TLG 4019 003 :: OLYMPIODORUS :: In Aristotelis meteora commentaria

OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem.
(Alexandrinus: A.D. 6)

Cf. et OLYMPIODORUS Alchem. (2589)

In Aristotelis meteora commentaria

Source: Stüve, G. (ed.), Olympiodori in Aristotelis meteora commentaria [Commentaria in Aristotelem Graeca 12.2] Berlin: Reimer, 1900: 1–338.

Citation: Page — (line)

1

(1t)

ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ
2tΤΩΝ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΣΧΟΛΙΑ.
3tΠρᾶξις α.
4nΠερὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως.
5 Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον,
ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνῄσκει τῶν φθασάντων, προανακρού‐ εται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα. καὶ τῶν μὲν φθασάντων ἀνα‐
10μιμνῄσκει λέγον τὰ εἰρημένα αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν τῇ Περὶ οὐρανοῦ, ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ δὲ μέλλοντα προανακρού‐ εται μεμνημένον τῶν ὑπολοίπων αὐτοῦ πραγματειῶν, ὅσαι περὶ ἐμψύχων αὐτῷ εἰσι γεγραμμέναι, ἀλλὰ περὶ ἐμψύχων ἢ ἀναισθήτων, ὡς ἡ Περὶ φυτῶν πραγματεία, ἢ αἰσθανομένων, ὡς ἡ Περὶ ζῴων ἱστορίας. τὰ δὲ
15παρόντα ἐκδιηγεῖται τὸν σκοπὸν τοῦ παρόντος βιβλίου παραδιδόν. καὶ τὰ μὲν φθάσαντα καὶ μέλλοντα ταῖς οἰκείαις πραγματείαις καταλείψαντες τὸν σκοπὸν τοῦ προκειμένου συγγράμματος παραδώσομεν. Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ
20ὑλικῇ. τοῦτο δὲ πρόσκειται, ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φο‐ ρὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποι‐
οῦσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’1

2

ἐπειδὴ κανών ἐστιν Ἀριστοτέλους ἐκ θυρῶν εὐθέως τῆς Φυσικῆς ἀκροάσεως εἰρημένος αὐτῷ ὁ λέγων, ὅτι ὁ θέλων περί τινος πράγματος ἀκριβῶς δι‐ δάξαι ὀφείλει τὰ αἴτια αὐτοῦ πρῶτον ἀποδοῦναι (ἡ γὰρ τῶν αἰτίων γνῶσις σαφῆ τὴν τῶν πραγμάτων διδασκαλίαν καθίστησι· φησὶ γὰρ αὐτὸς ἀρχό‐
5μενος τῆς Φυσικῆς ἀκροάσεως· “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμ‐ βαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. τότε γὰρ οἰόμεθα γνωρίζειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτασ”)—ἐπειδὴ οὖν τοιοῦτος Ἀριστοτέλους ἐστὶ κανών, διὰ ταύτην τὴν αἰτίαν καὶ νῦν οὐ πρότερον εἰς
10τὴν τῶν ζητουμένων διδασκαλίαν εἰσβάλλει, ἀλλὰ ζητεῖ τὰ αἴτια τῶν ἐν‐ ταῦθα διδασκομένων τὰ προσεχῆ, καὶ ἐπειδὴ φιλοκαθόλου ὁ φιλό‐ σοφος, ἀνατρέχει ἐπὶ τὸ καθόλου καὶ ζητεῖ πάντων τὰ αἴτια, τό τε ποιη‐ τικὸν καὶ τὸ ὑλικόν. πέντε τοίνυν στοιχείων ὄντων τοῦ παντὸς κόσμου, τοῦ πέμπτου στοιχείου καὶ τῶν ὑπολοίπων τεσσάρων, πυρός, ἀέρος, ὕδατος,
15γῆς, τὸ μὲν οὐράνιον σῶμα (ταὐτὸν δὲ εἰπεῖν τὸ πέμπτον στοιχεῖον) ποιη‐ τικόν ἐστιν αἴτιον, τὰ δὲ ἄλλα τέσσαρα ὑλικά εἰσιν. ὅτι δὲ ἔστι ἕτερον πέμπτον στοιχεῖον παρὰ τὰ τέσσαρα, δέδειχεν ἡ Περὶ οὐρανοῦ πραγματεία. ὅτι δὲ καὶ τέσσαρά εἰσι τὰ ὑλικὰ στοιχεῖα καὶ οὐ πλείονα οὔτε ἐλάσσονα, δέδειχεν ἡ Περὶ γενέσεως καὶ φθορᾶς. ὅτι δὲ τὸ μὲν πέμπτον σῶμα
20ποιητικὸν αἴτιόν ἐστι, τὰ δ’ ἄλλα τέσσαρα ὑλικά, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ δύο λόγων, ὧν ὁ μὲν πρῶτος τοῦτον ἔχει τὸν τρόπον. τὰ οὐράνια σώματα κινοῦσι τὰς ὁλότητας τῶν στοιχείων· θιγγάνουσι γάρ πως αὐτῶν, ἐπειδὴ δέδεικται μηδὲν ὂν κενόν. πλὴν εἰ καὶ θιγγάνουσιν, οὐ μοχλείᾳ καὶ βίᾳ κινοῦνται· οὐ γὰρ παρὰ φύσιν σύμπασαι συνθέουσιν αἱ ὁλότητες
25τῷ πέμπτῳ σώματι τῶν στοιχείων καὶ κύκλῳ κινουμένῳ κινοῦνται, ἀλλ’ ὑπὲρ φύσιν. ὥσπερ γὰρ ζῷον ἐνθουσιῶν καὶ ὑπὸ ψυχῆς ἐλλαμπόμενον ὑπὲρ φύσιν κινεῖται ἐπὶ τὰ πλάγια κινούμενον (ὅσον γὰρ ἐφ’ ἑαυτῷ τὸ σῶμα κάτω βρίθει), οὕτω καὶ αἱ ὁλότητες τῶν στοιχείων ὑπὲρ φύσιν κι‐ νοῦνται σύμπασαι συνθέουσαι τῷ πέμπτῳ σώματι. ὥστε οὖν τὸ πέμπτον
30στοιχεῖον αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων, τὸ δὲ αἴτιον τῆς κινήσεως ποιητικὸν αἴτιον· οὐ γὰρ ἄλλως τὸ ποιητικὸν ὁριζόμεθα, εἰ μὴ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ πέμπτον ἄρα σῶμα ποιητικὸν αἴτιόν ἐστιν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· τὰ οὐράνια σώματα οὐδὲ
ἀρχὴν ἔχουσιν οὐδὲ πέρας ὅσον ἐφ’ ἑαυτά· ποίαν γὰρ ἄν τις αὐτῶν ἀρχὴν2

3

ἢ πέρας λάβοι ὁμοιομερῶν ὄντων τῶν κύκλῳ; πόθεν γάρ τις ἄρξοιτο ἢ ποῦ τελευτήσει κυκλικῆς ὑποκειμένης τῆς κινήσεως; τὰ μέντοι τέσσαρα στοιχεῖα, ἐπειδὴ τὴν ἐπ’ εὐθείας κινοῦνται κίνησιν, ἀρχὴν ἔχουσιν, ὅθεν τὴν ὁρμὴν ποιοῦνται. ἀλλὰ μὴν καὶ πέρας· δέδεικται γὰρ μὴ ὂν τὸ ἄπει‐
5ρον. ἀρχὴν δὲ καὶ πέρας τὴν γένεσιν καὶ τὴν φθορὰν ληπτέον. χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά. εἰκότως ἄρα τὸ οὐράνιον σῶμα αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων καὶ
10ποιητικὸν ἁπλῶς αἴτιον· ταῦτα δέ εἰσι τὰ πόρρω στοιχεῖα. ποῖα δὲ ἄρα εἰσὶ τὰ στοιχεῖα τὰ προσεχῆ τῶν ἐνταῦθα διδασκομένων; ὑλικαὶ μὲν αἱ δύο ἀναθυμιάσεις· ἐκ τούτων γὰρ ἢ κατὰ φύσιν ἄνω φερομένων ἢ βίᾳ κάτω στεγομένων δειχθήσονται πάντα γινόμενα τὰ ἐνταῦθα διδασκόμενα. ποιητικὸν δὲ αἴτιόν ἐστιν ἡ ἔμφυτος θερμασία· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῇ
15γῇ, καὶ τοῦτο δηλοῦσι φυτὰ τρεφόμενα ἐν αὐτῇ. ἀλλὰ μὴν καὶ ἔστιν ἐν ὕδατι, ὡς δηλοῦσιν ἰχθύες ἐν ὕδατι ζῳογονοῦντες. Εἰδέναι δὲ χρὴ τὸ παρὸν βιβλίον χρήσιμον *** πρῶτον καλεῖ λέγων “οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν”· ἀποκαλεῖ δὲ αὐτὸν καὶ ‘νεφεληγερέτην‘. τοῦτο δεύτερον. τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον
20〈χρήσιμον〉, διότι αἱ μεταβολαὶ τῶν ἀναθυμιάσεων τούτων χαλεπῶν συμπτω‐ μάτων γίνονται πρόξενοι. καὶ δηλοῦσιν οἱ ἐκ τῶν διοσημειῶν τὰ πολλὰ προλέγοντες, οἷον ὑετόν, ἀνομβρίαν, λοιμόν. τέταρτον· ἐπειδὴ καὶ πάνυ ἀναγκαίως ἐφρόντιζον οἱ παλαιοὶ τῶν διιπετῶν ἀγαλμάτων, ὡς δηλοῖ τὸ Παλλάδιον μέχρι νῦν ἐν τῷ Βυζαντίῳ ὄν. πέμπτον· ἀναγκαῖον τὸ πρῶτον
25βιβλίον, διότι καὶ ἐν τοῖς φυσικοῖς λόγοις οὐ παύεται τῆς ἀστρονομίας (ἀστρονομικοῖς γὰρ ὀνόμασι τὰ πολλὰ ὀνομάζει λέγων παρήλιον νέφος καὶ διᾴττοντα ἀστέρα καὶ ἀστραπὴν διὰ τὸ ἔχειν εἶδος ἄστρων), καὶ ὅτι δεῖ τὸν φυσικὸν φιλόσοφον μὴ μόνον τὴν οὐσίαν τῶν στοιχείων γινώσκειν, ἀλλὰ καὶ τὰ πάθη τὰ συμβαίνοντα. ἐν τούτοις τὸ χρήσιμον.
30 Ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται Μετέωρα οὐ μάτην, ἀλλ’ ἐκ τῆς ὑλικῆς αἰτίας, φημὶ δὲ διὰ τὰς ἀναθυμιάσεις. αὗται γὰρ ὅσον ἐφ’ ἑαυτὰς ἐν τῷ μετεώρῳ φέρονται, πλὴν εἴ ποτε διὰ βίαν ἐν τῇ γῇ ἐπι‐ σχεθῶσιν.
Ἡ τάξις τῆς ἀναγνώσεως ἀπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐνταῦθα δι‐3

4

δάξεται· ἓξ γὰρ οὐσῶν πραγματειῶν συνιστασῶν τὴν πᾶσαν φυσιολογίαν τρισὶ μὲν ἕπεται ἡ παροῦσα πραγματεία, τριῶν δὲ προηγεῖται. τῇ μὲν γὰρ Φυσικῇ ἀκροάσει καὶ τῇ Περὶ οὐρανοῦ καὶ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἕπεται· προηγεῖται δὲ τῶν περὶ ψυχῆς, τουτέστι τῆς Περὶ φυτῶν καὶ τῆς
5Περὶ ζῴων. καὶ οὕτω τετάξεται ἡ Περὶ ψυχῆς. αὕτη γὰρ ἀμφιβίῳ ζῴῳ ἔοικε καὶ δύναται προηγεῖσθαι καὶ ἕπεσθαι· προηγεῖσθαι μέν, ἐπειδὴ καὶ περὶ φυσικῶν διαλέγεται ἐν τῇ Περὶ ψυχῆς, ἕπεσθαι δέ, ἐπειδὴ καὶ θεο‐ λογίαι εἰσίν. τὰ δὲ φυσικὰ δεῖ πρῶτον μανθάνειν καὶ οὕτως θεολογεῖν. ὅθεν καὶ τὸ σχεδὸν δι’ αὐτὴν λέγει ὁ Ἀριστοτέλης. φησὶ γάρ· ‘ἐν τού‐
10τοις τοῖς εἰρημένοις σχεδὸν πληροῦται ἡ φυσιολογία‘. τὸ δὲ σχεδὸν διὰ τὴν Περὶ ψυχῆς· κἀκεῖ γὰρ φυσιολογίας μέμνηται ὁ Ἀριστοτέλης. καὶ μὴ ἀπορήσῃς, πῶς ἐν τῇ Περὶ ψυχῆς φυσιολογεῖ, οὐ γὰρ ἄπορον· ὁ γὰρ ἐν τῷ ὀγδόῳ λόγῳ Περὶ φυσικῆς ἀκροάσεως περὶ νοῦ διαλεχθεὶς καὶ εἰρηκὼς πᾶσαν κατὰ φύσιν κίνησιν ἠρτῆσθαι τῆς κινήσεως τῆς ἀπλανοῦς, οὗτος καὶ ἐν θεολο‐
15γικοῖς περὶ φύσεως διαλέγεται ὥσπερ ἐν φυσικοῖς περὶ νοῦ. αὕτη καὶ ἡ τάξις. Τὸ γνήσιον. τινὲς νοθείαν τοῦ πρώτου βιβλίου κατεψηφίσαντο, πρῶ‐ τον μὲν ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτη‐ δεῦσαι. ἀλλ’ ἐροῦμεν πρὸς αὐτούς, ὅτι καὶ πολλῇ πάνυ ἀσαφείᾳ κέχρηται ἐν τῷ λέγειν αὐτόν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ τρόπον τινὰ
20ἐφαπτόμεθα. καὶ ἔστιν εἰπεῖν μᾶλλον ἐνταῦθα, ὅτι ἀσαφῶς φέρεται, μᾶλλον ἤπερ ἐν τῇ Περὶ ψυχῆς· ‘καὶ γὰρ διὰ τὸ ὅμοιον εἶναι τὸ γινῶ‐ σκον τῷ γινωσκομένῳ σαφῆ εἰσι τὰ διδασκόμενα‘. ἐνταῦθα δὲ κατὰ μὲν τὴν λέξιν σαφῶς φέρεται, κατὰ δὲ τὰ ἐνθυμήματα πάνυ ἀσαφῶς, ὥς φησιν αὐτός· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τιν.
25ἐν ἄλλῃ δὲ πραγματείᾳ οὐκ εἴρηται αὐτῷ τοιοῦτόν τι. ἄλλως τε τὸ κατὰ συμβεβηκὸς ἐνταῦθα σαφῶς διδάσκει, διότι περὶ μερικῶν διαλαμβάνει, χρειώδης δὲ τοῖς μερικοῖς ἡ σαφήνεια. πάλιν φασὶ νόθον τὸ παρὸν πρῶτον βιβλίον, ἐπειδὴ ψευδῆ λέγει καὶ ἐναντία ἑαυτῷ κατὰ ἐκπομπὴν λέγων γίνε‐ σθαι τὴν ὅρασιν. φαμὲν οὖν, ὅτι ὅσον ἐπὶ τούτῳ ἀθετήσομεν καὶ τὴν
30Φυσικὴν ἀκρόασιν· κἀκεῖ γὰρ φαίνεται τοῦτο λέγων. φησὶ γάρ· ‘ἐναντίως ἔχει ἡ μαθηματικὴ τῇ ὀπτικῇ· ἡ μὲν γὰρ μαθηματικὴ τὴν φυσικὴν εὐ‐ θεῖαν μαθηματικὴν ποιεῖ, ἡ δέ γε ὀπτικὴ τὴν μαθηματικὴν εὐθεῖαν φυσι‐
κὴν ποιεῖ‘. καὶ ὅρα, ὅτι ‘εὐθεῖαν‘ εἶπεν, ᾧ δῆλον, ὅτι κατ’ ἐκπομπὴν εἶπε4

5

κἀκεῖσε γίνεσθαι τὴν ὅρασιν. ἡμεῖς δέ φαμεν, ὅτι οὐκ, ἐπειδὴ ἐνταῦθα πρεσβεύει τὴν ὄψιν, ἤδη καὶ νόθον ἐστὶ τὸ βιβλίον. ἡνίκα μὲν γὰρ σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ ὄψεως διαλεχθῆναι, τότε τὴν οἰκείαν ἐκφαίνει δόξαν, ὡς ἐποίησεν ἐν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ τὸ
5ἀληθὲς παραδιδούς. ὡσαύτως δὲ καὶ ἐν τῇ Περὶ ψυχῆς τὴν ἑαυτοῦ ἐκ‐ φαίνει δόξαν, εἰ καὶ ὅτι † σαφῶς· ἐκεῖ γὰρ τὴν ὄψιν κατὰ εἰσδοχὴν ἐπρέ‐ σβευσεν εὐκαίρως τὴν οἰκείαν δόξαν δημοσιεύων. ἡνίκα δὲ ὡς ἐν παρεκ‐ βάσει γίνεται αὐτῷ ὁ λόγος, τότε τῇ τῶν πολλῶν δόξῃ κατακολουθεῖ. ὥσπερ οὖν ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκεν, οὕτω καὶ ἐνταῦθα, κατ’ ἐκ‐
10πομπὴν πρεσβεύων εἶναι τὴν ὄψιν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, ἐπειδὴ τῆς θερμότητος τοῦ ἀέρος αἰτιᾶται τὴν παράτριψιν τῶν ἀκτίνων μὴ οὐσῶν κατ’ αὐτόν· ἀσώματον γὰρ τὸ φῶς βούλεται. ὅπου γὰρ εἰ καὶ εἴ‐ ησαν, οὐδὲ οὕτως ἠδύναντο παρατρίβεσθαι, διότι οὐκ ἔχουσι φύσιν μάχε‐ σθαι· τὰ γὰρ ὁμογενῆ τοῖς ὁμογενέσι μάχεται, ἀνόμοιος δὲ ὁ ἀὴρ πρὸς
15τὰ οὐράνια κατ’ αὐτόν· πέμπτης γὰρ ταῦτα λέγει οὐσίας. τί οὖν φαμεν; ὅτι τῇ τῶν πολλῶν καὶ ἐν τούτῳ δόξῃ κατηκολούθησεν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, διότι τὸν γαλαξίαν πάθος φησὶ εἶναι τοῦ ἀέρος, ὅπερ ψεῦδος. ἀεὶ γὰρ ὡσαύτως φαίνεται ἔχων, ὁπότε καὶ περὶ αὐτοῦ ἀνεγρά‐ ψαντο οἱ Χαλδαῖοι. τί οὖν φαμεν; οὐδὲ αὐτὸ περὶ τούτου ἀπεφήνατο.
20ἔχομεν γὰρ τροφεῖα αὐτῷ ἀπονέμοντες δεῖξαι, ὅτι μετὰ τὴν ἀπαρίθμησιν γαλαξίου ἐπήγαγεν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δ’ ἐφαπτόμεθα τρόπον τιν. καὶ οὐ περὶ ἄλλου οἶμαι ὅτι εἴρηται ἀποροῦμεν, εἰ μὴ περὶ τοῦ γαλαξίου. Ἡ εἰς τὰ μόρια διαίρεσις. διαιρεῖται τὸ παρὸν βιβλίον εἰς τέσσαρας
25λόγους. καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τὰ πάθη πάντα τὰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως [καὶ τῆς ἀτμιδώδους]· ἐν δὲ τῷ πέρατι καί τινα σαφῆ παραδίδωσι τῆς ἀτμιδώδους. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ περὶ τῶν ἀσαφῶν τῆς καπνώδους ἀναθυμιάσεως διαλέγεται, ἐν δὲ τῷ τρίτῳ τὰ ὑπόλοιπα ἀσαφῆ τῆς ἀτμιδώδους. ἁπανταχοῦ γὰρ καὶ ἐν τοῖς σαφέσι καὶ
30ἐν τοῖς ἀσαφέσι προτάττει τὰ τῆς καπνώδους τῇ τάξει τοῦ παντὸς κατα‐ κολουθήσας. πρότερον γὰρ τὸ πύρινον στοιχεῖον, εἶτα τὸ ἀέρινον· ἀνα‐ λογεῖ δὲ τῷ μὲν πυρὶ ἡ καπνώδης ἀναθυμίασις, τῷ δὲ ἀέρι ἡ ἀτμιδώδης.
ἐν δὲ τῷ πέρατι τοῦ τρίτου περί τινων ἀψύχων διαλέγεται, οἷον περὶ τῶν5

6

μετάλλων, ἐν δὲ τῷ τετάρτῳ περὶ τῶν ἁπλῶς συνθέτων ὁμοιομερῶν, ἀψύ‐ χων φημὶ καὶ ἐμψύχων. ἐπεὶ δὲ τῶν ὁμοιομερῶν συνθέτων ἐμνήσθημεν, χρὴ μὲν εἰδέναι, ὅτι τῶν συνθέτων τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιο‐ μερῆ. καὶ ἑκάτερον τούτων τριττόν ἐστι· σύνθετα ὁμοιομερῆ ἄψυχα, ἅπερ
5διδάσκει ἐν τῷ πέρατι τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ ἐν τῇ μονοβίβλῳ Περὶ μετάλλων ἐπιγεγραμμένῃ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἔμψυχα, ἃ διδάσκει ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἁπλῶς· ταῦτα διδάσκει ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετε‐ ώρων· ἐκεῖ γὰρ καὶ περὶ ἐμψύχων καὶ ἀψύχων ἐρεῖ καὶ διὰ τοῦτο ἁπλῶς
10περὶ ὁμοιομερῶν. λοιπὸν τὸ ἄλλο σκέλος. εἰσὶ σύνθετα ἀνομοιομερῆ ἔμ‐ ψυχα. ταῦτα διδάσκει ἐν τῷ Περὶ ζῴων μορίων· ἐκεῖ γὰρ οὐ μόνον περὶ τῶν ὁμοιομερῶν μορίων, ἀλλὰ καὶ περὶ τῶν ἀνομοιομερῶν διαλέγεται. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἄψυχα. περὶ τούτων οὐδαμοῦ διαλέγεται, διότι οὐκ εἰσὶ πρὸς αὐτὰ ἀνομοιομερῆ ἄψυχα· ἀνομοιομερὲς γάρ φησι τὸ
15ὀργανικόν· πᾶν δὲ ὀργανικὸν ἔμψυχον, εἴ γε ἡ ψυχὴ ἐντελέχειά ἐστι κατ’ αὐτὸν σώματος φυσικοῦ ὀργανικοῦ. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἁπλῶς, περὶ ὧν πάλιν οὐδαμοῦ διαλέγεται. εἰ γὰρ τὸ μερικὸν ἐκλέλοιπε, δῆλον ὅτι καὶ τὸ ἁπλῶς. ταῦτα μὲν περὶ τούτων. Ἰστέον δέ, ὅτι Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τὸ πέρας τοῦ τρίτου
20λόγου τῆς παρούσης πραγματείας καὶ τὸν τέταρτον λόγον χωρίζει ἀπὸ τῶν Μετεώρων καὶ συνάπτει τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ‘ἔδει γάρ, φησι, μετὰ τὴν εἴδησιν τῶν στοιχείων εἰδέναι καὶ τὰ ἐξ αὐτῆς γινόμενα‘· φησὶ δὲ τὰ σύνθετα. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος συνηγορεῖ λέγων, ὅτι οὐ δεῖ διακρίνεσθαι ἀπὸ τῶν Μετεώρων αὐτὰ καὶ συνάπτεσθαι τῇ Περὶ γενέσεως
25καὶ φθορᾶς· οὕτω γὰρ εὑρεθήσεται διασπωμένη ἡ περὶ τῶν στοιχείων δι‐ δασκαλία μεσολαβουμένη ὑπὸ τῆς τῶν συνθέτων πραγμάτων ὑφηγήσεως. δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους (περὶ γὰρ τῶν στοιχείων οὗτοι διδάσκουσι) καὶ οὕτω τοὺς τελευταίους λόγους τῶν Μετεώρων, ἐν ᾧ ἡ περὶ συνθέτων πραγμάτων
30διδασκαλία.6

7

(1t)

Πρᾶξις β.
2nΠερὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ
3nπάσης κινήσεως φυσικῆς.
4Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥησει‐
5δίου, τῆς Φυσικῆς ἀκροάσεως. ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν τῶν πρώτων αἰτίων τῆς φύσεως ἀνέμνησε τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου. ἐν γὰρ τούτοις τὰ πρῶτα αἴτια, ὕλην φημὶ καὶ εἶδος, διδάσκει. ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μᾶλλον περὶ ὕλης ὁ λόγος, ἐπειδὴ τὰς διαφόρους δόξας ἐκεῖσε διελέγχει περὶ αὐτήν, ἐν δὲ τῷ δευτέρῳ μᾶλλον περὶ εἴδους. δείκνυσι γὰρ
10ἐκεῖσε τὰ τρία αἴτια ἀλλήλοις συντρέχοντα· τὸ γὰρ ποιητικὸν καὶ τὸ ὑλι‐ κόν, φησι, συντρέχουσι τῷ εἰδικῷ· εἰ οὖν περὶ τοῦ εἰδικοῦ ὁ λόγος, δηλονότι καὶ περὶ τοῦ εἴδους. διὰ δὲ τοῦ εἰπεῖν καὶ περὶ πάσης κινή‐ σεως φυσικῆς ὑπόμνησιν ἐποίησε τῶν τεσσάρων λόγων ε, ϛ, ζ, η· ἐν τού‐ τοις γὰρ περὶ πάσης φυσικῆς κινήσεως ὁ λόγος. ἀλλ’ ἴσως τις ἐρεῖ, ποῦ
15ὁ περὶ κινήσεως καὶ κενοῦ καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου λόγος. τί οὖν φαμεν; ὅτι τοῖς ἄκροις συμπαραλαμβάνεται καὶ τὰ μέσα, ὅτι περὶ πάσης κινήσεως εἰρηκὼς ἀνέμνησε περὶ τόπου καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν τόπῳ καὶ χρόνῳ. εἰ δὲ τόπου ἀνέμνησε, δηλονότι καὶ κενοῦ· οὐδὲν γὰρ ἄλλο ἐστὶ κενόν, εἰ μὴ τόπος ἐστερημένος σώματος. εἰ δὲ
20χρόνου ἀνέμνησε, δηλονότι καὶ ἀπείρου· δοκεῖ γὰρ οἷον ἄπειρος εἶναι ὁ χρόνος. ζητῆσαι δὲ ἄξιον, τί δήποτε προσέθηκε τὸ φυσικῆς. ἐντεῦθεν πειρῶνταί τινες δεῖξαι, ὅτι οἶδε καὶ Ἀριστοτέλης τὴν ὑπερφυῆ κίνησιν, ἣν καὶ ὁ Πλάτων οἶδε λέγων αὐτοκίνητον τὴν ψυχήν. καί φαμεν, ὅτι ὁ μὲν Πλάτων τὴν λογικὴν ψυχὴν ἔφη αὐτοκίνητον, ὁ δ’ Ἀριστοτέλης φυσικὴν
25κίνησιν αὐτοκίνητον. πλὴν οἱ ταῦτα λέγοντες ἔξω τοῦ σκοποῦ βάλλουσι καὶ ἐκπίπτουσι τῆς Ἀριστοτέλους διανοίας· οὐ γὰρ δευτέραν λέγει εἶναι ἐκείνην τὴν κίνησιν, ὡς δέδεικται ἐν τῇ Περὶ ψυχῆς. τί οὖν ῥητέον; ὅτι καὶ αὐτὸς κίνησίν φησιν ὑπερφυῆ τὴν τῶν στοιχείων, ἣν εἰρήκασι κινεῖ‐ σθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου. διὰ τοῦτο
30τὸ φυσικῆς.7

8

(1n)

Ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων
2nἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα.
3 Διὰ τούτων ἐπανάληψιν ποιεῖται τῆς Περὶ οὐρανοῦ πραγματείας, ἀλλὰ διὰ μὲν τοῦ πρώτου ῥησειδίου τῶν δύο λόγων, διὰ δὲ τοῦ δευτέρου τῶν
5ὑπολοίπων δύο. τέσσαρας γὰρ λόγους ἐχούσης τῆς Περὶ οὐρανοῦ πρα‐ γματείας ἐν μὲν τῷ πρώτῳ περὶ πασῶν τῶν σφαιρῶν διαλέγεται, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἐν ταῖς σφαίραις ἄστρων. ἐν δὲ τῷ τρίτῳ δείκνυσι, πόσα εἰσὶ τὰ στοιχεῖα, ἀιδίους τὰς ὁλότητας ἀποδεικνύς· ἐχρῆν γὰρ ἐκεῖσε τοῦτο ποιῆσαι, ἐπειδὴ σκοπὸς αὐτῷ ἐστι τὸ δεῖξαι ἀίδιον τὸν κόσμον. ἐν
10δὲ τῷ τετάρτῳ λόγῳ περὶ βαρύτητος καὶ κουφότητος διαλέγεται· ἐχρῆν γὰρ ἡμᾶς τὰ περὶ τούτων εἰδέναι, ὅπως μάθωμεν, ποῖον μὲν τῶν στοι‐ χείων τὴν ἄνω τάξιν ὀφείλει ἔχειν, ποῖον δὲ τὴν κάτω, ποῖα δὲ μέσα. διὰ μὲν τοῦ εἰπεῖν περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο, διὰ δὲ
15τοῦ ὑπολοίπου καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ [περὶ τῶν τριῶν δια‐ λέγεται]. εἴρηται γάρ, ὅτι τρεῖς ἀφώρισεν πραγματείας τῇ περὶ τῶν στοι‐ χείων διδασκαλίᾳ· τὴν Περὶ οὐρανοῦ, τὴν Περὶ γενέσεως καὶ φθορᾶς, τὴν παροῦσαν πραγματείαν. καὶ ποῦ μὲν ὡς ἀίδια ταῦτα διδάσκει ἐν τῇ Περὶ
20οὐρανοῦ, ποῦ δὲ ὡς γινόμενα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ποῦ δὲ ὡς παθαινόμενα ἐν τῇ παρούσῃ πραγματείᾳ. κέρδανον δὲ διὰ τοῦ εἰπεῖν στοι‐ χείων σωματικῶν πόσα τε καὶ ποῖα, ὅτι καὶ τὸ πέμπτον σῶμα στοι‐ χεῖον βούλεται εἶναι· διὰ γὰρ τοῦ εἰπεῖν πόσα ἀνέμνησεν, ὅτι πέμπτον, διὰ δὲ τοῦ ποῖα, ὅτι πέμπτον σῶμα καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ. σωμα‐
25τικῶν δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ὕλης καὶ εἴδους· κἀκεῖνα γὰρ αἴτια, ἀλλ’ οὐ σωματικά, ἀλλ’ ἀσώματα.
27nΚαὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως
28nκαὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον.
29Ἀνάληψιν ἐνταῦθα ποιεῖται τῶν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς
30εἰρημένων. δύο δὲ ὄντων λόγων ἑκατέρων ποιεῖται ἀνάμνησιν. ἐν γὰρ τῷ πρώτῳ περὶ γενέσεως καὶ φθορᾶς ἁπάσης διείλεκται, ἐν δὲ τῷ δευ‐ τέρῳ περὶ τῆς μεταβολῆς τῆς γινομένης εἰς ἄλληλα τῶν στοιχείων· καὶ
τοῦτο εἰκότως, ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε8

9

καὶ οὐκ ἀλλήλοις ἡ αἰτία εἰ μὴ διὰ τῆς ἀλλοιώσεως. διὰ τούτων οὖν πάλιν ἀνάμνησιν τῆς Περὶ γενέσεως καὶ φθορᾶς ποιεῖται. καὶ μέμνησο, ὅτι οὐχ ὅλης ὡς ὅλης ἑκάστης πραγματείας εἶπε τὸν σκοπόν, ἀλλ’ ὅτι καὶ ἑκάστου λόγου. κοινὴν δὲ ἄξιον ἀπορίαν κατὰ τῶν εἰρημένων ἐπάγειν.
5τί δήποτε ἐπιλαθόμενος ὁ Ἀριστοτέλης τοῦ Πλατωνικοῦ παραγγέλματος, ὅτι οὐ δεῖ ἑνὸς βιβλίου πολλοὺς σκοποὺς ποιεῖσθαι, οὗτος πλείονας σκοποὺς ἐποιήσατο; καὶ ῥητέον, ὅτι περὶ πάντων εἷς ὁ σκοπός. ἐν γὰρ τῇ Φυσικῇ σκοπὸς περὶ πάντων τῶν φυσικῶν διαλεχθῆναι, οἷς συμβέβηκεν ἔχειν αἴτια καὶ ἐν χρόνῳ εἶναι καὶ ἐν τόπῳ γίνεσθαι· λοιπὸν δὲ ὡς ἐν παρεκβάσει
10καὶ περὶ τόπου καὶ χρόνου διείλεκται. πάλιν δὲ ἐν τῇ Περὶ οὐρανοῦ σκοπὸς διαλεχθῆναι περὶ παντὸς τοῦ κόσμου, οὗτινος αἴτια τὰ οὐ‐ ράνια σώματα ἢ καὶ τὰ τέσσαρα στοιχεῖα. πάλιν δὲ ἐν τῇ Περὶ γενέ‐ σεως καὶ φθορᾶς εἷς ὁ σκοπός, τὸ περὶ πάντων τῶν ὑπὸ σελήνην δια‐ λεχθῆναι, οἷς συμβέβηκεν ἢ στοιχεῖα ἢ ἐκ στοιχείων εἶναι. διὸ τοῖς μὲν
15στοιχείοις ἀφώρισται ὁ δεύτερος λόγος, τοῖς δὲ γινομένοις καὶ φθειρομένοις ὁ πρῶτος.
17nΛοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεω‐
18nρητέον, ὃ πάντες οἱ πρότερον μετεωρολογίαν ἐκάλουν.
19Ἐντεῦθεν διηγεῖται τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι
20σκοπὸς περὶ τῶν ἐν μεταρσίῳ διαλεχθῆναι. ζητῆσαι δὲ ἄξιον, τί δήποτε εἶπε λοιπόν, τί οὖν ἔτι ἡ παροῦσα πραγματεία ὑπολείπεται τῇ φυσιο‐ λογίᾳ, ποῦ αἱ ὑπόλοιποι αὐτοῦ πραγματεῖαι αἱ περὶ τῶν συνθέτων γρα‐ φεῖσαι. τί οὖν λέγομεν; ὅτι τὸ λοιπὸν ὡς πρὸς τὰ αἴτια· εἰς γὰρ τὴν τῶν αἰτίων μέθοδον ἡ παροῦσα πραγματεία ὑπολείπεται. αἱ γὰρ ἄλλαι
25πραγματεῖαι περὶ τῶν αἰτιατῶν εἰσι, τουτέστι περὶ συνθέτων. εἰπὲ δὲ καὶ δευτέραν ἐξήγησιν, ὅτι τὸ λοιπὸν ὡς διὰ τὰ στοιχεῖα. ὑπολείπεται γὰρ τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ ἡ παροῦσα πραγματεία, ὅπως μὴ μόνως ἀίδια τὰ στοιχεῖα εἰδείημεν μηδὲ ὡς γινόμενα, ἀλλὰ καὶ ὡς πα‐ θαινόμενα.
30nΤαῦτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν μέν,
31nἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων.
32 Ἀσαφές τι ἔχει ἡ λέξις. ἀλλ’ εἰ δοκεῖ, τοῦτο ἐξομαλίσωμεν. περὶ ὧν, φησί, μέλλω λέγειν, ἐκεῖνά εἰσιν ἅπερ συνίστανται ἐν τῷ μεταρσίῳ
κατὰ φύσιν μέν, πλὴν ὅμως ἀτακτότερον τοῦ πρώτου στοιχείου· πρῶτον9

10

δὲ στοιχεῖον λέγει τὸ οὐράνιον. καὶ σημείωσαι, ὅτι πάλιν εἰ αὐτὸ στοι‐ χεῖον καλεῖ, τί δήποτε συγκριτικῇ ἐχρήσατο φωνῇ· τί οὖν καὶ τὰ οὐράνια ἀτάκτως ὅλως κινοῦνται, ἵνα εἴπωμεν ἀτακτότερον αὐτῶν γίνεσθαι τὰ ἐν τῷ μεταρσίῳ. τί οὖν φαμεν; ὅτι τῇ φαινομένῃ ὑπονοίᾳ ἠκολούθησεν (δο‐
5κοῦσι γὰρ ἀτάκτως κινεῖσθαι τὰ οὐράνια διὰ τοὺς στηριγμοὺς καὶ ἀναπο‐ δισμούς. φαίνονται γὰρ ἀτάκτως κινούμενοι οἱ πλανῆται ἄνευ τοῦ ἡλίου καὶ τῆς σελήνης) ἢ ὅτι συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο ἀρχαϊκῶς. οὕτως γὰρ καὶ ὁ ποιητής φησιν·
ἔβλαψας μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων,
10οὐχ ὅτι καὶ οἱ θεοὶ ὀλοοί εἰσιν, ἀλλὰ συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.
11nΠερὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῶν
12nἀστέρων.
13 Τοῦτό φησιν, ὅτι ἀτάκτως μὲν πάντα γίνονται τὰ ἐν τῷ μεταρσίῳ, πλὴν μέντοι ἐν τούτοις τὰ ἐν τῷ ἀπογείῳ γινόμενα καὶ πλησίον τῶν
15ἀστέρων ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ. δι’ ἣν δὲ ἄρα αἰτίαν τοῦτό φησι; διὰ τὸν γαλαξίαν καὶ τοὺς κομήτας καὶ τοὺς διᾴττοντας. ταῦτα γὰρ ἀτάκτως δοκοῦσι γίνεσθαι ἤπερ τὰ ἐν τῷ περιγείῳ ὄντα ἶρις καὶ ἅλως. καὶ γὰρ ὁ γαλαξίας δοκεῖ ἀτάκτως γίνε‐ σθαι διὰ τὸ σχῆμα. συμπαρεκτείνεται γὰρ τῷ ζῳδιακῷ ἀνωμάλως δια‐
20κειμένῳ. ἀλλὰ μὴν καὶ οἱ κομῆται, ἐπειδὴ τούτων οἱ μέν εἰσι πωγωνίαι, οἱ δὲ λογχωτοί. ἀλλὰ μὴν καὶ οἱ διᾴττοντες πολὺ ἔχουσι τὸ ἄτακτον· νομίζονται γὰρ ἄστρα εἶναι. ἡ μέντοι ἶρις καὶ ἡ ἅλως οὔκ εἰσιν οὕτως ἄτακτα. πολλὴ γάρ ἐστιν ἐπὶ τῆς ἴριδος ἀκρίβεια μαθηματική· τοιαύτη γάρ τις γίνεται περιφέρεια, ἣν οὐδὲ τέχνη σχεδὸν ποιῆσαι δύναται. διὸ
25μᾶλλον καὶ φαντασίαν ψιλὴν λέγουσιν εἶναι ταύτην καὶ ἀπὸ τῆς ὄψεως, καὶ οὐ κυρίως ὑπάρχειν, ἐπειδὴ ἀδύνατόν ἐστί, φασί, τὸν οὕτω ῥευστὸν ἀέρα τοιαύτην δέξασθαι μαθηματικὴν ἀκρίβειαν. ἀλλὰ μὴν καὶ ἐπὶ τῆς ἅλω τὸ αὐτό· τοιοῦτος γὰρ γίνεται κύκλος, ὡς ὑπερβαίνειν μαθηματικὴν ἀκρίβειαν.
30nΟἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρου‐
31nμένων καὶ κινουμένων φασμάτων.
32Ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης, οὐχ ὁ σπουδαῖος καὶ ὁ κύριος,
συνηγορεῖ τὸν γαλαξίαν τοῦ ἀέρος εἶναι πάθος, ὅπερ οὐχ οὕτως ἔχει, βου‐10

11

λόμενος ἐνδείξασθαι, ὅτι συνηγορεῖ, ἐκ προοιμίων αὐτοῦ ἐμνήσθη· ἔθος γὰρ ἔχει προτάττειν τὰ συνηγορικῶς λεγόμενα. ἐκπυρουμένων δὲ καὶ κινουμένων εἶπε φασμάτων διὰ τοὺς διᾴττοντας. φάσματα δὲ αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ νομίζονται εἶναι ἀστέρες, ὅπερ οὐκ ἀληθές· γίνονται δὲ
5οὗτοι ἐκπυρώσεως γινομένης τοῦ ἀέρος.
6nὍσα τε θείημεν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος.
7 Κοινὰ λέγει πάθη ἀέρος καὶ ὕδατος τὴν ἶριν καὶ τὴν ἅλω, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον ὑετοῦ μέλλοντος κατενεχθῆναι γίνονται, καὶ δηλοῖ μάλιστα ἡ ἶρις τὸν ὑετὸν ἐσόμενον. διὸ καὶ ὁ ποιητὴς ὑετῶν μάντιν καλῶν αὐτὴν
10οὐκ ἄνευ τῶν πραγμάτων τῷ ἐπιθέτῳ χρήσεται. ἶρις δὲ ἐκλήθη παρὰ τὸ ἀγγέλλειν, ἐπειδὴ καὶ ἡ παρὰ τοῖς θεοῖς Ἶρις ἄγγελός ἐστιν. ἅλως δὲ ἐκλήθη διὰ τὸ ἐοικέναι ἁλωνίᾳ. καὶ γὰρ ὥσπερ ἡ ἁλωνία περιφερὴς διὰ τὸ κύκλῳ κινεῖσθαι τοὺς βόας τὸν Δημητριακὸν καρπὸν καταθραύοντας καὶ διακρίνοντας τὸν καρπὸν ἀπὸ τῆς καλάμης, οὕτως καὶ ἡ ἅλως αὕτη περὶ
15τὴν σελήνην γινομένη κυκλοτερής ἐστιν.
16nἜτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν.
17 Ἔτι φησὶ ‘πρὸς τούτοισ‘, δέον ζητῆσαι τὰ μέρη καὶ τὰ εἴδη καὶ τὰ πάθη τῆς γῆς. μέρη μὲν οὖν ἐστι τῆς γῆς τὸ ἀνατολικόν, τὸ δυτικόν, τὸ βόρειον, τὸ νότιον· ταῦτα δὲ ὀφείλομεν εἰδέναι διὰ τοὺς ἀνέμους. εἴδη δὲ
20γῆς λέγει, ἐπειδὴ τῆς γῆς ἡ μὲν σηραγγώδης, ἡ δὲ ἀντρώδης. τοῦτο δὲ συμβάλλεται πρὸς τοὺς σεισμούς· ἡ γὰρ σηραγγώδης οὐχ ἁλίσκεται σεισμοῖς διὰ τὸ μὴ στέγεσθαι τὰς ἀναθυμιάσεις, ἡ δὲ ἀντρώδης συνεχῶς ἴσχει. πάθη δὲ τῆς γῆς φησι τὰς δύο ἀναθυμιάσεις, τήν τε καπνώδη καὶ τὴν ἀτμιδώδη. διὰ τί δὲ ἐπὶ μόνων τῶν παθῶν εἶπε καὶ τὰ πάθη τῶν
25μερῶν, διὰ τί δὲ καὶ μὴ εἴδη τῶν μερῶν; λέγομεν, ὅτι ἐκ τῶν διαφόρων μερῶν διάφοροι ἀναθυμιάσεις, καὶ διὰ τοῦτο εἶπε πάθη μερῶν, οὐκέτι δὲ τῶν εἰδῶν διάφορα μέρη· διὸ οὐκ ἠναγκάσθη προσθεῖναι.
28nἘξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν
28nἂν τὰς αἰτίας.
29Ἀπὸ μὲν τῶν μερῶν, περὶ πνευμάτων· ἀπὸ δὲ τῶν εἰδῶν, περὶ
30σεισμῶν· ἀπὸ δὲ τῶν παθῶν, καὶ περὶ σεισμῶν καὶ περὶ πνευμάτων.11

12

(1n)

Καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις
2nτὰς τούτων.
3 Ποίας λέγει κινήσεις; ἐκ τοῦ τὰ συμπτώματα, ἃ πολλάκις αὐτοῖς συμβαίνει † οἷον συμβαίνουσί τινες κινήσεις τοῖς πνεύμασι. πάντων γὰρ
5τῶν πνευμάτων ἐξωθούντων τὰ νέφη μόνος ὁ καικίας ἐπὶ αὑτὸν πάντα ἐπισπᾶται. τοῦτο δὲ πάσχει διὰ τὸ προσπνεῖν ὑψηλοῖς ὄρεσι καὶ ἀντανα‐ κλᾶσθαι τὸ πνεῦμα. ἀμέλει γοῦν καὶ τοιαύτη τις παροιμία ἐξενήνεκται· “ἕλκει ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας τὰ νέφη”. ἀλλὰ μὴν καὶ περὶ τοὺς σεισμοὺς συμβαίνουσί τινες κινήσεις, τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα
10τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι ἢ πολλάκις καὶ ἐκφαίνεσθαι (εἰσὶ γὰρ σεισμοὶ πηγῶν ἐκφαντικοί, εἰσὶ δὲ καὶ ἀφανιστικοί), καὶ ὅτι, φησί, τούτων προηγεῖται μυκηθμὸς τῆς γῆς καὶ πολλὴ ἄπνοια τῆς ἀναθυμιάσεως μὴ ἀναδιδομένης ἐκ τῆς γῆς, ἀλλὰ οὔσης ἐκεῖ ὅπου καὶ ὁ σεισμός.
14nἘν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον
15nτιν.
16 Τοῦτο Ἀριστοτέλης προστέθεικε διὰ τὸν γαλαξίαν· ἐν τούτοις γὰρ εἰ καὶ συνηγορεῖ, ὅτι πάθος τοῦ ἀέρος, ἀλλ’ οὖν ὅμως ἀπορεῖ περὶ αὐτοῦ. βλέπε δέ, τί μέτριον ἔθος, πῶς οὐδ’ ἐν οἷς ἀποδείκνυσιν ἀποφαίνεται, ἀλλὰ μετριάζων φησὶν ἐφαπτόμεθα.
20nἜτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ πρηστήρων καὶ
21nτυφώνων.
22 Ἵνα δὲ μὴ ὀνόματα μόνον ἀκούσωμεν, φέρε ἕκαστον τούτων σαφηνί‐ σωμεν. ἰστέον τοίνυν, ὅτι ἡ καπνώδης ἀναθυμίασις ἡ ἐκ τοῦ νέφους ἐκ‐ πυρηνιζομένη καὶ θλιβομένη διὰ τὴν ψύξιν ἢ αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνε‐
25ται ἢ μετὰ ἀτμίδος, καὶ καθ’ ἑκάτερον τούτων ἢ ἐκπυρωθεῖσα ἢ ἀνεκπύρωτος. εἰ μὲν οὖν ἐκκριθείη αὐτὴ καθ’ ἑαυτὴν ἐκπυρωθεῖσα, ποιεῖ τὸν κεραυνόν. οὗτος δὲ διττός ἐστιν. ἢ γὰρ οὐκ ἔστι καυστικὸς οὐδὲ μελαίνει, ὅν φησιν ὁ ποιητὴς ἀργῆτα κεραυνόν, ἢ καίει καὶ μελαίνει, ὃν καλεῖ ψολόεντα.
οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους12

13

ἀναθυμιάσεως, ὅπερ οὐκ ἔχει τὸ ἀντίτυπον· διὰ τοῦτο γὰρ καὶ ἀργῆτα κεραυνὸν εἶπε διὰ τὸ ἀργῶς καίειν, ψολόεντα δὲ διὰ τὸ ψαύοντα μελαίνειν. εἰ δὲ ἐκκριθείη ἐκπυρωθεῖσα μετὰ ἀτμίδος, ποιεῖ τὸν πρηστῆρα, ὅστις καίει. πλὴν μὴ ἀπορήσῃς, διὰ τί ὁ κεραυνὸς ὡς ἔχων ξηροτέραν ὕλην
5μὴ μᾶλλον καίει· ῥητέον γάρ, ὅτι διὰ τὸ μὴ ἀντιβαίνειν. οὕτως καὶ σι‐ δήρου πυρωθέντος ἐπ’ ἔλαττον καίει τὸ πῦρ· μᾶλλον γὰρ ἁπτόμεθα πυρὸς ἤπερ σιδήρου πυρωθέντος. οὕτω μὲν οὖν, εἰ ἐκπυρωθεῖσα ἐξενεχθῇ. εἰ δὲ ἀνεκπύρωτος, εἰ μὲν αὐτὴ καθ’ αὑτήν, ποιεῖ τὰ ἐκνέφια πνεύματα, ἅπερ ἑλικοειδῶς ἑλίττονται καὶ κινοῦνται διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν ἐκ
10τῶν νεφῶν δίοδον· καὶ γὰρ αἱ τρίχες οὖλαι γίνονται, ἡνίκα τύχωσι λοξό‐ τητος πόρων. ταῦτα μὲν οὖν, εἰ αὐτὴ καθ’ αὑτὴν ἐκκριθείη. εἰ μέντοι μετὰ ἀτμίδος, ποιεῖ τοὺς καλουμένους τυφῶνας, οἵτινες πολλάκις καὶ αὔ‐ τανδρα πλοῖα ἀνήρπασαν ἢ πρόρριζα δένδρα, ἅπερ ἀπολύουσιν ἡμίκαυτα γενόμενα διὰ τὴν πολλὴν κίνησιν τῆς καύσεως γινομένης. τούτους δὲ τοὺς
15τυφῶνας καὶ σίφωνας καλοῦσι διὰ τὸ καὶ ὕδωρ πολλάκις ἀνασπάσαι, κα‐ λοῦσι δὲ αὐτὴν καὶ οὐρανίαν ἰδιωτικῷ ὀνόματι. τυφὼν δὲ καλεῖται διὰ τὸ οἷον τύπτειν διὰ τοῦ τάχους τοῦ πνεύματος· διὰ γὰρ τοῦτο καὶ ὁ ποιη‐ τής φησι καὶ τὰς ἀέλλας καὶ τὰς συστροφὰς τῶν πνευμάτων.
19nΚαὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, οἷα διὰ πῆξιν συμ‐
20nβαίνει πάθη τῶν αὐτῶν τούτων σωμάτων.
21 Στοιχείων ἐγκυκλίων λέγει τῶν καθ’ ἕκαστον ἔτος γινομένων, οἷον ὑετοῦ, χαλάζης, χιόνος καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα μὴ ἐν σκιαγραφίᾳ πᾶ‐ σαν ἔχητε τὴν τῆς πραγματείας διάνοιαν, εἴπωμεν καὶ τῆς ἀτμίδος τὴν διαίρεσιν, αὕτη τοίνυν ἢ ἐν τῷ περιγείῳ τόπῳ φέρεται ἢ ἐν τῷ ὑπερ‐
25γείῳ. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται ἢ ἀλλοιοῦται καὶ πήγνυται· εἰ δὲ ἐν τῷ περιγείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται, οὐκέτι δὲ καὶ τὸ συναμφότερον, διὰ τὸ μὴ ἐξαρκεῖν τὸν χρόνον. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἀλλοιωθείη, ποιεῖ τὸν ὑετόν· εἰ δὲ πῆξιν ὑπο‐ μένοι, ποιεῖ τὴν χιόνα· εἰ δὲ τὸ συναμφότερον, ποιεῖ τὴν χάλαζαν. εἰ δὲ
30ἐν τῷ περιγείῳ τόπῳ ἐνεχθῇ, εἰ μὲν ἀλλοιωθείη, ποιεῖ τὴν δρόσον, εἰ δὲ
παγῇ, ποιεῖ τὴν πάχνην. οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀνα‐13

14

λογεῖν τῇ χαλάζῃ. εἰ δέ τις εἴποι, ὅτι ἔστι ὁ κρύσταλλος, ῥητέον, ὅτι αὐτὸς ὕδωρ ἐστὶ παγέν, οὐ δρόσος.
3nΔιεξελθόντες δὲ περὶ τούτων.
4Ἐντεῦθεν προανακηρύττεται τὸν σκοπὸν τοῦ ὑπολοίπου συγγράμματος,
5ὅτι τούτων ῥηθέντων ἡμῖν ὕστερον ῥηθήσεται καὶ περὶ φυτῶν καὶ ζῴων.
7nΚατὰ τὸν ὑφηγημένον τρόπον.
8 Ὑφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν, ὅπερ οὐκ οἶμαι εἶναι ἀληθές, ἀλλ’ ὑφηγημένον τρόπον λέγει τὸ διαλε‐
10χθῆναι περὶ τούτων καὶ καθόλου καὶ ἰδίᾳ. καθόλου μὲν γὰρ ἐν τῇ Περὶ ζῴων γενέσεως, ἰδίᾳ δὲ ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ καὶ ἔτι ἰδίως ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· τούτῳ γὰρ τῷ τρόπῳ ἐχρήσατο καὶ περὶ ἄλλων. καὶ γὰρ ἐπὶ ἑκάστῳ σκοπῷ καὶ καθολικὴν ἐποιήσατο τὴν διδασκαλίαν καὶ ἰδικήν. ὅτι δὲ τοῦτο ἀληθές, πρόδηλον, ἐπειδὴ αὐτὸς ἐπιφέρει καθόλου τε
15καὶ χωρὶς καὶ αὐτὸν ἐξηγεῖται.
16nΣχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς
17nἐξ ἀρχῆς ἡμῖν προαιρέσεως.
18 Τουτέστι τῆς φυσιολογίας. τὸ δὲ σχεδὸν πρόσκειται ἢ διὰ τὴν Περὶ ψυχῆς· οὐδαμοῦ γὰρ γέγονεν αὐτῆς μνήμη. ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸν
20γαλαξίαν πρόσκειται τὸ σχεδόν, ἐπειδὴ ἀμφιβάλλει περὶ αὐτοῦ.
21nὯδε δὴ ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν.
22 Ἐντεῦθεν ἄρχεται λοιπὸν τῶν ἀγώνων. καὶ πρὶν εἰσβάλλειν, κατα‐ κολουθῶν τῷ οἰκείῳ κανόνι πρότερον περὶ τῶν αἰτίων διαλέγεται. ἀλλ’ ἐπειδὴ φιλοκαθόλου ὁ Ἀριστοτέλης, περὶ τῶν πρώτων στοιχείων διαλέγεται.
25καί φησιν, ὅτι πέντε εἰσὶ ταῦτα, ἓν τὸ πέμπτον στοιχεῖον καὶ τὰ ὑπό‐ λοιπα τέσσαρα, πῦρ, ἀήρ, ὕδωρ, γῆ. διὰ τὰς τέσσαρας ἀρχὰς λέγει τὰς τέσσαρας ποιότητας, θερμότητας, ψυχρότητας, ξηρότητας, ὑγρότητας. διὰ
ταύτας τέσσαρας οὔσας ἐδείχθησαν εἰκότως τέσσαρα εἶναι στοιχεῖα.14

15

(1n)

Ὧν διπλῆν φαμεν εἶναι τὴν κίνησιν.
2 Καὶ γὰρ ἐπ’ εὐθείας κινούμενα διπλῆν ἔχουσι κίνησιν. ἀνάγκη γὰρ ἐν τῷ ὑποστρέφειν, ἵνα ἡσυχία τις μεσολαβῆται· μεταξὺ γὰρ δύο ἐν‐ αντίων κινήσεών ἐστί τις ἠρεμία.
5nΤὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ.
6 Εἴρηται ἡμῖν καὶ τοῦτο· τεσσάρων ὄντων στοιχείων τὸ μὲν πῦρ μόνως ἐστὶ κοῦφον, ἡ δὲ γῆ μόνως βαρεῖα, τὰ δὲ λοιπὰ ἐπαμφοτερίζει. ἀλλ’ ἀὴρ πυρὸς μὲν βαρύτερος, ὕδατος δὲ κουφότερος· ὕδωρ δὲ ἀέρος μὲν βαρύτερον, γῆς δὲ κουφότερον.
10nὉ δὴ περὶ τὴν γῆν ὅλην κόσμος ἐκ τούτων συνέστηκε
11nτῶν σωμάτων.
12 Ἐκ τούτων, ποίων; τῶν πέντε σωμάτων. καὶ γὰρ τὰ οὐράνια σώ‐ ματα, ἅπερ ἐκ τοῦ πέμπτου στοιχείου γεγόνασι, μέρος εἰσὶ τοῦ κόσμου.
14nΠερὶ ὃν τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον.
15 Περὶ ὅν φησι αὐτὸν τὸν κόσμον. περὶ γὰρ τοῦτον συμβαίνουσι τὰ μέλλοντα λέγεσθαι πάθη.
17nἜστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνω
18nφοραῖς.
19Ἐντεῦθεν ὁ πρῶτος λόγος ὁ κατασκευάζων ποιητικὴν εἶναι αἰτίαν τὸ
20πέμπτον στοιχεῖον, τὰ δὲ ὑπόλοιπα ὑλικά. καλῶς δὲ τὸ ἐξ ἀνάγκης συνεχής, ἐπειδὴ δέδεικται μὴ ὂν κενόν. καλῶς δὲ καὶ πῶς, ἐπειδὴ οὐ κατ’ ἀλήθειαν συνεχῆ εἰσιν· οὐ γάρ εἰσι τὰ αὐτά, ἀλλὰ μόνον ἐφάπτονται, ἄλλο δὲ τὸ ἅμα εἶναι καὶ ἄλλο τὸ ἐφάπτεσθαι μόνον.
24nΠρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα.
25Ἐντεῦθεν ὁ δεύτερος λόγος παραδίδοται.15

16

(1n)

Καὶ τέλος οὐκ ἔχουσα τῶν τόπων τῶν κινήσεων, ἀλλ
2nἀεὶ ἐν τέλει.
3 Ἐπειδὴ εἶπεν, ὅτι οὐκ ἔχουσι τέλος τὰ οὐράνια σώματα, ἐφοβήθη μή πώς τις ἀτελῆ αὐτὰ οἰηθῇ, καὶ διὰ τοῦτο προστέθεικεν ἀλλ’ ἀεὶ ἐν
5τέλει. ταῦτα δὲ τὰ σώματα πεπερασμένους διέστηκε τόπους ἀλλήλων· οὐχὶ καὶ τὰ οὐράνια σώματα ὁμοίως ἔχουσι. τί οὖν ῥητέον; ὅτι δεῖται προσθήκης ὁ λόγος. δεῖ γὰρ εἰπεῖν ‘πεπερασμένους διέστηκε τόπους ὁριζο‐ μένους κινήσει‘· τὰ γὰρ οὐράνια σώματα, εἰ καὶ πεπερασμένους διεστήκασι τόπους, ἀλλ’ οὐχ ὡρισμένους κινήσει.
10nἈναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις.
11 Τουτέστι τὰς περὶ τῶν στοιχείων, ὅτι τὸ μὲν πέμπτον στοιχεῖον ποιητικὸν ἀποδέδεικται, τὰ δὲ ὑπόλοιπα ὑλικά.
13nΦαμὲν δὲ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίνεσθαι
14nἐξ ἀλλήλων.
15 Λεληθότως ὁ Ἀριστοτέλης ἐπὶ τὰ προσεχῆ στοιχεῖα μέτεισι. λέγων γὰρ ‘ταῦτα τὰ τέσσαρα στοιχεῖα μεταβάλλουσιν εἰς ἄλληλα τῆς μεταβολῆς γινομένης κατὰ τὸ ἐν ἑκάστῳ δυνάμει‘ αἰνίττεται τὰ ἡμιγενῆ στοιχεῖα. πῶς γὰρ ἔχουσι ταῦτα ἀθρόως μεταβάλλειν, εἰ μὴ διὰ μέσου τῶν ἡμι‐ γενῶν στοιχείων, φημὶ δὴ τῶν δύο ἀναθυμιάσεων; ἔστι γὰρ ἡ μὲν
20ἀτμιδώδης μεταξὺ ἀέρος καὶ ὕδατος, ἡ δὲ καπνώδης πυρὸς καὶ γῆς. ταῦτά εἰσι τὰ ὑλικά· ποιητικὴ δέ ἐστιν ἔμφυτος θερμασία, ἥντινα καὶ ἐδείξαμεν ἐν γῇ οὖσαν καὶ ἐν αὐτῷ τῷ ὕδατι.
23tΠρᾶξις γ.
24nΠρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις.
25 Ἆρα δικαίως τῇ προτεραίᾳ συνεχρησάμεθα λέγοντες πέντε εἶναι ἁπλᾶ σώματα, καὶ τούτων τὸ μὲν ἓν ποιητικόν, ἴδια δὲ ὑπόλοιπα τέσσαρα ὑλικά, τοῦ Πλάτωνος τὰ οὐράνια σώματα οὐκ ἐκ πέμπτου τινὸς σώματος λέγοντος
εἶναι, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων ἐπικρατοῦντος μᾶλλον ἐν αὐτοῖς16

17

τοῦ πυρείου. καὶ ἤδη μὲν τούτου δέδωκεν εὐθύνας ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ· ἐκεῖσε γὰρ ἀποδέδωκεν ὁ φιλόσοφος, ὅτι ἐκ πέμπτου τινὸς σώ‐ ματος, οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασι τὰ οὐράνια σώματα, καὶ τοῦτο δέδειχεν ἐκ τῆς διαφόρου κινήσεως· εἰ γὰρ διάφορος ἡ κίνησις τού‐
5των, διάφορος καὶ ἡ οὐσία. ἀλλὰ μὴν τὰ μὲν οὐράνια κύκλῳ κινοῦνται, τὰ δὲ τέσσαρα στοιχεῖα ἐπ’ εὐθείας· πρόδηλον ἄρα, ὅτι ἑτέρας εἰσὶν οὐ‐ σίας. καὶ νῦν δὲ πάλιν ὁ Ἀριστοτέλης ὡς ἐν παρεκβάσει τοῦτο αὐτό· ‘οὐκ ἐκ τῶν τεσσάρων στοιχείων τὰ οὐράνια σώματα‘. πέντε γὰρ ὄντων ἁπλῶν σωμάτων κατὰ τὸν Ἀριστοτέλη τὰ ἀσαφῆ ἐκ τῶν σαφῶν διδάσκει.
10ἐν γὰρ τούτοις τοῖς πέντε ὕδωρ μόνον καὶ γῆν ὁρῶμεν, τῶν δ’ ἄλλων οὐδὲν ὁρῶμεν, οὐκ ἄρα οὐδὲ τὸ πέμπτον σῶμα οὐδὲ τὸ ὑπέκκαυμα. τού‐ των οὕτως ἐχόντων † μάτην γὰρ καὶ τὸ ὕδωρ καὶ τὸ ὑπόλοιπον ὅλον τὸ ἀπὸ τούτων μέχρι τῶν ἐσχάτων ἄστρων τί ἂν εἴη. ἢ γὰρ πῦρ μόνον ἐστὶν ἢ ἀὴρ μόνον ἢ καὶ ἀὴρ καὶ πῦρ. καὶ τοῦτο διχῶς· ἢ γὰρ τὰ ἄστρα καὶ
15αἱ σφαῖραι πύρεια, μόνον δὲ τὰ μεταξὺ ἀέρια, ἢ τὰ μὲν ἄστρα μόνον πύ‐ ρεια, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ὅλον ἀέριον. αὗται γὰρ αἱ δόξαι δο‐ κοῦσί πως εἶναι πιθαναί. καὶ γὰρ δοκεῖ πᾶν ἀὴρ εἶναι διὰ τὸ ἀόρατον ἀλλὰ μὴν † τῶν μὲν ἄστρων πύρειον, τὸ δὲ λοιπὸν ἅπαν ἀέριον διὰ τὸ καὶ τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα καὶ τὰς σφαίρας ἀοράτους εἶναι. μόνα δὲ
20τὰ ἄστρα πυρώδη εἰσίν, ὡς καὶ τὸν Ἀναξαγόραν μύδρον καλέσαι τὸν ἥλιον διὰ τὸ ἄμετρον τῆς πυρώσεως· μύδρος γάρ ἐστιν ὁ πεπυρακτωμένος σίδη‐ ρος. διὸ καὶ ὁ Ἀναξαγόρας ἐξωστρακίσθη ἐκ τῶν Ἀθηναίων ὡς τοιοῦτόν τι τολμήσας εἰπεῖν. ὕστερον δὲ ἀνεκλήθη διὰ τῆς Περικλέους ῥητορείας· ἀκροατὴς γὰρ ὢν ἔτυχεν ὁ Περικλῆς Ἀναξαγόρου. τριῶν οὖν οὐσῶν τού‐
25των ὑποθέσεων ἐὰν δείξωμεν, ὅτι οὐδεμία τούτων ἀληθής, λείπεται δῆλον τὸ ὑπόλοιπον πρὸς τῇ γῇ καὶ τοῦ ὕδατος παντὸς ἀέρα εἶναι καὶ ὑπέκ‐ καυμα καὶ τὸ πέμπτον σῶμα. πῦρ μὲν οὖν οὐ δυνατὸν εἶναι τὰς σφαίρας καὶ τὰ ἄστρα, τὸ δὲ μεταξὺ μόνον ἀέρα. ἦ γὰρ ἂν ἐκ πολλοῦ τὸ ὅλον διέ‐ φθαρτο καὶ πῦρ μόνον ἦν, ἐπειδὴ γὰρ δείκνυται ἐν ἀστρονομικοῖς λόγοις ἡ
30γῆ κέντρου λόγον ἐπέχουσα πρὸς τὸ πᾶν. καὶ τοῦτο δῆλον ἐκ τῶν *** καὶ ἐκ τῶν ἀκροτάτων ὀρέων διὰ τὸ ὑψηλὸν μείζων ἂν ὁ ἥλιος ἐφαίνετο. εἰ οὖν γῆ κέντρου λόγον ἐπέχει, ἔμελλεν ἂν τὰ οὐράνια σώματα, εἰ πύ‐ ρεια, καὶ διὰ τὸ μέγεθος καὶ διὰ τὴν δύναμιν τοῦ πυρὸς δραστικὴν οὖσαν
ἐκ πολλοῦ καταφλεχθέντα φροῦδα γεγενῆσθαι· ἀλλὰ μὴν κἂν πάντα ἀέρια17

18

ὑποθώμεθα, ἄτοπός ἐστιν ὁ λόγος, ὥσπερ οὖν κἂν εἰ μόνα τὰ ἄστρα πύρεια, τὰς δὲ σφαίρας καὶ τὰ μεταξὺ ἀέρια· ἑκατέρᾳ γὰρ ὑποθέσει συν‐ άγεται τὸ ἀφάτως πολὺ εἶναι τὸ ἀέριον στοιχεῖον, εἴ γε καὶ ὀλίγον ὕδωρ εἰς ἄφατον ἀέρα ἀναλύεται. δόγμα γάρ ἐστι φυσικὸν τὸ λέγον, ὅτι ὡς
5ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὅλη ὁλότης πρὸς τὴν ὅλην ὁλότητα. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι πηχυαῖον ὕδωρ εἰς δεκάπηχυν τυχὸν ἀέρα μεταβάλλεται καὶ οὐκ εἰς ἄφατον· οὐκ ἄρα οὐδ’ ἡ τοῦ ἀέρος ὁλότης ἄφατός ἐστιν. εἰ οὖν μηδεμία τούτων τῶν δοξῶν ἀληθής, ὑπολείπεται τὸ μεταξὺ πᾶν ἀέρα εἶναι καὶ ὑπέκκαυμα καὶ τὸ πέμπτον στοιχεῖον. οὕτως
10ὁ Ἀριστοτέλης. ἔστι δὲ ἀπορῆσαι πρὸς μὲν τὸ πρῶτον ἐπιχείρημα οὕτως· οὐκ ἀνάγκη, εἰ τὰ οὐράνια σώματα πύρεια εἶναι ὑποθώμεθα, καταπεφλέχθαι τὸ πᾶν· ἰδοὺ γὰρ ἄφατος ἀὴρ περικεχυμένος λυχνιαίᾳ φλογὶ οὐ κατασβέννυσιν αὐτήν. τί οὖν φαμεν; ὅτι ἡ ἐπιχείρησις αὕτη τῷ Ἀριστοτέλει εἴρηται ἐπὶ μόνου τοῦ πυρὸς διὰ τὴν δραστικὴν αὐτοῦ δύναμιν· μόνον γὰρ τοῦτο τῶν
15ἄλλων στοιχείων, ὥς φησι καὶ Θεόφραστος, τὰ παρακείμενα αὐτῷ ἐξισχύει ὅμοια ποιῆσαι. ληπτέον οὖν τὸ ἐπιχείρημα οὐκ ἐκ μόνου τοῦ μεγέθους τοῦ πυρός, ὅπερ ἔχει ὁ ἀήρ, ἀλλὰ καὶ ἐκ τῆς δραστικῆς δυνάμεως, ἥτις οὐ πρόσεστιν ἀέρι. δευτέρα ἀπορία· καὶ κατ’ αὐτὸν τὸν ἀέρα ἕπεται τὸ καταπεφλέχθαι ἐκ πολλοῦ τὸ πᾶν, εἴ γε τὸ ὑπέκκαυμα ἀφάτως πλέον
20τῶν ὑπολοίπων ἐστί. μεταβάλλων οὖν ὁ ἀὴρ εἰς πῦρ εἰς ἀφάτως πολὺ μεταβάλλει· πάλιν γὰρ κἀνταῦθα φυλαχθήσεται ὁ κανών, ὅτι ὡς ἔχει ὁ μερικὸς ἀὴρ πρὸς τὸ μερικὸν πῦρ, οὕτω καὶ ἡ ὁλότης τοῦ ἀέρος πρὸς τὴν ὁλότητα τοῦ πυρός. τί οὖν ῥητέον; ὅτι εἰ καὶ μεταβάλλει ὁ ἀὴρ εἰς πῦρ, εἰς ποῖον πῦρ; ἔστι γὰρ διακονικόν, ἔστι δὲ καὶ ζῳογόνον. εἰ μὲν οὖν εἰς
25τὸ ζῳογόνον, ὁμολογοῦμεν, ὅτι εἰς ἀφάτως πολλαπλάσιον μεταβάλλει, ἀλλὰ τοῦτο τὸ ζῳογόνον οὐ καταφλέξει τὸ πᾶν· εἰ δὲ εἰς διακονικόν, οὐκέτι παρ‐ έχομεν, ὅτι εἰς πολλαπλάσιον μεταβάλλει· παχυμερέστερον γὰρ τὸ διακονι‐ κὸν πῦρ τοῦ ἀέρος, ὡς δηλοῖ τὸ μὴ διαφαίνεσθαι τὴν περίσχισιν τοῦ ἀέρος ἐν τῷ διαβαίνειν σῶμα, τὴν δὲ τοῦ πυρὸς φαίνεσθαι διὰ τὸ παχυ‐
30μερὲς καὶ ἀντιβατικόν. ταῦτα ἔχει ἡ θεωρία.
31nΠερὶ τὸν καλούμενον ἀέρα.
32 Καλούμενον ἀέρα λέγει τὸ μεταξὺ ὅλον τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων. ἀλλὰ διὰ τί ἀέρα, διὰ τί δὲ καλούμενον; ἀέρα μέν, ἐπειδή τινες καὶ τὸ ὑπέκκαυμα ὡς ἀόρατον ἀέρα ἐνόμισαν εἶναι· κα‐
35λούμενον δέ, ἐπειδὴ οὐ κατὰ ἀλήθειαν τὸ ὑπέκκαυμά ἐστιν ἀήρ, ἀλλ’ ἕτε‐ ρον στοιχεῖον, ὡς εἶναι τέσσαρα ταῦτα σύμπαντα στοιχεῖα. εἰ δὲ παράσχοιμεν τὸ ὑπέκκαυμα ἀέρα εἶναι, λήσομεν ἑαυτοὺς τὸ κάλλιστον τῶν στοιχείων τὸ
ζῳογόνον, φημὶ δὲ τὸ πῦρ, μηδὲ ὅλως λέγοντες εἶναι.18

19

(1n)

Τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι
2nκόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τάξιν πρὸς τὰ ἄλλα τὰ λεγόμενα
3nστοιχεῖα τῶν σωμάτων.
4Τί ἐστιν ἑκάτερον τούτων, σαφηνίσωμεν. τὸ μὲν οὖν μεταξὺ τούτων
5τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων ζητητέον, τί ἐστιν ἡ φύσις αὐτοῦ, ἆρα πῦρ μόνον ἐστὶν ἢ ἀνάμιξις· καὶ εἰ τοῦτο, ὅτι τὰ μὲν ἄστρα καὶ αἱ σφαῖραι πύρεια, τὸ δὲ μεταξὺ ἀέρια, ὃ δὴ καὶ κενὸν ἐνομίσθη, ἢ τὰ μὲν ἄστρα πύρεια, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ἀέριον. οὕτω τὸ πρῶ‐ τον ἐσαφηνίσθη. τί δέ ἐστι τὸ δεύτερον καὶ πῶς ἔχει τάξιν, τουτέστι
10μέχρι ποῦ δεῖ νομίζειν τὸν ἀέρα εἶναι, ἄρχεσθαι δὲ λοιπὸν τὸ ὑπέκκαυμα, καὶ τοῦτο μαθησόμεθα, ὅτι μέχρι σχεδὸν τῆς ἀπλανοῦς συνεχές ἐστι τὸ πύ‐ ρειον στοιχεῖον τῷ ἀέρι, πλησίον δὲ γινόμενον ὑπὲρ φύσιν κινεῖται καὶ κύκλῳ φέρεται καὶ ἐκ πολλῆς κινήσεως ἐκφλογοῦται. καὶ τότε γίνεται τὸ ὑπέκκαυμα οὐκέτι συνεχοῦς οὔσης τῆς τοῦ πυρὸς τῇ τοῦ ἀέρος, ἀλλ’
15ἁπτομένης.
16nὉ μὲν γὰρ δὴ τῆς γῆς πηλίκος ἂν εἴη.
17 Ἰδοὺ βουλόμενος τὴν κατασκευὴν ποιήσασθαι ἐκ τῶν σαφῶν ἄρχεται οἷον ἀπὸ γῆς· αὕτη γὰρ καὶ ὁρᾶται καὶ καταριθμεῖται.
19nἬδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων.
20 Δέδεικται γὰρ τοῦτο ἐν ἀστρονομίᾳ, ὅτι ὁ ἥλιος τῆς γῆς ἑκατοντα‐ εβδομηκονταπλασίων ἐστίν. οὐκ ἔδει δὲ εἰπεῖν ἀστρολογικῶν, ἀλλ’ ‘ἀστρονομικῶν‘· ἡ γὰρ ἀστρονομία οἶδε τὴν κίνησιν. τί οὖν φαμεν; ὅτι ἀρχαϊκῶς ἐχρήσατο· πάλαι γὰρ ἡ περὶ οὐρανοῦ πραγματεία καὶ ἡ ἀστρονομία καὶ ἡ ἀστρολογία ὡς μία ἐπιστήμη ἦν, ἡ μὲν τὴν οὐσίαν τῶν ἄστρων
25διδάσκουσα, ἡ δὲ τὴν κίνησιν, ἡ δὲ τὰ ἀποτελέσματα. ὁ οὖν Ἀριστοτέλης τὴν ἀστρονομίαν ἀστρολογίαν ἐκάλεσεν, ὁ δέ γε Πλάτων τὴν φυσιολογίαν ἀστρονομίαν καλεῖ ἐν τῷ Τιμαίῳ.
28nὍτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν.
29Καλῶς τὸ ἐνίων· δέδεικται γὰρ ἡ γῆ τοῦ σώματος τῆς σελήνης19

20

τριακονταενναπλασίως μείζων οὖσα· εἰ δὲ τοῦτο, ἔχεις πόσον ἥλιος μείζων τῆς σελήνης. πολυπλασίασον γὰρ τὸν τριάκοντα ἐννέα ἐπὶ τὸν ρο καὶ εὑ‐ ρήσεις τὸ ποσὸν τῆς ὑπεροχῆς τοῦ ἡλίου.
4nὝδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην.
5 Χωρίς, φησί, τῆς γῆς οὐχ ὁρῶμεν, ὅτι ἔστιν ὕδωρ· πανταχόθεν γὰρ περικέχυται τῆς γῆς τὸ ὕδωρ. εἶτα ἵνα μή τις ἀπορήσῃ περὶ τοῦ κατ‐ αγομένου ἐν τοῖς ὑετοῖς ὕδατος, τούτου χάριν εἶπεν, ὅτι ἠρεμοῦν καὶ περι‐ οριζόμενον ὕδωρ οὐχ ὁρῶμεν ἄνευ τῆς γῆς· τὸ γὰρ ἐν τοῖς ὑετοῖς οὐκ ἠρεμεῖ σπεῦδον τὸν οἰκεῖον καὶ συγγενῆ καταλαβεῖν τόπον.
10nΟἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν.
11 Ἐπειδὴ εἶπεν, ὅτι ἵδρυται τὸ ὕδωρ περὶ τὴν γῆν, διαίρεσίν τινα λέγει, ὅτι τὸ μὲν φανερῶς ἵδρυται, ὡς τὸ ἐν θαλάσσαις καὶ ποταμοῖς, τὸ δὲ † ἀφανές, ὡς τὸ ἐν πηγαῖς, πλὴν εἰ καὶ ἀφανῶς τέως ἵδρυται.
14nΤὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων.
15Ἐναργῶς ἐντεῦθεν δείκνυσι, περὶ τίνων αὐτῷ πρόκειται ζητῆσαι.
16nἩμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου
17nστοιχείου.
18 Τουτέστι ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐζήτησε περὶ τοῦ πέμπτου σώματος καὶ ἔδειξε, τίς ἡ οὐσία καὶ ὅτι ἐκ τούτου πάντα τὰ οὐράνια σύγ‐
20κειται. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, ὅτι ἔκ τινος σώματος συνίσταται τὰ οὐράνια, [οὐχ ἡμεῖς μόνον εἰρήκαμεν,] ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες τοῦτο σχεδὸν ἐνενόησαν. καὶ τοῦτο δῆλον, ἐπειδὴ τὸν οὐρανὸν οὐδενὶ ὀνόματι τῶν τεσσάρων στοιχείων προσηγόρευσαν, ἀλλ’ αἰθέρα αὐτὸν ἐκάλεσαν. δῆλον οὖν ἐκ τοῦ ὀνόματος, ὅτι ἐξ ἄλλου
25σώματος γεγόνασι τὰ οὐράνια σώματα, ἐκ δὲ τῆς ἐτυμολογίας τοῦ ὀνόματος ἀίδια αὐτὰ εἰρήκασιν· αἰθέρα γὰρ αὐτὸν ἐκάλεσαν παρὰ τὸ ἀεὶ θεῖν. ἀεὶ γὰρ κινοῦνται τὰ οὐράνια καὶ κατὰ ῥυθμόν. Ἀναξαγόρας δὲ ἐχρήσατο μὲν τούτῳ τῷ ὀνόματι, πλὴν οὐ καλῶς ἐτυμολογίᾳ. αἰθέρα γὰρ αὐτὸν ἔφησε
καλεῖσθαι παρὰ τὸ αἴθειν καὶ καίειν· οὕτω γὰρ αἴθοπα οἶνον τὸν μέλανα20

21

καὶ καυστικὸν λέγομεν. οὐκ ἀποδεκτέον οὖν τὴν τούτου ἐτυμολογίαν. εἰ οὖν καὶ οἱ παλαιοὶ ἐδόξασαν ἐξ ἄλλου εἶναι σώματος καὶ πρὸ Ἀριστοτέλους, οὐ δεῖ σεμνύνεσθαι ἐφ’ οἷς τις ἐξευρίσκει. ἀπείρου γὰρ ὄντος τοῦ κόσμου συμβαίνει πολλοὺς αὐτὸ εἰρηκέναι. καὶ ὥσπερ ἐστὶ καρπῶν εὐφορία καὶ
5ἀφορία, οὕτω καὶ ψυχῶν.
6nὍσοι δὲ πῦρ καθαρόν φασιν εἶναι τὸ περιέχον καὶ
7nμὴ μόνον τὰ φερόμενα σώματα. τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν
8nἄστρων ἀέρα, καὶ τὰ ἑξῆς.
9Ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων. καὶ πρώτην ἐλέγχει δόξαν τὴν λέ‐
10γουσαν καὶ τὰς σφαίρας καὶ τὰ ἄστρα πύρεια εἶναι, μόνον δὲ τὸ μεταξὺ ἀέριον. τὴν γὰρ λέγουσαν πάντα πύρεια εἶναι ὡς λίαν ἄτοπον παρεσιώπησεν.
12nΘεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημά‐
13nτων ἱκανῶς, ἴσως ἂν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης.
14Διὰ τί ἱκανῶς καὶ διὰ τί ἴσως; ἢ τὸ μὲν ἱκανῶς εἴρηται ἐπὶ τῆς
15ἀποδείξεως, τὸ δὲ ἴσως ἐπὶ τοῦ πεισθῆναι. διὸ δεῖ ὑποστίξαι εἰς τὸ ἱκανῶς, καὶ σαφὴς ὁ λόγος. τί οὖν φησιν; ὅτι ἐὰν προηκολού‐ θησαν ταῖς μαθηματικαῖς ἀποδείξεσιν οἱ λέγοντες πάντα τὰ οὐράνια σώ‐ ματα πύρεια, ἔμελλον ἂν συντόμως ἀποπαύεσθαι τοῦ νομίζειν ποδιαῖον τὸν ἥλιον καὶ ἁπλῶς τὰ οὐράνια σώματα σμικρὰ εἶναι· δείκνυται γὰρ ἡ γῆ
20σημείου λόγον ἐπέχουσα πρὸς ἑκάστην σφαῖραν.
21nΤῶν φερομένων ἕκαστον.
22Φερόμενα ἐκάλεσεν ὁ Ἀριστοτέλης τὰ ἄστρα.
23nΕἴρηται μὲν οὖν καὶ πρῶτον ἐν τοῖς περὶ τῶν ἄνω
24nτόπων θεωρήμασι.
25 Τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐκ τῆς κυκλικῆς κινήσεως δέδειχεν, ὅτι οὐκ ἔστι πύρεια τὰ οὐράνια σώματα καὶ καθόλου, ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασιν.
28nἈλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου.
29Τὴν δευτέραν ὑπόθεσιν ἐντεῦθεν ἐλέγχει τὴν λέγουσαν ὅλον τὸ μεταξὺ
30εἶναι ἀέρα· συναγομένου γὰρ ταύτῃ ἄφατον εἶναι τὸν ἀέρα ἕπεται τὸ21

22

καὶ μερικὸν ὕδωρ εἰς ἄφατον ἀέρα ἀναλύεσθαι· ἀλλὰ μὴν οὐκ ἀναλύεται, οὐκ ἄρα ἀήρ ἐστιν ὅλον τὸ μεταξύ. τοῦτο τὸ αὐτὸ δὲ καὶ τῇ ἄλλῃ ὑπο‐ θέσει ἕπεται τῇ λεγούσῃ τὰ ἄστρα μόνον πύρεια· καὶ αὐτῇ γὰρ ἕπεται τὸ ἀφάτως πολὺν εἶναι τὸν ἀέρα. οὐκοῦν δῆλον, ὅτι ἕψεται τὸ ἄτοπον τῇ
5ὑποθέσει ταύτῃ ἐξ ἀνάγκης παρεπόμενον.
6nΚἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ
7nτόπος.
8Πρόσθες σύ, ὅτι τὸ αὐτὸ ἐπακολουθήσει ἄτοπον.
9nΟὐδὲν γὰρ ὡς εἰπεῖν μόριόν ἐστιν ὁ τῆς γῆς ὄγκος.
10 Παραβαλλόμενος δηλονότι πρὸς ἀέρα. γῆς δὲ εἰκότως μόνης ἐμνη‐ μόνευσε, διότι τὸ ὕδωρ ταύτῃ παρακέχυται ἀναπληροῦν τὰ κοιλώματα, ὡς λοιπὸν τῶν δύο στοιχείων γίνεσθαι μίαν σφαῖραν.
13nἈνάγκη δὲ τὸν αὐτὸν λόγον ἔχειν.
14Δι’ ἣν αἰτίαν; ἐπειδὴ ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω
15καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα.
16tΠρᾶξις δ.
17nΔιαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν ταῦτα μὴ
18nγίνεσθαι ἐξ ἀλλήλων.
19Ἡ μετὰ χεῖρα λέξις δύο τινὰ προβλήματα περὶ τῆς ὁλότητος τοῦ
20πυρὸς παραδίδωσιν· ἓν μέν, εἰ ὅλως ἐστίν, ἕτερον δέ, εἰ καὶ ἔστι, μέχρι τίνος· κατὰ δύο γὰρ ἀμφίβολα ἐποίησε τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα. πρὸ δὲ τῶν δύο προβλημάτων ἀπορίαν τινὰ προβάλλεται καὶ τῆς ἀπορίας λέγει τέσσαρας ψευδεῖς ἐπιλύσεις καὶ διελέγχει αὐτάς· καὶ τελευταῖον τὴν ἀληθῆ ἐπάγει ἐπίλυσιν. τὴν δὲ ἀπορίαν προλαμβάνει, διότι ἡ ἐπίλυσις τῆς
25ἀπορίας τῶν δύο προβλημάτων ἐστὶ κατασκευαστική. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· τί δήποτε ἐν τῷ ἀπογείῳ ἀέρι οὐ συνίστανται νέφη; καίτοι μᾶλλον ἔδει συνίστασθαι, διότι ψυχρότερός ἐστιν ὁ ἀπόγειος ἀήρ. διὰ τί δὲ μαθησόμεθα, ὅτι οὐ συνίστανται νέφη ἐκεῖσε, δηλοῖ ἡ ἱστορία. φησὶ
γὰρ ὁ Ἀλέξανδρος, ὅτι ἐν Κυλλήνῃ ὄρος ὑψηλότατον, ἐν ᾧ ἐγίνοντο θυ‐22

23

σίαι, καὶ ἐν αὐτῇ τῇ τέφρᾳ ἔγραφον γράμματα· καὶ ταῦτα ἔμενον μὴ ἐξαλειφόμενα ὅλον τὸν ἐνιαυτόν, ἐπειδὴ οὐδ’ ἄνεμος εἰς αὐτὸ κατέπνεεν. ἄνωθεν γὰρ τοῦ ὄρους οὐδὲ ἀτμὶς οὐδὲ ὑγρότης γίνεται, κάτω δὲ ἐν τῷ περιγείῳ ἀέρι συνίσταται νέφος. αὕτη μὲν ἡ ἀπορία. καὶ μὴ λέγωσί
5τινες, ὅτι ἐν τῷ ἀπογείῳ ἀέρι διὰ τοῦτο οὐ συνίσταται νέφη, διότι τὰ ἄστρα πύρεια ὄντα κατὰ τὸν Ἡράκλειτον ἢ θερμοποιὰ κατὰ Ἀριστοτέλην ἐκεῖνον τὸν ἀέρα, ὃς ἂν μᾶλλον αὐτοῖς ἐγγίζει, πλησιάζοντα ἐκθερμαίνουσι καὶ οὐ συγχωροῦσι συστῆναι νέφος. οὐ γὰρ τοῦτο ἀληθές, διότι μὴ ὄντος ὑπεκκαύματος κατ’ αὐτοὺς οὐκ ἔστι πολλὴ ἡ διαφορὰ τῶν διαστημάτων ἐκ
10τοῦ ἀπογείου ἀέρος μέχρι τῶν ἄστρων καὶ ἐκ τοῦ περιγείου μέχρι τῶν ἄστρων. μηδὲ πάλιν τινὲς λεγόντων, ὅτι αἱ τοῦ ἡλίου ἀκτῖνες παρατριβό‐ μεναι πρὸς τὸν ἀέρα καὶ πάλιν φερόμεναι ὡς πρὸς τὰς σφαίρας μᾶλλον ἐκθερμαίνουσι τὸν ἀπόγειον ἀέρα, καὶ διὰ τοῦτο οὐ συνίστανται νέφη ἐν αὐτῷ. ἄτοπον γὰρ τοῦτο· τὸ γὰρ ἐναντίον αἱ ἀκτῖνες μᾶλλον ἐκθερμαίνουσι
15τὸν περίγειον ἀέρα, διότι ὡς εἰς κέντρον ἐκεῖσε συνερχόμεναι στενοῦνται καὶ μᾶλλον ἀλλήλων ἐφάπτονται· ἐν δὲ τῷ ἀπογείῳ ἀέρι ὡς διιστάμεναι καὶ περὶ πλείστων διακρινόμεναι οὐχ οὕτως ἐκθερμαίνουσι. μηδὲ πάλιν λεγέτωσάν τινες, ὅτι τοῦ ἀέρος πέφυκεν ὁ μὲν περίγειος εἰς ὕδωρ μετα‐ βάλλειν, ὁ δὲ ἀπόγειος οὐκέτι· διὰ τοῦτο ποῦ μὲν συνίσταται νέφη, ποῦ δὲ
20οὔ· ἀποκληρωτικὸν γάρ ἐστι τὸ τοιοῦτον. μηδὲ πάλιν τινὲς λεγέτωσαν, ὡς ὅλος μὲν ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ, ἀλλ’ οὐχ ὁμοίως· ὁ μὲν γὰρ περίγειος ῥᾳδίως, δυσχερῶς δὲ ὁ ἀπόγειος. τούτου δὲ αἴτιον τὸ τὸν μὲν περίγειον ἀτμίδα ἔχειν πολλήν, τὸν δὲ ἀπόγειον μὴ ἔχειν. ἄτοπος γὰρ οὗτος ὁ λόγος· εὑρεθήσεται γὰρ τὸ ὕδωρ ἀπείρῳ μεγέθει διαλλάττον
25τῆς γῆς, εἰ μέχρι τοῦ ἀπογείου ἀέρος ὑποθώμεθα τὸ ὕδωρ (οὐδὲν γὰρ ἄλλο ἐστὶ λέγειν ἀτμίδα ἢ ὕδωρ, ἡ γὰρ ἀτμὶς οἷον ὕδωρ), ὅπερ ἄτοπον. οὐκέτι γὰρ ἐκεῖνος φυλάττεται ὁ κανών, ὅτι ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· οὐ γὰρ εἰς ἄπει‐ ρον ὕδωρ ὀλίγη γῆ μεταβάλλει, ὅπερ ἔδει διὰ τὴν τῶν ταῦτα λεγόντων
30δόξαν. αὗται μὲν αἱ ψευδεῖς ἐπιλύσεις. μετὰ ταῦτα οἱονεὶ προκαθαρθεῖσιν ἐπάγει τὴν ἀληθῆ δόξαν οὖσαν τοιαύτην, ὅτι τὸ ὑπέκκαυμά ἐστιν, ὅπερ αἴτιον γίνεται τοῦ μὴ συνίστασθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ἐπειδὴ γὰρ θερμόν ἐστι, τοῦτο πάνυ ἐκθερμαίνει τὸν πλησίον ἀέρα μᾶλλον ἤπερ τὸν πόρρω, καὶ διὰ τοῦτο μὴ οὔσης ἐν τῷ ἀπογείῳ ψύξεως τῆς πυκνούσης οὐ
35γίνεται νέφη· ἔστιν οὖν τὸ ὑπέκκαυμα. καὶ ἔχεις τὸ πρῶτον πρόβλημα.
λοιπὸν ζητητέον καὶ τὸ δεύτερον, μέχρι τίνος ἐστίν· ἄνω μὲν μέχρι τῶν23

24

σφαιρῶν, κάτω δὲ ἢ μέχρι τῶν σεληναίων ὅρων ἢ ἀνωτέρω μικρόν, ὅπερ καὶ ἀληθέστερον· ὅσον γὰρ ἐπὶ τῷ προειρημένῳ οὐδαμοῦ ἔσται ὁ ἀπό‐ γειος ἀήρ. πλὴν ἡ λέξις ἄμφω φαίνεται λέγουσα, καὶ τοῦτο ἐπιστήσομεν. εἴρηται οὖν καὶ μέχρι τίνος ἐστίν. ἐν οὖν τῷ ἀπογείῳ ἀέρι διὰ τὴν ἀπὸ
5τοῦ ὑπεκκαύματος γινομένην θερμασίαν οὐ συνίστανται νέφη. ἀλλ’ ἴσως τις ἀπορεῖ, καὶ τί δήποτε τοὐναντίον ἐστί, καὶ ὁ μὲν περίγειος ἀὴρ θερ‐ μότερος, πολλὴ δὲ ψύξις ἐστὶν ἐν τοῖς ὑψηλοτάτοις ὄρεσιν, ὡς ἂν τοῦ ἀπο‐ γείου ψυχροτάτου ὄντος. τί οὖν φαμεν; ὅτι ὁ περίγειος ἀὴρ διὰ τὴν παρά‐ τριψιν τὴν ἀπὸ τῶν ἀκτίνων σφόδρα ἐστι θερμότατος καὶ θερμὸς καυστικῇ
10μᾶλλον θερμασίᾳ, ὁ δὲ ἀπόγειος θερμός ἐστι μᾶλλον ζῳογόνῳ θερμῷ. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, δι’ ἣν οὐ γίνονται νέφη ἐν τῷ ἀπογείῳ, ἐπειδὴ οὐ φθάνει μέχρι τῶν ἐκεῖσε ἡ ἀτμίς. οἷον γὰρ βάρος τὸ πνεῦμα τὸ ἀέριον τὴν ὑγρότητα ἐν τῷ ἀτμῷ ἀνοχοῦν φέρεται μέχρι τοῦ περιγείου, καὶ μὴ ἐξισχῦον ἀπολύει αὐτὴν καὶ πίπτει κάτω. ἐπειδὴ οὖν οὐδὲ τὸ
15ὑλικὸν αἴτιον, φημὶ δὲ ἡ ὑδατώδης οὐσία, οὐδὲ τὸ ποιητικόν, φημὶ δὲ ἡ ψύξις, πάρεστιν ἐν τῷ ἀπογείῳ, διὰ τοῦτο οὐ συνίσταται ἐν τούτῳ νέφη. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, ὅτι οὐ συνίσταται νέφη ἄνω, ἐπειδὴ ἀπόγειος ἀὴρ ἀεὶ ῥέει καὶ κινεῖται συμπεριφερόμενος τῇ κινήσει τοῦ παντός. χρείαν δὲ ἔχει τὸ νέφος ἠρεμίας, ἵνα ἡ πῆξις γένηται. διὸ ἐπειδὴ
20κύκλῳ κινεῖται ὁ ἀπόγειος ἀήρ, οὐδὲ ἄνεμοι ἐν αὐτῷ γίνονται· ἐπιρραπί‐ ζεται γὰρ αὐτῶν ἡ κίνησις λοξῶς γινομένη ἐκ τῆς κινήσεως τοῦ παντὸς κύκλῳ γινομένης. οὐ γὰρ αἰτία ἡ κύκλῳ κίνησις τῆς κινήσεως τῶν ἀνέ‐ μων· ἦ γὰρ ἂν πάντες ἀπηλιῶται ἦσαν κύκλῳ φερόμενοι. λοξὴ δέ ἐστι πάντων ἡ κίνησις πλὴν ἀπηλιώτου· οὗτος γὰρ ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς
25φέρεται. ἀλλ’ ἴσως ἀπορήσει τις, διὰ τί μὴ καὶ ὁ περίγειος ἀὴρ συμ‐ περιφέρεται τῷ παντί. πρὸς οὓς ῥητέον, ὅτι κωλύει αὐτὸν τὰ ἄντρα καὶ τὰ κοιλώματα τῆς γῆς. συνελόντι οὖν φάναι οὔτε ἐν τῷ ἀπογείῳ ἀέρι συνίστανται νέφη οὔτε εἰς τὸ κάτω μέρος τοῦ περιγείου· τῷ μὲν διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν καὶ ὑλικὸν αἴτιον, τουτέστι τὴν ἀτμίδα καὶ τὴν
30ψύξιν, ἀλλὰ καὶ ἀεὶ κίνησιν σφοδροτάτην εἶναι ἐν αὐτῷ· τῷ δὲ διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν αἴτιον, φημὶ δὲ τὴν ψύξιν. πολλὴ γάρ ἐστιν ἡ θερ‐ μότης περὶ τὸν περίγειον διὰ τὸ ἐκεῖσε συμβάλλειν τὰς ἀκτῖνας. ταῦτα
διὰ τούτων παραδίδωσιν Ἀριστοτέλης.24

25

(1n)

Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν μὴ γίνεσθαι
2nταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι.
3 Ταῦτα φίλη ἀλήθεια τῆς προλαβούσης ἐστὶ πράξεως. τί δὲ ἄρα ἔφη τῇ προτεραίᾳ; ὅτι ὃν λόγον ἔχει τὸ μερικὸν ὕδωρ πρὸς τὴν μερικὴν
5γῆν, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· ὁμοίως καὶ ἐπὶ ἀέρος καὶ πυρός, καὶ ἀνάγκη, φησίν, ὀλίγην γῆν εἰς πολὺ ὕδωρ ἀναλύεσθαι. ἵνα μή τις αὐτῷ ἀπορήσῃ λέγων, ὅτι τοῦτο ἀληθὲς κατά σε μεταβλητὰ εἶναι λέγοντα τὰ στοιχεῖα, ἐπεὶ κατὰ τὸν Ἐμπεδοκλέα ἀμετά‐ βλητα ὑποτιθέμενον οὐκ ἔχει χώραν ὁ λόγος, διὰ τοῦτό φησιν, ὅτι κἂν
10ἀμετάβλητα ὑπόθῃ, οὐδὲν διαφέρει. δι’ ἣν αἰτίαν; ἐπειδὴ οὐ μόνον ἀμετά‐ βλητα ἀλλὰ καὶ ἴσα Ἐμπεδοκλῆς ἔλεγεν εἶναι τὰ στοιχεῖα. εἰ δὲ ἴσα, τί δήποτε ὁρῶμεν ἐξ ὀλίγου ὕδατος πολὺν ἀέρα γινόμενον ἢ ἐξ ὀλίγης γῆς πολὺ ὕδωρ; ἄτοπον γὰρ ἴσων ὄντων τῶν στοιχείων μὴ εἰς ἴσον μέγεθος γίνεσθαι τὴν ἀνάλυσιν αὐτῶν. ἀναιρεῖ οὖν ὁ Ἐμπεδοκλῆς αὐτὸς ἑαυτόν·
15εἰ γὰρ ἀμετάβλητα, πῶς ἴσα, καὶ εἰ ἴσα, πῶς ἀμετάβλητα;
16nΚατὰ μὲν οὖν τοῦτον τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα
17nτῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ καὶ γιγνό‐
18nμενα ἐξ ἀλλήλων ὑπῆρξεν.
19Εἰ ἀμετάβλητα, φησίν, ὑποθώμεθα τὰ στοιχεῖα, ἐχρῆν πρὸς τὸ ἴσον
20μέγεθος ἴσην εἶναι καὶ τὴν δύναμιν. καὶ τί δήποτε ὀλίγον ὕδωρ πολὺς γίνεται ἀήρ, εἰ μὴ ὅτι συνῆκται μὲν πολλὴ ποιότης ἐν ὀλίγῳ ἐπὶ τοῦ ὕδατος, ἐξήπλωται δὲ ἐπὶ τοῦ ἀέρος;
23nὍτι μὲν οὖν οὕτως ἀὴρ συμπεπλήρωκε καὶ τὰ ἑξῆς.
24Καλῶς δὲ συμπέρασμα· τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἀήρ ἐστι τὸ
25μεταξύ.
26nΛοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πῶς τέτακται πρὸς
27nτὴν τοῦ πρώτου σώματος θέσιν.
28 Ἐντεῦθεν ἐθεωρήσαμεν. ἰστέον δέ, ὅτι προτίθεται περὶ ὧν εἰρήκαμεν εἰπεῖν, ἀλλὰ μὴν καὶ περὶ ὧν ἐν τῇ ἐφεξῆς μέλλει λέγειν πράξει. πρό‐
30τερον γάρ, φησί, δεῖ ἀπορῆσαι περὶ τῶν νεφῶν, καὶ διὰ τί ἐν τῷ ἀπο‐
γείῳ οὐ συνίστανται, καὶ εἶθ’ οὕτως ζητῆσαι περὶ τῶν δύο, πυρός φημι25

26

καὶ ἀέρος, ὅπως εἰσὶ τεταγμένα πρὸς ἄλληλα, καὶ τελευταῖον ζητῆσαι, πῶς ἡ θερμασία γίνεται ἐν τῇ γῇ ἀπὸ τῶν ἄστρων. τούτων δὲ τῶν τριῶν τὰ μὲν δύο ἡ παροῦσα ἐκδιδάσκει θεωρία, τὸ δ’ ἕτερον ἐφεξῆς διδάξει.
5nΠερὶ ἀέρος οὖν εἰπόντες πρότερον.
6 Τουτέστιν ἀπορήσαντες περὶ αὐτοῦ, διὰ τί ἐν τῷδε μὲν συνίσταται νέφη, ἐν τῷδε δὲ οὐ συνίσταται.
8nἘπειδὴ γίνεται ὕδωρ ἐξ ἀέρος, καὶ τὰ λοιπά.
9Ἄρχεται ἐντεῦθεν τῆς ἀπορίας.
10nΚατὰ τὸν ἀνώτατον τόπον.
11Ἀνώτατον καλεῖ τόπον τὸν ἀπόγειον ἀέρα.
12nΠροσήκει γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς
13nγῆς καὶ ψυχρότερος.
14Ἡ πρώτη ψευδὴς ἐπίλυσις, ὅτι προσήκει μᾶλλον ἐν τῷ περιγείῳ
15ἀέρι γίνεσθαι τὰ νέφη ἤπερ ἐν τῷ ἀπογείῳ, ἐπειδὴ ὁ περίγειος ἀὴρ ψυ‐ χρός ἐστι, διότι πορρωτέρω ἐστὶ τῶν ἄστρων θερμῶν ὄντων καὶ οὐ πλη‐ σίον ὡς ὁ ἀπόγειος. πλὴν ὁ Ἀριστοτέλης ὡς βραχυλόγος οὐ διελέγχει ταύτην ὡς ἄτοπον καὶ ἤδη ἐλεγχθεῖσαν ἀνωτέρω, ὅταν ἐκ πέμπτου σώμα‐ τος ἐδείξαμεν τὰ ἄστρα, καὶ ἐν τῇ Περὶ οὐρανοῦ.
20nΜήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων κωλυ‐
21nουσῶν πλησίον τῆς γῆς συνίστασθαι, διακρινουσῶν τῇ θερμό‐
22nτητι τὰς συστάσεις· γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγου‐
23nσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανές.
24Ἡ δευτέρα ψευδὴς ἐπίλυσις. ὑπὸ δὲ πολλῆς συντομίας ὁ Ἀριστο‐
25τέλης τὴν ἀνατροπὴν λέγει τῆς ἐπιλύσεως καὶ οὐκ εἶπε τὴν ἐπίλυσιν ὅλως. τί γάρ φησιν; ὅτι οὐδὲ αἱ ἀκτῖνες κωλύουσι γίνεσθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη· μᾶλλον γὰρ ὡς διὰ ταύτας ἔδει ἐκεῖ γενέσθαι ἤπερ ἐν τῷ περι‐
γείῳ, διότι πλησίον τῆς γῆς μᾶλλον παρατρίβονται ἤπερ ἐν τῷ ἀπογείῳ.26

27

ἐχρῆν δὲ ὅπου λήγουσιν αἱ ἀκτῖνες γίνεσθαι νέφη διὰ τὸ εἰς ἀχανὲς αὐτὰς καταντᾶν ἤπερ ὅπου παρατρίβονται διὰ τὸ εἰς κέντρον συνάγεσθαι.
3nἪ οὖν οὐκ ἐξ ἅπαντος ἀέρος πέφυκε γίνεσθαι.
4Ἡ τρίτη ψευδὴς ἐπίλυσις, ὅτι οὐ πᾶς ἀὴρ εἰς ὕδωρ μεταβάλλει.
5ἀλλὰ ταύτην ὡς πάνυ ἄτοπον οὐκ ἄξιον λῦσαι· ἀποκληρωτικὸν γάρ ἐστι τὸ οὕτω λέγειν.
7nἪ εἰ ὁμοίως ἐξ ἅπαντος, περὶ τὴν γῆν οὐ μόνον ἀήρ
8nἐστιν, ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ.
9Ἡ τετάρτη λύσις, ὅτι πᾶς μὲν ἀὴρ μεταβάλλει, πλὴν ὡς ἀτμιδώδης
10ὁ περίγειος ἴσχει συνιστάμενα νέφη.
11nἈλλὰ μὴν εἰ τοιοῦτος ὢν ὁ ἀήρ.
12 Ἐντεῦθεν ἀνατροπὴ τῆς τετάρτης λύσεως. εἰ γὰρ ὁ ἀὴρ ἀτμιδώδης ἐστίν, ἀὴρ δὲ ὁ περίγειος, ἀφάτῳ μέτρῳ ὑπερέξει τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὴν γῆν τοῦ μεταξὺ ὅλου τοῦ τοιούτου ὄντος· οὐδὲ γὰρ πῦρ δύναται μόνον
15εἶναι, ὡς ἤδη δέδεικται.
16nΚαὶ γὰρ πυρὸς μὲν ἀδύνατον.
17 Πρόσθες ‘μόνου‘, ἐπεί, ὡς μέλλει εἰπεῖν, καὶ πυρὸς μετέχει τοῦ ὑπεκκαύματος ὁ μεταξὺ τόπος, ὡς ἐν τῇ ἀληθεῖ ἐπιλύσει εἴρηται.
19nΛείπεται δὲ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος.
20 Καλῶς εἶπε καὶ τοῦ περὶ τὴν γῆν, διότι τὸ ὕδωρ, ἵνα μίαν σφαῖ‐ ραν ἀποτελέσῃ, πληροῖ τὰ κοιλώματα τῆς γῆς καὶ περὶ αὐτήν ἐστι· πλὴν ἀστρονόμοι μὲν ἐκ τῶν δύο φασὶ γίνεσθαι τὴν σφαῖραν, Ἀριστοτελικὸς δὲ ἀνὴρ φαίη ἂν καὶ ἐκ τοῦ περιγείου ἀέρος. χρὴ γὰρ μὴ μόνον τὰ κοιλώ‐ ματα ἀναπληροῦσθαι, ἀλλὰ καὶ τὰς ἐξοχὰς ἐξομαλίζεσθαι· καὶ κοιλότης
25γὰρ καὶ ἡ ἐξοχὴ φθαρτικά εἰσι τοῦ κυκλικοῦ σχήματος. ἀλλ’ εἰ περιέ‐ χεται ἐν τῇ γῇ τὸ ὕδωρ, πῶς φαμεν αὐτὸ πλεῖον εἶναι; ἀεὶ γὰρ ἐπ’ ἔλαττον τὸ περιεχόμενον τοῦ περιέχοντος. φαμὲν δὲ ἡμεῖς, ὅτι τὸ ὕδωρ καὶ περιέχεται καὶ περιέχει. περιέχει μέν, ἐὰν ὡς πρὸς τὸ κέντρον ἀφ‐
ορῶμεν· ἔξωθεν γάρ ἐστι τοῦ κέντρου τὸ ὕδωρ καὶ περιέχει αὐτὸ τὸ27

28

κέντρον, τουτέστι τὸ μεσαίτατον τῆς γῆς. περιέχεται δέ, ἐπειδὴ ἐν κοιλό‐ τητί τινι συνίσταται· εἰ γὰρ λέγεται ὁ Ὠκεανὸς ἐμπεριέχειν τὴν γῆν καὶ κυκλοῦν αὐτήν, οἶμαι διὰ τὴν ἀτμίδα τοῦτο λέγεσθαι. τί οὖν φαμεν; ὅτι οὐ διὰ τὸ περιέχεσθαι χρείαν ἔχει τὸ ὕδωρ τῆς γῆς, ἀλλ’ οἷον σφαιρικὸν
5ὂν περί τι μὲν ὂν κέντρον τὴν γῆν φέρεται καὶ ὑπερέχει τὴν ἐπιφάνειαν αὐτῆς. καὶ ὅτι τοῦτο ἀληθές, δηλοῖ τὸ γινόμενον ἐν ταῖς τραπέζαις ἢ φύλλῳ ὕδατος ἐγχεομένου καὶ ἐπανάστημα ποιοῦντος.
8nἩμεῖς δὲ λέγομεν.
9Ἐντεῦθεν ἄρχεται τῆς ἐπιλύσεως.
10nΤὸ μὲν γὰρ ἄνω καὶ μέχρι τῆς σελήνης ἕτερον εἶναι
11nσῶμά φαμεν πυρός τε καὶ ἀέρος.
12 Ἄνω σῶμα λέγεται τὸ οὐράνιον. τοῦτο γὰρ δέδεικται ἐξ ἑτέρου τινὸς σώματος ὑπάρχον.
14nἈλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτατον εἶναι, τὸ δὲ ἧττον
15nεἰλικρινές.
16 Τὸ γὰρ τοῦ ἡλίου καθαρώτερον, τὸ δὲ τῆς σελήνης ῥυπαρώτερον. διὸ καὶ ἀνθρακώδης φαίνεται ἡ σελήνη. αἴτιον δὲ τούτου τὸ πλησιάζειν ἢ ἀφεστάναι τοῦ ὑπεκκαύματος, πλὴν οὐχ, ὡς ἄν τις οἰηθείη, ἡ σελήνη ἐπιμιξίᾳ τῶν ἐνύλων στοιχείων ῥυπαρωτέρα γίνεται. καλῶς γὰρ τοῦτο
20διῄτησεν ὁ Ἀλέξανδρος, ὅτι ὥσπερ τὸ πῦρ ἧττον λέγεται εἶναι τῆς γῆς ξηρότερον, οὐ τῇ ἐπιμιξίᾳ τοῦ ὑγροῦ, τοῦ ἐναντίου τῷ ξηρῷ, καὶ ὥσπερ τὸ ὕδωρ λέγεται ἧττον ὑγρὸν εἶναι τοῦ ἀέρος, οὐχ ὅτι ἀὴρ ἐπιμιξίαν ἐδέ‐ ξατο τοῦ ὑγροῦ, οὕτως καὶ ἡ σελήνη εἰ καὶ πλησίον ἐστὶ τῶν ὑλικῶν τού‐ των στοιχείων, λέγεται εἶναι ῥυπαρωτέρα οὐ τῇ ἐπιμιξίᾳ τούτων, ἀλλὰ
25διὰ τὸ εἶναι διαφορὰν τοῦ σώματος καὶ τὸ μὲν αὐτοῦ εἶναι καθαρώτερον, τὸ δὲ ῥυπαρώτερον.
27nΦερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλ.
28Τουτέστι τῶν οὐρανίων σωμάτων κύκλῳ φερομένων συγκινεῖται
αὐτοῖς ὁ ἀὴρ καὶ ἐκπυροῦται καὶ ποιεῖ τὸ ὑπέκκαυμα.28

29

(1n)

Δεῖ δὲ νοεῖν καὶ οὕτως ἀρξαμένους καὶ τὰ ἑξῆς.
2 Ἀπὸ τοῦ πέμπτου στοιχείου βαδίσας ἐπὶ τὰ κάτω καὶ δείξας τὸ ὑπ‐ έκκαυμα νῦν ἀπὸ τῶν κάτω χωρεῖ καὶ δείκνυσι τὸ αὐτό.
4nΤὸ γὰρ ὑπὸ τὴν ἄνω φορὰν τούτων.
5 Ὁ ἀὴρ ὁ μετὰ τὸν περίγειον ἀέρα ἐπειδὴ δυνάμει καὶ θερμός ἐστι καὶ ψυχρὸς καὶ ξηρὸς καὶ ὑγρός, διὰ τοῦτο κινούμενος γίνεται ὑπέκκαυμα· πέφυκε γὰρ κίνησις ἐκθερμαίνειν.
8nΚαὶ ὅσα ἅμα τούτοις ἀκολουθεῖ πᾶσιν.
9Ἵνα εἴπῃ τὰς δύο ποιότητας, κουφότητα βαρύτητα, λειότητα τραχύ‐
10τητα καὶ ὅσα τοιαῦτα. αὗται γὰρ πᾶσαι ἐδείχθησαν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς γινόμεναι ὑπὸ τῶν πρώτων ποιοτήτων.
12nΚαὶ γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ
13nἀκινησίας.
14Ἔστι μὲν ὑπὸ τῆς ἡσυχίας, γίνεται δὲ ὑπὸ τῆς κινήσεως, καὶ ἡ μὲν
15ἠρεμία φυλάττει αὐτὴν ὡς ἔστιν, ἡ δὲ κίνησις μεταλλάσσει.
16nἘπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτα‐
17nτόν ἐστι καὶ ψυχρότατον.
18 Μέσον καὶ βαρύτατον εἶπε τὴν γῆν, περὶ τὸ μέσον δὲ καὶ ψυ‐ χρότατον εἶπε τὸν ἀέρα.
20nἈλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος.
21 Τοῦ καλουμένου, φησίν, ἐξ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν ἀτμι‐ δῶδές ἐστιν, ὅπερ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ ἀνωτέρω ἀναθυμίασίς ἐστιν, οὐχ ὅτι καὶ ὁ ἀτμὸς οὐκ ἔστιν ἀναθυμίασις, ἀλλ’ ὅτι κυρίως ἣ
καπνώδης ἀναθυμίασις καλεῖται, αὕτη θερμή ἐστι καὶ ξηρά.29

30

(1n)

Τοῦ μὲν οὖν ἐν τῷ ἀνωτέρῳ τόπ.
2 Τὸ συμπέρασμα, ὅτι διὰ τὸ εἶναι ὑπέκκαυμα οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη.
4nΟὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φοράν.
5 Ἡ ἄλλη αἰτία, ὅτι διὰ τὴν κίνησιν οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ὅλως γὰρ ὁ ἀὴρ συγκινεῖται τῷ παντὶ πλὴν τοῦ περιγείου· οὗτος γάρ ἐστιν ὁ ποιῶν μετὰ τῆς γῆς σφαῖραν. καὶ σημείωσαι, ὅτι νῦν μὲν τὸ ἀπὸ τοῦ περιγείου λέγει συγκινεῖσθαι τῷ παντί, Διοκλῆς δὲ εἶπεν, ὅτι οὐδὲ ἄνεμοι γίνονται οὐδὲ νέφη ἐν τῷ ἀπογείῳ διὰ τὴν ἐκπύρωσιν καὶ
10διὰ τὴν κίνησιν. παρακατιὼν δὲ ἔχει εἰπεῖν μὴ μέχρι τοῦ ἀπογείου γίνε‐ σθαι τὴν ἐκπύρωσιν, ἀλλ’ ὅτι μόνον τὸ πλησίον τῆς ἀπλανοῦς ἐκπυροῦται.
12nΤὸ μὲν πῦρ τῷ ἀνωτάτῳ στοιχεί, τῷ δὲ πυρὶ ἀὴρ
13nσυνεχής ἐστιν.
14Ἰδοὺ νῦν τὸ μὲν προσεχὲς τῶν οὐρανίων λέγει τὸ πῦρ, τὸ δὲ ὑπό‐
15λοιπον ἀέρα, ὡς ἂν μὴ μόνου τοῦ ἀπογείου ἀέρος ἐκπυρουμένου.
16nὭστε καὶ διὰ τὴν κίνησιν κωλύεσθαι συγκινεῖσθαι.
17Τὸ συμπέρασμά φησιν, ὅτι καὶ ἡ κίνησις τοῦ παντὸς συμπεριάγουσα τὸν ἀπόγειον ἀέρα, αἰτία γίνεται τοῦ μὴ συνίστασθαι ἐν αὐτῷ νέφη.
19nἈλλ’ ἀεὶ ὅ τι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου
20nεἰς τὸν ἄνω τόπον τοῦ θερμο, κάτω φέρεται.
21 Τοῦτό φησιν, ὅτι ὁ ἀὴρ συναναφέρων ἑαυτῷ ἀτμίδα καὶ μὴ ἔτι ἐξ‐ ισχύων ἀλλὰ βαρυνόμενος, ἡνίκα πλησίον γένηται τῶν ἀκρωρειῶν, ἐκθλίβεται. καὶ τὸ μὲν πυρῶδες αὐτοῦ χωρεῖ ἄνω, πίπτει δὲ τὸ ὑδατῶδες κάτω. ἀλλὰ ζητητέον τὸ αἴτιον τῆς ἐκθλίψεως καὶ ῥητέον, ὅτι ἡ κίνησις κύκλῳ γινο‐
25μένη τοῦ ἀπογείου ἦν ψύξις. λέγεται γάρ, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ, ὁ ἀπόγειος ψυχρότερος εἶναι τοῦ περιγείου διὰ τὸ μὴ γίνεσθαι ἐν αὐτῷ
ἀνάκλασιν τῶν ἀκτίνων, ἀλλὰ χεῖσθαι ὡς ἐν πολλῷ διαστήματι γινομένας.30

31

(1t)

Πρᾶξις ε.
2nΠερὶ μὲν οὖν τοὺς ἐν τῷ ἄνω τόπ.
3 Τοῦ προαναφωνηθέντος τῇ προτεραίᾳ ὡς ἐπιλύσεως ἀξιωθησομένου ἥκομεν νῦν τὴν αἰτίαν ἀποδώσοντες. ποῖον δέ ἐστι τοῦτο; τί δήποτε ὁ
5ἥλιος μὴ ὢν θερμὸς θερμαίνει ἡμᾶς; καὶ δυνατὸν μὲν ἦν τὸν Ἀριστοτέλην ἐπιλύσασθαι οὕτως, ὅτι οὐδὲν ἄτοπον τὸ μὴ ὂν θερμὸν θερμαίνειν. πᾶν μὲν γὰρ θερμὸν θερμαίνει, οὐ πᾶν δὲ θερμαῖνον θερμόν ἐστιν. ἰδοὺ γὰρ καὶ ἡ κίνησις θερμαίνει μὴ οὖσα θερμή, καὶ ἡ ἄλογος ψυχὴ ἐν τῷ θυ‐ μοῦσθαι θερμαίνει μὴ οὖσα θερμή, καὶ κατὰ Πλάτωνα τὰ σχήματα μὴ
10ὄντα θερμὰ θερμαίνει. ὁ γὰρ Πλάτων ἐν Τιμαίῳ λέγει, ὅτι τὸ πῦρ 〈οὐχ〉 ᾗ πῦρ θερμαίνει, ἀλλὰ διὰ τὰ ἐν αὐτῷ σχήματα πυραμοειδῆ, ἐξ ὧν καὶ σύγκειται· ταῦτα γὰρ διὰ τὸ εἰς ὀξὺ λήγειν εὐδιαίρετά εἰσιν· τῷ γοῦν ποι‐ εῖν εὐχερῶς τὴν διαίρεσιν νομίζεται καίειν. ὅθεν καὶ τὴν ἀκαλήφην διὰ τὸ ποιεῖσθαι διαίρεσίν τινα νομίζομεν εἶναι θερμήν. ἠδύνατο οὖν οὕτως ὁ
15Ἀριστοτέλης λῦσαι τὴν ἀπορίαν· ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ παρεὶς τοῦτο ζητεῖ, τί ὅλως ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσιν ἡμᾶς. καί φησιν, ὅτι συγκινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν ἀπόγειον ἀέρα· ταῦτα οὖν κινού‐ μενα θερμαίνονται καὶ λοιπὸν θερμαίνουσιν ἡμᾶς. ὅτι δὲ συγκινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντί, δηλοῦσιν οἱ κομῆται τοῖς αὐτοῖς πλάνησι παρανατέλ‐
20λοντες. εἰ δέ τις εἴπῃ ‘καὶ ἐναλλαγὴν ἴσχουσι‘, ῥητέον, ὅτι ἐπειδὴ οὐ πάντως συνεξισχύει ἀκολουθεῖν τῷ παντὶ ὁ ἀπόγειος ἀήρ. εἰ δὲ καὶ ποτὲ μὲν φαίνεται μικρότερος, ποτὲ δὲ μείζων, οὐκ ἄπορος ὁ λόγος· τοῦτο γὰρ συμβαίνει διὰ τὸ νέμεσθαι τὸν πυρωθέντα καὶ προεκφλογωθέντα ἀέρα τὴν παρακειμένην ὕλην. ποτὲ δὲ καὶ νοτιώτερος γίνεται, ἄλλοτε δὲ βορειότερος
25ὁ αὐτὸς κομήτης. ἀλλ’ εἰ τοῦτο οὕτως ἔχει καὶ τῇ τοῦ παντὸς κινήσει συγκινεῖται ὁ ἀπόγειος ἀήρ, τί δήποτε μὴ πᾶσαι αἱ σφαῖραι θερμαίνουσιν ἡμᾶς, ἀλλὰ μόναι αἱ τοῦ ἡλίου; φαμὲν οὖν, ὅτι πᾶσαι μὲν θερμαίνουσι, πλὴν μᾶλλον ἡ τοῦ ἡλίου, ἐπειδὴ συμμέτρως τε κινεῖται καὶ ταχέως καὶ σύμμετρον ἡμῶν ἀφέστηκεν. ἡ γὰρ ἀπλανής, εἰ καὶ ὀξύτατα πάνυ κινεῖται
30διὰ τὸ εἶναι ὅλων μείζω τὸν κύκλον, ἀλλ’ οὖν ὅμως πολὺ ἡμῶν ἀφέστηκε καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. πάλιν ἡ τῆς σελήνης, εἰ καὶ πλησίον ἡμῶν ἐστιν, ἀλλ’ οὖν ὅμως ἀργότερον κινεῖται, διότι μικρότερός ἐστιν
ὅλων τῶν κύκλων, καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. ὁ δὲ τοῦ ἡλίου31

32

κύκλος μέσος ὢν συμμέτρως ἡμῶν ἀφίσταται, συμμέτρως ἔχει καὶ τάχους καὶ διὰ τοῦτο ἡμᾶς θερμαίνει. ἀλλ’ ἴσως τις ἀπορεῖ, καὶ τί δήποτε μὴ γίνεται ἀντανίσωσις, καὶ ὅπερ οὐ ποιεῖ ἡ ἀπλανὴς διὰ τὸ ἀπόστημα, μὴ ποιεῖ διὰ τὸ τάχος· ἡ δὲ τῆς σελήνης σφαῖρα, ὃ οὐ ποιεῖ διὰ τὸ τάχος,
5διὰ τί διὰ τὸ προσεγγίζειν μὴ ποιεῖ; καί φησιν, ὅτι οὐδέποτε τὸ πόρρω ὂν κἂν ὀξέως κινῆται θερμαίνει, οὐδὲ τὸ πλησίον, μὴ ὀξέως δὲ κινούμενον. πλὴν ὡς οἶμαι τοῦτο ἀποκληρωτικόν ἐστιν. ἀλλ’ ἴσως τις ἀπορεῖ, εἰ διὰ τὴν ἡλιακὴν σφαῖραν γίνεται ἡ θερμασία, τί δήποτε μὴ καὶ ἐν νυκτὶ ὁμοίως θερμαινόμεθα ὥσπερ καὶ ἐν ἡμέρᾳ. πρὸς ὅν φαμεν, ὅτι οὐ μόνον
10ἡ ἡλιακὴ σφαῖρά ἐστιν αἰτία τῆς θερμότητος, ἀλλὰ καὶ αὐτὸς ὁ ἥλιος. αἱ γὰρ ἀκτῖνες αὐτοῦ ἀνακλώμεναι αἴτιαι γίνονται πολλῆς θερμασίας ἐν ἡμέρᾳ, οὐχ, ὡς ἄν τις δὲ ἂν οἰηθῇ, αἱ ἀκτῖνες αὗται ἀνακλῶνται· πῶς γὰρ ἐνδέχεται ἀσωμάτους αὐτὰς οὔσας ἀνακλᾶσθαι; ἀλλὰ φωτίζουσι τὸν ἀέρα, καὶ οὗτος ζῳογονούμενος καὶ ὑπὲρ φύσιν κινούμενος ἀνακλᾶται πλείονος
15ἔτι ζωῆς μεταλαβεῖν ἐφιέμενος. ἀνακλώμενος οὖν καὶ πολυειδῶς κινού‐ μενος θερμαίνεται. ἄλλως δὲ οὐ γίνεται ἡ ἀνάκλασις, εἰ μὴ τὰ τρία ταῦτα συνδράμωσι, λειότης τοῦ ὑποκειμένου σώματος, ἵνα μὴ περικλᾶται ἐν τοῖς κοιλώμασιν ὁ ἀήρ, πυκνότης, ἵνα μὴ διεξέρχηται ὁ ἀήρ, ἀλλὰ μὴν καὶ στενότης, ἵνα ὁ ἀὴρ μεταξὺ ἀπολαμβανόμενος ἐφιέμενος οἷον ἑτέρου τινὸς
20ἡλιακοῦ φωτὸς τῆς στιλπνότητος, πολυειδῶς κινηθῇ. ἀλλ’ ἴσως πάλιν ἀπορήσει τις, καὶ δι’ ἣν αἰτίαν μὴ ὁμοίως ἐν θέρει καὶ ἐν χειμῶνι θερ‐ μαινόμεθα ἢ ἕωθεν καὶ περὶ τὴν μεσημβρίαν. πρὸς ὃν ῥητέον, ὅτι τούτου αἴτιαι γίνονται αἱ ἀκτῖνες ἐν μὲν θέρει καὶ περὶ τὴν μεσημβρίαν ὀρθαὶ φερόμεναι, ἐν χειμῶνι δὲ καὶ περὶ τὴν ἕω λοξαί. δέδεικται δέ, ὅτι ὡς
25γίνεται οἱουδήποτέ τινος, οὕτω γίνεται καὶ 〈ἡλίου〉 ἡ ἀνάκλασις. εἰ οὖν ἐν θέρει πρὸς ὀρθὰς γωνίας γίνονται αἱ ἀνακλάσεις, αἱ δὲ ὀρθαὶ γωνίαι ὀλίγον ἀφεστήκασι τῶν λοξῶν, μᾶλλον ἐναπολαμβάνουσι τὸν ἀέρα, καὶ διὰ τοῦτο μᾶλλον ἐκθερμαίνεται ἐν θέρει ὁ ἀήρ. ἐν δὲ χειμῶνι διὰ τὸ λοξὰς γίνεσθαι τὰς ἀνακλάσεις οὐκ ἀπολαμβάνεται ἀλλὰ χεῖται ὁ ἀήρ, καὶ διὰ τοῦτο οὐκ
30ἔστι πολλὴ θερμασία. ὅτι δὲ πρὸς τὰς ἀκτῖνας γίνεται καὶ ἡ ἀνάκλασις, πρόδηλον. καὶ γὰρ σφαῖραν εἰ ῥίψομεν, εἰ μὲν πρὸς ὀρθὴν γωνίαν ἐνεχθῇ κατὰ τῆς γῆς, πρὸς ὀρθὴν γωνίαν καὶ ἀφάλλεται· εἰ δὲ πρὸς λοξήν, λοξῶς ἀφάλλεται. ἔστι δὲ καὶ κατασκευάσαι αὐτὸ διὰ λόγου τοιούτου· εἰ ὑποκέοιτο ἔσοπτρον, εἴη δὲ καὶ λύχνος καὶ ἐνεχθῇ πρὸς τὸ ἔσοπτρον,
35ἀντανάκλασιν δὲ ὑπομείνῃ πρὸς τὸ αἰσθανόμενον, δείκνυται, ὅτι ἐκ τῶν
δύο εὐθειῶν γωνίαι ὀρθαί εἰσι καὶ ὅτι πρὸς ὀρθὰς ἀνατείνονται γωνίας.32

33

εἰ γὰρ μή, ὑποκείσθω εἰς ἄλλο μέρος φέρεσθαι τοῦ ἐνόπτρου τὸ ἐκτύπωμα τὸ ἀπὸ τοῦ λύχνου, φέρεσθαι δὲ πρὸς τὸ αἰσθητήριον καὶ ποιεῖν μείζονας εὐθείας. δέδεικται δέ, ὅτι αἱ πρὸς ὀρθὰς γωνίας εὐθεῖαι πασῶν εἰσιν ἐλάττους· φιλεῖ δὲ ἡ φύσις τὸ σύντομον. διὰ τούτων ἄρα γίνεται ἡ ἀνά‐
5κλασις, ὥστε οὖν πρὸς ὀρθὰς γωνίας γίνονται αἱ ἀνακλάσεις. ἐπειδὴ οὖν καὶ ὁ ἥλιος αἴτιός ἐστι τῆς θερμασίας, διὰ τοῦτο μᾶλλον ἐν ἡμέρᾳ θερμαι‐ νόμεθα. ὁ μὲν οὖν Ἀλέξανδρος ἐνταῦθα γενόμενος ἔφη, ὅτι ἡ σελήνη δια‐ κονεῖ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα μὴ θερμαινομένη. καὶ οὐκ ἄτοπον διακονεῖν αὐτὴν θερμασίαν μὴ θερμαινομένην. ἰδοὺ γὰρ καὶ ὁ κάλαμος
10διακονεῖ τὴν νάρκην τῇ χειρὶ τοῦ ἁλιέως μὴ ὑπομένων νάρκην· ἀναίσθητος γάρ. πλὴν ἡμεῖς μὴ οὕτως εἴπωμεν· οὐδὲ γὰρ ἡ σελήνη ὅλως διακονεῖ θερμότητα, εἰ γάρ, ὡς εἴρηται, ἡ θερμότης ἐν αὐτῷ τῷ ἀέρι γίνεται. ὥσπερ οὖν ὁ κάλαμος οὐχ ἁπλῶς νάρκην διακονεῖ (οὐ γὰρ λέγεται νάρκη, εἰ μὴ φθάσει παρ’ αὐτὴν τὴν χεῖρα), οὕτως οὐδὲ ἡ σελήνη θερμασίαν διακονεῖ·
15οὐ γὰρ λέγεται θερμότης, εἰ μὴ ἐν αὐτῷ τῷ ἀέρι. εἴρηνται οὖν δύο αἰτίαι τῆς γινομένης θερμότητος. λοιπὸν δὲ φέρει καὶ τρίτην αἰτίαν λέγων, ὅτι τὸ ὑπέκκαυμα αἴτιον γίνεται τῆς θερμασίας· τῇ γὰρ βίᾳ μέρος αὐτοῦ ἀπο‐ σπινθηρίζει καὶ φέρεται κάτω. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἀνατρέχει ἐπὶ τὰ ἐξ ἀρχῆς ζητῶν, εἰ τὰ οὐράνια σώματα θερμά ἐστι. καὶ δείκνυσι διὰ
20δύο ἐπιχειρημάτων, ὅτι οὐκ ἔστι θερμά· σαθρὰ δέ εἰσι καὶ τὰ δύο. ἔστι δὲ τὸ πρῶτον τοιοῦτον· εἰ θερμὰ ἦν τὰ ἄστρα, ἔδει μᾶλλον ἄνω γίνεσθαι τοὺς διᾴττοντας καὶ μὴ ἐν τῷ περιγείῳ ἀέρι, εἴ γε μᾶλλον ἐκεῖνα ἐκφεύ‐ γουσιν ὡς πύρεια. οὐ γίνονται δὲ ἐν τῇ ἀπλανεῖ, ὡς δηλοῖ τὸ σύντομον αὐτῶν τῆς κινήσεως (νομίζονται γὰρ τὸ ἡμισφαίριον σχεδὸν κεκινῆσθαι)·
25οὐ γὰρ ἂν τῆς ἀπλανοῦς ὀξύτερον ἐκινοῦντο. ἀλλὰ ῥητέον πρὸς τοῦτο, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία, ἥτις ὤφειλεν ἐκφλογωθῆναι, καὶ διὰ τοῦτο οὐ συνίσταται ἐν τῇ ἀπλανεῖ. δεύτερον ἐπιχείρημα· εἰ θερμὸς ὁ ἥλιος, τί δήποτε μὴ ἐρυθρὸς ὁρᾶται, ἀλλὰ λευκός; φύσει γὰρ λευκός ἐστιν. εἰ γὰρ καὶ περὶ τὴν ἕω καὶ περὶ δυσμὰς ὁρᾶται ἐρυθρός, ἀπάτη ἡμῖν γίνεται
30διὰ τὴν ἀτμίδα πολλὴν οὖσαν· μίγνυσι γὰρ ἡ φαντασία καὶ ποιεῖ ἐρυθρόν, ὅπερ οὐκ ἐδέξατο τὰ πράγματα, ὥσπερ καὶ ἡ ἀκοὴ κρᾶσιν ποιεῖ τῶν φθόγ‐ γων ἐν τῇ ἁρμονίᾳ τῶν φθόγγων μὴ κιρνωμένων. πλὴν καὶ τοῦτο σαθρόν· οὐ γὰρ ἀσφαλὲς ἀπὸ χρωμάτων ἐπιχειρεῖν. ἰδοὺ γὰρ καὶ τὰ ἄκρα ψυχρὰ οἷον χιών, ψιμμίθιον, καὶ τὰ ἄγαν καυστικὰ οἷον τίτανος τὸ αὐτὸ ἔχουσι
35χρῶμα. ἵνα οὖν μὴ τοιαῦτα περιάψωμεν ἄτοπα Ἀριστοτέλει, μεταρρυθμί‐ σωμεν τὴν λέξιν, καὶ εἴπωμεν οὕτως, ὅτι ὁ ἥλιος εἰ ἦν θερμός, θερμότατος
ἂν ἦν ὡς ἐκ τοιούτου διαστήματος καίων. καὶ εἰ τοῦτο, ὀφείλει ἀνθρα‐33

34

κώδης εἶναι· τὸ γὰρ ἄγαν καυστικὸν ἀνθρακῶδές ἐστιν, οὐ τοῦτό μου λέγον‐ τος, ὅτι πᾶν ἀνθρακῶδες καυστικόν (ἰδοὺ γὰρ ἡ σελήνη ἀνθρακώδης μέν ἐστιν, οὐ καυστικὴ δέ), ἀλλ’ ὅτι πᾶν καυστικὸν καὶ ἀνθρακῶδες. ἰδοὺ γὰρ καὶ ἐν πυρὶ τὸ ἀνθρακῶδές ἐστι τὸ μᾶλλον καυστικόν· διὰ φλογὸς γοῦν
5τὴν χεῖρα παράγομεν, αὐτοῦ μηδὲ τολμῶντες θιγεῖν. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται δὲ καὶ τὸ προοίμιον τῆς ὅλης πραγματείας.
7nΠερὶ μὲν οὖν τοῦ ἄνω τόπου καὶ τὰ ἑξῆς.
8Σύνοψιν ποιεῖται τῶν ἐν τῇ προλαβούσῃ θεωρίᾳ ἡμῖν παραδιδομένων.
9nΠερὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ
10nἥλιος.
11Ἐντεῦθεν ἡ ἀρχὴ τῆς παρούσης θεωρίας· τὴν αἰτίαν γὰρ τῆς γινομένης ἐν ἡμῖν θερμότητος ζητεῖ.
13nΜᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς Περὶ
14nαἰσθήσεως.
15 Ἐκείνης γὰρ τῆς πραγματείας ἴδιον περὶ τούτων ζητῆσαι, ἐπειδὴ τὸ θερμὸν αἰσθητόν ἐστι, τὸ δὲ αἰσθητὸν αἰσθήσει ὑπάρχει αἰσθητόν. ἢ οὖν ἐκεῖ τὸ ἀκριβὲς ἐπαγγέλλεται λέγειν, μὴ καταδράμῃ τις αὐτοῦ, ἢ ἔν τισι νῦν περὶ τούτων ἐνταῦθα διασφάλλεται.
19nΜὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν.
20Τουτέστι θερμῶν· ἐκείνων δὲ λέγει τῶν οὐρανίων σωμάτων.
21nὉρῶμεν δὲ τὴν κίνησιν, ὅτι δύναται διακρῖναι καὶ
22nτὰ ἑξῆς.
23 Προθέμενος εἰπεῖν διὰ τί μὴ ὄντα θερμὰ θερμαίνουσιν, οὐ τοῦτο ποιεῖ, ἀλλά φησι, τί ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσι· καί φησιν,
25ὅτι κινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν περίγειον ἀέρα.
26nὩς καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι.
27 Ὅτι, φησί, κίνησις ποιεῖ θερμότητα, δηλοῦσιν αἱ ἀκίδες τῶν βελῶν· τῇ γὰρ πολλῇ κινήσει ἕπεται διαλύεσθαι τὸν ἐπικείμενον ἐν ταῖς ἀρχαῖς
αὐτῶν μόλιβδον.34

35

(1n)

Ταχεῖαν μὲν γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι.
2 Ὥς τινος ἀποροῦντος, καὶ διὰ τί ἡ τοῦ ἡλίου σφαῖρα μᾶλλον θερ‐ μαίνει, τούτου χάριν ἐπήγαγεν, ἐπειδὴ καὶ ταχέως κινεῖται καὶ οὐ πάνυ ἡμῶν ἀφέστηκε. πλὴν καλῶς εἰρήκαμεν ἡλίου σφαῖραν καὶ οὐκ αὐτὸν
5τὸν ἥλιον. ἡ γὰρ σφαῖρα αὐτοῦ τῆς σφαίρας τῆς σελήνης ταχυτέρα ἐστίν· αὕτη δὲ ἡ σελήνη τοῦ ἡλίου αὐτοῦ ὀξυτέρα ἐστί. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. συνόδου γὰρ γινομένης ἡλίου καὶ σελήνης ἐν Κριῷ ὁ μὲν ἥλιος τῇ πρώτῃ ἡμέρᾳ μίαν μόνην κινηθήσεται μοῖραν, ἡ δὲ σελήνη δώδεκα· τῇ δευτέρᾳ ἡμέρᾳ ὁ μὲν ἥλιος ἐπιβήσεται τῆς δευτέρας μοίρας, ἡ δὲ
10σελήνη τῆς δεκάτης τρίτης. καὶ ἐπειδὴ αἱ δύο μοῖραι ὡς δέδεικται τοῦ Κριοῦ πρὸ τῆς ιγ ἀνατέλλουσιν, εὑρεθήσεται ὁ ἥλιος πρὸ τῆς σελήνης ἀνα‐ τέλλων. ᾧ δῆλον, ὅτι ταχυτέραν τὴν ἰδίαν κίνησιν ἡ σελήνη ποιεῖ.
13nΤῷ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ καὶ
14nτὰ ἑξῆς.
15 Ἐντεῦθεν τὴν δευτέραν αἰτίαν βούλεται εἰπεῖν, ἥτις αἰτιᾶται τὰς ἀκτῖνας τὰς ἀπὸ τοῦ ἡλίου, πλὴν οὐ σαφῶς λέγει, ἀλλ’ οἷον ὑπαινίττεται ἴσως ἀπαρεσκόμενος τῷ δόγματι. τί γάρ φησιν; ὅτι ὅπερ ὁρῶμεν γινό‐ μενον ἐπὶ ἡμῶν, ὅτι ἐπὶ τῶν πυρείων ἐναπολαμβάνεται ὁ ἀὴρ ἐκ τῶν δύο σωμάτων καὶ τῇ πολυειδεῖ κινήσει ἐξάπτεται, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἡλίου.
20οὐ γὰρ ἄλλως ὁ ἀὴρ † ἀνακαλεῖται, εἰ μὴ ἐκ τῶν ἀκτίνων οἷον ζῳογονού‐ μενος καὶ διὰ τὴν ἔφεσιν τοῦ πλείονος φωτὸς ἐπὶ πλέον κινούμενος.
22nΚαὶ διὰ τὸ περιέχον πῦρ.
23 Ἵνα εἴπῃ τὴν τρίτην αἰτίαν. περιέχον πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· καὶ αὐτὸ γὰρ αἴτιον γίνεται τῆς θερμασίας.
25nΣημεῖον δὲ ἱκανόν.
26Ἐντεῦθεν τὰ δύο ἐπιχειρήματα βούλεται παραδοῦναι κατασκευαστικὰ
ὄντα τοῦ τὰ οὐράνια σώματα μὴ εἶναι θερμά.35

36

(1t)

Πρᾶξις ϛ.
2nΤούτων δὲ διωρισμένων λέγωμεν, διὰ ποίαν αἰτίαν αἵ
3nτε φλόγες καιόμεναι φαίνονται.
4Οὐ χρὴ παραδραμεῖν τὴν τῶν μετεωρολογικῶν θεωρημάτων ὡς ἔτυχε
5ζήτησιν. μεγίστη γὰρ καὶ οὐχ ἡ τυχοῦσα καθέστηκεν, εἴ γε καὶ οἱ φιλοσο‐ φοῦντες οὐκ ἄλλοθέν ποθεν ὠνομάσθησαν μετεωρολογικοὶ ἢ ἐκ ταύτης τῆς θεωρίας. καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ τῶν ὑπὸ σελήνην πάντων κρείττων ἐστὶν ὁ ἐν τῷ μεταρσίῳ τόπῳ ὡς μιμούμενος τὰ οὐράνια σώματα· ἀδιαλείπτως γὰρ τὸ ὑπέκκαυμα τὴν κύκλῳ φορὰν διώκει. οὐ καταφρόνητος
10οὖν ἐστιν ὁ περὶ τῶν ἐν τῷ μεταρσίῳ τόπῳ συνισταμένων λόγος. διὸ χρὴ τῶν προοιμίων ἀπαλλαγέντας ἐπ’ αὐτοὺς λοιπὸν τοὺς ἀγῶνας ἐπαποδύ‐ σασθαι. σκοπὸν τοίνυν ἔχων ὁ Ἀριστοτέλης παραδοῦναι τὰ ἐκ τῶν δύο ἀναθυμιάσεων γινόμενα, τῆς τε καπνώδους φημὶ καὶ τῆς ἀτμιδώδους, ἐπειδὴ δεῖ προτάττειν ἁπανταχοῦ τὰ ἁπλᾶ τῶν συνθέτων, πρότερον περὶ
15τῶν γινομένων ἀπὸ τῆς μιᾶς ἀναθυμιάσεως διαλέγεται, εἶτα οὕτως περὶ τῶν γινομένων ἐκ τῶν δύο. καὶ ἐπειδὴ ἐν ταῖς ἀναθυμιάσεσι κρείττων ἡ καπνώδης ὡς μιμουμένη τὰ οὐράνια καὶ τὴν κυκλικὴν κίνησιν τῆς ἀτμιδώ‐ δους, τούτου χάριν πρότερον περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους φησί. καὶ ἐπειδὴ πάλιν ἡ καπνώδης τὰ μὲν ποιεῖ μεταλαμβανομένη καὶ ἐκφλογου‐
20μένη, τὰ δ’ ἐπὶ τῶν αὐτῶν μένουσα, σαφέστερα δ’ ὡς ἐνδέχεται τὰ γινόμενα μεταβαλλομένης αὐτῆς (τὰ μὲν εὔκολά εἰσιν ὡς ἁπλῆν ἔχοντα τὴν φύσιν καὶ ἀληθῆ, τὰ δὲ ἐπὶ χρόνον παραμένουσι δύσκολον ἔχοντα τὴν γένε‐ σιν), νόμος δέ ἐστιν ὁ παρακελευόμενος ἐκ τῶν ἀληθῶν πρῶτον ἄρχεσθαι καὶ εὐκόλων, ἵνα ἱδρυμένης τῆς ἀληθείας δυνηθῶμεν καταλαβεῖν τὸ ψεῦδος,
25ἐκ τῶν τοιούτων ἄρχεται. καὶ ἐπειδὴ ταῦτα ἔχουσιν αἶγες, φλόγες, δαλοὶ καὶ διᾴττοντες, ἐκ τούτων πρότερον ἄρχεται ὁ Ἀριστοτέλης. καὶ γὰρ οὐκ ἐκ τῶν δύο γίνεται ἀναθυμιάσεων, ἀλλ’ ἐκ τῆς μιᾶς, καὶ ταύτης οὐκ ἐκ τῆς ἀτμίδος, ἀλλ’ ἐκ τῆς καπνώδους, καὶ ταύτης οὐκ ἀμεταβλήτου οὔσης, ἀλλὰ μεταβαλλομένης, καὶ ταῦτα οὐκ ἐκ τῆς ποιούσης ψευδῆ, ἀλλὰ μᾶλλον
30τἀληθῆ· διὰ τοῦτο πρότερον περὶ τούτων διαλέγεται. ἀλλὰ φέρε εἰ δοκεῖ παραδώσωμεν αὐτῶν τὰ κοινὰ καὶ ἴδια. ἴδια μὲν οὖν εἴρηται αὐτῶν πλεί‐ ονα, κοινὰ δὲ τὸ γενέσθαι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως μεταβαλλομένης,
καὶ ὅτι σαφῆ εἰσι καὶ ἀληθῆ. ἡ δὲ λέξις ἄλλο τι κοινὸν αὐτῶν παραδί‐36

37

δωσι. ποῖον τοῦτο; ὅτι ἡ ποιητικὴ αὐτῶν αἰτία ἐστὶν ἔκκαυσις καὶ ἐκφλό‐ γωσις τοῦ ὑπεκκαύματος· πλὴν τοῦτο κοινόν ἐστι πάντων πλὴν τοῦ δευτέρου διᾴττοντος, οὗτινος μέλλομεν εἰπεῖν ποιητικὴν αἰτίαν τὴν ψύξιν. ἰστέον δέ, ὅτι περὶ τῆς καπνώδους ἀναθυμιάσεως ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ
5βιβλίοις διαλέγεται. καὶ οὐχ, ὡς ἄν τις οἰηθείη, διεσπασμένην αὐτῆς ποιεῖ‐ ται διδασκαλίαν. ἐν γὰρ τῷ πρώτῳ τὰ πάθη τὰ γινόμενα ἐξ αὐτῆς μετα‐ βαλλομένης παραδίδωσιν, ἐν τῷ δευτέρῳ ὡς ἀμεταβλήτου· ἐκεῖ γὰρ περὶ ἀνέμων καὶ θαλάσσης εἰπεῖν μέλλει, ὧν αἰτία ἡ καπνώδης ἀναθυμίασις οὐκ ἀλλοιουμένη, ἀλλ’ ἐπὶ τῶν αὐτῶν μένουσα. ἐν δὲ τῷ τρίτῳ παραδί‐
10δωσι τὰ γινόμενα οὐκ ἐκ μόνης τῆς καπνώδους, ἀλλ’ ἐπιμιγνυμένης τῇ ἀτμιδώδει. ἀλλὰ πρὸς ἕκαστον ἔστιν ἀπορῆσαι. καὶ γὰρ ἐν τῷ πρώτῳ λόγῳ διαλέγεται περὶ ἀνέμων, οἵτινες ἀμεταβλήτου οὔσης τῆς καπνώδους γίνονται. τί οὖν ῥητέον; ὅτι ὡς ἐν παρεκβάσει, ἐπειδὴ περί τινος ἐκεῖσε μέμνηται συνέχειαν πρὸς τοὺς ἀνέμους ἔχοντος, ἐμνήσθη καὶ αὐτῶν·
15πλὴν οὐδὲ τὰ δοκοῦντα αὐτῷ περὶ τούτων λέγει ἐν τῷ πρώτῳ ἀλλὰ μᾶλ‐ λον ἐν τῷ δευτέρῳ. πάλιν ἐν τῷ δευτέρῳ τί δήποτε περὶ ἀστραπῆς δια‐ λέγεται, εἰ γὰρ αὕτη γίνεται ἐκ τῆς ἀτμίδος ἐκφλογουμένης καὶ μεταβαλλο‐ μένης; τί οὖν ῥητέον; ὅτι κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ περὶ βροντῆς ἦν ἐκεῖσε ὁ λόγος, ἕπεται δὲ ταύτῃ ἀστραπή, διὰ τοῦτο καὶ περὶ αὐτῆς διει‐
20λέχθη. ἀλλ’ ἴσως τις ἐρεῖ· καὶ διὰ τί ὅλως περὶ βροντῆς ἐν τῷ δευτέρῳ διαλέγεται, εἴ γε αὕτη σύγκρουσίς ἐστι νεφῶν, τὰ δὲ νέφη ἐκ τῆς ἀτμίδος γίνονται; τί οὖν ῥητέον; ὅτι καὶ περὶ τῶν ἀπὸ τῆς ἀτμίδος γινομένων δια‐ λέγεται ἐν τῷ δευτέρῳ (καὶ οὐκ ἄπορος ὁ λόγος, εἰ τοῦτο), ἢ ὅτι περὶ βροντῆς διαλέγεται οὐ ταύτης, ἥτις γίνεται συγκρουόντων τῶν νεφῶν, ἀλλὰ
25περὶ τῆς ἑτέρας· ἔστι γὰρ ἕτερος τρόπος γενέσεως βροντῶν. πολλάκις γὰρ ἡ καπνώδης ἀναθυμίασις ἡ περιεχομένη ἐν τῷ νέφει ἐκθλίβεται καὶ βιαίως ὠθουμένη προσπταίει ἄλλῳ νέφει καὶ ποιεῖ τὴν βροντήν· ἕπεται δὲ ἡ ἀστραπή, ἐπειδὴ ἡ κίνησις ἐκφλογοῖ αὐτήν. πάλιν ἄξιον ἀπορῆσαι, πῶς εἰρήκαμεν ἐν τῷ τρίτῳ λόγῳ περὶ τῶν γινομένων ἐκ τῶν δύο ἀναθυμιά‐
30σεων διαλέγεσθαι τὸν Ἀριστοτέλην, εἴ γε καὶ περὶ ἐκνεφίων πνευμάτων διαλέγεται καὶ περὶ κεραυνῶν, ἅτινα τῆς καπνώδους εἰσὶν ἀναθυμιάσεως μόνης. τί οὖν ῥητέον; ὅτι διὰ τὴν ἀνάγκην περὶ τούτων διείλεκται. ἐπειδὴ γὰρ ὁ κεραυνὸς ἐπιτεινόμενος πρηστὴρ γίνεται, τὸ δ’ ἐκνέφιον πνεῦμα ἐπι‐ τεινόμενον τυφών, διὰ τὴν συγγένειαν τούτων ἀνάγκῃ καὶ αὐτῶν ἐμνημό‐
35νευσε. ταῦτα μὲν ἔξωθεν, ἔλθωμεν λοιπὸν ἐπὶ τὸ προκείμενον. καὶ ἐπειδὴ τὰ κοινὰ τῶν εἰρημένων μεμαθήκαμεν, φλογῶν φημι καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων, ζητήσωμεν αὐτῶν καὶ τὴν διαφοράν. ἐκφλογούμενον τὸ ὑπέκκαυμα ἢ κατὰ συνέχειαν ἐκφλογοῦται ἢ διεσπαρμένως· καὶ εἰ κατὰ συνέχειαν
ἐξαφθῇ, καὶ κατὰ μῆκος μόνον γίνεται· καὶ εἰ τοῦτο, ἢ οἱονεὶ ἀποσπιν‐37

38

θηρίζει καὶ γίνονται αἱ αἶγες διὰ τὸ ἐοικέναι τοὺς ἀποσπινθηρισμοὺς τῶν αἰγῶν τοῖς ἐκκρεμέσι μαλλοῖς, ἢ οὐκ ἀποσπινθηρίζει καὶ γίνονται δαλοί. εἰ δὲ διεσπαρμένη εἴη ἡ ἔκκαυσις, γίνονται οἱ διᾴττοντες. οὐχ ὅτι δὲ ἔλλειψις γίνεται πυρός, λέγομεν διεσπάρθαι, ἀλλ’ ἐπειδὴ οὐ διόλου ἐστὶν
5ἡ καπνώδης ἀναθυμίασις, ἀλλὰ διεσπαρμένη. διάδοσις οὖν γίνεται ἐν τῷ μεταξύ, διὰ τὸ λεπτομερὲς δὲ οὐ διαφαίνεται, καὶ δίκην τοῦ ἐσβεσμένου πυρὸς καὶ ἁπτομένου ἐκ τῆς ὑποκειμένης φλογός· ἡ γὰρ ἐν τῷ μεταξὺ δίοδος τῆς φλογὸς οὐ φαίνεται διὰ τὸ λεπτομερές, ἀλλὰ τότε μόνον, ἡνίκα φθάσει περὶ τὴν θρυαλλίδα ὡς ἐπὶ τοῦ ἐσβεσμένου λύχνου. οὕτως οὖν
10καὶ ἐνταῦθα. ἔστι δὲ καὶ ἕτερος τρόπος τῆς γενέσεως διᾳττόντων· γίνεται γὰρ διᾴττων καὶ ὁ ὑπὸ ψύξεως, καὶ οὐδὲν ἄτοπον. καὶ γὰρ τὸ θερμὸν αἴτιον γίνεται ψύξεως καὶ ψυχρὸν αἴτιον θερμασίας. οὕτως ἐν χειμῶνι ἀμείνους αἱ πέψεις καὶ τὰ φρεατιαῖα ὕδατα θερμὰ διὰ τὴν ἀντιπερίστασιν. ἰδοὺ οὖν ἡ ψύξις ποιεῖ θερμασίαν. ἀλλὰ μὴν καὶ τοὐναντίον· οὕτως ἐν
15Αἰγύπτῳ τῇ οὕτω θερμοτάτῃ ψυχρὸς οἶνος ὁ Κνίδιος καλούμενος διὰ τὴν ἀντιπερίστασιν. τοῦτο δὲ γίνεται, ἵνα ἀεὶ τὸ πᾶν μετέχῃ καὶ θερμασίας καὶ ψύξεως. πῶς δὲ ἄρα γίνονται; συναναφέρονται αἱ δύο ἀναθυμιάσεις ἀλλήλαις οὐ κατὰ κρᾶσιν συνημμέναι (οὐ γὰρ ἂν πάλιν διίσταντο), ἀλλὰ κατὰ παράθεσιν. εἰ μὲν οὖν ἰσοσθενεῖς ὦσιν, ἑκατέρα εἰς τὴν οἰκείαν
20ὁλότητα φέρει τὴν ἑτέραν. πολλάκις οὖν ἐπικρατεστέρα ἐστὶν ἡ ἀτμιδώδης καὶ βίᾳ φέρει τὴν καπνώδη ἐν τῇ οἰκείᾳ ὁλότητι, τουτέστιν ἐν τῷ ἀπογείῳ ἀέρι. καὶ ἐπειδὴ οὗτος ψυχρότερός ἐστι τοῦ περιγείου, ὡς εἴρηται, καὶ ἀνωτέρω πυκνοῖ τὴν ἀτμίδα καὶ τῇ πυκνώσει ἐκπυρηνίζεται ἡ καπνώδης βίᾳ ἡ ἐν αὐτῇ οὖσα καὶ φέρεται ἀκοντιζομένη ἔξω καὶ ποιεῖ τὸν διᾴττοντα.
25ἀνάλογον δὲ γίνεται ἡ ἐκπυρήνισις τῇ ἐκθλίψει τῶν πυρήνων τῶν ἀπὸ τῶν δακτύλων ἀποπιεζομένων. διαφέρει δὲ ὁ πρῶτος διᾴττων τοῦ δευτέρου διᾴττοντος τέτρασι διαφοραῖς. τῇ ποιητικῇ αἰτίᾳ· ὁ μὲν γὰρ πρῶτος ὑπὸ θερμασίας ἐλέγετο γίνεσθαι, οὗτος δὲ ὑπὸ ψύξεως. δευτέρα διαφορά· ὁ μὲν γὰρ πρῶτος διᾴττων διεσκορπισμένην εἶχε τὴν ἔξαψιν καὶ διάφορον
30ἄλλοτε ἄλλης ὕλης καιομένης, ὁ δέ γε δεύτερος μίαν ἔχει τὴν αὐτὴν ἔκκαυσιν ἐπὶ πολὺ ἐκπεμπομένην. τρίτη διαφορά· ἐπὶ μὲν τοῦ πρώτου διᾴττοντος ἡ κίνησις ἐφεξῆς ἐγένετο πρὸς τὴν ὕλην, ἐπὶ δὲ τοῦ δευτέρου λοξὴ γίνεται ἡ κίνησις. δι’ ἣν αἰτίαν; ἐπειδὴ πᾶν τὸ ἐκπυρηνιζόμενον ἐπὶ τὰ κάτω ἐκθλίβεται, φύσει δὲ ἔχει τὸ πῦρ τὴν ἄνω φορὰν διώκειν, τῆς μὲν
35ἐκθλίψεως ἐπὶ τὰ κάτω βιαζομένης φέρεσθαι, τῆς δὲ φύσεως ἐπὶ τὰ ἄνω38

39

ἀναγκαζούσης οἷον μίξις τις γίνεται, καὶ λοξὴ ἡ κίνησις ἕπεται. τετάρτη· ὁ μὲν πρῶτος διᾴττων ἐν τῷ ἀπογείῳ ἀέρι φέρεται, ὁ δὲ δεύτερος ἐν τῷ περιγείῳ. μηδὲ ἐπειδὴ εἴπομεν † ‘τῷ περιγείῳ‘, ἤδη τις ἂν νομίσῃ, ὅτι ἄνω περὶ τὰς σφαίρας γίνονται. οὐ γὰρ τοῦτο ἀληθές, ὡς δηλοῖ ἡ τα‐
5χύτης αὐτῶν, τοσοῦτον νομίζειν μετακινεῖσθαι διάστημα συντόμως καὶ πλέον ἢ τῆς ἀπλανοῦς. τοῦτο δὲ γίνεται, καὶ νομίζεται ὁ διᾴττων ὀξύτερον κινεῖσθαι τῆς ἀπλανοῦς, ἐπειδὴ ὀλίγον ἡμῶν ἀφέστηκε, πλέον δὲ ἡ ἀπλανής. δέδεικται δὲ τοῦτο δι’ ὀπτικοῦ λόγου, ὅτι τὰ πλησίον ὄντα τῶν πόρρω ἀφεστηκότων, κἂν ἀργότερον κινῶνται, δοκοῦσιν ὅμως ὀξύτερον κινεῖσθαι.
10δι’ ἣν ἄρα αἰτίαν; εἴρηται, ὡς ἀπὸ μιᾶς κορυφῆς ἐκπεμπόμεναι τυχὸν αἱ ἀκτῖνες τῆς ὄψεως πόρρω προκόπτουσαι διίστανται ἀπ’ ἀλλήλων. τὰ οὖν πλησίον ὄντα ὡς ἅτε μὴ πολὺ ἀφιστάμενα ἀλλήλων ἀκριβῶς γινώσκουσι, τὰ δὲ πόρρω πάνυ ὄντα, ἐπειδὴ λοιπὸν οἱονεὶ εἰς ἀχανίαν τινὰ λήγουσιν, οὐ κατὰ λόγον περιλαμβάνουσιν. καὶ διὰ τοῦτο οὐκ ἀκριβῶς ἀντιλαμβά‐
15νονται· πλὴν τὸ ὀπτικὸν θεώρημα ἀκριβέστερον εὑρήσεις ἐν τῷ Περὶ ὄψεως.
17nΚαὶ διὰ τὴν αὐτὴν αἰτίαν.
18 Ποίαν τὴν αὐτήν; τὴν θερμότητα. αὕτη γὰρ ποιητικὴ αὐτῶν πάν‐ των αἰτία πλὴν τοῦ δευτέρου διᾴττοντος, οὗτινος ποιητικὴν αἰτίαν τὴν ψύξιν
20εἰρήκαμεν.
21nΔιαφέρει δὲ τῷ μᾶλλόν τε καὶ ἧττον.
22 Ἐπειδὴ τυχὸν ἐπὶ μὲν τῶν φλογῶν πλέον ἡ ἐκκαιομένη ὕλη ὡς καὶ μῆκος καὶ πλάτος ἴσον ἔχουσα, ἐπὶ δὲ τῶν αἰγῶν ἧττον, ἔτι δὲ ἧττον ἐπὶ αὐτῶν τῶν δαλῶν, διότι εἰ καὶ ἐπὶ ἀμφοτέρων μῆκός ἐστι μόνον, ἀλλ’
25οὖν ὅμως ἐπὶ τῶν αἰγῶν καὶ ἀποσπινθηρίζει.
26nἈρχὴ δέ ἐστι τούτων καὶ πολλῶν δὲ ἄλλων ἥδε.
27 Τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. πολλῶν δὲ ἄλλων λέγει ἢ τῶν ἐν τῷ παρόντι διδασκομένων βιβλίῳ, ἃ γίνονται μεταβαλλομένης
αὐτῆς, ἢ καὶ τῶν ἐν τῷ δευτέρῳ, ἃ γίνονται ἀμεταβλήτου αὐτῆς οὔσης.39

40

(1n)

Τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ὥς
2nτινες οἴονται.
3 Αἰνίττεται εἰς Πλάτωνα. οὗτος γὰρ οὐκ ἔλεγεν εἶναι τὴν καπνώδη ἀναθυμίασιν, ἐπειδή φησιν· ‘ἐκ τῆς γῆς οὐδὲν ἐκδίδοται‘. δόγμα γὰρ
5αὐτοῦ ἐστιν ἐν Τιμαίῳ λεγόμενον, ὅτι πάντα μὲν τὰ στοιχεῖα εἰς γῆν μεταβάλλουσι, γῆ δὲ εἰς οὐδὲν τῶν στοιχείων. εὐλόγως οὖν ἔλεγεν οὐδὲν ἐκδίδοσθαι ἐξ αὐτῆς μόνης. καὶ ὅτι φησὶ τοῦτο ἀληθές, δηλοῖ τὸ μὴ καί‐ εσθαι τὴν τέφραν κυρίως γῆν οὖσαν. πλὴν τούτῳ τῷ λόγῳ πολλὰ ἕπονται ἄτοπα. πρῶτον μὲν γὰρ ἔδει τὴν γῆν ἐκ πολλοῦ χρόνου ἄπειρον εἶναι πάν‐
10τα μὲν ὑποδεχομένην, μηδὲν δὲ ἀπολύουσαν, καὶ ἄλλα δὲ πολλά, ἅπερ οὐ πρόκειται νῦν ζητεῖν. ὃ οὖν φησι τοιοῦτόν ἐστιν, ὅτι οὐκ ἔστιν ἁπλῆ ἡ ἀναθυμίασις, ἀλλὰ διπλῆ· ἡ μὲν καπνώδης, ἡ δὲ ἀτμιδώδης. καὶ ἰδοὺ ὅπερ προανεφωνοῦμεν, ὅτι προσεχῆ στοιχεῖα ὕστερον ἐρεῖ, νῦν σαφῶς παραδίδωσι.
14nΤὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γ.
15 Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἡ μὲν ἀτμὶς γίνεται ἐκ τοῦ ὕδατος· τοῦτο γάρ ἐστι περὶ τὴν γῆν καὶ ἐπὶ τὴν γῆν· ἐκ δὲ τῆς γῆς ἡ καπνώδης ἀνα‐ θυμίασις.
18nΚαὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται ὁ πέριξ.
19Τουτέστι διὰ τὰς δύο ταύτας τὰς ἀναθυμιάσεις ἀλλοιουμένας, καὶ τὴν
20μὲν ἀτμίδα γινομένην ἀέρα, τὴν δὲ καπνώδη ὑπέκκαυμα, τὸ πᾶν τοῦτο οὕτω κεκόσμηται. ἔστι γὰρ πρῶτον τὸ ὑπέκκαυμα (κουφότερον γὰρ ἡ καπνώδης ἀναθυμίασις), εἶτα ὁ ἀήρ, τρίτον τὸ ὕδωρ, καὶ οὕτω τέταρτόν ἐστιν ἡ γῆ.
23nὋ λέγομεν πῦρ.
24Διὰ τί εἶπεν ὃ λέγομεν; ἐπειδὴ οὐ κυρίως τὸ ὑπέκκαυμα πῦρ καλεῖ‐
25ται, ἀλλὰ ἀπὸ μεταφορᾶς τοῦ διακονικοῦ. πῦρ δὲ οὐ λέγεται τὸ μὴ καῖον, ὅθεν καὶ ὑπέκκαυμα ἐκλήθη παρὰ τὸ ἧττον καίειν· ἡ γὰρ ‘ὑπό‘ πρόθεσις τὴν ὕφεσιν σημαίνει.
28nὉμώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης καπνώδους δια‐
29nκρίσεως.
30Τὸ αὐτό, φησί, σημαίνει καὶ ἐπὶ τοῦ διακονικοῦ πυρὸς καὶ ἐπὶ τοῦ40

41

ὑπεκκαύματος. τὸ γὰρ πῦρ κατὰ τῶν δύο λέγεται· καπνώδους γὰρ εἶπε διακρίσεως, ἵνα δηλώσῃ τὸ ὑπέκκαυμα καὶ τὸ διακονικὸν πῦρ. διάκρισις γὰρ ἑκάτερον αὐτῶν ταύτης ἐστίν.
4nὙπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ.
5Τουτέστι μετὰ τὸ ὑπέκκαυμά ἐστι λοιπὸν ὁ ἀήρ.
6nὭστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις.
7 Πρόσθες σύ, ἐὰν δράξηται καὶ ἐπιτηδείας ὕλης· οὐ γὰρ χρεία μόνης τῆς κινήσεως, ἀλλὰ καὶ τοῦ ὑλικοῦ αἰτίου.
9nἘὰν μάλιστα ἔχῃ εὐχερῶς ἡ τοιαύτη σύστασις.
10 Καλῶς τοῦτο· οὐ γὰρ ἐν παντὶ μέρει τοῦ ὑπεκκαύματος γίνεται, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, καθάπερ οὐδὲ ἐν παντὶ μέρει τοῦ σώματος γίνεται λέπρα, ἀλλ’ ἐν μόνῳ τῷ ἐπιτηδείῳ.
13nΔιαφέρει δὲ ἤδη διὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ
14nπλῆθος.
15 Θέσιν εἶπεν, ἵνα δηλώσῃ τὴν συνεχῆ ἔξαψιν ἢ τὴν διεσπαρμένην· πλῆθος δέ, ἵνα δηλώσῃ ὁμοίως καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γινο‐ μένην τὴν ἔξαψιν ἢ κατὰ μόνον τὸ μῆκος.
18nὍταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦ‐
19nτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ
20nἀρχὴν δέ), αἲξ καλεῖται.
21 Ὅταν, φησίν, οἷον ἀποσπινθηρίζ, αἲξ καλεῖται. οἱ δὲ ἀποσπιν‐ θηρισμοί, φησίν, οὗτοι οὔκ εἰσι διεσπαρμένοι, ἀλλ’ οἷον ἐκκρεμεῖς. τοῦτο δ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ἅμα καιόμενον. μεταξυλογίᾳ δὲ ἐμμέσῳ ἐχρήσατο τὴν αἰτίαν λέγων τοῦ ἀποσπινθηρίζειν, ὅτι τοῦτο, φησί, συμβαίνει,
25ἐπειδὴ ἐκπυροῦται ὁ παρακείμενος ἀὴρ πλὴν ἐπὶ τὴν ἀρχὴν τοῦ παρεκ‐ πυρωθέντος, ὡς μὴ εἶναι διεσπαρμένους τοὺς ἀποσπινθηρισμούς.
27nὉτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως καὶ τὰ ἑξῆς.
28Ἐντεῦθεν καὶ τὴν ἄλλην αἰτίαν τῆς γενέσεως τοῦ διᾴττοντος βούλεται
ἡμῖν ἐξηγήσασθαι.41

42

(1n)

Καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον, οὐ καύσει.
2 Ἐπὶ τοῦ διὰ ψύξιν γινομένου διᾴττοντος ῥίψει μᾶλλον ἡ κίνησις γίνε‐ ται, ἀλλ’ οὐ κατὰ τὸ συνεχὲς ἔκκαυσιν γενέσθαι, καὶ λοιπὸν λαμβάνει παράδειγμα τοῦ μὲν διὰ θερμασίαν γινομένου τὸν λύχνον, τοῦ δὲ διὰ ψύξιν
5τὸν ἐκπυρηνισμόν.
6nἈπορήσειε γὰρ ἄν τις.
7 Ὡς ἀπορίαν προάγει τὸν λόγον. ἴσως γάρ τις ἔχει ἀπορῆσαι, ἆρα οὐ γίνεται ὁ ἀὴρ ὥσπερ ἅπτεται ὁ νεωστὶ ἐσβεσμένος λύχνος ὑπὸ τῆς ὑποκειμένης φλογὸς μηδαμοῦ τῆς ἐξάψεως γινομένης εἰ μὴ ἐν τῇ θρυ‐
10αλλίδι, 〈ἢ〉 ὥσπερ οἱ πυρῆνες ἐκ τῶν δακτύλων ἐκκρίνονται. καί φησιν, ὅτι ἑκάτερον ἀληθές· τὸ μὲν γὰρ τῆς λυχνιαίας φλογὸς ἁρμόζει ἐπὶ τοῦ πρώτου διᾴττοντος, τὸ δὲ ἄλλο παράδειγμα ἁρμόζει ἐπὶ τοῦ δευτέρου διᾴττοντος.
14nἪ ῥίψις τοῦ αὐτοῦ τινος σώματος.
15 Ἐνταῦθα ἡ ἀνταπόδοσις ἄρχεται γίνεσθαι τοῦ παραδείγματος † ἐντεῦθεν τοῦ δευτέρου δαλοῦ.
17nὭστε καὶ εἰς γῆν καὶ εἰς θάλασσαν φαίνεσθαι πί‐
18nπτοντας.
19Τοὺς κατ’ ἐκπυρηνισμὸν δηλονότι διᾴττοντας· οἱ γὰρ ἄλλοι ὅπου
20ἀποροῦσιν ὕλης ἐν τῷ ὑπεκκαύματι, ἐκεῖ καὶ ἀπομαραίνονται.
21nΚαὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἰθρίας οὔσης.
22 Μεθ’ ἡμέραν εἶπεν, ἵνα τὴν ἀρχὴν τῆς νυκτὸς δηλώσῃ. τί δὲ λέγει αἰθρίας; αἰθρίας τοίνυν φησὶν οὐχ ἁπλῶς ἀνέμων, ἀλλ’ ὑετῶν· εἰ γὰρ εἴη ὑετός, πῶς ἔχει γενέσθαι διᾴττων; πλήν, ὡς νομίζω, αἰθρίας
25λέγει, ἵνα εἴη ἀνέφελος ὁ οὐρανός. εἰ γὰρ εἴη, κἂν γίνωνται, οὐδὲ φαίνον‐
ται· ἔφη δὲ φαίνεσθαι αὐτοὺς ἐν αἰθρίᾳ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν.42

43

(1n)

Κάτω δὲ ῥίπτεται καὶ τὰ ἑξῆς.
2 Ἐπειδὴ ἡ πύκνωσις ἐπὶ τὰ κάτω ἀποδιώκει, καὶ τούτου χάριν κάτω φέρονται οἱ διᾴττοντες. οὕτως γάρ, φησί, καὶ οἱ κεραυνοὶ κάτω φέρονται, ἐπειδὴ ἐκπυρηνίζεται καὶ ἐπὶ αὐτῶν ἡ καπνώδης ἀναθυμίασις. ἐπεὶ οὖν
5κάτω ἐκκρίνεται διὰ τὴν θλίψιν, φύσει δὲ ἄνω φέρεται τὸ θερμόν, εἰκότως τὴν λοξὴν κίνησιν κινοῦνται οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεως μεσότητος γινομένης.
8nὍσοι μὲν οὖν ἐν τῷ ἄνω τόπῳ συνίστανται, ἐκκαιο‐
9nμένης γίνονται τῆς ἀναθυμιάσεως.
10 Ἐντεῦθεν λοιπὸν τὰς διακρίσεις παραδίδωσιν, ὅτι οἱ μὲν πρῶτοι διᾴττοντες ὑπὸ θερμασίας γίνονται, οἱ δὲ δεύτεροι ἐν τῷ περιγείῳ ἀέρι. λοιπὸν δὲ καὶ τρίτην διαφοράν, ἥτις ἐλαμβάνετο ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως. εἶπε δὲ καὶ τὴν ἄλλην διαφορὰν ἀνωτέρω, ἔνθα ἔλεγε περὶ μὲν ἓν καὶ τὸ αὐτὸ πῦρ ἐκκρίνεσθαι, ποῦ δὲ διάδοσιν γίνεσθαι.
15nΔιὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως.
16Ἐντεῦθεν ἡ διαφορὰ ἡ ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως.
17nΤὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον.
18Δηλονότι τῶν γινομένων ὑπὸ ψύξεως περὶ τούτων ἐναντίαι εἰσὶ κινήσεις.
19nΠάντα δὲ ταῦτα κάτω σελήνης γινόμενα.
20 Ἐπειδὴ εἶπε καὶ ἐν τῷ ἀπογείῳ γίνεσθαι διᾴττοντας, ἵνα μή τις νομίσῃ γίνεσθαι αὐτοὺς ἄνω περὶ τὰ ἄστρα, τὴν διάκρισιν ἐπάγει τὴν ἐκ τῆς ταχύτητος. οὐκ ἂν γάρ, φησίν, οὕτω ταχέως ἐκινοῦντο.
23tΠρᾶξις ζ.
24nΦαίνεται δέ ποτε νύκτωρ αἰθρίας οὔσης.
25Μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια, ἅπερ ἦν φλόγες, δαλοί, αἶγες καὶ
διᾴττοντες, μέτεισι καὶ ἐπὶ ψευδῆ ὀλιγοχρόνια, ἅπερ εἰσὶν ἀπὸ χρώματος43

44

καὶ σχήματος· ἀπὸ μὲν χρώματος αἱματώδη, ἀπὸ δὲ σχήματος βόθυνοι καὶ χάσματα. εἰκότως δὲ χωρεῖ μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια ἐπὶ τὰ ψευδῆ καὶ ὀλιγοχρόνια, ἐπειδὴ οὐ κατὰ μόνον τὸ ὀλιγοχρόνιον ταῦτα κοι‐ νωνοῦσιν, ἀλλὰ καὶ ὅτι ποιητικὰ αἴτιά ἐστι τὰ προειρημένα τῶν μελλόν‐
5των λέγεσθαι. ἀλλὰ φέρε μὴ μόνον διὰ κενῆς τούτων τὰ ὀνόματα λεγέ‐ σθω, ἀλλὰ καὶ τὰς αἰτίας πολυπραγμονητέον. τὸ μὲν οὖν αἱματῶδες χρῶμα δύο ἔχει αἰτίας τῆς γενέσεως· τὰ δ’ ἄλλα, χάσματά φησι καὶ βόθυνοι, δύο ὄντα ἓν ἔχουσιν αἴτιον. φαίνονται γὰρ αἱματώδη χρώματα, ὅταν μέλαν ὂν νέφος ἢ εἰς τὰ πλάγια τοῦ λαμπροῦ τυγχάνῃ ἢ κατὰ κάθετον.
10ἀλλ’ εἰ μὲν εἰς τὰ πλάγια εἴη, κατὰ ἀνάκλασιν γίνεται αὐτῶν ἡ φαντασιώ‐ δης ὅρασις· οὐ γὰρ κατὰ ἀλήθειαν κιρνᾶται· πόρρω γάρ εἰσι τὸ νέφος καὶ τὸ λαμπρόν. οἷόν τι συμβαίνει περὶ τὴν ἁρμονίαν γίνεσθαι μὴ κιρνωμένων τῶν φθόγγων, ὅτε δοκεῖ τις γίνεσθαι κρᾶσις, τοιοῦτόν τι κἀνταῦθα γίνεται· εἰ μέντοι κατὰ κάθετον εἴη τοῦ λαμπροῦ τὸ νέφος, τότε κατὰ διάκλασιν
15γίνεται αὐτῶν ἡ ὅρασις. ἀλλὰ φέρε εἰ δοκεῖ ζητήσωμεν, τί διαφέρει ἀνά‐ κλασις διακλάσεως. ἐπὶ μὲν οὖν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ ἐνόπ‐ τρου τὸ † ὁρατὸν καὶ τὸ ὁρώμενον ὑπάρχει, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον, ὡς ἔχει ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων. ἔστι δὲ καὶ ἄλλη διαφορά. τὰ γὰρ κατὰ διά‐
20κλασιν ὁρώμενα πρόσω ἀφίστανται καὶ μείζονα φαίνονται, ὡς ἔχει ἐπὶ τῶν ἄστρων· ἀνίσχοντα γὰρ ταῦτα καὶ δύνοντα διὰ τὴν ἀτμίδα ἀναπεμπομένην ὁρῶνται πυρρὰ κατὰ διάκλασιν· μέση γὰρ ἡ ἀτμὶς ἤτοι τὸ κάτοπτρον. τὰ μέντοι κατὰ ἀνάκλασιν ὁρώμενα πρόσω ἀφιστάμενα μείωσιν τοῦ μεγέθους ὑπομένουσι καὶ οὕτως εἰς τὸ μὴ ὁρᾶσθαι καταντῶσιν, ὡς ἔχει ἐπὶ πετεινῶν
25ὁρωμένων. ἀλλ’ † ἐπὶ μὲν τῶν κατὰ διάκλασιν ὁρωμένων αὔξησις δοκεῖ τοῦ ὁρωμένου, πῶς μὴ ἐπιμένομεν ὁρῶντες, ἀλλ’ εἰς τὸ μὴ εἶναι ἐξαίφνης ἀφανίζεται; καὶ λέγομεν, ὅτι ἐπὶ τούτων οὐ διὰ δριμύτητα τοῦ μεγέθους ἡ μεταβολὴ ἀπὸ τοῦ ὁρᾶν εἰς τὸ μὴ ὁρᾶν γίνεται, ἀλλὰ διὰ ἀμυδρότητα τῆς ποιότητος ἐξαίφνης ἀφανισμὸς γίνεται. οὕτως γὰρ ὄστρακον ἐν βυθῷ
30ῥιπτόμενον, ἐφ’ ὅσον κάτω φέρεται, ἐπὶ τοσοῦτον μέγα φαίνεται (τὸ γὰρ ὑγρὸν χύσιν ποιεῖ), διὰ δὲ τὴν ἀμυδρότητα λοιπὸν τῆς ποιότητος εἰς τὸ μὴ ὁρᾶσθαι τελευτᾷ. καὶ αὗται μὲν αἱ αἰτίαι τοῦ φαίνεσθαι αἱματώδη χρώματα. ἡ δὲ αἰτία τῶν βοθύνων καὶ τῶν χασμάτων αὕτη· ἐπειδὰν τὸ μέλαν νέφος καὶ τὸ λαμπρὸν ἐν τῷ αὐτῷ ὦσιν ἐπιπέδῳ, κἂν τύχῃ πέριξ
35μὲν εἶναι τὸ λαμπρόν, ἐν δὲ τῷ μέσῳ τὸ μέλαν, ἐπειδὴ τὸ μὲν λαμπρὸν μᾶλλον κινεῖ τὴν ὄψιν, ἐπ’ ἔλαττον δὲ τὸ μέλαν, συμβαίνει βαθύτερον φαί‐
νεσθαι τὸ μέσον. ἀλλ’ εἰ μὲν ἐπ’ ὀλίγον φαίνεται, χάσμα καλεῖται· εἰ δὲ44

45

ἐπὶ πολύ, βόθυνος· τούτῳ γὰρ μόνον ἀλλήλων διαφέρουσιν. ὅθεν καὶ ἀπὸ τῶν ἔξωθεν χασμάτων καὶ βοθύνων εἴρηται μεταφορικῶς. ἰστέον δέ, ὅτι ὅνπερ τρόπον ἀληθές ἐστιν εἰπεῖν, ὅτι τὰ πλησίον κινούμενα τῶν πόρρω ὁμοίως καὶ ἰσοταχῶς κινουμένων φαίνονται ταχύτερον κινεῖσθαι, οὕτως
5οὐκ ἄτοπον εἰπεῖν, ὅτι τὰ μᾶλλον λευκὰ ἢ λαμπρὰ τῶν μελάνων προκινεῖ τὴν ὄψιν εἰς ἀντίληψιν. διὸ κἂν ἐν τῷ αὐτῷ τύχωσιν ὄντα ἐπιπέδῳ, ἐξέχοντα δοκοῦσιν εἶναι, τὸ δὲ μέλαν ἐν βάθει. διὸ καὶ οἱ ζωγράφοι ἐπειδάν τι ἐξέχον ζητῶσι ποιῆσαι οἷον μαζούς, λευκοὺς αὐτοὺς ποιοῦσιν, ὅσα δ’ ἐν βάθει, μέλανα, οἷον ὀφθαλμούς, διὰ τὸ λευκὸν ὡς μᾶλλον κινοῦν
10πλησίον φαίνεσθαι, τὸ δὲ μέλαν ὡς ἧττον πορρωτέρω. μέχρι τούτων προαγαγὼν τὴν διδασκαλίαν τῶν ὀλιγοχρονίων ἢ ἀληθῶν ἢ ψευδῶν ὁ Ἀριστοτέλης τρέπεται νῦν ἐπὶ τὰ πολυχρόνια, καὶ πρότερον διαλέγεται περὶ κομητῶν οὐ μάτην, ἀλλὰ διότι οὗτος οἷον διᾴττων ἐστὶν ἱστάμενος. ἦν δὲ ἡμῖν προσεχῶς περὶ διᾴττοντος ὁ λόγος. μετὰ δὲ τὸν κομήτην
15ἐρεῖ καὶ περὶ γαλαξίου, ἐπειδὴ ὁ γαλαξίας οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ κομή‐ της κυκλικός. τὴν δὲ περὶ τῶν κομητῶν διδασκαλίαν ἐν τρισὶ θεωρίαις παραδίδωσι· καὶ ἐν μὲν τῇ πρώτῃ τὰς περὶ αὐτῶν γενομένας δόξας ὑφηγεῖται, ἐν δὲ τῇ δευτέρᾳ διελέγχει ταύτας, ἐν δὲ τῇ τρίτῃ τὴν ἀληθῆ λέγει περὶ αὐτῶν ὑπόληψιν, ταὐτὸν δ’ εἰπεῖν τὴν οἰκείαν δόξαν. ἀρξώμεθα
20οὖν ἀπὸ τῆς πρώτης. Ἀναξαγόρας μὲν ὁ Κλαζομένιος καὶ Δημόκριτος ὁ Ἀβδηρίτης τὸν κομήτην ἔφασαν εἶναι σύνοδον τῶν πέντε πλανωμένων, σύνοδον δ’ οὐκ ἐπ’ εὐθείας γινομένην (αὕτη γὰρ οὐδὲ κυρίως σύνοδος), ἀλλὰ κατὰ κύκλον ἀλλήλοις συνιόντων δίκην τινῶν τεμαχῶν συντιθεμένων, ὡς γίνεσθαι κύκλον. Πυθαγόρας δὲ καὶ Ἱπποκράτης, οὐχ ὁ Κῷος, ἀλλ’ ὁ
25Χῖος ὁ τὸν βίον πάλαι ἔμπορος καὶ τὸν παραλογισμὸν τοῦ τετραγωνισμοῦ τοῦ κύκλου ἐξευρηκώς, ἕκτον πλανήτην ἔλεγεν εἶναι τὸν κομήτην ἰσόδρομον τῷ τοῦ Ἑρμοῦ· διὸ ὥσπερ ὁ τοῦ Ἑρμοῦ σπανίως φαίνεται, οὕτω καὶ οὗτος. ἀλλ’ ὁ μὲν Πυθαγόρας καὶ τὸν ἀστέρα καὶ τὴν κόμην ἐκ τῆς πέμπτης ἔλεγε γίνεσθαι οὐσίας. ὁ δέ γε Ἱπποκράτης τὸν μὲν ἀστέρα ἐκ τῆς πέμ‐
30πτης, τὴν δὲ κόμην ἀπὸ τοῦ ὑπὸ σελήνην τόπου. φησὶ γάρ, ὅτι ἀτμοῦ ἀναφερομένου ἀπὸ τοῦ κομήτου ἐπὶ τὰ ἄνω, καὶ ἀνακλωμένης τῆς ὄψεως ἡμῶν πρὸς τὸν ἥλιον γίνεσθαι τὴν κόμην· ὅτι δὲ δυνατόν ἐστιν ἐν νυκτὶ γίνεσθαι ἀνάκλασιν πρὸς τὸν ἥλιον, παραμυθούμεθα τοῦτο ἐκ τοῦ πρὸ μιᾶς ὥρας τοῦ ἀνατεῖλαι ἢ μετὰ μίαν τοῦ καταδῦναι φωτίζεσθαι τὴν κατ’
35ἐκεῖνο τὸ μέρος τῆς οἰκουμένης γῆν. ὅτε οὖν τύχῃ πρὸς ἄρκτους ὢν ὁ ἥλιος καὶ ὁ κομήτης, δυνατόν ἐστι γενέσθαι τὴν τοιαύτην ἀνάκλασιν καὶ φαίνεσθαι κομήτην· οὐδὲ γὰρ ἀλλαχοῦ συνίσταται εἰ μὴ πρὸς τῷ βορείῳ
μέρει τῆς καθ’ ἡμᾶς οἰκουμένης. ἐν μὲν γὰρ τῷ μεταξὺ τῶν τροπικῶν45

46

διὰ τὸ εἶναι τὴν διακεκαυμένην ἐκεῖ ζώνην οὐ συνίσταται διὰ τὴν ἔνδειαν τῆς ἀτμίδος ἤτοι τοῦ ὑλικοῦ αἰτίου· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ νοτίῳ μέρει δυνατόν ἐστι γενέσθαι, εἰ καὶ τὰ μάλιστά ἐστιν ἀτμὸς ἐκεῖ, διὰ τὴν ψύξιν. ἀλλὰ ζητῆσαι ἄξιον, πῶς τὰ νότια ψυχρὰ εἰρήκαμεν εἶναι. ἢ διττὸν τὸ
5νότιον· τὸ μὲν πρὸς ἡμᾶς, ὅπερ ἐκεῖθέν ἐστι τῆς καθ’ ἡμᾶς οἰκουμένης, τὸ δὲ πρὸς τὸ πᾶν τὸ πρὸς τῷ νοτίῳ πόλῳ. τὰ μὲν οὖν πρὸς ἡμᾶς θερμὰ ὄντα χηρεύει τῆς τοῦ κομήτου γενέσεως· τὰ δὲ πρὸς τὸ πᾶν νότια, εἰ καὶ ψυχρά, ἀλλὰ δι’ ἄλλην αἰτίαν χηρεύουσιν· οὐδὲ γὰρ τοῦ ἡλίου ὄντος ἐν βορείῳ δυνατὸν γενέσθαι ἀνάκλασιν, οὐδὲ μὴν ἐν τῷ νοτίῳ. δι’
10ἣν αἰτίαν; ἐπειδὴ πολύ ἐστι τὸ ὑπὸ γῆν τοῦ νοτίου, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν, ὡς δηλοῦσιν αἱ ἐν χειμῶνι νύκτες μακρότεραι οὖσαι. οὐ δύναται δὲ γενέσθαι ἀνάκλασις δι’ ὅλης τῆς νυκτός, διότι πολὺ ἀπέχει ὁ ἥλιος ὑπὸ γῆν ὢν τοῦ πλάνητος ὑπὲρ γῆν ὄντος. ἀλλ’ οὐδὲ μὴν δυνατόν ἐστιν ἡλίου ὄντος ἐν τοῖς βορείοις, τοῦ δὲ πλάνητος ἐν τοῖς νοτίοις γενέσθαι δι’ ὅλης
15τῆς νυκτὸς τὴν ἀντανάκλασιν. διὰ γὰρ τὸ μῆκος τοῦ διαστήματος, ἔπειτα καὶ διὰ τὸ μέγεθος τοῦ ὑπὸ γῆν νοτίου πολὺ ὂν τὸ κωλῦον γενέσθαι ἐπὶ τὸ βόρειον τὴν ἀνάκλασιν· ὥστε οὖν οὐδὲ ἐν τῇ διακεκαυμένῃ ζώνῃ. συνίστανται δ’ ἐν τῷ νοτίῳ οὐχ ὅτε ἐν τῷ βορείῳ εἴη ὁ ἥλιος ἢ ἐν τῷ νοτίῳ, ἀλλ’ ὅταν καὶ ὁ ἥλιος ἐν τῷ βορείῳ εἴη καὶ ὁ πλάνης. τότε γὰρ
20ἐπειδὴ μηδὲ πολὺ ἀπέχουσι ἀλλήλων (ἐν γὰρ τῷ βορείῳ εἰσί) μηδὲ μὴν πολύ ἐστι τὸ ὑπὲρ γῆν τοῦ βορείου, δι’ ὅλης νυκτὸς δυνατὸν γενέσθαι τὴν ἀνάκλασιν. αὗται αἱ ἱστορίαι. τοὺς δὲ ἐλέγχους αὐτῶν ἑτέρα θεωρία παραδίδωσιν.
24nΦαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης
25nἢ πολλὰ φάσματα ἐν τῷ οὐραν.
26 Ἐκ θυρῶν εὐθὺς ἐδήλωσεν, ὡς περὶ τῶν ψευδῶν λέγει. ἔφη γὰρ φαίνεται δ· οὐ γὰρ ἀληθῆ εἰσιν. ἀπάτη γὰρ γίνεται ἢ κατὰ τὸ χρῶμα ὡς ἐπὶ τῶν αἱματωδῶν χρωμάτων, ἢ κατὰ τὸ σχῆμα ὡς ἐπὶ βοθύνων καὶ χασμάτων. καλῶς δὲ εἶπε φαίνεται ἐν τῷ οὐραν· οὐ γὰρ γίνον‐
30ται ἐν τῷ οὐρανῷ, ἀλλὰ νομίζονται ἐκεῖ γενέσθαι. ἢ οὖν τοῦτο ἢ οὐρανὸν ἐκάλεσε τὸ ὑπέκκαυμα ὡς καὶ Ἱπποκράτης ὁ ἰατρὸς “οὐρανὸς λαιλαπώδης”, καὶ ὁ ποιητής·
Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. αἰθρίαν δὲ πάλιν τὴν ἀπὸ τῶν ἀνέμων ἀκουστέον. αἴτιον δὲ καὶ τούτων
35τὸ αὐτό, τουτέστιν ἡ ἀναθυμίασις.46

47

(1n)

Ἐπεὶ γὰρ φανερός ἐστιν ὁ ἀὴρ συνιστάμενος ἄνω,
2nὥστε ἐκπυροῦσθαι.
3 Ἄνω ἀέρα φησὶ τὸ ὑπέκκαυμα, ὅπερ παχυνόμενον ἐν τῷ δράττε‐ σθαι ἐπιτηδείας ὕλης ἐκπυροῦται ὡς διακονικὸν φαίνεσθαι πῦρ, ὡς ἐπὶ
5φλογός, δαλῶν καὶ τῶν ἄλλων. λέγω δὲ περὶ δαλῶν, ἐπειδὴ ἔφη οἷον δαλοὺς φέρεσθαι καὶ διὰ τούτου ἐνεδείξατο, ὅτι καὶ ὑπὸ ψύξεως γίνονται δαλοί. διὸ δυνατὸν εἰπεῖν καὶ τὴν σύστασιν λόγῳ τῆς ψύξεως αὐτῶν ὑπο‐ θέσθαι γινομένην. τοῦτο δὲ νῦν λέγω, ἐπειδὴ ἀνωτέρω μόνον τῶν διᾳττόν‐ των διττὴν ἔφη τὴν γένεσιν. ἐκ τούτου οὖν αὐτοῦ ἐστι δεῖξαι καὶ τῶν ὑπολοί‐
10πων διττὴν λέγοντα τὴν γένεσιν, καθάπερ καὶ ὁ Θεόφραστος ἔλεγεν· ‘ὅσα γὰρ ποιεῖ τὸ θερμόν, τοσαῦτα ποιεῖ καὶ τὸ ψυχρόν‘. ἔλεγε γὰρ καὶ τὸ ἀνάπαλιν.
13nΟὐδὲν ἄτοπον, εἰ χρωματίζεται αὐτὸς οὗτος ὁ ἀήρ.
14Τοῦτό φησιν· ἐπειδὴ εἴρηται, ὅτι ἐκκαιομένου τοῦ ἀέρος ἢ ἐκπυρηνιζο‐
15μένης τῆς καπνώδους ἀναθυμιάσεως εἰρήκαμεν γίνεσθαι τὰ προειρημένα πάθη λαμπρὰ τυγχάνοντα, οὐκ ἄτοπον, φησί, καὶ σχηματίζεσθαι τὸν ἀέρα, ὅταν νέφος ἓν ὂν τῶν λαμπρῶν τούτων ἢ κατὰ κάθετον τύχῃ ὂν ὡς κατὰ διάκλασιν ὁρᾶν ἢ πλάγιον ὡς κατὰ ἀνάκλασιν.
19nΔιά τε γὰρ πυκνοτέρου διαφαινόμενον καὶ τὰ ἑξῆς.
20 Διὰ τούτου τοῦ ῥησειδίου παραδίδωσιν ἡμῖν τὴν αἰτίαν τοῦ αἱματώδους τὴν κατὰ διάκλασιν, διὰ δὲ τοῦ ἐφεξῆς τὴν αἰτίαν τὴν κατὰ ἀνάκλασιν παραδίδωσιν. ἀλλ’ ἔστι ἐν τῇ λέξει τι ἄπορον. φησὶ γάρ, ὅτι εἰς γένεσιν τοῦ αἱματώδους χρὴ συνδραμεῖν λευκὸν χρῶμα καὶ μέλαν καὶ λαμπρόν· καὶ μὴν ἡμεῖς δύο μόνον εἰρήκαμεν, τὸ λαμπρὸν καὶ τὸ μέλαν. τί οὖν
25ῥητέον; ὅτι τὸ λευκὸν συμπεριλαμβάνεται τῷ λαμπρῷ· καὶ τὸ λαμπρὸν γὰρ οἷον λευκόν ἐστι. καλῶς δὲ εἶπεν τὸ ‘ὅταν ἔλαττον εἴη φῶσ‘. πλείονος γὰρ ὄντος τυχὸν τοῦ φωτός, ὡς ἐν ἡμέρᾳ ἐστὶ τὸ ἡλιακόν, οὐ φαίνονται. καλῶς δὲ καὶ τὸ πυκνότερον εἶπε, καὶ οὐ ‘πυκνόν‘. εἰ γὰρ εἴη πυκνὸν πάνυ τὸ νέφος, οὐ γίνεται διαφάνεια. ἀλλ’ ὅταν ᾖ ἐπ’ ἔλαττον, τὸ οὖν
30ἐπ’ ἔλαττον διὰ τοῦ πυκνότερον συγκριτικοῦ ὄντος ἐδήλωσε.
31nΜιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις.
32Ἰδοὺ σαφῶς ἐδήλωσεν, ὅτι περὶ διακλάσεως ὁ λόγος· ἔφη γὰρ ἐπι‐
πρόσθησιν. τοῦτο δὲ εἰρήκαμεν κατὰ διάκλασιν, ὅταν κατὰ κάθετόν ἐστι47

48

τὸ νέφος ἐπιπροσθοῦν ἡμῖν. τοιαῦτα γάρ ἐστι τὰ διὰ τῆς διακλάσεως ὁρώ‐ μενα φαίνεσθαι διὰ τὴν χύσιν τὴν ἀπὸ τοῦ ὑγροῦ. διὸ καὶ ἡμεῖς ὅπου τι μεῖζον θέλομεν φανῆναι, διὰ ὑγροῦ ποιοῦμεν αὐτὸ φαίνεσθαι. ἰστέον δέ, ὅτι ἡ μίξις γίνεται ἐπὶ τῶν αἱματωδῶν χρωμάτων οὐ κατὰ κρᾶσιν (ἀφίστα‐
5ται γὰρ πάνυ τὸ νέφος τοῦ λαμπροῦ), ἀλλὰ κατὰ παράθεσιν· πλὴν ἐν τῇ ὄψει δοκεῖ κατὰ κρᾶσιν γίνεσθαι ἡ ἕνωσις.
7nΟἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα.
8 Καλῶς τὸ ἐὰν ᾖ καῦμα, ἵνα πολλῆς οὔσης θερμασίας πολλὴ καὶ ἀτμὶς ἕλκηται. ὥσπερ δὲ ἀτμὶς ἐπιπροσθοῦσα ποιεῖ φαντασίαν τινὰ μίξεως,
10οὕτω καὶ καπνός.
11nΚαὶ τῇ ἀνακλάσει δὲ ποιε, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦ‐
12nτον, ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι.
13 Ἰδοὺ δῆλον ἐντεῦθεν γέγονεν, ὅτι τὰ πρῴην λεχθέντα ὡς ἐπὶ δια‐ κλάσεως ἐλέγετο. νῦν γὰρ ἐναργῶς φησιν, ὅτι καὶ τῇ ἀνακλάσει ποιε.
15φησὶ δέ, ὅτι ἐπὶ τῆς ἀνακλάσεως ἐὰν ᾖ τὸ ἔνοπτρον μικρόν, τὸ μὲν χρῶμα δέχεται τοῦ αἰσθητοῦ, τὸ δὲ σχῆμα οὐ δέχεται, διὰ τὸ μὴ ὅλον δύνασθαι χωρῆσαι. οἷόν τι λέγω· ἔστω τις ἑστὼς ἐν τῷ ἡλίῳ καὶ ῥαινέτω ὕδωρ· ἄλλος δὲ ἱστάσθω ἐν σκιᾷ. οὗτος ὁ ἐν τῇ σκιᾷ ἑστὼς ὁρᾷ μὲν ἐν ταῖς ῥανίσι τὸ τοῦ ἡλίου φῶς, οὐχ ὁρᾷ δὲ τὸ μέγεθος, ἐπειδὴ μή εἰσιν ἱκαναὶ χωρῆ‐
20σαι αὐτό. τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ συμβαίνει ἐπὶ τῶν ἐρεττόντων. ἐν γὰρ ταῖς ἀναπεμπομέναις ῥανίσι τοῦ ἄστρου ὁρᾶται τὸ λαμπρόν, οὐχ ὁρᾶ‐ ται δὲ τὸ μέγεθος.
23nΤὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτός.
24Τὴν αἰτίαν λοιπὸν τῶν χασμάτων διὰ τῶν βοθύνων βούλεται εἰπεῖν
25Ἀριστοτέλης, ὅτι ἡνίκα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ᾖ τὸ κυανοῦν ἢ μέλαν καὶ τὸ λαμπρόν, ὡς εἶναι δῆλον, ὅτι πέριξ τὸ λαμπρόν, τότε, φησί, τὸ μὲν λαμ‐ πρὸν ὁρᾶται, τὸ δὲ μέλαν τὸ ἐν τῷ μέσῳ ἀναρρήγνυσι τὸ φῶς καὶ δια‐ σκεδάννυσι καὶ ποιεῖ χάσματα, ὅταν ἐπ’ ὀλίγον διασκεδασθῇ, ἢ βοθύνους, ὅταν ἐπὶ πλεῖστον. τὸ οὖν ἀναρρηγνυμένου ἀντὶ τοῦ ‘διασκεδαννυμένου‘.
30οὕτω δὲ καὶ ὁ ποιητής “οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ”
ἀντὶ τοῦ ‘διεσχίσθη‘.48

49

(1n)

Πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ πίπτουσιν.
2 Ἐκ τῶν βοθύνων, φησίν, καὶ ἐκ τῶν χασμάτων πίπτουσι δαλοί, οὐκ ἀεὶ δηλονότι, ἀλλ’ ὅταν ὑπερβολὴ γένηται συγκρίσεως. πάλιν δὲ διὰ τοῦ ‘πίπτειν‘ ἐνεδείξατο, ὅτι καὶ ἀπὸ ψύξεως γίνονται δαλοί.
5nΣυνιὸν δὲ χάσμα δοκεῖ ποιεῖν.
6 Καλῶς τὸ δοκε· ὡς γὰρ εἴρηται, οὔκ εἰσι ταῦτα ἀληθῆ, ἀλλ’ ἀπα‐ τηλὰ μόνον. συνιὸν δὲ λέγει τὸ μέλαν· τοῦτο γὰρ ἐπιπολῆς φερόμενον χάσμα ποιεῖ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει τὰ αἱματώδη χρώματα, καὶ τὰ λαμπρὰ ἁπλῶς ἐν ἡμέρᾳ οὐ φαίνονται, διότι ἡ ἔκλαμψις τοῦ ἡλίου
10κωλύει· ἐν δὲ τῇ νυκτὶ φαίνονται διὰ τὸ μηδὲ εἶναί τι τὸ κωλῦον. τὸ ἀνάπαλιν δὲ τὸ μέλαν πάλιν ἐν νυκτὶ οὐχ ὁρᾶται διὰ τὴν ὁμοιότητα. ὅθεν ὅσα μὲν πλησιάζει τῷ μέλανι, οὐδὲ αὐτὰ ἐν νυκτὶ ὁρᾶται, ἐν ἡμέρᾳ δὲ ὁρᾶται, οἷον τὸ πράσινον, τὸ βένετον χρῶμα καὶ ὅσα τοιαῦτα. ὅσα δὲ πάλιν τῷ λαμπρῷ πλησιάζει, οἷον αἱματῶδες καὶ φοινικοῦν, ταῦτα ἐν νυκτὶ
15μὲν ὁρῶνται, ἐν ἡμέρᾳ δὲ οὐκέτι.
16nΠερὶ δὲ τῶν κομητῶν.
17 Ἐντεῦθεν περὶ τῶν πολυχρονίων ὁ λόγος· εἴρηται δέ, ὅτι εἰς τρία μερίζει τὴν περὶ τῶν κομητῶν διδασκαλίαν καὶ ὅτι πρῶτον ἐκτίθεται δόξας καὶ ἀνατρέπει, εἶθ’ οὕτω τὰ δοκοῦντα αὐτῷ ἐκτίθεται.
20nΣύμφασιν τῶν πλανητῶν.
21Ἀντὶ τοῦ ‘σύνοδον‘.
22nὍταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσιν ἀλλήλων θιγ‐
23nγάνειν.
24Καλῶς τὸ δόξωσιν· οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἅπτονται ἀλλήλων.
25πῶς γὰρ δύνανται, εἴ γε μηδὲ ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, ἀλλ’ ἀφεστήκασιν ἀλλήλων αἱ σφαῖραι; καὶ τοῦτο δῆλον ἐκ τῶν ἐκλείψεων. οὐ γὰρ ἄν ποτε ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι ἔκλειψις ἐγίνετο τοῦ ἡλίου· ἐλάττων γὰρ τῆς σελήνης σφαῖρα. οὐδὲ μὴν τῆς σελήνης ἐγένετο ἔκλειψις, εἰ ἦν ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὁ κῶνος τῆς γῆς ὁ ταύτην ἐπισκιάζων. ἰστέον
30δέ, ὅτι οἱ ἀστρονομικοὶ ἐκ τῶν ἐκλείψεων καὶ τὴν θέσιν τῶν σφαιρῶν με‐49

50

μαθήκασι. καὶ γὰρ ἀστέρες ἀστράσιν ἐπιπροσθοῦντες ὤφθησαν πολλάκις, καὶ ἡ σελήνη δὲ πολλάκις ἐπίπροσθεν γενομένη ἢ Κριοῦ ἢ ἄλλου ζῳδίου ἐποίησε γενέσθαι ἔκλειψιν, οὐχ ὅτι ἐν τῇ ἀπλανεῖ γέγονεν, ἀλλ’ ὅτι κατὰ κάθετον εὑρέθη τυχὸν τῆσδε τῆς μοίρας τοῦ Κριοῦ. καὶ ἐπεσκίασεν ἡμῖν,
5καὶ οὐκέτι ἑωράκαμεν τοὺς ἀστέρας, οἷς ἐπιπροσθεῖ κατὰ κάθετον γενομένη. ὥστε οὖν δόκησις αὐτοῖς ἐστι τὸ θιγγάνειν· οὐ γὰρ κατὰ ἀλήθειαν θιγγάνουσι.
7nΤῶν δὲ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγο‐
8nρείων.
9Ὁ μὲν Πυθαγόρας Σάμιος ἦν, πλὴν πρόσεστι τοῦ Ἰταλικοῦ διδασκαλία·
10διὸ εἶπε τῶν Ἰταλικῶν τινες. οὗτος οὖν τὸν κομήτην ἕκτον ᾤετο πλάνητα ἔχοντα ἐκ τοῦ πέμπτου σώματος καὶ τὴν κόμην. τὴν δ’ αἰτίαν τοῦ σπανίως φαίνεσθαι ταύτην ἔλεγεν· ὥσπερ, φησίν, ὁ τοῦ Ἑρμοῦ ἀστὴρ διὰ τὸ ἰσό‐ δρομος εἶναι τῷ ἡλίῳ σπανίως φαίνεται (δυσχερῶς γὰρ ὑπολείπει), οὕτω καὶ οὗτος ὁ ἕκτος πλανήτης τοιαύτην ἔχει κίνησιν καὶ σπανίως ὑπολείπει.
15ὑπόλειψιν δ’ ἀκουστέον ἀστρονομικῶς τὴν κίνησιν τοῦ ἀστέρος αὐτοῦ· αὗ‐ ται γὰρ αἰτίαι γίνονται ὑπολείψεως αὐτοῦ. καὶ εἰκότως· ἐὰν γὰρ νοήσω‐ μεν τὸν ἥλιον ὄντα ἐν Κριῷ μοῖραν μίαν, καὶ ἀποκαθιστάμενον τὸ πᾶν ἐν μιᾷ ἡμέρᾳ, κινούμενον δὲ καὶ τὸν ἥλιον κατὰ τὴν ἰδίαν κίνησιν μοῖραν, ὡς εἶναι δύο μοίρας τῇ δευτέρᾳ ἡμέρᾳ Κριοῦ, εὑρεθήσεται ὁ ἥλιος τῆς
20κινήσεως τῆς τελείας τοῦ παντὸς ἐλλείψας μοῖραν μίαν, ἥνπερ καὶ ἐκινήθη. ἡ οὖν κίνησις ἡ ἰδία αἰτία γέγονεν αὐτῷ τῆς ὑπολείψεως· ὁ γὰρ ἥλιος μοῖραν μίαν τὴν ἡμέραν κινεῖται τὴν ἰδίαν κίνησιν, ἡ δὲ σελήνη ιγ μόρια.
23nὍπερ συμβαίνει περὶ τὸν Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ
24nσμικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου
25nφαίνεσθαι πολλο.
26 Ὁ γὰρ τοῦ Ἑρμοῦ ἀστήρ, ὡς εἴρηται, περὶ τὸν ἥλιον κινούμενος σπανίως φαίνεται. ὑπολείψεις οὖν νῦν ἀκουστέον τὰς ἀποστάσεις τῶν ἀστέρων τὰς ἀπὸ τοῦ ἡλίου, ἐν αἷς ἔξαυγος γίνεται φαινόμενος. φάσεις δὲ ἀκουστέον οὐχ ἃς λέγουσι ποιεῖν τὸν τοῦ Ἑρμοῦ ἀστέρα (πολλὰς γὰρ τοιαύτας ποιεῖ,
30εἰ γὰρ λέγουσιν αἰτίας αὐτὸν ποιεῖν, ἃς ζητοῦσιν οἱ ἡμερογράφοι), ἀλλὰ φάσεις ἀκουστέον τὰς ἀποστάσεις, καθ’ ἃς φαίνεται. αὗται γὰρ σπάνιοί εἰσιν ἐπὶ αὐτοῦ ὁμωνύμου οὔσης τῆς φάσεως. μηδεμία οὖν ἡμῖν γένηται
ἀπάτη· προδιεστειλάμεθα γάρ.50

51

(1n)

Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ τὸν Ἱπποκράτην
2nτὸν Χῖον.
3 Τουτέστι τοῖς περὶ Πυθαγόραν. καὶ οὗτοι γὰρ ἕκτον ἔλεγον πλάνητα τὸν κομήτην εἶναι. πλὴν ἐν τούτῳ ἡ διαφορά, ὅτι Πυθαγόρας μὲν καὶ
5τὴν κόμην ἔλεγεν ἐκ τοῦ πέμπτου σώματος εἶναι, ὁ δὲ Ἱπποκράτης ἐκ τοῦ ὑπὸ σελήνην ἔλεγεν αὐτὴν γίνεσθαι, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ.
7nΔιὰ γὰρ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ διὰ πλείστου
8nχρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων.
9Ὁ μὲν Ἀλέξανδρος τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸ πᾶν ἔλαβεν,
10ἐπειδή φησιν· ‘ὀλίγον ὑπολείπεται τοῦ παντός, βραδυτάτη γάρ ἐστιν ἡ κίνησισ‘. ἀλλ’ εἰ τοῦτο, ἔδει καὶ συνεχῶς αὐτὸν φαίνεσθαι· ὁ γὰρ ἥλιος οὐκ ἔχει βραδεῖαν τὴν ἰδίαν κίνησιν. ὅθεν μᾶλλον, ὡς ἐξηγήσατο ὁ μέγας φιλόσοφός φησι, δεῖ τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸν ἥλιον λαβεῖν· ἐπειδὴ γὰρ σύνδρομος ὢν τῷ ἡλίῳ βραδυτάτῳ αὐτοῦ ἀπολείπεται· διὰ τοῦτο καὶ
15σπανίως φαίνεται.
16nὩς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένος ὅλον τὸν
17nἑαυτοῦ κύκλον.
18 Εἴρηται ἡμῖν, τίς καλεῖται ὑπόλειψις, ὅτι ὑστερισμὸς τῶν πλανήτων ὁ διὰ τὴν κίνησιν αὐτοῖς προσγενόμενος, οἷον (χάριν γὰρ σαφηνείας κέχρημαι
20παραδείγματι) ἔστω ἡ σελήνη μία μοῖρα τοῦ Κριοῦ. εἶτα μετὰ μίαν ἡμέραν γίνεται ιδ μοιρῶν τοῦ Κριοῦ· καὶ γὰρ ιγ ἑκάστης ἡμέρας κινεῖται. δῆλον οὖν, ὅτι τῆς ἀπλανοῦς δεκατέσσαρας μοίρας ὑστέρησεν. εἶτα ἐφεξῆς κινου‐ μένη ὑπολείπεται οὐ ζῴδιον μόνον, ἀλλὰ καὶ ὅλον κύκλον, ὅτε γένηται ἐν Κριῷ. καὶ ἔχομεν, ὅτι οἱ ταχυκίνητοι τῶν πλανήτων βραδυκίνητοι ὡς πρὸς
25τὸ πᾶν. ἐπεὶ οὖν τοῦτο ἐσαφηνίσθη, καὶ τί βούλεται εἰπεῖν ἐν τῇ λέξει, σαφηνίσομεν. φησὶν οὖν, ὅτι ὥσπερ ὑπολείπεται ὅλον τὸν ἑαυτοῦ κύ‐ κλον. καὶ ὁ μὲν ἐξηγητὴς ἔφη πρὸς ταύτην τὴν λέξιν ἀφεωρακότα Ἀλέξαν‐ δρον καλῶς ἐξηγήσασθαι· τὸ γὰρ δὴ ‘ὑπολείπεσθαι κύκλον‘ ὡς πρὸς τὸ πᾶν λέγεται. πλὴν ἔστιν ἀπολογήσασθαι ἡμᾶς ὑπὲρ Ἀμμωνίου τοῦ μεγάλου
30φιλοσόφου, ὅτι κἂν πρὸς τὸν ἥλιον λάβωμεν τοὺς πλανήτας ἔχειν τὴν ὑπό‐ λειψιν. ἀλλ’ οὖν ὅμως συμπαρομαρτῶν τῷ ἡλίῳ λέγεται ὑπολείπεσθαι,
ὅταν ταχύτερον αὐτοῦ μικρὸν κινηθῇ ἢ ὅταν βραδύτερον, ἥτις καὶ αἰτία51

52

γίνεται τοῦ διὰ χρόνου γίνεσθαι· ἡ γὰρ πρὸς τὸν ἥλιον ὑπόλειψις, οὐχὶ πρὸς τὸ πᾶν ἐστιν αἰτία τοῦ βραδέως αὐτὸν φαίνεσθαι.
3nΟὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλω‐
4nμένην ὑπὸ τοῦ ἡλίου.
5 Ἐπειδή, φησί, τὸ μεῖζον τμῆμα τοῦ χειμερινοῦ κύκλου ἤτοι τοῦ νοτίου ὑπὸ γῆν ἐστι, κἄν τε ἐν τῷ βορείῳ ὑποθῇ εἶναι τὸν κομήτην, οὐ φαίνεται διὰ τὸ εἶναι πολὺ τὸ διάστημα καὶ κλᾶσθαι τὴν ἡμετέραν ὄψιν· κἄν τε ἐν τῷ νοτίῳ ὑποθῇ αὐτόν, οὐ δύναται δι’ ὅλης τῆς νυκτὸς φωτίζεσθαι διὰ τὸ μεῖζον εἶναι τὸ ὑπὸ γῆν τμῆμα τοῦ νοτίου κύκλου. εἰ οὖν μηδ’ ἐν τῷ
10νοτίῳ συνίσταται μηδ’ ἐν τῇ διακεκαυμένῃ ζώνῃ, ὑπόλοιπόν ἐστιν ἐν τῷ βορείῳ καὶ τοῦ ἡλίου ἐν τῷ βορείῳ ὄντος.
12tΠρᾶξις η.
13nΠᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν, δυνα‐
14nτὸν δὲ καὶ χωρίς.
15 Ἐπειδὴ οὐ δεῖ μόνον τὰς ψευδεῖς δόξας ἱστορεῖν, ἀλλὰ καὶ τοὺς ἐλεγκτικοὺς τούτων λόγους, φέρε καὶ τούτους παραδώσομεν. πάσαις τε νῦν ταῖς εἰρημέναις περὶ κομήτου δόξαις τὰ μὲν κοινῇ ἕπεται ἄτοπα, τὰ δὲ ἰδιάζοντα. ἀλλ’ ἐπειδὴ δεῖ τοὺς φιλοσόφους τοῦ καθόλου φροντίζειν καὶ πρῶτον αὐτοῦ ποιεῖσθαι φροντίδα, εἶθ’ οὕτω τῶν μερικῶν εἴ που δέοι,
20τούτου χάριν ὁ Ἀριστοτέλης πρῶτον τοὺς κοινοὺς ἡμῖν ἐλέγχους παραδίδωσιν. εἰσὶ δὲ οὗτοι τέσσαρες· ἐκ τοῦ τόπου, ἐκ τοῦ πλήθους, ἐκ τῶν ἀπλανῶν, ἐκ τῆς φθορᾶς. ἐκ μὲν τοῦ τόπου οὕτως· ἰστέον, ὅτι ὁ ζῳδιακὸς πλάτος ἔχει, πλάτος δὲ οὐχ ᾗ κύκλος, ἀλλ’ ᾗ ζώνη· τοῦτο δὲ τὸ πλάτος οὔτε πλέον δέκα μοιρῶν λαμβάνει, οὔτε ἔλαττον. περὶ τοῦτο τὸ πλάτος οἱ πλανώμενοι
25κινοῦνται πλέον τῶν δέκα μορίων μὴ κινούμενοι μηδ’ ἐπὶ τὰ βόρεια μηδ’ ἐπὶ τὰ νότια, ἀλλ’ ἢ καὶ ἔλαττον ἴσως. ἔδει οὖν τὸν κομήτην, εἰ τῶν πλανω‐ μένων εἷς ἐστιν, ὡς Πυθαγόρας καὶ Ἱπποκράτης εἰρήκασιν, ἢ σύνοδος πάντων, ὡς Ἀναξαγόρας καὶ Δημόκριτος, μηδέποτε περαιτέρω τῶν δέκα μορίων φαίνε‐ σθαι τοῦ ζῳδιακοῦ. ὤφθησαν δὲ πολλοὶ πολλὰς μοίρας ἀποστάντες τοῦ ζῳδια‐
30κοῦ. καὶ ἵνα τὰ λοιπὰ παρεὶς μνημονεύσω τοῦ καθ’ ἡμᾶς γενομένου κομήτου, ὅστις συνέστη τῷ σπα ἔτει Διοκλητιανοῦ κατὰ Αἰγυπτίους Μεσώρῃ μηνὶ ἀπὸ
τοῦ περὶ τὴν ἄρκτον Δράκοντος καὶ τοῦ ἀπὸ τῆς κεφαλῆς· καὶ ἐκινήθη52

53

ἕως τοῦ Αἰγοκέρωτος διαμείνας ἄχρι Θὼθ μηνὸς πληρουμένου διελθὼν καὶ τὸν γαλαξίαν. εἰ οὖν ἐναντιοῦται ἡ ἱστορία, κακῶς ποιοῦσιν οἱ σύνοδον πλανή‐ των ἢ πλάνητα ὑποτιθέμενοι τὸν κομήτην. ἀλλ’ ἴσως ἔχει τις εἰπεῖν· ‘ἀλλ’ ἕκτον πλάνητα οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα αὐτὸν ἔλεγον, καὶ οὐκ ἄτοπον
5λέγειν αὐτοὺς μὴ ὁμοίαν κινεῖσθαι τοῖς ἄλλοις πέντε πλάνησι κίνησιν‘. ἢ καὶ κατ’ αὐτοὺς ἄτοπον ὑποθέσθαι πλέον τῶν δέκα μοιρῶν τοῦ ζῳδιακοῦ φέρεσθαι τοῦτον, εἴ γε σύνδρομον αὐτὸν τῷ ἡλίῳ εἰρήκασιν. ἄλλως τε εἰ ἔξω πλέον ἐφέ‐ ρετο τῶν δέκα τοῦ ζῳδιακοῦ μοιρῶν, οὐκ ἂν διὰ χρόνου ἐφαίνετο, ἀλλὰ καὶ συνεχῶς· τὰ γὰρ κατὰ πλάτος ἀφιστάμενα συνεχῶς φαίνονται. καὶ ὅτι
10ἀληθὲς τὸ ἀποστάντας πολὺ κατὰ πλάτος φαίνεσθαι, μάθοις ἂν ἐκ τῶν λοξῶν φάσεων Ἑρμοῦ καὶ Ἀφροδίτης, καὶ μάλιστα τῆς Ἀφροδίτης. αὕτη γὰρ διὰ τὸ οἰκεῖον μέγεθος ἔσθ’ ὅτε πλεῖον ἀπέχουσα τοῦ ἡλίου κατὰ πλάτος ἐν μιᾷ ἡμέρᾳ καὶ ἑῴα καὶ ἑσπερία γίνεται. ὅθεν φησὶν ὁ ἐξηγη‐ τὴς καὶ μόνον κατ’ ἐξαίρετον ἑῷον καὶ ἑσπέριον λέγεσθαι τὸν τῆς Ἀφροδί‐
15της ἀστέρα διὰ τὸ δύνασθαι ἐν μιᾷ ἡμέρᾳ καὶ ἑῷον καὶ ἑσπέριον φαίνεσθαι. ὅτι γὰρ αὐτός ἐστι καὶ ἑῷος καὶ ἑσπέριος, δηλοῖ καὶ Καλλίμαχος λέγων ἐν Ἑκάλῃ· ‘ἡνίκα μὲν γὰρ φαίνεται τοῖς ἀνθρώποις ταῦτα,
αὐτοὶ μὲν φιλέουσιν, αὐτοὶ δέ τε πεφρίκασιν·
ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον‘.
20ὁ οὖν τῆς Ἀφροδίτης ἀστὴρ καὶ ἑσπέριός ἐστι καὶ ἑῷος· ἑῷος μέν, ἐπειδὴ προανατέλλει τοῦ ἡλίου· ἑσπέριος δέ, ἐπειδὴ καὶ μετὰ δύσιν αὐτοῦ φαίνεται. καὶ τὸ θαυμαστόν, ὅτι ταῦτα γίνονται εἰς τὰ ἑπόμενα τοῦ ἡλίου αὐτῆς τυγχανούσης, οἷον ἵνα νοήσητε τὸν μὲν ἥλιον Κριῷ μοίρας κ, τὴν δὲ σελήνην ἐπὶ τοῦ α τοῦ ζῳδιακοῦ μοίρας ιε, πλὴν † ὅταν τοῦτο γίνηται, ὅταν τὰ
25ἑπόμενα σημεῖα καὶ προηγούμενα ἐπὶ ἑνὸς ᾖ κύκλου καὶ τοῦ βορείου· ἐπὶ γὰρ διαφόρων κύκλων τοῦτο οὐ γίνεται. ἐπὶ δὲ Ἑρμοῦ συμβαίνει καὶ τὴν τελείαν αὐτῶν ἀπόστασιν ἀπέχοντα τοῦ ἡλίου μὴ φαίνεσθαι διὰ τὸ μὴ ἀπέχειν κατὰ πλάτος τοῦ ἡλίου ἐπὶ τὰ βόρεια, ἀλλ’ ἐπὶ τὰ νότια. ἐπειδὴ οὖν εἴρηται ὁ κοινὸς ἔλεγχος ἀπὸ τοῦ τόπου, φέρε καὶ τὸν
30ἀπὸ τοῦ πλήθους σκοπήσωμεν. εἴτε σύνοδον τῶν πλανήτων εἴτε ἕκτον ὑποθώμεθα πλάνητα εἶναι τὸν κομήτην, οὐκ ἔδει συνεχῶς φαίνεσθαι, ὡς εἴρηται, κομήτας οὐδὲ ἐν τῷ αὐτῷ νῦν πλείους ἑνός. ἱστόρηνται δὲ καὶ
συνεχῶς φαινόμενοι καὶ ἐν τῷ αὐτῷ νῦν πλείονες ἑνός. τρίτος ἔλεγχος ὁ53

54

ἐκ τῶν ἀπλανῶν. εἴτε γὰρ ἕκτος πλάνης εἴτε σύνοδός ἐστι τῶν πλανω‐ μένων, οὐκ ἔδει ἀπλανῆ ποτε κομήτην φανῆναι. ὤφθη δὲ ἀπλανὴς κομή‐ της· καὶ ἵνα πάλιν μὴ ἄλλων μνημονεύσωμεν, τοῦ ἐπὶ ἡμῶν γενομένου μνησθῶμεν, † ὃς εἴρηται ἐπὶ ἑνὸς ἀστέρος τῶν περὶ τὴν κεφαλὴν τοῦ Δρά‐
5κοντος τοῦ ἐν τοῖς ἄρκτοις. τέταρτος ἔλεγχος ὁ ἐκ τῆς φθορᾶς· τί δήποτε γὰρ μηδέπω ἐφάνη ἢ διαλυόμενος εἰς τοὺς πέντε πλανήτας ἢ τὸν ἕκτον ἐκεῖνον πλάνητα, ἀλλὰ κατὰ μέρος μαραίνεται καὶ ἀφανίζεται εἰς οὐδένα ἀστέρα διαλυόμενος; ταῦτα μὲν οὖν κοινὰ ταῖς τρισὶ δόξαις ἑπόμενα ἄτοπα. ἴδια δ’ ἕπεται ἄτοπα τοῖς λέγουσιν ἐκ τῆς συνόδου τῶν πέντε ἀστέρων
10γίνεσθαι τὸν κομήτην ταῦτα· πρῶτον μέν, ὅτι ἔδει τὸν κομήτην τότε γίνε‐ σθαι, ὅτε σύνοδος τῶν πλανήτων γίνεται· νῦν δ’ ὁρῶμεν, ὅτι ὅτε σύνοδος τῶν πλανήτων γέγονε, κομήτης οὐκ ἐφάνη, καὶ κομήτης ἐφάνη συνόδου μὴ γενομένης, ὡς ἐδήλωσάν τινες τῶν πλανήτων γινόμενοι. δεύτερον ἄτο‐ πον· εἰ ἐκ τῆς μίξεως καὶ τῆς συνόδου τῶν πέντε πλανήτων λέγεται γίνε‐
15σθαι τὸν κομήτην, τί δήποτε μὴ καὶ ἀπλανῆ πλανωμένοις μιγνύμενον λέγε‐ ται ποιεῖν κομήτην; τίς γὰρ ἡ ἀποκλήρωσις· εἰ δὲ τοῦτο, ἄτοπον. καὶ γὰρ πολλοὶ πλανῆται ὑπέδραμον ἀπλανῆ, ὡς Ἀριστοτέλης ἱστόρησε τὸν τοῦ Διὸς ὑποδραμόντα ἀπλανῆ τινα ἀστέρα τῶν Διδύμων, καὶ ὅμως οὐ γέγονε κομή‐ της· πολλὴ δέ ἐστιν ἡ μαρτυρία τούτου παρ’ Αἰγυπτίοις. τρίτον ἄτοπον·
20εἰ τὰ τῇ φύσει ἀδιαίρετα συντιθέμενα οὐ ποιεῖ διαιρετόν (ὅσα γὰρ δήποτε ἐὰν συνθῇ σημεῖα, οὐδὲν πλέον ποιεῖ ἢ σημεῖον), ἔδει καὶ τὰ τῇ αἰσθήσει ἀδιαίρετα συντιθέμενα μὴ ποιεῖν διαιρετὸν τῇ αἰσθήσει· νῦν δ’ ὁρῶμεν, ὅτι ὁ κομήτης μέγιστος πάνυ φαίνεται ὑπὲρ τὴν ἀναλογίαν τῆς συνθέσεως. πλὴν σεσόφισται ὁ λόγος· δύναται γὰρ πολλὰ τῇ αἰσθήσει ἀδιαίρετα ποι‐
25ῆσαι διαιρετόν. τί οὖν λέγομεν; ὅτι πολλὰ συντιθέμενα, οὗτοι δὲ οὐ πολλὰ ἔλεγον συνέρχεσθαι, ἀλλ’ ὀλίγα· πέντε γὰρ μόνον. πρὸς δὲ τὰς ἀνακλάσεις φησίν, ὅτι εἰ λέγεις διὰ τὰς ἀνακλάσεις γίνεσθαι τὴν κόμην, ἔδει, ἐν ᾧ τόπῳ μὴ δύναται γενέσθαι ἀνάκλασις, μὴ γενέσθαι κόμην. νῦν δὲ ἱστό‐ ρηται ἐν παντὶ τόπῳ γινόμενος κομήτης. ὦπται γὰρ ἐν τῷ μεταξὺ τῶν
30τροπικῶν τοῦ ἰσημερινοῦ, ἅπερ εἰσὶν ἐγγὺς τῆς διακεκαυμένης, τὴν ἀρχὴν ἔχων κομήτης· ἀλλὰ μὴν καὶ ἐν τῷ νοτίῳ κύκλῳ καὶ ἐν τῷ βορείῳ ὄντος ὦπται συνιστάμενος κομήτης. καὶ τί δήποτε ἔλεγεν ὁ Ἱπποκράτης; μηδ’ ἐν τῷ ζῳδιακῷ διὰ τὴν ἔνδειαν τοῦ ὑλικοῦ μηδ’ ἐν τῷ νοτίῳ ἡλίου μὲν ἐν τῷ βορείῳ ὄντος ἢ ἐν τῷ νοτίῳ γίνεσθαι κομήτην. οὗτοι
35καὶ οἱ ἰδιάζοντες ἔλεγχοι τῶν δύο ὑποθέσεων. Πυθαγόραν γὰρ οὐδὲν ἠξίωσεν ἰδίᾳ ἐλέγξαι ὡς εὐελέγκτου ὄντος τοῦ εἰπεῖν κόμην ἐκ τῆς πέμ‐ πτης οὐσίας διαφθειρομένην. εἰ δὲ τοῦτο οὕτως, ἔστι κερδᾶναι τι, ὅτι
Ἀριστοτέλης τὸν γαλαξίαν τοῦ ἀέρος πάθος λέγει συνηγορικῶς. *** οὗτος54

55

γὰρ ἂν τὸν ἀεὶ ὡσαύτως ἔχοντα πάθος ἔλεγεν, † ὃ ἐκ τοῦ μὴ ἀεὶ ὡσαύ‐ τως ἔχειν χαρακτηρίζον τὰ ὑπὸ σελήνην. ἀλλ’ ἡμεῖς μὲν διὰ τὸ σαφὲς πρῶτον τὰ κοινὰ εἰρήκαμεν ἄτοπα, εἶτα καὶ τὰ ἴδια ἑκάστης δόξης, ἑκά‐ στῳ καὶ τὸ οἰκεῖον ἀποδιδόντες κατὰ τὸν ποιητὴν εἰπόντα·
5
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὁ δ’ Ἀριστοτέλης συγκεχυμένως αὐτὰ παραδίδωσιν.
7nΠρῶτον μὲν οὖν τοῖς λέγουσιν, ὅτι τῶν πλανωμένων
8nεἷς ἐστι καὶ τὰ ἑξῆς.
9Ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, τὰ καθόλου πρῶτον παραδίδωσιν
10ἄτοπα· καὶ πρῶτον τὸ ἀπὸ τοῦ τόπου.
11nἘν τῷ κύκλῳ ὑπολείπεται τῶν ζῳδίων.
12 Τουτέστι περὶ τὸν ζῳδιακὸν κινοῦνται· τὴν γὰρ κίνησιν αὐτῶν ἀστρονο‐ μικῶς ὑπόλειψιν ἐκάλεσεν.
14nΕἶτα καὶ πλείους ἑνός· ἅμα γὰρ γεγένηται.
15Ἰδοὺ τὸ δεύτερον τὸ ἐκ τοῦ πλήθους κοινὸν ἄτοπον.
16nΠρὸς δὲ τούτοις εἰ διὰ τὴν ἀνάκλασιν καὶ τὰ ἑξῆς.
17 Ταῦτα οὐκέτι κοινά. πρὶν γὰρ τὰ ὑπόλοιπα δύο εἰπεῖν κοινά, τρέπε‐ ται καὶ ἐπὶ τὸν ἴδιον ἔλεγχον τοῦ Ἱπποκράτους συγκεχυμένως τὴν διδασκα‐ λίαν ποιούμενος· ὅτι δέ, φησίν, εἰ διὰ τὸν τοιόνδε τόπον κόμη αὐτῷ προσ‐
20γίνεται, οὐκ ἔδει οὐδ’ ἐν τῷ ζῳδιακῷ οὐδ’ ἐν τῷ νοτίῳ, εἴτε νότιός ἐστιν ὁ ἥλιος εἴτε βόρειος, συνίστασθαι κομήτην· πολλάκις δὲ ὦπται.
22nΝῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε.
23 Τοῦτο πρὸς τοὺς λέγοντας ἕκτον πλάνητα, ὅτι χωρὶς κόμης οὐδέποτε οὗτος ὦπται· καὶ μὴν ὤφειλεν. ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὑπὸ γῆν ἐστιν
25ἢ ὑπὸ τὰς αὐγὰς κρύπτεται τοῦ ἡλίου καὶ διὰ τοῦτο οὐχ ὁρᾶται. τί οὖν λέγομεν; ὅτι οὐκ ἐξ ἀνάγκης. τίς γὰρ ἡ ἀποκλήρωσις τοὺς μὲν πέντε
φαίνεσθαι καὶ πολλάκις ἅμα πάντας ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, τοῦτον55

56

δὲ μὴ φαίνεσθαι. λοιπὸν εἶπεν· ἔξωθεν εἰ ἦν πλάνης, ὥσπερ ἐκεῖνοι καταλαμβάνονται, καὶ γινώσκομεν, πότε γίνονται ἔξαυγοι, πότε δὲ κρύπτονται, οὕτως ἂν καὶ οὗτος. οὐδεὶς δὲ μέχρι τῆς νῦν ἠδυνήθη προειπεῖν ἐσό‐ μενον, † εἴ ποτε δὲ διαφθείρεται· οὐκ ἄρα πλάνης ἐστίν.
5nΚαὶ φανερῶς δὲ ὄντων αὐτῶν καὶ μὴ πάντων φαινο‐
6nμένων.
7 Τοῦτό φησι πρὸς τὴν δόξαν τὴν λέγουσαν σύνοδον· κομήτης γὰρ ἐφάνη φαινομένων τῶν πλανήτων ἢ ἁπάντων ἢ τινῶν. σὺ δὲ εἰπέ, ὅτι καὶ συνόδου μὴ γενομένης γεγόνασι κομῆται καὶ γενομένης οὐκ ἐγένοντο.
10nἈλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον
11nτόπῳ γίνεται κομήτης μόνον.
12 Τοῦτο πρὸς Ἱπποκράτην λέγεται, ὅτι οὐκ ἐν μόνῳ τῷ βορείῳ γίνονται κύκλῳ κομῆται, ἀλλὰ καὶ ἐν τῇ διακεκαυμένῃ ἐγένοντο· ἐν δὲ τῷ ἰση‐ μερινῷ ἐφάνησαν τὴν ἀρχὴν ἔχοντες, ὅστις οἷον κέντρον ἐστὶ τοῦ ζῳδια‐
15κοῦ. ἀλλ’ εἰ μὴ φαίνεται ἡ διακεκαυμένη, πῶς ἔχει ἐκεῖ γεγονέναι; ἢ λέγομεν, ὅτι ἐστοχάσατο γενομένου αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἰσημερινοῦ, ὅτι πάντως καὶ τῆς διακεκαυμένης μέρος κρατεῖ· ἢ τὸ ἀληθέστερον εἰπεῖν, γέγραπται τοῖς παλαιοῖς τὸ ποσὸν τῆς φαινομένης παραλλάξεως λοξῶς τῆς φαινομένης ἐποχῆς πρὸς τὴν ἀληθῆ ἐποχὴν καθ’ ἕκαστον κλίμα. καὶ ἐκ
20τούτου μᾶλλον εὗρεν, ὅτι ἐν τῇ διακεκαυμένῃ ζώνῃ ἐγένετο κομήτης.
21nὍ τε γὰρ μέγας κομήτης ὁ γενόμενος πρὸς τὸν ἐν
22nἈχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον.
23 Εἰκότως γὰρ μέλλοντος γίνεσθαι σεισμοῦ καὶ κατακλυσμοῦ ἐφάνη μέγας κομήτης, δι’ ὃν πολλὴ ἦν ἡ καπνώδης ἀναθυμίασις. ἐνταῦθα σφοδρό‐
25τατοι ἐγένοντο ἄνεμοι καὶ ὑπόγειοι καὶ ἀπόγειοι. διὰ μὲν τοὺς ὑπογείους γέγονεν ὁ σεισμός· διὰ δὲ τοὺς ἀπογείους ἀλλήλοις ἐξ ἐναντίου πνεύσαντας ἐκορυφώθη ἡ θάλασσα καὶ ἐπήρθη εἰς ὕψος μέγιστον. εἶτα ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων ἐφημμένος ἐπαύσατο ὁ ἄνεμος, ἐπὶ ἐκεῖνον ἐξη‐ μέθη τὸ ὕδωρ καὶ γέγονεν ἐπικλυσμός. οὐδὲ γὰρ κατακλυσμὸς ἀπὸ ὑετοῦ
30γίνεται.
31nΚαὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασι.
32Τοῦτο πάλιν πρὸς τὸν Ἱπποκράτην.56

57

(1n)

Ἐπὶ δὲ ἄρχοντος Ἀθήνῃσιν Εὐκλέους τοῦ Μόλωνος.
2 Καὶ τοῦτο πρὸς Ἱπποκράτην. δείκνυσι γὰρ ὡς ἐπὶ ἄρχοντος Εὐκλέους ἐγένετο κομήτης πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος, τουτέστιν ἡλίου ὄντος ἐν τοῖς νοτίοις μέρεσι· τῷ Γαμηλιῶνι γὰρ μηνὶ ἐν Ὑδροχόῳ ἐστὶν ὁ
5ἥλιος. πῶς οὖν ἡλίου ὄντος ἐν τοῖς νοτίοις γέγονε κομήτης; ἀδύνατον γάρ, ὡς ἔλεγεν Ἱπποκράτης. γαμήλιος δὲ μὴν ἐλέγετο παρ’ Ἀθηναίοις διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν τοὺς γάμους ἐπιτελεῖσθαι· εὔλογον γὰρ ᾤοντο τότε σπείρειν, ὅτε καὶ ἡ γῆ ἀρδεύεται· ἐπιτήδειος γὰρ ὁ καιρὸς πρὸς καρπῶν γένεσιν.
9nΚοινὸν δὲ τούτοις καὶ τοῖς σύναψιν λέγουσι πρῶτον
10nμὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην.
11 Πάλιν κοινὸν ἔλεγχον ποιεῖται τὸν ἀπὸ τῶν ἀπλανῶν. οὐκ ἔδει γάρ ποτε ἀπλανῆ φανῆναι κόμην ἔχοντα καθ’ ὑμᾶς ἢ σύνοδον τῶν πλανωμένων ἢ ἕκτον πλάνητα ὑποθεμένους τὸν πλανήτην. εἰσὶ δὲ πολλοὶ καὶ ἀπλανεῖς κόμην εἰληφότες· καὶ παρατίθεται ἱστορίαν· καὶ ὁ ἐπὶ ἡμῶν δὲ γενόμενος,
15ὡς εἴρηται, τοιοῦτος ἐφάνη, καὶ οἱ Αἰγύπτιοι δὲ πολλὴν ἔχουσι τὴν τούτων μαρτυρίαν. ὁ δέ γε Ἀριστοτέλης τοιοῦτόν φησιν ἑωρακέναι, ὅτι κόμην ἔσχεν ἀμυδράν, ἥτις τοῖς μὲν ἀτενίζουσι πρὸς αὐτὴν ἀμυδρὰ ἐφαίνετο διὰ τὸ κρατεῖσθαι ὑπὸ τῆς ὄψεως (πᾶν γὰρ τὸ κρατούμενον ὑπ’ αὐτῆς μικρὸν φαίνεται), ἐν δὲ τῷ παραβλέπειν μεγίστη ἐφαίνετο διὰ τὸ κατακρατεῖν τὴν
20ὄψιν τοῦ λαμπροῦ αὐτῆς.
21nΠρὸς δὲ τούτοις πάντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ
22nδύσεως.
23 Τὸν ἐκ τῆς φθορᾶς ἐνταῦθα κοινὸν ποιεῖται ἔλεγχον. οὐδεὶς γὰρ τῶν καθ’ ἡμᾶς ὀφθέντων οὐδ’ εἰς ἕνα ἐφάνη διαλυθείς. εἰ δὲ πέντε,
25ἔδει μένειν τοὺς ἀστέρας ὡς ἐκ τῆς πέμπτης ὄντας οὐσίας, κατὰ δὲ Πυθα‐ γόραν καὶ τὴν κόμην. ἐντεῦθεν δέ, ὡς καὶ ἐν τῇ θεωρίᾳ εἴρηται, ἠδυνή‐ θημεν κερδᾶναι καὶ περὶ τοῦ γαλαξίου, ὅτι οὗτος οὐ πάθος ἐστὶν ἀέρος· ἦ γὰρ ἄν ποτε καὶ ἐφθείρετο.
29nΠερὶ οὗ πρότερον ἐμνήσθην καὶ τὰ ἑξῆς.
30Περὶ τοῦ γενομένου ἐν ταῖς ἰσημεριναῖς δυσμαῖς λέγει, ὅτι ἐφάνη57

58

χειμῶνος ὄντος καὶ παγετοῦ καὶ αἰθρίας· αἰθρίας δὲ οὐ τῆς ἀπὸ τῶν ἀνέ‐ μων νῦν λέγει, ἀλλὰ τῆς ἀπ’ ὄμβρων. οὗτος δὲ οὐκ ὤφθη τῇ πρώτῃ ἡμέρᾳ διὰ τὸ καταδεδυκέναι τὸν ἥλιον. † ὁ μὲν τοῖς προηγουμένοις συστάς. ἐτεκμήρατο δὲ συστάντα αὐτὸν ἐκ τοῦ μέγιστον αὐτὸν φανῆναι ἐν τῇ δευ‐
5τέρᾳ ἡμέρᾳ. οὐδὲ γὰρ ἀθρόως τοσοῦτον ἐξέτεινεν, ὡς τὸ τρίτον μέρος τοῦ οὐρανοῦ φωτίσαι. ἐφάνη δὲ τῇ δευτέρᾳ πρὸς ὀλίγον πάνυ, ἐπειδὴ μηδὲ πολὺ ὑστέρησε τὸ ὑπέκκαυμα, ὡς ἐν τοῖς ἑπομένοις τοῦ ἡλίου γενέσθαι· διὸ ἐπειδὴ ὀλίγον ἐφάνη, καὶ εὐθέως κατέδυ. † ἅμα δὲ καὶ ἐκλήθη ὡς οἷόν τι πήδημα ποιήσας, ἐκλήθη δὲ καὶ ‘ὁδὸσ‘ διὰ τὸ εἰς μῆκος αὐτὸν ἅλλεσθαι
10καὶ δύσας δέ τι ἐφώτιζε τὸ τρίτον μέρος τὸ ὑπὲρ γῆν, ὡς ἅτε μέγας ὢν οὐκ ἄπορον· καὶ γὰρ ‘ὁ ἥλιοσ‘ διὰ τὸ πλούσιον τοῦ φωτὸς ἐκλήθη καὶ πρὸ τοῦ ἀνατεῖλαι καὶ μετὰ τὸ δῦσαι φωτίζει μέρος τὸ ὑπὲρ γῆν.
13nΚαίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν.
14Ἐπειδὴ εἶπεν, ὅτι ἔδει ἢ εἰς ἀστέρας διαλύεσθαι τοὺς κομήτας, εἰ
15σύνοδος αὐτῶν ἐστιν, ἢ εἰς ἀστέρα, εἰ ἕκτος πλάνης ἐστίν, φησίν, ὅτι πρὸς τοῦτο φιλονείκως φερόμενος Δημόκριτος ἔφη διαλύεσθαι τοὺς κομή‐ τας εἰς ἀστέρας, ὅπερ οὐκ ἔχει τὸ φαινόμενον· οὐ γὰρ ἐφάνη τοῦτο. ἔπειτα δὲ διὰ τί ποτὲ μὲν τοῦτο γίνεται, ποτὲ δὲ οὔ; πλὴν δυνατὸν εἰπεῖν ὑπὲρ Δημοκρίτου, ὅτι ἴσως κατ’ αὐτὸν γενόμενοι διελύθησαν ἀστέρες· ἐν τούτῳ
20δὲ μόνον διήμαρτεν, ὅτι κοινῶς περὶ πάντων ἀπεφήνατο καὶ οὐ περὶ τῶν κατ’ αὐτὸν ὀφθέντων καὶ μόνον.
22nΠρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοι φασὶ καὶ τῶν πλανή‐
23nτων καὶ πρὸς αὐτούς.
24Ἴδιος ἔλεγχος τῶν λεγόντων τὴν σύνοδον. διὰ τί γὰρ μὴ καὶ ἐκ
25τῆς συνόδου τῶν πλανωμένων πρὸς ἀπλανῆ γίνεται κομήτης; καίτοι πολλή γε τούτου ἐστὶν ἡ πεῖρα παρὰ Αἰγυπτίοις, ὅτι σύνοδος γίνεται καὶ οὐ φαίνεται κομήτης· καὶ ἡμεῖς δέ, φησίν, ἑωράκαμεν τὸν Διὸς ἀστέρα ὑποδρα‐ μόντα ἕνα τῶν ἐν τοῖς Διδύμοις, καὶ ὅμως οὐκ ἐφάνη κομήτης.
29nἜστι δὲ καὶ ἐκ τοῦ λόγου.
30Ἐπειδὴ τὸν ἐκ τῆς μαρτυρίας ἔλεγχον ἐποιήσατο, διὰ τοῦτό φησιν,58

59

ὅτι καὶ τὸν ἐκ τοῦ λόγου δυνατὸν αὐτοὺς ἐλέγξαι, τὸν τρίτον εἰρημένον ἐν τῇ θεωρίᾳ πρὸς τούτους ἔλεγχον. δῆλον δὲ γέγονε τὸ συγκεχυμένον τῇ λέξει, οἶμαι.
4tΠρᾶξις θ.
5nἘπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει καὶ τὰ ἑξῆς.
6 Ἐπειδὴ τὰς ψευδεῖς δόξας περὶ τοῦ κομήτου ἱστορήσαμεν, φέρε καὶ τὴν ἀληθῆ δόξαν περὶ αὐτοῦ εἴπωμεν, τουτέστι τὴν Ἀριστοτέλους. ἀλλ’ ἐπειδὴ γενόμενον τὸν κομήτην γνωρίζομεν, οὐκ ἴσμεν δὲ πῶς γίνεται, φέρε καὶ τὸν νόμον τῶν ἐχόντων ἀφανῆ τὴν γένεσιν κατὰ ταῦτα διδάξωμεν.
10νόμος τοίνυν ἐπὶ τῶν ἀγνοουμένην τὴν γένεσιν ἐχόντων ὑποθέσεις τινὰς παρα‐ λαμβάνειν, αἷς οὐδὲν ἕπεται ἀδύνατον. οὕτω γὰρ καὶ τὸ συμβεβηκὸς ὡρίσατο Ἀριστοτέλης λέγων· “συμβεβηκός ἐστιν ὃ μὴ ὑπάρχει, τεθέν‐ τος δὲ αὐτοῦ οὐδὲν ἀδύνατον ἕπεται”. † οὕτως οὐ δεῖ κεχρῆσθαι καὶ διδάσκειν αὐτό. καὶ ἐροῦμεν κατὰ Πλάτωνα, ὅτι ἢ τοῦτό ἐστι τὸ
15ζητούμενον ἢ τοιοῦτον. καὶ τῆς τοῦ κομήτου οὖν γενέσεως δεῖ προσ‐ λαβεῖν ὑποθέσεις τινάς, αἷς οὐδὲν ἕπεται ἀδύνατον. εἰσὶ δ’ αἱ ὑπο‐ θέσεις αὗται· πρώτη, ὅτι τὸ ἄκρον τοῦ ἀπογείου κόσμου συμπεριφέρε‐ ται τῷ παντί, τουτέστι τοῦ ἀέρος. δευτέρα, ὅτι ἐκπυροῦται καὶ ἐκ‐ καίεται. τρίτη, ὅτι οὐδὲ σφοδροτάτη ὤφειλεν εἶναι ἡ ἔξαψις οὐδὲ
20ἀμυδροτάτη, ὡς ἀσθενὴς καὶ κατακρατεῖται καὶ κατασβέννυται, ἡ δὲ σφοδροτάτη ἀποσβέννυται λόγῳ τοῦ ἀπορεῖν ὕλης· ἐκκαίεται γὰρ ταχέως. τέταρτον δεῖ εἶναι καὶ παχυτέραν ὕλην, ἵνα ἐπὶ πλείονα χρόνον ἐπι‐ μείνῃ καιομένη. πέμπτον, ὅτι δεῖ καὶ ἐκ τῆς γῆς ἀναφέρεσθαι λιγνὺν ἐπιτηδείαν αὐτῷ. πέντε ὑποθέσεσι ταύταις ἕπεται ἡ τοῦ κομήτου γένεσις.
25ὁ γὰρ κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται καὶ συμπεριάγεται τῷ παντί, ὡς δηλοῖ ὁ τοῖς αὐτοῖς ἄστροις παρανατέλλων καὶ δύνων. ἀλλὰ μὴν καὶ ἔξ‐ αψίς ἐστιν, ὡς δηλοῖ τὸ πυρῶδες αὐτό. καὶ οὐδὲ σφοδροτάτη οὐδὲ ἀμυ‐ δροτάτη ἡ ἔξαψις, ὡς δηλοῖ τὸ παρατείνειν αὐτὸ ἐπὶ χρόνον. ἀλλὰ μὴν καὶ παχυτέρα ἡ ὕλη, ὡς δηλοῖ πάλιν τὸ χρόνιον. ἀλλὰ μὴν καὶ ἐκ τῆς
30γῆς ἐπιτηδεία λιγνὺς ἀνάγεται, ὡς δηλοῖ τὸ μὴ ἀεὶ αὐτὸν γίνεσθαι, ἀλλ’ ὅταν πλεονάσῃ ἡ καπνώδης ἀναθυμίασις. αὕτη πρώτη γένεσις τοῦ κομήτου. δευτέρα γένεσις· τοῦ διᾴττοντος νεμομένου τὴν ἐπιτηδείαν ὕλην, ἐὰν ἐπι‐
τύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται καὶ ποιεῖ τὸν59

60

κομήτην. καὶ ταύτην ἔξαψιν καλεῖ ὁ Ἀριστοτέλης καὶ ἀρχὴν καὶ πέρας εἶναι ἀστέρος· πέρας μὲν γίνεται τοῦ διᾴττοντος, ἀρχὴ δὲ τοῦ κομήτου. εἰσὶ δὲ τῶν κομητῶν διάφορα σχήματα, ἃ παρέπονται τῇ διαφόρῳ ἐξάψει τῆς ὕλης. ἢ γὰρ κατὰ μῆκος μόνον ἐστὶν ἡ ἔξαψις, οὐ δήπου δὲ καὶ κατὰ
5πλάτος, καὶ γίνεται ὁ δοκίας καλούμενος· ἢ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος καὶ καλεῖται κυρίως κομήτης· ἢ καὶ ἐν βάθει ἔχει οἷον ἀποσπιν‐ θηρισμούς τινας καὶ καλεῖται πωγωνίας. τρεῖς οὖν διαφοραὶ τῶν κομητῶν. φαίνονται δὲ τούτων οἱ μὲν ὥσπερ ἀστέρα ἢ ἄστρον τὴν ἀρχὴν ἔχοντες, οἱ δὲ αὐτοὶ καθ’ ἑαυτούς εἰσιν. ἡνίκα γὰρ κατὰ κάθετον τύχῃ ὁ κομήτης
10τινὸς ἄστρου ἢ ἀστέρος, ἡ ὄψις διὰ τοῦ λαμπροῦ τοῦ κομήτου διαδιδομένη ὡς ἐπὶ τὸν ἀστέρα λαμπρότερον ὄντα νομίζει κορυφὴν αὐτοῦ εἶναι τὸν ἀστέρα· ἡνίκα δὲ μὴ τύχῃ κατὰ κάθετον, τότε αὐτὸς καθ’ ἑαυτὸν φαίνεται. τὸν δὲ κομήτην τὸν περὶ ἀστέρα ἢ ἄστρον γινόμενον κυρίως κομήτην κα‐ λούμενον διὰ τὸ νομίζεσθαι κομήτην ἴσχειν ἀστέρα. τὴν ἔξαψιν τοῦ ὑπ‐
15εκκαύματος τριχῶς Ἀριστοτέλης ὁρίζεται λέγων, ὅτι κομήτης ἐστὶν οἷον ἶρις ἅλως περὶ ἀστέρα· ἅλως περὶ σελήνην, ἡ ἶρις περὶ ἥλιον· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἡ μὲν ἶρις περὶ ἥλιον γίνεται, ἡ δὲ ἅλως περὶ σελήνην, κατὰ δὲ τὸ σπάνιον καὶ τοὐναντίον. δεύτερος ὅρος· κομήτης ἐστὶν ἅλως καὶ ἶρις ἐν ὑπεκκαύματι, ἀλλ’ οὐκ ἐν τῷ περιγείῳ ἀέρι. ἶρίς τε γὰρ καὶ
20ἅλως περὶ τὰ ὑγρὰ νέφη συνίστανται· πάλιν ἅλως καὶ ἶρις ἀληθεῖς, οὐκ ἀπατηλαί. ἐπὶ γὰρ ἴριδος καὶ ἅλω τὸ χρῶμα ἀπατηλὸν διὰ τὴν ἀνά‐ κλασιν τὴν περὶ ἥλιον ἢ σελήνην γινομένην οὕτω φαινόμενον ἐπεὶ μὴ ὂν κατὰ ἀλήθειαν· ἐπὶ δὲ τοῦ κομήτου τὸ λαμπρὸν τὸ φαινόμενον ἀληθινόν ἐστι. ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης ἐπάγει τούτοις ἐφεξῆς ἕτερόν τι οὐκ
25οἶδα παθών. φησὶ γάρ, ὅτι οἱ ἐν τῷ κάτω τόπῳ γινόμενοι κομῆται οὐ γίνονται περὶ ἀστέρα ἢ ἄστρον, οἱ δὲ ἐν τῷ ἄνω γίνονται. καίτοι γε οὐκ ἀδύνατον καὶ τοὺς ἐν τῷ κάτω τόπῳ περὶ ἀστέρα γενέσθαι. τί γὰρ εἰ τύ‐ χοι κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὢν ὁ ἀστήρ; ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γίνεται μὴ περὶ ἀστέρα ὤν· τί γὰρ εἰ τύχοι μὴ ὢν κατὰ κάθετον
30αὐτοῦ τῆς ἐξάψεως ὁ ἀστήρ; ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γινομένους ἔφη περὶ ἀστέρα γίνεσθαι διὰ τὸ ἐν οὐρανῷ νομίζεσθαι εἶναι διὰ τὸ μῆκος τοῦ διαστήματος, τοὺς δὲ ἐν τῷ κάτω τόπῳ οὐκ εἶπε περὶ ἀστέρα γίνε‐ σθαι διὰ τὸ πλησιάζειν ἡμῖν. ἐφ’ οἷς λοιπὸν κατασκευάζει, ὅτι τὸ πυρῶδες
τὸ ἐν τῷ κομήτῃ οὐκ ἔστιν ἀπατηλόν, ἀλλ’ ἀληθινὸν ὑπάρχει. καὶ γὰρ60

61

ἐκ πυρώδους γίνεται ἀναθυμιάσεως. ἀμέλει οὖν ὁπηνίκα γένηται κομήτης, αὐχμὸς πολὺς γίνεται καὶ ἄνεμοι σφοδρότατοι διὰ τὸ δηλοῦσθαι πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο δὲ αὐτὸ καὶ Ἄρατος ἐπιστάμενος ἔφη·
5
πολλοὶ γὰρ κομόωσιν ἐν αὐχμηρῷ ἐνιαυτῷ. πλεῖστοι γὰρ ἀστέρες ἴσχουσι κόμην διὰ τὴν πλεονεξίαν τῆς πυρώ‐ δους ἀναθυμιάσεως. ταῦτα διὰ τούτων ἡ λέξις παραδίδωσιν· συγκατα‐ παύεται δὲ αὐτῇ καὶ ὁ περὶ τοῦ κομήτου λόγος.
9nἘπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκα‐
10nνῶς ἀποδεδεῖχθαι καὶ τὰ ἑξῆς.
11 Ἐπειδὴ περὶ κομήτου μέλλομεν, φησίν, εἰπεῖν, ἀφανὴς δὲ αὐτοῦ ἐστιν ἡ γένεσις, καθόλου δὲ εἰπεῖν ἐπὶ πάντων, ἐφ’ ὧν ἐστιν ἡ γένεσις ἀφανής, ἡ δίδαξις αὐτῶν γίνεται, ὁπηνίκα ὑποθέσεις τινὰς λάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται, φέρε καὶ ἐπὶ τοῦ κομήτου τῆς γενέσεως ὑποθέσεις τινὰς
15παραλάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται· ἀφανὴς γὰρ αὐτῶν ἡ γένεσις. πλὴν πρόσθες ἐπὶ τῶν ἀφανῶν τῇ αἰσθήσει ‘κατὰ τὴν γένεσιν‘, ἐπεὶ ὁ κομήτης οὐκ ἔστιν ἀφανὴς τῇ αἰσθήσει γενόμενος, ἀλλ’ ἀφανὴς γι‐ νόμενος.
19nἜκ τε τῶν νῦν φαινομένων τις ὑπολάβοι ἂν ὧδε περὶ
20nτοῦδε μάλιστα συμβαίνειν.
21 Ἡ ἀπόδειξις. ἂν γάρ, φησί, καὶ ἐπὶ τῶν νῦν φαινομένων, τουτέστι τοῦ κομήτου, ὁμοίως τις ὑπολάβοι, συμβαίνει καὶ περὶ τούτου ὁμοίως ἡμᾶς ὑπολαμβάνειν, ὅτι οὕτως ἐστιν ἡ γένεσις κομήτου καὶ οὐκ ἄλλως· οὐδὲν γὰρ ἀδύνατον ταῖς ὑποθέσεσιν αὐτοῦ ἕπεται.
25nΑὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος
26nἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν.
27 Ἰδοὺ ἡ πρώτη ὑπόθεσις, ὅτι τὸ ὑπέκκαυμα συγκινεῖται τῷ παντὶ κύκλῳ καὶ αὐτὸ φερόμενον.
29nΦερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ἐὰν
30nτύχῃ εὔκρατος οὖσα, ἐκπυροῦται πολλάκις.
31Ἡ δευτέρα ὑπόθεσις. εὔκρατον δὲ λέγει τὸ ἐπιτήδειον πρὸς τὸ ἐκ‐61

62

πυρωθῆναι· οὐ γὰρ ὅλον ἐστὶν ἐπιτήδειον. ὥσπερ γὰρ γίνονται ψῶραι οὐκ ἐν παντὶ μέρει τοῦ σώματος, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, οὕτω καὶ ἐνταῦθά ἐστιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰρήκαμεν γίνεσθαι καὶ τὸν διᾴττοντα ἀστέρα· ἀλλ’ ἐκεῖ μέν, ὡς εἴρηται, οὐκ ἐν τῷ αὐτῷ τόπῳ μένει ἡ ἐκ‐
5πύρωσις, ἀλλὰ διαδίδοται σποράδην ἐκ τοῦ μέσου διὰ τὴν ἄγαν λεπτομέ‐ ρειαν λανθάνοντος.
7nὍταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν πέσ.
8 Πρὶν εἴπῃ τὴν τρίτην ὑπόθεσιν, τὴν τετάρτην λέγει, ὅτι χρὴ παχεῖαν εἶναι τὴν ὕλην, ἵνα ἐπὶ πλεῖον μείνῃ καιομένη. δέον δ’ εἰπεῖν ‘παχεῖαν‘
10‘πυκνὴν‘ εἶπεν, ὡς ἂν τῆς πυκνῆς ὕλης παχυτέρας ὑπαρχούσης.
11nἈρχὴ δὲ οὕτως πυρώδης μήτε οὕτω λίαν καὶ τὰ ἑξῆς.
12 Ἡ τρίτη ὑπόθεσις, ὅτι χρὴ τὴν ἔξαψιν μήτε σφοδροτάτην πάνυ εἶναι μήτε ἀμυδράν· ἑκατέρα γὰρ ἐπ’ ὀλίγον ἀνταρκεῖ, ἡ μὲν σφοδρὰ διὰ τὸ δαπανᾶν ῥᾳδίως τὴν ὕλην καὶ μὴ εὐπορεῖν ἑτέρας, ἡ δ’ ἀμυδρὰ διὰ τὸ
15ἀπομαραίνεσθαι.
16nἍμα δὲ κάτωθεν συμπίπτει ἀναβαίνειν.
17Ἡ πέμπτη ὑπόθεσις, ὅτι χρὴ ἐπιτηδείαν ἀναθυμίασιν ἀναδίδοσθαι.
18nἈστὴρ τοῦτο γίνεται κομήτης.
19Τὸ συμπέρασμα. ἐὰν γάρ, φησίν, αὗται πᾶσαι αἱ ὑποθέσεις συνδρά‐
20μωσι, κομήτης γίνεται, ἀλλὰ πρὸς τὸ διάφορον σχῆμα τοῦ ἐκκαιομένου καὶ τὸ σχῆμα τοῦ κομήτου γίνεται. ἢ γὰρ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γίνεται ἔξαψις καὶ καλεῖται κυρίως κομήτης, ὃν φαίης φλόγα πολυχρόνιον· ἢ κατὰ μῆκος μόνον καὶ καλεῖται δοκίας (τοιοῦτοι γὰρ καὶ οἱ δοκοί), καὶ εἴποις ἐνταῦθα δαλὸν πολυχρόνιον· ἢ καὶ κατὰ βάθος ἔχει τὴν ἔξαψιν καὶ
25οἱονεὶ ἀποσπινθηρίζει καὶ καλεῖται πωγωνίας, ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ἐξ ἐπιμονῆς.
27nὭσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος φορὰ δοκεῖ εἶναι,
28nοὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μόνη δοκεῖ εἶναι.
29Τοῦτό φησιν, ὅτι καθάπερ ἡ τῆς ἐξάψεως κίνησις ἐνομίζετο ἀστὴρ62

63

εἶναι (ὁ γὰρ διᾴττων ἀστὴρ ἐνομίζετο), οὕτω καὶ ἡ μένουσα ἔξαψις ὡς ἐπὶ τοῦ κομήτου ἀστὴρ εἶναι νομίζεται. ἔστιν οὖν κομήτης διᾴττων μένων καὶ πολυχρόνιος.
4nΕἰ δὲ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθόν, ᾗ
5nμάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φθορᾶς
6nτελευτὴ τῆς διαδρομῆς.
7 Τὴν δευτέραν γένεσιν λέγει τοῦ κομήτου. ἐὰν γάρ, φησί, διᾴττοντος γινομένου εὑρεθῇ πυκνοτέρα ἡ ὕλη, ἵσταται ἐκεῖσε ἡ ἔξαψις καὶ ποιεῖ κομή‐ την, ὅστις καὶ ἀρχή ἐστιν ἀστέρος καὶ πέρας τῆς διαδρομῆς τοῦ προλα‐
10βόντος ἀστέρος, φημὶ δὴ τοῦ διᾴττοντος.
11nὍταν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ καὶ τὰ ἑξῆς.
12 Ἐντεῦθεν τὸ διεσφαλμένον θεώρημα παραδίδωσιν, ὅτι οἱ μὲν περὶ τὸν κάτω τόπον κομῆται οὐ γίνονται περὶ ἀστέρας, οἱ δὲ περὶ τὸν ἄνω γινό‐ μενοι περὶ ἀστέρας γίνονται. ὅπερ ἄτοπον· πλὴν διῄτησεν ἐν τῇ θεωρίᾳ. εἰ δὲ
15Ἀριστοτέλης κάτω τόπον λέγει τὸν περίγειον πανταχοῦ, πρόδηλόν ἐστιν, ὅτι καὶ κατὰ ἐκπυρηνισμὸν γίνεται κομήτης πρότερον διᾴττοντος γενομένου.
17nἈλλ’ ὥσπερ ἡ ἅλως περὶ τὸν ἥλιον φαίνεται καὶ τὴν
18nσελήνην.
19Ἰδοὺ μία ὑπογραφὴ τοῦ κομήτου τοῦ περὶ ἀστέρα γινομένου. οὐ
20καλῶς δὲ εἶπεν ἅλως περὶ ἥλιον καὶ σελήνην· ἔδει γὰρ εἰπεῖν ἶριν εἶναι περὶ ἥλιον, ἅλω δὲ εἶναι περὶ σελήνην. εἴρηται γάρ, ὅτι ἅλως μὲν ὡς ἐπὶ τὸ πλεῖστον περὶ σελήνην γίνεται, ἶρις δὲ περὶ ἥλιον.
23nΚαὶ περὶ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος
24nὁ ἀήρ.
25 Τότε γὰρ γίνεται ἶρις καὶ ἅλως, ὅταν ἀὴρ πυκνωθῇ. περὶ μεθιστα‐ μένων τουτέστι περὶ αὐτοὺς φερομένων· ἀνάκλασις γὰρ γίνεται τῶν ἀκτί‐ νων ἡλίου καὶ σελήνης. διὸ καὶ τὸ χρῶμα νομίζομεν τοιόνδε γίνεσθαι
μὴ ὂν κατὰ ἀλήθειαν. πλὴν ταῦτα μαθησόμεθα ὕστερον ἐν τῷ λόγῳ.63

64

(1n)

Πλὴν εἰ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτην, ἐκεῖ δὲ
2nπ’ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν.
3 Δευτέρα ὑπογραφή, ὅτι τὸ χρῶμα ἐπὶ μὲν ἴριδος καὶ ἅλω ἀπατηλόν ἐστιν, ἐπὶ δὲ τῶν κομητῶν ἀληθῶς. μηδέ, ἐπειδὴ φαινόμενον εἶπε,
5νομίσῃς φαινόμενον αὐτὸν λέγειν τὸ ἀπατηλόν· φαινόμενον γὰρ εἶπε τὸ ὁρώμενον. καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν π’ αὐτῶν τὸ χρῶμα φαι‐ νόμενον.
8nὍταν μὲν οὖν περὶ ἀστέρας γένηται ἡ τοιαύτη σύγκρισις.
9Διαφορὰν βούλεται εἰπεῖν τοῦ περὶ ἀστέρα κομήτου καὶ τοῦ καθ’
10αὑτόν. εἰ γάρ, φησί, περὶ ἀστέρα εἴη, συμπεριάγεται τῷ παντὶ τὸ ἐν τῷ ἄνω τόπῳ γινόμενον· εἰ δ’ αὐτὸς καθ’ αὑτόν, οὐ συμπεριάγεται ὡς ἐν τῷ περιγείῳ. πλήν, ὡς εἴρηται, 〈οὐ〉 καλῶς τοῦτο λέγει· ἐνδέχεται γὰρ καὶ ἄνευ ἀστέρος εἶναι τὸν κομήτην καὶ συμπεριάγεσθαι (τί γάρ, ὅτι ἐν τῷ ἀπογείῳ ἐστί;) καὶ μετὰ ἀστέρος εἶναι καὶ μὴ συμπεριάγεσθαι· τί γάρ,
15ὅτι ἐν τῷ περιγείῳ;
16nΤοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασιν τὸν
17nκομήτην ὥσπερ τὴν ἅλω.
18 Τὸ μὴ εἶναι, φησίν, ἀνάκλασιν ἐπὶ τοῦ κομήτου δηλοῖ καὶ ὁ περὶ ἀστέρα γινόμενος κομήτης καὶ ἄνευ ἀστέρος· ὁ μὲν περὶ ἀστέρα, ἐπειδὴ
20δοκεῖ ἡ ἀνάκλασις οὐ πρὸς ἥλιον γίνεσθαι, καθάπερ Ἱπποκράτης ᾤετο, ἀλλὰ πρὸς ἀστέρα· ὅπου γε οὐδὲ περὶ ἀστέρα ἀληθής ἐστιν ἡ ἀνάκλασις, ὡς δηλοῖ ὁ ἄνευ ἀστέρος κομήτης ἔχων χρῶμα.
23nὝστερον ἐροῦμεν.
24Ἐν τῷ τρίτῳ δηλονότι λόγῳ.
25nΠερὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι.
26Ἐντεῦθεν κατεσκεύασεν, ὅτι πυρώδης αὐτῶν ἐστιν ἡ οὐσία, ὡς δηλοῖ
τὸ σεισμοὺς καὶ αὐχμοὺς καὶ ἀνέμους τῶν κομητῶν προηγεῖσθαι, ἀλλὰ μὴν64

65

καὶ τὸ ἐπακολουθεῖν· ταῦτα γὰρ γίνονται διὰ τὴν καπνώδη ἀναθυμίασιν πλεονάζουσαν.
3nΣαφέστερον δὲ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους,
4nὅταν καὶ περὶ πνευμάτων καιρός.
5 Τουτέστιν ἐν τῷ περὶ ὑετοῦ· ἐν γὰρ τῷ δευτέρῳ περὶ ὑετοῦ καὶ ἀνέ‐ μων ἐρεῖ.
7nὍταν μὲν οὖν πυκνὸν καὶ πλείους καὶ τὰ ἑξῆς.
8 Τοῦτό φησιν, ὅτι ἡνίκα καὶ πολλοὶ καὶ συνεχῶς γίνονται κομῆται, ἐν‐ αργῶς ὁ ἐνιαυτὸς αὐχμώδης γίνεται· εἰ δὲ σπανίως γίνονται, οὐκ ἐπίδηλοι
10μὲν γίνονται αὐχμοί, πλὴν καὶ τότε γίνονται ἄνεμοι καὶ αὐχμοί.
11nἪ κατὰ μέγεθος ἢ κατὰ χρόνον.
12 Ἢ γὰρ ἐπ’ ὀλίγον χρόνον σφοδρότατος πνεῖ ἄνεμος ἢ ἐπὶ πλείονα χρόνον παρατείνει.
14nἘπεὶ καὶ ὅτε ὁ ἐπὶ Αἰγὸς ποταμοῖς ἐνέπεσε λίθος.
15 Τόπος δέ ἐστι περὶ τὴν Θρᾴκην. τότε δὲ τοσαύτη ἦν ἀναθυμίασις ἡ καπνώδης, ὥστε καὶ ἀπὸ τοῦ ὄρους μετεωρισθῆναι λίθον καὶ ἐν τῇ πεδι‐ άδι καταρρηχθῆναι. καὶ οὐ θαυμαστὸν τοῦτο· οἱ γὰρ ἄνεμοι καὶ πρόρριζα δένδρα ἀποσπῶσιν.
19nΚαὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην.
20 Περὶ οὗ καὶ πρῶτον εἶπεν, ἐφ’ οὗ κατακλυσμὸς καὶ σεισμὸς ἠκολού‐ θησεν· καὶ ἐπὶ τούτῳ γὰρ πνεύματα πολλὰ ἠκολούθησαν.
22nΤοῦ δὲ μὴ γίνεσθαι πολλοὺς κομήτας μηδὲ πολλάκις.
23 Τὴν αἰτίαν λέγει, δι’ ἣν σπανίως γίνεται κομήτης. λέγει δὲ δύο αἰτίας, ὧν ἡ πρώτη ἐστὶ τοιαύτη· σπανίως καὶ ἐκτὸς τῶν τροπικῶν καὶ
25ἐντὸς γίνεται κομήτης· ὀλίγη γάρ ἐστιν ἡ ἐμφερομένη ἐν αὐτοῖς καπνώδης ἀναθυμίασις, καὶ ταύτην διακρίνει ὁ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ οὐκ
ἐᾷ συστῆναι κομήτην. καὶ αὕτη πρώτη. δευτέρα αἰτία· ἐπειδή, φησίν, ἡ65

66

καπνώδης ἀναθυμίασις εἰς τὸν γαλαξίαν ἐκδαπανᾶται, τούτου χάριν σπανίως γίνεται κομήτης ἀπορίᾳ τῆς ὑλικῆς αἰτίας. ἄτοπος δὲ ὁ λόγος· ὁ γὰρ γαλαξίας οὐκ ἔστι πάθος τοῦ ἀέρος, ὡς δείξομεν, εἰ καὶ ὅτι τοῦτο βούλεται ὁ Ἀριστοτέλης.
5tΠρᾶξις ι.
6nΠῶς δὲ καὶ διὰ τίνα αἰτίαν καὶ τί ἐστι τὸ γάλα.
7 Μετὰ τὸν τοῦ κομήτου λόγον μέτεισιν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸν γαλαξίαν διὰ τρεῖς αἰτίας· ἢ ὅτι τῷ μᾶλλον καὶ ἧττον ταύτῃ ἀλλήλων δια‐ φέρουσιν (ὃ γὰρ κομήτης περὶ κύκλον ἑνὸς ἀστέρος, τοῦτο γαλαξίας περὶ
10κύκλους πλειόνων ἀστέρων), ἢ ὅτι κατήντησεν ὁ περὶ κομήτου λόγος εἰς τὸν γαλαξίαν (πρὸς γὰρ τῷ πέρατι ἔφη σπανίως φαίνεσθαι τὸν κομήτην διὰ τὸ πᾶσαν τὴν καπνώδη ἀναθυμίασιν εἰς τὸν γαλαξίαν ἐκδαπανᾶσθαι), τρίτον, ὅτι ὥσπερ ἀπὸ τῶν ὀλιγοχρονίων Ἀριστοτέλης (φλογῶν φημι καὶ αἰγῶν καὶ δαλῶν καὶ διᾳττόντων) μετῆλθεν ἐπὶ τὰ πολυχρόνια, οἷον ἐπὶ
15κομήτην, οὕτω καὶ ἀπὸ τῶν πολυχρονίων μέτεισιν ἐπὶ τὰ πολυχρονιώτατα. περὶ δὲ γαλαξίου διαλεγόμενος πρότερον τὰς ψευδεῖς δόξας διελέγχει καὶ οὕτως ὕστερον τὴν ἑαυτοῦ παραδίδωσι. καὶ ἀμείνους ἐνταῦθα οἱ διωκό‐ μενοι τοῦ κατηγόρου· πάντες γὰρ βούλονται ἐν τῷ οὐρανῷ εἶναι γαλαξίαν, μόνος δὲ Ἀριστοτέλης κακῶς διαπραττόμενος ἐν τῷ ἀέρι αὐτόν φησιν
20εἶναι. ἔστι δὲ ἀπολογήσασθαι ὑπὲρ Ἀριστοτέλους, ὅτι οὐδὲ αὐτὸς περὶ τούτου ἀποφαίνεται· λέγει γὰρ ‘εὔλογον δέ ἐστιν ἴσως ὑπολαβεῖν‘, τοῦτο δ’ ἐνδοιαστικόν ἐστιν ὡς τὸ πιθανόν, ἀλλ’ οὐ τὸ ἀληθὲς ἔχον. λοιπὸν δὲ καὶ ἐκ τοῦ ἐν ἀρχῇ εἰρημένου “ὧν τὰ μὲν ἀποροῦμεν [περὶ γαλαξίου], τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”· τὸ γὰρ ‘ἀποροῦμεν‘ ἐπὶ τοῦ γαλαξίου εἴρηται.
25εἰ δὲ καὶ ὡς ἀπὸ τοῦ οἰκείου προσώπου τὸν λόγον προφέρεται, οὐχ ὅτι ταύτης ἐστὶ τῆς δόξης, ἀλλὰ διὰ τοῦ οἰκείου προσώπου ἐμβριθεστέραν καὶ γενναιο‐ τέραν τὴν τῶν ἑτεροδόξων ὑπόληψιν καταστῆσαι βουλόμενος. τῶν δὲ περὶ γαλαξίου ψευδῶν δοξῶν τεσσάρων οὐσῶν δύο Πυθαγόρειοί εἰσι, τῶν δὲ ἄλλων ἡ μὲν Ἀναξαγόρειός ἐστιν, ἡ δὲ λοιπὴ Ἱπποκράτειος. ἔστι δὲ ἡ πρώτη
30τοιαύτη· Φαέθων, φησίν, ὁ ἀπὸ Ἡλίου καὶ Κλυμένης ᾔτησε τὸν ἴδιον66

67

πατέρα παραδοῦναι αὐτῷ τὸ ἅρμα, ἐφ’ ᾧ ἡνιοχεῖται. ἐπείσθη, ἔδωκεν, ἔλαβεν, ἀτεχνῶς ἤλασεν, ἐλάσας κατέφλεξε, καὶ ὁ τόπος ἐκεῖνος ὁ κατα‐ φλεχθείς ἐστιν ὁ γαλαξίας. ἀλλ’ ἐπειδὴ μυθῶδες τὸ λεγόμενον, ἄτοπον δὲ μυθώδη ταῦτα νομίζειν Πυθαγορείου τῆς δόξης καθεστηκυίας, φέρε ταύτην
5ἀλληγορήσωμεν οὕτως· ὁ Φαέθων κομήτης ἦν. παῖς δὲ Ἡλίου ἐπωνομάσθη ἀπὸ ἡλίου, ὥσπερ καὶ πᾶν ἀγαθὸν ἀπὸ τοῦ θείου. ‘οὗτος ᾔτησε τὸν Ἥλιον ἡνιοχῆσαι‘ ἀντὶ τοῦ ‘ἐφίετο τῆς κινήσεως τοῦ ἡλίου κύκλῳ γινομένησ‘· διὸ καὶ αὐτὸς κύκλῳ ἐκινήθη τοῦ ὑπεκκαύματος ὑπὲρ φύσιν τῷ παντὶ συγκινη‐ θέντος. ‘κινηθεὶς δὲ κατέφλεξεν‘ ἀντὶ τοῦ ‘αὐχμῶν αἴτιος ἐγένετο‘· τοιοῦτος
10γὰρ καὶ ὁ κομήτης. ‘τοῦτον‘, φησίν, ‘ὁ Ζεὺς ὀργισθεὶς ἐκεραύνωσεν‘. δι’ ἣν αἰτίαν; ὡς τοῦ αἰθέρος ἄρχων κατὰ τὸ εἰρημένον·
Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. ‘ἐκεραύνωσε δὲ αὐτόν‘ ἀντὶ τοῦ ‘ὑπὸ τῆς ἀτμίδος κατέσβεσεν‘. διὸ καὶ ἐν τῷ Ἠριδανῷ λέγουσι τοῦτον πεπτωκέναι, τουτέστιν ὑπὸ τῆς ὑγρότητος
15καταβαπτισθῆναι. ὀδύρεσθαι δὲ αὐτόν φασι τὰς Ἡλιάδας ἀντὶ τοῦ τὴν ἀτμίδα ἐξ αὐτοῦ καταρρεῖν ὑδατώδη οὖσαν οἷα καὶ τὰ δάκρυα. εἰς αἰγείρους δὲ λέγουσι ταύτας μεταβεβλῆσθαι, διότι ἀπὸ τῶν αἰγείρων ὀπὸς καταρρεῖ ὅμοιος τῷ ἠλέκτρῳ. τὸ δὲ ἤλεκτρον χρυσοφανές ἐστιν, ὁ δὲ χρυσὸς τῷ ἡλίῳ ἀνάκειται· τὴν οὖν ἀτμίδα ὡς τῷ ἡλίῳ συμπράξασαν αὐτῷ ἀνατι‐
20θέασιν. αὕτη πρώτη Πυθαγόρειος δόξα. ταύτης ὡς μυθώδους παρασιωπᾷ ὁ Ἀριστοτέλης τὸν ἔλεγχον· τὸ γὰρ καταδήλως ἐλεγχόμενον περιττὸν εἰς ἐξέτασιν προφέρεσθαι, διὸ καὶ μόνας τρεῖς ἐν τῷ πέρατι λέγει δόξας ὡς ἂν μηδὲ λογισάμενος ταύτην. δευτέρα δόξα καὶ αὕτη Πυθαγόρειος οὖσα, ἔχει δὲ οὕτως· ὁ ἥλιός ποτε μὴ τὴν τοῦ ζῳδιακοῦ καὶ κατὰ φύσιν ὁδὸν
25βαδίσας, ἀλλ’ ἑτέραν ἀτραπὸν διανύσας ἐξεπύρωσεν αὐτὴν καὶ ὥσπερ λεω‐ φόρον ὁδὸν ὑπὸ ἁμάξης κατατριβεῖσαν εἰργάσατο, καὶ ἐκεῖνος ὁ τόπος ἐστὶν ὁ γαλαξίας ὀνομαζόμενος. ἀλλά, φησίν, ἄτοπος ὑπόθεσις· ἔδει γὰρ τὸν ζῳδιακὸν μᾶλλον γαλαξίαν εἶναι, ἐπειδὴ δι’ αὐτοῦ τὴν πορείαν ἀεὶ ὁ ἥλιος ποιεῖται. ἔστι δὲ προσευπορῆσαι τῇ λέξει καὶ ἡμᾶς τοιοῦτον ἐπιχείρημα·
30ἄτοπόν ἐστι τὸ εἰπεῖν τὸν ἥλιον ἀμεῖψαι τὸν τόπον· τὰ γὰρ ἔχοντα συν‐ εχῆ τὴν κίνησιν συνέχει κατὰ ῥυθμὸν τὸ ὑποκείμενον καὶ οὐδέποτε τοῦτο ἀμείβει· εἰ γὰρ ἀμείψει, οὐκέτι τὸ συνεχὲς τῆς κινήσεως διασώζεται. τρίτη δόξα Ἀναξαγόρου καὶ Δημοκρίτου. οὗτοί φασι τὸν γαλαξίαν εἶναι τὸ ἴδιον φῶς τῶν ἀστέρων τῶν μὴ φωτιζομένων ὑπὸ τοῦ ἡλίου. ἔχουσι γάρ, φησί,
35τὰ ἄστρα τὸ ἴδιον φῶς καὶ ἐπίκτητον τὸ ἀπὸ τοῦ ἡλίου. καὶ δηλοῖ ἡ σε‐ λήνη. ταύτης γὰρ ἕτερον μὲν τὸ ἴδιον φῶς, ἕτερον δὲ τὸ ἀπὸ ἡλίου· τὸ
γὰρ ἴδιον αὐτῆς φῶς ἀνθρακῶδές ἐστιν, ὡς δηλοῖ ἡμῖν ἡ ἔλλειψις αὐτῆς.67

68

ἀλλ’ οὐ πάντα, φησί, τὸ ἐπίκτητον δέχονται· τὰ οὖν μὴ δεχόμενα ἐκεῖνα τὸν κύκλον τοῦ γαλαξίου ἀπεργάζονται. ἐλέγχει δὲ καὶ ταύτην τὴν δόξαν Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται μήτε τὸν τόπον μήτε ἄλλο τι ἐναλλάττων.
5ἀλλὰ μὴν ὁ ἥλιος οὐκ ἀεὶ τῶν αὐτῶν ἄστρων τὸ αὐτὸ διάστημα ἀπέχει, † εἰ καὶ δῶμεν, ὅτι τινὰ οὐ φωτίζει. ἀλλ’ οὖν τὰ αὐτὰ οὐ φωτίζει ἀεί, ἀλλὰ διάφορα διὰ τὸ διάφορον αὐτοῦ μέτρον τῆς ἀποστάσεως. εἰ δὲ τοῦτο ἀληθές, ἔδει μὴ ἐν τῷ αὐτῷ τόπῳ ἀεὶ ὁρᾶσθαι τὸν γαλαξίαν. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ ὁρᾶται· ἄτοπος ἄρα ἡ ὑπόθεσις. δεύτερον ἐπιχείρημα· ὁ
10ἥλιος πάντα φωτίζει τὰ ἄστρα, οὐκοῦν καὶ τὸν κύκλον τοῦ γαλαξίου· ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ [τοῦ κύκλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι, ὥστε μὴ συγχωρεῖν τὸ ἀπὸ τοῦ ἡλίου φῶς ἐπὶ τὸν γαλαξίαν κινεῖσθαι. τρίτον ἐπιχείρημα· εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας (μόλις γὰρ ἐφ‐
15άπτεται τῆς Ἑρμαϊκῆς σφαίρας ὁ κῶνος τῆς σκιᾶς καὶ οὐδέποτε αὐτὸν σκοτίζει, ὁρῶμεν δὲ τὸν ἥλιον καὶ τὸν γαλαξίαν μηδέποτε σκοτιζόμενον), δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται, οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει πολλῷ τοῦ ἡλίου ὑπερέχοντα. ὅτι δὲ μείζων καὶ ἐκ πλείονος διαστήματος † ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς τοῦ κύκλου τοῦ
20ἡλίου, δῆλον. δέδεικται γὰρ ἐν ἀστρονομίᾳ, ὅτι εἴκοσι μέρη ἀπέχει ὁ ἥλιος ἀπὸ τοῦ κέντρου, ὅ ἐστι τῆς γῆς. τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς 〈πέντε〉 ἔχει, ὡς ἀπὸ τῆς γῆς μέχρι τοῦ κώνου αὐτῆς πέντε εἶναι. ἡ δὲ σελήνη ἀπὸ τῆς γῆς ἓν ἀπέχει, ὡς εἶναι ἐπάνω τῆς σελήνης τὸν κῶνον τῆς γῆς τέσσαρσι μέρεσιν· ὅλος γὰρ ὁ κῶνος πέντε ἐστὶ
25μερῶν (ἤτοι μορίων, ὡς θέλεις, εἰπέ), ὧν ἡ σελήνη ἓν ἀπέχει. ὁ δὲ ἥλιος ἀπὸ τοῦ κέντρου εἴκοσιν ἀπέχει, ἀπὸ δὲ τῆς σκιᾶς τοῦ κώνου δέκα πέντε μέρη ἀπέχει, ἐννεακαίδεκα δὲ ἀπὸ τῆς σελήνης. εἰ δὲ τοῦτο καὶ τόσον ἀπέχει, οὐδέποτε ἡ σκιὰ μέχρι τούτου φθάνει· εἰ δὲ μὴ μέχρι αὐτοῦ, οὐδὲ μέχρι τοῦ γαλαξίου πολλῷ ὑπεράνω ὄντος· ἐν τῇ ἀπλανεῖ γάρ ἐστιν.
30τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. τετάρτη δόξα Ἱπποκράτους τοῦ Χίου. οὗτός φησι τὸν γαλαξίαν γίνεσθαι ἀνακλάσεως γενομένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀνακλάσεως οὐκ ἀπὸ ἀτμίδος, καθάπερ ἔφαμεν ἐπὶ τοῦ κομήτου, ἀλλ’ ἀπὸ ἀστέρων. φέρεται οὖν, φησίν, ἡ ὄψις πρὸς τοὺς ἀστέρας, καὶ ἐκεῖθεν ἀνακλᾶται πρὸς τὸν ἥλιον καὶ οὕτω φέρεται πρὸς ἡμᾶς. οὕτως ὁ Ἱππο‐
35κράτης. ἐλέγχει δὲ αὐτὸν δυσὶν ἐπιχειρήμασιν. ἔστι δὲ τὸ πρῶτον τοι‐ οῦτον· τί δήποτε ἀεὶ ὁ γαλαξίας ὡσαύτως φαίνεται ἔχων; ἐπὶ γὰρ τῆς
ἀνακλάσεως εἰ μὲν καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον ἠρεμοίη,68

69

ἀεὶ καὶ ὡσαύτως φαίνεται ἔχον τὸ ὁρώμενον· εἰ δέ τι τούτων κινηθείη, οὐχ ὡσαύτως. ἀλλὰ μὴν ἐνταῦθα τὸ μὲν ὁρῶν μόνως ἠρεμοῦν, οἱ ἀστέρες δὲ καὶ ὁ ἥλιος κινοῦνται, οἱ μὲν μίαν κίνησιν τῆς ἀπλανοῦς, οἱ δὲ δύο, τήν τε τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν, οὐκ ἔδει ἀεὶ τὴν αὐτὴν εἶναι ἔμφασιν. εἰ
5γὰρ καὶ τοῦ ὁρῶντος ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τό τε ἔνοπτρον καὶ τὸ ὁρώμενον, διότι ἐν τῷ κέντρῳ τὸ ὁρῶν, ἀλλ’ οὖν ὅμως ἀλλήλων οὐχ ὁμοίως ἀπέχουσιν. ὅτι δὲ τοῦτο ἀληθὲς καὶ οὐκ ἀεὶ τὰ ἄστρα τοῦ ἡλίου τὸ αὐτὸ διάστημα ἀπέχουσι, δηλοῦσι δελφῖνες ποτὲ μὲν περὶ τὴν ἕω ἀνατέλλοντες, ποτὲ δὲ περὶ τὸ μέσον τῆς νυκτός, ποτὲ δὲ μετὰ τὴν ἑσπέραν εὐθέως.
10δεύτερον ἐπιχείρημα· ἐὰν ὕδωρ ἐν ἀγγείῳ βάλωμεν καὶ διὰ τούτου τὸν γαλαξίαν θεασώμεθα, συμβαίνει περὶ τὴν ὄψιν δύο ἀνακλάσεις ὑπομένειν, ὅπερ ἄτοπον· καὶ γὰρ φέρεται περὶ τὸν ἀστέρα, εἶτα ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ γίνεται μία ἀνάκλασις. ἀλλ’ ἵνα διὰ τοῦ ὕδατος ὁραθῇ, ἀνάγκη καὶ ἑτέραν κλάσιν ὑπομεῖναι οὐχ οἵαν πρότερον· οὐ γὰρ κατὰ ἀνάκλασιν,
15ἀλλὰ κατὰ διάκλασιν· ἄτοπος οὖν ὁ λόγος. ὁ μὲν οὖν Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τοῦτο αὐτὸ παραδέχεται τὸ ἄτοπον εἶναι δύο κλάσεις τὴν ὄψιν ὑπομεῖναι, ὁ δὲ φιλόσοφος Ἀμμώνιός φησι μὴ εἶναι ἄτοπον τὸ δύο γίνεσθαι ἀνακλάσεις· οἱ γὰρ ἐνοπτρικοὶ καὶ δύο καὶ τρεῖς καὶ πλείονάς φασι γίνεσθαι. ἐὰν γάρ, φησί, τὶς θείη δύο ἔνοπτρα, ἓν ἔμπροσθεν καὶ
20ἓν ὀπίσω, τὰ ὀπίσθια αὐτοῦ ὁρᾷ. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ μὴ ἐν ἑκα‐ τέροις τῶν ἐσόπτρων ἡ ὄψις κλάσιν ὑπέμενεν. εἰ οὖν μὴ ἄτοπον, τί δή‐ ποτε αὐτὸ Ἀριστοτέλης ὡς ἄτοπον προφέρει; καὶ ἐπιλύεται λέγων, ὅτι δύο κλάσεις γίνεσθαι ἐκ τούτου διαστήματος ἄτοπον, ὡς φέρεσθαι πρὸς τὸν ἀστέρα καὶ ἀπὸ τοῦ ἀστέρος πρὸς τὸν ἥλιον ὑπὸ γῆν ὄντα. ἐν νυκτὶ γὰρ
25ὁ γαλαξίας ὁρᾶται. αὗται αἱ τῶν παλαιῶν δόξαι, καὶ μεμάθηκας τοὺς τούτων ἐλέγχους. ἐν τούτοις ἡ θεωρία.
27nΠῶς δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ
28nγάλα, λέγωμεν ἤδη.
29Δύο προβλήματα προτίθεται ζητῆσαι· ἓν μὲν τὸ πῶς καὶ διὰ ποίαν
30αἰτίαν γίνεται ὁ γαλαξίας, ἕτερον δέ, τί ὅλως ὁ γαλαξίας ἐστίν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ἡ αἰτία τῆς τάξεως, δι’ ἣν ὁ γαλαξίου λόγος τὸν τοῦ κο‐ μήτου διεδέξατο.
33nΤῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν
34nεἶναι ταύτην.
35Ἐντεῦθεν τὰς δύο ἱστορεῖ δόξας τὰς Πυθαγορείους, τὴν μίαν τὴν μυ‐69

70

θώδη τὴν αἰτιωμένην τὴν ὁδὸν τοῦ Φαέθοντος, καὶ τὴν ἄλλην τὴν αἰτιω‐ μένην τὴν τοῦ ἡλίου ὁδόν. ὅθεν ἐπειδὴ ἑκατέρα τὴν ὁδὸν αἰτιᾶται, εἰ καὶ διάφορον, διὰ τοῦτο τὰς δύο εἰς μίαν ἐλάβομεν. ἢ ὡς εἴρηται, τὴν πρώτην παραλέλοιπε διὰ τὸ μυθῶδες· διὸ ἐν τῷ ἀριθμῆσαι τὴν τετάρτην
5δόξαν οὔ φησι τέσσαρας, ἀλλὰ τρεῖς, διότι τὴν μίαν παρεσιώπησε διὰ τὰς εἰρημένας δύο αἰτίας.
7nΤῶν ἐκπεσόντων τινὸς ἀστέρων.
8 Τινὸς ἀστέρων φησὶν ἢ αὐτὸν τὸν Φαέθοντα ἢ ὅτι ἀστέρες τινὲς τότε καταπεπτώκασι καταφλεχθέντες καί τις αὐτῶν πίπτων τὸν γαλαξίαν
10εἰργάσατο.
11nἬ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος.
12 Ποῖον τοῦτο; οἷον ἁμαξιτόν τινα ὡς ὑπὸ ἁμάξης λεωφόρον γενομένην διὰ τὴν τοῦ ἡλίου πρόοδον.
14nἌτοπον δὲ τὸ μὴ συννοεῖν, ὅτι εἴπερ τοῦτο ἦν.
15 Ἐντεῦθεν ὁ ἔλεγχος τῆς δευτέρας δόξης· τὸν γὰρ τῆς πρώτης ὡς μυθώδους οὔσης παρεσιώπησεν.
17nἍπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα.
18 Οὐ μόνον, φησίν, ἔδει τὸν ζῳδιακὸν εἶναι μᾶλλον γαλαξίαν διὰ τὴν τοῦ ἡλίου κίνησιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ διὰ τοὺς πλανήτας ἐν τῷ ζῳ‐
20διακῷ αὐτοὺς κινουμένους καὶ σὺν τῷ ἡλίῳ τοῦτον καταφλέγοντας.
21nΔῆλος δὲ ἡμῖν πᾶς ὁ κύκλος, εἰ γὰρ αὐτοῦ φανερὸν
22nἡμικύκλιον τῆς νυκτός.
23 Οὐ καλῶς φησιν, ὅτι ἅπας ὁ κύκλος τοῦ ζῳδιακοῦ δῆλός ἐστι διὰ τὸ φαίνεσθαι νυκτὶ ἡμικύκλιον τούτου· οὐ γὰρ μόνον τὸ ἡμικύκλιον ὁρᾶται,
25ἄλλ’ ὅλος ὁ κύκλος διὰ τῆς νυκτός. καὶ γὰρ μετὰ τὴν δύσιν τοῦ ἡλίου ἓξ ὁρῶνται ζῴδια καὶ λοιπὸν ἐν τῇ νυκτὶ τὰ ὑπόλοιπα ἓξ κατὰ μέρος ἀνα‐ τέλλοντα φαίνονται. τί οὖν ῥητέον; ὅτι κατὰ τὸ αὐτὸ ἐν τῇ νυκτὶ οὐ δυ‐ νατόν ἐστι πλείω θεωρῆσαι τῶν ἓξ ζῴδια· διχοτομεῖται γὰρ ὁ κύκλος ἀεί.
ἰστέον δέ, ὅτι οὐχ ὁρῶνται τὰ δώδεκα ζῴδια, ἀλλὰ μόνα τὰ ἕνδεκα. ὁ70

71

γὰρ ἥλιος πρὸ δεκαπέντε μοιρῶν ἐπισκοτίζει τὸ πρὸ αὐτοῦ ζῴδιον καὶ τὸ μετ’ αὐτὸν δεκαπέντε. ἀλλ’ εἰ τοῦτο, οὐ δι’ ὅλης τῆς νυκτὸς ἓξ ὁρῶνται ζῴδια· εὐθέως γὰρ μετὰ δυσμὰς ἡλίου ἓξ μόνον ὁρῶνται διὰ τὸ διὰ δεκα‐ πέντε μοιρῶν τὸ πλησίον αὐτοῦ ἐπισκοτίζεσθαι.
5nΠλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ γά‐
6nλακτος κύκλον.
7 Τὸ γὰρ πλησίον τοῦ γαλαξίου μέρος τοῦ ζῳδιακοῦ ἐκεῖνο λευκὸν φαίνεται.
9nΟἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον.
10 Ἐντεῦθεν ἡ τρίτη δόξα ἡ λέγουσα ἴδιον φῶς τινων εἶναι ἀστέρων τὸν γαλαξίαν τῶν μὴ ὑπὸ ἡλίου φωτιζομένων. ἐλέγχει δὲ τὴν τοιαύτην δόξαν διὰ τριῶν ἐπιχειρημάτων.
13nΤὸ μὲν γὰρ γάλα ἀεὶ ἐν τοῖς αὐτοῖς ἄστροις· φαίνεται
14nγὰρ μέσον ὢν ὁ κύκλος.
15 Τὸ πρῶτον ἐπιχείρημά φησιν, ὅτι ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται ἔχων. οὐκ ἔδει δὲ διὰ τὸ τὸν ἥλιον μὴ ἀεὶ τὸ αὐτὸ διάστημα ἀπὸ τῶν ἀστέρων ἀπέχειν, ἀλλὰ ἐναλλάττεσθαι. πρὶν δὲ τελείως τὸ πρῶτον ἐπιχεί‐ ρημα ἀποδῷ, μεσολαβεῖ τὸ δεύτερον λέγων φαίνεται γὰρ μέγιστος ὢν ὁ κύκλος. τοῦτο γὰρ τὸ ῥησείδιον αἰνίττεται τὸ δεύτερον ἐπιχείρημα τὸ
20λέγον, ὅτι ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐστιν ὁ γα‐ λαξίας καὶ οὐκ ἔδει λέγειν ἐπισκοτεῖσθαι αὐτὸν ἐκ τῆς γῆς. εἶτα μετὰ τὸ μεσολαβῆσαι τὸ δεύτερον εἶθ’ οὕτω τὸ ὑπόλοιπον ἀποδίδωσι τοῦ πρώτου λέγων ὑπὸ δὲ τοῦ ἡλίου ἕτερα ἀεὶ τὰ οὐχ ὁρώμενα. διὸ τὸ φαίνεται γάρ οὐ δεῖ ὡς αἰτιολογικὸν λαβεῖν· οὐ γὰρ αἰτιολογικὸν τὸ
25δεύτερον ἐπιχείρημα τοῦ πρώτου. δεῖ οὖν τὸν ‘δέ‘ εἰπεῖν σύνδεσμον. εἰ δὲ καὶ ὡς αἰτιολογικὸν λαμβάνεις τὸν ‘γάρ‘ σύνδεσμον, οὐ χρὴ τοῦ ἐπι‐
χειρήματος, ἀλλὰ τοῦ σύμπαντος ζητήματος, ἵνα εἴη τὸ λεγόμενον τοιοῦτον·71

72

ὅτι οὐκ ἔστιν ἴδιον φῶς τινων ἀστέρων ὁ γαλαξίας· † ὁ ἥλιος φαίνεται γὰρ μέγιστος ὢν αὐτοῦ ὁ κύκλος καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς.
4nΠρὸς δὲ τούτοις καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ
5nἀστρολογίαν θεωρήμασι καὶ τὰ ἑξῆς.
6 Τὸ ἐπιχείρημα παραδιδοὺς λέγει· ταῦτα δέδεικται, ὅτι τὸ μέγεθος τοῦ ἡλίου μεῖζόν ἐστι τῆς γῆς καὶ τὸ διάστημα ἄφατον. τὸ δὲ τῶν ἀστέ‐ ρων μέγεθός τε καὶ διάστημα πολλῷ πλέον ἐστὶ τῆς γῆς ἤτοι τοῦ ἡλίου, ὥσπερ πάλιν αὐτὸ τὸ τοῦ ἡλίου τοῦ τῆς σελήνης· ἔστι γὰρ ἡ μὲν σελήνη
10περιγειοτέρα, ὁ δὲ ἥλιος ἐπάνω πολύ, ἔτι δὲ ἐπάνω πάντα τὰ ἄστρα. εἰ οὖν τοῦτο οὕτως ἔχει καί, ὡς δέδεικται ἐν τῇ θεωρίᾳ, οὐδὲ τὸν ἥλιον φθάνει ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς, πολλῷ πλέον οὐδὲ τὰ ἄστρα. οὐκοῦν οὐ τισὶ μὲν ἐπισκοτεῖ, τισὶ δὲ οὔ· ἀεὶ γὰρ ὁ ἥλιος πάντα φωτίζει. ἔδει γὰρ τοῦτο διὰ τὸ περίγειον εἶναι ταύτην. εἰ γὰρ εἴκοσιν ὑποθώμεθα, ὡς
15εἴρηται, ἀπέχειν τὸν ἥλιον ἀπὸ τῆς γῆς, μίαν μόνην ἀπέχει ἡ σελήνη, ὡς εἶναι τὸν ἥλιον ὑπεράνω αὐτῆς ιθ. ἀλλὰ φέρε, εἰ δοκεῖ, ἵνα μὴ ἐξαγώνιόν τι διαπραξώμεθα ἀστρονομικῷ λόγῳ ἐλέγχοντες τούτους, ἐκ τῶν εἰρημένων συμφώνων τῇ παρούσῃ πραγματείᾳ καὶ τὸν ἔλεγχον ἐπαγάγωμεν. ὁ ἥλιος καὶ μείζων ἐστὶ τοῦ κώνου πολὺ καὶ πολὺ ἐξ αὐτοῦ διάστημα ἀπέχει·
20εἰκότως οὖν ὀλίγη φαίνεται ἡ σκιὰ πρὸς αὐτόν. τὸ γὰρ μέγιστον φῶς ὀλίγην σκιὰν ἀπεργάζεται, καὶ δηλοῖ κάμινος μὲν ὀλίγην σκιὰν ποιοῦσα, λύχνος δὲ πλείονα διὰ τὸ διάφορον μέγεθος τοῦ πυρός. ὁμοίως τὸ αὐτὸ πῦρ πλησίον μὲν ὂν πλείονα ποιεῖ σκιάν, πόρρω δὲ ὀλίγην. διὰ τοῦτο οὖν ὁ ἥλιος ὑπὸ τῆς σκιᾶς τοῦ κώνου τῆς γῆς οὐ σκοτίζεται.
25nΟὐδ’ ἂν ἡ σκιὰ πρὸς ἄστροις εἴη τῆς γῆς, ἡ καλου‐
26nμένη νύξ.
27 Ἐντεῦθεν ἀναφαίνεται κατὰ Ἀριστοτέλη, τί ἐστι νύξ, ὅτι ὁ κῶνος σκιᾶς τῆς γῆς. ἔφη γὰρ ἡ καλουμένη νύξ.
29nἜτι δέ ἐστί τις ὑπόληψις.
30Δέον εἰπεῖν ‘τρίτη‘ διὰ τὰς εἰρημένας δύο αἰτίας. τὴν οὖν δόξαν
νῦν τοῦ Ἱπποκράτους λέγει, ἥτις τὴν ἀνάκλασιν ὑποτίθεται.72

73

(1n)

Ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην.
2 Εἰπὲ σὺ τὴν διαφοράν, ὅτι εἰ καὶ πρὸς τὸν ἥλιον ἐπὶ κομήτου καὶ γαλαξίου φησὶ γίνεσθαι τὴν ἀνάκλασιν Ἱπποκράτης, ἀλλὰ τὴν κλάσιν ἐν διαφόρῳ φησίν· ἐπὶ γὰρ τοῦ κομήτου ἐν τῇ ἀτμίδι ἔδει, ἐπὶ δὲ τοῦ γαλα‐
5ξίου ἐν αὐτοῖς τοῖς ἄστροις.
6nἈδύνατον δὲ καὶ τοῦτο.
7Τὸν ἔλεγχον ἐντεῦθεν παραδίδωσι διὰ δύο ἐπιχειρημάτων.
8nΕἰ μὲν γὰρ τὸ ὁρῶν ἠρεμεῖ καὶ τὰ ἑξῆς.
9Τὸ πρῶτον ἐπιχείρημα, ὅτι εἰ πάντα ἠρεμεῖ καὶ τὸ ὁρῶν καὶ τὸ
10ὁρώμενον 〈καὶ〉 τὸ ἔνοπτρον, καλῶς ἂν ἀεὶ ὡσαύτως ἔχων ὁ γαλαξίας ἐφαίνετο. ἀλλὰ μὴν οὐκ ἠρεμοῦσι πάντα εἰ μὴ μόνον τὸ ὁρῶν· οὐκ ἔδει ὡσαύτως ἔχειν. ἔχει δέ· οὐκ ἄρα ἔστιν ἀνάκλασις.
13nἘν τῷ αὐτῷ μένει ἀποστήματι πρὸς τὸ ὁρῶν.
14Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἐν οἱῳδήποτε μέρει τῆς γῆς εἰ σταίη τις, τὸ
15αὐτὸ ἀπέχει τοῦ ἡλίου, εἴ γε κέντρου καὶ σημείου λόγον ἔχει ἡ γῆ πρὸς τὸ πᾶν.
16nὍτε μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλ.
17 Δι’ ἐπαγωγῆς πιστοῦται τὸ εἰρημένον. ὅτι γὰρ ἥλιος καὶ τὰ ἄστρα οὐ τὸ αὐτὸ ἀλλήλων διάστημα ἀπέχουσι, δηλοῖ ὁ δελφὶς ποτὲ μὲν μέσων νυκτῶν ἀνατέλλων, ποτὲ δὲ ἕωθεν· τὸ αὐτὸ δὲ εἶπε καὶ ἐπὶ τῶν ἄλλων
20ἀστέρων. οὐ μάτην δὲ δελφῖνος ἐμνήσθη, ἀλλ’ ἐπειδὴ οὗτος πλησίον ἐστὶ τοῦ γαλαξίου. εἰ οὖν πλησίον, οὐ τὸ αὐτὸ ἀπέχει ἀεὶ τοῦ ἡλίου διά‐ στημα. πρόδηλον δὲ παντί, ὅτι οὐδὲ γαλαξίας ἀεὶ τὸ αὐτὸ διάστημα ἀπ‐ έχει τοῦ ἡλίου.
24nΚαίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις ἡ ἀνάκλασις, ἀλλὰ μὴ
25nἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις.
26Οὐκ ἔδει, φησίν, εἰ ἦν ἀνάκλασις καὶ μὴ τὸ τοῦ χρώματος πάθος ἐν73

74

αὐτοῖς τοῖς τόποις ὑπῆρχε, κινεῖσθαι τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον. ἀλλὰ μὴν κινοῦνται, οὐκ ἄρα ἔστιν ἀνάκλασις.
3nἜτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοιούτοις ἐνόπτροις τὸ
4nμὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι
5nπρὸς τὸν ἥλιον πῶς δυνατόν;
6 Τὸ δεύτερον ἐπιχείρημα· ἢ δι’ ὕδατος πολλάκις ἢ δι’ ἐνόπτρου ὁρῶμεν τὸν γαλαξίαν, διπλῆν κλάσιν ἀνάγκη ὑπομεῖναι τὴν ὄψιν, ὅπερ ἀδύνατον. πλήν, ὡς εἴρηται, οὐ τὸ διπλῆν κλάσιν ὑπομεῖναι ἀδύνατον, ἀλλὰ τὸ ἐν τοσούτῳ διαστήματι διπλῆν γενέσθαι ἀνάκλασιν. τοῦτο δὲ καὶ
10Ἀριστοτέλης ᾐνίξατο εἰρηκὼς πρὸς τὸν ἥλιον.
11nὍτι μὲν οὔτε ὁδὸς τῶν πλανήτων.
12 Σύναψις τῶν φθασάντων· σχεδὸν γὰρ ταῦτά ἐστι μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων.
14tΠρᾶξις ια.
15nἩμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην
16nἀρχήν.
17 Ὅτι πάθος τοῦ ἀέρος ἐστὶν ὁ γαλαξίας, ἥκομεν νῦν συνηγορήσοντες· ὅτι δὲ πάλιν οὐκ ἔστι πάθος, ἥκομεν ἀποδείξοντες διὰ ἰσαρίθμων ἐπι‐ χειρημάτων. καὶ ἡ συνηγορία καὶ ἡ ἀπόδειξις πρόεισιν· ἑκατέρα γὰρ αὐ‐
20τῶν τέτρασιν ἐπιχειρήμασι κέχρηται· ἡ μὲν πρώτη συνηγορία ἀπὸ τῆς ἀναλογίας, ἡ δευτέρα ἀπὸ τοῦ μεγέθους, ἡ τρίτη ἀπὸ τῆς θέσεως, ἡ τε‐ τάρτη ἀπὸ τῶν ἀπλανῶν ἀστέρων. καὶ ἡ ἀπόδειξις δὲ τέτρασι κέχρηται· πρῶτον μὲν ἐκ τοῦ ἀναλλοιώτου, δεύτερον ἐκ τοῦ καθόλου, τρίτον ἐκ τῆς σελήνης, τέταρτον ἐκ τῶν ὑπολοίπων πλανωμένων ἀστέρων. ἐν τούτοις
25δέ ἐστι πᾶσα ἡ δύναμις τῆς θεωρίας. ἀλλ’ εἰ δοκεῖ ἑκάστῳ αὐτῶν ἐπεξ‐ έλθωμεν καὶ ἕκαστον αὐτῶν διακωδωνίσωμεν. πρῶτον μὲν οὖν ἐστιν ἐπι‐ χείρημα τὸ ἀπὸ τῆς ἀναλογίας ὂν τοιοῦτον· ὅπερ ἐστὶ κομήτης περὶ ἕνα ἀστέρα, τοῦτό ἐστι γαλαξίας περὶ ὅλον κύκλον. διαφέρει δὲ τὸ πρῶτον παράδειγμα τοῦ δευτέρου, ὅτι τὸ πρῶτον κατὰ τὴν ὕλην κοινωνεῖ (ἡ γὰρ
30αὐτὴ ὕλη γαλαξίου καὶ κομήτου), τὸ δὲ δεύτερον κατὰ μόνην τὴν ἀνάκλασιν74

75

κοινωνεῖ· τὴν γὰρ ὕλην ἔχει διάφορον. ἡ γὰρ ἅλως ἐκ τῆς ἀτμίδος γίνεται· τοῦτο γὰρ ᾤετο. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ μεγέθους. ὁ γὰρ γαλα‐ ξίας περὶ μέγιστον κύκλον γίνεται· διὸ καὶ μέγιστος· πολλὴ γὰρ ἡ γινο‐ μένη ἔξαψις, ἐπειδὴ πολλὴ ἡ κίνησις. ὅσῳ γὰρ μείζων ὁ κύκλος, πλείων
5καὶ σφοδροτέρα ἡ κίνησις γίνεται. καὶ οἱ μέγιστοι οὖν κύκλοι καὶ οἱ μι‐ κροὶ ἐν τῷ αὐτῷ χρόνῳ ποιοῦνται ἀποκατάστασιν, ὥς φησι καὶ ὁ Ἄρα‐ τος περὶ τοῦ Κριοῦ λέγων οὕτως·
ὅς ῥά τε καὶ μέγιστα διωκόμενος περὶ κύκλου,
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.
10ἐπεὶ οὖν περὶ μέγιστον κύκλον γίνεται, πολλὴ ἐξ ἀνάγκης καὶ ἡ ἔξαψις συμβαίνει· διὸ καὶ μέγιστος ὁ γαλαξίας. ὅτι δὲ μέγιστος, δῆλον τῷ πάσῃ τῇ διαμέτρῳ αὐτὸν τοῦ ζῳδιακοῦ ἐπεκτείνεσθαι· ὅτι γὰρ ἐπεκτείνεται, σα‐ φὲς ἐκ τοῦ συμβάλλειν αὐτοῦ τὸν κύκλον κατά τε Τοξότην καὶ τοὺς Διδύ‐ μους, ἅπερ ἐκ διαμέτρου εἰσί. τρίτον ἐστὶν ἐπιχείρημα τὸ ἐκ τῆς θέ‐
15σεως· ᾗ ὁ γαλαξίας οὐκ ἐν αὐτῷ ἐστι τῷ ζῳδιακῷ, ἀλλὰ πέριξ, ὡς ἐπι‐ λαμβάνειν καὶ τῶν τροπικῶν, πρόδηλον, ὅτι πάθος ἐστὶ τοῦ ἀέρος· ὥσπερ γὰρ ὁ κομήτης οὐ γίνεται περὶ τὴν διακεκαυμένην ζώνην διὰ τὸ ἐκδαπα‐ νᾶσθαι τὴν ὕλην, οὕτως οὐδὲ ὁ γαλαξίας περὶ τὴν ὁδὸν τοῦ ἡλίου γίνεται· ἐκδαπανᾶται γὰρ ἡ ὕλη. τέταρτον ἐπιχείρημα, ὅτι γαλαξίας ἐστὶν ὅπου
20πλῆθός ἐστι πολλῶν καὶ λαμπρῶν καὶ συνεχῶν ἀστέρων, ἀμέλει τοσοῦτον, ὅτι ἡ τούτων συνέχεια καὶ πυκνότης ἐστὶν αἰτία τοῦ γαλαξίου, ὅτι ὅπου συνεχέστεροι εἰσὶ πάνυ οὗτοι οἱ ἀστέρες, ἐκεῖ γίνεται τὸ δίπλωμα τοῦ γα‐ λαξίου τὸ καλούμενον. οὕτω μὲν οὖν διὰ τεσσάρων ἐπιχειρημάτων δεί‐ κνυσιν ὁ Ἀριστοτέλης τὸν γαλαξίαν πάθος εἶναι τοῦ ἀέρος. ὁ δὲ μέγας
25Ἀμμώνιος διὰ ἰσαρίθμων ἐπιχειρημάτων ἀποδείκνυσιν, ὅτι οὐκ ἔστι πάθος ἀέρος, καὶ ἔστι πρῶτον τὸ ἐκ τοῦ ἀναλλοιώτου. εἰ γὰρ πάθος ἦν ὁ γα‐ λαξίας, ἔδει αὐτὸν ἀλλοίωσιν ἀναδέχεσθαι καὶ ἐν μὲν τῷ θέρει τυχὸν διὰ τὸ εἶναι πλείονα τὴν καπνώδη ἀναθυμίασιν λαμπρότερον γίνεσθαι, ἐν δὲ τῷ χειμῶνι ἀμαυροῦσθαι. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ καθόλου. καθ‐
30όλου γὰρ οὐδὲν τῶν γινομένων ἐκ πάθους ἀέρος ἓν ὂν κατ’ ἀριθμὸν πάσῃ τῇ γῇ ὁρᾶται· νῦν δ’ ὁ γαλαξίας πᾶσι τοῖς ἐν τῇ γῇ ὁμοίως ὁρᾶται. τρίτον ἐπιχείρημα ἐκ τῆς σελήνης. αὕτη γὰρ ὑποκάτω ἐστὶ τοῦ γαλαξίου, διότι αὐτὴ μὲν παραλλάττει. δείκνυται δὲ τοῦτο ἐν τῇ συντάξει Πτολεμαίῳ, ὅτι τὰ μὲν παραλλάσσοντα κατωτέρω εἰσί, τὰ δὲ ἧττον ἀνωτέρω. τέταρ‐
35τον ἐπιχείρημα ἐκ τῶν ὑπολοίπων πλανωμένων, ὅτι καὶ τούτων ἐπάνω ἐστὶν ὁ ζῳδιακὸς ἐν αὐτῇ ὢν τῇ ἀπλανεῖ. εἰ γὰρ ἦν κατωτέρω τῆς ἀπλα‐
νοῦς, ἡνίκα ὑπερεῖχε τὸν Τοξότην καὶ Διδύμους, καθ’ οὓς καὶ συμβάλλει75

76

ὁ κύκλος αὐτοῦ, νοθεύειν ἤμελλεν αὐτοῦ τὴν χροίαν, καὶ ὅμως λευκότερά ἐστι ταῦτα ὁρᾶν. ἔστι δὲ καὶ ἔξωθεν προσευπορῆσαι καὶ ἄλλο ἐπιχείρημα, ὅτι εἰ ἦν πάθος τοῦ ἀέρος, ἔδει, καθὰ συμβάλλει τῷ Τοξότῃ καὶ Διδύμοις, ἐκεῖνα μηδὲ ὅλως φαίνεσθαι· ἦ γὰρ οὐ δύναται πλησίον τῆς ὁδοῦ τοῦ
5ἡλίου συνίστασθαι, ὡς καὶ αὐτὸς ἔφη Ἀριστοτέλης.
6nἈναλαβόντες τὴν ὑποκειμένην ἀρχήν.
7 Ποίαν ταύτην; ὅτι ἐστὶ τὸ ὑπέκκαυμα· τοῦτο γὰρ κατ’ ἀρχὰς εὐ‐ θέως παραδέδεικται.
9nὍτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει
10nπυρός.
11 Καλῶς εἶπε λεγομένου, ἐπειδὴ οὐ κυρίως ἐστὶν ἀήρ. δύναμιν δὲ εἶπεν ἔχειν πυρὸς διὰ τὸ πεφυκέναι ἑτοίμως ἐξάπτεσθαι· οὐ γὰρ τοιοῦτον τὸ ὑπέκκαυμα, οἷόν ἐστι τὸ διακονικὸν πῦρ.
14nΤοιοῦτον δεῖ νοῆσαι γινόμενον οἷον περὶ ἐκεῖνα.
15Τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας.
16nὍταν μήτ’ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις.
17 Ἰδοὺ ἐντεῦθεν σημείωσαι, ὅτι τὸν γαλαξίαν φησὶ κομήτῃ ἀναλογεῖν οὐ τῷ τυχόντι, ἀλλὰ τῷ περὶ ἀστέρα ὄντι τῶν ἐνδεδεμένων, τουτέστι τῶν μὴ κινουμένων. πλὴν μέντοι χρὴ ἡμᾶς εἰδέναι, ὅτι ὁ Πτολεμαῖος ἀποδείκνυ‐
20σιν, ὅτι καὶ ταῦτα τὰ ἄστρα διὰ ἑκατὸν ἐτῶν κινοῦνται μίαν μοῖραν, ὡς μηδὲν εἶναι ἀκίνητον.
22nΔιὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορᾷ καὶ τὰ ἑξῆς.
23 Τὸ ἄλλο παράδειγμα τὸ ἀπὸ τῆς ἅλω, πλήν, ὡς εἴρηται, ἐν τούτῳ ἡ διαφορά, ὅτι ἡ μὲν ἅλως γίνεται ἐκ τῆς ἀτμίδος, ὁ δὲ γαλαξίας ἐκ τῆς
25καπνώδους ἀναθυμιάσεως.
26nΕὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις.
27Ὅρα, πῶς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐνδοιάζει· οὐ γὰρ εἶπεν ‘ἀναγ‐76

77

καῖον‘, ἀλλὰ μᾶλλον εὔλογον. οὐ γὰρ δοκεῖ αὐτῷ ἀληθῆ εἶναι τὰ περὶ τοῦ γαλαξίου νῦν λεγόμενα.
3nἈνάγκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλ‐
4nλουσαν τοῦτο ποιήσειν φοράν.
5 Τὸ ἀνάγκη οὐ πρὸς τὸ εἶναι πάθος τοῦ ἀέρος τὸν γαλαξίαν, ἀλλὰ πρὸς τὸ εἶναι μέγαν τὸν κύκλον.
7nΧρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γινομένη
8nκαὶ πλείονα τὴν ἔξαψιν ποιήσ.
9Ἐντεῦθεν δὲ δῆλον, ὅτι τὸ δεύτερον ἐπιχείρημα.
10nΚαὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα καὶ
11nπλεῖστα.
12 Ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως. πλὴν πρὶν τελέως αὐτὸ παραδώσει, μεσολαβεῖ τὸ τέταρτον, καὶ τέλος πάλιν ἀναλαμβάνει τὸ τρίτον.
15nΔιόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν
16nτροπικῶν.
17 Καλῶς τὸ οἱ πολλο· ἱστόρηται γάρ, εἰ καὶ σπανίως, ἐν τῇ δια‐ κεκαυμένῃ ζώνῃ κομήτης γινόμενος.
19nΠρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστίν.
20Ἰδοὺ ἐπαναλαμβάνει τὸ τρίτον ἐπιχείρημα.
21nΚαὶ ἔτι τῶν σποράδων τούτων καλουμένων.
22 Σποράδες οὗτοι καλοῦνται οἱ ἀστέρες, διότι οὐκ ἀποτελοῦσιν εἴδωλον ὡς οἱ ἄλλοι. διὸ οὐδὲ καταγράφονται ἐν τῇ Ἀρατείᾳ σφαίρᾳ. περὶ ὧν σποράδων φησὶ καὶ Ἄρατος·
25πολλὴ γὰρ σποράδων χύσις ἕλκεται Ὑδροχόοιο.77

78

(1n)

Σημεῖον δ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς
2nἐστιν ἐν θατέρῳ ἡμισφαιρίῳ τῷ τὸ δίπλωμα ἔχοντι.
3 Τοσοῦτόν φησιν· διὰ τὸ πλῆθος καὶ τὴν πύκνωσιν τῶν ἀστέρων ὁ γαλαξίας γίνεται, ὅτι ὅπου εἰσὶ πάνυ πυκνότατοι ἀστέρες, ἐκεῖ ἔστι θεωρῆ‐
5σαι τὸ δίπλωμα τοῦ γαλαξίου, οἱονεὶ δύο ζώνας ἔστι θεάσασθαι μεσολα‐ βούσας κοινόν τινα τόπον τὸ μεταξὺ ἀφανὲς τῶν σφαιρῶν.
7nΤαύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν.
8 Ἰδοὺ ὅρα πάλιν, πῶς ἐνδοιάζει μηδαμοῦ ἀποδεικτικῶς τὸν λόγον προάγων.
10nΘεωρείσθω δ’ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ
11nτῆς ὑπογραφῆς.
12 Ὁ γαλαξίας, φησίν, ὡς ἐπὶ καταγραφῆς καὶ τὰ περὶ αὐτὸν ὄντα ἄστρα θεωρείσθω. ἡ δὲ καταγραφὴ πρόδηλος τοῖς τὸν γαλαξίαν ἐπισταμένοις. ἔστι γὰρ ἐναργῶς τό τε πλῆθος τῶν ἄστρων θεάσασθαι, ἔστι γε μὴν καὶ
15τὸ δίπλωμα, ὅπου πλείονά εἰσιν.
16nὭστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας.
17 Τὸ συμπέρασμα λοιπὸν ἐπάγει, ὅτι δεῖ τίθεσθαι τὸν γαλαξίαν τοῦ ἀέρος πάθος.
19nΔιὸ καθάπερ εἴπομεν πρότερον καὶ τὰ ἑξῆς.
20 Τὸ ἀνωτέρω εἰρημένον λέγει, ὅτι ὅλη ἡ καπνώδης ἀναθυμίασις ἐκ‐ δαπανᾶται εἰς τὸν γαλαξίαν. τούτου δὲ οὐκ ἐμνήσθη ἡ θεωρία ἅτε δὴ παλαιοῦ ὄντος.
23nΠερὶ μὲν οὖν τῶν γινομένων.
24Τὸ συμπέρασμα ἐπάγει πάντων τῶν γινομένων ἐκ τῆς καπνώδους
25ἀναθυμιάσεως.
26nΣχεδὸν γάρ ἐστι τοσαῦτα πάθη γινόμενα κατὰ τὸν
27nτόπον τοῦτον.
28Διὰ τί τὸ σχεδόν; εὐλόγως, ἐπειδὴ τὰ εἰρημένα ἤδη σχεδὸν πάντα78

79

περὶ τὸν ἄνω γίνονται τόπον· οὐδὲ γὰρ ἀκριβῶς πάντα· δῆλον γὰρ περὶ γαλαξίου. οὐδὲ γάρ, ὥς τινες ὑπέλαβον, τὸ σχεδὸν εἶπε διὰ τὰ μέλλοντα, ἐπειδὴ λείπει ἄλλα, οἷον ἀστραπὴ καὶ τὰ λοιπά, εἴ γε πολλὰ πάνυ εἰσὶ τὰ λείποντα, κεραυνοί, ἀστραπαί, ἄνεμοι, σεισμοί, τυφῶνες καὶ ἄλλα πλείονα·
5οὐκ ἂν οὖν τοσούτων λειπομένων ἔλεγε σχεδόν. πλὴν δεῖ ἐπιστῆσαι, ὅτι πολλὰ μὲν τὰ λείποντα ἐκ τῆς καπνώδους ἀναθυμιάσεως, ἀλλ’ οὖν τῶν γινομένων περὶ τὸν ἄνω τόπον οὐ λείπει τι εἰ μὴ ἀστραπή. τοῦτο δὲ ἔφη Ἀριστοτέλης τὰ φαινόμενα κατὰ τὸν τόπον τοῦτον ἐπάγων.
9tΠρᾶξις ιβ.
10nΠερὶ δὲ τοῦ θέσει μὲν δευτέρου τόπου.
11 Κάτεισιν ὁ Ἀριστοτέλης ἀπὸ τοῦ ἄνω τόπου ἐπὶ τὸν κάτω. καὶ τὰ ἐν τούτῳ γινόμενα πάθη φυσιολογεῖ. πέντε δέ εἰσι ταῦτα, ὑετός, χάλαζα, χιών, πάχνη καὶ δρόσος. ἀλλὰ τούτων τὰ μὲν τρία ἐν τῷ ἀπογείῳ γί‐ νονται μέρει τοῦ κάτω ἀέρος· ὑετὸς γὰρ καὶ χάλαζα καὶ χιὼν ἄνω γίνον‐
15ται, πάχνη δὲ καὶ δρόσος κάτω. καὶ τούτων τὰ μὲν πρῶτα τρία ἐπέτειά ἐστι, τὰ δὲ ὑπόλοιπα δύο καθ’ ἑκάστην ἡμέραν γίνονται. καὶ σωρεύεται μὲν ὑετοῦ καὶ χαλάζης ὕλη ἐν τῷ θέρει, τὸ δὲ εἶδος αὐτῶν ἐπιγίνεται ἐν τῷ χειμῶνι· δρόσου δὲ καὶ πάχνης σωρεύεται μὲν ὕλη ἐν τῇ ἡμέρᾳ, ἐπι‐ γίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. ὥστε διὰ τούτων ἀναφωνεῖ σοι τὸ ποιη‐
20τικὸν αἴτιον· τούτων γὰρ ἥλιός ἐστι τὸ ποιητικὸν αἴτιον. τῶν ἐπετείων γάρ, τουτέστι τῶν καθ’ ἕκαστον ἔτος γινομένων, ἡ ἰδία αὐτοῦ κίνησίς ἐστιν αἰτία τῷ ποτὲ μὲν αὐτὸν ἄνω γενέσθαι, ποτὲ δὲ κάτω. ἄνω δὲ ὅταν λέγω γίνεσθαι τὸν ἥλιον, πρὸς τὸ κατὰ κορυφὴν δηλονότι, οὐ πρὸς τὸ ἀπὸ τοῦ κέντρου· ἀεὶ γὰρ ἀπὸ τοῦ κέντρου ἴσον ἀπέχων πῶς δύναται ἄνω ἢ
25κάτω λέγεσθαι; τούτων μὲν οὖν κατὰ τὴν ἰδίαν κίνησιν αἴτιός ἐστι, τῶν δ’ ἄλλων τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων αἴτιός ἐστιν οὐ διὰ τὴν οἰ‐ κείαν κίνησιν, ἀλλὰ διὰ τὸ συμπεριφέρεσθαι τῷ παντί· τούτῳ γὰρ συμπερι‐ φερόμενος ποιεῖ τὴν νύκτα καὶ τὴν ἡμέραν. καὶ ἔστιν ἡ ἡμέρα οἱονεὶ μι‐ κρὸς ἐνιαυτός, ὥσπερ καὶ ὁ ἄνθρωπος μικρὸς κόσμος. ὁ σοφὸς γὰρ Πλά‐
30των τοῦτο ἔφη. ποιητικὸν μὲν οὖν αἴτιόν ἐστι δευτέρως ὁ ἥλιος, πρώ‐ τως δὲ ποιητικὸν αἴτιόν ἐστι πάντων τῶν εἰρημένων ἡ ψύξις, ὑλικὸν δὲ αἴ‐ τιόν ἐστιν αὐτῶν ἡ ἀτμίς. πέντε δέ εἰσι ταῦτα τὰ γινόμενα καὶ οὔτε
πλείονα οὔτε ἐλάσσονα δι’ αἰτίαν τοιαύτην· ἐκ τῆς τῶν ἀκτίνων τοῦ79

80

ἡλίου θερμασίας καὶ τῶν λοιπῶν ἀστέρων τὸ ὕδωρ τὸ περὶ τὴν γῆν ἐξ‐ ατμίζεται καὶ ἀναφέρεται ἐπὶ τὸ ἄνω, οὐ μόνον, ἀλλὰ μετὰ καπνώδους ἀναθυμιάσεως. αὕτη οὖν ἄνω ὀχοῦσα φέρει αὐτὴν μέχρι τοῦ ἀπογείου ἀέρος, ἐκεῖ λοιπὸν ἀπολύει αὐτήν. ἀπολύει δὲ ὥσπερ φορτίον τι καὶ
5ἄχθος ἀποθεμένη διὰ τὸ μηκέτι δύνασθαι ἄνω ὀχεῖν· καὶ λοιπὸν αὕτη φέρεται πρὸς τὸ συγγενὲς ὑπέκκαυμα, μένει δὲ ἡ ἀτμίς, ἢ ὑπὸ τῆς ἄγαν ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ φθείρεται, ἐᾷ δὲ τὴν ἀτμιδώδη· καὶ γὰρ τὸ φθειρόμενον λέγεται ἐᾶν τὸ μένον. αὕτη οὖν μέ‐ νουσα ἄνω ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται εἰς ὕδωρ, καὶ τοῦτο καταφέρε‐
10ται κάτω καὶ ποιεῖ ψεκάδα ἢ ὑετόν· ψεκάδα μέν, κατὰ μέρος ἡνίκα ἐνεχθῇ δηλονότι καὶ τῆς ἀλλοιώσεως γινομένης, ὑετὸν δέ, ἡνίκα λαβρότερον κατίῃ ἀθρόως καὶ τῆς ἀλλοιώσεως γινομένης. ἢ οὖν μεταβάλλεται καὶ ποιεῖ ὑε‐ τὸν καὶ ψεκάδα, ἢ πήγνυται καὶ ποιεῖ χιόνα, ἢ μεταβάλλεται πρότερον καὶ οὕτω πήγνυται καὶ γίνεται ἡ χάλαζα. ταῦτα μὲν οὖν, ἐὰν ᾖ πλείων θερ‐
15μασία καὶ ἰσχύσῃ ἄνω ἑλκύσαι τὴν ἀτμίδα· εἰ δὲ ἐλάττων εἴη, ἕλκει μέν, ἀλλ’ οὐκ ἄνω. μένει οὖν ἡ ἀτμὶς ἐν τῷ περιγείῳ μέρει τοῦ ἀέρος. ἐκεῖσε δὲ μένουσα ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται καὶ γίνεται τὸ ἀνάλογον τῷ ὑετῷ, φημὶ δὲ ἡ δρόσος, ἢ πήγνυται καὶ γίνεται ὁ παγετός, ὅστις ἀναλογεῖ τῇ χιόνι. τὸ δὲ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται ἐν τῷ περι‐
20γείῳ. οὐδὲ γὰρ γίνεται ἀλλοιουμένη πρότερον ἡ ἀτμίς, εἶτα οὕτω πήγνυ‐ ται καὶ ποιεῖ ἕτερόν τι διὰ τὸ μὴ εἶναι πολὺ τὸ ἐν τῷ μεταξὺ διαστήματι. ἐν γὰρ τῷ ἀπογείῳ ἀέρι, ἐπειδὴ ἐκεῖνος πολὺ ἀπέχει τῆς γῆς, δυνατὸν ἀλλοιωθῆναι τὴν ἀτμίδα καὶ καταγομένην τυχὸν παγῆναι, ἐν δὲ τῷ περι‐ γείῳ ἀέρι ἐπειδὴ ὀλίγον ἐστὶ τὸ διάστημα πλησίον γὰρ ὄντος τῆς γῆς, οὐ
25φθάνει ἀλλοιωθῆναι πρότερον καὶ εἶθ’ οὕτω παγῆναι. οὐκ ἔστιν οὖν τὸ ἀναλογοῦν τῇ χαλάζῃ, εἰ μή πού τις φαίη ἀναλογεῖν αὐτῇ τὸν κρύσταλλον, ὃς γίνεται ἀπὸ ὕδατος πηγνυμένου. πλὴν ἔχει τινὰ διαφοράν, ὅτι κρύσταλ‐ λος μὲν ὕδατος μόνον δηλοῖ πῆξιν, χάλαζα δὲ ἀλλοίωσιν ἀτμίδος εἰς ὕδωρ καὶ οὕτως ὕδατος τὴν πῆξιν. αὕτη ἡ ποιητικὴ αἰτία τούτων ἥ τε προσ‐
30εχὴς ἥ τε πόρρω, αὕτη καὶ ἡ ὑλική. ἰστέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης αἴτιον λέγει τῆς εἰς ὕδωρ μεταβολῆς τὴν ψύξιν μόνον· Θεόφραστος δὲ οὐ μόνον τὴν ψύξιν αἰτίαν φησὶ τῆς τοῦ ὕδατος γενέσεως, ἀλλὰ καὶ τὴν πίλη‐ σιν. ἰδοὺ γὰρ ἐν Αἰθιοπίᾳ μὴ οὔσης ψύξεως ὅμως ὑετὸς κατάγεται διὰ τὴν πίλησιν· φησὶ γὰρ ὄρη εἶναι ἐκεῖσε ὑψηλότατα, εἰς ἃ τὰ νέφη προσ‐
35πταίουσι, καὶ εἶθ’ οὕτως ὑετὸς καταρρήγνυται διὰ τὴν γινομένην πίλησιν. ἀλλὰ μὴν καὶ ἐπὶ τῶν λεβήτων ὑγρότης, φησίν, ἀντικαταρρεῖ, ἔτι δὲ καὶ
ἐπὶ τῶν θόλων τῶν λουτρῶν μὴ παρούσης ψύξεως, διὰ τὴν πίλησιν δηλον‐80

81

ότι τούτου γινομένου. ἔστι δὲ εἰπεῖν καὶ ἄλλο αἴτιον, τὴν ἀντιπερίστασιν. ἰδοὺ γὰρ ἐν Θηβαΐδι † μετεώρων ὄντων ὑψηλῶν, ἀλλὰ καὶ θερμοτάτης τῆς χώρας ὑπαρχούσης ὑετὸς κατάγεται διὰ τὸ ἀντιπεριίστασθαι τὸ ψυχρὸν ἐν τῇ νεφέλῃ ἔσω ὑπὸ τῆς ἔξωθεν θερμασίας ἀποκλειόμενον. ἀλλ’ ἔστιν,
5ὡς ἐμοὶ δοκεῖ, συνηγορῆσαι τῷ Ἀριστοτέλει, ὅτι ψύξις μόνη αἰτία· καὶ γὰρ ἐπὶ τοῦ λουτροῦ καὶ ἐπὶ τοῦ λέβητος ἄτοπον αἰτιᾶσθαι τὴν πίλησιν. αὐτὸ γὰρ τοῦτο † ἡ πίλησίς τι ποιεῖ, ὑπὸ τίνος γίνεται. μᾶλλον οὖν δεῖ λέγειν, ὅτι πολὺς ἀτμὸς ἐπισωρεύεται ἄνω περὶ τὸ πῶμα καὶ περὶ τὸν θό‐ λον, ὡς καταπνίγειν τὴν θερμασίαν, καὶ λοιπὸν τῇ τῆς κινήσεως ἀπωλείᾳ
10ψύξις ἐπιγίνεται, καὶ διὰ τοῦτο συμβαίνει κατάγεσθαι τὸ ὑγρόν. ὅτι δὲ καὶ οἱ λέγοντες ἀντιπερίστασιν πάλιν ψύξιν ὁμολογοῦσι κατὰ πρῶτον λόγον ποιοῦσαν, πρόδηλον· ταύτην γὰρ ἔφασαν ὑπὸ τῆς θερμότητος ἀποκλειομέ‐ νην ποιεῖν. ἡ ψύξις οὖν μόνη αἰτία ἐστί. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἐν Θηβαΐδι ὑετὸς καταγόμενος καὶ λάβρος κάτεισι καὶ ἔστι τὸ ὕδωρ
15πικρόν. πικρὸν μὲν οὖν ἐστι διὰ τὸ μετέχειν πλείστης τῆς καπνώδους ἀναθυμιάσεως· λάβρος δὲ κάτεισιν, ἐπειδὴ ἐν ταύτῃ τῇ καπνώδει ἀναθυμι‐ άσει ἐπιμέμικται καὶ γεῶδες, ὅπερ ὡς βαρύτατον σφοδρότατον κάτεισιν. οὕτω καὶ ἐν θέρει λάβρος ἐστὶν ὑετὸς καταγόμενος, ὡς ἐμαρτύρησεν ὁ θεῖος Ἱπποκράτης εἰρηκὼς ‘οἷον ἐν καύματι λάβρῳ‘, διὰ τὸ εἶναι πλείστην
20γεώδη οὐσίαν σὺν τῇ καπνώδει, ἥτις τότε μάλιστα πλεονάζει. ὅτι δὲ τῇ καπνώδει μάλιστα συμμέμικταί τις οὐσία γεώδης, δῆλον ἐκ τῆς θαλάσσης· τὸ γὰρ αὐτῆς ὕδωρ βαρύτερόν ἐστι τοῦ ἐν λίμναις. διὸ ὡς βαρύτερον καὶ ἀντιβαῖνον καὶ μείζονα πλοῖα † ἀνωθεῖ ἤπερ τὸ ὕδωρ τὸ ἐν λίμνῃ. καὶ τοῦτο σαφὲς ἐξ αὐτῆς τῆς πείρας· τὰ γὰρ αὐτὰ πλοῖα πλείω φόρτον βα‐
25στάζουσι ἐπὶ θαλάττης ἤπερ ἐπὶ λίμνης. ἀμέλει διὰ ταύτην τὴν αἰτίαν πολλοὶ ἰνδικοπλεῦσται ναυαγοῦσι μὴ εἰδότες τοῦτο. καὶ ἐν μὲν θαλάσσῃ γεμίζουσιν αὐτὰ φόρτου, καὶ ἡ μὲν θάλασσα διὰ τὸ γεῶδες αὐτῆς † ἀνωθεῖ καὶ βαστάζει· ἔρχονται δὲ ἐν ποταμοῖς ἢ λίμναις καὶ ναυαγοῦσι διὰ τὸ μὴ ἔχειν οὕτως τὸ γεῶδες ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ μὴ δύνασθαι
30† ἀνωθεῖν. ἴσως δὲ δυνατὸν καὶ τὴν καπνώδη ἀναθυμίασιν ὡς † ἀνωχοῦσαν διὰ τὸ σπεύδειν ἐπὶ τὸ συγγενὲς χωρεῖν, † ἐν τῇ θαλάσσῃ μείζονα τὰ πλοῖα τὰ αὐτὰ πλείω φόρτον βαστάζοντα. οὐ μόνον δὲ ἐκ τῶν πλοίων
ἔστι πιστώσασθαι βαρύτερον τὸ θαλάσσιον ὕδωρ καὶ μᾶλλον † ἀνωχοῦν, ἀλλὰ81

82

καὶ εἴ τις σταθμίσει, τὸ ἀληθὲς εἴσεται καὶ εἴ τις ᾠὸν ἐν ὕδατι γλυκεῖ καὶ θαλαττίῳ βάλῃ· † ἀνωχεῖται γὰρ ἐπὶ τοῦ θαλαττίου, κάτω δὲ βρίθει καὶ οὐκέτι πλεῖ ἐπὶ τοῦ γλυκέος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
4nΠερὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦ‐
5nτον, πρώτου δὲ περὶ τὴν γῆν.
6 Δέον εἰπεῖν, ὅτι ὑπόλοιπόν ἐστιν εἰπεῖν περὶ τῶν γινομένων ἐν τῷ κάτω ἀέρι, καὶ τούτου δὲ ἐν τῷ ἀπογειοτέρῳ μέρει· ὁ δὲ οὐχ οὕτως. ἀλλὰ τί φησι; ‘δέον εἰπεῖν περὶ τοῦ τῇ θέσει δευτέρου. δεύτερον κα‐ λεῖ τῇ θέσει τὸν περίγειον ἀέρα πρὸς 〈οὔ〉 τὸ ὑπέκκαυμα ἀφεωρακώς. οὐχ ὡς
10πρὸς ἐκεῖνο γὰρ ὁ περίγειος * τῇ θέσει ἐστίν, ἀλλ’ ὡς πρὸς τὸν ἀπόγειον· μετὰ γὰρ τοῦτον δεύτερος τῇ θέσει ὁ περίγειος.
12nΟὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος ἐστίν.
13 Ὁρᾷς, ὅτι δεύτερον τῇ θέσει εἶπε τὸν περίγειον ὡς πρὸς τὸν ἀπό‐ γειον· ἰδοὺ γὰρ αὐτὸς μεταξὺ αὐτὸν λέγει γῆς καὶ ἀπογείου ἀέρος ἀφε‐
15στῶτα πάνυ. εἴπωμεν οὖν, φησί, περὶ τούτου, ἀλλ’ οὐχ ἁπλῶς περὶ τούτου, ἀλλὰ περὶ τῶν γινομένων ἐν αὐτῷ παθῶν. ἀλλ’ ἐπειδὴ περιγείου καὶ ἀπογείου ἐμνήσθημεν, χρὴ εἰδέναι, ὅτι καὶ ἐν τῷ περιγείῳ ἐστὶ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ἀπογείου, ὁ δὲ περίγειος ὁ πλησίον τῆς γῆς. καὶ ἐν τῷ ἀπογείῳ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ὑπεκκαύματος, ὁ δὲ περί‐
20γειος ὁ πλησίον τοῦ περιγείου ἀέρος. τούτων οὕτως ἐχόντων τὸ μὲν περί‐ γειον μέρος τοῦ περιγείου ἀέρος θερμόν ἐστι διὰ τὴν τῶν ἀκτίνων παρά‐ τριψιν, τὸ δὲ ἀπόγειον αὐτοῦ μέρος ἐστὶ ψυχρότερον διὰ τὸ εἰς ἀχανίαν λήγειν τὰς ἀκτῖνας· τοῦ δὲ ἀπογείου ἀέρος τὸ ἀνάπαλιν τὸ μὲν περίγειον ψυχρόν· συντρέχει γὰρ καὶ πλησίον ἐστὶ τοῦ ἀπογειοτέρου † τὸ εἶναι
25πλησίον τῶν ἀστέρων καὶ τοῦ ὑπεκκαύματος καὶ ἐκθερμαίνεσθαι.
26nΚαὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτῶν.
27 Κατὰ κοινοῦ τοῦτο τὸ λεγόμενον· οὐ γὰρ μόνον δεῖ εἰπεῖν περὶ ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ πάχνης καὶ δρόσου, ἀλλὰ καὶ τί συμβαίνει ἐν τῇ γενέσει αὐτῶν.
30nΛηπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάν‐
31nτων ὁμοίως.
32Ἀρχὰς καὶ αἰτίας ἐκ δύο τὸ αὐτό, ἢ ἀρχὴν μὲν εἶπε τὴν ποιη‐82

83

τικήν, ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον, ὅταν ᾖ ἀρχὴ τῆς κινήσεως· αἰτίαν δὲ εἶπε τὴν ὑλικὴν τῷ γενικῷ ὀνόματι. τί δ’ ἐστὶ πάντων ὁμοίως; ὅτι δεῖ τὴν ποιητικήν, φησίν, αἰτίαν καὶ τὴν ὑλικὴν τῶν πέντε τούτων ὁμοίως λαβεῖν· πάντων γὰρ τούτων προσεχὲς μὲν ποιητικὸν αἴτιον ψύξις,
5πόρρω δὲ καὶ δευτέρως ὁ ἥλιος· ὑλικὸν δὲ αἴτιον ἡ ἀτμίς. ἀλλὰ πῶς ἥλιος (καθ’ αὑτὸν λέγομεν γὰρ διοικεῖν τὰ τῇδε) δευτέρως καὶ οὐ πρώτως αἴτιος εἴρηται τούτων; καὶ λύομεν, ὅτι ὥσπερ ὁ κυβερνήτης παρὼν μὲν ἐν τῷ σκάφει καθ’ αὑτὸν καὶ πρώτως αὐτὸ σῴζει, ἀπὼν δὲ ἐξ αὐτοῦ καθ’ αὑτὸν μέν, δευτέρως δὲ λέγεται αὐτὸ φθείρειν, οὕτω καὶ ὁ ἥλιος καθ’
10αὑτὸν λέγεται ταῦτα ποιεῖν καὶ δευτέρως, ὥσπερ οὖν καὶ φθείρειν καθ’ αὑτὸν πάλιν καὶ δευτέρως.
12nἩ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη ἀρχὴ ὁ
13nκύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορ.
14Κυρίαν καὶ πρώτην ἀρχὴν λέγει τὴν ποιητικήν, τουτέστι τὸν
15κύκλον τὸν ζῳδιακόν. τοῦτο οὖν, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορά, διότι οὗτος ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ δίεισιν. οἱ γὰρ ἄλλοι πάντες οὔκ εἰσιν ἀεὶ ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ· ἔξω γὰρ περὶ τοῦτον φαίνονται ἢ νοτιώτεροι ἢ βορειότεροι γινόμενοι. ἀλλ’ ἐπειδὴ καὶ αὐτοί ποτε φαίνονται ἐν τῷ μέσῳ ἐν τοῖς ἐκλειπτικοῖς καλουμένοις συνδέσμοις, διὰ τοῦτο
20ἔδει μᾶλλον ἀντὶ τοῦ ‘φανερῶσ‘ καὶ ‘ἀφανῶσ‘ εἰπεῖν τὸ ‘ἀεί‘ καὶ ‘ποτέ‘· ἀεὶ γὰρ ὁ ἥλιος περὶ τὸ μέσον, οἱ δὲ λοιποὶ οὐκ ἀεί, ἀλλὰ ποτέ.
22nΔιακρίνουσα ἢ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ
23nπόρρω.
24Αἰτία, φησίν, ἡ τοῦ ἡλίου φορά, τούτων δὲ διάκρισιν ἢ σύγκρισιν ἐργα‐
25ζομένη· διάκρισιν μέν, ὅταν ἄνω γένηται (τότε γὰρ θερμασία γίνεται), σύγ‐ κρισιν δέ, ὅταν κάτω· ψύξις γὰρ τότε ἕπεται. τὸ δὲ ‘ἄνω‘ καὶ ‘κάτω‘ ὅπως ἀκουστέον, εἴρηται ἐν τῇ θεωρίᾳ.
28nΜενούσης δὲ τῆς γῆς καὶ τὰ ἑξῆς.
29Βούλεται εἰπεῖν, ὅτι τῆς γῆς μενούσης ἕλκεται ἐκ τοῦ ἐν αὐτῇ83

84

ὕδατός τι καὶ ἐξατμίζεται καὶ φέρεται μετὰ καπνώδους ἀναθυμιάσεως ἄνω, καὶ οὐ μένουσα ἄνω διὰ τὸ καταλιμπάνεσθαι ἐκ τῆς καπνώδους ποιεῖ τὰ εἰρημένα.
4nΤῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτ.
5Τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως.
6nΚαὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον,
7nτῆς δὲ κατασβεννυμένης.
8 Ἰδοὺ δύο αἰτίαι, δι’ ἃς καταλιμπάνει ἡ καπνώδης ἀναθυμίασις τὴν ἀτμίδα· ἢ γὰρ ὡς φορτίον αὐτὴν ἀποτρίβεται καὶ χωρεῖ πρὸς τὸ συγγενὲς
10ἢ φθείρεται ὑπὸ τῆς ἄγαν ψύξεως.
11nΣυνίσταται πάλιν ἡ ἀτμίς.
12 Καλῶς τὸ πάλιν· καὶ γὰρ καὶ πρότερον ὕδωρ ἦν. τὸ γὰρ ὕδωρ ἐξ‐ ατμισθὲν τὴν ἀτμίδα εἰργάσατο, γίνεται δὲ ὕδωρ ψυχόμενον· ψύχεται δέ, καὶ ὅτι κατέλιπεν αὐτὴν τὸ θερμὸν καὶ ὅτι 〈ἐν〉 ψυχρῷ τόπῳ ἐγένετο· πλησίον
15γὰρ τοῦ ἀπογείου. γενόμενον δὲ φέρεται πάλιν εἰς γῆν, δι’ ἣν αἰτίαν φέρεται ἐκ τῆς ψύξεως ὠθούμενον χωρεῖν πρὸς τὸ συγγενὲς ὕδωρ.
17nἜστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δ’ ἐξ
18nἀέρος εἰς ὕδωρ νέφος.
19Τοῦτό φησιν· ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα ἐὰν γένηται μεταβολή, διὰ
20μέσης ἀτμίδος γίνεται· εἰ δέ γε ἀπὸ ἀέρος εἰς ὕδωρ, διὰ μέσου νέφους. παχυμερὲς δέ ἐστι καὶ οὐκ ἀκριβὲς τοῦτο. ἐπί τε γὰρ τῆς ἀπὸ τοῦ ὕδα‐ τος εἰς ἀέρα μεταβολῆς γίνεται καὶ ἀτμὶς καὶ νέφος, ὁμοίως καὶ ἀπὸ ἀέρος εἰς ὕδωρ· τὰ γὰρ μέσα τὸ αὐτό, οὔτε πλείονα ὄντα οὔτε ἐλάττονα, ὥσπερ ἔχει καὶ ἐπὶ τῆς ἀπὸ λευκοῦ ἐπὶ μέλαν καὶ ἀπὸ μέλανος εἰς λευκὸν μετα‐
25βολῆς. τί οὖν φαμεν; ὅτι τῶν συγγενῶν μάλιστα ἐμνήσθη· συγγενὴς δὲ ὕδατι μὲν ἡ ἀτμίς, ἀέρι δὲ τὸ νέφος.
27nὉμίχλη δὲ νεφέλης περίττωμα.
28 Ἐπειδὴ εἶπε, τί μέν ἐστιν ἀτμίς, τί δὲ νέφος, ἵνα μή τις αὐτῷ εἴπῃ ‘καὶ τί ἐστιν ὁμίχλη;‘, φησίν, ὅτι περίττωμα τῆς νεφέλης. ὃ γὰρ εὑ‐
30ρέθη ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι,84

85

τοῦτο πίπτει κάτω καὶ ποιεῖ τὴν ὁμίχλην, ὅθεν καὶ ὁμίχλη εὐδίαν σημαίνει. ἔστιν οὖν ὁμίχλη κατὰ Ἀριστοτέλην νεφέλη ἄγονος. ἔδει δὲ εἰπεῖν, ὅτι τὸ ψυχρότερον καὶ ξηρότερον, ὅσον ἐστὶν ἐν τῇ νεφέλῃ, τοῦτό ἐστιν ὁμίχλη· διὸ ὡς μὲν ξηρότερον οὐ μεταβάλλεται εἰς ὕδωρ, ὡς δὲ ψυχρό‐
5τερον κάτω πίπτει· τὸ γὰρ ψυχρὸν ἀεὶ κατάφορον. ἔχεις οὖν, καὶ διὰ τί κάτω γίνεται ὁμίχλη.
7nΓίνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν ἥλιον.
8 Τί βούλεται ἐνταῦθα εἰπεῖν; αἰνίττεται εἰς τοὺς ποιητὰς λέγοντας Ὠκεανὸν εἶναί ποτε μέν τινα κύκλῳ ὄντα τῆς γῆς καὶ περιέχοντα αὐτήν. οὐ
10δεῖ γὰρ τοῦτο λέγειν, φησίν, Ὠκεανόν· τὸ γὰρ ὕδωρ οὐ περιέχει τὴν γῆν, ἀλλὰ τοὐναντίον ὑπὸ αὐτῆς περιέχεται· ὡς ἀγγείῳ γὰρ αὐτῇ κέχρηται. ἔπειτα δὲ οὐδὲ κύκλῳ ἐστὶν οὗτος· ἱστόρηται γάρ, ὅτι οὐ πᾶσαν τὴν γῆν περιέχει. ἤθελον οὖν οὗτοι λέγειν Ὠκεανόν *** αὕτη γὰρ καὶ πᾶσαν τὴν γῆν περιέχει καὶ κύκλος ἐστί, κύκλος δέ ἐστι μιμούμενος τὸν τοῦ
15ἡλίου κύκλον. ὥσπερ γὰρ ἐκεῖνος ἄνω καὶ κάτω φέρεται, οὕτω καὶ οὗτος ὁ ἀπὸ τῆς ἀτμίδος κύκλος συγκινούμενος τῷ ἡλίῳ. ἄνω γὰρ τοῦ ἡλίου φερομένου, τουτέστι κατὰ κορυφὴν ἡμῶν φερομένου, καὶ αὐτὸς ἄνω φέρε‐ ται· ἐξατμίζεται γὰρ πλεῖον καὶ ἀνέλκεται ἐπὶ τὰ ἄνω· κάτω δὲ τοῦ ἡλίου φερομένου καὶ αὐτὸς κάτω φέρεται καὶ εἰς ὕδωρ μεταβάλλεται. οὕτω
20μᾶλλον καὶ εὖ γε, ὅτι τοῦ μὲν θερμοῦ ἐπικρατοῦντος γίνεται ἀὴρ κρεῖττον ὂν στοιχεῖον, τοῦ δὲ ψυχροῦ τὸ ὕδωρ χεῖρον ὄν, εἴ γε τὸ μὲν θερμὸν τῶν κρειττόνων ποιητικόν, τὸ δὲ ψυχρὸν τῶν χειρόνων. καὶ εὖ γε, ὅτι τοῦ ἡλίου γενομένου ἄνω τὸ κρεῖττον στοιχεῖον γίνεται, φημὶ δὴ ὁ ἀήρ, κάτω δὲ τὸ χεῖρον, φημὶ δὴ τὸ ὕδωρ. καὶ τοῦτο γὰρ αἴτιόν ἐστι τοῦ διοικεῖ‐
25σθαι τὰ τῇδε ὑπὸ τῆς τοιᾶσδε τοῦ ἡλίου κινήσεως. τοῦτον οὖν τὸν κύ‐ κλον δεῖ μᾶλλον ὁλότητα λέγειν τοῦ ὕδατος ἤπερ ὥς τινες τὴν θάλατταν, διότι, ὥς φησιν Ἀριστοτέλης ἐφεξῆς ἐν τῷ δευτέρῳ λόγῳ, ὅτι εἰσὶ δύο θάλασσαι πάντη διακεκριμέναι καὶ μὴ συμβάλλουσαι, ἡ Ὑρκανία καὶ ἡ Κασπία. πλήν τινες τῶν ἱστορικῶν ἱστοροῦσιν, ὅτι καὶ αὗται συμ‐
30βάλλουσιν.85

86

(1n)

Ἅμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει, οὗτος δὲ
2nἄνω καὶ κάτω.
3 Ἐπειδή, ὡς εἴρηται, οὐκ ἔστιν ἐπὶ κύκλου εἰπεῖν τὸ ἄνω καὶ κάτω πρὸς τὸ κατὰ κορυφὴν ἀφορῶντα.
5nΚαὶ τοῦτο ἐνδελεχῶς ἐθέλει γίνεσθαι κατὰ τὴν τάξιν.
6 Τί οὖν; ἀδιαλείπτως ὤφειλεν ὕδωρ κατάγεσθαι καὶ μηδέποτε κατα‐ λείπειν. τί οὖν ῥητέον; ὅτι αὐτὸς ἐπελύσατο εἰρηκὼς κατὰ τὴν τάξιν. τοιαῦτα γὰρ τὰ ἐπιτήδεια ἀδιαλείπτως κατὰ τὴν τῶν ὡρῶν τάξιν γινόμενα.
9nΚαί τισι διαφοραῖς αὐτῶν.
10 Τισὶ δὲ διαφοραῖς εἶπεν, ὡς ἔχει ἐπὶ ψεκάδος καὶ ὑετοῦ· τὸ γὰρ κατὰ μέρος καταγόμενον ὕδωρ ψεκὰς λέγεται, τὸ δὲ ἀθρόως ὑετός, ἡ μὲν διὰ τὸ ἐοικέναι ψήγμασι λεπτοτάτοις, ὁ δὲ ἀπὸ τοῦ ὕδατος τοῦ καταγομένου.
13nἘκ δὲ τοῦ καθ’ ἡμέραν ἀτμισθέντος.
14Ἐντεῦθεν περὶ τῆς δρόσου βούλεται εἰπεῖν καὶ τῆς πάχνης, ὅτι ἡ
15θερμασία ἐλάττων οὖσα ἕλκει καὶ ἀτμίδα καὶ ἀπολύει αὐτὴν ὡς ἀσθενὴς εὐθέως, καὶ κάτω μένουσα συμπήγνυται καὶ ποιεῖ τὴν πάχνην, ἢ ἀλλοιοῦ‐ ται καὶ πήγνυται καὶ ποιεῖ τὴν δρόσον. καὶ ταῦτά ἐστι τὰ δύο μόνον· οὐ γάρ ἐστιν, ὡς εἴρηται, τὸ ἀνάλογον ἐνταῦθα τῇ χαλάζῃ. πλὴν ἐπειδὴ διεσπαρμένως βούλεται δεῖξαι ψυχροτέραν οὖσαν τὴν πάχνην δρόσου, εἰ δο‐
20κεῖ συναγάγωμεν ταῦτα. ἡ πάχνη ψυχροτέρα ἐστίν, εἴ γε θερμαινομένη δρόσος γίνεται. δεύτερον ἐπιχείρημα· ἡ πάχνη ἐκ τῆς ἀτμίδος πηγνυμέ‐ νης γίνεται· πρόδηλον, ὅτι ψυχροτέρα ἐστίν. ἵνα γὰρ ψύξιν ὑπομείνῃ τὸ θερμόν, πολλή ἐστιν ἡ γινομένη ψύξις ἤπερ ἵνα τὸ ψυχρὸν παγῇ. οὕτως γὰρ καὶ ὕδωρ ῥᾷστα πήγνυται ἤπερ οἶνος. τρίτον ἐπιχείρημα· εἰ ἡ μὲν
25πάχνη ἐν τοῖς ψυχροτάτοις γίνεται χωρίοις, ὥσπερ οὖν δὴ καὶ ἐν τῇ ψυχροτάτῃ ὥρᾳ, οἷον τῷ χειμῶνι, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις μᾶλλον τό‐ ποις καὶ ἐν ἔαρι μᾶλλον καὶ φθινοπώρῳ, πρόδηλον ὅτι ἡ πάχνη ψυχρο‐ τέρα τῆς δρόσου. οὕτω καὶ ἡ χιὼν ψυχροτέρα τοῦ ὑετοῦ. ἆρα δὲ τί ψυχρότερον, χιὼν ἢ χάλαζα; καὶ ῥητέον, ὅτι χιών, εἴ γε ἡ μὲν χιὼν τοῦ
30θερμοῦ, φημὶ δὴ τῆς ἀτμίδος, δηλοῖ πῆξιν, ἡ δὲ χάλαζα τοῦ ὕδατος.86

87

ὥσπερ δὲ χιὼν χαλάζης ψυχροτέρα, οὕτως καὶ πάχνη κρυστάλλου. πλὴν διὰ τὸ ἀντιβαίνειν χάλαζα χιόνος δοκεῖ εἶναι ψυχροτέρα καὶ κρύσταλλος πάχνης, καθάπερ ὁ πεπυρακτωμένος σίδηρος τῆς φλογὸς δοκεῖ εἶναι θερ‐ μότερος· διὰ γὰρ φλογὸς παράγομεν τὴν χεῖρα, οὐ τολμῶμεν δέ ποτε
5ἅψασθαι τοῦ πεπυρακτωμένου σιδήρου.
6nΠρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν.
7 Ἰδοὺ τέως ἓν ἐπιχείρημα, ὅτι ἡ πάχνη ψυχροτέρα· λυομένη γὰρ εἰς ὕδωρ μεταβάλλεται.
9nΓίνεται δὲ χειμῶνος καὶ μᾶλλον ἐν τοῖς χειμερίοις
10nτόποις.
11 Ἰδοὺ τὸ ἄλλο ἐπιχείρημα, τὸ γίνεσθαι ἐν τοῖς ψυχροτέροις χωρίοις καὶ ψυχρᾷ ὥρᾳ τὴν πάχνην.
13nΔρόσος δὲ ὅταν συγκριθῇ καὶ ἡ ἀτμὶς εἰς ὕδωρ καὶ
14nτὰ ἑξῆς.
15 Τότε, φησί, δρόσος γίνεται, ὅταν ἀλλοιωθῇ ἡ ἀτμίς. ἀλλοιοῦται δὲ οὔτε ὅταν ἐστὶ πολλὴ θερμασία (ἐκδιαφορεῖ γὰρ καὶ ἄνω ἕλκεται) οὔτε ὅταν ἐστὶ πολλὴ πάνυ ψύξις· πάχνη γὰρ γίνεται. διὸ ἐν ταῖς μέσαις ὥραις γίνεται.
19nΔῆλον γάρ, ὡς ἡ ἀτμὶς θερμότερον ὕδατος.
20 Ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα· αὕτη δὲ πηγνυμένη ποιεῖ τὴν πά‐ χνην, δηλονότι πολλή ἐστιν ἡ ψύξις· ἡ δὲ δρόσος μόνον εἰς ὕδωρ δηλοῖ γινομένην ἀλλοίωσιν.
23tΠρᾶξις ιγ.
24nΓίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας.
25 Ἡ μετὰ χεῖρας λέξις τὰ κοινὰ καὶ ἴδια παραδίδωσιν ἡμῖν δρόσου καὶ πάχνης. καὶ πρῶτον κοινὸν τοῦτο, ὅτι ὥσπερ δρόσος ἐν τῷ κατωτάτῳ γίνε‐ ται τόπῳ, οὕτω καὶ ἡ πάχνη. Δεύτερον κοινόν, ὅτι ἑκάτερον αὐτῶν ἐφη‐ μερινὴν ἔχει τὴν γένεσιν. τρίτον, ὅτι γίνονται ταῦτα μᾶλλον αἰθρίας τε
καὶ νηνεμίας οὔσης· οὔτε γὰρ λάβρου ἀνέμου ὄντος ἕν τι τούτων γίνεται87

88

(διασκορπίζεται γὰρ ἡ ἀτμὶς ὑπὸ τῆς τοῦ ἀνέμου βιαίας κινήσεως) οὔτε μὴν ὑετοῦ καταγομένου· καταβαπτίζεται γὰρ καὶ οἷον ἐπὶ γῆν ἀποδιώκεται ἡ ἀτμίς. ταῦτα τὰ κοινά. ποῖα δὲ τὰ ἴδια; ὅτι ἡ μὲν δρόσος γίνεται ἐν τοῖς ἀλεεινοτέροις μάλιστα καιροῖς καὶ τόποις, ἡ δὲ πάχνη ἐν τοῖς ψυχρο‐
5τέροις, καὶ ὅτι ἡ μὲν δρόσος γίνεται νοτίων πνευμάτων ἐπικρατούντων, ἡ δὲ πάχνη τῶν βορείων. πλὴν τοῦτο ἐπὶ πάσης χώρας ἀληθὲς πλὴν τοῦ Πόντου· ἐκεῖ γὰρ ἀντιπεπονθότως ἔχει, καὶ τοῦ μὲν βορρᾶ πνέοντος δρό‐ σος κατάγεται, τοῦ δὲ νότου πάχνη γίνεται. αἴτιον δὲ τούτων ἡ ἀντι‐ περίστασις. ἐπειδὴ γὰρ ὁ Πόντος ψυχρός ἐστιν, ἐὰν πνεύσῃ βορρᾶς ψυ‐
10χρὸς ὤν, ἐπιτείνει τὴν ψύξιν, καὶ λοιπὸν χωρεῖ παρὰ τὸ βάθος τῆς ἀτμίδος ἡ θερμασία καὶ μὴ εὑρίσκουσα διέξοδον πολυπλασιάζεται· καὶ πολλῆς οὔ‐ σης χύσις γίνεται καὶ πίπτει δρόσος. εἰ δὲ νότος πνεύσει, τοὐναντίον κατ‐ άγεται πάχνη διὰ τὸ πολυπλασιάζεσθαι τὸ ψυχρὸν ἀποκλειόμενον. ταῦτα μὲν οὖν περὶ δρόσου καὶ πάχνης. ἔχει δὲ ἐντεῦθεν καὶ τὰ περὶ ὑετοῦ
15καὶ χιόνος. ἃ γὰρ εἴρηται περὶ τούτων, ταῦτα δεῖ καὶ ἐπὶ τούτων ἐννοεῖν· ἀναλογεῖ γὰρ ἡ μὲν πάχνη τῇ χιόνι, ἡ δὲ δρόσος τῷ ὑετῷ. ἐκεῖνο δὲ δεῖ μόνον ἀπορῆσαι, τί δήποτε μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ ἐν τῷ περὶ γῆν τόπῳ, ἀλλ’ ἐν μὲν τῷ ἄνω τρία γίνονται, ἐν δὲ τῷ κάτω δύο. αὕτη μὲν ἡ ἀπορία. θέλων δὲ τὴν λύσιν αὐτῆς παραδοῦναι, ὅπερ πεποίη‐
20κεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ζητῶν περὶ τοῦ τόπου εἴτε διάστημά ἐστι εἴτε ἐπιφάνεια (οὐ πρότερον τοῦτο ἔλυσε πρὶν τὰ ἴδια τούτῳ παραδοῦναι), τοῦτο καὶ νῦν ποιεῖ, καὶ πρὶν λῦσαι τὴν ἀπορίαν, τὰ ἴδια καὶ ἐξαίρετα τῆς χαλάζης παραδίδωσιν. εἰσὶ δὲ πρῶτον μέν, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος, ἐπειδὴ καὶ ὁ κρύσταλλος πῆξίς ἐστιν ὕδατος
25πολλὴν πρὸς τὴν χάλαζαν ἔχων τὴν οἰκειότητα. καὶ οὕτω λευκὴ χάλαζα καὶ διαφανὴς καὶ βαρεῖα ὡς ὁ κρύσταλλος. τοῦτο πρῶτον. δεύτερον ἴδιον· ἡ χάλαζα μᾶλλον λαβρότερον φέρεται ἔαρος καὶ φθινοπώρου ἤπερ χειμῶνος. καὶ ἄπορον, πῶς ἡ χάλαζα πῆξιν δηλοῦσα οὐκ ἐν τῇ ψυχροτέρᾳ μᾶλλον ὥρᾳ γίνεται. τούτου δὲ τὴν λύσιν ἐν τοῖς οἰκείοις τόποις ἑξῆς ἀποδίδωσι.
30τοῦτο δὲ μόνον χρὴ εἰδέναι, ὅτι ἄλλο ὀπώρα καὶ ἄλλο θέρος· τὸ γὰρ θέρος εἰς δύο διαιρεῖται, εἰς θέρος, ὅταν ὁ ἥλιός ἐστιν ἐν Καρκίνῳ καὶ Παρθένῳ, καὶ εἰς ὀπώραν, ἡνίκα ἐστὶν ὁ ἥλιος ἐν Λέοντι, ὅταν ὁ Σείριος φαίνηται, λοιπὸν ὃν καὶ ὁ ποιητὴς διὰ τὴν ὀπώραν καὶ ὀπωρινὸν ἐκάλεσεν. ὅτι δὲ ἔστιν ὀπώρα, δηλοῖ τὸ τὴν ἑξῆς ὥραν φθινόπωρον καλεῖσθαι ὡς
35ἂν μετὰ τὴν φθίσιν τῆς ὀπώρας ἐπιγινομένην. τοῦτο δεύτερον ἴδιον. τρί‐ τον ἴδιον, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος οὐχ ἱσταμένου, ἀλλὰ κινουμένου. ἀπορίαν γὰρ ἔχει κἀνταῦθα ὁ λόγος, πότερον ἄνω μένοντος τοῦ ὕδατος γί‐
νεται ἡ πῆξις. πρόδηλον· οὐκ ἐνδέχεται δὲ τὸ ὕδωρ τοῦτο μένειν ἄνω88

89

καὶ οὕτω πήγνυσθαι. † ἅμα γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ μεταβληθῇ, οὐ μένει ἄνω, ἀλλὰ κάτω φέρεται διὰ τὸ σύμφυτον τοῦ ὕδατος βάρος. οὐκ ἐνδέχεται οὖν ἱσταμένου τοῦ ὕδατος γίνεσθαι τὴν πῆξιν. εἰ δέ τις εἴπῃ, ὅτι οὐκ ἄτοπον γενέσθαι τὴν χάλαζαν πολλῆς χιόνος συναγομένης καὶ ἑνουμένης,
5ὥσπερ γίνεται καὶ ἐπὶ τῶν ψεκάδων (πολλαὶ γὰρ συμβαίνουσαι ψεκάδες μικραὶ ἀποτελοῦσι μίαν μεγάλην), ἐροῦμεν, ὅτι οὐκ ἐνδέχεται· ψεκὰς γὰρ ψεκάδι σύνεισιν εἰς μείζονος ψεκάδος γένεσιν, χιὼν δὲ χιόνι οὐ συνέρχεται, διότι τὰ μὲν ὑγρὰ συνέρχεται, τὰ δὲ πεπηγότα συνελθεῖν καὶ ἑνωθῆναι οὐ δύνανται. ἀδύνατον οὖν ἄνω γενέσθαι τὴν πῆξιν. τί οὖν λείπεται; ὅτι ἐν
10τῷ κατιέναι ἡ πῆξις γίνεται, διότι πολύ ἐστι τὸ διάστημα. ἐντεῦθεν ἔχεις, διὰ τί μὴ γίνεται καὶ ἐν τῷ κάτω τόπῳ τὸ ἀναλογοῦν χαλάζῃ, ἐπειδὴ μὴ ἔστι πολὺ τὸ διάστημα. πλὴν ταῦτα ἀκριβέστερον ἐν τῇ μελλούσῃ θεωρίᾳ μαθησόμεθα. ταῦτα δὴ ἔχει ἡ θεωρία.
14nΓίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας.
15 Ἄμφω, δρόσος φησὶ καὶ πάχνη· περὶ τούτων γὰρ ὁ λόγος. καὶ ἰδοὺ τὸ ἓν κοινόν. τὰ δ’ ἄλλα δύο αὐτὸς λέγει, σαφῆ δέ εἰσιν ἐκ τῶν ἀνωτέρω ἡμῖν εἰρημένων.
18nΣημεῖον δ, ὅτι γίνεται ταῦτα διὰ τὸ πόρρω μετεωρί‐
19nζεσθαι τὴν ἀτμίδα.
20 Πρόδηλον, φησίν, ὅτι πάχνη καὶ δρόσος περὶ τὸν κάτω γίνονται τόπον ἐκ τοῦ ἐν τοῖς ὑψηλοῖς ὄρεσι μηδὲν τούτων γίνεσθαι· ἡ γὰρ ἀτμὶς οὐ φέρεται μέχρις ὕψους, ἢ ὅτι πολλή ἐστιν ὑγρότης καὶ ὑπὲρ τὴν ἀναλογίαν τῆς θερμασίας καὶ ἀπόλλυται ὑπ’ αὐτῆς, ἢ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοῖς κε‐ κίνηται μᾶλλον διὰ τὸ πλησιάζειν ἐν τῷ ἀέρι κύκλῳ φερομένῳ. κινου‐
25μένου οὖν τοῦ ἐν τοῖς ὑψηλοῖς τόποις ἀέρος οὐ συγχωρεῖται ἡ ἀτμὶς ἐνεχθῆναι ἡ ποιοῦσα δρόσον καὶ πάχνην, διότι ὀλίγη ἐστίν. ἡ γὰρ ὑετὸν ποιοῦσα καὶ χιόνα καὶ χάλαζαν δύναται ἐν ὕψει ἐνεχθῆναι, διότι καὶ πολλή ἐστιν ἡ ἀτμὶς καὶ ὑπὸ ἰσχυρᾶς θερμασίας μετεωρίζεται.
29nΓίνεται δὲ ἡ δρόσος μᾶλλον ἁπανταχοῦ νότιος ἢ
30nβόρειος.
31Ἐντεῦθεν τὰ ἴδια δρόσου καὶ πάχνης λοιπὸν παραδίδωσι.89

90

(1n)

Πλὴν ἐν τῷ Πόντ.
2Τὸ καὶ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ἐν τῷ Πόντῳ ἐναντίως ἔχει καὶ τοῦ μὲν βορρᾶ πνέοντος δρόσος γίνεται, τοῦ δὲ νότου πάχνη.
4nΑἴτιον δὲ ὁμοίως καὶ τὰ ἑξῆς.
5 Τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν ἐν τῷ Πόντῳ ὑπεναντίως ἔχει, φησὶ ταῦτα, ὅτι διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα γίνονται, δι’ ἣν καὶ ἐπὶ ἡμῶν. ἀλλ’ ἵνα νοήσῃς τὸ λεγόμενον, ἐντεῦθεν ἄρχομαι. ὁ βορρᾶς παρ’ ἡμῖν ὡς ψυχρὸς ὢν καὶ συνάγων χειμῶνα ποιεῖ, ὁ δὲ νότος ὡς θερμὸς ὢν καὶ διαλύων εὐδίαν. γίνεται οὖν ἡ μὲν δρόσος εὐδίας οὔσης, ἡ δὲ πάχνη
10χειμῶνος. ἐν δὲ τῷ Πόντῳ ἀντιπεπονθότως· ὁ μὲν νότος χειμῶνα ποιεῖ, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. εἰ δὲ τοῦτο, καὶ ἐν Πόντῳ εὐδίας μὲν οὔσης δρόσος γίνεται, χειμῶνος δὲ πάχνη. ἀλλ’ ἐν τούτῳ δια‐ φέρει, ὅτι ἄλλος μὲν ἄνεμος ποιεῖ παρ’ ἡμῖν χειμῶνα, ἄλλος δὲ ἐν τῷ Πόντῳ· ὁμοίως δὲ καὶ εὐδίαν.
15nὭστε ἐκ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν
16nθερμότητα.
17 Ἐπειδὴ ψυχρός ἐστιν ὁ βορρᾶς καὶ διὰ τοῦτο χειμῶνα ποιεῖ, ἀνάγκῃ γίνεται πάχνη· σβέννυται γὰρ ἐκ τῆς ψυχρᾶς ἀναθυμιάσεως ἡ θερμασία ἡ ἐν τῇ ἀτμίδι. πλὴν ταῦτα λέγει ὡς ἐπὶ τῆς ἡμετέρας οἰκήσεως.
20nὉ δὲ βορρᾶς διὰ τῆς ψυχρότητος ἀντιπεριίστατο
21nθερμόν.
22 Ἰδοὺ καλῶς εἴρηται, ὅτι ἐν τῷ Πόντῳ τοὐναντίον· ὁ μὲν νότος ἐστὶν ὁ ποιῶν χειμῶνα, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. ὅτι γὰρ γίνεται ἀντιπερίστασις τοῦ θερμοῦ, δηλοῦσι καὶ κῶλα ἀποτεμνόμενα διὰ
25τὴν ἀποκλειομένην θερμασίαν· τμητικὴ γάρ. οὕτω καὶ ὁ Πλάτων ἐτυμο‐ λογεῖ τὸ θερμὸν οἷον τομόν τι ὄν· ἀντιστοιχεῖ γάρ, φησί, τὸ τ τῷ θ, τὸ δὲ ρ πρόσκειται, διότι εὐκίνητον τὸ ρ. δηλοῖ δὲ τὸ τῶν τριῶν στοιχείων καταληκτικὸν εἶναι αὐτὸ πλὴν γῆς διὰ τὸ δυσκίνητον.
29nΠολλάκις δὲ τοῦτο καὶ ἐν τοῖς ἔξω τόποις ἰδεῖν ἔστι
30nγινόμενον.
31Ποῖον τοῦτο; τὸ τῆς ἀντιπεριστάσεως. ὁρῶμεν γὰρ ἐκ τῶν φρεά‐90

91

των πολὺν ἀτμὸν ἀναδιδόμενον ἐν χειμῶνι· πλὴν εἰ καὶ πολὺς γίνεται, ἀλλ’ οὖν ὅμως κατασβέννυται ὑπὸ τῆς ἔξωθεν ψύξεως· πρὸς αὐτὴν γὰρ χωρεῖ. διὸ οὐ γίνεται πολλή· οὐ γὰρ συγχωρεῖται. οὐδὲ τῷ θέρει, εἰ καὶ ὀλίγος ἐκδίδοται ἀτμὸς διὰ τὸ εἶναι ἐν τῷ βάθει τὴν ψύξιν, ἀλλ’ οὖν
5ὅμως οὕτως οὐ κατασβέννυται· θερμὸν γὰρ τὸ περιέχον. διὸ καὶ κατὰ μέρος σωρεύεται καὶ γίνεται πολὺς ἀτμός, ὃς ἐν θέρει ἀθροιζόμενος ἐν χειμῶνι ἀλλοιοῦται καὶ ποιεῖ τὰ εἰρημένα ἀνωτέρω.
8nΑὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ
9nτὰ νέφη τόπ.
10 Ὕδωρ λέγει τὴν ἀτμίδα. ἐντεῦθεν δὲ χωρεῖ ἐπὶ τὸ τελευταῖον. καὶ ἀπορεῖ, διὰ τί μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ.
12nἘκεῖθεν γὰρ τρία τινὰ φοιτᾷ σώματα.
13 Ἐκεῖθεν τουτέστιν ἀπὸ τοῦ τῶν νεφῶν τόπου. φέρεται γὰρ ὑετός, χάλαζα καὶ χιών· καὶ τούτοις μὲν δύο ἀναλογοῦντα εὑρήσεις πάχνην καὶ
15δρόσον, πάχνην μὲν χιόνι, δρόσον δὲ ὑετῷ, τῇ δὲ χαλάζῃ οὐδὲν ἀναλογεῖ. σαφῶς περὶ τούτου αὐτοῦ Ἀριστοτέλης παραδίδωσιν.
17nΟὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς οὔσης θερμότητος, εἰ
18nμὴ ἐπεκράτει τὸ ψυχρόν.
19Δόγμα Ἀριστοτελικόν, ὅτι τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν τοῦ ἧττον
20θερμοῦ ψύχοντος ψυχρότερόν ἐστιν.
21nΤὸ δὲ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔτι ἔσται δῆλον.
22 Πρὶν λύσει τὴν ἀπορίαν, τὰ ἴδια παραδίδωσι τῆς χαλάζης· τούτων γὰρ παραδοθέντων δῆλον ἔσται καὶ διὰ τί μὴ ἔστι τι ἀναλογοῦν τῇ χαλάζῃ.
25nΤὰ μὴ πλανῶντα καὶ τὰ δοκοῦντα εἶναι ἀνάλογα.
26 Μὴ πλανῶντα εἶπε τὸ πρῶτον, ὅτι πῆξίς ἐστιν ὕδατος, ἀνάλογα δὲ τὰ λοιπὰ δύο, ὅτι ἡ χάλαζα ἧττον χειμῶνος γίνεται καὶ ἐν τῷ κατ‐
άγεσθαι πήγνυται. σαφῶς δὲ τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ παραδίδωσιν.91

92

(1t)

Πρᾶξις ιδ.
2nΤοῖς μὲν οὖν δοκοῦσι τοῦ πάθους αἴτιον εἶναι.
3 Τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης δύο τινὰ παράδοξα ἕπεσθαι τῷ λόγῳ τῆς χαλάζης, ἓν μὲν τὸ ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις αὐτὴν μᾶλλον
5γίνεσθαι ἤπερ ἐν ψυχροτέραις, δεύτερον δὲ τὸ ἄτοπον εἶναι ἀθρόον τοσοῦ‐ τον ὕδωρ μένειν ἀκίνητον, ἄχρις ἂν παγῇ, μὴ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ῥοπήν (ἄτοπον δὲ καὶ τὸ ἐν συναγωγῇ χιόνος γίνεσθαι τὴν χάλαζαν· οὐ γὰρ ἐνδέχεται τὰ παγέντα ἑνωθῆναι), βούλεται νῦν τούτων τὰς ἐπιλύσεις παραδοῦναι. πρὶν δὲ τὴν οἰκείαν ἐπίλυσιν εἰπεῖν, τὴν Ἀναξαγόρειον λέγει·
10καὶ ταύτης γὰρ λύσεις ἐπιδιδοὺς οὕτως ἐπάξει τὴν οἰκείαν ἐπίλυσιν. ὁ τοίνυν Ἀναξαγόρας ἔλεγεν ἐν ταῖς· ἀλεειναῖς ὥραις καὶ χώραις τὴν χάλαζαν γίνεσθαι, ἐπειδὴ χρεία ἐστὶ πολλῆς τῆς θερμασίας τῆς ἀναρπαζούσης καὶ εἰς ὑψηλότερον τόπον φερούσης τὴν ἀτμίδα, ἵνα ἐν τῷ ἀπογείῳ γενομένη αὐτὴ ψυχρῷ ὄντι οὕτω χάλαζα γένηται. αὕτη ἡ ἐπίλυσις. ἕπονται δὲ
15αὐτῇ, φησί, τρία ἄτοπα. πρῶτον μὲν γὰρ ἡ χάλαζα οὐ γίνεται ἐν τοῖς ἀπογείοις τόποις, ἀλλὰ μᾶλλον ἐν τοῖς περιγείοις, ὡς δηλοῦσιν αἱ ἀκρώρειαι τῶν ὀρῶν χιονιζόμεναι μέν, μὴ χαλαζούμεναι δέ. δεύτερον, ὅτι ἐφάνησαν νεφέλαι κάτω μετὰ κτύπου πάνυ σφοδροτάτου, ὥστε πάντας θαυμάζειν, μή τι ξένον γένηται, καὶ μετ’ οὐ πολὺ κατηνέχθη χάλαζα, ᾧ δῆλον, ὅτι
20κάτω γίνεται. τρίτον καταφέρονται χάλαζαι οὐ σφαιρικαί, ἀλλ’ ἐπιμήκεις, οὐ μικραί, ἀλλὰ καὶ μεγάλαι, οὐ πυκναί, ἀλλὰ καὶ ἀραιαί. τούτων δὲ τὰ μὲν πρῶτα δηλοῖ ἐν τῷ ἄνω μὴ γίνεσθαι τὴν χάλαζαν, τὰ δὲ δεύτερα ἐν τῷ κάτω. ἀπὸ γὰρ πολλοῦ διαστήματος φερομένη περιφερής ἐστιν· περι‐ θραύονται γὰρ αὐτῶν αἱ ἐξοχαί. ἀλλὰ μὴν καὶ μικραί (θρύπτονται γάρ)
25καὶ πυκναί, ἐπειδὴ καὶ πλείονες γίνονται. εἰ οὖν μεγάλαι ἐν θέρει καὶ ἐπιμήκεις καὶ ἀραιαὶ κατάγονται, πρόδηλόν ἐστιν, ὅτι κακῶς ἔλεγεν Ἀνα‐ ξαγόρας. οὕτως ἀνατρέψας τὴν Ἀναξαγόρειον ἐπίλυσιν ἐπάγει τὴν ἑαυτοῦ λέγων, ὅτι ἐπειδὴ γίνεταί τις ἀντιπερίστασις ἐν τῷ θέρει θερμασίας οὔσης πολλῆς, ἀντιπεριίσταται τὸ ψυχρὸν ἐν τῷ βάθει καὶ ἀποκλειόμενον πλου‐
30σιώτερον γίνεται. ἐντεῦθεν σύντομον τὴν ἀλλοίωσιν ἐπάγει τῆς ἀτμίδος καὶ τὴν πῆξιν τοῦ ὕδατος· ‘διὸ καὶ λαβρότερος ὁ τότε ὑετὸς κατάγεται καὶ ἡ χάλαζα λαβροτέρα, ἐπειδὴ καὶ ταχεῖα ἡ ἀλλοίωσις· τὰ γὰρ κατὰ ἀντι‐ περίστασιν δρῶντα συντομώτερον καὶ δραστικώτερον ποιοῦνται τὴν ἐνέρ‐ γειαν‘. οὕτω λύσας τὴν πρώτην ἀπορίαν τρέπεται καὶ ἐπὶ τὴν λύσιν τῆς
35δευτέρας λέγων, ὅτι ὕδωρ ἐστὶ κινούμενον τὸ πηγνύμενον. ᾗ μὲν οὖν ὕδωρ ἐστίν, ἐκφεύγομεν τὸ δεύτερον ἄτοπον τὸ λέγον· ‘πῶς τὰ παγέντα ἑνοῦν‐
ται;‘, ᾗ δὲ κινούμενον, ἐκφεύγομεν καὶ τὸ πρῶτον τὸ λέγον· ‘διὰ τί μένει92

93

μὴ κάτω φερόμενον τὸ ὕδωρ;‘ ἐπειδὴ γὰρ ἐν χρόνῳ γίνεται ἥ τε πῆξις καὶ ἡ καταγωγὴ τοῦ ὕδατος, ἢ ἴσος ἐστὶν ὁ χρόνος τῆς πήξεως τῷ χρόνῳ τῆς καταγωγῆς ἢ ἄνισος. εἰ μὲν οὖν ἴσος εἴη, συμβαίνει κάτω περὶ αὐ‐ τὴν τὴν γῆν γίνεσθαι τὴν πῆξιν. εἰ δὲ πλείων εἴη ὁ τῆς καταγωγῆς χρόνος
5τοῦ τῆς πήξεως, συμβαίνει ἔτι ἐν τῷ μετεώρῳ ὄντος τοῦ ὕδατος γίνεσθαι τὴν πῆξιν· οὕτω γὰρ εἴρηται καὶ ἐπὶ βαυκαλίου, ὅτι ἐὰν ἐπειγμένως τις κινήσῃ αὐτό, οὐκ ἐκχεῖται τὸ ὕδωρ, εἰ δὲ ἠμελημένως, ἐκχεῖται διὰ τὸ πλείονα εἶναι τὸν χρόνον τῆς κινήσεως τῆς χειρὸς τῆς οἰκείας αὐτοῦ τοῦ ὕδατος κινήσεως. οὕτω τινὲς καὶ τὴν γῆν λέγουσιν ἀκίνητον διὰ τὴν τοῦ
10παντὸς κίνησιν. ὁ μέντοι Ἀριστοτέλης φυσικώτερον λέγων φησὶ ‘διὰ τὴν οἰκείαν φύσιν‘. τὴν γὰρ γῆν βούλεται ἀκίνητον εἶναι, ἵνα ἐν τῷ αὐτῷ μένῃ, ὥσπερ καὶ τὴν ἀπλανῆ κινεῖσθαι, ἵνα ὅλη ἐν τῷ παντὶ γένηται τόπῳ. αὕτη καὶ ἡ λύσις. ἔστι δὲ ἔξωθεν ἀπορῆσαι, τί δήποτε, εἰ ἡ ψύξις ἐστὶν αἰτία τῆς ἐπὶ τὰ κάτω φορᾶς καὶ τῆς πήξεως, τί δήποτε τῆς αὐτῆς
15ψύξεως ὑποκειμένης τῶν δύο αἰτίας ποτὲ μὲν τὸν χρόνον τῆς καταγωγῆς λέγομεν πλείονα, ποτὲ δὲ τὸν χρόνον τῆς πήξεως; καὶ λέγομεν, ὅτι οὐχ ἡ αὐτή ἐστι ψύξις κατ’ ἀριθμόν· ἡ μὲν γὰρ κατάγουσά ἐστιν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ ὕδατος, ἡ δὲ τὴν πῆξιν ἐργαζομένη, εἰ μὲν κατὰ πρῶτον γέ‐ νοιτο λόγον, ἡ ἐκτὸς ψύξις, εἰ δὲ τῇ ἀντιπεριστάσει, ἡ ἔνδον ἀντιπεριιστα‐
20μένη. ἀλλὰ πάλιν ἑτέρα ἀπορία· καὶ τί δήποτε ἡ ψύξις ἡ ἔσωθεν ἀντι‐ περιισταμένη, ἡ ἔξωθεν κεχυμένη πολλάκις περιγίνονται τῆς ψύξεως τοῦ ὕδατος, εἰ μὲν τὸ ὕδωρ ἐστὶ τὸ καὶ τῷ ἀέρι τὴν ψύξιν χαρισάμενον; ῥη‐ τέον οὖν, ὅτι ποτὲ τὰ αἴτια τὰ † δραστικώτερα γίνονται τῶν αἰτίων διὰ οἰ‐ κείαν ἐπιτηδειότητα, ὡς ἔχει ἐπὶ τοῦ πεπυρακτωμένου σιδήρου· οὗτος γὰρ
25τῆς φλογὸς μᾶλλον καίει. οὕτω καὶ ὁ ἀὴρ πολλάκις τοῦ ὕδατος ψυχρό‐ τερος εὑρίσκεται, ὡς καὶ πηγνύειν αὐτό· καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον. τί δήποτε, 〈εἰ〉 ἡ ἀντιπερίστασις ἡ ἀπὸ τοῦ θερμοῦ αἰτία τῆς χαλάζης, μὴ γίνεται ἐν τῷ θέρει μᾶλλον χάλαζα ἤπερ ἐν φθινοπώρῳ καὶ ἐν ἔαρι, ἐπειδὴ καὶ πλείων ἡ θερμασία; καὶ λύει λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τὴν
30ὑλικὴν αἰτίαν· οὐ γὰρ πάρεστιν ὑγρότης. δευτέρα ἀπορία· καὶ τί δήποτε φθινοπώρου μᾶλλον ἤπερ ἔαρος γίνεται, εἴ γε καὶ τὸ φθινόπωρον ὑγρὸν καὶ τὸ ἔαρ; ὅτι τὸ μὲν ἔαρ ἔτι ὑγρόν, τὸ δὲ φθινόπωρον ἤδη ὑγρὸν γίνε‐ ται καὶ αὔξει ὑγρότης, ἐν δὲ τῷ ἔαρι παύεται ἡ ὑγρότης. καὶ λύει λέγων· διὰ τὸ προθερμανθῆναι τὸν ἐν τῷ φθινοπώρῳ ἀέρα διὰ τὸ προηγησάμενον
35θέρος· τὰ γὰρ προθερμανθέντα ταχύτερον ψύχονται. οὕτω γάρ, ἐὰν θε‐ λήσωμεν ψυχρότερόν τι ποιῆσαι, προθερμαίνομεν αὐτὸ καὶ εἶθ’ οὕτως περιπλάττομεν ἔξωθεν χιόνα, ἵνα ὡς διὰ νοτεροῦ μᾶλλον διεισδύνῃ ἡ ψύξις. οὕτω καὶ οἱ περὶ τὸν Ἴστρον θηρεύοντες διὰ τὸ πεπῆχθαι τὰ ἐπιπολῆς
τοῦ Ἴστρου τὸ ἄκρον τοῦ καλάμου θερμαίνουσιν· ἅμα μέν, ἵνα διεισδύνῃ93

94

διαλῦον τὴν πῆξιν, ἅμα δὲ μετὰ τὸ λῦσαι ἵνα συντόμως γένηται ἡ πῆξις καὶ δίκην μολίβδου τὸ ἄκρον τοῦ καλάμου κρατήσῃ καὶ μὴ μετὰ πολὺν χρόνον γένηται ἡ πῆξις καὶ ἀναγκασθῶσιν ἐπὶ πλέονα ἔχειν ὥραν ἔξω τὴν χεῖρα. τρίτη ἀπορία· εἰ διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος θέρους ὑετὸς οὐ
5γίνεται, τί δήποτε ἐν Ἀραβίᾳ καὶ ἐν Αἰθιοπίᾳ γίνεται θέρους ὑετός; καὶ λύομεν, ὅτι ἔστιν ὑγρότης, ἀλλ’ οὐκ ἐκεῖ γινομένη, ἀλλ’ ἐκεῖ σωρευομένη. ἐπειδὴ γὰρ ἐν τῷ θέρει πνέουσιν ἐτησίαι βόρειοι ὄντες, ἐξωθοῦσιν ἐκεῖ τὰ νέφη καὶ πρῶτον προσπταίοντα Σεληναίοις ἢ Ἀργυρέοις ὄρεσι τῇ πιλήσει εἰς ὕδωρ μεταβάλλονται καὶ κατάγεται ὑετός. διὸ καὶ ὁ Νεῖλος θέρει γε‐
10νέτης ἐστί. καὶ ταύτην τὴν αἰτίαν φασὶ τῆς ἀναβάσεως αὐτοῦ. λέγουσι δὲ καὶ ἄλλας τρεῖς· μίαν μέν, ἐπειδὴ ἐν τοῖς Σεληναίοις ὄρεσι χιὼν ἀπό‐ κειται, ἥτις ἀναλυομένη ἐν τῷ θέρει πλημμύραν ποιεῖ τῶν ὑδάτων. δευ‐ τέρα ἐπίλυσις· φασὶ τὸν Νεῖλον τὴν ἀρχὴν ἔχειν ἐν τῇ ἀντοικουμένῃ· ἐπειδὴ οὖν, ὅτε ἐκεῖ ἐστι χειμών, ἐν ἡμῖν θέρος ἐστί, συμβαίνει πλεονεξίας
15ἐκεῖ ὑδάτων οὔσης καταρρεῖν ἐνταῦθα καὶ διὰ τοῦτο πλεονάζειν τὸν Νεῖλον. τρίτη αἰτία, ἥτις αἰτιᾶται τὴν ἀντιπερίστασιν· θερμασίας γὰρ οὔσης τὸ ψυχρὸν ἀντιπεριιστάμενον πυκνοῖ καὶ ὕδωρ γεννᾷ. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται γὰρ αὐτῇ ὁ περὶ χαλάζης καὶ ὑετοῦ καὶ χιόνος καὶ πάχνης καὶ δρόσου λόγος.
20nΤοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι.
21Τουτέστι τοῖς περὶ Ἀναξαγόραν.
22nΣυμβαίνει δὲ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα ταῦτα.
23Ἐντεῦθεν ἡ τῆς Ἀναξαγόρου ἐπιλύσεως ἀνατροπή.
24nΚαίτοι ἔδει ὥσπερ τὴν χιόνα.
25 Δι’ ἣν δὲ ἄρα αἰτίαν οὐ γίνεται καὶ ἡ χάλαζα ἐν τοῖς ὑψηλοῖς ὥσπερ ἡ χιὼν τόποις; καὶ λέγομεν, ὅτι ποῦ μὲν ἀτμίς ἐστι πηγνυμένη τὴν ἄνω διοικοῦσα φοράν, ποῦ δὲ ὕδωρ ἐπὶ τῆς χαλάζης καὶ ὕδωρ ἐπὶ τὰ κάτω κινούμενον. ὅσον οὖν ἐπὶ τῷ λόγῳ Ἀναξαγόρου ἔδει καὶ τὴν χάλαζαν ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὅπερ οὐκ ἔχει τὸ ἀληθές.
30nἜτι δὲ πολλάκις ὦπται νέφη φερόμενα.
31Τὸ δεύτερον ἄτοπον.94

95

(1n)

Ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν.
2 Τὸ ἄτοπον, ὅτι γίνονται χάλαζαι μεγάλαι καὶ ἐπιμήκεις καὶ ἀραιαί, ὅπερ δηλοῖ ἐν τῷ κάτω γίνεσθαι τόπῳ τὴν πῆξιν.
4nὍτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι.
5Τὸ συμπέρασμα τῶν ἑπομένων ἀτόπων τῇ Ἀναξαγόρου δόξῃ.
6nἈλλ’ ἐπειδὴ ὁρῶμεν, ὅτι γίνεται ἀντιπερίστασις.
7Ἐντεῦθεν ἡ λύσις τοῦ Ἀριστοτέλους.
8nΚαὶ μάλιστα ὅταν μάλιστα· ὅταν δ’ ἔτι μᾶλλον ἀντι‐
9nπεριστῇ ἐντὸς τὸ ψυχρόν.
10 Ἐφ’ ὅσον γίνεται ἡ ἀντιπερίστασις ἐπιτεταμένη, ἐπὶ τοσοῦτον καὶ τῆς πήξεως ἐπικρατεστέρα.
12nΣυμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ
13nὕδατος φορὰ κάτω.
14Ἐντεῦθεν τὴν λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας.
15nἯττον δὲ τοῦ θέρους γίνονται ἢ ἔαρος καὶ μετοπώρου,
16nμᾶλλον μέντοι ἢ χειμῶνος.
17 Ἡ ἀπορία, διὰ τί μὴ μᾶλλον θέρους γίνονται χάλαζαι, ἐπειδὴ καὶ πλείων ἡ ἀντιπερίστασις. καὶ λύει λέγων, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία· ξηρότης γάρ ἐστιν.
20nΓίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας
21nχάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν.
22Τουτέστι διὰ τὴν ἀντιπερίστασιν.95

96

(1n)

Συμβάλλεται δ’ ἔτι καὶ πρὸς τὴν τραχύτητα τῆς πή‐
2nξεως καὶ τὸ θερμανθῆναι τὸ ὕδωρ.
3 Ἡ λύσις τῆς δευτέρας ἀπορίας τῆς λεγούσης· διὰ τί φθινοπώρου μᾶλλον ἢ ἔαρος, ἐπειδὴ πρὸς τὴν σύντομον πῆξιν συμβάλλεται τὸ προθερ‐
5μανθῆναι τὸ ὕδωρ;
6nΧρῶνται γὰρ τῷ καλάμῳ ὥσπερ τῷ μολίβδ.
7 Οὐχ ὥσπερ αὐτοὶ κέχρηνται τῷ μολίβδῳ ἀποδεσμοῦντες ἐν τῇ ὁρμιᾷ, οὕτω κέχρηνται νῦν τῷ καλάμῳ, ἀλλ’ ὥσπερ οἱ τὰ ἀγάλματα ἱστῶντες κέχρηνται αὐτῷ χάριν τοῦ στηρίξαι καὶ ποιῆσαι ἠρεμῆσαι ἐπὶ τὸν βωμὸν
10τὸ ἄγαλμα, ὡς λοιπὸν κρατουμένου τοῦ καλάμου ὑπὸ τοῦ κρυστάλλου μηδὲ αἴσθηται τῆς χειρὸς πρὸς κράτησιν. τὴν γοῦν χρείαν τῆς χειρὸς τοῦ ἁλι‐ έως ποιεῖ ὁ κρύσταλλος.
13nΘερμὸν δὲ γίνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἐν ταῖς
14nὥραις καὶ ταῖς χώραις ταῖς ἀλεειναῖς.
15 Τοῦτο ὡς πρὸς τὸ ἄνω ἀποδέδωκεν. ἐπειδὴ γὰρ ἔφη, ὅτι προθερ‐ μαίνουσι τὸ ὕδωρ καὶ οὕτω ψύχουσι, φησίν, ὅτι ἐν ταῖς θερμαῖς ὥραις τὸ ὕδωρ συντομώτερον θερμαίνεται, ἐπειδὴ καὶ ἁλμυρότερον εὑρίσκεται.
18nΓίνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν.
19Ἡ γὰρ ἀπορία, διὰ τί ἐν Αἰθιοπίᾳ ὑετὸς κατάγεται, εἴ γε μὴ ἔστιν
20ἐκεῖσε ὑγρότης. καὶ λύει λέγων, ὅτι ἔστιν, ἀλλ’ οὐκ ἐκεῖ γεγενημένη, ἀλλ’ ἐκεῖ σεσωρευμένη διὰ τὸ ἀποδιώκεσθαι τὰ νέφη ὑπὸ τῶν ἐτησίων βο‐ ρείων ὄντων.
23nΚαὶ νιφετο.
24Ἀρχαίῳ ὀνόματι τὴν χιόνα νιφετὸν ἐκάλεσεν. οὕτω γοῦν καὶ ὁ ποιη‐
25τὴς τὴν χιόνα καλεῖ.
26tΠρᾶξις ιε.
27nΠερὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων.
28Ἄνεισιν ὁ φιλόσοφος μετὰ τὰ γινόμενα ἐκ τῆς ἀτμίδος ἔν τε τῷ ἄνω
τόπῳ καὶ ἐν τῷ κάτω καὶ ἐπὶ τὴν καπνώδη ἀναθυμίασιν καὶ παραδίδωσι96

97

πάλιν τὰ ἐξ αὐτῆς γινόμενα οὐκ ἐκπυρουμένης (ἤδη γὰρ ταῦτα παραδέδωκεν, ἡνίκα διᾳττόντων, δαλῶν καὶ τῶν ὁμοίων ἐμέμνητο), ἀλλὰ μενούσης οὕτως. περὶ γὰρ ἀνέμων διαλέγεται· οὐδὲν δὲ ἕτερόν ἐστιν ἄνεμος ἢ καπνώδης ἀναθυμίασις κινουμένη ἐν τῷ περὶ τὴν γῆν τόπῳ. τὸ δὲ ‘περὶ τὴν γῆν‘
5σημαίνει, ὡς λοξὴν τὴν κίνησιν ποιοῦνται οἱ ἄνεμοι. τῆς δὲ λοξῆς κινή‐ σεως τῶν ἀνέμων ἄλλην μὲν αἰτίαν ὁ Θεόφραστος ἐν τοῖς οἰκείοις Μετε‐ ώροις ἀποδίδωσιν, ἄλλην δὲ νῦν ὁ Ἀριστοτέλης. ὁ γὰρ Θεόφραστός φησιν ἐν τῇ καπνώδει ταύτῃ ἀναθυμιάσει μεμῖχθαί τινα πυρώδη οὐσίαν καὶ γη‐ ίνην, αἵτινες τὴν ἐναντίαν κίνησιν κινούμεναι καὶ μαχόμεναι λοξὴν ποιοῦν‐
10ται τὴν κίνησιν. μὴ γάρ τις λεγέτω, ὅτι διὰ τί γὰρ μὴ ὑφίεται ἢ 〈ἡ〉 ἐπὶ τὰ ἄνω κίνησις τοῦ γεώδους ἐπικρατοῦντος ἢ ἡ ἐπὶ τὰ κάτω τοῦ πυ‐ ρώδους πλεονάζοντος ἐπ’ εὐθείας τῆς κινήσεως γινομένης; ῥητέον γάρ, ὅτι τοῦτο καλῶς λέγεται ἐπὶ σωμάτων κρεμαμένων· ἐπὶ γὰρ ἐκείνων ἀνάγκη ὕφεσιν γενέσθαι ἑκατέρας ἀμετρίας κολαζομένης, ἐπὶ δὲ σωμάτων κατὰ
15παράθεσιν ἑνωθέντων οὐχ ἕπεται τοῦτο· ἑκάτερον γὰρ τὴν αὐτὴν ἔχον ἰσχὺν μένει ἀπομαχόμενον. διὸ μηδενὸς ὑπείκοντος ἐκ περιστάσεως τὸ ὅλον εἰς τὰ πλάγια φέρεται. οὕτω μὲν ὁ Θεόφραστος. ὁ δέ γε Ἀριστο‐ τέλης φησίν, ὅτι ἄνεισιν ἡ καπνώδης ἀναθυμίασις καὶ φέρεται πλησίον τοῦ ἀπογείου ἀέρος, καὶ κύκλου γενομένου καὶ προσπταίοντος κύκλῳ κινουμένῳ
20σώματι χεῖται καὶ πεπλανημένην εἰς τὰ πλάγια κίνησιν ποιεῖται. ὥσπερ γὰρ εἴ τις λύχνον ἀποσβέσας τῆς θρυαλλίδος ἔτι σῳζομένης ὑποβάλῃ τοῦ‐ τον κάτω κρικωτῆς σφαίρας, θεάσεται τὸν προσπταίοντα καπνὸν οὐ κύκλῳ συμπεριφερόμενον τῇ σφαίρᾳ, ἀλλ’ εἰς τὰ πλάγια πεπλανημένως κινούμενον. οὕτως ἐστὶ καὶ ἐπὶ τῆς καπνώδους ἀναθυμιάσεως καὶ τοῦ κύκλῳ κινου‐
25μένου ἀέρος. οὕτω καὶ ὁ Ἀριστοτέλης. ἕπεται δὲ τῷ μὲν Θεοφράστῳ κάτωθεν λέγειν τὴν ἀρχὴν τοὺς ἀνέμους ἔχειν (δῆλον γάρ, ὅτι εὐθὺς μά‐ χονται), τῷ δὲ Ἀριστοτέλει τὸ ἄνωθεν ἐκ τοῦ ἀέρος ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως τοὺς ἀνέμους. καὶ ἄμεινον Ἀριστοτέλης λέγει ἢ Θεόφραστος· τῷ γὰρ Ἀριστοτέλει μαρτυρεῖ τὰ πράγματα. κινουμένων γὰρ τῶν νεφῶν προ‐
30λέγομεν τὸν μέλλοντα πνεύσεσθαι ἄνεμον ὡς ἐκεῖθεν ἀρχόμενον πνεῖν. ἀλλὰ μὴν ἔδει κατὰ τὸν Θεόφραστον ἐν τοῖς κοίλοις μᾶλλον τόποις σφοδρο‐ τέρους εἶναι τοὺς ἀνέμους, εἰ γὰρ ἀπὸ γῆς ἄρχονται, ἕκαστον δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν σφοδρότερόν ἐστιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἐν τοῖς ὄρεσιν διὰ τὸ πλησιάζειν αὐτὰ τῷ ἄνω ἀέρι σφοδρότεροί εἰσιν οἱ ἄνεμοι. Ἀριστο‐
35τέλης δὲ λέγει ταῦτα μὲν περὶ τῆς λοξῆς αὐτῶν κινήσεως. ἀρχόμενος δὲ ὁ Ἀριστοτέλης τῆς περὶ ἀνέμου κατὰ τὸν εἰθισμένον τρόπον διδασκαλίας πρό‐ τερον τὰ τοῖς ἄλλοις δοκοῦντα ἀνατρέπει καὶ οὕτω τὴν ἰδίαν ἐπάγει περὶ αὐτῶν δόξαν. τρεῖς οὖν ὑπολήψεις παλαιῶν ἀνατρέπει περὶ ἀνέμων
γενομένας. μίαν μέν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, καθάπερ97

98

Ἱπποκράτης ὁ ἰατρὸς ὑπελάμβανε· λέγει γὰρ ἐν τῷ Περὶ φυσῶν τὸν ἄνε‐ μον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα· τούτου γὰρ κινουμένου τοὺς ἀνέμους ἔλεγε γίνεσθαι, ἱσταμένου δὲ τὸ ὕδωρ. δευτέραν δὲ ἐλέγχει ὑπόληψιν τὴν λέγουσαν ἕνα εἶναι ἄνεμον καὶ οὐ πλείονας, ἐπειδὴ καὶ οἱ ὀνομαζόμενοι
5πλείους ἄνεμοι εἷς ἄνεμός ἐστι διὰ τὸ ἐκ μιᾶς ὕλης γίνεσθαι. τρίτην δὲ ἐλέγχει τὴν ὑποτιθεμένην ἐνεργείᾳ εἶναι τὴν ὕλην τῶν ἀνέμων σωρευο‐ μένην ἐν τῇ γῇ, ὥσπερ οὖν καὶ τῶν ὑδάτων. ὅθεν ἐπειδὴ ὑδάτων ἐμνη‐ μόνευσεν, ἐκκρούεται τοῦ προκειμένου καὶ περὶ ποταμῶν διαλέγεται καὶ καταπαύει τὸν πρῶτον λόγον εἰς τὸν περὶ ποταμῶν λόγον· εἶτα διὰ τὴν
10συγγένειαν τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀρχόμενος τοῦ δευτέρου λόγου τοὺς περὶ θαλάττης ποιεῖται λόγους, καὶ εἶθ’ οὕτως τελευταῖον ἄνεισιν ἐπὶ τὸ ἐξ ἀρχῆς καὶ περὶ ἀνέμων διαλέγεται. αὕτη μὲν οὖν ἐστιν ἡ περιπέ‐ τεια τοῦ λόγου. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου καὶ σκοπήσωμεν, εἰ ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος, καὶ πρότερον, εἰ δοκεῖ, τῷ ἀντικειμένῳ συν‐
15ηγορήσωμεν. τοσοῦτόν φησιν· ὁ ἄνεμος ἀὴρ κινούμενός ἐστιν, ὅτι καὶ ἡμεῖς αὐτοὶ κινοῦντες τὸν ἀέρα ἄνεμον ποιοῦμεν· ῥιπίδα γὰρ δι’ αὐτοῦ παρ‐ άγοντες τὰ ἀνέμων ἐργαζόμεθα ψύχοντες τὸ σῶμα. ἀλλὰ ῥητέον, ὅτι οὐ γνήσιον ποιοῦμεν ἄνεμον (οὐ γὰρ ἐκ τῆς καπνώδους γίνεται ἀναθυμιάσεως), ἀλλὰ μᾶλλον νόθον. ἀλλὰ ζητητέον, τί δήποτε, εἰ ἐκ τῆς καπνώδους ἀνα‐
20θυμιάσεως οἱ ἄνεμοι, τῆς θέρμης ψύχουσι· καὶ ῥητέον, ὅτι τῷ ἐξωθεῖν ἀφ’ ἡμῶν τὸν προεκθερμανθέντα ἐξ ἡμῶν ἀέρα καὶ εἰσφέρειν ψυχρότερον ἀέρα, τούτῳ ψύχουσι. τούτῳ τῷ λόγῳ καὶ ἡ ῥιπὶς τὰ ἀνέμων ποιεῖ ἐκδιώ‐ κουσα τὸν θερμανθέντα ἀέρα. ὅθεν ἐν θόλῳ θερμοῦ ἀέρος οὐδὲν συμ‐ βάλλεται ἡ ῥιπὶς διὰ τὸ θερμὸν εἶναι τὸν ἀντεισαγόμενον ἀέρα. ἀλλ’ ἡ
25ἀπορία, καὶ διὰ τί θέρους μὴ σφοδρότεροι οἱ ἄνεμοι, εἰ καὶ πλείων ἡ ἀνα‐ θυμίασις ἡ καπνώδης. καὶ ῥητέον, ὅτι ὥσπερ ἀπὸ ὑγροῦ ξύλου πολὺς καπνὸς ἐκδίδοται ἤπερ ἀπὸ ξηροτέρου, οὕτω καὶ ἀπὸ ὑγρᾶς γῆς ἤπερ ἀπὸ ξηρᾶς· διὸ μᾶλλόν ἐστι χειμῶνος σφοδρότερα. ὅτι δὲ οὐκ ἔστι ἄνεμος ἀὴρ κινούμενος, δείξεις ἐντεῦθεν· ποῖον λέγεις ἄνεμον, τὸν συμπεριφερό‐
30μενον τῷ παντὶ ἢ τὸν περίγειον; ἀλλ’ εἰ μὲν τὸν συμπεριφερόμενον, ἔδει πάντας τοὺς ἀνέμους ἀπηλιώτας εἶναι (οὕτω γὰρ κινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντὶ συμπεριφερόμενος), εἰ δὲ τὸν περίγειον λέγεις ἀέρα κινεῖσθαι, ἔδει τοὺς ἀνέμους ἐπὶ τὰ ἄνω κινεῖσθαι· ταύτην γὰρ κινεῖται τὴν κίνησιν ὁ περίγειος ἀήρ. ἀλλὰ μὴν καὶ λοξῶς κινοῦνται καὶ οὐ πάντες ἀπηλιῶται·
35πρόδηλον, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ἀλλ’ οὐδὲ μὴν εἷς ἐστιν ὁ ἄνεμος, διότι πᾶς ἄνεμος ἐκ τῆς αὐτῆς ὕλης ἐστί· τὰ γὰρ πρά‐ γματα οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἴδει κρίνονται. εἰ γὰρ τῇ ὕλῃ, οὐδὲν διενήνοχεν ἵππος καὶ κύων καὶ ἄνθρωπος καὶ τὰ λοιπὰ ζῷα· μία γάρ ἐστι τούτοις
ὑποβεβλημένη ὕλη. ἀλλ’ ἔστιν ἐπὶ αὐτῶν ἡ κρίσις ἐκ τοῦ διαφόρου εἴδους.98

99

εἰ οὖν καὶ μία ἐστὶν ἡ ὕλη τῶν ἀνέμων, ἀλλ’ οὖν ὅμως τὰ εἴδη διάφορα. εἴδη δὲ τῶν ἀνέμων οἱ τόποι οἱ διάφοροι, ἐξ ὧν πνέουσι καὶ εἰς οὓς φέ‐ ρονται. οὕτω καὶ οἱ ποταμοί, εἰ τῇ ὕλῃ τὰ πράγματα ἐκρίνοντο, οὐδὲν ἂν ἀλλήλων διέφερον· πάντων γὰρ ὕλη τὸ ὕδωρ, † ἀλλ’ ἐπειδή τινι εἴδει
5κρίνονται. ἔστι δ’ αὐτῶν διάφορα εἴδη ποταμῶν αἱ πηγαί, ἐξ ὧν φέρονται, καὶ τὰ μέρη τὰ διάφορα τῆς θαλάττης, εἰς ἃ ἐκρέουσι· πάντες γὰρ οἱ ποταμοὶ εἰς τὴν θάλατταν εἰσβάλλουσι. διὸ καὶ αὐτὴ θηλυκῶς λέγεται (θήλεος γὰρ τὸ δέχεσθαι), αὐτοὶ δὲ ἀρρενικῶς· ἄρρενος γὰρ τὸ διδόναι. τοῦτο καὶ τὸ δεύτερον. τρίτον, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη σωρευθεῖσα
10τῶν ἀνέμων κατὰ τὸν ποιητὴν εἰρηκότα·
ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν, ὥσπερ οὖν οὐδ’ ἡ τῶν ὑδάτων· καὶ ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ τῶν ὑδάτων ὥσπερ ἐν ἀγγείῳ πηγή, δείξῃς ἂν διὰ τριῶν ἐπιχειρημάτων. εἴ τις φαν‐ τασθείη, πόσον ἐστὶ τὸ ἐκρέον ὕδωρ ἐν τῇ θαλάσσῃ καθ’ ἑκάστην ἡμέραν
15καὶ δι’ ὅλου τοῦ ἔτους ἐκ τῶν ποταμῶν, οὕτως εὑρήσει πολλῷ πλέον τὸ ὕδωρ ὑπάρχειν τοῦ ὄγκου τῆς γῆς. δεύτερον· εἰ ἐν τῷ ἄνω τόπῳ ἀτμὶς φερομένη καὶ ψύξει προσπταίουσα πήγνυται καὶ εἰς ὕδωρ μεταβάλλεται, τί ἄτοπον καὶ ἐν τῇ γῇ ἀτμίδος οὔσης ταύτην ὑποθέσθαι εἰς ὕδωρ μεταβαλ‐ λομένην; ἔστι γὰρ καὶ ἐν τῇ γῇ ψύξις. ὥστε οὐκ ἐνεργείᾳ ἐστὶ τὸ ὕδωρ,
20ἀλλὰ γίνεται καθ’ ἑκάστην τῆς ἀτμίδος μεταβαλλούσης. τρίτον ἐπιχείρημα· εἰ οἱ ὑδροφάνται οὐ τοὺς τυχόντας τόπους ὀρύσσουσιν, ἀλλ’ ἐν ὅσοις εἰσὶν ἱδρῶτες τῆς γῆς, ὡς ἂν ἐκεῖ πλείονος ὑποκειμένης ἀτμίδος καὶ ταύτης εἰς ὕδωρ μεταβαλλομένης, πρόδηλον ὅτι οὐκ ἔστιν ἐνεργείᾳ. δοκιμάζουσι δὲ τὴν ἔνυδρον γῆν οἱ ὑδροφάνται οὕτως· ἀγγείου κενοῦ τὸ στόμα χωννύ‐
25ουσιν εἰς τὴν γῆν καὶ ἐῶσιν εἰς τὴν γῆν, καὶ μετὰ ταῦτα ἐπαίρουσιν αὐτὸ ἀπὸ τῆς γῆς. καὶ ἐὰν περὶ τὸν πυθμένα ἔσωθεν εὕρωσιν ἀτμίδα τινά, λέγουσι τὸ ὕδωρ ἐκεῖ ὑπάρχειν· ὅσῳ δὲ πλείστην ἀτμίδα εὕρωσι, το‐ σοῦτον ἐπιπολῆς τὸ ὕδωρ δηλοῦται ὅτι ἐστίν. καὶ διὰ τοῦτο ἕλκει τὸ ἀγ‐ γεῖον τὴν ἰκμάδα τῆς γῆς, ἐπειδὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου δίκην σι‐
30κύας ἕλκει, ἐὰν ἔστιν ἐκεῖσε ὑγρότης. ὅτι δὲ οὐκ ἔστιν ἐνεργείᾳ τὸ ὕδωρ, καὶ ἐξ ἡμῶν αὐτῶν δῆλόν ἐστι· τῆς γὰρ θαλάττης πλησίον ἐν τῷ αἰγιαλῷ βόθρον ἐμποιοῦντες συναγόμενον εὑρίσκομεν γλυκὺ ὕδωρ· ὥστε οὐκ ἐνερ‐ γείᾳ ἐστὶν ἡ ὕλη τῶν ποταμῶν. οὐ τοῦτο λέγω, ὅτι οὐδὲ ὅλως ἐστὶν ἐνερ‐ γείᾳ (ἔστι γάρ), ἀλλ’ ὅτι οὐδὲ μόνως ἐνεργείᾳ οὔτε μόνως δυνάμει. ὅτι
35δέ ἐστιν ἐνεργείᾳ, δῆλον ἔκ τε τῆς ἐμφάσεως τῶν ποταμῶν καὶ ἐκ τῆς ἀναπόσεως καὶ ἐκ τῶν ἀναφυομένων ἐν θαλάττῃ γλυκέων ὑδάτων. γίνον‐ ται δὲ αἱ μὲν ἀναπόσεις τῶν ποταμῶν διὰ τὸ μὴ εἶναι πολλάκις ἔξοδον ἐν θαλάττῃ· διὸ μὴ ἠρεμούντων τῶν ὑδάτων, ἀλλ’ ἐν αὐτοῖς ὁδοποιούντων
πολλάκις ἐπὶ τὸ βάθος χωροῦσι καὶ ἐξαίφνης ἀφανίζονται· ἐκφανεῖς δὲ γί‐99

100

νονται, ὅταν ἐν βάθει πλεονάζον τὸ ὕδωρ μετὰ πολλοῦ πνεύματος βιαίως ἐπὶ τὰ ἄνω ἀνενεχθῇ. ἐν δὲ τῷ μέσῳ τῆς θαλάσσης γλυκὺ ὕδωρ εὑρί‐ σκεται, ὥστε καὶ ἐξ αὐτοῦ ἀρύεσθαι διὰ τὸ πολὺ πνεῦμα μεμῖχθαι τῷ ὕδατι τῷ κάτω καὶ τὴν ἔκφανσιν ὑπομένοντι· τοῦτο οὖν ὑπὸ τοῦ πνεύμα‐
5τος μετεωριζόμενον ἄνεισιν ἄνω καὶ ἐπιπολῆς εὑρίσκεται. ταῦτα διὰ τού‐ των παραδίδωσιν Ἀριστοτέλης.
7nΠερὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων.
8 Ἄνεισι ἐπὶ τὸν λόγον τῆς καπνώδους ἀναθυμιάσεως καὶ παραδίδωσι τὰ ἐκ ταύτης γινόμενα οὐκ ἐκπυρουμένης, ἀλλὰ μενούσης. οὕτω δέ ἐστι
10περὶ ἀνέμων καὶ πάντων πνευμάτων. τί οὖν καὶ τὰ πνεύματα οὔκ εἰσιν ἄνεμοι; ῥητέον, ὅτι περὶ μὲν ἀνέμων λέγει τῶν κατονομασθέντων, τῶν δὲ λοιπῶν πνευμάτων ἀκατονομάστων· ἔστι γὰρ πολλά, οἷα τὰ μεταξὺ καικίου τυχὸν καὶ βορρᾶ καὶ τῶν λοιπῶν.
14nἜτι δὲ ποταμῶν καὶ θαλάττης.
15 Προτίθεται εἰπεῖν περὶ ἀνέμων πρῶτον, εἶτα περὶ θαλάττης καὶ εἶθ’ οὕτως περὶ ποταμῶν. πλὴν οὐ περὶ ἀνέμων πρῶτον ποιεῖται τὸν λόγον, ἀλλ’ ἀπορήσας, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν καὶ εἰρηκώς, ὅτι οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ τῶν ποταμῶν, ἀποπλανᾶται καὶ περὶ τῶν ποταμῶν τὸν λόγον ποιεῖται κατακολουθῶν κἀν τούτῳ τῷ Πλάτωνι. οὕτω γὰρ κἀκεῖνος
20προτίθεται μὲν ἐν ταῖς Πολιτείαις περὶ δικαιοσύνης εἰπεῖν, ἀποπλανᾶται δὲ ὅμως καὶ τοὺς περὶ πολιτείας λόγους καταβάλλεται, ἄμεινον ἡγούμενος καταλιμπάνειν ἡμᾶς τὰ μικρὰ γράμματα, φημὶ δὲ τὴν δικαιοσύνην, καὶ κε‐ χρῆσθαι τοῖς μείζοσι γράμμασι, φημὶ δὴ ταῖς πολιτείαις. τούτῳ γὰρ καὶ μόνῳ διαφέρετον ἀλλήλων.
25nΕἰσὶ δέ τινες, οἵ φασι τὸν καλούμενον ἀέρα καὶ τὰ ἑξῆς.
26 Τινὲς τουτέστιν οἱ περὶ τὸν Ἱπποκράτην. οὗτος γὰρ τὸν ἄνεμον ἠέρος ἔλεγεν εἶναι χεῦμα καὶ ῥεῦμα· κινούμενον μὲν αὐτὸ ποιεῖν τοὺς ἀνέμους, ἠρεμοῦν δὲ τὸ ὕδωρ. ὅπερ ἀπίθανον· οὐδὲ γὰρ ἐκ μιᾶς ὕδωρ ὕλης καὶ ἄνεμοι γίνονται· τῶν μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις ὕλη, τῶν
30δὲ ἡ ἀτμιδώδης.
31nΔιὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν
32nεἶναι ἄνεμον πάντας τοὺς ἀνέμους.
33Τὸ δεύτερον πρόβλημα, ὅτι τινὲς διὰ τὸ εἶναι μίαν τὴν ὕλην τῶν100

101

ἀνέμων ἕνα φασὶν ἄνεμον κακῶς λέγοντες· οὐ γὰρ τῇ αὐτῇ ὕλῃ, ἀλλὰ τῷ εἴδει τὰ πράγματα κρίνονται.
3nἝνα καὶ τὸν αὐτὸν εἶναι πάντα.
4Τουτέστι τὸ πνεῦμα, εἰ οὖν ἐστιν ὁ ἀὴρ ἓν καὶ τὸ πνεῦμα.
5nΔοκεῖ δὲ διαφέρειν οὐδὲν διαφέροντα παρὰ τοὺς
6nτόπους.
7 Ἡ ἔνστασις, ὅτι οἴονται ἕνα εἶναι τὸν ἄνεμον μηδεμίαν ὅλως διαφορὰν τῶν ἀνέμων διὰ τὸ διάφορον τοῦ τόπου λέγοντες, καὶ ταῦτα εἴδους ὄντος διαφόρου τῶν ἀνέμων, ὥσπερ καὶ τῶν ποταμῶν οἱ διάφοροι τόποι εἶδος
10ὑπάρχουσιν· οὐ γὰρ δεῖ τῷ κοινῷ τῆς ὕλης μηδὲν διαφέρειν τοὺς τόπους ἀεὶ ὑπολαμβάνειν.
12nΔιὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν
13nμετὰ ζητήσεως.
14Τουτέστιν οἱ ταῖς κοιναῖς ἐννοίαις ἑπόμενοι βέλτιον λέγουσιν· οἱ γὰρ
15ζητοῦντές τι πρὸς τῷ μηδὲν χρηστὸν λέγειν ἀνατρέπουσι καὶ τὰ παρὰ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς διακείμενα.
17nΕἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ
18nπνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες
19nοὕτως.
20 Ἐντεῦθεν ἐπὶ τὸ τρίτον μέτεισι ζήτημα, ζητῶν εἰ μία ἐστὶν ἡ ὕλη ἐνεργείᾳ τῶν ἀνέμων καὶ τῶν ὑδάτων. καί φησιν, ὅτι εἰ τῶν ποταμῶν μία ἡ ὕλη ἐστίν, ἴσως ἂν καὶ τῶν ἀνέμων ἐστὶν ἡ ὕλη. καὶ ἐπειδὴ ποταμῶν ἐμνήσθη, τρέπεται ἐπὶ τὸν αὐτῶν λόγον καὶ μακρὰν πλάνην πλανᾶται.
25nΤί τ’ ἐστὶν ἄνεμος καὶ γεγένηται πῶς, καὶ τί τὸ κι‐
26nνοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ὥσπερ ἐξ ἀγγείου
27nδεῖ λαβεῖν ῥέοντα τὸν ἄνεμον καὶ τὰ ἑξῆς.
28Τί μέν ἐστιν ἄνεμος, ὅτι κίνησις τῆς καπνώδους ἀναθυμιάσεως
καὶ οὐ τοῦ ἀέρος· καὶ πῶς γίνεται, ὅτι τῆς ἀναθυμιάσεως ταύτης ἐκδι‐101

102

δομένης καὶ μὴ ἐκπυρουμένης· καὶ τί τὸ κινοῦν αὐτοὺς λοξὴν κίνησιν, ὅτι οὐ τὸ γεῶδες καὶ τὸ πυρῶδες τὴν ἐναντίαν κινούμενα κίνησιν, ὡς Ἐμπε‐ δοκλῆς ᾤετο, ἀλλ’ ὁ κύκλῳ κινούμενος ἀήρ· καὶ πόθεν αὐτῶν ἡ ἀρχ, ὅτι οὐκ ἀπὸ τῆς γῆς, ἀλλ’ ἄνωθεν ἀπὸ τοῦ ἀέρος. ἔτι δὲ πρὸς τούτοις,
5εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν, κατὰ τὸν ποιητὴν ὡς ἐν ἀσκῷ, ἢ οὐ τοῦτο, ἀλλ’ ἐκ διαφόρων τόπων πνέουσι μὴ ἐν ἑνὶ τόπῳ τῆς ὕλης σωρευομένης μηδὲ ἐνεργείᾳ οὔσης, ἀλλὰ δυνάμει καὶ λοιπὸν εἰς τὸ ἐνεργείᾳ ἀγομένης.
8nὉμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ
9nτισιν ἔχειν.
10 Καὶ γὰρ καὶ τὴν τούτων ὕλην ἐνεργείᾳ νομίζουσιν εἶναι ἐν τῇ γῇ σωρευθεῖσαν, ὅπερ οὐκ ἀληθές φησι· καὶ λοιπὸν εἰς τὸν περὶ ποταμῶν εἰσβάλλει λόγον.
13nΔιὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους.
14Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἕκαστον πρὸς τῇ οἰκείᾳ ἀρχῇ δραστικώτερόν
15ἐστιν. ἐπειδὴ οὖν τὸ συναχθὲν ἄρχεται ἐκδίδοσθαι ἐν χειμῶνι, διὰ τοῦτο πολλοῦ ὄντος τοῦ ἐκδιδομένου καὶ οἱ ποταμοὶ μείζονες. εἰσὶ δὲ οἱ μὲν ἀέναοι, οἱ δὲ χείμαρροι πρὸς τὴν πηγήν, ἐξ ἧς ἐκφύονται. εἰ γὰρ πλέον εἴη τὸ ἐξαγόμενον τοῦ ἐπιφερομένου, χείμαρροι, εἰ δὲ ἴσον ἢ πλέον, ἀέναοι. διηγεῖται δὲ καὶ περὶ τοῦ Νείλου, διὰ τί αὔξεται θέρους.
20nΚαίτοι φανερόν, εἴ τις βούλεται ποιῆσαι οἷον ὑπο‐
21nδοχὴν πρὸ ὀμμάτων.
22 Ἐντεῦθεν λοιπὸν ἐνίσταται πρὸς τὴν δόξαν τὴν λέγουσαν ἐνεργείᾳ τὸ ὕδωρ εἶναι σωρευθὲν ἐν τῇ γῇ καὶ ἐκ τούτου ῥεῖν τοὺς ποταμούς. καί φησι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας τοῦ ἐκρέοντος πρὸς τὴν
25γῆν οὕτως· εἴ τις νοήσει τῇ φαντασίᾳ, πόσον ἐστὶν τὸ ἐκρέον ὕδωρ, εὑ‐ ρήσει αὐτὸ ὑπὲρ τὴν ἀναλογίαν ὂν τῆς γῆς. πρὸ ὀμμάτων γὰρ ἐκάλεσε τὴν φαντασίαν, διότι πολλὴν συγγένειαν ἔχει ἡ ὄψις πρὸς τὴν φαντασίαν, ὅθεν καὶ ἐκ τῶν ὑποκειμένων τῇ ὄψει ἐκλήθη. πολλὴν δὲ συγγένειαν ἔχει διὰ τὸ τὴν φαντασίαν περὶ ἀπόντα ἐνεργεῖν, ἡ μέντοι ὄψις περὶ τὰ
30πόρρω ὄντα. πλησίον δέ ἐστι τὸ πόρρω τοῦ ἀπόντος καὶ ὁ ἐπὶ πολὺν χρόνον ἀποδημῶν τοῦ θανόντος.
32nΟὐ μὴν ἀλλὰ ἄτοπον, εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν
33nαἰτίαν ὕδωρ ἐξ ἀέρος γίνεσθαι.
34Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα ἀποδίδοται.102

103

(1n)

Ἔτι δὲ τοῦ μὴ γινομένου, ἀλλ’ ὑπάρχοντος καθ’ ἡμέραν.
2 Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. προάγει δὲ αὐτὸ οὕτως· οὐ δεῖ νομίζειν, ὅτι ὑποκάτω τῆς γῆς λίμναι εἰσὶν ὕδατος, ἐξ ὧν ἀπορρεῖ τὸ ὕδωρ, ἀλλ’ ὥσπερ ἐν τῷ ἄνω τόπῳ γίνονται ψεκάδες καὶ αὗται συνερχό‐
5μεναι ποιοῦσι ῥανίδα, οὕτω δὲ καὶ ἐπὶ τῆς γῆς καὶ οἱονεὶ ἵδρωσίν τινα γενέσθαι. ἐξ οὗ καὶ οἱ ὑδροφάνται τεκμαίρονται, ποῦ δεῖ ὀρύττειν τῆς γῆς καὶ ἐξευρίσκειν πηγάς.
8nΚαὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς.
9Τινὰ τῶν βιβλίων οὕτως ἔχει, ἕτερα ‘ἰδιώσησ‘. ἀλλ’ εἰ μὲν ‘ἰδιώσησ‘,
10ἀντὶ τοῦ ‘ἱδρώσησ‘, ὥς φησι καὶ Ὅμηρος·
ἴδιον, ὡς ἐνόησα, δεδάκρυντο δέ μοι ὄσσε. ὥσπερ γὰρ ἐπὶ τοῦ ἡμετέρου σώματος διεξιὼν ὁ ἀτμὸς ἱδρὼς γίνεται, οὕ‐ τως ἔχει κἀπὶ τῆς γῆς. εἰ δὲ ἔχει ‘πιδώσησ‘, ἀντὶ τοῦ ‘ὀργώσης πί‐ δακας ἐκβάλλειν‘. τί δέ ἐστι ‘πίδακασ‘, *** καὶ ὁ ποιητὴς λέγει ‘πολυ‐
15πίδακασ‘.
16tΠρᾶξις ιϛ.
17nΔιὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὀρῶν φαίνον‐
18nται ῥέοντα.
19Δείξας διὰ τριῶν ἐπιχειρημάτων τῇ προτεραίᾳ ὁ Ἀριστοτέλης μὴ οὖ‐
20σαν τὴν ὕλην τῶν ποταμῶν ἐνεργείᾳ ὑπὸ γῆν σωρευθεῖσαν καὶ οὕτως ὥσπερ ἀπὸ πηγῆς ῥεῖν, ἔτι πρὸς τούτοις τὸ αὐτὸ τοῦτο δείκνυσι διὰ τε‐ τάρτου ἐπιχειρήματος. ὅτι γὰρ οὐκ ἐνεργείᾳ, φησί, δῆλον ἐκ τοῦ τοὺς ποταμοὺς ἐκ τῶν ὀρῶν ἔχειν τὴν ἀρχήν· ἐξ αὐτῶν γὰρ ἀπολειβομένη καὶ ἀποστάζουσα ἡ ὑγρότης ποιεῖ τοὺς ποταμούς. ὅτι δὲ ἀπὸ τῶν ὀρῶν εἰκό‐
25τως ῥέουσιν οἱ ποταμοί, δῆλον· τὰ γὰρ ὄρη ἐπιτήδεια καὶ πρὸς τὸ δέξα‐ σθαι πολλὴν ὑγρότητα διὰ τὸ σηραγγῶδες αὐτῶν, ἀλλὰ μὴν καὶ πρὸς τὸ φυλάξαι· ὡς πετρώδη γὰρ ὄντα οὐκ ἀπογαιοῦσι τὸ ὕδωρ, ἀλλὰ φυλάττουσιν. ἔτι γε μὴν ἐπιτήδειά εἰσι καὶ πρὸς τὸ γεννῆσαι· ψυχρὰ γὰρ ὄντα τὴν ἀναγομένην ἀτμίδα εἰς ὕδωρ μεταβάλλουσιν. ὥστε οὖν δῆλον ἐκ τούτων,
30ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη τῶν ποταμῶν ἀποκειμένη. ἀλλ’ ἴσως τις103

104

ἀπορεῖ λέγων, ὅτι τὰ ὄρη ἀνεπιτήδειά εἰσι πρὸς τὸ δέξασθαι· περιφερῆ γὰρ καὶ στρογγύλα, τὰ δὲ τοιαῦτα ὑετῶν ἀνεπιτήδειά εἰσι. λέγομεν οὖν, ὅτι διὰ τὸ σηραγγῶδες οὐκ ἐμποδίζεται δέξασθαι. ὥσπερ τὸ σπόγγος ἐν οἱῳδήποτε σχήματι εἰ τεθείη, οὐκ ἐμποδίζεται πρὸς τὸ δέξασθαι κατὰ τὰς
5σήραγγας δεχόμενος, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ὄρους. ἐφ’ οἷς ὁ Ἀριστοτέ‐ λης ἐπειδὴ εἶπεν, ὅτι οἱ μέγιστοι ποταμοὶ ἐκ τοῦ ὄρους ῥέουσι, πιστοῦται αὐτὸ ἐκ τῆς ἱστορίας. τῷ γὰρ λόγῳ ἐκπεριέρχεται τὴν οἰκουμένην καὶ πάντας τοὺς ἐν αὐτῇ ποταμοὺς ἀπαριθμεῖται, διαιρῶν αὐτὴν οὐχ ὥσπερ οἱ παλαιοὶ εἰς δύο, εἰς Εὐρώπην καὶ Ἀσίαν, ἀλλ’ εἰς τρία, εἰς Εὐρώπην,
10Ἀσίαν καὶ Λιβύην. τῆς γὰρ Ἀσίας διαιρεῖ τὴν Λιβύην κατὰ τὸν Νεῖλον, ὡς διακρίνεσθαι τὴν Ἀσίαν ἀπὸ Εὐρώπης μὲν κατὰ τὸν Τάναϊν, ἀπὸ δὲ Λιβύης κατὰ τὸν Νεῖλον. καὶ ἄρχεται ἀπὸ τῆς Ἀσίας λέγων, ὅτι ἀπὸ τοῦ Παρνασοῦ ὄρους πολλοὶ μὲν καὶ ἄλλοι ποταμοὶ ῥέουσι· μέγιστος δὲ ὁ Χοάσπης καὶ ὁ Βάκτρος καὶ ὁ Ἀράξης. οὗτοι δὲ ποταμοί εἰσι Περσικοί,
15καλῶς δὲ εἶπεν αὐτοὺς τῆς Ἀσίας· πάλαι γὰρ πρὸ τοῦ Ἀλεξάνδρου καὶ ἡ Ἀσία ὑπὸ τὴν Περσίδα ἐτέλει. ἀποροῦσι δέ τινες, τί δήποτε τὸν Παρνασὸν τῆς Ἀσίας λέγει. οὗτος γὰρ πλησίον ἐστὶ Δελφῶν, οἱ δὲ Δελφοὶ τῆς Ἑλλάδος, ἡ δὲ Ἑλλὰς τῆς Εὐρώπης, παρ’ ἱστορίαν δοκεῖ εἶναι τὸ λε‐ γόμενον. λέγομεν οὖν, ὅτι οὐκ εἶπε τὸν Παρνασὸν Ἀριστοτέλης εἶναι τῆς
20Ἀσίας, ἀλλ’ † ἐκ τοῦ τοὺς ἐν τῇ Ἀσίᾳ διαιρεῖν ποταμούς. πλὴν τοῦτο ἀτοπώτερον. πῶς γὰρ ἐνδέχεται τοῦτο γενέσθαι μεταξὺ τῶν δύο ἠπείρων οὔσης θαλάσσης; ἔστιν οὖν, ὡς ἐμοὶ δοκεῖ, ἴσως ἕτερον ὄρος Παρνασὸς καλούμενον. οὐ γὰρ τοῦτο λέγει τὸ πλησίον Δελφῶν. φησὶ γάρ· οὗτός ἐστιν ἐν τῷ πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ· ὑπερβάντες γὰρ τοῦτο ὁρῶμεν,
25φησί, τὴν Ἐρυθρὰν θάλασσαν. ἔστι δὲ καὶ ἄλλο ἄπορον περὶ τούτου τοῦ ὄρους. φησὶ γὰρ Ἀριστοτέλης, ὅτι ὁ Παρνασὸς πάντων τῶν πρὸς τὴν ἕω τὴν χειμερινὴν μέγιστόν ἐστιν. πῶς οὖν φησι τοῦτο πρὸς τὴν ἕω εἶναι τὴν χειμερινήν, εἴ γε αὐτὴ ἡ ἀντοικουμένη ἐστίν; ἡμεῖς γὰρ τὰ περὶ τὴν ἕω τὴν θερινὴν οἰκοῦμεν, οἱ δὲ ἐν τῇ ἀντοικουμένῃ τὰ περὶ τὴν χειμερινήν.
30ῥητέον οὖν, ὅτι ‘χειμερινὴν ἕω‘ λέγει οὐ πρὸς τὸ πᾶν, ἀλλ’ ὡς πρὸς τὴν οἴκησιν· ἐπὶ γὰρ ἑκάστης οἰκήσεώς ἐστι καὶ θερινὸς καὶ χειμερινός. τῆς οὖν καθ’ ἡμᾶς οἰκήσεως πάντων τῶν ὀρῶν τῶν πρὸς τὴν χειμερινὴν ἀνα‐ τολὴν μεῖζόν ἐστιν, ἐπεὶ οὗτος μὲν ἐν τῇ Ἀσίᾳ, ἐν δὲ τῇ Εὐρώπῃ ἐστὶν ὁ Καύκασος μέγιστος καὶ μεγέθει καὶ πλάτει. τεκμήριον δὲ τοῦ μὲν ὕψους
35αὐτοῦ τὸ πρὸ τεσσάρων ὡρῶν τοῦ ἀνατεῖλαι τὸν ἥλιον φωτίζεσθαι καὶ μετὰ τέτταρας ὥρας πάλιν τοῦ δῦναι. ὥστε ἀκρώρειαν αὐτοῦ εἶναι τὴν νύκτα ἤτοι τὸ σκότος ἐν αὐτῇ τεσσάρων ὡρῶν καιρικῶν. οὐ τοῦτο δὲ ἁπλῶς λέγω, ὅτι ἡ νὺξ τέσσαρας ἔχει ὥρας (ἐπεὶ εὑρεθήσεται ἡ ἡμέρα εἴκοσιν
ὡρῶν καὶ ἔστιν ὑπὲρ γῆν δέκα ζῴδια, ὅπερ ἄτοπον), ἀλλ’ ὅτι εἴκοσι μένει104

105

ὥρας φωτιζόμενον. εἰ δὲ καὶ φωτίζεται, ἀλλ’ οὐδαμῶς ἡμέρα λέγεται. ἔοικε γὰρ ὁ ἀὴρ εἶναι, πρὶν ἀνατεῖλαι τὸν ἥλιον, οἷόν ἐστι περὶ τὸ λυκόφως. τοῦ μὲν ὕψους τεκμήριον τοῦτο· τοῦ δὲ πλάτους τεκμήριόν ἐστι τὸ εἶναι αὐτὸ ἀπείρων ἐθνῶν οἰκήσεις. πάντων οὖν τοῦτο τῶν πρὸς τὴν ἕω τὴν
5θερινὴν μεῖζόν ἐστιν, ὡς ἐκ τούτου ἀναφαίνεσθαί σοι, ὅτι Εὐρώπη Ἀσίας διαφέρει κατὰ τὸ χειμερινὸν καὶ θερινόν· μᾶλλον γὰρ Εὐρώπη περὶ τὰς θερινάς ἐστιν ἀνατολάς, ἡ δὲ Ἀσία μᾶλλον πρὸς τὰς χειμερινάς, εἴ γε τῆς μὲν Εὐρώπης ἐστὶν ὁ Καύκασος, τῆς δὲ Ἀσίας ὁ Παρνασός. ἐκ τούτου, φησί, τοῦ Καυκάσου πολλοὶ μὲν καὶ ἄλλοι ῥέουσι ποταμοί. ῥεῖ δὲ καὶ ὁ
10Φάσις, οὗ μέμνηται Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ γράψας. ποταμὸς δέ ἐστιν οὗτος περὶ τὴν Σκυθίαν. ἀπὸ δὲ τῆς Πυρήνης—ὄρος δὲ καὶ τοῦτο τῆς Εὐρώπης· ἔφη γὰρ αὐτὸ μέγιστον εἶναι τῶν ὀρῶν τῶν ὄντων πρὸς τὰς ἰσημερινὰς δυσμάς, ἐκεῖ δὲ Εὐρώπη ἐστίν· οὐ γὰρ μόνον ἀρκτῳοτέρα Εὐ‐ ρώπη ἐστὶ τῆς Ἀσίας, ἀλλὰ καὶ δυτικωτέρα—ῥέουσιν οὖν ἐκ τῆς Πυρήνης
15ἄλλοι τε πολλοί, ῥεῖ δὲ ἐξ αὐτῆς ὁ Ταρτησὸς καὶ ὁ Ἴστρος. ἀλλ’ ὁ Ἴστρος δι’ ὅλης τῆς Εὐρώπης περὶ τὸ Βυζάντιον φέρεται, τούτου δὲ ἡ ἐπιφάνεια πήγνυται, ὥστε διοδεύεσθαι, καὶ κίνδυνον οὐ τὸν τυχόντα ἐπάγει τοῖς ὁδοι‐ ποροῦσι διαλυόμενος. εἰσβάλλει δὲ οὗτος εἰς τὸν Εὔξεινον πόντον, οὗ μέμνηται Ἀπολλώνιος. Εὔξεινος δὲ ἐκλήθη κατὰ εὐφημισμὸν διὰ τὸ κα‐
20κῶς αὐτὸν τοῖς ξένοις κεχρῆσθαι. πάντων οὖν τῶν περὶ τὴν ἄρκτον ποτα‐ μῶν σχεδὸν αἱ πηγαί εἰσιν ἐν τοῖς Ἀρκυονίοις ὄρεσιν, ὄρη δέ εἰσι ταῦτα τῆς Κελτικῆς. οὗτοι μὲν οὖν ἐν τῇ Εὐρώπῃ ῥέουσιν καὶ ἐν τῇ Ἀσίᾳ. καὶ ἐν τῇ Λιβύῃ δὲ μέγιστοι ποταμοὶ ἀπὸ ὀρῶν ἔχουσι τὴν ἀρχήν. ἀπὸ γὰρ Αἰθιοπικῶν ὀρῶν Αἴγων καὶ ὁ Νύσσης, ἔτι γε μὴν καὶ ὁ Χρεμέτης.
25ὁ δὲ Νεῖλος ῥεῖ ἀπὸ τῶν Ἀργυρέων ὀρῶν. Ἀργύρεα δὲ ὄρη καλοῦνται διὰ τὸ ἔχειν μέταλλον ἀργυροῦν· ὥσπερ οὖν Χρυσορρόας λέγεται ποταμὸς διὰ τὸ ψήγματα χρυσοῦ καταφέρειν, οὕτως ἴσως καὶ ὁ Νεῖλος διὰ τὸ κατα‐ φέρειν ἀργύρου ψήγματα λέγεται ἀπὸ τῶν Ἀργυρέων ὀρῶν ῥεῖν. Πτολε‐ μαῖος δέ φησιν αὐτὸν ῥεῖν ἀπὸ τῶν Σεληναίων ὀρῶν καὶ οὐ διαφωνεῖ
30Ἀριστοτέλει· ἴσως γὰρ τὰ Ἀργύρεα ὄρη Σεληναῖα καλοῦνται διὰ τὸ τῇ σελήνῃ ἀνακεῖσθαι τὸν ἄργυρον ἢ διὰ τὸ χρῶμα τῆς σελήνης λευκόν, οὐ τὸ ἴδιον (τοῦτο γὰρ ἀνθρακῶδες), ἀλλ’ ὅπερ δέχεται ἐκ τοῦ ἡλίου. οὕτω μὲν οὖν ῥέουσιν ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ καὶ ἐν τῇ Λιβύῃ. τὰ μετὰ ταῦτα δὲ ἐπανατρέχει ἐπὶ τὴν Εὐρώπην· ἐκδιηγεῖται γάρ, πόθεν ῥέ‐
35ουσιν οἱ περὶ τὴν Ἑλλάδα ποταμοί, ἡ δὲ Ἑλλὰς τῆς Εὐρώπης. τοῦτο δὲ ποιεῖ δεικνύων, ὅτι ἡμεῖς τῆς σαφηνείας χάριν διαιροῦμεν τὴν γῆν εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην, ἐπεὶ αὕτη σφαιρικὴ οὖσα οὐδαμῶς διαι‐
ρεῖται. οὗτοί εἰσιν οἱ ποταμοί. καὶ μεμαθήκατε, ὅτι οἱ μέγιστοι ἀπὸ105

106

τῶν μεγίστων ἐξέρχονται. καὶ εὖ γε λόγοι, ὅτι ἐπὶ θρόνου καθήμενοι ἐν βραχυτάτῳ πᾶσαν τὴν οἰκουμένην ἐκπεριήλθομεν. ἐφ’ οἷς ὁ Ἀριστοτέλης, ἐπειδὴ διὰ τεσσάρων ἐπιχειρημάτων ἔδειξε μὴ εἶναι ἐνεργείᾳ τὴν ὕλην τῶν ποταμῶν (ὁρῶμεν δέ, ὅτι καὶ ἔστιν ἐνεργείᾳ), ἐπάγει λέγων, ὅτι οἶδα, ὡς
5ἔστιν ἐνεργείᾳ σωρευθὲν ὕδωρ. ἀλλ’ οὐ τοῦτο μόνον ὕλη τῶν ποταμῶν, ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην γινόμενον, οὐδὲ τοῦ ὑετοῦ ὕλη μόνον ἡ ἐν τῷ θέρει γεννηθεῖσα, ἀλλὰ καὶ ἡ καθ’ ἑκάστην ἐν αὐτῷ τῷ χειμῶνι γινομένη. ὅτι δὲ ἔστιν ἐνεργείᾳ τὸ ὕδωρ, δείκνυσι ἐκ τῶν ἀναπόσεων τῶν ποταμῶν καὶ ἐκ τῶν ἐκφάνσεων καὶ ἐκ τούτων ἐν μέσῳ τῆς θαλάττης ὕδωρ γλυκὺ
10εὑρίσκεσθαι. τούτου δὲ ἤδη τὰς αἰτίας εἰρήκαμεν, πλὴν ἔστιν εἰπεῖν καὶ ἑτέραν αἰτίαν τοῦ εἶναι γλυκὺ ὕδωρ ἐν τῇ θαλάττῃ, τὸ ῥεῖν ποταμοὺς περὶ αὐτήν. οὕτως ὁ ἐπὶ Γάζαν πλοῦς ἔχει ὕδωρ γλυκὺ διὰ τὰ στόμια τοῦ Νεί‐ λου. πλὴν εἰ καὶ ἔστιν ὕδωρ, ἀλλ’ οὖν οὐκ ἐν μέσῳ τῆς θαλάσσης. ἀλλ’ οὐ πανταχοῦ ὑπὸ θαλάσσης κυκλοῦνται· τῇ γὰρ ῥύμῃ καὶ τῇ ὁρμῇ ἐκβάλ‐
15λων ὁ ποταμὸς εἰς τὴν θάλασσαν οἱονεὶ ῥύακά τινα ποιεῖ, ὃς ἄχρι τοῦ ποταμοῦ περιέχει γλυκὺ ὕδωρ. ἐκ πλαγίων οὖν καὶ κατὰ τὸ πέρας ἐκ θα‐ λάττης περιέχεται, οὐ δήπου δὲ καὶ κατὰ τὴν ἀρχήν. ὅτι δὲ γίνονται ἐκφάνσεις καὶ ἀναπόσεις, καὶ ὅτι ἔστιν ἐν μέσῳ τῆς θαλάσσης ὕδωρ, δεί‐ κνυσιν ἐκ τῆς ἱστορίας. ταῦτα ἔχει ἡ θεωρία.
20nΔιὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν.
21Ἐντεῦθεν καὶ τὸ πρῶτον ἐπιχείρημα.
22nὉμοίως δὲ καὶ αἱ κρῆναι.
23 Κρηνῶν καὶ ποταμῶν τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχὴν διάφορον διὰ τὸ ποσόν· ὁ μὲν γὰρ ποταμὸς ἀπὸ μεγάλης πηγῆς, ἡ δὲ κρήνη ἀπὸ μικρᾶς.
25καὶ τὰ φρέατα δὲ ἀπὸ τῆς γῆς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ διαφέρουσιν, ὅτι ποῦ μὲν ἐπὶ τοῦ φρέατος ἀπὸ τοῦ βάθους τῆς γῆς ἐκδίδοται τὰ ὕδατα, ποῦ δὲ ἐπὶ πηγῶν καὶ κρηνῶν ἀπὸ τοῦ ἐπιπολῆς. διὸ ποταμοὶ μὲν καὶ κρῆναι ῥευστὰ ἔχουσι τὰ ὕδατα, τὰ δὲ φρέατα στάσιμα· οὐ γὰρ ἐκρέουσι· πλὴν εἰ καὶ στάσιμά εἰσι τὰ φρεατιαῖα ὕδατα, ἀλλ’ οὖν ὅμως οὐχ ὅμοια
30τοῖς λιμναίοις· ἐκεῖνα γὰρ ὑπόστασιν ἔχουσι, ταῦτα δὲ οὐκ ἔχουσιν ὑπό‐ στασιν, διὸ ἀεὶ ἐκδίδοται ὕδωρ ἐκ τῶν κάτω τῆς γῆς.
32nἘν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγοι γίνονται.
33Διότι ἡ γῆ αὕτη οὐ δέχεται πολὺ ὕδωρ οὔτε ἔχει σήραγγας. ἀλλὰ
μὴν καὶ ἀπο〈γαιοῖ〉 ὡς μὴ πετρώδης, ὡς δὲ μὴ πάνυ ψυχρὰ οὐ γεννᾷ.106

107

πλὴν εἰ καὶ εὑρίσκονται πηγαί, ἀλλ’ οὖν μικρόταταί εἰσιν αὗται, οἷαί εἰσιν αἱ ἐπὶ τῶν φρεάτων.
3nΤί γὰρ διαφέρει κοῖλον καὶ ὕπτιον εἶναι;
4Ἀντιπίπτοντος λύσις. εἰ καὶ περιφερὴς 〈ἢ〉 ὑπτία ἐστίν, † ἀλλ’ οὖν τὸ
5διάφορον σχῆμα διαφέρει πρὸς τὸ δέξασθαι σηραγγώδους ὄντος τοῦ ὄρους.
6nΚαὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι.
7 *** οὐ μόνον συνάγουσι τὸ ἐκ τοῦ χειμῶνος ὕδωρ τὰ ὄρη, ἀλλὰ καὶ γεννῶσι διὰ τὴν ψύξιν, ὥστε οὐκ ἐνεργείᾳ πᾶσα ἡ ὕλη τῶν ποταμῶν.
10nΔῆλον δέ ἐστι τοῦτο θεωμένοις ἡμῖν τὰς τῆς γῆς περι‐
11nόδους.
12 Ἐντεῦθεν ἡ ἱστορία. πλὴν οἱ τοῖς περὶ Θεόπομπον καὶ τοῖς ἄλλοις ἱστοριογράφοις ἀπησχολημένοι πράγματα παρέχουσιν Ἀριστοτέλει, διότι πολλὰ λέγει παρ’ ἱστορίαν· πλὴν Ἀριστοτέλης οὐδενὸς τούτων φροντίζει
15καταφρονῶν τοῦ παραδείγματος. περιόδους δὲ λέγει τῆς γῆς τὰ διάφορα αὐτῆς μέρη. περίοδοι δὲ λέγονται διὰ τοὺς περινοστήσαντας καὶ συγγραψα‐ μένους· συνεγράψαντο γὰρ τὴν τῆς γῆς θέσιν ὡς καὶ τῶν ποταμῶν καὶ τῶν λοιπῶν πάντων τὰς διαφορὰς τῶν μὲν αὐτόπται γενομένοι, τῶν δὲ αὐτήκοοι.
20nἘκ τοῦ καλουμένου Παρνασο.
21 Ἠπόρηται, διὰ τί τοῦτο τὸ ὄρος τῆς Ἀσίας λέγει καὶ διὰ τί πρὸς τὰς χειμερινὰς ἀνατολάς, καὶ λέλυται ἑκάτερον.
23nἩ ἔξωθεν θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐν‐
24nταῦθα.
25Ἔξω θάλατταν τὴν Ἐρυθρὰν διὰ τὸ μὴ ἔχειν πέρας. πλὴν νῦν
μέν φησιν, ὅτι ἔν τινί ἐστι τόπῳ ἰσθμὸς συνάπτων τὰς δύο ἠπείρους.107

108

πλὴν εἰ καὶ ἔστιν, ἀλλ’ οὖν καὶ αὐτὸς ὁ ἰσθμὸς ἔχει ἐπιβεβλημένην θά‐ λασσαν. εἰ καὶ διοδεύεται οὖν, ἀλλ’ οὖν διὰ θαλάττης διὰ τὸ ἀβαθὲς καὶ ἐπιπόλαιον.
4nΤούτου δ’ ὁ Τάναϊς ἀποσχίζεται.
5 Τάναΐν φησι τὸν διορίζοντα Εὐρώπην ἀπὸ Ἀσίας. περὶ οὗ φησι Διονύσιος·
Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει.
8nἘκ δὲ τοῦ Καυκάσου.
9Ὁ Καύκασος ὄρος ἐστὶ τῆς Εὐρώπης μέγιστον κατά τε τὸ πλάτος
10καὶ τὸ βάθος ὑπάρχον.
11nΣημεῖον δ, ὅτι ὁρᾶται ἀπὸ τῶν καλουμένων βαθέων
12nκαὶ εἰς τὴν λίμνην εἰσπλεόντων.
13 Τόπος ἐστὶ περὶ τὸν πόντον βαθύτατος, ἐν ᾧ μέλλει ἐρεῖν, ὅτι καὶ γλυκὺ ὕδωρ εὑρίσκεται. ‘βάθοσ‘ δὲ καλεῖται, ὅτι οὐδεὶς ἠδυνήθη καταλα‐
15βεῖν τὸ βάθος αὐτοῦ. πλὴν ἐμοὶ δοκεῖ μὴ καταληφθῆναι τὸ βάθος οὐ διὰ τὸ ἄπειρον αὐτὸ εἶναι, ἀλλ’ ἐπειδὴ ἀναδίδοται ἐκεῖ γλυκὺ ὕδωρ, ὡς εἴρηται. τοῦτο δὲ μετὰ πολλοῦ πνεύματος ἀναφέρεται καὶ οὐ συγχωρεῖ τὰ βάρη κατενεχθῆναι· † ἀνωχοῦνται γὰρ ὑπὸ τῆς τοῦ πνεύματος βιαίας φορᾶς. περισκορπίζονται οὖν ἐν τῷ πλάτει τὰ ἐξαπτόμενα σχοινία τοῦ βάρους, καὶ
20διὰ τοῦτο καὶ πολλῶν καὶ μεγίστων σχοινίων ἐμβαλλομένων οὐ καταλαμ‐ βάνεται τὸ βάθος. ἢ οὖν τοῦτο, ἢ εἰπὲ καὶ ἄλλο. καταληφθῆναι νομί‐ ζουσιν οἱ περὶ ταῦτα ἀπησχολημένοι τὴν γῆν ἐκ τοῦ ἐν ταῖς βολίσι ταῖς παρ’ αὐτοῖς βαλλομέναις ψάμμον ἀνάγεσθαι, ἐξ ἧς καὶ τοὺς διαφόρους τό‐ πους ἐν πελάγεσιν ὄντες καταλαμβάνουσι. ταύτην οὖν οὐκ ἐνδέχεται τὴν
25ψάμμον ἀνενεχθῆναι διὰ τὸ μὴ εἶναι ὑποστάθμην τοῦ ὕδατος, ἀλλ’ ὥσπερ ἐπὶ φρέατος ἀναβρύειν τὸ ὕδωρ, ἢ εἰ καὶ ἀναφέρεται, περισκορπίζεται διὰ τὴν κίνησιν τοῦ ὕδατος πολυειδῆ ὑπάρχουσαν.
28nΠερὶ οὖν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι μυθώδεις.
29Ἄπιστον γὰρ μέγεθος περὶ αὐτό φασι καὶ ὅμοιον τοῖς ὑπὲρ Θούλην
30ἀπίστοις. ὑπὲρ Θούλην δ’ εἰσὶν ἄπιστα τὰ πάνυ διεψευσμένα· λέγονται
δὲ οὕτω, διότι καὶ τὰ περὶ τῆς νήσου ταύτης λεγόμενα μυθώδη εἰσί.108

109

(1n)

Καὶ τοῦ Νείλου τὸ ῥεῦμα πρῶτον ἐκ τοῦ Ἀργυρέου
2nκαλουμένου ὄρους.
3 Ὁ μὲν οὖν Ἀριστοτέλης, ὥσπερ καὶ ὁ Πτολεμαῖος, φησὶ πηγὰς ἔχειν τὸν Νεῖλον· Ἡροδότῳ δὲ μᾶλλον πιστευτέον ἐντεῦθεν λέγοντι ἐκ τῆς ἀντ‐
5οικουμένης ἔχειν τὴν ἀρχὴν αὐτόν· διὸ καὶ θέρους πλημμυρεῖ, ὅτε ἐκεῖσε χειμών. ὅτι γὰρ οὐκ ἀπὸ πηγῆς ῥεῖ, πρόδηλον· τὴν γὰρ Μερόην φασὶ νῆσον εἶναι κυκλουμένην ὑπὸ τοῦ Νείλου, τὰ δὲ μετὰ τὴν Μερόην ἀοίκητά ἐστι· τὸ γὰρ πρῶτον κλίμα μετ’ αὐτὸ λοιπὸν ἡ ἀντοικουμένη.
9nὉ μὲν Ἀχελῷος ἐκ Πίνδου.
10Πίνδος ὄρος ἐστὶ Πελοποννήσου.
11nἘκ τοῦ Σκόμβρου.
12Ὄρος τοῦτο Θρᾳκικόν, ὥσπερ οὖν καὶ Ἡρόδοτος αὐτὸς μέμνηται.
13nἘπεὶ καὶ ὅσοι αὐτῶν ἐξ ἑλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι
14nσυμβαίνει.
15 Ἀντιπίπτοντος λύσις. ὥς τινος γὰρ ἐρωτῶντος· ‘καὶ μὴν ἐν τοῖς ἕλεσιν ὁρῶμεν ποταμούσ‘ ἐπάγει τὴν λύσιν, ὅτι πάντως ἐπάνω τοῦ ἕλους τούτου ὄρη εἰσίν, ἐξ ὧν ἀποστάζει ἡ ὑγρότης. πάντες οὖν οἱ ποταμοὶ ἀπὸ ὄρους ῥέουσιν.
19nὍτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίνεσθαι τὰς ἀρχὰς
20nτῶν ποταμῶν.
21Τὸ συμπέρασμα.
22nΟὐ μὴν ἀλλὰ καὶ τοιούτους τόπους ἔχοντας πλῆθος
23nὕδατος.
24Ἐντεῦθεν ἐπὶ τὸ τελευταῖον μέτεισι λέγων, ὅτι οἶδα κἀγώ, ὡς ἔστιν
25ἐνεργείᾳ τῶν ποταμῶν ἡ ὕλη, ἀλλ’ οὐ μόνη. ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην
ἐκ τῆς γῆς γεννώμενον ὕδωρ * οἷον λίμνας οὐδὲν ἄτοπον, πλὴν οὐ τηλικαύ‐109

110

την, ὥστε ἐξ αὐτῶν ἐκρεῖν ὅλον τὸ ὕδωρ. ὥσπερ γὰρ τὰς φανερὰς πηγὰς εἴ τις ὑπονοήσει μόνας εἶναι τὰς χορηγούσας τοῖς ποταμοῖς, διασφάλλεται (οὐ γὰρ αὔταρκες τὸ ὕδωρ), οὕτως οὐδὲ ἐὰν λίμνας ὑπόθηται, οὐδὲν ἧττον διαμαρτάνει· οὐ γὰρ τοσοῦτον δύναται ἡ γῆ πᾶσα χωρῆσαι, ὅσον καὶ ἐκρεῖ.
5nΠερὶ τὴν Ἀρκαδίαν.
6 Ἐπειδὴ ἡ Πελοπόννησος εἰς πέντε διῄρηται, Ἀρκαδίαν, Μεσσήνην, Ἤλιδα, Ἄργος καὶ Λακεδαίμονα, διὰ τοῦτο εἶπε περὶ τὴν Ἀρκαδίαν τῆς Πελοποννήσου. συμβαίνει οὖν ἐν αὐτῇ ἀναποθῆναι ποταμὸν καὶ ἐν ἄλλῳ τόπῳ ἐκφανῆναι· ἀνεπόθη δέ, ἐπειδὴ ὄρους παρακειμένου μὴ
10ἔχων διέξοδον, ἀλλὰ καὶ βιαζόμενος ἐκ τοῦ ἐπιφερομένου ὕδατος δίοδον αὑτῷ ἐπὶ τὰ κάτω ἐποιήσατο.
12nἌλλην γὰρ περὶ τὸν Καύκασον λίμνην καλοῦσιν οἵαν καὶ
13nθάλατταν.
14Περὶ τῆς Μαιώτιδος λίμνης λέγει, ὅτι αὐτὴ ἀνεπόθη καὶ ἡ ἔκφανσις
15αὐτῆς γέγονε περὶ τὸν Πόντον, ὡς ἐκεῖθεν γλυκὺ ὕδωρ ἀναβρύεσθαι, εἰς οὓς τόπους ἡ ἔκφανσις γέγονεν ἐν τῇ θαλάττῃ. ζητῆσαι δὲ ἄξιον, τί δή‐ ποτε θάλασσαν αὐτὴν ἐκάλεσε. καί φαμεν· ἢ διὰ τὸ μέγεθος (οὕτω γὰρ καὶ τὴν θάλασσαν ‘λίμνην‘ ἐκάλεσεν ὁ ποιητὴς διὰ τὸ πλάτος, εἰρηκώς·
Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην)
20ἢ διότι στάσιμόν ἐστι τὸ λιμναῖον ὕδωρ. τοιαύτη δὲ καὶ ἡ θάλασσα· εἰ γὰρ ὁλότης ἐστίν, αἱ δὲ ὁλότητες ἀίδιοι κατὰ Ἀριστοτέλην, μόνιμός ἐστι καὶ στάσιμος ἡ θάλασσα. ἢ διὰ τοῦτο ἢ εἰπεῖν, ὅτι πάλαι θάλαττα ἦν ἐκεῖ· ἀλλ’ εἰσβάλλοντες οἱ ποταμοὶ καὶ πολλὴν ὕλην ἐπιφερόμενοι ἀπεγαί‐ ωσαν μέρος τῆς θαλάσσης καὶ ἠιόνα ἐποίησαν. ὅθεν καὶ ἠϊὼν λέγεται
25παρὰ τὸ πλεονάζειν ἐν αὐτῇ τὴν γῆν. γενομένης οὖν τῆς ἠϊόνος τὸ ἐγ‐ καταλειφθὲν ἁλμυρὸν ὕδωρ ἐξεγλυκάνθη καὶ ἐποίησε τὴν λίμνην· ἴσως οὖν πάλαι ἦν θάλαττα καὶ διὰ τοῦτο ‘θάλατταν‘ αὐτὴν καλοῦσιν. ἔστι μὲν οὖν οὗτος ὁ τρόπος εἷς γενέσεως λίμνης· ἔστι δὲ καὶ ἕτερος, ἡνίκα εἰσ‐ βάλλων ποταμὸς εἰς γῆν, ἢν μὴ εὑρίσκῃ διέξοδον, εἰς πλάτος ἐξαπλωθῇ
30καὶ ἐξορύττων τὴν γῆν ποιήσῃ βάθος. πλὴν ὁ μὲν πρῶτος, ἐφ’ ὃν παρά‐ κειται θάλασσα, ἁρμόζει· ὁ δὲ δεύτερος ἐπὶ τοῖς ὀρεινοῖς τόποις, οὐ τοῖς ἐν
λίμναις.110

111

(1n)

Ταῦτα γάρ ἐστιν ἄπειρόν τι τῆς θαλάττης βάθος.
2 Εἴρηται, ὅτι οὐ κατὰ ἀλήθειαν ἄπειρόν ἐστιν, ἀλλ’ ἀπάτη γίνεται, ποία δὲ ἡ ἀπάτη γίνεται.
4nΑὕτη δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια
5nὕδωρ ἀναδίδωσι.
6 Τρισσαχῇ, περὶ στάδια τριακόσια. ὁ μὲν φιλόσοφος εἶπεν· ἀπὸ τῆς Μαιώτιδος λίμνης ἀριθμούντων εἰσὶ τὰ στάδια, ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῆς παρα‐ κειμένης γῆς τῷ Πόντῳ ἀριθμῆσαι· ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης εἰς τὸν Πόντον πάνυ πολύ ἐστι διάστημα.
10nΚαὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ
11nκαταπίνεται ποταμός.
12 Οὐχ ὅτι Ῥοδανός, ἀλλ’ ὅτι ἄλλος ἴσος αὐτῷ καταπίνεται. οὗτος δὲ ὁ Ῥοδανὸς οὕτως ἐστὶ μέγιστος, ὥστε καὶ ναῦς ἐν αὐτῷ πλεῖν, ὅπερ ἔστι καὶ ἐπὶ τοῦ Νείλου.
15tΠρᾶξις ιζ.
16nΟὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς καὶ τὰ ἑξῆς.
17 Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι μεταβάλλει τὰ μέρη τῆς γῆς κατὰ τὸ ξηρότερον καὶ ὑγρότερον, ἀπὸ ὑγροῦ ξηρότερα γινόμενα καὶ ἀπὸ ξηροῦ ὑγραινόμενα. τριττῆς δὲ οὔσης τῆς ὑγρότητος, ἢ ποτίμου ἢ ἁλμυρᾶς ἢ
20ἑλώδους, δείκνυσι πᾶσαν ὑγρότητα εἰς ξηρότητα μεταβάλλουσαν. ὅτι γὰρ ἀπὸ ποτίμου ὑγρότητος μεταβάλλει ἡ γῆ 〈εἰσ〉 ξηρότητα καὶ ἀπὸ ξηρότητος εἰς ὑγρότητα πότιμον, δηλοῦσιν αἱ ἀναπόσεις καὶ αἱ ἐκφάνσεις τοῦ ποταμοῦ. οἱ γὰρ τόποι, ἐν οἷς ἀνεπόθη, πάλαι ὑγροὶ ὄντες νῦν ξηροὶ ἐγένοντο· ἐν οἷς δ’ ἀνεφάνη τόποις, πάλαι ξηρότητος οὔσης νῦν ὑγρότης ἐπλεόνασεν.
25οὕτω μὲν κατὰ τὴν πότιμον ὑγρότητα. ἀλλὰ μὴν καὶ κατὰ τὴν ἁλμυράν· καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ καὶ τὴν ἤπειρον θαλαττοῦσθαι καὶ τὴν θάλατταν ἠπειροῦσθαι· ἡ γὰρ μεταβολὴ νῦν κατὰ ξηρότητα καὶ ὑγρό‐ τητα γέγονεν, ἀλλὰ ὑγρότητα ἁλμυράν. συμβαίνει δὲ τοῦτο τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν ἤπειρον θαλαττοῦσθαι διὰ τὸν μέγαν καλούμενον χει‐
30μῶνα καὶ τὸ μέγα θέρος. μέγας δέ ἐστιν ὁ χειμών, ἡνίκα πάντες οἱ
πλάνητες ἐν χειμερινῷ ζῳδίῳ γένωνται, ἢ Ὑδροχόῳ ἢ Ἰχθύσι· μέγα δέ111

112

ἐστι θέρος, ὅταν πάντες ἐν θερινῷ ζῳδίῳ γένωνται, ἢ Λέοντι ἢ Καρκίνῳ. ὥσπερ γὰρ ὁ ἥλιος μόνος ἐν Λέοντι μὲν γινόμενος ποιεῖ θέρος, ἐν Αἰγο‐ κέρωτι δὲ χειμῶνα, καὶ οὕτω γίνεται ὁ ἐνιαυτὸς οὕτω κληθεὶς διὰ τὸ εἰς ἓν καὶ τὸ αὐτὸ φέρειν τὸν ἥλιον· ἀπὸ γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθ‐
5ίσταται. † τί οὖν ἐστι διὰ πολλοῦ χρόνου πάντων τῶν πλανήτων γινομένη τάξις, ἥτις ποιεῖ τὸν μέγαν ἐνιαυτόν; εἰ γὰρ πάντες οἱ πλάνητες κατὰ κορυφὴν γινόμενοι θερμαίνουσιν ὥσπερ καὶ ὁ ἥλιος, ἀφιστάμενοι δὲ τούτου ψύχουσιν, οὐκ ἀπεικὸς πάντας κατὰ κορυφὴν γινομένους ποιεῖν μέγα θέρος, ἀφισταμένους δὲ χειμῶνα. ἐν οὖν τῷ μεγάλῳ χειμῶνι ἡ ἤπειρος θαλατ‐
10τοῦται, ἐν δὲ τῷ μεγάλῳ θέρει τοὐναντίον διὰ τὸ ποῦ μὲν ἔκκαυσιν καὶ πολλὴν ξηρότητα, ποῦ δὲ ὑγρότητα. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν τοῦ τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν γῆν θαλαττοῦσθαι. τούτου αἴτιοί εἰσιν οἱ ποταμοί· εἰσβάλλοντες γὰρ εἰς τὴν θάλατταν τῷ ἐπιφέρειν ἰλὺν ἠιόνας ποι‐ οῦσι, καὶ οὕτως ἀπογαιοῦται ὁ τόπος ἐκεῖνος, μὴ εἰσβάλλοντες δὲ ποιοῦσι
15〈τὴν〉 γῆν θαλαττοῦσθαι· καὶ γὰρ τὸ ὕδωρ τῆς θαλάττης φέρεσθαι ἐπὶ *** τῆς γῆς ποιεῖ. πλὴν οἱ ποταμοὶ καὶ εἰσβάλλοντες καὶ μὴ εἰσβάλλοντες ἑκάτερον ποιοῦσιν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ἐὰν γὰρ τυχὸν εἰσ‐ βάλῃ ποταμὸς περὶ τὸ νότιον μέρος, ἠπειροῖ τὴν θάλατταν· ἀλλ’ ἐνταῦθα ἠπειρουμένη ἀνάγκῃ ὠθουμένη εἰς τὴν ἀντιπέραν ἤπειρον χωρεῖ, καὶ ἐκείνη
20θαλαττοῦται. οὕτω μέν, εἰ εἰσβάλλει. εἰ δὲ μὴ εἰσβάλλει, παλινοστεῖ τὸ ὕδωρ πάλιν ἐπὶ τὸν οἰκεῖον τόπον· καὶ ἠπειροῦται μὲν τὸ πάλαι θαλαττω‐ θέν, θαλαττοῦται δὲ τὸ πάλαι ἠπειρωθέν. ὅτι δὲ καὶ θάλαττα ἠπειροῦται καὶ ἤπειρος θαλαττοῦται, πιστοῦται ὁ Ἀριστοτέλης ἐκ τῆς Αἰγύπτου. πάλαι γὰρ αὕτη θάλασσα ἦν, καὶ τοῦ Νείλου ἐπιφέροντος ἀεὶ νέαν ἰλύν (διὰ τοῦτο
25γὰρ καὶ Νεῖλος ἐκλήθη), τῆς ἰλύος ἐπισωρευομένης εἰς τὰ πλάγια μέρη τοῦ ποταμοῦ καὶ τῆς θαλάττης, τῆς κατὰ μέρος προσθήκης γινομένης ἡ θάλαττα ἠπειροῦτο. καὶ πάλιν τοῦ στομίου χωροῦντος ὡς ἐπὶ τὴν θά‐ λατταν συνέβαινε τὰ παρ’ ἑκάτερα, ἐν οἷς συνήγετο ἡ ἰλύς, ἠπειροῦσθαι, ὡς πρὸς τὰ τυχόντα ἀφεστῶτα τῆς θαλάττης νῦν μέρη τῆς Αἰγύπτου ἠπειρω‐
30θῆναι. ὅθεν ὁ Ἡρόδοτος τὴν Αἴγυπτον δῶρον Νείλου ἐκάλεσεν, ὁ δὲ Ἀριστοτέλης ἔργον αὐτὴν τοῦ Νείλου καλεῖ. καὶ ἄμεινον ὁ Ἀριστοτέλης ἤπερ Ἡρόδοτος ἐκάλεσε, διότι γεωργικῷ ὀνόματι ἐκάλεσεν· οἱονεὶ γὰρ εἰρ‐ γάσατο τὴν Αἴγυπτον ὁ Νεῖλος. πρέπει γὰρ τῇ γεωργίᾳ τὸ ἔργον, ὡς δηλοῖ τὸ Ἡσιόδου σύγγραμμα τὸ ἐπιγραφὲν Ἔργα καὶ ἡμέραι, διὰ τὸ γεωργικὰ
35εἶναι τὰ διδασκόμενα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ ποιητὴς λέγων· *** πλὴν οὐδὲ Ἡρόδοτος ἀπροσφόρῳ ὀνόματι ἐχρήσατο, διότι ὥσπερ δωρεὰν οἱ Αἰ‐ γύπτιοι τὸ ἀπογαιούμενον ἔχουσιν. ἀμέλει γοῦν καὶ μάχονται περὶ αὐτοῦ,
ὡς καὶ φόνους ποιεῖν. διὸ δὴ καὶ ἐπινενόηται παρ’ αὐτοῖς μέτρον, ὅπερ112

113

ἄκαινον καλοῦσι παρὰ τὸ στέρησιν ποιεῖν τοῦ φόνου. ‘καίνω‘ γάρ ἐστι τὸ ‘φονεύω‘. ὅτι δὲ ἡ Αἴγυπτος θάλαττα ἦν καὶ ἠπειρώθη, δείκνυσιν Ἀριστο‐ τέλης διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ ἓν ἐν ἑτέρᾳ θεωρίᾳ φυλάξομεν. ἔστι δὲ τῶν δύο τὸ ἓν τοιοῦτον· εἰ τὰ στόμια τοῦ Νείλου πάντα πλὴν τοῦ Κανω‐
5πικοῦ χειροποίητά εἰσι διὰ τὸ ἐκρεῖν τὸν ποταμὸν ἐπινοηθέντα, δῆλον, ὅτι ὁ ποταμὸς ἦν ἀπογαιώσας τὴν θάλασσαν. ὅτι δὲ τὸ Κανωπικὸν στόμιον οὐκ ἔστι χειροποίητον, δῆλον, ἐπειδὴ πλέων ὁ Μενέλαος κατήντησεν ἐκεῖσε· ὅθεν καὶ Κανωπικὸν ἐκλήθη διὰ Κάνωπον, τὸν κυβερνήτην αὐτοῦ. τοῦτο τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα, εἰ ὁ ποιητὴς τῶν Θηβαίων
10μέμνηται, οὐ δήπου δὲ τῆς Μέμφιδος. μᾶλλον γὰρ ἢ οὔπω ἦν ἡ Μέμφις ἀπογαιωθεῖσα ἢ οὐ καὶ πολὺς ὁ ἀπογαιωθεὶς τόπος. ἔδει γάρ, εἴπερ ἦν ἡ Μέμφις, μνημονεῦσαι αὐτῆς τὸν ποιητήν· αὕτη γὰρ ἦν καὶ ἡ βασιλεύ‐ ουσα. καὶ ὅτι αὕτη ἐβασίλευσε, δῆλον ἐκ τοῦ τοὺς Ἀλεξανδρεῖς τὴν τοῦ Κυνὸς ἐπιτελεῖν ἐπιτολὴν οὐχ ὅταν αὐτοῖς ὁ Κύων, ἀλλ’ ὅτε τοῖς Μεμφί‐
15ταις ἐπιτέλλει. οὕτω μὲν οὖν δέδεικται, ὅτι καὶ ἀπὸ ποτίμου γῆς ξηρὰ γίνεται γῆ καὶ ἀπὸ ξηρᾶς πότιμος, ἔτι μήν, ὅτι καὶ τὸ ἁλμυρὸν ὑγρὸν εἰς ξηρότητα μεταβάλλει 〈καὶ ξηρότης εἰς ὑγρότητα〉. ὅτι δὲ καὶ ὑγρότης λιμνώδης εἰς ξηρότητα μεταβάλλει καὶ ξηρότης εἰς ὑγρότητα, δῆλον. τὸ γὰρ Ἄργος πάλαι ἐπὶ τῶν Τρωικῶν ἑλῶδες ἦν· διὸ καὶ οὐδὲ ᾠκεῖτο,
20ἀλλ’ ἱππόβοτον ἦν. αἱ δὲ Μυκῆναι εὔκρατοι ἦσαν· διὸ καὶ πολύχρυσος καὶ βασιλεύουσα ἦν. νῦν δὲ τοὐναντίον· τὸ μὲν Ἄργος εὔκρατον, ἡ δὲ Μυκήνη ξηροτάτη, ὥστε μηδὲ οἰκεῖσθαι σχεδὸν αὐτήν, ἀλλ’ εἶναι βοοστάσιον. ἀλλὰ ζητῆσαι ἄξιον, τί δήποτε ὁ ποιητὴς ‘πολυδίψιον‘ ἐκάλεσε τὸ Ἄργος ἑλῶδες ὂν τότε. ἢ ῥητέον, ὅτι πολυδίψιον οὐ κατὰ τὴν ἄχρηστον ὑγρό‐
25τητα, ἀλλὰ κατὰ τὴν χρηστήν. αὗται μὲν οὖν αἱ μεταβολαὶ γίνονται, πλὴν λανθάνουσιν διὰ τρεῖς αἰτίας· ἢ γὰρ διὰ τὸ ἐν πολλῷ χρόνῳ γίνε‐ σθαι κατὰ τὴν ἡμετέραν ζωὴν τὰς τοιαύτας μεταβολὰς οὐ δυνάμεθα αὐ‐ τὰς γνῶναι ἢ διὰ τὰς ἀθρόας τῶν ἐθνῶν ἀπωλείας, αἵτινες γίνονται τριχῶς, ἢ διὰ πόλεμον ἢ διὰ λιμὸν ἢ διὰ ἀφορίαν καρπῶν. τρίτη αἰτία· καὶ διὰ
30τὸ τὰς κατὰ μέρος γινομένας οἰκίσεις τε καὶ μεταναστάσεις ἡ ἄγνοια τού‐ των ἕπεται· συμβαίνει γὰρ τὸν αὐτὸν ἄνθρωπον τὸν πάντα χρόνον αὐτοῦ τῆς ζωῆς μὴ ἐν ἑνὶ τόπῳ † ποιοῦντα ἀγνοεῖν τὰ ἐν πᾶσι τοῖς τόποις, ἐν οἷς ᾤκησεν. αὕτη ἐστὶν ἡ ἐξήγησις πάσης τῆς λέξεως. πλὴν Ἀριστοτέλης οὐ τῇ αὐτῇ τάξει κέχρηται, ᾗ καὶ ἡ θεωρία ἐχρήσατο, καὶ μὴ γένηται
35ἡμῖν ἐνταῦθα ἀπάτη τις.113

114

(1n)

Οὐκ ἀεὶ δὲ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ὑγροί εἰσιν
2nοὔτε ξηρο.
3 Εἴρηται, ὅτι μεταβάλλει ἡ γῆ κατὰ τὸ ξηρὸν καὶ ὑγρόν, καὶ ὅτι τὸ ὑγρὸν ἢ πότιμον ἢ ἁλμυρὸν ἢ ἑλῶδες. διὰ τί δὲ ἄρα εἰς τοῦτο ἦλθεν;
5οὐ μάτην, ἀλλ’ ἐπειδὴ περὶ ἀναπόσεως καὶ ἐκφάνσεως προσεχῶς εἶπε, διὰ τοῦτο ζητεῖ τὴν γινομένην μεταβολήν· καὶ γὰρ ἐπὶ ἐκφάνσεως καὶ ἀνα‐ πόσεως μεταβολή τις γίνεται.
8nἈλλὰ μεταβάλλουσι κατὰ τὰς τῶν ποταμῶν γενέσεις
9nκαὶ ἀπολείψεις.
10 Ἰδοὺ τὸ πρῶτον εἶδος τῆς μεταβολῆς τῆς ἀπὸ ποτίμου ὑγρότητος εἰς ξηρότητα γινομένης, ὡς ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως ποταμῶν. γένεσιν γὰρ καλεῖ τὴν ἔκφανσιν, ἀπόλειψιν δὲ τὴν ἀνάποσιν.
13nΔιὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν
14nθάλατταν.
15 Τὸ δεύτερον εἶδος τῆς μεταβολῆς τὸ κατὰ τὴν ἁλμυρὰν ὑγρότητα μεταβάλλειν εἰς ξηρότητα, ὡς ἔχει ἐπὶ θαλάττης ἠπειρουμένης καὶ ἠπείρου θαλαττουμένης. διὰ δὲ τοῦ εἰπεῖν διό ἐδήλωσε καὶ τὴν αἰτίαν, διὰ τὴν τῶν ποταμῶν γένεσίν τε καὶ ἀπόλειψιν. διὰ τοῦτο μὲν θάλαττα, ὡς εἴρη‐ ται, ἠπειροῦται, ἤπειρος δὲ θαλαττοῦται.
20nΚαὶ μέντοι τινὰ τάξιν χρὴ νομίζειν ταῦτα γίνεσθαι.
21 Διὰ τούτου ἐνδείκνυται ἡμῖν τὴν τοῦ μεγάλου ἐνιαυτοῦ τάξιν. ὅταν οὖν γένηται μέγας χειμών, τότε ἤπειρος θαλαττοῦται, καὶ ὅταν δὲ μέγα θέρος, τότε ἡ θάλαττα ἠπειροῦται· ὅταν γὰρ χειμὼν γένηται, πλεονεξία ἐστὶν ὑδάτων, ὅταν δὲ θέρος, σπάνις.
25nἈρχὴ δὲ τούτων καὶ αἴτιον καὶ τὰ ἑξῆς.
26 Τὴν αἰτίαν βούλεται εἰπεῖν, δι’ ἣν ἐν τῇ τάξει τοῦ μεγάλου ἐνιαυτοῦ συμβαίνει θέρους μὲν γινομένου τὴν θάλατταν ἠπειροῦσθαι, χειμῶνος δὲ τοὐναντίον· ἐπειδή, φησί, τὰ μέρη τῆς γῆς ἀκμάζει τε καὶ φθίνει, καθάπερ καὶ τὰ ἔμψυχα. καὶ ἀκμάζει μὲν δεχομένη ὑγρότητα, φθίνει δὲ ξηραινο‐
30μένη· ὑγραίνεται δέ, ὅταν [ἡ] ψύξις ᾖ, τουτέστιν ὅταν γένηται χειμών, ξη‐
ραίνεται δέ, ὅταν ᾖ θερμασία, τουτέστιν ὅταν γένηται θέρος. ἐντεῦθεν,114

115

εἰ μὲν καταξηρανθῇ, μὴ ἔχουσαι αἱ πηγαὶ ὕδωρ οὐ πέμπουσι τοῖς ποτα‐ μοῖς τοῦτο, καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων συμβαίνει τοὺς μὲν τό‐ πους, οὓς πάλαι ἠπείρουν διὰ τὸ ἐπιφέρειν ἰλύν, θαλαττοῦσθαι εἰς τὸν οἰκεῖον τόπον τῆς θαλάττης φερομένης· οὓς δὲ πάλαι διὰ τὴν ὤθησιν τοῦ
5ὕδατος ἐθαλάττουν, νῦν ἀνάγκη ἠπειρωθῆναι μὴ ὄντος τοῦ ἐκεῖ ἐξωθοῦντος τὴν θάλασσαν. ταῦτα μέν, εἰ ξηρανθῇ ἡ γῆ· εἰ δὲ ἀκμάζει, πλημμυροῦσαι αἱ πηγαὶ αὔξονται οἱ ποταμοί. θάλασσα δέ, ἐν ᾗ εἰσβάλλουσιν, ἠπει‐ ροῦται, ἤπειρος δέ, ἐν ᾗ ἐξωθεῖται ἡ θάλασσα, θαλαττοῦται.
9nΠλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος.
10 Τὸ γὰρ τοῦ ἀνθρώπου, φέρε εἰπέ, σῶμα ὅλον ὡς ὅλον ἀκμάζει τε καὶ φθίνει, ἡ δὲ γῆ οὐχ ὅλη, ἀλλὰ κατὰ διάφορα μέρη. τοῦτο δὲ γέγονεν, ἵνα μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν εἴη μέσον τι μήτε καθ’ ὅλον φθαρτόν, μήτε καθ’ ὅλον ἄφθαρτον.
14nΔιὰ ψύξιν καὶ θερμότητα.
15 Οὐ διὰ ταῦτα δὲ μόνον ἁπλῶς ἕπεται ἀκμὴ καὶ φθίσις, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ ὑγρότητα, ὅθεν καὶ οἱ νεκροὶ ‘ἀλίβαντεσ‘ ὡς κατάξηροι.
17nΤαῦτα μὲν οὖν αὔξεται καὶ φθίνει ὡς διὰ τὸν ἥλιον.
18 Ὁ μὲν Ἀριστοτέλης· τὰ μέρη τῆς γῆς, οἷον τυχὸν τὰ ὄρη, διὰ τὸν ἥλιον, φησί, καταξηραινόμενα καὶ ἐκκαιόμενα συμπίπτει· πλὴν οὐκ ἔστιν
20ἱκανὸς ὁ ἥλιος μόνος τοῦτο ποιῆσαι, ἀλλ’ ἡ σύνοδος πάντων τῶν πλανήτων ἢ τυφῶνες καὶ πρηστῆρες καὶ κεραυνοί· ταῦτα γὰρ ἱκανά εἰσιν ἐκφλέξαι ὄρη καὶ διαφθεῖραι.
23nἈλλὰ διὰ τὸ γίνεσθαι πᾶσαν τὴν φυσικὴν γένεσιν καὶ
24nτὰ ἑξῆς.
25 Τὰς αἰτίας λέγει τῆς ἀγνοίας τῆς μεταβολῆς μήπω τὸ ἄλλο μὲν εἶδος εἰρηκὼς τὸ κατὰ τὴν ἑλώδη ὑγρότητα γινόμενον. εἰσὶ δὲ τρία· ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινο‐ μένην, ἢ διὰ τὰς ἀθρόας ἀπωλείας, ἢ διὰ τὰς μετοικίσεις καὶ μετανα‐
στάσεις.115

116

(1n)

Τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοι‐
2nκισμοὺς λανθάνειν.
3 Ὥσπερ γὰρ αἱ μεταναστάσεις κατὰ μέρος γίνονται, οὕτω καὶ οἱ κατ‐ οικισμοὶ κατὰ μέρος γεγόνασι. τοῦτο δέ, φησί, γίνεται διὰ τὸ ἐκ λιμνωδῶν
5τόπων ξηράν τε καὶ εὔκρατον γίνεσθαι τὴν χώραν, ὥσπερ οὖν καὶ αἱ μεταναστάσεις διὰ τὸ ἐναντίον. τοιοῦτον δέ, φησί, συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον. πάλαι γὰρ θάλαττα οὖσα διὰ τὸ ἐπιφέρειν τὸν Νεῖλον ἰλὺν γεγόνασιν ἠιόνες, ὡς λοιπὸν ἕλη γενέσθαι καὶ λίμνας, ὡς εἴρηται καὶ ἐπὶ τῆς μιᾶς Μαιώτιδος λίμνης· ἐντεῦθεν πάλιν ἐπιφερομένης ἰλύος λίμναι
10ἠπειρώθησαν. ὅτι δὲ Αἴγυπτος πάλαι θάλαττα ἦν καὶ ὕστερον ἠπειρώθη, δείκνυσιν ἔκ τε τοῦ χειροποίητα εἶναι τὰ στόμια καὶ ἐκ τοῦ τὸν ποιητὴν παλαιὸν ὄντα μὴ μνησθῆναι Μέμφιδος, ἅτε δὴ μήπω ἀπογαιωθείσης ταύ‐ της τῆς πόλεως. δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ τῶν κογχυλίων καὶ χελυνῶν ἐκεῖ εἶναι ὄστρακα, ὅπερ ἐστὶν ἐγκαταλείμματα τῶν ὀστρακοδέρμων τῶν
15ἀπομεινάντων ἠπειρωθείσης τῆς θαλάττης. καὶ ὁ μὲν φιλόσοφος οὕτως ἐξηγήσατο, ὅτι πάλαι ἡ Αἴγυπτος θάλασσα ἦν καὶ ἠπειρώθη, ἐμοὶ δὲ μᾶλλον δοκεῖ ἑλώδεις εἶναι τοὺς τόπους καὶ διὰ τοῦτο ἀοικήτους καὶ τῆς ἰλύος ἐπιφερομένης ἀπογαιωθῆναι καὶ ξηρανθῆναι αὐτά, οἷόν τι καὶ περὶ τὸ Ἄργος συνέβη, ὡς μέλλει εἰπεῖν· κἀκεῖνο γὰρ ἑλῶδες ὂν νῦν οἰκεῖται.
20καὶ ταύτῃ τῇ ἐξηγήσει ἁρμόσει τὰ ἐπιχειρήματα· διὰ γὰρ τοῦτο χειρο‐ ποίητα τὰ στόμια, ἐπειδὴ εἰ καὶ ἰλὺν ἐπέφερεν ὁ Νεῖλος, ἀλλ’ οὖν ἐκ τῆς πολλῆς ὑγρότητος κατακλυζόμενοι ἐπενόησαν τὰ στόμια, ἵνα ἐκρέῃ τὸ ὕδωρ. ἀλλὰ μὴν καὶ ὁ ποιητὴς Θηβῶν μέμνηται ὡς πλουσίων, Μέμφιδος δ’ οὐ μέμνηται, ἴσως διὰ τὸ καταλιμναζομένην αὐτὴν τότε μὴ οἰκεῖσθαι. εἰ δὲ
25καὶ εὑρίσκονται ὄστρακα κογχυλίων, ἀλλ’ οὖν οὐκ ἀναγκαῖος ὁ τοιοῦτος λόγος τοῦ πάλαι αὐτὴν εἶναι θάλασσαν· καὶ ἐν ὄρεσι γὰρ ὑψηλοτάτοις ἀπ‐ έχουσι πολὺ τῆς θαλάσσης εὑρίσκονται, ἴσως διὰ τὸ σφοδροτέρους ἀνέμους μετεωρίζοντας αὐτὰ ἀπὸ τῶν θαλαττίων τόπων ἐκρίπτειν ἐκεῖ. ὅτι δὲ μᾶλλον ἡ δευτέρα ἐξήγησις ἀληθής, πρόδηλον ἐξ αὐτοῦ Ἀριστοτέλους.
30ἐπάξει γὰρ λέγων οὕτως· ‘εἰς τὰ γινόμενα ξηρὰ ἐξ ἑλωδῶν δὲ καὶ ὑγρῶν.‘ καὶ μὴν ταύτην τὴν ῥῆσίν φησιν· ‘τοιοῦτόν τι συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον.‘ δηλονότι ὁ λόγος ἐστὶ περὶ τῆς μεταβολῆς τῆς ἀπὸ ἑλώδους ὑγρότητος εἰς ξηρότητα γινομένης.
34nΔιὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν.
35Σημείωσαι, ὅτι οὐκ εἶπε ξηραινομένης τῆς θαλάσσης, ἀλλὰ τοῦ
ἑλώδους.116

117

(1n)

Φαίνεται δὲ οὖν καὶ στόματα πάντα, πλὴν ἑνὸς τοῦ
2nΚανωβικο.
3 Τὸ πρῶτον ἐπιχείρημα, δι’ οὗ δείκνυσιν, ὅτι οὐκ ἦν οἰκουμένη πάλαι ἡ Αἴγυπτος. ἀλλ’ ὁ μὲν φιλόσοφος, ὡς εἰρήκαμεν, θάλατταν αὐτὴν ἔλεγεν
5εἶναι, ἡμεῖς δὲ μᾶλλον ἑλώδη τόπον.
6nΚαὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι.
7Τὸ δεύτερον ἐπιχείρημα.
8nΤοῦτο δὲ ὡς ἐοικὸς συμβαίνει· οἱ γὰρ κάτω τόποι τῶν
9nἄνω ὕστερον ᾠκίσθησαν.
10 Πάλαι μὲν Θῆβαι ἦσαν, οὔπω δὲ Μέμφις, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἄνω τόπους τῶν κάτω ταχύτερον οἰκεῖσθαι· οὗτοι γὰρ πρῶτον ἀπογαιοῦνται. ἀλλ’ εἰ μὲν θαλάττης ὑποκειμένης, ἔχεις τὴν αἰτίαν εἰρημένην ἐν τῇ θεω‐ ρίᾳ· εἰ δέ, ὡς ἡμεῖς οἰόμεθα, ἑλώδεις ἦσαν οἱ τόποι, ὅπερ καὶ Ἀριστο‐ τέλης φησί, διὰ τοῦτο οἱ κατώτεροι τόποι ὕστερον ᾠκίσθησαν ἐκεῖ, ἐπειδὴ
15ὡς ἐν κοίλοις καὶ χθαμαλοῖς τόποις αἱ ὑγρότητες συρρέουσαι λιμνάζειν ἐποίουν, ἀλλ’ οὐκ ἀπογαιοῦσθαι.
17nΜεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθηνε.
18 Ποῖον τοῦτο; τὸ ἑλῶδες καὶ τὸ λιμνῶδες εἰς αὐτὸ κατήντησεν, εἰρη‐ κὼς καὶ ‘διὰ τὸ λιμνάζεσθαι ἐν ταῖς ἐσχατιαῖς μᾶλλον‘. τοῦτο οὖν τὸ
20λιμναζόμενον χωρίον μεταβάλλον πολλάκις εἰς εὔκρατον εὐθηνεῖ, οἷόν τι συμβέβηκε καὶ περὶ τὸ Ἄργος.
22nὭσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντων
23nμικρῶν, τοῦτο δεῖ νομίζειν καὶ περὶ μεγάλους τόπους καὶ
24nχώρας ὅλας.
25 Ὁρᾷς, ὅτι περὶ τῆς Αἰγύπτου ἔλεγεν οὐχ ὡς θάλασσαν ἀπογαιω‐ θεῖσαν, ἀλλ’ ὡς ἑλώδους τόπου. ἰδοὺ γάρ φησιν, ὅτι ὅσον ἐπὶ Μυκηνῶν
καὶ Ἄργους συνέβη, τοιοῦτον δεῖ καὶ ἐπὶ ὅλης νομίζειν χώρας † συνέβη.117

118

πρόδηλον οὖν, ὅτι χάριν τοῦ πιστώσασθαι τὰ περὶ τῆς Αἰγύπτου εἰρημένα Ἄργους καὶ Μυκήνης ἐμνημόνευσεν.
3tΠρᾶξις ιη.
4nΟἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἴτιον οἴονται.
5 Εἰπὼν ὁ Ἀριστοτέλης, ὅτι μεταβάλλουσιν τὰ μέρη τῆς γῆς κατὰ ξη‐ ρότητα καὶ ὑγρότητα καὶ μᾶλλον κατὰ ξηρότητα ἤπερ κατὰ ὑγρότητα διὰ τὸ γενέσθαι τὸν Ἀριστοτέλην μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, νῦν ἐκκόπτει τὴν ὑπόνοιαν τῶν πολλῶν. ἴσως γὰρ ἄν τις ὑπέλαβε κατὰ μέρος τῆς γῆς ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης τέλος καταληφθῆναι καὶ φθαρῆναι
10πᾶσαν τὴν γῆν καὶ ὅλον τὸν κόσμον διὰ τοῦτο φθαρτὸν εἶναι. οὐ χρὴ οὖν, φησί, διὰ τὴν κατὰ μέρος ταύτην γινομένην μεταβολὴν νομίζειν τὸν ὅλον κόσμον φθαρτὸν εἶναι. πρῶτον μὲν γάρ, εἰ καί τινα μέρη κατὰ τὰ ξηρὰ γίνονται, ἀλλ’ οὖν ἕτερα ὑγραίνονται. καὶ μαρτυρεῖ τοῦτο Ἀμμώνιος ὁ μέγας φιλόσοφος· ἔλεγε γὰρ οὗτος ἐπὶ πέντε στάδια τὴν γῆν θαλαττω‐
15θῆναι περὶ τὸ Ἡράκλειον καὶ τὸν Κάνωπον, ὡς δηλοῦσιν ἔτι ἐν μέσῳ τῆς θαλάττης οἰκήματα ὄντα καὶ νήσους μιμούμενα. ἔπειτα δὲ οὐ χρὴ ἐκ τῶν μερικῶν καὶ περὶ τῶν καθόλου ἀποφαίνεσθαι οὐδὲ ἐκ τῶν γινομένων περὶ τὴν γῆν καὶ περὶ τὸν οὐρανὸν συλλογίζεσθαι, πρὸς ὃν παραλαμβανο‐ μένη ἀμεγέθης ἐστίν· σημείου γὰρ λόγον πρὸς αὐτὸν ἐπέχει. καὶ τί λέγω
20πρὸς τὸν οὐρανόν, ὅπου γε αὐτὸς ὁ ἥλιος ποδιαῖος νομιζόμενος διὰ τὸ διά‐ στημα τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐδείχθη εἶναι. οὐ χρὴ οὖν ἐκ τῆς γῆς ἀποφαίνεσθαι ὡς φθαρησόμενον τὸν κόσμον, ὅπου γε ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς ἐφεκτικοὺς ἀποτεινόμενος, ὅτι οὐ χρὴ ἀκαταληψίαν νοεῖν διὰ τὰ ἐν γενέσει καὶ φθορᾷ ῥευστά, τοὐναντίον δὲ
25ἐπιστήμην διὰ τὰ οὐράνια ἀεὶ ὡσαύτως ἔχοντα, ὡς καὶ ἀπὸ πολλοῦ χρόνου προειπεῖν τὴν μέλλουσαν γίνεσθαι ἔκλειψιν. τοῦτο καὶ νῦν δεῖ λέγειν, ὅτι οὐ διὰ τὴν γῆν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβάλλουσαν καὶ ὅλος ὁ κόσμος φθαρήσεται κατὰ τὸν Ἡράκλειτον εἰρηκότα τέλος τὸν κόσμον κατα‐ φλεχθῆναι, οὐδὲ πάλιν δεῖ ὑπονοεῖν τὸ ἐν τοῖς Αἰσωπείοις μύθοις λεγό‐
30μενον. ὁ γὰρ Αἴσωπος εἰσάγει τινὰ στρατιώτην πρός τινα πορθμέα δια‐ λεγόμενον καὶ λέγοντα, ὅτι πάλαι οὗτος ὁ τόπος θάλαττα ἦν· εἶτα ἡ Χάρυβδις ἀναρροιβδήσασα ἐποίησε τὰς ἀκρωρείας τῶν ὀρῶν· εἶτα δὶς ἀναρ‐ ροιβδήσασα ἐποίησε καὶ τὰς νήσους, ὡς εἴ γε τρίτον ἀνερροίβδησε, ξηραίνει
πάντα τὰ ὧδε. καὶ περιττὸν ἡμῖν ἐστι τὸ ἐπιτήδευμα, οὐ χρὴ ταῦτα ἐν‐118

119

νοεῖν· στρατιώτῃ γὰρ θυμουμένῳ οὐκ ἀπεικὸς ταῦτα ῥηθῆναι, φιλοσόφῳ δὲ μὴ θυμουμένῳ κατὰ τοῦ παντὸς οὐ θεμιτὸν φθορὰν αὐτοῦ μελετᾶν. οὐ χρὴ οὖν διὰ τὴν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβολὴν τοῦ παντὸς φθορὰν κατηγορεῖν, ἀλλ’ αἴτιον δεῖ τούτου λέγειν τὸν μέγαν χειμῶνα εἶναι.
5μετὰ γὰρ τοῦτον κατακλυζομένης τῆς γῆς λοιπὸν μεταβολή τις ἐπὶ τὸ ξη‐ ρότερον γίνεται, ἕως ὅτε γένηται τὸ μέγα θέρος, ὅπερ εἰ καὶ γένηται, οὐ ποιήσει πάσης τῆς γῆς φθοράν. οὐδὲ γὰρ οὐδὲ αὐτὸς ὁ κατακλυσμὸς ὁ ἐπὶ Δευκαλίωνος κοσμικὸς ἐγένετο· μᾶλλον γὰρ ἐν τῇ Ἑλλάδι συνέβη. τὸν οὖν μέγαν χειμῶνα αἰτιατέον τῆς μεταβολῆς ταύτης, ὥσπερ οὖν καὶ
10† τουτέστι τοὺς μὲν ἀενάους τῶν ποταμῶν, τοὺς δὲ οὔ. οὐ γὰρ ἀποδεκτέον τοὺς αἰτιωμένους τὰ ὑπὸ γῆν χάσματα εἶναι τῶν ἀενάων ποταμῶν, ἀλλὰ τὸν μέγαν χειμῶνα. ὁπηνίκα γὰρ οὗτος ἐγένετο, τὰ ὄρη ὡς σηραγγώδη καὶ λιθώδη καὶ ψυχρὰ δεξάμενα φυλάττουσι τὴν ὑγρότητα καὶ ἐπιχορη‐ γοῦσι τοῖς ποταμοῖς, ἄχρις ἂν ἐπικαταλάβῃ τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ. πλὴν
15οὐ μόνον ὅπερ ἐδέξαντο χορηγήσουσιν, ἀλλ’ ὡς καὶ ψυχρότερα καὶ γεννή‐ σουσιν. αὕτη ἐστὶν ἡ αἰτία τοῦ εἶναί τινας τῶν ποταμῶν ἀενάους. πλὴν τὸ ἀέναον ὡς πρὸς τὸν χρόνον λέγεται, ἐπεὶ καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι φθαρήσονται, εἴ γε ἐπ’ εὐθείας κινοῦνται· πᾶν γὰρ τὸ ἐπ’ εὐ‐ θείας κινούμενον φθαρτόν. ὅτι δὲ ἡ γῆ μεταβάλλει ἀπὸ ὑγρότητος εἰς ξη‐
20ρότητα, πιστοῦται Ἀριστοτέλης ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης ἔκ τε Μαιώτιδος λίμνης καὶ ἐκ τοῦ Βοσπόρου. ἐκ μὲν τῆς Αἰ‐ γύπτου, ὅτι αὕτη πάλαι θάλαττα ἦν· ὁ Νεῖλος εἰσβάλλων εἰς αὐτὴν ἠιόνας ἐποίησε, καὶ ἐλιμνάσθησαν οἱ τόποι καὶ τέλος ἀπεγαιώθησαν. σημεῖον δὲ τούτου μέγιστον ἡ κοιλότης τῆς γῆς· κοίλη γάρ ἐστιν ἡ Αἴγυπτος. καὶ
25ὅτι κοίλη ἐστί, δῆλον ἐκ τοῦ Σέσωστριν τὸν Περσῶν βασιλέα πρῶτον, ὕστερον δὲ καὶ Δαρεῖον θελῆσαι ἐπισυνάψαι τὴν Ἐρυθρὰν θάλασσαν τῷ Αἰγυπτιακῷ πελάγει. πάνυ γὰρ αὐτοῖς τοῦτο συνεβάλλετο τῶν ἐπιτηδείων εἰσαγομένων τε καὶ ἐκπεμπομένων ῥᾳδίως ταῖς πόλεσι. πλὴν προέθεντο μέν, οὐκ ἐποίησαν δὲ διὰ τὸ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον κοίλην
30οὖσαν τῆς Ἐρυθρᾶς θαλάσσης ὑψηλοτέρας οὔσης. πλὴν ὁ τρίτος Πτολε‐ μαῖος, ἐφ’ οὗ καὶ Ἀρχιμήδης ἐγένετο, † τῆς τοῦ ἡλίου ὑποθήκης διώρυχα ἐποίησε, δι’ ἧς δυνατόν ἐστι συνάπτεσθαι τῷ Αἰγυπτιακῷ πελάγει τὴν Ἐρυθρὰν καὶ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον. ἀλλ’ εἰ καὶ ἐποίησε, πάλιν ἐπέχωσε φοβηθεὶς τὴν ἀπὸ τῶν Περσῶν ἐπιβουλήν. οὕτω μὲν ἀπὸ τῆς
35Αἰγύπτου ἔδειξεν, ὅτι εἰς ξηρότητα ἡ ὑγρότης μεταβάλλει. ἀλλὰ μὴν καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς Ἀμμωνιακῆς Λιβύης· καὶ αὕτη γὰρ θάλαττα ἦν
ποτε, πλὴν ἀπεγαιώθη διὰ τοὺς εἰσβάλλοντας ἐκεῖ ποταμούς, ἔνθεν καὶ κοίλη119

120

ἐστίν. ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἀπὸ τῆς Μαιώτιδος, λίμνης. αὕτη γὰρ πάλαι θάλαττα ἦν, εἶτα ἠιόνος γενομένης διὰ τοὺς εἰσβάλλοντας ποταμοὺς γέγονε λίμνη τὸ πρῶτον μεγάλη, ὕστερον δὲ μικρὰ γέγονε διὰ τὸ ἐπάγε‐ σθαι ἰλὺν ἐκ τῶν ποταμῶν, τέλος δὲ καὶ ἀπογαιωθῆναι μέλλει. ὅτι δὲ
5μικρὰ καὶ ἀβαθὴς γέγονε, δῆλον μὲν ἐκ τοῦ πάλαι μεγάλα πλοῖα φέρεσθαι ἐπὶ ταύτης, ὕστερον δὲ μικρά. ἀλλὰ μὴν καὶ ἐκ τοῦ Βοσπόρου τοῦτο δῆλον· πάλαι γὰρ πλάτος εἶχεν ἡ θάλασσα, καὶ τῶν ποταμῶν κατὰ μέρος ἀπογαιούντων γέγονε στενὸς ὁ τόπος, ὅθεν νῦν καὶ Στενὰ καλοῦνται· τέλος δὲ καὶ τελείως μέλλει ἀπογαιωθῆναι. ἐκ τούτων πάντων δῆλον, ὅτι
10ἀπὸ ὑγρότητος εἰς ξηρότητα μεταβάλλει ἡ γῆ. καὶ ἐν τούτοις καταπαύ‐ σομεν τήν τε παροῦσαν θεωρίαν τό τε παρὸν α γράμμα.
12nἜστι δὲ τούτων τὸ μὲν ἀληθές, τὸ δὲ οὐκ ἀληθές.
13 Ἀληθὲς μέν, ὅτι πλείονες τόποι ξηραίνονται, οὐκ ἀληθὲς δέ, ὅτι ὅλος μεταβάλλει κόσμος ἐπὶ φθορὰν ἐπιγενόμενος ὡς γενομένου τοῦ οὐρανοῦ.
15‘οὐρανὸν‘ ἐκάλεσε τὸν κόσμον. οὕτω καὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ κόσμου διαλεγόμενος Περὶ οὐρανοῦ ἐπέγραψεν. οὕτω καὶ Πλάτων φησίν· ‘ὁ δὴ πᾶς οὐρανὸς οὗτος ἢ κόσμος τῷ συμμέτρῳ ὀνόματι χαίρει καλούμενος.‘
18nΟὐ μὴν ἀλλὰ καὶ τοὐναντίον.
19Οὐ γὰρ μόνοι ξηροὶ τόποι γίνονται ἀπὸ ὑγροῦ, ἀλλὰ καὶ τοὐναντίον
20ξηροὶ τόποι ὑγροὶ γίνονται. οὐ χρὴ γοῦν ἐννοεῖν, ὅτι ποτὲ καταφλεχθήσε‐ ται τὸ πᾶν.
22nΓελοῖον γὰρ διὰ μακρὰς καὶ ἀραιὰς μεταβολὰς κινεῖν
23nτὸ πᾶν.
24Τὸ δεύτερον ἐπιχείρημα, ὅτι οὐ χρὴ ἐκ τῶν γινομένων περὶ τὴν γῆν
25ἀποφαίνεσθαι καὶ περὶ τοῦ παντός.
26nἈλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον, ὅτι γίνεται
27nδιὰ χρόνου εἱμαρμένου καὶ τὰ ἑξῆς.
28 Εἰπών, ὅτι οὐ δεῖ αἰτιάσασθαι τὴν γινομένην περὶ τὴν γῆν μεταβολὴν δηλωτικὴν εἶναι τῆς φθορᾶς τοῦ παντός, νῦν τὴν αἰτίαν φησί, διὰ τί ἐπὶ
30τὸ ξηρότερον γίνεται μᾶλλον ἡ μεταβολή. καί φησιν, ὅτι προσεχῶς γέ‐
γονεν ὁ μέγας χειμών, ὃς κατέκλυσε τὴν γῆν· καὶ κατὰ μέρος λοιπὸν ξη‐120

121

ραίνεται ἡ γῆ, ἕως οὗ γένηται τὸ μέγα θέρος, ἐφ’ οὗ καταξηρανθῆναι μέλλει ἡ γῆ, πλὴν οὐ πᾶσα· ὥσπερ γὰρ ὁ μέγας χειμὼν οὐ πᾶσαν τὴν γῆν κατέκλυσεν, οὕτως οὐδὲ τὸ μέγα θέρος πᾶσαν τὴν γῆν ἐκφλέξει.
4nΟὗτος γὰρ πολλαχῇ τὸ ῥεῦμα μεταβέβληκε.
5 Καὶ γὰρ ἀναποθεῖσα 〈κατὰ〉 τρεῖς τόπους ἀνέφυ οὐκ ἐκ διαστήματος τὴν ἀνάποσιν καὶ τὴν ἔκφανσιν ποιησαμένους. διὸ καὶ ἐφύλαξε τὸ ὄνομα· ἕκαστον γὰρ μέρος Ἀχελώιον καλοῦσι.
8nΤότε μὲν Γραικο, νῦν δὲ Ἕλληνες.
9Τοῦτο τὸ ὄνομα οἱ μὲν Ῥωμαῖοι παροξύνουσι ‘Γραίκοι‘ λέγοντες, ἡ
10δὲ κοινὴ διάλεκτος ὀξύνει. καθόλου δὲ οἱ Ῥωμαῖοι πᾶν ὄνομα παροξύνουσι διὰ τὸν κόμπον, ὅθεν ‘ὑπερηνορέοντεσ‘ ἐκλήθησαν ὑπὸ τῶν ποιητῶν.
12nΚαὶ ὥσπερ νῦν τοῦ τοὺς μὲν ἀενάους εἶναι τῶν ποτα‐
13nμῶν, τοὺς δὲ μ, οἱ μέν φασιν ἐναντίον εἶναι τὸ μέγεθος τῶν
14nὑπὸ γῆν χασμάτων καὶ τὰ ἑξῆς.
15 Μετὰ τὸ εἰπεῖν τὴν αἰτίαν, διὰ τί ἀπὸ ὑγρότητος εἰς ξηρότητα μᾶλλον γίνεται ἡ μεταβολή, βούλεται εἰπεῖν καὶ τὴν αἰτίαν τοῦ τοὺς μὲν τῶν ποταμῶν εἶναι ἀενάους, τοὺς δὲ μή. καί φησιν, ὅτι οὐχ ὥς τινες δεῖ ὑπονοῆσαι τὰ ὑπὸ γῆν χάσματα αἴτια εἶναι, ἀλλὰ τὸν μέγαν χειμῶνα· τότε γὰρ ἐσωρεύθη ἡ ὑγρότης ἐν τοῖς ὄρεσιν οἷα δὴ οὖσι σηραγγώδεσι
20καὶ πετρώδεσι καὶ ψυχροῖς. οὐ μόνον δὲ πολλὴ ἐσωρεύθη, ἀλλὰ καὶ γεν‐ νᾶται διὰ τὴν ψύξιν, ἔνθεν ἐπὶ πολὺν χρόνον αὐταρκεῖ ἀέναος ὢν ὁ ποτα‐ μός. πλὴν τῇ αἰσθήσει δοκοῦσιν ἀέναοι, ἐπεὶ τῷ χρόνῳ ἀπολείψουσι καὶ οὗτοι.
24nἪ σομφαὶ καὶ λιθώδεις ἢ ἀργιλώδεις, τούτους δὲ προ‐
25nαπολείπειν.
26 Σομφὰς λέγει τὰς ἀραιάς, λιθώδεις δὲ *** τὰς ὀστρακώδεις καὶ καταξήρους. τούτων δὲ οὐδεμία γῆ ἐπιτηδεία· ἡ μὲν γὰρ σομφὴ ἀπογαιοῖ τὸ ὕδωρ, ἡ δὲ λιθώδης οὐ δέχεται, ἡ δὲ ὀστρακώδης ἐκπίνει. καὶ μή
τις εἴπῃ· τί οὖν τὰ ὄρη οὐκ εἰρήκαμεν, ὅτι ἀραιά εἰσιν; τί οὖν λέγομεν;121

122

ὅτι ἀραιὰ διὰ τὸ σηραγγῶδες, οὐχ ἁπλῶς ἀραιὰ κατ’ οὐσίαν, οἷόν ἐστιν ἡ σομφώδης γῆ.
3nΟἷον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν ποταμῶν.
4Καλῶς τὸ οἷον. ὡς γὰρ μέλλει εἰπεῖν παρακατιών, καὶ αὐτὸς ὁ Νεῖλος
5οὐκ ἔστιν ἀέναος· φθαρήσεται γὰρ τῷ χρόνῳ.
6nἘπεὶ δὲ ἀνάγκη γενέσθαι τοῦ ὅλου τινὰ μεταβολήν,
7nμὴ μέντοι γένεσιν καὶ φθοράν.
8 Τὸ συμπέρασμα. ἐπειδὴ γίνεται τῆς γῆς μεταβολή, οὐ τοῦ παντὸς φθειρομένου (ἀίδιον γάρ), ἀνάγκη οὐκ ἄλλως πως γίνεσθαι τὴν μεταβολήν,
10εἰ μὴ καθάπερ ἡμεῖς εἰρήκαμεν. καὶ ‘διαξήρουσ‘ ἀντὶ τοῦ ‘καταξήρουσ‘, προθέσει ἀντὶ προθέσεως ἐχρήσατο.
12nΔηλοῖ δὲ τὸ γινόμενον.
13 Ἐντεῦθεν δεύτερον ἐπιχείρημα τοῦ πιστώσασθαι ἐκ τῆς Αἰγύπτου καὶ ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης καὶ ἐκ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Βοσπό‐
15ρου, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα γίνεται ἡ μεταβολή.
16nΟὓς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων
17nΑἰγυπτίους.
18 Ἀρχαιότατοί εἰσιν Αἰγύπτιοι, ἐπειδὴ οὔπω ὑπὸ κατακλυσμοῦ ἀπόλ‐ λυνται· ξηροτέρα γὰρ ἡ χώρα. ἀλλ’ οὐδὲ μὴν ὑπὸ πολλῆς ξηρότητος·
20ἔχουσι γὰρ τὸν Νεῖλον καθυγραίνοντα τὴν χώραν. ὅτι δὲ ἀρχαιότατοί εἰσι, δῆλον ἐκ τοῦ ἐν τοῖς πίναξιν αὐτῶν πολλὰς ἀναγεγράφθαι μυριάδας ἐτῶν.
22nΚατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλόν ἐστι.
23 Δι’ ἣν αἰτίαν; ἐπειδὴ κοίλη ἐστί, τοιοῦτοι δὲ πάντες οἱ ἀπογαιούμενοι τόποι ὑπάρχουσι.
25nΔιὸ καὶ τὰ περὶ τὴν Λιβύην τὴν Ἀμμωνιακήν.
26Ἐντεῦθεν ἐξ ἑτέρου πίστις.122

123

(1n)

Ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν.
2 Τρίτη πίστις ἐκ τῆς Μαιώτιδος λίμνης. αὕτη γὰρ πάλαι μὲν ἦν θά‐ λαττα· ἠιόνος δὲ γενομένης λίμνη γέγονε μεγάλη, ὡς καὶ ἀπροσδιορίστως λέγεσθαι ‘λίμνην‘. τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν μικροτέρα γινομένη,
5ὡς μὴ δύνασθαι τὰ αὐτὰ ἐν αὐτῇ πλοῖα φέρεσθαι. καλῶς δὲ Ἀριστο‐ τέλης ἀνωτέρω μὲν ‘λίμνην‘ αὐτὴν ἐκάλεσε, νῦν δὲ ὡς σμικρυνθεῖσαν ‘Μαιῶτιν λίμνην‘.
8nἜτι δὲ Βόσπορος.
9Τετάρτη πίστις ἐκ τοῦ Βοσπόρου. Βόσπορον δὲ καλεῖ τὰ ‘Στενὰ‘
10νῦν ‘τοῦ Βυζαντίου‘ καλούμενα.
11nἈνάγκη χρόνου προϊόντος ὥσπερ ποταμὸν γενέσθαι.
12 Ἐπειδὴ στενὸς γέγονεν ὁ Βόσπορος, τοῦτο δὲ ἴδιον ποταμοῦ καὶ οὐ θαλάττης (ταύτης γὰρ τὸ πλατὺ οἰκεῖον), τούτου χάριν εἶπεν οἷον ποτα‐ μὸς μὲν διὰ τὴν στενότητα, οἷον δὲ διὰ τὸ μὴ εἶναι γλυκὺ ὕδωρ.
15nΦανερὸν τοίνυν, ἐπεὶ οὔτε ὁ χρόνος ὑπολείψει καὶ τὸ
16nὅλον ἀΐδιον, ὅτι οὐ Τάναϊς οὔτε ὁ Νεῖλος ἀεὶ ῥε.
17 Ὅπερ ἐλέγομεν, καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι ποταμοὶ καὶ αὐτοὶ χρόνῳ ἐκλεῖψαι μέλλουσιν· φθαρήσονται γάρ, εἴ γε πᾶν ἐπ’ εὐθείας κινού‐ μενον φθαρτόν. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν· εἰ ἐν τοῖς ὄρεσίν εἰσιν αἱ πηγαί,
20ταῦτα δὲ φθείρονται ὑπὸ σεισμῶν καὶ πρηστήρων, ἀνάγκη καὶ τὰς πηγὰς ἀπολέσθαι, τούτων δὲ ἀπολλυμένων καὶ τοὺς ποταμοὺς καταξηρανθῆναι.
22nΤὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας.
23 Ἡ αἰτία, διὰ τί φθαρήσονται· ἐπειδή, φησί, τὸ ἔργον αὐτῶν πέρας ἔχει (ἐπ’ εὐθείας γὰρ κινοῦνται), ὁ δὲ χρόνος οὐκ ἔχει πέρας· ἀίδιον γὰρ
25τὸ πᾶν.123

124

(1n)

Ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γίνονται καὶ φθείρον‐
2nται καὶ τὰ ἑξῆς.
3 Ἐντεῦθεν λεληθότως βούλεται εἰσβαλεῖν καὶ εἰς τὸν περὶ θαλάττης λόγον ἀψοφητὶ τὰς βάσεις ποιούμενος· οὗτος γὰρ διδασκαλίας ἄριστος τρό‐
5πος, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων ποιήσηται.
6nὉμοίως δὲ καὶ διὰ τί οἱ μὲν ἀέναοι, οἱ δὲ οὒ τῶν
7nποταμῶν.
8Ὡς πρὸς αἴσθησιν, δῆλον, ἐπεὶ δέδεικται, ὅτι οὐδεὶς ποταμὸς ἀέναος,
εἴ γε πάντες φθαρήσονται.124

125

(1t)

ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ
2tΒΙΒΛΙΩΝ ΔΕΥΤΕΡΟΝ.
3tΠρᾶξις ιθ.
4nΠερὶ δὲ θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς.
5 Ὁ σκοπὸς τοῦ δευτέρου λόγου ἤτοι βιβλίου, περὶ τίνων διαλεχθῆναι βούλεται· περὶ θαλάττης, περὶ ἀνέμων, περὶ σεισμῶν, περὶ βροντῶν, περὶ ἀστραπῶν. περὶ μὲν θαλάττης, ἵνα συνεχῆ ποιήσῃ τὸν περὶ αὐτῆς λόγον τοῖς περὶ ποταμῶν λόγοις. περὶ δὲ ἀνέμων, ἐπειδὴ περὶ αὐτῶν ἀρξά‐ μενος λέγειν ἐνέκοψε τὸν περὶ αὐτῶν λόγον τῷ λόγῳ τῷ περὶ ποταμῶν·
10νῦν δὲ πάλιν ἐπὶ αὐτὸν ἀνατρέχει. περὶ δὲ σεισμῶν, ἐπειδὴ καὶ ὁ σεισμὸς ἄνεμός ἐστιν ὑπόγειος. περὶ δὲ βροντῆς, 〈ἐπειδὴ *** περὶ δὲ ἀστρα‐ πῆς,〉 ἐπειδὴ συνέπεται τῇ βροντῇ. καὶ ἆρα οὐκ ἄτοπον μικροῦ βιβλίου πέντε ποιῆσαι σκοπούς; ῥητέον οὖν, ὅτι σκοπὸν ἔχει ἐνταῦθα ὁ φιλόσοφος διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμετα‐
15βλήτου μενούσης. ἀλλ’ ἐνταῦθα διαδέχονται ἡμᾶς δύο ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ σκοπὸν ἔχει ὁ Ἀριστοτέλης διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης, τί δήποτε ἐνταῦθα διαλέγεται περὶ βροντῆς; αὕτη γὰρ οὐκ ἐκ τῆς κα‐ πνώδους ἀναθυμιάσεως γίνεται, ἀλλὰ τῶν νεφῶν εἰς ἄλληλα συναρασσο‐
20μένων, ὡς εἴρηται, *** περὶ ἧς ἐν τῷ τρίτῳ βιβλίῳ διαλέγεται. † ἡ δὲ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἐν τῷ νέφει ἀποκλειομένης καὶ τοῦ νέ‐ φους ἔξωθεν πυκνουμένου διὰ τὴν ψύξιν ἐκπυρηνιζομένης βιαίως καὶ νέφη τινὰ πληττούσης καὶ πάταγον φοβερὸν ποιούσης, περὶ ἧς ἐνταῦθα διαλέγε‐
ται *** εἴ γε ἡ ἀστραπὴ μεταβαλλομένης καπνώδους ἀναθαμιάσεως γί‐125

126

νεται. ἢ ῥητέον, ὅτι κατὰ συμβεβηκὸς νῦν αὐτῆς ἐμνημόνευσεν, ἐπειδὴ παρέπεται ἀεὶ τῇ βροντῇ. *** αὗται μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπι‐ λύσεις. ἀλλ’ ἰστέον, ὅτι πρῶτον ὁ φιλόσοφος περὶ θαλάττης διαλαμβάνει διὰ τὸ ποιῆσαι συνεχῆ τὸν περὶ αὐτῆς λόγον τῷ περὶ ποταμῶν. καὶ ζητεῖ,
5πότερον γενητή ἐστιν ἢ ἀγένητος ἡ θάλασσα. ‘γενητήν‘ δὲ καὶ ‘ἀγένητον‘ φημὶ οὐ κατὰ τὴν οὐσίαν αὐτῆς ἢ τὴν ὕπαρξιν· ὡμολόγηται γὰρ τοῦτο παρὰ Ἀριστοτέλει, ὅτι ἀγένητός ἐστι καὶ ἀίδιος ἡ θάλασσα ὡς ὁλότης οὖσα τοῦ ὕδατος, εἴ γε καὶ πᾶσα ὁλότης ἀίδιός ἐστιν. ἀλλὰ ζητεῖ, πότερον γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, τουτέστι πότερον ἅμα τῷ
10εἶναι θάλασσα ἁλμυρὰ ἦν ἢ ὕστερον γέγονεν ἁλμυρὰ πρότερον πότιμος οὖσα. ἐνταῦθα γὰρ διάφοροι γεγόνασι δόξαι τῶν παλαιῶν περὶ τούτου. οἱ μὲν γὰρ θεολόγοι ἔφασκον ἀγένητον αὐτὴν εἶναι κατὰ τὴν ἁλυκότητα, ἐπειδὴ πηγὰς ἔχει τοιαύτας ἁλμυρὰς εἰς αὐτὴν εἰσβαλλούσας, ἐξ ὧν συν‐ έστηκεν. οἱ δὲ φυσικοὶ φιλόσοφοι γενητὴν λέγοντες αὐτῆς τὴν ἁλυκότητα,
15τουτέστιν ὕστερον ἐπιγεγενημένην, διαφόρους δόξας εἰρήκασιν. οἱ μὲν γὰρ αὐτῶν ἔλεγον, ὅτι πρώην γλυκεῖα οὖσα ἁλμυρὰ γέγονεν ὕστερον τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἐξατμιζόντων αὐτῆς τὸ λεπτο‐ μερέστατον καὶ πότιμον· ἔνθεν γὰρ καὶ ‘ἅλιοσ‘ λέγεται ὁ ἥλιος παρὰ τὸ ἐκ τῆς ἁλὸς τρέφεσθαι. τοῦ οὖν ἡλίου τὸ λεπτομερὲς καὶ πότιμον ἀναρπά‐
20ζοντος μένει τὸ τρυγῶδες καὶ δριμύ, καὶ τούτου χάριν ἁλυκή ἐστιν ἡ θά‐ λασσα. ὅθεν καὶ μεγάλα βάρη βαστάζει τὸ ταύτης ὕδωρ ὡς παχύ. καὶ τούτου σημεῖον· ἐπειδὴ τὸ ἑψόμενον ὕδωρ ἁλμυρὸν γίνεται, εἰ ἐπὶ πολὺ ἑψηθείη, οὕτω καὶ τὸ τῆς θαλάσσης ὕδωρ ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων θερμασίας ἑψόμενον ὁσημέραι γίνεται ἁλυκόν. ἀλλὰ ψευ‐
25δὴς ἡ τοιαύτη ὑπόθεσις· ὅσον γὰρ κατὰ τοῦτο, ἐχρῆν καὶ πάντας τοὺς ποταμοὺς καὶ τὰς λίμνας ἁλυκὸν ἔχειν ὕδωρ, ἐπειδὴ καὶ ἀπὸ τούτων ὁ ἥλιος ἀναρπάζει τὸ λεπτομερέστατον· ἄλλως δὲ εἰ τοῦτο ἦν, ἐπειδὴ πάντες οἱ ποταμοὶ γλυκεῖς ὄντες εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, ἐχρῆν αὐτὴν γλυκανθῆναι. καὶ ἄλλως· εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ πᾶν τὸ ἀναρπαζόμενον
30αὐτῆς λεπτὸν ἄνω παχυνόμενον καὶ γλυκαινόμενον πάλιν ἀντικαταρρεῖ, ἐχρῆν θέρους μὲν εἶναι αὐτὴν ἁλυκήν, ὅτε καὶ ἀφαιρεῖται αὐτῆς τὸ λεπτο‐ μερές, χειμῶνος δὲ γλυκεῖαν, ὅτι ἀντικαταρρεῖ τὸ ἀναρπασθὲν εἰς αὐτὴν διὰ τῶν ὑετῶν. οὐκ ἄρα καλῶς ἔχει ἡ τοιαύτη ὑπόθεσις. ἄλλοι δὲ φυσικοί φασιν, ὅτι ὁ τῆς γῆς ἱδρὼς εἰς αὐτὴν μιγνύμενος ἁλμυρὸς ὢν ποιεῖ αὐτὴν
35ἁλμυράν· διηθεῖται γὰρ ὁ τῆς γῆς ἱδρώς. ἀλλ’ οὐδὲ ταύτην δεχόμεθα τὴν ὑπόθεσιν. εἰ γὰρ ὁ τῆς γῆς ἱδρὼς περίττωμά ἐστι τοῦ ἐν αὐτῇ πο‐ τίμου ὕδατος, τὸ δὲ περίττωμα ἔλαττόν ἐστιν ἀεὶ τοῦ χρηστοῦ, ἔδει καὶ τὴν θάλατταν ἐλάττονα εἶναι τοῦ ἐν αὐτῇ ποτίμου ὕδατος· νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοὐναντίον. ὅτι γὰρ τὸ περίττωμα ἐπ’ ἔλαττόν ἐστι τοῦ
40χρηστοῦ, δῆλον ἐκ τοῦ ἐν ἡμῖν γινομένου περιττοῦ· τὸ γὰρ οὖρον καὶ ὁ126

127

ἱδρὼς ἐπ’ ἔλαττόν ἐστι τῶν ἐν ἡμῖν χρηστῶν χυμῶν. ἄλλοι δέ φασιν, ὅτι αἰτία ἐστὶ τῆς ἁλμυρότητος αὐτῆς ἡ ὑποκειμένη γῆ. καὶ κατὰ τοῦτο μὲν συμφωνοῦσιν Ἀριστοτέλει· πλὴν καὶ ἄμφω τὴν ὑποκειμένην γῆν αἰτι‐ ῶνται, ἀλλ’ οὐχ ὁμοίως· ὁ μὲν γὰρ τὴν ἐξ αὐτῆς ἀναδιδομένην καπνώδη
5ἀναθυμίασιν αἰτιᾶται, οἱ δὲ τὴν ἀπὸ τῆς γῆς διηθουμένην ἁλμυρὰν γῆν καὶ λεπτὴν αἰτιῶνται· διηθεῖσθαι γάρ φασιν ἁλμυρὰν γῆν καὶ μίγνυσθαι τῇ θαλάσσῃ. ἀλλὰ καὶ ἄτοπος ἡ ὑπόθεσις. μᾶλλον γὰρ δυνατὸν Ἀριστοτέλει πείθεσθαι ἢ τούτοις· ὁ μὲν γὰρ τὴν καπνώδη ἀναθυμίασιν λέγει διηθεῖ‐ σθαι ἀπὸ τῆς γῆς εἰς τὴν θάλασσαν, οἱ δὲ ἁλμυρὰν διὰ τῆς μανώσεως
10τῆς γῆς. μᾶλλον δὲ ἡ καπνώδης διηθεῖται ἀναθυμίασις ἤπερ ἡ γῆ. καὶ ἄλλως· εἰ τῇ ἐπιμιξίᾳ τῆς γῆς ἁλμυρὰ ἦν ἡ θάλασσα, ἔδει μὴ εἶναι δι‐ αυγὲς αὐτῆς τὸ ὕδωρ, ἀλλὰ θολῶδες, ἅτε τῆς γῆς ἐπέχον ἐπιμιξίαν· νῦν δὲ οὐκ ἔστι θολόν. αὗται μὲν αἱ τῶν φυσικῶν ὑποθέσεις περὶ τῆς ἁλμυ‐ ρότητος τῆς θαλάσσης καὶ αἱ τούτων ἀνατροπαί. ἐφ’ οἷς ὁ Ἀριστοτέλης
15ἀνατρέπει τὴν τῶν θεολογικῶν φιλοσόφων ὑπόθεσιν τὴν λέγουσαν, ὅτι πη‐ γαί εἰσιν ἁλμυραὶ εἰσβάλλουσαι εἰς τὴν θάλασσαν. ἐλέγχει δὲ τούτους ἐκ τῆς καθόλου περὶ γῆν ὑδάτων διαιρέσεως. τῶν γὰρ περὶ γῆν ὑδάτων, φησί, τὰ μὲν ῥυτά εἰσι, τὰ δὲ στάσιμα. ῥυτὰ μέν εἰσιν, ὅσα τὰς πηγὰς ἔχουσιν ἐν ὑψηλοῖς ὄρεσι κειμένας, στάσιμα δὲ τὰ ἐν ἐπιπέδῳ ὄντα. τῶν
20δὲ ῥυτῶν τὰ μὲν ποταμοί εἰσι, τὰ δὲ κρῆναι· εἰ μὲν γὰρ πολὺ εἴη τὸ ῥυτὸν ὕδωρ, γίνεται ποταμός, εἰ δὲ ὀλίγον, κρήνη. τῶν στασίμων δὲ τὰ μέν εἰσι πηγαῖα, τὰ δὲ συλλογιμαῖα· συλλογιμαῖα δὲ τὰ ἀπὸ ὑετῶν συναγόμενα. αὐτὰ δὲ ταῦτα τὰ συλλογιμαῖα ἢ πολλά ἐστι καὶ γίνονται λίμναι, ἢ ὀλίγα καὶ γίνονται τέλματα. τῶν δὲ πηγαίων τὰ μέν εἰσι χειρόκμητα, τὰ δὲ αὐτό‐
25ματα· αὐτόματα μὲν τὰ ἀπὸ χασμάτων ὑπὸ σεισμοῦ γινομένων ἀνα‐ φανέντα φρέατα, χειρόκμητα δὲ οὐχ ὡς ἄν τις οἰηθείη, τὰ διὰ μηχανῆς ἔχοντα τὸ ἀρύεσθαι τὸ ὕδωρ φρέατα, ἀλλὰ τὰ κατὰ ὑδροφαντικὴν τέχνην εὑρισκόμενα, ὡς ὅταν διά τινος μεθόδου οἱ ὑδροφάνται νοήσωσι τὸ ὑπο‐ κείμενον ὕδωρ κἀκεῖ ποιήσωσι φρέαρ. ὀρύξαντες γὰρ λάκκον ἐντιθέασιν
30ἀγγεῖον ἴσον ἔχον τὸ στόμιον τῇ γῇ, καὶ πάντοθεν περιχώσαντες ἐῶσι νυχθήμερον. εἶτα ἀποκαλύψαντες ἐνορῶσιν εἰς τὸ ἀγγεῖον· καὶ εἰ μὲν εὕ‐ ρωσιν ὕδωρ ἑνὶ τῶν ἀγγείων συναθροισθέν, λέγουσιν οὐ πόρρω τῆς ἐπι‐ φανείας τῆς γῆς ὑποκεῖσθαι τὸ ὕδωρ· εἰ δὲ μόνον ἔνικμον εὕρωσι τὴν ἕδραν τοῦ ἀγγείου, εἶναι μὲν λέγουσι ὕδωρ τηνικαῦτα, ἐν βάθει δὲ τῆς
35γῆς εἶναι· εἰ δὲ μηδόλως ἔνικμον γένηται τὸ ἀγγεῖον, λέγουσι τηνικαῦτα μὴ ὑποκεῖσθαι ὕδωρ ἐκεῖσε. ταῦτα οὖν λέγει νῦν χειρόκμητα ὁ φιλόσοφος, οὐ τὰ διὰ μηχανῆς ἀρυόμενα. ἐπειδὴ οὖν τριτταί εἰσιν αἱ πηγαὶ ἢ ῥυτὸν ἔχουσαι ὕδωρ ὡς ἐν τοῖς ὄρεσιν, ἢ στάσιμον ὡς ἐν τοῖς πεδίοις, καὶ αἱ στάσιμοι ἢ χειρόκμητοί εἰσιν ἢ αὐτόματοι, ἴδωμεν, εἰ κατὰ μίαν διαφορὰν
40τῶν πηγῶν τούτων εἰκός ἐστι γίνεσθαι τὴν θάλασσαν. ἀπὸ μὲν γὰρ τῶν127

128

ῥυτὸν ὕδωρ ἐχουσῶν πηγῶν οὐκ εἰσρέεται ἡ θάλασσα· οὐδαμοῦ γὰρ τῆς γῆς ὁρῶμεν ἀπὸ ὑψηλῶν πηγὰς ῥεούσας ἁλμυρὸν ἐχούσας ὕδωρ. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν χειροκμήτων εἰσρεῖται; οὐδὲ τοῦτο· οὐδὲ γὰρ ὑπὸ τέχνης ὑδροφαντικῆς θάλασσα γίνεται. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν αὐτομάτων; οὐδὲ
5τοῦτο· οὐδὲ γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον γίνεται. οὐκ ἠδύνατο οὖν ἀπὸ τοιούτων πηγῶν μερικῶν γίνεσθαι ἡ θάλασσα ὁλότης οὖσα τοῦ παντὸς ὕδατος· λείπεται ἄρα μὴ ἔχειν πηγὰς ἁλυκὰς τὴν θάλασσαν, ὑφ’ ὧν εἰσ‐ ρεῖται. οὕτως διελέγξας τὴν τοιαύτην ὑπόθεσιν ὁ φιλόσοφος τρέπεται ἐπὶ τὸ ἐναντίον καὶ συνηγορεῖ τοῖς ἐναντίοις. δοκεῖ γὰρ ἴσως, φησί, πηγὰς
10ἔχειν ἡ θάλασσα, ἐπειδὴ ῥυτή ἐστι. ῥυτὴ δὲ ὑπάρχει διὰ συλλογισμοῦ τοιούτου· ἡ θάλασσα ῥυτὸν ἔχει ὕδωρ· πᾶν ῥυτὸν ὕδωρ πηγὰς ἔχει· ἡ θά‐ λασσα ἄρα πηγὰς ἔχει. ἀλλ’ ἐνταῦθα τὴν πρώτην πρότασιν οὐκ ἀπο‐ δεξόμεθα τὴν λέγουσαν, ὅτι πᾶν ῥυτὸν ἔχει πηγάς· οὐ γὰρ πάντως ἔχει πηγάς. τί γάρ, εἰ διὰ τὴν θέσιν τοῦ τόπου ἐστὶ ῥυτόν, ὡς ὅταν ἀπὸ
15ὑψηλοῦ τόπου ἐπὶ τὸν κοῖλον ῥεῖ; τάχα δὲ ἄμφω αἱ αἰτίαι εἰς ταὐτὸν συντρέχουσι· καὶ γὰρ οἱ μεγάλοι ποταμοὶ 〈εἰ〉 εἰσβάλλοιεν, ἠιόνα ποιοῦντες ἐν τοῖς στομίοις διὰ τὴν ἐξ αὐτῶν γινομένην πρόσχωσιν ἀναγκάζουσιν ὡς ἀπὸ ὑψηλοῦ τόπου φέρεσθαι τὸ ὕδωρ ἐπὶ τὸν κοῖλον καὶ οὕτω ῥυτὸν εἶναι καὶ μὴ στάσιμον. ἐπειδὴ οὖν οὕτω συμβαίνει τὴν θάλασσαν καὶ ὑπὸ
20μεγάλων εἰσρεῖσθαι ποταμῶν καὶ προσχώννυσθαι, δῆλον ὅτι καὶ ῥυτή ἐστι καὶ ῥεῖ καὶ οὐ παρὰ τοῦτο πηγὰς ἔχει. ἀλλ’ οὐ πανταχῇ ἐλέγχεται ῥυτὴ οὖσα, ἀλλὰ μόνον ἐν τοῖς πορθμοῖς, ὥσπερ ἐν τῷ κατὰ τὸν Βόσπο‐ ρον πορθμῷ καὶ τῷ κατὰ Καλχηδόνα. ἐνταῦθα γὰρ φαίνεται ῥέουσα ἡ θάλασσα δίκην ποταμοῦ διὰ τὸ πλησίον εἶναι τὰ παρ’ ἑκάτερα τῆς θαλάσσης.
25ἐκείνων γὰρ ἱσταμένων ἐλέγχεται ῥέον τὸ ὕδωρ. ἰστέον γάρ, ὅτι κινού‐ μενον παρὰ κινουμένου οὐκ ἐλέγχεται κατὰ τὴν κίνησιν, κινούμενον δὲ παρὰ μένον ἐλέγχεται. τοῦτο δὲ γίνεται, ἐπειδὴ καθόλου τὰ ὅμοια λανθάνει ἐν τοῖς ὁμοίοις, ἐλέγχεται δὲ τὰ ἀνόμοια ἐν τοῖς ἀνομοίοις. οὕτως οὖν ἐν μέλανι ξύλῳ λευκὰ γράμματα γράφομεν, ἐν δὲ λευκῷ μέλανα διὰ τὸ ἐλέγ‐
30χεσθαι· εἰ γὰρ ὅμοια γράψομεν, οὐ διελέγχονται. οὕτω γὰρ καὶ νῦν· ἐπειδὴ παρ’ ἑκάτερα φαίνεται ἡ γῆ ἱσταμένη ἐν τοῖς πορθμοῖς, φαίνεται τὸ ὕδωρ κατάρρυτον ὑπάρχον. ἐν δὲ μέσῳ πελάγει οὐ φαίνεται ῥέον, ἐπεὶ ὁμοίως κινεῖται. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ῥεῖ ἡ θάλασσα ἐν τοῖς πορθμοῖς, ἀλλ’ οὐχ ὁμοίως· ἐν μὲν γὰρ τῷ Βοσπόρῳ μόνον τὴν κατ’ εὐθεῖαν ἀπὸ
35τοῦ ἑνὸς μέρους ἐπὶ τὸ ἕτερον, ἐν δὲ τῷ Καλχηδονίῳ πορθμῷ παλίρρυτον ὑπομένει τὸ ὕδωρ τῆς θαλάσσης· ῥεῖ γὰρ ἐκ τοῦ ἑνὸς μέρους καὶ πάλιν ἀναστρέφεται εἰς τὸ ἕτερον. τοῦτο δὲ γίνεται, ἐπειδὴ συμβαίνει τὸν ἄνε‐
μον σφοδρότατον ὄντα πολλάκις, φησί, πνεῖν ἐκ τοῦ ἑνὸς μέρους τῆς θα‐128

129

λάσσης κατ’ ἐναντίωσιν τοῦ ῥεύματος καὶ ἀνασοβεῖν τὸ ὕδωρ ὡς ἐπὶ τὰ ὀπίσω, εἶτα αὐτοῦ μηκέτι ἰσχύοντος ἐπ’ ἄπειρον ἀποσοβεῖν τὸ ὕδωρ ἐνδί‐ δωσι, καὶ λοιπὸν φέρεται τὴν οἰκείαν ῥύσιν, ὥσπερ καὶ πρώην. καὶ τού‐ του χάριν φαίνεται ὡς παλίρροιαν ἔχον τὸ ὕδωρ. ἐκεῖσε ταῦτα παραδί‐
5δωσιν ἡ μετὰ χεῖρα λέξις.
6nΠερὶ δὲ τῆς θαλάσσης καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ
7nτίνα αἰτίαν ἁλμυρὸν τοσοῦτόν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ
8nτῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν.
9Τρία τινὰ ζητεῖ νῦν ὁ φιλόσοφος, πότερον ἁπλῆ ἢ σύνθετος, διὰ τίνα
10αἰτίαν ἁλμυρὸν αὐτῆς ὑπάρχει τὸ ὕδωρ, καὶ πότερον σύμφυτον ἔχει τὴν ἁλυκότητα αὐτῇ ἢ ἐπίκτητον, τουτέστιν ἀγενήτως τε καὶ ἀχρόνως αὐτῇ συνέστηκεν ἢ κατὰ χρόνον τινά, ἀλλ’ ὕστερον ἄλλη τις ἐγένετο. καὶ διὰ μὲν τοῦ εἰπεῖν τίς ἡ φύσις ἐσήμανε τὸ ‘ἁπλῆ ἐστιν ἢ σύνθετοσ‘, διὰ δὲ τοῦ εἰπεῖν διὰ τίνα αἰτίαν ἁλμυρὸν τὸ δεύτερον ἐζήτησε, καὶ τὸ τρίτον
15ἐφεξῆς διὰ τοῦ τρίτου.
16nΟἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεο‐
17nλογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνα αὗται ὦσιν ἀρχαὶ καὶ ῥίζαι
18nαὐτῆς.
19Ἐντεῦθεν τὴν δόξαν τῶν θεολογικῶν παρῳδεῖ περὶ θαλάττης καὶ γῆς·
20οὗτοι γὰρ μόνον θαλάττης πηγὰς ἁλμυρὰς ὑπετίθεντο, ἐξ ὧν ἀγένητός ἐστιν ἡ ταύτης ἁλμυρότης· ἀλλὰ καὶ γῆς ἔλεγον πηγὰς ὥσπερ τινὰς ῥίζας.
22nΤραγικώτερον γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον
23nἴσως εἶναι τὸ λεγόμενον ὡς μέγα τι τοῦ παντὸς τοῦτο τὸ μόριον.
24Καλῶς ἔφη τραγικώτερον. καὶ γὰρ Εὐριπίδης ἔφη τὸν ἥλιον διὰ
25τὴν γῆν γενέσθαι καὶ τὸν οὐρανὸν ὁμοίως, μέγα μέρος ὑποτιθέμενος τοῦ παντὸς εἶναι τὴν γῆν, ἐναντίως ἔχων τοῖς ἀστρονόμοις, οἵτινες σημείου λό‐ γον ἐπέχειν λέγουσι τὴν γῆν πρὸς τὸν ὅλον οὐρανόν. ὡσαύτως δὲ καὶ ἄλλοι θεολόγοι, ὧν ἐστιν Ἡσίοδος, τοῦτό φασι· καὶ γὰρ τοῦτο τὸ μέγα μέρος ὑποτίθενται τὴν γῆν τοῦ παντὸς διὰ τὰ Σεληναῖα ὄρη, ἅτινα σχεδὸν
30λέγουσι ψαύειν τῆς σεληνιακῆς σφαίρας· ἔνθεν ὑπετίθεντο πηγὰς γῆς,
αἵτινες ἀνωθοῦσιν αὐτὴν ἐπὶ τὰ ἄνω.129

130

(1n)

Οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν αὐ‐
2nτῆς γένεσιν.
3 Ἔνθεν διαλέγεται περὶ τῶν φυσικῶν φιλοσόφων, οἵτινες γενητὴν ὑπ‐ ετίθεντο τὴν θάλασσαν κατὰ τὴν ἁλυκότητα· καλῶς δὲ εἶπεν ἀνθρωπίνην
5σοφίαν, τουτέστιν ἀνθρωπίνην ἐπιστήμην, λέγω δὴ τὰ φυσικά.
6nὙπὸ δὲ τοῦ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν
7nπνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ
8nλειφθὲν θάλατταν.
9Τὴν πρώτην ὑπόθεσιν λέγει τῶν φυσικῶν. τί γάρ, φησίν, ἔφασκον
10οὗτοι; ἐπὶ τοῦ κατακλυσμοῦ ἅπασαν τὴν γῆν πεπληρῶσθαι τῶν ὑδάτων, εἶτα τοῦ ἡλίου ξηραίνοντός τινα μέρη καὶ ἐξατμίζοντος συνέβαινε τὸ μὲν γεῶδες καὶ παχὺ ὥσπερ τι περίττωμα μένον ἁλμυρὸν εἶναι καὶ ἄχρηστον, τὸ δὲ ἐξατμισθὲν τροφὴν γίνεσθαι τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων· ἔνθεν, φασί, τρεφόμενος ὁ ἥλιος τροπὰς ποιεῖ τῶν ὡρῶν·
15ἐπειδὴ γὰρ ἐν τῷ θέρει μᾶλλον ἐπὶ τὰ βόρεια οὖσα ἡ θάλασσα τροφὴν αὐτῷ παρέχεται τὸ ἐξ αὐτῆς ἐξατμιζόμενον, τούτου χάριν θέρους ὁ ἥλιος βορειότερος γίνεται κατακολουθῶν τῇ ὑπὸ τῆς θαλάσσης ἀναδιδομένῃ τροφῇ. χειμῶνος δὲ νότιος γίνεται, ἐπειδὴ ἔφθασε διὰ τοῦ θέρους ὅλον ἤδη τὸ χρηστὸν ἀνιμήσασθαι τῆς θαλάττης καὶ μηκέτι εὐπορῶν τροφῆς
20ἦλθεν εἰς τὰ νότια ὡς ἐκ δαψιλοῦς ὑπαρχούσης τῆς ἀτμίδος ἐκ τῶν γλυ‐ κέων ὑδάτων· καὶ οὕτω συνέβαινε θέρους γίνεσθαι καὶ χειμῶνος. ταῦτά φασί τινες τῶν φυσικῶν φιλοσόφων, ὅθεν οἴονται καὶ τὴν θάλασσάν ποτε ξηρανθήσεσθαι διὰ τὸ ἐπὶ πλεῖστον ἀνιμᾶσθαι ἐξ αὐτῆς τὸ ὑγρόν.
24nἜνιοι δέ φασι θερμαινομένης ὑπὸ τοῦ ἡλίου τῆς γῆς
25nοἷον ἱδρῶτα γίνεσθαι.
26 Ἡ δευτέρα ὑπόθεσις ἡ λέγουσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ † γῆν ἁλ‐ μυράν· ἱδροῦν γὰρ ἔλεγον τὴν γῆν τῇ τοῦ ἡλίου θερμασίᾳ. ἀλλ’ ἄτοπος ἡ ὑπόθεσις· εἰ μὲν γὰρ ὑγρὰ οὖσα ἡ γῆ ἐθερμαίνετο ὑπὸ τοῦ ἡλίου θερμαινομένη ***
30nΟἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν αἰτίαν εἶναί φασι,
31nκαθάπερ γὰρ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ.
32Ἡ τρίτη ὑπόθεσίς ἐστιν. ἀλλ’ ἐνταῦθα διελέγχονται οἱ νομίζοντες130

131

ταὐτὰ λέγειν αὐτοὺς τῷ Ἀριστοτέλει, ἐπειδὴ καὶ αὐτὸς τὴν ὑποκειμένην γῆν αἰτιᾶται. ἐντεῦθεν γὰρ πρόδηλος ἡ διαφορά· ἰδοὺ γὰρ σαφῶς λέγει γῆν αὐτοὺς λέγειν ἁλμυρὰν μίγνυσθαι τῇ θαλάσσῃ, οὐ καπνώδη ἀναθυ‐ μίασιν, ὡς αὐτὸς λέγει.
5nὍτι μὲν οὖν πηγὰς τῆς θαλάσσης ἀδύνατον εἶναι,
6nδιὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δε.
7 Ἐντεῦθεν ἀνατρέχει ἐπὶ τοὺς θεολόγους καὶ ἀνατρέπει αὐτῶν τὴν ὑπόθεσιν διὰ τῆς τῶν ὑδάτων διαιρέσεως· αὕτη δὲ εἴρηται ἐν τῇ θεωρίᾳ.
9nΤούτων δὲ οὕτω διωρισμένων ἀδύνατον πηγὰς εἶναι
10nτῆς θαλάττης.
11 Ἐπειδή, φησίν, εἴρηται ἡ τῶν ὑδάτων διαίρεσις, σκοπήσωμεν, κατὰ ποίαν αὐτῶν διαφορὰν δύνανται εἶναι [αἱ] πηγαὶ τῆς θαλάττης· οὐ γάρ εἰσι.
13nῬέουσα δὲ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας.
14Ἐντεῦθεν δὲ συνηγορεῖ τῷ ἐναντίῳ, ὅτι πηγὰς ἔχει ἡ θάλασσα ῥυτὴ
15ὑπάρχουσα, εἴ γε τὸ ῥυτὸν ὕδωρ πάντως ἔχει πηγάς, ὅπερ ἐστὶ ψεῦδος.
16nΔιὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις.
17 Καλῶς τὴν παλίρροιαν ταλαντεύεσθαι ἐκάλεσε, τῷ δίκην ταλάντων εἰς τὰ ἐναντία περιάγεσθαι τὸ ὕδωρ. καὶ γὰρ τὸ τάλαντον ὅπου δἂν καταβαρήσῃ, ἐκτρέπεται, ὡς συμβαίνειν καὶ εἰς τὸ ἐναντίον ῥέπειν.
20nΤοῦτο δὲ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον.
21 Τοῦτο ποῖον; τουτέστι τὸ ῥεῖν. ἐν γὰρ τῷ μέσῳ πελάγει οὐ φαίνε‐ ται ῥυτὸν ὑπάρχον τὸ ὕδωρ τῆς θαλάττης διὰ τὸ λανθάνειν τὸ ὅμοιον (ὁμοία γὰρ ἡ κίνησις)· περὶ δὲ γῆν φανερόν ἐστιν· ἐλέγχεται γὰρ τὸ κι‐ νούμενον παρὰ τὸ μένον.
25nδ’ ἐντὸς Ἡρακλείων στηλῶν ἅπασα κατὰ τὴν τῆς
26nγῆς κοιλότητα ῥεῖ καὶ κατὰ τὸ τῶν ποταμῶν πλῆθος.
27Ἐντεῦθεν ἐπιλαμβάνεται τῆς μείζονος προτάσεως τῆς λεγούσης, ὅτι πᾶν
ῥυτὸν πηγὰς ἔχει· ψεῦδος γὰρ τοῦτο. ἡ μὲν γὰρ ἐκτὸς Ἡρακλείων στη‐131

132

λῶν, φησί, θάλαττα, τουτέστιν ὁ Ὠκεανός, στάσιμός ἐστιν, ἡ δ’ ἐντός, τουτέστιν ἡ Κασπία, ῥυτή ἐστι· ῥεῖ γὰρ ἀπὸ τοῦ ὑψηλοτέρου τῆς γῆς εἰς τὰ κοῖλα, τουτέστιν ἀπὸ τῶν ἀρκτῴων εἰς τὰ νότια. ἀλλὰ καὶ οἱ ποταμοὶ πάντες εἰς ταύτην ῥέουσιν ὡς εἰς κοιλότητα· ὅθεν εἰς αὐτὴν ῥέ‐
5ουσι, καὶ τὰς εἰσροὰς ἀπογαιοῦντες μᾶλλον ὑψηλότερον ἐργάζονται αὐτῆς τὸ πρὸς τὸ ἀρκτῷον μέρος, ὡς καὶ διὰ τοῦτο μᾶλλον ῥεῖν αὐτὴν ἐπὶ τὰ νότια. ἰδοὺ γὰρ πολλοὶ μὲν ποταμοὶ εἰσβάλλουσιν εἰς τὴν Μαιώτιδα λίμνην, ὅθεν καὶ ἀπεγαιώθη. αὕτη δὲ πάλιν εἰσβάλλει εἰς τὸν Εὔξεινον πόντον· οὗτος δὲ εἰς τὸν Αἰγαῖον εἰσρεῖ ὡς κοιλότερον ὄντα· καὶ πάλιν
10οὗτος εἰς τὸν Σικελόν, καὶ οὗτος εἰς τὸν Σαρδόνιον καὶ εἰς τὸν Τυρρηνικόν, οἵτινες κοιλότεροι πάντων εἰσίν. ὁρᾷς, ὅτι ῥυτή ἐστιν ἡ θάλασσα διὰ τὴν θέσιν, οὐχὶ διὰ τὰς πηγάς. ἀλλὰ ζητητέον, πῶς τὰ ἀρκτῷα αὐτῆς μέρη ὑψηλότερά εἰσι. διὰ τοὺς ἐκεῖθεν εἰσβάλλοντας ποταμούς, καίτοι ὁ Νεῖλος μέγας ποταμὸς ἀπὸ τῶν νοτίων εἰσρεῖ· ἢ καὶ ὁ Νεῖλος ἀπὸ τῶν ἀρκτῴων
15ῥεῖ, ἀπὸ γὰρ τῆς ἀντοικουμένης.
16nΤὰ δὲ ἔξω τῶν στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν,
17nἄπνοα δέ [οὐκ] ἐστιν, ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης.
18 Περὶ τοῦ Ὠκεανοῦ νῦν λέγει, ὅτι οὐκ ἔστι βαθύς, ἀλλὰ πρὸς τῷ μὴ εἶναι ῥυτὸν αὐτοῦ τὸ ὕδωρ, ἀλλὰ στάσιμον, καὶ βράχη τινὰ ἔχει διὰ τὸ
20τὸν πηλόν, τουτέστι τὴν γῆν, ἐν βάθει εἶναι τοῦ ὕδατος. ὅθεν καὶ ἄπλους ἐστὶ διὰ τὰ βράχη. ἀλλὰ μὴ τοῦτο νομίσῃς, ὅτι διὰ τὸ ὑψηλὸν εἶναι ἐν ἑαυτῷ τὸ ὕδωρ ἤδη καὶ ὑψηλοτέρα ἐστὶν ἡ ἐν αὐτῷ γῆ τῆς οὔσης ἐν ταῖς παρ’ ἡμῖν θαλάσσαις (πάντων γὰρ κοιλοτάτη ἐστὶν ἡ γῆ τοῦ Ὠκεανοῦ), ἀλλὰ διὰ τὸ ἄπειρα εἶναι τὰ πλάτη αὐτοῦ οὐκ ἔστιν οὕτω βαθὺς ὡς αἱ
25παρ’ ἡμῖν θάλατται. καὶ ὅτι κοιλότερός ἐστιν ὁ Ὠκεανὸς τῆς παρ’ ἡμῖν θαλάττης, δῆλον, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα εἰς αὐτὸν εἰσρεῖ ὡς εἰς κοιλότερον.
28nΠερὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑψηλ.
29Ἐπειδὴ ἔλεγεν ἀπὸ τῶν ἀρκτῴων μερῶν ῥεῖν τὴν καθ’ ἡμᾶς θά‐
30λατταν ἐπὶ τὰ νότια, νῦν πιστοῦται ἡμᾶς ἔκ τινος ἱστορίας, ὅτι ὑψηλότερά εἰσι τὰ ἀρκτῷα τοῦ νοτίου. φασὶ γάρ τινες οὕτως ὑψηλὰ εἶναι τὰ ἀρκτῷα μέρη, ὡς μὴ γίνεσθαι ἐκεῖσε τὸν ἥλιον ὑπὸ γῆν, ἀλλὰ νύκτα γίνε‐ σθαι οὐχ ὑπὸ γῆν γινομένου τοῦ ἡλίου, ἀλλὰ τῶν ὑψηλοτάτων ὀρέων σκια‐
ζόντων αὐτοῦ τὸ φῶς. ψεῦδος δὲ τοῦτο. εἰ γὰρ ὁρᾶται κἀκεῖσε ἐκλεί‐132

133

πουσα ἡ σελήνη μεσουρανοῦσα, ἔκλειψις δὲ σελήνης ἐν τῷ μεσουρανήματι οὐ γίνεται μὴ ἐν τῇ διαμέτρῳ γεγονότος τοῦ ἡλίου, δῆλον, ὅτι κἀκεῖσε ὑπὸ γῆν ὁ ἥλιος γινόμενος ποιεῖ τὴν νύκτα καὶ οὐκ ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι.
5tΠρᾶξις κ.
6nΠερὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ
7nτίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον.
8 Τρία τινὰ προβλήματα περὶ θαλάττης δεδωκὼς ἡμῖν ὁ φιλόσοφος τῇ προτεραίᾳ, ἓν μὲν τὸ ζητῆσαι, εἴτε σύνθετός ἐστιν ἢ ἁπλῆ, ἕτερον δέ,
10εἰ γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, καὶ τρίτον, τίς ἡ αἰτία τῆς ἁλυκότητος, νῦν καὶ ἕτερον πρόβλημα περὶ θαλάττης ἐκτίθεται, οὐχ ἕτερον τέταρτον ὂν παρὰ τὰ εἰρημένα. ζητεῖ γάρ, εἰ ὁλότης ἐστὶν ἡ θά‐ λασσα τοῦ παντὸς ὕδατος, καὶ τοῦτο κατασκευάζει διὰ τεσσάρων ἐπιχειρη‐ μάτων· τοῦτο δὲ ὑπὸ τὸ ἓν τῶν εἰρημένων ἀνάγεται. εἰ γὰρ ὅλως ἀπο‐
15δειχθῇ, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα, δῆλον, ὅτι καὶ ἁπλῆ ἐστι· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι. καὶ ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶ‐ τον τοῦτον ἔχει τὸν τρόπον· ἀποκληρωτικὸς ὁ λόγος, ὥστε τὰ μὲν ἄλλα στοιχεῖα ἔχειν ὁλότητας, εἰς ἃς ἐφιέμενα σπεύδουσι, μόνον δὲ τὸ ὕδωρ μὴ
20ἔχειν ὁλότητα. εἰ δὲ ἔχει ὁλότητα καὶ τὸ ὕδωρ, ζητητέον, τίς αὐτοῦ ἡ ὁλότης. ἆρα οἱ ποταμοί; οὐδαμῶς. πρέπει γὰρ τῇ ὁλότητι συνεχεῖ εἶναι· οἱ δὲ ποταμοὶ οὐ συνεχεῖς· οὐ γὰρ ἔχουσιν ὕδωρ ἀθρόον. οὐκ ἄρα ὁλότης εἰσὶν οἱ ποταμοί, ἀλλ’ ἡ θάλασσα ὡς συνεχὴς οὖσα καὶ ἀθρόον ἔχουσα ὕδωρ, μὴ κεχωρισμένον. καὶ ἐντεῦθεν κέρδανον δόγμα Ἀριστοτέλους, ὅτι
25βούλεται τὴν θάλασσαν συνεχῆ εἶναι καὶ οὐ διῃρημένην, ὥς φασιν οἱ γεω‐ γράφοι. εἰ δὲ καὶ λέγει τις, ὅτι οὔτε αἱ θάλασσαι συνεχεῖς εἰσι (διῄρην‐ ται γὰρ ἀπ’ ἀλλήλων), οὐκ ἄτοπον καὶ τοῦτο ὑποθέσθαι, ὥστε καὶ ἐν ἄλλοις τόποις μέρη εἶναι τῆς θαλάττης διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. ἰδοὺ γοῦν τῆς ὁλότητος τοῦ πυρὸς ἐν τῷ ὑπεκκαύματι οὔσης ὑπὸ γῆν
30πυρός εἰσι κρατῆρες διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. οὕτω μὲν οὖν κατα‐ σκευαστέον, ὅτι οὐχ οἱ ποταμοί εἰσιν ὁλότητες διὰ τὸ καταχεῖσθαι, ἀλλ’ ἡ θάλασσα. καὶ ἄλλως δὲ οὐ δυνατὸν τοὺς ποταμοὺς εἶναι ὁλότητα τοῦ ὕδατος, ἐπειδὴ ῥυτοί εἰσιν, ἡ δὲ θάλασσα στάσιμος· πρέπει δὲ τῇ ὁλό‐ τητι ἡ στάσις· ἡ θάλασσα ἄρα ὁλότης τοῦ παντὸς ὕδατος διὰ τὴν στάσιν,
35καὶ οὐχὶ οἱ ποταμοί. εἰ δὲ καὶ ῥυτὴν αὐτὴν ἔλεγεν Ἀριστοτέλης τῇ προτε‐ ραίᾳ, ἀλλ’ οὐχ οὕτως ἐστὶ ῥυτὴ ὥσπερ οἱ ποταμοί· ἐκεῖνοι μὲν γὰρ ἀλλα‐
χοῦ ῥέουσι, τουτέστιν εἰς τὴν θάλασσαν, αὕτη δὲ οὐκ ἀλλαχοῦ, ἀλλ’ εἰς133

134

αὐτήν, εἰ μὴ ἄρα τις λέγει, ὅτι καὶ οἱ ποταμοὶ ἐκ τῆς μεγάλης θαλάτ‐ της εἰσί, τουτέστι τοῦ Ὠκεανοῦ κατὰ τὸν ποιητήν, ὅς φησιν· ‘ἐξ οὗ πάντες εἰσὶ ποταμοὶ πᾶσαι δέ τε πηγαί.‘ ἔστι γὰρ ὑποθέσθαι, ὅτι αἱ τοῦ ποτα‐ μοῦ πηγαὶ ἢ ἄντικρυς αὐτοὶ οἱ ποταμοὶ ἐκ τοῦ Ὠκεανοῦ συνίστανται καὶ
5ἐξ αὐτοῦ ῥέουσιν. ἀλλ’ ἀποτίθενται τὴν ἁλμυρότητα διὰ τῆς γῆς διηθούμενοι καὶ διὰ τοῦτο πότιμον ἔχουσιν ὕδωρ. ἡ δὲ θάλασσα στάσιμός ἐστι· πρέ‐ πει δὲ τῇ ὁλότητι ἡ στάσις τοῦ παντὸς ὕδατος. καὶ μή τις λεγέτω, ὅτι ἰδοὺ τὸ ὑπέκκαυμα τοῦ πυρὸς ὑπάρχον ὁλότης κινεῖται, ὥστε οὐκ ἔστιν ἐν τῇ ὁλότητι ἡ στάσις. λέγομεν γάρ, ὅτι εἰ καὶ κινεῖται τὸ ὑπέκκαυμα, τὴν
10κύκλῳ φορὰν κινεῖται· πρέπει γὰρ ταῖς ὁλότησιν ἡ ἀιδιότης, ἀίδιοι δὲ μέ‐ νουσιν ἢ ἱστάμεναι ἢ κύκλῳ κινούμεναι. καὶ τοῦτο μὲν τὸ πρῶτον ἐπι‐ χείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ ὕδατος, δῆλον, ἐπειδὴ πᾶν ὕδωρ ποταμοῦ τῆς οἰκείας ὁλότητος ἐφιέμενον εἰς αὐτὴν σπεύδει (φιλοῦσι γὰρ τὰ μέρη ταῖς ὁλότησι συνάπτεσθαι· ἰδοὺ
15γοῦν ἡ βῶλος τῆς γῆς ἐφιεμένη, τουτέστι τῆς οἰκείας ὁλότητος, ἐπ’ αὐτὴν πάλιν ἀνακάμπτει)· ἐπειδὴ πάλιν ὁ ὑποκείμενος αὐτῇ τόπος δεκτικός ἐστι παντὸς ὕδατος ἁλμυροῦ τε καὶ ποτίμου, τοῦτο δὲ ὁλότητος ἴδιον τὸ πᾶν ὕδωρ ὑποδέχεσθαι. εἰ δὲ λέγοι τις, ὅτι καὶ πῶς οὐχ ὁρῶμεν ἐν αὐτῇ πότιμον ὕδωρ, ῥητέον, ὅτι ὅσον μὲν ἐπὶ τῇ θαλάττῃ πότιμον ἔχει ὕδωρ,
20ἀλλὰ διὰ τὴν καθ’ ἡμέραν γινομένην ἐξάτμισιν ὑπὸ τοῦ ἡλίου καὶ τῆς σε‐ λήνης καὶ τῶν ἀστέρων οὔ. ἐπειδὴ οὖν τὸ χρηστὸν ἐξατμίζεται, μένει τὸ ἁλμυρόν, μηδὲ νομιστέον, ὅτι περὶ τὴν θάλατταν οὐκ ἔστι τόπος δεκτικὸς καὶ ποτίμου ὕδατος, ἀλλὰ μόνον ἁλμυροῦ. 〈ὁ〉 γὰρ τοῦτο λέγων ἔοικε τῷ οἰομένῳ μηδὲ τὴν γαστέρα τῶν ζῴων δεκτικὴν εἶναι τροφῆς, ἀλλὰ μόνον
25περιττώματος, διὰ τὸ ἀνηρπάσθαι τὸ χρηστὸν ἐν τοῖς χιτῶσι. τοῦτο καὶ τὸ τρίτον. τέταρτον καὶ τελευταῖον ἐπιχείρημα· ὅτι γὰρ ὁλότης ἡ θάλασσα, δῆλον, ἐπειδὴ τὸ χαρακτηριστικὸν τοῦ ὕδατος ὡς ὕδατός ἐστι τὸ ἐν κοιλο‐ τάτῳ τῆς γῆς τόπῳ ἐπείγεσθαι καὶ τοῦτον ἀεὶ καταλαμβάνειν· ἡ δὲ θά‐ λασσα ἐν τῷ παντὶ κοιλοτάτῳ τῆς γῆς τόπῳ ἐστί. καὶ ὅτι οὕτως ἐστὶν
30ἡ θάλασσα, δῆλον, ἐπειδὴ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐπείγονται. τοῦτο καὶ τὸ τέταρτον. καὶ διὰ μὲν τούτων τῶν τεσσάρων ἐπιχειρημάτων κατα‐ σκευάζει Ἀριστοτέλης, ὅτι ὁλότης ἡ θάλασσα τοῦ ὕδατος. φέρε δὲ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν πρὸς τὸν λόγον διαφόρως καὶ τῶν ἀποριῶν ἐπαγά‐ γωμεν τὰς λύσεις. ἐπειδὴ γὰρ αἱ ὁλότητες κατὰ φύσιν εἰσίν, ἡ δὲ θά‐
35λασσα παρὰ φύσιν (ἁλμυρὰ γάρ), ἡ θάλασσα ἄρα οὐχ ὁλότης. ἢ ῥητέον,
ὅτι οὐκ ἔστι παρὰ φύσιν ἡ θάλασσα ἁλμυρά. εἰ γὰρ τοῦτο ἦν παρὰ φύσιν,134

135

τὸ εἶναι αὐτὴν γλυκεῖαν κατὰ φύσιν ἂν ὑπῆρχεν. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ὕδωρ τὸ ἄποιόν ἐστιν· οὐκ ἄρα τὸ γλυκὺ καὶ ἁλμυρὸν κατὰ φύσιν ἐστὶν ἐν τῷ ὕδατι. κατὰ φύσιν γάρ ἐστι τῷ ὕδατι τὸ ψυχρὸν καὶ ὑγρὸν εἶναι, ἅπερ ἁπτικαὶ ποιότητές εἰσιν, οὐ γευσταί. ἑτέρα ἀπορία· παρὰ φύσιν ἐστὶ
5τὸ θαλάσσιον ὕδωρ, ἐπειδὴ γὰρ παντὸς τοῦ ὕδατος ἐστὶ τὸ ψύχειν καὶ ὑγραίνειν, ἡ δὲ θάλαττα οὐ τοῦτο ποιεῖ· θερμαίνει γὰρ καὶ ξηραίνει· οὐκ ἄρα ὁλότης ἐστί. λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ δι’ ἑαυτὴν ἡ θά‐ λασσα θερμαίνει καὶ ξηραίνει, ἀλλὰ καὶ διὰ τὴν συνεζευγμένην αὐτῇ κα‐ πνώδη ἀναθυμίασιν, ἐπεὶ ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, τὸ δὲ πότιμον
10ψύχει καὶ ὑγραίνει. καὶ ὅτι ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, δῆλον. εἰ γάρ τις ὀρύξει λάκκους περὶ τὸν αἰγιαλόν, εὑρήσει αὐτοὺς πληρωθέντας ποτίμου ὕδατος· ᾧ δῆλον, ὅτι ἐν τῷ διηθεῖσθαι τὸ ὕδωρ ἀπὸ τῆς θα‐ λάσσης ἐν τοῖς λάκκοις ἀπέθετο τὴν συμμεμιγμένην αὐτῷ καπνώδη ἀνα‐ θυμίασιν, ἐπειδὴ οὐκ ἔστιν αὐτῷ κεκραμένη, ἀλλὰ μόνον παρακειμένη.
15καὶ ταῦτα μὲν καὶ ἡμεῖς ἔξωθεν. ὁ μέντοι φιλόσοφος ἀποδείξας ὁλότητα εἶναι τὴν θάλασσαν καὶ διὰ τοῦτο λεληθότως ἀσύνθετον (πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλοῦν διὰ τὸ ἀεὶ διαμένειν), τρέπεται καὶ ἐπὶ τὸ τρίτον πρό‐ βλημα τήν [τε] αἰτίαν ζητῶν τῆς ἁλμυρότητος τῆς θαλάσσης. καὶ ἀπο‐ δέχεται μὲν τῶν παλαιῶν φιλοσόφων τὴν αἰτιολογίαν τῆς ἁλμυρότητος
20οὐχ ὡς αἰτίαν ἁπλῶς ὑπάρχουσαν τῇ ἁλμυρότητι, ἀλλ’ ὡς συναιτίαν τῶν ὑπ’ αὐτῶν λεγομένων. ἔφασκον γὰρ ἐκεῖνοι, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ καθ’ ἡμέραν ἐξατμίζειν ἀπ’ αὐτῆς τὸν ἥλιον τὸ λεπτομερὲς διὰ τὸ τραφῆναι αὐτόν, καταλιμπάνειν δὲ τὸ τρυγῶδες καὶ ἁλμυρόν. καὶ ὅτι μὲν αἴτιόν ἐστι καὶ τὸ ἐξατμίζεσθαι τῆς ἁλμυρότητος, ἀποδέχεται. πλὴν οὐ
25μόνον τοῦτό ἐστιν αἴτιον, ἀλλὰ καὶ ἡ καπνώδης ἀναθυμίασις· εἰ γὰρ μόνον τοῦτο ἦν, ὅτε πάλιν καταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ καὶ μίγνυται αὐτῇ, οὐκ ἂν ἁλμυρὰ ὑπῆρχεν. οὐκοῦν ῥητέον, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα καὶ διὰ τὸ ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου τὸ λεπτομερὲς αὐτῆς καὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλὰ τοῦτο μὲν αὐτῶν
30ἀποδέχεται τὸ λέγειν, ὅτι ἐξατμίζει ὁ ἥλιος τὸ λεπτομερές· ἐκεῖνο δὲ οὐκ ἀποδέχεται τὸ λέγειν αὐτούς, ὅτι ἐκ τῆς ἀτμίδος τρέφεται ὁ ἥλιος. ἀλλὰ τοῦτο ἀναιρεῖ διὰ πέντε ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἐκ τῆς ἀτμίδος, εἴ γε ἡ ἀτμὶς οὐχ ὑπερβαίνει τὰς ἀκρωρείας τῶν ὀρῶν, ἀλλ’ ἐκεῖσε εἰς ὕδωρ μεταβαλλο‐
35μένη διὰ τὴν ἐκεῖσε ψύξιν πάλιν ἀντικαταρρεῖ. ὁ δὲ ἥλιος δέδεικται τῆς σελήνης εἰκοσαπλάσιον ἔχειν διάστημα ἀπὸ τοῦ κέντρου. εἰ δὲ λέγοι τις, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος ἀνάγκη αὐτὸν τρέφεσθαι ἐπὶ τῷ δια‐ μένειν ὡς καὶ τὸ πῦρ (τοῦτο γὰρ τῆς ὕλης ἐπιλειπούσης σβέννυται), ἐροῦ‐
μεν, ὅτι πρῶτον μὲν οὐκ ἔστι πῦρ ὁ ἥλιος (ἐδείχθη γὰρ μὴ ὢν θερμός,135

136

ἀλλὰ θερμοποιός), ἔπειτα δὲ εἰ καὶ πῦρ αὐτὸν ὑποθώμεθα, οὐδ’ οὕτως τρέφεται, ἐπεὶ μήτε τὸ πῦρ τρέφεται † ἀστέρα. ὅτι γὰρ οὐ τρέφεται πῦρ, δῆλον, ἐπειδὴ πᾶν τὸ τρεφόμενον ὅρον ἔχει αὐξήσεως *** ἀλλὰ συνεπ‐ εκτείνεται τῇ ὕλῃ καὶ ἡ αὔξησις· οὐκ ἄρα τρέφεται. ἔπειτα δὲ τὸ τρε‐
5φόμενον διὰ θρεπτικοῦ ὀργάνου τρέφεται· οὐκ ἔστι δὲ τῷ πυρὶ θρεπτικὰ ὄργανα· ᾧ δῆλον, ὅτι οὐ τρέφεται ὁ ἥλιος ὑπὸ τῆς ἀτμίδος. ὑπερβησό‐ μεθα δὲ τὴν Ἡρακλείτου παραδοξολογίαν. οὐκέτι γὰρ ‘νέος ἐφ’ ἡμέρῃ‘ γενήσεται ὁ ἥλιος διὰ τὸν Ἡράκλειτον, ἀλλὰ νέος καθ’ ἕκαστον νῦν. ἔλεγε γὰρ ὁ Ἡράκλειτος, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος, ὅταν μὲν ἐν ταῖς ἀνατολαῖς
10ὑπάρχῃ, ἀνάπτεται διὰ τὴν ἐκεῖσε θερμότητα· ὅταν δὲ ἐν ταῖς δυσμαῖς ἔλθῃ, σβέννυται διὰ τὴν ἐκεῖσε ψύξιν. εἰ οὖν ἡμεῖς προσθήσομεν, ὅτι καὶ τρέφεται ὑπὸ τῆς ἀτμίδος, ποιήσομεν αὐτὸν καθ’ ἕκαστον νῦν τρέφεσθαι καὶ διὰ τοῦτο καθ’ ἕκαστον νῦν γίνεσθαι· τὸ γὰρ τρεφόμενον καὶ γίνεται. οὐκ‐ οῦν καθ’ ἕκαστον νῦν ἐστι νέος, καὶ οὐ καθ’ ἑκάστην ἡμέραν μόνον. καὶ
15τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἐπιχείρημα· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ὑπὸ τῆς ἀτμίδος· ἰδοὺ γὰρ καὶ τὸ πῦρ ἐξατμίζει μὲν τὸ ὕδωρ τὸ ὂν ἐν τῷ λέβητι, οὐ τρέφεται δὲ ὑπ’ αὐτοῦ *** διὰ τὸ ἀντιφράττειν αὐτῷ πολλὰς σφαίρας καὶ μὴ ἀνάγεσθαι ὡς 〈ἐπ’〉 αὐτὸν τὴν ἀτμίδα. τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· τίς ἡ ἀποκλήρωσις, ἵνα μόνος ὁ ἥλιος καὶ οἱ λοιποὶ
20πλάνητες ὑπὸ τῆς ἀτμίδος τρέφωνται (καὶ τούτου χάριν καὶ κατὰ πλάτος κινοῦνται τοῦ ζῳδιακοῦ, ἔνθα εὐπορήσουσι πλείονος τροφῆς, τουτέστι πλεί‐ ονος ἀναφερομένης ἀτμίδος), οἱ δ’ ἀπλανεῖς ἀστέρες μὴ τρέφωνται ἀπὸ τῆς ἀτμίδος; εἰ δὲ λέγει τις, ὅτι καὶ αὐτοὶ τρέφονται, ἐχρῆν καὶ αὐτοὺς κατὰ πλάτος κινεῖσθαι, ὅπερ οὐ γίνεται. οὐκ ἄρα οὗτοι οἱ πλάνητες διὰ
25τὸ τρέφεσθαι κινοῦνται κατὰ πλάτος· οὐ γὰρ τρέφονται ὅλως. πέμπτον καὶ τελευταῖον ἐπιχείρημα· εἰ ἐτρέφοντο οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος, ἐχρῆν τὴν ἀναθυμίασιν τὴν ἀτμιδώδη μηκέτι καταφέρεσθαι, ἀλλ’ ἀναλίσκε‐ σθαι ἄνω εἰς τὴν τῶν ἀστέρων τροφήν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι εἰς ὕδωρ μεταβληθεῖσα πάλιν καταφέρεται, εἰ καὶ μὴ ἐν τῷ προσεχεῖ ἐνιαυτῷ πᾶσα,
30ἀλλ’ οὖν ἐν τῷ ἐφεξῆς πάντως. τοὺς γὰρ ξηροτέρους ἐνιαυτοὺς διαδέχον‐ ται ἔπομβροι· οὐκ ἄρα ἐκ τῆς ἀτμίδος τρέφονται οἱ ἀστέρες. διὰ μὲν τούτων τῶν πέντε ἐπιχειρημάτων ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι οὐ τρέ‐ φονται οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος. φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν προσευπο‐
ρήσωμεν τρία ἐπιχειρήματα τὸ αὐτὸ τοῦτο κατασκευάζοντες. πρῶτον μέν,136

137

ὅτι πῶς δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἀπὸ τῆς ἀτμίδος 〈ἑκατοντα〉εβδομη‐ κονταπλασίονα ὄντα τῆς γῆς. εἰ γὰρ ἅπαν τὸ ὕδωρ καὶ πᾶσα ἡ γῆ εἰς ἀτμίδα μεταβληθείη, οὐκ ἀρκέσειε πρὸς τὴν τοῦ ἡλίου μόνον τροφήν, οὐ λέγω καὶ τῶν ἄλλων ἀστέρων. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· εἰ
5δὴ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσιν οἱ ἀστέρες, οὐ τρέφονται· εἰ γὰρ καὶ τρέφονται, καὶ γίνονται· εἰ καὶ γίνονται, καὶ φθείρονται· εἰ φθείρονται, οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσι. τρίτον ἐπιχείρημα· εἰ τρέ‐ φονται οἱ ἀστέρες, ἐχρῆν αὐτούς, ἔνθα πολλὴν εὐπορίαν τροφῆς ἕξουσιν, ἐκεῖσε γίνεσθαι· πολλὴ δ’ 〈εἰ〉 εὐπορία τροφῆς ἔξω τροπικοῦ, ἐχρῆν αὐ‐
10τοὺς ἔξω τούτου γίνεσθαι, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξέρχονταί ποτε τὸν ζῳδιακόν· οὐκ ἄρα τρέφονται οἱ ἀστέρες. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
13nΠερὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυ‐
14nμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον.
15 Νῦν ζητεῖ ταῦτα δεύτερον, εἰ γενητή ἐστιν ἢ ἀγένητος, καὶ τὴν αἰ‐ τίαν τῆς ἁλμυρότητος, ἵνα διὰ τοῦ δεῖξαι, ὅτι ἀγένητός ἐστιν, δείξῃ, ὅτι ἁπλῆ ἐστιν, καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα, δείξῃ, ὅτι ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος.
19nΔόξειε γὰρ ἂν εὔλογον, εἰ καὶ τῶν ἄλλων στοιχείων
20nἐστὶν ὄγκος καὶ ἀρχὴ διὰ τὸ πλῆθος.
21 Ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ὥσπερ τὰ ἄλλα στοι‐ χεῖα ἔχουσιν ὁλότητας, εἰκὸς εἶναι καὶ τοῦ ὕδατος ὁλότητα, ἐπεί τοί γε ἀποκληρωτικὸς ἔσται ὁ λόγος.
24nΤὸ γὰρ τῶν ποταμῶν οὔτ’ ἀθρόον ἔσται οὔτε στάσιμον,
25nἀλλ’ ὡς γινόμενον ἀεὶ φαίνεται καθ’ ἡμέραν.
26 Ὥς τινος ἀπορήσαντος ‘καὶ τί ἄτοπον, Ἀριστότελες, εἶναι τοῦ ὕδατος ὁλότητα τοὺς ποταμούς;‘ αὐτὸς ἐπελύσατο λέγων, ὅτι οὐ δυνατόν, ἐπεὶ καὶ ῥυτοί εἰσι καὶ διῃρημένοι. ἔνθεν κέρδανον, ὅτι βούλεται ὁ φιλόσοφος πάσας
τὰς θαλάσσας συνεχεῖς εἶναι καὶ οὐ διῃρημένας.137

138

(1n)

Διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην, ἀλλὰ καὶ
2nἐκ ταύτης φασί τινες ῥεῖν.
3 Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι πάντες οἱ ποταμοὶ τῆς οἰκείας ὁλότητος ἐφιέμενοι εἰσρέουσιν ἐν τῇ θαλάσσῃ. ἴσως τῷ ποιητῇ κατ‐
5ακολουθῶν ὁ φιλόσοφος ἔφη, ὅτι οὐ μόνον εἰσρέουσιν εἰς αὐτὴν οἱ ποταμοί, ἀλλὰ καὶ ἀπ’ αὐτῆς ῥέουσιν, ἔννοιαν ἔχων τοῦ Ὠκεανοῦ. περὶ οὗ ὁ ποιητής· ‘ἐξ οὗ πάντες οἱ ποταμοὶ καὶ πᾶσαι πηγαὶ ἀεὶ ῥέουσι‘.
8nΤί δήποτ’ οὖν οὐκ ἔστι τὸ συνεστὼς ὕδωρ πότιμον,
9nεἴπερ ἄρα ἀρχὴ τοῦ παντός ἐστιν ὕδατος, ἀλλ’ ἁλμυρόν.
10 Ἐπειδὴ κατεσκεύασεν διὰ τοῦ δευτέρου ἐπιχειρήματος, ὅτι ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἀπορεῖ πρὸς ἑαυτὸν μήπω τὰ ἄλλα δύο ἐπιχειρήματα εἰρηκώς, ὅτι καὶ πῶς δυνατὸν τὴν ὁλότητα τοῦ ὕδατος ἁλ‐ μυρὰν εἶναι καὶ παρὰ φύσιν· εἶτα τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐπάγων λύει τὴν ἀπορίαν. τί γάρ φησιν; ὅτι ὅσον μὲν καθ’ ἑαυτὴν ἡ θάλασσα
15πότιμός ἐστιν, ἀλλὰ διὰ τὸ περιτετάσθαι τὸ ὕδωρ αὐτῆς ἐπάνω τῆς γῆς εἰς πλάτος ἐξατμίζεται τὸ λεπτομερὲς καὶ πότιμον, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν· ὅθεν ἅμα τῇ λύσει τῆς ἀπορίας καὶ τὴν αἰτίαν λέγει τῆς ἁλμυ‐ ρότητος τῆς θαλάσσης.
19nΤοῦτο γάρ ἐστι τὸ ἔσχατον, εἴτε ὡς πολλοὶ λέγουσιν
20nεἴτε ὡς ἡμεῖς.
21 Τοῦτο, φησί, τὸ ὕδωρ τὸ περιτεταμένον περὶ τὴν γῆν ἔσχατόν ἐστι τοῦ τε ἀέρος καὶ τοῦ πυρός, εἴτε συνεχές ἐστιν, ὥσπερ ἡμεῖς λέγομεν, ἢ διῃρημένον, ὡς οἱ τὰς γεωγραφίας ποιοῦντες λέγουσι.
24nΦερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον.
25Ποῖον; ποτὲ μὲν βορειοτέρου, ποτὲ δὲ νοτιωτέρου γινομένου.
26nΔιὸ καὶ γελοῖοι πάντες, ὅσοι τῶν πρότερον ὑπέλαβον
27nἥλιον τρέφεσθαι τῷ ὑγρ.
28 Ἐάσας τέως τὰ λοιπὰ δύο ἐπιχειρήματα κατασκευάζοντα ὁλότητα εἶναι τὴν θάλασσαν ἵσταται πρὸς τὴν φυσικὴν δόξαν τὴν λέγουσαν ἐκ τῆς
30ἀτμίδος τρέφεσθαι τὸν ἥλιον.138

139

(1n)

Καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι
2nτούτου ζ.
3 Διακωμῳδεῖ αὐτῶν τὴν ὑπόθεσιν, ἐπειδὴ ἔλεγον πῦρ ὄντα τὸν ἥλιον πάντως δεῖσθαι τροφῆς καθ’ ἑκάστην ὥραν· καίτοι οὔτε τὸ πῦρ τρέφεται.
5nὭσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγό‐
6nμενον τοῦ ὑγρο.
7 Ἀγανακτοῦντος φωνή. οὕτω γὰρ ἠλίθιοί εἰσιν, ὅτι νομίζουσι τὸ ἐξ‐ ατμισθὲν φθάνειν ἐπὶ τὴν ἡλιακὴν σφαῖραν καίτοι τοσούτων ἄλλων σφαι‐ ρῶν ἐν τῷ μέσῳ οὐσῶν καὶ τῆς ἀτμίδος μηδὲ τὰς ἀκρωρείας σχεδὸν ὑπερ‐
10βαινούσης. καὶ ἰδοὺ ἔχεις τὸ πρῶτον ἐπιχείρημα.
11nἩ μὲν γὰρ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόν‐
12nτων γίνεται καὶ οὐ τρέφεται.
13Ὅρα, πῶς σαφῶς λέγει ὁ φιλόσοφος μὴ τρέφεσθαι τὸ πῦρ.
14nΔηλονότι καὶ ὁ ἥλιος οὐ μόνον, καθάπερ Ἡράκλειτός
15nφησι, νέος ἐφ’ ἡμέρῃ ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς.
16 Εἰ δώσομεν τὸν ἥλιον τρέφεσθαι, οὐ μόνον καθ’ ἡμέραν γίνεται, ἀλλὰ καὶ καθ’ ἑκάστην ὥραν τρέφεσθαι. καὶ ἔχεις ἐντεῦθεν τὸ δεύτερον ἐπι‐ χείρημα.
19nἜτι δ’ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία
20nτοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπὸ τοῦ πυρός.
21 Ἐντεῦθεν δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι οὔτ’ ἐπὶ τοῦ παρ’ ἡμῖν πυρὸς *** τὸ δ’ ἀντιφράττειν πολλάκις τὸ μέσον. οὕτως οὖν οὔτ’ ἐπὶ τοῦ ἡλίου τὸ ὑπ’ αὐτοῦ ἐξατμισθὲν τροφὴ αὐτοῦ ἐστιν.
24nἌτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δ
25nἄλλων ἀστέρων παριδεῖν τὴν σωτηρίαν.
26Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, τίς ἡ ἀποκλήρωσις τὸν ἥλιον
μόνον τρέφεσθαι ὑπὸ τῆς ἀτμίδος, μηκέτι δὲ τοὺς ἄλλους ἀστέρας.139

140

(1n)

Τὸ δὲ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον.
2 Τὸ πέμπτον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι ἄλογόν ἐστι τὸ ὑποθέ‐ σθαι εὐθὺς μετὰ τὸν κατακλυσμὸν πλήρους ὕδατος ὑπαρχούσης τῆς γῆς ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἀστέρων θερμασίας ἐξατμίζεσθαι κατὰ μέρος
5καὶ φέρεσθαι ἀπὸ τῆς ἀτμίδος ἀστέρας· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν ἀέρα ἀπὸ ταύτης γίνεσθαι τοῦ ἀνενεχθέντος ὁμοίως πάλιν κατενεχθέντος διὰ τῶν ὑετῶν· ἐχρῆν γὰρ ἄνω μεμενηκέναι.
8nΤὸ μὲν οὖν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν
9nἄγεται.
10 Μετὰ τὰ πέντε ἐπιχειρήματα ἐπανακάμπτει πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς αὐτῷ προτεθέν, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα καὶ ἐπαναμιμνῄσκει τοῦ τέ‐ λους τοῦ πρώτου ἐπιχειρήματος, ἵνα ἐφεξῆς τὰ λείποντα δύο ἐπάξῃ· ἐλέγετο γὰρ ἐν τῷ τέλει τοῦ πρώτου ἐπιχειρήματος ἅμα τε ἡ λύσις τῆς ἀπορίας καὶ ἅμα ἡ αἰτία τῆς ἁλμυρότητος. τοῦτο οὖν νῦν ἐπαναμιμνῄσκει.
15nὋν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλασσαν, οὗτος
16nοὐκ ἔστι θαλάττης, ἀλλὰ μᾶλλον ὕδατος.
17 Τὸ τρίτον ἐπιχείρημα τῶν τεσσάρων τῶν περὶ θαλάσσης ἐπιχειρημά‐ των τὸ λέγον, ὅτι ὁ ὑποκείμενος τόπος τῇ θαλάττῃ παντὸς ὕδατός ἐστι δεκτικός· ὁλότης ἄρα ἡ θάλαττα. τί γάρ φησιν; οὗτος ὁ τόπος οὐ μόνον
20θαλάττης ἐστὶ δεκτικός, τουτέστιν ἁλμυροῦ ὕδατος, ἀλλ’ ἁπλῶς ὕδατος, τουτέστι παντοίου ὕδατος.
22nΦαίνεται δὲ θαλάσσης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει
23nδιὰ τὸ βάρος.
24Ὥς τινος ἀπορήσαντος ‘καὶ πῶς, Ἀριστότελες, ἁλμυροῦ ὕδατος φαί‐
25νεται περιεκτικὸς ὢν οὗτος ὁ τόπος;‘ αὐτὸς τὴν λύσιν ἐπάγει, ὅτι διὰ τὸ ἀναρπάζεσθαι τὸ λεπτὸν ὑπὸ τοῦ ἡλίου ὑπομένει τὸ παχύ, ὥσπερ καὶ ἐπὶ τῆς γαστρὸς τῶν ζῴων. κἀκεῖσε γὰρ τοῦ ὁμοίου γινομένου † λέγεται ἡ γαστὴρ δεκτικὴ δεκτικοῦ, ἀλλὰ δεκτικὴ τῆς ἁπλῶς τροφῆς.
29nἜστε γὰρ τὸ κοιλότατον ἡ ῥύσις, καὶ ἡ θάλαττα τὸν
30nτοιοῦτον ἐπέχει τῆς γῆς τόπον.
31Τὸ δ’ ἐπιχείρημα τὸ λέγον, ὅτι ἐν τῷ κοιλοτάτῳ τῆς γῆς ἐστιν ἡ140

141

θάλασσα· διὸ αὕτη ὑπάρχει ὁλότης, ἐπειδὴ τὸ πάντων χαρακτηριστικὸν τοῦ ὕδατος, τουτέστι τὸ διώκειν τὸν κοιλότατον τῆς γῆς τόπον, ἐπέχει. καὶ ὅτι κοιλοτάτη ἐστὶν ἡ θάλαττα, δῆλον, ἐπειδὴ πᾶσα ῥύσις ποταμοῦ εἰς αὐτὴν ἐπείγεται.
5tΠρᾶξις κα.
6nΤὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον
7nπλῆθος οὐδαμοῦ φαίνεται.
8 Ἐπειδὴ κατασκευάζει ὁ φιλόσοφος, ὅτι ἡ θάλαττα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἐχρήσατο ἑνὶ ἐπιχειρήματι τῷ λέγοντι, ὅτι οἱ ποταμοὶ
10ἅπαντες εἰσβάλλουσιν ἐν τῇ θαλάττῃ ὡς ὁλότητος ἐφιέμενοι ἢ ὡς τῆς ἐν αὐτῇ κοιλότητος. νῦν αὐτὸ τοῦτο ζητεῖ, τί δήποτε πολλοῦ καὶ μεγίστου ποταμοῦ ἐμβάλλοντος ἐν τῇ θαλάττῃ ὅμως αὕτη κατ’ οὐδένα τρόπον φαί‐ νεται αὐξανομένη παρὰ τὸ πρότερον. καὶ ταύτην τὴν ἀπορίαν λύει τοι‐ ούτῳ λόγῳ κεχρημένος· ἐπειδὴ γάρ, φησί, τὸ τῆς θαλάττης ὕδωρ κατὰ
15τὸ τῆς γῆς πλάτος φαίνεται ἐκτεταμένον, ὥσπερ ἄν τις κύαθον ὕδατος ἐπὶ τραπέζης ἐξαπλώσῃ, τούτου χάριν ἐξηπλωμένου τοῦ ὕδατος αὐτῆς ἐπὶ μέ‐ γιστον τῆς γῆς τόπον συμβαίνει τὸ πολὺ αὐτοῦ μέρος ἀπόλλουσθαι, πῇ μὲν ἐξατμιζόμενον ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς, πῇ δ’ ὑπὸ τῆς ὑποκειμένης γῆς ἀναπινόμενον. ἐπειδὴ οὖν πολύ ἐστιν ἐξ αὐτῆς ἀπολλύμενον ὕδωρ,
20εἰκότως οὐ φαίνεται αὐξανομένη, εἰ καὶ πάντες εἰσβάλλοιεν οἱ ποταμοί. οὕτω περὶ τῆς ὁλότητος τῆς θαλάττης διαλεχθεὶς ὁ φιλόσοφος, ἐπεὶ μὴ συνῳδὰ αὐτῷ φθέγγεται ὁ Πλάτων—βούλεται γὰρ αὐτὸς ἐν τῷ Φαί‐ δωνι μὴ τὴν θάλατταν εἶναι ὁλότητα τοῦ παντὸς ὕδατος, ἀλλὰ ποταμόν τινα καὶ τοῦτον ὑπὸ γῆν ὄντα, φημὶ δὴ τὸν Τάρταρον. ἔλεγε γὰρ περὶ τὸ
25τῆς γῆς κέντρον εἰλεῖσθαι τοῦτον τὸν ποταμόν, ἀπ’ αὐτοῦ δ’ ἑτέρους τρεῖς προϊέναι, λέγω δὴ Ἀχέροντα, Κωκυτόν, Πυριφλεγέθοντα· ἐκ δὲ τούτων πάντας προϊέναι τοὺς ποταμοὺς καὶ τὴν θάλατταν. τοῦτον δ’ αὐτὸν τὸν Τάρταρον ἀνάστατον ὄντα καὶ ὄχλου μεστὸν κυμαίνεσθαι περὶ τὸ κέντρον καὶ ποτὲ μὲν ἐάσαντα τὸ κέντρον γίνεσθαι περὶ τὸ διάμετρον, ποτὲ δὲ περὶ
30τὸ ἕτερον διάμετρον, καὶ οὕτως ἄλλοτε ἀλλαχόθεν φερόμενον ταράχου εἶναι μεστόν. καὶ τούτων οὕτως ἐχόντων ἔλεγεν ὁλότητα αὐτὸν εἶναι τοῦ παντὸς ὕδατος· πάντας γὰρ τοὺς ποταμοὺς καὶ τὴν θάλασσαν εἰς αὐτὸν ἔλεγε χω‐ ρεῖν ὡς αὐτῶν ἐφιεμένων τῆς οἰκείας αὐτῶν ὁλότητος. ταύτην τὴν ὑπό‐ θεσιν ἀναιρεῖ Ἀριστοτέλης διὰ τεττάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον
35τοῦτον ἔχει τὸν τρόπον· οὐ καλῶς, ὦ Πλάτων, τὸν Τάρταρον λέγεις τοῦ
παντὸς ὕδατος εἶναι ὁλότητα· δυσὶ γὰρ ἀτόποις ὑποπίπτεις οὕτως ὑποτιθέ‐141

142

μενος· πρῶτον μέν, ὅτι εὑρεθήσεται ἡ τοῦ ὕδατος ὁλότης ὑπὸ γῆν οὖσα περὶ τὸ τοῦ παντὸς κέντρον, ὅπερ ἄτοπον· ἔπειτα δὲ εὑρεθήσεται τὸ ὕδωρ μηκέτι τὴν κάτω φορὰν κινούμενον κατὰ φύσιν, ἀλλὰ τὴν ἄνω ἐφιέμενον τῆς οἰκείας ὁλότητος, ὅπερ ἐστὶν ἀδύνατον. πᾶσι γὰρ τοῦτο γνωστόν, ὅτι
5ἡ μὲν ἐπὶ τὸ κάταντες φορὰ κατὰ φύσιν ἐστὶ τῷ ὕδατι, ἡ δ’ ἐπὶ τὸ ἄναντες παρὰ φύσιν· ἐπειδὴ οὖν τῆς οἰκείας ὁλότητος ἐφιέμενον τὸ ὕδωρ, τουτέστι τοῦ Ταρτάρου, ὡς σὺ φῄς, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω 〈φορὰν κατὰ〉 φύσιν κινηθήσεται, ὑπερβὰν δὲ τὸ κέντρον καὶ ὡς ἐπὶ τὴν ὁλότητα χω‐ ροῦν τὴν ἄνω φορὰν κινηθήσεται παρὰ φύσιν, ὅπερ ἄτοπον (ἄτοπον γὰρ
10τὸ πρὸς τὴν οἰκείαν ὁλότητα κινούμενον παρὰ φύσιν κινεῖσθαι· ὅτι δὲ ἐπὶ τὸ ἄνω κινεῖται τὸ ὕδωρ τὸ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς φερόμενον ἐπὶ τὸν Τάρταρον 〈εἰ〉 ὑπερβαίνει τὸ κέντρον, δῆλον, ἐπειδὴ πᾶσα μὲν ἡ ἐπὶ τὸ κέντρον κίνησις κατωφερὴς ὑπάρχει, ἡ δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν κύκλον ἀνωφερής), ἐπειδὴ οὖν ὑπετίθετο ὁ Πλάτων περὶ τὸ κέντρον τῆς
15γῆς εἰλεῖσθαι τὸν Τάρταρον, μὴ † ψαύοντα δὲ τὴν τούτου κυρτὴν ἐπιφά‐ νειαν τῆς κοίλης ἐπιφανείας τῆς γῆς ὡς ὕδωρ ἐν ἀγγείῳ, ἀλλ’ εἶναι μεταξὺ τῶν δύο ἐπιφανειῶν τόπον κενόν, εἰς ὃν κυμαίνων ὁ Τάρταρος ἄλλοτε ἄλλον καταλαμβάνοι τόπον, συμβαίνει ποτέ, [κυμαίνων ὁ Τάρταρος] ἐν τῷ ἑνὶ μέρει τοῦ κέντρου εἰ ἐγένετο, εἶτα τοῦ ὕδατος τοῦ κατὰ τὴν ἐπιφά‐
20νειαν τῆς γῆς πρὸς αὐτὸν ἐρχομένου, ἐπειδὴ πρῶτον διὰ τοῦ κέντρου παρ‐ ερχόμενον ἐμίγνυτο τῷ Ταρτάρῳ, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω φορὰν ἐκινεῖτο, μετὰ δὲ τὸ κέντρον ἐπειγόμενον παρ’ αὐτοῦ τὴν ὁλότητα ἀνάγκη τὴν ἄνω φορὰν κινηθῆναι, εἴπερ πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου κινήσεις ἀνω‐ φερεῖς εἰσι· καὶ συνέβαινε παρὰ φύσιν ἐπὶ τὴν οἰκείαν ὁλότητα κινεῖσθαι,
25ὅπερ ἄτοπον. τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα τοῦ μὴ εἶναι ὁλότητα τὸν Τάρταρον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς, ὦ Πλάτων, ἔφης τοσοῦτον ὕδωρ εἰσρεῖν ἐν τῷ Ταρτάρῳ, ὅσον καὶ ἐκρεῖ. μᾶλλον γὰρ εἰκὸς τοῦτο λέγειν, ὅτι ἐν μὲν τῷ χειμῶνι πλεῖον εἰσρεῖ εἰς αὐτὸν ἤπερ ἐκρεῖ διὰ [τε] τὴν ἀπὸ τῶν ὑετῶν πλεονεξίαν τοῦ ὕδατος, ἐν δὲ τῷ θέρει μᾶλλον ἐκρεῖν
30ἤπερ εἰσρεῖν διὰ τὸ μὴ ἐπιμίγνυσθαι τὸ κάτω φερόμενον ὕδωρ διὰ τῶν ὄμβρων. τρίτον ἐπιχείρημα· ἐχρῆν, ὦ Πλάτων, καὶ τὴν θάλαττάν ποτε γίνεσθαι ξηρὰν ἐφιεμένην τῆς οἰκείας ὁλότητος καὶ ὡς πρὸς αὐτὴν ἀνα‐ πινομένην, εἴπερ ἀεὶ τὰ μέρη τῆς οἰκείας ὁλότητος ἐφιέμενα πρὸς αὐτὴν χωροῦσιν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ἡ θάλασσα οὐκ ἐπείγεται πρὸς τὸν Τάρ‐
35ταρον· εὔδηλον, ὅτι οὐκ ἔστιν αὐτὸς ὁλότης τοῦ παντὸς ὕδατος. καὶ τοῦτο
τὸ τρίτον. τέταρτον ἐπιχείρημα· ἐχρῆν, ὦ Πλάτων, εἴπερ ὡς σὺ φῂς142

143

ὁλότης ὁ Τάρταρος, πάντας τοὺς ποταμοὺς ὁρᾶν ἐν τῇ γῇ ἀναπινομένους καὶ εἰς αὐτὸ ἀφικνουμένους ὡς πρὸς οἰκείαν ὁλότητα. νῦν δ’ οὐ τοῦτο ὁρῶμεν γινόμενον, ἀλλὰ πάντας τοὺς ποταμοὺς ἢ ἄντικρυς εἰσρέοντας ἐν τῇ θαλάσσῃ ἢ ἄλλοις ποταμοῖς μείζοσι μιγνυμένους καὶ εἰσβάλλοντας ἐν τῇ
5θαλάσσῃ, οὐδέποτε δὲ ἐν τῇ γῇ χαουμένους, ἀλλ’ εἰ καὶ τοῦτο γένηται, πάλιν ἀναφαινομένους καὶ μηδέποτε πρὸς τὸν Τάρταρον ἀφικνουμένους· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος. τούτοις τοῖς ἐπιχειρήμασιν ὡς ᾠήθη διε‐ λέγξας τὸν Πλάτωνα ὁ φιλόσοφος καὶ ἀποδείξας μὴ οὖσαν ὁλότητα τὸν Τάρταρον, τρέπεται καὶ ἐπὶ Δημόκριτον καὶ διελέγχει καὶ τὴν τούτου ὑπό‐
10θεσιν, ἐπειδὴ γὰρ ὁ Δημόκριτος ἐναντίως τοῖς πολλοῖς ὑπετίθετο περὶ θα‐ λάττης· πάντων γὰρ λεγόντων, ὅτι εἰ ἀίδιον τὸ πᾶν, ἀίδιός ἐστι καὶ ἡ θάλασσα μέρος οὖσα τοῦ παντός, εἰ δὲ φθαρτὸν τοῦτο, φθαρτὴ καὶ ἡ θάλασσα (ὅθεν καὶ ἀπορία ἐντεῦθεν λύεται ἡ λέγουσα Σωκράτην μέρος εἶναι τοῦ παντός· εἰ οὖν τὸ πᾶν ἄφθαρτον, καὶ Σωκράτης ἔσται ἄφθαρτος· τὰ γὰρ
15μέρη τοῦ παντὸς ἄφθαρτά ἐστι καὶ αὐτά. Σωκράτης δ’ οὐ μέρος παντός, ἀλλ’ ἀποτέλεσμα, ὥσπερ τῆς μητρὸς τὸ ἔμβρυον ἀποτέλεσμα, ἀλλ’ οὐχὶ μέ‐ ρος, καὶ οἱ καρποὶ τῶν φυτῶν ἀποτελέσματα, οὐ μέρη), ἀλλ’ ὅμως πάντων τοῦτο λεγόντων μόνος Δημόκριτος πᾶσιν ἀντηχεῖ φάσκων· ‘εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν, φθαρτὴ δ’ ὅμως ἡ θάλασσα.‘ τοῦτο δ’ ἔλεγεν ἀπατώμενος
20ἐκ τοῦ ὁρᾶν αὐτὸν ὁσημέραι τὴν θάλασσαν ἠπειρουμένην καὶ τοὺς πρώην ὑγροὺς τόπους ξηραινομένους διὰ τὸ προσεχῶς γεγονέναι τὸν ἐπὶ Δευκαλί‐ ωνος κατακλυσμόν (μετὰ γὰρ τὸν κατακλυσμὸν λοιπὸν ἡ γῆ μεταβάλλουσα ἐπὶ τὸ ξηρότερον ἡ πρώην ὑγρὰ καὶ τεθαλασσωμένη γίνεται ξηρά), ὡς εἰ ἦν προσεχῶς ὁ Ἡρακλείτειος γεγενημένος ἐμπυρισμός, ἔλεγεν ὁ Δημόκριτος
25τὴν ξηρὰν γῆν μεταβάλλεσθαι εἰς θάλασσαν καὶ οὐ τὴν θάλασσαν φθείρε‐ σθαι. αὕτη μὲν ἡ τοῦ Δημοκρίτου ὑπόθεσις· ὑπαντᾷ δὲ πρὸς αὐτὴν ὁ φιλόσοφος διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· τί δήποτε, ὦ Δημόκριτε, μέχρι νῦν ὑπέθου ὑπομεῖναι τὴν θάλασσαν ἐν τῷ ἀπείρῳ χρόνῳ, ἀπὸ δὲ τοῦ νῦν φθαρτὴν λέγεις εἰς τὸν ἄπειρον δια‐
30μένειν αὐτὴν χρόνον; καίτοι ἔδει ἐννοεῖν, ὅτι διὰ τὰς αἰτίας, 〈δι’〉 ἃς μέχρι νῦν μεμένηκε μὴ φθαρεῖσα, διὰ ταύτας καὶ διαμενεῖ. εἴτε γὰρ διὰ τὸ εἶναι αὐτὴν ἀπειροδύναμον μέχρι νῦν διαμεμένηκε τῷ ἀπείρῳ χρόνῳ, δι’ αὐτὸ πάλιν καὶ διαμενεῖ εἰς τὸν ἑξῆς ἄπειρον χρόνον· εἴτε διὰ τὸ εἶναι βαρὺ τὸ ὕδωρ καὶ ἁλμυρὸν μέχρι τοῦ νῦν μεμένηκε, καὶ εἰς τὸν ἑξῆς
35ἄπειρον χρόνον διὰ τὸ αὐτὸ διαμενεῖ. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· ἐχρῆν σε γὰρ ἐννοεῖν, ὦ Δημόκριτε, ὅτι τὸ ἐξατμιζόμενον ὕδωρ ἀντι‐ καταρρεῖ πάλιν καὶ οὐχ ὥς φασί τινες ἀναλίσκεται τοῦτο εἰς τὴν τροφὴν τοῦ ἡλίου καὶ τῶν ἀστέρων. εἰ οὖν τοῦτο πάλιν ἀντικαταρρεῖ καὶ οὐδὲν ἐλαττοῦται, πῶς φῂς ταύτην τῷ ἀπείρῳ χρόνῳ ἐκλιμπάνειν; τρίτον ἐπι‐
40χείρημα· οὐ γὰρ ὡς σὺ φῄς, ὦ Δημόκριτε, εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν,143

144

〈φθαρτὴ ὅμως ἡ θάλασσα〉, ἀλλ’ οὖν τοὐναντίον· εἴτε ἄφθαρτον εἴτε φθαρ‐ τόν ἐστι τὸ πᾶν, ἄφθαρτος διαμενεῖ ἡ θάλασσα. αὐτίκα οὖν ὁ ἥλιος εἰ μὲν ἄφθαρτος εἴη, εἰκότως ἡ θάλασσα ἄφθαρτος ἔσται· ὃ γὰρ ἐν τῷ θέρει ἐξ αὐτῆς ἀνήρπασε βορειότερος γεγονώς, τοσοῦτον πάλιν ἀποδίδωσι καὶ
5ἐν τῷ χειμερινῷ νοτιώτερος ἀποκαταστάς. ἀλλὰ μὴν εἰ καὶ φθαρτὸς ὁ ἥλιος εἴη, ἀλλ’ ὅμως ἡ θάλασσα μενεῖ ἄφθαρτος διὰ τὸ μὴ εἶναι τὸ ἐξατμίζον. τούτοις μὲν οὖν τοῖς λόγοις ὁ φιλόσοφος ἐνίσταται πρὸς Πλά‐ τωνά τε καὶ Δημόκριτον. φέρε δὲ ἡμεῖς ὑπὲρ τούτου ἀπολογησώμεθα δείξαντες, ὅτι οὐ καλῶς Ἀριστοτέλης καταδρομῇ κατὰ τούτων ἐχρήσατο.
10μᾶλλον δ’ οὐ τούτοις ἐναντιοῦται, ἀλλὰ τοῖς κακῶς τὰ παρ’ αὐτῶν λεγό‐ μενα διαλαμβάνουσιν. οὐ γὰρ ὡς σὺ φῄς, ὦ δαιμόνιε φαμὲν Ἀριστό‐ τελες, ὁ Πλάτων ὁλότητα τοῦ ὕδατος ἔλεγεν ὄντα τὸν Τάρταρον, ἀλλὰ τοῦτο ἔλεγε μυθικῶς· οὐ χρὴ οὖν τὰ μυθικῶς λεγόμενα φυσικῶς ἐκλαμβά‐ νειν, ἀλλὰ ταῦτα ἔλεγεν ὁ Πλάτων ἄλλα τινὰ αἰνιττόμενος. ἀποδείξας γὰρ
15αὐτὸς ἐν τῷ Φαίδωνι διὰ πέντε ἐπιχειρημάτων ἀθάνατον οὖσαν τὴν ψυχὴν καὶ εἰρηκώς, ὅτι εἰ μὲν θνητὴ ὑπῆρχεν, ἐχρῆν μᾶλλον σωμασκίας ἐπιμε‐ λεῖσθαι καὶ ὑγείας πρὸς τὸ μακρὰ βιῶναι, οὐ μόνον δὲ τούτου, ἀλλὰ καὶ πλούτου καὶ δόξης καὶ τῶν ἄλλων ἡδονῶν· εἰ δὲ ἀθάνατός ἐστι, τούτοις μὲν κατὰ πάροδον χρῆσθαι ὥσπερ πανδοχείῳ παριόντα, δύο δέ τινων ἐπι‐
20μελεῖσθαι, ἢ τοῦ ὁμοιωθῆναι θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις ἢ τοῦ δί‐ κας μὴ ὑποσχεῖν. ἐντεῦθεν διὰ τοῦ ὑποσχεῖν δίκας ἐμνημόνευσε τῶν καθ’ Ἅιδου δικαιωτηρίων ὥσπερ νέκυιάν τινα συγγραψάμενος. οὐ μόνον δὲ ταύτην συνεγράψατο, ἀλλὰ καὶ ἄλλας δύο, ὡς εἶναι πάσας τρεῖς [ἐν τῇ Πολιτείᾳ] διαφερούσας ἀλλήλων. ἡ μὲν γὰρ ἐν Γοργίᾳ γεγραμμένη περὶ
25τοῦ δικάζοντος καθ’ Ἅιδου τὰς ψυχὰς περιέχει· εἰσφέρει γὰρ ἐκεῖσε Ῥα‐ δάμανθυν, Αἰακόν τε καὶ Μίνωα δίκας εἰσπράττοντας τὰς καθ’ Ἅιδου ψυ‐ χάς, Ῥαδάμανθυν μὲν τοὺς ἀπὸ τῆς Ἀσίας, Αἰακὸν δὲ τοὺς ἀπὸ τῆς Εὐρώπης (Αἰγινήτης γὰρ ἦν, Αἴγινα δὲ τῆς Εὐρώπης), Μίνωα δὲ καὶ δι‐ καστὴν ἀδέκαστον κατατάττει, ὡς πρέπει νομοθέτῃ. ἐν δὲ τῷ Φαίδωνι
30γράφων νέκυιαν διαλέγεται περὶ τῶν δικαστικῶν τόπων καὶ παραδίδωσι τὸν Τάρταρον καὶ Πυριφλεγέθοντα, Κωκυτόν τε καὶ Ἀχέροντα, οἵτινες ἐξ αὐ‐ τῶν προέρχονται, ὡς εἶναι τὸν Τάρταρον οὐχ ὕδατος ὁλότητα, ἀλλὰ τῶν δικαστικῶν τόπων. ἡ δ’ ἐν τῇ Πολιτείᾳ νέκυια περιέχει περὶ τῶν δικα‐ ζομένων· εἰσάγει γὰρ ἐκεῖσε τὸν Ἔριδον πολλὰ ἁμαρτήσαντα καὶ ὑπὲρ
35τούτου εὐθύνας ἀπαιτούμενον. ἐπειδὴ οὖν ἐν τῷ Φαίδωνι παρατίθεταί τινας τόπους κολαστικοὺς πρὸς τὰς διαφορὰς τῶν ἁμαρτημάτων—τὰς μὲν γὰρ
ἀνίατα ἁμαρτανούσας ψυχὰς εἰς τὸν Τάρταρον κατατάττει, ἔνθα εἰσὶ καὶ144

145

ἀίδιοι αἱ κολάσεις, τὰς δὲ δυσίατα ἁμαρτανούσας, εἰ μὲν διὰ θυμόν, τουτ‐ έστιν ἐξ ἀνάγκης καὶ μὴ προβουλευσαμένας, εἰς τὸν Πυριφλεγέθοντα, τὰς δὲ μὴ διὰ θυμόν, ἀλλ’ ἐκ προβουλεύσεως ἁμαρτησάσας, ταύτας δ’ εἰς τὸν Κωκυτὸν ὡς ἂν ἐπιτατικωτέρας οὔσης ἐκεῖ τῆς κολάσεως. ἄμεινον γὰρ
5ἦν ***
6nΤὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον
7nπλῆθος ὕδατος οὐδαμοῦ φαίνεται.〉
8 Ἡ πρώτη ἀπορία ἐστὶν αὕτη ἡ λέγουσα· τί δήποτε μὴ φαίνεται πληθυνομένη ἡ θάλασσα καίτοι πάντων τῶν ποταμῶν εἰς αὐτὴν εἰσβαλλόντων;
10nΤὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος διαταθέν.
11 Ἐντεῦθεν ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι διὰ τὸ ἐκτετάσθαι περὶ τὸ πλάτος τῆς θαλάσσης τὸ ὕδωρ πολὺ ἀπ’ αὐτῆς διαφορεῖ αὐτὴν καθ’ ἡμέ‐ ραν ἄνωθεν μὲν ὑπὸ τοῦ ἡλίου ἐξατμιζομένην, κάτωθεν δ’ ὑπὸ τῆς γῆς ἀναπινομένην. διὰ οὖν τὴν πολλὴν αὐτῆς διαφόρησιν οὐχ ὁρᾶται πλή‐
15θουσα, εἰ καὶ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐμβάλλουσιν.
16nΤὸ δ’ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε ποταμῶν καὶ
17nθαλάττης ἀδύνατον.
18 Ἐντεῦθεν ἐπειδὴ ᾔσθετο τοῦ Πλάτωνος ἐναντιουμένου αὐτῷ τοῦ μὴ εἶναι τὴν θάλατταν ὁλότητα, ἀλλὰ τὸν Τάρταρον, πειρᾶται αὐτὸς ἀνατρέπειν
20αὐτόν, ἀλλὰ πρῶτον τὴν ἱστορίαν αὐτοῦ τοῦ Πλάτωνος παρατίθεται.
21nΛέγεται γάρ, ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται
22nὑπὸ γῆν.
23 Ἐντεῦθεν ἡ ἱστορία τοῦ Πλατωνικοῦ μύθου. φησὶ γάρ, ὅτι πάντα ἔχει πόρους τινὰς ὑπὸ γῆν τετρημένους, δι’ ὧν ἀφικνοῦνται εἰς τὸν Τάρ‐
25ταρον· ᾧ δῆλον, ὅτι πρὸς ὁλότητα χωροῦσιν.
26nἈρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τοῦ ὕδατος ὁ καλού‐
27nμενος Τάρταρος περὶ τὸ μέσον τῆς γῆς ὕδατός τι πλῆθος.
28Ὅρα, πῶς ὁ Πλάτων ὑποτίθεται περὶ τὸ μέσον τῆς γῆς, τουτέστι τὸ
κέντρον, εἰλεῖσθαι τὸν Τάρταρον.145

146

(1n)

Ἐξ οὗ τὰ ῥέοντα καὶ μὴ ῥέοντα ἀναδίδωσι πάντα.
2 Ἀπὸ γὰρ τοῦ Ταρτάρου, φησί, καὶ τὰ ῥέοντα ὕδατα, τουτέστιν αἱ πη‐ γαὶ καὶ οἱ ποταμοί, καὶ μὴ ῥέοντα, τουτέστιν ἡ θάλασσα, ἀναδίδονται καὶ πάλιν εἰς αὐτὸ χωροῦσιν ὥσπερ εἰς ὁλότητα. ἡμεῖς δὲ τοῦτο καὶ ἠθικῶς
5καὶ φυσικῶς ἀνεπτύξαμεν. ἠθικῶς μέν, ὅτι ὁ Τάρταρος τόπος ἐστὶ δικα‐ στικός, ἐξ οὗ εἰσιν ἅπαντες οἱ δικαστικοὶ τόποι, Κωκυτός, Ἀχέρων, Πυρι‐ φλεγέθων, εἰς οὓς ἐμβάλλονται αἱ ψυχαὶ κατὰ τὰς διαφορὰς τῶν ἁμαρτά‐ δων, αἱ μὲν ἀιδίως κολασθησόμεναι διὰ τὸ ἀνίατα ἡμαρτηκέναι ἐν τῷ Ταρτάρῳ. πλὴν εἰ καὶ λέγω ἀιδίως, μὴ δὴ νομίσῃς, ὅτι εἰς ἀπείρους αἰ‐
10ῶνας κολάζεται ἡ ψυχὴ ἐν τῷ Ταρτάρῳ (εὖ γε οὐ διὰ μῆνιν τοῦ θείου κο‐ λάζεται ἡ ψυχή, ἀλλ’ ἰατρείας χάριν), ἀλλ’ αἰωνίως φαμὲν κολάζεσθαι τὴν ψυχὴν αἰῶνα καλοῦντες τὸν αὐτῆς βίον καὶ τὴν μερικὴν αὐτῆς περί‐ οδον. τῷ γὰρ ὄντι τὰ μέγιστα πλημμελήσασαι ψυχαὶ οὐκ ἀρκοῦνται μιᾷ περιόδῳ καθαρθῆναι, ἀλλ’ εἰσὶν ἐν τῷ βίῳ διηνεκῶς ὥσπερ ἐν τῷ Ταρ‐
15τάρῳ, ἣν περίοδον αἰῶνα ἐκάλεσεν ὁ Πλάτων. χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι ἕτερόν ἐστιν αἰώνιον καὶ ἕτερον τὸ ἀίδιον. τὸ γὰρ αἰώνιόν ἐστι τὸ ὅλον, ὡς ὅλον νῦν τὸ ἐστερημένον παρεληλυθότος χρόνου καὶ μέλλοντος, ὅλον δ’ ἐν τῷ καθεστῶτι νῦν ὑπάρχον· ἀίδιον δ’ ἐστίν, ὃ καὶ αὐτὸ μὲν ἀεὶ ὑπάρχει, ἐν δὲ τοῖς τρισὶ χρόνοις θεωρούμενον. ὅθεν αἰ‐
20ώνιον μὲν λέγομεν τὸν θεὸν διὰ τὸ μὴ ἐν χρόνῳ τὸ εἶναι ἔχειν, ἀλλὰ πάντα χρόνον καὶ ἐνεστῶτα καὶ παρῳχηκότα καὶ μέλλοντα ὡς νῦν ἔχειν αὐτόν (αὕτη γὰρ ἡ φύσις τοῦ αἰωνίου)· ἀίδιον δ’ οὐ λέγομεν, ἐπειδὴ οὔτ’ ἐν χρόνῳ ἔχει τὸ εἶναι. ἀλλ’ εἰ ἄρα, τὴν ὕλην ἀίδιον ῥητέον ὡς ἐν χρόνῳ εἰδοποιουμένην καὶ πάλιν ἄλλα εἴδη προσλαμβάνουσαν τῶν πρώτων
25φθαρέντων. ὅθεν οὐ μόνον ἠθικῶς τὸν Τάρταρον ἐξηγησάμεθα, ἀλλὰ καὶ φυσικῶς φήσαντες, ὅτι Τάρταρός ἐστιν ὕλη διὰ τὴν ἐνοῦσαν αὐτῷ ταραχὴν καὶ στάσιν τῶν ἐναντίων.
28nΤὴν δ’ ἐπίρρυσιν ποιεῖν ἐφ’ ἑκάστῳ τοῦ ῥεύματος διὰ
29nτὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν.
30 Τί φησιν; ὅτι ὁ Τάρταρος στάσιν μὴ ἔχων, ἀλλὰ σαλευόμενος ἀπὸ τόπου ἐπὶ τόπον πέριξ τοῦ κέντρου ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ πάντων τῶν ὑπὲρ γῆν ὑδάτων. ὅθεν πολλάκις 〈ἐν〉 ἑνὶ μέρει γενόμενος τοῦ κέντρου ἢ ἐκ τοῦ διαμέτρου τις ποταμὸς εἰς αὐτὸν παρῆλθεν, ἵνα ἔλθῃ πρὸς τὸν Τάρταρον· ὅθεν καὶ ἄνω καὶ κάτω ἀφικνεῖσθαι τὸ πρὸς αὐτὸν
35ἐρχόμενον ὕδωρ εἶπεν ὁ Ἀριστοτέλης, κάτω μὲν μέχρι τοῦ κέντρου, ἄνω
δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν Τάρταρον, ὅπερ ἐστὶν ἄτοπον.146

147

(1n)

Οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλ’ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι.
2 Ἰδοὺ ἐνταῦθα σαφῶς ὑποτίθεται ὁ Πλάτων [τὸν Τάρταρον] μὴ συν‐ εχῆ εἶναι τὴν κυρτότητα τοῦ Ταρτάρου τῇ κοιλότητι τῆς γῆς, ἀλλ’ εἶναι μὲν ἀνερμάτιστον διὰ τὸ μὴ ἐρείδειν ἐν τῇ γῇ, ἔχειν δὲ βάσιν τὸ
5κέντρον.
6nΚινούμενον δὲ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς
7nῥεύμασιν.
8 Οὕτω καὶ πρῶτον εἴρηται, ὅτι τῇδε κἀκεῖσε κυκώμενος ὁ Τάρταρος ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ τῆς θαλάσσης· ἀλλὰ ταῦτα μὲν ἠθι‐
10κῶς ἐκληπτέον, ἔστω δὲ παράδειγμα τὸ λεγόμενον τοιοῦτον.
11nΠάντα μὲν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἤρξατο
12nῥεῖν.
13 Τί φησιν; ὅτι τῶν ποταμῶν τῶν ἀπὸ τοῦ Ταρτάρου προϊόντων ὑπὲρ γῆς † τὸ πᾶν πολλαχόθι τῆς γῆς πάλιν εἶθ’ οὕτως τοὔμπαλιν εἰς τὸν Τάρ‐
15ταρον χωροῦσιν, ὅθεν αὐτοῖς καὶ ἡ ἀρχὴ τῆς ῥύσεως δέδοται.
16nΠολλὰ μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καταντικρὺς
17nτίθησι τῆς ἐκροῆς, οἷον εἰ ῥεῖν ἤρξατο κάτωθεν, ἄνωθεν εἰσ‐
18nβάλλουσιν.
19Οὗτοι, φησίν, οἱ ποταμοὶ ἀπὸ τοῦ Ταρτάρου ἐκδιδόμενοι, οἱ μὲν αὐ‐
20τῶν ἐπὶ βραχὺ μόνον προϊόντες πάλιν ὑπονοστοῦσιν εἰς αὐτὸν διὰ τοῦ αὐτοῦ τό‐ που, ὅθεν καὶ προῆλθον· οἱ δ’ ἐπὶ μήκιστον προϊόντες οὐκέτι διὰ τοῦ αὐ‐ τοῦ τόπου ὑπονοστοῦσιν, ὅθεν καὶ προῆλθον, ἀλλὰ πάλιν ποιήσαντες περί‐ οδον κατὰ τὸ διάμετρον τῆς προελεύσεως αὐτῶν εἰσβάλλουσιν εἰς τὸν Τάρ‐ ταρον. † ἐπεὶ δὲ τοῦτο ἠθικῶς καὶ φυσικῶς· ἠθικῶς μέν, ὅτι διὰ μὲν
25τοῦ ἐπ’ ὀλίγον προϊόντος [τοῦ] ποταμοῦ καὶ παλινδρομοῦντος διὰ τῆς αὐτῆς πορείας αἰνίττεται τὰς ψυχάς, αἵτινες δυσίατα ἁμαρτήσασαι ἢ καὶ ἀνίατα οὐδ’ ἐπ’ ὀλίγον ἀναχωροῦσι τῆς γενέσεως, τουτέστι τοῦ Ταρτάρου, ἥτις γέ‐
νεσις ἀντὶ κολάσεως αὐταῖς δέδοται, ἵνα καθαρθῶσιν. ἀλλ’ εἰ καὶ δόξουσι147

148

ἀναχωρεῖν διὰ τῆς σώματος λύσεως, πάλιν διὰ τοῦ αὐτοῦ ἀνθυποστρέφουσιν εἰς τὴν γένεσιν ἐν σώματι οὖσαι. αἱ δὲ εὐίατα ἁμαρτήσασαι ψυχαί, αἷς οὐ πάνυ προσφιλής ἐστιν ὁ Τάρταρος, τουτέστιν ἡ γένεσις, μετὰ τὸ αὐτὰς προελθεῖν οὐκ εὐθέως εἰς αὐτὸν ἐπείγονται, ἀλλὰ χρόνους τινὰς μακροὺς
5καὶ βίους ἐκτὸς μείνασαι τῆς γενέσεως, κατά τινα πάλιν περίοδον ἔρχονται ἐν τῇ γενέσει χάριν τοῦ τὰ προημαρτημένα καθαρθῆναι. οὕτω μὲν οὖν ἠθικῶς. φυσικῶς δ’ οὕτως· ἰστέον δ’ ὅτι τοῦ φυσικοῦ ἡ φθορὰ γίνεται ἢ διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῷ φθειρομένῳ, ὥσπερ λυχνιαίας φλογός (αὕτη γὰρ διὰ τὴν ἔλλειψιν τῆς τροφῆς ἐξασθενήσασα σβέννυται) ἢ διὰ τὴν
10τοῦ ἐναντίου ἐπικράτειαν. ἐνταῦθα οὖν διὰ μὲν τῶν ποταμῶν τῶν εὐθὺς παλινδρομούντων ἐσήμανε τὴν ἀφ’ ἑαυτοῦ φθορὰν τοῦ φυσικοῦ, διὰ δὲ τοῦ ἐναντίου εἰσβάλλοντος εἰς τὸν Τάρταρον ποταμοῦ ἐδήλωσε τὴν ἐκ τῶν ἐν‐ αντίων φθοράν.
14nΤοὺς δὲ χυμοὺς καὶ χροιὰς ἴσχειν τὸ ὕδωρ δι’ οἵας
15nἂν τύχωσι ῥέοντα τῆς γῆς.
16 Ὥς τινος ἀπορήσαντος ‘ὅπως φῄς, ὦ Πλάτων, πάντα ταῦτα τὰ ὕδατα ῥεῖν ἐκ τοῦ Ταρτάρου, ὁπότε τὰ μὲν αὐτῶν ἐστιν ἁλμυρά, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ πότιμα; ἐχρῆν γὰρ πᾶν ὕδωρ ὁμοιομερὲς εἶναι, εἴπερ ἀφ’ ἑνὸς ῥέουσι τόπου‘ αὐτὸς ἐπήγαγεν, ὅτι πᾶν μὲν ὕδωρ
20ἐκ τοῦ Ταρτάρου προϊὸν ὁμοιομερὲς ὑπάρχει, ἀλλὰ λοιπὸν πρὸς τὴν κρᾶσιν τῆς ὑποκειμένης γῆς μεταβάλλοντες ἐκρέουσι. σὺ δὲ πάλιν γνῶθι τὰς ψυχάς, αἵτινες πρὸς τὴν ὑποκειμένην κρᾶσιν τοῦ σώματος μεταβάλλονται, ἐπὰν μὴ ἔχωσι τὸν ἡνιοχοῦντα λόγον· λόγου γὰρ ὄντος οὐχ ὑπείκει ἡ ψυχὴ τῇ τοῦ σώματος κράσει.
25nΣυμβαίνει δὲ τοὺς ποταμοὺς οὐκ ἐν αὐτῷ ἀεὶ ῥεῖν.
26 Μέχρι τοῦ ἐνταῦθα ὁ Πλατωνικὸς παρέδραμε μῦθος. λοιπὸν τοῦτο πρῶτον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ὁ Τάρταρος ὁλότης τοῦ ὕδατος, ἐπεὶ τὴν ἐναντίαν κίνησιν κινηθήσεται πᾶν ὕδωρ εἰς αὐτὸν ἐρχόμενον, ὅπερ ἄτοπον.
29nἜτι γινόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν
30nἔσται.
31Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐχ ὅσον εἰσρεῖ εἰς τὸν Τάρ‐
ταρον, ἀεὶ τοσοῦτον καὶ ἐκρεῖ. εἰ γὰρ τοῦτο ἦν, καὶ θέρους καὶ χειμῶνος148

149

τὸ ἀναγόμενον ὕδωρ ἔδει πάλιν ὁμοίως καταφέρεσθαι καὶ πάλιν ὁμοίως ἀνάγεσθαι καὶ οὐ ποτὲ μὲν πολὺ ἀνάγεσθαι, ἐλάχιστον δὲ κατάγεσθαι, ὥσπερ ἐν τῷ θέρει, οὔτε τὸ ἐναντίον, ὥσπερ ἐν τῷ χειμῶνι.
4nΚαίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς
5nτὴν θάλασσαν.
6 Τὸ τρίτον ἐπιχείρημα· οὐδεὶς πώποτε ἐθεάσατο χαούμενον ποταμὸν εἰς τὸν Τάρταρον (ἀλλὰ κἂν ἀναποθῇ, πάλιν ἀναφαίνεται), πάντας δὲ εἰς τὴν θάλατταν χωροῦντας ἢ ἄντικρυς ἢ διὰ μέσου ποταμῶν μεγάλων, ὡς ῥεῖν ἢ ἐκ μιᾶς γῆς ἢ ἐκ δύο, ἐξ ὧν ὑπάρχουσιν οἱ συμμιγέντες. ὅθεν ὁ
10Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοί εἰσι διὰ τὸ ἄλλους ποταμοὺς συμμίγνυσθαι αὐτοῖς καὶ ῥεῖν εἰς τὴν θάλασσαν, οὐκ εἰς τὸν Τάρταρον· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος.
13nἌλλως τε καὶ θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης.
14Προσυπάκουσον σύ· ‘ἔδει αὐτήν ποτε ἀναπίνεσθαι τῆς οἰκείας ὁλότητος
15ἐφιεμένην‘, καὶ ποιεῖς τὸ τέταρτον ἐπιχείρημα.
16nὍτι μὲν οὖν ὕδατος τόπος ἐστὶ καὶ οὐ θαλάττης.
17 Ἐλέγξας τὸ εἶναι τὸν Τάρταρον ὁλότητα κατασκευάζει τὴν θάλασσαν εἶναι ὁλότητα διὰ τοῦ πρώην εἰρημένου, ὅτι ὁ ὑποκείμενος αὐτῇ τόπος παντὸς ὕδατος ἁπλῶς ἐστι δεκτικός, οὐ θαλάττης μόνης.
20nΠερὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον
21nἀεί ἐστιν αὐτὴ ἢ οὔτε ἦν οὔτ’ ἔσται.
22 Τοῦτο ἕπεται πρὸς Δημόκριτον φθαρτὴν ὑποτιθέμενον τὴν θάλατταν. τοῦτο γὰρ σημαίνει ἢ οὔτε ἦν οὔτ’ ἔσται, τουτέστιν ‘ἀλλὰ φθαρήσεται‘.
24nΤὸ δὲ νομίζειν ἔλαττον γίνεσθαι τὸ πλῆθος.
25 Τὴν ἀπάτην τὴν Δημοκρίτου λέγει, ὅτι θεωρῶν κατά τινα μέρη αὐ‐ τῆς ἠπειρουμένην ἔδοξέ ποτε καὶ πᾶσαν αὐτὴν ξηραίνεσθαι.
27nΤοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧττον.
28Καλῶς εἶπεν, ὅτι τοῖς φιλοσόφοις ἀρκεῖ τὸ ἧττον θυμοῦσθαι, οὐ τὸ μηδ’149

150

ὅλως θυμοῦσθαι· τῷ μὲν γὰρ θείῳ πρέπει ἡ ἀπάθεια, τοῖς δὲ φιλοσόφοις ἀρκετὴ καὶ ἡ μετριοπάθεια.
3nΕἴτε διὰ βάρος ... εἴτε δι’ ἄλλο τι.
4Ἄλλο τι εἶπε διὰ τὸ ἀπειροδύναμον. καὶ ἔχεις τὸ πρῶτον ἐπιχεί‐
5ρημα, ὅτι δι’ ἃς αἰτίας μέχρι νῦν μεμένηκε, διὰ τὰς αὐτὰς αἰτίας καὶ μενεῖ.
7nἪ γὰρ λεκτέον αὐτοῖς, ὅτι οὐδὲ τὸ ἀνενεχθὲν ὕδωρ.
8 Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐ φθαρήσεται τοῦ ἀνιόντος ἀπ’ αὐτῆς ὕδατος πάλιν ἀντικαταρρέοντος εἰς αὐτήν.
10nΕἰ μὲν οὖν τὸν ἥλιον παύσει τις τῆς φορᾶς.
11 Τὸ τρίτον ἐπιχείρημα, ὅτι εἴτε φθαρτὸς ὁ ἥλιος εἴτε ἄφθαρτος, κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· ἀπὸ γὰρ ὑγροῦ ξηρὸν καὶ ἀπὸ ξηροῦ ὑγρόν, ὡς ἀπὸ σπέρματος σπέρμα.
14tΠρᾶξις κβ.
15nΠερὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ
16nὅλως αὐτὴν γεννῶσιν ἀδύνατον ἁλμυρὰν ποιεῖν.
17 Διδάξας ἡμᾶς ὁ φιλόσοφος, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, συνηγορικῶς τε καὶ ἀντιλογικῶς (συνηγορικῶς μὲν διὰ τῶν τεσσάρων ἐκείνων ἐπιχειρημάτων, ἑνὸς μὲν τοῦ λέγοντος, ὅτι ἀποκληρωτικὸς ἔσται
20ὁ λόγος τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας τὸ ὕδωρ μὴ ἔχειν, ἑτέρου δὲ τοῦ λέγοντος, ὅτι οἱ ποταμοὶ σπεύδουσιν εἰς τὴν θάλατταν ἐφιέμενοι ταύ‐ της ὡς οἰκείας ὁλότητος, ἄλλου δὲ τοῦ λέγοντος, ὅτι ὁ ὑποκείμενος τῇ θαλάσσῃ τόπος δεκτικός ἐστι παντὸς ὕδατος, καὶ τέταρτον, ὅτι τὸν πάντων κοιλότατον ἐπέχει τόπον· ἀντιλογικῶς δὲ διὰ τοῦ δεῖξαι τὸν Τάρταρον μὴ
25ὄντα ὁλότητα ὕδατος καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι) νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα τὸ λέγον, τίς ἡ αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, διελέγχει τῶν φυσικῶν φιλοσόφων τὰς περὶ τῆς ἁλμυρότητος δόξας τέσσαρας οὔσας. οἱ μὲν γὰρ ἔλεγον, ὅτι ἁλμυρὰ
30γίνεται ἡ θάλασσα, ἐπειδὴ τὸ ἐν αὐτῇ λεπτομερὲς καὶ πότιμον ἐξατμίζεται
ὑπὸ τοῦ ἡλίου, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν. ἄλλοι δὲ ἔλεγον, ὅτι τοι‐150

151

αύτη ὑπάρχει φύσει οὖσα θάλασσα ἁλμυρά· ἄλλοι δέ, ὅτι εἰσβάλλοντες ἐν αὐτῇ ποταμοὶ ἐπισύρουσιν μεθ’ ἑαυτῶν γῆν ἁλμυράν, ἥτις μιγνυμένη τῇ θαλάττῃ μεταβάλλει τὸ ἐν αὐτῇ πότιμον εἰς ἁλμυρόν. ἄλλοι δ’ ἔλεγον, ὧν εἷς ὑπῆρχεν Ἡράκλειτος, ὅτι ἱδρὼς ὑπάρχει τῆς γῆς ἡ θάλασσα καὶ
5ὥσπερ ὁ τῶν ζῴων ἱδρὼς περίττωμα ὑπάρχων τοῦ σώματος ἁλμυρός ἐστιν, οὕτω καὶ ὁ τῆς γῆς ἱδρὼς περίττωμα ταύτης ὑπάρχων ἁλμυρὸς ὑπάρχει. καὶ οὕτως ἐστὶν ἡ θάλασσα ἁλμυρά. ταύτας δὲ τὰς δόξας ἐπαναλαμβάνει νῦν Ἀριστοτέλης καὶ ἤδη ταύτας προαγαγών, ἵνα διελέγξῃ αὐτάς· ἀνωτέρω γὰρ μόνον τὰς δόξας παρήγαγεν, οὐ μὴν καὶ τὸν ἔλεγχον αὐτῶν, ἡμεῖς δ’
10ἔξωθεν καὶ τοὺς ἐλέγχους τινῶν αὐτῶν εἰρήκαμεν. νῦν δὲ μέλλων αὐτὰς διελέγχειν ἐπανέλαβε τὰς δόξας, εἶθ’ οὕτως ἐπάγει τοὺς ἐλέγχους καὶ ἐλέγ‐ χει τὴν πρώτην αὐτῶν λόγῳ κεχρημένος τοιούτῳ· εἰ, ὡς ὑμεῖς φατε, διὰ τὴν ἐξάτμισιν τοῦ ἡλίου γέγονεν ἁλμυρὰ ἡ θάλασσα, ἔδει θέρους μὲν εἶναι ἁλμυράν, χειμῶνος δὲ γλυκεῖαν, ἐπειδὴ θέρους μὲν γίνεται ἡ ἐξ‐
15άτμισις, χειμῶνος δὲ ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν καὶ μίγνυται τῇ θαλάσσῃ γλυκὺ ὄν. οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ποταμοὶ γλυκεῖς ὄντες μίγνυνται αὐτῇ. οὐκ ἔδει οὖν αὐτὴν εἶναι ἁλμυρὰν ἀεί, ἀλλὰ θέρους μόνον. καὶ ταῦτα μὲν ἡ λέξις. σὺ δ’ εἰπὲ καὶ ἔξωθεν ἄλλην αἰτίαν, ὅτι καὶ τοὺς ποταμοὺς ἔδει ἁλμυροὺς εἶναι, ἐπειδήπερ καὶ ἐξ αὐτῶν γίνεται ἡ ἐξάτμισις. δευτέραν
20δόξαν ἐλέγχει τὴν λέγουσαν, ὅτι φύσει τοιαύτη ἐστὶν ἡ θάλασσα, λέγων, ὅτι αὐτονομία ἐστὶ τὸ τοῦτο λέγειν, οὐκ ἀπόδειξις· ἄλλως τε εἰ ἐξ ἀρχῆς οὕτως ἦν φύσει ἁλμυρὰ ἡ θάλασσα, τί τὸ αἴτιον, ὥστε πρῶτον μὲν ἁλμυ‐ ρὸν ἀνάγεσθαι τὸ ἐξατμιζόμενον ὑπὸ τοῦ ἡλίου ἀπ’ αὐτῆς, νῦν δὲ γλυκὺ εἶναι τὸ ἀναγόμενον; πρὸς δὲ τὴν τρίτην τὴν λέγουσαν, ὅτι ἰλὺς ἐκ τῶν
25ποταμῶν μίγνυται τῇ θαλάττῃ ἐκ διαφόρων τόπων ἁλμυρῶν καὶ ποιεῖ αὐ‐ τὴν ἁλμυράν, φησίν· ὅτι δεῖ οὖν καὶ αὐτοὺς τοὺς ποταμοὺς ἁλμυροὺς εἶναι, εἴ γε πρῶτον αὐτοῖς ἐγκαταμίγνυται ἡ ἁλμυρὰ ἰλύς. ἄλλως τε μᾶλλον ἐπι‐ τήδειόν ἐστι τὸ ὀλίγον ὕδωρ πρὸς τὸ ἐκ τῆς ἰλύος ποιωθῆναι ἤπερ τὸ πολύ· ὀλίγον δὲ τὸ τῶν ποταμῶν ὕδωρ πρὸς τὸ τῆς θαλάττης. ὑπαντᾷ
30δὲ καὶ πρὸς τὴν τετάρτην ὑπόθεσιν τὴν Ἡρακλείτειον ὁ φιλόσοφος τὴν λέ‐ γουσαν, ὅτι ἱδρώς ἐστι τῆς γῆς ἡ θάλασσα, τὸν τρόπον τοῦτον· ἐπειδὴ γάρ, φησίν, ὁ ἱδρὼς ἐν τοῖς ζῴοις γινόμενος ἢ καὶ ἁπλῶς εἰπεῖν ἅπαν περίττωμα ἁλμυρὸν γίνεται διὰ δύο αἰτίας, ἢ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας, ὥσπερ ἐν τῇ δευτέρᾳ πέψει (λέγω δὴ τοῦ ἥπατος· καὶ γὰρ
35τῷ οὔρῳ συνεμπίπτει τις ἄπεπτος οὐσία, ἥτις ἐν τοῖς ὑελίνοις ἀγγείοις ἐμφαίνεται ὑφισταμένη. αὕτη γὰρ ποιεῖ τὸ πᾶν οὖρον ἁλμυρὸν διὰ τὸ εἶναι αὐτὴν ἄπεπτον· δραπετεύουσα γὰρ τὸ θερμὸν συμμίγνυται τῷ οὔρῳ) ἢ διὰ τὸ ἐξατμισθῆναι τὸ λεπτομερὲς ἀπὸ τῆς ὑποκειμένης ὑγρότητος καὶ μεῖναι τὸ παχὺ καὶ γεῶδες ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως περιττώματα, λέγω
40δὴ ἱδρώτων (ἐν αὐτοῖς γὰρ τὸ μὲν ἀερῶδες ἐξατμίζεται καὶ χωρεῖ εἰς τὰ151

152

μόρια τρέφον αὐτά, τὸ δὲ παχυμερὲς ἁλμυρὸν ὂν ποιεῖ τοὺς ἱδρῶτας), ζη‐ τήσωμεν κἀνταῦθα τὴν αἰτίαν τῆς ἁλμυρότητος. μιγνύμενοι *** ἐν τοῖς περιττώμασι τῆς γῆς, τουτέστιν ἐν τοῖς ἱδρῶσι, γίνονται ἁλμυροί, ἢ ἐξ‐ ατμιζομένου ἀπ’ αὐτοῦ τοῦ λεπτομεροῦς ὑπομένει τὸ παχὺ καὶ ἁλμυρόν,
5ὡς ἐπὶ τῆς τρίτης πέψεως ἐλέγομεν. ἐνταῦθα δὲ τὰς ἄλλας δύο δόξας ἐμ‐ περιειλήφαμεν, διὰ μὲν τοῦ ἐξατμίζεσθαι τὸ περιττὸν τῆς γῆς τὴν λέγουσαν, ὅτι ἐξατμίσει τοῦ ἡλίου γίνεται ἁλμυρὰ ἡ θάλασσα· διὰ δὲ τοῦ παρεμ‐ πίπτειν οὐσίαν τινὰ ἄπεπτον τὴν λέγουσαν, ὅτι ἐπισυρόμενοι ἰλὺν ἁλμυρὰν οἱ ποταμοὶ ἁλμυροῦσι τὴν θάλασσαν. ζητητέον οὖν, κατὰ ποῖον τρόπον γί‐
10νεται ἁλμυρὰ διὰ τὸ περίττωμα τῆς γῆς. ἆρα κατὰ τὸ δεύτερον, τουτέστι διὰ τὴν ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὡς ἐπὶ τῆς τρίτης πέψεως; ἀλλ’ ἔδει χειμῶνος γλυκεῖαν γίνεσθαι τὴν θάλασσαν ὡς ἀντικαταπεμπομένου πάλιν γλυκέος ὕδατος [οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ μίγνυσθαί τινα ἄπεπτον οὐσίαν]· ἀλλ’ ἆρα κατὰ τὸ πρῶτον, τουτέστιν διὰ παρέμπτωσιν
15ἀπέπτου τινὸς οὐσίας, ὡς ἐπὶ τῆς δευτέρας πέψεως τοῦ σώματος; ζητή‐ σωμεν οὖν, τί τὸ παρεμπεσόν, τουτέστι τίς ὑπάρχει ἡ ἄπεπτος γῆ ἡ παρ‐ εμπίπτουσα, ἥτις ἁλμυροῖ τὴν θάλασσαν. ἡ γῆ μὲν οὐκ ἔστι δηλονότι ἄπεπτος, ἀλλ’ ἡ καπνώδης ἀναθυμίασις· αὕτη γὰρ ἀναλογεῖ τῇ ἀπέπτῳ γῇ ὡς λεπτοτάτη οὖσα. πρέπει γὰρ τοῖς ἀπέπτοις ἡ λεπτομέρεια τῆς οὐσίας·
20ὁρῶμεν γάρ, ὅτι τὰ πεττόμενα συνεστραμμένα τυγχάνουσι μετρίως, ἡ δὲ καπνώδης ἀναθυμίασις λεπτοτάτη ἐστίν. ἀλλ’ εἴποις ἄν, ὅσον κατὰ τοῦτον τὸν λόγον ἴσως ἔδει τὴν θάλατταν κουφότατον ἔχειν ὕδωρ, ἐπειδὴ μίγνυται αὐτῇ λεπτομερὴς οὐσία, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. ῥητέον οὖν, ὅτι ὅσον μὲν κατὰ τὴν καπνώδη ἀναθυμίασιν ἔδει κουφότατον εἶναι αὐτῆς
25τὸ ὕδωρ· ἀλλ’ οὐ μόνον αὐτῇ μίγνυται αὕτη, ἀλλὰ καὶ τὸ λεπτομερὲς αὐ‐ τῆς ἐξατμίζεται. διὰ μὲν οὖν τὸ ἐξατμίζεσθαι καὶ ποιεῖν τὸ παχυμερὲς ὕδωρ βαρὺ τὸ θαλάττιόν ἐστιν ὕδωρ, διὰ δὲ τὸ ἐπιμίγνυσθαι τὴν καπνώδη ἀναθυμίασιν ἁλμυρόν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. ὁρῶμεν γὰρ ἐν ἄλλοις ὕδασιν ἐπιμιγνυμένην τὴν καπνώδη ἀναθυμίασιν, καὶ ὅμως οὐκ ἔστι παχέα
30καὶ βάρος ἔχοντα διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερές, οἷον ὡς ἐπὶ τοῦ θερινοῦ ὄμβρου σπανίως γινομένου καὶ τοῦ ἐν τῇ Θηβαΐδι γενο‐ μένου ὑετοῦ· ἁλμυροὶ γάρ εἰσιν οὗτοι διὰ τὸ ἀναμίγνυσθαι αὐτοῖς ἐν τῷ ἀπογείῳ ἀέρι τὴν καπνώδη ἀναθυμίασιν, οὐ βαρεῖς δ’ ὥσπερ τὸ θαλάττιον ὕδωρ διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερέστατον. ἰστέον γάρ, ὅτι
35ὥσπερ ἡ ἀτμὶς κάτωθεν οὖσα ἐποίει τὴν δρόσον, ἐν δὲ τῷ ἀπογείῳ ἀνερ‐ χομένη ποιεῖ τὸν ὑετὸν καὶ τὰ ἄλλα, οὕτω καὶ ἡ καπνώδης ἀναθυμίασις περίγειος μὲν οὖσα ἁλμυροῖ τὴν θάλατταν μιγνυμένη αὐτῇ, ὅτε καὶ αἰθα‐ λώδης ἐστὶ καὶ γεώδης· ἀπόγειος δὲ γινομένη ἁλμυροῖ τὸν ὑετὸν ἐν τῷ
θέρει καὶ ὅτε ἀπόγειος μάλιστα γίνεται· σπανίως δὲ καὶ νέφη συνέστη ἐν152

153

τῷ ἀέρι ὕειν μέλλοντα. ἀλλ’ εἰ καὶ λέγω, ὅτι μίγνυται τῇ θαλάττῃ καὶ ἡ καπνώδης ἀναθυμίασις, μὴ νομίσῃς, ὅτι κατὰ κρᾶσιν μίγνυται· οὐ γὰρ κατὰ κρᾶσιν, ἀλλὰ κατὰ παράθεσιν. καὶ τοῦτο δῆλον, ἐπειδὴ ἔστιν ὅτε χωρίζεται αὐτῆς ἡ ἁλμυρότης καὶ γίνεται γλυκὺ τὸ ὕδωρ, ὥσπερ ἐπὶ τῶν
5λάκκων πλησίον ὄντων τῆς ὄχθης τοῦ θαλαττίου ὕδατος· διηθούμενον γὰρ ἐκεῖσε τὸ ὕδωρ καταλιμπάνει τὴν καπνώδη ἀναθυμίασιν καὶ γίνεται γλυκύ. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος πρόγονος ὁ μέγας φιλόσοφος, ὅτι μήποτε καὶ ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ αἴτιόν ἐστι τῆς ἁλμυρότητος αὐτῆς ἁλμυρὰ οὖσα. καὶ ἔλυσε τοῦτο λέγων, ὅτι εἰ τοῦτο ἦν, ἔδει καὶ τὴν παρακειμένην
10γῆν τῇ θαλάττῃ ἁλμυρὰν εἶναι· ὁρῶμεν δ’, ὅτι κάρπιμός ἐστιν. οὐκ ἄρα τὴν γῆν αἰτιατέον τῆς ἁλμυρότητος, ἀλλὰ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἐπειδὴ περὶ τῆς ἁλμυρότητος τῆς θαλάττης ἱκανῶς διειλέχθη ὁ φιλόσοφος, εἴτε γενητή ἐστιν εἴτε ἀγένητος, καὶ δείξας, ὅτι γενητή, τελευταῖον ζητεῖ καὶ περὶ αὐτῆς τῆς οὐσίας αὐτῆς ὡς ὕδατος, εἴτε γενητή ἐστιν εἴτε ἀγέ‐
15νητος. καί φησιν, ὅτι κατὰ μὲν τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην, κατὰ δὲ τὸν ἀριθμὸν γενητὴ καὶ φθαρτή. ὅλη γὰρ ὡς ὅλη οὐδέποτε ἐκλείψει, ἀλλ’ ἀίδιός ἐστι, κατὰ δὲ τὰ μέρη ἐκ‐ λιμπάνει. ὅπου γὰρ νῦν θάλασσα ἐπὶ μέρους, ἐκεῖ ἤπειρος γενήσεται, καὶ ὅπου ἤπειρος ἐπὶ μέρους, ἐκεῖ θάλασσα ἔσται. ὥστε κατὰ τὴν ὁλότητα
20ἀίδιός ἐστι ἡ θάλασσα, κατὰ δὲ τὰ μέρη φθαρτή, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
22nΠερὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ
23nὅλως αὐτὴν γεννῶσιν ἀδύνατον εἶναι ἁλμυρὰν ποεῖν.
24Ἐπειδή, φησίν, ἔγνωμεν, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος,
25τοῦτο δὲ ἔγνωμεν ἐκ τοῦ ὁλότητα αὐτὴν εἶναι (ἡ γὰρ ὁλότης ἁπλῆ ἐστιν), ἔλθωμεν καὶ ἐπὶ τὸ δεύτερον πρόβλημα, τουτέστι τίς ἡ αἰτία τῆς ἁλμυρό‐ τητος αὐτῆς. ἀλλὰ χρὴ τοῦτο πρῶτον εἰδέναι, ὅτι οἱ μὲν ἐξ ἀρχῆς ἅμα τῷ θάλασσαν εἶναι λέγουσι συνεῖναι καὶ τὴν ἁλμυρότητα, οἱ δ’ ὕστερον ἐπιγεγενῆσθαι αὐτήν. καὶ τούτων τὰς ἱστορίας εἰρήκαμεν, ἀλλὰ τούτων οἱ
30μὲν ἔλεγον καὶ τὴν θάλασσαν αὐτὴν κατ’ οὐσίαν εἶναι γενητὴν ἅμα τῇ ἁλμυρότητι, οἵτινες ἔλεγον αὐτὴν εἶναι δὶς γενητήν, κατ’ οὐσίαν τε καὶ ἁλμυρότητα· οἱ δὲ ἅπαξ γενητήν, τουτέστι κατὰ μὲν τὴν οὐσίαν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν. τί οὖν φησιν ὁ φιλόσοφος; ὅτι τοῖς ἅπαξ γεννήσασι τὴν θάλατταν, τουτέστι τοῖς κατ’ οὐσίαν μόνον αὐτὴν λέ‐
35γουσιν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν, συμβαίνει τούτοις μὴ δύνασθαι λέγειν ἐξ ἀρχῆς συνεῖναι αὐτῇ τὴν ἁλμυρότητα, ἀλλ’ ὕστερον ἐπιγεγονέναι. εἶτα τοῦτο εἰπὼν ὕστερον ἐπιφέρει καὶ τὰς ἱστορίας τῶν πα‐ λαιῶν, πῶς ἐδόξαζον αὐτὴν ὕστερον γενέσθαι ἁλμυρὰν ἄλλος ἄλλως, καὶ
ἑκάστην τούτων ἀνατρέπει.153

154

(1n)

Εἰ γὰρ παντὸς τοῦ ὑγροῦ περὶ τὴν γῆν ὄντος καὶ ἀν‐
2nαχθέντος ὑπὸ τοῦ ἡλίου, τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα.
3Ἐντεῦθεν ἡ πρώτη ἱστορία ἡ λέγουσα αἴτιον εἶναι τὴν ἐξάτμισιν.
4nΕἴτ’ ἐνυπῆρχε τοσοῦτος χυμὸς ἐν τῷ πολλῷ ὕδατι καὶ
5nγλυκε.
6 Ἡ δευτέρα νῦν ἱστορία ἡ λέγουσα· ἐξ ἀρχῆς ἡ θάλασσα τοιαύτη ἦν φύσει ἁλμυρὰ διά τινα αἰτίαν, τουτέστι διὰ παρέμπτωσιν ἀπέπτου οὐσίας.
9nΟὐδὲν ἧττον ἐλθόντος πάλιν τοῦ διατμισθέντος ὕδατος.
10 Ἔλεγχος τῆς πρώτης ἱστορίας. εἰ γὰρ διὰ τὴν ἐξάτμισιν γέγονεν ἁλ‐ μυρά, ἐπειδὴ πάλιν ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ ὄν, ἔδει γλυκεῖαν ποιεῖν τὴν θάλατταν.
13nΜήτε πρῶτον μήτε ὕστερον αὐτὴν ἁλμυρὰν εἶναι.
14Τουτέστι μήτε πρὸ τοῦ ἐξατμισθῆναι μήτε μετὰ τὸ καταχθῆναι τὸ
15ἐξατμισθέν.
16nΕἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν, λεκτέον τίς ἡ αἰτία.
17 Τὴν δευτέραν ἐλέγχει ὑπόθεσιν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν, φησίν, ἁλ‐ μυρὰ ἡ θάλασσα ἅμα τῷ εἶναι θάλασσα, ῥητέον τὴν αἰτίαν τῆς ἐξ ἀρχῆς ἁλμυρότητος.
20nἈλλὰ μὴν καὶ ὅσοι τὴν γῆν αἰτιῶνται τῆς ἁλμυρότητος
21nἐμμιγνυμένης.
22 Ἡ τρίτη ὑπόθεσις ἡ λέγουσα, ὅτι διὰ τὸ συνεφέλκεσθαι γῆν ἁλμυρὰν τοὺς ποταμοὺς γίνεται ἁλμυρὰ ἡ θάλασσα.
24nΠῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος.
25Ὁ ἔλεγχος τῆς τρίτης ἱστορίας, ὅτι πῶς δυνατὸν τὴν μὲν θάλασσαν154

155

ὅλην ἁλμυροῦσθαι, οὐχὶ δὲ καὶ τοὺς ποταμοὺς ὀλίγον ἔχοντας ὕδωρ πρὸς τὴν θάλασσαν.
3nὉμοίως δὲ γελοῖον κἂν εἴ τις εἰπὼν ἱδρῶτα τῆς γῆς
4nεἶναι τὴν θάλασσαν οἴεταί τι σαφὲς εἰρηκέναι.
5 Ἐντεῦθεν ὁ ἔλεγχος τῆς Ἐμπεδοκλέους ὑποθέσεως τῆς λεγούσης ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν. τί γάρ φησιν; ὅτι εἰ μὲν πρὸς ποίησιν ἀποβλέπων Ἐμπεδοκλῆς τῇ διαλλήλῳ δείξει ἐχρήσατο φήσας τὸν ἱδρῶτα θάλατταν ζῴου εἶναι καὶ τὴν θάλατταν ἱδρῶτα γῆς, ἴσως συγχω‐ ρητέον αὐτῷ ὡς ποιητῇ· εἰ δέ γε φυσικῶς τοῦτο εἶπεν, οὐ συγχωρητέον.
10πρῶτον μὲν ἀσαφὴς ἡ διάλληλος ὑπάρχει δεῖξις, ἔπειτα δὲ τίς ἡ ἀποκλή‐ ρωσις, ἵνα πρῶτον μὲν ἱδροῦσα ἡ γῆ ποιήσῃ τὴν θάλατταν, νῦν δὲ ἱδροῦσα μὴ καὶ ἄλλας ποιήσῃ; οὐδὲ γὰρ ἐνταῦθα δῆλον, πῶς ἐκ γλυκέος γίνεται ἱδρώς. καὶ τὸ ἄλλο δὲ ζητητέον, πῶς γίνεται ἁλμυρὸν τὸ ἐν τοῖς ζῴοις περίτ‐ τωμα, ἆρα κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως
15καὶ τῶν ἱδρώτων γίνεται, ἢ κατὰ σύμμιξίν τινος ἀπέπτου οὐσίας, ὥσπερ ἐπὶ τῶν οὔρων. καὶ εἰ τοῦτο γνῶμεν, ζητήσωμεν καὶ ἐπὶ τοῦ ἱδρῶτος τῆς γῆς, πῶς ἐστιν ἁλμυρός, ἆρα κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον. τέως γὰρ ἄδηλον ἡμῖν ἐστι, πῶς γλυκέος ὄντος τοῦ πινομένου ὁ ἱδρὼς ἁλμυρὸς γίνεται καὶ τὸ οὖρον.
20nΤῷ δ’ ἱδρῶτι συνεκκρινομένῳ ἐκ τῆς σαρκὸς οἷον κατα‐
21nπλύνοντος τὸ τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος.
22 Τί φησιν; ὅτι ὥσπερ τὸ οὖρον γίνεται ἁλμυρὸν διὰ τὸ συνεμπίπτειν ἄπεπτόν τινα οὐσίαν αὐτῷ, οὕτω καὶ ὁ ἱδρὼς ἁλμυρὸς γίνεται διὰ τὸ συν‐ εκκρίνειν μεθ’ ἑαυτοῦ ἄπεπτόν τινα λεπτοτάτην οὐσίαν ἀπὸ τοῦ σώματος·
25οἷον γὰρ καταπλύνει ὁ ἱδρὼς τὸ σῶμα ἀπὸ τοιαύτης οὐσίας.
26nἘν δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον ἦν.
27 Πότερον κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς ἢ κατὰ ἔμπτωσίν τινος ἀπέπτου οὐσίας. σὺ δ’ εἰπὲ κατ’ ἄμφω, ἵνα καὶ τὴν ἐξάτμισιν αἰτιάσῃ ὡς ἐπὶ τῶν ἱδρώτων καὶ τὴν παρέμπτωσιν ὡς ἐπὶ τοῦ οὔρου· παρέμπτωσιν δὲ
30οὐ γῆς, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. πῶς γὰρ αὕτη ἄπεπτός ἐστιν, ἤδη εἴρηται. οὐκ ἄρα δ’ ὡς ἡ θάλασσα· ἦ γὰρ ἂν τὸ ἓν μόνον
ὑπῆρχεν.155

156

(1n)

Ἔτι διὰ τί οὐ καὶ νῦν, ὅταν ξηραινομένη τύχῃ ἡ γ.
2Τί δήποτε μὴ καὶ νῦν ἱδροῦσα ἡ γῆ ποιεῖ θαλάσσας;
3nἈλλὰ μᾶλλον εἰκότως, ὥσπερ φασί τινες, ἀπελθόντος
4nτοῦ πλείστου καὶ μετεωρισθέντος.
5 Ἀποδέχεται μᾶλλον τὴν πρώτην ἱστορίαν τὴν λέγουσαν κατὰ ἐξ‐ άτμισιν τοῦ λεπτομεροῦς ἁλμυρὰν εἶναι τὴν θάλασσαν, πλὴν καὶ ταύτην οὐχ ὡς αἰτίαν οὖσαν, ἀλλ’ ὡς συναίτιον.
8nΤὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν
9nφαίνεται τὸν λόγον.
10 Ἐντεῦθεν τὰς περὶ ἁλμυρότητος ἱστορίας ἐλέγξας ἐκτίθεται τὴν ἑαυ‐ τοῦ περὶ ταύτης δόξαν. καί φησιν, ὅτι μία τῆς διττῆς ἐστιν ἀναθυμιά‐ σεως ἡ αἰτία τῆς ἁλμυρότητος, λέγει δὲ τὴν καπνώδη.
13nΠότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα
14nμορίων.
15 Μετῆλθεν ἐπὶ τὴν ἑτέραν ζήτησιν, πότερον ἀγένητός ἐστιν ἡ θάλασσα ἢ γενητὴ κατ’ οὐσίαν. καί φησιν, ὅτι καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶ γενητὴ καὶ φθαρτή, κατὰ δὲ τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὡς πάντα τὰ ὑπὸ σελήνην. ἀλλὰ διαφέρει ἡ ὁλότης τοῦ μέρους κατὰ τὸ γενητὸν καὶ φθαρτόν, ἐπειδὴ ὅλη ὡς ὅλη ἡ θάλασσα διὰ πάνυ πολλοῦ
20χρόνου μεθίσταται καὶ ἀλλάσσεται ὥσπερ πλοίου διὰ πολλοῦ χρόνου μετα‐ βληθέντος εἰς ἕτερον τῷ καθ’ ἕκαστον ἔτος ἀλλάσσεσθαι σανίδα, τὰ μέρη δὲ ταχέως μεταβάλλεται.
23tΠρᾶξις κγ.
24nΤούτων δ’ οὕτως ἐχόντων πειρατέον ἀποδοῦναι τὴν
25nαἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος.
26 Τίς ἄρα ἡ κατὰ Ἀριστοτέλην αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης; ἆρα ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ; οὐ δῆτα. τοῦτο γὰρ οὐ Περιπατητικόν,
ἀλλὰ Θεοφράστειον, εἰ γὰρ Θεόφραστος τοῦτο ἔλεγεν, ὅτι ἡ ὑποκειμένη γῆ156

157

αἰτία ὑπάρχει τῆς ἁλμυρότητος· καὶ ἄλλως τε οὐχ ἡ ὑποκειμένη γῆ αἰτία ἐστίν. εἰ γὰρ οὕτω, συνέβαινε καὶ τοὺς περὶ θάλατταν ὀρυττομένους λάκ‐ κους ἁλμυρὸν περιέχειν ὕδωρ, εἴπερ ἡ γῆ αἰτία ἦν τούτου. ἀλλὰ μὴν οὐ πάντως ἐστὶν ἁλμυρὸν τὸ ἐν τούτοις εὑρισκόμενον ὕδωρ, ἀλλὰ κατὰ τὸ
5σπάνιον· οὐκ ἄρα ἡ ὑποκειμένη γῆ αἰτία τῆς ἁλμυρότητος γίνεται. καὶ τίς ἄρα; λέγομεν, ὅτι τις ἄπεπτος οὐσία παρεμπίπτουσα ἐργάζεται τὴν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις οὐκ ἐκ τῆς ὑποκειμένης γῆς ἀνιοῦσα, ὡς Θεόφραστος ἔλεγεν, ἀλλ’ ἐκ τῆς πέριξ γῆς· καὶ ταύτης οὐ τῆς τυχούσης, ἀλλ’ ἐκ τῆς ἀπέπτου, ἥντινα ἤρξατο μὲν πέττειν τὸ
10θερμόν, οὐκ ἐκράτησε δέ, ἀλλὰ μόνον περιέφρυξε διὰ τὸ μὴ πεφυκέναι πρὸς πέψιν, ὥσπερ ἐπὶ τῆς τέφρας τῶν ξύλων· καὶ ταύτην γὰρ οὐκ ἴσχυσε πέψαι τὸ θερμόν, καὶ ἔστιν ἄπεπτος οὐσία. ἐκ τῆς οὖν τοιαύτης γῆς τῆς ἀπέπτου † τις οὐσία οὔτε ὡς τροφὴ παρείληπται τρεφομένου οὔτε μεμένηκεν ἐν τῷ κατὰ φύσιν (περιέκαυσε γὰρ αὐτὴν τὸ θερμόν) γεννᾶται ἡ καπνώδης
15ἀναθυμίασις, ἥτις ἢ κάτω μένει περίγειος αἰθαλώδης οὖσα καὶ γεώδης καὶ μιγνυμένη τῇ θαλάσσῃ ποιεῖ αὐτὴν ἁλμυρὰν καὶ βαρεῖαν, ἢ ἀπόγειος γίνε‐ ται καὶ μίγνυται τοῖς θερινοῖς καὶ φθινοπωρινοῖς ὑετοῖς καὶ ποιεῖ αὐτοὺς ἁλμυρούς. ὡσαύτως δὲ καὶ ἐν τῇ νοτίᾳ χώρᾳ τὸ αὐτὸ τοῦτο ποιεῖ διὰ τὸ πολλὴν εἶναι τὴν ἐκεῖσε καπνώδη ἀναθυμίασιν. ὅθεν ἐν Θηβαΐδι ἁλ‐
20μυροὶ γίνονται οἱ ὄμβροι καὶ ῥαγδαῖοι διὰ τὸ ἐγκαταμίγνυσθαι ἐν αὐτοῖς τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἄξιόν ἐστι ἀπορεῖν. εἰ γὰρ διὰ τὴν ἀναδιδομένην ἐκ τῆς ἐκκαομένης γῆς καπνώδη ἀναθυμίασιν γίνεται ἁλμυρὰ ἡ θάλαττα, ἔδει καὶ τοὺς ἄλλους ποταμοὺς ἁλμυροὺς εἶναι διὰ τὴν ἐκείνης πρὸς αὐτοὺς ἐγκατάμιξιν. ἢ ῥητέον, ὅτι χρεία καὶ στάσεως, ἵνα γένηται ἡ κρᾶσις
25τῆς καπνώδους ἀναθυμιάσεως τοῖς ποταμοῖς· αὐτοὶ δὲ ῥέουσιν ἀπαύστως καὶ τούτου χάριν οὐκ ἐπιδέχονται τὴν μίξιν. ἄλλως τε τῆς καπνώδους ἀνα‐ θυμιάσεως ἀεὶ τὸν κοιλότατον τόπον διωκούσης, ἐπειδὴ κοιλότατος πάν‐ των ἐστὶν ὁ περὶ τὴν θάλασσαν τόπος, εἰκότως ἐκεῖ συναθροιζομένης αὐ‐ τῆς ἁλμυρὰν ποιεῖ τὴν θάλατταν. καὶ ὅτι διὰ τὴν ἐγκατάμιξιν τῆς κα‐
30πνώδους ἀναθυμιάσεως ἤτοι ἀπέπτου τινὸς οὐσίας γέγονεν ἁλμυρὰ ἡ θά‐ λαττα, κατασκευάζει ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· πᾶσα ἁλμυρότης εἴτε τεχνητὴ εἴτε φυσική, καὶ φυσικὴ εἴτε μερικὴ εἴτε καθολική, διὰ παρέμπτωσίν τινος οὐσίας ἀπέπτου γίνεται. τεχνητὴ μὲν ὥσπερ τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ. ἐκεῖνο
35γάρ, ἐπειδὴ δι’ ἀπέπτου οὐσίας παρέρχεται, τουτέστι τῆς τέφρας (ἐδείχθη γὰρ ἔναγχος ἄπεπτος οὐσία ἡ τέφρα· ἦ γὰρ ἂν καὶ αὐτὴν ἀνήλωσε τὸ θερμόν, εἰ μὴ ὑπῆρχεν ἄπεπτος), τούτου χάριν ἁλμυρὸν τὸ δι’ αὐτῆς διη‐ θούμενον ὕδωρ. φυσικὴ δὲ ἁλμυρότης γίνεται μερικὴ ὥσπερ ἐπὶ τῶν ζῴων τὸ οὖρον καὶ ὁ ἱδρώς· καὶ ταῦτα γὰρ περιττώματα ὄντα διὰ τοῦτο
40ἄπεπτα ὑπάρχουσι (καθόλου γὰρ πᾶν περίττωμα ὡς περίττωμα ἄπεπτόν
ἐστιν), ἄλλως τε συνεμπίπτουσιν αὐτοῖς καὶ ἄλλα περιττώματα ἄπεπτα,157

158

καὶ διὰ τοῦτο πλέον εἰσὶν ἁλμυροὶ οἱ ἱδρῶτες καὶ τὸ οὖρον. καθολικὴ δ’ ἁλμυρότης ἐστὶν ὡς ἐπὶ τῶν ἁλμυρῶν ὄμβρων, οἵτινες γίνονται δι’ ἐπι‐ μιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς ἐν τῷ ἀέρι γινομένης, ὥσπερ εἰσὶν οἱ μετοπωρινοὶ καὶ οἱ ἐν τοῖς νοτίοις κλίμασι γινόμενοι. ἐπειδὴ οὖν πᾶσα
5ἁλμυρότης, εἴτε τεχνητὴ εἴτε φυσικὴ εἴη, δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας γέ‐ γονεν ἁλμυρά, καὶ ἡ θάλασσα ἁλμυρὰ † οὖσα δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας, τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον ἐπιχείρημα. δεύ‐ τερον, ὅτι φαίνεται θερμὴ καὶ ξηρὰ οὖσα ἡ θάλασσα· ἀνόμοιον γάρ ἐστι τὸ ταύτης ὕδωρ τῷ γλυκεῖ ὕδατι. ἐκείνου γὰρ ψύχοντος καὶ ὑγραίνοντος
10καὶ τὴν πυρκαϊὰν κατασβεννύντος τοῦτο ξηραίνει καὶ θερμαίνει καὶ τὴν πυρκαϊὰν οὐ κατασβέννυσιν, ἀλλὰ καὶ προσανάπτει. θερμὴ δὲ καὶ ξηρὰ ἡ καπνώδης ἀναθυμίασις καὶ πυρώδης· ὁ γὰρ Ἀριστοτέλης οὐδὲν λέγει εἶναι ἄλλο τι πῦρ ἢ καπνὸς καόμενος, δηλονότι *** ὅτι δὲ ἐγκατα‐ μέμικται τῇ θαλάττῃ ἡ καπνώδης ἀναθυμίασις, δῆλον· εἰ γὰρ μὴ ἦν ἐγ‐
15καταμεμιγμένη, οὐκ ἂν ἐξίσαζεν ἀεὶ κατὰ τὴν ἁλμυρότητα, ἀλλὰ ποτὲ μὲν ἁλμυρά, ποτὲ δὲ γλυκεῖα ἂν ὑπῆρχε. τοῦ γὰρ λεπτομεροῦς αὐτῆς ὡς πλεῖστον μετά τινος ὀλίγης ἁλμυρότητος ἐξατμιζομένου κατὰ θέρος, εἶτ’ ἄνω γλυκέος ὀλίγου γινομένου καὶ ποτίμου, εἰ τὸ ἄνω γλυκὺ καὶ ἄνωθεν κατεφέρετο, ἤμελλεν ἂν θέρους μὲν εἶναι ἁλμυρόν, χειμῶνος δὲ γλυκὺ τὸ
20τῆς θαλάττης ὕδωρ διὰ τὴν τοῦ καταφερομένου ὕδατος ἐπιμιξίαν πλείστου ὄντος καὶ γλυκέος. ἀλλ’ ἐπειδὴ καταφερομένου τοῦ ὑετοῦ ὁ περὶ τὴν θά‐ λατταν ἀὴρ πλήρης ὢν τῆς καπνώδους ἀναθυμιάσεως μίγνυται αὐτῷ, ἐν‐ τεῦθεν ἁλμυρὸς γίνεται ὁ ὑετός, καὶ μιγνύμενος τῇ θαλάσσῃ οὐκ ἀμβλύνει αὐτῆς τὴν ἁλμυρότητα, ἀλλὰ φυλάττει. ᾧ δῆλον, ὅτι μίγνυται ἡ καπνώ‐
25δης ἀναθυμίασις τῇ θαλάττῃ. τέταρτον ἐπιχείρημα· ὅτι γὰρ αὐτὸ καθ’ αὑτὸ τὸ τῆς θαλάττης πότιμόν ἐστιν, ἀλλ’ οὐχὶ ἁλμυρόν, καὶ ὅτι διὰ τὴν ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως, δῆλον. εἰ γὰρ † κήρινον ἀγγεῖον διαπλάσῃς, εἶτα τούτου τὸ στόμα περιφράξας ἐπιμελῶς ἐμβάλῃς ἐν τῇ θα‐ λάττῃ, ὡς μὴ εἰσελθεῖν ἔνδον θαλάττιον ὕδωρ διὰ τοῦ στομίου, εἶτα χρό‐
30νον ἐάσας ἀναλάβῃς, εὑρήσεις τὸ διὰ τοῦ τοίχου τοῦ ἀγγείου διηθηθὲν ὕδωρ γλυκὺ διὰ τὸ ἀπομεμενηκέναι ἐκτὸς τὴν καπνώδη ἀναθυμίασιν καὶ μόνον τὸ γνήσιον ὕδωρ εἰσεληλυθέναι. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸν κηρὸν γέγονε γλυκὺ τὸ ὕδωρ ὡς δι’ αὐτοῦ διηθηθέν, ἐπειδὴ περίττωμά ἐστιν ὁ κηρὸς τοῦ μέλιτος. εἰ γὰρ τοῦτο ἦν, ἐχρῆν καὶ ἄνωθεν διὰ τοῦ
35στομίου τοῦ ἀγγείου βαλλομένου τοῦ θαλαττίου ὕδατος μεταβάλλεσθαι εἰς γλυκύ, εἴπερ ὅλως ὁ κηρὸς ἦν ὁ μεταβάλλων, καὶ οὐχ ἡ διήθησις. ὅτι γὰρ καθ’ αὑτὸ τὸ θαλάττιον ὕδωρ ἀμιγὲς ὑπάρχον τῆς καπνώδους ἀνα‐
θυμιάσεως γλυκύ ἐστι, δῆλον, ἐπειδὴ καὶ αὐτοὶ οἱ ναυτικοί, ἐπὰν ὕδατος158

159

λεῖψις γένηται αὐτοῖς ἐν τῇ θαλάττῃ, ἑψῶντες τὸ θαλάττιον ὕδωρ ἐξαρ‐ τῶσι σπόγγους μεγάλους τοῦ στόματος τοῦ χαλκείου, ἵνα δέχωνται τὸ ἀτμι‐ ζόμενον· εἶτα ἐκεῖνο τὸ ἐξατμισθὲν ἐκπυρηνίσαντες ἐκ τοῦ σπόγγου εὑρί‐ σκουσι γλυκὺ μὴ μετέχον τῆς καπνώδους ἀναθυμιάσεως. πέμπτον ἐπι‐
5χείρημα· ὅτι γὰρ μέμικται καπνώδης ἀναθυμίασις τῇ θαλάττῃ, δῆλον ἐκ τοῦ βάρους τῆς ὁλκῆς. εἰ γὰρ τὸ αὐτὸ ποσὸν γλυκέος τε καὶ ἁλμυροῦ ὕδατος ἐμβάλῃς καὶ βουληθῇς σταθμίσαι, πλείονα σταθμὸν ἕλκει τὸ τοῦ ἁλμυροῦ ὕδατος ὑπὲρ τὸ τοῦ γλυκέος ποσόν, δηλονότι δι’ ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς γεώδους οὔσης γέγονε βαρὺ τὸ θαλάττιον
10ὕδωρ. ἕκτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ παχυμερὲς εἶναι τὸ θαλάττιον ὕδωρ· εἰ γὰρ ὁρῶμεν, ὅτι ἐν μὲν τοῖς ποταμίοις ὕδασιν οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάττῃ βαρύτατα δύνανται πλεῖν, δῆλον, ὅτι παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ καὶ γεῶδες διὰ τὴν ἐγκαταμιγνυ‐ μένην αὐτῷ καπνώδη ἀναθυμίασιν αἰθαλώδη οὖσαν καὶ γεώδη. ἀλλὰ μὴν
15καὶ ἐν ποτίμοις ὕδασι μᾶλλον κάμνομεν νηχόμενοι ἤπερ ἐν θαλάττῃ· † ἀνω‐ θεῖ γὰρ ἡ θάλασσα καὶ κουφίζει τὰ σώματα διὰ τὸ παχυμερὲς τοῦ ὕδατος. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸ πλῆθος τοῦ ὕδατος † ἀνωθεῖται τὰ πλοῖα ἢ οἱ νηχόμενοι ἐν τῇ θαλάττῃ, καὶ οὐ διὰ τὸ πάχος τοῦ ὕδατος. ὅτι γὰρ διὰ τὸ πάχος τοῦ ὕδατος τοῦτο γίνεται, δῆλον. εἰ γὰρ εἰς τὸ αὐτό τις
20ποσὸν τοῦ ὕδατος θαλαττίου τε καὶ ποτίμου ἐμβάλῃ ᾠόν, εἰς μὲν τὸ θα‐ λάττιον ἐπινήξεται, εἰς δὲ τὸ πότιμον οὔ· ᾧ δῆλον, ὅτι οὐ διὰ τὸ ποσὸν τοῦ ὕδατος † ἀνωθεῖται τὰ βαρὺν φόρτον ἔχοντα πλοῖα ἐν τῇ θαλάσσῃ, ἀλλὰ διὰ τὴν παχυμέρειαν τοῦ ὕδατος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
24nΦανερὸν δὴ διὰ πολλῶν σημείων, ὅτι γίνεται τοιοῦτος
25nχυμὸς διὰ συμμιξίαν τινός.
26 Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶσα ἁλμυρότης καὶ τεχνητὴ καὶ φυσικὴ διὰ συμμιξίαν τινὸς ἀπέπτου οὐσίας γίνεται.
28nἜν τε γὰρ τοῖς σώμασι τὸ ἄπεπτον ἁλμυρόν.
29Νῦν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν μερικήν, ἥτις γίνεται ἐν
30τοῖς τῶν ζῴων σώμασιν, ὅτι καὶ αὐτὴ διὰ παρέμπτωσίν τινος οὐσίας ἀπέπτου γίνεται.
32nὉμοίως δὲ καὶ ἐν τοῖς καομένοις.
33Νῦν τὴν τεχνητὴν λέγει ἁλμυρότητα, ἥτις γίνεται ἐν τῷ παριόντι
ὕδατι διὰ τῆς τέφρας. καὶ γὰρ αὐτὸ ἁλμυρὸν διὰ τὸ συμμίγνυσθαι159

160

ἀπέπτῳ οὐσίᾳ, τῇ τέφρᾳ· ἄπεπτος γὰρ οὐσία ἐστὶν ἡ τέφρα διὰ τὸ μὴ κεκρατηκέναι αὐτῆς τὸ θερμόν.
3nΤὸ δ’ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ δ’ ἐκ τοιαύτης
4nἀληθές.
5 Ἄτοπόν ἐστιν εἰπεῖν, ὅτι ἐκκεκαυμένης γῆς καὶ ἀπέπτου συμμιγνυ‐ μένης τῇ θαλάττῃ γίνεται ἁλμυρότης· ἀλλὰ ῥητέον, ὅτι ἐκ τοιαύτης γῆς ἀνιοῦσά τις θερμασία καὶ ξηρὰ ἀναθυμίασις, τουτέστιν αἰθαλώδης μίγνυται καὶ ποιεῖ τὴν ἁλμυρότητα. καὶ ὅρα, πῶς ἐντεῦθεν ἐκφαίνει τὴν ἑαυτοῦ δόξαν ὁ φιλόσοφος.
10nὭσπερ γὰρ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ
11nἔκ τε τῶν φυομένων καὶ γινομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν,
12nὥσπερ ἐκ πεπυρωμένου τὸ λειπόμενον τοιαύτην εἶναι γῆν.
13 Ὥσπερ, φησίν, ἐπὶ τῶν ζῴων ἐστὶ περίττωμα ἄπεπτον, ἐξ οὗ γίνεται ἡ ἁλμυρότης, οὕτω κἀν τῇ ὁλότητι δεῖ νοεῖν ἄπεπτόν τινα οὐσίαν, ἥτις
15οὔτε τροφὴ γίνεται τῶν φυομένων καὶ γινομένων ἐπὶ γῆς οὔτε μὴν μεμέ‐ νηκεν ἐν τῷ κατὰ φύσιν, ἀλλ’ ἤρξατο μὲν αὐτὸ πέττειν τὸ θερμόν, οὐκ ἐπεκράτησε δὲ αὐτοῦ· καὶ ἐκ τούτου ἐστὶν ἡ ἁλμυρότης.
18nΜεμιγμένης δ’ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμι‐
19nδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συστῇ εἰς νέφη.
20 Ἐντεῦθεν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν καθολικήν. τί γάρ φησιν; ὅτι καὶ οἱ ἄνωθεν φερόμενοι ἁλμυροὶ ὑετοὶ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας γίνονται, τουτέστι καπνώδη ἀναθυμίασιν. ὡς ὅταν γὰρ ἡ ἀτμι‐ δώδης γένηται ἀπόγειος καὶ μεταβληθῇ εἰς ὕδωρ καὶ νέφος, εἰ τύχῃ πολλὴν καὶ καπνώδη ἀναθυμίασιν ἐνεχθῆναι κάτωθεν καὶ συμμιγῆναι τούτῳ τῷ
25ὕδατι, † γενομένην ἁλμυράν. τοῦτο δὲ γίνεται οὐ σπανίως ἐν θέρει καὶ ἐν φθινοπώρῳ καὶ ἐν τοῖς νοτίοις κλίμασιν, οἷον ἐν Θηβαΐδι.
27nΚαὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ
28nπρῶτα τῶν μετοπωρινῶν.
29Διὰ τί, Ἀριστότελες; ἐπειδὴ συμμίγνυται αὐτοῖς ἡ καπνώδης ἀνα‐
30θυμίασις ἀνιοῦσα, πλατύτερα νῦν ἐκάλεσε τὰ ὑφαλυκά.160

161

(1n)

Ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι ἀλε‐
2nεινότατος.
3 Τινὰ ἔχει ‘ἀληθινώτατοσ‘ διὰ τὸ μὴ νοθεύεσθαι διὰ τὴν χώραν, ἣν παρέρχεται, ἀλλὰ σῴζειν τὸ κατὰ φύσιν αὐτοῦ ὑπάρχον, τουτέστι τὸ θερ‐
5μὸν καὶ ξηρόν. πᾶς γὰρ ἄνεμος, καθὸ ἀπὸ τῆς καπνώδους ἐστὶν ἀνα‐ θυμιάσεως, θερμὸς ὑπάρχει καὶ ξηρός. ἀλλ’ οἱ μὲν ἄλλοι νοθεύονται καὶ γίνονται ψυχροὶ καὶ ξηροί, ὥσπερ ὁ βορρᾶς, ἢ θερμοὶ καὶ ὑγροί· μόνος δ’ ὁ νότος σῴζει τὸ οἰκεῖον διὰ τὸ διέρχεσθαι γῆν θερμὴν καὶ ξηράν. οὗτος οὖν, φησί, καὶ τῇ οὐσίᾳ καὶ τῷ πνευματικῷ, τουτέστι τῇ ποιότητι, θερμὸς
10ὢν καὶ ξηρὸς οὐκ ἐᾷ πολλὴν ἀτμίδα ἐν τοῖς νοτίοις κλίμασι, καὶ οὐ γίνε‐ ται ἐκεῖ ὄμβρος. εἰ δέ ποτε καὶ γένηται, ἁλμυρὸς γίνεται διὰ τὸ πολλὴν οὖσαν τὴν ξηρὰν ἀναθυμίασιν ἐγκαταμίγνυσθαι τῷ ὄμβρῳ.
13nὉμοίως δὲ καὶ ὁ νότιος αἴθριος τοῖς περὶ Λιβύην, τοῖς
14nδ’ ἐνταῦθα ὑέτιος.
15 Τὰς διαφορὰς λέγει τῶν ἀνέμων, πῶς νοθεύονται διὰ τὴν χώραν, ἣν παρέρχονται· καὶ ποτὲ μέν εἰσι ξηροί, ποτὲ δ’ ὑγροί, ποτὲ δὲ θερμοί, ποτὲ δὲ ψυχροί, καίτοι πάντες θερμοὶ ὄντες καὶ ξηροὶ κατὰ φύσιν. καθό‐ λου οὖν δεῖ φάναι, ὅτι πᾶς ἄνεμος, ἀφ’ οὗ μὲν πνεῖ, θερμός ἐστι καὶ ξηρός (αἰθρίας γὰρ ποιεῖ ἀποδιώκων πᾶσαν ὑγρότητα), εἰς οὓς δὲ πνεῖ,
20ὑγρὸς ὑπάρχει· συνάγει γὰρ ἐκεῖσε τὰ νέφη. οὕτω γοῦν ὁ βορρᾶς ἐν μὲν τοῖς βορείοις ξηρός ἐστιν ὡς ἐξώστης, ἐν δὲ τοῖς νοτίοις ὑγρὸς ὡς ἐκεῖ σωρεύων τὰ νέφη. μόνος δ’ ὁ καικίας ἀφ’ ὧν πνεῖ, ὑγρός ἐστιν ὡς ἐκεῖ ἐφελκόμενος τὰ νέφη.
24nὭστ’ ἐν οἷς ἐστι τὸ τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει
25nκάτω.
26 Διὰ τοῦτο γὰρ καὶ οἱ θερινοὶ ὑετοὶ καὶ ἐν Θηβαΐδι γινόμενοι λάβροι εἰσὶ καὶ ῥαγδαίως πολλὴν ἔχοντες γεώδη οὐσίαν ἐκ τῆς ξηρᾶς ἀναθυμι‐ άσεως.
29nΚαὶ θερμή γε ἡ θάλασσα διὰ τοῦτο.
30Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι θερμὴ καὶ ξηρά ἐστιν
ἡ θάλασσα, ἅτε δὴ μεμιγμένης αὐτῇ τῆς καπνώδους ἀναθυμιάσεως.161

162

(1n)

Τέφραν καὶ τὴν κονίαν καὶ τὴν ὑπόστασιν τῶν ζῴων.
2 Ταῦτα γάρ, ἐπειδὴ τὸ θερμὸν μὴ περιγεγονὸς αὐτῶν οὐκ ἔπεψεν αὐτά, ἀλλ’ ἐξέκαυσε, θερμά εἰσι καὶ ξηρά· κονίαν δὲ λέγει τὴν ἄσβεστον.
4nἈνάγεται δ’ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος.
5 Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξατμιζομένου τοῦ λεπτομεροῦς συνεφέλκεται αὐτῷ καί τι ἁλμυρὸν ἐλάχιστον, εἶτ’ ἄνω γλυκανθὲν πάλιν ἐν τῷ κάτω φέρεσθαι μίγνυται αὐτῷ ἁλμυρὸν ἐλάχιστον, καὶ διὰ ταῦτα δὴ ὡσαύτως ἐστὶ ἁλμυρὰ ἡ θάλασσα· ὅτι γὰρ ἀληθές ἐστιν, ὅτι τὸ ἐξ‐ ατμιζόμενον ἁλμυρόν πως ὑπάρχον ἄνω γλυκαίνεται, δῆλον, ἐπειδὴ πᾶν
10ὑγρὸν μεταβαλλόμενον ἄποιον γίνεται. αὐτίκα γοῦν οἶνος ἀτμισθεὶς εἰς ὕδωρ μεταβάλλεται καὶ γίνεται ἄποιος ἀπολέσας ἣν εἶχε στύψιν· οὕτως οὖν καὶ τὸ ἁλμυρὸν γίνεται γλυκὺ ἀπολέσαν ἣν εἶχε μεθ’ ἑαυτοῦ ποιότητα.
13nἈλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις καιροῖς ποιητέον τὴν
14nσκέψιν.
15Ἐν γὰρ τῷ Περὶ χυμοῦ αὐτῶν μονοβίβλῳ λέγει περὶ τούτων.
16nἈλλὰ ἢ τοῖς τόποις.
17 Ἔστι γὰρ ὅτε τοῖς τόποις ἐλλείπει ἡ θάλασσα καὶ γίνεται ξηρὰ κατά τινας τόπους, ἐπειδὴ συμβαίνει ἐκεῖ μὲν γενέσθαι πολλὴν ἐξάτμισιν, μὴ ἐκεῖ δὲ κατενεχθῆναι τὸ ἐξατμισθέν, ἀλλ’ ἐν ἄλλοις αὐτῆς χωρίοις. οὐ
20μόνον δ’ ἐπὶ θαλάττης τοῦτο συμβαίνει τὸ φθείρεσθαι κατὰ μέρη, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ὑπὸ σελήνην.
22nὍτι δ’ ἐστὶ ἐν μίξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μό‐
23nνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἂν εἴ τις ἀγγεῖον πλάσας.
24Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ κηρίνου ἀγγείου.
25nΤοῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους.
26Αἴτιον τὸ ποιοῦν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις.
καὶ ἔχεις ἐντεῦθεν τὸ πέμπτον ἐπιχείρημα.162

163

(1n)

Καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον.
2 Τὸ ἕκτον ἐπιχείρημα, ὅτι παχυμερές ἐστι τὸ θαλάττιον ὕδωρ, ὡς μέ‐ γιστα πλοῖα ἐπιφέρειν. ὅθεν ἰνδικοπλεῦσται πολλάκις ζημιοῦνται πάνυ, ἐπειδὴ τὸ αὐτὸ βάρος ἔχον τὸ πλοῖον διὰ θαλαττίου καὶ λιμναίου ὕδατος
5παρέρχεται.
6tΠρᾶξις κδ.
7nΕἰ δ’ ἔστιν, ὥσπερ μυθολογοῦσιν, ἐν Παλαιστινοῖς τοι‐
8nαύτη λίμνη.
9Καὶ διὰ τῆς παρούσης λέξεως ὁ Ἀριστοτέλης τὸ αὐτὸ πάλιν κατα‐
10σκευάζει διὰ πέντε ἐπιχειρημάτων, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ τινα γεώδη οὐσίαν, τουτέστι καπνώδη ἀναθυμίασιν. ἔστι δὲ τῶν νῦν λεγομένων πέντε ἐπιχειρημάτων τὸ πρῶτον τοιοῦτον· εἰ ὁρῶμεν, ὅτι πᾶν ἁλμυρὸν παχύ, καὶ ὅσον ἂν ἐπιτείνηται ἡ τοῦ ὕδατος πα‐ χύτης, τοσοῦτον καὶ ἡ ἁλμυρότης, ὡς εἶναι τὸ παχύτατον ἁλμυρώτατον,
15δηλονότι ἡ θάλασσα ἁλμυρά ἐστιν, ἐπειδὴ καὶ παχεῖα· παχεῖα δ’ ἐστὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν παχυτάτην οὖσαν. ὅτι γὰρ ὅσον παχύτατόν ἐστι τὸ ὕδωρ, τοσοῦτον γίνεται ἁλμυρώτατον, δῆλον. ἰδοὺ γὰρ ἡ ἐν Παλαιστίνῃ Νεκρὰ μυθευομένη θάλασσα παχυτάτη οὖσα ἁλμυρω‐ τάτη πάντων ἐστὶ τῶν ὑδάτων. καὶ ὅτι παχυτάτη ἐστί, δῆλον· εἰ γάρ τις
20ἄνθρωπον ἢ ἕτερόν τι ζῷον καταδήσας ἐμβάλοι εἰς τὸ τῆς Νεκρᾶς θαλάτ‐ της ὕδωρ, ἀνωθεῖται ὑπὸ τοῦ ὕδατος καὶ οὐ γίνεται ὑποβρύχιον διὰ τὸ εἶναι παχὺ πάνυ καὶ βαστάζειν τὸ ἐμπεσόν. καὶ μή τις λεγέτω, ὅτι τῇ νηκτικῇ δυνάμει ἐπινήχεται τὸ ζῷον· ὑπόκειται γὰρ δεδεμένον. οὕτω μὲν οὖν δήλη ἐστὶν ἡ τοῦ ὕδατος παχύτης. ἀλλὰ μὴν καὶ ὅτι ἁλμυρώτατον
25ὕδωρ ἐστί, δῆλον· πρῶτον μὲν ἐπειδὴ ῥυπτικόν ἐστι παντὸς ῥύπου (σμή‐ χει γὰρ τὸν ῥύπον τῶν ἱματίων † ἤπερ ἄλλο τι σμῆγμα), τὸ δὲ ῥύπτειν ἄκρας ἐστὶν ἁλμυρότητος. ἰδοὺ γὰρ ἅλες μὲν καὶ αὐτοὶ ῥύπτουσι, νίτρον δὲ πλέον ὡς ἐπιτεταμένην ἔχον τὴν ἁλμυρότητα ἤπερ οἱ ἅλες· ὅθεν καὶ διὰ τὴν ἐπίτασιν ὑπόπικρόν ἐστι τὸ νίτρον. ἔπειτα καὶ τὸ εἶναι ἄγονον τὸ
30ὕδωρ τοῦτο δῆλόν ἐστιν ὑπερβαλλούσης ἁλμυρότητος· οὐδὲ γὰρ ἰχθὺς ἢ ἄλλο τι ἐγγίνεται ζῷον τῇ Νεκρᾷ θαλάσσῃ διὰ τὴν ἁλμυρότητα καὶ πικρό‐ τητα. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε ὁ φιλόσοφος μυθεύεσθαι εἶπε τὴν Νεκρὰν θάλασσαν καίτοι ἐναργοῦς ὄντος τοῦ τοιούτου ὕδατος. ἢ λέ‐
γομεν, ὅτι μυθεύεσθαι αὐτὴν εἶπε κατὰ τὸ λέγεσθαι νεκράν· νεκρὰ γὰρ163

164

λέγεται μυθικῶς διὰ τὸ ἄγονον εἶναι παντελῶς. εἰ δὲ φυσικὸς ὢν φι‐ λόσοφος Ἀριστοτέλης μυθικῶς περὶ αὐτῆς διέλαβε νεκρὰν αὐτὴν λέγων, ἄτοπον οὐδέν, εἴ γε καὶ ἐν τοῖς φυσικοῖς ἐστί τι μυθῶδες, οἷον ἡ φαντασία. καὶ γὰρ αὕτη οἷόν τις μῦθός ἐστι· τὰ γὰρ μύθου ποιεῖ μορφοῦσα τὰ
5ἄμορφα καὶ σχηματίζουσα τὰ ἀσχημάτιστα, ὡς καὶ ὁ μῦθος τοῖς ἀσωμά‐ τοις σῶμα καὶ πάθη καὶ ὅσα τοιαῦτα περιτίθησι. τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἀπὸ γεώδους ἐπιμιξίας γίνεται, δῆλον, ἐπειδὴ περὶ τὴν Δωδώνην παρὰ Θεσπρωτεῦσίν ἐστί τις κρήνη ὑφαλυκὸν ἔχουσα ὕδωρ. καὶ τοῦτο τὸ ὕδωρ ἑψῶντες οἱ
10Θεσπρωτεῖς καὶ ψύχοντες ἅλας ποιοῦσι πηγνύμενον, οἵπερ ἅλες ἐλλιπεῖς τῶν παρ’ ἡμῖν κατά τε τὴν γεῦσιν καὶ τὴν σύστασιν καὶ τὸ χρῶμα· οὔτε γὰρ οὕτως εἰσὶν ἁλμυροί (ἐπειδὴ ἧττόν εἰσιν ἁλμυροὶ οἱ ἀπὸ ποτίμου ὕδα‐ τος ἤπερ οἱ ἀπὸ θαλάττης), ἀλλὰ μὴν οὔθ’ οὕτω σκληροί, ἐπειδὴ οὐκ ἔχει τοσαύτην οὐσίαν γεώδη συγκαταμεμιγμένην ὥσπερ ἡ θάλαττα. ἀλλὰ
15καὶ τὸ χρῶμα ἧττόν ἐστι λευκὸν τῶν παρ’ ἡμῖν διὰ τὸ ἧττον ἐν‐ απολαμβάνειν πνεῦμα. λεπτομερὲς γὰρ ὂν τὸ ὕδωρ ἑτοίμως διαφορεῖ τὸ πνεῦμα καὶ οὐ ποιεῖ πολλὴν κίνησιν τοῦ ὕδατος, ἵνα λευκανθῇ· τὸ δ’ ἐν τῇ θαλάττῃ ὕδωρ παχύτατον ὂν οὐκ εὐχερῶς διατέμνεται, κἀντεῦθεν μένοντος ἐν αὐτῇ τοῦ πνεύματος καὶ πολυειδῶς κινοῦντος λευκότατοι οἱ ἅλες γίνον‐
20ται. οὐκ ἂν δὲ † ἔχοντες ἅλας ποιοῦσι, πηγνύμενον δὲ ἅλες ἐγένετο, εἰ μὴ παχεῖα ἐγκαταμέμικτο οὐσία τῷ ὕδατι. αὕτη δ’ ἡ κρήνη ἀπορρεῖ εἴς τινα γλυκὺν ποταμὸν πλησίον ὄντα, ἰχθῦς δ’ οὐκ ἔχοντα. ὅθεν ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ὄντος ἁλμυρωτάτου τοῦ ὕδατος καὶ ἀγόνου ἰχθύες οὐ γίνονται. καὶ ἔστι τούτου ἀποδοῦναι αἰτίαν μυθικῶς τε καὶ φυσικῶς·
25μυθικῶς μέν, ὅτι λέγεται τὸν Ἡρακλέα τὰς ἐξ Εὐρυσθέως ἄγοντα βοῦς ἐκεῖθεν παρεληλυθέναι, εἶτα ἐρωτήσαντα τοὺς περὶ Δωδώνην, ὅ τι θέλοιεν, πότερον τὴν κρήνην ἅλας αὐτοῖς ποιεῖν ἢ τὸν ποταμὸν ἰχθύας, αὐτοὶ μᾶλ‐ λον εἵλοντο τὴν κρήνην ἅλας ποιεῖν. οὕτω μυθικῶς. φυσικῶς δέ, ὅτι τὸ τοῦ ποταμοῦ ὕδωρ ψυχρότατον φέρεται κατὰ πετρωδῶν χωρίων, ἅτινα
30μᾶλλον ἐπιτείνουσιν αὐτοῦ τὴν ψυχρότητα, καὶ διὰ τοῦτο οὐκ ἔστι ζῳο‐ γόνον· τὸ γὰρ γόνιμον πρὸς τὸ θερμόν ἐστι μᾶλλον. τοῦτο καὶ τὸ δεύ‐ τερον. τρίτον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἐξ ἐπιμιξίας γεώδους οὐσίας γίνεται, δῆλον. ἰδοὺ γὰρ ἐν Ὀμβρικοῖς χώρα [δέ] ἐστιν ἑλώδης ἡ τοιαύτη, ἐν ᾗ κάλαμοι καὶ σχοῖνοι γίνονται πλεῖστοι· τούτους καίοντες οἱ
35τῆς χώρας καὶ ἀποτεφροῦντες καὶ τὴν τέφραν εἰς ὕδωρ ἀφεψῶντες καὶ ψύ‐ χοντες τὸν ἐπίπαγον ἅλας εὑρίσκουσιν. ὁρᾷς, πῶς γεώδους οὐσίας ἐστὶν ἡ
ἁλμυρότης· οὐκοῦν καὶ ἡ θάλασσα ἁλμυρὰ οὖσα ὑπὸ γεώδους οὐσίας ἁλ‐164

165

μυρὰ γίνεται, τουτέστι καπνώδους ἀναθυμιάσεως. τοῦτο καὶ τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὅτι πᾶν ὕδωρ ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ (δυνάμει μὲν ὡς τὰ ἐν Τύρῳ, ἅτινα καὶ παιωνίαν ἔχει θέρ‐ μην, ἐνεργείᾳ δὲ ὡς τὰ ἐν Γαδάροις· ταῦτα γὰρ καὶ ἁλμυρά ἐστιν αἰσθητῶς
5παιωνίαν ἔχοντα [κατὰ] τὴν δύναμιν), ἡ δὲ καπνώδης ἀναθυμίασις θερμο‐ τάτη, δῆλον ὅτι πᾶν ἁλμυρὸν ὕδωρ τὴν καπνώδη ἀναθυμίασιν ἔχει συμ‐ μεμιγμένην· οὐκοῦν καὶ ἡ θάλασσα. ταῦτα γὰρ τὰ αὐτοφυῆ θερμὰ ὕδατα, εἰ μὲν ἐπιτεταμένην ἔχει τὴν θερμασίαν, ἁλυκὰ γίνονται, εἰ δὲ ἀνειμένην, ὑφαλυκά, ὡς δοκεῖν γλυκέα εἶναι. τοῦτο τὸ τέταρτον ἐπιχείρημα, ὅτι γὰρ
10πᾶν ἁλμυρὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας. τὸ γὰρ ὕδωρ καθὸ ὕδωρ ἄποιόν ἐστι γευστικῆς ποιότητος· μόνον γὰρ ἁπτικὴν ἔχει ποιότητα τὸ ὕδωρ ὡς ὕδωρ, χυμῶν δέ τινων ἐπιμιγνυμένων γίνεται γευστόν. λοιπὸν δὲ πρὸς τὴν διαφορὰν τῶν χυμῶν γίνεται τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρὸν ἢ ὀξύ· ἱστορεῖ γὰρ αὐτὸς Ἀριστοτέλης πικρὰ καὶ ὀξέα ὕδατα κατὰ τὴν γεῦσιν.
15πᾶς δὲ χυμὸς ἐκ γεώδους οὐσίας συνίσταται. ταῦτα περὶ θαλάσσης φυσιο‐ λογήσας καὶ ποταμῶν ὁ φιλόσοφος ἄνεισι πάλιν, ὅθεν καὶ ἀπέστη, καὶ ἀνακεφαλαιοῦται πάλιν τὸν περὶ ἀνέμων λόγον. ἐλέγομεν γάρ, εἰ μέμνησθε, ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι προθέμενος εἰπεῖν περὶ ἀνέμων, ἐπειδὴ συγ‐ γενῶς εἶχεν ὁ περὶ τούτων λόγος τῷ περὶ ποταμῶν, μετῆλθεν εἰς τὸν
20περὶ ποταμῶν λόγον ἐάσας τὸν περὶ ἀνέμων ἐκκρεμῆ, εἶτα μετὰ τὸν περὶ ποταμῶν λόγον διειλέχθη καὶ περὶ θαλάσσης. ἐπειδὴ οὖν συνεπέρανε τὸν περὶ ποταμῶν καὶ θαλάττης λόγον, πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέ‐ μων λόγον. ἀλλὰ πρότερον ἐπαναμιμνῄσκει ἡμᾶς τῶν τριῶν λημμάτων ἐκείνων τῶν ἐν τῷ πρώτῳ βιβλίῳ εἰρημένων· ὧν τὸ πρῶτον ἦν, ὅτι διττή
25ἐστιν ἀναθυμίασις ἀπὸ τῆς γῆς, ἡ μὲν ἀτμίς, ἡ δὲ ἀτμός. καὶ ἡ μὲν ἀτμὶς θερμὴ καὶ ὑγρά ἐστιν, ὁ δὲ ἀτμὸς θερμὸς καὶ ξηρός. καπνώδης δὲ ἀναθυμίασις λέγεται οὗτος ὁ ἀτμὸς ἀπὸ μέρους, ἐπειδή τι μέρος αὐτοῦ καπνός ἐστιν οἷον σβεννυμένου πυρός· οὐ γὰρ πᾶς ἀτμὸς καπνώδης ἐστὶν ἀναθυμίασις. ἰδοὺ γοῦν τὸ ὑπέκκαυμα ἀτμὸς μέν ἐστι, καπνώδης δ’ ἀνα‐
30θυμίασις οὐκ ἔστι. δεύτερον δὲ λῆμμα, ὅτι συμμίγνυνται αὗται αἱ δύο ἀνα‐ θυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν γινόμενα, τουτέστι ἡ γῆ καὶ τὸ ὕδωρ, συμμεμιγμένα εἰσὶν ἑαυτοῖς· ὅθεν καὶ μία σφαῖρα λέγεται τῆς γῆς καὶ ὕδατος. τρίτον λῆμμα, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὗται αἱ δύο ἀναθυμιάσεις. ἰδοὺ γοῦν ὑγραινομένης τῆς γῆς μᾶλλον γίνεται ὕλη
35καπνώδους ἀναθυμιάσεως· εὑρίσκει γὰρ ὁ ἥλιος ὕλην τοῦ ἀνιμήσασθαι, ὅθεν καὶ τὰ ὑγρὰ ξύλα πλείονα ἔχουσι τὸν καπνὸν ἤπερ τὰ ξηρά. ᾧ δῆλον, ὅτι συμβάλλεται ἡ ἀτμιδώδης ἀναθυμίασις πρὸς τὴν γένεσιν τῆς καπνώ‐ δους. ἀλλὰ μὴν καὶ ἡ καπνώδης πρὸς γένεσιν τῆς ἀτμιδώδους· ἐν γὰρ
τῷ θέρει, ὅτε πολλὴ ἡ καπνώδης ἐστίν, ἀνέλκεται τὸ λεπτομερὲς τοῦ165

166

ὕδατος, τουτέστιν ἡ ἀτμίς, καὶ ἄνω συνιστάμενον καὶ τῷ χειμῶνι παχυνό‐ μενον καταφέρεται ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
3nΕἰ δὲ ἔστιν, ὥσπερ μυθολογοῦσί τινες.
4Τὸ πρῶτον ἐπιχείρημα τὸ ἀπὸ τῆς Νεκρᾶς θαλάσσης, ἧς τὸ ὕδωρ το‐
5σοῦτόν ἐστιν ἁλμυρώτατον. καὶ ὅρα, πῶς μῦθον τὸ τοιοῦτον προφέρει καί‐ τοι ἀληθὲς ὄν, ἡμεῖς δὲ τὴν αἰτίαν εἴπομεν.
7nἜν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος.
8Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῆς ἐν Δωδώνῃ κρήνης.
9nΕἵλοντο γάρ, ὡς ἐκεῖ μυθολογοῦσι.
10 Τὴν μυθικὴν αἰτιολογίαν λέγει, τὸ γλυκὺν ὄντα τὸν ἐν Δωδώνῃ ποταμὸν μὴ ποιεῖν ἰχθῦς, ᾧ μίσγεται ἡ κρήνη.
12nΤοιοῦτον δὲ γίνεται καὶ ἐν Ὀμβρικοῖς.
13 Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἀπὸ τέφρας ἑψομένης γίνονται ἅλες.
15nὍσα δ’ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ
16nπλεῖστα θερμὰ εἶναι δεῖ νομίζειν.
17 Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ.
19nΔι’ ἧς διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν κονίαν καὶ
20nτέφραν.
21 Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ὕδωρ καθὸ γευστὸν ἐπι‐ μιξίαν ἔχει γεώδους οὐσίας, ἐπεὶ καθ’ αὑτὸ ἄχυμόν ἐστι.
23nΠερὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι’ ἃς αἰτίας ἀεί
24nτε συνεχῶς εἰσι.
25Τουτέστι διὰ ποίαν αἰτίαν συνεχῶς ἡ θάλασσα μένει ἁλμυρά; ὅτι
μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῷ ὑομένῳ.166

167

(1n)

Πῶς μεταβάλλουσιν.
2 Ὑπάκουσον ἡ καπνώδης καὶ ἀτμιδώδης ἀναθυμίασις· συμβάλλονται γὰρ ἀλλήλαις.
4nἜτι δὲ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει.
5 Πῶς γίνεται γλυκὺ τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρόν; ὅτι πρὸς τὴν ἐπιμιξίαν τῆς γεώδους οὐσίας.
7nΕἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων.
8 Οὐχ ὅτι ἐλλιπὴς ἔτι ἐστὶν ὁ περὶ ὕδατος λόγος εἶπεν, ὅτι εἴρηται ἡμῖν περὶ τῶν πλείστων, ἀλλὰ περὶ τῶν πλείστων ἀκουστέον πρὸς
10τὸ παθῶν. περὶ γὰρ τοῦ πλείστου πάθους εἴρηται ἡμῖν τοῦ ὕδατος, τουτ‐ έστι χυμῶν· οὔτε γὰρ περὶ πάντων χυμῶν τοῦ ὕδατος εἴρηται, ἀλλὰ περὶ τινῶν· περὶ γὰρ πάντων ἐν τῷ Περὶ χυμῶν αὐτοῦ μονοβίβλῳ εἴρηται.
13nΠερὶ δὲ πνευμάτων λέγωμεν λαβόντες τὴν ἀρχὴν τὴν
14nεἰρημένην ἡμῖν πρότερον.
15 Συμπεράνας τὸν περὶ ὕδατος λόγον πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. καί φησιν, ὅτι δεῖ ἀναλαβεῖν τὴν εἰρημένην ἡμῖν πρό‐ τερον ἀρχὴν περὶ ἀνέμων, τουτέστιν, ὅτι διττή ἐστιν ἀναθυμίασις, ἡ μὲν ἀτμιδώδης, ἡ δὲ καπνώδης. καὶ ἐκ μὲν τῆς ἀτμιδώδους γίνεται ὑετός, ἐκ δὲ τῆς καπνώδους ἄνεμος, ἅπερ ἐναντία εἰσί. καὶ ἔχεις τὸ πρῶτον
20λημμάτιον.
21nἜστι δὲ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηρο, οὔτε τὸ ξηρὸν
22nἄνευ ὑγρο.
23 Τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι συμμεμιγμέναι εἰσὶν ἑαυταῖς αἱ δύο ἀναθυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν.
25nΦερομένου δὴ τοῦ ἡλίου κύκλ.
26 Τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὐ‐ τῶν αἱ ἀναθυμιάσεις. τί γάρ φησιν; ὅτι τοῦ ἡλίου κύκλῳ κινουμένου καὶ
ποτὲ βορείου γενομένου καὶ ὡς πρὸς ἡμᾶς ἀνιόντος, ποτὲ δὲ νοτίου καὶ167

168

ὡς ἀφ’ ἡμῶν κατιόντος συμβαίνει ἐν μὲν τῷ γίνεσθαι αὐτὸν πρὸς ἡμᾶς ἀνάγειν τὸ ἀπὸ τῆς γῆς ὑγρὸν καὶ ἐξατμίζειν αὐτὸ διὰ τὸ πολλὴν εἶναι τὴν θερμότητα αὐτοῦ (τηνικαῦτα καὶ ἡ καπνώδης ἀναθυμίασις γίνεται), ἀποστάντος δ’ ἀφ’ ἡμῶν καὶ νοτίου γινομένου ἡ ἀνενεχθεῖσα ἀτμὶς ἐν τῷ
5θέρει μηκέτι θερμαινομένη ἀλλὰ ψυχομένη παχύνεται καὶ εἰς ὕδωρ μετα‐ βάλλεται· μεταβαλλόμενον δ’ εἰς ὕδωρ καὶ φερόμενον ἐπὶ τὴν γῆν ὑγραί‐ νει αὐτήν, ὑγραινομένη δ’ ἡ γῆ μᾶλλον ἀναδίδωσι τὴν καπνώδη ἀναθυ‐ μίασιν, δίκην ὑγροῦ ξύλου. τὰ γὰρ ὑγρὰ ξύλα μᾶλλόν εἰσιν ἐπιτήδεια πρὸς καπνοῦ γένεσιν, τὰ δὲ ξηρὰ καὶ σχεδὸν ἄνικμα ἄκαπνά εἰσιν. ὅθεν καὶ
10ἡ ξηροτάτη γῆ καὶ ἄνικμος οὐ θυμιᾶται, οἷον ψάμμος, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. ὅρα οὖν, πῶς ἑαυταῖς συμβάλλονται πρὸς γένεσιν αἱ δύο ἀνα‐ θυμιάσεις.
13tΠρᾶξις κε.
14nἘπεὶ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι δια‐
15nφέρει.
16 Ἡ παροῦσα λέξις πέντε τινὰ περὶ ἀνέμων παραδίδωσι· πρῶτον μέν, ὅτι οὐ, καθώς φησιν ὁ Ἱπποκράτης, ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος· δεύτερον, ὅτι οὐχ ὥς φασί τινες, ἀθρόα ὕλη τῶν ἀνέμων ἐστὶν ὑπὸ γῆν, ὥσπερ καὶ τοῦ ὕδατος· τρίτον, τίς ἡ αἰτία τῆς λοξῆς κινήσεως τῶν ἀνέμων· τέ‐
20ταρτον, τίνες καὶ πόσοι οἱ ἄνεμοι· πέμπτον, τίνα τὰ ἴδια ἑκάστου ἀνέμου. ταῦτα μὲν τὰ πέντε παραδιδόασι κατὰ μέρος αἱ ἐφεξῆς πᾶσαι λέξεις· ἡ δὲ παροῦσα νῦν θεωρία τὸ πρῶτον μόνον τῶν πέντε ζητήσει, τοῦτο δ’ ἐστίν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, ἀλλ’ ἐστὶν ἐκ τῆς καπνώδους ἀνα‐ θυμιάσεως. καὶ τοῦτο κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, καὶ ἡμεῖς
25δ’ ἔξωθεν προσευπορήσαντες δείξομεν τὸ αὐτὸ διὰ δύο ἐπιχειρημάτων, ὡς εἶναι τὴν παροῦσαν θεωρίαν ἑπτὰ ἐπιχειρήματα δεικνύντα, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ὧν τὸ πρῶτόν ἐστιν τοιοῦτον· νόμος ἐστὶ φυσικός, ὥστε τῶν διαφόρων εἰδῶν διαφόρους εἶναι καὶ τὰς προσεχεῖς ὕλας, οἷον ἵππου καὶ θρόνου· ταῦτα γὰρ διάφορα ὄντα εἴδη καὶ διάφορον ἔχουσι τὴν
30προσεχῆ ὕλην, τὸ μὲν ἔμψυχον, τὸ δ’ ἄψυχον, τὴν μέντοι πόρρω τὴν αὐ‐ τήν· ἄμφω γὰρ ὕλη ἐστὶ τὰ τέσσαρα στοιχεῖα. τούτου οὕτως ἔχοντος εἰ, ὡς σὺ φῄς, Ἱππόκρατες, ὅτι πυκνούμενος ἀὴρ εἰς ὕδωρ μεταβάλλεται, εὑρε‐ θήσεται τῶν διαφόρων εἰδῶν, φημὶ δὴ ὑετοῦ καὶ ἀνέμου, ἡ αὐτὴ προσ‐ εχὴς ὕλη, τουτέστι ἀήρ, ὅπερ ἄτοπον· δεῖ γὰρ διάφορον εἶναι καὶ τὴν
35προσεχῆ ὕλην. οὐκ ἄρα ὁ ἄνεμος ἐξ ἀέρος γίνεται, ἀλλ’ ἐκ τῆς καπνώ‐
δους ἀναθυμιάσεως. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς λέγεις,168

169

Ἱππόκρατες, τὸν ἄνεμον ἀέρα εἶναι κινούμενον· πολὺ γὰρ διαφέρει ἡ τοῦ ἀνέμου κίνησις τῆς τοῦ ἀέρος κινήσεως. ἡ μὲν γὰρ τοῦ ἀέρος ἔκλυτός τε ὑπάρχει καὶ χαλαρά (εἰ γὰρ ἐν ταῖς καταπόσεσι τῶν οἴκων διὰ τὴν βίαν τὴν κάτω φερομένην συντεταμένη καὶ σφοδρὰ γίνεται, ἀλλ’ οὖν οὐκ
5ἐπιμένει, ἀλλὰ πάλιν καθίσταται παραχρῆμα), ἡ δὲ τοῦ ἀνέμου κίνησις τυ‐ ραννική ἐστι καὶ βιαιοτάτη, ὡς δηλοῦσι καὶ οἱ σεισμοὶ τὰ μέγιστα βάρη σαλεύοντες, φημὶ δὴ τὴν γῆν· οὐδὲν γὰρ ἕτερόν ἐστι σεισμὸς ἢ ὑπόγειος ἄνεμος. ἄλλως τε κἀκ τοῦ εἰρημένου ἐν τῷ πρώτῳ βιβλίῳ δῆλον, ὡς τυ‐ ραννικὴν εἶναι τὴν τῶν ἀνέμων κίνησιν. ὅταν γὰρ εἴπωμεν τὸν μέγαν κο‐
10μήτην φανῆναι, τότε γέγονε σφοδρότατος ἄνεμος, ὥστ’ ἐν τῷ ἀέρι λίθον μέγαν μετεωρισθέντα ῥιφῆναι ἐν Αἰγὸς ποταμοῖς. ᾧ δῆλον, ὅτι ἄλλη κί‐ νησις ἀέρος καὶ ἄλλη ἀνέμου· οὐκ ἄρα ἀήρ ἐστιν ἄνεμος. τρίτον ἐπιχείρημα· τί δήποτε, Ἱππόκρατες, ἐν μὲν τοῖς ἐπόμβροις ἔτεσιν οὐ γίνονται πολλὰ πνεύματα, ἐν δὲ τοῖς αὐχμώδεσι πολλὰ γίνονται; εἰ γὰρ ἐκ τοῦ ἀέρος γί‐
15νεται ὁ ἄνεμος, ἐχρῆν ὁμοίως καὶ ἐν τοῖς ἐπόμβροις ἔτεσιν καὶ ἐν τοῖς αὐχμώδεσι καιροῖς γίνεσθαι ἀνέμους, εἴπερ, ὡς λέγεις, ἐκ τοῦ ἀέρος γίνεται. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ὅταν ἐπικρατήσῃ ἡ ξηρὰ ἀναθυμίασις, τουτέστιν ἡ καπνώδης, τηνικαῦτα καὶ τὸ ἔτος αὐχμηρὸν γίνεται καὶ ἄνεμοι γίνονται πολλοί. δῆλον ἄρα, ὅτι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται οἱ ἄνεμοι,
20οὐκ ἐξ ἀέρος κινουμένου. εἶτ’ ἐν μέσῳ ἀπορεῖ ὁ φιλόσοφος, ὅτι τί δή‐ ποτε ἐν τοῖς αὐχμώδεσι καὶ τοῖς ἐπόμβροις ἔτεσιν οὐχ ὁμοίως πᾶσαι αἱ πόλεις καὶ αἱ χῶραι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον οὖσαι ἀπολαύουσι τῶν ὑετῶν ἢ τῶν αὐχμῶν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττον; ἐχρῆν γάρ, φησί, πάσας τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσας πόλεις ὁμοίως διακεῖσθαι κατὰ
25τὸ ὑγρὸν καὶ αὐχμηρόν. καὶ δίδωσι πάλιν τρεῖς ἐπιλύσεις. πρῶτον μέν, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν οὖσαι παράλληλον τῶν ὁμοίων ἀπολαύουσι, σπανίως δὲ οὐ τῶν ὁμοίων· φυσικοῦ δὲ φιλοσόφου ἐστὶ περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ γινόμενα καταγίνεσθαι. ἔπειτα δ’ ὅτι συμβαίνει ἐν ταῖς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσαις χώραις ποῦ μὲν πλείονα ἀναδί‐
30δοσθαι τὴν καπνώδη ἀναθυμίασιν, ποῦ δὲ τὴν ἀτμιδώδη, καὶ τούτου χάριν παραλλάσσειν κατὰ τὰς κράσεις. εἰπὲ δὲ καὶ ἄλλως, ὅτι συμβαίνει τοῦτο διὰ τὴν θέσιν τῆς πόλεως ἢ τῆς χώρας, εἰ γὰρ καὶ αὐχμηρὸν εἴη τὸ ἔτος, εἴη δὲ ἡ μὲν πόλις παραθαλασσία ἢ παρὰ ποταμοὺς ἢ παρὰ λίμνας, ὥσπερ ἡ ἡμετέρα πόλις, ἡ Ἀλεξάνδρεια λέγω, κεκόσμηται· ὅθεν θέρος ἔχει ψυ‐
35χρόν, καίτοι καὶ τῆς Αἰγύπτου καὶ τῆς Λιβύης θερμοτάτης οὔσης. εἰ δ’ εἴη ἐν κοίλῳ τόπῳ καὶ πνιγηρῷ, ἔνθα μή ἐστι παραρρέον ὕδωρ, δῆλον
ὅτι οὐχ ὁμοίως ἀπολαύουσιν αὗται αἱ πόλεις τοῦ αὐχμοῦ, εἰ καὶ ὑπὸ τὸν169

170

αὐτὸν παράλληλόν εἰσιν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δ’ ἧττον διὰ τὴν θέσιν. τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὦ Ἱππόκρατες, ὅτι ἄνεμος καὶ ὑετὸς φθείρουσιν ἄλληλα καὶ ὅτι γεννῶσιν ἄλληλα, τὰ δὲ φθεί‐ ροντα καὶ γεννῶντα ἑαυτῶν ἐναντία εἰσί, τὰ δ’ ἐναντία οὐκ ἐκ τῆς αὐτῆς
5προσεχοῦς ὕλης εἰσί, δῆλον ὅτι οὐκ ἐξ ἀέρος ἐστὶν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. ὅτι γὰρ ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν ἄνεμον, δῆλον. ἡνίκα μὲν γὰρ ἄνεμος γίνεται καὶ ἐπικαταλάβῃ λάβρος ὑετός, παύει τὸν ἄνεμον, ἅτε δὴ τῆς καπνώδους ἀναθυμιάσεως τῆς ποι‐ ούσης αὐτὸν κατασβεσθείσης ὑπὸ τοῦ ὑετοῦ· ἡνίκα δὲ καταβῇ ὁ ὑετὸς ἐπὶ
10τὴν γῆν καὶ ταύτην καταβρέξῃ, τηνικαῦτα ἐξοιδίσκεται ἡ γῆ καὶ ἐξατμίζεται καὶ ὕλη γίνεται τῆς καπνώδους ἀναθυμιάσεως, ὥσπερ ἐπὶ τῶν ὑγρῶν ξύ‐ λων ὁρῶμεν· τὸ γὰρ ἄνικμον οὐδ’ ὅλως ἔχει καπνώδη ἀναθυμίασιν. ὁρᾷς, ὅτι ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν αὐτόν. ὅτε μὲν γὰρ ἦν σφο‐ δρὸς ὁ ἄνεμος, ὀλίγη 〈δ’〉 ὑπάρχει ἡ ἀτμίς, τηνικαῦτα διασκεδαννύει αὐτὴν
15καὶ οὐκ ἐᾷ παχυνθῆναι καὶ εἰς ὕδωρ μεταβληθῆναι. ὅταν δ’ ᾖ σύμμετρος ἄνεμος, πολλὴ δὲ ἀτμίς, τότε δ’ οὗτος ὁ ἄνεμος διασαλεύων καὶ ἀραιῶν τὴν ἀτμίδα διαφθείρει τὴν συγκαταμεμιγμένην αὐτῇ καπνώδη ἀναθυμίασιν. εἶτ’ ἐκείνης χωρισθείσης ψύχεται ἡ ἀτμὶς καὶ ψυχθεῖσα παχύνεται καὶ παχυνθεῖσα εἰς ὕδωρ μεταβάλλεται. καὶ ἰδοὺ μεμάθηκας, πῶς καὶ ὁ ἄνε‐
20μος ποιεῖ καὶ φθείρει τὸν ὑετόν. πέμπτον ἐπιχείρημα· ὅτι γὰρ ἀληθές ἐστιν, ὦ Ἱππόκρατες, ὅτι οἱ ἄνεμοι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γί‐ νονται, οὐκ ἐκ τοῦ ἀέρος, ὡς σὺ φῄς, δῆλον. ὁρῶμεν γάρ, ὅτι τεσσάρων ὄντων ἀνέμων καθολικῶν οἱ μὲν δύο, ἀπηλιώτης φημὶ καὶ ζέφυρος, οὔκ εἰσι σφοδρότατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοί εἰσιν. αἴτιον δέ, ὅτι
25ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρά· ψυχρὰ δὲ μένοντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γινομένων διὰ τὴν ψύξιν, εἶτα τῆς γῆς διαβρόχου γινομένης πολλὴ καπνώδης ἀναθυμίασις ἐκδίδοται, ὡς ἤδη εἴρηται· καὶ τούτου χάριν σφοδροὶ ἄνεμοι γίνονται ὁ βορρᾶς καὶ ὁ νότος. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ
30τοῖς δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψύξιν γενέσθαι πολλήν, ἔνθεν οὔτε πολὺς ὑετός, ἔνθεν οὔτε πολλὴ καπνώδης ἀναθυμίασις ἅτε τῆς γῆς μὴ διαβρόχου γινομένης. οὐ γίνονται διὰ τοῦτο ἄνεμοι σφοδροὶ ἐν‐ τεῦθεν. ἀλλ’ ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς δυνατὸν πάλιν τὰ νότια μέρη γί‐ νεσθαι ψυχρά, εἴ γε ἀλεεινότατος καὶ ἀληθινώτατος ἄνεμός ἐστιν ὁ νότος
35διὰ τὸ ἔκθερμον καὶ ξηρόν. ἢ λέγομεν, ὅτι λέγει εἶναι ψυχρὰ νῦν οὐ τὰ πρὸς ἡμᾶς, ἀλλὰ τὰ ὡς πρὸς τὸ πᾶν, ἢ καπνώδη ἀναθυμίασιν λέγει ἐκ τῶν νοτίων μερῶν γίνεσθαι πολλήν, οὐ λόγῳ ψύξεως καὶ ὄμβρων, ὥσπερ
ἐν τῷ ἀρκτικῷ μέρει γίνεται, ἀλλὰ τῷ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις170

171

μέρεσιν ἤπερ ἐν τοῖς βορείοις. τὸ γὰρ πλέον τῆς γῆς ἐν τῷ νοτίῳ μέρει ἐστίν, ὡς πρὸς ἡμᾶς δίκην τυμπάνου ἀναπεπταμένου, ἐν δὲ τοῖς βορείοις δίκην ὀμφαλοῦ. διὰ γοῦν τὸ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις πολλὴ γίνε‐ ται ἡ καπνώδης ἀναθυμίασις. τὸ γὰρ ἐν ἑκάστῳ μορίῳ τῆς γῆς ἐκείνης
5ἀναδιδόμενον ὀλίγον εἰς ἓν συναθροιζόμενον ποιεῖ πολλὴν τὴν ἀναθυμίασιν καὶ σφοδρότατον ἄνεμον. ἐν δὲ τοῖς βορείοις ὀλίγη μέν ἐστιν ἡ γῆ, ἀλλ’ ἔνικμος· διὰ γὰρ τὴν ψύξιν ὄμβροι γίνονται, καὶ διὰ τὸ ἔνικμον τῆς γῆς πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις, οὐ διὰ τὸ πλῆθος τῆς γῆς. οὕτω μὲν οὖν παραμυθητέον τὸν λόγον. ᾧ δῆλον, ὅτι ὁ ἄνεμος ἀπὸ καπνώδους
10γίνεται ἀναθυμιάσεως, οὐκ ἀπὸ ἀέρος. καὶ ταῦτα μὲν ἡ λέξις. φέρε δὲ καὶ ἡμεῖς προσευπορήσωμεν. ἕκτον ἐπιχείρημα· ὅτι γὰρ ὁ ἄνεμος ἐκ τῆς καπνώδους ἀναθυμιάσεως, οὐκ ἐκ τοῦ ἀέρος, δῆλον, ἐπειδὴ ἐν μέσῳ πε‐ λάγει οὐχ οὕτως ἐστὶ σφοδρὸς ὁ ἄνεμος ὥσπερ ἐν τοῖς περὶ τὸν αἰγιαλὸν τόποις καὶ κόλποις. τούτου δ’ αἴτιον, ὅτι ἐν τοῖς κόλποις πλησίον ἐστὶ
15τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου, λέγω δὴ ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἀνιοῦσα ἐκ τῆς γῆς ποιεῖ τὸν ἄνεμον· εἰ δ’ ἦν ἀὴρ κινούμενος ὁ ἄνεμος, ἐχρῆν καὶ ἐν μέσῳ. ἕβδομον δὲ καὶ τελευταῖον ἐπιχείρημα τοῦτο· εἰ, ὡς Ἱπποκράτης λέγει, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἐπειδὰν ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ μᾶλλον κινεῖται, λέγω δὴ ὁ κυκλοφορούμενος, ἐχρῆν μᾶλλον
20ἐκεῖ σφοδρότατον εἶναι τὸν ἄνεμον, σφοδροτέρως ἐκεῖσε τοῦ ἀέρος κινου‐ μένου. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι νηνεμία ἐστὶν ἐν ταῖς κορυφαῖς τῶν ὑψηλο‐ τάτων ὀρῶν, ὡς μήτε γράμματα ἐπὶ σποδιᾶς γραφέντα σκεδάννυσθαι· δῆ‐ λον ὅτι οὐκ ἔστιν ἀὴρ κινούμενος ὁ ἄνεμος. ταῦτα ἔχει ἡ θεωρία.
24nἘπειδὴ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι δια‐
25nφέρει.
26 Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον· εἰ τῶν διαφόρων εἰδῶν διάφορός ἐστιν ἡ ὕλη, δῆλον ὅτι ὑετοῦ καὶ ἀνέμου διάφορός ἐστιν ἡ ὕλη.
28nΤὸν γὰρ αὐτὸν κινούμενον μὲν ἄνεμον εἶναι, συνιστά‐
29nμενον δὲ πάλιν ὕδωρ.
30 Ὁ μὲν Ἱπποκράτης τὸν ἄνεμον ἔλεγεν ‘ἠέρος ῥεῦμα καὶ χεῦμα‘, τουτέστιν ἀέρα κινούμενον· ἄλλοι δέ τινες φυσικοὶ τὸν ἀέρα ἱστάμενον ὕδωρ γίνεσθαι, ὡς εἶναι δῆλον, ὅτι ὕλην ὑετοῦ καὶ ἀνέμου μίαν εἶναι ταύτην ἔφασκον τὸν ἀέρα, ὅπερ ἄτοπον· τῶν γὰρ διαφόρων εἰδῶν διάφοροι καὶ
αἱ προσεχεῖς ὗλαι.171

172

(1n)

Ὅπερ ἐν τοῖς πρὸ τούτου λόγοις εἰρήκαμεν ὕδωρ γί‐
2nνεσθαι ἐκ τούτων.
3 Καίτοι τὸν ὑετὸν ἐλέγομεν ἐκ τῆς ἀτμίδος γίνεσθαι· οὐκ ἐκ τούτων γάρ, φησί, γίνεται, τουτέστι τῶν δύο ἀναθυμιάσεων.
5nἩ μὲν γὰρ ἀτμὶς καὶ ὑγρὸν καὶ ψυχρόν.
6 Αὐτή, φησίν, ἡ ἀτμίς, ἐξ ἧς γίνεται τὸ ὕδωρ, ὑγρά ἐστι καὶ ψυχρά· ὑγρὰ μὲν διὰ τὸ ἀόριστον, ψυχρὰ δὲ διὰ τὸ μεταβάλλειν εἰς ὕδωρ. ἀλλ’ ἄπορόν ἐστι· πῶς γὰρ ἀνωτέρω ἔλεγεν αὐτὴν ὑγρὰν καὶ θερμήν, νῦν δὲ ὑγρὰν καὶ ψυχράν; ἢ λέγομεν· ὑγρὰ μὲν καὶ ψυχρά ἐστι κατὰ φύσιν (τοι‐
10οῦτον γὰρ καὶ τὸ ὕδωρ), ὑγρὰ δὲ καὶ θερμή ἐστι κατὰ συμβεβηκός, ἐπειδὴ ἐπίκτητον ἔχει τὴν θερμασίαν.
12nὭσπερ ὕδωρ θερμανθέν.
13 Τινὰ τῶν ἀντιγράφων ἔχει τὴν ἀτμίδα ὡς ὕδωρ μὴ θερμανθέν, τινὰ δ’ ὡς ὕδωρ θερμανθέν.
15nὭστε καθάπερ ἐκ συμβόλων συνίσταται ὁ ἄνω ἀὴρ
16nὑγρὸς καὶ θερμός.
17 Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι οὐκ ἔχει ἰδίαν κίνησιν ἄνεμος, ἀλλὰ πρὸς τὸ φερόμενον σῶμα. οὕτω καὶ ἡ κίνησις τοῦ ἀέρος γίνεται σύμβολον οἷον ὑπάρχον τοῦ γινομένου σώματος. εἰ μὲν γὰρ
20ἐπὶ τὰ δεξιὰ φέροιτο τὸ φερόμενον, ῥιπὶς ἢ ἄλλο τι, ἐπὶ τὰ δεξιὰ καὶ ὁ ἐκ τοῦ ἀέρος ἄνεμος γινόμενος, ἢ ἐπὶ τὰ ἀριστερὰ ἢ ἄνω ἢ κάτω. τοῦτο δὲ πάσχει διὰ τὸ εἶναι αὐτὸν ὑγρὸν καὶ θερμόν· ὑγρὸς γὰρ ὢν καὶ θερμὸς ἔκλυτός ἐστιν. ὁ μέντοι ἄνεμος ἐπειδὴ ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεώς ἐστιν, αὕτη δὲ θερμή ἐστι καὶ ξηρά, οὐχ ὡς ἔτυχε μένει πρὸς τὸ φερό‐
25μενον σῶμα, ἀλλ’ ὡρισμένην ἔχει τὴν κίνησιν, ὥσπερ καὶ οἱ ποταμοί· οὗ‐ τοι γὰρ τὴν αὐτὴν ὁδὸν ἀεὶ κινοῦνται τὴν ἀπὸ τῶν πηγῶν ἐπὶ τὴν θά‐ λασσαν. οὕτως οὖν καὶ οἱ ἄνεμοι, ὅθεν ἂν ᾖ καπνώδης ἀναθυμίασις, ἐκεῖθεν πνέουσιν, οὐχ ὡς ἀὴρ ποιεῖ ἄνεμον, ὁπόθεν ἂν τύχῃ. διάφορος
ἄρα ἡ ὕλη τοῦ ἀνέμου καὶ ὁ ἀήρ.172

173

(1n)

Μαρτυρεῖ δὲ τὰ γινόμενα τοῖς εἰρημένοις.
2 Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. ὅτι γάρ, φησί, διάφορος ὕλη τοῦ ἀνέμου καὶ ὕλη τοῦ ἀέρος, δῆλον· ἐν γὰρ τοῖς αὐχμηροῖς ἔτεσι πολλὰ πνεύματα γίνονται, ἐν δὲ τοῖς ἐπόμβροις ἧττον. ᾧ δῆλον, ὅτι ἐκεῖ μὲν
5πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἐνταῦθα δὲ πολλὴ ἡ ἀτμιδώδης.
6nΠολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους
7nὄμβρους.
8 Ἐνταῦθα ἡ ἀπορία, τί δήποτε μὴ πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν παράλ‐ ληλον πόλεις ὁμοίως ἀπολαύουσι τοῦ αὐχμοῦ ἢ τοῦ ὑετοῦ, ἀλλ’ ἀνομοίως.
10nΑἴτιον δ’ ὡς μὲν τὰ πολλὰ αὐτὸ πάθος.
11Ἡ πρώτη ἐπίλυσις, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον οἶδε τὰς αἰτίας ὁ φυσικός.
12nἘὰν μή τι διάφορον ἔχωσιν ἴδιον.
13 Ἡ δευτέρα ἐπίλυσις, ὅτι συμβαίνει διὰ τὴν θέσιν τῆς πόλεως τοῦτο γίνεσθαι.
15nΟὐ μὴν ἀλλὰ ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος ἡ ξηρὰ
16nἀναθυμίασις ἐγένετο.
17 Ἡ τρίτη ἐπίλυσις, ὅτι συμβαίνει κατὰ μέν τινας πόλεις τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον πολλὴν γίνεσθαι καπνώδη ἀναθυμίασιν ἢ ἀτμιδώδη, εἶτα ταύτας ἐλαύνεσθαι εἰς ἄλλον τόπον, τὴν μὲν ὧδε, τὴν δ’ ἐκεῖσε· καὶ ὅπου
20δἂν πλεονάσῃ ἡ καπνώδης, ἐκεῖσε αὐχμὸν γίνεσθαι, ὅπου δ’ ἡ ἀτμιδώ‐ δης, ὑετόν, κατὰ ἀντιπερίστασιν ἀλλήλων, ὥσπερ καὶ ἐν τοῖς ἐναντίως ἔχουσιν αἱ κοιλίαι αἵ τε ἄνω καὶ κάτω.
23nἜτι δὲ μετὰ τοὺς ὄμβρους ἄνεμοι ὡς τὰ πολλὰ γί‐
24nνονται.
25 Ἐνταῦθα τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξ ἀλλήλων γίνονται οἱ ἄνεμοι καὶ οἱ ὑετοί. πῶς οὖν ἐκ τῆς αὐτῆς ὕλης εἰκὸς αὐτὰ γίνεσθαι
ἐναντία; ταῦτα γὰρ ἄλληλα γεννῶντα καὶ φθείροντα ἐναντία εἰσίν.173

174

(1n)

Ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα.
2 Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι οἱ σφοδροὶ ἄνεμοι ἀπὸ τῶν νοτίων καὶ τῶν ἀρκτῴων μερῶν, ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως. ἐν δὲ τῇ ἀνατολῇ καὶ τῇ δύσει οὐ γίνονται σφοδροί, ἅτε
5τοῦ ἡλίου ἐκδαπανῶντος τὴν ἐκεῖσε γινομένην ἀναθυμίασιν καὶ μὴ ἐῶντος ὑποστῆναι. οὐκ ἄρα οἱ ἄνεμοι ὕλην ἔχουσι τὸν ἀέρα.
7nἘπειδὴ πλεῖστον μὲν καταβαίνει ὕδωρ ἐν τούτοις τοῖς
8nτόποις.
9Τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐν τοῖς ἀρκτῴοις καὶ τοῖς νοτίοις σφο‐
10δροὶ γίνονται ἄνεμοι. ἐπειδὴ γὰρ οἱ τόποι οὗτοι ψυχροί εἰσιν, ἡ ἀτμὶς ἐν αὐτοῖς πηγνυμένη μεταβάλλεται εἰς ὕδωρ· ἔνθεν τοῦ ὑετοῦ γινομένου ὑγραίνεται ἡ γῆ καὶ πολλὴν ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν.
13nΚαλοῦνται δὲ οἱ ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ ἀπὸ
14nτῆς μεσημβρίας νότοι.
15 Ἐζήτησεν ὁ μέγας φιλόσοφος, τί δήποτε τοῦ μεσημβρινοῦ ὁμοίως ὄντος καὶ ἐπὶ τοῦ νοτίου καὶ ἐπὶ τοῦ ἀρκτικοῦ μόνον τὰ νότια μεσημβρινὰ λέγεται· ἐχρῆν γὰρ καὶ τὰ βόρεια λέγεσθαι μεσημβρινὰ ὡς ὄντος κἀκεῖ τοῦ μεσημβρινοῦ. καὶ ἐπελύσατο λέγων, ὅτι διὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημ‐ βρινοῦ γινόμενον ποιεῖν ἅπερ ἐν τοῖς νοτίοις γινόμενος ποιεῖ. ὥσπερ γὰρ
20ἐν τοῖς νοτίοις μέρεσιν ὢν τὴν σκιὰν ἡμῶν ποιεῖ ἐπὶ βορρᾶν πίπτειν διὰ τὸ ἀφίστασθαι κατὰ κορυφήν, οὕτω καὶ ἐν τῷ μεσημβρινῷ ὢν τὸ αὐτὸ ποιεῖ· καὶ οὕτω γὰρ ἡ σκιὰ ἡμῶν ἐπὶ βορρᾶν πίπτει.
23tΠρᾶξις κϛ.
24nἩ δὲ φορὰ αὐτῶν λοξή ἐστι.
25 Δείξας ὁ φιλόσοφος, τίς ἡ ὕλη τῶν ἀνέμων, ὅτι οὐχ ὡς Ἱπποκράτης ἔφησεν, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμι‐ άσεως γίνονται, εἰκότως μετὰ τὴν ὕλην αὐτῶν περὶ τῆς λοξῆς κινήσεως διαλέγεται, ἐπειδὴ ἔχει ἀπορίαν, πῶς ὑπὸ τῆς καπνώδους ἀναθυμιάσεως γινόμενοι λοξὴν ἔχουσι τὴν κίνησιν τῆς καπνώδους ἀναθυμιάσεως ἀνωφε‐
30ροῦς οὔσης καὶ κούφης, εἴπερ ἐξ αὐτῆς γίνονται. καί φησιν, ὅτι αἰτία ἐστὶ174

175

τῆς λοξῆς τοῦ ἀνέμου κινήσεως ἡ τοῦ παντὸς κυκλοφορία. ἔνθεν ἀπατη‐ θεὶς ὁ Ἀφροδισιεὺς καὶ νομίσας λέγειν τὸν Ἀριστοτέλην πρὸς τὴν φορὰν τοῦ παντὸς κινεῖσθαι τοὺς ἀνέμους, τουτέστιν ἀπὸ ἀνατολῶν εἰς δυσμάς, (ἄτοπον γὰρ ἕπεται· ἔδει γὰρ ὅσον ἐπὶ τούτῳ πάντας ἀπηλιώτας εἶναι)
5ἠυτομόλησε πρὸς Θεόφραστον καὶ μᾶλλον ἐκεῖνον ἀποδέχεται λέγοντα τὴν αἰτίαν τῆς λοξῆς αὐτῶν κινήσεως. ἔλεγε γὰρ ὁ Θεόφραστος, ὅτι λοξῶς κινοῦνται οἱ ἄνεμοι διὰ τὸ ἀνομοιομερῆ αὐτῶν εἶναι τὴν ὕλην, τουτέστι τὴν καπνώδη ἀναθυμίασιν· τὸ μὲν γὰρ αὐτῆς ἐστι γεῶδες, τὸ δὲ κοῦφον, καὶ τοῦ μὲν ἐπὶ τὰ κάτω βρίθοντος, τοῦ δ’ ἐπὶ τὰ ἄνω ἕλκοντος γίνεται
10μέση τις κίνησις λοξή· καὶ διὰ τοῦτο λοξῶς οἱ ἄνεμοι κινοῦνται, ὥσπερ καὶ ἐπὶ τοῦ κατ’ ἐκπυρηνισμὸν γινομένου διᾴττοντος ἐλέγομεν. ἀλλ’ αὕτη μὲν ἡ ὑπόθεσις ἐλήλεγκται ἐν τῷ πρώτῳ βιβλίῳ· ὁ μέντοι Ἀφροδισιεὺς ταύτην μᾶλλον ἀποδέχεται ἤπερ τὴν Ἀριστοτέλους ἄτοπον οὖσαν, ὡς οἴεται. ὁ μέντοι μέγας φιλόσοφος ὁ ἡμέτερος πρόγονος οἷον τροφεῖα ἀπονέμων
15Ἀριστοτέλει ἐλευθεροῖ αὐτὸν τῆς τοιαύτης ἀτοπίας. δείκνυσι γάρ, ὅτι οὐχ ὡς ὁ Ἀφροδισιεὺς ᾠήθη, τοῦτο λέγει Ἀριστοτέλης, ὅτι πρὸς τὴν φορὰν τοῦ παντὸς κύκλῳ κινοῦνται οἱ ἄνεμοι (οὐδαμοῦ γὰρ τοῦτο ἐλέγχεται λέγων ὁ Ἀριστοτέλης), ἀλλ’ ὅτι τῆς λοξῆς αὐτῶν κινήσεως αἰτία ἐστὶν ἡ κυκλο‐ φορία. ἀνιούσης γάρ, φησὶν ὁ μέγας φιλόσοφος, τῆς καπνώδους ἀναθυμι‐
20άσεως μέχρι τοῦ κυκλοφορουμένου ἀέρος, τουτέστιν ὑπὲρ τὰς ἀκρωρείας, κἀκείνῳ προσπταιούσης καὶ διελθεῖν αὐτὸν μὴ δυναμένης—τοῦτο μὲν διὰ τὸ ὀξέως κινεῖσθαι ἐκεῖνον τὸν ἀέρα καὶ τῇ ὀξείᾳ κινήσει λανθάνοντα τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ διαιρούμενον δι’ αὐτῆς δίκην τῶν ὀξέως περι‐ στρεφομένων βαυκαλίων (καὶ ταῦτα γὰρ ἐν αὐτοῖς ὕδωρ οὐ μεθίησι διὰ
25τὴν ὀξύτητα τῆς κινήσεως), τοῦτο δὲ διὰ τὸ παχυτέραν εἶναι ἐκείνην τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ εὐθέως διεισδύνειν εἰς τὸν κυκλοφορούμενον ἀέρα—προσπταίουσα τοίνυν αὕτη τούτῳ τῷ ἀέρι καὶ πάλιν ἀποπαλλο‐ μένη ὡς ἐπὶ τὰ κάτω πεπλανημένην ποιεῖται τὴν κίνησιν, τουτέστι λοξήν· καὶ γίνεται τηνικαῦτα ὁ ἄνεμος. αὕτη μὲν οὖν ἡ αἰτία τῆς λοξῆς αὐτοῦ
30κινήσεως. ἀλλ’ ἐπειδὴ μία τῶν ἀντικειμένων ἡ ἐπιστήμη, ἀντίκειται δὲ τῇ κινήσει ἡ στάσις, εἰκότως μετὰ τὴν κίνησιν τῶν ἀνέμων περὶ στάσεως αὐ‐ τῶν διαλέγεται, ὅθεν περὶ νηνεμίας διαλαμβάνει. καί φησιν, ὅτι γίνεται νηνεμία ἐν ταῖς τέσσαρσι ὥραις τοῦ ἔτους, ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν τοῦ ἔτους. ἐν μὲν γὰρ τῷ θέρει γίνεται νηνεμία διὰ δύο αἰτίας· πρῶτον
35μέν, ὅτι πολλὴ οὖσα θερμότης ἀναλίσκει τὴν ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τοῦ ἀνέμου, καὶ οὐ γίνεται ἄνεμος. ὅθεν ἐν τοῖς πάνυ αὐχμωδεστάτοις καταστήμασι τοῦ θέρους ἄπνοια ὑπάρχει παντελὴς καὶ πνιγηρὸς ὁ ἀὴρ γί‐ νεται. ἔπειτα δὲ καὶ εἰ ἔστι τις ἰκμὰς ἐν τῇ γῇ, εἴη δὲ πολὺ θερμότατον
τὸ κατάστημα, ὅλως οὐ ποιεῖ ἀτμόν, ἀλλ’ ἐξαναλίσκεται ἀθρόον δίκην175

176

ἀχύρου ἐμβληθέντος ἐν μεγάλῃ πυρκαϊᾷ καὶ μηδὲ καπνὸν ποιήσαντος, ἀλλ’ ἀθρόον καταφλεχθέντος. ἐν δὲ τῷ χειμῶνι γίνεται νηνεμία, ὅταν γένηται πολλὴ ἡ ψύξις· αὕτη γὰρ κατασβέννυσι τὴν καπνώδη ἀναθυμίασιν καὶ ἐν‐ εργεῖν οὐκ ἐᾷ ἐν τοῖς μεγάλοις παγετοῖς, ἄπνοια δ’ ἐστὶ διὰ τὸ μὴ εἶναι
5ὕλην ἀνέμου. ἐν δὲ τῷ ἔαρι γίνεται ἡ νηνεμία διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν ἀπὸ τοῦ χειμῶνος καὶ τέως μὴ εἶναι, ἕως πάλιν βραχεῖσα ἡ γῆ ἀναδίδωσι τὸν ἀτμόν. ἐν δὲ τῷ φθινοπώρῳ γίνεται νηνε‐ μία διὰ τὸ καταξηρανθῆναι τὴν γῆν καὶ μὴ ἀναδίδοσθαι ἀτμόν, ὅς ἐστιν ὕλη τῶν ἀνέμων, ἕως οὗ βραχεῖσα γίνεται ἔνικμος. οὕτω μὲν οὖν νηνε‐
10μίαι γίνονται. ἀλλ’ ἐπειδὴ τῇ ἐπιτολῇ καὶ τῇ δύσει τοῦ Ὠρίωνος ποτὲ μὲν γίνονται νηνεμίαι, ποτὲ δ’ ἄνεμοι, εἰκότως ὁ φιλόσοφος καὶ περὶ τοῦ Ὠρίωνος διαλέγεται. καί φησιν, ὅτι ἄκριτός ἐστι καὶ χαλεπὸς ὁ Ὠρίων, τουτέστιν ἄτακτος καὶ ἀνώμαλός ἐστιν ἡ τούτου ἐπιτολὴ καὶ δύσις, ἐπειδὴ ποτὲ μὲν ἀνέμους ποιεῖ, ποτὲ δὲ νηνεμίας. ἀνώμαλος δ’ ἐστίν, ἐπειδὴ
15καὶ ἀνωμάλοις ὥραις ποιεῖ τὰς φάσεις· ἡ μὲν γὰρ ἐπιτολὴ αὐτοῦ ἐν τῷ ἔαρι γίνεται, ὅταν ὁ ἥλιος ἐν Ταύρῳ γένηται, ὅθεν καὶ οἱ ναυτικοὶ παρα‐ φυλάττονται τὴν ἡμέραν κδ τοῦ Παχών, ὅτε γίνεται ἡ ἐπιτολὴ τοῦ Ὠρί‐ ωνος, Παχίτην αὐτὸν ἀποκαλοῦντες διὰ τὸ ἐν τῷ Παχὼν αὐτὸν γίνεσθαι. ἡ δὲ κρύψις αὐτοῦ πάλιν ἐν τῷ φθινοπώρῳ γίνεται, ὅταν ὁ ἥλιος ἐν τῷ
20Σκορπίῳ. ἐπειδὴ οὖν ἐν ἀνωμάλοις ὥραις ἔχει τὰς φάσεις, ἀνώμαλον ποιεῖ καὶ τὸν ἀέρα κατὰ τοὺς ἀνέμους. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ἀνώμαλον τὸ ἔαρ καὶ τὸ φθινόπωρον, ἀλλ’ οὐχ ὁμοίως. μᾶλλον γὰρ ἀνώμαλον τὸ φθινό‐ πωρον ἤπερ τὸ ἔαρ, ἐπειδὴ ἐν μὲν τῷ ἔαρι ἄρχεται τὸ θερμὸν ἐπικρατεῖν καὶ ὁμαλῶς ἐπικρατεῖ, μὴ ποτὲ μὲν νικῶν, ποτὲ δὲ ἡττώμενον διὰ τὸ δρα‐
25στικώτατον εἶναι, ἐν δὲ τῷ φθινοπώρῳ ἄρχεται τὸ ψυχρὸν ἐπικρατεῖν ἀνω‐ μάλως, ποτὲ μὲν ἡττώμενον, ποτὲ δὲ περιγινόμενον. καὶ διὰ τοῦτο μᾶλλον ἀνώμαλον τὸ φθινόπωρον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἐτησίων διαλέγεται. φησὶ γάρ, ὅτι γίνονται οὗτοι βόρειοι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τρο‐ πῆς, τουτέστι περὶ τὴν τοῦ Κυνὸς ἐπιτολήν· τηνικαῦτα γὰρ τῆς χιόνος
30λυομένης γίνονται αὖραι ψυχραὶ βόρειοι, αἵτινες ἐτησίαι λέγονται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ἐν αὐτῇ τῇ θερινῇ τροπῇ γίνονται οἱ ἐτησίαι, ὅτε ὁ ἥλιός ἐστι κατὰ κορυφὴν ἐν Καρκίνῳ. τηνικαῦτα γὰρ θερμότατός ἐστιν· εἰ δὲ θερμότατος, λύεται μᾶλλον τότε ἡ χιών· ὡς οὖν τότε λυομένης μᾶλλον τότε ἔδει γίνεσθαι τοὺς ἐτησίους. μετὰ δὲ τὴν
35θερινὴν τροπήν, ἐπειδὴ ἀπέστη τοῦ κατὰ κορυφὴν γινόμενος ἐν Λέοντι, ἀμυδροτέραν ἔχει τὴν θερμασίαν· πῶς οὖν τότε γίνονται οἱ ἐτησίαι; ἢ λέ‐ γομεν, ὅτι γινόμενος κατὰ κορυφὴν ὁ ἥλιος θερμότατος μέν ἐστιν, ἀλλ’
οὐχ ἅμα τῷ γενέσθαι θερμότατος λύει καὶ τὴν χιόνα, ἀλλὰ δεῖται καὶ176

177

χρόνου πρὸς τὸ ποιῶσαι τὸν ἀέρα καὶ θερμᾶναι· εἶθ’ οὕτως θερμανθέντος τοῦ ἀέρος λύεται ἡ χιών. ἐπειδὴ οὖν ὄντος τοῦ ἡλίου ἐν τῇ θερινῇ τροπῇ θερμοτάτου οὐκ εὐθέως ἐποιώθη ὁ ἀὴρ ὅλος τῇ θερμότητι, τούτου χάριν οὐκ ἐλύθη πᾶσα ἡ χιών, ἀλλ’ εἴ που εὑρέθη μέρος τι ἐξ αὐτῆς λεπτο‐
5μερὲς καὶ εὔτηκτον, ἐκεῖνο ἐλύθη μόνον· οὗ ἡ ἀναδιδομένη ἀτμὶς βραχυ‐ τάτη οὖσα εὐθέως ἀνεπόθη ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ οὐκ ἐποί‐ ησεν αὔραν, ἵνα γένωνται ἐτησίαι. ὅτε δὲ λοιπὸν μετέλθῃ ὁ ἥλιος ἐν Λέ‐ οντι καὶ γένηται λοιπὸν ἡ τοῦ Κυνὸς ἐπιτολὴ μετὰ κκε ἡμέρας τῆς θερινῆς τροπῆς, φθάνει ἐκείνη ἡ θερμότης, ἣν ἀπέθετο ὁ ἥλιος ἐν τῷ
10ἀέρι, ὅτε ἦν ἐν θεριναῖς τροπαῖς, ἐκθερμᾶναι τὸν ἀέρα. τότε οὖν ἐκθερ‐ μανθεὶς ὁ ἀὴρ λύει τὴν χιόνα, καὶ τηνικαῦτα γίνονται ἐτησίαι. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ γίνεσθαι τοὺς ἐτησίας μετὰ τὰς θερινὰς τροπὰς καὶ οὐκ ἐν αὐταῖς ταῖς τροπαῖς. ἐκεῖνο δὲ πάλιν ἀπορητέον· τίς ἡ ἀποκλήρωσις, ὥστε βορείους μὲν ἐτησίας εἶναι, μηκέτι δὲ καὶ νοτίους; ἢ λέγομεν, ὅτι
15εἰσὶ καὶ νότιοι ἐτησίαι ὡς ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου, ἀλλ’ ἡμῖν ἀνεπαί‐ σθητοί εἰσι διὰ τὸ πλεῖστον ἡμῶν ἀφίστασθαι. τάχα δὲ καὶ οἱ ἐκεῖσε οἰ‐ κοῦντες τὸ αὐτὸ ἂν ἀπορῶσι, τί δήποτε μόνον πρὸς αὐτοὺς νότιοί εἰσιν, οὐκέτι δὲ καὶ βόρειοι ἐτησίαι. ἢ ῥητέον, ὅτι οὐ μόνον ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου εἰσὶν ἐτησίαι, ἀλλὰ καὶ ἀπὸ τοῦ καθ’ ἡμᾶς νότου. οὗτοι δὲ
20μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἄρχονται πνεῖν τοῦ ἡλίου ὄντος ἐν Ἰχθύσι, οὕστινας οἱ μὲν Ἀλεξανδρεῖς ῥόδωνας καλοῦσι διὰ τὸ περὶ τὸν καιρὸν τῶν ῥόδων ἄρχεσθαι πνεῖν, ὁ δὲ Ἀριστοτέλης λευκονότους τε καὶ ὀρνιθίας· λευκονότους μὲν διὰ τὸ ἀτάραχον καὶ γαλήνιον τῆς πνοῆς, ὀρνιθίας δὲ διὰ τὸ ἐπιτηδείους αὐτοὺς εἶναι πρὸς τὴν τῶν ὀρνίθων γένεσιν·
25τηνικαῦτα γὰρ πνεόντων αὐτῶν ᾠοτοκοῦσιν οἱ ὄρνιθες ὡς καὶ χωρὶς τῆς τοῦ ἄρρενος μίξεως. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τῶν γινομένων ᾠῶν ὑπηνεμίων. οὕτω ζῳογόνον ἐστὶ τοῦτο τὸ πνεῦμα. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
29nΠερὶ γὰρ τὴν γῆν πνέουσιν ἄνεμοι εἰς ὀρθὸν γινομένης
30nτῆς ἀναθυμιάσεως.
31 Ἄπορόν ἐστι, φησί, πῶς λοξή ἐστιν ἡ κίνησις τῶν ἀνέμων, καίτοι τῆς ὕλης αὐτῶν, τουτέστι τῆς ἀναθυμιάσεως, εἰς ὀρθὸν κινουμένης, τουτέστιν ἐπὶ τὰ ἄνω.
34nὍτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορ.
35Ἐνταῦθα τὴν αἰτίαν λέγει τῆς λοξῆς κινήσεως τῶν ἀνέμων. ἐπειδὴ
γάρ, φησίν, ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ συνέπεται τῇ φορᾷ τοῦ παντός,177

178

ἀνιοῦσα ἡ καπνώδης ἀναθυμίασις μέχρι τοῦ ἀέρος καὶ μὴ δυναμένη ὑπερ‐ βῆναι αὐτὸν διὰ τὸ ἐκεῖνον ὀξέως κινεῖσθαι καὶ μὴ φθάνειν διαιρεθῆναι (χρεία γὰρ πρὸς τοῦτο καὶ χρόνου) ἀποπάλλεται ἐπὶ τὰ κάτω καὶ τὸ λοι‐ πὸν πεπλανημένως κινεῖται, καὶ γίνεται λοξὴ κίνησις τῶν ἀνέμων. ὁ μέν‐
5τοι Ἀφροδισιεὺς τοῦτο μὴ νοήσας, ἀλλ’ οἰηθεὶς τὸν Ἀριστοτέλην τοὺς ἀνέμους λέγειν συνέπεσθαι τῇ φορᾷ τοῦ παντὸς ἠυτομόλησε πρὸς Θεό‐ φραστον καὶ τὴν ἐκείνου μᾶλλον ἀποδέχεται δόξαν περὶ τῆς λοξῆς κινήσεως.
8nΔιὸ καὶ ἀπορήσειεν ἄν τις, ὁποτέρωθεν ἡ ἀρχὴ τοῦ
9nπνεύματος.
10 Ὁποτέρωθεν ‘ἄνωθεν ἢ κάτωθεν‘ σὺ ὑπάκουσον, ὅτι ἄνωθεν καὶ κάτωθέν ἐστιν ἡ ἀρχὴ τῶν ἀνέμων. κάτωθεν μὲν γὰρ τὸ ὑλικὸν αὐτῶν αἴτιον, τουτέστιν ἡ ἀναθυμίασις, ἄνωθεν δὲ τὸ ποιητικόν, τουτέστιν ὁ κυκλοφορούμενος ἀήρ, καθὸ ἀντωθεῖ ἐπὶ τὸ κάτω τὴν ἀναθυμίασιν· καὶ λοιπὸν ἄρχεται ἡ λοξὴ αὐτῶν κίνησις γίνεσθαι. ὅτι γὰρ ἄνωθεν ἄρχονται
15λοξῶς κινεῖσθαι οἱ ἄνεμοι, δῆλον ἐκ τοῦ τὰ νέφη πρώτως αἰσθάνεσθαι τούτων τῶν κινήσεων· ἄρχονται γὰρ πλαγίως κινεῖσθαι, εἶτα ἀπὸ τῶν νε‐ φῶν αἰσθάνονται οἱ ναυτικοὶ τὸν μέλλοντα πνεῖν ἄνεμον.
18nἯι μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον· ἡ
19nγὰρ φορὰ τῶν πόρρω κυρία τῆς γῆς.
20 Ὅπου γὰρ ἀπέρχεται ἡ καπνώδης ἀναθυμίασις ῥεύσασα ἀπὸ τῆς γῆς καὶ τῇ οἰκείᾳ φορᾷ ἐπὶ τὰ ἄνω φερομένη, ἐκεῖνό ἐστι τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου· ποῦ δὲ ἀπέρχεται; ἐπὶ τὸν κυκλοφορούμενον ἀέρα· οὐκοῦν ἐξ αὐτοῦ ἐστι τὸ αἴτιον τῆς λοξῆς αὐτῶν κινήσεως. καὶ διὰ τί ποιητικὸν λέ‐ γεται αἴτιον τῶν ἀνέμων αὐτὸς ὁ ἀήρ; ἐπειδὴ ἡ φορὰ τῶν πόρρω τῆς γῆς ὄν‐
25των, τουτέστι τοῦ οὐρανίου σώματος, αὕτη κυρία ἐστί, τουτέστι τὸ κῦρος ἔχουσα ἐν τοῖς γινομένοις· ποιητικὴ γὰρ αἰτία ἐστὶ τῶν γινομένων, οὐχὶ ὑλική. ἀλλὰ μὴν συμπεριφέρεται τούτοις ὁ ἀὴρ ὁ ὑπὲρ τὰς ἀκρωρείας· καὶ οὗτος ἄρα τὸ κῦρος ἔχει τῆς τῶν ἀνέμων γενέσεως.
29nὍτι δ’ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ
30nμικρόν.
31 Τί φησιν; ὅτι ἀρχόμενος μὲν ὁ ἄνεμος πνεῖν ἀμυδρὸς πνεῖ, προ‐ κόπτων δ’ ὡς ἐπὶ ἄλλην γῆν φερόμενος γίνεται σφοδρότερος διὰ τὸ συγ‐ καταμίγνυσθαι αὐτῷ ἄλλας ἀναθυμιάσεις ἐκ τῶν κατὰ μέρος, ἐφ’ ἃς ἐπ‐
έρχεται.178

179

(1n)

Ἔτι δὲ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νηνεμία.
2 Ἐπειδὴ εἶπε περὶ τῆς κινήσεως αὐτῶν, λοιπὸν καὶ περὶ τῆς στάσεως αὐτῶν διαλέγεται. καί φησιν, ὅτι γίνονται νηνεμίαι δι’ ἄκρον καῦμα, ὡς ἐν θέρει καὶ τὰ λοιπά. ἀλλ’ ἴσως ἄν τις εἴποι· ὅτι εἰ ἐν τοῖς ἀρκτικοῖς
5χωρίοις διὰ τὴν ψύξιν ἡ νηνεμία ἐστί, πῶς οἱ ἐκεῖθεν ἄνεμοι ἀρχόμενοι σφοδρότατοί εἰσιν; ἢ ῥητέον, ὅτι ἐστὶ πνευμάτιον λεληθότως ἐξιὸν ἀπὸ τῶν ἀρκτῴων μερῶν. οὔτε γὰρ τοιαύτη γίνεται νηνεμία, ὥστε καθόλου μὴ εἶναι πνεῦμα, ἀλλὰ τοῦτο τὸ πνευμάτιον ἀσθενὲς ὂν πρόεισιν· εἶτα συμ‐ μίγνυται αὐτῷ ἄλλη ἀναθυμίασις ἀπὸ τῆς ἐγχωρίου γῆς καὶ γίνεται σφο‐
10δρότερον· καὶ πάλιν πρόσω προβαίνει ἕτερον, καὶ οὕτως ἀθροισθὲν κατὰ μέρος σφοδρότατον γίνεται.
12nΤίς μέν ἐστιν ἡ τοῦ ἀνέμου φύσις.
13 Ἐντεῦθεν βουλόμενος λοιπὸν συμπερᾶναι τὰ περὶ τῆς ὕλης καὶ τῆς κινήσεως τῶν ἀνέμων ἀνακεφαλαιοῦται τὰ εἰρημένα καί φησιν, ὅτι εἴρηται,
15τίς ἡ φύσις τοῦ ἀνέμου (τουτέστιν ἡ ὕλη, ὅτι οὐκ ἀήρ ἐστι κινούμενος, ἀλλὰ καπνώδης ἀναθυμίασις), καὶ πῶς γίνεται, ὅτι τῆς καπνώδους ἀνα‐ θυμιάσεως ἀπὸ κάτωθεν ἀνιούσης μέχρι τοῦ κύκλου, μέχρι τοῦ ἀέρος καὶ ἀντωθουμένης. ἔτι δὲ αὐχμοῦ τε πέρι καὶ ἐπομβρίας εἴρηται, ὅτι ἀλλήλοις συμβάλλονται πρὸς γένεσιν καὶ φθοράν. διὰ τί τε βορέαι καὶ
20νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται· ἐπειδὴ οὐκ ἐπέρχεται ὁ ἥλιος τὰ μέρη ταῦτα, οὐ θερμαίνονται· εἶτα ψυχόμενα ποιοῦσιν ὑετόν, καὶ βρεχομένης τῆς γῆς ἀναδίδοται πολὺς ἀτμός. πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν, ὅτι λοξὴν κίνησιν κινοῦνται οὐ κάτωθεν ἀρχό‐ μενοι, ἀλλ’ ἄνωθεν, ὡς δηλοῦσι τὰ νέφη πρῶτον κινούμενα ὑπ’ αὐτῶν
25ἤπερ τὰ φυτά. ὁ δὲ ἥλιος καὶ τῆς στάσεως αὐτῶν ἐστιν αἴτιος ὥσπερ ἐν τῷ θέρει (ἢ μαραίνων αὐτῶν τὴν ὕλην ἢ διαφθείρων αὐτοῦ τὴν θερμότητα, ἢ ἄντικρυς ἀναλίσκεται ὥσπερ ἄχυρον ἐν πυρκαϊᾷ), ἀλλὰ μὴν καὶ τῆς κι‐ νήσεως. ἀνέλκων γὰρ τὴν ἐκ τῆς γῆς ὑγρότητα ποιεῖ καπνώδη ἀναθυ‐ μίασιν, ἥτις ἐστὶν ὕλη τῶν ἀνέμων. καλῶς δ’ εἶπε συνεξορμῶν ἐνδει‐
30κνύμενος, ὅτι οὐ μόνον ὁ ἥλιός ἐστιν αἴτιος τοῦ ἀνέμου, ἀλλὰ καὶ ἡ γῆ, ἐξ ἧς εἰσιν οἱ ἀτμοί.
32nΔιὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίνονται νηνε‐
33nμίαι, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων.
34Ἐπειδὴ περὶ νηνεμιῶν ἐμνημόνευσεν, εἰκότως καὶ περὶ τοῦ Ὠρίωνος179

180

μνημονεύει, ὡς ἐπὶ τῆς ἐπιτολῆς αὐτοῦ γινομένης νηνεμίας, τουτέστιν ἐν τῷ ἔαρι διὰ τὸ ἤδη προδεδαπανῆσθαι τὴν ὕλην τῶν ἀνέμων ἐν τῷ χει‐ μῶνι. καί φησιν, ὅτι ἐπικρατεῖ ἡ νηνεμία μέχρι τῶν προδρόμων, τουτέστι τῶν πρὸς τῶν σφοδροτάτων ἐτησίων· πνεόντων ἐτησίων γὰρ γίνονται οἷον
5προετησίαι ἄνεμοι.
6nΑἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις.
7 Καὶ ἐν τῷ ἔαρι, φησί, καὶ ἐν τῷ φθινοπώρῳ γίνονται νηνεμίαι, 〈ἢ διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν, ὡς ἐν τῷ ἔαρι,〉 ἢ διὰ τὸ μήπω γεγενῆσθαι, ὡς ἐν τῷ φθινοπώρῳ. εἰ μὲν γὰρ μὴ ὑγρανθῇ ἡ
10γῆ, οὐ γίνεται ἀτμὸς καὶ διὰ τοῦτο οὔτε ἄνεμος.
11nἌκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκε.
12 Ἰδοὺ ἄτακτον λέγει τὸν Ὠρίωνα διὰ τὸ ἐν ταῖς ἀνωμάλοις ὥραις ποι‐ εῖσθαι τὰς φάσεις καὶ ὅτι ἐπὶ πολλὰς ἡμέρας κρατοῦσιν αὐτοῦ αἱ φάσεις διὰ τὸ μέγεθος τοῦ ἄστρου.
15nΟἱ δ’ ἐτησίαι πνέουσι μετὰ τὰς τροπὰς καὶ Κυνὸς
16nἐπιτολήν.
17 Μετῆλθεν εἰς τὸν περὶ τῶν ἐτησίων λόγον καί φησιν, ὅτι μετὰ τὰς θερινὰς τροπὰς περὶ τὴν τοῦ Κυνὸς ἐπιτολὴν πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἀλλ’ ἄτοπον λέγειν μετὰ τὰς εἴκοσιν ἡμέρας ἐν τῇ
20τοῦ Κυνὸς ἐπιτολῇ· οὐ γὰρ εἴκοσι μόνον εἰσὶν ἡμέραι, ἀλλὰ κε ἀπὸ τῆς τροπῆς μέχρι τῆς ἐπιτολῆς τοῦ Κυνός. ἢ ῥητέον, ὅτι διττὴ ἡ ἐπιτολή, ἡ μὲν ἀληθής, ἡ δὲ φαινομένη. ἡ μὲν οὖν ἀληθής ἐστιν ἡ σύνοδος τοῦ ἡλίου καὶ τοῦ Κυνός, ἡ δὲ φαινομένη, ὅταν ἐκφυγῇ τὰς ἡλιακὰς αὐγὰς ὁ Κύων καὶ ὀφθῇ τῇ ἡμῶν ὄψει. ἀπὸ οὖν τῆς τροπῆς μέχρι τῆς ἀληθοῦς
25ἐπιτολῆς εἰσιν εἴκοσιν ἡμέραι, μέχρι δὲ τῆς φαινομένης κε· κατ’ ἄμφω οὖν ἀληθές.
27nΚαὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος,
28nοὔτε ὅτε πόρρω.
29Οὔτε ὅταν ὁ ἥλιος ἐν τῷ κατὰ κορυφήν ἐστι, τουτέστιν ἐν ταῖς θερι‐
30ναῖς τροπαῖς, γίνονται οἱ ἐτησίαι, οὔτε ὅταν πόρρω γένηται τοῦ κατὰ κο‐ ρυφήν, οἷον ἐν Παρθένῳ, ἀλλ’ ὅταν ἀποστῇ τῆς τροπῆς κκε μοίρας
μόνον, τουτέστιν ὅταν ἐν Λέοντι γένηται.180

181

(1n)

Καὶ τὰς μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται.
2 Ἐπεὶ ἡμέρας μὲν ἡ θερμότης λύει τὴν χιόνα, ἧς λυομένης γίνεται αὔρα ψυχρά, ἐξ ἧς οἱ ἐτησίαι γίνονται· τὴν δὲ νύκτα οὐ λύεται διὰ τὸ ψῦχος οὔτε αὔρα γίνεται.
5nΑἴτιον δ, ὅτι πλησίον μὲν ὢν φθάνει ξηρᾶναι πρὶν
6nγενέσθαι τὴν ἀναθυμίασιν.
7 Τὴν αἰτίαν λέγει, διὰ τί μὴ ἐν ταῖς θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου γίνονται οἱ ἐτησίαι, ἀλλὰ μετὰ εἴκοσιν ἡμέρας. καί φησιν, ὅτι ὁ ἥλιος γινόμενος κατὰ κορυφὴν θερμότατος ὢν λύει τὴν χιόνα καὶ τὴν γινομένην
10αὔραν ἐκ τῆς λύσεως ἀναξηραίνει καὶ ἐκδαπανᾷ, καὶ διὰ τοῦτο ἐτησίαι οὐ γίνονται τηνικαῦτα. ἀλλὰ φαίνεται ἀντιφάσκων ἑαυτῷ ὁ Ἀριστοτέλης· παρακατιὼν γὰρ ἐρεῖ, ὅτι ἀφισταμένου τοῦ ἡλίου· κατὰ κορυφὴν γὰρ ὢν οὐ λύει ἀποστάς. οὐκοῦν ἐπιλυτέον. τῆς χιόνος τὰ μέν εἰσιν εὐπαθῆ καὶ εὔφθαρτα, τὰ δὲ δύσφθαρτα καὶ πάνυ πεπηγότα. ὅταν οὖν ὁ ἥλιος γένη‐
15ται κατὰ κορυφήν, εἰ καὶ θερμότατός ἐστι τηνικαῦτα, ἀλλὰ οὐ πάνυ τὸν ἀέρα ἐξεπύρωσε τέως· δεῖται γὰρ οὐ μόνον τοῦ ποιοῦντος καὶ τοῦ πάσχον‐ τος τὸ γινόμενον, ἀλλὰ καὶ χρόνου. ἐπειδὴ οὖν οὐ τέως ἐξεπύρωσεν αὐ‐ τόν, ἐξεπύρωσε δ’ ὅμως, τὰ μὲν εὔφθαρτα καὶ εὐδιάλυτα μόρια τῆς χιόνος διέλυσε καὶ τὴν γινομένην αὔραν βραχεῖάν τε οὖσαν ἐξεδαπάνησε, καὶ διὰ
20τοῦτο οὐκ ἐγένοντο ἐτησίαι τότε. ἀποστὰς δὲ τοῦ κατὰ κορυφὴν βραχύ τι, ἐπειδὴ ὁ χρόνος ἐν μέσῳ παρέδραμεν, ἐξεθερμάνθη ὁ ἀὴρ καὶ λοιπὸν τὰ δύστηκτα καὶ πεπηγότα μόρια τῆς χιόνος διέλυσε, καὶ ἐντεῦθεν αὔρας πολλῆς ἀναδοθείσης οἱ σφοδροὶ ἐτησίαι τότε γίνονται.
24nὍταν δ’ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίνεται ἡ θερ‐
25nμότης, ὅταν τὰ πεπηγότα ὕδατα τήκεται.
26 Οὐχ ὅτι σύμμετρος γίνεται ἡ θερμότης τοῦ ἡλίου, διὰ τοῦτο τὰ πε‐ πηγότα ὕδατα τήκονται, ἀλλ’ ὅτι ἐν τῷ χρόνῳ ὁ ἥλιος συμμέτρως γίνεται θερμός, τουτέστιν ἐν τῷ χρόνῳ, ᾧ ἀφίσταται ὁ ἥλιος ἀπὸ τοῦ κατὰ κο‐ ρυφήν, φθάνει ἡ θερμότης κατακρατῆσαι τοῦ πεπηγότος καὶ αὐτοῦ τοῦ
30ἀέρος.
31nἈποροῦσί τινες, διὰ τί βορέαι μὲν γίνονται συνεχεῖς.
32Ἡ ἀπορία ἐντεῦθεν ἡ λέγουσα, τί δήποτε ἀεὶ βορείων τῶν ἐτησίων
αἰσθανόμεθα, οὐδέποτε δὲ νοτίων.181

182

(1n)

Γίγνονται μὲν γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντι‐
2nκειμένην ὥραν.
3 Ἡ ἐπίλυσις, ὅτι γίνονται μὲν ἐκ τοῦ νότου πρὸς τὸ πᾶν, ἀλλ’ οὐκ αἰσθανόμεθα αὐτῶν διὰ πολλὴν ἀπόστασιν, ἢ ὅτι γίνονται ἀπὸ τοῦ πρὸς
5ἡμᾶς νότου, ἀλλ’ ἀμυδροὶ καὶ οὐ συνεχεῖς. γίνονται δ’ ἐν τῇ ἀντικειμένῃ ὥρᾳ τῷ θέρει, τουτέστι τῷ χειμῶνι· περὶ γὰρ τὰ τέλη τοῦ χειμῶνος γί‐ νονται μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς, ὅταν ὁ ἥλιος ἐν Ἰχθύσιν ᾖ πλησίον τοῦ Κριοῦ, ὑφ’ ὅν ἐστιν ἡ διακεκαυμένη.
9nΔιὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν.
10 Ἀμυδροί εἰσιν οὗτοι οἱ ἐτησίαι, ὡς λανθάνειν αὐτούς, πόθεν πνέουσιν, εἴτε ἀπὸ νότου εἴτε ἀπὸ βορρᾶ.
12nΑἴτιον δ, ὅτι ὁ μὲν βορρᾶς ἐκ τοῦ ὑπὸ τὴν ἄρκτον
13nπνε.
14Ἡ ἄλλη ἐπίλυσις, ὅτι ἡμεῖς μακρὰν ὄντες τοῦ πρὸς τὸ πᾶν νότου
15οὐκ ἐπαισθανόμεθα τῶν ἐκεῖθεν ἐτησίων, ἀλλὰ μόνων τῶν ἀπὸ βορρᾶ γι‐ νομένων ὡς ἐγγὺς ὄντες, ἐπειδὴ πολλὴ χιὼν γίνεται ἐν τοῖς βορείοις τόποις, ἧς λυομένης αἰσθανόμεθα τῶν ἐτησίων.
18nὯν τηκομένων ὑπὸ τοῦ ἡλίου μετὰ τὰς θερινὰς τροπὰς
19nμᾶλλον ἢ ἐν αὐταῖς.
20 Ἰδοὺ ἡ λέξις, ἔνθα δοκεῖ ἀντιφάσκειν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἀνω‐ τέρω μὲν γὰρ εἶπεν, ὅτι ἐν αὐταῖς ταῖς θεριναῖς γίνεται ἡ τῆξις τῆς χι‐ όνος, ἐνταῦθα δ’ ὅτι μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον. ἡμεῖς δὲ διῃτή‐ σαμεν τὸν λόγον, ὡς εἴρηται.
24nἜτι δ’ ἐγγὺς εἴη.
25 Τουτέστιν ἵνα μή πως πάνυ ἀποστῇ ὁ ἥλιος τοῦ κατὰ κορυφήν, ἐπεὶ οὐκέτι οὐδὲ πνιγηρὸς ὁ ἀὴρ γίνεται, τουτέστι θερμός, οὔτε λύεται ἡ χιών.
27nΟὐ συνεχεῖς δὲ ὁμοίως πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς
28nκαὶ ἀσθενῆ τότε ἀποκρίνεται.
29Ἀμυδροὶ καὶ οὐ συνεχεῖς πνέουσιν οἱ ὀρνιθίαι ἄνεμοι, τουτέστιν οἱ182

183

χειμερινοὶ ἐτησίαι, ἐπειδὴ οὐκ ἔχουσιν ὕλην πολλήν. οὔτε γὰρ πολλὴ χιὼν λύεται τηνικαῦτα ἔτι τοῦ ἀέρος ψυχροῦ ὄντος, ἀλλὰ μόνη ἡ λεπτὴ καὶ εὔλυτος.
4nἘπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν
5nἄνεμος.
6 Διὰ τὸ μὴ εὑρίσκειν ὕλην ἀμυδροί εἰσιν οἱ νότιοι ἐτησίαι, τουτέστι διὰ τὸ μὴ λύεσθαι πολλὴν χιόνα, ἐπεί τοί γε ὅσον ἐπὶ τῷ νότῳ ἀεὶ πνέουσιν ἄνεμοι σφοδροί, εἰ μηδὲν εἴη τὸ κωλῦον, διὰ τὸ πολλὴν εἶναι τὴν γῆν νο‐ τίαν καὶ ἐκ ταύτης ἀναδίδοσθαι πολὺν ἀτμόν. καὶ ὅρα, πῶς ὁ φιλόσοφος
10τὸ θέλειν ἐπὶ ἀψύχου λέγει.
11tΠρᾶξις κζ.
12nὉ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ
13nτῆς ἑτέρας ἄρκτου.
14Φέρε τὸ προαναβληθὲν τῇ προτεραίᾳ καθάπερ τι χρέος ἀποδώσομεν
15καὶ ζητήσωμεν, πῶς δυνατόν ἐστι κατασκευάσαι, ὅτι ὁ νότος ἄνεμος οὐκ ἀπὸ τοῦ νότου πρὸς τὸ πᾶν ἐνθάδε πνεῖ, οὐκ ἀπὸ τῆς χειμερινῆς τροπῆς, ἀλλ’ ἀπὸ τῆς πρὸς ἡμᾶς οἰκουμένης, τουτέστιν ἀπὸ τῶν θερινῶν τροπῶν. ἀλλ’ ἵνα τοῦτο ποιήσωμεν, φέρε τὴν πᾶσαν γῆν διελόντες εἴς τινα τμήματα ταύτῃ τῇ διαιρέσει τῆς γῆς ὡς λήμματι χρησώμεθα. δεῖ τοίνυν μέγιστον
20κύκλον νοῆσαι περὶ τὰ πέρατα τῆς γῆς ὄντα καὶ περιέχοντα τὴν σύμ‐ πασαν γῆν. οὗτος κεκλήσθω ὁρίζων. τούτου τοίνυν τεθέντος τὸ μέσον αὐτοῦ *** τουτέστιν οἵτινες ἐφάπτονται τοῦ ὁρίζοντος κατὰ δύο ση‐ μεῖα ἕκαστος. ἄλλος δέ τις κύκλος μέγιστος ἐγκαρσίως τεμνέτω τοὺς [δύο] κύκλους· τεμνέσθω δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ὥσπερ
25καὶ οἱ ἄλλοι. τούτων οὕτω κατασκευασθέντων μεταξὺ τῶν παραλλήλων καὶ τοῦ ὁρίζοντος ἕξ τινες χῶραι ἐναπολαμβάνονται· τρεῖς μὲν ἐκ δεξιῶν τοῦ μέσου παραλλήλου, ὅστις καὶ μέγιστός ἐστι πάντων διὰ τὸ εἶναι διά‐ μετρον τοῦ ὁρίζοντος (εἴρηται γὰρ ἐν γεωμετρίᾳ, ὅτι μεγίστη εὐθεῖα ἐν κύκλῳ ἐστὶν ἡ διάμετρος), τρεῖς δ’ ἐξ ἀριστερῶν. καλοῦνται δ’ οἱ μὲν
30ἀκροπόλοι οἱ παράλληλοι, οἵτινές εἰσι πλησίον τοῦ ὁρίζοντος, ὁ μὲν ἀρκτι‐ κός, ὁ δὲ ἀνταρκτικός. μετὰ δὲ τὸν ἀρκτικὸν ὁ 〈αὐ〉τῷ ἐφεξῆς παράλληλος
θερινὸς κεκλήσθω τροπικός, ὁ δ’ ἐφεξῆς κείμενος τῷ θερινῷ τροπικῷ,183

184

ὅστις καὶ μέγιστός ἐστι διὰ τὸ εἶναι διάμετρον, ἰσημερινὸς τροπικός· ὁ δ’ ἐφεξῆς αὐτῷ ἀναλόγως κείμενος τῷ θερινῷ τροπικῷ χειμερινὸς τροπικὸς κεκλήσθω. τούτων οὕτως ἐχόντων αἱ μὲν μεταξὺ χῶραι τῶν δύο ἀκροπό‐ λων, τοῦ τε ἀρκτικοῦ καὶ τοῦ ἀνταρκτικοῦ, ὀμφαλοὶ κεκλήσθωσαν ἀπὸ τοῦ
5σχήματος, ἐπειδὴ ὡς τμήματα μικρὰ κύκλου εἰσίν· αἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου, ὁμοίως δὲ καὶ ἐν τῷ ἄλλῳ μέρει μεταξὺ τοῦ ἀνταρκτικοῦ καὶ τοῦ χειμερινοῦ τροπικοῦ, αὗται αἱ χῶραι τύμ‐ πανα κεκλήσθωσαν διὰ τὸ ἐοικέναι κώνοις κολούροις. ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ χειμερινοῦ χώρα, ἐν ᾗ ἀπολαμβάνεται καὶ ὁ ἰση‐
10μερινὸς τροπικός, διακεκαυμένη κεκλήσθω. τούτων οὕτω προδιατυπω‐ θέντων ἰστέον, ὅτι τούτων τῶν ἓξ τμημάτων δύο μόνον οἰκοῦνται, λέγω δὴ αἱ μεταξὺ τοῦ ἀρκτικοῦ πόλου καὶ τοῦ θερινοῦ τροπικοῦ, ἔνθα καὶ ἡμεῖς οἰκοῦμεν, ἥτις εἰς ἑπτὰ κλίματα τέμνεται, ἄλλη δὲ ἡ ταύτης ἀνάλογος αὕτη ἐστὶν ἡ μεταξὺ ἀνταρκτικοῦ πόλου καὶ χειμερινῆς τροπῆς. ἀλλὰ
15αὕτη λόγῳ μόνον οἰκεῖται διὰ τὸ ὑπαγορεύειν τὸν λόγον εὔκρατον εἶναι ὥσπερ καὶ τὴν καθ’ ἡμᾶς ζώνην. οὐκ ἀκριβῶς δ’ ἴσμεν, τίνες οἰκοῦσιν ἐκεῖσε, διὰ τὸ μὴ δύνασθαι μήτε ἡμᾶς ἐκεῖσε πορεύεσθαι μήτ’ ἐκείνους πρὸς ἡμᾶς διὰ τὴν διακεκαυμένην ζώνην μεταξὺ οὖσαν. οὐ μέντοι αἱ ἀπὸ τοῦ ἀρκτικοῦ πόλου καὶ ἀνταρκτικοῦ ἐμπεριεχόμεναι χῶραι οἰκοῦνται
20διὰ τὸ † μέσον τὸ ψῦχος εἶναι, ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ χειμερινοῦ, ἐν ᾗ καὶ ὁ ἰσημερινὸς ἀπολαμβάνεται, ἔνθα καὶ τὸ μεσαί‐ τατόν ἐστι τῆς γῆς, οὐκέτι δι’ ἄμετρον θερμότητα. διὰ τοῦτο γὰρ καὶ διακεκαυμένη ζώνη λέγεται. εἰ δ’ οἰκοῦσί τινες, παρὰ φύσιν οἰκοῦσιν ἐπὶ ὕδατος νηχόμενοι πᾶσαν ὥραν διὰ τὸ καῦμα. οὕτως τῆς διαιρέσεως τῆς
25γῆς ἐκτεθείσης καὶ ταῦτα ὡς λῆμμα λαβόντες κατασκευάσομεν λοιπόν, ὅτι οὐ πνεῖ ὁ νότος ἀπὸ τοῦ νοτίου πόλου, τουτέστι τοῦ ἀνταρκτικοῦ, εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· οὐ γὰρ ἀφικνεῖται τὸ πνεῦμα μέχρι ἡμῶν ἐκεῖθεν διὰ τὰ πολλὰ διαστήματα. εἰ γὰρ ὁρῶμεν, † ὅτι ἡμεῖς πρὸς τῇ ἄρκτῳ οἰκοῦντες, ὅθεν ὁ βορρᾶς πνεῖ, ὅμως ἐξασθενεῖ διὰ τὸ πολὺ διάστημα (οὐ
30γὰρ ὁμοίως πνεῖ ἐν τῇ Ἑλλάδι καὶ ἐν τῷ Ἑλλησπόντῳ, ἀλλὰ ποῦ μὲν σφοδρότερον εἰς τὰ πλησιαίτερα αὐτοῦ χωρία, ποῦ δὲ ἀμυδρότερον εἰς τὰ πόρρω), πῶς οὐχὶ ἐξασθενήσει ὁ νότος ἐκ τῆς ἀντοικουμένης, τουτέστιν ἀπὸ τοῦ νοτίου πόλου πνέων πρὸς ἡμᾶς; οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ νότος. ἀλλὰ μὴν οὔτε ἀπὸ τῶν χειμερινῶν τροπῶν. χρὴ γάρ, εἴπερ ὅλως τοῦτο ἦν,
35μετὰ κ ἡμέρας τῆς χειμερινῆς τροπῆς πνεῖν τοὺς λευκονότους, τουτέστι τοὺς ἐτησίας νότους, ὥσπερ καὶ ἐπὶ τῆς θερινῆς τροπῆς γενομένου τοῦ ἡλίου μετὰ κ ἡμέρας ἔπνεον οἱ ἐτησίαι βορέαι. νῦν δὲ μετὰ ἑβδομήκοντα ἡμέρας
τῆς χειμερινῆς τροπῆς ἐκεῖνοι πνέουσιν· οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ καθ’184

185

ἡμᾶς νότος. ἀλλὰ ῥητέον, ὅτι ἀπὸ τῆς θερινῆς τροπῆς ἄρχεται πνεῖν πρὸς ἡμᾶς, τουτέστιν ἀπὸ τοῦ τόπου τοῦ περιοριζομένου ἀπὸ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου· καὶ γὰρ ἐν τούτῳ περιορίζονται βόρεια καὶ τὰ νότια μέρη μερικά, ὥσπερ καὶ ἐν τοῖς δεξιοῖς ἀριστερὰ καὶ ἐν τοῖς ἀρι‐
5στεροῖς δεξιά. οὕτω κατασκευάσας ὁ φιλόσοφος, ὅτι οὐκ ἀπὸ τοῦ νότου † τούτου πάντως οὔτε ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἀλλ’ ἀπὸ τοῦ θερινοῦ τροπικοῦ, παραδίδωσι τὸ ποσὸν καὶ τὴν διαφορὰν τοῦ ἀνέμου καὶ τὴν θέσιν. καί φησιν, ὅτι πέντε παραλλήλων κύκλων κει‐ μένων ἐντὸς τοῦ ὁρίζοντος καὶ ἑνὸς ἐγκαρσίου τοῦ τέμνοντος πάντας τοὺς
10κύκλους, τουτέστι τοῦ μεσημβρινοῦ, τούτου δὲ τοῦ ἕκτου κύκλου τεμνομένου ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἐπὶ ἑκάστου κύκλου (κύκλος γὰρ κύκλον οὐ τέμνει ἐκτός, εἰ μὴ κατὰ δύο σημεῖα) γίνονται δώδεκα τμήματα. ἀφ’ ἑκάστου δὲ τμήματος εἷς ἄνεμος πνεῖ· δῆλον οὖν, ὅτι δώδεκά εἰσιν ἄνεμοι. ἀπὸ γὰρ τῆς ἀρχῆς τοῦ ἰσημερινοῦ τροπικοῦ ἀρξάμενος ἐκθήσομαι γραμ‐
15μικῶς τοὺς ἀνέμους. ἔστω γὰρ κύκλος μέγιστος ὁ ὁρίζων, καὶ τούτου ἤχθωσαν δύο διάμετροι τέμνουσαι ἀλλήλας πρὸς ὀρθὰς γωνίας κατὰ τὸ Ρ σημεῖον, ἡ ΑΒ καὶ ΗΘ, αἵτινές εἰσιν ὁ ἰσημερινὸς πόλος καὶ ὁ μεσημ‐ βρινός. καὶ τῷ ἰσημερινῷ πόλῳ παρ’ ἑκάτερα τὰ μέρη κείσθωσαν παρ‐ άλληλοι εὐθεῖαι ἴσον ἀπέχουσαι τοῦ κέντρου, ἡ ΖΕ καὶ ἡ ΔΓ, καὶ ἐπ‐
20εζεύχθω ἡ ΖΓ καὶ ἡ ΔΕ. φανερόν, ὅτι καὶ ἡ ΖΓ καὶ ἡ ΔΕ διάμετροί εἰσι· τέμνουσι γὰρ ἑαυτάς τε καὶ τὴν ΑΒ καὶ τὴν ΗΘ κατὰ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ κέντρον τοῦ ὁρίζοντος. κείσθω δ’ ἄλλη παράλληλος τῇ ΖΕ, τουτέστι τῷ θερινῷ τροπικῷ, ἡ ΚΛ, καὶ ἔστω αὕτη ἀρκτικὸς πόλος. πάλιν δ’ ὁμοίως τῇ ΔΓ χειμερινῷ τροπικῷ κείσθω παράλληλος ἡ ΜΝ, ἥτις ἐστὶν
25*** [οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν τόπου] νότιος πόλος ἢ ἀνταρκτικός. τούτου οὕτως ἔχοντος ἀπὸ μὲν τοῦ Α, ἔνθα ἐστὶ δύσις ἰση‐ μερινή, πνεῖ ὁ ζέφυρος· 〈οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν τόπου.〉 ἀπὸ δὲ τοῦ Β, ἔνθα ἐστὶν ἀνατολὴ ἰσημερινή, πνεῖ ὁ ἀπηλιώτης· λέγεται δὲ οὕτω διὰ τὸ ἐκεῖθεν ἀνίσχειν τὸν ἥλιον. ἀπὸ δὲ τοῦ Η, ἔνθα ἐστὶν ὁ
30ἀρκτικὸς πόλος, πνεῖ ὁ ἀπαρκτίας· ἀπὸ δὲ τοῦ Θ, ἔνθα ἐστὶν ὁ νότιος πό‐ λος, πνεῖ ὁ νότος. ἀπὸ δὲ τοῦ Ζ, ἔνθα ἐστὶν ἡ θερινὴ ἀνατολή, πνεῖ ὁ καικίας· ἀπὸ δὲ τοῦ Γ, ἔνθα ἐστὶν ἡ χειμερινὴ δύσις, πνεῖ ὁ λίψ. ἀπὸ δὲ τοῦ Δ, ἔνθα ἐστὶν ἡ χειμερινὴ ἀνατολή, ὁ εὖρος πνεῖ· ἀπὸ δὲ τοῦ Ε,
ἔνθα ἐστὶν ἡ θερινὴ δύσις, πνεῖ ὁ ἀργέστης, ὃν ὁ Πτολεμαῖς Ἰάπυγα προσ‐185

186

αγορεύει. οὗτοι μὲν οἱ ὀκτὼ ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ κατὰ διάμετρον ἀλλήλων εἰσίν· αἱ γὰρ εὐθεῖαι, ἐξ ὧν πνέουσι, διὰ τοῦ κέντρου τοῦ Ρ τῆς [Omitted graphic marker] γῆς παρέρχονται, αἱ δὲ τοῦ κέντρου πᾶσαι διάμετροί εἰσιν. ἄλλος δὲ ἄνεμος ἀπὸ τοῦ Κ, τουτέστιν ἀπὸ τῆς μιᾶς τομῆς τοῦ ἀρκτικοῦ πόλου, καὶ κα‐
5λεῖται οὗτος βορέας ἢ μέσης, ὅς ἐστι μεταξὺ καικίου καὶ ἀπαρκτίου. ἄλλος δὲ ἀπὸ τοῦ Λ, τουτέστιν ἀπὸ τῆς ἄλλης τομῆς τοῦ ἀρκτικοῦ. καὶ καλεῖται οὗτος θρασκίας μεταξὺ ὢν ἀπαρκτίου καὶ Ἰάπυγος. οὗτοι δοκοῦσι μὲν κατὰ διάμετρον εἶναι καὶ ἐναντίοι, οὐκ εἰσὶ δέ, ἐπειδὴ οὔτε διὰ τοῦ κέντρου παρέρχεται ἡ εὐθεῖα, τουτέστιν ὁ λόγος, οὔτε κατὰ τμήματα πνέ‐
10ουσι. πάλιν δ’ ἐν τῷ νοτίῳ πόλῳ ἕτεροι δύο πνέουσιν, ὁ μὲν ἀπὸ τοῦ Μ,
ὅς ἐστιν λιβόνοτος μεταξὺ ὢν λιβὸς καὶ νότου, ἄλλος δὲ ἀπὸ τοῦ Ν, ὅστις186

187

εὐρόνοτος καὶ φοινικίας καλεῖται· ἐστὶ δὲ μεταξὺ εὔρου καὶ νότου. καὶ οὗτοι δ’ ὡσαύτως δοκοῦσι μὲν κατὰ διάμετρον εἶναι, οὐκ εἰσὶ δὲ διὰ τὴν αὐ‐ τὴν αἰτίαν. τούτων δὲ οὕτως ἐχόντων φησὶν ὁ φιλόσοφος, ὅτι βορέαι πλείους εἰσὶ τῶν νοτίων πνευμάτων διὰ τὸ εἶναι πολλὴν ὕλην ἀνέμων ἐν
5τῷ βορείῳ τόπῳ. ἐπειδὴ γὰρ ψυχρός ἐστι καὶ χιονώδης, ἀναλυομένης τῆς χιόνος ὑπὸ τῆς τοῦ ἡλίου θερμασίας ὑγραίνεται ἡ γῆ, ὑγρασμένη δὲ πλεί‐ στην ἀναθυμίασιν καπνώδη ἀναδίδωσι δίκην τῶν ὑγρῶν ξύλων. καὶ τούτου χάριν πολλά εἰσι τὰ πνεύματα βόρεια· πλὴν εἰ καὶ πολλά, οὐκ εὔτονα διὰ τὸ ἀπὸ πολλῆς ὑγρότητος πνεῖν. τὰ δὲ νότια ὀλίγα μὲν διὰ τὴν ἔνδειαν
10τῆς ὕλης, εὔτονα δὲ διὰ τὴν τῆς γῆς ξηρότητα. τὸ μὲν γὰρ ξηρὸν πρὸς τὸ εὔτονον τῷ ὁρίζειν τὰ μόρια, τὸ δ’ ὑγρὸν πρὸς τὸ ἔκλυτον διὰ τὸ δια‐ χεῖν τὰ μόρια. ὅθεν τὸν μὲν βορρᾶν ἀνδρὶ πεπτωκότι ἀπεικάζουσι, τὸν δὲ νότον ἀνδρὶ ῥωμαλέως ἐπερχομένῳ. καὶ ταῦτα μὲν εἰποῦσα ἡ λέξις ἐπαύσατο.
15 Φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν τρεῖς ἀπορίας, μίαν μὲν ταύ‐ την· πῶς λέγεις, Ἀριστότελες, δώδεκα εἶναι τοὺς ἀνέμους; μᾶλλον γὰρ δέκα ἔσονται. οἱ γὰρ ἀκροπόλοι, τουτέστιν ὁ ἀρκτικὸς καὶ ὁ ἀνταρκτικός, οὐ τέμνονται εἰς δύο σημεῖα ὑπὸ τοῦ ὁρίζοντος· οὕτω γὰρ ἔχει ἡ κατα‐ γραφή. οὗτοι οἱ πόλοι ἐντὸς οὔκ εἰσι τοῦ ὁρίζοντος, ἀλλ’ ἐκτός, ὁ μὲν
20ἐπὶ τὰ ἄνω, ὁ δ’ ἐπὶ τὰ κάτω. ἐκτὸς δ’ αὐτῶν ὄντων κατὰ ἓν μόνον σημεῖον ἐφάπτεται ἑκάστων ὁ ὁρίζων· κύκλος γὰρ κύκλου οὐκ ἐφάπτεται πλὴν εἰ μὴ κατὰ ἓν σημεῖον. εἰ οὖν κατὰ ἓν μόνον ἐφάπτονται οἱ ἀκρο‐ πόλοι τοῦ ὁρίζοντος, λέγεις δ’ Ἀριστότελες, ὅτι κατὰ τὰς ἁφὰς τοῦ πόλου καὶ τοῦ ὁρίζοντος ἐξέρχονται οἱ ἄνεμοι, οὐκέτι δώδεκα, ἀλλὰ δέκα εἰσίν,
25ὥσπερ καὶ αἱ τομαὶ ἤγουν αἱ ἐπαφαί. δευτέρα ἀπορία· τάχα γὰρ οὔτε δέκα ἔσονται οἱ ἄνεμοι, ἀλλὰ ὀκτώ, ἐπειδὴ ὁ ὁρίζων καὶ ὁ ἀρκτικὸς πόλος καὶ ὁ μεσημβρινὸς κατὰ ἓν σημεῖον ἐφάπτονται μόνον. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ καὶ νοτίου μέρους δύο μόνον ἐπαφαί, ἔτι δὲ ἀπὸ τοῦ ἐν μέσῳ πόλου. τρίτη ἀπορία· πῶς λέγεις; εἰ γὰρ δίχα πάντας τοὺς πό‐
30λους τέμνει ὁ ὁρίζων, δῆλον ὅτι πάντες εἰσὶν ἐναντίοι (πάντες γὰρ κατὰ διάμετρον πνέουσι) καὶ ἀεὶ ἔσονται καὶ αἱ νύκτες ἴσαι ταῖς ἡμέραις. πῶς, † Ἀριστότελες, τῶν ἀνέμων τοὺς μὲν εἶναι ἐναντίους, τοὺς δὲ δοκεῖν ἐναν‐
τίους, μὴ ὄντας δέ, ὅσοι μὴ κατὰ διάμετρόν εἰσιν ἀλλήλων; ἐνταῦθα δὲ187

188

θεωρείσθω ἡ καταγραφὴ τῶν πόλων, ἐν ᾗ ἔξωθεν τοῦ ὁρίζοντος θεωροῦν‐ ται οἱ ἀκροπόλοι, δι’ ὧν ἡ ἀπορία κρατύνεται. τούτων τῶν ἀποριῶν ὁ μέγας φιλόσοφος μίαν ἐπίλυσιν ἐπιδέδωκεν, εἰπὼν οὕτως, ὅτι δεῖ ὑποθέσθαι ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ πόλου διάμετρον φερομένην, ἥτις πρὸς ὀρθὰς
5τέμνει τὸν μεσημβρινόν, ὅστις φέρεται κατ’ ἐπάνω τοῦ ἀρκτικοῦ, καὶ τεμνέτω αὐτὸν δίχα κατὰ διάμετρον. ταύτῃ τῇ τοῦ μεσημβρινοῦ, ᾗ τέμνει τὸν ἀρκτικόν, ἀγέσθω πρὸς ὀρθὰς εὐθεῖα, ἥτις διαπεραιοῦται εἰς τὰ ἀνατολικὰ καὶ δυτικὰ μέρη τοῦ ἀρκτικοῦ, ὡς εἶναι τὸ μὲν πέρας τῆς διαμέτρου τοῦ ἀρκτικοῦ ἐν τόπῳ, ὅθεν λέγεται πνεῖν ὁ θρασκίας, τὸ δ’ ἕτερον, ὅθεν λέ‐
10γεται ὁ βορρᾶς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν περάτων τῆς διαμέτρου ταύτης τῆς τοῦ ἀρκτικοῦ τῶν δύο ἐπιζευγνύσθωσαν δύο εὐθεῖαι καὶ ἐρχέ‐ σθωσαν ἐπὶ τὸ κέντρον τῆς γῆς, αἵτινες εὐθεῖαι τιτρῶσαι τὴν γῆν ἔρχονται περὶ τὸ κέντρον αὐτῆς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν τρήσεων ἐκείνων οἱ πνέοντες ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ ἀπὸ τῆς ἐπιζευχθείσης διαμέτρου
15ἐπεζεύχθησαν αἱ εὐθεῖαι αἱ πρὸς τὸ κέντρον φερόμεναι. καὶ οὗτοί εἰσιν ὅ τε θρασκίας καὶ ὁ βορρᾶς. ταὐτὸ δὲ γινέσθω καὶ ἐπὶ τοῦ νοτίου πόλου. τάχα λέλυται τὸ πρῶτον ἄπορον καὶ τὸ δεύτερον ἄπορον· οὐκέτι γὰρ δέκα ἢ ὀκτὼ οἱ ἄνεμοι, ἀλλὰ δώδεκα. ἀλλὰ μὴν καὶ τὸ τρίτον· οὐκέτι γὰρ ὁ ὁρίζων δίχα τέμνει πάντας τοὺς κύκλους, ὡς εἶναι ἴσην τῇ ἡμέρᾳ τὴν
20νύκτα, ἀλλὰ τέμνει μὲν αὐτοὺς κατὰ δύο σημεῖα, οὐ μὴν κατὰ διάμετρον· ὅθεν οὐκ ἀεὶ ἴση ἡ νὺξ τῇ ἡμέρᾳ εἰ μὴ ἐπὶ μόνου τοῦ ἰσημερινοῦ, ὥστε συμβαίνειν ἐναντίους μὲν πνεῖν τοὺς ἀνέμους κατὰ διάμετρον τὴν ἐπιζευγνυ‐ μένην, μηκέτι δὲ τέμνεσθαι δίχα πάντας τοὺς πόλους. ὃ γὰρ ἐποιήσαμεν ἐπὶ τοῦ ἀρκτικοῦ πόλου καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ, τὸ αὐτὸ καὶ ἐπὶ τῶν
25ἄλλων πόλων ποιητέον· δεῖ γὰρ καὶ ἐπὶ ἑκάστου ἐκείνων ἐπιζευγνυμένην εὐθεῖαν λαβεῖν διάμετρον, ἧς ἐκ τῶν περάτων δύο γραμμαὶ φερόμεναι περὶ τὸ κέντρον τιτρῶσι τὴν γῆν, κἀκεῖθεν πρόσφοροι ἄνεμοι ἑκάστῳ πόλῳ πνέουσιν ἐκείνου μὴ τεμνομένου δίχα ὑπὸ τοῦ ὁρίζοντος. οὕτως οὖν συμ‐ βαίνει δώδεκα εἶναι τοὺς ἀνέμους καὶ ἐναντίους εἶναι καὶ δίχα μὴ πάντας
30τέμνεσθαι τοὺς πόλους καὶ διὰ τοῦτο μὴ πάντως ἴσην εἶναι τῇ νυκτὶ τὴν ἡμέραν. ἀλλὰ μὴν κἀκεῖνο ἀπορητέον, πῶς ὁ Ἀριστοτέλης τοὺς ἀνέμους ἔφησε γίνεσθαι κατὰ τὰς τομὰς τῶν παραλλήλων πόλων τὰς γινομένας ὑπὸ τοῦ ὁρίζοντος, τοῦ ἀστρονόμου λέγοντος ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἕκα‐ στον ἄνεμον. νῦν δὲ ὡς ἐπὶ τῆς προκειμένης διαγραφῆς οὐκ ἴσον ἀπ‐
35έχουσιν ἀπ’ ἀλλήλων αἱ τομαὶ τῶν κύκλων, ἀλλ’ αἱ μὲν πλέον, αἱ δ’ ἔλαττον. ἢ ῥητέον, ὡς ἐπέστησεν ὁ ἡμέτερος πρόγονος ὁ φιλόσοφος. ἐν γὰρ τῷ ἕκτῳ τῆς συντάξεως τῷ ἐπιγραφομένῳ Περὶ ὁριζόντων καταγραφῆς ‘εὗρον, φησίν,
ὡς ἐπὶ τοῦ πέμπτου κλίματος, ὅτι ἐν τῷ ὁρίζοντι τοῦ πέμπτου κλίματος188

189

τριάκοντα μοίρας ἀπέχουσι ἀλλήλων αἱ τομαί.‘ τῶν οὖν πόλων γινομένων ὑπὸ τοῦ ὁρίζοντος ἐπειδὴ οὐκ ἐπ’ ἔλαττον, ὡς Ἀριστοτέλης ἔγκειται, ἐν τῷ τέλει τοῦ τετάρτου κλίματος καὶ ἐν τῇ ἀρχῇ τοῦ πέμπτου, μᾶλλον δὲ περὶ τὸ πέμπτον ἐστί, μήποτε ὡς πρὸς ἐκεῖνον τὸν ὁρίζοντα ἔλαβε τὴν
5καταγραφὴν τῶν τμημάτων. εἰ γὰρ τοῦτο, συνῳδὰ φθέγγεται τοῖς ἀστρο‐ νόμοις. εἴτε γὰρ τὸν ὁρίζοντα εἴποις κατὰ τριάκοντα μοίρας ἑαυτοῦ τέ‐ μνειν τοὺς πόλους, ὡς εἶναι ἕκαστον τμῆμα τοῦ ὁρίζοντος τριάκοντα μοιρῶν καὶ τοὺς ἀνέμους ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἀλλήλων, ὥς φασιν ἀστρονόμοι, εἴτε ὡς πρὸς τὸ πέμπτον κλίμα λάβῃς τὰς τομὰς τῶν πόλων
10ἀπὸ τριάκοντα μοιρῶν ἀπεχούσας, τὸ αὐτὸ συμβαίνει. ταῦτα ἔχει ἡ θεωρία.
11nὉ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ
12nτῆς ἑτέρας ἄρκτου.
13 Ἑτέραν ἄρκτον καλεῖ τὸν ἀνταρκτικὸν πόλον. τί οὖν φησιν; ὅτι ὡς δείξω οὐκ ἀπὸ τοῦ ἀνταρκτικοῦ πόλου πνεῖ ὁ νότος, ἀλλ’ ἀπὸ τοῦ τόπου
15πλησίον ἡμῶν, τουτέστιν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ. ἀλλὰ πρῶτον λαμβάνει λῆμμα τὴν διαίρεσιν τῆς γῆς· εἶθ’ οὕτω τοῦτο δείκνυσιν.
17nΔύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς χώρας οἰ‐
18nκεῖσθαι.
19Ποῖον τούτων; ἑνὸς μὲν τοῦ μεταξὺ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ, ὅπερ
20καὶ ἡμεῖς οἰκοῦμεν, ἑτέρου δὲ τοῦ ὄντος μεταξὺ χειμερινοῦ τροπικοῦ καὶ ἀντ‐ αρκτικοῦ, ὅπερ ὁ μὲν λόγος ὑπαγορεύει οἰκεῖσθαι διὰ τὸ τὴν αὐτὴν ἀνα‐ λογίαν τῆς κράσεως φυλάττεσθαι, οἵαν καὶ ἐν τῇ καθ’ ἡμᾶς ζώνῃ. ὥσπερ καὶ αὕτη εὐκραής ἐστι διὰ τὸ εἶναι μεταξὺ ψυχροῦ χωρίου τοῦ πρὸς τὸν ἀρκτῷον πόλον καὶ τῆς διακεκαυμένης ζώνης, οὕτω καὶ ἐκείνη
25εὐκραής ἐστι διὰ τὸ κεῖσθαι ἀνὰ μέσον τοῦ νοτίου παραλλήλου, τοῦ καταψύ‐ χρου χωρίου φημί, καὶ τῆς διακεκαυμένης. ἀλλ’ εἰ καὶ ὁ λόγος τοῦτο ὑπαγο‐ ρεύει, οὐκ ἴσμεν, εἰ ὅλως οἰκεῖται, διὰ τὸ μὴ δύνασθαι διελθεῖν ἀπ’ ἐντεῦθεν ἐκεῖσέ τινας, μητ’ ἀπ’ ἐκεῖθεν ἐνταῦθα διὰ τὸ μέσην εἶναι τὴν ἐκκεκαυ‐ μένην ζώνην, ἥτις ἐστὶ μεταξὺ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ.
30nΚαὶ οὔσης οἷον τυμπάνου. τοιοῦτο γὰρ τὸ σχῆμα τῆς
31nγῆς ἐκτέμνουσιν ἀεὶ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι γραμμα.
32Αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἀγόμεναι δύο γραμμαὶ προϊοῦσαι καὶ ἐπι‐189

190

ζευγνύμεναι τῷ ὁρίζοντι κατὰ τὰ πέρατα τό τε ΕΖ καὶ τὸ ΔΓ τοιαῦτα σχήματα ἀποτελοῦσι τῶν δύο ζωνῶν, τῆς τε καθ’ ἡμᾶς οἰκουμένης καὶ τῆς ἀντοικουμένης, οἷον τύμπανον σχηματίζουσαι μέχρι τοῦ νοτίου πόλου.
4nΚαὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἔχοντα βάσιν τὸν τρο‐
5nπικόν, τὸν δὲ διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ
6nμέσου τῆς γῆς.
7 Δύο κώνους λέγει τὸν ΖΡΕ καὶ ΚΡΛ. ὁ μὲν γὰρ ΖΡΕ κῶνος βάσιν μὲν τὸν ΖΕ θερινὸν τροπικὸν ἔχει, κορυφὴν δὲ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ τοῦ παντὸς κέντρον· ὁ δὲ ΚΡΛ κῶνος βάσιν μὲν ἔχει τὸν ΚΛ ἀρκτικὸν
10πόλον, κορυφὴν δὲ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς γῆς. τού‐ των οὕτως ἐχόντων ἐκ τῶν βάσεων τούτων τῶν δύο κώνων γίνεται ἓν τμῆμα τῆς γῆς, κωνοειδὲς οὐ τέλειον, ἀλλὰ κόλουρος κῶνος, ὅστις ἐστὶν ὁ ΖΕΚΛ, βάσιν μὲν ἔχων τὸ ΖΕ, κορυφὴν δ’ ἐλλιπῆ τὸ ΚΛ. ὃ δὲ λέγω ἐπὶ τῶν ἀρκτικῶν, τὸ αὐτό μοι νόησον κἀπὶ τῶν νοτίων. κἀκεῖ γὰρ γίνονται δύο
15κῶνοι, ὅ τε ΔΡΓ καὶ ὁ ΜΡΝ, κορυφὴν ἔχοντες τὸ Ρ κέντρον, βάσιν δὲ τὸ ΔΓ καὶ τὸ ΜΝ. πάλιν δ’ οὗτοι οἱ κῶνοι ἓν τμῆμα τῆς γῆς ποιοῦσι, τουτέστι κόλουρον κῶνον τὸν ΜΝΓΔ, ὅστις βάσιν μὲν ἔχει τὸν ΔΓ χειμε‐ ρινὸν τροπικόν, κορυφὴν δ’ ἀτελῆ τὸν ΜΝ νότιον πόλον.
19nΤαῦτα δὲ οἰκεῖσθαι μόνα δυνατόν.
20 Ποῖα; τὰ δύο τμήματα δηλονότι, τουτέστι τὸν ΖΕΚΛ κόλουρον καὶ τὸν ΜΝΔΓ, ἅτινα καὶ τύμπανα προσηγόρευσε.
22nΚαὶ οὔτ’ ἐκεῖνα τῶν τροπικῶν· σκιὰ γὰρ οὐκ ἂν ἦν
23nπρὸς ἄρκτον.
24Οὔτε τὰ ἐντὸς τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ, τουτέστιν ὅλον
25τὸ πλάτος τῆς διακεκαυμένης ἄοικόν ἐστι. πόθεν δῆλον; ἐπειδὴ ἡ σκιὰ ἡ γινομένη ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ πᾶσα πρὸς ἄρκτον πίπτει, ἡ δὲ σκιὰ ἡ γινομένη ἐπὶ τῆς διακεκαυμένης ἢ πρὸς μεσημβρίαν πίπτει ἢ οὐ γίνεται
σκιά, πλὴν ἐλαχίστη περὶ τὸ σῶμα πίπτουσα τὸ σκιάζον· πρὸς μεσημβρίαν190

191

μὲν πίπτει, ὅταν ἐν τῷ θερινῷ τροπικῷ ἔλθῃ ὁ ἥλιος, περὶ δὲ τὸ σῶμα μόνον, ὅταν κατὰ κορυφὴν ἔλθῃ, τουτέστιν εἰς τὸν ἰσημερινὸν τροπικόν. εἰ οὖν οἰκοῖτο, φησί, καὶ μεταξὺ † τοῦ τροπικοῦ, οὐκ ἔδει διττὴν σκιὰν πίπτειν πρὸς ἄρκτον ἐν τῷ μεσουρανεῖν τὸν ἥλιον, ἀλλὰ ποτὲ μὲν πρὸς
5μεσημβρίαν, ποτὲ δὲ πρὸς ἄρκτον, ποτὲ δὲ καὶ ἐκλιμπάνειν· πρὸς ἄρκτον μὲν ὡς πρὸς τὴν ἡμετέραν οἰκουμένην, πρὸς μεσημβρίαν δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦντας, εἴπερ ἦσαν, ἀσκίους δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν ἰσημερινὸν παράλληλον. ἀλλὰ μὴν οὐχ ὁρῶμεν οὐδαμοῦ σκιὰν οὔτ’ ἐκλιμπάνουσαν οὔτε πρὸς νότον τρεπομένην μεσουρανοῦντος τοῦ ἡλίου·
10οὐκ ἄρα οἰκοῦνται οὗτοι οἱ τόποι.
11nΦαίνεται δὲ καὶ ὁ Στέφανος κατὰ τὸν τόπον τοῦτον.
12 Φαίνεται γὰρ ὑπὲρ κεφαλὴν γινόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημ‐ βρινόν. πιστοῦται τὸν λόγον, ὅτι βορείαν ἔχομεν ἡμεῖς τὴν οἴκησιν ἐντὸς ὄντες τοῦ θερινοῦ τροπικοῦ ἀπὸ τοῦ Στεφάνου τῆς Ἀριάδνης. οὗτος γὰρ
15βόρειος ὢν πρὸς τῷ ἀρκτῴῳ πόλῳ, ἐπὰν ἔλθῃ κατὰ τοῦ μεσημβρινοῦ, τουτέστιν ἐν τῷ μεσουρανήματι, τηνικαῦτα κάθετος ἡμῖν ἐστιν. ᾧ δῆλον, ὅτι βορεία ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη· οὐ γὰρ ἂν ἄλλως κάθετος ἐφαί‐ νετο ἡμῖν, εἰ μὴ βόρειος ὑπῆρχεν ἡμῶν.
19nΔιὸ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς.
20 Καταμέμφεται τοὺς γεωγράφους, ὅτι σφαιρικῶς τὴν καθ’ ἡμᾶς οἰκου‐ μένην γράφουσιν· οὐ γὰρ ἔδει σφαιρικῶς αὐτὴν γράφειν, ἀλλὰ ζωνοειδῶς. ἐδείξαμεν γάρ, ὅτι τύμπανόν ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη οὐκ ἔχουσα τὸ πλάτος ἴσον τῷ μήκει· πολὺ γὰρ προάγει τὸ μῆκος τοῦ πλάτους, ἐν δὲ κύκλῳ ἴσον τὸ πλάτος τῷ μήκει· τὸ μέσον γὰρ θερινοῦ τροπικοῦ ***
25πόλου ἐστὶ τὸ πλάτος μόνον, τὸ δὲ μῆκος ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν.
26nὍ τε γὰρ λόγος δείκνυσιν, ὅτι τὸ πλάτος ὥρισται, τὰ
27nδὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν.
28 Ἔδειξεν ὁ λόγος, φησίν, ὅτι ἐλάχιστόν ἐστι τὸ πλάτος τῆς καθ’ ἡμᾶς οἰκουμένης ὡς πρὸς τὸ πᾶν, τὸ μέντοι μῆκος μέγιστον. καὶ τί λέγω μέ‐
30γιστον; ὅπου γε καὶ εἰς τοὺς ἀντίποδας ἦν δυνατὸν ἐλθεῖν τινα, τουτέστιν εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον, ὅσον κατὰ τὴν εὐκρασίαν· ἀλλὰ τοῦτο οὐ γί‐ νεται διὰ τὸ εἶναι μεταξὺ θαλάσσας ἄλλας τε καὶ αὐτὸν τὸν Ὠκεανόν.
οὕτω μέγιστόν ἐστι τὸ μῆκος, ὡς συνάπτειν τὰ δύο ἡμισφαίρια.191

192

(1n)

Τὸ γὰρ ἀφ’ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ
2nἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς
3nΣκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθος.
4Ὅρους λαμβάνει τοῦ μήκους καὶ τοῦ πλάτους τῆς καθ’ ἡμᾶς οἰκου‐
5μένης. καὶ τοῦ μὲν μήκους ἐπὶ δυσμὰς τὰς Ἡρακλείους στήλας, πρὸς δὲ ἀνατολὰς τὴν ἐσχάτην Ἰνδίαν, παρ’ οἷς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. δῆλον δ’ ὅτι οἱ ὅροι οὗτοι τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου ὄντες μήκους εἰσί· τοῦ δὲ πλάτους πρὸς μὲν τὴν διακεκαυμένην ζώνην ὅρους λαμβάνει τοὺς Αἰθίοπας, πρὸς δὲ ἄρκτον τὴν Μαιῶτιν καὶ τοὺς ἐσχάτους Σκύθας. καί φησιν, ὅτι
10ὥσπερ τὰ πέντε τῶν τριῶν ὑπερέχει, οὕτω τὸ μῆκος τοῦ πλάτους. ἀλλὰ μὴ νομίσῃς, ὅτι τοῦτο εἶπεν, ὅτι ὅσον τὰ πέντε τῶν τριῶν ὑπερέχει, το‐ σοῦτον τὸ μῆκος τοῦ πλάτους· οὔτε γὰρ τοσαύτη μόνον ἐστὶν ἡ ὑπερ‐ οχὴ τοῦ μήκους πρὸς τὸ πλάτος, ἀλλὰ πολλαπλασία. ἀλλὰ παράδειγμα δεῖ λαβεῖν, ὅτι ‘ὥσπερ‘ οὐχ ‘ὅσον‘.
15nἘπεὶ δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν
16nἕτερον πόλον.
17 Ἐπειδή, φησί, πρὸς τῷ ἀρκτικῷ πόλῳ ἐστὶ τὸ τύμπανον τοῦτο δὴ τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, δῆλον ὅτι καὶ πρὸς τῷ νοτίῳ πόλῳ ἡ ἀναλογία φυλάττεται. οὐκοῦν ὥσπερ τοῦτο εὐκραές ἐστι τὸ χωρίον, ἐν
20ᾧπερ ἡμεῖς οἰκοῦμεν, κἀκεῖνο ὁμοίως ἐστὶν εὐκραές· καὶ ὥσπερ ἐνταῦθα πνεῖ ἄνεμός τις ἀπὸ τῆς ἄρκτου, οὕτω κἀκεῖσε πνεῖ ἀπὸ τῆς ἄρκτου. ἀλλ’ οὐ δυνατὸν οὔτε τὸν ἐκεῖθεν ἄνεμον ἐνθάδε πνεῖν οὔτε τὸν ἔνθεν ἐκεῖσε διὰ τὸ διάστημα. καὶ ὅρα, πῶς ἀψοφητὶ μετὰ τὸ λῆμμα τὴν κατασκευὴν ἐπάγει, ὅτι οὔτε ἀποπνεῖ ἀπὸ τοῦ νοτίου πόλου ὁ νότος ἐνταῦθα (εἰ γὰρ
25οἱ καθ’ ἡμᾶς ἄνεμοι οὐ πανταχόσε πνέουσι διὰ τὸ ἐξασθενεῖν ὑπὸ τοῦ μήκους, πόσῳ μᾶλλον ὁ ἐκεῖθεν νότος;) οὔτε ἀπὸ χειμερινῆς τροπῆς.
27nΟὕτω γὰρ τὸ ἀνάλογον ἀποδίδωσι.
28 Τί φησιν; ὅτι οὔτε ἀπὸ χειμερινῆς τροπῆς πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἐπειδὴ ἔδει τὴν ἀναλογίαν φυλαχθῆναι τὴν αὐτὴν ἐπὶ τῶν νοτίων ἐτησίων
30ὥσπερ ἐπὶ τῶν βορείων. ἐπειδὴ γὰρ οἱ βόρειοι ἐτησίαι ἀπὸ τοῦ θερινοῦ τροπικοῦ πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς, ἔδει καὶ τοὺς νοτίους, εἴπερ ἀπὸ τοῦ χειμερινοῦ πνέουσι, μετὰ εἴκοσιν ἡμέρας πνεῖν. ἀλλὰ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς τροπῆς πνέουσιν· οὐκ ἄρα ἀπὸ τοῦ
χειμερινοῦ πνεῖ ὁ νότος.192

193

(1n)

Ἐκεῖνος δ’ ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ
2nἔχει ὕδατα καὶ νομάς, αἳ διὰ τὴν πῆξιν ποιήσουσιν ἐτησίας.
3 Περὶ τῆς διακεκαυμένης λέγει ζώνης, ὅτι διὰ τὸ τὸν ἥλιον ἀεὶ ἐπι‐ κεῖσθαι ξηροτάτη ἐστὶ καὶ θερμοτάτη. ἀλλ’ εἴποις ἄν· καὶ πόθεν ἰσχυρὸς
5ἄνεμος ἐκεῖθεν πνεῖ ὁ νότος, εἴπερ μὴ ἔστιν ἰκμὰς ἡ ποιοῦσα τὴν ὕλην τῶν ἀνέμων; αὐτός φησιν, ὅτι τῷ εἶναι πολλὴν γῆν ἀναπεπταμένην· ὅλη γὰρ ἡ μεταξὺ τῶν δύο τροπικῶν, θερινοῦ τε καὶ χειμερινοῦ, τὸ ἀπὸ ἑκάστης γῆς μερικῶς συναγόμενον πνευμάτιον ποιεῖ ἕνα σφοδρὸν ἄνεμον, τὸν νότον.
9nΤίς μὲν οὖν αἰτία τούτων τῶν ἀνέμων.
10 Αἰτία ὑλική. εἴρηται γάρ, ὅτι οὐκ ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλὰ καπνώδης ἀναθυμίασις.
12nΠερὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ
13nποίους ἅμα πνεῖν ἐνδέχεται, ποίους δ’ ο.
14Ταῦτα πάντα ζητήσει ἐν τοῖς ἐφεξῆς.
15nΔεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπο‐
16nγραφῆς θεωρεῖν.
17 Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τῶν ἀνέμων διαλαμβάνει κατὰ τὸ προειρημένον διάγραμμα.
19nΓέγραπται μὲν οὖν τοῦ μᾶλλον εὐσχημόνως ἔχειν ὁ
20nτοῦ ὁρίζοντος κύκλος· διὸ καὶ στρογγύλος.
21 Ἐπειδή, φησί, † τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸν ὁρίζοντα, ἵνα τοὺς ἐν ταύτῃ ἀνέμους ὑπογράψω, αὕτη δ’ οὐκ ἔστι 〈κυκλοτερής,〉 ἀλλ’ ἐπιμήκης (οὔτε γὰρ ἐξισάζει τὸ μῆκος τῷ πλάτει), δῆλον ὅτι οὔτε ὁ ταύτης ὁρίζων ἐστὶ κυκλοτερής, ἀλλ’ ἐπιμήκης ὡς πρὸς τὴν οἰκουμένην γῆν· ἀλλ’ εἰ καὶ
25μὴ ἔστι κυκλοτερὴς ὁ ὁρίζων, ἀλλ’ οὖν κυκλοτερὴς καταγεγράφθω διὰ τὸ εὔσχημον.
27nΤοῦ δ’ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον
28nτόπων.
29Ἐντεῦθεν τὴν αἰτίαν λέγει τοῦ μείζονα εἶναι τὰ νότια πνεύματα.193

194

(1t)

Πρᾶξις κη.
2nἜστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε
3nἀπαρκτίας καὶ θρασκίας καὶ μέσης.
4Διδάξας ἡμᾶς ὁ φιλόσοφος περὶ τῆς θέσεώς τε καὶ ὀνομασίας τῶν
5ἀνέμων, ὅτι δώδεκά εἰσι τὸν ἀριθμὸν ἀπὸ τῶν δώδεκα τμημάτων καὶ τῶν ἓξ πόλων πνέοντες, νῦν συναίρεσιν ποιεῖ τῶν δώδεκα ἀνέμων καὶ οἷόν τινα συγ‐ κεφαλαίωσιν εἰς τέσσαρας ἀνέμους καθολικωτέρους. καί φησιν, ὅτι πάντες οὗτοι συγκεφαλαιοῦνται εἰς τέσσαρας ἀνέμους μεγίστους ἐναντίους· ἀνατολι‐ κῶν μὲν γὰρ πάντων εἷς μόνος ἐστὶν ὁ κυρίως, λέγω δὴ ὁ ἀπηλιώτης,
10δυτικῶν ζέφυρος, ἀρκτικῶν δὲ ἀπαρκτίας, νοτίων δὲ νότος. εἶτα πάλιν ἑτέραν συναίρεσιν τούτων ποιεῖται συντομωτέραν καὶ συγκεφαλαιοῖ τοὺς τέσσαρας εἰς δύο, βορρᾶν τε καὶ νότον. καὶ δίδωσι τῷ μὲν βορρᾷ τοὺς δυτικοὺς ἀνέμους πάντας καὶ ἀρκτικοὺς ὡς ψυχροὺς ψυχρῷ, τῷ δὲ νότῳ τοὺς ἀνατολικοὺς πάντας καὶ νοτίους ὡς θερμοὺς θερμῷ. θερμότερα γὰρ
15τὰ ἀνατολικὰ μέρη τῶν δυτικῶν, ἐπειδὴ ἀνερχόμενος ὁ ἥλιος καὶ τέως πρὸς ταῖς ἀνατολαῖς ὑπάρχων θερμαίνει μὲν τὰ ἀνατολικὰ μάλιστα, ἧττον δὲ τὰ δυτικά· μεσουρανῶν δὲ καὶ πρὸς δυσμὰς ὁρμώμενος ἄρχεται τὰ μὲν δυτικὰ μέρη μᾶλλον θερμαίνειν, ἧττον δὲ τὰ ἀνατολικά. ἀλλ’ ὅσον ἐπὶ τούτῳ φαίη ἄν τις ἀντανίσωσιν γίνεσθαι καὶ ὁμοίως εἶναι θερμὰ τὰ ἀνα‐
20τολικὰ τοῖς δυτικοῖς, ἐπειδὴ ὁμοίως θερμαίνονται ἄμφω τὰ μέρη. ἀλλὰ λέγομεν, ὅτι μεσουρανήσαντος τοῦ ἡλίου καὶ ἐπὶ δυσμὰς κλίναντος μεμένη‐ κεν ἔτι θερμότερα τὰ ἐν τοῖς ἀνατολικοῖς, ἐπειδὴ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος, ἐλθόντος δ’ εἰς τὰς δυσμὰς τοῦ ἡλίου καὶ δύσαντος οὐκέτι ἐφυλάχθη ἡ θερμασία ἐν τῇ δύσει διὰ τὸ ὑπὸ γῆν γεγονέναι τὸν ἥλιον. οὕτω τοίνυν
25κατασκευάζομεν, ὅτι θερμότερά ἐστι τὰ ἀνατολικὰ τῶν δυτικῶν. οὕτω τοί‐ νυν ὁ φιλόσοφος συγκεφαλαιωσάμενος πάντας τοὺς ἀνέμους εἰς δύο, βορρᾶν τε καὶ νότον, καὶ διανείμας ἑκάστῳ τοὺς οἰκείους, δέκα θεωρήματα περὶ αὐ‐ τῶν παραδίδωσιν. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ποῖοι ἄνεμοι τίσι συμπνέουσι; δεύτερον· ποῖοι ἄνεμοι πότε πνέουσι; τρίτον· ποῖοι ἄνεμοι
30τίνας παύουσι; τέταρτον· τίνες ἐναντίοι ὄντες τὰ αὐτὰ ἐργάζονται; πέμπτον·194

195

τίνες τῶν ἀνέμων εἰσὶ νιφετώδεις; ἕκτον· τίνες χαλαζώδεις; ἕβδομον· τίνες ἐπινέφελοι; ὄγδοον· τίνες ἀστραπαῖοι; ἔνατον· τίνες ἐκνεφίαι; δέκατον καὶ τελευταῖον· τίνες ἐτησίαι; ταῦτα τὰ δέκα νῦν περὶ ἀνέμων παραδίδωσιν Ἀριστοτέλης. ἀλλὰ φέρε τούτων ἕκαστον διεξέλθωμεν. καὶ τὸ μὲν πρῶ‐
5τόν φαμεν, ὅτι οἱ ἐναντίοι ἀλλήλοις οὐ συμπνέουσιν, βορρᾶς τε καὶ νότος καὶ οἱ λοιποὶ ἐναντίοι· εἴργουσι γὰρ ἀλλήλων τὴν πρόοδον. εἰ μὲν γὰρ ἰσοσθενεῖς ὦσι, στάσις πάντως γενήσεται καὶ ἠρεμία· εἰ δὲ θάτερος περι‐ γένηται, θάτερος παύεται. ὥστ’ οὐ δυνατὸν ἀλλήλοις συμπνεῖν τοὺς ἐναν‐ τίους αὐτῶν, οὐ τοῦτό μου λέγοντος, ὅτι οὐδ’ ὅλως (εἰ γὰρ οὕτως, ἀναιρή‐
10σομεν τὸν κατὰ Βοῦραν καὶ Ἑλίκην γεγονότα κατακλυσμόν, ἔνθα ἐναντίων ἀνέμων πνευσάντων καὶ ἐκεῖ συναθροισθέντων νεφῶν ἐγένετο κατακλυσμός), ἀλλ’ ὅτι μέχρι μέν τινος συμπνέουσιν, οὐ μετὰ πολὺ δὲ περιγίνεται θάτερος θατέρου καὶ μόνος πνεῖ. οὗτοι μὲν οὖν οὐ συμπνέουσιν ἐπὶ τὸ πολύ, συμπνέουσι δὲ οἱ μὴ ἐναντίοι. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ πολ‐
15λάκις εἰς τὸν αὐτὸν τόπον ἐκ διαφόρων πλέομεν τόπων οὔριον ἔχοντες ἄνεμον· ᾧ δῆλον, ὅτι συμπνέουσιν ἀλλήλοις οἱ ἄνεμοι οἱ μὴ κατὰ διά‐ μετρον ὄντες. τοῦτο μὲν ἦν τὸ πρῶτον. δεύτερον, ποῖοι ἄνεμοι πότε πνέ‐ ουσι. φαμέν, ὅτι ἐν μὲν ταῖς θερμοτέραις ὥραις, θέρει τε καὶ φθινοπώρῳ, οἱ ψυχροὶ ἄνεμοι πνέουσι μάλιστα, ζέφυρός φημι καὶ οἱ ἀπὸ τοῦ δυτικοῦ
20πάντες, ἐν δὲ ταῖς ψυχραῖς ὥραις χειμῶνος τε καὶ ἔαρος οἱ θερμοί, ἀπηλιώτης φημὶ καὶ οἱ ἄλλοι ἀνατολικοί. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ συμφώνως τῇ ὥρᾳ καὶ οἱ ἄνεμοι πνέουσιν, ἀλλ’ ἐναντίως. καὶ λέγομεν, ὅτι ἐπειδὴ θερμά εἰσι φύσει τὰ ἀνατολικὰ μέρη, ἐπὰν ὁ ἥλιος γένηται ἐν τῇ θερινῇ τροπῇ, ἔτι ἐκθερμαίνεται ἡ ἐκεῖσε γῆ· καὶ ἐκ τῆς ἄγαν θερ‐
25μότητος ἐκλείπει καὶ ἀναλίσκεται ἡ ὕλη τοῦ ἀνέμου, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις, δίκην ἀχύρου ἐμβληθέντος εἰς πῦρ, φησίν, ὅτι καὶ μηκέτι καπνὸν ποιήσαντος. καὶ γὰρ ἡ ἄμετρος θερμότης ἐκδαπανᾷ τὴν ὕλην τοῦ ἀνέμου καὶ ἡ ἄμετρος ψύξις κατασβέννυσιν. οὕτω μὲν οὖν καὶ διὰ τὸ ἐκδαπα‐ νᾶσθαι τὴν ὕλην τοῦ ἀνέμου ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐν θέρει ἀνατολικὸς
30ἄνεμος οὐ γίνεται. ἀλλὰ μὴν οὔτ’ ἐν χειμῶνι δυτικός· ἐπειδὴ γὰρ ψυχρά εἰσι τὰ δυτικὰ μέρη, χειμῶνος ἀφισταμένου τοῦ ἡλίου ψυχρότερα γίνονται, καὶ ἐκ τῆς πολλῆς ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ οὐ γίνεται δυτικὸς ἄνεμος. τρίτον ἦν ζητῆσαι, ποῖοι ἄνεμοι τίνας παύουσι. καί φαμεν, ὅτι βορρᾶς τὸν νότον οὐχ ὡς ἰσχυρός, ἀλλ’ ὡς ὑγρότερος καὶ
35βαρύτερος· ἐμπίπτων γὰρ τῷ νότῳ τὸ ἰταμὸν αὐτοῦ καὶ ξηρὸν διυγραίνει καὶ διαλύει καὶ οὕτως ἀποπαύει. ἐλέγομεν γὰρ ἀνωτέρω, ὅτι βορρᾶς ἀπὸ ὀλίγης μὲν γῆς πνεῖ, πολλὴν δ’ ἐχούσης ἀναθυμίασιν διὰ τὸ εἶναι αὐτὴν ἔνικμον δίκην τοῦ χλωροῦ ξύλου, ὁ δὲ νότος ἀπὸ πολλῆς μὲν γῆς, ἀνίκμου
δέ· καὶ τούτου χάριν δριμὺς καὶ ἔντονός ἐστι καὶ ὀλίγος. τοῦτο τὸ τρίτον.195

196

τέταρτον ἦν θεώρημα, τίνες ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσιν. οὗτοι· ὁ καικίας καὶ ὁ λὶψ κατὰ διάμετρον ὄντες ὑγροί εἰσιν ἄμφω. ὁ γὰρ λὶψ μεταξὺ ὢν ζεφύρου καὶ λιβονότου ἐρανίζεται τοῦ μὲν ζεφύρου τὸ ψυχρόν, τοῦ δὲ λιβονότου τὸ ὑγρόν, καὶ ὑγραίνει, ἐπὰν πνεύσῃ· ὁ δὲ καικίας
5μεταξὺ ὢν τοῦ ἀπηλιώτου καὶ βορέου ἐρανίζεται τοῦ μὲν βορέρου τὸ ὑγρόν, τοῦ δ’ ἀπηλιώτου τὸ θερμόν· καὶ οὕτως ὑγραίνει φυσῶν. εὖρος δὲ καὶ ἀργέστης ξηροὶ μὲν ἅμα φύσει· ὁ μέντοι εὖρος κατ’ ἀρχὰς μέν ἐστι ξηρός, προϊὼν δὲ ὑγρὸς γίνεται· νοθεύεται γὰρ ὑπὸ τῶν νοτίων πνευμάτων. οὗτοι ἐναντίοι ὄντες τὰ ὅμοια ποιοῦσι. καὶ ἔχεις τὸ τέταρτον θεώρημα. πέμ‐
10πτον ζητητέον, τίνες εἰσὶ νιφετώδεις· καὶ ἕκτον, τίνες χαλαζώδεις. καί φαμεν, ὅτι νιφετώδεις μέν εἰσιν ἤτοι χιονώδεις ὅ τε βορρᾶς καλούμενος μέσης καὶ ὁ ἀπαρκτίας, χαλαζώδεις δὲ ὅ τε ἀπαρκτίας πάλιν καὶ θρασκίας καὶ ἀργέστης. καὶ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε οἱ ψυχρότατοι ἄνεμοι μὴ τὸ ψυχρότατον ποιοῦσιν, ἀλλὰ τὸ ἧττον ψυχρότατον. ὁ γὰρ ἀπαρκτίας καὶ
15θρασκίας καὶ ἀργέστης ψυχρότατοί εἰσιν, ἐπειδὴ δυτικώτεροι. ἐχρῆν οὖν τὴν χιόνα αὐτοὺς ποιεῖν, καθὸ ψυχροτέρα ἐστὶν αὕτη τῆς χαλάζης καὶ ὡς ἐν χειμῶνι γεγονυῖα καὶ ὅλως μὴ μεταβληθείσης εἰς ὕδωρ, ἀλλ’ ἄντικρυς παγείσης, † ὡς ἔστιν ἡ ἀτμίς. τὸν δὲ βορρᾶν ἔδει τὴν χάλαζαν ποιεῖν, ὃς ἦν ἧττον ψυχρός, τὴν ἧττον ψυχράν. ἢ λέγομεν, ὅτι πολλάκις τὰ ἐναντία
20κατὰ συμβεβηκὸς δρῶσιν, οἷον τὸ ὕδωρ ψυχρὸν πολλάκις θερμαίνει κατὰ συμβεβηκὸς τῷ ἀντιπερίστασιν ποιεῖν· ἐναποκλειόμενον γὰρ ἐντὸς τὸ θερ‐ μὸν καὶ μὴ διαφορούμενον θερμαίνει. ἀλλὰ καὶ τὸ θερμὸν ἔστιν ὅτε ψύχει τῷ ἐκδιαφορεῖν τὴν ἐντὸς θερμασίαν. εἰ οὖν τοῦτο, τί ἂν ἄτοπον ψυχρο‐ τάτου ὄντος τοῦ ἀνέμου τὸ ἧττον ποιεῖν ψυχρόν, λέγω δὴ τὴν χάλαζαν,
25τῷ περιπηγνύναι τὰ ἐκτὸς ταχέως καὶ μὴ φθάνειν μέχρι τοῦ ἐντὸς τὴν ψύξιν ἐπὶ τῆς ἀτμίδος ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο μεταβάλλεσθαι πρῶτον εἰς ὕδωρ, εἶθ’ οὕτω πήγνυσθαι καὶ ποιεῖν χάλαζαν. ἐπὶ δὲ τοῦ βορέου, ἐπειδὴ οὐκ ἔστιν οὗτος ψυχρότατος, οὐκ ἀθρόως παραπήγνυσι τὰ ἐκτὸς τῆς ἀτμίδος, ἀλλὰ κατὰ μέρος, καὶ λοιπὸν ὅλην ὡς ὅλην πήγνυσι πρινὴ εἰς
30ὕδωρ μεταβληθῆναι. καὶ τούτου χάριν ποιεῖ τὴν χιόνα μὴ ὢν ψυχρότατος. ἕβδομον ζητῆσαι, ποῖοί εἰσιν ἐπινέφελοι. καί φαμεν, ὅτι καικίας τε καὶ βορέας. ὁ μὲν καικίας ὡς ἐφελκόμενος ἐφ’ ἑαυτὸν τὰ νέφη (τῷ γὰρ εἶναι ἠρέμα ψυχρὸς παχύνει τὴν ἀναδιδομένην ἀτμίδα πολλὴν οὖσαν ἐκεῖσε ἐν τοῖς ἀνατολικοῖς μέρεσι καὶ πολλὰ νέφη συνίστησι), τῷ δ’ ἐφέλκειν αὐ‐
35τὸν ἐπινέφελον ποιεῖ τὸν ἀέρα· συμβάλλονται δὲ αὐτῷ πρὸς τοῦτο βορέας τε καὶ εὖρος ὑγροὶ ὄντες πλησίον αὐτοῦ· ὕλην γὰρ αὐτῷ χορηγοῦσιν. ὁ δὲ βορέας πάλιν ἐπινέφελον ποιεῖ τὸν ἀέρα τῷ συναθροίζειν αὐτὰ διὰ πόρρω, ὥσπερ ἐν τῇ Αἰγύπτῳ γίνεται. ὄγδοον ζητητέον, ποῖοί εἰσιν ἀστραπαῖοι
τῶν ἀνέμων, τουτέστι πόσοι μάλιστα ποιοῦσιν ἀστραπάς· βορέας, ἀπαρκτίας,196

197

θρασκίας, ἀργέστης, οὐ πάσας δέ, ἀλλὰ τὰς κατ’ ἐκπυρηνισμὸν γινομένας· ψυχρότατοι γὰρ ὄντες οὗτοι πυκνοῦσι τὴν ἀτμίδα ἐναπειληφυῖαν μὲν ἑαυτῇ καπνώδη ἀναθυμίασιν, εἶτ’ ἐκείνων μὴ διαφορουμένων θερμαίνεται καὶ ἐξ‐ άπτει, καὶ τελευταῖον μηκέτι στεγομένη ἐκπυρηνίζεται τῆς ψύξεως ἐκθλι‐
5βούσης καὶ ποιεῖ τὴν ἀστραπήν. ἔνατον, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκ‐ νεφίας δὲ νῦν καλῶ οὐ τοὺς κυρίως ἐκνεφίας· ἀλλὰ πρῶτον μάθωμεν, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκνεφίαι γὰρ λέγονται οἱ ἀπὸ τῶν νεφῶν πνέοντες. ἀλλ’ οὗτοι διττοί εἰσιν· ἢ γὰρ ἀμεταβλήτου μενούσης τῆς καπνώδους ἀνα‐ θυμιάσεως γίνονται, ὡς μαθησόμεθα ἐν τῷ τρίτῳ βιβλίῳ (οἵτινες καὶ τυ‐
10φῶνες προσαγορεύονται) ἢ τοῦ ἰσχυροῦ ἀνέμου ἀποδιώκοντος τὰ νέφη. εἶτα ἐκείνου παυσαμένου ἄλλου ἰσχυροτέρου ἐπαναστάντος καὶ ἀντωθή‐ σαντος τὰ νέφη, ὡς παλίρροιαν γενέσθαι τῶν νεφῶν, λέγεται οὗτος ἐκνεφίας ὁ ἄνεμος ὡς ἀντωθῶν πάλιν τὰ νέφη, ὅθεν ἦλθον· εὑρίσκεται γὰρ καὶ οὗτος ἀπὸ τῶν νεφῶν πνέων. περὶ οὖν τούτου τοῦ ἐκνεφίου νῦν δια‐
15λαμβάνει, ὅστις οὐ κυρίως ἐστὶν ἐκνεφίας, ἢ δῆλον, ὅτι πάντες οἱ βορέαι· ἰσχυρότατος γάρ ἐστιν ὁ βορέας οὐ τῇ δυνάμει, ὡς εἴρηται, ἀλλὰ τῷ πλή‐ θει. ἐμπίπτων γὰρ οὗτος ἀποδιώκει τὰ νέφη εἰς τὸν τόπον, ὅθεν ἦλθον· καὶ τούτου χάριν ἐκνεφίας προσαγορεύεται. δέκατον καὶ τελευταῖον ἦν ζη‐ τῆσαι, ποῖοι ἄνεμοί εἰσιν οἱ ἐτησίαι, καὶ τοῦτο δῆλον, ὅτι βορέαι· οἱ γὰρ
20ἐτησίαι οὐδὲν τούτου διαφέρουσι πλὴν τῷ χρόνῳ, ἐπειδὴ ὁ μὲν βορέας ἀδιαφόρως πνεῖ, οἱ δ’ ἐτησίαι οἱ ἐν χρόνῳ ὡρισμένως. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
23nἜστι δὲ καὶ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ
24nτε ἀπαρκτίας.
25 Ἐνταῦθα τὴν συγκεφαλαίωσιν ποιεῖται τῶν δώδεκα ἀνέμων εἰς τέσ‐ σαρας ἀνέμους μεγίστους.
27nὉμοίως δὲ τὰ μὲν βόρεια τούτου καλεῖται, τὰ δὲ νότια.
28 Ἐνταῦθα πάλιν συναίρεσιν ποιεῖται πάντων τῶν ἀνέμων εἰς δύο, νότον καὶ βορρᾶν.
30nΘερμότερα δὲ τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῶν, ὅτι
31nπλείω χρόνον ὑπὸ τὸν ἥλιόν εἰσι τὰ ἀπὸ ἀνατολῆς.
32Ἰδοὺ τὴν αἰτίαν αὐτὸς λέγει τοῦ εἶναι θερμότερα τὰ ἀνατολικά, ἣν
ἡμεῖς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν.197

198

(1n)

Οὕτω δὲ τεταγμένων τῶν ἀνέμων δῆλον ὅτι ἅμα πνεῖν
2nτοὺς μὲν ἐναντίους οὐχ οἷόν τε.
3 Ἐντεῦθεν τὰ δέκα θεωρήματα, ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ποῖοι ἅμα πνέουσι, ποῖοι δὲ ἅμα οὐ πνέουσι;
5nΚατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἱ ἐναντίοι μάλιστα
6nπνέουσι.
7 Τὸ δεύτερον θεώρημα τὸ λέγον· ποῖοι πότε πνέουσιν ἄνεμοι, ποῖοι δὲ πότε οὐ πνέουσιν;
9nἘμπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπ‐
10nαρκτίας καὶ θρασκίας.
11 Τὸ τρίτον ἐνταῦθα ἐζητήσαμεν, ποῖοι τίνας παύουσι ἄνεμοι· καὶ εἴ‐ πομεν, ὅτι βορέας. καλῶς δ’ εἶπεν ‘ἐμπίπτειν‘ δηλῶν αὐτοῦ τὸ ἔκλυτον καὶ βαρύ. ὅθεν διὰ τὸ εἶναι πλῆθος τῆς ἀναθυμιάσεως ἀεὶ ἀποσοβεῖ τὰ νέφη καὶ αἰθρίαν ποιεῖ μάλιστα, ὅταν μὴ ψυχρὸς πνεῖ· εἰ γὰρ εἴη ψυχρός,
15παχύνει τὴν ἀτμίδα, πρινὴ ἀποσοβῆσαι, καὶ εἰς ὕδωρ μεταβάλλει.
16nΑἱ δὲ περιστάσεις γίνονται αὐτῶν καταπαυομένων εἰς
17nτοὺς ἐχομένους κατὰ τὴν τοῦ ἡλίου μετάστασιν.
18 Νῦν περὶ πάντων ἁπλῶς λέγει τῶν ἀνέμων, ὅτι μάλιστα ἐκεῖνοι διεγεί‐ ρονται, ἐφ’ οὓς ἂν ὁ ἥλιος χωρῇ· τῆς παρενούσης ἰκμάδος ἐν τῇ γῇ, ἣν
20καλεῖ ἀρχὴν τῶν ἀνέμων ὡς ὕλην, τηνικαῦτα ὑπὸ τοῦ ἡλίου ἑλκομένης καὶ ἀναδιδομένης γίνονται οἱ ἄνεμοι. ὅθεν οἱ ἐτησίαι μάλιστα πνέουσι θέρους διὰ τὸ ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ γίνεσθαι ὕλην τῶν ἀνέμων· οἱ μέντοι ἀπηλιῶται παύονται διὰ τὸ διαφορεῖσθαι τὴν ὕλην αὐτῶν ἐκ τῆς θερμότητος.
25nΟἱ ἐναντίοι δὲ ἢ ταὐτὸν ποιοῦσιν ἢ ἐναντίον.
26 Τὸ τέταρτον θεώρημα, ἔνθα λέγομεν, ποῖοι ἐναντίοι ὄντες τὰ αὐτὰ ποιοῦσιν· οἷον ἀπὸ τοῦ ΖΓ καὶ ἀπὸ τοῦ ΔΕ.
28nΝιφετώδεις δὲ μέσης καὶ ἀπαρκτίας.
29Ἰδοὺ τὸ πέμπτον.198

199

(1n)

Χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας.
2Ἰδοὺ τὸ ἕκτον.
3nΚαυματώδεις δὲ νότος καὶ ζέφυρος.
4Ἐπειδὴ εἶπε τοὺς ψυχροποιοὺς ἀνέμους, λέγω δὴ τοὺς νιφετώδεις
5καὶ χαλαζώδεις, ἀντέθηκεν αὐτοῖς τοὺς ἐναντίους, τουτέστι τοὺς θερινοὺς νότον καὶ ζέφυρον. ἀλλ’ ἀπορητέον, πῶς ἀνωτέρω μὲν τὸν ζέφυρον ἔλεγε ψυχρόν, νῦν δὲ θερμὸν αὐτὸν λέγει. ἢ ῥητέον, ὅτι ἐστὶν οὐ κατ’ οὐσίαν, ἀλλ’ ὅτι ἐν ὥρᾳ θερμῇ πνεῖ· ἐν τῷ θέρει γάρ.
9nΝέφεσι δὲ πυκνοῦσι τὸν οὐρανόν.
10Τὸ ἕβδομον κεφάλαιον, ἔνθα ἐζητοῦμεν, ποῖοί εἰσιν ἐπινέφελοι.
11nΑἴθριοι δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
12Πάλιν ἐπειδὴ εἶπε περὶ τῶν ἐπινέφελον ποιούντων ἀνέμων τὸν ἀέρα,
διαλέγεται καὶ περὶ τῶν αἴθριον αὐτὸν ποιούντων.199

200

(1t)

〈ΟΛΥΜΠΙΟΔΩΡΟΥ〉 ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ
2tΒΙΒΛΙΩΝ ΤΡΙΤΟΝ.
3tΠρᾶξις 〈λγ.
4nΠερὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως
5nταύτης.〉
6 *** ἵνα, εἰ ἀτμὶς παχεῖα φέρεται κατ’ εὐθὺ ἐπὶ τὸ κάταντες ἢ κατὰ τῆς γῆς ἢ κατὰ θαλάττης, εἶτα προσπταίουσά τινι ἀντιτύπῳ ἀναπάλ‐ λεται ὡς εἰς τοὐπίσω ἀναστρέψουσα. ἐπειδὴ δὲ κωλύεται τὸ ἀναπαλλό‐ μενον αὐτῆς μέρος εἰς τοὐπίσω ἀναπάλλεσθαι ὑπὸ τοῦ ὄπισθεν ἐπακολου‐
10θοῦντος αὐτῆς μέρους, ἐπὶ τὰ πλάγια ἀνακλᾶται δηλονότι. εἶτα εἰ συν‐ αντήσει τῷ ἐπὶ τὰ πλάγια ἀναπαλλομένῳ, ἕτερόν τι σῶμα ἀντίτυπον κἀκεῖ πάλιν προσπταῖσαν ἀναπάλλεται κἀκεῖθεν. καὶ οὕτω διὰ τῶν συχνῶν ἀνα‐ πάλσεων γίνεται ἕλιξ καὶ συστροφὴ τοῦ ἀνέμου χωροῦσα ὡς ἐπὶ τὸ νέφος ἀπὸ τῆς γῆς καὶ μετεωρίζουσα τὸ προστυχὸν σῶμα· ἐπὶ μὲν θαλάττης
15πλοῖα, ἐπὶ δὲ τῆς γῆς ζῷα ἢ λίθους ἢ ἕτερόν τι, ἅπερ ἡμιπληγῆ πάλιν ἀφίησι κάτω φέρεσθαι. ταύτην τὴν συστροφὴν ὁ μὲν ποιητὴς θύελλαν κα‐ λεῖ, Ἀριστοτέλης δὲ τυφῶνα οἷον τυπῶνα διὰ τὸ τύπτειν σφοδρῶς καὶ ῥη‐ γνύναι στερεὰ σώματα· ναῦται δὲ σίφωνα διὰ τὸ δίκην σίφωνος ἀνασπᾶν τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δ’ Ἀλεξανδρεῖς τῇ ἐπιχωρίῳ φωνῇ ἀνεμόσουριν
20διὰ τὸ ἐοικέναι κυκλανέμοις γυναικείοις, ἅπερ ἀνεμόσουριν καλοῦσιν ἐπι‐ χωριάζοντες, οἱ δ’ ἰατροὶ τὸ καθ’ ὁμοιότητα γινόμενον πάθος ἐν ταῖς ἕλιξι τῶν ἐντέρων βορβορυγμόν. οὕτω μὲν γίνεται ἡ ἕλιξ, ὅταν ἀπὸ τῆς
γῆς ἔχῃ τὴν ἀρχήν. εἰ δ’ ἀπὸ τοῦ νέφους ἄνωθεν ἄρξοιτο, γίνεται τοῦ‐200

201

τον τὸν τρόπον· τοῦ γὰρ νέφους πεπυκνωμένου πάντοθεν ὑπάρχοντος καὶ τῆς ἔνδον ἐναπειλημμένης καπνώδους ἀναθυμιάσεως πολυπλασιαζομένης καὶ ἐνελιττομένης ἔνδον πολυειδῶς ἐξαίφνης ῥήγνυται τὸ νέφος διὰ τὴν βίαν, καὶ ἔνδον ἑλιττομένη ἡ καπνώδης ἀναθυμίασις ἐξέρχεται αὐτοῦ τὸ αὐτὸ
5σχῆμα φυλάττουσα, ὅπερ ἔνδον εἶχε, λέγω δὴ τὸ ἑλικοειδές. εἶθ’ οὕτως φέρεται ἐπὶ τὴν γῆν ἕλιξ τυγχάνουσα δίκην τῶν συνεστραμμένων τριχῶν, λέγω δὴ οὔλων, οὐ διὰ τὴν ἀσθένειαν τῆς ἀποκριτικῆς δυνάμεως, ἀλλὰ διὰ τὸ σκολιοὺς εἶναι τοὺς πόρους, δι’ ὧν παρέρχεται, καὶ συνδιατυποῦ‐ σθαι αὐτοῖς. αὗται μὲν αἱ αἰτίαι τοῦ ποτὲ μὲν κάτωθεν ἄνω γίνεσθαι
10τὴν ἕλικα τοῦ τυφῶνος, ποτὲ δὲ ἄνωθεν κάτω. διάγνωσις δὲ τούτων διττή. διαγινώσκομεν γάρ, πότερον ἀπὸ κάτωθεν ἄνω κινεῖται ἡ ἕλιξ ἢ ἀπὸ ἄνωθεν κάτω, πρῶτον μὲν ἐξ αὐτῆς τῆς ὄψεως· ἐπειδὴ γὰρ φανερά ἐστιν ἡ ἕλιξ καὶ αὐτῇ τῇ ὄψει ἤγουν τυφὼν διὰ τὴν παχυμέρειαν τῆς οὐσίας, ἐπὰν τὴν ἕλικα ὁρῶμεν ποτὲ μὲν κάτω, ποτὲ δὲ ἄνω χωροῦσαν, ἐροῦμεν, ὅτι
15κάτωθέν ἐστιν ἡ ἀρχὴ τῆς ἕλικος· εἰ δ’ ἀπὸ ἄνωθεν ἐπὶ τὰ κάτω μόνον κινοῖτο, τηνικαῦτα ῥητέον ἄνωθεν ἔχειν τὴν ἀρχήν. ἔπειτα δὲ καὶ ἀπ’ αὐ‐ τῶν τῶν ἁρπαζομένων σωμάτων ὑπ’ αὐτῆς τῆς ἕλικος καὶ μετεωριζομένων· εἰ μὲν γὰρ πρῶτον στραφῇ τὸ σῶμα ἐκ τῆς οἰκείας θέσεως, εἶτα πλαγίως κινηθῇ καὶ τότε μετεωρισθῇ, τηνικαῦτα ἄνωθεν αὐτὴν ἔχειν φαμὲν τὴν
20ἀρχήν. αὕτη καὶ ἡ διάγνωσις. λοιπὸν εἴπωμεν καὶ τὰς διαφορὰς ἐκνεφίου καὶ τυφῶνος. ἡ γὰρ κοινωνία κατάδηλος· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐκνεφίας ἢ τυφὼν ἀνήνεμος, καὶ τυφὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐκνεφίας ἐπιτεταμένος. ᾧ δῆλον, ὅτι ταὐτόν ἐστιν ἐκνεφίας καὶ τυφὼν ὅσον κατὰ τὸ εἶδος. ἀλλὰ παρὰ τὴν ἐπίτασιν καὶ ἄνεσιν διαλλάττουσιν, οὐ τῷ εἴδει. διαφέρουσι
25γὰρ τριχῶς· πρῶτον μέν, ὅτι ὁ ἐκνεφίας οὐχ ὁρᾶται, ὁ δὲ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν συνεφέλκεσθαι ἐκ τοῦ νέφους τὴν καπνώδη ἀναθυμίασιν ἐκκρινομένην. δεύτερον, ὅτι ὁ μὲν ἐκνεφίας συνεφέλκεται περὶ αὐτὸν ἐκ τοῦ περιέχοντος αὐτὸν νέφους, ὁ δὲ τυφὼν συνεφέλκεται μεθ’ ἑαυτοῦ καὶ τὸ περιέχον νέφος, ὡς εἰς αὐτὸν ἀναλίσκεσθαι τὸ νέφος.
30τρίτον, ὅτι τὸν μὲν ἐκνεφίαν παύει ὁ ὑετός (κατασβέννυσι γὰρ τὴν καπνώδη ἀναθυμίασιν ὁ ὑετὸς τὴν ποιητικὴν τοῦ ἐκνεφίου, ἅτε ψυχρὸς ὑπάρχων), τὸν δὲ τυφῶνα οὐχ ἱκανός ἐστιν ὁ ὑετὸς παῦσαι, ἀλλὰ δεῖται ἄλλου τινὸς ψυχροτέρου, καὶ διὰ τοῦτο ὑπὸ τοῦ βορρᾶ κατασβέννυται· ὁ γὰρ βορρᾶς ψυχρότερός ἐστι τοῦ ὕδατος τοῦ εἰδοποιουμένου τὴν ψύξιν. ἢ ῥητέον,
35ὅτι ποτὲ τὰ αἰτιατὰ δραστικώτερα γίνονται τῶν αἰτίων. ἰδοὺ γοῦν ὁ πε‐ πυρακτωμένος σίδηρος δραστικώτερός ἐστι τοῦ θερμαίνοντος αὐτὸν πυρός· οὕτως οὖν καὶ ὁ ἀὴρ ψυχόμενος αὐτὸς ὑπὸ τοῦ ὕδατος † ψύχεται τοῦ ψύ‐ ξαντος· ψυχρότατος δὲ ὢν ψύχει τὸν βορρᾶν. ἀλλὰ τοῦτο σημειωτέον, ὅτι ἐπὶ μὲν τῶν θερμῶν λεπτομερέστερά εἰσι τὰ αἴτια τῶν αἰτιατῶν, ὥσπερ
40ὁ ἀὴρ τοῦ ὕδατος. μέχρι τούτου προαγαγὼν ὁ φιλόσοφος τὸν περὶ ἐκνεφίου201

202

καὶ τυφῶνος λόγον ἑξῆς περὶ πρηστῆρος καὶ κεραυνοῦ διαλέγεται. καί φησιν, ὅτι ὁ κεραυνὸς οὐκ ἔχει τὸ καῖον· λεπτομερὴς γάρ ἐστιν ἡ κα‐ πνώδης ἀναθυμίασις ἐκπεπυρωμένη καὶ ταχέως διιοῦσα τὸ σῶμα διὰ λεπτομέρειαν, ὡς μὴ φθάνειν καταφλέξαι· ὅθεν καὶ κεραυνὸς λέγεται παρὰ
5τὸ εὐκραὴς εἶναι καὶ μὴ φλέγειν. ἄλλος δὲ τούτου πάνυ ἐστὶ λεπτομερέ‐ στατος, ὡς ὀξύτατα διέρχεσθαι τὸ σῶμα καὶ μὴ καίειν ὅλως μηδὲ με‐ λαίνειν· καὶ λέγεται ἀργὸς παρὰ τὸ ἀργεννὸν εἶναι, τουτέστι λαμπρόν. † ἢ παχυμερεστέραν ἔχειν τὴν ὕλην τοῦ πρώτου, ὡς μὴ διιέναι τα‐ χέως, ἀλλ’ ἐμβραδύνειν καὶ μελαίνειν τὸ σῶμα· καὶ λέγεται ψολόεις παρὰ
10τὸ ψαύειν τοῦ σώματος· ἔστι δ’ ὅτε καὶ καίει τὰ ἀντίτυπα σώματα, ὡς εἴρηται, τὰ δὲ μανὰ διέρχεται ἀβλαβῶς. οὕτω μὲν οὖν ὁ κεραυνός. ὁ δὲ πρηστὴρ καταφλέγει διὰ τὸ συνεπισπᾶσθαι μὲν μεθ’ ἑαυτοῦ παχυμερε‐ στέραν οὐσίαν ἐκ τοῦ νέφους καὶ ταύτην ἐκπυροῦν· ὅθεν καὶ πρηστὴρ κα‐ λεῖται παρὰ τὸ ἐμπιπρᾶν. τούτου δὲ τοῦ πρηστῆρος καὶ προηγεῖται
15πνεῦμα καὶ σύνεστιν αὐτῷ καὶ ἐπακολουθεῖ. καὶ ὅτι μὲν προηγεῖται, δῆλον ἐκ τοῦ τὰ μέλλοντα κεραυνοῦσθαι πρῶτον ὑπὸ πνεύματος ῥήγνυσθαι, εἶθ’ οὕτω κεραυνοῦσθαι. ὅτι γὰρ ὑπὸ πνεύματος ῥήγνυται τὸ σῶμα, δῆλον ἐκ τοῦ πολλάκις ὑπὸ βροντῆς ῥήγνυσθαι κεράμους· ἐνταῦθα γὰρ οὐχ ὡς ἀκουστὸν ἐνήργησεν ἡ βροντή, ἀλλ’ ὡς αἴτιον εἶναι. εἰ γὰρ ὡς ἀκουστὸν
20ἐνήργησεν, ἐχρῆν ἐν μόνοις τοῖς ἐμψύχοις γίνεσθαι τὴν ῥῆξιν ὑπὸ τῆς βροντῆς· νῦν δὲ ὁρῶμεν, ὅτι καὶ ἐν κεράμοις γίνεται ἡ ῥῆξις· ᾧ δῆλον, ὅτι πνεύματος πλήττοντος τοῦτο γίνεται. ὅτι δὲ καὶ ἐπακολουθεῖ πνεῦμα τῷ πρηστῆρι, δῆλον, ἐπειδὴ μετὰ τὸ κεραυνωθῆναι μένει διιστάμενα τὰ κεκεραυνωμένα ἐπὶ χρόνον τινὰ βραχύν. ὅτι δὲ καὶ σύνεστιν αὐτῷ τῷ
25πρηστῆρι, δῆλον, ὅτι ἐκ τοῦ ἐν αὐταῖς ταῖς πυρκαϊαῖς ὑπὸ πρηστήρων γι‐ νομέναις ὁρᾶται τὸ πῦρ χωριζόμενον τῆς ὕλης τῆς καομένης καὶ μετα‐ βαλλόμενον εἰς ἕτερον τόπον. οὕτω γοῦν ἐν Ἐφέσῳ πρηστῆρος πεσόντος καὶ πυρκαϊᾶς γενομένης ἐγένετο πῦρ μετέωρον χωριζόμενον τῆς ὕλης τῆς καομένης καὶ ἄλλοθεν ἄλλο μεταπηδῶν. καὶ οὐ μόνον διὰ τὸ συνυπάρχειν
30αὐτῷ πνεῦμα τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ ἐξ αὐτῶν τῶν καομένων ξύ‐ λων πνεῦμα πολὺ ἐκκρίνεσθαι καὶ συμμίγνυσθαι τῷ πυρί. ταῦτα παραδί‐ δωσιν ἡ μετὰ χεῖρα λέξις.
33nΠερὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως
34nταύτης.
35 Ποίας; ἢ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ ποίων ὑπολοίπων; πρηστῆρος, κεραυνοῦ, ἐκνεφίου, τυφῶνος· ταῦτα γὰρ ἦσαν λείποντα τῇ
διαιρέσει.202

203

(1n)

Τὸν ὑφηγημένον τρόπον.
2 Ὅτι κατὰ ἐκπυρηνισμὸν ταῦτα γίνονται τὰ ἕξ· βροντή, ἀστραπή, κε‐ ραυνός, πρηστήρ, ἐκνεφίας, τυφών.
4nΤὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ
5nσποράδην διερχόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν
6nβροντὰς ποιεῖ καὶ ἀστραπάς.
7 Τουτέστιν ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, ὅτι ἐὰν ἡ καπνώδης ἀναθυ‐ μίασις ἡ ἐν τῷ νέφει ἀποκεκλεισμένη ἐκπυρηνισθῇ τοῦ νέφους, διεσπασμένη καὶ λεπτοτέρα οὖσα ποιεῖ βροντὴν καὶ ἀστραπήν.
10nἊν δ’ ἀθρόον καὶ πυκνότερον, ἧττον δ’ ἐκκριθῇ λεπτόν,
11nἐκνεφίας ἄνεμος γίνεται. διὸ καὶ βίαιος.
12 Ἐὰν δ’ αὕτη ἡ καπνώδης ἀναθυμίασις ἡ ἐναπειλημμένη ἐν τῷ νέφει μὴ διεσπασμένη ἐκκριθῇ, ἀλλὰ συνεχής, καὶ 〈μὴ〉 κατὰ μέρος, ἀλλ’ εἰ ἀθρόως εἴη δὲ καὶ παχυμερὴς ὡς πρὸς τὴν πρώτην, γίνεται ὁ ἐκνεφίας· ὅθεν καὶ
15βίαιος, ἐπειδὴ ἀθρόον ἐκκρίνεται συνεχὴς καθάπερ κρουνός, καὶ διὰ τὴν βίαν τῆς ἐκθλίψεως.
17nΤὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποεῖ τὴν ἰσχύν.
18Τῷ γὰρ ἀθρόον ἐκκρίνεσθαι γίνεται βίαιος.
19nὍταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχὴς ἔκ‐
20nκρισις, τὸν αὐτὸν γίνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναν‐
21nτίον ὁρμήσ· τότε γὰρ ὑετὸς καὶ ὕδατος γίνεται πλῆθος.
22 Ὅταν μὲν οὖν ἐκκριθῇ ἡ καπνώδης ἀναθυμίασις συνεχὴς ἀμετά‐ βλητος, ἀθρόος δέ, γίνεται ὁ ἐκνεφίας· διὰ γὰρ τοῦ ἀκολουθῆσαι τὴν συν‐ έχειαν ἐσήμανε τοῦ πνεύματος. ὅταν δ’ ἐκκριθῇ ἐκ τοῦ νέφους ἀμετά‐
25βλητος, ἀλλὰ φθάσῃ κατενεχθῆναι ἔτι οὖσα ἐν τῷ νέφει (τοῦτο γὰρ λέγει τὸ ‘ἐκ τοῦ ἐναντίου ὁρμῆσαι‘), τότε γίνεται ὁ ὑετὸς καὶ ὕδατος πλῆθος.
27nὙπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην.
28Ἐκνεφίας καὶ ὁ ὑετός· ἀπὸ γὰρ τῆς διττῆς ἀναθυμιάσεως.203

204

(1n)

Ὅταν δ’ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποτερασοῦν,
2nσυνακολουθεῖ συνεκκρινόμενον ἐκ τῆς ὕλης, ὁποτέρου ἂν ᾖ
3nπλῆθος ἐνυπάρχον πλεῖον.
4Τί γάρ φησιν; ὅτι ἐὰν ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει περι‐
5εχομένη πολλή ἐστιν, ὡς ὑπερβάλλειν τὴν ἀτμίδα τῇ ἰσχύι, † ὅτε συμ‐ βάλλει ἑαυτῇ καὶ τὴν ἀτμίδα καὶ γίνεται ὁ ἐκνεφίας· εἰ δὲ ἡ ἀτμὶς πλείων οὖσα καταψύχει τὴν ἀναθυμίασιν, συμμεταβάλλει αὐτὴν καὶ γίνεται ὑετός.
9nὍταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει
10nἑτέρῳ ἀντιτυπήσῃ οὕτως, ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενὸν
11nβιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς.
12 Μέχρι τούτου περὶ ἐκνεφίου δῆλα διείλεκται, ἀπ’ ἐντεῦθεν δὲ περὶ τυφῶνος διαλαμβάνει. καὶ τί φησιν; ὅτι ἐπὰν ἡ ἐκπυρηνιζομένη καπνώδης ἀναθυμίασις ἐκ τοῦ νέφους προσπταίουσά τινι στερεῷ σώματι ***, εἶτα
15καὶ παράδειγμα τῆς προσπταίσεως φέρει. † πῶς; ὥσπερ οἱ ἄλλοι ἄνεμοι κατὰ φύσιν ἀπὸ πλατέος ἐρχόμενοι τόπου καὶ εἰς στενὸν καταλήγοντες κι‐ νοῦσι κάρφη ὥσπερ ἐν τριόδῳ ἢ ἐν πύλαις ἢ ἐν αὐλῶσι· τότε γὰρ σφο‐ δρότεροι γίνονται διὰ τὸ εἰς ἓν συνάγεσθαι. καὶ αὕτη μέν ἐστιν ἡ μεταξυ‐ λογία δηλοῦσα τὸ παράδειγμα τῆς ἀντιτυπήσεως. λοιπὸν ἐπιφέρει τὸ
20λοιπόν.
21nἈπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος
22nδι’ ἃ μὴ ὑπείκει ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον
23nκαὶ δίνην γίνεσθαι πνεύματος.
24Δεῖ δὲ τὴν μεταξυλογίαν ὑπερβάντα οὕτως εἰπεῖν· ‘ὅταν τὸ ἐκκρινό‐
25μενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ ἀπωσθέντος τοῦ πρώτου μορίου‘ καὶ τὰ ἑξῆς. τί οὖν φησιν; ὅταν μὲν ἡ ἐκκρινομένη ἀναθυμίασις ἔλθῃ κατὰ γῆν ἢ κατὰ θάλασσαν καὶ ἀντιτυπήσῃ τινὶ στερεῷ τὸ πρῶτον αὐτῆς μόριον, εἶτα πλῆξαν καὶ ἀποπαλλόμενον μήτ’ ἔμπροσθεν δυνηθῇ χωρῆσαι διὰ τὸ ἀντίτυπον εἶναι σῶμα τὸ ἔμπροσθεν κείμενον, μήτε δὲ
30πάλιν ὀπίσω ἀντιστρέψαι διὰ τὸ ἀντιπνεῖν ἕτερον μόριον καὶ ὠθεῖν τὸ
πρῶτον, τότε γίνεται οἷον κύκλος καὶ ἕλιξ ἡ κίνησις τοῦ πνεύματος. καὶ204

205

τοῦτό ἐστι τυφών. καὶ ὅρα, πῶς ἐντεῦθεν ὁ φιλόσοφος τὴν ἀπὸ κάτωθεν γινομένην ἕλικα παραδίδωσιν· ἐρεῖ δὲ καὶ περὶ τῆς ἄνωθεν γινομένης ἐφεξῆς.
4nΚαὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἓν γένηται, τοῦτο δ
5nἐστὶ κύκλος.
6 Τί φησιν; ὅτι προσπταῖον πνεῦμα πρόσω χωρῆσαι οὐ δύναται, εἰς τοὐπίσω πάλιν ἐλθεῖν κωλύεται διὰ τὸ ὠθεῖσθαι ὑφ’ ἑτέρου. τί οὖν ποιεῖ; χωρεῖ λοιπὸν εἰς τὰ πλάγια, ᾗ οὐ κωλύεται, τουτέστιν ὅπου μὴ ἐπι‐ προσθεῖται. εἶτα πάλιν ἐκεῖσε προσπίπτει ἑτέρῳ στερεῷ καὶ πάλιν ἀντω‐
10θεῖται ὡς ἐπὶ τὸν τόπον, ἔνθα πρῶτον προσέπταισε. καὶ οὕτως ἐφεξῆς τὰ μόρια τῆς καπνώδους ἀναθυμιάσεως προσπταίοντα ἓν ποιοῦσι, τουτέστι χορόν. καὶ διὰ τί ἄρα τὸν κύκλον ἓν ἐκάλεσεν ὁ φιλόσοφος; ἢ διὰ τοῦτο, ἐπειδὴ ἡ κυκλικὴ κίνησις μία ἐστὶ καὶ ἁπλῆ, εἴπερ ἡ ἐπ’ εὐθείας κίνησις σύνθετός ἐστιν ἔκ τε τῆς ἐπ’ εὐθείας καὶ τῆς κυκλικῆς. ἐκ μὲν
15τῆς ἐπ’ εὐθείας, ὅταν ἐπ’ εὐθεῖαν πορεύηται τὸ κινούμενον· ἀλλ’ ἐπειδὴ οὐκ εἰς ἄπειρον ἐκτείνεται ἡ εὐθεῖα κίνησις, ἀλλὰ καὶ ὑποστρέφει, πάντως ἐν τῇ ὑποστροφῇ γίνεται κυκλοειδὴς κίνησις. ἀλλὰ μὴν καὶ ἡ ἑλικοειδὴς κίνησις σύνθετός ἐστι καὶ ἡ τῆς λεγομένης ἐκλείψεως. ὁ δὲ κύκλος αὐ‐ τῆς † ἀπὸ τοῦ κέντρου προσπταίουσαι εὐθεῖαι ἄνισοί εἰσι. καὶ εἰ σύν‐
20θετός ἐστι καὶ ἡ ταύτης κίνησις, δῆλον, ἐπειδὴ καὶ ἡ ἐν τοῖς ἱπποδρόμοις κίνησις ταύτῃ ἐοικυῖα. μέμικται γὰρ σφενδόνῃ τὰ πέρατα· ἐπὰν μὲν ἐπ’ εὐθείας τρέχωσιν οἱ ἵπποι, εὐθέως φέρονται· ὅταν δὲ παρὰ τὴν σφενδόνην ἔλθωσιν, ἀργότερον τηνικαῦτα κινοῦνται. ἐπὶ μόνου δὲ τοῦ κύκλου ἁπλῆ καὶ μία ἐστὶ κίνησις· καὶ διὰ τοῦτο ἓν αὐτὸν εἶπεν.
25nἘπὶ τῆς γῆς οὖν διὰ ταῦτα γίνονται οἱ δῖνοι καὶ ἐν
26nτοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχήν.
27 Δι’ ἣν αἰτίαν ἡ ἀπὸ τῆς γῆς ἕλιξ γίνεται, διὰ τὴν αὐτὴν καὶ ἡ ἀπὸ τοῦ νέφους ἀρχομένη, ἣν παραδίδωσιν μικρὸν ὕστερον. ποία δέ; ἡ αἰτία τοῦ κύκλον γίνεσθαι.
30nΠλὴν ὅτι ὥσπερ ὅταν ἐκνεφίας γίνεται.
31Ἐάσας τὸ προκείμενον διδάξαι, ὅτι καὶ τοῦ νέφους ἕλιξ διὰ τὴν αὐ‐205

206

τὴν αἰτίαν, διαφορὰν παραδίδωσιν ἐκνεφίου καὶ τυφῶνος. καί φησιν, ὅτι † ὁ μὲν ἐκνεφίας συνεφέλκεται μεθ’ ἑαυτοῦ τὸ νέφος, ὁ δὲ τυφὼν συν‐ εφέλκεται.
4nΔιὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα
5nτοῦ νέφους στρεφομένου κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην
6αἰτίαν. Τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐκ τοῦ νέφους ἡ ἕλιξ γίνεται· ἐπειδὴ γάρ, φησίν, οὐ δύναται ἐκκριθῆναι τὸ πνεῦμα τοῦ νέφους διὰ τὸ εἶναι πυκνὸν ἐν δίνῃ τῇ ἐντὸς διὰ τὴν εἰρημένην αἰτίαν. ποίαν; τοῦ προσ‐
10πταίειν πλείοσι μορίοις τοῦ νέφους ἀντιτύποις ἔτι ἐντὸς αὐτοῦ οὖσα.
11nΚάτω δὲ φέρεσθαι διὰ τὸ ἀεὶ τὰ νέφη.
12 Αὕτη δὲ ἡ ἐντὸς ἑλιττομένη τοῦ νέφους, ὅπου ἀεὶ πέφυκε τὸ θερμὸν φέρεσθαι διὰ τὸ ἐπάνωθεν φέρεσθαι τὴν πύκνωσιν, φέρεται ἐπὶ τὸ κάτω μέρος τοῦ νέφους κἀκεῖθεν ἐκπυρηνίζεται ἑλικοειδῶς πρὸς τὸ σχῆμα, ὅπερ
15εἶχεν ἐντός, καὶ οὕτω γίνεται ἄνωθεν ἡ ἕλιξ ἐκ τοῦ νέφους.
16nΚαλεῖται δὲ ἀχρωμάτιστον τοῦτο τὸ πάθος τυφών, ἄνε‐
17nμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος.
18 Αὕτη δὲ ἡ ἐκπυρηνιζομένη βιαίως καπνώδης ἀναθυμίασις, ἂν ἀχρω‐ μάτιστος ᾖ, τουτέστιν ἀνεκπύρωτος, καλεῖται τυφών, ὅστις οἷον ἐκνεφίας
20ἄπεπτός ἐστιν. τί ἐστιν ἐκνεφίας ἄπεπτος; οὐχ ὅτι ὁ μὲν ἐκνεφίας λεπτός, ὁ δὲ τυφὼν παχύς, ἐκάλεσε τὸν τυφῶνα ἐκνεφίαν ἄπεπτον (ἴσως γὰρ ἄν τις τοῦτο ὑπολάβοι διὰ τὸ τὸ μὲν λεπτὸν πρὸς τῷ ἀπέπτῳ εἶναι, τὸ δὲ παχὺ πρὸς τῷ πεπτομένῳ), ἀλλ’ ὅτι ὁ μὲν ἐκνεφίας διακέκριται τοῦ νέφους, ὁ δὲ τυφὼν οὐ διακέκριται, ἀλλ’ ὅσον κατασπᾷ καὶ τὸ νέφος μεθ’ ἑαυτοῦ.
25ἐπειδὴ οὖν τὸ μὲν διακρινόμενον πρὸ τῆς πέψεώς ἐστι, τὸ δὲ ἀδιάκριτον πρὸ τῆς ἀπεψίας, ἔοικεν ὁ μὲν ἐκνεφίας πεπεμμένος εἶναι, ὁ δὲ τυφὼν ἄπεπτος, ὅθεν καὶ βίαιος. τί οὖν φησιν; ὅτι τυφὼν οἷον ἐκνεφίας ἐστίν, ἀλλ’ οὐ κυρίως ἐκνεφίας, τουτέστι διακεκριμένος, ἀλλ’ ἄπεπτος ἐκνεφίας,
τουτέστιν ἀδιάκριτος. τοῦτο γὰρ εἶπε τῷ οἷον κολάσας τὴν λέξιν.206

207

(1n)

Βόρειος δ’ οὐ γίνεται τυφὼν οὐδὲ νιφετῶν ὄντων ἐκ‐
2nνεφίας.
3 Τὴν ἄλλην διαφορὰν νῦν παραδίδωσι τυφῶνος καὶ ἐκνεφίου, ὅτι ὁ μὲν ὑετοῖς κολάζεται, ὁ δὲ ψυχρῷ πνεῖ, τουτέστι βορείῳ. καὶ καλεῖ τὸν μὲν
5ὑετὸν ψῦχος, τὸν δὲ βορέαν πάγον διὰ τὴν ἐπικράτειαν τοῦ ψύχους. καλεῖ δὲ νῦν τὸν ὑετὸν καὶ νιφετὸν ἀκολούθως τῷ ποιητῇ· φησὶ γὰρ αὐτός· “ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν”.
8nὍτι δὲ κρατε, δῆλον.
9Ὅτι ὑπερβάλλει βορρᾶς τὸν ὑετὸν κατὰ τὴν ψύξιν, δῆλον, ἐπειδὴ τὰ
10βόρεια μέρη ὑγρότερά εἰσιν. οὐ γὰρ ἂν ἦν ὑγρότερα, εἰ μὴ ἦσαν καὶ ψυχρότερα. εἴρηται γάρ, ὅτι ἡ ψύξις τοῦ ὑγροῦ ποιητική ἐστι διὰ τὸ συ‐ στρέφειν τὴν ἀτμίδα καὶ μεταβάλλειν.
13nἜστι δ’ ὅτε διὰ τὴν ἀντίκρουσιν τῆς δίνης, ὅταν ἐπὶ
14nτὴν γῆν φέρηται ἡ ἕλιξ συγκατάγουσα τὸ νέφος, οὐ δυναμένη
15nἀπολυθῆναι.
16 Διὰ δύο γὰρ τρόπους γίνεται ὁ τυφὼν τοὺς ἤδη εἰρημένους· διὰ τὸ ἐκπυρηνιζομένην τὴν ἀναθυμίασιν φέρεσθαι κατ’ εὐθυωρίαν ἐπὶ τὴν γῆν καὶ ἀντίκρουσιν ὑπομένειν κατὰ στερεοῦ σώματος, ὅταν καὶ κάτωθεν ἡ ἕλιξ ἄρχηται γίνεσθαι. 〈ἢ〉 ὅταν παχύτατον ὂν τὸ πνεῦμα κατὰ τὸν ἐκνεφίαν οὐ
20δύναται ἐκκριθῆναι τοῦ νέφους καὶ ἔσωθεν ἐνδινῆται, ἀντικροῦον τοῖς ἀντι‐ τύποις μορίοις τοῦ νέφους, ὅτε καὶ ῥαγέντος τοῦ νέφους ὑπὸ βίας ἐκκρίνεται τὸ πνεῦμα συγκαταφέρον καὶ τὸ νέφος, ὅθεν καὶ ἀπὸ ἄνωθεν ἡ ἕλιξ ἄρχε‐ ται φέρεσθαι.
24nὍταν δὲ κατασπώμενον ἐκπυρωθῇ (τοῦτο δ’ ἐστίν, ἂν
25nλεπτότερον τὸ πνεῦμα γένηται), καλεῖται πρηστήρ.
26 Μετὰ τὸν ἐκπυρηνισμόν, ἐὰν ἐκ τῆς βιαίας κινήσεως λεπτυνθῇ τὸ πνεῦμα, ὡς λεπτότερον γενέσθαι τοῦ τυφῶνος, καὶ ἐξαφθῇ, πρηστὴρ κα‐ λεῖται· ἐμπίπρησι γὰρ διὰ τὸ συνεφέλκεσθαι μεθ’ ἑαυτοῦ καὶ μοῖραν τοῦ
νέφους, ἥτις ἐκπυροῦται.207

208

(1n)

Ἐὰν δ’ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ
2nπνεῦμα, τοῦτο γίνεται κεραυνός.
3 Ἐὰν δ’ ᾖ ἐν αὐτῷ νέφει πολὺ καὶ λεπτόν, ἐὰν ἡ ἐμπεριεχομένη κα‐ πνώδης ἀναθυμίασις ἐν τῷ νέφει λεπτομερεστέρα ᾖ τυφῶνος καὶ ἐκνεφίου
5καὶ πρηστῆρος, ὡς διὰ τὴν λεπτομέρειαν ἔτι ἐντὸς οὖσαν ἐξαφθῆναι ὑπὸ τῆς κινήσεως, ἐκπυρηνισθῇ δ’ αὐτὴ διὰ τὴν γινομένην ἐκτὸς πύκνωσιν τοῦ νέφους, κεραυνὸς λέγεται ἢ ἀργὴς ἢ ψολόεις.
8nὉ μὲν γὰρ διὰ τὴν λεπτότητα φέρεται, διὰ δὲ τὸ
9nτάχος φθάνει διιών, πρὶν ἐκπυρῶσαι καὶ ἐπιδιατρίψας μελᾶναι.
10 Ὁ μὲν ἀργὴς κεραυνὸς ὀξέως φερόμενος διὰ τὴν λεπτότητα προσ‐ πίπτων τινὶ σώματι φθάνει παρελθεῖν, πρὶν καταφλέξαι ἢ μελᾶναι τὸ σῶμα. οὐ μόνον γὰρ ἐν τοῖς γινομένοις ἀπόχρη τὸ ποιοῦν καὶ τὸ πάσχον, ἀλλὰ δεῖται καὶ χρόνου πρὸς τὸ παθεῖν, ὅστις ἐκλέλοιπε νῦν διὰ τὴν ὀξύτητα τοῦ φερομένου. ὁ δὲ ψολόεις βαρύτερος ὢν τοῦ ἀργῆτος ἐμβραδύνει μᾶλ‐
15λον ἐν τοῖς σώμασι καὶ χρώννυσιν αὐτά· ἔστι δ’ ὅτε καὶ φλέγει μάλιστα τὰ ἀντίτυπα τῶν σωμάτων, ὡς εἴρηται.
17nἜστι δ’ ὅτε καὶ τοῖς ὄμμασι θεωρεῖν.
18 Ἐντεῦθεν κατασκευάζει, ὅτι καὶ προηγεῖται τοῦ πρηστῆρος καὶ τοῦ κεραυνοῦ πνεῦμα καὶ ἕπεται καὶ σύνεστιν. ἀλλὰ τὸ μὲν προηγούμενον καὶ
20τὸ ἑπόμενον οὐχ ὁρᾶται διὰ τὸ μὴ ἐκπεπυρῶσθαι. οὐκ ἐκπεπύρωται δὲ τὸ μὲν προηγούμενον, ἐπειδὴ [δὲ] λεπτότερον ὂν εὐχερέστερον διεφορήθη καὶ οὐκ ἐξήφθη ὑπὸ τῆς βίας· τὸ δ’ ἑπόμενον, ἐπειδὴ λοιπὸν ἡ ὁρμὴ τοῦ πνεύματος καταπαύεται καὶ οὐκέτι ἐστὶ περί τε τὸ τέλος ὁμοίως σφοδρόν. τὸ δὲ μέσον ἐξάπτεται διὰ τὸ ἐκεῖ εἶναι πᾶσαν τὴν σφοδρότητα. καὶ ὅτι
25σύνεστι τῷ πρηστῆρι πνεῦμα, ἔστι καὶ αὐτῇ τῇ ὄψει θεάσασθαι· πηδᾷ γὰρ τὸ πῦρ χωριζόμενον τοῦ καυστοῦ ἐν ταῖς ὑπὸ πρηστήρων πυρκαϊαῖς.
27nΚαὶ βρονταὶ δὲ διιστᾶσιν οὐ τῷ ψόφ, ἀλλ’ ὅτι ἅμα
28nσυνεκκρίνεται τὸ τὴν πληγὴν ποιῆσαν πνεῦμα.
29Ἀντιπίπτοντος λύσις. ἐπειδὴ γὰρ εἶπε· ὅτι προηγεῖται τοῦ πρηστῆρος
30πνεῦμα, καὶ τοῦτο δῆλον, ἐπειδὴ τὰ κεραυνούμενα πρῶτον πλήττονται, εἶθ’
οὕτως ἐπικαταλαμβάνει τὸ πῦρ αὐτά, καὶ ὅτι τὸ πνεῦμα πλήττει, δῆλον,208

209

ἐπειδὴ καὶ αἱ βρονταὶ ῥηγνύουσι κεράμους, ὥς τινος λέγοντος· ‘ὅτι οὐχ ὡς πλῆττον † τὴν ἀρχὴν Ἀριστοτέλης ἢ φροντίδα ἐν τοῖς κεράμοις, ἀλλ’ ὡς ἀκουστόν· πῶς οὖν λέγεις, ὅτι πλήττει τὸ πνεῦμα;‘ —αὐτὸς ἀπολογεῖται λέγων, ὅτι οὐ τῷ ψόφῳ δρᾷ ἡ βροντή, τουτέστιν ὡς ἀκουστόν, ἐπεὶ μό‐
5νον ἐπὶ τῶν ἐμψύχων τοῦτο ἔδει γίνεσθαι, νῦν δ’ ἐπὶ τῶν κεράμων γίνεται, ἀλλὰ δῆλον, ὅτι ὡς ἁπτὸν δρᾷ. οὐκοῦν πνεῦμα τὸ πλῆττον.
7nὋ ἐὰν πατάξ, διέστησε μέν, ἐπέκαυσε δὲ ο.
8 Τοῦτό φησι· τὸ πνεῦμα τὸ προηγούμενον τοῦ πρηστῆρος πλῆττον τὸ μέλλον κεραυνοῦσθαι ῥήγνυσιν αὐτὸ διαστῆσαν τῆς οἰκείας συνεχείας, οὐ
10μὴν καὶ φλέγει αὐτὸ διὰ τὸ ἀνεκπύρωτον εἶναι. ὁμοίως δὲ καὶ τὸ ἑπό‐ μενον τῷ πυρὶ φυλάττει τὴν διάστασιν.
12tΠρᾶξις λδ.
13nΠερὶ δὲ ἅλω καὶ ἴριδος, τί τε ἑκάτερον καὶ διὰ τίνα
14nαἰτίαν γίνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῥάβδων.
15 Μετὰ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς κα‐ πνώδους ἀναθυμιάσεως ἓξ ὑπαρχόντων, βροντῆς φημι καὶ ἀστραπῆς, πρη‐ στῆρος καὶ κεραυνοῦ, τυφῶνός τε καὶ ἐκνεφίου, φέρε καὶ ἐπὶ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς ἀτμιδώδους ἀναθυμιάσεως μετέλθωμεν τεσσάρων ὄντων, ἴριδός φημι καὶ ἅλω, παρηλίων καὶ ῥάβδων,
20καὶ περὶ ἑκάστου τούτων διαλεχθῶμεν. καὶ γὰρ ταῦτα τὰ τέσσαρα ἐπι‐ χειρήματα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, οὐ μόνον ὅτι ἐκ τῆς ἀτμι‐ δώδους ἀναθυμιάσεως ὑπάρχουσιν, ὡς ἄν τις ὑπολάβοι, 〈ἀλλὰ καὶ〉 ὅτι κοινῶς κατ’ ἔμφασιν γίνονται καὶ οὐ καθ’ ὑπόστασιν, εἰ καὶ τὰ μάλιστα τῷ Ἀλεξάνδρῳ δοκεῖ τινὰ μὲν αὐτῶν καθ’ ὑπόστασιν γίνεσθαι, τινὰ δὲ
25κατὰ ἔμφασιν. πρὸς δὲ τούτοις ἔχουσι καὶ ἄλλο κοινόν, ὅτι ἕκαστον αὐ‐ τῶν κατὰ ἀνάκλασιν γίνεται, οὐ κατὰ διάκλασιν. ἀλλ’ εἰ δοκεῖ, πρῶτον περὶ τῆς ἅλω διαλεχθῶμεν, ἐπειδὴ καὶ ὁ φιλόσοφος ἀπὸ ταύτης ποιεῖται τὴν ἀρχὴν τῆς διδασκαλίας, τοῦτο μέν, ἐπειδὴ ἁπλούστερός ἐστιν ὁ περὶ ταύτης λόγος τοῦ περὶ ἴριδος, τοῦτο δ’ ἐπειδὴ ἡ μὲν ἅλως ἁπλῆ καὶ κατὰ
30τὸ χρῶμα καὶ κατὰ τὸν ἀριθμόν (μία γάρ ἐστιν ἓν χρῶμα δεικνύουσα), ἡ δὲ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, τριπλασίων δὲ τῷ χρώματι· τρία γὰρ ἐμφαίνει χρώματα, φοινικοῦν, πράσινον, ἁλουργόν. μετὰ δὲ τὰς ῥάβδους
διδάσκει περὶ παρηλίων, ἐπειδὴ συγγενῶς ἔχουσι παρήλιοί τε καὶ ῥάβδοι209

210

κατὰ τὴν θέσιν. ἄμφω γὰρ παρ’ ἑκάτερα γίνονται τοῦ ἡλίου, ὡς εἶναι διαίρεσιν τοιαύτην· ἡ ἀνάκλασις ἢ κατὰ κάθετον γίνεται τοῦ λαμπροῦ ἢ κατὰ διάμετρον ἢ κατὰ παρ’ ἑκάτερα. καὶ εἰ μὲν κατὰ κάθετον γίνεται, ποιεῖ τὴν ἅλω· εἰ δὲ κατὰ διάμετρον, ἶριν· εἰ δὲ κατὰ παρ’ ἑκάτερα, ἢ
5πολύχρους ἐστὶ καὶ ποιεῖ ῥάβδους, ἢ μονόχρους καὶ ποιεῖ παρήλιον. αὕτη μὲν αὐτῶν ἡ θέσις. ἶρις δὲ λέγεται ὡς ὄμβρον ἀγγέλλουσα, ὥσπερ καὶ ἡ ποιητικὴ Ἶρις τοῦ Διὸς ἄγγελος εἶναι λέγεται. ἅλως δὲ διὰ τὸ ἅλωνι ἐοικέναι (περιφερὴς γάρ ἐστιν ἡ ἅλως διὰ τὸ περιστρεφομένους τοὺς βόας ὡς περὶ κέντρον ἐξωθεῖν τὸ ἄχυρον ἀπὸ τοῦ καρποῦ) ἢ κατὰ τὴν
10κίνησιν. ῥάβδος δὲ λέγεται κατὰ τὸ σχῆμα, ἐπειδὴ κατὰ μῆκος ἐκτέταται δίκην ῥάβδου. παρήλιοι δὲ διὰ τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα, ὅθεν ποτὲ καὶ ἀπατῶσι τὴν ὄψιν νομίζοντες ἥλιον εἶναι, μάλιστα ὅταν ᾖ πρὸς τῷ ὁρίζοντι ὁ ἥλιος· ἕωθεν γὰς ἀχλὺς ἡ περὶ τὸν ὁρίζοντα κωλύει τὴν ὄψιν διακρῖναι, ποῖος μὲν ὁ ἥλιος, ποῖος δ’ ὁ παρήλιος. ταῦτα μὲν περὶ τῆς
15θέσεως αὐτῶν καὶ τῆς ὀνομασίας. ἐνταῦθα δὲ γενόμενος ὁ Ἀφροδισιεύς, οὐκ οἶδα τί παθών, τὴν μὲν ἶριν λέγει γίνεσθαι κατὰ διάκλασιν, τὴν δ’ ἅλω κατὰ ἀνάκλασιν. καὶ οὐ μόνον εἰς τοῦτο ἁμαρτάνει, ἀλλὰ καὶ τῆς ἴριδος τὸ μὲν σχῆμα λέγει κατὰ ἔμφασιν εἶναι, τὸ δὲ χρῶμα κατὰ ὑπόστασιν. φέρε δὲ ἡμεῖς δείξωμεν, ὅτι κατὰ ἔμφασιν γίνεται καὶ κατὰ ἀνάκλασιν·
20ἐπειδὴ γὰρ ἡ ἔμφασις ἢ κατὰ ἀνάκλασιν γίνεται ἢ κατὰ διάκλασιν, οὐ μόνον [δέ], ὅτι κατὰ ἔμφασιν ταῦτα γίνονται, ἀλλὰ καὶ κατὰ ἀνάκλασιν. καὶ ὅτι κατὰ ἔμφασιν γίνονται καὶ οὐ καθ’ ὑπόστασιν, δῆλον ἐκ τριῶν τινων. πρῶτον μὲν ἀεὶ περὶ κέντρον ὁρᾶται τὸ λαμπρὸν ἐπὶ τῆς ἅλω παρὰ πᾶσιν ἐν παντὶ τόπῳ (ἐπὶ ἅλω γὰρ γυμνάσωμεν τὸ λεγόμενον)· εἰ γὰρ ἦν
25καθ’ ὑπόστασιν, οὐκ ἀεὶ περὶ κέντρον ἔδει εἶναι τὴν σελήνην τῆς ἅλω ἢ τὸν ἥλιον, ἀλλὰ περὶ τὰς διαφόρους θέσεις τῶν τόπων, ἐν οἷς ἐστιν ἡ ὄψις, ἢ τῶν κλιμάτων ποτὲ μὲν περὶ κέντρον ὁρᾶσθαι, ποτὲ δ’ οὐ περὶ κέντρον, ὅταν μὴ ᾖ κατὰ κάθετον. οὕτω γὰρ καὶ ἡ ἡλιακὴ ἔκλειψις καθ’ ὑπό‐ στασιν οὖσα οὐ παρὰ πᾶσιν αὐτὴ φαίνεται, ἀλλὰ παρὰ τισὶ μὲν φαίνεται,
30παρὰ τισὶ δ’ οὐ φαίνεται ἢ οὐχ ὁμοίως φαίνεται οὐδ’ ἐπὶ τὰ αὐτὰ μέρη οὖσα τοῦ ἡλίου. πρῶτον τοῦτο. δεύτερον· εἰ καθ’ ὑπόστασιν ἦσαν ταῦτα, ἔδει νέφους παρατρέχοντος τὸν ἥλιον ἢ τὴν σελήνην μὴ παύεσθαι· ἀλλὰ μὴν νέφους παραδραμόντος οὐ φαίνονται. οὐκ ἄρα ἰδίαν ἔχουσιν ὑπόστασιν· δέονται γὰρ τοῦ λαμπροῦ πρὸς τὸ συστῆναι. τρίτον, ὃ πολλάκις εἴρηται,
35ὅτι οὐκ ἠδύνατο οὕτως ἀπηκριβωμένον μαθηματικὸν σχῆμα συστῆναι κατὰ ἀλήθειαν ἐν ἀστάτῳ οὐσίᾳ, λέγω δὴ τῷ ἀέρι καὶ τοῖς νέφεσιν, ἀλλὰ μᾶλλον κατὰ ἔμφασιν γίνονται. οὕτω μὲν οὖν ἀποδεικτέον, ὅτι κατ’ ἔμφασιν γί‐
νονται, οὐ καθ’ ὑπόστασιν. λοιπὸν ἀποδείξομεν, ὅτι κατὰ ἀνάκλασιν γί‐210

211

νονται καὶ οὐ κατὰ διάκλασιν. ἀλλ’, εἰ δοκεῖ, πρῶτον ζητήσωμεν, εἰ αὐτὸ τοῦτο κλᾶται ἡ ὄψις, εἴτε κατὰ ἀνάκλασιν εἴτε κατὰ διάκλασιν. ὅτι γὰρ κλᾶται ἡ ὄψις, δῆλον, ἐπειδὴ ὁρῶμεν πολλάκις, ἐφ’ ἃ μὴ βλέπομεν. οὕ‐ τως ἐν κατόπτρῳ ἐνορῶντες ὁρῶμεν ἕτερά τινα σώματα, ἐφ’ ἃ μὴ βλέ‐
5πομεν, δηλονότι τῆς ὄψεως ἀνακλωμένης πρὸς αὐτὰ ἀπὸ τοῦ κατόπτρου. ἀλλ’ ἐκεῖνα πάλιν ὁρῶμεν, ἃ μὴ δυνάμεθα ἰδεῖν, ὡς δηλοῦσι τὰ ὀπισθο‐ φανῆ. † κάτοπτρα γὰρ ὀπίσθια λεγόμενα μὴ δυνάμενα χωρὶς κατόπτρου θεάσασθαι, δηλονότι διὰ τὸ κλώμενον τῆς ὄψεως ὡς πρὸς ἐκεῖνα γίνεται αὐτῶν ἡ ἀντίληψις. πρὸς δὲ τούτοις κἀκ τούτου δῆλον, ὅτι ἐπειδὴ πολ‐
10λάκις περὶ λύχνον ὁρῶμεν πρασινοειδῆ χρώματα. τὸ γὰρ λαμπρὸν τὸ ἐκ τοῦ φωτὸς προσγενόμενον τῇ ὄψει μήπω ἀμυδρωθὲν φοινικοῦν χρῶμα ποιεῖ· ἐπεὶ δὲ ἀμυδρούμενον ὁδεύει ἐπὶ τὸ μέλαν, καὶ τὰ χρώματα δείκνυσιν. οὕτω γοῦν μετὰ τὸ φοινικοῦν εὐθὺς πράσινον, εἶθ’ ἁλουργὸν χρῶμα δεί‐ κνυσιν ὡς ἤδη ἐξασθενῆσαν, ἢ καὶ ἴριδος σχῆμα, ἐπὰν ἀμελέστερον κατανο‐
15ήσωμεν. τοῦτο δὲ τὸ σημεῖόν ἐστιν ἐμφάσεως καὶ ἀνακλάσεως, καὶ ὅτι ἐν ἡλίῳ τινὸς ῥάναντος ὕδωρ, ὡς γενέσθαι πολλὰς ῥανίδας, ὁρῶμεν ἐν ταῖς ῥανίσι λαμπηδόνας ἀνακλωμένης τῆς ὄψεως ἀπὸ τῶν ῥανίδων πρὸς τὸν ἥλιον. ἄλλως τε καὶ Ἀρχιμήδης αὐτὸ τοῦτο δείκνυσιν, ὅτι κλᾶται ἡ ὄψις, ἐκ τοῦ δακτυλίου τοῦ ἐν ἀγγείῳ βαλλομένου. ἐὰν γὰρ δακτύλιον ἐμβάλῃς
20ἐν ἀγγείῳ μὴ ἔχοντι ὕδωρ, οὐ φανήσεταί σοι διὰ τὸ ἐπιπροσθεῖν τὸ σῶμα τοῦ ἀγγείου· εἰ δ’ ἐμβάλῃς ὕδωρ, παρ’ αὐτὰ φανήσεται τῆς ὄψεως ἐπὶ τὸ ὕδωρ προσπιπτούσης δίκην ἐνόπτρου καὶ ἐπὶ τὸν δακτύλιον † κυκλουμένου κατὰ διάκλασιν. οὕτω μὲν οὖν ἀποδεικτέον κλωμένην τὴν ὄψιν. ζητή‐ σωμεν δὲ καὶ τὴν διαφορὰν ἀνακλάσεώς τε καὶ διακλάσεως. διαφέρουσι
25πρῶτον μέν, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως τὸ ὁρῶν καὶ τὸ ὁρώμενον ἐν ἑνὶ ὑπάρχουσιν ἐπιπέδῳ, τὸ δὲ κάτοπτρον κατὰ τὸν ἀντικείμενον τόπον, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου κεῖται τὸ κάτοπτρον. αὕτη μὲν φέρε πρώτη φυσικὴ διαφορά. φέρε δὲ καὶ μαθη‐ ματικὴν αὐτῶν ἐπιστήμην παραδώσομεν· ἡ μὲν γὰρ ἀνάκλασις κατὰ ἴσας
30γίνεται γωνίας, ἡ διάκλασις δὲ κατὰ ἀμβλείας. καὶ ὅτι ἡ ἀνάκλασις κατὰ ἴσας γωνίας, δῆλον, ὅτι ἐπειδὴ τριῶν σημείων ὄντων, ἑνὸς μὲν ἔνθα ἐστὶ
τὸ ὁρώμενον, ἑτέρου δὲ ἔνθα τὸ ὁρῶν, καὶ ἄλλου πάλιν ἔνθα τὸ κάτοπτρον,211

212

εἰ ἀμείψουσι τὸ ὁρώμενον ἐκεῖσε ἔνθα ἦν τὸ ὁρῶν, ἡ αὐτὴ πάλιν γενή‐ σεται γωνία ἥτις καὶ πρότερον ἦν, ὅτε ἦσαν ἐν τοῖς οἰκείοις τόποις, καὶ οὔτε μείζων οὔτε ἐλάττων, δῆλον δ’ ὅτι τοῦ κατόπτρου κατὰ τὸν ἀντικεί‐ μενον τόπον φυλαττομένου [δέ]. φέρε δὲ καὶ διὰ γραμμικῆς ἀποδείξεως
5τοῦτο δείξωμεν, ὅτι πρὸς ἴσας γωνίας γίνεται ἡ ἀνάκλασις. ἐπειδὴ γὰρ τοῦτο ὡμολογημένον ἐστὶ παρὰ πᾶσιν, ὅτι οὐδὲν μάτην ἐργάζεται ἡ φύσις οὐδὲ ματαιοπονεῖ, ἐὰν μὴ δώσομεν πρὸς ἴσας γωνίας γίνεσθαι τὴν ἀνά‐ κλασιν, πρὸς ἀνίσους ματαιοπονεῖ ἡ φύσις· καὶ ἀντὶ τοῦ διὰ βραχείας περιόδου φθάσαι τὸ ὁρώμενον τὴν ὄψιν, διὰ μακρᾶς περιόδου τοῦτο φανήσεται κατα‐
10λαμβάνουσα· εὑρεθήσονται γὰρ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι εὐθεῖαι, αἵτινες ἀπὸ τῆς ὄψεως περιέχουσι φερομένας περὶ τὸ κάτοπτρον κἀκεῖθεν περὶ τὸ ὁρώμενον, μείζονες οὖσαι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν εὐ‐ θειῶν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν· ὑποκείσθω γὰρ τὸ κάτ‐ οπτρον εὐθεῖά τις ἡ ΑΒ καὶ ἔστω τὸ μὲν ὁρῶν Γ, τὸ δ’ ὁρώμενον τὸ
15Δ, τὸ δὲ Ε σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις ἀνακλᾶται πρὸς τὸ ὁρώμενον, ἔστω, καὶ ἐπεζεύχθω ἡ ΓΕ, ΕΔ. λέγω, ὅτι ἡ ὑπὸ ΔΕΑ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ΓΕΒ. εἰ γὰρ μή ἐστιν ἴση, ἔστω ἕτερον σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις πρὸς ἄνισον γωνίαν ἀνακλᾶται, τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΓΖ, ΖΔ· δῆλον, ὅτι ἡ ὑπὸ ΔΖΑ γω‐
20νία μείζων ἐστὶ τῆς ὑπὸ ΓΖΒ γωνίας. λέγω, ὅτι αἱ ΓΖ, ΖΔ εὐθεῖαι, αἵ‐ τινες τὰς ἀνίσους γωνίας περιέχουσιν ὑποκειμένης τῆς ΑΒ εὐθείας, μεί‐ [Omitted graphic marker] ζονές εἰσι τῶν ΓΕ, ΕΔ εὐθειῶν, αἵτινες τὰς ἴσας γωνίας περιέχουσι μετὰ
τῆς ΑΒ. ἤχθω γὰρ κάθετος ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΑΒ κατὰ τὸ Η σημεῖον212

213

καὶ ἐκβεβλήσθω ἐπ’ εὐθείας ὡς ἐπὶ τὸ Θ. φανερὸν δή, ὅτι αἱ πρὸς τῷ Η γωνίαι ἴσαι εἰσίν· ὀρθαὶ γάρ εἰσι. καὶ ἔστω ἡ ΔΗ τῇ ΗΘ ἴση καὶ ἐπεζεύχθω ἡ ΘΖ καὶ ἡ ΘΕ. αὕτη μὲν ἡ κατασκευή. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΗ τῇ ΗΘ, ἀλλὰ καὶ ἡ ὑπὸ ΔΗΕ γωνία τῇ ὑπὸ ΘΗΕ γωνίᾳ ἴση ἐστί,
5κοινὴ δὲ πλευρὰ τῶν δύο τριγώνων ἡ ΗΕ, καὶ βάσις ἡ ΘΕ βάσει τῇ ΕΔ ἴση ἐστί. καὶ τὸ ΗΘΕ τρίγωνον τῷ ΔΗΕ τριγώνῳ ἴσον ἐστὶ καὶ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις εἰσὶν ἴσαι, ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν· ἴση ἄρα ἡ ΘΕ τῇ ΕΔ. πάλιν ἐπειδὴ τῇ ΗΘ ἴση ἐστὶν ἡ ΗΔ, καὶ γωνία ἡ ὑπὸ ΔΗΕ γωνίᾳ τῇ ὑπὸ ΘΗΕ ἴση ἐστί, κοινὴ δὲ ἡ ΗΖ τῶν δύο τρι‐
10γώνων τῶν ΔΗΖ καὶ ΘΗΖ, καὶ βάσις ἄρα ἡ ΘΖ βάσει τῇ ΖΔ ἴση ἐστί, καὶ τὸ ΖΗΔ τρίγωνον τῷ ΘΗΖ τριγώνῳ ἴσον ἐστίν· ἴση ἄρα ἐστὶν ἡ ΘΖ τῇ ΖΔ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΘΕ τῇ ΕΔ, κοινὴ προσκείσθω ἡ ΕΓ. δύο ἄρα αἱ ΓΕ, ΕΔ δυσὶ ταῖς ΓΕ, ΕΘ ἴσαι εἰσίν· ὅλη ἄρα ἡ ΓΘ δυσὶ ταῖς ΓΕ, ΕΔ ἴση ἐστί. καὶ ἐπεὶ παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς
15μείζονές εἰσι πάντῃ μεταλαμβανόμεναι, τριγώνου ἄρα τοῦ ΘΓΖ αἱ δύο πλευραὶ αἱ ΘΖ, ΖΓ μιᾶς τῆς ΓΘ μείζονές εἰσιν. ἀλλ’ ἡ ΓΘ ἴση ἐστὶ ταῖς ΓΕ, ΕΔ· αἱ ΘΖ, ΖΓ ἄρα μείζονές εἰσι τῶν ΓΕ, ΕΔ. ἀλλ’ ἡ ΘΖ τῇ ΖΔ ἐστὶν ἴση. αἱ ΓΖ, ΖΔ ἄρα τῶν ΓΕ, ΕΔ μείζονές εἰσι. καί εἰσιν αἱ ΓΖ, ΖΔ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι· αἱ ἄρα τὰς ἀνίσους γωνίας
20περιέχουσαι μείζονές εἰσι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν διὰ τῶν δύο ἐπιχειρημάτων τοῦ τε φυσικοῦ καὶ τοῦ μαθηματικοῦ δείκνυται, ὅτι πρὸς ἴσας γωνίας ἡ ἀνάκλασις γίνεται. φέρε δὲ δείξωμεν, πῶς καὶ ἡ διάκλασις κατὰ ἀμβλείας γίνεται γωνίας. ὑποκείσθω γὰρ ὕδωρ εἶναι τὸ ΑΒ, τὸ δὲ ὁρῶν τὸ Γ, αἱ δὲ ἀκτῖνες αἱ τῷ ὕδατι
25προσπίπτουσαι ἀπὸ τῆς ὄψεως αἱ ΑΓ, ΓΒ, καὶ ἐκβεβλήσθωσαν αἱ ΓΑ, ΓΒ ἐπ’ ἄπειρον. καὶ ἀπὸ τῶν ΑΒ σημείων, ἔνθα αἱ ἀκτῖνες προσπί‐ πτουσι τῷ ὕδατι, ἤχθωσαν πρὸς ὀρθὰς γωνίας τῇ ΑΒ ἡ ΔΑ καὶ ἡ ΕΒ·
αὗται δ’ ἔστωσαν νοηταί. φανερὸν δή, ὅτι αἱ ἀκτῖνες οὔτε ἐπ’ εὐθείας213

214

χωροῦσι διὰ τὸ ἐμποδίζεσθαι ὑπὸ τοῦ ὕδατος (οὐ γὰρ ἀνεκλῶντο, εἰ ἐπ’ εὐθείας ἐχώρουν ἐν τῷ ὕδατι), οὔτε μὴν πρὸς ὀρθὰς κλῶνται· τί γὰρ τὸ ἀναγκάζον; λείπεται πρὸς λοξὰς γωνίας κλᾶσθαι. οὐκοῦν ἀπὸ τῶν ΑΒ σημείων μεταξὺ τῶν ἐπ’ εὐθείας ἐκβεβλημένων καὶ τῶν ΑΔ, ΒΕ ἐκβε‐
5βλήσθωσαν ἐπ’ εὐθείας αἱ ΑΖ, ΒΗ. φανερόν, ὅτι αὗται λοξὰς γωνίας [Omitted graphic marker]περιέχουσι, καί εἰσιν αὗται ἀπὸ τῆς ὄψεως πεμπόμεναι αἱ ἀκτῖνες καὶ διεισδύνουσαι ἐν τῷ ὕδατι. κατὰ λοξὰς ἄρα γωνίας γίνεται ἡ διάκλασις.
10αὕτη οὖν δευτέρα ἐστὶ διαφορὰ δια‐ κλάσεως καὶ ἀνακλάσεως, ὅτι ἡ μὲν πρὸς ἴσας γωνίας γίνεται, ἡ δὲ πρὸς ἀμβλείας. ἔστι δὲ καὶ ἑτέρα τρίτη διαφορά, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως ἔλαττον φαίνεται τὸ ὁρώμενον, ἐπὶ
15δὲ τῆς διακλάσεως μεῖζον. ἡ δὲ αἰτία τούτου ἐστίν, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως συνάγονται αἱ ἀκτῖνες πρὸς τὸ ὁρώμενον, ἐπὶ δὲ τῆς διακλάσεως διαχέονται. καὶ ὅτι μεῖζον φαίνεται τὸ ὁρώμενον ἐπὶ τῆς διακλάσεως, δῆλον. ἰδοὺ γὰρ τὰ ἐν ὕδασιν ὁρώμενα λιθίδια μεγάλα δοκεῖ εἶναι, καὶ ὅσῳ ἐν βάθει κεῖνται, τοσούτῳ μείζονα δοκοῦσιν· ἀλλὰ καὶ ὁ ἥλιος ἀνί‐
20σχων δι’ ὁμίχλης θεωρούμενος μείζων εἶναι δοκεῖ. τούτων οὕτως ἐχόν‐ των κατασκευάσωμεν, ὅτι κατὰ ἀνάκλασιν ταῦτα γίνονται καὶ οὐ κατὰ διά‐ κλασιν, οὕτως· εἰ γὰρ κατὰ διάκλασιν ταῦτα ἐγίνοντο, ἔδει τὸν ἥλιον μεί‐ ζονα φαίνεσθαι ἐπὶ τῆς ἴριδος καὶ τὴν σελήνην ἀπὸ τῆς ἅλω. ἀλλὰ μὴν οὐ φαίνονται μείζονες ἑαυτῶν· οὐκ ἄρα κατὰ διάκλασιν γίνονται, ἀλλὰ κατὰ
25ἀνάκλασιν. ἔπειτα δ’ εἰ κατὰ διάκλασιν ἐγένοντο, ἐχρῆν εἶναι μεταξὺ τὴν ἶριν καὶ τὴν ἅλω τοῦ ἡλίου καὶ τῆς ἡμετέρας ὄψεως. ἀλλὰ μὴν ἐν τῷ ἐναντίῳ εἰσὶ τόπῳ· οὐκ ἄρα κατὰ διάκλασιν γίνονται, ἀλλὰ κατὰ ἀνάκλασιν. καὶ ταῦτα μὲν περὶ ἀνακλάσεως καὶ διακλάσεως. ἀλλ’ ἐπειδή τινες δια‐ βάλλουσι τὸν Ἀριστοτέλη φάσκοντες αὐτὸν ἄπειρον εἶναι γραμμικῆς ἐπι‐
30στήμης, καὶ πειρῶνται αὐτὸν διελέγχειν ἐν τοῖς περὶ ἅλω καὶ ἴριδος θεω‐ ρήμασι, φέρε προβάλωμεν τὰ ὑπ’ αὐτοῦ λεγόμενα καὶ ἐφ’ οἷς ἐκεῖνοι λαμβάνονται· εἶθ’ οὕτως ἐλευθερώσωμεν αὐτὸν τῆς ἐκείνων διαβολῆς. ἐπειδὴ γὰρ ἐν τοῖς περὶ ἅλω λόγοις ἔφη, ὅτι αἱ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ νέφος προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσὶ καὶ ἀπὸ τοῦ ἡλίου πρὸς τὸ νέφος,
35ὧν μία κάθετός ἐστιν, αἱ δὲ λοιπαὶ αἱ μὲν πρὸς τῇ καθέτῳ εἰσίν, αἱ δὲ διιστάμεναι τῆς καθέτου, δῆλον, ὅτι ἡ μὲν κάθετος πασῶν ἐλαχίστη ἐστίν·
αἱ δὲ διιστάμεναι τῆς καθέτου καὶ λοξῶς φερόμεναι ἐκ τῆς ὄψεως πρὸς214

215

τὸ νέφος, ἐκεῖναι μείζονες πασῶν εἰσιν· αἱ δὲ πρὸς τῇ καθέτῳ μείζονες μέν εἰσι τῆς καθέτου, ἐλάττονες δὲ τῶν μακρὰν τῆς καθέτου· οὐκ ἄρα ἴσαι εἰσίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀπὸ τοῦ ἡλίου προσπιπτουσῶν εὐθειῶν λέγουσιν. ἔστω γὰρ ὄψις μὲν τὸ Α, ἥλιος δὲ τὸ Β, νέφος δὲ τὸ ΓΖΔ,
5καὶ ἤχθωσαν ἀπὸ μὲν τοῦ Α εὐθεῖαι ἐπὶ τὸ νέφος τὸ ΓΖΔ αἱ ΑΓ, ΑΔ, ΑΖ· ἀπὸ δὲ τοῦ ἡλίου τοῦ Β ἤχθωσαν ἐπὶ τὸ νέφος αἱ ΒΓ, ΒΔ, ΒΖ. δῆλον, ὅτι τῶν ἀπὸ τοῦ Α πεμπομένων εὐθειῶν ἐπὶ τὸ ΓΔΖ νέφος ἐλα‐ χίστη ἐστὶν ἡ ΑΖ ὡς κάθετος οὖσα· ὁ μέντοι Ἀριστοτέλης πάσας λέγει εἶναι ἴσας. καὶ πάλιν τῶν ἀπὸ τοῦ ἡλίου τοῦ Β[Omitted graphic marker]
10ἐπὶ τὸ ΓΔΖ νέφος πεμπομένων εὐθειῶν ἐλαχίστη ἐστὶν ἡ ΒΖ ὡς κάθετος· φησὶ δὲ καὶ ταύτας ἴσας εἶναι πάλιν πάσας· δοκεῖ οὖν παρὰ τὴν ἐνάρ‐ γειαν φθέγγεσθαι. αὕτη μὲν αὐτῶν ἐστιν ἡ κατη‐ γορία. φέρε οὖν ἡμεῖς ἐλευθερώσωμεν αὐτὸν τῆς
15τοιαύτης ὑπολήψεως. δεῖ γὰρ νέφος μὴ νοεῖν ὡς ἓν ἐπίπεδον μήτε συνεχές, ἀλλὰ νεφύδρια μικρὰ διεσπασμένα μὴ ἐν ἑνὶ ἐπιπέδῳ κείμενα, ἀλλὰ κατὰ βάθος ἀλλήλων. καὶ ὅτι εἰσὶ κατὰ βάθος κείμενα ἀλλήλων νέφη, καὶ οἶδε καὶ αὐτὸς Ἀριστοτέλης. ἔφη γὰρ ἐν τῷ περὶ
20βροντῆς καὶ ἀστραπῆς λόγῳ, ὅτι ὅταν[Omitted graphic marker] [δὲ] τὸ πνεῦμα ἐκκριθῇ τοῦ νέφους βιαίως καὶ προσπταίῃ εἰς τὰ κατώτερα κείμενα νέφη, τότε βροντὴ καὶ ἀστραπὴ γίνεται· οἶδεν ἄρα κατὰ βάθος κείμενα νέφη. οὐκ‐
25οῦν δεῖ ὑποθέσθαι νεφύδρια κατὰ βάθος ἀλλήλων κείμενα, ἵνα τὰ κατὰ κάθετον τῆς ὄψεως κείμενα ὑψηλοτέραν ἔχωσι τὴν θέσιν, τὰ δ’ ἐκ πλαγίου βαθυτέραν. τούτων οὕτως ἐχόντων αἱ ἀπὸ τῆς ὄψεως ἐκπεμπό‐
30μεναι ὑψηλοτέροις προσβάλλουσαι νέφεσιν ἀναλογοῦσι τῷ διαστήματι ταῖς λοξῶς φερο‐ μέναις ἐπὶ τὰ χθαμαλώτερα νέφη. ἔστω γὰρ ἡ ὄψις τὸ Ο. ἐκ δὲ τοῦ Ο ἐκπεμπέ‐
σθωσαν εὐθεῖαι ἴσαι ἐπὶ τὰ νέφη, αἱ ΟΚ, ΟΛ, ΟΜ, ΟΝ, ΟΞ· καὶ ἔστω215

216

ἡ μὲν ΟΚ κάθετος κατ’ εὐθεῖαν ἐκπεμπομένη, αἱ δὲ λοιπαὶ πλάγιοι παρ’ ἑκά‐ τερα τῆς ΟΚ. δῆλον ὅτι αὐτὸν τὸν τόπον ἐπικαταλαμβάνουσιν. ἔνθεν γάρ, ὡς οἶμαι, καὶ κυκλοτερὴς ἡ ἅλως φαίνεται, διὰ τὸ τὰς ἐκεῖσε πεμπομένας εὐθείας ἐκ τῆς ὄψεως ἴσας εἶναι καὶ κατὰ ὕφεσιν ἐπικαταλαμβάνειν τοὺς τόπους,
5τὴν μὲν κάθετον καὶ τὴν περὶ αὐτὴν τὰ ὑψηλότερα νέφη, τὰς δ’ ἄλλας τὰς λοξὰς ἐκπεμπομένας εἰς τὰ ταπεινότερα. καὶ οὕτω κατὰ ὕφεσιν κατα‐ λαμβανουσῶν τῶν ἴσων εὐθειῶν τὰ νέφη γίνεται κύκλος. ἀλλὰ μὴν καὶ ἐν τοῖς περὶ ἴριδος λόγοις ἐγκαλοῦσιν αὐτῷ ὡς εἰπόντι τὰς ἐκ τῆς ὄψεως ἐπὶ τὸ νέφος προσπιπτούσας εὐθείας ἴσας εἶναι ταῖς ἀπὸ τῆς ὄψεως ἐπὶ
10τὸν ἥλιον προσπιπτούσαις, ὅπερ ἐστὶν ἄπειρον· ἀπείρῳ γὰρ διαστήματι ὑπερ‐ βάλλουσιν αἱ ἀπὸ τῆς ὄψεως πρὸς τὸν ἥλιον τὰς ἀπὸ τῆς ὄψεως πρὸς τὸ νέφος. φέρε δὲ πάλιν τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐκθήσομεν καὶ πῶς ἐκεῖνοι λαμβάνονται δείξωμεν, εἶθ’ οὕτως τὴν ἐπίλυσιν ἐπαγάγωμεν. φησὶ γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἴριδος λόγῳ, ὅτι ἔστω ὁρίζων κύκλος ΟΗΜΝ,
15κέντρον δὲ τὸ Α, ἥλιος δὲ τὸ Η στοιχεῖον, μέλαν δὲ νέφος τὸ † ΜΗ. [Omitted graphic marker]δῆλον, ὅτι αἱ ἀπὸ τοῦ Α πρὸς τὸ ΟΜΝ προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσὶ ταῖς ἀπὸ τοῦ Α πρὸς τὸ Η προσπιπτούσαις. φαίνον‐ ται δὲ πολλῷ ὑπερέχουσαι αἱ ἀπὸ τοῦ
20Α εἰς τὸ Η προσπίπτουσαι εὐθεῖαι τὰς ἐκ τοῦ Α πρὸς τὸ Ν προσπιπτούσας. δοκεῖ οὖν παρὰ τὴν ἐνάργειαν φθέγγεσθαι ὁ Ἀριστοτέλης. ἀλλ’ ἵνα τῆς τοιαύτης αὐτὸν ἐλευθερώσωμεν ὑπονοίας, ἑτέρᾳ τινὶ
25χρησώμεθα καταγραφῇ. οὐ γάρ, ὡς ἐκεῖ‐ νοί φασι, τὰς ἀπὸ τοῦ κέντρου τοῦ παν‐
τὸς ἐπὶ τὸν ἥλιον προσπιπτούσας εὐθείας ἴσας εἶναι ταῖς ἀπὸ τοῦ216

217

κέντρου πρὸς τὸ νέφος προσπιπτούσαις εἶπεν Ἀριστοτέλης· τοῦτο γὰρ λίαν ἀνόητον. οὔτε γὰρ τὸ κέντρον τοῦ παντὸς λαμβάνει, ἀλλὰ κέν‐ τρον ἕτερον ἑτέρου κύκλου νοητοῦ, ἐξ οὗ αἱ προσπίπτουσαι τῷ νέφει καὶ τῷ ἡλίῳ ἴσαι εἰσίν. εἰλήφθω γὰρ ὁρίζων τοῦ νέφους κύκλος ὁ ΑΒΓ,
5κέντρον δὲ τοῦ παντὸς τὸ Ζ. ἔξωθεν δὲ τοῦ νέφους γεγράφθω ἄλλος κύκλος ὁ ΚΛΜ ἐμπεριέχων τὸν κύκλον τοῦ νέφους· καὶ ἔστω οὗτος ὁ ὁρίζων τοῦ ἡλίου ἤγουν ἡλιακὴ σφαῖρα. καὶ μεταξὺ τοῦ ὁρίζοντος τοῦ ἡλίου ἕτερος ὁρίζων γεγράφθω νοητὸς ἐφαπτόμενος τῶν δύο ὁριζόντων, τοῦ τε νέφους καὶ τοῦ ἡλίου, καὶ ἔστω τούτου κέντρον τὸ Ο. καὶ ἀπὸ
10τοῦ Ο κέντρου ἤχθωσαν εὐθεῖαι ἐφαπτόμεναι τοῦ ΑΒΓ κύκλου, ὅς ἐστι τοῦ νέφους, καὶ τοῦ ΚΛΜ, ὅς ἐστι τοῦ ἡλίου. φανερόν, ὅτι αὗται αἱ εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσὶν ἡ ΟΒ καὶ ἡ ΟΚ καὶ αἱ λοιπαί· ἀπόκεντροι γάρ εἰσι. δῆλον ἄρα, ὅτι ταύτας λέγει Ἀριστοτέλης ἀπὸ τοῦ κέντρου ἴσας εἶναι καὶ πρὸς τὸν ἥλιον καὶ πρὸς τὸ νέφος· ἐκεῖνοι δὲ κατηγόρουν τοῦ φιλοσόφου
15ὡς τὴν ΖΒ τῇ ΖΚ ἴσην λέγοντος, ὅπερ οὐκ ἦν ἀληθές. ὡς γὰρ πρὸς τὸν νοητὸν ὁρίζοντα λέγει ταῦτα, † ὅνπερ ὁρίζοντα διὰ ἄφατον συντομίαν ὡς ἐφαπτόμενον τῶν δύο ὁριζόντων. ταῦτά εἰσι τὰ προτέλεια τῶν μελ‐ λόντων λέγεσθαι περὶ ἅλω καὶ ἴριδος. ἐπὶ τούτοις καταπαύσωμεν τὴν παρ‐ οῦσαν θεωρίαν.
20tΠρᾶξις λε.
21nΠερὶ δὲ ἅλω καὶ ἴριδος τί τε ἑκάτερον, καὶ διὰ τίνα
22nαἰτίαν γίνεται, λέγωμεν.
23 Ὥσπερ ἐν τῇ Φυσικῇ πραγματείᾳ περὶ τόπου διαλεγόμενος ὁ Ἀρι‐ στοτέλης καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τοῦ τρεφομένου καὶ
25ἐν ταύτῃ τῇ πραγματείᾳ περὶ χαλάζης πρῶτον τὰ ὑπάρχοντα αὐτοῖς παρ‐ έδωκε, τουτέστι τὰ ἀξιώματα, εἶτα τὰς γενέσεις, καὶ μετὰ ταῦτα τὰς αἰ‐ τίας *** τῆς γενέσεως ἀποδεῖξαι. ἔστι δὲ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ ταῦτα· πρῶτον μέν, ὅτι ἡ μὲν ἅλως ὡς ἐπὶ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος ὑπάρχων περὶ τὸ λαμπρόν, σπανίως δ’ ἐλάττων κύκλου. ὅταν δ’
30ἐλάττων κύκλου φαίνηται, ἀδιόριστον γίνεται τοῦ τμήματος τὸ μέγεθος· ποτὲ μὲν γὰρ ἡμικύκλιον φαίνεται, ποτὲ δὲ μεῖζον ἡμικυκλίου, ποτὲ δ’ ἔτι
μεῖζον, ποτὲ δ’ ἐλάχιστόν ἐστι τὸ λεῖπον. ἐπὶ δὲ τῆς ἴριδος οὐχ οὕτως.217

218

αὕτη γὰρ κύκλος μὲν τέλειος οὐδέποτε φαίνεται, ἀλλ’ ἀεὶ ἔλαττον κύκλου. αὐτὸ δὲ τὸ σχῆμα ἀεὶ ὡρισμένον ἐστὶ τῆς ἴριδος· ἢ γὰρ καθ’ ἡμικύκλιον φαίνεται ἢ κατὰ ἐλάχιστον ἡμικυκλίου τμῆμα. ἀλλ’ ὅταν μὲν κατὰ ἡμι‐ κύκλιον φαίνηται, τηνικαῦτα ἐλάττονος κύκλου ἡμικύκλιόν ἐστι τὸ φαινό‐
5μενον σχῆμα τῆς ἴριδος· ὅταν δ’ ἔλαττον ἡμικυκλίου ᾖ τὸ σχῆμα τῆς ἴριδος, τηνικαῦτα μείζονος κύκλου τμῆμα φαίνεται τὸ φαινόμενον. καὶ ἡνίκα μὲν περὶ τὸν ὁρίζοντα ὄντος τοῦ ἡλίου γένηται ἡ ἶρις, τηνικαῦτα τὸ ἡμικύκλιον φαίνεται σχῆμα τῆς ἴριδος· ὅταν δ’ ὑπὲρ τὸν ὁρίζοντα ὁ ἥλιος ἱκανόν τι διάστημα, τότε ἔλαττον ἡμικυκλίου φαίνεται ἡ ἶρις. αὕτη πρώτη
10διαφορὰ ἴριδος καὶ ἅλω. δευτέρα διαφορά, ὅτι ἡ μὲν ἅλως περὶ τὴν σε‐ λήνην ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, σπανίως δὲ καὶ περὶ τὸν ἥλιον, ἡ δὲ ἶρις τὸ ἀνάπαλιν ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἀπὸ τοῦ ἡλίου, σπανίως δὲ ἀπὸ τῆς σελήνης. τρίτη διαφορά, ὅτι ἡ μὲν ἅλως ὡς ἐπὶ τὸ πλεῖστον νύκτωρ γίνεται, σπανίως δὲ καὶ ἐν ἡμέρᾳ περὶ τὸν ἥλιον, ἡ δὲ ἶρις τὸ ἀνάπαλιν
15ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἡμέρας ἀπὸ τοῦ ἡλίου, σπανίως δὲ νύκτωρ ἀπὸ τῆς σελήνης. τετάρτη διαφορά, ὅτι ἡ μὲν ἅλως περὶ τὸν μεσημβρινὸν ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, σπανίως δὲ περὶ τὸν ὁρίζοντα, ἡ δὲ ἶρις ὡς ἐπὶ τὸ πλεῖστον μὲν περὶ τὸν ὁρίζοντα, σπανίως δὲ περὶ τὸν μεσημβρινόν. καὶ ἶρις ὅταν ὁ ἥλιος ἐν τῷ νοτίῳ κλίματί ἐστι, τουτέστιν ἐν τῷ χειμερινῷ
20τροπικῷ, τότε γίνεται· ἐπειδὴ ὁ μεσημβρινός, ἐν ᾧ ἐστιν ὁ ἥλιος, οὐ πολὺ ἀπέχει τοῦ ὁρίζοντος, τότε σπανίως περὶ τὸν μεσημβρινὸν ἶρις φαί‐ νεται, ὡς ἐπὶ τὸ πλεῖστον δὲ περὶ τὸν ὁρίζοντα, καὶ μᾶλλον περὶ τὸν δυτικὸν ἢ περὶ τὸν ἀνατολικόν. πέμπτη διαφορά, ὅτι ἡ μὲν ἅλως ἁπλῆ ἐστιν, ἡ δὲ ἶρις διπλῆ. ποῦ μὲν γὰρ μία φαίνεται ἅλως, ποῦ δὲ δύο
25ἴριδες. ἕκτη διαφορά, ὅτι ἡ μὲν ἅλως μονόχρους, ἡ δὲ ἶρις τρίχρους. ἡ μὲν γὰρ ἐντὸς ζώνη φαίνεται φοινικοῦν ἔχουσα χρῶμα, ἡ δὲ δευτέρα πρά‐ σινον, ἡ δὲ τρίτη ἁλουργόν, ὅπερ ἐπὶ τὸ μελάντερον προσρέπει καὶ πορ‐ φυρίζον, οἷόν ἐστι τὸ ἐν τῇ ἁλουργίδι χρῶμα· ἡ δὲ ἅλως λευκὸν μόνον ἔχει τὸ χρῶμα. ἑβδόμη διαφορά, ὅτι ἡ μὲν ἅλως ἐπὶ ὁμαλοῖς καὶ ὁμοιο‐
30μερέσι γίνεται νέφεσι, ἡ δὲ ἶρις ἐπὶ τοῖς ἀνωμάλοις καὶ ἀνομοιομερέσι. δεῖται γὰρ τῶν μὲν ἐπιπολαιότερον κειμένων νεφῶν, τῶν δὲ βαθύτερον, τουτέστιν ἀνωμάλων, καὶ τῶν μὲν παχυτέρων, τῶν δὲ λεπτοτέρων, τουτ‐ έστιν ἀνομοιομερῶν πρὸς τὸ συστῆναι ἡ ἶρις· ἡ δὲ ἅλως ὁμαλῶν καὶ ὁμοιομερῶν. ταῦτα μέν ἐστι τὰ ὑπάρχοντα ἴριδί τε καὶ ἅλῳ ἑπτὰ τὸν
35ἀριθμὸν ὑπάρχοντα. λοιπὸν ζητήσωμεν καὶ περὶ ῥάβδων καὶ παρηλίων. ὑπάρχει γὰρ καὶ τούτοις τρία τινὰ πρόσωπα. πρῶτον μέν, ὅτι ταῦτα οὔτε κατὰ διάμετρον γίνονται τοῦ λαμπροῦ ὥσπερ ἡ ἶρις, οὔτε κατὰ κάθετον ὥσπερ ἡ ἅλως, ἀλλὰ ἐκ πλαγίων τοῦ λαμπροῦ γίνονται. δεύτερον, ὅτι
ἶρις μὲν καὶ ἡ ἅλως νύκτωρ καὶ μεθ’ ἡμέραν γίνονται, παρήλιοι δὲ καὶ218

219

ῥάβδοι ἡμέρας μόνον· περὶ γὰρ τὸν ἥλιον μόνον. τρίτον, ὅτι καὶ αὗται πρὸς τὸν ὁρίζοντα μάλιστα γίνονται ἢ πρὸς τὸν μεσημβρινόν· ἔστι γὰρ ὅτε καὶ ἐν τῷ μεσημβρινῷ γίνονται, ὥσπερ καὶ ἶρις, περὶ τὸν ὁρίζοντα δὲ μά‐ λιστα τὸν δυτικόν. εἰπὲ δὲ καὶ ἄλλην διαφοράν· οἱ μὲν ῥάβδοι ἐπ’ ἀνω‐
5μάλων καὶ ἀνομοιομερῶν γίνονται νεφῶν, ὥσπερ καὶ ἡ ἶρις, ὅθεν καὶ τρί‐ χρους ἐστὶν ἡ ῥάβδος, οἱ δὲ παρήλιοι ἐπὶ ὁμαλῶν καὶ ὁμοιομερῶν ὥσπερ ἡ ἅλως, ὅθεν καὶ μονόχροές εἰσι. ταῦτα μέν εἰσι τὰ ὑπάρχοντα τοῖς κατὰ ἔμφασιν γινομένοις. εἴπωμεν λοιπὸν περὶ τῆς γενέσεως αὐτῶν. ἀλλὰ πρὸ τούτου τρία τινὰ λήμματα προβάλλωμεν. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον·
10ἐπειδὴ γὰρ τῇ προτεραίᾳ ἐδιδάχθης, ὅτι ἀνακλᾶται ἡ ὄψις, δεῖ οὖν πρὸς ὃ γίνεται ἡ ἀνάκλασις, τουτέστι τὸ ἔνοπτρον, πυκνὸν εἶναι καὶ λεῖον καὶ διαφανές. πυκνὸν μέν, ἵνα ὡς πρὸς ἀντίτυπον ἡ ὄψις φερομένη μὴ δι‐ εισδύνῃ, ἀλλ’ ἀνακλᾶται καὶ φέρεται πρὸς τὸ ὁρώμενον· λεῖον δὲ καὶ ὁμαλόν, ἵνα μὴ διαχῆται τραχέος ὄντος τοῦ κατόπτρου καὶ διαιρῆται, ἀλλ’
15ἵνα μένῃ συνεχής· διαφανὲς δέ, ἵνα ἐκεῖσε ἐμφαίνηται τὸ εἴδωλον τοῦ ὁρατοῦ. τοῦτο μὲν πρῶτον λῆμμα. δεύτερον δ’ ὅτι ἐν τοῖς μικροτέροις κατόπτροις οὐ τὸ σχῆμα φαίνεται τοῦ λαμπροῦ, ἀλλὰ τὸ χρῶμα μόνον, ἐπειδὴ οὐ χωρεῖται ἐν αὐτοῖς, ὥσπερ ἐπὶ ῥανίδων ῥαινομένων ἐπὶ ἡλίῳ· ἐν ταύταις γὰρ οὐκ ἐμφαίνεται τὸ σχῆμα τοῦ ἡλίου, ἀλλὰ μόνον τὸ χρῶμα.
20τρίτον, ὅτι τὸ ὁρώμενον λαμπρόν ἐστιν, ὅταν φαίνηται, ἀμαυρόν, ἢ διὰ τὴν περικειμένην ἀχλὺν ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως. καὶ γὰρ ἡ ἀτονία τῆς ὄψεως ἐπὶ τὸ μέλαν ὁδεύουσα ἀμαυρότερον ποιεῖ φαίνεσθαι τὸ λαμπρόν. ταῦτα μὲν οὖν εἰσι τὰ τρία λήμματα. λοιπὸν εἴπωμεν περὶ τῆς γενέσεως τῆς ἅλω, ὅπως γίνεται κυκλοτερής, οὕτως· πρὸς γὰρ τὴν
25τούτου κατασκευὴν εἰλήφθωσαν δύο τρίγωνα ὅμοια ἀλλήλοις, τουτέστιν ἴσας ἔχοντα τὰς πλευρὰς ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν τῇ βάσει, καὶ ἔστω τὰ ΑΒΓ, ΔΕΖ. λέγω, ὅτι αἱ ἀπὸ τῶν κορυφῶν αὐτῶν ἀγόμεναι κάθετοι ἐπὶ τὴν βάσιν ἴσαι ἔσονται καὶ ἴσα τμήματα τῆς βάσεως ἀπολή‐ [Omitted graphic marker] ψονται. ἤχθωσαν γὰρ κάθετοι ἀπὸ τῶν ΑΒΓ, ΔΕΖ τριγώνων ἐπὶ τὰς
30ΑΓ, ΔΖ βάσεις ἡ ΒΗ καὶ ΕΘ. λέγω, ὅτι ἴσαι εἰσὶν αἱ κάθετοι καὶ ἴσα τμήματα ἀπολαμβάνουσι τὰ ΗΓ καὶ ΘΖ. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΔΕ καὶ ἡ ΑΓ τῇ ΔΖ, δύο δὴ αἱ ΑΒ, ΑΓ δυσὶ ταῖς ΔΕ, ΔΖ ἴσαι εἰσί, καὶ βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἴση ἐστίν. οὐκοῦν καὶ τὸ ΑΒΓ τρί‐
γωνον τῷ ΔΕΖ τριγώνῳ ἴσον ἐστίν· ἐφαρμόσουσιν ἄρα ἀλλήλοις. οὐκοῦν219

220

καὶ γωνίαι αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ ἴσαι εἰσίν. καὶ ἐπειδὴ ἡ ΑΒ τῇ ΔΕ ἴση ἐστίν, ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΒΑΗ τῇ ὑπὸ ΕΔΘ ἴση ἐστί, καὶ ἡ ὑπὸ ΑΗΒ τῇ ὑπὸ ΔΘΕ ἴση ἐστίν (ὀρθαὶ γάρ εἰσι· κάθετοι γὰρ αἱ ΒΗ, ΕΘ), καὶ λοιπὴ ἄρα γωνία ἡ ὑπὸ ΗΒΑ τῇ λοιπῇ γωνίᾳ τῇ ὑπὸ ΘΕΔ ἴση ἐστί,
5καὶ αἱ λοιπαὶ πλευραὶ αἱ ΗΒ, ΗΑ ταῖς λοιπαῖς πλευραῖς ταῖς ΘΕ, ΘΔ ἴσαι εἰσί, καὶ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΘ τριγώνῳ ἴσον ἐστί. δέδεικται γὰρ ἐν τῷ κϛ θεωρήματι τοῦ πρώτου βιβλίου τῆς Στοιχειώσεως, ὅτι ἐὰν δύο τρίγωνα τὰς δύο γωνίας ταῖς δυσὶ γωνίαις ἴσας ἔχῃ ἑκάτερον ἑκατέρου καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην ἔχει, καὶ τὰς λοιπὰς πλευρὰς ταῖς
10λοιπαῖς πλευραῖς ἴσας ἕξει ἑκατέραν ἑκατέρᾳ καὶ τὴν λοιπὴν γωνίαν τῇ λοιπῇ γωνίᾳ· ἴση ἄρα ἡ ΗΒ κάθετος τῇ ΘΕ καθέτῳ, καὶ τὰ τῆς βά‐ σεως τμήματα τὰ ΑΗ, ΔΘ ἴσα τὰ ἀποληφθέντα ὑπὸ τῶν ΒΗ, ΘΕ κα‐ [Omitted graphic marker]θέτων. ὁμοίως δὲ δείξομεν, ὅτι καὶ τὸ ΗΓ τῷ ΘΖ ἴσον ἐστίν, ὅπερ ἔδει δεῖξαι.
15τούτων οὕτως ἀποδειχθέντων, ὅτι ἴσαι εἰσὶν αἱ κάθετοι αἱ ἐπὶ τὰς βάσεις ἀγό‐ μεναι, ἔλθωμεν ἐπὶ τὸ προκείμενον καὶ δείξωμεν, πῶς κύκλος γίνεται ἡ ἅλως. καὶ ἐνταῦθα γὰρ τρίγωνα πολλὰ γίνονται βάσιν
20ἔχοντα τὴν αὐτὴν ἴσα ἀλλήλοις ὄντα, ἀνισόπλευρα μέντοι κατὰ τὰς τρεῖς πλευ‐ ράς, τουτέστι τὴν μείζονα τῇ μείζονι ἴσην ἔχοντα καὶ τὴν ἐλάττονα τῇ ἐλάτ‐ τονι. οὐκοῦν καὶ αἱ κάθετοι πᾶσαι τῶν
25τριγώνων αἱ ἀπὸ τῶν ἀμβλειῶν γωνιῶν φερόμεναι ἴσαι ἔσονται. ἔστω γὰρ τὸ μὲν ὄμμα τὸ Ο, ἡ δὲ σελήνη τὸ Σ. καὶ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην φερο‐ μένου, μεταξὺ δὲ τῆς σελήνης καὶ τοῦ
30ὄμματος ἔστω νέφη πλείονα μικρὰ δια‐ φέροντα ἀλλήλων θέσει, τὰ μὲν ὑψηλότερα, τὰ δὲ ταπεινότερα κείμενα ἐφεξῆς ἀλλήλων, καὶ τὸ τούτων συνάθροισμα ἔστω τὸ ΓΖ. καὶ ἐκ‐ πεμπέσθωσαν ἀκτῖνες πλεῖσται ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη, αἱ ΟΓ, ΟΖ, ΟΔ, ΟΗ. καὶ ἀνακεκλάσθωσαν ὡς ἐπὶ τὴν σελήνην καὶ ποιείτωσαν ἀνα‐
35κλάσεις τὰς ΓΣ, ΖΣ, ΗΣ, ΔΣ. δῆλον, ὅτι αἱ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη αἱ220

221

ΟΓ, ΟΔ, ΟΖ, ΟΗ ἴσαι ἀλλήλαις εἰσίν, ὡς δέδεικται τῇ προτεραίᾳ, ἐπειδὴ οὐκ ἐν τῷ αὐτῷ ἐπιπέδῳ πίπτουσι· διαφέρουσι γὰρ ἀλλήλων τὰ νέφη τῇ θέσει, ὡς εἴρηται, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐλάττων ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ τῶν πλαγίων. ἀλλὰ μὴν καὶ αἱ ἀπὸ τοῦ νέφους ** ἀνακλώμεναι
5ἴσαι ἀλλήλαις ἔσονται. μείζους δ’ αὗταί εἰσιν αἱ ἀπὸ τοῦ νέφους πρὸς τὴν σελήνην τῶν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη. οὐκοῦν τρίγωνα πολλὰ συνίστανται ὅμοια ἀλλήλοις, τουτέστιν ἴσας ἔχοντα τὰς μείζονας πλευρὰς ταῖς μείζοσι καὶ τὰς ἐλάττονας ταῖς ἐλάττοσι, βάσιν ἔχοντα τὴν αὐτὴν τὴν ΟΣ, ἥτις ἐστὶν ἄξων πάντων τῶν κώνων, τὸ ΟΓΣ, ΟΖΣ, ΟΔΣ, ΟΗΣ καὶ
10ἄλλα τοιαῦτα πλείονα ἀνισόπλευρα. οὐκοῦν ἐπειδὴ ἴσα ἀλλήλοις εἰσὶ τὰ τρίγωνα, πᾶσαι αἱ ἀπὸ τῶν ἀμβλειῶν αὐτῶν κάθετοι ἴσαι ἀλλήλαις ἔσον‐ ται. τοῦτο γὰρ προλαβόντες ἐδείξαμεν, ὅτι ἐπὶ τῶν ἴσων γωνιῶν αἱ ἀπὸ τῶν κορυφῶν ἐπὶ τὴν βάσιν ἐρχόμεναι κάθετοι ἴσαι ἀλλήλαις εἰσαγέσθωσαν καὶ πιπτέτωσαν ἐφ’ ἓν σημεῖον τῆς ΟΣ καθέτου, ἐπὶ τὸ ἐκ τῶν κύκλῳ
15γωνιῶν. ἐπεὶ οὖν ἴσαι ἀλλήλαις εἰσὶν αἱ κάθετοι κύκλῳ φερόμεναι ἀπὸ τῶν τριγώνων ἐπὶ τὸ Ε σημεῖον τῆς ΟΣ βάσεως, ἥτις ἐστὶ κάθετος ἀπὸ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην δῆλον ὅτι κέντρῳ μὲν τῷ Ε διαστήματι διὰ μιᾶς ὁποιασοῦν καθέτου κύκλος γραφήσεται ὁ ΓΖΔΗ, πρὸς ὃν κύκλον ὡς ἀπὸ τοῦ κέντρου τοῦ Ε ἀχθήσονται αἱ ΕΓ, ΕΖ, ΕΗ, ΕΔ κάθετοι· κύ‐
20κλος φανήσεται ἡ ἅλως, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ἀποδεικτέον, ὅτι κύκλος ἡ ἅλως πάντως φανήσεται ἢ μέρος κύκλου πάντως, οὐδέποτε δὲ ἀλλοίῳ σχήματι. ἀλλ’ ἐπειδὴ συνεχρησάμεθα ἐν τῇ ἀποδείξει, ὅτι αἱ κάθετοι ἐντὸς πίπτουσι τῶν τριγώνων (ἐπὶ τὴν βάσιν γὰρ τὴν αὐτὴν καὶ ἐπὶ τὸ αὐτὸ σημεῖον), οὐκ ἀπεδείξαμεν δ’ εἰ ἐκτὸς πίπτουσι, φέρε καὶ
25τοῦτο γραμμικαῖς ἀνάγκαις δείξωμεν. ὅτι γάρ εἰσι τρίγωνα, ὧν αἱ κάθετοι ἐκτὸς πίπτουσι, δῆλον. ἔστω γὰρ τρίγωνον τὸ ΑΒΓ ἀνίσους ἔχον τὰς πλευράς, καὶ ἀπὸ τῆς Β κορυφῆς ἤχθω[Omitted graphic marker] κάθετος ἡ ΒΔ. λέγω, ὅτι ἡ ΒΔ ἐκτὸς πεσεῖται τοῦ ΑΒΓ τριγώνου. εἰ γὰρ
30μή, πιπτέτω ἐντὸς καὶ ἤχθω ἐπὶ τὸ Ε σημεῖον. φανερόν, ὅτι ἡ ὑπὸ ΒΕΓ ὀρθὴ γωνία ἐστί· πᾶσα γὰρ κάθετος ἐπ’ εὐθεῖαν πίπτουσα τὰς ἐφεξῆς ὀρθὰς γωνίας ποιεῖ. ἔστι δὲ καὶ ἡ ὑπὸ ΒΓΕ γωνία μείζων ὀρθῆς, ἀμβλεῖα γάρ ἐστιν·
35ἡ γὰρ μείζων αὐτὴν πλευρὰ ὑποτείνει ἡ ΑΒ. τριγώνου ἄρα τοῦ ΕΒΓ δύο
γωνίαι αἱ ὑπὸ ΕΓΒ, ΒΕΓ δύο ὀρθῶν μείζονές εἰσιν, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐν‐221

222

τὸς πεσεῖται ἡ ΒΔ κάθετος, ὅπερ ἔδει δεῖξαι. ἐπειδὴ οὖν ἐδείξαμεν, ὅτι δυνατὸν κάθετον ἐκτὸς γωνίας πεσεῖν, φέρε δείξωμεν, ὅτι τῶν προκειμένων γωνιῶν ἐντὸς πίπτουσιν αἱ κάθετοι. ἐπειδὴ γὰρ ἐδείχθη, ὅτι ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην ἐπιζευγνυμένη κάθετός ἐστι βάσις πάντων τῶν
5γεγενημένων τριγώνων ἐκ τῶν πεμπομένων ὄψεων ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος καὶ τὸν ἥλιον, αἱ δὲ ἀπὸ τοῦ ὄμματος μέχρι τοῦ νέφους ἐλάτ‐ τονές εἰσι τῶν ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἐκπεμπομένων, συμβαίνει σκαληνὰ γίνεσθαι τὰ τρίγωνα ἀνίσους ἔχοντα τὰς πλευράς. οὐκοῦν ἐπειδὴ μεγίστη μέν ἐστιν ἡ βάσις, ἐλάττων δὲ ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος,
10μέση δὲ ἡ ἀπὸ τοῦ νέφους πρὸς τὴν σελήνην, εὑρεθήσεται ἀμβλεῖα μὲν γωνία ἡ ἐν τῇ ἀνακλάσει γινομένη, ἣν ὑποτείνει ἡ βάσις, ὀξεῖα δὲ ἡ πρὸς τῷ ὄμματι καὶ τῆς σελήνης. οὐκοῦν ἡ ἀπὸ τῆς ἀμβλείας γωνίας ἀγομένη κάθετος ἐντὸς πεσεῖται τοῦ τριγώνου. ἔστω γὰρ τρίγωνον σκαληνὸν τὸ ΑΒΓ, μείζονα μὲν ἔχον τὴν ΑΓ, ἐλάττονα δὲ τὴν ΑΒ. λέγω, ὅτι ἐὰν ἀπὸ τῆς
15Β γωνίας ἀχθῇ κάθετος, ἐντὸς πεσεῖται τοῦ τριγώνου. εἰ γὰρ μὴ ἐντός,[Omitted graphic marker] πιπτέτω ἐκτὸς καὶ ἔστω ἡ ΒΕ, καὶ ἐπεζεύχθω ἡ ΕΑ. ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΒΕΑ γωνία. ἔστι δὲ καὶ ἡ ὑπὸ ΕΑΒ μείζων ὀρθῆς· ἀμβλεῖα γάρ ἐστιν· ὑποτείνει γὰρ αὐτὴν ἡ μείζων πλευρὰ ἡ ΕΒ. τριγώνου ἄρα τοῦ ΕΑΒ δύο γωνίαι αἱ ὑπὸ ΒΕΑ, ΕΑΒ δύο ὀρθῶν μείζονές εἰσιν, ὅπερ
20ἄτοπον. οὐκ ἄρα ἐκτὸς πεσεῖται ἡ ΒΕ κάθετος· ἐντὸς ἄρα πεσεῖται, ὅπερ ἔδει δεῖξαι. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, πῶς κατὰ ἀνάκλασιν λέγεται εἶναι ἡ ἅλως, καίτοι ἐχρῆν κατὰ διάκλασιν αὐτὴν λέγειν γίνεσθαι, εἴπερ μεταξὺ φαίνονται τὰ ἔνοπτρα, τουτέστι τὰ νέφη, τοῦ τε ὄμματος καὶ τοῦ λαμπροῦ. ῥητέον,
25ὅτι οὔκ εἰσι μεταξύ. δεῖ γὰρ νοῆσαι τὸ ὄμμα καὶ τὸ λαμπρόν, τουτέστι τὴν σελήνην ἐν ἑνὶ ἐπιπέδῳ ὄντα (κάθετος γὰρ ἦν ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα), ἐν δὲ ἄλλῳ ἐπιπέδῳ εἶναι τὰ νέφη πέριξ τοῦ λαμπροῦ· τὴν δὲ ὄψιν ἐκπεμπομένην ὡς πρὸς τὰ νέφη ἀνακλᾶσθαι ὡς πρὸς τὴν σελήνην. πάλιν ζητητέον, τί δήποτε κρίκος φαίνεται ἡ ἅλως καὶ μὴ τύμπανον συν‐
30εχές. ἢ ῥητέον, ὅτι ἡ κατὰ κάθετον ἐκπεμπομένη ἀκτὶς ἀπὸ τοῦ ὄμματος πρὸς τὴν σελήνην ἐντὸς οὖσα καὶ δυναμικωτάτη τῶν ἄλλων πασῶν δίεισι τὸ πάθος ἀκλάστως. ὡσαύτως δὲ καὶ πλησίον αὐτῆς ἐκπεμπομένης εὐ‐ θεῖαι ἔρχονται ἄκλαστοι. καὶ τούτου χάριν ἐν τῷ μέσῳ, ἐν ᾧ διέρχονται
αἱ ἀκτῖνες ἄκλαστοι, οὐχ ὁρᾶται ἡ ἔμφασις, ἀλλὰ τὸ ἀληθές· αἱ δ’ ἐξω‐222

223

τέρω τῆς καθέτου πεμπόμεναι ἀκτῖνες καὶ διαχεόμεναι ἀσθενέστεραι γίνον‐ ται. καὶ οὐ δύνανται διεξελθεῖν τὸ νέφος, ἀλλὰ κλῶνται, καὶ διὰ τοῦτο ἔμφασις γίνεται κρικοειδής. ἀλλὰ μὴν κἀκεῖνο ζητητέον· εἰ γὰρ ἐν τῷ περιγείῳ τόπῳ γίνεται ἡ ἅλως, ὁ δὲ περίγειος ἀὴρ οὐ συγκινεῖται τῷ παντί,
5πῶς ὁρῶμεν τὴν ἅλω συμφερομένην τῇ σελήνῃ; ὅτι γὰρ ἐν τῷ περιγείῳ τόπῳ γίνεται, δῆλον, ἐπειδὴ νηνεμωτέρα ἐστὶ τοῦ ἀπογείου. ἀπόγειον δὲ νῦν καλῶ οὐ τὸν κυρίως ἀπόγειον, ἀλλὰ τὸν ἀπόγειον τοῦ περιγείου. ἐν τούτῳ γὰρ μᾶλλον πνεύματά εἰσι καὶ οὐκ ἐῶσι στῆναι τὰ νέφη· δέονται δὲ στάσεως πρὸς τὸ γενέσθαι τὴν ἔμφασιν. τί οὖν λέγομεν; ὅτι ἡ ἅλως
10ἔμφασις οὖσα ὡς πρὸς τὴν ἡμετέραν ὄψιν κρίνεται μὴ ἔχουσα ἰδίαν ὑπό‐ στασιν. ἀτενιζόντων τοίνυν ἡμῶν γίνεται, μὴ ἀτενιζόντων δὲ φθείρεται. ἐπειδὴ οὖν ἕκαστος ἡμῶν ἀτενίζων ποιεῖ τὴν ἅλω, ἐπὰν τύχῃ ὁ ἀὴρ ἐπι‐ τήδειος πρὸς τὴν ταύτης γένεσιν, ἐν ᾧ ἂν τόπῳ εἴη ἡ σελήνη περὶ τὸν μεσημβρινὸν ἀτενιζόντων ἡμῶν, γίνεται ἅλως. εἶτα πάλιν κινουμένης τῆς
15σελήνης καὶ πάλιν ἀτενιζόντων γίνεται, οὐ τῆς προτέρας μεινάσης, ἀλλ’ ἐκείνης μὲν φθαρείσης ἅμα τῷ ἀναχωρῆσαι τὸ ὄμμα, ἄλλης δὲ πάλιν γινομένης ἐπὶ τῷ ἀτενίσαι τὸ δεύτερον. ταῦτα ἀρκεῖ τῇ θεωρίᾳ.
18nΚαὶ γὰρ ταῦτα πάντα γίνεται διὰ τὰς αὐτὰς αἰτίας
19nἀλλήλοις.
20Ὅλα γὰρ ταῦτα διὰ τὴν ἀνάκλασιν γίνονται, ὡς ἤδη μεμαθήκαμεν.
21nΠρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ
22nἕκαστον αὐτῶν.
23 Πρὶν ἢ εἰσβάλωμεν, φησίν, εἰς τὸν περὶ τῆς αἰτίας αὐτῶν λόγον, ζητή‐ σωμεν τὰ ὑπάρχοντα αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς περὶ χαλάζης ἐποιήσαμεν·
25καὶ ἐφεξῆς ἐκτίθεται πάντα τὰ προειρημένα.
26nἘν δὲ ταῖς θεριναῖς δείλης μόνον, οὐκέτι δὲ καὶ περὶ
27nμεσημβρίαν.
28 Δείλης ἐκάλεσε τὸν ἑωθινὸν καὶ τὸν περὶ ἑσπέραν καιρόν, παρὰ τὸ ἐνδεῖν τὴν ἀλέαν ἐν τούτοις τοῖς καιροῖς. ἡ οὖν ἶρις, φησίν, ἐν μὲν ταῖς
30χειμεριναῖς ἡμέραις σπανίως γίνεται καὶ περὶ τὸν μεσημβρινὸν διὰ τὴν εἰρημένην αἰτίαν, ἐν δὲ ταῖς θεριναῖς δείλης μόνον, τουτέστιν ἕωθεν καὶ περὶ ἑσπέραν, οὐ μὴν καὶ εἰς τὴν μεσημβρίαν, διὰ τὸ πολὺ ἀπέχειν τὸν
ὁρίζοντα τοῦ μεσημβρινοῦ.223

224

(1n)

Τούτων δὲ τριχῶς μὲν ἑκάτερα, καὶ τὰ χρώματα ταὐτὰ
2nκαὶ ἴσον τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, ἀμυδρότερα δὲ τὰ ἐν
3nτῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν.
4Τί φησιν; ὅτι ἡ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, ἑκατέρα δ’ αὐτῶν
5τριπλῆ τῷ χρώματι, ὁμοίως χρώμασι κεχρωματισμένοις, ἀλλ’ ἐξ ἐναντίας. τί ἐστιν ἐξ ἐναντίας; ἐπειδὴ γὰρ δύο εἰσὶν ἴριδες ἐκ τριῶν ζωνῶν συγ‐ κείμεναι ἑκάστης ζώνης ἄλλο καὶ ἄλλο χρῶμα ἐμφαινούσης, τῆς μὲν φοι‐ νικοῦν, τῆς δὲ πράσινον, τῆς δὲ ἁλουργόν, ἐπειδὴ δὲ ἡ μικροτέρα ἶρις ἐντός ἐστι τῆς μείζονος, συμβαίνει τὴν μείζονα τῆς ἐλάττονος καὶ τὴν ἐλάττονα
10τῆς μείζονος φοινικοῦν ἔχειν χρῶμα διὰ τὸ παρακεῖσθαι ἀλλήλαις, εἶτα τὰς δευτέρας ἑκατέρας ἴριδος ζώνας τὰς μετὰ τὰς φοινικίας πράσινον ἔχειν χρῶμα. τοῦτο δὲ διὰ τί; ἐπειδὴ ἡ ὄψις τὸ ἐγγυτέρω κείμενον λαμπρὸν ὁρᾷ, ἐγγυτέρω δ’ εἰσὶ τὰ νέφη τῆς ὄψεως, ἐν οἷς ὁρᾶται τὸ φοινικοῦν χρῶμα, ὅσῳ δὲ πορρωτέρω εἰσὶ τὰ νέφη, ἀμαυρότερα ὁρᾷ, ἔνθεν μετὰ τὸ
15φοινικοῦν διαδέχεται τὸ πράσινον (ἀμαυρότερον γάρ ἐστι τοῦτο τοῦ φοινικοῦ ὡς ἀνωτέρω κειμένων τῶν νεφῶν, ἐν οἷς ὁρᾶται, ἔνθεν ἐλέγομεν ἐν τῷ τρίτῳ λήμματι τὸ λαμπρὸν ἀμαυρὸν γίνεσθαι διὰ ἀτονίαν ὄψεως ἀνακλω‐ μένης μεταξὺ φοινικοῦ καὶ πρασίνου), ἑκατέρας ἴριδος ἐμφαίνεται ξαν‐ θὸν χρῶμα ἐκ τῆς κράσεως τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου. εἶτα μετὰ
20τὸ πράσινον χρῶμα ἑκατέρας ἴριδος ὁρᾶται τὸ ἁλουργόν, εἶτα ἀμαυρότερον ὂν χρῶμα διὰ τὸ πορρωτέρω εἶναι τὰ νέφη τῆς ὄψεως, ἐν οἷς φαίνεται. καὶ ὅρα, πῶς ἐξ ἐναντίας εἰσὶν αἱ ζῶναι τῶν δύο ἰρίδων. ἡ μὲν γὰρ τελευταία πρὸς τὴν πρώτην τὸ αὐτὸ χρῶμα ἔχει, ἡ δὲ μέση πρὸς τὴν μέσην, † καὶ οὐ τῆς μείζονος πρὸς τὴν τελευταίαν τῆς ἔλαττον ἀντίκειται.
25θεωρητέον δ’ ἐπὶ τῆς καταγραφῆς.
26nἜστι δὲ τὰ χρώματα, ἅπερ μόνα σχεδὸν οὐ δύνανται
27nποιεῖν οἱ γραφεῖς.
28 Ταῦτα, φησί, τὰ χρώματα τῆς ἴριδος, τὸ φοινικοῦν καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν, οὐ δύνανται μιμήσασθαι, ἐπειδὴ αὐτοὶ κεραννύντες τὰ
30χρώματα γράφουσι, ταῦτα δὲ ἁπλᾶ ἐστιν. ἔστι γὰρ τὸ μὲν φοινικοῦν οἷον τὸ ὀρόβινον ἄλευρον, τὸ δὲ πράσινον οἷον αὐτὸ τὸ πράσον, τὸ δὲ
ἁλουργὸν οἷον τὸ τῆς ἁλουργίδος βαθύτερον ὂν τῶν ἄλλων χρωμάτων.224

225

εἰσὶ δὲ καὶ ἄλλα χρώματα, ἃ οὐ δύνανται μιμήσασθαι οἱ ζωγράφοι. ὅθεν ἐπήγαγε τὸ ‘σχεδὸν μόνα ταῦτα οὐ δύνανται μιμήσασθαι‘.
3nΠαρήλιοι δὲ καὶ ῥάβδοι γίνονται ἐκ πλαγίας ἀε.
4Πρὶν συμπληρῶσαι τὰ ὑπάρχοντα ἅλῳ καὶ ἴριδι, ἐπὶ τὰ ὑπάρχοντα
5παρηλίοις καὶ ῥάβδοις μετῆλθε. κατέλιπε δὲ τὸ εἰπεῖν, ὅτι ἐν ὁμαλοῖς ἢ ἀνωμάλοις γίνεται ἡ ἶρις καὶ ἅλως νέφεσι καὶ ἄλλα τινά. λέξει δὲ καὶ αὐτὰ ὕστερον.
8nΠάντα γὰρ ταῦτα ἀνάκλασίς ἐστι. διαφέρουσι δὲ
9nτοῖς τρόποις καὶ ἀφ’ ὧν, καὶ οἷς συμβαίνει γίνεσθαι τὴν ἀνά‐
10nκλασιν.
11 Ἰδοὺ αὐτὸς Ἀριστοτέλης, ὦ Ἀλέξανδρε, βοᾷ, ὅτι ταῦτα πάντα κατὰ ἀνάκλασιν γίνονται. πῶς οὖν σὺ λέγεις, ὅτι τούτων τὰ μὲν κατὰ ἀνά‐ κλασιν γίνονται, τὰ δὲ κατὰ διάκλασιν; † καὶ εἰς ὁμώνυμον ἀνάκλασιν, καὶ πάντα μὲν λέγονται ἀνάκλασις ταῦτα κατὰ γένος· διαφέρουσι δέ, ὅτι
15τὰ μὲν ἀνακλάσει γίνονται, τὰ δὲ διακλάσει. τοῦτο δ’ ἠπατήθη ἐκ τοῦ εἰπεῖν τὸν Ἀριστοτέλην, ὅτι διαφέρουσι τοῖς τρόποις. ἐνόμισε γὰρ αὐτὸν λέγειν, ὅτι διαφέρουσι τῷ τὰ μὲν κατὰ ἀνάκλασιν γίνεσθαι, τὰ δὲ κατὰ διάκλασιν. † μὴ νομίσῃς τὸ ἐπαγόμενον τὸ καὶ ἀφ’ ὧν καὶ οἷς συμ‐ βαίνει, τουτέστι τὸ ἐφ’ ἅ. ὃ γὰρ λέγει Ἀριστοτέλης, τοῦτ’ ἔστιν, ὅτι
20διαφέρουσι τοῖς τρόποις τὰ κατὰ ἔμφασιν γινόμενα, ἀφ’ ὧν μὲν γὰρ γί‐ νονται λαμπρῶν, ὅτι τὰ μὲν ἀπὸ τοῦ ἡλίου μᾶλλον ἢ ἀπὸ τῶν ἀστέρων. διαφέρουσι δὲ πάλιν ἐφ’ ἃ γίνονται νέφεσι, τῷ τὰ μὲν αὐτῶν ἐν ὁμαλοῖς καὶ ὁμοιομερέσι γίνεσθαι νέφεσι, τὰ δὲ ἀνωμάλοις καὶ ἀνομοιομερέσιν, ὡς εἴρηται.
25nΚαὶ καθ’ ἡμέραν μὲν ἶρις γίνεται.
26Ἰδοὺ πάλιν ἐπανῆλθεν εἰς τὰ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ.
27nὩς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίνετο· τοῦτο δὲ
28nἔπαθον διὰ τὸ σπάνιον· ἐλάνθανε γὰρ αὐτούς.
29Τί φησιν; ὅτι οἱ ἀρχαῖοι ᾤοντο μὴ γίνεσθαι πρὸς τὴν σελήνην ἶριν
30νύκτωρ ἢ πρὸς τὸν ἥλιον ἅλω μεθ’ ἡμέραν· ἐπλανῶντο δὲ καὶ διὰ τὸ
σπανίως γίνεσθαι, καὶ οὐ μόνον διὰ τοῦτο, ἀλλ’ ὅτι τὰ ὅμοια ἐν τοῖς225

226

ὁμοίοις λανθάνει. *** διὰ τὸ λαμπρὰν εἶναι τὴν ἡμέραν· καὶ ἡ ἶρις δὲ ἀμαυροτέρα οὖσα νύκτωρ λανθάνει διὰ τὸ ἀμαυρὸν τῆς νυκτός.
3nἘν ταῖς πανσελήνοις γὰρ πέφυκε γίνεσθαι.
4Οὐ μόνον γὰρ πανσέληνον λέγει νῦν, ὅτε μεγίστη ἐστὶν ἡ σελήνη,
5ἀλλὰ καὶ ὅτε αὔξουσα ἀμφίκυρτός ἐστιν. ὦπται γὰρ μὴ κατὰ διάμετρον οὔσης τῆς σελήνης τῷ ἡλίῳ γινομένη ἡ ἶρις ἀπὸ τῆς σελήνης ἀμφικύρτου οὔσης.
8nὍτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται.
9Μετὰ τὰ ὑπάρχοντα μέλλων περὶ γενέσεως αὐτῶν διαλέγεσθαι τρία
10λήμματα προσλαμβάνει συμβαλλόμενα πρὸς τὴν δεῖξιν. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον, ὅτι ἡ ὄψις ἀνακλᾶται ἀπὸ τοῦ ἡλίου καὶ πυκνοῦ καὶ δια‐ φανοῦς. τοῦτο δὲ συνεβάλετο ἡμῖν εἰς τὸ ἀποδεῖξαι, ὅτι φερομένη ἡ ὄψις ἐπὶ τὸ νέφος ἀνακλᾶται ὥσπερ πρὸς τὴν σελήνην.
14nΚαὶ διότι τῶν ἐνόπτρων, ἐν οἷς μὲν καὶ τὰ σχήματα
15nἐμφαίνεται.
16 Τὸ δεύτερον λῆμμα τὸ λέγον· ἐν τοῖς σμικροτέροις ἐνόπτροις τὸ χρῶμα τοῦ λαμπροῦ μόνον φαίνεται, οὐ τὸ σχῆμα. συνεβάλετο δὲ ἡμῖν καὶ τοῦτο εἰς τὸ δεῖξαι, ὅτι μικρὰ νέφη εἰσὶ τὰ ποιοῦντα τὴν ἅλω τὸ χρῶμα τῆς σελήνης μόνον δεχομένην, οὐ μὴν καὶ τὸ σχῆμα· ἐκ πάντων δὲ ἅμα τῶν
20ἐν τοῖς νέφεσι χρωμάτων συνίστασθαι ἓν χρῶμα συμπεριφερές, ὅπερ ἐστὶν ἡ ἅλως.
22nΤὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν,
23nὁτὲ δὲ ἧττον, τῷ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθέ‐
24nνειαν τῆς ὄψεως.
25 Ἐν ὑπερβατῷ ἀνάγνωθι· τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμ‐ πρὸν φαίνεται, ὁτὲ δὲ ἧττον‘. εἶτα ἐπάγει καὶ τὰς αἰτίας [τοῦ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι]· τὸ γὰρ χρῶμα τοῦ λαμπροῦ ἀμαυρὸν γίνεται ἢ διὰ τὸ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι, ὥσπερ τὸν ἥλιον εἰ διά
τινος ἀχλύος τις θεάσοιτο, ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, καὶ ἔχεις ἐν‐226

227

τεῦθεν τὸ τρίτον λῆμμα. συνεβάλετο ἡμῖν τοῦτο εἰς τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν τῶν ἐπὶ πλαγίου πεμπομένων ἀκτίνων γίνεται ἡ ἀνάκλασις. ὅθεν ὁ κύκλος οὐ φαίνεται τύμπανον, ἀλλὰ κρίκος. καὶ γὰρ πρὸς τῇ κα‐ θέτῳ ἀκτῖνες καὶ αὕτη δὲ ἡ κάθετος ἀγομένη πρὸς τὴν σελήνην ἀκτῖνες
5ἰσχυραὶ οὖσαι φέρονται πρὸς τὴν σελήνην μὴ κλώμεναι ὑπὸ νέφους.
6nΔιὸ τὰ μὲν λέγομεν, τοῖς δὲ ὡς ὑπάρχουσι χρησό‐
7nμεθα αὐτοῖς.
8 Ταῦτα, φησίν, εἴρηνται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ λόγοις πλατύτερον· εἴρηται γὰρ ἐκεῖ, πῶς ἀσθενοῦσα ἡ ὄψις ἀμαυρὸν ὁρᾷ τὸ
10λαμπρόν. ἀλλὰ νῦν τὰ μὴ εἰρημένα ἐκεῖσε εἴπωμεν, τουτέστι πῶς κατὰ ἔμφασιν ὁρᾷ τὴν ἶριν καὶ τὴν ἅλω ἡ ὄψις καὶ τὰ λοιπά· τοῖς δὲ ἐκεῖ ἀποδεδειγμένοις νῦν χρησόμεθα ὡς λήμμασιν. οὐκοῦν εἴπωμεν πρῶτον περὶ τῆς ἅλω, τίς τε ἡ γένεσις αὐτῆς καὶ τίς ἡ αἰτία τῆς γενέσεως.
14nΓίνεται μὲν οὖν ἀνάκλασις τῆς ὄψεως συνισταμένου
15nτοῦ ἀέρος καὶ τῆς ἀτμίδος.
16 Μετὰ τὸ εἰπεῖν τὰ λήμματα συμβαλλόμενα αὐτῷ μετέρχεται ἐπὶ τὴν γένεσιν τῆς ἅλω. καί φησιν, ὅτι συνισταμένης τῆς ἀτμίδος, τουτέστι με‐ τρίαν ἐχούσης παχύτητα, καὶ συστάσεως, ὥστε νέφη ἀμυδρὰ συστῆναι, καὶ τοῦ ἀέρος συνισταμένου, τουτέστι νηνεμίας οὔσης καὶ μὴ καταπνεομένου
20τοῦ ἀέρος ὑπὸ τῶν ἀνέμων (δεῖ γὰρ στάσιν εἶναι διὰ τὸ μὴ διώκεσθαι τὰ νέφη) γίνεται ἀνάκλασις ἀπὸ τῆς ὄψεως ἐπὶ τὰ νέφη καὶ ἀπὸ τῶν νεφῶν ἐπὶ τὴν σελήνην. καὶ οὕτω συνεχῶς ἐκπεμπομένων τῶν ἀκτίνων καὶ ἀνα‐ κλωμένων ἐπὶ τὴν σελήνην γίνεται ἡ ἅλως. καὶ αὐτὸς μὲν τοῦτο λέγει νῦν μόνον, ἡμεῖς δὲ ἐν τῇ θεωρίᾳ πάντα ἐδείξαμεν, καὶ πῶς ἡ ἀνάκλασις
25γίνεται καὶ πῶς τὸ κυκλικὸν σχῆμα ἀπολαμβάνει· καὶ πάντα τὰ συμ‐ βαλλόμενα πρὸς τὸ ἀποδεῖξαι, ὅτι κατὰ ἀνάγκην κυκλικὸν γίνεται, παραδε‐ δώκαμεν. ἐρεῖ μέντοι καὶ αὐτὸς ἐφεξῆς, ἀλλ’ οὐχ ὅσον τὴν ἀκοὴν ἐμ‐ πλῆσαι.
29nἘὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχ.
30 Ἰδοὺ τὸ λοιπὸν ὑπάρχον τῆς ἅλω, ὅτι ἐν ὁμαλοῖς συνίσταται νέφεσι καὶ ὁμοιομερέσι μικροῖς. καὶ σὺ ἐντεῦθεν σκόπησον, ὅτι οὐκ ἔστι συνεχές,
ἀλλὰ μικρὰ πολλά.227

228

(1t)

Πρᾶξις λϛ.
2nΔιὸ καὶ σημεῖον ἡ μὲν στάσις ὕδατός ἐστιν.
3 Ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι ἐν τοῖς νέφεσιν ἡ ἅλως γίνεται ἐκ τοῦ τὰ ὅμοια γίνεσθαι ἐν τῇ ἅλῳ καὶ ἐν τοῖς νέφεσι. τρία δὲ ταῦτά εἰσιν·
5ὥσπερ γὰρ τὰ νέφη συνιστάμενα καὶ παχυνόμενα ὕδατος καὶ ὑετοῦ εἰσι ποιητικά, διασπώμενα δὲ ἀνέμων, ἀπορραινόμενα δὲ καὶ διαφορούμενα εὐ‐ δίας, οὕτω καὶ ἡ ἅλως παχυτέρα καὶ μελαντέρα ἑαυτῆς φαινομένη ὄμβρων ἐστὶ ποιητική, διασπωμένη δὲ καὶ ἐλλιπὴς φαινομένη ἀνέμων, ἀπορραινομένη δὲ καὶ φθειρομένη εὐδίας. ἐπειδὴ γὰρ αἱ δύο ἀναθυμιάσεις ἑαυταῖς συμ‐
10πλεκόμεναι ἄνεισιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀπόγειον ἀέρα, εἰ μὲν † εἴη κα‐ πνώδης, ἀπωθεῖται τὴν ἀτμιδώδη καθάπερ τι φορτίον, ὡς πολλάκις εἴρηται, τηνικαῦτα αὐτὴ μὲν ἀναχωρεῖ πρὸς τὸ συγγενές, ἡ δὲ ἀτμιδώδης ἐν τῷ μέσῳ πλανᾶται περὶ τὸ πέλαγος τοῦ ἀέρος παχυτέρα ἑαυτῆς γινομένη ἢ ψυχομένη διὰ τὴν ἀπουσίαν τῆς καπνώδους ἀναθυμιάσεως. εἶτα ἐπὰν συστῇ
15ὑπὸ τὴν σελήνην, τηνικαῦτα ποιεῖ τὴν ἅλω μελαντέραν ἑαυτῆς φαίνεσθαι καὶ παχυτέραν διὰ τὸ τὴν ἀτμίδα ταύτην, ἤγουν τὰ νέφη, πεπυκνῶσθαι. καὶ διὰ τοῦτο ἡ τοιαύτη ἅλως ὄμβρου ἐστὶ ποιητική· ὠδίνει γὰρ τὰ νέφη, ἐν οἷς ἐστιν ἡ ἅλως, τὸν ὑετόν. ὅταν δ’ ἡ καπνώδης ἀναθυμίασις ἔτι ἐμ‐ περιέχηται ἐν τῇ ἀτμίδι, εἰ μὲν ἄρξηται διαφορεῖν αὐτὴν ἡ καπνώδης ἀνα‐
20θυμίασις καὶ ἐκκρίνεσθαι διασπῶσα αὐτήν, τηνικαῦτα γίνονται πνεύματα (εἰ οὖν οὕτως ἐχούσης τῆς ἀτμίδος ὑπὸ τὸ τῆς σελήνης φῶς *, τηνικαῦτα γίνεται ἡ ἅλως διεσπασμένη· ἡ γὰρ μοῖρα τῆς ἀτμίδος, ἣν διασπάσασα ἡ καπνώδης ἀναθυμίασις ἐξῆλθεν, † ἐκείνη τῷ κύκλῳ, καὶ τούτου χάριν ἡ διεσπασμένη ἅλως πνευμάτων ἐστὶ ποιητική)· ὅταν δὲ παχεῖα οὖσα ἡ κα‐
25πνώδης ἀναθυμίασις μὴ ἐκκρίνηται εὐχερῶς ἀπὸ τῆς ἀτμίδος, ἀλλ’ ἐνίσχη‐ ται, ἐπειδὴ ἐνισχομένη λεπτύνει τὴν ἀτμίδα ἢ καὶ λαμπροτέραν ἀπεργάζε‐ ται, ὅταν οὖν οὕτως ἔχουσα ἡ ἀτμὶς ὑπὸ τὴν σελήνην φανῇ οἷον ἔκλευκος καὶ ἀπομαραινομένη, τηνικαῦτα εὐδίας ἐστὶ ποιητική. ὁρᾷς, ὁπόση ἐστὶ κοινωνία τοῖς νέφεσι καὶ τῇ ἅλῳ. δεῖ γὰρ νοεῖν τὸ αὐτὸ καὶ ἐπὶ τῶν
30νεφῶν πάντων ἁπλῶς, ὅταν μὴ ὦσιν ὑπὸ τὴν σελήνην γινόμενα. ἡ ἅλως ἄρα ἐν τοῖς νέφεσι γίνεται. ἐφ’ οἷς ὁ φιλόσοφος δέον εἰπεῖν τὴν γένεσιν τῆς ἅλω τὰς αἰτίας πρῶτον λέγει τοῦ κυκλικοῦ αὐτῆς σχήματος, ἵνα ἐκ τῆς αἰτίας γνωσθῇ καὶ ἡ γένεσις αὐτῆς. καὶ ἡμεῖς μὲν πρότερον εἴπομεν
περὶ τούτου λεπτομερέστερον δείξαντες, ὅτι δεῖ τὴν ἅλω κυκλικῶς φαίνε‐228

229

σθαι. καὶ νῦν δὲ πάλιν αὐτὸς τοῦτο κατασκευάζει. ἐκτίθεται γὰρ ὡς ἐπὶ διαγράμματος θεώρημα, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· ἀπὸ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμα. εἶτα ἐπιφέρει καὶ τὴν κατασκευήν. ἔστω γάρ, φησίν,
5ἀπὸ τοῦ σημείου ἐφ’ ᾧ τὸ Α πρὸς τὸ[Omitted graphic marker] Β κεκλασμένη ΑΒΓ καὶ ΑΔΒ καὶ ΑΖΒ. ἴσαι δ’ ἔστωσαν αἱ ΑΓ, ΑΖ, ΑΔ, καὶ πρὸς τῷ Β ἀλλήλαις ἀνακλάσεις ΒΓ, ΒΖ, ΒΔ. καὶ ἐπεζεύχθω ἡ ΑΕΒ, ὥστε
10τὰ τρίγωνα ἴσα. καὶ γὰρ ἐπ’ ἴσης τῆς ΑΕΒ ἤχθωσαν δύο κάθετοι ἐπὶ τὴν ΑΕΒ ἐκ τῶν γωνιῶν, ἀπὸ μὲν τῆς Γ ΕΓ, ἀπὸ δὲ τῆς Ζ ΕΖ, ἀπὸ δὲ τῆς Δ ἡ ΔΕ. ἴσαι δὴ αὗται· ἐν ἴσοις γὰρ
15τριγώνοις (τοῦτο δ’ εἶπεν, ἐπειδὴ δέδεικται, ὅτι ἐν ἴσοις τριγώνοις ἴσαι εἰσὶν αἱ κάθετοι) καὶ ἐν ἑνὶ ἐπιπέδῳ πᾶσαι. δέδεικται γὰρ ἐν τῷ τετάρτῳ θεωρήματι τοῦ ια βι‐ βλίου τῆς Στοιχειώσεως, ὅτι ἐὰν εὐθεῖά τις
20εὐθείαις τισὶ τεμνούσαις ἀλλήλας πρὸς ὀρθὰς ἐπὶ τῆς τομῆς ἐπισταθῇ καὶ τῷ ἑνὶ αὐτῶν ἐπιπέδῳ, ἴσαι εἰσὶ πᾶσαι αἱ κάθετοι· ἡ γὰρ ΑΒ κάθετος ἐπὶ ταύτας ἐνήνεκται. οὐ μόνον ἐν ἑνὶ ἐπιπέδῳ εἰσίν, ἀλλὰ καὶ ἐφ’ ἓν σημεῖον τὸ Ε συνάπτουσι. κύκλος ἄρα ἔσται ἡ γραφομένη γραμμ, κέντρον δὲ τὸ Ε· ἔστω δὴ τὸ μὲν Β τὸ λαμπρόν, τὸ δὲ
25Α ἡ ὄψις. αὕτη μὲν ἡ αἰτία τοῦ κυκλικὸν φαίνεσθαι τὸ σχῆμα τῆς ἅλω. ἐκ τούτου δὲ δῆλον γέγονε καὶ περὶ τῆς γενέσεως αὐτῆς, ὅτι τῆς ὄψεως ἐκπεμπομένης ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένης πρὸς τὴν σελήνην ἡ ἅλως γίνεται. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ τὰς αἰτίας τῶν ἄλλων ὑπαρχόντων τῇ ἅλῳ ἀποδίδωσι. μᾶλλον γάρ, φησί, φαίνεται περὶ τὸν περίγειον ἀέρα,
30ἐπειδὴ νηνεμώτερός ἐστιν οὗτος ὁ τόπος, ὡς εἴρηται. ἀλλὰ μὴν καὶ περὶ
τὸν ἥλιον ἧττον γίνεται ἡ ἅλως, μᾶλλον δὲ περὶ τὴν σελήνην, ἐπειδὴ ὁ μὲν229

230

ἥλιος ἐξαναλίσκει τὴν ἀναθυμιωμένην ὑπ’ αὐτοῦ ἀτμίδα, οὐκ ἐξαναλίσκει δ’ αὐτὴν ἡ σελήνη, ἀλλ’ ὑφ’ αὑτὴν ὑφίσταται· καὶ λοιπὸν συνισταμένης αὐ‐ τῆς γίνεται ἡ ἅλως. ἐκ δὲ τούτου ἔχεις καὶ διὰ τί νύκτωρ μᾶλλον γίνεται ἢ μεθ’ ἡμέραν, ἐπειδὴ τῇ ἡμέρᾳ ἐξαναλίσκεται ἡ ἀτμίς, νύκτωρ δὲ συνί‐
5σταται. ἀλλὰ μὴν καὶ ἐν τῷ μεσημβρινῷ μᾶλλον γίνεται, ἧττον δὲ καὶ περὶ τὸν ὁρίζοντα, ἐπειδὴ πολλοῦ δεῖται τόπου πρὸς τὸ συστῆναι· κατ‐ ελείφθη γὰρ τεσσαράκοντα μοιρῶν ἡ διάμετρος οὖσα τῆς ἅλω. οὐκοῦν ἐπειδὴ ἐν τῷ μεσημβρινῷ μᾶλλόν ἐστιν εὐρυχωρία ἢ περὶ τὸν ὁρίζοντα, τούτου χάριν ἐν αὐτῷ μᾶλλον γίνεται. ταῦτα περὶ τῆς ἅλω διαλεχθεὶς ὁ
10φιλόσοφος μέλλων καὶ εἰς τὸν περὶ ἴριδος ἐμβάλλειν λόγον πρότερον καὶ ὅσον τινὰ ἀναβρασμὸν παραδίδωσι τῆς ἀνακλάσεως. γίνεται γάρ, φησίν, ἀνάκλασις καὶ ἀπὸ ἀέρος, γίνεται καὶ ἀπὸ ἀχλύος, γίνεται καὶ ἀπὸ ὕδατος, γίνεται καὶ ἀπὸ στερεοῦ καὶ λείου καὶ διαφανοῦς σώματος. ἀπὸ μὲν ἀέρος, ὥσπερ γέγονεν Ἀντιφέροντι τῷ Ταραντίνῳ οὕτω· οὗτος γὰρ ἀσθενεῖς ἔχων
15τὰς ὄψεις ἐκ τοῦ βαδίζειν αὐτὸν ἡ ἐκπεμπομένη αὐτοῦ ὄψις ψαύουσα τοῦ ἀέρος, ὡς κατὰ ἀντιτύπου τινὸς φερομένη, δι’ ἐσχάτην ἀσθένειαν ἀνεκλᾶτο πρὸς αὐτόν. καὶ ἐδόκει εἴδωλον ὁρᾶν αὐτῷ προσέχον διὰ τὸ ἐνοπτρίζε‐ σθαι αὐτὸν ἐν τῷ ἀέρι καὶ ὁρᾶν ἑαυτόν. ἀπὸ δὲ ἀχλύος, ὅταν ἀμελέστερον ἀπίδωμεν εἰς τὸ λυχνιαῖον φῶς· τηνικαῦτα γὰρ ἄτονος ὑπάρχουσα ἡ ὄψις
20φερομένη κατὰ τῆς λιγνύος τοῦ λύχνου ἀνακλᾶται ὡς πρὸς τὸν λύχνον· καὶ ἐντεῦθεν ἰριοειδῆ χρώματα νομίζομεν εἶναι περὶ τὸν λύχνον. ἀλλὰ μὴν καὶ ἀπὸ ὕδατος ἀνάκλασις γίνεται καὶ οὐ μόνον διάκλασις συνεχοῦς τε ὄντος καὶ εἰς ῥανίδας διαιρεθέντος. ὁρῶμεν γὰρ πολλάκις τὸν ἥλιον ἐν ὕδατι συνεχοῦς τε αὐτοῦ ὄντος καὶ διῃρημένου· ἀλλὰ ποῦ μὲν τὸ χρῶμα
25μόνον, ποῦ δὲ καὶ τὸ χρῶμα καὶ τὸ σχῆμα. γίνεται δὲ ἀνάκλασις καὶ ἀπὸ τῶν κατόπτρων, ὡς πολλάκις εἴρηται. οὗτος ὁ ἀναβρασμὸς τῆς ἀνα‐ κλάσεως. ταῦτα ἔχει ἡ θεωρία.
28nΔιὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατος, [τοῦτ’] ἔστιν,
29nαἱ μέντοι διασπάσεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διαστάσεις πνεύ‐
30nματος.
31 Ἐπειδὴ εἶπεν ἀνωτέρω, ὅτι συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν νηνεμίας οὔσης, ἐπήγαγεν, ὅτι διὰ τοῦτο τεκμή‐ ριον γίνονται αἱ μέλανες ἅλως ὑετοῦ, αἱ δὲ διεσπασμέναι ἀνέμων, αἱ δὲ ἀσθενεῖς εὐδίας, ἐπειδὴ ἐπὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν ἐν τοῖς
35νέφεσι. τούτων δὲ τοίως ἢ τοίως συνισταμένων γίνονται ταῦτα.230

231

(1n)

Ἡ γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν ἤδη μὲν ὄντος,
2nοὔπω δὲ παρόντος.
3Ὄντος μὲν ἄνω, οὔπω δὲ παρ’ ἡμῖν γεγονότος, μέλλοντος δὲ ὅσον οὔπω.
4nΣημεῖον δὲ τούτου, ὅτι ἐντεῦθεν γίνεται ὁ ἄνεμος,
5nὅθεν ἂν γένηται διάστασις.
6 Ὅρα, τί σαφῶς λέγει ὁ Ἀριστοτέλης αἰτίαν εἶναι τοῦ που μὴ φαίνε‐ σθαι τέλειον τὸν κύκλον τῆς ἅλω τὴν εἰς πνεῦμα διάσπασιν αὐτῆς ἐκείνου τοῦ μέρους, ἐν ᾧ ἡ ἔλλειψις τοῦ κύκλου. εἰ γὰρ ἐκεῖθεν γίνεται ὁ ἄνεμος, ὅθεν ἡ ἔλλειψις, δῆλον ὅτι αὐτὸς αἴτιός ἐστι τῆς ἐλλείψεως, τουτέστιν ἡ
10δι’ αὐτοῦ διάσπασις τοῦ νέφους.
11nΕἰ γὰρ μὴ διέκειτό πως οὗτος ὁ ἀήρ, ὥστε κρατεῖν
12nτοῦ ἐναπολαμβανομένου θερμο, μηδ’ ἔρχεται εἰς πύκνωσιν ὑδα‐
13nτώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀνακέκριται τῆς ἀναθυμιάσεως.
14Εἰ οὕτως, φησίν, ἐστὶν ὁ ἀὴρ ἐπιτήδειος, τουτέστιν ἡ ἀτμίς, ὥστε ἐν‐
15τὸς αὐτῆς εἶναι τὴν καπνώδη ἀναθυμίασιν διὰ τὴν αὐτοῦ παχυμέρειαν, δηλονότι οὐκ ἔρχεται αὕτη εἰς σύστασιν ὑδατώδη, ἐπειδὴ ἐντὸς οὖσα αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις πολλαπλασιάζεται καὶ λεπτύνει αὐτήν. εἰ δὲ τοῦτο, δῆλον ὅτι οὐ διακέκριται αὐτῆς, ἀλλὰ σύνεστιν αὐτῇ. καὶ ἀνάγκη κατὰ μέρος ἐκδαπανᾶν τὴν ἀτμιδώδη λεπτύνουσαν αὐτήν. καὶ ἐντεῦθεν εἰς εὐ‐
20δίαν τελευτᾷ τὸ γινόμενον.
21nἈνακλᾶται δὲ ὑπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν
22nἥλιον ἢ τὴν σελήνην ἡ ὄψις.
23 Ἐντεῦθεν μετὰ τὸ ἀποδεῖξαι, ὅτι ἡ ἅλως ἐν τοῖς νέφεσι γίνεται, μέλ‐ λων περὶ τῆς γενέσεως αὐτῆς λέγειν πρῶτον περὶ τῆς αἰτίας, δι’ ἣν ἀπεί‐
25ληφε τὸ κυκλικὸν σχῆμα, διαλέγεται.
26nἈπὸ γὰρ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ
27nἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀε.
28*** Ἰδοὺ πρότασις τοῦ θεωρήματος, δι’ οὗ ἀποδείκνυσιν, ὅτι231

232

κυκλοτερὴς γίνεται ἡ ἅλως. ἡμεῖς τὸ θεώρημα ἐν τῇ θεωρίᾳ παραδε‐ δώκαμεν.
3nἈνακλωμένη οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν
4nλείων.
5 Ἐντεῦθεν εἰς τὸν περὶ ἴριδος μέλλων εἰσβάλλειν λόγον πρῶτον ἀνα‐ βρασμῷ τινι κέχρηται περὶ τῆς ἀνακλάσεως.
7nΟἷόν τινι συνέβαινέ τι πάθος ἠρέμα καὶ οὐκ ὀξὺ βλέ‐
8nποντι.
9Ἐντεῦθεν πιστοῦται, τί ἀπὸ τοῦ ἀέρος γίνεται ἀνάκλασις ἐπ’ ἀσθενε‐
10στάτης ὄψεως, ὅταν οὕτως ᾖ ἀσθενής, ὡς καὶ τὸ τυχὸν σῶμα μὴ δύνα‐ σθαι ὠθεῖν, ὥσπερ ἐγίνετο Ἀντιφέροντι τῷ Ταραντίνῳ. τοσοῦτον γὰρ ἦν ἡ αὐτοῦ ὄψις ἀσθενής, ὅτι οὐδὲ τὸ λεπτότατον σῶμα, τοῦ ἀέρος λέγω δή, ἠδύνατο ὠθεῖν, ἀλλ’ ἀνεκλᾶτο, ὡς φαίνεσθαι τὸ εἴδωλον αὐτοῦ ἐν τῷ ἀέρι. καὶ ἐνταῦθα μὲν μόνον τὸ γινόμενον εἶπεν, ἐν δὲ τοῖς Ἠθικοῖς καὶ
15τὸ ὄνομα εἶπε τοῦ πάσχοντος.
16nΚαὶ οὐκ ἠδύνατο ἀπωθεῖν ὥσπερ οἱ πόρρω.
17 Οὐκ ἠδύνατο τῇ ὄψει οὗτος Ἀντιφέρων ἀπωθεῖν τὸν ἀέρα ὥσπερ οἱ πόρρω ὁρῶντες ἀπωθοῦσιν αὐτόν.
19nΔιόπερ αἵ τε ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ
20nθαλάττ.
21 Παράδειγμα νῦν λέγει τῆς ἐκ τῆς ἀχλύος γινομένης ἀνακλάσεως οὐκ ἀκριβές. σημεῖον γάρ, φησίν, ὅτι ἐκ τῆς ἀχλύος γίνεται ἡ ἀνάκλασις, ὅτι ἕωθεν τὰς ἄκρας τῶν ὀρέων, τουτέστι τὰ ἀκρωτήρια μείζονα ὁρῶμεν καὶ οἷον ἐπινηχόμενα τῇ θαλάττῃ ἀνεσπασμένα τῆς ῥίζης [τε] αὐτῶν. καὶ ὅτι
25τὰ ἄστρα περὶ τὸν ὁρίζοντα μεγάλα ὁρώμενα, ταῦτα διακλάσεώς ἐστιν, οὐκ ἀνακλάσεως, ὦ Ἀριστότελες. τὰ γὰρ δι’ ὑγροῦ μείζονα φαινόμενα ἐκεῖνα κατὰ διάκλασιν ὁρᾶται. ἤ φαμεν, ὅτι ἔθος αὐτῷ καταφρονεῖν τῶν παραδειγμάτων. αὐτὸς γάρ πού φησι· ‘ληπτέον δὲ βέλτιον τοὺς ὅρουσ‘. οὐκοῦν μᾶλλον παράδειγμα ληπτέον τῆς γινομένης ἐκ τῆς ἀχλύος ἀνα‐
30κλάσεως τὴν περὶ τοὺς λύχνους φαινομένην ἶριν, ὡς εἴρηται. ἀλλ’232

233

ἐπειδὴ λόγος ἡμῖν γέγονε περὶ τῶν ἀκρωτηρίων, ζητητέον, ποίῳ λόγῳ φαί‐ νονται ὡς ἀνεσπασμένα καὶ ἐπινηχόμενα τῇ θαλάττῃ ἕωθεν. ἐπειδὴ γὰρ ἀχλὺς κέχυται περὶ ταύτην (ἔστι γάρ, ἥτις ἐστὶ δίυγρος), μᾶλλον δὲ περὶ τὰς ῥίζας αὐτῶν ἤπερ περὶ τὰ ἄκρα φαινομένη, ἡ ἀκτὶς ἀπὸ τοῦ ὄμματος
5ὥσπερ τις εὐθεῖα ἐπάνω τοῦ ὕδατος τῆς θαλάσσης προσπίπτει τῇ ἀχλύϊ ἐκείνῃ τῇ ὑδατώδει, ἥτις ἐστὶ πρὸς τῇ ῥίζῃ τοῦ ἀκρωτηρίου. καὶ ἐπειδὴ κἀκείνη δίυγρός ἐστι, παράκειται δὲ καὶ τὸ ὕδωρ τῆς θαλάσσης, λανθάνει ἡ ὄψις διὰ τὴν ὁμοιότητα καὶ οἴεται καὶ αὐτὴν τὴν ἀχλὺν ὕδωρ. ἐπειδὴ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους ἐστὶν ἡ ἀχλύς, ἀπατωμένη νομίζει ἐπάνω τοῦ
10ὕδατος εἶναι τὸ ὄρος.
11nἈπὸ δὲ ὕδατος μάλιστα ἀνακλᾶται καὶ ἀπὸ ἀρχομένου
12nγίνεσθαι μᾶλλόν ἐστιν ἢ ἀέρος.
13 Γίνεται δὲ καὶ ἀπὸ ὕδατος ἢ μέλλοντος γίνεσθαι ἢ ἤδη γεγενημένου, μέλλοντος γίνεσθαι, ὥσπερ ἐν τῇ ἴριδι· ἐκεῖσε γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ ἤρ‐
15ξατο μεταβάλλεσθαι, οὔπω δὲ τελείως μετεβλήθη. ὅθεν ἕπεται τῇ ἴριδι ὄμβρος· καὶ μᾶλλον ἐν τούτῳ γίνεται ἡ ἀνάκλασις ἤπερ ἐν τῇ ἀχλύϊ, μᾶλλον ἐν τῷ ἤδη γενομένῳ ὕδατι ἤπερ ἐν τῷ νῦν ἀρξαμένῳ· μαλακώ‐ τερον γάρ ἐστι τούτου ἤδη γεγονότος.
19tΠρᾶξις λζ.
20nὍτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν
21nἥλιον, φανερόν.
22 Ἡ παροῦσα λέξις ἓξ ἡμῖν τινα παραδίδωσι. πρῶτον μὲν τὴν αἰτίαν, δι’ ἣν ἄμφω κατὰ ἀνάκλασιν γινομένων ἴριδός τε καὶ ἅλω ἡ μὲν ἅλως λευκὸν φαίνεται ἔχουσα χρῶμα, ἡ δὲ ἶρις ποικίλον. τρίχρους γὰρ φαίνε‐
25ται καὶ οὐδέτερον τῶν χρωμάτων αὐτῆς ταὐτόν ἐστι τῷ τῆς ἅλω· ἐκεῖνο μὲν γάρ ἐστι λευκότατον, τῆς δὲ τὸ μὲν φοινικοῦν ἐστι, τὸ δὲ πράσινον, τὸ δὲ ἁλουργόν. δεύτερον, δι’ ἣν αἰτίαν ὡς ἐπὶ τὸ πλεῖστον κατὰ διά‐ μετρον τοῦ ἡλίου φαίνεται ἡ ἶρις, σπανίως δὲ περὶ αὐτὸν τὸν ἥλιον, καίτοι παρηλίων τε καὶ ῥάβδων τοῖς πλαγίοις τοῦ ἡλίου φαινομένων. τρίτον, ὅτι
30τὰ θρυλλούμενα ἐπὶ τῆς ἴριδος, ταὐτὸν δ’ εἰπεῖν τὸ κατὰ διάμετρον αὐτὴν γίνεσθαι τοῦ λαμπροῦ, καὶ τὸ ἐν κατακεκερματισμένοις ἐνόπτροις γίνεσθαι αὐτήν, καὶ τὸ μηδέποτε κύκλον τέλειον αὐτὴν φαίνεσθαι, ἀλλ’ ἡμικύκλιον ἢ ἔλαττον ἡμικυκλίου, καὶ τρίχροον αὐτὴν εἶναι, [ἢ] ψευδῆ. φαίνεται γὰρ ἴσως μηδὲν τούτων ἔχουσα. τὸ τέταρτον τρία λήμματα παραδίδωσι συμ‐
35βάλλοντα πρὸς τὴν τῆς ἴριδος ἀπόδειξιν. πέμπτον τὴν αἰτίαν τῶν χρω‐233

234

μάτων παραδίδωσιν. ἕκτον τὴν τάξιν τῶν χρωμάτων, δι’ ἣν αἰτίαν τῆς ἐντὸς ἴριδος ἡ μείζων ζώνη καὶ τῆς ἐκτὸς ἡ ἐλάττων φοινικοῦν ἔχουσι χρῶμα, αἱ δὲ παρακείμεναι ταῖς φοινικαῖς ζώναις πράσινον ἔχουσι χρῶμα ἐφ’ ἑκατέρας ζώνης, αἱ δ’ ἐκτὸς τοῦ πρασίνου χρώματος ζῶναι ἁλουργὸν
5ἔχουσι τὸ χρῶμα ἐφ’ ἑκατέρας ζώνης, ὥστε λαμβάνεσθαι τὰς δύο ἴριδας ὑπὸ ἁλουργοῦ χρώματος. ταῦτα ἡμῖν τὰ ἓξ παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου, τίς ἡ αἰτία τοῦ τὴν μὲν ἅλω λευκὴν φαίνεσθαι, τὴν δὲ ἶριν τὸ χρῶμα ποικίλον ἔχουσαν μήτε ὅμως ὅμοιον τῇ
10ἅλῳ. τούτου παραδίδωσι δύο αἰτίας ὁ φιλόσοφος· πρῶτον μέν, ὅτι ἡ ἅλως ἀπὸ λευκοτάτου καὶ λεπτοτέρου γίνεται νέφους καὶ ἧττον ὑγροῦ, ἡ δὲ ἶρις ἀπὸ μελαντέρου καὶ παχέος καὶ καθύγρου. τὰ δὲ κάθυγρα μελάντερα φαί‐ νονται δίκην τῶν ἐν ὕδατι βεβρεγμένων ἱματίων· καὶ διὰ τοῦτο ποικιλώ‐ τερον χρῶμα ἴσχει ἡ ἶρις, λευκὸν δὲ ἡ ἅλως. δεύτερον δέ, ὅτι ἐπὶ μὲν
15τῆς ἅλω ἔλαττον ποιεῖ διάστημα ἡ ὄψις πρὸς τὴν σελήνην (κατὰ κάθετον γὰρ ἐκπέμπεται), καὶ ὡς ἔλαττον ποιοῦσα διάστημα *** καὶ γὰρ ἡ ὄψις ὧν ἀμυδρῶς διαλαμβάνεται κατὰ ἀσθένειαν, μελάντερα δοκεῖ εἶναι. ἰδοὺ γοῦν τὸν οὐρανὸν κυανοῦν χρῶμα δοκοῦμεν ἔχειν καὶ τὴν θάλασσαν πορ‐ φυροῦν διὰ τὸ ἐπὶ πλέον ἐκτεινομένην 〈τὴν ὄψιν〉 διάστημα ἐξασθενεῖν, καίτοι
20τοῦ Ἀριστοτέλους βουλομένου ἀχρωμάτιστα εἶναι τὰ οὐράνια σώματα διὰ τὸ εἶναι ταῦτα τῆς πέμπτης οὐσίας, πᾶν δὲ χρῶμα ἐκ τῶν τεσσάρων στοι‐ χείων. οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ ἔλαττον ἡ ὄψις διάστημα ποιεῖ ἐπὶ τῆς ἅλω, οὐκ ἐξασθενεῖ καὶ τούτου χάριν λευκὸν χρῶμα φαίνεται ἔχουσα· ἐπὶ δὲ τῆς ἴριδος, ἐπειδὴ ἐπὶ πλέον ἐκτείνεται (ἀπὸ γὰρ ἡμῶν ἐπὶ τὸ νέφος
25καὶ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον κατὰ διάμετρον ὄντα τοῦ νέφους· μεῖζον γὰρ διάστημά ἐστι τὸ διάμετρον τῆς καθέτου), τούτου χάριν ἐξασθενοῦσα ἡ ὄψις ποικίλα χρώματα ὁρᾷ ἐπὶ τὸ μελάντερον ὁδεύοντα. τοῦτο μὲν τὸ πρῶτον. δεύτερον ἦν, δι’ ἣν αἰτίαν περὶ μὲν τὸν ἥλιον οὐ γίνεται ἶρις ἢ σπανίως γίνεται, κατὰ διάμετρον δὲ αὐτοῦ ὡς ἐπὶ τὸ πλεῖστον γίνεται.
30ἀλλ’ ἵνα τοῦτο νοήσωμεν, δεῖ πρῶτον ἐκεῖνο μὴ ἀγνοεῖν, ὅτι ἡ ἀναθυμιω‐ μένη ἀπὸ τῶν ὑδάτων ἀτμιδώδης ἀναθυμίασις μετεωριζομένη καὶ παχυνο‐ μένη ἐν τῷ ἀπογείῳ τοῦ περιγείου ἀέρος μεταβάλλεται εἰς ὕδωρ νεφου‐ μένη καὶ γίνεται ὑετός, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηται. ἀλλ’ οὐκ ἀθρόον εἰς ὕδωρ μεταβάλλεται, ἀλλ’ εἰς ῥανίδας, τουτέστι ψεκάδας. εἶτα
35τούτων τῶν ῥανίδων συνερχομένων ἀλλήλαις γίνεται ὕδωρ καὶ κατέρχεται ὑετός. ἡ οὖν ἶρις ἐν τῷ μεταξὺ χρόνῳ τῶν ψεκάδων καὶ τοῦ ὕδατος ἔχει τὴν γένεσιν. τῆς γὰρ ὄψεως φερομένης ἐπὶ τὰς ῥανίδας ἐκείνας καὶ ὡς
ἐπὶ ἐνόπτρου ἐπὶ τὸν ἥλιον ἀνακλωμένης κατὰ διάμετρον τοῦ ἡλίου χρῶμα234

235

ἐν ταῖς ῥανίσιν ὁρᾷ. καὶ αὕτη ἡ ἔμφασις τοῦ χρώματος τοῦ ἡλίου τοῦ ἐν ταῖς ῥανίσιν ἐστὶν ἡ ἶρις. ὅθεν καὶ ὑετόμαντις λέγεται παρὰ τοῖς ποιη‐ ταῖς ἡ ἶρις, διὰ τὸ ὅσον οὔπω τὰς ῥανίδας ἐκείνας συναγομένας, ἐν αἷς ἐμ‐ φαίνεται ἡ ἶρις, ποιεῖν τὸν ὑετόν. τούτων οὕτως ἐχόντων εἰ ἐγγὺς εἴη
5τοῦ ἡλίου τὸ νέφος ἐκεῖνο, ἐν ᾧ εἰσιν αἱ ῥανίδες, ἤγουν περὶ αὐτὸν τὸν ἥλιον, διὰ τὸ τὰς ἀκτῖνας αὐτοῦ σφοδροτέρας φαίνεσθαι ἐπὶ τὸ νέφος, συμ‐ βαίνει μᾶλλον αὐτὸ θερμαίνεσθαι διὰ τὴν παράτριψιν τῶν ἀκτίνων ἤπερ εἰ ἦν πόρρω. ἐπειδὴ δὲ μᾶλλον θερμαίνεται ἢ τάχιον μεταβάλλεται εἰς ὕδωρ τῆς συμμεμιγμένης αὐτῷ καπνώδους ἀναθυμιάσεως διαφορουμένης
10διὰ τὴν ἀλέαν, διαχεῖται καὶ ἀπομαραίνεται. ἐπειδὴ οὖν βραχύτατός ἐστιν ἐπὶ τούτου ὁ μέσος χρόνος καὶ οὐ πολύς, τούτου χάριν οὐ γίνεται ἶρις περὶ τὸν ἥλιον, κατὰ διάμετρον δὲ γίνεται· ἐπειδὴ πλείων ἐστὶν ὁ μέσος χρόνος τῆς εἰς ῥανίδας μεταβολῆς καὶ τῆς εἰς ὕδωρ, δύναται συστῆναι ἡ ἶρις ἐκεῖσε. τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἦν δεῖξαι, ὅτι τὰ θρυλλούμενα
15ἐπὶ πάσης ἴριδος ψευδῆ ἐστιν. ἰδοὺ γὰρ ἡ ἶρις ἡ περὶ τοὺς λύχνους φαινο‐ μένη ἐν νοτίῳ καταστήματι, ἐν χειμῶνι ἢ ὅταν ὑγροτέρους ἔχωμεν τοὺς ὀφθαλμοὺς ἢ ὅταν μὴ ἀκριβῶς ἀτενίσωμεν τῷ λύχνῳ· ἀπὸ γὰρ τούτων πάντων γίνεται ἶρις περὶ τοὺς λύχνους. οὔτε τρίχροός ἐστιν, ἀλλὰ μονόχρους, καὶ μονόχρους παντελῶς ἀλλότριον ἔχουσα χρῶμα τῆς ἴριδος τῆς ἐκ τοῦ
20ἡλίου· οὔτε γὰρ φοινικοῦν οὔτε πράσινον οὔτε ἁλουργόν, ἀλλὰ πορφυροῦν. οὔτε μὴν κατὰ διάμετρον γίνεται τοῦ λαμπροῦ, ἀλλὰ περὶ τὸ λαμπρόν· περὶ γὰρ τὸν λύχνον. οὔτε μὴν ἡμικύκλιον φαίνεται ἢ ἔλαττον ἡμικυκλίου αὕτη ἡ ἶρις, ἀλλ’ ἀεὶ κύκλος· περὶ γὰρ τὸ φῶς. οὔτε γὰρ ἐν κεκερματι‐ σμένοις ἐνόπτροις γίνεται ἡ τοιαύτη ἶρις, ἀλλ’ ἐν συνεχεῖ (περὶ γὰρ τὴν
25περὶ τὸν λύχνον ἀχλύν, ἥτις γίνεται ἐκ τῆς λιγνύος τοῦ λύχνου.) ἔστι δὲ καὶ ἑτέρα ἶρις γινομένη κατά τι μὲν ἐοικυῖα τῇ περὶ τοὺς λύχνους, κατά τι δὲ τῇ περὶ τὰ νέφη. ἐὰν γὰρ ὦσι δύο τινές, ὧν ὁ μὲν ἐν τῷ ἐσκια‐ σμένῳ ἵσταται, ὁ δ’ ἐν τῷ καταλαμπομένῳ ὑπὸ τοῦ ἡλίου, ὁ δ’ ἐστὼς ἐν τῷ καταλαμπομένῳ ῥαίνει ὕδωρ, ὥστε τὰς ῥανίδας ἄνω δέξασθαι τὸ χρῶμα τοῦ
30ἡλίου, ὁ ἐν τῷ ἐσκιασμένῳ ἑστὼς ὁρᾷ ἶριν γενομένην ἐκ τῶν ῥανίδων τῆς ὄψεως ἀνακλωμένης ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον πορφυροῦν ἔχουσαν χρῶμα. αὕτη οὖν ἡ ἶρις κατὰ μὲν τὸ χρῶμα ἔοικε τῇ περὶ τὸν λύχνον ἴριδι, κατὰ δὲ τὸ μὴ εἶναι τέλειον κύκλον ἔοικε τῇ ἐν τοῖς νέφεσι γινομένῃ. ὥστε οὐ πᾶσα ἶρις ἐπιδέχεται τὰ εἰρημένα περὶ ἴριδος ἀξιώματα. τέταρτον ἦν τῶν προτεθέντων
35τρία λήμματα παραδοῦναι συμβαλλόμενα πρὸς τὴν τῆς ἴριδος ἀπόδειξιν. ὧν τὸ πρῶτον τοιοῦτόν ἐστι· τὸ πολὺ λαμπρὸν ἢ ἐν μέλανι ὀλίγῳ ἢ διὰ μέλανος ὀλί‐ γου θεωρούμενον φοινικοῦν ποιεῖ χρῶμα. ἰδοὺ οὖν ὁ ἥλιος ἀνίσχων καὶ δύνων
καὶ οἱ λοιποὶ ἀστέρες δι’ ὀλίγου μέλανος ὁρώμενοι (δι’ ἀχλύος γὰρ τοῦ235

236

περιγείου ἀέρος) φοινικοῖ φαίνονται. καὶ καλῶς εἶπον “διὰ μέλανος ἀέρος ὁρώμενοι” καὶ οὐκ ‘ἐν μέλανι‘· οὐκ ἐν αὐτῷ γάρ εἰσι (πολὺ γὰρ αὐτοῦ ἀπ‐ έχουσιν), ἀλλὰ δι’ αὐτοῦ ὁρῶνται. ἐν μέλανι δὲ θεωρουμένη φλὸξ φοινι‐ κοῦν φαίνεται χρῶμα ἔχουσα, τουτέστιν ἐν καπνῷ περὶ αὐτὸν ὄντι (μετὰ
5γὰρ τοῦ καπνοῦ ἐστιν ἡ φλόξ)· ὅθεν ἐν μέλανι εἶπον ὁρᾶσθαι αὐτήν. τοῦτο πρῶτον λῆμμα. δεύτερον, ὅτι ἡ ὄψις ἐπὶ πολὺ προϊοῦσα ἀσθενὴς γίνεται καὶ ἐλάττων ἑαυτῆς κατὰ τὴν δύναμιν. ὅθεν τὰ πόρρω κείμενα ὁρᾶται μέλανα *** δοκεῖ εἶναι, καὶ τὰ γωνιαῖα σώματα ἀγώνια *** εἶναι καὶ τὰ μεγάλα μικρὰ διὰ τὸ μὴ δύνασθαι ἀκριβῶς ἀντιλαμβάνεσθαι.
10οὐ μόνον δὲ τὰ πόρρω κείμενα, ἀλλὰ καὶ τὰ ἐγγὺς κείμενα, διὰ μακρᾶς δὲ περιόδου ὑποπίπτοντα αὐτῇ, ὥσπερ ἐπὶ τῆς ἀνακλάσεως. οὐδὲν γὰρ ἄτοπον ἐγγὺς μὲν εἶναι τὸ ὁρατὸν ἐκ πλαγίων τῆς ὄψεως, κεῖσθαι δ’ ἔνοπτρον μηκόθεν τῆς ὄψεως καὶ ἐκπέμπεσθαι ἐκεῖσε τὴν ὄψιν καὶ ἀνα‐ κλᾶσθαι πρὸς τὸ ἐκ πλαγίων ὁρατόν· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἡ ὄψις
15πολὺ διάστημα περάσασα γέγονε περὶ τὸ ὁρατόν, εἰ καὶ κατ’ εὐθυωρίαν κείμενον μηκόθεν ἔκειτο. καὶ διὰ τοῦτο καὶ μελάντερον δοκεῖ εἶναι. ἰδοὺ γοῦν εἰ κατ’ εὐθυωρίαν ἴδωμεν νέφος λευκόν, ἀτενίσαντες ἐν ὕδατι μελάν‐ τερον αὐτὸ ὁρῶμεν διὰ τὸ ἐπὶ πλέον διάστημα πορευομένην τὴν ὄψιν ἀσθενεῖν. τρίτον λῆμμα, ὅτι ἐπὶ τῆς ἐκπομπῆς τῆς ὄψεως τὸ μέλαν χρῶμα
20οἷον ἀπόφασίς ἐστι τῆς ὄψεως· διὰ γὰρ τὴν ἀσθένειαν καὶ διὰ ἀμυδρότητα γίνεται τῆς ὄψεως. καλῶς δ’ εἶπεν οἷον ἀπόφασις, ἐπειδὴ οὐ παντελὴς γέ‐ γονε στέρησις ὄψεως ἐπὶ τῶν μηκόθεν ὁρωμένων· ὅθεν καὶ χρώματα διάφορα ὁρῶνται. εἰ γὰρ ἦν τελεία ἀπόφασις, οὐκ ἂν ἐφαίνετο τὰ διάφορα χρώ‐ ματα. πέμπτον ἦν ζητῆσαι τὰς αἰτίας τῶν χρωμάτων τῆς ἴριδος. ἐπειδὴ
25γὰρ τὰ νέφη, ἐν οἷς ἡ ἶρις ἐκφαίνεται, κατακεκερματισμένα ἐστὶν εἰς μι‐ κρὰς ῥανίδας καὶ τὰ μὲν αὐτῶν πόρρω κεῖνται τῆς ὄψεως, τὰ δ’ ἐγγυτέρω, αἱ ἐκ τοῦ ὄμματος ἐπ’ αὐτὸ ἐκπεμπόμεναι ἀκτῖνες πλεῖσται οὖσαι αἱ μὲν εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ἀνακλῶνται πρὸς τὸ ὁρατόν, τουτέστι τὸν ἥλιον, αἱ δὲ εἰς τὰ πορρωτέρω, αἱ δὲ ἔτι εἰς τὰ πορρωτέρω. ἀλλ’ αἱ
30μὲν εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ἀκτῖνες ὡς ἂν δι’ ὀλίγου μέλανος ὁρῶσαι αὐτόν, τουτέστι ἀχλυώδους ἀέρος, οὐ πάσχουσι πολλὴν τὴν ἀπά‐ την ἅτε δὴ μὴ πάνυ ἀσθενήσασαι καὶ δι’ ὀλίγης ἀχλύος αὐτὸν ὁρῶσαι. ὅθεν φοινικοῦν χρῶμα ὁρῶσιν αὐτὸ τοῦ ἡλίου ἐν τοῖς νέφεσιν ἐκείνοις, ἐν οἷς προσπίπτουσι, διὰ τὸ πρῶτον λῆμμα τὸ λέγον, ὅτι ἐὰν πολὺ λαμπρὸν
35δι’ ὀλίγου μέλανος ὁρᾶται, φοινικοῦν ὁρᾶται, ὅπερ φοινικοῦν οὐ πόρρω ἐκπέ‐ πτωκεν τοῦ ἡλιακοῦ χρώματος· οὕτω μὲν οὖν αἱ εἰς τὰ πλησίον νέφη προσπί‐ πτουσαι ποιοῦσι τὸ φοινικοῦν χρῶμα. αἱ δὲ εἰς τὰ πόρρω νέφη προσπίπτουσαι
ἐπειδὴ καὶ διὰ πλείονος διαστήματος ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ διὰ236

237

πολλοῦ ἀέρος ἀχλυώδους ὁρῶσιν αὐτόν, μελάντερον αὐτοῦ τὸ χρῶμα ὁρῶσιν ἐν τοῖς νέφεσι διὰ τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι ἐπὶ πολὺ προϊοῦσα ἡ ὄψις καὶ ἀσθενοῦσα μελάντερον δοκεῖ εἶναι τὸ ὁρώμενον μὴ ὂν τοιοῦτον. ἐντεῦθεν γίνεται τὸ πράσινον χρῶμα μελάντερον ὑπάρχον ἢ κατὰ τὸ φοινι‐
5κοῦν. αἱ δὲ εἰς τὰ ἔτι πλείονος διαστήματος ἀνακλῶνται πρὸς τὸν ἥλιον ἤπερ αἱ λοιπαὶ καὶ διὰ πολλοῦ ἀχλυώδους ἀέρος, ἔτι μᾶλλον μέλανος ἀντι‐ λαμβάνονται τοῦ ἡλιακοῦ χρώματος διὰ τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι οἷον ἀπόφασίς ἐστιν ὄψεως τὸ μέλαν. αὗται γὰρ ἐξασθενοῦσαι διὰ τὸ διά‐ στημα καὶ διὰ τὸν πολὺν ἀχλυώδη ἀέρα ἐλάχιστον αὐτοῦ ἀντιλαμβάνονται,
10ὡς εἰ καὶ μετὰ δυσμὰς αὐτοῦ ἀντελαμβάνοντο· ἔνθεν τὸ ἁλουργὸν τῆς ἴριδος φαίνεται χρῶμα. εἰ δὲ καὶ ἄλλα γίνεται χρώματα, ἀλλ’ οὖν ἀνεπ‐ αίσθητά εἰσι· τοῦτο καὶ τὸ πέμπτον κεφάλαιον. ἕκτον καὶ τελευταῖον ἦν ζητῆσαι τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων, διὰ τί τῶν δύο ἰρίδων αἱ προσεχεῖς τελευταῖαι μόναι φοινικοῦν ἔχουσι χρῶμα, τουτέστι τὸ πέρας τῆς
15μιᾶς καὶ ἡ ἀρχὴ τῆς ἐντός, αἱ δὲ παρ’ ἑκάτερα αὐτῶν πράσινον ἔχουσι χρῶμα, αἱ δὲ κατὰ τὰ πέρατα ἁλουργόν. καὶ ὁ μὲν φαινόμενος Ἀριστο‐ τέλης τὴν θέσιν αἰτιᾶται καὶ τὸ μέγεθος· θέσιν μὲν ἐπὶ τῆς μείζονος ἴρι‐ δος τῆς ἔξωθεν, μέγεθος δὲ ἐπὶ τῆς ἐλάττονος τῆς ἔνδοθεν. ἀλλὰ τέως ἐπὶ τῆς ἔνδον εἴπωμεν. φησὶ γάρ, ὅτι ἐπειδὴ μείζων ἐστὶν ἡ ζώνη τῆς ἐντὸς
20ἴριδος ἡ πρώτη, ἐν δὲ τοῖς μείζοσι μεγέθεσι πλείονες προσπίπτουσιν ὄψεις, οὗ δὲ πλείονες προσπίπτουσιν ὄψεις, οὐ γίνεται ἀπάτη ἢ ἔλαττον γίνεται διὰ τὸ ἀκριβέστερον ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ, τούτου χάριν, ἐπειδὴ ἀπὸ μείζονος περιφερείας, τουτέστι ζώνης, πλείονες ἀνακλῶνται ὄψεις πρὸς τὸν ἥλιον, ἔλαττον ἀπατῶνται. καὶ σχεδὸν τοῦ ἡλίου χρῶμα ὁρῶσι νενο‐
25θευμένον τῇ ἀχλύι. διὸ ἐπὶ αὐτῆς τῆς περιφερείας φοινικοῦν ὁρᾶται τῷ τὴν ὄψιν ἀπὸ τοῦ νέφους δι’ ἀχλύος ἔρχεσθαι πρὸς τὸν ἥλιον, ὡς εἰ ἐκεῖ ὄντος τοῦ ὄμματος, ἔνθα εἰσὶ τὰ νέφη, διὰ ἀχλύος ἐπέμποντο ἀπ’ αὐτοῦ αἱ ὄψεις πρὸς τὸν ἥλιον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης ἀνακλάσεως. οὐδὲν γὰρ διαφέρει τὸ ἀνακλωμένην τὴν ὄψιν ἀπὸ τοῦ ἐνόπτρου φέρεσθαι παρὰ
30τὸ ὁρατόν, πλὴν ὅτι νῦν μὲν ἀκριβέστερον αὐτοῦ ἀντελαμβάνετο, ὅταν κατ’ εὐθυωρίαν, ἀμυδρότερον δ’ ἐπὶ τῆς ἀνακλάσεως. τοῦτο δὲ διὰ τὸ ἐπὶ πολὺ ἐκπεμπομένην τὴν ὄψιν ἀτονεῖν. τοῦτο δέ, ὅτι μικροῦ ὄντος τοῦ ἐνόπτρου πολλάκις ὀλίγαι προσπίπτουσιν αὐτῷ ὄψεις, αἵτινες ἀνακλώμεναι πρὸς τὸ ὁρώμενον μικρὸν αὗται οἴονται. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ἡ μεγίστη
35περιφέρεια ἐπὶ τῆς ἐντὸς ἴριδος φοινικοῦν ἐμφαίνει τὸ χρῶμα. ἡ δ’ ἐχο‐ μένη αὐτοῦ ἐπειδὴ ἐλάττων ἐστίν, ἐλάττονες αὐτῇ προσπίπτουσιν ὄψεις καὶ
ἐλάττονες ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ διὰ τοῦτο πλέον ἀπατῶνται καὶ237

238

οὐκ ἀκριβῶς ἀντιλαμβάνονται τοῦ ἡλίου. ἔνθεν μετὰ τὸ φοινικοῦν γίνεται χρῶμα τὸ πράσινον. ἐπειδὴ δὲ ἔτι ἐλάττων ἡ τρίτη περιφέρεια, ἔτι ὀλίγαι εἰσὶν αἱ ἀπ’ αὐτῆς ἀνακλώμεναι ὄψεις περὶ τὸν ἥλιον, καὶ τούτου χάριν πλέον ἀπατώμεναι ὡς ἔτι μελάντερον οἴονται τὸν ἥλιον καὶ γίνεται τὸ
5ἁλουργόν. ταῦτα μὲν οὖν ἐπὶ τῆς ἐντὸς ἴριδος αἰτιᾶται τὸ μέγεθος τῆς τῶν χρωμάτων τάξεως ὁ Ἀριστοτέλης, ἐπὶ δὲ τῆς ἐκτὸς τὴν θέσιν τῶν νεφῶν. ἐπειδὴ γὰρ τὰ νέφη ἐκεῖνα, ἐν οἷς ἐμφαίνεται ἡ τὸ φοινικοῦν ἔχουσα χρῶμα περιφέρεια, πλησίον ἐστὶ τῆς ὄψεως, μὴ ἀποκάμνουσα ἡ ὄψις τῷ πολλῷ διαστήματι προσπίπτουσα αὐτοῖς καὶ ἀνακλωμένη πρὸς τὸν ἥλιον
10ἔλαττον ἀπατᾶται διὰ τὸ σχεδὸν τὸ τοῦ ἡλίου χρῶμα ὁρᾶν, λέγω δὴ τὸ φοινικοῦν. τὰ δ’ ἄλλα νέφη, ἐν οἷς εἰσιν αἱ ἄλλαι περιφέρειαι, πόρρω μὲν ὄντα, ἐπειδὴ ἐκ διαστήματος ὄψις ἀνακλᾶται πρὸς τὸν ἥλιον, ἐξασθενεῖ καὶ διὰ τοῦτο οὐκ ἀκριβῶς ἀντιλαμβανομένη ποῦ μὲν ποιεῖ τὸ πράσινον χρῶμα, ποῦ δὲ τὸ ἁλουργόν. ταύτας μὲν οὖν τὰς αἰτίας τῆς τῶν χρω‐
15μάτων τάξεως ἀποδίδωσιν ὁ φαινόμενος Ἀριστοτέλης. ἀλλ’ ὁ δαιμόνιος ἔφησεν † ἓξ ὄντων τῶν εἰρημένων αἰτιῶν ἐπὶ τῶν δύο γίνεσθαι ἰρίδων· καὶ γὰρ καὶ ἐπὶ τῆς ἐκτὸς δύναται αἰτιάσασθαι τὸ μέγεθος καὶ ἐπὶ τῆς ἐντὸς τὴν θέσιν. τί δήποτε τὸ μὲν ταύτῃ ἀπένειμας, τὸ δὲ ταύτῃ; φέρε οὖν, ὡς ἐπέστησεν ὁ ἡμέτερος πρόγονος, εἴπωμεν τὴν αἰτίαν τῆς τάξεως
20τῶν χρωμάτων. ἐπειδὴ γὰρ ἐκ τοῦ ὄμματος πιπτουσῶν ἀκτίνων ἡ κατὰ κάθετον φερομένη πρὸς τὸ ὁρατόν, ἥτις καὶ ἄξων ἐστὶ τῶν γινομένων κώ‐ νων, ἰσχυροτέρα ἐστὶ τῶν μὴ κατὰ κάθετον, ἀλλὰ πλαγίων φερομένων (καὶ τούτων αἱ πρὸς τῇ καθέτῳ ἰσχυρότεραί εἰσι τῶν πόρρω τῆς καθέτου), συμβαίνει τὴν μὲν κάθετον ὡς ἰσχυροτάτην οὖσαν μὴ πάσχειν ἀπάτην ἢ
25σπανίως ἔχειν, τὰς δὲ πρὸς τῇ καθέτῳ πάσχειν μὲν ἀπάτην, ὀλίγην δέ, τὰς δὲ πόρρω πολλὴν πάσχειν ἀπάτην. τούτων οὕτως ἐχόντων ἐπὶ τῆς ἴριδος φαίνονται ὄψεις πολλαὶ παρὰ τὰ νέφη, ὧν ἡ μέν ἐστι κάθετος, αἱ δὲ παρὰ τὴν κάθετον πίπτουσιν, αἱ δὲ πόρρω τῆς καθέτου. ἀλλ’ ἡ μὲν κάθετος ἐμπίπτει ἐπὶ τὸ μεταξὺ τῶν δύο ἰρίδων, ἐπὶ τὸ τῶν μεταξὺ δύο φοινι‐
30κῶν περιφερειῶν, ἔνθα οὐδὲν ὅλως ἀπατηλὸν φαίνεται χρῶμα· μεταξὺ δὲ τῶν δύο ἰρίδων ἐστί τις χώρα χωρὶς χρώματος ἀπατηλοῦ. ἐπειδὴ οὖν ἰσχυρῶς ἀντιλαμβάνεται κάθετος ἐκείνου τοῦ τόπου, ἐν ᾧ πίπτει, τούτου χάριν οὐχ ὁρᾶται ἐκεῖσε χρῶμα ἀπατηλόν. τοῦτο γὰρ ἐλέγομεν καὶ ἐπὶ τῆς ἅλω, διὰ τί κρίκος φαίνεται καὶ οὐχὶ τύμπανον· ἐπειδὴ ἡ κατὰ κά‐
35θετον φερομένη πρὸς τὴν σελήνην ὄψις ἰσχυρὰ οὖσα οὐκ ἀπατᾶται, ἀλλ’ ἀκριβῶς ἀντιλαμβάνεται, τοῦτο οὖν κἀνταῦθα συμβαίνει, ἔνθα ἡ κάθετος πίπτει, μὴ γίνεσθαι χρῶμα ἐπείσακτον. αἱ δὲ παρὰ τὴν κάθετον πίπτου‐
σαι εὐθεῖαι, ἐπειδὴ οὔτε οὕτως εἰσὶν ἰσχυραὶ ὥσπερ ἡ κάθετος οὔτε οὕτως238

239

ἀσθενεῖς ὥσπερ αἱ πόρρω τῆς καθέτου, τούτου χάριν ποιοῦσι μὲν ἀπάτην, ἐλαχίστην δέ. καὶ σχεδὸν αὐτὸ τὸ χρῶμα τοῦ ἡλίου ὁρῶσι νενοθευμένον διὰ τῆς ἀχλύος. ὅθεν μετὰ τὸν ἀργὸν χρώματος ἐκεῖνον τόπον, ἔνθα ἡ κά‐ θετος ἐπιγίνεται, αἱ περὶ αὐτὸν περιφέρειαι φοινικοῦν ἔχουσι τὸ χρῶμα·
5σχεδὸν γὰρ τὸ φοινικοῦν πλησίον ἐστὶ τοῦ λαμπροῦ κατὰ τὴν ὁμοιότητα. αἱ δὲ πόρρω τῆς καθέτου πίπτουσαι ὄψεις ἐπὶ τὰ πόρρω νέφη, ἐπειδὴ πλεῖον διάστημα ἀνύουσαι ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ ἀσθενεῖς γίνονται, τούτου χάριν ἀμυδρότερον ἀντιλαμβανόμεναι διὰ τὸ δεύτερον λῆμμα ποιοῦσι τὸ πράσινον χρῶμα ἐν ἑκατέρᾳ ἴριδι μετὰ τὸ φοινικοῦν. αἱ δ’ ἔτι πόρρω τῆς
10καθέτου πίπτουσαι, ἐπειδὴ μᾶλλον ἄτονοί εἰσιν ὡς διὰ πολλοῦ διαστήματος ἀνακλώμεναι, ἔτι ἀμυδρῶς ἀντιλαμβάνονται τοῦ λαμπροῦ καὶ ποιοῦσι τὸ ἁλουργὸν μελάντερον ὂν τοῦ πρασίνου, κείμενον δὲ αὐτοῦ ἐφεξῆς ἐν ἑκατέρᾳ ἴριδι. ταύτην μὲν τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων ἀποδέδωκεν ὁ μέγας φιλόσοφος. φέρε δὲ ἡμεῖς οἷον τροφεῖα ἀπονέμοντες Ἀριστοτέλει
15δείξωμεν αὐτὸν ταὐτὰ λέγοντα καὶ οὐ κατὰ τὸ φαινόμενον. φησὶ γὰρ αὐτὸς ἐν τῇ λέξει· ἡ μὲν οὖν πρώτη τῶν ἔξω φοινικείαν ἔχει· ἀπὸ γὰρ μεγίστης περιφερείας πλείστη ὄψις προσπίπτει πρὸς τὸν ἥλιον. τὸ δὲ πλείστη ἀκουστέον οὐ κατὰ τὸ ποσὸν τῶν ἀκτίνων, ὥσπερ ἐλέγομεν πρότερον, ὅτι πολλαὶ ὄψεις ἀπὸ τῆς μείζονος περιφερείας ἀνα‐
20κλώμεναι πρὸς τὸν ἥλιον ἀκριβέστερον ἀντιλαμβάνονται, ἀλλὰ κατὰ τὴν δύ‐ ναμιν πλείστη, τουτέστιν ἰσχυρά. ἐπειδὴ οὖν πόρρω εἰσὶ τῆς καθέτου αἱ πρὸς τὴν μείζονα περιφέρειαν προσπίπτουσαι ὄψεις, καὶ διὰ τοῦτο ὡς ἰσχυρότεραι οὖσαι τῶν ἄλλων ἔλαττον ἀπατῶνται καὶ ποιοῦσι τὸ φοινικοῦν χρῶμα. εἰρηκὼς γὰρ πλείστην εἶναι τὴν ὄψιν τὴν ἐκεῖθεν ἀνακλωμένην
25τουτέστιν ἰσχυράν, ἐσιώπησε τὴν αἰτίαν, δι’ ἥν ἐστι ἰσχυρά, ὅτι διὰ τὸ πλησίον αὐτὴν εἶναι τῆς καθέτου. καὶ ἐντεῦθεν ἐνομίσθη τῷ μεγέθει τῆς περιφερείας καὶ τῷ πλήθει τῶν ὄψεων καὶ τῇ θέσει τῶν νεφῶν ἀποδι‐ δόναι τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων. ταῦτα ἔχει ἡ θεωρία.
29nὍτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεώς ἐστι πρὸς
30nτὸν ἥλιον, φανερόν· διὸ καὶ ἐξ ἐναντίας γίνεται.
31 Τοῦτο γὰρ ἦν ἀξίωμα τῆς ἀνακλάσεως, ὥστε τὸ κάτοπτρον ἐξ ἐναντίας εἶναι τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου.
33nΚαίτοι ἄμφω ἀνάκλασις, ἀλλ’ ἡ τῶν χρωμάτων ποι‐
34nκιλία διαφέρει.
35Τὸ πρῶτον ζήτημα, τί δήποτε ἡ μὲν μονόχρους καὶ λευκή, ἡ δὲ
τρίχρους καὶ ποικίλη.239

240

(1n)

Ἡ μὲν γὰρ ἀπὸ ὕδατος καὶ μέλανος γίνεται ἀνάκλασις
2nκαὶ πόρρωθεν ἢ ἐγγύθεν.
3 Τὰς αἰτίας λέγει τοῦ προβλήματος. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἀπὸ ὕδατος καὶ μέλανος ἐσήμανεν, ὅτι ἡ μὲν ἶρις ἀπὸ καθύγρων νεφῶν
5γινομένη ποικίλον ἔχει τὸ χρῶμα, ἡ δὲ ἅλως ἀπὸ λεπτοῦ νέφους γινομένη λευκόν. διὰ δὲ τοῦ εἰπεῖν πόρρωθεν ἢ ἐγγύθεν τὴν δευτέραν αἰτίαν εἶπεν, ὅτι ποῦ μὲν κατὰ κάθετον, ποῦ δὲ κατὰ διάμετρον ἀνακλωμένη ἡ ὄψις διάφορα ποιεῖ χρώματα, ποῦ μὲν λευκόν, ποῦ δὲ μέλαν.
9nΦαίνεται δὲ τὸ λαμπρὸν διὰ τοῦ μέλανος μὲν φοινικοῦν.
10 Μετὰ τὸ πρῶτον πρόβλημα δέον εἰπεῖν τὸ δεύτερον, ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ τὸ πρῶτον λῆμμα λέγει τριῶν λημμάτων, ὅτι τὸ λαμπρὸν ἢ διὰ μέλανος ἢ ἐν μέλανι θεωρούμενον φοινικοῦν ὁρᾶται. καὶ τούτων παρα‐ δείγματα λέγει τοῦ μὲν ἐν τῷ μέλανι φαινομένου λαμπροῦ τὴν φλόγα τὴν ἐν καπνῷ, τοῦ δὲ διὰ μέλανος τὸν ἥλιον ἀνίσχοντα. εἶτα φέρει παρά‐
15δειγμα καὶ ἐπὶ τοῦ χρώματος τῆς ἴριδος τοῦ φοινικοῦ, ὅτι καὶ ἐνταῦθα δι’ ὀλίγης ἀχλύος ὁρώμενος ἥλιος φοινικοῦς φαίνεται, ἐπὶ δὲ τῆς ἅλω διὰ λεπτο‐ τάτης ἀχλύος δίεισιν ἡ ὄψις πρὸς τὴν σελήνην. καὶ διὰ τοῦτο οὐ γίνεται ἐκεῖ χρῶμα βαθύ, ἀλλὰ λευκόν.
19nἜτι δὲ περὶ αὐτὸν μὲν τὸν ἥλιον οὐ γίνεται διατριβὴ
20nτοιαύτη συστάσεως, ἀλλ’ ἢ ὕει ἢ διαλύεται.
21 Τὸ δεύτερον ζήτημα, τί δήποτε ἶρις οὐ γίνεται περὶ τὸν ἥλιον, ἀλλὰ κατὰ διάμετρον. καὶ ἔλυσεν εἰπών, ὅτι περὶ τὸν ἥλιον ὄντος νέφους οὐ γίνεται πολὺς χρόνος μεταξὺ τῶν ῥανίδων καὶ τοῦ ὑετοῦ, ἀλλὰ ταχὺ εἰς ὕδωρ μεταβάλλεται τὸ νέφος ἢ διαλύεται, ἡ δὲ ἶρις δεῖται παρατάσεως τοῦ
25μέσου χρόνου.
26nἘφαίνετο δ’ ἂν ἡ ἶρις ὅλη ὥσπερ ἡ περὶ τοὺς λύχνους.
27 Ἐντεῦθεν δείκνυσιν, ὅτι τὰ λεγόμενα ἐπὶ ἴριδος οὐκ ἐπὶ πάσης ἴριδος λέγεται, ἀλλὰ μόνης τῆς κατὰ ἀνάκλασιν γινομένης ἀπὸ τῶν νεφῶν πρὸς τὸν ἥλιον.
30nἩ δὲ ἀπὸ τῶν κωπῶν ἀναφερομένων ἐκ τῆς θαλάσσης
31nἶρις.
32Ἐντεῦθεν ἑτέραν ἶριν παραδίδωσιν, ἥτις μεταξύ ἐστι τῆς λυχνιαίας240

241

ἴριδος καὶ τῆς ἐν τοῖς νέφεσιν. αὗται μὲν γὰρ κατὰ πᾶν εἰσιν ἀνόμοιαι· αἱ δὲ νῦν λεγόμεναι, τουτέστιν ἡ ἀπὸ τῶν κωπῶν γινομένη ἐν τῇ θαλάττῃ καὶ ἀπὸ τῶν ῥανίδων τῶν πρὸς τὸν ἥλιον ῥαινομένων, κοιναί εἰσι τῶν δύο ἰρίδων ὡς ἄμφω κατά τι μετέχουσαι.
5nΔεῖ γὰρ νοήσαντας, ὥσπερ εἴρηται, πρῶτον καὶ ὑποθε‐
6nμένους, ὅτι λαμπρὸν ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα
7nποιεῖ φοινικοῦν.
8 Ἐντεῦθεν τὰ τρία λήμματα παραδίδωσιν. ἀλλ’ ἐπειδὴ τοῦ πρώτου ἐμνήσθη ἀνωτέρω, πάλιν ἐπαναλαμβάνει αὐτό, ἵνα συνεχῆ ποιήσηται τὴν
10περὶ αὐτῶν διδασκαλίαν. τούτου χάριν εἶπεν ὥσπερ εἴρηται καὶ τὸ ὑποθεμένους ἀντὶ τοῦ ‘λήμματα λαβόντασ‘. ὑποθέσεις γάρ εἰσι τὰ λήμματα.
13nΔεύτερον δ, ὅτι ἡ ὄψις ἀποτεινομένη ἀσθενεστέρα
14nγίνεται καὶ ἐλάττων.
15 Τὸ δεύτερον λῆμμα τοῦτ’ ἔστιν· ἀλλὰ ζητητέον, πῶς ἡ ὄψις ἀπο‐ τεινομένη ἐλάττων γίνεται· μείζω γὰρ μᾶλλον ἔδει λέγειν. ἢ ἐλάττονα λέγει αὐτὴν γίνεσθαι κατὰ τὴν δύναμιν, τουτέστιν ἄτονον. ᾧ δῆλον, ὅτι καὶ πλείονα ὅταν αὐτὴν λέγῃ, δυνάμει αὐτὴν λέγει πλείονα, οὐ μεγέθει. οὐκοῦν συμφωνεῖ ἡ τοῦ μεγάλου φιλοσόφου ἐξήγησις πρὸς τὴν ἔννοιαν τοῦ
20Ἀριστοτέλους ἐπὶ τῆς τάξεως τῶν χρωμάτων τῆς ἴριδος. πλείστην γὰρ εἶπεν ὄψιν ἀνακλᾶσθαι ὁ Ἀριστοτέλης ἀπὸ τῆς μείζονος περιφερείας οὐ τῷ ποσῷ, ἀλλὰ τῇ δυνάμει, ὡς εἴρηται.
23nΘεωρείσθω μὲν οὖν ταῦτα ἐκ τοῦ περὶ τὰς αἰσθήσεις.
24Ἐν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πραγματείᾳ τὰ συμβαίνοντα τῇ
25ὄψει. ἐκεῖ οὖν ἡμᾶς ἀποπέμπει.
26nΔιαφέρει οὐδὲν τὸ ὁρώμενον μεταβάλλειν ἢ τὴν ὄψιν·
27nἀμφοτέρως γὰρ ἔσται ταὐτόν.
28 Νῦν τὰ δύο φησὶ λήμματα, ὅτι τὰ πόρρω φαινόμενα μελάντερα φαί‐ νονται † καὶ κατὰ ἀνάκλασιν ὁρῶμεν, ἐπὰν αὐτὸ μὲν ἐγγὺς ᾖ, τὸ δ’ ἔνοπτρον
30μακρόν. οὐδὲν γὰρ διαφέρει τὸ ὁρώμενον πόρρωθεν ὂν τῆς ὄψεως μετα‐
βάλλειν ἀπὸ τοῦ οἰκείου μεγέθους καὶ μικρὸν ὁρᾶσθαι τῷ τὴν ὄψιν διὰ241

242

τὴν πολλὴν πορείαν ἐξασθενεῖν καὶ ἧττον ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ καὶ διὰ τοῦτο μικρὸν αὐτὸ ὁρᾶν. ὧν τὸ μὲν γίνεται ἐπὶ τοῦ κατ’ εὐθυωρίαν κειμένου μηκόθεν [ὁρᾶν], τοῦτο δ’ ἐπὶ τοῦ κατὰ ἀνάκλασιν ὁρῶμεν.
4nΣυμβαίνει γάρ, ὅταν ᾖ τοῦ ἡλίου νέφος πλησίον.
5 Ἔτι κατασκευάζει, ὅτι ἐπὶ τὸ πλέον προϊοῦσα ἡ ὄψις καὶ ἀτονοῦσα μελάντερον ὁρᾷ τὸ αἰσθητόν. εἰ γὰρ ᾖ ὑπὸ τὸν ἥλιον νέφος λεπτὸν καὶ λευκόν, διὰ τὸ διαπεφορῆσθαι ὑπὸ τοῦ ἡλίου εἰ μὲν ἄντικρυς αὐτὸ θεασό‐ μεθα, λευκὸν αὐτὸ ὁρῶμεν, εἰ δὲ δι’ ὕδατος, μελάντερον, ἐπειδὴ πλείω βαδίζει ἡ ὄψις καὶ ὡς διὰ πλείονος περιόδου φερομένη ἐξασθενεῖ. ἄντι‐
10κρυς γὰρ αὐτὸ θεωμένη κατὰ μίαν εὐθεῖαν αὐτοῦ ἀντελαμβάνετο, κατὰ δὲ ἀνάκλασιν διὰ δύο. δέδεικται δέ, ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν.
13nἩ μὲν οὖν ἰσχυροτέρα εἰς φοινικοῦν χρῶμα μετ‐
14nέβαλεν.
15 Ἐντεῦθεν τὰς αἰτίας λέγει τῶν χρωμάτων. ἡ γὰρ εἰς τὰ πλησίον νέφη προσπίπτουσα ὄψις ὡς ἂν ὀλίγον ἀνιοῦσα διάστημα καὶ δι’ ὀλίγου ἀέρος ἀχλυώδους ἐλάττονα πάσχει καὶ τὴν ἀπάτην· αἱ δὲ ἄλλαι ὄψεις διὰ τὸ πολὺ διάστημα διϊέναι καὶ διὰ τὸ διὰ πολλοῦ ἀχλυώδους ἀέρος ὁρᾶν τὸ λαμπρὸν μέλαν αὐτὸ ὁρῶσιν, ὡς εἴρηται.
20nἈλλ’ ἐν τοῖς τρισὶν ὥσπερ καὶ τοῖς ἄλλοις τὰ πλεῖστα,
21nκαὶ τούτων ἔσχε τέλος.
22 Ὥσπερ, φησίν, ἐν τοῖς πᾶσι τὸ τριπλοῦν θεωρεῖται (πάντα γὰρ ἔχουσι καὶ πρῶτα καὶ μέσα καὶ ἔσχατα)· πρῶτον μὲν τὸ φοινικοῦν χρῶμα, δεύ‐ τερον τὸ πράσινον, τρίτον τὸ ἁλουργόν. καὶ διὰ τοῦτο τρίχρους ἡ ἶρις·
25οὐδὲν δὲ ἐν αὐτῇ ἄλλο αἰσθητὸν φαίνεται ἄρα, εἰ μήπου ἀνεπαίσθητόν ἐστι. βούλεται γὰρ ὁ Πτολεμαῖος ἑπτὰ χρώματα εἶναι τῆς ἴριδος. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, Ἀριστότελες, εἰ πάντα ἔχει πρῶτα, μέσα, ἔσχατα, οὐκ ἔστιν ἄμεσον ἐναντίον, ὡς σὺ φῄς· καλῶς γὰρ ἔφη Πλάτων πάντα ἔμμεσα εἶναι. ἐπὶ γὰρ ἀρτίου καὶ περισσοῦ ὁ μέσος περισσάρτιος, καὶ μεταξὺ
30νόσου καὶ ὑγείας ἡ οὐδετέρα κατάστασις, ἵνα μὴ ἀθρόα μεταβολὴ ὑπάρχῃ
ἐν τῷ παντί.242

243

(1n)

Διὸ καὶ ἶρις τρίχροος φαίνεται, ἑκατέρα μέν, ἐναν‐
2nτίως δ.
3 Ἑκατέρα μὲν ἶρις τρίχροος εἶναι διὰ τὸ πάντα τριττὰ εἶναι, ἀλλ’ ἐν‐ αντίως, τουτέστιν ἡ μὲν μείζων ἶρις ἐλαχίστην περιφέρειαν ἔχει φοινικείαν,
5ἡ δὲ ἐλάσσων τὴν μεγίστην. ἐπὶ δὲ τοῦ ἁλουργοῦ τὸ ἀνάπαλιν· ἡ μὲν μείζων τὴν μεγίστην, ἡ δ’ ἐλάσσων τὴν ἐλάσσονα. ἐπὶ δὲ τοῦ πρασίνου ἄμφω μέν ἐστιν ἡ τοιαύτη περιφέρεια.
8nἩ μὲν οὖν πρώτη τὴν ἔξω φοινικείαν ἔχει· ἀπὸ με‐
9nγίστης γὰρ περιφερείας πλείστη προσπίπτει ὄψις πρὸς τὸν
10nἥλιον.
11 Ἐντεῦθεν ἡ αἰτία τῆς τάξεως τῶν χρωμάτων, καὶ δὴ ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, τὸ πλείστην ὡς πρὸς τὴν δύναμιν δεῖ λαβεῖν, οὐ πρὸς τὸ πλῆθος τῆς ὄψεως.
14tΠρᾶξις λη.
15nΤὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι.
16 Ἐπειδὴ τῇ προτεραίᾳ δείξας ἦν ὁ φιλόσοφος τὴν αἰτίαν, δι’ ἣν τρί‐ χρους ἡ ἶρις, διὰ τὸ καὶ ἐν τοῖς κατὰ ἔμφασιν γινομένοις εἶναι καὶ πρῶτα καὶ μέσα καὶ ἔσχατα, ὥσπερ ἐν πᾶσι τοῖς καθ’ ὑπόστασιν, ὁρῶμεν δὲ καὶ ἕτερον χρῶμα ἐν τῇ ἴριδι παρὰ τρία τὰ εἰρημένα, λέγω δὴ φοινικοῦν,
20πράσινον, ἁλουργόν (γίνεται γὰρ ἐν αὐτῇ καὶ ξανθὸν χρῶμα), ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς τρίχρουν λέγει εἶναι τὴν ἶριν καὶ τοῦ ξανθοῦ χρώματος κατ’ αὐτὴν ἐμφαινομένου. ἢ ῥητέον, ὅτι τρία χρώματα λέγει εἶναι τῆς ἴριδος ὁ φιλόσοφος κατὰ ἀνάκλασιν γινόμενα, τὸ φοινικοῦν λέγω καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν. τὸ γὰρ ξανθὸν οὐ γίνεται κατὰ ἀνάκλασιν,
25ἀλλὰ μᾶλλον κατὰ κρᾶσιν τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου χρώματος· κιρ‐ νωμένου γὰρ τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου γίνεται τὸ ξανθὸν χρῶμα. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, καὶ ὅτι δυνατὸν ἀπὸ κράσεώς τινων χρωμάτων ἕτερον γίνεσθαι χρῶμα, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἐὰν ἧττον μέλαν παρὰ μελάντερον
30παραβληθῇ, δόξει λευκὸν εἶναι τὸ ἧττον μέλαν διὰ τὸ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις λανθάνειν. ἰδοὺ γοῦν ἧττον ῥυπαρὰ ἱμάτια παρὰ τὰ μᾶλλον ῥυπαρὰ
παραβαλλόμενα καθαρὰ εἶναι δοκεῖ. τούτων οὕτως ἐχόντων, ἐπὰν μελάν‐243

244

τερον ᾖ τὸ νέφος, ἐν ᾧ ἐστιν ἡ ἶρις, συμβαίνει τὸ φοινικοῦν πρὸς τὸ μέλαν παραβαλλόμενον *** πρὸς τὸ μέλαν νέφος παραβαλλόμενον ξανθὸν φαίνεσθαι, ἐπειδὴ ὕφεσιν ἔχει τὸ πράσινον πρὸς τὸ μέλαν· ἧττον γάρ ἐστι μέλαν. οὐκοῦν εἰ πρὸς τὸ πάνυ μέλαν λευκὸν φαίνεται τὸ φοινικοῦν, πρὸς
5τὸ ἧττον μέλαν, τουτέστι τὸ πράσινον, ξανθὸν φανήσεται. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ ἀληθές ἐστι καὶ τὸ ξανθὸν κατὰ κρᾶσιν γίνε‐ σθαι τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου, δῆλον, ἐπειδὴ λεπτυνομένου τοῦ νέφους, ἐν ᾧ ἐστιν ἡ ἶρις, καὶ ἀπομαραινομένου λευκὸν γίνεται φοινικοῦν ἔτι χρῶμα. ἀλλὰ τοῦτο τὸ λευκὸν ὡς πρὸς τὸ πράσινον παραβαλλόμενον ποιεῖ ξανθὸν
10χρῶμα, ὥστ’ ἐκ πρασίνου καὶ ξανθοῦ καὶ ἁλουργοῦ μόνον ἐνίστασθαι χρω‐ μάτων τὴν ἶριν, μὴ ἐμφαίνεσθαι δὲ τὸ φοινικοῦν. τρίτον ἐπιχείρημα· ὅτι γὰρ τὸ ἧττον μέλαν πρὸς τὸ μελάντατον παραβαλλόμενον λευκὸν φαίνεται, δῆλον ἐκ τῆς γινομένης ἴριδος ἀπὸ τῆς σελήνης (ἐπειδὴ γὰρ αὕτη ἧττόν ἐστι θερμοποιὸς ἢ κατὰ τὸν ἥλιον, συμβαίνει μὴ διαλύειν αὐτὴν τὰ νέφη,
15ἀλλὰ μένειν παχέα· ἔνθεν μελάντατά εἰσιν ταῦτα, ἐν οἷς γίνεται ἡ ἀπ’ αὐτῆς ἶρις) ἄλλως τε καὶ διὰ τὸ ἐν νυκτὶ γίνεσθαι, τὴν δὲ νύκτα συμ‐ πράττειν πρὸς τὴν πάχυνσιν τοῦ νέφους. ἐπειδὴ οὖν παχύτατόν ἐστι τοῦτο τὸ νέφος καὶ μελάντατον, συμβαίνει τὰ ἰριοειδῆ χρώματα γινόμενα ἀπὸ τῆς πρὸς αὐτὴν ἀνακλάσεως ὡς πρὸς τὸ μέλαν νέφος παραβαλλόμενα
20λευκὰ φαίνεσθαι, καὶ διὰ τοῦτο λευκή ἐστιν ἀπ’ αὐτῆς ἶρις. ὁρᾷς, ὅτι δυνατὸν ἀπὸ τῆς πρὸς ἕτερον χρῶμα παραβολῆς ἐξ ἑτέρου χρώματος ἕτερον γίνεσθαι. τοῦτο τρίτον. τέταρτον ἐπιχείρημα· ὅτι γὰρ ἀπὸ τῆς πρὸς ἕτερον χρῶμα παραβολῆς ἕτερον γίνεται χρῶμα, δῆλον· ἰδοὺ γοῦν τὰ ποικίλματα τὰ ἐν τοῖς ἱματίοις γινόμενα ἄλλα παρ’ ἄλλα τιθέμενα ἄλλας
25διαφορὰς ποιοῦσι χρωμάτων διὰ τὴν ἐξ αὐτῶν γινομένην κρᾶσιν. ὅθεν οἱ περὶ τὰς σμαράγδους δεινοὶ ἔν τισιν ὥραις διακειμένου καλῶς τοῦ ἀέρος ἐπιδεικνύουσι τὰς σμαράγδους διὰ τὸ τῇ παραθέσει τῇ πρὸς τὸν ἀχλυώδη ἀέρα λαμπρὸν αὐτοῦ φανῆναι τὸ χρῶμα. τοῦτο τέταρτον. πέμπτον ἐπι‐ χείρημα· ἰδοὺ γὰρ καὶ ἡ ἁλουργίς, τουτέστιν ἡ πορφύρα, ἐν ἄλλοις καὶ
30ἄλλοις ἱματίοις ἐπιβαλλομένη—ἀπὸ γὰρ τοῦ λευκοῦ καὶ τοῦ πορφυροῦ ἕτερον χρῶμα γίνεται, ἄλλο δ’ ἐν ξανθοῖς καὶ χρυσοειδέσιν· ἀπὸ γὰρ τῆς αὐτῶν κράσεως ἕτερον γίνεται χρῶμα. 〈τοῦτο〉 πέμπτον. ἕκτον καὶ τελευταῖον ἐπιχείρημα· ὁρῶμεν γὰρ καὶ τοὺς ποικιλτὰς τῶν ἱματίων μὴ ἐργαζομένους
πρὸς τὸν λύχνον, ἐπειδὴ ἀχλυώδους ὄντος τοῦ ἀέρος διαφορὰ χρωμάτων244

245

γίνεται ἀπὸ τῶν χρωμάτων, ἐν οἷς ἐργάζονται, καὶ ἀπάτη αὐτοῖς γίνεται διὰ τὴν ποικιλίαν τῶν γινομένων ἀπὸ τῆς κράσεως χρωμάτων. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ δὲ μέγας φιλόσοφος προσεῦρε καὶ ἕτερον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ἀνάκλασις τὸ ξανθὸν χρῶμα. εἰ γὰρ ἦν ἀνάκλασις, ἔδει πρὸ
5τοῦ φοινικοῦ γίνεσθαι, ἐπειδὴ ἧττον ἔχει τὴν ἀπάτην ἡ ὄψις ἐν τῷ ξανθῷ ἤπερ ἐν τῷ φοινικῷ· τὸ γὰρ ξανθὸν πρὸς τῷ λευκῷ μᾶλλόν ἐστιν. ὥσπερ οὖν τὸ φοινικοῦν πρὸ τοῦ πρασίνου γίνεται διὰ τὸ ἧττον αὐτοῦ ἔχειν ἀπάτην, *** μέχρι τούτων ἀποδείξας ὁ φιλόσοφος, ὅτι τὸ ξανθὸν χρῶμα ἀπὸ τῆς κράσεως γίνεται τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου, ὥσπερ καὶ ἄλλα τινὰ
10χρώματα, ζητεῖ τὴν αἰτίαν, δι’ ἣν ἡ ἐντὸς ἶρις λαμπροτέρα φαίνεται τῆς ἐκτός, καὶ αἰτιᾶται τὴν θέσιν τῶν νεφῶν. ἐπειδὴ γάρ, φησί, τὰ τῆς ἐντὸς ἴριδος νέφη πλησιώτερόν ἐστι τῆς ὄψεως, μᾶλλον ἡ ὄψις ἀκριβέστερον αὐτῶν ἀντιλαμβάνεται· μὴ ἀποκάμνουσα οὖν ἡ ὄψις σφοδρότερα καὶ λαμπρότερα οἴεται τὰ χρώματα. ἐπὶ δὲ τῆς ἔξω ἴριδος ἐπειδὴ πόρρω εἰσὶ τὰ νέφη
15τῆς ὄψεως, ἀποκάμνουσα ἡ ὄψις ἔλαττον ἀντιλαμβάνεται τῶν ἐκείνης χρω‐ μάτων. καὶ οὕτω μὲν αὐτός. σὺ δ’ εἰπὲ αἰτίαν εἶναι τὴν κάθετον καὶ τὰς πρὸς τῇ καθέτῳ καὶ τὰς πόρρω τῆς καθέτου, ὡς πρώην εἴρηται. οὕτω προπαρασκευάσας ὁ φιλόσοφος, ἃ ἔδει προπαρασκευάσαι περὶ τῆς ἴριδος, δείκνυσι τὴν αἰτίαν, δι’ ἣν κυκλοτερὲς ὑπολαμβάνει σχῆμα ἡ ἶρις
20καὶ διὰ τί ἡμικύκλιον γίνεται ἢ ἔλαττον ἡμικυκλίου, οὐδέποτε δὲ κύκλος ἢ μείζων ἡμικυκλίου. ἀλλὰ τὴν αἰτίαν, δι’ ἣν κυκλοτερὴς γίνεται ἡ ἶρις καὶ διὰ τί ἡμικύκλιον, ἐν τῇ ἐφεξῆς μαθησόμεθα. ἵνα δὲ τοῖς λεγομένοις παρακολουθήσωμεν, δεῖ λαβεῖν πρῶτον λῆμμα τοιοῦτον· ἐὰν ᾖ ἡμικύκλιον καὶ ἀχθῇ δι’ αὐτοῦ ἡ διάμετρος καὶ ἐπὶ τῆς διαμέτρου ληφθῇ τι σημεῖον,
25ὃ μή ἐστι κέντρον ἡμικυκλίου, ἀπὸ δὲ τοῦ σημείου ἐκείνου ἀχθῇ τις εὐ‐ θεῖα ἐπὶ τὴν περιφέρειαν καὶ ἀπὸ τῆς περιφερείας ἀχθήσεταί τις εὐθεῖα[Omitted graphic marker] ἐπὶ τὸ πέρας τῆς διαμέτρου, ὡς ἐπὶ τὸ ζεῦξαι τὴν διάμετρον καὶ τὴν ἀπὸ τοῦ σημείου ἐπὶ τὴν περιφέρειαν ἀχθεῖσαν εὐθεῖαν, ὥστ’ εἶναι δύο εὐθείας
ἐν αὐτῷ τῷ ἡμικυκλίῳ, ἄλλαι δύο εὐθεῖαι οὐ συσταθήσονται λόγον ἔχουσαι245

246

τὸν αὐτὸν ταῖς προτέραις. ἔστω γὰρ ἡμικύκλιον τὸ ΗΜΝ, καὶ ἤχθω αὐ‐ τοῦ διάμετρος ἡ ΗΝ, καὶ εἰλήφθω τι σημεῖον ἐπὶ τῆς διαμέτρου, ὃ μή ἐστι κέντρον τοῦ ἡμικυκλίου, τὸ Κ, καὶ ἔστω μείζων ἡ ΗΚ τῆς ΚΝ· καὶ ἀπὸ τοῦ Κ σημείου τις εὐθεῖα ἐπὶ τὴν περιφέρειαν ἤχθω ἡ ΚΛ, καὶ ἐπ‐
5εζεύχθω ἡ ΛΗ. λέγω, ὅτι ἐν τῷ ΗΜΝ ἡμικυκλίῳ οὐ συσταθήσονται ἄλλαι δύο εὐθεῖαι τὸν αὐτὸν λόγον ἔχουσαι ταῖς ΗΛ, ΛΚ. *** καὶ ἐπεί ἐστι ὡς ἡ ΗΛ πρὸς ΛΚ, οὕτως ἡ ΜΗ πρὸς ΜΚ, καὶ ἐναλλὰξ ὡς ἡ ΛΗ πρὸς ΗΜ, οὕτως ἡ ΛΚ πρὸς ΜΚ, μείζων δ’ ἐστὶν ἡ ΛΗ τῆς ΜΗ (πρὸς γὰρ τῇ διαμέτρῳ ἐστὶ καὶ ἐπὶ μείζονος τῆς περιφερείας, τῆς ΗΜΛ),
10μείζων ἄρα καὶ ἡ ΛΚ τῆς ΜΚ, ἡ πόρρω τοῦ κέντρου τῆς πρὸς τὸ κέντρον, ὅπερ ἄτοπον. † ἐν γὰρ τῇ ΗΚ ἐστίν. οὐκ ἄρα ἐπὶ τοῦ αὐτοῦ ἡμικυκλίου ἄλλαι δύο εὐθεῖαι συσταθήσονται καὶ τὰ ἑξῆς, ὅπερ ἔδει δεῖξαι. τούτου[Omitted graphic marker]
τοῦ λήμματος προληφθέντος ἀποδείκνυσιν ὁ φιλόσοφος τὴν αἰτίαν, δι’ ἣν246

247

κυκλοτερὴς φαίνεται ἡ ἶρις καὶ διὰ τί ἡμικύκλιον, τὸν τρόπον τοῦτον· ἔστω γάρ, φησίν, ὁ ὁρίζων ὁ ΘΗΓ κύκλος· κέντρον δὲ τοῦ ὁρίζοντος ἔστω τὸ Κ, διάμετρος δὲ ἡ ΗΠ, μέλαν δὲ νέφος τὸ ΜΝ. καὶ ἔστω *** τὸ Κ, τουτέστιν τὸ κέντρον, ἡ ὄψις· ἀπὸ δὲ τοῦ Κ, τουτέστιν ἀπὸ τῆς ὄψεως,
5ἐκπεμπέσθω ἀκτὶς πρὸς τὸ ΜΝ νέφος ἡ ΚΜ. καὶ ἀνακεκλάσθω ὡς πρὸς τὸ Η, ὅπερ ἐστὶν ὁ ἥλιος ἀνατέλλων. τὰ γὰρ πράγματα ἀπὸ τῶν ἀρ‐ κτικῶν στοιχείων δείκνυσιν ὁ φιλόσοφος, ὅπερ ἐποίησεν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. καὶ ποιεῖ τὸ τρίγωνον τὸ ΚΜΗ ἀμβλεῖαν ἔχον τὴν πρὸς τὸ Κ γωνίαν. ὅτι γὰρ ἀναγκαίως ἀμβλεῖά ἐστιν αὕτη, δῆλον, ἐπειδὴ μεταξύ
10ἐστιν ἡ ὄψις τοῦ τε ἡλίου καὶ τοῦ νέφους, ὑψηλότερον δὲ φαίνεται τὸ νέφος τοῦ ἡλίου διὰ τὸ τὸν ἥλιον πρὸς τῷ ὁρίζοντι εἶναι τέως· ἄλλως τε καὶ ὑπὸ μεγίστης εὐθείας ὑποτείνεται τῆς ΜΗ, ἥτις ἐστὶν ἀνάκλασις. νο‐ είσθω δὴ τοῦτο τὸ τρίγωνον ἀγειρόμενον καὶ περιαγόμενον περὶ τὸν ΗΠ ἄξονα, ὡς γίνεσθαι κῶνον, οὗ ἡ κορυφὴ τὸ Η, ὅστις κῶνος σύγκειται ἐκ
15πολλῶν τριγώνων ὁμοίων τῷ ΚΜΗ, ἅπερ τρίγωνα γίνονται ἀπὸ τῶν ὄψεων τῶν προσπιπτουσῶν ἀπὸ τοῦ Κ ἐπὶ τὸ ΜΝ νέφος καὶ ἀνακλωμένων ἐπὶ τὸ Η, τουτέστι τὸν ἥλιον. δηλονότι περιαγωγὴ τοιαύτη κυκλοτερὴς γενή‐ σεται περὶ τὸ νέφος, καὶ τούτου χάριν κυκλικὸν ἔχει σχῆμα ἡ ἶρις. αἱ γὰρ κάθετοι πᾶσαι τῶν τριγώνων ἐφ’ ἓν σημεῖον πεσοῦνται τὸ Π, ὅπερ
20ἐστὶ κέντρον τῆς ἴριδος· ἐκτὸς γὰρ τῶν τριγώνων πίπτουσιν αἱ κάθετοι αὐ‐ τῶν ἐπὶ τὸ Π σημεῖον. οὕτω μὲν οὖν κυκλικὸν σχῆμα ἀπολαμβάνει ἡ ἶρις. διὰ τί δὲ ἡμικύκλιον, ἀποδεικνύουσιν οὕτω· τὸ γὰρ ἐπίπεδον, ἐν ᾧ ἐστι τὸ Κ, ἐν ᾧ ἐνεγράψαμεν τὸ ΚΜΗ τρίγωνον, ταὐτὸν δ’ εἰπεῖν τὸ ἐμ‐ βαδὸν τοῦ ὁρίζοντος ἐκβαλλόμενον ὡς ἐπὶ τὸ κέντρον τῆς ἴριδος τὸ Π τέμνει
25δίχα τὸν κύκλον τὸν ἐκ τῶν τριγώνων γινόμενον. καὶ ἐνταῦθα ἡμικύκλιον φαίνεται ἡ ἶρις· συμβαίνει γὰρ τὸ ἡμικύκλιον τῆς ἴριδος ὀρθῶς ἐφεστάναι τῷ ὁρίζοντι. ἔστι δὲ τοῦτο καὶ φυσικῶς νοῆσαι· ἐπειδὴ γὰρ ἀπὸ τοῦ ὄμ‐ ματος αἱ ὄψεις κωνοειδῶς ἐκπέμπονται, ὡς ποιεῖν κῶνον μέγαν τὴν μὲν κορυφὴν ἔχοντα πρὸς τῷ ὄμματι, τὴν δὲ βάσιν πρὸς τῷ ὁρατῷ, δῆλον ὅτι
30καὶ ἐπὶ τοῦ νέφους κωνοειδῶς προσπίπτουσι καὶ πρὸς τὸ νέφος· καὶ ἡ μὲν247

248

κορυφὴ τοῦ κώνου γίνεται τὸ ὄμμα, βάσις δὲ τὸ νέφος. ἐπειδὴ οὖν κωνο‐ ειδῶς καὶ κυκλοτερῶς προσπίπτουσιν αἱ ὄψεις τῷ νέφει, τούτου χάριν κυκλοτερὴς ἡ ἶρις φαίνεται. ἐπειδὴ κωνοειδῶς προσπίπτουσαι κωνοειδῶς καὶ ἀνακλῶνται πρὸς τὸν ἥλιον, διὰ τοῦτο μὲν κυκλοτερής· ἡμικύκλιον δ’
5ἐπειδὴ ὁ ὁρίζων κωλύει καὶ τὰς ἀκτῖνας τοῦ ὄμματος χωρεῖν ἐπὶ τὸ κάτω. λοιπὸν εὑρίσκεται ὡς κῶνος δεδιχασμένος ἀπὸ κορυφῆς μέχρι τῆς βάσεως, ὥστε τὸν ἄξονα αὐτοῦ ἐν τῷ ἐπιπέδῳ εἶναι τοῦ ὁρίζοντος. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης. φέρε δ’ ἡμεῖς ἀπορήσωμεν πρὸς τὸ ὑπ’ αὐτοῦ εἰρημένον θεώρημα. ἐπειδὴ γὰρ κέντρον εἶπε τὸ Κ τοῦ ὁρίζοντος, δῆλον ὅτι ἴση
10ἐστὶν ἡ ἀπὸ τοῦ Κ πρὸς τὸ ΜΝ νέφος προσπίπτουσα εὐθεῖα τῇ ἀπὸ τοῦ Η ἐπὶ τὸ Κ. καὶ ἴσον ἔσται τὸ διάστημα τὸ ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸ ὄμμα τῷ διαστήματι τῷ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, ὅπερ ἄτοπον. εἴρηται δὲ τούτου ἡ ἐπίλυσις ἐν τῷ περὶ τῆς ἅλω λόγῳ, ἔνθα διαφόρους ὁρίζοντας ἐλάβομεν. ῥητέον δὲ καὶ νῦν ἑτέραν ἐπίλυσιν, ὅτι τὸ Κ καὶ κέντρον ἐστὶ
15καὶ οὐ κέντρον· κέντρον μὲν τοῦ παντός, ἐπειδὴ ὅπου ἂν ᾖ τὸ ὄμμα, ἐν κέντρῳ ἐστίν, οὐ κέντρον δὲ τοῦ ὁρίζοντος· οὐ γὰρ ἴση ἐστὶν ἡ ΗΚ τῇ ΚΜ. μήποτε οὖν ὁ φιλόσοφος πρὸς τὸ πᾶν ἀπιδὼν κέντρον ἐκάλεσε τὸ Κ. ὅτι γὰρ οὐκ ἔστι τὸ Κ τοῦ ἐκκειμένου ὁρίζοντος κέντρον, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἦν κέντρον, ἐκβαλλομένη ἐπ’ εὐθείας ἡ ΚΜ καὶ διάμετρος ἂν ἐγί‐
20νετο τοῦ ὁρίζοντος· οὐκοῦν ἡμικύκλια ἂν ἦσαν τὰ τμήματα. εἰ δὲ ἡμικύκλια ἦσαν, ἴσαι ἂν ἦσαν αἱ γωνίαι αἱ πρὸς τῇ περιφερείᾳ γινόμεναι ὑπὸ τῆς ΚΜ. καὶ ἐπειδὴ ἡ ἀνάκλασις πρὸς ἴσας γίνεται γωνίας, ἴσαι δ’ εἰσὶν αἱ πρὸς τῇ ΜΚ ἀνακλάσεις, πρὸς τὸ Κ γενήσεται καὶ οὐ πρὸς τὸ Η, τουτέστι πρὸς αὐτὸ τὸ ὄμμα, ὡς ἑαυτὸν ἐνοπτρίζεσθαι ἐν τῷ νέφει ὥσπερ ἐπὶ τῶν
25κατόπτρων, καὶ οὐ πρὸς τὸν ἥλιον, ὡς γίνεσθαι τὴν ἶριν. ὥστε οὐκ ἔστι κέντρον τὸ Κ, εἴ γε μὴ ἐπ’ αὐτῷ γενήσεται ἡ ἀνάκλασις. εἰ δὲ μὴ κέν‐ τρον τοῦ ὁρίζοντος τὸ Κ, ἐπεζεύχθη δ’ ἀπ’ αὐτοῦ πρὸς τὴν περιφέρειαν εὐθεῖα ἡ ΚΜ, ἐκβαλλομένη ἡ ΚΜ οὐ γενήσεται διάμετρος τοῦ κύκλου. ἐπειδὴ δ’ οὐκ ἔστι διάμετρος, οὐ τμηθήσεται ὁ κύκλος εἰς ἡμικύκλια, ἀλλ’
30εὑρεθήσεται θάτερον ἔλαττον ἡμικυκλίου. ἐπειδὴ οὖν εἰς ἄνισα τέτμηνται, αἱ πρὸς τῇ περιφερείᾳ γινόμεναι γωνίαι ὑπὸ τῆς ΚΜ ἄνισοι εὑρεθήσονται· ἡ μὲν γὰρ ἀμβλεῖα, ἡ δὲ ὀξεῖα. ἐπειδὴ οὖν ἄνισοί εἰσιν, ἡ δὲ ἀνάκλασις πρὸς ἴσας γίνεται, οὐ γενήσεται ἀνάκλασις πρὸς αὐτάς. οὐκοῦν οὐ γίνεται ἀνάκλασις πρὸς τὸ Κ, τουτέστι πρὸς τὸ ὄμμα, ἀλλ’ ἐκπεμπομένη ἡ ΚΜ
35καὶ ψαύουσα κύκλου, τουτέστι τοῦ ὁρίζοντος ἤτοι τοῦ ἐκεῖσε νέφους, καὶ ἀνακλωμένη ποιεῖ ἴσην γωνίαν ἄλλην τῇ ὑπὸ ΚΜΣ, τὴν ὑπὸ ΚΜΗ. οὐ‐ κοῦν ἐπειδὴ αἱ ὑπὸ ΚΜΣ, ΚΜΗ ἴσαι εἰσίν, ἄνισοι δὲ αἱ ὑπὸ ΚΜΣ, ΚΜΘ,
πρὸς μὲν τὸ Η γενήσεται ἡ ἀνάκλασις, ὑφ’ ἧς γίνονται αἱ ἴσαι γωνίαι·248

249

πρὸς δὲ τὸ Κ οὐ γενήσεται, ἐπειδὴ ἀνίσους πεποίηκε γωνίας ἡ ΚΜ. καὶ ὅτι τοῦτο οὐκ ἠγνόει Ἀριστοτέλης, ὅτι οὐκ ἔστι κέντρον τὸ Κ τοῦ ὁρί‐ ζοντος, δῆλον ἐκ τοῦ ἀνίσους ὑποτίθεσθαι τὰς γωνίας τὰς ὑπὸ τῆς ΚΜ πρὸς τῇ περιφερείᾳ γινομένας, τουτέστι τὴν ὑπὸ ΚΜΘ καὶ τὴν ὑπὸ ΚΜΣ.
5εἰ γὰρ ᾤετο κέντρον εἶναι τὸ Κ, καὶ ταύτας ἐξ ἀνάγκης ἴσας ἂν ὑπετίθετο. τί γάρ φησιν αὐτός; ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπί‐ πτουσαι ποιήσωσιν ὥσπερ ἄξονα τὴν ἐφ’ ᾗ ΗΚ, καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαι‐ ρίου ἐπὶ τὸ Η ἐπὶ τὴν μείζω γωνίαν, πρὸς κύκλου περιφέρειαν
10προσπεσοῦνται ἀπὸ τοῦ Κ. ᾧ δῆλον, ὅτι μείζονα λέγει γωνίαν τὴν ὑπὸ ΚΜΘ, ἐξ ἧς ἴσην ἀναφέρει ἡ ΜΗ εὐθεῖα, τουτέστιν ἡ ἀνάκλασις, τῇ ὑπὸ ΚΜΣ. οἶδεν ἄρα, ὅτι ἄνισά εἰσι τὰ τμήματα τοῦ κύκλου. εἰ δὲ ἄνισά εἰσιν, οὐκ ἔστι διάμετρος· οὐκ ἄρα ἐστὶ σημεῖον τὸ Κ κέντρον τοῦ ὁρίζοντος. ταῦτα ἔχει ἡ θεωρία.
15nΤὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι.
16 Διὰ τὸ πλησίον ἀλλήλων εἶναι τὸ φοινικοῦν καὶ τὸ πράσινον, ἕτερον ἐκ τῆς τούτων κράσεως γίνεται χρῶμα, τὸ ξανθόν. καὶ ὅτι ἀπὸ κράσεως ἄλλων χρωμάτων, ἀποδείκνυσι διὰ ἓξ ἐπιχειρημάτων.
19nἘν γὰρ τῷ μελαντάτῳ νέφει μάλιστα ἄκρατος γίνεται ἶρις.
20 Ἄκρατος, τουτέστιν ἀμιγὴς τοῦ φοινικοῦ χρώματος. ἐν γὰρ τῷ μελαντάτῳ νέφει τὸ φοινικοῦν λευκὸν φαίνεται διὰ τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐὰν ἧττον μέλαν παρὰ μᾶλλον μέλαν παραβαλλόμενον, ξανθὸν φαίνεται.
24nΚαὶ πάλιν ἀπομαραινομένης τῆς ἴριδος, ὅταν λύηται
25nτὸ φοινικοῦν.
26 Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι μέλλουσα ἀποπαύεσθαι ἡ ἶρις εἰς ξανθὸν μεταβάλλεται τὸ φοινικοῦν διὰ τὸ λευκαίνεσθαι τὰ νέφη, ἅτινα παραβαλλόμενα παρὰ τὸ πράσινον ξανθὸν χρῶμα δείκνυσι.
29nΜέγιστον δὲ σημεῖον τούτων ἡ ἀπὸ τῆς σελήνης ἶρις.
30Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἀπὸ τῆς σελήνης ἶρις πρὸς τὸ249

250

μελάντατον νέφος παραβαλλομένη λευκή ἐστιν· ᾧ δῆλον, ὅτι γίνεται ἀπὸ κράσεως χρῶμα.
3nΓίνεται δὲ τοῦτο τὸ πάθος καταφανὲς καὶ ἐπὶ τῶν
4nἀνθῶν.
5 Ἄνθη καλεῖ τὰ ποικίλματα τὰ ἐν τοῖς ἱματίοις γινόμενα. καὶ ἔχεις τὸ τέταρτον, ὅτι ταῦτα παραβαλλόμενα πρὸς ἄλληλα πολλὰ χρώματα ποι‐ οῦσιν ἐκ τῆς κράσεως.
8nΟἷον ἡ πορφύρα ἐν λευκοῖς ἢ μέλασιν ἐρίοις.
9Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἁλουργὶς διάφορα ποιεῖ χρώ‐
10ματα ἐν διαφόροις ἱματίοις βαλλομένη διαφέρουσι τῇ χροιᾷ.
11nΔιὸ καὶ οἱ ποικιλταί φασι διαμαρτάνειν ἐργαζόμενοι
12nπρὸς τὸν λύχνον.
13Τὸ ἕκτον ἐπιχείρημα τὸ τῶν ποικιλτῶν.
14nΜακροτέρα γὰρ ἀποτεινομένη ἡ ὄψις.
15 Ἐντεῦθεν δηλοῖ τὴν αἰτίαν, δι’ ἣν ἀμυδροτέρα ἡ ἐκτὸς ἶρις φαίνεται τῆς ἐντός.
17nὭστ’ ἔλαττον προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυ‐
18nρότερα φαίνεσθαι.
19Ἔλαττον οὐ τῷ πλήθει (πλείονες γὰρ προσπίπτουσιν ὄψεις πρὸς τὴν
20ἐκτὸς περιφέρειαν), ἀλλ’ ἔλαττόν ἐστιν ἐν τῇ δυνάμει. ἀλλ’ ἐπειδὴ γὰρ πορρωτέρω τῆς ὄψεώς εἰσι τὰ ἐπὶ αὐτὴν νέφη, ἀτονοῦσιν αἱ ἀκτῖνες ἐκεῖσε προσπίπτουσαι, καὶ διὰ τοῦτο ἀμυδρὸν γίνεται τὸ χρῶμα τὸ τῆς ἔξω ἴριδος.
23nὍτι δ’ οὔτε κύκλον οἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε
24nμεῖζον ἡμικυκλίου τμήματος.
25Ἐντεῦθεν διὰ γραμμικῆς ἀνάγκης ἀποδείκνυσι τὴν ἶριν ἀναγκαίως
κυκλικὸν σχῆμα ἀπολαμβάνειν, καὶ οὐδέποτε μεῖζον ἡμικυκλίου γίνεται.250

251

(1n)

Ἡμισφαιρίου γὰρ ὄντος κύκλου τοῦ ἐφ’ οὗ Α, κέντρου
2nδὲ τοῦ Κ.
3 Κέντρον νῦν λέγει τὸ Κ τοῦ παντός, καθότι τὸ ὄμμα, ὅπου ἂν ᾖ, κέντρου λόγον ἐπέχει πρὸς ἡμισφαίριον, οὐ τοῦ ὁρίζοντος, ὡς ὁ Ἀφροδισιεὺς
5ἐνόησεν.
6nἘὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι ποι‐
7nήσωσιν ὥσπερ ἄξονα τὴν ἐφ’ ᾗ ΗΚ, κἂν ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ.
8 Γραμμὰς λέγει τὰς ἀπὸ τοῦ ὄμματος ἐκπεμπομένας ὄψεις ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένας ἐπὶ τὸν ἥλιον, αἵτινες ποιοῦσι κώνους δύο, τὸν μὲν
10μέγαν, τὸν δὲ μικρόν, ἀμφοτέρους ἔχοντας τὴν αὐτὴν βάσιν τὴν † ἐφ’ ᾗ ΗΚ, κορυφὰς δὲ διαφόρους, τὸν μὲν μείζονα πρὸς τὸν ἥλιον ἔχοντα τὴν κορυφήν, τὸν δ’ ἐλάττονα πρὸς τὸ ὄμμα· ἄξονα δὲ τῶν δύο τὸν αὐτόν, τὴν ΗΚ, ἥτις ἐν αὐτῷ τῷ ἐπιπέδῳ τοῦ ὁρίζοντός ἐστι. καλῶς δ’ εἶπεν ‘οἷον ἄξονα‘, ἐπειδὴ οὐ κυρίως ἐστὶν οὗτος ἄξων, ἀλλὰ νοεῖται, ἐπειδὴ κατὰ
15περιαγωγὴν τῶν τριγώνων γίνεται οὗτος ἄξων, ἐπειδὴ κυρίως ἄξων ἡ κάθετός ἐστιν ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος πεμπομένη.
17nΚαὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ, ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν
18nἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η, ἐπὶ τὴν μείζω γωνίαν.
19Οὐκ ἄρα, ὦ Ἀλέξανδρε, κέντρον ἐστὶ τὸ Κ τοῦ ὁρίζοντος. ἦ γὰρ ἂν
20οὕτως ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἐκβληθεῖσα εὐθεῖα ἴσας ἂν ἐποίησε τὰς πρὸς τῇ περιφερείᾳ γωνίας· νῦν δὲ μείζονα λέγει τὴν μίαν.
22nἘὰν δ’ ἐπάνω ἀεὶ ἐλάττω ἡμικυκλίου.
23 Ἐὰν πρὸς τῷ ὁρίζοντί ἐστιν ὁ ἥλιος, ἡμικυκλίου ὀφθήσεται ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν ταύτης κύκλον ὑπὸ τοῦ ὁρίζοντος ἢ διὰ τὸ οἷον κέν‐
25τρον εἶναι τῆς ἴριδος τὸν ἥλιον καὶ εἶναι αὐτὸν ἐν τῷ ὁρίζοντι.
26nΚαὶ τὸ ἐπίπεδον ἐκβεβλήσθω, ἐν ᾧ τὸ Α.
27Ἐντεῦθεν δείκνυσιν, ὅτι ἡμικύκλιόν ἐστιν ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν251

252

κύκλον τῆς ἴριδος ὑπὸ τοῦ κύκλου τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα. κύκλος γὰρ κύκλον οὐ τέμνει πλὴν εἰ μὴ κατὰ δύο σημεῖα.
3nΚύκλος οὖν ἡ τομὴ ἔσται τῆς σφαίρας ὁ μέγιστος.
4Ἡ τομὴ τέμνουσα τὴν σφαῖραν τῆς ἴριδος κύκλος ἐστὶ μέγιστος· ὁ
5γὰρ ὁρίζων ἐστί.
6nΔιοίσει γὰρ οὐδέν, ἂν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ
7nτὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον.
8 Οὐδὲν διαφέρει, ὁποιονοῦν ἐπίπεδον τῶν ἐπὶ τῆς ΗΚ τριγώνων ἐκ‐ βάλλων τέμῃς τὸν κύκλον τῆς ἴριδος· οὕτω γὰρ ἡμικύκλιον ἔσται καὶ οὐ
10κύκλος. οὐκοῦν ἐκβαλλέσθω τὸ ἐφ’ ᾧ Α ἐπίπεδον καὶ τεμνέτω τὸν κύκλον τῆς ἴριδος· ἡμικύκλιον ἄρα ἔσται. ἀλλ’ ἐνταῦθα μὴ ἀπατηθῇς καὶ νομίσῃς, ὅτι τὸ Α ὡς ἐπίπεδον λαμβάνει τοῦ ἡμικυκλίου. δείξομεν γὰρ ἐν τοῖς ἐφεξῆς, ὅτι τὸ Α ἡμισφαίριον καλεῖ τοῦ παντός.
14nΑἱ οὖν ἀπὸ τῶν ΗΚ ἀναγόμεναι γραμμαὶ ἐν τούτῳ τῷ
15nλόγῳ οὐ συσταθήσονται τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ
16nἄλλο σημεῖον.
17 Ἐνταῦθα ἐκεῖνο τὸ λῆμμα παραδίδωσιν, ὃ προελάβομεν ἡμεῖς, ὅτι ἐὰν ληφθῇ τι σημεῖον ἐπὶ τῆς τοῦ ἡμικυκλίου διαμέτρου, ὃ μή ἐστι κέν‐ τρον, καὶ διὰ σημείου ἐκείνου ἐκβληθεῖσα εὐθεῖα ἐπὶ τὴν περιφέρειαν ἐπι‐
20ζευχθῇ κατὰ τὸ πέρας τῇ διαμέτρῳ, ὡς δύο γενέσθαι εὐθείας, οὐ γενή‐ σονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ἄλλαι δύο εὐθεῖαι πρὸς ἄλλο καὶ ἄλλο ση‐ μεῖον οὖσαι παρὰ τὰς πρώτας τὸν αὐτὸν λόγον ἔχουσαι ταῖς πρώταις. κέχρηται δὲ τούτῳ ὁ φιλόσοφος τῷ λήμματι, ἵνα δείξῃ, ὅτι ἡ ΠΜ ἀνά‐ λογόν ἐστι τῇ Δ. τοῦτο δὲ κατασκευάζει, ἵνα δείξῃ, ὅτι τὸ Π πόλος ἐστὶ
25τῆς ἴριδος, καὶ πᾶσαι αἱ ὄψεις πρὸς τὴν ὑπ’ αὐτοῦ περιαγομένην γραμμὴν νοητὴν πίπτουσι καὶ οὐ πρὸς ἄλλην τινά. εἰ γὰρ πρὸς ἄλλο σημεῖον πέ‐ σωσί τινες τῶν ὄψεων, εὑρεθήσονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ πρὸς ἄλλο καὶ ἄλλο σημεῖον κλώμεναι εὐθεῖαι τὸν αὐτὸν λόγον ἔχουσαι, ὅπερ ἄτοπον.
29nἘπεὶ γὰρ τά τε ΚΗ σημεῖα δέδοται, καὶ ἡ ΚΗ δεδο‐
30nμένη ἂν εἴη καὶ ἡ ΜΗ, ὥστε καὶ ὁ λόγος τῆς ΜΗ πρὸς ΜΚ.
31Δέδεικται ἐν τοῖς Δεδομένοις, ὅτι ἐὰν δύο σημεῖα δοθῇ τῇ θέσει,
τουτέστιν ὁμολογηθῇ, καὶ ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα δέδοται, καὶ λέγεται252

253

δεδόσθαι θέσει καὶ μήκει· καὶ πάλιν, ἐὰν ἄλλα σημεῖα δοθῇ, καὶ ἡ ἐπι‐ ζευγνύουσα αὐτὰ εὐθεῖα, καὶ ὁ λόγος τῶν εὐθειῶν δέδοται, ποῖον λόγον ἔχει † ἡ ΔΕ πρὸς τὴν ΔΕ. τρία οὖν εἰσι τὰ ζητούμενα· σημεῖα, εὐθεῖα, λόγος, ἅτινα τοῦ ἑνὸς δοθέντος καὶ τὰ ἄλλα ἕπονται. ἐπειδὴ οὖν, φησί,
5δέδοται σημεῖον (τὸ Η γὰρ ἥλιος, ἀλλὰ καὶ τὸ Κ, ἡ ὄψις γάρ ἐστιν), οὐκοῦν καὶ ἡ ΚΗ δεδομένη ἂν εἴη. ἐπειδὴ δὲ καὶ τὸ Μ δέδοται (ἐπειδὴ μέσον ἐστὶ τοῦ Η καὶ τοῦ Κ), δεδομέναι ἂν εἴησαν ἡ ΚΜ καὶ ἡ ΜΗ. ἐπειδὴ δὲ αὗται δεδομέναι εἰσί, καὶ ὁ λόγος αὐτῶν ἄρα δεδομένος ἂν εἴη. οὐκοῦν ἐπειδὴ δεδομένος ἐστὶν ὁ λόγος τῶν ΗΜ, ΜΚ, ἐκκείσθω τις εὐθεῖα
10ἡ ΔΒ καὶ τετμήσθω κατὰ τὸν λόγον τῆς ΗΜ πρὸς τὴν ΜΚ καὶ τὰ ἑξῆς.
11nΔεδομένης οὖν περιφερείας ἐφάψεται τὸ Μ. ἔστω δὴ
12nαὕτη ἐφ’ ᾗ τὸ ΝΜ.
13 Ἐπειδή, φησί, δέδοται τὸ ΜΝ νέφος καὶ ἡ ΜΝ περιφέρεια, δέδοται δὲ καὶ ἡ ΚΜ εὐθεῖα, ἐφάψεται ἄρα ἡ ΜΚ εὐθεῖα τῆς ΜΝ περιφερείας.
15nὭστε τομὴ τῶν περιφερειῶν δέδοται.
16 Ἐπειδὴ αἱ εὐθεῖαι δεδομέναι εἰσίν, ἐκβάλλομεν τὰς περιφερείας τῆς ἴριδος· οὐκοῦν δέδοται ἡ τομὴ τῶν πρὸς ἄλληλα τῇ ΜΝ.
18nΠρὸς ἄλλῃ δέ γε ἢ τῇ ΜΝ περιφερείᾳ ἀπὸ τῶν αὐ‐
19nτῶν σημείων ὁ αὐτὸς λόγος ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὐ συνίσταται.
20Αὕτη ἐστὶν ἡ πρότασις τοῦ προληφθέντος λήμματος.
21tΠρᾶξις λθ.
22nἘκκείσθω οὖν τις γραμμὴ ἡ ΔΒ καὶ τετμήσθω ὡς ἡ
23nΜΗ πρὸς τὸ ΜΚ, ἡ Δ πρὸς Β.
24Δείξας ὁ Ἀριστοτέλης, ὅτι κυκλοειδὴς γίνεται ἡ ἶρις, καὶ ὅτι ἡμικύ‐
25κλιον, εὑρηκὼς δὲ καὶ τὸν μὲν ἕνα πόλον αὐτῆς διὰ τοῦ Π σημείου, νῦν
βούλεται καὶ τὸν ἕτερον αὐτῆς πόλον εὑρεῖν καὶ ἐπὶ τούτῳ δεῖξαι, πῶς253

254

καὶ ἐλάττων ἡμικυκλίου ἡ ἶρις γίνεται. ἵνα δὲ τὸν δεύτερον πόλον ἀγρεύσῃ τῆς ἴριδος, κέχρηται θεωρήματι γεωμετρικῷ τοιούτῳ· ἐκκείσθω γάρ, φησί, γραμμή τις ἡ ΔΒ καὶ τετμήσθω οὕτως, ἵνα ὃν λόγον ἔχει ἡ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἀγομένη ὄψις πρὸς τὴν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ
5νέφος ἀγομένην, ταὐτὸν δ’ εἰπεῖν, ὃν λόγον ἔχει ἡ ΗΜ πρὸς τὴν ΜΚ, τὸν αὐ‐ τὸν λόγον ἔχῃ ἡ Δ πρὸς τὴν Β. ἀλλὰ μὴν ἡ ΜΗ τῆς ΜΚ ἐστὶ μείζων· πολλῷ ἄρα μείζων καὶ ἡ Δ τῆς Β. καὶ προσεξαιρείσθω ἐφεξῆς τῇ Β ἑτέρα τις εὐθεῖα ἡ Ζ, ὥστε τὴν ΒΖ τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν Δ, ὃν ἡ Δ πρὸς τὴν Β. ἀλλ’ ἡ Δ τῆς Β μείζων· ἡ ἄρα ΒΖ τῆς Δ μείζων.
10πολλῷ ἄρα ἡ ΖΒ αὐτῆς Β μείζων (διελόντι ἄρα, ὡς ἡ ΒΖ πρὸς τὴν Δ, οὕτως ἡ Δ πρὸς τὴν Β). τρεῖς οὖν εὐθεῖαι· πρώτη ἡ ΖΒ, δευτέρα ἡ Δ, τρίτη ἡ Β. ἐὰν δὲ τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον λέγεται ἔχειν ἤπερ ἡ δευτέρα πρὸς τὴν τρίτην. ἡ ἄρα ΖΒ πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β·
15πολλῷ ἄρα μείζων ἡ ΖΒ τῆς Β ἤπερ ἡ Δ. κείσθω μὲν ἡ Ζ τῇ ΗΚ ἀνάλογον, ἡ δὲ Β τῇ ΚΠ. λέγω, ὅτι καὶ ἡ Δ τῇ ΜΠ ἀνάλογόν ἐστιν. εἰ γὰρ δυνατόν, μὴ ἔστω ἀνάλογον ἡ Δ τῇ ΜΠ, ἀλλ’ ἢ πρὸς μείζονα τῆς ΜΠ ἢ πρὸς ἐλάττονα ἐν τῷ ΗΑΜ ἡμισφαιρίῳ (τὸ γὰρ αὐτὸ ἄτοπον
συναχθήσεται, εἴτε πρὸς μείζονα εἴτε πρὸς ἐλάττονα), τὴν ΠΡ ἡ Δ. τρεῖς οὖν[Omitted graphic marker]254

255

εὐθεῖαι ἡ ΗΚ, ΚΠ, ΠΡ τρισὶν εὐθείαις ταῖς ΖΒΔ ἀνάλογόν εἰσιν. ἀλλ’ ἡ ΖΒ πρὸς τὴν Δ ἀνάλογον ἦν ὡς ἡ Δ πρὸς τὴν Β. ἦν δὲ ἡ Ζ ὡς ἡ ΗΚ, ἡ δὲ Β ὡς ΠΚ, ἡ δὲ Δ ὡς ἡ ΠΡ. ἀλλὰ * πρὸς τὴν ΠΡ ἔστιν ὡς ἡ ΡΠ πρὸς τὴν ΠΚ. ἐὰν οὖν ἐπιζευχθῶσιν ἡ ΡΚ καὶ ἡ ΡΗ, γίνονται
5τρίγωνα ἄλλα ὅμοια τὸ ΗΡΠ καὶ τὸ ΚΠΡ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν τὴν πρὸς τὸ Π. αἱ πλευραὶ τῶν δύο τριγώνων ἀνάλογόν ἐστιν ἥ τε ΠΡ καὶ ἡ ΚΠ, ὥστε καὶ ἡ ΗΠ πρὸς ΠΡ. ὥστε καὶ ΠΡ πρὸς ΚΡ τὸν αὐ‐ τὸν ἔχει λόγον, ὃν ἡ ΗΠ πρὸς ΠΡ· τὴν γὰρ αὐτὴν γωνίαν ὑποτείνουσι τὴν πρὸς τῷ Π, ἣν αὗται περιέχουσιν ἡ ΗΠ, ΠΡ καὶ ΡΠ, ΠΚ. ἡ δὲ
10ΗΠ πρὸς τὴν ΠΡ ὡς ἡ ΡΠ πρὸς τὴν ΚΠ, ἡ δὲ ΡΠ πρὸς ΚΠ ἦν ὡς ἡ ΜΗ πρὸς ΜΚ, ταὐτὸν δ’ εἰπεῖν ὡς ἡ Δ πρὸς τὴν Β. ἐν τῷ αὐτῷ ἄρα ἡμικυκλίῳ τῷ ΗΜ δύο εὐθείαις ταῖς ΚΜ, ΜΗ ἄλλαι δύο εὐθεῖαι συνέστησαν ἀνάλογον πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ Μ καὶ Ρ, αἱ ΗΡ, ΡΚ, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἡ Δ πρὸς ἐλάττω ἐστὶ τῆς ΜΠ. ὁμοίως
15δὲ δείξομεν, ὅτι οὔτε τῆς ἴριδος *** εἰ γὰρ ἀπ’ αὐτοῦ πρὸς ὀξεῖαν γω‐ νίαν ἐπιζεύξομεν ἐπὶ τὸ Μ καὶ περιαγομένων ἐπὶ τὸ Ν, κύκλος γραφήσεται ὁ ΜΝ, τουτέστιν ἶρις, κέντρον ἔχων τὸ Ο, 〈ἐφ’ ὃ〉 πᾶσαι αἱ κύκλῳ κάθετοι πεσοῦνται τοῦ ΜΝ ἡμικυκλίου· ἄξων δὲ ἔσται ἡ ΗΠ, πόλοι δὲ τὸ Η καὶ τὸ Π. καὶ ταῦτα μὲν εἰποῦσα ἡ λέξις ἀπεπαύσατο. ζητοῦσι δὲ οἱ ἐξ‐
20ηγηταί, πόθεν δῆλον, ὅτι τὸ Π πόλος ἐστὶ τοῦ ΜΝ ἡμικυκλίου. μήπω γὰρ δείξαντος τοῦ Ἀριστοτέλους, ὅτι ἐντὸς πίπτει καὶ τοῦ ὁρίζοντος, ἄδηλον, εἰ πόλος ἐστίν. εἰ γὰρ ἐκτὸς πίπτει, οὐκ ἔσται πόλος. ἀποδεικνύ‐ ουσιν οὖν καὶ οἱ ἐξηγηταὶ καὶ ὁ μέγας φιλόσοφος ὁ ἡμέτερος πρόγονος, ὅτι ἐντὸς πίπτει τοῦ ὁρίζοντος τὸ Π. ἀλλ’ οἱ μὲν ἐξηγηταὶ πολλοῖς ἀτό‐
25ποις περιβάλλοντες τὸν Ἀριστοτέλην τοῦτο ἀποδεικνύουσιν, ὁ δὲ μέγας φι‐ λόσοφος τὴν ἀρχαίαν βαδίσας ὁδόν. ἀποδεικνύουσι δ’ οἱ ἐξηγηταί, οὕτω δὴ γάρ φασιν· ἴση ἐστὶν ἡ ΗΚ τῇ ΚΜ. καὶ εὐθὺς ἀπὸ θυρῶν ἄτοπον ὑπόθεσιν κατηγοροῦσι τοῦ Ἀριστοτέλους· ποιοῦσι γὰρ αὐτὸν λέγοντα ἴσον εἶναι τὸ διάστημα τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τοῦ ὄμματος τῷ διαστήματι
30τῷ ἀπὸ τοῦ ὄμματος μέχρι τοῦ νέφους· οἴονται γὰρ αὐτὸν λέγειν τὸ Κ κέντρον τοῦ ὁρίζοντος. ἐδείξαμεν δ’ ἡμεῖς τῇ προτεραίᾳ, ὅτι οὐκ ἔστι κέντρον τοῦ ὁρίζοντος, ἀλλ’ ἢ ἄρα τοῦ παντός. ἐπειδὴ οὖν, φασίν, ἴση
ἐστὶν ἡ ΗΚ τῇ ΜΚ καὶ τὸ ἀπὸ τῆς ΗΚ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΚΜ, τὰ255

256

ἀπὸ τῶν ΗΚ, ΚΜ ἄρα διπλάσιά εἰσι τῆς ἀπὸ τῆς ΚΜ. ἀμβλεῖα δ’ ἐστὶν ἡ ὑπὸ ΚΜ γωνία, ὡς δέδεικται τῇ προτεραίᾳ, ὑποτείνει δ’ αὐτὴν ἡ ΗΜ. τὸ ἀπὸ τῆς ΗΜ ἄρα μεῖζόν ἐστι τῶν ἀπὸ τῆς ΗΚ, ΚΜ· ἐν μὲν γὰρ τοῖς ἀμβλυγωνίοις τριγώνοις ἡ τὴν ἀμβλεῖαν ὑποτείνουσα μεῖζον δύναται τῶν
5τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν εὐθειῶν. ἀλλὰ τὰ ἀπὸ τῶν ΗΚ, ΚΜ διπλάσιά εἰσι τοῦ ἀπὸ τῆς ΚΜ· τὸ ἄρα ἀπὸ τῆς ΗΜ μεῖζόν ἐστιν ἢ δι‐ πλάσιον τοῦ ἀπὸ τῆς ΚΜ. ἀλλ’ ὡς ἡ ΗΜ πρὸς ΜΚ, οὕτως ἡ Δ πρὸς τὴν Β· τὸ ἀπὸ τῆς Δ ἄρα μεῖζόν ἐστιν ἢ διπλάσιον τοῦ ἀπὸ τῆς Β. ἀλλ’ ὡς ἡ Δ πρὸς τὴν Β, οὕτως ἡ ΖΒ πρὸς τὴν Δ. καὶ τὸ ἀπὸ τῆς ΖΒ
10ἄρα μεῖζόν ἐστιν ἢ διπλάσιον τοῦ ἀπὸ τῆς Δ· τὸ ἀπὸ τῆς ΖΒ ἄρα μεῖζόν ἐστιν ἢ τετραπλάσιον τοῦ ἀπὸ τῆς Β. ἡ ΖΒ ἄρα τῆς Β μείζων ἐστὶν ἢ διπλασίων μήκει· ἐὰν γὰρ τετράγωνον τετραγώνου τετραπλάσιον ᾖ, ἡ μία αὐτοῦ εὐθεῖα διπλασίων ἐστὶ τῆς ἄλλης μήκει. τὸ οὖν ἀπὸ τῆς ΖΒ μεῖ‐ ζον ἢ τετραπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς Β, καὶ ἡ ΖΒ ἄρα μείζων ἢ διπλα‐
15σίων ἐστὶ τῆς Β μήκει. διελόντι ἄρα ἡ Ζ τῆς Β μείζων ἐστὶν (ἐπειδὴ γὰρ μείζων ἐστὶν ἢ διπλασίων ἡ ΖΒ τῆς Β), ἐὰν ἀφαιρεθῇ ὑπεροχή, τουτέστιν ἡ Ζ, τοῦ ἑπομένου, τουτέστι τῆς Β. μείζων ἄρα ἐστὶν ἡ Ζ τῆς Β. ἀλλ’ ἡ μὲν Ζ ἦν ἡ ΗΚ, ἡ δὲ Β ἐστὶν ἡ ΚΠ. μείζων ἐστὶν ἄρα ἡ ΗΚ τῆς ΚΠ. ἀλλ’ ἡ ΗΚ ἴση ἐστὶ τῇ ΚΞ. καὶ ἡ ΚΞ ἄρα μεί‐
20ζων ἐστὶ τῆς ΚΠ. ἀλλ’ ἡ ΗΚ τοῦ ὁρίζοντος ἐφάπτεται, ἡ ΚΠ ἄρα οὐκ ἐφάψεται τοῦ ὁρίζοντος, ἀλλ’ ἐντὸς πεσεῖται, καὶ ἔσται πόλος τὸ Π, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν οἱ ἐξηγηταὶ διὰ μεγάλων ἀτόπων περιάγοντες τὸν Ἀριστοτέλην ἔδειξαν, ὅτι ἐντὸς πεσεῖται τὸ Π καὶ ὅτι πόλος ἔσται. τὸ γὰρ εἰπεῖν κέντρον εἶναι τὸ Κ τοῦ ὁρίζοντος καὶ τὴν ΗΚ τῇ ΚΜ ἴσην καὶ
25προσέτι τῇ ΚΞ, πολλὴν ἀτοπίαν εἰσφέρει. συνάγεται γὰρ τὸ αὐτὸ εἶναι διάστημα ἀπὸ τοῦ ἡλίου μέχρις ἡμῶν καὶ ἀπὸ ἡμῶν μέχρι τῶν νεφῶν, ἅτινα οὔτε τὰς ἀκρωρείας ὑπερβαίνουσιν. ὁ μέντοι ἡμέτερος πρόγονος μη‐ δενὶ ἀτόπῳ χρησάμενος δείκνυσιν ἐντὸς τὸ Π. ἐπειδὴ γάρ, φησίν, ὡς ἡ Δ πρὸς τὴν Β, οὕτως ἡ ΖΒ πρὸς τὴν Δ, καὶ τὸ ἀνάπαλιν ὡς ἡ ΖΒ πρὸς
30τὴν Δ, οὕτως ἡ Δ πρὸς τὴν Β, τρεῖς γεγόνασιν εὐθεῖαι· πρώτη μὲν ΖΒ, δευτέρα δὲ ἡ Δ καὶ τρίτη ἡ Β. ἐὰν δ’ ὦσι τρεῖς εὐθεῖαι ἀνάλογον, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον ἔχει ἤπερ ἡ δευτέρα πρὸς τὴν τρίτην. ἡ ΖΒ ἄρα πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β. τούτων οὕτως ἐχόντων ἔστω ἡμικύκλιον τὸ ΗΑΜ καὶ διάμετρος
35αὐτοῦ ἡ ΗΞ. καὶ ἀφ’ ἑνὸς σημείου τῆς διαμέτρου, ὃ μή ἐστι κέντρον256

257

τοῦ ἡμικυκλίου, ἤχθω εὐθεῖά τις ἐπὶ τὴν περιφέρειαν ἡ ΚΜ καὶ ἀνακε‐ κλάσθω ἐπὶ τὸ Η, ὡς εἶναι τὴν μὲν ΗΚ μείζονα τῆς ΚΞ, τὴν δὲ ΗΜ, ΜΚ τὸν αὐτὸν λόγον ἔχειν, ὅνπερ ἡ Δ πρὸς τὴν Β. καὶ ἐπεὶ ἡ ΖΒ πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β, ἔστι δὲ ὡς ἡ Δ
5πρὸς τὴν Β ἡ ΗΜ πρὸς τὴν ΜΚ, ἡ ΖΒ ἄρα πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΜ πρὸς τὴν ΜΚ. καὶ ἀπὸ τοῦ Κ σημείου ἤχθω πρὸς ὀρθὰς πρὸς τὴν ΗΞ ἡ ΚΛ, καὶ ἐπεζεύχθω ἡ ΗΛ, ΛΞ. γίνεται οὖν τρίγωνα τὰ ΛΗΚ, ΛΚΞ ὅμοια ἀλλήλοις τε καὶ τῷ ΛΗΞ τριγώνῳ. δέδεικται γὰρ ἐν γεωμετρίᾳ ἐν τῷ ἕκτῳ βιβλίῳ τῆς Στοιχειώσεως, ὅτι ἐὰν ἐν ὀρθογωνίῳ τριγώνῳ ἀπὸ
10τῆς ὀρθῆς γωνίας ἐπὶ τὴν βάσιν κάθετος ἀχθῇ, τὰ πρὸς τῇ καθέτῳ τρί‐ γωνα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις. ἐπειδὴ οὖν ὀρθή ἐστιν ἡ πρὸς τῇ Λ γωνία, ἦκται δὲ κάθετος ἐπὶ τὴν βάσιν ἡ ΛΚ, ὅμοιά ἐστιν ἀλλήλοις τὰ τρίγωνα καὶ τῷ ὅλῳ. ἔστιν ἄρα, ὡς ἡ ΗΞ πρὸς τὴν ΛΞ, οὕτως ἡ ΛΞ πρὸς τὴν ΞΚ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν εἰσὶ τὴν Ξ. οὐκ‐
15οῦν κἀνταῦθα τρεῖς γεγόνασιν εὐθεῖαι ἀνάλογον· πρώτη μὲν ἡ ΗΞ, δευτέρα δὲ ἡ ΞΛ καὶ τρίτη ἡ ΚΞ. ἡ ΗΞ ἄρα πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΛΞ. ἀλλ’ ὡς ἡ ΛΞ πρὸς τὴν ΚΞ, οὕτως ἡ ΗΛ πρὸς τὴν ΚΛ· περὶ γὰρ ἴσας γωνίας εἰσίν· ἴση γὰρ ἡ πρὸς τῷ Ξ τῇ ὑπὸ ΗΛΚ. ἡ ΗΞ ἄρα πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν ΛΚ. ἀλλ’
20ἡ ΗΛ πρὸς τὴν ΛΚ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΗΜ πρὸς τὴν ΜΚ. μείζων γάρ ἐστιν ἡ μὲν ΗΜ τῆς ΗΛ (πρὸς γὰρ τῇ διαμέτρῳ μᾶλλόν ἐστι τῆς ΗΛ), ἡ δὲ ΛΚ τῆς ΚΜ· ἀπὸ γὰρ τῆς πρὸς τῇ περιφερείᾳ γω‐ νίας ἦκται κάθετος ἐπὶ τὴν διάμετρον, ὥστε ἐπὶ μὲν τῶν ΗΛ, ΛΚ μεμεί‐ ωται ὁ πρόλογος καὶ ηὔξηται ὁ ὑπόλογος· ἐπὶ δὲ τῶν ΗΜ, ΜΚ ηὔξηται
25ὁ πρόλογος. οὐκοῦν ἐπειδὴ ποῦ μὲν ὁ πρόλογος μεμείωται, ποῦ δὲ ὁ ὑπό‐ λογος, οὐκέτι τὸν αὐτὸν ἕξουσι λόγον αἱ ΗΛ πρὸς ΛΚ, ὃν ἡ ΗΜ πρὸς ΜΚ. καθόλου γὰρ εἴτε ὁ πρόλογος μειωθῇ ἢ αὐξηθῇ εἴτε ὁ ὑπόλογος, καὶ μὴ ἄμφω ὁμοίως ἢ αὐξηθῶσιν ἢ μειωθῶσι, φθείρεται ὁ λόγος. ἐπειδὴ οὖν ἡ ΗΞ πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν
30ΛΚ, ἀλλὰ καὶ ἡ ΗΜ πρὸς τὴν ΜΚ μείζονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν ΛΚ, ἔστιν ἄρα ὡς ἡ ΗΜ πρὸς τὴν ΜΚ, οὕτως ἡ ΗΞ πρὸς τὴν ΚΞ· διελόντι ἄρα ἡ ΗΚ πρὸς τὴν ΚΞ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ
ΗΜ πρὸς τὴν ΜΚ. οὐκοῦν καὶ ἐνταῦθα ἐπὶ μὲν τῶν ΗΚ, ΚΞ μεμείωται257

258

μὲν ὁ πρόλογος, ηὔξηται δὲ ὁ ὑπόλογος· ἐπὶ δὲ τῶν ΗΜ, ΜΚ ηὔξηται μὲν ὁ πρόλογος, μεμείωται δὲ ὁ ὑπόλογος. οὐκοῦν μείζων ἐστὶν ἡ ΚΞ τῆς ΚΜ. ἐὰν οὖν ποιήσωμεν ὡς τὴν ΗΜ πρὸς ΜΚ, οὕτω τὴν ΗΚ πρὸς ἄλλην τινὰ ἐλάττονα τῆς ΚΞ, τὴν ΚΠ, καὶ ἐντὸς πεσεῖται τοῦ ὁρίζοντος,
5καὶ ἔσται πόλος τὸ Π, ὅπερ ἔδει δεῖξαι.
6nὭστε ἀπὸ τῶν ΗΚ σημείων οὐ μόνον πρὸς τῇ ΜΝ περι‐
7nφερείᾳ συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον, ἀλλὰ καὶ ἄλ‐
8nλοθι· ὅπερ ἀδύνατον.
9Ἰδοὺ ἐντεῦθεν ἐδημοσίευσε τὴν χρείαν τοῦ προληφθέντος λήμματος.
10nἘὰν οὖν τούτῳ ἐφ’ ᾧ τὸ Π πόλῳ χρώμενος, διαστή‐
11nματι δὲ τῷ ἐφ’ ᾧ ΠΜ, κύκλος γραφ, ἁπασῶν ἐφάψεται τῶν
12nγωνιῶν, ἃς ἀνακλώμεναι ποιοῦσιν ἀπὸ τοῦ ΜΗ.
13 Ἐάν, φησί, πρὸς ὀξείας γωνίας ἀπὸ τοῦ Π ἀχθῇ τις εὐθεῖα ὡς ἡ ΠΜ ἐπὶ τὸ νέφος, ἔνθα πίπτουσιν αἱ ὄψεις, εἶτα περὶ τὸ Π στρεφομένη
15ἡ ΠΜ εὐθεῖα κύκλον γράψει, ὁ κύκλος οὗτος ἁπασῶν ἐφάπτεται τῶν † κλάσεων, ὧν κλῶνται αἱ ὄψεις προσπίπτουσαι πρὸς τὸ νέφος. καὶ ἔσται πόλος ἐκείνου τοῦ κύκλου τὸ Π, οὗ κέντρον ἐντὸς τοῦ κύκλου ἠρμένον. καὶ κέντρον οὐδὲν ἄλλο ἐστὶν ἢ πόλος ἐν κύκλῳ ὤν.
19nἘὰν οὖν περιαγάγῃς τὸ ἡμικύκλιον τὸ ἐφ’ ᾧ τὸ Α περὶ
20nτὴν ἐφ’ ᾗ ἡ ΚΠ.
21 Ἔστι δὴ ἔθος αὐτῷ ἀπὸ τῶν ἀρκτικῶν στοιχείων ὀνομάζειν τὰ πρά‐ γματα. τί γὰρ δήποτε τὸ ἡμικύκλιον Α ἐκάλεσεν; ἔδει γὰρ μᾶλλον Η εἰπεῖν. ἢ διὰ τούτου ἐνδείκνυται, ὅτι τὸ ἡμικύκλιον οὐ τοῦ ὁρίζοντος λαμβάνει, ἀλλὰ τὸ ἡμισφαίριον τοῦ παντός· ὅθεν ἐπειδὴ τοῦτο ἄνω ἐστί,
25τούτου χάριν Α αὐτὸ ἐκάλεσε. τί οὖν φησιν; ὅτι ἐὰν ἐπινοίᾳ περιαγάγῃς τὸ ἡμισφαίριον περὶ τὸν ἄξονα, ἐν ᾧ ἐστιν ἡ ΚΠ, τουτέστι πέριξ συμπερι‐ αγάγῃς ἐν αὐτῷ καὶ τὸ ΗΚΜ τρίγωνον, † ὡς πολλὰ γενέσθαι τρίγωνα ὅμοια αὐτῷ, τουτέστιν ἰσογώνια αὐτῷ καὶ ἰσόπλευρα ἐν διαφόροις ἐπιπέδοις κατὰ
τὴν περιαγωγὴν γινόμενα.258

259

(1n)

Καὶ ἢν ποιήσωσι δὲ γωνίαν αἱ ΗΠ καὶ ΜΠ ἐπὶ τῆς
2nΗΠ, ἀεὶ ἴση ἔσται.
3 Οὐ μόνον, φησί, τὰ τρίγωνα ἰσογώνια γενήσεται καὶ ἰσόπλευρα, ἅπερ ἀπὸ τῶν ἀνακλάσεων γίνονται, ἀλλὰ καὶ ἀπὸ τοῦ πόλου γινομένη γωνία
5ἀπὸ τοῦ ΗΠ † ΔΞ πόλου καὶ τῆς ΜΠ τῆς ἐπὶ τὸ νέφος ἐπιζευγνυμένης καὶ περιαγομένης νοητῆς ἀεὶ ἡ αὐτὴ ἔσται περιαγομένου τοῦ ἡμισφαιρίου κατὰ τὴν ἐπίνοιαν.
8nΤούτων δ’ αἱ κάθετοι ἐπὶ τὸ αὐτὸ σημεῖον πεσοῦνται.
9Τούτων, ποίων; ἢ τῶν τριγώνων λέγει τῶν γινομένων ἐκ τῆς περι‐
10αγωγῆς. ἐπειδὴ γὰρ ὅμοιαί εἰσι καὶ ἴσαι, δηλονότι αἱ ἀπὸ τῶν γωνιῶν αὐτῶν κάθετοι ἐφ’ ἓν σημεῖον πεσοῦνται καὶ ἐκτὸς αὐτῶν, ἐπειδὴ ἀμβλυ‐ γώνιοί τε καὶ ἀνισόπλευροί εἰσιν· ἕκαστον γὰρ αὐτῶν μεγίστην μὲν ἔχει τὴν ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον, ἐλαχίστην δὲ τὴν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, μέσην δὲ τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸ ὄμμα.
15nΤῶν μὲν γὰρ ἄνω τὸν ἥλιον οὐ κρατεῖν, τῶν δὲ πρὸς
16nτῇ γῇ στηριζομένων κρατεῖν, καὶ διαχεῖν τὸν ἀέρα.
17 Ἐνταῦθα τὴν αἰτίαν λέγει τοῦ ἡμικύκλιον φαίνεσθαι τὴν ἶριν. ἐπειδὴ γὰρ οὐδὲν ἄλλο ἐστὶν ἡ ἶρις ἢ τὸ κρατεῖσθαι τὸν ἥλιον ὑπὸ τοῦ νέφους (ὅταν γὰρ αὐτὸς κρατήσῃ, διαλύει τὸ νέφος, καὶ οὐ γίνεται ἶρις), ὅταν οὖν
20ἀνατέλλῃ ὁ ἥλιος, δηλονότι ἐκπεμπόμεναι ἀπ’ αὐτοῦ ἀκτῖνες ἡ μέν ἐστι κάθετος, αἱ δὲ πρὸς τῇ καθέτῳ, αἱ δὲ πόρρω τῆς καθέτου. ἐπειδὴ οὖν κάτω αὐτοῦ ὄντος ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ κατὰ διάμετρον πί‐ πτουσιν ἐπὶ τοῦ ὁρίζοντος καὶ περὶ τὸν ὁρίζοντα, αὗται ἐντονώτεραι οὖσαι διαλύουσι τὰ περὶ τὸν ὁρίζοντα νέφη καὶ οὐκ ἐῶσιν ἐκεῖ συστῆναι τὴν
25ἶριν· αἱ δὲ πόρρω τῆς καθέτου, τουτέστιν ὑπεράνω τοῦ ὁρίζοντος πίπτουσαι, ἐπειδὴ οὔκ εἰσιν ἐκεῖναι ἔντονοι διὰ τὸ ἐπὶ πλέον διίστασθαι καὶ εἰς ἀχανὲς λοιπὸν χωρεῖν, οὐ διαλύουσι τὰ νέφη· καὶ λοιπὸν ἐκεῖ μόνον γίνεται ἡ ἶρις, οὐκέτι δὲ καὶ κάτω περὶ τὸν ὁρίζοντα. ἔνθεν οὐ γίνεται κύκλος ἡ ἶρις ἐφαπτόμενος τοῦ ὁρίζοντος, ἀλλὰ ἡμικύκλιον μόνον, ἐπειδὴ οὐ συγ‐
30χωροῦσιν αἱ κάθετοι ἀκτῖνες συστῆναι κάτω νέφος μέλαν.
31nΓίνεσθαι δὲ καὶ νέφος νυκτῶν ἀπὸ τῆς σελήνης
32nὀλιγάκις.
33Τοῦτο ὡς πρὸς ἀπόδειξίν τινα ἐπήγαγε τοῦ τὴν ἶριν γίνεσθαι κρατου‐259

260

μένου τοῦ ἡλίου, ἐπειδὴ γὰρ καὶ ἀπὸ τῆς σελήνης ἶρις γίνεται διὰ τὸ εἶναι αὐτὴν ψυχροτέραν τοῦ ἡλίου καὶ μὴ ἰσχύειν τὰ νέφη διαλύειν. ἄλλως τε καὶ νὺξ ἀντιπράττει τῇ διαλύσει τῶν νεφῶν, καὶ λοιπὸν τὰ νέφη ἐπικρα‐ τοῦντα τῆς σελήνης ποιοῦσιν ἀνακλᾶσθαι τὰς ὄψεις ἐπ’ αὐτῆς, καὶ γίνεται
5ἡ ἶρις. δηλονότι ἐπὶ τοῦ ἡλίου τότε γίνεται ἶρις, ὅταν κατακρατήσαντα τοῦ ἡλίου παχυνθῶσι τὰ νέφη, * προσπιπτούσας αὐτοῖς τὰς ὄψεις μὴ δι‐ ιέναι, ἀλλ’ ἀνακλᾶσθαι ὡς πρὸς τὸν ἥλιον καὶ γίνεσθαι τὴν ἶριν. ἀλλ’ εἴ‐ ποις ἄν· οὐκοῦν ἔδει συνεχῶς τε γίνεσθαι ἐπὶ τῆς σελήνης ἶριν, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον κατακρατοῦσι τὰ νέφη τῆς σελήνης, ἅμα τε διὰ τὴν
10φύσιν αὐτῆς, ἅμα τε ὅτι καὶ νύκτωρ γίνεται. ἢ ῥητέον, ὅτι ὅσον μὲν καὶ τοῦτο ἔδει συχνότερον γίνεσθαι, ἀλλ’ ἔστιν ἄλλο τι τὸ ἐμποδίζον. τὰ γὰρ ἰριοειδῆ χρώματα μελάντερα ὄντα ἐν μέλανι τῷ νέφει καὶ ἐν τῷ σκοτεινῷ ἀέρι λανθάνουσι· τὰ γὰρ ὅμοια πέφυκε λανθάνειν ἐν τοῖς ὁμοίοις.
14tΠρᾶξις μ.
15nΠάλιν ἔστω ὁρίζων καὶ τὰ ἑξῆς.
16 Διδάξας ἡμᾶς ὁ Ἀριστοτέλης τὴν αἰτίαν τοῦ κυκλικοῦ τῆς ἴριδος σχήματος, καὶ ὅτι τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ ὁρίζοντος ἡμικύκλιον φαίνεται, ἔτι πρὸς τούτοις καὶ τὸν ἕτερον πόλον τῆς ἴριδος ὄντα μεταξὺ τοῦ κέντρου τῆς ἴριδος καὶ τοῦ ἐξ ἐναντίας πέρατος τῆς διαμέτρου, νῦν πάλιν ἀρθέντος ἀπὸ
20τοῦ ὁρίζοντος τοῦ ἡλίου ζητεῖ τὸ σχῆμα τῆς ἴριδος, ὅπερ ἐστὶν ἡμικύκλιον. οὐκέτι δὲ ἡμικύκλιον φαίνεται ἡ ἶρις, ἀλλ’ ἐλάττων ἡμικυκλίου· ἀρθέντος γὰρ τοῦ ἡλίου ἀπὸ τοῦ ὁρίζοντος φαίνεται ἡ ἶρις ἐλάττων ἡμικυκλίου, καὶ γίνεται τὸ κέντρον αὐτῆς ὑπὸ γῆν καὶ ὁ πόλος. καὶ ὅσον ἐξαίρεται ὁ ἥλιος, το‐ σοῦτον ἐλαχίστη φαίνεται ἡ ἶρις· καὶ ὅταν γένηται πρὸς τῷ μεσημβρινῷ,
25καταπίνεται. πρὸς τούτοις δὲ καὶ ἄλλα δύο σημαίνειν ἔφη ὁ μέγας φιλό‐ σοφος· τὸ κλίνεσθαι τὴν ἶριν ἐπὶ τὰ μέρη, ἐφ’ ἃ καὶ ὁ πόλος γέγονεν, ὑπὸ γῆν· πρὸς τούτοις δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ὅτε μέν ἐστιν ἡμικύκλιον ἡ ἶρις, ἐλάττονος τμῆμα κύκλου εἶναι δοκεῖ, ὅτε δ’ ἐλάττων ἡμικυκλίου φαίνεται, μείζονος κύκλου. ταῦτα δείκνυται οὕτως, καὶ πρῶτον τὰ Ἀρι‐
30στοτέλους εἴπωμεν· ἔστω ὁρίζων κύκλος ἡ ΑΒΓ καὶ ἐξῃρήσθω ὁ ἥλιος ἀπὸ τοῦ ὁρίζοντος καὶ ἔστω ὡς κατὰ τὸ Η. ἡ δὲ τοῦ ὁρίζοντος διά‐ μετρος ἔστω ἡ ΑΓ, τὸ δὲ κέντρον τὸ Κ. ἀρθέντος οὖν τοῦ ἡλίου τὸ κέντρον τῆς ἴριδος καὶ ὁ πόλος ὑπὸ γῆν γίνεται τοῦ Κ ὑπὲρ γῆς ὄντος, καινοῦ ὄντος τοῦ ἄξονος τοῦ ΗΚΟΠ, ἐφ’ οὗ ἐστι τὸ κέντρον τῆς ἴριδος
35τὸ Ο καὶ ὁ Π πόλος. † ἐπεί ἐστι τὸ Κ κέντρον ἐπάνω καὶ ἤρθη ὁ ἥλιος,260

261

εἴη ἂν τὸ κέντρον τῆς ἴριδος καὶ ὁ Π πόλος ὑποκάτω ἐπὶ τῆς ΗΚΟΠ, ἐφ’ ᾗ ἐστι τὸ κέντρον τῆς ἴριδος τὸ Ο καὶ ὁ Π πόλος. καὶ ἐπειδὴ κέν‐ τρου ὑποκειμένου τοῦ ἡλίου τῆς ἴριδος ἡμικύκλιόν ἐστι τὸ † ΒΥΨ, φα‐ νερόν, ὅτι κάτω ὄντος τοῦ Ο κέντρου τὸ ὑπὲρ γῆς τμῆμα τῆς ἴριδος ἔλατ‐
5τόν ἐστι ἡμικυκλίου, καί ἐστιν ὑπὲρ γῆς τὸ Ψ τμῆμα τῆς ἴριδος ἔλαττον τυγχάνον ἡμικυκλίου. καὶ φανερόν, ὅτι ὅσῳ μετεωρίζεται ὁ ἥλιος, τοσούτῳ ἐλαχίστη φαίνεται ἡ ἶρις· καὶ ὅταν γένηται ἐπὶ τοῦ μεσημβρινοῦ, κατα‐ πίνεται καὶ οὐ φαίνεται κατωτέρου γινομένου τοῦ κέντρου αὐτῆς καὶ πόλου. καὶ ἔχεις ἐνταῦθα, ὅτι καὶ τὸ σχῆμα τῆς ἴριδος ὥρισται· ἢ γὰρ ἡμι‐
10κύκλιον φαίνεται, ὅταν ἀνατέλλῃ ὁ ἥλιος, ἢ ἔλαττον ἡμικυκλίου, ὅταν ἀρθῇ ἐκ τοῦ ὁρίζοντος, ἢ καταπίνεται, ὅταν ἐν τῷ μεσημβρινῷ γένηται. φανερὸν δέ, ὅτι καὶ κέκλιται ἡ ἶρις, ὅταν ἐξαίρηται ὁ ἥλιος διὰ τὸ τὸν πόλον κάτω εἶναι. τούτου δὲ κανόνα ἔχομεν, ὅτι ἐὰν διὰ πολλῶν τέμνηται κύκλος, δίχα τέμνεται καὶ πρὸς ὀρθάς. διὰ τοῦτο οὖν κέκλιται νῦν, ἐπειδὴ ὁ ΑΒΓ
15ὁρίζων οὐκ ἔστι τῆς ἴριδος διὰ τὸν πόλον· κάτω γάρ ἐστιν ὁ πόλος, οὐδὲ γὰρ κατὰ τὸ Υ. ἡ δὲ κύκλησις γίνεται ἐπὶ τὰ μέρη, ἐφ’ ἃ ὁ πόλος ὑπὸ γῆν τυγχάνει, ὥσπερ ἔστιν ἰδεῖν ἐπὶ τῆς κρικωτῆς σφαίρας. καὶ δῆλον ὅτι ὡς ἐπὶ τὸν πόλον γίνεται ὀξεῖα γωνία. ὅτι δὲ καὶ μείζονος κύκλου φαίνεται τμῆμα, συλλογιστέον οὕτως· ὅταν ἐστὶ τὸ λαμπρὸν ἐπὶ τοῦ ὁρί‐
20ζοντος, δέδεικται, ὅτι ἡμικύκλιον φαίνεται ἡ ἶρις. καὶ δῆλον ὅτι ἀπό‐ γειόν ἐστι τότε τὸ ἡμικύκλιον ὡς πρὸς τὸ ἔλασσον τοῦ ἡμικυκλίου, ὥστε ὅταν φαίνηται ἔλασσον ἡμικυκλίου τὸ φαινόμενον μέρος, περιγειότερον τυγ‐ χάνει. ἐπεὶ οὖν περιγειότερον τυγχάνει, ἔχομεν τὸ ζητούμενον. ἐπειδὴ γὰρ μᾶλλον πρὸς τοῖς περιγειοτέροις πλεονάζουσιν οἱ ἀτμοί, δοκεῖ ταύτῃ
25μείζων φαίνεσθαι· τὰ γὰρ ἐν ὕδατι ὁρώμενα μείζονα φαίνεται. ἢ τὸ ἀλη‐ θέστερον· περιγειότερον τυγχάνον τὸ τμῆμα μᾶλλον τῇ ὄψει ὑποπίπτει διὰ τὸ δεύτερον λημμάτιον τὸ λέγον, ὅτι τὰ ἐκ πολλοῦ διαστήματος ἡ ὄψις ἐλάσσονα οἴεται, τὰ δ’ ἐγγὺς μείζονα. ἀπορῆσαι δ’ ἄξιον πρὸς τὸν Ἀρι‐ στοτέλην, πῶς ὁρίζοντα εἰπὼν τὸν ΑΒΓ κύκλον καὶ ἐξῃρημένον τὸν ἥλιον
30ἐκ τοῦ ὁρίζοντος ἔλαβε τὸν ἥλιον ἐπὶ τοῦ Η, ὅ ἐστιν ἐπὶ τοῦ ΑΒΓ ὁρί‐ ζοντος. εἰ γὰρ ἐπὶ τοῦ ΑΒΓ ἐστὶ τὸ Η, οὐκέτι ἐξῄρηται· καὶ εἰ ἐξῄρηται τὸ Η, οὐκέτι ἐστὶν ἐπὶ τοῦ ΑΒΓ ὁρίζοντος. ἢ ῥητέον, ὅτι οὐκ ἔστιν ὁ ΑΒΓ ὁρίζων ἀκίνητος, ἀλλὰ συγκινούμενος τῷ παντί· ἔστι γὰρ καὶ ὁρίζων κινούμενος ἐν τῇ σφαίρᾳ. καὶ τοῦτο οἶδεν ὁ Πτολεμαῖος· τὸν γὰρ τοι‐
35οῦτον ὁρίζοντα ἑκτημόριον ὀνομάζει διὰ τὸ ἓξ θέσεις λαμβάνειν τῆς ἡμέρας. ἔστι γὰρ ἡ πρώτη ιβ ὧραι καὶ ἡ δευτέρα ια καὶ ἑξῆς ἴσαι· καὶ οὕτως ὁ κύκλος κατὰ τὰς ὥρας τὰς αὐτὰς τὴν αὐτὴν ἴσχει θέσιν. ὥστε οὐδὲν ἄτοπον ὑπέθετο ὁ Ἀριστοτέλης, ἀλλ’ ἐπειδὴ ἔδειξεν, ὡς καὶ πότε ἐλάττων
ἡμικυκλίου φαίνεται ἡ ἶρις καὶ εἰπών, ὅτι ὅταν γένηται ὁ ἥλιος πρὸς τῷ261

262

μεσημβρινῷ, καταπίνεται καὶ οὐ φαίνεται ἡ ἶρις, ὥς τινος ἀπορήσαντος, ὅτι οὐδέποτε πρὸς τῷ μεσημβρινῷ ὄντος τοῦ ἡλίου γίνεται ἶρις, εἰ μὴ ὅταν ἐν τῷ ὁρίζοντί ἐστιν ὁ ἥλιος ἢ μικρὸν ἀρθῇ ἀπὸ τοῦ ὁρίζοντος— εἰ γὰρ εἴη ἐπὶ τοῦ μεσημβρινοῦ, γίνεται διὰ τὸ τὰ προσάρκτια μέρη τῶν
5κύκλων ὡς ἐπὶ τῆς ἐγκεκλεισμένης σφαίρας μείζονα εἶναι ἡμικύκλων καὶ πολὺ αἴρεσθαι τὸ λαμπρόν, καὶ ταύτῃ ἀφανίζεσθαι τὴν ἶριν. ἐν γὰρ ταῖς μεγίσταις ἡμέραις ὁ ἥλιος τὰ προσάρκτια τμήματα διώκει, ἐν δὲ ταῖς χει‐ μεριναῖς τὰ νότια κλίματα, ἅπερ ἐστὶν ὑπὲρ γῆς μὲν ἐλάχιστα, ὑπὸ γῆν δὲ μέγιστα· ἡ γὰρ ἔγκλισις τοῦ γίνεσθαι παρασκευάζει. ἐλαχίστων οὖν
10ὄντων πρὸς τῷ χειμερινῷ ὑπὲρ γῆς τμημάτων φανερόν, ὅτι ὁ ἥλιος ὅτε γένηται ἐπὶ τοῦ μεσημβρινοῦ, ὀλίγον ἦρται ἀπὸ τοῦ ὁρίζοντος. καὶ ταύτῃ δύναται ἐν πάσῃ ὥρᾳ καὶ ἐπὶ τοῦ μεσημβρινοῦ ὄντος τοῦ ἡλίου γίνεσθαι ἶρις ἐν τῷ νοτίῳ κλίματι. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
14nὉ δὲ ἄξων ἔστω νῦν ἐφ’ ὧν τὸ ΗΠ.
15 † Ἄρα ὅτι τὸ ΗΠ καλεῖ ὁ Ἀριστοτέλης, ἐφ’ οὗ ἐστι τὸ Ο κέντρον καὶ ὁ Π πόλος. ἐπειδὴ οὖν ταῦτα ὑπὸ γῆν εἰσι, δῆλον ὅτι ἔλαττον ἡμικυκλίου φαίνεται καὶ τὸ ΓΥΨ τμῆμα ἔλαττόν ἐστιν ἡμικυκλίου.
18nΤὰ μὲν οὖν ἄλλα πάντα ὁμοίως δειχθήσεται.
19Τὰ ἄλλα, ποῖα; τὸ σχῆμα τῆς ἴριδος ὅτι κυκλικὸν καὶ ὅτι κατὰ ἀνά‐
20κλασιν· ταῦτα γὰρ ἀπεδείχθη, καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς νῦν πτώσεως, ὅταν ἐλάττων ἐστὶν ἡμικυκλίου, δειχθήσεται.
22nἘπὶ γὰρ τῆς αὐτῆς ὅ τε πόλος καὶ τὸ κέντρον.
23 Τοῦτό φησιν, ὅτι ἐπὶ τῆς ΗΚΟΠΞ, τουτέστιν ἐπὶ τοῦ ἄξονος γίνεται τέσσαρά τινα· ὁ ἥλιος, τὸ κέντρον τοῦ ὁρίζοντος τὸ Κ, καὶ τὸ κέντρον τῆς
25ἴριδος τὸ Ο, καὶ ὁ Π πόλος.
26tΠρᾶξις μα.
27nΤαύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων
28nκαὶ ῥάβδων.
29Συμπληρώσας ὁ Ἀριστοτέλης τὸν περὶ ἅλω καὶ ἴριδος λόγον τρέπεται262

263

καὶ ἐπὶ τὰ συγγενῆ αὐτοῖς, παρηλίους φημὶ καὶ ῥάβδους, διὰ τὴν ἐν ἀρχῇ περὶ τούτων εἰρημένην ὑφ’ ἡμῶν τάξιν. ὀφείλων δ’ ἐντεῦθεν προτάξαι τοὺς παρηλίους διὰ τὸ τίμιον τοῦ σχήματος—κύκλος γάρ τις ὅμοιος τῷ ἡλίῳ δοκεῖ φαίνεσθαι, αἱ δὲ ῥάβδοι εὐθεῖαι. ὁ δὲ κύκλος ἀεί ἐστιν ὅμοιος
5ἑαυτῷ καὶ οὔτε ἀφαίρεσιν οὔτε πρόσθεσιν ἐπιδέχεται, ὡς ἐν τῇ Περὶ οὐ‐ ρανοῦ πραγματείᾳ ἀποδείκνυσι, καὶ διὰ τοῦτο τίμιόν ἐστι τὸ κυκλικὸν σχῆμα· καὶ γὰρ εἴτε προσθήκην εἴτε ἀφαίρεσιν θελήσομεν τοῦ κύκλου ποι‐ ῆσαι, ὅλον αὐτὸν ἀμείβομεν, ἡ δ’ εὐθεῖα καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν ἐπι‐ δέχεται μὴ ἀμειβομένη καθ’ ἑαυτήν. διὰ οὖν τὸ τοῦ σχήματος τίμιον
10ἔδει προτετάχθαι τοὺς παρηλίους τῶν ῥάβδων. αὐτὸς δὲ διὰ τὸ ὁμοχρόους εἶναι τὰς ῥάβδους τῇ ἴριδι προτάττει αὐτὰς τῶν παρηλίων· αἱ γὰρ ῥάβδοι ποικίλαι εἰσὶ τοῖς χρώμασιν, ὁ δὲ παρήλιος μονόχρους· λευκὸς γάρ, ὥσπερ ἡ ἅλως. γίνεται δέ, ὡς πολλάκις εἴρηται, καὶ ταῦτα κατὰ ἀνάκλασιν· ἀνακλωμένη γὰρ ἡ ὄψις τοιούτων σχημάτων καὶ χρωμάτων ἴσχει φαντασίαν.
15ἀλλ’ ὁ μὲν Ἀλέξανδρός φησιν ἐπὶ τῶν ῥάβδων, ὅτι προσπίπτει ἡ ὄψις τῷ νέφει κἀκεῖθεν ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ τοῦ 〈νέφουσ〉 συνεχοῦς γι‐ νομένου φαίνονται πολλαὶ ῥάβδοι. οὕτω γὰρ γίνονται καὶ ἐν ὕδατι καὶ ἀνακλωμένης ὄψεως ἐπὶ τὸ νέφος· ἡ γὰρ ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω γινο‐ μένη ἀνάκλασις ῥάβδων ἐν τῷ ὕδατι δόκησιν παρέχει. οὕτω μὲν ὁ Ἀφρο‐
20δισιεύς. ὁ μέντοι μέγας φιλόσοφος ἄριστα καὶ περὶ τούτων φερόμενος οὐκ ἀνέχεται τοῦ ἐξηγητοῦ διὰ τὸ εἰς ἄτοπα περιβάλλεσθαι τὰ Ἀριστοτέλους. ἔδει γὰρ μὴ ῥάβδους φαίνεσθαι, ἀλλὰ κυκλικὸν σχῆμα διὰ τὸ κάτοπτρον, ἐφ’ ὃ ἀνακλᾶται, κυκλικὸν εἶναι. τάχα γὰρ οὐ δι’ ἄλλο ἡ ἶρις καὶ ἡ ἅλως κυκλικὰ ἐφαίνετο εἰ μὴ διὰ τοῦτο. καὶ ἔχεις φυσικὴν αἰτίαν τοῦ
25κυκλικοῦ καὶ τῆς ἅλω καὶ τῆς ἴριδος σχήματος, ὡς μηδὲ τῆς γραμμικῆς ἐκείνης ἀποδείξεως δεῖσθαι τῆς κυκλικὰ ταῦτα δεικνυούσης. οὕτως ἀπορή‐ σας πρὸς τὴν Ἀλεξάνδρου ἐξήγησιν ἐπάγει τὴν οἰκείαν περὶ τούτου κρίσιν καί φησιν, ὅτι αἱ ῥάβδοι γίνονται οὐ προσπιπτούσης τῆς ὄψεως πρὸς τὸ νέφος κἀκεῖθεν ἀνακλωμένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀπὸ νέφος εἰς νέφος
30προσπιπτούσης τῆς ὄψεως κἀκεῖθεν ἀνακλωμένης πρὸς ἕτερον νέφος λευ‐ κόν. τοῦτο δὲ κατασκευάζει ἐκ δύο τρόπων, ἑνὸς μὲν τοῦ ἐκ τῆς ἀναλο‐ γίας τῆς λεγούσης, ὅτι ὥσπερ ἐν τῷ ὕδατι προσπιπτούσης τῆς ὄψεως καὶ ἀνακλωμένης πρὸς τὸ νέφος γίνονται ῥάβδοι χωρὶς ἡλίου, οὕτω καὶ ἐν‐ ταῦθα χρὴ κατὰ τὴν αὐτὴν τάξιν χωρὶς ἡλίου ῥάβδους γίνεσθαι, ὡς καὶ
35τὰ φαινόμενα μαρτυρεῖ· καὶ γὰρ χωρὶς ἡλίου ῥάβδοι ὤφθησαν πολλάκις. οὕτω μὲν ἐκ τῆς ἀναλογίας τοῦ Ἀριστοτελικοῦ παραδείγματος, πρὸς ὅ τινες πειρῶνται ἀντιλέγειν, ὅτι Ἀριστοτέλης ἔφη πρὸς τὸν ἥλιον ἀνακλᾶσθαι·
ὅμως μέντοι σύμφωνα καὶ τῷ φιλοσόφῳ λέγειν οὐκ ἠπόρησεν ὁ μέγας οὗ‐263

264

τος ἀνήρ. φησὶ γοῦν, ὅτι ἥλιον νῦν ἐκάλεσεν Ἀριστοτέλης τὸ λευκὸν νέφος. καὶ ὅτι τοῦτο οὐκ ἄτοπον, δῆλον ἐκ τῆς ἀναλογίας, ὡς ληφθέντος παρα‐ δείγματος τοῦ ἐν τῷ ὕδατι. λοιπὸν δὲ καὶ ἐκ τῆς συνηθείας εἰώθαμεν τὰ καταλαμβανόμενα ὑπὸ τοῦ ἡλίου ἥλιον καλεῖν. οὕτω γὰρ ἐξατμίζεσθαί τι
5ἢ θερμαίνεσθαι βουλόμενοι ἐπιτρέπομεν ἐν τῷ ἡλίῳ ἀποτίθεσθαι τὸν ὑπὸ τοῦ ἡλίου καταλαμβανόμενον τόπον ἥλιον καλοῦντες. καὶ ἐκ τῆς συστά‐ σεως δὲ τῶν νεφῶν τὸ αὐτὸ δείκνυσι. βούλεται γὰρ ὁ Ἀριστοτέλης τὰς μὲν ῥάβδους ἐπὶ ἀνωμάλοις νέφεσι συνίστασθαι καὶ μὴ πυκνοῖς· ὅπερ καὶ αὐτὸ δῆλόν ἐστιν αἴτιον τοῦ μὴ ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον τὴν ὄψιν ἐπὶ
10τῶν ῥάβδων. προσπίπτουσα γὰρ ἡ ὄψις ἄλλῳ νέφει, ἂν οὕτω τύχῃ μέ‐ λανι, καὶ ἀνακλωμένη ἐπὶ τὸ λευκὸν νέφος ποιεῖ τὰς ῥάβδους διὰ ταύτην τὴν ἀνωμαλίαν τῶν νεφῶν καὶ ποικίλλονται κατὰ τὴν χροιὰν αἱ ῥάβδοι. εἰ γὰρ πρὸς λευκὸν † ἀνακλασθεῖσα ἡ ὄψις προσπεσοῦσα μέλανι, ποιεῖ τὸ φοινικοῦν χρῶμα· εἰ δὲ κατὰ ἄλλο ἀπὸ λευκοῦ μὴ κατακρατοῦντος, τὸ
15ξανθόν· κρατουμένου δὲ τοῦ λευκοῦ ὑπὸ τοῦ μέλανος τὸ πράσινον· ἔτι μᾶλλον κρατουμένου τὸ ἁλουργόν. ἀνώμαλα δὲ ἔφη τὰ νέφη κατὰ τὸ χρῶμα, οὐ κατὰ τὸ σχῆμα, ἐπειδή ἐστι καὶ κατὰ τὸ σχῆμα ἀνώμαλα ἔν‐ οπτρα, ὥσπερ τὰ ὀπισθοφανῆ λεγόμενα ὑπὸ τῶν κατοπτρικῶν καὶ τὰ δεξιο‐ φανῆ. ἔστιν οὖν τοιαύτην κατασκευὴν *, ὡς ποιεῖν τὰ μὲν δεξιὰ φαίνεσθαι
20ἐν τοῖς ἀριστεροῖς, τὰ δ’ ἀριστερὰ ἐν τοῖς δεξιοῖς ἀνωμάλοις κατὰ τὸ σχῆμα τῶν κατόπτρων, ὥς ποτε καὶ ἄλλῃ κατασκευῇ ἐνόπτρου χρώμενος ποιεῖν φαίνεσθαι τὴν μὲν κεφαλὴν κάτω, τὸ δὲ γένειον *** ἐνόπτρου ἐπέχειν τάξιν ὑπέθετο κατὰ τὸ χρῶμα καὶ κατὰ τὴν σύνταξιν, οὐ κατὰ τὸ σχῆμα. ὥστε δέδεικται, ὅτι αἱ ῥάβδοι γίνονται ἀπὸ νέφους εἰς νέφος τῆς ἀντανακλάσεως
25γινομένης, καὶ ὅτι ἐν ἀνωμάλοις κατὰ τὸ χρῶμα. καὶ ταῦτα μὲν περὶ ῥάβδων. περὶ δὲ τῶν παρηλίων ἐκεῖνο χρὴ εἰδέναι, ὅτι ἡ ἀνάκλασις ἀπὸ τοῦ νέφους γίνεται πρὸς τὸν ἥλιον τοῦ νέφους πυκνοτέρου ὄντος καὶ στερε‐ μνίου ἢ κατὰ τὸ ἐν ταῖς ῥάβδοις καὶ ὁμαλοῦ. διὰ γὰρ τοῦτο καὶ λευκὸς φαίνεται ὁ παρήλιος, ἐπειδὴ ἐπὶ πυκνοῦ ἡ ὄψις ῥᾳδίως μᾶλλον ἀνακλᾶται
30καὶ συντόμως, ἀπὸ δὲ ὁμαλοῦ ἓν καὶ ταὐτὸν τὸ χρῶμα διασῴζεται. ἐπειδὴ οὖν ἡ ἀνάκλασις ἀπὸ πυκνοῦ καὶ ὁμαλοῦ πρὸς λευκὸν τὸν ἥλιον γίνεται, καὶ ὁ παρήλιος ἄρα ὁμόχρους τῷ ἡλίῳ φανήσεται, τουτέστι λευκός. οὕτω οὖν γίνεται ἡ ἀνάκλασις ἐπὶ παρηλίων ὡς ἀπὸ πυκνοῦ χαλκοῦ καὶ λείου, τουτέστιν ἐνόπτρου· τὸ γὰρ ἔνοπτρον χαλκοῦν ὠνόμασεν ὁ φιλόσοφος.
35χρὴ οὖν ἐκ τῶν εἰρημένων συλλογίζεσθαι κἀκεῖνο, ὅτι ἐπὶ μὲν τῆς ἴριδος ὑετὸν προμαντευόμεθα, ἐπὶ δὲ τῆς ἅλω εὐδίαν, ἐπὶ μέντοι τῶν παρηλίων καὶ ῥάβδων τὸ ἀνάπαλιν· αἱ μὲν ῥάβδοι εὐδιῶν εἰσὶ σημαντικαί, ὁ δὲ παρ‐ ήλιος ὑετοῦ. καὶ ἡ αἰτία πρόδηλος. εἰ γὰρ μανοτέρων νεφῶν χρεία εἰς
γένεσιν καὶ οὐ πυκνῶν, δῆλον ὅτι πολλὴ ἀτμίς ἐστιν ἐν αὐτοῖς περιεχο‐264

265

μένη· ἐπὶ δὲ τοῦ παρηλίου πολλὴ οὖσα πυκνότης τοῦ νέφους ὕδατος περι‐ ουσίαν δηλοῖ, ὑφ’ οὗ καὶ ἡ πύκνωσις. ἀλλ’ ἐπειδὴ τὸν τρόπον τῶν παρ‐ ηλίων καὶ ῥάβδων τῆς συστάσεως μεμαθήκαμεν, φέρε καὶ τὸν τόπον, ἐν ᾧ συστῆναι δύνανται, πολυπραγμονήσωμεν κατακολουθοῦντες τῇ λέξει. γί‐
5νονται οὖν αἱ ῥάβδοι καὶ οἱ παρήλιοι οὔτε κατὰ διάμετρον οὔτε κατὰ κά‐ θετον. κατὰ διάμετρον γὰρ οὐ γίνονται διὰ τὸ μὴ δύνασθαι ἀπὸ τοσούτου ἀνακλᾶσθαι τὴν ὄψιν· ἀλλὰ μὴν οὐδὲ κατὰ κάθετον διὰ τὸ λύεσθαι τὴν τῶν νεφῶν σύστασιν. καὶ πῶς ἐπὶ τῆς ἴριδος κατὰ διάμετρον τὴν ἀνά‐ κλασιν ἐλέγομεν γίνεσθαι; ἢ ῥητέον, ὅτι ἐπὶ μὲν τῆς ἴριδος πολὺ καὶ πυ‐
10κνὸν τὸ νέφος ἤπερ ἐπὶ παρηλίου, καὶ ταύτῃ κατὰ διάμετρον ἡ ἀνάκλασις ἐγίνετο. ὁπότε δὲ καὶ κατὰ διάμετρον ἐγίνετο, ἔμελλεν ἶρις φαίνεσθαι καὶ οὐδὲν τούτων. ὁμοίως καὶ ἐπὶ τῆς ἅλω πλείων ἦν ἡ σύστασις τοῦ νέφους καὶ κατὰ κάθετον αὐτῇ συνίστατο. ἡ γὰρ σύστασις τῶν νεφῶν ἢ πολλή ἐστι καὶ κατὰ κάθετον καὶ γίνεται ἅλως, ἢ πολλὴ καὶ κατὰ διάμετρον καὶ γίνεται
15ἶρις 〈ἢ〉 ἐν ἑκατέρῳ ὀλίγη. καὶ εἰ ἐν ἑκατέρῳ ὀλίγη, ἢ λεπτὴ καὶ διεσπα‐ σμένη καὶ ποιεῖ τὰς ῥάβδους, ἢ παχεῖα καὶ συνηθροισμένη καὶ ποιεῖ τοὺς παρηλίους. ἀλλὰ μὴν οὐδ’ ἐν τοῖς προηγουμένοις ἢ ἑπομένοις τοῦ ἡλίου γίνονται αἱ ῥάβδοι ἢ οἱ παρήλιοι. ἐν μὲν γὰρ τοῖς προηγουμένοις οὐ γί‐ νονται διὰ τὸ καταλαμβάνεσθαι ὑπὸ τοῦ ἡλίου, οὔτε δ’ ἐν τοῖς ἑπομένοις
20διὰ τὸ ἀφίστασθαι αὐτῶν τὸν ἥλιον, ἀλλ’ ἐν τοῖς πλαγίοις, τουτέστιν ἐν τοῖς βορείοις καὶ ἐν τοῖς νοτίοις· καὶ οὔτε πόρρω πάνυ διὰ τὸ ἀπὸ σμικροῦ ἐνόπτρου μὴ δύνασθαι ἀνακλᾶσθαι τὴν ὄψιν (μικρὰ δὲ ἐπὶ τούτων τὰ κάτ‐ οπτρα ἀνάλογον ἔφη), οὔτε μὴν ἐγγὺς διὰ τὸ φθάνειν διαλῦσαι, ἀλλ’ ἀπὸ συμμέτρου διαστήματος, ὡς ἂν μᾶλλον τῶν ὄψεων ἐκεῖ ἀντιλαμβανομένων.
25γίνονται δὲ καὶ πρὸς τῷ ἀνατολικῷ ὁρίζοντι καὶ πρὸς τῷ δυτικῷ, οὐκέτι δὲ καὶ ἐν τῷ μεσουρανήματι. καὶ ἡ αἰτία πρόδηλος. πρὸς γὰρ τῷ ὁρί‐ ζοντι ὄντος τοῦ ἡλίου, τουτέστι πρὸς ἀνατολὰς ἢ δυσμάς, ὡς διὰ στενοῦ πρὸς τῇ γῇ φέρεται ἡ ὄψις καὶ δοκεῖ συγκροτεῖσθαι καὶ μᾶλλον ἀντιλαμ‐ βάνεσθαι. καὶ διὰ τὴν τοιαύτην αἰτίαν καὶ αἱ διόπτραι ὑπὸ τῶν μηχανικῶν
30ἐπινενόηνται, ὡς ἂν διὰ στενοῦ φερομένη ἡ ὄψις ἐξιθύνοιτο καὶ μὴ μένοι περιπλανωμένη. πρὸς δὲ μεσημβρίαν ὄντος τοῦ ἡλίου εἰς τὸν μεσουράνιον ὑπ’ αὐτοῦ καλούμενον τόπον, ** διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀμβλύνεσθαι τὰς ὄψεις καὶ πρὸς τούτοις διαχεῖσθαι τὴν ὄψιν καὶ φέρεσθαι πεπλανημένως εἰς ἀχανίαν τῶν ἀκτίνων χωρουσῶν. καὶ ταῦτα μὲν περὶ παρηλίων καὶ
35ῥάβδων. Ἐφ’ οἷς ὁ φιλόσοφος μετὰ τὸ πληρῶσαι τὰ ἐν τῷ μετεώρῳ γινόμενα πάθη ὑπὸ τῆς διττῆς ἀναθυμιάσεως μέτεισι καὶ ἐπὶ τὰ γινόμενα πάθη ὑπὸ κατεχομένων ἐν τῇ γῇ τῶν δύο ἀναθυμιάσεων. καὶ μὴ ἀπορήσῃς,
πῶς Μετέωρα τὸ βιβλίον ἐπιγέγραπται, εἴ γε τῶν ὑπὸ γῆν νῦν ποιεῖται λόγον.265

266

εἴρηται γὰρ ὁ σκοπὸς τῆς πραγματείας, ὅτι βούλεται τὰ ἐκ τῶν δύο ἀνα‐ θυμιάσεων γινόμενα παραδοῦναι, εἴτε ὑπὸ γῆν τυγχάνοιεν εἴτε ἐν τῷ μετεώρῳ. καὶ διὰ τοῦτο Μετέωρα ἐπιγέγραπται ὡς ἂν διττῆς ἀναθυμιά‐ σεως ἐν τῷ μετεώρῳ τόπῳ θεούσης. αὗται τοίνυν αἱ ἀναθυμιάσεις κατ‐
5εχόμεναι δύο τινὰς ποιοῦσι διαφοράς. ὑπὸ μὲν γὰρ τῆς καπνώδους ἀνα‐ θυμιάσεως γίνεται τὰ καλούμενα ὑπὸ Ἀριστοτέλους ὀρυκτά, ἅπερ εἰσὶ καὶ λιθώδη, καθάπερ ὤχρα καὶ θεῖον καὶ μίλτος καὶ τὰ τοιαῦτα· τὰ δ’ ἐκ τῆς ἀτμιδώδους γίνεται μεταλλευτά, ἅπερ καὶ χεῖται καὶ ἐλαύνεται. ἔστι δ’ ἐν ἑκατέρᾳ καὶ ποιητικὸν αἴτιον καὶ ὑλικόν. ἀλλ’ ἐν μὲν τοῖς ὀρυκτοῖς
10ποιητικὸν μὲν αἴτιόν ἐστιν ἡ θερμότης, ὑλικὸν δὲ ἡ καπνώδης ἀναθυμίασις. οὐθὲν οὖν ἐλαύνεται· τὰ γὰρ θερμῷ πηγνύμενα ἐκεῖνα οὔτε χεῖται οὔτε ἐλαύ‐ νεται, ὥσπερ πάλιν τὰ ψυχρῷ πηγνύμενα θερμῷ λύεται· οἷάπερ ἐστὶ τὰ μεταλλευτά, ἅπερ ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως γίνεται. διὸ καὶ ἐπὶ τού‐ των πάλιν ποιητικὸν μὲν αἴτιόν ἐστιν ἡ ψύξις, ὑλικὸν δὲ ὁ ἀτμός. οὐκ ἀνα‐
15λύεται γάρ, εἰ μὴ ἦν ὑγρότης τις ἡ τὴν πῆξιν ἀναδεξαμένη. τὸ γὰρ ἔλαιον οὐ πήγνυται ὑπὸ ψύξεως, ἀλλὰ παχύνεται διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ἀερώδη οὐσίαν. ὁ μὲν οὖν Ἀριστοτέλης πήξει ἀτμοῦ δοξάζει γίνεσθαι τὰ μέταλλα, ὁ μέντοι Πλάτων ἐν Τιμαίῳ πῆξιν ὕδατος ὑπὸ ψύξεως. καὶ δοκοῦσι διαφωνεῖν πρὸς ἀλλήλους οἱ φιλόσοφοι, οὐ διαφωνοῦσι δέ· καὶ γὰρ ὁ ἀτμὸς ὕδωρ ἐστὶν
20τρόπον τινά· ἔστι γὰρ ὁ ἀτμὸς μεταξὺ ἀέρος τε καὶ ὕδατος. κατὰ οὖν τὸ ὑδατῶδες γίνεται ἡ πῆξις καὶ * οὕτω τὰ μέταλλα. καὶ πάλιν ὕδωρ ἐστὶ κατὰ Ἀριστοτέλην τὸ πηγνύμενον· τοῦτο οὖν καὶ ὁ Πλάτων ἀφορῶν πῆξιν ὕδατος ἔφη τὰ μέταλλα. οὕτω μὲν οὖν δείκνυνται συμφωνοῦντες οἱ φιλό‐ σοφοι. περὶ δὲ τῶν μετάλλων, οἷον χαλκοῦ, σιδήρου, μολίβδου, χρυσοῦ,
25ταῦτα λέγομεν, ὅτι ἐφ’ ὧν ἐστι μέρος τι γεῶδες μεμιγμένον, ἀτμιδώδη ἐκεῖνα ἰοῖ καὶ κάεται. ὁ γοῦν σίδηρος μᾶλλον ἰοῖ καὶ κάεται ὡς ἂν ἐκ τῆς ἀτμίδος παχυτάτης οὔσης παγείς. ἔτι δὲ ἔλαττον ὁ χαλκὸς διὰ τὸ μᾶλλον τοῦ σιδήρου ἔχειν τὸ ὑγρόν. καὶ ὁ κασσίτερος δὲ πάλιν ἔλαττον ἰοῖ καὶ κάεται. ὁ μέντοι χρυσὸς ὡς ἂν ἀπὸ ὕδατος καθαροῦ ἀτμιδώδους
30τὴν πῆξιν κτησάμενος οὔτε ἰοῦται οὔτε φθείρεται οὔτε κάεται. διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ βαρύτατός ἐστι τῶν ἄλλων ὡς ἂν ἀπὸ καθαρᾶς ἀτμίδος τὴν πῆξιν ἀναδεξάμενος· ἐκ πολλῆς γὰρ ἀτμίδος εἰς ἓν συναχθείσης καὶ πιληθείσης γέγονεν ὁ χρυσός, καὶ διὰ τοῦτο βαρύς ἐστι. καὶ ταῦτα μὲν καθολικῶς περὶ μετάλλων παραδίδωσιν ὁ Ἀριστοτέλης ὑπισχνούμενος
35καὶ ἴδια γράφειν. οὐκ ἔγραψε δέ, ὅσον ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν εἰδέναι· ὁ μέντοι τούτου μαθητὴς Θεόφραστος ἔγραψεν ἰδίᾳ περὶ ἑκάστου μετάλλου. ἰστέον δὲ καὶ τοῦτο, ὅτι ὁ θεῖος Πρόκλος ἐν τοῖς εἰς Τίμαιον ὑπομνήμασιν ἀνάγει τὰ μέταλλα εἰς τοὺς ἑπτὰ πλανωμένους λέγων ἀνακεῖσθαι τὸν μὲν
μόλιβδον τῷ Κρόνῳ διὰ τὸ βαρὺ καὶ στυγνὸν καὶ ψυχρόν, τὸ δὲ ἤλεκτρον266

267

τῷ Διὶ διὰ τὸ εὔκρατον καὶ ζῳογόνον τοῦ ἀστέρος· ὁμοίως δὲ καὶ τὸ μῖγμα· τὸ δὲ μῖγμα τιμιώτερόν ἐστι χρυσοῦ καὶ εὔκρατον. τῷ δὲ Ἄρει τὸν σίδηρον διὰ τὸ τμητικὸν καὶ ὀξύ· ἡλίῳ δὲ τὸν χρυσὸν ὡσανεὶ πηγῇ φωτὸς ὄντι· Ἀφροδίτῃ δὲ τὸν χαλκὸν διὰ τὸ ἀνθηρὸν καὶ ὅτι πλησίον
5ἐστὶ τοῦ ἡλίου, ὥσπερ καὶ ὁ χαλκὸς τοῦ χρυσοῦ· Ἑρμῇ δὲ τὸν κασσίτερον διὰ τὸ διαφανὲς καὶ στιλπνόν, ἅμα δὲ καὶ διὰ τὸ πλησίον εἶναι τῆς σελήνης, ὥσπερ ὁ κασσίτερος τοῦ ἀργύρου· τῇ δὲ σελήνῃ τὸν ἄργυρον, ἐπειδὴ καὶ ὁ ἄργυρος παρὰ χρυσῷ τιθέμενος δοκεῖ καταλάμπεσθαι ὑπὸ τοῦ χρυσοῦ καὶ φωτεινότερος γίνεσθαι, ὥσπερ ἡ σελήνη ὑπὸ τοῦ ἡλίου καταλάμπεται.
10ταῦτα καὶ περὶ μετάλλων, ἐν οἷς συμπληροῦται ἡ παροῦσα θεωρία ἅμα τῷ παρόντι λόγῳ.
12nΤαύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων
13nκαὶ ῥάβδων.
14Ποίας; ἢ δηλονότι τὰς ἀνακλάσεις.
15nΓίνεται γὰρ παρήλιος μὲν ἀνακλωμένης τῆς ὄψεως
16nπρὸς τὸν ἥλιον, ῥάβδοι δὲ διὰ τὸ προσπίπτειν τοιαύτην οὖσαν
17nτὴν ὄψιν, οἵαν εἴπομεν ἀεὶ γίνεσθαι πρὸς τὸν ἥλιον.
18 Τὰς δὲ ῥάβδους γίνεσθαι οὐ τῇ πρὸς τὸν ἥλιον ἀνακλάσει, ἀλλὰ τῇ πρὸς ἕτερον νέφος λευκόν, τουτέστιν ὑπὸ τοῦ ἡλίου λελεπτυσμένον, ὥσπερ
20ἐπὶ τῶν νεφῶν αὐτὸς εἰς παράδειγμα φέρει τῶν ὁρωμένων διὰ ὕδατος. εἰ μὲν γὰρ ἄντικρυς τὰ νέφη θεάσαιο, οὐκ *** ὀφθήσονται ῥάβδοι ἰριο‐ ειδεῖς ἐν τῷ νέφει. ἡ αὐτὴ οὖν ἀναλογία καὶ ἐπὶ τῶν ἐν τῷ μεταρσίῳ ῥάβδων φυλάττεται, ὡς καὶ χωρὶς ἡλίου γίνεσθαι.
24nΓίνεται δὲ τοῦτο, ὅταν ἀνώμαλος ᾖ τοῦ νέφους σύστασις.
25 Ὁρᾷς, πῶς τὴν ἀνωμαλίαν τῶν νεφῶν αἰτιᾶται ἐπὶ τῶν ῥάβδων. διὰ τοῦτο γὰρ καὶ ποικίλα χρώματα γίνονται, διὰ τὸ τινὰ μὲν αὐτῶν εἶναι πυκνά, τινὰ δὲ μανά, καὶ ἄλλα ἔτι μανότερα, ὡς λευκὰ εἶναι. εἰ μὲν γὰρ πρὸς μέλαν νέφος προσπεσοῦσα ἡ ὄψις ἀνακλασθῇ πρὸς λευκὸν μὴ διὰ πολλοῦ ἀχλυώδους ἀέρος, γίνεται φοινικοῦν χρῶμα· εἰ δὲ διὰ πλεί‐
30ονος ἀχλύος, πράσινον· ἐκ δὲ τῆς τούτων κράσεως τὸ ξανθόν· εἰ δ’ ἔτι
πλείονος ἀχλύος, τὸ ἁλουργόν.267

268

(1n)

Διαφέρει γὰρ οὐδὲν διὰ τοιούτων ὁρᾶν ἢ ἀπὸ τοιούτων.
2 Οὐδὲν διαφέρει ἢ ἀπὸ νεφῶν ὁρᾶν τὰ ἰριοειδῆ χρώματα ἢ διὰ νεφῶν. διὰ μὲν νεφῶν, ἵνα εἴπῃ τὴν ἐν τῷ μεταρσίῳ φαντασίαν τῶν ῥάβδων· ἀπὸ δὲ νεφῶν τὴν ἐν ὕδατι, ὅταν κατὰ ἀνάκλασιν τὴν ἀπὸ τοῦ ὕδατος
5ὁρῶνται. ἡ μὲν γὰρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χροιὰν μίαν· διὰ δὲ τὴν ὁμαλότητα τοῦ νέφους φαίνεται μονόχρους ὁ παρήλιος· διὰ δὲ τὸ στερεὸν καὶ πυκνὸν ἀθρόως αἱ ὄψεις ἀνακλῶνται καὶ ἀκριβῶς τοῦ ἰριο‐ ειδοῦς χρώματος ἀντιλαμβάνονται· καὶ διὰ τοῦτο λευκὸς ὁρᾶται.
9nΔιὰ δὲ τοῦτο μᾶλλον ὕδατος σημεῖον ὁ παρήλιος τῶν
10nῥάβδων.
11 Διὰ ποίαν αἰτίαν; ἐπειδὴ ἐπὶ παχεῖ καὶ σκληρῷ νέφει γίνεται, ὡς δηλοῖ ἡ ῥωμαλέα ἀνάκλασις. ἀεὶ δὲ τὰ παχέα νέφη τοῦ λεπτοῦ μᾶλλον ἐπιτηδείως ἔχουσι πρὸς γένεσιν ὕδατος.
14nὉ δὲ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος
15nἀὴρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον.
16 Ὁ νότιος δὲ παρήλιος μᾶλλόν ἐστιν ὕδατος σημαντικός. νότιον δὲ λέγει οὐ τῇ θέσει, ἀλλὰ τὸν ὑπὸ νοτίων πνευμάτων γινόμενον. ταῦτα γὰρ ὠθοῦσι τὰ νέφη πρὸς ἄρκτον, κἀκεῖ ψυχόμενα καὶ παχυνόμενα ἐπιτήδεια γίνεται πρὸς ὕδωρ, ἐπεί τοί γε ἐν τῷ νότῳ οὐκ εὐχερῶς· † συνίσταται γὰρ
20ὁ ἥλιος διὰ τὴν θερμότητα τοῦ κλίματος· διαλύεται γὰρ τὸ νέφος, δι’ οὗ γίνεται ἡ φαντασία ἡ τοιαύτη.
22nὍσα μὲν οὖν ἔργα συμβαίνει παρέρχεσθαι τὴν ἔκ‐
23nκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ γῆν, σχεδόν ἐστι τοσαῦτα.
24Ἐνταῦθα τὸ συμπέρασμα τῶν ἐν τῷ μεταρσίῳ τόπῳ γινομένων ὑπὸ
25τῆς διττῆς ἀναθυμιάσεως. λοιπὸν διαλέγεται καὶ περὶ τῶν γινομένων ὑπ’ αὐτῶν ὑπὸ γῆν κρατουμένων καὶ μὴ διαφορουμένων. προσέθηκε δὲ τὸ σχεδὸν ἢ διὰ φιλοσοφίας εὐλάβειαν ἢ διὰ τὸ μὴ πάντα εἰρηκέναι τὰ
σχήματα τῶν κομητῶν.268

269

(1n)

Ἡ μὲν οὖν ξηρὰ ἀναθυμίασις ἐκπυροῦσα ποιεῖ τὰ
2nὀρυκτὰ πάντα, οἷον λίθων τε γένη καὶ ὅσα τηκτ, καὶ σανδα‐
3nράχην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
4Ἡ καπνώδης ἀναθυμίασις ἐκπυρουμένη καὶ περιφρυττομένη ποιεῖ
5πάντα τὰ λιθώδη, οἷον κρύσταλλον ἢ ἄλλους λίθους τινάς· ποιεῖ δὲ καὶ τὰ νῦν λεγόμενα, ἅπερ βούλεται τήκεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν, ὅτι ποιεῖ λίθων γένη τὰ ἄτηκτα, ποιεῖ δὲ καὶ σανδαράχην καὶ τὰ λοιπά, δῆλός ἐστιν ἐνδιδοὺς τῷ λόγῳ ὡς τηκομένων αὐτῶν. ἀλλὰ τὸ μὲν θεῖον ἴσμεν τηκόμενον, περὶ δὲ τῶν ἄλλων ζητητέον. μήτις δὲ ἀπορείτω, πῶς
10ταῦτα τῆς καπνώδους ἀναθυμιάσεως ὄντα τήκονται. συνάγεται γὰρ ὑπὸ ψύξεως αὐτὰ πεπῆχθαι· λέγομεν γάρ, ὅτι τὰ μέταλλα χεῖται, ταῦτα δὲ τή‐ κονται· καὶ ἴσως κατὰ τὴν συνεκτικὴν αὐτῶν ὑγρότητα τήκονται.
13nΤὰ δὲ πλεῖστα τῶν ὀρυκτῶν τὰ μὲν κονία κεχρωματι‐
14nσμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γέγονε συστάσεως, οἷον τὸ
15nκιννάβαρι.
16 Τὰ πλεῖστα, φησί, τῶν ὀρυκτῶν ἐστι κονία κεχρωματισμένη ἀντὶ τοῦ ‘κονιώδη κεχρωσμένα‘, οἷον μίλτος καὶ ὤχρα· ψαμμώδη γάρ εἰσι καὶ εὐδιάλυτα, ὥσπερ κόνις. τινὰ δὲ λιθώδη εἰσίν, ὥσπερ τὸ κιννάβαρι, ὅπερ ἐστὶν ἐρυθρὸν καὶ λιθῶδες· ὡς ὁρῶμεν καὶ ἄλλους τινὰς κεχρωσμένους
20λίθους, ὧν ἡ μὲν σύστασις ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, τὰ δὲ χρώματα αὐτῶν ἐκ τῶν ἀναθυμιωμένων τόπων.
22nΤῆς δὲ ἀναθυμιάσεως τῆς ἀτμιδώδους, ὅσα μεταλλεύ‐
23nεται, καὶ ἔστι χυτὰ ἢ ἐλατ, οἷον σίδηρος, χρυσός, χαλκὸς καὶ
24nτὰ τοιαῦτα.
25 Τί φησιν; ὅτι ἡ ἀτμιδώδης ἀναθυμίασις ἐγκατακλειομένη τῇ γῇ, καὶ μάλιστα ὅταν ἐν λιθώδεσι μέρεσι καὶ ψυχροῖς τῆς γῆς ἀποκλεισθῇ, πήγνυ‐ ταί τε καὶ ποιεῖ τὰ μέταλλα. καὶ διὰ τοῦτο ταῦτα θερμῷ λύονται ὡς ὑπὸ ψύξεως παγέντα. μέγιστον δὲ τεκμήριον τοῦ ὑπὸ ψύξεως ἀναπήγνυ‐
σθαι τὸ ἐν καταψύχροις τόποις γίνεσθαι τὰ τοιαῦτα μέταλλα.269

270

(1n)

Οἷον δρόσος ἢ πάχνη, ὅταν ἀποκριθ. ἐνταῦθα δὲ
2nκαὶ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα.
3 Ταύτην τὴν λέξιν ἐξηγεῖται ὁ Ἀφροδισιεὺς οὕτως· πήγνυται ὑπὸ γῆν ταῦτα, ὥσπερ ἐν τοῖς ὑπὲρ γῆν χωρίοις πάχνη καὶ κρύσταλλος, ὅταν ἀπο‐
5κριθῇ ἀτμιδώδης ἀναθυμίασις ἀπὸ τοῦ πρὸς γῆν εἰς τὸν ὑπὲρ γῆν τόπον. καὶ πῆξιν εὐθὺς δεξαμένη ποιεῖ πάχνην, μεταβληθεῖσα δὲ ποιεῖ δρόσον, μεταβληθεῖσα δὲ καὶ παγεῖσα ποιεῖ κρύσταλλον, μήπω δὲ ἀποκριθεῖσα, ἀλλ’ ἔτι ὑπὸ γῆν οὖσα καὶ παγεῖσα ὑπὸ ψύξεως ποιεῖ τὰ μέταλλα. ἀπο‐ ροῦσι δὲ † αὐτῶν τινες ὡς μὴ δεόντως ἐξηγησάμενοι. οὔτε γὰρ ὥσπερ ὁ
10κρύσταλλος πήγνυται, οὕτω καὶ τὰ μέταλλα λέγει. ὁ γὰρ Ἀριστοτέλης κατιὼν λέγει, ὅτι μήπω τῆς ἀτμιδώδους ἀναθυμιάσεως μεταβληθείσης πή‐ γνυται καὶ ποιεῖ τὰ μέταλλα· ὁ δὲ κρύσταλλος μετὰ τὸ μεταβληθῆναι αὐ‐ τὴν γίνεται. † καλῶς δ’ ἄτοπον ἀπὸ τοῦ τῶν μετάλλων τὰ πλεῖστα καίε‐ σθαι καὶ ἰοῦν διὰ τὸ μετέχειν γεώδους οὐσίας, ἥτις ἐστὶν αὐτοῖς ἀπὸ τῆς
15καπνώδους ἀναθυμιάσεως. αὕτη δ’ ἡ γεώδης οὐσία χωρίζεται τῆς ἀτμι‐ δώδους ἐπὶ κρυστάλλου καὶ πάχνης. κάλλιον οὖν ἐξηγήσατο ὁ μέγας φι‐ λόσοφος εἰρηκώς, ὅτι ἐξέρχονται πρὸς ἀλλήλας αἱ ἀναθυμιάσεις ἀπὸ τοῦ ὑπὸ γῆν εἰς τὸ ὑπὲρ γῆν. καὶ εἰ κατακρατήσει ἡ ψύξις, τηνικαῦτα ἀπο‐ κρίνεται ἡ καπνώδης ἐκ τῆς ἀτμιδώδους καὶ ἐᾷ αὐτὴν ὥσπερ τι ἄχθος.
20καὶ αὕτη μὲν ἀναχωρεῖ· ἡ δὲ ἀτμίς, εἰ μὲν παγῇ πρὸ τοῦ μεταβληθῆναι εἰς ὕδωρ, ποιεῖ πάχνην· εἰ δὲ μεταβληθῇ, ποιεῖ δρόσον· εἰ δὲ μεταβληθῇ καὶ παγῇ, ποιεῖ κρύσταλλον. ἐπὶ δὲ τῶν μετάλλων ὑπὸ γῆν οὐσῶν τῶν δύο ἀναθυμιάσεων γίνεται τὰ μέταλλα ἐπιπηγνυμένης τῆς ἀτμιδώδους ἀνα‐ θυμιάσεως πρινὴ ἀποκριθῆναι ἀπ’ αὐτῆς τὴν καπνώδη ἀναθυμίασιν. ἐν‐
25τεῦθεν τὸ κάεσθαι καὶ ἰοῦσθαι ἔχουσι τὰ μέταλλα.
26nΔιὸ ἔστιν ὡς ὕδωρ ταῦτα, ἔστι δ’ ὡς ο. δυνάμει μὲν
27nγὰρ ἡ ὕλη ὕδατος, ἔστι δ’ οὐκέτι, οὐδ’ ἐξ ὕδατος γενομένου διὰ
28nτὸ βάθος.
29Τοῦτό ἐστιν, ὅπερ ἐν τῇ θεωρίᾳ ἐλέγομεν, ὅτι ὁ μὲν Πλάτων πῆξιν
30ὕδατος λέγει εἶναι τὰ μέταλλα, ὁ δ’ Ἀριστοτέλης πῆξιν ἀτμοῦ. τί γάρ φησιν; ὅτι κατά τι μὲν ὕδατος πῆξίς ἐστι ταῦτα, κατά τι δὲ οὔ. καθὸ μὲν γὰρ καὶ ὁ ἀτμὸς ὁ πηγνύμενος ἐξ ὕδατός ἐστι, κατὰ τοῦτο καὶ τὰ μέταλλα ὕδωρ ἐστὶ πεπηγὸς ὑπὸ ψύξεως· καθὸ δ’ ἄντικρυς, ὕδωρ ἐστίν, ἀλλὰ δυνάμει ὕδωρ, λεπτομερέστερον τοῦ ἐνεργείᾳ ὕδατος· ἀτμὸς γάρ ἐστι
35μήπω μεταβληθεὶς εἰς ὕδωρ διά τινα περίστασιν. καὶ τοῦτο οὐκ ἔστιν
ὕδατος πῆξις, ἀλλ’ ἀτμοῦ, ὥσπερ οἱ χυμοί. οὐκ ἔστι τὰ μέταλλα ἐξ270

271

ὕδατος ἤδη ἀπὸ τοῦ ἀτμοῦ μεταβάλλοντος εἰς ὕδωρ διά τινα αἰτίαν, ὥσπερ ἐπὶ χυμῶν γίνεται. καὶ γὰρ ἐπὶ τῶν χυμῶν μεταβάλλεται οἷον ἀτμὸς εἰς ὕδωρ. καὶ μετὰ τὸ γενέσθαι ὕδωρ τηνικαῦτα ἐπιγίνεταί τις ἰδιότης ποιό‐ τητος τῷ ὑγρῷ, καὶ γίνεται χυμὸς πρότερον οὐ χυμὸς ὑπάρχων. οὐχ οὕ‐
5τως οὖν γίνεται ἐνταῦθα.
6nἈλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως ἑκάστης
7nτούτων.
8 Ἀλλὰ πρὶν εἰς ὕδωρ μεταβληθῆναι τὴν ἀτμίδα πήγνυται καὶ ποιεῖ ἕκαστον τῶν μετάλλων.
10nΔιὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει
11nἀναθυμίασιν.
12 Ὅτι γὰρ μήπω μεταβληθέντος τοῦ ἀτμοῦ εἰς ὕδωρ πήγνυται καὶ ποιεῖ τὰ μέταλλα, δῆλον ἐκ τοῦ ἔχειν αὐτὰ γεῶδες καὶ χεῖσθαι ἐκ πυρώσεως πρὸς κάθαρσιν. τὸ δὲ γεῶδες οὐκ ἄλλοθεν ἔχει εἰ μὴ ἐκ τῆς συμμεμι‐
15γμένης τῷ ἀτμῷ καπνώδους ἀναθυμιάσεως. οὐκ ἂν δ’ αὐτὸ συνεμέμικτο ἤδη μεταβληθείσης εἰς ὕδωρ· ἐν γὰρ τῇ εἰς ὕδωρ μεταβολῇ τοῦ ἀτμοῦ χωρίζεται ἀπ’ αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις.
18nὉ δὲ χρυσὸς μόνος οὐ πυροῦται.
19Ἀντὶ τοῦ οὐ κάεται διὰ τὸ μὴ ἔχειν συμμεμιγμένην καπνώδη ἀνα‐
20θυμίασιν τῷ ἀτμῷ ἐν τῇ τούτου γενέσει, ἀλλ’ εἶναι ἀπὸ καθαρᾶς ὕλης. καὶ ὅτι τοῦτο ἀληθές, * ἀπὸ τῶν χωρίων, ἐν οἷς γίνεται· περὶ γὰρ τὸν Πα‐ κτωλόν. καθαρὸν γὰρ καὶ ἀθολώτατόν ἐστι τοῦτο τὸ χωρίον· διὸ οὔτε
ἰοῦται οὔτε φθείρεται.271

272

(1t)

ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ
2tΒΙΒΛΙΩΝ ΤΕΤΑΡΤΟΝ.
3tΠρᾶξις μβ.
4nἘπειδὴ τέτταρα διώρισται αἴτια τῶν στοιχείων.
5 Σκοπὸς τοῦ παρόντος βιβλίου διαλεχθῆναι περὶ πάντων τῶν ὁμοιομε‐ ρῶν. ἀλλ’ ἐπειδὴ τοῦτο ψεῦδος (ὁμοιομερὴς γὰρ καὶ ὁ οὐρανός, ὁμοιο‐ μερῆ δὲ καὶ τὰ τέσσαρα στοιχεῖα, περὶ ὧν ἐνταῦθα οὐ διαλέγεται), χρὴ προσθεῖναι τῷ λόγῳ, ὅτι περὶ πάντων ὁμοιομερῶν συνθέτων. ἀλλ’ ἐπειδὴ ὁ οὐρανὸς σύνθετος καὶ τὰ στοιχεῖα δὲ σύνθετα (ἐξ ὕλης γὰρ καὶ εἴδους
10εἰσί), χρὴ προσθεῖναι ‘τῶν ὁμοιομερῶν συνθέτων τῶν ἐκ τεσσάρων στοιχείων συγκειμένων‘. ἀλλ’ ἀπορία διαδέχεται τὸν λόγον. εἰ γὰρ περὶ τῶν ὁμοιο‐ μερῶν τῶν συγκειμένων ἐκ τῶν τεσσάρων στοιχείων, πῶς ἔτι περὶ μετε‐ ώρων τῶν τεσσάρων ἡ πραγματεία ἢ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν ἀνα‐ θυμιάσεων γινομένων, τῆς τε καπνώδους καὶ ἀτμιδώδους, λέγεται, εἴ γε σὰρξ
15καὶ ὀστέον καὶ τὰ τοιαῦτα ὁμοιομερῆ εἰσι σύνθετα ἐκ τῶν τεσσάρων στοι‐ χείων συγκείμενα, οὐκ ἐκ τῶν ἀναθυμιάσεων; λέγομεν πρὸς τοῦτο, ὅτι περὶ μὲν τῶν ἐκ τῶν ἀναθυμιάσεων γινομένων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ἔνθα ἔλεγε διττὰ εἶναι ταῦτα, τὰ μὲν ὀρυκτά, τὰ δὲ μεταλλευτά. ἐπειδὴ δὲ περὶ τούτων διαλεγόμενος ᾔσθετο καὶ ἄλλα
20ὄντα ὁμοιομερῆ ἐκ τῆς συνθέσεως τῶν στοιχείων γινόμενα, διὰ τοῦτο κατὰ τὸ εἰωθὸς αὐτῷ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθόλου ἀναγόμενος ἐν‐
ταῦθα περὶ τῶν ἁπλῶς ὁμοιομερῶν διαλέγεται. ἓξ γὰρ ὄντων τινῶν, ἁπλῶν272

273

ὁμοιομερῶν, ἁπλῶν ἀνομοιομερῶν, 〈ἀψύχων ὁμοιομερῶν,〉 ἀψύχων ἀνομοιο‐ μερῶν, ἐμψύχων ὁμοιομερῶν, ἐμψύχων ἀνομοιομερῶν, περὶ μὲν τῶν ἀψύχων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου· περὶ δὲ τῶν ἁπλῶς ὁμοιομερῶν ἐνταῦθα διαλέγεται ἐν τῷ τετάρτῳ βιβλίῳ· περὶ μέντοι τῶν
5ἐμψύχων ὁμοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων [ἱστορίᾳ]. περὶ δὲ τῶν ἀνομοιομερῶν τῶν ἀψύχων οὐ διαλαμβάνει, διότι οὐκ εἰσὶν ἄψυχα ἀνομοιομερῆ, ἔμψυχα ἡμῶν καλούντων τὰ ὀργανικά. διότι καὶ τὴν ψυχὴν ὁριζόμενοι ἐλέγομεν ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥσπερ οὖν ἄψυχα ἀνομοιομερῆ ὀργανικὰ οὐκ εἰσί, καὶ διὰ
10ταύτην τὴν αἰτίαν περὶ αὐτῶν οὐ διαλέγεται, εἰ μήτοι γέ τις ὁμώνυμα θέλει λέγειν ὀργανικὰ ὁμωνύμως, οἷον θρόνον καὶ κλίνας καὶ τὰ τοιαῦτα. οὔτε μὴν περὶ τῶν ἁπλῶς ἀνομοιομερῶν διαλέγεται· πρῶτον μὲν ἐπειδὴ οὐκ εἰσὶν ἁπλῶς ἀνομοιομερῆ, εἴ γε τὰ ἄψυχα οὐκ εἰσίν, ἀλλὰ μόνα τὰ ἔμψυχα (τὸ δὲ καθ’ ἑνὸς εἴδους λεγόμενον οὐ δύναται εἶναι ἁπλῶς, ἀλλ’
15αὐτὸ μόνον εἶδος τοῦ ἁπλῶς ἐπὶ πλειόνων θέλοντος ὑπάρχειν εἰδῶν)· δεύ‐ τερον δὲ καὶ ὅτι οὐχ εὑρίσκει κοινοὺς λόγους ὑπάρχοντας ἐπὶ πάντων ἀνο‐ μοιομερῶν. περὶ μέντοι τῶν ἐμψύχων ἀνομοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων· ὥστε κοινῶς ἐν ἐκείνῃ τῇ πραγματείᾳ διαλαμβάνει περὶ πάντων τῶν ἐμψύχων ὁμοιομερῶν τε καὶ ἀνομοιομερῶν, ὥστε σκοπὸν εἶναι
20ἐνταῦθα τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ πάντων ἁπλῶς ὁμοιομερῶν τῶν γινομένων ἐκ τῶν τεσσάρων στοιχείων. ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀποροῦσι λοιπὸν περὶ τῆς τάξεως, καὶ διὰ ποίαν αἰτίαν μὴ τῇ Περὶ γενέσεως καὶ φθορᾶς συνετάττετο τὰ ἐνταῦθα λεγόμενα, εἰ γὰρ ἐν ἐκείνῳ διαλέγεται περὶ τῶν τεσσάρων στοιχείων καὶ ἐχρῆν διὰ τοῦτο καὶ περὶ τῶν γινομένων ἐξ
25αὐτῶν διαλεχθῆναι. καὶ εἰκότως ἠπατήθησαν, ἐπειδὴ ἐκ προοιμίων εὐθὺς ὁ Ἀριστοτέλης οἷον ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν στοιχείων. ὅθεν καὶ ὁ ἐξηγητὴς τοῦ παρ‐ όντος βιβλίου Ἀλέξανδρος ἐκείνῃ τῇ πραγματείᾳ τὸ παρὸν βιβλίον ἠξίου συνάπτεσθαι. λέγομεν δ’ ἡμεῖς, ὅτι τριῶν οὐσῶν πραγματειῶν περὶ
30τῶν στοιχείων καὶ ἐν μὲν τῇ Περὶ οὐρανοῦ διδάσκοντος αὐτοῦ, ὅτι οὐ γί‐ νονται τὰ στοιχεῖα, ἐν δὲ τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ὅπως εἰδοποιεῖται, ἐν δὲ ταύτῃ, ὅπως παθαίνεται, εἴπερ προετάττετο οὗτος ὁ λόγος τῶν ἄλλων τριῶν βιβλίων τῶν Μετεώρων, ἔμελλε διακόπτεσθαι ἡ θεωρία ἡ περὶ τῶν † εἰδοποιουμένων παθαινομένων στοιχείων. ἐχρῆν γὰρ μεταξὺ τοῦ ὅπως οὐ
35γίνεται τὰ στοιχεῖα καὶ ὅπως εἰδοποιεῖται εἶναι τὴν περὶ τοῦ ὅπως παθαί‐273

274

νονται· πρότερον γὰρ παθαίνεται καὶ οὕτως εἰδοποιεῖται. καὶ ταῦτα μὲν περὶ τῆς λέξεως. Περὶ δὲ τεσσάρων τινῶν διαλέγεται ἐνταῦθα ὁ φιλόσοφος· πρῶτον μὲν ὅτι τεσσάρων οὐσῶν ποιοτήτων δύο μέν εἰσι ποιητικὰ αἴτια, τό τε θερμὸν
5καὶ ψυχρὸν ποιητικὰ ὄντα καὶ δραστικά (ἑτοίμως μεταβάλλουσι, καὶ τού‐ των ὑπερβολαὶ φθείρουσι τὸ ζῷον), τὸ δὲ ξηρὸν καὶ ὑγρὸν ὑλικὰ ὄντα καὶ παθητικά. ἐν τούτοις ὑλικωτέρα μᾶλλον ἡ ὑγρότης ἤπερ ἡ ξηρότης ὡς καὶ μᾶλλον εἴκουσα· ὕλης μὲν γὰρ τὸ εἴκειν, ποιητικῆς δὲ αἰτίας τὸ ἀντι‐ βαίνειν. οὕτω γοῦν καὶ ἰατρῶν παῖδές φασιν, ὅτι ῥᾷον τὰ ὑγρανθέντα ξη‐
10ραίνειν ἤπερ τὰ ξηρανθέντα ὑγρᾶναι. καὶ ἡ μὲν ὑγρότης ἐκλύει, εἴτε τοῖς κούφοις προστεθῇ καὶ ἀνωφόροις, ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι, ἔν τε τοῖς βάρεσιν αὐτὰ ἀργότερον ποιοῦσα κάτω φέρεσθαι. τὸ μέντοι ξηρὸν ἐν ἑκατέρῳ τούτων προτιθέμενον ἐπιτείνει αὐτοῦ τὴν φοράν. ᾧ δῆλον, ὅτι ὑλικὸν τὸ ὑγρόν, τὸ δὲ ξηρὸν ἧττον. καὶ ἐν τοῖς ποιητικοῖς δὲ μᾶλλον
15ποιητικὸν αἴτιον τὸ θερμὸν ἤπερ τὸ ψυχρόν. καὶ τοῦτο μὲν πρῶτον παρα‐ δίδωσιν ἐν τῷ παρόντι βιβλίῳ. δεύτερον δὲ παραδίδωσι τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ. τῷ μὲν θερμῷ γίνεται ἡ πέψις, ᾗ ἕπεται τρία τινά· πέπανσις, ἕψησις, ὄπτησις· τῷ δὲ ψυχρῷ γίνεται ἡ ἀπεψία, ᾗ παράκειται τρία τινά· ὠμότης, μόλυνσις, πάχυνσις. καὶ ἡ μὲν ὠμότης ἀντίκειται τῇ πεπάνσει·
20οὕτω γὰρ λέγομεν ἐπὶ τῶν καρπῶν, ὅτι ἢ πέπειροί εἰσιν ἢ ὠμοί. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει· τὰ γὰρ μὴ ἑψηθέντα μεμολύνθαι λέγομεν μόνον πρὸς ἀντιδιαστολὴν τῶν ἑψομένων. ἡ δὲ πάχυνσις ἀντίκειται τῇ ὀπτήσει στάσιν ἐργαζομένη τοῦ πυρὸς καὶ παύουσα αὐτό. τοῦτο μὲν δεύ‐ τερον παραδίδωσι. τρίτον, ὅτι ποιεῖ μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχει
25δὲ τὸ ξηρὸν καὶ ὑγρόν. τέταρτον διαγνωστικοὺς κανόνας παραδίδωσι τῶν γινομένων ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ τίνα μὲν θερμῷ πήγνυται, τίνα δὲ ψυχρῷ, καὶ ποῖαι τούτων διαγνώσεις, καὶ τίνα μὲν ξηρῷ, τίνα δὲ ὑγρῷ, τίνα δ’ ἐξ ἀμφοῖν τούτων. καὶ αὕτη μὲν ἡ περιπέτεια τοῦ τετάρτου λόγου. ἡ δὲ προκειμένη λέξις τὴν κατασκευὴν τοῦ πρώτου παραδίδωσιν,
30ὅτι δύο μὲν τὰ ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ ψυχρόν, δύο δὲ τὰ ὑλικά, ξηρὸν καὶ ὑγρόν. καὶ ὅτι ποιητικά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, κατα‐ σκευάζει πρῶτον μὲν ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἑκάτερον τῶν δύο, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, ἑπτά τινα ἔχει. πρῶτον μὲν ὅτι τὸ θερμὸν ὁρίζει τὸ ὑγρόν, ὥσπερ τὰ ᾠά, ὧν εἰσι τὰ ὑγρὰ ἐν τῇ ἑψήσει περιορίζει πηγνύον.
35ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν περιορίζει τὸ ὑγρὸν ἐν τῷ πηγνύειν τὸ κρύσταλλον. δεύτερον δὲ ὅτι τὸ θερμὸν συμφύει. ἀλλὰ μὴν τὸ μὲν θερμὸν τὰ ὁμοιο‐ ειδῆ μόνα συμφύει, οὐκέτι δὲ καὶ τὰ ἀνομοιοειδῆ συνέρχεται τῶν ἀνο‐
μοιοειδῶν ὑφιζανόντων καὶ μενόντων καὶ ταύτῃ μὴ συμφυομένων· ὅθεν274

275

τὸν ἄργυρον διακρίνει ἀπὸ τοῦ χρυσοῦ. τὸ μέντοι ψυχρὸν καὶ ὁμοιοειδῶν καὶ ἀνομοιοειδῶν ἐστι συμφυτικόν, ὅθεν ἐν τῇ χιόνι καὶ κάρφη τινὰ εὑρί‐ σκεται. τρίτον, ὅτι τὸ θερμὸν μεταβάλλει εἰς ξηρὸν τὸ ὑγρόν· ὁμοίως δὲ καὶ τὸ ψυχρόν. τέταρτον, ὅτι τὸ θερμὸν ὑγραίνει διὰ τὸ χεῖν· ἀλλὰ καὶ
5τὸ ψυχρὸν ὑγραίνει διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. πέμπτον, ὅτι τὸ θερμὸν ξηραίνει, ὡς δηλοῦσι τὰ ἐν θερμῷ ἀέρι τιθέμενα ἱμάτια· ἀλλὰ καὶ τὸ ψυχρὸν ξηραίνει· ὁρῶμεν γὰρ τὰ ὑγρὰ ἱμάτια καὶ ἐν ψύξει ξηραινόμενα. ἕκτον, ὅτι τὸ θερμὸν σκληρύνει, ὥσπερ ἐπὶ τῶν ἑψομένων ᾠῶν· ἀλλὰ καὶ τὸ ψυχρόν, ὡς ἐπὶ κρυστάλλου· κατ’ ἄλλην γὰρ ἰδιότητα ταῦτα ὁρίζει καὶ
10κατ’ ἄλλην σκληρύνει. ἕβδομον, ὅτι τὸ θερμὸν μαλάττει, ὥσπερ ἐπὶ ξύλων καὶ κεράτων διὰ τὸ χεῖν τὴν ὑγρότητα τούτων· ἀλλὰ καὶ τὸ ψυχρὸν διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. ὥστε ἑπτὰ εἶναι τὰ πάντα, πλὴν εἰ μὴ θε‐ λήσει τὸ μεταβάλλειν περιγράψαι καὶ ἓξ αὐτὰ ἀπαριθμήσασθαι, ὅτι μετα‐ βάλλει ταῦτα διὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν ἤτοι μαλάττειν, ὡς τὸ μετα‐
15βάλλειν ἐν τούτοις τοῖς δύο περιέχεσθαι, τῷ τε ξηραίνειν καὶ μαλάττειν. ὅταν δὲ λέγω, ὅτι ταῦτα ἐργάζεται τὸ θερμὸν καὶ ψυχρόν, καὶ τὸ μὲν θερμὸν ψύχει ἢ ὑγραίνει, τὸ δὲ ψυχρὸν θερμαίνει ἢ ξηραίνει ἤ τι τοιοῦτον ποιεῖ, οὐ κατὰ πρῶτον λόγον ταῦτα ποιεῖν λέγω αὐτά, ἀλλὰ κατὰ συμβε‐ βηκὸς διὰ μέσου τινός, ἐπεί τοί γε καθ’ αὑτὸ καὶ πρώτως τὸ μὲν θερμὸν
20θερμαίνει, τὸ ψυχρὸν ψύχει. καὶ οὕτω μὲν ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν ὁ φιλόσοφος ποιητικὰ ὄντα τὸ θερμὸν καὶ τὸ ψυχρόν. λοιπὸν δὲ καὶ ἐκ τοῦ λόγου δείκνυσιν οὕτως, ὅτι εἰ τὸ θερμὸν καὶ ψυχρὸν ὁριστικά τε καὶ συγ‐ κριτικά εἰσι τοῦ ξηροῦ καὶ τοῦ ὑγροῦ, τὸ δὲ ὁρίζειν καὶ συγκρίνειν ποι‐ ητικῶν αἰτιῶν ἴδιόν ἐστι, δῆλον ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερμὸν καὶ τὸ
25ψυχρόν. καὶ πάλιν εἰ τὸ ξηρὸν καὶ ὑγρὸν ὁρίζονται παρὰ τοῦ ψυχροῦ καὶ θερμοῦ, καὶ τὸ μὲν ὑγρὸν τῷ οἰκείῳ ἐστὶ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐ‐ όριστον, τὸ δὲ ξηρὸν τῷ μὲν οἰκείῳ ὅρῳ εὐόριστον, τῷ δὲ ἀλλοτρίῳ δυσ‐ όριστον, τὸ δὲ ὁρίζεσθαι ὑλικῶν παθητικῶν ἐστι στοιχείων, δῆλον ὅτι ὑλικά εἰσιν αἴτια τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ταῦτα παραδίδωσιν ἡ μετὰ
30χεῖρα λέξις.
31nἘπειδὴ τέτταρα τὰ αἴτια διώρισται τῶν στοιχείων.
32 Τῶν στοιχείων αἴτια λέγει τὰς εἰδοποιοὺς αὐτῶν ποιότητας, λέγω δὴ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὧν αἱ μὲν δραστικαί, αἱ δὲ ὑλικαὶ κατὰ συζυγίαν. θερμότης γὰρ καὶ ψυχρότης ὕδατι καὶ πυρὶ ἀπονε‐
35νέμηνται εἰδοποιοὶ αἰτίαι, ξηρότης δὲ καὶ ὑγρότης ἀέρι καὶ γῇ.275

276

(1n)

Ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς.
2 Ἐντεῦθεν ἄρχεται κατασκευάζειν, ὅτι δραστικὰ μὲν τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὰ δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἐκ τῆς ἐπαγωγῆς, τουτ‐ έστιν ἐκ τῶν φαινομένων. ἡ δὲ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ὑλικῶν· ἐν οἷς
5γὰρ ἂν ὤφθησαν αἱ δραστικαὶ ποιοῦσαι, ἐν τούτοις ὁρῶνται αἱ ὑλικαὶ πάσχουσαι.
7nΦαίνεται γὰρ ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης
8nὁρίζουσαι καὶ συμφύουσαι καὶ τὰ ἑξῆς.
9Ἐντεῦθεν ὁ κατάλογος ἐκείνων τῶν † ζῴων ποιοῦσι μὲν τὸ θερμὸν
10καὶ ψυχρόν, πάσχουσι δὲ τὸ ξηρὸν καὶ ὑγρόν. πλὴν εἰ καὶ τὰ αὐτὰ ποι‐ οῦσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ οὖν ἄλλῳ καὶ ἄλλῳ λόγῳ.
12nἜτι δ’ ἐκ τῶν λόγων δῆλον.
13 Ἐντεῦθεν ἡ διὰ τοῦ λόγου ἀπόδειξις. ἐδείχθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὁριστικόν τε καὶ συγκριτικόν. τὸ δ’ αὐτὸ ποιοῦν ποιητικόν ἐστι· ποιη‐
15τικὸν ἄρα αἴτιον ἂν εἴη τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὸν δὲ τὸ ξηρὸν καὶ ὑγρόν.
16tΠρᾶξις μγ.
17nΔιωρισμένων δὴ τούτων ληπτέον τὰς ἐργασίας αὐτῶν.
18 Διὰ τούτων δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερ‐ μὸν καὶ τὸ ψυχρόν. καί φησιν, ὅτι τὸ θερμὸν αἴτιόν ἐστι γενέσεως καὶ
20πέψεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως καὶ πάσης ἄλλης μεταβολῆς ἐπὶ τῶν ἐμψύχων. καὶ τὰ ζῷα μᾶλλον ἀποκλίνουσι πρὸς τὸ θερμόν· ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν αἴτιόν ἐστι, φησί, γενέσεως, ὥσπερ ἐπὶ τῶν κεράμων. δεῖ γὰρ πρῶτον ὑπὸ ψύξεως παγῆναι τὸν πηλόν, εἶθ’ οὕτως ἐν τῇ καμίνῳ ὀπτηθῆναι· εἰ μὴ γὰρ ἐπάγη πρῶτον, οὐκ ἠδύνατο ῥυθμισθῆναι τὸ σχῆμα
25τοῦ κεράμου, ὅπου γε καὶ μετὰ τὸ παγῆναι κατ’ ἀρχὰς ἐν τῇ ὀπτήσει δια‐ στρέφεται πολλάκις χεομένης τῆς ἐν αὐτῷ ὑγρότητος, ὕστερον δὲ διαφορου‐ μένης ταύτης ἐν τῇ τελείᾳ ὀπτήσει κατορθοῦται τὸ σχῆμα. ἀλλὰ μὴν καὶ φθορᾶς αἰτία γίνεται ἡ θερμότης. διαφορουμένου γὰρ τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι κατὰ φύσιν θερμοῦ καὶ συνυπάγοντος
30ἑαυτῷ ὑγρότητα, ἥτις ὄχημα ἑαυτῷ γίνεται, καταλιμπάνεται ψυχρότης πλέον276

277

οὖσα ἢ κατὰ τὴν συνοῦσαν θερμότητα, καὶ λοιπὸν κρατοῦντος ἐν τούτοις τοῦ ψυχροῦ φθορὰ γίνεται ἡ κατὰ φύσιν. κατὰ φύσιν δὲ καλοῦμεν τὴν κατὰ σῆψιν, ἥτις γίνεται τοῦ μὲν οἰκείου θερμοῦ ἀσθενοῦντος καὶ τῆς φυσικῆς ὑγρότητος ὀλιγουμένης διὰ τὸ συνδιαφορεῖσθαι τῷ οἰκείῳ θερμῷ,
5κρατοῦντος δὲ τοῦ παρὰ φύσιν θερμοῦ καὶ ἀλλοτρίου καὶ τοῦ οἰκείου ψυ‐ χροῦ· κατὰ φύσιν ταύτην καλοῦμεν τὴν φθοράν. λέγω δὴ τὴν κατὰ σῆψιν γινομένην πρὸς ἀντιδιαστολὴν τῆς δι’ ἔγκαυσιν γινομένης· ἐκείνη γὰρ βί‐ αιός ἐστι καὶ παρὰ φύσιν. καὶ οὕτω μὲν ἡμεῖς τὴν διὰ σήψεως φθοράν φαμεν ἐγγίνεσθαι ἀσθενοῦντος μὲν τοῦ οἰκείου θερμοῦ καὶ ὑγροῦ, κατακρα‐
10τοῦντος δὲ τοῦ ἀλλοτρίου θερμοῦ καὶ τοῦ οἰκείου ψυχροῦ. οἱ μέντοι ἰατρικοὶ οὐκ ἀνέχονται ὑπὸ τῆς πλεονεξίας τοῦ οἰκείου ψυχροῦ καὶ ἀσθε‐ νείας τοῦ οἰκείου θερμοῦ γίνεσθαι τὴν σῆψιν. οὐ γὰρ πάντως, φασίν, ἡ ἀσθένεια τοῦ οἰκείου θερμοῦ τὴν ψύξιν εἰσάγει· ἀντεισάγεται γὰρ αὐτῆς ἡ πλεονεξία τοῦ ἀλλοτρίου θερμοῦ, ἥτις οὐκ ἐᾷ γίνεσθαι ψύξιν ἐν τῷ σώματι.
15εἶτα ἐπειδὴ ὁ Ἀριστοτέλης εἶπεν ἀπὸ σήψεως τὴν κατὰ φύσιν φθορὰν γί‐ νεσθαι, ἐπίτηδες ταύτης μνημονεύσας, ἵνα δείξῃ, ὅτι καὶ ὑπὸ θερμότητος καὶ ὑπὸ ψύξεως γίνεται, θερμότητος μὲν ἀλλοτρίας, ψυχρότητος δὲ οἰκείας, εἰκότως καὶ περὶ σήψεως διαλέγεται. καί φησιν, ὅτι γίνεται αὕτη ἐνδείᾳ θερμότητος οἰκείας διαφορουμένης ὑπὸ τῆς τοῦ περιέχοντος θερμασίας καὶ
20συνυπαγομένης αὐτῇ τῆς ἔνδον ὑγρότητος, ἥτις ὄχημα γίνεται τῆς θερμό‐ τητος· εἶθ’ οὕτω κατακρατεῖ τὸ ἔνδον ψυχρόν, ὡς εἶναι δῆλον, ὅτι ἐνδείᾳ θερμότητος οἰκείας καὶ ὑγρότητος γίνεται ἡ σῆψις. καὶ ὅτι τοῦτο ἀληθές, κατασκευάζει διὰ πλειόνων, καὶ πρῶτόν γε ὅτι δι’ ὑγρότητος ἔνδειαν, ὡς δηλοῖ τὰ νεκρὰ τῶν σωμάτων, ἐφ’ ὧν ***. καὶ πρῶτον μὲν ἰχωροειδὴς ὑγρότης
25τούτων ἀποστάζει καὶ διαφορεῖται διὰ τὸ ἔτι εἶναι τὸ θερμόν, ὅπερ συνυπ‐ άγεται τὴν ὑγρότητα. ἔτι διὰ τὸ ἐκκριθῆναι τὸ ὑγρὸν τηνικαῦτα σήπεται τὸ σῶμα καὶ κοπρῶδες γίνεται καὶ διαπίπτει ἅτε μὴ ἔχον τινὰ ὑγρότητα διὰ τὸ μηδὲ θερμασίαν ἔχειν τὴν ἕλκουσαν αὐτὴν εἰς ἑαυτὸ ἀπὸ τοῦ περι‐ έχοντος. ᾧ δῆλον, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις. ἀλλὰ μὴν
30καὶ [ἢ] δι’ ἔνδειαν θερμότητος· καὶ τοῦτο δῆλον. τὰ γὰρ ἀνυπέρβλητον ἔχοντα θερμασίαν σώματα διαμένουσι μὴ σηπόμενα, οἷον τὸ πῦρ. τοῦ γὰρ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς σηπομένων διὰ τὸ ἔλαττον εἶναι τὸ ἐν αὐτοῖς θερμὸν καὶ τοῦ μὲν ἀέρος σηπομένου ποιεῖν ὄρτυγας, τῆς δὲ γῆς ψύλλας, τὸ πῦρ μόνον ὡς ἄσηπτον οὐ ποιεῖ ζῷα διὰ τὸ πλείστην ἔχειν θερμότητα.
35καὶ τὰ αὐτόματα δὲ θερμὰ ἧττον σήπεται διὰ τὸ ἔχειν οἰκείαν θερμασίαν· ἀλλὰ μὴν καὶ τὰ κινούμενα τῶν στασίμων ὑδάτων ἧττον σήπεται διὰ τὸ ἐκ τῆς κινήσεως ἀναρρώννυσθαι ἐν αὐτοῖς τὸ θερμόν. “κίνησις γὰρ κρατύνει, ἀργίη δὲ τήκει”, φησὶν εἷς τῶν ἰατρῶν. ἀλλὰ μὴν καὶ τὰ ὀλίγα ὕδατα
μᾶλλον σήπεται ὡς ἂν ὀλίγου ὄντος τοῦ ἐν αὐτοῖς θερμοῦ· τὰ δὲ πολλὰ277

278

ἧττον σήπεται ὡς πλείονα ἔχοντα θερμασίαν. διὸ καὶ τὰ τελματώδη μᾶλλον σήπεται τῶν ποταμῶν, ἢ ὡς αὐτός φησιν, ἡ ἐν τοῖς ἀμφορεῦσι θάλασσα ὡς ὀλίγη οὖσα σήπεται. αὐτὴ δ’ οὐ σήπεται διὰ τὸ πολλοῦ μετέχειν θερμοῦ· πολλῆς γὰρ μετέχει τῆς καπνώδους ἀναθυμιάσεως. ἀλλὰ μὴν
5καὶ τὸ ἀποκρινόμενον θερμὸν ἐκ τῶν φθειρομένων ζῴων σημαίνει, ὅτι δι’ ἔνδειαν θερμότητος γίνεται ἡ σῆψις (μετὰ γὰρ τὴν τούτου διαφόρησιν σή‐ πεται τὸ σῶμα, ὅπερ διὰ τὸ εἶναι ζῳογόνον καὶ γενέσεως ἄλλων ζῴων αἴτιον γίνεται) καὶ τὸ εἰρημένον·
ἵπποι μὲν σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.
10εἶπον δέ σοι ἔξωθεν ἕτερον ἐπιχείρημα τοῦ ἐνδείᾳ τοῦ θερμοῦ γίνε‐ σθαι τὴν σῆψιν. ὁρῶμεν γάρ, ὅτι τὰ ὠμὰ κρέα τῶν ἑφθῶν μᾶλλον σήπονται διὰ τὸ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, τὰ δ’ ἑφθὰ μὴ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἑψήσεως ἀναδεδέχθαι, ἥτις ἐν ἕξει αὐτῷ ἐγένετο ἐν τῇ ἑψήσει. ταῦτα μὲν πάντα εἴρηται πρὸς
15τὸ δεῖξαι, ὅτι ἐνδείᾳ θερμότητος καὶ ὑγρότητος οἰκείας γίνεται ἡ σῆψις. ὅτι δὲ καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου θερμοῦ γίνεται, κατασκευαστέον οὕτως· ὁρῶμεν γάρ, ὅτι ἐν τῷ θέρει μᾶλλον γίνεται σῆψις ἤπερ ἐν τῷ χειμῶνι. ἡ γὰρ τοῦ θέρους θερμότης ἐκδιαφορεῖ τὸ οἰκεῖον θερμὸν μετὰ τοῦ ὑγροῦ· καὶ ἐντεῦθεν γίνεται ἡ σῆψις ἐπικρατοῦντος τοῦ οἰκείου ψυχροῦ διὰ τὸ μὴ
20εἶναι τὴν ἕλκουσαν τὸ ὑγρὸν θερμότητα ἔνδον. ἀλλὰ μὴν καὶ τὰ πεπηγότα οὐ σήπεται διὰ τὸ μὴ δύνασθαι κατακρατεῖν τὴν ἐκτὸς θερμότητα τῆς ἔνδον καὶ διαφορεῖν διὰ τὸ ἔχειν πρόβολον τὴν ἐκτὸς ψυχρότητα. ταῦτα παρα‐ δίδωσιν ἡ μετὰ χεῖρα λέξις.
24nΔιωρισμένων δὴ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας
25nαὐτῶν, αἷς οὕτως ἐργάζονται ποιητικ, καὶ τῶν παθητικῶν
26nτὰ εἴδη.
27 Διορισθέντος, φησί, τοῦ λόγου καὶ δείξαντος, ποῖα μέν εἰσι ποιητικὰ στοιχεῖα, ποῖα δὲ ὑλικά, ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τὴν ἐργασίαν αὐτῶν, ἥτις γίνεται ποιοῦντος μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ, πάσχοντος δὲ τοῦ ὑγροῦ
30καὶ ξηροῦ· ταὐτὸν δ’ εἰπεῖν τὰς εἰσηγήσεις ἐπισκεψώμεθα, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρὸν εἰς τὸ ὑγρὸν καὶ ξηρόν, ἅσπερ εἴδη τῶν παθητικῶν
στοιχείων ἐκάλεσε διὰ τὸ εἰδοποιεῖσθαι πάσχοντα ὑπὸ τῶν δραστικῶν.278

279

(1n)

Πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ
2nμεταβολὴ τούτων τῶν δυνάμεων ἔργον ἐστ, καὶ ἡ ἀντικειμένη
3nφθορὰ κατὰ φύσιν.
4Τί φησιν; ὅτι ὡς καθόλου εἰπεῖν ἡ ἁπλῶς γένεσις καὶ καθόλου ἥτις
5κατηγορεῖται κατὰ τῶν μερικῶν γενέσεων, πέψεως λέγω καὶ ἀλλοιώσεως καὶ τῶν λοιπῶν, ὑπὸ θερμοῦ καὶ ψυχροῦ γίνεται. ἢ μᾶλλον οὕτω ῥητέον, ὅτι ἁπλῆν γένεσιν λέγει οὐ τὴν ἁπλῆν, ἥτις κατηγορεῖται κατὰ πάσης μερικῆς γενέσεως, ἀλλὰ τὴν τῶν οὐσιῶν γένεσιν, τὴν ἐκ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς προάγουσαν τὰ ἔμψυχα σώματα. ταῦτα γὰρ ἡ φύσις ὀργάνῳ
10κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ, ὕλῃ δὲ τῷ ξηρῷ καὶ ὑγρῷ, δημιουρ‐ γήσασα παρήγαγεν. ᾧ δῆλον, ὅτι κατεχρήσατο λέγων ποιητικὸν αἴτιον εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρόν. φαίνεται γὰρ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγων μὴ εἶναι ποιητικὸν αἴτιον τὸ θερμόν. εἰ γὰρ καὶ ποιητικὸν αἴτιον, χεῖρον ἂν ἦν τοῦ ὀργανικοῦ, ἐπειδὴ τὸ μὲν † ὀργανικὸν ὑφ’ ἑτέρου
15τάττεται, τουτέστι τοῦ ποιητικοῦ· τὸ δὲ θερμόν, εἴπερ ἦν ποιητικὸν αἴτιον, οὐκ ἔμελλεν ὑποτάττεσθαι, ἀλλ’ ἀεὶ προκόπτειν ἐπ’ ἄπειρον καὶ αὔξεσθαι, καὶ ἐλάνθανε φθαρτικὸν * ἤπερ ποιητικόν. νῦν οὖν κατεχρήσατο λέγων αὐτὸ ποιητικόν. ἀλλὰ τῆς μὲν ἁπλῶς γενέσεως ποιητικὸν αἴτιον λέγει εἶναι τὸ θερμὸν καὶ ψυχρόν, τῆς δὲ ἁπλῶς φθορᾶς οὔκ εἰσι ποιητικὰ αἴτια, ἀλλά
20τινος φθορᾶς, μόνης γὰρ τῆς ἀντικειμένης τῇ ἁπλῇ γενέσει, τουτέστι τῆς γινομένης διὰ σήψεως, ἥντινα καὶ κατὰ φύσιν καλεῖ πρὸς ἀντιδιαστολὴν τῆς κατὰ βίαν γινομένης φθορᾶς, ἢ ξίφους ἢ πυρὸς ἤ τινος τοιούτου. ὥσπερ γὰρ ἡ ἁπλῆ γένεσις περιουσίᾳ ἐμφύτου θερμοῦ καὶ ὑγροῦ γίνεται, οὕτως ἡ σῆψις ἐνδείᾳ τούτων καὶ πλεονεξίᾳ τοῦ ψυχροῦ γίνεται. ἡ ἁπλῆ
25δὲ γένεσις λέγεται ἡ τῶν οὐσιῶν ἀντιπαραβαλλομένη πρὸς τὴν τῶν συμβε‐ βηκότων γένεσιν, ταὐτὸν δ’ εἰπεῖν πέψεως καὶ τῶν ὑπ’ αὐτήν, λέγω δὴ πεπάνσεως, σήψεως, ὀπτήσεως καὶ τῆς ἄλλης μεταβολῆς καὶ ἀλλοιώσεως.
28nΑὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις
29nκαὶ τοῖς μέρεσιν αὐτῶν.
30Ἡ εἰρημένη ἁπλῆ γένεσις καὶ ἡ κατὰ φύσιν φθορὰ τῶν ἐμψύχων ἐστίν.
31nἜστι δὲ ἁπλῆ καὶ φυσικὴ γένεσις καὶ μεταβολὴ ὑπὸ
32nτούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον ἐκ τῆς ὑποκειμένης
33nὕλης ἑκάστῃ φύσει.
34Οἷόν τινα ὁρισμὸν παραδίδωσι τῆς γενέσεως καὶ φθορᾶς. καί φησιν,279

280

ὅτι γένεσίς ἐστιν, ὅταν λόγον ἔχῃ τὸ ποιητικὸν αἴτιον πρὸς τὸ παθητικόν, ἵνα τὸ μὲν ποιῇ, τὸ δὲ πάσχῃ, καὶ τὸ μὲν κρατῇ, τὸ δὲ κρατῆται. εἰ δὲ τὸ ἀνάπαλιν τὸ παθητικὸν κρατεῖ, τὸ δὲ ποιητικὸν κρατεῖται, τηνικαῦτα φθορὰ γίνεται, τουτέστιν ὅταν μὴ ἔχῃ λόγον τὸ ποιητικὸν αἴτιον πρὸς τὸ
5παθητικόν· τηνικαῦτα γὰρ κατὰ μέρος γίνεται ἀπεψία. καὶ τελευταῖον σῆψις κατακρατουμένου τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ὑγροῦ καὶ τελευταῖον ὑπὸ τοῦ ξηροῦ, ὅτε καὶ κοπρῶδες γίνεται τὸ σῶμα.
8nΤῇ δὲ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις.
9Τῇ τῶν οὐσιῶν γενέσει μάλιστα ἡ διὰ σήψεως φθορά ἐστιν ἐναντίον.
10καλῶς δ’ εἶπε τὸ μάλιστα διὰ τὰς ἐξ αἰφνιδίου γινομένας φθορὰς τῶν σω‐ μάτων, ὑπὸ πυρός, ἀγχόνης ἢ ξίφους· σπάνιαι γάρ εἰσιν αὗται, συνηθε‐ στέρα δὲ καὶ κοινοτέρα ἡ διὰ τοῦ γήρως καὶ σήψεως.
13nΔιὸ καὶ ὑγρὰ πρῶτον, εἶτα ξηρ, τέλος γίνεται σηπόμενα.
14Ἐντεῦθεν ἄρχεται κατασκευάζειν, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ
15σῆψις, ἐπειδὴ καὶ τὰ νεκρὰ σώματα ἀρχόμενα σήπεσθαι ὁρῶνται διαφο‐ ρούμενα τὴν ὑγρότητα ἰχωροειδῆ γενομένην. εἶτα μετὰ τὸ διαφορηθῆναι σήπεται καὶ διαλύεται, ὅτι ὑγρότης αἰτία ἦν τῆς ἑνώσεως τοῦ σώματος καὶ τοῦ ὁρισμοῦ τῶν γηίνων αὐτοῦ καὶ ξηρῶν μορίων, δρώντων εἰς αὐτὸ δη‐ λονότι τῶν ποιητικῶν στοιχείων, τοῦ θερμοῦ καὶ ψυχροῦ. ὡσαύτως δὲ καὶ
20ἐν τοῖς ξηροῖς καὶ γηίνοις μορίοις.
21nΓίνεται δὲ φθορ, ὅταν κατακρατῇ τοῦ ὁρίζοντος τὸ
22nὁριζόμενον διὰ τὸ περιέχον.
23 Ὁρίζον καλεῖ τὸ θερμὸν ὡς ποιητικόν, ὁριζόμενον δὲ τὸ ὑγρὸν ὡς παθητικόν. τότε οὖν γίνεται φθορά, ὅταν ὑπὸ τοῦ περιέχοντος θερμοῦ
25ἐκδιαφορηθῇ τὸ ἔνδον θερμὸν τὸ κατὰ φύσιν, ὡς ἔλαττον γίνεσθαι τῆς ἔνδον ὑγρότητος, μέχρις ἂν καὶ αὐτὴ διαφορηθῇ· τότε γὰρ ἡ ξηρότης ἐπικρατεῖ.
28nὍταν χωρισθῇ τῆς φύσεως.
29Τουτέστιν ὅταν χωρισθῇ ἡ θερμότης ἡ οἰκεία ἀπὸ τοῦ συνθέτου.
30nΔιὸ καὶ σήπεται ἄλλα πλὴν πυρός.
31Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ ἐνδείᾳ θερμότητος γίνεται ἡ σῆψις, διὰ280

281

πλειόνων ἐπιχειρημάτων· πρῶτον μὲν ἀπὸ τῶν στοιχείων, δεύτερον δὲ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους, τρίτον ἀπὸ τῶν πεπηγότων, τέταρτον ἀπὸ τοῦ ῥέοντος ὕδατος, πέμπτον ἀπὸ τοῦ πολλοῦ ὕδατος, ἕκτον ἀπὸ τῆς θαλάττης, ἕβδομον ἀπὸ τῶν γινομένων ἀπὸ σήψεως ζῴων.
5nΣῆψις δ’ ἐστὶ φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ
6nκατὰ φύσιν θερμότητος· αὕτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος.
7 Ὁρίζεται τὴν σῆψιν. καὶ ὅρα, πῶς σαφῶς ἐδείκνυται ὑπὸ ἐνδείας θερμοῦ οἰκείου γίνεσθαι τὴν σῆψιν. ἀλλ’ ἀποροῦμεν, τί θέλει εἶναι τοι‐ αύτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος, εἴ γε περὶ τοῦ ἐμφύτου θερμοῦ δια‐
10λέγεται. ἢ ῥητέον, ὅτι τοῦτο πρὸς τὸ φθορὰ δεῖ ἀποδοῦναι, ὡς καὶ εἰ οὕτως ἔλεγεν· ‘ἥτις φθορὰ γίνεται ἀπὸ τοῦ περιέχοντος θερμοῦ, τουτέστιν ἀλλοτρίου‘. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι θερμῷ ἀλλοτρίῳ καὶ ψυχρῷ οἰκείῳ γίνεται ἡ σῆψις. τὸ γὰρ ἀλλότριον θερμὸν ἐπικρατοῦν αἴτιον γίνεται ἐνδείας μὲν τοῦ οἰκείου θερμοῦ καὶ ὑγροῦ καὶ *** ψυχροῦ καὶ
15ξηροῦ. ἐκδιαφοροῦν γὰρ τὸ ἔμφυτον θερμὸν συνεκδιαφορεῖται μετ’ αὐτοῦ καὶ ἡ ὑγρότης. καὶ ὅσῳ ταῦτα διαφοροῦνται, τοσούτῳ ἡ ψύξις καὶ ἡ ξηρότης ἐπικρατεῖ.
18nἌμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις,
19nψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας.
20 Ἰδού, πῶς διαρρήδην ὑπὸ ψυχρότητος καὶ θερμότητος λέγει γίνεσθαι τὴν σῆψιν.
22nΚαὶ ἐν τοῖς ψύχεσι δ’ ἧττον σήπεται.
23 Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους. ἐν γὰρ τῷ χειμῶνι ἧττον γίνεται ἡ σῆψις διὰ τὸ ἐμφωλεύειν ἔνδον τὸ ἔμφυτον θερμὸν
25καὶ μὴ εἶναι πρόχειρον εἰς τὸ διαφορηθῆναι. ᾧ δῆλον, ὅτι ἐνδείᾳ τοῦ οἰκείου θερμοῦ γίνεται ἡ σῆψις καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου.
27nΚαὶ οὔτε τὸ πεπηγός.
28 Τὸ τρίτον ἐπιχείρημα. ἐν γὰρ τῷ πεπηγότι οὐ δρᾷ τὸ ἔξωθεν θερμόν, ἐπειδὴ δραστικωτέρα αὐτοῦ ἐστιν ἡ ἐν τῷ πεπηγότι ψύξις. καὶ διὰ τοῦτο
30οὐ σήπεται, ὥστε διὰ ἐπικράτειαν τοῦ ἔξωθεν θερμοῦ γίνεται ἡ σῆψις.281

282

(1n)

Ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ τὸ ῥέον ἧττον σήπεται
2nτοῦ ἀκινητίζοντος.
3 Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ ῥέοντος ὕδατος. τὸ γὰρ ῥέον, φησίν, ὕδωρ ἐπειδὴ ὑπὸ τῆς κινήσεως ἀναζωπυροῦται τὸ ἔμφυτον αὐτοῦ
5θερμόν, οὐ σήπεται· τὸ δ’ ἱστάμενον σήπεται διὰ τὸ ἀσθενὲς εἶναι τὸ ἐν αὐτῷ θερμόν. ὅτι γὰρ καὶ τὸ ὕδωρ ἔχει ἔμφυτον θερμόν, δῆλον, ἐπειδὴ καὶ ῥεῖ· τὸ γὰρ εἶναι ῥυτὸν ὑπὸ τοῦ θερμοῦ ἐκτήσατο, ἐπεὶ ἔμελλε πεπηγὸς εἶναι.
9nἩ αὐτὴ δὲ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον.
10 Τὸ πέμπτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ πλήθους. ἐπειδὴ γὰρ ἐν τῷ πολλῷ ὕδατι πολὺ περιέχεται θερμόν, ἧττον ἐν αὐτῷ γίνεται ἡ σῆψις, ἐν δὲ τῷ ὀλίγῳ μᾶλλον, ἐπειδὴ ἐνδεὲς καὶ τὸ θερμόν.
13nὩσαύτως δὲ καὶ ἐπὶ θαλάττης.
14Ἔχεις καὶ τὸ ἕκτον ἐπιχείρημα, *** τὸ δ’ ἀπὸ τῶν ἐκ σήψεως γινο‐
15μένων ζῴων. καὶ γὰρ ὁρῶμεν, ὅτι ἐπὶ τῇ σήψει ζῷα γίνονται, δηλονότι ἐκδιαφορουμένου τοῦ ἐμφύτου καὶ ζῳογόνου θερμοῦ γίνονται. εἰ δ’ ἐκδιαφο‐ ρεῖται, δῆλον ὅτι μειοῦται· ὑπὸ ἐνδείας ἄρα θερμοῦ γίνεται ἡ σῆψις.
18tΠρᾶξις μδ.
19nΤί μὲν οὖν ἐστι γένεσις καὶ φθορ, εἴρηται. λοιπὸν
20nδ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη.
21 Μετὰ τὰς κοινὰς ἐνεργείας θερμότητος καὶ ψυχρότητος, λέγω δὴ γένεσιν καὶ φθοράν, καὶ περὶ τῶν ἰδιαζουσῶν ἐνεργειῶν ἑκατέρας διαλέγεται ὁ φιλόσοφος. ἰδιάζουσαι δ’ ἐνέργειαι ἐπὶ μὲν θερμότητος πέψις καὶ τὰ ὑπ’ αὐτήν, πέπανσις, ἕψησις, ὄπτησις, τῆς δὲ ψυχρότητος ἀπεψία καὶ τὰ
25ὑπ’ αὐτήν, ὠμότης καὶ μόλυνσις, στάθευσις. ἢ γὰρ διὰ τὸ εἶναι κοινὰς ἐνεργείας τοῦ θερμοῦ καὶ ψυχροῦ τὴν γένεσιν καὶ φθορὰν περὶ τούτων πρότερον διειλέχθη· εἶθ’ οὕτω περὶ τῶν ἰδιαζουσῶν, λέγω δὴ πέψεως καὶ ἀπεψίας. ἢ ὅτι ἐκεῖναι μὲν πρῶται ἐνέργειαί εἰσι τοῦ θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ δεύτεραι, καὶ ἐκεῖναι μὲν περὶ τὸ εἶναι ἢ μὴ εἶναι καταγίνονται,
30αὗται δὲ περὶ τὸ τοιῶσδε εἶναι ἢ μὴ εἶναι, αἵτινες μετὰ τὸ γενέσθαι τὸ
εἶδος ὑφίστανται. ἢ καὶ διὰ τρίτην αἰτίαν, ὅτι μετὰ τὴν ἁπλῶς καὶ κυρίως282

283

γένεσιν βούλεται καὶ περὶ τῆς τινος γενέσεως διαλεχθῆναι, ἥτις ἐστὶ πέψις καὶ ἀπεψία καὶ τὰ ὑπ’ αὐτὴν ὄντα. ἔστι τοίνυν τῆς θερμότητος ἰδικὴ ἐνέργεια ἡ πέψις. αὕτη δὲ τριττή ἐστιν. ἡ γὰρ ἐπὶ ἐμψύχων καλεῖται πέπανσις, κυρίως τῆς πεπάνσεως ἐπὶ καρπῶν λεγομένης· ἢ ἐπὶ ἀψύχων,
5καὶ ἐπὶ ἀψύχων ἢ ἐν ὑγρῷ θερμῷ γίνεται καὶ καλεῖται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἀντίκειται δὲ τῇ μὲν πέψει ἁπλῶς ἀπεψία. ὑπὸ δὲ ταύτην ἐστὶν ὠμότης ἀντικειμένη τῇ πεπάνσει· κυρίως γὰρ ὠμὸν λέγομεν ἐπὶ τῶν καρπῶν, ὥσπερ καὶ πέπονας λέγομεν τοὺς ἀκμάσαντας καρπούς. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει, ὅτι ἡ μὲν ἕψησις διαλύει
10τὰ ἑψόμενα, ἡ δὲ μόλυνσις ἀρχὴ μόνον οὖσα ἑψήσεως οὐ ποιεῖ διαλύεσθαι τὰ μολυνόμενα, οὐ τοῦτό μου λέγοντος, ὅτι πᾶσα ἕψησις πάντως διαλύει τὰ ἑψόμενα. ἰδοὺ γὰρ τὰ ᾠὰ καὶ οἱ ἐγκέφαλοι καὶ οἱ δίδυμοι καὶ τῶν κρεῶν τὰ τριπτὰ ἑψόμενα οὐ διαλύεται, ἀλλὰ τοὐναντίον συνίσταται καὶ σχῆμα ἀναδέχονται. καθόλου γὰρ ὅσα μὲν ἐνεργείᾳ ἔχουσι τὸ ὑγρόν,
15ταῦτα τῇ ἑψήσει παχύνεται, ὅσα δὲ δυνάμει ἔχει τὸ ὑγρόν, ταῦτα ἐν τῇ ἑψήσει διαλύεται. ἡ δὲ στάθευσις διαλύεται· ἀντίκειται γὰρ τῇ ὀπτήσει. ἀλλ’ ἄξιόν ἐστι ζητήσεως, πῶς τούτων μεμνημένος τῶν ἰδιαζουσῶν ἐνερ‐ γειῶν ὁ φιλόσοφος τῆς κυρίως πέψεως οὐ μέμνηται, δι’ ἧς πέττονται τὰ σιτία. ἢ λέγομεν, ὅτι διὰ τοῦ εἰπεῖν ἕψησιν παρέλαβε καὶ ταύτην τὴν
20πέψιν· καὶ γὰρ καὶ ἡ πέψις ἐν ὑγρῷ θερμῷ γίνεται, ὥσπερ καὶ ἡ ἕψησις. καὶ οἶδε τοῦτο Ἱπποκράτης ἐν τῷ Περὶ ὀξέων νοσημάτων, ἔνθα φησὶ μήτε δὶς ἕψειν τὰ σιτία τὴν γαστέρα, τὸ ‘ἕψειν‘ εἰρηκὼς ἀντὶ τοῦ ‘πέττειν‘. ἢ εἰπὲ καὶ ἄλλην αἰτίαν, ὅτι εἰκότως ἐκείνης οὐκ ἐμνημόνευσε τῆς ἑψήσεως, ἐπειδὴ ἐκείνη ὑπὸ φύσεως γίνεται ἐν τοῖς τῶν ζῴων σώμασι, νῦν δ’ οὐ
25περὶ τῶν ὑπὸ φύσεως γινομένων βούλεται διαλαβεῖν, ταὐτὸν δ’ εἰπεῖν ὑπὸ φυσικῆς δυνάμεως ἐν σώματι ζῴου οὔσης, ἀλλὰ περὶ τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ γινομένων, τουτέστι τῶν δραστικῶν ποιοτήτων. ἡ γὰρ πέψις εἴδους ἐναλλαγὴν ἔχουσα ὑπὸ φύσεως γίνεται προνοητικῆς. καὶ μὴ λέγε, ὅτι ἡ πέπανσις ὑπὸ φύσεως γίνεται. οὐ γὰρ εἴδους ἐστὶ μεταβολὴ ἐν τούτῳ,
30ἀλλὰ ποιότητος μόνης· ὅπου δὲ εἴδους μεταβολή, ἐκεῖ φύσεως ἔργον γίνεται κυρίως. ὥστε τὴν ὅλην περὶ τούτων διαίρεσιν ἔχειν τὸν τρόπον τοῦτον· ἡ πέψις ἢ εἴδους ἐργάζεται μεταβολὴν καὶ λέγεται πέψις ὁμω‐ νύμως τῷ γένει λεγομένη καὶ ὑπὸ φύσεως προνοητικῆς γινομένη, ἢ ποιό‐ τητος μόνης ἐργάζεται μεταβολήν. καὶ ταύτην ἢ ἐν ἐμψύχοις καὶ λέγεται
35πέπανσις, ἢ ἐν ἀψύχοις, καὶ ἐν ἀψύχοις ἢ ἐν ὑγρῷ θερμῷ καὶ λέγεται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ὁρισμὸν παραδίδωσι τῆς ἑψήσεως καί φησιν, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ
φυσικοῦ θερμοῦ καὶ οἰκείου ἐκ τῶν ἀντικειμένων παθητικῶν. ἀλλὰ283

284

ζητητέον, τίνος λέγει τελείωσιν τὴν πέψιν, πότερον τοῦ ποιοῦντος ἢ τοῦ πάσχοντος. καί φαμεν, ὅτι τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος, ἀλλὰ τοῦ γινομένου, τουτέστι τῆς φύσεως, εἴ γε τὸ πάσχον φθείρεται καὶ μεταβάλλει ἀπὸ εἴδους ἐπὶ ἕτερον εἶδος. ἀλλά φασιν οἱ ἐξηγηταί, ὅτι καὶ τὸ πάσχον
5τελειοῦται· ἀπὸ γὰρ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγεται. ἀλλὰ καὶ οὕτως οὐδὲν ἧττον φθείρεται τὸ γινόμενον· φθείρεται γὰρ τοῦ δυνάμει γινομένου ἐνεργείᾳ. ἰστέον τοίνυν, ὅτι διττόν ἐστι τὸ τέλος, ὡς εἴρηται ἐν τῇ Μετὰ τὰ φυσικά· τὸ μὲν οὗ, τὸ δὲ ᾧ. καὶ τὸ μὲν οὗ πως ἐπιγινόμενον εἶδος σημαίνει αὐτὸ τὸ εἶδος τῆς θύρας φέρε εἰπεῖν. τὸ δὲ ᾧ, ἕνεκα τοῦ γέγονεν
10ἡ θύρα, ὅτι πρὸς φυλακὴν τῶν ἔνδον ἀποκλειομένων σκευῶν, ταὐτὸν δ’ εἰπεῖν πρὸς τὴν χρῆσιν. οὐκοῦν ἡ πέψις τελείωσίς ἐστι κατὰ τὸ ᾧ τέλος· συμβάλλεται γὰρ πρὸς τὴν τροφὴν τοῦ τρεφομένου φυσικοῦ καὶ οἰκείου θερμοῦ τινος, ὡς Ἀριστοτέλης τὸ πέττον *** ὡς ἡ τοῦ πεττομένου δηλονότι τοῦ πέττοντος, διά τε Πλάτωνα τὸν λέγοντα, ὅτι δεῖ τὸ ποιοῦν
15κεχωρίσθαι ἐκ τῶν γινομένων, ἵνα μὴ ἔνδον ἔχῃ τὸ γινόμενον τὴν φθεί‐ ρουσαν αἰτίαν, καὶ διὰ τὸν Ἀριστοτέλην τὸν λέγοντα τρία πέψεως εἴδη εἶναι, πέπανσιν, ἕψησιν, ὄπτησιν, ἅτινα ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γίνονται· δηλονότι καὶ ἐντεῦθεν ἐπὶ τῆς κατηγορουμένης πέψεως πασῶν τούτων θερμὸν λαμβάνει οὐ τὸ οἰκεῖον, ἀλλὰ τὸ ἔξωθεν. τελείωσιν δὲ λέγει τὴν
20πάχυνσιν καὶ πέψιν τῆς ὑγρότητος πρὸς τὴν ξηρότητα ἐν τοῖς φυτοῖς ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γινομένην. πᾶσα γὰρ πέψις γίνεται τοῦ θερμοῦ παχύ‐ νοντος τὴν ὑγρότητα. ὅθεν καὶ ἀποροῦσί τινες, ὅτι εἰ πέψεως ἔργον τὸ τὰ λεπτὰ παχύνειν, πῶς τὰ κρέα παχέα ὄντα ἐν τῇ πέψει λεπτύνεται καὶ ἐξυδαροῦται, ὥσπερ ἐν τῇ χυλοποιήσει. καί φαμεν, ὅτι ἡ φύσις οὐκ
25ἠδύνατο ἄλλως αὐτὰ ἑνῶσαι τῇ ἡμετέρᾳ οὐσίᾳ. περὶ δὲ ταύτης οὐ δια‐ λαμβάνει ὁ νῦν ὁρισμός, ἀλλὰ περὶ τῆς τρίτης· ἐν ταύτῃ γὰρ ἀπὸ λεπτῶν πέψεων γενομένης παχεῖα γίνεται ἐπὶ προσφύσεως. ἀλλὰ πάλιν ἀποροῦσι· καὶ τίς χρεία τῆς ματαιοπονίας ταύτης, ἵνα ἀπὸ παχέων λεπτὰ γένηται, καὶ ἀπὸ λεπτῶν παχέα; ἢ λέγομεν, ὅτι ἐπειδὴ ἀνάγκη ἦν τὴν τροφὴν καὶ
30προστίθεσθαι καὶ ἐξομοιοῦσθαι, διὰ μὲν τὸ προστεθῆναι γίνεται ἡ λέπτυνσις, διὰ δὲ τὸ ἐξομοιωθῆναι πάχυνσις. ἀλλὰ πάλιν ἀποροῦσιν ἰατροὶ λέγοντες· πῶς πᾶσα πέψις ἐπὶ τὸ παχύτερον προκόπτει, ὁπότε λέγει τὰ παχύτερα νοσήματα πέττεσθαι, ὅταν λεπτοτέρα ἡ ὕλη γένηται; ἢ ῥητέον, ὅτι οὐ περὶ τῆς τοιαύτης πέψεως νῦν διαλέγεται ὁ φιλόσοφος τῆς ὑπὸ φυσικῆς
35δυνάμεως γινομένης, ἀλλὰ περὶ μόνης τῆς κατηγορουμένης πεπάνσεως. ἐκ τῶν ἀντικειμένων δὲ παθητικῶν ἔφη διὰ τὴν ὑγρότητα· ταύτης γάρ
ἐστι τελείωσις διὰ τὴν πάχυνσιν. καὶ διὰ τοῦτο εἶπε παθητικῶν·284

285

πάσχει γὰρ ἡ ὑγρότης. ἀντικειμένων δ’ ἐπειδὴ τὸ τρεφόμενον ἔστ’ ἂν τρέφηται, ἀνόμοιόν ἐστι τῷ τρεφομένῳ καὶ ἀντικείμενον. τὰ γὰρ ἀντι‐ κείμενα πάντως καὶ ἀνόμοια· οὐ πάντως δὲ τὰ ἀνόμοια καὶ ἀντίκεινται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί διαφέρει πέψις σήψεως, εἴ γε καὶ ἡ σῆψις
5ἀλλοτρίῳ θερμῷ γίνεται καὶ ἡ πέψις δὲ ἀλλοτρίου τοῦ πεττομένου· ἔφαμεν γάρ, ὅτι ὑπὸ τοῦ ποιοῦντος θερμοῦ πέττεται τὸ πεττόμενον. καὶ λέγομεν πρῶτον μέν, ὅτι ἡ πέψις 〈σῆψισ〉, ἀλλὰ πρὸς τὴν ἡμῶν χρῆσιν λέγομεν αὐτὴν πέψιν, ἐπεὶ ὅσον πρὸς τὸ πεττόμενον σῆψίς ἐστιν. ἰδοὺ γοῦν τοὺς ἀπίους μετὰ τὴν ἐκ τοῦ δένδρου ἀφαίρεσιν πέττεσθαι λέγομεν ὡς πρὸς τὴν ἡμῶν
10χρῆσιν ἀφορῶντες, ἐκείνων μέντοι ἐπὶ σῆψιν ὁδευόντων. ἢ εἰπέ, ὅτι δια‐ φέρει πέψις σήψεως, ὅτι ἐν μὲν τῇ πέψει κρατεῖ τὸ θερμὸν τοῦ ὑγροῦ καὶ ὁρίζει αὐτὸ ἐπὶ πάχυνσιν αὐτὸ φέρον, ἐν δὲ τῇ σήψει τὸ ἀνάπαλιν κρατεῖ τὸ ὑγρὸν τοῦ θερμοῦ τὴν ἀρχήν. ἀλλὰ πάλιν ἀπορητέον, καὶ τί διαφέρει σῆψις ἀπεψίας, εἴ γε ἐν ἀμφοτέροις κρατεῖ τὸ ὑγρόν. ἢ ῥητέον, ὅτι ποῦ
15μὲν κρατεῖ † τὸ θερμόν, ὡς ἐν τῇ ἀπεψίᾳ, ποῦ δὲ κρατεῖ τὸ ἀλλότριον θερμόν, ὡς ἐν τῇ σήψει. εἰπὲ δὲ καὶ ἄλλην διαφορὰν σήψεως καὶ πέψεως, ὅτι ἐν μὲν τῇ σήψει τὸ ἀλλότριον θερμὸν ἐπικρατεῖ τοῦ σώματος, ἐν ᾧ γίνεται ἡ σῆψις, ἐν δὲ τῇ πέψει τὸ οἰκεῖον αὐτοῦ ἔμφυτον θερμὸν ἐπι‐ κρατεῖ, οὐ λέγω τοῦ πεττομένου, ἀλλὰ τοῦ σώματος, ἐν ᾧ πέψις γίνεται.
20καὶ ταῦτα μὲν ῥητέον περὶ τῆς πέψεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ πεπάνσεως διαλέγεται, καὶ ταύτην ὁρίζεται λέγων· ‘πέπανσίς ἐστι σύστασις καὶ πάχυνσις τῆς ἐν τοῖς περικαρπίοις ὑγρότητοσ‘, τουτέστι πέψις· ἡ γὰρ πέψις σύστασίς ἐστι καὶ πάχυνσις τῆς ὑγρότητος, ὡς εἴρηται. καὶ ὅρα, πῶς μετὰ τὰ γένη, λέγω δὴ πέψιν καὶ ἀπεψίαν, ἐπὶ τὰ τιμιώτερα τῶν
25εἰδῶν ἐχώρησε, πέπανσίν τε καὶ ὠμότητα. τιμιώτατα γὰρ ταῦτα τῶν ἄλλων εἰδῶν ὡς ἐν ἐμψύχοις γινόμενα (ἐν γὰρ τοῖς φυτοῖς) ἐκείνων ἐν ἀψύχοις γινομένων. εὐθέως δ’ ἐκ τοῦ ὁρισμοῦ τῆς πεπάνσεως ἐδήλωσεν, ὅτι καθολικωτέρα ἐστὶν ἡ πέψις τῆς πεπάνσεως· ἡ μὲν γὰρ πέψις τελεί‐ ωσις ἐλέγετο καὶ πάχυνσις τοῦ ἁπλῶς ὑγροῦ ἐπ’ ἐμψύχοις εἴτ’ ἐν ἀψύχοις
30ἦν, ἡ δὲ πέπανσις μόνου τοῦ ἐν τῷ περικαρπίῳ. περικάρπιον δ’ ἐστὶν ὑμήν τις, ὃς ἐπινενόηται τῇ φύσει πρὸς φυλακὴν καὶ φρουρὰν τοῦ σπέρ‐ ματος, οὐδὲ γὰρ ἁπλῶς τοῦ ἐδωδίμου οὐδὲ καρποῦ, πλὴν εἰ μὴ τὸ αὐτὸ εἴη καὶ σπέρμα καὶ καρπός. τὸ γοῦν ἐδώδιμον ποτὲ μὲν ἐκτός ἐστιν, ὡς ἐπὶ φοινίκων, ποτὲ δ’ ἐντός, ὡς ἐπὶ ἀμυγδάλων· τὸν μέντοι καρπὸν πάντως
35ἔνδον περιφρουρεῖ διὰ τὴν παλιγγενεσίαν· ἐφ’ ὧν ἐπείσακτον ποιεῖ τὴν ἀθανασίαν. καλῶς δὲ πρόσκειται, ὅτι τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις ἐστὶν ἡ πέπανσις, διὰ τὴν ἄλλην πέψιν τὴν γινομένην ἐν τῇ ῥίζῃ καὶ ἐν τοῖς κλάδοις τοῦ φυτοῦ. καὶ γὰρ καὶ ἡ ἐν τούτοις ὑγρότης πέττεται
ὑπὸ τοῦ ἐν αὐτοῖς ἐμφύτου θερμοῦ καὶ τρέφει τὸ δένδρον, ἀλλ’ οὐδὲ λέγεται285

286

πέπανσις, ἀλλὰ μόνη πέψις· μόνη γὰρ ἡ ἐν τῷ περικαρπίῳ πέψις λέγεται πέπανσις. καὶ ἡ μὲν περὶ τὸ ἄλλο ὑγρὸν τοῦ φυτοῦ γινομένη πέψις τὸ εἶδος ἐναλλάττει αὑτό· ἡ δὲ περὶ τὸ περικάρπιον πέψις, ταὐτὸν δ’ εἰπεῖν ἡ πέπανσις, οὐ γίνεται, εἰ μὴ ὅταν τέλειον εἴη τὸ φυτόν, ὡς δύνασθαι
5τίκτειν ὅμοια. ὥσπερ γὰρ ζῷον ἐκεῖνο λέγομεν τέλειον τὸ δυνάμενον ἑαυτῷ τίκτειν ὅμοια, οὕτω καὶ φυτόν. ὅθεν οὐδὲ τὸ τυχὸν γίγαρτον ἀμπέλου δεῖ λαβεῖν πρὸς τὸ ποιῆσαι ἄλλην ἄμπελον· οὐ γὰρ τὸ ἀπὸ ὠμῆς σταφυλῆς, ἀλλὰ τὸ ἀπὸ τῆς τελειωθείσης *** κεγχραμίς ἐστιν ἐπιτηδεία πρὸς τού‐ τοις· καὶ γὰρ ἐκ τῶν σπερμάτων τούτων γίνονται τὰ φυτά. ἀλλὰ τὸ πολυ‐
10χρόνιον τῆς γεννήσεως αὐτῶν φεύγοντες οἱ περὶ ταῦτα δεινοὶ οὐ κέχρην‐ ται τούτοις. ἐπειδὴ δ’ ἔφη, ὅτι ἡ πέψις πάχυνσίς ἐστι καὶ πάντως πα‐ χύνει, ἔστι δὲ καὶ ἡ πέπανσις πέψις τις, καὶ διὰ τοῦτο καὶ αὐτὴ παχύνει καὶ τὰ πεπαινόμενα παχύτερα πάντως θέλει γενέσθαι. οὕτω γὰρ καὶ ἐν ἡμῖν ὅσα ἐν ἀτμοῖς καὶ ὑγροῖς ὑπάρχουσιν ἡμῖν ἄπεπτα, ταῦτα λεπτὰ ὄντα
15παχύνεται πεττόμενα ὑπὸ τῆς φύσεως· ἐν μὲν ἀτμοῖς ὡς ἐπὶ τῶν ἀναδι‐ δομένων ἐπὶ τῆς κεφαλῆς κἀκεῖσε πεττομένων καὶ ἀντικαταρρεόντων καὶ κόρυζαν ἐργαζομένων, ἐν δ’ ὑγροῖς ὡς ἐπὶ τῶν διαρροιῶν ἄπεπτα δια‐ χωρήματά τινα μεταβάλλουσα ἡ φύσις πέττει ἐν τοῖς ὕπνοις διὰ τὸ ἐνεργεῖν τότε τὰς φυσικὰς δυνάμεις καὶ διὰ τὸ συννεύειν εἰς τὸ βάθος τὸ ἔμφυτον
20θερμὸν καὶ διὰ τὸ μὴ σκεδάννυσθαι τὴν φύσιν ἐκτὸς ὑπὸ τῶν αἰσθητῶν. ἀλλὰ μὴν καὶ τὰ πνευματώδη καὶ ὑδατώδη ἄπεπτα ὄντα καὶ λευκά, ὥσπερ γλεῦκος πεττόμενον, παχύνεται. ἐφ’ οἷς ὁ φιλόσοφος περὶ ὕδατος δια‐ λέγεται. καί φησιν, ὅτι τὸ ὕδωρ οὔτε πεπαίνεται οὔτε *** παχυνό‐ μενον οὔτε ὠμὸν λέγεται, οὐχ ὅτι οὐ πεπαίνεται, ἀλλ’ ὅτι οὐ πέφυκεν ὅλως
25πεπαίνεσθαι. ἐκεῖνα γὰρ λέγομεν ὠμά, ὅσα πέφυκε πεπαίνεσθαι καὶ οὐ πέπανται. οὕτω γὰρ καὶ τὸν τοῖχον οὐ λέγομεν τυφλὸν οὐχ ὅτι οὐ βλέπει, ἀλλ’ ὅτι οὐ πέφυκε βλέπειν. ὥστε διὰ τούτων δῆλός ἐστιν ὁ Ἀριστοτέλης λέγων μὴ τρέφειν τὸ ὕδωρ, εἴ γε λέγει αὐτὸ μὴ πέττεσθαι, ἐπειδὴ οὐ πα‐ χύνεται. πᾶσα δὲ τροφὴ ὑπὸ πέψεως γίνεται. εἰπὲ γὰρ τοιοῦτον συλλογι‐
30σμόν· τὸ ὕδωρ οὐ παχύνεται, τὸ μὴ παχυνόμενον οὐ πέττεται, τὸ μὴ πετ‐ τόμενον οὐ τρέφει· τὸ ὕδωρ ἄρα οὐ τρέφει. καὶ ὅρα, πῶς σύμφωνα λέγει τοῖς εἰρημένοις αὐτῷ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. ἔλεγε γὰρ ἐκεῖσε, ὅτι οὐ τρέφεται τὰ σπόριμα ἐκ τοῦ ὕδατος καθ’ αὑτό· εἰ γὰρ καὶ δοκεῖ τρέφειν, διὰ τὸ συμμεμῖχθαι αὐτῷ γῆν κοπρώδη τρέφεται. πλὴν ἐπειδὴ
35πολύς ἐστι λέγων ἐν ἄλλαις αὐτοῦ πραγματείαις, ὅτι μεταβάλλουσιν εἰς
ἄλληλα τὰ στοιχεῖα, καὶ τὰ μὲν ἁπλᾶ εἰς σύνθετα, τὰ δὲ σύνθετα εἰς286

287

ἁπλᾶ (καὶ ὕδωρ γὰρ ἐξοινοῦται καὶ ὁ οἶνος ἐξυδατοῦται), κάλλιον λέγειν, ὅτι ἴσως ὡς δυσκόλως παχυνόμενον εἶπε μὴ παχύνεσθαι τὸ ὕδωρ καὶ ὡς ὀλιγότροφον ἄτροφον. εἰκὸς οὖν ἀμφοτέρας ἔχειν τὰς δόξας, τήν τε τοῦ τρέφειν καὶ τοῦ μὴ τρέφειν τὸ ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
5nΤί οὖν ἐστι γένεσις καὶ φθορ, εἴρηται πρότερον.
6Ὅτι ποιοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ γίνεται.
7nΛοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι
8nδυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων.
9Ἐντεῦθεν δείκνυται, ὅτι οὐ περὶ πάσης πέψεως πρόκειται αὐτῷ δια‐
10λαβεῖν, ἀλλὰ περὶ μόνης πεπάνσεως. τί γάρ φησιν; ὅτι δεῖ ἡμᾶς εἰπεῖν τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ, ὅσα ἐργάζονται ἐν τοῖς σώμασι μενούσης τῆς ὑποκειμένης ὕλης καὶ μὴ μεταβαλλομένης. ἐπειδὴ οὖν ἐν μὲν τῇ πέψει ἀμείβεται τὸ εἶδος τῆς τροφῆς (μεταβάλλεται γὰρ πρὸς τὸ τρεφό‐ μενον· ἀπὸ γὰρ αἵματος γίνεται σὰρξ καὶ νεῦρον), ἐν δὲ τῇ πεπάνσει οὐ
15μεταβάλλεται τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλὰ τελειοῦται, δῆλον, ὅτι οὐ περὶ ἐκείνης λέγει τῆς πέψεως, ἀλλὰ περὶ ταύτης.
17nΔεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ
18nὀνόματα τοῖς πράγμασιν· οὐ γὰρ κεῖται καθόλου τοῖς ὁμοίοις.
19Ἡ μόλυνσις, φησί, καὶ ἡ στάθευσις οὐ λέγονται κυρίως. δύναται γὰρ
20καὶ ἐπὶ μολύνσεως λέγεσθαι ἡ στάθευσις, ἐπειδὴ οὐ ποιεῖται ἀνάλυσιν ἡ στάθευσις, ἀλλὰ μᾶλλον θερμῷ ξηρῷ γίνεται. οὐκοῦν οὐ κύριά εἰσι ταῦτα τὰ ὀνόματα. κύριον δ’ αὐτό ἐστιν ὄνομα τὸ καθολικόν, τουτέστιν ἡ ἀπεψία.
23nΤαῦτα δ’ ἐστὶν ἡ οἰκεία ἑκάστου ὕλη.
24Ἐπειδὴ εἶπε τὸν ὁρισμὸν τῆς πέψεως, ὑπὸ τίνος γίνεται καὶ ἐκ τίνων,
25ὅτι γίνεται μὲν ὑπὸ θερμοῦ ἐμφύτου τοῦ ποιοῦντος, εἶτα καὶ τὸ ἐκ τίνων γίνεται εἰπών, ὅτι ἐκ τῶν ἀντικειμένων παθητικῶν, διδάσκει, τίνα λέγεται ἀντικείμενα παθητικά, ὅτι οἰκεία τοῦ πάσχοντος ὕλη, τουτέστιν ἡ ὑγρότης· πάσχει γὰρ τελειωτικὸν πάθος συνισταμένη καὶ παχυνομένη.
29nΚαὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος οἰκείας
30nσυμβαίνει, καὶ διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθ.
31Ἐνταῦθα φαίνεται περὶ τῆς ἐν τοῖς ζῴοις πέψεως διαλαμβάνων. τί287

288

γάρ φησιν; ὅτι ἡ ἀρχὴ τῆς τελειώσεως, ταὐτὸν δ’ εἰπεῖν τῆς πέψεως, ἐκ τοῦ οἰκείου θερμοῦ γίνεται τοῦ ποιοῦντος, εἰ καὶ τὰ μάλιστα πολλὰ συν‐ επιβοηθοῦμεν αὐτῷ ἔξωθεν πρὸς τὸ πέψαι καὶ περιγενέσθαι τῆς ὕλης· μὴ γάρ, ἐπειδὴ διὰ τροφῶν θερμῶν καὶ λουτρῶν ἢ ἄλλων τοιούτων ῥᾷον
5γίνεται ἡ πέψις, ἤδη νομίσῃς, ὅτι ταῦτά εἰσι τὰ ποιοῦντα τὴν πέψιν, ἀλλὰ ταῦτα συνεπιβοηθοῦσι τῷ ἐμφύτῳ θερμῷ. καὶ ὅρα, πῶς ἀνωτέρω μὲν περὶ πεπάνσεως διελάμβανεν, νῦν δὲ περὶ τῆς ἐν ζῴοις, ὡς εἶναι δῆλον, ὅτι μᾶλλον περὶ τῆς καθόλου πέψεως διέλαβε τὸν ὁρισμὸν τῆς κατηγορου‐ μένης κατά τε τῆς ἐν ζῴοις καὶ τῆς πεπάνσεως καὶ ἑψήσεως καὶ ὀπτήσεως.
10καὶ τούτου χάριν ποτὲ μὲν εἰς ἐκείνην, ποτὲ δ’ εἰς ταύτας μεταφέρει τὸν λόγον ὡς ἁρμόζοντος πάσαις τοῦ ὁρισμοῦ τῆς πέψεως τοῦ λέγοντος, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικει‐ μένων παθητικῶν.
14nΤὸ δὲ τέλος τοῖς μὲν φύσις ἐστ, φύσις δὲ ἣν λέγομεν
15nὡς εἶδος καὶ οὐσίαν· τοῖς δ’ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ
16nτέλος ἐστὶ τῆς πέψεως.
17 Τί φησιν; ὅτι ἡ μὲν ἀρχὴ τῆς πέψεως πάσης ἀπὸ τοῦ οἰκείου θερμοῦ τοῦ ποιοῦντός ἐστιν, εἰ καὶ ἔξωθεν βοήθεια τούτων γένηται πρὸς τὸ περι‐ γενέσθαι. τὸ δὲ τέλος τῆς πέψεως ποῦ μὲν ἡ φύσις ἐστὶν ἡ εἰδοποιοῦσα
20καὶ μεταβάλλουσα ἀπὸ εἴδους εἰς ἕτερον εἶδος, ὥσπερ ἐν τοῖς ζῴοις τὴν τροφὴν ἡ προνοητικὴ φύσις μετὰ τὴν πέψιν τῆς τροφῆς, ταὐτὸν δ’ εἰπεῖν τὴν σύστασιν καὶ τὴν πάχυνσιν, μεταβάλλει αὐτὴν εἰς ἕτερον εἶδος καὶ εἰς ἑτέραν οὐσίαν καὶ ποιεῖ αὐτὴν σάρκα ἢ νεῦρον ἢ ἕτερόν τι ἁπλῶς πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου μορίου. ὅπερ ὁ Ἀριστοτέλης ἐσήμανε, τί
25ἐστι φύσις, ὅτι τὸ εἶδος καὶ ἡ οὐσία τοῦ ὑποκειμένου πράγματος, οὕτω μὲν οὖν ἐν τοῖς ζῴοις τὸ τέλος τῆς πέψεως ἡ φύσις ἐστί, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ τρεφομένου μορίου· μεταβάλλεται γὰρ εἰς αὐτὸ τὸ πεφθέν. ἐν δὲ τοῖς καρποῖς καὶ τοῖς ἑψομένοις καὶ ὀπτωμένοις οὐχ ἡ φύσις ἐστὶ τὸ τέλος τῆς πέψεως· οὔτε γὰρ γίνεται μεταβολὴ τῆς ὑγρότητος εἰς ἕτερον
30εἶδος, ἀλλὰ τελείωσις, τουτέστι σύστασις καὶ πάχυνσις, ὥστε ἵστασθαι τὸ εἶδος καὶ τὴν μορφὴν τοῦ πάσχοντος, τουτέστι τοῦ ὑγροῦ, καὶ τελειοῦσθαι, οὐ μεταβάλλεσθαι εἰς ἕτερον εἶδος. βλέπε οὖν καὶ διὰ ταύτης τῆς λέξεως, ὅτι περὶ πάσης πέψεως διαλαμβάνει.
34nὍταν τοιόνδε γένηται καὶ τοσόνδε τὸ ὑγρὸν ἢ ὀπτώ‐
35nμενον ἢ ἑψόμενον ἢ σηπόμενον.
36Ἐν τούτοις γὰρ πᾶσιν οὐκ ἀμείβεται τὸ εἶδος τοῦ πάσχοντος, ἀλλὰ
τελειοῦται. σηπόμενον δ’ εἶπε τὸ πεπαινόμενον. διττὴ γὰρ ἡ σῆψις,288

289

ἐπὶ τῶν κρειττόνων ἢ ἐπὶ τῶν χειρόνων· ἐπὶ μὲν τῶν κρειττόνων, ὅταν κρατῇ τὸ θερμὸν τοῦ ὑγροῦ, ὅτε καὶ πέπανσις λέγεται, ἐπὶ δὲ τῶν χει‐ ρόνων, ὅταν κρατῇ τὸ ὑγρὸν τοῦ θερμοῦ, ὅτε καὶ φθορὰ γίνεται.
4nΚαὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος.
5 Ἄξιόν ἐστιν ἀπορίας, πῶς λέγει τὸ γλεῦκος ἄπεπτον πεπαίνεσθαι, εἴ γε παχὺ ὂν προκόπτον λεπτότερον γίνεται (πᾶς γὰρ οἶνος παλαιούμενος λεπτύνε‐ ται), ἡ δὲ πέψις τὸ ἀνάπαλιν τὰ λεπτὰ παχύνει. ἢ λέγομεν, ὅτι τὸ γλεῦκος καθὸ μὲν γλεῦκος λεπτότατόν ἐστιν· ἀλλὰ σύνεισιν αὐτῷ πνεύματα παχέα καὶ φυσώδη τιν’ ἃ τῷ χρόνῳ διαφορεῖται, καὶ λοιπὸν μένει λεπτὸν γλεῦκος.
10τοῦτο ἡ πέψις παχύνει καὶ οἶνον ποιεῖ· μετὰ δὲ τὸ γενέσθαι οἶνον τηνι‐ καῦτα † τὸ χρῶμα κατὰ μέρος λεπτύνεται. ἀλλὰ πάλιν ἀπορητέον. εἰ γὰρ ἡ πέψις πάχυνσίς ἐστι, πῶς ἐπὶ τῶν σωμάτων οἱ πεττόμενοι χυμοὶ λεπτό‐ τεροι γίνονται; ἢ ῥητέον, ὅτι οὐ πάντες, ἀλλὰ μόνον οἱ παχεῖς· οἱ γὰρ λεπτοὶ παχύνονται πεττόμενοι. κανὼν γάρ ἐστι τοιοῦτος, ὥστε τὰ δυνάμει
15ὑγρὰ πεττόμενα ἢ ἑψόμενα διαλύεσθαι, τὰ δ’ ἐνεργείᾳ ὑγρὰ πήγνυσθαι. οὐκοῦν ἐπειδὴ οἱ παχεῖς χυμοὶ σχεδὸν ἀνόμοιοί εἰσι τοῖς δυνάμει ὑγροῖς, τούτου χάριν πεττόμενοι διαλύονται καὶ λεπτότεροι γίνονται· οἱ δὲ λεπτοὶ ὅμοιοι ὄντες τοῖς ἐνεργείᾳ ὑγροῖς πεττόμενοι παχύνονται.
19nἝως γὰρ ἂν εἴη ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτό ἐστιν.
20 Ἕως ἂν ἐπικρατῇ ὁ λόγος ὁ τῆς θερμότητος ἐν τῇ ὑγρότητι, φύσις τοῦτό ἐστιν ἀντὶ τοῦ πέψις, ἵνα τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ, ἐπικρατήσῃ ἡ θερμότης.
23nἈνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι.
24Ἰδοὺ αὐτὸς διαρρήδην λέγει, ὅτι πάντως ἡ πέψις πάχυνσίς ἐστι.
25πάχυνσιν δὲ δεῖ νοεῖν τὴν σύμμετρον τῇ πέψει, ἐπεί, ἐὰν ἀμέτρως ᾖ παχεῖα ἐκείνη, καὶ λεπτύνεται ἡ φύσις, ἵνα ἐνέγκῃ τὸ σύμμετρον πάχος· ἐκεῖνα δὲ παχύνει, ὅσα ἀμέτρως εἰσὶ λεπτά.
28nἈπεψία δέ ἐστιν ἀτέλεια δι’ ἔνδειαν τῆς οἰκείας θερ‐
29nμότητος.
30 Ἀνάπαλιν τῇ πέψει τὰ τῆς ἀπεψίας ὁρίζεται. ὥσπερ ἡ πέψις τελείωσις ἦν τῆς ἐν τῷ πεττομένῳ ὑγρότητος, τουτέστι σύστασις καὶ πάχυνσις,
οὕτω καὶ ἡ ἀπεψία ἀτέλεια ταύτης ἐστίν.289

290

(1n)

Ἡ δὲ ἀτέλειά ἐστι τῶν ἀντικειμένων παθῶν.
2 Ὅρα, πῶς φανερῶς λέγει τὴν ἀτέλειαν τῆς ὑγρότητος εἶναι· ᾧ δῆλον, ὅτι καὶ τὴν τελείωσιν ταύτης ἀνάγκην εἶναι.
4nἘπειδὴ ἡ πέψις τελείωσίς τις, τότε ἡ πέπανσις τελεί‐
5nωσίς τις, ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀπο‐
6nτελεῖν τοιοῦτον ἕτερον οἷον αὐτ.
7 Ἰδοὺ καὶ διὰ τούτου δῆλον, ὅτι ἡ τελείωσις καὶ ἀτέλεια τῆς ὑποκει‐ μένης ὑγρότητός ἐστιν ἐν τῷ πάσχοντι. εἰ γὰρ τοῦτο γίνεται, τέλειον τὸ σπέρμα, ὅταν ἐστὶ τοῦ ὁμοίου γεννητικόν. τότε δ’ ἐστὶ τοῦ ὁμοίου
10γεννητικόν, ὅταν ἡ ἐν αὐτῷ ὑγρότης σύστασιν καὶ πάχυνσιν λάβῃ. τῆς ἄρα ὑγρότητός ἐστιν ἡ τελείωσις.
12nἘκ μὲν οὖν πνευματικῶν ὑδατώδη, ἐκ δὲ τῶν τοιούτων
13nτὰ γεηρὰ συνίστανται.
14Θέλων δεῖξαι, ὅτι ἀεὶ ἡ πέψις ἐπὶ πάχυνσιν ὁδεύει, ἐκ τῶν ἐν ἡμῖν
15περιττωμάτων δείκνυσιν, τῶν τε ἀτμῶν καὶ τῶν ὑγρῶν.
16nΟὐδὲν δ’ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ πεπαίνεται ἄνευ ξηρο.
17nὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν.
18Βουλόμενος δεῖξαι, ὅτι ἡ μὲν πέψις γίνεται κατακρατοῦντος μὲν τοῦ θερμοῦ, κατακρατουμένης δὲ τῆς ὑγρότητος, ἡ δὲ ἀπεψία τὸ ἀνάπαλιν,
20παρήγαγε τὸ ὕδωρ, ἐπειδὴ αὐτὸ οὐ παχύνεται διὰ τὴν ὀλιγότητα τοῦ ἐν αὐτῷ θερμοῦ καὶ ξηροῦ.
22tΠρᾶξις με.
23nἝψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος
24nὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου.
25Οὐχ ὡς ἄν τις οἰηθείη, διαλεγόμενος ὁ Ἀριστοτέλης περὶ ἑψήσεως
καὶ ὀπτήσεως ὅτι ἐάσας τὰ φυσικὰ προβλήματα ἐτράπη ἐπὶ τὰ τεχνικὰ290

291

καὶ μαγειρικῆς καὶ ὀψοποιητικῆς ἔργα ἡμῖν παραδίδωσι· ταῦτα γὰρ οὐ μόνον ὑπὸ τέχνης γίνονται, ἀλλὰ καὶ ὑπὸ φύσεως. καὶ γὰρ ἡ πέψις τῶν σιτίων ἡ ἐν τῇ γαστρὶ γινομένη ἔοικεν ἑψήσει· θερμῷ γὰρ ὑγρῷ γίνεται. καὶ αὐτὸς δ’ Ἱπποκράτης ἕψησιν τὴν πέψιν καλεῖ· φησὶ γὰρ μήτε δὶς
5ἕψειν τὰ σιτία. καὶ ὄπτησις δὲ γίνεται ὑπὸ φύσεως. ἡ γὰρ δύσκρατος καὶ θερμὴ γαστὴρ ὀπτᾷ τὰ προσαγόμενα· καὶ δηλοῦσι ταῦτα αἱ ἐρυγαί. ἀλλὰ μήτις λεγέτω, ὅτι καὶ εἰ ἄμφω ταῦτα ὑπὸ φύσεως γίνεται, τί δή‐ ποτε προέταξεν ὁ φιλόσοφος τὴν ὄπτησιν τῆς ἑψήσεως; ἀκούσεται γάρ, ὅτι ἐπειδὴ ἡ ἕψησις κατὰ φύσιν, ἡ δ’ ὄπτησις παρὰ φύσιν, τιμιώτερα δὲ
10τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν. τρία δέ τινα ζητεῖ περὶ τῆς ἑψήσεως ὁ φιλόσοφος· πρῶτον, τί ἐστιν ἕψησις· δεύτερον δέ, τίνα ἐστὶ τὰ ἑψόμενα καὶ τίνα μὲν κυρίως ἕψεται, τίνα δὲ κατὰ μεταφοράν, καὶ τίνα ἔτι μᾶλλον κατὰ μεταφοράν· τρίτον πρὸς τοῖς εἰρημένοις, τίνα τὰ ὑπάρχοντα τοῖς ἑψο‐ μένοις. ἀρξώμεθα ἀπὸ τοῦ πρώτου καὶ εἴπωμεν, τί ἐστιν ἕψησις. ἕψησις
15τοίνυν ἐστὶ πέψις τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἑψομένῳ ὑπὸ θερμοῦ ὑγροῦ γινο‐ μένη· τὰ γὰρ ἑψόμενα πάντα ἐν ὑγρῷ θερμῷ ἀποτίθεται. ὅθεν καὶ ἀπορεῖ ὁ Ἀριστοτέλης, ποῦ ἂν ταγῇ ἡ τηγάνισις· μήποτε οὖν καὶ τὰ τηγανιζόμενα ἕψεται, ὡς ἂν ἐν ὑγρῷ ἐλαίῳ τηγανιζόμενα. καὶ λύομεν λέγοντες, ὅτι μᾶλλον ταύτην τῇ ὀπτήσει προσκεχώρηκεν ἤπερ τῇ ἑψήσει,
20ἐπειδὴ καὶ τὰ τηγανιζόμενα μᾶλλον θερμῷ ξηρῷ τηγανίζονται. διὰ γὰρ ταύτην τὴν αἰτίαν οὐδ’ ἐν πολλῷ ἐλαίῳ θέλει τηγανίζεσθαι, ὥστε ψαύειν τῇ ἐπιφανείᾳ τοῦ τηγάνου. καὶ τὰ μὲν ἑψόμενα ἀποτίθεται μᾶλλον τὴν οἰκείαν ὑγρότητα ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψεται, ἑλκομένης αὐτῶν τῆς ὑγρότητος ὑπὸ τῆς θερμασίας τῆς ἐν τῷ ὑγρῷ, ἐν ᾧ ἕψονται, ὡς δηλοῦσιν οἱ ζωμοὶ
25μεταλαμβάνοντες τῆς ποιότητος τῶν ἑψομένων· τὰ δὲ τηγανιζόμενα τοὐναντίον ἕλκει πρὸς ἑαυτὰ τὸ ὑγρόν, ἐν ᾧ ἕψεται, ἕλκεται δ’ ἡ ὑγρότης αὐτῶν ὑπ’ αὐτοῦ. ὅθεν καὶ συμβαίνει τῶν ἑψομένων τὸν ζωμὸν ἡδύτερον ὑπάρχειν ὡς ἂν μεταλαμβάνοντα τῆς ποιότητος τῶν ἑψομένων· μᾶλλον δὲ αὐτὸ τὸ τηγανιζόμενόν ἐστι ἡδύτερον τοῦ ἐλαίου, ἐν ᾧ τηγανίζεται, ὡς ἂν αὐτὸ
30μᾶλλον μεταλαμβάνον τοῦ ἐλαίου ἤπερ ἐκεῖνο τούτου. καὶ τοῦτο μέν ἐστι τὸ πρῶτον. δεύτερόν φησιν, ὅτι τὰ ἑψόμενα δεῖ ἔνικμα εἶναι καὶ πάντως μετέχειν ὑγρότητος αἰσθητῆς (διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ λίθοι οὐχ ἕψονται ὡς μὴ μετέχοντες ὑγρότητος αἰσθητῆς, εἰ καὶ τὴν συνεκτικὴν ἔχουσιν, ἧς στερόμενοι διαπίπτουσι καὶ ψάμμος γίνονται), καὶ ὑγρότητος
35οὐ τῆς τυχούσης, ἀλλὰ παθητικῆς ὑπὸ θερμότητος, ἐπεί τοί γε οὐδὲ τὰ ξύλα
ἕψονται καὶ τὰ μετέχοντα ὑγρότητος. ξύλα δὲ οὐ πάντα, ἀλλὰ τὰ πυκνό‐291

292

τερα καὶ ὅσα τοιαῦτα, ἐπεί τοί γε τὰ μανότερα ἕψονται, ἅτινα ὑπὸ τῆς ἀν‐ αγομένης αἰθάλης τοῦ πυρὸς ἕψεται· ὡς τελευταῖον καὶ ἄκαπνα αὐτὰ καλεῖ‐ σθαι τῷ καπνὸν μὴ ποιεῖν προδεδαπανημένης αὐτῶν τῆς ὑγρότητος ἐν τῇ προγενομένῃ ἑψήσει. † κυρίως δ’ ἕψονται γλεῦκος καὶ γάλα καὶ ὅσα
5τοιαῦτα, διότι οὐκ ἐν ἀλλοτρίῳ ὑγρῷ ἕψονται. ἔτι δὲ μᾶλλον κατὰ μεταφορὰν ὁ χρυσός, ἐπειδὴ οὗτος οὐδ’ ἀποβάλλει τινὰ ὑγρότητα ἐν τῇ ἑψήσει (ὁ κεκαθαρμένος δηλονότι· ὁ γὰρ ῥυπαρὸς τὸν προσόντα αὐτῷ ῥύπον μόνον ἀποβάλλει). καὶ τοῦτο τὸ δεύτερον. εἶτ’ ἐφεξῆς καὶ περὶ τῶν ὑπαρχόντων τοῖς ἑψομένοις διαλαμβάνει (τοῦτο γὰρ ἦν τὸ τρίτον τῶν
10ἐπαγγελλομένων) καί φησιν, ὅτι καθόλου ὑπάρχει πᾶσι τοῖς ἑψομένοις τὸ ἐλάττοσι γίνεσθαι, καὶ ἢ βαρυτέροις ἢ παχυτέροις, τοῦ ‘ἤ‘ ἐνταῦθα ἡμῶν μὴ ὡς διαζευκτικοῦ ἀκουόντων, ἀλλὰ μᾶλλον ὡς συμπλεκτικοῦ. ἐπ’ ἔλαττον μὲν γὰρ γίνεται πάντως τὰ ἑψόμενα, ἀλλ’ ἢ ὀλίγα καὶ βαρέα ἢ ὀλίγα καὶ παχέα. ὅθεν τὸ ἔλαιον λέγομεν μὴ ἕψεσθαι, ἐπειδὴ μὴ ἐπιδέχεται πάντα
15τὰ τοῦ ἑψομένου ἴδια· ἔλαττον μὲν γίνεται πάντως, ἀλλ’ οὔτε βαρύτερον οὔτε παχύτερον. οὔτε γὰρ ἡ μὲν αὐτοῦ ἀερώδης οὐσία καὶ πνευματώδης διαφορεῖται μενούσης τῆς ὑγρότητος, ἵνα ταύτῃ βαρύτερον γένηται ἀπο‐ στάντος τοῦ ἀνοχοῦντος (γλίσχρας γὰρ οὔσης τῆς ὑγρότητος οὐκ ἐᾷ τὸ πνευματῶδες διαφορηθῆναι), οὔτε μὴν ἡ ὑγρότης διαφορεῖται μενούσης τῆς
20πνευματώδους οὐσίας, ἵνα ταύτῃ παχύτερον γένηται καὶ κουφότερον, ἀλλ’ ὁμοτίμως διαφορεῖται ἥ τε ὑγρότης καὶ ἡ ἀερώδης οὐσία, καὶ οὐ συμβαίνει ὀλιγοῦσθαι. παράδειγμα δὲ τοῦ ὀλίγα καὶ παχέα καὶ κοῦφα γίνεσθαι τὰ ἑψόμενα τὰ κρέα. ταῦτα γὰρ ἐν τῇ ἑψήσει τὴν ὑγρότητα ἀπολλύντα ἀνάγκη παχύτερα αὐτὰ εἶναι καὶ κοῦφα μετὰ τοῦ ὀλιγοῦσθαι. ὅθεν καὶ
25πλείονος τιμῆς ταῦτα ποιοῦνται διὰ τὸ ὀλίγην ὁλκὴν ἔχειν τὰ κρέα τὰ πολλά. τοῦ δὲ ὀλίγα καὶ βαρύτερα γίνεσθαι τὰ ἑψόμενα παράδειγμα ὁ χαλκὸς ὁ κεκαυμένος· οὗτος γὰρ ἐν τῇ καύσει ἀποτίθεται τὸ ἀερῶδες, ὅπερ εἶχε, * παχὺν ἀνάγκη καὶ ἠχητικὸν αὐτὸν εἶναι διὰ τοῦτο, ὡς δηλοῦσι τὰ κύμβαλα καὶ οἱ κώδωνες· τοῦτο οὖν ἀποτιθέμενος ἐν τῇ καύσει βαρύτερος γίνεται.
30καὶ ταῦτα μὲν περὶ τῆς ἑψήσεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ὀπτήσεως διαλέγεται καί τινα περὶ αὐτῆς παραδίδωσι· πρῶτον μέν, ὅτι ἐργωδέστερον τὴν ὄπτησιν ἐργάζεσθαι ἤπερ τὴν ἕψησιν, διότι τῶν ὀπτωμένων εὐθὺς οἱ πόροι συμμύουσι διὰ τὴν πολλὴν θερμότητα καὶ τὰ μὲν ἔξωθεν περιφρύτ‐ τεται, τὰ δὲ ἔνδον μένει ὠμά. καὶ οὐκ ἔστι τὴν ὄπτησιν ὁμαλὴν ἐργά‐
35σασθαι· τὴν δ’ ἕψησιν ὁμαλὴν δυνατὸν ὡς ἂν διικνουμένης τῆς θερμασίας καὶ περὶ τὸ βάθος. ὅθεν καὶ ἀκριβέστερον ὑπὸ φύσεως γένοιτ’ ἂν ἡ ὄπτησις
ἢ ὑπὸ τέχνης, ὡς ἂν τῆς φύσεως δυναμένης μετρῆσαι τὸ θερμόν, ὡς μὴ292

293

εὐθὺς περιφρῦξαι τὴν ἐκτὸς ἐπιφάνειαν ἢ μύσαι τοὺς πόρους παρασκευάσαι. δεύτερον δὲ παραδίδωσι περὶ ὀπτήσεως, ὅτι τὰ ὀπτώμενα ἡδύτερα τῶν ἑψομένων εἰσὶ διὰ τὸ τὴν οἰκείαν αὐτῶν ὑγρότητα ἐναποκλείεσθαι περι‐ φρυττομένης τῆς ἐπιφανείας αὐτῶν. τρίτον δ’ ὅτι ἡ ὄπτησις καὶ ἡ ἕψησις
5ὑπὸ φύσεως γίνονται. καὶ εἰς ταῦτα μᾶλλον δεῖ ἀναγαγεῖν τὴν πέψιν, οὐχ ὥς τινες ἐνόμισαν ὑπὸ τὴν σῆψιν ἐκ τοῦ γίνεσθαι ἕλμινθας ἐν τῇ γαστρί, ὅπου ἡ πέψις τῶν σιτίων. λέγομεν γάρ, ὅτι οὐκ ἐν τῇ γαστρὶ γίνονται, ἀλλ’ ἐν τοῖς ἐντέροις ἢ τοῖς λεπτοῖς ἢ τοῖς παχέσιν, ὡς δηλοῦσιν αἱ τούτων ἐκκρίσεις, τῷ ταύτας λεπτὰς καὶ στρογγύλας, ἅτε ἐν τοῖς λεπτοῖς
10ἐντέροις γινόμεναι, ἀνεμεῖσθαι μόνον, ὡς ἂν τῶν λεπτῶν ἐντέρων παρακει‐ μένων τῇ γαστρί, κάτωθεν δὲ παχείας καὶ λεπτὰς ἐκκρίνεσθαι· παχείας μέν, εἰ ἐν τοῖς παχέσιν ἐντέροις ὦσι γεγενημέναι, λεπτὰς δὲ καὶ στρογγύλας, εἰ ἐν τοῖς λεπτοῖς. ᾧ δῆλον, ὅτι ἐντὸς γίνονται καὶ οὐκ ἐν τῇ γαστρί· οὐ γὰρ ἔφερεν ἡ φύσις τοσαύτην ἔμφραξιν καὶ σῆψιν ἐν τῇ γαστρί. τελευταῖον
15δὲ προστίθησιν ὁ Ἀριστοτέλης, ὅτι οὐκ ἀντίκειται τῇ ὀπτήσει ἡ στάθευσις. ἢ λέγομεν, ὅτι ἡ δυναμένη αὐτῇ καὶ τῇ ἑψήσει ἀντικεῖσθαι· καὶ γὰρ ἡ μόλυνσις στάθευσίς τίς ἐστιν. ἀλλ’ ἀνώνυμόν ἐστι τὸ κυρίως ἀντικείμενον τῇ ὀπτήσει. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
19nἝψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος
20nὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρ.
21 Ὅλον λέγει ἀντὶ τοῦ ‘τῷ γένει ἡ ἕψησις λέγεται ὑπὸ θερμοῦ γινομένη‘. ἀόριστον δὲ καλεῖ τὸ ὑγρὸν ὡς μὴ ὁριζόμενον οἰκείῳ ὅρῳ.
23nΛέγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἑψομένων.
24Ὃ λέγει τοῦτό ἐστιν, ὅτι λέγεται ἡ ἕψησις ἐπὶ τῶν θερμῶν ὑγρῶν
25γινομένων. τοῦτο δηλοῖ τὸ ἑψόμενον· γελοῖον γὰρ τὸ εἰπεῖν· ‘ἕψησις λέγεται ἀπὸ τῶν ἑψομένων‘.
27nΤοῦτο δ’ ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες.
28 Τοῦτό φησι· † τῷ ἐν τῷ ἑψομένῳ ὑγρῷ ἔν τισι μέν ἐστι πνευματῶδες, ὥσπερ ἐν ὀσπρίοις, ἔν τισι δ’ ὑδατῶδες, ὥσπερ ἐν λαχάνοις, ἐν ἄλλοις
30δ’ ἄμφω, ὥσπερ ἐπὶ τοῦ γλεύκους.
31nἩ δὲ πέψις γίνεται ὑπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός· τὰ γὰρ
32nἐπὶ τῶν τηγάνων ὀπτᾶται.
33Ἡ πέψις ἡ ἐπὶ τῆς ἑψήσεως λεγομένη ὑπὸ θερμοῦ ὑγροῦ γίνεται.293

294

λοιπὸν περὶ τηγανισμοῦ ἀπορεῖ, ποῦ θετέον τὸν περὶ αὐτοῦ λόγον, πότερον τῶν ἑψομένων ἢ τῶν ὀπτωμένων.
3nἘν ᾧ δ’ ἐστὶν ὑγρ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρὸν ὂν εἰς
4nἑαυτὸ ἀναλαμβάνον.
5 Μετὰ δὲ τοῦ ἀνωτέρω εἰπεῖν ὀπτᾶται μετὰ τῶν ὀπτωμένων αὐτὸ τίθησι· διὰ δὲ τοῦ νῦν εἰπεῖν ἐν ᾧ δέ ἐστιν ὑγρὸν ποιεῖν μετὰ τῶν ἑψομένων (τὰ γὰρ ὀπτώμενα οὐκ ἐν ὑγρῷ γίνονται), ὡς εἶναι δῆλον, ὅτι μεταξύ ἐστι τῶν ἑψομένων καὶ ὀπτωμένων.
9nΔιὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ἀνασπᾷ εἰς
10nἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα.
11 † Ὁπόταν οὖν κοινῶς τὰ ὀπτώμενα καὶ τηγανιζόμενα καλῇ. καί φησιν, ὅτι τὰ ἑφθὰ ξηρότερά εἰσι τούτων διὰ τὸ ἐν ζωμῷ τὴν οἰκείαν ὑγρότητα ἀπολύειν, ταῦτα δὲ κατέχειν· οὐ γὰρ * διὰ τὸ τὴν ἐπιφάνειαν περιφρύττεσθαι.
14nἜστι δ’ οὐ πᾶν σῶμα ἑψητόν.
15 Ἐντεῦθεν τὸ δεύτερον λέγει περὶ ἑψήσεως, τουτέστι ποῖά εἰσι τὰ ἑψόμενα, καὶ ποῖα τὰ μὴ ἑψόμενα, καὶ τῶν ἑψομένων ποῖα μὲν κυρίως, ποῖα δὲ κατὰ μεταφοράν.
18nἈλλ’ ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ
19nτῆς ἐν τῷ ὑγρῷ πυρώσεως.
20Διὰ τούτου ἐσαφήνισεν ἡμῖν, ποῖά εἰσι τὰ ἑψόμενα.
21nΟὐ γὰρ κεῖται τὰ ὀνόματα ταῖς διαφοραῖς.
22 Εἰ ἦν τὰ κατὰ μεταφορὰν ἑψόμενα ἄλλοις ὀνόμασιν ὀνομάσαι, οὐκ ἂν ἐλέγομεν αὐτὰ ἕψεσθαι, ἀλλ’ ἄλλο τι πάσχειν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ γλεύκους καὶ τοῦ γάλακτος. ἀλλ’ ἐπειδὴ οὔκ εἰσιν ὀνόματα τοῖς τοι‐
25ούτοις πάθεσιν αὐτῶν, τούτου χάριν ἕψεσθαι αὐτὰ λέγομεν.
26nὍταν ὁ ἐν τῷ ὑγρῷ χυμὸς εἰς εἶδός τι μεταβάλ.
27Τουτέστι παχύνεται καὶ συνίσταται πρώην ὑδατώδης ὤν. τοῦτο λέγει294

295

ἐπὶ τοῦ γάλακτος καὶ τοῦ γλεύκους, διὰ τὸ οἷον ἕψεσθαι καὶ αὐτὰ διὰ τὸ παχύνεσθαι καὶ ὀλιγοῦσθαι· τοῦτο γὰρ ἴδιόν ἐστι τῶν ἑψομένων.
3nὭστε ὅσα παχύτερα δύναται γενέσθαι ἐλάττω ἢ βα‐
4nρύτερα.
5 Ἐντεῦθεν τὸ τρίτον παράδειγμα παραδίδωσι καὶ διδάσκει, τίνα εἰσὶ τὰ ἑπόμενα τοῖς ἑψομένοις· καί φησιν, ὅτι πᾶσι μὲν συμβαίνει τὸ ὀλίγα καὶ παχέα γίνεσθαι, ἀλλ’ ἢ ὀλίγα καὶ βαρέα 〈ἢ〉 ὀλίγα καὶ κοῦφα, τοῦ παχέος ἐφ’ ἑκατέρου ὄντος.
9nΤὸ δ’ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ’ ἑαυτ, ὅτι τούτων
10nοὐδὲν πάσχει.
11 Τούτων, ποίων; οὐδὲ γὰρ παχύτερον οὐδὲ λεπτότερον οὔτε βαρύτερον οὔτε κουφότερον γίνεται, ὥσπερ τὰ ἑψόμενα, ὀλιγοῦται δὲ μόνον.
13nΚαὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς ἢ φυσικοῖς,
14nἐὰν γένηται· διὰ γὰρ τὴν αὐτὴν αἰτίαν γίνεται.
15 Ἆρα πῶς τὴν ἕψησιν καὶ ὑπὸ φύσεως λέγει γίνεσθαι; ἕψησιν ὑπὸ φύσεως καλῶν τὴν τῶν σιτίων πέψιν· καὶ γὰρ καὶ ἡ τεχνικὴ ἕψησις καὶ ἡ φυσικὴ ὑπὸ θερμοῦ ὑγροῦ γίνεται συνιστῶντος καὶ ὁρίζοντος τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν.
19nΜόλυνσις δ’ ἐστὶν ἀπεψία ἐναντία ἑψήσει. εἴη δ’ ἂν
20nἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου.
21 Ὁρισμὸν νῦν λέγει τῆς μολύνσεως οὐ πάσης, ἀλλὰ τῆς πρώτης. τίς δ’ ἐστὶν ἡ πρώτη μόλυνσις; ἢ δῆλον, ὅτι ἡ ἀντικειμένη τῇ κυρίως ἑψήσει. διττὴ γὰρ ἡ μόλυνσις· ἡ μὲν ἀντικειμένη τῇ κυρίως ἑψήσει, ἡ δὲ τῇ κατὰ μεταφοράν. αὕτη οὖν, φησίν, ἀπεψία τίς ἐστι τοῦ ἐν τῷ ἑψομένῳ
25ὑγροῦ. γίνεται δὲ διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὴν τοῦ περιέχοντος ψύξιν, ἢ δι’ ἔνδειαν πυρός, ἢ διὰ πλῆθος ὕδατος βαλλομένου ψυχροῦ, ἢ διὰ πλῆθος τῶν ἑψομένων. καὶ ταῦτα αὐτὸς κατὰ τὴν λέξιν παραδίδωσι.
28nΤότε γὰρ συμβαίνει τὴν ἐν τῷ ὑγρῷ θερμότητα πλείω
29nμὲν εἶναι ἢ ὥστε μὴ κινεῖσθαι. ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ
30nσυμπέψαι.
31Τὴν αἰτίαν νῦν λέγει, δι’ ἣν πολλῶν ὄντων τῶν ἑψομένων οὐ γίνεται295

296

ἕψησις τελεία· οὔτε μὴν πάμπαν ἀνέψητα μενοῦσι. καί φησιν, ὅτι ἑψητὰ μὲν πάμπαν οὐ μενοῦσιν, ἐπειδὴ οὐχ οὕτως ἐστὶν ὀλίγη καὶ ἀσθενὴς ἡ θερμότης, ὡς μήτε ὅλως αὐτῶν ἅψασθαι τῶν ἑψομένων καὶ τακερῶσαι αὐτά, τουτέστι συμπέψαι· ἐλάττων γάρ ἐστιν ὡς πρὸς τὴν τοῦτο ποιοῦσαν
5θερμότητα. αὕτη δὲ ἡ ἔννοια καὶ ἐπὶ τῶν ἄλλων αἰτιῶν ἁρμόζει τῆς μολύνσεως· ὅθεν διὰ τὸ μὴ κατακρατῆσαι τὴν θερμότητα σκληρά εἰσι τὰ μεμολυσμένα.
8nὌπτησις δ’ ἐστὶ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ
9nἀλλοτρίας.
10Μετῆλθε νῦν ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν.
11nἜστι δ, ὥσπερ ἐλέγομεν, τὰ εἴδη καθόλου ταῦτα καὶ
12nφυσικὰ ὅμοια τὰ γινόμενα πάθη, ἀλλ’ ἀνώνυμα· μιμεῖται γὰρ ἧ
13nτέχνη τὴν φύσιν.
14Ὥσπερ καθόλου εἴπομεν ὄπτησιν ἕψησιν ὑπὸ τέχνης γινομένην, οὕτω
15καὶ ὑπὸ φύσεως ὁρῶμεν γινομένην. καὶ μᾶλλον ὑπὸ φύσεως· ἡ γὰρ τέχνη τὴν φύσιν μιμησαμένη ταῦτα ἐπετήδευσεν. ὁμοία γὰρ ἡ ἐργασία αὐτῶν καὶ ἐπὶ τέχνης καὶ ἐπὶ φύσεως, ὅθεν οὐδ’ ὀνόμασι διαφόροις κέκληνται· ἀμφότερα γὰρ πέψις καὶ ἀπεψία.
19nὍμοια ἔνια τῇ μολύνσει.
20 Δηλονότι αἱ λόγῳ πέψεως γινόμεναι· ἡ γὰρ μόλυνσις δι’ ἔνδειαν θερμοῦ γίνεται.
22nΚαὶ ζῷον οὐκ ἐγγίνεται τῇ πέψει, ὥς τινές φασι.
23 Τοῦτο ὡς πρὸς τοὺς λέγοντας σῆψιν εἶναι τὴν πέψιν κατασκευάζοντας τοῦτο ἐκ τοῦ γενέσθαι ἕλμινθας ἐν τῇ γαστρὶ ὑπὸ σήψεως λέγει. οὔπως
25γὰρ γίνονται οἱ ἕλμινθες, φησίν, ἔνθα γίνεται ἡ πέψις, τουτέστιν ἐν τῇ γαστρί, ἀλλ’ ἐν τοῖς ἐντέροις· ὅταν δὲ μέλλῃ ἐμεῖσθαι, τότε ἀνέρχονται ἄνω.
27nἪ συμβαίη ἂν ἢ δι’ ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ
28nτὸ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος.
29Τὰς αἰτίας νῦν τῆς σταθεύσεως παραδίδωσιν.296

297

(1t)

Πρᾶξις μϛ.
2nΤῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηρο, ληπτέον
3nτὰ εἴδη.
4Μετὰ τὰ γενικώτατα τῶν συνθέτων, γένεσιν λέγω καὶ φθοράν, καὶ
5τὰ τούτων ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὰ εἴδη, πέψιν καὶ ἀπεψίαν, καὶ τῶν εἰδῶν τὰς διαφοράς, πέπανσιν, ὄπτησιν, ἕψησιν, καὶ πάλιν ἀπεψίαν, μόλυνσιν, στάθευσιν, τρέπεται νῦν ὁ φιλόσοφος καὶ ἐπὶ τὰς δέκα ὀκτὼ ἀντιθέσεις, ἃς ποιεῖ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δύο τινὰ προλαβών, πρῶτον μέν, ὅτι τῶν συνθέτων
10ὕλη ἐστὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δεύτερον, ὅτι οὐ τὸ τυχὸν ὑγρὸν καὶ ξηρὸν ὕλη ἐστὶ τῶν συνθέτων, ἀλλὰ τὸ ἐν γῇ καὶ ἐν ὕδατι μόνον, οὐκέτι δὲ ἐν γῇ καὶ ἀέρι οὐδὲ τὸ ἐν ἀέρι καὶ πυρί. καὶ κατασκευάζει τὸ πρῶτον, ὅτι ὕλη ἐστὶ τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἐκ τοῦ καθ’ αὑτὸ τὸ ὑγρὸν καὶ διαρρεῖν καὶ ἀπόλλυσθαι, τὸ δὲ ξηρὸν καθ’ αὑτὸ διαλύεσθαι·
15δέονται γὰρ ἀλλήλων πρὸς τὸ συστῆναι. ἐπειδὴ οὖν οὐχ οἷά τέ εἰσι καθ’ αὑτὰ διαμένειν, ἀλλὰ δέονται τῆς ἀλλήλων συνεισφορᾶς, † δῆλον ἀεὶ ταὐτὰ ὄντα ὕλη τῶν συνθέτων. ἀλλὰ μὴν καὶ Ἐμπεδοκλῆς τοῦτο οὐκ ἠγνόησεν, ὅτι δέονται τῆς ἀλλήλων συνάρσεως. ἔφη γὰρ ἐν τοῖς αὐτοῦ ῥήμασιν· “ἄλφιτον ὕδατι κολλήσας” τὸ ὑγρὸν λέγων καὶ τὸ ξηρόν. ὅτι δὲ καὶ τὸ
20ἐν ὕδατι καὶ γῇ ξηρὸν καὶ ὑγρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ ἐν τῷ κοιλοτάτῳ τόπῳ τοῦ παντός ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ, ἔνθα ταῦτα ὑπάρχουσιν· ὅτι δὲ οὔτε τὸ ἐν τῇ γῇ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ τὸ μὲν ἀνωφερὲς ὄν, τὸ δὲ κατωφερές, ἔμελλον χωρίζεσθαι ἀπ’ ἀλλήλων· καὶ οὐκ ἔτι σύνθεσις ἦν τῶν συνθέτων, ἀλλὰ
25διάλυσις. οὔτε μὴν τὸ ἐν πυρὶ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν, ἐπειδὴ τὸ ἐν πυρὶ ξηρὸν δραστικώτατον ὂν ἀνήλωσεν ἂν τὸ ἐν ἀέρι ὑγρόν, καὶ οὐκ ἔτι γένεσις ἦν τῶν συνθέτων, ἀλλὰ φθορά. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς τὸ ἐν γῇ ξηρὸν εἰδοποιητικὸν ὂν δραστικώτατον οὐ λέγομεν, τὸ δ’ ἐν τῷ πυρὶ ξηρὸν μὴ ὂν εἰδοποιὸν τοῦ πυρὸς δραστικὸν λέγομεν. ἢ ῥητέον, ὅτι αἱ ἐν
30τοῖς δραστικοῖς στοιχείοις ποιότητες, κἂν μὴ ὦσιν αὐτῶν εἰδοποιοί, δραστι‐ κώτεραι τῶν ὑλικῶν στοιχείων εἰσί. πάλιν δ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς νῦν ὁ Ἀριστοτέλης ὕδωρ ἀπονέμει τῷ ὑγρῷ, ὡς ἂν τοῦτο εἰδοποιούμενον τὸν ἀέρα. ἢ ῥητέον, ὅτι διττὸν τὸ ὑγρόν, τὸ μὲν ὡς καθ’ αὑτό, τὸ δὲ ὡς 〈πρὸσ〉 τὰ σύνθετα. ὡς μὲν καθ’ αὑτό, ὅταν αὐτὴν τὴν φύσιν τοῦ ὑγροῦ τις ἐξετάζει, ὡς δὲ
35πρὸς τὰ σύνθετα, ὅταν τὴν πρὸς αὐτὰ γινομένην τοῦ ὑγροῦ ἐνέργειαν. ὅταν
οὖν λέγῃ, ὅτι τὸ ὑγρὸν τοῦ ἀέρος ἐστί, τηνικαῦτα τὴν καθ’ αὑτὸ φύσιν297

298

τοῦ ὑγροῦ ἐξετάζει· πάντων γὰρ τῶν ἄλλων στοιχείων ὑγρότατός ἐστιν ὁ ἀὴρ ὡς ῥυτὸς μᾶλλον τοῦ ὕδατος. ὅταν δὲ τῷ ὕδατι ἀπονέμῃ τὸ ὑγρόν, ὡς πρὸς τὰ σύνθετα ἀφορῶν τοῦτο λέγει. μᾶλλον γὰρ ἡμᾶς ὑγραίνει τὸ ὕδωρ ἤπερ ὁ ἀήρ, ἐπειδὴ τὸ μὲν ὕδωρ κατωφερὲς ὂν ὥσπερ τὰ σύνθετα ἐπὶ
5πλείονα χρόνον ὁμιλεῖ τοῖς σώμασιν ἅτε δὴ σὺν αὐτοῖς ὄν, ὁ δὲ ἀὴρ ἀνω‐ φερὴς ὢν καὶ σπεύδων ἐπὶ τὴν οἰκείαν φορὰν οὐκ ἐμβραδύνει περὶ τὰ σώ‐ ματα. καὶ τούτου χάριν ἧττον ὑγραίνει τοῦ ὕδατος. Ταῦτα προλαβὼν ὁ φιλόσοφος ἄρχεται τῶν ιη ἀντιθέσεων. καὶ δια‐ λέγεται πρῶτον περὶ τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ. τοῦτο δὲ ποιεῖ εἰκότως,
10ἐπειδὴ ἀντίφασιν ταῦτα μιμοῦνται καίτοι καταφατικὰ ὑπάρχοντα ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττόν. καὶ ὁρισμοὺς τούτων παραδίδωσι καί φησιν, ὅτι μαλακόν ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπείκει τῇ ἁφῇ, ἆρα παρὰ τοῦτο μαλακός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ; οὐκοῦν δεῖ προσθεῖναι οὐ τὸ ὑπεῖκον τῇ ἁφῇ
15κατὰ βάθος, ἀλλὰ ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας, οἷον ὁ κηρὸς καὶ τὸ στέαρ ἤ τι τοιοῦτον. ὁ μὲν γὰρ ἀὴρ καὶ τὸ ὕδωρ οὐ μόνον κατὰ βάθος, ἀλλὰ καὶ κατὰ πλάτος ὑπείκει διαιρούμενα, τὰ δὲ μαλακὰ ἀδιαίρετα μέ‐ νοντα ὑπείκει κατὰ βάθος. ἐντεῦθεν ἐπιλαμβάνεται ὁ Ἀφροδισιεὺς τοῦ φιλο‐ σόφου, ἐπειδὴ εἶπε τὴν ἁφὴν παντὸς σκληροῦ καὶ παντὸς μαλακοῦ αἰσθά‐
20νεσθαι. οὐ γὰρ παντός φησιν αἰσθάνεσθαι (οὐ δήπου γὰρ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις), ἀλλὰ μᾶλλον τοῦ ἀνομοίου. ὁ δὲ μέγας φιλόσοφος καλῶς ἔφη λέγειν τὸν Ἀριστοτέλην. οὐ γὰρ ὅμοιον ἔλεγεν εἶναι τὸ ἁπτόμενον τοῦ ἁπτοῦ, ἐπειδὴ οὐχ οἱ δάκτυλοί εἰσιν οἱ αἰσθανόμενοι τοῦ μαλακοῦ καὶ σκληροῦ, ἀλλὰ τὸ πνεῦμα τὸ ἁπτικόν, ὅπερ ἐν αὐτοῖς ἐμπεριέχεται·
25τοῦτο δ’ οὔτε μαλακόν ἐστι οὔτε σκληρόν, εἴ γε οὔτε ὁ ἀήρ. ἀλλὰ μᾶλλον ἔδει λέγειν, ὅτι οὐ παντὸς θερμοῦ καὶ ψυχροῦ αἰσθάνεται ἡ ἁφή· οὐ γὰρ καὶ τοῦ ἀνομοίου. ὅθεν οἱ δάκτυλοι ἅμα γέ πως αἰσθάνονται ἀλλήλων καὶ οὐ κυρίως, διὰ τὸ ὁμοίως κεκρᾶσθαι καὶ ἐλάχιστον εἶναι ἐν αὐτοῖς τὴν παρατροπήν. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ μαλακοῦ καὶ σκληροῦ
30καὶ τῆς ἀπορίας. ἐφ’ οἷς φησιν, ὅτι τὸ μαλακὸν καὶ τὸ σκληρὸν πρός τί εἰσι τὰ τοιαῦτα· ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλῳ ἄλλο σκληρόν. ἰδοὺ γοῦν ἀθλητής τις ὤφθη τὰ λεγόμενα βολίδια διαθρύψας καίτοι σκληρὰ ὄντα τῇ ἁφῇ· ἀλλ’ ὅμως ἐκείνῳ μαλακὰ γέγονεν. οὕτω δὲ καὶ ὁ Τυανεὺς Ἀπολ‐ λώνιος ‘τί ποτέ ἐστι λόγοσ‘, ἔφη, ‘ᾧ τοῦτο εἴκει;‘ τὸν δάκτυλον κατὰ λίθου
35προσαγαγών, καίτοι λίθου πρὸς τὴν ἁφὴν τοῦ δακτύλου ὑποχωρήσαντος. Ἀλλ’ ἐπειδὴ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὑπὸ τήξεως γίνονται καὶ πήξεως, εἰκότως καὶ περὶ τήξεως καὶ πήξεως διαλέγεται ὁ φιλόσοφος· τὸ
μὲν γὰρ σκληρὸν ὑπὸ πήξεως, τὸ δὲ μαλακὸν ὑπὸ τήξεως γίνεται. ἀλλ’298

299

ἐπειδὴ τὸ τηκτὸν καὶ τὸ πηκτὸν ὑγρῷ καὶ ξηρῷ γίνεται, τὸ μὲν τηκτὸν ὑγρῷ, τὸ δὲ πηκτὸν ξηρῷ, τούτου χάριν καὶ περὶ ξηροῦ καὶ ὑγροῦ δια‐ λέγεται. καὶ διδάσκει ἡμᾶς, κατὰ πόσους τρόπους γίνεται τὰ ξηραινό‐ μενα, κατὰ πόσους δὲ τὰ ὑγραινόμενα. καί φησιν, ὅτι ἑκάτερον πενταχῶς·
5ἀλλὰ πῶς μὲν ὑγραίνει τὸ ὑγραινόμενον, ἡ ἐφεξῆς θεωρία παραστήσει· νῦν δ’ ἐροῦμεν, ὅπως ξηραίνεται τὸ ξηραινόμενον. πρῶτος μὲν γὰρ τρόπος ξηρότητος, ὡς ὅταν ὕδωρ παχὺ ὂν πρὸς τὴν οἰκείαν φύσιν λεπτότερον καὶ εὐδιαφόρητον γένηται καὶ διὰ τούτου ξηρανθῇ. δεύτερος τρόπος ξηρότητος ἐπὶ οἴνου καὶ γάλακτος ἢ ὀρροῦ ἤ τινος τοιούτου ὑγροῦ. τρίτος ὡς ἐπὶ
10τῶν μετάλλων. καὶ αὐτὰ γάρ, ἐπειδὴ ὑγρότης ἐστὶ παγεῖσα, ἐπιδέχεται ὑγρότητα ὡς πρὸς τὰ καταφρυττόμενα μέταλλα. τέταρτον ὡς ἐπὶ τὴν ἐπι‐ φάνειαν ἐχόντων ὑγρῶν λίθων. ἐπὶ τούτων γὰρ πάντων γίνεται ἡ ξηρότης, ὡς εἶναι διαίρεσιν τοιαύτην· πᾶν τὸ ξηραινόμενον ἢ σύμφυτον ἔχει τὴν ὑγρότητα ἢ διὰ βάθους αὐτὴν ἔχει ἢ ἐπιπολῆς· διὰ βάθους μέν, ὡς τὰ
15βεβρεγμένα ἱμάτια, ἐπιπολῆς δ’ ὡς κατὰ τὴν ἐπιφάνειαν βεβρεγμένον μάρ‐ μαρον, ὅπερ διερὸν καλεῖ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ τὰς αἰτίας τῆς ξηρότητος ἀποδίδωσιν. αἰτία γάρ, φησίν, τοῦ ξηραίνεσθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν θερμὸν κατὰ πρῶτον λόγον, τὸ δὲ ψυχρὸν κατὰ συμβεβηκός. καὶ τὸ μὲν θερμὸν
20ἐκδιαφοροῦν τὴν ἐντὸς ὑγρότητα καὶ ἐξατμίζον ποιεῖ τὴν ξηρότητα, τὸ δὲ ψυχρὸν τῷ ἀντιπεριίστασθαι καὶ ἀποκλείειν ἔνδον τὴν θερμότητα· αὕτη γὰρ ἀποκλειομένη πολυπλασιάζει τὴν ἔνδον θερμότητα, ἥτις πολυπλασια‐ σθεῖσα ἐκδαπανᾷ τὴν ὑγρότητα. ἐντεῦθεν πάλιν † λέγει, θερμότητος γίνεται ἢ ξηρότητος. ὅθεν τὴν ψυχρότητα μᾶλλον παθητικὸν καλεῖ ὁ φιλό‐
25σοφος, ἐπειδὴ τοῖς παθητικοῖς μᾶλλον ὑπάρχει στοιχείοις, γῇ καὶ ὕδατι, ἤπερ ποιητική. εἰ γὰρ καὶ ποιεῖν λέγεται, οὐ κυρίως ποιεῖ, ἀλλ’ ἢ κατὰ συμβεβηκός, ὡς ἤδη εἴρηται, ἢ ὡς φθαρτικόν. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
29nΤῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ ξηρο, ληπτέον
30nτὰ εἴδη.
31 Ἐπειδή, φησίν, ἤδη εἴπομεν περὶ θερμοῦ καὶ ψυχροῦ τῶν δραστικῶν καὶ τῶν τούτοις ἑπομένων, εἴπωμεν καὶ περὶ τῶν παθητικῶν καὶ τῶν
τούτοις ἑπομένων παθῶν, ἅπερ εἴδη ἐκάλεσεν· αἵτινές εἰσιν αἱ ιη ἀντιθέσεις.299

300

(1n)

Εἰσὶ δὲ αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν
2nκαὶ ξηρόν.
3 Παθητικὰς ἀρχὰς ἐκάλεσε τὰς ὑλικὰς ποιότητας. ἔθος γὰρ αὐτῷ μὴ μόνον τὸ ποιητικὸν αἴτιον ἀρχὴν καλεῖν, ἀλλὰ καὶ τὸ ὑλικόν· τοῦτο γὰρ
5καὶ ἐν τῇ Φυσικῇ πεποίηκεν.
6nΤὰ δ’ ἄλλα μικτὰ μὲν ἐκ τούτων.
7 Ἄλλα, τὰ ποῖα; δηλονότι τὰ σύνθετα, ἅπερ ἐστὶν ὑπὸ σελήνης· ταῦτα γὰρ πάντα ἐξ ὑγροῦ καὶ ξηροῦ σύγκειται, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ συνυπάρχοντος τῇ τούτων ἑνώσει. ἔχεις ἐντεῦθεν τὸ πρῶτον πρόβλημα,
10ὅτι ἡ ὕλη τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν.
11nὉποτέρου δὲ μᾶλλον, τούτου τὴν φύσιν.
12 Εἰ καὶ πάντα τὰ σύνθετα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκειται, ἀλλὰ τὸ μὲν τοῦδε μᾶλλον μετέχει, τὸ δὲ τοῦδε.
14nΠάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δὲ τοῦ ἀντι‐
15nκειμένου.
16 Πάντα, φησί, τὰ σύνθετα τὰ μὲν δυνάμει ξηρά, ὥσπερ λίθος, τὰ δ’ ἐνεργείᾳ, ὥσπερ γῆ· καὶ τὰ μὲν δυνάμει ὑγρά, ὥσπερ ἅλες, νίτρον, τὰ δ’ ἐνεργείᾳ ὑγρά, ὥσπερ ὕδωρ.
19nἜχει δ’ οὕτω τῆξις πρὸς τὸ τηκτόν.
20Τὸ μὲν γὰρ τηκτὸν δυνάμει ἐστὶν ὑγρόν, τὸ δ’ ἤδη τακὲν ἐνεργείᾳ.
21nἘπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν
22nδυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασιν.
23 Ἐντεῦθεν τῆς κατασκευῆς ἄρχεται τοῦ πρώτου προβλήματος, ὅτι πάντα τὰ σύνθετα ὕλην ἔχει τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ὥσπερ γὰρ τὰ ὄψα
25καὶ τὰ καρυκεύματα χωρὶς μὲν ἀλλήλων ὄντα ἄβρωτά εἰσι, συμμιχθέντα δέ, τότε γίνεται ἥδυσμα, οὕτω καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καθ’ ἑαυτὰ μὲν
ὄντα οὐ συνίστανται, ἑνωθέντα δὲ ποιοῦσι τὰ σύνθετα.300

301

(1n)

Ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν ἐν τοῖς φυσικοῖς.
2Καλῶς τὸ ἐποίησε διὰ τὸ εἶναι αὐτὸν ποιητήν.
3nΛέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα, ξηρὸν μὲν γῆς,
4nὑγρὸν δὲ ὕδατος.
5 Τὸ δεύτερον πρόβλημα τὸ λέγον, ὅτι ἐν γῇ καὶ ὕδατι ὑγρὸν καὶ ξηρόν, τουτέστιν ὕλη τῶν συνθέτων· τούτων γὰρ τῶν σωμάτων εἰσὶν αὗται αἱ ποιότητες ἰδιαίταται. ἐντεῦθεν ὁ Πορφύριος ὠφεληθεὶς τὸ ἰδιαίταται εἶπεν αὐτὸ ἐπὶ τῆς διαφορᾶς ἐκ ταύτης τῆς λέξεως. καὶ ἡ ἀπορία συγ‐ κεκρότηται, πῶς λέγει νῦν ἰδιαίτατα τὸ ὑγρὸν τοῦ ὕδατος.
10nΚαὶ διὰ τοῦτο ἅπαντά τε τὰ ὁρώμενα σώματα ἐντεῦθεν
11nοὐκ ἄνευ γῆς καὶ ὕδατος.
12 Ἐπειδὴ αἱ συνθεῖσαι αὐτὰ ποιότητες, ὑγρότης λέγω καὶ ξηρότης, τού‐ των τῶν στοιχείων εἰσί.
14nΚαὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ
15nπυρὶ οὐκ ἔστι.
16 Διὰ γὰρ ταύτην τὴν αἰτίαν ἐν ὕδατι μόνον καὶ γῇ γίνονται ζῷα ***, ἐπειδὴ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ξηρὸν οὐκ ἔστι ζῳογόνον. τοῦτο δ’ ἴσως καὶ πρὸς Πλάτωνα αἰνιττόμενος λέγει. ἔλεγε γὰρ ὁ Πλάτων, ὅτι εἰσὶ καὶ πύρεια ζῷα καὶ ἀέρια, ὥσπερ αἱ νύμφαι αἱ λεγόμεναι μακραίωνες.
20οὐ γὰρ πᾶσα ψυχὴ εἰς γένεσιν ἐρχομένη πάντως κάτεισιν εἰς τοῦτο τὸ χωρίον, ἀλλ’ αἱ μὲν τελειότεραι μέχρι τῆς τοῦ πυρὸς σφαίρας, κἀκεῖθεν δὲ ἀναλαμβάνουσι πύρειον σῶμα δύσφθαρτον, ἄλλαι δὲ μέχρι τοῦ ἀέρος καὶ ἀναλαμβάνουσιν ἀέριον σῶμα. καὶ ὅρος ἐστὶ ταῖς εἰς γένεσιν ἐρχο‐ μέναις τελειοτέραις ψυχαῖς ἡ τοῦ ἀέρος σφαῖρα. μήποτε οὖν οὐ δοκεῖ
25τοῦτο τῷ Ἀριστοτέλει.
26nἜστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς ἑαυτὸ κατὰ τὸ
27nἐπίπεδον, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι.
28Ἐνταῦθα τὸν ὁρισμὸν τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ παραδίδωσιν, ὅτι301

302

σκληρόν ἐστι τὸ μὴ ὑπεῖκον τῇ ἁφῇ εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, τουτέστι κατὰ τὸ βάθος, μαλακὸν δὲ τὸ ὑπεῖκον καὶ μὴ ἀντιπεριιστάμενον, τουτέστι [μὴ] διασπώμενον.
4nἉπλῶς μὲν οὖν σκληρὸν ἢ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον,
5nπρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον.
6 Ὡς μὲν καθόλου εἰπεῖν τὸ ἁπλῶς μαλακὸν τοιοῦτόν ἐστι καὶ τὸ σκληρὸν ὁμοίως. ἀλλὰ διαφέρει αὐτοῦ τὸ σκληρὸν καὶ τὸ μαλακὸν πρὸς τὴν δύναμιν τῆς ἁφῆς (ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλο ἄλλῳ σκληρόν, [καὶ τὸ μαλακόν]), ὥστε πρὸς μὲν ἑαυτὰ ἀόριστά εἰσι τὸ σκληρὸν καὶ τὸ
10μαλακὸν ὥσπερ τὸ μέγα καὶ τὸ μικρόν (τὸ γὰρ πρὸς ἄλλο μέγα πρὸς ἄλλο μικρόν), πρὸς δὲ τὴν δύναμιν τῆς ἁφῆς ὁρίζεται· διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ’ ἐλλεῖπον μαλακὸν εἶναί φαμεν. τούτου τοῦ λόγου δραξάμενος ὁ Ἀφροδισιεὺς κατεσκεύαζεν, ὅτι οὐ παντὸς μαλακοῦ καὶ σκληροῦ ἀντιλαμβάνεται ἡ ἁφή, ἀλλ’ ἢ τοῦ ὑπερβάλλοντος αὐτὴν σκληροῦ ἢ τοῦ ἐλλεί‐
15ποντος μαλακοῦ, τοῦ δὲ ὁμοίως αὐτῇ ἔχοντος σκληροῦ ἢ μαλακοῦ οὐκ ἀντιλαμβάνεται διὰ τὴν ὁμοιότητα, ἀγνοῶν, ὅτι τὸ σκληρὸν καὶ τὸ μαλακὸν τῇ ἁφῇ κρίνεται, καὶ οὔτε σκληρὸν οὔτε μαλακόν ἐστιν ἡ ἁφή· πνεῦμα γάρ ἐστι τὸ ἁπτόμενον, ὡς εἴρηται, ὅπερ οὔτε μαλακὸν οὔτε σκληρὸν δύναται εἶναι διὰ τὰς εἰρημένας αἰτίας.
20nἈνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον
21nσῶμα οἰκείῳ ὅρ· ἢ γὰρ ὑπείκει ἢ μ.
22 Ἀνάγκη τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ, τουτέστι τὸ σύνθετον, † πλέον μετέχειν τοῦ ξηροῦ καὶ εἶναι μαλακόν, καὶ οὐκ ἔστι παρὰ ταῦτα.
24nὭστε ἐπὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστηκὸς ἢ
25nμαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πῆξίς ἐστιν.
26 Ἐπειδή, φησί, πᾶν σύνθετον μαλακὸν καὶ σκληρὸν πήξει καὶ τήξει γίνεται, περὶ πήξεως καὶ τήξεως διαλάβωμεν καὶ ζητήσωμεν, τίνα τούτων αἴτια ὑλικὰ καὶ ποιητικά, εἰδικὰ καὶ τελικά· τὰ μὲν οὖν ὑλικὰ ξηρότης καὶ ὑγρότης, τὰ δὲ ποιητικὰ θερμότης καὶ ψυχρότης, τὰ δὲ εἰδικὰ πῆξις
30καὶ τῆξις. ταῦτα δὲ καὶ τελικά· βούλεται γὰρ ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι
τελικόν τε καὶ εἰδικὸν αἴτιον.302

303

(1n)

Ἔστι δὲ τὰ αἴτια τὰ παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν
2nκαὶ τὸ πάθος.
3 Τὴν διαφορὰν τῶν αἰτιῶν τῆς πήξεως λέγει, ὅτι μετὰ τὰ ὑλικὰ αἴτια ἄλλα δύο αἴτιά εἰσι, ποιητικὸν καὶ εἰδικόν, ὅπερ εἰδικὸν τὸ πάθος ἐκάλεσεν
5ὡς γινόμενον ἐν τῷ ὑγρῷ καὶ ξηρῷ· τὸ αὐτὸ δὲ καὶ τελικόν.
6nΠοιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθή‐
7nμασι δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρ.
8 Δῆλος εἶναι ἐνταῦθα δοκεῖ ὁ Ἀριστοτέλης βουλόμενος μηδὲ ποιεῖν ἀφ’ ἑαυτῶν τὸ θερμὸν καὶ ψυχρόν, ἀλλ’ ἢ ἑτέρου τινὸς ποιοῦντος, ὀργάνοις
10δὲ τούτοις κεχρημένου, ἢ τοῦτο δεῖ λέγειν, ὅτι σωμάτων εἶναι λέγει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὰ οὖν ποιοῦντα σώματα θερμῷ καὶ ψυχρῷ ποιεῖ, τὰ δὲ πάσχοντα ξηρῷ καὶ ὑγρῷ πάσχει.
13nΤὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ καὶ ψυχρο.
14Ποῖον πάθος; ἡ πῆξις καὶ ἡ τῆξις. ἀπουσίᾳ μὲν γὰρ θερμοῦ, παρ‐
15ουσίᾳ δὲ ψυχροῦ γίνεται ἡ πῆξις, ἀπουσίᾳ δὲ ψυχροῦ, παρουσίᾳ δὲ θερμοῦ ἡ τῆξις.
17nἘπειδὴ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστι, περὶ τού‐
18nτου εἴπωμεν πρῶτον.
19Ἐκόλασε τὴν λέξιν διὰ τοῦ εἰπεῖν ξηραίνεσθαί πως. οὐ γὰρ
20κυρίως ξηραίνεσθαί ἐστι τὸ πήγνυσθαι· ἔνδον γὰρ ἡ ὑγρότης πεπηγυῖα, ἐπὶ δὲ τοῦ ξηραίνεσθαι διαφορεῖται. διαλέγεται οὖν περὶ ξηρότητος, ἀλλὰ πρῶτον ἐπαναλαμβάνει τὰ πρώην εἰρημένα, ὅτι τὸ μὲν ὑγρὸν ὕδωρ ἐστί, τὸ δὲ ξηρὸν ἡ γῆ καὶ τὰ λοιπά.
24nΔιὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον ἐν τούτοις
25nἐστίν.
26 Ἐπειδὴ ἡ γῆ παθητικόν ἐστι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ἐν τούτοις δ’ ἐστὶ τὸ ψυχρόν (οὔτε γὰρ ἐν ἀέρι οὔτ’ ἐν πυρί), παθητικὸν ἂν εἴη μᾶλλον τὸ ψυχρὸν ἤπερ ποιητικόν. εἰ γὰρ καὶ ποιεῖ, κατὰ συμβεβηκὸς ποιεῖ,
ὡς εἴρηται ἐν τῇ θεωρίᾳ.303

304

(1n)

Ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ κατὰ συμ‐
2nβεβηκός.
3 Ἰδοὺ αὐτὸς λέγει σαφῶς τὸ ψυχρὸν μὴ εἶναι ποιητικὸν ἀλλ’ ἢ φθορᾶς διὰ τὸ κατ’ ἐπικράτειαν αὐτοῦ γίνεσθαι 〈αὐ〉τὴν ἢ κατὰ συμβεβηκός,
5ὡς εἴρηται.
6nΞηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ
7nἐπέχει ὕδωρ εἴτε ἐπακτὸν εἴτε συμφυές.
8 Ἐντεῦθεν λέγει, ποσαχῶς ξηραίνεται τὸ ξηραινόμενον, μᾶλλον δ’ ἐν πόσοις γίνεται ἡ ξηρότης. καὶ ἔχεις τὴν διαίρεσιν ἐν τῇ θεωρίᾳ εἰρημένην.
10nΚαὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν
11nμηδὲ γλισχρότητα.
12 Τὰ τοῦ ὕδατος εἴδη ποῖά εἰσιν, ὅτι τὰ μὴ ἔχοντα ὑπόστασιν· ἀλλ’ ἐνταῦθα δεῖ προσθεῖναι τὸ ‘πολλήν‘, ἐπεὶ ὁρῶμεν, ὅτι ** τρύγα ἔχει βρα‐ χεῖαν καὶ τὸ οὖρον ὑπόστασιν. ἀλλ’ ἐπειδή εἰσί τινα μὴ ἔχοντα ὑπόστασιν
15διὰ γλισχρότητα, οἷον μέλι, πίττα, ὡς δ’ αὐτός φησι, καὶ τοὔλαιον (ἡ γὰρ γλισχρότης οὐκ ἐᾷ ὑφιζάνειν τὸ παχύ· κρατεῖ γὰρ αὐτό), τούτου χάριν προσέθηκεν, ὅτι ὅσα μὴ ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα, ἵνα τὴν ὑπόστασιν δι’ ἑαυτὸ μὴ ἔχῃ, οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα.
19tΠρᾶξις μζ.
20nΠερὶ μὲν οὖν τοῦ ξηραίνεσθαι εἴρηται. τὸ δὲ ὑγραί‐
21nνεσθαι ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον.
22 Δείξας ὁ Ἀριστοτέλης πενταχῶς γινομένην τὴν ξηρότητα, δείκνυσι νῦν, ὅτι † ποσαχῶς ἡ ὑγρότης γίνεται. ὥσπερ γὰρ πρῶτος τρόπος ἦν τῆς ξηρό‐ τητος τὸ παχὺ ὑγρὸν λεπτὸν γίνεσθαι καὶ διαφορεῖσθαι καὶ ταύτῃ ξηραί‐
25νεσθαι, οὕτω καὶ νῦν πρῶτος τρόπος ἐστὶν ὑγρότητος τὸ λεπτὸν ὑγρὸν πα‐ χύνεσθαι καὶ συνίστασθαι καὶ ὑγρότερον ἑαυτοῦ γίνεσθαι, ὥσπερ ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολή. ὁ γὰρ ἀὴρ μεταβάλλει εἰς ὕδωρ ὑγρότερος ὡς
πρὸς ἡμᾶς, οὐ πρὸς τὴν ἑαυτοῦ φύσιν. καὶ ὡς ἐκεῖ δεύτερος τρόπος ἦν304

305

ξηρότητος ὁ ἀπὸ τῶν ὑγρῶν εἰδῶν τοῦ ὕδατος καὶ τρίτος ὁ ἀπὸ τῶν ὕδωρ ἐχόντων, ὥσπερ τὰ μέταλλα (ἐλέγομεν γάρ, ὅτι τὸ συμφυὲς ὑγρὸν ἢ ὕδατος εἴδη ἐστί, καθάπερ οἶνος, γάλα, ὀρρός, ἢ ὕδωρ ἔχει· ταῦτα δὲ πήγνυται καὶ ταύτῃ δοκεῖ ξηραίνεσθαι), οὕτω καὶ ἐνταῦθα δεύτερος καὶ τρίτος τρόπος
5ἐστὶν ὑγρότητος ἡ τούτων τῆξις· δεύτερος μὲν οἴνου καὶ γάλακτος τῆξις, τρίτος δὲ ἡ τῶν μετάλλων τῆξις. καὶ ὥσπερ ἐκεῖ, τέταρτος καὶ πέμπτος τρόπος ἐστὶν ὑγρότητος τὸ διερὸν γενέσθαι † καὶ ἢ βεβρεγμένον τὸ ἔχον ἐπί‐ κτητον τὴν ὑγρότητα. καὶ οὗτοί εἰσιν οἱ πέντε τρόποι τῆς ὑγρότητος. εἶτα μετὰ τὸ διαλεχθῆναι περὶ ξηρότητος καὶ δεῖξαι, πῶς ἕκαστον τούτων
10γίνεται, ἐπειδὴ ἡ ξηρότης καὶ ἡ ὑγρότης συγγενῶς ἔχουσι πρὸς πῆξιν καὶ τῆξιν, καὶ περὶ πήξεως καὶ τήξεως διαλέγεται ὁ φιλόσοφος καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων. καί φησιν, ὅτι ἡ μὲν πῆξις ὑπὸ τριῶν αἰτιῶν γίνεται, ὑπὸ θερμότητος καὶ ψυχρότητος καὶ ξηρότητος· πᾶν γὰρ πηγνύμενον ὑπὸ ἑνὸς τῶν τριῶν τούτων γίνεται· ὑγρότης γὰρ οὐδέποτε πήγνυσι. καὶ τῶν
15ὑπὸ θερμότητος πηγνυμένων παράδειγμα κέραμος· οὗτος γὰρ πηλὸς ὢν πάλαι ἐμβληθεὶς ἐν πυρὶ πήγνυται καὶ γίνεται ὄστρακον. τῶν δὲ ψυχρῷ πηγνυμένων παράδειγμα ὁ κρύσταλλος. *** καὶ τὸ νίτρον· ταῦτα γὰρ ξηρῷ πήγνυται ἢ θερμῷ. ὅθεν ὑγρῷ λύονται μόνον, εἴτε θερμὸν εἴη τὸ ὑγρὸν εἴτε ψυχρόν. εἴτε θερμῷ ἁπλῶς ἐπεπήγεισαν, ἢ ἄλυτα εἶχον εἶναι
20ἢ ψυχρῷ μόνον λυόμενα· εἰ δὲ ψυχρῷ ἐπεπήγεισαν, θερμῷ μόνον ἐλύοντο χωρὶς ὑγροῦ. ταῦτα μὲν οὖν εἰσι τὰ αἴτια τῆς πήξεως καὶ ταῦτα αὐτῶν παραδείγματα. τῆς δὲ τήξεως δύο εἰσὶ τὰ αἴτια, θερμότης καὶ ὑγρότης· θερμότης ὡς ἐπὶ τῶν μετάλλων, ὑγρότης δ’ ὡς ἐφ’ ἁλῶν καὶ νίτρου καὶ μέλιτος καὶ τῶν τοιούτων. ἀλλ’ ἵνα μὴ κενεμβατῇ ὁ λόγος (πᾶς γὰρ λόγος,
25ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενὸν κατὰ τὸν Παιανιέα), τού‐ του χάριν ὁ φιλόσοφος μετὰ τὰ ποιητικὰ αἴτια πήξεως καὶ τήξεως παρα‐ δίδωσιν ἡμῖν καὶ τὰ ὑλικά. καὶ ἐπὶ τούτων γυμνάζει τὸν λόγον τοῦ πήγνυσθαι καὶ τοῦ τήκεσθαι καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶ μόνον ἢ σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ εἰ μὲν ὕδωρ ἐστὶ μόνον, πή‐
30γνυται· οὐ μὴν καὶ παχύνεται· εἰ δὲ σύνθετά εἰσιν ἐκ γῆς καὶ ὕδατος, καὶ παχύνεται καὶ πήγνυται. τὰ μὲν ψυχρῷ παχυνόμενα θερμῷ πήγνυται, τὸ ἀνάπαλιν δὲ τὰ θερμῷ παχυνόμενα ψυχρῷ πήγνυται. τούτων παραδεί‐ γματα· τὸ γὰρ ὕδωρ οὐ παχύνεται, ἀλλὰ πήγνυται ἀπὸ τοῦ ψυχροῦ, καθάπερ
ὁ κρύσταλλος· καὶ οὗτος ὑπὸ ψυχροῦ πήγνυται, δηλονότι ὑπὸ θερμοῦ305

306

λύεται. τῶν δὲ συνθέτων τὰ μὲν ὑπὸ ψυχροῦ παχυνόμενα ὑπὸ θερμοῦ πήγνυται, καθάπερ ὁ κέραμος· οὗτος γὰρ πηλὸς ὢν πήγνυται ὑπὸ ψύξεως, μετὰ δὲ τὴν πῆξιν χαλασθεὶς ἐν τῇ καμίνῳ πήγνυται ὑπὸ τοῦ πυρός. τὰ δ’ ὑπὸ θερμοῦ παχυνόμενα ὑπὸ τοῦ ψυχροῦ πήγνυται, καθάπερ τὸ
5ἑφθὸν μέλι. τοῦτο γὰρ ὑπὸ μὲν θερμοῦ παχύνεται ἐν τῇ ἑψήσει, ὑπὸ δὲ ψυχροῦ πήγνυται μετὰ τὴν ἕψησιν, εἰ γὰρ πολλάκις ὁρῶμεν, ὅτι μετὰ τὴν ἕψησιν ὑπὸ ψυχροῦ ὕδατος πήγνυται, ἀλλὰ διὰ τὴν ψυχρότητα. τὸ αὐτὸ δὲ καὶ περὶ γάλακτος ῥητέον καὶ ὅσα τοιαῦτα· καὶ γὰρ αὐτὸ παχύ‐ νεται πρῶτον μὲν ἐν τῇ ἑψήσει ὑπὸ τοῦ θερμοῦ, ὕστερον δὲ πήγνυται
10ὑπὸ τοῦ ψυχροῦ. τούτων δ’ αὐτῶν τῷ θερμῷ μὲν παχυνομένων, τῷ ψυχρῷ δὲ πηγνυμένων τὰ μὲν τῇ θίξει τοῦ ψυχροῦ πήγνυται, τὰ δ’ αὐτῇ τῇ οὐσίᾳ τοῦ ψυχροῦ σώματος· τῇ μὲν θίξει, ὥσπερ τὸ μέλι (τοῦτο γὰρ μετὰ τὴν ἕψησιν ὁμιλῆσαν ψυχρῷ ὕδατι πήγνυται, θερμῷ δ’ οὐ πήγνυται), τῇ δ’ οὐσίᾳ, ὥσπερ ὁ σίδηρος· μετὰ γὰρ τὸ πυρακτωθῆναι αὐτὸν ἐμβληθεὶς
15ἐν ὕδατι εἴτε θερμῷ εἴτε ψυχρῷ πήγνυται οὐ διὰ τὴν θίξιν ἁπλῶς, ἀλλὰ διὰ τὴν οὐσίαν τοῦ ὕδατος ψυχρὰν οὖσαν. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ὑπὸ ψυχροῦ γίνεται πάχυνσις καὶ πῆξις καὶ ὑπὸ θερμοῦ, πλὴν οὐ κατὰ τὸν αὐ‐ τὸν λόγον. τὸ μὲν γὰρ θερμὸν ἐργάζεται τὴν πάχυνσιν καὶ τὴν πῆξιν ἐκ‐ διαφοροῦν καὶ ἐξαναλίσκον τὴν ἐν τῷ πάσχοντι ὑγρότητα· τὸ δὲ ψυχρὸν
20οὐκ ἐν τῷ διαφορεῖν ἐργάζεται ταῦτα, ἀλλὰ τῇ πιλήσει καὶ τῇ πυκνώσει τοῦ πάσχοντος σώματος. ὑπὸ γὰρ τῆς πιλήσεως ἐκπυρηνίζεται τὸ ἐν τῷ σώματι θερμόν, τοῦτο δ’ ἐκπυρηνιζόμενον συνέλκει μὲν μεθ’ ἑαυτοῦ τὴν ὑγρότητα, καὶ λοιπὸν ξηρότερον γινόμενον τὸ πάσχον παχύνεται ἢ πήγνυται. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ τήξεως διαλέγεται καὶ ἀποδείκνυσιν, ὅτι δρα‐
25στικώτερόν ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ τὰ μὲν ψυχρῷ πηγνύμενα θερμῷ εὔλυτά εἰσιν ἢ δύσλυτα· εὔλυτα μέν, ὥσπερ κρύσταλλος, κηρὸς καὶ ὅσα τοιαῦτα, δύσλυτα δ’ ὥσπερ τὰ μέταλλα. τὰ δὲ θέρμῃ πηγνύμενα ἢ δύσλυτά εἰσιν ἢ παντελῶς ἄλυτα· δύσλυτα μὲν ὥσπερ ἅλες καὶ νίτρον (καὶ ὅρα, πῶς ἐνταῦθα κυρίως κέχρη‐
30ται τοῖς παραδείγμασιν ὁ Ἀριστοτέλης. οὐ γὰρ ὑπὸ θερμοῦ πήγνυνται οἱ ἅλες καὶ νίτρον, ὡς ἀνωτέρω ἐδείξαμεν, ἀλλ’ ὑπὸ ξηροῦ· ὅθεν ὑγρῷ μόνον λύονται καὶ οὐ μόνον θερμῷ ἢ ψυχρῷ. ἀμέλει παρακατιὼν ἐπιλαμβά‐ νεται ἑαυτοῦ λέγων ξηρῷ μᾶλλον πήγνυσθαι ταῦτα, οὐ μὴν θερμῷ), τὰ δὲ παντελῶς ἄλυτα, οἷον κέραμος ὀπτηθεὶς καὶ ᾠὰ ἑψηθέντα καὶ ὅσα τοιαῦτα.
35εἶτ’ ἐπειδὴ περὶ τῶν παχυνομένων καὶ πηγνυμένων καὶ τηκομένων διει‐ λέχθη, ἀπορεῖ περὶ τοῦ ἐλαίου. καί φησιν, ὅτι ποῦ θετέον αὐτό, πότερον μετὰ τοῦ ὕδατος ἢ μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος *** μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος, ἔδει θερμῷ πήγνυσθαι. νῦν δ’ ὁρῶμεν,
ὅτι οὔτε θερμῷ πήγνυται οὔτε ψυχρῷ, ἀλλὰ μόνον παχύνεται. καὶ τοῦτο306

307

δῆλον ἐκ τοῦ μολύνειν τὴν χεῖρα· τὸ δὲ πηγνύμενον ἀμόλυντόν ἐστιν. εἶτα καὶ τῆς ἀπορίας ἐπάγει τὴν ἐπίλυσιν καί φησιν, ὅτι ἃ λέγομεν σύνθετα, ἐκ γῆς καὶ ὕδατός εἰσι, καὶ διὰ τοῦτο τὰ μὲν θερμῷ πηγνύμενα ὅσα μᾶλλον ἔχει γῆς, τὰ δὲ ψυχρῷ ὅσα μᾶλλον ἔχει ὕδατος· τὸ δ’ ἔλαιον σύνθετόν
5ἐστιν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἀέρος καὶ ὕδατος. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπιπολάζειν αὐτὸ ἐν τῷ ὕδατι διὰ τὴν κουφότητα τοῦ ἐν αὐτῷ ὄντος ἀέρος. διὰ ταύτην οὖν τὴν αἰτίαν τῷ μὴ μετέχειν γῆς οὐ πήγνυται οὔθ’ ὑπὸ θερμοῦ οὔθ’ ὑπὸ ψυχροῦ, παχύνεται δὲ μόνον καὶ λευκαίνεται. τρία δ’ εἰσὶν αἴτια τῆς παχύνσεως αὐτοῦ καὶ λευκάνσεως· θερμότης, ψύξις,
10χρόνος. ἡ μὲν γὰρ θερμότης παχύνει τὸ ἔλαιον οὐ καθ’ ἑαυτὴν οὖσα, ἀλλὰ μεθ’ ὕδατος, ὥσπερ ἐν τῷ ὑδρελαίῳ. ἡ γὰρ κίνησις ἡ γινομένη ἐν τῇ μίξει ἐκδιαφορεῖ αὐτοῦ μέρος τι ὑγρότητος, καὶ ἐντεῦθεν γίνεται παχύτερον. λευκαίνεται δὲ διὰ τὸ κατεργάζεσθαι τὸ ἐν αὐτῷ ἀερῶδες ὑπὸ τῆς κινή‐ σεως. ὑπὸ δὲ ψύξεως παχύνεται πάλιν, ἐπειδὴ τὸν ἐν ἑαυτῷ ἀέρα παχύνει
15καὶ οἷον ὑδατώδη ποιεῖ· πέφυκε γὰρ ἡ ψύξις παχύνειν τὸν ἀέρα καθόλου καὶ εἰς ὕδωρ μεταβάλλειν. παχυνόμενος οὖν ὁ ἐν τῷ ἐλαίῳ ἀὴρ καὶ οἷον ὑδατώδης γινόμενος παχύνει τοὔλαιον. ὁρῶμεν γὰρ καὶ ἐν τῷ ὑδρελαίῳ, ὅτι τὸ ὕδωρ παχυντικόν ἐστι τοῦ ἐλαίου. λευκαίνεται δ’ ὑπὸ ψύξεως, ἐπειδὴ παχυνόμενος ὁ ἐν αὐτῷ ἀὴρ οἷον χιονώδης γίνεται λευκός· ἡ γὰρ
20χιὼν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀὴρ πεπηγὼς μεταβλητὸς εἰς ὕδατος γένεσιν. ὑπὸ δὲ χρόνου πάλιν παχύνεται καὶ λευκαίνεται, ᾧ τρόπῳ καὶ ὑπὸ ψυχροῦ ταῦτα ἔπασχε· τῷ γὰρ χρόνῳ ἀπομαραίνεται τὸ ἐν αὐτῷ ἔμφυτον θερμὸν καὶ ἀποψύχεται. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
24nΤὸ δ’ ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνι‐
25nστάμενον.
26 Ὁ πρῶτος τρόπος ὑγρότητος γινόμενος παχύνσει τοῦ λεπτοῦ ὑγροῦ, ὥσπερ τῆς εἰς ὕδωρ ἀέρος μεταβολῆς.
28nἛν δὲ τὸ τήκεσθαι τὸ πεπηγός.
29Διὰ τούτου τοῦ ῥησειδίου τοὺς τρόπους ἐνεδείξατο τῆς ὑγρότητος·
30ἕνα μὲν ἐπὶ τῶν τοῦ ὕδατος εἰδῶν γινόμενον, τουτέστιν οἴνου καὶ τῶν λοιπῶν, ἕνα δὲ ἐπὶ τῶν ὕδωρ ἐχόντων, τουτέστι τῶν μετάλλων· ἀμφότερα γὰρ ταῦτα πεπηγότα τήκονται. τῶν δ’ ἄλλων, τοῦ διεροῦ καὶ τοῦ βεβρε‐ γμένου, οὐκ ἐμνήσθη ὡς ἐπίκτητον ἐχόντων ὑγρότητα.
34nΤούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα.
35Ἀπομνημονεύει τοῦ τρόπου τῆς πήξεως, ὅπως πήγνυται τοῦ ἐν αὐτοῖς
ἀτμιδώδους, ὅπερ πνεῦμα ἐκάλεσε, ψυχομένου [πήγνυται].307

308

(1n)

Περὶ δὲ τήξεως ἅμα καὶ πήξεως ἔσται δῆλον.
2 Ἐντεῦθεν περὶ τήξεως καὶ πήξεως διαλέγεται καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων.
4nΔιὸ καὶ λύεσθαι συμβαίνει τοῖς ἐναντίοις, ὅσα λύεται
5nτῶν ὑπὸ θερμοῦ παγέντων καὶ ψυχρο.
6 Καλῶς προσέθηκε τὸ ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ψυχρο. οὔτε γὰρ πάντα λύεται τὰ ὑπὸ θερμοῦ παγέντα (οὐ γὰρ κέραμος), τὰ δὲ οὔθ’ ὅλως λύεται τὰ θερμῷ πηγνύμενα. πλὴν αὐτὸς ἐνδέδωκε τῷ λόγῳ διὰ τὸ οἴεσθαι αὐτὸν θερμῷ πήγνυσθαι τοὺς ἅλας.
10nΤὰ μὲν γὰρ ὑπὸ θερμοῦ ξηροῦ παγέντα ὑπὸ ὕδατος
11nλύεται, ὅ ἐστι ψυχρὸν ὑγρόν.
12 Τοῦτο λέγει ὡς πρὸς τοὺς ἅλας ἀφορῶν. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι οἱ ἅλες θερμῷ ξηρῷ πήγνυνται. ἡμεῖς δ’ εἴπαμεν, ὅτι παχυμερῶς τοῦτο λέγει· οἱ γὰρ ἅλες μόνον ξηρῷ πήγνυνται.
15nΠήγνυσθαι δ’ ἔνια δόξειεν ὑπὸ ὕδατος, οἷον τὸ μέλι τὸ
16nἑφθόν.
17 Τί φησιν; ὅτι ἡ πῆξις θερμῷ, ψυχρῷ, ξηρῷ γίνεται, οὐ μὴν καὶ ὑγρῷ. ἀλλ’ ἴσως δοκεῖ καὶ τὸ ὑγρὸν πῆξιν ποιεῖν, ὥσπερ τὸ ἑφθὸν μέλι πήγνυσι τὸ ψυχρὸν ὕδωρ. φησὶν οὖν, ὅτι εἰ καὶ πήγνυσιν, ἀλλὰ διὰ τὴν ψύξιν·
20ὅθεν εἰ θερμὸν εἴη τὸ ὕδωρ, οὐ πήγνυσι τὸ μέλι.
21nὍσα μὲν οὖν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπὸ πυρός.
22 Ἐντεῦθεν ὡς ἐπὶ τῶν ὑλῶν γυμνάζει τὸν λόγον τὸν περὶ πήξεως καὶ τήξεως, ἵνα μὴ κενεμβατῇ ὁ λόγος· καὶ δείκνυσι, ποῖα μὲν θερμῷ πή‐ γνυται, ποῖα δὲ ψυχρῷ, καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶν ἢ
25σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ τὸ μὲν ὕδωρ οὐχ ὑπὸ πυρὸς πήγνυται, ἀλλ’ ὑπὸ ψυχροῦ· ὅθεν θερμῷ λύεται διὰ τὸν κανόνα αὐτοῦ τὸν προσεχῶς
εἰρημένον, ὅτι τὰ λυόμενα τοῖς ἐναντίοις λύεται.308

309

(1n)

Τὸ δὲ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ οὐκ ἔστιν αἴτιον
2nτὸ ἕν.
3 Ἵνα μή τις εἴπῃ, ὅτι συμβαίνει τὸ ὕδωρ οὐ μόνον ὑπὸ ψύξεως πή‐ γνυσθαι, ἀλλὰ καὶ ἀπὸ θερμότητος (τῷ γὰρ ὑπαναχωρεῖν τὴν ἐν τῷ ὕδατι
5θερμότητα γίνεται ἡ πῆξις), φησὶν αὐτός, ὅτι εἰ καὶ ἡ θερμότης αἰτία γίνεται τούτου, οὐ κατὰ πρῶτον λόγον, ὥσπερ ἡ ψύξις, ὥστε κατὰ συμβε‐ βηκός. ὡσαύτως δ’ εἰ καὶ πολλάκις λέγομεν τὸ ψυχρὸν θερμαίνειν οὐχ ὥσπερ τὸ θερμὸν κατὰ πρῶτον λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς θερμαίνει.
9nἩ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίνεται, τοῦ δὲ
10nξηροῦ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον.
11 Αἰτίαν λέγει, δι’ ἣν οὐ παχύνεται τὸ ὕδωρ, ὅτι ἀνάγκη τὸ παχυνό‐ μενον τῇ διαφορήσει τοῦ συμφύτου ὑγροῦ παχύνεσθαι· τὸ δ’ ὕδωρ οὐ παχύνεται, ἐπειδὴ οὔτε διαφορεῖται τὸ ὑγρόν.
14nΠαχύνεται δ’ ὑπ’ ἀμφοῖν, ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον,
15nἔστι δ’ ὡς ἄλλως.
16 Τὰ δὲ σύνθετα, φησίν, ἐκ γῆς καὶ ὕδατος καὶ πήγνυται καὶ παχύνεται καὶ ὑπὸ ψυχροῦ καὶ θερμοῦ. ἀλλὰ καὶ κατά τι μὲν ὁ αὐτὸς τρόπος ἐστὶ τῆς πήξεως καὶ τῆς παχύνσεως ἐπὶ θερμοῦ καὶ ψυχροῦ, κατά τι δὲ διά‐ φορος· αὐτὸς μέν, ὅτι αὐτὸ ἔργον γίνεται ὑπ’ ἀμφοῖν τοῦ θερμοῦ καὶ
20ψυχροῦ, τουτέστι πάχυνσις καὶ πῆξις, διάφορος δὲ ποῦ μὲν κατὰ πρῶτον λόγον, ποῦ δὲ κατὰ συμβεβηκός· ἐπὶ μὲν γὰρ τοῦ θερμοῦ κατὰ διαφόρησιν, ἐπὶ δὲ τοῦ ψυχροῦ κατὰ περίστασιν.
23nὍσα μὲν οὖν μαλακὰ μὴ ὑγρ, οὐ παχύνεται, ἀλλὰ
24nπήγνυται.
25 Νῦν τὰ ἔργα τοῦ θερμοῦ διδάσκει, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ καὶ ὑγραίνεται ὑπὸ θερμοῦ. καί φησιν, ὅτι ὅσα πρώην δίυγρα ὄντα ὑπὸ ψυχροῦ ἐπαχύνθη, ὡς μαλακὰ εἶναι, ἐκεῖνα πήγνυται μόνον ὑπὸ θερμοῦ, ὥσπερ ὁ πηλὸς τοῦ κεράμου. ὅσα δὲ ὑγρὰ μέν ἐστι, μᾶλλον δὲ μετέχει τῆς ὑδατώδους οὐσίας ἤπερ τῆς γεώδους, ἐκεῖνα παχύνεται μόνον, ὥσπερ
30τὸ μέλι. ὅσα δὲ ῥυτὰ ὄντα μᾶλλον ὑγρά εἰσιν, ἐκεῖνα καὶ παχύνεται καὶ
πήγνυται ὑπὸ θερμοῦ, ὥσπερ τὸ γάλα. ὅσα δὲ πρῶτα δίυγρα ὄντα ἐπα‐309

310

χύνθη ὑπὸ ψύξεως, ταῦτα πρῶτον ὑγραίνεται ὑπὸ τοῦ πυρός, εἶθ’ οὕτω πήγνυται, ὥσπερ ὁ κέραμος· βληθεὶς γὰρ ἐν τῇ καμίνῳ πρῶτον ὑγραίνεται διὰ τὸ τήκεσθαι τὴν ὑγρότητα τὴν παχυνθεῖσαν ὑπὸ τοῦ ψυχροῦ, εἶθ’ οὕτως πήγνυται.
5nὍσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς
6nκαὶ ὕδατος.
7 Ἐντεῦθεν περὶ πήξεως διαλέγεται καὶ διδάσκει, ποῖα λύεται ὑπὸ θερμοῦ, καὶ ποῖα μαλάττονται μόνον, οὐ μὴν λύονται. καί φησιν, ὅτι τὰ πηγνύμενα ὑπὸ ψυχροῦ, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ ἀπουσίᾳ θερμοῦ
10ἐπάγησαν, τῇ παρουσίᾳ αὐτοῦ λύονται, ὥσπερ ἐπὶ τῶν μετάλλων * ὥσπερ ἐπὶ τοῦ κεράμου· καὶ γὰρ οὗτος πρῶτον οἷον τήκεται καὶ οὕτω πήγνυται. εἶτα λέγει καὶ περὶ τῶν μὴ λυομένων, ἀλλὰ μᾶλλον μαλαττομένων, καί φησιν, ὅτι ὅσα ἐν τῷ πήγνυσθαι ὑπὸ ψύξεως ἅπαν αὐτῶν τὸ ὑγρὸν ἐκ‐ πυρηνίζεται ἅμα τῷ θερμῷ, ἐκεῖνα μόνον μαλακὰ γίνονται, οὐ μὴν λύ‐
15ονται, οἷον κέρας καὶ σίδηρος.
16nΚαὶ αἱ μύλαι τήκονται ὥστε ῥεῖν.
17 Μύλη εἶδός ἐστι μετάλλου λιθώδους. ἕτερον δ’ ἐστὶ μύλη παρὰ τὸν μυλίαν λίθον. τὸ μὲν γάρ ἐστι λίθος ἄντικρυς, τὸ δὲ μέταλλον· καὶ τὸ μὲν οὐ τήκεται, τὸ δὲ τήκεται μέν, οὐ πήγνυται δὲ ὕστερον, ἀλλὰ
20μένει διαλελυμένον, ὥσπερ ἡ τίτανος.
21nΝίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρ, οὐ παντὶ δ, ἀλλὰ
22nψυχρῷ ὕδατι.
23 Παχυμερῶς τοῦτο λέγει ὡς νομίζων θερμῷ ξηρῷ πήγνυσθαι τοὺς ἅλας καὶ διὰ τοῦτο ψυχρῷ λύεσθαι. ὅθεν φησίν· “οὐδ’ ἐλαίῳ τήκονται”,
25ἐπειδὴ μετρία ἐστὶν ἡ ἐν αὐτῷ ὑγρότης καὶ οὐ δύναται τὸ ὑπὸ θερμοῦ ξηροῦ παγὲν λῦσαί ποτε. λοιπὸν ἡ ἀπορία ἐστὶ ἡ περὶ τοῦ ἐλαίου.
27tΠρᾶξις μη.
28nὍσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου
29nἄξιον λέγεσθαι.
30Ἀπορήσας τῇ προτεραίᾳ περὶ τοῦ ἐλαίου ὁ φιλόσοφος λέγων, ὅτι μετὰ
τίνος θετέον αὐτό, πότερον μετὰ τῶν ἀπὸ ὕδατος (ἀλλ’ οὐ πάσχει τὰ310

311

ὕδατος· οὔτε γὰρ πήγνυται μὴ παχυνόμενον καθάπερ τὸ ὕδωρ ἀπὸ ψυχροῦ), ἀλλὰ μᾶλλον μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος (ἀλλ’ οὐ πήγνυται ὑπὸ θερμοῦ ὥσπερ ὁ κέραμος καὶ τὰ ᾠὰ καὶ ὅσα τοιαῦτα), νῦν τὴν ἀπορίαν τὴν ἐναντίαν ἀπορεῖ ἐπὶ τοῦ οἴνου λέγων, πῶς ὁ οἶνος καὶ τὰ ὕδατος
5πάσχει (πήγνυται γὰρ ὑπὸ ψυχροῦ μὴ παχυνόμενος) καὶ τὰ ἐκ τῶν συν‐ θέτων ἐκ γῆς καὶ ὕδατος πάσχει (παχύνεται γὰρ ὑπὸ θερμοῦ καθάπερ τὸ μέλι). καὶ λύει τὴν ἀπορίαν λέγων, ὅτι οὐχ ὁ αὐτὸς οἶνός ἐστιν ὁ πάσχων τὰ ὕδατος καὶ τὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος. ἀλλὰ τὰ μὲν ὕδατος πάσχει ὁ παλαιὸς οἶνος. οὗτος γὰρ ἀποθεὶς τὰ ἐν αὐτῷ παχυμερῆ πνεύ‐
10ματα καὶ τὴν γεώδη οὐσίαν λεπτομερέστερος γέγονε παραπλησίως τῷ ὕδατι· καὶ διὰ τοῦτο ὡς παρακείμενος τῷ ὕδατι κατὰ τὴν λεπτομέρειαν πάσχει τὰ ὕδατος καὶ ψυχρῷ πήγνυται μὴ παχυνόμενος, καθάπερ τὸ ὕδωρ. τὰ δ’ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος πάσχει ὁ νέος οἶνος ὁ γλευκίτης. οὗτος γὰρ καὶ διὰ τὸ πολὺ ἔχειν τὸ γεῶδες ἔτι καὶ τὸ βρῖθον παχύνεται
15ἑψόμενος ὑπὸ θερμοῦ μὴ πηγνύμενος, καθάπερ τὸ μέλι· ὅθεν καὶ ὁ τοι‐ οῦτος ‘ἕψημα‘ προσαγορεύεται διὰ τὸ ἑψόμενος παχύνεσθαι. εἶτα πάλιν τὴν αὐτὴν ἀπορίαν ὁ φιλόσοφος ἀπορεῖ καὶ ἐπὶ τοῦ αἵματος καὶ ἐπὶ τοῦ γάλακτος· ἰδοὺ γάρ, φησί, ταῦτα καὶ τὰ ὕδατος πάσχουσι καὶ τὰ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος. τὸ γὰρ αἷμα καὶ παχύνεται ὑπὸ τοῦ ψυχροῦ
20καθάπερ ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ καὶ πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνό‐ μενον, καθάπερ τὸ ὕδωρ. ὡσαύτως δὲ καὶ τὸ γάλα πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνόμενον, ὥσπερ καὶ τὸ ὕδωρ, καὶ πάλιν παχύνεται καὶ πήγνυται ὑπὸ ψυχροῦ ἐν τῇ τυρώσει, ὑπὸ δὲ θερμοῦ ἐν τῇ ἑψήσει. εἶτα καὶ τού‐ των τὴν ἐπίλυσιν ἐπάγει λέγων· οὐ τὸ αὐτὸ αἷμά ἐστι τὸ πάσχον τὰ
25ἀμφοτέρων, οὐδὲ τὸ αὐτὸ γάλα. ἐκεῖνο γὰρ τὸ αἷμά ἐστι τὸ πάσχον τὰ ὕδατος, τουτέστι πηγνύμενον ὑπὸ ψυχροῦ, μὴ παχυνθέν, μὴ ἔχον ἶνας· αἱ γὰρ ἶνες γεώδεις οὐσίαι ὑπάρχουσαι παχύνουσι τὸ αἷμα. τὸ οὖν αἷμα τὸ λεπτὸν καὶ ῥυτὸν μὴ ἔχον ταύτας τὰς ἶνας ἢ ἐλάχιστα ἔχον οὐ παχύ‐ νεται. ἀλλὰ ῥυὲν ἀπὸ τῶν ἀγγείων πήγνυται ὑπὸ τῆς ψύξεως, ὥσπερ τὸ
30τῶν ἐλάφων· ὅθεν καὶ δειλαί εἰσιν αἱ ἔλαφοι διὰ τὸ ἔχειν αὐτὰς τοιοῦτον αἷμα. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν νοσηλευομένων αἷμα διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. τὸ δ’ ἔχον ἶνας αἷμα καὶ ὂν ὑγιὲς ἐκεῖνο πάσχει τὰ τῶν συνθέτων ἅτε γεώδεις οὐσίας ἔχον· καὶ παχύνεται πρῶτον, εἶθ’ οὕτως πήγνυται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ γάλακτος ῥητέον. οὔτε γὰρ τὸ αὐτὸ
35γάλα ἔχει τὰ ἀμφότερα· ἀλλ’ ὁ μὲν ὀρρὸς πάσχει τὰ ὕδατος καὶ πήγνυται μὴ παχυνόμενον, ὡς ἅτε ὑδατώδης ὢν καὶ λεπτός, τὸ δὲ τυρῶδες καὶ παχύνεται καὶ πήγνυται, ὥσπερ τὰ σύνθετα, γεῶδες μᾶλλον ὑπάρχον. αὗται
μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπιλύσεις. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ311

312

τῶν πηγνυμένων διαλαμβάνει καθολικώτερον καί φησιν, ὅτι τὰ μέν εἰσιν εὔλυτα, τὰ δὲ δύσλυτα· εὔλυτα μὲν οἷον νίτρον, ἅλες, κρύσταλλος καὶ ὅσα τοιαῦτα, δύσλυτα δὲ τὰ μέταλλα καὶ αὐτὸς ὁ σίδηρος. βούλεται γὰρ καὶ τὸν σίδηρον τήκεσθαι ὥσπερ καὶ τὰ ἄλλα μέταλλα, οὐ πάντα σίδηρον, ἀλλὰ
5τὸν ἀκάθαρτον τὸν πολλὴν σκωρίαν ἔχοντα. τῶν δὲ ἀλύτων τὰ μέν εἰσι μαλακτά, τὰ δὲ ἀμάλακτα. μαλακτὰ μὲν οὖν εἰσιν οἷον σίδηρος καὶ ὅσα τοιαῦτα. πλὴν ἐνταῦθα σίδηρον παραλαμβάνει μαλακτὸν ἄτηκτον τὸν καθαρὸν τὸν στομωτὸν λεγόμενον, ἀμάλακτον δ’ οἷον κέραμος, λίθος καὶ τὰ τοιαῦτα. 〈ἐφ’〉 οἷς ἀπορεῖ, δι’ ἣν αἰτίαν τὰ μὲν τῶν πηγνυμένων λύονται, τὰ δ’
10οὐ λύονται. ἀλλ’ ἡμεῖς διὰ τὸ σαφέστερον ποιῆσαι τὸ λεγόμενον ἀναμνή‐ σωμεν τῶν εἰρημένων τῇ προτεραίᾳ. λέγομεν οὖν, ὅτι τρία εἰσὶ τῆς πήξεως, θερμὸν καὶ ψυχρὸν καὶ ξηρόν, δύο δὲ τῆς τήξεως. οὐκοῦν ἀποδώσομεν ἄρτι τὰς αἰτίας τῶν λυομένων. τούτων τὰ μὲν εὐχερῶς λύονται, τὰ δὲ δυσχερῶς. ὅσα μὲν ἢ ψυχρῷ μόνῳ ἢ ξηρῷ μόνῳ *, ἐκεῖνα εὔλυτά εἰσιν.
15ἢ γὰρ θερμῷ λύονται ἢ † ψυχρῷ μόνον, ὥσπερ ὁ κρύσταλλος, ξηρῷ δὲ μόνον, ὥσπερ οἱ ἅλες καὶ τὸ νίτρον, εἰ καὶ μὴ βούλεται τὰ νῦν Ἀριστοτέλης ξηρῷ μόνον πήγνυσθαι τοὺς ἅλας, ἀλλὰ ξηρῷ θερμῷ· παρακατιὼν γὰρ διαρθρώσει τὸν λόγον. ὅσα δ’ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ξηροῦ, ἐκεῖνα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. εἰπὲ δὲ καὶ ἄλλως τὴν
20διαίρεσιν τῶν λυομένων. ὅσα γὰρ † δι’ ὕδατος ὄντος ἐπάγησαν ὑπὸ ψυχροῦ ἢ ξηροῦ, ἐκεῖνα εὔλυτά εἰσιν, ὥσπερ νίτρον, ἅλες, κρύσταλλος καὶ τὰ τοιαῦτα· ὅσα δὲ [ἐστι] σύνθετα ὄντα ἐκ γῆς καὶ ὕδατος ἐπάγησαν ψυχρῷ καὶ ξηρῷ, ταῦτα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. ταῦτα μὲν γὰρ διὰ τὸ ἐπιμιξίαν ἔχειν γεώδους οὐσίας, τούτου χάριν οὐ μόνον ψυχρῷ
25ἐπάγησαν, ἀλλὰ καὶ ξηρῷ· ὅθεν διὰ τὸ θερμῷ μόνον λύεσθαι, οὐκ ἔτι δὲ καὶ ὑγρῷ, διὰ τοῦτο δύσλυτά εἰσι. καὶ ὁ αὐτὸς λόγος τῶν λυομένων ἐστίν. ἔλθωμεν καὶ ἐπὶ τὰ ἄλυτα. ταῦτα γὰρ μόνῳ θερμῷ πήγνυται· εἰ καὶ θερμῷ καὶ ψυχρῷ, θερμῷ μόνον, ὅσα ἐνεργείᾳ τὴν ὑγρότητα ἔχουσιν, ὥσπερ ᾠά, ὄρχεις, ἐγκέφαλος, ἧπαρ καὶ ὅσα τοιαῦτα. ἀλλ’ εἰ δοκεῖ, ζητή‐
30σωμεν τὴν αἰτίαν, δι’ ἣν ταῦτα ἄλυτά εἰσιν. ἐπειδὴ γὰρ τὰ ὑπὸ μιᾶς δραστικῆς ποιότητος πηγνύμενα ἐλύετο ὑπὸ τῆς ἐναντίας, τὰ μὲν ὑπὸ ψύξεως τῇ θερμότητι, ὥσπερ κρύσταλλος καὶ τὰ μέταλλα, τὰ δὲ ὑπὸ θερμότητος ψύξει, ὥσπερ οἱ ἅλες καὶ τὸ νίτρον (εἰ καὶ ψευδές ἐστι τὸ παράδειγμα· τὰ γὰρ ὑπὸ θερμότητος πηγνύμενα ἄλυτά εἰσι). νῦν δὲ καὶ ὑπὸ θερμότητος καὶ
35ψύξεως * γέγονε πῆξις, τί ἂν ἔσται τὸ λῦσον; οὔτε γάρ ἐστιν ἑτέρα δραστικὴ312

313

ποιότης ἡ λύουσα· οὐκοῦν ἄλυτά εἰσιν. ἀλλὰ ζητητέον, πῶς καὶ ὑπὸ ψυχροῦ καὶ ὑπὸ θερμοῦ πήγνυται τὰ τοιαῦτα. ἰδοὺ γὰρ ὁ κέραμος πρῶτον ὑπὸ ψυχροῦ πήγνυται ἔτι πηλὸς ὤν, ἔπειτα ὑπὸ θερμοῦ παγεὶς ἄλυτός ἐστιν. ἀλλὰ καὶ ὁ σίδηρος ὑπὸ τῶν δύο πήγνυται, οὐ κατὰ τὸν αὐτὸν
5λόγον, ἀλλὰ τὸ ἀνάπαλιν· πρῶτον μὲν ὑπὸ θερμοῦ ἐν τῇ καμίνῳ, ἔπειτα δὲ ὑπὸ ψυχροῦ. καὶ μὴ ἀπορήσῃς, πῶς ὑπὸ θερμοῦ εἶπον πήγνυσθαι τὸν σίδηρον ἐν τῷ πυρί, εἴ γε δὴ μᾶλλον ἀραιοῦται καὶ διαχεῖται. κατὰ τοῦτο γὰρ ἔφην αὐτὸν ὑπὸ τοῦ πυρὸς πήγνυσθαι, καθὸ τὸ πῦρ ἀραιοῦν αὐτὸν καὶ διαφοροῦν τὴν σύμφυτον ἀτμιδώδη ὑγρότητα, εἰ καὶ μὴ πᾶσαν, εὐεργῆ
10αὐτὸν ποιεῖ τῷ ψυχρῷ καὶ εὐπαθῆ πρὸς τὸ σκληρυνθῆναι ὑπ’ αὐτοῦ καὶ παγῆναι. καὶ διὰ ταύτην τὴν αἰτίαν λέγεται καὶ ὑπὸ τοῦ πυρὸς πήγνυσθαι ὁ σίδηρος κατὰ συμβεβηκός. ὅθεν ἄλυτός ἐστιν ὡς ὑπὸ τῶν δύο δραστικῶν παγείς· ὑπὸ μὲν γὰρ θερμοῦ οὐ λύεται, ἐπειδὴ ὑπ’ αὐτοῦ τὴν πῆξιν ἤτοι τινὰ μορφὴν τῆς πήξεως ἔλαβεν, ἀλλ’ οὔτε ὑπὸ ψυχροῦ, ἐπειδὴ ἔναγχος
15ὑπ’ αὐτοῦ πέπηκται. λείπεται ὑπὸ ὑγροῦ, εἰ καὶ ἄρα, λύεσθαι. ἀλλ’ οὐ δυνατὸν τοῦτο διεισδῦναι εἰς τοὺς πόρους ἐκείνους, δι’ ὧν διεφορήθη τὴν ἀτμιδώδη ὑγρότητα, ἐπειδὴ τὸ ὕδωρ παχυμερὲς ὂν οὐ δύναται διεισδῦναι διὰ τοιούτων πόρων. τί φής, Ἀριστότελες; οὐ δύναται διεισδῦναι τὸ ὕδωρ εἰς ἐκείνους τοὺς πόρους, δι’ ὧν τὸ ἀτμιδῶδες ἐξεκρίθη; τί οὖν διὰ πόρων
20γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν; καὶ πῶς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγες, ὅτι οὐ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων; ἐπειδὴ γὰρ δι’ ὅλου τοῦ σώματος ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον, εἰ διὰ πόρων γίνεται ταῦτα, εὑρεθήσεται πόρος ὅλον τὸ σῶμα. ταύτην τὴν ἀπορίαν ἐπι‐ λυόμενος ὁ μέγας φιλόσοφός φησιν, ὅτι πόρους νῦν λέγει ὁ Ἀριστοτέλης οὐ
25τῷ ὄντι πόρους, ἀλλὰ τὰ εὐπαθέστερα μόρια τὰ ἐν τῷ σιδήρῳ πόρους ἐκάλεσε. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ κεράμου. καὶ γὰρ ἐκεῖ διὰ τὸ μὴ εἰσδέχεσθαι τὸ ὕδωρ ἐντός, τούτου χάριν οὐχ ὑγραίνει οὐδὲ λύεται. ἀλλ’ ἐπειδὴ ἐλέγομεν ἀνωτέρω, ὅτι τούτων τῶν ἀλύτων τὰ μὲν μαλακτά εἰσιν, ὡς κηρὸς καὶ σίδηρος, ζητήσωμεν τούτων τὴν αἰτίαν. καί φαμεν,
30ὅτι ἐν οἷς ἐν τῇ πήξει μεμένηκεν ἀμυδρὸν ἴχνος ὑγρότητος, τούτοις ἐν πυρὶ πάλιν θερμαινομένοις ἀνακινεῖται ἡ ἀπολειφθεῖσα ὑγρότης κινουμένη ὑπὸ τοῦ πυρὸς εἰς τὸ διαφορηθῆναι. καὶ ἐντεῦθεν ὑγρότερα γινόμενα μαλάτ‐ τονται, ὥσπερ σίδηρος καὶ κηρός. ὅθεν ὁ πολλάκις ἐκκαεὶς σίδηρος οὐδὲ μαλάττεται, ἀλλὰ θρύπτεται διὰ τὸ ἀνηλῶσθαι πᾶσαν τὴν ἐν αὐτῷ ὑγρό‐
35τητα. ὅσα δ’ ἐν τῇ πήξει ἅπασα αὐτοῖς ἀνηλώθη ἡ ἀτμιδώδης ὑγρότης, ὡς μὴ μεῖναι ὅλως ἴχνος ὑγρότητος πλὴν τῆς συνεκτικῆς τῶν μορίων, ταῦτα παντελῶς ἀμάλακτά εἰσι· θραύονται γάρ, ὥσπερ κέραμος, λίθος καὶ ὅσα τοιαῦτα. τὰ μὲν οὖν ῥητέον περὶ τῶν πηγνυμένων καὶ τηκομένων,
ἐξ ὧν ἐστι πόρισμα κερδᾶναι, ὅτι πάντα τὰ ὑπὸ σελήνην ἐκ τοῦ ξηροῦ313

314

καὶ ὑγροῦ σύγκειται, τουτέστι γῆς καὶ ὕδατος. εἰ γὰρ ποτὲ μὲν πήγνυνται, ποτὲ δὲ τήκονται, τὸ δὲ πήγνυσθαι καὶ τὸ τήκεσθαι τοῦ ξηροῦ καὶ ὑγροῦ ἐστι, δῆλον ὅτι ἀπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται. ἀλλ’ ἐπειδὴ τὸ τήκεσθαι καὶ τὸ πήγνυσθαι οὐκ ἀφ’ ἑαυτῶν ἔχουσιν, ἀλλ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ,
5δηλονότι ἐκ τῶν τεσσάρων στοιχείων εἰσὶ συγκείμενα. ἀλλ’ ἄπορος ὁ λόγος. εἰ γὰρ ποιητικὰ μέν εἰσι τὸ θερμὸν καὶ ψυχρόν, ἀεὶ δὲ τὸ ποιοῦν ἐξαίρε‐ σθαι δεῖ τοῦ γινομένου, πῶς λέγομεν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συγκεῖσθαι τὰ σώματα; οὐ γὰρ δεῖ τὰ ποιητικὰ αἴτια συγκαταρι‐ θμεῖσθαι ἐν τῷ συνθέτῳ. ἢ ῥητέον, ὅτι ποιητικὰ αἴτια λέγει τὸ θερμὸν
10καὶ ψυχρὸν ὡς δρῶντα εἰς ξηρὸν καὶ ὑγρόν, οὐ μὴν ποιητικὰ αἴτια τῆς φύσεως τῶν σωμάτων· ὄργανα γάρ εἰσι τῆς τοῦ δημιουργοῦ φύσεως, καὶ ὡς ὀργάνοις ἡ φύσις κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ δρᾷ εἰς τὸ ξηρὸν καὶ ὑγρόν. ἢ εἰπὲ καὶ ἄλλως· ἐκ τῶν τεσσάρων στοιχείων λέγεται συγ‐ κεῖσθαι τὰ σώματα, οὐχ ὅτι ἐκ τῶν τεσσάρων σύγκεινται, ἀλλ’ ἐκ τῆς
15τῶν τεσσάρων συνδρομῆς γέγονε. σύγκειται μὲν γὰρ ἐκ γῆς καὶ ὕδατος, μεταβάλλονται δ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ. ἀλλ’ εἰ καὶ λέγω, ὅτι πάντα τὰ ὑπὸ σελήνην σύγκειται ὑπὸ ξηροῦ καὶ ὑγροῦ, προσδιορισμοῦ δεῖται ὁ λόγος. οὔτε γὰρ πάντα ἁπλῶς σύγκειται ἐκ γῆς καὶ ὕδατος, ὥσπερ γὰρ τὰ τῶν ζῴων μόρια καὶ τὰ τῶν φυτῶν, τὰ δ’ ἐκ τῶν ἀναλογούντων τῇ
20γῇ καὶ ὕδατι, τουτέστι τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ τὰ μέταλλα. ἀναλογεῖ μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις τῇ γῇ, ἡ δ’ ἀτμιδώδης τῷ ὕδατι, πλὴν εἴτε ἐκ γῆς καὶ ὕδατος σύγκειται εἴτε ἐκ τῶν ἀναλογούντων γῇ καὶ ὕδατι σύγκειται, ἐκ παθητικῶν καὶ ποιητικῶν ποιοτήτων τὰ σύνθετα. ποιητικῶν μὲν λευκοῦ, μέλανος, ὀσφραντοῦ, γευστοῦ, ψοφητικοῦ, ἁπτοῦ·
25ταῦτα γὰρ ποιοῦσιν εἰς τὰς ἡμετέρας αἰσθήσεις, τὸ μὲν λευκὸν διακρῖνον, τὸ δὲ μέλαν συγκρῖνον τῇ ὄψει καὶ τὰ ἄλλα ὁμοίως ἕκαστον. ἀλλὰ περὶ μὲν τούτων οὐ διαλέγεται τὰ νῦν ὁ φιλόσοφος· ἐν ἑτέρᾳ γὰρ πραγματείᾳ περὶ τούτων διαλαμβάνει, τουτέστιν ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ. νῦν δὲ περὶ τῶν παθητικῶν ποιοτήτων διαλαμβάνει, τουτέστιν ἐν τούτῳ,
30ἐπειδὴ περὶ ὑλικῶν ἐστιν αὐτῷ ὁ λόγος παθητικῶν. σύνεστι δὲ ἀεὶ τὸ πάθος τῷ πάσχοντι, τὸ δὲ ποιοῦν οὐκ ἀεί. οὐκοῦν εὐλόγως περὶ τῶν παθητικῶν μόνων ἐνταῦθα διαλέγεται, καὶ παραδίδωσι τὰς δέκα ὀκτὼ ἀντι‐ θέσεις, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν, ἃς κατὰ τὴν λέξιν μαθησόμεθα. παρέλιπε δὲ ἐν ταύταις τὸ μαλακὸν καὶ τὸ
35σκληρὸν ἅτε διαλεχθεὶς περὶ αὐτῶν διὰ τῶν ἐν τοῖς προλαβοῦσι. μέμνηται δὲ πάλιν τοῦ πηκτοῦ καὶ τηκτοῦ, οὐχ ὡς μὴ πάλαι αὐτῶν μνημονεύσας, ἀλλ’ ἵνα τὰ διὰ πολλῶν εἰρημένα περὶ αὐτῶν διὰ τῶν προλαβόντων νῦν
ἐπὶ τομῇ τινι καὶ συνόψει περιλάβῃ. ταῦτα ἔχει ἡ θεωρία.314

315

(1n)

Ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου
2nἄξιον λέγεσθαι.
3 Ἐπειδὴ περὶ τοῦ ἐλαίου διειλέχθη, ὅπερ σύνθετον ἦν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἐξ ὕδατος καὶ ἀέρος, καὶ ἠπορήσαμεν περὶ αὐτοῦ τὰς εἰρη‐
5μένας ἀπορίας, νῦν τὰς ἐναντίας ἀπορήσωμεν ἐπὶ τῶν ἐκ γῆς καὶ ὕδατος συνισταμένων, ἅτινα ποτὲ μὲν γῆς ἔχει πλῆθος, ποτὲ δὲ ὕδατος. εἴπωμεν οὖν περὶ τοῦ οἴνου, διὰ τί οὗτος καὶ τὰ ὕδατος πάσχει καὶ τὰ γῆς.
8nΟἶνος γάρ τις καὶ πήγνυται καὶ ἑψᾶται, οἷον γλεῦκος.
9Πήγνυται μὲν ὑπὸ ψυχροῦ, ἑψᾶται δέ, τουτέστι παχύνεται, διαφορου‐
10μένου τοῦ ἐν αὐτῷ ὑδατώδους καὶ ῥυτοῦ πάσχει ταῦτα. καὶ ὅτι ἀληθές ἐστι, τοῦτο δὴ παράδειγμα δίδωσιν αὐτός. ἐὰν γάρ, φησί, καὶ ἐπὶ τῶν ἑψομένων ἐκκρεμάσῃ τις σπόγγον ὑπεράνωθεν, εἶτα ὕστερον πιέσῃ αὐτόν, εὑρήσει αὐτὸν πλήρη ὑγροῦ. ἢ δηλονότι τὸ λεπτομερὲς καὶ τὸ ἀτμιδῶδες διεφορήθη.
15nἜνια δὲ τούτων καὶ ὑπὸ ψυχρῶν, ὥσπερ εἴρηται, καὶ
16nπαχύνεται καὶ ξηραίνεται.
17 Οὐ μόνον, φησί, τὸ θερμὸν πήγνυσι καὶ παχύνει τὰ σύνθετα, ἀλλὰ καὶ τὸ ψυχρὸν αἷμα καὶ γάλα καὶ πήγνυσι καὶ παχύνει, οὐ μόνον δὲ ταῦτα ποιεῖ, ἀλλὰ καὶ ξηραίνει. πάντα δὲ ταῦτα ποιεῖ οὐ κατὰ πρῶτον λόγον,
20ἀλλὰ κατ’ ἀντιπερίστασιν ἔξωθεν ἱστάμενον καὶ ἐναποκλεῖον τὸ θερμὸν ποιεῖ αὐτὸ πολυπλασιασθῆναι. ἐκεῖνο δὲ πολυπλασιασθὲν ἀναλίσκει τὴν ἔνδον ὑγρότητα καὶ ἐντεῦθεν παχύνει καὶ ξηραίνει καὶ πήγνυσιν. οὕτω καὶ τὸν ἀέρα παχύνει καὶ τὸ ὕδωρ ξηραίνει, τουτέστι πήγνυσιν.
24nὍσα μὲν μὴ παχύνεται ὑπὸ ψυχρο, ἀλλὰ πήγνυται,
25nὕδατός ἐστι μᾶλλον, οἷον οἶνος, οὖρον, ὄξος καὶ κονία, ὀρρός.
26 Πάλιν ἐκεῖνον ἐπαναλαμβάνει τὸν κανόνα τὸν ἀνωτέρω εἰρημένον, ὅτι ὅσα ὕδατός ἐστι, πήγνυται μὴ παχυνόμενα· ὅσα δὲ σύνθετα, παχυνό‐ μενα πήγνυται, ἀλλὰ σύνθετα ἐκ γῆς καὶ ὕδατος, ὥσπερ μέλι, κέραμος, ᾠὰ καὶ ὅσα τοιαῦτα. τὰ δὲ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ὅπερ μόνον
30παχύνεται, οὐ πήγνυται, ὡς εἶναι τοιαύτην διαίρεσιν τῶν πασχόντων ὑπὸ315

316

θερμοῦ καὶ ψυχροῦ· τὰ μὲν μόνως πήγνυται, τὰ δὲ μόνως παχύνεται, τὰ δὲ καὶ πήγνυται καὶ παχύνεται. καὶ τούτων τὰ μὲν ὑπὸ θερμοῦ πήγνυται, τὰ δὲ ὑπὸ ψυχροῦ παχύνεται, τὰ δὲ ἀνάπαλιν. τούτων δὲ πάντων τὰ μὲν ἄλυτά εἰσι, τὰ δὲ λυτά, καὶ τῶν λυτῶν τὰ μὲν εὔλυτα, τὰ δὲ δύσλυτα·
5καὶ τῶν ἀλύτων τὰ μὲν μαλακτά, τὰ δὲ ἀμάλακτα.
6nἜστι δὲ καὶ τὸ αἷμα καὶ τὸ γάλα ἀμφοῖν κοιν, καὶ
7nὕδατος καὶ γῆς.
8 Ἐντεῦθεν ἀπορεῖ καὶ ἐπὶ τοῦ γάλακτος καὶ τοῦ αἵματος, ὥσπερ ἐπὶ τοῦ οἴνου ἠπόρησε, καί φησιν, ὅτι καὶ ταῦτα ἐκ γῆς καὶ ὕδατός εἰσιν,
10ὥσπερ καὶ πᾶν ὑγρόν, ἐξ οὗ παχυμερὲς γίνεται, ὥσπερ ἅλες καὶ νίτρον, λίθοι οἱ πῶροι λεγόμενοι. πῶς οὖν ταῦτα κοινὰ ὄντα ἐκ γῆς καὶ ὕδατος ὥσπερ καὶ τὰ αὐτὰ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται; τὸ αὐτὸ καίτοι, ἀλλ’ οὐχ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται, ἀλλὰ τὰ μὲν ὑπὸ θερμοῦ, τὰ δὲ ὑπὸ ψυχροῦ, ταῦτα δὲ μόνον ὑπὸ ψυχροῦ ἀμφότερα πάσχει.
15nΔιὸ ἐὰν χωρισθῇ ὁ ὀρρός, ἐκκάεται ὑπὸ τοῦ πυρὸς
16nἑψόμενος. τὸ δὲ γεῶδες συνίσταται καὶ ὑπὸ τοῦ ὀπο.
17 Τοῦτο ὥσπερ λύσιν ἐπάγει τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι οὐ τὸ αὐτὸ μέρος ἐστὶ τοῦ γάλακτος τὸ πηγνύμενον καὶ παχυνόμενον, ἀλλὰ πήγνυται μὲν ὀρρός, παχύνεται δὲ τυρῶδες. καὶ ὅτι ἀληθὲς τοῦτό ἐστι, δῆλον.
20ἰδοὺ γοῦν ὁ ὀρρὸς [ὢν] ἐὰν ἑψᾶται, οὐ παχύνεται *** τὸ τυρῶδες οὐ μόνον ὑπὸ ψυχροῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ ὀποῦ. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ αἵματος, ὅτι οὐ τὸ αὐτό ἐστιν.
23nὍσα μὴ πήγνυται, οἷον τὸ τῆς ἐλάφου, τὰ τοιαῦτα
24nὕδατος μᾶλλον καὶ ψυχρ.
25 Πήγνυσθαι νῦν ἀντὶ τοῦ παχύνεσθαι ἀκουστέον, ἐπεὶ παρὰ τὴν ἐν‐ άργειάν ἐστι τὸ λεγόμενον· ὁρῶμεν γάρ, ὅτι πᾶν αἷμα πήγνυται, οὐ πᾶν δὲ παχύνεται.
28nΤοῦτο δ’ ἐστίν, ὅτι οὐ ξηραίνεται τὸ ὕδωρ, λοιπὸν
29nὥσπερ τὸ γάλα τοῦ τυροῦ ἐξαερωθέντος.
30Αἴτιον δ’ ἐστὶ τοῦ μὴ παχύνεσθαι τὸ ὑδατῶδες αἷμα, ἐπειδὴ οὔτε
τὸ ὕδωρ ξηραίνεται, τουτέστι παχύνεται, ὥσπερ οὐδὲ ὁ ὀρρός· ἀλλὰ μὴν316

317

οὐδὲ τὸ φλέγμα παχύνεται, ἔστ’ ἂν ᾖ λεπτὸν καὶ ἀκράτητον ὑπὸ φύσεως, ἀλλ’ ἔστιν ὕδωρ.
3nἜτι δὲ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα,
4nοἷον κέραμος καὶ λίθος, καὶ τούτων τὰ μὲν μαλακτ, οἷον
5nκηρός, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος.
6 Ἐνταῦθα ἡ διαίρεσις ἐκείνη πᾶσα τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ πα‐ σχόντων.
8nΑἴτιον δ, ὅτι τἀναντία τῶν ἐναντίων αἴτια.
9Ὥς τινος ἀπορήσαντος, ὅτι 〈τί〉 δήποτε τῶν λυομένων τὰ μὲν θερμῷ
10λύονται, ὥσπερ κρύσταλλος, κηρός, θεῖον, μέταλλα, τὰ δὲ ὑγρῷ, ὥσπερ νίτρον καὶ ἅλες, αὐτὸς ἀπεκρίνατο, ὅτι τὰ μὲν θερμῷ λυόμενα ὑπὸ ψυχροῦ ἐπάγησαν, τὰ δὲ ὑγρῷ λυόμενα ὑπὸ ξηροῦ.
13nὝδατι μὲν ὅσα πυρὶ μόνον, πυρὶ δὲ ὅσα ψυχρῷ μόνον.
14Ὅρα, πῶς παχυμερῶς λέγων φαίνεται τοὺς ἅλας πυρὶ μόνον, τουτέστι
15θερμῷ πήγνυσθαι, καὶ διὰ τοῦτο ὕδατι λύεσθαι διὰ τὸ ψυχρόν. ἄλλο γὰρ παράδειγμα οὐ φαίνεται τῶν ὑπὸ θερμοῦ πηγνυμένων καὶ ψυχρῷ λυομένων.
17nὭστε ἐπεὶ ὑπ’ ἀμφοῖν συμβαίνει πήγνυσθαι, ταῦτα
18nἄλυτα μάλιστα.
19Ὥς τινος ἀπορήσαντος, καὶ τί δήποτε οὐ πάντα λύονται, ἀλλὰ τὰ μὲν
20λύονται, τὰ δὲ ἄλυτά ἐστιν, αὐτὸς δὲ πάλιν ἐπιλύεται, ὅτι τὰ ὑπὸ τῶν δύο δραστικῶν ποιοτήτων παγέντα οὐ λύεται διὰ τὸ μὴ ἔχειν ἐναντίον τὸ λῦσον.
22nΓίνεται δὲ τὰ τοιαῦτα, ὅσα θερμανθέντα ἔπειτα τῷ
23nψυχρῷ πήγνυται.
24Ὥς τινος πάλιν ἐρωτήσαντος λέγει ἡμῖν Ἀριστοτέλης, καὶ πῶς τὸ
25αὐτὸ ὑπὸ ἀμφοῖν πήγνυται τῶν δραστικῶν ποιοτήτων, αὐτὸς διδάσκει. τί γάρ φησι; τὰ τοιαῦτα πήγνυσθαι λέγεται ὑπὸ θερμοῦ καὶ ψυχροῦ, ὅταν ὑπὸ τοῦ θερμοῦ ἐκδαπανηθῇ σχεδὸν ἡ ἐν αὐτῷ ὑγρότης, ἐκδαπανηθεῖσα ἔπειτα εὐπαθὴς τῷ ψυχρῷ γένηται πρὸς τὸ διεισδῦναι ἔνδον τοῦ σώματος ἅτε ἀραιῶν ὄντων τῶν πόρων ἐκ τοῦ πυρὸς καὶ πῆξιν ποιῆσαι σφοδρὰν
30ὥσπερ ἐπὶ τοῦ σιδήρου.317

318

(1n)

Συμβαίνει γάρ, ὅταν τὸ θερμὸν ἐξικμάσῃ ἐξιόν, τὸ
2nπλεῖστον ὑγρὸν συνθλίβεσθαι πάλιν ὑπὸ τοῦ ψυχρο, ὥστε μὴ
3nὑγρῷ διδόναι δίοδον.
4Συμβαίνει, φησίν, ἐν τῇ πυρώσει ἐξικμάζεσθαι τὸ ὑγρὸν ὑπὸ τοῦ
5θερμοῦ. καλῶς δὲ εἶπε τὸ πλεῖστον καὶ οὐχ ‘ὅλον‘. ἐπειδὴ γὰρ ὡς ἐπὶ σιδήρου γυμνάζει τὸν λόγον, εἰ ὅλον ἦν ἐξικμασθέν, οὐκ ἂν μαλακτὸς ὁ σίδηρος, ἀλλὰ θραυστὸς ὥσπερ ὁ κέραμος. ἐπειδὴ οὖν ἀραιοῦνται οἱ πόροι καὶ ἐξέρχεται τὸ ὑγρὸν ὕστερον, πάλιν οὖν θλίβονται ὑπὸ τοῦ ψυχροῦ, ὡς μὴ διελθεῖν ἐντὸς ὑγρότερον καὶ λῦσαι τὸν σίδηρον. λοιπὸν ἐνταῦθα ἡ
10ἀπορία· † ἄπορον λέγει πάσχειν, εἴ γε τοῦτο ἀνεῖλεν ἀλλαχοῦ.
11nΚαὶ διὰ ταῦτα οὐδὲ τὸ θερμὸν λύει.
12 Διὰ ποῖα; ἐπειδὴ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ὑπὸ θερμοῦ.
14nὉ δὲ σίδηρος τακεὶς ὑπὸ θερμο, ψυχθεὶς πήγνυται.
15 Σίδηρον νῦν οὐ τὸν καθαρὸν λαμβάνει, ἀλλὰ τὸν ῥυπαρόν. οὗτος γὰρ τήκει, ὁ δὲ καθαρὸς μαλάττει μόνον.
17nΤὰ δὲ ξύλα ἐστὶ γῆς καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτ.
18 Ὥς τινος ἀπορήσαντος, ὅτι διὰ τί τῶν συνθέτων τὰ μὲν τήκεται, τὰ δὲ μαλάττεται, τὰ δὲ ξύλα οὐδὲν τούτων ποιεῖ καίτοι σύνθετα ὄντα, αὐτός
20φησιν, ὅτι εἰ καὶ σύνθετά εἰσιν, ἀλλ’ οὐκ ἐκ γῆς καὶ ὕδατος οὔτ’ ἐξ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ἀλλ’ ἐκ γῆς καὶ ἀέρος. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ κάεται καὶ οὐ τήκεται· τῷ γὰρ εἶναι γῆς ἔχει τὸ ξηρὸν ἐπιτήδειον πρὸς καῦσιν, τὸ δὲ ἀέρος τάχιον ἐκφλογοῦται. εὐπαθὴς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ πυρός. διὸ καὶ τὸ ἔλαιον πάνυ κάεται ὡς ἀερῶδες. ἀλλὰ
25μὴν καὶ ἐκ τοῦ ἐπινήχεσθαι δῆλόν ἐστιν, ὡς ἀέρος εἰσί. πάντα γὰρ ἐπι‐ νήχεται πλὴν πύξου καὶ τῶν τοιούτων· ταῦτα γὰρ διὰ τὸ εἶναι πυκνόπορα ἐλάττονα ἔχει τὸν ἀέρα ἐν ἑαυτοῖς.
28nΤί μὲν οὖν ἐστὶ πῆξις καὶ τῆξις, καὶ διὰ πόσων καὶ ἐν
29nποίοις ἐστίν, εἴρηται.
30Διὰ πόσα μέν, τουτέστιν ἡ μὲν πῆξις διὰ θερμὸν καὶ ψυχρὸν καὶ318

319

ξηρόν, ἡ δὲ τῆξις διὰ θερμὸν καὶ ὑγρόν· ἐν ποίοις δέ, τουτέστιν ἢ ἐν ὕδατι ἢ ἐν τοῖς ἐκ γῆς καὶ ὕδατος.
3nἘκ δὲ τούτων φανερὸν ὅτι ὑπὸ θερμοῦ καὶ ψυχροῦ
4nσυνίστανται τὰ σώματα.
5 Ἐντεῦθεν τὸ πόρισμα. καὶ ὅρα, πῶς ἐπιστημονικῶς εἶπεν. οὐ γὰρ εἶπεν, ὅτι ἐκ θερμοῦ καὶ ψυχροῦ σύγκειται, ἵνα ποιητικὰ αἴτια ἐν τοῖς γινομένοις συγκατατάξῃ, ἀλλ’ εἶπεν, ὅτι συνίστανται, δηλονότι τούτων μὲν ποιούντων, τῶν ὑλικῶν πασχόντων· ὡς αὐτὸς γάρ φησι παρακατιών, ὅτι ταῦτα μὲν διὰ τὸ ποιεῖν, ὑγρὸν δὲ καὶ ξηρὸν διὰ τὸ πάσχειν.
10nἘκ μὲν οὖν ὕδατος καὶ γῆς ὁμοιομερῆ σώματα συν‐
11nίστανται.
12 Ἐντεῦθεν ὁ προσδιορισμός, ὅτι οὐχ ἁπλῶς πάντα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται, ἀλλ’ ἐκ τῶν ἀναλογούντων αὐτοῖς.
14nΤαῦτα δὲ διαφέρει ἀλλήλων τοῖς τε πρὸς τὰς αἰσθήσεις.
15 Ἐνταῦθά φησιν, ὅτι πάντα σύνθετα διαφέρει ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ τάδε· πηκτόν, ἄπηκτον· τηκτόν, ἄτηκτον· μαλακτόν, ἀμάλακτον· τεγκτόν, ἄτεγκτον· καμπτόν, ἄκαμπτον· κατακτόν, ἀκάτακτον· θραυστόν, ἄθραυστον· θλαστόν, ἄθλαστον· πλαστόν, ἄπλαστον· πιεστόν, ἀπίεστον· ἑλκτόν, ἄνελκτον· ἐλατόν, ἀνέλατον· σχιστόν, ἄσχιστον· τμητόν,
20ἄτμητον· γλίσχρον, ψαθυρόν· πιλητόν, ἀπίλητον· καυστόν, ἄκαυστον· θυμια‐ τόν, ἀθυμίατον. αὗται αἱ ιη ἀντιθέσεις κατὰ ἕξιν καὶ στέρησιν.
22tΠρᾶξις μθ.
23nΠερὶ μὲν οὖν πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ
24nἀτήκτου εἴρηται μὲν καθόλου πρότερον.
25 Τὸ περὶ πηκτοῦ καὶ τηκτοῦ πάλιν ὁ φιλόσοφος ἐπανακεφαλαιοῦται, οὐχ ὥς τινες ᾠήθησαν βουλόμενος ἐπιτομὴν ποιήσασθαι τῶν ἀνωτέρω περὶ αὐτῶν ἐργωδῶς εἰρημένων· ἀλλὰ τοῦτο ποιεῖ χάριν τοῦ ἐπανορθώσασθαι τὸ παχυμερῶς εἰρημένον ἐν τοῖς προλαβοῦσι, ταὐτὸν δ’ εἰπεῖν ὅτι ἔλεγε τοὺς ἅλας καὶ τὸ νίτρον θερμῷ πήγνυσθαι καὶ ψυχρῷ λύεσθαι. ἔστι δὲ
30ἡ ἐπανακεφαλαίωσις τοιαύτη· τῶν πηγνυμένων τὰ μὲν ὕδατός ἐστι, τὰ δὲ
γῆς. καὶ ὅσα μὲν ὕδατός ἐστιν, ἐκεῖνα ψυχρῷ πήγνυται, ἀπουσίᾳ δ’ ὑγρῶν319

320

πήγνυται, τουτέστι ξηρῷ. ἀλλ’ ἵνα τὸ μὴ ποιεῖν ὑλικῇ αἰτίᾳ ἀπονέμῃ ὁ Ἀριστοτέλης, τουτέστι τὴν πῆξιν, τῇ ξηρότητι τὴν αἰτίαν τῆς ἀποστασίας τοῦ ὑγροῦ παρατίθεται καὶ ταύτῃ δίδωσι τὴν πῆξιν, τουτέστι τὴν θερ‐ μότητα. ἡ γὰρ θερμότης ἐξικμάζουσα τὴν ὑγρότητα ποιεῖ τῇ ἀπουσίᾳ τοῦ
5ὑγροῦ ξηρότητα, ἥτις πήγνυσι τοὺς ἅλας καὶ τὸ νίτρον, ὡς εἶναι τὰ δύο πηγνύντα ταῦτα αἴτια θερμότητα καὶ ξηρότητα. ἀλλὰ πόρρω μὲν αἴτιον ἡ θερμότης, προσεχὴς δ’ ἡ ξηρότης. εἶτα ἐπειδὴ περὶ πηκτοῦ καὶ τηκτοῦ καὶ ἀτήκτου ἀρκούντως διειλέχθη, λείπεται δ’ ἔτι τὸ ἄπηκτον τῷ λόγῳ, περὶ τούτου διαλέγεται καὶ παραδίδωσι τὰ τούτου ποιητικὰ αἴτια. καί
10φησιν, ὅτι τρία εἰσὶ τὰ ποιοῦντα τὸ ἄπηκτον, θερμότης, ἀερώδης καὶ ὑδα‐ τώδης οὐσία, γλισχρότης. θερμότης μὲν ὡς ἐπὶ τῆς τοῦ βράζοντος ὕδατος καὶ ἐπὶ τοῦ ζέοντος γλεύκους· ταῦτα γὰρ διὰ τὴν παρουσίαν θερμότητος οὐ πήγνυται. ἀερώδης δὲ καὶ ὑδατώδης οὐσία ὡς ἐπὶ τοῦ ἐλαίου· διὰ γὰρ τὴν ἀερώδη οὐσίαν οὐ πήγνυται, ἐπειδὴ ὑγροτάτη ἐστὶν ἡ τοιαύτη, ὅθεν
15παχύνεται μόνον, οὐ πήγνυται, καὶ διὰ τοῦτο μολυντὸν γίνεται· μολύνει γὰρ ἁπτομένοις τὴν χεῖρα τὸ πεπαχυμμένον ἔλαιον. καὶ ὅτι ἔστιν ἐν αὐτῷ ἀερώδης οὐσία, δῆλον· ἐπινήχεται γὰρ τῷ ὕδατι. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς ὁ ὑδράργυρος, καίτοι ἀερώδους καὶ ὑδατώδους ὑπάρχων οὐσίας, βρίθει καὶ βαρύτατός ἐστιν. ἢ λέγομεν, ὅτι εἰ καὶ ἀερώδους ὑπάρχει οὐσίας ὁ
20ὑδράργυρος, ἀλλ’ οὖν πολλὴ καὶ συμπεπιλημένη ἐστὶν ἐν αὐτῷ ἀερώδης οὐσία· καὶ διὰ τοῦτο πολλὴν ἄγει τὴν ὁλκήν. ἀμέλει πυρούμενος μέχρι τῆς ὀροφῆς ἀναβράσσεται διὰ τὸ ἀναλύεσθαι τὴν ἀερώδη οὐσίαν τὴν ἐν αὐτῷ συμπεπιλημένην καὶ χωρεῖν ἐπὶ τὸ συγγενές. οὕτω μὲν οὖν τὸ ἔλαιον οὐ πήγνυται διὰ τὴν ἐν αὐτῷ ἀερώδη οὐσίαν. ἀλλὰ μὴν οὐδὲ τὰ γλισχρό‐
25τητα ἔχοντα πήγνυται, οἷον ὑγρὰ πίσσα καὶ ἰξός. εἶτα μετὰ τὸ συμπλη‐ ρῶσαι τὸν περὶ πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου λόγον μέτ‐ εισιν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τοῦ μαλακτοῦ ἀντίθεσιν καί φησιν, ὅτι ἐκεῖνά εἰσι τὰ μαλακτά, ἅπερ μήτε ὕδατός εἰσι μόνως μήτε γῆς μόνως, ἀλλ’ ἐκ γῆς καὶ ὕδατος, ὥστε συμμέτρως ἔχειν πρὸς ἀμφοῖν. τὰ μὲν
30ὕδατος μόνως ἀμάλακτά εἰσιν, οἷον κρύσταλλος, ἀλλὰ καὶ τὰ τῆς γῆς μόνως, οἷον κέραμος καὶ ἅλες καὶ νίτρον καὶ ὅσα τοιαῦτα· τὰ δὲ συμ‐ μέτρως ἔχοντα γῆς καὶ ὕδατος, ἐκεῖνα μαλακτά εἰσι. ταῦτα γὰρ τριττὰ ὑπάρχουσιν· ἢ γὰρ ἑλκτὰ ἢ θλαστὰ ἢ καμπτά. καὶ ἑλκτὰ διχῶς, ἢ ἰδίῳ ὑγρῷ ὄντα τοιαῦτα ἢ ἀλλοτρίῳ· ἰδίῳ μέν, ὥσπερ ἱμάς, νεῦρον, μέλι, ἰξός·
35ταῦτα γὰρ διὰ τὴν σύμφυτον ὑγρότητα μαλάττονται, οὕτω δὲ καὶ δέρμα καὶ ὅσα τοιαῦτα. ἀλλοτρίῳ δέ, ὥσπερ τὸ στέαρ· τὰ γὰρ ἄλευρα φυραθέντα ὕδατι καὶ μαλαχθέντα γίνεται ἕλκιμα. τὰ δὲ ἐλατὰ ἢ χειρὶ τοιαῦτά εἰσιν
ἢ πυρὶ ἢ πληγῇ 〈ἢ〉 πυρὶ ἅμα καὶ ὕδατι. χειρὶ μὲν ὥσπερ κηρός· οὗτος320

321

γὰρ μαλαττόμενος τῇ χειρὶ ἐλαύνεται. πυρὶ δ’ ὁ σίδηρος· οὗτος γὰρ πυρω‐ θεὶς ἐλαύνεται τυπτόμενος. πληγῇ δ’ ὥσπερ ὁ χαλκός· οὗτος γὰρ καὶ μὴ πυρωθεὶς ἐλαύνεται ὑπὸ πληγῆς. οὕτω δὲ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ μόλιβδος καὶ κασσίτερος καὶ ὅσα τοιαῦτα. πυρὶ δὲ καὶ ὕδατι ὥσπερ
5οἱ λαμπτῆρες, τουτέστι τὰ διαφανῆ κέρατα, ἐν οἷς ἐντίθενται αἱ λαμπάδες νύκτωρ· τὰ γὰρ κέρατα πρῶτον μὲν βρεχόμενα, ἔπειτα δὲ πυρὶ ὁμιλοῦντα μαλάττονται. ἀλλὰ μὴ ἀπορήσῃς λέγων ταῦτα εἶναι μαλακτὰ καὶ τηκτά, ἐπειδὴ συμβαίνει τοῖς ἐλατοῖς μαλακτοῖς μὴ μόνον ἐλαύνεσθαι, ἀλλὰ καὶ τήκεσθαι, ὥσπερ καὶ τῷ χαλκῷ καὶ τῷ χρυσῷ καὶ ὅσα τοιαῦτα· εἰ γὰρ
10καὶ μαλάττονται καὶ τήκονται ταῦτα, ἀλλ’ οὖν ἄλλῳ μὲν μαλάττονται ἤτοι ἐλαύνονται, ἄλλῳ δὲ τήκονται ταῦτα. μαλάττονται μὲν πληγῇ, τήκονται δὲ πυρί. εἰ δ’ εἴπῃς, ὅτι καὶ πυρὶ τὰ αὐτὰ πάσχουσιν, ἀλλ’ οὖν οὐκ ἐν τῷ αὐτῷ, ἀλλὰ τῷ μὲν μαλακῷ μαλάττονται, τῷ δὲ σφοδρῷ τήκονται. ταῦτα μὲν οὖν εἰσι τὰ ἐλατὰ μαλακτά. τὰ δὲ καμπτὰ ὥσπερ λύγος καὶ
15κάλαμος χλωρὸς καὶ σανίδες καὶ ὅσα τοιαῦτα· καὶ αὐτὰ γὰρ μαλάττεσθαι λέγονται τῷ κάμπτεσθαι τῇδε κἀκεῖσε. ταῦτα εἰπὼν περὶ μαλακτοῦ καὶ ἀμαλάκτου ὁ φιλόσοφος καὶ ἐπὶ ἑτέραν ἔρχεται ἀντίθεσιν τὴν τοῦ ἀτέγκτου καὶ τεγκτοῦ. καὶ μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ ἄτηκτον ἢ τεγκτὸν καὶ ἄτεγκτον. ἐκεῖνο γάρ ἐστι τὸ τεγκτόν, ὅπερ εἰσδεξάμενον ἀλλοτρίαν
20ὑγρότητα μὴ διαλύεται, ἀλλὰ συνίσταται· ὅπερ δ’ εἰσδεξάμενον διαλύεται, ἐκεῖνο τηκτόν ἐστιν, ὥσπερ γῆ καὶ πηλός. καὶ ὅτι οὐ ταὐτόν ἐστι τεγκτὸν καὶ ἄτεγκτον, οὔτε μὴν τηκτὸν καὶ ἄτηκτον, δῆλον, ἐπειδή εἰσί τινα τεγκτὰ μέν, ἄτηκτα δέ, ὥσπερ ἔριον καὶ πλίνθος ὀπτωμένη· ταῦτα γὰρ βρέχονται μέν, οὐ λύονται δέ. τοιαῦτα δ’ εἰσὶ καὶ τὰ Αἰγύπτια ὄστρακα, ἅτινα μικρᾶς
25νοτίδος ἁψάμενα κατὰ τὸν πυθμένα μέχρι τοῦ χείλους ἀναδίδοται αὐτοῖς ἡ ὑγρότης. ὅθεν ἠπόρησεν ὁ μέγας Ἀσκληπιόδοτος φιλόσοφος, ὅτι πῶς ταῦτα ἕλκουσι τὴν ὑγρότητα, πότερον ἑλκτικῇ τινι δυνάμει ἢ ἑτέρῳ τινί, καὶ ἔλυσε τὴν ἀπορίαν ἐν τῷ ὑπ’ αὐτοῦ γεγραμμένῳ εἰς Τίμαιον ὑπομνή‐ ματι. ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα τεγκτὰ μέν, ἄτηκτα δέ· ἄλλα δὲ τὸ
30ἀνάπαλιν τηκτὰ μέν, οὐ τεγκτὰ δέ, ὥσπερ οἱ ἅλες· τήκονται μέν, οὐ τέγ‐ γονται δέ, ἐπειδὴ παρουσίᾳ ἑτέρας ὑγρότητος διαλύονται· ἐκεῖνο δὲ λέγομεν τεγκτὸν τὸ μὴ διαλυόμενον. ἕτερα δὲ καὶ τεγκτὰ καὶ τηκτά, ὥσπερ πλίνθος ὠμή· αὕτη γὰρ πρῶτον μὲν τέγγεται *** οὐ τέτηκται δέ, ὥσπερ κέραμος, λίθος. καὶ καθόλου φάναι ἐκεῖνα μέν εἰσι τεγκτά, ὅσα λοξοὺς ἔχουσι τοὺς
35πόρους· τὸ γὰρ ὑγρὸν ἐπὶ τούτων μὴ ὁμαλῶς διόλου χωροῦν τέγγει μέν, οὐ τήκει δέ. τηκτὰ δ’ εἰσίν, ὅσα εὐθεῖς ἔχει τοὺς πόρους· τὸ γὰρ εἰσ‐
ερχόμενον ὑγρὸν ὁμαλῶς διόλου διερχόμενον τήκει. τοῦτο δὲ λέγω οὐ περὶ321

322

πάντων τηκτῶν, ἀλλὰ περὶ μόνων τῶν ἀλλοτρίῳ ὑγρῷ τηκομένων. τηκτὰ δὲ καὶ τεγκτά εἰσιν, ὅσα καὶ λοξοὺς καὶ εὐθεῖς ἔχει τοὺς πόρους. οὔτε δὲ τηκτὰ οὔτε τεγκτά, ὅσα μήτε λοξοὺς μήτ’ εὐθεῖς ἔχει τοὺς πόρους ἢ πάνυ σμικροτάτους, ὥσπερ ὁ κέραμος ὀπτηθείς. ταῦτα μὲν περὶ τεγκτῶν
5καὶ ἀτέγκτων ῥητέον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἑτέρας ἀντιθέσεως διαλέγεται, φημὶ δὴ τοῦ καμπτοῦ καὶ ἀκάμπτου. ἀλλ’ ἐπειδὴ καὶ τὸ εὐ‐ θυντὸν καὶ τὸ ἀνεύθυντον ταὐτόν ἐστι τῷ καμπτῷ καὶ ἀκάμπτῳ, ζητητέον, τί δήποτε μὴ μᾶλλον περὶ εὐθυντοῦ διελάβομεν, ἀλλὰ περὶ καμπτοῦ καὶ ἀκάμπτου. ἢ ῥητέον, ὅτι ἐργωδέστερόν πως καὶ ἀσαφέστερόν ἐστι τὸ περὶ
10καμπτοῦ καὶ ἀκάμπτου διαλεχθῆναι, καὶ τούτου χάριν, ἵνα διαρθρώσῃ τὸν περὶ αὐτοῦ λόγον. καί φησιν, ὅτι ἐκεῖνά εἰσι καμπτὰ καὶ εὐθυντά, ὅσα ἐξ εὐθύτητος εἰς περιφέρειαν οἷά τ’ εἰσὶ μεταβάλλειν ἢ ἀπὸ περιφερείας εἰς εὐθύτητα, οἷον λύγος, κάλαμος χλωρὸς καὶ ὅσα τοιαῦτα· ἄκαμπτα δὲ καὶ ἀνεύθυντα, ὅσα μὴ οἷά τ’ εἰσὶ μεταβάλλειν εἰς ταῦτα, οἷον κέραμος, λίθος.
15καὶ ταῦτα μὲν κάμπτεσθαι ἢ μὴ κάμπτεσθαι λέγονται. ἀνακάμπτεσθαι δέ, ὅσα οὐκ ἀπὸ τοῦ εὐθέος εἰς τὸ περιφερὲς μεταβάλλει εἰς τὸ ἀνάπαλιν, ἀλλ’ ὅσα ἀπὸ περιφερείας εἰς ἑτέραν περιφέρειαν μεταβάλλει ἐναντίαν τῇ πρώτῃ, ὥστε ἔνθα ἦν πρῶτον ἡ κυρτότης, ἐκεῖ γενέσθαι τὴν κοιλότητα, ἔνθα δ’ ἦν ἡ κοιλότης, ἐκεῖ γενέσθαι τὴν κυρτότητα. καὶ τούτου παράδειγμά εἰσιν οἱ
20παῖδες οἱ ἐπὶ σκηνῆς ἐπιδεικνύμενοι· οὗτοι γὰρ μεταβάλλουσιν εἰς ἐναντίας περιφερείας, ποτὲ μὲν ἐπὶ τὰ πρόσω, ποτὲ δὲ ἐπὶ τὰ ὀπίσω. πάλιν ἀπο‐ ρητέον, πῶς λέγονται ἀνακάμπτεσθαι, ὁπότε ἐκ τοῦ εὐθέος μεταβάλλουσιν εἰς τὸ καμπύλον, ἢ ἐπὶ τὸ πρόσω ἢ ἐπὶ τὸ ὀπίσω χωροῦντες· ἀνακάμ‐ πτεσθαι δὲ λέγομεν εἶναι τὸ ἀπὸ περιφερείας εἰς ἐναντίαν περιφέρειαν μετα‐
25βάλλειν. καὶ ἔλυσεν ὁ μέγας φιλόσοφος δαιμονίως, λέγων, ὅτι οὐ σῴζεται ἐπὶ τῶν παίδων τὸ εὐθὺ σχῆμα· φυσικῶς γὰρ ἐπὶ τὰ πρόσω ἐσμὲν κε‐ κλιμένοι διὰ τὸ καταβαρεῖν τὰ ἄνω μόρια καὶ ῥέπειν ἐπὶ τὰ κάτω. οὐκοῦν ἐπειδὴ οἱ παῖδες ἀπὸ τῆς ἔμπροσθεν φυσικῆς κάμψεως ἀνακάμπτουσιν ἐπὶ τὰ ὀπίσω, τούτου χάριν ἀνάκαμψις λέγεται ἐπὶ τούτων καὶ οὐ κάμψις.
30ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
31nΤῶν γὰρ σωμάτων ὅσα πήγνυται καὶ σκληρύνεται, τὰ
32nμὲν ὑπὸ θερμοῦ πάσχει τούτων, τὰ δὲ ὑπὸ ψυχροῦ ἐκθλίβοντος
33nτὸ θερμόν.
34Ἐπανακεφαλαιοῦται τὰ ἤδη εἰρημένα, ἵνα διορθώσῃ καὶ τὸν περὶ τῶν
35ἁλῶν καὶ νίτρου λόγον.322

323

(1n)

Ὥστε τὰ μὲν ὑγροῦ ἀπουσί, τὰ δὲ θερμοῦ τοῦτο πάσχειν.
2 Ὅρα, πῶς νῦν διωρθώσατο, ὃ πρώην ἔλεγε παχυμερῶς. πρῶτον μὲν γὰρ λέγων τοὺς ἅλας θερμῷ πήγνυσθαι νῦν ὑγροῦ ἀπουσίᾳ αὐτοὺς λέγει πήγνυσθαι, τουτέστι ξηρῷ.
5nὍσα μὲν οὖν ὕδατος, θερμο, καὶ ὅσα δὲ γῆς, ὑγρο.
6 Τὸν κρύσταλλον λέγει καὶ τοὺς ἅλας ἅμα τῷ νίτρῳ· ὁ μὲν γὰρ κρύ‐ σταλλος ὕδατος ὢν ἀπουσίᾳ θερμοῦ πήγνυται, παρουσίᾳ δὲ λύεται.
8nΤὰ μὲν οὖν ὑγροῦ ἀπουσίᾳ ὑπὸ ὑγροῦ διατήκεται, ἐὰν
9nμὴ οὕτως συνέλθ, ὥστ’ ἐλάττους τοὺς πόρους λειφθῆναι τῶν
10nτοῦ ὕδατος ὄγκων.
11 Ὥς τινος ἀπορήσαντος ‘καὶ τί δήποτε, Ἀριστότελες, ὁ κέραμος γῆς ὢν καὶ ὑγροῦ ἀπουσίᾳ παγεὶς μὴ τῇ παρουσίᾳ τοῦ ὑγροῦ λύεται;‘ αὐτός φησιν, ὅτι ἐπὶ πλέον συνῆλθον οἱ πόροι τοῦ κεράμου συνιζήσαντες ἐν τῇ πήξει, ὥστε μὴ χωρεῖν τὸν τοῦ ὕδατος ὄγκον δι’ ἐκείνων εἰσιέναι τῶν πόρων.
15καὶ διὰ τοῦτο οὐ λύεται ὁ κέραμος ὑγρῷ. ἀλλὰ πάλιν πόρους ἄκουσον τὰ εὐπαθῆ μόρια, ἵνα ἐκφύγῃς τὸ ἄπορον.
17nἌπηκτα δὲ ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη ὕδατος.
18 Ἐντεῦθεν περὶ τῶν ἀπήκτων διαλέγεται καὶ παραδίδωσιν αὐτῶν τὰ αἴτια τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ.
20nΜαλακτὰ δ’ εἰσὶ τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος.
21 Μετῆλθεν ἐπὶ τὴν τοῦ μαλακτοῦ καὶ ἀμαλάκτου ἀντίθεσιν καὶ λέγει, ὅτι ποῖά εἰσι ταῦτα, ὅτι ὅσα μὴ ἐξ ὕδατος μόνου, μὴ ἐκ γῆς μόνης, ἀλλ’ ὅσα ἄμφω, καὶ μᾶλλον γῆς, ἵνα μὴ θρύπτηται.
24nἈλλὰ ἢ ἑλκτὰ μὴ ὄντα διαντ, ἢ ἐλατὰ μὴ ὄντα ὕδατος,
25καὶ μαλακτὰ πυρ, οἷον σίδηρος, κέρας, ξύλον.
Ἐνταῦθα τὰς διαφορὰς τῶν μαλακτῶν λέγει. φησὶ γάρ, ὅτι δεῖ ταύ‐323

324

τας εἶναι ἢ ἑλκτὰ ἀδίαντα, τουτέστι μὴ διαινόμενα ἤτοι βρεχόμενα ἀλλο‐ τρίῳ ὑγρῷ (ἵνα εἴπῃ τὸ νεῦρον) ἢ ἐλατά (καὶ ταῦτα ἢ πυρὶ ἢ χειρὶ ἢ πυρὶ καὶ ὕδατι) ἢ καμπτά, ἵνα εἴπῃ τὸ ξύλον.
4nἜστι δὲ καὶ τῶν τηκτῶν τὰ μὲν τεγκτ, τὰ δὲ ἄτεγκτα.
5 Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε τῶν τεγκτῶν καὶ ἀτέγκτων. ἀλλ’ ἵνα μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ τεγκτόν, προέλαβε καὶ εἶπε τούτων τὰς διαφοράς, ὅτι τῶν τηκτῶν τὰ μὲν τεγκτά ἐστι, τὰ δὲ ἄτεγκτα, ὥστε διαφέρουσι τοῦ τηκτοῦ καὶ ἀτήκτου. καὶ λοιπὸν λέγει παραδείγματα.
9nΟὐδὲ γὰρ ἄλλο τεγκτόν, ὃ μὴ μαλακώτερον γίνεται
10nβρεχόμενον.
11 Τί φησιν; ὅτι ἅλες καὶ νίτρον τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ τῇ τοῦ ὑγροῦ ὁμιλίᾳ γίνονται πρῶτον μαλακά, εἶθ’ οὕτως λύονται, εἰ γὰρ τὸ τεγγόμενον πάντως μαλακὸν δεῖ γίνεσθαι καὶ οὕτω λύεσθαι ἢ μὴ λύεσθαι· λύεσθαι μέν, ὥσπερ ἡ ὠμὴ πλίνθος καὶ ὅσα τοιαῦτα.
15nἜνια δὲ τεγκτὰ ὄντα οὔτε τηκτά εἰσιν, οἷον ἔρια καὶ οἱ
16nκαρπο.
17 Παράδειγμα λαμβάνει τῶν τεγγομένων, μὴ τηκομένων δὲ τὰ ἔρια καὶ τοὺς καρπούς. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας ἐπί τινων καρπῶν. ὁρῶμεν γάρ, ὅτι ὁ καρπὸς τοῦ μεγάλου καρύου τοῦ βασιλικοῦ οὐ μόνον τέγγεται, ἀλλὰ
20τήκεται· ἐν γὰρ τῷ κάεσθαι ἀποστάζει τινὰ ἐλαιώδη ὑγρότητα. πῶς οὖν λέγει μὴ τήκεσθαι τοὺς καρπούς; ἢ λέγομεν, ὅτι κατὰ ἀλήθειαν οὐ τήκεται ὁ καρπὸς τοῦ καρύου, ἀλλὰ τήκεται ὥσπερ αἱ δᾷδες τήκονται. τήκεσθαι γὰρ ἐκεῖνο κυρίως λέγομεν τὸ λυόμενον μόνον, μὴ μέντοι δαπανώμενον ἢ καόμενον, ἀλλ’ ὅλην μὲν τὴν οὐσίαν ἀναλυόμενον, συνιστάμενον δὲ καὶ μὴ
25καόμενον, ὥσπερ χρυσός, χαλκός, μόλιβδος καὶ ὅσα τοιαῦτα. διὰ τοῦτο καὶ τὸ θεῖον οὐ λέγομεν τήκεσθαι ἢ τὸν κηρόν, ἐπειδὴ κάονται ὑπὸ τοῦ πυρὸς καὶ δαπανῶνται, ἀλλὰ μᾶλλον λύεσθαι καὶ κάεσθαι.
28nἜστι δὲ τεγκτὰ μέν, ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους
29nμείζους τῶν τοῦ ὕδατος ὄγκων σκληροτέρων τῶν τοῦ ὕδατος.
30Ὥσπερ ἐπὶ τῶν ἀτέγκτων ἔλεγεν, ὅτι ἐκεῖνά εἰσιν ἄτεγκτα τὰ ἐλάττονας
ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον, οὕτω νῦν τὸ ἀνάπαλιν λέγει,324

325

ὅτι ἐκεῖνά εἰσι τεγκτὰ τὰ μείζονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον. οὗτοι δὲ οἱ πόροι σκληρότεροί εἰσιν ἢ κατὰ τὸ ὕδωρ, ὅθεν οὐ λύεται τὸ τεγγόμενον. καὶ ἐντεῦθεν στόχασαι, ὅτι πόρους λέγει τὰ ἀσθενέ‐ στερα μόρια, οὐ τοὺς ὄντως πόρους. ὁ γὰρ ὄντως πόρος ἀσώματος ὢν
5οὐδὲ σκληρός ἐστιν οὐδὲ μαλακός.
6nἜστι δὲ καὶ τὰ μὲν καμπτὰ καὶ εὐθυντ, οἷον κάλαμος
7nκαὶ λύγος.
8Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε καὶ παραδίδωσι ταύτης τὰ ἴδια.
9nΕἰ γὰρ καὶ εἰς τὸ εὐθ, εἴη ἀνακεκαμμένον τὸ εὐθ·
10nὅπερ ἀδύνατον, τὸ εὐθὺ κεκάμφθαι. καὶ εἰ κάμπτεται πᾶν, ἢ ἀνα‐
11nκάμπτει ἢ κατακάμπτει.
12 Διὰ δύο ἐπιχειρημάτων κατασκευάζει, ὅτι τὸ ἀνακαμπτόμενον οὐ μετα‐ βάλλει ἀπὸ εὐθέος εἰς τὸ καμπύλον ἢ τὸ ἀνάπαλιν ἀπὸ καμπύλου εἰς *** ἕτερον καμπύλον. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ ἀνακε‐
15καμμένον ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλει, εὑρεθήσεται οὐκέτι μόνον καμπύλον, ἀλλὰ καὶ εὐθύ, ὅπερ ἀδύνατον· οὐ λέγεται γὰρ τὸ ἀνακεκαμ‐ μένον εὐθύ. τὸ δεύτερον, ὅτι τὸ ἀνακαμπτόμενον ἢ ἐπὶ τὰ ἔμπροσθεν κάμπτεται καὶ λέγεται κατακάμπτεσθαι, ἢ ἐπὶ τὰ ὀπίσω καὶ λέγεται ἀνα‐ κάμπτεσθαι· τὸ δὲ κατακάμπτεσθαι καὶ ἀνακάμπτεσθαι οὐ λέγεται ἀπὸ
20καμπύλου εἰς εὐθὺ μεταβάλλειν ἢ ἀπὸ εὐθέος εἰς καμπύλον, ἀλλ’ ἀπὸ καμπύλου εἰς καμπύλον. οὐκ ἄρα τὸ ἀνακαμπτόμενον εἰς εὐθὺ μεταβάλλει.
22tΠρᾶξις ν.
23nΚαὶ τὰ μὲν κατακτὰ ἢ θραυστὰ ἅμα ἢ χωρίς.
24Ἕκτην ταύτην ἀντίθεσιν παραδίδωσιν ὁ φιλόσοφος τὴν τοῦ κατακτοῦ
25καὶ ἀκατάκτου, ᾗ παράκειται ἑτέρα ἀντίθεσις τοῦ θραυστοῦ καὶ ἀθραύστου. διαφέρει γὰρ κατακτὸν θραυστοῦ, ὅτι τὸ μὲν κατακτὸν εἰς μείζονα μέρη δι‐ αιρεῖται τῷ εἰς μείζονα διαστήματα ἔχειν τοὺς πόρους, τὸ δὲ θραυστὸν εἰς ἐλάχιστα τῷ πυκνοτέρους ἔχειν τοὺς πόρους κατὰ τὸ διάστημα, ὥστε τὰ
μέν εἰσι μόνως κατακτά, ὅσα ἐκ διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ τὸ325

326

ξύλον· τινὰ δὲ μόνως θραυστά, ὅσα ἐξ ἐλάττονος διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ κίσηρις, τίτανος, *** ὥσπερ κέραμος καὶ ὕελος. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς δυνατὸν τὸ αὐτὸ εἶναι καὶ κατακτὸν καὶ θραυστόν, εἴ γε τὰ μὲν ἐκ μείζονος διαστήματος ἔχει τοὺς πόρους, τὰ δ’ ἐξ ἐλάττονος· μὴ
5ἄρα δυνατὸν τὸ αὐτὸ καὶ ἐκ μακροῦ διαστήματος ἔχειν τοὺς πόρους καὶ ἐκ βραχέος. ἢ λέγομεν, ὅτι δυνατὸν κατ’ ἄλλα μὲν μόρια ἔχειν ἐκ μακροῦ διαστήματος, κατ’ ἄλλα δ’ ἐκ βραχέος, καὶ ἐν οἷς μὲν μορίοις οἱ πόροι μηκόθεν εἰσί, κατ’ ἐκεῖνα κατάγνυσθαι, ἐν οἷς δὲ πλησίον εἰσί, θραύεσθαι. καὶ ἰδοὺ ἔχεις ἐν ταὐτῷ ἕκτην καὶ ἑβδόμην ἀντίθεσιν κατακτοῦ καὶ ἀκατ‐
10άκτου, θραυστοῦ καὶ ἀθραύστου. εἶτα διαλέγεται καὶ περὶ τῆς ὀγδόης ἀντι‐ θέσεως ὁ φιλόσοφος, λέγω δὴ θλαστοῦ καὶ ἀθλάστου, ᾗ παράκεινται ἕτεραι τρεῖς ἀντιθέσεις, ἥ τε τοῦ πλαστοῦ καὶ ἀπλάστου, καὶ πιεστοῦ καὶ ἀπιέστου, καὶ πιλητοῦ καὶ ἀπιλήτου. καί φησιν, ὅτι θλαστὸν ἐκεῖνό ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, κατὰ τὴν ἐπιφάνειαν μένον ἀδιαίρετον, ὡς εἶναι
15δῆλον, ὅτι τὸ ὕδωρ οὐκ ἔστι θλαστόν, ἐπειδὴ μήτε ὑπείκει τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ διαιρεῖται· ὡσαύτως δὲ οὔτε λίθος οὔτε ξύλον διαιροῦνται. ἁφῇ δὲ λέγω ἐνταῦθα ὑπείκειν διὰ χειρὸς γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐ‐ θλάστων. ἰστέον γάρ, ὅτι τῶν θλαστῶν τὰ μὲν εὔθλαστά εἰσι, τὰ δὲ δύσ‐ θλαστα· εὔθλαστα μέν, ὅσα ὑπείκει τῇ χειρὶ μὴ διαιρούμενα, οἷον κηρός,
20ἔρια καὶ ὅσα τοιαῦτα, δύσθλαστα δέ, ὅσα πληγῇ ὑπείκει μὴ διαιρούμενα, οἷον σίδηρος, χαλκὸς καὶ ὅσα τοιαῦτα. τῶν δ’ εὐθλάστων τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν καὶ λέγονται πλαστά, οἷον κηρός (καὶ ἰδοὺ λέγει σοι τὴν τοῦ πλαστοῦ καὶ ἀπλάστου ἀντίθεσιν), τὰ δὲ οὐ μόνιμον ἔχει τὴν θλάσιν, ἀλλὰ πάλιν ἀποκαθίστανται εἰς τὸ ἀρχαῖον καὶ λέγονται πιεστά, ὥσπερ
25σπόγγος, ἔρια καὶ ὅσα τοιαῦτα. καὶ ἰδοὺ ἔχεις τὴν τοῦ πιεστοῦ καὶ ἀπιέστου ἀντίθεσιν. πιεστὸν γάρ ἐστιν ἐκεῖνο τὸ συνιζάνον κατὰ τοὺς ἑαυτοῦ πόρους καὶ πάλιν ἀποκαθιστάμενον. συνιζάνει δὲ διὰ τὸ κενοὺς αὐτοὺς εἶναι συγγενοῦς σώματος, πλήρεις δὲ αὐτοὺς εἶναι ἀλλοτρίου σώματος ἢ πάμπαν ἀνεπαισθήτου, τουτέστιν ἀέρος, ἢ ὑγροῦ, τουτέστιν ὕδατος, ὥσπερ
30ἐπὶ σπόγγου. τοῦτο δὲ τὸ πιεστὸν ἢ μόνιμον ἔχει τὴν πίεσιν ἢ οὐ μόνιμον. ἀλλ’ εἰ μὴ μόνιμον, λέγεται ἁπλῶς πιεστὸν τὸ τοιοῦτον· εἰ δὲ [μὴ] μόνιμον, λέγεται πιλητόν, οἷά εἰσι τὰ πιλητά, ἐφ’ οἷς ὀχοῦνται ἐπὶ τῶν ἵππων. καὶ ἰδοὺ ἔχεις καὶ τὴν τοῦ πιλητοῦ καὶ ἀπιλήτου ἀντίθεσιν ἀναγομένην ὑπὸ τὸ θλαστόν. ὅθεν ἡμεῖς μετὰ τὸ θλαστὸν καὶ πλαστὸν καὶ πιεστὸν εὐθὺς
35περὶ πιλητοῦ διειλέχθημεν διὰ τὸ ἐκ τούτων εἶναι. ὁ μέντοι Ἀριστοτέλης μετ’ ἄλλας τινὰς ἀντιθέσεις περὶ αὐτοῦ διαλαμβάνει. ἐφ’ οἷς καὶ ἐπ’ ἄλλην ἀντίθεσιν παρακειμένην μὲν τῷ θλαστῷ καὶ ἀθλάστῳ μετέρχεται ὁ φιλό‐ σοφος, λέγω δὴ τὸ ἐλατὸν καὶ ἀνέλατον. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐλατὸν ἢ θλαστὸν δύσθλαστον, οἷον χαλκός, σίδηρος καὶ ὅσα τοιαῦτα. καί φησιν,
40ὅτι ἐλατὸν ἐκεῖνό ἐστιν, ὅπερ τῇ αὐτῇ πληγῇ κινεῖται κατὰ τὰς τρεῖς δια‐
στάσεις, κατὰ μὲν τὸ βάθος μειούμενον, κατὰ δὲ τὸ πλάτος καὶ τὸ μῆκος326

327

αὐξανόμενον· ἀνέλατον δὲ καὶ τὸ μὴ ὂν τοιοῦτον. καὶ ἰδοὺ ἔχεις ἑτέραν ἀντίθεσιν παρακειμένην τῷ θλαστῷ καὶ ἀθλάστῳ, τὸ ἐλατὸν καὶ ἀνέλατον, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν θλαστῶν τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν, ὥσπερ τὰ πλαστά, τὰ δὲ ὀλιγοχρόνιον, ὥσπερ τὰ πιεστά, καὶ τῶν πιεστῶν
5τὰ μὲν ὀλιγοχρόνιον ἔχουσι τὴν πίεσιν, ὥσπερ τὰ ἁπλῶς πιεστά, τὰ δὲ μόνιμον, ὥσπερ τὰ πιλητά. διαλέγεται δὲ πρῶτον καὶ περὶ ἑλκτοῦ καὶ ἀνέλκτου, ᾧ παράκειται τὸ γλίσχρον καὶ τὸ ψαθυρόν. ἀλλ’ ἡμεῖς διὰ τὴν πρὸς τὸ θλαστὸν συγγένειαν τοῦ ἐλατοῦ προετάξαμεν αὐτὸ τοῦ ἑλκτοῦ. καί φησιν, ὅτι ἑλκτόν ἐστιν ἐκεῖνο τὸ εἰς μῆκος ἐπιδιδοῦν χωρὶς πληγῆς. εἰς
10μῆκος δὲ ἐπιδίδωσι τὰ τοιαῦτα δι’ ὑγρότητα ἢ οἰκείαν ἢ ἀλλοτρίαν· οἰκείαν μὲν ὡς ἔριον, ἱμάς, μέλι, θρίξ, δέρμα καὶ ὅσα τοιαῦτα· ἀλλοτρίαν δὲ ὥσπερ σταῖς, πηλὸς καὶ ὅσα τοιαῦτα. οὕτω δὲ καὶ τὸ ἔλαιον ἐπιμιγνύμενον ἑτέρᾳ ὑγρότητι, οἷον ὄξει, ὕδατι ἢ ἄλλῳ τινὶ ὑγρῷ ἕλκεται ἐπὶ βραχὺ καὶ ἑλκτὸν γίνεται. τῶν δὲ οἰκείαν ἐχόντων ὑγρότητα ἄλλως ὑπάρχουσιν ἑλκτὰ μόνον,
15οἷον ἔρια, νεῦρα καὶ ὅσα τοιαῦτα· τὰ δ’ ἐνεργείᾳ τὴν σύμφυτον ἔχοντα ὑγρότητα ἑλκτὰ ταῦτα καὶ γλίσχρα ὑπάρχουσιν, οἷον μέλι, ὑγρὰ πίττα. ὁμοίως δὲ καὶ τὰ ἀλλοτρίαν ὑγρότητα ἔχοντα ἑλκτὰ γλίσχρα εἰσίν, ὥσπερ σταῖς, κόμμι, πηλός. καὶ γὰρ καὶ οὗτος διὰ τὸ ἐν αὐτῷ γλίσχρον ἐπιδί‐ δωσιν εἰς μῆκος καὶ ἕλκεται μὴ διαιρούμενος, ὡς εἶναι γλίσχρα ἐκ τῶν
20ἑλκτῶν τῶν τε ἀλλοτρίαν ἐχόντων ὑγρότητα καὶ τῶν οἰκείαν ἐχόντων ἐνέρ‐ γειαν, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν ἑλκτῶν τὰ μὲν ἀλλοτρίαν ἔχουσιν ὑγρότητα, ὡς σταῖς, κόμμι, πηλός, ἃ καὶ γλίσχρα εἰσί, τὰ δὲ σύμφυτον, καὶ τῶν σύμφυτον ἐχόντων ὑγρότητα ἑλκτῶν τὰ μὲν δυνάμει αὐτὴν ἔχουσιν, ὥσπερ ἔριον, ἱμάς, δέρμα, θρίξ, ἅτινα ἑλκτὰ μόνον εἰσί, τὰ δ’ ἐνεργείᾳ,
25ὡς μέλι, ὑγρὰ πίττα, φλέγμα καὶ ὅσα τοιαῦτα, ἅτινα ἑλκτά εἰσι καὶ γλίσχρα. ἀντίκειται δὲ τῷ γλίσχρῳ ὡς μὲν ἐν ὑγροῖς τὸ ὑδατῶδες, ὡς δ’ ἐν στερεοῖς τὸ ψαθυρόν. ἔστι δὲ ψαθυρὸν τὸ μήτε οἰκείαν ἔχον ὑγρότητα μήτε ἀλλοτρίαν ἀνάπαλιν τῷ γλίσχρῳ. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ σχιστοῦ καὶ ἀσχίστου καὶ τμητοῦ καὶ ἀτμήτου διαλαμβάνει καί φησιν, ὅτι σχιστὰ
30μέν εἰσιν, ὅσα διαιροῦνται πλέον ἢ τὸ διαιροῦν διαιρεῖ, τμητὰ δέ, ὅσα ἐπὶ τοσοῦτον διαιρεῖται μόνον, ὅσον διαιρεῖ τὸ διαιροῦν. τὸ γὰρ ξύλον σχιστὸν ὑπάρχον ὑπὸ βίας τῆς τοῦ πελέκεως πληγῆς ἐπὶ πολὺ διάστημα σχίζεται καὶ κατὰ βάθος, ἀλλὰ καὶ τμητὸν ὑπάρχον τοσοῦτον τέμνεται, ὅσον διαιρεῖ τὸ διαιροῦν κατὰ πλάτος ὡς ἐπὶ τῆς πρίσεως, ὡς εἶναι σχίσιν μὲν βάθος
35πλέον ἢ κατὰ τὸ ποιοῦν, τμῆσιν δὲ πλάτος, ἐφ’ ὅσον ποιεῖ τὸ ποιοῦν. ταῦτα γὰρ παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
37nΚαὶ τὰ μὲν κατακτὰ καὶ θραυστὰ ἅμα ἢ χωρίς.
38Τὰς δύο ἀντιθέσεις παραδίδωσι τοῦ κατακτοῦ καὶ τοῦ θραυστοῦ. καί327

328

φησιν, ὅτι ταῦτα ἢ ἅμα εἰσὶ ἢ χωρίς, τουτέστιν ἢ μόνως κατακτὰ ἢ μόνως θραυστὰ ἢ ἅμα κατακτὰ καὶ θραυστά.
3nΔιαφέρει δ, ὅτι κάταξις μόνη ἐστὶν ἡ εἰς μεγάλα μέρη
4nδιαίρεσις καὶ χώρησις, θραῦσις δ’ εἰς τὰ τυχόντα καὶ πλείω
5nδυοῖν.
6Ἐνταῦθα δυοῖν τὸν ὁρισμὸν τοῦ κατακτοῦ καὶ θραυστοῦ παραδίδωσι.
7nΚαὶ τὰ μὲν θλαστ, οἷον χαλκὸς καὶ κηρός, τὰ δὲ
8nἄθλαστα, οἷον κέραμος καὶ ὕδωρ.
9Ἐντεῦθεν περὶ τοῦ θλαστοῦ καὶ ἀθλάστου διαλέγεται.
10nἜστι δὲ θλάσις ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετά‐
11nστασις ὤσει ἢ πληγ, τὸ δ’ ὅλον ἁφ.
12 Ὁρίζεται, τί ἐστι τὸ θλαστόν, καί φησιν, ὅτι θλαστόν ἐστι ἐπιπέδου, τουτέστι τῆς ἐπιφανείας, κατὰ μέρος εἰς βάθος μετάστασις. καλῶς δ’ εἶπε κατὰ μέρος· τὸ γὰρ ὑπεῖκον κατὰ βάθος οὐκ ἀθρόον ὑπείκει, ἀλλὰ κατὰ
15μέρος, ὅθεν οὐ διαιρεῖται. καλῶς δ’ εἶπε καὶ τὸ μετάστασις· μεθίσταται γὰρ τὸ ἐπίπεδον ἀπὸ τοῦ ὁμαλοῦ εἰς τὸ κοῖλον. ἐπίπεδον δὲ λέγει τὴν ἐπιφάνειαν, † ἐκάλουν καὶ τὸ ἀνάπαλιν. πῶς δ’ ἄρα γίνεται ἡ μετάστασις τῆς ἐπιφανείας εἰς τὸ βάθος; ἢ δηλονότι ἁφῇ τινος. ποίᾳ δ’ ἁφῇ; ἢ ὑπὸ ὤσεως γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐθλάστων (ἀρκεῖ γὰρ ἐπὶ τῶν
20τοιούτων ὤθησις δακτύλου μόνη πρὸς τὸ κοιλᾶναι τὸ ἐπίπεδον, ὥσπερ ἐπὶ κηροῦ, ἐρίου καὶ τῶν τοιούτων), ἢ ὑπὸ πληγῆς, ὥσπερ ἐπὶ τῶν δυσθλά‐ στων, οἷον χαλκοῦ. ὥστε ἡ θλάσις γίνεται ὑπὸ ἁφῆς καὶ ἁφῆς ἢ ὑπὸ ὤσεως ἢ ὑπὸ πληγῆς γινομένης.
24nἜστι δὲ τὰ τοιαῦτα καὶ μαλακτ, οἷον κηρός, καὶ
25nσκληρ, οἷον χαλκός.
26 Ἐντεῦθεν τὴν διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν τού‐ των εἰσὶν εὔθλαστα, τὰ δὲ δύσθλαστα. εἶτα καὶ τὰ ἄθλαστα παραδίδωσιν, ἅπερ εἰσὶ κρύσταλλος καὶ ὅσα μὴ ὑπείκουσι κατὰ βάθος τῇ ἁφῇ, ἀλλὰ
διαιροῦνται.328

329

(1n)

Τῶν δὲ θλαστῶν ὅσα μένει θλασθέντα καὶ εὔθλαστα
2nχειρ, ταῦτα μὲν πλαστ.
3 Τὴν ἄλλην διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν μόνιμον ἔχοντα τὴν θλάσιν εὔθλαστα ὄντα πλαστά εἰσιν ἐκεῖνα, τὰ δὲ μὴ μόνιμον,
5ἐκεῖνα πιεστά. ὅθεν οὐδ’ ἀπορητέον, τί δήποτε ὁ χαλκὸς [μὴ] μόνιμον ἔχων τὴν θλάσιν οὐκ ἔστι πλαστός· ἐκεῖνος γὰρ τῶν δυσθλάστων ἐστίν, ἡμεῖς δὲ περὶ τῶν εὐθλάστων διαλεγόμεθα.
8nΤὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος καὶ ξύλον.
9Ζητητέον, πῶς λίθον καὶ ξύλον θλαστὰ λέγει ὁ φιλόσοφος· οὔτε γὰρ
10ὑπείκει εἰς βάθος ἡ τούτων ἐπιφάνεια, ὥσπερ ἐλέγομεν ἐπὶ τῶν θλαστῶν. ἢ λέγομεν, ὅτι οὐ περὶ παντὸς λίθου λέγει, οὐ περὶ παντὸς ξύλου, ἀλλὰ λίθου μόνον τοῦ κοραλίου, ὅπερ ἐστὶ βρύον θαλάσσιον καὶ πε‐ πηγός· τοῦτο γάρ πως κοιλαίνεται. ὡσαύτως δὲ καὶ ἐν ξύλοις τὸ σύκινον· καὶ τοῦτο γὰρ ὑπείκει τῇ ἁφῇ ἠρέμα πως.
15nΜὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, οὐ
16nθλαστ, ἀλλὰ πιεστὰ ταῦτά ἐστι.
17 Τὴν ἑτέραν ἀντίθεσιν λέγει τὴν ἐκ τοῦ θλαστοῦ γινομένην, τὴν τοῦ πιεστοῦ.
19nἜστι δ’ ὦσις μὲν κίνησις ὑπὸ κινοῦντος, ἣ γίνεται
20nὑπὸ τῆς ἅψεως· πληγὴ δ, ὅταν ᾖ ἀπὸ τῆς φορᾶς.
21 Ἐπειδὴ εἶπε πάντα τὰ θλαστὰ ἢ πληγῇ ἢ ὤσει εἴκειν, ταὐτὸν δ’ εἰπεῖν ἁφῇ, νῦν ὁρίζεται, τί ἐστι πληγή, ὅτι κίνησις ὑπὸ φορᾶς γινομένη. ὦσις δὲ καὶ κίνησις ὑπὸ τῆς ἁπλῶς ἁφῆς, ἥτις οὐ γίνεται ὑπὸ φορᾶς βιαίως.
24nΚαὶ πιεστὰ ταῦτα, ὅσα δύναται εἰς τὰ ἑαυτῶν κενὰ
25nσυνιέναι.
26Τουτέστιν εἰς τοὺς ἑαυτῶν πόρους.329

330

(1n)

Ἐνίοτε γὰρ οὐ κενοί εἰσιν εἰς οὓς συνέρχονται, οἷον ὁ
2nβεβρεγμένος σπόγγος.
3 Τί δήποτε εἶπε τὸ ἐνίοτε; τί γάρ ἐστι τὸ κενόν *** αἰσθητὸν καὶ ἀναίσθητον σῶμα λέγει. ἐνίοτε γάρ, φησίν, οὐ κενοί εἰσιν ** αἰσθητοῦ
5σώματος, τουτέστιν ὕδατος, ὥσπερ σπόγγος.
6nἙλκτά δ’ ἐστίν, ὅσων δύναται εἰς τὸ πλάγιον μεθί‐
7nστασθαι τὸ ἐπίπεδον.
8Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἑλκτοῦ καὶ ἀνέλκτου.
9nἜστι δὲ ἐλατὰ μέν, ὅσα αὐτῇ πληγῇ δύναται ἅμα εἰς
10nπλάτος καὶ εἰς βάθος τὸ ἐπίπεδον μεθίστασθαι.
11Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἐλατοῦ καὶ ἀνελάτου.
12nἜστι δὲ καὶ τὰ μὲν σχιστ, οἷον ξύλον, τὰ δ’ ἄσχιστα,
13nοἷον κέραμος.
14Ἡ ἑτέρα ἀντίθεσις τοῦ σχιστοῦ καὶ ἀσχίστου καὶ ἡ τούτου διαφορὰ
15πρὸς τμητὸν καὶ ἄτμητον.
16nΓλίσχρον δ’ ἐστίν, ὅταν ἑλκτὸν ἢ ὑγρὸν ἢ μαλακόν.
17 Ὅρα, πῶς νῦν ταύτην τὴν ἀντίθεσιν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὸ ἑλκτὸν αὐτὸ παραδεδώκαμεν διὰ τὸ ἔχειν πρὸς αὐτὸ συγγένειαν. καὶ ὅρα, πῶς τὸ γλίσχρον ἢ μαλακτὸν ἑλκτὸν λέγει ἢ ὑγρὸν ἑλκτόν. μαλακτὸν μὲν
20γλίσχρον, ἵνα εἴπῃ τὸ ἐπίκτητον ἔχον τὴν ὑγρότητα ἑλκτόν, ὥσπερ τὸ σταῖς ἢ πηλὸς ἢ κόμμι, ὑγρὸν δ’ ἑλκτὸν εἶπε τὸ σύμφυτον ἔχον ὑγρότητα, ὅπερ ἐστὶ γλίσχρον, ὡς ἔλαιον, μέλι, πίσσα ὑγρὰ καὶ τὰ τοιαῦτα.
23nΠιλητὰ δ’ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν.
24Ἰδοὺ καὶ ταύτην τὴν ἀντίθεσιν νῦν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὰ330

331

πιεστά, ἐπειδὴ ἐλέγομεν ἐκεῖνα εἶναι πιλητά, ὅσα πιεστὰ μονίμως ἐστὶ πιεστά· οὐκοῦν διὰ τὴν πρὸς αὐτὰ συγγένειαν μετὰ ἐκεῖνα παραδεδώκαμεν.
3tΠρᾶξις να.
4nΚαὶ τὰ μὲν καυστά ἐστι, τὰ δ’ ἄκαυστα.
5 Ἐπὶ τὰς λοιπὰς δύο ἀντιθέσεις ὁ Ἀριστοτέλης μετάγει τὸν λόγον καὶ διαλέγεται περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου. εἶτα μετὰ τὸ συμπληρῶσαι τὸν περὶ τῶν ιη ἀντιθέσεων λόγον πάλιν ἐπαναλαμ‐ βάνει τὸν περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου λόγον. τοῦτο δ’ οὐ μάτην, ἀλλ’ ἵνα δείξῃ καὶ τὸ θυμιατὸν καυστὸν ὑπάρχον
10(ἐδόκει γὰρ ὀσφραντὸν εἶναι), καὶ ἵνα τοῦτο δεικνὺς ἀποδείξῃ τὰς ιη ἀντι‐ θέσεις ἁπτὰ εἶναι πάθη, ἵνα πάντα τὰ ὑπὸ σελήνην μὴ ἐκφύγῃ τοῦ εἶναι ἁπτά. πᾶσαι γὰρ αἱ ἄλλαι ἁπταὶ ἦσαν ὁμολογουμένως, μόνη ἡ τοῦ θυμια‐ τοῦ ἐδόκει μὴ εἶναι ἁπτή, ἀλλ’ ὀσφραντή. καί φησιν, ὅτι καυστόν ἐστι τὸ ἔχον πόρους παθητικοὺς πρὸς τὸ δέξασθαι ἔνδον τὸ πῦρ. ἰδοὺ γὰρ ἡ
15σαλαμάνδρα διὰ τὸ ἐστερῆσθαι τῶν τοιούτων πόρων οὐ κάεται ὑπὸ τοῦ πυρός, ἀλλὰ τοὐναντίον σβέννυσι καὶ τὰς καμίνους. ὅθεν πολλὴ φροντὶς παρὰ τοῖς ὑελέψαις τοῦ τινάσσειν τὴν πάπυρον χάριν τοῦ μὴ εὑρεθῆναι ἔνδον σαλαμάνδραν καὶ σβέσαι τὴν κάμινον· ζημιῶδες γὰρ αὐτοῖς τὸ τοι‐ οῦτον καθέστηκεν. ἀλλ’ οὐ μόνον τὸ ἔχειν πόρους τοιούτους ἀπόχρη πρὸς
20τὸ εἶναι καυστόν, ἀλλὰ δεῖ ὑγρότητα ἔχειν παθητικὴν ὑπὸ πυρός, τουτέστιν ἀερώδη καὶ οὐχὶ ὑδατώδη. ἰδοὺ γοῦν τὰ χλωρὰ ξύλα ἐπειδὴ πολλὴν ἔχουσι τὴν ὑδατώδη ὑγρότητα, οὐ κάονται, ἀλλὰ σβέννυσι τὸ πῦρ, ἐπειδὴ οὐχ οἷά τέ ἐστι κρατηθῆναι ὑπὸ πυρὸς ἡ τοιαύτη· τὰ δὲ ξηρὰ ξύλα ἐπειδὴ ἀερώδη ἔχουσι τὴν ὑγρότητα, καίονται. καὶ ὅτι ἀερώδης ἐστὶν ἡ ἐν αὐτοῖς
25ὑγρότης, δῆλον, ἐπειδὴ μάλιστα ταῦτα ἐπινήχονται τῷ ὕδατι. καὶ ταῦτα περὶ τοῦ καυστοῦ καὶ ἀκαύστου. ἐφ’ οἷς λοιπὸν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τελευταίαν ἀντίθεσιν μετέρχεται, λέγω δὴ τὴν τοῦ θυμιατοῦ. καί φησιν, ὅτι θυμιατόν ἐστιν, ἐξ οὗ ἐκκρίνεται μέρος γῆς καὶ ὕδατος ὑπὸ πυρός. καλῶς δὲ πρόσκειται τὸ ‘ὑπὸ πυρόσ‘, ἐπειδὴ γίνεται τούτοις δια‐
30φόρησις καὶ ὑπὸ χρόνου, ἅπερ οὐκ ἔτι εἰσὶ θυμιατά, ἀλλὰ κοπρώδη (δια‐ λύονται γὰρ καθάπερ γῆ τὰ χρόνια θυμιάματα μὴ ἔχοντα θυμίασιν), τὸ δὲ ὑπὸ πυρὸς ἐκκρινόμενον μέρος γῆς καὶ ὕδατος, ἐκεῖνό ἐστι θυμιατόν. ὅθεν τὸ ὕδωρ οὐκ ἂν εἴποιμεν θυμιατόν, ἐπειδὴ θερμαινόμενον ἀτμίδα μόνον
ὑδατώδη ἐκκρίνει, οὐ μὴν καὶ γεώδη οὐσίαν. καὶ ὅτι γεώδη οὐσίαν ἐκ‐331

332

κρίνει τὸ θυμιώμενον, δῆλον, ἐπειδὴ τὰ παρακείμενα οὐ διαίνει, τουτέστιν οὐχ ὑγραίνει, ἀλλὰ μόνον χρωματίζει (μελαίνει γὰρ αὐτά)· ἡ γὰρ ὑγρότης ἐξικμαζομένη ἀναλίσκεται ὑπὸ τοῦ πυρός. εἶτα ὥσπερ ἑαυτοῦ ἐπιλανθανό‐ μενος ὁ φιλόσοφός φησιν, ὅτι τὰ θυμιατὰ διαίνει, καὶ ἄπορος ὁ λόγος.
5δοκεῖ γὰρ ἀντιφάσει περιπεπτωκέναι ὁ φιλόσοφος ποτὲ μὲν λέγων αὐτὸ δι‐ αίνειν, ποτὲ δὲ μὴ διαίνειν. ἢ ῥητέον, ὡς ἐπελύσατο ὁ μέγας φιλόσοφος, ὅτι οὐκ ἀντιφάσει περιπέπτωκεν ὁ Ἀριστοτέλης. τὰ γὰρ θυμιάματα καὶ διαίνει καὶ οὐ διαίνει· διαίνει μὲν τὴν οἰκείαν ἐπιφάνειαν ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καθάπερ οἱ κέραμοι τὴν ἀρχὴν ἐμβληθέντες ἐν τῇ καμίνῳ,
10ὅθεν ἐλέγομεν αὐτοὺς καὶ διαστρέφεσθαι· οὐ διαίνει δὲ τὰ παρακείμενα, ἀλλὰ μόνον μελαίνει. οὕτω τοίνυν ἐπιλύονται τὴν ἀπορίαν. ταῦτα δὲ τὰ θυμιάματα τριττά εἰσιν· ἢ γὰρ ἐν ξυλώδεσι γίνεται ἡ θυμίασις καὶ καλεῖται καπνός, ὥσπερ ἐπὶ τῶν ξύλων, ἢ ἐν λιπαροῖς καὶ γίνεται κνίσσα, ὥσπερ ἐπὶ ἐλαίου ἢ στέατος ἢ λίπους ἢ ἄλλου τινὸς τοιούτου, ἢ ἐν πίοσι καὶ
15λέγεται λιγνύς, ὥσπερ ἐπὶ σαρκὸς λίπος ἐχούσης ἢ λιβάνου ἢ γλυκέος οἴνου. καὶ γὰρ καὶ οὗτος πίων ἐστὶ καὶ λίπος, καθάπερ τὸ μέλι, διὰ τὸ γεώδη πολλὴν ἔχειν οὐσίαν· ὅθεν οὔτε μεθύσκει διὰ τὸ ἀπολωλέναι αὐτὸν τὴν οἰνώδη ποιότητα. ἀλλὰ ζητητέον, τί διαφέρει τὸ λιπαρὸν καὶ τὸ πῖον. διαφέρει, ὅτι τὸ λιπαρὸν ἐνεργείᾳ ἔχει τὴν ὑγρότητα καὶ προφανῶς ὥσπερ
20τοὔλαιον, ὥσπερ τὸ λίπος, τὸ δὲ πῖον οὐκ ἐνεργείᾳ οὔτε προφανῶς, ἀλλὰ μῖγμά ἐστι στερεωτέρου σώματος καὶ ὑγροῦ, ὥσπερ ἐπὶ τῆς σαρκὸς τῆς λίπος ἐχούσης. ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τὴν τούτου διαφοράν. περὶ γὰρ τοῦ λιπαροῦ φησι “χρῖσε δὲ λίπ’ ἐλαίῳ”· περὶ δὲ τοῦ πίονός φησιν ὁ αὐτὸς ποιητὴς “πίονα πενταέτηρον”. καὶ ταῦτα μὲν περὶ θυμιατοῦ. εἶτα
25πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ τοῦ καυστοῦ λόγον καὶ τρία περὶ τούτου παραδίδωσι, τὸν ὁρισμόν, τὴν διαίρεσιν, τὴν πρὸς τὸ τηκτὸν σύγκρισιν. καί φησιν, ὅτι καυστόν ἐστι τὸ εἰς τέφραν διαλυόμενον. τί φής, Ἀριστότελες; πᾶν καυστὸν εἰς τέφραν διαλύεται; οὐκοῦν κατὰ σὲ οὐκ ἔστι τὸ ἄχυρον καυστόν, ἐπειδὴ καιόμενον οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ εἰς λιγνύν. ἢ
30ῥητέον, ὅτι ἡ τοιαύτη λιγνὺς οὐ κυρίως ἐστὶ λιγνύς, ἐπειδὴ οὐκ ἀπὸ πίονός ἐστιν, ἀλλὰ μετρία τέφρα πρὸς τὴν τοῦ ἀχύρου σύστασιν. ἀλλὰ πάλιν καὶ ἡ ἄσβεστος οὐ καυστή, † ἀλλ’ ἐπειδὴ οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ οὐχ ὁμοίαν τῇ τῶν ξύλων, ἀλλ’ ἑτέρᾳ τινί· καὶ γὰρ ἡ κονία οἷον τέφρα τίς ἐστιν. ἀλλὰ πάλιν καὶ ὁ πυρίμαχος λίθος
35οὐ καυστός, ἐπειδὴ οὐ διαλύεται εἰς τέφραν· τοὐναντίον δὲ πήγνυται
τὸ ἀποστάζον. ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι τῷ ὄντι οὐ καυστός332

333

ἐστιν οὗτος, ὅθεν καὶ διὰ τοῦτο πυρίμαχος λέγεται. ὁ μέντοι μυλίας καυστός ἐστιν, ἐπειδὴ τὸ ἀποστάζον εἰς κόνιν διαλύεται, καθάπερ ἡ τίτανος· καὶ θρύπτεται γάρ. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ καυστοῦ. λοιπὸν εἴπωμεν καὶ τὴν τούτου διαίρεσιν. τῶν γὰρ καυστῶν τὰ μὲν φλογιστά
5εἰσι, τὰ δὲ ἀφλόγιστα. καὶ τῶν φλογιστῶν τὰ μὲν καθ’ αὑτά εἰσι φλογιστά, τὰ δ’ οὐ καθ’ αὑτά, ἀλλὰ μετὰ ἄλλων· καὶ τῶν καθ’ αὑτὰ φλογιστῶν τὰ μὲν ἀνθρακευτά εἰσι, τὰ δ’ οὐκ ἀνθρακευτά. αὕτη μὲν ἡ διαίρεσις, λοιπὸν εἴπωμεν παραδείγματα. καυστὰ μὲν γὰρ ἀφλόγιστά εἰσι, τουτέστι μὴ ποιοῦντα φλόγα, ὅσα μὴ ἔχει ἀερώδη ὑγρότητα, οἷον τίτανος, λίθος καὶ
10ὅσα τοιαῦτα· φλογιστὰ δέ, ὅσα ἔχει ἀερώδη ὑγρότητα, ὥσπερ τὰ ξύλα. τούτων δὲ τῶν φλογιστῶν ὅσα ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα οὐ κάονται καθ’ αὑτά, ἀλλὰ μετ’ ἄλλου σώματος, ὥσπερ τοὔλαιον καὶ ἡ πίττα. ταῦτα γὰρ χωρὶς τοῦ συνεκφλογωθῆναι ἑτέροις οὐ κάονται, ὥσπερ τὸ ἔλαιον μετὰ στυπείου ἢ ἅμα τῷ † ταπεινῷ· καὶ αὐτὰ γὰρ συνεκφλογοῦται.
15ὅσα δὲ μηδ’ ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα, ταῦτα κάονται καὶ φλογοῦνται, ὥσπερ τὰ ξύλα. πάλιν δὲ τούτων τῶν καθ’ αὑτὰ ἐκφλογουμένων ὅσα μὲν μᾶλλον γεώδους οὐσίας μετέχουσι, ταῦτα καὶ ἄνθρακας ποιοῦσι καὶ ἀνθρα‐ κευτὰ λέγονται, ὥσπερ τὰ στερεώτερα ξύλα· ὅσα δὲ μᾶλλον ἀερώδους, ταῦτα οὐκ ἀνθρακεύεται, ὥσπερ πάπυρος, χόρτος καὶ ὅσα τοιαῦτα· οὐ ποι‐
20οῦσι γὰρ ἄνθρακας κυρίως, ἀλλὰ τάχιον διαλύονται. εἶτα καὶ ἐπὶ τὴν σύγκρισιν τοῦ φλογιστοῦ καὶ τηκτοῦ μετέρχεται ὁ φιλόσοφος. τῶν γὰρ ὑπὸ πυρὸς πασχόντων τὰ μὲν φλογιστά εἰσι μόνως, οἷον τὰ ξύλα, τὰ δὲ τηκτὰ μόνως, ὥσπερ ὁ χαλκός, τὰ δὲ καὶ φλογιστὰ καὶ τηκτά, ὥσπερ ὁ λιβανωτός (οὗτος γὰρ καὶ τήκεται καὶ ἐκφλογοῦται), τὰ δὲ οὔτε φλογιστὰ
25οὔτε τηκτά, ὥσπερ κέραμος, σίδηρος καὶ ὅσα τοιαῦτα. ὅσα μὲν γὰρ ἀερώδη πολλὴν ἔχει οὐσίαν καὶ ἀθρόαν, τουτέστιν ὑγρότητα, ἐκεῖνα φλο‐ γιστά εἰσιν· ὅσα δὲ ἢ μὴ πολλὴν ἢ μὴ ἀθρόαν, ἀλλὰ διεσπαρμένην, ἐκεῖνα ἄμφω καὶ τήκονται καὶ φλογοῦνται, ὥσπερ ὁ λιβανωτός. ἐκ τούτων οὖν πάντων ἀναφαίνεται, ὅτι καυστόν ἐστι τὸ θυμιατόν. καὶ ταῦτα μὲν ῥητέον
30περὶ τῶν ιη ἀντιθέσεων. ἀλλ’ ἐπειδὴ ταῦτα ἐξ ὕλης καὶ εἴδους γίνονται, ὕλης μὲν ξηροῦ καὶ ὑγροῦ, εἴδους δὲ τῶν ποιητικῶν αἰτίων θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ γίνονται ἐν τοῖς ὁμοιομερέσι, διττὰ δὲ τὰ ὁμοιομερῆ (ἢ γὰρ ἀπὸ τῶν στοιχείων γίνονται ἢ ἀπὸ τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ χαλκὸς καὶ τὰ λοιπὰ μέταλλα), διττὰ δὲ καὶ τὰ ἀπὸ τῶν στοιχείων ὁμοιο‐
35μερῆ (ἢ γὰρ ἐν ζῴοις ἐστίν, ὥσπερ νεῦρα, ὀστᾶ, σάρκες καὶ τὰ ὅμοια, ἢ ἐν φυτοῖς, ὥσπερ φλοιός, ξύλον, ῥίζα καὶ ὅσα τοιαῦτα), ἐφεξῆς ὁ φιλόσοφος τὴν τούτων διάγνωσιν ἡμᾶς διδάσκει, τίνα μὲν ὑπὸ θερμοῦ πάσχει, τίνα δὲ ὑπὸ ψυχροῦ. ἀλλ’ ἐπειδὴ ἡ διάγνωσις ἢ ἀπὸ τῶν ποιητικῶν αἰτίων ἐστί,
τουτέστι τοῦ εἴδους, ἢ ἀπὸ τῶν ὑλικῶν, ἔστι δ’ ἡ μὲν ἀπὸ τοῦ εἴδους333

334

διάγνωσις ἀπόδειξις, ἡ δ’ ἀπὸ τῆς ὕλης τεκμήριον (ἀπὸ γὰρ τοῦ πάθους τοῦ ποιοῦντος τεκμαιρόμεθα), κυριωτέρα δέ ἐστιν ἡ ἀπόδειξις τεκμηρίου, ὅσον καὶ τὸ ποιητικὸν τοῦ παθητικοῦ, τούτου χάριν ὁ φιλόσοφος προτάττει τὴν ἀπὸ τοῦ ποιοῦντος διάγνωσιν, εἶθ’ οὕτως ἐπάγει καὶ τὴν ἀπὸ τῆς
5ὕλης. τί δ’ ἔστιν αὕτη, ἡ ἐφεξῆς ἡμῖν θεωρία παραστήσει.
6nἜστι δὲ καυστ, ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς
7nκαὶ ὑγρότητα ἐν τοῖς κατ’ εὐθυωρίαν πόροις ἀσθενέστερον πυρός.
8 Ἰδοὺ τὰ εἴδη τοῦ καυστοῦ νῦν παραδίδωσι, τὸ ἔχειν πόρους δεκτικοὺς καὶ ὑγρότητα παθητικὴν ὑπὸ πυρὸς ἐν τοῖς πόροις, διὰ τὰ χλωρὰ ξύλα.
10nΘυμιατὰ δ’ ἐστὶ τῶν σωμάτων, ὅσα ὑγρότητας ἔχει
11nμέν, οὕτω δ’ ἔχει, ὥστε μὴ ἐξατμίζειν πυρουμένων χωρίς.
12 Τί φησιν; ὅτι ἐκεῖνά εἰσι θυμιατά, ἅπερ ἔχει ὑγρότητα συνεξατμιζο‐ μένην τῇ οὐσίᾳ τῇ γεώδει ἐν τῇ πυρώσει, οὐ καθ’ ἑαυτὴν δ’ ἐξατμιζο‐ μένην καὶ χωρὶς τῆς γεώδους οὐσίας. ὅθεν τὸ ὕδωρ οὐκ ἔστι θυμιατὸν
15διὰ τὸ τὴν ὑγρότητα μόνην ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου ἢ ὑπὸ πυρὸς χωρὶς γεώδους οὐσίας.
17nἜστι γὰρ ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ εἰς ἀέρα καὶ
18nπνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντικ.
19Νῦν τὴν θυμίασιν ὁρίζεται, ὅτι θυμίασίς ἐστιν ἀτμὶς ὑπὸ θερμοῦ
20καυστικοῦ. καλῶς δὲ προσέθηκε τὸ ὑπὸ θερμοῦ διὰ τὰ ὑπὸ χρόνου ἐξ‐ ατμίζοντα· ἐκεῖνα γὰρ οὐ θυμιῶνται, ἀλλὰ διαλύονται. καλῶς δὲ καὶ τὸ ὑπὸ καυστικοῦ θερμοῦ πρόσκειται, ἐπειδὴ τὸ ἡλιακὸν θερμὸν οὕτως οὐ ποιεῖ τὴν ἐξάτμισιν τῶν θυμιωμένων· οὐ γάρ ἐστι καυστικόν. εἰς ἀέρα δ’ εἶπεν, ἵνα σημάνῃ τὴν ἐκκρινομένην ὑγρὰν οὐσίαν, εἰς πνεῦμα δὲ διὰ
25τὴν γεώδη, τουτέστι τὴν λιγνύν. εἶτα προσέθηκεν ἐξ ὑγροῦ διαντικ. καὶ ἄπορος ὁ λόγος, πῶς εἶπε διαίνειν τὰ θυμιώμενα. ἢ διαίνει μὲν αὐτά, τουτέστι τὴν οἰκείαν ἐπιφάνειαν· ὁρῶμεν γάρ, ὅτι καὶ λιβανωτὸς καὶ στύραξ θυμιώμενα ὑγραίνονται μὲν αὐτά, οὐχ ὑγραίνουσι δὲ τὰ παρακείμενα, ἀλλὰ χρώννυσιν. ὅθεν παρακατιὼν ἐρεῖ αὐτὰ μὴ διαίνειν.
30nΤὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται.
31Τὴν ἑτέραν τῶν θυμιατῶν λέγει διαφόρησιν τὴν διὰ τοῦ χρόνου.334

335

(1n)

Διαφέρει δὲ αὕτη ἡ ἔκκρισις, ὅτι οὐ διαίνει οὔτε πνεῦμα
2nγίνεται.
3 Ποία; ἡ ὑπὸ τοῦ χρόνου. καὶ ὅρα, πῶς ταῦτα λέγει μὴ διαίνειν μήτε πνεῦμα ποιεῖν, τουτέστι λιγνύν, ὡς τῆς ἑτέρας διαινούσης καὶ χρωννύσης.
5nἜστι δὲ πνεῦμα ῥύσις συνεχὴς ἀέρος ἐπὶ μῆκος.
6 Πνεῦμα νῦν λέγει οὐ τὸν ἄνεμον (ἀνωτέρω γὰρ κατέτρεχεν Ἱππο‐ κράτους ὡς λέγοντος τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα), ἀλλὰ πνεῦμα νῦν λέγει τὴν λιγνὺν τὴν ἐκ τῶν θυμιωμένων ἐκκρινομένην ἐκ τῆς γεώδους καὶ ἀερώδους οὐσίας τῆς ἐν αὐτοῖς· περὶ γὰρ τούτων ἦν καὶ ὁ λόγος.
10nΘυμίασις δ’ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκ‐
11nκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως. διόπερ οὐ διαίνει, ἀλλὰ
12nχρωματίζει.
13 Πάλιν ἐπαναλαμβάνει τὸν ὁρισμὸν τῆς θυμιάσεως τρανοτέραν αὐτὴν λέγων. καλῶς εἶπεν ἀθρόως διὰ τὸ συνεχῆ αὐτὴν εἶναι καὶ μὴ διεσπα‐
15σμένην, εἴ γε προσεχῶς ἔλεγε τοῦτο πνεῦμα ῥύσιν εἶναι συνεχῆ ἀέρος. ὅρα, πῶς νῦν λέγει αὐτὴν οὐ διαίνειν. εἴρηται δ’ ἡ ἐπίλυσις.
17nἜστι δ’ ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός.
18 Ἐντεῦθεν τὴν διαφορὰν παραδίδωσι τῶν θυμιαμάτων, ὅτι τὰ μὲν ξυλώδη ὄντα καὶ καπνώδη ἔχει τὴν θυμίασιν, ὥσπερ ὀστᾶ, τρίχες, ὄνυχες
20καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ ἀναλογεῖ τοῖς ξύλοις ὡς γεώδους ὄντα καὶ ἀερώδους οὐσίας. ὅθεν καὶ Ἐμπεδοκλῆς μετὰ τῶν ξύλων * τὰ τοιαῦτα λέγων· ‘ταῦτα δέ ἐστι τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά, καὶ † φολιδονίδες γίνονται ἐπὶ στιβαροῖσι μελέεσσιν‘. ὅσα δέ εἰσι λιπαρὰ τῶν θυμιαμάτων, κνισσώδη ἔχουσι τὴν θυμίασιν, ὡς λίπος, ἔλαιον καὶ τὰ τοιαῦτα· ὅσα δὲ
25πίονά εἰσι, ταῦτα λιγνυώδη, ὥσπερ σάρκες, γλεῦκος, μέλι καὶ τὰ τοιαῦτα.335

336

(1n)

Διὰ τοῦτο ἔλαιον οὐχ ἑψᾶται οὔτε παχύνεται, ὅτι
2nθυμιατόν ἐστιν, ἀλλ’ οὐκ ἀτμίς· τὸ ὕδωρ δὲ οὐ θυμιατόν, ἀλλ
3nἀτμιστόν.
4Ἐπειδὴ εἶπεν, ὅτι τὸ ἔλαιον λιπαρὸν ὂν θυμιώμενον κνίσσαν ποιεῖ,
5κατασκευάζει, ὅτι λιπαρόν ἐστι, καί φησιν, ὅτι διὰ τοῦτο οὐχ ἑψᾶται οὔτε παχύνεται. καὶ μήν, Ἀριστότελες, ἀνωτέρω ἔλεγες τὸ ἔλαιον παχύνεσθαι ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ἢ ἑψᾶσθαι. ἀλλὰ μὴν ἀκουστέον, ὅτι οὐ κάε‐ ται τὸ ἔλαιον καθ’ αὑτό, ἐὰν μὴ μετὰ ἑτέρας ὕλης. ‘παχύνεσθαι‘ δὲ τὸ πήγνυσθαι λέγει. διὰ τοῦτο γάρ, φησίν, οὔτε κάεται καθ’ αὑτὸ οὔτε πή‐
10γνυται, ἐπειδὴ λιπαρὸν ὂν καὶ γλίσχρον οὐκ ἐξατμίζεται ἡ ἐν αὐτῷ ὑγρότης ὑπὸ τοῦ πυρός· κατέχει γὰρ αὐτὴν διὰ τὸ εἶναι γλίσχρον. τὸ δὲ ὕδωρ τὸ ἀνάπαλιν ἐξατμίζεται διὰ τὸ μὴ εἶναι γλίσχρον, ὅθεν παχύνεται.
13nΟἶνος δ’ ὁ μὲν γλυκὺς θυμιᾶται. πίων γάρ, καὶ ταὐτὰ
14nποιεῖ τῷ ἐλαί.
15 Ποῖα; τὸ μὴ πήγνυσθαι ὑπὸ ψύχους, τὸ παχύνεσθαι ὑπὸ θερμοῦ, τὸ μὴ μεθύσκειν. καὶ ταῦτα γὰρ ποιεῖ τὸ ἔλαιον.
17nὉ τυχὼν δ’ οἶνος μικρὰν ἔχει θυμίασιν, διὰ ἀνίησι
18nφλόγα.
19Ὁ τυχὼν τῆς τοῦ οἴνου φύσεως οἶνος, τουτέστιν οἰνώδης, μικρὰν ἔχει
20θυμίασιν ἅτε ὑδατωδέστερος ὢν καὶ λεπτός. διὸ καὶ ἧττον φλογοῦται ἤπερ ὁ γλυκύς.
22nΚαυστὰ δ’ εἶναι δοκε, ὅσα εἰς τέφραν διαλύεται τῶν
23nσωμάτων.
24Ἐπαναλαμβάνει πάλιν τὸν περὶ καυστῶν λόγον καὶ τὸν ὁρισμὸν αὐτῶν
25λέγει, ὅθεν ἠπορήσαμεν τὰς τρεῖς ἀπορίας.
26nΠάσχει δὲ τοῦτο πάντα, ὅσα πέπηγεν ὑπὸ θερμοῦ ἢ
27nπ’ ἀμφοῖν, ψυχροῦ τε καὶ θερμο.
28***336

337

(1n)

Τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά εἰσι, τὰ δὲ ἀφλόγιστα.
2Ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν.
3nἜστι δὲ φλογιστ, ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά εἰσιν.
4Οἷον τὰ χλωρὰ ξύλα. διὰ τοῦτο γὰρ ταῦτα οὔκ εἰσι θυμιατὰ καὶ τὰ
5ὅμοια. θυμιατὰ δ’ εἶπεν, ἵνα ἐκφύγῃ τὰ γῆς ὄντα μόνα· οὔτε γὰρ ταῦτα φλογοῦνται, ὥσπερ ὁ κέραμος, ὅθεν οὔτε θυμιᾶται.
7nἜτι δ’ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά εἰσιν, οἷον χαλκός.
8Ἐνταῦθα τὴν σύγκρισιν τηκτοῦ καὶ φλογιστοῦ παραδίδωσιν.
9nΦλογιστὰ δ’ εἰσὶ τῶν θυμιατῶν, ὅσα μὴ τηκτά εἰσι
10nδιὰ τὸ μᾶλλον εἶναι γῆς.
11***
12nΚαὶ ὅσα ἥκιστα κάεται μόνα, ὅτι ὀλίγον ξηροῦ ἔχει, ἡ
13nδὲ μετάβασις διὰ τούτου, μετὰ δ’ ἑτέρου τάχιστα.
14Ἥκιστα ‘οὐδ’ ὅλωσ‘ ἀκουστέον ἢ ὀλίγως καθ’ ἑαυτὸ λέγει κάεσθαι τὸ
15ἔλαιον, ἐπειδὴ ὀλίγιστον ἔχει τὸ ξηρόν, ὅπερ ἐστὶ συγγενὲς τῷ πυρί, πολὺ δὲ ὑγρόν. ἡ οὖν μετάβασις εἰς πῦρ διὰ τοῦ ἐν αὐτῷ ξηροῦ γίνεται. μάλιστα δ’ εἰς πῦρ μεταβάλλει μετ’ ἄλλης τινὸς ὕλης, οἷον στυπείου· τηνικαῦτα γὰρ καὶ ὕλη γίνεται τοῦ πυρὸς ὡς ἀερώδης.
19nΤούτοις δὲ τοῖς παθήμασι καὶ ταύταις ταῖς διαφοραῖς
20nτὰ ὁμοιομερῆ τῶν σωμάτων, ὥσπερ εἴρηται, διαφέρει ἀλλήλων.
21 Ποίοις παθήμασι; τῷ ψύχεσθαι, τῷ παχύνεσθαι καὶ μὴ παχύνεσθαι, τῷ κάεσθαι ἢ θυμιᾶσθαι, ἅπερ εἰσὶν ἁπτικὰ πάθη, τούτοις τοῖς πάθεσι διαφέρουσιν ἀλλήλων τὰ ὁμοιομερῆ· ποῖα; τά τε ὑπὸ τῶν τεσσάρων στοι‐ χείων γεγενημένα, οἷον τὰ ἐν τοῖς ζῴοις καὶ τοῖς φυτοῖς, τά τε ἐκ τῆς
25διττῆς ἀναθυμιάσεως, οἷον τὰ μέταλλα. οὐ μόνον δὲ τούτοις διαφέρουσιν
ἀλλήλων, ἀλλὰ καὶ κατὰ τὰς γευστὰς καὶ ὀσφρητὰς ποιότητας· περὶ ὧν οὐ337

338

νῦν καιρὸς λέγειν (εἴρηται γὰρ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ), ἀλλὰ περὶ μόνων τῶν ἁπτικῶν παθῶν. ἀλλὰ τὴν διάγνωσιν ποιησόμεθα ἔκ τε τῶν ποιούντων ἔκ τε τῶν πασχόντων, ὡς εἴρηται, ποῖα μὲν τῶν ὁμοιο‐
μερῶν γῆς μόνον, ποῖα δὲ ὕδατος μόνον, ποῖα δὲ γῆς καὶ ὕδατος.338