TLG 4019 001 :: OLYMPIODORUS :: Prolegomena

OLYMPIODORUS Phil., Neoplatonicus, fiq Olympiodorus Alchem.
(Alexandrinus: A.D. 6)

Cf. et OLYMPIODORUS Alchem. (2589)

Prolegomena

Source: Busse, A. (ed.), Olympiodori prolegomena et in categorias commentarium [Commentaria in Aristotelem Graeca 12.1] Berlin: Reimer, 1902: 1–25.

Citation: Page — (line)

1

(1t)

ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΛΟΓΙΚΗΣ.
2t〈Θεωρία αʹ.〉
3 Ἐπειδὴ πηγῆς ἐθέλομεν ἀπολαύειν ἀγαθῶν, σπουδὴ παρὰ ἡμῖν τῆς Ἀριστοτέλους φιλοσοφίας ἀντέχεσθαι, τῇ τῶν ἀγαθῶν ἀρχῇ χορηγούσης
5τὸ ζῆν, οὐχ ἥκιστα δὲ καὶ φωτεινὴν διάνοιαν ποδηγούσης εἰς τὴν τῶν ζητουμένων ἀκρίβειαν· φέρε πρὸς κατόρθωσιν τοῦ ποθουμένου, τριῶν τινων ἅμα ἀρχόμενοι, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλο‐ σοφίας, ἑκάστου τούτων τὰ προλαμβανόμενα ζητήσωμεν [τοῦ συγγράμματος], τοῦτ’ ἔστι τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου, φημὶ δὲ τῆς λογικῆς, καὶ
10τῆς ἐπιστήμης, τοῦτ’ ἔστι τῆς Ἀριστοτέλους φιλοσοφίας. διὰ μὲν οὖν τὰς Κατηγορίας, τοῦτ’ ἔστι τὸ σύγγραμμα, ζητήσωμεν ἕξ τινα, πάντοτε εἰω‐ θότα παντὸς βιβλίου προλέγεσθαι, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸν συγγραφέα, τὴν διασκευὴν τοῦ βιβλίου. διὰ δὲ τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, ζητήσωμεν πότερον μέρος ἢ
15ὄργανον τῆς φιλοσοφίας ἡ λογική. διὰ δὲ πᾶσαν τὴν Ἀριστοτέλους φιλο‐ σοφίαν δέκα τινά· πρῶτον μὲν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, τρίτον πόθεν δεῖ τῶν Ἀριστοτέλους βιβλίων ποιήσασθαι τὴν ἀρχήν, τέταρτον τίς ὁ τούτων βαθμὸς καὶ διὰ τίνων ἐπὶ τὸ ταύτης τέλος πορευόμεθα, πέμπτον τί τὸ ἀναφαινό‐
20μενον χρήσιμον ἐκ τοῦ τέλους τῆς φιλοσοφίας, ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τίνος χάριν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ἔνατον τί τὸ εἶδος τῆς ἀπαγγελίας καθέστηκεν, δέκατον πόσα καὶ τίνα δεῖ ἑκάστου συγγράμματος προλέγεσθαι.
25Οὐκοῦν ἐπειδὴ τοῦτον 〈τὸν〉 σκοπὸν ἔχομεν, τῶν προτεθέντων τριῶν ζητῆ‐
σαι τὰ προλαμβανόμενα, ζητητέον καὶ ἐν αὐτοῖς τούτοις πόθεν δεῖ τὴν ἀρχὴν1

2

ποιήσασθαι τῆς διδασκαλίας, ἆρα ἀπὸ προτέρων τῶν Κατηγοριῶν, ἆρα ἀπὸ τῆς μεθόδου, ἢ ἀπ’ οὐδετέρου, ἀλλὰ μᾶλλον ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας. λέγω τοίνυν ὅτι δεῖ προηγεῖσθαι τὰ ζητού‐ μενα κατὰ τῆς Ἀριστοτέλους φιλοσοφίας ἤπερ τὰ τῶν Κατηγοριῶν καὶ τῆς
5μεθόδου διὰ δύο αἰτίας τινάς, διὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας· ζηλωταὶ γὰρ τούτων γινόμεθα, τῶν μὲν ἐπιστημῶν, διότι φίλον αὐταῖς ἀπὸ τῶν καθολικωτέρων ποιεῖσθαι τὴν ἀρχήν, ὅπερ καὶ ἐπὶ τῆς φιλοσοφίας εὑρίσκομεν· καὶ γὰρ αὕτη καθολικωτέρα μέν ἐστι τῆς λογικῆς, ἡ δὲ λογικὴ τῶν Κατη‐ γοριῶν. τῶν δὲ τεχνῶν ζηλωταὶ γινόμεθα ἀρχόμενοι ἀπὸ τῶν προλαμβανο‐
10μένων τῆς Ἀριστοτέλους φιλοσοφίας, ἐπειδὴ ὃν τρόπον ἐκεῖναι τὸ τέλος τῆς θεωρίας ἀρχὴν ποιοῦσι τῆς πράξεως, ὡς ἔχει, εἰ τύχοι, ἐπὶ οἰκοδόμου οἰκοδομοῦντος οἶκον, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν Κατηγοριῶν τὴν ἀρχὴν ποιη‐ σάμενοι ἀνήλθομεν ἐπὶ τὴν λογικήν, ἀπὸ δὲ τῆς λογικῆς ἐπὶ τὴν Ἀριστο‐ τέλους φιλοσοφίαν, ὅπερ τέλος μὲν γέγονε τῆς θεωρίας ἀρχὴ δὲ γενήσεται
15τῆς πράξεως. οὐκοῦν ἐπειδὴ ἔδοξεν ἡμῖν καὶ καλῶς ἔδοξεν τὴν ἀρχὴν ποιήσασθαι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, δεῖ δὲ τὰ δέκα ἐκεῖνα πρῶτον φανερὰ γενέσθαι τὰ ἤδη εἰρημένα, πρῶτον μὲν τὸ πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον δὲ τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, καὶ τρίτον τίς ἡ ἀρχή, τέταρτον τίς ἡ ὁδός,
20πέμπτον τί τὸ τέλος, ἕκτον τὸ ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν, δέκατον πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, φέρε ζητήσωμεν εὐλόγως δι’ ἣν αἰτίαν μήτε πλείονα μήτε ἐλάττονα τῶν δέκα ὀφείλει ζητεῖσθαι. καὶ
25ἐπειδὴ τοῦτον ἔχομεν τὸν σκοπόν, διαιρετικῇ τινι μεθόδῳ ὑποβάλλωμεν τὸν λόγον δεικνύντες ἀναγκαῖα εἶναι πρὸς ζήτησιν ταῦτα μόνα τὰ δέκα, ἐκεῖνο ἐν νῷ ἔχοντες τὸ τοῦ θείου Πλάτωνος ἀπόφθεγμα τὸ λέγον ὅτι τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν. ἡ φιλοσοφία τοίνυν καὶ ὀνο‐ μάζεται καὶ ὑφέστηκεν. καὶ διότι μὲν ὀνομάζεται, ποιεῖ τὸ πρῶτον κεφά‐
30λαιον, ἐν ᾧ ζητοῦμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων. καθὸ δὲ ὑφέστηκεν, ἢ καθ’ αὑτὴν ἢ ἐν σχέσει θεωρεῖται. καὶ ἐν σχέσει τινὶ θεωρουμένη, ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἡμᾶς. καὶ πρὸς ἑαυτὴν ἢ κατὰ διαίρεσιν ἢ κατὰ συνέχειαν. καὶ διότι μὲν ἐν διαιρέσει ἐστίν, ζητοῦμεν τὸ δεύτερον κεφά‐ λαιον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, διότι δὲ ἐν συν‐
35εχείᾳ ἐστί, ποιεῖ τὰ τρία κεφάλαια, τίς ἡ ἀρχή, τίς ἡ ὁδός, τί τὸ τέλος· καὶ εἰκότως τρία, διότι πᾶσα συνέχεια καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος. ὅτε δὲ πρὸς ἡμᾶς ἔχει τὴν σχέσιν, πάντως ἢ πρὸς τὸν μανθάνοντα ἔχει ἢ πρὸς τὸν διδάσκοντα, καὶ ποιεῖ δύο κεφάλαια, ἓν μὲν τὸ λέγον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, δεύτερον δὲ τὸ ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον. εἰ
40δὲ καθ’ ἑαυτήν ἐστι, καὶ λέξιν ἔχει καὶ διάνοιαν· καθὸ μὲν οὖν λέξιν ἔχει,
ποιεῖ ἄλλα δύο τινὰ κεφάλαια, ποῖόν τι τὸ εἶδος τῆς ἀπαγγελίας καὶ διὰ2

3

τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος. καθὸ δὲ διάνοιαν ἔχει, ποιεῖ τὸ τελευταῖον κεφάλαιον, τὸ ζητοῦν πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἐπὶ τῆς Ἀριστοτέλους φιλοσοφίας ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. οὐκοῦν ἐπειδὴ ἐδείξαμεν ἀναγκαῖα δέκα μόνον ὄντα τὰ ζητούμενα τῇ διαιρετικῇ
5μεθόδῳ, φέρε ἐπεξέλθωμεν ἕκαστον τῶν εἰρημένων πολυπραγμονοῦντες τὴν φύσιν αὐτοῦ. καὶ τέως ἐπεξέλθωμεν τῷ πρώτῳ κεφαλαίῳ τῷ παραγ‐ γέλλοντι δεῖν ζητῆσαι πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων τῶν φιλοσόφων. Λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων· ἢ ἀπὸ τῶν αἱρεσιαρχῶν, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ἢ ἐκ τοῦ
10τόπου ἔνθα ἐπαίδευον, ἢ ἐκ τοῦ εἴδους καὶ τοῦ τρόπου τῆς ζωῆς, ἢ ἐκ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ἢ ἀπό τινος συμβεβηκότος, ἢ ἀπὸ τοῦ τέλους. ἀπὸ μὲν τῶν αἱρεσιαρχῶν, ὡς ὅταν εἴπωμεν Πυθαγορείους, Δημοκριτείους, Ἐπικουρείους ἔκ τε Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου, οἵτινες τῆς τούτων προκατήρξαντο αἱρέσεως.
15ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων. ἀπὸ δὲ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὡς Στωϊκοὶ ὀνομάζονται διὰ τὸ ἐν τῇ ποικίλῃ στοᾷ Ζήνωνα διατρίβοντα παιδεύειν, ἐκεῖσε ἔνθεν καὶ
20τὴν ἐπωνυμίαν ἡ τούτου λέληχεν αἵρεσις. ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας· ἢ ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν ἐσθίοντες ἐπ’ ἀγορᾷ καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύ‐ λακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ,
25ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὖν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν· ἀμέλει τοι καὶ ὁ
30Πλάτων φησὶ περὶ αὐτῶν ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον‘. ἀπὸ δὲ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ὠνο‐ μάσθησαν αἱρέσεις, ὥσπερ φαμὲν τοὺς Ἐφεκτικούς, οἵτινες περὶ τὴν τῶν πραγμάτων φύσιν καταγιγνόμενοι καὶ ταύτην ζητοῦντες καὶ μὴ δυνηθέντες ταύτην κατορθῶσαι ἀκαταληψίαν ἐνόουν. πρὸς ἐπὶ ταύτῃ δὲ ἔλεγον καὶ
35ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθές ἐστι. τούτων καὶ ἡ τρίπους ἡ καλου‐ μένη Ἀπόλλωνος ἦν. τρίπους δὲ Ἀπόλλωνος ἐλέγετο, διότι περὶ παντὸς πράγματος ἐρωτώμενοι τὴν ἀπόκρισιν ἐποιοῦντο τριπλῆν, λέγοντες ἢ ἀμφότερα
εἶναι ἢ οὐδέτερον ἢ τὸ ἕτερον, οἷον ὡς ἔχει ἐπὶ τῆς ψυχῆς· ἐρωτώμενοι3

4

γάρ, εἰ τύχοι, τί ἐστιν ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἀποκρίνονται λέγοντες ὅτι ἢ ἀμφότερα, τοῦτ’ ἔστι θνητὴ καὶ ἀθάνατος, ἢ οὐδέτερον, οὐδὲ θνητὴ οὐδὲ ἀθάνατος, ἢ τὸ ἕτερον· καὶ τοῦτο διχῶς, ἢ θνητὴ ἢ ἀθάνατος. ταῦτα τοίνυν ἐκείνων λεγόντων ὁ θεῖος Πλάτων καὶ Ἀριστοτέλης ἐλέγχοις δυσω‐
5ποῦσιν τὴν αἵρεσιν τούτων, ὁ μὲν Πλάτων λέγων οὕτως· ὑμεῖς οἱ πρε‐ σβεύοντες ἀκαταληψίαν ἢ ἐπέγνωτε ὅτι ἔστιν ἀκαταληψία ἢ οὐκ ἔγνωτε· εἰ μὲν οὖν μὴ ἔγνωτε, πῶς ὑμῖν πιστεύσωμεν ἀπὸ γνάθων ἀποφαινομένοις; εἰ δὲ ἔγνωτε ὅτι ἀκαταληψία ἔστιν, ἰδοὺ πάλιν ἔστι κατάληψις· κατελάβετε γὰρ ὅτι ἔστιν ἀκαταληψία. ὁ δὲ Ἀριστοτέλης πρὸς Πρωταγόραν οἰόμενον, ὡς
10εἴρηται, τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθὲς εἶναι, ταυτί φησιν· εἴ τε ψεύδεται Πρω‐ ταγόρας, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας, ψεύδεται· εἴ 〈τε〉 γὰρ ψεύδεται λέγων Πρωταγόρας ἀκαταληψίαν, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας λέγων ὅτι πᾶς ὁστισοῦν πρεσβεύει τι περί τινος ἀληθεύει, δοξάζομεν δὲ ἡμεῖς ὅτι ἔστι κατάληψις, οὐκοῦν δῆλον ὅτι ἀληθῶς καὶ ἔστι κατάληψις· εἰ δὲ
15ἔστι κατάληψις, ψεύδεται Πρωταγόρας. ὁ δὲ Γαληνὸς ἐλέγχει τούτους ἀπὸ τῆς ἐναργείας, λέγων ὅτι ‘εἰ μὴ ἔστι κατάληψις καὶ ἔστι ὡρισμένη ἡ φύσις τῶν πραγμάτων, τί δήποτε ὕδωρ μὲν ζητοῦντες οὐκ ἐπὶ κάμινον βαδιού‐ μεθα, τροφὴν δὲ ὁμοίως ζητοῦντες οὐκ ἐπὶ θάλατταν βαδιούμεθα;‘ ἀλλ’ ἐπειδὴ ἱκανοὶ ἔλεγχοι εἴρηνται πρὸς αὐτούς, φέρε ζητήσωμεν ἀπὸ ποίας
20ἐννοίας ὁρμώμενοι ἐπρέσβευσαν ἀκαταληψίαν εἶναι. φαμὲν τοίνυν ὡς τοιού‐ των λόγων κεχρημένοι ἐπρέσβευον ἀκαταληψίαν· ἔλεγον γὰρ ὡς δεῖ τὸ γιγνῶσκον ἐφαρμόζειν τῷ γιγνωσκομένῳ· ἀλλ’ εἰ μέλλοι, φασίν, ἐφαρμόζειν τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ, δεῖ στάσιμον εἶναι καὶ βέβαιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ γιγνωσκόμενον· εἰ δὲ καὶ κινοῖτο, δεῖ συγκινεῖσθαι καὶ
25μεταβαίνειν τὸ γιγνῶσκον μετὰ τοῦ γιγνωσκομένου. ἀλλὰ μὴν τὰ μὲν γιγνωσκόμενα, τοῦτ’ ἔστι τὰ πράγματα, ῥευστὰ καὶ μετάβλητα καὶ οὐ μόνιμα τυγχάνει, ἡ δὲ ψυχὴ ἡ ταῦτα γιγνώσκουσα οὔτε κινεῖται οὔτε συνακολουθεῖ τούτοις· δῆλον ἄρα ὅτι οὐκ ἔστι κατάληψις. ταύτης μὲν οὖν τῆς ἐννοίας ἐχόμενοι τοιούτῳ λόγῳ ἐκέχρηντο πρὸς πίστιν τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως.
30ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὡς οὐκ ὀρθὰ πρεσβεύετε μὴ λέγοντες συγκινεῖσθαι τοῖς πράγμασι τὴν ψυχήν· ὅτι μὲν γὰρ οὐκ ἔχει στάσιν τὰ γεννητὰ καὶ φθαρτὰ δῆλον, ὡς καὶ αὐτὴ ἡ φύσις τῶν πραγμάτων μαρτυρεῖ καὶ ἔτι μέντοι γε τὸ ἀπόφθεγμά τινος ἀρχαίου τὸ λέγον ὅτι ὃν τρόπον ἀδύνατόν ἐστιν ἐν τῷ αὐτῷ ποταμῷ δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὸ
35αὐτὸ ὑποκείμενον (καὶ τί λέγω, φησὶν ἕτερος, [εἶπεν] ὅτι οὐ δυνατὸν δὶς
ἐμβῆναι εἰς τὸ αὐτὸ ὕδωρ, ὅπου γε καὶ οὐδὲ ἄπαξ; ἄλλῳ γὰρ ὕδατι κλύ‐4

5

ζονται μέν, εἰ τύχοι, δάκτυλοι ἄλλῳ δὲ πούς), οὕτως οὐδὲ τὰ πράγματα δυνατὸν στάσιν ἔχειν, ἀλλὰ μεταβάλλεσθαι ἀεί. τὴν δὲ ψυχὴν εὑρίσκομεν ὅτι μὴ μόνον κατόπιν ἐρχομένην τῶν πραγμάτων ἀλλὰ καὶ τῇ ὀξύτητι τῆς κινήσεως ἔστιν ὅτε καὶ προλαμβάνουσαν, ὡς δηλοῦσιν αἱ μαντεῖαι καὶ αἱ
5προρρήσεις τῶν ἡλιακῶν, εἰ τύχοι, ἐκλείψεων· ταῦτα γὰρ σημεῖά ἐστι προ‐ γιγνωσκούσης ψυχῆς τὰ πράγματα. Οὕτω μὲν οὖν ἀπὸ τοῦ τρόπου τῆς γνώσεως ὀνομάζονται αἱρέσεις. ἔστι δὲ ὅτι ἀπὸ τοῦ τέλους ἐκαλοῦντο αἱ αἱρέσεις, ὡς οἱ καλούμενοι Ἡδονι‐ κοί· οὗτοι γὰρ τέλος τιθέμενοι εἶναι τὴν ἡδονὴν τῆς φιλοσοφίας καὶ πάν‐
10των τῶν ὄντων, ἡδονὴν δὲ οὐ τὴν αἰσχρὰν οὔτε τὴν τοῖς πολλοῖς ἐγνω‐ σμένην, μετειλήφασι τοῦ ὀνόματος καὶ ἐκαλοῦντο Ἡδονικοί. ἀλλ’ ἰστέον ὅτι οὐ καλῶς τὴν ἡδονὴν ἐτίθεντο τέλος εἶναι· τέλος γάρ ἐστιν ἡ εὐδαιμονία. ἡ δὲ εὐδαιμονία τριχῶς θεωρεῖται· καὶ περὶ ψυχήν, ὅτι ἐπανθεῖ ταύτῃ ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη, καὶ περὶ σῶμα, ὅτι εὐεξίας μετέχει πρὸς τὸ
15ταῖς ψυχικαῖς ὑπουργεῖν ἀρεταῖς, καὶ πρὸς τὰ ἐκτός, ὅτι ** τις εὐδαίμων καθέστηκεν. ἡμεῖς δὲ τὴν ἡδονὴν οὐ τέλος φαμὲν ἀλλὰ τῷ τέλει ἑπο‐ μένην, ὥσπερ τὴν σκιὰν λέγομεν ἕπεσθαι τοῖς φωτιζομένοις σώμασιν, ὁπόταν μὴ κατὰ κορυφῆς ᾖ ὁ ἥλιος. ἀπὸ δὲ συμβεβηκότος φαμὲν ὀνομάζεσθαι τὰς αἱρέσεις, ὡς Περιπατητικούς φαμεν. Περιπατητικοὶ δὲ ὠνομάσθησαν
20ἀπό τινος αἰτίας τοιοῦτον ἐχούσης τὸν τρόπον· ὁ θεῖος Πλάτων οἰόμενος ἔχειν τὸ σῶμα ὑγιὲς καὶ ἀνεμπόδιστον πρὸς τὰς τῆς ψυχῆς ἐνεργείας, κινού‐ μενος τὴν πρὸς τοὺς ἑταίρους ἐποιεῖτο συνουσίαν. τελευτήσαντος δὲ τούτου διεδέξαντο τὴν διατριβὴν αὐτοῦ Ξενοκράτης καὶ Ἀριστοτέλης, [καὶ] οἱ τού‐ του μαθηταί. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευεν ἐν Ἀκαδημίᾳ καὶ ἐλέγετο
25μετὰ τῶν σὺν αὐτῷ Ἀκαδημαϊκὸς Περιπατητικός, ὁ δὲ Ἀριστοτέλης ἐν τῷ Λυκείῳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Λύκειος Περιπατητικός. ὕστερον τοῖς μὲν Ξενοκράτους ἔλειψεν ἡ ἐνέργεια καὶ ἐκλήθησαν μόνως Ἀκαδημαϊκοί, τοῖς δὲ Ἀριστοτέλους ὁ τόπος καὶ ἐκλήθησαν μόνως Περιπατητικοί. καὶ εἰκότως οὐκ ἔλειψεν ἡ ἐνέργεια τούτοις· ἔπρεπεν γὰρ Ἀριστοτέλει τῶν δογ‐
30μάτων τοῦ διδασκάλου ἀνάπλεῳ ὄντι καὶ τῆς προσηγορίας αὐτοῦ τυχεῖν. καὶ ἐν τούτοις πληροῦται καὶ ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων ἑπταχῶς ληφθεῖσα. καὶ ἵνα δείξωμεν ὅτι οὐδὲ πλέον οὐδὲ ἔλαττον δύνατοι εἶναι ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων, προέλθωμεν ἐκ διαιρέσεως οὕτως· ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων λαμβάνεται ἢ ἀπὸ συμβεβηκότος ἢ ἀπὸ
35διανοίας. ἀπὸ συμβεβηκότος, ὥσπερ οἱ Περιπατητικοί, ἀπὸ δὲ διανοίας ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπου ἢ ἀπὸ ὀνομάτων, ὥσπερ λέγονται Πυθαγόρειοι, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωϊκοί, ἢ ὅθεν προῆλθον, ὥσπερ οἱ Κυρηναϊκοὶ καὶ Ἐρετριακοί. ἀπὸ δὲ
πραγμάτων ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοί, ἢ ἀπὸ τοῦ5

6

τρόπου τῆς γνώσεως, ὥσπερ οἱ Ἐφεκτικοί, ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί. καὶ αὕτη ἐστὶν ἡ διαίρεσις ἡ δεικνύουσα ὅτι εἰκότως ἑπτά εἰσιν αἱ ἐπωνυμίαι τῶν φιλοσόφων αἱρέσεων. διὸ καὶ ἡμεῖς τοῦ συμμέτρου στοχαζόμενοι ἐπ’ αὐτῇ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν.
5t〈Θεωρία βʹ.〉
6 Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ μεμαθήκαμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων λαμβάνεται, ὅτι ἑπταχῶς, φέρε καὶ ἐπὶ τὸ δεύτερον κεφάλαιον ὁδεύσωμεν, ἐπὶ τὴν διαίρεσιν τῶν Ἀριστοτέλους συγγραμμάτων φημί. τῶν τοίνυν συγ‐
10γραμμάτων Ἀριστοτέλους τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξὺ τῶν καθόλου καὶ τῶν κατὰ μέρος. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραπται, οἷαί εἰσιν αἱ ἐπιστολαί, ἅστινας Ἀνδρόνικός τε καὶ Ἀρτέμων συνήγαγον. καθόλου δέ ἐστι συγγράμματα ἐν οἷς τὴν τῶν πραγμάτων φύσιν ζητεῖ. μεταξὺ δὲ οἷαί εἰσιν αἱ ἱστορίαι, οἵα ἐστὶν ἡ Περὶ ζῴων ἱστορία
15καὶ αἱ Πολιτεῖαι σνʹ οὖσαι τὸν ἀριθμόν, ἐν αἷς τὸν βίον Ἀθηναίων καὶ ἄλλων τινῶν διηγεῖται. καὶ μὴ λεγέτω τις πρὸς ἡμᾶς ἀπορῶν τί δήποτε γέγραπται τῷ φιλοσόφῳ τοιαῦτα συγγράμματα· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τῆς ἐκείνου φιλανθρωπίας σημεῖον καθέστηκεν· τὰς γὰρ πολιτείας τῶν προτέρων ἐξέθετο, ἵνα τῶν μεταγενεστέρων τινὲς ἐντυγχάνοντες καὶ κρίνοντες
20ἐν τίσι μὲν χρηστῶς ἐπολιτεύσαντο ἐν τίσι δὲ οὐ χρηστῶς, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσιν. ἀλλὰ τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς χαίρειν εἰρηκότες, τραπώμεθα ἐπὶ τὰ καθόλου, τούτων τὴν διαίρεσιν πολυπραγμονοῦντες. τού‐ των τοίνυν τῶν καθόλου τὰ μέν ἐστι ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. ὑπομνηματικὰ μέν ἐστι ὅσα κεφαλαιωδῶς καὶ μόνα εἰσὶν ἀπογεγραμμένα,
25ἀκαλλώπιστον δὲ τὴν φράσιν ἐκτήσαντο· ἰστέον γὰρ ὅτι οἱ παλαιοὶ συγγρά‐ ψασθαί τι βουλόμενοι, ὅσα πρὸς ἀπόδειξιν ηὕρισκον τοῦ προκειμένου συγ‐ γράμματος συμβαλλόμενα, κεφαλαιωδῶς ἀπεγράφοντο. οὐ μὴν ἀλλὰ καὶ τοῖς τῶν παλαιοτέρων βιβλίοις ἐντυγχάνοντες πολλὰ τῶν νοημάτων ἐκεῖθεν ἀφῃροῦντο, ὥστε τὰ μὲν ἀληθῆ κρατύνειν ἐξελέγχειν δὲ τὰ ψευδῆ. καὶ
30ἡ μὲν τῶν ὑπομνηματικῶν φύσις τοῦτον ἔχει τὸν τρόπον. συνταγματικὰ δὲ καλοῦμεν ὅσα μετὰ τῶν νοημάτων καὶ λέξιν ἔχει κεκοσμημένην καὶ φράσιν κεκαλλωπισμένην πρέπουσαν τοῖς συγγράμμασιν, ὥστε τούτῳ διαφέρει τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τῷ τὰ μὲν ἀκαλλώπιστον τὴν φράσιν ἔχειν τὰ δὲ μετὰ τῶν ἐνθυμημάτων τῶν δεόντων κεκαλλωπισμένην τὴν
35φράσιν ἔχειν.6

7

Τούτων τοίνυν τῶν ὑπομνηματικῶν τὰ μέν ἐστι μονοειδῆ τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ὅσα πρὸς ἓν πεποίηται πρόσωπον, ποικίλα δὲ ὅσα πρὸς πλείονα ἀποτείνεται πρόσωπα. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστιν αὐτοπρόσωπα τὰ δὲ διαλογικά. καὶ αὐτοπρόσωπα μὲν ὅσα ἀπὸ τοῦ ἰδίου προσώπου
5προήνεγκεν, διαλογικὰ δὲ ὅσα δραματιωδῶς ἐστι κατεσκευασμένα κατὰ πεῦσίν τε καὶ ἀπόκρισιν πλειόνων προσώπων. ἀλλ’ ἐπειδὴ τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὀνομάζεται τὰ δὲ αὐτοπρόσωπα καὶ ἀκροαματικά, φέρε εὐλόγως ζητήσωμεν πόθεν τὴν τοιαύτην προσηγορίαν ἐκτήσαντο. τινὲς μὲν οὖν λέγου‐ σιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὠνομάσθη, διότι τὰ μὴ πρέποντα τῷ
10ἑαυτοῦ σκοπῷ ἐν τούτοις ἐκτίθεται. οὕτως ἔλεγε καὶ ὁ Ἀλέξανδρος διὰ τὸ μὴ βούλεσθαι αὐτὸν λέγειν τὴν ψυχὴν ἀθάνατον, καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς. ὡς οὖν εἴρηται, ἵνα μὴ ἀναγκασθῇ Ἀλέξανδρος λέγειν τὴν ψυχὴν ἀθάνατον, πρεσβεύων αὐτὴν εἶναι θνητήν, ἐξω‐ τερικὰ ἐκεῖνα ἔλεγεν ὀνομάζεσθαι, ἐν οἷς μὴ τὰ δοκοῦντα αὐτῷ λέγει ὁ
15Ἀριστοτέλης. καὶ ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ἐλέγομεν ὅτι ἐξωτερικὰ ταῦτα ὠνόμασται, ὅσα πρὸς τοὺς ἐπιπολαίως γέγραπται καὶ μὴ γνησίως φιλοσοφοῦντας. τοιαῦτα δέ ἐστι τὰ ἔχοντα σαφεστέραν τὴν φράσιν, τὰ μὴ ἀποδεικτικῇ ἐπιστήμῃ ὑποβαλλόμενα, ἀλλὰ μᾶλλον πιθανοῖς λόγοις κεκαλλωπισμένα, καὶ πρὸς ἐπὶ τούτοις τὴν ἀνάτασιν ἔχοντα πρὸς ἔνδοξα
20πρόσωπα. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς κλήσεως τῶν διαλογικῶν, διὰ τί ἐξωτερικὰ καλοῦνται. τὰ δὲ αὐτοπρόσωπα καλοῦνται καὶ ἀκροαματικά. τοιούτῳ δὲ ὀνόματι προσηγορεύθησαν, διότι μόνοις τοῖς ἐρασταῖς φιλοσόφοις καὶ πολλοὺς κατορθώσασιν λόγους πεποίηνται πρὸς ἀκρόασιν. Τούτων τῶν αὐτοπροσώπων τὰ μὲν συμβάλλονται πρὸς αἵρεσιν καὶ
25φυγήν, τοῦ μὲν ἀγαθοῦ αἵρεσιν τοῦ δὲ κακοῦ φυγήν, καὶ ποιοῦσιν τὰ πρα‐ κτικά, τὰ δὲ πρὸς ἀληθείας γνῶσιν καὶ ποιοῦσι τὰ θεωρητικά, τὰ δὲ πρὸς ἀμφότερα ταῦτα, πρὸς διάκρισιν ἀληθείας καὶ ψεύδους φημὶ καὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ ποιοῦσι πάντα τὰ συγγράμματα τὰ λογικά. ἀπό τε οὖν τῶν θεωρητικῶν τε καὶ τῶν πρακτικῶν τῇ διαιρέσει τῆς φιλοσοφίας κεχρήμεθα,
30λέγοντες ὅτι τῶν θεωρητικῶν τὰ μέν ἐστι φυσικὰ τὰ δὲ θεολογικὰ τὰ δὲ μαθηματικά. φυσικὰ μὲν οἵα ἐστὶν ἡ Φυσικὴ ἀκρόασις καὶ ἡ Περὶ γενέ‐ σεως καὶ φθορᾶς καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὰ Μετέωρα καὶ ἡ Περὶ ψυχῆς ἡ καλουμένη. μαθηματικὰ δὲ οἷα τὰ Μηχανικὰ καὶ Ὀπτικὰ προβλήματα. θεολογικὰ δὲ οἵα ἐστὶν ἡ Μετὰ τὰ φυσικά. τῶν δὲ πρακτικῶν τὰ μέν
35ἐστιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια
καὶ τὰ Νικομάχεια τὰ καλούμενα, οἰκονομικὰ δὲ ὥσπερ ὁ Οἰκονομικὸς αὐτοῦ7

8

(γέγραπται γὰρ αὐτῷ Οἰκονομικός), πολιτικὰ δὲ ὥσπερ ὁ Πολιτικὸς αὐτοῦ ἕτερος ὢν παρὰ τὰς σνʹ πολιτείας τὰς εἰρημένας· ἐκεῖναι γὰρ οὔκ εἰσιν καθόλου. καὶ ἡ μὲν τῶν θεωρητικῶν καὶ πρακτικῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον. τῶν δὲ λογικῶν συγγραμμάτων τὰ μὲν αὐτὴν τὴν μέθοδον
5διδάσκει τὰ δὲ τὰ συμβαλλόμενα πρὸς τὴν μέθοδον τὰ δὲ 〈τὰ〉 καθαίροντα τὴν μέθοδον. καὶ ἔστιν αὐτὴ μὲν ἡ μέθοδος ἡ καλουμένη Ἀποδεικτική, τὰ Ὕστερα καλούμενα ἀναλυτικά, συμβαλλόμενα δὲ πρὸς τὴν μέθοδον αἱ Κατηγορίαι, τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά. ἐκκαθαίρουσι δὲ τὴν μέθοδον οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ Τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι
10καὶ τὸ Περὶ ποιητικῆς τὸ καλούμενον. Ἀλλ’ εἰ βούλεσθε, καὶ τὴν τάξιν μάθωμεν τῶν συμβαλλομένων εἰς τὴν ἀρχὴν τῆς μεθόδου. ἰστέον τοίνυν ὅτι σκοπὸν ἔχομεν ἐν τῇ λογικῇ τὰς ἀποδείξεις μαθεῖν. διὰ συλλογισμῶν δὲ ταύτας μανθάνομεν. ὁ δὲ συλλογισμὸς αὐτός, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογή τίς ἐστι λόγων. [ἃ]
15δεῖ οὖν πρὸ τῆς συλλογῆς μαθεῖν τὰ ἁπλᾶ, τοῦτ’ ἔστι τὰς προτάσεις, πρὸ δὲ τῶν προτάσεων τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐξ ὧν αἱ προτάσεις ἵστανται. μανθάνομεν οὖν ἐκ μὲν τῶν Κατηγοριῶν τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐκ δὲ τοῦ Περὶ ἑρμηνείας τὰς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς τέλειον εἰσό‐ μεθα τὸν συλλογισμόν. ἐζήτησαν δέ τινες πρὸς τί συμβάλλονται οἱ Σοφι‐
20στικοὶ ἔλεγχοι καὶ οἱ Τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιη‐ τικῆς, καὶ διὰ τί ταῦτα ἐξέθετο ὁ φιλόσοφος. πρὸς οὕς φαμεν ὅτι καθάπερ οἱ τῶν Ἀσκληπιαδῶν παῖδες οὐ μόνον τὴν τῶν ὑγιεινῶν ἀλλὰ καὶ τὴν τῶν νοσερῶν παιδεύονται γνῶσιν ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω καὶ ὁ φιλόσοφος γιγνώσκων ὅτι πεφύκασί τινες σοφιστικοὶ συλλογισμοὶ
25πειρώμενοι τὴν ἀλήθειαν περιτρέπειν καὶ ταύτην ἀφανίσαι, δεῖν ᾠήθη τού‐ τους περιθέσθαι, οὐχ ἵνα χρησώμεθα τούτοις, ἀλλ’ ἵνα γιγνώσκοντες μὴ περιπέσωμεν τοῖς αὐτοῖς. καὶ ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσιν μεμαθήκαμεν. Τρίτον ἦν τῶν ζητουμένων, πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμ‐
30μάτων. καὶ περὶ τούτου τέσσαρες δόξαι γεγόνασιν· καὶ οἱ μὲν τῆς πρώτης δόξης φασὶν ὅτι τῆς ἠθικῆς δεῖ ἄρξασθαι, οἱ δὲ τῆς δευτέρας τῆς φυσιο‐ λογικῆς, οἱ δὲ τῆς μαθηματικῆς, οἱ δὲ τῆς λογικῆς. καὶ οἱ μὲν τῆς ἠθικῆς λέγουσιν ὅτι δεῖ πρῶτον κατακοσμῆσαι τὰ ἑαυτῶν ἤθη καὶ οὕτως ἄρξασθαι καὶ ἑτέρων μαθημάτων· ὥσπερ γὰρ οἱ τὰ σκοτεινὰ ὄμματα ἔχοντες οὐ
35δύνανται πρὸς τὸν ἥλιον ἀποβλέψαι, οὕτως οὐδέ τις βαρυνόμενος πάθεσι ψυχῆς δύναται τούτων ἅψασθαι. καὶ ταῦτά ἐστι τὰ λεγόμενα ὑπὸ τῶν πρεσβευόντων δέον εἶναι προηγήσασθαι τὸ ἠθικὸν τῶν ἄλλων. οἱ δὲ τὴν φυσιολογικὴν λέγοντες προηγήσασθαί φασιν ὅτι δεῖ ἀπὸ τῶν φυσικῶν ἄρξα‐ σθαι, ἐπειδὴ ταῦτα σύντροφα ἡμῖν ἐστι καὶ συνήθη. οἱ δὲ λέγοντες τὴν
40μαθηματικὴν ἔφασαν διὰ τοῦτο δεῖν προηγήσασθαι τὰ μαθηματικὰ διὰ τὸ8

9

ἐπιγεγράφθαι ἐν τῷ τοῦ Πλάτωνος μουσείῳ ‘ἀγεωμέτρητος μηδεὶς εἰσίτω‘. ἕτεροι δὲ λέγουσιν ὅτι τὴν λογικὴν δεῖ προηγήσασθαι διὰ τὸ πάσας τὰς προειρημένας δεῖσθαι ταύτης, εἴ γε συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐν ἐκείνοις δείκνυται τὰ δεικνύμενα, ἡ δὲ λογική, ὡς εἴρηται, περὶ ταῦτα κατα‐
5γίνεται. ταῦτα δὲ ἡμεῖς τιθέμεθα λέγοντες· ὅσον μὲν ἐπὶ τῇ τάξει τῶν πραγμάτων δεῖ προηγήσασθαι τὴν ἠθικὴν τῶν λοιπῶν διὰ τὸ ῥυθμίζεσθαι ἡμᾶς διὰ ταύτης καὶ κοσμεῖσθαι τὰ ἤθη. ἐπειδὴ δὲ οὐ δίκην ἀλόγων ζῴων καὶ ἰδιωτικῷ τρόπῳ κοσμοῦμεν καὶ καλλύνομεν τὰ ἤθη ἡμῶν, ἀλλὰ διὰ συλλογιστικῆς ἀγωγῆς καὶ ἀποδεικτικῆς μεθόδου, δίκαιον τὴν λογικὴν
10προηγήσασθαι τῆς τε ἠθικῆς 〈καὶ τῆς φυσικῆσ〉 καὶ τῆς μαθηματικῆς καὶ τῆς θεολογικῆς. ἐν δὲ αὐταῖς ταύταις ταῖς τρισὶ δέον ἐστὶ προηγεῖσθαι τὴν φυσικὴν τῆς μαθηματικῆς καὶ τὴν μαθηματικὴν τῆς θεολογικῆς. ἐν τού‐ τοις συμπεραίνεται ἡμῖν καὶ τὸ τρίτον κεφάλαιον. Τέταρτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν τί τὸ τέλος τῆς Ἀριστοτελικῆς
15φιλοσοφίας καὶ τί τὸ ἀναφαινόμενον χρήσιμον ἐξ αὐτῆς. ἀναφαίνεται τοίνυν ἐξ αὐτῆς χρήσιμον τὸ γνῶναι ὡς μία τῶν πάντων ἐστὶν ἀρχή, ἀπειροδύνα‐ μος, ἀπεριόριστος, ἀσώματος, ἀπερίληπτος, ὀρεκτικὴ πᾶσι τοῖς κατὰ φύσιν, αὐτοαγαθότης· ἄλλο γάρ ἐστιν ἀγαθὸν καὶ ἄλλο ἀγαθότης, ὥσπερ καὶ ἄλλο λευκὸν καὶ ἄλλο λευκότης· λευκὸν μὲν τὸ δεδεγμένον αὐτὴν τὴν ποιότητα,
20λευκότης δὲ αὐτὴ ἡ ποιότης. οὕτως ἀγαθὸν μὲν τὸ δεδεγμένον, ἀγαθότης δὲ αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ ὕπαρξις καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ. καὶ ὅτι
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς, αὐτὸς Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ θεολογῶν· ‘ὅτι μία ἐστὶ
25τῶν πάντων ἀρχή, ἔστι κατασκευάσαι τοῦτον τὸν τρόπον· τὰ ὄντα πάντα καλῶς πολιτεύεται, καὶ τοῦτο εἰκότως· οὐ γὰρ ἐνδέχεται κακῶς τὰ ὄντα πολιτεύεσθαι θεοῦ περιόντος. τὰ καλῶς πολιτευόμενα τέτακται, τὰ δὲ τεταγ‐ μένα ὑφ’ ἑνὸς τέτακται, τὰ ὄντα ἄρα πάντα ὑφ’ ἑνὸς τέτακται‘. τοῦτο οὖν τὸ τάξαν καλοῦμεν πάντων ἀρχήν, ἧς ἡ γνῶσις τέλος ἐστὶ τῆς Ἀριστοτέ‐
30λους φιλοσοφίας. Πέμπτον κεφάλαιον. τίς ὁ βαθμὸς καὶ τίνα τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὸ ταύτης τέλος; φαμὲν τοίνυν ὅτι πέντε τινὰ καθέστηκεν τὰ πρὸς τὸ τέλος ἡμᾶς ἀπάγοντα τῆς φιλοσοφίας, οἷον λογική, φυσική, ἠθική, μαθηματική, θεολογική. καὶ ἔστιν ἀρχὴ μὲν ἡ λογική, μετὰ δὲ ταύτην ἠθική, μετὰ δὲ
35τὴν ἠθικὴν ἡ φυσική, μετὰ δὲ ταύτην ἡ μαθηματική, μετὰ δὲ τὴν μαθη‐ ματικὴν ἡ θεολογία. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὸ πάντων ἔνυλον προη‐ γεῖσθαι τοῦ κατά τι μὲν ἐνύλου κατά τι δὲ ἀύλου. μετὰ δὲ τοῦτο ἐπὶ
τὸ πάντων ἄυλον δεῖ χωρῆσαι ἡμᾶς, ἑπομένους τῇ προστάξει τοῦ θεσπεσίου9

10

Πλωτίνου τῇ λεγούσῃ ὅτι δοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. καὶ ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον. Ἕκτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν ὁποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτέλους συγγραμμάτων. λέγω τοίνυν ὅτι δεῖ αὐτὸν ἐχέφρονα εἶναι,
5δριμύν, κεκαλλωπισμένον τοῖς ἤθεσιν, κεκαθαρμένον τὴν ψυχήν (‘μὴ καθα‐ ρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν‘, ὡς ὁ θεῖος Πλάτων φησί, καὶ Ἱπποκράτης ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεισ‘), καὶ συνεχῶς ἐπιλέγοντα αὑτῷ τὰς τοῦ Πλάτωνος φωνὰς ὅτι ‘εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, μηδενὶ ἄλλῳ λέγοντι πιστεύσῃσ‘
10καὶ πάλιν ‘Σωκράτους μὲν ὀλίγον φροντιστέον, τῆς δὲ ἀληθείας πολύ‘, σημαί‐ νοντος διὰ πάντων τούτων ἡμῖν ὅτι δεῖ πάντων τὴν ἀλήθειαν προτιμᾶν καὶ πάντα ταύτης δεύτερα ποιεῖσθαι. ἀλλὰ μὴν καὶ ἐξομοιοῦν τὰ ἑαυτῶν τῷ μεγάλῳ κόσμῳ· ὥσπερ γὰρ ἐν τῷ μεγάλῳ κόσμῳ ἔστι μὲν βασιλεύς, ὑπόκεινται δὲ αὐτῷ στρατιῶται καὶ θῆτες, οὕτω δεῖ εἶναι καὶ τὸν ἀκροώ‐
15μενον τῆς Ἀριστοτέλους φιλοσοφίας, καὶ ἔχειν μὲν ἐν τάξει τοῦ βασιλέως τὸν λογισμόν, ἐν δὲ τῇ τάξει τῶν στρατιωτῶν τὸν θυμόν, ἐν δὲ τῇ τάξει τῶν ὑπηρετούντων τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἄρχειν μὲν τὸν λογισμόν, ἄρχεσθαι δὲ τὸν θυμόν, ἄρχεσθαι δὲ ὑπ’ ἀμφοτέρων τὴν ἐπιθυμίαν. ζητοῦσι δέ τινες διὰ τί τριμεροῦς οὔσης τῆς ψυχῆς τέσσαρές εἰσιν ἀρεταί, φρόνησις,
20ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. πρὸς τούτους δὲ ἔστιν εἰπεῖν ὅτι εὐλόγως· ἡ μὲν γὰρ φρόνησις ἀρετῆς ἐστι γνώρισμα τοῦ λογισμοῦ, ἡ δὲ ἀνδρία τοῦ θυμοῦ, ἡ δὲ σωφροσύνη τῆς ἐπιθυμίας, ἡ δὲ δικαιοσύνη διὰ πασῶν πεφοίτηκεν καὶ ἐν πάσαις θεωρεῖται. καὶ ἐν τούτοις καὶ τὸ ἕκτον κεφάλαιον. Ἕβδομον κεφάλαιον, οἷον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ συγγράμματα Ἀρι‐
25στοτέλους. καί φαμεν ὅτι τοιόνδε 〈δεῖ〉 εἶναι ἐξηγηματικὸν καὶ ἐπιστημονικόν· ἐξηγηματικὸν μὲν διὰ τὸ ἐξηγεῖσθαι σαφῶς τὴν ἀλήθειαν, ἐπιστημονικὸν δὲ ὡς διακρίνοντα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους. δεῖ δὲ αὐτὸν μὴ δουλεύειν αἱρέσει καὶ ὥσπερ ἐκμεμισθωκέναι αὐτῇ τὰ ὦτα καὶ τὴν γλῶτταν, ὡς ἅπαντα ποιεῖν πρὸς τὰ ἐκείνῃ δοκοῦντα, καὶ ποιεῖν καὶ λέγειν καὶ ἀκούειν.
30δεῖ δὲ αὐτὸν μὴ συμμεταβάλλεσθαι ταῖς αἱρέσεσιν, ἵνα μὴ ὥσπερ οἱ ἐν σκηνῇ διάφορα ὑποδύοντες πρόσωπα, οὕτω καὶ αὐτὸς ταύτῃ τι πάθῃ, ἀλλὰ τύπους ἔχειν χρὴ καὶ κανόνας ἀληθεῖς, δι’ ὧν δύναται διακρῖναι τὸ ὀρθῶς ἔχον καὶ τὸ μὴ τοιοῦτον. ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. τέλος τῆς βʹ θεωρίας.
35tἈρχὴ τῆς γʹ θεωρίας.
36Ἐπειδὴ τὰς ἐπωνυμίας τῶν φιλοσόφων αἱρέσεων μεμαθήκαμεν καὶ
τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων καὶ πόθεν ἡμᾶς δεῖ ἀρκτέον10

11

καὶ διὰ ποίων μέσων ὁδευτέον καὶ τί τὸ ἐκδεχόμενον ἡμᾶς τέλος, καὶ πρὸς τούτοις οἷον δεῖ εἶναι τὸν ἀκροώμενον τούτων, εἶτα τὸν ἐξηγούμενον, φέρε πρὸς τοῖς εἰρημένοις ζητήσωμεν τί τὸ εἶδος τῆς ἀπαγγελίας τοῦ φιλοσόφου. οὐχ ἓν τοίνυν ἐπετήδευσεν εἶδος, διότι μηδὲ περὶ ἑνὸς πράγματος τὸν λόγον
5πεποίηται, ἀλλ’ ὥσπερ διαφόρων ἥψατο πραγμάτων, οὕτω καὶ παναρμόνιον εἶδος ἐπετήδευσεν, πρόσφορον τὸν λόγον βουλόμενος τοῖς πράγμασιν εἶναι. ἐν μὲν οὖν ταῖς ἐπιστολαῖς πυκνός ἐστι καὶ σύντομος, κοινός τε ἅμα καὶ ἴδιος· τοιοῦτον γὰρ δεῖ εἶναι τὸν ἐπιστέλλοντα· κοινὸν μέν, διότι ἡ ἐπι‐ στολὴ ἔντευξίς ἐστι πρὸς ἀπόντας, καὶ ὥσπερ 〈πρὸσ〉 τοὺς παρόντας ταῖς
10ἐντεύξεσιν κοινῶς διαλεγόμεθα, οὕτω δεῖ καὶ πρὸς τὰς ἐντεύξεις τῶν ἀπόν‐ των, τοῦτ’ ἔστι τὰς ἐπιστολάς, κοινὴν ποιεῖσθαι τὴν ἔντευξιν. ἴδιον δὲ χρὴ πάλιν εἶναι τὸν ἐπιστέλλοντα, ἵνα μὴ λάθωμεν ἑαυτοὺς εἰς ἔννοιαν ἰδιωτικὴν ἐμπίπτοντες. ἐν δὲ ταῖς ἱστορίαις ἐστὶ σαφής, ὑφηγηματικός, διηρθρωμένος, ἐν δὲ τοῖς διαλογικοῖς ὡραῖος, μεστὸς χαρίτων, οὐκ ἐνδεής, ποικίλος ἐν ταῖς
15μιμήσεσιν, ἐν δὲ τοῖς αὐτοπροσώποις συνεστραμμένος, γοργός, πυκνὸς τοῖς νοήμασι, καθαρὸς τοῖς ὀνόμασι, μηδαμοῦ ποιητικαῖς δουλεύων μεταφοραῖς, ἀκαλλωπίστῳ εὐρυθμίᾳ κοσμούμενος (διὸ καὶ ἀζήλωτον ἑαυτὸν τοῖς μετα‐ γενεστέροις κατέστησεν· τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν ἀμίμητόν ἐστι τῇ τέχνῃ), ἐν δὲ τοῖς ἐξωτερικοῖς κεκαλλωπισμένος ταῖς λέξεσιν. καὶ
20ἐν τούτοις καὶ τὸ ὄγδοον κεφάλαιον. Ἔνατον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλό‐ σοφος· ὅτι γὰρ οὐκ οἴκοθεν ἔχει τοῦτο, ἀλλ’ αὐτὸς ἐπετήδευσεν, δηλοῖ πολλα‐ χοῦ σαφῶς ἑρμηνεύσας, ἐν μὲν τοῖς λογικοῖς ἐν τοῖς καλουμένοις Τόποις, ἐν δὲ τοῖς φυσικοῖς ἐν τοῖς Μετεωρολογικοῖς. ἀσάφειαν τοίνυν ἐπετήδευσεν
25πεῖραν καὶ δοκιμασίαν λαβεῖν βουλόμενος τῶν τε προθυμοτάτων νέων καὶ τῶν ῥᾳθύμων· ἀσαφεῖ γὰρ ἐντυγχάνων ὁ σπουδαῖος συγγράμματι συντείνει ἑαυτὸν καὶ προθυμότερος γίγνεται πρὸς τὴν τοῦ συγγράμματος κατάληψιν, ὁ δὲ ῥᾴθυμος ἐντυγχάνων τούτῳ φεύγει τὴν ἔντευξιν ὑπὸ τῆς ἀσαφείας ἀπελαυνόμενος. τοῦτο δὲ οὐ μόνον Ἀριστοτέλης πεποίηκεν, ἀλλὰ καὶ Πλάτων
30πρὸ αὐτοῦ· παρεκελεύετο γὰρ δοκιμασίαν καὶ πεῖραν τῶν νέων λαμβάνειν πρὸ τῆς τῶν μαθημάτων εἰσόδου· ἔλεγε γὰρ ὅτι δεῖ ἀπαγαγεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις καὶ μεθύσκειν, ἵνα τὰ κεκρυμμένα ἐν τῇ αὑτῶν ψυχῇ δημοσιεύσωσι. τὰ αὐτὰ δὲ καὶ Πυθαγόρας ἐποίει· μεθ’ ἡμέραν γὰρ ἠρώτα τοὺς φοιτητὰς τὰ ἐν ταῖς νυξὶ γιγνόμενα ἐνύπνια, μαντεύεσθαι διὰ τούτων
35βουλόμενος τὴν κίνησιν τῶν ψυχῶν [εἰδέναι]. ἀλλ’ ἰστέον ὅτι ὁ Πλάτων κρεῖττον ἢ κατὰ Πυθαγόραν ἐποίει· ἐν μὲν γὰρ τοῖς ὀνείρασιν ἔστι πολλὰ καὶ προσθεῖναι καὶ ἀφελεῖν ψευδῶς, ἐν δὲ ταῖς μέθαις, ἅτε δὴ μὴ παρα‐ κολουθοῦντες ἑαυτοῖς, ἀδεῶς τὰ ἐν ταῖς ψυχαῖς κεκρυμμένα ἐξήγγελλον.
ἀλλὰ καὶ ποιηταί, μὴ πᾶσι βουλόμενοι σαφῆ καταστῆσαι τὰ περὶ τῶν11

12

θείων, μύθοις ἀπέκρυπτον τὰ περὶ τῶν θείων δογμάτων λεγόμενα· ἀνόητον γάρ ἐστι, καθὰ οἱ ποιηταί φασι Κρόνον καταπίνοντα τὰ τέκνα καὶ πάλιν ἐμοῦντα, Δία δὲ κύκνον γενόμενον· εἰ γὰρ τοὺς ταῦτα δρῶντας ἀνθρώπους κολάζομεν, πόσῳ μᾶλλον ἄτοπον ταῦτα προσάπτειν θεοῖς; διὸ καὶ δέος
5ἐστὶ μή ποτε αἱ τῶν νέων ψυχαὶ ἁπαλώταται οὖσαι παραδέξονται ὡς ἀληθῆ· δυσμετακινήτως γὰρ ἔχουσιν οἱ νέοι πρὸς ταῦτα. ὅθεν καὶ τοῖς τερατω‐ δεστέροις τῶν ποιητῶν χάριν ὁμολογοῦμεν, ἵνα διὰ τῆς ὑπερβαλλούσης ἀπιστίας μηδεὶς τοῖς λεγομένοις πιστεύσειεν. ἀλλὰ μὴν καὶ τοῖς ἱερεῦσιν τοῦτο βούλονται τὰ παραπετάσματα· ταῦτα γὰρ ἐπενόησαν πρὸς τὸ μὴ πᾶσι
10σαφῆ καὶ γνώριμα καταστῆσαι τὰ μυστήρια. ὅθεν ἔφησέν τις
ἀείδω συνετοῖσιν, θύρας δ’ ἐπίθεσθε βεβήλοις. ἀλλὰ μὴν καὶ πρὸ πάντων τούτων Ἀπόλλων μὴ πᾶσι προδήλους τὰς μαν‐ τείας καταστῆσαι βουλόμενος λοξῶς ἐμαντεύετο, οὐ μετρίαν ἀσάφειαν διὰ τούτων ἐπιδεικνύμενος, ὅθεν καὶ Λοξίας ὠνόμασται. ὅπερ οὖν Ἀπόλλωνι
15μὲν τὸ λοξόν, ἱερεῦσι δὲ τὰ παραπετάσματα, ποιηταῖς δὲ οἱ μῦθοι, Πυθα‐ γόρᾳ δὲ τὰ ὀνείρατα, Πλάτωνι δὲ αἱ μέθαι, τοῦτο Ἀριστοτέλει πέφυκεν ἡ ἀσάφεια. καὶ ἐν τούτοις τὸ ἔνατον κεφάλαιον. Δέκατον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόσα καὶ τίνα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. λέγω τοίνυν ὡς
20ἕξ τινα ὀφείλομεν προλαβεῖν, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν καὶ τὴν ἐπιγραφὴν καὶ τὸν συγγραφέα καὶ τὴν διασκευήν. ὁ μὲν οὖν σκοπὸς ἐν τοῖς Πλατωνικοῖς πολλαχοῦ διαπεφώνηται, ἐν δὲ τοῖς Ἀριστοτε‐ λικοῖς οὐδαμοῦ. ** εἴ γε μιμητὴς ὢν τῆς φύσεως ὁ φιλόσοφος ἅπαντα ἕνεκά του λέγει, ὡς δῆλον ἐντεῦθεν εἶναι τὸν σκοπὸν τῶν συγγραμμάτων, ὥσπερ
25κἀκείνη οὐδὲν ἁπλῶς ἀλλ’ ἕνεκά του πάντα πράττει. τὸ δὲ χρήσιμον τῶν συγγραμμάτων ζητοῦμεν, ὅτε δοκεῖ τὸ σύγγραμμα πρὸς κακοῦ ἐπινενοῆσθαι, ὡς ἐπὶ τῶν Σοφιστικῶν ἐλέγχων· νομίζεται γὰρ τοῦτο τὸ βιβλίον βλαπτικὸν ὑπάρχειν, διότι κανόνας τινὰς ἐκεῖ παραδίδωσι, δι’ ὧν δυνησόμεθα ἀπατᾶν. ἀλλ’ ἡμεῖς φαμεν ὅτι παραδίδοται ταῦτα οὐχ ἵνα ἀπατῶμεν, ἀλλ’ ἵνα μὴ
30ἀπατώμεθα, καὶ οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵνα μὴ πάθωμεν, ὥσπερ καὶ τοῖς ἰατροῖς τὰ δηλητήρια οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς φυγὴν παραδίδοται. τὴν δὲ τάξιν ζητοῦμεν οὐ τὴν καθολικήν (ἤδη γὰρ ταύτην μεμαθήκαμεν, ὅτε ἐλέγομεν τὴν μὲν λογικὴν προηγεῖσθαι, ἕπεσθαι δὲ τὴν ἠθικήν, μετὰ δὲ ταύτην τὴν φυσικήν, καὶ μετὰ τὴν φυσικὴν τὴν μαθηματικήν, μετὰ δὲ ταύ‐
35την τὴν θεολογίαν), ἀλλὰ τὴν μερικήν, οἷον τὴν ἐν τοῖς ὁμοστοίχοις· εἰ λογικὸν ὑπάρχοι τὸ σύγγραμμα, τὴν ἐν τοῖς λογικοῖς ὑπάρχουσαν τάξιν δῆλον ὅτι ζητοῦμεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. τὴν δὲ αἰτίαν τῆς ἐπι‐
γραφῆς πολυπραγμονοῦμεν, ὅτε μὴ σύμφωνος εἶναι δοκεῖ τῷ σκοπῷ, ὥσπερ12

13

ἐπὶ τῶν Τόπων· ἄλλη μὲν γάρ ἐστιν ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, ἄλλα δὲ τὰ ἐν τούτῳ παραδιδόμενα. πολλάκις δὲ καὶ συναναφαίνεται ταῦτα τὰ τρία, ὁ σκοπός, ἡ χρεία, ἡ ἐπιγραφή, ὡς ἐν τῷ Περὶ ψυχῆς συγγράμματι. περὶ δὲ τοῦ γνησίου δύο ταῦτα ζητήσωμεν· πρῶτον μὲν διὰ πόσους τρόπους
5ἐνοθεύοντο τὰ βιβλία καὶ ποῖά εἰσιν κριτήρια τὰ δυνάμενα διαχωρίζειν τὰ γνήσια ἀπὸ τῶν νόθων. Ἐνοθεύοντο τοίνυν τὰ βιβλία τὸ παλαιὸν κατὰ τρεῖς τρόπους· ἢ διὰ φιλοτιμίαν τῶν βασιλέων ἢ δι’ εὔνοιαν τῶν μαθητῶν ἢ διὰ ὁμωνυ‐ μίαν. καὶ δι’ ὁμωνυμίαν τριχῶς· ἢ συγγραφέως ἢ συγγραμμάτων ἢ ὑπο‐
10μνημάτων. ἀλλ’, εἰ δοκεῖ, μάθωμεν πῶς τὸ τῶν βασιλέων φιλότιμον αἴτιον ἦν τοῦ τὰς βίβλους νοθεύεσθαι. ἰστέον τοίνυν ὅτι οἱ παλαιοὶ βασιλεῖς ἐρασταὶ ὄντες λόγων ἔσπευδον διὰ φιλοτιμίας συναγαγεῖν τὰ τῶν ἀρχαίων συγγράμματα. οὕτως οὖν Ἰοβάτης ὁ τῆς Λιβύης βασιλεὺς ἐραστὴς ἐγένετο τῶν Πυθαγορικῶν συγγραμμάτων καὶ Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος
15τῶν Ἀριστοτελικῶν καὶ Πεισίστρατος ὁ τῶν Ἀθηναίων τύραννος τῶν Ὁμηρικῶν 〈καὶ〉 χρημάτων δωρεαῖς ἔσπευδον ταῦτα συναγαγεῖν. πολλοὶ οὖν χρημάτων ὀρεγόμενοι ἔσπευδον ἢ συγγράψασθαι ἤγουν καὶ τὰ τυχόντα συναγαγεῖν καὶ ἐπιγράφειν τοῖς τῶν ἀρχαιοτέρων ὀνόμασι καὶ προσφέρειν καὶ καρποῦσθαι δωρεὰς διὰ τούτου μνηστευόμενοι. καὶ συνέβαινεν, ὡς προείπομεν. νοθεύε‐
20σθαι τὰ βιβλία 〈ἔσθ’ ὅτε〉 διὰ φιλοτιμίαν βασιλέων. διὰ δὲ ὁμωνυμίαν συγ‐ γραφέων ἐνοθεύοντο ἔσθ’ ὅτε τὰ βιβλία, διότι μὴ εἷς καὶ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης ἐγένετο, ἀλλὰ καὶ ὁ ἐπίκλην Μῦθος, ἀλλὰ δὴ καὶ ὁ καλού‐ μενος Παιδοτρίβης. δι’ ὁμωνυμίαν δὲ συγγραμμάτων ἐνοθεύοντο τὰ βιβλία, διότι μὴ μόνος Ἀριστοτέλης ἔγραψε Κατηγορίας, ἀλλὰ καὶ Θεόφραστος καὶ
25Εὔδημος, οἱ τούτου μαθηταί. πολλάκις οὖν τις περιτυχὼν ταῖς Κατηγορίαις Θεοφράστου, εἰ τύχοι, ἐνόμισεν αὐτὰς εἶναι Ἀριστοτέλους. ἔσθ’ ὅτε δὲ οὐδὲ διὰ ὁμωνυμίαν συγγραφέων ἐνοθεύοντο τὰ βιβλία οὐδὲ διὰ ὁμωνυμίαν συγγραμμάτων, ἀλλὰ διὰ ὁμωνυμίαν ὑπομνημάτων, διότι πολλάκις ὑπόμνημά τις ἐποίησεν εἰς ὁμώνυμον πραγματείαν καὶ ἐνομίσθη ἄλλης εἶναι· ὥσπερ
30οὖν καὶ Θεόφραστος ἐποίησεν ὑπόμνημα εἰς τὰς οἰκείας Κατηγορίας, καὶ πολλάκις τις ἀποπλανᾶται ὅτι τῶν Ἀριστοτέλους ἐστὶ τὸ ὑπόμνημα. ἢ πολλάκις ἐντυγχάνων τις τῷ ὑπομνήματι Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως εἰς τὰς Κατηγορίας ἐνόμιζεν αὐτὸ πάντως εἶναι τῶν Ἀριστοτέλους, λανθάνον ὅτι οὐ μόνον γέγραπται αὐτῷ εἰς τὰς Ἀριστοτέλους ἀλλὰ καὶ εἰς τὰς Θεο‐
35φράστου. ἔστι δὲ ὅτε δι’ εὐγνωμοσύνην μαθητῶν πρὸς διδάσκαλον ἐνοθεύοντο τὰ βιβλία, ὥσπερ πάντα τὰ συγγράμματα τὰ ἐπιγεγραμμένα Πυθαγόρου· ὁ γὰρ Πυθαγόρας οὐκ ἀπέλειψεν οἰκεῖον σύγγραμμα, λέγων ὅτι οὐ δεῖ ἄψυχα καταλιμπάνειν συγγράμματα, ἐπειδὴ μὴ δύναται ὑπὲρ ἑαυτῶν ἀπολογεῖσθαι,
ἀλλὰ δὴ καταλιμπάνειν ἔμψυχα συγγράμματα, τοῦτ’ ἔστι μαθητάς, οἵτινες13

14

καὶ ὑπὲρ ἑαυτῶν καὶ τῶν ἰδίων διδασκάλων δύνανται συμμαχεῖν. οἱ οὖν μαθηταὶ αὐτοῦ δι’ εὔνοιαν ποιήσαντες συγγράμματα ἐπέγραψαν τὸ ὄνομα Πυθαγόρου. καὶ διὰ ταύτην τὴν αἰτίαν νόθα εἰσὶ πάντα τὰ ἐξ ὀνόματος Πυθαγόρου προσφερόμενα συγγράμματα.
5 Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις σαφής ἐστι περὶ Ἀριστοτέλους καὶ σύνοπτος κατὰ ζῆλον γεωμετρικῶν· ὥσπερ γὰρ ἐκεῖνοι πρῶτα παραλαμβάνουσι τὰ λήμματα καὶ τὰ αἰτήματα, καὶ εἶτα οὕτως ἐπιφέρουσι τὰ θεωρήματα, οὕτω καὶ Ἀριστοτέλης πρῶτα διδάσκει τὰ πρὸς τὴν χρείαν τοῦ συγγράμματος καὶ οὕτως αὐτὰ τὰ προκείμενα, ὡς ἐντεῦθεν σαφῆ γίνεσθαι τὰ κεφάλαια.
10καὶ ἐν τούτοις στήσωμεν τὴν παροῦσαν θεωρίαν, ἐπειδὴ καὶ πέρας εἴληφεν ἡ διδασκαλία τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας.
12tΘεωρία δʹ.
13 Ἐπειδὴ τῶν προλεγομένων ἀρχόμενοι πρὸς τρία τινὰ τὴν διδασκαλίαν ὑπισχνούμεθα ποιήσασθαι, πρός τε πᾶσαν φιλοσοφίαν, τὴν ἐπιστήμην φημί,
15καὶ πρὸς τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, καὶ πρὸς τὸ σύγγραμμα, τοῦτ’ ἔστι τὰς Κατηγορίας, φέρε διανύσαντες τὸ πρῶτον τῶν προτεθέντων ἡμῖν εἰς ἐξέτασιν ἐπὶ τὸ δεύτερον εὐτάκτως χωρήσωμεν, ἐπὶ τὴν μέθοδόν φημι, ζητοῦντες εἰ μέρος ἢ ὄργανον ἡ λογικὴ τῆς φιλοσοφίας. δεῖ τοίνυν εἰδέναι ὅτι διάφοροι δόξαι γεγόνασι περὶ ταύτης, τῶν μὲν Στωϊκῶν μέρος αὐτὴν
20εἶναι νομιζόντων, τῶν δὲ Περιπατητικῶν ὄργανον, τοῦ δὲ θείου Πλάτωνος μέρος ἅμα καὶ ὄργανον, μέρος μὲν αὐτὴν εἶναι λέγοντος ἐν Φαίδρῳ, ἔνθα λόγον ἐπέχειν φησὶν αὐτὴν τριγχοῦ πρὸς τὴν φιλοσοφίαν, ὄργανον δὲ ἐν Φαίδωνι, ἔνθα φησὶν ‘ὦ παῖ, γύμναζε σεαυτὸν διὰ τῆς καλουμένης ἀδολε‐ σχίας, ἕως ἔτι νέος εἶ, εἰ δὲ μή, ἐκφεύξεταί σε τὸ ἀληθέσ‘, οὐδὲν ἄλλο
25διὰ τούτων ἐνδεικνύμενος ὁ Πλάτων ἢ ὅτι ὄργανόν ἐστιν ἡ λογικὴ τῆς φιλοσοφίας· οὐ γὰρ εἶχέν ποτε τολμῆσαι καὶ εἰπεῖν ἀδολεσχίαν καὶ γυμνασίαν τὸ μέρος. ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων. Οἱ δὲ Στωϊκοὶ διὰ δύο ἐπιχειρημάτων τὴν ἰδίαν δόξαν ἠβούλοντο πιστώσασθαι, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν· πᾶν, ᾧ κέχρηταί
30τις ἢ τέχνη ἢ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης 〈ἢ μέρος ἢ μόριον, αὐτῆς τῆς κεχρημένησ〉 ἢ μέρος ἢ μόριόν ἐστιν. οἷον ὡς ἐπὶ παραδειγμάτων· τῆς ἰατρικῆς τέχνης μέρος ἐστὶ τὸ διαιτητικόν, καὶ οὐδαμῶς ἑτέρας τέχνης ἢ ἐπιστήμης μέρος ἢ μόριόν ἐστι· τῆς ἰατρι‐
κῆς ἄρα τέχνης τὸ διαιτητικὸν μέρος ἐστί, καὶ αὕτη μόνη κέχρηται14

15

αὐτῷ. εἰ τοίνυν καὶ ἡ φιλοσοφία κέχρηται τῇ λογικῇ, ἑτέρα δὲ τέχνη ἢ ἐπιστήμη ταύτῃ οὐ κέχρηται, τῆς ἄρα φιλοσοφίας μέρος ἢ μόριον ἡ λογική. ἀλλὰ μὴν οὐ μόριον· μέρος ἄρα. καλῶς δὲ πρόσκειται τῷ λόγῳ τὸ ‘ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμησ‘ διὰ τὴν ἀστρονομίαν. ἐκινδύνευεν γὰρ
5ἡ ἀστρονομία μέρος εἶναι τῆς κυβερνητικῆς, ἐπειδὴ κέχρηται αὐτῇ, ὡς δηλοῖ Ἄρατος λέγων περὶ τῆς ἄρκτου
τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται, εἰ μὴ προϋπῆρχεν μέρος οὖσα τῆς φιλοσοφίας· ὑπὸ γὰρ τὸ θεωρητικὸν ἀνά‐ γεται, καὶ τὸ θεωρητικὸν ὑπὸ τὸ μαθηματικόν. καὶ ἡ μὲν τοῦ ἐπιχειρή‐
10ματος ἀγωγὴ τοῦτον ἔχει τὸν τρόπον. ἔστι δὲ ἐλέγξαι αὐτὸ συντόμως καὶ ῥᾳδίως διὰ τῆς τοῦ φλεβοτόμου ἀποδείξεως· φαίη γὰρ ἄν τις πρὸς αὐτούς· ὅτι τὸ φλεβοτόμον τίνος ἐστίν; ἢ μόνης ἰατρικῆς; ἤ τινες ἄλλοι τούτῳ κέχρηνται ἢ μόνοι ἰατροί; καὶ ὅμως τῶν εὖ φρονούντων οὐδεὶς μέρος τῆς ἰατρικῆς καλέσει εἶναι τὸ φλεβοτόμον, εἴ γε τὸ μὲν σῶμα, τὸ φλεβοτόμον,
15τὸ δὲ ἀσώματον, ἡ ἰατρική· οὐδέποτε δὲ τὸ σῶμα τοῦ ἀσωμάτου μέρος ἐστί. πόθεν οὖν ὁ παραλογισμὸς προῆλθεν; λέγω τοίνυν, διότι τὸ ζητούμενον ἐν τῷ ἐπιχειρήματι παραλέλειπται· ἔδει γὰρ αὐτοὺς οὕτως εἰπεῖν· ὅτι πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἢ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης ἢ μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς τῆς κεχρημένης ἢ μέρος ἢ μόριόν ἐστι
20ἢ ὄργανον. ἀλλὰ μὴν καὶ τῇ λογικῇ οὐδεμία ἄλλη τις κέχρηται ἢ μόνη ἡ φιλοσοφία· ταύτης ἄρα τῆς χρωμένης μέρος ἢ μόριόν ἐστιν ἢ ὄργανον. ἀλλὰ μὴν οὐκ ἔστι μέρος ἢ μόριον ἡ λογική, ὡς δέδεικται· ὄργανον ἄρα ἐστί. καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ πρώτου λόγου. δεύτερος λόγος τοιαύτην ἔχων τὴν ἀγωγήν· ἡ λογικὴ προβάλλεται ὑπὸ τῆς φιλοσοφίας· πᾶν τὸ προ‐
25βαλλόμενον ὑπό τινος μέρος ἐστὶ τοῦ προβάλλοντος· ἡ λογικὴ ἄρα ὡς προ‐ βληθεῖσα ὑπὸ τῆς φιλοσοφίας μέρος αὐτῆς ἐστι. ψευδὴς δὲ καὶ οὗτος ὁ λόγος καθέστηκεν· αὐτίκα γοῦν ὁ μὲν χαλκεὺς ἑαυτῷ 〈ἄκμονα〉 προβάλλεται καὶ ὁ τέκτων, εἰ τύχοι, σφῦραν, καὶ οὐδέτερον οὐδετέρου μέρος ἐστί. καὶ οἱ μὲν τῶν Στωϊκῶν λόγοι τοιαύτην ἔχουσι τὴν ἀγωγήν, δεικνύναι ἐπειγό‐
30μενοι τὴν λογικὴν μέρος οὖσαν τῆς φιλοσοφίας. Οἱ δὲ τῶν Περιπατητικῶν λόγοι, τρεῖς ὄντες τὸν ἀριθμόν, τοιαύτην ἔχουσι τὴν ἀγωγήν, οἱ πρεσβεύοντες εἶναι ὄργανον τὴν λογικήν. καὶ ὁ μὲν πρῶτος αὐτῶν τοῦτον ἔχει τὸν τρόπον· ἐὰν ὦσι, φασί, δύο τέχναι καὶ κέχρηται ἡ ἑτέρα τῷ ἀποτελέσματι τῆς ἑτέρας, ἡ κεχρημένη κρείττων ἐστὶ τῆς ἀποτε‐
35λεσάσης· οἷον ὡς ἔχει ἐπὶ χαλινοποιητικῆς καὶ ἱππικῆς· ἡ μὲν γὰρ χαλινο‐ ποιητικὴ χαλινὸν ἐποίησεν, ἡ δὲ ἱππικὴ τούτῳ ἐχρήσατο· οὐκοῦν ἄρα ἡ ἱππικὴ ὡς κεχρημένη τῷ ἀποτελέσματι τῆς χαλινοποιητικῆς κρείττων αὐτῆς
ὑπάρχει. οὕτω καὶ ἡ κυβερνητικὴ ναυπηγικῆς ἐστι τιμιωτέρα, διότι τῷ15

16

πλοίῳ κέχρηται ἡ κυβερνητικὴ ἀποτελέσματι ὄντι τῆς ναυπηγικῆς. εἰ δὲ τοῦτο, ἐπειδὴ ἡ μὲν φιλοσοφία ποιεῖ τὴν λογικήν, κέχρηνται δὲ αἱ ἄλλαι πᾶσαι τέχναι τῷ ἀποτελέσματι τῆς λογικῆς, οἷον ἰατρική, γραμματική, ῥητορική, καὶ ἁπλῶς εἰπεῖν αἱ παραπλήσιοι τέχναι, εὑρεθήσεται ἄρα ἡ
5φιλοσοφία τῶν ἄλλων τεχνῶν τῶν κεχρημένων τῷ ταύτης προβλήματι, λέγω δὴ τῇ λογικῇ, ** κρείττους τῆς φιλοσοφίας, ἐπεὶ ἀτοπίας πάσης ἐστὶν ἐπέκεινα· τίς γὰρ ἂν εἰς τοσαύτην ἔλθοι ἀναίδειαν ὥστε τὴν μητέρα ὅλων τῶν τεχνῶν χείρονα ὀνομάσαι τῶν κατὰ μέρος τεχνῶν; εἰ μὴ οὖν μέρος ἐστὶ διὰ τὸ ἄτοπον τοῦτο, ὄργανον ἄρα ἐστὶ τῆς φιλοσοφίας ἡ λογική. καὶ
10ἐν τούτοις ἡ ἐπαγωγὴ τοῦ πρώτου ἐπιχειρήματος. δεύτερον ἐπιχείρημα τοιαύτην ἔχον τὴν ἀγωγήν· τὸ μέρος τῷ ὅλῳ τὴν αὐτὴν θέλει ἔχειν ὕλην καὶ τὸ αὐτὸ τέλος· ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ, φημὶ δὴ τῇ φιλοσοφίᾳ, οὐδὲ τὸ αὐτὸ τέλος· ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσο‐ φίας ἀλλὰ ὄργανον. κατασκευάσωμεν δὲ ἑκατέραν τῶν προτάσεων, καὶ
15τὴν μὲν μείζονα οὕτω τὴν λέγουσαν ὅτι τὸ μέρος τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ καὶ τὸ αὐτὸ τέλος λέγοντες οὕτως· ὅτι ἀληθές ἐστι τὸ λεγόμενον· αὐτίκα γοῦν τὸ διαιτητικὸν μέρος ἐστὶ τῆς ἰατρικῆς τὴν αὐτὴν ὕλην ἔχον τῇ ἰατρικῇ, τὰ ἀνθρώπινα σώματά φημι, καὶ τὸ αὐτὸ τέλος, οἷον τὴν ὑγίειαν· ἀμφότερα γὰρ τὴν ὑγείαν πραγματεύονται. ἔρρωται ἄρα τέως ἡ μείζων
20πρότασις. οὐχ ἥκιστα δὲ καὶ ἡ ἐλάττων ἔρρωται ἡ λέγουσα ὅτι ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ οὐδὲ τὸ αὐτὸ τέλος· κατὰ ἀλήθειαν γὰρ οὐχ ἡ αὐτὴ ὕλη λογικῆς καὶ φιλοσοφίας, ἀλλὰ τῆς μὲν λογικῆς εἰσιν αἱ φωναί, τῆς δὲ φιλοσοφίας τὰ πράγματα, ὡς ὁρισμὸς δηλοῖ ὁ λέγων αὐτὴν γνῶσιν εἶναι θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ἀλλ’ οὐδὲ μὴν τὸ αὐτὸ
25τέλος ἑκατέρας ἐστίν, ἀλλὰ τέλος μέν ἐστι φιλοσοφίας ἡ ἐξομοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις, ὡς εἴρηται, τῆς δὲ λογικῆς ἡ τῆς ἀποδείξεως γένεσις. εἰ τοίνυν ἑκατέρα τῶν προτάσεων εὖ ἡμῖν συλλελόγισταί πως, καὶ τὸ συμπέρασμα πῶς οὐκ ἂν εἴη ἀληθές; καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ δευτέρου λόγου. τρίτον ἐπιχείρημα καὶ αὐτὸ τοιαύτην ἔχον τὴν ἀγωγήν·
30ἴδιον μέρους ἐστί, φασί, τὸ δι’ αὑτὸ παραλαμβάνεσθαι, ὀργάνου δὲ τὸ δι’ ἕτερον παραλαμβάνεσθαι. εἰ δὲ ἡ λογικὴ οὐ δι’ ἑαυτὴν παραλαμβάνεται ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξιν, τὸ δὲ δι’ ἄλλο παραλαμβανόμενον τοῦ δι’ ὃ παραλαμβάνεται ὄργανόν ἐστιν, ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον. ὅτι δὲ οὐ δι’ ἑαυτὴν παραλαμβάνεται ἡ λογικὴ
35ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξίν φημι, δῆλον ἐντεῦθεν· ἡ φύσις οὔτε πάντα ἡμᾶς ἔκρυψεν, ἐπεὶ ἀδύνατον ἦν ζητοῦντας ἡμᾶς εὑρεῖν, ἀλλ’ οὐδὲ μὴν πάντα ἡμῖν ἐφανέρωσεν, ἐπεὶ ἄτοπον ἦν καὶ περιττὸν τὸ ζητεῖν, ἀλλὰ τὰ μὲν δείξασα τὰ δὲ κρύψασα ζητητικοὺς ἡμᾶς καὶ εὑρετικοὺς ἀπετέλεσεν.
εἴληπται οὖν ἡ λογικὴ ὡς μεθόδους ἡμῖν παρέχουσα, δι’ ὧν εὑρίσκειν16

17

δυνησόμεθα τὰ ὑπὸ τῆς φύσεως κεκρυμμένα· διὰ γὰρ τῶν ὑπ’ αὐτῆς δειχ‐ θέντων ἡμῖν τὰ μὴ δειχθέντα εὑρίσκομεν. καλῶς οὖν ἄρα συλλελόγισται ἡμῖν ὅτι δι’ ἕτερον παραλαμβάνεται ἡ λογικὴ καὶ διὰ τοῦτο ὄργανον ἂν κληθείη. Ὅτι δὲ εὖ λέγουσιν οἱ Περιπατητικοί, δείξωμεν καὶ ἡμεῖς δι’ ἑτέρων
5λόγων ὄργανον οὖσαν τὴν λογικήν, ἐπισφραγίζοντες τοὺς ἤδη εἰρημένους λόγους ὡς ἀληθείας μετέχοντας. τὸ μέρος συμπληρωτικόν ἐστι τῆς οὐσίας τοῦ πράγματος· ἀμέλει τοι παρὸν μὲν σώζει τὸ ὅλον ἀπὸν δὲ φθείρει· ἡ φιλοσοφία χωρὶς τῆς λογικῆς δύναται θεωρηθῆναι κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική· ἡ λογικὴ ἄρα οὐκ ἔσται μέρος φιλοσοφίας ἀλλ’
10ὄργανον. ἀλλ’, ὡς εἴρηται, ἡμεῖς οἱ ἄνθρωποι τῆς λογικῆς ἐδεήθημεν πρὸς ἀπόδειξιν, τῆς δὲ ἀποδείξεως εἰς κατάληψιν τῶν κεκρυμμένων. ἔστι δὲ καὶ ἕτερον λόγον κατασκευαστικὸν τοῦ αὐτοῦ εἰπεῖν τοιοῦτον· τὸ ὄργανον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ ὅλον, ὡς ἔχει ἐπὶ σκεπάρνου καὶ τεκτονικῆς (τὸ γὰρ σκέπαρνον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸν τέκτονα)· ἡ λογικὴ ἀναιρου‐
15μένη οὐκ ἀναιρεῖ τὴν φιλοσοφίαν· ἡ λογικὴ ἄρα ὄργανον τῆς φιλοσοφίας. καὶ ἔστι τὸ αὐτὸ ἐπιχείρημα τοῦτο τῇ δυνάμει τῷ προλαβόντι, διαφέρον τῇ διαφόρῳ ἐπιβολῇ. Οἱ μὲν οὖν τῶν Περιπατητικῶν καὶ τῶν Στωϊκῶν λόγοι τοῦτον ἔχουσι τὸν τρόπον, ὁ δὲ θεῖος Πλάτων καὶ μέρος αὐτὴν οἴεται εἶναι καὶ ὄργανον,
20ὅθεν οὐ δεῖται κατασκευῆς· ἀμφότεροι γάρ, φησίν, ἐμοὶ νικᾶτε· διὰ τοῦτο γὰρ ἐπιχειρήματα εὐπορεῖτε ἑκάτεροι, διότι ἡ λογικὴ τῆς φιλοσοφίας καὶ μέρος ἐστὶ καὶ ὄργανον, καὶ ἀληθεύετε, ἄνδρες, καὶ μάχεσθε πρὸς ἀλλήλους μὴ μαχόμενοι· καὶ γὰρ μέρος ἐστὶ καὶ ὄργανον. καὶ μὴ νομίσητε κατὰ τὸ αὐτὸ λέγειν με τοῦτο· κατ’ ἄλλο γὰρ καὶ ἄλλο μέρος ἐστὶ καὶ ὄργανον,
25ὡς ἔστι ἐπὶ χειρὸς ἐξετάσαι τὸν λόγον καὶ τοῦ ξέστου· καὶ γὰρ ἡ χεὶρ καὶ μέρος ἐστὶ καὶ ὄργανον, μέρος μὲν τοῦ ὅλου σώματος ὄργανον δὲ δόσεως καὶ λήψεως. ὁμοίως καὶ ὁ ξέστης καὶ μέρος καὶ ὄργανόν ἐστι· ἐπειδὴ γὰρ διττὸς ὁ ξέστης, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος, δυνατὸν μέρος μὲν εἰπεῖν τὸν μετρούμενον ὄργανον δὲ τὸν μετροῦντα. ὥσπερ οὖν ἐπὶ τούτων ἐδεί‐
30ξαμεν ὅτι οὐκ ἀπεικὸς τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο καὶ μέρος εἶναι καὶ ὄργανον, οὕτω καὶ ἐπὶ τῆς λογικῆς οὐδὲν ἄτοπον ἡμῖν συμβήσεται λέγουσιν αὐτὴν εἶναι καὶ μέρος καὶ ὄργανον· ὄργανον μὲν ὅτε ἐν ψιλοῖς κανόσι θεωρεῖται, ὡς ὅτε εἴπω ὅτι ‘ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται συμπέρασμα‘, μέρος δὲ ὅτε μετὰ τῶν πραγμάτων
35αὐτῶν παραλαμβάνεται, ὡς ὅτε εἴπω ὅτι ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτο‐ κίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατοσ‘, καὶ πάλιν ‘πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν καλόν, πᾶν ἄρα δίκαιον καλόν‘. καὶ ἄξιον θαυμάσαι τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη, καὶ τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος καὶ
ἐφευρόντος ἄνευ πράγματος τοὺς κακόνας, Πλάτωνος δὲ χωρὶς κανόνων17

18

κεχρημένου τῇ ἀποδείξει· οἱ γὰρ παλαιοὶ ἀποδεῖξαι μὲν ᾔδεισαν, ἀπόδειξιν δὲ ποιῆσαι [ἀντὶ τοῦ μέθοδον ἀποδεικτικήν] οὐκ ᾔδεισαν, ταὐτὸ πάσχοντες τοῖς κεχρημένοις μὲν ὑποδήμασι, σκυτοτομεῖν δὲ ἀγνοοῦσι. καὶ οὐ διὰ τοῦτο χείρονα τὸν Πλάτωνα τοῦ Ἀριστοτέλους οἰητέον, ἀλλὰ τὸ ἐναντίον καὶ
5κρείττονα· οὐδὲ γὰρ ἀποδεικνὺς ἐκεῖνος τῆς Ἀριστοτέλους ἀποδεικτικῆς μεθόδου ἐδεήθη, ἀλλὰ τοὐναντίον Ἀριστοτέλης τῆς Πλάτωνος ἀποδείξεως. οὕτω γοῦν καὶ Ὅμηρος καὶ Δημοσθένης οὐκ ἐδεήθησαν οὔτε τοῦ Περὶ ποιητικῆς Ἀριστοτέλους οὔτε τῆς Ἑρμογένους τέχνης, ἀλλὰ τοὐναντίον αὐτοὶ τούτων ἐδεήθησαν, ἵνα τὰς μεθόδους συστήσονται ἐκ τῶν συγγραμ‐
10μάτων αὐτῶν. τοῦτο πέρας τῆς προκειμένης θεωρίας, ἐπειδὴ καὶ περὶ τῆς ζητήσεως τῆς λογικῆς, πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας, καθ‐ έστηκεν.
13tἈρχὴ τῆς εʹ θεωρίας.
14Ἐπειδὴ διὰ τὰς Κατηγορίας ἀνήλθαμεν ἐπὶ τὴν λογικήν, διὰ δὲ τὴν
15λογικὴν ἐφ’ ὅλην τὴν Ἀριστοτέλους φιλοσοφίαν, διανύσαντες τὴν περὶ τού‐ των θεωρίαν, εὖ φέρε λοιπὸν τὴν περὶ αὐτοῦ τοῦ προκειμένου, τοῦτ’ ἔστι τῶν Κατηγοριῶν, ζήτησιν ποιησώμεθα, μνησθέντες τῶν ἐν τῷ δεκάτῳ κεφαλαίῳ ἡμῖν εἰρημένων· ἐν ἐκείνῳ γὰρ μεμαθήκαμεν ὡς δεῖ ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος ἕξ τινα προλαβεῖν, σκοπόν τέ φημι καὶ χρείαν
20καὶ τάξιν ἀναγνώσεως, ἔτι δ’ αἰτίαν τῆς ἐπιγραφῆς καὶ συγγραφέα καὶ τὴν καλουμένην διασκευήν. οὐκοῦν ταύτην τὴν προθυμίαν ἔχοντες ἀρξώμεθα ἀπὸ τοῦ σκοποῦ, ἐπειδὴ πρὸς αὐτὸν ἅπαντα τὴν ἀναφορὰν ἔχει δημοσιεύ‐ οντα τὴν προαίρεσιν τοῦ προκειμένου συγγράμματος. οὐ μία τοίνυν γέγονε δόξα περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν, ἀλλὰ τοσαῦται γεγόνασι δόξαι, ὅσα
25τὰ ὄντα καθέστηκε· τριττὰ δὲ ταῦτα, ἢ πράγματα ἢ νοήματα ἢ φωναί, καὶ τὰ μὲν πράγματα θεόθεν παράγεται, τὰ δὲ νοήματα ὑπὸ τοῦ νοῦ, αἱ δὲ φωναὶ ὑπὸ τῆς ψυχῆς. εἰς τοσαῦτα τοίνυν καὶ ὁ σκοπὸς μερίζεται. τῶν 〈δὲ〉 διαφόρων αἱρέσεων τοῦτον μεριζουσῶν τρεῖς γεγόνασιν αἱρέσεις περὶ τοῦ σκοποῦ, καὶ ἡ μὲν ἔλεγεν περὶ φωνῶν μόνων διαλέγεσθαι τὸν Ἀριστοτέλη,
30εἰς ἣν ἦν ὁ Πορφύριος, ἡ δὲ περὶ μόνων πραγμάτων, εἰς ἣν ἦν ὁ Ἑρμῖνος, ἡ δὲ περὶ μόνων νοημάτων, εἰς ἣν ἦν Ἀλέξανδρος. καὶ ἕκαστος τούτων μάρτυρα τῆς οἰκείας δόξης τὸν Ἀριστοτέλη προεβάλλετο, Πορφύριος μὲν ὡς λέγων τὸν Ἀριστοτέλη περὶ φωνῶν διαλέγεσθαι ἐπιστοῦτο τὸν ἑαυτοῦ λόγον ἐκ τῆς ἐπιγραφῆς· ἐπιγέγραπται γάρ, φησί, τὸ σύγγραμμα Κατηγορίαι, οὐ‐
35δὲν δὲ ἕτερόν ἐστι κατηγορία ἢ τὸ κατὰ ἄλλου ἀγορεύεσθαι· τὸ δὲ ἀγο‐
ρεύεσθαι φωνῆς ἴδιον· περὶ φωνῶν ἄρα καὶ μόνον διαλαμβάνει. καὶ ὅλως18

19

ἐξ αὐτῶν τῶν θυρῶν προανακηρύττει ὁ φιλόσοφος τὴν προαίρεσιν, λέγων ὁμώνυμα λέγεται, τὸ δὲ λέγεται οὐκ ἐπὶ πραγμάτων ἀλλ’ ἐπὶ φωνῶν λαμβάνεται· ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι περὶ φωνῶν αὐτῷ ὁ σκοπός, ὅθεν καὶ διαιρεῖ αὐτάς, ἡνίκα φησὶν τῶν λεγομένων τὰ μὲν κατὰ συμ‐
5πλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς, τῶν λεγομένων ἐπὶ φωνῆς εἰωθότων ὀνομάζεσθαι. ὁ δὲ Ἑρμῖνος οἰόμενος αὐτὸν περὶ πραγμάτων διαλαμβάνειν πιστοῦται τὸν λόγον αὑτοῦ ἐκ τοῦ τὸν Ἀριστοτέλη πανταχοῦ τῷ ἔστι προσρήματι κεχρῆσθαι, ὅπερ ἐπὶ πραγμάτων εἴωθε λέγεσθαι. καὶ οὐ μόνον, φησίν, ἐκ τούτου ἔστι πιστώσασθαι τὸν λόγον, ἀλλὰ καὶ ἐκ
10τῆς διαιρέσεως τῆς παραδεδομένης ὑπ’ αὐτοῦ περὶ τῶν ὄντων, ἔνθα φησὶ τῶν ὄντων τὰ μέν ἐστιν ἐν ὑποκειμέν, τὰ δὲ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς δῆλον ὅτι περὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ σκοπός. καὶ μήτις ἀπορήσῃ πρὸς τὸν Ἑρμῖνον λέγων ὅτι ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ συμβήσεται εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ φωνῶν, τῶν φωνῶν
15αὐτῶν οὐσῶν· ἐρεῖ γὰρ ἴσως τις πρὸς αὐτόν, ὑπὲρ Ἑρμίνου τὸν λόγον ποι‐ ούμενος, ὅτι αἱ φωναὶ καὶ οἱ λόγοι οὐ λέγονται κυρίως εἶναι, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσιν, ὡς μαθησόμεθα. ὁ δὲ Ἀλέξανδρος ὑπολαμ‐ βάνων αὐτὸν περὶ νοημάτων διαλέγεσθαι, ἐξ ἑκατέρων λαμβάνων τὰς ἀφ‐ ορμὰς κατεσκεύαζε τὸν ἑαυτοῦ λόγον· φησὶ γὰρ ὅτι ἀμφότεροι ἐμοὶ νικᾶτε,
20ὡς ἐκ διαιρέσεως δείξωμεν· τῶν ὄντων τὰ μὲν μόνως ἀγγέλλει, τὰ δὲ μόνως ἀγγέλλεται, τὰ δὲ καὶ ἀγγέλλει καὶ ἀγγέλλεται. μόνως μὲν οὖν ἀγγέλλουσιν αἱ φωναί, μόνως δὲ ἀγγέλλονται τὰ πράγματα, ἀγγέλλει δὲ καὶ ἀγγέλλεται τὰ διανοήματα· ἀγγέλλει μὲν γὰρ τὰ πράγματα, ἀγγέλλεται δὲ ὑπὸ τῶν φωνῶν· οὐκοῦν μέσα ἐστὶ τὰ νοήματα τῶν τε φωνῶν καὶ τῶν
25πραγμάτων. λέγετε δὲ ὑμεῖς ὅτι περὶ φωνῶν καὶ περὶ πραγμάτων ζητεῖ, μέσα δὲ τούτων τὰ νοήματα, ὁ δὲ περὶ τῶν ἄκρων διαλαμβάνων περὶ τῶν μέσων διαλαμβάνει· περὶ νοημάτων ἄρα αὐτῷ ὁ σκοπός. εὐπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ ἄλλου λόγου τοιούτου· τοσοῦτόν φησιν ὅτι περὶ νοημά‐ των ἐστὶν αὐτῷ ὁ σκοπός, ὅτι ἐν τῷ τέλει τῶν Κατηγοριῶν φησιν ὑπὲρ
30μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ ταῦτα. εἰ τοίνυν περὶ γενῶν, ὡς εἴρηται, ἐστὶν αὐτῷ ὁ σκοπός, οἶδε δὲ πάλιν ἡ λογικὴ οὐ τὰ πρὸ τῶν πολλῶν (θεολογίας γὰρ ἔργον τοῦτο), οὐδὲ τὰ ἐν τοῖς πολλοῖς (φυσιολογίας γὰρ τοῦτο), ἀλλὰ τὰ ἐννοηματικὰ τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ, πῶς οὐκ ἔσται αὐτῷ ὁ σκοπὸς περὶ νοημάτων ἐνταῦθα, εἴ γε
35λογική ἐστιν ἡ μετὰ χεῖρας πραγματεία; καὶ οὕτω μὲν αἱ τρεῖς αἱρέσεις τὸ οἰκεῖον ἐξ αὐτοῦ τοῦ φιλοσόφου πιστούμεναι προΐεσαν. ὁ δὲ θεῖος Ἰάμβλιχος, ἐπιγενόμενος ὕστερον, φησὶ πρὸς αὐτοὺς ὅτι μάχεσθε, ἄν‐ θρωποι, μὴ μαχόμενοι· καὶ γὰρ καὶ ἀληθεύετε καὶ οὐκ ἀληθεύετε· ἀλη‐
θεύει γὰρ ἕκαστος ὑμῶν λέγων τοῦτον εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους,19

20

ψεύδεται δέ, ὅτι τοῦτον λέγει καὶ μόνον [ἢ περὶ φωνῶν μόνως εἴρηται ἢ περὶ νοημάτων μόνον ἢ περὶ πραγμάτων μόνον]. ὥσπερ εἴ που ὁριζόμενός τις τὸν ἄνθρωπον εἴποι αὐτὸν ἢ ζῷον μόνον εἶναι ἢ λογικὸν ἢ θνητὸν μόνον, ἀληθεύει μέν, ἐπειδὴ ταῦτα ἔστιν ὁ ἄνθρωπος, ψεύδεται δὲ ἓν
5ἕκαστον μόνον εἶναι λέγων τὸν ἄνθρωπον· οὕτω καὶ ὁ περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων μόνον οἰόμενος τὸν Ἀριστοτέλη λέγειν κατορθοῖ τι καὶ οὐ κατορθοῖ· κατορθοῖ μέν, ἐπειδὴ μερικῶς πως ἥψατο τοῦ σκοποῦ, οὐ κατορθοῖ δέ, ἐπειδὴ μὴ τελείως ἠδυνήθη ἀποδοῦναι τὸν σκοπὸν τοῦ συγγράμματος· ἔστιν οὖν τῷ ὄντι ὁ σκοπὸς τοῦ Ἀριστοτέλους οὔτε
10περὶ φωνῶν μόνον οὔτε περὶ νοημάτων μόνον οὔτε περὶ πραγμάτων μόνον, ἀλλὰ περὶ τῶν τριῶν ἅμα, φωνῶν, νοημάτων, πραγμάτων· οὐδὲ γὰρ δυνα‐ τὸν περὶ ἑνὸς διαλεχθῆναι ἄνευ τῶν λοιπῶν. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐρωτήσωμεν τοὺς περὶ φωνῶν καὶ μόνον λέγοντας αὐτὸν ζητεῖν ὅτι οἱ βουλόμενοι τὸν Ἀριστοτέλη διαλεχθῆναι περὶ
15φωνῶν, περὶ ποίων ἄρα βούλεσθε; ἀσήμων ἢ σημαντικῶν; ἀσήμων μὲν οὐδαμῶς· γραμματικῆς γὰρ ἴδιον τὰς τοιαύτας σκοπεῖν, οἷς οὐδὲν διαφέρει τὸ σκινδαψὸς καὶ Ὅμηρος κατὰ κλίσιν. οὐκοῦν εἰ μὴ περὶ ἀσήμων ἐστὶν αὐτῷ ὁ λόγος, περὶ σημαντικῶν ἄρα. ἀλλ’ ἐπειδὴ αἱ σημαντικαὶ φωναὶ πραγμάτων εἰσὶ σημαντικαί, καὶ περὶ πραγμάτων ἄρα ζητεῖ· ταῦτα δὲ ἄκρα,
20ὡς ἄνω δέδεικται· ὁ δὲ περὶ τῶν ἄκρων διαλεγόμενος καὶ τὰ μέσα περι‐ λαμβάνει, ἅπερ ἐστὶ τὰ νοήματα· καὶ περὶ νοημάτων ἄρα ἐστὶν αὐτῷ ὁ λόγος. οὐκοῦν ἔχομεν ἀναφανὲν ἡμῖν τέως τοῦτο, ὅτι ὁ περὶ φωνῶν δια‐ λεγόμενος καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων διαλέγεται. πάλιν οἱ περὶ πραγμάτων λέγοντες εἶναι τὸν σκοπὸν καὶ μόνων τῷ Ἀριστοτέλει
25ἐρωτῶσιν ἡμῖν ἀποκρινέσθωσαν· πῶς περὶ πραγμάτων αὐτὸν λέγετε διαλέγε‐ σθαι; ἆρα περὶ πραγμάτων ᾗ πράγματα ἢ ὡς ὑπὸ φωνῶν σημαινομένων; οὐ δήπου ἐρεῖτε αὐτὸν περὶ πραγμάτων ᾗ πράγματα ἔχειν τὸν σκοπὸν ἐν τούτῳ· πρώτης γὰρ φιλοσοφίας ἔργον ἐστὶ τοῦτο. οὐκοῦν ὡς ὑπὸ φωνῶν σημαινομένων. ** ζητεῖ ταῦτα· οὐ δήπου γὰρ δακτύλῳ δείκνυσι ταῦτα
30φιλοσοφῶν· οὐκοῦν καὶ περὶ φωνῶν ἐστιν αὐτῷ ὁ λόγος. ἀλλ’ ἐπειδὴ σημαίνουσι τὰ πράγματα αἱ φωναὶ διὰ μέσων νοημάτων, καὶ περὶ νοημά‐ των ἐστὶν ἄρα αὐτῷ φροντίς. καὶ πάλιν ἀναπέφανται ἡμῖν τὸ ἐξ ἀρχῆς, ὅτι ὁ περὶ πραγμάτων διαλεγόμενος καὶ περὶ τῶν λοιπῶν διαλέγεται. ἀλλὰ δὴ καὶ οἱ περὶ νοημάτων λέγοντες αὐτὸν ἔχειν τὸν σκοπὸν εἰς μέσον
35ἀγέσθωσαν· ἐρωτητέον γὰρ αὐτοὺς ὅτι οἱ περὶ νοημάτων βουλόμενοι τὸν Ἀριστοτέλην διαλαβεῖν, ποίων ἄρα νοημάτων; ἆρα τῶν ἐπὶ ψιλῇ ἐπινοίᾳ; οὐδαμῶς. οὐκοῦν τῶν σημαινόντων. τί σημαίνουσι δέ; τὰ πράγματα· δῆλον ἄρα ὅτι καὶ περὶ πραγμάτων διαλέγεται. καὶ ἐπειδὴ μὴ μόνον ση‐
μαίνουσιν, ἀλλὰ καὶ σημαίνονται ὑπὸ τῶν φωνῶν, δῆλον ἄρα καὶ περὶ20

21

φωνῶν διαλεχθήσεται. καὶ ἄλλως· εἰ δέδεικται ὅτι μέσα τὰ νοήματα φωνῶν καὶ πραγμάτων, ὁ περὶ τῶν μέσων διαλεγόμενος πῶς οὐ διαλεχθή‐ σεται καὶ περὶ τῶν ἄκρων; ἐκ τούτων τοίνυν ἔχομεν ὡς ἔστιν ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων. φωνὰς μὲν
5οὖν ᾗ φωναὶ σκοπεῖν γραμματικῆς ἔργον, νοήματα δὲ ᾗ νοήματα τῆς περὶ ψυχῆς πραγματείας, πράγματα δὲ ᾗ πράγματα τῆς πρώτης φιλοσοφίας· ἐπεὶ τοίνυν τὸ παρὸν βιβλίον οὔτε πρώτη ἐστὶ φιλοσοφία οὔτε ψυχῆς θεωρία οὔτε γραμματικὸν σύγγραμμα, οὐ σκοπήσει τὰ πράγματα ᾗ πρά‐ γματα οὐδὲ τὰ νοήματα ᾗ νοήματα οὐδὲ τὰς φωνὰς ᾗ φωναί, ἀλλὰ σκο‐
10πήσει τὰς φωνὰς ὡς σημαινούσας πράγματα διὰ μέσων νοημάτων. οὐκοῦν σκοπὸς τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ φωνῶν πράγματα σημαινουσῶν διὰ μέσων νοημάτων, καὶ ἁπλῶς εἰπεῖν, περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλέγεται κατὰ τὴν πρὸς ἄλληλα σχέσιν. Ἀλλ’ οὔπω ἔχομεν τέλειον τὸν τῶν Κατηγοριῶν σκοπόν· καὶ γὰρ καὶ
15τὰ Ἀναλυτικά, τοῦτ’ ἔστιν ἡ περὶ συλλογισμῶν πραγματεία, καὶ τὸ Περὶ ἑρμηνείας, ὅ ἐστι τὸ περὶ προτάσεων σύγγραμμα, τοιοῦτον ἐπιδέχεται τὸν σκοπόν. οὐκοῦν πρὸς χωρισμὸν τούτων ῥητέον ὅτι ἐκεῖνα μὲν περὶ συν‐ θέτων φωνῶν διαλέγεται, τοῦτο δὲ περὶ ἁπλῶν. ὅθεν λεκτέον τὸν σκοπὸν εἶναι τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν
20διὰ μέσων ἁπλῶν νοημάτων. ἀλλὰ πάλιν οὐδὲ οὕτως ἔχομεν τέλειον τὸν σκοπὸν τῶν Κατηγοριῶν· καὶ γὰρ ἐν ἀρχῇ τοῦ Περὶ ἑρμηνείας περὶ ὀνόματος καὶ ῥήματος διαλέγεται ὁ Ἀριστοτέλης· ταῦτα δὲ ὡμολόγηται εἶναι παρὰ πᾶσιν ἁπλαῖ φωναὶ πραγμάτων ἁπλῶν σημαντικαὶ διὰ μέσων ἁπλῶν νοημά‐ των. οὐκοῦν πρὸς χωρισμὸν τούτων προσθετέον ‘κατὰ τὴν πρώτην θέσιν,‘
25ἐκείνων τῆς πρώτης θέσεως μὴ οὐσῶν, ἀλλὰ μᾶλλον τῆς δευτέρας θέσεως. ἀλλ’ ἵνα μάθωμεν τίς ἡ πρώτη θέσις καὶ τίς ἡ δευτέρα θέσις, ἔνθεν ἀρξώμεθα· ἰστέον τοίνυν ὅτι ἡ φύσις κοινωνικὸν τὸν ἄνθρωπον ἐβούλετο προαγαγεῖν· οὐκοῦν τοῦτον ἔχουσα τὸν σκοπὸν καὶ τὸ διαλέγεσθαι αὐτῷ δεδώρηται, ἵνα σημᾶναι δύνηται τοῖς πέλας τὰ πράγματα. οὐκ ἂν δὲ
30κοινωνεῖν οὕτως ἠδύνατο, εἰ μὴ καὶ κατὰ τὰς φωνὰς ἡ κοινωνία ἦν, ὃν τρόπον οὐδὲ οἱ διαφόρους ἔχοντες νόμους τῆς αὐτῆς εἶναι δύνανται πολι‐ τείας. κοινωνία δὲ τῶν φωνῶν ἔνθεν ἐγένετο· χορὸς σοφῶν ἀνδρῶν συν‐ ελθὼν ἑκάστῳ πράγματι ἴδιον ἀφώρισεν ὄνομα, καὶ τὸ μὲν ἐκάλεσαν οὐσίαν τὸ δὲ συμβεβηκός, καὶ ἁπλοῖς πράγμασιν ἁπλᾶ ἔθεντο τὰ ὀνόματα, καὶ
35οὕτω παρὰ πᾶσιν χαρακτηρίζεται. αὕτη λέγεται πρώτη θέσις. εἶτα ἐπειδὴ ἑώρων τὰ μὲν τῶν ὑπ’ αὐτῶν τεθέντων ὀνομάτων ἐπιδεχόμενα ἄρθρα, τὰ δὲ μὴ ἐπιδεχόμενα ἀλλὰ καὶ χρόνον σημαίνοντα, ἐκάλουν τὰ μὲν ὀνόματα τὰ δὲ ῥήματα. καὶ ἐκάλουν ταύτην δευτέραν θέσιν. ἐπεὶ οὖν τί ἐστιν πρώτη θέσις καὶ τί δευτέρα μεμαθήκαμεν, εἴπωμεν οὕτως· ὅτι σκοπός ἐστι τῶν Κατη‐
40γοριῶν διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν διὰ21

22

μέσων ἁπλῶν νοημάτων κατὰ τὴν πρώτην θέσιν. καὶ ἐν τούτοις ἐστὶν ὁ σκοπός. Χρήσιμον δέ ἐστιν πρὸς πᾶσαν φιλοσοφίαν· ἡ γὰρ φιλοσοφία τὰ ὄντα διδάσκειν ἐπαγγέλλεται· τὰ δὲ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγονται·
5χρήσιμον ἄρα τὸ βιβλίον πρὸς τὴν φιλοσοφίαν. [εἰ δὲ καὶ δοκεῖ τὸ ση‐ μεῖον 〈ἀνάγειν ὑπὸ〉 τὰς κατηγορίας, ἀλλ’ οὖν καθ’ ἕτερον τρόπον ὑπ’ αὐταῖς ἐστι· τὸ γὰρ σημεῖον ἀρχή ἐστιν, ἡ δὲ ἀρχὴ τῶν πρός τι, τὸ δὲ πρός τι μία τῶν κατηγοριῶν.] χρησιμεύει δὲ πάλιν καὶ εἰς ἀπόδειξιν. ἡ δὲ ἀπόδειξις εἰς ἑκάτερον μέρος τῆς φιλοσοφίας ἐστίν, εἴς τε τὸ θεωρητι‐
10κὸν καὶ πρακτικόν, ἵνα τὰ μὲν φαινόμενα διὰ τῆς ἀποδείξεως ἐν τῷ θεω‐ ρητικῷ πρεσβεύσωμεν ὡς ἀληθῆ, τὰ δὲ ἐν τῷ πρακτικῷ ἀγαθὰ διαπρα‐ ξώμεθα. Ἐπιγέγραπται δὲ τὸ βιβλίον Κατηγορίαι, τῷ τῆς κατηγορίας ὀνόματι ἐνταῦθα οὐ δηλοῦντες τὴν ἐπὶ ἐγκλήματος δίκην, ἀλλὰ σημαίνοντες τὸ κατά
15τινος ἀγορεύεσθαι· τῶν γὰρ ὄντων τὰ μὲν μόνως ὑπόκεινται, ὡς τὰ ἄτομα, τὰ δὲ μόνως κατηγορεῖται, ὡς τὰ γενικώτατα, τὰ δὲ μέσα καὶ ὑπ‐ άλληλα, ἅτινα καὶ ὑπόκεινται καὶ κατηγορεῖται. ἐπεὶ οὖν ὁ Ἀριστοτέλης ἐνταῦθα περὶ τῶν γενικωτάτων διελέγετο, ἐπέγραψεν τὸ βιβλίον Κατηγορίας, οὕτω καλῶν τὰ γενικώτατα γένη. εἰκότως· εἰ γὰρ καὶ ἄλλα κατηγοροῦνται,
20ἀλλ’ οὐ δήπου καὶ κατηγορίαι λέγονται, ὅτι μὴ ἀκραιφνῶς μετέχουσι τοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ὑπόκεινται. τὰ δὲ γενικώτατα, ἅτε μόνως κατη‐ γορούμενα μηδέποτε δὲ ὑποκείμενα, εἰκότως κατηγορίαι κληθήσονται. καὶ μὴ ἀπορήσῃ τις λέγων διὰ τί ἐπέγραψε μὲν Κατηγορίας, Περὶ κατηγοριῶν δὲ οὐκ ἐπέγραψεν· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι, ὡς ἂν εἴποι τις, βουλόμενος
25σωματοποιῆσαι τὸν λόγον καὶ δι’ αὐτοῦ σημᾶναι τὰ πράγματα ἐχρήσατο τοιαύτῃ ἐπιγραφῇ. οὕτω γοῦν πρὸ αὐτοῦ ὁ Πλάτων ἐπέγραψε Φαῖδρος, Ἀλκιβιάδης, καὶ μετὰ τοῦτον Ἀριστείδης τὰ ὑπὲρ τῶν στρατηγῶν ἐγκώμια οὐχ Ὑπὲρ αὐτῶν ἐπέγραψεν, ἀλλὰ τοῖς ὀνόμασι τῶν ἐγκωμιαζομένων ἐπέ‐ γραψεν, Θεμιστοκλῆς εἰπὼν καὶ Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης, ὡς
30τῶν λόγων, ὡς εἴρηται, σημαινόντων τὰ πράγματα καὶ μιμουμένων αὐτά. μήτις δὲ ἐπιγράψῃ Περὶ γενῶν, ὥσπερ ὁ Ἀρχύτας [γένη] ἐπέγραψε τὰς Κατηγορίας· τὰ γὰρ γένη ἐννοηματικά ἐστιν, ὥς φησιν ὁ Πορφύριος ἐν τῷ Περὶ γένους ‘οὐδὲν ἄρα περιέχει περιττὸν οὐδὲ ἐλλεῖπον ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίασ‘. μηδὲ μὴν Πρὸ τῶν τόπων τις τὰς Κατηγο‐
35ρίας ἐπιγράψῃ, ὥσπερ οἱ πολλοὶ ἐπέγραψαν· οὐ μόνον γὰρ πρὸ τῶν Τόπων ἐστὶ τὸ παρὸν βιβλίον, ἀλλὰ καὶ πρὸ τοῦ Περὶ ἑρμηνείας καὶ τῶν ἄλλων. καὶ ἐν τούτοις τὰ τῆς ἐπιγραφῆς. Ἆρα γνήσιόν ἐστι τοῦ παλαιοῦ τὸ βιβλίον ἢ οὔ; τινὲς μὲν οὖν νοθεύ‐
ουσι τὸ βιβλίον διὰ τέσσαρας αἰτίας, ὧν ἡ πρώτη τοιαύτην ἔχει τὴν ἀγω‐22

23

γήν· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν ὁμωνύμων καὶ συνωνύμων ἐμνημόνευσεν, ἐν δὲ τῇ Φυσικῇ τῶν ὁμωνύμων καὶ τῶν συν‐ ωνύμων καὶ τῶν ἑτερωνύμων καὶ τῶν πολυωνύμων, ὡς δῆλον ὅτι νόθον ἐστὶ τὸ βιβλίον ὡς μὴ συνῳδὰ φθεγγόμενον τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις.
5πρὸς τοῦτό φαμεν ἡμεῖς ἢ ὅτι οὐκ ἐδεήθη ἡ παροῦσα διδασκαλία πλὴν τῶν δύο τούτων, καὶ διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ταὐτόν τι πάσχων τοῖς γεωμέτραις, οἵτινες πολλῶν ὄντων εἰδῶν μόνης εὐθείας καὶ περιφεροῦς γραμμῆς μέμνηνται, ἢ ὅτι διὰ τούτων συμπεριέλαβεν ἐκεῖνα τὰ ὄντα· τὸ γὰρ ὁμώνυμον ἐναντίον ἐστὶ πολυωνύμῳ τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ·
10τὸ μὲν γὰρ ὁμώνυμον ἓν μόνον ὄνομα σημαίνει πολλὰ δὲ πράγματα, τὸ δὲ ἄλλο τὸ ἀνάπαλιν πολλὰ μὲν ὀνόματα ἓν δὲ πρᾶγμα. πάλιν τὸ συν‐ ώνυμον τοῦ ἑτερωνύμου διαφέρει, καθὸ τὸ μὲν συνώνυμον ὀνόματος καὶ [οὐ] πράγματος κοινωνεῖ, τὸ δὲ ἑτερώνυμον οὐδετέρου. καὶ ἡ μὲν ἀγωγὴ τῆς πρώτης αἰτίας τοῦτον ἔχει τὸν τρόπον. δευτέραν αἰτίαν προβάλλονται
15τοιαύτην· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν λέγει τὴν αὐτὴν εἶναι μεταβολὴν καὶ κίνησιν, ἐν δὲ τῇ Φυσικῇ καθολικωτέραν τὴν μεταβολὴν τῆς κινήσεως. ἀλλὰ πρὸς τοῦτο πάλιν ἔστιν εἰπεῖν ὅτι οὐ προέκειτο ἐνταῦθα αὐτῷ φυσιολογῆσαι· διὸ ὡς μὴ ἔχων τοῦτον τὸν σκοπόν, ἀλλὰ καὶ ὡς πρὸς ἀτελεστέρους ποιούμενος τὸν λόγον, οὐκ ἠκριβολογήσατο
20περὶ τὴν ἀπόδοσιν τῆς διαφορᾶς τούτων. τρίτην αἰτίαν τοιαύτην λέγουσιν· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν τὸ ἐπιστητὸν πρότερον εἶναι λέγει τῆς ἐπιστήμης, ἐν δὲ τῇ Φυσικῇ ἅμα τὰ πρός τί φησιν εἶναι. ἀλλὰ πρὸς τοῦτο ἔστιν πάλιν εἰπεῖν ὅτι ἑκάτερος λόγος τοῦ φιλοσόφου ἐστὶν ἀληθής· τὰ γὰρ πρός τι καὶ ἅμα ἐστὶ καὶ οὐχ ἅμα·
25ἅμα μὲν ὡς πρός τι καὶ ὡς ἔχοντα σχέσιν πρὸς ἄλληλα, οὐχ ἅμα δὲ ὡς πράγματα. ἐν μὲν οὖν Φυσικοῖς λόγοις ἐξετάζων τὴν σχέσιν αὐτῶν ἅμα τῇ φύσει λέγει εἶναι τὰ πρός τι, ἐνταῦθα δὲ ὡς πράγματα αὐτὰ βασανίζων οὐχ ἅμα αὐτὰ λέγει εἶναι. τετάρτη αἰτία· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐν μὲν ταῖς ἄλλαις αὐτοῦ πραγματείας τὴν καθόλου οὐσίαν
30προτιμᾷ τῆς μερικῆς, ἐνταῦθα δὲ τὸ ἀνάπαλιν τὴν μερικὴν προτάττει τῆς καθόλου οὐσίας. δυοῖν οὖν θάτερον· ἢ πάσας τὰς πραγματείας αὐτοῦ δί‐ καιον νοθεῦσαι ἢ τὴν προκειμένην· ἀλλὰ μὴν ἀδύνατόν ἐστιν ἡμᾶς νο‐ θεῦσαι πάσας τὰς πραγματείας· τὴν προκειμένην ἄρα δεῖ νοθεῦσαι. εἰ δὲ τοῦτο, ἔχομεν τὸ ζητούμενον. ἔστι δὲ πάλιν πρὸς τοῦτο εἰπεῖν ὅτι εἰκότως
35ἐν ταύτῃ μὲν τῇ πραγματείᾳ τὴν μερικὴν προετίμησεν οὐσίαν τῆς καθόλου, ἐν δὲ ταῖς ἄλλαις τὴν καθόλου τῆς μερικῆς· ἐπειδὴ γὰρ ἐν τῷ παρόντι συγγράμματι ὡς πρὸς εἰσαγομένους ποιεῖται τὸν λόγον, εἰκότως τῇ πρε‐
πούσῃ τάξει τοῖς εἰσαγομένοις ἐχρήσατο, ἀρξάμενος ἀπὸ τῶν ἐκείνοις23

24

πρώτων· εἰσαγομένοις γὰρ πρῶτα τὰ μερικὰ τῶν καθόλου νομίζεται. ἐν δὲ ταῖς ἄλλαις πραγματείαις ἅτε δὴ ὡς πρὸς τελειοτέρους τὸν λόγον ποι‐ ούμενος καὶ ἐπιστήμονας τοῖς καθόλου τὴν πρώτην δίδωσι ψῆφον, ἐπειδὴ καὶ τῇ φύσει καὶ τοῖς ἐπιστήμοσι ταῦτα πρῶτα πέφυκεν ὄντα. ἀλλ’ ἐπεὶ
5μὴ μόνον χρὴ ἀνατρέπειν ἀλλὰ καὶ κατασκευάζειν, φέρε δείξωμεν ἐκ πλειόνων λόγων τὸ γνήσιον τοῦ βιβλίου. ὅτι γνήσιον τοίνυν ἐστὶ τοῦ συγ‐ γραφέως τὸ βιβλίον δῆλον ἔκ τε τῆς ὕλης καὶ τοῦ τέλους καὶ ἐκ τοῦ με‐ μνῆσθαι αὐτὸν ἐν ἑτέροις συγγράμμασιν αὐτοῦ γνησίοις τοῦ προκειμένου βιβλίου, ἔνθα φησὶν ‘ὡς εἴρηται ἐν Κατηγορίαις. καὶ ἄλλως· εἰ μὴ δῶμεν
10γνήσιον εἶναι τοῦ Ἀριστοτέλους τὸ σύγγραμμα, ἀκέφαλος ἔσται ἡ λογικὴ πραγματεία· ποῦ γὰρ ἡ λογικὴ διαλεχθήσεται περὶ ἁπλῶν φωνῶν κατὰ τὴν πρώτην θέσιν; καὶ ἄλλως· εἰ οἱ μαθηταὶ αὐτοῦ κατὰ ζῆλον τοῦ οἰκείου διδασκάλου ἔγραψαν Κατηγορίας, πῶς οὐκ ἔστι δῆλον ὅτι γνήσιον αὐτοῦ ἐστι τόδε τὸ σύγγραμμα; καὶ ἄλλως· φασὶν ὅτι εὑρέθησαν ἐν ταῖς
15βιβλοθήκαις μετὰ τὴν τελευτὴν αὐτοῦ τῶν μὲν Ἀναλυτικῶν μʹ καὶ βʹ βιβλία, τῶν δὲ Κατηγοριῶν βʹ, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐστιν αὕτη ἡ καὶ φερομένη ὁμώνυμα λέγεται, τοῦ δὲ ἑτέρου ἡ ἀρχὴ ἦν “τῶν ὄντων τὰ μέν ἐστιν ὁμώνυμα τὰ δὲ συνώνυμα τὰ δὲ πολυώνυμα”. οἱ οὖν κριτικοὶ τοῦτο μὲν ἔκριναν ὡς γνήσιον Ἀριστοτέλους γέννημα, τὸ δὲ θάτερον ἀπεδο‐
20κίμασαν νόθον. καὶ ἐν τούτοις καὶ τὸ γνήσιον τοῦ βιβλίου. Ἡ δὲ τάξις τῆς ἀναγνώσεως ἐστὶ τοιαύτη· ἰστέον ὅτι τὰ πράγματα καὶ θεωρεῖται καὶ πράττεται. ἀλλὰ ἀντιπεπονθότως ἔχει ἡ θεωρία τῇ πράξει· τὸ γὰρ τέλος τῆς θεωρίας ἀρχὴ γίνεται τῆς πράξεως καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ γίνεται τῆς θεωρίας, ὡς ἔχει ἐπὶ οἰκοδόμου· ὁ γὰρ
25οἰκοδόμος ἐνθυμεῖται ποιῆσαι κώλυμα θάλπους καὶ ψύχους. ἀλλ’ οὐχ οἷός τέ ἐστι τοῦτο ποιῆσαι δίχα ὀροφῆς, ἀλλ’ οὐδὲ τὴν ὀροφὴν δίχα τοί‐ χων, ἀλλ’ οὐδὲ τοὺς τοίχους δίχα θεμελίων, ἀλλ’ οὐδὲ τοὺς θεμελίους δίχα πρῶτον τοῦ ὀρύξαι τὴν γῆν· καὶ ἐνταῦθα μὲν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν δὲ ἄρχεται ἡ πρᾶξις. οὕτω καὶ ὁ γραμματικός φησιν πρὸς ἑαυ‐
30τὸν ὅτι ἔλαβον τὸ παιδίον, ὅπως διδάξω αὐτὸ λόγον· οὐ δύναται δὲ τοῦτο μαθεῖν, εἰ μὴ πρῶτον διδάξω αὐτὸ τὰ ἐξ ὧν σύγκειται ὁ λόγος, τοῦτ’ ἔστι τὰς λέξεις. ἀλλ’ οὐδὲ τοῦτο δύναται εἰδέναι, εἰ μὴ διδάξω αὐτὸ τὰς συλλαβάς. ἀλλ’ οὐδὲ τοῦτο εἴσεται ἄνευ τῶν στοιχείων. καὶ ὅθεν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν ἄρχεται ἡ πρᾶξις. εἰ τοίνυν βουλόμεθα ἀποδεῖξαί τι, οὐ
35δυνάμεθα δὲ τοῦτο ποιῆσαι ἄνευ τῶν τοιῶνδε συλλογισμῶν, ἀλλ’ οὐδὲ τοῦτο ἄνευ τῶν ἁπλῶν συλλογισμῶν, ὥσπερ οὐδὲ τὸ τοιῶσδε γράφειν ἄνευ τοῦ ἁπλῶς γράφειν, ἀλλ’ οὐδὲ τούτους ἄνευ τῶν προτάσεων, ἀλλ’ οὐδὲ ταύτας ἄνευ τῶν ἁπλῶν φωνῶν, εἴ γε αἱ μὲν τῆς δευτέρας θέσεώς εἰσιν αἱ δὲ τῆς πρώτης, ἀδύνατον δὲ τὴν δευτέραν εἰδέναι ἄνευ τῆς πρώτης, πῶς οὐκ
40ἔσται τὸ μὲν προκείμενον πρώτην ἔχον τάξιν ὡς περὶ τῶν ἁπλῶν φωνῶν
διαλεγόμενον τῆς πρώτης θέσεως, τὸ δὲ Περὶ ἑρμηνείας δευτέραν τάξιν24

25

ὡς διαλεγόμενον περὶ δευτέρας θέσεως τῶν ἁπλῶν φωνῶν, τὰ δὲ Πρῶτα ἀναλυτικὰ τρίτην ὡς περὶ τοῦ ἁπλοῦ συλλογισμοῦ διαλαμβάνοντα, τὰ δὲ Ὕστερα ἀναλυτικὰ τετάρτην ὡς περὶ τοῦ τοιοῦδε συλλογισμοῦ διαλαμβά‐ νοντα, οἷον δὴ τοῦ ἀποδεικτικοῦ.
5 Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις τοῦ βιβλίου τριττὴ καθέστηκεν· διαιρεῖ‐ ται γὰρ εἰς τὰ πρὸ τῶν κατηγοριῶν καὶ εἰς αὐτὰς τὰς κατηγορίας καὶ εἰς τὰ μετὰ τὰς κατηγορίας. καὶ ἐν μὲν ταῖς κατηγορίαις τοὺς ἀγῶνας αὐτοὺς παραδίδωσι, διαιρῶν τὰς κατηγορίας εἰς ὑπογραφὰς καὶ ἴδια, ἐν δὲ τοῖς λοιποῖς δύο τμήμασι τὰ χρήσιμα πρὸς τὰς κατηγορίας διδάσκει. ἀλλ’
10ἰστέον ὅτι τούτων τῶν διδασκομένων τὰ μέν ἐστιν ἀσαφῆ, τὰ δὲ ἀσαφῆ μέν, οὐκ ἐπὶ τοσοῦτον δέ ἐστιν ἀσαφῆ ὡς τὰ προλαβόντα, ἀλλὰ δίδωσιν ἑαυτὰ ἡμῖν πρὸς γνῶσιν ἀμυδρῶς πως. τὰ μὲν οὖν παντάπασιν ἀσαφῆ προεδίδαξεν, ἵνα μὴ ἐν αὐτοῖς τοῖς ἀγῶσι, τοῦτ’ ἔστιν ἐν τῇ περὶ τῶν κατηγοριῶν διδασκαλίᾳ, λέγοντος ταῦτα τοῦ φιλοσόφου ξενισθῶμεν, ἀγνο‐
15οῦντες τί ποτέ ἐστι τὰ λεγόμενα. τὰ δὲ κατά τι ἀσαφῆ ὕστερον καταλέ‐ λοιπεν, ὡς ἡμῶν ἐχόντων ἀμυδράν τινα περὶ τούτων ἔννοιαν, ὡς εἴρηται. οὐκ ἐδίδαξεν δὲ πάντα ἅμα, τά τε σαφῆ καὶ τὰ ἀσαφῆ, οὐδὲ ἐν τοῖς πρώ‐ τοις οὐδὲ ἐν τοῖς ὑστέροις, διὰ τὸ μὴ τοὺς νέους ὀκνηροτέρους παρασκευ‐ άσαι ἐπὶ τὴν ἀνάγνωσιν τοῦ βιβλίου ἢ διὰ τὴν τῶν ἐνθυμημάτων βαθύτητα
20ἢ διὰ τὴν τῶν λέξεων ἀσάφειαν, ἢ οὖν διὰ τοῦτο ἢ ἵνα μὴ ἀπρεπῆ τὸν λόγον ἐργάσηται, μεῖζον τῶν ἀγώνων ἢ καὶ τῶν ἐπιλόγων ποιῶν τὸ προ‐ οίμιον. καὶ ἐν τούτοις καταπαυέσθω ἡμῖν ἡ παροῦσα θεωρία καὶ τὰ προ‐
λαμβανόμενα τῶν Κατηγοριῶν καὶ πάσης τῆς Ἀριστοτέλους φιλοσοφίας.25