TLG 4017 004 :: SYRIANUS :: Commentarium in Hermogenis librum περὶ στάσεων

SYRIANUS Phil., Neoplatonicus
(Atheniensis: A.D. 5)

Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047)

Commentarium in Hermogenis librum περὶ στάσεων

Source: Rabe, H. (ed.), Syriani in Hermogenem commentaria, vol. 2. Leipzig: Teubner, 1893: 1–203.

Dup. partim SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047 001)

Citation: Page — (line)

1

(1t)

ΣΧΟΛΙΑ
2ΕΙΣ ΤΑ ΜΕΧΡΙ ΣΤΟΧΑΣΜΟΥ ΤΗΣ ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΣ ΚΑΙ ΕΙΣ ΤΑΣ ΙΔ ΣΤΑΣΕΙΣ
5tΣΥΡΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ.
6 Πολλῶν ἤδη φιλοσόφων τε καὶ σοφιστῶν πραγμα‐ τείας οὐ σμικρὰς εἰς ἐξήγησιν τῆς Ἑρμογένους κατα‐ βαλομένων τέχνης οὐδὲ εἷς τῶν εἰς ἐμὲ ἡκόντων περὶ τοῦ βίου διελέχθη τἀνδρός· Φιλόστρατος δὲ μόνος
10ἐν δευτέρῳ τῶν σοφιστικῶν βίων φησὶν ἐπὶ τῶν Μάρκου βασιλέως Ῥωμαίων τοῦ φιλολογωτάτου χρόνων αὐτὸν γεγενῆσθαι ἐκ Ταρσῶν τῆς Κιλικίας πόλεως εὐειδοῦς, ἣν Κύδνος ποταμὸς διαρρεῖ μέσος, ἐφ’ οὗ καὶ Ἀρι‐ στείδης ἦν. ΙΕ δὲ γενόμενον ἐτῶν οὕτως ἐπὶ τῇ
15σοφιστικῇ θαυμασθῆναι τέχνῃ, ὡς καὶ Μᾶρκον τὸν βασιλέα Σμυρναίοις ἐπιδημήσαντα περισπούδαστον ἡγή‐ σασθαι πρὸς τὴν ἀκρόασιν τῶν Ἑρμογένους παραγενέ‐
σθαι λόγων· ὅτε δὴ καὶ διαλεγόμενος ἐπὶ τοῦ θρόνου,1

2

ὡς σοφισταῖς νόμος, ἔφη ‘ἰδού, σοί, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων‘. εἰς ἄνδρας δὲ προελθὼν εἴς τε Δημοσθένην γέγραφεν ὑπο‐ μνήματα καὶ τεχνικὰ πολλά τε καὶ καλὰ συγγράμματα
5πάνυ τοὺς ἀκροωμένους ὠφελεῖν ἱκανά. πόρρω δὲ τῆς ἡλικίας ἥκων ἀπέβαλε πᾶσαν τὴν προτέραν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου· διὸ καὶ κατεφρονήθη πάνυ. Ἀντίοχος δὲ ὁ ἐξ Αἰγῶν τῆς Κιλικίας σοφιστὴς ἀπο‐ σκώπτων εἰς αὐτὸν ἔφη ‘Ἑρμογένης ὁ ἐν παισὶ γέρων,
10ἐν δὲ γέρουσι παῖσ‘ καὶ ὅτι ‘εἰκότως Ὅμηρος πτερό‐ εντας ἔφησε τοὺς λόγους, ὡς γὰρ πτερὰ ἔχοντες ἀπέ‐ πτησαν Ἑρμογένουσ‘. ἀλλὰ ταῦτα μὲν σφόδρα νεμεσ‐ σητὰ τὰ ῥημάτια καὶ πολλοῦ τοῦ ὑπεροπτικοῦ τε καὶ ἀκραχόλου δείγματα, ἅπερ ἄμφω τὸν Ἀντίοχον ἠνώχλει
15τῶν εὖ ἐχόντων ὡς ἔοικεν Ἰσοκράτους λόγων ἐπιλε‐ λησμένον, ὃς ἡμῖν ἐκ μειρακίων παραινεῖ μηδενὶ πώ‐ ποτε συμφορὰν ὀνειδίζειν τό τε τοῦ μέλλοντος ἄδηλον καὶ τὸ τῆς τύχης ἄστατον ἐκλογιζομένους. φαίνεται δὲ ἀνὴρ εὐδόκιμος ἐπὶ τῇ τέχνῃ γεγονὼς Ἑρμογένης καὶ
20κρῖναι ῥητορικοὺς λόγους ἱκανώτατος, ὡς δηλοῖ αὐτοῦ τά γε εἰς ἡμᾶς ἐλθόντα συγγράμματα, φημὶ δὲ τήν τε
περὶ τῶν στάσεων τέχνην καὶ τὸ περὶ μεθόδου δεινό‐2

3

τητος καὶ τό γε ἁπάντων ἀκριβέστατον καὶ φιλοσοφώ‐ τατον αὐτοῦ τῶν συνταγμάτων τὸ περὶ ἰδεῶν· κατα‐ λέλοιπε δὲ καὶ εἰς τοὺς δημοσίους ὑπομνήματα καὶ τέχνην ἑτέραν περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου,
5ὡς αὐτὸς ἐν τῇ τέχνῃ τῶν στάσεων αἰνίττεται λέγων ἐν τῷ περὶ στοχασμοῦ ‘ἀκριβέστερον δὲ ἡμῖν ἐν τῷ περὶ προοιμίου λελέξεται‘. Τὰ μὲν οὖν περὶ τοῦ τεχνογράφου τοσαῦτα· χω‐ ρητέον δὲ ἤδη πρὸς τὴν ἐξήγησιν τῶν ἐν τῇ τέχνῃ
10Ἑρμῆν τε καὶ μούσας ἡμῖν συλλήπτορας τῶν λεγο‐ μένων γενέσθαι ἱκετεύσαντας. [133, 4] ‘πολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην ποιεῖ κατα‐ ληφθέντα τε ἐξ ἀρχῆς δηλαδὴ καὶ συγγυμνα‐
15σθέντα τῷ χρόνῳ‘ τὴν περὶ τῶν στάσεων πραγμα‐ τείαν οἱ μὲν οὐδ’ ὅλως ἔφασαν εἶναι τέχνην—εἴ γε καὶ τὴν ὅλην ῥητορικὴν τινὲς ἐμπειρίαν ἀπεφήναντο πρὸς τὴν τῶν μεταχειριζομένων δηλονότι ἀποβλέποντες ἀπαιδευσίαν, οἷος ἦν ὅ τε ἀπὸ τῆς κώπης ἀνίπτοις
20ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὸ βῆμα πηδήσας Δη‐ μάδης Ἡγήμων τε καὶ Πυθέας καὶ Ἀριστογείτων ὕθλων ἀλόγων συκοφαντίας τὰς βουλάς τε καὶ τὰ δικαστήρια ἐμπεπληκότες· καὶ ἐπὶ τῶν Εὐαγόρου δὲ τοῦ φιλοσόφου χρόνων, ὡς αὐτὸς ἐν τῇ περὶ τῶν στά‐
25σεων πραγματείᾳ φησί, σοφιστὴς ἦν Ἀθήνησι μαθη‐
τῶν μὲν τριακοσίων ἡγούμενος τὰς δὲ περὶ τῶν3

4

στάσεων μεθόδους φλυαρίαν ἀποφαινόμενος καὶ τοὺς νέους ἀπείργων τοῦ σὺν τέχνῃ τινὶ μελετᾶν τοὺς ἐν ῥητορικῇ λόγους λέγειν δὲ μόνον ἀνέδην αὐτοὺς τοὺς αὐτοσχεδίους τῶν λόγων ἐκδιδάσκων καὶ συνεχῶς τὴν
5ἐκ τριόδου ταυτηνὶ παροιμίαν τοῖς δυστυχέσιν ὁμιλη‐ ταῖς ἐμβοῶν ὡς ‘τὸ λαλεῖν ἐκ τοῦ λαλεῖν‘ κακῶς εἰδὼς ὡς ἑαυτόν τε τοῦ μηδενὸς ἄξιον ἀπέφαινε τοῖς νέοις, εἴ γε μηδεμίαν τοῦ λέγειν αὐτοῖς ἐνειργάζετο ἐπιστήμην, καὶ ὅτι ὁ τέχνης ἁπάσης γνώμων ἀκρι‐
10βέστατος Πλάτων τὴν ἐναντιωτάτην περὶ τῆς σώφρο‐ νος ῥητορικῆς καὶ τοῦ ταύτην ἐπιτηδεύοντος ἀφίησι φωνὴν ἐν μὲν Σωκράτους ἀπολογίᾳ λέγων ‘ῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων τὰ δίκαια κρίνειν‘, ἐν δὲ Γοργίᾳ ‘τὸν γὰρ
15μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι, ἐπιστήμονα τῶν δικαίων‘, ἐν δὲ Φαίδρῳ ‘εἰ γάρ σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην· ὅτου δ’ ἂν τούτων ἐλλείπῃς, ταύτῃ ἀτελὴς ἔσῃ.‘ ἀκολούθως
20δὲ τῷ θείῳ Πλάτωνι καὶ Διονύσιος ὁ πρεσβύτερος ἐν4

5

τῷ πρώτῳ τίτλῳ περὶ μιμήσεώς φησιν ὅτι ‘τρία ταῦτα τὴν ἀρίστην ἡμῖν ἔν τε τοῖς πολιτικοῖς λόγοις ἕξιν καὶ ἐν πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ χορηγήσει, φύσις δεξιά, μάθησις ἀκριβής, ἄσκησις ἐπίπονος, ἅπερ
5καὶ τὸν Παιανιέα τοιοῦτον ἀπειργάσατο.‘ πῶς οὖν ἥ τε τῶν ἀληθῶν καὶ δικαίων γνῶσις ἔτι δὲ ἐπι‐ στήμη τε καὶ μελέτη γενήσεται τῶν καλῶν ἀνδρὶ τὸ λαλεῖν ἐκ τοῦ λαλεῖν ἐπιτηδεύοντι, ὡς ὁ περίβλεπτος ἐπὶ τῆς τῶν ἑταίρων ἀγέλης διεθρύλει σοφιστής; οἷς
10γε, εἰ κατὰ τὸ προσῆκον τὰς τῶν λόγων ἐκμανθάνειν ἠβούλοντο τέχνας, μόλις ἂν εἴκοσιν ἐξήρκουν οἶμαι διδάσκαλοι—τὴν τοίνυν περὶ τῶν στάσεων πραγμα‐ τείαν οἱ μὲν οὐδ’ ὅλως ἠξίωσαν ὑποβάλλειν τέχνῃ, οἱ δὲ τὴν πᾶσαν ῥητορικὴν ἐν ταύταις θεωρεῖσθαί φασιν.
15ἑκατέρους οὖν ὁ τεχνογράφος εὐθὺς ἐκ προοιμίου διελέγχων τεχνικῆς τε θεωρίας ἔχεσθαι τὰς στάσεις ἀποδείκνυσι καὶ πρὸς ῥητορικὴν τέχνην οὐ μόνας ἐξαρκεῖν· ὅτι μὲν γὰρ τεχνικῆς ἔχονται θεωρίας, δηλοῖ λέγων ὡς πολλῶν ὄντων καὶ μεγάλων, ἐξ ὧν ἡ ῥητο‐
20ρικὴ τέχνη συνέστηκε, μέγιστόν ἐστι τὸ κατὰ τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων, ὅτι δὲ οὐ πᾶσα ἐν τούτοις ἡ ῥητορικὴ τέχνη, πρόδηλον ἐκ τοῦ πολλὰ εἶναι ἕτερα τὰ συνιστῶντα αὐτήν. ἄξιον δὲ καὶ τοῦ προοιμίου θαυμάσαι τὴν ἀκρίβειαν, ὅπως δι’ αὐτῆς
25τῆς ὑπερθέσεως λεληθότως κατεσκεύασεν ὅτι ἡ ῥητο‐
ρικὴ τέχνη καὶ οὐκ ἐμπειρία, ὡς διακωμῳδοῦσί τινες.5

6

τὸν γάρτοι παρὰ τῶν διαλεκτικῶν ἀποδιδόμενον τῆς τέχνης ὅρον τοῖς τῆς ῥητορικῆς ἐφαρμόζει μέρεσιν— ὁρίζονται γὰρ ἐκεῖνοι τὴν τέχνην οὕτως ‘σύστημα ἐκ καταλήψεως ἐγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον
5τῷ βίῳ‘—· διὰ μὲν τοῦ συνίστησι τὸ σύστημα δηλοῖ 〈τῆς ῥητορικῆσ〉, εἶτα ἐπειδὴ ἐνδέχεται καὶ σύστημα εἶναι ἐμπειρικόν—οὕτω γοῦν τὴν ἀρχὴν καὶ παρ’ Αἰ‐ γυπτίοις ἐκ τῶν κατὰ μέρος νοσούντων τε καὶ τὰς τῶν νόσων ἰάσεις ἀπογραφομένων τὴν ἰατρικὴν πρώ‐
10τως εὑρῆσθαί φασιν—, προστίθησι καὶ τέχνην ποιε· τὸ γὰρ μετὰ λόγου καὶ αἰτίας σύστημα τῶν θεωρη‐ μάτων ἰατρικῶν ἢ μουσικῶν ἢ ῥητορικῶν τέχνης ἂν εἴη ποιητικόν—οὕτω γοῦν καὶ Πλάτων φησὶν ἐν Γοργίᾳ ‘ἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον
15πρᾶγμα‘—· διὰ δὲ τοῦ καταληφθέντα τὴν κατάλη‐ ψιν ἐναργῶς μηνύει, κατάληψις δέ ἐστι λόγος γνῶσιν ἀκριβῆ μετὰ αἰτίας τῶν ὑποκειμένων περιέχων· ὥστε καὶ τοῦτο τεχνικὸν κατὰ Πλάτωνα· εἰ γὰρ τὸ ἄλογον οὐ τέχνη, τὸ μετὰ αἰτίας τέχνη, τέχνη δὲ ἡ ῥητορικὴ
20τῷ τὰς αἰτίας εἰδέναι, καθ’ ἃς οἱ τοιοίδε λόγοι τοὺς τοιούσδε πείθουσιν ἀκροατάς, ἄλλως μὲν τοὺς πρὸς δόξαν ὁρῶντας, ἑτέρως δὲ τοὺς πρὸς κέρδος ἀποβλέ‐
ποντας, ἄλλως δὲ τοὺς ἀληθείᾳ τε καὶ δικαιοσύνῃ6

7

προσέχοντας εἰλικρινῶς. ἐμπειρία δέ ἐστι λόγος ἐκ πλειόνων ὁμοίων καταλήψεως τὴν γνῶσιν ποιούμενος. τὸ δὲ ἐξ ἀρχῆς δηλαδή ἀφ’ οὗπερ ἡ τῶν ἀνθρώ‐ πων ὑπέστη φύσις· σύνδρομος γὰρ ἡ ῥητορικὴ τῷ
5λόγῳ τῶν ψυχῶν, καὶ πρὸ Νέστορός τε καὶ Φοίνικος Παλαμήδους τε καὶ Ὀδυσσέως καὶ τῶν ἐν Ἰλίῳ ῥη‐ τόρων ἠσκεῖτο παρὰ ἀνθρώποις ἡ ῥητορική, εἴ γε καὶ τὸν Τροιζήνιον Πιτθέα φασὶν ἔνιοι λόγων ἐν Τροι‐ ζῆνι τέχνας γράφειν τε καὶ διδάσκειν ἀνθρώπους, τοὺς
10δὲ ἀνωτέρω τούτων τὸ πρᾶγμα σὺν ἀρετῇ μετα‐ διώξαντας ἡ ἐκ τοῦ κατακλυσμοῦ σὺν τοῖς ἄλλοις ἠφάνικε λήθη. εἰ γὰρ αἰώνιος ὁ ἐν ψυχῇ λόγος, πρό‐ δηλον ὅτι καὶ ἡ τοῦτον διευκρινοῦσα τέχνη καὶ τὴν ἀχλὺν αὐτοῦ—κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν—καὶ τὴν
15ἀπαιδευσίαν διακαθαίρουσα οὐ χθές τε καὶ πρῴην ὡς φασὶ παρέδυ οὐδὲ οἱ πρότεροι τοῦ θειοτάτου τῶν ἐν ἡμῖν—φημὶ δὴ τοῦ λόγου—κατημέλουν καίτοι γε ἄριστα καὶ εὐνομώτατα πολιτευόμενοι καὶ τὸν ἐπὶ Κρόνου διαζῶντες βίον καὶ τοῦ χρυσοῦ γένους
20ἀτεχνῶς ἐπάξιοι πρὸς τῶν ἐνθέῳ μανίᾳ κατόχων ὑμνούμενοι ποιητῶν. εὔδηλον γὰρ ὡς κἀκεῖνοι τά τε
θεῖα διαφερόντως ἐτίμων, εἴ γε τότε μάλιστα δὴ οἱ7

8

θεοὶ ‘παντοῖοι τελέθοντες ἐπεστρωφῶντο πόληασ‘, καὶ τούς τε ἀγαθοὺς δι’ ἐπαίνων ἦγον καὶ τοὺς προπετείᾳ φύσεως ἐπὶ τὸ χεῖρον ὁρμῶντας ἐλοιδόρουν, ἅπερ ἴδια τῆς πανηγυρικῆς ἰδέας. ἔτι δὲ ἀγνοοῦσί τε τὸ προσ‐
5ῆκον καὶ ὑπὸ νεότητος φλεγομένοις τὰ βέλτιστα συνε‐ βούλευον τῶν μὲν ἀτόπων ἐξείργοντες τῶν δὲ χρηστῶν ἔχεσθαι παρακαλοῦντες, δι’ ὧν τὸ συμβουλευτικὸν ἠσκεῖτο παρ’ αὐτοῖς. οὐ μὴν οὐδὲ τῆς περὶ τὸ δίκαιον ἀκριβείας οἵ γε τοιοῦτοι κατωλιγώρουν, ἀλλ’ ὡς θεῶν
10ἀτεχνῶς ὑπάρχοντες ὀαρισταὶ δίκην τε καὶ τὸ δίκαιον ἐτίμων καὶ τοῖς ὑπερβαίνειν ἐπιχειροῦσι τὰς τιμωρίας ἐπῆγον, ὅθεν καὶ τοῦ δικανικοῦ συνέβαινεν αὐτοῖς οὐκ ἀμελετήτως ἔχειν. τὸ δὲ δηλαδή σημαίνει ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν ἀνάγκη
15προτέραν γίγνεσθαι τὴν κατάληψιν εἶθ’ οὕτω συν‐ ίστασθαι τὰς τέχνας. τὸ δὲ συγγυμνασθέντα τῷ χρόνῳ δηλοῖ μὲν τὸ ἐν τῷ ὅρῳ τῆς τέχνης ‘συγ‐ γεγυμνασμένον‘, πρόσκειται δὲ τοῖς καταληφθεῖσιν, ἐπειδὴ ἀδύνατόν ἐστι τέλειον ἐνεργείᾳ γενέσθαι ῥή‐
20τορα, κἂν τὴν κατάληψιν ἀκριβῆ τῶν εἰς τὴν τέχνην συντελούντων θεωρημάτων ποιήσηται, μὴ καὶ γυμνα‐ σίαν ἐν χρόνῳ μακρῷ τούτων ἀσκήσαντα—ὅθεν καὶ Πῶλος ὁ σοφιστὴς ὁ Γοργίου μαθητὴς ἐν τῇ τέχνῃ
φησὶ ‘πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμ‐8

9

πειριῶν ἐμπείρως εὑρημέναι‘· μέμνηται δὲ τούτου καὶ Πλάτων ἐν Γοργίᾳ—. καὶ παράδειγμα τούτων Δημο‐ σθένης τελεώτατα μὲν τῶν ῥητορικῶν θεωρημάτων τὴν ἐπιστήμην κατωρθωκώς, ὡς καὶ τῶν κριτικῶν
5τοὺς εὐδοκιμωτάτους διαρρήδην ἀποφαίνεσθαι ἄριστον τῶν πολιτικῶν λόγων εἶναι τὸν Δημοσθενικόν· ἀλλὰ τοὺς μὲν δικανικοὺς καὶ συμβουλευτικοὺς τῶν λόγων φαίνεται κατὰ τὸ προσῆκον συντεθεικὼς ἅτε καὶ σφόδρα γυμνασθεὶς ἐν τούτοις, περὶ δὲ τοὺς πανηγυ‐
10ρικοὺς τῶν λόγων οὐ σφόδρα ἐπιτηδείως ἔχων—τὸν γοῦν ἐπιτάφιον αὐτοῦ τινὲς αἰτιῶνται ὡς παρὰ τὴν ἀξίαν τοῦ ῥήτορος συγκείμενον—· καὶ δῆλον ὅτι καὶ τούτων μὲν ἄριστα τοὺς τεχνικοὺς ἠπίστατο λόγους, τὸ δὲ τῆς γυμνασίας ἐνδεὲς τοῖς διαβάλλειν βουλο‐
15μένοις ἀφορμὴν τῆς κατηγορίας παρέσχεν. [133, 6] ‘σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ‘ τὸ μὲν 〈ἐν〉 τῷ διαλεκτικῷ ὅρῳ ‘πρός τι τέλος εὔχρηστον τῷ βίῳ‘ διὰ τούτων παρῴ‐
20δησε, τῆς δὲ ῥητορικῆς τὸ χρήσιμον περὶ τίνα ἐστὶν ἐνταῦθα μηνύει, ὅτι ἐν βουλαῖς τε τὸ λυσιτελοῦν ἐξευρίσκειν κἀν τοῖς δικαστηρίοις διελέγχειν τοὺς ἀδι‐ κοῦντας, καὶ τοὺς παντοδαποὺς τῆς πανηγυρικῆς ἰδέας διαπλέκει λόγους· τὸ γὰρ πανταχοῦ διχῶς νοητέον,
25ἢ ὡς ἓν ἀνθ’ ἑνὸς τὸ πανηγυρικόν—διὸ ποικίλη τις9

10

ἡ τούτου χρῆσις, ἐν ὕμνοις θεῶν, ἐν ἐπαίνοις ἀν‐ θρώπων ζώντων τετελευτηκότων, ἐν ἑορταῖς, ἐν θρήνοις, ἐν διαβολαῖς κακίας, ἐν ἀρετῆς εὐφημίαις—, ἢ τὸ μὲν πανηγυρικὸν παρῆκεν ὡς τῷ δικανικῷ τε
5καὶ συμβουλευτικῷ συμπλεκόμενον—ὡς διδάσκουσιν ἡμᾶς Δημοσθένης μὲν ἐν τῷ περὶ τοῦ στεφάνου Ἰσο‐ κράτης δὲ ἐν πανηγυρικῷ ὁ μὲν τῷ συμβουλευτικῷ ὁ δὲ τῷ δικανικῷ τὴν πανηγυρικὴν ἀναμίξαντες ἰδέαν—, τὸ δὲ πανταχοῦ κατὰ τῶν τριῶν ἔφησε τῆς ῥητορι‐
10κῆς εἰδῶν ὡς οὐ μόνον ἐν βουλευτηρίοις καὶ δικαστη‐ ρίοις καὶ θεάτροις ἡ ῥητορικὴ δι’ ὧν ἔφαμεν χρήσιμος ἀλλὰ καὶ ἰδίᾳ πατέρων τε πρὸς υἱεῖς καὶ διδασκάλων πρὸς μαθητὰς καὶ φίλων πρὸς ἑταίρους τὸ δέον ἀπο‐ φαινομένων εὐφημούντων τε τὰ χρηστὰ καὶ τὸ δίκαιον
15ἄριστα διακρινόντων. [133, 8] ‘μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεωσ‘ οὐκ ἄρα πᾶσα ῥητορικὴ τέχνη ἐν ταῖς στάσεσι περιείληπται, ὡς ἔνιοί φασιν, ἀλλὰ πολλὰ μὲν καὶ μεγάλα καὶ τὰ ἄλλα τὰ συνιστῶντα
20ταύτην, μέγιστον δὲ τὸ κατὰ τὰς στάσεις. διαίρεσις δέ ἐστι λόγος τομὴν ἀκριβῆ τῶν ὑποκειμένων μετὰ εὐκρινείας ἀπεργαζόμενος. ταύτῃ γάρτοι καὶ διαφέρει συγκοπὴ διαιρέσεως, ὅτι ἀμφότεραι μὲν τέμνουσι τὰ ὑποκείμενα, ἀλλ’ ἡ μὲν διαίρεσις ἕκαστα τὰ μέρη καὶ
25κατὰ ἰδίαν τέμνει περιγραφὴν—ζῷόν τε εἰ τύχοι10

11

κατὰ ἄρθρα καὶ λόγον κατὰ κεφάλαια—, ἡ δὲ συγκοπὴ συγκεχυμένας τε καὶ ἀδιαρθρώτους ποιεῖται τὰς τομάς. ἐπειδὴ δὲ τὸ τῆς διαιρέσεως ὄνομα πολλαῖς ῥητορικαῖς ἁρμόττει τέχναις, ταῖς τε περὶ τῶν εἰδῶν τῆς ῥητο‐
5ρικῆς διαλαμβανούσαις καὶ ταῖς περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου καὶ ταῖς περὶ τῶν μεθόδων, αἳ γυμνάζουσιν ἡμᾶς εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου, οἵας δὴ γεγράφασιν Ἀριστοτέλης τε καὶ Ἀψίνης καὶ Καικίλιος καὶ μυρίοι ἕτεροι, διδασκαλικῶς πάνυ δια‐
10στέλλει τὴν ὁμωνυμίαν. [133, 9] ‘λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη‘ οἱ γάρτοι περὶ τῆς διαιρέσεως πραγματευσά‐ μενοι τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη γένος μὲν εἶναί φασι τὴν ῥητορικήν, εἴδη δὲ αὐτῆς οἱ μὲν δύο,
15πραγματικὸν καὶ ἐπιδεικτικόν, οἱ δὲ τρία, δικανικὸν συμβουλευτικὸν πανηγυρικόν, οἱ δὲ τέταρτον τούτοις προστιθέασι τὸ ἱστορικόν. Ἀριστοτέλης δὲ δύο γένη φησὶν εἶναι τῶν πολιτικῶν λόγων, δικανικόν τε καὶ δημηγορικόν, εἴδη δὲ ἑπτά, προτρεπτικὸν ἀποτρεπτικὸν
20ἐγκωμιαστικὸν ψεκτικὸν κατηγορικὸν ἀπολογητικὸν ἐξ‐ εταστικόν· τὰ μὲν οὖν ἓξ ἐν τῷ λέγοντί φησι θεωρεῖ‐ σθαι, τὸ δὲ ἕβδομον ἐν τοῖς ἀκροωμένοις οἵπερ τῶν λεγομένων ἕκαστον ἐξετάζουσιν, ὁρίζεται δὲ αὐτὸ
οὕτως ‘ἐξεταστικόν ἐστι κρίσις προαιρέσεων ἢ λόγων11

12

ἢ πράξεων πρὸς ἄλληλα καὶ πρὸς τὸν ἄλλων βίον ὁμολογούντων ἢ ἐναντιουμένων‘. ἡ μὲν οὖν ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαίρεσις περὶ τούτων διαλαμβά‐ νουσα τοὺς ἑκάστῳ προσήκοντας ἀποδίδωσι λόγους,
5ἡ δὲ ἀπὸ τῶν ὅλων εἰς μέρη τοιαύτη τίς ἐστιν· τοῦ γὰρ πολιτικοῦ λόγου ὅλου τινὸς ὄντος οἱ μὲν τέσσαρά φασιν εἶναι μέρη, προοίμιον διήγησιν πίστιν ἤτοι ἀπόδειξιν ἐπίλογον, οἱ δὲ πέντε, προοίμιον διήγησιν ἀντίθεσιν λύσιν καὶ ἐπίλογον, οἱ δὲ καὶ πλείονα
10τούτων ὀνόματα μὲν καινότερα προσεπινοοῦντες ἅπαντες δὲ πρὸς τὰ πέντε μέρη καταντῶντες ἀλλ’ οἱ μὲν αὐτῶν συστέλλοντες τὴν ποσότητα οἱ δὲ ἐκτεί‐ νοντες. [133, 10] ‘μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητο‐
15ρικῆς μέροσ‘ τὴν αὐτὴν ἔννοιαν τῇ ἀρχῇ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσας ἔφη· περὶ ὧν γὰρ εἶπεν ἀνωτέρω πολλῶν ὄντων καὶ μεγάλων, περὶ τῶν αὐτῶν νῦν λέγει μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέρος· οἶδε γὰρ ὡς ἐπιστήμων ἀκριβὴς καὶ τὰς περὶ
20τούτων τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας. [133, 12] ‘περὶ δὲ τῆς τῶν πολιτικῶν ζητη‐ μάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γιγνέσθω‘ τὴν τῶν στάσεων πραγμα‐ τείαν περὶ ταύτην φησὶ καταγίγνεσθαι τὴν διαίρεσιν
25τὴν τῶν πολιτικῶν ζητημάτων εἰς τὰ κεφάλαια. πολι‐12

13

τικὰ δὲ ζητήματά φησι πάντα τὰ ὑπὸ τὰς ΙΓ ἀναγό‐ μενα στάσεις, ἅσπερ προϊόντος ἡμᾶς διδάξει τοῦ λόγου. λεγόμενα δὲ κεφάλαιά φησιν, ἐπειδὴ οἶδεν ἐνίους μὲν συμπεράσματα καλοῦντας τὰ κεφάλαια, ἐνίους δὲ
5ζητούμενα, ἄλλους δὲ περιεχόμενα, καὶ ζητούμενα μὲν πρὸ τοῦ κατασκευασθῆναι, συμπεράσματα δὲ μετὰ τὰς ἀποδείξεις, περιεχόμενα δὲ ὡς ὑπὸ τῶν στάσεων ἢ τῶν ὅλων λόγων περιειλημμένα, κεφάλαια δὲ ὡς μεγάλα καὶ κυριώτατα τμήματα τῶν λόγων ὄντα—καὶ
10γὰρ τοῦ σώματος κυριώτατον μέρος ἡ κεφαλή—. κεφάλαιον δέ ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου πράγματος ἐκ νοημάτων καὶ ἐπιχειρημά‐ των συγκείμενον. ἡ δέ γε τῶν πολιτικῶν ζητημάτων διαίρεσις προηγουμένην μὲν ποιεῖται τὴν εἰς τὰ
15κεφάλαια τομήν, οἷον τὸ μὲν στοχαστικὸν εἰς τὰ στοχαστικὰ τὸ δὲ ὁρικὸν εἰς τὰ ὁρικά, παρεπομένην δὲ τὴν εἰς τὰ μέρη τοῦ λόγου. [133, 14] ‘ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεωσ‘ ὁ περὶ τῆς διαιρέσεως φησὶ λόγος παρα‐
20πλήσιός πώς ἐστι τῷ περὶ εὑρέσεως· εὕρεσις γάρ ἐστι λόγος νοημάτων καὶ ἐπιχειρημάτων εὐπορίαν περιέχων. ἡ μὲν οὖν διαίρεσις τὴν ἀπαρίθμησιν καὶ τὴν τάξιν ἡμᾶς διδάσκει τῶν ὑπὸ ἑκάστην στάσιν ἀναγομένων κεφαλαίων, ἡ δὲ εὕρεσις πλατύτητα καὶ τὴν ἐξεργασίαν
25ἡμῖν χορηγεῖ τῶν κεφαλαίων, οἷον ἡ μὲν διαίρεσις13

14

ἵνα ἐκ τῶν γνωριμωτέρων ἡμῖν ὁ λόγος σαφὴς γένη‐ ται τέμνει τὸ ἐγκώμιον ἢ τὴν νόμου εἰσφορὰν τοῖσδε ἢ τοῖσδε τοῖς κεφαλαίοις, ἡ δὲ εὕρεσις τὰ προσήκοντα εἰς ἕκαστον ἐνθυμήματα διερευνᾶται, καὶ ἡ μὲν διαί‐
5ρεσις ὡρισμένη ἐστὶ καὶ ἀεὶ ὡσαύτως ἔχει, ἡ δὲ εὕρεσις ἀόριστός τέ ἐστι καὶ ἄλλοτε ἄλλη ἐπὶ τῶν ῥητορευόντων γίνεται πρὸς τὰς τῶν λεγόντων ἑκάστοτε μεταβαλλομένη φύσεις εὐπορωτέρα τε καὶ ἀσθενεστέρα γινομένη· διόπερ καλῶς καὶ ὁ Πορφύριος ἐν τῇ περὶ
10τῶν στάσεων τέχνῃ ἐκεῖνό φησιν, ἡλίκον ἡ τῶν νοη‐ μάτων εὕρεσις ἐν λόγῳ δύναται μηνύων, ‘τοῦ γὰρ λόγου ψυχὴν δοκοῦντος ἔχειν καὶ σῶμα ἡ μὲν τῶν νοημάτων εὕρεσις δικαίως ἂν ψυχὴ τοῦ λόγου νομί‐ ζοιτο ἡ δὲ ἑρμηνεία σῶμα.‘
15 [133, 14] ‘πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεωσ‘ ἡ οὖν διαίρεσις ὡς εἴρηται παρέοικε μὲν τῇ εὑρέσει—πηγὴ γάρ τίς ἐστι τῶν ἐν τοῖς λόγοις εὑρισκομένων ἐπιχειρημάτων—, οὐ πάντα δὲ τὰ ἐν ταύτῃ ἐπιδέχεται· πολὺ γὰρ τὸ πλάτος τῆς εὑρέσεως
20καὶ κατὰ ἄνδρα ἴδιον ἅτε ἀορίστου ὡς ἔφαμεν οὔσης. [133, 15] ‘καὶ πρῶτόν γε ὅτι ἐστὶ πολιτικὸν ζήτημα ῥητέον‘ διδασκαλικῶς πάνυ πρότερον ἡμῖν τοῦ πολιτικοῦ ζητήματος παραδίδωσι τὸν ὅρον ὥστε
25τήν τε δύναμιν αὐτοῦ καὶ περὶ τίνα καταγίνεται14

15

σαφῶς γνῶναι τοὺς ἀκροωμένους. ἰστέον δὲ ὅτι σφόδρα τελείως ἀποδέδωκε τὸν τοῦ ζητήματος ὅρον ὡς μηδένα τῶν μετ’ αὐτὸν φιλοσόφων ἢ σοφιστῶν προσθεῖναί τι ἢ ἀφελεῖν τοῦ ὅρου.
5 [133, 16] ‘ἔστι γὰρ ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν‘ γένος μὲν τοῦ ὅρου ἐστὶν ἡ ἀμφισβήτησις, διαφοραὶ
10δὲ τὰ λοιπά· πᾶς γὰρ τελείως ἔχων ὅρος ἐκ γένους ἐστὶ καὶ διαφορῶν. ἐπειδὴ δὲ τῶν ἀμφισβητήσεων αἱ μὲν ἐν λόγοις αἱ δὲ ἐν ἔργοις εἰσίν, ὡς αἱ τῶν ἀθλητῶν τε καὶ στρατιωτῶν, προσθεὶς τὸ λογική ἐχώρισεν αὐτὴν τῶν πρακτικῶν. πάλιν ἐπειδὴ τῶν
15λογικῶν ἀμφισβητήσεων αἱ μὲν καθόλου εἰσίν, οἷαίπερ αἱ φιλόσοφοι περὶ τῶν καθόλου διαλαμβάνουσαι θεοῦ νοῦ ψυχῆς, αἱ δὲ μερικαί, οἷαίπερ εἰσὶν αἱ περὶ τῶν πολιτικῶν πραγμάτων, προσθεὶς τὸ ἐπὶ μέρους ἐχώρισεν αὐτὴν τῶν καθόλου.
20 [133, 17] ‘ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν‘ ὁ γὰρ ῥήτωρ τὰ πολιτικὰ ζητή‐ ματα διαπλέκει τὰς πίστεις ἐκ τῶν παρ’ ἐκείνοις ἐθῶν τε καὶ νόμων ποιούμενος, παρ’ οἷς ἂν καὶ δημηγοροίη·
οἱ μὲν γὰρ τῶν ἀκροωμένων βραχυλογίᾳ χαίρουσι καὶ15

16

πρὸς πόλεμον αὐτοῖς πᾶσα συντέτακται δίαιτα, ὡς Λακεδαιμόνιοι, οἱ δὲ τοὺς μακροτέρους τε τῶν λόγων ἀνέχονται καὶ μᾶλλον ἀνειμένοι τὰς γνώμας ὑπάρχου‐ σιν, ὡς Ἀθηναῖοι· καὶ τῶν δικαστῶν οἱ μὲν πρὸς
5κέρδος ὁρῶσιν, οἱ δὲ τὴν ἀλήθειαν ἐκ πάντων ζητοῦ‐ σιν. καὶ ἁπλῶς εἰπεῖν πολυτρόπου τῆς τῶν ἀκροω‐ μένων ὑπαρχούσης φύσεώς τε καὶ πολιτείας συμμετα‐ βάλλεσθαι χρὴ καὶ τὸν ῥήτορα ταῖς ἐκείνων ἕξεσιν ἐν τοῖς λόγοις. ἔστι δὲ νόμος μὲν λόγος κοσμητικὸς καὶ
10μετρητικὸς τῶν ἐν τῇ πολιτείᾳ πραγμάτων πᾶσι τὸ κατ’ ἀξίαν ἀπονέμων, ἔθος δὲ νόμιμον ἄγραφον ἐκ συλλογῆς συνιστάμενον παραδειγμάτων· εἰ γὰρ ἕκαστος εἰ τύχοι τῶν εὐπορωτέρων Ἀθήνησι παιδὸς αὐτῷ γεγονότος τρέφοι τοὺς δημότας ἐκ τῶν ἄνω χρόνων,
15πρόδηλον ὡς Μιλτιάδῃ τε καὶ Περικλεῖ καὶ τῶν πλου‐ τούντων ἑκάστῳ ἐπάναγκες τῷ ἔθει κατακολουθεῖν· καὶ πάλιν ἔθος ἦν Ἀθήνησι τεττιγοφορεῖν τῶν εὐ‐ πατριδῶν τοὺς παῖδας, ὃ καὶ μέχρι ἡμῶν διεσῴζετο, καὶ τὸ ἀρχαιότερον, ὡς καὶ Θουκυδίδης φησί, κρω‐
20βύλον ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. [133, 18] ‘περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντοσ‘ τὰ τέλη τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς ἐμπεριέλαβε τῷ ὅρῳ τοῦ πολιτικοῦ ζητή‐ ματος διὰ μὲν τοῦ δικαίου τὸ δικανικὸν δηλῶν, διὰ
25δὲ τοῦ καλοῦ τὸ πανηγυρικόν, διὰ δὲ τοῦ συμφέρον‐
τος τὸ συμβουλευτικόν. καλῶς δὲ τοῦ νομισθέντος16

17

προσέθηκεν· περὶ γὰρ τοῦ δοκοῦντος ἐν ἑκάστῃ πόλει δικαίου τε καὶ καλοῦ ποιεῖται τοὺς λόγους. ἕτερον δὲ τὸ δοκοῦν παρὰ τὸ ἀληθές, οἷον ἀληθὲς μὲν δίκαιόν ἐστι καὶ συμφέρον τοὺς ἀρίστους ἄρχειν ἑκασταχοῦ,
5κἂν Ἴρου πτωχότεροι τυγχάνωσιν—καὶ τοῦτο νομοθε‐ τῶν ὁ θεῖος Πλάτων ἐν πολιτείᾳ φησὶν ὡς οὐ πρό‐ τερον αἱ πόλεις εὐδαιμονήσουσι, πρὶν ἂν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν—, Ἀθή‐ νησι μέντοι ἐξ εὐπατριδῶν ᾑροῦντο πάντως ἐν τοῖς
10πρὸ τοῦ χρόνοις τοὺς ἄρχοντας, καὶ εἰ μηδ’ ὁτιοῦν ἀρετῇ διέφερον τῶν ἄλλων, ὕστερον δὲ καὶ ἐκ δημιουργῶν· Λακεδαιμόνιοι δὲ τοὺς βασιλεῖς ἐξ Ἡρα‐ κλειδῶν ᾑροῦντο πάντως, εἰ καὶ χωλοί τε ὑπάρχοιεν καὶ Παυσανίου τυραννικώτεροι τὰς ψυχάς. οὕτω τὸ
15νομιζόμενον κἀν ταῖς εὐνομωτέραις πόλεσιν ἐκράτει δίκαιον, ἀλλ’ οὐ τὸ ἀληθές. [133, 19] ἢ καὶ πάντων ἅμα ἢ τινῶν‘ ἢ γὰρ περὶ δικαίου καὶ καλοῦ καὶ συμφέροντος ἅμα τὴν ἐξέτασιν ποιεῖται τὸ πολιτικὸν ζήτημα ἢ περὶ μόνων
20τῶν δύο ἢ περὶ ἑνός. [133, 19] ‘τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆσ‘ εὐκαίρως ἐπὶ τῷ ὅρῳ ὡς τελείως ἔχοντι σεμνῶς τε καὶ ἀξιωματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν
25ἥκιστα ῥητορικῇ προσήκειν ἀποφαινόμενος τὴν περὶ17

18

τῶν ὡς ἀληθῶς ὄντων καὶ καθόλου ζήτησιν, φιλοσο‐ φίας δὲ ἴδια τὰ τοιαῦτα αἰνιττόμενος, ἥπερ μόνη τεχνῶν τε καὶ ἐπιστημῶν πηγὴ ὑπάρχουσα κυριώτατα κατ’ Αἰσχύλον ‘οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ’ εἶναι
5θέλει.‘ [133, 21] ‘τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσωπα γίγνεσθαι καὶ πράγ‐ ματα‘ τοῦ πολιτικοῦ ζητήματος γένος τὴν ἀμφισ‐ βήτησιν ὁρισάμενος εὐτάκτως πάνυ διδάσκει ἡμᾶς
10περὶ ποῖα ἄττα συνίσταται αὕτη· φησὶν οὖν ὡς περὶ πρόσωπα καὶ πράγματα. καὶ καλῶς πάνυ τὸ ἀνάγκη πρόσκειται· οὐ γὰρ οἷόν τε πολιτικὴν συστῆναι ζήτη‐ σιν μὴ προσώπου τε ὑφεστῶτος τοῦ διαπραττομένου καὶ πράγματός τινος γεγονότος, περὶ ὃ καὶ ἡ ἀμφισ‐
15βήτησις συνίσταται· ἄνευ γὰρ θατέρου θάτερον ἀσύστατον. [133, 22] ‘ὧν πλείστη δήπου διαφορά‘ οἱ μὲν τῶν ἐξηγητῶν ἐξεδέξαντο προσώπων πρὸς πράγ‐ ματα διαφοράν, ὅπερ τῆς τοῦ τεχνογράφου βαθύτητος
20ἀνάξιον, ἀλλὰ δεῖ νοῆσαι τὴν διαφορὰν προσώπων τε πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· ἡ γὰρ τούτων ἀκριβὴς κατανόησις ὡς αὐτός φησιν εὐχερεστέ‐ ραν ἡμῖν τῶν πολιτικῶν ζητημάτων ἀπεργάζεται τὴν διαίρεσιν τά τε ἀδιαίρετα καὶ διαιρούμενα σαφῶς
25παραστήσει. μαρτυρεῖ δὲ καὶ αὐτὸς τῇ ἐξηγήσει ταύτῃ
εὐθὺς ἐπενεγκὼν πρώτας μὲν τὰς πρὸς ἄλληλα δια‐18

19

φορὰς τῶν προσώπων δευτέρας δὲ τὰς τῶν πραγ‐ μάτων. [133, 26] ‘τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύνασθαι ἐξετάζεσθαι, τὰ δὲ οὐ τό‐
5πον δὲ ἄλλως ἐπέχει προσώπου‘ καθόλου πρόσωπα ἐξεταζόμενα καλεῖ τὰ ἔχοντα ποιότητά τινα, ἐξ ἧς ἡ περὶ τὸ πρόσωπον ὕλη γνωρίζεται, οἷον Περι‐ κλῆς Ἀλκιβιάδης πλούσιος πένης στρατηγὸς ῥήτωρ· τὰ δὲ ἀνεξέταστα ποιότητα μὲν οὐδεμίαν ἔχει προσκει‐
10μένην, δι’ ἧς ἄν τις εὐπορίαν τινὰ ἐν τῇ ὑποθέσει σχοίη ὥσπερ τὰ ἀόριστα, εἰκόνα δὲ μόνην προσώπου ἐκπληροῖ. ὅταν οὖν ἐν ὑποθέσει παραληφθῇ τι ἀν‐ εξέταστον, ἰστέον ὅτι καθολικὸν ἡ τέχνη παραδίδωσιν ἡμῖν θεώρημα, ὡς χρὴ ἀκόλουθον τῇ τοῦ πράγματος
15ποιότητι περιτιθέναι τῷ ἀορίστῳ προσώπῳ χαρακτῆρα· εἰ μὲν γὰρ χρηστὸν εἴη τὸ πεπραγμένον, πρόδηλον ὡς τοιοῦτος ὁ πράξας—πρᾶγμα γὰρ ἀεὶ βέλτιστον προ‐ αιρέσεως ἔχεται δεξιᾶς—, εἰ δὲ φαῦλον εἴη τὸ γεγονός, ἀνοσίαν εἶναι καὶ τοῦ πεπραχότος ἐροῦμεν τὴν φύσιν.
20ὀρθότατα γὰρ καὶ Σωκράτης ἡμῖν τὸ φιλοσοφίας κεφάλαιον πρὸς ταῦτα βλέπων τὸ τοιόνδε συνεχῶς ἐβόα ‘οἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος, τοιαῦται αἱ πράξεις.‘ [133, 28] ‘τῶν δ’ αὖ ἐξεταζομένων ἰσχυροτά‐
25την μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια‘ ἑπτὰ μὲν τὰς ὅλας διαφορὰς ἡμῖν παραδίδωσι τῶν
προσώπων, τὴν δὲ πρωτίστην ἀποδίδωσι τάξιν τοῖς19

20

ὡρισμένοις τε καὶ κυρίοις διὰ δύο ταύτας αἰτίας, ὅτι τε πᾶσα ἡ περὶ αὐτῶν ὕλη πρόδηλός ἐστιν ἐκ τῆς ἱστορίας, γένος ἀγωγὴ ἐπιτηδεύματα πράξεις, καὶ διότι τὰ κύρια—ὡς καὶ αὐτὸς ὑποκατιὼν ἐπισημαίνεται—
5πολλοὺς ἐπιδέχονται τρόπους τῆς τῶν προσώπων τάξεως. ὁ γὰρ Περικλῆς εἰ τύχοι παραληφθεὶς ὡρισμένον τέ ἐστι πρόσωπον καὶ πρός τι—πατὴρ γὰρ καὶ δεσπότης—, καὶ ἠθικόν—καὶ φιλόπολις γάρ—, καὶ προσηγορικόν—στρατηγὸς γὰρ καὶ ῥήτωρ—· ὁ
10γοῦν Θουκυδίδης παραλαβὼν αὐτὸν ἐκ τῆς τοῦ προσ‐ ώπου ποιότητος τὸ ἀξιόπιστον αὐτῷ περιτίθησι λέγων ‘καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμη‐ νεῦσαι ταῦτα φιλόπολίς τε καὶ χρημάτων κρείσσων.‘
15εἰ μὲν οὖν ἔνδοξα εἴη τὰ κύρια πρόσωπα, συστατικῶς χρησόμεθα τῇ περὶ αὐτῶν ὕλῃ, εἰ δὲ ἄδοξα οἷον Φιλοκράτης ἢ Φρύνων ἢ Ἀριστογείτων, ἐκ τῶν ἐναν‐ τίων δηλονότι διαβαλοῦμεν ἐπιχειρημάτων. [134, 2] ‘δευτέραν δὲ τὰ πρός τι‘ ταῦτα εἰ
20καὶ προσηγορικά ἐστι καὶ ταύτῃ ὑποβέβηκε τὴν τῶν κυρίων δύναμιν, ἀλλ’ οὖν διὰ τῆς πρὸς ἄλλο σχέσεως διπλῆν τινα ποιοτήτων εὐπορίαν χορηγεῖ τῷ λόγῳ· ὁ γὰρ πατὴρ ἐν ζητήματι παραληφθεὶς ἢ φιλότεκνός ἐστι καὶ σύστασιν ἱκανὴν ἐκ τούτου λήψεται ἢ σκαιὸς
25περὶ παῖδας ὢν παρέξει καταδρομῆς ἀφθονίαν τοῖς20

21

αἰτιᾶσθαι βουλομένοις, ὅπερ καὶ Αἰσχίνης κατὰ Δη‐ μοσθένους ἔφη σκληρότητα κατηγορῶν ἤθους ἐν τῷ κατὰ Κτησιφῶντος ‘ἑβδόμην δὲ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζό‐
5μενα ποιῆσαι στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα λαβὼν ἐβουθύτει καὶ παρενόμει τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσασ‘, εἶτα ἐπάγει ‘ὁ γὰρ μισότεκνος καὶ πατὴρ πονηρὸς οὐκ ἄν ποτε γένοιτο δημαγωγὸς χρηστός, οὐδ’ ὁ τὰ
10φίλτατα καὶ οἰκειότατα σώματα μὴ στέργων οὐδέποθ’ ὑμᾶς περὶ πολλοῦ ποιήσεται τοὺς ἀλλοτρίους, οὐδέ γε ὁ ἰδίᾳ πονηρὸς οὐκ ἂν γένοιτο δημοσίᾳ χρηστός, οὐδ’ ὅστις ἐστὶν οἴκοι φαῦλος οὐδέποτ’ ἂν ἐν Μακεδονίᾳ κατὰ τὴν πρεσβείαν καλὸς κἀγαθὸς γένοιτ’ ἄν· τὸν
15γὰρ τόπον μόνον ἀλλ’ οὐ τὸν τρόπον μετήλλαξεν.‘ καὶ ὁρᾷς ὁπόσην ἡ τοῦ πατρὸς σχέσις ἀφορμὴν αὐτῷ διαβολῆς κεχορήγηκεν. πάλιν υἱὸς εἰ τύχοι μελετώ‐ μενος ἐκ τῆς πρὸς τοὺς πατέρας ὁσιότητος ἢ ῥᾳθυμίας βελτίστου δόξαν ἢ πατραλοίου λήψεται, ὅ τε δεσπότης
20ἐκ τῆς πρὸς τοὺς οἰκέτας ἰταμότητος ἢ φιλανθρωπίας εὐπρόσιτος εἶναι καὶ τοῖς ἐντυγχάνουσιν ἢ βαρὺς καὶ φιλαπεχθήμων δόξει, τόν τε οἰκέτην ἡ πρὸς τὸν
δεσπότην πίστις ἢ κακόνοια διελέγχει.21

22

[134, 3] ‘τρίτην τὰ διαβεβλημένα, οἷον ἄσω‐ τοι μοιχοὶ κόλακεσ‘ διαβεβλημένα καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα, ὧν αἱ πράξεις αὐταὶ κατηγοροῦσιν. ἀπορήσειε δ’ ἄν τις, πῶς καὶ
5τοὺς μοιχούς, καθ’ ὧν αἱ τοσαῦται παρὰ τῶν νόμων τιμωρίαι, τοῖς κόλαξι συνέμιξεν, οὓς λοιδορεῖσθαι μὲν εἰώθαμεν διὰ τὸ τῶν τρόπων ἀπατηλόν, οὐ μέντοι κολάζουσιν οἱ νόμοι. ἔνιοι μὲν οὖν μοιχοὺς ἐξε‐ δέξαντο τοὺς μοιχικοὺς τὴν ἕξιν οὐ πρὸς ἐνέργειαν
10δὲ τὸ πάθος ἐξενεγκόντας, οἱ δὲ ἄμεινον ἐξηγούμενοι λέγουσιν ὅτι τὸ τῆς διαβολῆς ὄνομα οἶδεν ὁ τεχνο‐ γράφος ἐπί τε διαβολῆς καὶ κατηγορίας ταττόμενον— ἐπὶ μὲν διαβολῆς ὡς παρὰ Μενάνδρῳ ‘οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον‘, ἐπὶ δὲ κατηγορίας ὡς παρὰ
15Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου ἐν προοιμίοις ‘ὁρῶ γὰρ ὅτι τὰς αἰτίας καὶ τὰς διαβολάς, αἷς ἐκ τοῦ πρότερος λέγειν ὁ διώκων ἰσχύει, οὐκ ἔνι τῷ φεύ‐ γοντι παρελθεῖν, εἰ μὴ τῶν δικαζόντων ἕκαστος ὑμῶν τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν ἐννοῶν καὶ τοῦ λέγον‐
20τος ὑστέρου δίκαια εὐνοϊκῶς προσδέξεται‘—. οἱ μὲν οὖν μοιχοὶ ὑπὸ κατηγορίαν ὡς παρανομοῦντες ἀνάγον‐ ται, οἱ δὲ ἄσωτοι καὶ κόλακες ὑπὸ διαβολὴν καὶ ψόγον. [134, 4] ‘τετάρτην τὰ ἠθικ, οἷον γεωργοὶ
25λίχνοι καὶ τὰ ὅμοια‘ φιλάργυροι δύσκολοι. ἠθικά
φησιν ὅσα ἐκ μόνου τοῦ ἤθους τὴν εὐπορίαν τῆς22

23

συστάσεως ἢ διαβολῆς παρέχει τῷ λέγοντι· οἵ τε γὰρ γεωργοὶ ὡς ἐπίπαν αὐτουργοί τε καὶ ἐπίπονοί εἰσι καὶ τῷ ἀμικτοτέρῳ χαίρουσι βίῳ οἵ τε φιλάργυροι σμικρολόγοι τινὲς καὶ πρὸς μόνον ἀεὶ τὸ κερδαίνειν
5ὁρῶντες οἵ τε αὖ λίχνοι τοῦ ἡδέος ἕνεκα πᾶν ὁτιοῦν ἕτοιμοι ποιεῖν. ὅθεν καὶ Μενάνδρῳ τῷ κάλλιστα τὸν βίον ἐκμιμησαμένῳ πᾶσαι ὑποθέσεις ἐκ τῶν τοιούτων ἠθικῶν συμπληροῦνται· διόπερ καὶ Ἀριστοφάνης ὁ γραμματικὸς εὐστοχώτατα πεποίηκεν εἰς αὐτὸν ἐκεῖνο
10‘ὦ Μένανδρε καὶ βίε, πότερος ἄρ’ ὑμῶν πότερον ἀπεμιμήσατο;‘ ἁπλῶς τε εἰπεῖν τὰ διαβεβλημένα τὰς πράξεις ἔχει κατηγορούσας, ὅθεν καὶ μισεῖται, τὰ δὲ ἠθικὰ ἐκ μόνου τοῦ ἤθους, κἂν μηδὲν αὐτοῖς ᾖ κατειργασμένον, γνώριμα γίγνεται καὶ διὰ τὸ ἀπαί‐
15δευτον τοῦ ἤθους ἐλεεῖται. [134, 5] ‘πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν, οἷον νέος πλούσιοσ‘ οἶδεν ἑκά‐ τερον τῶν προσηγορικῶν ἀσθενὲς σφόδρα πρὸς εὐ‐ πορίαν συστάσεως ὑπάρχον καὶ διὰ τοῦτο δύο πρὸς
20ταὐτὸ συνήγαγεν. ἥ τε γὰρ νεότης πρόδηλον μὲν ὅτι ὡς ἐπίπαν ἀφρονεστέρα καὶ φίλαρχος—ἀεὶ γὰρ ‘ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται‘—, σπανίως δὲ κἀν τῷ φρονεῖν ἄριστα διαφέρει—ὁ γοῦν Διο‐
μήδης ‘καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλετ’23

24

ἄριστοσ‘—, ὅ τε πλοῦτος ὁτὲ μὲν ‘κακίας μᾶλλον ἢ καλοκἀγαθίας ἐστὶν ὑπηρέτησ‘ φησὶν Ἰσοκράτης, ὁτὲ δὲ κατὰ Πλάτωνα ‘οὐ τυφλὸς ἀλλὰ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει.‘ διεζευγμένα μὲν οὖν
5ἀσθενεῖ πρὸς τὰς ἐπιχειρήσεις, συμπλακέντα δὲ μέγα τι καὶ σφοδρὸν ἀποτελεῖ πρὸς ἀρετὴν ἢ κακίαν ῥέψαντα. [134, 8] ‘ἕκτην τὰ κατὰ συμπλοκὴν προσ‐ ώπου καὶ πράγματος, οἷον μειράκιον καλλω‐
10πιζόμενον φεύγει πορνείασ‘ ἐπὶ τὸ ἀσθενέστερον ἤδη χωρούσης τῆς τῶν προσώπων δυνάμεως καὶ 〈πραγ‐ μάτων〉, πρᾶγμα συνέζευξε προσώπῳ προσηγορικῷ οὐκ ἀδίκημα ὁμολογουμένως ὑπάρχον οὐδὲ πρὸς καιρὸν γεγονός, ὡς τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι ἢ τὸ νύκτωρ
15βοῆσαι παριόντα τὸ δεσμωτήριον ‘θαρρεῖτε, ὦ δεσμῶ‐ ται‘, ἀλλὰ τῇ συνεχείᾳ τοῦ καλλωπίζεσθαι τῆς πορ‐ νείας τὴν ὑπόνοιαν βεβαιοῦν. [134, 10] ‘ἑβδόμην τὰ ἁπλᾶ προσηγορικ, οἷον στρατηγὸς ῥήτωρ‘ ὅπερ ἐπὶ τῆς πέμπτης
20τῶν προσώπων τάξεως ὡς ἀσθενὲς παρῃτήσατο σμι‐ κρὸν ἢ οὐδὲν ἰσχύειν ἀποφηνάμενος, τοῦτο τελευταῖον ἔταξεν ἀμυδροτάτην ὡς πρὸς τὰ πρώτιστα τὴν ἰσχὺν ἔχον. ὥσπερ γὰρ αἱ ἐπὶ πλέον τῶν ψυχῶν πρόοδοι πρὸς τὸ ἀσθενέστερον ἀεὶ χωροῦσιν ἅτε τῆς οἰκείας
25αἰτίας ἐπὶ μήκιστον ἀποπλανώμεναι, οὕτω κἀν ταῖς24

25

ἐπιστημονικαῖς διαιρέσεσιν αἱ ἐπὶ πλέον διαιρέσεις πρὸς τὰ μερικώτερα καὶ ἀπορώτερα χωροῦσιν. ἐπι‐ σημήνασθαι δὲ ἄξιον, ὅτι χρὴ τὰ ἁπλᾶ προσηγορικὰ ἀξιώματι περιέχειν, ὅπως ἂν εὐπορώτερα τὰ τῆς
5ὕλης ὑπάρχῃ, ὡς τὸ τῆς στρατηγίας τε καὶ τῆς ῥητορικῆς. [134, 18] ‘καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκο‐ λουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν‘ ἐγκωμιαστικοὺς μέν φησι τόπους οὓς καὶ ἀνωτέρω
10ἔφαμεν γένος ἀνατροφὴν ἐπιτηδεύματα πράξεις, τὸ δὲ τοῖς ἐμπίπτουσιν οὐχὶ τοῖς εὑρισκομένοις δηλοῖ— οὐδὲ γὰρ πάντως ἐξετάζειν ἡμῖν ἕκαστα συμφέρει τῶν εὑρισκομένων—ἀλλὰ τοῖς κατὰ τεχνικὴν θεωρίαν τῷ λέγοντι λυσιτελοῦσιν. κἂν γὰρ ὦσιν ἐπί τινων πρό‐
15δηλοι πατέρες ἢ πατρὶς ἄδοξον δέ τι ἔχοντες, παρα‐ λείψομεν, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφά‐ νου πεποίηκεν ὑπὲρ ἑαυτοῦ λέγων· Γύλωνα μὲν γὰρ τὸν πρὸς μητρὸς πάππον ὡς φυγάδα καὶ πρὸς τοῦ δήμου θανάτου καταγνωσθέντα διὰ τὴν Νυμφαίου
20τοῦ ἐν τῷ Πόντῳ προδοσίαν καὶ τὴν μητέρα ὡς Σκυθίδα κατὰ τὸ γένος—ταῦτα γὰρ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι—παρῆκεν, ἐπὶ δὲ τὴν ἀνα‐ τροφὴν ὡς χρηστὴν οὖσαν καὶ τὰς πράξεις εὐθὺς
ἐχώρησε λέγων ‘ἐμοὶ μὲν τοίνυν ὑπῆρξε παιδὶ μὲν25

26

ὄντι φοιτᾶν ἐς διδασκάλουσ‘ καὶ τὰ ἑξῆς, ἐν δὲ τοῖς κατ’ Αἰσχίνου λόγοις ἐπὶ τοὺς πατέρας ὡς λίαν ἀδόξους πρὸ τῶν ἄλλων ἔτρεψε τὸν λόγον ‘οὐκ ἀπορῶν δὲ ὅτι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν,
5ἀπορῶ τοῦ πρώτου μνησθῶ, πότερον ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευεν‘, εἴ τι δὲ χρηστὸν ἐκ τῆς ἀγωγῆς ἢ τῆς περὶ τοὺς λόγους ἀσκήσεως ὑπῆρχεν αὐτῷ, τοῦτο παραλέλοιπεν. ἐκ γὰρ τῆς τοιαύτης ἀκριβοῦς τῶν προσώπων ἐξετάσεώς τε καὶ χρήσεως καὶ ποίας ἰδέας
10ἐπιβάλλειν προσήκει τοῖς λόγοις γνωσόμεθα· οἷον ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλη‐ μένου προσώπου Κτησίππου τοῦ Χαβρίου παιδὸς ἀσωτίαν νοσοῦντος πρὸς ἔνδοξον τὸν Λεπτίνην ποι‐ ούμενος τοὺς λόγους ἠθικωτέρᾳ κέχρηται καὶ λίαν
15ἐπιεικεστέρᾳ τῇ ἰδέᾳ λέγων ‘οὐδὲν γὰρ φλαῦρον ἐρῶ σε‘ καὶ πάλιν ‘καὶ γὰρ εἰ πάνυ χρηστός ἐστι Λεπτί‐ νης, ὡς ἐμοῦ γε ἕνεκα ἔστω‘. ἐν δὲ τῷ κατὰ Μειδίου κατὰ διαβεβλημένου προσώπου χωρῶν καταφορικωτέρᾳ καὶ τραχυτέρᾳ τῇ τῶν λόγων ἰδέᾳ κέχρηται, ἐν δὲ τῷ
20περὶ τοῦ στεφάνου περὶ τῶν ἐνδόξων πράξεων τὸν ὅλον διαπλέκων λόγον πομπικωτέρᾳ τε καὶ λαμπρο‐ τέρᾳ· καὶ ἁπλῶς εἰπεῖν ἐν ἑκάστῳ τῶν λόγων ἀεὶ τῶν τε δημοσίων καὶ τῶν ἰδιωτικῶν προσφόρους ἀεὶ τοῖς ὑποκειμένοις ἐπιτιθέντα προσώποις ὄψει τὰς τῶν
25λόγων ἰδέας. τὸ μὲν οὖν πρόχειρον τῆς τῶν ἐγκω‐26

27

μιαστικῶν τόπων χρήσεως τοιοῦτόν ἐστιν ὥστε διὰ πάσης ἔχειν φυλακῆς, μή τι καὶ προέσθαι ἀναγκασθῶ‐ μεν ἔπος ‘ὅπερ τ’ ἄρρητον ἄμεινον‘, ἀλλὰ τὰ μὲν πρὸς σύστασιν ἡμετέραν ἐροῦμεν, τὰ δὲ βλάπτοντα
5σιωπήσομεν. ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἀνάπαλιν τὰ μὲν ἐκείνοις συνοίσοντα τελέως παραλείψομεν, ὅσα δὲ βλάπτειν ἱκανὰ ἐκτραγῳδήσομεν. ἔστι δέ τις παρά τε Δημοσθένει καὶ Θουκυδίδῃ βιαιοτέρα μέθοδος, ἥτις καὶ τὰ πρὸς ἔπαινον τῶν ἐναντίων ἀπὸ τῆς γνώμης
10διαβάλλει καὶ τὰ καθ’ ἡμῶν κινοῦντα λοιδορίαν ἀπὸ τῆς διανοίας βέλτιστα δείκνυσιν. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Μειδίου ὁρῶν ἐκεῖνον μεγαλοφρο‐ νοῦντα διὰ τὴν ἐπίδοσιν τῆς τριήρους—μέγα γὰρ ἦν καὶ τὸ τριηραρχῆσαι Ἀθήνησι, μή τί γε δὴ τριήρη
15ὅλην ἐκ τῶν οἰκείων ἐπιδοῦναι—ὁ δὲ τὴν αἰτίαν ἐξετάσας, δι’ ἣν τοῦτο πεποίηκε, διαβεβλημένον ἀπέ‐ δειξε τὸ δοκοῦν ἔνδοξον· φησὶ γὰρ ὡς στρατείας εἰς Εὔβοιαν γινομένης δέον σὺν τοῖς ἱππεῦσιν αὐτὸν ἐξελθεῖν ἐπιδέδωκε τριήρη διαφυγεῖν τὸ στρατεύσα‐
20σθαι σπεύδων, καὶ τὸ ἐνθύμημα τοῦτο συμπληρῶν ἐπάγει ‘τῷ δῆλον, ὡς μηδὲ ἀντειπεῖν αὐτὸν ἔχειν, ὅτι τὴν στρατείαν φεύγων οὐ φιλοτιμίᾳ τοῦτο ἐποίη‐ σεν‘· καὶ πάλιν αἰσθόμενος ὅτι ξύλα διὰ τῆς τριήρους ἤγαγεν ἐξ Εὐβοίας φησὶ διαβάλλων ‘καὶ χρηματισμὸς
25οὐ λειτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ
τουτῳί‘. ἐν δὲ τῷ περὶ τοῦ στεφάνου φεύγων τὸ27

28

μέγεθος τῆς κατ’ αὐτοῦ διαβολῆς, ὅτι δὴ συμβεβου‐ λευκότος αὐτοῦ πόλεμον ἄρασθαι πρὸς Φίλιππον τὸ περὶ Χαιρώνειαν ἀτύχημα τῇ πόλει γέγονεν, ἀπὸ τῆς γνώμης αὐτὸ συνέστησεν εἰπὼν ὡς ‘καλὰ καὶ τῶν
5προγόνων ἄξια τὰ συμβουλευθέντα καὶ παρ’ ἡμῶν μὲν ἀεὶ γιγνόμενα παρ’ ἐμοῦ δὲ τότε συμβουλευθέντα· οὐ γὰρ δὴ τῷ μὲν ἐν Πέλλῃ τραφέντι χωρίῳ ἀδόξῳ τότε γε ὄντι καὶ μικρῷ τοσαύτην μεγαλοψυχίαν προσ‐ ῆκεν ἐγγενέσθαι ὥστε τῆς τῶν Ἑλλήνων ἀρχῆς ἐπι‐
10θυμῆσαι καὶ τοῦτο εἰς τὸν νοῦν ἐμβαλέσθαι, ὑμῖν δὲ οὖσιν Ἀθηναίοις καὶ κατὰ τὴν ἡμέραν ἑκάστην ἐν πᾶσι καὶ λόγοις καὶ θεωρήμασι τῆς τῶν προγόνων ἀρετῆς ὑπομνήμαθ’ ὁρῶσι τοσαύτην κακίαν ὑπάρξαι ὥστε τῆς ἐλευθερίας αὐτεπαγγέλτους ἐθελοντὰς παρα‐
15χωρῆσαι Φιλίππῳ. λοιπὸν τοίνυν ἦν κἀναγκαῖον ἅμα πᾶσιν οἷς ἐκεῖνος ἔπραττεν ἀδικῶν ὑμᾶς ἐναντιοῦσθαι δικαίως. τοῦτ’ ἐποιεῖτε μὲν ὑμεῖς ἐξ ἀρχῆς εἰκότως καὶ προσηκόντως, ἔγραφον δὲ καὶ συνεβούλευον καθ’ οὓς ἐπολιτευόμην χρόνους—ὁμολογῶ‘. ἔτι γε μὴν
20ἐπιπλέον βεβαιῶσαι τὴν ἑαυτοῦ γνώμην ὡς ἀρίστην βουλόμενος μεταστατικῶς ἐφ’ ἑτέρους μετάγει τὴν αἰτίαν λέγων ‘εἰ δὲ ἢ δαίμονός τινος ἢ τύχης ἰσχὺς ἢ στρατηγῶν φαυλότης ἢ πάντα ἅμα ἐλυμαίνετο τοῖς ὅλοις ἕως ἀνέτρεψε, τί Δημοσθένης ἀδικεῖ;‘ ὁ δέ γε
25Θουκυδίδης τῇ οἰκείᾳ κεχρημένος βίᾳ τὸ αὐτὸ πρᾶγμα28

29

συνέστησέ τε καὶ διέβαλεν ἀπὸ τῆς γνώμης. ζητου‐ μένου γάρ, διὰ τί οἱ Κερκυραῖοι οὐδενὶ συνεμάχησαν, ἑκάτεροι ἀπὸ τῆς γνώμης ἐπιχειρήσαντες κατεσκεύασαν ὅπερ ἠβούλοντο· ὁ μὲν γὰρ Κερκυραῖός φησι ‘σύμ‐
5μαχοί τε γὰρ οὐδενός πω ἑκούσιοι ἐν τῷ πρὸ τοῦ γενόμενοι νῦν ἄλλων τοῦτο δεησόμενοι ἥκομεν καὶ ἅμα ἐς τὸν παρόντα πόλεμον Κορινθίων ἔρημοι δι’ αὐτὸ καθέσταμεν καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν πρότερον σωφροσύνη τὸ μὴ ἐν ἀλλοτρίᾳ συμμαχίᾳ τῇ
10τοῦ πέλας γνώμῃ συγκινδυνεύειν νῦν ἀβουλία καὶ ἀσθένεια φαινομένη,‘ ὁ δ’ αὖ Κορίνθιος ἐκ τοῦ ἐναντίου διέβαλε τὸ πρᾶγμα εἰπὼν ‘φασὶ δὲ συμ‐ μαχίαν διὰ τὸ σῶφρον οὐδενός πω δέξασθαι· τὸ δὲ ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ ἐπετήδευσαν σύμμαχόν
15τε οὐδένα βουλόμενοι πρὸς τὰ ἀδικήματα οὐδὲ μάρ‐ τυρα ἔχειν.‘ [134, 19] ‘οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα οἷον τὸ τὶς καὶ τὰ ἰσάζοντα διόλου‘ ἱκανῶς περὶ τῶν ἐξεταζομένων προσώπων διαλαβὼν
20ἐπὶ τὰ ἀνεξέταστα χωρεῖ. ταῦτα δὲ εἶναί φησι τά τε ἀόριστα καὶ τὰ ἰσάζοντα διόλου. ἰστέον δὲ ὅτι ταῦτα ἐπὶ μὲν πεπλασμένων ὑποθέσεων δύναται κρίσιν ἐκ‐ δέξασθαι, ἐπὶ δὲ ἀληθείας οὐδαμῶς ἂν συσταίη· οὔτε γὰρ ἀορίστου ὄντος τοῦ πεποιηκότος κατηγορία τις
25ἔννομος κατ’ αὐτοῦ γενήσεται οὔτε δύο πρόσωπα29

30

ἐξισάζοντα διόλου ῥᾴδιον εὑρεῖν· κἂν γὰρ ἐπὶ τινῶν κοινωνία τις αὐτοῖς συμβαίνοι ἐκ νεότητος ἢ πλούτου, ἀλλ’ οὖν ἐν τῇ ἀγωγῇ ἢ ταῖς πράξεσιν οὐκ ἐνδέχεται μὴ διαφοράν τινα εὑρεθῆναι. οὐ μὴν οὐδὲ τὰ ἀνεξέ‐
5ταστα παντελῶς ἀκατάσκευα καταλέλοιπεν ἡ τέχνη, ἀλλὰ τῆς μὲν τῶν ἀορίστων ἐξετάσεως τρεῖς ἡμῖν παραδέδωκε μεθόδους· ἢ γὰρ κατασκευαστικοὺς αὐτοῖς λογισμοὺς προσθήσομεν ὡς Δημοσθένης ἐν Φιλιπ‐ πικοῖς ‘ἤκουον δὲ ἔγωγέ τινων ὡς οὐδὲ τοὺς λιμένας
10καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι‘ καὶ εἰδὼς τὸ σαθρὸν τοῦ ἀορίστου τὴν κατασκευὴν εὐθὺς ἐπήγαγε ‘τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνειν‘, ἢ ἐπικρίσει οἰκείᾳ τὸ ἀόριστον συστήσει—ταύτην δὲ τὴν ἐπίκρισιν ὁ
15μὲν ῥήτωρ μετὰ ὅρκου ποιήσεται ‘καὶ μὰ τὸν Δία οὐδὲν ἄπιστον ἴσωσ‘, ὁ δὲ Πλάτων θαρρῶν τῷ οἰκείῳ ἀξιώματί φησι ‘καὶ ἐγὼ πείθομαι‘—, ἢ ἐπαίνῳ συστή‐ σει τὸν εἰρηκότα ὡς Δημοσθένης ‘ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐ‐
20δαμῶς οἵου τε ψεύδεσθαι‘ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ ‘ἐπεί ποτε ἐγὼ ἤκουσα ἀνδρὸς ἀξιοπίστου τῶν ἀνα‐ βεβηκότων παρὰ βασιλέα, ὃς ἔφη διελθεῖν χώραν πάνυ πολλὴν καὶ ἀγαθὴν ἐγγὺς ἡμερησίαν ὁδόν, ἣν καλεῖν
τοὺς ἐπιχωρίους ζώνην τῆς βασιλέως γυναικός.‘ ἐπὶ30

31

δὲ τῶν ἐξισαζόντων προσκείμενον ἀκριβῶς πάνυ τὸ διόλου μέθοδον ἡμῖν παραδίδωσι, δι’ ἧς δυνησόμεθα καὶ ταῦτα πρὸς ἐξέτασιν παραλαβεῖν· ἐὰν γὰρ καὶ τὴν βραχυτάτην διαφορὰν εὕρωμεν ἐν τῷ ἐξισάζοντι,
5φευξόμεθα τὸ δοκεῖν τοῖς αὐτοῖς τῷ ἀντιδίκῳ περι‐ πίπτειν. τοιγαροῦν οὕτω Δημοσθένης μὲν ἐν τοῖς κατ’ Αἰσχίνου λόγοις ἐξισάζοντος τοῦ ὅτι ἀμφότεροι πολιτεύονται συνέστησεν αὐτὸ εἰπὼν ‘σὺ μὲν γὰρ ὑπὲρ τῶν ἐχθρῶν ἐγὼ δὲ ὑπὲρ τῆς πατρίδος ἅπαντα
10πεπολίτευμαι‘ καὶ πάλιν ἐξισάζοντος τοῦ πεπρεσβευ‐ κέναι ἐπὶ ἀμφοτέρων φησὶ βιαιότερον ἐγχειρῶν ‘ἐγὼ δὲ οὐδὲ συμπεπρεσβευκέναι φημὶ σοί, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινὰ κατὰ τῆς πατρίδος, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα.‘ Ὑπερείδης δὲ
15πάλιν ἐν τῷ ὑπὲρ Φρύνης ἐξισάζοντος τοῦ ὅτι αὐτός τε καὶ Εὐθίας ὡμιληκότες ἦσαν τῇ Φρύνῃ—ἑταίρα δὲ ἦν αὕτη ἐκ Θεσπιῶν διαφέρουσα τῷ κάλλει καὶ ἐπακ‐ μάσασα Λαΐδι· ἀναθέντων 〈δὲ τῶν〉 Ἑλλήνων ἐν Δελφοῖς αὐτῆς εἰκόνα καὶ ἐπιγραψάντων ‘Φρύνη Ἐπι‐
20κλέους Θεσπική‘ Κράτης ὁ κύων ὑπέγραψεν ‘ἐκ τῆς τῶν Ἑλλήνων ἀκρασίασ‘—Ὑπερείδης οὖν ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ αὐτῆς λόγῳ εὑρών τινα διαφορὰν ἔφυγε τὸ ἐξισάζον φήσας ‘οὐ γὰρ ὅμοιόν ἐστι τὸν μὲν ὅπως σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως
25ἀπολέσειεν.‘31

32

[134, 24] ‘ὥσπερ δὲ τῶν προσώπων, οὕτως καὶ τῶν πραγμάτων ἐστὶ διαφορά‘ οὐχὶ κατὰ τὴν ποσότητά φησι—τὰ μὲν γὰρ ἄχρι ἑπτὰ προελή‐ λυθε διαφορῶν, τὰ δὲ τρεῖς ἔχει μόνας—, ἀλλὰ κατὰ
5τὴν ποιότητα· πολλὴ γὰρ καὶ τούτων ἡ πρὸς ἄλληλα διαφορά. [134, 25] ‘καὶ ἰσχυροτάτην μὲν ἔχει δύναμιν ταῦτα, ἐφ’ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται‘ εἰκότως· τοὺς γὰρ λογισμοὺς ὧν ἂν βουλοίμεθα
10πράττειν ἀεὶ προχείρους ἔχομεν· καὶ τὰς αἰτίας προ‐ ηυτρεπικότες ἀπολογίας τε καὶ προφάσεις πιθανὰς οἱ τολμῶντες τόδε τι ποιεῖν οὕτως ἐπὶ τὰ πράγματα χωροῦσιν. [134, 28] ‘δευτέραν δὲ ὅταν ἑτέρου πράξαν‐
15τος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινό‐ μενον‘ τῶν πραγμάτων ἐφ’ οἷς ἡ κρίσις ἢ παρ’ ἡμῶν γιγνομένων ἢ παρ’ ἑτέρων τὰ μὲν παρ’ ἡμῶν πεπραγμένα τὴν πρωτίστην ἔχει τάξιν, τὰ δὲ παρ’ ἄλλων ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται—ὅπερ ἐστὶ
20φανερῶς—ἢ ἐξ ὑπονοίας. τὰ μὲν οὖν ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενα τὴν δευτέραν ἔχει τάξιν, διότι πεπλανημένους ἐπιδέχεται τοὺς λογισμούς· ὧν γὰρ ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰ‐ τίας, εἴ γε μὴ συνειδείημεν αὐτοῖς; τὸ δὲ συνειδέναι
25τῷ κακῷ πάντως ὑπεύθυνον. τὰ δὲ ἐξ ὑπονοίας τὴν32

33

τρίτην εἰκότως ἐπιδέχεται τάξιν· πολὺ γὰρ ἀσθενέ‐ στερον τὸ ἐξ ὑπονοίας πρᾶγμα ἀναφερόμενον εἴς τινα τοῦ ἄντικρυς, πεπλανημένα γὰρ σφόδρα καὶ παντά‐ πασιν ἀβέβαια τὰ τῶν ὑπονοιῶν ἀληθείας τε καὶ
5ψεύδους ἐπίσης ἀπέχοντα. ἀπορήσειε δ’ ἄν τις, τίνος ἕνεκα τὴν τρίτην τῶν πραγμάτων τάξιν μεταξὺ τε‐ τάχθαι τῶν προειρημένων δύο φήσας οὐ δευτέραν αὐτὴν τέταχεν ἀλλὰ τρίτην· τὸ γὰρ μεταξύ πρόδηλον ὡς μεσότητά τινα δηλοῖ. τρίτην μὲν οὖν αὐτοῖς ἐπι‐
10τέθεικε τάξιν, διότι τὴν εὐπορίαν ἐν τοῖς ζητήμασιν ἐλάττονα τῶν προειρημένων ἡμῖν χορηγεῖ, μεταξὺ δὲ αὐτὰ κέκληκεν, ἐπείπερ ἀμφοτέρων μετέχει τῶν ἀνω‐ τέρω τάξεων, οἷον ἐπὶ Ἀρχιδάμου· τὸ γὰρ πρᾶγμα ἐκεῖσε τῇ μὲν πρώτῃ τάξει τῶν πραγμάτων κοινωνεῖ,
15διότι πέπρακται Ἀρχιδάμῳ ἄλλα τινά, ἐξ ὧν καὶ ἡ τῆς δωροδοκίας ὑπόνοια βεβαιοῦται—χρόνον τε γὰρ οὐκ ὀλίγον ἐν τῷ ἐπιστρατεύειν διέτριψεν, ὡς καὶ Θουκυδίδης φησί, καὶ τὴν Ἀττικὴν δῃώσας μόνους τοὺς Περικλέους ἀγροὺς καταλέλοιπεν ἀδῃώτους—, τῇ
20δὲ δευτέρᾳ πάλιν κοινωνεῖ, διότι τὸ παρὰ Περικλέους πεπραγμένον εἰς Ἀρχίδαμον ἀναφέρεται οὐ μάτην ἀλλὰ διὰ τὰ πρότερον ὑπ’ αὐτοῦ Ἀρχιδάμου πρὸς χάριν Ἀθηναίων γεγονότα. [135, 4] ‘ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος
25τούτου καὶ ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων‘ καὶ γὰρ ἐπὶ τοῦ ζητή‐
ματος τούτου τὸ πρᾶγμα τὸ εὐθυνόμενον τῆς τρίτης33

34

ὑπάρχον τάξεως ἐξ ὑπονοίας εἰς τὸν ἄσωτον ἀναφέρε‐ ται· ὁ γὰρ πᾶσαν τὴν οὐσίαν οὕτως ἀκόσμως εἰς τὰ μὴ δέοντα καταναλίσκων ἴσως καὶ τῷ παρανομωτάτῳ τῶν ἔργων ἐπεχείρησε μηδένα τὸν σωφρονίζοντα βου‐
5λόμενος ἔχειν. [135, 6] ‘καὶ οὐκ ἀγνοῶ γε ὡς ᾠήθησάν τινες μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα τὸ κρινόμενον‘ τοῦτο εἰς ἐνίους ἀποτείνεται τῶν τεχνογράφων, οἳ τὰ ἐξ ὑπονοίας πράγματα ὡς ἀνεξέταστα παραλαμβάνουσιν
10ἐν τοῖς ζητήμασι καὶ μελετῶντες αὐτὰ ἐκ μὲν τοῦ πράγματος οὐδὲ ἓν κινοῦσι κεφάλαιον, τὰ δὲ ἐκ τοῦ προσώπου μόνου ἐξετάζουσιν. τῶν γὰρ στοχαστικῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου μόνου κινεῖται, ὡς βούλησις καὶ δύναμις, τὰ δὲ ἐκ τοῦ πράγματος,
15ὡς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, μετάληψις, χρῶμα ὃ καὶ μετάθεσις αἰτίας καλεῖται, πιθανὴ ἀπο‐ λογία. ἔτι δὲ κἀκεῖνο ἰστέον, ὡς τὸ πρᾶγμα διχῶς λέγεται ἐν τοῖς στοχαστικοῖς ζητήμασι, τό τε σημεῖον καὶ τὸ πρᾶγμα αὐτό. τὸ μὲν οὖν πρᾶγμά ποτε ἀδύνα‐
20τον ἐκλιπεῖν· πῶς γὰρ ἂν καὶ κρίσις συσταίη μὴ ὄντος τοῦ εὐθυνομένου πράγματος; τὸ δὲ σημεῖον ἐκλείπει πολλάκις, ὥσπερ ἐν τοῖς ἐξ ὑπονοίας· διὸ τοὺς τοιού‐ τους ἀτελεῖς ἐκ πραγμάτων καλοῦσι στοχασμούς. τοῦ τοίνυν χρώματος ἀεὶ τῷ σημείῳ μαχομένου, εἰ μὴ
25ἐμπίπτοι τὸ σημεῖον, ᾧπερ μάλιστα ὁ κατήγορος ἰσχυ‐
ρίζεται, περιττή τις ἂν εἴη καὶ ἡ διὰ τοῦ χρώματος34

35

ἀπολογία· διόπερ τῶν τε πρὸ Ἑρμογένους τεχνο‐ γράφων ἔνιοι καὶ τῶν μετ’ ἐκεῖνον Ἀκύλας τε καὶ Εὐαγόρας οἱ τὴν ἐκ φιλοσοφίας ἐπιστήμην τῇ ῥητόρων συμμίξαντες τέχνῃ τὸ κατὰ τὸν ἄσωτον ζήτημα διε‐
5λόντες τοῖς ἐκ μόνου τοῦ προσώπου κεφαλαίοις ἐχρή‐ σαντο. [135, 7] ‘θαυμάζω δὲ εἰ μὴ κρινομένου πράγ‐ ματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον χρῶμα‘ φαίνεται καὶ ὁ τεχνογράφος μὴ σφόδρα
10θαρρῶν τῇ δόξῃ ταύτῃ· οὐ γὰρ ἂν οὕτως ἐνδοιαστι‐ κώτερον ἀνωτέρω τε καὶ νῦν ἐχρήσατο τῷ λόγῳ εἰωθὼς ἀποφαίνεσθαι διαρρήδην, ἐν οἷς ἂν αὐτῷ κατὰ κράτος ἀρέσκῃ τὰ λεγόμενα ὡς ἐκεῖσε. τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ συμφέρον ἢ τὰ τοι‐
15αῦτα ζητεῖν οὐ ῥητορικῆς. οἱ μὲν οὖν ὡς ἀτελὲς ἐκ πραγμάτων τὸ κατὰ τὸν ἄσωτον ζήτημα διελόντες οὐδὲ χρώματι ὅλως ἐχρήσαντο· εἰ δὲ κατὰ Ἑρμογένην βούλοιτό τις ἐνταῦθα κινῆσαι χρῶμα, δηλονότι τῶν πεπλανημένων τινὰ χρωμάτων ἐρεῖ ὡς ‘εἰκὸς ὑπ’
20ἐχθρῶν ἐμῶν ἀνῃρῆσθαι τὸν πατέρα‘ ἢ ὅτι ‘πρὸς ἀποδημίαν τινὰ λαθραίαν ἐστάλη.‘ [135, 9] ‘ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι‘ οἱ μὲν ἄλλοι φασὶν ὡς ἐκ βουλήσεώς τε καὶ δυνάμεως παραγραφικοῦ τε τοῦ ἀπὸ τῶν λει‐
25πόντων καὶ ἐλέγχων ἀπαιτήσεως πλατυνεῖ τὴν ἀπολο‐35

36

γίαν ὁ ἄσωτος, ὁ δὲ Ἑρμογένης καὶ τοῖς ἐκ τοῦ πράγματος κεφαλαίοις φησὶ δεῖν αὐτὸν κεχρῆσθαι. [135, 10] ‘πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μόνον‘ ἐνταῦθα φανερῶς τὴν
5οἰκείαν ἐκφαίνει γνώμην, ὡς μόνα τὰ διόλου ἐξισά‐ ζοντα τῶν πραγμάτων φησὶν ἐξέτασιν μὴ ἐπιδέχεσθαι ἐν τοῖς ζητήμασι, τὰ δὲ ἄλλα πάντα κρίνεσθαι δια‐ γορεύει. ἐπιστῆσαι δὲ ἄξιον ὅτι, ὥσπερ ἐν τοῖς προσώποις δύο τινά ἐστι τὰ ἀνεξέταστα, τά τε ἀόρι‐
10στα καὶ τὰ ἐξισάζοντα διόλου, οὕτω καὶ ἐν τοῖς πράγμασι τά τε ἐξ ὑπονοίας καὶ τὰ ἐξισάζοντα. καὶ ἀναλογεῖ τοῖς ἀορίστοις τὰ ἐξ ὑπονοίας· ὥσπερ γὰρ ἐκεῖ οὐδεμία ποιότης ὡρισμένη τοῦ ἀορίστου κατη‐ γορεῖται προσώπου, οὕτως καὶ τῷ ἐξ ὑπονοίας πράγ‐
15ματι οὐδέν τι βέβαιον τεκμήριον χορηγεῖ τὴν σύστασιν. [135, 17] ‘μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐ‐ τῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖ‐ σθαι δυνάμενα τῶν ζητημάτων‘ ἱκανῶς ἡμᾶς
20προτρέπει πρὸς τὴν ἀκριβῆ κατανόησιν τῆς τε τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾶς· τὸ γὰρ τέλος οὐ μικρὸν εἶναι τούτων ἀποφαίνεται, εἴ γε τὰ συν‐ εστῶτα καὶ διαιρούμενα τῶν ζητημάτων καὶ τὰ ἀσύ‐ στατα διὰ τούτων γνωσόμεθα. ἀσύστατον δέ ἐστι
25ζήτημα τὰς ἐξ ἑκατέρου μέρους τῶν δικαζομένων
συνηγορίας οὐκ ἔχον ἐρρωμένας.36

37

[135, 19] ‘τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσ‐ ωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον‘ τέσ‐ σαρας τούτους κανόνας ἡμῖν παραδίδωσι τῆς τῶν συνεστηκότων ἐπιγνώσεως· πρῶτον μὲν ἵνα πρόσωπόν
5τε καὶ πρᾶγμα ἔχωσι κρινόμενον—ὅπερ ἐστὶν ἐξ‐ ετάζεσθαι δυνάμενον—ἢ τὸ ἕτερον πάντως· δεύτερον ὥστε τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας πιθανάς τε καὶ διαφόρους εἶναι καὶ ταῖς πίστεσιν ἐρρωμένας· τρίτον ὥστε τὸν δικαστὴν μὴ προειληφότα τὴν κρίσιν
10οἴκοθεν ἐπὶ τὸ δικαστήριον ἰέναι ἀλλ’ ἐκ τῶν λεγο‐ μένων ἐν τῇ δίκῃ τὴν φαινομένην αὐτῷ δικαίαν τε καὶ ἀδωροδόκητον ἐπάγειν κρίσιν· τέταρτον ὥστε μετὰ τὰς προσηκούσας δικαιολογίας δύνασθαι τὸ ζητού‐ μενον ἐπιδέξασθαι πέρας—εἰ γὰρ ἀπέραντα τὰ τῆς
15ὑποθέσεως ὑπάρχοι, λίθον ἕψειν δόξομεν δικαζόμενοι περὶ πράγματος, ᾧ πέρας ἀδύνατον ἐπιτεθῆναι—. [135, 25] ‘τὰ δὲ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν‘ τὰ δὲ καὶ ἑνὸς μόνου τῶν τεσσάρων ἀποδέοντα κανόνων ἐν τοῖς ἀσυστάτοις
20τετάχθαι δίκαιον. [135, 26] ‘καὶ πρῶτον ἀσυστάτων εἶδος τὸ μονομερέσ‘ τοῦτο παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἔχει τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας ἐρ‐ ρωμένας, ὅπερ ἐκεῖνος ἡμῖν παρήγγελλεν, ἀλλὰ θατέρῳ
25τοῖν μεροῖν τὴν πᾶσαν ἰσχὺν προσνέμει τῶν λόγων. ὁ δὲ Ἀκύλας τὸ κατὰ τὸν πορνοβοσκὸν παράδειγμα
τοῦ κατὰ πρόσωπον ἀδόξου τρόπου φησὶν εἶναι.37

38

[135, 30] ‘δεύτερον τὸ ἰσάζον διόλου‘ τοῦτο παρὰ τὸν πρῶτον κανόνα ἐστίν· οὔτε γὰρ πρόσωπα οὔτε πράγματα ἔχει κρινόμενα, ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν.
5 [136, 2] ‘τρίτον τὸ ἀντιστρέφον‘ καὶ τοῦτο παρὰ τὸν δεύτερον κανόνα ἐστίν· οὐ γὰρ ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς ἀλλὰ σαθρότατα ποτὲ μὲν τάδε ποτὲ δὲ τἀναντία διεξιόντων. διαφέρει δὲ τοῦ ἰσά‐ ζοντος, ὅτι ἐκεῖ μὲν τοῖς ἀλλήλων ἐνταῦθα δὲ τοῖς
10ἑαυτῶν οἱ δικαζόμενοι περιπίπτουσι λόγοις. [136, 8] ‘τέταρτον τὸ ἄπορον‘ τοῦτο ἀκριβῶς παρὰ τὸν τέταρτον κανόνα ἐστίν· οὐ γὰρ δύναται πέρας λαβεῖν. [136, 12] ‘πέμπτον τὸ ἀπίθανον‘ καὶ τοῦτο
15παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἐκ πιθανῶν σύγκειται λόγων, ἀλλὰ ταῖς πάντων ἀκριβῶς ἐναντία δόξαις καὶ τῷ χρησμῷ τῆς Πυθίας οὐ συνᾴδοντα λέγειν ἐπιχειρεῖ. [136, 14] ‘ἕκτον τὸ ἀδύνατον‘ καὶ τοῦτο
20παραπλησίως τῷ πέμπτῳ παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῷ λόγοι. διαφέρει δὲ τοῦ ἀπιθάνου, ὅτι τὸ μὲν ἀδύνατον οὐδεμίαν ἔχει τοῦ γενέσθαι φύσιν—ὃ δὲ ἀδύνατον πραχθῆναι, πῶς οὐκ ἄτοπον πλάττειν;—,
25τὸ δὲ ἀπίθανον τῶν ἐνδεχομένων ἐστίν—ἐνδέχεται38

39

γὰρ Σωκράτην τε διὰ φιλανθρωπίαν ἑταίρᾳ χορηγῆ‐ σαι τροφὴν καὶ Ἀριστείδην ἀπατηθέντα πρᾶξαί τι ἄδικον—. [136, 16] ‘ἕβδομον τὸ ἄδοξον‘ ἄδοξον ἐν‐
5ταῦθά φησιν οὐ τὸ εὐτελές—πολλὰ γὰρ καὶ τῶν εὐτελεστάτων πραγμάτων ἐξέτασιν ἐν ζητήμασιν ἐπι‐ δέχεται—ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν. ἰστέον δὲ ὡς Ἀκύλας ἄδοξον κατὰ τὸ πρᾶγμα τὸν τρόπον τοῦτον καλεῖ. ἡμάρτηται δὲ καὶ οὗτος παρά τε τὸν δεύτερον
10κανόνα καὶ παρὰ τὸν τρίτον· ποίαν γὰρ ἰσχυρὰν προ‐ βαλεῖται πίστιν ἀνὴρ προαγωγὸς τῆς αὑτοῦ γαμετῆς ὑπὲρ οὕτω διαβεβλημένης πράξεως κατηγορεῖν ἐπι‐ χειρῶν; ποῖος δὲ δικαστὴς σωφρονῶν οὐ πρὸ τῆς κρίσεως καταλεύσει τὸν μηδὲ τῶν οἰκειοτάτων δι’
15αἰσχροκέρδειαν φεισάμενον; ὥστε καὶ διὰ τὸ προειλῆ‐ φθαι τῇ κρίσει ἡμάρτηται. [136, 18] ‘ὄγδοον τὸ ἀπερίστατον‘ ἔγνωσται πολλάκις ἡμῖν καὶ ἐν προγυμνάσμασιν ὅτι ἕξ ἐστι τὰ περιστατικὰ μόρια, πρόσωπον πρᾶγμα τόπος χρόνος
20αἰτία τρόπος· τούτων δὲ μετὰ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατόν ἐστιν ἡ αἰτία. ἀπερίστατον οὖν καλεῖ τὸ μηδεμίαν προφανῆ αἰτίαν τῆς κατηγορίας ἔχον. ἐνταῦθα οὖν τελείως ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον, ὅπερ οὐδὲ ἐπὶ τῶν ἀτελῶν ἐκ
25πραγμάτων στοχασμῶν ποτε συμβαίνει· καὶ οὗτος οὖν39

40

παρὰ τὸν δεύτερόν ἐστι κανόνα μηδεμίαν ἰσχυρὰν πίστιν ἐφ’ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός. [136, 21] ‘παρὰ δὲ ταῦτα εἴδη ἐστὶν ἕτερα ἐγγὺς μὲν ἀσυστάτων μελετώμενα δὲ ὅμωσ‘
5διεξελθὼν τὰ πάντῃ ἀσύστατα οὐκ ἀθρόως ἐπὶ τὰ συνεστῶτα χωρεῖ ἀλλ’ ἐπὶ τὰ μέσα τῶν συνεστώτων καὶ ἀσυστάτων· οἱ γὰρ τρεῖς τρόποι, οὓς ἐκτίθεται, μετέχουσι τῶν μὲν συνεστώτων ἐπὶ πλέον τῶν δὲ ἀσυστάτων ἐπ’ ἐλάχιστον.
10 [136, 22] ‘πρῶτον μὲν τὸ ἑτερορρεπέσ‘ τοῦτο πλησιάζει μὲν τῷ μονομερεῖ, καθότι θατέρῳ τοῖν μεροῖν πολλὴν σφόδρα χορηγεῖ τὴν δικαιολογίαν, ὥσπερ ἐκεῖνο τὴν ὅλην, διενήνοχε δὲ τῷ ἐν ἐκείνῳ μὲν τὸ ἕτερον μέρος μηδεμιᾶς εὐπορεῖν ἀπολογίας ἐν‐
15ταῦθα δὲ βραχεῖς ἔχειν τοὺς συναγωνιζομένους τῶν λόγων. [136, 26] ‘εἶτα τὸ κακόπλαστον‘ τοῦτο παν‐ ταχόθεν μὲν συνέστηκε, μόνην δὲ τὴν περὶ τὰ πρόσ‐ ωπα ἐξέτασιν χωλεύουσαν ἔχει, διότι τοὺς τεθνεῶτας
20ὡς ζῶντας ὑποτίθεται· εἰ γὰρ ἀντὶ Κλέωνος γράψειέ τις Θηραμένην πέμπειν στρατηγόν, τελείως ἔρρωται τὸ ζήτημα, ὥστε καὶ ἐν τούτῳ τὸ ἡμαρτημένον παρὰ τὸν πρότερόν ἐστι κανόνα· τὰ γὰρ μὴ ὑπόντα πρόσ‐
ωπα πῶς ἂν καὶ κρίσιν ἐπιδέχοιτο·40

41

[137, 1] ‘ἔστιν ἐν τούτοις καὶ τὸ προειλημ‐ μένον τῇ κρίσει‘ τοῦτο φανερώτατα παρὰ τὸν τρίτον ἐστὶ κανόνα· καὶ ἡ μὲν πλάσις αὐτοῦ πᾶσα συνέστηκεν, οἱ δὲ κριταὶ πρὸς τῆς γυναικὸς εὖ πεπον‐
5θότες οὐδεμίαν κατ’ αὐτῆς ἐξοίσουσι ψῆφον, κἂν περι‐ φανῶς ἐλέγχοιτο μεμοιχευμένη. [137, 6] ‘τάχα δ’ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα‘ οἶδεν ὁ τεχνο‐ γράφος ὡς ἡ κατὰ μικρὸν τῶν συνεστώτων παράλλαξις
10πολλοὺς ἀπεργάζεται τῶν ἐγγὺς ἀσυστάτων τρόπους. ἔνιοι γοῦν τῶν μετ’ αὐτόν, ὧν ἐστιν Εὐαγόρας τε καὶ Ἀκύλας, καὶ μέχρι δώδεκα τρόπων τὰ ἀσύστατα προήνεγκαν τέσσαρας ἄλλους τοῖς παρὰ Ἑρμογένους εἰρημένοις ὀκτὼ προσθέντες· τὸν καθ’ αὑτὸν πάντῃ
15δῆλον, οἷον ἀριστεὺς ἀνελὼν 〈πορνεύοντα τὸν〉 υἱὸν φόνου κρίνεται· τὸν καθ’ αὑτὸν πάντῃ ἄδηλον, οἷον καταλέλοιπέ τις δύο παισὶν ἐξίσου τὴν οὐσίαν, εἰ‐ πών τι πρὸς τὸ οὖς θατέρῳ τῶν υἱῶν ἐτελεύτησε, καὶ ἀξιοῖ ὁ θάτερος ὡς περὶ θησαυροῦ ἀκούσαντα αὐτὸν
20εἰσφέρειν καὶ τὸν θησαυρόν· τὸν κατὰ τὸ τεκμήριον δῆλον, οἷον Αἰσχίνης κρινόμενος ἐπὶ τῷ προδεδω‐ κέναι Κερσοβλέπτην ἐπέδειξεν ἐπιστολὴν δηλοῦσαν ὡς πρὶν αὐτὸν ἐπὶ τὴν πρεσβείαν ἐξελθεῖν Κερσοβλέπτης
ἦν ἁλοὺς ὑπὸ Φιλίππου, καὶ οὐδὲν ἧττον κρίνεται·41

42

τὸν ἄπορον ἐν κατηγορίᾳ, ὃν καὶ κροκοδειλίτην οἱ Στωϊκοί φασιν, οἷον Εὔαθλος συνέθετο Πρωταγόρᾳ τῷ σοφιστῇ δώσειν μισθόν, εἰ τὴν πρώτην δίκην λέγων νικήσειε, μαθὼν καὶ μὴ βουλόμενος λέγειν ὑπὸ
5τοῦ Πρωταγόρου τὸν μισθὸν ἀπαιτεῖται, ὁ δὲ ἀντι‐ λέγει, εἴτε γὰρ νικήσειεν, οὐ δίκαιος δοῦναι κατὰ τὴν σύνταξιν, εἴτε ἡττηθείη, ὡς μήπω μαθὼν οὐκ ἄξιος ἀπαιτεῖσθαι—διαφέρει δὲ τοῦ ἑτέρου ἀπόρου, ὅτι ἐκεῖ μὲν ἐν τῷ βουλεύεσθαί ἐστιν ἡ ἀπορία ἐνταῦθα
10δὲ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ—. [137, 10] ‘εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι‘ τοῦτο ἀκριβῶς εἰς Μινουκιανὸν αἰνίττε‐ ται. ἐκεῖνος γὰρ ἐν τῇ τέχνῃ πρὸ τοῦ περὶ τῶν στά‐
15σεων διεξελθεῖν τὰ εἴδη τῶν προβλημάτων ἀπαριθμεῖται καὶ τοὺς τρόπους λέγων εἴδη μὲν εἶναι προβλημάτων πέντε, πανηγυρικὰ δικανικὰ ἠθικὰ παθητικὰ μικτά· παν‐ ηγυρικὰ μέν, οἷον μετὰ τὰ ἐν Σαλαμῖνι γράφει Θεμιστο‐ κλῆς θύειν τοῖς ἀνέμοις—εἰ γὰρ καὶ συμβουλὴ πρόκειται,
20ἀλλ’ οὖν πανηγυρικὸν ὅλον τὸ εἶδος τοῦ λόγου γενή‐ σεται ἐπὶ τηλικούτοις οὖσι τοῖς κατωρθωμένοις—· δικανικὰ δέ, οἷον τὰς ἱερωσύνας τῶν παίδων εἶναι, ἀριστεύσας τις ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι, ἔλαβε, τεθνήκασιν ἀμφότεροι ὅ τε ἀριστεὺς καὶ ὁ
25πρῶτος ἱερεύς, 〈καὶ〉 οἱ παῖδες ἀμφοτέρων ἀμφισβη‐42

43

τοῦσι τῆς ἱερωσύνης—ἐνταῦθα γὰρ ψιλὴ περὶ τῶν δικαίων ἐστὶν ἡ μάχη—· ἠθικὰ δέ, οἷον φιλάργυρος ἀριστεύσας ᾔτησεν εἰς τὴν δωρεὰν τοῦ πλουσιωτάτου τὸν κλῆρον ἀφελέσθαι· παθητικὰ δέ, οἷον ἐν μανίᾳ
5τις ἁπτόμενον αὑτοῦ τὸν υἱὸν ἀπέκτεινε καὶ ἀνενεγκὼν φόνου κρίνεται· μικτὰ δέ, οἷον τραυματίας τις ἀριστεὺς παρεχώρησε τῆς δωρεᾶς ἀτρώτῳ ἀριστεῖ, καὶ ὁ μὲν αἰτεῖ τὴν γυναῖκα αὐτοῦ λαβεῖν, ὁ δὲ μονομαχεῖν ἀξιοῖ—πολλὰ γάρ ἐστιν ἐν ταὐτῷ, ἥ τε
10περὶ τῆς δωρεᾶς μάχη καὶ τὸ περὶ τὴν γυναῖκα πάθος καὶ τοῦ τραυματίου τὸ ἦθος τὸ μὲν τῇ συμφορᾷ τὸ δὲ ἀπειλῇ τὸ δὲ καὶ παρακλήσει σωφρονίζοντος—· Ἀκύλας δὲ τῆς διαιρέσεως ταύτης ἐπιλαμβάνεται λέγων ὅτι ‘πρῶτον μὲν ἄτοπον ὅτι τῷ δικανικῷ περι‐
15ληπτικῷ ὄντι τοῦ τε ἠθικοῦ καὶ παθητικοῦ ἀντιδιαιρεῖ ταῦτα, ἔπειτα τὸ πανηγυρικὸν οὐδέποτε καθ’ ἑαυτὸ ἐμπῖπτον ἐν ζητήμασιν ὡς μόνως εὑρισκόμενον παρέλαβε τά τε συμβουλευτικὰ πολλαχοῦ εὑρισκόμενα παρῆκεν.‘ διόπερ αὐτὸς ἑτέρως διαιρῶν φησι τῶν
20ζητημάτων τὰ μὲν εἶναι ἠθικὰ τὰ δὲ παθητικὰ τὰ δὲ πραγματικὰ τὰ δὲ μικτά· τούτους γὰρ τοὺς τέσσαρας τρόπους ἐν δικανικοῖς τε καὶ συμβουλευτικοῖς εἴδεσι λόγων εὑρίσκεσθαι. καὶ εἴδη μὲν ταῦτά φησι, τρό‐ πους δὲ τέσσαρας, ἔνδοξον ἄδοξον παράδοξον ἀμφί‐
25δοξον· ἔνδοξον μέν, οἷον Ἀθηναῖοι καὶ Λακεδαι‐43

44

μόνιοι μετὰ τὰ Μηδικὰ περὶ τῆς προπομπείας ἀμφισβητοῦσιν· ἄδοξον δέ, οἷον πορνοβοσκὸς ταῖς ἑταίραις τίθεται τὰ τῶν μουσῶν ὀνόματα· παράδοξον δὲ τὸ δι’ ὑπερβολὴν ὠμότητος μισούμενον, οἷον
5πένης καὶ πλούσιος ἐχθροί, κατεγνώσθη ὁ πένης θανάτου, παρεδόθη τῷ δημίῳ, πείσας ὁ πλούσιος ταλάντῳ τὸν δήμιον λαβὼν ἀπέκτεινε καὶ φεύγει φόνου· ἀμφίδοξα δὲ τὰ πῂ μὲν ἔνδοξα πῂ δὲ ἄδοξα, οἷον στρατηγὸς προέστησεν ἐπὶ οἰκήματος τὰς αἰχμα‐
10λώτους καὶ κρίνεται δημοσίων ἀδικημάτων. [137, 11] ‘τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου, ἵνα ταῖς οἰ‐ κείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλή‐ ματα μελετῶμεν‘ ἡ τῶν τρόπων φησὶ καὶ τῶν
15εἰδῶν κατανόησις ταῖς προσηκούσαις ἰδέαις κεχρῆσθαι διδάσκει τὸν λέγοντα. [137, 14] ‘οἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικόν‘ ἐπιση‐ μαίνονταί τινες τῷ χωρίῳ ὡς οὐκ ὀρθῶς ἔχοντι· οὐ
20γὰρ πάντως τὸ δικανικὸν εἶδος τοῦ λόγου καὶ δικανι‐ κῶς ἐξενεχθήσεται. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου δικανικωτάτῳ τῶν λόγων ὄντι πανηγυ‐ ρίζων πεφώραται τῇ λαμπρότητι τῶν οἰκείων ἐνα‐ βρυνόμενος πολιτευμάτων, καὶ πάλιν Ἰσοκράτης συμ‐
25βουλευτικὸν εἶδος λόγου διαπλέκων πανηγυρίζει παν‐
ταχοῦ Ἀττικῶν ἀνδραγαθημάτων μνήμῃ. ἐροῦμεν οὖν44

45

ὅτι τοῖς ἀκριβῶς κατανοοῦσιν οὐδ’ ὁτιοῦν ὁ τεχνο‐ γράφος φανήσεται διημαρτηκώς· εἰ γὰρ καὶ πανταχοῦ τὴν πανηγυρικὴν ἐγκαταμιγνύουσιν ὕλην τοῖς προ‐ ειρημένοις λόγοις Ἰσοκράτης τε καὶ Δημοσθένης, ἀλλ’
5οὖν τῶν οἰκείων ἰδεῶν τοῖς προκειμένοις εἴδεσιν οὐδαμῶς ἀφίστανται, ἀλλ’ ὁ μὲν τῇ δεινότητι παντα‐ χοῦ καὶ γοργότητι ἤδη δὲ καὶ τῇ τραχύτητι πολλῇ κεχρημένος δικανικῶς κομιδῇ τὸ δικανικὸν καὶ πανη‐ γυρίζειν δοκῶν ὁ δαιμόνιος ἀπεργάζεται, ὁ δὲ τοῦ
10προσήκοντος πανταχῇ τῷ συμβουλεύοντι στοχαζόμενος ἤθους σεμνότητά τε καὶ λαμπρότητα μεταδιώκων, αἵπερ μάλιστα τοῦ κατὰ συμβουλὴν ἀξιώματός εἰσιν ἀπεργαστικαί, συμβουλευτικῶς τὸ συμβουλευτικὸν εἶδος διὰ πανηγυρικῆς ὕλης περαίνει. οὐ γὰρ ἡ τῆς ὕλης
15ἐπιπλοκὴ ἀλλοιότερον ἀπεργάζεται τὸ εἶδος, ἀλλ’ ὅπερ ἂν ἐξ ἀρχῆς ὁ τεχνίτης ἐπιθεῖναι τῷ λόγῳ πρόσφορον εἶδος βουλεύσηται, τούτῳ καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένην δημιουργεῖ, καθάπερ οἵ τε πλάσται καὶ οἱ γραφεῖς. τὸ δὲ ἐνδόξως τὰ ἔνδοξα ἐξ ἑνὸς τὴν τῶν
20προειρημένων τεσσάρων τρόπων ἐργασίαν δηλοῖ. [137, 17] ‘τοὺς δὲ μήπω περὶ ψιλῆς τῆς εἰς τὰ λεγόμενα κεφάλαια‘ οἶδε τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη καλούμενα, ὡς τὰ πέντε ἐκεῖνα τὰ πολυ‐ θρύλητα προοίμιον διήγησιν ἀντίθεσιν λύσιν ἐπίλογον,
25τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικὰ τὰ ὁρικὰ τὰ ἀντι‐45

46

ληπτικά, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συνεπιπλέκονται. λεγόμενα δὲ αὐτὰ καλεῖ διὰ τὴν πολυωνυμίαν αὐ‐ τῶν· οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ καλοῦσιν, οἱ δὲ ἐπιφοράς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχόμενα. τὰ
5μερικώτερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέ‐ ρων τρέπεσθαι ζήτησιν—ἅπερ εἰσὶ τά τε εἴδη καὶ οἱ τρόποι—παντελῶς ἀνόητόν φησιν. [137, 24] ‘πραγματείας γὰρ ἰδίας καὶ οὐ σμικρᾶς εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτά‐
10της ἐστὶν ὁ περὶ τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγοσ‘ εἰκότως σφόδρα τὴν περὶ ἰδεῶν ἀνυμνεῖ πραγματείαν ὡς ἕξεως ἤδη ἐπιστημονικωτέρας τε καὶ τελειοτέρας δεομένην πρός τε τὴν ἐπίγνωσιν αὐτῶν καὶ μάλιστα πρὸς τὴν εὔκαι‐
15ρον χρῆσιν ἑκάστης. ἵνα δὲ μὴ τὸ τοῦ ὀνόματος ξένον τέλεον ἀγνοοῦντας καταλείπῃ τοὺς ἀκροωμένους, ἀν‐ αγκαῖον εἰδέναι ὡς ἑπτὰ μέν φησιν εἶναι τὰς γενικω‐ τάτας ἰδέας, σαφήνειαν μέγεθος κάλλος γοργότητα ἦθος ἀλήθειαν δεινότητα, ἑκάστην δὲ τῶν ἰδεῶν ἐν
20ὀκτὼ τούτοις φησὶ θεωρεῖσθαι, ἐννοίᾳ λέξει μεθόδῳ σχήματι κώλῳ συνθήκῃ ἀναπαύσει ῥυθμῷ. [137, 28] ‘διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε προσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι τὴν λεγομένην
25στάσιν εἰδώσ‘ τεχνικῶς πάνυ τὰ διὰ πλειόνων
εἰρημένα συντόμως ἐπανακεφαλαιοῦται. τὴν γὰρ διαι‐46

47

ρετικὴν τῶν ζητημάτων ἐπιστήμην μόνῳ προσεῖναί φησι τῷ τὴν διαφορὰν ἀκριβῶς ἐπεσκεμμένῳ τῶν τε προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγ‐ ματα καὶ τὴν ἑκάστου δύναμιν—τουτέστι τὴν εὐ‐
5πορίαν, ἣν παρέχει τοῖς ζητήμασιν—καὶ τὴν στάσιν γνόντι, ἣν λεγομένην καλεῖ διὰ τὸ πολυώνυμον πάλιν· οἱ μὲν γὰρ στάσιν αὐτὴν καλοῦσιν, οἱ δὲ γενικὸν πρόβλημα, οἱ δὲ περιέχον ὡς περιεκτικὴν τῶν οἰκείων κεφαλαίων, εἴ γε καὶ περιεχόμενα ὡς ἔφαμεν
10τὰ κεφάλαιά φασιν. [137, 31] ‘ὅθεν μὲν γὰρ εἴρηται στάσις εἴτε ἀπὸ τοῦ στασιάζειν εἴτε ὁθενοῦν, ἑτέροις ἐξ‐ ετάζειν παρίημι‘ τὴν περὶ τὰς ἐτυμολογίας λεπτο‐ λογίαν οἶδε γραμματικοῖς μὲν μᾶλλον ἁρμόζουσαν, οὐ
15μὴν οὐδὲ τῆς ῥητόρων ἀπᾴδουσαν πολυμαθίας· διὸ τὸ μέν τι περὶ αὐτῆς ἔφη, τὸ δὲ παραλείψειν ἑτέροις φησίν. οἱ μὲν γὰρ ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζο‐ μένους πρὸς ἀλλήλους φασὶν ὠνομάσθαι τὴν στάσιν, οἱ δὲ ἀπὸ τοῦ ἑκάτερον τῶν ἀντιδίκων ὡς ἐπί τινος
20ἀσφαλοῦς κρηπῖδος ἑστάναι περὶ τὰ οἰκεῖα δίκαια.47

48

[138, 1] ‘ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων‘ τῶν ὀνομάτων τὰ μὲν προσηγορικὰ μόνως ἐστίν, ὡς λίθοι κίονες, τὰ δὲ καὶ συμβαίνουσαν ἔχει τὴν προσ‐
5ηγορίαν τῷ ὑποκειμένῳ πράγματι, ὡς ἄνθρωπός τε ἀπὸ τοῦ ἀναθρεῖν ἃ ὄπωπεν καὶ ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσί—ταχύτατον γὰρ τῶν ἐπὶ γῆς—. τοιοῦτον οὖν τι καὶ ἡ στάσις ἐστίν· κοινῶς τε γὰρ κατὰ πασῶν κατηγορεῖται τῶν στάσεων καὶ οὐ συμβέβηκεν αὐτῇ
10τὸ ὄνομα διὰ τὰς προειρημένας ἐτυμολογίας. ἐπειδὴ δὲ τὸν τῆς στάσεως ὅρον παραλέλοιπεν ὁ τεχνογράφος, ἀναγκαῖον ἂν εἴη καὶ περὶ τούτου βραχέα διελθεῖν, ὅπως ἂν ἡμῖν ἡ τῆς στάσεως ἐπίγνωσις ἐξ ἀμφοῖν ἀκριβεστέρα γένοιτο. στάσις τοίνυν ἐστὶ πρότασις
15ἁπλῆ ῥητορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν πρὸς πίστιν κομιζομένων. ‘πρότασισ‘ μὲν οὖν τὸ γένος ἐστὶ τοῦ ὅρου, τὰ δὲ λοιπὰ διαφοραί. ἐπειδὴ δὲ τῶν προ‐
20τάσεων αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ διπλαῖ—οἷον ἁπλῆ μὲν πᾶν ζῷον ἔμψυχον, διπλῆ δὲ πᾶν ἔμψυχον οὐσία καὶ πᾶν ἔμψυχον κινεῖται—, διὰ τοῦ ‘ἁπλῆ πασῶν‘ αὐτὸ τῶν τε διπλῶν καὶ τῶν τριπλῶν προ‐ τάσεων ἐχώρισε, προσθεὶς δὲ τὸ ‘ῥητορική‘ τῶν τε
25ἰατρικῶν καὶ τῶν φιλοσόφων—πολλαὶ γὰρ καὶ παρ’48

49

ἐκείνοις αἱ προτάσεις—. ἐπειδὴ δὲ ἐν αὐτῇ τῇ στάσει πολλαί εἰσιν ἀποδεικνύμεναι προτάσεις, διακρίνων αὐτὰς ἐκείνων ἔφη ‘πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων‘· ἡ
5γὰρ στάσις, οἷον ὅτι τόδε ὅρος ἐστὶν εἰ τύχοι ἢ ἀν‐ τίληψις, πρὸς ἀπόδειξιν κομίζεται μιᾶς φάσεως— τουτέστιν ἑνὸς αὐτοτελοῦς λόγου—τῶν ἐν τῷ πολι‐ τικῷ ζητήματι κειμένων. ‘καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν πρὸς πίστιν κομιζομένων‘, ‘καθ’ ἥν‘
10ταύτην τὴν μίαν φάσιν τὴν συνεκτικὴν τοῦ ζητή‐ ματος, ‘ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων‘ τῶν ὁρικῶν εἰ τύχοι ἢ ἀντιληπτικῶν· ἐπειδὴ δὲ πολλὰ κεφάλαιά ἐστιν ἐν τῷ ζητήματι τὰ μὲν ὡς μέρη τοῦ πολιτικοῦ λόγου τὰ δὲ τὸ προκείμενον ἀποδεικνύντα,
15διὰ τοῦτο πρόσκειται ‘τῶν πρὸς πίστιν κομιζομένων.‘ οἷον ὡς ἐπὶ παραδείγματος πλούσιος ἀριστεύσας ᾔτησεν ἐχθροῦ πένητος φόνον εἰς τὸ γέρας, λαβὼν ἀπέκτεινε καὶ μὴ πολιτευομένων ἔτι τῶν πενήτων κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ τὸ μὲν
20ἀποκρίνασθαι ὅτι ‘ἀντίληψίς ἐστι τὸ προκείμενον ζήτημα‘ πρότασίς ἐστιν ἁπλῆ ῥητορική, μία δὲ φάσις ἐν αὐτῷ ἐκείνη συνεκτικὴ ‘ἀλλ’ οὐκ ἀδικῶ τὴν πόλιν τὸν κατὰ δωρεάν μοι δεδομένον ἀνῃρηκώσ‘, καὶ κατὰ ταύτην ἀντιληπτικὴν οὖσαν ἡ πᾶσα διαίρεσις γίνεται
25τῶν ἀντιληπτικῶν κεφαλαίων ἐν τῷ ζητήματι, ἅπερ πρὸς πίστιν κομίζεται τοῦ μὴ τὸν πλούσιον ἀδικεῖν.
ἢ ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι τὸ49

50

μὲν εἰπεῖν ὅτι ‘στοχασμός ἐστιν ἡ στάσισ‘ πρότασις ἁπλῆ, φάσις δὲ ἐν αὐτῷ συνεκτικὴ ἐκείνη ‘ἀλλὰ θάψαι βουλόμενος παριστάμην.‘ ἢ ὡς ἐπὶ Μειδίου ‘ἀσεβεῖ καὶ ὑβρίζει Μειδίας χορηγὸν ὄντα με τύπτων ἐν ἱερο‐
5μηνίᾳ‘ ἡ φάσις μὲν αὕτη, ἡ δὲ πρότασις ὅτι ‘ὅρος ἡ στάσις ἐστίν.‘ [138, 4] ‘ἀπὸ τοῦ στοχασμοῦ ἀναγκαίως ὡς τὸ πρᾶγμα αὐτὸ δηλώσει‘ ἀναγκαιότατόν φησι προτετάχθαι τῶν ἄλλων στάσεων τὸν στοχασμόν, δι’
10ἃς ὀλίγον ὕστερον αἰτίας ἐρεῖ. [138, 9] ‘παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος εἰ συνεστήκοι ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον‘ πᾶν ζήτημα ἐκ τριῶν τούτων συν‐ εστάναι φησὶν ὁ Μινουκιανός, αἰτίου συνέχοντος κρι‐
15νομένου· αἴτιον μὲν οὖν φησι τὴν τοῦ ἐπαγομένου αἰτίασιν, οἷον πλούσιος ἐχθρῷ πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως, ἐνταῦθα αἴτιον μέν ἐστι τὸ παρὰ τοῦ κατη‐ γόρου ἐγκαλούμενον ‘ἀδικεῖς ὑβρίζων καὶ τὰς χεῖρας
20ὥσπερ οἰκέτῃ προσάγων‘· συνέχον δὲ ἡ τοῦ φεύγοντος ἀπολογία ‘οὐχ ὕβρισα, οὐ γὰρ πληγὰς ἐπήνεγκα‘· κρινόμενον δὲ τὸ ἐν τῇ τῶν δικαστῶν κρίσει κατα‐ λιμπανόμενον, πότερον ὑβριστὴς ὁ δεῖνα ἢ οὐ. ὁ δὲ Ἀκύλας ἐναλλάξας αἴτιον μέν φησι τὰ ἀπ’ ἀρχῆς ἄχρι
25τέλους ἐν ἑκάστῳ προβλήματι, οἷον τὸ παρεστάναι τῷ
νεοσφαγεῖ σώματι, τὸ δακρύειν νύκτωρ τὴν γυναῖκα,50

51

κρινόμενον δὲ τὴν τοῦ ἀπολογουμένου φάσιν, συνέχον δὲ τὸ ἐν τῇ τῶν δικαστῶν κρίσει καταλιμπανόμενον. παραγγέλλει τοίνυν ἡμῖν ὁ τεχνογράφος τὴν πᾶσαν ἀπολογίαν τε καὶ κατηγορίαν περὶ τὴν ἐξέτασιν τοῦ
5κρινομένου ποιεῖσθαι καὶ μὴ ταύτης περιφρονήσαντας ἐπὶ τοὺς κοινοὺς κατατρέχειν τόπους, ὅπερ πάσχουσιν οἱ τῆς τεχνικῆς ἐργασίας τῶν λόγων ἄπειροι, οἳ τοῦ μὲν ἀποδεῖξαι διὰ τῶν ἐντέχνων πίστεων καὶ ἐπι‐ χειρημάτων τὸ προκείμενον ἔγκλημα πρόνοιαν οὐδε‐
10μίαν ποιοῦνται, τὸ δὲ ζητούμενον ὡς ὁμολογούμενον λαβόντες κατατρέχουσι τῶν ἀντιδίκων 〈ὡσ〉 εἰργασμέ‐ νων τὸν φόνον. χρὴ δὲ τοὺς μετὰ τέχνης ἐργάζεσθαι τοὺς λόγους ἐπιχειροῦντας ταῖς ἀποδείξεσι συμπλέκειν τὰς ἐπιφοράς· οὕτω γὰρ οὐκ ἔξω τοῦ προκειμένου
15φανοῦνται βαδίζοντες· πολλάκις γάρ τινες ἔξω τοῦ προκειμένου λέγειν ἔνια φιλοτιμηθέντες αὐτοὶ καθ’ ἑαυτῶν φασὶν ἀμώμενοι τὴν κόνιν ἐφάνησαν· ὁ γοῦν Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος οὐκ ἀρκεσθεὶς δεῖξαι τὸ γραφὲν παρ’ αὐτοῦ Δημοσθένει ψήφισμα
20παράνομον ἀλλὰ προσθεὶς ὡς οὐδὲ ἄξιος τοῦ στεφάνου Δημοσθένης πρόφασιν τῷ ἀντιδίκῳ τῆς τῶν οἰκείων πολιτευμάτων διεξόδου κεχορήγηκεν ἄφθονον· εἰ δὲ περὶ μόνον ἔστη τὸ κρινόμενον, θᾶττον ἂν εἷλε Δη‐ μοσθένην Τιμάρχου. μάλιστα μὲν οὖν δεῖ περὶ τὸ
25κρινόμενον ἵστασθαι τὴν πᾶσαν δικαιολογίαν, εἰ δὲ51

52

ἀνάγκη τις ἡμῖν γένοιτο ἔξωθέν τινα ἐπεισάγειν, μιᾷ. τῶν τριῶν μεθόδων τῶν τεχνικῶν χρησόμεθα, αἷς ὅ τε Θουκυδίδης κέχρηται καὶ Δημοσθένης παρ’ αὐτοῦ μαθών· ἢ γὰρ ἐπὶ τὰ πράγματα ἀνοίσομεν
5τὴν αἰτίαν ἢ ἐπὶ 〈τὰ〉 ἔξωθεν πρόσωπα ἢ—τὸ βιαιότερον—εἰς αὐτὸν τὸν ἀντίδικον· ἐπὶ μὲν τὰ πράγματα, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημο‐ σθένης φησὶν ‘ἔστι δὲ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατ’ ἐκείνους τοὺς χρόνους εἶχε
10τὰ πράγματα, ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε‘· ἐπὶ δὲ τὰ ἔξωθεν πρόσωπα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ‘ἀναγκαῖον δὲ ὑπο‐ λαμβάνω καὶ δίκαιον ἅμα περὶ τούτων πρῶτον εἰπεῖν, ἵνα μηδεὶς ὑμῶν τοῖς ἔξωθεν λόγοις ἠγμένος ἀλλο‐
15τριώτερον τῶν ὑπὲρ τῆς γραφῆς δικαίων ἀκούῃ μου‘· ἐπὶ δὲ αὐτὸν τὸν ἀντίδικον, ὡς ἐν τῷ περὶ τοῦ στε‐ φάνου πολλαχοῦ ‘ἀξιῶ δέ, ὦ Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρ’ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατη‐ γορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδ’ ἂν
20ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον, ἁπάσαις δὲ αἰ‐ τίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου ἀν‐ αγκαῖον ἦν μοι πρὸς ἕκαστα τῶν κατηγορημένων μικρὰ ἀποκρίνασθαι‘, καὶ πάλιν ‘εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ
25προβουλεύματος εὐθὺς ἂν ἀπελογούμην· ἐπειδὴ δὲ52

53

οὐκ ἐλάττω λόγον τἆλλα διεξιὼν ἀνήλωκεν καὶ τὰ πλεῖστα κατεψεύσατό μου, ἀναγκαῖον εἶναι νομίζω καὶ δίκαιον ἅμα βραχέα περὶ τούτων διεξελθεῖν‘. ἐπι‐ σημήνασθαι δὲ ἄξιον, ὡς οὐκ ἀρκεῖ μόνον μιᾷ τῶν
5τριῶν μεθόδων χρήσασθαι βουλομένους τι παρὰ τὸ κρινόμενον εἰπεῖν, ἀλλὰ καὶ ἐνδείκνυσθαι χρὴ ὅτι τε διὰ βραχέων λέξει τὰ παρὰ τὸ κρινόμενον καὶ μετ’ αὐτὰ εὐθὺς ἐπὶ τὸ κρινόμενον ἥξει. πανταχοῦ γοῦν καὶ ὁ Δημοσθένης τό τε ‘πρῶτον‘ προστίθησι καὶ τὸ
10μικρὰ ἢ βραχέα περὶ τῶν ἐξαγωνίων ἐρεῖν ἐπαγγέλλε‐ ται, καὶ πρὸ Δημοσθένους ὁ Θουκυδίδης τοῖς τοιού‐ τοις δείκνυται κεχρημένος· κρινομένου γὰρ πότερον συμφέρει βοηθῆσαι Κερκυραίοις ἢ μή, ὅρα ὁ Κορίν‐ θιος ὅπως ἤρξατο τοῦ λόγου ‘ἀναγκαῖον Κερκυραίων
15τῶνδε οὐ μόνον περὶ τοῦ δέξασθαι σφᾶς τὸν λόγον ποιησαμένων ἀλλ’ ὡς καὶ ἡμεῖς τε ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται μνησθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτω καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναι‘· καὶ γὰρ ἐπὶ τὸν ἀντίδικον μετήνεγκε
20τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν καὶ διὰ τοῦ ‘μνησθέντασ‘ ἐνεδείξατο δι’ ἐλαχίστων ἐρεῖν καὶ πρὸς τὸν ἄλλον λόγον οὕτως ἰέναι λέγων τὸ κρινό‐ μενον ἐξετάσειν ὀρθῶς ἐπηγγείλατο. Ἡ δὲ μέθοδος τῆς διαιρέσεως τῶν στάσεων τοι‐
25αύτη τίς ἐστιν ἡ εἰς ΙΔ αὐτὰς τέμνουσα·53

55

(1t)

I. ΠΕΡΙ ΣΤΟΧΑΣΜΟΥ.
2 Μινουκιανὸς μὲν οὖν πρῶτος τῶν καθ’ ἑαυτὸν τεχνογράφων ΙΓ εἶναί φησι τὰς στάσεις τὴν μετάληψιν διπλῆν μὲν εἶναι λέγων ὡς μίαν δὲ αὐτὴν ἐξετάζων.
5Ἑρμογένης δὲ καὶ Μητροφάνης ὁ Πλατωνικὸς ὁ τού‐ του ἐξηγητὴς Εὐαγόρας τε καὶ Ἀκύλας οἱ φιλόσοφοι ΙΔ λέγουσιν 〈εἶναι〉 αὐτὰς τὴν μετάληψιν εἰς δύο διαιροῦντες στάσεις, παραγραφήν τε καὶ μετάληψιν· καὶ τὸν μὲν στοχασμὸν περὶ οὐσίας ἔχειν φασὶ τὴν
10ζήτησιν—ἐναντίως Ἀριστοτέλει· ἐκεῖνος γὰρ τὸν ὅρον περὶ οὐσίας ἔχειν φησὶ τὴν ζήτησιν—, ζητεῖσθαι γὰρ ἐν αὐτῷ εἰ οὗτος ἔστιν ὁ φονεὺς ἢ ὁ τυραννοκτόνος, τὸν δὲ ὅρον περὶ τοῦ τί ἐστι τὸ κρινόμενον, ἱεροσυλία ἢ κλοπή, τὰς δὲ ἄλλας πλὴν τῆς μεταλήψεως ἀνάγου‐
15σιν ὑπὸ τὴν ποιότητα. τὴν γὰρ ποιότητα εἰς πράγματα καὶ ῥητὰ τέμνοντες τὴν μὲν περὶ τὰ ῥητὰ ἀσχολου‐ μένην τὰς τέσσαρας νομικὰς στάσεις ἐργάζεσθαί φασι, τὴν δὲ περὶ πράγματα τέμνουσιν εἰς δύο χρόνους, μέλλοντα καὶ παρεληλυθότα, καὶ τὴν μὲν περὶ τὰ
20μέλλοντα πραγματικήν φασι τὴν δὲ περὶ τὰ παρελη‐ λυθότα δικαιολογίαν· ταύτην δὲ εἰς ἀνεύθυνον καὶ
ὑπεύθυνον τέμνοντες ὑπὸ μὲν τὸ ἀνεύθυνον πρᾶγμα54

56

τὴν ἀντίληψιν ἀνάγουσιν ὑπὸ δὲ τὸ ὑπεύθυνον τὰς τέσσαρας ἀντιθετικάς· ἢ γὰρ εἰς ἑαυτὸν ἀναδέχεται τὸ ἐπαγόμενον ὁ φεύγων ἢ εἴς τινα τῶν ἔξωθεν μεθί‐ στησι, κἂν μὲν εἰς ἑαυτὸν ποιεῖ ἀντίστασιν, ἂν δὲ
5εἴς τινα τῶν ἔξωθεν ἢ εἰς τὸν παθόντα ἢ εἰς ἄλλον τινά, κἂν μὲν εἰς τὸν παθόντα ποιεῖ ἀντέγκλημα, ἂν δὲ εἰς ἄλλον τινα ἢ ὑπεύθυνον ἢ ἀνεύθυνον, κἂν μὲν εἰς ὑπεύθυνον ποιεῖ μετάστασιν, ἂν δὲ εἰς ἀνεύθυνον συγγνώμην. ἐὰν δὲ τῶν μὲν προειρη‐
10μένων μηδὲν ᾖ ζητούμενον, μήτε εἰ ἔστι μήτε 〈τί ἐστι μήτε〉 ὁποῖόν τί ἐστι, περὶ δὲ 〈τοῦ〉 εἰ χρὴ τὸν ἀγῶνα εἰσελθεῖν 〈ἢ〉 μὴ γίνεται μετάληψις, ἥπερ διαιρουμένη εἰς δύο, τό τε ἔγγραφον καὶ τὸ ἄγραφον, ποιεῖ ἑτέρας δύο στάσεις, τήν τε παραγραφὴν καὶ τὴν
15μετάληψιν. Μέχρι μὲν οὖν τῶν ἐνταῦθα τοῖς Ἑρμογένους ἀκολουθητέον τεχνικώτατα καὶ σαφέστατα εἰρημένοις· ἐπειδὴ δὲ τοὺς τῶν στάσεων ὅρους ὑπογραφικωτέρους μᾶλλον ἤπερ τελείως ἔχοντας ἀποδέδωκεν, ἀναγκαῖον
20ἂν εἴη πρὸς τὰ λοιπὰ τοὺς ἀρίστους φιλοσόφους Εὐαγόραν τε καὶ Ἀκύλαν μεταγενεστέρους μὲν ὄντας ἐπιστημονικώτατα δὲ περὶ τούτων διεξελθόντας συλ‐ λήπτορας ἡμῖν τῆς ἀκριβοῦς περὶ τῶν στάσεων γνώ‐ σεως γίνεσθαι παρακαλεῖν.
25 Τῶν τοίνυν στάσεων αἱ μέν εἰσι λογικαί, αἱ δὲ νομικαί· λογικαὶ μὲν ἐννέα, στοχασμὸς ὅρος πραγμα‐
τικὴ ἀντίληψις ἀντίστασις ἀντέγκλημα μετάστασις55

57

συγγνώμη μετάληψις, νομικαὶ 〈δὲ〉 πέντε, παραγραφὴ ῥητὸν καὶ διάνοια ἀντινομία συλλογισμὸς ἀμφιβολία. Πάλιν τῶν στάσεων αἱ μὲν ὑπὸ τὸ δικανικὸν ἀνάγονται, αἱ δὲ ὑπὸ τὸ δικανικὸν καὶ συμβουλευτι‐
5κόν· τὸ δὲ πανηγυρικὸν συνεπιπλέκεται μὲν ἔσθ’ ὅτε τούτοις, ὑπ’ αὐτὸ δὲ μόνον οὐδεμία στάσις ἀνάγεται· ὑπὸ μὲν οὖν τὸ δικανικὸν ἀνάγονται στοχασμὸς ἀντί‐ ληψις ἀντίστασις ἀντέγκλημα μετάστασις συγγνώμη, ὑπὸ δὲ τὸ δικανικὸν καὶ συμβουλευτικὸν ὅρος πραγ‐
10ματικὴ ῥητὸν καὶ διάνοια 〈ἀντινομία〉 συλλογισμὸς ἀμφιβολία μετάληψις παραγραφή. Πάλιν τῶν στάσεων αἱ μὲν περὶ τὸν παρεληλυ‐ θότα συνίστανται, αἱ δὲ περὶ τὸν μέλλοντα, αἱ δὲ περὶ τὸν παρεληλυθότα ἅμα καὶ μέλλοντα· περὶ δὲ
15τὸν ἐνεστῶτα οὐδεμία συνίσταται στάσις. περὶ μὲν οὖν τὸν παρεληλυθότα αἵδε συνίστανται 〈αἱ〉 στάσεις, ὅρος δικαιολογικαὶ νομικαὶ πλὴν ἀμφιβολίας μετάληψις παραγραφή, περὶ δὲ τὸν μέλλοντα πραγματική, περὶ δὲ τὸν παρεληλυθότα καὶ μέλλοντα στοχασμὸς ἀμφι‐
20βολία. Ἔτι τῶν στάσεων αἱ μὲν ἐκ τοῦ κατηγόρου γνω‐ ρίζονται, αἱ δὲ ἐκ τοῦ φεύγοντος, αἱ δὲ ἐξ ἀμφοτέρων· ἀπὸ μὲν οὖν τοῦ κατηγόρου μετάληψις καὶ τῶν συλ‐ λογισμῶν ἔνιοι, ἀπὸ δὲ τοῦ φεύγοντος δικαιολογικαὶ
25νομικαὶ παραγραφή, ἐκ δὲ ἀμφοτέρων στοχασμὸς ὅρος
πραγματική.56

58

Ἐπειδὴ δὲ δύο ταῦτα συνελθόντα ἓν τέλειον ἀπερ‐ γάζεται, τό τε ἀποδεικνύον καὶ τὸ ἀποδεικνύμενον, καὶ τὸ μὲν ἀποδεικνύον αἱ στάσεις εἰσὶν τὸ δὲ ἀπο‐ δεικνύμενον τὸ πρᾶγμα περὶ οὗ ἡ στάσις τουτέστι τὸ
5ζήτημα, τὰ ἀρκοῦντα περὶ τῶν στάσεων διαλεχθέντες ἤδη καὶ περὶ τῆς πολυωνυμίας τῶν ζητημάτων διεξέλ‐ θωμεν. καλοῦσι γὰρ αὐτὸ οἱ μὲν ζήτημα διὰ τὴν ἐν αὐτῷ τοῦ δικαίου ζήτησιν, οἱ δὲ πρόβλημα ἀπὸ τοῦ προβάλλεσθαι πρὸς διάγνωσιν τῆς ἐν αὐτῷ στάσεως,
10οἱ δὲ ὅρον ἀπὸ τοῦ περιγράφειν καὶ περιορίζειν τινὰ ὑπόθεσιν, οἱ δὲ ὑπόθεσιν ἀπὸ τοῦ ὑποτίθεσθαι πρᾶγμά τι γεγονὸς ἐκ προσώπου, οἱ δὲ μελέτην διότι οὐκ ἄνευ τινὸς συνεχοῦς ἀσκήσεως ἡ περὶ τοὺς ῥητορικοὺς λόγους ἐπιστήμη προσγίνεται ἀνθρώπῳ ὡς καὶ τῶν
15ἄλλων ἕκαστον, οἱ δὲ πλάσμα καὶ γύμνασμα ἀπὸ τοῦ καὶ πράγματος ἀληθοῦς μὴ ὑποκειμένου γυμνασίας ἕνεκα μόνης διαπλάττειν τινὰς ὑποθέσεις. Ἄξιον δὲ καὶ τὸ χρήσιμον τῆς περὶ τῶν στάσεων μεθόδου κατανοήσαντας οὕτως ἐπὶ τὴν ἑκάστης χωρῆ‐
20σαι διαίρεσιν. τὸ γάρτοι τὰς ἀπείρους παρὰ τοῖς ῥήτορσιν ἀποδείξεις εἰς ΙΔ μόνας γενικὰς ἀναγαγεῖν προτάσεις—φημὶ δὴ τὰς στάσεις—οὐ πόρρω τινὸς διαιρετικῆς ἐστι φιλοσοφίας· ὥσπερ γὰρ Ἀρχύτας ὁ Πυθαγόρειος καὶ μετ’ αὐτὸν Ἀριστοτέλης ὁ θαυμάσιος
25ὑπὸ τὰς δέκα κατηγορίας τὰς ἀπείρους λέξεις ἀνήνεγκον,
οὕτως ἐπαίνων ἀξίους ἡγητέον ὡς μικρὰ μεγάλοις57

59

εἰκάσαι τοὺς ἅπασαν ἐν ῥητορικῇ δικαιολογίαν ἀριθμῷ δέκα καὶ τεσσάρων ὁρίσαντας στάσεων· διὰ γάρτοι τῆς τούτων ἐπιγνώσεως τοῖς τε προσήκουσι κεφαλαίοις ἐν ἑκάστῃ στάσει χρησόμεθα καὶ τῶν οἰκείων εὐπορήσο‐
5μεν νοημάτων καὶ σύγχυσιν οὐδεμίαν ἐργασόμεθα, τοῖς στοχαστικοῖς ἐν ὅρῳ κεχρημένοι, τοῖς ὁρικοῖς ἐν πραγματικῇ, ἀλλὰ τὰ προσεχῆ νοήματα ζητήσομεν ἐν ἑκάστῃ, τὰ δὲ παντελῶς ἀπᾴδοντα διαγράψομεν. καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς τέχναις πρὸς τέσσαρα
10ταῦτα χρήσιμον εἶναί φησι τὴν ῥητορικὴν καὶ τὰς δι’ αὐτῆς ἀποδείξεις· πρῶτον μὲν πρὸς τὴν τῶν ἀληθῶν καὶ δικαίων ἐν τοῖς πολιτικοῖς πράγμασιν ἐπίγνωσιν, εἴ γε καὶ Πλάτων ἐν Φαίδρῳ φησὶ ‘ῥήτορος μὲν γὰρ ἔργον τὸ τὰ ἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων
15τὸ τὰ δίκαια κρίνειν‘· δεύτερον τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πείθειν τοὺς πολλοὺς ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, 〈ὧν〉 ἐπαΐειν. παντελῶς ἀδυ‐ νατοῦσιν· τρίτον 〈τὸ〉 πρὸς τὰ ἀντικείμενα δύνασθαι διὰ λόγων βοηθεῖν ἑαυτοῖς· τέταρτον τὸ πᾶσαν ἐν
20λόγοις εὔροιαν, ἥτις πρὸς ἅπασαν ἐπιστήμην χρήσιμος, ἐκ ταύτης ἡμῖν περιγίνεσθαι. ὅθεν καὶ Ἀριστοτέλης ἐν ταῖς δειλιναῖς προσόδοις τῶν ἑταίρων ῥητορικὰ προβλήματα μελετᾶν αὐτοὺς παρεσκεύαζε δύο τέχνας
φάσκων εἶναι τοῦ πείθειν ἐν λόγοις, ῥητορικὴν καὶ58

60

διαλεκτικήν, τὴν μὲν ἐν τῷ λέγειν ἀποτάδην, τὴν δὲ ἐν τῷ διαλέγεσθαι· καὶ συνεχῶς ἐπεβόα τοῖς ἑταίροις κινῶν αὐτοὺς πρὸς τὴν τοῦ λέγειν μελέτην ‘αἰσχρὸν σιωπᾶν, Ἰσοκράτην δ’ ἐᾶν λέγειν‘. οἱ μὲν οὖν τῶν
5δειλινῶν ἀκροώμενοι συνόδων, αἳ πρὸς τοὺς πολιτι‐ κοὺς ἐγύμναζον 〈λόγουσ〉, ἐξωτερικοὶ ἐκαλοῦντο, οἱ δὲ τῶν ἑωθινῶν περὶ φιλοσοφίας λόγων ἀκροαματικοί. Μινουκιανὸς μὲν οὖν προτάττει τῶν ἄλλων στάσεων τὸν στοχασμὸν λέγων κατὰ φύσιν εἶναι τοῖς φεύγουσι
10πρὸ πάσης ἄλλης δικαιολογίας ἐπὶ τὴν ἄρνησιν χωρεῖν· Ζήνων δὲ καὶ Ἑρμογένης καὶ Μητροφάνης προτάτ‐ τουσι τῶν στάσεων τὸν στοχασμόν, διότι ἐν πάσαις ταῖς λογικαῖς ἐμπίπτει στάσεσι, ταύτας δὲ πρὸ τῶν νομικῶν μελετητέον· Ἁρποκρατίων δὲ τῶν στάσεων
15προτάττει τὴν παραγραφήν, διὸ κατὰ φύσιν ἐστὶ τῷ φεύγοντι παραγράφεσθαι πρῶτον τὸν ἀγῶνα καὶ πολλὰ ποιεῖν ὑπὲρ τοῦ μὴ τὴν δίκην εἰσελθεῖν, ἔπειτα εὐ‐ θυνόμενον πρὸς ἄρνησιν ἰέναι, ὅπερ στοχασμῷ προσ‐ ήκει· Κορνοῦτος δὲ τὴν ἀμφιβολίαν λέγων δύο εἶναι
20ἐν ταῖς στάσεσιν ἀμφιβολίας, τὴν μὲν περὶ ῥητὰ τὴν νομικὴν ἀμφιβολίαν, τὴν δὲ περὶ πράγματα τὴν στο‐ χαστικήν, πρότερα δὲ εἶναι τὰ ῥητὰ τῶν πραγμάτων, προτέραν ἄρα καὶ τὴν νομικὴν ἀμφιβολίαν τακτέον· Εὐαγόρας δὲ καὶ Ἀκύλας τὸν στοχασμὸν προτάττουσι,
25διότι τὴν περὶ τοῦ εἰ ἔστι περιέχει ζήτησιν, ἐν παντὶ59

61

δὲ πράγματι πρῶτον εἰ ἔστι ζητοῦμεν, δεύτερον τὸ τί ἐστι, τρίτον τὸ ὁποῖόν τί ἐστιν. Ὠνόμασται δὲ στοχασμὸς ἀπὸ μεταφορᾶς τῶν ἐπί τινα σκοπὸν εὐστόχως ἱέντων τὰ βέλη· καὶ γὰρ ἐν‐
5ταῦθα στοχαστικοῖς τοῦ προκειμένου καὶ τοῖς ἐξ εἰ‐ κότων λόγοις ὅ τε κατήγορος κατασκευάζει τὸ ἐπαγό‐ μενον ἔγκλημα καὶ ὁ φεύγων διωθεῖσθαι σπεύδει τὰς αἰτίας. Μινουκιανὸς μὲν οὖν ὡρίσατο τὸν στοχασμὸν οὕτως, ‘ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλή‐
10ματοσ‘, οὐ σφόδρα δὲ ὑγιῶς ὁ ὅρος ἔχει· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ διαφορῶν, ἅπερ τοῖς τελείως ἔχου‐ σιν ὅροις προσεῖναι δεῖ, καὶ κοινόν ἐστι καὶ τῶν ἄλλων στάσεων τὸ ἀρνεῖσθαι τὸ ἐπαγόμενον ἔγκλημα, ἔτι δὲ οὐδὲ παντὶ στοχασμῷ ἁρμόζει—ἐν γὰρ τοῖς
15συνεζευγμένοις στοχασμοῖς οὐχ ἕν ἐστι τὸ ἐπιφερό‐ μενον ἔγκλημα ἀλλὰ δύο—, ἔτι γε μὴν ὡς εἴρηται τοῦ στοχασμοῦ ἐξ ἑκατέρων γνωριζομένου τῶν μερῶν ἐκ μόνου τοῦ φεύγοντος αὐτὸν ὡρίσατο—ἡ γὰρ ἄρνησις οἰκεία δηλονότι τοῖς φεύγουσιν—. Ἑρμογένης
20δὲ καὶ Μητροφάνης οὕτως ὁρίζονται τὸν στοχασμόν ‘ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανε‐ ροῦ σημείου‘, ἔχει δὲ 〈καὶ〉 οὗτος ἀτελῶς ὁ ὅρος· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ διαφορῶν, οὔτε τῶν ἀγωνιζομένων ἑκάτερα τὰ μέρη περιλαμβάνει, ἀλλ’
25ἐναντίως ἐπιχειρήσας τῷ Μινουκιανῷ καὶ ἀπὸ τοῦ
διώκοντος ὁρισάμενος οὐδεμίαν ἐν τῷ ὅρῳ τοῦ φεύ‐60

62

γοντος ἐποιήσατο μνήμην—ὁ γὰρ οὐσιώδης ἔλεγχος μόνῳ τῷ κατηγόρῳ πρεπώδης—, ἔτι γε μὴν οὐδὲ πάντα στοχασμὸν ἐμπεριλαμβάνει τῷ ὅρῳ· εἰσὶ γάρ τινες, οἳ τεκμήρια οὐκ ἔχουσιν, οὓς ἀτελεῖς ἐκ πραγ‐
5μάτων καλοῦσιν οἱ τεχνογράφοι, οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρίνεται ὁ ἄσωτος φόνου· ἐπὶ γὰρ τούτου καὶ τῶν παραπλησίων τεκμήριον οὐδὲν ἐναργὲς δείκνυται τοῦ κρινομένου. διαφέρει δὲ τὸ τεκμήριον τοῦ κρινομένου, ὅτι τὸ μὲν ἀποδείκνυσι, τὸ δὲ ἀπο‐
10δείκνυται, καὶ ὅτι τὸ μὲν κρινόμενον καὶ ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσι, τὸ δὲ τεκμήριον ἐν μόνῳ τῷ στοχασμῷ. ἴδιον δὲ στοχασμοῦ ἐστι μόνου τε καὶ παντὸς τὸ περὶ οὐσίας εἶναι τὴν ζήτησιν, τὸ δὲ ἀνεύθυνον μὲν εἶναι 〈τὸ〉 τεκμήριον ἕτερον δέ τι δι’
15αὐτοῦ κρίνεσθαι ἴδιον μὲν στοχασμοῦ οὐ παντὸς δέ· ἔνια γὰρ τῶν τεκμηρίων ἐστὶν ὑπεύθυνα, ὡς ἐπὶ τοῦ νέου πλουσίου τοῦ γήμαντος ἐξ ἀστυγείτονος πόλεως 〈τυράννου〉 θυγατέρα καὶ κρινομένου τυραν‐ νίδος ἐπιθέσεως. ὅρος δὲ αὐτοῦ τελείως ἔχων ὅδε
20‘στοχασμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ εἰ ἔστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσα‘. γένος μὲν οὖν τοῦ ὅρου ἐστὶν ἡ στάσις— ὑπὸ γὰρ τὴν στάσιν καὶ αἱ ἄλλαι πᾶσαι ἀνάγονται ζητήσεις—, τὰ δὲ λοιπὰ διαφοραί· ἐπειδὴ γὰρ τῶν
25στάσεων αἱ μέν εἰσι μουσικαί, αἱ δὲ ἀριθμητικαί, αἱ δὲ πολιτικαί, προσθεὶς τὸ ‘πολιτικοῦ πράγματοσ‘ τῶν ἄλλων αὐτὴν ἐχώρισε στάσεων. πάλιν ἐπειδὴ τῶν
πολιτικῶν ζητήσεων αἱ μέν εἰσι καθόλου, αἱ δὲ μερι‐61

63

καί, προσθεὶς τὸ ‘ἐπὶ μέρουσ‘ ἐχώρισεν αὐτὰς τῶν καθόλου. τὸ δὲ τοῦ στοχασμοῦ ἴδιον προσθεὶς τῶν ὁμογενῶν αὐτὸν χωρίζει στάσεων· τὸ γὰρ περὶ οὐσίας εἶναι τὴν ζήτησιν μόνῳ καὶ παντὶ ὡς εἴρηται στο‐
5χασμῷ ἁρμόζει. Εἴδη δὲ τῶν στοχαστικῶν προβλημάτων ἐστὶ δέκα. τὰ μὲν γάρ ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· καὶ ἁπλᾶ μὲν τέσσαρα, ἁπλοῦν τέλειον ἐκ προσώπων καὶ πραγμά‐ των, ἁπλοῦν ἀτελὲς ἐκ 〈προσώπων, ἁπλοῦν ἀτελὲς
10ἐκ〉 πραγμάτων· ἔστι δὲ καὶ ἐν τοῖς ἁπλοῖς καὶ ὁ καλούμενος τῆς γνώμης στοχασμός, ἐν ᾧ μόνη τοῦ δράσαντος ἡ γνώμη δι’ ὅλου τοῦ προβλήματος ἐξετάζε‐ ται, οἷον μητρυιὰ δόξασα μεμηνέναι τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀνεῖλε καὶ φεύγει φόνου.
15τῶν δὲ συνθέτων ἀντεγκληματικὰ μέν ἐστι τρία, ἃ καὶ κατὰ ἀμφισβήτησιν καλεῖται, συνεζευγμένα δὲ τρία· ἀντεγκληματικὸς διπλοῦς τέλειος ἐκ προσώπων καὶ πραγμάτων, ἀντεγκληματικὸς διπλοῦς ἀτελὴς ἐκ προσ‐ ώπων, ἀντεγκληματικὸς διπλοῦς ἀτελὴς ἐκ πραγμάτων·
20τῶν δὲ συνεζευγμένων ὁ μέν τίς ἐστιν ἐμπίπτων, ὁ δὲ προκατασκευαζόμενος, ὁ δὲ συγκατασκευαζόμενος. ἀπορήσειε δ’ ἄν τις, πῶς οἷόν τε κρίσιν ἐν δικα‐ στηρίῳ συστῆναι προσώπου ἢ πράγματος ἐκλείποντος. φαμὲν οὖν ὅτι τὸ μὲν πρόσωπον πάντῃ ἐκλείπειν
25ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ ὑπόντος κατὰ τίνος ἐξοίσει τὴν ψῆφον ὁ δικαστής; ἀλλ’ ἐπειδὴ τὰ ἐκ τῶν
προσώπων κινούμενα κεφάλαια ἐκλείπει, ὅταν ἀόριστον62

64

πρόσωπον ἢ πάντῃ ἐξισάζον ἐν στοχασμῷ παραλάβω‐ μεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς. πάλιν τὸ πρᾶγμα διχῶς οἱ τεχνογράφοι καλοῦσι, τὸ τεκμήριον καὶ τὸ κρινόμενον·
5τὸ μὲν οὖν τεκμήριον ἐκλείπει πολλάκις, τὸ δὲ ἐπι‐ φερόμενον ἔγκλημα οὐδέποτε· διὰ γοῦν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦνται στοχασμοί. Κεφάλαια δὲ τοῦ στοχασμοῦ ἐστιν ἐννέα μετὰ τὰ
10προοίμια καὶ προκατάστασιν καὶ κατάστασιν—ταῦτα γὰρ κοινὰ πάντων ἐστὶ προβλημάτων τῶν ὑπὸ τὰς στάσεις ἀναγομένων. ἔστι δὲ προκατάστασις μὲν λόγος ἐν βραχεῖ τὰ ἐν τῇ καταστάσει μηνύων περιεχόμενα, ὡς δὲ Ἀψίνης φησὶν ἐν τῇ περὶ τῶν μερῶν τοῦ πολι‐
15τικοῦ λόγου τέχνῃ ‘ἔφοδος πρὸς τὰς ἀποδείξεισ‘, οἷον ἐν τῷ κατὰ Μειδίου ‘βούλομαι δὲ ἕκαστον ἀπ’ ἀρχῆς ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσενέτεινέ μοι· ἓν γὰρ οὐδέν ἐστιν, ἐφ’ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανή‐
20σεται‘· κατάστασις δέ ἐστι λόγος πρὸς 〈τὸ〉 τῷ πράγματι συμφέρον καθιστὰς τὴν διήγησιν καὶ τὰ ἐμπίπτοντα προαναιρῶν τῆς τῶν ἀκουόντων ἐννοίας, διαφέρει δὲ διηγήσεως, ὅτι ἡ μὲν ψιλὴν ἔκθεσιν ἔχει τῶν πραγμάτων, ἡ δὲ τῶν τε πρὸ τοῦ πράγματος ἔνια
25συμπεριλαμβάνει καὶ τῶν μετὰ τὸ πρᾶγμα καὶ αὐτὸ
τὸ πρᾶγμα οὐ πάντως 〈ὡσ〉 γέγονεν ἀλλ’ ὡς ἂν αὐτῷ63

65

δοκῇ συμφέρειν ἀφηγεῖται, τὰ μὲν ὅτι μάλιστα συστέλ‐ λουσα, τὰ δὲ πλατύνουσα, ἔνια δὲ καὶ πρὸς τὸ μεῖζον ἐξαίρουσα· καὶ γὰρ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησὶν ὡς ‘ἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶγμα καὶ τὰ πρὸ
5τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς δια‐ νοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχεν‘. καταστάσεων δὲ τρόπους Ἀψίνης φησὶ ΙΒ· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν, ἢ τὴν τῶν ἀκουόντων, ἢ τὴν τῶν ἀντιδίκων, ἢ ἀντιπῖπτον
10ἀναιροῦμεν, ἢ προσυστάσει χρώμεθα, ἢ προδιαβολῇ, ἢ προδιορισμῷ, ἢ ἀντεξετάσει τῶν προτέρων καὶ τῶν νῦν, ἢ τὸ πρῶτον κεφάλαιον καταστατικῶς εἰσάγομεν τουτέστιν ἀφηγηματικῶς καὶ ἀνηπλωμένως, ἢ μέρος κεφαλαίου ἀπολαβόντες εἰσάγομεν καταστατικῶς, ἢ
15τρόπους παρεισφέρομεν—τοῦτο δὲ μάλιστα ἐν τοῖς ἐσχηματισμένοις ἁρμόσει τῶν ζητημάτων—, ἢ ἐπαγ‐ γελίᾳ χρώμενοι τὴν κατάστασιν ἐργασόμεθα—. μετὰ δὲ ταῦτα κεφάλαια στοχαστικά ἐστι τάδε· παραγραφι‐ κόν, ἐλέγχων ἀπαίτησις, βούλησις, δύναμις, ἀπ’ ἀρχῆς
20ἄχρι τέλους, ἀντίληψις, μετάληψις, χρῶμα, πιθανὴ ἀπολογία. τούτων δὲ τῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου λαμβάνεται, τὰ δὲ ἐκ τῆς τῶν πραγμάτων ποιότητος, τὰ δὲ ἔξωθεν ἔχει τὴν σύστασιν· ἀπὸ μὲν οὖν τοῦ προσώπου βούλησίς τε καὶ δύναμις κινεῖται,
25διόπερ ἐν τοῖς ἀτελέσιν ἐκ προσώπων στοχασμοῖς ἥ64

66

τε βούλησις καὶ ἡ δύναμις ἐκλείπει· ἀπὸ δὲ τοῦ πράγματος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις εἰ ἐμπίπτοι, μετάληψις, χρῶμα, πιθανὴ ἀπολογία, ἅπερ ἐν τοῖς ἀτελέσιν ἐκ πραγμάτων ἐκλείπει· ἔξωθεν δὲ
5ἐμπίπτουσι δύο, παραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις. πάλιν δὲ τῶν κεφαλαίων τὰ μὲν τοῦ κατηγόρου ἐστί, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου δύο, ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάληψις· τοῦ δὲ φεύγοντος πέντε ὥσπερ ὑπ’ αὐτῆς βοηθουμένου
10τῆς τέχνης καὶ τὸ φοβερὸν τῆς κατηγορίας τῷ πολυ‐ τρόπῳ τῆς ἀπολογίας ἐκκρούοντος, ἔστι δὲ τάδε παραγραφικόν, ἐλέγχων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία· κοινὰ δὲ ἀμφοῖν κεφάλαια βούλησις καὶ δύναμις.
15 Τὸ μὲν οὖν παραγραφικὸν ὠνόμασται μὲν ἀπὸ τοῦ παραγράφειν καὶ ἐκβάλλειν τὴν γραφήν· εἰ γὰρ γρά‐ ψασθαι τὸ κατηγορῆσαι καὶ τὸ ἐκβάλλειν τὴν κατη‐ γορίαν παραγράφεσθαι, εἰκότως καλεῖται καὶ παρα‐ γραφικὸν τὸ κεφάλαιον. ἐμπίπτει δὲ κατὰ πέντε
20τρόπους, κατὰ τὸ λεῖπον, κατὰ τὸ περιττεῦον, κατὰ τὸ ἀπὸ χρόνου, ἀφ’ ὧν ἄλλοι ἐποίησαν, ἐφ’ οἷς ἔδει τιμᾶσθαι ἐπὶ τούτοις καὶ εὐθύνεσθαι· κατὰ μὲν τὸ λεῖπον, ὡς ἐπ’ ἐκείνου ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει ὁ ἄσωτος, ἐρεῖ γὰρ ὡς ‘χρὴ πρό‐
25τερον ἐμφανῆ γενέσθαι τὸν φόνον, εἶθ’ οὕτως ἐμὲ τοῦ φόνου κρίνεσθαι‘· κατὰ δὲ τὸ περιττεῦον, οἷον
δέκα νέοι συνώμοσαν μὴ γῆμαι καὶ κρίνονται κακοῦ65

67

βίου· εἰ γὰρ καὶ Μαΐωρ ἐκβάλλει τοῦτον τοῦ παρα‐ γραφικοῦ τὸν τρόπον λέγων ὡς ‘εἰ μὲν διάφορα ἦσαν τὰ πράγματα πεποιηκότες οἱ κρινόμενοι, ἥρμοττεν ἂν ἡ κοινὴ κατ’ αὐτῶν κατηγορία, ὡς ἐπὶ τῶν δέκα στρα‐
5τηγῶν τῶν μὴ ἀνελομένων τὰ ναυάγια· ἐπειδὴ δὲ ἐπὶ τῷ αὐτῷ κρίνονται, οὐχ ἕξει χώραν τὸ παραγραφικόν‘, ἀλλ’ ἐρεῖ τις πρὸς αὐτὸν ὅτι κἀνταῦθα οἱ νέοι δια‐ φόρους αἰτίας προβάλλονται τῆς ἀγαμίας, ὁ μὲν ἀπο‐ ρίαν, ὁ δὲ τῶν γυναίων τὴν ἐπὶ τὸν ἄτοπον βίον
10εὐχέρειαν καὶ τὰ ἐπ’ αὐταῖς ὀνείδη, ὁ δὲ τὰς ἐπὶ παισὶν ἀώροις λύπας, ὁ δέ τις ἐλευθερίαν ὑπο‐ λαμβάνων τὴν μοναυλίαν, ὁ δὲ ἄλλο τι, ὥστε κἀν‐ ταῦθα οἱ νέοι τὴν κοινὴν εὐλόγως παραγράφονται κρίσιν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης ἐπὶ τὸ μὴ γῆμαι
15κεχωρηκότες, ὥσπερ καὶ τῶν στρατηγῶν ἕκαστος δια‐ φόρους ἐρεῖ τοῦ μὴ ἀνελέσθαι τὰ ναυάγια τὰς αἰτίας· ὁ μὲν γάρ τις αὐτῶν ἐπὶ τῆς συμβολῆς ἐτέτακτο, ὁ δὲ ἐπὶ τῆς φρουρᾶς, ὁ δὲ ἐπὶ τῆς ἀναιρέσεως τῶν νεκρῶν, ὁ δὲ ἐπ’ ἄλλῳ τινί· διὰ ταῦτα οὖν οὐκ ἐκβα‐
20λοῦμεν ἀλλὰ παραδεξόμεθα καὶ τὸν κατὰ τὸ περιτ‐ τεῦον τοῦ παραγραφικοῦ τρόπον· κατὰ δὲ τὸ ἀπὸ χρόνου, οἷον· δειλοῦ παῖς ἠρίστευσε καὶ κρίνει τὴν γυναῖκα μοιχείας, ἐρεῖ γὰρ ὁ ὑπὲρ τῆς γυναικὸς λέγων ὡς ‘ἐχρῆν τὴν γυναῖκα πάλαι κρίνεσθαι μοιχείας, οὐχὶ
25νῦν‘· κατὰ δὲ τὸ ἀφ’ ὧν ἄλλοι ἐποίησαν, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ φεύγει προδοσίας, τὸ γὰρ ὑπὸ ἄλλων πεπραγμένον εἰς αὐτὸν
ἀναφέρεται· κατὰ δὲ τὸ ἐφ’ οἷς ἔδει τιμᾶσθαι ἐπὶ66

68

τούτοις καὶ εὐθύνεσθαι, οἷον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν Περικλέους οἰκίαν, εὑρέθησαν χίλιαι πανοπλίαι καὶ κρίνεται τυραννίδος ἐπιθέσεως, ἐρεῖ γὰρ ὡς ‘ὑπὲρ τῆς πόλεως κατεσκεύασα τὰς πανοπλίας, ὁ δὲ τῇ
5πατρίδι βοηθῶν τιμητέος, οὐ κολαστέοσ‘· τὰ μὲν οὖν ἄλλα παραγραφικὰ δοκεῖ καθαιρεῖν τοῦ παραγραφο‐ μένου τὸ ἀξίωμα, τοῦτο δὲ σεμνότητά τινα καὶ τιμὴν τῷ κρινομένῳ περιποιεῖ. πλατύνεται δὲ τὸ παραγρα‐ φικὸν διὰ ἀποστροφῶν διὰ παραδειγμάτων δι’ ἐνθυ‐
10μημάτων· διὰ ἀποστροφῶν μέν, οἷον ἐπὶ Περικλέους ‘φέρε γὰρ εἰ 〈σὺ〉 στρατιώτας ἐκ τῶν προσόντων ἔτρεφες ἑκατόν, ὅπως ἐν τῷ δέοντι προθύμως ἐπαμύ‐ νοις τῇ πατρίδι, εἶτά τις τῶν συκοφαντῶν τυραννίδος ἐπάγοι κατὰ σοῦ γραφήν, οὐκ ἂν ἠγανάκτεις εὐθυνό‐
15μενος ἐφ’ οἷς εὐεργέτεις; ἐγὼ μὲν ἡγοῦμαι‘· διὰ παραδειγμάτων, οἷον ὡς ἐπὶ τοῦ αὐτοῦ ‘καὶ γὰρ πρό‐ τερον ἀκούω Κλεινίαν ἐν καιρῷ τῇ πόλει πορίσασθαι τὴν ἐπικουρίαν, διότι πολλοῖς καὶ πρότερον ἐκ τῶν προσόντων ἐπαρκῶν ἐν τῇ κατὰ Μήδων ἐπ’ Ἀρτεμισίῳ
20ναυμαχίᾳ τριήρη σὺν διακοσίοις ἀνδράσιν ἐπιδέδωκε τῇ πατρίδι καὶ τῆς κατὰ βαρβάρων ἀριστείας αἰτιώτα‐ τος ὑπῆρξεν· ἀλλ’ οὐδεὶς ἐκεῖνον ὁρῶν ἀνδρῶν τοσού‐ των ἰδιώτην ὄντα δύναμιν περιβαλλόμενον ἠγανάκτησεν ἢ πρὸς δικαστήριον εἵλκυσεν ἢ τυραννίδος ἐγράψατο‘·
25διὰ δὲ ἐνθυμημάτων, ὅταν οἰκείαις τῷ προκειμένῳ
χρώμενος ἐννοίαις κατασκευάζῃ τὸ παραγραφικὸν λέγων67

69

‘ποῦ γὰρ δίκαιον τηλικούτους ἀγῶνας ὑπομένειν ὑπὲρ ὧν εὖ ποιεῖν ἐσπουδάκασιν ἄνθρωποι; ποῦ τὸν προ‐ λαμβάνοντα παρασκευῇ τοὺς κινδύνους εὐθύνειν ἄξιον; ποῦ τὴν θρεψαμένην προαναρπάζειν τῶν δεινῶν οὐκ
5εὔλογον; εἰ γὰρ περιμενοῦμεν τοὺς καιροὺς καὶ τῶν πολεμίων ἤδη τὴν χώραν λεηλατούντων τότε πρὸς τὴν ἐπιμέλειαν τρεψόμεθα τῶν δεόντων, ὀκνῶ μὴ τοῖς ἐναντίοις πρὸς ἡδονὴν ἅπαντα πολιτευσόμεθα‘. ὁ μὲν οὖν φεύγων διὰ τῶν τόπων τούτων κατασκευάσει τὸ
10παραγραφικόν, ὁ δὲ διώκων ἀνατρέψει αὐτὸ λογισμοῖς καθολικοῖς, οἷον ‘τῶν συνειδότων ἑαυτοῖς ἐστι τὸ παραγράφεσθαι, τῶν δὲ θαρρούντων τὸ δέχεσθαι τὸν ἀγῶνα· δυοῖν 〈γὰρ〉 θάτερον, ὦ χρηστέ, ἢ κατὰ τῆς πόλεως ἅπαντα κακουργεῖς ἢ κηδόμενος ἡμῶν, ὡς
15ἄνω καὶ κάτω θρυλεῖς, παρεσκεύασαι τὰ πρὸς τυραν‐ νίδα· εἰ μὲν οὖν εὖ ποιῶν φανῇς, πρόδηλον ὡς καὶ δωρεὰς λήψῃ παρὰ τῶν πολιτῶν, εἰ δὲ ὥσπερ δείξειν ἐγὼ πεπίστευκα καθ’ ἡμῶν ἅπαντα ταυτὶ πεφώρασαι σκευωρούμενος, αὐτός τε ἐπιβουλεύων εὖ οἶδα παύσῃ
20καὶ τοὺς ἄλλους σωφρονεστέρους ὁ κατὰ σοῦ τήμερον ἀγὼν παρασκευάσει. κατ’ ἀμφότερα τοίνυν ἥκιστα παραγραπτέον σοι τὴν δίκην‘. διαφέρει δὲ τῆς παρα‐ γραφῆς τὸ παραγραφικόν, ὅτι ἡ μὲν στάσις ἐστί, τὸ
δὲ κεφάλαιον, καὶ ἡ μὲν πάντως νόμον ἔχει προσκεί‐68

70

μενον, τὸ δὲ οὐ, καὶ ἡ μὲν ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει, καὶ τὸ μὲν κατὰ τοὺς προειρημένους γίνεται τρόπους, ἡ δὲ δι’ ἑτέρων εὑρίσκεται θεωρη‐ μάτων.
5 Ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις ὠνόμασται μὲν ἀπὸ τοῦ τὸν φεύγοντα μάρτυρας ἀπαιτεῖν τῶν κατηγορου‐ μένων καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας. πλατύνεται δὲ ὑπὸ τοῦ φεύγοντος τέτρασι τόποις τούτοις, πηλικότητι συγκρίσει
10τοῖς πρός τι τοῖς περιστατικοῖς μορίοις—ἔοικε δὲ ἡ πηλικότης καὶ ἡ σύγκρισις καὶ τὰ πρός τι τῇ ἐν κοινῷ τόπῳ τριπλῇ συγκρίσει ἀπὸ τοῦ μείζονος ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ ἐλάττονος—· πηλικότητι μὲν οὕτως ‘μέγα ἐστὶν ὁμολογουμένως τὸ ἐπαγόμενον ἔγκλημα—εἰ
15τυραννὶς εἰ προδοσία τὸ κρινόμενον εἴη—, οὔκουν χρὴ μαρτύρων ἀπόντων περὶ τηλικούτων πραγμάτων ποι‐ εῖσθαι τὴν κρίσιν‘· συγκρίσει δέ, ὅτι ‘καὶ ἐπὶ πάν‐ των οὕτως ἔχει τῶν παραπλησίων, φόνου δωροδοκίας παραπρεσβείας, ἅπερ ἅπασαν ἄρδην ἀνατρέπει διὰ τῆς
20παρανομίας τὴν πόλιν· ἀλλ’ ὅμως οὐδὲ 〈ἐπ’〉 ἐκείνων οὐδεὶς πώποτε τῶν ἐλεγξόντων ἀπόντων ὑπέσχε τὴν κρίσιν‘· τοῖς δὲ πρός τι, ὅτι ‘ἄτοπον ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑποψίας κρίνεσθαι, ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίασ‘·
25τοῖς δὲ περιστατικοῖς μορίοις, οἷον προσώπῳ τίς εἶδε,69

71

χρόνῳ πότε, τόπῳ ποῦ, καὶ τῶν ἄλλων ἕκαστον παρα‐ πλησίως κατὰ τὴν χρείαν—διαφέρει δὲ ἡ σύγκρισις τῶν πρός τι ταύτῃ, ὅτι ἡ μὲν σύγκρισις ἐπὶ τῶν παραπλησίων λαμβάνεται, τὰ δὲ πρός τι ἐπὶ τῶν ἐλατ‐
5τόνων· ἀμφότερα μὲν γὰρ συγκριτικὴν ἔχει δύναμιν. διόπερ καὶ οὕτως καλεῖται παρὰ τῶν τεχνογράφων, διαφορὰ δὲ αὐτοῖς ἀπὸ τοῦ παραπλησίου καὶ ἐλάτ‐ τονός ἐστιν, ὡς τὰ παραδείγματα δεδήλωκεν ἡμῖν ἀνωτέρω—. ἀνατρέπεται δὲ ὑπὸ τοῦ κατηγόρου ἡ τῶν
10ἐλέγχων ἀπαίτησις τοῖς αὐτοῖς τόποις· πηλικότητι μέν. ὅτι ‘μέγα ὁμολογουμένως τὸ ἔγκλημα, τὰ δὲ μεγάλα λαθεῖν ἀδύνατα· οὔκουν δεῖ μάρτυρας ἐπὶ τούτων καλεῖν, ἀλλὰ τοῖς πράγμασι προσέχειν, ἅπερ πιστοτατά ἐστι μαρτύρων ἁπάντων‘· καὶ πολλοῖς ἑτέροις χρησά‐
15μενος λογισμοῖς τὰ πρός τι συνάψει λέγων ὅτι ‘ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς καὶ τῶν μικροτέρων ἀδικη‐ μάτων εἰκότως χρεία μαρτύρων, ὅπου καὶ λανθάνειν τῶν ἀδικημάτων ἡ βραχύτης παρασκευάζει, ἐπὶ δὲ τῶν μειζόνων οὐ μαρτυρίαις πεπλασμέναις ἀλλὰ τῶν δρω‐
20μένων ταῖς ὑπερβολαῖς προσέχειν ἄξιον‘· τοῖς δὲ περι‐ στατικοῖς οὕτως ‘τίνας δὲ καὶ βούλει καλέσω μάρτυρας; φίλους σοῦ· ἀλλ’ οὗτοι σοὶ συνεργοῦσιν, οὔκουν καθ’ ἑαυτῶν ἐροῦσιν. ἀλλὰ τοὺς ἀπεχθῶς πρὸς σὲ διακει‐ μένους; ἀλλ’ εὔδηλον ὅτι τῆς ψευδομαρτυρίας αἰτιάσῃ
25τὴν ἀπέχθειαν. ἀλλὰ τοὺς οἰκέτας βασάνῳ τἀληθῆ λέγειν καταναγκάσομεν; καὶ τίς οὐκ οἶδεν ὡς ἐπίορκος
ἀεὶ καὶ ἄπιστος ἡ τῶν ἀνδραπόδων φύσις καὶ τῶν αἰκι‐70

72

σμῶν ἐθάδες ὑπάρχοντες διακαρτεροῦσι πρὸς τὰς πληγάς; ὅλως δὲ εἰ καὶ μάρτυρας παρειχόμην τοὺς ἐπ’ αὐτοφώρῳ κατειληφότας, οὐδεὶς ἔτι κρίσεως ὑπελείπετο καιρόσ‘· ἀπὸ δὲ χρόνου ‘νύκτα γὰρ ἐπε‐
5τήρεις καὶ σκότοσ‘· ἀπὸ δὲ τόπου ‘οἴκοι γὰρ ταῦτα κατέκρυπτες ἐπιβουλεύειν ἡνίκα ἄν σοι δοκῇ τοῖς πολίταις ἐσπουδακώσ‘ καὶ ὡς ἐρημίαν ὁ φονεὺς ἐπε‐ τήρει τὴν παράνομον ἐκπληρῶσαι προαίρεσιν ἐπειγό‐ μενος. ὁ μὲν οὖν φεύγων ἐν ἀρχῇ τῆς ἀπολογίας
10κέχρηται τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ὁ δὲ διώκων ἀνατρέπει αὐτὴν μετὰ βούλησιν καὶ δύναμιν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ ἔστι τῶν ἀεὶ ἐμπιπτόν‐ των ἐν τῷ τελείῳ στοχασμῷ τὸ κεφάλαιον, ἐν μόνῳ δὲ στοχασμῷ τῆς γνώμης ὄντι ἁπλῷ οὐκ ἐμπίπτει ἡ
15τῶν ἐλέγχων ἀπαίτησις, οἷον ὡς ἐπ’ ἐκείνου νόμος τὴν ἐπιτροπευομένην γυναῖκα μήτε τὸν ἐπίτροπον μήτε τὸν παῖδα αὐτοῦ γαμεῖν, ἐπίτροπος ἀπεκήρυξε τὸν υἱόν, ἐβιάσατο τὴν κόρην ὁ παῖς, ἐκείνη γαμηθῆ‐ ναι εἵλετο τῷ βιασαμένῳ, ἀναλαμβάνει τὸν παῖδα ὁ
20πατὴρ καὶ κρίνεται κατασοφισμοῦ. Ἡ δὲ βούλησις καὶ ἡ δύναμις ὠνόμασται μὲν ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας τὸ βούλεσθαί τε καὶ δύνα‐ σθαι διὰ τῶν προσηκόντων ἐπιχειρημάτων κατασκευά‐
25ζειν, ἔστι δὲ κοινὰ κεφάλαια ἀμφοτέρων, πολλὴν δὲ ἔχει πρὸς ἄλληλα τὴν συγγένειαν. καὶ τῇ φύσει μέν
ἐστιν ἀχώριστα—ἄνευ γὰρ θατέρου θάτερον οὐδὲν71

73

ἰσχύει οὐδὲ εἰς δικαστήριον εἰσάγεται—, τῷ δὲ λόγῳ χωρίζεται· ὅταν γὰρ τὸ μὲν αὐτῶν πάνυ γνώριμον ᾖ καὶ δῆλον, τὸ δὲ ἄδηλον, τὸ μὲν ἄδηλον κατασκευάζε‐ ται, τὸ δὲ δῆλον παραλιμπάνεται. ἔστι δὲ ὅτε καὶ ἡ
5δύναμις ἐκλείπει, ὡς ἐπ’ ἐκείνου τύραννος ἐκήρυξεν ‘ὁ τὸν πατέρα ἀποκτείνας δορυφορείτω με‘, νεανίσκος κεφαλὴν πρεσβυτέρου δείξας ὡς τοῦ πατρὸς ἐδορυφόρει τὸν τύραννον, δορυφορῶν ἀνεῖλεν αὐτὸν καὶ κρίνεται ὡς τὸν πατέρα ἀνελών· οὐδαμῶς οὖν ἐνταῦθα τὴν
10δύναμιν κατασκευάσομεν διὰ τὸ πάνυ δῆλον, δυνατὸν γὰρ νεανίσκῳ πατέρα πρεσβύτην ἀνελεῖν. ἰστέον δὲ ὅτι ἐκ τῶν κοινῶν κεφαλαίων οὐ κινοῦνται ἀντιθέσεις. πλὴν ὅταν ἀξίωμα ἔχῃ τὸ φεῦγον πρόσωπον, οἷον ὡς ἐπὶ Περικλέους τοῦ κρινομένου τυραννίδος διὰ τὰς
15πανοπλίας. πλατύνεται 〈δὲ〉 τὰ κεφάλαια ταῦτα τοῖς ἐγκωμιαστικοῖς τόποις, γένει πατρίδι ἀγωγῇ φύσει ἐπι‐ τηδεύμασι 〈πράξεσιν〉. τὰς δὲ πράξεις τριχῶς ἐξετά‐ σομεν, ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ μείζονος ἀπὸ τοῦ ἐλάτ‐ τονος· οἷον ἐρεῖ ὁ φεύγων ἀπὸ μὲν τοῦ ἴσου ὅτι
20‘τοῖς γὰρ ἄλλοις δημαγωγοῖς καὶ τοῖς εὐνοοῦσι τῇ πόλει παραπλησίας ἑκάστοτε τιμῆς ἀπολαύων οὐδαμῶς ἂν εἱλόμην τήν τε πρὸς ὑμᾶς ὑπερβῆναι πίστιν καὶ τῶν ὁμοτίμων καταδεέστερος ἐπιδειχθῆναι, ἀπὸ δὲ τοῦ μείζονος, οἷον, εἰ κρίνοιτο ἐπὶ κλοπῇ, ἐρεῖ ὡς ‘εἴπερ
25ἥττων ὑπῆρχον τῶν αἰσχρῶν πλημμελημάτων, οὐκ ἂν τοιούτοις ἐπεχείρουν, ἃ καὶ τὴν εὐπορίαν ἐλαχίστην
καὶ τὴν ἀτιμίαν ἐφάμιλλον τοῖς μείζοσι χορηγεῖ τῶν72

74

ἀδικημάτων, ἀλλ’ ἐπὶ προδοσίαν 〈ἂν〉 ἔτρεπον τὴν γνώμην καὶ κατὰ τῶν ἐν ἱεροῖς κειμένων χρημάτων ὥπλιζον τὼ χεῖρε· τούτων γὰρ ἑκάτερον νὴ Δία πλου‐ σιώτατον ἂν ἔδειξε τὸν ὑπὸ τῆς αἰσχροκερδείας μηδ’
5ὁτιοῦν ὀκνοῦντα τῶν δεινῶν. τούτων δὲ πρὸς ἔννοιαν ἐλθὼν οὐδεπώποτε πρόδηλον ὡς καὶ τὰ σμικρὰ ταυτὶ περιεφρόνουν‘· ἀπὸ δὲ τοῦ ἐλάττονος οὕτως ἐπι‐ χειρήσει, οἷον, εἰ περὶ ἱεροσυλίας τις κρίνοιτο, λέξει ‘μὴ γὰρ ὑβριστὴς γέγονα πώποτε; μὴ κλέπτων
10ἑάλων; μὴ θρασυνόμενος πρὸς οὓς ἥκιστα ἐχρῆν; μὴ κύβους καὶ παροινίας ἀγαπῶν; ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν ἔχοι. ὁ τοίνυν ἐλευθέραν τῶν τοιούτων τὴν διάνοιαν κεκτημένος εὔδηλον ὅτι καὶ τὰ μείζονα παν‐ τελῶς ἂν ἔδεισε τοῦ τε δαιμονίου τὴν μῆνιν ἐξευλα‐
15βούμενος καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας τοῖς τοιού‐ τοις ἐπηρτημένας καταπεπληγμένοσ‘. ἀνατρέψει δὲ [καὶ] ὁ κατήγορος τὴν τριπλῆν ταύτην τῶν πράξεων ἐξέτα‐ σιν διὰ τῶν αὐτῶν τόπων, ἀπὸ μὲν τοῦ ἴσου, εἰ πρό‐ τερον εἴη κεκλοφὼς ὁ φεύγων καὶ νῦν κρίνοιτο περὶ
20κλοπῆς, ὅτι ‘ὁ γὰρ πρότερον ὑφελέσθαι τὸ ἀλλότριον ἐσπουδακὼς εἰκότως καὶ νῦν ἐπὶ τὴν παραπλησίαν κεχώρηκε τῶν κακῶν παλαίστραν‘. ἀπὸ δὲ τοῦ μείζο‐ νος, εἰ πρότερον ἱεροσυλήσας ὕστερον φεύγοι περὶ κλοπῆς, ‘ὁ γὰρ πρὸς ἱερὰ σὺν ἀνοσίᾳ τῇ χειρὶ παρελ‐
25θὼν οὗτος οὐδὲ τὴν κλοπὴν ἡγήσεταί τι τῶν χαλε‐ πωτάτων‘· ἀπὸ δὲ τοῦ ἥττονος, εἰ πρότερον κλέψας
νῦν ἱεροσυλίας φεύγοι γραφήν, ‘ὁ γὰρ τοῖς μικροτέ‐73

75

ροις τῶν ἀδικημάτων παιδοτριβήσας τὴν ἑαυτοῦ γνώ‐ μην ὁδῷ βαδίζων ἐπὶ τὰ μείζονα κεχώρηκε τῶν πονηρευμάτων, καὶ παιδιὰν ἡγησάμενος τὴν κλοπὴν ἐπὶ τὴν ἱεροσυλίαν ὥς τι τῶν σπουδαιοτάτων κεχώ‐
5ρηκεν‘. διαιρήσεις δὲ τὴν αἰτίαν εἰς δύο, εἴς τε τὴν προκαταρκτικὴν αἰτίαν καὶ εἰς τὴν τελικήν, οἷον, εἰ ὕβρεώς τις κρίνοιτο, ἐρεῖ ‘ὕβρισας, ἔχθρα γὰρ ἐκίνει σοι πρὸς ὕβριν τὸν λογισμόν‘· αὕτη προκαταρκτικὴ καλεῖται αἰτία, ἄρχει γὰρ ἡ ἔχθρα τῆς ὕβρεως· τελικὴ
10δέ, ὡς ἐπὶ τοῦ ἀσώτου, εἴ τις κρίνοιτο υἱὸς πατέρα ἀνελών, ‘ἀπέκτεινας τὸν πατέρα, κληρονομήσειν γὰρ ἤλπιζεσ‘ καὶ ἐπὶ Περικλέους ‘πανοπλίας παρεσκευάσω τοσαύτας, τυραννίδα γὰρ κατὰ τοῦ δήμου περιεσκόπεισ‘. περὶ δὲ τάξεως βουλήσεώς τε καὶ δυνάμεως ἰστέον ὅτι
15ποτὲ μὲν τὸ ἕτερον λέγοντες συνυπακουόμενον ἔχομεν καὶ θάτερον, ποτὲ δὲ ἄμφω τάττομεν πλατέως κατὰ τὴν τοῦ λόγου χρείαν ἢ τὴν βούλησιν προτάττοντες ἢ τὴν δύναμιν. ἐπειδὴ δὲ ὁ Μητροφάνης ἔφη τὴν δύναμιν ἐν τῷ στοχασμῷ τοὺς φεύγοντας παραλιμπά‐
20νειν, ὅταν ὑπάρχοντες δυνατοὶ κρίνωνται [τυραννίδος ἐπιθέσεως], χρὴ γινώσκειν, ὡς οὐδὲ ἐκεῖνοι παραδρα‐ μοῦνται τὴν δύναμιν ἀνεξέταστον—ἢ σιωπῶντες ἑαυ‐ τοῖς συνειδέναι δόξουσιν—ἀλλὰ τὸ κρινόμενον ἐπὶ πλέον αὐξήσουσιν, οἷον ἐπὶ τυραννίδος 〈ἐπιθέσεωσ〉
25ὡς ‘ἀναριθμήτων χρεία χρημάτων τοῖς τοιούτοις στρα‐74

76

τιωτῶν συμμάχων, ταῦτα δὲ παρασκευάζειν οἱ μὴ τοῖς πλούτοις ὑπερβάλλοντες ἀδύνατοι· ἐμοὶ δὲ χρήματα μὲν ἐκ πατέρων ἐστίν, ὅσα μὴ πένητα δείκνυσι καὶ τὰς ὑπὲρ τῆς πατρίδος κατὰ τὸ δέον 〈εἰσφέρειν〉
5εἰσφορὰς ἕτοιμον ἀπεργάζεται, τυραννίδας δὲ καὶ τὴν κατὰ τῶν πολιτῶν ἐπανάστασιν οὐδὲ ὄναρ περισκοπεῖν ἐπιτρέπει‘. Μετὰ δὲ τοῦτό ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἅπερ ὠνόμασται μὲν οὕτως, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ
10ζητήματος μέχρι τέλους ταῦτά ἐστι τὰ ἐξεταζόμενα. καλεῖται δὲ καὶ εἰκότα, διότι περὶ τὴν τοῦ ἐνδεχο‐ μένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεοσφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον καὶ δι’ οἶκτον παρεστάναι γῇ κρύπτειν ἐπειγόμενον.
15ἐν μὲν οὖν τοῖς ἁπλοῖς στοχασμοῖς ὀλίγα ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ τοῖς συνεζευγμένοις πλείονα, οἷον ὑπώπτευσέ τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικί, δήσας ἀπεδήμησε, θεσμοφορίων ἐπιστάντων νόμου κελεύοντος ἔλυσεν αὐτὸν ἡ γυνή, ὁ δεσπότης ἐπανιὼν
20εὕρηται νεκρὸς ἀσκύλευτος, ἀφανὴς γέγονεν ὁ παῖς καὶ κρίνεται συνειδότος ἡ γυνή· ἐνταῦθα ἀπὸ τῆς τοῦ ἀνδρὸς ὑποψίας λαβόντα τὴν ἀρχὴν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους μέχρι τοῦ συνειδέναι τὴν γυναῖκα τῷ φόνῳ ἵσταται. ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ
25ἁπλῷ τελείῳ στοχασμῷ ἐκ μόνου τοῦ κατηγόρου κινού‐ μενα, ποτὲ δὲ καὶ κοινὸν ἀμφοῖν γίνεται, σπανίως δὲ
μόνου τοῦ φεύγοντος. γίγνεται μὲν γὰρ μόνου τοῦ75

77

κατηγόρου, ὡς ἐπὶ Περικλέους ‘ὅπου γὰρ πανοπλίας τοσαύτας οἴκοι κατακρύψας ἔχεις, πρόδηλος εἶ τυραν‐ νῆσαι σπεύδων‘. κοινὰ δὲ γίνεται ἀμφοῖν, ὡς ἐπ’ ἐκείνου συνεχῶς τις καθαιρόμενος τοῖς τῶν ἀνδρο‐
5φόνων καθαρσίοις κρίνεται φόνου· ὅ τε γὰρ κατήγορος ἐρεῖ ὅτι ‘συνεχῶς τοῖς ἐπὶ φόνῳ καθαρμοῖς καθαιρό‐ μενος συνειδέναι τί μοι δοκεῖς σαυτῷ κακόν‘, ὅ τε φεύγων ἀπολογούμενος λέξει ὡς ‘τοσοῦτον ἀπέχω τῆς ἀνδροφονίας ὥστε καὶ συνεχῶς καθαρσίοις προσιέναι
10θεοῖς παλαιῶν ἀσεβημάτων ἐμαυτὸν ἐξάντη καθιστάς· φόνων δὲ συνεχείᾳ καὶ καθαρμοῖς μυρίοις κοινὸν οὐδὲ ἕν‘. γίνεται δὲ καὶ ἐπὶ διαφόρων πραγμάτων κοινὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οἷον ἐγράψατό τις τυραν‐ νίδος ἐπιθέσεώς τινα, μετεώρου τῆς δίκης οὔσης ὁ
15τοῦ φεύγοντος ἀδελφὸς ἀριστεύσας ᾔτησεν ἀναίρεσιν τῆς γραφῆς, ἔλαβε, μετὰ ταῦτα τυραννοῦντα τὸν ἀδελ‐ φὸν ἀπέκτεινε καὶ κρίνεται ὁ ἀριστεύσας συνειδότος· ὁ μὲν οὖν κατήγορος ἐρεῖ ὅτι ‘συνῄδεις αὐτῷ τὴν τυραννίδα, διὰ τοῦτο γὰρ ἁλίσκεσθαι μέλλοντα ἐξῃτήσω
20καὶ μικρὸν ὕστερον ἀνεῖλες ἐκποδὼν καταστῆσαι σπεύ‐ δων τὸν ἔλεγχον‘, ὁ δὲ φεύγων ἀπολογήσεται ὅτι ‘πρότερον μὲν συκοφαντεῖσθαι τὸν ἀδελφὸν νομίζων εἰς τὸ γέρας τῆς ἀριστείας ᾔτησα τὴν ἀναίρεσιν τῆς γραφῆς, ὕστερον δὲ περιφανῶς τυραννοῦντα κατα‐
25μαθὼν οὐδὲ κρίσεως ἄξιον ἐπὶ τηλικούτοις ἡγούμην‘ γίνεται δὲ σπανίως καὶ μόνου τοῦ φεύγοντος, ὡς ἐπ’
ἐκείνου τρεῖς τις ἔχων παῖδας ὀλυμπιονίκας τοὺς76

78

δύο ἀποβαλὼν ἦλθεν ἐπὶ βρόχον, μέλλοντα αὐτὸν ἀποπνίγεσθαι ὁ νεώτερος καθεῖλεν, ἱεροσυλίας γενο‐ μένης ἔφησεν ὁ πατὴρ ἑαυτὸν ἱεροσυληκέναι καὶ ὁ παῖς ἀντιλέγει· ὁ γὰρ παῖς τοῦ φεύγοντος ἔχων τὴν
5τάξιν τοῦ πατρὸς τὴν συμφορὰν διηγήσεται καὶ τὴν αἰτίαν, δι’ ἣν ἐπιβουλεῦσαι ἑαυτῷ θέλει. διαφέρει δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῆς διηγήσεως, ὅτι ἡ μὲν δείκνυσιν ὅπως τόδε τι ἐγένετο, τὰ δὲ ὅτι καὶ ὄντως ἐγένετο κατασκευάζει καὶ κατὰ μίαν πρότασιν δι’ ἐπι‐
10χειρημάτων πιστοῦται τὸ δοκοῦν. πλατύνεται δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ταῖς παρασκευαῖς ταῖς κατὰ μίαν πρότασιν ἐκ τῶν περιστατικῶν μορίων κινου‐ μέναις, τοῖς παρειμένοις—καλεῖται δὲ παρειμένα 〈ἃ〉 ἐξὸν ποιῆσαι οὐκ ἔπραξεν ἀλλὰ παρῆκεν—, τῇ τῶν
15αἰτιῶν ὑπεξαιρέσει· οἷον ὡς ἐπ’ ἐκείνου γυνή τις δακρύουσα νύκτωρ συνεχῶς κρίνεται μοιχείας ὑπὸ τοῦ ἀνδρὸς ‘νυκτὸς ἐπελθούσης ὀδυρμοὶ συνεχεῖς, λυπεῖ γὰρ οὔπω παρεστηκὼς ὃν ποθεῖσ‘· ἀπὸ τοῦ προσώπου ‘ἄλλως τε καὶ τὸ τῆς διαίτης ἁβρὸν οὐ σώφρονά σοι
20μηνύει τὸν λογισμόν‘· ἀπὸ τοῦ χρόνου ‘καὶ νὺξ ἑκάστοτε πρὸς ὑπόμνησιν ἄγει δακρύων, τῶν παρα‐ νόμων εἰς μνήμην ἄγουσα τὸν λογισμὸν ἡδονῶν‘· ἀπὸ δὲ τῶν παρειμένων ‘εἰ γάρ τι τοῦ σώματος ἠνώχλει σοι πάθος καὶ πρὸς δάκρυον εἷλκεν ὀδύνη,
25τὴν ἰασομένην ἐχρῆν μεταπέμπεσθαι καὶ τῶν δακρύων ἡ συνέχεια συγγνώμης ἐτύγχανεν‘· ἀπὸ δὲ τῆς τῶν
αἰτιῶν ὑπεξαιρέσεως ‘οὐ πατήρ σοι τέθνηκεν, οὐ77

79

θυγάτριον ἄωρον ἀποβέβληκας, οὐ παίδων τεθέασαι συμφοράς· τίνα οὖν τῶν δακρύων ἐρεῖς τὴν αἰτίαν;‘ Ἡ δὲ ἀντίληψις ὠνόμασται μὲν ἀπὸ μεταφορᾶς τῶν ὑπὸ ῥεύματος μὲν παραφερομένων ξύλου δὲ ἢ
5λίθου ἀντιλαβομένων καὶ τὴν σωτηρίαν διὰ τούτου πορισαμένων· καὶ γὰρ ὁ φεύγων ὥσπερ ἐν κλύδωνι τῷ δικαστηρίῳ κινδυνεύων λαμβάνεται τῆς ἀντιλήψεως. ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον· τῶν γὰρ πραγμάτων ὄντων ἢ ἃ αὐτοὶ ἐποιήσαμεν ἢ ἃ
10ἄλλοι ἐποίησαν, καὶ τούτων διχῶς ἐξεταζομένων καὶ ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων ἢ ἐξ ὑποψίας, ὅταν ᾖ τὰ πράγματα ἅπερ αὐτοὶ ἐποιήσαμεν ἢ κατὰ νόμον ἢ κατὰ φύσιν ἢ κατὰ τέχνην ἢ κατὰ ἔθος, τότε μόνον ἐμπίπτει· οἷον κατὰ νόμον μέν, ὡς ὁ θάπτων τὸ
15νεοσφαγὲς σῶμα, ἐρεῖ γὰρ ὅτι ‘νόμῳ κελεύοντι μὴ περιορᾶν. ἀτάφους τοὺς οἰχομένους ἐπειθόμην‘· κατὰ φύσιν δέ, ὡς νέος πλούσιος ὁ δακρύων, ἐρεῖ γὰρ φύσιν ἀνθρώπῳ δάκρυα χορηγεῖν· κατὰ τέχνην δέ, ὡς ὁ γράφων Δημοσθένης ὑπὲρ ἱεροσυλίας λόγον, ὡς
20ἐξουσίαν αὐτῷ δέδωκεν ἡ τέχνη μελετᾶν ἃ δὴ καὶ βούλοιτο· κατὰ ἔθος 〈δέ〉, ὡς ὁ τρέφων τοὺς ἀπο‐ κηρύκτους νέος πλούσιος, ἐρεῖ γὰρ ἔθος εἶναι τοῖς εὐποροῦσι πολλοὺς ἀεὶ τῶν πενομένων διατρέφειν. ὅταν δὲ τὸ ὑφ’ ἡμῶν πεπραγμένον μηδὲ καθ’ ἕνα
25τῶν τεσσάρων ἐμπίπτῃ τρόπων, οὐ παραληψόμεθα τὴν78

80

ἀντίληψιν ἐν ἐκείνῳ τῷ ζητήματι· πολλὰ γὰρ καὶ τῶν ὑφ’ ἡμῶν πραττομένων ὑπεύθυνά ἐστιν, ὡς ἐπ’ ἐκεί‐ νου νέος πλούσιος ἐξ ἀστυγείτονος πόλεως ἔγημε τυράννου θυγατέρα καὶ κρίνεται τυραννίδος ἐπιθέσεως,
5οὐ γὰρ ἀνεύθυνον τὸ γῆμαι τυράννου θυγατέρα τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον. δῆλον οὖν ὅτι καὶ τὰ τεκμήρια ἐν πολλοῖς τῶν στοχαστικῶν προβλημάτων ἐστὶν ὑπεύθυνα, οὐ μέντοι ἐκεῖνα τὰ κρινόμενά ἐστιν ἀλλ’ ἕτερόν τι δι’ αὐτῶν. γνωσόμεθα δὲ εἰ ἐμπίπτει
10ἐν τῷ ζητήματι ἀντίληψις καὶ οὕτως· ὅταν μὲν γὰρ ἕπηται τὸ κρινόμενον τῷ τεκμηρίῳ, ἐκλείπει ἡ ἀντί‐ ληψις, ὡς ἐπὶ Περικλέους τοῦ κρινομένου διὰ τὰς πανοπλίας—ἕπεται γὰρ τῷ βουλομένῳ τυραννεῖν τῶν τοσούτων παρασκευὴ πανοπλιῶν—, ὅταν δὲ τῷ κρινο‐
15μένῳ τὸ τεκμήριον μὴ ἀκολουθῇ, ἐμπεσεῖται πάντως ἀντίληψις, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώ‐ ματι—οὐ γὰρ παρέπεται τῷ φονεύσαντι παρεστάναι τῷ τεθνηκότι, φυγὴ δὲ τοῖς τοιούτοις ἐν ἔθει—. δια‐ φέρει δὲ τὸ κεφάλαιον ἡ ἀντίληψις τῆς στάσεως αὐτῆς
20τῆς οὕτω καλουμένης ἀντιλήψεως κοινὴν ἔχον τὴν ὀνομασίαν, ὅτι ἡ μὲν στάσις ἐστὶ τὸ δὲ κεφάλαιον, ὅνπερ τρόπον καὶ τὸ ὅλον τοῦ μέρους διενήνοχε, καὶ ὅτι ἡ μὲν νόμον ἔχει τῷ πεπραγμένῳ συναγορεύοντα, τὸ δὲ νόμον ἔχει τῷ τεκμηρίῳ, ᾧπερ ὁ φεύγων προ‐
25βάλλεται, συναγωνιζόμενον· ἔτι ἡ μὲν τέλεον τὸν ἀγῶνα διὰ τοῦ νόμου σαλεύει, τὸ δὲ παρατρέπειν μόνον πειρᾶται τὴν κατηγορίαν. θήσει δὲ τὴν ἀντί‐
ληψιν ὁ φεύγων οὐκ αὐθάδως οὐδὲ ἀναιδῶς—φορτικὸν79

81

γὰρ τὸ λέγειν ὡς ‘ἔξεστί μοι τόδε ἢ τόδε ποιεῖν‘— ἀλλ’ ἐμμεθόδως καὶ μετά τινος ἐπιεικείας διασκευάσει τὸ ἐξεῖναι. πλατύνεται δὲ ἡ ἀντίληψις ἐκ παραδειγ‐ μάτων τῶν κατὰ τοὺς τέσσαρας τρόπους τῆς ἀντιλή‐
5ψεως κινουμένων, οἷον ὁ ἐπὶ τοῖς δακρύοις εὐθυνό‐ μενος ἐρεῖ πλείονα κατὰ φύσιν παραδείγματα ὡς ‘οὐδὲ τὸν γελῶντα ἕλκει τις εἰς δικαστήριον οὐδὲ τὸν τροφῇ χρώμενον ἐν τῷ δέοντι 〈ἢ〉 καταδαρθάνοντα· τούτων γὰρ ἕκαστα φύσις ἀνθρώποις ἐπέτρεψε ποιεῖν, ὅπως
10ἂν ἐρρωμένων αὐτοῖς τῶν σωμάτων καὶ τοὺς ἀναγκαί‐ ους ὑπομένειν δύναιντο τῶν πόνων‘, κινήσει δὲ καὶ ἀπὸ τῶν ἄλλων τρόπων τῆς ἀντιλήψεως εἰ βούλοιτο παραδείγματα οὐ τὸ κατὰ φύσιν κατασκευάζων, νόμου τέχνης ἔθους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
15 Ἀκολουθεῖ δὲ ἐξ ἀνάγκης τῇ ἀντιλήψει ἡ μετά‐ ληψις, ἥτις ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ τὸν κατή‐ γορον συγχωροῦντα κατά τι τῇ παρὰ τοῦ φεύγοντος προβαλλομένῃ ἐξουσίᾳ μεταλαμβάνειν ἕν τι τῶν περι‐ στατικῶν μορίων, τόπον ἢ χρόνον ἢ πρόσωπον ἤ τι
20ἄλλο. διαιρεῖται δὲ εἰς ἔνστασιν καὶ ἀντιπαράστασιν, ἐνστάσει μὲν ὅτι ‘οὐδ’ ὅλως ἐξῆν σοι τόδε τι ποιεῖν‘, ἀντιπαραστάσει δὲ ὅτι ‘εἰ καὶ ἐξῆν, ἀλλ’ οὐχὶ τόνδε τὸν τρόπον‘· οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους ὅτι ‘μάλιστα μὲν οὐ δίκαιον τοὺς
25ἀπὸ τῶν πατέρων διὰ μοχθηρίαν ἀποκηρυχθέντας
ὥσπερ τοὺς ἀγαθόν τι δρῶντας ὑποδεχόμενον τρέφειν,80

82

εἰ δ’ ἄρα καὶ περὶ ἕνα τῶν ἀτόπων νεανίσκων ἢ δύο τοῦτό σε πράττειν ἐχρῆν, ἀλλ’ οὐχὶ στρατόπεδον ἀπο‐ κηρύκτων εἰς ταὐτὸν συνάγειν ἔδει καὶ τοσούτους ἀναλαμβάνειν, ὧν τὴν καθ’ ἡμέραν ἀκρασίαν τοῦ
5βίου οὐδ’ ἡ σύμπασα χώρα φέρειν δυνατή‘. ἰστέον μέντοι ὡς οὐκ ἀεὶ προτέρᾳ χρησόμεθα τῇ ἐνστάσει, ἀλλ’ ὅταν δοκῇ βιαιοτέρα εἶναι ἡ ἔνστασις, προτέραν τὴν ἀντιπαράστασιν τάξομεν δευτέραν δὲ τὴν ἔνστασιν· οἷον ὡς ἐπὶ τοῦ δακρύοντος νέου πλουσίου καὶ πρὸς
10τὴν ἀκρόπολιν ἀφορῶντος, ἐπειδὴ γὰρ τὸ λέγειν ‘οὐκ ἔξεστί σοι δακρύειν‘ ἀναιδές πως εἶναι δοκεῖ—παρὰ φύσιν γάρ—, τῇ ἀντιπαραστάσει πρῶτον αὐτὸ μεθο‐ δεύσομεν λέγοντες ὅτι ‘οὐκ ἐπὶ τυραννίδι σοι τὴν ἐξουσίαν τῶν δακρύων δέδωκεν ἡ φύσις, οὐκ ἐπ’
15ὀλέθρῳ τῶν πολιτῶν, οὐκ ἐπὶ δουλείᾳ τῆς πατρίδοσ‘ καὶ τὰ τοιαῦτα· ἄλλως δὲ ‘οὐδὲ δακρύειν ἐξῆν, ὦ χρηστέ, μάτην, οἱ γὰρ ὁρῶντες ἀπάνθρωπον περὶ τοὺς εὐποροῦντας εἶναι τὸν δῆμον ὑπελάμβανον, καὶ σκαιό‐ τητος σαυτῷ προσετρίβου δόξαν, καὶ δακρύων πλῆθος
20εἰκῇ καταρρέον ἠδίκει πολίτας οὐδ’ ὁτιοῦν εἰς πλοῦ‐ τον παρανομοῦντασ‘. Τὸ δὲ χρῶμα ὠνόμασται μὲν οὕτως ἀπὸ μετα‐ φορᾶς τῶν ἐν τοῖς σώμασι χρωμάτων· ὥσπερ γὰρ ἐκεῖνα δι’ ὅλων διήκει τῶν ὑποκειμένων—διὰ μὲν
25τῆς χιόνος ἡ λευκότης, διὰ δὲ τοῦ κόρακος ἡ μελανία—, οὕτω καὶ τοῦτο τὴν πᾶσαν τοῦ φεύγοντος χρώννυσιν
ἀπολογίαν· καὶ ἀτεχνῶς ὥσπερ αἱ κομμώτριαι τὰ81

83

δύσμορφα πρόσωπα κόσμοις ἐπιθέτοις καλύπτουσιν, οὕτως ὁ φεύγων τὸ δυσειδὲς τῶν ὑπὸ τῆς κακίας τετολμημένων ἐπιπλάστῳ καλύπτει χρώματι καθαρόν τε καὶ ἀκηλίδωτον τὸ ἀκάθαρτον καὶ μεμολυσμένον
5ἐπιδεικνύναι σπουδάζει. καὶ διὰ πάσης μὲν αὐτὸ τιθέναι προσήκει τῆς ἀπολογίας ἰσχυρότατον ὂν κεφα‐ λαιωδῶς μέντοι, τὴν δὲ πλατυτέραν αὐτοῦ κατασκευὴν ἐν τούτῳ χρὴ φυλάττειν τῷ τόπῳ. καλεῖται δὲ μετά‐ θεσις αἰτίας, διότι τὸ ἐπιφερόμενον ἔγκλημα ἐπί τι
10ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον μετάγειν πειρᾶται ὁ φεύ‐ γων διὰ τοῦ κεφαλαίου τούτου. ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ ἁπλῷ τελείῳ στοχασμῷ. λαμβάνε‐ ται δὲ τὰ χρώματα ἢ ἀπὸ τοῦ ὁμοίου ἢ ἀπὸ τοῦ ἐναντίου· ἀπὸ μὲν τοῦ ὁμοίου, ὡς ἐπ’ ἐκείνου
15πεφώραταί τις ἐν ἐρημίᾳ ξίφος ᾑμαγμένον κατέχων καὶ κρίνεται φόνου, ἐρεῖ γὰρ ὡς ‘θηρίον ἀνελὼν ᾕμαξα τὸ ξίφοσ‘, ἡ οὖν τοῦ αἵματος ὁμοιότης ἐργάζε‐ ται τὸ πιθανόν· ἀπὸ δὲ τοῦ ἐναντίου, ὅταν τις ἐπὶ προδοσίᾳ κρινόμενος ἢ τυραννίδι φιλόπολίν τε καὶ
20τοῖς κοινοῖς εὔνουν ἑαυτὸν ἀποδεικνύναι πειρῷτο διὰ τοῦ χρώματος, ὡς ὁ Περικλῆς ὁ τῆς πατρίδος ἕνεκα παρεσκευακέναι τὰς πανοπλίας ὁμολογῶν. ἔστι δὲ καὶ ἄλλη τεχνικωτέρα τῶν χρωμάτων εὕρεσις τοιάδε· τῶν γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἐν λόγοις ὄντων ἢ ἐν
25ἔργοις ἢ ἐν πάθεσι γνωστέον ὅτι, ἐὰν μὲν ᾖ ἐν λόγοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὸ χρῶμα κατὰ ῥητὸν καὶ διάνοιαν ὑπάρξει, ὡς ἐπὶ Ἀλκιβιάδου τοῦ παρελθόν‐ τος νύκτωρ τὸ δεσμωτήριον καὶ βοήσαντος ‘θαρρεῖτε,
ὦ δεσμῶται‘, τὸ γὰρ εἰρημένον οὐχ οἷός τε ὢν ἀρνεῖ‐82

84

σθαι ἐπί τινα εὔλογον χωρεῖ διάνοιαν, ἀφ’ ἧς προη‐ νέγκατο τὸν λόγον, ὡς ‘τὸν δῆμον αἰτεῖν ὑπὲρ τῆς λύσεως τῶν δεσμωτῶν ἐβουλόμην‘· ὅταν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὸ χρῶμα κατὰ θέσιν
5ἔσται, ὡς ἐπὶ τοῦ θάπτοντος ἐν ἐρημίᾳ τὸ νεοσφαγὲς σῶμα, ἐρεῖ γὰρ 〈ὡσ〉 ‘ὅσιον ἡγούμην θάπτειν τὸν οἰχόμενον‘ καὶ διὰ τῶν θετικῶν τόπων κατασκευάσει τὴν περὶ τοὺς τεθνεῶτας ὁσίαν, ὡς ἀναγκαία καὶ φυλαττομένη μὲν ἀγαθῶν αἰτία ταῖς πόλεσι περιορω‐
10μένη δὲ πανωλεθρίαν ἐπάγει τοῖς ῥᾳθυμοῦσι καὶ τὰ τοιαῦτα· ὅταν δὲ ἐν πάθεσιν ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, συγγνωμονικὸν ὑπάρξει τὸ χρῶμα, ὡς ἐπὶ τῆς δακρυούσης νύκτωρ γυναικός, ἐρεῖ γὰρ ὡς ‘οἰκτείρουσα τὴν ἀνθρωπίνην ἀτυχίαν ἐδάκρυον καὶ τῶν ἐν τῷ
15βίῳ κακῶν οἱ κλύδωνες ἐπὶ σχολῆς εἰς μνήμην ἰόντες κινοῦσι πρὸς θρῆνον‘. πλατύνεται δὲ τὰ μὲν κατὰ ῥητὸν καὶ διάνοιαν χρώματα ἐκφράσει ἐκφραζόντων ἡμῶν ἡλίκα καὶ πόσα διὰ τὰς ἀμέτρους κατὰ τῶν ἡμαρτηκότων αἰκίας περιέστηκε 〈κακὰ〉 τὰς πόλεις, τὰ
20δὲ κατὰ θέσιν χρώματα διὰ τῶν τελικῶν κατασκευάζε‐ ται κεφαλαίων καλοῦ δικαίου συμφέροντος, τὰ δὲ συγγνωμονικὰ ἐκφράσει τε καὶ κοινῷ τόπῳ ἐκφραζόν‐ των τε τὰ κατ’ ἀνθρώπους ἀτυχήματα πηλίκα καὶ κοινοὺς τόπους κατὰ τῶν ἀεὶ δεῦρο παρουσῶν ψυχῶν
25καὶ τῇ λήθῃ βαπτιζομένων διαπλεκόντων. ἀνατρέπεται δὲ τὰ χρώματα διὰ τῶν αὐτῶν τόπων ἐκ τοῦ ἐναν‐
τίου, δι’ ὧνπερ καὶ κατασκευάζεται, ὥσπερ καὶ ἡ τῶν83

85

ἐλέγχων ἀπαίτησις, τὰ μὲν κατὰ ῥητὸν καὶ διάνοιαν ἠ τω ............, τὰ δὲ κατὰ θέσιν θετικῶς, τὰ δὲ συγγνωμονικὰ ἐκφράσει τε καὶ κοινῷ τόπῳ. ζητοῦσι δέ τινες πότερον ἓν ἢ πλείω χρώματα ἐν
5τοῖς ζητήμασιν ἐμπίπτει. ἰστέον οὖν ὅτι, ὅταν μὲν ᾖ τὰ ἐν τοῖς ζητήμασι πράγματα ἅπερ αὐτοὶ πεπράχαμεν, 〈ἓν〉 ἐμπίπτει χρῶμα ἑνὸς ὄντος τοῦ τεκμηρίου, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι, ἐνίοτε δὲ πλείω ἀκόλουθα μέντοι, ὡς ἐπὶ τοῦ νύκτωρ προσαι‐
10τοῦντος καὶ κρινομένου λῃστείας, ἐρεῖ γὰρ ὡς ‘ᾐδού‐ μην μεθ’ ἡμέραν προσαιτεῖν‘ καὶ ἄλλο ‘νύκτωρ γὰρ μᾶλλον οἰκτείρουσιν ἄνθρωποι‘ καὶ ἄλλο ‘συνελάμβανέ μοι πρὸς τὸ λανθάνειν τὸ σκότοσ‘. ἐνίοτε δὲ καὶ πλείω εὑρίσκεται χρώματα πολλῶν ὄντων 〈τῶν〉 τεκμη‐
15ρίων, ὡς ἐπ’ ἐκείνου ἐγράφη φυγῆς ψήφισμα Δη‐ μοσθένει, Ὑπερείδης περὶ καθόδου συνεβούλευσε, Δημάδης ἀντεῖπεν, ἡττήθη, εὕρηται Δημοσθένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται Δημάδης φόνου· πρὸς γὰρ ἕκαστον τῶν τεκμηρίων ἀνακύψει χρῶμα ‘ὁ γὰρ
20ἀντειπὼν τῇ καθόδῳ πρόδηλον ὡς καὶ τὴν σφαγὴν ἐπήνεγκε τῷ καταστείχοντι‘ καὶ ἄλλο ‘ὁ γὰρ ἡττηθεὶς ἐφ’ οἷς ἔγραφε φανερὸν ὡς θυμῷ τὸ πᾶν ἐπιτρέψας ἐκποδὼν καταστῆσαι τὸν ἐχθρὸν ἔσπευδεν‘ καὶ τρίτον ‘ὁ γὰρ ἀνῃρηκὼς Δημάδης οὐ λωποδύται, καὶ τεκμή‐
25ριον ὁ Δημοσθένους νεκρὸς τῆς ἐσθῆτος οὐκ ἀπεστε‐ ρημένοσ‘. καὶ ἐν τοῖς συνεζευγμένοις δὲ στοχασμοῖς
πολλὰ ἐμπίπτει χρώματα τῶν πραγμάτων ὄντων ἅπερ84

86

αὐτοὶ πεποιήκαμεν, ἀκόλουθα μέντοι ὡς εἴρηται. ὅταν δὲ ἄλλων πραξάντων ἄντικρυς εἰς ἡμᾶς ἀναφέρηται, πλείω τὰ χρώματα ἐμπίπτει καὶ ἀνακόλουθα, ἅπερ καὶ πεπλανημένα καλοῦσιν οἱ τεχνικοί, εἰκότως, εἰ γὰρ
5ἀκόλουθα λέγομεν, συνειδέναι τοῖς πεποιηκόσι δόξο‐ μεν, οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗπερ εἰκόνα ἔστησαν οἱ πολέμιοι, ἐρεῖ γὰρ ὡς ‘θαυμάζοντες τῆς ἀνδραγαθίας ἔστησαν‘ καὶ πάλιν ‘ἀλλὰ φθονοῦντές μοι τῆς παρ’ ὑμῶν τιμῆς εἰκόνος δωρεᾷ διαβεβλή‐
10κασιν‘ καὶ πάλιν ‘ἀλλὰ πρᾷον αὐτοῖς ἔσεσθαί με διὰ ταύτης ὑπώπτευσαν‘ καὶ πάλιν ‘ἀλλ’ ἴσως ἐπ’ ἀρετὴν προτρέψαι τοὺς παρ’ ἑαυτοῖς σπεύδοντες τὸν πλεῖστα χαλεπὰ δράσαντα τετιμήκασιν εἰκόνι‘. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐξ ὑπονοίας πραγμάτων πολλὰ καὶ ἀνακόλουθα
15ἐμπίπτει χρώματα διὰ τὴν προειρημένην αἰτίαν, οἷον ὡς ἐπὶ Ἀρχιδάμου τοῦ κρινομένου προδοσίας διὰ Περικλέα, ἐρεῖ γὰρ ‘ἀλλὰ πολεμίοις ἑτέροις ἐπιέναι μέλλουσι δέδωκε τὰ πεντήκοντα τάλαντα‘, ‘ἀλλὰ τοῖς πενομένοις τῶν πολιτῶν ἴσως αὐτὰ διένειμεν‘, ‘ἀλλὰ
20τὰ προσόντα βουλόμενος αὔξειν τῆς τῶν χρημάτων δαπάνης ἀπεκρύψατο τὴν αἰτίαν‘. εἰδέναι δὲ χρὴ ὅτι πλείους μὲν ὁ φεύγων ἕξει ἀντιθέσεις, ἐὰν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πολλὰ ὄντα ἀντιτιθῇ ἑαυτῷ κατὰ μέρος, καὶ ὁ κατήγορος ὁμοίως πολλὰς ἑαυτῷ κινήσει
25ἀντιθέσεις τὰ τοῦ φεύγοντος χρώματα διαιρῶν καὶ μὴ
ἅμα πάντα ἐν μιᾷ συνάγων ἀντιθέσει.85

87

Ἐφ’ ἅπασι δὲ τοῖς κεφαλαίοις ἐμπίπτει ἡ πιθανὴ ἀπολογία, περὶ ἧς ἀποροῦσί τινες, ὅτου χάριν οὕτως ὠνόμασται καίτοι καὶ τῶν ἄλλων κεφαλαίων πιθανῶν ὄντων, εἴ γε καὶ ἡ σύμπασα ῥητορικὴ πειθοῦς ἐστι
5δημιουργός. ἐροῦμεν οὖν ὅτι μάλιστα μὲν τῷ κοινῷ ὀνόματι ὡς ἰδίῳ ἐχρήσατο—πολλὰ γὰρ καὶ ἄλλα τῷ τοῦ γένους ὀνόματι ὡς κυρίῳ κέχρηται, ὥσπερ καὶ Πλάτων διαιρεῖ τὸ δίκαιον εἴς τε τὸ ὅσιον καὶ τὸ δίκαιον ὁμωνύμως τῷ γένει—, ἔπειτα δὲ ὅτι τοσαύτης
10μετέχει τῆς πειθοῦς ὥστε τοῖς αὐτοῖς κεχρῆσθαι τεκμηρίοις τὸν φεύγοντα τοῦ μὴ πεποιηκέναι τοῦθ’ ὅπερ ἐγκαλεῖται ἢ μέλλειν ποιήσειν, οἷσπερ καὶ ὁ κατήγορος κέχρηται τοὐναντίον ἀποδεικνύων, οἷον ἐπὶ Ἀλκιβιάδου τοῦ παριόντος τὸ δεσμωτήριον, ἐρεῖ γὰρ
15ὡς ‘εἴπερ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ἐβόησα τοῖς δεσμώταις θαρρεῖν‘, ὁ δὲ κατήγορος λέξει ὡς ‘πέρας ἤδη προσδοκῶν ἐπάξειν τῇ προαιρέσει καὶ τοὺς ὑπὸ τῶν νόμων καθειργμένους λύσειν ἐκήρυττεσ‘. διαφέρει δὲ τοῦ χρώματος τῷ τὸ μὲν αἰτίαν εὔλογον φέρειν
20πρὸς τὸ τεκμήριον—διὸ καὶ μετάθεσις αἰτίας καλεῖ‐ ται—, τὴν δὲ πιθανὴν ἀπολογίαν ἀναιρετικὴν εἶναι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον τοῦτο ἐν τῷ ἁπλῷ τελείῳ
στοχασμῷ, ἀλλ’ ὅταν μὲν τὸ τεκμήριον σύμφωνον ᾖ86

88

τῷ κρινομένῳ, ἐκλείπει, ὥσπερ καὶ ἡ ἀντίληψις, ὡς ἐπὶ Περικλέους ‘σύμφωνον τῷ βούλεσθαι τυραννεῖν τὸ ὅπλα πολλὰ κεκτῆσθαι‘· ὅταν δὲ τὸ τεκμήριον ἀνακόλουθον ᾖ πρὸς τὸ κρινόμενον, ἐμπεσεῖται πάν‐
5τως, οἷον ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ ‘ὁ γὰρ ἀνελὼν οὐ παρεστάναι ἀλλὰ φεύγειν εἴωθε τόν τε πεπονθότα καὶ τὸν τόπον ὡς δεινοὺς κατηγόρους ἐξευλαβούμενοσ‘. ἐφ’ ὧν δὲ ἐκλείπει ἡ πιθανὴ ἀπο‐ λογία, δυνατὸν οὕτως ἐπιχειρεῖν ὅτι ‘ὁ μὲν τυραννῶν
10πάντως ὅπλα κτᾶται, οὐ μὴν ὁ κτώμενος ὅπλα ἤδη καὶ τυραννεῖν ἐπιχειρεῖ· πολλαὶ γὰρ αἱ τῆς κτήσεως ἀφορμαί‘. πλατύνεται δὲ τὸ κεφάλαιον τοῦτο ὑπὸ μὲν τοῦ φεύγοντος τρισὶ τούτοις τόποις, τῷ μηδὲν ὄφελος ἔχειν, τῷ βλάπτεσθαι τὰ μέγιστα, τῷ δύνασθαι
15περὶ τῶν αὐτῶν ἄλλως ἐπιχειρεῖν. οὔτε γὰρ ὄνησις ἐγίγνετο τῷ παρεστῶτι τῷ πεφονευμένῳ καὶ τὸ τῆς βλάβης ἀνύποιστον ἦν ἁλόντι φόνου τιμωρίαν ὑπέχειν καὶ μᾶλλον ἂν ἀποκρύπτειν ἑαυτὸν ἐσπούδασε φεύγων τὸν ἔλεγχον. ὁ δὲ κατήγορος πάλιν ἀνατρέψει τὴν
20πιθανὴν ἀπολογίαν διὰ τριῶν τόπων, τύχης ἀγνοίας ἀνάγκης, ἀπὸ μὲν τύχης οὕτως ἐπιχειρῶν ὅτι ‘θεοί τε καὶ τύχη τὸ τῆς γνώμης ἀνόσιον κατιδόντες φωρα‐ θῆναι παρεσκεύασαν‘, ἀπὸ δὲ ἀγνοίας ὅτι ‘συνεργὸν τὴν ἐρημίαν τῆς κακουργίας λαβὼν ἠγνόεις ὡς ὄψεταί
25τις τὰ παρὰ πάντας σοι δρώμενα τοὺς νόμουσ‘, ἀπὸ δὲ ἀνάγκης ὅτι ‘τοσαύτη σέ τις ἐπιθυμία τοῦ φόνου κατεῖχεν, ὡς καὶ μετὰ τὴν πληγὴν παρεστάναι τῷ
πεπτωκότι ἐφηδόμενον τοῖς ἔργοις ὥσπερ ἀριστέα‘.87

89

Ἰστέον δὲ καὶ ἐκεῖνο, ὅτι καθόλου ἐν ταῖς στά‐ σεσιν οὐχ ἡ διάφορος κρίσις—οἷον προδοσίας ἢ τυραννίδος ἢ φόνου—διάφορα τὰ εἴδη ποιεῖ, ἀλλ’ ἡ τῶν κεφαλαίων διάφορος διαίρεσις ἐναλλαγὴν ἀπερ‐
5γάζεται τῶν εἰδῶν. ἔστι δὲ ἡ τῶν κεφαλαίων διαί‐ ρεσις ποικίλη καὶ κατὰ τρεῖς ἐναλλαττομένη τρόπους· καὶ γὰρ κατὰ πλεονασμὸν καὶ κατὰ ἔλλειψιν καὶ κατὰ ἐναλλαγὴν προϊόντα διάφορα ἐν ταῖς στάσεσιν ἀπερ‐ γάζεται 〈τὰ〉 εἴδη.
10 Ἕπεται δὲ τοῖς κεφαλαίοις ἅπασιν ἡ καλουμένη κοινὴ ποιότης, ἥπερ ἐστὶν οἱ ἐπίλογοι. ὠνόμασται δὲ κοινὴ ποιότης, διότι κοινόν ἐστι τῶν μερῶν ἀμφοτέρων 〈τὸ κεφάλαιον〉 ἑκατέρου τῶν ἀγωνιζομένων τὴν οἰκείαν ποιότητα πρὸς τῷ πέρατι τοῦ λόγου συνιστῶντος καὶ
15τῶν πλατέως δι’ ὅλου τοῦ λόγου κατασκευασθέντων ὡς καλῶν ἢ δικαίων ἢ συμφερόντων σύντομον ὑπό‐ μνησιν ποιουμένου. διαιρεῖται δὲ ἡ κοινὴ ποιότης εἴς τε τὸ πραγματικὸν καὶ τὸ παθητικόν. καὶ αὖθις τὸ μὲν πραγματικὸν διὰ δύο τούτων ἐργασόμεθα τόπων,
20ἐπανόδου καὶ ἀνακεφαλαιώσεως· ἢ γὰρ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος τῶν προειρημένων πραγμάτων ἁπάντων ποιούμεθα τὴν ὑπόμνησιν καὶ καλεῖται τοῦτο ἀνα‐ κεφαλαίωσις, ἢ ἀπὸ τῶν τελευταίων ἐπὶ τὴν ἀρχὴν ἐπάνιμεν καλοῦντες αὐτὸ ἐπάνοδον· παράδειγμα τοῦ
25μὲν προτέρου Δημοσθένης ἐν τῷ παραπρεσβείας ‘συλ‐
λογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα ἐξ ἀρχῆς.88

90

ἐπέδειξα οὐδὲν ἀληθὲς αὐτὸν ἀπηγγελκότα, ἀλλὰ φε‐ νακίσαντα ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς οὐ λόγοις χρώμενος. ἐπέδειξα αἴτιον γεγενημένον τοῦ μὴ θέλειν ὑμᾶς ἐμοῦ ἀκοῦσαι τἀληθῆ ταῖς ὑποσχέσεσι καὶ
5τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας καὶ πάντα τἀναντία συμβουλεύσαντα ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμ‐ μάχων ἀντειπόντα εἰρήνῃ τῇ δὲ Φιλοκράτους συναγο‐ ρεύσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδ’ εἰ βούλοισθε δύναισθε ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλα
10ἐπὶ τῆς ἐπιδημίας πολλὰ εἰργασμένον, προδεδωκότα, πεπρακότα πάντα, δῶρα ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦτα ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτα ὑπέδειξα‘, τῆς δὲ ἐπανόδου παράδειγμα περὶ τοῦ πολ‐ λοῦ ἐραστοῦ διεξιὼν Πλάτων ἡμῖν ἐν Φαίδρῳ παρέχεται
15λέγων ‘φυγὰς δὴ γίγνεται ἐκ τούτων καὶ ἀπεστε‐ ρηκὼς ὑπ’ ἀνάγκης ὁ πρὶν ἐραστὴς ὀστράκου μετα‐ πεσόντος ἵεται φυγῇ μεταβαλών, ὁ δὲ ἀναγκάζεται διώκειν ἀνόητος ὢν ἀγανακτῶν καὶ ἐπιθεάζων ἠγνοη‐ κὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ποτὲ ἔδει ἐρῶντι
20καὶ ὑπὸ ἀνάγκης κατεχομένῳ χαρίζεσθαι ἀνοήτως, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι, εἰ δὲ μὴ ἀναγκαῖον εἶναι ἐκδοῦναι αὑτὸν ἀπίστῳ δυσκόλῳ φθο‐ νερῷ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς
τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς89

91

τὴν τῆς ψυχῆς παίδευσιν‘· ἀρξάμενος γὰρ ἀπὸ τοῦ τελευταίου τῶν χρημάτων ἐπὶ τὸ πρώτιστον ἐπανῆλθε, τὴν τῆς ψυχῆς παίδευσιν. τὸ μὲν οὖν πραγματικὸν οὕτω μεταχειρισόμεθα συντομωτέραν ὑπόμνησιν τῶν
5πλατέως εἰρημένων ἐν τῷ λόγῳ ποιούμενοι· τὸ δὲ παθητικὸν ὑπὸ μὲν τοῦ κατηγόρου διὰ καταδρομῆς πληρωθήσεται πρὸς ὀργὴν κινοῦντος τοὺς δικαστάς, ὑπὸ δὲ τοῦ φεύγοντος διὰ ἐλεεινολογιῶν προαχθήσε‐ ται, ἔνθα δὴ καὶ αἱ παραγωγαὶ γυναίων τε καὶ παί‐
10δων χρήσιμοι καὶ φίλων· πολλοὶ γοῦν ἡττώμενοι ταῖς δικαιολογίαις τοσοῦτον ἐν τῇ τοῦ ἐλέου διεξόδῳ κεκινήκασι πάθος τοῖς ἀκροωμένοις, ὡς τὴν νικῶσαν ἀπενέγκασθαι, καὶ τούτου μαρτύριον Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας λόγῳ ἐλεεινολογίας τε πλή‐
15θει καὶ τῇ περιρρήξει τῆς ἐσθῆτος διασώσας ἐκ τῆς Εὐθίου κατηγορίας τὴν ἄνθρωπον. ἐπὶ δὲ τῷ παθη‐ τικῷ τοῖς τελικοῖς ἄμφω χρήσονται κεφαλαίοις, νομίμῳ δικαίῳ συμφέροντι δυνατῷ ἐνδόξῳ. καὶ καθόλου, ὥσπερ καὶ Ἑρμογένης φησί, λαμβάνονται μὲν οἱ ἐπί‐
20λογοι ὅθενπερ καὶ τὰ προοίμια καὶ ἰσχύουσί γε τὰ αὐτά—πάθους γὰρ ψυχῆς ἄμφω κινητικά, εὐνοίας μίσους φόβου ὀργῆς ἐλέου φθόνου ἤ τινος τοιούτου—, διαφέρουσι δὲ ἀλλήλων τῇ 〈τε〉 τάξει καὶ τῇ ἐννοίᾳ καὶ τῇ φράσει· τὰ μὲν γὰρ τὴν πρώτην κατέχει τοῦ
25λόγου τάξιν καὶ σπερματικωτέραις χρώμενα ταῖς ἐν‐ νοίαις τοῖς τε σχοινοτενέσι καλουμένοις χαίρουσι τῶν
κώλων καὶ τοῖς βεβηκόσι τῶν ῥυθμῶν, οἱ δὲ ἐπίλογοι90

92

τῷ τε λόγῳ παντὶ ἐπάγονται, ὡς καὶ τὸ ὄνομα δηλοῖ, καὶ τὰς ἐννοίας ἐφ’ ὅσον ἂν ἐθέλωσι πλατύνοντες τοῖς ἀσυνδέτοις καὶ κομματικωτέροις 〈χαίρουσι〉 τῶν κώλων καὶ τοῖς λελυμένοις τῶν ῥυθμῶν.
5 Τοὺς μὲν οὖν ἁπλοῦς τελείους στοχασμοὺς οὕτω διαιρήσομεν κἀν τοῖς ἀτελέσιν ἐκ προσώπων ἢ πραγ‐ μάτων στοχασμοῖς τὰ ἐκ τοῦ προσώπου ἢ τοῦ πράγ‐ ματος ὡς εἴρηται κεφάλαια παραλιπόντες τὰ λοιπὰ μελετήσομεν. τῶν δὲ διπλῶν τοὺς μὲν ἀντεγκληματι‐
10κοὺς καλοῦσι διὰ τὸ δύο εἶναι πρόσωπα 〈τὰ〉 ἀντεγκα‐ λοῦντα ἀλλήλοις—ἔνιοι δὲ αὐτοὺς κατὰ ἀμφισβήτησιν ὀνομάζουσιν—, τοὺς δὲ συνεζευγμένους. ἰστέον δὲ ὅτι καθόλου τό τε παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐν αὐτοῖς ἐκλείπει διὰ τὸ ἐξισάζειν—παντα‐
15χοῦ δὲ τὰ ἰσάζοντα ἔφαμεν εἶναι ἀσύστατα—, τῶν δὲ ἄλλων ἕκαστον ἀπὸ τῆς βουλήσεως ἀρξαμένους κεφά‐ λαιον χρὴ πρὸς κεφάλαιον ἀντιτιθέναι, ἀγωνιστικώ‐ τερος γὰρ οὕτως ὁ λόγος ὑπάρξει· τὸ δὲ—ὥσπερ ἔνιοι λέγουσι χρῆναι—προθέντας τὴν τοῦ ἑτέρου μέρους
20ἀπολογίαν οὕτω ποιεῖσθαι τὴν τοῦ ἑτέρου κατηγορίαν ὑπτιότητα πολλὴν τῷ λόγῳ ἐμποιεῖ καὶ τοὺς δικαστὰς ἐπιλανθάνεσθαι ποιεῖ τῶν πρότερον λεχθέντων. Μετὰ δὲ τοὺς ἀντεγκληματικοὺς στοχασμούς εἰσιν οἱ συνεζευγμένοι, οἵτινες ὠνομάσθησαν μὲν οὕτως διὰ
25τὸ δύο περιέχειν ἐγκλήματα, διαφέρουσι δὲ τῶν μὲν91

93

ἁπλῶν τῷ ἔχειν διπλᾶ τὰ κεφάλαια, τῶν δὲ διπλῶν τῇ τε τάξει καὶ τῷ πλεονασμῷ τῶν κεφαλαίων· τὰ γὰρ διάφορα τῶν στάσεων εἴδη κατὰ πλεονασμὸν ὡς ἔφαμεν ἢ ἔλλειψιν ἢ ἐναλλαγὴν γίγνεται τῶν κεφα‐
5λαίων. Τῶν δὲ συνεζευγμένων ὁ μὲν ἐμπίπτων οὕτως ὠνόμασται, διότι ἐκ τοῦ χρώματος οὗ παρέχεται ὁ φεύγων ἐμπίπτει τὸ δεύτερον ζήτημα, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὸν συστράτηγον ἀνελόντος ὡς ἐπὶ
10μοιχείᾳ καὶ κρινομένου συνειδότος, ἐρεῖ γὰρ εὐθυνό‐ μενος ὡς ‘μοιχὸν ἐπὶ τῇ γυναικὶ καταλαβὼν ἀπέκτεινα κατὰ τὸν νόμον‘, εἶτα ἐκ τούτου τὸ δεύτερον ἐξετάζε‐ ται ζήτημα, πότερον μοιχὸς ὁ δεσμώτης ἢ οὐ. Δεύτερος δὲ τῶν συνεζευγμένων ἐστὶν ὁ προ‐
15κατασκευαζόμενος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἕτερόν τι πρὸ τοῦ κρινομένου πράγματος ἐξετάζεσθαι, εἶθ’ οὕτως ἐκεῖνο περὶ οὗ ἡ κρίσις, ὡς ἐπὶ τοῦ ἀνελόντος πλουσίου τοὺς τρεῖς παῖδας τοῦ πένητος καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνοντος συνειδότος.
20διαφέρει δὲ τοῦ ἐμπίπτοντος τῷ ἐκεῖ μὲν 〈τὸ〉 πρὸς ἀπόδειξιν τοῦ κρινομένου κομιζόμενον παραλαμβάνε‐ σθαι τελευταῖον, ἐν δὲ τῷ προκατασκευαζομένῳ πρό‐ τερον· ἐν γὰρ τούτῳ κρινόμενος ὁ πατὴρ συνειδότος πρὸς ἀπόδειξιν τοῦ μὴ συνειδέναι τοῖς παισὶ τὴν
25προδοσίαν πρότερον κατασκευάσει, ὡς ἥκιστα προ‐
δεδώκασιν οἱ παῖδες, εἶθ’ οὕτως ὑπὲρ ἑαυτοῦ ἀπολο‐92

94

γήσεται, ἐν δὲ τῷ ἐμπίπτοντι κρινόμενος συνειδότος ὁ τὸν συστράτηγον ἀνελὼν πρότερον τὴν περὶ τοῦ συνειδέναι κατηγορίαν ἀποσείσεται καὶ οὕτως τὸ τῆς μοιχείας ἔγκλημα κατὰ τοῦ τεθνεῶτος κινήσει.
5 Τρίτος δὲ τῶν συνεζευγμένων ἐστὶν ὁ συγκατα‐ σκευαζόμενος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ δύο ἐγκλήματα ἐπάγειν τῷ φεύγοντι τὸν κατήγορον ὡς πεποιηκότι ἢ μέλλοντι πράττειν, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ ὀμόσαντος ἐν συμποσίῳ τυραννήσειν καὶ τοῦ
10πένητος τοῦ τυραννοκτονήσειν ὀμόσαντος καὶ νεκροῦ ἀσκυλεύτου εὑρεθέντος· ἀμφότερα γὰρ συμπλέκων, τόν τε τοῦ πένητος φόνον καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν, κρίνει τὸν πλούσιον. διαφέρει δὲ τῶν μὲν ἁπλῶν τῷ εἶναι διπλοῦς, τοῦ δὲ ἐμπίπτοντος τῷ
15ἐκεῖ μὲν τὸ χρῶμα μὴ ἔξωθεν ἐπινοεῖσθαι ἀλλ’ ἐν αὐτῷ κεῖσθαι τῷ προβλήματι, ἐνταῦθα δὲ ἔξωθεν τοῦ προβλήματος ἐπινοεῖσθαι, καὶ τῷ ἐκεῖ μὲν ἓν μόνον εἶναι τὸ ἐπαγόμενον ἔγκλημα κατὰ τοῦ φεύγοντος προσώπου, ἐνταῦθα δὲ δύο. τοῦ δὲ προκατασκευαζο‐
20μένου διαφέρει, ὅτι ἐν ἐκείνῳ μὲν ὁ φεύγων συνειδό‐ τος κρίνεται πάντως, ἐνταῦθα δὲ ὡς αὐτὸς κακόν τι πράξας ἢ μέλλων ποιεῖν, καὶ ἐν μὲν τῷ προκατα‐ σκευαζομένῳ τὸ προηγούμενον ὁ φεύγων τελευταῖον ἐξετάζει τὸ δὲ μὴ [κατὰ] προηγούμενον πρότερον, ἐν
25δὲ τῷ συγκατασκευαζομένῳ ὁμοίως ὑπὲρ ἀμφοτέρων τῶν ἐγκλημάτων ἀπολογεῖται ὁ φεύγων οὐχ ὡς συν‐
ειδὼς ἄλλῳ τινὶ ἀλλ’ ὡς αὐτὸς ὢν ὁ πράξας.93

95

(1t)

II. ΠΕΡΙ ΟΡΟΥ.
2 Ἡ μὲν οὖν τοῦ στοχασμοῦ διαίρεσις τοιαύτη τίς ἐστιν. χρὴ δὲ εἰδέναι ὡς οἱ λεγόμενοι κακοῦ βίου στοχασμοὶ καὶ ἀχαριστίας καὶ κατασοφισμοῦ καὶ τὰ
5τοιαῦτα πάντα οὐ ποιοῦσιν ἕτερα εἴδη στοχασμῶν· οὐ γὰρ αἱ διάφοροι κρίσεις αἱ τοῖς προβλήμασι προσκεί‐ μεναι τὰ εἴδη ποιοῦσιν—ἦ γὰρ ἂν ἄπειρα εὑρεθείη—, ἀλλ’ ὁ τῶν κεφαλαίων πλεονασμός τε καὶ ἔλλειψις καὶ ἐναλλαγὴ τὰς διαφορὰς τῶν εἰδῶν ἐν ταῖς στάσεσιν
10ἀπεργάζονται. αὐτίκα δὲ ἐπ’ ἐκείνων τῶν προβλη‐ μάτων μιᾶς οὔσης τῆς κρίσεως διάφορα εὑρίσκεται τὰ εἴδη· μειράκιον ὡραῖον συνεχῶς ἐν θεάτρῳ συρίττεται καὶ κρίνεται κακοῦ βίου· μειράκιον ὡραῖον μυούμενον ἐγέλασε καὶ κρίνεται κακοῦ βίου· μητρυιᾶς ἠράσθη ὁ
15πρόγονος καὶ παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς κρί‐ νονται οἱ τρεῖς κακοῦ βίου. εἰ τοίνυν αἱ κρίσεις διά‐ φορα εἴδη ἐποίουν στοχασμοῦ ἤ τινος ἄλλης στάσεως, ἔδει καὶ τὰς αὐτὰς κρίσεις μὴ διαφόρων στάσεων ἔχειν προβλήματα. ἐνταῦθα γοῦν, ἐπειδὴ ‘κακοῦ βίου‘
20πρόσκειται ἐν πᾶσι, πάντα ἐχρῆν εἶναι στοχαστικά, νῦν δὲ τὸ μὲν στοχαστικόν ἐστι, τὸ δὲ ἀντιληπτικόν, τὸ δὲ συγγνωμονικόν· ὥστε δῆλον ὅτι οὐ διάφορα εἴδη ποιοῦσιν αἱ προσθῆκαι τῶν κρίσεων. αἱ δὲ τοῦ
κατασοφισμοῦ καὶ δημοκοπίου καὶ δήμου ἀπάτης κρί‐94

96

σεις εἰσὶν 〈αἱ〉 αὐταί, ὑπὸ δὲ τῶν σοφιστῶν διαφόρως ὀνομάζονται, εἰσὶ δὲ τοῦ γνώμης στοχασμοῦ, ὃν ἔφα‐ μεν εἶναι τοῦ ἁπλοῦ εἴδους. δυσχέρεια δὲ γίνεται πρὸς τὴν ἐπίγνωσιν τῶν ζητημάτων ποίας εἰσὶ στά‐
5σεως δι’ αἰτίας δύο· πρώτην μὲν τὸ τὴν αὐτὴν προσθήκην εἶναι τῆς κρίσεως ἐν διαφόροις προ‐ βλήμασιν ὡς καὶ ἀνωτέρω ἔφαμεν ὑπὸ πλείονας ἀναγομένοις στάσεις· ἔπειτα τὸ ἄδηλον εἶναι, πότερον ὡς κρινόμενόν τι παραλαμβάνομεν ἐν τοῖς ζητήμασιν
10ἢ ὡς τεκμήριον, οἷον Παυσανίας Μηδικὴν στολὴν ἀμφιεννύμενος κρίνεται μηδισμοῦ· κἀκεῖνο νόμος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν, μάγος ὑπέσχετο εἴσω πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον, ἠνέχθη σκηπτὸς εἴσω πέντε ἡμερῶν κατὰ τοῦ τυράννου καὶ ὁ
15μάγος αἰτεῖ τὴν δωρεάν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα εἰ μὲν ὡς τεκμήρια λαμβάνοιτο τοῦ κρινομένου, στο‐ χαστικὴν ποιήσει τὴν στάσιν τεκμήριον ἡμῶν ποιου‐ μένων τοῦ μηδίζειν τὸ φορεῖν Μηδικὴν ἐσθῆτα καὶ τοῦ τὸν μάγον ἀνῃρηκέναι τὸν τύραννον τὸ εἴσω τῶν
20παρ’ αὐτοῦ ὑποσχεθεισῶν πέντε ἡμερῶν ὑπὸ σκηπτοῦ τὸν τύραννον ἀνῃρῆσθαι· εἰ δὲ ὡς κρινόμενα ταῦτα λαμβάνοιτο, ὁρικὴν ἀπεργάσεται στάσιν. Ἄξιον δὲ λοιπὸν μετὰ τὸν στοχασμὸν περὶ τοῦ ὅρου κατὰ τὴν αὐτὴν τάξιν διεξελθεῖν. εἰ γὰρ ἐν
25παντὶ πράγματι περὶ τοῦ εἰ ἔστι πρῶτον ζητητέον, ὅπερ ὁ στοχασμὸς ὡς ἔφαμεν περιέχει, εἶθ’ οὕτως
περὶ τοῦ τί ἐστιν—ὁ δὲ ὅρος ὡς ἐπιδείξομεν τὴν95

97

περὶ τοῦ τί ἐστι περιέχει ζήτησιν—, τακτέος ἂν εἴη μετὰ τὸν στοχασμὸν ὁ ὅρος. Ἐπειδὴ δὲ πολλαχῶς ὁ ὅρος, ἀναγκαῖον διαστεῖλαι τὴν ὁμωνυμίαν, ἵνα τὸ ζητούμενον ἡμῖν ἀκριβέστερον
5ἐπιδειχθείη. καλεῖται τοίνυν πρώτως ὅρος ὁ ἐν τοῖς χωρίοις διορίζων τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον. καλεῖται δὲ ὅρος καὶ ὁ διαλεκτικός, 〈οἷον εἰς ὃν ἡ πρότασις διαλύεται. καὶ ἔτι ὅρος καλεῖται〉 ὁ τὸ τί ἦν εἶναι κατὰ Ἀριστοτέλην σημαίνων, τουτέστιν ὁ τὴν
10ἑκάστου φύσιν διοριζόμενος καὶ τί ἐστιν ἑκάστῳ τὸ εἶναι σαφῶς ἀνιχνεύων· τοιοῦτοι γὰρ οἱ τέλειοι τῶν πραγμάτων ὅροι. ὅρος λέγεται καὶ τὸ πέρας παντὸς πράγματος, ὡς ἡ ἐπιφάνεια τοῦ σώματος καὶ τῆς ἐπι‐ φανείας ἡ γραμμὴ καὶ τῆς γραμμῆς τὰ σημεῖα. ὅροι
15λέγονται καὶ τὰ μέρη τῶν προτάσεων, οἷον πρότασίς ἐστι ‘πᾶν ζῷον ἔμψυχον‘, ταύτης οὖν τὰ μέρη—τὸ πᾶν τὸ ζῷον τὸ ἔμψυχον—ὅροι καλοῦνται. λέγονται ὅροι καὶ πάντα τὰ ῥητορικὰ ζητήματα. καλεῖται ὅρος καὶ ἡ στάσις αὐτή, περὶ ἧς ὁ λόγος.
20 Διαφέρει δὲ τοῦ στοχασμοῦ ὁ ὅρος τῷ ἐκεῖ μὲν περὶ οὐσίας εἶναι τὴν ζήτησιν, ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ τί ἐστιν. Ὁρίζεται δὲ ὁ μὲν Ἑρμογένης τὸν ὅρον οὕτως ‘ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέ‐
25πρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ζητου‐
μένου ὀνόματοσ‘· πρῶτον μὲν οὖν κακῶς ὅτι ‘ὀνόματος96

98

ζήτησισ‘ εἶπεν, ἐν γὰρ τοῖς δικαστηρίοις πραγμάτων ζητήσεις εἰσὶν οὐχὶ ὀνομάτων. ἔπειτα οὐ καλῶς ζήτησιν τὸ γένος τοῦ ὅρου παρέλαβεν, ἡ γὰρ ζήτησις ἐνέργειά τίς ἐστιν, ἐχρῆν δὲ μᾶλλον ‘πίστισ‘ εἰπεῖν.
5ἔτι δὲ οὐ πάντα περιέλαβε τὰ ὁρικὰ ζητήματα διὰ τοῦ ὅρου, τὸ γὰρ ‘οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει‘ τοῖς μὲν ἐκ λείποντος καὶ πεπραγμένου συνεστῶσιν ὅροις ἁρμόζει, ὡς ἐν ἐκείνῳ τῷ προβλήματι πλού‐ σιος ἐχθρῷ πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας
10καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως, τοὺς δὲ κατὰ τὸ τέλειον ὅρους καὶ τοὺς κατὰ τὸ περιττεῦον οὐδαμῶς περιλαμβάνων ἐλλιπὴς ἂν εἴη· παραδείγματα δὲ αὐτῶν τάδε νόμος τὸν καινὸν ὅπλον ἐπιδείξαντα γέρας λαμβάνειν, ἄνθρωπόν τις πολεμιστὴν δείξας ἀξιοῖ τοῦ
15γέρως τυχεῖν—ἐν γὰρ τούτῳ λείπει μὲν οὐδέν, τελειότης δέ τις τῷ συνήθει προσγέγονεν—, τοῦ δὲ κατὰ τὸ περιττεῦον ὅρου παράδειγμα τόδε νόμος τὸν ὁλόκληρον ἱερᾶσθαι, ἑξαδάκτυλός τις ὢν ἀντέχε‐ ται τῆς ἱερωσύνης καὶ κωλύεται. πάντας τοίνυν τοὺς
20τοιούτους ὅρους ἔξω τοῦ Ἑρμογένους ὅρου πίπτοντας εὑρήσομεν. ἔτι δὲ οὐ μόνον τοῦ ῥητορικοῦ ὅρου οἰκεῖός ἐστιν ὁ ὅρος, ἀλλὰ καὶ τοῖς φυσικοῖς ἁρμόσει· καὶ γὰρ ὁ ἰατρὸς ζητῶν, πότερον τὸ ἔμβρυον ζῷόν ἐστιν ἢ οὐ, ἐκ λείποντος καὶ ὄντος ἐπιχειρεῖ· ὁ μὲν
25γὰρ λέγων ζῷον αὐτὸ εἶναι ἐκ τοῦ ὄντος καὶ οἱονεὶ
πεπραγμένου ἐπιχειρεῖ, ὁ δὲ λέγων μήπω εἶναι αὐτὸ97

99

ζῷον ἐκ τοῦ λείποντος. Μινουκιανὸς δὲ οὕτως ὁρίζε‐ ται ‘ὅταν ὁμολογῇ μὲν ὁ φεύγων τὸ πεπραγμένον, περὶ δὲ τῆς ἰδιότητος ἡ ζήτησις ᾖ, περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον.‘ πρῶτον μὲν οὖν οὐ καλῶς ἐκ
5μόνου τοῦ φεύγοντος ὡρίσατο τὸν ὅρον ἐξ ἀμφοτέρων τῶν μερῶν γνωριζομένου τοῦ ὅρου ὥσπερ καὶ τοῦ στοχασμοῦ, ἔπειτα ἐκ τοῦ φεύγοντος τὴν στάσιν ὁρισά‐ μενος ἐν τῇ διαιρέσει τῶν κεφαλαίων τῷ κατηγόρῳ προσνέμει τὸν ὅρον, τρίτον οὐ τί ἐστιν ὁ ὅρος δι‐
10δάσκει ἡμᾶς ἀλλὰ πότε συμβαίνει γίγνεσθαι, ἔτι δὲ ἐν τῇ διαιρέσει τῶν στάσεων ἔξω τῆς ποιότητος ἐάσας τὸν ὅρον ἐνταῦθα ὑπὸ τὴν ποιότητα αὐτὸν ἀνάγει λέγων τὴν ζήτησιν ἐν αὐτῷ γίγνεσθαι περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον. ὁ δὲ τελείως ἔχων ὅρος ἐστὶν
15οὗτος ‘στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσα.‘ τὰ μὲν οὖν ἄλλα κοινὰ ὄντα πασῶν τῶν στάσεων δῆλά ἐστι καὶ ἐκ τῆς τοῦ στοχαστικοῦ ὅρου ἐξηγήσεως, ἴδιον δὲ τοῦ ὅρου ἐστὶ τὸ τὸ μὲν πεπραγμένον εἶναι
20δῆλον, ζητεῖσθαι δὲ τί χρὴ καλεῖν αὐτό. τοῦτο δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, τὸ δὲ ἕτερον ἴδιον τὸ ἐκ λείποντος εἶναι καὶ πεπραγμένου μόνῳ μὲν ὑπάρ‐ χει οὐ παντὶ δέ, ὡς καὶ ἀνωτέρω ἀπεδείξαμεν. ἰστέον δὲ ὅτι ἐν τοῖς ἐκ πεπραγμένου καὶ λείποντος
25συνεστῶσιν ὅροις τὸ πεπραγμένον ἀεὶ ἀρχὴ τοῦ λεί‐
ποντός ἐστι καὶ τῷ πραχθέντι τὸ λεῖπον συνελθὸν ἓν98

100

τέλειον πρᾶγμα ποιεῖ, οἷον τὸ ἐπανατείνεσθαι τὰς χεῖρας τοῦ τυπτῆσαι ἀρχή ἐστι καὶ τὸ λάθρᾳ νύκτωρ εἰς ἱερὸν παρελθεῖν ἱεροσυλίας ἀρχή· προστεθέντων δὲ τῶν λειπόντων ἐν ἑκατέρῳ τέλεια τὰ πλημμελή‐
5ματα γίνεται. Τῶν δὲ ὅρων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ, καὶ τῶν ἁπλῶν οἱ μὲν αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον, ὡς ὁ τοῦ ἐπανατεινομένου πλουσίου πένητι ἐχθρῷ τὰς χεῖρας—κρίνεται γὰρ ἡ ὕβρις καὶ ζητεῖται
10εἰ τὸ ἐπανατείνεσθαι τὰς χεῖρας ὕβρις ἐστίν—, οἱ δὲ ἕτερον μὲν τὸ κρινόμενον ἔχουσιν ἕτερον δὲ τὸ ζητού‐ μενον, οἷον τὸν ἄπολιν ἐν Ὀλυμπίᾳ μὴ ἀγωνίζεσθαι, Ἀθηναῖον ἀθλητὴν μετὰ τὰ Μηδικὰ βουλόμενον ἀγωνίζεσθαι κωλύουσιν Ἠλεῖοι, καὶ κρίνουσιν αὐτοὺς
15ἐπὶ τῶν Ἀμφικτυόνων ὕβρεως—κρίνεται μὲν γὰρ ἡ ὕβρις, ζητεῖται δὲ εἰ ἄπολις ὁ Ἀθηναῖος—. ὅμοιον δὲ τούτῳ κἀκεῖνο εὐνοῦχόν τις καταλαβὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀνεῖλε καὶ κρίνεται φόνου—κρίνε‐ ται μὲν γὰρ ὁ φόνος, ζητεῖται δὲ εἰ μοιχὸς ὁ εὐνοῦ‐
20χος—. εἴδη δὲ ὁ ἁπλοῦς ὅρος οὐκ ἔχει· οὔτε γὰρ ἐναλλαγὴ κεφαλαίων ἐν αὐτῷ οὔτε πλεονασμὸς οὔτε ἔλλειψίς ἐστιν, ἅπερ ἔφαμεν ποιεῖν ἐν ταῖς στάσεσι τὰ εἴδη. τῶν δὲ διπλῶν ὅρων ὁ μέν τις καλεῖται ἀντονομάζων, ὁ δὲ ἐμπίπτων, ὁ δὲ κατὰ σύλληψιν, ὁ
25δὲ κατὰ ἀμφισβήτησιν, ὃς καὶ κατὰ δύο πρόσωπα
καλεῖται, ὁ δὲ δύο ὅροι.99

101

Διαιρεῖται δὲ ὁ ἁπλοῦς ὅρος κεφαλαίοις ἑπτά· προ‐ βολῇ, ὅρῳ, ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι. τούτων δὲ τὰ μέν ἐστι τοῦ κατηγόρου, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν,
5τοῦ μὲν κατηγόρου προβολὴ ἀνθορισμὸς συλλογισμός, τοῦ δὲ φεύγοντος ὅρος, κοινὰ δὲ γνώμη νομοθέτου πηλικότης πρός τι. Ἐν οὖν τοῖς ὁρικοῖς ζητήμασι μετὰ τὰ προοίμια τήν τε προκατάστασιν 〈καὶ τὴν κατάστασιν〉, ἅπερ
10κοινὰ πάντων ἐστὶ ζητημάτων τῶν ὑπὸ τὰς στάσεις ἀναγομένων, τακτέον τὴν προβολήν, ἥτις ὠνόμασται μὲν ἀπὸ μεταφορᾶς τῆς Ἀθήνησι δίκης οὕτω καλου‐ μένης κατὰ τῶν ἐν ταῖς ἑορταῖς ἀδικούντων, ὡς καὶ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Μειδίου ‘καὶ προὐ‐
15βαλόμην ἀδικεῖν τουτονὶ περὶ τὴν ἑορτήν‘ τουτέστι τῇ προβολῇ κατ’ αὐτοῦ ἐχρησάμην, ὥσπερ καὶ ἡ ἔν‐ δειξις καὶ ἡ εἰσαγγελία καὶ ἡ ἐξούλης ὀνόματα δικῶν ὑπῆρχε παρ’ αὐτοῖς. παραλαμβάνεται δὲ ἀντὶ διηγή‐ σεως· ὁ γὰρ ὅρος διήγησιν οὐκ ἐπιδέχεται τῷ τὸν
20φεύγοντα, ὡς καὶ Μινουκιανός φησιν, ὁμολογεῖν τὸ πεπραγμένον, ἡ δὲ προβολὴ αὔξησιν περιέχει τῶν πεπραγμένων. πλατύνεται δὲ τοῖς περιστατικοῖς μο‐ ρίοις, οἷον ὡς ἐπ’ ἐκείνου τοῦ ὁρικοῦ προβλήματος νόμος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν, πόλεως
25τυραννουμένης φιλόσοφος ἔπεισε τύραννον καταθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ τὸ γέρας, ἐρεῖ γὰρ ἐκ τῶν
προσώπων τῇ πλατύτητι χρώμενος ὅτι ‘φιλοσοφίᾳ100

102

προσέχων ἄνθρωπος τὴν τυραννίδα καθεῖλον λόγοις οὐ φόνῳ τὸν τύραννον σωφρονίσας καὶ τοὺς πολίτας, οἷς ἐλευθερία τε καὶ δημοκρατία πάτριον, τῶν περι‐ εστώτων ἀπήλλαξα δυσχερῶν‘· οὕτω μὲν οὖν τοῖς
5προσώποις ἐπεξελεύσεται, τόπῳ δὲ ὅτι ‘τὴν ἀκρόπολιν κατειληφότα καὶ τὴν πόλιν ὅλην δεδουλωμένον καὶ τὴν χώραν ἅπασαν ἀνάστατον τῇ βαρύτητι τῶν φόρων ἀπεργαζόμενον‘· τρόπῳ δὲ ὅτι ‘τῇ γὰρ ἐκ φιλοσοφίας ἐπιστήμῃ τὸ τῆς γνώμης ἀνόσιον ἐξέκοψα‘, ἔνθα δὴ καὶ
10πολὺν αὐτῆς διεξελεύσεται τὸν ἔπαινον, ὡς ὅπλων καὶ χρημάτων καὶ δυνάμεως ἁπάσης ἰσχυροτέρα· αἰτίᾳ ‘ὁρῶν γὰρ νεὼς κεκλειμένους, ἱερὰ θεῶν περιφρονούμενα, γυ‐ ναῖκας ὑβριζομένας, παῖδας δουλεύοντας, ἄνδρας ἀκρί‐ τως ἀπολλυμένους, τολμῶντα δὲ οὐδένα πρὸς τὴν ἀπαλ‐
15λαγὴν τῶν δεινῶν ἐπὶ ταύτην ἐτραπόμην ἐγὼ τὴν ἔννοιαν.‘ τούτοις καὶ τοῖς τοιούτοις ἀεὶ λογισμοῖς ἐκ τῶν περιστατικῶν μορίων κινουμένοις ἡ προβολὴ πλατύνεται ὑπὸ τοῦ κατηγόρου. Τὸν δὲ ὅρον ὁ φεύγων εἰσάξει, ὃς ὠνόμασται μὲν
20οὕτως ἀπὸ τοῦ ὁρίζειν καὶ περικλείειν τὸ κρινόμενον, εἰς ὅπερ ὁ φεύγων βούλεται· τοῦ γὰρ φιλοσόφου τυ‐ ραννοκτονίαν ὀνομάζοντος τὸ πρᾶγμα ὁ ἐναντιούμενος αὐτῷ τὴν τοῦ φεύγοντος ἔχων τάξιν ἐρεῖ μηδαμῶς αὐτὸν εἶναι τυραννοκτόνον, οὐ γὰρ ἀνῃρῆσθαι τὸν
25τύραννον. πλατύνεται δὲ ὁ ὅρος παραδείγμασι, τῷ
ἐκ περιτροπῆς, τοῖς λείπουσιν, ὡς ἐπὶ τοῦ πλουσίου101

103

τοῦ ἐπανατεινομένου τῷ πένητι τὰς χεῖρας παρα‐ δείγμασι μὲν ὅτι ‘δύναται γὰρ καὶ λῃστείας κρίνεσθαί τις ἐκ τοῦ κακούργῳ διαλεχθῆναι μόνον καὶ τυμβω‐ ρυχίας ἕτερος, ὅτι νύκτωρ ἔξω πυλῶν ἐφάνη βαδίζων·
5ὥσπερ δὲ ἐπ’ ἐκείνων ταῦτα λέγειν ἄτοπον, οὕτω κἀμὲ νῦν ὕβρεως κρίνεσθαι παντελῶς ἄδικον μηδὲν ὑβριστικὸν τετολμηκότα‘· τῷ δὲ ἐκ περιτροπῆς, ὅταν τῷ κατηγόρῳ περιτρέψωμεν τὸν λόγον λέγοντες ‘φέρε γὰρ εἴ τις σοὶ φόνου δίκην ἐπάγοι, διότι τὴν
10πανοπλίαν ἔχων ἐπὶ τὸ στάδιον ἐχώρεις, ἆρ’ 〈ἂν〉 ἀνάσχοιο κρίνεσθαι παρὰ τοῖς δικασταῖς ὡς φονεύς; οὐδαμῶς, ἀλλὰ ἀγανακτήσεις εὖ οἶδα πίστεις ἐναργεῖς ἀπαιτῶν τῆς κατηγορίας. μὴ τοίνυν ἐπὶ μὲν σαυτῷ ταῦτα δίκαια νόμιζε, ἐπὶ δὲ ἡμῶν καινοτέρων πραγ‐
15μάτων ἀποτίθου γραφὰς ὥσπερ ἐπαΐειν τὸ δέον ἀδυ‐ νατούντων‘· τοῖς δὲ λείπουσιν, ὅταν τὰ λείποντα τῷ πεπραγμένῳ διεξίωμεν λέγοντες ‘ὑβριστὴς γάρ ἐστιν ὁ τύπτων τινά, ὁ στρεβλῶν, ὁ ἄγχων, ὁ τὴν ἐσθῆτα καταρρηγνύς· ὁ ταῦτα καὶ τὰ τοιαῦτα τολμῶν ὑβρίζει.
20εἰ τοίνυν ἐμοί τι πέπρακται κατά σου τοιοῦτον, κατη‐ γόρει καὶ λάμβανε δίκην· εἰ δὲ τούτων ἔχεις ἐπιδεῖξαι μηδὲ ἕν, πέπαυσο συκοφαντῶν, ὦ ταλαίπωρε‘. τούτοις ὁ φεύγων ἀεὶ χρώμενος τοῖς τόποις πλατύνει τὸν ὅρον· ἔστι γὰρ ἀεὶ τοῦ φεύγοντος τὸ κεφάλαιον, κἂν
25μυριάκις ὁ Μινουκιανὸς αὐτὸ τῷ κατηγόρῳ προσ‐ νέμοι· χρὴ γὰρ ἀεὶ τὸν μὲν κατήγορον τοῖς πεπραγ‐
μένοις ἰσχυρίζεσθαι, τὸν δὲ φεύγοντα τοῖς λείπουσι,102

104

πλὴν εἰ μὴ παραδόξως συμβαίη τὸ ἀνάπαλιν, ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀποκτείναντος. Ὁ δὲ ἀνθορισμός ἐστι μόνου τοῦ κατηγόρου ἐκ τῶν ἐναντίων ἐπιχειρημάτων τῷ ὅρῳ ὁρμώμενος, ὡς καὶ
5τὸ ὄνομα δηλοῖ· τοῦ γὰρ φεύγοντος μὴ συγχωρήσαν‐ τος τῇ παρὰ τοῦ κατηγόρου προβολῆς ὁδῷ προελθεῖν ἀλλ’ ἀμφίβολον αὐτὴν διὰ τοῦ ὅρου καταστήσαντος ὁ κατήγορος διὰ τοῦ ἀνθορισμοῦ κατασκευάζειν ἐπιχειρεῖ τὰ σαλευθέντα τῆς προβολῆς. ὁ δὲ ἀνθορισμὸς τῇ
10προβολῇ κοινωνεῖ μὲν κατὰ τὸ ἔχειν κοινὰ τὰ πεπραγ‐ μένα ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὸ ἐκ τῶν περιστατι‐ κῶν μορίων ἄμφω τὰ κεφάλαια λαμβάνειν τὴν εὐ‐ πορίαν· διαφέρει δὲ τῷ τὴν μὲν προβολὴν αὔξησιν ἔχειν τῶν πεπραγμένων, τὸν δὲ ἀνθορισμὸν κατα‐
15σκευὴν αὐτῶν, καὶ ἐν μὲν τῇ προβολῇ ὡς ὁμολογού‐ μενα εἰσάγεται, ἐν δὲ τῷ ἀνθορισμῷ ὡς ἀμφίβολα ὑπὸ τῆς ἀντιλογίας τοῦ ὅρου γενόμενα κατασκευάζεται. πλατύνεται δὲ ὁ ἀνθορισμὸς τοῖς περιστατικοῖς, τοῖς πεπραγμένοις, παραδείγμασιν, ὡς ἐπὶ τοῦ φιλοσόφου
20τοῦ τὴν τυραννίδα καθελόντος, ἐρεῖ γὰρ ὅτι ‘τοῦτό ἐστι τυραννοκτονία τὸ ἐπὶ τὴν ἀκρόπολιν παρελθεῖν, τὸ πεῖσαι τὸν τυραννοῦντα τὴν καθ’ ἑαυτὸν ἐλαύνειν, τὸ τοὺς δορυφόρους ἀπατῆσαι, τὸ σῶσαι τοὺς νόμους, τὸ δοῦλον ἐλεύθερον καταστῆσαι‘, καὶ ὁ πένης ὁμοίως
25ἐρεῖ κατὰ τοῦ πλουσίου ‘τοῦτό ἐστιν ὑβρίσαι τὸ103

105

πλούτῳ [θαρροῦντα] τυφλώττοντα τοῖς ὁμοτίμοις τῶν πολιτῶν ἀτίμως προσφέρεσθαι, τὸ ὥσπερ οἰκέτῃ τὰς χεῖρας ἐπανατείνεσθαι καὶ τοῦτο οὐ πρὸς μίαν ἢ δύο μόνας ἡμέρας οὐδὲ ἐπ’ ἐρημίας καὶ λάθρᾳ—οἰστὸν
5γὰρ ἴσως ἂν ἦν—ἀλλ’ ἤδη καὶ πρὸς ὅλον ἔτος καὶ πάντων ὁρώντων, οὗ τίς γένοιτ’ ἂν ὑπερβολή; οὐ γὰρ ἡ πληγὴ παρίστησι τὴν ὀργὴν ἀλλ’ ἡ ἀτιμία, οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις ἐστὶ δεινὸν καίπερ ὂν δεινὸν ἀλλὰ τὸ ἐφ’ ὕβρει‘. ταῦτα γὰρ πάντα καὶ τὰ
10τοιαῦτα ἐκ τῶν περιστατικῶν κινεῖται μορίων, τοῦ προσώπου τοῦ χρόνου τοῦ τόπου. εἶτα ἐκ παραδειγ‐ μάτων ‘καὶ γὰρ ὁ τριήρεις τῆς πατρίδος ἢ φρούριον προδεδωκὼς εἶτα παρ’ ὑμῖν εὐθυνόμενος οὐκ ἂν δύναιτο λέγειν ὡς ‘ἐπειδὴ τοὺς νεωσοίκους ἢ τὰ
15τείχη τῆς πόλεως οὐ προὔδωκα, οὐκ ἂν προδοσίας δικαίως κρινοίμην‘· οὐδὲ δικαστὴς εὖ φρονῶν ἀνέξε‐ ται τοιαῦτά τινα ληρούντων. τῶν γὰρ πραττομένων ἕκαστον ἐφ’ ἑαυτοῦ δεῖ σκοπεῖν καὶ μὴ τὰ μείζονα τῶν ἁμαρτημάτων εἰς μέσον προφέροντας ἀνεύθυνα
20τὰ βραχύτερα τῶν ἀδικημάτων νομίζειν‘· καὶ τούτοις πάλιν τὰ πεπραγμένα συνάψει ἐξομοιῶν τοῖς παρα‐ δείγμασι τὰ νῦν κρινόμενα. κέχρηται δὲ ὁ μὲν φεύ‐ γων εἰδικοῖς ὀνόμασιν ὁ δὲ διώκων γενικοῖς, οἷον ὁ φεύγων ἱεροσυλίας γραφὴν ἐρεῖ ὡς ‘ἱερόσυλός ἐστιν
25ὁ φιάλας ἐξ ἱερῶν ὑφαιρούμενος, ὁ στεφάνους, ὁ θυμια‐104

106

τήρια καὶ ὅσα τοιαῦτα‘ [εἰδικὰ ὀνομάζων ἀπολογήσε‐ ται], ὁ δὲ διώκων ἐρεῖ ὡς ‘ἱερόσυλός ἐστιν ὁ λάθρᾳ παριὼν εἰς ἱερά, ὁ γνώμῃ κακούργῳ χραίνων τὸν νεών, ὁ λαμβάνων ἐξ ἱερῶν ἅπερ οὐ κατέθετο, ὁ τῆς
5πίστεως τὸ θεῖον ἀποστερῶν· αὕτη γὰρ ἐναργὴς ἱερο‐ συλία, κἂν σὺ κἂν ὁ δεῖνα διαρραγῆτε ψευδόμενοι‘· γενικώτερον μὲν γάρ ἐστι τὸ λαμβάνειν ἐξ ἱεροῦ τινα, εἰδικώτερον δὲ τὸ τάδε ἢ τάδε τὰ σκεύη ὀνομά‐ ζειν. τῷ μὲν οὖν φεύγοντι συμβαλεῖται τὰ εἰδικὰ
10διεξιέναι τῶν ὀνομάτων, ἵνα διὰ τῆς ἀπαριθμήσεως τούτων τὸ καθ’ ἑαυτὸν ἐπικρύψαι δυνηθείη· τῷ δὲ κατηγόρῳ τὰ γενικά, περιληπτικώτερα γὰρ ὄντα τῶν εἰδικῶν συμπεριλαμβάνει καὶ τὰ παρὰ τοῦ φεύγοντος τετολμημένα.
15 Μετὰ δὲ ταῦτα ἐπάξει τὸν συλλογισμὸν ὁ κατήγο‐ ρος, 〈ὃσ〉 ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἐοικέναι πως τῷ διαλεκτικῷ συλλογισμῷ· ὥσπερ γὰρ ἐκεῖνος συνάγει τόδε κατὰ τοῦδε—οἷον ὅτι πᾶν ζῷον ἔμψυχον, πᾶν ἔμψυχον οὐσία, πᾶν ἄρα ζῷον οὐσία, συνάγει οὖν τὴν
20οὐσίαν κατὰ τοῦ ζῴου—, οὕτω καὶ ὁ ῥητορικὸς συλ‐ λογισμὸς συνδετικὸς ὢν τοῦ τε ὅρου καὶ τοῦ ἀνθο‐ ρισμοῦ συνάγει τὸ λεῖπον καὶ τὸ πεπραγμένον. τοῦ γὰρ ὅρου ἐκ τῶν λειπόντων συνεστῶτος καὶ τούτοις ὡς ἐδείξαμεν ἰσχυριζομένου τοῦ δὲ ἀνθορισμοῦ ἐκ
25τῶν πεπραγμένων ὁ συλλογισμὸς ἀμφότερα συνδεῖ καί
φησιν ὡς ἴσον ἐστὶν ἢ οὐδὲν διαφέρει τοιῶσδε 〈ἢ105

107

τοιῶσδε〉 ὑβρίζειν εἴς τινα ἢ ἀδικεῖν. ἐὰν μὲν οὖν μὴ πολὺ λείπηται τὸ παρὰ τοῦ φεύγοντος εἰργασμένον τοῦ παρὰ τοῦ κατηγόρου λεγομένου, ἐροῦμεν ὡς ‘ἴσον ἐστὶ τόδε τῷδε‘· τὸ γὰρ ἐπανατείνεσθαι συνεχῶς κατ’
5αὐτοῦ τὰς χεῖρας ἴσον ἐροῦμεν τῇ διὰ τῶν πληγῶν ὕβρει· ἐὰν δὲ πολὺ λείπηται, ἐροῦμεν ὡς ‘οὐδὲν δια‐ φέρει‘, ὡς ἐπ’ ἐκείνου νόμος τὸν ἐξιόντα στρατηγὸν ἐπὶ πόλεμον εἰ ἔχοι θυγατέρα παρατίθεσθαι τῷ συ‐ στρατήγῳ καὶ νόμος τὸν βιασάμενον χιλίας διδόναι,
10ἐξιών τις ἐπὶ πόλεμον στρατηγὸς παρέθετο τῷ συ‐ στρατήγῳ τὴν θυγατέρα κατὰ τὸν νόμον, λαβὼν ἐκεῖνος ἐβιάσατο, ἐπανελθὼν ὁ στρατηγὸς κρίνει αὐτὸν δημοσίων ἀδικημάτων, ὁ δὲ ὡς βιασάμενος ἀξιοῖ τὰς χιλίας διδόναι· ἐνταῦθα γὰρ ἐπειδὴ τὸ λέγειν ὡς
15‘ἴσον ἐστὶ τὸ βιάσασθαι τοῦ στρατηγοῦ τὴν θυγατέρα τῷ λιμένας καὶ τείχη προδοῦναι‘ δοκεῖ πως ἀναίσχυν‐ τον εἶναι, ἐροῦμεν ὡς ‘οὐδὲν διαφέρει τοιῶσδε ἢ τοιῶσδε τὴν πόλιν ἀδικεῖν· στρατηγοῦ γὰρ παρανο‐ μοῦντος ἡ χώρα σύμπασα τῶν ἀδικημάτων ἀνάπλεωσ‘.
20πλατύνεται δὲ ὁ συλλογισμὸς τῷ ἀπὸ τοῦ τέλους τόπῳ καὶ ἐκφράσει· τῷ μὲν ἀπὸ τοῦ τέλους, οἷον ὡς ἐπὶ τοῦ φιλοσόφου ‘σκοπεῖτε γάρ, τίς ἡ καθαίρεσίς ἐστι τοῦ τυράννου, πότερον τὸ φόνους ἐργάζεσθαι παμπόλλους ἢ τὸ τὴν πόλιν ἐλευθέραν ἀποδεῖξαι τῶν
25ἐκ τυραννίδος χαλεπῶν. ἐγὼ μὲν γὰρ οἶμαι τοῦτο. εἰ
γὰρ οἱ φόνοι τὴν τυραννοκτονίαν ἐβεβαίουν, ἔδει καὶ106

108

τοὺς ἀνδροφόνους ταῖς τῶν τυραννοκτόνων τιμᾶσθαι δωρεαῖς· νῦν δὲ οἱ μὲν τὰς ἐκ τῶν νόμων ὑπέχουσι τιμωρίας, οἱ δὲ τοὺς δήμους ἐλευθεροῦντες πανταχοῦ τίμιοι, ὅπερ ἐμοὶ τετολμημένον εὑρήσεισ‘, εἶτα συνάψει
5τὴν ἔκφρασιν ἐκφράζων ὅσα διὰ τὴν ἀπαλλαγὴν τοῦ τυράννου κατέχει τὴν πόλιν ἀγαθὰ ‘σκέψασθε γάρ, ἡλίκη περιέστηκεν εὐδαιμονία τὴν πόλιν ἀντὶ τῆς πρότερον βαρυδαιμονίας· νεῲ μὲν καὶ τεμένη θεῶν τῆς προσηκούσης θεραπείας τυγχάνουσι παρὰ τῶν εὖ
10βεβιωκότων, βουλὴ δὲ τὰ λυσιτελοῦντα τῇ πόλει προ‐ βουλευσαμένη τὸν δῆμον ἐπιψηφίζειν ὅσα τοῖς εὐνο‐ μουμένοις πρόσφορα καταναγκάζει, καὶ οἱ μὲν εὖ δρῶντες τὴν πατρίδα περίβλεπτοι καθεστήκασιν ἐπὶ ταῖς τιμαῖς, οἱ δὲ τῆς μοχθηρίας ἐρασταὶ τὰς κατ’
15ἀξίαν 〈ἐκ〉 τῶν νόμων ὑπέχοντες τιμωρίας σωφρονε‐ στέρους ἀεὶ τοὺς τῶν παραπλησίων ἐφιεμένους ἀπερ‐ γάζονται. εἶτα τὸν τῆς τοσαύτης τῶν ἀγαθῶν φορᾶς ἐμπλήσαντα τὴν πόλιν οὐ φήσει τις ἄξιον εἶναι τῆς δωρεᾶς· καὶ πῶς οὐκ ἄτοπον;‘ λύεται δὲ ὁ συλλο‐
20γισμὸς ὑπὸ τοῦ φεύγοντος μεταλήψει, οἷον ‘ἀλλ’ οὐχὶ τὸ πεῖσαι τὸν τύραννον λόγοις ἤδη καὶ τυραν‐ νοκτονίαν ὀνομαστέον· ἐκποδὼν μὲν γὰρ ἐκεῖνος τῷ τεθνάναι καταστὰς τῶν τε περὶ τοὺς πολίτας ἀδικη‐ μάτων ἀξίαν ὑπεῖχε τὴν δίκην καὶ τὸ λοιπὸν ἐλευθέ‐
25ραν δέους ἀπειργάζετο τὴν πόλιν, ἔτι δὲ περιὼν ἀτιμώρητόν τε τὴν πονηρίαν ἐπιδείκνυσι καὶ μικρὸν ὕστερον πάλιν δορυφόρους συλλέξει καὶ τὴν ἀκρόπολιν
αὖθις περισκοπήσει‘ καὶ τὰ τοιαῦτα.107

109

Ἕπεται τῷ συλλογισμῷ ἡ τοῦ νομοθέτου γνώμη, κοινὸν ἀμφοτέρων τῶν μερῶν κεφάλαιον· εἰ μὲν οὖν ἔχοιμεν νόμον συνηγοροῦντα τῷ προκειμένῳ πράγματι, θέντες αὐτοῦ τὸ ῥητὸν οὕτω τὴν διάνοιαν αὐτοῦ
5ἐξετάσομεν διὰ πάντων συναγωνιζόμενον ἡμῖν τὸν νομοθέτην ἐπιδεικνύντες· εἰ δὲ μὴ ἔχοιμεν νόμον, ἐπὶ τὰς καλουμένας εὐλόγους αἰτίας καταδραμούμεθα ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα καὶ τῆς τοῦ νομοθέτου διανοίας οὐ πόρρω τῶν ἡμῖν πεπραγμένων
10βλεπούσης, ὥσπερ καὶ ὁ Δημοσθένης ἀπορῶν νόμου πρὸς τὰς εὐλόγους αἰτίας μεταβαίνει καί φησι ‘τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστόσ‘ καὶ τὰ ἑξῆς, καὶ πάλιν ἀλλαχοῦ ‘τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι τὸ χάριν
15τούτων ἀποδοῦναι παρανόμων γράφῃ‘. πλατύνομεν δὲ τὴν γνώμην τοῦ νομοθέτου τῇ τε ἐξετάσει τοῦ προ‐ κειμένου νόμου εἰ ἔχομεν καὶ ταῖς εὐλόγοις αἰτίαις τῶν τε ὁμοίων νόμων τῇ παραθέσει. Μετὰ δὲ ταῦτά ἐστιν ἡ πηλικότης, κοινὸν κεφά‐
20λαιον, ὅπερ καλοῦσιν ἔνιοι καὶ ‘μέγα καὶ ποσόν‘. περιέχει δὲ αὔξησιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ καὶ ἡ προβολή, διαφέρει δὲ τῇ τε τάξει καὶ τῷ ἐκεῖ μὲν ὡς ὁμολογουμένων αὐτῶν αὔξησιν γίνεσθαι, ἐν‐ ταῦθα δὲ μετὰ κατασκευῆς αὐτὰ τιθέναι καὶ τρόπον
25τινὰ ἀνακεφαλαίωσιν εἶναι τῶν ἐν τῇ προβολῇ ῥηθέν‐ των τὴν πηλικότητα. οὐ πᾶσιν οὖν τοῖς περιστατικοῖς
μορίοις ἐπεξελεύσεται, μόνῳ δὲ τῷ περιέχοντι ποσῷ·108

110

ὁ μὲν γὰρ κατήγορος ἀεὶ τοῖς πεπραγμένοις ἰσχυριζό‐ μενος ἐν τῇ πηλικότητι καὶ τὰ λείποντα ὑπὸ τοῦ πεπραγμένου δείξει περιεχόμενα καὶ τὸ πᾶν μέγεθος αὐτῷ περιθήσει, ὁ δὲ φεύγων τοὐναντίον μειώσει τὸ
5πεπραγμένον καὶ μᾶλλον ὑπὸ τῶν λειπόντων αὐτὸ δείξει περιεχόμενον, οἷον ὁ μὲν φιλόσοφος ἐρεῖ κατη‐ γόρου τάξιν ἐπέχων ἐν δωρεᾶς αἰτήσει τῷ πρῶτος λέγειν ‘λογίσασθε γάρ, ὦ ἄνδρες, πότερον ἡ τυραν‐ νοκτονία τὴν εὐνομίαν περιέχει καὶ τὴν ἐλευθερίαν,
10ἢ τοὐναντίον τῶν νόμων ἡ βεβαιότης καὶ τὸ τῆς γνώμης τῶν εὖ πολιτευομένων ἐλεύθερον οὐδὲ τὴν ἀρχὴν ἔφεσίν τινα τυραννίδος ἐγγίνεσθαι τοῖς ἐνοι‐ κοῦσι συγχωρεῖ. ἐγὼ μὲν γὰρ οἶμαι τοῦτο. ἀναιρεθεὶς μὲν γὰρ ὁ τύραννος πολλοὺς ἴσως ἕξει τοὺς διὰ συγ‐
15γένειαν ἢ φιλίαν τὰ παραπλήσια κατὰ τῆς πατρίδος φρονήσοντας καὶ τυραννίδος ἐργαστήριον τὴν πόλιν ἡμῖν ἐπιδείξοντας, φρονήσας δὲ τὰ βέλτιστα καὶ τὴν ἀδικίαν τῶν κακῶν τὸ κεφάλαιον ἐγνωκὼς οὔτ’ αὐτὸς τούτοις ἐπιχειρεῖν ἅπερ ἔσχατα τῶν κακῶν οἴεται τολ‐
20μήσει οὔτ’ ἄλλον τινὰ τοιαῦτα κακουργοῦντα περι‐ όψεται‘. τούτοις μὲν οὖν καὶ τοῖς τοιούτοις λογισμοῖς ὁ φιλόσοφος χρώμενος τὸ παρ’ αὐτοῦ πεπραγμένον μέγα τε καὶ περιέχον ἀποδείξει, ὁ δὲ ἀντιλέγων κατὰ μείωσιν προάξει τὴν πηλικότητα καὶ μᾶλλον τὸ λεῖπον
25περιεκτικώτερον ἀποδείξει τοῦ πεπραγμένου λέγων ‘εἶτα τῶν ὅπλων οὐχ ἁψάμενος, οὐ τὸν τύραννον ἀπεκτονώς, οὐ κίνδυνον οὐδένα κινδυνεύσας ὑπὲρ τῆς
πατρίδος τῶν ἀριστέων αἰτεῖς τὰς δωρεάς; καὶ πῶς109

111

οὐκ ἀλόγιστον; οὐ γάρ, εἰ δεδοικὼς ἐκεῖνος τοὺς ἐφεδρεύοντας αὐτῷ τῶν πολιτῶν καὶ τὸ τῆς τύχης εὐμετάβολον ὑφορώμενος τοῖς παρὰ σοῦ πείθεσθαι λόγοις ἐσκήψατο, ἤδη που καὶ τῶν τυραννοκτόνων
5καρποῦσθαι τὰ γέρα δίκαιος ὑπάρχεις. ἐκεῖνοι μὲν γὰρ τὴν παρανομίαν ἐκκόψαντες καὶ κακῶν Ἰλιάδος τὴν πόλιν ἐλευθερώσαντες εἰκότως σοβαροὶ παρίασιν ἐπὶ τὸ βῆμα τῷ μεγέθει τῶν κινδύνων ἐφάμιλλον κομίζεσθαι καὶ τὴν δωρεὰν ἐσπουδακότες, σὺ δὲ τιμω‐
10ρίας ἐλεύθερον τὸν κοινὸν ἀλάστορα τῆς χώρας ἀφεὶς καὶ διαδρᾶναι τὸν λυμεῶνα παρεσκευακὼς σεμνόν τι διαπεπρᾶχθαι νομίζεις.‘ ἔστι δὲ τὸ κεφάλαιον ἐπι‐ λογικὸν καὶ θαυμάζειν οὐ χρή, εἰ καὶ ἐν μέσοις τοῖς ἀγῶσιν ἐπιλογίζεσθαι δεῖ· καὶ γὰρ ὁ Δημοσθένης ἐν
15τῷ κατὰ Ἀριστοκράτους πρῶτον θεὶς τὸ νόμιμον ἐπι‐ λογίζεται, εἶτα τὸ δίκαιον ἐξετάσας καὶ ἐπιλογισάμενος πάλιν τὸ πρέπον διεξελθὼν ἐπιλογίζεται. ἔξεστιν οὖν καὶ κατὰ κεφάλαιον ἐπιλογίζεσθαι καὶ μετὰ τὴν πλή‐ ρωσιν τῶν ἀγώνων ἐπάγειν τοὺς ἐπιλόγους, ὡς ἐν τῷ
20κατὰ Τιμοκράτους ὁ ῥήτωρ ποιεῖ. Μετὰ δὲ ταῦτά ἐστι τὰ πρός τι, ἅπερ καὶ συγκρι‐ τικὰ καλοῦσιν ἔνιοι· ὡς γὰρ καὶ τὸ ὄνομα δηλοῖ, τὴν πρὸς ἕτερα σχέσιν ἐξετάζομεν ἐν αὐτῷ, καὶ ὁ μὲν κατήγορος μείζονα τὰ πεπραγμένα τῶν λειπόντων
25δείκνυσιν ὁ δὲ φεύγων τὰ λείποντα τῶν πεπραγ‐ μένων. ὅταν δὲ πάνυ μείζονα ᾖ τὰ πεπραγμένα,
ἐπειδὴ ἀναίσχυντόν ἐστι τὸ λέγειν μείζονα εἶναι τὰ110

112

λείποντα τῶν πεπραγμένων, ἐὰν μὲν ᾖ τὸ ζήτημα ἱστορικόν, παραδείγματα ὅμοια κινήσομεν κἀκείνων μείζονα δείξομεν τὰ παρὰ τοῦ φεύγοντος καθ’ ἡμῶν τετολμημένα, ὥσπερ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου
5πεποίηκεν—βουλόμενος γὰρ δεῖξαι χαλεπώτατα καὶ φόνοις ὅμοια τὸν Μειδίαν διὰ τοῦ κονδύλου τετολμη‐ κότα πιστοῦται διὰ παραδειγμάτων, ὅτι πολλοὶ διὰ πληγὴν ἀγανακτήσαντες ἐφόνευσαν τοὺς τυπτήσαντας καί φησιν ‘ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος
10ἀδελφὸν ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ καὶ συνόδῳ κοινῇ διὰ πληγὴν μίαν‘—· ἐὰν δὲ μὴ ᾖ τὸ ζήτημα ἱστορικόν, λογισμοῖς αὐτὸ μεθοδεύσομεν, οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ συνεχῶς ἐπανατεινομένου τὰς χεῖρας, εἰ γὰρ καὶ τὸ τυπτῆσαι μεῖζον εἶναι δοκεῖ τοῦ ἐπανα‐
15τείνεσθαι, ἀλλ’ οὖν βιαιότερον ἐπιχειροῦντες ἔλαττον αὐτὸ δείξομεν τῷ λόγῳ λέγοντες ‘αἴθε γὰρ ἐπάγων συνεχῶς οὑτοσὶ τὰς χεῖρας ἔπληξεν, αἴθε τὴν ἄτιμον ἐπάταξε πληγήν, ὡς εὐθέως ἂν ἐπικουροῦντος ηὐτύ‐ χουν τοῦ νόμου καὶ δίκην αἰκίας εἰσπραξάμενος αὐτός
20τε τῆς ὕβρεως ἀνεπεπαύμην καὶ ὁ σοβαρὸς ἡμῖν ἐπὶ τῷ πλούτῳ ταπεινότερος γενόμενος ἐσωφρόνει· νυνὶ δὲ ἡ συνεχὴς ἐπανάτασις τῶν χειρῶν ἐμοί τε τὸ τῆς ὕβρεως ἀφορητότερον καθίστη καὶ τὸν αἰκιζόμενον ἀτιμώρητον διαφεύγοντα ἐπεμβαίνειν ὁσημέραι τῷ
25πένητι παρεκάλει· μοχθηρία γὰρ ἀνυπεύθυνον ἔχουσα τὴν ἐξουσίαν ἀνύποιστος.‘ ὁρᾷς ὡς τὸ περιφανῶς μεῖζον ἔλαττον ἀποδέδεικται τῇ μεθόδῳ. τούτοις οὖν καὶ τοῖς τοιούτοις λογισμοῖς ἐπὶ τῶν δοκούντων ἀναι‐
σχύντων εἶναι πρός τι χρηστέον.111

113

Μετὰ δὲ ταῦτα ἐμπίπτει γνώμης αἴτησις παρὰ τοῦ κατηγόρου κινουμένη λυομένη δὲ ὑπὸ τοῦ φεύγοντος χρώματι, οἷον ἐπὶ τοῦ ἱεροσύλου τοῦ ὑφελομένου τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ‘ἀλλ’ εἴπερ μὴ ἱεροσυλεῖν
5ἐβούλου, τίνος ἕνεκεν οὐ πρὸς ἰδιώτου παρελθὼν οἰκίαν ἐλῄστευες;‘ ὁ τοίνυν φεύγων πρὸς τὴν αἴτησιν τῆς γνώμης κινήσει χρῶμα συγγνωμονικόν, ὡς ‘λαθεῖν ἤλπιζον μᾶλλον ἐξ ἱεροῦ χρήματα λαμβάνων· οἱ γὰρ φύλακες ἐν ἑορταῖς ἀεὶ καὶ μέθαις ὄντες ἀπερίοπτοι
10τῶν φυλαττομένων εἰσί, τὰ δὲ οἴκοι κείμενα φυλάκων 〈καὶ〉 προφυλάκων ἀξιοῦται παμπόλλων‘. κινήσει δὲ καὶ ὁ φιλόσοφος γνώμην—εἴρηται γὰρ ὡς ἐν ταῖς αἰτήσεσι τῶν δωρεῶν ὁ πρῶτος λέγων κατηγόρου τάξιν ἐπέχει ὁ δὲ ἀντιλέγων τὴν τοῦ φεύγοντος—, ὁ
15τοίνυν φιλόσοφος κινήσει τοιάνδε γνώμην ‘ἀλλ’ εἴπερ μὴ καθελεῖν ἔσπευδον τὴν τυραννίδα, τίνος ἕνεκεν ἐμαυτοῦ περιφρονήσας ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν καὶ λόγοις ἐλαύνειν τὸν τύραννον ἐπειρώμην, ὃν ὁπλιτῶν φάλαγγες τόσαι καὶ τόσαι μέχρι καὶ τήμερον ἔδρασαν
20οὐδὲ ἕν;‘ ὁ δὲ ἀντιλέγων πρὸς ταῦτα κινήσει χρῶμα κατὰ διάνοιαν τοιάνδε ‘ἀλλ’ ἤδη σαθρὰν ἐγνωκὼς εἶναι τὴν τυραννίδα πείθειν τετόλμηκας ἄνθρωπον αἱρετωτέραν ἤδη τῆς ἄκρας ἡγούμενον τὴν φυγήν.‘ ἰστέον δὲ ὡς τινὰ μὲν τῶν ἐν τοῖς ὁρικοῖς ζητήμασι
25χρωμάτων ῥᾴδιόν ἐστιν εὑρεῖν τινὰ δὲ οὐ, ἅπερ καὶ ἄπορα χρώματα καλοῦσιν οἱ τεχνικοί, ὡς ἐπὶ τοῦ 〈τὸ〉
κενοτάφιον διορύξαντος καὶ κρινομένου τυμβωρυχίας112

114

ἐπί τε τοῦ εὐνούχου τοῦ κρινομένου μοιχείας. ὅταν οὖν δυσχερὲς ᾖ χρῶμα εὑρεῖν τῷ φεύγοντι καὶ ἄπορον ᾖ πρὸς τὴν αἴτησιν τῆς γνώμης ἀποκρίνεσθαι, τοιῷδε λογισμῷ κεχρῆσθαι προσήκει καὶ βιαιότερον ἐπάγειν
5τὸ χρῶμα κατὰ διάνοιαν, ὡς ‘δίκαιόν ἐστι πρὸς τὴν τῶν πραγμάτων ἑκάστοτε φύσιν ἀποβλέπειν καὶ τὰ ὀνόματα σαφῶς ἐξετάζειν, ἐπὶ τίσιν ὁ νομοθέτης ταῦτα διώρισεν. πρόδηλον γὰρ ὡς τυμβώρυχον μὲν ἀναγο‐ ρεύει τὸν κέρδους ἕνεκα τὰς τῶν κειμένων διορύτ‐
10τοντα θήκας καὶ ταύτας ἐσθῆτος ἢ χρυσίου γυμνὰς ἀποδείξαντα· ἐγὼ δὲ οὐδὲν ὁτιοῦν εἰληφὼς ἐκ τοῦ τάφου πεφώραμαι‘, 〈καὶ〉 πάλιν ‘ὁ νομοθέτης μοιχοὺς ἀποκαλεῖ τοὺς τῶν γυναίων τὴν σωφροσύνην διαφθεί‐ ροντας καὶ παῖδας ἐξ ὧν ἥκιστα θέμις ποιουμένους,
15οὐχὶ τοὺς σπείρειν ἀδυνατοῦντας καὶ τοῖν γενοῖν ἑκατέρου διὰ δυσδαιμονίαν τὴν φύσιν ἀρνησαμένους. τίς γὰρ ἂν τῶν ἀδυνάτων ἐρῴη; τίς δ’ ἂν ἀδικεῖν μὴ δυνάμενος τὰς τῶν πλημμελούντων ἀγαπῴη προση‐ γορίας;‘
20 Μετὰ δὲ ταῦτα ἐμπίπτουσιν ἐν τοῖς ὁρικοῖς προ‐ βλήμασιν ἀντιθέσεις ἀντιθετικαί τε καὶ μεταληπτικαὶ ὁρικαί τε καὶ στοχαστικαί. λύονται δὲ αἱ μὲν ἀντι‐ θετικαὶ μεταλήψει, 〈αἱ δὲ μεταληπτικαὶ ἀντιλήψει,〉 αἱ δὲ ὁρικαὶ ἀνθορισμῷ τε καὶ συλλογισμῷ, αἱ δὲ
25στοχαστικαὶ βουλήσει 〈καὶ〉 δυνάμει. οὐκ ἐν πᾶσι δὲ τοῖς ὁρικοῖς προβλήμασιν αἱ ἔξωθεν ἀντιθέσεις ἐμ‐
πίπτουσιν· τῶν γὰρ ὅρων 〈ἢ〉 κατὰ ἐνέργειαν ὄντων113

115

ἢ κατὰ πρόσωπον ἢ κατὰ τόπον—κατ’ ἐνέργειαν μέν, ὡς ἐπὶ τοῦ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ὑφελομένου καὶ κρινομένου ἱεροσυλίας, κατὰ πρόσωπον δέ, ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ὡς μοιχὸν ἀνελόντος, κατὰ τόπον
5δέ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος—ἐπὶ μόνων τῶν κατ’ ἐνέργειαν καὶ κατὰ πρόσωπον ὄντων ὁρικῶν προβλημάτων ἔξωθεν κινοῦνται ἀντιθέσεις, ὥσπερ ἐπί τε τοῦ ἱεροσύλου ἡ συγγνωμονικὴ ὡς ἔφα‐ μεν καὶ αὖθις ἐπὶ τοῦ εὐνούχου συγγνωμονικὴ ἔρωτα
10μόνης ὄψεως αἰτιωμένου καὶ ἐπὶ τοῦ συνεχῶς ἐπανα‐ τεινομένου πλουσίου ἀντιληπτικὴ λέγοντος ὡς ‘ἔξεστιν ὅπως ἄν τις βούλοιτο κινεῖν τὼ χεῖρε, παίειν δὲ προ‐ πετῶς εἴργουσιν οἱ νόμοι‘· ἃς ὁ κατήγορος ἁπάσας λύσει μεταλήψει· λυτικὴ γὰρ πασῶν τῶν δικαιολογι‐
15κῶν ἡ μετάληψις. Ἡ μὲν οὖν τῶν πάντῃ ἁπλῶν ὁρικῶν προβλημά‐ των διαίρεσις τοιαύτη τίς ἐστιν. ἰστέον δὲ ὅτι οἱ ἔχοντες ὅροι ἄλλο μὲν τὸ κρινόμενον ἄλλο δὲ τὸ ζητούμενον—ὡς ἐπὶ τοῦ εὐνούχου τοῦ διὰ μοιχείαν
20ἀνῃρημένου καὶ τοῦ Ἀθηναίου ἀθλητοῦ τοῦ ὡς ἀπό‐ λιδος κωλυθέντος ὑπὸ Ἠλείων ἀγωνίζεσθαι—ἁπλοῖ μέν εἰσι τῷ ἔχειν ἁπλᾶ τὰ κεφάλαια, διαφέρουσι δὲ αὐτῶν τῷ ἐναλλάττεσθαι τῶν ἀγωνιζομένων τὴν τάξιν ἐν αὐτοῖς· ἕως μὲν γὰρ τὰ κρινόμενα λέγουσι, φυλάτ‐
25τουσι τὴν τάξιν ὅ τε κατήγορος καὶ ὁ φεύγων, ἐπει‐114

116

δὰν 〈δὲ〉 τὸ ζητούμενον ἐξετάζωσι, τότε τὴν τάξιν ἐναλλάττουσιν, ὥσπερ ἐν τῷ ἐμπίπτοντι στοχασμῷ, καὶ ὁ μὲν κατήγορος ἀπολογούμενος γίγνεται ὁ δὲ φεύγων διώκων· οἷον ἐπὶ τοῦ εὐνούχου ὁ μὲν κατή‐
5γορος χρήσεται τῇ προβολῇ λέγων ὅτι ‘φονεὺς εἶ καὶ δίκην ἄξιος ὑποσχεῖν εὐνοῦχον ὡς μοιχὸν ἀπεκτονώς, ὃν ἡ φύσις μοιχεύειν οὐκ εἴα‘, εἶτα ὁ φεύγων τῷ ὅρῳ χρήσεται ‘ἀλλ’ οὐκ ἐφόνευσα, τοῦτο γὰρ ἀδίκου πράγματος ὄνομα‘, μετὰ δὲ τοῦτο ἐναλλάττουσι τὴν
10τάξιν καὶ ὁ φεύγων τὴν τοῦ κατηγόρου τάξιν ἀναλα‐ βὼν τοῖς ἐκείνου χρήσεται κεφαλαίοις καὶ ἀνθορισμὸν κινήσει λέγων 〈ὡσ〉 ‘ἀλλὰ μοιχὸν ἀπεκτονὼς [ὡς] κατὰ τὸν νόμον ἥκιστα δίκαιος ὑπέχειν εὐθύνασ‘, εἶτα ὁ πρότερον κατήγορος πρὸς τὴν ἀπολογίαν ὑπὲρ τοῦ
15εὐνούχου χωρῶν τῷ ὅρῳ χρήσεται ἐκ τῶν λειπόντων ὡς πολλάκις εἴρηται συνεστηκότι ‘καὶ τίς ἂν φαίη τὸν εὐνοῦχον γεγονέναι μοιχόν, γονῆς ἔρημον, σπέρματος ἄπορον, εἰ μὴ καὶ τὰς ἡμιόνους σπείρειν ἐντελῆ καὶ κυεῖν πεισόμεθα;‘ εἶτα τὸν συλλογισμὸν ἐξ ἀντιθέ‐
20σεως ἑαυτῷ κινήσει ‘ἀλλ’ ἴσον, φησίν, ἐστὶ τὸ πλησιάσαι παρὰ τὸν νόμον ἑτέρου γαμετῇ τῷ μοιχεύειν‘, τοῦτον δὲ λύσας λογισμοῖς τῶν λοιπῶν κεφαλαίων τῇ τάξει χρήσεται. παραπλησίως δὲ καὶ ὁ τὸν ἄπολιν μελετῶν διαιρήσει.
25Καθόλου δὲ οἱ μὲν διπλοῖ τῶν ἁπλῶν διαφέρουσι
τῷ ἔχειν ἁπλᾶ τὰ κεφάλαια, ἰδίως δὲ ὁ ἀντονομάζων115

117

διαφέρει τῶν ἁπλῶν τῷ ἐν μὲν τοῖς ἁπλοῖς ἄρνησιν εἶναι μόνον τοῦ ἐπιφερομένου, ἐνταῦθα δὲ ἄρνησιν μὲν τοῦ ἐπιφερομένου ἀντεισαγωγὴν δὲ ἐλάττονος ἀδικήματος· ὥσπερ ὁ ἐξ ἱεροῦ τὰ ἰδιωτικὰ ὑφελόμενος
5τὸ μὲν ἱερόσυλος εἶναι ἀρνεῖται κλέπτην δέ φησιν ἑαυτόν· διὰ τοῦτο γὰρ καὶ τῆς τοῦ ἀντονομάζοντος τετύχηκε προσηγορίας τὸ εἶδος τοῦτο τοῦ ὅρου, διότι ἑκάτερος τῶν ἀντιδίκων ἐκβάλλων τὸ ὑπὸ τοῦ ἑτέρου λεγόμενον ἕτερόν τι ὄνομα τῷ ἀδικήματι ἐπάγει ὁ μὲν
10κλοπὴν ὁ δὲ ἱεροσυλίαν. ἐν ὅσῳ μὲν 〈οὖν〉 τὸ λεῖπον ἐξετάζεται, κατὰ φύσιν προβαίνει τῶν ὁρικῶν κεφα‐ λαίων ἡ διαίρεσις τοῦ τε κατηγόρου καὶ τοῦ φεύγον‐ τος τοῖς οἰκείοις κεχρημένων, ὡς ἔφαμεν ἐν τῇ διαι‐ ρέσει· ἐπειδὰν δὲ εἰς τὸ πεπραγμένον μεταβῶσιν,
15ἐναλλάττουσι τὰ κεφάλαια καὶ τῷ μὲν ἀνθορισμῷ καὶ συλλογισμῷ ὁ φεύγων κέχρηται, τῷ 〈δὲ〉 ὅρῳ 〈ὁ〉 κατήγορος, ὡς ἐπὶ τοῦ ἐξ ἱεροῦ ὑφελομένου τὰ ἰδιω‐ τικὰ χρήματα. ἔνιοι δὲ τῶν σοφιστῶν ἀμαθαίνοντες κατὰ ἀνθορισμὸν αὐτὸν καλοῦσιν ὡς καὶ τῶν ἁπλῶν
20μὴ ἐχόντων ἀνθορισμόν, οἱ δὲ κατὰ τέσσαρας ὅρους, ἐπειδὴ δύο ὅρους ἔχει καὶ δύο ἀνθορισμούς· οἷς οὐδαμῶς προσεκτέον. Δεύτερος δὲ τῶν διπλῶν ὅρων ἐστὶν ὁ κατὰ σύλ‐ ληψιν, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ τὸν κατή‐
25γορον ἐν αὐτῷ ἄμφω τὰ ἐγκλήματα συλλαμβάνειν, τό τε παρ’ αὐτοῦ ἐπαγόμενον τῷ φεύγοντι καὶ ὅπερ ὁ
φεύγων ἀντιπροβάλλεται· οὐ γὰρ ὥσπερ ἐν τῷ ἀντο‐116

118

νομάζοντι ἐκβάλλει μὲν τὸ ὑπὸ τοῦ φεύγοντος ὁμολο‐ γούμενον ὡς μικρόν—τὴν κλοπήν—, μεῖζον δέ τι κατ’ αὐτοῦ πειρᾶται κατασκευάζειν—τὴν ἱεροσυλίαν—. κοινωνεῖ δὲ τῷ ἀντονομάζοντι τῷ τε διπλοῦς εἶναι
5καὶ δύο περιέχειν ἐγκλήματα, διαφέρει δὲ αὐτοῦ, ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι τὸ ὑπὸ τοῦ φεύγοντος λεγό‐ μενον ἕπεται τῷ ὑπὸ τοῦ κατηγόρου ἐγκαλουμένῳ ὥσπερ τὰ εἴδη τοῖς γένεσιν—ἕπεται γὰρ ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ, οὐκ ἀναστρέφει δέ, εἴ τις μὲν γὰρ ἱερόσυ‐
10λος, οὗτος καὶ κλέπτης, οὐ πᾶς δὲ κλέπτης ἱερόσυλος, ὥσπερ καὶ ὁ ἄνθρωπος ἕπεται τῷ ζῴῳ, εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον, οὐκ εἴ τι δὲ ζῷον, τοῦτο 〈καὶ〉 ἄνθρωπος—, ἐν δὲ τῷ κατὰ σύλληψιν τὸ ἀνά‐ παλιν συμβαίνει· ἐὰν γὰρ τῶν ἐν τῷ ζητήματι δύο
15ἐγκλημάτων 〈μηδέτερον〉 μηδετέρῳ ἀκολουθῇ ἀλλὰ διεστῶτα ᾖ ἀπ’ ἀλλήλων, τότε γίνεται τὸ κατὰ σύλ‐ ληψιν εἶδος τοῦ ὅρου, ὥσπερ καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ποιεῖ· διεστώτων γὰρ πολὺ τῆς τε εἰς ἄνθρωπον ὕβρεως καὶ τῆς περὶ τὸν θεὸν ἀσεβείας
20αὐτὸς ἐν τῇ κατηγορίᾳ συλλαμβάνει ἄμφω καί φησι τὸν Μειδίαν αὐτόν τε ἠδικηκέναι τὰ μέγιστα καὶ περὶ τὸν θεὸν ἠσεβηκέναι. τοιοῦτόν ἐστι κἀκεῖνο τὸ ζήτημα τὸ κατὰ τοῦ στρατηγοῦ τοῦ βιασαμένου τὴν τοῦ πρεσβευτοῦ θυγατέρα καὶ κρινομένου δημοσίων ἀδικη‐
25μάτων· καὶ γὰρ ἐνταῦθα ὁ πρεσβευτὴς ἑαυτόν τε ἠδικῆσθαί φησι καὶ τὴν πόλιν σύμπασαν παρὰ τοῦ
στρατηγοῦ.117

119

Τρίτον ἐστὶν εἶδος τῶν διπλῶν ὅρων τὸ καλού‐ μενον ἐμπῖπτον, ὅπερ ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ δύο τινῶν ἐν αὐτῷ περιεχομένων ζητημάτων ἀπὸ τῶν πρός τι τοῦ πρώτου ζητήματος ἀνακύπτειν τὸ δεύτε‐
5ρον πρόβλημα, ὥσπερ ἐν τῷ ἐμπίπτοντι στοχασμῷ ἀπὸ τοῦ χρώματος 〈τοῦ προτέρου ζητήματοσ〉 ἐμπίπτει τὸ δεύτερον ζήτημα, οἷον νόμος τὸν ἐξειπόντα τὰ μυστήρια τεθνάναι, ὄναρ τις ἰδὼν τὰ μυστήρια ἐρώ‐ τησε μεμυημένον, εἰ οὕτως ἔχοι, ἐπένευσεν ἐκεῖνος καὶ
10ὡς ἐξειπὼν τὰ μυστήρια ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ δύο ὄντων τῶν ζητουμένων, τοῦ τε εἰ τὸ ἐπι‐ νεῦσαι ἐξειπεῖν ἐστι καὶ τοῦ εἰ μεμύηται ὁ ὄναρ ἑωρακώς, μέχρι τῶν πρός τι προελθούσης τῆς ἐξετά‐ σεως τοῦ προτέρου ζητήματος οὕτως ἐμπίπτει τὸ
15δεύτερον· ἔνθα δὴ καὶ τὴν τάξιν ἐναλλάττουσιν οἱ ἀγωνιζόμενοι, ὥσπερ ἐν τοῖς ἁπλοῖς ὅροις, ἐν οἷς ἄλλο μὲν τὸ κρινόμενον ἔφαμεν ἄλλο δὲ τὸ ζητού‐ μενον, καὶ ὁ μὲν κατήγορος γίνεται φεύγων ὁ δὲ φεύγων διώκων. ἀμέλει καὶ τῶν κεφαλαίων ἐναλλάτ‐
20τουσι τὴν διαίρεσιν· ζητούντων γὰρ αὐτῶν εἰ μεμύη‐ ται ὁ τεθεαμένος τὸ ὄναρ ὁ μὲν φεύγων τοῖς ἰδίοις τοῦ κατηγόρου χρήσεται κεφαλαίοις—ἀνθορισμῷ φημὶ καὶ συλλογισμῷ—κατασκευάζων ὅτι μεμύηται, ὁ δὲ πρότερον κατήγορος τῷ τοῦ φεύγοντος ὅρῳ ἀνατρέπων
25τὸ μεμυῆσθαι διὰ τοῦ ὀνείρου τὸν ἄνθρωπον. ζητη‐ τέον δὲ τίς ἡ διαφορὰ ἐμπίπτοντος ὅρου καὶ στο‐
χασμοῦ ἐμπίπτοντος· καὶ φαμὲν ὅτι ἐν μὲν στοχασμῷ118

120

ἀπὸ τοῦ χρώματος τοῦ προτέρου ζητήματος τὸ δεύ‐ τερον ἀναφαίνεται ζήτημα καὶ οἰκεῖόν ἐστι καὶ ἠρτη‐ μένον τοῦ προτέρου, καὶ αὐτὸ δὲ τὸ χρῶμα οὐχ ὁ λέγων ποιεῖ ἀλλ’ ἐν αὐτῷ κεῖται τῷ προβλήματι, ἐν δὲ
5τῷ ἐμπίπτοντι ὅρῳ τά τε ζητήματα ἄμφω κεχώρισται ἀλλήλων—μετὰ γὰρ τὰ πρός τι τὸ ἕτερον ἐξετάζεται ζήτημα φύσεως ἄλλης ὑπάρχον, ἄλλο γὰρ τὸ ζητεῖν τί τὸ ἐξειπεῖν καὶ ἄλλο τίς ἀμύητος—καὶ ἀπὸ τῶν πρός τι τοῦ πρώτου ζητήματος ἐμπίπτει τὸ δεύτερον
10ζήτημα. Τέταρτον δὲ εἶδος τῶν διπλῶν ὅρων τὸ κατὰ ἀμφισβήτησιν καλούμενον, ὅπερ καὶ κατὰ δύο πρόσωπα ὀνομάζουσιν, ὃ ὠνόμασται μὲν οὕτως, διότι περὶ ἑνὸς πράγματος ὑπ’ ἀμφοῖν εἰργασμένου ποιοῦνται τὴν
15ἀμφιβολίαν· κατὰ δύο δὲ πρόσωπα καλεῖται, οὐχ ὅτι καὶ ἐν τοῖς ἄλλοις ὅροις οὔκ εἰσι δύο πρόσωπα τὰ ἀγωνιζόμενα, ἀλλ’ ὅτι τὸ ἓν ἐνταῦθα πρᾶγμα ὑπὸ τῶν δύο εἴργασται τοῦ μὲν τὴν ἀρχὴν αὐτοῦ τοῦ δὲ τὸ πέρας πεποιηκότος, ὡς ἐπὶ τῶν δυοῖν ἐκείνων, ὧν
20ὁ μὲν τὸν τύραννον ἐδίωξε τῆς ἀκροπόλεως, ὁ δὲ συντυχὼν ἀνεῖλε, καὶ ἀμφισβητούντων ἀλλήλοις τῆς τοῦ τυραννοκτόνου δωρεᾶς. διαφέρει δὲ τῶν μὲν πάντῃ ἁπλῶν τῷ εἶναι διπλοῦς, τῶν δὲ ἄλλο τὸ κρι‐ νόμενον καὶ ἄλλο τὸ ζητούμενον ἐχόντων τῷ ἐν
25ἐκείνοις μὲν ὑπὸ τοῦ ἑτέρου τῶν ἀγωνιζομένων
πεπρᾶχθαι τὸ πρᾶγμα ἐνταῦθα δὲ ὑπὸ τῶν δύο119

121

προσώπων εἰργάσθαι, τῶν δὲ διπλῶν τῷ ἐκεῖ μὲν εἶναι διπλᾶ τὰ πράγματα ἐνταῦθα δὲ τὰ πρόσωπα διπλᾶ μίαν μὲν εἰργασμένα πρᾶξιν, κἀκεῖ μὲν μίαν εἶναι τὴν προβολὴν ἐνταῦθα δὲ δύο. ἐπειδὴ δὲ καὶ
5στοχασμοὶ κατὰ ἀμφισβήτησίν εἰσιν—ὡς ἐκεῖνος τύραννος νοσῶν καὶ ὑποπτεύσας εἰληφέναι φάρμακον παρὰ τοῦ οἰκείου ἰατροῦ μετεπέμψατό τινα τῶν ἐκ τοῦ δήμου ἰατρῶν ἀλεξιφάρμακον δώσοντα, ἔλαβεν, ἐτελεύτησεν ἐπὶ σημείοις φαρμάκων· νόμου κελεύοντος
10τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν ἀμφισβητοῦσιν ἀλλήλοις οἱ ἰατροὶ περὶ τῆς δωρεᾶς—, ζητητέον τίς ἡ διαφορὰ τούτου τε καὶ τοῦ κατὰ ἀμφισβήτησιν ὅρου. ἐν μὲν οὖν τῇ κατὰ στοχασμὸν ἀμφισβητήσει περὶ τοῦ προσώπου ποιούμεθα τὴν ζήτησιν, πότερος τῶν ἰατρῶν
15τυραννοκτόνος· ἐν δὲ τῇ ὁρικῇ ἀμφισβητήσει τὸ πρᾶγμα ζητοῦμεν, πότερον τὸ διῶξαι τῆς ἀκροπόλεως ἢ τὸ ἀνελεῖν τυραννοκτονία, καὶ τῷ μὲν λείπει τι τοῦ ὅλου πράγματος, τῷ δὲ πέπρακταί τι, συνελθόντα δὲ τὰ παρ’ ἑκατέρων γενόμενα ἓν τέλειον ἀποτελεῖ· πάντως
20οὖν ἡ ὁρικὴ ἀμφισβήτησις ἐκ λείποντός ἐστι καὶ πεπραγμένου. ἐν δὲ τῇ κατὰ ἀμφισβήτησιν πραγ‐ ματικῇ ἐπαινέσει μὲν καὶ τὸν συναμφισβητοῦντα ὁ φεύγων, ἑαυτὸν δὲ μᾶλλον ἄξιον ἀποφανεῖ τῆς τιμῆς, ὡς ἐπ’ ἐκείνου μετὰ τὰ Μηδικὰ ἔδοξεν ὑπὸ τοῦ
25ἀρίστου τῶν Ἑλλήνων βασιλεύεσθαι τὴν Ἑλλάδα καὶ120

122

ἀμφισβητοῦσι Θεμιστοκλῆς καὶ Παυσανίας. γνωστέον δὲ ὅτι πολλὰ τοιαῦτα προβλήματα ὁρικὰ εὑρίσκεται· ὥσπερ γὰρ ἐν στοχασμῷ ἄπειρα μὲν τὰ ἁπλᾶ, πολλὰ δὲ τὰ ἐκ προσώπων ἀτελῆ, ὀλίγα δὲ τὰ ἐκ πραγμάτων
5ἀτελῆ, προκατασκευαζόμενά τε καὶ ἐμπίπτοντα καὶ συνεζευγμένα, οὕτω καὶ ἐπὶ τῶν ὅρων τὰ μὲν ἁπλᾶ ἄπειρά ἐστι, τὰ δὲ ἀντονομάζοντα καὶ ἐμπίπτοντα ὀλίγα, πλεῖστα δὲ 〈τὰ〉 κατὰ δύο πρόσωπα, ἃ καὶ κατὰ ἀμφισβήτησιν ἔφαμεν. ἡ δὲ ὁρικὴ ἀμφισβήτησις
10γίγνεται καὶ κατὰ συμβουλὴν καὶ κατὰ τὸ δικανικὸν εἶδος. οὐ μόνον δὲ ἐκ λείποντος καὶ πεπραγμένου συνέστηκεν ὁ κατὰ ἀμφισβήτησιν ὅρος ἀλλὰ καὶ ἐκ πεπραγμένου μόνον, ὡς ἐπὶ τοῦ Κεφάλου καὶ Ἀριστο‐ φῶντος τῶν ἀμφισβητούντων τοῦ καλοῦ βίου, καὶ ἐκ
15λείποντος μόνον, ὡς ἐπὶ τοῦ μὴ γελῶντος καὶ κωλυο‐ μένου ἱερᾶσθαι. δοκεῖ δὲ καὶ τὸ κατὰ τὸν Κέφαλον ἐκ λείποντος εἶναι καὶ πεπραγμένου, λείποντος μὲν τοῦ κατὰ τὸν Κέφαλον μέρους τῷ μηδεμίαν γραφὴν φυγεῖν, πεπραγμένου δὲ τοῦ κατὰ τὸν Ἀριστοφῶντα
20τῷ πολλὰς φυγεῖν γραφὰς καὶ μηδεμίαν ἁλῶναι. οἱ μὲν οὖν μελετῶντες ὡς ὅρον τὸ κατὰ τὸν Κέφαλον πρόβλημα τῷ ἑτέρῳ μέρει οὐ προσάψουσιν ἐπαίνους, οἱ δὲ ὡς πραγματικὴν κατὰ ἀμφισβήτησιν ἐπαινέσουσι μὲν καὶ τὸν ἕτερον, ἑαυτοὺς δὲ μᾶλλον συστήσουσιν.
25ἐν μὲν οὖν πραγματικῇ ὥρισται ἡ αἴτησις τῆς δωρεᾶς, οἷον σίτησις ἢ εἰκὼν ἢ ἐχθροῦ ἀναίρεσις, ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἀόριστος ἡ δωρεά ἐστιν. οὐ μόνον
δὲ ἐν ὅρῳ κατὰ ἀμφισβήτησίν ἐστι προβλήματα ἀλλὰ121

123

καὶ ἐν πραγματικῇ καὶ ἐν ἀμφιβολίᾳ, σπανίως δὲ καὶ ἐν στοχασμῷ. καθόλου τοίνυν τὰ κατὰ ἀμφισβήτησιν προβλήματα γνωσόμεθα ποίας ἐστὶ στάσεως, εἰ μάθοι‐ μεν ὅτι ὁ μὲν στοχασμὸς τὸ δικανικὸν ἔχει μόνον,
5σπανίως δὲ καὶ τὸ συμβουλευτικόν, αἱ δὲ ἀντιθετικαὶ μόνον τὸ δικανικόν, πραγματικὴ δὲ ἄμφω, αἱ δὲ νομι‐ καὶ [καὶ] τὸ δικανικὸν πλὴν τῆς ἀμφιβολίας—〈αὕτη〉 γὰρ ἔσθ’ ὅτε καὶ τὸ συμβουλευτικὸν ἐπιδέχεται—. πᾶσαι τοίνυν αἱ ἀμφισβητήσεις γίγνονται ἢ κατὰ στο‐
10χασμὸν ἢ κατὰ ὅρον ἢ κατὰ πραγματικὴν 〈ἢ κατὰ〉 ἀμφιβολίαν· ἀλλὰ ἐν μὲν στοχασμῷ ὡς εἴρηται οὔτε ἡ τῆς δωρεᾶς αἴτησις ὥρισται καὶ τίς ὁ τυραννοκτόνος ζητοῦμεν, ὡς ἐπὶ τῶν δύο ἰατρῶν τῶν ἀνελόντων φαρμάκῳ τὸν τύραννον καὶ ἀμφισβητούντων ἀλλήλοις
15τῆς δωρεᾶς, ἐν δὲ τῷ ὅρῳ ἐκ λείποντος καὶ πεπραγ‐ μένου ἡ ἀμφισβήτησίς ἐστι καὶ εἰ τὸ διῶξαι τὸν τύραννον τυραννοκτονία ζητοῦμεν, ἐν δὲ τῇ πραγ‐ ματικῇ ἡ μὲν τῆς δωρεᾶς αἴτησις ὥρισται, περὶ μελ‐ λόντων 〈δὲ〉 ἡ σκέψις γίνεται, ἐν δὲ τῇ ἀμφιβολίᾳ ἢ
20κατὰ ὁμωνυμίαν ἀμφισβήτησις γίνεται—ὡς ἐπὶ τῶν ἡγεμόνων τῶν ἀμφισβητούντων τίνες οἱ ἡγεμόνες, πότερον οἱ ῥήτορες ἢ οἱ στρατηγοί, ἢ ὡς ἐπὶ τοῦ ξυλίνου τείχους οὗ ἔχρησεν ὁ θεός—, ἢ κατὰ σύν‐ θεσιν καὶ διαίρεσιν, ὡς ἐπὶ τοῦ Πανταλέοντος, ὅπερ
25δοκεῖ καὶ ἀσύστατον εἶναι. ὥσπερ δὲ περὶ τιμῆς καὶ122

124

πρωτείων ἀμφισβητήσεις γίγνονται, οὕτω καὶ περὶ τιμωριῶν καὶ κολάσεων, καὶ λέγεται ἐπ’ ἐκείνων ‘ἀντι‐ προβάλλονται ἀλλήλουσ‘, ὡς ἐπ’ ἐκείνου λοιμοῦ καταλαβόντος τὴν Ἑλλάδα ἔχρησεν ὁ θεὸς παύεσθαι
5τὴν νόσον, εἰ τὴν ἀσεβῆ πόλιν κατασκάψειαν, καὶ ἀντιπροβάλλονται ἀλλήλας Ἄργος τε καὶ Θῆβαι· καὶ τόδε μετὰ τὰ ἐν Χαιρωνείᾳ χρωμένοις περὶ τῆς ἥττης ἔχρησεν ὁ θεὸς ἡγεμόνων κακότητι γεγενῆσθαι τὴν ἧτταν, καὶ ἀντιπροβάλλονται ἀλλήλους οἱ στρα‐
10τηγοὶ καὶ οἱ ῥήτορες. ἔστι δὲ δυσχερεστέρα τῶν τοι‐ ούτων προβλημάτων 〈ἡ〉 ἐπίγνωσις, πότερον ὁρικῆς ἐστιν ἀμφισβητήσεως ἢ τῆς κατὰ ἀμφιβολίαν, ὥσπερ κἀκεῖνο πολεμοῦντές τινες πρὸς ἑτέρους ἐκήρυξαν ὥστε τὸν αὐτομολοῦντα ἐλεύθερα καὶ ἴδια ἔχειν ἃ
15ἐπάγεται, ηὐτομόλησέ τις δοῦλον ἐπαγόμενος, ἄλλος ηὐτομόλησε τὴν ὠνὴν ἐπιφερόμενος τοῦ δούλου καὶ ἀμφισβητοῦσι περὶ αὐτοῦ. πλεῖστα δὲ καὶ ἄλλα τοιαῦτά ἐστι, περὶ ὧν ἄπορον ἀποφήνασθαι ποίας ἐστὶ στά‐ σεως, πλὴν ἐάν τις τὰ ἴδια ἑκάστης διερευνῶν ᾖ
20στάσεως μᾶλλον ὁρικὰ εὑρεθήσεται ἐκ λείποντος ὄντα καὶ πεπραγμένου· τὰ γὰρ κατὰ ἀμφιβολίαν ἢ περὶ προσῳδίαν ἢ διάστασιν γίνεται συλλαβῶν, ὡς ἀκριβέστερον ἐν τῷ περὶ ἀμφιβολίας λελέξεται. Τοσαῦτα μὲν οὖν περὶ τῶν κατὰ ἀμφισβήτησιν
25ὁρικῶν προβλημάτων. τελευταῖον δὲ εἶδος τῶν διπλῶν123

125

ὅρων ἐστὶν οἱ καλούμενοι δύο ὅροι, ὅπερ ὠνόμασται μὲν οὕτως, διότι τοῦ ἀντιλέγοντος τῇ δωρεᾷ δύο τινὰ κινοῦντος ἐγκλήματα καὶ δύο προβολαῖς κεχρη‐ μένου ἀναγκαίως ὁ τὴν δωρεὰν αἰτῶν τοῖς ἐναντίοις
5κεχρημένος κεφαλαίοις δύο ὅροις κέχρηται πρὸς ἑκατέ‐ ραν ἑκατέρῳ τῶν ὅρων ἀπαντῶν. διαφέρει δὲ τῶν μὲν ἁπλῶν τῷ εἶναι διπλοῦς, τῶν δὲ διπλῶν τῇ τάξει τῶν κεφαλαίων· καὶ τοῦ μὲν ἀντονομάζοντος καὶ τοῦ κατὰ σύλληψιν τῷ ἐν ἐκείνοις μὲν τῶν ἐπαγομένων
10ἐγκλημάτων τὸν φεύγοντα τὸ μὲν μεῖζον μὴ παρα‐ δέχεσθαι τὸ δὲ ἔλαττον ἑκόντα ἐπαναιρεῖσθαι, ἐνταῦθα δὲ τοῖς δύο ὅροις ἀμφότερα ἐκβάλλει καὶ οὐδέτερον παραδέχεται ὁ τὴν τάξιν ἔχων τοῦ φεύγοντος· τοῦ δὲ ἐμπίπτοντος ὅτι ἐκεῖ μὲν ἐν τῷ αὐτῷ ζητήματι τὴν
15τάξιν ἐναλλάττουσι τῶν κεφαλαίων ὅ τε κατήγορος καὶ ὁ φεύγων ὡς εἴρηται τὰς οἰκείας ἀμείβοντες τάξεις, ἐνταῦθα δὲ δι’ ὅλου τοῦ προβλήματος τὴν οἰκείαν ἑκάτεροι διασῴζουσι τάξιν· τοῦ δὲ κατὰ ἀμφισβήτησιν ὅτι ἐκεῖ μὲν τὸ ἓν πρᾶγμα τοῖς δύο πέπρακται προσώ‐
20ποις, ἐνταῦθα δὲ τὰ δύο τοῦ ἑνὸς κατηγορεῖται, ὡς ἐπ’ ἐκείνου νόμος τὸν καθαρὸν καὶ ἐκ καθαρῶν ἱερᾶσθαι, πατέρα τις ὡς μοιχὸν καταλαβὼν ἀπέκτεινε καὶ βουλόμενος ἱερᾶσθαι ὡς μὴ καθαρὸς κωλύεται· ὁ γὰρ ἀντιλέγων ἐνταῦθα τῇ ἱερωσύνῃ δύο τινὰ κατὰ
25τοῦ ἑτέρου σπεύδει ἀποδεῖξαι, ὅτι τε οὐ καθαρὸς ὡς ἀπεκτονὼς τὸν πατέρα καὶ ὅτι οὐκ ἐκ καθαρῶν, μοιχὸς
γὰρ ὁ πατήρ. ἔοικε δὲ ὥσπερ ἄλλο τι παρὰ τὰ εἰρη‐124

126

μένα εἶδος εἶναι ὅρου, ὅπερ ἓν μὲν ἔχει τὸ κρινόμενον δύο δὲ ὅρους καὶ δύο ἀνθορισμούς, ὡς τόδε νόμος τὸν ἱερέα καθαρὸν καὶ ἐκ καθαρῶν εἶναι, ἱέρεια ὑπὸ λῃσταῖς ἐγένετο, ἀπεδόθη ὑπ’ αὐτῶν πορνοβοσκῷ,
5προέστησεν αὐτὴν ἐκεῖνος, ἡ δὲ τοὺς πρὸς αὐτὴν εἰσιόντας ἔπειθε τὸ μὲν ἀργύριον καταβάλλεσθαι ἐξιέναι δὲ μὴ πλησιάντας, στρατιώτην εἰσελθόντα μὴ δυνηθεῖσα πεῖσαι ἀπάτῃ ἀπέκτεινε, διαφυγοῦσα ἀπῆλθε εἰς τὴν ἑαυτῆς πόλιν καὶ ἀντιποιουμένη τῆς ἱερωσύνης
10κωλύεται ὡς μὴ καθαρά. ἁπλοῦν μὲν γὰρ εἶναι δοκεῖ τῷ τὸ κρινόμενον 〈ἓν〉 εἶναι, διπλοῦν δὲ τῷ δύο ὅρους ἐκ τοῦ φεύγοντος καὶ δύο ἀνθορισμοὺς ἐπιδέχεσθαι. Ἰστέον δὲ ὅτι τῶν ὁρικῶν ζητημάτων τὰ μὲν ἀκούσια ἔχει τὰ κρινόμενα τὰ δὲ ἑκούσια, ἀκούσια μὲν
15ὡς τὸ ἑξαδάκτυλον εἶναι ἢ ὡς τὸ μὴ γελᾶν, ἑκούσια δὲ ὡς τὸ ἐπανατείνεσθαι τὸ κλέπτειν τὸ βιάζεσθαι. ἐπὶ μὲν οὖν τῶν ἀκουσίων οὔτε γνώμης αἴτησιν κινή‐ σομεν οὔτε ἀντίθεσιν ἔξωθεν οὐδεμίαν ὧν ἔφαμεν ἐν τοῖς ὁρικοῖς ἐμπίπτειν ζητήμασι μετὰ τὴν ἐργασίαν
20τῶν οἰκείων κεφαλαίων, ἐπὶ δὲ τῶν ἑκουσίων ἥ τε τῆς γνώμης αἴτησις ἐμπεσεῖται καὶ αἱ ἔξωθεν ἀντι‐ θέσεις ὡς ἐπὶ τὸ πολύ. Αἱ δὲ διηγήσεις ἐν μὲν τῷ στοχασμῷ ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γίγνονται, ἐν δὲ τῷ ὅρῳ ἐκ τῆς
25προβολῆς· καὶ γὰρ αὕτη τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους περιέχει. οἱ δὲ φεύγοντες ἐκ τῶν ἐναντίων ἐννοιῶν
δηλονότι καὶ λυσιτελεῖν αὐτοῖς πρὸς τὸν ἀγῶνα δυνα‐125

127

μένων τάς τε καταστάσεις καὶ τὰς διηγήσεις ποιήσον‐ ται ἀρχόμενοι μὲν ἔκ τινων καθολικωτέρων ἐννοιῶν, τὰ δὲ μερικὰ καὶ τῆς παρούσης ὑποθέσεως οἰκεῖα συνυφαίνοντες ἐκείνοις. γνωστέον δὲ ὅτι καὶ Κόραξ
5ὁ τεχνογράφος τῷ τῆς καταστάσεως ὀνόματι κέχρηται προοίμια τοῦ λόγου τὴν κατάστασιν καλῶν, οἱ δὲ τεχνικώτερον περὶ αὐτῆς διεξιόντες ὡς καὶ ἀνωτέρω εἴρηται τὴν κατάστασίν φασι τῷ λόγῳ λυσιτελεῖν πρὸς τοῦτο, ὅπερ καὶ τὸ ὄνομα δηλοῖ, πρὸς τὴν πρεπωδε‐
10στάτην διάπλασιν τῆς διηγήσεως· τὸ μὲν γὰρ διηγεῖ‐ σθαι ψιλὸν τὸ πρᾶγμα οὐ σφόδρα ἔντεχνον, τὸ δὲ σὺν καταστάσει διηγεῖσθαι τεχνικώτατον· ὅθεν καὶ Δημοσθένης ἐν τοῖς δημοσίοις μάλιστα τῶν λόγων, ὅπου καὶ τὴν ἀκρίβειαν ἐκφαίνει τῆς τέχνης, τοιαύταις
15κέχρηται ταῖς διηγήσεσιν.
16tIII. ΠΕΡΙ ΑΝΤΙΛΗΨΕΩΣ.
17 Οἱ τὴν ἀρίστην τῶν στάσεων ποιησάμενοι διαίρεσιν μετὰ τὸν ὅρον τάττουσι τὴν ἀντίληψιν, ἥτις ὠνόμασται μὲν ἀπὸ τοῦ τὸν φεύγοντα [μὲν] ἐν μέσῳ τῷ τῆς
20δίκης ὑπάρχοντα κλύδωνι ὡσπερεὶ πείσματός τινος ἀσφαλοῦς ἀντιλαμβάνεσθαι τῆς ἐπὶ τῷ πεπραγμένῳ ἐξουσίας. ὁρίζεται δὲ αὐτὴν Μινουκιανὸς μὲν οὕτως
‘ὅταν ὁμολογῶν ὁ φεύγων τὸ πεπραγμένον τὴν ἐξου‐126

128

σίαν προβάλληται‘, ἔχει δὲ οὐκ ὀρθῶς μήτε ἐκ γένους ὢν καὶ διαφορῶν, ὅπερ προσήκει τοῖς τελείως ἔχουσιν ὅροις προσεῖναι, μήτε τί ἐστι κατ’ οὐσίαν ἡ ἀντίληψις ὁριζόμενος, ἀλλὰ πότε γίγνεται· τοῦτο δὲ ὅρων ἀλλό‐
5τριον, εἴπερ τὸ τί ἦν εἶναι κατὰ Ἀριστοτέλην σημαί‐ νουσι, τουτέστι τί τὸ κατ’ οὐσίαν ὑπάρχον ἑκάστῳ τῶν ὁριζομένων· ἔτι δὲ καὶ στοχασμῶν τοῦτο οἰκεῖον, καὶ γὰρ ἐκεῖ μάλιστα ἐν τοῖς ἐμπίπτουσι καὶ συγκατα‐ σκευαζομένοις τὴν ἐξουσίαν ὁ φεύγων προβάλλεται,
10ὡς ἐπὶ τοῦ τὸν μοιχεύοντα πατέρα ἀπεκτονότος. κακία δὲ ὅρων ὡς πολλάκις εἴρηται τὸ ἐλλείπειν ἢ περιτ‐ τεύειν, ἀρετὴ δὲ τὸ διασῴζειν τὸ προσῆκον ἑκάστῳ μέτρον. Ἑρμογένης δέ φησιν ἀντίληψιν εἶναι ἀνευ‐ θύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατη‐
15γορίαν, οὗτος 〈δὲ〉 ὁ ὅρος τὸ μὲν ἴδιον τῶν ἀντι‐ ληπτικῶν προβλημάτων μηνύει, ἀτελὴς δέ ἐστιν· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ διαφορῶν, ὥσπερ οὐδὲ ὁ τοῦ Μινουκιανοῦ, καὶ ἀπὸ τοῦ κατηγόρου γνωρίζει τὴν ἀντίληψιν καίτοι γε πάντων ὡς εἰπεῖν τεχνογράφων
20ἀπὸ τοῦ φεύγοντος αὐτὴν χαρακτηριζόντων. διὰ τοῦτο δὲ τούτων μόνων τῶν τεχνογράφων παρεθέμεθα τοὺς ὅρους, ἐπεί γε εὐδοκιμώτεροι τῶν πρὸ ἑαυτῶν ἔδοξαν μέχρι τῶν Εὐαγόρου τε καὶ Ἀκύλου χρόνων· οὗτοι δὲ
τὴν ἐκ τῆς θείας φιλοσοφίας ἐπιστήμην τοῖς περὶ τῶν127

129

στάσεων ἐγκαταμίξαντες θεωρήμασιν ἀκριβεστέρους τούς τε ὅρους καὶ τὰς τῶν προβλημάτων ἐποιήσαντο διαιρέσεις. ὁ δὲ τελείως ἔχων τῆς ἀντιλήψεως ὅρος ἐστὶν οὗτος ‘ἀντίληψίς ἐστι στάσις πολιτικοῦ πράγ‐
5ματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον τῆς ἐξουσίας ἀντιλαμβάνεται‘· ‘στά‐ σισ‘ μὲν οὖν τὸ γένος τοῦ ὅρου, τὰ δὲ ἄλλα διαφοραὶ χωρίζουσαι αὐτὴν τῶν τε ἑτερογενῶν καὶ ὁμογενῶν, ἑτερογενῶν μὲν ‘πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρουσ‘·
10χωρίζει γὰρ τὴν ἀντίληψιν γεωμετρικῶν τε καὶ μουσι‐ κῶν καὶ φυσικῶν θεωρημάτων, πολλαὶ γὰρ κἀκεῖσε περὶ τὴν ἀκρίβειαν τῶν δογμάτων ἀμφιβολίαι· τὸ δὲ ‘ἐπὶ μέρουσ‘ τῶν καθόλου πολιτικῶν χωρίζει πραγ‐ μάτων. τὰ δὲ λοιπὰ τῶν ὁμογενῶν χωρὶς αὐτὴν ἵστησι
15στάσεων· ἐν γὰρ ταύτῃ τοῦ παντὸς πράγματος τὴν αἰτίαν ἐπὶ τὴν ἐξουσίαν ἀνάγει. Γίγνεται δὲ τὰ ἀντιληπτικὰ προβλήματα κατὰ τέσ‐ σαρας τρόπους, κατὰ νόμον κατὰ ἔθος κατὰ φύσιν κατὰ τέχνην, κατὰ νόμον μὲν ὡς ἐκεῖνο τρισαριστέα
20τις μοιχὸν καταλαβὼν ἀπέκτεινε καὶ κρίνεται φόνου, τὸν γὰρ νόμον αὐτῷ τὴν ἐξουσίαν τοῦ φόνου φησὶ δεδωκέναι· κατὰ ἔθος δὲ μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἀπέστειλε πρὸς Ἀθηναίους αἵρεσιν διδοὺς ἢ τοὺς δισχιλίους λαβεῖν αἰχμαλώτους ἢ τοὺς χιλίους
25νεκροὺς ἀνελέσθαι πρὸς ταφήν, ἔπεισε Δημοσθένης
ἑλέσθαι τοὺς νεκρούς, ἀπέκτεινε Φίλιππος τοὺς δισχι‐128

130

λίους ζῶντας καὶ κρίνεται 〈Δημοσθένησ〉 δημοσίων ἀδικημάτων ὑπ’ Αἰσχίνου—ἔθος γὰρ ἦν παρ’ Ἀθη‐ ναίοις τοὺς βουλομένους παριέναι καὶ συμβουλεύειν τὰ δοκοῦντα, ὡς καὶ ὁ Δημοσθένης φησὶν ‘ἐβόα μὲν
5ὁ κῆρυξ· τίς ἀγορεύειν βούλεται; παρῄει δὲ οὐδείσ‘—· κατὰ τέχνην δὲ ζωγράφος ναυάγια πρὸ τοῦ λιμένος ἔγραψε καὶ μηδενὸς εἰσπλέοντος κρίνεται δημοσίων ἀδικημάτων, ἄδειαν γὰρ αὐτῷ τοῦ γράφειν ἃ βούλοιτο φησὶ δεδωκέναι τὴν τέχνην· κατὰ φύσιν δὲ Αἰσχίνης
10μετὰ τὰ ἐν Χαιρωνείᾳ ἕπεται Δημοσθένει δακρύων καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως, φύσιν γὰρ ἀνθρώπῳ φησὶ τῶν δακρύων τὴν ἐξουσίαν χορηγεῖν. Διαφέρει δὲ τοῦ μὲν στοχασμοῦ, ὅτι ἐν ἐκείνῳ μὲν περὶ τοῦ εἰ ἔστι γίγνεται ἡ ζήτησις καὶ ἄλλο δι’
15ἄλλου κρίνομεν, ἐν δὲ ἀντιλήψει περὶ τοῦ ποῖόν τί ἐστι καὶ τὸ κρινόμενον οὐ δι’ ἑτέρου κρίνεται. τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μὲν περὶ τοῦ τί ἐστι γίγνεται ἡ ζήτησις καὶ τῶν ὁρικῶν προβλημάτων ἐν ἐνίοις τὸ μὲν πέπρακται τὸ δὲ λείπει καὶ τὰ μὲν
20αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον τὰ δὲ ἄλλο μὲν τὸ κρινόμενον ἄλλο δὲ τὸ ζητούμενον ὡς δέ‐ δεικται, ἐν δὲ ἀντιλήψει περί τε ποιότητος ἡ ζήτησις γίγνεται καὶ αὐτὸ μὲν οὐ κρίνεται τὸ παρὰ τοῦ φεύ‐ γοντος γεγονὸς ὡς ἔγκλημα διὰ δέ τινα περίστασιν
25λαμβάνει τὴν κρίσιν. ἄξιον δὲ ζητῆσαι, εἰ κατὰ νόμον
ἡ ἀντίληψις, τίνι διενήνοχε τοῦ κατὰ νόμον ὅρου, ἐν129

131

ᾧ ὁ εὐνοῦχος ὡς μοιχὸς ἀνῄρηται· φαμὲν οὖν ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ πεπραγμένου καὶ λείποντος ὄντι ζητεῖ‐ ται, εἰ μοιχεύειν ὁ εὐνοῦχος οἷός τε καὶ εἰ τὸ συγκαθ‐ ευδῆσαι ἁπλῶς μοιχεία, ἐν δὲ ἀντιλήψει τοῦ πράγ‐
5ματος ὡμολογημένου καὶ τελείου ὄντος καὶ τοῦ τρισαριστέως μοιχοῦ φανερῶς ἑαλωκότος ζητεῖται, εἰ τὸν τρισαριστέα φονεύειν ἐχρῆν ἢ μή. Εἴδη δὲ τῆς ἀντιλήψεώς ἐστι τέσσαρα· ἡ μὲν γάρ ἐστι πάντῃ ἁπλῇ, οἷον τρισαριστέα τις μοιχὸν κατα‐
10λαβὼν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἡ δὲ ἁπλῆ κατὰ συμβεβηκός, οἷον ζωγράφος ἔγραψε ναυάγια πρὸ τοῦ λιμένος καὶ μηδενὸς εἰσπλέοντος κρίνεται δημοσίων ἀδικημάτων, ἐκ γὰρ τοῦ συμβάντος ἐπὶ τῇ γραφῇ τὴν κρίσιν ὑπέχει, εἰ δέ γε τὴν ἀπορίαν μὴ συνέβη γενέ‐
15σθαι τῶν εἰσπλεόντων, οὐκ ἂν ὁ ζωγράφος ἐπὶ τὸ δικαστήριον εἵλκετο. διὰ τοῦτο τοίνυν ἐπισυμβεβηκὸς ὠνόμασται τὸ εἶδος τοῦτο· ἕτερον δὲ αὐτὸ τοῦ πάντῃ ἁπλοῦ φαμεν εἶναι, διότι δύο κεφαλαίοις πλεονάζει, παραγραφικῷ τε καὶ συγγνωμονικῷ—οἱ δὲ πλεονασμοὶ
20τῶν κεφαλαίων ἐλλείψεις τε καὶ ἐναλλαγαὶ ὡς πολ‐ λάκις εἴρηται τὰς διαφορὰς τῶν εἰδῶν ἀπεργάζονται· οὐ γὰρ ὡς τινές φασι τὸ κατὰ νόμον ἢ ἔθος ἢ τέχνην ἢ φύσιν εἴδη ἐστὶν ἀντιλήψεως ἀλλὰ τρόποι ἀντιληπτικῶν ὡς ἔφαμεν προβλημάτων· οὐδεμία γὰρ
25ἐν αὐτοῖς διαφορὰ τῶν κεφαλαίων εὑρίσκεται—.130

132

τὰ μὲν οὖν ἁπλᾶ τῆς ἀντιλήψεως εἴδη τοιαῦτα. ἔστι δὲ καὶ διπλῆ ἀντίληψις καὶ τριπλῆ, διπλῆ μὲν ὡς ἥδε ταῖς πάντων γνώμαις τις ἀντιλέγων καὶ μηδὲν αὐτὸς ἀποφαινόμενος κρίνεται δημοσίων ἀδικημάτων, τριπλῆ
5δὲ ὡς αὕτη ἐγράψαντό τινες ἀλλήλους ἐπὶ ταῖς γυναιξί, καθυφῆκαν τὰς γραφάς, ἠγάγοντο τὰς ἀλλή‐ λων γυναῖκας καὶ κρίνονται κακοῦ βίου. Διαιρεῖται δὲ ἡ ἀντίληψις κεφαλαίοις τούτοις· προ‐ βολῇ, μορίοις δικαίου, προσώπῳ, ὅρῳ, ἀνθορισμῷ, συλ‐
10λογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, ἀντι‐ λήψει, μεταλήψει, γνώμης ἐρωτήσει, χρώματι ἐκ τῶν ἀντιθετικῶν κινουμένῳ. ἔξωθεν δὲ πολλάκις ὁρικαί τε καὶ στοχαστικαὶ ἐμπίπτουσιν ἀντιθέσεις αἱ μὲν ἀνθ‐ ορισμῷ τε καὶ συλλογισμῷ αἱ δὲ βουλήσει τε καὶ
15δυνάμει λυόμεναι. τούτων δὲ τὰ μὲν τοῦ κατηγόρου ἐστί, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου προβολὴ ἀνθορισμὸς συλλογισμὸς μετά‐ ληψις γνώμης αἴτησις, τοῦ δὲ φεύγοντος μόρια δικαίου πρόσωπον ὅρος ἀντίληψις χρῶμα, κοινὰ δὲ ἀμφοῖν
20γνώμη νομοθέτου πηλικότης πρός τι. Ἡ μὲν οὖν προβολὴ ὥσπερ καὶ ἐν ὅρῳ τοῦ κατη‐ γόρου ἐστί, πλατυνομένη τοῖς τε πεπραγμένοις καὶ τοῖς περιστατικοῖς μορίοις καὶ μάλιστα τῷ καιρῷ. Τὰ δὲ μόρια τοῦ δικαίου ἔστι μὲν τοῦ φεύγοντος,
25ὠνόμασται δὲ οὕτως, διότι μέρη τοῦ δικαίου ἐστὶ
νόμος τε καὶ φύσις καὶ τέχνη καὶ ἔθος, ὧν ἑνὶ πάν‐131

133

τως ὁ φεύγων ἐν ἀντιλήψει ἰσχυρίζεται· ταῦτα δὲ παραγραφικοῦ τάξιν ἔχει. Τὸ δὲ πρόσωπον οὐκ ἀεὶ ἐμπίπτει ἐν ἀντιλήψει· ὅταν μὲν γὰρ ἰδιώτης κρίνηται δημοσίων ἀδικημάτων,
5ἐμπίπτει λέγοντος ὡς ‘οὐκ ἂν οἷός τε ἦν ἰδιώτης ὢν τηλικαῦτα κινεῖν καὶ μεταφέρειν πράγματα‘, ὅταν δὲ ἔνδοξον ᾖ τὸ πρόσωπον, ἐκλείπει, πλὴν εἰ μή τις ἐκ μεταχειρίσεως αὐτὸ εἰσάγοι, ὡς ὁ κρινόμενος Αἰσχίνης δημοσίων ἀδικημάτων, διότι μετὰ Χαιρώνειαν εἵπετο
10τῷ Δημοσθένει δακρύων, ἐρεῖ γὰρ ὅτι ‘τοὺς κακῶς ἐστρατηγηκότας αἰτιᾶσθαι χρεὼν τῶν δημοσίων ἀδικη‐ μάτων, τοὺς προδιδόντας τὰ φρούρια καὶ τὰς τριήρεις, οὐχὶ τοὺς ῥήτορασ‘. Ὁ δὲ ὅρος ἔστι μὲν τοῦ φεύγοντος, πλατύνεται δὲ
15〈οἷσ〉 καὶ ἐν ὅρῳ εἴρηται, ἀπὸ τῶν λειπόντων. ταῦτα δὲ τὰ τρία κεφάλαια—μόρια δικαίου πρόσωπον ὅρος— παραγραφικοῦ τάξιν ἔχοντα λύει τὴν προβολήν. Ὁ δὲ ἀνθορισμὸς καὶ συλλογισμὸς ἔστι μὲν τοῦ κατηγόρου λύοντα τὸν ὅρον, πλατύνεται δὲ οἷς εἰρή‐
20καμεν ἐν ὅρῳ. Ἡ δὲ γνώμη τοῦ νομοθέτου πηλικότης τε καὶ πρός τι κοινὰ ὄντα παρ’ ἑκατέρων πρὸς τὸ τῷ λόγῳ συμ‐ φέρον μελετηθήσεται ἐπὶ μὲν τῆς γνώμης τοῦ νομο‐ θέτου ἢ νόμοις εἰ ἔχοιεν ἢ νόμων ὁμοίων μέρεσιν ἢ
25ταῖς εὐλόγοις αἰτίαις χρωμένων, τὴν δὲ πηλικότητα132

134

τοῦ μὲν κατὰ αὔξησιν τοῦ δὲ κατὰ μείωσιν προάγον‐ τος, ἐπὶ δὲ τῶν πρός τι ὁ μὲν διὰ παραδειγμάτων ἐκ συγκρίσεως αὐξήσει τὸ πεπραγμένον, ὁ δὲ ἐξ ἀναι‐ ρέσεως ἐπιχειρῶν οὐδ’ ὅλως ἀδίκημα δείξει τὸ κατη‐
5γορούμενον. Τὴν δὲ ἀντίληψιν ὁ φεύγων οὐκ ἀνέδην εἰσάξει, ἀναίσχυντον γὰρ τὸ λέγειν ὡς ‘ἔξεστιν ἅπερ ἄν τις βούλοιτο διαπράττεσθαι‘, ἀλλ’ ὑφειμένως αὐτὴν θήσει καὶ λανθανόντως, ἵνα τὸ ἀναιδὲς αὐτῆς ἐπικρύπτηται,
10οἷον ὡς ἐπὶ τοῦ ζωγράφου ‘ἀλλὰ γὰρ ἀποστερεῖν με τῆς τέχνης ὁ συκοφάντης ἐπικεχείρηκεν, ὥσπερ ἂν εἰ καὶ τοῦ γελᾶν ἐξεῖργε καὶ ὅλως τῇ φύσει κεχρῆσθαι διεκώλυεν· εἰ γὰρ αἰτιᾷ τὴν τέχνην, γράφου καὶ τὴν φύσιν, ἧς παράδειγμα γέγονεν ἀνθρώποις ἡ τέχνη‘.
15 Τὴν δὲ μετάληψιν ὁ κατήγορος διαιρήσει μὲν ἐν‐ στάσει καὶ ἀντιπαραστάσει, πλατυνεῖ δὲ αὐτὴν παρα‐ δείγμασιν. πλείονα δὲ τῷ φεύγοντι τὴν διαβολὴν εἰργασμένος εὐθὺς ἐπὶ τῇ προβολῇ θήσει τὴν ἀντίληψιν ἐξ ἀντιθέσεως 〈καὶ〉 λύσει ὡς εἴρηται τῇ μεταλήψει.
20 Μετὰ ταῦτα τὴν αἴτησιν τῆς γνώμης εἰσάξει ὁ κατήγορος τοιῶσδε ἐπὶ τοῦ ζωγράφου ‘ἀλλ’ εἴπερ μὴ δημοσίᾳ τὴν πόλιν ἀδικεῖν ἐβούλου, τίνος χάριν πρὸ τοῦ λιμένος ἔγραφες τὰ ναυάγια;‘ Πρὸς δὲ τὴν γνώμην χρῶμα ἀντιστατικὸν εἰσάξει ὁ
25φεύγων λέγων ‘ἀλλ’ ὑπὲρ ὑμῶν τε καὶ τῶν πλεόντων τὴν τοιάνδε πρὸ τοῦ λιμένος πεποίημαι γραφήν, ἵν’ οἱ μὲν
τοὺς χειμῶνας ὀρρωδοῦντες καὶ τὰ ναυάγια ἐν τοῖς133

135

προσήκουσι καιροῖς ναυτίλλοιντο, ἡ δὲ πόλις τὸν πλοῦν ἐκείνων ἐν τῷ δέοντι ποιουμένων μὴ τὰς ἐκ ναυαγίων ὀλοφύροιτο συμφοράσ‘ καὶ λοιπὸν ἐκφράσει ἐνταῦθα τριήρων καταδύσεις ναυτῶν ὄλεθρον καὶ τὰς ἐπὶ τού‐
5τοις τῶν οἰκείων συμφοράς. Ἐπὶ τούτῳ μετάληψις κινηθήσεται παρὰ τοῦ κατη‐ γόρου δευτέρα ὡς ‘ἐνῆν ἑτέρῳ τρόπῳ τῇ πόλει βοη‐ θεῖν συμβουλεύοντα παραινοῦντα τῶν ἀναγομένων ἐνίους ἰδίᾳ πείθοντα‘.
10 Ὁ δὲ φεύγων ἐπὶ ταύτῃ πάλιν ἀντίληψιν κινήσει δευτέραν λέγων ‘ἀλλ’ οὐδὲ εἷς κεκώλυκε νόμος καὶ τὴν ἀπὸ τῆς τέχνης τῇ πόλει πορίζειν ἐπικουρίαν· ὅση γὰρ δύναμις ἑκάστῳ τῶν ἐνοικούντων, ταύτῃ βοηθεῖν ἐπάναγκεσ‘.
15 Αὕτη μὲν οὖν τῶν ἀντιληπτικῶν κεφαλαίων διαί‐ ρεσις. ἔξωθεν δὲ ὡς ἔφαμεν ἐμπίπτει ἀντίθεσις ὁρικὴ μὲν ὡς ἐπ’ ἐκείνου Πλάτων [μὲν] ἐπὶ τῇ πολιτείᾳ κρίνεται δημοσίων ἀδικημάτων, ἐρεῖ γὰρ ‘ἀλλὰ τἀληθῆ εἶπον‘ καὶ σκοπηθήσεται πότερον τἀληθῆ εἶπεν ἢ οὐ·
20στοχαστικὴ δὲ ὡς ἐπ’ ἐκείνου Θουκυδίδης ἐπὶ τῇ ἱστορίᾳ κρίνεται δημοσίων ἀδικημάτων, ἐρεῖ γὰρ ‘ἀλλ’ εἰ δοκεῖ, τὴν ἱστορίαν ἀπαλείψω‘, λυθήσεται δὲ βου‐ λήσει τε καὶ δυνάμει τῶν ἐχόντων αὐτήν, ὡς ‘ἀδύνα‐ τον 〈τὸ〉 τοιόνδε, οἱ γὰρ ἔχοντες οὐ βουλήσονται
25ἀφανίσαι τὴν ἱστορίαν, ὥστε ἀδύνατος ἡ ἀπάλειψισ‘.
Τῶν δὲ διπλῶν ἀντιλήψεων ἡ μέν τίς ἐστι κατὰ134

136

σύνθεσιν, ἡ δὲ κατὰ διαίρεσιν· κατὰ σύνθεσιν μέν, ὅταν ἑκατέρα τῶν ἐν τῷ ζητήματι ἀντιλήψεων μὴ δύνηται καθ’ ἑαυτὴν ἐπιδέξασθαι κατηγορίαν, συν‐ τεθεῖσα δὲ τὸ ἔγκλημα βέβαιον ἀπεργάζηται, οἷον
5ζωγράφος πάντα γράφων καὶ θεοὺς μὴ γράφων κρίνε‐ ται ἀσεβείας· ἐὰν γάρ τις λάβῃ τὸ ‘πάντα γράφων‘, μὴ εἴπῃ δὲ ‘μόνους θεοὺς μὴ γράφων‘, οὐδεμιᾶς κατηγο‐ ρίας θάτερον ἄξιον· διὸ συντίθησιν ἀμφότερα βουλόμενος ἰσχυρὰν ποιήσασθαι τὴν κατηγορίαν. διὰ τοῦτο οὖν δι‐
10πλοῦν κατὰ σύνθεσιν καλεῖται τὸ εἶδος τοῦτο τῆς ἀντι‐ λήψεως. ἰστέον δὲ ὡς ἐν ταῖς διπλαῖς κατὰ σύνθεσιν ἀντιλήψεσιν ὁ φεύγων ἐπὶ μὲν θατέρῳ ὡς πράξας ἐπὶ δὲ θατέρῳ ὡς μὴ πράξας τὴν ἐξουσίαν προβάλ‐ λεται. πλεῖστα δ’ ἄν τις εὕροι παραπλήσια τούτῳ
15ζητήματα, ὥσπερ κἀκεῖνο ταῖς πάντων γνώμαις τις ἀντιλέγων καὶ μηδὲν αὐτὸς ἀποφαινόμενος κρίνεται δημοσίων ἀδικημάτων. τοιαύτη μὲν οὖν ἡ κατὰ σύν‐ θεσιν ἁπλῆ ἀντίληψις· κατὰ διαίρεσιν δέ ἐστιν, ὅταν μία ἑκάστη τῶν ἀντιλήψεων 〈ἰσχυρὰ μὲν ᾖ ἱκανῶς,
20συντεθέντα δὲ ἀμφότερα τὰ ἀντιληπτικὰ〉 ἰσχυρότερά τε ᾖ καὶ τῷ φεύγοντι φέρῃ τινὰ διὰ τὴν περίστασιν κίνδυνον ἢ ψόγον, οἷον πολλάς τις ἀμείβων γυναῖ‐ κας καὶ πολλοὺς παῖδας θετοὺς ποιούμενος κρίνεται δημοσίων ἀδικημάτων, καὶ γὰρ τὸ πολλὰς ἀμείβειν
25γυναῖκας οὐκ ἔξω μέμψεως καὶ τὸ πολλοὺς ποιεῖσθαι135

137

θετοὺς παῖδας οὐκ ἀνεύθυνον. ἐπειδὴ οὖν ἑκάτερον τῶν ἐν τῷ ζητήματι δύναται καὶ ἰδίᾳ γραφὴν ἀνα‐ δέξασθαι, καλεῖται κατὰ διαίρεσιν. ὁ μὲν οὖν κατή‐ γορος ἐν ἑκατέραις ταῖς τε κατὰ σύνθεσιν καὶ ταῖς
5κατὰ διαίρεσιν ἀμφότερα συλλήψεται τὰ ἀντιληπτικά, ἐν μὲν ταῖς κατὰ σύνθεσιν διὰ τὸ ἑκάτερον αὐτῶν ἰδίᾳ ὡς εἴρηται μὴ εἶναι γραφῆς ἄξιον, ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα σφοδροτέραν ἀπεργάσηται τὴν κατηγορίαν. ὁ δὲ φεύγων ἐν ἀμφοτέραις διαιρήσει
10τὴν ἀπολογίαν, ἐν μὲν τῇ κατὰ σύνθεσιν δεῖξαι βου‐ λόμενος, ὅτι μάτην ὁ κατήγορος τὴν κατ’ αὐτοῦ πε‐ ποίηται γραφήν, ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα τοὐν‐ αντίον οὗ βούλεται ὁ διώκων διαπράξηται· εἰ γὰρ ἐκεῖνος συλλαβὼν ἀμφοτέρας τὰς ἀντιλήψεις σφοδρο‐
15τέραν ἀπεργάζεται τὴν κατηγορίαν, εἰκότως οὗτος διαι‐ ρήσει σαθρότερον τῶν ἀντιληπτικῶν ἑκάτερον ἰδίᾳ δεῖξαι σπουδάζων. Τὸ δὲ τριπλοῦν τῆς ἀντιλήψεως εἶδος ταύτῃ μόνον διαφέρει τοῦ διπλοῦ, ὅτι τρεῖς ἀντιλήψεις ἔχει, ὡς
20ἐπ’ ἐκείνου ἐγράψαντό τινες ἀλλήλους ἐπὶ ταῖς γυναιξί, καθυφῆκαν τὰς γραφάς, ἠγάγοντο τὰς ἀλλή‐ λων γυναῖκας 〈καὶ〉 κρίνονται κακοῦ βίου· ἐπὶ ἑκάστῳ γὰρ τῶν πεπραγμένων προβαλοῦνται τὴν ἐξουσίαν, διὰ δὲ τὸ μὴ προσκορῆ φαίνεσθαι τὸν λόγον συνά‐
25ψουσι τὰ ἀντιληπτικά· τῶν τε γὰρ ἀκροατῶν στοχα‐ στέον καὶ τῆς συντομίας τούτοις προνοητέον.
Ἰστέον δὲ ὅτι αἱ τῆς ἀχαριστίας γραφαὶ οὔτε ῥη‐136

138

τορικαί εἰσιν, ὡς τινὲς οἴονται, οὔτε ἀντιληπτικαί— ἀναίσχυντον γὰρ τὸ λέγειν ‘ἐξῆν μοι‘—ἀλλὰ μᾶλλον ἀντιστατικαί.
4tIV. ΠΕΡΙ ΑΝΤΙΣΤΑΣΕΩΣ.
5 Μετὰ τὴν ἀντίληψιν ἀκολούθως ἐπὶ τὰς ἀντιθετι‐ κὰς μετιέναι στάσεις εὔλογον· εἰ γὰρ αἱ τέσσαρες ἀντιθετικαὶ σὺν τῇ ἀντιλήψει δικαιολογικαὶ καλοῦνται ὡς τὰς περιτρόπους τοῦ φεύγοντος περιέχουσαι δικαιο‐ λογίας, ἀναγκαῖον ἂν εἴη εὐθέως τῇ ἀντιλήψει ταύτας
10ἐπάγειν. ὧν πρώτην τακτέον τὴν ἀντίστασιν, ἥτις ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἀντιτιθέναι καὶ ἀνθι‐ στᾶν τῷ ἐγκαλουμένῳ ἀδικήματι εὐεργέτημα· ὁρίζεται δὲ αὐτὴν Μινουκιανὸς μὲν οὕτως ‘ἀντίστασίς ἐστιν ἡ ἔχουσα φαῦλόν τι καὶ καλόν‘. ἐλέγχεται δὲ οὗτος
15μήτε ἐκ γένους ὢν καὶ διαφορῶν ὡς εἶναι τέλειον ὅρον μήτε ὑπογραφή τις ὤν· αἱ γὰρ ὑπογραφαί, εἰ καὶ μὴ τὴν οὐσίαν σημαίνουσι τῶν ὑποκειμένων, ἀλλ’ οὖν ἴδιόν τι πάντως αὐτῶν περιλαμβάνουσιν. τὸ δὲ πρὸς Μινουκιανοῦ εἰρημένον στοχασμῶν τε ἐνίοις καὶ
20ἀντιλήψει καὶ μεταλήψει ἁρμόσει· καὶ γὰρ ἐν στο‐ χασμῷ εὑρεθήσεται φαῦλόν τι καὶ καλόν, ὡς ἐπὶ τοῦ Περικλέους τοῦ λέγοντος ὑπὲρ τῆς πόλεως παρεσκευά‐ σθαι τὰς πανοπλίας, καὶ ἐν ἀντιλήψει, ὡς ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀνελόντος, καὶ ἐν μεταλήψει, ὡς
25ἐπὶ τῆς ἱερείας τῆς ἐν ἱερῷ τὸν τύραννον ἀνελούσης.137

139

Ἑρμογένης δὲ καὶ Μητροφάνης οὕτως ὁρίζονται τὴν ἀντίστασιν ‘ὅταν ὁμολογῶν ὁ φεύγων τὸ πεπραγμένον ἀντιτιθῇ δι’ αὐτοῦ τοῦ ἀδικήματος εὐεργέτημά τι γεγενημένον‘. ἔχει δὲ καὶ οὗτος ἀτελῶς· οὔτε γὰρ
5ἐκ γένους ἐστὶ καὶ διαφορῶν, καὶ πότε γίνεται ἀντι‐ στατικὸν πρόβλημα οὐ τί ἐστιν ἀπεφήνατο. ὁ δὲ τελείως ἔχων τῆς ἀντιστάσεως ὅρος ἐστὶν οὗτος ‘στά‐ σις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ γεγενημένον ἀντιτίθησιν εὐερ‐
10γέτημα μεῖζον δι’ αὐτοῦ πεπραγμένον τοῦ ἀδικήματοσ‘. ἴδιον δὲ τῆς ἀντιστάσεώς ἐστι τὸ δι’ αὐτοῦ τοῦ ἀδι‐ κήματος ἀντιτιθέναι μεῖζον εὐεργέτημα γεγενημένον, ὡς ὁ τὸν ἵππον ἀνελὼν ἀντιτίθησι τοῦ δεσπότου τὴν σωτηρίαν, ὁ δὲ τὸ τεῖχος κατασκάψας στρατηγὸς τὴν
15κατὰ πολεμίων νίκην· τὸ γὰρ λέγειν ἴδιον εἶναι ἀντι‐ στάσεως τὸ ἀμφότερα ὡμολογῆσθαι ἐν αὐτῇ, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, κοινόν ἐστι καὶ τῶν ἄλλων ἀντιθετικῶν. ἀποροῦσι δέ τινες πρὸς τοῦτο λέγοντες ‘εἰ ἄμφω ὡμολόγηται, καὶ οὐδεμία τις ἐν αὐτῇ γενήσε‐
20ται ζήτησις, ἀσύστατος ἄρα‘· πρὸς οὓς ἐροῦμεν ὅτι κατὰ μὲν τὸν τοῦ φεύγοντος λόγον ἀμφότερα δοκεῖ ὡμολογῆ‐ σθαι, κατὰ δὲ τὸν τοῦ διώκοντος τὸ μὲν ἀδίκημα φανε‐ ρόν ἐστι, τὸ δὲ δοκοῦν εὐεργέτημα δι’ ἕτερον πεπρᾶχθαι φαίνεται, ὡς ἐπὶ τοῦ κατασκάψαντος στρατηγοῦ τὸ
25τεῖχος καὶ νικήσαντος ἡ μὲν καθαίρεσις τοῦ τείχους
φανερά, ἡ δὲ νίκη ἀμφισβητεῖται πότερα διὰ τὸν138

140

στρατηγὸν ἢ διὰ τὴν εὐτολμίαν τῶν πολιτῶν γέγονεν. ἔτι γε μὴν οὐδὲ ὡς ἀδίκημα τὸ γεγονὸς ὁ φεύγων ὁμολογεῖ πεπραχέναι, ἀλλὰ τῆς εὐεργεσίας ἀρχὴν ὁρί‐ ζεται τὸ εὐθυνόμενον· ὥστε ἀμφότεροι τὸ μὲν ὠφε‐
5λοῦν αὐτοὺς ὡς πρόδηλον ἐξετάζουσι, τὸ δὲ ἐναντιού‐ μενον, εἰ καὶ φανερὸν εἶναι δοκεῖ, ἀλλ’ ἐφ’ ὃ βούλονται μετάγουσιν. Εἴδη δὲ ἡ ἀντίστασις οὐκ ἐπιδέχεται, διότι οὐδὲ τὰ εἰδοποιοῦντα ἐν ταῖς στάσεσιν ἐν αὐτῇ ἐμπίπτει,
10φημὶ δὲ κεφαλαίων πλεονασμὸν ἢ ἔλλειψιν ἢ τάξιν διάφορον, ἅπερ πολλάκις ἔφαμεν τὴν ἑτερότητα τῶν εἰδῶν ἐν ταῖς στάσεσιν ἀπεργάζεσθαι. Τρόποι δὲ ἀντιστατικῶν προβλημάτων εἰσὶ τρεῖς, ὁ μὲν γὰρ περὶ ἰδιωτικῶν ἐστιν, ὁ δὲ περὶ δημοσίων,
15ὁ δὲ περὶ δημοσίων ἅμα καὶ ἰδιωτικῶν· περὶ ἰδιωτι‐ κῶν μὲν οἷον 〈ἵππον〉 τις τὸν ἔποχον εἰς τοὺς πολεμίους ἐκκομίζοντα βαλὼν ἀπέκτεινε καὶ κρίνεται μετὰ ταῦτα ὑπὸ τοῦ δεσπότου βλάβης· περὶ δημοσίων δὲ πόλεως πολιορκουμένης συνεβούλευεν ὁ στρατη‐
20γὸς ἐπεξελθεῖν, μὴ δυνηθεὶς πεῖσαι κατέσκαψε μέρος τι τοῦ τείχους, ἐπεξελθόντες ἐνίκησαν καὶ κρίνεται δημοσίων ἀδικημάτων ὁ στρατηγός· περὶ δημοσίων δὲ καὶ ἰδιωτικῶν οἷον τύραννος ἐξ ἀστυγείτονος πόλεως ἤρα κόρης, ἔπεμψεν αἰτῶν καὶ πόλεμον ἀπειλῶν, εἰ μὴ
25λάβοι, ἡ πόλις οὐκ ἔδωκεν, ἐπιόντος τοῦ τυράννου πολέμου νόμῳ ἀπέκτεινεν ὁ πατὴρ τὴν παῖδα καὶ πρὸ τοῦ τείχους ἔρριψεν, ἰδὼν ὁ τύραννος ἀνέζευξε καὶ
κρίνεται ὁ πατὴρ φόνου.139

141

Διαιρεῖται δὲ ἡ ἀντίστασις κεφαλαίοις τοῖσδε· προ‐ βολῇ κοινῇ, γνώμῃ τοῦ φεύγοντος, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ κατηγόρου, ἀντιστάσει τοῦ φεύγοντος, μεταλήψει τοῦ κατηγόρου, μεταστάσει ὅτε ἐμπίπτει
5τοῦ φεύγοντος—ἰστέον γὰρ ὅτι μόνη τῶν ἀντιθετικῶν ἡ μετάστασις συμπλέκεται τῇ ἀντιστάσει οὐκ ἀεὶ ἀλλ’ ἐπὶ τινῶν προβλημάτων, ὡς ἐπὶ τοῦ κατασκά‐ ψαντος τὸ τεῖχος στρατηγοῦ—, μεταλήψει δευτέρᾳ τοῦ κατηγόρου, τοῖς πρός τι καὶ βιαίῳ ὅρῳ κοινοῖς, μετα‐
10λήψει ἐκ προσώπου, ἀντιλήψει. Ἡ μὲν οὖν προβολὴ κοινή ἐστι τῷ τὸν μὲν κατή‐ γορον τὸ ἀδίκημα αὔξειν τὸν δὲ φεύγοντα τὸ εὐερ‐ γέτημα ἐν τῇ ἑαυτοῦ προβολῇ. Ἡ δὲ γνώμη ἔστι μὲν ὡς εἴρηται τοῦ φεύγοντος,
15πλατύνεται δὲ τῷ ἐκ διαιρέσεως σχήματι, αἰτίᾳ δι’ ἣν τοῦτο πέπραχε, παραδείγμασι, προσώπου ποιότητι, τοῖς ἐγκωμιαστικοῖς τόποις—γένει φύσει ἀγωγῇ ἐπι‐ τηδεύμασιν—, ἀνάγκῃ, ἐκφράσει τῶν τε νῦν ὄντων ἀγαθῶν καὶ τῶν ἐπελθόντων ἂν χαλεπῶν εἰ μὴ τοῦτο
20ἦν πράξας. Τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσει ὁ κατήγορος οὐχὶ τὸ ἀδίκημα ἀφηγούμενος—πρόδηλον γὰρ τοῦτο καὶ ὡμολογημένον ὡς εἴρηται—ἀλλὰ κατασκευάζων ὅτι φαύλῃ τῇ γνώμῃ τὸ γεγονὸς ὁ φεύγων διαπέ‐
25πρακται. Εἶτα τὴν ἀντίστασιν τὸ οἰκεῖον τῆς στάσεως κεφά‐ λαιον εἰσάξει ὁ φεύγων τὸ συμφέρον τὸ διὰ τῆς
βλάβης γεγονὸς ἐξαίρων· πλατύνεται δὲ ἐκφράσει καὶ140

142

αὐξήσει τοῦ δεινοῦ καὶ θέσει, χρὴ γὰρ πρότερον ἐξᾶραι τῷ λόγῳ τὰ περιστάντα δεινὰ τὴν πόλιν ἢ τὸν ἄν‐ θρωπον τὸν ὑπὸ τοῖς πολεμίοις μέλλοντα γίγνεσθαι διὰ τοῦ ἵππου καὶ οὕτω τὸ εὐεργέτημα ἐπάγειν πλα‐
5τύνοντα τῇ θέσει. Ἕπεται δὲ τῇ ἀντιστάσει μετάληψις λύουσα αὐτήν, ἐνστάσει τε καὶ ἀντιπαραστάσει πλατυνομένη. Μετὰ δὲ ταῦτα κινήσει στοχαστικὴν ἀντίθεσιν ὁ κατήγορος, ἥτις ὑπὸ τοῦ φεύγοντος λύεται βουλήσει
10τε καὶ δυνάμει. Εἶτα ἡ μετάστασις ὑπὸ τοῦ φεύγοντος εἰσάγεται ὅτε ἐμπίπτει λέγοντος ‘ἀλλ’ ὁ δῆμος αἴτιος μὴ πει‐ σθείσ‘. Καὶ πάλιν ταύτην ὁ κατήγορος λύσει μεταλήψει·
15καθόλου γὰρ τῶν πέντε δικαιολογικῶν λυτική ἐστιν ἡ μετάληψις. Πρός τι κοινὰ τοῦ μὲν μεῖζον ἀποφαινομένου τὸ ἀδίκημα τοῦ εὐεργετήματος τοῦ δὲ φεύγοντος προ‐ κρίνοντος μετὰ κατασκευῆς τὸ εὐεργέτημα τοῦ ἀδική‐
20ματος. Ὅρος βίαιος κοινὸς τοῦ μὲν μηδ’ ὅλως εὐεργέτημα γεγενῆσθαι παρὰ τοῦ φεύγοντος διαγορεύοντος τοῦ δὲ μηδεμίαν ἀπηντηκέναι βλάβην ἐκ τοῦ γεγονότος ἰσχυριζομένου.
25Εἶτα μετάληψις ἐπὶ πρόσωπον κινεῖται παρὰ τοῦ141

143

κατηγόρου· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων, ὅταν δὲ ἐμπέσῃ, λύεται ἀντιλήψει. Ἔστι δὲ ὅτε καὶ στοχαστικὴ ἀντίθεσις ἐν ἀντι‐ στάσει ἐμπίπτει, οἷον ἐπὶ τοῦ κατασκάψαντος στρατη‐
5γοῦ τὸ τεῖχος ‘ἀλλ’ ἄδηλον ἦν εἰ πάντως ἡ νίκη πρὸς ἡμῶν ὑπάρξει‘, ἣν ὁ στρατηγὸς λύσει τῶν στρατιωτῶν βουλήσει τε καὶ δυνάμει ὡς ‘προκινδυνεύειν βουλό‐ μενοι τῆς πατρίδος οὐκ ἀδύνατοι κατὰ πολεμίων ὑπῆρχον στῆσαι τὰ τρόπαια καλῶς ἐκπαιδευθέντες ὑπ’
10ἐμοὶ τὰ πολέμια καὶ τεθνάναι μᾶλλον εὐκλεῶς ἢ ζῆν αἰσχρῶς ἐπὶ τῶν παρατάξεων αἱρούμενοι‘. Τοιαύτη μὲν οὖν ἡ τῶν ἀντιστατικῶν ὑπάρξει διαίρεσις κεφαλαίων. ἰστέον δὲ ὅτι τῇ μὲν ἀντι‐ στάσει μετάστασις συνεπιπλέκεται, τῇ δὲ μεταστάσει
15συγγνώμη, τῇ δὲ συγγνώμῃ ἃ καὶ τῷ ἀντεγκλήματι ἀντίστασις. ἔστι δὲ κἀκεῖνο τὸ ζήτημα ἀντιστατικόν, κἂν ἐνίοις τῶν τεχνογράφων μετάστασις εἶναι δοκῇ· Ἀρχίδαμος λοιμοῦ καταλαβόντος Ἀθήνας ἀνέζευξε καὶ κρίνεται παρὰ Σπαρτιάταις δημοσίων ἀδικημάτων· τό
20τε γὰρ ἀδίκημα φανερὸν ἐνταῦθα τὸ καταλιπεῖν οὑ‐ τωσὶ τὴν πολεμίαν ἑτοίμως καὶ τὸ εὐεργέτημα πρό‐ δηλον τὸ μὴ συγχωρῆσαι τῷ στρατεύματι λοιμοῦ πειραθῆναι· ἔτι δὲ ἐν τῇ μεταστάσει ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρει τὴν αἰτίαν
25ὁ φεύγων τοῦ πεπραγμένου, ὁ δὲ λοιμός, ἐφ’ ὃν ὁ
Ἀρχίδαμος μεταφέρει τὴν αἰτίαν, ἀνεύθυνον.142

144

(1t)

V. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ.
2 Τὴν μετάστασιν Μινουκιανὸς μὲν οὕτως ὁρίζεται ‘ὅταν μεταφέρωμεν τὸ ἀδίκημα ἐπὶ πρόσωπον ἢ ῥητὸν ὑπεύθυνον‘, Ἑρμογένης 〈δὲ〉 ‘ὅταν ὁμολογῶν ὁ φεύ‐
5γων τὸ ἀδίκημα ἐπὶ πρόσωπον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρῃ τὴν αἰτίαν‘. προδήλων δὲ ὄντων κἀνταῦθα τῶν περὶ τοὺς ὅρους ἁμαρτημάτων ἀπὸ τῆς ἐξετάσεως τῶν ἐν ταῖς ἄλλαις στάσεσιν ὅρων περίεργον ἂν εἴη τοὺς αὐτοὺς ἐπεισκυκλεῖν λόγους. ὁ δὲ τελείως ἔχων
10τῆς μεταστάσεως ὅρος ἐστὶν ὅδε ‘μετάστασίς ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ ἀδίκημα ἐπὶ πρόσωπον ὑπεύ‐ θυνον 〈ἢ ῥητὸν ὑπεύθυνον〉 μεταφέρει τὴν αἰτίαν‘. ἴδιον δὲ μεταστάσεώς ἐστι τὸ ἐπὶ πρόσωπον ἢ ῥητὸν
15ὑπεύθυνον μεταφέρειν τὴν αἰτίαν, ἐπὶ πρᾶγμα δὲ μηδέποτε, ὡς Ἀρχίδαμος ἐπὶ τὸν λοιμόν. πρόσωπον μὲν οὖν ὑπεύθυνόν ἐστι τὸ δυνάμενον δοῦναι δίκην, ῥητὸν δὲ ὑπεύθυνον τὸ λυθῆναι δυνάμενον. κοινωνεῖ δὲ μετάστασις ταῖς ἄλλαις ἀντιθετικαῖς πρῶτον μὲν
20τῷ γένει· ποιότης γὰρ καὶ δικαιολογία καὶ ἀντίθεσις γένος αὐτῶν, τὸ μὲν εἰδικώτατον ἡ ἀντίθεσις, τὸ δὲ σὺν ἀντιλήψει ἡ δικαιολογία, τὸ δὲ σὺν ἄλλαις πλείο‐ σιν ἡ ποιότης—πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ
στάσεις ὑπὸ τὴν ποιότητα ἀνάγονται—· ἔπειτα τῷ143

145

ἀμφότερα ὡμολογῆσθαι, τό τε ἀδίκημα καὶ τὸ εὐεργέ‐ τημα· κοινὸν γὰρ καὶ τοῦτο τῶν ἀντιθετικῶν. διαφέρει δὲ τῶν 〈μὲν〉 ἀντιθετικῶν τῷ ἐπί τι ὑπεύθυνον τῶν ἔξωθεν μεταφέρειν τὴν αἰτίαν τοῦ ἀδικήματος, τῆς δὲ
5ἀντιλήψεως τῷ ἐνταῦθα μὲν τὸ ἀδίκημα ὑπὸ τοῦ φεύγοντος ὁμολογεῖσθαι, ἐν δὲ ἀντιλήψει ἀνεύθυνον μὲν εἶναι τὸ πεπραγμένον παρὰ τοῦ φεύγοντος, διὰ δέ τινα περίστασιν ὡς ἀδίκημα κρίνεσθαι. Εἴδη δὲ διάφορα οὐκ ἔχει ἡ μετάστασις.
10 Ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἔστι μὲν ἡ αὐτή πως τοῖς ἐν ἀντιστάσει, διαφέρει δὲ τῇ τε τάξει καὶ τῇ προβολῇ· τῇ μὲν προβολῇ, ὅτι ἐν μὲν ἀντιστάσει κοινή ἐστιν ἑκατέρου τῶν ἀγωνιζομένων, ἐν δὲ μετα‐ στάσει μόνου τοῦ κατηγόρου· τῇ δὲ τάξει, ὅτι ἡ μετά‐
15στασις τὸ κεφάλαιον ἐνταῦθα μετὰ προβολὴν καὶ γνώμην καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸ τῶν λοι‐ πῶν τάττεται κεφαλαίων, ὥσπερ ἐν τῇ ἀντιστάσει τὸ ἀντιστατικὸν μεθ’ ἃ εἶπον κεφάλαια τάττεται. ἔτι δὲ καὶ ἡ στοχαστικὴ ἀντίθεσις ἡνίκα ἐμπίπτει ἐν μὲν
20ἀντιστάσει ὑπὸ τοῦ κατηγόρου εἰσάγεται, ἐν δὲ μετα‐ στάσει ὑπὸ τοῦ φεύγοντος. Ἡ δὲ τῶν κεφαλαίων διαίρεσίς ἐστι τοιαύτη· προ‐ βολὴ τοῦ κατηγόρου, πλατυνομένη οἷς πολλάκις εἴρη‐ ται· γνώμη τοῦ φεύγοντος, ὥσπερ ἐν ἀντιστάσει
25πλατυνομένη· τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους 〈τοῦ κατη‐ γόρου〉, μετὰ κατασκευῆς εἰσαγόμενα ὡς οὐ δεῖ τὰ
πραχθέντα μόνα σκοπεῖν ἀλλὰ καὶ τὴν γνώμην ἀφ’144

146

ἧς ἐπὶ ταῦτα κεχώρηκεν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητή‐ ματος νόμος Ἀθήνησι νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας, Κλέωνος ἀγαγόντος τοὺς τριακοσίους ἀπὸ Σφακτηρίας 〈νύκτωρ〉 Νικίας ἐφεστὼς τῷ τείχει οὐκ
5ἠνέῳξεν, ἐπελθόντες οἱ πολέμιοι ἀπέκτειναν αὐτοὺς καὶ κρίνεται Νικίας δημοσίων ἀδικημάτων· μετάστασις τοῦ φεύγοντος, πλατύνεται δὲ τοῖς αὐτοῖς οἷσπερ καὶ ἡ ἀντίστασις, ἐκφράσει τε καὶ αὐξήσει τοῦ δεινοῦ καὶ θέσει· μετάληψις ἐκ πράγματος κατηγόρου· ἀντίθεσις
10στοχαστικὴ τοῦ φεύγοντος, καὶ οὐχ ὥσπερ ἐν ἀντι‐ στάσει ὑπὸ τοῦ κατηγόρου ἐκινεῖτο, λύεται δὲ οἷς πολλάκις εἴρηται βουλήσει τε καὶ δυνάμει· πρός τι καὶ ὅρος βίαιος κοινά· μετάληψις ἐπὶ πρόσωπον τοῦ κατηγόρου· ἀντίληψις τοῦ φεύγοντος, λύουσα τὴν
15μετάληψιν. Τῆς δὲ μεταστάσεως ἡ μέν τίς ἐστιν ἐπὶ ῥητόν, ἧς παράδειγμα τὸ εἰρημένον ζήτημα, ἡ δὲ ἐπὶ πρόσω‐ πον, ὡς τόδε νόμος τὸν πρεσβευτὴν λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον ἐξιέναι, πρεσ‐
20βευτής τις χειροτονηθεὶς καὶ μὴ λαβὼν παρὰ τοῦ ταμίου τὰ χρήματα οὐκ ἐξῆλθε καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ ἐπὶ τὸ πρόσωπον τοῦ ταμίου μετοίσει τὴν αἰτίαν ὁ πρεσβευτὴς εὐθυνόμενος.
Διαφέρει δὲ τῆς ἐπὶ νόμον ἀντιλήψεως ἡ ἐπὶ145

147

νόμον μετάστασις τῷ τὴν μὲν ἐφ’ οἷς ἐποίησε προ‐ βάλλεσθαι τὴν ἐξουσίαν, πλὴν εἰ μὴ ποτὲ ἀντίληψις ἐφ’ οἷς οὐκ ἐποίησεν εὑρεθείη, τὴν δὲ μετάστασιν πάντως ἐφ’ οἷς οὐκ ἐποίησεν εἶναι.
5tVI. ΠΕΡΙ ΑΝΤΕΓΚΛΗΜΑΤΟΣ.
6 Ἀντέγκλημα δέ ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον ἄξιον εἶναί φησι τὸν πεπονθότα τοῦ γεγονότος· τὸν γὰρ Μινουκιανοῦ τε καὶ Ἑρμογένους
10ὅρον ὡς κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις ἡμαρτημένον παρα‐ λιμπάνειν εὔλογον. ἴδιον δὲ ἀντεγκλήματός ἐστι τὸ πάντως τὸ πεπονθὸς πρόσωπον ἑκὸν παρέχεσθαι τὴν αἰτίαν τοῦ παθεῖν ἅπερ πέπονθεν, οἷον τὸ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένον μειράκιον ἑκὸν ἐπὶ τὴν πορνείαν
15ἐχώρησεν, ἡ κατασκαφεῖσα πόλις ὑπὸ τοῦ στρατηγοῦ ἑκοῦσα ἀπέστη, ἑκατέρῳ γὰρ ὑπῆρχε δυνατὸν μὴ γενέσθαι τοῦ πάθους αἰτίῳ· ὥστε πᾶν πρόβλημα, ἐν ᾧ τὸ πεπονθὸς πρόσωπον ἆκον παρέσχε τοῦ πάθους τὴν αἰτίαν, οὐκ ἂν εἴη ἀντεγκληματικόν. ὥσπερ δὲ
20ἐν τῷ ἁπλῷ ὅρῳ, ἐν ᾧ ἄλλο μέν ἐστι τὸ κρινόμενον ἄλλο δὲ τὸ ζητούμενον, ὁ μὲν κατήγορος ἀπολογεῖται ὁ δὲ φεύγων διώκει διὰ τὴν τῶν πραγμάτων φύσιν ἐναλλάττοντες τὴν τάξιν, οὕτω καὶ ἐν τῷ ἀντεγκλή‐
ματι ὁ μὲν διώκων ἀπολογεῖται ὑπὲρ τοῦ πεπονθότος146

148

ὁ δὲ φεύγων κατηγορεῖ. δέχεται δὲ ἀντίστασιν τὸ ἀντέγκλημα. Ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἡ αὐτὴ ταῖς ἄλλαις ἀντιθετικαῖς ἐστι μόνῃ τῇ τάξει τοῦ οἰκείου διαφέ‐
5ρουσα κεφαλαίου καὶ τῇ ἐναλλαγῇ τῶν λεγόντων ὡς εἴρηται. τὸ δὲ ἀντέγκλημα τὸ κεφάλαιον πλατύνεται ὑπὸ τοῦ φεύγοντος κοινῷ τόπῳ καὶ πολλῇ τῇ κατα‐ φορᾷ, ὑπὸ δὲ τοῦ κατηγόρου λύεται μεταλήψει. Προβλήματα δέ ἐστιν ἀντεγκληματικὰ τάδε· τρισα‐
10ριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· στρατηγὸς συνεχῶς ἀφισταμένην πόλιν συμ‐ μαχίδα κατέσκαψε καὶ κρίνεται δημοσίων ἀδικημάτων.
13tVII. ΠΕΡΙ ΣΥΓΓΝΩΜΗΣ.
14Συγγνώμη δέ ἐστι στάσις πολιτικοῦ πράγματος
15τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον ἐπί τι ἀνεύθυνον μεταφέρει τὴν αἰτίαν. ἴδιον δὲ συγγνώμης τὸ πάντως ἐπί τι ἀνεύθυνον ῥητὸν ἢ πρόσωπον ἢ πρᾶγμα μεταφέρειν τὴν αἰτίαν· ῥητὸν μὲν ἀνεύθυνον χρησμόν, οἷον μετὰ τὸν περὶ
20τοῦ Ἅλυος χρησμὸν Κροίσῳ τις συμβουλεύσας στρα‐ τεύειν ἐπὶ Πέρσας κρίνεται μετὰ τὴν ἧτταν, ἐπὶ ῥητὸν γὰρ ἀνεύθυνον τὸν χρησμὸν μετάξει τὴν αἰτίαν· ἐπὶ πρόσωπον δὲ ἀνεύθυνον τύραννον ἢ πολεμίους·
ἐπὶ πρᾶγμα δὲ ἀνεύθυνον ὀργὴν ἢ ἔρωτα λύπην147

149

φόβον νόσον ὕπνον χειμῶνα ἀνάγκην καὶ τὰ τοιαῦτα, τὰ γὰρ πράγματα ἐφ’ ἃ μετάξει τὴν αἰτίαν ἢ ψυχικά ἐστιν ἢ σωματικὰ ἢ ἔξωθεν νικῶντα φύσιν ἀνθρω‐ πίνην.
5 Διαιρεῖται δὲ τοῖς αὐτοῖς κεφαλαίοις ταῖς ἄλλαις ἀντιθετικαῖς, πλὴν ὅτι τὸ οἰκεῖον αὐτῆς—φημὶ δὲ τὸ συγγνωμονικόν—μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸ τῶν ἄλλων τάττεται κεφαλαίων, ὥσπερ ἐν ἀντιστάσει τὸ ἀντιστατικὸν καὶ ἐν μεταστάσει τὸ μεταστατικὸν
10καὶ ἐν ἀντεγκλήματι τὸ ἀντεγκληματικόν. ἑκάστη γὰρ τῶν ἀντιθετικῶν διαφέρει τῆς ἑτέρας πρῶτον μὲν τῷ ὅρῳ, δεύτερον δὲ τῷ ἰδίῳ, τρίτον δὲ τῷ οἰκείῳ κεφα‐ λαίῳ, τέταρτον δὲ τῷ πρός τι· τὸ γὰρ πρός τι ἐν μὲν ἀντιστάσει σύγκρισιν ἔχει τοῦ τε ἀδικήματος καὶ τοῦ
15εὐεργετήματος, ἐν δὲ μεταστάσει τῇ ἐπὶ νόμον σύγκρι‐ σιν τοῦ ῥητοῦ καὶ τοῦ ἀδικήματος, ἐν δὲ μεταστάσει τῇ ἐπὶ πρόσωπον σύγκρισιν τοῦ μεθιστάντος προσώπου καὶ τοῦ εἰς ὃ μεθίστησιν, ἐν δὲ ἀντεγκλήματι τοῦ τε ἀδικήματος καὶ τῆς ἀνάγκης ἧς ἂν προβάληται ὁ
20παθὼν καὶ τοῦ τολμήματος οὗ τετόλμηκεν ὁ παθών, ἐν δὲ συγγνώμῃ τοῦ τε ἀδικήματος καὶ τῆς ἀν‐ άγκης ἧσπερ ἂν προβάληται ὁ παθών, οἷον νόμος τὸν ἀποκαθευδήσαντα τῶν φρουρῶν θανάτῳ ζημιοῦ‐ σθαι, πόλεως πολιορκουμένης φύλαξ τις ἀποκαθευδή‐
25σας εἶδεν ὄναρ, ᾧ χρησάμενοι περιγένοιντο τῶν πολεμίων, ἀναστὰς ἐξεῖπε, ποιήσαντες οἱ πολῖται τὰ ὑπὸ τοῦ ὀνείρου δηλωθέντα ἐνίκησαν καὶ μετὰ τὴν
νίκην ὑπάγεται ὁ φρουρὸς τῷ νόμῳ· ἐν γὰρ τῷ πρός148

150

τι ὁ μὲν κατήγορος τῆς ἀνάγκης ἧς προβάλλεται ὁ φεύγων μεῖζον ἀποφαίνεται τὸ ἀδίκημα, ὁ δὲ φεύγων τὸ ἐκ τοῦ ὕπνου γεγονὸς εὐεργέτημα μεῖζον ἀπο‐ δείκνυσι τῆς παραβάσεως τοῦ νόμου.
5 Διαφέρει δὲ ἡ συγγνώμη τοῦ καλουμένου τῆς γνώμης στοχασμοῦ τῷ ἐνταῦθα μὲν ὡμολογῆσθαι τὸ ἀδίκημα ὡς ἀκούσιον, ἐν δὲ στοχασμῷ τῆς γνώμης ἐξέτασιν γίγνεσθαι πότερον ἄκουσα ἡ μητρυιὰ πεφό‐ νευκε τὸν πρόγονον ἢ ἑκοῦσα καὶ μὴ μανεῖσα· καὶ ἡ
10μὲν στάσις ἐστί, τὸ δὲ στοχασμοῦ εἶδος· καὶ ἐν μὲν τῷ στοχασμῷ τῆς γνώμης ἕτερον δι’ ἑτέρου κρίνεται— διὰ γὰρ τοῦ τὸν μὲν υἱὸν τρῶσαι τὸν δὲ πρόγονον ἀνελεῖν τὸ πεπλασμένον τῆς μανίας κρίνεται—, ἐν δὲ τῇ συγγνώμῃ αὐτὸ τὸ πεπραγμένον κρίνεται, τὸ ἀπο‐
15καθευδῆσαι, τὸ μὴ ἀνελέσθαι τὰ ναυάγια ὡς ἐπὶ τῶν δέκα στρατηγῶν· καὶ ἐν μὲν τῷ εἰ ἔστιν ἡ μανία ζητοῦμεν, ἐν δὲ τῷ ποῖόν τί ἐστι, πότερον παράνομον ἢ οὐ. ἔστω δὲ ἡμῖν παράδειγμα γνώμης στοχασμοῦ καὶ τόδε· ῥήτωρ ἐπὶ τῷ πάντα νικᾶν ἐφυγαδεύθη,
20ἀμφισβητήσεως περὶ ὅρων γενομένης πρὸς ἀστυγεί‐ τονα πόλιν ἀνεκλήθη καὶ ἡττηθεὶς κρίνεται καθυφ‐
έσεως.149

151

(1t)

VIII. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.
2 Τὴν δὲ μετάληψιν ὁ μὲν Ἑρμογένης τελευταίαν τάττει πασῶν τῶν στάσεων λέγων αἰτίας τάσδε· πρώ‐ την μὲν ὅτι ἔν τε ταῖς λογικαῖς καὶ ἐν ταῖς νομικαῖς
5ἐμπίπτει στάσεσιν, εἰκότως οὖν τήν τε ἄγραφον καὶ τὴν ἔγγραφον ποιότητα πρῶτον ἐξεταστέον, τουτέστι τάς τε λογικὰς καὶ νομικάς, ἐν αἷς εὑρίσκεται, καὶ τελευταῖον ἐπάγειν τὸν περὶ τῆς μεταλήψεως λόγον· δευτέραν δὲ τήνδε, ὅτι αἱ μὲν ἄλλαι στάσεις τὸ εἰ
10ἔστιν ἢ τί ἐστιν ἢ ποῖόν τί ἐστι σημαίνουσιν—τὸ μὲν εἰ ἔστιν ὁ στοχασμός, τὸ δὲ τί ἐστιν ὅρος, τὸ δὲ ποῖόν τί ἐστιν αἱ λοιπαί—, ἡ δὲ μετάληψις τῷ πε‐ πραγμένῳ φανερῷ ὄντι καὶ ὁμολογουμένῳ συγχωροῦσα ἕν τι τῶν περιστατικῶν αἰτιᾶται μορίων. οἱ δὲ μετα‐
15γενέστεροι σὺν φιλοσοφίᾳ τοὺς περὶ τῶν στάσεων διεξελθόντες λόγους ἐπὶ ταῖς ἀντιθετικαῖς τάττουσι τὴν μετάληψιν, πρῶτον μὲν διότι τῶν πέντε δικαιολο‐ γικῶν στάσεων μία αὕτη λυτική ἐστιν ἡ μετάληψις, εἰκότως οὖν τὴν ἐπ’ ἐκείναις δέχεται τάξιν, ὅπως ἂν
20γνῶμεν ποίας ὑπάρχουσα φύσεως τηλικαύτην ἰσχὺν διὰ τῶν μεθόδων ἐπιδείκνυται ὡς μόνη τὰς πέντε λύειν· ἔπειτα δὲ καὶ τῶν παλαιῶν τεχνογράφων οἱ πλείονες ταύτην αὐτῇ τὴν τάξιν ἀποδεδώκασιν· τρίτον δὲ πολλῷ ἂν ἄμεινον εἴη καθ’ ἑαυτὴν πρῶτον ἐξετά‐
25σαι τὴν οὐσίαν αὐτῆς, ἵνα μὴ ἐν ταῖς νομικαῖς περὶ150

152

ταύτης τι λέγειν ἐπιχειροῦντες τὴν τῶν προκειμένων διακόπτωμεν διδασκαλίαν. Τινὲς μὲν οὖν τῶν τεχνογράφων ὑπὸ τὴν ποιότητα τὴν μετάληψιν ἀνάγουσι, τινὲς δὲ οὐ. ἄμεινον δὲ
5τάττειν ὑπὸ τὴν ποιότητα· εἰ γὰρ καὶ τὸ εἰ ἔστιν ἔγνωσται ἐν αὐτῇ καὶ τὸ τί ἐστιν, ἤδη δὲ καὶ τὸ ποῖόν τί ἐστιν ὡς ἐπὶ τῆς ἀνελούσης τὸν τύραννον ἱερείας, ἀλλ’ οὖν διὰ τὸ ἐν τοιῷδε τόπῳ τὸ πρᾶγμα συμβῆναι ζητοῦμεν πότερον ἔννομον ἢ παράνομον τὸ
10πεπραγμένον. Ἔτι δὲ οἱ μὲν ὡς μίαν στάσιν παραλαμβάνουσι τὴν μετάληψιν τὸ μὲν αὐτῆς ἄγραφον τὸ δὲ ἔγγραφον λέγοντες, οἱ δὲ ἄμεινον φάσκοντες δύο τε αὐτὴν λέγουσι περιέχειν στάσεις καὶ πλεῖστον ἀλλήλων διε‐
15στάναι ταύτας, πρῶτον μὲν τῷ ὀνόματι, ἡ μὲν γὰρ ἄγραφος μετάληψις καλεῖται ὁμωνύμως τῷ γένει, ἡ δὲ ἔγγραφος παραγραφή· ἔπειτα τοῖς ὅροις τε καὶ τῇ διαιρέσει τῶν κεφαλαίων, ὧν δὲ διάφοροι οἱ ὅροι, τούτων ἐξ ἀνάγκης καὶ τὰ ὁριστὰ διάφορα· ἔπειτα ἡ
20μὲν ἐκ τοῦ φεύγοντος γνωρίζεται ἡ δὲ ἐκ τοῦ κατη‐ γόρου, καὶ ἡ μὲν τῶν λογικῶν ἐστιν ἡ δὲ τῶν νομι‐ κῶν. εἰ δὲ αἱ τέσσαρες ἀντιθετικαὶ τοῖς αὐτοῖς σχεδὸν διαιρούμεναι κεφαλαίοις πλὴν ἑνὸς τοῦ ἑκάστης οἰκείου πᾶσαί τε ἐκ τοῦ φεύγοντος γνωριζόμεναι διάφοροι
25παρὰ πάντων ἐνομίσθησαν εἶναι στάσεις, πόσῳ πλέον αὗται τοσούτοις ἀλλήλων ὡς ἔφαμεν διαφέρουσαι. κοινωνοῦσι δὲ ἀλλήλαις τῷ τε ὑπὸ τὸ αὐτὸ γένος
ἀνάγεσθαι, τὴν μετάληψιν, καὶ τῷ ἐκ τῶν περιστατι‐151

153

κῶν μορίων ποιεῖσθαι τὴν παραγραφήν, ἀλλ’ ἐν μὲν τῇ ἀγράφῳ ὁ διώκων κέχρηται τῷ περιστατικῷ μορίῳ εἰς παραγραφὴν ἐν δὲ τῇ ἐγγράφῳ ὁ φεύγων. πρῶτον δὲ ἡμῖν ὁ λόγος γιγνέσθω περὶ τῆς ἀγράφου μετα‐
5λήψεως ὡς ἁπλουστέρας τε καὶ ταῖς λογικαῖς ἃς ἔτι μελετῶμεν ᾠκειωμένης. Μετάληψις τοίνυν ἐστὶ στάσις πολιτικοῦ πράγ‐ ματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ κατήγορος συγχωρῶν τῷ πεπραγμένῳ ἕν τι τῶν περὶ τὸ πρᾶγμα περιστατι‐
10κῶν μεταλαμβάνει μορίων. Διαφέρει δὲ τῶν ἀντιθετικῶν ἡ μετάληψις, ὅτι αἱ μὲν ἐκ τῶν φευγόντων ἡ δὲ ἐκ τοῦ κατηγόρου γνω‐ ρίζεται, καὶ αἱ μὲν τὰ πεπραγμένα 〈ὑπεύθυνα ἔχουσι, ἡ δὲ αὐτὸ μὲν τὸ πεπραγμένον〉 ἀνεύθυνον ἔχει, τῶν
15δὲ περὶ τὸ πεπραγμένον τι περιστατικῶν μορίων ἐν αὐτῇ μεταλαμβάνεται. Ἡ δὲ μετάληψις εἰς εἴδη οὐ διαιρεῖται· οὐδεμίαν γὰρ εἰδοποιὸν διαφορὰν ὧν πολλάκις ἔφαμεν ἐπιδέχε‐ ται τὰ ὑπ’ αὐτὴν ἀναγόμενα ζητήματα, ἀλλὰ πάντα
20τὰς αὐτὰς ἐπιδέχεται διαιρέσεις. Τρόποι δέ εἰσι τῶν μεταληπτικῶν προβλημάτων πέντε, κατὰ τόπον κατὰ πρόσωπον κατὰ χρόνον κατὰ τρόπον κατ’ αἰτίαν· κατὰ τόπον μέν, οἷον ἱέρεια μύουσα τύραννον ἀπέκτεινεν ἐν ἱερῷ καὶ κρίνεται
25ἀσεβείας, τῷ γὰρ πράγματι συγχωροῦντες ὡς καλῶς
γεγονότι—φημὶ δὴ τῇ τυραννοκτονίᾳ—τόπον αἰτιώ‐152

154

μεθα· κατὰ πρόσωπον δὲ πένης καὶ πλούσιος ἐχθροί, κατεγνώσθη θανάτου παρὰ τοῦ δήμου ὁ πένης, παρε‐ δόθη τῷ δημίῳ, πείσας ὁ πλούσιος ταλάντῳ τὸν δήμιον αὐτὸς λαβὼν ἀπέκτεινε καὶ κρίνεται φόνου,
5τὸ μὲν γὰρ πρᾶγμα κἀνταῦθα δίκαιον ἀναιρεθῆναι τὸν κατεγνωσμένον, τὸ δὲ πρόσωπον οὐ δικαίως εἴργασται τὸν μὴ προσήκοντα φόνον· κατὰ χρόνον δὲ νόμος τὸν μοιχὸν καὶ τὴν μεμοιχευμένην ἀναιρεῖσθαι παραχρῆμα, καταλαβών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ τὸν
10μὲν ἀπέκτεινεν, ὕστερον δὲ χρόνῳ τὴν γυναῖκα εὑρὼν ἐπὶ τοῦ τάφου τοῦ μοιχοῦ κλαίουσαν ἀνεῖλε καὶ κρί‐ νεται φόνου, οὐδὲν γὰρ ἔχοντες αἰτιᾶσθαι τοῦ πράγ‐ ματος τὸν χρόνον ἐπιμεμφόμεθα· κατὰ τρόπον δὲ νόμος τὸν μοιχὸν ἀναιρεῖσθαι, καταλαβών τις ἐν τῇ
15οἰκίᾳ μοιχὸν ἀποκλείσας ἐνέπρησε τὴν οἰκίαν καὶ συγκατέφλεξε τὸν μοιχὸν καὶ κρίνεται φόνου, μόνος γὰρ ὁ τρόπος ἐνταῦθα τῆς ἀναιρέσεως ἀφορμὴν παρέχει τῆς κατηγορίας· κατ’ αἰτίαν δὲ νόμος τὸν μοιχὸν φονεύειν ἢ χρήματα πράττεσθαι, καταλαβών
20τις ἐπὶ τῇ γυναικὶ μοιχὸν ὑποσχομένου τοῦ μοιχοῦ τρία τάλαντα δώσειν ἀφῆκεν, ὕστερον παρ’ ἐχθροῦ τοῦ μοιχοῦ λαβὼν ἓξ τάλαντα παρέδωκεν ἐκείνῳ τὸν μοιχὸν καὶ κρίνεται φόνου αἰτίας. Ἄξιον δὲ ζητῆσαι τῆς κατὰ πρόσωπον μεταλήψεως
25καὶ τῆς κατὰ νόμον ἀντιλήψεως τίς ἡ διαφορά· ἐν
ἑκατέρᾳ γὰρ οὐκ ἀδίκως ὁ πεφονευμένος ἀνῃρῆσθαι153

155

δοκεῖ. φαμὲν οὖν ὅτι ἐν μὲν τῇ ἀντιλήψει ἔνδοξόν πώς ἐστι τὸ πεπονθὸς πρόσωπον—τρισαριστέως γὰρ υἱὸς ἀνῃρημένος—, ἐν δὲ τῇ μεταλήψει κατεγνωσμένον ἐστὶ τὸ πεπονθὸς πρόσωπον, καὶ ἐν μὲν τῇ κατὰ
5νόμον ἀντιλήψει αὐτὸ τὸ πρᾶγμα ὡς οὐ δεόντως εἰρ‐ γασμένον καταιτιώμεθα—οὐ γὰρ φόνῳ τὴν πορνείαν ἰᾶσθαι δίκαιον ἀλλ’ ὕβρει πληγαῖς ἀτιμίᾳ καὶ τοῖς τοιούτοις—, ἐν δὲ τῇ κατὰ πρόσωπον μεταλήψει τό γε πεπραγμένον συγχωροῦντες γεγενῆσθαι καλῶς τὸ
10πεποιηκὸς πρόσωπον αἰτιώμεθα—οὐ γὰρ τὸν ἐχθρὸν ἀλλὰ τὸν δήμιον ἐχρῆν ἀποκτεῖναι τὸν πένητα—. Ἔνιοι δέ φασι καὶ τόδε τὸ ζήτημα κατὰ πρόσωπον εἶναι μετάληψιν· ἀπεστάλη πρὸς Φίλιππον Αἰσχίνης περὶ εἰρήνης πρεσβευτής, τελευτήσαντα καταλαβὼν
15ἐκεῖνον Ἀλεξάνδρῳ συνέθετο περὶ τῆς εἰρήνης, ἐπανελ‐ θὼν κρίνεται παραπρεσβείας· ἐπειδὴ δὲ τὸ πρόσωπον οὔκ ἐστι κατεγνωσμένον, μᾶλλον ἂν ὁρικὸν εἴη. Διαιρεῖται δὲ κεφαλαίοις ἡ μετάληψις τοῖς αὐτοῖς οἷσπερ ὁ ὅρος καὶ ἡ ἀντίληψις πλὴν σφόδρα ὀλίγων·
20ὥσπερ γὰρ αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς διαιροῦνται σχεδὸν πλὴν τῆς τάξεως [καὶ] τοῦ οἰκείου ἑκάστης κεφαλαίου, οὕτω καὶ αὗται. κεφάλαια δ’ οὖν μετα‐ λήψεώς ἐστι τάδε· προβολὴ τοῦ κατηγόρου, παραγρα‐ φικὸν τοῦ φεύγοντος ἀντιληπτικῶς εἰσαγόμενόν τε καὶ
25πλατυνόμενον, μετάληψις τοῦ κατηγόρου, συλλογισμῷ154

156

τοῦ φεύγοντος, ὅρῳ τοῦ κατηγόρου, γνώμῃ τοῦ νομο‐ θέτου πηλικότητι πρός τι κοινοῖς—τὴν δὲ πηλικότητα καὶ τὸ πρός τι ποτὲ μὲν ἐξετάσουσιν ὡς δεῖ, ποτὲ δὲ καὶ παραλείψουσιν ὡς παρέλκοντα διὰ τὸ σφόδρα τοῦ
5πράγματος ὡμολογημένον—, ἀντιθέσει ἀντεγκληματικῇ ἀεὶ ἐν μεταλήψει ἐμπιπτούσῃ, λύσει μεταληπτικῇ. Ζητοῦσι δέ τινες τίνι διαφέρει ἀντέγκλημα μετα‐ λήψεως, εἴ γε ἐν ἀμφοτέραις τὸ πεπονθὸς κατέγνωσται πρόσωπον· ἐροῦμεν οὖν ὅτι ἐν μὲν ἀντεγκλήματι
10ἀδίκημά ἐστι τὸ ὑπὸ τοῦ φεύγοντος πραχθέν, ἐν δὲ μεταλήψει αὐτὸ μὲν τὸ γεγονὸς οὔκ ἐστιν ἀδίκημα, διὰ δέ τι τῶν περιστατικῶν ὡς ἀδίκημα εὐθύνεται. Ἰστέον δὲ ὅτι πᾶν ἐνθύμημα καὶ πᾶν εἰκὸς καὶ σημεῖον τῆς κατὰ τὰς στάσεις ῥητορικῆς λύεται τῷ καὶ
15τὴν ὕλην ἐνδεχομένην εἶναι· τεκμήρια δὲ αὐτῆς τινὰ ἄλυτά ἐστιν, ὡς κατὰ τὸν Αἰσχίνην τὸν ἐπὶ τῷ προ‐ δεδωκέναι τὸν Κερσοβλέπτην κρινόμενον, διόπερ καὶ ἐν τοῖς ἀσυστάτοις αὐτὸ τετάχαμεν ὡς κατὰ τὸ τεκμή‐ ριον δῆλον. ἡ μέντοι ἀληθινὴ ῥητορικὴ τὴν αὐτὴν
20ὕλην ἔχουσα τῇ φιλοσοφίᾳ—φημὶ δὴ τὴν ἀναγκαίαν— ἀναγκαίους ἔχει καὶ τοὺς λόγους· οὐ γὰρ τὸ νομιζό‐ μενον ἐκείνη σκοπεῖ δίκαιον καὶ συμφέρον καὶ καλόν, ἀλλὰ τὰ ὄντως ὄντα καὶ ἀμιγῆ, διόπερ καὶ ἀντιρρή‐
σεων ἐπὶ τοῖς ἀναγκαίοις λόγοις ἐστὶν ἐλευθέρα.155

157

(1t)

IX. ΠΕΡΙ ΠΑΡΑΓΡΑΦΗΣ.
2 Ἕπεται τῇ μεταλήψει ὁ περὶ τῆς παραγραφῆς λόγος εἰκότως, εἴ γε ὑπὸ τὸ αὐτὸ γένος ἄμφω τελοῦσι τὴν μετάληψιν· ὅτι γὰρ ἑτέρα στάσις ἐστὶν ἡ παραγραφὴ
5τῆς μεταλήψεως, πρόδηλον ἔκ τε τῶν ἤδη περὶ αὐτῶν εἰρημένων ἐν τῇ μεταλήψει καὶ ἔτι ἐκ τοῦ τὴν μετά‐ ληψιν ἕνα μόνον ἐπιδέχεσθαι ἀγῶνα, τὴν δὲ παρα‐ γραφὴν δύο, τόν τε τῆς εὐθυδικίας καὶ τὸν δι’ ὃν ἡ παραγραφή, οἷον ἐγράψατο Τίμαρχος Αἰσχίνην παρα‐
10πρεσβείας, ὁ δὲ ἑταίρησιν ἐγκαλῶν αὐτῷ παραγράφεται τὴν δίκην· ἐνταῦθα ἕτερος μέν ἐστιν ὁ ἀγὼν ὁ τῆς παραπρεσβείας ἕτερος δὲ ὁ τῆς ἑταιρήσεως, καὶ πρό‐ τερος μὲν εἰσάγεται ὁ τῆς ἑταιρήσεως ἀγὼν στάσεως ὢν διὰ τὸ ἀμάρτυρον στοχαστικῆς κατὰ παραγραφήν,
15μετὰ δὲ τὸ ἡττηθῆναι διὰ τῆς παραγραφῆς Τίμαρχον ὁ τῆς παραπρεσβείας ἀγὼν εἰσάγεται στοχαστικῆς ὢν καὶ αὐτὸς στάσεως. Ὠνόμασται δὲ παραγραφὴ ἀπὸ τοῦ παραγράφειν καὶ ἐκβάλλειν τὸν φεύγοντα τὸν περὶ τοῦ πράγματος
20ἀγῶνα· τὸ γάρτοι παραγράφειν ἐναντίον ἐστὶ τῷ ἐγγράφειν· εἰ οὖν τὸ ἐγγράφειν εἰσάγειν ἐστὶν εἰς τὸν δῆμον καὶ καθιστάναι δημότην, εἰκότως τὸ παρα‐ γράφειν ἐκβάλλειν ἐστί, καὶ ἀπὸ τούτου καὶ ἡ παρα‐ γραφὴ ἡ ἐκβάλλουσα τὴν εὐθυδικίαν. ὅρος δέ ἐστι
25τῆς παραγραφῆς οὗτος ‘στάσις πολιτικοῦ πράγματος156

158

τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ἐνίσταται περὶ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην‘. Τῆς δὲ παραγραφῆς ἡ μέν ἐστι τελεία ἡ δὲ ἀτελής, καὶ τελεία μέν ἐστιν ἡ πάντῃ τήν τε εὐθυδικίαν καὶ
5τὸν ἀγῶνα παρακρουομένη, ἀτελὴς δὲ ἡ μέρος τι καταιτιωμένη τῶν περιστατικῶν οἷον χρόνον ἢ τόπον ἢ πρόσωπον. διὰ δὲ τὰς τοιαύτας παραγραφὰς ἔδοξέ τισιν ἡ αὐτὴ εἶναι τῇ μεταλήψει ἡ παραγραφὴ ὡς παραπλησίως ἐκείνῃ ἐκ τῶν περιστατικῶν κινουμένη
10τόπων· τὸ δὲ οὐκ ἀξιόχρεών ἐστι πρὸς τὸ κοινωνεῖν, πολλὰ γὰρ ἕτερα ὡς ἔφαμεν ἐστὶ τὰ χωρίζοντα αὐτὰς ἀπ’ ἀλλήλων. Γίνεται δὲ ἡ παραγραφὴ κατὰ στοχασμὸν κατὰ ὅρον κατὰ πραγματικὴν κατὰ ῥητὸν καὶ διάνοιαν κατὰ
15ἀντινομίαν καὶ πάντως τοῖς κεφαλαίοις τῆς ἐμπιπτού‐ σης διαιρεθήσεται στάσεως. καὶ ἔστι κατὰ στοχασμὸν μέν, ὡς 〈ὁ〉 ἐπὶ Τιμάρχῳ ἀγών, οἷον νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, ἐγράψατο Τίμαρχος Αἰσχίνην παραπρεσβείας, ὁ δὲ τὴν ἑταίρησιν ἐγκαλῶν παραγρά‐
20φεται· κατὰ ὅρον δέ, οἷον δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας, ἱέρεια προαγωγείας ἁλοῦσα ἐκρίθη καὶ ἠφείθη καὶ πάλιν φεύγει ἀσεβείας, ἡ δὲ παραγράφεται, ἐνταῦθα γὰρ εἰ ἡ προαγωγεία τῇ ἀσεβείᾳ ταὐτόν ἐστι ζητεῖται· κατὰ δὲ πραγματικήν, ὡς τόδε νόμος τὸν
25ἀντιλέγοντα νόμῳ τινὶ εἴσω τριάκοντα ἡμερῶν ἀντι‐
λέγειν, πένης καὶ πλούσιος ἐχθροί, ἐπέμφθη πρεσβευ‐157

159

τὴς ὁ πένης, παρὰ τὴν ἀποδημίαν τοῦ πένητος 〈ὁ πλούσιοσ〉 τέθεικε νόμον τὸν ὑπὲρ πέντε τάλαντα 〈μὴ〉 κεκτημένον μὴ πολιτεύεσθαι, ἐπανελθὼν ὁ πένης μετὰ δύο μῆνας ἀντιλέγειν βούλεται, ὁ δὲ παραγράφεται·
5κατὰ δὲ ῥητὸν καὶ διάνοιαν δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας, φόνου κρινόμενός τις ἀπέφυγεν, ὕστερον χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεὸς ‘ἀνδροφόνοις οὐ χρῶ‘, καὶ πάλιν φεύγει φόνου, ὁ δὲ παραγράφεται· κατὰ δὲ ἀντινομίαν νόμος τὸν στρατηγὸν μὴ ἔχειν
10δίκας καὶ νόμος τὸν ἔμπορον εἴσω τριάκοντα ἡμερῶν δικάζεσθαι, ἔμπορος ἔχων πρὸς στρατηγὸν πράγματα βούλεται δικάζεσθαι, ὁ δὲ παραγράφεται. ἁπλῶς τε εἰπεῖν ᾗ δἂν συνεπιπλέκηται στάσει ἡ παραγραφή, ταύτης καὶ τὰ κεφάλαια λήψεται. καὶ ποτὲ μὲν ὁ τῆς
15εὐθυδικίας ἀγὼν εἰσάγεται καὶ ἰδίᾳ μετὰ τοῦτον ὁ τῆς παραγραφῆς, ποτὲ δὲ ἅμα συνεισάγονται οἱ ἀγῶνες ὅ τε τῆς παραγραφῆς καὶ ὁ τῆς εὐθυδικίας. Ἵνα δ’ ἔτι σαφέστερον περὶ τελείας καὶ ἀτελοῦς παραγραφῆς διεξέλθωμεν, ἰστέον ὅτι τέλειαι μέν εἰσι
20παραγραφαὶ 〈αἱ〉 ἐπὶ κεκριμένοις ἤδη τοῖς ἐγκλήμασι γιγνόμεναι καὶ πάντῃ τὴν εὐθυδικίαν ἐκβάλλουσαι, ὡς ἡ περὶ τοῦ ἀνδροφόνου τοῦ δεύτερον κρινομένου καὶ τῆς ἱερείας· ἐν τούτοις γὰρ οὐδ’ ὁτιοῦν πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα ὁ φεύγων ἀπολογεῖται, περὶ δὲ
25τοῦ μὴ ἐξεῖναι κρίσιν αὐτὸν ὑπέχειν δεύτερον περὶ
τῶν αὐτῶν τὴν πᾶσαν ποιεῖται δικαιολογίαν. ἀτελεῖς158

160

δέ εἰσιν, ὅταν τοῦ ῥητοῦ βοηθοῦντος τῷ φεύγοντι 〈καθ’〉 ἕν τι τῶν περιστατικῶν μορίων ἡ παραγραφὴ γίγνηται ἢ πρόσωπον ἡμῶν παραγραφομένων, ὡς ἐπὶ Τιμάρχου, ἢ χρόνον, ὡς ἐπὶ τοῦ πένητος τοῦ μετὰ
5τὰς τριάκοντα ἡμέρας ἀντιλέγειν βουλομένου, ἢ τόδε τὸ δικαστήριον ἤ τι ἄλλο τῶν περιστατικῶν. ἀτελεῖς δὲ αὐτάς φαμεν τῷ μὴ τέλεον ἐκβάλλειν τὴν εὐθυδι‐ κίαν ὥσπερ αἱ τέλειαι, ἀλλ’ ἀγωνιζομένης τῆς ἐπὶ τῷ ἀγῶνι κρίσεως δι’ ἕν τι τῶν εἰρημένων παραγράφε‐
10σθαι· ὁ γὰρ Αἰσχίνης ὁ διὰ τὴν τοῦ προσώπου ποιό‐ τητα τὸν τῆς παραπρεσβείας ἀγῶνα παραγραψάμενος ἀγωνισάμενος πρὸς Τίμαρχον καὶ νικήσας οὐδὲν ἧττον ὑπὸ Δημοσθένους ἐγράφη παραπρεσβείας καὶ τὴν ἐπὶ ταύτῃ δίκην εἰσῆλθεν· εἰκότως οὖν ἀτελεῖς αἱ τοιαῦται
15καλοῦνται παραγραφαὶ ὡς πάντῃ τὴν εὐθυδικίαν ἐκ‐ βάλλειν οὐ δυνάμεναι, ἀλλὰ κἂν ὁ δεῖνα μὴ ἐπεξέλθῃ τῇ γραφῇ ἢ χρόνος ἢ τόπος παραχρῆμα τῷ φεύγοντι βοηθήσῃ, διαδέξεται πάντως αὐτὸν ὁ τῆς εὐθυδικίας ἀγὼν καὶ γραφήν τις ἄλλος ἐπὶ τοῖς αὐτοῖς ἐγκλή‐
20μασιν ἀποθήσεται 〈κατ’ αὐτοῦ καὶ δικαστήριον ἕτερον εὑρεθήσεται〉 παρ’ ᾧ κυρίως τὰς περὶ τῶν ἐγκαλου‐ μένων κρίσεις ὑπομενεῖ, ὡς εἴ τις παρὰ τοῖς θεσμο‐ θέταις Ἀθήνησιν ὑπὲρ ἱερῶν εὐθυνόμενος παραγρά‐ ψοιτο τὴν δίκην λέγων παρὰ τῷ βασιλεῖ μᾶλλον
25δίκαιος εἶναι κρίνεσθαι περὶ τῶν τοιούτων.
Μὴ λανθανέτω δὲ ἡμᾶς ὡς ἔνιοί φασιν ἴδια159

161

κεφάλαια τὴν παραγραφὴν ἔχειν τό τε κατὰ ἐπαγγελίαν καὶ τὸ κατὰ ἔκβασιν καὶ τὸ ἐκ παραδειγμάτων· ταῦτα δὲ ὡς πολλάκις εἴρηται κοινὰ παντός ἐστι ζητήματος, ὥστε ἴδια μὲν οὐκ ἔχει, τοῖς δὲ τῆς συμπλεκομένης
5στάσεως 〈ὡσ〉 καὶ ἄνω ἔφαμεν διαιρεθήσεται κεφα‐ λαίοις. Ἔστι δὲ καὶ τόδε τὸ ζήτημα παραγραφὴ κατὰ στο‐ χασμόν· νόμος ἐπὶ ἀδίκῳ κρίσει ἐπικαλεῖσθαι τοὺς δη‐ μάρχους καὶ νόμος τὸν 〈μὴ〉 ὁμολογήσαντα κακοῦργον
10εἴσω τριάκοντα ἡμερῶν δεδέσθαι παρὰ τοῖς ἄρχουσιν, εἶτα ἀπάγεσθαι, ἤρα τις κόρης, προσῆλθε τῷ πατρὶ αὐτῆς, ὁ δὲ οὐκ ἔδωκε, καὶ δεύτερον προσῆλθεν, ὁ δὲ οὐδ’ οὕτως δέδωκεν, εὕρηται ἡ παῖς πεφονευμένη καὶ παρεστὼς ὁ παῖς ἐπερωτώμενος οὐκ ἔφησεν ἀνῃ‐
15ρηκέναι τὴν παῖδα, ἐδέδετο κατὰ τὸν νόμον, ἱερόσυλοι μεταξὺ ἑάλωσαν, βασανιζόμενοι ἄλλα τε ἐξεῖπον καὶ ὅτι αὐτοὶ εἴησαν οἱ πεφονευκότες τὴν κόρην, παρελ‐ θούσης τῆς προθεσμίας ἀπάγειν οἱ ἄρχοντες τὸν παῖδα βούλονται, οἱ δὲ οἰκεῖοι αὐτοῦ ἐπικαλοῦνται
20τοὺς δημάρχους, οἱ δὲ παραγράφονται.
21tX. ΠΕΡΙ ΠΡΑΓΜΑΤΙΚΗΣ.
22 Ἐπὶ τῇ παραγραφῇ τάττουσιν οἱ τῶν τεχνογράφων ἄριστοι τὴν πραγματικὴν πολυσχιδῆ τε καὶ πολύυλον οὖσαν καὶ ποικίλας προβλημάτων ἰδέας ἐπιδεχομένην.
25ὠνόμασται μὲν οὖν πραγματικὴ ἀπὸ τοῦ πλεονάζοντος160

162

ἐν αὐτῇ· τῆς γὰρ ποιότητος τῶν πραγμάτων, ὡς καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων ἐγνώκαμεν, εἴς τε τὰ γεγονότα καὶ τὰ μέλλοντα διαιρουμένης μόνη τὴν περὶ τῶν μελλόντων ἅπασαν ἀπειληφέναι ἐπισκοπεῖ φύσιν,
5ἔσθ’ ὅτε δὲ καὶ τῶν γεγονότων ἐφάπτεται πρὸς κατα‐ σκευὴν τῶν μελλόντων. ὅρος δέ ἐστιν αὐτῆς οὗτος ‘στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ εἰ γέγονέ τι ἢ γενήσεται καὶ περὶ τοῦ εἰ τόδε τι πρακτέον ἐστὶν ἢ μὴ τὴν ζήτησιν ποιουμένη‘.
10 Τῆς δὲ πραγματικῆς ἡ μέν ἐστιν ἔγγραφος ἡ δὲ ἄγραφος, καὶ ἡ μὲν ἔγγραφος ἀπὸ ῥητοῦ τινος καὶ περὶ ῥητὸν ἔχει τὴν ἐξέτασιν, ἡ δὲ ἄγραφος ῥητῶν οὐ προσαπτομένη περὶ ψιλὰ μόνον ἔχει πράγματα τὴν ζήτησιν. εἴδη δὲ αὐτῶν οὐδετέρα ἔχει, διότι οὐδὲ
15διαφορὰ κεφαλαίων ἐν αὐταῖς θεωρεῖται, κἂν μυριάκις ἔνιοι ξένοις ὀνόμασι τὰ συνήθη προσαγορεύειν ἐπι‐ χειρῶσι, διαφορὰ δὲ προβλημάτων. Τῶν μὲν οὖν ὑπὸ τὴν ἔγγραφον πραγματικὴν προ‐ βλημάτων εἰσὶ διαφοραὶ ἑπτά, κατὰ νόμου εἰσφοράν,
20κατὰ νόμου παλαιοῦ κύρωσιν καὶ ἀναίρεσιν, κατὰ πρόσθεσιν ἐν νόμῳ μέρους τινός, κατὰ ψηφίσματος εἰσαγωγήν, κατὰ ῥητὸν καὶ διάνοιαν, κατὰ ἀντινομίαν, κατὰ αἴτησιν δωρεᾶς· κατὰ μὲν νόμου εἰσφοράν, οἷον πολλῶν ἀτελῶν γιγνομένων καὶ τῶν πολυτελευομένων
25ἐκλειπόντων τίθησι νόμον Λεπτίνης μηδένα εἶναι ἀτελῆ· κατὰ δὲ νόμου πάλαι κειμένου κύρωσιν καὶ
ἀναίρεσιν, οἷον μετὰ τὰ ἐν Μαραθῶνι γράφει τις161

163

παρὰ Λακεδαιμονίοις ἀναιρεῖσθαι τὸν τῆς πανσελήνου νόμον· κατὰ δὲ πρόσθεσιν ἐν νόμῳ μέρους τινός, οἷον νόμος τὸν τυπτήσαντα χιλίας διδόναι, πλούσιος ἐχθρὸς πένητα ἅπαξ τυπτήσας ἐξέτισε τὰς χιλίας καὶ
5δεύτερον τυπτήσας δέδωκε τὰς χιλίας, ὁ δὲ πένης νόμον εἰσφέρει καὶ ἀτίμους τοὺς τυπτήσαντας γίγνε‐ σθαι—οὐ γὰρ ἀναιρῶν τὴν ἔκτισιν τῶν χιλίων τῇ προσθήκῃ τῆς ἀτιμίας ἕνα τὸν ὅλον ἀπεργάζεται νόμον—· κατὰ δὲ ψηφίσματος εἰσαγωγήν, οἷον βασι‐
10λέως ἐπερχομένου πολλῷ στρατῷ γράφει Θεμιστοκλῆς ἐκλιπόντας τὴν πόλιν εἰς τὰς τριήρεις ἐμβαίνειν—οὐ ῥᾳδίαν δὲ τὴν ἐπίγνωσιν ἔχει τὰ τοιαῦτα συμβουλευ‐ τικὰ προβλήματα, πότερον τῆς ἐγγράφου πραγματικῆς ἐστιν ἢ τῆς ἀγράφου· τὰ γὰρ αὐτὰ δυνατὸν ὑπὸ
15ἑκατέραν ἀνάγειν, πλὴν ἐκείνῳ γε διεστήκασιν· ἐὰν μὲν γὰρ ᾖ τὸ ‘γράφει‘ προσκείμενον ἐν τῷ ζητήματι, δηλονότι ὡς ψηφίσματος εἰσαγομένου τινὸς τὸ ‘γράφει‘ προσγέγραπται καὶ οὕτως ἂν τῷ ψηφίσματι ὁ συμ‐ βουλεύων συσταίη, εἰ δὲ ἀντὶ τοῦ ‘γράφει Θεμιστο‐
20κλῆς ἢ ὁ δεῖνα‘ τὸ ‘συμβουλεύει‘ προσκείμενον ἔχοι, ψιλὴ τῶν πραγμάτων ἐξέτασις ἔσται· καὶ οὕτως ὑπὸ μὲν τὴν ἔγγραφον πραγματικὴν ἀναχθήσεται πᾶσα ψηφίσματος εἰσαγωγὴ καὶ λόγος τῷ ψηφίσματι συν‐ ιστάμενος, ὑπὸ δὲ τὴν ἄγραφον πραγματικὴν πᾶς
25συμβουλὴν περιέχων ἄνευ ῥητοῦ λόγος—· ἀνάγονται
δὲ ὑπὸ τὴν ἔγγραφον πραγματικὴν τά τε κατὰ ῥητὸν162

164

καὶ διάνοιαν προβλήματα, οἷον νόμος περὶ πολέμου μέχρι τριῶν ἡμερῶν βουλεύεσθαι, Ἐλάτειαν ἔχοντος Φιλίππου γράφει συμβουλεύων Δημοσθένης αὐθημερὸν ἐξιέναι, 〈καὶ〉 Αἰσχίνης ἀντιλέγει, καὶ κατὰ ἀντινο‐
5μίαν, οἷον νόμος τὸν τύραννον μὴ θάπτεσθαι ἐν ᾗ ἐτυράννησε πόλει καὶ νόμος τὸν κεραυνῷ βληθέντα ἐκεῖ θάπτεσθαι, ἔνθαπερ ἐβλήθη, ἠνέχθη σκηπτὸς κατὰ τυράννου, καὶ ὁ μέν τις ἐκεῖσε θάπτειν αὐτὸν συμβουλεύει, ὁ δὲ ἀντιλέγει· ἔτι γε μὴν καὶ κατὰ
10αἴτησιν δωρεᾶς πάντα ὑπὸ τὴν ἔγγραφον ἀναχθήσεται πραγματικήν, ἐπείπερ κατὰ νόμον γίγνονται, οἷον νόμος τὸν ἀριστέα λαμβάνειν ἣν ἂν βούλοιτο δωρεάν, πλούσιος ἀριστεύσας αἰτεῖ πένητος ἐχθροῦ φόνον καὶ ἀντιλέγει τις.
15 Τῶν μὲν οὖν ὑπὸ τὴν ἔγγραφον πραγματικὴν ἀναγομένων προβλημάτων αὗται διαφοραί. τῆς δὲ ἀγράφου πραγματικῆς προβλημάτων ὁμοίως εἰσὶ δια‐ φοραὶ ἑπτά, κατὰ ἀμφισβήτησιν, κατὰ ἀποκήρυξιν, κατὰ δοκιμασίαν, κατὰ προσαγγελίαν, κατὰ τίμησιν
20καὶ ἀνθυποτίμησιν, κατὰ συμβουλὴν περὶ μελλόντων, κατὰ ἀξίωσιν· κατὰ ἀμφισβήτησιν μὲν ἔδοξε τῶν ἐν Μαραθῶνι πεσόντων ἐπιτάφιον εἰπεῖν τοῦ ἀριστεύ‐ σαντος τὸν πατέρα καὶ ἀμφισβητοῦσι περὶ τούτου ὅ τε Κυνεγείρου καὶ ὁ Καλλιμάχου πατήρ· κατὰ ἀπο‐
25κήρυξιν δὲ ἐπέστη νύκτωρ ὁ παῖς ξιφήρης τῷ πατρί,
μεταγνοὺς ὥρκωσε μὴ ἐξειπεῖν καὶ ἀποκηρύττεται ὑπὸ163

165

τοῦ πατρός· κατὰ δὲ δοκιμασίαν Ἐπίκουρος λαχὼν δᾳδουχεῖν δοκιμάζεται· κατὰ προσαγγελίαν μετὰ Χαιρώνειαν Δημοσθένης ἑαυτὸν προσαγγέλλει· κατὰ δὲ τίμησιν καὶ ἀνθυποτίμησιν μετὰ Πάρον ἁλόντι
5Μιλτιάδῃ Ξάνθιππος τιμᾶται πεντήκοντα ταλάντων, ὁ δὲ ἑαυτῷ ἀνθυποτιμᾶται θανάτου· κατὰ δὲ συμβου‐ λὴν περὶ μελλόντων, οἷον Ἀλκιβιάδης μετὰ 〈Κύζι‐ κον〉 συμβουλεύει πλεῖν ἐπὶ Σικελίαν· κατὰ ἀξίωσιν Ἀλκιβιάδης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρατηγεῖν
10ἀναγκαζόμενος ἀξιοῖ περὶ τῶν ἐπενεχθέντων ἐγκλη‐ μάτων αὐτῷ πρότερον ἀπολογεῖσθαι. Διαφέρει δὲ ἡ κατὰ ἀξίωσιν πραγματικὴ τῆς κατὰ συμβουλήν, ὅτι ἐν μὲν ταῖς συμβουλαῖς ὑπὲρ τοῦ κοινῇ τῇ πόλει συμφέροντος προηγουμένως ποιεῖται
15τοὺς λόγους ὁ συμβουλεύων, ἐν δὲ ταῖς κατὰ ἀξίωσιν ὑπὲρ ἑαυτοῦ ποιεῖται τὴν πρόσοδον ὁ λέγων· παρά‐ δειγμα τῆς κατὰ συμβουλὴν Ἀλκιβιάδης μετὰ Κύζι‐ κον συμβουλεύει πλεῖν ἐπὶ Σικελίαν—τοῦτο γὰρ συμφέρει τῇ πόλει—, τῆς δὲ κατὰ ἀξίωσιν Ἀλκιβιά‐
20δης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρατηγεῖν ἀναγκα‐ ζόμενος ἀξιοῖ πρότερον περὶ τῶν ἐπενεχθέντων αὐτῷ ἐγκλημάτων ἀπολογεῖσθαι· ἐνταῦθα μὲν οὖν δι’ ἑαυ‐ τὸν τῇ πόλει προσάγει τὴν ἀξίωσιν, ἐκεῖ δὲ τὴν συμ‐ βουλὴν διὰ τὸ τῆς πόλεως συμφέρον ποιεῖται. ἡ δὲ
25κατὰ ῥητὸν καὶ διάνοιαν πραγματικὴ διαφέρει τοῦ ῥητοῦ καὶ διανοίας τῆς νομικῆς στάσεως, ὅτι ἐκεῖ μὲν
ἑκὼν ὁ κρινόμενος παραβαίνει καὶ ὡς ἤδη παραβεβη‐164

166

κὼς τὸν νόμον κρίνεται καὶ ἀρθέντος τοῦ νόμου τὸ λοιπὸν οὐδεμίαν ἐγκλημάτων ἐπιδέχεται χώραν, ἐν‐ ταῦθα δὲ οὐδέπω παραβέβασται ἀλλ’ εἰ χρὴ παρα‐ βῆναι ζητεῖται. καὶ ἡ κατὰ ἀντινομίαν δὲ πραγματικὴ
5διαφέρει τῆς ἀντινομίας τῷ ἐκεῖ μὲν παραβεβάσθαι ἤδη τὸν ἕτερον τῶν νόμων, ἐνταῦθα δὲ βουλὴν προ‐ κεῖσθαι πότερον αὐτῶν παραβατέον—ὡς ἐπὶ τοῦ κεραυνωθέντος τυράννου ἐν ᾗ ἐτυράννει πόλει—. ἐπειδὴ δὲ δωρεᾶς αἴτησις καὶ ἐν στοχασμῷ ἐμπίπτει—ὡς ἐπὶ
10τοῦ μάγου τοῦ ὑποσχομένου εἴσω πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον καί, ἐπειδὴ ἠνέχθη κατ’ αὐτοῦ σκηπτὸς εἴσω τῶν πέντε ἡμερῶν, αἰτοῦντος κατὰ τὸν νόμον τὴν δωρεάν—καὶ ἐν ὅρῳ καὶ ἐν πραγματικῇ, ἰστέον ὅτι ταύτῃ διαφέρουσιν ἀλλήλων,
15ὅτι ἐν ἐκείνοις μὲν οὐ κεχώρισται ποίαν αἰτεῖ ὁ λαβεῖν ἀξιῶν, ἐν δὲ ταύτῃ ὡρισμένην αἰτεῖ—οἷον πατέρα σῴζεσθαι ἢ ἐχθροῦ φόνον ἢ γυναῖκα πρὸς γάμον—, καὶ ἔτι 〈ἐν μὲν τῷ στοχασμῷ περὶ μόνου τοῦ προσώ‐ που ποιούμεθα τὴν ζήτησιν εἰ οὗτος ἔστιν ὁ τυραν‐
20νοκτόνος,〉 ἐν δὲ τῷ ὅρῳ οὐδ’ ὅλως τὸν αἰτοῦντα φαμὲν ἄξιον εἶναι δωρεᾶς, οὐ γὰρ τὸ παρὰ τοῦ νόμου διηγορευμένον ἐπὶ τῇ δωρεᾷ πεπραχέναι, ἐν δὲ τῇ πραγματικῇ τῆς μὲν αἰτουμένης κωλύομεν τὸν αἰ‐ τοῦντα τυχεῖν, ἑτέραν δὲ λαμβάνειν συγχωροῦμεν.
25διαφέρει δὲ ἡ κατὰ ἀμφισβήτησιν πραγματικὴ τοῦ
κατὰ ἀμφισβήτησιν ὅρου, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ165

167

λείποντος καὶ πεπραγμένου συνέστηκεν ἡ ἀμφισβή‐ τησις καὶ ἑαυτὸν μὲν ἄξιον εἶναι τοῦ αἰτουμένου λέγει τὸν δὲ ἀντιλέγοντα οὐδαμῶς, ἐν δὲ τῇ πραγ‐ ματικῇ ἑαυτὸν μὲν μᾶλλον ἄξιον εἶναί φησιν ἧττον
5δὲ τὸν ἐναντιούμενον· διόπερ ἐν ταῖς πραγματικαῖς, ἡνίκα ποιούμεθα τὰς συγκρίσεις, οὐ χρὴ τὸν ἀμφισβη‐ τοῦντα ψέγειν, ἀλλὰ κἀκεῖνον μὲν ἐπαινεῖν ἑαυτοὺς δὲ μᾶλλον προκρίνειν, ὡς ἐπὶ Κεφάλου καὶ Ἀριστο‐ φῶντος, οἳ περὶ τοῦ γέρως ἀμφισβητοῦσιν. δύο δὲ
10τῆς ῥητορικῆς εἰδῶν ὡς πολλάκις ἔφαμεν ἐν ταῖς στάσεσι θεωρουμένων, δικανικοῦ τε καὶ συμβουλευτι‐ κοῦ, 〈συνεπιπλεκομένου δὲ ἔσθ’ ὅτε τούτοις τοῦ πανη‐ γυρικοῦ,〉 τὸ μὲν δικανικὸν ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσι, τὸ δὲ συμβουλευτικὸν ὑπὸ μόνην σχεδὸν
15ἀνάγεται τὴν πραγματικὴν συνεπιπλεκομένων αὐτῇ καὶ τῶν ἄλλων δύο εἰδῶν. σπανίως γὰρ ἐν στοχασμῷ συμβουλὴ εὑρεθήσεται, ὡς ἐπ’ ἐκείνου πολιορκού‐ μενοί τινες ἀνέῳξαν τὰς πύλας καὶ βουλεύονται οἱ πολιορκοῦντες εἰ χρὴ εἰσελθεῖν· σπανίως δὲ καὶ ἐν
20ὅρῳ, ὡς ἐπ’ ἐκείνου νόμος τὴν ἄχρηστον ἡλικίαν ἀναιρεῖσθαι, τρισαριστεὺς ἄχειρ ἐστὶ καὶ βουλεύονται— τοῦτο γὰρ οὔκ ἐστι κατὰ ῥητὸν καὶ διάνοιαν, εἰ καὶ Μινουκιανὸς φησίν, ἀλλὰ ὅρος· ζητοῦμεν γὰρ τίς ἐστιν ἡ ἄχρηστος ἡλικία καὶ εἰ ἄχρηστος ὁ τρισαρι‐
25στεύς—. πλὴν οὖν ὀλίγων συμβαίνει πᾶσαν συμβου‐
λὴν ὑπὸ τὴν ἄγραφον ἀνάγεσθαι πραγματικήν. οὐ166

168

μόνον δὲ τὸ συμβουλευτικὸν ἀλλ’ ἤδη καὶ τὸ δικανι‐ κὸν εἶδος ἐπιδέχεται ἡ πραγματική· πᾶσαι γὰρ αἱ τῶν παρανόμων γραφαὶ πραγματικῆς στάσεώς εἰσιν. πᾶσα δὲ συμβουλὴ ὥς φησιν Ἀριστοτέλης περὶ τούτων γίγνεται
5γενικῶς· περὶ πολέμου καὶ εἰρήνης, περὶ πόρου χρημάτων, περὶ εἰσαγωγῆς καὶ ἐξαγωγῆς χρημάτων, περὶ οἰκισμοῦ πόλεων ἢ κατασκαφῆς, περὶ μεταναστάσεως, περὶ νόμων, περὶ τιμῆς. ἐπειδὴ δὲ καὶ ἐν ὅρῳ περὶ τιμῆς γίγνεται ἡ ζήτησις, ὅταν τις ἀξιοῖ τιμᾶσθαι τύραννον
10διώξας ἢ προσκτησάμενός τινα πόλιν, ἰστέον ὅτι ἐν ὅρῳ μὲν ἡ ζήτησις περὶ τὸ πρᾶγμα γίγνεται, εἰ τὸ διῶξαι μόνον τὸν τύραννόν ἐστι τυραννοκτονία ἢ τὸ πεῖσαι Φίλιππον ἀποδοῦναι Ἀμφίπολιν προσκτήσασθαι πόλιν ἐστίν, ἵνα εἰ τοῦτο γένοιτο φανερὸν τῆς προση‐
15κούσης ὁ αἰτῶν τύχοι τιμῆς· ἐν δὲ τῇ πραγματικῇ φανεροῦ τοῦ πράγματος ὄντος ἡ σκέψις γίγνεται περὶ τοῦ ποίαν τινὰ λαβεῖν χρὴ τὸν αἰτοῦντα δωρεάν. εἰσὶ δὲ καὶ περὶ τιμωρίας ἐν πραγματικῇ ἀμφισβητήσεις, ὡς ἐπ’ ἐκείνου ἐξῆν ἐν πολέμῳ μισθωσάμενον ἕτερον
20ἐκπέμπειν ἀνθ’ ἑαυτοῦ, πολέμου καταλαβόντος ἐξέπεμψέ τις ἄλλον ἀνθ’ ἑαυτοῦ μισθωσάμενος, ἀριστεύσας ἐκεῖνος κατὰ τὸν νόμον ἔλαβε τὴν δωρεάν, ἑτέρου πολέμου καταλαβόντος ἐξέπεμψεν αὐτὸν ὁμοίως μισθω‐ σάμενος, ἔλιπε τὴν τάξιν καὶ νόμου κελεύοντος κολάζε‐
25σθαι τὸν λιπόντα τὴν τάξιν ἀντιπροβάλλονται ἀλλήλους167

169

ὅ τε ἐκπέμψας καὶ ὁ ἐκπεμφθείς· τοῦτο δὲ τὸ ζήτημα τινές φασι γνώμης στοχασμὸν τῷ πλείστους ἐν αὐτῷ λογισμοὺς ἐμφαίνεσθαι στοχαστικούς, ὥσπερ καὶ ἐν τοῖς πολιορκοῦσι καὶ βουλευομένοις εἰ χρὴ εἰσελθεῖν
5ἀνοιξάντων τὰς πύλας τῶν πολιορκουμένων· ἔστι δὲ πραγματικῆς ἀγράφου κατὰ στοχασμὸν ἐχούσης τὴν ζήτησιν. καθόλου δὲ χρὴ γινώσκειν, ὅτι πολλὰ προ‐ βλήματά ἐστιν ὡς καὶ ἀνωτέρω εἴρηται, ἅπερ ὑπὸ μίαν ἄντικρυς ἀνάγειν στάσιν οὐχ οἷόν τε, ὥσπερ καὶ
10τόδε νόμος τὸν στρατηγὸν τοὺς καταστείχοντας φυ‐ γάδας ἀναιρεῖν, διδύμων ἀδελφῶν τὸν ἕτερον φυγόντα εἶργεν ὁ νόμος κατιέναι, τὸν ἕτερον συναποδημήσαντα μόνον εἶτα ἐπανιόντα ἀπέκτεινεν ὁ στρατηγὸς ὡς φυγάδα καὶ κρίνεται φόνου· τοῦτο γὰρ καὶ γνώμης
15ἄν τις εἴποι στοχασμὸν καὶ συγγνώμην. Διαιρεῖται δὲ ἥ τε ἔγγραφος καὶ ἡ ἄγραφος πραγ‐ ματικὴ τοῖς τελικοῖς κεφαλαίοις, ἅπερ ἐστὶ πέντε, τὸ νόμιμον τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ πρέ‐ πον· ἐν δὲ τῇ ἀγράφῳ ἀντὶ τοῦ νομίμου τὸ ἔθος
20παραληψόμεθα. ἐκ δὲ τούτων καὶ 〈αἱ〉 ἀντιθέσεις ἐν αὐτῇ κινοῦνται, ἐκ [δὲ] τοῦ νομίμου μὲν αἱ νομικαί, ἐκ δὲ τοῦ δικαίου καὶ συμφέροντος αἱ δικαιολογικαί, οἷον ‘ἀλλ’ ἄξιον τὰς αἰτίας λέγειν‘, ‘ἀλλ’ ἄτοπον τόδε τι ποιήσαντά με κρίνεσθαι‘. καὶ τὸ ὁρικὸν δὲ ἐν
25αὐτῇ κινεῖται καὶ πλατύνεται οἷς περὶ ἑκάστου τόποις εἰρήκαμεν. ἐκ δὲ τοῦ συμφέροντος αἱ ἀντιστατικαὶ
κινηθήσονται. ἔτι δὲ κἀκεῖνο ἰστέον, ὡς ἀπὸ τριῶν168

170

τούτων τόπων ἐν τῇ πραγματικῇ χρὴ τὰς ἀντιθέσεις κινεῖν, ἀπὸ προσώπων ἀπὸ πραγμάτων ἀπὸ καιρῶν, ἢ ἐκ πάντων ἅμα ἢ τινῶν· οἷον μετὰ τὴν Πλαταιέων κατασκαφὴν νόμον εἰσφέρουσι Λακεδαιμόνιοι πόλιν
5Ἑλληνίδα μηκέτι κατασκάπτεσθαι, ἐνταῦθα γὰρ ἀπὸ μὲν τοῦ προσώπου ἐμπεσεῖται ἥδε ‘ἀλλὰ πικροί τινες ὄντες Λακεδαιμόνιοι καὶ πόλιν Ἑλληνίδα κατασκάψαν‐ τες οὐ δίκαιοι περὶ τούτου νομοθετεῖν‘, ἀπὸ δὲ τοῦ καιροῦ ‘ἀλλ’ ἐν τῷ πολέμῳ ἥκιστα προσήκει νομοθε‐
10τεῖν, γνώμης γὰρ σωφρονούσης οὐ τεταραγμένης ἔκ‐ γονος ὁ νόμοσ‘, ἀπὸ δὲ τοῦ πράγματος ‘ἀλλ’ ἡ Πλα‐ ταιέων παράνομος ἅλωσις οὐ συγχωρήσει βέβαιον ἑστάναι τὸν νόμον‘. Ἰστέον δὲ ὅτι ἡ πραγματικὴ περὶ μελλόντων ποι‐
15ουμένη τὴν ζήτησιν οὔτε προβολὴν οὔτε διήγησιν ἐπιδέχεται, εἴπερ ἥ τε προβολὴ καὶ ἡ διήγησις τῶν γεγονότων ἢ ὡς γεγονότων ἔκθεσιν περιέχουσιν, ἀλλ’ ἀντὶ τούτων τὴν κατάστασιν ἕξει συνδετικὴν οὖσαν τῶν τε προοιμίων καὶ τῶν ἀγώνων. τρόποι δὲ κατα‐
20στάσεώς εἰσι ΙΒ, ὡς Ἀψίνης ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τέχνῃ φησίν, οὓς χρὴ διασκεψαμένους ἀκριβῶς κατ’ ἐκείνους ποιεῖσθαι τὰς καταστάσεις· μάλιστα δὲ τὸ παρ’ Ἰσοκράτους εὖ ἐχόντως εἰρημένον ἐν τῇ τέχνῃ μνημονευτέον ὡς ‘περισκοπητέον ἐν τῇ
25καταστάσει τό τε πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτε‐
ρος τῶν ἀγωνιζομένων τόδε τι πέπραχεν ἢ μέλλει169

171

πράττειν, καὶ τούτων τοῖς συμβαλλομένοις ἡμῖν χρη‐ στέον‘. Τελικὰ δὲ κεφάλαια κυρίως μέν ἐστι τρία, ὡς καὶ ἐν προγυμνάσμασιν ἡμῖν εἴρηται, εἴ γε καὶ τρία τῆς
5ῥητορικῆς ἔγνωμεν εἴδη, ὧν τοῦ μὲν δικανικοῦ τέλος τὸ δίκαιον, τοῦ δὲ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ πανηγυρικοῦ τὸ καλόν· τούτων δὲ ἕκαστον ὑπο‐ διαιρεῖται εἰς τάδε, τὸ μὲν δίκαιον εἴς τε τὸ νόμιμον καὶ τὸ δίκαιον καὶ τὸ ἔθος, τὸ δὲ συμφέρον εἰς χρή‐
10σιμον ἀναγκαῖον δυνατὸν ῥᾴδιον ἐκβησόμενον, τὸ δὲ καλὸν εἴς τε τὸ πρέπον καὶ τὸ ἔνδοξον. Τὸ μὲν οὖν νόμιμον πλατύνεται τῇ τε γνώμῃ τοῦ νομοθέτου καὶ τοῖς περιστατικοῖς μορίοις καὶ νόμοις ἑτέροις, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στε‐
15φάνου τὸ νόμιμον διὰ νόμων ἑτέρων ἐπλάτυνεν— ἔθηκε δὲ τὸ νόμιμον ἐξ ἀρχῆς· οὐ γὰρ ὡς ἕτεροί φασιν ἐν μέσῳ τοῦ λόγου· ἀφ’ οὗ γὰρ τὴν πολιτείαν τὴν ἑαυτοῦ καὶ τὴν περὶ τὸν δῆμον εὔνοιαν ἐξετάζει, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ νόμιμον κατασκευάζει· τοῦ
20γὰρ Αἰσχίνου τὸ Κτησιφῶντος ψήφισμα παρὰ τρεῖς γεγράφθαι λέγοντος νόμους, πρῶτον μὲν ὅτι ψευδῆ γέγραφε περὶ Δημοσθένους γράμματα γράψας ὅτι εὔνους—νόμος δέ ἐστιν ὁ κωλύων ψευδῆ εἰσφέρειν γράμματα—, δεύτερον δὲ μὴ ἐξεῖναι ἐν τῷ θεάτρῳ
25στεφανοῦσθαι ἀλλ’ ἐν πυκνί, τρίτον τὸν ὑπεύθυνον μὴ στεφανοῦσθαι, πρῶτον ἐξετάζει Δημοσθένης τὸν περὶ τοῦ μὴ ψευδῆ γράφειν νόμον καὶ δείκνυσι διὰ
τῆς αὑτοῦ πολιτείας τήν γε εὔνοιαν ὡς οὐ ψευδῆ170

172

γέγραφε Κτησιφῶν ἀλλ’ ὅτι μάλιστ’ ἀληθῆ· ἀφ’ οὗ γοῦν τόπου τῆς ἑαυτοῦ πολιτείας ἄρχεται καὶ τῆς εὐνοίας, ἀπ’ ἐκείνου καὶ τοῦ νομίμου τὴν ἐξέτασιν ποιεῖται· ἐπιδείκνυσι γὰρ ὡς οὐ παράνομον τὸ ψήφισμα
5Κτησιφῶντος μὴ ψευδῆ γράμματα περὶ Δημοσθένους περιέχον ὡς εὔνους τῇ πόλει ἀλλ’ ἀληθῆ—. ζηλώσω‐ μεν οὖν τὸν Δημοσθένην πλατύνοντες τὸ νόμιμον, καθάπερ ἐκεῖνος ἔν τε τῷ περὶ τοῦ στεφάνου καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην. πλατυ‐
10νοῦμεν δὲ τὸ νόμιμον καὶ ἀπὸ τῶν προσώπων καὶ τῶν πραγμάτων, ἀπὸ προσώπων μὲν τίς ἐστιν ὁ γρά‐ φων πολεμεῖν ἢ βοηθεῖν καὶ τίσι καὶ πότε καὶ πῶς, ἀπὸ δὲ πραγμάτων διὰ τί χρὴ πολεμεῖν ἢ βοηθεῖν. Ἐν μὲν οὖν τῇ ἐγγράφῳ πραγματικῇ τὸ νόμιμον
15ἐμπίπτει, ἕπεται δὲ αὐτῷ καὶ τὸ ἔθος, ἐν δὲ τῇ ἀγράφῳ τὸ μὲν νόμιμον οὐκ ἐμπίπτει, τὸ δὲ ἔθος ἀντὶ αὐτοῦ παραληψόμεθα. ἔθος δέ ἐστιν, ὅπερ ἢ χρόνος ἐκράτυνεν ἢ ὡς συμφέρον αἱ τῶν πολλῶν ἐκύρωσαν γνῶμαι. διαφέρει δὲ νόμος ἔθους τῷ τὸ
20μὲν ἄγραφον εἶναι τὸν δὲ ἔγγραφον, καὶ τὸ μὲν καθόλου τὸν δὲ ἐπὶ μέρους, καὶ τὸ μὲν φύσει τὸν δὲ θέσει τι ........ παρά τινων. πλατύνεται δὲ τόποις ἕξ, διά τε τῆς πατρίου πολιτείας, ὅπερ ἐστὶ τὰ παρ’ ἡμῖν ἔθη, καὶ διὰ παραδειγμάτων, τουτέστιν
25εἴ τινες ἄνδρες ἄριστοι τετυχήκασι παρ’ ἡμῖν δωρεᾶς,
καὶ ἀπὸ τῶν εὐνομουμένων πόλεων καὶ τῶν παρ’171

173

αὐτοῖς ἀρίστων, καὶ ἀπὸ τῶν περὶ τοὺς ἥρωας τιμῶν, ἔτι δὲ ἀπὸ τῶν παρὰ βαρβάροις τιμηθέντων καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς ἐπαράτων. τοῦτο δὲ ἱκανῶς Ἀρι‐ στείδης ἐν τῷ Περικλεῖ ἐπλάτυνεν, ὃν ἀξιοῖ τις ἀπο‐
5στῆναι τῆς προσηγορίας τοῦ Ὀλυμπίου κατέχοντος τοῦ λοιμοῦ κατάλογόν τε τῶν προγόνων ποιούμενος καὶ τὰς πράξεις αὐτῶν διεξιὼν καὶ τὴν παλαιὰν πολιτείαν ἀνυμνῶν καὶ δεικνὺς ὡς οὐδεὶς πώποτε ἄνθρωπος ὢν ὄνομα θεῶν ἔλαβεν. καὶ τὸν μὲν Ἀριστείδου Περι‐
10κλέα παράδειγμα ἕξομεν περὶ τοῦ μὴ δεῖν τοῖς μὴ κατὰ ἔθος οὖσι κεχρῆσθαι, εἰς δὲ τὸ μὴ χρῆναι λύειν τὰ ἔθη τὸν πρὸς Λεπτίνην Δημοσθένους. λύεται δὲ τὸ ἔθος τοιῶσδε, ὥσπερ ἐπὶ Κλέωνος τοῦ ἀξιοῦντος καλεῖσθαι. Πυθίου μετὰ τὰ ἐν Πύλῳ, πρὸς γὰρ τὴν
15ἀντίθεσιν τὴν ὅτι ‘καινὰ αἰτεῖσ‘ ἀπαντήσει ὁ Κλέων λέγων ‘ἀλλ’ οὐδὲ πρὸς τὸν βίον ἐξ ἀρχῆς ἅπαντα παρῆλθεν οὐδὲ τέλειον ἕκαστον εὐθὺς ἀνεφάνη, ἀλλὰ μὴ πρότερον ὄντα κατὰ μέρος ἤρξατο γίγνεσθαι· οὕτω καὶ τέχναι ηὐξήθησαν καὶ τὰ πράγματα εἴληφε τὰς
20ἐπιδόσεισ‘ καὶ παραδείγματα ἐπάξει νόμων τεχνῶν ἰατρικῆς κυβερνητικῆς φιλοσοφίας καὶ τῶν τοιούτων. ἕκαστα δὲ τούτων κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάξομεν. Τὸ δὲ δίκαιον ὁ μὲν θεῖος Πλάτων εἴς τε τὸ
25ὅσιον καὶ τὸ δίκαιον ὁμωνύμως τῷ γένει διαιρεῖ ἐν
τῷ Εὐθύφρονι, καὶ ἔστιν ἡ τοιαύτη ἀκρίβεια φιλο‐172

174

σοφωτέρα τὸ μὲν ὅσιον τοῖς κρείττοσιν ἡμῶν ἀπονέ‐ μουσα τὸ δὲ δίκαιον τοῖς συστοίχοις. οἱ δὲ ῥήτορες ἀδιαίρετον ἐῶντες αὐτὸ ἅτε τὸ περὶ τὰ ἀνθρώπινα καθῆκον αὐτοῦ μάλιστα θεωροῦντες πλατύνουσιν αὐτὸ
5καθάπερ ἐν ταῖς δικαιολογίαις· ἐν γὰρ πάσαις ταύταις πολυτρόπως τὸ δίκαιον ἐξετάζεται ὅ τε κρινόμενος τοὺς ἀκολούθους ἀπὸ τῶν ἑξῆς κεφαλαίων ἐπάγει λογισμούς, ὁ μὲν φεύγων δίκαιον εἶναι τὸ γεγονὸς ἀποφαινό‐ μενος, ὁ δὲ διώκων ἄδικον αὐτὸ διὰ τῶν ἐναντίων
10λογισμῶν ἀποδεικνύων. ἐν μὲν γὰρ ἀντιλήψει λέγον‐ τος 〈τοῦ φεύγοντοσ〉 εἰ τύχοι ὡς ‘κατὰ φύσιν γελάσας οὐκ ὀφείλω κρίνεσθαι‘ ἐξετάζομεν πότερον ἀφεῖναι τὸν τοιόνδε δίκαιον ἢ μή, ἐν δὲ ἀντιστάσει ὁμοίως ὁ φεύγων ἐρεῖ ‘οὐ δίκαιόν ἐστιν ἐμὲ κρίσιν ὑπέχειν ὑπὲρ σοῦ
15πεποιηκότα‘, ἐν δὲ μεταστάσει ἄλλου αἰτίου ὄντος, ἐν δὲ ἀντεγκλήματι τοῦ πεπονθότος ὑπάρχοντος ἀξίου παθεῖν ἃ πέπονθεν, ἐν δὲ συγγνώμῃ τῆς ἀνάγκης τῆς ἀγνοίας ἤ τινος ἄλλου κρείττονος βιασαμένου. ἔτι δὲ πλατύνεται τὸ δίκαιον ταῖς εὐλόγοις αἰτίαις· ταύτας
20δὲ διαιρετέον τῇ τε κατὰ πρόσωπον σχέσει καὶ τῇ κατὰ πράγματα καὶ μερικῶς τῇ ἐκβάσει, οἷον τῇ μὲν κατὰ πρόσωπον σχέσει εἰ φίλοι οἱ τὴν συμμαχίαν αἰτοῦντες ἢ ἐχθροί, ἀδικούμενοι ὑφ’ ἑτέρων ἢ ἐπι‐ βουλεύοντες ἄλλοις, ὑπὲρ οἰκείας ἀγωνιζόμενοι ἢ τὴν
25ἀλλοτρίαν διασῶσαι σπεύδοντες· ἐκ τούτων γὰρ καὶ
τῶν τοιούτων τὸ κατὰ τὰ πρόσωπα δίκαιον ἐπισκεψό‐173

175

μεθα. ὁ δὲ Θουκυδίδης βιαιότερον κατασκευάζων τὸ δίκαιον ἐν τῇ Κερκυραίων δημηγορίᾳ καὶ μὴ δυνά‐ μενος εἰπεῖν ὅτι ‘ὡς φίλοις οὖσι βοηθητέον‘—οὐ γὰρ συμμαχήσαντες ἦσαν Ἀθηναίοις οἱ Κερκυραῖοι—ἐκ
5τῆς τοῦ ἐναντίου ἀποφάσεως μεθοδεύσας εἰσήγαγεν αὐτὸ λέγων ‘ὡς οὐκ ἐχθροῖς οὖσι βοηθήσατε‘· φησὶ γὰρ οὕτως ‘εἶτα ἐν ἀδικήματι θήσονται πεισθέντων ὑμῶν ἃ δεόμεθα. πολὺ δὲ ἐν πλείονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ἕξομεν· ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ
10οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε, τῶνδε δὲ οὐχ ὅπως κωλυταὶ ἐχθρῶν ὄντων καὶ ἐπιόντων γενήσεσθε, ἀλλὰ καὶ ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν περι‐ όψεσθε, ἣν οὐ δίκαιον‘. τῇ δὲ κατὰ πράγματα σχέσει, ὅταν τὴν τῶν πραγμάτων φύσιν ἐξετάζωμεν, οἷον
15εἰ δίκαιον τοῖς μὴ συμμαχήσασι βοηθεῖν ἢ τοῖς ἀδι‐ κοῦσιν ἐπικουρεῖν ἢ τοὺς εὐεργετήσαντας λυπεῖν ἢ τὰ ἐναντία, ὡς καὶ Θουκυδίδης ἐν τῇ Κορινθίων δημη‐ γορίᾳ ‘καίτοι δίκαιοί γέ ἐστε μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις, εἰ δὲ μή, τοὐναντίον ἐπὶ τούτους
20μεθ’ ἡμῶν ἰέναι· Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε, Κερκυραίοις δὲ οὐδὲ δι’ ἀνακωχῆς πώποτε ἐγένεσθε‘. εἰ δέ γε λυποίη ἡμᾶς τὸ κατὰ πρόσωπον δίκαιον, ἐπὶ τὸ κατὰ πράγματα μόνον φευξόμεθα, ὡς καὶ Ἀριστείδης ἐν Καλλιξένῳ πεποίηκεν· λυποῦντος γὰρ
25αὐτὸν τοῦ κατὰ πρόσωπα δικαίου—οὐ γὰρ ἠδύνατο
λέγειν δίκαιον εἶναι θάπτειν τοὺς μὴ ἀνελομένους τὰ174

176

ναυάγια πρὸς ταφὴν τῶν ἐν Ἀργιννούσαις πεπτωκό‐ των—ἐπὶ τὸ κατὰ πράγματα δίκαιον ἐχώρησε καθόλου τὸν λόγον εἰσάγων καί φησιν ‘ἄνδρες Ἀθηναῖοι, βου‐ λεύεσθε εἰ χρή τινα θάψαι τῶν τετελευτηκότων‘. τοῦ
5δὲ κατὰ τὰς ἐκβάσεις τόπου ἐφαψόμεθα μόνον ἐν τῷ δικαίῳ, ἐν δὲ τῷ συμφέροντι τὴν πλατύτητα αὐτοῦ τηρήσομεν. ἡ δὲ τοῦ δικαίου λύσις ὡς καὶ ἀνωτέρω εἴρηται κατὰ μίαν τῶν δικαιολογικῶν γίγνεται στά‐ σεων, οἷον ἐπ’ ἐκείνου τοῦ ζητήματος φυγάδες πόλιν
10ἔκτισαν καὶ γράφει τις στρατεύειν ἐπ’ αὐτούς, λεγόν‐ των γὰρ ἡμῶν μὴ δίκαιον εἶναι περιορᾶν κατοικιζο‐ μένους τοὺς φυγάδας καὶ τρόπον ἕτερον κατάγοντας ἑαυτοὺς ἀντιτεθήσεται ἡμῖν ἀντιληπτικὸν τόδε ‘ἀλλ’ οὐδεὶς κεκώλυκε νόμος κτίζειν ὅποι βούλοιντο τοὺς
15φυγάδας πόλιν‘. Τὸ δὲ συμφέρον διαιρεῖται μὲν εἴς τε τὸ χρήσιμον, ὃ καὶ ἐκ περιουσίας καλοῦσι, καὶ εἰς τὸ ἀναγκαῖον καὶ τρίτον τὸ ἐκβησόμενον· θεωρεῖται δὲ ἐν κτήσει ἀγα‐ θῶν, ἐν φυλακῇ ἀγαθῶν, ἐν ἀπωλείᾳ κακῶν, ἐν
20φυλακῇ τοῦ μὴ προσελθεῖν τὰ κακά, ἐν συγκρίσει 〈ἀγαθῶν, ἐν συγκρίσει〉 ἀτόπων. ληψόμεθα δὲ ταῦτα ἐπὶ μὲν τῶν καθ’ ἕνα ἀπὸ ψυχῆς ἀπὸ σώματος ἀπὸ τῶν ἐκτός—ἔστι δὲ κατὰ μὲν ψυχὴν καλὰ αἱ ἀρεταὶ δηλονότι ἀνδρεία φρόνησις δικαιοσύνη σωφροσύνη καὶ
25ὅσα τούτων ἔχεται, κακὰ δὲ δειλία ἄγνοια 〈ἀδικία
ἀκολασία καὶ τὰ ὅμοια〉, κατὰ δὲ σῶμα καλὰ μὲν ἰσχὺς175

177

ὑγίεια κάλλος, κακὰ δὲ ἀσθένεια νόσος αἶσχος, ἐπὶ δὲ τῶν ἐκτὸς καλὰ μὲν φίλοι χρήματα περιφάνεια δόξα, κακὰ δὲ ἐχθροὶ ἔνδεια καταφρόνησις ἀδοξία—, ἐπὶ δὲ πόλεως ἀντὶ μὲν τῶν ἀπὸ ψυχῆς παραληψόμεθα νόμων
5θέσιν πολιτείας εὐταξίαν, ἀντὶ τῶν ἀπὸ σώματος τείχη νεώρια ἱερῶν κατασκευὴν πεζοὺς ὁπλίτας ἱππέας καὶ ναυτικόν, ἀντὶ δὲ τῶν ἐκτὸς χρήματα συμμάχους δόξαν. ἐξετάσομεν δὲ τὸ συμφέρον διὰ τόπων ἑπτά, ἀπὸ τοῦ τοῖς ἐχθροῖς κακοῦ ἡμῖν δὲ ὠφελίμου, ἀπὸ
10τοῦ τοῖς ἐχθροῖς ἡδέος ἡμῖν δὲ ἀσυμφόρου, ἀπὸ τοῦ σφόδρα δεῖν ἐκείνων ἀντέχεσθαι ὑπὲρ ὧν πόνους τε παμπόλλους ἐπονήσαμεν καὶ χρήματα ἀνηλώσαμεν, ἀπὸ τῆς πάντων ἀνθρώπων ἢ τῶν πλειόνων κρίσεως, ἀφ’ ὧν οἱ ἐχθροὶ θαυμάζουσιν, ἀπὸ τοῦ ὑπὸ τῶν ἐχθρῶν
15μὴ ψέγεσθαι, ἀπὸ 〈τῆσ〉 τῶν ἐνδόξων κρίσεως. διπλῆ δέ ἐστιν ἡ τοῦ συμφέροντος ἐξέτασις ἡ μὲν τὸ χρήσι‐ μον κατασκευάζουσα ἡ δὲ τὸ ἀναγκαῖον, οἷον χρή‐ σιμον μὲν Ἀθηναίοις Κερκυραίους ποιήσασθαι συμ‐ μάχους διὰ τὴν τοῦ ναυτικοῦ δύναμιν, οὐ μέντοι
20σφόδρα ἀναγκαῖον, Ὀλυνθίους δὲ συμμάχους προσλα‐ βεῖν ἀναγκαῖον, ἵνα μὴ Φίλιππος σὺν ἐκείνοις στρα‐ τεύσῃ κατὰ τῆς πόλεως. χρήσιμον δὲ ἡ τοῦ ἀναγκαίου ἐξέτασις καὶ μάλιστα χώραν ἔχει ἐν ταῖς δυσκολίαις τῶν πραγμάτων, ὅταν ἐπὶ πόνους ἢ δαπάνας ἢ ἄλλο
25τι τῶν δυσχερῶν παρακαλῶμεν τοὺς ἀκούοντας· ἔνθα καὶ ἡ τοῦ ἐκβησομένου ἐξέτασις ἀναγκαία ὡς ‘εἰ μὴ
τάδε πράξομεν, τάδε ἡμᾶς καὶ τάδε περιστήσεται τὰ176

178

δεινά‘, ὅπερ ὁ Δημοσθένης ἐν Ὀλυνθιακοῖς ποιεῖ κατασκευάζων οἷα συμβήσεται τοῖς Ἀθηναίοις, εἰ μὴ βοηθήσειαν Ὀλυνθίοις· φησὶ γὰρ ‘εἰπέ μοι· τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν; Θηβαῖοι; μὴ λίαν πικρὸν
5εἰπεῖν ᾖ καὶ συνεισβάλλουσιν ἑτοίμως. —ἀλλὰ Φω‐ κεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάττειν, ἂν μὴ βοηθήσητε ὑμεῖς; —ἢ ἄλλος τις;‘ πολλάκις δὲ οἱ ῥήτορες καὶ τὸ χρήσιμον μεθοδεύοντες ἀναγκαῖον πειρῶνται δεικνύναι, ὡς Θουκυδίδης ἐν τῇ Κερκυραίων
10δημηγορίᾳ ‘τὸν δὲ πόλεμον, δι’ ὅνπερ χρήσιμοι ἂν εἴημεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρ‐ τάνει καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας καὶ τοὺς Κορινθίους δυναμένους τε παρ’ αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας
15καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν εἰς τὴν ὑμετέραν ἐπιχείρησιν‘. διττῶν δὲ οὐσῶν τῶν ἀποδείξεων παν‐ ταχοῦ ἔν τε γεωμετρίᾳ καὶ διαλεκτικῇ καὶ ῥητορικῇ— ἤτοι γὰρ προηγουμένως ἀποδείκνυμεν ἢ εἰς ἄτοπον ἀπάγοντες, προηγουμένως μὲν οἷον ‘διὰ τὸ ἐπιβου‐
20λεύειν τῇ πόλει Φίλιππον συμφέρει κτήσασθαι συμ‐ μάχους Ὀλυνθίουσ‘, εἰς ἄτοπον δὲ ἀπάγοντες οἷον ‘εἰ γὰρ ἐθέλοιτε τῆς ἐλευθερίας ἀπαλλαγέντες καὶ τοῦ τῶν ἄλλων ἡγεῖσθαι δουλεύειν ἑτέροις καὶ ὑπο‐ τετάχθαι, μὴ πολεμεῖτε Φιλίππῳ‘—διττῶν οὖν οὐσῶν
25ὡς ἔφαμεν τῶν ἀποδείξεων ἔοικεν ἡ μὲν τοῦ χρησίμου
κατασκευὴ τῇ προηγουμένῃ ἀποδείξει, ἡ δὲ τοῦ177

179

ἀναγκαίου τῇ εἰς ἄτοπον ἀπαγωγῇ, μᾶλλον δὲ ἐπὶ τῶν ῥητορικῶν τῇ εἰς ἄδοξον καὶ ἀσύμφορον ἀπα‐ γωγῇ. τὴν δὲ τοῦ χρησίμου καὶ τοῦ ἀναγκαίου ἐξέτασιν ποιησόμεθα τετραχῶς ἑκατέραν, ἐπὶ μὲν τοῦ
5χρησίμου καταφατικῶς 〈ἐπὶ δὲ τοῦ ἀναγκαίου ἀντι‐ φατικῶσ〉 κατασκευάζοντες, οἷον ‘εἰ μὲν ἑλοίμεθα τόδε περὶ οὗ ἡ βουλή—συμμαχῆσαι εἰ τύχοι Ὀλυνθίοις—, τὰ ὄντα ἀγαθὰ παραμενεῖ ἐλευθερία ἀσφάλεια, τὰ οὐκ ὄντα προσέσται δόξα σύμμαχοι χρημάτων πρόσοδοι
10τῶν ἄλλων ἡγεμονία· τὰ παρόντα φαῦλα ἀπωσόμεθα χρημάτων ἔνδειαν συμμάχων ἀπορίαν ἐχθρῶν ἰσχύν, τὰ οὐκ ὄντα φαῦλα οὐ προσέσται ὑπὸ ἐχθρῶν ἡττη‐ θῆναι συμμάχων ἀπορῆσαι καὶ ὅσα τοιαῦτα. 〈εἰ δὲ μὴ ἑλοίμεθα, τὰ τούτοις ἐναντία συμβήσεται ἡμῖν.〉‘
15ἡ δὲ τῶν τοιούτων ἐργασία τε καὶ χρῆσις ἔστι μὲν καὶ παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς τε καὶ συμβου‐ λευτικοῖς, μάλιστα δὲ παρὰ Θουκυδίδῃ ἐν ταῖς δημη‐ γορίαις· διὸ καὶ δριμύτατος ἐν αὐταῖς ἐστι διὰ πάντων τῶν εἰρημένων τόπων ἐξετάζειν τὸ χρήσιμον ἐπιχειρῶν
20καὶ εἰς τὸ ἀναγκαῖον αὐτὸ μετάγων, ὡς εἴρηται πολ‐ λάκις. τάξομεν δὲ καὶ τὴν ἔκφρασιν ἐν τοῖς τοῦ συμφέροντος λογισμοῖς, ἐὰν μὲν ἐπί τι χαλεπὸν δοκοῦν εἶναι παρακαλῶμεν, καὶ πρὸ τῶν ἄλλων τοῦ συμφέροντος κατασκευῶν, οἷον κινεῖται συνεχῶς ἡ
25Σικελία καὶ συμβουλεύει τις μετοικεῖν—ἐὰν γὰρ178

180

εὐθὺς ἐν ἀρχῇ μὴ προτάξωμεν τὴν ἀπὸ τῶν σεισμῶν ἔκφρασιν, οὐδ’ 〈ἂν〉 ἀνάσχοιντο ἡμῶν τὰ ἄλλα κατα‐ σκευαζόντων, ὑπομνησθέντες δὲ τῶν φοβερῶν διὰ τῆς ἐκφράσεως εὐαγωγότεροι πρὸς τὸ πεισθῆναι γενήσον‐
5ται—, ἐὰν δὲ περί τινος εὐκολωτέρου συμβουλεύωμεν, μέσην τῶν ἄλλων τοῦ συμφέροντος λογισμῶν ἢ καὶ τελευταίαν πολλάκις τάξομεν τὴν ἔκφρασιν αὔξησιν δι’ αὐτῆς τοῖς κατασκευαζομένοις ἐπάγοντες. Τὸ δὲ δυνατὸν ὁ μὲν Βασιλικὸς ἀξιοῖ μετὰ τὸ
10συμφέρον τάττειν λέγων περιττὸν εἶναι μὴ συμφέρον‐ τος τοῦ ζητουμένου σκοπεῖν εἰ δυνατόν ἐστιν. ἀλλ’ ἀντιστρέφων ὁ λόγος φανεῖται· καὶ γὰρ μὴ δυνατοῦ ὄντος τοῦ προκειμένου περιττὸν ἂν εἴη ἡ τοῦ συμφέ‐ ροντος ἐξέτασις. χρὴ δὲ μάλιστα τῷ θείῳ Πλάτωνι
15καὶ περὶ τὴν τάξιν τῶν κεφαλαίων τούτων ἀκολουθῆ‐ σαι, ᾗπερ κἀκεῖνος ἐν τῇ πολιτείᾳ κέχρηται· δεῖ γὰρ ἐπ’ ἐκεῖνο πρότερον ἥκειν τὸ κεφάλαιον, ὅπερ μάλιστα διαταράττει τοὺς ἀκροωμένους καὶ προηγουμένως ζητεῖται παρ’ αὐτοῖς· ἐν γὰρ τῷ πέμπτῳ τῆς πολι‐
20τείας κατασκευάσαι βουληθείς, ὅτι τὰ αὐτὰ μετε‐ λευστέον ἀνδράσι τε καὶ γυναιξὶν ἐπιτηδεύματα, εἶδεν ὅτι τὸ μὲν συμφέρον ἐνταῦθα πρόδηλον ἦν, τὸ δὲ δυνατὸν ἐλύπει τὸν λόγον ὡς δυσχερεστέρας ἐν αὐτῷ τῆς κατασκευῆς γενομένης, διόπερ πρότερον τὸ δυνατὸν
25κατασκευάσας, ἐφ’ ὅπερ κατήπειγεν ὁ λόγος, οὕτως
ἐπὶ τὸ συμφέρον ἐτράπη· πάλιν ἐν τῷ ἐχομένῳ θεω‐179

181

ρήματι περὶ τοῦ δεῖν κοινὰς εἶναι τὰς γυναῖκας λυποῦντος αὐτὸν τοῦ συμφέροντος ἐπ’ ἐκεῖνο πρῶτον χωρήσας οὕτως ἐπὶ τὸ δυνατὸν ἐτράπη. φαίνεται δὲ καὶ Δημοσθένης ἐνίοτε τῇ τοιαύτῃ μεθόδῳ κεχρη‐
5μένος καὶ τοῦ τε καιροῦ καὶ τῶν λυπούντων ἄριστα στοχαζόμενος καὶ πρὸς ἐκεῖνα πρότερον μετάγων τὸν λόγον· καὶ ἐπὶ ζητημάτων δὲ φανερὸν τὸ τοιοῦτον, οἷον Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δη‐ μοσθένης ἀντιλαμβάνεσθαι τῶν πραγμάτων—γελοῖον
10γὰρ ἐνταῦθα μὴ πρότερον κατασκευάσαντα τὰ δυνατὰ μνήμην τινὰ ποιεῖσθαι τοῦ συμφέροντος—. ἡ δὲ τοῦ δυνατοῦ ἐξέτασις ἐπὶ μὲν τῶν καθ’ ἕνα γενήσεται, ὥσπερ ἐπὶ τοῦ συμφέροντος, ἀπὸ ψυχῆς ἀπὸ σώματος ἀπὸ τῶν ἐκτός—ἀπὸ μὲν ψυχῆς εὐορκίας ἐπιορκίας
15πίστεως ἀπιστίας εὐνοίας φθόνου μεγαλοψυχίας φιλο‐ χρηματίας ἐμπειρίας ἀπειρίας καὶ τῶν τοιούτων, ὁπόσα ψυχῆς ἐστι πάθη, ἀπὸ δὲ σώματος ῥώμης ἀσθενείας εὐεξίας καχεξίας καὶ τῶν τοιούτων, ἀπὸ δὲ τῶν ἐκτὸς χρημάτων φίλων 〈περιφανείας δόξης εἴτε προσόντων
20εἴτε ἀπόντων—, ἐπὶ δὲ πόλεως ἀπὸ χρημάτων〉 στρα‐ τιωτῶν ὅπλων συμμάχων τριήρων ἵππων τόπων λιμέ‐ νων καιρῶν τύχης καὶ τῶν παραπλησίων· ἀπὸ γὰρ τῶν προσόντων ἡμῖν αὐτοῖς ἢ τοῖς ἐναντίοις ἢ πάν‐ των ἅμα ἢ τινῶν ληψόμεθα τὴν εὐπορίαν εἰς τὴν τοῦ
25δυνατοῦ κατασκευήν. ὑποδιαιρήσομεν δὲ τὸ δυνατὸν
πρῶτον μὲν ἐὰν ἐγχωρῇ τῷ μὴ χαλεπὸν εἶναι, ἔπειτα180

182

τῷ εἰ καὶ χαλεπὸν εἴη ἀλλ’ οὖν ἀναγκαῖον καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑπομένειν καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν ἀντι‐ ληπτέον τῶν πραγμάτων, ὡς Δημοσθένης ἐν Φιλιπ‐
5πικοῖς ‘εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ· ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ θέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα‘ καὶ τὰ ἑξῆς,
10εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ ὅτι ‘εἰ καὶ χρήσιμον τὸ πολεμεῖν, ἀλλ’ οὐκ ἀναγκαῖον‘ τέθεικεν εὐθέως τὴν τοῦ ἀναγκαίου κατασκευὴν λέγων ‘ποῖ οὖν ἀναδυό‐ μεθα; ἢ τί μέλλομεν; ἢ πότε, ὦ Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν νὴ Δί’ ἀνάγκη τις ᾖ. ἀλλ’
15ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ‘, εἶτα τῇ εἰς ἄτοπον ἀπαγωγῇ κατεσκεύασεν οὕτως ‘οὐδὲ γὰρ Φεραίοις πρότερον πρὸς τὰ τείχη προσ‐
20βάλλων ἔφασκε πολεμεῖν οὐδὲ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων. ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν; οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ γὰρ ἄλλο γε οὐδέν ἐστι μεταξὺ τοῦ μήτε ἀμύνεσθαι μήτε ἄγειν
25ἡσυχίαν ἐᾶσθαι‘. ἐπὶ δὲ τούτοις κατασκευάζειν χρὴ
καὶ τὸ ῥᾴδιον· αὔξησις γὰρ τοῦ δυνατοῦ ἡ τοῦ ῥᾴστου181

183

ἀπόδειξις, καὶ πᾶν μὲν ῥᾴδιον δυνατόν, οὐ πᾶν δὲ δυνατὸν ἤδη καὶ ῥᾴδιον. εἰσάξομεν δὲ αὐτὸ οὕτως ὅτι ‘ὑμεῖς μὲν χρημάτων τοσῶνδε καὶ πόνων καὶ στρατείας ἡγεῖσθε τὰ παρόντα προσδεῖσθαι πράγματα,
5τὸ δὲ οὐχ οὕτως ἔχει‘ καὶ ἑξῆς ἐπὶ τὰς ἀποδείξεις τοῦ ῥᾳδίου χωρήσομεν· καθόλου γὰρ ἢ δυσχέρειά τις πρόσεστι τοῖς συμβουλευομένοις ἢ ῥᾳστώνη· εἰ μὲν οὖν δυσχέρεια προσείη, διὰ τῶν προειρημένων ποιη‐ σόμεθα τοῦ δυνατοῦ τὴν κατασκευὴν τελείως ἑκάστου
10ταῖς ἐργασίαις ἐπεξιόντες, εἰ δὲ εὐκολία προσείη, περιττὸν πρὸς τοὺς εἰδότας ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπι‐ χείρησιν τὰ πράγματα, περὶ ὧν ἡ βουλή, τοιαύτας ἀποδείξεις καὶ κατασκευὰς ἐπάγειν, ἀλλὰ διὰ βραχέων αὐτοῦ [ῥᾴδιον] ἐφαψάμενοι ὡς μὴ δοκεῖν παντελῶς
15παραλιμπάνειν ἐπὶ τὴν κατὰ ὑπόθεσιν τρεψόμεθα μέθοδον λέγοντες ὅτι ‘εἰ καὶ δυσκολίαν τινὰ συν‐ έβαινε προσεῖναι τοῖς πράγμασιν, οὐδ’ οὕτως ἐχρῆν αὐτῶν ἀποστῆναι· προσήκει γὰρ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑπομένειν‘ καὶ συστήσομεν
20τοῦτο ἀπὸ παραδειγμάτων ὅτι ‘καὶ σύνηθες ὑπὲρ τοιούτων ἀγωνίζεσθαι τῇ πόλει· καὶ γὰρ τόνδε τὸν πόλεμον—εἰ τύχοι—προθύμως ὑπέστησαν‘. τελέα δὲ δυνατοῦ κατασκευή ἐστιν ἡ ἑκατέρων ἐξέτασις, τῶν τε ἡμῖν αὐτοῖς προσόντων καὶ τῶν τοῖς ἀντιπάλοις,
25ὥσπερ Θουκυδίδης πεποίηκεν ἔν τε τῷ Περικλεῖ λέγων ‘τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέροις ὑπαρχόντων
ὡς οὐκ ἀσθενέστερα ἕξομεν, γνῶτε καθ’ ἕκαστον182

184

ἀκούοντες. αὐτουργοί τε γάρ εἰσι Πελοποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτε ἐν κοινῷ χρήματα αὐτοῖς ἐστιν, ἔπειτα χρονίων πολέμων καὶ διαποντίων ἄπειροι‘ καὶ τὰ ἑξῆς, εἶτα ἐπήγαγε ‘καὶ τὰ μὲν Πελοποννησίων τοιαῦτα
5καὶ παραπλήσια τούτοις ἔμοιγε δοκεῖ· τὰ δὲ ἡμέτερα τούτων τε ὧν ἐκείνοις ἐμεμψάμην ἀπηλλάχθαι καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου μεγάλα ἔχειν‘ καὶ τὰ ἑξῆς· πάλιν ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ τοῦτο ποιεῖ λέγων ‘οἱ μὲν γὰρ νεωτεροποιοὶ καὶ ἐπι‐
10νοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν, ἡμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι· αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλ‐ πιδες, τὸ δὲ ἡμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι
15καὶ τῆς γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ ἀποδημηταὶ [καὶ] πρὸς ἐνδημοτάτουσ‘. καὶ ἔστι τοῦτο τῶν δαιμονίως τε καὶ συντόμως ἀπηγγελμένων ἀντιθέτων· καθελὼν
20δὲ τὰ Λακεδαιμονίων ηὔξησε τὰ τῶν Ἀθηναίων ἐναν‐ τίων ὄντων, διότι λίαν ἐπηρμένους ἑώρα τοὺς Λακε‐ δαιμονίους καὶ καταφρονοῦντας τῶν Ἀθηναίων, ἠπεί‐ γετο δὲ πρὸς τὸν πόλεμον αὐτοὺς παροξῦναι· χρὴ γὰρ τὸν ἔμφρονα ῥήτορα θαρροῦντάς τε παρὰ τὸ δέον
25τοὺς συμβουλευομένους καταπλῆξαι φυλαττόμενον εἰς183

185

ἀθυμίαν αὐτοὺς ἐμβάλλειν, ὅπερ καὶ ὁ ῥήτωρ ἐν τρίτῳ τῶν Ὀλυνθιακῶν εὐθὺς ἐκ προοιμίων ποιεῖ, καὶ πάλιν ἀθύμως διακειμένους ἐγεῖραι καὶ φρονήματος ἐμπλῆσαι φυλάττοντα κἀνταῦθα, ὅπως μὴ προαχθῶσιν εἰς κατα‐
5φρόνησιν καὶ ῥᾳθυμότεροι γένωνται. τοῦτο δὲ πρῶτος μὲν Ὅμηρος πεποίηκεν· Ἀχιλλεὺς γὰρ ἐπιστρέψαι τὸν βασιλέα βουλόμενος εἰς τὴν ὑπὲρ τῶν παρόντων φρον‐ τίδα πρότερον καταπλήττει λέγων ‘Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω ἂψ ἀπονοστήσειν, εἴ κεν
10θάνατόν γε φύγοιμεν, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούσ‘, εἶτα καταπλήξας οὐ συγκεχώρηκε τραπῆναι πρὸς ἀθυμίαν, ἀλλὰ τὴν ἴασιν ἔδειξε πλη‐ σίον ὑπάρχουσαν εἰπὼν ‘ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα‘· Δημοσθένης δὲ καλῶς ἐζήλωσεν
15ἔν τε τῷ προειρημένῳ τρίτῳ τῶν Ὀλυνθιακῶν καὶ ἐναργέστερον ἐν τῷ περὶ τῆς εἰρήνης ἐκ προοιμίων ‘ὁρῶ μέν, ὦ Ἀθηναῖοι, τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔχοντα καὶ ταραχὴν οὐ μόνον τῷ πολλὰ προεῖσθαι καὶ μηδὲν εἶναι προὔργου περὶ αὐτῶν εὖ
20λέγειν‘ καὶ τὰ ἑξῆς, εἶτα διὰ τούτων καταπλήξας αὐτοὺς ἐπανήγαγε πρὸς τὸ θαρρεῖν λέγων ‘οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οἴομαι καὶ πεπει‐ κὼς ἐμαυτὸν ἀνέστηκα, ἂν ἐθέλητε τοῦ θορυβεῖν καὶ φιλονεικεῖν ἀποστάντες ἀκούειν, ὡς ὑπὲρ πόλεως βου‐
25λευομένοις καὶ τηλικούτων πραγμάτων προσήκει, ἕξειν
καὶ λέγειν καὶ συμβουλεύειν, δι’ ὧν καὶ τὰ παρόντα184

186

ἔσται βελτίονα καὶ τὰ προειρημένα σωθήσεται‘. εἰ δέ τις ἐν τῇ τελείᾳ τοῦ δυνατοῦ ἐργασίᾳ μὴ δύναται χρῆσθαι τῇ ἀντεξετάσει, ἑτέρως αὐτὸ μεθοδεύσομεν καὶ διὰ παραδειγμάτων τὸ δυνατὸν κατασκευάσομεν,
5ὥσπερ ὁ ῥήτωρ ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν ‘εἰ δέ τις ὑμῶν, ὦ Ἀθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι σκοπῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντα ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται, λογισάσθω μέντοι τοῦτο,
10ὅτι εἴχομεν ἡμεῖς ποτε, ὦ Ἀθηναῖοι, Πύδναν καὶ Ποτείδαιαν καὶ Μεθώνην καὶ πάντα τὸν τόπον τοῦτον οἰκεῖον κύκλῳ καὶ πολλὰ τῶν μετ’ ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα καὶ ἐλεύθερα ὑπῆρχε καὶ μᾶλλον ἡμῖν ἐβούλετο οἰκείως ἔχειν ἢ ἐκείνῳ. εἰ τοίνυν 〈ὁ〉
15Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν ἐστιν Ἀθηναίοις ἔχουσι τοσαῦτα ἐπιτειχίσματα τῆς ἑαυτοῦ χώρας ἔρημον ὄντα συμμάχων, οὐδὲν ἂν ὧν νυνὶ πεποίηκεν ἔπραξεν οὐδὲ τοσαύτην ἐκτήσατ’ ἂν δύναμιν‘.
20 Τὸ δὲ ἔνδοξον καλεῖται καὶ πρέπον, ἔστι δὲ πρέπον τὸ καθῆκον ἑκάστῳ, οἷον Ἀθηναίοις τὸ ἐλευθερίας μᾶλλον φροντίζειν ἢ χρημάτων, τὸ συμμαχῆσαι τοῖς ἀτυχοῦσι, τὸ τοῖς πρότερον ἠδικηκόσι κειμένοις ὕστερον μὴ ἐπεμβαίνειν· τὰ δὲ τοιαῦτα καὶ δόξαν ἐπάγοντα
25τοῖς δρῶσι δηλονότι τοῦ ἐνδόξου ἔχεται, τὸ δὲ ἔν‐
δοξον ὑπὸ τὸ καλὸν ἀνακτέον. τὴν δὲ τοῦ ἐνδόξου185

187

ἐργασίαν διχῶς ἐξετάσομεν ‘ποιούντων ἡμῶν τόδε τί προσγενήσεται‘ καὶ ‘μὴ ποιούντων τόδε τί συμβήσε‐ ται‘, καὶ τούτων ἑκάτερον διὰ τεσσάρων πλατυνοῦμεν τόπων, οἷον ‘συμμαχησάντων 〈μὲν ἡμῶν〉 Ὀλυνθίοις
5ἡ οὖσα δόξα παραμενεῖ, καὶ ἡ μὴ οὖσα προσέσται, ἡ οὖσα ἀδοξία ἀπελαθήσεται, ἡ μὴ οὖσα οὐ προστεθή‐ σεται, μὴ συμμαχησάντων δὲ τοῖς κινδυνεύουσιν ἡ νῦν οὖσα δόξα οὐ παραμενεῖ, ἡ μὴ οὖσα οὐ προσ‐ έσται, ἡ προσοῦσα ἀδοξία οὐκ ἀπελαθήσεται, ἡ μὴ
10οὖσα προσγενήσεται‘· ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην φησίν—ἃ γὰρ οὐ πρόσεστι τοῖς Ἀθηναίοις, ταῦτά φησιν ἀπαντήσεσθαι, εἰ τὴν ἀτέλειαν ἀφέλοιντο τοὺς εὐεργέτας—‘νῦν γάρ‘ φησὶν ‘οὗτος ὁ νόμος ἀντὶ καλῆς αἰσχρὰν τῇ πόλει περιάπτει δόξαν καὶ οὔτε
15τῶν προγόνων οὔθ’ ὑμῶν ἀξίαν. τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀπίστους ἀχαρίστους εἶναι δοκεῖν‘. περὶ δὲ τῆς οὔσης δόξης ἐν Ὀλυνθιακῶν δευτέρῳ τάδε φησὶν ‘ἀλλ’ ἵνα οἱ ἄλλοι τῶν δικαίων τύχωσι, τὰ ὑμέτερα αὐτῶν ἀνηλίσκετε εἰσφέροντες καὶ
20προεκινδυνεύετε στρατευόμενοι‘, καὶ πάλιν ἐν τῷ περὶ τοῦ στεφάνου ἐκ παραδειγμάτων κατασκευάζει τὸ ἔν‐ δοξον λέγων ‘καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὐχ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτ’ ἀκίνδυνα ἑώρων. ἀλλ’ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐπ’
25αὐτούς, ἀλλ’ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς186

188

κινδύνοις ἑαυτοὺς διδόναι ὀρθῶς καὶ καλῶς βουλευό‐ μενοι‘. Κοινὴ δὲ τῶν τελικῶν κεφαλαίων μέθοδός ἐστιν ἡ κατὰ ἀντίφασιν εἰσαγωγή· εἰ μὲν γὰρ ἔχοιμεν δεῖξαι,
5ὅτι δίκαιον ἢ συμφέρον τὸ προκείμενόν ἐστι, τοῦτο κατασκευάσομεν, εἰ δὲ μή, ἐροῦμεν ὅτι οὐκ ἄδικον ἢ οὐκ ἀσύμφορον. ἔστι δὲ αὐτοῦ τὸ παράδειγμα καὶ παρὰ τῷ ῥήτορι· μὴ δυνηθεὶς γὰρ κατασκευάσαι, ὅτι δυ‐ νατόν ἐστι λυθῆναι τὴν Φιλίππου δύναμιν, ἐπὶ τὴν ἀντί‐
10φασιν χωρήσας ἔφη ‘μὴ γὰρ ὡς θεῷ νομίζετε ἐκείνῳ τὰ παρόντα πεπηγέναι πράγματα ἀθάνατα‘, οὐκ ἀδύνατον γὰρ λυθῆναι τὴν Φιλίππου δύναμιν ἐν χρόνῳ τήν γε ἀπό τινος ἀρξαμένην χρόνου. εἰ δὲ ὁ ἀντίδικος τῇ ἀντιφάσει χρήσαιτο, ἡμεῖς τὸ κατὰ θέσιν ἀπαιτήσομεν
15λέγοντες ὡς ‘οὐκ ἀρκεῖ τὸ μὴ βλάπτειν μόνον, ἀλλ’ ὅτι καὶ συμφέρει δεικτέον‘· καὶ γὰρ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους αἰσθόμενος τοὺς ἀντιλέ‐ γοντας τὸ κατὰ ἀντίφασιν εἰσάγοντας ὅτι ‘εἰ καὶ μὴ εὔνους ἐστὶν ὁ Χαρίδημος τῇ πόλει, ἀλλ’ οὔτι γε
20δύσνουσ‘, ἐκ προοιμίων εὐθὺς ἀναιρεῖ τὸ τοιόνδε καὶ δείξειν ἐπαγγέλλεται κακονούστατον 〈φάσκων〉 ‘ἐγὼ δ’ ἐάνπερ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένα ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην ἀλλὰ καὶ κακονούστατον ἁπάντων ἀν‐
25θρώπων καὶ πολὺ τοὐναντίον ἢ προσῆκεν ὑπειλημ‐ μένον‘. ἔτι γε μὴν κἀκείνη τῶν τελικῶν κεφαλαίων
ἡ μέθοδος κοινὴ τὸ ποτὲ μὲν καθολικοὺς ἀφορισμοὺς187

189

προθέντα περὶ τῶν προκειμένων οὕτως ἐπάγειν τὰς κατὰ μέρος ἀποδείξεις, ποτὲ δὲ ἐπὶ ταῖς μερικαῖς κατασκευαῖς ἐπάγειν τοὺς ἀφορισμούς· καὶ πολλὰ τῶν τοιούτων παρά τε Θουκυδίδῃ καὶ Δημοσθένει τὰ παρα‐
5δείγματα, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν προτάξας τὸν ἀφορισμὸν ἐπάγει τὰς κατασκευὰς ‘ἀλλ’ οἶμαι παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως· ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δὲ ἀναλώσας
10λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. καὶ περὶ τῶν πραγμάτων οὕτως οἱ μὴ χρησά‐ μενοι τοῖς καιροῖς ὀρθῶς οὐδ’ εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν μνημονεύουσιν· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάντων κρίνεται. διὸ καὶ
15σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτα ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα‘. πάλιν μετ’ ὀλίγα περὶ τῶν θεωρικῶν χρημάτων τὰς μερικὰς κατασκευὰς εἰπὼν ἐπάγει τὸν ἀφορισμὸν ‘ἔστι δὴ λοιπὸν οἶμαι πάντας
20εἰσφέρειν, ἂν πολλῶν δέῃ, πολλά, ἂν ὀλίγων, ὀλίγα. δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων‘. ἔτι γε μὴν καὶ ὁ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινός ἐστι τῶν τελικῶν κεφαλαίων. ‘Τὸ δὲ ἐκβησόμενον κατὰ ὑπόθεσιν λαμβάνεται‘.
25ἀπορήσειε δ’ ἄν τις, τίνι διαφέρει τὸ ἐκβησόμενον 〈τὸ〉 κεφάλαιον τῆς ἐν τῷ συμφέροντι ἐκβάσεως, ἐν ᾗ φαμεν ὅτι συμμαχησάντων μὲν ἡμῶν τάδε ἀποβήσεται
μὴ συμμαχησάντων δὲ τάδε· φαμὲν οὖν ὅτι ἐν μὲν188

190

τῇ τοῦ συμφέροντος ἐκβάσει τὰ προσεχῆ ἐξετάζομεν τέλη, ἐν δὲ τῷ ἐκβησομένῳ τῶν ἐκεῖ τελῶν ἐξετασθέν‐ των τὰ τέλη διασκοποῦμεν. τὴν δὲ διαφορὰν ταύτην ἔδειξεν ἡμῖν Δημοσθένης ἐν πρώτῳ Ὀλυνθιακῶν· τὸ
5μὲν γὰρ συμφέρον ἐξετάζων ἔφη ὅτι ‘συμφέρει Ὀλυν‐ θίοις βοηθῆσαι‘, εἶτα ἡ ἔκβασις ‘τοῦτο γὰρ ἡμῶν ποιησάντων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος, μὴ συμ‐ μαχησάντων δὲ τοῖς Ὀλυνθίοις ἐλθὼν εἰς τὴν Ἑλλάδα Φίλιππος πολεμήσει τὴν Ἀττικήν‘. καὶ ταῦτα μὲν
10προσεχῆ τῆς ἐκβάσεως τέλη· τὰ δὲ τῶν τελῶν τέλη, ἅπερ εἰς τὸ ἐκβησόμενον ἀνάγομεν, ἐκεῖνα ὅτι ‘ἐν Μακεδονίᾳ μὲν πολεμοῦντες πλεῖστα κερδανοῦμεν, ἐν δὲ τῇ Ἀττικῇ τοῦ πολέμου συστάντος τάδε καὶ τάδε ἡμᾶς περιστήσεται τὰ δεινά‘. ἄξιον δὲ καὶ ἀπ’ αὐτῆς
15ἑκάτερον γνῶναι τῆς λέξεως· τὴν μὲν οὖν τοῦ συμφέ‐ ροντος ἔκβασιν ἐξετάζων τάδε φησὶν ‘ἔτι τοίνυν, ὦ Ἀθηναῖοι, μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω, ὅτι νῦν αἵρεσίς ἐστιν ὑμῖν, πότερον ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ παρ’ ὑμῖν ἐκεῖνον· ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν
20Ὀλυνθίων, ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε τὴν ὑπάρχουσαν καὶ τὴν οἰκείαν ταύτην ἀδεῶς καρπούμενοι· ἐὰν δὲ ἐκεῖνα Φίλιππος λάβῃ, τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν; Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν ᾖ καὶ συνεισβάλλουσιν ἑτοίμως. —
25ἀλλὰ Φωκεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάτ‐ τειν, ἂν μὴ βοηθήσητε ὑμεῖς; —ἢ ἄλλος τις;‘ τὰ δὲ ἀπὸ τοῦ ἐκβησομένου πάλιν ἐξετάζων τάδε φησὶν
‘ἀλλὰ μὴν ἡλίκα γέ ἐστι τὰ διάφορα ἐνθάδε ἢ ἐκεῖ189

191

πολεμεῖν, οὐ λόγου προσδεῖν ἡγοῦμαι. εἰ γὰρ ὑμᾶς δεήσειεν αὐτοὺς τριάκοντα ἡμέρας μόνας ἔξω γενέσθαι καὶ ὅσα ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας λαμβάνειν—μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου
5λέγω—, πλεῖον ἂν οἶμαι ζημιωθῆναι τοὺς γεωργοῦν‐ τας ἡμῶν, ἢ ὅσα εἰς ἅπαντα τὸν πρὸ τοῦ χρόνον δεδαπάνησθε· εἰ δὲ δὴ πόλεμός τις ἥξει, πόσα χρὴ νομίσαι ζημιωθήσεσθαι; καὶ πρόσεσθ’ ἡ ὕβρις καὶ ἔτι τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττω ζημίας τοῖς
10γε σώφροσιν. πάντα δὴ ταῦτα δεῖ συνιδόντας ἅπαν‐ τας βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖσε τὸν πόλεμον, τοὺς μὲν οὖν εὐπόρους, ἵνα ὑπὲρ τῶν πολλῶν ἃ καλῶς ποιοῦντες ἔχουσι μικρὰ ἀναλίσκοντες τὰ λοιπὰ ἀδεῶς καρπῶνται, τοὺς δὲ ἐν ἡλικίᾳ, ἵνα τὴν τοῦ πολεμεῖν
15ἐμπειρίαν ἐν τῇ τοῦ Φιλίππου χώρᾳ κτησάμενοι φο‐ βεροὶ φύλακες τῆς οἰκείας ἀκεραίου γένωνται, τοὺς δὲ λέγοντας, ἵνα αἱ τῶν πεπολιτευμένων αὐτοῖς εὔθυναι ῥᾴδιαι γένωνται‘. καὶ προτρέψαι δὲ καὶ ἀποτρέψαι ἱκανωτάτη ἐστὶν ἡ τοῦ ἐκβησομένου ἐξέτασις, διόπερ
20ἐπιμελῶς αὐτῇ κεχρῆσθαι προσήκει. Χρὴ δὲ καὶ τὰς γνώμας ἐν ταῖς συμβουλαῖς ἐξετά‐ ζειν, τήν τε οἰκείαν, μεθ’ ἧς ἐπὶ τὸ συμβουλεύειν ἀπήντηκε, καὶ τὰς τῶν ἀντιλεγόντων, μεθ’ ἧς ἕκαστος ἐναντιοῦσθαι ἐπιχειρεῖ, ἔτι δὲ καὶ τὰς τῶν ἀκουόντων,
25δι’ ἃς ἐπὶ τὸ προθεῖναι τὴν βουλὴν ὥρμησαν· ἱκαναὶ
γὰρ αὗται καὶ συστῆσαι καὶ διαβαλεῖν τὰ πράγματα.190

192

Διαφέρει δὲ συμβουλὴ προτροπῆς, ὅνπερ τρόπον καὶ τοῦ ὅλου τὸ μέρος—ὅλον μὲν γάρ τι ἡ συμ‐ βουλή, μέρος δὲ ἡ προτροπή—, καὶ τῷ τὸ μὲν περι‐ έχειν τὸ δὲ περιέχεσθαι. ἔτι διαφέρει παραίνεσις
5συμβουλῆς τῷ τὴν μὲν συμβουλὴν περὶ ἑνὸς γίγνε‐ σθαι πράγματος τὴν δὲ παραίνεσιν περὶ πλειόνων, καὶ τῷ τὴν μὲν συμβουλὴν πρὸς πρᾶξίν τινα τῶν ἔξωθεν γίγνεσθαι—πότερον ἄξιόν ἐστι τόδε 〈τι〉 πράττειν ἢ μή—τὴν δὲ παραίνεσιν πρὸς ἤθους εὐ‐
10ρυθμίαν παραλαμβάνεσθαι, καὶ τῷ τὴν μὲν παραίνεσιν πρὸς ἕνα γίγνεσθαι τὴν δὲ συμβουλὴν πρὸς πολλούς, καὶ ἡ μὲν συμβουλὴ ἀντιλογίαν ἐπιδέχεται, οἷον ‘χρὴ βοηθεῖν Ὀλυνθίοισ‘, ἡ δὲ παραίνεσις οὐ, οἷον ‘χρὴ τὸ θεῖον σέβειν, γονεῖς τιμᾶν‘.
15tXI. ΠΕΡΙ ΡΗΤΟΥ ΚΑΙ ΔΙΑΝΟΙΑΣ.
16 Ἱκανῶς ἡμῶν ἤδη καὶ περὶ τῆς πραγματικῆς τῆς τε ἀγράφου καὶ τῆς ἐγγράφου διεληλυθότων καὶ τὴν πλατύτητα τῶν κεφαλαίων ἐκθεμένων ἀναγκαῖον ἂν εἴη μετελθεῖν ἐπὶ τὰς νομικάς, αἵπερ λοιπαὶ τῶν στά‐
20σεών εἰσιν. ὠνομάσθησαν οὖν νομικαί, διότι περὶ νόμους καὶ ῥητά τινα τὴν σύμπασαν ἔχουσι ζήτησιν· οὐ γάρ, ὥσπερ ἐν ταῖς ἄλλαις στάσεσιν οἱ νόμοι καὶ τὰ ῥητὰ πρὸς ἑτέρων ἀπόδειξιν παρελαμβάνοντο, οὕτω
κἀνταῦθα, ἀλλ’ ἐκεῖ μέν, κἂν περιαιρεθῶσιν οἱ νόμοι,191

193

σῴζεται τὰ ἀδικήματα, ἐνταῦθα δὲ τὸ ὅλον κῦρος ἐν τοῖς νόμοις ἐστίν, ὧν σιωπηθέντων οὔτε ἔγκλημα οὔθ’ ὅλως ἀδίκημα τὸ λειπόμενον τυγχάνει. ἀνάγον‐ ται δὲ πᾶσαι ὑπὸ τὴν ἔγγραφον ποιότητα.
5 Καὶ πρῶτόν γε περὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας λεκτέον, ὅπερ ὠνομάσθη μὲν οὕτως, διότι ὁ μὲν κατήγορος τῷ ῥητῷ ὁ δὲ φεύγων τῇ διανοίᾳ κέχρηται· ὅρος δὲ αὐτῆς ἐστιν οὗτος ‘ῥητὸν καὶ διάνοιά ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν
10ὁ φεύγων ῥητῷ ὑφ’ ἑαυτοῦ ἑκόντος παραβεβασμένῳ ἐπ’ οὐδεμιᾷ ἀδικίᾳ διάνοιαν ἀντιτίθησιν‘, καὶ γένος μὲν τοῦ ὅρου ἡ στάσις τὰ δὲ λοιπὰ διαφοραὶ χωρί‐ ζουσαι αὐτὴν ἀντιστάσεώς τε καὶ συγγνώμης καὶ πραγ‐ ματικῆς τῆς κατὰ ῥητὸν καὶ διάνοιαν· ταύταις γὰρ
15καὶ κοινωνεῖν δοκεῖ. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ νομικαὶ μονοειδεῖς εἰσιν, ὥσπερ αἵ τε ἀντιθετικαὶ καὶ ἡ πραγματική· ἔφαμεν γὰρ πολλάκις εἴδη διάφορα γίγνεσθαι ἐν ταῖς στά‐ σεσιν ἢ κατὰ ἐναλλαγὴν κεφαλαίων ἢ κατὰ διπλα‐
20σιασμὸν ἢ τάξιν [ἢ] διάφορον, εἰ δὲ μηδὲν τούτων ὑπάρχοι, μονοειδὴς ἂν εἴη ἡ στάσις. Διαφέρει δὲ τὸ ῥητὸν καὶ ἡ διάνοια ἀντιστάσεως μὲν τῷ τὴν μὲν ἀντίστασιν ἀδίκημα ἔχειν φανερὸν καὶ ἐν αὐτοῖς κεῖσθαι τοῦτο τοῖς προβλήμασι πρό‐
25δηλον, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ μήτε ἀδίκημα
ἄντικρυς ἀλλ’ ὡς ἀδίκημά πως εἶναι τὸ γεγονὸς καὶ192

194

περιαιρεθέντος τοῦ νόμου ἀσύστατον εἶναι τὸ λειπό‐ μενον, οἷον νόμος τὸν ξένον εἰς τὸ τεῖχος μὴ ἀνιέναι, πολέμου καταλαβόντος ἀνελθών τις ξένος ἐπὶ τὸ τεῖχος ἠρίστευσε καὶ κρίνεται μετὰ τὴν νίκην
5νόμου παραβάσεως, οὔτε γὰρ ἀδίκημα τὸ ἀριστεῦσαι ἐν πολέμῳ, καὶ περιαιρεθέντος τοῦ νόμου εὐεργέτημα μᾶλλον οὐκ ἀδίκημα τὸ γεγενημένον, καὶ συκοφάν‐ της ὁ τὰς εὐθύνας ἐπάγων. τῆς δὲ συγγνώμης διε‐ νήνοχε τῷ ἐν ἐκείνῃ μὲν ἄκοντα τὸν κρινόμενον
10πεποιηκέναι τοῦτο, διὸ καὶ τὴν κρίσιν ὑπέχει, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἑκόντα. τῆς δὲ κατὰ ῥητὸν καὶ διάνοιαν πραγματικῆς διαφέρει ταύτῃ, ὅτι ἐν ἐκείνῃ μὲν εἰ δεῖ παραβαθῆναι τὸν νόμον ἢ μὴ γίγνε‐ ται [δὲ] ἡ σκέψις, ἐνταῦθα δὲ ὁ μὲν νόμος παρα‐
15βέβασται, ζητοῦμεν δὲ εἰ δίκαιον τὸ πεπραγμένον ἢ μή. Διαιρεῖται δὲ κεφαλαίοις τοῖσδε· προβολῇ ῥητοῦ, διανοίᾳ τῇ πρὸς τὸ ῥητὸν αὐτοῦ τοῦ παραβάντος τὸν νόμον, προσδιορισμῷ, διανοίᾳ τῇ πρὸς τὸν διορισμόν,
20συλλογισμῷ, ὅρῳ, ἀντιστάσει, μεταλήψει τῇ ἐκ πράγ‐ ματος, πρός τι, ὅρῳ βιαίῳ, μεταλήψει τῇ ἐκ προσώπου ἐὰν ἐμπίπτῃ. Αἱ δὲ ἐργασίαι τῶν κεφαλαίων τούτων ἐκ τῶν ἐν ταῖς ἄλλαις στάσεσιν εἰρημένων πρόδηλοι τυγχάνουσι
25πλὴν ἴσως τοῦ προσδιορισμοῦ, ὅσπερ ἐστὶ τοιόσδε· τοῦ γὰρ φεύγοντος ἀντιτιθέντος τῇ προβολῇ τὴν
διάνοιαν καὶ λέγοντος ὅτι ‘τοὺς ἐπὶ προδοσίᾳ τῆς193

195

πόλεως ἀνιόντας ἐπὶ τὸ τεῖχος τῶν ξένων ὁ νόμος κωλύει ἀνιέναι, οὐχὶ τοὺς ἐπ’ εὐεργεσίᾳ‘, ἀντιτίθησι τὸν προσδιορισμὸν ὁ κατήγορος λέγων ὡς ‘οὐδαμοῦ τοῦτο προσδιώρισεν ὁ νομοθέτης ἀλλ’ ἁπλῶς ἀπείργει
5τὸν ξένον τῆς ἐπὶ τὸ τεῖχος ἀνόδου‘.
6tXII. ΠΕΡΙ ΑΝΤΙΝΟΜΙΑΣ.
7 Ἡ δὲ ἀντινομία ἐκ μὲν τοῦ ὀνόματος πρόδηλος ὡς ἐναντίωσίν τινα περιέχει νόμων οὐχὶ καθ’ αὑτό— ἄτοπον γὰρ τοῦτό γε καὶ πολιτείας οὐκ εὖ διοικου‐
10μένης νόμων ἐναντιότητι δουλεύειν—ἀλλὰ φύσει μὲν οὐδαμῶς ἐναντιουμένων ἀλλήλοις κατὰ δέ τινα περί‐ στασιν ἐναντιοῦσθαι δοκούντων· ὅρος δὲ αὐτῆς οὗτος ‘ἀντινομία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ἕτερον ἀντιτίθησι νόμον
15τῷ ὑπὸ τοῦ κατηγόρου προτεινομένῳ ὡς παρα‐ βεβασμένῳ‘. ἴδιον δὲ ἀντινομίας τὸ δύο νόμων ὄντων ἢ τριῶν ἢ ὅσων δή ποτε ἕνα πάντως παραβεβάσθαι ἢ ἑνὸς μόνου ὄντος νόμου μέρος μέν τι αὐτοῦ παρα‐ βεβάσθαι μέρος δὲ μή. καὶ ἐν ῥητῷ δὲ 〈καὶ〉 διανοίᾳ
20παραβεβάσθαι ἀνάγκη τὸν νόμον, περὶ οὗ ἡ κρίσις· εἰ γὰρ μήπω παραβεβασμένος εἴη, ἀλλὰ βουλὴ προ‐ κέοιτο πότερον δεῖ παραβαίνειν ἢ μή, οὔτε ῥητὸν καὶ
διάνοια οὔτε ἀντινομία συστήσεται ἀλλὰ πραγματικὴ194

196

κατὰ ῥητὸν καὶ διάνοιαν καὶ πραγματικὴ κατὰ ἀντι‐ νομίαν. διόπερ οὔτε Ἑρμογένει οὔτε Μητροφάνει τῷ τούτου ἐξηγητῇ πεισόμεθα ἀντινομικὰ λέγουσιν εἶναι τὰ ζητήματα ἐκεῖνα, τῆς μὲν κατὰ δύο νόμους τόδε
5νόμος τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων καὶ νόμος τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ δεσπότην εἶναι αὐτῆς, ἀποκήρυκτος ἐπέμεινεν ἐν χειμαζομένῃ πατρῴᾳ νηῒ καὶ ἀξιοῖ δεσπότης εἶναι αὐτῆς, εἴργει δέ τις ὡς πατρῴας· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινο‐
10μίας τόδε νόμος τὴν βιασθεῖσαν ἢ γάμον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου, δύο τις κόρας κατὰ ταὐτὸν ἐβιάσατο, καὶ ἡ μὲν γάμον αὐτοῦ ἡ δὲ θάνατον αἱ‐ ρεῖται· ἐν ἑκατέρῳ γὰρ τούτων βουλὴ πρόκειται πότε‐ ρον δεῖ παραβαθῆναι νόμον ἢ ποῖον νόμου μέρος,
15ἐχρῆν δὲ ὡς ἔφαμεν ἤδη παραβεβάσθαι. διόπερ ταῦτα μὲν πραγματικῆς κατὰ ἀντινομίαν ἐροῦμεν τὰ ζητή‐ ματα, παράδειγμα δὲ ἀντινομίας μὲν τῆς κατὰ δύο νόμους ἔστω τόδε νόμος τὸν μὴ θάψαντα τὸν αὑ‐ τοῦ πατέρα τῆς πατρῴας ἐλαύνεσθαι χώρας μηδενὸς
20τῶν ἐκείνου μετασχόντα καὶ νόμος τὸν ἀποδόμενον τὰ ὅπλα ἄτιμον εἶναι, πένης τις τελευτήσαντος αὐτῷ τοῦ πατρὸς ἀποδόμενος τὰ ὅπλα ἔθαψε τὸν πατέρα καὶ ὑπάγεται τῷ ἑτέρῳ τῶν νόμων· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινομίας παράδειγμα τόδε νόμος τὸν λυπή‐
25σαντα τοὺς αὑτοῦ πατέρας εἰ τελευτήσειεν ἄταφον μένειν, ἔχων τις γυναῖκα καὶ υἱὸν ἀπεδήμησεν, ὑπὸ
καταποντισταῖς γενόμενος ἐδήλωσε τοῖς οἴκοι περὶ195

197

λύσεως, ἡ γυνὴ συνεχῶς ἐντυγχάνουσα τοῖς γράμμασι καὶ δακρύουσα τῶν ὄψεων ἐστερήθη, καταλιπὼν ὁ παῖς παρὰ τῇ μητρὶ τὴν οὐσίαν καὶ πρὸς τοὺς κατα‐ ποντιστὰς ἀπελθὼν ἀντέδωκεν ἑαυτὸν ὑπὲρ τοῦ πατρός,
5ἐν δεσμοῖς ἐτελεύτησεν, ἐρρίφη κατὰ τῆς θαλάσσης, προσηνέχθη τοῖς αἰγιαλοῖς τῶν πατέρων τὸ σῶμα, καὶ ὁ μὲν πατὴρ βούλεται θάπτειν, ἡ δὲ μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ μὲν κατὰ τὴν μητέρα μέρος παρα‐ βέβασται—λελύπηται γὰρ παρ’ αὐτοῦ ὡς τυφλὴν
10καταλιπόντος—, τὸ δὲ κατὰ τὸν πατέρα σῷόν ἐστιν. Διαιρεῖται δὲ ἡ ἀντινομία κεφαλαίοις τοῖσδε· προ‐ βολαῖς δύο τῇ μὲν τοῦ κατηγόρου τῇ δὲ τοῦ φεύγον‐ τος, διανοίαις δύο—οἱ δὲ προσδιορισμοὶ καὶ αἱ δεύτεραι διάνοιαι ὅροι τε καὶ συλλογισμοὶ διὰ τὸ
15ἐξισάζειν ἐκλείπουσιν—, ἀντιθέσει συγγνωμονικῇ 〈ἢ〉 ἀντιστατικῇ, μεταλήψει, τοῖς πρός τι διπλοῖς—ὧν τὰ μὲν σύγκρισιν ἔχει τὰ δὲ τὸ περιέχον ἐξετάζει καὶ περιεχόμενον, ὡς ἐπὶ τοῦ ἀποδομένου τὴν πανοπλίαν καὶ θάψαντος τὸν πατέρα· ἐρεῖ γὰρ ὁ φεύγων ὡς
20θάψας μὲν τὸν πατέρα διὰ τοῦ ἀποδόσθαι τὰ ὅπλα πάλιν ἑτέρων εὐπορήσει ῥᾳδίως ἢ τῷ σώματι καμὼν ἢ φίλων χαρισαμένων, ἄταφον δὲ περιιδὼν οὐδ’ ἐπὶ τῆς πατρίδος ἔτι μένειν ἠδύνατο· ὥστε ὁ μὲν περὶ τῆς ταφῆς νόμος περιέχει τὸν περὶ τῶν ὅπλων, ὁ δὲ
25περὶ τῶν ὅπλων ὑπὸ τοῦ ἑτέρου περιέχεται—, βιαίῳ
ὅρῳ, μεταλήψει τῇ ἐπὶ πρόσωπον.196

198

(1t)

XIII. ΠΕΡΙ ΣΥΛΛΟΓΙΣΜΟΥ.
2 Ὁ δὲ συλλογισμὸς ὠνόμασται μὲν ἀπὸ τοῦ κατὰ φιλοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀληθῶν ἀποδείξεων κατασκευάζει τὸ ζητούμενον, οὕτω
5καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταὐτὸν ἄγει τὸ ἄγραφον τῷ ἐγγράφῳ· ὅρος δέ ἐστιν αὐτοῦ οὗτος ‘συλλογισμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν διάνοιαν μὲν οὐκ ἀντιτίθεμεν τῷ ῥητῷ, ἄγραφον δέ τι ὡς ὅμοιον τῷ ὑπὸ τοῦ νόμου
10κεκωλυμένῳ εἰς ταὐτὸν ἄγομεν‘. Τοῦ δὲ συλλογισμοῦ ὁ μέν τις ἐκ τοῦ κατηγόρου γίγνεται ὁ δὲ ἐκ τοῦ φεύγοντος—ἔφαμεν γὰρ καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων ὅτι ὁ συλλογισμὸς ἐξ ἑκα‐ τέρων γνωρίζεται τῶν μερῶν—· γίγνεται οὖν ἀπὸ μὲν
15τοῦ κατηγόρου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται, ἀπὸ δὲ τοῦ φεύγοντος, οἷον νόμος τοὺς μοιχοὺς στίζε‐ σθαι, στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου, ἐρεῖ γὰρ ὁ φεύγων ‘ὁ τὸ στίζειν δοὺς καὶ τὸ ἀκόλου‐
20θον δίδωσι τὸ κτείνειν‘. Εἴδη δὲ οὐκ ἔχει ὁ συλλογισμός, ὥσπερ οὐδὲ αἱ ἄλλαι νομικαί· ἃ γὰρ ἕτεροί φασιν εἴδη, ταῦτα τρόποι εἰσίν. Τῶν δὲ κατὰ συλλογισμὸν προβλημάτων τρόποι
25εἰσὶ τέσσαρες, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἴσου καὶ197

199

ὁμοίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος· ἀπὸ μὲν οὖν τοῦ ἐναντίου, οἷον νόμος τὸν λιπόντα τὴν τάξιν ἀναιρεῖσθαι, ἀριστεύσας τις ἀξιοῖ τιμᾶσθαι— τοῦτο δὲ ἔοικε τῇ κατὰ ἀξίωσιν πραγματικῇ—· ἀπὸ
5δὲ τοῦ ἴσου καὶ ὁμοίου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται—τοῦτο δὲ ἔοικε τῷ ἀντονομάζοντι καὶ τῷ κατὰ σύλληψιν ὅρῳ—· ἀπὸ δὲ τοῦ μείζονος, οἷον νόμος τοὺς καταστείχοντας φυγάδας στίζεσθαι, στίζων
10τις φυγάδας ἀπέκτεινε καὶ κρίνεται φόνου—τοῦτο δὲ ἔοικε μεταλήψει τῇ ἀπὸ τοῦ τρόπου, ἔνθα καταλαβών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ ἐμπρήσας τὴν οἰκίαν ἀνεῖλεν ἄμφω—· ἀπὸ δὲ τοῦ ἐλάττονος, οἷον νόμος τοὺς καταστείχοντας φυγάδας ὑπὸ τοῦ στρατηγοῦ θανάτῳ
15ζημιοῦσθαι, στρατηγὸς κατιόντας φυγάδας ἐμάστιξε καὶ κρίνεται παρανόμου τιμωρίας—ἔοικε δέ πως καὶ τοῦτο τῇ ἀπὸ τρόπου μεταλήψει—. ἁπλῶς τε εἰπεῖν ὁ συλλογισμὸς ἔοικε κατὰ μὲν τὸ ἐναντίον τῇ κατὰ ἀξίωσιν πραγματικῇ, κατὰ δὲ τὸ ἴσον καὶ ὅμοιον τῷ
20κατὰ σύλληψιν καὶ ἀντονομάζοντι ὅρῳ, κατὰ δὲ τὸ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάττονος τῇ ἀπὸ τρό‐ που μεταλήψει. διαφέρει δὲ τῆς μὲν κατὰ ἀξίωσιν πραγματικῆς, ὅτι ἐν ἐκείνῃ μὲν οὐ πρός τι ἔγγραφον ἡ παράθεσις γίγνεται ἀλλ’ ἐξ εὐθείας τόδε ἢ τόδε ὁ
25συμβουλεύων ἀξιοῖ, ἐν δὲ τῷ συλλογισμῷ ἀπὸ τοῦ ἐναντίου ἐπιχειρῶν τῇ πρὸς τὸ ἔγγραφον παραθέσει ὃ
βούλεται κατασκευάζει· ἔτι ἡ μὲν κατὰ ἀξίωσιν πραγ‐198

200

ματικὴ ἄγραφός ἐστιν, ὁ δὲ συλλογισμὸς ὑπὸ τὴν ἔγγραφον ἀνάγεται ποιότητα. τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μέν ἐστι ζήτησις 〈ἰδιότητοσ〉, ἐνταῦθα δὲ ὁμοιότητος· κἀκεῖ μὲν τὸ πρᾶγμα ἄδηλόν ἐστιν ὅτι
5χρὴ καλεῖν, ἐν δὲ τῷ συλλογισμῷ καὶ τὸ ὑπὸ τοῦ νόμου διηγορευμένον ἐστὶ δῆλον καὶ τὸ πεπραγμένον φανερόν, ζητοῦμεν δὲ εἰ τὸ πεπραγμένον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ τυγχάνει ὅμοιον, οἷόν ἐστι κἀκεῖνο νόμος ὀνομαστὶ μὴ κωμῳδεῖν, αὐτοπροσώ‐
10πους τις εἰσάγων κωμῳδεῖ καὶ ὑπάγεται τῷ νόμῳ— ζητοῦμεν γὰρ εἰ τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτο‐ προσώπους εἰσάγειν ὅμοιόν ἐστιν—. τῆς δὲ ἀπὸ τρόπου μεταλήψεως διαφέρει, ὅτι ἐν ἐκείνῃ τὸ μὲν πεπραγμένον ἀνεύθυνόν ἐστιν ὁ δὲ τρόπος τοῦ γεγο‐
15νότος ὑπεύθυνος, ἐν δὲ τῷ συλλογισμῷ τὸ γεγονὸς ἄντικρυς παρὰ τὸν νόμον ἐστίν· καὶ ἡ μὲν ὑπό τε τὴν ἄγραφον ἀνάγεται ποιότητα καὶ ἐκ μόνου τοῦ κατηγόρου γνωρίζεται, ὁ δὲ ὑπὸ τὴν ἔγγραφον τελεῖ καὶ ἐξ ἀμφοτέρων γνωρίζεται τῶν μερῶν.
20 Διαιρεῖται δὲ κεφαλαίοις τοῖσδε· προβολῇ ἐκ πράγ‐ ματος, προβολῇ ἐκ ῥητοῦ—κέχρηται δὲ τῇ μὲν ἐκ τοῦ πράγματος ὁ διώκων τῇ δὲ ἐκ τοῦ ῥητοῦ ὁ φεύγων—, τῷ ὁμοίῳ συλλογισμῷ, 〈ὅρῳ,〉 γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, γνώμης ἐρωτήσει, χρώματι, ἀντι‐
25θέσει ἔξωθεν ἐκ τῶν ἀντιθετικῶν κινουμένῃ, ἔστι δὲ
ὅτε καὶ στοχαστικῇ καὶ ὁρικῇ καὶ ἀντιληπτικῇ· πολ‐199

201

λάκις δὲ καὶ μέχρι μόνων τῶν πρός τι ἵσταται ἡ διαίρεσις, ὡς ἐπὶ τοῦ ἐκ πόρνης γεγονότος καὶ δημη‐ γορεῖν κωλυομένου. σχεδὸν δὲ τοῖς αὐτοῖς διαιροῦν‐ ται κεφαλαίοις ὅ τε ὅρος καὶ ἡ ἀντίληψις καὶ ὁ
5συλλογισμός, διαφέρουσι δὲ τῇ τε τάξει καὶ τῇ διαι‐ ρέσει καὶ αὐτῷ πρό γε ἁπάντων τῷ εἴδει.
7tXIV. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ.
8 Τὴν ἀμφιβολίαν Κορνοῦτος πρώτην τῶν ἄλλων ἀξιοῖ τάττεσθαι στάσεων, δι’ ἣν κατ’ ἀρχὰς ἔφαμεν
10αἰτίαν· δύο γὰρ εἶναί φησιν ἐν ταῖς στάσεσιν ἀμφι‐ βολίας, τὴν μὲν ἐν πράγμασι τὸν στοχασμὸν λέγων, τὴν δὲ ἐν ῥητοῖς τὴν ἀμφιβολίαν, πρότερα δὲ τὰ ῥητὰ τῶν πραγμάτων, προτέρα ἄρα καὶ ἡ περὶ τὰ ῥητὰ ἀμφιβολία μελετηθήσεται.
15 Ἕτεροι δὲ ἀσύστατον αὐτὴν εἶναί φασι τῷ μηδὲν ἔχειν τεκμήριον φανερὸν ὥσπερ καὶ τὸν στοχασμόν· ἄλλοι δὲ πρὸς τῷ συνεστάναι καὶ εἴδη φασὶν αὐτὴν ἔχειν τὸ κατὰ πνεύματα καὶ τόνους καὶ ὁμωνυμίαν σύνθεσίν τε καὶ διαίρεσιν. ἡμεῖς δὲ συνεστάναι μὲν
20αὐτὴν φήσομεν, εἴδη δὲ οὐκ ἐροῦμεν ἔχειν διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν, ἀλλὰ τρόπους αὐτὰ φήσομεν τῶν κατὰ ἀμφιβολίαν προβλημάτων. Ὠνόμασται δὲ οὕτως ἡ στάσις ἐκ τοῦ μηδέν τι
τελέως φανερὸν πρὸς τὴν τοῦ ζητουμένου σύστασιν200

202

μηδέτερον παρέχεσθαι τῶν ἀγωνιζομένων ἅτε ῥητοῦ διάνοιαν ἐξετάζοντας, ἧς πολυσχιδής τε καὶ ἀόριστός ἐστιν ἡ ἐξέτασις. ὅρος δὲ αὐτῆς ἐστιν οὗτος ‘ἀμφι‐ βολία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους,
5καθ’ ἣν τὴν διάνοιαν ἐξετάζομεν τοῦ ῥητοῦ‘, οἷον τελευτῶν τις κατέλιπέ τινι τὴν οὐσίαν ἐφ’ ᾧτε ἀναθεῖναι τῇ πόλει Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα, καὶ ὁ μὲν τὸ ῥόπαλον μόνον ἀναθεῖναι βούλεται χρυ‐ σοῦν, οἱ δὲ τὸν ὅλον Ἡρακλέα φασὶ δεῖν ἀναστῆσαι
10χρυσοῦν· ὁ μὲν γὰρ κατὰ ὑποστιγμὴν ἀναγινώσκει μέχρι τοῦ ‘Ἡρακλέα‘ καὶ οὕτως ἐπάγει ‘χρυσοῦν ῥόπαλον ἔχοντα‘, οἱ δὲ μέχρι τοῦ ‘Ἡρακλέα χρυσοῦν‘ ὑποστίζουσιν, εἶτα ἐπάγουσι ‘ῥόπαλον ἔχοντα‘. Διαιρεῖται δὲ κεφαλαίοις τοῖσδε· προβολῇ ῥητοῦ,
15διανοίᾳ, περιέχοντι καὶ περιεχομένῳ, πηλικότητι, πρός τι, γνώμῃ νομοθέτου, γνώμης αἰτήσει, χρώματι, μετα‐ λήψει, ἀντιθέσει ἀντεγκληματικῇ τῇ ἐμπιπτούσῃ. Τρόποι δέ εἰσι τῶν τῆς ἀμφιβολίας προβλημάτων τέσσαρες, κατὰ πνεῦμα κατὰ τόνους κατὰ ὁμωνυμίαν
20κατὰ σύνθεσιν καὶ διαίρεσιν· ἔστι δὲ κατὰ πνεῦμα μὲν ἀμφιβολία, ὡς τόδε κατέλιπέ τις φίλῳ τὴν οὐσίαν ἐφ’ ᾧτε τὸν πιστότατον τῶν οἰκετῶν ἕνδεκα ἔτεσι θρέψαι καὶ ὁ μὲν δασύνων ἕνδεκα ἔτη ἀξιοῖ τραφῆναι, ὁ δὲ ψιλῶς ἀναγινώσκων δέκα ἔτη μόνα·
25κατὰ δὲ τόνους, οἷον ἑταίρα χρυσία εἰ φοροίη δη‐201

203

μοσία ἔστω, ἑάλω χρυσία φοροῦσα ἑταίρα, καὶ ὁ μὲν παροξυτόνως ἀναγινώσκων δημοσίαν αὐτὴν εἶναι κε‐ λεύει, οἱ δὲ συνηγοροῦντες ἐκείνῃ προπαροξυτόνως ἀναγινώσκοντες τὰ χρυσία φασὶ δεῖν εἶναι δημόσια·
5κατὰ δὲ ὁμωνυμίαν τοῦ θεοῦ χρήσαντος ‘τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύσ‘ οἱ μὲν εἰς τὴν ἀκρόπολιν ἀξιοῦσι καταφεύγειν κοτίνοις τότε πυκνοῖς περιπεφραγμένην, Θεμιστοκλῆς δὲ πρὸς τὰς τριήρεις κελεύει μετασκευάζεσθαι· κατὰ δὲ σύνθεσιν
10καὶ διαίρεσιν, οἷον τελευτῶν τις κατέλιπέ 〈τινι〉 τὴν οὐσίαν ἐφ’ ᾧτε ἀναθεῖναι τῇ πόλει Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα, ὁ μὲν γὰρ κατὰ διαίρεσιν ἀναγι‐ νώσκων τὸ ῥόπαλον μόνον βούλεται χρυσοῦν ἀναθεῖ‐ ναι, οἱ δὲ κατὰ σύνθεσιν ὅλον τὸν Ἡρακλέα χρυσοῦν
15ἀξιοῦσιν ἀναστῆσαι τῇ πόλει.202