν ἔνθεον ἐραστὴν καὶ κρίσιν ἔχειν καὶ συμπάθειαν. εἰ γὰρ θάτερον τούτων μὴ ἔχοι, οὐκ ἔσται τοιοῦτος· εἴτε γὰρ κρίσιν ἔχοι, συμπάθειαν δὲ οὔ, ἐπιστήμων ἔσται καὶ οὐ σπουδαῖος ἐραστής, εἴτε τὸ ἀνάπαλιν συμπάθειαν μὲν ἔχοι, κρίσιν | |
15 | δὲ οὔ, φορτικός ἐστι μόνον ἐραστής· ὥστε δεῖ ἄμφω παρεῖναι. ποῦ δὲ ταῦτα παραδίδωσιν; ἐν οἷς φησὶν ὅτι ‘μὴ θαυμάσῃς εἰ, καθάπερ μόγις ἠρξάμην, οὕτω καὶ μόγις παύσομαι‘. τὸ μὲν γὰρ μόγις ἄρξασθαι σημεῖον κρίσεως (ᾔδει γὰρ τὸν Ἀλκιβιάδην ἀνεπιτήδειον ὄντα), τὸ δὲ μόγις παύσασθαι συμπαθείας ἐστὶ | |
20 | καὶ ἐπὶ πλέον ἐφιεμένου τῶν παιδικῶν. ἄλλως τε δι’ αὐτὸν μὲν τὸν Ἀλκιβιάδην μόγις ἤρξατο, ἐπειδὴ ὡς εἴρηται ἀνεπιτήδειος ἦν, δι’ ἑαυτὸν δὲ ὁ Σωκράτης μόγις παύσεται. ἐπὶ γὰρ ὠφελείᾳ τῶν νέων ὁ Σωκράτης ὢν καὶ τοῦ εὐεργετεῖν ἀεὶ ὀρεγόμενος, οὐ παύσεται πρὶν τελειώσει τὰ παιδικά. φησὶν δὲ ὅτι ‘χαλεπὸν ἦν καὶ νῦν τὸ προσιέναι | |
42 | σοι‘· καλῶς δὲ τὸ ‘χαλεπὸν‘ τέθεικεν καὶ οὔτε ‘εὔκολον‘ εἶπεν οὔτε ‘ἀδύνατον‘. εὔκολον μὲν γὰρ οὐκ ἦν, ἐπειδὴ δέος ἦν μή, καθάπερ τοὺς ἄλλους ἐραστὰς ὑπερφρονεῖ, τὸν αὐτὸν τρόπον καὶ τὸν Σωκράτην ἀποστραφήσεται· οὐκ ἀδύνατον δὲ διὰ τὴν αὐτὴν αἰτίαν. ἐπειδὴ γὰρ | |
5 | τῶν ἄλλων κατεφρόνησεν, οὐκ ἀδύνατον ἦν τῷ Σωκράτει προσελθεῖν· ἀδύνατον γὰρ ἦν Σωκράτους ἀκοῦσαι μὴ τῶν ἄλλων καταφρονήσαντα. Ταῦτα εἰπὼν καὶ μέχρι τούτων ἐκκαύσας τὸν ἔρωτα ἀποκαλύπτει τὴν τρίτην αἰτίαν καί φησιν ὅτι ‘διὰ τὸ καταφρονεῖν τῶν ὑπαρχόντων | |
σοι ἐρῶ σου καὶ τοσοῦτον χρόνον οὐκ ἀπαλλάττομαι· οὐ γὰρ ἀληθῶς | 28 | |
10 | τούτων τῶν φαινομένων ἐπιθυμεῖσ‘. καὶ πάντες δὲ ἄνθρωποι οὐκ αὐτῶν τῶν παθῶν ὀρέγονται, οἶον ὁ φιλότιμος, ὁ φιλοχρήματος καὶ φιλό‐ πλουτος, ὁ φιλήδονος, ἀλλ’ ὁ μὲν φιλήδονος τῆς θείας ῥᾳστώνης, περὶ ἧς εἴρηται τὸ ‘θεοὶ ῥεῖα ζώοντεσ‘, ἐφίεται καὶ ταύτῃ ἔννοιαν ἔχει· μὴ δυνάμενος δὲ τυχεῖν περὶ τὸ εἴδωλον καὶ τὴν ἀπόπτωσιν ἐκείνης | |
15 | σκιαμαχεῖ. καὶ ὁ φιλοχρήματος τοῦ τελείου καὶ τῆς αὐταρκείας ἐφίεται, αὔταρκες γὰρ καὶ τέλειον τὸ θεῖον· τούτου οὖν ἐπιθυμεῖ· μὴ δυνάμενος δὲ τυχεῖν ἐπεκτείνει τὸ φιλοχρήματον. πάλιν δὲ ὁ φιλότιμος τοῦ ἱκανοῦ καὶ μεταδοτικοῦ τοῦ θεοῦ ἐφίεται, εἰ καὶ μὴ δύναται τυχεῖν. οὐ ταὐτὸν | |
43 | δὲ τέλειον καὶ ἱκανόν· τέλειον μὲν γάρ ἐστιν τὸ μὴ δεόμενον ἑτέρου μόνον, ἱκανὸν δὲ τὸ μὴ μόνον οὐ δεόμενον, ἀλλὰ καὶ ἑτέροις μεταδιδόναι δυνάμενον. τοιοῦτος δὲ ὁ φιλότιμος σπουδάζει φαίνεσθαι. ὅτι δὲ κατα‐ φρονεῖ τῶν ὑπαρχόντων ἑαυτοῦ ὁ Ἀλκιβιάδης, κατασκευάζει ὁ Σωκρά‐ | |
5 | της τὸν τρόπον τοῦτον. εἰσάγει γὰρ θεὸν ἐρωτῶντα αὐτόν· ‘πότερον βούλει, ὦ Ἀλκιβιάδη, διαπεσεῖν τῆς μεγαλουργοῦ ζωῆς καὶ ἐφ’ οἷς εἶ μεῖναι, ἢ τεθνάναι;‘ εἶτα ἑαυτὸν ὑπὲρ ἐκείνου ἀποκρινόμενον ὅτι ‘τεθνάναι μᾶλλον‘. Ἐπὶ τούτοις δὲ ἀνατέμνει τὴν Ἀλκιβιάδου ζωὴν ἅπασαν καί φησιν | |
10 | ὅτι ‘ἐλπίζεις ἐντὸς ὀλίγων ἡμερῶν παρελθεῖν ἐπὶ τὸν δῆμον καὶ συμ‐ βουλεύσειν Ἀθηναίοισ‘. οὗτος δὲ ἦν ὁ μέχρι τῆς ἐφηβίας καιρός· μετὰ δὲ κʹ ἡμέρας, ὡς ἱστορεῖ ὁ Πρόκλος, ἔμελλεν ἐγγράφεσθαι εἰς ἐφήβους· νόμος δὲ ἦν, πρὶν ἐγγράφεσθαι εἰς τούτους μὴ συμβουλεύειν τινὰ Ἀθήνησιν. ‘μέλλεις οὖν‘, φησίν, ‘συμβουλεύειν κἀκ τούτου οἴει εὐδοκι‐ | |
15 | μήσειν, εἶτα τιμηθήσεσθαι ἐν τῇ πόλει, καὶ μὴ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐν τῇ Ἀττικῇ καὶ ἐν τῇ Ἑλλάδι, εἶτα ἐν τοῖς Ἕλλησι καὶ ἐν πάσῃ τῇ Εὐρώπῃ, οὐ μόνον δὲ ἐνταῦθα, ἀλλὰ καὶ ἐν τῇ Ἀσίᾳ καὶ ἐν πάσῃ τῇ γῇ· καὶ μηδένα ἄνθρωπον λόγον ἑτέρου ποιεῖσθαι καὶ θαυμάζειν πλέον σοῦ πλὴν Κύρου καὶ Ξέρξου‘. καὶ ταῦτα μὲν ὁ Σωκράτης. | |
20 | Φέρε δὲ ἡμεῖς ἐρευνήσωμεν τὰς ἐρωτήσεις τοῦ θεοῦ 〈καὶ〉 τὰς ἀπο‐ κρίσεις τοῦ φιλοσόφου πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἀλκιβιάδου, τίνα ἐστὶν | |
ἑλεῖν δόγματα ἐκ τῶν τοῦ θεοῦ ἐρωτήσεων κἀκ τῶν τοῦ φιλοσόφου ἀποκρίσεων. πρὸ πάντων δὲ τὴν αἰτίαν εἴπωμεν δι’ ἣν θεὸν πεποίηκεν ἐρωτῶντα τὸν Ἀλκιβιάδην καὶ ἑαυτὸν ὑπὲρ ἐκείνου ἀποκρινόμενον. | 29 | |
25 | θεὸν μὲν οὖν ἐπερωτῶντα πεποίηκεν διὰ τρεῖς αἰτίας· ἢ ἵνα μὴ ἀρνή‐ σηται ὁ νέος τοὺς οἰκείους λόγους· —πεπείσμεθα γὰρ πάντες καὶ τὴν τυχοῦσαν ἡμῶν κίνησιν εἰδέναι τὸ θεῖον, εἴγε καλῶς εἴρηται· ‘πάντα θεοῦ πλήρη, πάντα δέ οἵ εἰσιν ἀκουαί, | |
44 | καὶ διὰ πετράων καὶ ἀνὰ χθόνα καί τε δι’ αὐτοῦ ἀνέρος ὅττι κέκευθεν ἐνὶ στήθεσσι νόημα‘. δευτέρα αἰτία, ὅτι ζήλῳ τραγικῷ τοῦτο πεποίηκεν ὁ Σωκράτης. ζηλωτὴς γὰρ τούτων ἐστίν· ὥσπερ οὖν ἐκεῖνοι πολλάκις ἀπὸ μηχανῆς εἰσάγουσι | |
5 | θεὸν ἐπὶ λύσει τῶν συμφορῶν, καθάπερ ἐν τῇ Ἀλκήστιδι Εὐριπίδης τὸν Ἀπόλλω πεποίηκεν ἐν τῇ Ἀδμήτου οἰκίᾳ, οὕτω κἀνταῦθα ὁ Σωκράτης θεὸν εἰσήγαγεν. κατὰ τρίτην αἰτίαν, ὅτι ἐρωτικὸς ὢν ὁ Σωκράτης ⟦καὶ⟧ κατὰ μὲν τὴν συμπάθειαν ἑνῶσαι ἑαυτὸν βούλεται τοῖς παιδικοῖς, καὶ τὸ θεῖον δὲ ἑνάς ἐστιν ὑπερούσιος· κατὰ δὲ τὴν κρίσιν τελειῶσαι | |
10 | βούλεται τὰ παιδικά, τελειωτικὸν δὲ καὶ τὸ θεῖον. ἑαυτὸν δὲ ἐποίησεν ἀποκρινόμενον ὑπὲρ τοῦ Ἀλκιβιάδου, ἐπειδὴ πολὺ ἦν τὸ μέσον θεοῦ καὶ Ἀλκιβιάδου, καὶ ἔμελλεν κενὸν εἶναι τὸ μέσον, εἰ μὴ οὕτως ἑαυτὸν ἔταξεν ὁ Σωκράτης. Ἴδωμεν δὲ λοιπόν, τίνα δόγματα ἀνακύπτει ἐκ τῶν ἐρωτήσεων τοῦ | |
15 | θεοῦ· προείρηνται γὰρ αἱ ἐρωτήσεις αὐταὶ καὶ αἱ ἀποκρίσεις. ἐκ μὲν | |
45 | οὖν τῶν ἐρωτήσεων ἀνακύπτει ὅτι καθ’ αἵρεσιν οἱ βίοι καὶ οὐ κατηναγκασμένοι· φησὶν γὰρ ‘τί βούλει;‘ οὕτω δὲ καὶ ἐν Τιμαίῳ, ‘αἰτία ἑλομένου, θεὸς ἀναίτιοσ‘· καὶ ἔτι ἐν Πολιτείᾳ, ‘ὑμεῖς δαίμονα αἱρήσεσθε, οὐχ ὑμᾶς δαίμων λή‐ | |
5 | ξεται‘. ἐν ἡμῖν μὲν γάρ ἐστιν ἑλέσθαι τοιόνδε βίον, ἑλομένους δὲ πράττειν τὰ ἑπόμενα τῷ βίῳ οὐκ ἐν ἡμῖν, ἀλλ’ ἀναγκαίως· ὥσπερ καὶ λίθον ῥῖψαι μὲν ἐφ’ ἡμῖν, ῥιφέντα δὲ στῆσαι οὐκ ἐφ’ ἡμῖν. ὥστε δεῖ λέγειν τὸ ποιητικόν· ‘ἐγὼ δὲ οὐκ αἴτιός εἰμι, | |
10 | ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἱεροφοῖτις Ἐρινύσ‘. ἐκ δὲ τῶν ἀποκρίσεών ἐστι δόγματα τοσαῦτα· ὅτι συμφέρει μὴ εἶναι ἢ | |
κακῶς εἶναι, φησὶ γὰρ ‘δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι ἢ οὕτω ζῆν‘. δεύτερον, ὅτι τὸ σῶμα ἐμπόδιον πρὸς ἀρετῆς κτῆσιν, ἐκ τοῦ αὐτοῦ· εἰ γὰρ τεθνάναι μᾶλλον αἱρεῖται, δῆλον ὅτι ὡς τοῦ σώματος | 30 | |
15 | ἐμποδίου ὄντος ὧν ἐπιθυμεῖ τοῦτο προαιρεῖται. τρίτον δόγμα, ὅτι οὐ διὰ τιμὴν οἰκείαν δεῖ συμβουλεύειν οἷς τις συμβουλεύει, ἀλλὰ δι’ αὐτῶν τῶν ἀκροωμένων ὠφέλειαν· ὁ δὲ Ἀλκιβιάδης διὰ τιμὴν μᾶλλον ἐβούλετο παριέναι ἐπὶ τὸν δῆμον. τέταρτον ὅτι δεῖ τὸν φιλότιμον διακρίνειν ὑφ’ οἵων τιμᾶται, καὶ μὴ ὑπὸ τῶν τυχόντων ἀξιοῦν θαυμάζεσθαι, καθάπερ | |
20 | ὁ Ἀλκιβιάδης ὑπὸ Ἑλλήνων καὶ βαρβάρων καὶ πάντων ἀνθρώπων βούλεται θαυμάζεσθαι. πέμπτον, ὅτι καὶ ἀνόμοια τὰ παραδείγματα παρήνεγκεν, Κῦρον καὶ Ξέρξην· ὁ μὲν γὰρ Κῦρος διὰ τὸ προσηνὲς τοῦ ἤθους καὶ τὸ πρὸς τοὺς ἀρχομένους ἐπιεικὲς πατὴρ ὠνομάζετο, ὁ δὲ Ξέρξης διὰ τὸ λίαν ὀργίλον καὶ κατηναγκασμένον δεσπότης | |
46 | (οὗτος γὰρ οὐ μόνον κατὰ ἀνθρώπων, ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς καὶ τῶν στοιχείων ἐπῄρετο, καὶ ὥς φησιν ὁ Ἀριστείδης ὅτι ‘θάλατταν μὲν ἐπέζευσε ζεύξας τὸν Ἑλλήσποντον, γῆν δὲ ἔπλευσε διορύξας τὸν Ἄθω, τὸν δὲ ἥλιον | |
5 | ἐκάλυπτεν ὅτε‘, φησίν, ‘τοξεύειν κελεύοι‘), μέσος δὲ τού‐ των ἦν ὁ Δαρεῖος, ὃς κάπηλος ἐκλήθη διὰ τὸ φιλοχρήματον. αὐτὸς γὰρ ἔταξε τοῖς Πέρσαις τοὺς φόρους, ὥς φησιν ὁ Ἡρόδοτος· ὃς καὶ νόμου ὄντος ἐν Πέρσαις τοὺς παῖδας διαδέχεσθαι τὰς βασιλείας αὐτὸς διὰ χρεμετισμοῦ τοῦ ἵππου ἐκτήσατο τὴν ἀρχήν. ἐν οἷς ἡ θεωρία. | |
10 | Καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ’ ὅτι σμικρόν με ἔφθης: ἰδοὺ σύμφωνος ἡ λέξις τοῖς ἐν τῇ θεωρίᾳ. τὴν γὰρ εὐκαιρίαν τῶν Σωκράτους λόγων διὰ τούτων θαυμάζει ὁ Ἀλκιβιάδης, ἥτις μέγιστον ἐν πᾶσι δύναται, ὡς ἐδείχθη. εἰ μὴ γὰρ διὰ τὰς προειρημένας αἰτίας, οὔτε τὸ σμικρὸν ἂν προέλαβεν ὁ Σωκράτης. | |
15 | Τί ποτε βούλει: ἐνταῦθα τὴν οὐσίαν αὐτοῦ θαυμάζει ἀγαθὴν οὖσαν· τὸ γὰρ βουλητὸν ἀγαθόν. εἰρήκαμεν δὲ καὶ ὅτι οὐ ταὐτὸν βουλητὸν καὶ δοκητόν, ὡς ἐν Γοργίᾳ λεχθήσεται. Καὶ ἐς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς μοι: τὴν ἐνέργειαν διὰ τοῦ ‘ἐνοχλεῖσ‘ ἐδήλωσεν. οὐ ταὐτὸν δὲ τὸ νῦν ‘ἐνοχλεῖσ‘ καὶ τὸ | |
20 | πρώην ‘δι’ ὄχλου‘, ὡς μεμαθήκαμεν. ἐφεξῆς δὲ καὶ τὴν δύναμιν αὐτοῦ θαυμάζει. Ὅπου ἐὰν ὦ ἐπιμελέστατα παρών: ἰδοὺ καὶ τὴν δύναμιν ἐνταῦθα παραδέδωκεν. τὸ γὰρ πανταχοῦ παρεῖναι καὶ συμπαρομαρτεῖν δυνά‐ μεως ἀγρύπνου καὶ ἀτρύτου. | |
25 | Καὶ ἥδιστ’ ἂν πυθοίμην: εἴρηται καὶ ἐν τῇ θεωρίᾳ ὅτι καὶ ὁ φιλή‐ | 31 |
47 | δονος οὐ ταύτης τῆς φαινομένης ἡδονῆς ὀρέγεται, ἀλλὰ τῆς ἀληθινῆς· οὐ δυνάμενος δὲ τυχεῖν περὶ τὸ φαινόμενον τοῦτο σκιαμαχεῖ. ἐκ δὲ τοῦ ‘ἥδιστα‘ εἰρῆσθαι ἐπὶ τὴν ἐπίστασιν ἤλθομεν, οἰκεία γὰρ ἡ λέξις τῷ φιληδόνῳ. | |
5 | Ἀκούσει μὲν ἄρα μου: ἐνταῦθα τὸν κορυφαῖον μιμούμενος φιλόσοφον κατὰ τὴν ἀνυπόθετον φιλοσοφίαν ὀλίγα αἰτεῖ· καὶ νῦν μὲν ὥστε ἀκοῦσαι τῶν αὐτοῦ ῥημάτων, μικρὸν δὲ ὕστερον καὶ ὥστε ἀποκρίνασθαι, ἔνθα φησὶν ὅτι ‘τοιαύτην δύναμαί σοι περιποιῆσαι δύναμιν, ἣν οἱ ἄλλοι ἐρασταὶ οὐκ ἠδυνήθησαν‘. | |
10 | Καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω; κατ’ ἐρώτησιν τοῦτο εἴρηται καὶ οὕτως ἀναγνωστέον. δηλοῖ γὰρ ἡ πρὸς αὐτὸν ἀπόκρισις· ἐπάγει γὰρ ‘πάνυ μὲν οὖν‘ ὡς ἐκείνου ἐρωτήσαντος. Ὅρα δή· οὐ γάρ τοι εἴη θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις παυσαίμην: ἐνταῦθα δέον εἰπεῖν τὴν τρίτην αἰτίαν, τοῦτο | |
15 | μὲν οὐ πεποίηκεν, ἵνα ἔτι πλέον ἐκκαύσῃ τὸν ἔρωτα τὸν πρὸς τὸν νέον, στοιχεῖα δὲ παραδίδωσιν ἐνθέου ἐραστοῦ, οὐ φανερῶς, ἀλλ’ ἐξ ὧν τοῖς παρ’ αὐτοῦ λεγομένοις ἕπεται. φησὶν γὰρ ὅτι ‘ὥσπερ μόγις ἠρξάμην‘, δηλοῦται δὲ ἐντεῦθεν ἡ κρίσις· κρίσεως γὰρ τὸ μὴ ὡς ἔτυχεν ἄρξασθαι. εἶτα ἐπάγει ‘οὕτω καὶ μόγις παυσαίμην‘, | |
20 | τοῦτο δὲ δηλοῖ τὴν συμπάθειαν· συμπαθείας γὰρ τὸ πολὺν χρόνον συμπαραμένειν τοῖς παιδικοῖς. καὶ τὸ θεῖον δὲ τοιοῦτον· καὶ βραδέως ἄρχεται καὶ βραδέως παύεται, χορηγοῦν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις πρὸς τὴν ἐπιτηδειότητα τῶν δεχομένων. ὁρῶμεν γὰρ καὶ τοὺς εὐτυχοῦν‐ τας μόγις μὲν ἀρχομένους τοῦ εὐτυχεῖν, ἐπιμένοντας δὲ τῇ εὐτυχίᾳ | |
25 | πολὺν χρόνον· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν δυστυχούντων καὶ κολαζομένων. ἰστέον γὰρ ὅτι ποιητικὸν ἀεὶ τὸ θεῖον ὑπάρχον τῶν ἀγαθῶν οὐ διαλιμπάνει, ἀλλὰ πηγὴ τούτων ἐστὶν διηνεκῶς. καὶ ἔστιν τῶν ὑπ’ | |
48 | αὐτοῦ γινομένων ἀγαθῶν διαίρεσις, ὅτι τὰ μέν ἐστι πρῶτα, τὰ δὲ δεύτερα. πρωτουργὰ μὲν οὖν εἰσὶν ἀγαθά, οἷα ἔχουσιν οἱ ἀληθῶς εὐτυχοῦντες, ἐν παισίν φημι καὶ λόγοις καὶ πλούτῳ καὶ ἁπλῶς ἅπασι τοῖς τοιούτοις· δεύτερα δὲ ἀγαθὰ αἱ ἐπὶ τῶν ἁμαρτημάτων κολάσεις. | |
5 | καὶ γὰρ καὶ αὗται ἀγαθαί, εἴγε οὐ δεῖ κακόν τι νομίζειν ποιεῖν τὸ θεῖον· ἐοίκασι τοίνυν οἱ ἐπὶ ταῖς τιμωρίαις ἀνιλλόμενοι παισὶ φεύγουσι τὰς ἰατρικὰς τομάς. τὸ μὲν οὖν θεῖον παρέχει ἀεὶ τὰ ἀγαθά, ἡ δὲ ἐπιτηδειότης τῶν δεχομένων ἢ τῶν πρώτων ἀγαθῶν ἀπολαύει ἢ τῶν δευτέρων· καὶ βραδέως ἄρχονται καὶ βραδέως παύονται. | |
10 | Ὦ ἀγαθὲ λέγε· ἀκούσομαι γάρ: ἰδοὺ καὶ ἐπὶ λέξεως ἀγαθὸν αὐτὸν καλεῖ, καὶ οὐ μόνον διὰ τοῦ ‘βούλει‘ τὴν οὐσίαν αὐτοῦ ὡς ἀγαθοειδῆ τεθαύμακεν. Χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα: προείρηται ὡς οὔτε τῷ ‘ἀδυνάτῳ‘ οὔτε τῷ ‘εὐκόλῳ‘ ἐχρήσατο, καὶ ὡς εἰκότως τοῦτο ἐποίησεν | 32 |
15 | διειλήφαμεν. Ὅμως δὲ τολμητέον: καλῶς ‘τόλμαν‘ καλεῖ τὴν ἐπὶ τὰ δεύτερα πρόοδον· οὕτω γὰρ καὶ οἱ Πυθαγόρειοι τὴν δυάδα ‘τόλμαν‘ ἐκάλεσαν ὡς πρώτην τολμήσασαν ἀποσχίσαι ἑαυτὴν τῆς μονάδος. δεῖ δὲ τὴν ψυχὴν κατιοῦσαν εἰς γένεσιν λαβύρινθον οὖσαν καθάπερ μίτῳ κεχρῆσθαι | |
20 | τῇ μονάδι πρὸς τὴν ἐνταῦθα πλάνην, καθάπερ καὶ ὁ Θησεὺς τῷ τῆς Ἀριάδνης μίτῳ πρὸς τὸν Κρητικὸν λαβύρινθον. Ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη: ἐντεῦθεν ἡ τρίτη αἰτία, διότι ἐρᾷ ὁ Σω‐ κράτης· φησὶ γὰρ καταφρονεῖν αὐτὸν τῶν ὑπαρχόντων καὶ μὴ ἀληθῶς ἀγαπᾶν ἃ πρὸ μικροῦ διῆλθεν, τέσσαρα ὄντα. δειχθήσεται δὲ τοῦτο ἐκ | |
25 | τῶν ἐπαγομένων τοῦ θεοῦ ἐρωτήσεων καὶ τῶν πρὸς αὐτὰς ἀποκρίσεων. Πάλαι ἂν ἀπηλλάγμην: ἐνταῦθα γενόμενος ὁ Ἁρποκρατίων καὶ | |
49 | καλῶς προσεσχηκὼς τῷ ῥητῷ, γραμμικαῖς ἀνάγκαις ἔδειξε τὸν Σωκρά‐ την ἔνθεον ἐραστήν· εἴ φησιν ἐνταῦθα ὅτι ‘πάλαι ἂν ἀπηλλάγ‐ μην‘, ὁ δὲ φορτικὸς ἐραστὴς οὐχ ὅτε θέλει ἀπαλλάττεται ἅτε ἐκ πάθους τοιοῦτος ὤν, τῶν δὲ παθῶν οὐχ ὅτε θέλομεν ἀπαλλαττόμεθα, | |
5 | καθάπερ οὔτε ἀρχόμεθα, δῆλον ὅτι ἔνθεός ἐστιν ἐραστής. οὗτος γὰρ ὅτε θέλει ἄρχεται, θέλει δὲ ὅτε ἀξιέραστα εἴη τὰ παιδικά· οὐκοῦν καὶ ὅτε θέλει παύεται, καθάπερ καὶ ἐνταῦθά φησιν ὅτι ‘εἰ ἑώρων σε ἀληθῶς τῶν φαινομένων ἀγαθῶν ἐφιέμενον, πάλαι ἂν ἀπηλλαττόμην τοῦ ἔρωτοσ‘. | |
10 | Νῦν δὲ ἕτερ’ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτόν σε: ἐπειδή, φησίν, οὐ τούτων ἀληθῶς ἐπιθυμεῖς, ἀλλ’ ἑτέρων μειζόνων, ἀγνοίᾳ δὲ περὶ ταῦτα σκιαμαχεῖς, ἐρῶ λογισμοὺς ἀφ’ ὧν δείξω μὴ τούτων σε ἐφιέμενον. τὸ δὲ ‘σὰ πρὸς αὐτόν σε‘ ἐπήγαγεν δεικνὺς ὅτι κρεῖττον οἶδεν αὐτὸς τὰ ἐκείνου ἤπερ ἐκεῖνος τὰ ἑαυτοῦ. διὸ καὶ | |
15 | ἐπήνεγκεν, ‘ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα‘, ἀντὶ τοῦ ‘ἐκ τοῦ ἀληθῆ σοι λέγειν περὶ σοῦ‘. ἐρωτικὸν δὲ καὶ τὸ ‘προσέχων γέ σοι τὸν νοῦν διατετέ‐ λεκα‘. Δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν: ἐντεῦθεν αἱ ἐρωτήσεις τοῦ | |
20 | θεοῦ. δι’ ἣν δὲ αἰτίαν θεὸν εἰσήγαγεν ἐρωτῶντα τὸν Ἀλκιβιάδην, ἐν τῇ θεωρίᾳ προείρηται. Πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις: ἐντεῦθέν ἐστιν ἑλεῖν δόγμα, ὃ καὶ εἴπομεν, ὅτι καθ’ αἵρεσιν οἱ βίοι καὶ οὐ κατὰ ἀνάγκην. δηλοῖ δὲ τοῦτο καὶ ἐν τῇ Πολιτείᾳ. | |
25 | Δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι: αὕτη ἡ ἀπόκρισις τοῦ φιλοσόφου ὑπὲρ τοῦ νέου· καὶ ἰστέον ὅτι ἐν ἑνὶ προσώπῳ διαλογικὸν σῴζει | 33 |
50 | χαρακτῆρα ἐνταῦθα, αὐτὸς προάγων τὰς ἐρωτήσεις ὡς ἀπὸ θεοῦ καὶ τὰς ἀποκρίσεις ὡς παρὰ τοῦ Ἀλκιβιάδου. δύο δὲ δόγματα ἐκ τοῦ ῥητοῦ ἐστὶν ἑλεῖν· ὅτι κρεῖττον μὴ εἶναι ἢ κακῶς εἶναι καὶ ὅτι πρὸς ἀρετῆς κτῆσιν ἐμπόδιον τὸ σῶμα. | |
5 | Ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτ’ ἐλπίδι ζῇς, ἐγὼ φράσω: ἐντεῦθεν ἀνατο‐ μὴ τῆς Ἀλκιβιάδου ζωῆς· ἀναπτύσσει γὰρ ὁ Σωκράτης τὴν διάνοιαν αὐτοῦ πᾶσαν ἐν τοῖς ἐφεξῆς. Τοῦτο δὲ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν: ἱστορεῖ ὁ Πρόκλος ὅτι μετὰ κʹ ἡμέρας ἔμελλεν εἰς τοὺς ἐφήβους ἐντάττεσθαι, εἶτα συμβουλεύειν | |
10 | Ἀθηναίοις. Ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς: ἄλλο δόγμα ἐντεῦθεν ἀνακύπτει· ὅτι δεῖ μὴ τιμῆς χάριν ποιεῖσθαι τὴν συμβουλήν, ὥσπερ νῦν ὁ Ἀλκιβιάδης, ἀλλ’ ὠφελείας τῶν ἀκροωμένων. ἰστέον δὲ ὅτι ἀφ’ ἑστίας ἄρχεται τῆς ἁμίλλης καὶ τῶν οἰκείων, εἰπὼν ‘ὡς οὔτε Περικλῆσ‘. | |
15 | Ἐὰν δὲ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, καὶ οὐ μόνον ἐν Ἕλλησιν: κλιμακηδὸν ὁ λόγος αὐτῷ πρόεισιν· ἐπάγει γὰρ ὅτι ‘οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τῇ Εὐρώπῃ καὶ τοῖς βαρβάροις καὶ ἁπλῶς ἁπάσῃ τῇ γῇ ἐπιθυμεῖς εὐδοκιμεῖν‘, καὶ μηδένα ἡγεῖσθαι λόγου ἄξιον πλὴν Κύρου καὶ Ξέρ‐ | |
20 | ξου. ἐγὼ δέ φημι ὅτι οὔτε ἐνταῦθα ἐλθὼν στήσεται τῆς φιλοτιμίας, ἀλλ’ ἔτι μειζόνων ἐπιθυμήσει, καὶ κατὰ τὸ κωμικόν· ‘κἂν ταῦτα ἀνύσῃ, τετταράκοντα βούλεται‘. ὡς γὰρ εἴρηται, πάντες ἄνθρωποι οὐκ αὐτῶν τῶν παθῶν ὀρέγονται (ἄπειρα γὰρ ταῦτα), ἀλλ’ ἑτέρων τινῶν ἔχοντες ἔννοιαν καὶ οὐ | |
25 | δυνάμενοι τούτων τυχεῖν ἐφίενται τῶν πλειόνων. ζητητέον δὲ διὰ τί τὸ φιλότιμον πάθος πλέον πάντων ἐστὶ δυσέκνιπτον· οὕτω γάρ ἐστιν, ὅτι | |
51 | καὶ οἱ μὴ βουλόμενοι φιλότιμοι εἶναι διὰ φιλοτιμίαν ποιοῦσιν αὐτό, ὥστε δοκεῖν ὅτι οὔκ εἰσι φιλότιμοι. φαμὲν οὖν ὅτι διὰ τοῦτο δυσαπό‐ λυτον πάθος τὸ φιλότιμον, ὅτι μᾶλλον τῶν ἄλλων πλησιάζει τῷ λόγῳ καὶ συγγενές ἐστι τούτῳ· ὁ δὲ λόγος ἀναπόβλητός ἐστιν ἡμῶν· οὐκοῦν | |
5 | καὶ τὰ πλησιάζοντα αὐτῷ δυσαπόβλητα. ἢ δι’ ἑτέραν· ὅτι κατιοῦσα ἡ ψυχὴ ἐνταῦθα καὶ φεύγουσα τὸ δουλεύειν τοῖς κρείττοσιν, ἐπιθυμοῦσα δὲ τοῦ ἄρχειν τῶν χειρόνων, πρῶτον τῶν παθῶν ἐνδύεται τὸ φιλότιμον· ἐν τῇ οὖν ἀποβολῇ τούτων τελευταῖον αὐτὸ ἀποδύεται ἐξ ἀνάγκης. ὅτε καὶ ἔστιν λέγειν ἐπ’ αὐτῇ· | |
10 | ‘αὐτὰρ ὁ γυμνώθη ῥακέων‘. | |
ἰστέον δὲ ὅτι τὸ φιλότιμον πάθος ἐν ταῖς ζωτικαῖς ⟦ἡ⟧ ἡμῶν δυνάμεσιν ἐστὶν δυσαπόβλητον, ἡ δὲ φαντασία ἐν ταῖς γνωστικαῖς· πάρεστι γὰρ ἀεὶ τῇ ἡμετέρᾳ ψυχῇ ἡ φαντασία, τύπους ἀναπλάττουσα ὧν ἀγνοεῖ ἡ ψυχὴ καὶ τοῖς ἀσωμάτοις σχήματα καὶ μεγέθη καὶ σώματα περιτιθεῖσα | 34 | |
15 | καὶ τόπῳ περιορίζουσα τὸν θεόν. Ὁ αὐτὸς θεός: καλῶς ἐπὶ μὲν τοῦ θεοῦ τὸ ‘αὐτὸσ‘ ἔταξεν, ἑνὰς γὰρ ὁ θεὸς καὶ ἑνοειδής· ἐπὶ δὲ τῶν πραγμάτων ὧν ὁ Ἀλκιβιάδης ἐφίεται πληθυντικῶς εἶπεν, πολλὰ γὰρ τὰ μετὰ τὸ θεῖον καὶ τὴν μονάδα τὰ ἐξ αὐτῆς παραγόμενα, ὧν πάντες ἐφιέμεθα. ὅτι γὰρ πληθυντικῶς | |
20 | ἐπὶ τούτων εἶπεν, δῆλον κἀκ τοῦ ἐπαγαγεῖν, ‘ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν‘. ἁρμόττουσα δὲ ἡ λέξις, τὸ ‘ἐπιθέσθαι‘, τῷ Ἀλκιβιάδῃ. Πλὴν Κύρου καὶ Ξέρξου: εἴρηται ὅτι ἀνομοίῳ ἐχρήσατο τῷ παρα‐ δείγματι· οὐ γὰρ τὰ αὐτὰ οὗτοι προείλοντο, εἴγε ὁ μὲν πατήρ, ὁ δὲ | |
25 | δεσπότης προσηγορεύετο. | |
52 | Εὖ οἶδα καὶ οὐκ εἰκάζω: καλῶς μετὰ τὰς ἀποδείξεις τὸ ‘εὖ οἶδα‘ τέταχεν, ὥσπερ καὶ ἐν ἀρχῇ πεποίηκεν. ἔοικεν δὲ τὸ Ὁμηρικὸν λέγειν, ὥσπερ καὶ ὁ Διομήδης πρὸς τὴν Ἀθηνᾶν, ‘οὐδέ σε λήθω κινού‐ μενοσ‘· ὁ δὲ Σωκράτης ἐκ τοῦ ἐναντίου, ‘οὐδέ με λήθεισ‘, εἴγε φησίν· | |
5 | ‘ὅτι μὲν οὖν ἔχεις ταύτην 〈τὴν〉 ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω‘. | |
7t | Πρᾶξις σὺν θεῷ ϛʹ | |
8 | Τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτ’ ἔστι σοι πρὸς λόγον, ὃν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ; | |
10 | Δύο τινῶν εἰρημένων ἐν τῷ προοιμίῳ, πρώτου μὲν τοῦ ἐρᾶν Σωκρά‐ την, δευτέρου δὲ τοῦ ἐρῶντα σιωπῇ παρομαρτεῖν, τουτέστιν ἀπαρ‐ ουσιάστως ἐρᾶν, καὶ τοῦ μὲν δευτέρου τῆς αἰτίας ἀνατεθείσης εἰς δαιμόνιον ἢ θεῖον, τοῦ δὲ πρώτου τριῶν εἰρημένων αἰτίων, τοῦ ὑπερ‐ φρονεῖν τὸν Ἀλκιβιάδην τῶν ἄλλων ἐραστῶν, τοῦ ἀνάλωτον αὐτὸν εἶναι | |
15 | τῷ φιλοχρημάτῳ, καὶ τοῦ καταφρονεῖν τῶν ὑπαρχόντων αὐτῷ, νῦν, ἐπειδὴ οὐ μόνον τὰ δύο ταῦτα περιεῖχε τὸ προοίμιον, ἀλλὰ καὶ τρίτον, τὸ τῶν ἄλλων ἐραστῶν πεπαυμένων τὸν Σωκράτην μὴ ἀπαλλάττεσθαι, τούτου τὴν αἰτίαν πάρεστι παραδώσων ὁ Σωκράτης. φησὶν οὖν ὅτι ‘διὰ τοῦτο οὐκ ἀπαλλάττομαι, ἐπειδὴ μόνος δύναμαι περιποιῆσαί σοι δύ‐ | |
20 | ναμιν, ἣν οἱ ἄλλοι ἐρασταὶ πάντες οὐκ ἠδυνήθησαν‘. Καὶ ἀποροῦμεν, πρῶτον μὲν πῶς ὁ Σωκράτης ἐνταῦθα μεγαλορρη‐ μονεῖ, ὁ πανταχοῦ εἴρων, περὶ οὗ εἴρηται, ‘αὕτη δέ σοι ἡ εἰω‐ | |
53 | θυῖα εἰρωνεία, ὦ Σώκρατεσ‘· ὁ λέγων ἀεὶ μηδὲν εἰδέναι, | |
μηδένα διδάσκειν, διὸ καὶ ὁ θεὸς ὁ ἐν Δελφοῖς ἔφη περὶ αὐτοῦ ὅτι ‘ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατοσ‘· ὅτι οὐ πληγῇ μόνον ἀέρος ταῦτα ἔλεγεν καὶ φωνῇ, ἀλλὰ ζωτικῶς καὶ | 35 | |
5 | ἐνθέως. ζητητέον οὖν πῶς τοιοῦτος ὢν ἐνταῦθα τοιαῦτα φρονεῖ, μόνος ἐπαγγελλόμενος δύνασθαι περιποιεῖν τῷ νέῳ δύναμιν. ἢ λέγομεν ὅτι πρῶτον μὲν ἐν καιρῷ μεγαλορρημονεῖ ὁ φιλόσοφος· δέος γὰρ ἦν μή, καθάπερ τῶν ἄλλων ἐραστῶν κατεφρόνησεν ὁ Ἀλκιβιάδης, οὕτως καὶ αὐτοῦ. οἶδεν οὖν ὁ Σωκράτης ἐν καιρῷ μεγαλορρημονεῖν. καὶ γὰρ | |
10 | πολλαχοῦ τοῦτο πεποίηκεν· οἶον ἐν Θεαιτήτῳ κριτὴν τάξας ἑαυτὸν τῶν γονίμων καὶ ἀνεμιαίων λόγων φησὶν ὅτι ‘θεὸς γὰρ δύσνους οὐδεὶς ἀνθρώπῳ οὐδὲ ἐγὼ δυσνοίᾳ τοῦτο δρῶ, ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θεμιτόν‘. ἰδοὺ γὰρ ἐνταῦθα τῷ θεῷ | |
15 | συνέταξεν ἑαυτὸν εἰπὼν ‘θεὸς γὰρ δύσνους οὐδεὶς ἀνθρώ‐ πῳ οὐδὲ ἐγὼ δυσνοίᾳ οὐδεμιᾷ τοῦτο δρῶ‘. καὶ πάλιν ἐν τῇ Ἀπολογίᾳ μεγαλορρημονεῖ λέγων, ‘κρείσσονι δὲ ἀνδρὶ οὐ θεμιτὸν ὑπὸ χείρονος ἄρχεσθαι‘· καὶ αὖθις ἐκεῖ ὅτι ‘Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μέν με δύνανται, | |
20 | βλάψαι δὲ οὐδαμῶσ‘, τοῦ μὲν προτέρου ‘με‘ κοινότερον ἐπὶ τοῦ συναμφοτέρου εἰρημένου, τοῦ δὲ δευτέρου κυρίως ἐπὶ τῆς ψυχῆς μόνης. καὶ αὕτη μὲν μία λύσις, ὅτι ἐν καιρῷ οἶδε μεγαλορρημονεῖν· | |
54 | δευτέρα δέ, ὅτι οὔτε μεγαλορρημονεῖ, φαύλων καὶ ἀγελαίων ἀνδρῶν προκρίνων ἑαυτόν. οὐδὲ γὰρ μέγα εἰ ἅπερ εὐτελεῖς οὐκ ἠδυνήθησαν ποιῆσαι, ταῦτα πράξει ὁ φιλόσοφος. τρίτον ὅτι, ἐάν τις ἀκριβῶς ἐννοήσῃ τὰ ῥηθέντα, οὔτε φαίνεται μεγαλορρημονῶν ὁ Σωκράτης. φησὶν γὰρ | |
5 | ὅτι ‘μετὰ τοῦ θεοῦ μέντοι‘ καὶ ‘ἄνευ ἐμοῦ τῶν διανοη‐ μάτων τέλος ἐπιτεθῆναι ἀδύνατον‘. τὸ δὲ ‘ἄνευ‘ ὑλικόν ἐστι πρόσρημα καὶ ὕλῃ πρέπον, ἐπειδὴ ἄνευ τῆς ὕλης οὐδέν ἐστιν ἐπι‐ νοῆσαι ἐνταῦθα ὄν. Δεύτερον ἀποροῦμεν, διὰ τί τοιαύταις ἐλπίσιν ὑποτύφεσθαι ποιεῖ τὸν | |
10 | νέον ὁ Σωκράτης, δύναμιν ἐπαγγελλόμενος αὐτῷ περιποιήσειν. ἢ λέγομεν ὅτι καθάπερ οἱ ἰατροὶ οὐκ ἐπιτίθενται τοῖς νοσοποιοῖς αἰτίοις πρὶν αὐτὰ τιθασεύσουσιν (διὸ καλῶς εἴρηται τῷ Ἱπποκράτει, ‘πέ‐ πονα φαρμακεύειν καὶ κινεῖν, μὴ ὠμὰ μηδὲ ἐν ἀρ‐ χῇσιν‘), οὕτω καὶ ὁ Σωκράτης πρότερον τιθασεύει τὰ πάθη, εἶθ’ | |
15 | οὕτως ἐκκόπτει αὐτὰ πυρὶ καὶ σιδήρῳ, τὸ δὴ λεγόμενον. ἰστέον | |
γὰρ ὅτι, καθάπερ καὶ ἐν ἀρχῇ εἴρηται, τρεῖς εἰσὶ τρόποι καθάρσεως, Πυθαγορικός, Σωκρατικός, Περιπατητικὸς ἤτοι Στωϊκός. καὶ ὁ μὲν Στωϊκὸς διὰ τῶν ἐναντίων τὰ ἐναντία ἰᾶτο, τῷ μὲν θυμῷ τὴν ἐπιθυμίαν ἐπάγων καὶ οὕτω μαλάσσων αὐτόν, τὴν δὲ ἐπιθυμίαν τῷ θυμῷ καὶ οὕτω | 36 | |
20 | ῥωννύων αὐτὴν καὶ ἀνάγων πρὸς τὸ ἀνδρικώτερον, δίκην τῶν κεκαμ‐ μένων ῥάβδων ἃς οἱ θέλοντες εὐθῦναι πρὸς τὸ ἐναντίον περιλυγίζουσιν, ἵνα ἐκ τῆς εἰς τὸ ἐναντίον περιφορᾶς τὸ σύμμετρον ἀναφανῇ· οὕτως καὶ | |
55 | ἐπὶ ψυχῆς ἐκ τοῦ τοιούτου τρόπου ἁρμονίαν ἐμποιεῖν ἐπετήδευον. ὁ δὲ Πυθαγορικός ἐστιν ὁ μικρὸν κελεύων ἐνδιδόναι τοῖς πάθεσι καὶ ὥσπερ ἄκρῳ δακτύλῳ αὐτῶν ἀπογεύεσθαι· ὅ φασιν οἱ ἰατροὶ ‘σμικρῷ ἔλαττον‘. ἔλεγον γὰρ ὅτι οἱ φλεγμαίνοντες πάθει τινί, | |
5 | εἰ μὴ κατ’ αὐτὸ ἐνεργήσωσιν, οὐ πρότερον αὐτοῦ ἀφίστανται. οὕτω γὰρ καὶ ἐπὶ τοῦ Πανδάρου πεποίηκεν ἡ Ἀθηνᾶ· θέλοντος ἐπιορκῆσαι ἐνδέδωκεν αὐτῷ· διὸ καὶ τελευταῖον τῇ γλώσσῃ πεποίηται κολαζόμενος, εἰς τὴν γενομένην ὄργανον αὐτῷ τῆς ἐπιορκίας. ὁ δὲ Σωκρατικὸς τρόπος τῆς καθάρσεως ἀπὸ τῶν ὁμοίων ἐπὶ τὰ ὅμοια μετάγει· εἰ μέν τίς | |
10 | ἐστι φιλοχρήματος, λέγων ‘μάθε τίς ἡ ὄντως αὐτάρκεια‘· εἰ δὲ φιλή‐ δονος, ‘τίς ἡ θεία ῥᾳστώνη‘, καὶ ἁπλῶς ὅσα προείρηται. κρείττων δὲ ὁ τοιοῦτος τρόπος τῶν ἄλλων· ὁ μὲν γὰρ κακῷ τὸ κακὸν ἰᾶται, εἴγε πάθος πάθει, ὁ δὲ οὐκ ἐᾷ τὴν ψυχὴν ἀκηλίδωτον διὰ τῆς ἐπαφῆς τῶν παθῶν. | |
15 | Τρίτον ἀποροῦμεν, πῶς φησὶν ὁ Σωκράτης δύνασθαι περιποιεῖν δύναμιν τῷ Ἀλκιβιάδῃ. πρὸς οὓς τοῦτο ῥητέον ὅτι τὴν ἐπιστήμην αὐτῷ περιποιήσειν φησίν· δύναμις δέ τις ἡ ἐπιστήμη, εἴγε ἀλλαχοῦ λέγει ‘ἀποδείξεως δ’ οὔσης ἐν ψυχῇ δυνατώτερον οὐδέν‘ (ἐπιστήμης δὲ ἡ ἀπόδειξις) καὶ ὅτι ἀνάλωτός ἐστι τυράννῳ ἡ ἐπιστήμη. | |
20 | ἢ ὅτι σπουδαῖος ὢν ὁ Σωκράτης αὐτάρκης ἐστὶν καὶ τῇ τοῦ θεοῦ αὐταρκείᾳ συγγενής· ἐντεῦθεν ὡς ἐρωτικὸς οὖν σπουδάζει τῆς τοιαύτης αὐταρκείας μεταδοῦναι τοῖς παιδικοῖς καὶ πρὸς τὴν τοῦ θεοῦ αὐτάρ‐ κειαν τελειώσας ἀναγαγεῖν. τρίτον ὅτι κατὰ τὴν τῶν Στωϊκῶν μεγα‐ λορρημοσύνην ὁ ἀρχικός, τουτέστιν ὁ εἰδὼς ἄρχειν, μόνος ἄρχων ἐστίν, | |
56 | εἰ καὶ μὴ ἔχῃ τὰ ὄργανα τῆς ἀρχικῆς ἐπιστήμης· καὶ ὅτι μόνος ὁ σοφὸς πλούσιος, τουτέστιν ὁ εἰδὼς χρήσασθαι παρόντι τῷ πλούτῳ, εἰ καὶ μὴ πάρεστιν. τὴν τοιαύτην οὖν δύναμιν ὁ Σωκράτης ἐπαγγέλλεται τῷ νέῳ πρὸς τὸ πολιτικὸν αὐτὸν εἶναι· μόνος γὰρ ἀληθῶς ταύτην παρέχειν | |
5 | ἠδύνατο καὶ οὐδεὶς τῶν ἄλλων. Πρὸς δὲ τῷ τέλει τοῦ προοιμίου τὸ ἕτερον ὧν προειρήκαμεν αἰτεῖ αὐτόν, λέγω δὲ τὸ ἀποκρίνασθαι πρὸς τὰ ἐρωτώμενα. καὶ ζητοῦμεν | |
ἐνταῦθα πάλιν, τί δή ποτε ὁ φιλόσοφος τοῦτο τὸν Ἀλκιβιάδην αἰτεῖ. πρὸς ὅ φαμεν ὅτι ὁ Σωκράτης οὐ νεκροὺς καὶ ἀπεψυγμένους ἐβούλετο | 37 | |
10 | προάγειν τοὺς λόγους αὐτοῦ, ἀλλ’ ἐνεργοὺς καὶ ζῶας, ὡς εἰπεῖν, καὶ πρέποντας τοῖς προσδιαλεγομένοις· τοῦτο δὲ θηρᾶται ἐκ τῶν ἀποκρί‐ σεων. ἢ ὅτι ἐρωτικὸς ὢν ὁ Σωκράτης βούλεται περιπλακῆναι τοῖς παιδικοῖς· ἔοικε δὲ περιπλοκῇ τὸ διαλογικὸν σχῆμα καὶ ἡ κατὰ βραχὺ τῶν λόγων διαπλοκὴ κατὰ πεῦσιν γινομένη καὶ ἀπόκρισιν. ἤ, ὥς φησιν | |
15 | ἐν τῷ Φαίδρῳ, ‘δεῖ τὸν λόγον ἐοικέναι ζῴῳ‘· καὶ τὸν οὖν ἄριστα κατεσκευασμένον λόγον δεῖ τῷ ἀρίστῳ τῶν ζῴων ἐοικέναι. ἄριστον δὲ ζῷον ὁ κόσμος· ὥσπερ οὖν οὗτος λειμών ἐστι ποικίλων ζῴων, οὕτω δεῖ καὶ τὸν λόγον εἶναι πλήρη παντοδαπῶν προσώπων. καὶ ἄλλως ὅτι, καθάπερ ἐν τούτῳ πάντα φθέγγεται καὶ ἐνεργεῖ (αἱ γὰρ | |
20 | τῶν πραγμάτων ἐνέργειαι οἱονεὶ φωναὶ αὐτῶν εἰσίν), οὕτω δὲ κἀν τῷ λόγῳ προσήκει πάντα λαλεῖν τὰ ἐν αὐτῷ πρόσωπα καὶ ὥσπερ πάντας ἐνεργεῖν. τέταρτον, ὅτι τὸ κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν σχῆμα διεγερτι‐ κόν ἐστιν καὶ ἐπιστρεπτικόν. τοιγαροῦν καὶ οἱ ῥήτορες, ὅτε βούλονται διεγεῖραι τὸν ἀκροατὴν ἢ ἐπιστρέψαι 〈πρὸσ〉 τὸν λόγον, αὐτῷ | |
25 | κέχρηνται, οἶον ‘ἀλλά μοι ἀπόκριναι, πρὸς θεῶν‘. ὁ δὲ | |
57 | κατὰ ἀποτάδην λόγος καθεύδειν ποιεῖ τοὺς ἀκροατάς· ὡς γάρ φησιν ὁ Αἰσχίνης, ‘ὄναρ δ’ ἑώρων τῆς δίκης λεγομένησ‘. βουλό‐ μενος οὖν ἐπιστρέψαι τὸν Ἀλκιβιάδην αἰτεῖ αὐτὸν ἀποκρίνεσθαι πρὸς τὰ ἐρωτώμενα. ἐν οἷς ἡ θεωρία καὶ τὸ προοίμιον τοῦ διαλόγου· ἄρχεται | |
5 | γὰρ ἐντεῦθεν λοιπὸν τὸ πρῶτον μέρος, τουτέστιν τὸ ἐλεγκτικόν. Τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτό ἐστίν σοι πρὸς λόγον ὃν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ; ἰδοὺ καὶ ὁ Ἀλκιβιάδης αὐτὸς αἰτίαν ἀπαιτεῖ τὸν Σωκράτην τοῦ τρίτου λεχθέντος ἐν τῷ προοιμίῳ, τουτέστιν διότι τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττε‐ | |
10 | ται. ἣν μικρὸν ὕστερον καὶ ὁ Σωκράτης ἀποδώσει. Ἐγὼ δὴ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης: οὐκ ἄκαιρος οὐδὲ περιττή, ὡς ἄν τις οἰηθείη, κεῖται νῦν ἡ πρὸς πατρὸς καὶ μητρὸς κλῆσις· ἀλλ’ ἐπειδὴ εὐγενὴς ὁ νέος ἐξ ἀμφοτέρων ἐστίν, ἔοικεν ἐν τούτοις λέγειν ὅτι ‘οὔτε οἱ πρὸς μητρὸς συγγενεῖς οὔτε οἱ πρὸς | |
15 | πατρὸς δύνανται περιποιῆσαί σοι δύναμιν ἥνπερ ἐγὼ δύναμαι‘. Τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατόν ἐστιν: ‘αὕτη‘, φησίν, ‘αἰτία τοῦ μὴ ἀπαλλάττεσθαί με, ὅτι ὧν ἐλπίζεις χωρὶς ἐμοῦ οὐ δύνασαι τυχεῖν‘. ‘διανοημάτων‘ δὲ λέγει ὧν ἀνωτέρω ἀπηριθμήσατο, λέγων ὅτι ‘ἡγῇ θᾶττον παρελθεῖν εἰς | |
20 | τοὺς Ἀθηναίους καὶ δεῖξαι ὅτι ἄξιος εἶ τιμῆς καὶ Περικλέους πλέον καὶ ἔνδοξος φανῆναι ἐν Ἕλλησι καὶ βαρβάροισ‘, καὶ ἁπλῶς ὅσα ἐκεῖ εἰρήκαμεν. τὸ δὲ ‘ἄνευ ἐμοῦ‘, ὕλης ὂν πρόσρημα, δείκνυσιν ὅτι οὐ | |
μεγαλορρημονεῖ ὁ φιλόσοφος, ὡς ἐν τῇ θεωρίᾳ προείρηται. Εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ: ‘εἰς τὰ σὰ πράγματα‘ | 38 | |
25 | φησὶν ἀντὶ τοῦ ‘εἰς τὰς σὰς ἐνεργείασ‘ ‘εἰς σὲ‘ δὲ ‘αὐτόν‘, ἀντὶ τοῦ ‘εἰς τὴν σὴν ψυχήν‘· ὥσπερ καὶ τὸ ‘ἐμὲ‘ ἐπὶ τῆς ψυχῆς κυρίως εἶπεν ἐν τῇ Ἀπολογίᾳ λέγων· ‘βλάψαι δέ με οὐ δύνανται‘. | |
58 | Διὸ δὴ καὶ πάλαι οἶμαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι: ἀντὶ τοῦ ‘εἰ πρότερον ὁ θεὸς διὰ τοῦτο ἀπέτρεπεν, ἵνα μὴ εἰς μάτην οἱ λόγοι γένοιντο, νῦν ἐπειδὴ οὐκ ἀποτρέπει, πάντως περιποιήσω σοι τὴν δύναμιν ἧς ἐπιθυμεῖσ‘. οὐ γὰρ μάτην ὁ θεὸς νῦν οὐκ ἀποτρέπει, εἴγε | |
5 | τότε, ὅτε προσῆκεν, ἀπέτρεπεν. εἰ γὰρ ὁ σπουδαῖος οὐδὲν μάτην ποιεῖ οὐδὲ ἡ φύσις, πολλῷ μᾶλλον ὁ θεός. Ὥσπερ γὰρ σὺ ἐλπίδα ἔχεις ἐν τῇ πόλει: ἀναλογίαν τινά φησιν ἐν‐ ταῦθα ὁ Σωκράτης· ‘ἣν γὰρ τάξιν ἔχεις σύ, ὦ Ἀλκιβιάδη, πρὸς τοὺς πολίτας, κρείττων ὢν αὐτῶν ὡς σύμβουλος συμβουλευομένων (δεῖ γὰρ | |
10 | τοιοῦτον εἶναι τὸν σύμβουλον), ταύτην καὶ ἐγὼ πρὸς σὲ καὶ ὁ θεὸς πρὸς ἐμέ‘. Ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμι: ἰστέον ὅτι τὸ ‘ἐνδειξά‐ μενοσ‘ ὁ φιλόσοφος ἐπὶ τοῦ διαλογικοῦ σχήματος ἀεὶ τάττει, τὸ δὲ ‘ἐπιδειξάμενοσ‘ ἐπὶ τοῦ ἀποτάδην· διὸ καὶ ἀντιδιαιρεῖ αὐτὰ ἀλλήλοις | |
15 | πανταχοῦ. οὕτως οὖν καὶ ἐνταῦθα τούτῳ κέχρηται, ὅτι ‘ἐρωτῶν καὶ ἀποκρινόμενος δείξω πόση δύναμις ἔσται σοι δι’ ἐμοῦ‘. Μετὰ τοῦ θεοῦ μέντοι: ἰδοὺ πάλιν σημεῖον τοῦ μὴ τὸν Σωκράτην μεγαλορρημονεῖν· οὐ γὰρ ἁπλῶς ἑαυτὸν ἔφη δύνασθαι, ἀλλὰ ‘μετὰ τοῦ θεοῦ‘. | |
20 | Νεωτέρῳ μὲν οὖν ὄντι σοι: τὰ αὐτὰ τοῖς ἀνωτέρω καὶ ἐνταῦθά | |
59 | φησιν. ἔλεγεν γάρ, ‘διὸ δὴ καὶ πάλαι οἶμαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι‘· τοῦτο οὖν καὶ νῦν λέγει. εἰς τοῦτο δὲ ᾐνίττετο τὸ ῥητὸν ἐν ἀρχῇ, ὡς ἐπεσημηνάμεθα, ἡνίκα ἔλεγεν, ‘οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ‘· ὧδε οὖν ἡ ἐκείνου | |
5 | ἀπόδοσις, ὅτι ‘διὰ τὸ μὴ μάτην διαλέγεσθαί σοι ἐκώλυεν‘. διὸ ἐπήγαγεν ‘νῦν δὲ ἐφῆκε, νῦν γὰρ ἄν μου ἀκούσαισ‘, ἔτι πλέον προτρέπων αὐτὸν διὰ τούτων πείθεσθαι αὐτῷ, εἴγε καὶ ὁ θεὸς ὡς πεισομένῳ αὐτῷ ἐφῆκε διαλέγεσθαι διὰ τοῦ μὴ ἀποτρέψαι. Νῦν ἀτοπώτερος αὖ φαίνῃ: παραδοξότερος καὶ θαυμασιώτερος. | |
10 | εἰκότως δὲ νῦν ἐπειδὴ διηλέχθη ὁ Σωκράτης θαυμασιώτερος τῷ Ἀλκι‐ βιάδῃ δοκεῖ ἤπερ σιωπῶν. καὶ γὰρ καὶ ἡμεῖς τὸ θεῖον τότε μᾶλλον | |
τεθήπαμεν ὅτε αἰσθητῶς ἐλλαμπόμεθα καὶ ἐνθουσιῶμεν ἤπερ ὅτε μή. Εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας: ὡς εὐφυὴς ὢν ὁ Ἀλκιβιάδης οὔτε παντελῶς ἀρνεῖται ὅτι οὐ ταῦτα φρονεῖ | 39 | |
15 | ἅπερ εἶπεν ὁ Σωκράτης οὔτε συντίθεται, ἀλλὰ τὴν μέσην χωρεῖ διὰ τοῦ ὑποθετικοῦ σχήματος. καὶ οὐ συντίθεται μέν, ἐπειδὴ νόμος ἦν ὁ κελεύων μὴ εἶναι σπουδαρχίδην ἐν δημοκρατίᾳ καὶ ἐντεῦθεν ἐδεδοίκει· οὐκ ἀρνεῖται δέ, ἐπειδὴ ἠβούλετο, πολιτικὸς ἐπιθυμῶν γίνεσθαι, ἀκοῦσαι παρὰ τοῦ Σωκράτους κατὰ ποίους λόγους τοιοῦτος γενήσεται καὶ τοῦ | |
20 | δήμου προστήσεται. φησὶν οὖν ὅτι ‘εἰ καὶ ὥσπερ λέγεις ταῦτα φρονῶ, πῶς ταῦτά μοι περιποιήσεις;‘ Πῶς διὰ σοῦ μοι ἔσται; ἐνταῦθα γενόμενος ὁ φιλόσοφος Ἰάμβλιχος ἠπόρησεν ὅτι φαίνεται ὁ Ἀλκιβιάδης τελειότερος ὢν τοῦ Σωκράτους. | |
60 | οὗτος μὲν γὰρ εἶπεν ὅτι ‘διὰ σοῦ‘ πρόσρημα ὀργανικῆς αἰτίας, ἐκεῖνος δὲ ὅτι ‘μετὰ τοῦ θεοῦ‘, πρόσρημα ποιητικῆς αἰτίας, καὶ συνέταξεν ἑαυτὸν τῷ θεῷ, οὗτος δὲ ὡς ὀργάνου ὄντος τῷ θεῷ τοῦ Σωκράτους εἶπεν ‘διὰ σοῦ‘. ἔλυσε δὲ αὐτὸς παγκάλως λέγων ὅτι | |
5 | ἐν ἑτέροις φησὶν ὁ Πλάτων ὅτι αἱ μὲν τελειότεραι ψυχαὶ συνεπιτροπεύ‐ ουσι τὰ τῇδε τῷ θεῷ καὶ συνδιοικοῦσιν, αἱ δὲ ἀτελέστεραι ὡς ὄργανόν εἰσι καὶ οὕτως χρῆται αὐταῖς ὁ θεὸς πρὸς τὰ ἐνταῦθα· οὐ μόνον δὲ ταῖς ἀτελεστέραις, ἀλλ’ ἔστιν ὅτε καὶ ταῖς κακαῖς, οἷον φονεῦσιν πρὸς τὸ δίκην ἀξίαν δοῦναι τοὺς ὀφείλοντας. ὁ μὲν οὖν Σωκράτης πρὸς τὰς | |
10 | τελειοτέρας αὑτοῦ δυνάμεις ἀποβλέψας εἶπεν ‘μετὰ τοῦ θεοῦ‘· ὁ δὲ Ἀλκιβιάδης πρὸς τὰς ἀτελεστέρας, διὸ ‘διὰ σοῦ‘ εἶπεν καὶ ἐπή‐ γαγεν πάλιν ‘καὶ ἄνευ σοῦ‘, πρόσρημα ὕλης. Ἆρ’ ἐρωτᾷς εἴ τιν’ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; βούλεται διὰ τούτων ὁ Σωκράτης παρασκευάσαι τὸν Ἀλκι‐ | |
15 | βιάδην ὥστε μὴ διακεῖσθαι ὡς ἀποτάδην αὐτοῦ ποιησομένου τοὺς λόγους. ἠπίστατο γὰρ ὅτι ῥητορικὸς ὢν ὁ Ἀλκιβιάδης οὕτως αὐτὸν ἡγήσεται διαλέγεσθαι· διό φησιν, ‘οἵους δὴ εἴθισαι ἀκούειν‘. ἐντίθησι δὲ αὐτῷ ἔννοιαν ὅτι διαλογικῶς αὐτὸς διαλέξεται· ἐπάγει γάρ, ‘οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλ’ ἐνδείξασθαι μέν | |
20 | σοι‘, ἀντὶ τοῦ ‘κατὰ πεῦσιν καὶ ἀπόκρισιν προσδιαλεχθῆναι‘. Ἐὰν ἓν μόνον ἐθέλῃς βραχὺ ὑπηρετῆσαι: ἐνταῦθα τὸ ἕτερον αἰτεῖ τὸν Ἀλκιβιάδην ὁ Σωκράτης, τουτέστιν τὸ ἀποκρίνασθαι. ‘βραχὺ‘ | |
61 | δὲ εἶπεν ὡς τὴν ἀνυπόθετον ἀσκῶν φιλοσοφίαν καὶ μὴ δεόμενος πολλῶν λόγων. δι’ ἃς δὲ αἰτίας αἰτεῖ αὐτὸν ἀποκρίνασθαι, εἰρήκαμεν καὶ ἐν τῇ θεωρίᾳ· καὶ νῦν δὲ ῥητέον ὅτι διὰ τὸ αὐτοκινήτως ἐνεργεῖν ὑφ’ | |
ἑαυτοῦ ἐλεγχόμενος διὰ τῶν ἀποκρίσεων δόξει διορθοῦσθαι. ἰστέον | 40 | |
5 | γὰρ ὅτι πρὸς ἑαυτοὺς ἐπιστρέφοντες αὐτοκινήτως ἐνεργοῦμεν, μὴ δεόμενοί τινος ἔξωθεν πρὸς ἐπιδιόρθωσιν καὶ ἀπαλλαγὴν τῶν ἐν ἡμῖν παθῶν· ὅτε δὲ διὰ τοῦ ἑτέρους ἐλέγχεσθαι καταπαύσωμεν τὰ πάθη, τότε ἑτεροκινήτως. καθάπερ ἐν Γοργίᾳ· καὶ γὰρ ἐκεῖ διὰ τοῦ Θρασυ‐ μάχου τὸν θυμὸν ἐλέγχοντος τοῦ Σωκράτους ἡμεῖς ἐννοοῦμεν κατα‐ | |
10 | παῦσαι τὸν ἐν ἡμῖν Θρασύμαχον. καὶ πάλιν διὰ μὲν τοῦ Καλλικλέους τὸ φιλήδονον, διὰ δὲ τοῦ Πώλου τὸ φιλότιμον. ὁμοίως δὲ καὶ διὰ τοῦ Πρωταγόρου τὴν φαντασίαν· σοφιστὴς γὰρ ὁ Πρωταγόρας, ἔοικε δὲ καὶ ἡ φαντασία σοφιστῇ, τὰ μὴ ὄντα σοφιζομένη καὶ ἀναπλάττουσα. τὸν οὖν Ἀλκιβιάδην ἐνταῦθα αὐτοκινήτως βουλόμενος ἐνεργεῖν παρασκευά‐ | |
15 | ζει πρὸς αὐτὸν ὁ Σωκράτης ἀποκρίνασθαι· καὶ τοῦτό φησιν ‘ὑπηρε‐ τῆσαι‘, ἵνα ὁ πάντων ἄρχειν ἐπιθυμῶν τῷ Σωκράτει φανείη νῦν ὑπηρετῶν. Ἀλλ’ εἴγε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα: εἰκότως πρὸς τὴν ἐπαγγελίαν τοῦ Σωκράτους ὁ νέος τοιαύτην οὖσαν, ὅτι δύναμιν αὐτῷ | |
20 | περιποιήσει ἣν οἱ ἄλλοι οὐκ ἠδυνήθησαν, καὶ τὴν αἴτησιν μεγάλην ἐνόμισεν. διό φησιν, ‘εἰ μὴ χαλεπόν τι λέγεισ‘· ἐνόμιζε γὰρ ἀκόλουθον εἶναι κατὰ τὸ μέγεθος τοῖς ἐπηγγελμένοις τὴν αἴτησιν. ἰδοὺ δὲ καὶ αὐτὸς ὁμολογεῖ τῷ Σωκράτει ὑπηρετεῖν, εἰ μὴ εἴη τοῦτο βαρύ. ὁ δὲ ἀποκρίνεται, ‘εἰ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνεσθαι‘, ἵνα ⟦ᾖ⟧ ἐκεῖνος | |
62 | ὁμολογῶν ὅτι οὐ χαλεπὸν ἑτοίμως ἀποκρίνηται. τοιγαροῦν φησὶν ὁ νέος, ‘οὐ χαλεπόν‘· τοῦτο δὲ εὐλόγως. εἰ μὲν γὰρ Ἀριστοτέλης ἦν ὁ ἐρωτῶν ἤ τις ἄλλος ἐριστικός, πρὸς νίκην καὶ μόνην ὁρῶν καὶ διὰ τοῦτο ἀγαπῶν τὰ τοῦ προσδιαλεγομένου πταίσματα, δυσχερὲς ἦν καὶ χαλεπὸν | |
5 | τὸ ἀποκρίνεσθαι· ἐπειδὴ δὲ Σωκράτης ἐστὶν ὁ μαιευτικὸς καὶ πρὸς ὠφέλειαν καὶ διόρθωσιν τῶν νέων σκοπῶν, εἰκότως οὐ χαλεπόν, τοὐναντίον δὲ μᾶλλον τὸ ἐρωτᾶν χαλεπόν, καθάπερ καὶ ἐν ὁδῷ τὸ ἡγεῖσθαι τοῦ ἕπεσθαι. Οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ; κατ’ ἐρώτησιν ἀνα‐ | |
10 | γνωστέον τοῦτο· πάλιν γὰρ ἐκ τῆς ἀποκρίσεως σαφὲς τοιοῦτον ὄν, ἀποκρίνεται γὰρ ‘ἔστω‘. καὶ ἰστέον ὅτι καὶ ἐν τῇ παρούσῃ ἀποκρίσει ὁ Ἀλκιβιάδης ὑποθετικῶς αὖθις ἀποκρίνεται ῥητορικῇ δεινότητι· ἐπε‐ παίδευτο γὰρ ταύτην ἱκανῶς παρὰ τῷ Περικλεῖ, δεινῷ ὄντι καὶ ἐπι‐ τρόπῳ αὐτοῦ. φησὶν οὖν, ‘ἔστω, εἰ βούλει, οὕτως, ἵνα εἰδῶ ὅ τι ἐρεῖσ‘· | |
15 | ὑποθετικὸν γὰρ τὸ ‘εἰ βούλει‘. καὶ τὰ λοιπὰ δὲ ἠθικῶς εἴρηται καὶ οὐ χαλεπῶς συγκατανεύοντος. ἐν τούτοις πεπλήρωται τὸ προοίμιον τοῦ | |
διαλόγου καὶ ἀρχὴ λοιπὸν τοῦ ἐλεγκτικοῦ. | 41 | |
18t | ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΤΜΗΜΑΤΟΣ | |
19t | Πρᾶξις σὺν θεῷ ζʹ | |
20 | Φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις. Τριῶν ὄντων τούτων στοιχείων ἀγαθοῦ συμβούλου, προαιρέσεως ἀγαθῆς, γνώσεως ἀκριβοῦς, δυνάμεως ἀπαγγελτικῆς (δεῖ γὰρ καὶ | |
63 | εὔνουν εἶναι τοῖς ἀκροωμένοις τὸν σύμβουλον, εἰ δὲ μή, οὐκ ἀγαθός· ἀλλὰ μὴν καὶ εἰδέναι ἀκριβῶς περὶ ὧν μέλλει ἐρεῖν, οὐ γὰρ ἀγνοῶν συμβουλεύσει· ἔτι δὲ καὶ δύνασθαι ταῦτα προάγειν καὶ φράζειν ἃ ἐνεθυμήθη, ἐπεὶ ἀνωφελῆ τὰ πρότερα δύο)· τούτων οὖν ὄντων δείκνυσιν | |
5 | ὁ Σωκράτης ἀπὸ τῆς ἀκριβοῦς γνώσεως μὴ ὄντα σύμβουλον ἀγαθὸν τὸν Ἀλκιβιάδην. καὶ πρῶτον μὲν χρῆται συλλογισμῷ τοιούτῳ. ‘ὁ ἀγαθὸς σύμβουλος οἶδεν περὶ ὧν μέλλει συμβουλεύειν, καὶ μᾶλλον ἢ οἷς συμ‐ βουλεύει· οὔτε γὰρ ἐπ’ ἴσης (μάταιον γὰρ τὰ αὐτὰ διδάσκειν τοὺς γινώσκοντας) οὔτε ἐπ’ ἔλαττον (μανικὸν γὰρ τὸν μὴ γινώσκοντα τοῖς | |
10 | ἐπιστήμοσιν εἰσηγεῖσθαί τι)· οὐκοῦν ἐξ ἀνάγκης ὁ ἀγαθὸς σύμβουλος μᾶλλον τῶν ἀκροωμένων οἶδεν περὶ ὧν συμβουλεύει· ὁ μᾶλλον εἰδὼς ἢ ἔμαθεν ἢ εὗρεν‘. διττὴ γὰρ ἡ γνῶσις, εἰς μάθησιν διαιρουμένη καὶ εὕρεσιν· ἑτεροκινήτως μὲν γὰρ μανθάνομεν, αὐτοκινήτως δὲ εὑρίσκομεν. οὕτω δὲ καὶ οἱ ποιηταὶ τὸν Ἑρμῆν γνώσεως ἔφορον ὄντα καὶ ἄγγελον | |
15 | μυθεύουσιν εἶναι καὶ Μαίας υἱόν· ἄγγελον μὲν ὡς μανθάνοντα, ἃ γὰρ μανθάνει παρ’ ἑτέρων ὁ ἄγγελος ἀπαγγέλλει· Μαίας δὲ υἱὸν ὡς εὑρίσκοντα, ἡ γὰρ μαῖα οὐκ αὐτὴ ταῖς τικτούσαις ἐντίθησι τὰ βρέφη, ἀλλ’ ὄντα φωσφορεῖ· οὕτως οὖν καὶ ὁ εὑρίσκων τοὺς ἐνόντας αὐτῷ λόγους ἀποτίκτει. εἰ δέ ποτε τὸ μανθάνειν κρεῖσσόν ἐστι τοῦ εὑρίσκειν, | |
20 | ὡς ἡνίκα παρὰ θεῶν δι’ ὀνείρων μανθάνομεν, ἰστέον ὅτι τότε καὶ τὸ ἑτεροκινήτως ἐνεργεῖν τοῦ αὐτοκινήτως αἱρετώτερον· συμφέρει γὰρ | |
64 | ὑπὸ θεοῦ μᾶλλον ἢ ὑφ’ ἑαυτοῦ ἄγεσθαι. εἶτα ‘ὁ μαθὼν ἢ εὑρὼν ἢ ἐζήτησεν ἢ ἐδιδάχθη (τὰ μὲν γὰρ τέλη, τὸ μαθεῖν καὶ εὑρεῖν, ταῦτα δὲ ὁδοί, τὸ ζητῆσαι καὶ διδαχθῆναι)· ὁ ζητήσας ἢ διδαχθεὶς ἔχει χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ᾤετο εἰδέναι, ἵνα ἢ φοιτήσαι εἰς διδασκάλους ἢ ἐν‐ | |
5 | ταλαιπωρήσαι ταῖς ζητήσεσιν· ὁ ἀγαθὸς ἄρα σύμβουλος ἔχει χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ᾤετο εἰδέναι. ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης τοῦτον οὐκ ἔχει | |
λέγειν· νέος γὰρ ὢν κομιδῇ καὶ τοῖς ἡλικιώταις συναστραγαλίζων ὤμνυεν ὑπ’ αὐτῶν ἀδικεῖσθαι ὡς δὴ ἠκριβωμένος τὸ δίκαιον‘. Καὶ οὕτω μὲν συνθετικῶς προῆλθεν ὁ συλλογισμός· ἔστι δὲ καὶ | 42 | |
10 | ἀναλυτικῶς αὐτὸν προαγαγεῖν, οὕτως. ‘ὁ ἀγαθὸς σύμβουλος ἔχει χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ᾤετο εἰδέναι· ὁ τοιοῦτος ἢ ἐζήτησεν ἢ ἐδιδάχθη· ὁ τοιοῦτος ἢ ἔμαθεν ἢ εὗρεν· ὁ τοιοῦτος μᾶλλον οἶδεν περὶ ὧν συμ‐ βουλεύει ἢ οἷς συμβουλεύει· ὁ ἄρα ἀγαθὸς σύμβουλος μᾶλλον τῶν ἀκροωμένων οἶδεν περὶ ὧν συμβουλεύει‘. ἔοικε δὲ ὁ μὲν πρῶτος συλ‐ | |
15 | λογισμὸς καθόδῳ ψυχῆς ἀεὶ προσλαμβανούσῃ καὶ ἐνδυομένῃ τὰ πάθη, ὁ δὲ δεύτερος ἀνόδῳ ἀεὶ ἀποβαλλούσῃ τὰ πάθη· ὅτε καὶ λέγοι ἄν τις περὶ αὐτῆς τὸ ποιητικόν· ‘αὐτὰρ ὁ γυμνώθη ῥακέων‘. Ἐλέγχει δὲ ὁ Σωκράτης τὸν Ἀλκιβιάδην οὐ μόνον διὰ τοῦ εἰρημένου | |
20 | συλλογισμοῦ, ἀλλὰ καὶ δι’ ἑτέρου τρόπου τοιούτου, λέγων· ‘ἆρα περὶ τίνων ἂν συμβουλεύσοις Ἀθηναίοις; ἆρα περὶ ὧν γινώσκεις καὶ οἴει εἰδέναι, οἶον περὶ τοῦ παλαίειν καὶ κιθαρίζειν καὶ περὶ γραμμάτων; ταῦτα γὰρ ἔμαθες. ἀλλ’ οὐ περὶ τούτων ἐκκλησιάζουσιν οὐδὲ βουλεύον‐ ται· ἀλλ’ εἰ ὅλως, οὐ περὶ τοῦ πῶς δεῖ κιθαρίζειν ἢ παλαίειν, ἀλλ’ εἰ | |
25 | δεῖ γυμναστὰς ἢ κιθαριστὰς ἢ γραμματιστὰς ἐν τῇ οἰκείᾳ πόλει παρα‐ | |
65 | λαμβάνειν‘. οὕτω γοῦν καὶ ὁ παρ’ Ὁμήρῳ Ἀχιλλεὺς πολιτικὸς ὢν οὐκ αὐτὸς ἐμαντεύσατο τοῖς Ἕλλησιν, ἀλλὰ συνεβούλευσεν μάντει χρῆσθαι· καὶ πάλιν ὁ Θεμιστοκλῆς οὐκ αὐτὸς ἐναυπήγησε τὰς τριήρεις, ἀλλ’ εἰσηγήσατο κατασκευάζειν ναυτικὸν λύσας τὸν χρησμόν, | |
5 | ‘τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ‘. εἰκότως δὲ τοῦτο. αἱ γὰρ ἐπαναβεβηκυῖαι τέχναι οὐ φθείρουσι τὰς ὑπ’ αὐτὰς προλαμβάνουσαι τὰ ἐκείνων, ἀλλὰ τοὐναντίον καὶ συνιστᾶσιν, ἵνα οὕτως ἡ φιλοσοφία μείνῃ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν, σῳζομένων τῶν τεχνῶν μετ’ αὐτὴν καὶ οὕτως αὐταῖς | |
10 | παρέχουσα τὰς ἀρχάς. ‘οὐκοῦν οὐ περὶ ὧν γινώσκεις καὶ οἴει εἰδέναι συμβουλεύσειας (οὐ γὰρ περὶ τούτων, ὡς εἴρηται, βουλεύονται)· ἀλλ’ οὐδὲ περὶ ὧν ἀγνοεῖς καὶ νομίζεις μὴ εἰδέναι (ἡ γὰρ ἁπλῆ ἄγνοια οὐκ ἔστιν ἁμαρτάδος αἰτία)· ἀλλὰ μὴν οὐδὲ περὶ ὧν ἀγνοεῖς καὶ νομίζεις εἰδέναι (τοῦτο γὰρ διπλῆς ἀμαθίας· εἰδότος δὲ περὶ ἑκάστου | 43 |
15 | ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος)‘. τὸ δὲ ἕτερον σκέλος ἀσύστατόν ἐστι, φημὶ δὲ τὸ εἰδέναι μέν, οἴεσθαι δὲ μὴ εἰδέναι, ἤτοι ἀγνοεῖν ὅτι οἶδεν· ἡ γὰρ ἐπιστήμη, φῶς οὖσα, οὐ λανθάνει τὸν ἔχοντα. καὶ αὕτη μὲν ἡ διαίρεσις δι’ ἧς πάλιν ὁ Ἀλκιβιάδης ἐλέγχεται μὴ ὢν ἀγαθὸς σύμβουλος κατὰ γνῶσιν. | |
20 | Τρία δὲ ταῦτα ἐπαιδεύοντο ἐν Ἀθήνησι, γράμματα, κιθαρίζειν, παλαίειν, διὰ τὸ ἐπικοσμεῖν, ὡς ἐν ἀρχῇ προείρηται, τὴν τριμέρειαν | |
66 | τῆς ψυχῆς· διὰ μὲν τῶν γραμμάτων τὸν λόγον, διὰ δὲ τῆς κιθάρας τὸν θυμὸν τιθασεύοντες, διὰ δὲ τοῦ παλαίειν ῥωννύντες τὴν ἐπιθυμίαν καὶ ἀμάλθακτον αὐτὴν ποιοῦντες. ἐπάγει δὲ ὅτι ‘αὐλεῖν δέ γε οὐκ ἤθελεσ‘. διὰ πολλὰς δὲ αἰτίας οὐκ ἐπετήδευον τὸν αὐλόν· πρῶτον | |
5 | μὲν ὅτι ἐκστατικὸς οὗτος καὶ μᾶλλον ἐνθουσιαστικὸς καὶ οὐ παιδευτι‐ κός. ἐν μὲν γὰρ τῷ κιθαρίζειν δυνατὸν καὶ λόγῳ χρῆσθαι, ἐν δὲ τῷ αὐλεῖν οὐδαμῶς· οὐ μόνον δὲ αὐτὸς οὐ δύναται λόγῳ χρῆσθαι ἢ ᾄδειν, ἀλλ’ οὐδὲ ἄλλου ᾄδοντος ἀκούειν, θορυβώδης γὰρ οὗτος· διὸ ‘κιθαρῳ‐ δία‘ μὲν εἴρηται, ‘αὐλῳδία‘ δὲ οὔ. καὶ ἡ Ἀθηνᾶ δὲ διὰ τοῦτο τὸν αὐλὸν | |
10 | ἀπέρριψεν ὡς ἐμπόδιον ὄντα τῷ λόγῳ (ἔφορος δὲ σοφίας ἡ θεός)· ὡς δέ φασιν οἱ ποιηταί, διότι τὸ πρόσωπον ἀπρεπὲς ἑώρα. ἢ καὶ τοῦτο νοητέον οὕτως, ὅτι πρόσωπον τῆς ἀπηχήσεως ὁ λόγος, ὁ δὲ αὐλὸς τῷ λόγῳ πολέμιος. καὶ ὁ ποιητὴς δὲ τοῖς Ἕλλησιν ἀποδίδωσι πανταχοῦ τὸ κιθαρίζειν, οὐδαμοῦ δὲ αὐτοὺς εἰσήγαγεν αὐλοῦντας· ἀλλὰ τοῖς | |
15 | Τρωσὶ βαρβάροις οὖσιν ἀπένειμε τὸν αὐλόν, περὶ ὧν καὶ τὸ ‘Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥσ‘, εἴρηκε. καλῶς δὲ τούτοις τὸν αὐλὸν ἀποδέδωκεν, ὡς Φρυξίν· ἐν Φρυγίᾳ | |
67 | γὰρ λέγεται εὑρεθῆναι ὁ αὐλὸς περὶ τὰ μυστήρια καὶ τοὺς ἐν‐ θουσιασμούς. ἔνθα καὶ ὁ Μαρσύας ἦν, ὃς ἀγωνισάμενος περὶ μουσικῆς πρὸς Ἀπόλλωνα ἡττήθη χρώμενος αὐλῷ, ἐκείνου δὲ κιθάραν ἔχοντος. καὶ αὐτὸς δὲ ὁ Ἀλκιβιάδης περὶ τῶν Θηβαίων ἔφη· ‘αὐλείτωσαν | |
5 | Θηβαίων παῖδες, διαλέγεσθαι γὰρ οὐκ ἴσασιν‘. ἐν οἷς ἡ θεωρία. Φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι: ζητητέον διὰ τί ἀπὸ τῆς γνώ‐ σεως μόνης ἐλέγχει τὸν νέον ὁ Σωκράτης, οὐχὶ δὲ καὶ ἀπὸ τῶν ἄλλων. ἤ φαμεν ὅτι ἀπὸ τῆς ἀπαγγελτικῆς δυνάμεως οὐκ ἠδύνατο· ᾔδει γὰρ | 44 |
10 | αὐτὸν ταύτην ἔχοντα διὰ Περικλέους, ᾧ συνδιέτριψε πρότερον· ἐκ τούτου οὖν ῥητορικὸς ἦν τὴν φύσιν. ἀλλ’ οὐδὲ ἀπὸ τῆς προαιρέσεως· καὶ γὰρ ἀγαθὸς ἦν ἐκ τοῦ ἀνάλωτος εἶναι τῷ φιλοχρημάτῳ πάθει καὶ μεγα‐ λοφρονεῖν ἐπὶ τοῖς ὑπάρχουσιν καὶ ὑπερφρονεῖν τῶν ἄλλων ἐραστῶν. Εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα: ὡς πρὸς ῥητορικὸν δια‐ | |
15 | λεγόμενος πανταχοῦ προσφόροις ὀνόμασι κέχρηται, ὥσπερ καὶ νῦν. ἀκροατὰς γὰρ αὐτῷ καὶ θέατρον ἀποδίδωσιν, τίθησι δὲ καὶ βῆμα κἀκεῖνον ᾄττοντα πρὸς τοῦτο, ἑαυτὸν δὲ χαλινὸν ἐπιτίθησιν, ἵνα τὰ τοῦ νέου πάθη χαλιναγωγήσῃ καὶ τὴν πρὸς τὸ συμβουλεύειν ὁρμήν· φησὶ γοῦν, ‘λαβόμενος ἐροίμην‘. | |
20 | Ἆρ’ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι; ἰδοὺ πρώτη πρότασις, ὅτι ‘ὁ ἀγαθὸς σύμβουλος μᾶλλον οἶδε περὶ ὧν μέλλει συμ‐ βουλεύειν ἤπερ οἷς συμβουλεύει· οὔτε γὰρ ἐπ’ ἔλαττον, μανικὸν γάρ· οὔτ’ ἐπ’ ἴσης, καὶ γὰρ μάταιον‘. Οὐκοῦν ταῦτα μόνον οἶσθα ἃ παρ’ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξεῦρες; | |
25 | ἡ δευτέρα πρότασις, ὅτι ‘ὁ μᾶλλον εἰδὼς ἢ ἔμαθεν ἢ ἐξεῦρεν‘· διττὴ γὰρ ἡ γνῶσις, ὡς μεμαθήκαμεν. Τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν: ἡ τρίτη πρότασις, ὅτι ‘ὁ μαθὼν ἢ εὑρὼν ἢ ἐζήτησεν ἢ ἐδιδάχθη· τὰ μὲν γὰρ ὁδοί, ταῦτα δὲ τέλη‘. τὸ δὲ μαθεῖν ἀντὶ τοῦ διδαχθῆναι ἀκουστέον. | |
68 | Ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι: ἡ τετάρτη πρότασις καὶ τελευ‐ ταία, ὅτι ‘ὁ ζητήσας ἢ διδαχθεὶς ἔχει χρόνον εἰπεῖν ὅτε οὐκ ᾤετο εἰδέ‐ ναι‘. ἰστέον δὲ ὅτι ὁ μὲν προσυλλογισμὸς ἐν πρώτῳ σχήματί ἐστιν, ὁ δὲ συλλογισμὸς ἐν δευτέρῳ. ἔστι γὰρ ὁ μὲν προσυλλογισμὸς οὗτος· ‘ὁ | |
5 | ἀγαθὸς σύμβουλος μᾶλλον οἶδε περὶ ὧν συμβουλεύει ἢ οἱ συμβουλευό‐ μενοι· ὁ τοιοῦτος ἢ ἔμαθεν ἢ εὗρεν· ὁ τοιοῦτος ἢ ἐζήτησεν ἢ ἐδιδάχθη· ὁ τοιοῦτος ἔχει χρόνον εἰπεῖν ὅτε οὐκ ᾤετο εἰδέναι· ὁ ἀγαθὸς ἄρα σύμβουλος ἔχει χρόνον ἐν ᾧ οὐκ ᾤετο εἰδέναι‘. ὁ δὲ συλλογισμὸς λαμβάνων τὴν τελευταίαν ἀποδειχθεῖσαν πρότασιν ἐν τῷ προσυλλο‐ | |
10 | γισμῷ προέρχεται ἐν δευτέρῳ σχήματι οὕτως· ‘ὁ ἀγαθὸς σύμβουλος ἔχει χρόνον εἰπεῖν ὅτε οὐκ ᾤετο εἰδέναι· ὁ Ἀλκιβιάδης οὐκ ἔχει χρόνον εἰπεῖν ὅτε οὐκ ᾤετο· ὁ Ἀλκιβιάδης ἄρα οὐκ ἀγαθὸς σύμβουλοσ‘. ἰστέον δὲ ὅτι αὐτὸς μὲν πλατύτερον ἐξήπλωσε τὸν συλλογισμόν, ἡμεῖς δὲ τάξιν ἀπενείμαμεν αὐτῷ συλλογισμοῦ. | |
15 | Ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα: καλῶς τὸ ‘σχεδὸν‘ πρόσκειται· εἰκὸς γὰρ τὸν Ἀλκιβιάδην εἰδέναι σκευάριον ὃ ἐν τῷ αὐτοῦ οἴκῳ ἔκειτο, ὅπερ ὁ Σωκράτης οὐκ ἐγίνωσκεν. | |
Αὐλεῖν δέ γε οὐκ ἤθελες: ἀληθές· αὐτοῦ γάρ ἐστι περὶ Θηβαίων εἰπόντος, ‘αὐλείτωσαν Θηβαίων παῖδες, διαλέγεσθαι | 45 | |
20 | γὰρ οὐκ ἴσασιν‘. Οἶμαι δὲ οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν ἐξιὼν ἔνδοθεν: τουτέστιν ‘οὐ μεμάθηκας ἄλλο τι πλὴν τούτων, εἴγε οὐδέποτε λέληθάς με‘· καθάπερ ὁ Διομήδης τὴν Ἀθηνᾶν, πρὸς ἥν φησιν, ‘οὐ νύ σε λήθω κινούμενοσ‘. δίκην γὰρ συνειδότος ἑκάστῃ τῶν πράξεων ἡμῶν | |
25 | παρακολουθοῦντος, οὕτω καὶ ὁ Σωκράτης συνῆν ἀεὶ τῷ Ἀλκιβιάδῃ. Πότερον οὖν ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύονται: ἐντεῦ‐ θεν ὁ δεύτερος ἔλεγχος, ὃν ἡμεῖς ὑπὸ διαίρεσιν ἀνηγάγομεν, ὅτι ἡ συμβουλὴ ἢ περὶ ὧν οἶδεν καὶ νομίζει εἰδέναι, ἢ περὶ ὧν οὐκ οἶδε μέν, νομίζει δὲ εἰδέναι, ἢ περὶ ὧν οὔτε οἶδεν οὔτε νομίζει εἰδέναι· καὶ τὸ | |
69 | τέταρτον σκέλος καὶ ἀσύστατον ἔφαμεν εἶναι τὸ εἰδέναι μέν, νομίζειν δὲ μὴ εἰδέναι. κατὰ πάντα οὖν ταῦτα δεδείχαμεν μὴ δυνάμενον ἀγαθὸν σύμβουλον γενέσθαι. ἡ δὲ λέξις δύο μόνων μέμνηται, τοῦ εἰδέναι καὶ νομίζειν εἰδέναι (περὶ τούτων δὲ οὐδέποτε Ἀθηναῖοι ἐκκλησιάζουσιν, | |
5 | εἴγε κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μόνον ἔμαθεν) καὶ περὶ ὧν οὐκ οἶδε μέν, γινώσκει δὲ ὅτι οὐκ οἶδεν (ἐπάγει γὰρ ὅτι ‘οὔτε περὶ οἰκοδομίας αὐτοῖς συμβουλεύσεισ‘, ταύτην δὲ μὴ εἰδὼς ὁ Ἀλκιβιάδης ᾔδει ὅτι οὐκ οἶδεν). Οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας: ἰστέον ὅτι οὐχ ὡς εὐτελοῦς | |
10 | ὄντος τοῦ περὶ οἰκοδομίας συμβουλεύειν εἶπεν ὁ Σωκράτης ὅτι ‘οὐ τότε συμβουλεύσεις, ὅτε περὶ οἰκοδομίας βουλεύονται‘, ἀλλ’ ὡς ἀγνοοῦντος τοῦ Ἀλκιβιάδου τὴν οἰκοδομίαν· ἐπήγαγεν γὰρ ὅτι ‘ὁ οἰκοδόμος ταῦτά γε σοῦ βέλτιον βουλεύσει‘, ἀντὶ τοῦ ‘ἀκριβῶς τὰ περὶ τῆς οἰκοδομίασ‘. φυλαττόμενος γὰρ τοῦτο καὶ παρά‐ | |
15 | δειγμα ἀπὸ τιμιωτέρας τέχνης ἐπήγαγεν εἰπὼν ‘οὐδὲ μὴν ὅταν περὶ μαντικῆσ‘, ἵνα δείξῃ ὅτι οὐ τὸ τίμιον ἢ ἄτιμον τοῦ ὑποκει‐ μένου παρασκευάζει συμβουλεύειν ἢ μή, ἀλλ’ ἡ περὶ τῶν προκειμένων ἀκριβὴς γνῶσις· ὡς γὰρ καὶ ἐφεξῆς εὐθέως φησίν, ‘εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦν‐ | |
20 | τοσ‘. Οὐδὲ μὴν ὅταν περὶ μαντικῆς: διττή ἐστιν ἡ μαντικὴ παρὰ Πλάτωνι, ἡ μὲν μανική τις οὖσα, ὡς ἐν φαίδρῳ φησίν, ἥτις ἐνθουσιαστική ἐστι | |
70 | καὶ θεία, ἡ δὲ οἶον μαστευτικὴ καὶ ζητητική, ἥτις καὶ τέχνη ἐστίν· περὶ ἧς νῦν διαλέγεται, ὅτι ‘περὶ ταύτης ἄμεινον ὁ μάντις συμβουλεύσει ἢ σύ‘. περὶ γὰρ τῆς προτέρας ὡς μήτε διδακτῆς οὔσης οὔτε συμβου‐ | |
λεύσει τις. | 46 | |
5t | Πρᾶξις σὺν θεῷ ηʹ | |
6 | Ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβου‐ λεύσων ὀρθῶς ἀναστήσῃ; Πάλιν ὡς εὐφυὴς ὁ Ἀλκιβιάδης καὶ ῥητορικὸς ἀποφεύγει τὰς Σωκρα‐ τικὰς ἐρωτήσεις. δειχθεὶς γὰρ μὴ ἀξιόχρεως ὢν σύμβουλος, μήτε περὶ | |
10 | ὧν οἶδεν καὶ οἴεται εἰδέναι, οἶον γραμμάτων, κιθαρῳδίας, πάλης (οὐ γὰρ περὶ τούτων Ἀθηναῖοι συμβουλεύονται, πῶς δεῖ αὐτοῖς χρῆσθαι, ἀλλ’ εἰ ὅλως δεῖ γραμματιστὴν ἢ ἀθλητὴν ἢ κιθαριστὴν ἐν τῇ οἰκείᾳ πόλει παραλαμβάνειν), ἀλλὰ μὴν οὔτε περὶ ὧν οὐκ οἶδεν οὔτε οἴεται εἰδέναι (ἡ γὰρ ἁπλῆ ἄγνοια οὐχ ἁμαρτημάτων αἰτία), ἔτι δὲ οὔτε περὶ | |
15 | ὧν οὐκ οἶδε μέν, οἴεται δὲ εἰδέναι (‘εἰδότος γὰρ περὶ ἕκαστον ἡ συμβουλή, καὶ οὐ πλουτοῦντοσ‘)· τὸ δὲ ἕτερον σκέλος ἀσύστατον ἐδείχθη, τὸ εἰδέναι μέν, οἴεσθαι δὲ μὴ εἰδέναι (φῶς γὰρ οὖσα ἡ ἐπιστήμη οὐ λανθάνει τὸν ἔχοντα)· δειχθεὶς οὖν ἐν τούτοις μὴ ἀξιόχρεως ὢν σύμβουλος καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ Σωκράτους, ‘ὅτε οὖν | |
20 | περὶ τίνος βουλεύονται Ἀθηναῖοι, συμβουλεύσεις αὐτοῖς;‘ εἰδὼς τὴν διαίρεσιν ἄφυκτον οὖσαν ἐᾷ μὲν αὐτήν, ἔξωθεν δὲ ἀποκρίνεται λέγων· ‘ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων βουλεύονται‘. καὶ εἰ μὲν κατὰ 〈τὰσ〉 φιλοσόφους ὑποθήκας ‘ἑαυτοὺσ‘ μὲν ἐκάλει τὰς ψυχὰς καὶ τὰς κυρίως οὐσίας, ‘πράγματα‘ δὲ τὰς ἐνεργείας, καλῶς | |
25 | ἂν εἶχεν αὐτῷ ἡ ἀπόκρισις, εἰ καὶ μὴ ἠδύνατο περὶ τούτων συμβουλεύειν. ἐπειδὴ δὲ οὐχ οὕτως, ἀλλ’ ἀδιορίστως ἀπεκρίνατο, ἐρωτᾷ πάλιν αὐτὸν ὁ Σωκράτης· ‘ποίων πραγμάτων; ἆρα ὅτε περὶ ναυπηγίας;‘ καὶ | |
71 | καλῶς ἐχρήσατο τῷ παραδείγματι· εἰ γὰρ καὶ μὴ οἰκεῖον πολιτικοῦ τὸ ναυπηγεῖν, ἀλλ’ οὖν τὸ περὶ ναυπηγίας συμβουλεύειν, οἶον ποίας δεῖ εἶναι τὰς ναῦς, ἆρα στενὰς καὶ μακράς, οἷαί εἰσιν αἱ τριήρεις, ἢ στρογγύλας καὶ πλατείας, οἷαι αἱ ἐμπορικαί. τοιοῦτος γὰρ καὶ ὁ | |
5 | Θεμιστοκλῆς· μὴ ναυπηγῶν αὐτὸς περὶ ναυτικοῦ συνεβούλευεν λύσας τὸν χρησμόν. ἀποκρίνεται δὲ ὁ Ἀλκιβιάδης· ‘ὅταν περὶ πολέμου καὶ εἰρήνης βουλεύονται‘. καὶ ἰστέον ὅτι πέντε ὄντων εἰδῶν περὶ ὧν ἐστὶν ἡ συμβουλὴ καὶ γίνεται, ὡς Ἀριστοτέλης ἡμᾶς ἐν Ῥητορικαῖς τέχναις ἐδίδαξε, κατὰ συζυγίαν προερχομένων· ἢ γὰρ περὶ νόμων | |
10 | εἰσηγήσεως καὶ ἀρχόντων καταστάσεως (καὶ γὰρ καὶ ὁ νόμος οἶον ἄρχων τίς ἐστιν ἄψυχος, ὥσπερ καὶ τὸ ἀνάπαλιν ὁ ἄρχων νόμος ἔμ‐ ψυχος), ἢ περὶ πόρου καὶ ἀναλωμάτων, ἢ περὶ εἰσαγωγίμων καὶ | |
ἐξαγωγίμων, ἢ περὶ φυλακῆς πόλεως καὶ χώρας, ἢ περὶ πολέμου καὶ εἰρήνης· αὐτὸς ἐάσας τὰ ἄλλα φησίν, ‘ὅταν περὶ πολέμου καὶ | 47 | |
15 | εἰρήνησ‘. τοῦτο δὲ διὰ τρεῖς αἰτίας πεποίηκεν. ἢ γὰρ ὡς φιλόνεικος ὢν καὶ κατὰ τὸ φιλόνεικον εἶδος τῆς ζωῆς ζῶν ‘περὶ πολέμου καὶ εἰρήνησ‘ φησίν. εἰ μὲν γὰρ ἀριστοκρατικὸς ἦν, περὶ νόμων | |
72 | εἰσηγήσεως ἂν εἶπεν καὶ ἀρχόντων καταστάσεως· εἰ δὲ ὀλιγαρχικὸς ἦν, περὶ τῶν δύο τῶν ἐφεξῆς, περὶ πόρου καὶ ἀναλωμάτων καὶ εἰσαγω‐ γίμων καὶ ἐξαγωγίμων (τούτων γὰρ μάλιστα οἱ ὀλιγαρχικοὶ φροντί‐ ζουσιν)· εἰ δὲ δημοκρατικὸς ἦν, περὶ τοῦ τετάρτου ἂν ἔλεγεν, τουτέστι | |
5 | περὶ φυλακῆς πόλεως καὶ χώρας (ἀντιποιοῦνται γὰρ ταύτην διὰ τὴν ἰσηγορίαν καὶ τὸ πάντας ἴσον δύνασθαι)· νῦν δὲ ὡς φιλόνεικος περὶ πολέμου καὶ εἰρήνης εἶπεν. ἢ οὖν διὰ τοῦτο ἢ ὅτι στρατηγικὸς ὢν περὶ τῶν οἰκείων ἑαυτῷ ἐφρόντιζεν· οἰκεῖον γὰρ στρατηγοῦ πόλεμος καὶ εἰρήνη. ἢ διὰ τρίτην αἰτίαν, ὅτι ἑώρα τοὺς Ἀθηναίους θαμὰ περὶ τοῦ | |
10 | πολεμεῖν βουλευομένους ἐν τῷ καιρῷ τούτῳ, ποτὲ μὲν πρὸς Μεγαρέας, ποτὲ δὲ πρὸς Αἰγινήτας καὶ ἄλλους πολλούς. Τριχῶς δὲ ἁμαρτάνει κατὰ τὴν ἀπόκρισιν ὁ Ἀλκιβιάδης. πρῶτον μέν, ὅτι οὐ πρὸς ὁλικώτερον μέρος τοῦ συμβούλου ἤτοι τοῦ πολιτικοῦ ἀπέβλεψεν, κοινὸν ὑπάρχον τῶν εʹ προειρημένων εἰδῶν, τουτέστι τὸ | |
15 | συμφέρον, ἀλλὰ πρὸς τὸ δίκαιον, εἴγε, ὡς δείξομεν, ὁ πόλεμος ἀεὶ διὰ τὸ δίκαιον γίνεται. δεύτερον ὅτι καὶ πρὸς μερικὸν ἀπιδὼν οὐ προηγού‐ μενον εἶπεν τοῦτο, ἀλλὰ περιστατικόν· ἐκ περιστάσεως γὰρ ἐρχόμεθα πρὸς τὸ πολεμεῖν. τρίτον ὅτι καὶ περιστατικὸν εἰπὼν οὐκ ἀπὸ τοῦ κρείττονος καὶ κατὰ φύσιν ὄντος ἤρξατο, τῆς εἰρήνης φημί, ἀλλ’ ἀπὸ | |
20 | τοῦ πολέμου, χείρονος ὄντος καὶ παρὰ φύσιν. διὸ καὶ ὁ Σωκράτης ἐπανορθούμενος αὐτὸν λέγει ἐφεξῆς ἀπὸ τοῦ κρείττονος ἀρξάμενος, ‘περὶ εἰρήνης φῂς καὶ πολέμου;‘ ὅτι γὰρ παρὰ φύσιν ὁ πόλεμος δῆλον κἀκ τῶν ἡμετέρων σωμάτων. ἡνίκα μὲν γὰρ ἠρεμεῖ τὰ στοιχεῖα, ἐν τῷ κατὰ φύσιν ἐσμέν· ἡνίκα δὲ μάχηται ἀλλήλοις, πλεονάζοντος ἑκάστου, | |
25 | τότε ἐν τῷ παρὰ φύσιν. οὕτω μὲν τριχῶς ὁ Ἀλκιβιάδης ἁμαρτάνει. Δεικτέον δὲ καὶ ὅτι τέλος τοῦ πολέμου τὸ δίκαιον καὶ ὅτι τούτου ἐφιέμενοι πολεμοῦσιν οἱ ἄνθρωποι· δείκνυμεν δὲ τοῦτο διὰ δʹ ἐπιχειρη‐ | |
73 | μάτων. πρῶτον μέν, εἰ οἱ μέγιστοι πόλεμοι διὰ τὸ δίκαιον ὁμολογοῦνται γεγενῆσθαι, οἶον ὁ Τρωϊκὸς καὶ ὁ Περσικός. δεύτερον, εἰ καὶ ὁ φυσικὸς πόλεμος διὰ τὸ δίκαιον γίνεται, ὅτε τὰ ἐναντία μάχεται ἀλλήλοις περὶ τοῦ ὑποκειμένου τόπου λάφυρον ἔχειν τοῦτο βουλομένου ἑκάστου. | |
5 | τρίτον, ὅτι νεκροὺς καὶ ἀνουσίους ἑαυτοὺς ἡγοῦνται οἱ ἄνθρωποι ἡνίκα ἀδικοῦνται, διὸ κινοῦσι τὸν πόλεμον. οὐ γὰρ ὥσπερ τῶν ἄλλων ἀρετῶν ἑκάστη δι’ ἑνὸς μορίου μόνου πεφοίτηκε τῆς ψυχῆς (οἶον ἡ μὲν σωφρο‐ σύνη διὰ τοῦ ἐπιθυμητικοῦ, ἡ δὲ φρόνησις διὰ τοῦ λογικοῦ, ἡ δὲ ἀν‐ | |
δρεία διὰ τοῦ θυμικοῦ), οὕτω καὶ ἡ δικαιοσύνη· οὐκ ἔστι γὰρ 〈ἑνὸς | 48 | |
10 | μορίου〉, ἀλλὰ διὰ πάσης τῆς τριμερείας ἐχώρησε τῆς ψυχῆς, διὸ καὶ ὁμοτίμως ἕκαστον μόριον ἀντιποιούμενον τῆς δικαιοσύνης αἴρεται τὸν πόλεμον ὑπὲρ αὐτῆς. τέταρτον ὅτι, ὥσπερ ἄλλο μὲν τέλος στρατιώτου, ἄλλο δὲ ῥήτορος, ἄλλο δὲ στρατηγοῦ, οὕτω καὶ ἄλλο τέλος πολιτικοῦ. τῷ μὲν γὰρ στρατιώτῃ τέλος τὸ πλουσίῳ γενέσθαι ἀπὸ τῶν λαφύρων· | |
15 | τῷ δὲ ῥήτορι τὸ διὰ τῶν λόγων πεῖσαι πρὸ τῶν ὅπλων, ἵνα, εἰ μὴ πείσοι, τότε παρασκευάσει τὸν στρατηγὸν διὰ τῶν ὅπλων βιάσασθαι τοὺς ἐναντιουμένους ὥστε τὸ δίκαιον ποιῆσαι (οὕτω γὰρ καὶ οἱ παρ’ Ὁμήρῳ ῥήτορες, Ὀδυσσεὺς καὶ Μενέλαος, πρὸ τῆς μάχης πεποίηνται πρεσβευό‐ μενοι πρὸς τοὺς Τρῶας)· στρατηγοῦ δὲ τέλος ἡ νίκη καὶ τὸ τῶν | |
20 | πολεμίων κρατῆσαι. καὶ οὐχ ἁπλῶς ἑνὸς ἑκάστου τὸ τῆς νίκης ἐστίν· εἰ γὰρ τοῦ κοινοῦ παντὸς ἡ νίκη, ἡγεμὼν δὲ τοῦ κοινοῦ ὁ στρατηγός, δῆλον ὅτι καὶ τὸ τοῦ κοινοῦ κατόρθωμα εἰς τοῦτον ὁρᾷ, τουτέστιν ἡ νίκη. διὸ καλῶς εἴρηται· ‘ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται‘. | |
74 | τοῦ δὲ πολιτικοῦ τέλος τὸ ἀγαθοὺς καὶ χρηστοὺς ποιῆσαι τοὺς πολίτας αὐτοῦ, οὐ γὰρ τὸ νικῆσαι (πολλαὶ γάρ εἰσι Καδμεῖαι νῖκαι, πολλοῖς ἧτται συνήνεγκαν)· ποιεῖ οὖν αὐτοὺς ἀγαθοὺς διὰ τὸ τοὺς πολεμίους ἀδικοῦντας ἀπείργειν καὶ ἀποδιδόναι τοῖς μὲν νικήσασι τὸ | |
5 | δίκαιον καὶ τὸ μὴ ἀποστερηθῆναι τῶν οἰκείων, τοῖς δὲ ἡττηθεῖσι τὸ μὴ τῶν ἀλλοτρίων κρατεῖν· δίκαιον γὰρ καὶ τοῦτο. ὥστε δέδεικται τέλος ὂν τοῦ πολέμου τὸ δίκαιον. καὶ ταῦτα μὲν ἔξωθεν. Ὁ δὲ Σωκράτης δείκνυσι τὸν νέον μηδὲ περὶ τούτων ἀξιόχρεων ὄντα σύμβουλον διὰ τῶν αὐτῶν λόγων ὧν καὶ πρότερον. οὐ γὰρ δέος μὴ | |
10 | κατατριβῶσιν οἱ λόγοι δίκην τῶν παλαιῶν σκευαρίων τῶν ἐν πολλῇ χρήσει παραλαμβανομένων. δείκνυται δὲ μήτε περὶ πολέμου καὶ εἰρήνης ἀγαθὸς ὢν σύμβουλος ὁ Ἀλκιβιάδης, ἐπειδὴ οὔτε ἔμαθεν οὔτε ηὗρεν οὔτε ἐζήτησεν τὸ δίκαιον, ὅπερ τέλος τοῦ πολέμου. πρὸς δὲ τοῦτο | |
παραλαμβάνει ὁ Σωκράτης δύο παραδείγματα, τὸ τῆς γυμναστικῆς καὶ | 49 | |
15 | τὸ τῆς μουσικῆς, οἰκεῖα ὄντα καὶ σαφῆ. δεῖ γὰρ τὰ παραδείγματα καὶ σαφέστερα εἶναι ὧν εἰσὶν παραδείγματα καὶ οἰκεῖα τούτοις. οἷάπερ εἰσὶ καὶ τὰ παρόντα· σαφῆ μέν, ἐπειδὴ ταῦτα προεπεπαίδευτο ὁ Ἀλκι‐ βιάδης, οἰκεῖα δέ, ἐπειδὴ καὶ ἡ πάλη μικρός τίς ἐστι πόλεμος, ἡ δὲ μουσικὴ καὶ αὕτη οἰκεία τῇ εἰρήνῃ διὰ τὸ ἐν ἀμφοτέραις θυμηδίαν εἶναι. | |
20 | ἐν δὲ τούτοις οὔτε ἄμφω διδάσκει ὁ Σωκράτης (οὐ γὰρ ἐβούλετο διδάσκαλος μόνον εἶναι, ἀλλὰ καὶ μαιευτής) οὔτε ἄμφω ἐρωτᾷ (ἄγονος γὰρ ἔμελλεν εἶναι ἡ μαιεία μηδὲν προδιδαχθέντος τοῦ νέου)· τὰ μὲν οὖν διδάσκει, τὰ δὲ ἐρωτᾷ. καὶ προτάττει τὴν διδασκαλίαν τῆς | |
75 | ἐρωτήσεως, οὐχ ἁπλῶς, ἀλλ’ ἵνα γόνιμος ἐντεῦθεν ἔσεται ἡ μαιεία. καὶ διδάσκει μὲν ἕν, ἐρωτᾷ δὲ δύο (ἐπάγει γὰρ τρία, καὶ τί τέλος τοῦ πολιτικοῦ)· οὐ μάτην δὲ δύο ἐρωτᾷ, ἀλλ’ ἵνα πλουσιωτέρα τῆς διδασκα‐ λίας ἡ μαιεία γένηται. διδάσκει οὖν τὸ πρῶτον λέγων ὅτι ‘καθάπερ | |
5 | ἐγὼ τὸ κατὰ τὴν γυμναστικὴν ὀρθῶς ἔχον ἤτοι τὸ τέλος τῆς γυμναστι‐ κῆς λέγω εἶναι τὸ γυμναστικῶς, οὕτω καὶ σὺ λέγε μοι τί τὸ τέλος τῆς μουσικῆσ‘· καὶ μετὰ πολλὰ ἀποκρίνεται ὁ νέος ὅτι ‘τὸ μουσικῶσ‘. ἰστέον δὲ ὅτι τριττόν ἐστι τὸ μουσικῶς, ἢ γὰρ ἐν ᾠδῇ ἢ ἐν ῥυθμῷ ἢ ἐν μέλει. θεωρεῖται δὲ ἡ μὲν ᾠδὴ ἐν μέτρῳ· οὐδὲν γάρ ἐστιν ᾠδὴ ἢ | |
10 | λόγος ἔμμετρος καὶ τέλος αὐτῆς ἢ τὸ ᾠδικῶς ἢ τὸ ἐμμέτρως. πάλιν δὲ ὁ ῥυθμὸς θεωρεῖται ἐν ἄρσει καὶ θέσει καὶ τέλος αὐτοῦ τὸ ἐνρύθμως. τὸ δὲ μέλος ἐστὶν ἐν ἁρμονίᾳ, τέλος δὲ αὐτοῦ ἢ τὸ ἐμμελῶς ἢ τὸ ἁρμονικῶς. πάλιν δὲ ἐρωτᾷ τί τέλος τοῦ πολιτικοῦ, καὶ ὁμοίως μετὰ πολλὰ ἀποκρίνεται ὅτι ‘τὸ δίκαιον‘. | |
15 | Καὶ ἀπορεῖ ὁ φιλόσοφος Πρόκλος ἐνταῦθα, πῶς ἐπὶ μὲν τῶν ἄλλων παρωνύμως ἔλεγεν τὰ τέλη, ἀπὸ μὲν τῆς γυμναστικῆς τὸ γυμναστικῶς, ἀπὸ δὲ τῆς μουσικῆς τὸ μουσικῶς, ἐπὶ δὲ τοῦ πολιτικοῦ οὐχ οὕτως πεποίηκεν· οὐ γὰρ εἶπεν τέλος αὐτοῦ τὸ πολιτικῶς. καὶ λύει τοῦτο ὁ αὐτὸς παγκάλως λέγων ὅτι καὶ ἐνταῦθα παρωνύμως εἶπεν, τάχα δὲ | |
20 | οὐ παρωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός· ἐν δὲ τοῖς ἀφ’ ἑνὸς οὐ χρεία κοινωνίας ὀνομάτων καὶ διαφορᾶς, ἀλλὰ μόνον πράγματος καὶ δια‐ φορᾶς. οὐ διαφέρει δὲ δικαιοσύνη πολιτείας ἢ τῷ μικρῷ καὶ μεγάλῳ· ὃ γὰρ δικαιοσύνη ἐν ψυχῇ, τοῦτο πολιτεία ἐν πόλει. διὸ καὶ ὁ Πλάτων τὴν Πολιτείαν ἐπέγραψεν ‘Πολιτεία ἢ περὶ δικαίου‘. ταῦτα | |
25 | ἔχει ἡ θεωρία. | |
76 | Ὅταν οὖν περὶ τίνος σκοπῶνται καὶ τὰ ἑξῆς: ἐπειδὴ διὰ τῶν | |
φθασάντων ἐδείχθη ὁ νέος ἐν οὐδενὶ σκέλει τῆς εἰρημένης διαιρέσεως ἀξιόχρεως ὢν σύμβουλος, ἐρωτᾷ νῦν αὐτὸν ὁ Σωκράτης, ‘ἐν ποίοις οὖν αὐτὸς ἀναστήσῃ συμβουλεύσων, εἴγε ἐν τοῖς προλαβοῦσιν οὐ φῂς συμ‐ | 50 | |
5 | βουλεύσειν;‘ ὁ δὲ ὡς εὐφυὴς οὔτε ἀπὸ τῆς διαιρέσεως ἀποκρίνεται, εἰδὼς αὐτὴν ἄφυκτον οὖσαν οὔτε δὲ ἀπορεῖ ἀποκρίσεως, ἀλλά φησιν ἔξωθεν ἀπροσδιορίστως· ‘ὅταν περὶ τῶν ἑαυτῶν πραγμά‐ των‘. Τῶν περὶ ναυπηγίας λέγεις: τοῦ νέου ἀπροσδιορίστως χρησαμένου | |
10 | τῇ ἀποκρίσει ὁ Σωκράτης ἐρωτᾷ ταῦτα. καὶ καλῶς ἐχρήσατο τῷ παρα‐ δείγματι· οὐ γὰρ ἀπρόσφορον, εἴγε δυνατὸν ἔστιν ὅτε τῷ πολιτικῷ περὶ νεῶν κατασκευῆς συμβουλεύειν, εἰ καὶ μὴ αὐτὸς ναυπηγεῖ. ὁ δὲ Ἀλκι‐ βιάδης ἀρνεῖται λέγων ‘οὐκ ἔγωγε, ὦ Σώκρατεσ‘. καὶ ἰστέον ὅτι οὐ διὰ τὸ εὐτελὲς τοῦ παραδείγματός φησιν μὴ συμβουλεύειν περὶ τούτου, | |
15 | ἀλλὰ διὰ τὸ ἀγνοεῖν. ἤδη γὰρ ὠφέλητο παρὰ τοῦ Σωκράτους ὅτι εἰδότος περὶ ἕκαστον ἡ συμβουλή, καὶ οὐ πλουτοῦν‐ τος. ὅτι δὲ τοῦτο αἴτιον, δῆλον καὶ ἐκ τῶν ἐπαγομένων· τοῦ γὰρ Σωκράτους ἐρωτήσαντος, ‘ἆρα ἐπειδὴ σὺ ναυπηγεῖν οὐκ ἐπίστασαι;‘ ὁ νέος συνέθετο. | |
20 | Ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων: ἰδοὺ ὁ Ἀλκιβιάδης οὐ μόνον περὶ πολέμου φησὶν συμβουλεύσειν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ⟦δὲ⟧ τεσσάρων συζυγιῶν· ταύτας γὰρ εἰσάγει διὰ τοῦ εἰπεῖν ‘ἢ ἄλλου του‘. καὶ | |
77 | ζητητέον διὰ τί ἐπὶ μὲν τῶν ἄλλων ἀνωνύμως εἶπεν, ἐπὶ δὲ τοῦ πολέμου οὐ μόνον ὀνομαστί, ἀλλὰ καὶ ἐν ἀρχῇ εὐθέως τοῦ λόγου αὐτὸν ἔταξεν. ἤ φαμεν ὅτι καθ’ ἣν ζωὴν ζῶμεν, κατὰ ταύτην καὶ τὰ πρῶτα ῥήματα φθεγγόμεθα· δηλοῦται γὰρ διὰ τῶν πρώτων ἡμῶν φωνῶν, ποῖος ὁ βίος | |
5 | ἡμῶν καὶ τίσιν ἡδόμεθα. ἐπειδὴ οὖν στρατηγικὸς καὶ ἀήττητος ὡμολό‐ γηται γενέσθαι, οὕτω προήγαγε τὸν λόγον. ἱστορεῖται γὰρ ὅτι ἔνθα ἂν ἔρρεψεν ἐνίκα, καὶ πολλὴν ἐποίει ῥοπήν. ὥστε εἰκότως περὶ τῶν οἰκειοτέρων αὐτῷ καὶ ὅπου μάλιστα ἴσχυεν ἀπεκρίνατο. Ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι | |
10 | καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον; ἰστέον ὅτι ἐπανορθούμενος τὸν νέον ὁ Σωκράτης, ὡς προείρηται, τὸ κατὰ φύσιν προέταξεν εἰπὼν ‘πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι‘. παραλαμβάνει δὲ ἐνταῦθα πάντα τὰ περιστατικά, οἶον πρόσωπον, πρὸς τίνας δεῖ πολεμεῖν, ὁμόρους ἢ ξένους· τίνα τρόπον, ναυμαχοῦντας ἢ πεζομαχοῦντας· ἐν | |
15 | ποίᾳ γῇ, τῇ ἡμετέρᾳ ἢ τῶν πολεμίων· ἐν ποίῳ χρόνῳ, θέρους χειμῶνος· καιρῷ, νύκτωρ μεθ’ ἡμέραν. Εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν ἢ τίσιν | |
ἀκροχειρίζεσθαι: ἐντεῦθεν ἄρχεται τῶν παραδειγμάτων ὁ Σωκράτης καὶ παραλαμβάνει πάλιν καὶ ἐνταῦθα πάντα τὰ περιστατικά. ἰστέον δὲ | 51 | |
20 | ὅτι ἐοίκασι τὰ παραδείγματα τοῦ Σωκράτους σπινθῆρι· ὥσπερ γὰρ ὁ σπινθὴρ ἐν θημωνιᾷ ἀχύρων ἐμπεσὼν μεγάλην ἐγείρει πυρκαϊάν, οὕτω καὶ ἐκ τῶν παραδειγμάτων τοῦ Σωκράτους ἐκλάμπουσιν οἱ καθόλου λόγοι τῆς ψυχῆς. Σὺ δ’ ἐκεῖνο τί καλεῖς; Οὐκ ἐννοῶ: διδάξας ὁ Σωκράτης τί τέλος | |
25 | τῆς γυμναστικῆς, μαιεύεται τὸν νέον εἰπεῖν τί τέλος τῆς μουσικῆς· ὁ | |
78 | δέ φησιν ἀπορεῖν. καὶ ζητητέον, πῶς εὐφυὴς ὢν ὁ Ἀλκιβιάδης οὔτε μαιευόμενος λέγει τὸ ἐρωτώμενον. πρὸς τοῦτο δὲ οἱ μέν φασιν· ἐπειδὴ καὶ κοινὸν ἦν τέλος τῆς μουσικῆς, τὸ μουσικῶς, ἦν δὲ καὶ τοῦ κατ’ εἶδος, οἶον τῆς μὲν ᾠδῆς τὸ ᾠδικὸν 〈ἢ〉 τὸ ἔμμετρον, τοῦ δὲ ῥυθμοῦ | |
5 | τὸ ῥυθμικὸν ἢ τὸ ἁρμονικόν, τοῦ δὲ μέλους τὸ ἐμμελές, ἠπόρει πότερον τὸ κοινὸν ἀπαιτεῖται τέλος ἢ τὸ κατ’ εἶδος ἕκαστον, καὶ διὰ τοῦτο εἶπεν ‘οὐκ ἐννοῶ‘. ἀλλ’ αὕτη ἡ ἐξήγησις οὐ συνᾴδει τῷ ῥητῷ· μικρὸν γὰρ ὕστερον ἐπὶ λέξεως ἁπάσης τῆς μουσικῆς ἐρωτώμενος τὸ τέλος οὐδ’ οὕτω λέγει. ἔστιν οὖν ἡ ἀληθινὴ λύσις ὅτι ὁ μὲν Σωκράτης τὰ τρία | |
10 | εἴδη ὡς ἓν εἰδὼς ὡς ἓν καὶ ἠρώτησε τὸν νέον, ὁ δὲ τὰ τρία μαθὼν ὡς τρία ἠπόρει ποῖον ἀποκρίνεται, ἆρα τὸ ᾠδικὸν ἢ τὸ ἐμμελὲς ἢ τὸ ἔρρυθμον. ὅτι γὰρ ὡς ἓν ὁ Σωκράτης ᾔδει τὰ τρία δῆλον ἐντεῦθεν, ἐκ τοῦ πολιτικὸν αὐτὸν εἶναι· ὁ δὲ πολιτικὸς βουλομένῳ τινὶ τυχὸν ἀνδρεῖα ἤθη μαθεῖν πρῶτον ἐντίθησιν αὐτῷ τοιαύτας ἐννοίας, εἶτα καὶ λέξεις | |
15 | αὐταῖς ἐπιτηδείας ἐφευρίσκει καὶ μέτρον (ἡ γὰρ ᾠδὴ λόγος ἔμμετρος), τελευταῖον δὲ καὶ μέλη ἐπάγει τοιαῦτα, ἐξ ὧν ἁπάντων ἀνδρεῖα ἤθη παρασκευάζει. Ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γινόμενον: ἰστέον ὅτι οὐ τὸ τίμιον ὑποκείμενον ὀρθῶς ἔχειν ποιεῖ. οὐ γὰρ ταὐτὸν κάλλιστον καὶ | |
20 | τὸ κατὰ τέχνην γινόμενον· κἂν γὰρ αἰσχρὸν ᾖ τὸ ὑποκείμενον, κατὰ δὲ τέχνην γίνεται, ὀρθῶς ἔχει. οἶον οὐχ ὁ κάλλιστον γράφων τὸν Θερσίτην, οὗτος κατὰ τέχνην γράφει αὐτόν, οὐδ’ ὁ τὸν ὀφθαλμὸν ἀπὸ τοῦ τιμιω‐ τάτου τῶν χρωμάτων, οἶον τοῦ κυανοῦ· ἀλλὰ τότε ἐστὶν εἰπεῖν ταῦτα ὀρθῶς ἔχειν, ὅτε κατὰ τέχνην γράφει τις τὸν Θερσίτην, κἂν αἰσχρὸς ᾖ, | |
25 | καὶ ἐκ τῶν προσφόρων χρωμάτων τὸν ὀφθαλμόν, εἰ καὶ μὴ ἐκ τοῦ τιμίου. Ἴθι δὴ καὶ σύ: πολὺ τὸ ‘ἴθι‘ ἐστὶν εὑρεῖν παρὰ τῷ Πλάτωνι, | |
79 | οἰκεῖον δὲ τοῦτο ψυχῇ μεταβατικῶς νοούσῃ τὰ πράγματα καὶ οὐκ ἀθρόως καθάπερ ὁ νοῦς. ἐπάγει δὲ τὸ ‘πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι‘, τουτέστι ‘καλῷ ὄντι σοι πρέπει τὸ καλῶς περὶ τῶν πραγμάτων ἐρεῖν‘. | |
5 | Τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾄδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; ἰδοὺ ἐνταῦθα κοινῶς τῶν τριῶν εἰδῶν ἐρωτώ‐ μενος εἰπεῖν τὸ τέλος οὐ λέγει. τὸ μὲν οὖν κιθαρίζειν ἐπὶ τοῦ μέλους εἶπεν, τὸ δὲ ᾄδειν ἐπὶ τῆς ᾠδῆς, τὸ δὲ ἐμβαίνειν ἐπὶ τοῦ ῥυθμοῦ· κοινὸν γὰρ ὄνομα ἡ βάσις ἄρσεως καὶ θέσεως, ἅπερ εἰσὶ τοῦ ῥυθμοῦ. πῶς οὖν | |
10 | οὔτε ὅλης τῆς μουσικῆς δύναται τὸ τέλος εἰπεῖν; ἢ τοῦτο λυτέον κατὰ τὴν εἰρημένην δευτέραν ἐξήγησιν. ἰστέον δὲ ὅτι τὸ ὅλον παρὰ τῷ Πλάτωνι τριττόν ἐστιν, ἢ πρὸ τῶν μερῶν ἢ ἐν τῷ μέρει ἢ ἐν τοῖς μέρεσι. καὶ πρὸ μὲν τῶν μερῶν ἐστὶν ᾧ λόγῳ τις ἀποβαλὼν ὀδόντα πάλιν φύει ἕτερον, ὡς τῆς φύσεως ἐχούσης τοὺς λόγους τοῦ καθόλου· ἐν δὲ τῷ | 52 |
15 | μέρει ἐστίν, ὡς ὅταν τις ἀπὸ μέρους γνῷ τὸ ὅλον, ὥσπερ οἱ Πελοπίδαι ἀπὸ τοῦ ὤμου ἐλεφαντίνου ὄντος, καὶ τὸ ἐν τῇ παροιμίᾳ λεγόμενον ‘ἐξ ὄνυχος τὸν λέοντα‘, ὡς τοῦ μέρους ἑκάστου τοὺς καθολι‐ κοὺς λόγους ἔχοντος· ἐν δὲ τοῖς μέρεσίν ἐστι τὸ ἐν τῇ ἀθροίσει τῶν μερῶν καὶ τῇ συστάσει πάντων θεωρούμενον, ὅπερ οὐ συνίσταται μέρους | |
20 | ἀφαιρουμένου. ἐνταῦθα οὖν ἐπὶ τῆς μουσικῆς τὸ πρὸ τῶν μερῶν λέγει καὶ τὸ ἐν τῷ μέρει καθόλου ἐν τῷ λέγειν τὸ ‘συνάπασα‘· καὶ γὰρ καὶ χωρὶς ὄντος ἑνὸς τῶν εἰδῶν τὰ λοιπὰ μουσικὴ λέγεται. Τίνες αἱ θεαὶ ὧν ἡ τέχνη; Τὰς Μούσας, ὦ Σώκρατες: τοῦ νέου ἐπὶ πολὺ ἀποροῦντος ὁ Σωκράτης μαιευόμενος τοῦτον, ὥστε ἀποτεκεῖν ἀφ’ | |
25 | ἑαυτοῦ τί τὸ τέλος τῆς μουσικῆς, εἰς μνήμην ἄγει τὰς Μούσας καὶ διὰ | |
80 | αὐτῶν τὴν Μνημοσύνην, ἵνα ἐντεῦθεν ἀνακινήσῃ τὴν ἐν τῇ ψυχῇ μνήμην τοῦ νέου καὶ διὰ τοῦ τῶν Μουσῶν ὀνόματος χειραγωγούμενος εἴπῃ τὸ τέλος τῆς μουσικῆς εἶναι τὸ μουσικῶς. | |
4t | Πρᾶξις σὺν θεῷ θʹ | |
5 | Ἴθι δὴ καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον. Ἐρωτηθεὶς ὁ Ἀλκιβιάδης, τί τὸ τοῦ πολέμου τέλος, καὶ δέον αὐτὸν εἰπεῖν ὅτι τὸ δίκαιον, διότι ἕνεκεν τοῦ δικαίου ἐρχόμεθα ἐπὶ τὸ πολεμεῖν, καθάπερ καὶ οἱ ἰατροὶ ἐπὶ τὰς νόσους ἕνεκεν τῆς ὑγιείας καὶ τοῦ εἰς κρᾶσιν ἀγαγεῖν τὰ στοιχεῖα καὶ συμφωνίαν (δίκαιον γάρ πως καὶ | |
10 | τοῦτο. ὥστε μὴ πλεονάζειν ἕτερον ἑτέρου), ὁ δὲ οὐ τοῦτο ἀποκρίνεται, ἀλλά φησιν ὅτι ἐρχόμεθα ἐπὶ τὸ πολεμεῖν ἢ ἀπατώμενοι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι. τριχῶς δὲ ἐν τούτοις ἁμαρτάνει. πρῶτον μὲν ὅτι ἓν ἐρωτηθεὶς τρία ἀπεκρίνατο. δεύτερον ὅτι οὐχ ἁπλᾶ ταῦτα, ἀλλ’ ἐπαμφοτερίζοντα· δύναται γάρ τις τούτοις καὶ | |
15 | ἐπ’ ἀγαθῶ χρήσασθαι, οἶον ἐάν τινος παρακαταθήκην δόντος ξίφος, εἶτα μανέντος, καὶ ἐν τῷ καιρῷ τῆς μανίας ἀπαιτοῦντι τοῦτο μὴ παρά‐ σχοιμεν, δι’ ὅρκων αὐτὸν ἀπατήσαντες καὶ ψευσάμενοι. οὐ γὰρ ἀπο‐ δεκτέον νῦν τὸν ποιητὴν ἐν τῷ ‘ψεῦδος δ’ οὐκ ἐρεῖσ‘, | |
20 | ἀλλ’ ἐν ἐκείνω μᾶλλον· | |
‘ψευδόσυνος κέκαστο, θεὸς δ’ ὣς τίετο δήμῳ‘. ἔστιν δὲ ὅτε οὔτε ψευδόμεθα ὀμνύντες μηδὲν εἰληφέναι παρ’ αὐτοῦ· καὶ | 53 | |
81 | γὰρ ὅτε δέδωκεν ὑγιαίνων δέδωκεν, νῦν δὲ ἀπαιτεῖ μαινόμενος, καὶ τότε μὲν ὡς παρακαταθήκην παρέσχεν, νῦν δὲ ὡς ὄργανον ἀπαιτεῖ· ὥστε οὔτε ὁ αὐτός ἐστιν ὁ δεδωκώς, ἀλλὰ ἄλλος, οὔτε τὸ αὐτό, ἀλλὰ ἄλλο. καὶ βιαζόμενοι δὲ καὶ ἀποστεροῦντες τὸν τοιοῦτον ἐπ’ ἀγαθῷ | |
5 | πράττομεν ταῦτα. τρίτον ἁμαρτάνει ὅτι αὐτὸς μὲν ὡς τρία προήγαγε τὸ ἀπατᾶσθαι ἢ βιάζεσθαι ἢ ἀποστερεῖσθαι, κοινὸν δέ ἐστιν εἰπεῖν ἐπ’ αὐτῶν τὴν ἀδικίαν· καὶ γὰρ καὶ ἀπατώμενοι καὶ ἐρχόμενοι ἐπὶ τὸ πολεμεῖν ὡς ἀδικούμενοι τοῦτο ποιοῦμεν, καὶ βιαζόμενοι ὁμοίως καὶ ἀποστερούμενοι. ἔδει οὖν αὐτὸν τὸ κοινὸν εἰπόντα μὴ οὕτως ὡς τρία | |
10 | ταῦτα προαγαγεῖν. οὕτω μὲν τριχῶς ἁμαρτάνει. διχῶς δὲ ἀποδεκτέον ἐν τούτοις τὸν νέον. πρῶτον μὲν ὅτι διὰ πάσης τῆς τριμερείας τῆς ἡμῶν ψυχῆς διῆλθεν κατὰ τὴν ἀπόκρισιν· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ἀπατώ‐ μενοι‘, διὰ τοῦ λόγου (τούτου γὰρ καὶ ἡ γνῶσις), διὰ δὲ τοῦ ‘βιαζόμενοι‘, διὰ τοῦ θυμοῦ (τούτου γὰρ καὶ τὸ κρατεῖν), διὰ δὲ | |
15 | τοῦ ‘ἀποστερούμενοι‘, διὰ τῆς ἐπιθυμίας (ταύτης γὰρ καὶ τὸ φιλοχρήματον). δεύτερον δὲ κατορθοῖ ἐν τῇ ἀποκρίσει, ὅτι καὶ τὴν δέουσαν τάξιν ἐφύλαξεν ἐπὶ τῶν τριῶν· ὥσπερ γὰρ ὁ λόγος θυμοῦ πρωτεύει καὶ θυμὸς ἐπιθυμίας, οὕτω καὶ ὁ νέος πρότερον εἶπεν τὸ μὲν ἀπατᾶσθαι τοῦ βιάζεσθαι, τὸ δὲ βιάζεσθαι τοῦ ἀποστερεῖσθαι. | |
20 | Εἶτα ὁ Σωκράτης δείκνυσι τὸν νέον ἀγνοοῦντα τὸ δίκαιον διὰ τῶν αὐτῶν λόγων. ὡς γὰρ προείρηται, οὐκ ἔστι δέος μὴ κατατριβῶσιν οἱ λόγοι πολλάκις παραλαμβανόμενοι, δίκην τῶν παλαιῶν σκευαρίων. φησὶν οὖν ὅτι ‘οὔτε ἔμαθες οὔτε εὗρεσ‘ καὶ τὰ ἑξῆς. δύο γὰρ τρόποι γνώσεως. μάθησις καὶ εὕρεσις, καθὼς πολλάκις εἴρηται. ὡς μὲν οὖν | |
25 | αὐτοκινήτως ἐνεργοῦντες εὑρίσκομεν, ὡς δὲ ἑτεροκινήτως μανθάνομεν. ἰστέον γὰρ ὅτι, καθάπερ ἡ ψυχὴ μεταδέδωκεν ἴχνος αὐτοκινησίας τῷ σώματι. οὕτως καὶ αὕτη μετέλαβεν παρ’ αὐτοῦ ἑτεροκινησίας ἴχνος. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων ἐστὶν ἰδεῖν· καὶ γὰρ καὶ ὁ χρόνος μεταδέδωκε | |
82 | μὲν τῇ κινήσει τοῦ μετρεῖσθαι, μετέλαβε δὲ παρ’ αὐτῆς τοῦ διαστατὸς εἶναι· καὶ πάλιν τὸ εἶδος μεταδέδωκε μὲν τῆς μορφῆς τῇ ὕλῃ, ἀμερὲς | |
δὲ ὂν μετέλαβεν ἐξ αὐτῆς τοῦ διαστατοῦ, διὸ πολλάκις φαμὲν ‘ὡδὶ μὲν πόδας, ὡδὶ δὲ κεφαλήν‘. αἱ δὲ εὐφυέστεραι τῶν ψυχῶν ὡς αὐτοκίνητοι | 54 | |
5 | μᾶλλον εὑρίσκουσι καὶ ἀποτίκτουσιν ἤπερ μανθάνουσιν, ὥσπερ καὶ τὸ ἀνάπαλιν αἱ ἀφυέστεραι ὡς ἑτεροκίνητοι μᾶλλον μανθάνουσιν ἤπερ εὑρίσκουσι. ταῦτα δὲ δηλοῖ τὴν μεσότητα τῆς οὐσίας τῆς ἡμετέρας ψυχῆς· οὔτε γὰρ ἀεὶ ἀτελής ἐστιν, ὡς εὑρίσκουσα, οὔτε ἀεὶ τελεία, ὡς μανθάνουσα. | |
10 | Ἐφ’ οἷς ἀποροῦμεν δύο τινά. πρῶτον μὲν πῶς ὁ Ἀλκιβιάδης μὴ εἰδὼς τὸ δίκαιον οἴεται εἰδέναι· καὶ δεύτερον πῶς τοῦ Σωκράτους ἐρω‐ τῶντος αὐτὸν εἰπεῖν χρόνον ἐν ᾧ οὐκ ᾤετο εἰδέναι τὸ δίκαιον, ἀπορεῖ τοῦτον λέγειν. καὶ πρὸς μὲν τὸ πρῶτόν φαμεν ὅτι ᾤετο εἰδέναι τὸ δίκαιον μὴ εἰδώς, ἐπειδὴ ὑπὸ τῶν καθόλου λόγων ἐσαίνετο ἐμπεφυτευ‐ | |
15 | μένων τῇ ψυχῇ· καὶ ἐῴκει τοῖς κατ’ ὄναρ πλουτοῦσι καὶ ἀνισταμένοις καὶ εὑρίσκουσι κενὰς τὰς χεῖρας. πρὸς δὲ τὸ δεύτερον ῥητέον ὅτι ἀπορεῖ, ἐπειδὴ ὁ μὲν Σωκράτης πρὸς τὴν κατ’ ἐνέργειαν ἐπιστήμην ἀφορῶν ἠρώτα λέγειν χρόνον ἐν ᾧ οὐκ ᾤετο εἰδέναι, ὁ δὲ πρὸς τὴν καθ’ ἕξιν ἐπιστήμην ἀφορῶν ἠπόρει λέγειν, διότι ἐξ ἀϊδίου συνῆν αὐτῇ | |
20 | τῇ ψυχῇ καὶ διὰ τοῦτο οὐκ εἶχεν εἰς χρόνον ἀνενεγκεῖν τὴν ἄγνοιαν. ἐν οἷς ἡ θεωρία. Ἴθι δὴ καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον: ὡς καὶ ἐν τοῖς φθάσασι | |
83 | προείρηται, κατακέχρηται ὁ Πλάτων τῷ ‘ἴθι‘ οἰκείῳ ὄντι ψυχῇ μεταβατικῶς νοούσῃ τὰ πράγματα καὶ οὐκ ἀθρόως, ὥσπερ ὁ νοῦς. φησὶν οὖν ἐνταῦθα ὁ Σωκράτης ὅτι ‘καθάπερ ἐπὶ τῶν δύο τῶν προλα‐ βόντων παραδειγμάτων εἴρηκας τὰ τέλη, εἰ καὶ τοῦ μὲν μαιευόμενος, | |
5 | τοῦ δὲ διδασκόμενος, οὕτω καὶ νῦν εἰπὲ τί τὸ τέλος τοῦ πολέμου‘· τοῦτο γάρ ἐστι τὸ ‘βέλτιον νομίζεισ‘. τὰ γὰρ τέλη τῶν πραγμάτων ἢ αἱρετά ἐστιν ἢ φευκτὰ καὶ τούτων ἕνεκεν ποιοῦμεν αὐτὰ ἢ οὔ. Ὥσπερ ἐκεῖ ἐφ’ ἑκάστῳ ἔλεγες: τὸ ‘ἐφ’ ἑκάστῳ‘ ἀκουστέον ἐπὶ τῶν εἰδῶν τῆς μουσικῆς. ἦσαν γὰρ τρία, καὶ τέλη αὐτῶν ὁμοίως | |
10 | τρία, ἢ τὸ ᾠδικῶς ἢ τὸ ἐμμελῶς ἢ τὸ ἐρρύθμως. εἰ γὰρ καὶ ἓν εἶπεν τέλος τῆς μουσικῆς τὸ μουσικῶς, ἀλλ’ οὖν ὡς ἐν κοινῷ καὶ γενικῷ περιέχονται τούτῳ τὰ τρία. ἐνταῦθα τὸ ‘ἕκαστον‘ ἐπ’ αὐτῶν δεῖ λαμβάνειν καὶ οὐ τῶν δύο παραδειγμάτων, εἴγε τὸ ἔλαττον ἐπὶ τριῶν λέγεται τὸ ‘ἕκαστον‘. ὅτι γὰρ τὸ ἓν τῶν παραδειγμάτων, τὸ τῆς | |
15 | μουσικῆς, λαβὼν εἶπεν περὶ τῶν εἰδῶν αὐτῆς τὸ ‘ἕκαστον‘, δῆλον, | |
εἴγε ἐπάγει περὶ τοῦ ἄλλου παραδείγματος, τουτέστι τῆς γυμναστικῆς, ‘καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον‘. Ἀλλ’ οὐ πάνυ ἔχω: τοῦτο ἐγκαταδυομένου ἐστὶ καὶ ἐρυθριῶντος ἐφ’ οἷς ἀπορεῖ περὶ ὧν ἐπαγγέλλεται σύμβουλος εἶναι. τοῦτο γὰρ δηλοῖ | 55 | |
20 | τὸ ‘οὐ πάνυ‘, εἰρημένον ὡς αἰσχυνομένου τοῦ νέου ἐπὶ τῇ ἀπορίᾳ. Ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τίς σε λέγοντα: μέλλων ὁ Σωκρά‐ της ἐπιτιμᾶν τῷ νέῳ ἐφ’ οἷς ἀγνοεῖ τί τὸ τέλος τοῦ πολέμου, καὶ δεδιὼς τὴν ἀπὸ τοῦ ἐλέγχου δυσμένειαν, οὐχ ἁπλῶς οὐδὲ ἀπαρακαλύπτως ἐπὶ τὴν ἐπιτίμησιν ἔρχεται, ἀλλ’ ἐκ παραθέσεως γνώσεως ἑτέρας τοῦ νέου, | |
25 | ταύτῃ παραμυθούμενος τὴν ἀπὸ τοῦ ἐλέγχου δριμύτητα. φησὶ γοῦν ὅτι ‘αἰσχρόν ἐστι περὶ μὲν ἰατρικῶν τινῶν εἰδέναι σε συμβουλεύειν, ὧν οὐ προσποιῇ σύμβουλος εἶναι οὐδὲ σπουδάζεις περὶ αὐτῶν, περὶ δὲ ὧν νομίζεις ἐπιστήμων εἶναι καὶ μέλλεις συμβουλεύειν ἀγνοεῖν‘. καλῶς δὲ | |
84 | καὶ τὸ ‘αἰσχρόν γε‘ εἶπεν· ἐναντίον γὰρ φιλοτίμῳ τὸ αἰσχρὸν καὶ τῷ ἐπὶ κάλλει σεμνῷ καὶ λαμπρῷ φαινομένῳ. Ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον: τὰ περιστατικά φη‐ σιν· διὰ μὲν τοῦ ‘τόδε τοῦδε‘ τὸ ποιὸν τοῦ σιτίου, εἰ ἑφθὸν καὶ οὐκ | |
5 | ὠμόν, εἰ εὐαλλοίωτον καὶ εὔπεπτον ἢ τοὐναντίον· διὰ δὲ τοῦ ‘νῦν‘, εἰ ἑσπέρᾳ θρεπτέον καὶ οὐ νύκτωρ, διὰ τὸν καιρὸν τῆς πέψεως· τὸ δὲ ‘τοσοῦτον‘ ἀντὶ τοῦ εἰ μὴ πλῆθος προσακτέον, διὰ τὸ παρὰ Ἱππο‐ κράτει ‘ἔνδεια μήτηρ ὑγείησ‘. Οὐδὲ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅ τι ἐγκαλοῦντες ἀλλή‐ | |
10 | λοις: τοῦ Ἀλκιβιάδου πλέον ἀπομένοντος τῇ ἀπορίᾳ δαιμονίως ὁ Σωκράτης ἐπὶ τὸ σαφέστερον τὴν μαιείαν μετήγαγεν. ἐπειδὴ γὰρ τὰ μετέχοντα τῶν μετεχομένων σαφέστερα καὶ τὰ σύνθετα τῶν ἁπλῶν, φησίν· ‘τί ἐγκαλοῦντες ἀλλήλοις ἐρχόμεθα ἐπὶ τὸ πολεμεῖν;‘ τουτέστιν ‘ὡς ἀδίκοις οὖσιν‘. ὁ δὲ ἄδικος μετέχει, | |
15 | κἀντεῦθεν σύνθετος, ἡ δὲ ἀδικία μετέχεται, καὶ ἁπλοῦν ἐστί. διὸ καὶ τελευταίαν αὐτὴν ἔταξε διὰ τοῦ εἰπεῖν ‘καὶ τί αὐτὸ ὀνομά‐ ζοντες ἐρχόμεθα‘, δηλονότι ‘ἀδικίαν‘· ‘αὐτὸ‘ δέ φησι τὸ πά‐ θημα. ὁ δὲ πρὸς ταῦτα ἐπάγει ‘τὰ τρία ἐκεῖνα ἐγκαλοῦντες πολεμοῦμεν, ἢ ἀπατώμενοι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι‘. | |
20 | Ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; τοῦτο κατὰ ζῆλον ποιητικόν· ‘ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν‘. ἰστέον δὲ ὅτι οὔτε τὸ πρῶτον ἐγκαλεῖ αὐτῷ (τουτέστιν ὅτι τρία πρὸς ἓν ἀπεκρίνατο) οὔτε τὸ τρίτον (παρῆκε γὰρ καὶ τοῦτο, ὅ ἐστι, διότι οὐχ ὡς τρία πάσχοντες ἐρχόμεθα ἐπὶ τὸ πολεμεῖν, ἀλλὰ κατὰ τὸ κοινόν, | |
25 | τὴν ἀδικίαν)· ἐγκαλεῖ οὖν αὐτῷ τὸ δεύτερον ἁμάρτημα, ὅτι οὐχ ἁπλᾶ ἀλλ’ ἐπαμφοτερίζοντα ταῦτα εἶπεν. φησὶ γοῦν ὅτι ‘πῶς ἕκαστα | |
85 | τούτων πάσχοντες;‘ τουτέστιν ἀδίκως ἢ δικαίως· εἶτα ἐρωτᾷ | |
αὐτόν, εἰ διαφέρουσι ταῦτα ἀλλήλων, τοῦτο γὰρ δηλοῖ τὸ ‘πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ τὸ ὧδε‘. καὶ ἀντερωτήσαντος τοῦ νέου ὅτι ‘εἰ τὸ ὧδε λέγεις τὸ δικαίως ἢ ἀδίκως;‘ | 56 | |
5 | καὶ συνθεμένου τοῦ Σωκράτους ἐπάγει ὁ Ἀλκιβιάδης ὅτι ὅλον τε καὶ πᾶν διαφέρουσιν ἀλλήλων ταῦτα. ἰστέον δὲ ὅτι τὸ ὅλον τε καὶ πᾶν παροιμία ἐκράτησεν ἐπὶ τῶν πολὺ διαφερόντων ἀλλήλων καὶ ἀντιδιῃρημένων· τὸ γὰρ ‘ὅλον‘ καὶ τὸ ‘πᾶν‘ ἀντιδιῄρηνται ἀλλήλοις. εἰ γὰρ καὶ ἄμφω τὸ καθόλου δηλοῦσιν, ἀλλ’ οὖν τὸ μὲν | |
10 | ‘ὅλον‘ σημαίνει τὸ συνεχές, τὸ δὲ ‘πᾶν‘ τὸ διωρισμένον. καὶ δύναταί τις κατὰ μὲν τὸ ὅλον κρείττων εἶναι, κατὰ δὲ τὸ πᾶν χείρων· οἷον ἐὰν εἴπωμεν τὸ ὅλον, τὸ ἀνδρεῖον γένος ὡς ὅλον κρεῖττόν ἐστι τοῦ γυναι‐ κείου, οὐ μὴν καὶ πᾶν παντός, οὔτε γὰρ Θερσίτης κρείττων Θεανοῦς, ἢ Κόροιβος. | |
86 | Εἰ γὰρ καὶ διανοεῖ ταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν: ὁ μὲν Καλλικλῆς καὶ ὁ Θρασύμαχος ἔφασαν ἐν Γοργίᾳ καὶ διανοεῖσθαι δεῖν πολεμεῖν πρὸς τοὺς τὰ δίκαια πράττοντας, ἀλλὰ μὴν καὶ ἔργῳ πολεμεῖν· ὁ δὲ Σωκράτης οὔτε διανοεῖσθαι τὴν ἀρχὴν παντε‐ | |
5 | λῶς οὔτε πολεμεῖν· ὁ δὲ Ἀλκιβιάδης ὡς μέσος ὢν διανοεῖσθαι μέν φησιν, οὐ μὴν πολεμεῖν. λέγει γὰρ ‘εἰ γὰρ καὶ διανοεῖταί τισ‘ ὡς τοῦτο συγχωρῶν, ἐπάγει δὲ καὶ ὅτι οὔτε διανοούμενός τις ὁμολογεῖ τοῦτο. Οὐ γὰρ νόμιμον τοῦθ’, ὡς ἔοικεν. Οὐ δῆτα. Οὐδέ γε καλὸν δοκεῖ | |
10 | εἶναι: νόμιμον μέν ἐστι τὸ θέσει δίκαιον, καλὸν δὲ τὸ φύσει. φησὶν οὖν ὁ Σωκράτης ὅτι οὔτε κατὰ τὸ θέσει δίκαιον, τουτέστι τὸ νόμιμον, οὔτε κατὰ τὸ φύσει, τουτέστι τὸ καλόν, προσήκει πολεμεῖν τοῖς τὰ δίκαια πράττουσιν. καὶ συνομολογεῖ τούτοις ὁ νέος ὡς προκόπτων ἐπὶ τὸ τέλειον. | |
15 | Ἄλλο τι οὖν, ὃ νῦν δὴ ἐγὼ ἠρώτων, βέλτιον πρὸς τὸ πολεμεῖν: μετὰ τὸ διὰ πολλῶν συνθέσθαι τὸν νέον ὅτι τέλος τοῦ πολέμου τὸ δίκαιον καὶ ὅτι οὐ δεῖ τοῖς δικαιοπραγοῦσι πολεμεῖν, ἀλλὰ τοῖς ἀδικοῦσι δηλονότι (καὶ γὰρ ἂν οὕτως ἕνεκεν τοῦ δικαίου πολεμοίημεν), ἀνα‐ μιμνῄσκει τὸν νέον ὁ Σωκράτης τῆς ἐρωτήσεως πρὸς ἣν ἠπόρει ἀπο‐ | |
20 | κρίνασθαι. αὕτη δὲ ἦν, τί τέλος τοῦ πολέμου· ταὐτὸν γὰρ δηλοῖ τὸ ‘τί βέλτιον‘, ὡς εἴρηται. φησὶν οὖν, ‘ἄλλο τι οὖν, ὃ νῦν δὴ ἐγὼ ἠρώτων‘, ἀντὶ τοῦ ‘εἰ μὴ τοῦτο‘. τῆς γὰρ Πλατωνικῆς φράσεως τὸ ‘ἄλλο τι οὖν‘ κατὰ παράλειψιν τοῦ ‘εἰ μὴ τοῦτο‘ λέγειν. μετὰ δὲ τῶν περιστατικῶν ἀναμιμνῄσκει τί τὸ βέλτιον τοῦ πολεμεῖν, λέγων ‘οἷς | |
25 | δεῖ‘ καὶ ‘ὁπότε‘. Πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ | |
ἐπίστασαι, καὶ τὰ ἑξῆς: οὐ μάτην ἐνταῦθα κεῖται τὸ ‘ὦ φίλε‘, ἀλλ’ ἐπειδή, ὡς πολλάκις εἴρηται, μέλιτι δεδευμένοις φαρμάκοις ἐοίκασιν αἱ | 57 | |
87 | Σωκρατικαὶ παραινέσεις καὶ ἔλεγχοι, μέλλει δὲ τὸν νέον ἐπὶ τῷ μὴ γινώσκειν τὸ δίκαιον λυπεῖν τοῖς ἐλέγχοις καὶ πρὸς ὀργὴν ἐξάγειν, προτιθασεύει αὐτὸν πρῶτον ‘φίλον‘ ὀνομάζων, καὶ πάλιν ὀμνὺς μικρὸν ὕστερον ‘μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν‘. καὶ | |
5 | ζητοῦσιν ἐκεῖ, τίνα θεὸν καλεῖ φίλιον. καὶ οἱ μέν φασι τὸν Ἔρωτα, οὐκ ἔστι δέ· ὁ γὰρ φίλος φίλῳ φίλος, ἐνταῦθα δὲ ὁ μὲν Σωκράτης ἐρᾷ τοῦ νέου, ὁ δὲ νέος οὐκ ἀντερᾷ τοῦ Σωκράτους· τοῦ γὰρ τέλους τοῦ διαλόγου τοῦτό ἐστιν, ἔνθα ὁ ἀντέρως παραδίδοται. τίνα οὖν καλεῖ φίλιον; ἤ φαμεν ὅτι τὸν Δία· καὶ γὰρ ἀμφοτέροις προσήκει κατὰ | |
10 | τὸ ἀρχικὸν ὁ Ζεύς. Σωκράτει μὲν διὰ τὴν φιλοσοφίαν (ἡγεμὼν γὰρ αὕτη πασῶν τῶν ἄλλων τεχνῶν) καὶ ὅτι κατὰ τοὺς Στωϊκοὺς ὁ εἰδὼς πῶς δεῖ ἄρχειν ἄρχων ἐστίν, εἰ καὶ μὴ κέχρηται τῇ ἀρχῇ· τοιοῦτοι δὲ οἱ φιλόσοφοι· διὸ καὶ ἐν Φαίδρῳ φησίν, ‘μετὰ μὲν δὴ Διός εἰμι‘. Ἀλκιβιάδῃ δὲ ὡς φιλάρχῳ καὶ στρατηγικῷ ἁρμόττει, ὥστε οὐ μάτην | |
15 | τὸ εἰπεῖν ‘τὸν ἐμόν τε καὶ σόν‘. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ἁρμόττει λεχθῆναι· ἐνταῦθα δέ φησιν ὅτι ‘πότερον σαυτὸν λέ‐ ληθας ἀγνοῶν τὸ δίκαιον‘ (οἰκεῖον δὲ ἡ λήθη τῇ ἀγνοία, ἄμφω γὰρ γνώσεώς εἰσιν ἀπουσία) ‘ἢ ἐμὲ ἔλαθες μαθών;‘ ἀντὶ τοῦ ‘πῶς, εἴγε δίκην συνειδότος ἐφ’ ἑκάστῃ ἡμῶν ἐνεργείᾳ παρόντος κἀγὼ | |
20 | συνακολουθῶ σοι, λαθεῖν με ἔμελλες;‘ Καὶ φοιτῶν εἰς διδασκάλου: ἐντεῦθέν ἐστι μαθεῖν ὅτι καὶ οἱ μανθά‐ νοντες παρὰ ἄλλου ἔχουσί τι αὐτοκίνητον, τουτέστι τὸ προαιρεῖσθαι | |
88 | μανθάνειν καὶ φοιτᾶν εἰς διδασκάλου καὶ μὴ βίᾳ καὶ μοχλείᾳ προσ‐ λαμβάνειν τὸ μανθάνειν, εἰ καὶ παρ’ ἑτέρων αὐτοῖς ἡ γνῶσις προσέρχε‐ ται. Καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενή‐ | |
5 | σης ἐμέ: ζητητέον πῶς, εἰ δεῖ καὶ τὰς εἰρωνείας τοῦ φιλοσόφου ἀληθεῖς εἶναι, νῦν ὁ Σωκράτης εἰδὼς τὸ δίκαιον λέγει πρὸς τὸν νέον ὅτι ‘φράσον μοι παρ’ ὅτου τὸ δίκαιον ἔμαθες, ἵνα αὐτῷ φοιτήσω‘. ἤ φαμεν ὅτι δεῖ τὸν ἐρωτικὸν καὶ συναγνοεῖν καὶ συνανάγεσθαι τοῖς παιδικοῖς· ὡς μὲν οὖν ἐρωτικὸς ὁ Σωκράτης ἠγνόει τὸ δίκαιον ἀγνοοῦντος τοῦ νέου, ὡς δὲ | |
10 | διδάσκαλος ἠπίστατο. ἢ καὶ βʹ λύσιν· ὅτι ἢ πρὸς κρείττονα ἐφοίτα ὁ Σωκράτης καὶ ὠφέλητο, ἢ πρὸς χείρονα καὶ ὠφέλει, ἢ πρὸς ἴσον, καὶ ‘κοινὰ τὰ φίλων‘. Ὃν ἐγὼ ἥκιστ’ ἂν ἐπιορκήσαιμι: ἐνταῦθα ζητητέον πῶς φησίν, ‘ὃν | |
ἐγὼ οὐδαμῶς ἂν ἐπιορκήσω‘. τί γάρ; ἕτερον ἐπιώρκει; ἤ φαμεν ὅτι | 58 | |
15 | προσυπακουστέον τὸ ‘πρὸς σέ‘· μετριώτερον γὰρ τὸ πρὸς ἀλλοτρίους καὶ ξένους ἐπιορκεῖν ἢ πρὸς φίλους. ἢ ὅτι δεινότερόν ἐστιν τοὺς μετὰ ἰδιότητος θεοὺς ἐπιορκεῖν ἢ τοὺς ἄλλους· αἱ γὰρ ἰδιότητες καὶ οἱ προσ‐ διορισμοὶ παραβαινόμενοι χαλεπώτερα ποιοῦσι τὰ ἁμαρτήματα, πρόσ‐ κειται δὲ τὸ ‘φίλιον‘. οὕτω καὶ ἐν Κρατύλῳ φησὶν μὴ δεῖν ἐπιορκεῖν | |
20 | τὸν ξένιον ἢ ὁμόγνιον, δηλονότι ὡς τῶν προσδιορισμῶν μὴ ὀφειλομένων παραβαίνεσθαι. ἢ ὅτι οὐ πρὸς ἀντιδιαστολὴν ἐνταῦθα τὸ ‘ὃν‘ εἴρηται. | |
89 | Τί δέ, εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι; ἐν τούτοις ἀνα‐ λυτικῶς παραδίδοται ὁ συλλογισμός, ὃν ἀνωτέρω συνθετικῶς προή‐ γαγεν. εἰπὼν γὰρ ὁ Σωκράτης ὅτι ‘ἠπίστασο ἂν τὰ δίκαια, εἰ ἐφοίτησας παρὰ διδασκάλῳ‘, καὶ τοῦ νέου εἰπόντος ‘τί δέ; οὐκ ἐνδέχεται ἄλλως | |
5 | με γινώσκειν;‘ ἐπάγει ὁ Σωκράτης ἑτέραν πρότασιν, ὅτι ‘εἴ γε εὕροισ‘, καὶ πάλιν ‘εἰ ἐζήτησας· ἐζήτησας δὲ ἄν, εἰ ἐνόμισας μὴ εἰδέναι· ἀλλὰ μὴν οὐκ ἔχεις χρόνον εἰπεῖν ὃν ἡγήσω ἀγνοεῖν‘. ἀναλογίζεται γὰρ πᾶσαν τὴν ἡλικίαν τοῦ νέου κἀντεῦθεν δείκνυσιν αὐτὸν ἀγνοοῦντα τὸ δίκαιον. | |
10 | Καὶ μάλα γ’, εἰ ζητήσαις: οὐχ ἁπλῶς ἐνταῦθα πρόσκειται τὸ ‘μάλα‘, ἀλλὰ θαρροῦντός ἐστι τῇ εὐφυΐᾳ τοῦ νέου, ὅτι εἰ ἐζήτησε πάντως ἂν ἤμελλεν εὑρεῖν. Καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίνωνται: ἄνω μέν, ἔνθα καθολικαὶ ὑπῆρχον αἱ προτάσεις, οὐκ ᾔτει τὸν νέον ἀληθῆ | |
15 | ἀποκρίνασθαι· εἰ γὰρ καὶ ἐψεύσατο, ἀλλ’ οὖν ἐξ ἑτέρων διὰ τοῦ καθολικοῦ τῶν προτάσεων ἠλέγχετο. ἐνταῦθα δέ, ἐπειδὴ μερικαί εἰσι καὶ ἀπὸ ἱστορίας εἰλημμέναι, αἰτεῖ αὐτὸν ἀληθεῦσαι· εἰ γὰρ μὴ τὰ ἀληθῆ ἀποκρίνηται, οἴχεται καὶ μάταιος ἔσται ὁ συλλογισμός. καὶ ἔστιν ἐντεῦθεν ἑλεῖν Πλατωνικὸν δόγμα, ὅτι ἐκ ψευδῶν προτάσεων | |
20 | οὐδὲν ἀναγκαῖον συνάγεται, ἀλλὰ μάταιος ἔσται ὁ συλλογισμός· φησὶ γὰρ ‘ἵνα μὴ μάτην‘. εἰ γὰρ καὶ ἀληθές ποτε ἐκ ψευδῶν συναχθή‐ σεται, οὐ διὰ τὸ ἀναγκαστικὸν τῶν προτάσεων, ἀλλὰ διὰ τὸ ἐνδεχό‐ μενον τῆς ὕλης τοῦτο γίνεται. Ἀλλὰ μὴν τό γε πρὸ τούτου παῖς ἦσθα: διαφέρει παῖς παιδίου· παι‐ | |
90 | δίον μὲν γάρ ἐστιν ὁ μέχρι ἑπτὰ ἐτῶν, παῖς δὲ ὁ ἀπὸ ἑβδόμου ἔτους μέχρι τεσσαρεσκαιδεκάτου, ὅτε καὶ λοιπὸν ἔφηβος γίνεται. καλῶς οὖν ὁ Σωκράτης παῖδα τὸν νέον εἶπεν εἶναι πρὸ πέντε ἐτῶν, εἴγε νῦν κʹ | |
ἐτῶν οὔπω ἐστίν. | 59 | |
5 | Ὡς πονηρὸς καὶ ἄδικος εἴη: τοῦτο σημεῖον μεγάλης καὶ δεξιᾶς φύσεως τοῦ νέου, εἰ ἐκ παιδὸς πονηροὺς ἡγεῖτο τοὺς ἀδίκους εἶναι, ἀπὸ τῆς κοινῆς ἐννοίας μόνον γινώσκων τοῦτο. οὐ γὰρ εἰς διδασκάλων πω τοιούτων ἐπεφοιτήκει, δυναμένων διδάξαι τὸ δίκαιον. Σὺ δὲ εἰ τύχοις ἀγνοῶν εἴτ’ ἀδικοῖο εἴτε μή, καὶ τὰ ἑξῆς: τί φησι; | |
10 | τοῦ νέου εἰρηκότος ‘τί γάρ με προσῆκε ποιεῖν ἀδικούμενον ἢ λέγειν ὅτι ἀδικοῦμαι;‘ ὁ Σωκράτης λέγει, ‘εἰ δὲ ὅλως ὡς ἀγνοῶν τὸ δίκαιον ἠγνόεις εἴτε ἀδικῇ εἴτε μή, τότε λέγεις τί ἔδει σε ποιεῖν; δῆλον γὰρ ὅτι ὑπελείπετό σοι τὸ φιλεῖν μανθάνειν‘. ⟦τὸ ‘τότε λέγεις τί σε ἐχρῆν ποιεῖν;‘⟧ εἶτα πρὸς ταῦτα πάλιν τοῦ νέου ὀμνύντος μὴ ἀγνοεῖν, | |
15 | ἀλλὰ σαφῶς εἰδέναι ὅτι ἠδικεῖτο, ὁ Σωκράτης πάλιν τῷ αὐτῷ συλλο‐ γισμῷ κέχρηται, ὅτι ‘ἐν ποίῳ χρόνῳ ἐξευρών; πότε, ὁμολο‐ γήσας ἀγνοεῖν, ἐζήτησας; εἰ δὲ μήτε ζητήσας εὗρες μήτε ἔμαθες μὴ φοιτήσας εἰς διδασκάλου (τοῦτο γὰρ ἀνωτέρω ὡμολόγησας), δηλονότι οὐκ οἶσθα τὸ δίκαιον‘. | |
20 | Τὸ δὲ ἄνω εἰρημένον, ‘πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον‘, ἐπὶ κιθαριστοῦ καὶ γραμματιστοῦ καὶ παιδοτρίβου μόνων δεῖ νοεῖν· ταῦτα γὰρ μόνα ἐπαιδεύθη ὁ νέος. Πῶς οἶσθα καὶ πόθεν; ‘πῶς;‘ ἀντὶ τοῦ ‘μὴ ζητήσας καὶ εὑρών‘· ‘πόθεν;‘ ἀντὶ τοῦ ‘μὴ φοιτήσας παρ’ ἄλλῳ καὶ μαθών‘. | |
25t | Πρᾶξις σὺν θεῷ ιʹ | |
26 | Ἀλλ’ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην. Δειχθεὶς ὁ Ἀλκιβιάδης μὴ εἰδὼς τὸ δίκαιον (οὔτε γὰρ ἔμαθεν οὔτε | |
91 | εὗρεν, ὡς προαποδέδεικται), ὡς εὐφυὴς ὢν ἀντιτίθεται πρὸς τὴν μίαν τῶν προτάσεων τὴν λέγουσαν ὅτι γινώσκει τὰ δίκαια ὡς εὑρών. ἐπειδὴ γὰρ προσεχῶς ἐλήλεγκται αὕτη, φησὶν μὴ καλῶς τοῦτο ἀποκρίνασθαι· ‘γινώσκω γὰρ οὐχ εὑρών, ἀλλὰ μαθών‘. καὶ τοῦ Σωκράτους μέλλοντος | |
5 | τοῖς αὐτοῖς λόγοις χρῆσθαι, ὅτι ‘ἐν ποίῳ χρόνῳ, παρὰ ποίοις διδασκά‐ λοις;‘ καὶ τὰ τοιαῦτα, ὁ Ἀλκιβιάδης διδασκάλους προβάλλεται τοὺς πολλοὺς καὶ λέγει μεμαθηκέναι τὰ δίκαια παρὰ τῶν πολλῶν. οὐ γὰρ μόνων τῶν δικαίων, φησίν, εἰσὶν οὗτοι διδάσκαλοι, ἀλλὰ καὶ τοῦ ἑλληνί‐ ζειν. ᾤετο δὲ αὐτοὺς ταῦτα εἰδέναι καὶ διδάσκειν ὡς ἄμφω νομίζων | |
10 | θέσει εἶναι· τούτων γὰρ δεσπόται εἰσὶν οἱ πολλοί· καὶ γὰρ γινώσκουσιν ἃ τεθείκασιν, οἶον τὰ ὀνόματα. οὐ μὴν τὸ δίκαιον θέσει ἐστίν· διὸ ὁ Σωκράτης τὸ μὲν ἓν ἀποδέχεται, τὸ διδασκάλους εἶναι τοὺς πολλοὺς τοῦ ἑλληνίζειν, τὸ δὲ ἕτερον οὐδαμῶς, τὸ διδάσκειν τὰ δίκαια. Πρῶτον μὲν γάρ φησιν· ‘πῶς οἱ τὰ εὐτελέστερα καὶ χείρω μὴ | |
15 | γινώσκοντες, οἷον τὸ πεττεύειν, τὰ κρείττω γινώσκοντες, οἶον τὰ δίκαια καὶ τὰ ἄδικα, δύνανται περὶ αὐτῶν διδάσκειν;‘ καὶ ἄπορος ὁ λόγος οὗτος, πῶς ὁ Σωκράτης φησὶ τοὺς πολλοὺς μὴ εἰδέναι τὰ δίκαια διότι τὰ χείρω μὴ γινώσκουσιν. οὔτε γὰρ Ἱπποκράτης, ἐπειδὴ τὰ τεκτονικὰ οὐκ ἠπίστατο, διὰ τοῦτο καὶ τὰ δ’ στοιχεῖα ἠγνόει, ἐξ ὧν ἔφη συγκεῖσθαι | 60 |
20 | τὰ ἀνθρώπινα σώματα· καίτοι ταῦτα κρείττω τῶν τεκτονικῶν. πρὸς τοῦτο οὖν ὁ Πρόκλος οὕτως ἐπιλύεται· φησὶ γὰρ ὅτι οἱ τὰ εὐτελέστερα καὶ οἰκειότερα μὴ γινώσκοντες, οὗτοι οὐδὲ τὰ κρείττω γινώσκουσιν. ὁ δὲ Δαμάσκιος οὐχ οὕτως· οὐ γάρ φησιν χρείαν εἶναι τῆς προσθήκης ταύτης, τοῦ εἰπεῖν ‘οἰκειότερα‘, ἀλλ’ ἐπιλύεται λέγων οὕτως. οἱ τὰ | |
25 | εὐτελέστερα μὴ δυνάμενοι μανθάνειν, οὗτοι οὐδὲ τὰ κρείττω γινώσκου‐ σιν· εὐτελέστερον δὲ τὸ πεττεύειν τοῦ τὰ δίκαια εἰδέναι, τοῦτο δὲ | |
92 | ἀγνοοῦσιν· δῆλον ὅτι καὶ τὰ δίκαια ἀγνοοῦσιν οἱ πολλοί. Εἶτα δὲ ἐπὶ τούτοις ὁ Σωκράτης λέγων τοὺς πολλοὺς μὴ εἰδέναι τὰ δίκαια, φησὶν αὐτοὺς διαφωνεῖν περὶ τούτου πρὸς ἀλλήλους· ἄλλοι γὰρ ἄλλο δίκαιον ἡγοῦνται. σημεῖον δὲ ἀγνοίας καὶ ἀνεπιστημοσύνης ἡ | |
5 | ἀσυμφωνία· οὐχ ὅτι οἱ συμφωνοῦντες ἀλλήλοις πάντως ἐπιστήμονές εἰσιν (διὰ τοὺς Δημοκριτείους, συμφωνοῦντας μὲν περὶ τοῦ κενοῦ ὅτι ἐστίν, ἀνεπιστήμονας δὲ διὰ τοῦτο ὄντας, οὐκ ἔστι γάρ), ἀλλ’ οἱ μὲν ἐπιστή‐ μονες συμφωνοῦσιν ἀλλήλοις, κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν ἀπὸ τοῦ ἑπομένου γινομένην οἱ μὴ συμφωνοῦντες ἀνεπιστήμονές εἰσιν. αὖθις | |
10 | δὲ ἐπάγει καὶ ἐπίτασιν τῆς διαφωνίας, ὅτι καὶ στασιάζουσιν οἱ πολλοὶ περὶ τῶν δικαίων πρὸς ἀλλήλους, οὐ μόνον δὲ στασιάζουσιν, ἀλλὰ καὶ πόλεμοι μέγιστοι διὰ τοῦτο γεγόνασιν. ἡ μὲν γὰρ στάσις μικρὰ μάχη ἐστίν (εἰ καί, ὅτι πρὸς οἰκείους γίνεται, χείρων ἐστὶ τοῦ πολέμου), ὁ δὲ πόλεμος μεγάλη μάχη. καὶ γάρ, ὡς προείρηται, ἐπειδὴ διὰ πάσης | |
15 | τῆς οὐσίας ἡμῶν καὶ τῆς τριμερείας τῆς ψυχῆς διῆλθε τὸ δίκαιον, διὰ τοῦτο οἱ ἀδικούμενοι νεκροὺς καὶ ἀνουσίους ἑαυτοὺς ἡγοῦνται, εἰ μὴ τύχωσι τοῦ δικαίου· δι’ ὃ καὶ τοὺς μεγίστους πολέμους κινοῦσι. καὶ παραδείγματα τοῦ διὰ τὸ δίκαιον τοὺς πολέμους γίνεσθαί φησιν τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν εἶναι. οὐδὲν γάρ ἐστιν ἡ Ἰλιὰς ἢ ῥαψῳδία | |
93 | δικαιολογίας βαρβάρων πρὸς Ἕλληνας, τῶν μὲν βαρβάρων λεγόντων προηδικῆσθαι διὰ τὸν Ἰάσονα Ἕλληνα ὄντα καὶ τὴν Μήδειαν ἁρπά‐ σαντα βάρβαρον οὖσαν, τῶν δὲ Ἑλλήνων μᾶλλον λεγόντων ἠδικῆσθαι διὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης. ταῦτα δὲ ὁ Ἡρόδοτος εὐθέως ἐν ἀρχῇ | |
5 | τῆς οἰκείας ἱστορίας φησίν. καὶ ἐν Ὀδυσσείᾳ δὲ δικαιολογία ἐστὶ μνηστήρων καὶ Τηλεμάχου, τῶν μὲν μνηστήρων λεγόντων μὴ δεῖν γυναῖκα χήραν τοὺς πρώτους τῆς Ἰθάκης μετὰ πολλῶν ἔδνων προσιόν‐ τας ἀποστρέφεσθαι, τοῦ δὲ Τηλεμάχου λέγοντος μήπω φανερὸν εἶναι | |
εἰ τέθνηκεν ὁ πατήρ, καὶ ὅτι οὐ δίκαιόν ἐστι τὸν πατρῷον οἶκον ὑπ’ | 61 | |
10 | αὐτῶν κείρεσθαι. ἐπὶ δὲ καὶ ἄλλο παράδειγμα τὴν ἐν Κορωνείᾳ μάχην λέγων, ὅτι καὶ αὕτη διὰ τὸ δίκαιον γέγονεν, καὶ δυνάμενος ἕτερον πόλεμον μείζονα παραγαγεῖν οὐ πεποίηκεν τοῦτο, καταποικίλλων τὴν ἑαυτοῦ διδασκαλίαν. τὸν μὲν γὰρ Τρωϊκὸν διὰ τὸ λαμπρότερον τοῦ ὑποκειμένου τέθεικεν, τὸν δὲ ἐν Κορωνείᾳ διὰ τὸ οἰκειότερον αὐτὸν | |
15 | εἶναι τῷ νέῳ· καὶ γὰρ Κλεινίας ὁ Ἀλκιβιάδου πατὴρ ἀριστεύσας ἐκεῖ ἐτεθνήκει. κατὰ ζῆλον δὲ ποιητικὸν τοῦτο πεποίηκεν· καὶ γὰρ παρὰ τῷ ποιητῇ διαλεγόμενος ὁ Νέστωρ πρὸς τὸν Ἀχιλλέα τοῦ πολέμου μέμνη‐ ται τῶν Λαπιθῶν, ἐν ᾧ ὁ Πηλεὺς ἠρίστευσεν, ὡς καὶ ὁ Ἰσοκράτης ἐν Εὐαγόρᾳ φησίν. οὕτω δὲ καὶ ὁ Πρίαμος πρὸς τὸν Ἀχιλλέα· | |
20 | ‘μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ‘. ἐν οἷς ἡ θεωρία. Ἀλλ’ ἴσως τοῦτο οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών: ἐνταῦθα, ὡς προείρηται, πρὸς τὴν μίαν τῶν προτάσεων ἀντι‐ τίθεται, λέγων μὴ καλῶς εἰρηκέναι ὅτι οἶδε τὰ δίκαια ἐξευρών· οὐ γὰρ | |
25 | ἐξευρὼν ἀλλὰ μαθών, φησί, γινώσκω ταῦτα. καὶ τοῦ Σωκράτους | |
94 | ἀπαιτοῦντος εἰπεῖν τοὺς διδασκάλους, ἵνα καὶ αὐτὸς φοιτήσῃ πρὸς αὐτούς, ὁ νέος φησὶ παρὰ τῶν πολλῶν μεμαθηκέναι. εἶτα δείκνυσιν ὁ Σωκράτης ὅτι οὔκ εἰσιν οὗτοι τῶν δικαίων ἀκριβεῖς διδάσκαλοι, ἀλλὰ μὴν οὔτε ‘κρήγυοι‘, ὡς ἐπὶ λέξεως μικρὸν | |
5 | ὕστερόν φησιν. τὸ δὲ ‘κρήγυοι‘ ἀντὶ τοῦ ‘ἀγαθοὶ‘ κεῖται, ὡς καὶ ἐκ τῆς πρὸς τὸ κακὸν ἀντιθέσεως παρὰ τῷ ποιητῇ δῆλον τοῦτο· εἰπὼν γὰρ ‘μάντι κακῶν, οὐπώποτέ μοι τὸ κρήγυον εἶπεσ‘, ἐπήγαγεν ‘αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι‘· | |
10 | ἀντέθηκε γὰρ ‘τὰ κακὰ‘ πρὸς ‘τὸ κρήγυον‘ ὡς ἀγαθὸν ὄν. Οὐκ εἰς σπουδαίους τε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων: τὸ ἀπόφθεγμα τῶν ἑπτὰ σοφῶν ἐν τούτοις παρῳδεῖ· ‘οἱ πλείονες κακίουσ‘. ζητοῦμεν δὲ πῶς, εἰ τὸ κατὰ φύσιν πλέον ἐστὶ τοῦ παρὰ φύσιν—κατὰ φύσιν γάρ εἰσι πάντες ἄνθρωποι πεντα‐ | |
15 | δάκτυλοι, καὶ τοῦτο ὡς ἐπὶ τὸ πολύ ἐστι, παρὰ φύσιν δὲ ἑξαδάκτυλοι, καὶ τοῦτο ἐπ’ ἔλαττον· —πῶς οὖν, εἰ τὸ κατὰ φύσιν πλεονάζει τοῦ παρὰ φύσιν οἱ πλείους κακοὶ λέγονται εἶναι; ἤ φαμεν ὅτι, καθάπερ ἐν λοιμώττοντι χωρίῳ οὐ θαυμάζομεν εἰ πολλοὶ νοσοῦσιν, ἀλλ’ εἰ ὀλίγοι ὑγιαίνουσιν, οὕτω καὶ ἐν τούτοις δεῖ νομίζειν ὅτι | |
20 | κατελθοῦσαι ἐνταῦθα αἱ ψυχαὶ μᾶλλον νοσοῦσιν ἤπερ ὑγιαίνουσιν ὡς | |
ἐν τόπῳ οὖσαι ἀνοικείῳ, καὶ διὰ τοῦτο οἱ πλεῖστοι κακοί. πατὴρ γὰρ ἡμῶν καὶ πατρὶς ἀληθὴς ἄνω μόνον ἐστίν. | 62 | |
95 | Καίτοι φαυλότερα αὐτὰ τῶν δικαίων εἶναι: ἐνταῦθα ἡ ἀπορία ἣν ἐν τῇ θεωρίᾳ προειλήφαμεν, καὶ τὰς πρὸς αὐτὴν δύο λύσεις Πρόκλου καὶ Δαμασκίου. Τὰ δὲ σπουδαιότερα τοῦ πεττεύειν. Ποῖα ταῦτα; Οἶον τὸ ἑλληνί‐ | |
5 | ζειν: ὅτι οὐ μόνον τῶν δικαίων εἰσὶν οἱ πολλοὶ διδάσκαλοι, φησὶν ὁ νέος· ὅτι καὶ τὸ ἑλληνίζειν οὗτοι διδάσκουσιν, εἰ καὶ τὰ φαυλότερα οὐκ ἐπίστανται, οἶον τὸ πεττεύειν. καὶ κατὰ ζῆλον Πυθαγόρειον πρῶτον ἐξαίρει τὸ ἑλληνίζειν διὰ τοῦ εἰπεῖν σπουδαιότερα οἵους τ’ εἶναι διδάσκειν, καὶ ἐπαγαγεῖν τὸ ἑλληνίζειν. ἰστέον γὰρ ὅτι οἱ | |
10 | Πυθαγόρειοι ἐθαύμαζον τοὺς πρώτους εὑρόντας τοὺς ἀριθμούς, λέ‐ γοντες ἐγνωκέναι τούτους τὴν οὐσίαν τοῦ νοῦ, εἴγε ἀριθμοὺς ἐκάλουν τὰς ἰδέας, αἱ δὲ ἰδέαι ἐν τῷ νῷ εἰσίν. ἐθαύμαζον δὲ καὶ τοὺς πρώτους θέντας τὰ ὀνόματα· οὗτοι γάρ, φασί, τὴν οὐσίαν ἔγνωσαν τῆς ψυχῆς· ταύτης γὰρ τὸ ὀνοματοθετεῖν καὶ οὐ νοῦ, εἴγε ὁ μὲν νοῦς φύσει πάντα | |
15 | παράγει, ἡ δὲ ψυχὴ θέσει, θέσει δὲ τὰ ὀνόματα. οὕτως οὖν καὶ ὁ Ἀλκιβιάδης προεξυμνεῖ τὸ ἑλληνίζειν, μέλλων τούτου διδασκάλους ἐρεῖν τοὺς πολλούς, παρ’ ὧν αὐτὸς ἔφη μεμαθηκέναι τὸ δίκαιον. τὸ δὲ ἑλληνίζειν διττόν· ἢ τὸ ἁπλῶς Ἑλλάδι φωνῇ μόνῃ κεχρῆσθαι, οὗ διδάσκαλοί εἰσιν οἱ πολλοί· ἢ τὸ ἀπταίστως διαλέγεσθαι, οὗ διδάσκαλοί | |
20 | εἰσιν οἱ γραμματικοί, περὶ γὰρ ἑλληνισμοῦ ἡ γραμματική. Ἀλλ’, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι: ἐπειδὴ ἀγενεῖς οἱ | |
96 | πολλοί, ἐξαίρει τῶν πολλῶν ὁ Σωκράτης τὸν νέον ‘γενναῖον‘ αὐτὸν προσειπών. καὶ ἰδοὺ καθὼς προείρηται τοῦ μὲν ἑνός, τοῦ ἑλληνί‐ ζειν, ἀποδέχεται διδασκάλους εἶναι τοὺς πολλούς, τοῦ δὲ ἑτέρου οὐ‐ δαμῶς, τῶν δικαίων. διελέγχει γὰρ αὐτοὺς ἐν τούτῳ διὰ τῶν ἐφεξῆς· | |
5 | ἐπαινεῖ γὰρ αὐτοὺς ὡς συμφωνοῦντας περὶ τὸ ἑλληνίζειν, ἵνα περὶ τὸ δίκαιον δειχθῶσιν ἀμαθεῖς μὴ συμφωνοῦντες ἀλλήλοις. Οὐ ταύτην ὁμολογοῦσι καὶ ἐπὶ ταύτην ὁρμῶσι: τὸ μὲν ‘ὁμολο‐ γοῦσι‘ γνώσεώς ἐστι, τὸ δὲ ‘ὁρμῶσι‘ ζωῆς. συνέπλεξεν δὲ ἀλλή‐ λοις καὶ συνῆψεν ἀμφότερα, δεικνὺς ὅτι καὶ ἡ ζωὴ δόγματα γεννᾷ καὶ | |
10 | τὰ δόγματα ζωήν. καὶ γὰρ ὁ δοξάζων ἀγαθὸν εἶναι τὴν ἡδονὴν πειρᾶται | |
ἥδεσθαι καὶ κατὰ ταύτην ζῆν, καὶ τὸ ἀνάπαλιν ὁ ἡδονικῶς ζῶν καὶ δόγματα τοιαῦτά φησιν, ἀγαθὸν εἶναι τὴν ἡδονήν. Σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις: ἰδοὺ κἀντεῦθεν δῆλον ὅτι διττὸν τὸ ἑλληνίζειν. ὁ γὰρ Σωκράτης μετὰ | 63 | |
15 | τὸ εἰπεῖν τὸν νέον ὅτι λίθον καὶ ξύλον καὶ τὰ τοιαῦτα ἅπαντες ὡσαύτως ἴσασι καλεῖν καὶ οὐχ οἱ μὲν ἄλλως οἱ δὲ ἄλλως, ὅπερ δηλοῖ τὸ Ἑλλάδι φωνῇ μόνον χρῆσθαι, ἐπήγαγεν λοιπὸν ἐκ τούτων ὅτι ‘μανθάνω σχεδὸν τοῦτό σε λέγειν‘, καὶ οὐ τὸ ἑλληνίζειν 〈τὸ〉 ἕτερον, περὶ ὃ οἱ γραμματικοί· ἐκεῖνο γὰρ οὐ περὶ τὸ ὡσαύτως ταὐτὰ καλεῖν | |
20 | καταγίνεται, ἀλλὰ περὶ τὸ τὰ κείμενα ὀνόματα ἀπταίστως προάγειν. Ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή: μέλλων ὁ Σωκράτης μεταβαίνειν ἐπὶ τὸ δεῖξαι τοὺς πολλοὺς ἀμαθεῖς περὶ τὸ δίκαιον προ‐ λαμβάνει ταῦτα, λέγων ὅτι ‘εἰ μὴ μόνον θελήσωμεν γνῶναι ποῖόν ἐστιν | |
97 | ἄνθρωπος ἢ ποῖόν ἐστιν ἵπποσ‘ (ὥσπερ ἄνω λίθον ἢ ξύλον, ἅτινα τοῦ ἑλληνίζειν εἰσίν), ‘ἀλλὰ καὶ τίνες δρομικοί‘ (καί, ὡς ἐφεξῆς ἐπάγει, τίνες ὑγιεινοί), ‘ἆρα καὶ περὶ τούτων γινώσκουσιν οἱ πολλοί;‘ καὶ ὁ νέος φησὶν ‘οὐδαμῶσ‘· δῆλον γὰρ ὅτι τέχναι περὶ ταῦτά εἰσιν, ἃς οὐ | |
5 | γινώσκουσιν οἱ πολλοί, περὶ μὲν τὰ ὑγιεινὰ ἰατρική, περὶ δὲ τοὺς δρομικοὺς διακρίνειν φυσιογνωμονικῆς. ἰστέον γὰρ ὅτι διαφέρει δρομεὺς δρομικοῦ· τὸ μὲν γάρ ἐστιν ἕξεως ὄνομα, τὸ τοῦ δρομέως, τὸ δὲ ἐπιτη‐ δειότητος, τὸ τοῦ δρομικοῦ. ἴσως οἱ πολλοὶ περὶ μὲν δρομέων, οἷον ἵππων, δύνανται διδάξαι, τίνες αὐτῶν μᾶλλον ὀξύτερον θέουσι, τίνες | |
10 | δὲ ἧττον, ὁπότε καὶ τοῦτο γυμναστικῆς ἐστί· πλὴν εἰ καὶ τοῦτο ἴσασιν, ἀλλ’ οὖν τοὺς δρομικοὺς οὐ δύνανται διαγνῶναι, τέχνης γὰρ τοῦτο μεγίστης, τῆς τοῦ φυσιογνώμονος, εἰπεῖν τίνες δρομικοὶ ἔσονται ἢ πυκτικοὶ καὶ τὰ τοιαῦτα. Ἥκιστα νὴ Δία, ὦ Σώκρατες: ἐπειδὴ τὸ ‘μὰ‘ ἀποφατικόν ἐστιν, | |
15 | καθάπερ τὸ ‘ναὶ‘ καταφατικόν, ἔδει αὐτὸν ἀποφατικὸν τὸ ‘μὰ Δία‘ εἰπεῖν, ὁ δὲ οὐδὲν ἧττον τὴν ἀπὸ τοῦ ‘νὴ Δία‘ κατάφασιν ἀνεῖλεν διὰ τοῦ ‘ἥκιστα‘, δηλοῦντος τὸ ‘οὐδαμῶσ‘, ὅπερ ἐστὶ καὶ αὐτὸ δῆλον ὅτι ἀποφατικόν. Ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου: ζητητέον πῶς, εἰ | |
20 | τρία μόνον ἔφαμεν γινώσκειν τὸν Ἀλκιβιάδην, γράμματα, κιθαρίζειν, παλαίειν, νῦν ὁ Σωκράτης καὶ ποιητικὴν αὐτὸν λέγει μεμαθηκέναι. ἤ φαμεν ὅτι ἐκεῖνα μὲν τὰ τρία ὡς τέχνας ᾔδει, ποιημάτων δὲ εἰ καὶ ἠκροάσατο, ἀλλ’ οὖν οὐχ ὡς τέχνην μαθών. | |
98 | Περὶ ὧν οὕτω πλανᾷ: μετὰ τὸ δειχθῆναι τοὺς πολλοὺς μὴ εἰδότας τὸ δίκαιον καὶ τοῦτο τὸν νέον ὁμολογῆσαι, φησὶν ὁ Σωκράτης ὅτι ‘πῶς | |
εἰκός ἐστιν γινώσκειν σὲ τὰ δίκαια, περὶ ὧν οὕτω πλανᾷ;‘ (καὶ γὰρ πλανᾶται ὁ νέος περὶ ταῦτα, ποτὲ μὲν λέγων τοὺς πολλοὺς εἰδέναι τὰ | 64 | |
5 | δίκαια καὶ παρὰ τούτων μαθεῖν, νῦν δὲ διὰ τῶν ἐλέγχων ὁμολογῶν αὐτοὺς ἀγνοεῖν) καὶ ὅτι ‘πρὸ τούτων ὤφθης μὴ ἐξευρών, νῦν δὲ ὅτι οὔτε μαθών, οὐ γὰρ ἔσχες διδασκάλουσ‘. | |
8t | Πρᾶξις σὺν θεῷ ιαʹ | |
9 | Ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός. | |
10 | Δειχθεὶς ὁ Ἀλκιβιάδης διπλῇ ἀμαθαίνων περὶ τὸ δίκαιον (οὔτε γὰρ ᾔδει τοῦτο καὶ μὴ εἰδὼς ᾤετο εἰδέναι· καὶ ὅτι διδασκάλους ἑαυτῷ τοὺς πολλοὺς ἐπεγράφετο μὴ εἰδότας τὸ δίκαιον, ὡς ἐδήλωσεν ἡ περὶ τούτου αὐτοῖς διαφωνία) ὡς εὐφυὴς καὶ ῥητορικός φησιν ὅτι ‘ὡς σὺ λέγεις, εἰκός με μὴ εἰδέναι τὸ δίκαιον‘. φησὶν ‘ἐκ μὲν ὧν σὺ λέγεις οὐκ | |
15 | εἰκόσ‘, διὰ τοῦ ‘εἰκὸσ‘ καὶ τοῦ ‘σὺ‘ τὸ φιλότιμον ἦθος ἑαυτοῦ δεικνύς. δυσαπόβλητον γὰρ πάθος, ὡς εἴρηται πολλάκις, τὸ φιλότιμον, διότι ἃ πρῶτον ἐνεδύσατο ἡ ψυχή, ταῦτα ὕστερον ἀποβάλλεται. τὰ μὲν γὰρ ἄλλα πάθη ταχέως παύεται, ὥσπερ τὸ φιλήδονον ἐν γήρᾳ· δηλοῖ γοῦν ἐν τῇ Πολιτείᾳ Σοφοκλῆς λέγων ‘ἀσμενέστατα μέντοι | |
20 | διέφυγον αὐτά‘. Ὁ δὲ Σωκράτης λέγει τὸν Ἀλκιβιάδην μὴ καλῶς εἰρηκέναι, αὐτὸς γὰρ περὶ αὑτοῦ ἐμαρτύρησεν ὡς μὴ εἰδότος τὸ δίκαιον. καθόλου γὰρ ἐν οἷς ἐρωτήσεις εἰσὶ καὶ ἀποκρίσεις ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν. καὶ ἐπειδὴ ἐν ταῖς διαλεκτικαῖς ἐρωτήσεσιν τὰ | |
99 | αὐτὰ λέγει καὶ ὁ ἐρωτῶν καὶ ὁ ἀποκρινόμενος (οἶον ‘ἡ ψυχὴ ἀθάνατος ἢ οὐκ ἀθάνατος;‘ καὶ ἀποκρίνεται ὅτι ἢ ‘ἀθάνατοσ‘ ἢ ‘οὔ‘) καὶ λανθάνει ἐπὶ τούτων τίς ἐστιν ὁ λέγων, ἐπὶ δὲ τῶν πυσματικῶν ἐρωτήσεων, ἐν αἷς ἄλλα μὲν λέγει ὁ ἐρωτῶν, ἄλλα δὲ ὁ ἀποκρινόμενος (δεῖται γὰρ | |
5 | λόγου), ἐπὶ τοῦ σαφεστέρου δείκνυσι τὸν λόγον ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων. ἡμεῖς δὲ δείξομεν ὅτι καὶ ἐν τῷ διαλεκτικῷ λόγῳ ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν. εἰ μόνος ὁ ἀπο‐ κρινόμενος ἀληθεύει καὶ ψεύδεται (μόνος γὰρ ἀποφαντικῶς αὐτὸς λέγει, ἐκεῖνος γὰρ ἐρωτηματικῶς, ἀντιδιαιρεῖται δὲ ὁ ἀποφαντικὸς | |
10 | λόγος τῷ ἐρωτηματικῷ καὶ μόνος τῶν λόγων ἀληθεύει καὶ ψεύδεται), καὶ ὅτι μόνος λέγει δῆλον· ὁ γὰρ μήτε ἀληθεύων μήτε ψευδόμενος οὐ λέγει. δεύτερον, εἰ σύγκειται ὅλος ὁ συλλογισμὸς ἐκ τῶν ἐρωτήσεων τοῦ προσδιαλεγομένου, ὁ ἐρωτώμενός ἐστιν ὁ λέγων. καὶ ὅτι πολλάκις δίδωσιν ὁ προσδιαλεγόμενος προτάσεις τοιαύτας μὴ δοκούσας τῷ | |
15 | ἐρωτῶντι, ἐξ ὧν σύγκειται ὁ συλλογισμός. καὶ ὅτι εἰ καὶ οἱ ἄλλοι ἐρωτῶντες λέγουσιν, ἀλλὰ Σωκράτης ὡς μαιευτικὸς οὐ λέγει, διότι, ὥσπερ ἡ μαῖα οὐ τίκτει ἀλλὰ τὰς ὠδινούσας γεννᾶν παρασκευάζει, οὕτω καὶ οὗτος. τί οὖν; οὐδὲν λέγει ὁ ἐρωτῶν; ἢ καὶ αὐτὸς λέγει, ἀλλ’ οὐ τὰς προτάσεις, ἀλλὰ τὴν πλοκὴν καὶ τὸ συμπέρασμα· τὸ γὰρ συμ‐ | 65 |
20 | πέρασμα οὐκ ἐρωτᾶται, ἑπόμενον ἐξ ἀνάγκης ταῖς προτάσεσι. διὸ καὶ μεμφόμεθα, εἰ μὲν ψευδὲς συναχθῇ, τῷ ἀποκρινομένῳ ὡς κακῶς ἀπο‐ κρινομένῳ (εἰ μὴ γὰρ δεδώκει μίαν ψευδῆ πρότασιν, οὐκ ἂν ψευδὲς συνήγετο)· εἰ δὲ μηδὲν συναχθῇ ἐκ τῶν προτάσεων, τῷ ἐρωτῶντι ὡς μηδὲν ἐκ τῶν ἐρωτήσεων συνάξαντι. ἀλλ’ εἰ καὶ ὁ ἐρωτῶν λέγει, πῶς | |
25 | φησὶν ὁ Σωκράτης τὸν ἀποκρινόμενον μόνον λέγειν; ἢ οὐχ ἁπλῶς φησὶν μὴ λέγειν τὸν ἐρωτῶντα, ἀλλ’ ἐν οἷς ἐστὶν ἐρώτησις καὶ ἀπόκρισις, φησίν, ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων· οὐδὲ γὰρ ἃ λέγει ὁ ἐρωτῶν ἐρωτᾷ, οἶον τὴν πλοκὴν καὶ τὸ συμπέρασμα, ταῦτα γὰρ οὐκ ἐρωτᾶται. καὶ αὐτὸς δὲ οὐκ ἠγνόησεν ὁ Πλάτων ἀμφότερα, ἀλλ’ | |
30 | οἶδε τὸ μὲν λέγειν τὸν ἀποκρινόμενον ἐνταῦθα (‘ἐν οἷς ἐρώτησίς ἐστι καὶ ἀπόκρισις, ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων‘), τὸ δὲ ἄλλο ἐφεξῆς λέγων ‘δεῖξόν μοι ὅτι οἶδας τὸ δίκαιον ἢ αὐτὸς ἐρωτῶν ἢ ἀποτάδην | |
100 | τὸν λόγον ποιούμενοσ‘, ἅτε εἰδὼς ὅτι ποτὲ καὶ ὁ ἐρωτῶν λέγει. διό, ὡς εἴρηται, καὶ μεμφόμεθα αὐτῷ ὡς μηδὲν συναγαγόντι. Ταῦτα εἰπὼν καὶ πληρώσας τὸν τρίτον συλλογισμόν (ἦν γὰρ ὁ πρῶτος ἐν ᾧ ἐδείκνυ αὐτὸν διπλῇ ἀμαθαίνοντα περὶ τὸ δίκαιον, μὴ γὰρ | |
5 | εἰδὼς ᾤετο εἰδέναι· δεύτερος, ἐν ᾧ ἐκ τῶν πολλῶν τοῦτο κατεσκεύαζεν, διδασκάλους γὰρ ἑαυτοῦ τοὺς πολλοὺς ἐπεγράφετο· καὶ τρίτος, ἐν ᾧ καθόλου ἔδειξεν ὅτι ἐν οἷς ἐρώτησίς ἐστιν καὶ ἀπόκρισις ὁ ἐρωτώμενός ἐστιν ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν)· πληρώσαντος οὖν τὸν τρίτον ἀνατίθεται πάλιν ὁ νέος ὡς εὐφυὴς πρὸς τὴν λοιπὴν πρότασιν. πάλαι | |
10 | μὲν γὰρ ἀνέθετο πρὸς τὴν ἑτέραν λέγων ὅτι ‘κακῶς εἶπον ὅτι οὐκ ἔμαθον, ἔμαθον γὰρ ἐκ τῶν πολλῶν‘· νῦν δὲ πρὸς τὴν λοιπήν, ὅτι ‘οὐκ ὀρθῶς ἀπεκρινάμην τοὺς Ἀθηναίους περὶ δικαίων βουλευομένους, οὐ γὰρ περὶ δικαίων βουλεύονται, ἀλλὰ περὶ συμφερόντων‘· τοῦτο δὲ ὡς ῥητορικός, ἐπειδὴ ᾔδει ὅτι τοῦ συμβουλευτικοῦ τέλος ἐστὶ τὸ συμφέρον, | |
15 | ἀλλ’ οὐ τὸ δίκαιον. καὶ πάλιν φησὶν ὁ Σωκράτης ‘ἀλλὰ διὰ τῶν αὐτῶν λόγων δειχθήσῃ μὴ εἰδὼς τὸ συμφέρον, ἢ γὰρ ἔμαθες ἢ εὗρες. οὐ γὰρ δέος μὴ κατατριβῶσιν οἱ λόγοι δίκην σκευαρίων τῷ χρόνῳ κατατριβο‐ μένων. ἢ γὰρ ταὐτόν ἐστι τὸ δίκαιον καὶ τὸ συμφέρον, καὶ δειχθεὶς μὴ εἰδὼς τὸ δίκαιον συναπεδείχθης μηδὲ τὸ συμφέρον εἰδώς· ἢ ἄλλο καὶ | |
20 | ἄλλο, καὶ δειχθήσῃ δύο ἀνθ’ ἑνὸς ἀγνοῶν. οὐ γὰρ ἔχεις χρόνον εἰπεῖν τὸν ὅτε οὐκ ᾤου εἰδέναι τὸ ἀγαθόν, πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται‘. | |
ταῦτα ἔχει ἡ θεωρία. | 66 | |
101 | Ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός: ἰδοὺ πῶς τὸ φιλότιμον ἐνδείκνυ‐ ται ὁ Ἀλκιβιάδης διὰ τοῦ ‘οὐκ εἰκὸσ‘ καὶ ‘ἐξ ὧν σὺ λέγεισ‘, μὴ ἀνεχόμενος ἁπλῶς ὁμολογῆσαι ὅτι οὐκ οἶδεν τὸ δίκαιον. δυσαπό‐ θετον γάρ ἐστι τὸ πάθος τοῦτο καὶ οὕτως ὅτι, κἂν θέλωμεν μὴ εἶναι | |
5 | φιλότιμοι, λανθάνομεν πάλιν καὶ οὕτως τῷ πάθει τῷ αὐτῷ περιπίπτοντες καὶ διὰ τὸ φιλότιμον τοῦτο ποιοῦντες, ὥστε καταφρονοῦντες τιμῆς διὰ τὸ πλέον τιμᾶσθαι τὸ τοιοῦτο ποιεῖν. καὶ ὥσπερ ὁ Ἐπίκτητος ὁ Στωϊκός, γενόμενος Στωϊκὸς τὴν ψυχήν, φησὶν ‘ἀπαιδεύτου ἔργον ἄλ‐ λοις ἐγκαλεῖν ἐφ’ οἷς αὐτὸς πράσσει κακῶς· ἠργμέ‐ | |
10 | νου δὲ παιδεύεσθαι τὸ ἑαυτῷ ἐγκαλεῖν, μὴ μέντοι ἄλλοις· πεπαιδευμένου δὲ τὸ μήτε ἑαυτῷ μήτε ἄλ‐ λοισ‘, οὕτως οὖν καὶ ὁ Ἀλκιβιάδης ὡς ἀπαίδευτος τῷ Σωκράτει ἐγκαλεῖ λέγων ‘ὡς σὺ φῄς, οὐκ οἶδα τὸ δίκαιον‘· ἀρχόμενος δὲ παιδεύ‐ εσθαι ἐφεξῆς ἑαυτῷ ἐγκαλέσει· εἰ δὲ ἐτελειώθη ἐν τῷ παρόντι διαλόγῳ, | |
15 | οὐκ ἂν οὔτε ἑαυτῷ οὔτε τοῖς ἄλλοις ἐνεκάλει. παρὰ δὲ τῷ ποιητῇ πεποίηται ἄλλοις ἐγκαλῶν ἐν τῷ ‘ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἱεροφοῖτις Ἐρινύσ‘. Τί δ’, οὐ σὺ λέγεις: τὸ τῆς Φαίδρας φησὶν ἐνταῦθα ὁ Σωκράτης· τῆς | |
102 | γὰρ τροφοῦ εἰπούσης ὅτι ‘τὸν Ἱππόλυτον λέγεις;‘ φησὶν ὅτι ‘σοῦ τάδε κοὐκ ἐμοῦ κλύεισ‘. οὕτως οὖν καὶ ὁ Σωκράτης· ‘σὺ ταῦτα εἶπας, οὐκ ἐγώ‘. καὶ ἐνταῦθα πάροδος γίνεται τοῦ τρίτου συλλογισμοῦ, ἐν ᾧ δείκνυσι γραμμικαῖς ἀνάγκαις ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων, | |
5 | ἀλλ’ οὐχ ὁ ἐρωτῶν. Ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο: ἰδοὺ πυσματικὰς ἐρωτήσεις προσ‐ άγει, ὅτι ‘ἐὰν ἔρωμαί σε ποῖα πλείω, τὸ ἓν ἢ τὰ δύο, φήσεις τὰ δύο· καὶ πόσῳ πλείω, φήσεις ὅτι ἑνί‘. ἐν οἷς γὰρ χρεία λόγου πάντως καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόκρισιν τὸ ‘ναὶ‘ ἢ τὸ ‘οὒ‘ ἢ ἀνάνευσις ἢ κατάνευσις, | |
10 | αὕτη πυσματικὴ ἀπόκρισίς ἐστιν, ἀλλ’ οὐ διαλεκτική. Ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω: συνάγει τὰς δύο ἀποκρίσεις τοῦ νέου ὁ Σωκράτης. Ἔγωγε. Τί γάρ; ἐγὼ ἐὰν ἔρωμαι ποῖα γράμματα Σωκράτους: ἰδοὺ φαίνεται ὠφεληθεὶς ὁ νέος, διὰ τοῦ ‘ἔγωγε‘· φαίνεται γὰρ | |
15 | ἑαυτῷ ἐγκαλῶν· εἰ δὲ τελείως ὠφελήθη, οὔτε ἑαυτῷ ἤμελλεν ἐγκαλεῖν | |
οὔτε ἄλλοις. πάλιν δὲ κέχρηται ἑτέρᾳ πυσματικῇ ἐρωτήσει, ὅτι ‘ἐὰν ἔρωμαί σε ποῖά εἰσι τὰ γράμματα Σωκράτους, φήσεις τυχὸν ὅτι ταῦτα σὺ εἶ ὁ λέγων;‘ ὁ δέ φησιν ὅτι ‘ναί‘. Ἴθι δή, ἑνὶ λόγῳ εἰπέ: ἀντὶ τοῦ ‘καθόλου εἰπέ, ἐν οἷς ἐστὶν ἐρώ‐ | 67 | |
20 | τησις καὶ ἀπόκρισις, τίς ἐστιν ὁ λέγων;‘ ὁ δέ φησιν ‘ὁ ἀποκρινό‐ μενοσ‘. καὶ καλῶς τὸ ‘ἐν οἷς ἐστὶν ἐρώτησις καὶ ἀπόκρισισ‘· εἰ γὰρ καὶ ὁ ἐρωτῶν φάσκει, ἀλλ’ οὐκ ἐν οἷς ἐστὶν ἐρώτησις καὶ ἀπόκρισις. Φαίνομαι, ὦ Σώκρατες: ἰδοὺ πάλιν πῶς φιλότιμος ὢν οὐκ ἀνέχεται τελείως ὁμολογῆσαι ἄγνοιαν, ἀλλά φησι ‘φαίνομαι‘. | |
25 | Οὐκοῦν ἐλέχθη ὅτι περὶ δικαίων ὁ Ἀλκιβιάδης: τὸ λεγόμενον τοῦ‐ τό ἐστιν ὅτι ‘οὐκ ἐλέχθη‘ (πρόσθες ‘ὑπὸ Ἀλκιβιάδου‘) ‘ὅτι ὁ Ἀλκιβιάδης ὁ καλὸς οὐκ ἐπίσταται;‘ ἐν καιρῷ γάρ, ἐπειδὴ ὡμολόγησεν μὴ εἰδέναι τὸ δίκαιον, κέχρηται καταδρομῇ ἐλέγχων κατὰ τοῦ Ἀλκιβιάδου. καὶ | |
103 | ἐπειδὴ φορτικόν ἐστι τὸ ἐξ οἰκείου προσώπου προσφέρειν τοὺς ἐλέγχους—οὕτω γὰρ καὶ παρὰ τῷ ποιητῇ ὁ Φοῖνιξ βουλόμενος κατα‐ δρομῇ χρήσασθαι ἐλέγχων κατὰ τοῦ Ἀχιλλέως οὐκ ἐκ προσώπου οἰκείου εἰσάγει τοὺς λόγους, ἀλλ’ εἰσαγαγὼν τὸν Πηλέα οὕτως ἐλέγχει· | |
5 | οὕτως καὶ ὁ Δημοσθένης ἐλέγξαι θέλων τοὺς Ἀθηναίους τῇ καταδρομῇ χρῆται ὡς ἐκ τῶν Ἑλλήνων πάντων· ὁ δὲ Σωκράτης οὐκ ἀρκεῖται τῷ ἄλλῳ προσώπῳ χρήσασθαι, ἀλλὰ χρῆται καὶ τῷ ἐλεγχομένῳ πρὸς μείζονα καταδρομήν, λέγων ὅτι ‘ἐλέχθη ὑπὸ Ἀλκιβιάδου ὅτι μὴ εἰδὼς τὸ δίκαιον μέλλει συμβουλεύειν περὶ ὧν οὐκ οἶδεν‘. καὶ ἐξέπεσεν ὁ | |
10 | Ἀλκιβιάδης τῶν τριῶν ἀρχικῶν ὑποστάσεων, νοῦ, θεοῦ, ψυχῆς. ψυχῆς μὲν διότι οὐκ οἶδεν, ψυχῆς δὲ ἴδιον τὸ γινώσκειν. νοῦ δὲ ἐξέπεσεν ὅτι μὴ εἰδὼς οἴεται εἰδέναι, νοῦ γὰρ ἴδιον τὸ ἐπιστρέφειν· σφαίρᾳ γὰρ ἀναλογεῖ ὁ νοῦς, ἕκαστον σημεῖον ποιούσῃ καὶ ἀρχὴν καὶ πέρας. θεοῦ δὲ διότι καὶ κακοποιός ἐστι· περὶ γὰρ ὧν οὐκ οἶδεν μέλλει συμβου‐ | |
15 | λεύειν, ἵνα κακοῖς περιβάλῃ τοὺς συμβουλευομένους, ὁ δὲ θεὸς ἀγαθότητι χαρακτηρίζεται. ὥσπερ γὰρ ὁ μὴ εἰδὼς ἰατρικὰ καὶ μὴ συμβουλεύων περὶ ἰατρικῶν οὐ πταίει ⟦οὐ ποιεῖ⟧, ὁ δὲ μὴ εἰδὼς καὶ ἐπιχειρῶν συμβουλεύειν τὸ ἀνάπαλιν, καὶ ὁ περὶ τεκτονικῶν συμβου‐ λεύων μὴ εἰδὼς ταῦτα, ἐκεῖνος ἁμαρτάνει (οὐ γὰρ ἁμαρτάδος αἰτία ἡ | |
20 | ἁπλῆ ἄγνοια, ἀλλ’ ἡ διπλῆ), οὕτω καὶ ὁ Ἀλκιβιάδης. καὶ ἔοικε τοῖς μαινομένοις ὁ Ἀλκιβιάδης· ὥσπερ γὰρ ὁ παρὰ τῷ Σοφοκλεῖ Αἴας ἐφόνευε τὰ πρόβατα οἰόμενος αὐτὰ τοὺς Ἕλληνας εἶναι, οὕτως καὶ οὗτος μὴ εἰδὼς τὰ δίκαια οἴεται εἰδέναι, διὸ καὶ κακοῖς περιβάλλει τοὺς συμβουλευομένους· καὶ ὅτι ὥσπερ ἄχρηστός ἐστιν ὁ διδάσκαλος | |
25 | παρὼν πρὸς διπλῇ ἀγνοοῦντα, οὐδὲν γὰρ ὀνήσει αὐτὸν οἰόμενον εἰδέναι, | |
οὕτω καὶ ἰατρὸς πρὸς μαινόμενον· διὸ καὶ ‘μανικὸν‘ αὐτὸν ἀποκαλεῖ. | 68 | |
104 | Ὁ καλὸς ὁ Κλεινίου: τοῦτο ἐμφατικόν ἐστιν ὅτι ‘οὐδέν σε ὤνησεν πρὸς τὸ εἰδέναι τὰ δίκαια οὐ κάλλος, οὐ πλοῦτος, οὐκ εὐγένεια‘. Φαίνεται. Τὸ τοῦ Εὐριπίδου ἄρα: διδάσκει ἡμᾶς ὁ Πλάτων πῶς δεῖ παρῳδεῖν χρήσεις, ὅτι οὐ δεῖ αὐτὰς τὰς χρήσεις εἰσάγειν (προσκορὲς | |
5 | γὰρ τοῦτο καὶ ἐκλυτικὸν τῶν λόγων), ἀλλὰ λέξεις τινάς· διὸ οὐ πᾶσαν τὴν χρῆσιν παρατίθεται. Κινδυνεύει: οὐ μόνον ἐν τοῖς πράγμασίν ἐστιν ὁ κίνδυνος, ἀλλὰ καὶ ἐν τοῖς λόγοις, ἐφ’ ὧν ἡ συγκατάθεσις γίνεται διὰ τὴν βίαν τῶν λόγων καὶ τὴν ἐξέτασιν· διὸ τὸ ‘κινδυνεύειν‘. | |
10 | Οὐδὲ ἐγώ εἰμι ὁ ταῦτα λέγων: ἀναλογεῖ γὰρ ὁ μὲν ἐρωτῶν θεῷ τῷ προτείνοντι ταῖς ψυχαῖς αἵρεσιν βίου, διὰ τοῦ προτείνειν αὐτοῖς τὴν ἀντίφασιν (οὕτω γοῦν καὶ ἐν Πολιτείᾳ· ‘ὑμεῖς δαίμονα αἱρή‐ σεσθε, οὐχ ὑμᾶς δαίμων λήξεται‘)· ὁ δὲ ἀποκρινόμενος ἀναλογεῖ ψυχῇ αἱρουμένῃ τοὺς βίους. | |
15 | Μανικὸν γὰρ ἔχεις ἐν νῷ ἐπιχείρημα: ἰδοὺ ‘μανικὸν‘ αὐτὸν κα‐ λεῖ, ὡς προείρηται. Οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις: ἰδοὺ ὡς ῥητορικὸς ἀποφεύγει τῷ λέγειν· ‘οὐ βουλεύονται Ἀθηναῖοι περὶ δικαίων, ἀλλὰ περὶ συμ‐ φερόντων· τοῦτο γὰρ τέλος ἐστὶ τοῦ συμβουλευτικοῦ‘. ἕτερον δέ ἐστι | |
20 | τὸ δίκαιον καὶ τὸ συμφέρον παρὰ τοῖς ῥήτορσιν, διότι ⟦ἐστὶ⟧ τὸ ἐκ πόρων ἀδίκων ἔχειν ἔλεγον εἶναι συμφέρον, οὐ μὴν δίκαιον, καὶ τὴν ὑπὲρ πατρίδος ἀναίρεσιν δικαίαν μέν, οὐ μὴν συμφέρουσαν, οὐ γὰρ συν‐ ήνεγκεν τῷ σώματι. διὸ καὶ ὁ Σωκράτης πολλάκις ἠρᾶτο τοῖς πρώτοις διαστήσασι ταῦτα ἀπ’ ἀλλήλων ὡς μέγιστον ὄλισθον ταῖς ψυχαῖς | |
25 | εἰσαγαγοῦσι καὶ συγχέασι καὶ τὴν ψυχικὴν οὐσίαν καὶ τὴν τελειότητα ἡμῶν. εἰ γὰρ δειχθῇ τὸ δίκαιον ἀντιστρέφον τῷ συμφέροντι, καὶ πᾶν | |
105 | δίκαιον καὶ συμφέρον καὶ τὸ ἀνάπαλιν, ὁ ἄνθρωπος ἡ ψυχὴ ἔσται, ἀλλ’ οὐ τὸ συναμφότερον· οὕτω μὲν τὴν οὐσίαν ἡμῶν συνέχεαν. ἔτι δὲ καὶ ὅτι ἔσται αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν καὶ ἡ κακία πρὸς κακοδαιμονίαν· διὸ καὶ τὴν τελειότητα ἡμῶν συνέχεαν· εἰ δὲ μή, οὐδὲν | |
5 | ὀνήσεται ὁ εἰπὼν ‘πτίσσε‘. ἀλλὰ πόθεν ὁ Ἀλκιβιάδης ἦλθεν εἰς τὸ εἰπεῖν ὅτι οὐ περὶ τούτων Ἀθηναῖοι βουλεύονται, οἶον τῶν δικαίων; ἐπειδὴ ἑώρα αὐτούς, ὡς ῥητορικὸς καὶ πολλὴν παρασκευὴν ἔχων ἀπὸ ῥητορι‐ | |
κῆς διὰ Περικλέους, ἄλλο μὲν λέγοντας τὸ δικανικὸν τέλος ἔχειν, ἄλλο δὲ τὸ συμβουλευτικόν, ὅτι τὸ συμφέρον, ἐκ τῶν κεφαλαίων· ποτὲ μὲν | 69 | |
10 | γὰρ ἔλεγον κεφάλαιον εἶναι ἀπὸ τοῦ νομίμου ἢ ἀπὸ τοῦ δικαίου ἢ ἀπὸ τοῦ συμφέροντος. ἢ ὅτι ἐπειδὴ θέσει πάντες οἴονται τὸ δίκαιον εἶναι, τὰ δὲ ἀγαθὰ φύσει· οὐδεὶς γὰρ ἀνθρώπων θέσει τὰ ἀγαθὰ ᾠήθη, εἰ μὴ μόνος Κλειτοφῶν ἐν τῇ Πολιτείᾳ, διὸ καὶ οὔτε ἠξίωσεν αὐτὸν ὀνομάσαι, ἀλλά φησιν ‘εἶπέν τις τῶν παρόντων‘ ὡς παρὰ τὴν κοινὴν | |
15 | ἔννοιαν εἰπόντος· —διὰ τοῦτο οὖν διάφορον ᾠήθη εἶναι τὸ δίκαιον καὶ τὸ συμφέρον. Ἀλλὰ μέντοι εὖ λέγεις: τὸ ‘εὖ λέγεισ‘ ὁ μὲν Δημόκριτος ἐπί‐ | |
106 | κλην χναʹ (διότι μετρούμενον τὸ ὄνομα αὐτοῦ χναʹ ποιεῖ) ὡς ἀπὸ Σωκράτους ἐκδέχεται, ὁ δὲ Δαμάσκιος ὡς ἀπὸ Ἀλκιβιάδου. καὶ ἄμεινον τὸ βʹ, διότι, ὡς ἐλέγετο, ἤρξατο ὠφελεῖσθαι ὁ Ἀλκιβιάδης καὶ ἐλέγχει ἑαυτόν. | |
5 | Τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα: καλῶς ὁ Ἀλκιβιάδης· ὡς μὲν γὰρ θέσει ὄντα τὰ δίκαια καὶ ποιηταὶ ὄντες αὐτῶν οὐκ ἀξιοῦσι διδάσκειν οὔτε συμβουλεύειν, περὶ δὲ τῶν συμφερόντων βουλεύονται. Τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια: ἄρχεται τοῦ ἐλέγχου καὶ δείκνυσιν αὐτὸν μὴ εἰδότα τὰ συμφέροντα ἐκ τῆς ἀντιπαραστάσεως, | |
10 | διότι πολλῶν λόγων δεῖται ἡ ἔνστασις εἰς τὸ δεῖξαι ὅτι ταὐτὸν δίκαιον καὶ συμφέρον, ὃ ἐφεξῆς ποιήσει· νῦν δέ φησιν ὅτι ‘εἰ μὲν ταὐτόν ἐστι τὸ δίκαιον καὶ τὸ συμφέρον, ἐδείχθης δὲ μὴ εἰδὼς τὸ δίκαιον, οὐκοῦν καὶ τὸ συμφέρον· εἰ δὲ ἕτερον, δειχθείης δὲ μὴ εἰδὼς τὸ συμφέρον διὰ τῶν αὐτῶν λόγων, δύο ἀνθ’ ἑνὸς δειχθήσῃ ἀγνοῶν‘. | |
15 | Τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ ἐρωτήσεις: ‘τί κωλύει‘, φησὶν ὁ Ἀλκιβιάδης, ‘εἰδέναι με τὸ συμφέρον, εἰ καὶ ἀγνοῶ τὰ δίκαια; εἰ μὴ ἐρωτήσῃς με πάλιν τοὺς αὐτοὺς λόγους· εἰ γὰρ ἐρωτήσῃς με, δειχθήσομαι μὴ εἰδώσ‘. Δι’ οὗπερ καὶ τὸ πρότερον ὁ λόγος: ἔοικε γὰρ ὁ Ἀλκιβιάδης τρυ‐ | |
20 | φῶντι ἐν τοῖς λόγοις. διὸ οὐκ ἀρκεῖται μιᾷ ἀποδείξει, ἀλλὰ διὰ πολλῶν ἀποδείξεων θέλει τὸ αὐτὸ δείκνυσθαι, ὁμοίως τοῖς τρυφῶσιν ἐν τροφαῖς καὶ μὴ μιᾶ τροφῆ ἀρκουμένοις. Ὡς τῶν προτέρων οἶον σκευαρίων κατατετριμμένων: τὰ ‘σκευά‐ ρια‘ οὐ τὰ σκεύη, ὡς ἡ συνήθεια, δηλοῦται ὑπὸ Πλάτωνος, ἐπάγει γὰρ | |
25 | ‘καὶ οὐκέτ’ ἂν αὐτὰ ἀμπίσχοιο‘, ἀλλὰ ‘σκευάρια‘ φησὶν | |
107 | τὰς σκευὰς τὰς τῶν κωμικῶν καὶ τῶν τραγικῶν. εἰ δ’ ἄρα βούλει καὶ περὶ τῶν σκευῶν ἐκλαβεῖν τὸν λόγον, γʹ δηλοῖ τὰ σκευάρια παρὰ | |
Πλάτωνι· ἢ τὰ σκεύη ἢ τὰ ἐνδύματα (δι’ ὧν ἐπάγει ‘καὶ οὐκ ἂν αὐτὰ ἀμπίσχοιο‘) ἢ τὴν τρυφήν, πολλῇ γὰρ τρυφῇ ἐκέχρητο ὁ | 70 | |
5 | Ἀλκιβιάδης, ὡς πολλοὺς πολύστιχα βιβλία γράψαι περὶ τῆς τρυφῆς τῆς Ἀλκιβιάδου· καὶ ταῦτα γὰρ ὡς τῶν ἐκτὸς ὄντα σκευαί εἰσιν. ἀλλὰ τί δήποτε ἐφίεται ἡ ψυχὴ τῆς σκευῆς τῆς ἔξωθεν τῶν ἱματίων; ἢ ἄλλων ἐφίεται καὶ περὶ ἄλλα ἐνειλεῖται· ἔννοιαν γὰρ ἔχουσα τῶν ἔνδοθεν χιτώνων αὐτῆς, τοῦ αὐγοειδοῦς καὶ τοῦ πνευματικοῦ καὶ τοῦ ὀστρεΐνου, | |
10 | ἐφίεται διὰ τῆς φαινομένης στολῆς ταύτης καθαροὺς ἔχειν τοὺς ἔνδον χιτῶνας (οὕτω καὶ ὁ ποιητὴς ‘εἵματά τ’ ἀμφιέσαι‘)· ἔξω οὖν σπίλων βούλεται τούτους ἔχειν. Τὰς σὰς προδρομάς: ‘προδρομὴ‘ λέγεται ὅταν ἐν πολέμῳ κατα‐ | |
15 | λάβῃ τις φρούριόν τι ἐξ οὗ δύναται ἀσφαλῶς πολεμεῖν· προδρομὰς οὖν ᾤετο ὁ Ἀλκιβιάδης τὸ μὴ ἐρωτᾶσθαι διὰ τῶν αὐτῶν λόγων ὑπὸ τοῦ Σωκράτους. Ὁπόθεν μαθὼν αὐτὰ συμφέροντα: συντόμως παρέχεται τὰς ἐρωτή‐ σεις ὁ Σωκράτης ἐκ τοῦ ‘πόθεν μαθὼν ἢ εὑρών;‘ διότι ἤδη εἴρηται αὐτῷ | |
20 | ταῦτα, ὥσπερ ὁ ποιητής· ‘χαλεπὸν δέ κεν εἴη αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν‘. Πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα: τὴν ἔνστασιν διὰ τούτων φησίν, ὅτι ‘ἔδει σε δεῖξαι ὅτι οὐ ταὐτά ἐστι τὰ δίκαια καὶ | |
108 | τὰ συμφέροντα· εἰ γὰρ μὴ δείξῃς, δειχθήσῃ δύο ἀνθ’ ἑνὸς ἀγνοῶν‘. Εἰ μὲν βούλει, ἐρωτῶν ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγον διέξελθε: ἰδοὺ οἶδε καὶ τὸν ἐρωτῶντα λέγοντα καὶ οὐδαμοῦ ἐπήγαγεν ‘ἐρωτῶν καὶ ἀποκρινόμενοσ‘, εἰδὼς ὅτι ἐὰν ἀπόκρισις καὶ | |
5 | ἐρώτησίς ἐστιν ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων. ἀλλὰ διὰ τί ἐβούλετο ὁ Σωκράτης ἐρωτᾶν τὸν Ἀλκιβιάδην ἢ ἀποτάδην τὸν λόγον ποιεῖσθαι; ἢ ἐπειδὴ ᾔδει ὅτι οὐκ ἐβούλετο ἔτι ἀποκρίνασθαι ὡς ἐλεγχθεὶς ὑπὸ Σωκράτους, ταύτῃ μετήγαγε τὸ εἶδος τῶν λόγων. ἀποτάδην δέ, διότι εἰ μὲν Σωκράτης ἦν ὁ διαλεγόμενος, δέος ἦν μὴ πρὸς καθεύδοντα τὸν | |
10 | λόγον ποιήσηται, ὥς φησιν Αἰσχίνης· ‘οὕτω δὲ τῆς δίκης λεγομένης ὄναρ ἔβλεπον οἱ δικασταί‘· ἐπειδὴ δὲ Σωκράτης ἐστίν, οὐ δέος μὴ πάθοι | |
τοῦτο. Ὦ Σώκρατες, πρὸς σὲ διεξελθεῖν: ‘οὐκ οἶδα‘, φησίν, ‘εἰ δυνατός εἰμι πρὸς σὲ διαλεχθῆναι‘· καὶ τὸ ‘πρὸς σὲ‘ μάχης καὶ φιλονεικίας | 71 | |
15 | ἦν. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | |
16t | Πρᾶξις σὺν θεῷ ιβʹ | |
17 | Ἀλλ’ οὐκ οἶδα εἰ οἶός τε εἴην, ὦ Σώκρατες, πρὸς σὲ διεξελθεῖν. Ἀναθέμενος ὁ Ἀλκιβιάδης ὡς εὐφυὴς πρὸς τὴν λοιπὴν πρότασιν λέγων ‘ἀλλ’ οὐ βουλεύονται Ἀθηναῖοι περὶ δικαίων, ἀλλὰ περὶ συμ‐ | |
20 | φερόντων ὅτι τέλος ἐστὶ τοῦ συμβουλευτικοῦ οὐ τὸ δίκαιον, ἀλλὰ τὸ συμφέρον‘· καὶ ἐλέγξας αὐτὸν διὰ τῆς ἀντιπαραστάσεως λέγων ὅτι ‘〈εἰ〉 καὶ δῶμεν ὅτι διάφορόν ἐστι τὸ δίκαιον καὶ τὸ συμφέρον, ἀλλὰ διὰ τῶν αὐτῶν λόγων δειχθήσῃ μὴ εἰδὼς τὸ συμφέρον δι’ ὧν καὶ τὸ δίκαιον ἐδείχθης μὴ εἰδώς (οὐδὲ γὰρ δέος μὴ κατατριβήσονται οἱ λόγοι | |
109 | δίκην τῶν σκευαρίων)‘· ἐντεῦθεν καὶ ἐπὶ τὴν ἔνστασιν ἔρχεται, ἵνα διελέγξῃ αὐτόν, ἐν ᾗ δείκνυσιν ὅτι πᾶν δίκαιον συμφέρον καὶ πᾶν συμ‐ φέρον δίκαιον, ἵνα διὰ τῆς ἀντιστροφῆς τὴν ταυτότητα δικαίου καὶ συμφέροντος δείξῃ. | |
5 | Καὶ συμβάλλεται ὁ παρὼν συλλογισμὸς καὶ πρὸς τὴν οὐσίαν ἡμῶν καὶ πρὸς τὴν τελειότητα. πρὸς μὲν τὴν οὐσίαν, ὅτι εἰ δειχθῇ ταὐτὸν τὸ δίκαιον καὶ συμφέρον, ἔνθα ἐστὶν 〈τὸ〉 δίκαιον, ἐκεῖ καὶ τὸ συμφέρον· ἐν ψυχῇ δέ ἐστι τὸ δίκαιον, ἐν ψυχῇ ἄρα ἐστὶ καὶ τὸ συμφέρον· καὶ ἐπειδὴ τὸ συμφέρον εὖ εἶναί ἐστιν, ἔνθα δὲ τὸ εὖ εἶναι καὶ τὸ εἶναι | |
10 | πάντως, καὶ τὸ εἶναι ἄρα ἡμῶν ἐν ψυχῇ ἐστίν. ἀλλὰ καὶ τὴν τελειότητα ἡμῶν διὰ τούτου δείκνυσιν· εἰ γὰρ ταὐτόν ἐστι δίκαιον καὶ συμφέρον, τέλος ἡμῶν ἐστὶ τὸ δίκαιον καὶ διὰ τοῦτο αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν καὶ ἡ κακία πρὸς κακοδαιμονίαν, κἂν τὰ ἄλλα τὰ ἔξωθεν εὖ ἔχοι. | |
15 | Ἀλλὰ πῶς ταῦτα λέγεται ὑπὸ τοῦ Πλάτωνος, ὅτι πᾶν δίκαιον συμ‐ φέρον ἐστὶν καὶ πᾶν συμφέρον δίκαιόν ἐστιν καὶ ἀντιστρέφει ταῦτα· ἐφεξῆς δὲ δείξει ὅτι καὶ τὸ καλὸν τούτοις ἀντιστρέφει καὶ τὸ ἀνάπαλιν; εἴγε κανών ἐστι Πρόκλειος τὰ ὑψηλότερα μὴ συμπαύεσθαι μήτε συν‐ άρχεσθαι τοῖς κοιλοτέροις, ἀλλ’ ἐπὶ μείζονα πρόοδον προϊέναι, δίκην | |
20 | τριῶν ἀνίσων κατὰ τὴν δύναμιν τοξοτῶν καὶ τῶν ἰσχυροτέρων ἐπὶ πολὺ | |
τὸ βέλος ἀφιέντων. καὶ τὸ μὲν συμφέρον πρὸς τῷ ἀγαθῷ ἐστί, τὸ δὲ καλὸν πρὸς τῷ νῷ (διότι ἀφρὸς καὶ ἄνθος τοῦ εἴδους ἐστὶ τὸ κάλλος, τὸ δὲ εἶδος πρὸς τῷ νῷ ἐστὶν ἐπιστρεπτικῷ ὄντι· καὶ τοῦτο γὰρ ὡς ἀμερὲς ἐπιστρεπτικόν ἐστι, διὰ γὰρ τὴν ὕλην μερίζεται· ἐπεὶ πάντες οἱ | 72 | |
110 | λόγοι ἐν τῷ σπέρματί εἰσιν ὡς ἀμερεῖς, ὅθεν καὶ μέρους ἐκριπτομένου τὸ λοιπὸν τὴν χρείαν ἀποπληροῖ), τὸ δὲ δίκαιον ἀπὸ ψυχῆς ἄρχεται. διὸ τὸ μὲν ἀγαθὸν καὶ ἄχρι τῆς ὕλης κάτεισιν (ἀγαθὴ γὰρ καὶ αὐτὴ καὶ χρείαν ἐκτελοῦσα τῷ παντί)· ἡ δὲ δόσις τοῦ νοῦ ἄχρι τῶν εἰδο‐ | |
5 | πεποιημένων· ἡ δὲ τῆς ψυχῆς δόσις ἄχρι τῆς ἀλόγου ψυχῆς (ἔστιν γὰρ καὶ ἐν αὐτῇ τὸ δίκαιον, διὰ τοὺς πελαργούς). μάθοις δ’ ἂν τὸ λεγόμενον ἐπὶ ἄλλων παραδειγμάτων· ἐπειδὴ τὸ ὂν πρὸ ζωῆς, ζωὴ δὲ πρὸ τοῦ νοῦ, ὡς ἐν τῷ Σοφιστῇ ἐν τοῖς περὶ τοῦ ὄντος λόγοις ἀκριβέστερον μαθησό‐ μεθα, διὰ τοῦτο οὖν πλείονα ἔστιν ἤπερ ζῇ καὶ πλείονα ζῇ ἤπερ νοεῖ. | |
10 | πῶς οὖν ταῦτα ἀντιστρέφει, τὸ δίκαιον καὶ τὸ συμφέρον; ἢ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ συμφέροντος καὶ καλοῦ ἀληθὴς ἡ ἀντιστροφή, ὥσπερ καὶ περὶ τοῦ ὄντος τοῦ ἐν ψυχῇ καὶ νοῦ καὶ ζωῆς ταῦτα ἀντιστρέφει· ἔνθα γὰρ ἕν, καὶ τὰ λοιπά. οὕτω μὲν κατὰ τὸν φιλόσοφον Πρόκλον. ὁ δὲ θεῖος Ἰάμβλιχος οὐ διακρίνει τὰ ὑψηλότερα ἀπὸ τῶν κοιλοτέρων τῇ | |
15 | πλείονι μεταδόσει (πάντα γὰρ ἄχρι τῆς ὕλης κάτεισι· δόγμα γάρ ἐστιν, ἀφ’ οὗ ἄν τι ἄρξηται ἐνεργεῖν μὴ παύεσθαι ἄχρι τῶν ἐσχάτων· εἰ γὰρ καὶ ἰσχυρότερόν ἐστιν, ἀλλὰ δύναται διὰ τῆς πόρρω διαστάσεως ἀντανίσωσις γίνεσθαι πρὸς τὸ ἀσθενέστερον), ἀλλὰ διακρίνει τῷ | |
111 | δριμυτέραν τὴν μετάδοσιν τῶν ὑψηλοτέρων εἶναι. μᾶλλον γὰρ ἐφιέμεθα εἶναι ἤπερ ζωῆς, καὶ μᾶλλον τοῦ ζῆν ἤπερ τοῦ νοεῖν. Καὶ τοῦ Σωκράτους ἐφέντος τὴν αἵρεσιν τῷ Ἀλκιβιάδῃ, διὰ τὸ μὴ βούλεσθαι αὐτὸν ἀποκρίνεσθαι, εἴτε ἐρωτᾶν εἴτε ἐφ’ ἑαυτοῦ ἀποτάδην | |
5 | τοὺς λόγους ποιήσασθαι, ὁ Ἀλκιβιάδης φησίν· ‘οὐκ οἶδα εἰ οἷός τέ εἰμι πρὸς Σωκράτην τὸν λόγον ποιήσασθαι τοῦ συμφέροντοσ‘. διὸ ἐπάγει ἄλλον συλλογισμὸν ὁ Σωκράτης, ὅτι ‘καὶ πῶς πείσεις Ἀθηναίους συμ‐ βουλεύων; ὁ γὰρ ἕνα πείθων καὶ πολλοὺς πείθει καὶ ὁ πολλοὺς πείθων καὶ ἕνα πείθει‘. καὶ διὰ τούτου τοῦ συλλογισμοῦ ἀναφαίνεται ἡ τελειό‐ | |
10 | της ἡμῶν ὅτι ἀσώματός ἐστιν, εἴγε τὸ μὲν σῶμα οὐ δύναται μεταδοῦναι ἑαυτοῦ ἄλλοις ἀμειώτως, ἡ δὲ τελειότης ἡ ἐν ψυχῇ δύναται καὶ ἑνὶ καὶ πολλοῖς μεταδοῦναι ἑαυτῆς ἀμειώτως· τάχα δὲ καὶ μείζονα ἐπίδοσιν προσλαμβάνουσα, διότι τελειοῦται ὁ διδάσκαλος διὰ τοῦ τοὺς λόγους | |
προφέρειν. | 73 | |
15 | Καὶ πῶς τοῦτο λέγεται ὑπὸ τοῦ Πλάτωνος; τί οὖν; ὁ ἕνα ἀνόητον πείθων καὶ πλῆθος φιλοσόφων πείθει; ἢ ὁ πλῆθος φιλοσόφων πείθων καὶ ἕνα ἀνόητον πείθει; πρὸς ὅ φαμεν ὅτι διὰ μιᾶς λέξεως ταῦτα πάντα ἔλυσεν ὁ Πλάτων εἰπὼν ‘ἕνα ἕκαστον‘· ὁ γὰρ ἕνα πείθων καὶ πολλοὺς πείθει, ἐπειδὰν τὰ ἕνα ἐκεῖνα, ἵνα οὕτως εἴπω, μέρος ᾗ τοῦ | |
20 | πλήθους, ἐδήλωσε δὲ ταῦτα διὰ τοῦ ‘ἕκαστον‘· καὶ ἐπειδὰν τὸ πλῆθος συγκείμενον ᾗ ἐκ τῶν ἑνάδων, τότε ὁ πολλοὺς πείθων καὶ ἕνα | |
112 | πείθει. καὶ πρὸς τούτοις, ἐὰν περὶ ὧν πείθει ἐπιστήμων ᾖ· ὁ γὰρ ἀριθμητικὸς δύναται περὶ τῶν ἀριθμῶν καὶ ἕνα καὶ πολλοὺς πεῖσαι ἐπιστήμονας. ταῦτα ἔχει ἡ θεωρία. Ἀλλ’ οὐκ οἶδα εἰ οἷός τε εἴην, ὦ Σώκρατες: ἰδοὺ ἀρνεῖται τὴν πρὸς | |
5 | Σωκράτην ἀπόκρισιν· διό φησιν ‘πῶς οὖν συμβουλεύεις Ἀθηναίοις; ὁ γὰρ ἕνα καὶ πολλοὺς πείθει‘. καὶ εἰσφέρει ἐκκλησίαν καὶ δικαστήριον καὶ δῆμον, διότι ῥητορικὸς ὁ νέος. Καὶ ἐκεῖ τοι σὲ δεήσει ἕνα ἕκαστον πείθειν: ἰδοὺ ὁ κανών, ὅτι ὁ πείθων ἕνα καὶ πολλοὺς πείθει· καὶ διὰ τοῦ ‘ἕκαστον‘ ἐδήλωσεν ὅτι | |
10 | δεῖ μέρος εἶναι τοῦ πλήθους. Οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας καὶ συμπόλλους: ἰδοὺ πάλιν διὰ τοῦ εἰπεῖν ‘κατὰ μόνας καὶ συμπόλλουσ‘ ἐδήλωσεν ὅτι τοῦ αὐτοῦ ἐστὶ τὸ πείθειν πολλοὺς καὶ ἕνα, ὅταν συγκέηται τὸ πλῆθος ἐκ τῶν ἑνάδων. καὶ πῶς ἀδολεσχεῖ; καὶ ἄνω γὰρ τοῦτο | |
15 | εἶπεν. ἢ ποῦ μὲν λαμβάνει τὸν ἕνα μέρος ὄντα τοῦ πλήθους, ὥσπερ ἐνταῦθα, ποῦ δὲ κατὰ μόνας ἀφῃρημένον τοῦ πλήθους, ὥσπερ ἀνωτέρω, οἶος † Σωκράτη περὶ αὐτοῦ †· οὗτος γὰρ ἀφῄρητο τῶν πολλῶν, δυνά‐ μενος συγκαταριθμηθῆναι αὐτοῖς. Περὶ ὧν ἂν εἰδῇ, ὥσπερ γραμματιστής: ἰδοὺ ὁ δεύτερος προσδιο‐ | |
20 | ρισμός, ὅτι δεῖ καὶ αὐτὸν εἰδέναι. ὁ γὰρ εἰδὼς περὶ γραμμάτων, οὗτος πείσει καὶ ἕνα καὶ πολλούς. Οὗτος λέγεται ὁ εἰδὼς ἀριθμητικός: οὐκ ἠρκέσθη ταῖς μαθηματι‐ καῖς ἀνάγκαις πειθούσαις (καὶ γὰρ ὁ ἀριθμητικὸς τοῦ μαθηματικοῦ), | |
113 | ἀλλ’ ἐπήγαγεν καὶ ‘ὁ εἰδὼς περὶ τούτων‘. Ὅτι ὁ μὲν ἀθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθ’ ἕνα: ἰδοὺ πάλιν τῷ ἀθρόῳ τὸ καθ’ ἕνα ἀντέταξεν· δηλονότι τοὺς αὐτοὺς βούλεται, ποτὲ μὲν κατὰ μόνας ὄντας, ποτὲ δὲ ἀθρόους. | |
5 | Κινδυνεύει: περὶ τῶν διὰ κλιμακτῆρα ἀνάγκης μελλόντων διὰ τὴν ἀνάγκην μετατρέπεσθαι εἰς τὸ ἐναντίον δόγμα τὸ ‘κινδυνεύειν‘ | |
λέγεται. Ὑβριστὴς εἶ, ὦ Σώκρατες: ‘ὑβριστὴν‘ ἀποκαλεῖ τὸν ἐλεγκτικόν. ὁ δὲ Σωκράτης καταδέχεται τοῦτο καί φησιν· ‘οὐ μόνον ὑβριστής, ἀλλὰ | 74 | |
10 | καὶ ὑβριστικώτατος ὡς οὐ μόνον ψευδεῖς βουλόμενος ἐλέγξαι τοὺς λόγους σου, ἀλλὰ καὶ τὸ ἐναντίον δεῖξαι ἀληθές, ὅτι πᾶν δίκαιον συμφέρον καὶ τὸ ἀνάπαλιν‘. εἰσὶ γάρ τινα ψευδῆ μέν, οὐ μέντοι διὰ τῶν ἐναντίων ἐλεγχόμενα, ἀλλὰ διὰ τοῦ μέσου, ὡς ἔχει ἐπὶ τοῦ ‘πᾶς ἄν‐ θρωπος περιπατεῖ‘. οὐδὲ γὰρ ἐκ τοῦ ἐναντίου ἐλέγχεται τοῦτο (κἀκεῖνο | |
15 | γὰρ ψεῦδός ἐστιν), ἀλλὰ διὰ τοῦ μέσου. Νῦν γοῦν ὑφ’ ὕβρεως μέλλω σε πείθειν τἀναντία: τουτέστιν ‘ὡς ὑβριστὴς οὐ μόνον ἐλέγχω σε, ἀλλὰ καὶ μέλλω σε πείθειν τὰ ἐναντία, εἴ μοι ἀποκρίναιο‘. ὁ δὲ οὐ βούλεται ἀποκρίνασθαι, διότι ὡς εὐφυὴς ᾔδει ὅτι ἐπὰν ἐρώτησίς ἐστιν καὶ ἀπόκρισις ὁ ἀποκρινόμενός ἐστιν ὁ | |
20 | λέγων. ἀλλ’ οὐχ ὁ ἐρωτῶν. κἀκεῖνος ἐπιτίθεται αὐτῷ ἀποκρίνεσθαι, διότι ἀνυσιμώτατός ἐστιν ὁ τοιοῦτος ἔλεγχος, διότι μᾶλλον πειθόμεθα ὑφ’ ἑαυτῶν ἐλεγχόμενοι, ἔχεται 〈δὲ〉 ἐν ταῖς διαλεκτικαῖς ἐρωτήσεσιν ὁ ἐλέγχων τοῦ ἐλεγχομένου μᾶλλον ἤπερ τοῦ σώματος τὰ τῆς ἐχίδνης δήγματα. | |
25 | Ἀλλὰ σὺ αὐτὸς λέγε: τὸ ‘λέγε‘ ἐνταῦθα παρὰ Πλάτωνι ‘ἀποτά‐ δην εἰπέ‘. | |
114 | Τί δ’; οὐκέτι μάλιστα βούλει πεισθῆναι; ὁ Σωκράτης· ‘τί ἄλλο θέλεις εἰ μὴ πεισθῆναι ὅτι πᾶν δίκαιον συμφέρον καὶ τὸ ἀνάπαλιν;‘ διὰ γὰρ τοῦ λόγου τούτου δύο συλλογισμοὶ δειχθήσονται. Ἀποκρίνου δή· καὶ ἂν εἰ μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς: ‘ἀποκρίνου‘, | |
5 | φησί, ‘τὰ ἐρωτώμενα· καὶ εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσης ὅτι πᾶν δίκαιον συμφέρον καὶ τὸ ἀνάπαλιν, ἄλλῳ λέγοντι μὴ πιστεύσῃσ‘. δεῖ γὰρ τοὺς ὠφελουμένους ἐκ τῶν κατ’ ἀποτάδην λόγων λέγειν· ‘πῶς ἂν σύ μοι λέξειας ἅ με χρὴ λέγειν;‘ αὐτὸν γὰρ ἔδει ἀποκρίνεσθαι ταῦτα, ἵνα μὴ ἔξωθεν οἱ λόγοι ἐπιπλάτ‐ | |
10 | τωνται δίκην ἀγγείου ἀψύχου ἔξωθεν ἑαυτοῦ τὸ ὕδωρ ἔχοντος, ἀλλὰ δεῖ ἀφ’ ἑαυτοῦ προβάλλεσθαι τοὺς ἐλέγχους· οὕτω γὰρ αἱ μαθήσεις εἰσὶν ἀναμνήσεις. Ἀλλ’ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἶμαι βλαβήσεσθαι: ὡς εὐφυὴς πάλιν ἄλλην ἀποφυγὴν εὑρίσκει, ὅτι ‘ἀποκρίνομαι, οὐδὲν γὰρ οἴομαι | |
15 | βλαβήσεσθαι‘. ὁ δὲ ἀποδέχεται αὐτὸν καί φησιν ‘μαντικὸς εἶ‘· καὶ γὰρ ὁ μαντικὸς εὐστόχως ἐπιβάλλει καὶ ὁ εὐφυὴς περὶ τῶν μελλόντων. ἔμελλεν δὲ οὐ μόνον οὐδὲν βλαβήσεσθαι, ἀλλὰ καὶ ὠφεληθήσεσθαι. οὐκ | |
εἶπεν δὲ ‘μάντισ‘, διότι ὁ μάντις ἐπιστήμων ἐστίν, ὁ δὲ μαντικὸς ἀτελής ἐστιν· ὥσπερ οὐ ταὐτὸν ἰατρὸς καὶ ἰατρικός. καὶ ὁ Ἀλκιβιάδης δὲ οὐκ | 75 | |
20 | ἐπιστημονικῶς ταῦτα ἔλεγεν, ἀλλὰ κατὰ δόξαν ἀπεμαντεύετο. ἐν οἷς ἡ πρᾶξις. | |
22t | Πρᾶξις σὺν θεῷ ιγʹ | |
23 | Καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δὲ οὔ; Δέκα ὄντων συλλογισμῶν τοῦ παρόντος διαλόγου ὁ πέμπτος προ‐ | |
25 | τίθεται δεῖξαι ὅτι ταὐτὸν δίκαιον καὶ συμφέρον. τοῦτο δὲ δείκνυσι διὰ δύο συλλογισμῶν· διὰ τοῦ δεῖξαι πᾶν δίκαιον καὶ συμφέρον, καὶ δεύτερον πᾶν συμφέρον δίκαιον· ἡ γὰρ ἀντιστροφὴ τὴν ταυτότητα | |
115 | εἰσάγει. καὶ προάγει τὸν συλλογισμὸν οὕτως· ‘πᾶν δίκαιον καλόν· πᾶν καλὸν συμφέρον· πᾶν ἄρα δίκαιον συμφέρον‘. καὶ ὁ νέος πρὸς μὲν τὴν ἐλάττονα πρότασιν τὴν λέγουσαν ‘πᾶν δίκαιον καλὸν‘ οὐκ ἀντιλέγει ὡς φιλότιμος, διότι ᾔδει τὰ δίκαια ἐπαινετά (διὸ καὶ αὐτεπάγγελτος | |
5 | δέδωκε τῇ βουλῇ δέκα τάλαντα)· πρὸς δὲ τὴν μείζονα μάχεται τὴν λέγουσαν ‘πᾶν καλὸν συμφέρον‘, λέγων εἶναί τινα καλά ⟦κακά⟧, κακὰ δέ, καὶ ἄλλα αἰσχρὰ ἀγαθά. καὶ οὐκ ἀντίφασις ταῦτα. δύο γάρ εἰσιν ἀντιθέσεις· καλὸν αἰσχρόν, ἀγαθὸν κακόν· καὶ ἀντίκειται τὸ μὲν καλὸν τῷ αἰσχρῷ, τὸ δὲ ἀγαθὸν τῷ κακῷ, οὐ μὴν τὸ καλὸν τῷ κακῷ. ἔστιν | |
10 | γάρ, φησί, καλὸν κακόν, ὡς τὸ πολεμῆσαι ὑπὲρ πατρίδος καὶ τὸ ὑπὲρ φίλου τεθνάναι· τοῦτο καλὸν διότι ἐπαινετόν (ὑπὲρ γὰρ τοῦ φίλου), οὐ μὴν ἀγαθόν, διότι οὐ συνήνεγκεν τῷ σώματι· ἔστιν καὶ τὸ ἀνάπαλιν αἰσχρὸν ἀγαθόν, ὡς τὸ μὴ ἀποθανεῖν ὑπὲρ φίλου. καὶ ἄμφω ταῦτα καὶ ὁ χρησμὸς ἐδήλωσεν, τὸ μὲν μὴ ὑπὲρ φίλου ἀποθανεῖν εἰπών· | |
15 | ‘ἀνδρὶ φίλῳ θνῄσκοντι παρὼν πέλας οὐκ ἐπαμύνας ἤλυθες οὐ καθαρός· περικαλλέος ἔξιθι νηοῦ‘ | |
116 | περὶ δὲ τοῦ ὑπὲρ φίλου ἀνατείναντος τὴν χεῖρα καὶ ἄκοντος πλήξαντος αὐτὸν οὕτως· ‘ἔκτεινας σὸν ἑταῖρον ἀμύνων· οὔ σε μιαίνει αἷμα, φόνου δὲ πέλεις καθαρώτερος ἢ πάρος ἦσθα‘. | |
5 | Καὶ ἐνῆν μὲν ἐλέγξαι τὸν Ἀλκιβιάδην λέγοντα· ‘ἀλλ’ ἡ ψυχή ἐστιν ὁ ἄνθρωπος καὶ οὐ τὰ τοῦ ὀργάνου κακὰ ἀνάγεται ἐπὶ τὸν χρώμενον. τὰ μὲν γὰρ τῶν μερῶν κακὰ ἀνάγεται ἐπὶ τὸ ὅλον· εἰ οὖν συνέκειτο ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, τότε τὰ τοῦ σώματος κακὰ ἀνήγετο ἐπὶ τὸ ὅλον· ἀλλ’ ἐπειδὴ ὄργανόν ἐστι καὶ χρώμενον, οὐ δεῖ τὰ τοῦ | |
10 | ὀργάνου ἁμαρτήματα ἐπὶ τὸ χρώμενον ἄγειν, ὥσπερ οὐδὲ τὸ ἀμβλὺ τοῦ σκεπάρνου ἐπὶ τὸν χρώμενον‘. ἀλλ’ ἐπεὶ ταῦτα φιλοσοφώτερα (καὶ τὸ ἐν ἀρχῇ δὲ ᾐτεῖτο· πόθεν γὰρ ὅτι ὁ ἄνθρωπος ψυχή;) δείκνυσι διὰ τριῶν λόγων ὅτι ταὐτὸν τὸ δίκαιον καὶ συμφέρον· καὶ πρῶτον ὅτι πᾶν καλὸν συμφέρον ἐστίν. καὶ ἔστιν ὁ πρῶτος λόγος τοιοῦτος· ‘οὐχ ἑνί, τυχὸν τῇ | 76 |
15 | ἀνδρείᾳ, δύο τινὰ ἕπεται, καὶ τὸ καλὸν καὶ τὸ κακόν, ἀλλὰ δύο δυσίν. τῇ μὲν γὰρ ἀνδρείᾳ τῇ ὑπὲρ φίλου ἕπεται τὸ καλόν, τῷ δὲ θανάτῳ τὸ κακόν· οὐ ταὐτὸν δὲ ἀνδρεία καὶ θάνατος, εἴγε μηδὲ πᾶς ἀνδρεῖος ἐν πολέμῳ ἀποθνῄσκει μηδὲ πᾶς ἐν πολέμῳ ἀποθνῄσκων ἀνδρεῖός ἐστιν. ὥστε δύο δυσὶν ἕπεται καὶ οὐχ ἑνί, τῇ ἀνδρείᾳ, καὶ τὸ κακὸν τὸ ἐκ τοῦ | |
20 | θανάτου καὶ τὸ καλόν‘. καὶ ταῦτά φησι συγχωρῶν ὅτι ὁ θάνατος κακόν, διότι πρὸς Ἀλκιβιάδην τοὺς λόγους ποιεῖται. Δεύτερος λόγος· ‘εἰ καὶ δῶμεν ὅτι τῇ ἀνδρείᾳ ὡς ἀνδρείᾳ δύο ἐπηκολούθησαν, τὸ καλὸν καὶ τὸ ἐκ τοῦ θανάτου κακόν, ἀλλ’ οὐχ ὁ αὐτὸς τρόπος· τῇ μὲν γὰρ ἀνδρείᾳ ὡς ἀνδρείᾳ ἐπηκολούθησε τὸ καλόν, | |
25 | κατὰ συμβεβηκὸς δὲ τὸ κακόν, τῷ φθεῖραι τὸ ὑποκείμενον καὶ ἐᾶσαι τὴν ἀνδρείαν ὡς ἀνδρείαν. εἰ γὰρ ἔφθειρεν τὴν ἀνδρείαν ὡς ἀνδρείαν, δειλὸς ἂν ἐγίνετο καὶ οὐ θάνατος αὐτῷ· ἡ γὰρ δειλία φθείρει τὴν ἀνδρείαν ὡς ἀνδρείαν‘. Εἶτα ἐπειδὴ ταῦτα οὐχ ὡς Σωκράτης διαλέγεται, ἀλλ’ ὡς δι‐ | |
117 | δάσκαλος, καὶ παράγγελμα θεοῦ παραβαίνει τὸ λέγον ‘μαιεύεσθαί με ὁ θεὸς ἐποίησεν, γεννᾶν δὲ κωλύει‘· —νῦν γὰρ διδάσκει ταῦτα, ἀλλ’ οὐ μαιεύεται, ἔδει γὰρ ἡμᾶς τούτων ἀκοῦσαι ἀπὸ Ἀλκιβιάδου, ἀλλ’ οὐχ ὑπὸ Σωκράτους· —καὶ ὅτι μαίας υἱὸς ἦν, μετα‐ | |
5 | βάλλει τὸ σχῆμα καὶ αὐτὰ ταῦτα ἐρωτῶν τὸν Ἀλκιβιάδην ποιεῖ ἀπο‐ κρίνασθαι. καὶ γυμνάζει τὸν λόγον ἐπὶ ἀνδρείας, διότι πρὸς στρατηγικὸν διελέγετο· καὶ δείκνυσιν ὅτι ἡ ἀνδρεία τὶ καλὸν οὖσα ἀγαθόν ἐστιν. εἴπερ γὰρ πρὸς Χαρμίδην διελέγετο τὸν σωφρονέστατον (διὸ καὶ ἐπι‐ γέγραπται αὐτῷ διάλογος ‘Χαρμίδης ἢ περὶ σωφροσύνησ‘), | |
10 | περὶ σωφροσύνης ἂν ἐγύμνασε τὸν λόγον. ἐρωτᾷ οὖν αὐτὸν ‘πότερον αἱρῇ δειλὸς εἶναι ἢ τεθνάναι;‘ ὁ δὲ αἱρεῖται τεθνάναι διὰ τὸ εἶναι ἀνδρεῖος. καὶ πάλιν ‘ἴσον ἡγεῖ τὸ τεθνάναι τῷ δειλὸν εἶναι;‘ ὁ δὲ συγκατατίθεται καὶ ἐνταῦθα, ἁμαρτάνων· ἄμεινον γὰρ τεθνάναι ἢ δειλὸν εἶναι, διότι ἡ ἀνδρεία εὖ εἶναι ἡμᾶς ποιεῖ, ἡ δὲ ζωὴ εἶναι· οὐκοῦν | |
15 | καὶ ἡ ἀπόπτωσις χείρων τῆς ἀποπτώσεως, τὸ κακῶς τοῦ μὴ εἶναι. ἀλλ’ ἐπειδὴ ταῦτα φιλοσοφώτερα, παρεᾷ ταῦτα ὁ Σωκράτης καὶ δείκνυσιν ὅτι πᾶν καλὸν ἀγαθὸν ἐκ τῶν αὐτοῦ λόγων. καὶ πάλαι μὲν πρὸ τῆς μαιείας δείκνυσιν ὅτι πᾶν καλὸν ἀγαθόν, τοῦτον τὸν τρόπον· ‘ἡ ἀνδρεία τὶ καλόν‘ (τοῦτο γὰρ συνεχώρησεν ὁ νέος καὶ ἐπὶ τῆς δικαιοσύνης)· | |
20 | ‘πᾶν καλὸν ᾗ καλὸν ἀγαθόν‘ (τοῦτο γὰρ ἔδειξεν ὁ δεύτερος συλλο‐ | |
γισμὸς ὁ λέγων ‘καθ’ αὑτὸ τῇ ἀνδρείᾳ καλῇ οὔσῃ ἐπηκολούθησε τὸ ἀγαθόν, κατὰ συμβεβηκὸς γὰρ ἐπηκολούθησε τῷ τινὶ καλῷ ὁ θάνατος, ὅ ἐστι κακόν‘)· ‘καὶ ἐπειδὴ τὸ “ᾗ” ἐπὶ ἀντιστρεφόντων λέγεται, καὶ ᾗ ἀγαθὸν καλόν ἐστι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ σωφροσύνησ‘, φησίν, ‘καὶ τῶν | 77 | |
25 | ἄλλων ἀρετῶν ποιήσαντες ἕξομεν ὅτι πᾶν καλὸν ᾗ καλὸν ἀγαθόν ἐστι, καὶ διὰ τοῦτο ταὐτόν ἐστι‘. μετὰ δὲ τὴν μαιείαν ἄλλως πλέκει τὸν συλλογισμόν, λέγων ‘ἡ ἀνδρεία ἐφετὸν τῷ Ἀλκιβιάδῃ· πᾶν ἐφετὸν | |
118 | ἀγαθόν, ὅτι συνεπιτείνεται καὶ συνανίεται τῷ ἀγαθῷ ἡ ἔφεσις (τοῦ γὰρ μείζονος ἀγαθοῦ μείζων ἡ ἔφεσις)· ἡ ἄρα ἀνδρεία ἀγαθόν· τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν· ὥστε πᾶν καλὸν ἀγαθόν‘. εἰ γὰρ ἡ ἀνδρεία τὶ καλὸν οὖσα ἐφετόν ἐστιν, εἴγε καὶ ἐραστόν ἐστι (τὸ γὰρ | |
5 | καλὸν πρὸς τῷ ἔρωτι), τὸ δὲ ἐφετὸν ἀγαθόν ἐστιν, ἡ ἀνδρεία ἄρα ἀγαθόν ἐστι· τὰ δὲ αὐτὰ καὶ ἐπὶ σωφροσύνης ποιήσαντες καὶ δείξαντες τὶ ἀγαθὸν οὖσαν τὴν σωφροσύνην καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὁμοίως, ἕξομεν ὅτι πᾶν καλὸν ἀγαθόν, ὡς εἴρηται. καὶ ἐπειδὴ ἡ μερικὴ κατά‐ φασις ἀν〈τι〉στρέφει πρὸς ἑαυτήν, δέδεικται δὲ πᾶν καλόν, καὶ τὸ ἐκ | |
10 | τῶν μερικῶν καταφατικῶν χύμα, ἀγαθόν, καὶ τὸ ὅλον χύμα ἀντιστρέφει. Ἐφ’ οἷς δείκνυσι καὶ διὰ τρίτου συλλογισμοῦ ὅτι πᾶν 〈καλὸν〉 ἀγαθὸν καὶ τὸ ἀνάπαλιν· καὶ κέχρηται δείξει ἣν ὠφελήθη Ἀριστοτέλης ἐν τῇ Περὶ οὐρανοῦ. λαβὼν γὰρ δύο ἀντιθέσεις καὶ τούτων ἑκάτερον σκέλος ἑκατέρῳ τῆς λοιπῆς ἀντιθέσεως ἀντιστρέφον, δείκνυσιν ὅτι αἱ | |
15 | διαγώνιοι οὐ δύνανται συναληθεῦσαι. εἰσὶ δὲ αἱ δύο ἀντιθέσεις αὗται· γενητόν, ἀγένητον· φθαρτόν, ἄφθαρτον. ἐπεὶ οὖν δέδεικται ὅτι τὸ γενητὸν τῷ φθαρτῷ ἀντιστρέφει (πᾶν γὰρ γενητὸν φθαρτόν ἐστι καὶ τὸ ἀνάπαλιν), ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἄλλης συζυγίας (πᾶν ἀγένητον ἄφθαρτον καὶ πᾶν ἄφθαρτον ἀγένητον), οὐ δύνανται ἐπὶ τῶν διαγωνίων | |
20 | ἀληθεῦσαι, οἶον φθαρτὸν καὶ ἀγένητον· εἰ γὰρ συναληθεύσωσιν, ἐπειδὴ δέδεικται πᾶν φθαρτὸν γενητόν, ἔσται τὶ γενητὸν ἀγένητον, καὶ συναλη‐ θεύσει ἡ ἀντίφασις. ταύτῃ τῇ ἀποδείξει κέχρηται ἐνταῦθα ὁ Πλάτων λαβὼν δύο ἀντιθέσεις· ἀγαθόν, κακόν· καλόν, αἰσχρόν· καὶ δείξας ὅτι ἀντιστρέφει τὸ ἀγαθὸν τῷ καλῷ καὶ τὸ κακὸν τῷ αἰσχρῷ, δείκνυσι μὴ | |
25 | δυνάμενον εἶναί τι καλὸν κακόν. εἰ γὰρ ᾖ, ἐπειδὴ δέδεικται ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἔσται τι ἀγαθὸν κακόν, ὅπερ ἀδύνατον. ταῦτα ἔχει ἡ θεωρία. | 78 |
119 | Καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δὲ οὔ; τίς ὁ σκοπὸς τῆς πράξεως; δεῖξαι διὰ τριῶν λόγων ὅτι ταὐτόν ἐστι δίκαιον καὶ συμφέρον· δείκνυσι δὲ τοῦτο διὰ τῆς ἀντιστροφῆς δικαίου καὶ συμφέροντος. καὶ σκόπει ὅτι οὐκ ἠρώτησεν αὐτὸν ὅτι εἰ μηδὲν τῶν | |
5 | δικαίων οἴεται συμφέρον εἶναι, ἀλλὰ τὸ πιθανώτερον μᾶλλον, ὅτι εἰ τὶ δίκαιον οἴεται συμφέρον, τὶ δὲ οὔ. καὶ προάγει τὸν συλλογισμὸν ἐκεῖνον, ὅτι ‘πᾶν δίκαιον καλόν‘, καὶ ταύτῃ συγχωρεῖ· τῇ δὲ μείζονι τῇ λεγούσῃ ‘καὶ πᾶν καλὸν συμφέρον‘ μάχεται. Πῶς τοῦτο ἐρωτᾷς; οὐ μάτην ἀμφέβαλλεν ὁ νέος, ἀλλ’ ἐπειδὴ ὁ | |
10 | Σωκράτης δύο εἶπεν, δίκαια καὶ συμφέροντα, καὶ ἠρώτησεν εἰ τούτων τινὰ μὲν καλά ἐστι, τινὰ δὲ αἰσχρά, ἀμφέβαλλε πρὸς τί ἀποκρίνεται. Εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν; ἰδοὺ ἐρωτᾷ αὐτὸν τὴν ἐλάττονα, καὶ δίδωσιν ὡς φιλότιμος ὁ νέος ὅτι πᾶν δίκαιον καλόν. | |
15 | Ἔνια τῶν καλῶν κακὰ εἶναι: ἰδοὺ τῇ μείζονι μάχεται, ὅτι οὐ πᾶν καλὸν ἀγαθόν, διὰ τὰ ἐν πολέμῳ τραύματα. Οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις: τὰ αὐτὰ δὴ ἦν δυνατὸν καὶ ἐπὶ σωφροσύνης εἰπεῖν, ἀλλ’ ἐπειδὴ πρὸς στρατηγικὸν ὁ λόγος, τοιοῦτον εἶπεν παράδειγμα. ἡ γὰρ Ἱππολύτου σωφροσύνη καλὸν | |
20 | μέν, οὐ μὴν ἀγαθή, διὰ τὸν θάνατον. Ἆρα οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος; ἡ πρώτη λύσις, ὅτι δύο δυσὶν ἐπηκολούθησεν, οὐ δύο ἑνί· οὐ γὰρ ταὐτὸν ἀνδρεία καὶ θάνατος. | |
120 | Ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν: ὁ δεύτερος συλλογισμὸς ὁ λέγων ὅτι ‘εἰ καὶ δῶμεν ὅτι ἑνὶ καὶ τῷ αὐτῷ πράγματι, οἶον τῇ ἀνδρείᾳ, καὶ τὸ καλὸν καὶ τὸ κακὸν τὸ ἐκ τοῦ θανάτου ἐπηκολούθησεν, ἀλλ’ οὐχ ὡσαύτως, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ ὡς ἀνδρείᾳ τὸ καλόν, κατὰ | |
5 | συμβεβηκὸς δὲ τὸ κακόν, διὰ τὸ ἀφεῖναι τοῦτο καὶ μάχεσθαι τῷ ὑπο‐ κειμένῳ‘. διό φησιν· ‘σκόπει 〈εἰ〉, ᾗ ⟦καθὸ⟧ καλόν ἐστι, καὶ ἀγαθόν ἐστι‘ (τοῦτο δὲ τὸ ‘ᾗ‘ ἐπὶ ἀντιστρεφόντων λέγεται), ‘ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος παραδείγματος τῆς ἀνδρείας. πάλαι γὰρ δύο πράγματα δυσὶν ἐλέγετο μὲν ἀκολουθεῖν, νῦν δὲ δύο ἑνί· τῇ γὰρ ἀνδρείᾳ τὸ καλὸν καθ’ | |
10 | αὑτό, κατὰ συμβεβηκὸς δὲ τὸ κακόν. σκόπει οὖν, εἰ τὸ καλὸν τοῦτο ἀγαθόν ἐστιν ἢ κακόν‘. Ὧδε δὲ 〈σκόπει·〉 πότερον ἂν δέξαιό σοι εἶναι ἀγαθὰ ἢ κακά; μεταβάλλει τὸν λόγον ἐπὶ τὴν μαιείαν, ἵνα μὴ παράγγελμα τοῦ θεοῦ παραβαίνῃ· ‘μαιεύεσθαι γάρ με‘, φησίν, ‘ὁ θεὸς ἐποίησεν, | |
15 | γεννᾶν δὲ ἀποκωλύει‘. καὶ ἐρωτᾷ αὐτὸν τὸν συλλογισμὸν λέγων ὅτι ‘ἡ ἀνδρεία ἐφετόν· πᾶν τὸ ἐφετὸν ἀγαθόν, διότι συνεπιτείνεται ταῦτα ἀλλήλοις (τῷ γὰρ μείζονι ἀγαθῷ μείζων ἔφεσίς ἐστιν)· ἡ ἀνδρεία ἄρα | |
ἀγαθόν‘. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων καλῶν γυμνάσαντες, διότι ἄθροισμα τῶν ἀρετῶν τὸ κάλλος—οἶον ἐπὶ σωφροσύνης· ‘ἡ γὰρ τοῦ | 79 | |
20 | Ἱππολύτου σωφροσύνη κατὰ συμβεβηκὸς κακή ἐστιν, διότι ἐπηκολού‐ θησε θάνατοσ‘— Ἐξ ἴσου τοῦ τεθνάναι: ἰδοὺ ἐνταῦθα ἁμαρτάνει ὁ νέος· χεῖρον γάρ ἐστι τὸ μὴ εἶναι τοῦ κακῶς εἶναι. Τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ: ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημά φησιν, | |
25 | ὅτι δύο πράγμασι δύο ἐπηκολούθησε, θανάτῳ γὰρ καὶ ἀνδρείᾳ καλὸν καὶ κακόν, διὰ μαιείας. Οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων: τὸ | |
121 | δεύτερον ἐπιχείρημα, ὅτι ‘τὸ καλὸν ᾗ καλὸν ἀγαθόν ἐστιν‘. Ἆρα οὖν καὶ ᾗ ἀγαθὸν καλόν ἐστιν: τῇ ἀντιστροφῇ χρῆται νῦν, ὅτι, ἐπειδὴ τὸ ‘ᾗ‘ ἐπὶ ἀντιστρεφόντων λέγεται, καὶ ᾗ ἀγαθὸν καλόν ἐστι. Καλὴν μὲν εἶναι, κακὴν δέ: ἐντεῦθεν τὸν τρίτον συλλογισμόν φησι | |
5 | τὸν ἐκ τῶν δύο ἀντιθέσεων, ὃν ὠφελήθη ὁ Ἀριστοτέλης. καί φησιν ὅτι ‘τὴν πρᾶξιν τὴν καλήν, κακὴν δέ, φαίνῃ μὲν μὴ λέγων ἀντίφασιν, δυνάμει δὲ ἀντιφάσκεις σαυτῷ, διότι οὐδὲν ἄλλο φῂς ἢ τὸ κακὸν ἀγαθόν, διὰ τὸ ἀντιστρέφειν τὸ καλὸν τῷ ἀγαθῷ καὶ πᾶν καλὸν εἶναι ἀγαθόν‘. | |
9t | Πρᾶξις σὺν θεῷ ιδʹ | |
10 | Ἔτι τοίνυν καὶ ὧδε σκέψαι· ὅστις καλῶς πράττει. Ἐπειδὴ ἔδειξεν ὁ Σωκράτης πᾶν καλὸν ἀγαθὸν παραδείγματι χρησάμενος τῇ ἀνδρείᾳ (ἔλεγε γὰρ ‘τὸ καλὸν ᾗ καλὸν ἐφετόν ἐστι· πᾶν ἐφετὸν ἀγαθόν ἐστι· πᾶν ἄρα καλὸν ἀγαθόν‘), τὴν δὲ ἀνδρείαν τὶ καλὸν ἐδίδου ὁ Ἀλκιβιάδης, ἡ ἀνδρεία ἄρα ἀγαθόν. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν | |
15 | ἄλλων ἀρετῶν ποιήσαντες, ἐπειδὴ οἷον ἄθροισμα καὶ οἷον ἄνθος τῶν ἀρετῶν ἐστὶν τὸ καλόν, ἕξομεν ὅτι καὶ πᾶν καλὸν ἀγαθόν. ἐπειδὴ οὖν καὶ πρὸ Ἀριστοτέλους ᾔδει ὅτι ἀσθενής ἐστιν ἡ διὰ τῶν καθ’ ἕκαστα ἀπόδειξις, βούλεται καὶ διὰ τοῦ καθόλου λόγου δεῖξαι τοῦτο· καὶ λαμβάνει καθολικὰς προτάσεις, δι’ ὧν δείκνυσιν ὅτι πᾶν καλὸν ἀγαθὸν | |
20 | καὶ τὸ ἀνάπαλιν. καὶ ἔστιν ὁ συλλογισμὸς τοιοῦτος· ‘ὁ καλὰ πράττων εὖ πράττει· ὁ εὖ πράττων εὐδαιμονίαν ἔχει· ὁ εὐδαιμονίαν ἔχων ἀγαθὰ πράττει· ὁ ἄρα καλὰ πράττων ἀγαθὰ πράττει, καὶ διὰ τοῦτο τὸ καλὸν ἄρα ἀγαθόν‘. καὶ τούτων ῥηθέντων ὑπὸ τοῦ Πλάτωνος πολλὴν ἄδειαν | |
122 | εὑρίσκουσιν οἱ διασύρειν τὸν συλλογισμὸν τοῦτον βουλόμενοι, λέγοντες ὅτι ‘τί διαφέρουσιν αἱ προτάσεις ἀλλήλων; τί γὰρ διαφέρει τὸ τὰ καλὰ πράττειν τοῦ εὖ πράττειν; ἢ τὸ εὖ πράττειν τοῦ εὐδαιμονεῖν;‘ λέγομεν | |
δὲ ἡμεῖς πρὸς τὸ πρῶτον ὅτι οὐ ταὐτὸν τὸ καλῶς πράττειν τῷ εὖ | 80 | |
5 | πράττειν. τὸ μὲν γὰρ εὖ μέσον ἐστὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ· ἀπόρ‐ ροια γὰρ καὶ οἷον ἔλλαμψίς ἐστι τοῦ ἀγαθοῦ ἐπὶ τὸ καλὸν τὸ εὖ, ἀρχόμενον μὲν ἀπὸ τοῦ ἀγαθοῦ, τελευτῶν δὲ εἰς τὸ καλόν. διὸ καὶ τὸ καλὸν ‘εὖ‘ λέγεται, φαμὲν γὰρ τοὺς καλῶς λέγοντας εὖ λέγειν. ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγαθοῦ φέρεται τὸ ‘εὖ‘, διὸ καὶ τοὺς προσηνεῖς ἡμῖν καὶ | |
10 | ἀγαθὰ ἡμῖν θέλοντας ‘εὔνουσ‘ ἡμῖν φαμέν. καὶ ὡς ἐφετὸν ἑκάτερον τὸ εὖ ἔχει· καὶ γὰρ καὶ τὸ καλὸν ἐφετόν ἐστιν ὡς καλοῦν ἐφ’ ἑαυτὸ καὶ τὸ ἀγαθὸν ὡς ἄγαν θεῖν ἐπὶ αὐτὸ ποιοῦν πάντας. διὸ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης ἀρχὴν ὑποθέμενος οὐ τὸ πρῶτον αἴτιον, ἀλλὰ τὸν νοῦν, ἐν τῇ Μετὰ τὰ φυσικὰ περὶ αὐτοῦ διαλεγόμενος ἔλεγεν διττὸν εἶναι τὸ εὖ, | |
15 | τὸ μὲν ἐν τῷ στρατηγῷ, τὸ δὲ ἐν τῷ στρατοπέδῳ, καὶ αἴτιον εἶναι τὸ ἐν τῷ στρατηγῷ τοῦ ἐν τῷ στρατοπέδῳ· οὕτως ᾠκείωται τῷ καλῷ τὸ εὖ, οἰκεῖον γὰρ τῷ νῷ τὸ καλόν. εἰ γὰρ περὶ τοῦ ἀγαθοῦ τὸν λόγον ἐποιεῖτο, οὐκ ἂν τὸ εὖ παρελάμβανεν, διότι ὑπὲρ τοῦτό ἐστι τὸ πρῶτον. ἀλλὰ καὶ ἡ δευτέρα οὐκ ἔστιν ἡ αὐτή, ἄλλο γάρ ἐστι τὸ εὖ πράττειν | |
20 | παρὰ τὸ εὐδαιμονεῖν· τὸ μὲν γὰρ ὡς αὐτοκινήτοις ἁρμόττει (τὸ γὰρ | |
123 | κατὰ ἀρετὴν ζῆσαι αὐτοκινησίας ἴδιον), τὸ δὲ εὐδαιμονεῖν ἄνωθεν ἡμῖν ἐφήκει τοῖς κατ’ ἀρετὴν ζήσασι· τοῖς γὰρ ἐπιτηδείους ἑαυτοὺς ποιήσασιν ἡ θεόθεν ἔλλαμψις παραγίνεται, ἥτις εὐδαιμονία ἐστί, καὶ κρεῖττον τὸ τοιοῦτον ἑτεροκίνητον τοῦ αὐτοκινήτου· κρεῖττον γὰρ τὸ θεόθεν ἄγεσθαι | |
5 | ἢ ὑφ’ ἑαυτῶν. Εἶτα ἐπισυνάπτει τοῖς εἰρημένοις δύο προτάσεις καὶ οὕτως συνάγει τὸ προκείμενον, ἄνωθεν μίαν καὶ κάτωθεν. κάτωθεν μέν, ὅτι ὁ τὰ ἀγαθὰ ποιῶν συμφέροντα ποιεῖ (ταὐτὸν γάρ ἐστιν ἀγαθὸν καὶ συμφέρον)· ἄνωθεν δέ, διότι ὁ τὰ δίκαια ποιῶν καλὰ ποιεῖ (τοῦτο γὰρ ἦν συγχω‐ | |
10 | ρήσας ὁ Ἀλκιβιάδης, ‘πᾶν δίκαιον καλόν‘)· καὶ συνάγει ὅτι ‘οὐκοῦν καὶ πᾶν δίκαιον συμφέρον‘. Εἶτα μίαν τῶν προτάσεων τῶν ῥηθεισῶν μεταξὺ ἀντιστρέφει λέγων ‘καὶ ὁ εὖ πράττων καλὰ πράττει‘. τοῦτο δὲ ποιεῖ ἐνδεικνύμενος ὅτι πᾶσαι αἱ προτάσεις ἀντιστρέφουσιν καὶ διὰ τοῦτο καὶ τὸ συμπέρασμα. | |
15 | προέθετο μὲν γὰρ δεῖξαι ὅτι οὐ μόνον πᾶν δίκαιον συμφέρον, ἀλλὰ καὶ πᾶν συμφέρον δίκαιον, ἵνα ᾖ ἡ ἀντιστροφὴ αὕτη· ‘τὸ συμφέρον ἀγαθόν· τὸ ἀγαθὸν εὐδαιμονίαν ποιεῖ· τὸ εὐδαιμονίαν ποιοῦν εὐπραξία ὑπάρχει· τὸ τοιοῦτον καλὰ πράττειν ἐστί· τὸ τοιοῦτο δικαιοσύνη ὑπάρχει· τὸ ἄρα | |
συμφέρον δίκαιόν ἐστι‘. | 81 | |
20 | Καὶ οὕτω προελθόντος τοῦ Σωκρατικοῦ λόγου ὁ Ἀλκιβιάδης ἀπαλλαγεὶς τῆς διπλῆς ἀμαθίας, μήπω δὲ ἐπὶ ἁπλῆν ἀμαθίαν ἐλθών, ἀλλ’ ἐν μεθορίῳ διπλῆς ἀμαθίας ὢν καὶ ἁπλῆς, ὁμολογεῖ μὴ εἰδέναι ποίοις συγκαταθέσθαι, εἴτε τούτοις εἴτε ἐκείνοις. φησὶ γὰρ ‘οὐκ οἶδα ὅ τι λέγω· ποτὲ μὲν γὰρ ἕτερά μοι δοκεῖ, ποτὲ δὲ | |
25 | ἄλλα‘· μέσον δέ ἐστι τοῦτο ἁπλῆς ἀγνοίας (τουτέστι τοῦ εἰδέναι ὅτι οὐκ οἶδεν) καὶ διπλῆς (τουτέστι τοῦ οἴεσθαι βεβαίως ὅτι οἶδε), τὸ ποτὲ μὲν οἴεσθαι, ποτὲ δὲ μὴ οἴεσθαι, ὥσπερ ἡ δόξα μέση ἐστὶ διπλῆς ἀγνοίας καὶ ἐπιστήμης. ἐκείνων γὰρ ἐκ διαμέτρου ἀντικειμένων ἀλλήλοις ὁ δοξαστικὸς εἰδὼς μὲν τὸ ὅτι, ἀγνοῶν δὲ τὴν αἰτίαν, ἐν | |
124 | μεθορίῳ πώς ἐστι. διὸ καὶ ἐλέγετο ὅτι οὐδὲν διαφέρει τοῦ ἐπιστήμονος, εἰ μὴ τῇ αἰτίᾳ· πάντα γὰρ τὰ αὐτὰ ποιεῖ, ὥσπερ ὁ ἐμπειρικὸς ἰατρὸς τὰ αὐτὰ ποιεῖ τῷ λογικῷ ἰατρῷ. Ἐφ’ οἷς βουλόμενος ὁ Σωκράτης τελείως ἀπαλλαγῆναι τὸν Ἀλκι‐ | |
5 | βιάδην τῆς διπλῆς ἀγνοίας κατατρέχει ταύτης καὶ ἐκτραγῳδεῖ αὐτήν, λέγων αὐτὴν πλάνης αἰτίαν, ἁμαρτάδος αἰτίαν, αἰσχιστοτάτην. αἰσχίστη μὲν γὰρ ἡ ἁπλῆ ἄγνοια, αἰσχιστοτάτη δὲ αὕτη ἢ ἐπονειδιστοτάτη. ἐκείνῃ γὰρ ἐπονειδιστοτάτη, πλάνης μὲν γὰρ αἰτία· διότι οὔτε ὁ εἰδὼς τὴν ὁδὸν πλανᾶται οὔτε ὁ μὴ εἰδὼς | |
10 | γινώσκων ὅτι οὐκ οἶδεν· οὗτος γὰρ οὐδὲ ἐπιχειρήσοι πορεύεσθαι ταύτην, ἀλλ’ ὁ μὴ εἰδώς, οἰόμενος δὲ εἰδέναι. οὗτος δὲ καὶ ἁμαρτημάτων ἐστὶν αἴτιος· ἐπιχειρεῖ γὰρ καὶ ἄλλους διδάσκειν ἃ μὴ οἶδε καὶ μοχθηρὰς δόξας ἐντίθησιν αὐτοῖς. ‘αἰσχιστοτάτην‘ δέ φησιν αὐτήν, διότι καὶ ἡ ἁπλῆ ἄγνοια αἰσχίστη ὡς ἄγνοια οὖσα. ἡ γὰρ ἄγνοια αἶσχος | |
15 | ποιεῖ τῇ ψυχῇ· ἄλλο δὲ αἶσχος καὶ ἄλλο νόσος. τὸ μὲν γὰρ αἶσχος ἐν τῷ λόγῳ μόνῳ θεωρεῖται, ἡ δὲ πονηρία νόσος οὖσα τῆς ψυχῆς οὐκ ἐν ἑνὶ μορίῳ μόνῳ, οἶον ἐν τῷ λόγῳ (οὐ γὰρ ἐν ἑνὶ ἡ νόσος, ὥς φησιν ὁ Ἱππο‐ κράτης· ‘εἰ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν‘), | |
125 | ἀλλ’ ἐν τῇ διαμάχῃ τῶν μορίων τῆς ψυχῆς. αὕτη δὲ αἰσχιστοτάτη ὡς διπλῇ ἀγνοοῦσα καὶ ἐπονειδιστοτάτη, διότι ὀνειδίζομεν οὐ | |
τοὺς μὴ ἔχοντας, ἀλλὰ τοὺς ἔχοντας καὶ μὴ χρωμένους ἢ τοὺς κακῶς χρωμένους. οὕτως καὶ ἡ ἁπλῆ ἀμαθία ἐπονείδιστός ἐστι, διότι ὁ | 82 | |
5 | ἔχων ταύτην ἔχων τοὺς λόγους συνουσιωμένους οὐ χρῆται αὐτοῖς· ἐπονειδιστότατος δὲ ὁ καὶ ἔχων καὶ κακῶς τούτοις χρώμενος, ὡς ἐπὶ διπλῆς ἀμαθίας. ‘κακουργοτάτη‘ δέ ἐστι, διότι σπουδάζει παραλογίζεσθαι καὶ πείθειν περὶ ὧν οὐκ οἶδεν. καὶ ἐξέπεσεν ὁ ἔχων ταύτην καὶ ψυχῆς καὶ νοῦ καὶ θεοῦ. ὡς μὲν γὰρ διπλῇ ἀμαθαίνων, | |
10 | ψυχῆς, ἧς οἰκεία ἡ γνῶσίς ἐστιν· ὡς δὲ αἴσχιστος, νοῦ ἐξέπεσεν, ὡς μὴ δυνάμενος ἐπιστρέψαι πρὸς ἑαυτόν, ὃ ἴδιον νοῦ, καὶ ὅτι οἰκεῖον τὸ καλὸν τῷ νῷ· ἐξέπεσεν οὖν αὐτοῦ ὡς αἴσχιστος· ὡς δὲ κακουργο‐ τάτη καὶ ἐπονείδιστος ἐξέπεσε θεοῦ, ᾧ οἰκεία ἡ ἁπλότης, ἐξ οὗ ἐφήκει καὶ τὸ εὖ. τὸ γὰρ ‘εὖ‘ πρόσρημά ἐστιν ἁπλότητος, διὸ καὶ | |
15 | τοὺς ἁπλοῦς τοὺς τρόπους εὐήθεις φαμέν. ‘καὶ πῶς συμβουλεύσεις, ὦ Ἀλκιβιάδη, φιλότιμος θέλων εἶναι, ἐπονείδιστος ὤν; καὶ κάλ‐ λιστος θέλων εἶναι, αἴσχιστος ὤν; τὸ συμφέρον θέλων εἰδέναι καὶ συμβουλεύειν, κακουργότατος ὤν;‘ ἰστέον δὲ 〈ὅτι〉 ὡς ἐπονει‐ διστότατος ἐξέπεσεν θεοῦ καὶ ὡς μακαρίου· ‘μακάριοσ‘ γὰρ εἴρηται οὗ | |
20 | κῆρες οὐκ ἐφάπτονται, διὸ καὶ ἀντίκειται τῷ μακαρίῳ τὸ ἐπονείδιστον ἐν τῷ ‘ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχασ‘. ταῦτα ἔχει ἡ θεωρία. Ἔτι τοίνυν καὶ ὧδε σκέψαι: διὰ τοῦ ‘ἔτι‘ ἐδήλωσεν ὅτι τὸ αὐτὸ | |
126 | βούλεται κατασκευάσαι καὶ διὰ ἄλλου λόγου. πάλαι μὲν γὰρ διὰ τῶν καθ’ ἕκαστα τοῦτο κατεσκεύασεν, νῦν δὲ διὰ τῶν καθόλου προτάσεων. Ὅστις καλῶς, οὐκ εὖ πράττει; τὴν πρώτην πρότασίν φησιν, ὅτι ὁ τὰ καλὰ πράττων εὖ πράττει. οὐκ ἐπειδὴ δὲ ταὐτὸν εἶναί φησι δίκαιον | |
5 | καὶ συμφέρον διὰ μέσου τοῦ καλοῦ, ἤδη τὰ αὐτὰ ἄντικρυς βούλεται εἶναι (ἄλλη γὰρ φύσις τοῦ ἀγαθοῦ καὶ ἄλλη τοῦ καλοῦ· καὶ γὰρ καὶ ἄνωθεν ἐπαναβέβηκεν τὸ ἀγαθὸν τοῦ καλοῦ καὶ κάτωθεν διὰ τὴν ὕλην αἰσχρὰν οὖσαν, μετασχοῦσαν δὲ τοῦ ἀγαθοῦ), ἀλλ’ ὅτι ὡς ἐν ἀνθρώπῳ ἀντιστρέφουσιν· τῷ γὰρ ὑποκειμένῳ ἀντιστρέφουσιν. ὥσπερ γάρ φαμεν | |
10 | τὸν ἄνθρωπον μηδὲν διαφέρειν τοῦ γελαστικοῦ, οὐχ ὅτι τὸ αὐτό ἐστιν, | |
ἀλλ’ ὅτι οὐδὲν ἐκπέφευγεν τὸ ὑποκείμενον τοῦ ἀνθρώπου οὗ τὸ γελαστι‐ κὸν μὴ κατηγορῆται, οὕτως καὶ ταῦτα ὡς ἐν ἀνθρώπῳ ἀντιστρέφει. καὶ ὅτι τὸ ἐν ἀνθρώπῳ δίκαιον λαμβάνει καὶ ἀγαθόν, δῆλον, εἴγε καὶ ἀνωτέρω ἔλεγεν περὶ ἀνδρείας, ὅτι αὕτη ἀγαθόν· καὶ ἐνταῦθα δέ φησιν | 83 | |
15 | ὅτι οἱ τὰ καλὰ πράττοντες εὖ πράττουσιν καὶ διὰ τοῦτο εὐδαίμονες καὶ διὰ τοῦτο ἀγαθὰ πράττουσι, τὸ δὲ πράττειν ψυχῶν ἐστὶ καὶ τὸ εὐδαι‐ μονεῖν καὶ τὸ εὖ πράττειν· καὶ ὅτι ἐν τῇ λέξει φησὶν ‘ἔκ γε τούτου τοῦ λόγου ταὐτόν ἐστι καλὸν καὶ ἀγαθόν‘, ἀντὶ τοῦ ‘κατὰ τὸ ὑποκείμενον τὰ αὐτά ἐστι τῷ μηδὲν ἐκφεύγειν τὸ ὑποκείμενον‘. καὶ | |
20 | οὕτω μὲν ὁ φιλόσοφος Πρόκλος· ὁ δέ γε Δαμάσκιος καὶ ἄλλως αὐτὸ ἐξηγεῖται, ὅτι οὐδὲ εἰ κατὰ τὸ ὑποκείμενον ταὐτά ἐστι τὸ καλὸν καὶ τὸ δίκαιον καὶ συμφέρον, ἤδη καὶ κατὰ τὴν ἰδιότητα τὰ αὐτά ἐστιν, ἀλλὰ μείναντα ἀσύγχυτα κατὰ τὴν ἰδιότητα ἑαυτῶν ἀντιστρέφουσι, καὶ ᾗ ἀντιστρέφουσι λέγονται τὰ αὐτὰ εἶναι. ὥσπερ γὰρ αἱ ἀρεταὶ | |
25 | ἀσύγχυτον φυλάξασαι τὴν ἰδιότητα ἑαυτῶν ἀντιστρέφουσιν· οὐ γὰρ ἐπειδὴ ἀντιστρέφουσιν αἱ αὐταί εἰσιν, οὐδὲ ἐπειδὴ ἀντιστρέφει τὸ γελαστικὸν τῷ ἀνθρώπῳ τὸ αὐτό ἐστιν, ἀλλὰ ἀντιστρέψαν ἔμεινεν ἑκάτερον κατὰ τὴν οἰκείαν ἰδιότητα· οὕτως οὐδὲ τὸ ἀγαθὸν καὶ τὸ | |
127 | καλὸν ταὐτά ἐστιν, εἰ καὶ ἀντιστρέφει. διὸ καὶ ἡ λέξις φησὶν ‘πᾶν ὃ ἂν εἴη τοιοῦτον‘, ἀντὶ τοῦ ‘τὰ αὐτὰ ὄντα κατὰ τὸ ὑποκείμενον διαφέρει κατὰ τὴν ἰδιότητα‘. Οἱ δὲ εὖ πράττοντες οὐκ εὐδαίμονες; ἡ δευτέρα πρότασις· καὶ | |
5 | εἴρηνται αἱ ἀπορίαι αἱ πρὸς ταύτην καὶ αἱ λύσεις. Κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; συνέχεεν αὐτά, τὸ εὖ πράττειν καὶ καλῶς πράττειν· τοῦτο δὲ οὐ μάτην, ἀλλ’ ὅτι μέσον ἐστὶ τὸ εὖ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ καὶ ἐφήκει ἀπὸ τοῦ ἀγαθοῦ ἐπὶ τὸ καλὸν τὸ εὖ, καὶ δεσμός ἐστι. διὸ καὶ δέον ἐν τῷ συμπεράσματι εἰπεῖν | |
10 | ‘ὁ ἄρα καλῶς πράττων ἀγαθὰ πράττει‘, φησὶν ἀντὶ τούτου ‘τὸ εὖ ἄρα πράττειν ἀγαθόν ἐστιν‘ ὡς πάντα ταῦτα εἰδώς. Οὐκοῦν καλὸν ἡ εὐπραγία; ἰδοὺ ἐνταῦθα ἀντιστρέφει μίαν πρό‐ τασιν ἔννοιαν ἡμῖν διδοὺς καὶ τὰς ἄλλας ἀντιστρέφειν καὶ διὰ τοῦτο πᾶν συμφέρον 〈δίκαιον〉 εἶναι· τοῦτο γὰρ προέκειτο δεῖξαι. ἀντέστρεψε | |
15 | γὰρ εἰπὼν ‘ἡ εὐπραγία καλόν ἐστι‘. Ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν: οὐ μάτην τὸ ‘πάλιν‘, ἀλλ’ ὅτι δέδεικται τοῦτο ἤδη καὶ διὰ τῶν καθ’ ἕκαστα συλλογισμῶν, νῦν δὲ διὰ τῆς καθόλου προτάσεως. Ὅ τι οὖν ἂν εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου | |
20 | τοῦ λόγου: ἰδοὺ πῶς συμφώνως ἐξηγήσατο ὁ φιλόσοφος Πρόκλος. φησὶ γὰρ ὅτι ‘πᾶν ὃ ἂν εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν‘ ἀντὶ τοῦ ὅτι ‘ἀντιστρέφει διὰ τὸ ὑποκείμενον‘. οὐδὲ γὰρ ἐκφεύγει τι τοῦ ὑποκειμένου τῇ δικαιοσύνῃ ᾧ μὴ ὑπάρχῃ τὸ ἀγαθόν. χάρις γὰρ τῷ φιλοσόφῳ οὕτω | |
ταῦτα ἐξηγησαμένῳ. | 84 | |
25 | Τί δέ; τὰ ἀγαθὰ συμφέροντα; ἐντεῦθεν προστίθησι τὰς ἄλλας δύο προτάσεις· πρώτην μὲν τὴν κάτωθεν, ὅτι ‘τὰ ἀγαθὰ συμφέρει‘, ὕστερον δὲ τὴν ἄνωθεν, ὅτι ‘τὰ δίκαια ὡμολόγησας καλὰ εἶναι‘. καὶ διὰ τοῦτο | |
128 | πᾶν δίκαιον συμφέρον καὶ τὸ ἀνάπαλιν. Τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν: ὅτε ἐπήγαγεν τὸ συμπέρασμα, εἰκότως καὶ τοῦ ὀνόματος ἐμνήσθη τοῦ Ἀλκιβιάδου, ἵνα τὸ προσεκτικὸν αὐτοῦ διεγείρῃ καὶ δείξῃ ὅτι αὐτός ἐστιν ὁ ταῦτα | |
5 | δούς, καὶ οὐ Σωκράτης. Τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων: ‘τίς οὖν‘, φησίν, ‘ἀπεκρίθη ταῦτα καὶ δέδωκεν; ἆρα οὐ σὺ ὁ ἀποκρινόμενος;‘ διότι, ὡς εἴρηται πολλάκις, ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων καὶ οὐχ ὁ ἐρωτῶν. Εἰ οὖν τις ἀνίσταται συμβουλεύσων: εἰ μὲν ἦν ἄλλος συγγραφεὺς | |
10 | ὁ ταῦτα λέγων, καὶ οὐ Σωκράτης, πάντως ἂν φορτικὰ ῥήματα ἔλεγεν ἂν πρὸς τὸν Ἀλκιβιάδην μετὰ τὸν ἔλεγχον, ὅτι ‘καὶ πῶς ἐπαγγέλλῃ συμβουλεύειν περὶ ὧν οὐκ οἶδας;‘ ἀλλ’ ἐπεὶ Σωκράτης ἐστὶν ὁ λέγων, φησὶν πρὸς αὐτὸν ὅτι ‘ἆρα οὖν εἰ ἀνέστη τις συμβουλεύσων περὶ ὧν οὐκ οἶδεν, οὐκ ἂν σὺ παρεστὼς κατεγέλας ἂν αὐτοῦ;‘ καὶ κατέστησε | |
15 | τὸν γελώμενον γελῶντα ἄλλους. οὗτος γὰρ καρπὸς τῆς συνουσίας Σωκράτους, τὸ καταστῆσαι ἀντὶ γελῶντος γελώμενον. Τὸ δὲ ‘εἴτε Πεπαρηθίοισ‘, διότι ἡ Πεπάρηθος εὐτελὴς ἦν νῆσος· ἐν‐ δεικνύμενος ἐντεῦθεν ὅτι οὐδὲν ὀνήσει τὸ κλεινὸν ὄνομα τῆς Ἀττικῆς πρὸς τὸ ποιῆσαι ἐπιστήμονα τῶν δικαίων τὸν διπλῇ ἀμαθαίνοντα περὶ | |
20 | ταῦτα. ‘εἰδότος γὰρ περὶ ἕκαστον ἡ συμβουλή, ἀλλ’ οὐκ Ἀθηναίου‘· προσφορώτερον γὰρ οὕτω λέγειν ἐνταῦθα. Ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες: ἰδοὺ ἀπηλλάγη τῆς διπλῆς | |
129 | ἀμαθίας ὁ νέος καὶ ἐν τῷ μεταξὺ ἐγένετο· φησὶν γὰρ ὅτι ‘ποτὲ μὲν δοκεῖ μοι ἄλλα, ἄλλοτε δὲ ἄλλα‘. οὐκ ἄκαιρος δὲ ὁ ὅρκος, ἀλλὰ δηλοῖ ἐν ἀφασίᾳ αὐτὸν ὄντα· ἐπεὶ διὰ τί πάλαι οὐκ ὤμνυεν; διὸ καὶ ὁ Σωκρά‐ της ἐπεγκαλούμενος αὐτὸν ‘φίλον‘ ὀνομάζει, καὶ διότι ἕνα βαθμὸν | |
5 | ἀνῆλθεν· ἀπὸ γὰρ διπλῆς ἀγνοίας εἰς μέσην ἕξιν ἁπλῆς καὶ διπλῆς ἐνέπεσεν. Οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἔχεις ἢ τρεῖς: ἐντεῦ‐ θεν βούλεται δεῖξαι ὅτι διὰ τὴν ἄγνοιαν διαφωνεῖ ἑαυτῷ. καὶ κέχρηται πολλοῖς παραδείγμασιν οἰκείοις τῷ προκειμένῳ λέγων ὅτι ‘εἴ τις | |
10 | ἐρωτῴη σε εἰ δυνήσῃ ἀνελθεῖν εἰς τὸν οὐρανόν‘· οἰκεῖον δέ πως τοῦτο διὰ Περικλέα οἰκεῖον ὄντα αὐτῷ, ὃς Ὀλύμπιος ἐλέγετο. διὸ περὶ αὐτοῦ εἴρηται· | |
‘ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα‘, καὶ ταῦτα οὐκ ἐπ’ ἀγαθοῖς πράγμασι σεμνυνόμενος, ἀλλ’ ἐπὶ χρήμασιν, | 85 | |
15 | ὡς ἡ ἐλευθέρα ἡμᾶς κωμῳδία ἐδίδαξεν· ὃς διὰ τὸ μὴ ποιῆσαι λόγους τῶν ἀνηλωμένων χρημάτων εἰς τὴν Φειδίου Ἀθηνᾶν ἐκίνησε τὸν Πελοποννησιακὸν πόλεμον. ‘πάλιν εἴ τίς σε ἐρωτήσῃ περὶ κυβερνητικῆς, ἀπεκρίνω ἂν αὐτῷ; ἢ περὶ ὀψοποιΐας; καίτοι ἐνταῦθα οὐ διαφωνεῖς σαυτῷ, διότι οἶδας ὅτι ἀγνοεῖσ‘. οἰκεῖα δὲ καὶ ταῦτα τὰ παραδείγματα· | |
20 | τὸ μὲν πρῶτον διότι δηλοῖ ὅτι δεῖ ἐξῃρῆσθαι τὸν πολιτικὸν τῶν ἐπι‐ τροπευομένων· τὸ δὲ τοῦ κυβερνήτου διότι δεῖ, ὥσπερ ὁ κυβερνήτης προνοεῖται τῆς νεώς, πρόνοιαν ποιεῖσθαι τῶν ἐπιτροπευομένων, εἰ καὶ ἐξῃρημένος εἴη· τὸ δὲ τρίτον, τὸ τοῦ ὀψοποιοῦ, διότι δεῖ τὸν πολιτικὸν προσηνῆ εἶναι κατὰ τοὺς λόγους τοῖς συμβουλευομένοις. εἰ μὴ γὰρ | |
25 | πεισθῶσιν οἱ συμβουλευόμενοι ὅτι ἐπ’ ὠφελείᾳ συμβουλεύει ὁ συμ‐ | |
130 | βουλεύων, οὐκ ἄν ποτε πεισθεῖεν αὐτῷ. διὰ γὰρ τὸ προσηνὲς μόνον καὶ ὁ παρὰ τοῖς Ἕλλησι σύμβουλος ἤκουσε ‘τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή‘. ἐρωτᾷ 〈δὲ〉 οὐ τὸ ἐνδεχόμενον, ἀλλὰ τὸ ἀδύνατον. οὐ γὰρ ἠρώτησεν | |
5 | εἰ ‘δύο ἢ ἕνα ἔχεις;‘ ἐπειδὴ τοῦτο ἐνδεχόμενον ἦν καὶ ἠδύνατο ποτὲ μὲν τόδε ἀποκρίνασθαι, ποτὲ δὲ τόδε· ἀλλ’ εἰ τρεῖς ἔχοι ὀφθαλμούς, ἢ δύο ἢ τέσσαρας χεῖρας. Δέδοικα μὲν ἔγωγε ἤδη: φοβεῖται ὁ Ἀλκιβιάδης καὶ πρὸς τὰ οὕτω σαφῆ ἀποκρίνασθαι. τοῦτο δὲ ἐνδεικνυμένου ἐστὶν τὴν περιουσίαν τῆς | |
10 | διαλεκτικῆς δυνάμεως τοῦ Σωκράτους· ὡς γὰρ προπειραθεὶς ταύτης φοβεῖται ἀποκρίνασθαι. ‘ἴσασι γὰρ Ἀργείων οἱ πεπληγ‐ μένοι‘, τὸ δὴ λεγόμενον. Ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν: ἐντεῦθεν, ἐπειδὴ ὠφελήθη ὁ Ἀλκιβιάδης παχυμερῶς, καταδρομῇ κέχρηται ὁ Σωκράτης | |
15 | κατὰ τῆς διπλῆς ἀγνοίας καὶ λέγει πάντα ἐκεῖνα μικρὸν ὕστερον κατ’ αὐτῆς. Ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν | |
131 | ἄγνοιάν ἐστιν; καλῶς τὸ ‘διὰ ταύτην τὴν ἄγνοιαν‘, διότι τὰ ἐν λόγῳ ἁμαρτήματα διὰ τὴν ἄγνοιαν γίνεται· νῦν δὲ ἁμαρτήματα κατὰ γνῶσιν ἐξετάζομεν, ἔνθα λόγος ἐστὶ διπλῆς καὶ ἁπλῆς ἀγνοίας. ἔστι γὰρ καὶ ἄλλοθεν γίνεσθαι ἁμαρτήματα, οἶον διὰ βίαν· διττὰ γὰρ | |
5 | τὰ ἁμαρτήματα, ἢ διὰ ἄγνοιαν ἢ διὰ βίαν. ἐντεῦθεν δὲ δείκνυσιν ὅτι καὶ ἁμαρτημάτων αἰτία. οὐ γὰρ ἁμαρτάνουσιν οὔτε οἱ εἰδότες, διότι ἐπιτυγχάνουσιν, οὔτε οἱ ἁπλῇ ἀγνοοῦντες, διότι οὐκ ἐπιχειροῦσι ποιεῖν. | |
Καὶ ἡ ἐπονείδιστος ἀμαθία: τουτέστιν ὅτι καὶ ὡς ἐπονείδιστος τοῦ ἀγαθοῦ ἐξέπεσεν. ἀντίκειται γὰρ τῷ μακαρίῳ τὸ ἐπονείδιστον, τὸ δὲ | 86 | |
10 | μακάριον τοῖς θεοῖς πρέπει, παρ’ οἷς κῆρες οὔκ εἰσιν. Τί οὖν; ἔχεις μεῖζον εἰπεῖν δικαίων τε καὶ καλῶν: ‘μέγιστα‘ λέ‐ γει τὰ δίκαια καὶ ἀγαθὰ καὶ συμφέροντα, διότι πάντες ἐκ παίδων ὡς ἀπὸ κοινῆς ἐννοίας ἐπιχειροῦσι τούτοις χρῆσθαι καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τινὲς ἀφωρισμένως ἔχουσι ταύτας· οἶόν τινες τῶν | |
15 | ἀνθρώπων καὶ οὐ πάντες χρῶνται γραμματικῇ ἢ φιλοσοφίᾳ, ἀλλὰ πάντες ἐπιχειροῦσι καὶ προτρέπειν καὶ ἀποτρέπειν καὶ ἐπαινεῖν καὶ ψέγειν καὶ κατηγορεῖν καὶ ἀπολογεῖσθαι, καὶ ἁπλῶς τοῖς τρισὶν εἴδεσι τῆς ῥητορικῆς χρῆσθαι. καὶ οὐδὲν διαφέρουσιν, εἰ μὴ τῷ εὐμεθόδῳ καὶ ἀμεθόδῳ, οἱ ῥήτορες τῶν ἄλλων ἀνθρώπων· ταὐτὸν δὲ εἰπεῖν τεχνικῷ | |
20 | τε καὶ ἀτέχνῳ. διὸ ‘μέγιστα‘ αὐτά φησι διήκοντα διὰ πάντων. τοῦτο οὖν μόνης ἐστὶ τῆς ῥητορικῆς, ὥσπερ ἑλληνίζειν πάντων Ἑλλήνων ἐστίν, τὸ δὲ κατὰ τέχνην ποιεῖν ἑλληνίζειν μόνης γραμματικῆς. | |
23t | Πρᾶξις σὺν θεῷ ιεʹ | |
24 | Βαβαί, ὦ Ἀλκιβιάδη, οἶον πάθος πέπονθας. | |
132 | Δύο ὄντων μορίων τῆς ψυχῆς, τοῦ μὲν γνωστικοῦ, τοῦ δὲ ζωτικοῦ, καὶ τοῦ μὲν γνωστικοῦ δι’ ἐλέγχου καθαιρομένου, τοῦ δὲ ζωτικοῦ δι’ ἐπιπλήξεως, τὸ μὲν γνωστικὸν τοῦ Ἀλκιβιάδου καθάρας ὁ Σωκράτης διὰ τοῦ δεῖξαι αὐτὸν διπλῇ ἀμαθαίνοντα, τὸ δὲ ζωτικὸν διὰ τοῦ | |
5 | ἐκτραγῳδῆσαι πόσα καὶ ποῖα κακὰ ἕπεται τῇ διπλῇ ἀμαθίᾳ (εἶπεν γὰρ αὐτὴν ἁμαρτημάτων αἰτίαν, αἰσχίστην, ἐπονειδιστοτά‐ την, κακουργοτάτην), ἐντεῦθεν μετὰ τὰ κοινὰ ὑπάρχοντα τῇ διπλῇ ἀμαθίᾳ λέγει καὶ τὰ ἴδια ἑπόμενα τῷ Ἀλκιβιάδῃ λέγων ‘βαβαί, ὦ Ἀλκιβιάδη‘. τοῦτο δὲ σχετλιάζοντός ἐστι καὶ ἀπο‐ | |
10 | δυρομένου τὸν Ἀλκιβιάδην ὡς ἀπολόμενον καὶ ὡς περὶ ἀποιχομένου τὸν λόγον ποιουμένου. τοῦτο δὲ Πυθαγόρειόν ἐστιν· ἐκεῖνοι γὰρ τοὺς ἀνεπιτηδείους ἐξέβαλλον ἐκ τοῦ ὁμακοΐου σὺν τοῖς οἰκείοις χρήμασι καὶ κενοτάφιον αὐτῶν ποιοῦντες ἀπωδύροντο αὐτοὺς καὶ ὡς περὶ | |
ἀποιχομένου διελέγοντο. | 87 | |
15 | Καὶ τὸ ‘οἶον‘ δὲ ‘πάθος πέπονθασ‘ ὅμοιον τῷ τῆς τραγῳδίας ‘οὐκ ἔστιν οὐδὲν δεινὸν οὐδὲ εἰπεῖν ἔποσ‘. | |
133 | ‘Ὃ ἐγὼ μὲν ὀνομάζειν ὀκνῶ‘· ὃ οἰκεῖον τῇ ἀποσιωπήσει, ἐξαίρει τὸν ἔλεγχον, τουτέστιν ‘ἀνέκπυστον καὶ ἐξαίσιόν ἐστι καὶ ἄφραστον τοῦτο‘. καλῶς δὲ καὶ τὸ ‘ὀνομάζειν ὀκνῶ‘, διότι ὡς πρὸς τῇ ὕλῃ ὂν ἄφραστόν ἐστι τοῦτο καὶ ἄρρητον, ὥσπερ ἡ ὕλη ἄρρητός ἐστι καὶ | |
5 | ἀνείδεος. εἰ δὲ καὶ τὸ πρῶτον αἴτιον ἄρρητόν ἐστιν, ἀλλ’ ὡς ὑπὲρ εἶδος ὄν· ἡ δὲ ὕλη ὡς χείρων παντὸς εἴδους ἄρρητός ἐστιν. ‘Ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον‘· πολέμιον γὰρ φιλοτίμῳ ἤθει ἡ ἐπὶ πολλῶν ἔγκλησις. διὸ καί τις Πυθαγόρειος ἐγκαλούμενος ὑπὸ τοῦ διδασκάλου παρὰ πολλοῖς μὴ φέρων τὴν αἰσχύνην ἐξήγαγεν | |
134 | ἑαυτόν. καὶ παρὰ τοῖς φιλοσόφοις δὲ ἔθος ἦν ἰδίᾳ ἐγκαλεῖν, ἀλλ’ οὐ πρὸς τοὺς πολλούς. ‘Ἀμαθίᾳ συνοικεῖς τῇ ἐσχάτῃ, ὦ βέλτιστε‘· καλῶς τὸ ‘συνοι‐ κεῖσ‘, εἴγε διὰ τοῦτο χείρων ἡ στάσις τοῦ πολέμου, διότι ὁ μὲν ὑπὸ | |
5 | τῶν ἔξωθεν γίνεται καὶ πόρρω ὄντων, ἡ δὲ ὑπὸ τῶν ἔνδον καὶ πλησίον ὄντων· περὶ ἧς εἴρηται ‘ἀφρήτωρ, ἀθέμιστοσ‘ καὶ τὰ ἑξῆς· πολλῷ μᾶλλον χεῖρον τῆς στάσεως τὸ σύνοικον εἶναι τῷ πολέμῳ, ὅσῳ καὶ πλησιαίτερον. οὐχ ἁπλῶς δέ φησιν ‘ἀμαθίᾳ συνοικεῖσ‘, ἀλλὰ ‘τῇ ἐσχάτῃ‘. | |
10 | ‘Ὡς ὁ λόγος σου καταμαρτυρεῖ καὶ σὺ σαυτοῦ‘· καὶ ἰσχυροὺς μάρτυρας ἔχεις τούτου, ὅ τε γὰρ λόγος καταμαρτυρεῖ σου (δέδεικται γὰρ ὅτι ἐρωτήσεως καὶ ἀποκρίσεως οὔσης ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν), ἀλλὰ δὴ καὶ ἀνυπόστατον ἔχεις μάρτυρα σαυτόν. | |
15 | ‘Διὸ καὶ ᾄττεις ἄρα ἐπὶ τὰ πολιτικά‘· τουτέστιν ὅτι ‘τὰ δόγματα ζωὴν γεννᾷ ἐν σοί· ἐπειδὴ γὰρ διπλῆ ἀμαθαίνεις καὶ οἴει εἰδέναι τὰ δίκαια πρὶν μαθεῖν, ὁρμᾷς ἐπὶ τὰ πολιτικὰ πράγματα‘. ‘Πέπονθας δὲ τοῦτο οὐ μόνος, ἀλλὰ καὶ οἱ πολλοί‘· καὶ Ἀλκιβιάδῃ | |
135 | μὲν παραψυχή, μετὰ τῶν πολλῶν εἶναι κακῷ· Σωκράτει δὲ οὐ τοῦτο ἦν παραψυχή, πάντας γὰρ ἠβούλετο εἶναι ἀγαθούς, εἴγε κηδεμὼν ἦν τῆς ἀνθρωπότητος. ‘Πλὴν ὀλίγων καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέουσ‘. καὶ ζητοῦ‐ | |
5 | μεν πῶς ἐνταῦθα ἐπαινεῖ τὸν Περικλέα λέγων αὐτὸν σοφόν, μετὰ μικρὸν δὲ κατατρέχει αὐτοῦ λέγων αὐτὸν μὴ εἶναι πολιτικόν, ὥσπερ καὶ ἐν τῷ Γοργίᾳ δείκνυσιν αὐτὸν μὴ ὄντα πολιτικόν, διὸ καὶ τὸν Ἀριστείδην πρὸς ἀντιλογίαν ἐκίνησεν διὰ τὰ ἐν Γοργίᾳ λεγόμενα. ὁ μὲν οὖν φιλόσοφος Πρόκλος φησίν· ἐλέγχει αὐτὸν ὡς μὴ ὄντα ἐπιστή‐ | 88 |
10 | μονα, ἀποδέχεται δὲ αὐτὸν ὡς ὄντα ὀρθοδοξαστικόν. ὁ δέ γε φιλόσοφος Δαμάσκιος οὐκ ἀποδέχεται τοῦτο, οὐδὲ γὰρ διαφέρει ὁ ὀρθοδοξαστικὸς τοῦ ἐπιστήμονος εἰ μὴ τῷ εἰδέναι τὴν αἰτίαν, ὥσπερ οὐδὲ ὁ λογικὸς ἰατρὸς τοῦ ἐμπειρικοῦ διαφέρει, ἐν τῇ πράξει γὰρ τὰ αὐτὰ ποιοῦσιν· εἰ οὖν ἦν ὀρθοδοξαστικός, οὐκ ἂν ἡμάρτανεν. λύει οὖν αὐτὸς τοῦτο ὅτι | |
15 | ἀποδέχεται αὐτὸν ὡς στρατηγόν, διότι τέλος ἐστὶ τούτου τὸ νικᾶν, οὐ μὴν ὡς πολιτικόν, διότι οὐκ ἐποίησε τοὺς ἑαυτοῦ πολίτας καλοὺς καὶ ἀγαθούς. εἶτα λαβὼν ὀλίγην ἀνάπαυσιν ὁ Ἀλκιβιάδης ὡς οἰκείου αὐτῷ ἐπαινεθέντος, ἵνα μὴ πάλιν ἃ ἠρώτησεν αὐτὸν ἐρωτήσῃ καὶ ἐπὶ τοῦ Περικλέους, ὅτι ‘πόθεν γέγονεν σοφός, μαθὼν ἢ εὑρών;‘ προλαμβάνει | |
20 | καὶ ἀπαριθμεῖται τοὺς διδασκάλους αὐτοῦ. ἐν μὲν γὰρ φιλοσοφίᾳ | |
136 | γέγονεν μαθητὴς Ἀναξαγόρου, ἐν δὲ μουσικῇ Πυθοκλέους. εἶτα ἐξαίρων τοὺς αὐτοῦ διδασκάλους φησὶν ‘καὶ νῦν ὑπάρχων ἐπὶ γή‐ ραος οὐδῷ φοιτᾷ παρὰ Δάμωνι τῷ μουσικῷ‘. ὁ δέ φησιν· ‘ἀλλ’ οὐδὲ οὗτός ἐστι πολιτικός, διότι οὐ δύναται ποιεῖν καλοὺς καὶ ἀγαθοὺς τοὺς | |
5 | πολίτασ‘. καὶ καλῶς οὐκ εἶπεν ‘ποιεῖ‘, διότι οὐκ ἔστιν χαρακτηρίσαι ἐκ τούτου τὸν σοφόν. τί γὰρ εἰ μὴ περὶ τὰ δεύτερα ἀσχολοῖτο, ἀλλὰ ἢ καθάρσει σχολάζοι ἢ θεωρία, ὅτε χωρίζει ἑαυτὸν ἐκ τῶν πολλῶν· τί δὲ εἰ πολιτικῶς ζῶν ἀνεπιτηδείους σχοίη τοὺς ὁμιλοῦντας αὐτῷ; ἀλλ’ εἶπεν ὅτι ‘εἰ ἦν σοφός, δυνατὸς ἦν ποιῆσαι ἄλλον σοφόν· καίτοι οὔτε | |
10 | σὲ οὔτε τὸν ἀδελφόν σου Κλεινίαν οὔτε τοὺς οἰκείους υἱεῖς σοφοὺς ἐποίησεν‘. οὓς ἔσχεν ἀπὸ Ἀσπασίας τῆς Μιλησίας, ἥτις καὶ διδάσκαλος αὐτοῦ ἐγένετο. ἦν γὰρ ὁ Περικλῆς γυναικοδίδακτος, ὥσπερ Ἀρίστιππος μητροδίδακτος. εἰ δὲ λέγοις ὅτι ‘ἀλλὰ πολιτικὸς ἦν διὰ τοὺς φόρους οὓς ἔταξεν‘, ἀλλ’ οὐδὲ οὕτω σοφὸς ἦν. διότι φλεγμαινούση πόλει δυνά‐ | |
15 | μεις περιεποιεῖτο, δυνάμενος μεταβάλλειν τὴν οἰκείαν πολιτείαν ἀπὸ | |
137 | δημοκρατίας εἰς ἀριστοκρατίαν (ἦν γὰρ ἡ κατ’ αὐτὸν πολιτεία, ὡς ὁ συγγραφεύς φησιν, ‘λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ἑνὸς ἀνδρὸς δυναστεία‘. καλῶς δὲ εἰς ἀριστοκρατίαν εἶπεν ὁ Πλάτων, ἀλλ’ οὐκ εἰς βασιλείαν, διότι ὑπόπτως ἔχει ὁ Πλάτων πρὸς τὴν βασι‐ | |
5 | λείαν διὰ τὸν θάνατον τοῦ γινομένου βασιλέως. διὰ οὖν τὸ σφαλερὸν | |
πλείοσι κατεπίστευσε τὴν ἑαυτοῦ πολιτείαν), καίτοι φυσικοῦ νόμου κελεύοντος ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἂν θρέ‐ ψῃς μᾶλλον βλάψεισ‘. ἐν οἷς πληροῦται σὺν θεῷ τὸ πρῶτον τμῆμα τοῦ διαλόγου, ἐν ᾧ καὶ κατὰ τὸ γνωστικὸν καὶ κατὰ τὸ ζωτικὸν | 89 | |
10 | ἤλεγξε τὸν Ἀλκιβιάδην. ταῦτα ἔχει ἡ θεωρία. Διὸ καὶ οἱ πολλοὶ τῶν πραττόντων: διὰ ταῦτα ὁ Σωκράτης κατε‐ δικάσθη κωνείου, διότι τοὺς πολλοὺς διέβαλλεν ὡς μὴ εἰδότας τὸ δίκαιον καὶ ἐπιχειροῦντας αὐτοῖς. Λέγεται γάρ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέ‐ | |
15 | ναι: ἰδοὺ πῶς ἀνανήψας ὁ νέος δείκνυσι τὸν Περικλέα διδασκάλους ἐσχηκότα, ἵνα μὴ καὶ ἐπὶ αὐτοῦ οἱ αὐτοὶ λόγοι ἁρμόσωσιν οἶοι καὶ ἐπὶ Ἀλκιβιάδου γεγόνασι. διὸ καί φησιν ‘οὐκ ἀπὸ ταὐτομάτου ἐγένετο σοφός, ἀλλ’ ἀπὸ διδασκάλων‘. καὶ ἰδοὺ πῶς εὐφυῶς ἀπαντᾷ πρὸς τὰς ἐρωτήσεις ὁ Ἀλκιβιάδης. | |
20 | Καὶ Πυθοκλεῖ δὴ καὶ Ἀναξαγόρᾳ: παρὰ μὲν Ἀναξαγόρου ὠφελήθη | |
138 | τὸ ἄρχειν, πρῶτος γὰρ οὗτος τὸν νοῦν εἰσήγαγε τοῖς πράγμασιν, ἐξῃρημένως ἄρχοντα τῶν μετ’ αὐτόν, μὴ ἐγκατατεταγμένον αὐτοῖς ὄντα· οὕτως οὖν καὶ ὁ Περικλῆς ἐν δημοκρατίᾳ ἀσύγκριτος ἦν πρὸς τοὺς πολλοὺς καὶ ἦρχεν αὐτῶν, οἶον νοῦς αὐτῶν γενόμενος. Πυθοκλέους | |
5 | δὲ μέμνηται οὐχ ἁπλῶς ὡς μουσικοῦ, ἀλλ’ ὡς ἁρμόζοντος διὰ τῶν προσηκόντων μελῶν τοὺς πολίτας. ὥσπερ γάρ εἰσι σωφρονικὰ μέλη (διὸ καὶ ὁ Αἴγισθος οὐκ ἄλλως ἠδυνήθη τὴν Κλυταιμνήστραν διαφθεῖ‐ ραι εἰ μὴ πρότερον τὸν ᾠδὸν ἀπέκτεινεν ἐν τῇ ἐρήμῃ νήσῳ, ὃν ὁ Ἀγαμέμνων φύλακα καταλέλοιπεν, ὡς ὁ ποιητής φησιν), οὕτως εἰσὶ | |
10 | καὶ ἁρμόζοντα τοὺς πολίτας μέλη, ἃ ὠφελήθη ὁ Περικλῆς παρὰ Δάμωνος, δι’ ὧν ἥρμοζε τὴν πόλιν. Καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι: ‘τηλικοῦτοσ‘, ἀντὶ τοῦ ‘ἐπὶ γήραος οὐδῷ‘, παρὰ τῷ Δάμωνι ἐφοίτησεν. τούτου δὲ μέμνηται πάλιν ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ὡς παρ’ αὐτοῦ ὠφεληθεὶς | |
15 | μουσικήν. Τί οὖν; ἤδη τινὰ εἶδες σοφόν: ἐντεῦθεν κατατρέχει τοῦ Περικλέους καὶ δείκνυσιν αὐτὸν μὴ ὄντα σοφὸν ἐκ τοῦ μὴ ποιῆσαι ἄλλους σοφούς. τρία γάρ εἰσι χαρακτηριστικὰ σοφῶν, τὸ μὲν ἀπὸ τῶν προηγησαμένων, τὸ δὲ ἀπὸ τῶν συνόντων, τὸ δὲ ἀπὸ τῶν μεθυπαρξάντων. ἀπὸ μὲν τῶν | |
20 | προηγησαμένων, εἰ ἔχοι εἰπεῖν διδασκάλους· ἀπὸ δὲ τῶν συνόντων, εἰ συμφωνῇ καὶ ἑαυτῷ καὶ τοῖς σοφοῖς· ἀπὸ δὲ τῶν μεθυπαρξάντων, εἰ ἔχοι εἰπεῖν εἰ ἄλλους τοιούτους ἐποίησεν. καὶ ἑκάστου τούτων μέμνηται | 90 |
139 | ὁ Πλάτων ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τοῦ διαλόγου· τοῦ μὲν πρώτου ὅτε ἐζήτει εἰπεῖν διδασκάλους τῶν δικαίων, τοῦ δὲ δευτέρου ὅτε ἔλεγεν ‘οὐκ ἴσασιν οἱ πολλοὶ τὸ δίκαιον, διότι μὴ συμφωνοῦσιν‘· τοῦ δὲ τρίτου ἐνταῦθα, εἰ ἔχοι Περικλῆς εἰπεῖν ἄλλους τοιούτους ἑαυτὸν ποιήσαντα. | |
5 | Καλὸν γὰρ δήπου τοῦτο τεκμήριον: κρήγυον γὰρ τοῦτο τεκμήριον σοφοῦ, τὸ δύνασθαι ποιῆσαι καὶ ἄλλους σοφούς. Τί δέ; ἔχεις εἰπεῖν ἂν Περικλῆς τινὰ ἐποίησεν σοφόν; ‘τί οὖν;‘ φησὶν ὁ Σωκράτης, ‘τοὺς υἱεῖς αὐτοῦ ἐποίησε σοφούς;‘ ὁ δέ φησιν ‘τί δέ, εἰ ἠλίθιοι ἐγένοντο καὶ ἀνεπιτήδειοι πρὸς τὸ μανθάνειν;‘ ὁ δὲ | |
10 | ἐρωτᾷ ‘τί οὖν; Κλεινίαν τὸν ἀδελφόν σου ἐποίησεν;‘ ὁ δὲ κατηγορεῖ αὐτοῦ μανίαν λέγων ‘τί δέ, εἰ μὴ δυνατὸς ἦν;‘ ‘τί δὲ σέ;‘ ὁ δέ φησιν ‘διὰ τὴν ἐμὴν ῥᾳθυμίαν‘. τρία γὰρ αἴτια ταῦτα τοῦ μὴ γίνεσθαι σοφόν, ἠλιθιότης, μανία, ῥᾳθυμία. ὅμοιον δέ ἐστι τούτῳ καὶ τὸ ποιητικόν· ‘νήπιος εἶς, ὦ ξεῖνε, τόσον χρόνον, ἠὲ χαλίφρων;‘ | |
15 | διὰ γὰρ τοῦ πρώτου ἄνοιαν ἐδήλωσεν, διὰ δὲ τοῦ ‘ἠὲ χαλίφρων‘ τὴν μανίαν, διὰ δὲ τοῦ ‘ἢ ἑκὼν μεθίης καὶ τέρπεαι ἄλγεα πάσχων;‘ τὴν ῥᾳθυμίαν. τὸ δὲ ‘καὶ τέρπεαι ἄλγεα πάσχων‘ ἐκφράζων ὁ Εὐριπίδης φησὶν | |
20 | ‘μακρή τε λέσχη καὶ σχολὴ τερπνὸν κακόν‘. Ἀλλὰ τῶν ἄλλων Ἀθηναίων ἢ τῶν ξένων: ἐρωτᾷ αὐτόν· ‘τί οὖν; ἄλλον τινὰ ἐποίησεν σοφόν;‘ εἰ γὰρ εἴποις ὅτι ‘ἀλλὰ πάντες ἀνεπιτή‐ | |
140 | δειοι ἦσαν‘, ἀλλὰ τοῦτο Τίμωνός ἐστι τοῦ μισανθρώπου, τὸ τὴν ἐπι‐ τηδειότητα ἐξορίζειν ἀπὸ πάντων τῶν ἀνθρώπων. Καὶ Καλλίαν τὸν Καλλιάδου: Καλλίαν φησίν, οὐ τὸν ἐν τῇ κωμῳ‐ δίᾳ, οὗτος γὰρ ἦν Ἱππονίκου υἱός· τοῦτον δὲ Καλλιάδου φησίν. | |
5 | Ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος: ‘ἐλλόγιμον‘ τὸν λόγου ἄξιόν φησιν, ἀλλ’ οὐχ ὃν νῦν φαμέν, τὸν λόγους εἰδότα, εἶπεν γὰρ περὶ ἐκείνου ‘σοφόσ‘. ἀλλὰ διὰ τί, εἰ φιλόσοφος ὁ Ζήνων, μισθὸν ἐπράττετο; ἤ φαμεν ὅτι ἵνα συνεθίσῃ τοὺς μαθητὰς καταφρονεῖν χρημάτων· ἢ ἵνα τοῖς δεομένοις ἐπαρκῇ παρὰ τῶν εὐπόρων λαμβάνων· | |
10 | ἢ ἵνα ἀντανίσωσιν ποιήσηται τῆς περιουσίας καὶ ἰσότητα φυλάξῃ τοῖς ἧττον ἔχουσι παρέχων. προσεποιεῖτο γὰρ λαμβάνειν μὴ λαμβάνων· | |
τοιοῦτος γὰρ ἦν ὁ Ζήνων, προσποιεῖσθαι ἱκανός, ὃς καὶ διὰ τοῦτο ‘ἀμφοτερόγλωσσοσ‘ ἤκουεν, οὐχ ὅτι ἑκατέρῳ τῶν ἀντικειμένων συνηγόρει, ἀλλ’ ὅτι προσεποιεῖτο. διὸ καί τινος τυράννου ἐρομένου | 91 | |
15 | αὐτὸν τοὺς σὺν αὐτῷ ἐπιβουλεύσαντας τῇ τυραννίδι τοὺς δορυφόρους αὐτοῦ ὑπέδειξεν, ὁ δὲ ἀνελὼν ἐκείνους ἑτοίμως ἀνῃρέθη. καὶ ἔχεις ἐκ τούτου ὅτι πρῶτος Πλάτων ἐπετήδευσεν ἀμισθίαν, εἴγε σύγχρονος γέγονεν Ζήνωνι εἰσπραττομένῳ μισθούς. ἀλλὰ διὰ τί μόνη ἡ φιλοσοφία οὐκ εἰσπράττεται μισθούς, τῶν ἄλλων τεχνῶν τοῦτο ποιουσῶν; ἢ ἐπειδὴ | |
20 | οἱ μὲν ἄλλοι τεχνῖται οὐκ ἐπαγγέλλονται ἀγαθοὺς ποιῆσαι τοὺς προσ‐ ιόντας ἀλλὰ μόνον τεχνίτας, οἶον οἱ ἰατροὶ ἰατροὺς καὶ ὁ τέκτων τέκτονας· ὁ δὲ φιλόσοφος ἀγαθοὺς ἐπαγγέλλεται ποιεῖν καὶ ταύτῃ | |
141 | ἐλπίζει μὴ ἀγνωμονηθήσεσθαι ὑπ’ αὐτῶν. ἴσως δὲ ὁ Πλάτων ὡς εὐπορῶν ἀμισθίαν ἐπετήδευσεν· διὸ καὶ μέχρι τοῦ παρόντος σῴζονται τὰ διαδοχικά, καὶ ταῦτα πολλῶν δημεύσεων γινομένων. | |
4t | Τέλος σὺν θεῷ τοῦ αʹ τμήματος. | |
142(1t) | ΑΡΧΗ ΤΟΥ Βʹ ΤΜΗΜΑΤΟΣ | |
2t | Πρᾶξις σὺν θεῷ ιϛʹ | |
3 | Εἶεν· τί οὖν διανοῇ περὶ σεαυτοῦ; πότερον ἐᾶν. Ἐλέγξας ὁ Σωκράτης τὸν Ἀλκιβιάδην ἐν τῷ πρώτῳ τμήματι, καὶ | |
5 | κατὰ τὸ γνωστικὸν δείξας αὐτὸν διπλῇ ἀμαθαίνοντα καὶ κατὰ τὸ ζωτικὸν ἐκτραγῳδήσας τὰ ἑπόμενα τῇ διπλῇ ἀμαθίᾳ κακά, καὶ εἰπὼν αὐτὴν αἰσχίστην, κακουργοτάτην, ἐπονειδιστοτάτην, πλάνης αἰτίαν, ἁμαρτημάτων αἰτίαν, καὶ διὰ τοῦτο ἐπιγραφομένῳ ἐλεγκτικῷ, καὶ καταβαλὼν αὐτὸν διὰ τούτων, ἐν τῷ δευτέρῳ τμήματι | |
10 | καταβληθέντα αὐτὸν ἀνεγείρει καὶ ἀνυψοῖ λέγων αὐτῷ· ‘εὔελπις ἔσο, ὦ Ἀλκιβιάδη· ἔχεις γάρ τι ἐν σοὶ ἐπιτήδειον πρὸς πολιτικὴν ἐπιστήμην καὶ πρὸς τὸ διοικεῖν τὰ τῆς πόλεως πράγματα, τὸ ἡγεμονικόν· διὸ δεῖ σε πολλὴν πρόνοιαν σαυτοῦ ποιήσασθαι διὰ τῆς ἐπιμελείασ‘. ἀνεγείρει δὲ αὐτὸν ἐν τούτῳ τῷ τμήματι, προτρεπτικῷ ὄντι, ἵνα ἐν τῷ τελευταίῳ | |
15 | μαιευόμενος αὐτὸν παρασκευάσει αὐτὸν εἰπεῖν, τίς ὁ πολιτικὸς ἄν‐ θρωπος, ὅτι ψυχὴ λογικὴ ὡς ὀργάνῳ χρωμένη τῷ σώματι· διότι οὗτός ἐστιν ὁ ὁρισμὸς τοῦ πολιτικοῦ, ὁ γὰρ καθαρτικὸς καὶ ὁ θεωρητικὸς | |
143 | οὐδὲ ὀργάνῳ χρῶνται τῷ σώματι, εἴγε ἐμποδὼν αὐτοῖς γίνεται. Ὁ δὲ ὡς ῥᾴθυμος καὶ φιλότιμός φησιν μὴ δεῖν πράγματα ἔχειν ἐπι‐ | |
μελόμενον ἑαυτοῦ, οὐδὲ γὰρ πρὸς ἄνδρας στρατηγοὺς καὶ ἀντα‐ γωνιστὰς ἀξιολόγους ἔχει· ‘εἰ μὲν γὰρ πρὸς μείζονας εἶχον, ἴσως ἂν | 92 | |
5 | ἐφρόντιζον τοῦ περιεῖναι αὐτῶν, ἀλλ’ ἐπειδὴ πρὸς ὑποδεεστέρους ἔχω, οὐ δέος ἐστὶν μὴ περιέσονταί μου· δύναμαι γὰρ τῇ οἰκείᾳ φύσει περι‐ γενέσθαι αὐτῶν‘· ἄμφω διὰ τούτων πραγματευόμενος, τὸ μήτε πράγ‐ ματα θέλειν ἔχειν ἐπιμελόμενον ἑαυτοῦ μήτε μὴν διὰ τοῦτο ἀδύνατον εἶναι δόξαι διοικεῖν τὰ τῆς πόλεως πράγματα. ὁ δὲ Σωκράτης ἀπο‐ | |
10 | δύρεται αὐτόν, διότι πρῶτον μὲν τοὺς συναγωνιστὰς ἀνταγωνιστὰς οἴεται εἶναι. τοὺς γὰρ Ἀθήνησι στρατηγοὺς συναγωνιστὰς ὄντας ἀνταγωνιστὰς οἴεται εἶναι, ὡς εἴ τις κυβερνήτης ὢν νεὼς οἴοιτο τοὺς ναύτας ἀνταγωνιστὰς εἶναι, ἀλλ’ οὐ συναγωνιστάς, καὶ οὐ σὺν τούτοις πρὸς ἄλλους ἀνταγωνιστὰς ἔχειν, πρὸς τὴν τύχην τῆς φορᾶς τῶν | |
15 | ἀνέμων καὶ τῶν πνευμάτων. ὥσπερ γὰρ αἱρούμεθα ὑγιαίνειν καὶ πλουτεῖν, εἰ καὶ μηδεὶς εἰδείη, οὕτω δεῖ ἡμᾶς ἐπιμελεῖσθαι ἑαυτῶν, κἂν μὴ ἔχοιμεν πρὸς οὓς ἀγωνισώμεθα. οὐ γὰρ πρὸς ἑτέρους ἐστὶν ἡ ἀρετὴ ἡμῶν, ἀλλὰ πρὸς ἑαυτούς, καὶ καθ’ ἑαυτήν, ἀλλ’ οὐ πρός τι ἡ ἀρετή. καὶ διὰ τοῦτο οὐ δεῖ πρὸς ἄλλους ἀφορᾶν· καὶ ὅτι εἰ δεῖ πρὸς | |
20 | ἄλλους ἀφορᾶν, οὐ δεῖ πρὸς τοὺς πολλούς, ἀλλὰ πρὸς τοὺς ὀλίγους, καὶ τούτους οὐ φαύλους, ἀλλὰ σπουδαίους. ἐλέγχει δὲ αὐτὸν καὶ κατὰ ἀντιπαράστασιν λέγων ὅτι ‘εἰ καὶ μὴ πολίτας ἔχεις ἀνταγωνιστάς, ἀλλὰ συναγωνιστάς, ἀλλὰ ξένους ἔχεις ἀξίους λόγου, τὸν γὰρ Περσῶν | |
144 | βασιλέα μέγαν καὶ τοὺς Λακεδαιμονίων βασιλεῖς, πρὸς οὓς εἴωθεν ἡ τῶν Ἀθηναίων πόλις διὰ παντὸς ἀγωνίζεσθαι, ὡς δηλοῦσι τὰ Περσικὰ καὶ τὰ Πελοποννησιακά· πάτριον δέ ἐστιν Ἀθηναίοις σοφίᾳ νικᾶν‘. Ὁ δὲ οὐδὲ οὕτως ἀφίσταται τῆς ῥᾳθυμίας καὶ τοῦ φιλοτίμου ἤθους, | |
5 | ἀλλά φησιν ὅτι οὐδὲ οὗτοι ἄξιοι λόγου εἰσίν. διὸ τοῦ Σωκράτους διὰ τὸ ἐξογκῶσαι τοὺς πολεμίους καλέσαντος ποῦ μὲν ‘βασιλέα μέ‐ γαν‘, ποῦ δὲ ‘βασιλεῖς Λακεδαιμονίων‘, αὐτὸς ‘τοὺς Λακεδαιμονίων‘ φησὶ ‘στρατηγούσ‘, ἀντὶ δὲ ‘μεγάλου βασιλέωσ‘ ‘βασιλέα‘ ἁπλῶς. ὁ δὲ Σωκράτης βουλόμενος αὐτὸν | |
10 | ἀπαλλάξαι τῆς τοιαύτης φιλονεικίας καὶ τοῦ ῥᾳθύμου ἤθους ἐλέγχει κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· κατὰ μὲν ἔνστασιν λέγων ὅτι ‘μέ‐ γιστοί εἰσιν οἱ πολέμιοι πρὸς οὓς εἴωθεν ἡ πόλις ἀνταγωνίζεσθαι‘, κατὰ δὲ ἀντιπαράστασιν ὅτι ‘εἰ καὶ δοίημεν αὐτοὺς μηδενὸς λόγου ἀξίους, ἀλλ’ οὖν δεῖ ἡμᾶς ὑποθέσθαι αὐτοὺς ἀξίους λόγου, ἵνα οὕτως ἀρετῆς | |
15 | ἀντιποιησώμεθα‘. καὶ Ἀριστοτέλης μὲν ἐν τῷ Προτρεπτικῷ ἔλεγεν ὅτι ‘εἴτε φιλοσοφητέον, φιλοσοφητέον· εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον· πάντως δὲ φιλοσοφητέον‘. Πλάτων δέ φησιν ‘εἴτε ἄξιοι λόγου οἱ Περσῶν | |
145 | βασιλεῖς καὶ Λακεδαιμονίων, φροντιστέον ἀρετῆς, ἵνα οὕτως περιεσώ‐ μεθα αὐτῶν· εἴτε μὴ τοιοῦτοί εἰσι, δεῖ ὑποθέσθαι αὐτοὺς τοιούτους, ἵνα ἀρετῆς ἀντιποιησώμεθα· πάντως δὲ ἀρετῆς ἀντιποιητέον‘. καὶ πάλιν ἐν | |
Θεαιτήτῳ· ‘εἴτε ψεύδεται Πρωταγόρας, ψεύδεται· εἴτε μὴ ψεύδεται, | 93 | |
5 | ψεύδεται· πάντως δὲ ψεύδεται‘. πολλὰ γὰρ τοιαῦτα ἔχομεν παρὰ τοῖς φιλοσόφοις. καὶ ἔχεις ἐντεῦθεν δόγμα Πλατωνικόν, ὅτι βούλεται οὐχ ὡς Ἀριστοτέλης τὸν νοῦν ἀρχὴν εἶναι, ἀλλὰ τὸ ἀγαθόν, εἴγε ὁ νοῦς τῷ ψεύδει οὐχ ἱκανὸς γέγονε μεταδοῦναι ἑαυτοῦ, τὸ δὲ ἀγαθὸν καὶ τῷ ψεύδει μεταδέδωκεν ἑαυτοῦ, ἔστι γὰρ ἀγαθὸν ψεῦδος· ὥσπερ ἐνταῦθα | |
10 | τὸ μὴ τὰ ἀληθῆ ὑπολαβεῖν ὡς ἀληθῆ διὰ τὸ ἀγαθόν· νοερὸν δὲ ψεῦδος οὐκ ἔστιν, ὥσπερ ἐστὶν ἀγαθόν. Πέντε δὲ ὄντων τρόπων καθάρσεως οἱ πέντε παραδέδονται ἐν τῷ παρόντι διαλόγῳ ὑπὸ τοῦ Πλάτωνος. ἔστι γὰρ καθαρθῆναι καὶ διὰ τοῦ ἀποφυγεῖν εἰς τεμένη ἢ εἰς διδασκάλους ἢ διὰ τοῦ ἀσχολεῖσθαι ἐν‐ | |
15 | τυγχάνοντα βιβλίοις· τοῦτον δὲ τὸν τρόπον παραδέδωκεν, ἡνίκα ἔλεγεν ‘ἀλλ’, ὦ μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελ‐ φοῖς γράμματι, γνῶθι σαυτόν‘. βʹ δι’ ἐπιπλήξεως, ὃν παρα‐ δέδωκεν ἡνίκα καταδρομῇ ἐχρῆτο, ἐλέγχων αὐτοῦ καὶ τὸ γνωστικὸν διὰ τῆς διπλῆς ἀμαθίας καὶ τὸ ζωτικὸν ἐκτραγῳδῶν καὶ τὰ ἑπόμενα τῇ | |
20 | διπλῇ ἀμαθίᾳ 〈οἷά〉 ἐστιν. τρίτος ὁ Πυθαγόρειος, ὃς καὶ σφαλερός, ἄκρῳ δακτύλῳ ποιῶν ἀπογεύεσθαι τῶν παθῶν, ᾧ καὶ οἱ ἰατροὶ χρῶνται τὸ ‘σμικρῷ χεῖρον‘ παραλαμβάνοντες· καὶ τοῦτον δὲ παρα‐ δέδωκεν ἐνταῦθα λέγων ὅτι ‘ἔχεις τι ἐπιτήδειον πρὸς τὸ ἄρχειν τῆς | |
146 | πόλεως, τὸ φύσει ἡγεμονικόν, εἰ βουληθείης τοῦτο διὰ παιδείας ἐπι‐ κοσμῆσαι‘· διὰ τούτων γὰρ ὕψωσεν τὸ φιλότιμον αὐτοῦ. τέταρτος ὁ Ἀριστοτελικὸς ὁ κακῷ τὸ κακὸν ἰώμενος καὶ τῇ διαμάχῃ τῶν ἐναντίων εἰς συμμετρίαν ἄγων· καὶ τοῦτον δὲ ἐνταῦθα παραδέδωκεν, ποτὲ μὲν | |
5 | διὰ τοῦ ἐγκλητικοῦ καταβάλλων αὐτόν, ἄλλοτε δὲ εἰς ὕψος διὰ προ‐ τροπῆς ἀνεγείρων αὐτόν, καὶ οὕτως αὐτὸν ἀπογεννῆσαι ποιῶν τὸν ὁρισμὸν τῆς πολιτικῆς ἐπιστήμης. πέμπτος, ὁ καὶ ἀνυσιμώτατος, ὁ Σωκρατικός, ὁ τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενος· καὶ τούτῳ δὲ χρῆται ἐνταῦθα λέγων ‘δυνάμεως ἐρᾷς; μάθε τίς ἡ ὄντως δύναμις, ἥτις | |
10 | ἀναφαίρετός ἐστιν ὑπὸ τυράννου· ἡδονῆς ἐρᾷς; μάθε τίς ἡ ὄντως | |
ῥᾳστώνη, ἥτις καὶ παρὰ θεοῖς θεωρεῖται‘. ταῦτα ἔχει ἡ θεωρία. Εἶεν· τί οὖν διανοῇ περὶ σεαυτοῦ; καὶ τὸ ‘εἶεν‘ διεγείροντός ἐστι· ‘τί ποιεῖς;‘ ἐπειδὴ ἠλέγχθη καὶ κατὰ τὸ γνωστικὸν κακῶς ἔχων, διπλῇ γὰρ ἀμαθαίνων, καὶ κατὰ τὸ ζωτικόν, διὰ τοῦ δειχθῆναι πόσων κακῶν | 94 | |
15 | ἐστὶν αἰτία ἡ διπλῆ ἀμαθία. Ὁ δέ φησιν ‘κοινὴ βουλή‘, ἀντὶ τοῦ ‘κοινῶς βουλευσώμεθα, τί ὃ ὀφείλω ποιῆσαι‘· τὸ ποιητικὸν λέγων ‘χρειὼ βουλῆς ἐμὲ καὶ σέ, διοτρεφέσ‘. καὶ τέως ἀπηλλάγη τῆς διπλῆς ἀμαθίας καὶ ἦλθεν ἐπὶ ἁπλῆν. οὔτε γὰρ | |
20 | ὁ διπλῇ ἀμαθαίνων βουλεύεται οὔτε ὁ ἐπιστήμων. ὁ γὰρ τεχνίτης ὡς τεχνίτης οὐ βουλεύεται· εἰ γὰρ καὶ βουλεύεται ὁ τέκτων, οὐχ ὡς τέκτων, ἀλλ’ ὡς ἄνθρωπος· ἔνδεια γὰρ φρονήσεώς ἐστιν ἡ βουλή· περὶ ὧν γὰρ οὐκ οἶδέν ἐστιν ἡ βουλή. καὶ λοιπὸν ἀπογυμνοῖ τὰ οἰκεῖα πάθη, τὸ ῥᾴθυμον καὶ φιλότιμον, καί φησιν ὅτι ‘πάντες πλὴν ὀλίγων οἱ τὰ τῆς | |
25 | πόλεως διοικοῦντες ἀπαίδευτοί εἰσι‘ (τὸ δὲ ‘πλὴν ὀλίγων‘ διὰ Περι‐ | |
147 | κλέα), ‘οὐ πρὸς μεγάλους οὖν ἡμῖν ὁ ἀγών‘. Μαθόντα καὶ ἀσκήσαντα: μάθησις λέγεται ἐπὶ λόγου, ἄσκησις δὲ ἐπὶ τῶν ἀλόγων ζῴων, διότι δι’ ἐπιμελείας καὶ ἀσκήσεως ταῦτα τιθα‐ σεύεται. | |
5 | Καὶ μανθάνοντα πράγματα ἔχειν: ‘πράγματα ἔχειν‘ καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸ ἄλογον, καὶ ἁπλῶς κατὰ πᾶσαν ἡμῶν τὴν οὐσίαν. ‘οἶδα γὰρ ὅτι‘, φησί, ‘τῇ φύσει τούτων περιέσομαι‘. καὶ ἰδοὺ πῶς θαυμαστῶς ὑπογράφει ἄμφω τὰ πάθη τοῦ νέου. Βαβαί, οἷον, ὦ ἄριστε, τοῦτο εἴρηκας· ὡς ἀνάξιον τῆς ἰδέας: πάλιν | |
10 | ἀποδύρεται ὁ Σωκράτης τὸν νέον καὶ ἑαυτὸν καὶ σχετλιάζει λέγων ὅτι ‘ἀγανακτῶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἐμαυτοῦ· ὑπὲρ σοῦ μέν, διότι σμικροπρεπὴς ὑπάρχεις, ὑπὲρ ἐμαυτοῦ δέ, διότι σμικροπρε‐ ποῦς ἐρῶ‘. τὸ δὲ ‘οἶον τοῦτο εἴρηκασ‘ τὸ ποιητικὸν πάλιν παρῳδεῖ | |
15 | ‘ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;‘ καὶ τὸ ‘καί τι ἔπος προσέηκεν ὅπερ τ’ ἄρρητον ἄμεινον‘. τὸ δὲ ‘ἀνάξιον τῆς ἰδέασ‘ τουτέστιν ‘εἶδος ἔπεστιν, ἀλλ’ οὐκ ἔστιν βίη φρεσὶν οὐδέ τις ἀλκή‘. | |
20 | Πῶς δὴ λέγεις; οὐ πρὸς τούτους μοι ὁ ἀγών; ὁ Ἀλκιβιάδης ἐρω‐ τηματικῶς τοῦτο προάγει· ‘οὐ πρὸς τοὺς τῆς πόλεώς ἐστιν ὁ ἀγών;‘ ὁ δέ φησιν ὅτι ‘εἰ ἠβούλου τριήρη κυβερνᾶν, ἆρ’ ἂν πρὸς τοὺς συνναύτας ἦν σοι ὁ ἀγών; ἢ τούτους μὲν ἔχων συναγωνιστὰς πρὸς ἄλλους ἐποιοῦ τὸν ἀγῶνα, οἶον πρὸς τὴν τύχην τῆς φορᾶς τῶν ἀνέμων καὶ τῶν κυμά‐ | |
25 | των;‘ ἐπίτηδες δὲ ὁ Πλάτων τῇ τριήρει ἐχρήσατο παραδείγματι, ἀλλ’ | |
οὐ τῇ τυχούσῃ νηΐ, διότι πρὸς τὸ πολεμεῖν ἐστὶν αὕτη ἐπιτηδεία. | 95 | |
148 | Ἆρά σοι ἄξιον ἀγαπᾶν εἰ τῶν στρατιωτῶν: οὐ γὰρ δεῖ τὸν στρα‐ τηγὸν ἁμιλλᾶσθαι πρὸς τοὺς στρατιώτας, ὅπως βελτίων αὐτῶν γένηται, ἀλλὰ τούτους συναγωνιστὰς ἔχειν, πρὸς δὲ τοὺς πολεμίους ἀνταγωνί‐ ζεσθαι μετ’ αὐτῶν. | |
5 | Ἀλλὰ πρὸς Μειδίαν σε δεῖ τὸν ὀρτυγοκόπον: ὁ Μειδίας οὗτος ὀρ‐ τυγοκόπος ἤκουεν ὅτι τοὺς ὄρτυγας μαχίμους ἔτρεφεν. ἅμα δὲ καὶ πληκτικὸν τοῦτο πρὸς τὸν Ἀλκιβιάδην, διότι φασὶν Ἀλκιβιάδου ποτὲ ἐφ’ ὑψηλοῦ βήματος συνηγοροῦντος ἀποπτῆναι ἐξ αὐτοῦ ὄρτυγα. Μειδίαν δέ φησιν οὐ τὸν δόντα Δημοσθένει τὸν κόνδυλον· οὗτος γὰρ | |
10 | ἐκείνου προγενέστερος ἦν. Ἔτι τὴν ἀνδραποδώδη, φαῖεν ἂν αἱ γυναῖκες, τρίχα ἔχοντες: παροιμία ἐστὶ γυναικῶν ἐπὶ τῶν ἐλευθερουμένων δούλων καὶ ἐπιμενόν‐ των ἐν τῇ δουλείᾳ, ὅτι ‘ἔχεις τὴν ἀνδραποδώδη τρίχα ἐν τῇ κεφαλῇ‘, | |
149 | τουτέστιν ‘ἔτι τὴν δουλικὴν τρίχα ἔχεισ‘. πάλαι γὰρ καὶ τοῖς ὀνόμασι διεκέκριντο οἱ ἐλεύθεροι τῶν δούλων καὶ ταῖς θριξί, Γέται γὰρ καὶ Δάοι καὶ Φρύγες ὠνομάζοντο· νῦν δὲ καὶ ταῦτα συνεχύθησαν. ὁ δὲ ἀντὶ | |
150 | τοῦ εἰπεῖν ‘ἐν τῇ κεφαλῇ‘ φησὶν ὅτι ‘τὴν ἀνδραποδώδη τρίχα ἔχεις ἐν τῇ ψυχῇ ὑπὸ ἀμουσίασ‘. Καὶ πᾶσαν παρασκευὴν παρασκευασάμενον: τουτέστιν ὅτι δεῖ φροντίδα ποιήσασθαι καὶ τῶν ὀργάνων, δόρατος καὶ ἀσπίδος, τῶν πρὸς | |
5 | τὰ πολεμικὰ συμβαλλομένων· ‘εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω‘· καὶ μὴ ἀμελεῖν, ἵνα τοῦτο δὴ ‘ἐν πίθῳ τὴν κεραμείαν‘ καὶ τὴν τῶν πολεμικῶν ἐπιστήμην ἐκμάθωμεν. οὕτω δὲ καὶ οἱ Ἀθηναῖοι ἀμελεῖς ὄντες τύχῃ μᾶλλον ἢ παρασκευῇ τοὺς πολέμους μετήρχοντο, οἱ δὲ | |
10 | Λακεδαιμόνιοι σπουδῇ μᾶλλον καὶ ἀσκήσει κατώρθουν. Τούς τε Λακεδαιμονίων στρατηγούς: ἰδοὺ ἀντὶ μὲν ‘βασιλέων‘ ‘στρατηγοὺσ‘ τούτους φησίν, ἀντὶ ‘μεγάλου‘ δὲ ‘βασιλέωσ‘ ‘βασιλέα τὸν Πέρσην‘. Ποτέρως ἂν οἴει σαυτοῦ μᾶλλον ἐπιμεληθῆναι: ἰδοὺ τῇ ἀντιπαρα‐ | |
15 | στάσει κέχρηται, ὅτι εἰ καὶ μή εἰσιν τῷ ὄντι ἄξιοι λόγου, ἀλλ’ οὖν δεῖ | |
αὐτοὺς τοιούτους οἰηθῆναι, ἵνα ἐπιμέλειαν ἑαυτῶν ποιησώμεθα. | 96 | |
17t | Πρᾶξις σὺν θεῷ ιζʹ | |
18 | Πότερον εἰκὸς ἀμείνους γενέσθαι φύσεις ἐν γενναίοις γένεσιν ἢ μή; | |
20 | Ἔδει μὲν τὸν Ἀλκιβιάδην κατὰ τὴν ὑφήγησιν τοῦ Σωκράτους, εἰ καὶ μὴ ἦσαν ἄξιοι λόγου οἱ ἀνταγωνισταί, ὑποθέσθαι αὐτοὺς τοιούτους, ἵνα πολλὴν φροντίδα ποιήσηται τοῦ ἀρετῆς ἀντιποιήσασθαι. ὁ δὲ ὡς ῥᾴθυμος, καίτοι ἀξίους λόγου ὄντας, ὅμως οὐχ ὑποτίθεται αὐτοὺς | |
151 | τοιούτους ὄντας, ἵνα μὴ πράγματα ἔχῃ ἑαυτοῦ ἐπιμελόμενος. διὸ καὶ κατασκευάζει ὁ Σωκράτης ὅτι κρείττους εἰσὶ Λακεδαιμόνιοι καὶ Πέρσαι Ἀλκιβιάδου. καὶ δείκνυσι τοῦτο ἀπὸ τεσσάρων ἐπιχειρημάτων· ἀπὸ γένους (συμπαραλαμβάνει δὲ ἐν τῷ γένει καὶ τὴν πατρίδα, γένος γὰρ | |
5 | καὶ ἡ πατρίς, ὡς ὁ Πορφύριός φησιν), ἀπὸ γενέσεως, ἀπὸ τροφῆς, ἀπὸ παιδείας· καὶ ταύτης διττῆς, ἢ προπαιδείας ἢ παιδείας. ἀπὸ μὲν γένους, ὅτι‘ ἐκεῖνοι ἀπὸ Διὸς κατάγονται, σὺ δὲ ἐξ ἀνθρώπων‘· ἦν γὰρ Περσεὺς Διὸς καὶ Δανάης, Περσέως δὲ καὶ Ἀνδρομέδας τῆς κατ’ οὐρανὸν Ἀχαιμένης, διὸ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι λέγονται. ὁ δὲ Ἀλκιβιάδης | |
10 | φησὶν καὶ αὐτὸς ἐκ Διὸς κατάγεσθαι, ἦν γὰρ ἀνέκαθεν Αἰακίδης. ὁ δὲ Σωκράτης ἀστεϊζόμενος καὶ ἑαυτόν φησι Δίϊον εἶναι, διότι Δαιδάλου ἦν ἀπόγονος, ὁ δὲ Δαίδαλος Ἡφαίστου τοῦ τοῦ Διὸς ὑπῆρχεν. Δαιδάλου δὲ ἔλεγεν ἑαυτὸν εἶναι διότι πρῶτος ὁ Δαίδαλος τῶν ἀγαλμάτων συνηγμένους ἐχόντων τοὺς πόδας διέστησεν, σύμβολον δηλῶν βαδίσεως | |
15 | καὶ τοῦ αὐτοκινήτου· καὶ Σωκράτης δὲ πρῶτος τοὺς ἀνθρώπους αὐτο‐ κινήτους ἐποίησεν μὴ ἐάσας αὐτοὺς διὰ διδαχῆς ἐπιστήμας εἰδέναι, | |
152 | ἀλλὰ διὰ μαιείας καὶ εὑρέσεως, διὰ τούτου αὐτοκινήτους αὐτοὺς ποιήσας. καί φησιν ὅτι ‘ἡμεῖς μέν, εἰ καὶ ἐκ Διὸς καταγόμεθα κἀκεῖνοι, ἀλλ’ οὐχ ὁμοίως ἐπ’ ἀμφοῖν τὸ γένος ἐστίν· ἡμεῖς μὲν ἐξυδαρώσαμεν τὸ ἡμέτερον γένος ταῖς μεταξὺ γενεαῖς καὶ μὴ φυλάξαντες ἀκέραιον | |
5 | τοῦτο, ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ’ ἀνόθευτον τοῦτο τετηρήκασι τῇ | |
διαδοχῇ τοῦ γένους ὄντες βασιλεῖσ‘. λοιπὸν δὲ καὶ ἀπὸ πατρίδος ὡς ἀπὸ γένους κατασκευάζει ὅτι κρείττους ἐκεῖνοι· φησὶν ὅτι ‘οὐκ Ἀθη‐ ναῖος εἶ τὸ ἀνέκαθεν, ὦ Ἀλκιβιάδη, εἴγε ἐξ Αἰακοῦ τὸ γένος εἴληφας· ἦν γὰρ Αἰγινήτης ὁ Αἰακός, καὶ ὁ Αἴας ἐκ Τελαμῶνος Σαλαμίνιος ἦν | 97 | |
10 | καὶ Εὐρυσάκης ἐκ τούτου γενόμενοσ‘· καὶ ὅτι ‘ἄδηλον μὴ οὐχ ὑπάρχεις Δίϊος, ἀλλὰ μοιχίδιος, διότι ἀπαραφύλακτοί εἰσιν αἱ Ἀθηναίων γυναῖ‐ κεσ‘· αἱ δὲ τῶν Λακεδαιμονίων ἐφυλάττοντο, ὡς ἐδήλωσεν ἡ πάντολμος κωμῳδία λέγουσα ‘Λακωνικὴ κλείς ἐστι κοὐ περιοιστέα‘. | |
153 | ἐφυλάττοντο δὲ διότι χρησμὸν ἔλαβον οἱ Λακεδαιμόνιοι ἀτυχήσειν, εἰ προβάλοιντο βασιλέα χωλὸν τῷ γένει, τουτέστι μὴ ὄντα ἐκ τῶν Ἡρα‐ κλειδῶν. διὸ Λεωτυχίδου βασιλεύσαντος Λακεδαιμονίων ἐπιμοιχιδίου ὄντος κατόπιν ἔπραξαν Λακεδαιμόνιοι· ὁ γὰρ Ἀλκιβιάδης λακωνίσας | |
5 | συνεγένετο τῇ τούτου μητρί, γυναικὶ τοῦ Ἄγιδος, ὅθεν ἐγένετο. παρὰ δὲ Πέρσαις οὐδὲ ἠξίουν φυλάττειν ἀρκούμενοι φυλακῇ τῷ δέει τῶν ἑπομένων κολάσεων. καὶ οὕτω μὲν ἀπὸ γένους· ἀπὸ δὲ γενέσεως, ὅτι παρὰ μὲν Πέρσαις ἐκ πρώτης ἀφετηρίας καὶ πρώτης βαλβῖδος συναί‐ σθησιν παρέχει τῆς ἑαυτοῦ βασιλείας ὁ μέλλων βασιλεῦσαι πᾶσι τοῖς | |
10 | ὑπηκόοις. νόμος γὰρ ἦν τὸν πρεσβύτερον βασιλεύειν· εὐθὺς γοῦν θύουσιν αὐτῷ καὶ σπένδουσιν τιμῶντες ὡς θεὸν Πέρσαι τε καὶ πᾶσα ἡ Ἀσία (ἦν γὰρ πρὸ Ἀλεξάνδρου ὑπὸ Πέρσας πᾶσα ἡ Ἀσία)· Ἀλκι‐ βιάδου δὲ τεχθέντος οὐδὲ τοῖς γείτοσι συναίσθησις γίνεται. ἀπὸ δὲ τῆς τροφῆς, ὅτι ‘παρ’ ἐκείνοις μὲν τεχθέντος τοῦ βασιλέως εὐθὺς ἐν τοῖς | |
15 | βασιλείοις ἐπεμελοῦντο οἱ δοκοῦντες ἄριστοι τῶν εὐνούχων καὶ τὰ τούτου μόρια εἰς κάλλος διαπλάττουσι, γρυπὴν καὶ τὴν ῥῖνα ποιοῦντες, ἐνδεικνύμενοι τὸ ἡγεμονικὸν εἶναι καὶ βασιλικὸν τὸν παῖδα‘. (οὕτω | |
154 | γὰρ καὶ ὁ ἀετὸς γρυπός ἐστιν, ὡς βασιλικός· καὶ διὰ Κῦρον δὲ τοῦτο ἐπετήδευον γρυπὸν γενόμενον, ὃς βασιλικώτατος ἦν καὶ πραότατος.) ‘σὺ δὲ τεχθεὶς ὑπὸ Θρᾴττης ὠνητῆς τὴν ἐπιμέλειαν εἶχες, ἥτις οὐδὲν ἐφρόντισεν τοῦ κάλλους τοῦ σοῦ· οὐδὲν γὰρ ἔχεις πλείω ὧν ἡ φύσις | |
5 | ἐδωρήσατό σοι‘. ἀπὸ δὲ παιδείας, ὅτι ‘ἐκεῖνοι καὶ προπαιδεύονται καὶ παιδεύονται. μετὰ γὰρ ἕβδομον ἔτος διδάσκονται θήρας ποιεῖσθαι οὐκ ἰχθύων οὐδὲ πτηνῶν, ἀλλὰ τετραπόδων· ἐν δὲ τῇ δευτέρᾳ ἑβδομάδι | |
τέσσαρας παιδαγωγοὺς τούτοις ἀφορίζουσιν, καὶ ὁ μὲν αὐτοῖς σοφίαν διδάσκει, ὁ δὲ δικαιοσύνην, ὁ δὲ ἀνδρείαν, ὁ δὲ σωφροσύνην‘. (ταύτῃ | 98 | |
10 | γὰρ ὁ Ξενοφῶν ἱστορεῖ περὶ τῆς Περσῶν παιδείας.) ‘σὺ δὲ οὐδὲν τούτων ἔμαθες, εἰ μὴ γράμματα, κιθαρίζειν, παλαίειν, Περικλέους τάξαντός | |
155 | σοι παιδαγωγὸν Ζώπυρον ἀνάπηρον ὄντα τὸ σῶμα καὶ ἀχρεῖον ὑπὸ γήρως· ὃν εἰ μὴ τοιοῦτος ἦν, οὐδὲ αὐτῷ ἄν σοι ἐπέστησε καὶ παρέσχεν‘. Ἀλλ’ ἆρα ποίας ἀρετὰς ἐπαιδεύοντο οἱ Πέρσαι; φαμὲν ὅτι οὐ τὰς φυσικάς, αὗται γὰρ ἀδίδακτοί εἰσιν· οὐδὲ μὴν τὰς πολιτικάς, ἐπεὶ οὐκ | |
5 | ἂν ἔλεγεν ὅτι ὁ μὲν τόδε, ὁ δὲ τόδε διδάσκει, ἀλλὰ πάσας εἶς μόνος ἱκανὸς ἦν διδάξαι, διότι αὗται ἀντιστρέφουσιν ἀλλήλαις· ἀλλὰ τὰς ἠθικάς, αὗται γὰρ καὶ παιδεύονται καὶ οὐκ ἀντιστρέφουσιν. ἀλλὰ πῶς ἂν ἀληθεύσοι ὁ Πλάτων νῦν μὲν λέγων αὐτοὺς σοφίαν παιδεύεσθαι, ἐφεξῆς δὲ λέγων τῷ Ἀλκιβιάδῃ ὅτι ‘δεῖ σε ἐπιμελήσασθαι σαυτοῦ, | |
10 | πάτριον γὰρ τῇ πόλει σοφίᾳ νικᾶν‘; εἰ οὖν κἀκεῖνοι σοφίαν ἐπαιδεύοντο, διὰ τί κατ’ ἐξαίρετον περὶ τῶν Ἀθηναίων φησίν; ἢ δύναται ἀληθεύειν ὁ λόγος καὶ μὴ ἀληθεύειν κατ’ ἄλλον καὶ ἄλλον χρόνον. οὐδὲ γὰρ ἄτοπον πάλαι μὲν τοιαύτην πολιτείαν αὐτοὺς ἔχειν, ἐπὶ δὲ τῶν χρόνων Σωκράτους μεταπεσεῖν, καὶ μὴ δυσχερὲς εἶναι τὸ ἐπεγκαλέσασθαι τὴν | |
15 | πολιτείαν ταύτην. διὸ οὔτε τὸ ἀπὸ τοῦ γένους ἀληθὲς ἦν· ὁ γὰρ Δαρεῖος ἐβασίλευσεν αὐτῶν διὰ χρεμετισμοῦ ἵππου μὴ ὢν Ἀχαιμενίδης· ὥστε παλαιὰν πολιτείαν ἱστορεῖ. ἢ δυνατὸν λέγειν ὅτι ἴσως καὶ Δαρεῖος Ἀχαιμενίδης, εἰ καὶ μὴ υἱωνός, ἀλλ’ ἐκ πλαγίου γένους· οἶον, εἰ καὶ μή, ὥς φησιν ὁ ποιητής, | |
20 | ‘υἱὸς υἱωνός τε Διὸς νεφεληγερέταο‘, ἀλλ’ οὖν ἢ θυγατριδοῦς ἦν ἢ καὶ ἄλλως συγγενής, ἐπεὶ οὐκ ἂν ἴσως ἐμάχετο περὶ βασιλείας μὴ ὢν Δίϊος. ταῦτα ἔχει ἡ θεωρία. Πότερον εἰκὸς ἀμείνους γίνεσθαι φύσεις: ἐρωτᾷ αὐτὸν ὅτι ‘νομίζεις ἀμείνους εἶναι τοὺς καταγομένους ἐκ γενναίων προγόνων, γενναίους | |
156 | δὲ φήσεις τοὺς εὐγενεῖς, ἀλλ’ οὐ τοὺς ἰσχυρούς;‘ ὡς ἐπίπαν γὰρ οἱ ἐξ εὐγενῶν ἀμείνους εἰσί· διὸ καὶ παρὰ τῷ ποιητῇ· ‘λάθρᾳ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππουσ‘. πεπεισμένοι γάρ εἰσι πάντες τοὺς ἐξ εὐγενῶν εὐγενεῖς ἔσεσθαι. | |
5 | Τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτιθέντες: οὐ πολιτείαν Ἀθηναίων πρὸς Περσικὴν ἠβουλήθη συγκρῖναι, ἀλλὰ πολιτείαν πρὸς Ἀλκιβιάδην. ὡς δὲ ἐρωτικὸς οἰκειοποιεῖται τὸν νέον· οὐ γὰρ βούλεται ὁ ἐρωτικὸς μόνος | |
ἀνάγεσθαι, ἀλλὰ μετὰ τῶν παιδικῶν. Τὸ δ’ Ἡρακλέους γένος καὶ τὸ Ἀχαιμένους: ἐκ γὰρ Διὸς καὶ Δα‐ | 99 | |
10 | νάης Περσεύς· Περσέως δὲ ἀπὸ μὲν Ἀνδρομέδας Ἀχαιμένης, ἐξ ἄλλων δὲ Ἀλκαῖος καὶ Ἠλεκτρύων· καὶ Ἀλκαίου μὲν Ἀμφιτρύων, Ἠλεκτρύο‐ νος δὲ Ἀλκμήνη· Ἀμφιτρύωνος δὲ καὶ Ἀλκμήνης Ἡρακλῆς. διὸ Ἡρακλῆς ἑκατέρωθεν Δίϊος, καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς πολὺ τὸ Δίϊον εἶχε καὶ τὸ γόνιμον· λέγεται γοῦν ἐν μιᾷ νυκτὶ πεντήκοντα | |
15 | γυναιξὶ συγγενέσθαι καὶ πάσας ἐξ αὐτοῦ τετοκέναι. καὶ ἀπορεῖ ὁ φιλόσοφος Πρόκλος διὰ τί καὶ τοὺς Λακεδαιμονίους δυνάμενος δεῖξαι δι’ Ἡρακλέους ἀπὸ Διὸς καταγομένους, τοῦτο μὲν οὐ ποιεῖ, διὰ δὲ τοῦ ἀνάγειν εἰς Περσέα δείκνυσιν αὐτούς. καὶ λύει αὐτός, ὅτι τοῦτον | |
157 | εἰκὸς καὶ ὡς πτερωτὸν προετίμησεν. ἑκάτερος μὲν γὰρ ἐπὶ καθάρσει τῶν κακῶν γέγονεν, καὶ γὰρ καὶ ὁ Ἡρακλῆς· διό φησι περὶ αὐτοῦ ὁ Πείσανδρος ‘δικαιοτάτου δὲ φονῆοσ‘, ἐπὶ γὰρ καθάρσει τοὺς φόνους ἐποίει. ἀλλὰ καὶ ὁ Περσεὺς τοιοῦτος, εἶχε δὲ καὶ τὸ εἶναι | |
5 | πτερωτός, ὡς ἐδήλωσεν ἡ κωμῳδία καὶ ἡ Γοργὼ καὶ ἡ ἅρπη. Οἱ μὲν Ἄργους τε καὶ Λακεδαίμονος: ἐξαίρων τὴν Πελοπόννησον τοῦτό φησιν, διότι πάλαι αὕτη εἰς πέντε μοίρας διῄρητο· Ἀργολικήν, Μεσσηνιακήν, Ἀρκαδικήν, Ἠλιακήν, Λακωνικήν. Ὧν αἱ γυναῖκες δημοσίᾳ φυλάττονται: διὰ γὰρ τὸ φυλάττεσθαι τὸ | |
10 | τῶν Ἡρακλειδῶν γένος τῇ βασιλείᾳ οἱ ἔφοροι τὰς γυναῖκας τῶν βασιλέων ἐφύλαττον. τρία δὲ ἦν παρ’ αὐτοῖς ἐπιτίμια γάμου· ἀγαμία, βραδυγαμία, κακογαμία. κακογαμίαν δὲ ἔλεγον τὴν διὰ χρημάτων γινομένην. Πρῶτον μὲν ἑορτάζουσι πάντες: ἐντεῦθεν ἀπὸ τῆς γενέσεως δείκνυ‐ | |
15 | σιν· ἐξ αὐτῆς γὰρ βαλβῖδος συναίσθησιν παρέχεται ὁ τικτόμενος τοῖς ὑπηκόοις. διὸ πάντες εὐθὺς θύουσι καὶ τὰ γενέθλια κατ’ ἐνιαυτὸν ἕκαστον τιμῶσι τοῦ βασιλέως· διότι τιμῶσιν οἱ Πέρσαι τὰ κατ’ οὐρανόν, καὶ τούτων μάλιστα τὸν ἥλιον, διὸ καὶ κατ’ ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις | |
ἑορτάζουσιν, ὡς τοῦ ἐνιαυτοῦ συμβόλου ὄντος τοῦ ἡλίου. ‘ἐνιαυτὸσ‘ | 100 | |
20 | γὰρ λέγεται ὡς ἐν ἑαυτῷ ποιῶν τὸν ἥλιον. Τὸ τοῦ κωμῳδιοποιοῦ, οὐδ’ οἱ γείτονες: Πλάτων γὰρ ὁ κωμικὸς | |
158 | τοῦτο παρατίθεται. Ἐπειδὰν δὲ ἑπταέτεις γένωνται: κατὰ γὰρ ἑπτὰ ἔτη ἐνήλλαττον τὴν ἐπιμέλειαν· διότι τιμία ἐστὶν ἡ ἑβδομὰς ὡς κρίσιμος, καὶ ὅτι τὰ ἑπτάμηνα ζώσιμα, καὶ ὅτι ‘ἑπτὰ‘ λέγεται ὡς σεπτά. διὸ καὶ οἱ Ῥωμαῖοι | |
159 | τὸν ἀριθμὸν ‘σεπτοὺμ‘ καλοῦσιν, ἀπὸ τοῦ ζʹ, ὡς τιμιωτέρου, τὸ ὅλον, ὡς τὸ ‘Τεῦκρε, φίλη κεφαλή‘. Οὓς ἐκεῖνοι βασιλείους παιδαγωγούς: εἰ μὴ πρὸς Ζώπυρον παρέ‐ βαλλον τούτους παιδαγωγὸν ὄντα εὐτελῆ, ἐπεὶ διδασκάλους ἂν αὐτοὺς | |
5 | ἐπωνόμαζον διδάσκοντας αὐτοὺς τὰς ἠθικὰς ἀρετάς. Οἱ ἄριστοι δόξαντες: ἀντὶ τοῦ ‘καθ’ ἑκάστην ἡλικίαν οἱ πεῖραν δεδωκότες ἑαυτῶν ἐν ταῖς πράξεσι‘· τούτους γάρ φησι τοὺς ‘ἄριστα δόξαντασ‘. Ὅ τε σοφώτατος καὶ ὁ δικαιότατος: προτάττει τὴν σοφίαν ὡς τοῦ | |
10 | τιμιωτέρου ἐν ἡμῖν μορίου οὖσαν, τοῦ λόγου· εἶτα εὐθὺς τὴν δικαιοσύνην ὡς δι’ ὅλης τῆς οὐσίας ἡμῶν διελθοῦσαν. καὶ τὸν μὲν σοφίαν διδάσκοντά φησι μαγείαν διδάσκειν, ἵνα δὲ μή τις οἰηθῇ μαγείαν λέγειν τὴν μαγγανείαν καὶ γοητείαν, ἐπάγει ‘ἔστι δὲ τοῦτο θεῶν θεραπεία‘. ἐτίμων γὰρ οἱ Πέρσαι, ὡς εἴρηται, τὰ κατ’ οὐρανόν, οὓς θεοὺς καλεῖ | |
15 | παρὰ τὸ ἀεὶ θεῖν. οὐ γὰρ τὴν γοητείαν φησὶ τὴν παρὰ Δημοσθένει λεγο‐ μένην περὶ τῆς μητρὸς Αἰσχίνου· ἦν γὰρ οὗτος μητραγύρτης. Διδάσκειν δὲ καὶ τὰ βασιλικά: εἰ δὲ διδακτὴ ἡ βασιλεία, οὐκ ἄρα κατὰ κλῆρόν ἐστιν αὕτη, ἀλλὰ κατ’ ἐπιστήμην, καὶ οὐ δεῖ ἀποδέχεσθαι τὴν κατὰ κλῆρον γινομένην βασιλείαν. | |
20 | Ὁ δὲ δικαιότατος ἀληθεύειν διὰ παντὸς τοῦ βίου: οὐ γὰρ μόνον | |
ἐν ταῖς πράξεσι θεωρεῖται ἡ δικαιοσύνη, ἀλλὰ καὶ ἐν τοῖς λόγοις. ὁ δὲ δίκαιος τὰ προσήκοντα ἑκάστῳ ἀπονέμει· καὶ τοῖς λόγοις ἄρα τὸ | 101 | |
160 | προσῆκον ἀπονέμων ἀληθεύσει· οὐ γὰρ τὰ ψευδῆ ἀπονέμει. Μηδὲ ὑπὸ μιᾶς ἄρχεσθαι τῶν ἡδονῶν: ἄτοπον γάρ ἐστι κρατή‐ σαντας τῶν πολεμίων ὑπὸ τῶν λαφύρων νικᾶσθαι, εἰ τύχοιεν ὡραῖαι γυναῖκες οὖσαι. μὴ κρατούμενοι δὲ ὄντως ἐλεύθεροι εἴημεν, μηδένα | |
5 | δεδιότες· ‘δοῦλοσ‘ γὰρ εἴρηται παρὰ τὸ δέος· ὁ γὰρ δοῦλος ᾖ δοῦλος δέδιεν καὶ ὅλος ἐστὶ τοῦ δεσπότου, ἀεὶ ἐν νῷ αὐτὸν ἔχων. Τὸν ἀχρειότατον ὑπὸ γήρως: οὐ μόνον ἀχρειότατον ὑπὸ γήρως, ἀλλὰ καὶ ἀνάπηρον ὄντα, ὃν οὐκ ἂν κατέστησέν σοι παιδαγωγὸν μὴ τοιοῦτον ὄντα, καὶ ἀχρεῖον. καὶ γὰρ καὶ νῦν τοιοῦτοί εἰσιν οἱ παιδα‐ | |
10 | γωγοὶ τῶν παίδων. Διῆλθον δὲ ἄν σοι καὶ τὴν ἄλλην τῶν ἀνταγωνιστῶν: τὸ κατὰ πα‐ ράλειψιν σχῆμα, ὃ καὶ ἐξογκοῖ τὸν λόγον καὶ τὸν λέγοντα καὶ τῇ σιωπῇ μείζονα αἰνίττεται. φησὶν οὖν ὅτι ‘εἶχον ἄν σοι εἰπεῖν καὶ τὰ ἄλλα, εἰ μὴ ἐνόμιζον ἀρκεῖν ταῦτα‘. | |
15 | Εἰ μή τις ἐραστής σου τυγχάνει ὤν: ἔδει εἰπεῖν αὐτὸν ‘τῆς σῆς ἐπιμελείας οὐδεὶς φροντίζει‘· ὁ δὲ διὰ τὸ φιλοκαθόλου τῶν φιλοσόφων φησὶν ὅτι ‘οὐδεὶς φροντίζει σου, πλὴν εἴ τις τύχοι ἐραστής σου τυγχάνων‘. | |
19t | Πρᾶξις σὺν θεῷ ιηʹ | |
20 | Εἰ δ’ αὖ ἐθέλῃς εἰς πλοῦτον ἀποβλέψαι. Παραβαλὼν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τῷ Περσῶν βασιλεῖ καὶ | |
161 | δείξας αὐτὸν ἐκ τεσσάρων τινῶν ἡττώμενον ἐκείνου, ἀπὸ πατρίδος ἤτοι γένους, ἀπὸ γενέσεως, ἃ ‘γενέθλια‘ ἐκάλει, ἀπὸ τροφῆς, ἀπὸ παιδείας, καὶ διελὼν τὴν παιδείαν εἰς προπαιδείαν καὶ παιδείαν, ἐπειδὴ μὴ παρέβαλεν αὐτὸν καὶ τοῖς Λακεδαιμονίων βασιλεῦσι καὶ ἀπέδειξεν | |
5 | ἐκ τῶν αὐτῶν τεσσάρων ἡττώμενον καὶ τῶν Λακεδαιμονίων, νῦν παρα‐ βάλλει τὸν νέον εἰς δίαιταν καὶ πλοῦτον κοινῶς ἀμφοτέροις. καὶ δυσχεραίνει μὲν ἐφ’ οἷς ὅλως ἐν τούτοις παραβάλλει τὸν Ἀλκιβιάδην (εἰ γὰρ ὁ ἄνθρωπός ἐστιν ἡ ψυχή, οὐ δεῖ ἐν τούτοις τὴν παραβολὴν ποιεῖσθαι), δυσχεραντικὸς δὲ μᾶλλόν ἐστιν ἐν τῇ παραβολῇ τοῦ | |
10 | πλούτου, διότι ἔξωθεν ἡμῶν μᾶλλόν ἐστιν οὗτος. ἡ μὲν γὰρ δίαιτα περὶ σῶμα, ὁ πλοῦτος δὲ τῶν ἔξωθεν· διὸ ἐπὶ μὲν τῆς διαίτης φησὶ τὸ ‘εἰ δ’ αὖ ἐθέλεισ‘, ἐπὶ δὲ τοῦ πλούτου ‘μηδὲ τοῦτο ἡμῖν ἄρ‐ ρητον ἔστω‘. καί φησιν ὅτι ‘εἰ καὶ σύ, ὦ Ἀλκιβιάδη, τῇ τρυφηλῇ | |
διαίτῃ χαίρεισ‘ (τοιοῦτος γὰρ ἦν ὁ Ἀλκιβιάδης, ὡς δηλοῦσιν οἱ γρά‐ | 102 | |
15 | ψαντες περὶ τῆς Ἀλκιβιάδου τρυφῆς πολύστιχα βιβλία, ὥσπερ φέρεται ἔτι νῦν μαγειρικὰ βιβλία), ‘ἀλλ’ οὖν ὑπερβαίνει τὴν σὴν δίαιταν ἡ Περσικὴ τράπεζα, καὶ τῆς Συβαριτικῆς τρυφηλοτέρα οὖσα· εἰ δὲ Λακεδαιμόνιοι μὴ χρῶνται τρυφῇ, ἀλλ’ οὖν νικᾷ καὶ ὑπ’ ἐκείνων τῇ λιτῇ διαίτῃ‘. ὅθεν ἀποροῦσι πῶς ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τοῖς | |
20 | Πέρσαις παραβάλλει κατὰ τὴν τρυφήν· μᾶλλον γὰρ αὐτὸν ποιεῖ ζηλοῦν αὐτοὺς κατὰ ταύτην καὶ μιμεῖσθαι αὐτοὺς ταύτῃ. λύομεν δὲ ἡμεῖς τοῦτο λέγοντες ὅτι ‘ἀλλ’ οὐ πρὸς Πέρσας παραβάλλει αὐτὸν μόνον τρυφῶντας, ἀλλὰ καὶ πρὸς Λακεδαιμονίους λιτῇ τῇ διαίτῃ χρωμένουσ‘· καὶ ὅτι ἐκ τοῦ παρὰ Ἀλκιβιάδῃ φαινομένου ἀγαθοῦ τὸν λόγον ποιεῖται, | |
25 | παρ’ ἐκείνῳ γὰρ ἀγαθὸν ἡ τρυφή. ‘Ἀλλὰ καὶ κατὰ πλοῦτον ἥττων εἶ τῶν Λακεδαιμονίων‘. τριττοῦ γὰρ ὄντος τοῦ πλούτου, ἢ αὐτοκινήτου ἢ ἑτεροκινήτου ἢ ἀκινήτου, καθ’ ἕκαστον τούτων ἡττᾶται ὁ νέος τῶν Λακεδαιμονίων πλούτου. κατὰ μὲν γὰρ τὸν ἀκίνητον, ὅτι Μεσσήνην ἑλόντες ἠφώρισαν αὐτὴν εἶναι πρὸς | |
162 | τὴν ἀναγκῶν χορηγίαν· περὶ ἧς ἔφη Τυρταῖος ὁ ποιητὴς ‘Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεῦσαι‘· ἦν γὰρ εὔγεος ἡ χώρα. ἀλλὰ καὶ τῷ πλούτῳ τῶν αὐτοκινήτων μέγα ἐφρόνουν, εἴγε ὅλῳ ἔθνει τῷ τῶν Εἱλώτων πρὸς ὑπηρεσίαν ἐχρῶντο· | |
5 | ἀλλὰ καὶ κατὰ τὸ φαινόμενον αὐτοκίνητον, εἴγε ἱππικώτατοι ἦσαν, ὡς δηλοῖ τὸ ‘Ἄργος ἐς ἱππόβοτον‘. καὶ τῷ ἑτεροκινήτῳ δὲ πλούτῳ ὑπερεῖχον, εἴγε λέγεται περὶ αὐτῶν ὅτι δύο μοίρας τῶν προσόδων ἀπῄτουν τοὺς ὑπηκόους, καὶ ὅτι λέγονται εἶναι φλέβες ἀργυρίτιδες καὶ χρυσίτιδες· καὶ τὸ ‘πολυχρύσοιο Μυκήνησ‘· καὶ ὅτι λέγεται | |
10 | περὶ αὐτῶν ὅτι εἰσιὸν τὸ χρυσίον παρ’ αὐτοῖς οὐκ ἔτι ἐξῄει. διὸ καὶ κέχρηται μύθῳ τοιούτῳ προσφόρῳ, ὅτι λέγεταί ποτε λέων γηράσας προσποιήσασθαι νόσον· καὶ εἰσελθεῖν τὰ ἄλλα θηρία εἰς ἐπίσκεψιν αὐτοῦ, καὶ ταῦτα ἐκεῖνον λαμβάνοντα ἐσθίειν καὶ ἀπολλύναι. τὴν δὲ ἀλώπεκα κερδὼ οὖσαν μὴ ἀνασχομένην εἰσελθεῖν, ἀλλ’ ἐπὶ τοῦ οὐδοῦ | |
15 | στῆναι· αὐτοῦ δὲ παρακελευομένου εἰσιέναι, εἰπεῖν μηδαμῶς τοῦτο ποιῆσαι, διότι ἴχνη μὲν ὁρᾷ τῶν εἰσιόντων πρὸς αὐτόν, οὐ μὴν δὲ τῶν ἐξιόντων, καὶ ἀπὸ τοῦ μὲν οὐδοῦ προσιόντων ἔνδον ἴχνη βλέπειν, οὐ | |
μὴν ἐπὶ τὸν οὐδὸν μετερχομένων. οὕτως οὖν καὶ παρὰ Λακεδαιμονίοις | 103 | |
163 | τὸ νόμισμα εἰσιέναι μέν φησιν, οὐκ ἔτι δὲ ἐξιέναι. ἀπεικάζει δὲ αὐτοὺς λέοντι γεγηρακότι, διότι κατὰ ἀριστοκρατίαν ζῶντες, ᾗ οἰκεῖος ὁ λέων, ἐκνενευρισμένην αὐτὴν ἐποίησαν, ὡς κινδυνεύειν ἀπὸ ἀριστοκρατίας εἰς ὀλιγαρχίαν μεταπεσεῖν. | |
5 | Εἰ δὲ οἱ Λακεδαιμόνιοι νικῶσι πλούτῳ τὸν Ἀλκιβιάδην, πολλῷ μᾶλλον οἱ Περσῶν βασιλεῖς ὑπερέχουσι καὶ ἐν τούτῳ τοῦ Ἀλκιβιάδου. λέγεται γὰρ περὶ αὐτῶν πόλεις ὅλας, ἡμερησίας ὁδοῦ διάστημα ἐχούσας, εἰς ἕκαστον κόσμον ἀφορίζειν τῶν γυναικῶν, ὡς ἐκ τῶν προσό‐ δων ἕκαστον κόσμον γίνεσθαι. διὸ καὶ ὀνόματα συνέβαινεν ἀπὸ τούτων | |
10 | ἔχειν τὰς πόλεις· ποῦ μὲν γὰρ ἐλέγετο ‘ζώνη βασιλίδοσ‘, ποῦ δὲ ‘καλύπτρα‘ ἢ τὶ ἄλλο τοιοῦτο. καὶ οὐκ ἀπίθανον, ὅπου καὶ Θεμιστοκλεῖ αὐτομολήσαντι τρεῖς πόλεις ἀφώρισεν ὁ βασιλεὺς πρὸς τὴν χρείαν τῶν ἐπιτηδείων, αἰτήσαντι ἐνιαυτὸν ποιῆσαι παρ’ αὐτοῖς, ἄχρις ἂν τὰ Περσῶν ἐκμάθοι, καὶ οὕτω περὶ τῆς προδοσίας τῆς Ἑλλάδος διαλέ‐ | |
15 | γεσθαι αὐτός· ὡς γάρ φησιν ὁ συγγραφεύς, Μαγνησίαν καὶ Μυοῦντα καὶ Λάμψακον αὐτῷ παρέσχεν. Καὶ πάλιν ἀποροῦσι, πῶς φαίνεται ὁ Σωκράτης προτρέπων μὴ ὄντα | |
164 | τοιοῦτον τὸν Ἀλκιβιάδην ὥστε γενέσθαι τοιοῦτον, παραβάλλων αὐτὸν τοῖς Πέρσαις καὶ ἀνυψῶν τὰ Περσῶν. ἢ οὐκ ἐξογκοῖ τὰ τούτων, ἀλλ’ εἰς γυναῖκας μᾶλλον αὐτοὺς παραπέμπεται φιλοχρημάτους οὔσας, διὰ τὴν δυσγένειαν τῆς φύσεως οὔσας τοιαύτας· ὡς γὰρ ἀσθενέστεραι τὴν | |
5 | φύσιν καὶ φιλοχρήματοι μᾶλλόν εἰσι. καὶ ὅτι οἱ Πέρσαι τοιοῦτοι, θηλύ‐ μορφοι, διὸ καὶ ἑλκεσίπεπλοί εἰσι καὶ κοσμίοις χρῶνται. οὐ μόνον δὲ οὗτοι τοιοῦτοι, ἀλλὰ καὶ Ἰνδοὶ ἔχονται τῷ πάθει τούτῳ. οὔτε δὲ τοὺς Λακεδαιμονίους ἐξογκοῖ καὶ θαυμάζει, ἀλλὰ τοὐναντίον ὀνειδίζει τὰ τοῦ χρησμοῦ λέγων· | |
10 | ‘ἁ φιλοχρημοσύνα τὰν Σπάρταν ὀλεῖ, ἄλλο κ’ οὐδέν‘. καὶ ὅτι διὰ τοῦτο ὁ Λυκοῦργος ἐπέτρεπε τὰ νομίσματα παρ’ αὐτοῖς ⟦σιδηρᾶ⟧ χαλκᾶ εἶναι, καὶ ὄξει βρέχειν, ἵνα ταχέως διαφθαρῶσιν καὶ μὴ μένωσι πολὺν χρόνον παρ’ αὐτοῖς. καὶ ὅτι λέγεται Φερεκύδης ὁ διδάσκαλος Πυθαγόρου, οὗ καὶ βίβλος θεολόγος φέρεται, ἀφικέσθαι | |
15 | παρὰ Λάκωσιν καὶ θεάσασθαι ὄναρ, εἰπεῖν τοῖς Λακεδαιμονίων βασι‐ λεῦσιν μὴ φείδεσθαι χρημάτων, καὶ τῇ αὐτῇ νυκτὶ λέγεται φανῆναι τῷ ἑτέρῳ τῶν βασιλέων, πείθεσθαι Φερεκύδει· καὶ ἀναστάντος Φερεκύδου καὶ εἰρηκότος τῷ βασιλεῖ λέγεται μεταβαλεῖν αὖθις μέλλουσαν εἰς ὀλιγαρχίαν μεταπεσεῖν τὴν ἑαυτῶν πολιτείαν. | |
165 | Ἐφ’ οἷς ἐλέγξας τὸν Ἀλκιβιάδην ὁ Σωκράτης καὶ διὰ τοῦ κατὰ ἀποτάδην λόγου—διότι ἐν ταῖς ἱστορίαις τῷ κατὰ ἀποτάδην λόγῳ δεῖ κεχρῆσθαι, ἐπειδὴ περὶ μερικῶν ἐστὶν ὁ λόγος, ἐν δὲ τοῖς καθόλου πρέπει ἡ κατὰ πεῦσιν καὶ ἀπόκρισιν διάλεκτος, διότι ὁ μὲν κατὰ πεῦσιν | 104 |
5 | λόγος πρέπει τοῖς ἀσωμάτοις ἀμερέσιν οὖσιν, ὁ δὲ κατὰ ἀποτάδην λόγος τοῖς σώμασιν ἔοικεν μεριστοῖς οὖσι καὶ διαστατοῖς· διὸ καὶ οἱ ῥήτορες τῷ κατὰ ἀποτάδην χρῶνται λόγῳ ὡς περὶ μερικὰ καταγινό‐ μενοι· —ἐλέγξας οὖν αὐτὸν διὰ τοῦ πρώτου τμήματος ἀγνοοῦντα ἑαυτόν, ἐντεῦθεν ἀρχόμενος τοῦ τρίτου τμήματός φησιν· ‘ἀλλ’, ὦ | |
10 | μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι σαυτόν‘. ἐφ’ οἷς σὺν θεῷ πληροῦται τὸ δεύτερον τμῆμα καὶ ἡ παροῦσα θεωρία. Εἰ δ’ αὖ ἐθέλῃς εἰς πλοῦτον ἀποβλέψαι: ἰδοὺ πῶς δυσχεραίνει ὁ Σωκράτης παραβάλλων τὸν Ἀλκιβιάδην τοῖς Περσῶν βασιλεῦσι κατὰ | |
15 | δίαιταν· διὸ καί φησιν ‘εἰ δ’ αὖ ἐθέλῃσ‘. ἐφεξῆς δὲ ἔτι δυσχεραντι‐ κώτερος ὀφθήσεται, ὅτε εἰς πλοῦτον παραβάλλει αὐτόν, διότι ἔτι ἐκτὸς ἡμῶν ἐστὶν ὁ πλοῦτος· διὸ καὶ ὡς ἔτι δυσχεραίνων φησὶν ‘μηδὲ τοῦτο ἄρρητον ἡμῖν ἔστω‘. καὶ ὅρα πῶς ἐν καιρῷ ῥητορεύει ὁ Σωκράτης καὶ πομπείᾳ κέχρηται, ἀντὶ ἑνικοῦ πάντα πληθυντικῶς | |
20 | παραφέρων, ‘πλούτουσ‘ λέγων καὶ ‘τρυφάσ‘. ‘ἱματίων‘ δὲ ‘ἕλξεισ‘ φησὶ δύο μέρη λέγων, διότι ποδήρεις χιτῶνας φοροῦσιν οἱ Πέρσαι (διὸ καὶ ‘ἑλκεσίπεπλοι‘) καὶ Ἰνδοί, καθάπερ καὶ οἱ Ἴωνες. | |
166 | Καὶ θεραπόντων πλήθους ἀκολουθίας: ἰδοὺ καίτοι μιᾶς οὔσης τῆς ἀκολουθίας πληθυντικῶς προήγαγεν διὰ τὸ ἐξογκῶσαι. Εἰ δ’ αὖ ἐθελήσειας εἰς σωφροσύνην καὶ κοσμιότητα: τρέπεται μετὰ τὴν παραβολὴν τὴν πρὸς Πέρσας, καὶ παραβάλλει αὐτὸν τοῖς | |
5 | Λάκωσιν. καὶ ζητητέον πῶς σώφρονας λέγει τὰς Λακαίνας, εἴγε ἀληθές ἐστι τὸ τῆς κωμῳδίας ‘Λακωνικὴ κλείς ἐστι κοὐ περιοιστέα‘ καὶ τὸ | |
‘οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθ’ ὁ πλοῦσ‘· | 105 | |
10 | ἐκεῖθεν γὰρ ἦν ἡ Λαΐς, Λάκαινα δὲ ἡ Ἑλένη. ἢ σώφρονας λέγει τοὺς Λάκωνας ὡς ὑποκατακλινομένους τοῖς ἄρχουσιν. οὕτω γὰρ καὶ ὁ ποιητὴς περὶ μὲν τῶν Τρώων φησὶν ‘Τρῶες δὲ κλαγγῇ‘ καὶ τὰ ἑξῆς, περὶ δὲ τῶν Ἑλλήνων ‘σιγῇ δειδιότες σημάντορασ‘. οἰκεῖον δὲ τοῦτο τῇ σωφροσύνῃ, τὰ χείρω ὑποκατακλίνειν τοῖς κρείτ‐ | |
15 | τοσι· περὶ γὰρ τὸ ἔσχατον μόριον καταγινομένη τῆς ψυχῆς ὑποκατακλί‐ νεσθαι τοῦτο ποιεῖ τῷ λόγῳ. Καὶ φιλοπονίαν καὶ φιλονικίαν καὶ φιλοτιμίαν: φιλόπονοι γὰρ καὶ οἱ Λάκωνες, διὸ ἐκ παίδων ἐθίζοντες ἑαυτοὺς πονεῖν ἐμαστιγοῦντο· ἀπὸ γὰρ τετραέτους χρόνου αἱ μαστιγώσεις παρελαμβάνοντο. ἀλλὰ καὶ | |
20 | φιλογυμναστίαν ἤσκουν παρὰ τὸν Εὐρώταν, ὥς φησιν ὁ Εὐριπίδης, | |
167 | κοινῶς ἄνδρες καὶ 〈γυναῖκεσ〉 γυμναζόμενοι. τὸ δὲ φιλονικίαν διὰ τοῦ ι γραπτέον, ἔχαιρον γὰρ τῇ νίκῃ. καὶ ἰδοὺ κατήντησεν εἰς τὴν φιλοτιμίαν, διότι κατὰ τὴν τοιαύτην πολιτείαν ἐπολιτεύοντο, κατὰ γὰρ τὸ φιλότιμον. | |
5 | Γῆν μὲν γὰρ ὅσην ἔχουσι τῆς τε ἑαυτῶν καὶ Μεσσήνης: ἰδοὺ ἄρχε‐ ται ἀπὸ τῆς συγκρίσεως τοῦ πλούτου· καὶ πρῶτον συγκρίνει κατὰ τὸν ἑτεροκίνητον πλοῦτον. πενταμεροῦς δ’ οὔσης τῆς Πελοποννήσου ἓν μέρος ἦν τὸ τῆς Μεσσήνης. τὸ δὲ ῥητὸν ὑπερβατῶς ἀναγνωστέον· ‘γῆν μὲν γὰρ ὅσην ἔχουσι πλήθει οὐδ’ ἀρετῇ τῆς τε ἑαυτῶν καὶ Μεσσήνης | |
10 | οὐδ’ ἂν εἶς ἀμφισβητήσειεν‘. Πολλὰς γὰρ ἤδη γενεὰς εἰσέρχεται μὲν αὐτοῖς ἐκ πάντων τῶν Ἑλλήνων: ἰδοὺ καὶ ἐκ τούτων ἐστὶ δεῖξαι ὅτι ὀνειδίζει αὐτοῖς μᾶλλον ὁ Πλάτων, εἴγε φθονερὸν τὸ μεταλαμβάνειν μόνον καὶ μὴ μεταδιδόναι. καὶ ἔνυλον γὰρ ποιεῖ τὸν πλοῦτον αὐτῶν· οἰκεῖον γὰρ τῇ ὕλῃ τοῦτο τὸ | |
15 | μεταλαμβάνειν μόνον καὶ μὴ μεταδιδόναι, διὸ καὶ ὁ Πλάτων οὐκ ἄλλως αὐτὴν καλεῖ ἐν τῷ Τιμαίῳ εἰ μὴ μεταληπτικόν. πῶς οὖν ἀποδέχεται αὐτούς, ὃς ὀνειδίζει αὐτοῖς, μετὰ τῆς Πυθίας καὶ Φερεκύδου καὶ Λυκούργου; καὶ παράγει λοιπὸν τὸ παράδειγμα τῆς ἀλώπεκος, χαριέντως καὶ προσφόρως πεφρασμένον. ἡ γὰρ Πλατωνικὴ χάρις ἀεὶ | |
20 | ἀκμάζει, μηδέποτε γηρῶσα. Καὶ τοῦ εἰς Λακεδαίμονα νομίσματος: μετέβαλε τὸ ὄνομα τοῦ λέον‐ τος εἰς τὸ νόμισμα· θηρίῳ γὰρ ἀπείκασεν αὐτό. Ἐπεί ποτε ἤκουσα ἐγὼ ἀνδρὸς ἀξιοπίστου: περὶ Ξενοφῶντός φασι | |
λέγειν αὐτόν· οὗτος γὰρ ἐν τῇ Ἀναβάσει ἱστόρηκεν τὰ Περσῶν, Κύρῳ | 106 | |
168 | συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρτοξέρξην. Ζώνης τῆς βασιλέως γυναικός: οὐκ ἄτοπον ἀφωρίσθαι πόλεις πρὸς κόσμον ἕκαστον τῶν παρὰ Πέρσαις βασιλίδων, εἴγε καὶ παρ’ ἡμῖν ἡ Τύρος πορφυρία λέγεται, ἀφ’ ἧς ἡ πορφύρα, διὰ τὸ αὐτὴν μόνην | |
5 | ἀφωρίσθαι πρὸς τὴν ἁλουργίδα τοῦ βασιλέως. καὶ ἰδοὺ εἰς γυναῖκας ἀπέπεμψε τὸν τοιοῦτον λόγον· διὰ γὰρ τὴν δυσγένειαν τὴν ἑαυτῶν αὗται καὶ τὴν ἀσθενῆ φύσιν φιλόπλουτοί εἰσι. διὸ καὶ οἱ Πέρσαι θηλύ‐ μορφοί εἰσι, χαίροντες τῷ τοιούτῳ κόσμῳ. εἰ δὲ καὶ παρ’ ἡμῖν κοσμίοις χρῶνται οἱ στρατευόμενοι, ὡς μεταβάλλοντες τὸ ἑαυτῶν ἦθος εἰς | |
10 | βάρβαρον τοῦτο ποιοῦσιν. Εἴ τις εἴποι τῇ βασιλέως μητρί: ἐξογκοῖ τὸν λόγον ἀπὸ τῶν προ‐ ϋπαρχόντων καὶ συνυπαρχόντων καὶ μεθυπαρχόντων, βασιλέως λέγων μητρί, γυναικί, θυγατρί. φησὶ δὲ ὅτι ‘εἴ τις εἴποι ὅτι Ἀλκιβιάδης δια‐ γωνίσασθαι θέλει τῷ αὐτῆς υἱεῖ, τῷ ποτὲ τρόπῳ σὲ ἔδει θαρροῦντα | |
15 | αὐτῷ ἀγωνίσασθαι; οὐδενὶ γὰρ ἄλλῳ ἐπιχειρητέον σοι τοῦτο ποιεῖν ἢ τῇ ἐπιμελείᾳ τῇ ἀπὸ σοφίας· πάτριον γάρ ἐστι τὸ τοὺς Ἀθηναίους σοφίᾳ νικᾶν‘. ὅτε ἄρα ἄνω ἔλεγεν ὅτι παιδεύουσι τοὺς Περσῶν βασιλεῖς οἱ δʹ ὕστερον, καὶ ὁ μὲν διδάσκει ἀνδρείαν, ὁ δὲ φρόνησιν, οὐ τὰς κυρίως ἀρετὰς χρὴ ἀκούειν. ‘εἶτα οὐκ αἰσχρόν‘, φησίν, ‘ὦ Ἀλκιβιάδη, ἡττᾶσθαι | |
20 | ἡμᾶς ὑπὸ πολεμίων, καὶ οὐ μόνον ὑπὸ πολεμίων, ἀλλὰ καὶ ὑπὸ γυναι‐ | |
169 | κῶν τούτων; καὶ μὴ μόνον τοῦτο, ἀλλ’ ὅτι κἀκεῖναι ἴσασι τὸν τρόπον τῆς σωτηρίας ἡμῶν, ἡμεῖς δὲ ἀγνοοῦμεν‘. Ὁ Δεινομάχης υἱός: καὶ τοῦτο ἐμφατικόν· ποῦ μὲν γὰρ ἐξώγκωσε τὸν λόγον ἀπὸ τῶν προϋπαρχόντων καὶ συνυπαρχόντων καὶ μεθυπαρ‐ | |
5 | χόντων, νῦν δέ φησιν ‘ὁ Δεινομάχης υἱόσ‘. Οὗτος ὁ Ἀλκιβιάδης: καὶ τοῦτο ὡς ἐμφατικόν, τουτέστιν ‘ὁ μήπω γεγονὼς 〈ἔτη κʹ〉, ἐν γʹ μοίρᾳ τάξας ἑαυτόν· “κεῖνος γὰρ πανάριστος ὃς αὐτὸς πάντα νοήσει, ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πείθηται”‘· | |
10 | ὁ δὲ Ἀλκιβιάδης ἐν τῇ γʹ μοίρᾳ ἔρριπται ὡς μήτε ἄλλῳ πειθόμενος. Ἔπειτα παντάπασιν ἀπαίδευτος: ἀντὶ τοῦ ‘διπλῇ ἀμαθαίνων καὶ ἀγνοῶν ἑαυτὸν καὶ τὰ πράγματα‘. Μαθόντα καὶ ἐπιμεληθέντα αὑτοῦ καὶ ἀσκήσαντα: ἡ μὲν μάθησις ἐπὶ λόγου εἴρηται, ἡ δὲ ἄσκησις ἐπὶ τῆς ἀλόγου ψυχῆς. ἀντιδιῄρηται | |
15 | γὰρ ἡ μάθησις τῇ ἀσκήσει, καὶ γὰρ καὶ τὰ ἄλογα δι’ ἀσκήσεως παιδεύονται· κοινὴ δ’ ἀμφοῖν ἡ ἐπιμέλεια. Οἶμαι δὲ καὶ Λαμπιδὼ τὴν Λεωτυχίδου θυγατέρα: ἄλλην πολιτείαν | |
ὑπογράφει, Λακεδαιμονίων πολιτείαν, καὶ πάλιν ἐξογκοῖ τὸν λόγον ἀπὸ τῶν προϋπαρχόντων καὶ συνυπαρχόντων καὶ μεθυπαρχόντων. | 107 | |
20 | Καίτοι οὐκ αἰσχρὸν δοκεῖ εἶναι, εἰ αἱ τῶν πολεμίων γυναῖκες: τὸ εἰρημένον φησίν, ὅτι αἰσχρόν ἐστιν ἡττᾶσθαι τῶν πολεμίων, καὶ οὐ μόνον τῶν πολεμίων, ἀλλὰ καὶ τῶν γυναικῶν τούτων· καὶ ἔτι αἰσχρό‐ τατον, τὸ ἐκείνας μὲν εἰδέναι τὸν τρόπον τῆς θεραπείας, ἡμᾶς δὲ ἀγνοεῖν. | |
25t | Τέλος σὺν θεῷ τοῦ βʹ τμήματος. | |
170(1t) | ΑΡΧΗ ΤΟΥ Γʹ ΤΜΗΜΑΤΟΣ | |
2t | Πρᾶξις σὺν θεῷ ιθʹ | |
3 | Ἀλλ’, ὦ μακάριε, ἐμοὶ πειθόμενος καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι σαυτόν. | |
5 | Ἐπειδὴ κοινὸν καταγώγιον ὑπῆρχεν τὸ αʹ καὶ τὸ βʹ τμῆμα τῶν ἐλέγχων τοῦ Ἀλκιβιάδου (ἐν μὲν γὰρ τῷ αʹ ἔδειξεν αὐτὸν ἀγνοοῦντα ἑαυτὸν κατὰ ψυχήν, ἐν δὲ τῷ βʹ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτός· κατὰ μὲν ψυχήν, ὡς ὅτι μὴ εἰδὼς οἴεται εἰδέναι καὶ διπλῇ ἀμαθαίνει· ἢ ὥς τις ἰατρὸς ὑπάρχων οἴοιτο ἑαυτὸν φιλοσοφεῖν, πρὸς ὃν καὶ ἔγραψεν ὁ | |
10 | Ἀλέξανδρος ‘μένε, ὦ ταλαίπωρε, ἀτρέμας σοῖς ἐν σπληνίοις, οὐδὲν γὰρ οἶδας ὧν δοκεῖς σάφ’ εἰδέναι‘· | |
171 | ἢ κατὰ τὸ σῶμα, ὡς εἴ τις Θερσίτης ὢν νομίσοι ἑαυτὸν ὡραῖον εἶναι· ἢ κατὰ τὰ ἐκτός, ὡς εἴ τις ἄσωτος ὑπάρχοι διὰ τὸ οἴεσθαι ἑαυτὸν πλούσιον εἶναι μὴ ὄντα), διὰ ταῦτα οὖν ἐν τῷ γʹ τμήματι προοιμιαζό‐ μενος ἀπαντᾷ πρὸς τοὺς δύο ἐλέγχους τοὺς παραδοθέντας ἐν τοῖς δύο | |
5 | τμήμασι λέγων· ‘ἀλλ’, ὦ μακάριε, ἐμοί τε πειθόμενος καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι σαυτόν‘. ‘μακά‐ ριον‘ δὲ αὐτόν φησιν ὡς μέλλων αὐτὸν συνάπτειν θεοῖς· ἐν τούτοις γὰρ ἡ μακαριότης διὰ τὴν στέρησιν τῆς κηρός, τὸ γὰρ μα στερητι‐ κόν. προτάττει δὲ αὑτὸν τοῦ θεοῦ ὡς προσεχὲς αἴτιον ὢν τῆς τοῦ | |
10 | Ἀλκιβιάδου σωτηρίας. διὰ δὲ τοῦ ‘γνῶθι σαυτόν‘ ἐδήλωσε τὸ προσταττόμενον, διὰ γὰρ τῆς προστάξεως τὸ προσταττόμενον ἐδή‐ λωσεν· διὰ μὲν τοῦ ‘γνῶθι‘, ὅτι οὔκ ἐσμεν σῶμα (τοῦτο γὰρ οὐ γινώσκει), οὐ συναμφότερον (οὔτε γὰρ τοῦτο καθὸ συναμφότερον γινώσκει, οὐ γὰρ δὴ κατὰ τὸ σῶμα), ἀλλὰ ψυχή, καὶ ψυχὴ οὐ φυτική, | |
15 | (αὕτη γὰρ οὐ γινώσκει)· διὰ δὲ τοῦ ‘σεαυτὸν‘ ὅτι οὐδὲ ἄλογος (ἀνεπίστροφος γάρ ἐστι πρὸς ἑαυτὴν ἡ ἄλογος), ἀλλὰ λογική, καὶ λογικὴ οὐκ ἀεὶ τελεία, ἀλλὰ ποτὲ καὶ ἀγνοοῦσα. διὸ καὶ προστάττει τὸ ‘γνῶθι‘· οὐδεὶς γὰρ τῷ ποιοῦντι προστάττει ποιεῖν· νῦν δὲ προστάττει | |
αὐτῷ γνῶναι ἑαυτόν. | 108 | |
20 | ‘Πολλῆς γάρ‘, φησίν, ‘ἐπιμελείας χρείαν ἔχεις, καὶ οὐ μόνον σύ, ἀλλὰ καὶ ἐγώ. πάντες μὲν γὰρ ἄνθρωποι μᾶλλον τῶν ἄλλων ζῴων πολλῆς ἐπιμελείας δέονται, κατ’ ἐξαίρετον δὲ καὶ μάλιστα ἐγώ τε καὶ σύ‘. καὶ | |
172 | ζητήσωμεν ὅπως ἔχει τὰ τρία δόγματα ταῦτα· πῶς γὰρ ἀγνοεῖ ἑαυτὸν ὁ Σωκράτης; πῶς δὲ μόνος ἄνθρωπος τῶν ἄλλων ζῴων ἐπιμελείας δεῖται; πῶς δὲ καὶ τὸ τρίτον κατ’ ἐξαίρετον τῶν ἄλλων ἀνθρώπων Σωκράτης καὶ Ἀλκιβιάδης δέονται ἐπιμελείας; τὸ μὲν οὖν πρῶτον, | |
5 | ὅτι πολλαχῶς ἐστὶ γνῶναι ἑαυτόν· ἔστι γὰρ γνῶναι ἑαυτὸν κατὰ τὰ ἐκτός· ἀλλὰ δὴ καὶ κατὰ σῶμα· ἔστι γνῶναι ἑαυτὸν πολιτικῶς, ὅτε τις γνῷ ἑαυτὸν κατὰ τὴν τριμέρειαν τῆς ψυχῆς· ἔστι γνῶναι ἑαυτὸν καθαρτικῶς, ὅτε τις γνῷ ἑαυτὸν ἀπολυόμενον τῶν παθῶν· ἔστι γνῶναι ἑαυτὸν θεωρητικῶς, ὅτε ἀπολελυμένον ἑαυτόν τις θεάσηται· ἔστι καὶ | |
10 | θεολογικῶς, ὅτε τις γνῷ ἑαυτὸν κατὰ τὴν ἰδέαν τὴν ἑαυτοῦ· ἔστι καὶ ἐνθουσιαστικῶς, ὅτε τις γνῷ ἑαυτὸν κατὰ τὸ ἕν, καθ’ ὃ συναπτόμενος τῷ οἰκείῳ θεῷ ἐνθουσιᾷ. ἠγνόει οὖν ἑαυτὸν ὁ Σωκράτης ἐνθουσιαστι‐ κῶς· διὸ καὶ ἐν Φαίδρῳ φησὶ ‘γελοῖόν ἐστι τὰ μὲν ἄλλα εἰδέναι, ἑαυτὸν δὲ ἀγνοεῖν‘. πρὸς δὲ τὸ δεύτερόν φασι ὅτι | |
15 | μᾶλλον τῶν ἄλλων ζῴων ἐπιμελείας δεῖται ὁ ἄνθρωπος, οὐ μόνον κατὰ τὸ σῶμα, διότι γυμνὸν τοῦτο ἐποίησεν ἡ φύσις, τοῖς ἄλλοις ζῴοις δι’ ὅλου τρίχας καὶ κέρατά τισι καὶ ὁπλὰς ποιήσασα· οὐ μόνον κατὰ τὰ ἐκτός, διότι δεῖται τοῦτο μόνον τὸ ζῷον σκέπης τῆς ἀπὸ τῶν οἴκων· ἀλλὰ καὶ κατὰ τὸν λόγον, διότι δριμύταταί εἰσι αἱ κακίαι τῶν ἀνθρώ‐ | |
20 | πων, τῶν ἄλλων ζῴων πλέον, διότι ἔνδον ἐστὶν ὁ πολυμήχανος λόγος οἶόν τις Ὀδυσσεὺς ἐξυπηρετῶν τῇ ἐπιθυμίᾳ καὶ ποικίλλων τὰ πάθη. διὸ καὶ εἴρηται· ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο‘. | |
173 | διὰ τοῦτο οὖν, φησί, μᾶλλον ὁ ἄνθρωπος δεῖται ἐπιμελείας. τὸ δὲ τρίτον, ὅτι μᾶλλον τῶν ἀνθρώπων Ἀλκιβιάδης καὶ Σωκράτης. Ἀλκι‐ βιάδης μέν, διότι αἱ μεγάλαι φύσεις ἀμελούμεναι μεγάλων κακῶν αἴτιαι γίνονται, ὥσπερ ἐπιμελείας τυγχάνουσαι μεγάλων ἀγαθῶν. καὶ | |
5 | γὰρ ὥσπερ ἡ πίειρα γῆ ἐπιμελουμένη μὲν καὶ γεωργουμένη ἀγαθοὺς καρποὺς ἐκδίδωσιν, ἀμελουμένη δὲ ἀκάνθας πέφυκεν ἀποτίκτειν (οὐδὲν γὰρ οἶδεν ἢ γεννᾶν μὴ προσλογισαμένη τὸ κάρπιμον, εἴτε ἀκανθῶδές ἐστιν εἴτε ἕτερον), οὕτω καὶ αἱ δεξιαὶ φύσεις διάκεινται. ὅθεν καὶ ὅπου ἔρρεψεν ὁ Ἀλκιβιάδης τροπὴν ἐποίησε. καὶ παρὰ Λάκωσι γενόμενος | 109 |
10 | συνεγένετο τῇ τοῦ βασιλέως γυναικί τε καὶ μητρὶ καὶ θυγατρί· γενό‐ μενος δὲ ἐν ταῖς Ἀθήναις συνεβούλευσε τῷ ἐπιτρόπῳ Περικλεῖ βουλεύ‐ σασθαι ὅπως μὴ ποιήσοι λόγους Ἀθηναίοις τῶν ἀναλωθέντων χρημά‐ των εἰς τὴν Φειδίου Ἀθηνᾶν. διὸ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἐξετάζοντας τὴν δαπάνην τῶν χρημάτων ὅτι ‘εἰς τὸ δέον ἀνηλώθη‘. καὶ ἡ κωμῳδία | |
15 | περὶ αὐτοῦ φησὶν ‘εἰς τὸ δέον ἀπώλεσα‘, οὐκ ‘ἀνήλωσα‘. ὅθεν ἐκινήθη ὁ Πελοποννησιακὸς πόλεμος. διὰ ταῦτα πολλῆς ἐπιμελείας ἐδεῖτο ὁ Ἀλκιβιάδης· ἀλλὰ καὶ Σωκράτης ὁμοίως διὰ τὸ ὑψηλὸν τῆς αὐτοῦ φιλοσοφίας. ἢ καὶ ὡς ἐρωτικὸς βούλεται τὰ αὐτὰ ἔχειν τοῖς παιδικοῖς καὶ σὺν αὐτοῖς φησὶν ἑαυτὸν πολλῆς ἐπιμελείας δεῖσθαι. | |
20 | ταῦτα ἔχει ἡ θεωρία. Πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελφοῖς: συντάττει ἑαυτὸν τῷ θεῷ· | |
174 | πολλαχοῦ δὲ τοῦτο ποιεῖ. οὕτως ἐν τῷ Φαίδρῳ ὁμόδουλον ἑαυτὸν τοῖς κύκνοις φησίν· οὕτως ἐν τῷ παρόντι διαλόγῳ συνέταττεν ἑαυτὸν τῷ Ἀπόλλωνι ὀνειδίζων τοῖς Λακεδαιμονίοις τὸ φιλοχρήματον (ἦν γὰρ ὁ χρησμὸς δοθεὶς περὶ αὐτῶν | |
5 | ‘ἁ φιλοχρημοσύνα τὰν Σπάρταν ὀλεῖ, ἄλλο δέ κ’ οὐδέν‘)· οὕτως ἐν τῷ Θεαιτήτῳ ‘θεὸς οὐδεὶς δύσνους ἀνθρώπῳ, οὐδὲ ἐγὼ τοῦτο δυσνοίᾳ δρῶ, ἀλλά μοι ψευδές τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμισ‘. | |
10 | Ὅτι οὗτοι ἡμῖν εἰσὶν ⟦οὗτοι⟧ ἀντίπαλοι: οἱ γὰρ Πέρσαι καὶ Λά‐ κωνες ἡμῖν εἰσὶν ἀντίπαλοι καὶ ἀνταγωνισταί, ἀλλ’ οὐχ ὡς σὺ ᾤου‘ (ἐκεῖνοι γὰρ συναγωνισταὶ ἦσαν)· ‘ὧν οὐ δυνάμεθα περιγενέσθαι ἄλλῳ τινὶ ἢ σοφίᾳ καὶ ἐπιμελείᾳ‘. καὶ ἰδοὺ καὶ ἑαυτὸν εἶπεν ἀγνοεῖν ἑαυτόν. | |
15 | Ἐν Ἕλλησί τε καὶ βαρβάροις, οὗ μοι δοκεῖς ἐρᾶν: ἡ θεραπεία ἡ Σωκρατική, ὅτι ‘εἰ ὀνομαστὸς ἐφίῃ γενέσθαι, μάθε τίς ἡ πολιτικὴ ἐπι‐ | |
στήμη· αὕτη γὰρ μόνη ὀνομαστόν σε δύναται ποιῆσαι‘. ἀπὸ γὰρ τῶν ὁμοίων ἡ Σωκρατικὴ ἴασις γίνεται ἐπὶ τὰ ὅμοια, δίκην τῶν ἰατρῶν τῶν τὰ ὅμοια φάρμακα τοῖς χυμοῖς προσαγόντων καὶ ταύτῃ κενούντων | 110 | |
175 | τὴν πλεονάζουσαν κακοχυμίαν. Ἔχεις ἐξηγήσασθαι; παντὸς γὰρ μᾶλλον ἔοικας: εὐφυῶς ὁ νέος ἀπεκρίνατο· ἐξηγητὴν γὰρ αὐτὸν καλεῖ, διότι ἐτιμᾶτο Ἀθήνησιν ὁ Ἀπόλλων ὡς ἐξηγητής, διότι διὰ τῆς τῶν χρησμῶν ἐξηγήσεως σωτηρίας | |
5 | αἴτιος ὑπῆρχεν τοῖς Ἕλλησιν. ὡς οὖν συντάξαντα ἑαυτὸν τῷ θεῷ ‘ἐξηγητὴν‘ αὐτὸν εἶπεν. Ναί· ἀλλὰ γὰρ κοινῇ βουλῇ: ἰδοὺ ἀγνοεῖ καὶ Σωκράτης, διὸ καὶ κοινῶς βουλεύεται. βουλεύεται μὲν γὰρ ἀγνοῶν μετὰ τῶν παιδικῶν, ὡς δὲ ἐπιστήμων δύναται εἰδέναι. συναγνοεῖ δὲ τοῖς παιδικοῖς ὡς | |
10 | ἐρωτικός. Ἐγὼ γὰρ οὐ περὶ μὲν σοῦ λέγω ὡς χρὴ παιδευθῆναι: ‘κοινὸν γὰρ τοῦτο‘, φησίν, ‘ἐμοί τε καὶ σοί, τὸ ἀγνοεῖν ἑαυτοὺς καὶ δεῖσθαι παιδείας διὰ τοῦτο· διαφέρομεν δὲ ἑνί τινι μόνῳ, τῷ τὸν μὲν ἐπίτροπον τὸν σὸν Περικλέα εἶναι, τὸν δὲ ἐμὸν θεὸν εἶναι‘, ὅπερ ἓν τὸ ὅλον ἐστίν. οὕτω | |
15 | καὶ ἀλλαχοῦ· ‘ἐγὼ μὲν γὰρ οὐδὲν οἶδα πλὴν ἓν μόνον, τὸ διδόναι λόγους καὶ λαμβάνειν‘, τουτέστι τὴν διαλεκτι‐ κήν, ὅπερ τὸ ὅλον ἐστίν, εἴγε φιλοσοφία ἐστὶν πάντα τὰ ὄντα γινώ‐ σκουσα. τί οὖν; Ἀλκιβιάδου οὐκ ἦν ἐπίτροπος θεῖος; καίτοι λέγεται ἐν τῷ Φαίδωνι ὅτι μετὰ τελευτὴν ἄγει αὐτὸν ὁ δαίμων πρὸς τοὺς | |
20 | δικαστάς, ὅσπερ ζῶντα εἰλήχειν ⟦εἶχεν⟧ αὐτόν. ἀλλ’ οὐ μετὰ συναισθήσεως, ὥσπερ ὁ Σωκράτης. Ὅτι ἡ ἐπιφάνεια: κοινῷ ὀνόματι ἐχρήσατο τῇ ἐπιφανείᾳ καὶ ἐπὶ τοῦ θεοῦ καὶ ἐπὶ τοῦ Ἀλκιβιάδου· διότι κυρίως ἐπιφάνεια ἐπὶ θεοῦ λέγεται. ἦν γὰρ 〈φιλότιμοσ〉 ὁ Ἀλκιβιάδης, τῷ δὲ φιλοτίμῳ φίλον | |
25 | ὑπάρχει τὸ ἐπιφανεῖ εἶναι. καὶ ἰδοὺ πῶς ἐν καιρῷ μεγαληγορεῖ, ὅτι ‘δι’ | |
176 | ἐμοῦ ἔσται σοι ἡ ἐπιφάνεια‘. Παίζεις, ὦ Σώκρατες. Ἴσως: παίζειν αὐτόν φησιν διὰ τὸ λέγειν αὐτὸν ὅτι ‘κἀγὼ ἐπιμελείας δέομαι‘. ὁ δέ φησιν ‘ἴσως παίζω‘· ἡ γὰρ περὶ τὰ δεύτερα ἐνέργεια παίγνιόν ἐστι. διὸ καὶ τὸ | |
5 | ‘ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν, ὡς ἴδον Ἥφαιστον περὶ δώματα ποιπνύοντα‘. τὸν γὰρ ἔφορον τοῦ σωματικοῦ παντὸς ἑκατέρωθεν χωλεύοντα εἰρή‐ κασιν οἱ ποιηταί· τοῦτο γὰρ δηλοῖ τὸ ‘ἀμφιγυήεισ‘. Πάντες ἄνθρωποι, ἀτὰρ νῶι τε καὶ μάλα σφόδρα: σκόπει τὴν δια‐ | |
10 | φορὰν τῶν Σωκράτους ῥημάτων καὶ τοῦ παρ’ Ὁμήρῳ Ἀχιλλέως. | |
ἐκεῖνος γάρ φησι πρὸς τὸν Πάτροκλον διεγείροντα αὐτὸν πολεμεῖν· ‘μηδέ τις ὢν Τρώων θάνατον φύγοι, ὅσοι ἔασι, μήτε τις Ἀργείων, νῶϊν δὲ φύγοιμεν ὄλεθρον‘. ὁ μὲν γάρ φησι ‘πάντες ἀπόλωνται, ἡμεῖς δὲ σωθῶμεν‘· Σωκράτης δὲ ὡς | 111 | |
15 | κηδεμὼν τῆς ἀνθρωπίνης φύσεως λέγει πάντας ἀνθρώπους ἐπιμελείας πολλῆς δεῖσθαι. Οὐκ ἀπορητέον οὐδὲ μαλθακιστέον: ‘οὐκ ἀπορητέον‘, διὰ τὸν λόγον· δεῖ γὰρ καὶ τὸν λόγον μὴ ἔχειν ἐκνενευρισμένον· ‘οὐ μαλθα‐ κιστέον‘ δέ, διὰ τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἔχειν ταύτην ἀμάλθακτον | |
20 | καὶ συντεταμένην πρὸς ἔφεσιν ὠφελείας. | |
177(1t) | Πρᾶξις σὺν θεῷ κʹ | |
2 | Καί μοι λέγε· φαμὲν γὰρ ἄριστοι βούλεσθαι γενέσθαι. Ἐπειδὴ σκοπὸς τοῦ διαλόγου τὸ γνῶναι ἑαυτούς· οὐ κατὰ τὸ σῶμα, οὐ κατὰ τὰ ἐκτός (ἐπιγέγραπται γὰρ ‘Ἀλκιβιάδης ἢ περὶ ἀν‐ | |
5 | θρώπου φύσεωσ‘), ἀλλὰ κατὰ ψυχήν· καὶ ψυχὴν οὐ τὴν φυτικήν, οὐ τὴν ἄλογον, ἀλλὰ τὴν λογικήν· καὶ κατὰ ταύτην οὐ δήπου γνῶναι ἑαυτοὺς καθαρτικῶς ἐνεργοῦντας ἢ θεωρητικῶς ἢ θεολογικῶς ἢ θεουργικῶς, ἀλλὰ πολιτικῶς (οὐκ ἂν γὰρ ὁ Ἀλκιβιάδης ἠβούλετο πράγματα ἔχειν περὶ τὸ ζητούμενον, εἰ μὴ εἶχε δέλεάρ τι τὸ ζητού‐ | |
10 | μενον, ὅπου γε καὶ ἐν τούτῳ δυσχεραίνει ὡς ῥᾴθυμος περὶ τὴν ζήτησιν· ὑπόκειται γάρ, ὥς φησιν ἡ λέξις, ᾄττων ἐπὶ τὰ τῆς πόλεως πράγματα, καὶ διὰ τοῦτο ὁπωσοῦν ἔχει τινὰ πόθον περὶ τὸ ζητού‐ μενον)· καὶ ὅτι καὶ τὰ ἐπαγόμενα συμφωνεῖ τῷ τοιοῦτον εἶναι τὸν σκοπόν (ὁρίζεται γὰρ ἐφεξῆς τὸν ἄνθρωπον ‘ψυχὴν λογικὴν ὀργάνῳ | |
15 | χρωμένην τῷ σώματι‘· μόνος δὲ ὁ πολιτικὸς τοιοῦτος· ὁ γὰρ καθαρτικὸς οὐδὲ ὀργάνῳ αὐτῷ χρῆται, εἴγε τὰ ὄργανα παραλαμβανόμενα συντελεῖ τῷ χρωμένῳ, ἐπὶ δὲ τοῦ καθαρτικοῦ μᾶλλον ἐμπόδιον γίνεται τὸ σῶμα, καλῶς εἰρημένου τοῦ ὑπὸ Ἀριστοτέλους ‘ὁ γὰρ νοῦς ποῖον ἐφέξει μόριον ἢ πῶς, χαλεπὸν καὶ πλάσαι‘)· καὶ ὅτι | |
20 | ἔδει τινὰ παραληφθῆναι ἐπὶ τῷ τέλει τοῦ παρόντος διαλόγου συμβαλλό‐ μενα πρὸς τὸν ἐφεξῆς διάλογον τὸν Γοργίαν, περὶ τῶν πολιτικῶν ἀρετῶν διαλαμβάνοντα, ἔδει οὖν εἰπεῖν τίς ὁ πολιτικός· ⟦διὰ τοῦτο οὖν⟧ | |
178 | διὰ δὴ τοῦτο παραδίδωσιν ἐνταῦθα τὰ αἴτια τῆς πολιτικῆς ἐπιστήμης, τὸ ὑλικόν, τὸ εἰδικόν, τὸ ποιητικόν, τὸ τελικόν. | |
Ὑλικὸν μὲν οὖν ἐστὶν οὐχὶ τὰ θεωρητά, ἀλλὰ τὰ πρακτά· καὶ πρακτὰ οὐ τινά (καὶ γὰρ τῷ τέκτονι τινὰ πρακτὰ ὑπόκειται, οἶον τὰ ξύλα, καὶ | 112 | |
5 | ἡ ναυπηγία τινὰ ἔχει, οἶον τὰς ναῦς), ἀλλὰ πάντα τὰ πρακτά. ὥσπερ γὰρ ἑκάστη μὲν τέχνη ἓν οἶδεν, πολλὰ δὲ ἀγνοεῖ, ὁ δὲ φιλόσοφος πάντα τὰ ὄντα οἶδεν, οὕτως ἑκάστης τῶν ἄλλων τεχνῶν ἓν ἐχούσης ὑποκεί‐ μενον καὶ περὶ αὐτὸ εὖ βουλευομένης ἡ πολιτικὴ πάντα τὰ ὄντα ἔχει ὑποκείμενα πρὸς τὸ ἄμεινον πράττειν περὶ αὐτά. ἄτοπον γὰρ ἓν μόνον | |
10 | αὐτὴν ἔχειν ὑποκείμενον, εἴγε ὁ πολιτικὸς μιμεῖται τὸν δημιουργὸν καὶ βουλεύεται μιμεῖσθαι ἐκεῖνον παράγοντα, καὶ διὰ τοῦτο κἀκεῖνος ἄμεινον αὐτὰ βούλεται διοικεῖν. καὶ οὐ διὰ τοῦτο ἀδικεῖ τὰς ὑπο‐ βεβηκυίας τέχνας ἡ πολιτική, χρωμένη τοῖς ἔργοις ἐκείνων, τοὐναντίον γὰρ καὶ σῴζειν αὐτὰς βούλεται συμβουλεύουσα εἰ δεῖ χρῆσθαι ἐκείναις | |
15 | καὶ πότε δεῖ. οὕτω γοῦν καὶ ὁ παρ’ Ὁμήρῳ Ἀχιλλεὺς παρακελεύεται μάντει χρήσασθαι, μὴ τὰ τοῦ μάντεως ποιήσας καὶ μαντευσάμενος. Εἶδος δὲ τῆς πολιτικῆς ἐπιστήμης τὸ ἄρχειν· ἄρχειν δὲ οὐκ ἀλόγων τῶν πληγῇ νεμομένων, ἀλλ’ ἀνθρώπων· καὶ ἀνθρώπων οὐχ ἁπλῶς, ἐπεὶ καὶ ὁ ἰατρὸς ἄρχει ἀνθρώπων τῶν καμνόντων· οὐ θεριστῶν | |
20 | (γεωργίας γὰρ τοῦτο), οὐ πλεόντων (κυβερνητικῆς γὰρ τοῦτο), οὐκ ᾀδόντων (χοροδιδασκαλικῆς γὰρ τοῦτο), ἀλλ’ ἀνθρώπων ὡς ἀνθρώποις χρωμένων. ἀλλ’ ἐπεὶ καὶ ὁ κυβερνήτης ἄρχει ἀν‐ θρώπων τῶν κελευστῶν (λέγονται δὲ κελευσταὶ οἱ περὶ τὰ ἄρμενα | |
179 | ἱστάμενοι) ἀρχόντων ἀνθρώπων τῶν ἐρετῶν, καὶ ὁ χοροδιδάσκαλος ἄρχει τῶν αὐλητῶν τῶν ἡγουμένων τῶν ᾀδόντων, διὰ τοῦτο προστίθησιν ὅτι ὁ πολιτικὸς ἄρχει ἀνθρώπων, ἀνθρώπων μὲν ἡγουμένων, κοινω‐ νούντων δὲ ἀλλήλοις ἐν ταῖς κατὰ τὰ συμβόλαια ὁμολογίαις. | |
5 | Τὸ δὲ ποιητικὸν αἴτιον οὐ σοφία, ἀλλὰ φρόνησις ἡ περὶ τὰ πρακτὰ καταγινομένη. Τέλος δὲ ἔχει ὁ πολιτικὸς τὸ ὁμόνοιαν καὶ στοργὴν ἐμποιεῖν τῇ πόλει, ἢ ἐν γνώσεσι, καὶ ποιεῖ ὁμόνοιαν (οὐδὲν γὰρ ἄλλο ἐστὶν ὁμόνοια ἢ κοινωνία γνώσεων καὶ ὁμοδοξία), ἢ ἐν ζωαῖς, καὶ ποιεῖ στοργήν (ἡ | |
10 | γὰρ 〈στοργὴ〉 φυσικὴ φιλία). καὶ οὐ ταὐτὸν ἄμφω ταῦτα, διότι ἐστὶ καὶ στοργὴ μὴ ἔχουσα ὁμόνοιαν, εἴγε ἀνὴρ καὶ γυνὴ στέργουσιν ἀλλή‐ λους μὴ ὁμονοοῦντες (οὐ γὰρ συμφωνοῦσι περὶ γνῶσιν· οὔτε γὰρ ἡ γυνὴ συμφωνεῖ τῷ ἀνδρὶ ἐν τοῖς πολεμικοῖς καὶ ἐν τῷ εἰδέναι ὁπλιτεύειν | |
οὔτε ὁ ἀνὴρ τῇ γυναικὶ ἐν τῇ γνώσει τῇ περὶ ταλασιουργίαν), ἔστι δὲ | 113 | |
15 | καὶ τὸ ἀνάπαλιν ὁμόνοια μὴ ἔχουσα στοργήν, εἴγε οἱ κεραμεῖς ὁμο‐ νοοῦσιν ὡς περὶ τὰ αὐτὰ γνωστὰ καταγινόμενοι καὶ τὰ αὐτὰ νοοῦσι (διὰ γὰρ τοῦτο λέγεται ὁμόνοια), οὐ μὴν καὶ στέργουσιν ἀλλήλους, διὰ τὸ ‘καὶ κεραμεὺς κεραμεῖ φθονέει καὶ τέκτονι | |
20 | τέκτων‘. | |
180 | καὶ πῶς ἂν ποιήσοι ὁ πολιτικὸς ὁμόνοιαν καὶ στοργὴν ἐν τῇ πόλει; στοργὴν μὲν ποιήσοι, εἰ τοὺς πολίτας ποιήσῃ διακεῖσθαι πρὸς ἀλλήλους ὥσπερ ἑνὸς γένους οὔσης τῆς πόλεως καὶ ὥστε παραμετρεῖσθαι ταῖς ἡλικίαις τὰς συγγενείας, καὶ τοὺς μὲν γέροντας πάντας πατέρας | |
5 | οἴεσθαι, τοὺς δὲ πολλῷ σμικροτέρους υἱέας, τοὺς δὲ ὁμήλικας ἀδελ‐ φούς, ἵνα ἀνθ’ ὧν φησὶν ἐκεῖνος ‘ἧλιξ ἥλικα τέρπει‘ ἡμεῖς εἴπωμεν ‘πολίτης πολίτην τέρπει‘. ὁμόνοια δὲ γίνεται, εἰ τοῖς αὐτοῖς πάντες ἀκουστοῖς χαίροιεν καὶ τοῖς αὐτοῖς ὁρατοῖς. ἦν γὰρ ἡ ὁμόνοια κοινωνία γνώσεων· ταῦτα δὲ ἔχοντες κοινὴν ὄψιν καὶ κοινὴν ἀκοὴν | |
10 | ἔχοιεν, αἱ γὰρ αἰσθήσεις γνώσεις τινές εἰσι. ταῦτα ἔχει ἡ θεωρία. Καί μοι λέγε· φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι: τουτέστι ‘βουλόμεθα ἄριστοι γενέσθαι, δεῖ οὖν διὰ τοῦτο μαθεῖν τὴν πολιτικὴν ἐπιστήμην‘. καὶ ἐντεῦθεν εἶπε τὸ προοίμιον τῆς πράξεως, ἐν ᾧ λέγει τίς ἡ ὕλη τῆς πολιτικῆς ἐπιστήμης. | |
15 | Δῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί: ὡς μειράκιον ὁ Ἀλκιβιάδης οὐ καλῶς ἀπεκρίνατο εἰπὼν ‘τὴν ἀρετὴν δεῖ ἔχειν ἥνπερ οἱ ἄν‐ | |
181 | δρες οἱ ἀγαθοί‘. ἔδει γὰρ εἰπεῖν, ποίαν ἀρετήν, ἆρα τὴν κατὰ τὰ θεωρήματα ἢ τὴν κατὰ τὰ πρακτά. διὸ ὁ Σωκράτης ἐρωτᾷ αὐτὸν ‘οἱ τί ἀγαθοί;‘ οὔτε γὰρ προέρχεται ἡ λέξις καθὼς ἡ θεωρία, παρα‐ διδοῦσα τὴν ὕλην τοῦ πολιτικοῦ εὐτάκτως, ἀλλὰ δι’ ἐρωτήσεως καὶ | |
5 | ἀποκρίσεως, διότι μὴ βούλεται ὁ Σωκράτης αὐτὸς εἰπεῖν τὴν ὕλην, ἀλλὰ μετὰ τοῦ Ἀλκιβιάδου, ὡς μαιευτικός· εἰ γὰρ ἤθελεν καθ’ ἑαυτὸν εἰπεῖν, ὡς ἡ θεωρία ἂν ἔλεγεν. Δῆλον ὅτι οἱ πράττειν τὰ πράγματα: ἰδοὺ τέως ἕνα βαθμὸν ὠφελή‐ θη ὁ Ἀλκιβιάδης· ἠτόμωσε γὰρ τὸν λόγον, εἰπὼν τὰ πρακτὰ ὑπο‐ | |
10 | κεῖσθαι τοῖς πολιτικοῖς. διὸ πάλιν ἐρωτᾷ αὐτὸν ‘ποῖα πρακτά; ἆρα τὰ ἱππικά;‘ ὁ δέ φησιν ‘οὔ‘· βουλόμενοι γὰρ ταῦτα μαθεῖν πρὸς ἱππικοὺς ἐφοιτῶμεν. εἰδότος γὰρ περὶ ἑκάστου ἡ συμ‐ βουλή, καὶ οὐ πλουτοῦντος. Ἅπερ Ἀθηναίων οἱ καλοί τε κἀγαθοί: τοῦτο μόνον ὠφελήθη ὁ | |
15 | Ἀλκιβιάδης, ὅτι ἀντιστρέφει καλὸν καὶ ἀγαθόν. λοιπὸν ἐρωτᾷ αὐτὸν ὅτι ‘ἆρα καθὸ οἶδέ τις οὐκ ἔστι φρόνιμος; οὐκοῦν καὶ ὁ σκυτοτόμος φρόνιμος ὢν εἰς ὑποδημάτων ἐργασίαν καὶ ἀγαθὸς ἔσται, εἰς δὲ ἄλλο, | |
οἶον εἰς ὑφαντικήν, ἄφρων· καὶ ἔσται ὁ αὐτὸς ἀγαθὸς καὶ κακόσ‘. καὶ οὐκ ἄτοπον μὲν τοῦτο ἐπὶ σκυτοτόμου, ἐπὶ δὲ πολιτικοῦ τοῦ βουλο‐ | 114 | |
20 | μένου πάντα τὰ πρακτὰ ὠφελεῖν, διότι ὑποδύεται τὸν δημιουργόν, ἄτοπον. Τί οὖν; λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι κακούς; ἰδοὺ ἐν τῷ συμπεράσματι δίδωσιν ὅτι πάντα τὰ πρακτὰ ὑπόκειται τῷ πολιτικῷ· φησὶ γὰρ ὅτι οἱ ἀγαθοὶ οὐδαμῶς εἰσὶ κακοί, ὅπερ ἐπὶ τῶν τεχνιτῶν | |
25 | συμβαίνει, καὶ ἀγαθοὺς καὶ κακοὺς εἶναι. Ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς καλεῖς; ἐντεῦθεν τὸ εἶδος παρα‐ | |
182 | δίδωσι τοῦ πολιτικοῦ, ὅτι τὸ ἄρχειν. καὶ πάλιν διὰ τῶν οἰκείων ἐρωτή‐ σεων ἀπὸ τῶν καθόλου ἐπὶ τὸ τῷ ὄντι εἶδος ἔρχεται. ἀναγκάζει γὰρ αὐτὸν εἰπεῖν διὰ τῶν προσφυῶν ἐρωτήσεων ὅτι τὸ ἄρχειν ἀνθρώπων χρωμένων ἀνθρώποις ἐν τοῖς κατὰ νόμον συμβολαίοις. καὶ ἔστι | |
5 | θαυμάσαι τὴν μαιείαν τὴν Σωκρατικήν, πῶς τῷ πλήθει τῶν παρα‐ δειγμάτων τὸ στενὸν τῆς ψυχῆς ἀνευρύνει καὶ ἀποτεκεῖν ποιεῖ τὸ ἀληθές. Ἀλλ’ οὐδὲν ποιούντων: τουτέστιν ‘ἀργούντων‘. ὁ δέ φησιν ‘οὔ‘. Οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς: ἰδοὺ πάλιν ὠφελήθη ὁ νέος | |
10 | ὅτι ἀνθρώπων οἰκούντων ἄρχοντα καὶ συμβαλλομένων ἄλλοις, τουτέστιν ἀρχόντων ἄλλων. Κοινωνούντων ἐγὼ λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλ‐ λήλους: ἰδοὺ τελεία ἀπόκρισις, ὅτι ἄρχειν ἀνθρώπων χρωμένων ἄλλοις ἐν τοῖς κατὰ νόμον συμβολαίοις. | |
15 | Τίς οὖν αὕτη ἡ τέχνη; ἐντεῦθεν τὸ ποιητικόν, ὅτι φρόνησις καὶ οὐ σοφία. Εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες: ἀντὶ ἕξεως ἐπὶ ἐνέργειαν μετῆλθεν ὁ νέος. ἔδει γὰρ αὐτὸν εἰπεῖν φρόνησιν, ὁ δὲ εἶπεν εὐβουλίαν· καὶ εἰπὼν εὐβουλίαν ἁπλῶς εἶπεν, ἔδει γὰρ εἰπεῖν ποίαν εὐβουλίαν. σημειωτέον | |
20 | δὲ ὅτι καὶ ἀνωτέρω ἀντὶ τῆς ἕξεως τῆς μετεχομένης, μὴ δυνάμενος ταύτην καθορᾶν, ἐπὶ τὰ μετέχοντα μετῆλθεν, ὥσπερ τις μὴ δυνάμενος κατιδεῖν τὰ μικρὰ γράμματα ἐπὶ τὰ μεγάλα τράποιτο γράμματα. | |
183 | Ἄμεινον δὲ διοικεῖταί τις παραγενομένου: ὅτι τυχὸν στοργῆς παραγενομένης καὶ διχονοίας ἀπογενομένης, ἣν ἐφεξῆς ‘στάσιν‘ καλεῖ, τουτέστι τὸν ἐμφύλιον πόλεμον. περὶ οὗ καλῶς εἴρηται τὸ ποιητικὸν ‘ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, | |
5 | ὃς πολέμου ἔραται ἐπιδημίου, ὀκρυόεντοσ‘. Τυφλότητος δὲ ἀπογινομένης: τί οὖν; δυνατὸν τυφλότητα ἀπο‐ γενέσθαι δι’ ἀνθρωπίνης ἐπινοίας; θείας γὰρ ἐλλάμψεως τοῦτο. ἢ δυνατὸν τυφλότητα λέγειν αὐτὸν τὴν δι’ ἐπίχυσιν γινομένην. Ὅταν φιλία μὲν αὐτοῖς γίνηται: τοῦ Σωκράτους πολλοῖς χρησα‐ | |
10 | μένου παραδείγμασιν πρὸς τὸ τὸν νέον εἰπεῖν τί τὸ τελικὸν αἴτιον τοῦ | |
πολιτικοῦ, ἐντεῦθεν ὁ Ἀλκιβιάδης ἀποτίκτει τοῦτο λέγων ὅτι ‘τὸ φιλίαν ἐμποιεῖν τοῖς πολίταισ‘. ἁπλῶς δὲ εἰρηκότος αὐτοῦ τοῦτο, διὰ τῶν ἐφεξῆς ποιεῖ αὐτὸν ὁ Σωκράτης διακρῖναι τὸ τέλειον καὶ ἀποφήνασθαι. | 115 | |
14t | Πρᾶξις σὺν θεῷ καʹ | |
15 | Ἆρα οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; Ἐπειδὴ τέλος ἔλεγεν ὁ Ἀλκιβιάδης τῆς πολιτικῆς ἐπιστήμης τὴν φιλίαν, ἀντιλέγει αὐτῷ ὁ Σωκράτης, οὐχ ὡς οὐ βουλόμενος τέλος εἶναι καὶ αὐτὸς τὴν φιλίαν, ἀλλ’ ὅτι ᾤετο τὸν Ἀλκιβιάδην μὴ ἡγεῖσθαι στοργὴν διακρίνειν ἀπὸ φιλίας, ἀλλὰ ταὐτὸν εἶναι. δείκνυσι δὲ ὅτι καὶ | |
20 | ἡ ὁμόνοια φιλία ἐστὶ καὶ ἐπ’ εὐθείας καὶ διὰ ἀδυνάτου. ἐπ’ εὐθείας μὲν οὕτως· ‘εἰ ἡ διχόνοια ἔχθρα ἐστίν, ἡ ὁμόνοια ἄρα φιλία· καὶ διὰ τοῦτο οὐ μόνον ἡ στοργὴ φιλία ἐστίν, ἀλλὰ καὶ ἡ ὁμόνοια‘. διὰ ἀδυνάτου δὲ | |
184 | οὕτως· ‘εἰ ἀνὴρ καὶ γυνὴ μὴ ὁμονοοῦσιν, εἴγε ἐλέγομεν ὁμόνοιαν τὴν τῶν αὐτῶν γνῶσιν, 〈οὐ〉 τὰ αὐτὰ δὲ οὗτοι γινώσκουσιν, ὁ μὲν γὰρ οἴεται μὴ ὀφείλειν εἰδέναι τὰ περὶ ταλασιουργίας, ἡ δὲ τὰ ἱππικά· οἱ μὴ τοῖς αὐτοῖς γνωστοῖς χαίροντες οὐ φιλοῦσιν ἀλλήλους· ἀνὴρ ἄρα | |
5 | καὶ γυνὴ οὐ φιλοῦσιν ἀλλήλουσ‘. δῆλον δὲ ὅτι οὐχ ὁμονοοῦσι κατὰ τὸ προσεχὲς τέλος, καθ’ ὅσον ὁ μὲν οἶδε τυχὸν ἱππικήν, ἡ δὲ ταλασιουρ‐ γίαν· ἐπεὶ κατὰ τὸ πόρρω ὁμονοοῦσιν, ὁ μὲν γὰρ πολεμεῖ διὰ τὸ σῶσαι τὴν γυναῖκα (‘πρό τε παίδων‘ γὰρ ‘καὶ πρὸ γυναικῶν‘), ἡ δὲ ταλασιουργεῖ πρὸς φυλακὴν τοῦ ἀνδρός, ἵνα μὴ φθείρηται ὑπὸ | |
10 | προσβολῆς τοῦ ἀέρος. Εἶτα λαβὼν ἐξ αὐτοῦ ὅτι οἱ μὴ τοῖς αὐτοῖς γνωστοῖς χαίροντες οὐ φιλοῦσιν ἀλλήλους, δείκνυσιν ὅτι οὐ δύνανται οἱ δίκαιοι καλῶς οἰκεῖν τὰς πόλεις. καὶ προσλαμβάνει λῆμμα ἐν δευτέρῳ σχήματι δεικνύμενον· ‘οἱ τὰ αὑτῶν πράττοντες καὶ μὴ ἀλλοτριοπραγοῦντες οὐ φιλοῦσιν ἀλλή‐ | |
15 | λους· οἱ εὖ οἰκοῦντες τὴν πόλιν φιλοῦσιν ἀλλήλους (ἦν γὰρ τοῦτο τέλος τῆς πολιτικῆς ἐπιστήμης, ἡ φιλία καὶ ἡ ἕνωσις)· οἱ ἄρα τὰ αὑτῶν πράττοντες οὐ φιλοῦσιν ἀλλήλουσ‘. τοῦτο τὸ συμπέρασμα λαβὼν συλλο‐ γίζεται προστιθεὶς ἔξωθεν ἄλλην πρότασιν· ‘οἱ δίκαιοι τὰ αὑτῶν πράτ‐ τουσιν· οἱ τὰ αὑτῶν πράττοντες οὐκ εὖ οἰκοῦσι τὰς πόλεις· οἱ ἄρα | |
20 | δίκαιοι οὐκ εὖ οἰκοῦσι τὰς πόλεισ‘. | |
Ἔδει δὲ τὸν Ἀλκιβιάδην ἐννοεῖν ὅτι πολλαχῶς ἡ φιλία. ἔστι γὰρ φιλία ἡ κατὰ τὸ ἕν, ἥτις καὶ ἕνωσις λέγεται, ἥτις ἐν ἐνθουσιασμοῖς γίνεται τοῦ ἑνὸς πρὸς τὸ κρεῖττον. ἔστιν ἡ ἐν νῷ φιλία, ἥτις ὁμόνοια λέγεται. ἔστιν ἡ ἐν διανοία, ἥτις ὁμοφροσύνη λέγεται· διὸ καὶ τὸ ‘ἐν | 116 | |
25 | φρεσὶ πευκαλίμῃσι‘. ἔστιν φιλία ἐν δόξῃ, ἥτις ὁμοδοξία λέγεται. ἔστιν ἐν ἤθεσιν, ἥτις ὁμοιοπάθεια· διὸ καὶ τὸ ‘ἇλιξ ἅλικα τέρπει‘, διὰ τὸ ὁμοιοπαθές, οἱ γὰρ παῖδες ἀλλήλοις χαίρουσι καὶ οἱ νέοι καὶ | |
185 | οἱ πρεσβῦται, διὰ τὸ χαίρειν τοῖς αὐτοῖς πάθεσιν. ἔστιν καὶ ἄλλη φιλία ἡ κατὰ τὰ γένη, ἥτις λέγεται συγγένεια. ταῦτα ἔχει ἡ θεωρία. Ἆρα οὖν φιλίαν λέγεις ὁμόνοιαν, καὶ τὰ ἑξῆς: τὸ λεγόμενον τοῦ‐ τό ἐστιν, ὅτι ‘ὁμόνοιαν λέγεις διὰ τὸ τοῖς αὐτοῖς γνωστοῖς χαίρειν; | |
5 | οἶον ὁμονοεῖν περὶ ἀριθμοὺς λέγεις τὰ αὐτὰ νοεῖν διὰ τὴν ἀριθμητικήν; ἆρα καὶ περὶ μεγέθη οὐ λέγεις ὁμονοεῖν διὰ τὴν μετρητικήν, καὶ ἐν σταθμοῖς διὰ τὴν στατικήν;‘ καὶ ἔχεις τέως ἐντεῦθεν ὅτι τρία εἴδη βούλεται ποσοῦ ὁ Πλάτων, διωρισμένον, συνεχές, ῥοπήν, εἴγε ἐκ τῶν τριῶν ἐπεχείρησεν καὶ ἀντιδιέστειλεν τὴν στατικὴν ταῖς ἄλλαις. καὶ ἐπὶ | |
10 | μὲν ἀριθμητικῆς ἀπὸ τοῦ πλήθους ἀρξάμενος κατήντησεν εἰς τὸ ἓν εἰπὼν ‘ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμῶν πρὸς ἀλ‐ λήλας διὰ τὴν ἀριθμητικὴν‘ καὶ ‘οἱ ἰδιῶται‘ καὶ ‘αὐτὸς ἑαυτῷ‘. ἐπὶ δὲ τῆς γεωμετρίας τὸ ἀνάπαλιν ἀπὸ τοῦ ἑνὸς ἤρξατο καὶ κατήντησεν εἰς τὸ πλῆθος εἰπὼν ‘τί δὲ περὶ μεγέθους; οὐκ | |
15 | αὐτὸς ἑαυτῷ, καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πό‐ λεις;‘ διότι οἰκεῖον τῇ ἀριθμητικῇ μὲν τὸ πλῆθος, περὶ ἀριθμοὺς καταγινομένῃ, τῇ δὲ γεωμετρίᾳ τὸ ἕν, περὶ τὸ συνεχὲς καταγινομένῃ, ἐκείνη δὲ περὶ τὸ διωρισμένον ποσόν. ἐπὶ δὲ στατικῆς οὐδὲν τούτων εἶπεν, οὔτε ἀπὸ τοῦ ἑνὸς ἤρξατο κατήντησεν δὲ εἰς τὸ πλῆθος, οὔτε | |
20 | ἀπὸ τοῦ πλήθους καὶ κατήντησεν εἰς τὸ ἕν, διότι ἑτέρα ἐστὶ τούτων. ὅτι γὰρ ἑτέρα ἐστὶ παρὰ τὸ συνεχὲς ἡ ῥοπὴ δῆλον, εἴγε ἀντιπεπόνθασι | |
186 | ταῦτα ἀλλήλοις· ὀλίγη γὰρ ῥοπὴ ἐν πολλῷ μεγέθει καὶ τὸ ἀνάπαλιν. καὶ Ὅμηρος μὲν κατεφρόνησε σολοικισμοῦ, ἵνα ἀταξίαν κινήσεως ἵππου ὑφηγήσηται, ἐξομοιῶν τοὺς λόγους τοῖς περὶ ὧν ὁ λόγος καὶ εἰπὼν | |
5 | ‘ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνην ῥίμφα ἑ γοῦνα φέρει‘· Πλάτων δὲ ἄνευ τοῦ ἁμαρτάνειν ἐν τοῖς λόγοις μιμεῖται τὰ πράγματα. Τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; ἄξιον ζητῆσαι πῶς πολλὰ ἐρωτᾷ ὁ Σωκράτης. ἐρωτᾷ γὰρ τίς ἐστιν ἡ ὁμόνοια | |
10 | αὕτη, καὶ ἐν τίσι, καὶ τίς ἡ ποιητικὴ αὐτῆς αἰτία, καὶ εἰ ταὐτὸν τὸ | |
πολιτικὸν τῷ ἠθικῷ καὶ οἰκονομικῷ. διὸ εἰδὼς καὶ αὐτὸς ὅτι πολλὰ ἠρώτησεν, φησὶν ‘μὴ κάμῃς ἀποκρινόμενοσ‘, εὐκαίρως ῥηθέν‐ τος τοῦ ‘μὴ κάμῃσ‘ διὰ τὰς ἐρωτήσεις πολλὰς οὔσας. καίτοι αὐτὸς ἐν τῷ Γοργίᾳ ἐμέμψατο τῷ Πώλῳ ὡς πολλὰ ἐρωτήσαντι. τέως μὲν οὖν | 117 | |
15 | μάθωμεν, τίνες εἰσὶν αἱ ἐρωτήσεις, πρὸ τῆς λύσεως. ‘τίς αὕτη ἡ ὁμό‐ νοια‘· ὅτι κοινωνία γνώσεως. ‘ἐν τίσιν ἐστίν‘· ὅτι ἐν τοῖς διδακτοῖς γνωστοῖς, ἀλλ’ οὐκ ἐν τοῖς πρακτοῖς. ‘τίς ἐστιν ἡ τέχνη ἡ ποιητικὴ ταύτησ‘· ἡ πολιτική, αὕτη γὰρ ποιεῖ χαίρειν τοῖς αὐτοῖς γνωστοῖς διὰ διδαχῆς· οὐ γὰρ ὥσπερ ἡ στοργὴ φυσική ἐστι πατέρων πρὸς τέκνα, | |
20 | οὕτως καὶ ἡ ὁμόνοια. καὶ ‘εἰ ταὐτὸν πολιτικόν, ἠθικόν, οἰκονομικόν, ἢ οὐ ταὐτόν‘· ταὐτόν ἐστιν· ὥσπερ γὰρ οὐ διαφέρουσι τὰ μεγάλα γράμματα τῶν μικρῶν γραμμάτων τῷ εἴδει (τὸ γὰρ μᾶλλον καὶ ἧττον οὐ ποιεῖ εἴδους ἐξαλλαγήν), οὕτως οὐδὲ τὰ πράγματα διαφέρει διὰ τὸ μέγεθος· καὶ ὅτι ἔχομεν ἐν τοῖς προλαβοῦσιν ὅτι ὁ ἕνα πείθων καὶ | |
25 | πολλοὺς πείθει, καὶ τοῦ αὐτοῦ ἐστὶ τοῦτο τοῦ πολλοὺς πείθοντος καὶ | |
187 | ἕνα πείθειν· καὶ ὅτι ὥσπερ οὐ διαφέρει ἰατρὸς ὁ ἕνα ἰατρεύων τοῦ πολλοὺς ἰατρεύοντος καὶ τοῦ πάντας (οὐ γὰρ ἡ διαφορὰ ἡ κατὰ τὸ πολὺ καὶ ὀλίγον τοῦ ὑποκειμένου διαφορὰν ποιεῖ τῶν ἕξεων), οὕτως οὐδὲ ὁ πολιτικὸς τοῦ οἰκονομικοῦ καὶ ἠθικοῦ. λεκτέον λοιπὸν διὰ τί | |
5 | πολλὰ ἐρωτᾷ. ἢ ὅτι τὰ πολλὰ εἰς ἓν καταντᾷ καὶ συνέχειαν ἔχει τὰ ἐρωτώμενα. πρῶτον γὰρ ἠρώτησε ‘τίς αὕτη‘, καὶ ‘ἐν τίσιν ἐστίν‘, καὶ ‘τίς τέχνη ποιητικὴ ταύτησ‘, καὶ ‘εἰ διαφέρει πολιτικὸν ἠθικοῦ, οἰκονο‐ μικοῦ‘· καὶ οἶον πάντα ἕν εἰσιν. εἰπὲ δὲ καὶ ἄλλην λύσιν· ὅτι οὐ δεῖ πολλὰ ἐρωτᾶν ἐν διαλεκτικαῖς ἐρωτήσεσιν, ἔνθα οὐ χρεία λόγου, ἀλλ’ | |
10 | ἀρκεῖ ἢ κατανεῦσαι ἢ ἀνανεῦσαι καὶ τὸ ναὶ ἢ οὔ, διότι εἰ πολλὰ ἐρωτή‐ σωμεν ἄδηλόν ἐστι πρὸς ποίαν ἀπεκρίνατο ἐρώτησιν, ἐν δὲ ταῖς πυσματικαῖς ἐρωτήσεσιν τοῦτο οὐκ ἀδύνατον, διότι δύναται καὶ διὰ λόγου προσενεχθῆναι καὶ διορίσασθαι πρὸς ποίαν ἀποκρίνεται. οὕτω καὶ ὁ ποιητὴς ἐν ταῖς πυσματικαῖς ἐρωτήσεσιν πολλὰ εἶπεν· | |
15 | ‘τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;‘ ὅτε ἠδύνατο διὰ λόγου ἀποκρίνασθαι. Ἆρα ἥπερ πόλει αὐτῇ καὶ ἰδιώτῃ: τὸ τέταρτον ἐρωτᾷ· ἆρα ταὐτόν ἐστιν οἰκονομικόν, πολιτικόν, ἠθικόν; διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ἥπερ πόλει‘ ἐδήλωσε τὸ πολιτικόν, διὰ δὲ τοῦ ‘αὐτῷ τε πρὸς ἑαυ‐ | |
20 | τὸν‘ τὸ ἠθικόν, διὰ δὲ τοῦ ‘καὶ πρὸς ἄλλον‘ τὸ οἰκονομικόν. ὁ δὲ Ἀλκιβιάδης φησὶν ‘εἰκός γε‘. καὶ πόθεν τηλικοῦτο δόγμα ᾔδει ὁ Ἀλκιβιάδης, ὅτι ταὐτά εἰσι ταῦτα; ἢ ὠφελήθη ἐκ τοῦ παρόντος δια‐ λόγου, ἐκ τοῦ λόγου τοῦ λέγοντος ‘ὁ ἕνα πείθων καὶ πολλοὺς πείθει‘. Ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν: ἰδοὺ διὰ ταῦτα | |
188 | ἐδέησεν τῷ Σωκράτει τοῦ ἐλέγχου τοῦ λέγοντος ὅτι οὐ τέλος τῆς | |
πολιτικῆς ἐπιστήμης ἡ φιλία, εἴγε φαίνεται φιλίαν καὶ στοργὴν ταὐτὸν λέγων ὁ Ἀλκιβιάδης. φησὶ γὰρ ὅτι ‘ἐγὼ ὁμόνοιαν λέγω τὴν πατρὸς πρὸς τέκνα καὶ ἀδελφῶν πρὸς ἀδελφούσ‘. | 118 | |
5 | Οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικί: ἐντεῦθεν ἐλέγχει καὶ παραδίδωσι τὴν διὰ ἀδυνάτου δεῖξιν, δεικνὺς ὅτι καὶ ἡ ὁμόνοια φιλία. ταλασιουργία δὲ λέγεται ἡ ξαντικὴ παρὰ τὸ τὰ λάσια ἐργά‐ ζεσθαι· ἢ παρὰ τοὺς ταλάρους· εἰ δὲ καὶ αἱ ἡμίονοι ‘ταλαεργοὶ‘ λέγονται, παρὰ τὸ ὑπομενητικὸν καὶ τὸ περὶ τὰ ἔργα ταλαιπωρεῖν, | |
10 | εἴληπται δὲ ἀπὸ τῆς ταλασιουργίας. τοιαῦται δὲ καὶ αἱ γυναῖκες, ὑπομενητικαί, οὐ γὰρ οἱ ἄνδρες· διὸ καὶ εἴρηται περὶ αὐτῶν ‘ἔξω μολὼν ἔπαυσε καρδίας ἄσην‘. Γυναικεῖον γὰρ τοῦτό γε τὸ μάθημα: καὶ πῶς, εἰ κοιναὶ αἱ ἀρεταὶ ἀνδρῶν καὶ γυναικῶν, διὰ τί φησι ‘γυναικεῖον γὰρ τοῦτό γε | |
15 | 〈τὸ〉 μάθημα‘; ἢ κατὰ τὴν τοιαύτην πολιτείαν. | |
189 | Δύναιτο ἂν ὁμονοεῖν μὴ μαθοῦσα: καλῶς τὸ ‘μὴ μαθοῦσα‘, διὰ τὰς Ἀμαζόνας πολεμικὰς οὔσας. Ἴσως αὖ φαίης ἂν εἶναι: καλῶς τὸ ‘ἴσωσ‘ καὶ τὸ ‘φαίης ἂν εἶναι‘. κοιναὶ γὰρ αἱ ἀρεταὶ τῶν ἀνδρῶν, εἴγε κοιναὶ αἱ φύσεις· | |
5 | εἰσωθούμενα γὰρ τὰ ἀνδρεῖα μόρια γυναικεῖα γίνεται, καὶ τὸ ἀνάπαλιν τὰ γυναικεῖα ἐξωθούμενα· καὶ εἰ ἡ κύων οὐδὲν διαφέρει τοῦ ἄρρενος κατὰ τὸ φρουρεῖν, ἀλλ’ ἄμφω φρουρητικοί εἰσιν. εἰ οὖν κοιναὶ αἱ φύσεις, διὰ τί μὴ καὶ κοιναὶ αἱ γνώσεις καὶ αἱ ἀρεταί; καὶ οὐκέτι δεῖ εἰπεῖν ‘γυναικεῖον‘ ἢ ‘ἀνδρεῖον‘ τὸ μάθημα, ἀλλ’ ‘ἀνθρώπινον‘, κοινῶς γὰρ | |
10 | ‘ἄνθρωποι‘. Οὐδὲ ἄρα φιλία: ‘εἴγε μὴ ὁμονοοῦσιν, οὐ φιλοῦσιν ἀλλήλους, εἴπερ ἡ φιλία ὁμόνοια ἦν‘, φησίν. Οὐδὲ εὖ ἄρα οἰκοῦνται αἱ πόλεις: ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οἱ δίκαιοι οὐκ εὖ οἰκοῦσι τὰς πόλεις. καὶ προσλαμβάνει τὸ λῆμμα καὶ | |
190 | λοιπὸν συλλογίζεται ὅτι ‘φιλίας μὴ παρούσης ἐν τοῖς τὰ ἑαυτῶν πράτ‐ τουσιν, ἧς ἐγγινομένης ἐλέγομεν καλῶς διοικεῖσθαι τὰς πόλεισ‘, τὸν συλλογισμὸν πλέκων οὕτως· ‘οἱ τὰ αὑτῶν πράττοντες οὐ φιλοῦσιν ἀλλήλους· οἱ εὖ οἰκοῦντες τὴν πόλιν φιλοῦσιν ἀλλήλους, διότι τοῦτο | |
5 | τέλος τῆς πολιτικῆς· οἱ τὰ ἑαυτῶν ἄρα πράττοντες οὐκ εὖ οἰκοῦσι τὰς πόλεισ‘. Ἀλλά μοι δοκεῖ κατὰ τὰ αὐτά: ἀντιλέγει ὁ Ἀλκιβιάδης τῷ Σω‐ κράτει ὅτι ‘ἀλλ’ εὖ οἰκοῦσι τὰς πόλεις δι’ αὐτὸ τοῦτο, διότι τὰ αὑτῶν | |
πράττουσιν‘· ὁ δὲ Σωκράτης φησὶν ὅτι ‘πάλαι ὑπὸ σοῦ ταῦτα ἐλέγετο‘. | 119 | |
10 | Δίκαια δὲ πράττουσιν ἢ ἄδικα: ἐντεῦθεν τὸν συλλογισμὸν παρα‐ δίδωσιν, ὅτι οἱ δίκαιοι τὰ αὑτῶν πράττουσιν. Ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδὲ αὐτὸς οἶδα ὅ τι λέγω: ἰδοὺ ἐναργῶς ὁ Ἀλκιβιάδης ὠφέληται· καὶ γὰρ ἦλθεν ἀπὸ διπλῆς ἀμαθίας ἐπὶ ἁπλῆν, ὁμολογεῖ γὰρ ἀγνοεῖν. καὶ Ἀριστείδης μέν 〈φησι〉 | |
15 | περὶ Δημοσθένους τοῦ ῥήτορος ὅτι Ἑρμοῦ λογίου τύπος ἦν εἰς ἀνθρώπους ἐλθών· ἐγὼ δὲ φαίην ἂν εὐκαιρότερον περὶ Σωκράτους τοῦτο, εἴγε πρῶτον μὲν τῷ Ἑρμῇ ᾠκείωται (λέγεται γὰρ ἑρμογλύφου υἱὸς εἶναι), καὶ ὅτι ὥσπερ ὁ Ἑρμῆς μιᾷ ῥάβδῳ καὶ ὕπνον ἐποίει καὶ ἐγρήγορσιν | |
20 | (‘οὓς ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει‘), | |
191 | οὕτω καὶ ὁ Σωκράτης μιᾷ ῥάβδῳ, τῇ διαλεκτικῇ, καὶ ἀπαυθαδιζομέ‐ νους κατέκλινεν καὶ πάλιν καταβληθέντας διανίστη καὶ ἐπανεκαλεῖτο. οὕτω τὸν Ἀλκιβιάδην ἄνω μὲν διὰ τῶν ἐλέγχων κατέβαλλεν δεικνὺς αὐτὸν διπλῇ ἀμαθαίνοντα, νῦν δὲ διεγείρει αὐτὸν καταβληθέντα λέγων | |
5 | ‘θάρρει, νέος γὰρ εἶ καὶ δύνῃ μαθεῖν‘ (‘νέων‘ γὰρ ‘οἱ μεγάλοι πόνοι‘, καὶ ‘νέῳ δέ τε πάντ’ ἐπέοικεν‘)· ‘εἰ μὲν γὰρ ἦς ὑπὲρ τὰ νʹ ἔτη, χαλεπὸν ἦν σε μαθεῖν‘. καὶ καλῶς τὸ ‘χαλεπόν‘, ἀλλ’ οὐκ ‘ἀδύνατον‘· βούλεται γὰρ ὁ Σωκράτης πάντας ἀνθρώπους ὠφελῆσαι, καὶ εἰ νέος ἐστὶ καὶ εἰ πρεσβύτης. | |
10 | Τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν; ἐρωτᾷ αὐτὸν τί δεῖ ποιεῖν πρὸς τὸ μαθεῖν· ὁ δέ φησιν οὐδὲν χαλεπὸν οὔτε τὰ τοῦ Ὤτου καὶ Ἐφιάλτου ποιῆσαι (‘Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν‘), ἀλλὰ δοῦναι λόγον καὶ λαβεῖν. καὶ Ἀρχιμήδης μὲν μετὰ τὴν εὕρεσιν | |
15 | τοῦ βαρυούλκου, ἐν ᾧ ἔδειξεν ὅτι τῇ τυχούσῃ δυνάμει τὸ τυχὸν βάρος κινήσει, ἐπειδὴ ὅσον ἐπὶ τούτῳ καὶ εἶς ἄνθρωπος ἠδύνατο κινῆσαι τὴν γῆν, μέγα ἐφθέγξατο καὶ ἀδύνατον, ὅτι ‘πᾷ βῶ καὶ κινῶ τὰν γᾶν‘· ἀδύνατον γὰρ μὴ εἶναι ἐν τόπῳ· Σωκράτης δὲ εὐτελῆ αἰτεῖ. Ἐὰν θεὸς θέλῃ: ‘θεὸν‘ λέγει τὸν εἰληχότα δαίμονα, τοῦτον γὰρ | |
192 | καὶ ἄνω ‘θεὸν‘ ἔλεγεν. τὸ δὲ ‘εἴ τι δὴ καὶ τῇ ἐμῇ μαντείᾳ‘ ἐστίν, διότι διττὴ ἡ μαντεία· ἡ μὲν θεία, ἥτις καὶ μανία ἐστίν· ἡ δὲ τεχνική, ἥτις μαστεία λέγεται. κατὰ οὖν τὴν διπλῆν μαντείαν νῦν φησὶν ὁ Σω‐ κράτης· καὶ διὰ τὴν θείαν, διότι φησὶν ‘ἐὰν θέλῃ‘ καὶ θεοῦ ἐμνημό‐ | |
5 | νευσεν, καὶ διὰ τὴν τεχνικήν, εἴγε ἐτεκμήρατο ἐκ τῆς φύσεως τοῦ | |
Ἀλκιβιάδου δύνασθαι αὐτὸν μαθεῖν. Σύ τε κἀγὼ βέλτιον σχήσομεν: πῶς καὶ Σωκράτης βέλτιον σχήσει; ἢ δῆλον ὅτι ὡς συναναγόμενος τοῖς παιδικοῖς. | 120 | |
9t | Πρᾶξις σὺν θεῷ κβʹ | |
10 | Ἆρα οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; Ἐπειδὴ τέλος ἔλεγεν ὁ Ἀλκιβιάδης τῆς πολιτικῆς ἐπιστήμης τὴν φιλίαν, ἐντεῦθεν ἐλέγχει τοῦτον ὁ Σωκράτης, οὐχ ὅτι οὐ βούλεται τοῦτο, ἀλλὰ νομίζων λέγειν ταὐτὸν τὴν φιλίαν τῇ στοργῇ. καὶ τρία ταῦτα δείκνυσιν ἡ μετὰ χεῖρα λέξις. πρῶτον ὅτι ἡ φιλία οὐ μόνον | |
15 | στοργὴ ὑπάρχει, ἀλλὰ καὶ ὁμόνοια· καὶ τοῦτο εὐθὺς ἐν ἀρχῇ δείκνυσιν. εἰ γὰρ ἡ διχόνοια ἔχθρα ἐστίν, ἡ ὁμόνοια φιλία· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. δεύτερον δείκνυσιν ὅτι ἐστὶ φιλία ἡ κατὰ τὴν ὁμόνοιαν, ὡς ἐπὶ τῶν τεχνῶν· οἱ γὰρ τεχνῖται ὁμονοοῦσιν ἀλλήλοις καὶ κατὰ τοῦτο φιλοῦσιν ἀλλήλους, καθὸ τοῖς αὐταῖς γνωστοῖς χαίρουσιν, | |
20 | οὐ μὴν στέργουσι, διὰ τὸ ‘καὶ κεραμεὺς κεραμεῖ κοτέει‘ (αὐτὸς δὲ φιλοσόφοις χρῆται παραδείγμασιν, ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς καὶ στατικοῖς)· οὐκοῦν ἐστὶ φιλία μὴ οὔσης στοργῆς. τρίτον δείκνυσιν ὅτι ἐστὶ καὶ τὸ ἀνάπαλιν στοργὴ ἄνευ ὁμονοίας· ἀνὴρ γὰρ καὶ γυνὴ στέργουσιν ἀλλήλους, οὐ μὴν ὁμονοοῦσιν· οὐ γὰρ τὰ | |
193 | αὐτὰ φρονεῖ ὁ ἀνὴρ περὶ ταλασιουργίας τῇ γυναικί (πῶς γάρ, εἴγε ἀγνοεῖ;) οὔτε μὴν περὶ ἱππικῆς ἡ γυνὴ τῷ ἀνδρί. δῆλον δὲ ὅτι κατὰ τὸ προσεχὲς τέλος οὐχ ὁμονοοῦσιν, ἐπεὶ ὡς εἴρηται κατὰ τὸ πόρρω ὁμονοοῦσιν. τοῦτο δὲ ποιεῖ δεικνὺς ὅτι ἡ φιλία καὶ τῇ ὁμονοίᾳ ὑπάρχει | |
5 | καὶ τῇ στοργῇ, εἴγε ἐστὶ φιλία θατέρου μόνου τούτων ὑπάρχοντος. Διὰ τίνα οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς; ἰδοὺ τὸ δεύτερον διὰ τούτων δείκνυσιν, ὅτι ἐστὶ φιλία κατὰ τὴν γνῶσιν, οὐ μὴν κατὰ τὴν στοργήν, διὰ τοὺς τεχνίτας· φιλοῦσι γὰρ ἀλλήλους κατὰ τοῦτο, εἴγε τὰ αὐτὰ νοοῦσι, καὶ ᾗ μὲν τεχνῖται φίλοι εἰσίν, ὡς δὲ ἄν‐ | |
10 | θρωποι φθονοῦσιν ἀλλήλοις καὶ μισοῦσιν. δεῖ δὲ προσθεῖναι ἐνταῦθα τὰ ἄνω εἰρημένα. Ἢν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τί ἐστιν; ἐνταῦθα δέον ἐπαγαγεῖν καὶ τὸ ἄλλο, ὅτι ἐστὶ στοργὴ ἄνευ ὁμονοίας, ὡς ἐπὶ ἀνδρὸς καὶ γυναι‐ κός, μεσολαβεῖ τὸν λόγον καὶ ἐρωτᾷ αὐτὸν τέσσαρά τινα· τίς ἡ ὁμόνοια, | |
15 | ἐν τίσιν ἐστίν (ὅτι ἐν διδακτοῖς, ἀλλ’ οὐκ ἐν πρακτοῖς), τίς ἡ ποιητικὴ αὐτῆς, εἰ ταὐτόν ἐστιν οἰκονομικόν, πολιτικόν, ἠθικόν. ἰστέον δὲ ὅτι καὶ ἄλλοθέν ἐστι δεῖξαι ὅτι οὐκ ἄτοπον ἐν πυσματικαῖς ἐρωτήσεσι πολλὰ ἐρωτᾶν. αὐτὸς γοῦν ἐν Ἀπολογίᾳ πολλὰ ἐρωτᾷ· ‘τίς, καὶ ποδα‐ πός, καὶ ποῖος ὁ μισθός;‘ ὁ δὲ ἀποκρίνεται αὐτῷ, πρὸς μὲν | |
20 | τὸ ‘τίσ‘ λέγων ‘Εὔηνος,‘ πρὸς δὲ τὸ ‘ποδαπὸσ‘ λέγων ὅτι | |
‘Πάριοσ‘, πρὸς δὲ τὸ τρίτον ὅτι ‘εʹ μνᾶς λαβών‘. Εἰκός γέ τοι: ἰδοὺ κρείττων Ἀλκιβιάδης Ἀριστοτέλους, ὠφεληθεὶς ἐκ τοῦ παρόντος διαλόγου ὅτι ὁ ἕνα πείθων καὶ πολλοὺς πείθει, ὅτι ταὐτόν ἐστιν ἠθικόν, οἰκονομικόν, πολιτικόν, μόνον τῷ μεγάλῳ καὶ | 121 | |
25 | μικρῷ διαφέροντα καὶ μὴ ἔχοντα παρὰ τοῦτο ἑτέραν φύσιν, ἐκείνου ἀντιδιαιροῦντος ταῦτα. πλὴν ἵνα μὴ καθέλωμεν τὸ ἀξίωμα τοῦ Ἀριστο‐ | |
194 | τέλους, εἴπωμεν ὅτι κρείττων Ἀλκιβιάδης Ἀριστοτέλους οὐ καθ’ ἑαυτόν, ἀλλὰ μετὰ Σωκράτους ἐνεργῶν. Ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν: διὰ τοῦτο ἠναγκάσθη ὁ Σωκράτης ἐλέγξαι τὸν Ἀλκιβιάδην τέλος λέγοντα τῆς πολιτικῆς ἐπιστήμης τὴν | |
5 | φιλίαν, διότι ταὐτὸν φαίνεται εἰδὼς ἐνταῦθα φιλίαν καὶ στοργήν, διὰ τῶν παραδειγμάτων· πλὴν καὶ ἁμαρτάνων ἐν τούτῳ οὔτε τοῦ εἴδους τῆς στοργῆς ἠδυνήθη καταδράξασθαι, ἀλλὰ κατῆλθεν ἐπὶ παραδειγμά‐ των· καὶ ὅτι οὐκ ἠδυνήθη τὸ ἁπλοῦν εἶδος αὐτῆς συνιδεῖν, ἀλλὰ κατῆλθεν ἐπὶ τὸ σύνθετον, καὶ ἀπὸ μικρῶν γραμμάτων εἰς μεγάλα. | |
10 | Οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικί: τὸ τρίτον δείκνυσιν, ὅτι ἐστὶ στοργὴ ἄνευ ὁμονοίας, καὶ ἐρωτᾷ ὅτι ‘ὁ ἀνὴρ τῇ γυναικὶ ὁμονοεῖ περὶ ταλασιουργίας, ἐὰν τὰ αὐτὰ φρονῇ;‘ ἦν γὰρ ἡ ὁμόνοια ἡ τῶν αὐτῶν γνῶσις ὁμοίως. καλῶς δὲ ‘τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ‘· δύναται γάρ τις μαθεῖν ὑφάντης. εἰ μὴ οὖν ὁμονοοῦ‐ | |
15 | σιν, οὔτε φιλοῦσιν ἀλλήλους· ἔλεγε γὰρ ὁ Ἀλκιβιάδης προσεχῶς διὰ τῶν παραδειγμάτων ταὐτὸν ὁμόνοιαν καὶ φιλίαν, ὁμόνοιαν λέγων τὴν στοργήν. Ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως ἂν φαίης: εἰ αἱ ἀρεταὶ κοιναὶ ἀνδρῶν καὶ γυναικῶν εἰσίν, ὡς ἐν τῇ Πολιτείᾳ ἀποδέδεικται, εἴγε κοινὴ φύσις | |
20 | ἐστίν (τὰ γὰρ αὐτά ἐστι μόρια ἀνδρεῖα καὶ γυναικεῖα, παρὰ τὴν θέσιν μόνον ἔχοντα τὴν διαφοράν) καὶ κοινὴ παιδεία (ὡσαύτως γὰρ τὸ φρουρητικὸν ὑπάρχει καὶ ταῖς θηλείαις κυσὶν ὥσπερ τοῖς ἄρρεσι), καὶ ὅτι ὁ Ἀγαμέμνων ἐν μιᾷ ξυνωρίδι ἔμιξε τὸ θῆλυ τῷ ἄρρενι, ὡς | |
195 | δηλοῖ τὸ ‘Αἴθην τὴν Ἀγαμεμνονέην τὸν νέον τε Πόδαργον‘, πῶς φησὶ νῦν ἄλλο ἔργον εἶναι ἄρρενος καὶ ἄλλο θήλεος καὶ μὴ ἓν ἔργον εἶναι ἀνθρώπου παντός; ἢ ταῦτα λέγεται οὐ κατὰ τὴν εὖ ἔχουσαν | |
5 | πολιτείαν ἀλλὰ κατὰ ἄλλην· καὶ ὅτι φησὶ ‘κατὰ τὸν σὸν λόγον‘, καὶ ὅτι ‘ἴσωσ‘ φησίν, καὶ ὅσα τοιαῦτα. πλέκεται δὲ ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι οὕτως· ‘γυνὴ καὶ ἀνὴρ οὐχ ὁμονοοῦσιν, οὐ γὰρ περὶ τὰ αὐτὰ γνωστὰ καταγίνονται· οἱ φιλοῦντες ἀλλήλους ὁμονοοῦσιν, εἴγε δέδεικται ὅτι ἡ διχόνοια ἔχθρα ἐστίν· ἀνὴρ ἄρα καὶ γυνὴ οὐ | |
10 | φιλοῦσιν ἀλλήλουσ‘. Οὐδὲ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις: δείξας δι’ ἑνὸς ἀτόπου ὅτι οὐ ταὐτὸν φιλία καὶ ὁμόνοια, ἀλλ’ ἐπὶ πλέον ἐστὶν ἡ φιλία, διὰ τοῦ δεῖξαι ὅτι ἀνὴρ καὶ γυνὴ οὐ φιλοῦσιν ἀλλήλους, ἐντεῦθεν καὶ δεύτερον ἄτοπον ἐπάγει τῷ λόγῳ, ὅτι οἱ δίκαιοι οὐκ εὖ οἰκοῦσι τὰς πόλεις. | 122 |
15 | προάγειν δὲ δεῖ τὸν συλλογισμὸν οὐχ ὡς ἡ θεωρία ἐποίησεν ἐν πρώτῳ σχήματι, ἐπεὶ ἀτόπῳ διαλεκτικῷ ἐμπίπτομεν τῷ ἐξ ἀποφάσεων πλέκειν συλλογισμόν, ἀλλὰ δεῖ ἀναλῦσαι τὸ λεγόμενον εἰς προσυλλογισμοὺς καὶ συλλογισμόν. προσυλλογίζεται γὰρ οὕτως· ‘οἱ τὰ αὑτῶν πράτ‐ τοντες οὐχ ὁμονοοῦσιν, διότι μὴ τὰ αὐτὰ γνωστὰ ἔχουσιν· οἱ φιλοῦντες | |
20 | ἀλλήλους ὁμονοοῦσιν· οἱ τὰ αὑτῶν ἄρα πράττοντες οὐ φιλοῦσιν ἀλλή‐ λουσ‘. βʹ προσυλλογισμός, λαβὼν τὸ συμπέρασμα τοῦ συλλογισμοῦ· ‘οἱ τὰ αὑτῶν πράττοντες οὐ φιλοῦσιν ἀλλήλους· οἱ εὖ οἰκοῦντες τὰς πόλεις φιλοῦσιν ἀλλήλους· οἱ ἄρα τὰ αὑτῶν πράττοντες οὐκ εὖ οἰκοῦσι | |
196 | τὰς πόλεισ‘. λοιπὸν ὁ συλλογισμός· ‘οἱ δίκαιοι τὰ αὑτῶν πράττουσιν, οὐ γὰρ ἀδικοῦσιν ἀλλήλους· οἱ τὰ αὑτῶν πράττοντες οὐκ εὖ οἰκοῦσι τὰς πόλεις· οἱ δίκαιοι ἄρα οὐκ εὖ οἰκοῦσι τὰς πόλεισ‘. Πῶς λέγεις, φιλίας μὴ παρούσης: ἐπειδὴ εἶπεν ὁ Ἀλκιβιάδης ὅτι | |
5 | ‘οἶμαι εὖ οἰκεῖσθαι τὰς πόλεις ὅταν ἕκαστοι τὰ αὑτῶν πράττουσι καὶ μὴ ἀδικῶσιν ἀλλήλουσ‘, ἐρωτᾷ αὐτὸν ὁ Σωκράτης ὅτι ‘πῶς λέγεις, φιλίας μὴ παρούσης δυνατόν ποτε οἰκεῖσθαι καλῶς τὰς πόλεις; δέδω‐ κας γὰρ ὅτι οἱ τὰ αὑτῶν πράττοντες οὐ φιλοῦσιν ἀλλήλους, ὅτε περὶ ἀνδρὸς καὶ γυναικὸς ἐποιούμεθα τὸν λόγον‘. ὁ δέ φησιν ‘ἀλλὰ κατ’ | |
10 | αὐτὸ τοῦτο, καθὸ τὰ αὑτῶν πράττουσι καὶ μὴ ἀδικοῦσιν ἀλλήλους, φιλία γίνεται‘. Οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁ Σωκράτης φησὶν ὅτι ‘οὐκ ἄρτι γε τοῦτο ὡμολόγησας, νῦν δὲ ἐρωτῶ σε πάλιν· πῶς λέγεις; ὁμονοίας μὴ παρούσης φιλία δύναταί ποτε γενέσθαι; ἢ δυνατὸν ὁμό‐ | |
15 | νοιαν εἶναι περὶ ὧν μή ἐστιν ὁμοιότης γνώσεων;‘ καὶ ⟦οἱ⟧ ἐν τούτοις ἀναλύει ἃ πάλαι κατὰ σύνθεσιν ἔδειξεν. Τίνα οὖν ποτὲ λέγεις τὴν φιλίαν ἢ τὴν ὁμόνοιαν: ἐρωτᾷ πάλιν ὁ Σωκράτης, ἐπειδὴ ἤλεγξεν αὐτὸν καὶ ἔδειξε τοὺς δικαίους μὴ εὖ οἰκοῦντας τὰς πόλεις, ὅτι ‘εἰπέ μοι οὖν, τί λέγεις τὴν φιλίαν ἢ τὴν | |
20 | ὁμόνοιαν;‘ τουτέστι ‘πρὸς οἵαν θέλεις τῶν προτάσεων ἀνάθου‘. | |
Ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδὲ αὐτὸς οἶδα ὅ τι λέγω: πολλαχοῦ ἐλεγχθεὶς ὁ Ἀλκιβιάδης, καὶ ὅτε ἔδειξεν αὐτὸν διπλῇ ἀμαθαίνοντα περὶ τὸ δίκαιον, καὶ ὅτε ἔλεγεν ἕτερον εἶναι δίκαιον καὶ συμφέρον, καὶ νῦν, οὐδαμοῦ οὕτως ἀσχάλλει ὡς ἐνταῦθα, διότι περὶ ὃ | 123 | |
25 | μάλιστα ἐσπούδαζεν ἐδείχθη ἀγνοῶν, περὶ γὰρ τὸ τέλος τῆς πολιτικῆς ἐπιστήμης· διό φησιν ‘οὐδὲ οἶδα ὅ τι λέγω‘. Κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἑαυτὸν αἴσχιστα ἔχων: καὶ ἰδοὺ | |
197 | ὠφελήθη, τὴν ἀμαθίαν αἶσχος καλέσας. διττὴ γὰρ ἡ κακία, ὡς ἐν τῷ Σοφιστῇ εἴρηται· ἢ ἐν ψυχῇ, καὶ λέγεται αἶσχος καὶ πονηρία· ἢ ἐν τῷ ζῴῳ, καὶ λέγεται νόσος. Ἀποκρίνασθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη: τουτέστιν ‘οὐδὲν μέ‐ | |
5 | γα, ἀλλ’ ἢ ἀποκρίνασθαι πρὸς τὰ ἐρωτώμενα ἢ καταδέξασθαι λόγον ἐξ ἐμοῦ μαθεῖν‘. | |
7t | Πρᾶξις σὺν θεῷ κγʹ | |
8 | Φέρε δή, τί ἐστι τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι; Ἐπειδὴ κατήντησεν ὁ Σωκράτους λόγος εἰς τὸ δεῖν πολλὴν ἐπιμέ‐ | |
10 | λειαν ποιήσασθαι, πρὸ τοῦ διδάξαι τίς ὁ τρόπος τῆς ἐπιμελείας δύο λήμματα προλαμβάνει συμβαλλόμενα αὐτῷ πρὸς τὴν ἀπόδειξιν τοῦ προκειμένου. πρῶτον ὅτι οὐχ ὁ τῶν αὐτοῦ ἐπιμελούμενος καὶ ἑαυτοῦ ἐπιμελεῖται. τρία γάρ τινά εἰσιν τὰ εἰωθότα περιφέρεσθαι· ἐγώ, τὸ ἐμόν, τὰ τοῦ ἐμοῦ. φησὶν οὖν ὅτι οὐχ ὁ ἐπιμελούμενος τῶν αὐτοῦ ἤδη | |
15 | καὶ αὐτοῦ ἐπιμελεῖται οὐδὲ ὁ τῶν τοῦ αὐτοῦ ἐπιμελούμενος ἤδη καὶ τῶν αὐτοῦ ἐπιμελεῖται. καὶ ἀποροῦσι πρὸς τὸ δεύτερον ἀπορίας· ‘ἰδοὺ γὰρ γυμναστικὴ καὶ ἰατρικὴ τῶν αὐτοῦ ἐπιμελοῦνται (ἡ μὲν γὰρ ὑγιείας ἐστὶ περιποιητική, ἡ δὲ φυλακτική), καὶ ὅμως καὶ αὐτοῦ ἐπι‐ μελοῦνται· διὰ γὰρ τοῦ ὑγίειαν περιποιεῖν ἐπιμελοῦνται τοῦ ἐνεργεῖν | |
20 | τὴν ψυχὴν ἀπαραποδίστως διὰ τοῦ σώματοσ‘. ἢ ἄλλο ἐστὶν αὐτοῦ φροντίσαι καὶ ἄλλο ἐπιμελήσασθαι ψυχῆς εἰς τὸ ἐνεργῆσαι. ὁ μὲν γὰρ τῆς οὐσίας αὐτῆς φροντίζει, ὁ δὲ τῆς ἐνεργείας· ἡ δὲ ἐνέργεια πρῶτον κτῆμά ἐστι τῆς ψυχῆς, ἀλλ’ οὐκ αὐτή. πάλιν ἀποροῦσιν ‘ἰδοὺ ἡ ὑφαντικὴ καὶ ὑποδηματουργικὴ ἐπιμελούμεναι τῶν τοῦ αὐτοῦ, ἡ μὲν ἐσθῆτος, ἡ | |
25 | δὲ ὑποδημάτων, καὶ τῶν αὐτοῦ ἐπιμελοῦνται, ἡ μὲν ποδῶν, ἡ δὲ τοῦ | |
198 | ὅλου σώματοσ‘. ἢ πάλιν ἄλλη ἐστὶν ἡ τῆς οὐσίας τοῦ σώματος φροντί‐ ζουσα γυμναστικὴ καὶ ἰατρική, καὶ ἄλλη ἡ τῆς ἐνεργείας αὐτοῦ, ὡς | |
ὑφαντικὴ καὶ ὑποδηματουργική, ἵνα εὐκόλως ἐνεργῇ. ὅθεν διὰ τὰς ἀπορίας ταύτας φησὶν ὅτι δεῖ φροντίζειν τῆς οὐσίας τῆς ψυχῆς, ὅπως | 124 | |
5 | βελτίστην αὐτὴν ποιήσωμεν. δεύτερον λῆμμα, ὅτι δεῖ τὸν ἐπιμελούμενόν τινος πολλῷ πρότερον τὴν οὐσίαν αὐτοῦ εἰδέναι· πρὸς γὰρ τὴν διάφορον οὐσίαν διάφορος καὶ ἡ ἐπιμέλεια καὶ ἡ τελειότης. εἰ μὲν γὰρ σῶμα ἦμεν, ἐπεμελόμεθα ἂν ὅπως κάλλος ἕξωμεν καὶ ἰσχύν· εἰ δὲ φυτικὴ ψυχή, πάλιν ἐφροντίζομεν ὅπως ἐκκρίνωμεν τὰ περιττὰ καὶ ἀνυφάνωμεν | |
10 | τὸ λεῖπον· εἰ δὲ θυμός, τέλος ἦν ἡμῶν ἡ νίκη (τοιοῦτος γὰρ ὁ θυμός, πάντων μὲν κρατέειν ἐθέλων)· εἰ δὲ ἡ τριμέρεια ἦν ἡμῶν ἡ οὐσία, τέλος ἂν ἡμῶν ὑπῆρχεν ἡ μετριοπάθεια (χρῆται γὰρ ὁ τοιοῦτος ἐν καιρῷ τῷ θυμῷ μεμετρημένως κατὰ τῶν ἐπιόντων, ὥσπερ καὶ ἐπιθυμίᾳ ἀντιποιούμενος τῆς ἐπιμελείας τοῦ σώματος)· ἐπειδὴ δὲ | |
15 | λόγος ἐσμέν, τέλος ἐστὶν ἡμῶν ἡ ἀπάθεια. Ταῦτα εἰπών, δέον ἐπαγαγεῖν καὶ εἰπεῖν τὸν τρόπον τῆς ἐπιμελείας ἑαυτῶν, ἀντὶ τούτου ὁρίζεται τίς ὁ ἄνθρωπος· καὶ δοκεῖ ποιεῖν ὃ μὴ προέθετο, οὐδαμοῦ γὰρ ἐπάγει τοῦτο. καὶ λύομεν τοῦτο, ὅτι δι’ ὧν ἐποίησεν καὶ τὸ προκείμενον ἐδίδαξεν. ἐν μὲν γὰρ ἰατρικῇ οὐχ ὁ μαθὼν | |
20 | τοὺς ἰατρικοὺς λόγους, οὗτος πάντως καὶ θεραπεύει· ἐπὶ δὲ φιλοσοφίας ὁ γνοὺς τὴν οὐσίαν τοῦ ἀνθρώπου, οὗτος εὑρίσκει ὅτι ψυχή ἐστιν· ὁ δὲ εἰδὼς τὴν ψυχὴν καὶ τοὺς ἐν αὐτῇ λόγους οἶδεν· ὁ δὲ εἰδὼς τοὺς ἐν αὐτῇ λόγους πάντα τὰ ὄντα οἶδεν, διότι εὑρίσκει αὐτὴν πάμμορφον ἄγαλμα τῶν ὄντων πάντων, καὶ δι’ ἑνὸς πράγματος οἶδε τὰ ὄντα πάντα | |
199 | καὶ οὐ μοχθεῖ περὶ τὴν γνῶσιν τῶν ἄλλων· ὁ τοιοῦτος οἶδε τὸν λόγον τοῦ δικαίου ἐν αὐτῇ ὄντα· καὶ ἐπεί, ὡς ἐν τῷ Γοργίᾳ δείκνυται, ὁ εἰδὼς τὰ δίκαια δίκαιος, ὁ εἰδὼς τὴν ψυχὴν ἄρα δίκαιος ἔσται. καὶ καλῶς τοῦτο μόνον ἐπεγέγραπτο ἐν τῇ Πυθίᾳ πρὸ τῶν ναῶν τοῦ Ἀπόλλωνος, | |
5 | τὸ ‘γνῶθι σαυτόν‘, διότι ὁ εἰδὼς ἑαυτὸν τὰ ὄντα πάντα οἶδεν, μάντεως δὲ τὸ τὰ ὄντα πάντα εἰδέναι. ταῦτα ἔχει ἡ θεωρία. Τί ἐστι τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι; ‘δεῖ‘, φησίν, ‘εἰδέναι τί ἐστι τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι, τί τὸ τοῦ αὐτοῦ, καὶ τρίτον τί τῶν τοῦ αὐτοῦ, ἵνα μὴ λάθωμεν καὶ οἰηθῶμεν τῶν ἐκτὸς ἐπιμελούμενοι ⟦τοῦ⟧ ἑαυτῶν | |
10 | ἐπιμελεῖσθαι. καὶ δεῖ εἰδέναι πότε τοῦτο αὐτὸ ποιεῖ ἄνθρωπος, καὶ ἑαυτοῦ ἐπιμελεῖται· ἆρα ὅταν φροντίζῃ τῶν ἑαυτοῦ;‘ ὁ δὲ ἀποκρίνεται ὡς ἀμαθὴς ὅτι ‘ναί‘. Τί δέ; ποδῶν ἄνθρωπος πότε ἐπιμελεῖται; ἐρωτᾷ αὐτὸν πάλιν εἰ ποδῶν ἐπιμελεῖται ὁ ὑποδημάτων ἐπιμελούμενος. ὁ δέ φησιν ὅτι ‘οὐ | |
15 | μανθάνω‘, διότι δοκεῖ ὁ ἐπιμελούμενος ὑποδημάτων καὶ ποδῶν ἐπιμελεῖσθαι. διὸ ὁ Σωκράτης εἰς τὸ ἀναμφισβήτητον μετάγει τὸν λόγον λέγων ὅτι ‘ἆρα ὁ δακτυλίου ἐπιμελούμενος δακτύλου ἐπιμελεῖ‐ ται;‘ δῆλον γὰρ ἐνταῦθα ὅτι οὐδὲν συμβάλλεται τῷ δακτύλῳ πρὸς τὴν οὐσίαν ὁ δακτύλιος, μᾶλλον ἤπερ ἐπὶ ὑποδημάτων καὶ ὑφαντικῆς. διὸ | 125 |
20 | καὶ ὁ Ἀλκιβιάδης ἑτοίμως ἀποκρίνεται ἐνταῦθα ὅτι ‘οὐ δῆτα‘, ἐπὶ δὲ τῶν ἄλλων μετὰ ἐνδοιασμοῦ ‘οὐ πάνυ μανθάνω, ὦ Σώ‐ κρατεσ‘. ἐνταῦθα εὐκαιρότερόν ἐστιν εἰπεῖν ‘ἀλλὰ τοῦτο Ἀλκιβιάδης οὔπω ἑώρα, ὅτι ὁ τῶν ἑαυτοῦ ἐπιμελούμενος οὐχ ἑαυτοῦ ἐπιμελεῖται‘, | |
200 | ὃ Ἀριστοτέλης περὶ Παρμενίδου εἶπεν ἐν τῇ φυσικῇ, τοῦ διδασκάλου Πλάτωνος. Ἆρα οὖν ὅταν βέλτιόν τις ποιῇ, τότε ὀρθὴν ἐπιμέλειαν λέγεις; ἰδοὺ διὰ τούτων ἔλυσε τὰς δύο ἀπορίας, ὅτι ‘ἐκεῖνον λέγω ἐπιμελεῖσθαι | |
5 | τὸν τὴν οὐσίαν βελτίω ποιοῦντα, οὐ τὴν ἐνέργειαν‘. τρεῖς γάρ εἰσι συστοιχίαι καὶ τρία πράγματα· ἐγώ, τὸ ἐμόν, τὸ τοῦ ἐμοῦ. καὶ οὔτε τὰ πράγματα συγχέονται πρὸς ἄλληλα οὔτε ἡ ἐπιμέλεια οὔτε αἱ τελειό‐ τητες, ἀλλὰ μὴν οὔτε αἱ τέχναι αἱ ποριστικαὶ τῆς τελειότητος. ἑαυτῶν μὲν γὰρ τελειότης γίνεται διὰ φιλοσοφίας, τοῦ ἐμοῦ δὲ διὰ γυμναστικῆς | |
10 | καὶ ἰατρικῆς, τῶν δὲ τοῦ ἐμοῦ διὰ χρηματιστικῆς. Ἣ ἐκείνη ᾗ πόδας βελτίους ποιοῦμεν; τουτέστιν ὅτι ‘οὐ διὰ σκυτικῆς βελτίους ποιοῦμεν τοὺς πόδας, ἀλλὰ ἄλλῃ τέχνῃ· αὕτη δέ ἐστιν ἡ καὶ τὸ ἄλλο σῶμα ποιοῦσα βέλτιον, ὡς ἡ γυμναστική‘. | |
201 | Ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη: τὸ δεύτερον λῆμμα, ὅτι ἀδύ‐ νατον ἐπιμελεῖσθαί τινος μὴ εἰδότα πρότερον τὴν οὐσίαν αὐτοῦ. Καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών; ‘φαῦλοσ‘ ἐνταῦθα οὐχ ὁ μοχθηρὸς τὸν τρόπον, ἀλλ’ ὁ εὐτελής. | |
5 | τουτέστιν ‘εὐτελὴς ἦν ἄνθρωπος εἶς τῶν ζʹ σοφῶν ὁ ἀναθεὶς τοῦτο εἰς τὸν ναὸν τοῦ μαντῴου θεοῦ;‘ ἦν δὲ Χίλων ὁ Λακεδαιμόνιος. Ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις ἔδοξε παντὸς εἶναι: ἐδόκει τῷ Ἀλκιβιάδῃ τοῦτο ποτὲ μὲν ῥᾴδιον, ποτὲ δὲ παγχάλεπον, τὸ γνῶναι ἑαυτόν, διὰ τὴν τραγῳδίαν λέγουσαν | |
10 | ‘τὸ γνῶθι σαυτὸν ἐν λόγοις οὐδὲν μέγα, ἔργῳ μόνος δὲ Ζεὺς ἐπίσταται θεῶν‘. τῷ μὲν γὰρ ὀνόματι ἐδόκει μικρὸν εἶναι, τῷ δὲ πράγματι δυσχερές. | |
Ἀλλ’, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον: τὸ ἀλλαχοῦ λεγόμενον ‘εἴτε ῥᾴδιον εἴτε μή, ταύτῃ ἰτέον‘. εἴτε γὰρ δυσχερές ἐστιν εἴτε | 126 | |
15 | ῥᾴδιον τὸ γνῶναι ἑαυτούς, δεῖ πάντως γνῶναι ἑαυτούς. | |
16t | Πρᾶξις σὺν θεῷ κδʹ | |
17 | Φέρε δή, τίνα τρόπον εὑρεθείη αὐτὸ τὸ αὐτό; | |
202 | Τὸ προκείμενόν ἐστιν εὑρεῖν τίς ἡ οὐσία ἡμῶν, ὅτι οὐ τὸ σῶμά ἐστιν ὁ ἄνθρωπος, οὐ τὸ συναμφότερον. καὶ δείκνυσι τοῦτο διὰ δύο συλλο‐ γισμῶν, ἑνὸς κατηγορικοῦ καὶ ἑτέρου ὑποθετικοῦ. καὶ προτάττει τὸν κατηγορικόν, ὡς ἰσχυρότερον, τοῦ ὑποθετικοῦ· καὶ ἐν μὲν τῇ παρούσῃ | |
5 | θεωρίᾳ τὸν κατηγορικὸν παραδίδωσιν, ἐφεξῆς δὲ καὶ τὸν ὑποθετικὸν παραδώσει. ἔστι δὲ ὁ κατηγορικὸς τοιοῦτος· ‘ὁ ἄνθρωπος ὀργάνῳ χρῆται τῷ σώματι, καὶ γὰρ δεσπόζει αὐτοῦ, ὅτε γὰρ βούλεται καὶ ἐφ’ ὅσον βούλεται καὶ ὅπου βούλεται κινεῖ αὐτό· τὸ ὀργάνῳ χρώμενον τῷ σώματι ψυχή ἐστιν· ὁ ἄνθρωπος ἄρα ψυχή ἐστι‘. | |
10 | Φέρε δή, ἑκατέραν τῶν προτάσεων κωδωνίσωμεν· δόξει γὰρ μὴ εὖ ἔχειν ἡ ἐλάττων, ἀλλὰ τὸ ζητούμενον ὁμολογούμενον λαβεῖν. ζητού‐ μενον γάρ, εἰ ὁ ἄνθρωπος ψυχή ἐστιν· εἶπεν δὲ ὅτι ὀργάνῳ χρῆται τῷ σώματι, ὃ ψυχῆς ἴδιον· ὥστε πρὸ τοῦ δεῖξαι λαμβάνει ὁμολογούμενον ὅτι ὁ ἄνθρωπός ἐστιν ἡ ψυχή. καὶ αὐτὸς μὲν κατασκευάζει τὴν ἐλάττονα | |
203 | διὰ τῶν καθ’ ἕκαστα λέγων ‘εἰ ὁ κιθαριστὴς χρῆται ὀργάνῳ τῷ πλήκτρῳ καὶ ὁ σκυτοτόμος τῇ χειρί, καί εἰσιν ἕτεροι αὐτοὶ παρὰ τὰ ὄργανα, δῆλον ἄρα ὅτι καὶ ὁ ἄνθρωπος ὀργάνῳ χρώμενος τῷ σώματι ἄλλος ἂν εἴη‘. ἀλλ’ ἐπεὶ δοκεῖ, ὡς εἴρηται, τὸ ζητούμενον ὡς ὁμολογού‐ | |
5 | μενον λαβεῖν, ῥητέον ὅτι τὸ ὅλον, ἐν τοῖς μέρεσιν ἔχον τὴν ὑπόστασιν, οὐ περιφρονεῖ τοῦ μέρους, ἐπεὶ τῆς οἰκείας ἐφεθήσεται φθορᾶς· ὁ ἄν‐ θρωπος δὲ προδίδωσι τὸ σῶμα ἐν τοῖς δεινοῖς ἀνδριζόμενος· ὁ ἄνθρω‐ πος ἄρα οὐκ ἔστι τὸ συναμφότερον. ἀλλ’ ὅσον ἐπὶ τούτῳ καὶ τὰ ἄλογα ζῷα ἡ ἄλογος ψυχὴ ἔσονται, εἴγε περιφρονεῖ τοῦ εἶναι ἐν τῷ μάχεσθαι | |
10 | τοῖς προσιοῦσιν. ἢ κἀκεῖνα πέπεισται ὅτι ἡ ψυχὴ ἡ ἄλογος οὐκ ἔστιν ἐν τῷ ὀστρεΐνῳ, ἐπεὶ οὐκ ἂν προεδίδου τὸ σῶμα· προδίδωσι δὲ ἅτε δὴ εἰδότα ὅτι οὐ συναπόλλυται ἡ ψυχὴ τῷ σώματι, οὐ γὰρ συγκινδυνεύει | |
τὸ χρώμενον τῷ ὀργάνῳ, ὥσπερ τὸ ὅλον τοῖς μέρεσιν. ὥστε καλῶς ἔχει ἡ ἐλάττων πρότασις. ἀλλὰ καὶ ἡ μείζων· τὸ γὰρ τῷ σώματι ὡς ὀργάνῳ | 127 | |
15 | χρώμενον ἡ ψυχή ἐστιν, οὔτε γὰρ σῶμα οὔτε συναμφότερον. σῶμα μέν, ἐπειδὴ οὐδέποτε σῶμα σώματι χρῆται ὡς ὀργάνῳ, ἑτεροκίνητον ὄν· ἀλλὰ μὴν οὔτε τὸ συναμφότερον, διότι διάφορόν ἐστι τὸ χρώμενον παρὰ τὸ ὄργανον. ἵνα οὖν μὴ ταὐτὸν ᾖ μέρος καὶ ὄργανον, ψυχὴ ἄρα ἐστίν. καὶ ταῦτα μὲν τὰ τῆς λέξεως. | |
20 | Φέρε δὲ ἔξωθεν περὶ ὀνομάτων διαλεχθῶμεν καὶ ζητήσωμεν, τί μὲν κατὰ τὸν φιλόσοφον Πρόκλον ἐστὶν ‘αὐτὸ‘ καὶ ‘αὐτὸ τὸ αὐτό‘, τί δὲ κατὰ τὸν φιλόσοφον Δαμάσκιον. τρία τοίνυν λέγει ὁ φιλόσοφος | |
204 | Πρόκλος εἶναι· ‘αὐτό‘, τὴν τριμέρειαν τῆς ψυχῆς· ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ καλεῖ τὴν λογικὴν ψυχήν· ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ ἕκαστον‘ τὸ ἄτομον. εἰ γάρ, φησὶν ἡ λέξις, γνοίημεν τί ἐστιν ‘αὐτὸ τὸ αὐτό‘, δεῖ μαθεῖν τί ἐστιν καὶ ‘αὐτὸ τὸ αὐτὸ ἕκαστον‘, διότι οὐκ | |
5 | ἀρκεῖ τὸ γνῶναι ἁπλῶς ἄνθρωπον, ἀλλὰ δεῖ εἰδέναι καὶ τί ἐστι τὸ ἄτομον, διότι πρόκειται ὠφελῆσαι Ἀλκιβιάδην καὶ γνῶναι αὐτὸν τίς ἐστιν οὗτος, ὅτι ἡ ψυχή· αἱ δὲ πράξεις περὶ τὰ καθ’ ἕκαστα κατα‐ γίνονται. καὶ οὐ μόνον διὰ τοῦτο, ἀλλὰ καὶ ὅτι ἥμαρτεν ὁ Περίπατος περὶ τὸ ἄτομον, οἰηθεὶς αὐτὸ ἐκ τῆς συνδρομῆς τῶν συμβεβηκότων | |
10 | γίνεσθαι. διὸ καὶ οὕτως ὁρίζεται αὐτό· ‘οὗ τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ γένοιτο‘· καὶ ἀπὸ τῶν χειρόνων, τῶν συμ‐ βεβηκότων, τὰ κρείττονα ἐποίουν. ὁ δέ γε Δαμάσκιος ‘αὐτὸ‘ μὲν καλεῖ τὴν πολιτικὴν ψυχήν, τὴν ὀργάνῳ χρωμένην τῷ σώματι· ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ τὴν καθαρτικὴν καὶ τὴν θεωρητικήν, ἥτις οὐδὲ ὀργάνῳ | |
15 | χρῆται τῷ σώματι. καὶ ἔοικεν ὁ μὲν Δαμάσκιος ἐπιστημονικώτερον | |
205 | λέγειν, ὁ δέ γε φιλόσοφος Πρόκλος ἐξηγηματικώτερον τῆς λέξεως συμφωνεῖ γὰρ αὐτῷ ἡ λέξις· ἀρχόμενος γάρ φησιν ὅτι, ἐὰν εὑρεθῇ ‘αὐτὸ τὸ αὐτό‘, δεῖ ζητῆσαι καὶ τί ‘αὐτὸ τὸ αὐτὸ ἕκαστον‘. πρόκειται δὲ ἐνταῦθα παραδοῦναι οὐ καθαρτικόν, οὐ θεωρητικόν, ἀλλὰ | |
5 | τὸν πολιτικὸν ἄνθρωπον· διὸ καὶ οὕτως ὁρίζεται αὐτόν, ‘ψυχὴν λογικὴν ὀργάνῳ χρωμένην τῷ σώματι‘. ὥστε ὁ μὲν τοῖς πράγμασι προσέσχεν, | |
ὁ δὲ τῇ λέξει. ταῦτα ἔχει ἡ θεωρία. Οὕτω μὲν γὰρ τάχ’ ἂν εὕροιμεν τί ποτ’ ἐσμὲν αὐτοί: ‘εἰ μάθοιμεν‘, φησίν, ‘τί ἐστιν ὁ ἄνθρωπος, δεῖ πρὸς τούτῳ εἰδέναι καὶ τί ἐστιν ἕκαστος | 128 | |
10 | ἡμῶν, οὕτω γὰρ ταχὺ ἂν μάθοιμεν τοῦτον· τούτου δὲ ἀγνοουμένου, τοῦ κοινοῦ, ἀδύνατον τὸ ἄτομον εἰδέναι‘. Ἔχε οὖν, πρὸς Διός· τῷ διαλέγῃ σὺ νῦν; ἐντεῦθεν κατασκευάσαι βούλεται τὴν ἐλάττονα, ὅτι ὁ ἄνθρωπος ὀργάνῳ χρῆται τῷ σώματι. ‘εἰ γάρ‘, φησίν, ‘σὺ ἐμοὶ διαλέγῃ, τὸ δὲ διαλεγόμενον ψυχή ἐστιν ὀργάνῳ | |
15 | χρησαμένη τῷ σώματι‘ (ἔστι γὰρ ἡ διάλεκτος καὶ ἀποτέλεσμα καὶ ὄργανον ψυχῆς· διὰ γὰρ αὐτῆς ἐξαγγέλλει τὰ νοήματα, ὥσπερ καὶ ἡ λογικὴ Ἀριστοτέλους καὶ ὄργανόν ἐστι καὶ ἀποτέλεσμα, ὥσπερ ὁ ἄκμων τοῦ χαλκέως καὶ ἡ σφῦρα τοῦ τέκτονος)· ‘ἀλλὰ δὴ καὶ ὁ ἀκούων Ἀλκιβιάδης ἐστίν, καὶ τοῦτο δὲ ἴδιον ἀνθρώπου, τὸ ἀκούειν‘ (πρόσθες | |
206 | σὺ τὸ οὕτως ἀκούειν, διὰ διαλέκτου· ἀκούει γὰρ καὶ τὰ ἄλογα ζῷα)· ‘καὶ ὡς οὖν διαλεγομένη καὶ ὡς ἀκούουσα ἄνθρωπός ἐστιν ἡ ψυχὴ μερικῷ ὀργάνῳ χρωμένη‘. ἀλλ’ ἐπεὶ οὐ δεῖ παράδειγμα λαβεῖν τὸ μερικὸν ὄργανον, λέγει παράδειγμα τὴν σκυτικὴν ὅλῳ ὀργάνῳ χρω‐ | |
5 | μένην ἐν ταῖς ἐργασίαις. Ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ: ἰδοὺ τὸ παράδειγμα τὸ χρώ‐ μενον ὀργάνῳ ὅλῳ τῷ σώματι. εἰ γὰρ καὶ μόνῃ χειρὶ χρῆται, ἀλλὰ δέχεται ἀπορροίας καὶ μέρη ἐκ τῶν ἀρχῶν, οἷον ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα. διὸ καὶ καλῶς ὁ Περίπατος ἔλεγε μὴ δεῖν τὴν χεῖρα λέγειν | |
10 | ὑφαίνειν, ἀλλὰ τὸν ἄνθρωπον τῇ χειρὶ ὑφαίνειν, τὸ γὰρ ὅλον ἐστὶν τὸ ποιοῦν διὰ τοῦ μέρους. δύνασαι δὲ καὶ ἐπὶ τῶν τῆς γλώττης τὸ αὐτὸ εἰπεῖν, ὅτι παραδείγματι χρῆται ὅλῳ διὰ ταῦτα· ἀλλ’ ἐναργὲς ἐπὶ τού‐ των. οὐ ταὐτὸν δὲ σμίλη καὶ τομεύς· σμίλη μὲν γάρ ἐστιν ἡ ἰσόπεδον ἔχουσα τὴν βάσιν, τομεὺς δὲ ὁ κυκλικήν. | |
15 | Τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν; ‘ὀργάνοισ‘ τοῖς ἔξωθεν, ‘χερσὶ‘ δὲ ἀντὶ τοῦ ‘τοῖς συμφυέσιν‘, ὧν καὶ δεόμεθα ἐν τῷ λόγῳ. Οὐκ ἔχω λέγειν: καλῶς ὁ Ἀλκιβιάδης ἀμφέβαλεν πρὸς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, διότι λείπει αὐτῷ ἡ μείζων πρότασις πρὸς ἀπόδειξιν τοῦ εἶναι τὸν ἄνθρωπον ψυχὴν λογικήν· καὶ ἐπάγει αὐτήν. | |
207(1t) | Πρᾶξις σὺν θεῷ κεʹ | |
2 | Οὐκοῦν ἄρχουσα; Ναί. Καὶ μὴν τόδε γ’ οἶμαι οὐδένα. Δείξας ὁ Σωκράτης διὰ κατηγορικοῦ συλλογισμοῦ ὅτι ἄνθρωπος ψυχή ἐστι, νῦν τοῦτο αὐτὸ καὶ δι’ ὑποθετικοῦ κατασκευάζει. καὶ | |
5 | προσλαμβάνει τούτου λῆμμα τοιοῦτον, ὅτι ἄνθρωπος ἄρχει τοῦ σώ‐ ματος· καὶ τοῦτο δῆλον οὐ μόνον ἐκ τῶν ἐγκρατῶν, ἀλλὰ καὶ ἐκ τῶν ἀκρατῶν, εἴγε δυνάμενοι κρατῆσαι ἑαυτῶν οὐκ ἐκράτησαν· εἰ γὰρ ἐξ | |
ἀνάγκης ἀκρατεῖς ἦσαν, οὐκ ἂν ἐπεπλήττομεν αὐτοῖς. τούτου προσ‐ ληφθέντος κατασκευάζει δι’ ὑποθετικοῦ λόγου οὕτως· ‘ὁ ἄνθρωπος ἢ | 129 | |
10 | σῶμά ἐστιν ἢ ψυχὴ ἢ τὸ συναμφότερον· ἀλλὰ σῶμα μὲν οὐ δύναται εἶναι, διότι σῶμα μὲν οὐδέποτε ἄρχει τοῦ σώματος, ἐπεὶ καὶ ἑαυτοῦ ἄρξει καὶ ἐπιστρέψει πρὸς ἑαυτό· ἀλλ’ οὔτε τὸ συναμφότερον ᾗ συναμφότερον, ἐπεὶ πάλιν, ἐπειδὴ σώματος ἄρχει, ἑαυτοῦ ἄρχει τὸ σῶμα, καὶ ἔστι πάλιν σῶμα· λείπεται ἄρα τὴν ψυχὴν ἄνθρωπον εἶναι‘. | |
15 | Οὕτω προελθόντος τοῦ λόγου τινὲς λαμβάνονται αὐτοῦ λέγοντες ‘ὅσον ἐπὶ τούτῳ, ἐπειδὴ τὸ μελίκρατον ὕδωρ ἐστὶν ἢ μέλι ἢ μέλι καὶ ὕδωρ· καὶ μέλι μὲν οὐκ ἔστιν, οὐδὲ μὴν μέλι καὶ ὕδωρ· ὑπόλοιπον αὐτὸ | |
208 | ὕδωρ εἶναι‘. ἀλλά φαμεν ὅτι ‘τὰ μὲν ὑμῶν λήμματα ψευδῆ εἰσίν, διότι ἁμηγέπως μέλι ἐστὶ τὸ μελίκρατον καὶ ἁμηγέπως μέλι καὶ ὕδωρ, εἰ καὶ νενοθευμένον· τὰ δὲ τοῦ Πλάτωνος ἀληθῆ. ὁ γὰρ ἄνθρωπος οὐδὲ ὅλως σῶμά ἐστιν, εἴγε ὁ ἄνθρωπος τοῦ σώματος ἄρχει, οὐδέποτε δὲ τὸ | |
5 | σῶμα, ὡς εἴρηται, ἑαυτοῦ ἄρχει· οὔτε μὴν τὸ συναμφότερον, ἐπεὶ εἰ καθὸ συναμφότερον ἄρχει τοῦ σώματος, καὶ ἑαυτοῦ ἄρξει· ὥστε οὐχ ὅμοιόν ἐστι τὸ παράδειγμα‘. Ταῦτα προλαβὼν ὁρίζεται τὸν ἄνθρωπον ψυχὴν λογικὴν ὀργάνῳ χρωμένην τῷ σώματι. καὶ ἵνα μὴ περιλαμβάνῃ ὁ ὅρος καὶ τὰς οὐρανίας | |
10 | ψυχάς, δεῖ προσθεῖναι ‘τῷ εὐθυφορουμένῳ σώματι‘. καὶ λαμβάνεται τούτων τῶν ἀποδείξεων λέγων αὐτὰς παχυμερεῖς εἶναι, καὶ ταύτας διορισμοῦ δεομένας, διότι ὁρισμὸν ἐποίησαν τοῦ πολιτικοῦ ἀνθρώπου, οὐ δήπου δὲ τοῦ καθαρτικοῦ ἢ τοῦ θεωρητικοῦ ἢ τοῦ ἐνθουσιαστικοῦ· ἐκεῖνοι γὰρ οὐδὲ ὀργάνῳ χρῶνται τῷ σώματι. παχυμερῶς οὖν ἐκάλεσεν | |
15 | τὸν πολιτικὸν ἄνθρωπον ὡς πρὸς ἐκείνους. ταῦτα ἔχει ἡ θεωρία. Οὐκοῦν ἄρχουσα; διὰ τοῦ ῥητοῦ τούτου τὸ λῆμμα παραδίδωσιν, ὅτι ὁ ἄνθρωπος ἄρχει τοῦ σώματος, οὐ μόνον διὰ τοὺς ἐγκρατεῖς, ἀλλὰ καὶ διὰ τοὺς ἀκρατεῖς· μεμφόμεθα γὰρ αὐτοῖς, οὐκ ἂν δὲ τοῦτο, εἰ ἐξ ἀνάγκης ἡμάρτανον. | |
209 | Ἆρα οὖν καὶ σῶμα αὐτὸ αὑτοῦ ἄρξει; οὐ γὰρ δυνατὸν σῶμα σώ‐ ματος ἄρξαι, ἐπεὶ καὶ αὐτεπίστροφον ἔσται. Ἀλλ’ ἆρα τὸ συναμφότερον: οὐ γὰρ τὸ συναμφότερον καθὸ συναμ‐ φότερον ἄρχει. πάλιν γὰρ τὸ αὐτὸ ἄτοπον συμβήσεται καὶ τὸ σῶμα | |
5 | ἑαυτοῦ ἄρξει. Ἔτι οὖν δεῖ σαφέστερον ἀποδειχθῆναι ὅτι ἡ ψυχὴ ὁ ἄνθρωπος; | |
ἐρωτᾷ αὐτὸν ὅτι ‘νομίζεις ἔτι ὀφείλειν σαφέστερον ἀποδειχθῆναι ὅτι ἡ ψυχὴ ὁ ἄνθρωπος ἢ δεόμεθα ἀκριβεστέρων λόγων δεῖξαι ὅτι καὶ ὁ καθαρτικὸς καὶ ὁ θεωρητικὸς καὶ ὁ ἐνθουσιαστικὸς ἄνθρωπος ἡ ψυχή | 130 | |
10 | ἐστιν; ἢ ἀσύμμετρόν ἐστι τοῦτο πρὸς σέ;‘ ὁ δέ φησιν ‘ἱκανῶς ἔχει‘, ὡς ῥᾴθυμος. Εἰ δέ γε μὴ ἀκριβῶς: ἰδοὺ καὶ αὐτὸς λαμβάνεται τῶν τοιούτων λόγων, καὶ ταῦτα ἐξ ὁρισμοῦ προελθόντων, καί φησιν αὐτοὺς παχυ‐ μερεῖς, παραβάλλων πρὸς τὸν ἐνθουσιαστικὸν καὶ τοὺς λοιπούς. | |
15 | Ὃ ἄρτι οὕτω πως ἐρρήθη: πάλαι μὲν ἐκράτει ἡ ἐξήγησις τοῦ φιλο‐ σόφου Πρόκλου, ὅτι ‘αὐτὸ‘ μὲν καλεῖ τὴν ψυχήν, ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ τὴν λογικήν· νῦν δὲ ἡ τοῦ φιλοσόφου Δαμασκίου, ὅτι ‘αὐτὸ‘ ἡ πολιτικὴ ψυχή, ‘αὐτὸ‘ δὲ ‘τὸ αὐτὸ‘ ἡ καθαρτικὴ καὶ ἡ θεωρητικὴ ψυχή. φησὶ γὰρ ὅτι ‘νῦν παρήλθομεν ἁπλῶς εἰπόντες αὐτὸ τὸ αὐτὸ | |
20 | ἐπὶ τῆς πολιτικῆς ψυχῆς· τότε δὲ ἀκριβῶς εἰσόμεθα ὅτι ὁ ἄνθρωπος ἡ ψυχή, καὶ τί κυρίως αὐτὸ τὸ αὐτὸ ἀκριβολογησόμεθα‘. | |
22t | Πρᾶξις σὺν θεῷ κϛʹ | |
23t | Ἀποσημειώσεις | |
24 | Φέρε δή, τίνα ἂν τρόπον· ‘αὐτὸ τὸ αὐτὸ‘ καλεῖ τὴν λογικὴν | |
210 | ψυχὴν τὴν μὴ χρωμένην ὀργάνῳ τῷ σώματι ἢ τῷ ἐν σώματι ζῆν, οἶον τὸν καθαρτικὸν ἢ τὸν θεωρητικόν· ‘αὐτὸ‘ δὲ τὴν λογικὴν ψυχὴν τὴν προσχρωμένην ὀργάνῳ τοῖς πάθεσι καὶ τῷ σώματι, τουτέστι τὴν πολιτι‐ κὴν ψυχήν. τοῦτο δὲ τὸ ‘αὐτὸ‘ καὶ ‘αὐτὸ ἕκαστον‘ καλεῖ διὰ | |
5 | τὴν προσφῦσαν ἄτομον ζωὴν ἐκ τοῦ περὶ τὰ ἄτομα ἐνεργεῖν. καὶ ἐπεὶ προθέμενος εὑρεῖν αὐτὸ τὸ αὐτὸ 〈εὗρεν〉 αὐτὸ ἕκαστον, ἐπισημαίνεται ἑξῆς ὅτι οὐχ εὗρε τὸ προκείμενον. τάχα δὲ οὐδὲ αὐτὸ ἕκαστον εὑρίσκει, ἀλλ’ αὐτὸ μόνον· τίς γὰρ ὁ πολιτικὸς ἄνθρωπος εὑρίσκει, ἀλλ’ οὐ τίς ὁ Σωκράτης. διὸ ὁ Πρόκλος ζητεῖ ⟦ὃ⟧ οὐκ ἐν | |
10 | παρενθήκης μέρει, ἀλλὰ τὴν λέξιν ἐξηγούμενος, τίς ὁ κοινὸς ἄνθρωπος καὶ τίς ὁ ἴδιος. οὐ γὰρ κατορθοῖ ὁ Περίπατος περὶ τὸν ἄτομον ἄν‐ θρωπον, ἐκ συμβεβηκότων ποιῶν τὴν οὐσίαν. καὶ τοῦτο καὶ ἡ λέξις ἐφεξῆς ἐπάγει λέγουσα ‘ἐὰν μὲν γὰρ εὕρωμεν τὸν κοινὸν ἄνθρωπον, καὶ τὸν καθ’ ἕκαστα εὑρήσομεν τάχα, οὗ καὶ δεόμεθα· τούτου γὰρ καὶ | |
15 | ἐπιμελούμεθα· περὶ γὰρ Σωκράτους καὶ Ἀλκιβιάδου ἦν ὁ λόγος. εἰ | |
δὲ μὴ τὸ αʹ, οὐδὲ τὸ βʹ‘. Ὅτι λογικῆς ψυχῆς ὁ λόγος καὶ ἐνέργεια καὶ ὄργανον, ὡς καὶ ἡ σφῦρα τοῦ τέκτονος καὶ ὁ ἄκμων τοῦ χαλκέως, ὡς καὶ ἡ λογικὴ πραγματεία τοῖς φιλοσόφοις. | 131 | |
20 | Ὅτι καὶ τὸ ἀκούειν, τὸ δηλοῦν, τὸ ξυνιέναι λόγου, λογικῆς ἐστὶ ψυχῆς. Ὅτι σμίλη μέν ἐστιν ἡ τὴν βάσιν εὐθεῖαν ἔχουσα, τομεὺς δὲ ὅταν ἡ βάσις περιφερὴς ᾖ· τοιοῦτος γὰρ καὶ ὁ ἐν γεωμετρίᾳ τομεύς. | |
211 | Ὅτι καὶ ἡ σκυτικὴ τῆς λογικῆς, ἐπεὶ καὶ πᾶσα τέχνη νοῦ ἀπήχημα. καὶ πρῶτος τεχνίτης ὁ Ἥφαιστος, καὶ αἱ παρ’ αὐτῷ φῦσαι τὴν φύσιν δηλοῦσιν. Ὅτι κυρίως τὸ ‘ἴσωσ‘· Ἀλκιβιάδῃ μὲν γὰρ ἀρκεῖ ὁ πολιτικὸς | |
5 | ἄνθρωπος, Σωκράτει δὲ οὐκ ἀρκεῖ. Ὅτι οὐδὲ τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος, ἀλλ’ ἐξ ἰνδάλματος ἀλόγου καὶ σώματος· ἀλλ’ εἰ ἄρα, μόνον τὸ φυτὸν ἐκ ψυχῆς καὶ σώματος. Ὅτι ὁ Πλάτων οὐδὲ τὸ σῶμα ἐξ ὕλης καὶ εἴδους βούλεται εἶναι, ἀλλ’ εἶδος ἐν ὕλῃ, ὡς καὶ ὁ ἐν τῷ τόπῳ ἄνθρωπος καὶ ὁ ἐν τῷ πίνακι | |
212 | Ἀχιλλεύς. σκιὰς γὰρ βούλεται τὰ τῇδε εἴδη τῶν ἰδεῶν· καὶ τὴν ὕλην ‘ἐν ᾧ‘ καλεῖ, οὐκ ‘ἐξ οὗ‘, τὸ δὲ εἶδος ‘ὅ‘. καὶ τὰ ἔκ τινων ὄντα ἐκ ποιούντων καὶ πασχόντων ἐστίν, ὡς τὸ μελίκρατον, οὐδὲν δὲ πάσχει ὑπ’ ἀλλήλων ὕλη καὶ εἶδος. ἐκ πολλοῦ ἄρα τοῦ περιόντος οὐκ ἔστιν ὁ | |
5 | ἄνθρωπος παρὰ Πλάτωνι ἐκ ψυχῆς καὶ σώματος. Τί ποτε οὖν ὁ ἄνθρωπος; ἰδοὺ τὸν μέσον ὅρον τοῦ πρώτου συλλο‐ γισμοῦ ὁρισμὸν βούλεται εἶναι, ὡς καὶ ἀκριβοῖ τὸν συλλογισμὸν οὐ μόνον ἐκ τῶν καθ’ αὑτό, ἀλλὰ καὶ ἐκ τῶν μετ’ αὐτό, ἐκ γὰρ τῶν ὅρων ἀντιστρεφόντων. | |
10 | Ὅτι ὁ ἄνθρωπός ἐστι κατὰ Πλάτωνα ψυχὴ χρωμένη σώματι εὐθυ‐ πόρῳ· τοῦτο γὰρ προσθετέον διὰ τὰς τῶν οὐρανίων ψυχάς. φυτικὴ δὲ καὶ ἄλογος οὐ παραληφθήσονται, ὡς προείρηται, διὰ τὸ μὴ μόνον ὀργάνῳ κεχρῆσθαι τῷ σώματι, ἀλλὰ καὶ ὑποκειμένῳ. Ὅτι ἐσπουδασμένοι εἰσὶν οἱ λόγοι τῷ Πλάτωνι οἱ δείξαντες τὸν ἄν‐ | |
15 | θρωπον ψυχὴν ὄντα ἢ τὴν ψυχὴν ἄνθρωπον οὖσαν, ἀλλ’ οὐκ ἐνδοιάζει περὶ αὐτοὺς καὶ πολιτικῷ σκοπῷ προφέρεται αὐτούς, τὸν Ἀλκιβιάδην ἐπιστρέψαι μόνον βουλόμενος, δηλοῖ τὸ ‘ἥκιστα πάντων‘, δια‐ τατικὸν ὄν, καὶ τὸ ‘ἀποδειχθέν‘. Ἔχε οὖν: ὅτι ὁ ἄνθρωπος ὀργάνῳ χρῆται τῷ σώματι, δείκνυσιν ἡ | |
20 | λέξις δι’ ἐπαγωγῆς, εἰ ὁ Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται, ὁ δὲ δια‐ | |
λεγόμενος λόγῳ χρῆται, ὁ δὲ λόγῳ χρώμενος ὀργάνῳ κέχρηται τῷ σώματι· εἰ ὁ σκυτοτόμος καὶ ὁ κιθαριστὴς ὀργάνῳ κέχρηνται τῷ σώ‐ ματι· καὶ γὰρ διῃρημένῳ καὶ συμφυεῖ, καὶ μέρει καὶ τῷ ὅλῳ σώματι. τὴν δὲ μείζονα ἐναργῶς ἐκ διαιρέσεως δείκνυσιν. | 132 | |
25 | Ὅτι, ἐπειδὴ τὸ ὅλον τῷ μέρει κέχρηται, διὰ τῆς αὐτῆς ἐπαγωγῆς δείκνυσιν ὅτι τὸ χρώμενον ἕτερόν ἐστι τοῦ ᾧ κέχρηται ὀργάνῳ. | |
213(1t) | Πρᾶξις σὺν θεῷ κζʹ | |
2 | Οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν. Τὸ διαλέγεσθαι Σωκράτην Ἀλκιβιάδῃ καὶ προοίμιον ἐποιήσατο τῶν διαλεκτικῶν ἀγώνων καὶ συμπέρασμα διὰ τὸ μεθύειν | |
5 | τὰ ἐρωτικά. πρέπει γὰρ τῷ ἔρωτι καὶ ἡ ἀποκατάστασις, ἐπιστροφῇ ὄντι, καὶ τὸ διαλέγεσθαι τὸν ἐραστὴν τῷ ἐρωμένῳ· ὄργανον γὰρ κοινωνίας ὁ λόγος. τοῦτο δὲ τὸ διαλέγεσθαι πάλαι μὲν ἐνόει τοῦτο· ‘ἐπειδὴ Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται, λόγῳ προσκέχρηται, καὶ διὰ τοῦτο ὄργανον ἔχει τὸ σῶμα‘. νῦν δὲ τὸ αὐτὸ διαλέγεσθαι | |
10 | διάνοιαν ἔχει τοιαύτην· ‘ἐπειδὴ Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται, ψυχαὶ δὲ ἐδείχθησαν, αἱ ψυχαὶ διαλέγονται ἀλλήλαις ἐφιέμεναι τῆς ἀλλήλων κοινωνίασ‘· καὶ ἔστι νῦν πόρισμα. διὸ καθεὶς ἑαυτὸν εἰς πόρισμα καὶ ἄλλα τρία πορίσματα τούτῳ συνάπτει. τῶν γὰρ ἐν τῷ διαλόγῳ τούτῳ τὰ μέν ἐστιν ὁ σκοπός, οἷον οἱ συλλογισμοὶ οἱ δεικνύντες ὅτι ἡ ψυχή | |
15 | ἐσμεν· τὰ δὲ προηγεῖται τοῦ σκοποῦ, ὡς ἡ κάθαρσις τῆς βʹ ἀγνοίας καὶ ἡ προτροπή· τὰ δὲ ἕπεται, ὡς τὰ νῦν πορίσματα. Δεύτερον πόρισμα, ὅτι οὐδεὶς τῶν καθ’ ἕκαστα χειροτεχνῶν ἑαυτὸν οἶδε. καὶ ἀναφαίνεται ἐνταῦθα δόγμα Πλατωνικόν, ὅτι οὐ βούλεται τῶν τεχνητῶν εἶναι λόγους (εἰ γὰρ ἦσαν ἐν τῇ ψυχῇ, ἐγίνωσκεν ἑαυτὸν ὁ | |
20 | τεχνίτης)· καὶ ὅτι ἐκείνων τῶν μαθημάτων φροντιστέον. ἃ μὴ περιγράφη τὸ χρήσιμον ἑαυτῶν μέχρι τοῦ τῇδε βίου, ἀλλὰ συμβάλλεται ἡμῖν καὶ μετὰ τὴν ἔξοδον. προπαιδεία γὰρ τὰ τῇδε τοῦ ἐκεῖ βίου πολλαπλασίου ὄντος. Τρίτον πόρισμα· οὐδεὶς καθ’ ἕκαστα τεχνίτης σώφρων ἐστὶν ὡς μὴ | |
214 | γινώσκων ἑαυτόν. ἀλλὰ πῶς τὸ γινώσκειν ἑαυτὸν σωφροσύνης ἐστὶν καὶ οὐ φρονήσεως· ἢ ὅτι σωφροσύνης ἡ ἐπιστροφή· περὶ γὰρ τὸ χείριστον ἔχουσα καὶ μὴ ἔχουσα περαιτέρω κατελθεῖν, ἄνεισιν. ἢ διὰ τὸ ἐναντίον· αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί. ὅλως γὰρ τὸ | |
5 | γινώσκειν ἑαυτὸν πάσης ἀρετῆς ἐστί· καὶ γὰρ σωφροσύνης, διὰ τὴν ἐπιστροφήν, ὡς εἴρηται· καὶ φρονήσεως, ἐπειδὴ διὰ γνώσεως ἡ ἐπιστρο‐ | |
φή· καὶ ἀνδρείας, ἐπειδὴ μὴ ὑποκατακλίνεται ταῖς περὶ ἑαυτοῦ ζητή‐ σεσιν· καὶ δικαιοσύνης, ἐπειδὴ προσήκει πρὸ τῶν ἄλλων ἑαυτὸν εἰδέναι. καὶ πῶς ἐν Παρμενίδῃ διήλεγξεν ὁ Σωκράτης τὸν ὅρον τῆς σωφροσύνης | 133 | |
10 | τὸν λέγοντα σωφροσύνην εἶναι τὴν ἑαυτοῦ γνῶσιν; ὅτι εἰ καὶ ἀντα‐ κολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀλλὰ τῇ ἰδιότητι διαφέρουσιν· οὐ γάρ εἰσι μία, ἀλλὰ πᾶσαι ἐν μὲν τῇ ἀνδρείᾳ εἰσὶν ἀνδρείως, ἐν ἄλλῃ δὲ σωφρονικῶς· ὡς καὶ πάντες οἱ θεοὶ ἐν μὲν τῷ Διΐ εἰσι Διΐως, ἐν ἄλλῳ δὲ Ἡραίως, οὐδεὶς γὰρ θεὸς ἀτελής. καὶ ὡς Ἀναξαγόρας ἔλεγεν πάντα | |
15 | ἐν πᾶσιν, ἓν δὲ πλεονάζειν, οὕτω καὶ ἐπὶ τῶν θείων ἐροῦμεν. πᾶσα γὰρ ἀρετὴ φρόνησίς ἐστιν ὡς τὰ πρακτὰ εἰδυῖα· πᾶσα ἀνδρεία ὡς ἀγωνιζο‐ μένη· πᾶσα σωφροσύνη ὡς ἐπὶ τὸ κρεῖττον ἐπανάγουσα· πᾶσα δικαιο‐ | |
215 | σύνη ὡς τὰ προσήκοντα τοῖς πρακτοῖς ἀπονέμουσα. καὶ τῶν μὲν πολιτικῶν ἀρετῶν ἑκάστη ὑποκείμενον ἴδιον ἔχει, αἱ δὲ ὑπὲρ ταύτας πᾶσαι ἓν τῷ λόγῳ εἰσίν. ἀλλὰ πῶς οὐδεὶς τεχνίτης σώφρων; ἢ τριττὴ ἡ σωφροσύνη. πᾶσα μὲν γὰρ ἐπιστροφὴ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ | |
5 | κρεῖττον· καὶ ὅτε μὲν ὁ λόγος πρὸς ἑαυτὸν ἐπιστρέφει, ὡς ἐπιστρέφων χείρων ἐστὶ τοῦ πρὸς ὃ ἐπιστρέφει. καὶ ἡ μὲν τοῦ ἀλόγου πρὸς τὸν λόγον ἐπιστροφὴ πολιτική ἐστι σωφροσύνη, καὶ μόνον τὴν σωφροσύνην ταύτην δύνανται ἔχειν καὶ οἱ καθ’ ἕκαστα τεχνῖται καὶ οἱ πολιτικοί· ἡ δὲ τοῦ λόγου πρὸς ἑαυτὸν ἡ καθαρτικὴ σωφροσύνη· ἡ δὲ τοῦ λόγου | |
10 | πρὸς τὰ κρείττονα ὡς ἡ θεωρητικὴ σωφροσύνη. οἶδεν οὖν ὁ πολιτικὸς ἑαυτὸν κατὰ τὴν κοινὴν σωφροσύνην, τὴν ἀλόγου πρὸς λόγον, οὐ κατὰ τὴν καθαρτικὴν ἢ θεωρητικὴν σωφροσύνην. Τέταρτον πόρισμα· οὐδεὶς τῶν ἄλλων ἐραστῶν Ἀλκιβιάδου ἐρᾷ, ἀλλά τινος τῶν Ἀλκιβιάδου, μόνος δὲ Σωκράτης Ἀλκιβιάδου ἐρᾷ καὶ | |
15 | μόνος ἐστὶ κυρίως ἐραστής· ἐπειδὴ τέλος τοῦ ἔρωτος ἡ ἕνωσις, τὰ δὲ σώματα τόπῳ περιγράφεται καὶ δι’ ἀλλήλων οὐ χωρεῖ, αἱ δὲ ψυχαὶ δύνανται δι’ ὁμοηθείας καὶ ὁμοζωΐας διελθεῖν δι’ ἀλλήλων (καὶ γὰρ πρὸ τῆς ἐνταῦθα καθόδου πᾶσαι ἓν ἦσαν, ὡς καὶ πᾶσαι αἱ ἰδέαι ἕν εἰσιν καὶ τὸ αὐτοζῷον ποιοῦσι τῇ διΐξει καὶ τὸν νοητὸν κόσμον πρὸ τοῦ | |
20 | αἰσθητοῦ)· καὶ ὅτι ὁ ἔρως τοῦ καλοῦ ἐστίν, ὄντως δὲ καλὸν τὸ ἐν ψυχῇ, τὸ γὰρ σῶμα αἰσχρᾷ τῇ ὕλῃ ἐπινήχεται. Ἐφ’ οἷς τὸ τῆς ἐρωτικῆς τέλος γίνεται, ὁ ἀντέρως. ἀντερᾷ γὰρ Ἀλκιβιάδης Σωκράτους καὶ ἐκλιπαρεῖ αὐτὸν μὴ ἀποστῆναι· καὶ ἐπαγ‐ γέλλεται Σωκράτης μὴ ἀφίστασθαι τοῦ ἐρᾶν, εἰ μὴ διαφθαρῇ ὑπὸ τοῦ | |
25 | δήμου. δεινὸς γὰρ διδάσκαλος ὁ δῆμος, διότι ἐπαινῶν τοὺς ῥήτορας | |
216 | παρασκευάζει αὐτοὺς λόγους συντιθέναι ἀρέσκοντας τῷ δήμῳ. καὶ ὥσπερ Ἑρμῆς Ὀδυσσεῖ, τῷ Ἀλκιβιάδῃ γίνεται ὁ Σωκράτης· ἰέναι πρὸς τὸν δῆμον ἀντὶ τῆς Κίρκης μέλλοντι φάρμακον ἀλεξητήριον τὸ κλῆθεν μῶλυ δίδωσι· δίδωσι δὲ πρὸς τὸ μὴ θηριωθῆναι ὑπὸ τοῦ δήμου. τὸ δὲ | 134 |
5 | φάρμακον, μὴ ὅλον ὁμοῦ τὸν δῆμον θεάσασθαι, ἀλλὰ σκοπῆσαι τὰ ἐξ ὧν ὁ δῆμος. οὐ γὰρ ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης τὴν γένεσιν ἔχει ὁ δῆμος, ἀλλ’ ἐκ τῶν καθ’ ἕκαστα· εὑρήσεις γὰρ τοὺς μὲν γναφεῖς, τοὺς δὲ σκυτεῖς, τοὺς δὲ τέκτονας, καὶ ἐοίκασιν οἱ τὸν δῆμον κατα‐ πληττόμενοι τοῖς ἑνὸς μὲν κιβδήλου νομίσματος καταφρονοῦσιν, πολλὰ | |
10 | δὲ ἅμα τοιαῦτα θαυμάζουσι. καίτοι μυρίαι ἀποφάσεις ἕνα συλλογισμὸν οὐ ποιοῦσι, τῆς μιᾶς ποιούσης. καὶ οὐ δεῖ ἐθέλειν ὑπὸ πολλῶν κυνῶν ὑλακτεῖσθαι· καὶ μᾶλλον γὰρ συγκέχυται τὸ πλῆθος ἢ ἕκαστον. καὶ τὸ πλῆθος οὐκ ἐπιτήδειον εἰ μὴ πρὸς τὴν διὰ χειρῶν βίαν. οὕτω δὲ καὶ Σωκράτης Ἀλκιβιάδῃ πεποίηκεν· περιαγαγὼν γὰρ αὐτὸν εἰς τὰ | |
15 | ἐργαστήρια καθ’ ἕκαστον ἠρώτα, εἰ ἀξιοῖ ὑπὸ τούτου ἐπαινεῖσθαι, τοῦ δὲ καθ’ ἕκαστον ἀποφάσκοντος ἐπήγαγεν ‘ἀλλὰ μὴν ὁ δῆμος ἐκ τού‐ των‘. καὶ καλεῖ τὸ φάρμακον οὐ μῶλυ, ἀλλὰ ‘ἀπόδυσιν‘· ἀποδύει γὰρ ἀπ’ αὐτοῦ τὸ πλῆθος, οἶον πολλοὺς χιτῶνας. οὕτω καὶ ὁ παρ’ Ὁμήρῳ Ὀδυσσεὺς οὐ τὸ κοινὸν ὅλον ἅμα ἐθεάσατο, ἀλλ’ ‘ἕκαστον ἐσέ‐ | |
20 | δρακεν ὀφθαλμοῖσιν‘. δηλοῖ δὲ καὶ ἡ Κίρκη, ἐπειδὴ ταύτης ἐμνήσθημεν, τὸν ἔφορον τῆς αἰσθητικῆς ζωῆς· διὸ καὶ Ἡλίου θυγάτηρ τοῦ ἡγεμονοῦντος ἐν τοῖς αἰσθητοῖς. παρέχει δὲ αὐτῷ καὶ ἄλλο | |
217 | ἀλεξιφάρμακον· παραινεῖ γὰρ αὐτῷ ἐπιμελεῖσθαι ἀρετῆς δι’ ἀσκήσεως καὶ μαθήσεως· καὶ ἡ μὲν ἄσκησις πρέπει τῷ ἀλόγῳ, ἡ δὲ μάθησις τῷ λόγῳ. ᾔδει γὰρ τὸν νέον ἐπτοημένον περὶ τὸν δῆμον. Μέχρι τούτων διαλεχθεὶς περὶ τοῦ αὐτὸ καὶ διδάξας τίς ὁ πολιτι‐ | |
5 | κὸς ἄνθρωπος, διαλέγεται ἐντεῦθεν καὶ περὶ τοῦ αὐτὸ τὸ αὐτό, τουτέστι τοῦ καθαρτικοῦ καὶ θεωρητικοῦ, καί φησιν ὅτι ‘ὥσπερ εἰ προσέταττεν τῇ κόρῃ ὁ Πύθιος “ἴδε σεαυτήν”‘ (καὶ οἰκεῖον τὸ προστάτ‐ τον τῷ προσταττομένῳ, διότι ὥσπερ ὁ ἥλιος πηγὴ φωτός, οὕτω καὶ ἡ ὄψις ἡλιοειδὴς οὖσα ἀναλογεῖ ἡλίῳ) ‘κἀκείνη πεισθεῖσα τῷ προστάτ‐ | |
10 | τοντι ὡς οἰκείῳ ἡγεμόνι καὶ μὴ δυναμένη εἰς ἑαυτὴν ἐπιστρέψαι διὰ τὸ ἑτεροκίνητον, πάντως ἂν ἢ εἰς ἄλλην ἀφεώρα ἢ εἰς κάτοπτρον, ἐξ οὗ δύναται ἑαυτὴν θεάσασθαι· οὕτω καὶ σύ, ἐπειδὴ ἐξετύφλωσας τὸ ἐν σοὶ αὐτοκίνητον καὶ ἑτεροκινήτως ἐνεργεῖς, μὴ δυνάμενος εἰς ἑαυτὸν ἐπιστρέψαι ἴδε εἰς τὴν ἐμὴν ψυχήν, καὶ γνώσῃ δι’ αὐτῆς καὶ | |
15 | τὴν σήν. ἀποβλέπων δὲ εἰς τὴν ἐμὴν εὑρήσεις ἐνόντα θεῖα ἀγάλ‐ ματα, νοῦν γὰρ καὶ θεόν· καὶ διὰ μὲν τοῦ νοῦ καθαρτικῶς ἐνεργήσεις, διὰ δὲ τοῦ θεοῦ θεωρητικῶς. ἔστιν γὰρ ἐν αὐτῇ ὁ κατὰ σχέσιν θεός· καὶ διὰ μὲν τῆς τοῦ νοῦ ἐλλάμψεως ἔχομεν τὰς κοινὰς ἐννοίας, διὰ δὲ τῆς τοῦ θεοῦ τοὺς ἐνθουσιασμούσ‘. ἐβούλετο γὰρ ὡς ἐρωτικὸς μὴ καθ’ | 135 |
20 | ἑαυτὸν ἀνάγεσθαι τὸν νέον, ἀλλὰ μεθ’ ἑαυτοῦ. διὸ καὶ διὰ τῆς ἑαυτοῦ ψυχῆς ἐβούλετο αὐτὸν ἀνάγεσθαι καὶ μὴ ἔχειν διεστραμμένον τὸ ἑαυτοῦ αὐτοκίνητον. Ἀλλ’ ἐπειδὴ περὶ τῶν ἐν τοῖς κατόπτροις φαινομένων εἰδώλων γέγονεν ὁ λόγος, οὐ δεῖ οἰηθῆναι, καθὼς ὁ φιλόσοφος Πρόκλος οἴεται, | |
25 | τὸν Πλάτωνα δοξάζειν ὅτι ἀνακλάσεις εἰσίν. αὗται γὰρ Περιπατητικαὶ καὶ μηχανικαί εἰσιν ἔννοιαι, τὸ λέγειν τὰς σκιὰς δι’ ἐπιπρόσθησιν σώ‐ | |
218 | ματος γίνεσθαι. οὐ γὰρ οἴεται αὐτὰς ὁ Πλάτων ἀμενηνὰς καὶ ἀσθενεῖς καὶ ἀδρανεῖς, ἀλλ’ ὑποστάσεις βούλεται αὐτὰς εἶναι· διὰ γὰρ ἀπορ‐ ροιῶν γίνεσθαι ταύτας ἐκ τῶν αἰσθητῶν ἐξιούσας, οἶον ἐν τῷ ὀφθαλμῷ, καὶ πηγνυμένας ἐν τῷ κατόπτρῳ φαινομένας, ὡς πάλιν δι’ ὁμοιότητος | |
5 | γίνεσθαι τὴν γνῶσιν. ἐοίκασι γὰρ αἱ ἀπόρροιαι τοῖς ὧν εἰσὶν ἀπόρροιαι διὸ τὸ κρυσταλλοειδὲς διὰ τῶν οἰκείων ἀπορροιῶν οἶον ἑαυτὸ ὁρᾷ ἐν τῷ κατόπτρῳ. ὥσπερ γάρ, φησὶν ὁ φιλόσοφος Δαμάσκιος, ὁ ἐν εἰκόνι ἑαυτὸν ὁρῶν οὐ δι’ ἀνακλάσεως ἑαυτὸν ὁρᾷ, οὕτω καὶ ἐν τῷ κατόπτρῳ οὐ δι’ ἀνακλάσεως, ἀλλὰ τῷ εἶναι ἐκεῖ ἀπεικόνισμα τοῦ ὀφθαλμοῦ. καὶ | |
10 | τοῦτο καὶ ἀλλαχοῦ βούλεται ὁ Πλάτων. ἐν γὰρ τῷ Σοφιστῇ λέγει τὰς σκιὰς δαιμονίᾳ μηχανῇ γίνεσθαι, διὰ τὸ ὀξὺ τῆς πήξεως· πᾶν γὰρ τὸ ὀξὺ δαιμόνιον καλοῦσιν οἱ παλαιοὶ διὰ τὸ δραστήριον τῶν δαιμόνων, διὸ καὶ Ἀριστοτέλην δαιμόνιον καλοῦσιν ὡς ὀξύτατον γενό‐ μενον. καὶ περὶ τοῦ Ὕλλου δὲ τοῦ ποταμοῦ ἱστοροῦσιν ὅτι εἴ τις ἐκ | |
15 | τοῦ ὕδατος αὐτοῦ ποτήριον πληρώση εὐθὺς γεννᾶσθαι ἰχθῦς· διὸ καὶ ὁ ποιητὴς κατ’ ἐξαίρετόν φησιν τὸ ‘Ὕλλῳ ἐν ἰχθυόεντι‘, καίτοι | |
219 | καὶ ἄλλων ποταμῶν ἰχθῦς γεννώντων, ἀλλὰ διὰ τὸ ταχὺ τῆς πήξεως καὶ τῆς γενέσεως. ὅτι δὲ τοῦτο ἀληθές ἐστι, κατασκευάζουσιν οἱ παλαιοί, τουτέστι τὸ εἶναι ὑποστάσεις τὰς σκιάς· πρῶτον μὲν ὅτι, εἰ κυνὸς καθεύδοντος ἐν ὑψηλῷ τόπῳ ἡ σκιὰ αὐτοῦ ἐκπέμποιτο εἰς τὴν | |
5 | γῆν, ὕαινα διελθοῦσα καὶ πατήσασα τὴν σκιὰν καταπεσεῖν ποιεῖ τὸν | |
κύνα· δῆλον ἄρα ὅτι οὔκ εἰσιν ἐμφάσεις, ἀλλὰ ἀπόρροιαι. δεύτερον ὅτι εἰ αἱ καθαιρόμεναι γυναῖκες τὴν ἐπιμήνιον φορὰν ἴδοιεν εἰς κάτοπτρον, εὐθέως αὐτὸ κηλιδοῦσιν, ὥστε σαφὲς ἐξ ἀπορροίας αὐτῶν τοῦτο γίνε‐ | 136 | |
220 | ται. ταῦτα ἔχει ἡ θεωρία. Εὖ γε ποιῶν, ὦ Σώκρατες: ἰδοὺ πῶς ἐκλιπαρεῖ αὐτὸν μεῖναι, δι’ οὗ δηλοῦται ὁ ἀντέρως. τοῦτο γὰρ τέλος τοῦ ἐρωτικοῦ, τὸ ἀντερᾶσθαι ὑπὸ τῶν παιδικῶν καὶ μεταβάλλειν τὸ σχῆμα τοῦ ἔρωτος, ὡς τὸν μὲν | |
5 | πάλαι ἐρῶντα ἐρώμενον ποιῆσαι, τὸν δὲ πάλαι ἐρώμενον ἐραστήν. Προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι: τουτέστιν ‘εἰ βούλει με μὴ ἀποστῆναι, ἔσο κάλλιστοσ‘· ὡς γὰρ ἐρωτικὸς οὐκ ἀνέχεται εὐτελοῦς ἐρᾶν. ὁ γὰρ ἔρως ὡς ἐρρωμένος ὤν (διὸ καὶ οὕτως ὠνόμασται) καὶ ὡς ἡρωϊκὸς ὢν εὐτελοῦς πράγματος οὐκ ἀνέχεται, ἀλλ’ | |
10 | ὑψηλὸν βούλεται εἶναι τὸν ἐρώμενον. Ὡς οὕτω γέ σοι ἔχει· οὔτε ἐγένετο, ὡς ἔοικεν: φησὶν ὅτι ‘βούλομαί σε κάλλιστον εἶναι, οὐ γὰρ ἐγένετό τις ἐρῶν Ἀλκιβιάδου εἰ μὴ μόνος Σωκράτησ‘. τί δὲ ἄρα ἐστὶν ‘ἀλλ’ ἢ εἶς μόνος, καὶ οὗτος ἀγαπητόσ‘; δοκεῖ γὰρ ἀδιανόητον εἶναι τοῦτο· εἰ γὰρ εἶς, καὶ ἀγαπητός. ἢ οὕτως | |
15 | δεῖ ἀκούειν τοῦ λόγου, ὅτι ‘εἶς σου γέγονεν ἐραστής, καὶ οὗτος ὁ ἀγαπητόσ‘ (λείπει γὰρ τὸ ἄρθρον), ‘Σωκράτης ὁ Φαιναρέτης τῆς μαίας ὁ υἱὸς καὶ Σωφρονίσκου τοῦ λιθοξόου‘· ὥστε οὐκ ὠφέλησεν οὐδὲν τὸν Ἀλκιβιάδην ἡ εὐγένεια (ἦν γὰρ Ἀλκμαιωνίδης | |
221 | καὶ Αἰακίδης) οὔτε κατέβλαψε τὸν Σωκράτην πρὸς σοφίαν ἡ δυσγένεια. τὸ δὲ ‘ὡς οὕτω γέ σοι ἔχει‘ τουτέστιν ‘οὕτως ἔχει τὰ πράγ‐ ματα‘. Οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με παρελθόντα σοι: τοῦτο γὰρ ἐν | |
5 | ἀρχῇ ἔλεγεν, ὅτι ‘σμικρόν με ἔφθης διειλεγμένος, ἐπεὶ ἐγὼ ἐβουλόμην σε ἐρέσθαι, διὰ τί οὐκ ἀπαλλάττῃ μου‘. καί φησιν ὅτι ‘τοῦτο μόνον αἴτιον τοῦ μὴ ἀπαλλάττεσθαί με, τὸ μόνον εἶναί με ἐραστὴν σόν. διὸ ἐκεῖνοι μὲν ἀνθοῦντος τοῦ σώματος παρῆσαν, ἐγὼ δὲ τούτου μὲν ἀπαν‐ θοῦντος, τῆς δὲ ψυχῆς ἀνθούσης πάρειμι. καὶ νῦν‘, φησίν, ‘καὶ ἀεί, | |
10 | εἰ μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου‘ (ᾔδει γὰρ αὐτὸν φιλόδημον ὄντα) ‘οὐ μή σε ἀπολείπω‘. οἶον γάρ ἐστιν ὅτι ἑνὸς ἑκάστου καταφρονοῦμεν, τὸν δὲ πολὺν ὄχλον περὶ πολλοῦ ποιούμεθα. καίτοι μία μὲν ἀπόφασις συλλογισμὸν ποιεῖ, πολλαὶ δὲ οὐ ποιοῦσιν· ἔοικε γὰρ τὸ πλῆθος ἀποφάσει συναγούσῃ εἰς μίαν σύγχυσιν | |
15 | τὰ πράγματα, οὕτω γὰρ καὶ τὸ πλῆθος συγχύσεως αἴτιον. Πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν: εἰ ἀγαθοί, πῶς δή‐ μου ἐρασταὶ γεγόνασι καὶ διεφθάρησαν; ἢ κατὰ τὴν ἕξιν μόνον ἦσαν ἀγαθοί. | |
Εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος δῆμος: παρῳδεῖ τὸ ἔπος | 137 | |
20 | ‘δῆμος Ἐρεχθῆος μεγαλήτοροσ‘. ‘ἀλλὰ δεῖ αὐτὸν ἀποδύντα τὸ πλῆθος θεάσασθαι‘· καὶ ἰδοὺ τὸ ὄνομα τοῦ Σωκρατικοῦ μώλυος ἀπόδυσις. οὕτω καὶ Ὀδυσσεύς· ‘αὐτὰρ ἕκαστον ἐσέδρακεν ὀφθαλμοῖσιν‘. τὸ δὲ ‘εὐπρόσωποσ‘ ἐπὶ ὅλου ὡς ὅλου εἴρηται, ἐπεὶ ἕκαστος αὐτῶν εὐτελής. | |
222 | Γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε: ἰδοὺ ἄλλο ἀλεξιφάρμα‐ κον δίδωσι, τὴν ἄσκησιν καὶ τὴν μάθησιν τῆς ἀρετῆς. Ἀλλὰ πειρῶ ἐξηγεῖσθαι: ἰδοὺ πάλιν σημεῖον τοῦ ἀντέρωτος, λιπαρεῖ γὰρ αὐτὸν διδάξαι. τὸ δὲ ‘ἡμῶν αὐτῶν‘ δηλοῖ διὰ τοῦ | |
5 | διπλασιασμοῦ τὸ αὐτὸ τὸ αὐτό, τὸν καθαρτικὸν βίον καὶ τὸν θεωρητικόν· μέχρι γὰρ τῶν ἐνταῦθα ὁ πολιτικὸς βίος. ἀλλ’ εἰ ἠθικὸς ὁ σκοπὸς τοῦ διαλόγου, πῶς διαλέγεται περὶ τοῦ καθαρτικοῦ καὶ θεωρητικοῦ βίου; ἐντεῦθεν γὰρ οἱ περὶ αὐτοῦ λόγοι. ἢ κατὰ μὲν τὸν φιλόσοφον Πρόκλον ἠθικός ἐστιν ὁ σκοπός, αὐτὸ μὲν γὰρ ἀκούει τὴν | |
10 | τριμέρειαν, αὐτὸ δὲ τὸ αὐτὸ τὴν λογικὴν ψυχὴν ὀργάνῳ χρωμένην τῷ σώματι· κατὰ δὲ τὸν φιλόσοφον Δαμάσκιον καὶ πολιτικὸν σκοπὸν ἔχει καὶ καθαρτικὸν καὶ θεωρητικόν, διότι αὐτὸ ἀκούει τὴν λογικὴν ψυχὴν ὀργάνῳ χρωμένην τῷ σώματι, αὐτὸ δὲ τὸ αὐτὸ τὴν ἄνευ ὀργάνου. | |
15 | Ὃ γάρ ἐσμεν ἐπιεικῶς ὡμολόγηται: ἰδού φησι ‘πεπέρανται τὸ γνῶναι ἡμᾶς πολιτικῶς ἑαυτούσ‘· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ‘ἐπιει‐ κῶσ‘, τὸν πολιτικὸν βίον. τὸ δὲ ‘ἔστι ταῦτα‘ διὰ τοῦ πληθυντικοῦ τὸ αὐτὸ τὸ αὐτὸ ἐδήλωσεν. Ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον: ‘ψυχῆς οὖν φρον‐ | |
20 | τίδα ποιητέον‘, φησίν, ‘ἀλλ’ οὐ τοῦ πρώτου κτήματος, οἶον τοῦ σώματος, | |
223 | ἢ τοῦ δευτέρου, οἶον τῶν χρημάτων· ἐπεὶ πάλιν πολιτικῶς ἑαυτοὺς εἰσόμεθα, νῦν δὲ καθαρτικῶς καὶ θεωρητικῶς βουλόμεθα ἑαυτοὺς γνῶναι‘. Τίνα οὖν τρόπον ἂν γνοίημεν αὐτὰ ἐναργέστατα; οἰκεῖον τὸ | |
5 | ‘ἐναργέστατα‘ τῷ ‘γνῶθι σαυτόν‘, ἡλίῳ ὄντι, ὃς ἔφορος τῆς ἐναργείας. πάλιν δέ φησιν ‘ἡμᾶς αὐτοὺσ‘ ἐφεξῆς, διὰ τοῦ ἀνα‐ διπλασιασμοῦ τὸ αὐτὸ 〈τὸ〉 αὐτὸ δηλῶν. Κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παραδείγματα αὐτῆς: του‐ τέστιν ‘οὐκ ἔστιν οἰκειότερον παράδειγμά τι ὄψεως διὰ τὸ καὶ αὐτὴν | |
10 | ἡλιοειδῆ εἶναι καὶ οἰκείαν τῷ προστάξαντι‘. Εἰς τὰ κάτοπτρά τε καὶ τὰ τοιαῦτα: διὰ μὲν τῶν κατόπτρων ἐδήλωσε τὰ τεχνητὰ κάτοπτρα, διὰ δὲ τοῦ ‘καὶ τὰ τοιαῦτα‘ τὰ | |
φυσικά, οἶον ὕαλον ἢ κέρας. ἰστέον δὲ ὅτι ‘κόρη‘ λέγεται ἢ διὰ τὸ πλησιάζειν τῷ κρυσταλλοειδεῖ καθαρῷ ὄντι· τοιαύτη δὲ καὶ ἡ κόρη, | 138 | |
15 | ἠΐθεος οὖσα· ἢ διὰ τὸ πεφυλάχθαι πολλοῖς χιτῶσιν, καθάπερ καὶ ἡ κόρη. | |
224(1t) | Πρᾶξις σὺν θεῷ κηʹ | |
2 | Τὸ δὲ γινώσκειν ἑαυτὸν ὁμολογοῦμεν. Ἐπειδὴ ἔγνωμεν ἑαυτοὺς καὶ πολιτικῶς (γνόντες ὅτι ψυχή ἐστιν ὁ ἄνθρωπος ὀργάνῳ χρωμένη τῷ σώματι) καὶ καθαρτικῶς (γνόντες ὅτι | |
5 | ψυχή ἐστι λογικὴ μὴ προσχρωμένη ὀργάνῳ τῷ σώματι, ἀλλ’ ἐπιστρέ‐ φουσα πρὸς ἑαυτήν) καὶ θεωρητικῶς (γνόντες ψυχὴν λογικὴν ὄντα τὸν ἄνθρωπον μηδὲ ὡς ὀργάνῳ χρωμένην τῷ σώματι, ἐπιστρέφουσαν πρὸς τὰ κρείττονα), ἐξαίρει τὸ γινώσκειν ἑαυτόν, λέγων ὅτι ὁ μὴ γινώσκων ἑαυτὸν οὐκ ἔστι πολιτικός. τοῦτο δέ φησιν, διότι ὁ Ἀλκιβιάδης | |
10 | ἐφρόντιζε τοῦ πολιτικὸς εἶναι· ἑώρα γὰρ αὐτὸν ᾄττοντα ἐπὶ τὰ τῆς πόλεως πράγματα. καὶ οὐ μόνον πολιτικὸς οὐκ ἔστιν, ἀλλὰ καὶ ἄθλιος, ὡς ἁμαρτάνων· καὶ μᾶλλον ἄθλιος, εἰ δύναμιν προσλάβοι· καὶ οὐ μόνον ἄθλιος, ἀλλὰ καὶ ἀθλιοποιός, διότι ἑτέρων προέστηκεν· καὶ μάλιστα ἀθλιοποιός, εἰ δύναμιν αὐτοῖς περιποιήσηται, οἶον νεώρια καὶ λιμένας | |
15 | καὶ τείχη καὶ πρόσοδον. ταῦτα δὲ λέγει αἰνιττόμενος εἰς Περικλέα τὸ τεῖχος κτίσαντα τοῦ Πειραιῶς καὶ Θεμιστοκλέα τὰς τριήρεις κατα‐ σκευάσαντα διὰ τὸν χρησμόν· ‘τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύσ‘. | |
225 | Καὶ κατασκευάζει τρία τινά· ὅτι ὁ ἀγνοῶν ἑαυτὸν καὶ τὰ ἑαυτοῦ ἀγνοεῖ. (καὶ πῶς ἐλέγομεν ἀνωτέρω τὸν ἰατρὸν εἰδέναι μὲν τὰ ἑαυτοῦ, ἀγνοεῖν δὲ ἑαυτόν, ὁμοίως δὲ καὶ τὸν χρηματιστήν; ἢ τὰ ἑαυτοῦ καὶ τὰ ⟦τῶν⟧ τοῦ ἑαυτοῦ ἢ οἰκείαν φύσιν ἔχει, καὶ οὕτως οἶδεν αὐτὰ ὅ τε | |
5 | χρηματιστὴς καὶ ὁ ἰατρός· ἢ συντελοῦντα πρὸς τὸ χρώμενον καὶ ὄργανα ὄντα, καὶ οὕτως ἀγνοοῦσιν οὗτοι ταῦτα. οὕτως οὖν ἐλευθερώ‐ σωμεν αὐτὸν τῆς φαινομένης ἐναντιολογίας τῆς πρὸς ἑαυτόν. διὸ καὶ αὐτὸς ἐπισημαίνεται λέγων ὅτι ‘οὐ πάνυ ὀρθῶς ὡμολογή‐ σαμεν ὁμολογοῦντες ἄρτι εἶναί τινας οἳ ἑαυτοὺς | |
10 | μὲν οὐ γινώσκουσιν, τὰ ἑαυτῶν δέ‘. ἄμφω γὰρ ἀληθῆ κατὰ τὸν εἰρημένον τρόπον.) οἱ τὰ ἑαυτῶν ἀγνοοῦντες καὶ τὰ ἄλλων ἀγνοοῦσιν, μία γὰρ τῶν ἀντικειμένων ἐπιστήμη· ὁ τὰ τῶν ἄλλων | |
ἀγνοῶν τὰ τῶν πολιτῶν ἀγνοεῖ· ὁ τοιοῦτος οὐ πολιτικός· ὁ ἄρα ἀγνοῶν ἑαυτὸν οὐκ ἔστι πολιτικός. | 139 | |
15 | Εἶτα ἐποικοδομεῖ τούτῳ καὶ ἄλλα πολλὰ ἄτοπα, ‘Ὄσσαν ἐπ’ Οὐλύμπῳ‘, κατὰ τὸ ποιητικόν· ὅτι οὐδὲ ἠθικός ἐστιν οὐδὲ οἰκονο‐ μικός, οὕτως· ‘ὁ ἀγνοῶν ἑαυτὸν οὐκ ἔστι πολιτικός· ὁ μὴ ὢν πολιτικὸς οὐκ ἔστιν οὔτε ἠθικὸς οὔτε οἰκονομικός, τῷ γὰρ μεγάλῳ καὶ μικρῷ διαφέρουσιν, ὥσπερ τὰ μικρὰ γράμματα καὶ τὰ μεγάλα· ὁ μήτε ἠθικὸς | |
20 | μήτε οἰκονομικός, εἰ μὲν ἠθικὸς ᾖ, εἰς ἑαυτὸν ἁμαρτάνει, εἰ δὲ πολιτι‐ κός, εἰς πολλούς· ὁ εἰς ἑαυτὸν ἁμαρτάνων ἄθλιος, καὶ μάλιστα ἄθλιος, εἰ δύναμιν ἔχοι· ὁ δὲ εἰς πολλούς, ἀθλιοποιός, καὶ μάλιστα εἰ δύναμιν αὐτοῖς περιποιήσῃ· ὁ ἄρα ἀγνοῶν ἑαυτὸν οὐ μόνον ἄθλιός ἐστιν, ἀλλὰ καὶ ἀθλιοποιόσ‘. | |
25 | Τρίτος συλλογισμός, ὅτι ὁ πολιτικὸς γινώσκει ἑαυτόν· ‘ὁ γὰρ πολιτικὸς ἀγαθοὺς ποιεῖ τοὺς πολίτας (οὗτος γὰρ ὁ ὁρισμὸς τοῦ πολιτικοῦ, τὸ ἀγαθοὺς ποιεῖν)· ὁ ἀγαθοὺς ποιῶν ἀγαθός (οὐδὲ γὰρ μεταδίδωσιν οὗ μὴ ἔχῃ)· ὁ ἀγαθὸς θεοφιλής (ταὐτὸν γὰρ ἀγαθὸς καὶ θεός)· ὁ θεοφιλὴς τὸ ἐν αὑτῷ θεῖον οἶδεν· ὁ τοιοῦτος ἑαυτὸν οἶδεν, | |
226 | διότι τὸ ἀκρότατον οἶδεν τῆς ψυχῆς καὶ τὸ ἀπάνθισμα· ὁ ἄρα πολιτικὸς οἶδεν ἑαυτόν‘. Δείκνυσι δὲ καὶ τὸ λοιπόν, ὃ παρέλαβεν ἐν τῷ βʹ συλλογισμῷ ἀναπό‐ δεικτον, ὅτι ὁ ἀγνοῶν ἑαυτὸν μᾶλλον ἀθλιοποιός ἐστιν, εἰ δύναμιν | |
5 | προσλάβοι. πρῶτον μέν, ὅτι ἔοικεν οὗτος νοσοῦντι νοῦν μὴ ἔχοντι, μὴ πειθομένῳ ἰατροῖς, ἀλλ’ ἐκτρέφοντι τὸ σῶμα κακόχυμον ὄν, καίτοι εἰς κακοχυμίαν τῆς τροφῆς μεταβαλλομένης. καλῶς γὰρ εἴρηται· ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεισ‘. δεύτερον ἐπιχείρημα, ὅτι ἔοικεν ὁ τοιοῦτος τυράννῳ· οὐδὲν | |
10 | γάρ ἐστιν ὁ τύραννος ἢ δύναμις ἐστερημένη λόγου. τρίτον, οὔτε δύναμιν ἔχει· ἡ μὲν γὰρ δύναμις σωστική ἐστι τοῦ ἔχοντος, οὗτος δὲ φθείρει τὸ ἔχον. ὡς γὰρ κακία φθαρτική ἐστι, καὶ ὅμοιον ὡς εἰ ἄπειρος κυβερνητι‐ κῆς ἐπιχειρήσοι κυβερνᾶν· αἴτιος γὰρ γίνεται οὐ μόνον τῆς ἑαυτοῦ ἀπωλείας, ἀλλὰ καὶ τῆς τῶν συνναυτῶν καὶ τῶν συμπλεόντων. | |
15 | Ἐφ’ οἷς δείκνυσιν ὅτι τοῦ παλαιοῦ λόγου λέγοντος τὴν ἀρετὴν ἀδέσποτον καὶ ἐλευθέραν—ἔστι γὰρ φύσει ἐλευθέρα ἡ ἀρετή, μὴ ἀνεχομένη τοῖς χείροσιν ὑποκατακλιθῆναι, διὸ καὶ ἡ ψυχὴ φύσει ἐλευθέρα ἐστὶν ὡς αὐτοκίνητος καὶ φύσει ἀρχική· ὅθεν καὶ δυσχερὲς ἀνθρώπων ἄρχειν ὡς φύσει ἀρχικῶν, διὸ καὶ ὁ Πλάτων τὰς δυνάμεις | |
20 | τῆς ψυχῆς ἐν τῷ Φαίδρῳ ἵπποις ἀπείκασεν διὰ τὸ γαῦρον, τοιοῦτο δὲ καὶ τὸ ἀρχικόν· —ὁ δὲ Σωκράτης οὐκ ἀνέχεται μόνον τούτων, ἀλλὰ | |
καὶ ἄρχειν λέγει τὴν ἀρετὴν καὶ τὸν κακὸν δοῦλον εἶναι, κἂν βασιλεὺς ᾖ. φύσει γὰρ δοῦλος ὁ κακός, κἂν πάντων ἀνθρώπων ἄρχῃ, ὥσπερ ὁ ἀγαθὸς ἐλεύθερος, κἂν δοῦλος ᾖ. καὶ δείκνυσι τούτων ἑκάτερον· ὁ μὲν | 140 | |
25 | γὰρ ἀγαθὸς ἄρχων, διότι συνάπτει ἑαυτὸν θεῷ πάντων ἄρχοντι, ὁ δὲ κακὸς φύσει δοῦλος, διότι συνάπτει ἑαυτὸν τῇ ὕλῃ χειρίστῃ οὔσῃ καὶ ὑπὸ πάντων ἀρχομένῃ. | |
227 | Ἐφ’ οἷς ἐν τῷ πέρατι τοῦ διαλόγου ἀναφαίνεται ὁ ἀντέρως· ἀντερᾷ γὰρ Ἀλκιβιάδης Σωκράτους. διὸ καὶ ἀντιπελαργῆσαι αὐτὸν βούλεται· ὥσπερ γὰρ οἱ πελαργοὶ γηράσαντας τοὺς γονεῖς ἐκτρέφουσιν, λούουσιν, ἐποχοῦσι, πάντα ἁπλῶς ἐκτελοῦσιν ὅσα οἱ πατέρες εἰς αὐτοὺς ἐπετέ‐ | |
5 | λεσαν, οὕτω καὶ Ἀλκιβιάδης μιμεῖται τὸν πελαργόν. ἀπείκασται γὰρ ὁ ἀντέρως τῷ πελαργῷ, οὐ μόνον διὰ τὴν ἐπιστροφήν, ἣ οἰκεία τῷ ἔρωτι, ἀλλὰ καὶ διότι ὑπόπτερος ὁ ἔρως, ὡς ἐν Φαίδρῳ φησίν· διὸ καὶ ‘πτέρωσ‘ λέγεται παρὰ τὸ πτέρον. ταῦτα ἔχει ἡ θεωρία· συγκαταπαύεται γὰρ αὐτῇ σὺν θεῷ καὶ ὁ παρὼν διάλογος. | |
10 | Τὸ δὲ γινώσκειν ἑαυτὸν λέγομεν σωφροσύνην εἶναι: ἐλέγετο γὰρ καὶ πάλαι ὡς ἡ σωφροσύνη οἰκεία τῇ ἐπιστροφῇ, διότι περὶ τὸ ἔσχατον μόριον ἐποχεῖται τῇ ἐπιθυμίᾳ. ἐπειδὴ οὖν οὐ δύναται ἠρεμεῖν ἡ ἡμετέρα φύσις, μὴ δυναμένη προϊέναι ἔτι ὑποστρέφει πρὸς τὰ κρείττω. αἱ γὰρ εἰς ἄκρον εὐεξίαι διὰ τοῦτο λέγονται σφαλεραί. | |
15 | Ἆρα οὖν γινώσκοντες ἡμᾶς αὐτούς: ἐντεῦθεν τοῦ πρώτου προβλή‐ ματος ἡ πρώτη πρότασις, ὅτι ὁ ἀγνοῶν ἑαυτὸν οὐδὲ τὰ ἑαυτοῦ οἶδεν. καὶ εἴρηται ἡ ἀπορία ἐν τῇ θεωρίᾳ καὶ ἡ λύσις. Καὶ πῶς ἂν τοῦτο γένοιτο, ὦ Σώκρατες; ἑτοίμως ἀποκρίνεται ὁ | |
228 | Ἀλκιβιάδης, διότι ὠφελήθη ἐν τῷ διαλόγῳ τούτῳ ὅτι ὁ μὴ εἰδὼς τὴν ἑαυτοῦ οὐσίαν οὐδὲ τὴν τελειότητα ἑαυτοῦ οἶδεν. ἐπειδὴ οὖν εἶπεν ‘ἀγαθὰ καὶ κακά‘, φησὶν ὅτι ‘καὶ πῶς τοῦτο δυνατόν;‘ Ἀδύνατον ἴσως σοι φαίνεται: ἰδοὺ ἡ λύσις τῆς ἀπορίας διὰ τοῦ | |
5 | ‘ἴσωσ‘, ὅτι ἀδύνατον ἴσως ἐστὶ διὰ τὸν ἰατρόν, εἰδότα μὲν τὰ ἑαυτοῦ, οὐ μὴν ἑαυτόν. λέγει δὲ σαφέστερον τὴν λύσιν ἐφεξῆς· φησὶν γὰρ ὅτι οὐ γινώσκει τὰ Ἀλκιβιάδου ὅτι Ἀλκιβιάδου ἐστίν, ἀντὶ τοῦ ‘εἰ καὶ κατὰ τὴν οὐσίαν αὐτῶν οἶδεν αὐτά, ἀλλ’ οὐ τῇ πρὸς ἕτερον ἀναφορᾷ‘. | |
10 | Εἰ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων: τοῦτο ἐκ περιτ‐ τοῦ, ὅτι ὁ ἀγνοῶν τὰ ἡμῶν κτήματα καὶ τὰ τοῦ ἡμῶν· ἤρκει γὰρ τὸ πρῶτον, ἀλλὰ διὰ περιουσίαν δυνάμεως πάλιν ⟦δὲ⟧ διὰ τούτων αἰνίττεται τὴν λύσιν, λέγων ‘τὰ τῶν ἡμετέρων‘, ὅτι τῇ πρὸς αὐτὸν σχέσει. Οὐκ ἄρα πάνυ τι ὀρθῶς ὁμολογοῦμεν: ἰδοὺ καὶ αὐτός, ὡς εἴρηται | |
15 | ἐν τῇ θεωρίᾳ, ἐπισημαίνεται τὰ ἀνωτέρω. φησὶν γὰρ ὅτι ‘οὐ καλῶς ἐλέγομεν τὸν χρηματιστὴν καὶ τὸν ἰατρὸν εἰδέναι τὰ ἡμῶν καὶ τὰ τοῦ ἡμῶν μὴ εἰδότας ἑαυτούς· εἶς γὰρ καὶ ὁ αὐτὸς οἶδεν ἐμέ, τὸ ἐμόν, τὸ τοῦ ἐμοῦ‘. Ὅστις δὲ τὰ αὐτοῦ ἀγνοεῖ: ἡ δευτέρα πρότασις· μία γὰρ τῶν | 141 |
20 | ἀντικειμένων ἐπιστήμη. λοιπὸν δὲ ἐπάγει καὶ τὸ συμπέρασμα, ὅτι οὐδὲ ⟦ὁ⟧ πολιτικός. Οὐκ ἄρ’ ἂν γένοιτο ὁ τοιοῦτος ἀνὴρ πολιτικός: ἐν τῷ συμπεράσμα‐ τι ἐξαίρει τὸν λόγον λέγων ὅτι οὐ δύναται ὁ τοιοῦτος ἀνὴρ πολιτικὸς εἶναι, τουτέστι ‘τοῦ ἀγαθοῦ τοῦ παρὰ σοὶ οὐ δύναται ἀπολαῦσαι‘. οὕτω | |
25 | καὶ οἱ ῥήτορες ἐν τοῖς ἐπιλόγοις ἐξαίρουσι τὰ περὶ ὧν οἱ λόγοι. Οὐ μὴν οὐδὲ οἰκονομικός: ὁ δεύτερος συλλογισμός, ὅτι 〈ὁ〉 μὴ πολιτικὸς οὐδὲ ἠθικὸς οὐδὲ οἰκονομικός· τῷ γὰρ μεγάλῳ καὶ μικρῷ διαφέρει. Ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται; κατ’ ἐρώτησιν τοῦτο· ὅτι καὶ | |
30 | ἄθλιός ἐστιν, εἰ ἑαυτοῦ μόνου ἐπιμελοῖτο, εἰ δὲ καὶ ἄλλων, ἀθλιοποιός, | |
229 | καὶ μάλιστα εἰ δύναμιν λάβοι. Οὐδὲ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται: ὁ μὲν Τίμαιος τῇ ἐπινοίᾳ ἐχώρισεν τὸ θεῖον τοῦ κόσμου, ἵνα κατόψηται τὸν κόσμον, ὁποῖος ἔδει εἶναι χωριζομένου τοῦ θεοῦ· ὁ δὲ Σωκράτης τὴν δύναμιν | |
5 | ἐχώρισεν φιλοσοφίας, ἵνα κατόψηται αὐτὴν τοιαύτην οὖσαν, ὁποία ὀφείλει εἶναι χωριζομένη τοῦ σπουδαίου. Οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων: ἐντεῦθεν ἄρχεται τοῦ δευτέρου συλλογισμοῦ τοῦ λέγοντος ὅτι ὁ πολιτικὸς γινώσκει ἑαυτόν. φησὶν γὰρ ὅτι ‘οὐκ ἄρα φροντιστέον τειχῶν καὶ τριήρων, ταῦτα γὰρ οὔκ εἰσιν | |
10 | αἴτια τοῦ εὐδαιμονεῖν, ἀλλὰ τοῦ κακοδαιμονεῖν· φροντιστέον δὲ τῷ πολιτικῷ τοῦ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας καὶ 〈οὐ〉 πλουσίουσ‘. Δύναιτο δ’ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι; ἡ δευτέρα πρότασις, ὅτι ‘ὁ ἀγαθοὺς ποιῶν ἀγαθός, οὐδὲ γὰρ οὗ μὴ ἔχῃ μεταδίδωσιν. εἰ δὲ τοῦτο, δεῖ σε ἀρετῆς ἀντιποιεῖσθαι‘. | |
15 | Οὐκ ἄρα ἐξουσίαν σοι οὐδὲ ἀρχήν: ὅτι οὐ δεῖ πλοῦτον καὶ ἐξ‐ ουσίαν περιποιεῖν, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην. τούτων δὲ τῶν ἀρετῶν ἐμνήσθη, διότι τὰς ἄλλας εἶχεν, φρόνησιν ὡς ἕξιν ἔχων διοικητικὴν τῶν τῆς πόλεως πραγμάτων, καὶ ἀνδρείαν ὡς στρατηγικός. Δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως: τὴν τρίτην πρότασιν, | |
20 | ὅτι ὁ ἀγαθὸς θεοφιλής. Εἰς τὸ θεῖον καὶ λαμπρόν: ἄλλη πρότασις, ὅτι ὁ θεοφιλὴς τὸ ἐν ἑαυτῷ θεῖον οἶδε. διὰ δὲ τοῦ λαμπροῦ ἐδήλωσε τὸ νοερόν· διὸ καὶ ἐφεξῆς ἀντιτάττει τούτοις τὸ ἄθεον καὶ σκοτεινόν. εἰ δὲ τοῦτο, περὶ τοῦ θείου τοῦ ἀνθρωπίνου καὶ τοῦ νοεροῦ τοῦ ἀνθρωπίνου | |
25 | διαλέγεται, εἴγε καὶ τῶν ἀντικειμένων ἐμνήσθη· τὰ δὲ ἀντικείμενα ἐν | |
μιᾷ ὕλῃ θεωρεῖται. πῶς δὲ ἄρα λέγει τὸν πολιτικὸν θεωρεῖν εἰς τὸ ἐν ἑαυτῷ θεῖον, εἴγε καὶ ὁ ἐπαναβεβηκὼς τοῦτον οὐκ οἶδεν τὸ ἐν ἑαυτῷ θεῖον, ὁ καθαρτικός; τοῦτο γὰρ οἰκεῖον τῷ ἐνθεαστικῷ. ἢ τὸ θεῖον | 142 | |
230 | τριττόν ἐστιν· ἢ κατ’ αἰτίαν ἢ καθ’ ὕπαρξιν ἢ κατὰ μέθεξιν. οἶδεν οὖν ὁ ἐνθεαστικὸς τὸ ἐν ἑαυτῷ καθ’ ὕπαρξιν, οὗτος δὲ τὸ κατὰ μέθεξιν. Ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς: δείξας διὰ τοῦ πρώτου λόγου τοῦ λέγοντος ὅτι ὁ ἀγνοῶν ἑαυτὸν ἄθλιός ἐστιν, καὶ οὐ μόνον τοῦτο, | |
5 | ἀλλὰ καὶ ἀθλιοποιός—διὰ τοῦτο αὐτάρκη τὴν κακίαν πρὸς κακοδαι‐ μονίαν δείξας· διὰ δὲ τοῦ δευτέρου συλλογισμοῦ τοῦ λέγοντος ὅτι ὁ πολιτικὸς γινώσκει ἑαυτὸν δείξας ὅτι αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαι‐ μονίαν· φησὶν ἐνταῦθα ὅτι ‘ἐγγυήσασθαι τοῦτο αὐτὸ βούλομαι ἑκατέρῳ λόγῳ, ὅτι ὁ μὲν εὐδαίμων, ὁ δὲ κακοδαίμων‘. ἀσφαλὴς δὲ ἐγγυη‐ | |
10 | τὴς ὁ Σωκράτης ὡς ἐπιστήμων ἐν λόγοις ἀσφαλὴς ἐγγυητής. καὶ ὁ μὲν Περίπατος ἓν τούτων δέχεται, ὅτι αὐτάρκης ἡ κακία πρὸς κακοδαι‐ μονίαν, οὐ μὴν τὸ λοιπόν, διότι βούλεται ἀνθρωπινώτερον ὁ Ἀριστο‐ τέλης δεῖσθαι πρὸς εὐδαιμονίας κτῆσιν καὶ τῶν ἐκτός· ὁ δὲ Πλάτων ἄμφω δέχεται. | |
15 | Ὧι γάρ, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται: ἐντεῦθεν δείκνυσιν τὸ ἀκατασκεύως παρειλημμένον, ὅτι μᾶλλον ἄθλιός ἐστιν ὁ δύναμιν ἔχων καὶ κατασκευάζει τοῦτο διὰ τριῶν λόγων, πρώτου μὲν τοιούτου· ‘ἔοικεν οὗτος νοσοῦντι ἰατρικὸν νοῦν μὴ ἔχοντι καὶ μὴ πειθομένῳ ἰατρῷ· οὗτος γὰρ χρώμενος τροφαῖς ἀτάκτοις ἐπαύξει τὴν | |
20 | κακοχυμίαν‘. καὶ ταῦτα δεῖ ὑπεκκαίειν ἐν τῇ ψυχῇ δίκην ἀργυρίου, ἵνα | |
231 | συνουσιῶνται ἡμῖν. Τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ: τὸ δεύτερον, ὅτι ἔοικε τυράννῳ. τὰ γὰρ ὄργανα μάλιστα βλάπτει τοῦ χρωμένου καλῶς ἀμοιρήσαντα· διὸ καὶ εἴρηται | |
5 | ‘αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ‘. Ἆρα οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα; τὸ τρίτον, ὅτι οὔτε δύναμίς ἐστιν, ἀλλ’ ἀδυναμία, διότι οὐδεμία δύναμις φθείρει τὸν ἔχοντα. καὶ παράγει τὸ τοῦ κυβερνήτου παράδειγμα, καὶ δείκνυσιν ὅτι καὶ ἄθλιος ὁ κακὴν δύναμιν ἔχων καὶ ἀθλιοποιός. | |
10 | Πρὶν δὲ τὴν ἀρετὴν ἔχειν τὸ ἄρχεσθαι ἄμεινον: τὸ ἄλλο κατα‐ σκευάζει, ὅτι οὐ μόνον ἐλευθέρα ἐστὶν ἡ ἀρετή, ἀλλὰ καὶ ἀρχική· ἡ γὰρ ἀρετὴ συνάπτει ἑαυτὴν θεῷ τῷ πάντων ἄρχοντι, ἡ δὲ κακία τῇ ὕλῃ ὑπὸ πάντων ἀρχομένῃ καὶ ἐσχατιᾷ οὔσῃ. τί οὖν; οὐ δουλεύει θεῷ ὁ σπουδαῖος; ἢ ἡ δουλεία αὕτη κρείττων ἐστὶ πάσης ἀρχῆς καὶ τῇ | |
15 | τοιαύτῃ δουλείᾳ ἄρχει τῶν ἄλλων, ἄμεινον γὰρ τὸ τοιοῦτο ἑτεροκίνητον τοῦ αὐτοκινήτου. φησὶν οὖν ὅτι ἄμεινον δοῦλον εἶναι ἢ δεσπότην καὶ | |
ἄρχοντα τὸν μὴ ἔχοντα ἀρετήν. Οὐκοῦν τό γε ἄμεινον καὶ κάλλιον; δέδεικται γὰρ ὅτι πᾶν καλὸν ἀγαθὸν καὶ τὸ ἀνάπαλιν. | 143 | |
20 | Πρέπει ἄρα τῷ κακῷ δουλεύειν: ὁ ἄρα Ἀλκιβιάδης ὁ πάντων ἀν‐ θρώπων ἄρχειν ἐθέλων δοῦλος ἀποδέδεικται, εἰ μὴ ἀρετῆς ἀντιποιή‐ σηται. Μάλιστά γε, ὦ Σώκρατες: ἑτοίμως ἀποκρίνεται, διότι ἀρχικὸς φύσει ὢν οὐκ ἀνέχεται δουλεύειν. | |
25 | Αἰσθάνει δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς: ἦν γὰρ φύσει ἐλευ‐ θεροπρεπὴς ὁ Ἀλκιβιάδης· διὸ καὶ τοῖς Ἀθηναίοις ἐκκλησιαζομένοις περὶ πόρου χρημάτων αὐτεπάγγελτος δέκα τάλαντα ἐπιδέδωκε τῇ βουλῇ. | |
232 | Ἵνα μὴ ὀνομάζωμεν: τῇ ἀποσιωπήσει ἐξογκοῖ τὸ πρᾶγμα, οἷον ‘τὸ δουλοπρεπέσ‘· πρέπει γὰρ τῇ ὕλῃ ὡς αἰσχρᾷ καὶ ἀνειδέῳ τὸ ἀκατονό‐ μαστον. ὁ δέ φησιν ὅτι ‘ἐὰν βούλῃ σύ, ὦ Σώκρατες, ἀπο‐ φυγεῖν ἔχω‘. καὶ οὐκ ἀποδέχεται τὸν λόγον ὁ Σωκράτης· φησὶ γὰρ ὅτι | |
5 | ‘οὐ καλῶς εἶπας, ἀλλ’ ἐὰν βουληθῇ ὁ θεόσ‘. αἱ γὰρ ἀρεταὶ ὡς μὲν ἀρεταὶ ἀνθρώπιναί εἰσιν, ὡς δὲ εὐδαιμονίας περιποιητικαὶ καὶ θεόθεν παράγονται· διὸ ἄμφω ἀληθῆ, καὶ τὸ Ἀλκιβιάδου καὶ τὸ Σωκράτους. Καὶ πρὸς τούτοις μέντοι τόδε λέγω: ἐντεῦθεν ὁ ἀντέρως· φησὶ γὰρ ὅτι ‘κινδυνεύομεν μεταβαλεῖν τὸ σχῆμα καὶ γενέσθαι ἐγὼ ἐραστής, σὺ | |
10 | δὲ ἐρώμενοσ‘. Καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης: ἀκούσας πελαργοῦ φη‐ σὶν ὅτι ‘ἄρξομαι δίκαιος εἶναι‘, διότι δίκαιον τὸ ζῷον. Βουλοίμην δ’ ἄν σε καὶ διατελέσαι: ‘ἤθελον μὲν διατελέσαι σε, φοβοῦμαι δὲ διότι δήμου ἐραστὴς ὑπάρχεισ‘. καὶ ἰδοὺ καὶ ὁ Σωκράτης | |
15 | οἶδεν ὅτι οὐ μενεῖ, ἀλλὰ χωρήσει ἐπὶ τὸ χεῖρον. Μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ: πῶς κρατεῖ καὶ Σωκράτους ὁ δῆμος; ἢ ὡς ἐρωτικοῦ καὶ μετὰ τῶν παιδικῶν αὐτοῦ κρατήσει. | |
18t | Θεῷ τελείῳ χάρις. | |
19t | Σχόλια εἰς τὸν Πλάτωνος Ἀλκιβιάδην | |
20t | ἀπὸ φωνῆς Ὀλυμπιοδώρου τοῦ μεγάλου φιλοσόφου. | 144 |