TLG 4017 003 :: SYRIANUS :: Praefatio in Hermogenis librum περὶ ἰδεῶν [Sp.] (fort. auctore Phoebammone partim) SYRIANUS Phil., Neoplatonicus Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047) Praefatio in Hermogenis librum περὶ ἰδεῶν [Sp.] (fort. auctore Phoebammone partim) Source: Rabe, H. (ed.), Syriani in Hermogenem commentaria, vol. 1. Leipzig: Teubner, 1892: 96–112. Citation: Page — (line) | ||
96(1t) | [ΣΥΡΙΑΝΟΥ] ΕΙΣ ΤΟ ΠΕΡΙ ΙΔΕΩΝ | |
2t | ΕΡΜΟΓΕΝΟΥΣ. | |
---|---|---|
3 | Ἅπαντα μὲν σχεδὸν ὅσα γε εἰς ἡμᾶς ἥκει τοῦ τεχνο‐ γράφου Ἑρμογένους συγγράμματα θαυμαστά τε καὶ | |
5 | πολιτικῆς ἀνάμεστα φρονήσεως ὑπάρχει—φημὶ δὴ τό τε περὶ τῶν στάσεων αὐτοῦ σύγγραμμα, ὃ δὴ πολλοί τε καὶ ἄλλοι σοφιστῶν τε καὶ τῶν Πλατωνικῶν φιλοσό‐ φων ὑπομνηματίζειν οὐκ ἀπηξίωσαν, τό τε περὶ μεθό‐ δου δεινότητος καὶ τὰ εἰς τοὺς δημοσίους ὑπομνή‐ | |
10 | ματα, ὧν καὶ αὐτὸς ποιεῖται μνήμην—, διαφερόντως δὲ τῶν ἄλλων τὸ περὶ τῶν ἰδεῶν αὐτοῦ σύνταγμα θαυ‐ μάζειν ἄξιον ὡς ἄριστόν τε καὶ τεχνικώτατον καὶ τῆς τελεωτάτης καὶ κριτικῆς περὶ λόγους ἕξεως οὐδαμῶς ἄμοιρον. ἐπειδὴ τοίνυν πολλὰ τῶν ἐν αὐτῷ κειμένων | |
15 | οὐ παντὶ ῥᾴδια συμβάλλειν, οὐδενὶ δὲ μέχρι καὶ τή‐ μερον εἰς αὐτὰς ὑπόμνημα γεγραφότι περιτετυχήκαμεν, ἀναγκαῖον ᾠήθην, ὦ φίλτατέ μοι τῶν ἐκγόνων Ἀλέ‐ ξανδρε, βραχέα τινὰ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν | |
τοῦ βιβλίου συμβαλλόμενα κατά γε τὴν ἐμὴν συνθεῖναι | 96 | |
97 | δύναμιν. εἰ δέ τις καὶ βελτίω τούτων ἐπεισάγειν δυ‐ νηθείη λυσιτελοῦντα πρὸς τὸ προκείμενον, χάριν αὐτῷ παμπόλλην εἰσόμεθα τὸν κοινὸν Ἑρμῆν ἔργοις οὐ λό‐ γοις ἡμῖν ἐπιδεικνύοντι. ἀλλὰ γὰρ προσευξάμενοι τοῖς | |
5 | λογίοις ἀγαθὸν ἡμῖν καὶ τοῖσδε τοῖς πόνοις ἐπινεῦσαι τὸ πέρας ἔργου ἐχώμεθα. Εἰ περισπούδαστον ὅλως ἀνδρὶ πολιτικῷ τὰς ἀρε‐ τὰς τοῦ λόγου μαθεῖν καὶ μὴ θέλειν μόνον διακρίνειν τοὺς τῶν ἀρχαίων χαρακτῆρας ἀλλ’ ἤδη που καὶ ποιεῖν | |
10 | παραπλησίους, δεῖ μεθόδους ἀναζητεῖν καὶ πονεῖν περὶ τὴν τούτων εὕρεσιν· οὐ γὰρ ἂν οὕτω πρᾶγμα τῇ κατα‐ λήψει παγχάλεπον ῥᾷστα προσγένοιτό τινι, κἂν ᾖ πάνυ πιστεύων τῇ φύσει—χωρὶς γὰρ τέχνης ἀνόνητα τὰ τῆς φύσεως πλεονεκτήματα, καθὰ καὶ ὁ τεχνικός φησιν—, | |
15 | ὅτῳ δὲ καὶ προσγένηται τῆς ἐπιστήμης ἡ γνῶσις, συμ‐ βάλλεται μέγα, κἂν ὁ τὴν τέχνην ἠσκημένος μετρίας εὐτυχήσοι δεξιότητος. ἀλλὰ τὸ μὲν ἐπιχείρημα χαλε‐ πὸν ἴσως ἂν ἦν, εἰ τὰς ἰδέας αὐτοὶ τῶν λόγων ἐπι‐ νοεῖν ἐσπουδάζομεν, νῦν δὲ τούτων ἡμᾶς τῶν πόνων | |
20 | ὁ τεχνικὸς ἠλευθέρωσεν· τάχα γὰρ καὶ πολλὰ ταλαι‐ πωρήσας τις οὐδὲν ἂν ἐξεύροι γενναῖον, ὥσπερ καὶ οἱ πρὸ αὐτοῦ φαίνονται τηνάλλως ποιήσαντες. εἰ δὲ τὸ δυσχερὲς μὴ πρόσεστι, λέγω δὴ τὸ εὑρεῖν καὶ τὸ παρα‐ | |
στῆσαι τὸ εὑρεθὲν μετ’ εὐκρινείας, τί λοιπὸν ἢ προ‐ | 97 | |
98 | θύμως ἀντιλαβέσθαι τῆς ὑποκειμένης πραγματείας, εἴπερ ἄρα φροντίζομεν λόγων οἱ κατ’ αὐτὸ τοῦτο τῶν ἀλόγων διοίσοντες; σφόδρα γὰρ ἀνοήτους ἡγοῦμαι τοὺς σπουδάζοντας περὶ τὰς σωματικὰς πράξεις καὶ νομί‐ | |
5 | ζοντας μὴ τοσοῦτον ἐκ τῶν λόγων ὅσον ἐκ τῆς δια‐ δοχῆς τῶν παίδων μνημονεύεσθαι· τοὺς μὲν γὰρ βραχὺς ἀφανίζει χρόνος, ὁ δὲ τὸν λόγον ἐργασάμενος ἀΐδιον καὶ μετὰ τὴν τελευτὴν τοῖς ἐντυγχάνουσι καταλιμπάνει τὴν μίμησιν. ὥστε προτιμᾶν ἀναγκαῖον κατὰ τὸν τοῦ | |
10 | Πλάτωνος λόγον τὰ τῆς ψυχῆς ἔκγονα μᾶλλον ἢ τὰ τοῦ σώματος οὐ μόνον κατὰ τὸ τιμιώτερον ἀλλ’ ἤδη που καὶ κατὰ τὴν ἡμετέραν αὐτοπροαίρετον ἐν τοῖς λόγοις διοίκησιν· ἐπὶ μὲν γὰρ τῶν παίδων ὁ δημιουρ‐ γὸς τῶν τρόπων καὶ ὁ τῆς προαιρέσεως κύριος, τὸν | |
15 | δὲ λόγον ἡμεῖς κυβερνῶμεν καὶ ὡς ἂν βουληθείημεν οὕτως αὐτὸν καὶ μεθοδεύομεν. ἐγκαλείτω δὲ μηδεὶς ἡμῖν, πρὶν ἂν καταμάθοι σαφῶς τὸ λεχθέν. ἀναλογεῖ δὲ ὁ περὶ τῶν ἰδεῶν λόγος τῷ ζῴῳ, καὶ ψυχῆς μὲν ἐπέχει τάξιν ἡ ἔννοια τοῦ δὲ σώματος ὁ χαρακτήρ. | |
20 | Ἀλλὰ δεῖ τὸν ἐπιστήμονα μὴ μόνον ἀκριβῶς γνῶ‐ ναι τὴν ποσότητα τῶν χαρακτήρων, ἀλλὰ καὶ τὴν ἰδιό‐ τητα καὶ τὴν μίμησιν τὴν πρὸς τοὺς παλαιούς· μὴ γὰρ ἐκταράξωσιν ἡμᾶς οἱ παραφθεγγόμενοι καὶ λέ‐ | |
γοντες ὡς ἀδύνατον ταῦτα καταλαβεῖν· ‘ὥσπερ γὰρ | 98 | |
99 | οὐχ οἷόν τε τὴν ποσότητα τῶν καθ’ ἕκαστα γνῶναι σαφῶς, οὕτω‘ φασί ‘καὶ τῶν χαρακτήρων ἀδύνατον, εἴπερ ὅλως ἀναλογοῦσι τῷ ζῴῳ κατὰ τὸν ὑμέτερον λόγον‘, καὶ ὅτι ‘οὐχ οἷόν τε τῶν ἀτόμων παραστῆσαι | |
5 | τὰς ἰδιότητας· τὸ γὰρ παρακολουθοῦν τούτῳ γένοιτ’ ἂν καὶ ἑτέρου δηλωτικόν, πλὴν εἰ καὶ καταλάβοις ἄδηλον τὸ αἴτιον τὸ σημαντικὸν τῆς ἰδιότητοσ‘, καὶ ὅτι ‘τὰ καθ’ ἕκαστα‘ φασίν ‘ὅς’ ἂν λάβοι πρὸς τὴν ἑαυτοῦ μεταβάλλει φύσιν· οἷον οὐδὲν ἀσύμφορον τῷ | |
10 | εὐεκτοῦντι, κἂν ᾖ βλαβερόν, τῷ δὲ κακῶς διακειμένῳ πάντα τοὐναντίον ἀσύμφορα, κἂν ᾖ πάντα ἐπωφελῆ, πρὸς γὰρ τὴν ἐκείνου μεταβάλλεται κρᾶσιν. οὕτως οὖν‘ φασί ‘καὶ τῷ ἐπιχειροῦντι μιμεῖσθαι τοὺς τῶν ἀρχαίων χαρακτῆρας ἀνόνητος ἡ σπουδή· πάντως γὰρ | |
15 | πρὸς τὴν ἑαυτοῦ φύσιν μεθοδεύσει τὸν λόγον οὐ πρὸς τὴν ἑαυτοῦ μεταχείρισιν. εἰ δὲ καὶ διενοήθησάν τινες ἐπιγράψαι τοὺς χαρακτῆρας καὶ τὸ ποσὸν αὐτῶν συστεῖλαι, τηνάλλως ἐποίησαν, ὧν εἷς ἐστιν ὁ Διο‐ νύσιος· οὗτος γὰρ τρεῖς εἶναι χαρακτῆράς φησι, τὸν | |
20 | ἰσχνὸν τὸν μέσον τὸν ἁδρόν· ὁ δὲ Ἵππαρχος προστί‐ | |
θησι τόν τε γραφικὸν καὶ τὸν ἀνθηρόν· ὁ δὲ Δημή‐ | 99 | |
100 | τριος ἐκβάλλει τὸν γραφικὸν τοῖς τέτρασιν ἀρεσκό‐ μενος. ἀλλ’ εἰ καὶ συνέστειλαν οὗτοι‘ φασί ‘τοὺς χαρακτῆρας καὶ ὡρισμένον τῷ δοκεῖν αὐτοῖς ἀριθμὸν ἀποδεδώκασιν, ἀλλ’ οὐδὲν ἧττον ἀκατάληπτοι πάλιν | |
5 | εἰσίν· πολλοὺς γὰρ ἰσχνοὺς εὑρήσομεν πῂ μὲν ἐπίτασιν δεξαμένους πῂ δὲ μείωσιν πάλιν. ὅταν γὰρ ἐπὶ τὸν ἁδρὸν ὁ ἰσχνὸς προβαίνῃ μὴ γινομένης ἰσορρόπου τῆς κράσεως, τοὺς χαρακτῆρας ἀπαρνεῖται τοὺς τρεῖς· οὔτε γὰρ ὁ κατὰ φύσιν ἰσχνός ἐστιν—νένευκε γὰρ μᾶλλον | |
10 | ἐπὶ τὸν ἐναντίον—, οὔτε μέσος—ὑπερβέβηκε γὰρ τοῦ‐ τον—, οὐδ’ αὖ πάλιν ἁδρός—οὐ γὰρ πάντῃ τὴν ἰδίαν φύσιν μετέβαλεν—· κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως ὃν τρόπον ὁ ἰσχνὸς ἀνίσης γινομένης τῆς μίξεως οὔτε μέσος ἐστὶν οὔτε πάλιν ἁδρός, κατὰ τὸν αὐτὸν τρόπον | |
15 | καὶ ὁ ἁδρὸς κατὰ πρόσβασιν ἐρχόμενος ἐπὶ τὸν ἰσχνὸν μὴ κατὰ μῖξιν δὲ συγκεραννύμενος οὐ γίνεται μὲν ἰσχνός, παρέρχεται δὲ τὸν μέσον, ἅτε μόνος αὐτὸς δεξάμενος τὴν ἐπίτασιν. τούτῳ δέ‘ φασί ‘τοὺς χαρα‐ κτῆρας τοὺς κατὰ τὸ μᾶλλον καὶ ἧττον ποτὲ μὲν | |
20 | ἐπίτασιν δεχομένους ποτὲ δὲ μείωσιν καταλαμβάνειν ἀδύνατον. εἰ δὲ καὶ συγχωρήσομεν αὐτοὺς εἶναι κατα‐ ληπτούς, πόνων δεόμεθα καὶ ταλαιπωρίας πολλῆς πρὸς | |
τὴν ἐπίγνωσιν, καὶ μετὰ τὴν κατάληψιν αὖθις ἡ | 100 | |
101 | γνῶσις ἀσύμφορος. ὅτι δὲ οὐ διὰ τῶν χαρακτήρων ἡ κατάληψις, ἐντεῦθεν εἰσόμεθα· τὰ ὑφ’ ἡμῶν ἀποτε‐ λούμενα κατὰ ζῆλον ἑτέρων ἢ κατὰ φύσιν γίνεται ἢ κατὰ τύχην ἢ κατὰ τέχνην· ἢ γὰρ ἡ φύσις δωρεῖται | |
5 | παραπλησίως, οἷον εἰ τύχοι καὶ τούτῳ λαμπρὰν ἐφιλο‐ τιμήσατο φωνὴν καὶ ἑτέρῳ λαλεῖν τὴν αὐτὴν ὥστε μηδὲν διαλλάττειν ἀλλήλων—λέγω δὴ κατὰ τὸν τῆς φωνῆς λόγον—· ἢ κατὰ τὴν φύσιν μὲν οὐ γίνεται τὸ ὅμοιον, κατά τινα δὲ τύχην δύο τὴν αὐτὴν εὑρίσκον‐ | |
10 | ται δράσαντες πρᾶξιν· εἰ δὲ μήτε κατὰ φύσιν ᾖ μήτε κατὰ τύχην, ἀλλ’ οὖν μεθόδῳ τινὶ καὶ τοῖς αὐτοῖς ὀργάνοις κεχρημένοι μιμούμεθα ζωγράφον πινάκιον τοιαύτην ἀποτελοῦντες μορφήν. ἀλλ’ ὅταν μὲν ἢ φυ‐ σικῶς ἢ κατὰ τύχην ἢ κατὰ τέχνην ἀποτελεσθῇ τὸ | |
15 | ὅμοιον, ἐκφεύγει τὰ τοιαῦτα τὸ δυσχερές, ὅταν δὲ προΐῃ τις ἐναλλαγὴ καὶ τὸ κατὰ φύσιν ἀποτελούμενον ἢ κατὰ τύχην βουληθείημεν τέχνῃ καταλαβεῖν, τότε γίνεται παγχάλεπος ἡ κατάληψις καὶ σχεδὸν εἰπεῖν ὑπὸ γνῶσιν πεσεῖν, οἷον καθ’ ὑπόθεσιν· ἀφῆκε λίθον τις, | |
20 | οὗτος πεσὼν κατὰ τύχην διαμερισθεὶς πολλὰς ἀπετέ‐ | 101 |
102 | λεσε διαμορφώσεις· ἆρα γοῦν εἰ ταύτας τὰς διατυπώ‐ σεις ἀπαιτήσοι τις τὸν πλαστουργὸν ἤτοι τὸν Φειδίαν αὐτὸν ῥᾷστα ποιεῖν, ἐκτελέσαι οὐχ οἷός τε εἴη; κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως, οἱονεὶ τὸν τῇ φύσει λαμπρό‐ | |
5 | φωνον ἢ τὴν ἀποτελεσθεῖσαν ἐκ Ζεύξιδος γραφὴν ἐκ τοῦ παρατυχόντος τίς ἐθελήσοι ζηλοῦν; οὕτω‘ φασί ‘δυσχερὲς τὸ κατὰ φύσιν ἢ κατὰ τύχην γινόμενον τέχνῃ καταλαβεῖν. εἰ δὲ καὶ καταλάβωμεν, ἀσύμφορος ἡ γνῶσις· ἐπικρατεστέρα γὰρ ἡ φύσις ἑκάστου. καὶ | |
10 | τοὺς τῶν ἀρχαίων χαρακτῆρας ζηλοῦν οὐχ οἷόν τε βιαζομένου τοῦ χρόνου πῂ μὲν διὰ τὸ νέον τῆς ἡλι‐ κίας πῂ δὲ διὰ τὸ προβεβηκός· ἕως οὗ μὲν γὰρ ἑκκαί‐ δεκα χρόνων ὦμεν, καὶ μικρόν τι προσμένομεν ἐπὶ τῆς αὐτῆς φύσεως καὶ οὐδεμίαν ἔχομεν ἐπιτηδειότητα πρὸς | |
15 | ζῆλον ἑτέρου χαρακτῆρος· εἰ δὲ πλησιάσομεν τοῖς τεσσα‐ ράκοντα, πάλιν τὸ παλαιὸν τῆς ἡλικίας ἀφαιρεῖται τὴν μίμησιν· ἐν δὲ τῷ μεταξὺ τῶν ἑκκαίδεκα καὶ τῶν τεσσαράκοντα πρὸς μὲν ζῆλον ἔχομεν ἐπιτηδείως, ἀλλὰ πόσας οἴει περιστάσεις εὑρίσκεσθαι τὰς ἐμποδιζούσας | |
20 | πρὸς τὴν τοιαύτην ἐγχείρησιν; ὥστε συμβαίνει καὶ τῆς τοιαύτης φύσεως ἐκπίπτειν ἡμᾶς μή τί γε καὶ τὸν ἀρχαῖον καταλαβεῖν τύπον διὰ τὰς συμβαινούσας ἐν τῷ μεταξὺ περιστάσεις.‘ Καὶ ταῦτα μὲν οἱ διαπορήσαντες. πρὸς οὓς ἔστιν | |
25 | ἐκεῖνο φάναι. πάντα τὰ ὄντα ἢ κατὰ θεωρίαν γινώ‐ | 102 |
103 | σκομεν ἢ κατὰ πρᾶξιν· τὸν αὐτὸν οὖν τρόπον κἀπὶ τῶν χαρακτήρων. ἀλλ’ εἰ μὲν θεωρίᾳ θέλεις τούτους καταλαβεῖν, ἀπηλλάγης τοῦ ἀσυμφόρου καὶ τοῦ δυσχε‐ ροῦς, ὥστε δεῖ μόνον τὸ ἀδύνατον ἐπὶ ταύτης ζητεῖν, | |
5 | ὃ γινόμενον καταφανὲς δείξει δηλαδὴ κἀπὶ τῶν περὶ τῆς πράξεως λόγων φυλαττομένης ἐκεῖ τῆς ζητήσεως τῆς περὶ τοῦ ἀσυμφόρου καὶ χαλεποῦ· μικρὸν οὖν ἀναδράμωμεν ἐπὶ τὴν θεωρίαν. ἔνθα δείξομεν πρῶ‐ τον μὲν κατὰ τὸ ποσὸν καταληπτοὺς τοὺς χαρακτῆρας, | |
10 | εἴ γε καὶ τὴν ἀρχὴν οἱ περὶ Διονύσιον συστείλαντες αὐτοὺς εἰς ὡρισμένον ἀριθμὸν ἀποδεδώκασιν. ἐκεῖνο γὰρ λῆρον τὸ τὴν ἐπίτασιν τοῦ ἰσχνοῦ καὶ τὴν μείωσιν ἀντὶ ἑτέρων λαμβάνειν χαρακτήρων· ὡρισμένος γὰρ ὢν τὴν ἀρχὴν κἂν αὔξησιν δέξηται κἂν μείωσιν οὐδὲν | |
15 | ἧττον ἰσχνός ἐστι κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως. Ὄντος δὲ καταληπτοῦ τοῦ ποσοῦ πρόδηλος αὐτῶν καὶ ἡ ἰδιότης τοῖς ἀκριβῶς σκοπουμένοις καὶ μὴ πλα‐ νωμένοις περὶ τὰ παρακολουθήματα τῶν χαρακτήρων. οὐ γὰρ τὸν αὐτὸν κἀνταῦθα τρόπον ὥσπερ ἐπὶ τῆς | |
20 | οὐσίας ἕτερον τὸ παρακολουθοῦν καὶ ἕτερον ἡ ὕπαρξις· ὅθεν ἐκεῖ μὲν δυσκατάληπτος ἡ ἰδιότης γνῶναι γὰρ εἰς τὸ ἀκριβὲς τὰς ἐξαλλαγὰς τῶν παρακολουθημάτων ἀδύνατον—, ἐπὶ δὲ τοῦ χαρακτῆρος αὐτὸ τὸ παρακολου‐ θοῦν καὶ συστατικόν ἐστιν. ὅθεν καὶ ῥᾷστα καταλαμ‐ | |
25 | βάνεσθαι δύναται· ἐπὶ μὲν γὰρ τῆς οὐσίας μένει Σω‐ | 103 |
104 | κράτης, κἂν ἀφαιρεθῇ τὸ λευκὸν ἢ τὸ σιμὸν ἢ τὸ μέλαν ἢ ἕτερόν τι τῶν ἰδιωμάτων, ἐπὶ δὲ τῶν χαρα‐ κτήρων τὸ παρακολουθοῦν ἐὰν ἀφέλῃς, οἷον τὴν τρο‐ πικὴν ἢ τοιάνδε λέξιν, τὸ ὅλον διέφθειρας. ὥστε τὴν | |
5 | μὲν ἰδιότητα τῶν ἀτόμων δυσκατάληπτον πεποίηκε τὸ ἄλλην μὲν μεῖναι τὴν ὕπαρξιν ἄλλα δὲ τὰ παρακολου‐ θήματα, τοὺς δὲ χαρακτῆρας αὐτὰ τὰ ἰδιώματα συνί‐ στησιν· κἂν γὰρ τὴν ὕπαρξιν καταλάβοις, ἔγνως τὰ παρακολουθήματα, κἂν τὰ ἰδιώματα μάθοις, ἔγνως τὴν | |
10 | ὕπαρξιν. Καὶ ὅτι μὲν δυνατὸν γνῶναι τὰ ἰδιώματα τῶν χαρακτήρων, ἀρκούντως ὡς οἶμαι δεδήλωται· δεῖ δὲ μετελθεῖν ἐπὶ τὸ τρίτον ἀπόρημα. τί δὲ τοῦτο ἦν; ‘οὐχ οἷόν τε‘ φασί ‘ζηλῶσαι τοὺς τῶν ἀρχαίων τύ‐ | |
15 | πους· καταφερομένη γὰρ ἡ φύσις πρὸς τὴν οἰκείαν διάθεσιν μεταβάλλει πρὸς τὴν ἑαυτῆς ἰδιότητα τὴν πᾶσαν τοῦ λόγου διοίκησιν.‘ καὶ τοῦτο μὲν ἐγγὺς ἀληθείας, ζηλῶσαι γὰρ εἰς τὸ ἀκριβὲς τὸν χαρακτῆρα τὸν Δημοσθενικὸν ἢ Πλατωνικὸν ἀδύνατον, πλὴν εἰ | |
20 | μὴ καὶ τελέως ἀλλ’ οὖν ἔσται τοῖς πονοῦσιν ἐκ μέ‐ ρους καταληπτόν· ἀγαπητὸν γὰρ καὶ τῶν ἄλλων ἐγγὺς | |
ἐλθεῖν μή τί γε Δημοσθένους ἢ Πλάτωνος. μὴ οὖν | 104 | |
105 | ἀπέχου τῶν λόγων, διότι μὴ δυνατὸς εἶ Δημοσθένης ἡμῖν ἐκ τοῦ παραχρῆμα γενέσθαι, ἀλλὰ σπούδασον καὶ πρὸς τοὺς ἄλλους ῥήτορας ἀφορᾶν, οἳ τὴν ἀρχὴν ἐσι‐ ώπων ἄν, εἰ νενικήκει καὶ παρ’ αὐτοῖς τὸ θέλειν κατὰ | |
5 | μηδὲν διαλλάττοντας τοῦ Δημοσθενικοῦ τύπου τοὺς ἑαυτῶν φαίνεσθαι λόγους. Περὶ δὲ τοῦ ἀσυμφόρου καὶ χαλεποῦ καὶ περὶ τῶν λοιπῶν ζητεῖν μάλιστα δὲ περὶ τοῦ δυσχεροῦς περιτ‐ τόν. φιληδόνων γάρ ἐστι τὸ λέγειν μὴ ῥᾳδίως κατα‐ | |
10 | λαμβάνεσθαι τὰ καλά· δυσκατάληπτα γὰρ ταῦτα καὶ πέφυκε μετὰ τῶν λοιπῶν τοῖς ἀνθρώποις περιγίνεσθαι πόνων. ὅτι δὲ καὶ μετὰ τὴν γνῶσιν οὐκ ἔστιν ἀσύμ‐ φορον, δῆλον ἐντεῦθεν· δυνατὸν γὰρ κατὰ ταὐτὸν καὶ τὴν οἰκείαν φύσιν φυλάξαι καὶ ζηλῶσαι τύπον ἀρχαῖον· | |
15 | ὁ γὰρ περὶ τὸν ἰσχνὸν ἐπιτηδείως ἔχων κἂν τούτῳ δεόντως ἐγγυμνασθεὶς ἅμα καὶ τὴν οἰκείαν φύσιν ἐρ‐ ρωμένην φυλάττει καὶ τὸν Λυσιακὸν ζηλοῖ χαρακτῆρα, κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως ἔνθα ἂν ἕκαστος ἐπιρ‐ ρεπεστέραν ἴδοι τὴν ἑαυτοῦ φύσιν, περὶ τοῦτο μάλιστα | |
20 | γυμναζόμενος εἰς ἀρχαῖον πάντως κατενεχθήσεται τύπον καὶ τῆς οἰκείας οὐκ ἐκπεσεῖται δεξιότητος. Τούτων δὲ σαφῶς ἀποδειχθέντων καὶ ὡρισμένου μὲν ὄντος τοῦ ποσοῦ καταληφθείσης δὲ τῆς ἰδιότητος | |
ἀκριβῶς καὶ τῆς μιμήσεως κατὰ τὸ ἐγχωροῦν δεῖ τοῦ | 105 | |
106 | παραδείγματος ἔχεσθαι καὶ καθ’ ὁδὸν τούτου προβαί‐ νειν· συντελεῖ γὰρ ἡμῖν πολλαχῇ διὰ τὴν πρὸς τοὺς χαρακτῆρας ὁμοιότητα· τὸν γὰρ αὐτὸν τρόπον ὥσπερ κἀπὶ τῶν ἐμψύχων σωμάτων τὴν μὲν συστατικὴν ὕλην | |
5 | αὐτῶν καὶ κατὰ μέρος καταλαβεῖν οἷόν τέ ἐστι, τὴν δὲ μῖξιν καὶ τὴν τοιάνδε κρᾶσιν ἀδύνατον λόγῳ διεξελ‐ θεῖν. ὅτι μὲν γὰρ ἐκ τεσσάρων στοιχείων σύγκειται ὁ ἄνθρωπος, πᾶσι καταφανές, τί δὲ τὸ αἴτιον τὸ ἀπο‐ τελεσματικὸν τοῦ τοιοῦδε χρήματος, ὃ καὶ διαφόρους | |
10 | ἐποίησε τοὺς χαρακτῆρας, ἀπαγγέλλειν ἀδύνατον. καὶ ὅλως τὸ τέλειον αἰσθήσει καὶ μόνῃ διαγινώσκεται· οὐ γὰρ ἂν δυνηθείη τις λόγος παραστῆσαι τὸ ὅλον ὡς ὅλον πλὴν εἰ μὴ συμβολικῶς· ἡ δὲ τοιαύτη γνῶσις οὐ καθάπτεται τῶν παρακολουθημάτων μή τί γε δὴ τῆς | |
15 | ὑποκειμένης οὐσίας, ἀλλ’ ἔξωθεν ἐπικειμένη σημαί‐ νειν μὲν οἵα τέ ἐστιν, ὅταν ᾖ τὸ πρόσωπον ὁμολογού‐ μενον, εἰ δὲ ᾖ τὴν ἀρχὴν ἀγνοούμενον, οὐ δύναται παριστᾶν ἅτε μὴ καθαπτομένη τῆς οὐσίας μηδὲ τῶν ἐπισυμβεβηκότων αὐτῇ· οἷον τὸ ἐπικείμενον ἑκάστῳ | |
20 | ὄνομα συμβολικόν ἐστιν, ὃ τότε μόνον ἰσχύει πρὸς δήλωσιν, ὅταν μὴ ᾖ τὸ πρόσωπον ἀγνοούμενον. εἰ δὲ τὰς ἐξαλλαγὰς τῶν ἀτόμων καὶ τὴν ἀποτελουμένην ἐκ | |
τῶν κατὰ μέρος μορφὴν αἰσθήσει καὶ μόνῃ καταλαμ‐ | 106 | |
107 | βάνομεν, ἄδηλος ἄρα καὶ τῶν χαρακτήρων ἡ μῖξις. καὶ ὅτι μὲν ἐκ τῆς τοιᾶσδε λέξεως ἢ ἐννοίας ὁ Δημο‐ σθενικὸς ἀπαρτίζεται λόγος, οὐ δυσχερὲς διαγνῶναι, τὸ δὲ ὅλον καὶ τὴν ἀποτελεσθεῖσαν ἐκ τῶν κατὰ μέρος | |
5 | μῖξιν λόγῳ παραστῆσαι παγχάλεπον· ὥσπερ γὰρ ὁ ζω‐ γράφος τὰ μὲν συντελοῦντα πρὸς τὴν μῖξιν χρώματα τῷ μανθάνοντι παραδίδωσι, κατὰ δὲ τὸ πινάκιον καὶ τὴν γραφὴν ἀπορεῖ παραστῆσαι τὸν λόγον, δι’ ὃν ἡ τοιάδε συνεκεράσθη μορφή, τὸν αὐτὸν τρόπον καὶ τὰ | |
10 | ποιοῦντα τὰς ἰδέας πρόδηλα, τὸ δὲ ἀποτελούμενον ἀπαγγέλλειν οὐχ οἷόν τε, πλὴν εἰ μὴ βούλοιτό τις κατὰ συμβολικὸν τρόπον, ὃς οὐδὲν δύναται τῶν συστα‐ τικῶν ἢ παρακολουθούντων ἐμφαίνειν. εἰ δὲ τὸ ποι‐ ούμενον καθὰ δεδηλώκαμεν ἅτε τέλειον ἐξειπεῖν οὐχ | |
15 | οἷόν τε λόγῳ, πολλῷ μᾶλλον ὀνόματι· τεχνίτου γὰρ ἀνδρὸς καὶ μάλα σοφοῦ μὴ συμβολικὰς τιθέναι τὰς ὀνομασίας ἀλλὰ τῶν ὑποκειμένων ἐμφαντικάς, ὃ ποιεῖ μὲν ὁ τεχνικὸς σπεύδων, ἀπορῶν δὲ διὰ τὴν προλε‐ χθεῖσαν αἰτίαν ἐπὶ τὴν ὁμοιότητα τῶν παραδειγμάτων | |
20 | ἀνέδραμε καί, ἣν ἐπὶ τῶν ἀτόμων ὀνομασίαν ἡ αἴ‐ σθησις ἐξ αὐτῆς τῆς ὄψεως ἔλαβε, ταύτην ἐπὶ τὸν τέλειον λόγον μετενεγκὼν μεταφορικῶς ἰδέαν ὠνό‐ μασεν, ὥσπερ καὶ αὐτοὺς τοὺς λόγους ὑποβαλλο‐ μένους τῇ ὁρατικῇ αἰσθήσει, καθὰ καὶ τὰς τῶν ἀτό‐ | |
25 | μων μορφάς· ἐντεῦθεν γὰρ ὁρμώμενοι καὶ ἁδροὺς | |
ἐκάλεσαν οἱ παλαιοὶ χαρακτῆρας καὶ ἰσχνοὺς καὶ ἀν‐ | 107 | |
108 | θηροὺς καί, ὅσας σχεδὸν ἐπὶ τῶν σωμάτων διατυπώσεις ἐθεάσαντο, τοσαύτας ἐπὶ τοὺς χαρακτῆρας μετήνεγκαν. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· ἁψώμεθα δὲ τῆς ὑποκειμένης πραγματείας μικρὰ πρότερον διαλεχθέν‐ | |
5 | τες περὶ τῆς τοῦ βιβλίου 〈καὶ〉 μάλιστα προθεωρίας. δεῖ γὰρ ἐν‐ ταῦθα ζητεῖν, ἃ πολυπραγμονεῖν ἔθος ἐπὶ παντὸς βιβλίου μάλιστα τεχνικοῦ, ἔστι δὲ ταῦτα· σκοπός, χρή‐ σιμον, τίς ἡ ἐπιγραφή, εἰ γνήσιον τοῦ ἀρχαίου τὸ βιβλίον, τίς ἡ τάξις τῆς ἀναγνώσεως, ἡ εἰς τὰ μέρη | |
10 | τομή. ζητεῖν οὖν ὑπερθέμενοι περὶ τοῦ σκοποῦ τοῖς ἐνισταμένοις πρὸς τὴν ἐπιγραφὴν ἀπαντήσωμεν. λέ‐ γουσι γὰρ ἠγνοηκέναι τὸν τεχνικὸν τὴν σημασίαν τοῦ ὀνόματος· οἱ γὰρ φιλόσοφοι βούλονται τὴν ἰδέαν γενι‐ κωτέραν εἶναι καὶ περιεκτικὴν τῶν ἀτόμων. ‘καὶ οὐ | |
15 | κατὰ τοῦτο‘ φασί ‘μόνον διήμαρτεν, ἀλλ’ ἤδη που καὶ τὴν ἰδίαν ἀνατρέπει δόξαν αὐτὸς ἑαυτῷ μαχόμενος· εἰ γὰρ τὸ ὅλον ὡς τέλειον ὑπὸ διδασκαλίαν πεσεῖν οὐ δύναται, πῶς αὐτὸς ἅτε περὶ τελείων διαλαμβάνων οὕτως ἐποιήσατο τοῦ βιβλίου τὴν ἐπιγραφήν;‘ πρῶτον | |
20 | μὲν οὖν ἀνόητον εὐθύνειν τὸν τεχνικὸν ὅτι μὴ κατὰ τοὺς φιλοσόφους ἔλαβε τὴν σημασίαν περὶ πολιτικῶν χαρακτήρων διαλεγόμενος, πλὴν ἵνα τὶ καὶ συγχω‐ ρήσωμεν οὐδὲν ἧττον καὶ αὕτη περιεκτική ἐστιν· καθ’ ὃν γὰρ κατὰ τοὺς φιλοσόφους λόγον τὸ εἶδος | |
25 | περιέχει τὰ ἄτομα, κατὰ τὸν αὐτὸν καὶ ἡ σεμνότης | 108 |
109 | τὴν Δημοσθενικὴν καὶ τὴν Ἀντιφωντείαν εἰ τύχοι καὶ τὰς λοιπάς. ἀλλὰ τοῦτο μὲν αὐτόθεν προφαινομένην ἔχει τὴν λύσιν· τὸ δὲ διαπορηθὲν ἐφεξῆς τῶν πάνυ ζητουμένων ἐστίν· ‘τί δήποτε τὴν προσήκουσαν ἀφεὶς | |
5 | ἐπιγραφὴν τὴν κατηγορουμένην ἐπὶ τοῖς ὅλοις ἔλαβε διαρρήδην τῷ λόγῳ τῷ προλεχθέντι μαχόμενος;‘ καὶ ὅτι μὲν πρὸς τὴν ὑποκειμένην τῷ βιβλίῳ διδα‐ σκαλίαν τὴν ἐπιγραφὴν ἔδει ποιήσασθαι, συνωμολο‐ γήσαμεν ἄν, εἰ σκοπὸς ἦν αὐτῷ περὶ τῶν ποιούντων | |
10 | διαλαβεῖν καὶ μὴ περὶ τῶν ἀποτελουμένων ἐκ τῆς μίξεως· ἀλλ’ ἐπεὶ νῦν ἡ τοῦ τεχνικοῦ προαίρεσις ἐπὶ τὰ ὅλα νένευκε καὶ περὶ τὴν τῶν ποιουμένων κατά‐ ληψιν, δεῖ πρὸς ταύτην μᾶλλον καὶ μὴ πρὸς τὸ κατ‐ επεῖγον ὁρᾶν. εἰ γὰρ καὶ τὰ ἀποτελούμενα κατὰ περί‐ | |
15 | στασιν ἀφῆκε, πλὴν οὐκ ἐξέστη τοῦ σκοποῦ, κἂν ἐπὶ τὰ κατὰ μέρος ἐτράπη. ‘καίτοι‘ φασί ‘κατά γε τὴν τοῦ τεχνικοῦ προαίρεσιν ἐχρῆν τὴν ἐπιγραφὴν εἶναι περὶ χαρακτήρων. αὐτὸς γὰρ ἐν ἀρχῇ τῆς πραγμα‐ τείας ὑποτίθεται τοὺς ἐπιστήμονας ταύτης δύνασθαι | |
20 | λόγων ἐργάτας εἶναι καὶ τὰ τῶν ἄλλων κρίνειν, καθότι καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ καθότι μή—ποιοῦμεν δηλαδὴ τοὺς χαρακτῆρας καὶ κρίνομεν· ὥσπερ γὰρ τῶν σωμάτων τὰ μέν ἐστιν ἀρρενωπὰ τὰ δὲ μαλθακὰ τὰ δὲ μέσα, τὸν αὐτὸν τρόπον κἀπὶ τῶν χαρακτήρων | |
25 | εὑρήσομεν τοὺς μὲν αὐτῶν ἀνθηροὺς εἰ τύχοι τοὺς δὲ | |
μέσους τοὺς δὲ τραχεῖς καὶ αὐστηρούς· εἰ δὲ περὶ τού‐ | 109 | |
110 | των ἐν τῇ προθεωρίᾳ διδάσκειν ἐπαγγέλλεται, τί δή‐ ποτε μὴ κατὰ τὴν προαίρεσιν τὴν οἰκείαν ἐποιήσατο τοῦ βιβλίου ἐπιγραφήν;‘ σφόδρα θαυμασίως· ἅτε γενι‐ κωτέρους ὄντας αὐτοὺς καὶ μὴ δυναμένους ἐκ τῶν | |
5 | ποιούντων καταληφθῆναι παρῆκεν· ὥσπερ γὰρ ἡ ἰδέα περιεκτικὴ τῆς ἐννοίας ἐστὶ καὶ τῆς μεθόδου καὶ τῆς λέξεως καὶ τῶν ἄλλων ἁπάντων, ὑφ’ ὧν καὶ ἀποτελεῖ‐ ται, τὸν αὐτὸν τρόπον καὶ οἱ χαρακτῆρες περιέχουσι τὰς ἰδέας, ἀφ’ ὧν καὶ τὴν σύστασιν ἔχουσιν, ἀλλὰ τὰ | |
10 | μὲν ποιοῦντα τὴν ἰδέαν ἅτε μερικὰ καὶ ὑπὸ διδασκα‐ λίαν πίπτει καὶ λόγῳ καταλαμβάνεται, τὰ δὲ ἀποτε‐ λοῦντα τοὺς χαρακτῆρας ἐκφεύγει τὴν ἀπὸ τοῦ λόγου γνῶσιν ὡς τέλεια καὶ περιέχοντα τὴν ἔννοιαν καὶ τὴν μέθοδον καὶ τὰ περὶ τὴν λέξιν. εἰ δὲ τὰ ποιοῦντα | |
15 | τοὺς χαρακτῆρας ὡς ὅλα καθὰ μεμαθήκαμεν οὐ κατα‐ λαμβάνεται λόγῳ, τὰ δὲ ἀποτελοῦντα τὰς ἰδέας ὑπὸ διδασκαλίαν πίπτει καὶ γνῶσιν, προσηκόντως ὁ τεχνι‐ κὸς ἐκείνην μὲν ἀπεκρούσατο τὴν ἐπιγραφήν, ἧς καὶ τὸ ποιοῦν ἄδηλον καὶ τὸ ποιούμενον, ταύτην δὲ προ‐ | |
20 | είλετο μᾶλλον, ἧς τὸ ἀποτελοῦν τὴν ἰδέαν καταληπτόν· εἰ γὰρ ἐπέγραψε περὶ χαρακτήρων, αὐτοὺς μὲν λόγῳ παραστῆσαι τὴν ἀρχὴν ὡς ὁλικωτέρους οὐχ οἷόν τε ἦν, ἀλλ’ ἴσως ἐκ τῶν ποιούντων δυνατὸν ἦν αὐτοὺς δια‐ γνῶναι. καὶ μὴν κἀκεῖνα πάλιν καταληπτὰ καθὸ τέλεια | |
25 | καὶ περιεκτικὰ λέξεως καὶ ἐννοίας, νῦν δὲ μέσην βα‐ | |
δίσας ὁδὸν ἀφῆκε μὲν τὰ γενικώτερα, λέγω δὴ τοὺς | 110 | |
111 | χαρακτῆρας—οὗτοι γὰρ ἀκατάληπτοι, κἂν τὰ ποι‐ οῦντα λάβῃς—, ἐπέγραψε δὲ περὶ ἰδεῶν, ἃ τὴν ἀρχὴν ἐκ τῶν ἀποτελούντων γνωρίζεται. τίς δὲ ἡ τάξις τῆς ἀναγνώσεως καὶ εἰ γνήσιον τοῦ ἀρχαίου τὸ | |
5 | βιβλίον, ἐν μὲν τῷ περὶ στάσεων λεκτέον λόγῳ, πλὴν οὐδὲν κωλύει καὶ νῦν διὰ βραχέων εἰπεῖν. ὅτι μὲν γὰρ γνήσιον, πάντες συνομολογοῦσιν· τὸ γὰρ ἀκριβὲς καὶ ἡ εὐκρίνεια καὶ ἡ λέξις βοῶσιν ὡς εἰπεῖν Ἑρμογένους εἶναι τὸ σύνταγμα, πλὴν καὶ αὐτὸς ἐν τῷ περὶ τῶν | |
10 | στάσεων μέμνηται ταύτης τῆς πραγματείας, καθὰ κἀκεῖσε δεδηλώκαμεν. ἡ δὲ τάξις τῆς ἀναγνώσεως ὁμοίως καταφανής· ἡγουμένων γὰρ τῶν πραγμάτων δεῖ τηνικαῦτα καὶ τὸν περὶ τούτων ἕπεσθαι λόγον. δύο δέ εἰσι τὰ συνιστῶντα τὸν λόγον, δύναμις καὶ | |
15 | ἡδονή· καὶ ἡ μὲν δύναμις ἐν τοῖς κεφαλαίοις καὶ τοῖς ἐνθυμήμασιν ἀναφαίνεται, ἡ δ’ ἡδονὴ διὰ τῆς φρά‐ σεως λαμβάνει τὴν ἰσχύν· τὰ γὰρ σχήματα καὶ τὰ εἴδη καὶ ὅσα ἕτερα τῆς ἡδονῆς ἐστι παρεκτικά. ἑξῆς ἂν εἴη μαθεῖν τὴν εἰς τὰ μέρη τομὴν ἢ καὶ τοῦτο | |
20 | περίεργον, αὐτὸς γὰρ ἡμᾶς ὁ τεχνικὸς παρακατιὼν διδάξει, πλὴν ἀμυδρῶς κἀπὶ τοῦ παρόντος λελέξεται· τάχα γὰρ ἡμῖν συντελέσει πρὸς ἀκριβεστέραν τῆς ἐπι‐ γραφῆς κατάληψιν. τέτμηται τοίνυν τὸ βιβλίον εἰς τὰ | |
ποιοῦντα τοὺς χαρακτῆρας—λέγω δὴ τὰς ἰδέας—καὶ | 111 | |
112 | εἰς αὐτὸ τὸ ποιούμενον, ὃ παραδίδωσι καὶ ὡς ἐν γένει καὶ κατ’ ἄνδρα· σπουδὴ γὰρ αὐτῷ μὴ μόνον παρα‐ στῆσαι τὴν Πλατωνικὴν ἰδέαν ἢ τὴν Δημοσθενικήν, ἀλλὰ πρῶτον μὲν διδάξαι τί σεμνότης, τί καθαρότης, | |
5 | καὶ τελευταῖον μετὰ τὴν τοιαύτην διδασκαλίαν ἐπὶ τοὺς χαρακτῆρας τῶν ἀρχαίων ἐλθεῖν. ἀλλὰ λελήθα‐ μεν ἑαυτούς, ὡς φασί τινες, τὸν περὶ τῆς ἐπιγραφῆς ἐμβάλλοντες λόγον· ὑπεθέμεθα γὰρ ἐπὶ τοῦ παρόντος καὶ τοὺς χαρακτῆρας ὑπὸ διδασκαλίαν πεσεῖν, ὅπερ ἐν | |
10 | τοῖς φθάσασιν ἀπηγορεύσαμεν. ‘εἰ δυνατὸν ὅλως αὐ‐ τοὺς λόγῳ καταλαβεῖν, τί δήποτε μὴ περὶ χαρακτή‐ ρων ἐπέγραψεν;‘ ἀλλ’ οὐδὲν ἧττον ὁ προλεχθεὶς ἔρρωτο λόγος, οὐ γὰρ ἐπαγγέλλεται διδάσκειν τί τὸ ὅλον, ἀλλὰ τί τὸ ποιοῦν· τότε γὰρ ἂν ἐδόκει μάχεσθαι | |
15 | τοῖς προλαβοῦσιν, εἰ μετὰ τὴν συνέλευσιν τῶν ἰδεῶν ἐπεχείρει καὶ τὼν χαρακτήρων ἀπαγγεῖλαι τὰς μίξεις· νῦν δὲ πρότερον μὲν καθ’ ἑαυτὰς παραδίδωσι τὰς ἰδέας, οἷον τί σεμνότης ἢ τί καθαρότης, εἶτα τί τὸ ἀποτελούμενον ἐκ τῆς μίξεως, ὃ λόγῳ σαφηνίζειν οὐχ | |
20 | οἷόν τε πλὴν εἰ μὴ συμβολικῶς· οὕτως οὐδένα τοῦ ὅλου ποιεῖται λόγον, ἀλλὰ τὰ ποιοῦντα τὸ ὅλον καθ’ ἑαυτὰ πρότερον παραστήσας καὶ μετὰ τὴν συνέλευσιν ὁποῖον ἀπαρτίζει χαρακτῆρα διδάσκει, πῶς δὲ κατα‐ | |
λάβοις αὐτὸν οὐ παραδίδωσι λόγῳ. | 112 |