TLG 4017 001 :: SYRIANUS :: In Aristotelis metaphysica commentaria

SYRIANUS Phil., Neoplatonicus
(Atheniensis: A.D. 5)

Cf. et SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS (2047)

In Aristotelis metaphysica commentaria

Source: Kroll, W. (ed.), Syriani in metaphysica commentaria [Commentaria in Aristotelem Graeca 6.1] Berlin: Reimer, 1902: 1–195.

Citation: Page — (line)

1

(1t)

ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΞΕΝΟΥ
2tΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ Β ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
3tΛΟΓΙΚΩΣ ΗΠΟΡΗΜΕΝΩΝ ΚΑΙ ΔΙΑΙΤΗΣ ΗΞΙΩΜΕΝΩΝ
4Ἐν τῷ μείζονι Α τίς ἡ παροῦσα σκέψις εἰπών, ὅτι ἡ τοῦ ὄντος ᾗ
5ὄν, καὶ τίς ἡ ἐπιστήμη, ὅτι ἡ πρώτη φιλοσοφία, καὶ πόσα τὰ αἴτια, καὶ πῶς οἱ πρὸ αὐτοῦ περὶ τῶν αἰτίων τοῦ ὅπως ποτὲ ὄντος διελέχθησαν, ἔτι δὲ ἐν τῷ ἐλάττονι τῶν Α δείξας, ὅτι οὔτε κατ’ εὐθυωρίαν οὔτε κατ’ εἶδος ἄπειρα τὰ αἴτια, νῦν ἀρχόμενος τοῦ Β πρῶτον ἀπορῆσαι χρῆναί φησιν, ἵνα τε εὐπορώτερον ἀναστραφῶμεν ἐν τοῖς προκειμένοις σκέμμασιν (οὔτε
10γὰρ εὐπορῆσαι δυνατὸν μὴ λύσαντας τὰς ἀπορίας οὔτε λῦσαι μὴ κατα‐ νενοηκότας τὸ ἄπορον τοῦ πράγματος), καὶ ἔτι ὅπως ἂν ἴδωμεν τὸ τέλος τῆς προκειμένης θεωρίας· ἡ γὰρ λύσις τῶν ἀπόρων εὐοδίαν παρέχουσα ἐπ’ αὐτὸ καταντᾶν ἡμᾶς τὸ ἀληθέστατον τῆς θεωρίας τέλος παρασκευάσει· κἀκ τούτων δὲ καθῆκον τῷ φιλοσόφῳ τὸ ἀπορεῖν δείκνυσιν, ἵνα τῶν ἀντι‐
15κειμένων λόγων ὥσπερ ἀπρόληπτος καὶ ἀδέκαστος γενόμενος διαιτητὴς ἕληται τὸ τῇ ἀληθεῖ θεωρίᾳ συμφωνότερον. ταῦτα προοιμιασάμενος ἔκθεσιν πρῶτον ποιεῖται τῶν ἀποριῶν, εἶθ’ ὕστερον ἐφ’ ἑκάστης ἑκατέρῳ τῶν ἀντικειμένων συνηγορήσας λόγων ἐπιτείνει τὴν τῶν ἀποριῶν δυσκολίαν. τὰς δὲ λύσεις παρ’ αὐτοῦ μὲν οὐ χρὴ ζητεῖν ἐν τούτῳ τῷ βιβλίῳ· δια‐
20πορητικὸν γάρ ἐστιν ὅλον τὸ Β· ἡμεῖς δὲ ἅμα προτείνοντος αὐτοῦ τὰ ἄπορα δι’ ὀλίγων ἀποκρίνεσθαι πειρασόμεθα καὶ τοὺς ἀντικειμένους λόγους ἐρω‐ τῶντος τοῖς μὲν ἀληθέσι συμφθέγξασθαι, τοῖς δὲ σοφιστικοῖς ἀνταγωνίσασθαι. κρατήσας γάρ τις τοῦ τοιούτου σκοποῦ τήν τε λέξιν τοῦ φιλοσόφου σαφῆ καταστήσει καὶ τῆς ὅλης πραγματείας τὴν προαίρεσιν ἐν οὐ πολλοῖς περι‐
25λήψεται (περὶ γὰρ ὧν ἐνταῦθα προὔτεινε καὶ οὐ περί τινων ἄλλων ὁ Ἀρι‐
στοτέλης, ὅ τι μὴ πάρεργον, ἐν ταῖς ὑπὲρ φύσιν αὐτοῦ ταύταις διδασκαλίαις1

2

διαλέξεται)· ἔτι δὲ πρόχειρον μὲν ποιήσει τῶν ἐριστικῶν λόγων τὸν ἔλεγ‐ χον· ἐνδείξεται δὲ καὶ πῶς ἂν ὁ Πυθαγόρειός τε καὶ Πλατωνικὸς πρὸς τὰς ἐνστάσεις ταύτας ἀπαντήσειε. πρώτη οὖν ἀπορία,
4nΠότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς
5nαἰτίας.
6 Ὃ μὲν ζητεῖ τοιοῦτόν ἐστιν· ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον καὶ εἰδικὸν καὶ τελικόν, ἐπί τινων δὲ καὶ ὑλικόν, ἆρα ὁ ἐπιστήμων τοῦ πράγματος εἴσεται πάντα αὐτοῦ τὰ αἴτια, εἷς ὢν καθὸ μίαν ἐπιστήμην ἔχει, ἢ πολλαὶ ἐπιστῆμαι περὶ τὰ πολλὰ διατρίψουσιν αἴτια, καὶ ἄλλη μὲν
10εἴσεται τὸ ποιητικόν, ἄλλη δὲ εἰ τύχοι τὸ ὑλικὸν ἢ τὸ τελικόν, ἄλλη τὸ εἰδικόν; ἀποκρινούμεθα οὖν ὅτι μία πάντα ἐπισκέπτεται· ἓν γάρ τι αὐτῶν ἀγνοοῦσα οὐχ ἕξει τοῦ πράγματος ἐπιστήμην. εἰ δὲ καὶ περὶ τῆς σοφίας ὁ λόγος εἴη, κομιδῇ γελοῖον τὸ ἀγνοεῖν αὐτὴν οἴεσθαι τὸ ἀγαθὸν ἢ τὸ εἶδος ἢ τὸ γεννητικὸν τῶν ὄντων αἴτιον.
15nΚαὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ
16nτῆς ἐπιστήμης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δει‐
17nνύουσι πάντες.
18 Ζητεῖ μὲν εἰ ὁ πρῶτος φιλόσοφος τὰς αἰτίας τοῦ ὄντος ἐπιστάμενος εἴσεται καὶ τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειαν, ἢ
20ἑτέρου μὲν ἡ γνῶσις τῶν τοῦ ὄντος ἀρχῶν, ἑτέρου δὲ τῶν ὄντων καὶ ὁλι‐ κωτάτων ἀξιωμάτων. δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν· οὔτε γὰρ ἀγνοῶν τὰ ἕτερα τέλειός ἐστι καὶ κατὰ τὴν ἑκατέρων τῶν ἀρχῶν εἴδησιν ἐπιστήμην ἕξει τῶν ἐπιστημῶν, διὰ μὲν τῆς τῶν ἀξιω‐ μάτων θεωρίας ἀρχὰς εἰδὼς τὰς ἀποδεικτικὰς καὶ χορηγῶν αὐτὰς ταῖς
25ἄλλαις ἐπιστήμαις (διαλεκτικῇ μὲν καὶ ὅλως πάσαις ταῖς συλλογιζομέναις, ὅτι μὴ δυνατὸν τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι, φυσικῇ δὲ ὅτι μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεται, γεωμετρίᾳ δὲ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, πᾶσι δὲ καὶ πάσαις ὅτι τἀγαθὸν τὸ ἔσχατον τῶν ἐφετῶν· περὶ ὧν αἱ μὲν χρώμεναι πιστευτικὴν ἕξουσι γνῶσιν, αὐτὸς δὲ παρὰ νοῦ ταύτας
30ἀποδεξάμενος κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιστήσεται), διὰ δὲ τῆς τοῦ ὄντος αἰτίας πάντα τὰ ἐπιστητὰ θεωρῶν. ὥσπερ οὖν τοῦ αὐτοῦ ἐστιν ἐπιστήμην ἔχειν καὶ τὸ ἐπιστητόν, καὶ ὁ τοῦ ἑτέρου μὴ τυχὼν οὐδὲ τὸ λειπόμενον ἔχει, οὕτως ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνδρὸς τὰς αἰτίας τῶν ὄντων
ἐπεσκέφθαι καὶ τὰς ἀποδεικτικὰς ἀρχάς, δι’ ὧν τά τε ὄντα καὶ τὰς εἰδή‐2

3

σεις τῶν ὄντων ἄνωθεν ἔκ τινος νοερᾶς περιωπῆς ἐπισκέψεται. εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι. ζητεῖ μὲν εἰ συγχωρηθείσης τῆς σοφίας περὶ τὸ ὂν ἔχειν περὶ πᾶν ἕξει τὸ ὂν αὕτη, ἢ πλείους ἔσονται αἱ τὴν γνῶσιν τοῦ ὄντος κατανειμάμεναι. ἀπο‐
5κρινούμεθα δὲ ὅτι τῆς μὲν σοφίας ἐστὶ τὰ ὄντα πάντα ᾗ ἐστιν ὄντα εἰδέναι· οὐδὲν μέντοι κωλύει καὶ ἄλλας εἶναι μόρια τοῦ ὄντος κατανειμαμένας, εἰ καὶ ἑτέρως αὐτὰ καὶ κοινότερον θεωροῦσιν, οἷον τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν, φυσικήν, ἰατρικὴν κἂν εἴ τινες ἄλλαι τοιαῦται. καὶ εἰ πλείονες, πότερον ἅπασαι συγγενεῖς, ἢ τὰς μὲν σοφίας τὰς δὲ
10ἄλλο τι λεκτέον αὐτῶν. τοῦτο λείψανόν ἐστι τοῦ πρὸ αὐτοῦ· καὶ γὰρ οὐδ’ ἐν τοῖς ἑπομένοις ἰδίᾳ περὶ αὐτοῦ ποιήσεται λόγους. φαίης δ’ ἂν ἀπαντῶν πρὸς τὸ πρόβλημα, ὅτιπερ τὰ μὲν εἴδη τῆς ὅλης φιλοσοφίας, οἷον ἡ πρώτη φιλοσοφία καὶ ἡ φυσική, ἀλλήλαις τε συγγενεῖς καὶ τῇ ὅλῃ, αἱ δὲ μὴ περὶ τὰς οὐσίας προηγουμένως διατρίβουσαι, ὡς αἱ μαθηματικαί,
15ὡς μὲν μὴ συνταττόμεναι πρὸς αὐτὴν τὴν σοφίαν ἢ παρισούμεναι αὐτῆς τῷ μεγέθει καὶ κάλλει καὶ ἀξιώματι, οὐδαμῶς ἂν αὐτῆς συγγενεῖς εἶναι λέγοιντο, ὅθεν οὐδὲ πολλαὶ σοφίαι, ἀλλὰ μία ἡ ἀληθεστάτη· ὡς δ’ ἀπ’ αὐτῆς προϊοῦσαι καὶ τῶν ἐνδοθεισῶν παρ’ αὐτῆς ἀρχῶν ἐξηρτημέναι καὶ μηδ’ ὁπωστιοῦν ἀποστατεῖν αὐτῆς δυνάμεναι, ταύτῃ γε ἀλλήλων τε ἂν καὶ
20τῆς ἡγεμονικωτάτης καὶ ἑαυτῶν ἐπιστήμης συγγενεῖς εἶναι λέγοιντο· καὶ ὅτι πασῶν ὁ νοῦς ἐστι πατὴρ ἐξῃρημένος, εἰ καὶ προσεχῶς μὲν τῆς σοφίας, οἱονεὶ μονάδα τινὰ ταύτην ἐπιστημῶν ὑποστησάμενος πάντα τὰ εἴδη τῶν γνώσεων ἐν ἑαυτῇ προειληφυῖαν ἀρχοειδῶς, δι’ αὐτῆς δὲ καὶ τῶν μερικω‐ τέρων τὰς ἀρχὰς καταβαλλόμενος. διόπερ οὐδ’ αὐταὶ πᾶσαι ὁμότιμοι,
25ἀλλ’ ἡ μὲν προσεχεστέρα τῇ σοφίᾳ τῆς ἀπωτέρω σεμνοτέρα, ἡ δὲ διὰ πλειόνων ἐπιστημῶν εἰς αὐτὴν ἀνατρέχουσα τῶν μεταξὺ πασῶν ἐστι κατα‐ δεεστέρα. ἀλλ’ οὐδὲ τὸ συγγενὲς ὁμοίως ἔχουσιν· ἀριθμητικὴ μὲν γὰρ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς συγγενεστέρα ἤπερ τῇ φυσικῇ καὶ τῇ ἰατρικῇ· δι’ ἑνὸς γὰρ συνδέσμου τοῦ τῆς σοφίας ἐπὶ νοῦν μετ’
30αὐτῶν ἀναπέμπεται. διαιρετικὴ δὲ καὶ ἀναλυτικὴ καὶ ὁριστικὴ καὶ ἀπο‐ δεικτικὴ ἀλλήλαις πλέον προσήκουσιν ἤπερ ἄλλαις τισίν, ἅτε προσεχῶς αὐτῆς ἐξηρτημέναι τῆς σοφίας καὶ δι’ αὐτῆς ἅμα φανοτάτῳ πυρὶ τῷ γένει δωρηθεῖσαι τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν. καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι
35μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας. αὐτὸς μὲν ἄξιον εἶναί φησι ζητήσεως, εἰ πρὸς ταῖς αἰσθηταῖς οὐσίαις οἷον οὐρανῷ, γῇ, τοῖς μεταξὺ στοιχείοις, ζῴοις τε καὶ φυτοῖς εἰσὶ καὶ ἄλλαι νοηταί τινες οὐσίαι. ζητή‐ σειε δ’ ἄν τις εὐλογώτερον, εἰ πρὸς ταῖς ἀληθέσιν οὐσίαις καὶ τὴν φαινο‐ μένην διακόσμησιν οὐσίαν προσαγορεύεσθαι δίκαιον· μήποτε γὰρ αὐτῇ τὸ
40τῆς γενέσεώς ἐστι πρεπωδέστερον ὄνομα. καὶ πότερον μοναχῶς ἢ
πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ3

4

μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. μόριον μέν ἐστι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ προβλήματος· ὡς ἓν γὰρ αὐτὸ ἐν τοῖς ἑπο‐ μένοις ἐργάσεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. καὶ εἰ συγχωρηθείη, φησίν, εἶναί τις οὐσία παρὰ τὴν αἰσθητήν, ἆρα μονοειδής τις ἔσται ἢ τοὐλάχιστον
5δυοειδής; ἤδη γὰρ ὁ Πλάτων ἐδόκει μεταξὺ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς τὴν διανοητὴν παραλαμβάνειν, ὑφ’ ἣν ἔταττε καὶ τὰ μαθήματα, οὐ τὰ φανταστὰ δηλονότι καὶ τὰ δοξαστά (ταῦτα γὰρ οὐκ οὐσίαι ἀλλ’ εἰκόνες οὐσιῶν), ἐκεῖνα δὲ ὅσα κατ’ οὐσίαν ἡ ψυχὴ περιέχειν ἐν ἑαυτῇ λέγεται, ὧν καὶ τὰς ἀρχὰς τάς τε γεωμετρικὰς καὶ τὰς ἀριθμητικὰς καὶ τὰς ἁρμο‐
10νικὰς ὁ δημιουργικὸς νοῦς ἐντιθεὶς αὐτῇ κατὰ τὴν ψυχογονίαν ἐν Τιμαίῳ παραδέδοται. φήσομεν οὖν ὅτι δυνατὸν μὲν καὶ μίαν λέγειν εἶναι πᾶσαν τὴν νοητὴν οὐσίαν, ὅταν τὴν αἰσθητὴν αὐτῆς μόνην χωρίζωμεν, “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέ‐ ποτε” κατὰ τὴν εἰς δύο διαίρεσιν τῶν ὅπως ποτὲ ὄντων· δυνατὸν δὲ καὶ
15τὴν ἀφανῆ καὶ λογισμῷ θεατὴν ὑποδιαιρεῖν εἴς τε τὴν κυρίως νοητὴν καὶ εἰς τὴν διανοητὴν κατὰ τὴν ἐν Πολιτείᾳ γραμμήν· ἐπεὶ καὶ ἑκατέραν τούτων ἔξεστιν ὑποδιαιρεῖν· νοητάς τε γὰρ καὶ νοερὰς πολλὰς τάξεις παρει‐ λήφαμεν, καὶ τῶν ψυχῶν ὁ διάκοσμος πολλαχῇ τῷ κατ’ εἴδη τὰ ὄντα διακρίνειν μελετήσαντι πολλὴν ἔχων ἀναφανήσεται τὴν κατ’ οὐσίαν ἑτε‐
20ρότητα.
21nΠερί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον,
22nκαὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ
23nτὰ συμβεβηκότα καθ’ αὑτὰ ταῖς οὐσίαις.
24Ἡ σοφία, φησί, πότερον τὰς οὐσίας μόνας ἐπισκέπτεται τῶν πραγμά‐
25των ἢ τὰ καθ’ αὑτὰ συμβεβηκότα; φήσομεν ὅτι καὶ τὰς οὐσίας καὶ τὰ οὕτως ὑπάρχοντα, διὰ μὲν τῆς ἀναλυτικῆς τὰς ἀρχὰς τοῦ ὄντος λαμβά‐ νουσα, διὰ δὲ τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς τὰς οὐσίας τῶν πάντων θεωροῦσα, διὰ δὲ τῆς ἀποδεικτικῆς τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα συλλογιζομένη. τοῦτο δὲ οὐκ ἐν ταῖς ἁπλουστάταις καὶ κυρίως νοηταῖς
30οὐσίαις, αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι (διὸ μήτε ὁρισταὶ μήτε ἀποδεικταὶ γίγνονται, μόνῃ δὲ ἐπιβολῇ θεωροῦνται, καθά φησιν αὐτός τε πολλαχοῦ λέγων· ‘ὁ δὲ νοῦς εἴτε ἔθιγεν ἢ οὔ‘, καὶ ὁ θεῖος Πλάτων· “ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή”), ἀλλ’ ἐν ταῖς μέσαις οὐσίαις, αἳ καὶ ἀπο‐ δεικταί εἰσι κατὰ τὰ ὑπάρχοντα ἑαυταῖς. ἔχει γὰρ οὕτω· τοῖς μὲν ἁπλου‐
35στάτοις τῶν ὄντων οὐδὲν ὑπάρχει παρὰ τὸ εἶναι αὐτῶν, ὥστε οὐκ ἔστιν αὐτῶν τὸ μὲν οὐσία τὸ δὲ ἄλλο τι· διὸ κρείττω ταῦτα καὶ ὁρισμοῦ καὶ
ἀποδείξεως· τοῖς δὲ καθόλου λόγοις καθ’ ἑαυτούς τε θεωρουμένοις καὶ4

5

κοσμοῦσι τὴν αἰσθητὴν φύσιν τὰ καθ’ αὑτὰ συμβεβηκότα παραγίγνεται· διόπερ καὶ ἡ ἀπόδειξις περὶ αὐτὰ ἀναστρέφεται· τοῖς δὲ ἐνύλοις εἴδεσι καὶ ἀτόμοις καὶ αἰσθητοῖς ἤδη καὶ τὰ κυρίως συμβεβηκότα ἐμφαντάζεται, ἃ γίγνεται καὶ ἀπογίγνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. ταῦτα
5δὲ πάλιν καταδεέστερα ὄντα τῶν ἀποδεικτῶν διὰ τῆς εἰκοτολογίας ληπτὰ γίγνεται, οὔτι γε τῷ σοφῷ καθὸ σοφός, ἀλλ’ ἰατροῖς εἰ τύχοι καὶ φυσικοῖς καὶ παντὶ τῷ τοιούτῳ γένει.
8nΠρὸς δὲ τούτοις ... πάντων.
9Ὅτι μὲν τοῦ σοφοῦ κατ’ αὐτόν ἐστι τὸν Ἀριστοτέλην τάς τε οὐσίας
10ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, βοᾷ τὸ τοῦ Γ προοίμιον, τὸ “ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτό”. ὅτι δὲ τὰ νῦν εἰς θεωρίαν ἐκκείμενα μάλιστα ἂν δόξειε τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχειν, δηλοῖ τὸ διὰ πάντων αὐτὰ πεφοιτηκέναι τῶν ὄντων· ἡ γὰρ ταυτότης καὶ ἡ ἑτερότης καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης
15καὶ ὅσα νυνὶ προὔτεινεν οὐκ ἐν τοῖσδε μὲν ἐνορῶνται τῶν ὄντων ἄλλων δέ τινων ἀποστατοῦσιν, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ τῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταυτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος 〈παρὰ〉 τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς
20οὖσι μεταδεδώκασιν· ἑτερότητας δὲ καὶ ἀνομοιότητας καὶ ἀνισότητας ἐναν‐ τιώσεις τε καὶ 〈τὸ〉 πρότερόν τε καὶ ὕστερον καὶ τὰ τοιαῦτα σύμπαντα παρὰ τῆς γονιμωτάτης καὶ ἀνεκλείπτου τῶν πάντων αἰτίας τῆς ἀπειρο‐ δυνάμου δυάδος ταῖς τε ἀοράτοις οὐσίαις καὶ ταῖς αἰσθηταῖς κεχορηγή‐ κασιν· ὡς μήτε μεταξὺ φύσιν εἶναι τῶν ἀμερίστων καὶ μεριστῶν μήτε καθ’
25ὑπερβολὴν ἐξῃρημένην οὕτω τῶν ὅλων μήτ’ εἰς 〈τὰσ〉 τῶν αἰσθητῶν δημιουργημάτων ἀποτελευτήσεις ἀπερριμμένην, ἥτις οὐχὶ τούτοις διακεκό‐ σμηται τοῖς εἴδεσι. καὶ διὰ τοῦτο Πλάτων ἐν τῷ Σοφιστῇ τὰ γένη τοῦ ὄντος διερευνώμενος, ἃ διὰ πάντων φοιτᾷ τῶν ὄντων, ταυτότητα καὶ ἑτερό‐ τητα καὶ οὐσίαν καὶ στάσιν καὶ κίνησιν ἀπηριθμήσατο, ἔτι δὲ τὴν τοῦ μὴ
30ὄντος φύσιν ἐνέφηνεν, ἣ πάσης μὲν διαφορᾶς πάσης δὲ ἀντιθέσεως καὶ ἐναντιώσεως τὴν μίαν αἰτίαν ἀποφέρεται. καὶ ἔτι ἐν τῷ Παρμενίδῃ τὰ πρῶτα τῶν εἰδῶν ἀπαριθμούμενος ὁμοιότητος μέμνηται καὶ τῶν ἄλλων ὁμοίως πρότερον τῶν ὑποθέσεων 〈ἐν〉 τοῖς περὶ τῶν ἰδεῶν σκέμμασι καὶ ἐν αὐταῖς ταῖς ὑποθέσεσι, διὰ μὲν τῆς πρώτης μόνην τὴν τοῦ ἑνὸς ὑπερ‐
35ούσιον καὶ ἀπλήθυντον ἀγαθότητα τούτων ἐξαίρων, διὰ δὲ τῆς δευτέρας5

6

πάντα τὰ ὄντα ταύταις διακοσμῶν ταῖς αἰτίαις. καίτοι εἰ μήτε τῷ ὑπερ‐ ουσίῳ ταῦτα παρεῖναι δύναται μήτε τινὸς τῶν ὅπως ποτὲ ὄντων ἀποστατεῖ, πῶς οὐχὶ τοῖς οὖσιν ᾗ ὄντα καθ’ αὑτὰ συμβεβηκέναι λέγοιτο ἄν; διὸ καὶ οἱ περὶ τὴν φύσιν δεινοὶ καὶ ὁ μαθηματικὸς καὶ ὁ πρῶτος φιλόσοφος
5αὐτοῖς ἀναγκάζονται προσχρῆσθαι, πιστευτικῶς μὲν οἱ λοιποί, μόνος δὲ ὁ πρῶτος φιλόσοφος ἐπιστατικῶς καὶ νοερῶς. ὅθεν καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἔν τε τῷ Ι ταύτης τῆς πραγματείας περὶ πάντων τούτων ἀναδιδάσκει καὶ ἐν τούτοις λεληθότως κατεσκεύασεν, ὅτι τοῦ σοφοῦ περὶ τούτων ἐπίστασθαι· εἰ γὰρ ὁ διαλεκτικὸς ἐνδόξως περὶ αὐτῶν διαλήψεται,
10καθάπερ εἴρηται κἀνταῦθα κἀν τοῖς Τοπικοῖς, τίς ἔσται ὁ σὺν ἐπιστήμῃ περὶ αὐτῶν ἀναδιδάξων; ἢ δῆλον ὡς ἐκεῖνος ὃν ὑποδύεται ὁ διαλεκτικός. προσποιεῖται δὲ οὗτος εἶναι οὐχ εἷς τῶν τεχνιτῶν· οὐ γὰρ ἂν περὶ πάντων ἐπεχείρει διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν ὑπ’ ἐκείνην τῆν τέχνην, ἣν ἔχειν προσεποιεῖτο· νῦν δὲ περὶ πάντων ἐρωτᾷ καὶ ἀποκρίνεται, σοφὸς
15εἶναι δοκεῖν ἐφιέμενος. οὗτος οὖν ἐπιστημόνως περὶ τούτων ἐρεῖ, περὶ ὧν ἐνδόξως ὁ σοφιστής· ἔστι γὰρ τοῦ σοφοῦ καὶ οὗτος εἴδωλον πολλοστόν, προσεχέστερον δὲ ὁ διαλεκτικός, ὥσπερ τοῦ νοῦ προσεχέστερον μὲν δόξα, πορρώτερον δέ ἐστι τὸ φανταστικόν. εἰ οὖν οἱ ὑποδυόμενοι τὸν σοφὸν περὶ τούτων διαλαμβάνουσι, πολὺ πρότερον αὐτὸς εἰδήσει τὴν τούτων
20φύσιν τε καὶ ἰδιότητα, ἐπεὶ μηδ’ ἂν τὰ εἴδωλα περὶ αὐτὰ διέτριψεν, εἰ μὴ τὴν ὅλην καὶ πρωτίστην καὶ ἀληθεστάτην ἐπιστήμην ᾐσθάνετο περὶ ταῦτα πραγματευομένην. περί τε οὖν αὐτὰ ταῦτα σχήσει ὁ σοφὸς καὶ περὶ τὰ ὑπάρχοντα αὐτοῖς, κατὰ τὴν ἑαυτῶν ἰδιότητα ἐπισκεπτόμενος αὐτά, εἰ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ εἰ ἓν ἑνὶ ἐναντίον καὶ τὰ τοιοῦτα.
25πανταχοῦ γὰρ ἡ τὸ τί ἐστιν ἐπισταμένη τά τε καθ’ αὑτὰ ὑπάρχοντα γιγνώσκει καὶ ἀποδείκνυσι· καὶ γὰρ ἄτοπον 〈τὸν〉 τὴν πρώτην ἔχοντα περὶ ὁτουοῦν ἐπιστήμην τὴν δευτέραν καὶ ταύτῃ κειμένην ἐφεξῆς ἀγνοεῖν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητεῖ, διὰ τί Πλάτων μὲν ἐν τούτοις κίνησιν καὶ στάσιν συναριθμεῖ, παρῆκε δὲ τούτων Ἀριστοτέλης τὴν μνήμην, ἴστω
30ὅτι Πλάτων μὲν εἰδὼς [καὶ] κίνησίν τε καὶ στάσιν † καὶ πλάτος τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἀναγκαίως ἐν τοῖς γένεσι τοῦ ὄντος καὶ ταῦτα καταλέγει, ὁ δὲ τὰ φυσικὰ μόνα σώματα κινεῖσθαι νομίζων καὶ ἠρεμεῖν εἰκότως οὐκ οἴεται διατείνειν ἐφ’ ὅλα τὰ ὄντα τὴν τῶν γενῶν τούτων ἰδιότητα.
35nΚαὶ πότερον ... καθ’ ἕκαστον.
36Δύο προτείνεται νυνὶ παρ’ αὐτοῦ, ἓν μέν, εἰ τὰ γένη τῶν πραγμάτων
ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἰτίας, στοιχεῖα δὲ ὡς6

7

ἁπλούστερα, ἐπεὶ καὶ ὁ ὁρισμὸς εἰς ἔσχατα ταῦτα ἀναλύεται, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρίως αὐτοῦ προσαγορεύεται· δεύτερον δέ, εἰ καὶ ὅτι μάλιστα τὰ γένη, φησί, δοίη τις εἶναι ἀρχὰς ἀλλὰ μὴ εἰς ἃ διαιρεῖται ἕκαστον, πότερον
5τὰ περιληπτικώτερα καὶ ἐπὶ πλέον ἐκτεινόμενα (τοιαύτη γὰρ καὶ ἡ τῶν ἀρχῶν ἔννοια), ἢ μᾶλλον τὰ προσεχῶς κατηγορούμενα, οἷον Καλλίου πότερον ἀρχὴ τὸ ζῷον ἢ ὁ ἄνθρωπος; ἐροῦμεν οὖν πρὸς μὲν τὸ πρότερον, ποίας ἀρχὰς ὁ λόγος ἐπιζητεῖ νῦν· εἰ μὲν γὰρ τὰς ὑλικὰς ἢ τὰς τοῦ εἴδους, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί· εἰ δὲ τὰς ποιητικὰς ἢ τελικάς, τὰ γένη
10ἀρχαί· οὐ μὴν ταῦτα (τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα) ὅσα ἐστὶν ὑστε‐ ρογενῆ· ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασιν· οὐθ’ ὅσα εἰς αὐτὰ τὰ αἰσθητὰ κατατέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῷον, ἃ πῶς ἂν εἶεν αἱ ποιητικαὶ αὐτοῦ ἢ τελικαὶ ἀρχαί, μέρη ὄντα τῆς φαινομένης οὐσίας; εἰ δέ τινά ἐστι γένη πρὸ τῶν καθ’ ἕκαστα τῶν αἰσθητῶν αἴτια, ἔν τε τοῖς
15λόγοις τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς τῆς κοσμικῆς ψυχῆς εἴδεσι διαλάμποντα, ταῦτα φαίημεν ἂν δικαίως αἴτια τῶν τῇδε πραγμάτων ** καὶ πρὸ τούτων ἔτι τῶν καθόλου λόγων ὑπερ‐ ήπλωνται. ταύταις δὲ πρὸς τῇ ποιητικῇ καὶ τὴν τελικὴν αἰτίαν ἀποδο‐ τέον, οὐχ ὅτι καὶ παρὰ ταῖς ὑφειμέναις ἀρχαῖς οὐκ ἦν τὸ τέλος, ἀλλ’ ὅτι
20σαφέστερον ἐπὶ τούτων ἀναφαίνεται ἅτε λοιπὸν ἐν προθύροις ἱδρυμένων τἀγαθοῦ. πρὸς δὲ τὸ δεύτερον τούτων ἤδη 〈ἐκ τῶν〉 προειρημένων σαφὴς ἡ ἀπάντησις. ἐὰν μὲν γὰρ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγομέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἧττον οὐσίωται τῶν περὶ
25αὐτὰς ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δεχόμενα· ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθ’ ἕκαστα λόγους φυσικούς τε καὶ δημιουργούς, πρόδηλον ὡς τὸ περιληπτικώτερον καὶ δια‐ τεῖνον ἐπὶ πλέον θειότερόν τέ ἐστιν αἴτιον καὶ ἄνευ ἐκείνου προβαίνειν ἢ ἐνεργεῖν 〈οὐδὲν〉 οὐδαμοῦ δύναται· τὸ δὲ προσχρῆται μὲν τῷ μεθ’ ἑαυτό,
30ὅταν τὸ κατ’ ἐκεῖνο δημιουργῇ, πολλὰ δὲ καὶ ἄλλα 〈μὴ〉 προσδεηθέντα τῆς μερικωτέρας αἰτίας ὑφίστησι. τούτων δὴ καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικὰ γένη καὶ εἴδη σημεῖα δείκνυσιν ἐναργῆ· καθ’ ὧν μὲν γὰρ τὸ εἶδος, κατὰ τούτων τὸ γένος, εἴπερ ἐν ὅλῳ αὐτῷ λέγεται εἶναι, κατὰ πολλῶν δὲ καὶ ἄλλων τὸ γένος, ἐφ’ ἃ μὴ πέφυκεν ἐξικνεῖσθαι τοῦ εἴδους ἡ κατη‐
35γορία. μεταθεὶς οὖν τὸ κατά τινων λέγεσθαι ἐπὶ τὸ δημιουργεῖν μεταβήσῃ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη τε καὶ εἴδη, θεάσῃ δὲ αὐτῶν καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ὑπεροχήν τε καὶ ὕφεσιν καὶ ὅλως ἐφ’
ἑκάστων ἀξίαν.7

8

(1n)

Μάλιστα ... ἀριθμόν.
2 Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων καὶ ταύτην ὕδωρ ἢ ἀέρα ἢ πῦρ εἶναι λεγόντων, ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ
5τινες πρὸ αὐτῶν, τῶν δὲ χωριστὸν αἴτιον τῆς ὕλης ἀπολειπόντων, ὡς αὐτός τε καὶ Πλάτων, εἰ καὶ αὐτὸς μὲν ὡς ὀρεκτὸν τῶν πάντων αὐτὸ αἴτιον ὑποτίθεται, Πλάτων δὲ καὶ ὡς γεννητικὸν τῶν ὅλων, εἰκότως τούτοις προ‐ τείνει, ποία τῶν ὑπολήψεων ἀληθεστέρα. καὶ δῆλον ὅτι ἡ αὐτοῦ καὶ ἡ Πλάτωνος. ὅταν δὲ προσεπιζητῇ πότερον ἓν τὸ χωριστὸν αἴτιον ἢ πολλά,
10καὶ ἓν φήσομεν καὶ πολλά, συντεταγμένου τοῦ πλήθους πρὸς τὸ ἓν καὶ ὡς πρὸς ἐφετὸν οἰκεῖον ἀνατεινομένου, καθὰ καὶ αὐτὸς ἐν τῷ Λ παραδέδωκεν.
12nΚαὶ πότερον ἔστι ... ὄντων.
13 Ζητεῖ μὲν ἐν τούτοις, εἰ ἔστι παρὰ τὸ σύνθετον καὶ εἰδοπεποιημένον τά τε καθόλου καὶ τὰ καθ’ αὑτὰ εἴδη, καὶ εἰ πάντων ἐστὶ φυσικῶν τε
15καὶ τεχνητῶν, καλῶν τε καὶ αἰσχρῶν, ἀγαθῶν καὶ κακῶν, τελείων καὶ ἀτελῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ, καὶ ποίων μέν ἐστι, ποίων δὲ οὐκ ἔστι. τὴν μὲν οὖν ἀκριβῆ περὶ τούτων διαίρεσιν εἴσεταί τε ὁ βουλόμενος ἐκ τῶν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ περὶ ἰδεῶν πεφιλοσοφημένων, καὶ ἡμεῖς ἐν ἄλλοις ποιησόμεθα ζητοῦντες, εἰ καὶ τῶν καθ’ ἕκαστα γενητῶν καὶ τῶν μερῶν
20οἷον ποδὸς δακτύλου καὶ τῶν ποιοτήτων ἢ ὅλως συμβεβηκότων ἔστιν εἴδη ἐν φύσει ἢ ἐν ψυχῇ ἢ ἐν νῷ· νυνὶ δὲ ὁλοσχερέστερον καὶ ὅσον ἀναγκαῖον ὑπὲρ τῶν θείων καὶ νοητῶν εἰπεῖν αἰτίων ἐροῦμεν. φαμὲν οὖν αἰσχρῶν μὲν καὶ ἀτελῶν καὶ κακῶν μηδ’ ὅλως εἶναι ἰδέας· κατὰ ἀπό‐ πτωσιν γὰρ ταῦτα πρὸς τοῖς τελευταίοις ὑφίσταται τῆς φύσεως ἢ τῆς μερικῆς
25ἀσθενούσης ψυχῆς διὰ τὸ μὴ κρατεῖν τῆς ὑποκειμένης ἀοριστίας· τῶν μέντοι κατὰ φύσιν συνισταμένων οὐσιῶν καὶ διὰ παντὸς ὑπαρχουσῶν εἶναι τὰ δημιουργικὰ εἴδη, ὥσπερ τῶν τεχνητῶν ἐν τῇ τέχνῃ. ἀλλὰ τῶν μὲν κατὰ τὴν τέχνην καὶ αὐτὸς συγχωρεῖ· πολλαχοῦ γὰρ ἐκ τῆς ἀύλου οἰκίας τὴν ἔνυλόν φησιν ἀποτελεῖσθαι, καθάπερ καὶ ἐν τῷ Ζ λέλεκται τῆσδε τῆς
30πραγματείας· τῷ δὲ παραδείγματι τῶν τεχνῶν, τῇ πάσῃ φημὶ δημιουργίᾳ, τῆς εἰδητικῆς διακρίσεως οὐκέτι μεταδίδωσι. καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἂν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;
34nἜτι ... ὑποκειμένῳ.
35Τὸ μὲν ὡρίσθαι τὰς ἀρχὰς ὡς ὁμολογούμενον ἐν τούτοις δέχεται·8

9

πότερον δὲ ἀριθμῷ εἰσιν ὡρισμέναι, ὡς τὰ τέσσαρα στοιχεῖα εἰ τύχοι τῶν σωμάτων (ταῦτα γὰρ τῷ ἀριθμῷ ἐστι τέσσαρα· διὸ καὶ οὐδ’ ἁπλῶς ἐξ ἀέρος καὶ πυρὸς γίνεται τὸ σῶμα, ἀλλ’ ἐκ τοῦ κοσμικοῦ ἀέρος καὶ τοῦ τῇδε πυρός), ἢ μᾶλλον εἴδει ὥρισται, ὡς τὰ εἴκοσι τέσσαρα στοιχεῖα τῆς
5φωνῆς; ὅτι γὰρ ταῦτα εἴδει καὶ οὐκ ἀριθμῷ ὥρισται, δῆλον ἐξ ὧν ὅλον τὸ α ἐν πολλαῖς ἐστι συλλαβαῖς, οὐ μέρει αὑτοῦ παρὸν τῇ βα καὶ μέρει τῇ γα, καθάπερ ὁ ἀὴρ μέρει μὲν ἑαυτοῦ τόδε τὸ σῶμα συνίστησι, μέρει δὲ ἕτερον. ζητεῖ οὖν ποτέρως εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, ἀριθμῷ, [εἰ δὲ ἀριθμῷ, καὶ εἴδει] 〈ἢ εἴδει〉· δῆλον δὲ ὅτι εἰ μὲν εἴδει, οὐ πάντως καὶ
10ἀριθμῷ, εἰ δὲ ἀριθμῷ, καὶ εἴδει. τὸ δὲ ἔν τε τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ ἤτοι διὰ τὴν διαφορὰν εἴρηκε τῶν αἰτίων, ἵνα τὰ μὲν εἰδικὰ καὶ ποιητικὰ καὶ τελικὰ αἴτια λέγῃ εἶναι τὰς ἐν τοῖς λόγοις ἀρχάς, τὰ δὲ ὑλικὰ τὰς ἐν τῷ ὑποκειμένῳ· ἢ τὰς μὲν ἐνδόξως προκαταβεβλημένας φησὶν εἶναι ἐν λόγοις, τὰς δὲ ἀληθῶς ταῖς οὐσίαις ἐνυπαρχούσας ἐν ὑπο‐
15κειμένῳ. τοιαύτης δὲ οὔσης τῆς ζητήσεως ἐροῦμεν, ὅτι αἱ μὲν ἀληθῶς αἰτίαι καὶ ἀρχαὶ τῶν πάντων, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ἀμφότερα ταῦτα ὑπεραίρουσι τὰ ἐν τῇ διαιρέσει παραλαμβανόμενα· τό τε γὰρ ἄτομον καὶ ἓν ἀριθμῷ τοῖς ἐνύλοις εἴδεσιν ἁρμόζει μόνοις, ἐπειδὴ τὸ ἄυλον ἓν οὐχ ἧττόν ἐστι πάντα ἢ ἕν· τό τε ἐν εἴδεσιν ὡρισμένον εἰ μὲν ἐπὶ τῶν
20στοιχειωδῶν ἀρχῶν θεωροῖτο, ἴνδαλμα ἑνός τινος ἀποφέρεται πρεσβυτέρου ὥσπερ τὰ πολλά, ἢ μιμεῖται πάντως ἑκάτερα ἕν τι τῆς διανοίας πάθος ἢ φάντασμα σημαντικόν (οὕτω γὰρ καὶ οἱ πολλοὶ λίθοι καὶ ἵπποι ἑνός τινός εἰσιν εἰκόνες)· εἰ δὲ ποιητικὸν εἴη καὶ γόνιμον καὶ τῶν ἀποτελουμένων ἐξῃρημένον ἢ καὶ ὀρεκτὸν αὐτῶν καὶ τελικὸν αἴτιον, εὐθὺς μὲν ἂν εἴη
25μετὰ τὰς ἀρχὰς τῶν ὅλων (ὁ γὰρ εἰδητικὸς κόσμος † ἐπὶ δὲ τῶν ἀρχῶν καὶ πρῶτος ἀπ’ αὐτῶν), οὐ μέντοι ὅπερ αἱ τῶν ὅλων ἀρχαί, αἳ καὶ τῶν νοερῶν καὶ εἰδητικῶν ἀριθμῶν ὑπερήπλωνται. αἱ δὲ κατ’ αὐτὸν Ἀριστο‐ τέλην, ἃς ἐν τῷ Ν παραδίδωσι, τὸ συναμφότερον ἂν δόξαιεν ἔχειν· καὶ γὰρ ἀριθμῷ εἰσιν ὡρισμέναι, εἴ γε τοσαῦταί εἰσιν ὅσαι αἱ κυκλοφορούμεναι
30σφαῖραι, καὶ εἴδει, εἴ γε ἑκάστη πάσης ἡστινοσοῦν αὐτῶν κατ’ εἶδος διενή‐ νοχεν, ὡς τὴν μὲν ὑπερτέραν εἶναι καὶ περιεκτικωτέρᾳ νοήσει καὶ ἁπλου‐ στέρᾳ χρῆσθαι, τὴν δὲ καταδεεστέραν καὶ ὑφειμένην, ἅτε ταῖς σωματοει‐ δέσι σφαίραις ἀνὰ τὸν αὐτὸν λόγον τεταγμένην. ὥστε εἰ μὲν τὰς Πυθαγο‐ ρείους ἀρχὰς θεωροῖμεν, οὐδέτερον τούτων ἐν ταῖς ἀρχαῖς. πῶς γὰρ οἷόν
35τε, παντὸς μὲν ὡρισμένου πλήθους καθ’ ἓν ἄτομον ἢ κατ’ εἶδος ἀριθμοῦ ὄντος, παντὸς δὲ ἀριθμοῦ γεννήματος τῶν ἀρχῶν, ἐν ταῖς ἀρχαῖς τὸ
ὡρισμένον ὅπως ποτὲ πλῆθος θεωρεῖσθαι; ἀλλὰ κἂν μίαν λέγωμεν εἶναι9

10

τὴν πάντων ἀρχὴν καὶ θεὸν αὐτὴν ἢ τἀγαθὸν ἢ ἓν προσαγορεύωμεν, ***, πέρας καὶ ἀπειρίαν, ὡς ἐν Φιλήβῳ Πλάτων καὶ πρὸ αὐτοῦ Φιλόλαος, αὐτὰς ὀνομάζοντες, ἢ μονάδα καὶ δυάδα, ὡς οἱ πλεῖστοι τῶν Πυθαγορείων, ἢ αἰθέρα καὶ χάος, ὡς Ὀρφεύς, ἢ Πρατέα καὶ δυάδα,
5ὡς αὐτὸς ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ Λόγῳ, οὔτε κυρίως αὐτὰς ὀνο‐ μάζομεν (ἐπέκεινα γάρ εἰσιν οὐ μόνον κλήσεως, ἀλλὰ καὶ πάσης ἀνθρω‐ πίνης νοήσεως), οὔτε τὸ ἓν καὶ δύο κατ’ ἀριθμὸν ἢ εἶδος ὀνομάζομεν (παντὸς γὰρ ἀριθμοῦ καὶ παντὸς εἴδους νοητοῦ καὶ νοεροῦ τὴν αἰτίαν ἐν ἑαυταῖς αἱ ἀρχαὶ προειλήφασιν), ἀλλ’ ἔστιν ἕτερος ὁ τρόπος παρὰ τοῖς
10θεολογικωτέροις τῆς περὶ τούτων ἐνδείξεως. καὶ τοσαῦτα μὲν περὶ τῶν Πυθαγορείων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν Ὀρφικῶν τε καὶ Πλατωνικῶν· εἰ δὲ τὰς κατ’ αὐτόν, καὶ ἀριθμῷ καὶ εἴδει φήσομεν αὐτὰς ὡρίσθαι· καὶ γὰρ τοσαίδε εἰσὶ καὶ οὐ πάντῃ ὁμοειδεῖς, ἀλλὰ πρεσβείῳ τῆς οὐσίας καὶ τιμιό‐ τητι διαφέρουσι· τὸ δὲ ἕτερον ἀφωρισμένως ταῖς κυρίως ἀρχαῖς οὐ διενή‐
15νοχεν, ἀλλ’ εἰ ἄρα, ταῖς ὑλικαῖς καὶ εἰδικαῖς.
16nΚαὶ πότερον ... φθαρταί.
17 Ὡς δύο μὲν προβλήματα ταῦτα προτείνεσθαι δοκεῖ, 〈εἰ〉 αἱ αὐταὶ ἀρχαὶ φθαρτῶν καὶ ἀφθάρτων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἄφθαρτα ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, πότερον πᾶσαι ἄφθαρτοι, ἢ αἱ μὲν
20ἄφθαρτοι αἱ δὲ φθαρταί; ὅπως δ’ ἂν ἐθέλῃ τις διαιρεῖν, ἀποκρινούμεθα πρὸς αὐτόν, ὅτι αἱ μὲν τῶν ἀφθάρτων ἀρχαὶ πάντων εἰσὶν ἀρχαὶ τῶν ὅπως ποτὲ ὄντων· οὐδαμοῦ γὰρ αὐτῶν ἡ γονίμη περιορίζεται καὶ ἀπειροδύναμος ἐνέργεια· αἱ δὲ τῶν φθαρτῶν οὐ πᾶσαι καὶ τῶν ἀφθάρτων. ἀμέλει αἱ προσεχεῖς ἀρχαὶ τῶν φθαρτῶν αὐτῶν εἰσι μόνων ἀρχαί, οὐ μὴν οὐδ’ αὐταὶ
25πᾶσαι φθαρταί· ἡ γὰρ κυκλοφορία τὴν ποιητικὴν αἰτίαν ἀποφέρεται κατ’ αὐτόν, οὐ μέντοι φθαρτή ἐστι· καὶ ἄλλα δέ ἐστιν ἄφθαρτα τῶν ἐν γενέσει αἴτια, ὥσπερ οὖν καὶ φθαρτά· ὅλως γὰρ εἰ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, πρόδηλόν ἐστιν ὅτι καὶ φθαρτὸν αἴτιον ἔχει καὶ ἄφθαρτον ὁ ἄν‐ θρωπος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἵππου καὶ κυνὸς καὶ οὑτινοσοῦν τῶν τῇδε·
30ἕκαστον γὰρ αὐτῶν καὶ μερικὸν αἴτιον ἔχει καὶ ὁλικόν· ἀρχὴν δὲ ὁλικω‐ τέραν φθαρῆναι πάντων ἀδυνατώτατον· οὔτε γὰρ ἂν αὐτή ποτε ἔκ του οὔτε ἄλλα ἔξω αὐτῆς γενήσεται. ταῦτα δὲ οὐ τῷ θείῳ Πλάτωνι μόνῳ, ἀλλὰ καὶ Ἀριστοτέλει καλῶς δέδοκται· τάς τε γὰρ τῶν ἀιδίων ἀρχὰς οἷον τὰ χωριστὰ καὶ ἄυλα εἴδη πᾶσιν εἶναι ἐφετὰ καὶ τῶν φθαρτῶν ἐνίας ἀρχὰς
35εἶναι ἀιδίους φησίν. ἀμέλει πολλαχοῦ μὲν καὶ ἐν τοῖς ἑπομένοις δὲ γενναίως κατασκευάσει, ὅτι οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος· πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι τοῖς ἀύλοις
εἴδεσι ποιητικὴν μὲν αἰτίαν ἢ παραδειγματικὴν οὐ δίδωσι, τελικὴν δὲ καὶ10

11

ὀρεκτικήν· ἐφετὰ γὰρ καὶ κατ’ αὐτόν ἐστι προσεχῶς μὲν ταῖς κινουμέναις περὶ αὐτὰ σφαίραις, διὰ τούτων δὲ καὶ πᾶσι τοῖς ἐγκοσμίοις· τοῦ γὰρ ἀγαθοῦ καὶ κατ’ αὐτὸν πάντα ἐφίεται· εἰ δὲ καὶ πολλὰ τἀγαθά, ἀλλ’ οὖν πάντα πρὸς τὰ κυριώτερα προστέτακται καὶ ταῦτα πρὸς ἓν τὸ ὑπέρτατον καὶ
5τελικώτατον τῶν ἁπάντων, ὡς ἐν τῷ Λ σαφῶς ἔστιν αὐτοῦ λέγοντος ἀκούειν.
6nἜτι δὲ ... ἀέρα.
7 Ὅτι μὲν οὐκ εὐκαταφρονήτους οἴεται τὰς δόξας εἶναι τῶν πρεσβυ‐ τέρων, ἀλλὰ πολλῆς ἐπισκέψεως καὶ μάλιστα τὰς περὶ τῶν πρωτίστων ἀρχῶν, θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας. ὅτι δὲ πολλῶν οὐσιῶν
10ὁρωμένων τε καὶ νοουμένων ἀνάγκη πάσας ἐκ μιᾶς ἠρτῆσθαι, ἣν πρώτως ἄν τις ὂν προσαγορεύσειεν, οἶμαι συγχωρήσειν αὐτόν. ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτ’ ἂν εἴη λέγειν ἡμέ‐ τερον. καὶ δὴ λέγομεν, ὡς οὐκ ἂν πάντα τὰ ὄντα τοῦ πρώτως ὄντος ἐφίετο, εἰ μὴ παρ’ αὐτοῦ τὴν ἑαυτῶν ἐκαρποῦντο τελειότητα, καὶ πρὸς ὃ
15διὰ παντὸς τοῦ αἰῶνος ἀνήρτηται, παρὰ τούτου καὶ τὸ εἶναι δι’ αἰῶνος ὑπεδέχετο. ὥστε εἰ τὸ πρώτως ὂν ἐφετὸν τοῖς πᾶσι, καὶ τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον, αὐτὸ μὲν οὐδὲν ὂν ἄλλο ἢ τὸ πρώτως ὄν, ἵνα ᾖ πάντων τῶν ὄντων αἴτιον, παράγον δὲ ἀφ’ ἑαυτοῦ τόν τε οὐσιώδη ἀριθμὸν καὶ τὰ ὄντως ὄντα καὶ νοητὰ εἴδη. ἀλλ’ ἐπειδὴ τὸ ὂν τοῦτο, καὶ εἰ πάντων ἐστὶ
20τῶν ὄντων ἀρχή, συντέτακταί πως αὐτοῖς καὶ διὰ τοῦτο πλήθους οὐ παν‐ τελῶς ἐστιν ἀνέμφατον, δεῖ πρὸ αὐτοῦ τὸ ὑπερούσιον ἓν θεωρεῖν ἁπλότητι καὶ ὑπεροχαῖς ἀνεπινοήτοις ἁπάντων τῶν ὄντων ἐξῃρημένον, ὃ κυρίως μὲν ὀνομάζειν ἀδύνατον, οἰκειότερον δ’ ἄν τις τὸ ἓν προσείποι μᾶλλον ἢ ἄλλο ὁτιοῦν, διότι πᾶσι τοῖς οὖσιν ἑνώσεως γίνεται 〈αἴτιον〉, ὅ ἐστι τῆς
25πρὸς αὐτὸ ἐξομοιώσεως. ἀναγκαίως ἄρα καὶ ἓν καὶ ὂν οἱ Πυθαγόρειοι προϋπετίθεντο τῶν ὅλων πραγμάτων, τὸ μὲν ἑνώσεως καὶ τῶν ἀγαθῶν ἁπάντων αἴτιον τοῖς οὖσι, τὸ δὲ τοῦ εἶναι καὶ τοῖς ἄλλοις τῶν εἰδῶν τὴν κυρίαν ἀρχὴν παρεχόμενον. δοκεῖ δέ μοι μηδ’ Ἐμπεδοκλῆς ἄλλο τι τὴν φιλίαν ὑποτίθεσθαι ἢ τὸ ἕν, πλὴν οὐ τὸ πᾶσιν ἀσύντακτον, ἀλλ’ ᾧ
30συντάττεται ἡ ἀόριστος δυάς, ἣν νεῖκος ἐκεῖνος προσαγορεύει, ἀφ’ ὧν δὴ τό τε πρώτως ὂν ὑφίστησι καὶ τὰ νοητὰ πάντα καὶ τὸν αἰσθητὸν διάκοσμον· εἰ γὰρ ἑνώσεως μὲν τῷ σφαίρῳ, ὃν κατὰ τὸ πρώτως ὂν τάττομεν, ἡ φιλία γίγνεται κατὰ τὸν φιλόσοφον τοῦτον αἰτία, πολλαπλασιασμοῦ δὲ καὶ ἑτερό‐ τητος καὶ γονίμων προόδων τὸ νεῖκος αἴτιον, πῶς οὐχὶ κατὰ μὲν τὸ ἓν ἡ
35φιλία, κατὰ δὲ τὴν δυάδα τὸ νεῖκος παρείληπται; ἐπεὶ καὶ Πυθαγόρειος ὢν Ἐμπεδοκλῆς πῶς ἂν τὰς Ὀρφικὰς ἢ τὰς Πυθαγορείους ἀρχὰς ἠθέτησεν;
εἰ δὲ Θαλῆς μὲν ὕδωρ τὸ ἓν καὶ τὸ ὂν ἔλεγεν, ἄλλος δὲ ἄλλο τι τῶν φαινο‐11

12

μένων, δεδώκασιν εὐθύνας αἱ δόξαι παρά τε πολλοῖς καὶ διαφερόντως παρὰ τούτῳ τῷ δαιμονίῳ ἀνδρί.
3nΚαὶ ... κίνησιν.
4Αἱ κυρίως ἀρχαὶ καὶ ὑπὲρ τὰ καθόλου γένη καὶ εἴδη θεωροῦνται καὶ ἔτι
5πολλῷ πλέον ὑπὲρ τὰ καθ’ ἕκαστα. ἔχει γὰρ οὕτως· ἐν τῇ ὕλῃ τὰ καθ’ ἕκαστα θεωρεῖται, ἐν δὲ τῇ φύσει καὶ ψυχῇ τὰ καθόλου προϋπάρχει τῶν αἰσθητῶν αἴτια γιγνόμενα, τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ὑφ’ ὧν προσεχῶς τὰ ἔνυλα γεννᾶται καὶ τὰ καθ’ ἕκαστα, τῆς δὲ ψυχῆς καὶ ταῦτα μὲν καὶ πρὸ τούτων δὲ τοὺς ὁλικωτέρους λόγους προειληφυίας,
10δι’ ὧν τά τε γένη διαιροῦσα καὶ τὰ πλήθη τῶν λόγων πάλιν ὁρίζουσα θεωρεῖ τὰ πάντα, κατιοῦσά τε καὶ ἀνιοῦσα καὶ τὸ ὅλον διαιρετικῶς τε καὶ ἀναλυτικῶς καὶ ὁριστικῶς ἐνεργοῦσα. τούτων δὲ αὐτῶν ὑπερίδρυται τὰ εἴδη τὰ δημιουργικά, καὶ πάλιν αὐτῶν τούτων ὑπέρτεραι τῶν ὅλων αἱ ἀρχαί. καὶ τοσαῦτα μὲν πρὸς τὸ πρῶτον ἐρώτημα, εἰ χρὴ δι’ ἐλαχίστων περὶ
15μεγάλων εἰπεῖν. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὸ μὲν δυνάμει καὶ πάντῃ τῶν κυρίως ἀρχῶν ἐξοριστέον· ἀτελὲς γὰρ τοῦτο καὶ ἄγονον καὶ τῇ ὕλῃ πρε‐ πωδέστερον, τὸ δὲ ἐνεργείᾳ μᾶλλον αὐταῖς οἰκειότερον, πλὴν ὅτι τινὲς οὐδ’ ἐνεργείᾳ λέγοιντ’ ἂν εἶναι, ἀλλ’ αὐτὸ μόνον ἐνέργεια. εἴη δ’ ἂν ἡ τῶν πάντων ἀρχή, εἰ θεμιτὸν εἴη λέγειν, οὐ μόνον ὑπὲρ τὸ δυνάμει καὶ ἐνερ‐
20γείᾳ, ἀλλὰ καὶ ὑπὲρ αὐτὴν 〈τὴν〉 ἐνέργειαν. πρὸς δὲ τὸ τρίτον, ὅτι αἱ μὲν ἀκίνητοί εἰσι τῶν ἀρχῶν, ὅσαι τῶν ἀιδίων εἰσὶν αἴτιαι, αἱ δὲ κινοῦνται, ὅσαι τῶν [αἰτίων] γιγνομένων καὶ φθειρομένων, ὥσπερ ὁ ἥλιος καὶ ἡ τοῦ αἰθέρος κυκλοφορικὴ περίοδος.
24nΠρὸς δὲ τούτοις ... ἢ ἐν τούτοις.
25 Δόξειε μὲν ἂν τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι· οὐ γὰρ δήπου τὴν στιγμὴν τὴν ἐν τοῖς αἰσθητοῖς καὶ γραμμὴν οὐσίαν ᾤετο εἶναι· οὐ μὴν ἀλλ’ ἐν τοῖς ἑπομένοις τὸ οὐσιῶδες αὐτῶν ἐπιζητήσει. ἡμεῖς τοίνυν καὶ τὸ εἶναι αὐτῶν καὶ τὸ οὐσιῶδες ἐκφαίνομεν πολλαχῶς εἶναι λέγοντες ταῦτα· καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς τῆς φύσεως ἔργοις ἴδοι ἄν
30τις καὶ σχῆμα καὶ ἀριθμὸν καὶ ἐπιφάνειαν φυσικὴν καὶ ταύτης πέρατα, ἔτι δὲ καὶ ἐν τῇ φαντασίᾳ ἡμῶν καὶ ἐν τῇ δόξῃ ταῦτα συνίσταται, εἴτε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, ὡς αὐτῷ ἀρέσκει, ληφθέντα, εἴτε καὶ τελειω‐ θέντα παρ’ ἡμῖν ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς εἰδῶν. ταῦτα οὖν τὰ φαν‐ ταστὰ καὶ τὰ δοξαστὰ τοῦ μὲν εἶναι μετέχει, οὐσίαι δὲ οὔκ εἰσι· διὸ καὶ
35ὑπὸ ποσότητα μᾶλλον ἢ ποιότητα ἢ ἄλλην κατηγορίαν ἀνάγοιντ’ ἄν· οἱ
δὲ οὐσιώδεις τῆς ψυχῆς λόγοι οἱ ταῦτα ἔχοντες ἤδη οὐσίαι. εἰ δὲ καὶ τὰ12

13

ἐν νῷ καὶ νοητοῖς αὐτῶν ὁρῴη τις παραδείγματα, ἐν ταῖς πρωτίσταις ἂν τῶν οὐσιῶν τόν τε ἀριθμὸν καὶ τὰ σχήματα καὶ τὸ αὐτομέγεθος ἴδοι κατα‐ ριθμούμενα. Τοσαῦτα προτείνας ὁ φιλόσοφος οὗτος τἄπορα πάλιν ἀναλαβὼν ἀπὸ
5τοῦ πρώτου πειρᾶται τοὺς ἐφ’ ἑκάτερα γυμνάζειν λόγους, ἵνα τῶν ἀντι‐ κειμένων ἀκούοντες ἐπιχειρημάτων μετὰ πολλῆς βασάνου καὶ κρίσεως ἐπι‐ στατικωτέρας τοῖς ἀληθεστέροις προσθώμεθα. τοσοῦτον οὖν ἐπισημηνάμενοι, ὅτι οὐχ ἁπανταχοῦ τῇ τάξει τῶν προβλημάτων ἀκολουθεῖ, πειραθῶμεν ἤδη γυμνάζοντι τοὺς ἀντικειμένους λόγους συνοδεύειν αὐτῷ, καὶ τοῖς μὲν εἰς τὸ
10ἀληθὲς ὁρῶσι συμφθέγγεσθαι, τοῖς δὲ σοφιστικωτέροις ἐνίστασθαι· ἀνάγκη γὰρ τῶν ἀντικειμένως παρ’ αὐτῷ κατασκευαζομένων τὰ μὲν πρὸς τἀληθὲς τὰ δὲ πρὸς ἀπάτην βλέπειν.
13nΠρῶτον ... αἰτίων.
14Τοῦτο ἦν τὸ πρῶτον αὐτῷ προταθέν· γένη δὲ λέγει νῦν αἰτίων τὰ
15εἴδη. εἶτα κατασκευάσει πρότερον, ὅτι οὐ μιᾶς ἐπιστήμης πάντα τὰ αἴτια τοῦ πράγματος γιγνώσκειν, ὃ καὶ ψεῦδός ἐστι καὶ αὐτῷ μὴ δοκοῦν.
17nΜιᾶς μὲν γὰρ ἐπιστήμης ... γνωρίζειν.
18 Ὁ συλλογισμὸς δυνάμει τοιοῦτός ἐστιν· τὰ αἴτια τὰ τῷ εἴδει δια‐ φέροντα οὐκ ἐστιν ἐναντία· τῶν τῷ εἴδει διαφερόντων καὶ μὴ ὄντων ἐναν‐
20τίων οὐκ ἔστι μία ἐπιστήμη· τῶν αἰτίων ἄρα οὐκ ἔστι μία ἐπιστήμη. καὶ ἐν δευτέρῳ σχήματι· τὰ αἴτια 〈τὰ〉 τῷ εἴδει διαφέροντα οὐκ ἐναντία· τὰ ὑπὸ μίαν ἐπιστήμην ἐὰν τῷ εἴδει διενέγκῃ, ἐναντία ἐστί· τὰ αἴτια οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην. ὅπως δ’ ἂν ἔχῃ, ψευδὴς μέν ἐστι πάντῃ καὶ πάντως ἡ μείζων πρότασις· οὐ γὰρ εἰ τῶν ἐναντίων μία, τῶν οὐκ ἐναν‐
25τίων οὐ μία, οὐδ’ εἰ τἀναντία ὑπὸ μίαν, εὐθέως καὶ τὰ ὑπὸ μίαν ἐναντία. μήποτε δὲ οὐδ’ ἀεὶ τὰ αἴτια τῷ εἴδει διαφέρει, ὡς καὶ αὐτὸς ἐν τῷ Β τῆς Φυσικῆς ἐπέστησεν, ὅτι συντρέχει ποτὲ τῷ εἴδει καὶ τὸ τέλος καὶ τὸ ποιοῦν κατὰ τὸ ὁμοειδές.
29nἜτι ... φύσιν.
30 Ὁ συλλογισμὸς τοιοῦτος· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν περὶ τὰ ἀκίνητα ἔχουσιν· αἱ περὶ τὰ ἀκίνητα ἔχουσαι πάντα τὰ αἴτια οὐ γιγνώ‐ σκουσιν, ἐπεὶ μηδ’ ἔστιν ἐν τοῖς ἀκινήτοις ποιητικὸν ἢ τελικὸν αἴτιον· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν οὐ πάντα τὰ αἴτια γιγνώσκουσιν.
ἐν τούτοις πάλιν ἡ μείζων ψευδής· ἔστωσαν μὲν γὰρ αἱ θεωρητικαὶ τῶν13

14

ἐπιστημῶν αἱ πρῶται καὶ κάλλισται, τούτων δὲ αὐτῶν ἡ μὲν φυσικὴ 〈περὶ τὰ〉 κινούμενα ἔχουσα μὴ προταττέσθω, αἱ δὲ μαθηματικώτεραι καὶ ἡ πρώτη φιλοσοφία καλλίους αὐτῆς ἔστωσαν· ἀλλὰ διὰ τί μὴ πάντα θεωροῦσι τὰ τῶν ἐπιστητῶν αἴτια; ὅτι, φαῖεν ἄν, οὐδὲ ἔχει τὰ ἀκίνητα ποιητικὸν αἴτιον
5ἢ τελικόν. ἀλλὰ μάλιστα μὲν ἔχει, εἴ γε ἐξ ἀρχῆς καὶ ταῦτα καὶ μὴ ἐκ τοῦ αὐτομάτου παρῆλθεν εἰς τὰ ὄντα· πᾶν γὰρ τὸ ὅπως ποτὲ ὂν ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς· πλῆθος δὲ ἀρχὴ εἶναι οὐ δύναται· ὥστε ἔχοι ἂν καὶ ποιητικὴν αἰτίαν καὶ τελικήν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ ἔστι τὰ ἀκίνητα καὶ γιγνώσκει καὶ γιγνώσκεται. ἔπειτα δὲ ἕτερον ἦν τὸ ἐξ ἀρχῆς προκείμενον· οὐ γὰρ
10εἰ ἐκλείποντος αἰτίου δυνατὸν ἐπιστήμην τοῦ πράγματος γενέσθαι, προὔκειτο σκοπεῖν, ἀλλ’ εἰ ὄντων αἰτίων διαφόρων μὴ μία ἐπιστήμη, πολλαὶ δὲ ταὐτὰ ἐπισκέψονται· ὃ νῦν οὐ κατεσκεύασται. μᾶλλον δ’ ἄν τις εἰς τὸ ἀντικείμενον ἐκ τούτων ὁρμηθεὶς ἐπιχειρήσειεν· εἰ γὰρ πᾶσαι αἱ περὶ τὰ ἀκίνητα διατρί‐ βουσαι πάντα τὰ ὑπάρχοντα τοῖς ὑποκειμένοις αἴτια γιγνώσκουσι καὶ οὐδὲν
15τῶν ὑπαρχόντων αὐτοῖς παρορῶσι, καὶ ἡ σοφία πάντα ἂν γιγνώσκοι τὰ τοῦ ὄντος ᾗ ὂν αἴτια. ἑξῆς δὲ ὁ λόγος κατασκευάζειν μὲν ἐπιχειρεῖ, ὅτι τελικὴν αἰτίαν οὐκ ἔχει τὰ μαθήματα· ψεῦδος δὲ λαμβάνει, ὅτι τὸ οὗ ἕνεκα πράξεώς τινός ἐστι τέλος· οὐ γὰρ μόνων τῶν πράξεών ἐστι τὰ τέλη, ἀλλὰ πολλῷ πλέον τῶν θεωριῶν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ 〈τῆσ〉 πρὸς τὸ θεῖον ἐξο‐
20μοιώσεως καὶ τῆς ἀληθινῆς ἡμῶν σωτηρίας θεωρεῖν ἐφιέμεθα, τῶν δὲ πρά‐ ξεων τὸ τέλος καὶ μερικὸν καὶ οὐδὲ κυρίως τέλος. εἰ δὲ οἱ γεωμέτραι μὴ χρῶνται τῇ τοῦ τέλους ἀποδόσει, δεικνύντες τὰ καθ’ αὑτὰ τοῖς σχήμασιν ὑπάρχοντα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τὸ ὑποκείμενον αὐτοῖς ἐπισκέπτονται, εἴτε ἔστιν εἴτε μή, οὔτε τὸ τέλος πολυπραγμονοῦσιν οὔτ’ ἄλλο οὐδὲν πλὴν τῶν
25καθ’ αὑτὰ ὑπαρχόντων τοῖς σχήμασι 〈καὶ〉 τοῖς μεγέθεσι, καὶ διὰ τοῦτο οὐκ ἐπιστήμονες ἂν εἶεν· ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, τελευτὴ δὲ καὶ μεταξὺ ἐξ ὧν οὐκ οἶδε, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι; ἀλλ’ ὅ γε πρῶτος φιλόσοφος καὶ διὰ τί ὁ κύκλος εἰς ἑαυτὸν συννεύει καὶ τί μιμεῖται τῶν ὄντως ὄντων, καὶ τί πρῶτον τῶν σχημάτων,
30καὶ τίς ἡ ἐν αὐτοῖς τάξις καὶ πόθεν, οἷς πάντως ἡ τἀγαθοῦ συνεισέρχεται αἰτία, πάντως ἐπισκέπτεται. γελοῖος δὲ καὶ Ἀρίστιππος μαγειρικὴν μὲν οἰόμενος τέλους τινὸς ἕνεκα τοιόνδε παρασκευάζειν ὄψον, τὰς δὲ μαθηματικὰς εἰς ἀληθῆ συμπεράσματα 〈ἀπὸ〉 ἐπιστημονικῶν προτάσεων καταντώσας ἀεὶ μὴ νοῦ γεννήματα καὶ μιμήματα νομίζων δεικνύναι τὰ πράγματα περὶ ἃ
35διατρίβουσι· πόθεν γὰρ ἡ ἐν αὐτοῖς ἀλήθεια, πόθεν ἡ τάξις ᾗ τὸ ἄφραστον κάλλος συνεισέρχεται, πόθεν ἡ ἐξ αὐτῶν περιαγωγὸς καὶ ἀναγωγὸς ὠφέλεια ταῖς ψυχαῖς, εἰ μὴ πολὺ πρότερον αὐτοῖς ἀπὸ νοῦ πολὺ τὸ τῆς τἀγαθοῦ
μοίρας ἐνδέδοτο;14

15

(1n)

Ἀλλὰ ... ὑπάρχειν.
2 Τὸ ἀντικείμενον κατασκευάζει, ὃ καὶ ἀληθές ἐστι, τὸ μίαν ἐπιστήμην τὰς αἰτίας πάσας εἰδέναι τοῦ ἐπιστητοῦ, καὶ ἀρεστὸν αὐτῷ. ἔστι δὲ ἡ μὲν τοῦ ὅλου δόγματος ἀπόδειξις σφόδρα καὶ σύντομος καὶ σαφής· ἔνια δὲ
5τῶν διὰ μέσου δεῖται βραχείας ἐξετάσεως. φησὶ δὲ ὅτι εἰ ἄλλη μὲν τὴν ποιητικὴν αἰτίαν εἰδείη, ἄλλη δὲ τὴν τελικήν (ἐνδέχεται γὰρ τὸ πρᾶγμα πάσας ἔχειν), πολλαί τε σοφίαι ἔσονται καὶ ἀμφισβητήσουσι περὶ πρωτείων καὶ οὐδεμία κατὰ τὸ ἀληθὲς αὐτῶν ἔσται σοφία. ἅπασαι γὰρ ἀτελεῖς ἅτε τὴν τῶν αἰτίων γνῶσιν κατανειμάμεναι· γελοία μὲν γὰρ ἡ τὸ ποιητικὸν αἴτιον
10εἰδέναι προσποιουμένη, ὅταν μήτε τί ἐστι τὸ πρᾶγμα γιγνώσκῃ, μήτε ἐφ’ ᾧ γέγονεν ἢ ἔστιν. ἀτελὴς δὲ καὶ ἡ τὸ τί ἐστιν ἐπεσκέφθαι λέγουσα, ὅταν μήτε τὴν ἀρχὴν τῆς κινήσεως ἐπίστηται μήτε τὸ οὗ ἕνεκα γιγνώσκῃ· ἡ δὲ τὸ τέλος μὲν ὡς οἴεται προειληφυῖα, μήτε δὲ οὗ τέλος ἐστὶ μήθ’ ὅθεν ὑπέστη τὸ πρᾶγμα γιγνώσκουσα, πῶς οὐκ εὐκαταφρόνητος; ὥστε [οὐκ]
15ἔστιν ἡ ἐπιστήμη μία, ἣ πάσας τὰς αἰτίας θεωρεῖ. ταῦτα μὲν ὅλην περιέχει τῆς κατασκευῆς τὴν δύναμιν. ἐπιδράμωμεν δὲ τὸ ῥητόν· οἷον οἰκίας, ὅθεν μὲν ἡ κίνησις, ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δ’ ἕνεκα τὸ ἔργον ... λόγος. ταῦτα κατασκευαστικὰ τοῦ πάντα τὰ αἴτια ἐνίοις ὑπάρχειν. τὸ δ’ οὗ ἕνεκα καὶ τέλος τῆς οἰκίας τὸ ἔργον αὐτῆς εἶναί φησι, τουτέστι
20τὸ σκέπειν ἡμᾶς καὶ φυλάττειν τὰ ἀναγκαῖα τῶν σκευῶν· τοῦτο γὰρ ἔργον οἰκίας καὶ τούτου χάριν τὴν πρώτην ἐγένετο.
22nἘκ ... προσαγορεύειν.
23 Εἴρητο περὶ σοφίας ἐν τῷ μείζονι Α, ὅτι ἡ ἀρχιτεκτονικωτέρα τῶν ἄλλων καὶ διδασκαλικωτέρα καὶ πλεῖστα εἰδυῖα καὶ ἀκριβέστατα. φησὶν οὖν
25ὅτι κατὰ τούτους τοὺς προσδιορισμούς, εἰ μὴ μία τὰ αἴτια πάντα εἰδείη ἀλλ’ ἑκάστη ἕν, ἀμφισβητήσουσιν ἀλλήλαις αἱ ἐπιστῆμαι· βελτίστη μὲν γὰρ καὶ ἀρχικωτάτη ἡ τὸ τέλος καὶ τἀγαθὸν ἐπεσκεμμένη, ἀποδεικτικωτάτη δὲ καὶ ὁριστικωτάτη ἡ περὶ τὸ εἶδος ἀναστρεφομένη. ἐν δὲ ταῖς πράξεσι καὶ πᾶσι τοῖς κινουμένοις ἐὰν μὴ τὴν ἀρχὴν τῆς κινήσεως ἐγνωκώς τις ὑπάρχῃ,
30σχεδὸν οὐδενὶ τοῦ πράγματος παρακολουθεῖ. τὴν δὲ ποιητικὴν αἰτίαν ἀντί‐ θετον εἶναί φησι τῇ τελικῇ, ὅτι ἡ μὲν ἀρχὴ κινήσεώς ἐστιν ἡ δὲ τέλος. προσεκτέον δὲ πάλιν τῷ ἰδιώματι τῆς φιλοσοφίας αὐτοῦ, ὅτι τῶν κινουμένων μόνων ἀρχὴν εἶναι ποιητικὴν ὑπείληφε, τῶν δὲ ἀκινήτων οὐκέτι. ἀλλὰ ταῦτα μὲν ἐκ πλειόνων ἀθροιστέον· ὅπως δὲ παρίστησι τὸ βασιλικὸν τῆς τὸ
35τέλος θεωρούσης ἐπιστήμης, ἀκούσωμεν αὐτοῦ λέγοντος· ᾗ μὲν .. τἆλλα.
καθὸ μὲν γὰρ ἡ σοφία τὸ ἀρχικὸν ἔχει καὶ δεσποτικὸν τῶν ἄλλων ἐπιστη‐15

16

μῶν, οὐκ ἂν ἄλλη τις εἴη ἢ ἡ περὶ τοῦ τέλους, οὗ χάριν τἆλλα· καὶ γὰρ αὐτὸ τὸ τέλος ἡγεμονικὴν ἀξίαν ἔχει πρὸς τὰ ἄλλα αἴτια· οὗ γὰρ ἕνεκα πάντα γίγνεται, ἐκείνῳ δουλεύει τὰ πάντα καὶ ἐν κόσμῳ καὶ ἐν πολιτείᾳ καὶ ἐν στρατοπέδῳ καὶ ἐν οἴκῳ καὶ ἐν ἑκάστῳ ἡμῶν· τοῦ δὲ ἀγαθοῦ καὶ
5τοῦ τέλους ἕνεκα πάντα γίγνεται.
6nἯι δὲ ... πέφυκε.
7 Καθὸ δέ, φησίν, ἡ σοφία τῶν πρώτων αἰτίων ἐστὶ καὶ τοῦ δυναμένου μάλιστα γνωσθῆναι, ἡ τὸ εἶδος εἰδυῖα σοφία ἂν εἴη. πῶς μὲν οὖν ταῦτα ὑπάρχει τῇ τὸ εἶδος ἐπεσκεμμένῃ, προϊὼν εὐθὺς ἐρεῖ· τέως δὲ ὅτι πολλῶν
10εἰδότων τὰ πράγματα ἄμεινον οὗτος οἶδε, διὰ τῶν ἐκκειμένων δηλοῖ· εἰ γὰρ οἶδε μέν πως καὶ ὁ διὰ τῆς στερήσεως ἢ τῆς ἀποφάσεως εἰπεῖν τι περὶ τοῦ πράγματος δυνάμενος, οἷον ὁ εἰδὼς ὅτι τὸ σημεῖον ἀμερὲς καὶ τὸ θεῖον ἀθάνατον, μᾶλλον οἶδε τούτου ὁ διὰ καταφάσεως αὐτὸ γιγνώσκων καὶ τῶν ὑπαρχόντων αὐτῷ, οἷον ὅτι τὸ μέν ἐστι πέρας γραμμῆς, τὸ δὲ ἀεὶ ὂν
15αὔταρκες ἀγαθὸν τῶν ὄντων αἴτιον. ἔτι δὲ τούτου μᾶλλον ὁ μὴ τὴν ποιό‐ τητα τῶν πραγμάτων ἢ τὴν ποσότητα λέγειν ἔχων ἢ τὰς ἐνεργείας ἢ τὰς πείσεις (πάντα γὰρ ταῦτα μετὰ τὴν οὐσίαν καὶ δεύτερα τῆς οὐσίας), ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον δυνάμενος ἀναδιδάξαι πάντων ἂν τῶν ἐπιστημόνων οὗτος εἴη τελεώτατος. πῶς δὲ καὶ περὶ τὰ πρῶτα αἴτια
20ἔχει, ἀκούσωμεν αὐτοῦ κατασκευάζοντος.
21nἜτι δὲ ... ἄλλων.
22 Αἱ μὲν οὐσίαι δι’ ὁρισμῶν γνωρίζονται· διὸ ὁριστική ἐστιν ἡ πρώτη ἐπιστήμη. τὰ δὲ καθ’ αὑτὰ ὑπάρχοντα δι’ ἀποδείξεώς ἐστι γνωστά· διὸ ἡ δευτέρα ἐπιστήμη ἀποδεικτική ἐστιν. ἡ δὲ τὸ εἶδος ἐπεσκεμμένη πάντα
25ταῦτα εἰδυῖα καὶ ὁριστική ἐστι καὶ ἀποδεικτική· ὁριστικὴ μὲν αὐτόθεν, ἐπειδὴ τοῦτο ἦν τὸ εἰδέναι τὴν οὐσίαν τοῦ πράγματος, ἀποδεικτικὴ δὲ ὅτι ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ πρότερον παύεταί τις ἀποδεικνύς, πρὶν ἂν εἰς τὸ τί ἐστι καταντήση· οὐ γὰρ ἱκανὸν εἰπεῖν ὅτι διακρίνει μὲν ἡμᾶς τὸ πῦρ, συγ‐ κρίνει 〈δ’〉 ἡ χιών, εἰ τύχοι, ἀλλὰ διὰ τί τούτων ἑκάτερον; ὅτι τὸ μέν,
30φησί, θερμὸν τὸ δὲ ψυχρόν. διὰ τί δὲ τούτων ἑκάτερον; ἐὰν μὴ εἰς τοὺς ὅρους αὐτῶν καταντήσωμεν καὶ δείξωμεν, ὅτι τοῦτ’ ἔστιν ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι τὸ εἶναι, οὔκ ἐσμεν ἀποδεικτικοί. ὥστε μόνου τοῦ τὸ εἶδος ἐγνωκότος ἐστὶν ἀποδεικνύναι. καὶ αὕτη ἐστὶν ἡ πρώτη αἰτία ἡ ἐκ τοῦ ὁρισμοῦ λαμβανομένη, [ἡ] πρώτη δὲ οὐ κατὰ τὴν ἀπόδοσιν (ὑστάτη
35γὰρ εἰ τύχοι κατὰ ταύτην), ἀλλὰ τῇ φύσει πρώτη, εἰς ἣν καταντήσας ὁ
ἀποδεικτικὸς ἀναπαύεται· οἷον διὰ τί ὁ πολιτικὸς μουσικὴν εἶναι θέλει καὶ16

17

γυμναστικὴν ἐν τῇ πόλει; ἵνα παιδεύσῃ τοὺς πολίτας. διὰ τί παιδεύει; ἵνα ἐπιστήμονας ποιήσῃ. διὰ τί δὲ τοῦτο; ὅτι δεκτικοί εἰσιν ἐπιστήμης· πῶς δὲ τοῦτο; ὅτι λογικοί· διὰ τί δὲ λογικοί; ὅτι τοῦτό ἐστιν αὐτοῖς τὸ ἀνθρώποις εἶναι. ὁρᾷς ὅτι ἐκ τῶν πρώτων αἰτίων οὗτος ἐπίσταται καὶ
5ἔστιν ἡ ἀρίστη αἰτία τῆς ἀποδείξεως ὁ τοῦ πράγματος ὁρισμός. διὰ τί ἐκλείπει τὸ φῶς; ὅτι ἀντιφράττεται τὸ φῶς ὑπὸ τῆς γῆς. ἔχεις οὖν τὸν ὁρισμὸν τῆς σεληνιακῆς ἐκλείψεως· ἔστι γὰρ ἔκλειψις σελήνης φωτὸς τοῦ ἐν αὐτῇ στέρησις διὰ τὴν τῆς γῆς ἀντίφραξιν· ἧς ἐὰν ποιήσῃς ἀπόδειξιν, τὴν θέσιν τῶν ὅρων ἀμείβεις μόνον, ὡς ἐν τοῖς Ἀποδεικτικοῖς αὐτὸς
10ἡμᾶς ἐδίδαξε. καὶ τετραγωνίσαι παραλληλόγραμμον ὀρθογώνιον οὐδὲν ἦν ἄλλο ἢ τῆς μέσης εὕρεσις· ἂν γὰρ ᾖ τὸ μῆκος εἰ τύχοι θ, τὸ δὲ πλάτος δ, ἔσται μὲν τὸ ἐμβαδὸν λϛ. εὑρὼν δὲ τὴν μέσην ἀνάλογον τῶν θ καὶ δ τὴν ϛ ἀπ’ αὐτῆς ἀναγράφεις τετράγωνον ἴσον τῷ παραλληλογράμμῳ. ἀλλ’ εἴτε τὸ τί ἐστι τετραγωνίζειν λέγοις, οὐκ ἄλλο τι ἐρεῖς ἢ τὸ μέσην ἀνάλογον
15εὑρεῖν, εἴτε δεικνύοις ὅτι τετετραγώνισται, ἐπὶ ταύτην καὶ οὐκ ἄλλην τὴν πρωτίστην αἰτίαν καταντήσεις. οὕτως ἡ τὸ εἶδος ἐπισταμένη μόνη καὶ ὁρίζεται καὶ ἐν τοῖς ἄλλοις, τουτέστι τοῖς καθ’ αὑτὰ ὑπάρχουσι, μόνη ἀποδείκνυσι.
19nΠερὶ ... τῷ τέλει.
20 Ἀναγκαιοτάτη διὰ τούτων ἡ τῆς ποιητικῆς αἰτίας γνῶσις ἐν τοῖς πρα‐ κτοῖς καὶ ὅλως τοῖς κινητοῖς ἀποδείκνυται· ὁ γὰρ τὴν ἀρχὴν ἀγνοῶν τὴν κινήσασαν οὐδ’ ἂν τὸ εἶδος οὐδ’ ἂν τὸ τέλος εἰδείη τοῦ πράγματος. ἀμέλει πολλάκις ἤρκεσεν ἡμῖν γνῶναι ὅτι Σωκράτους πρᾶξις ἢ Πυθαγόρου, πρὸς τὸ πεισθῆναι ὅτι καλὴ καὶ ἔμφρων καὶ λυσιτελής.
25nὭστε ἄλλης ἂν ... ἕκαστον.
26 Ἐὰν οὕτω γράφηται, ὡς εἰς ἄτοπον ἀπάγοντος αὐτοῦ τὸν λόγον ἀκουσό‐ μεθα, ὡς εἰ ἔλεγεν· ὥστε ἄλλης καὶ ἄλλης δόξειεν ἂν εἶναι σοφίας ἕκαστον εἰδέναι τῶν αἰτίων· ὃ ταὐτὸν τῷ· ὥστε πολλαὶ σοφίαι, εἰ μὴ μία τὰ πάντα αἴτια γιγνώσκει. ἐὰν δὲ οὐκ ἄλλης, ὡς ἐγκρίνει μᾶλλον Ἀλέξανδρος, ὡς
30ἀπὸ κοινοῦ ἀκουσόμεθα κατ’ εὐθεῖαν αὐτοῦ συλλογιζομένου, ὡς εἰ ἔλεγεν· ὥστε ἐπειδὴ ἡ τὸ αἴτιον εἰδυῖα σοφία, οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἐστὶ τὸ θεωρεῖν τὰ αἴτια, ἀλλὰ μιᾶς.
33nἈλλὰ ... ἀμφισβητήσιμόν ἐστιν.
34Ἀπορήσας περὶ τῶν αἰτίων τοῦ ὄντος, εἰ μιᾶς ἐστιν ἐπιστήμης ἡ πάν‐17

18

των αὐτῶν γνῶσις ἢ ἑτέρας καὶ ἑτέρας, νυνὶ κατὰ τὴν ἔκθεσιν τῶν προβλη‐ μάτων τέως προϊὼν ζητεῖ δεύτερον, εἰ τῆς αὐτῆς καὶ τὰς ἀρχὰς τοῦ ὄντος καὶ τὰς τῶν ἀποδείξεων ἀρχὰς ἐπίστασθαι, ἢ ἄλλης μὲν ταύτας ἄλλης δὲ ἐκείνας· καὶ ἐπιχειρήσει εἰς ἑκάτερον. ἡμεῖς δὲ ὅτι μὲν τῆς αὐτῆς, προείπο‐
5μεν, τοῖς δὲ τὸ ἀντικείμενον κατασκευάζουσι λόγοις νυνὶ προσφέρειν τὸν ἔλεγχον πειρασόμεθα κατὰ τὴν ἀπ’ ἀρχῆς προαίρεσιν. λέγω ... νῦν. ἐν τούτοις καὶ ἐξηγεῖται, τίνες εἰσὶν αἱ ἀποδεικτικαὶ ἀρχαί, καὶ τὸ πρόβλημα σαφέστερον ὁρίζει καὶ ὑποδιαιρεῖ θάτερον τῶν ἀντιδιῃρημένων, ὡς ἄλλο φανῆναι πρόβλημα κατὰ τὴν ὑποδιαίρεσιν. ἀποδεικτικὰς μὲν οὖν ἀρχὰς τὰς
10κοινὰς ἐννοίας ἀποφαίνεται εἶναι, οὔτι γε καθὸ διατιθέασιν ἡμᾶς ἢ ἐπὶ πρά‐ ξεις κινοῦσι (πάντα γὰρ τοῦ τέλους ἑαυτῶν ἐφίεται κατά τινα κοινὴν ἔννοιαν, οὗ δὴ καὶ ἀτυχοῦντες ἄνθρωποι καὶ δι’ ἑαυτῶν κρατῆσαι μὴ δυνάμενοι καταφεύγουσιν ἐπὶ τὸ θεῖον), ὑφ’ ὧν κινούμενοι καί, ὡς αὐτὸς λέγει, τοῦ εἰδέναι ὀρέγονται φύσει (ταύτῃ μὲν οὖν οὐκ ἂν εἶεν ἀποδεικτικαὶ ἀρχαί),
15ἀλλὰ καθ’ ὅσον εἰς τὰς ἀποδείξεις αὐταῖς χρώμεθα, προσαγορεύοντες μὲν ἀξιώματα διὰ τὸ παρὰ πᾶσιν οὕτως ὑπειλῆφθαι, γνῶσιν δὲ τῶν ἀποδεικνυ‐ μένων ἐναργεστέραν αὐτῶν ἔχοντες· ὧν μία ἐστὶ καὶ ἡ περὶ τῆς ἀντιφάσεως· δύο δὲ παρὰ τοῖς πρεσβυτέροις ἀξιουμένων περὶ αὐτῆς, ἑνὸς μὲν τοῦ ὅτι αὐτὴν οὐδὲν διαφεύγει, ἀλλὰ πᾶν ἀνάγκη 〈ἢ〉 καταφατικῶς δηλοῦσθαι ἢ
20ἀποφατικῶς, ὡς ἐπὶ μηδενὸς ἀποτυγχάνειν ἀμφοτέρας τὰς προτάσεις, ἀλλ’ εἶναι ἀληθῆ τὴν ἑτέραν· ἑτέρου δὲ τοῦ ὅτι ἀδύνατον ἅμα αὐτὰς ἀληθεύειν, χρῆται μὲν αὐτὸς νῦν ἀμφοτέροις. ἡμεῖς δὲ τοσοῦτον ἐπισημαινόμεθα, ὅτι τὸ μὲν δεύτερον καὶ ἁπλῶς ἀληθές, τὸ δὲ πρότερον μετὰ προσδιορισμοῦ· ἐπὶ γὰρ τῶν ὄντων καὶ ἐπιστήμῃ ληπτῶν ἅπαν ἀνάγκη φάναι ἢ ἀποφάναι·
25ἐπεὶ ἐάν τι ὑπερούσιον ᾖ καὶ μήτε ὄνομα ἔχῃ μήτε ἐπιστήμην μήθ’ ὅλως ῥητὸν ᾖ, πῶς ἀνάγκη τοῦτο τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν δέξασθαι, ἐφ’ οὗ πᾶς λόγος ψευδής; ἀλλὰ ταῦτα μὲν ἑτέρας ἂν εἴη σχολῆς βαθύτερον ἐρευνᾶν· καὶ γὰρ ἄλλας ἐνστάσεις ἔχει παρὰ τοῖς μὴ ἀνοήτως αὐτῷ χρωμένοις τοῦτο τὸ ἀξίωμα. νυνὶ δὲ εἰπόντος τοῦ Ἀριστοτέλους· καὶ ὅσαι ἄλλαι τοιαῦται
30προτάσεις, ὑποβαλοῦμεν τῷ λόγῳ τήν τε λέγουσαν πᾶν τὸ ἐφετὸν ἀγαθόν, καὶ τὴν μηδὲν μάτην ποιεῖν τὴν φύσιν μηδὲ πολλῷ πλέον τὸν θεόν, μηδε‐ μίαν οὐσίαν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι μηδὲ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀπόλλυσθαι, πᾶν τὸ κινούμενον περί τι ἑστὼς κινεῖσθαι· ἔτι δὲ τά τε τῶν γεωμετρῶν καὶ τὰ τῶν ἀριθμητικῶν καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἀξιώ‐
35ματα, περὶ ὧν ἁπάντων οὐχ ἕτερός τις, ἀλλ’ ὁ τὰ αἴτια εἰδὼς ἐπισκέπτεται. εἰ γὰρ ἕτερος, τοῦτο δὴ τὸ τοῦ Ἀριστοτέλους ἀνάγκη λοιπὸν ἀπορεῖν, πότερος αὐτῶν ἐστιν ὁ νῦν ζητούμενος σοφός.
38nΜιᾶς ... περὶ αὐτῶν.
39Ἄρχεται κατασκευάζειν τὸ ἕτερον τῶν ἀντικειμένων, ὅτι οὐχ ἡ αὐτὴ
40τὰς οὐσίας εἴσεται καὶ τὰ ἀξιώματα, ὅπερ ἐστὶ ψεῦδος. ἴδωμεν οὖν, ποῦ18

19

παρακρούεται ἡμᾶς ὁ συλλογισμός· εἰ γὰρ ὁμοίως, φησίν, ἔχουσι πᾶσαι περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, αἱ δὲ ἄλλαι αὐτὰς οὐκ ἴσασιν, οὐδ’ ἡ περὶ τὸ ὂν διατρίβουσα ταύτας γνώσεται. ὑγιὲς μὲν τὸ συνημμένον, ἴδωμεν δὲ τὴν πρόσληψιν· ‘ἀλλὰ μὴν ὁμοίως ἔχουσι πᾶσαι περὶ αὐτάσ‘ *** καὶ ἀπο‐
5δεικτικὰς ἀρχάς, αἵ τε πιστεύουσαι μόνον αὐταῖς, καὶ ἡ προσεχῶς μὲν ἀπὸ νοῦ ταύτας ὑποδεξαμένη σοφία, κρειττόνως δὲ ἢ κατὰ ἀπόδειξιν ὑψόθεν αὐτὰς θεωμένη, τό τε ἀληθὲς αὐτῶν ἅμα καὶ τὴν τάξιν καὶ τὴν ἀπὸ νοῦ πρόοδον ἐπισκεπτομένη. καὶ ταῦτα λέγω περὶ τῶν καθάπαξ ἀξιωμάτων, ἐπεὶ ὅταν ὡς μὲν πρὸς τήνδε τὴν τέχνην ἀξιώματα ᾖ, ἁπλῶς δὲ μὴ πρῶτα
10τὴν φύσιν ὑπάρχῃ, καὶ ἀποδείξει αὐτὰ ὁ τῆς οὐσίας ἐπιστήμων, καίπερ ἀναπόδεικτα ὄντα τῷ μερικῷ τεχνίτῃ· ἀμέλει καὶ τὰς γεωμετρικὰς ἀρχὰς ἐκεῖνος ἀποδείκνυσι. πῶς οὖν ὁμοίως τοῖς ἄλλοις ἔχει περὶ αὐτάς, ἢ πῶς τούτου μὴ συγχωρουμένου προβαίη ποτ’ ἂν ὁ παραλογισμός, ἐφ’ ὃν σπεύδει τὸ συμπέρασμα;
15nἍμα δὲ ... ἀξιώμασιν.
16 Πρότερον μὲν ὁ λόγος κατασκευάζειν ἐπεχείρησεν, ὅτι οὐδεμία ἐπιστήμη τὰς ἀποδεικτικὰς οἶδεν ἀρχάς, νῦν δὲ ὅτι οὐδὲ ἐπιστηταί εἰσιν. ἴδωμεν οὖν, πῇ καὶ οὗτος ὁ συλλογισμὸς πειρᾶται σοφίζεσθαι. οὔκ εἰσι, φησίν, αἱ τῶν ἀποδείξεων ἀρχαὶ γνωσταί, εἰ μὴ καθὸ γινώσκομεν ὅ τί ποτε δηλοῦσιν·
20τοῦτο δὲ οὐ ποιεῖ * περὶ αὐτῶν ἐπιστήμην· εἰ δέ εἰσιν ἐπιστηταί, καὶ ἀπο‐ δεικταί εἰσιν, εἰ δὲ ἀποδεικταί, καὶ ἓν ἔχουσιν ὑποκείμενον, ὥσπερ οἱ ἀρι‐ θμοὶ ἀποδεικτοὶ ὄντες ἓν ἔχουσιν ὑποκείμενον, οὗ τὰ μὲν πάθη, οἷον ἄρτιον περιττὸν καὶ αἱ τούτων συμπλοκαὶ πολλαπλασιασμοὶ διαιρέσεις, ἃ καὶ ἀπο‐ δεικτά ἐστι παρὰ τοῖς ἀριθμητικοῖς, τὰ δὲ ἀξιώματα ὡς οἱ τούτων ὁρισμοί·
25οὐ γὰρ οἷόν τε περὶ πάντων ἀπόδειξιν εἶναι, ὡς δέδεικται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. εἰ δὲ ταῦτα κρατοίη, πᾶσαι ἀποδεικτικαὶ περὶ τὸ ὑπο‐ κείμενον τὸ ἓν σχήσουσι τῶν ἀξιωμάτων, ὅπερ ἄτοπον· ὥσπερ γὰρ ἡ ἀρι‐ θμητικὴ περὶ πάντας τοὺς ἀριθμοὺς καὶ ἡ γεωμετρία περὶ πάντα τὰ σχήματα, οὕτως ἑκάστη τῶν ἀποδεικτικῶν περὶ πᾶν τὸ ὑποκείμενον τῶν ἀξιωμάτων.
30ἔλαβεν οὖν ἐκ μὲν τοῦ εἰ ἐπιστητά, ὅτι καὶ ἀποδεικτά, ὅπερ ἐστὶ ψεῦδος· ἐκ δὲ τοῦ εἰ ἀποδεικτά, ὅτι ἔχουσι πάντως ὑποκείμενον, ὃ καὶ αὐτὸ ψεῦδος· ἄλλως γὰρ τὰ πράγματα λέγεται ἀποδεικτὰ καὶ ἄλλως οἱ λόγοι καὶ αἱ προτάσεις· εἰ δὲ ὑποκείμενον σχήσει τὰ ἀξιώματα, πάθη περὶ αὐτὰ καὶ ἀξιώματα φανεῖται, ὥστε ἔσται καὶ τῶν ἀξιωμάτων ἀξιώματα· τοῦτο δὲ τὸ
35ἄτοπον αὐτὸς μὲν οὐ τίθησιν, ἕπεται δὲ πάντως τοῖς εἰλημμένοις· καὶ τὸ
τούτῳ ἀκόλουθον τὸ τὰ ἀξιώματα, εἰ ἤρτηται ἄλλων ἀξιωμάτων, μὴ εἶναι19

20

ἀξιώματα, μετὰ τοῦ καὶ ἐπ’ ἄπειρον ὁδεύειν ἡμᾶς μὴ κωλύεσθαι· πάλιν γὰρ ταῦτα τὰ ἀξιώματα, ὥστε καὶ ταῦτα, δεῖται ἄλλων ἀξιωμάτων, καὶ τοῦτο ἐπ’ ἄπειρον. τί οὖν θαυμαστόν, εἰ τῶν οὕτως ἀτόπων συγχωρου‐ μένων πᾶσαι αἱ ἐπιστῆμαι περὶ ἓν διατρίψουσιν ὑποκείμενον τὸ τῶν ἀξιω‐
5μάτων; ἀλλ’ ὅτι μὲν οὔτε ἀποδεικτὰ τὰ κυρίως ἀξιώματα, καὶ εἰ ἐπιστητά, κατὰ τὴν πρώτην ἐστὶν ἐπιστήμην τὴν περὶ τὰς ἀμέσους προτάσεις διατρί‐ βουσαν, αἳ τῷ ὅτι τὸ διότι συνειλημμένον ἔχουσιν, ἅτε προσεχῶς ἀπὸ νοῦ προελθοῦσαι καὶ νοῦν ἀνελίσσουσαι καὶ διαιροῦσαι καὶ διεξοδεύουσαι· οὔτε εἰ ἦν ἀποδεικτά, ἓν ἂν ἔσχεν ὑποκείμενον, κατατακτά γε ὄντα καὶ μετεωρο‐
10ποροῦντα. καὶ λοιπὸν δὲ ὅπως τἀληθὲς παρ’ αὐτῷ κατεσκεύασται, θεασώ‐ μεθα.
12nἈλλὰ ... ψεῦδος.
13 Εἰ μὴ ὁ αὐτὸς τὰς τῶν πραγμάτων ἀρχὰς οἶδε καὶ τὰς τῶν ἀπο‐ δείξεων, ἀλλ’ ἕτερος καὶ ἕτερος, ἀτελὴς μὲν αὐτῶν ἑκάτερος ἔσται, ὁ μὲν
15οὐκ εἰδὼς ἀποδεῖξαι, ὁ δὲ διακένους πλέκων συλλογισμούς, ἅτε τῶν πρα‐ γμάτων τὴν φύσιν ἀγνοῶν. ἀμφισβητήσουσι δὲ περὶ τῶν πρωτείων· μέγα γὰρ καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπεσκεμμένον τὰς πάντων περιληπτι‐ κωτάτας ἀξίωμα. τίνα τε δεῖ καλεῖν, εἰ μὴ ὁ αὐτός ἐστι τῷ σοφῷ, καὶ τέλεον ἀπορήσομεν. ὅτι μὲν οὖν τῇ αὐτῇ μεθόδῳ κατεσκεύασε τῶν τε
20αἰτίων πάντων τοῦ ὄντος ἐπιστήμονα εἶναι τὸν σοφὸν ἕνα ὄντα καὶ [ὅτι] τῶν ἀποδεικτικῶν ἀρχῶν, ὁ μεμνημένος ἐκείνων εἴσεται· ὅτι δὲ δι’ ἐλα‐ χίστων ἱκανῶς αὐτῷ δέδεικται τἀληθές, ἔξεστι συνορᾶν· εἰ γὰρ ἡ διαίρεσις τῶν γνώσεων ἀτελεῖς μὲν ἀμφοτέρας ποιεῖ τὰς ἐπιστήμας καὶ γελοίας καὶ ἃ προσποιοῦνται εἰδέναι οὐκ εἰδυίας, ἔτι δὲ στασιάζειν περὶ πρωτείων, τὴν
25δὲ ἑτέραν αὐτῶν τὴν πειρωμένην πάντα περιλαμβάνειν ταῖς οἰκείαις ἐπι‐ βολαῖς μικροῦ καὶ ἀνώνυμον ἀποφαίνει, πῶς οὐκ ἀσφαλέστατα ἡ ἕνωσις τῶν ἐπιστημῶν κεκύρωται; καὶ εἰ τὰς ἀρχὰς τῶν ἀποδείξεων πάσαις ταῖς ἐπιστήμαις ἡ ἑτέρα αὐτῶν χορηγεῖ, τίς ἂν ἄλλη εἴη πλὴν ἡ πρώτη φιλο‐ σοφία καὶ ἡ περὶ τὸ ὂν ᾗ ὂν διατρίβουσα; αὕτη γὰρ νοῦν μιμουμένη, παρ’
30ᾧ νόησις καὶ νοητὸν οὐ διῄρηται, τῇ μὲν νοήσει διὰ τῆς γνώσεως τῶν ἀξιωμάτων ἀφομοιοῦται, τῷ δὲ νοητῷ διὰ τῆς τοῦ ὄντος θεωρίας. εἰ δὲ ἐλλείψει κατὰ θάτερα, νοῦ μίμημα ἔσται τὰ ἕτερα ἔχοντος καὶ οὐ τὰ συναμ‐ φότερα, ἢ νόησιν ἄνευ νοητοῦ ἢ τὸ νοητὸν ἄνευ νοήσεως, ὃ ταὐτὸν τῷ νοῦν ἀνόητον μιμεῖσθαι.
35nὍλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους
36nἐπιστῆμαι.
37Ζητεῖ μὲν εἰ περὶ πᾶσαν οὐσίαν μία ἔσται ἐπιστήμη νοητήν τε καὶ20

21

αἰσθητὴν κἂν εἴ τις εἴη τούτων μεταξύ, ἢ πλείους ἔσονται κατὰ τὰς τῶν οὐσιῶν πληθυνόμεναι διαφοράς. τοῦτο δὲ ἦν καὶ ἐν τοῖς προβλήμασι τὸ τὴν τρίτην προτεῖνον ἀπορίαν. ἡ μὲν οὖν σύντομος καὶ ἀληθεστάτη καὶ αὐτῷ 〈ἀρέσκουσα〉 Ἀριστοτέλῃ περὶ τούτων ἀπάντησις, ὅτι μία μὲν ἡ ἀνω‐
5τάτω, πολλαὶ δὲ αἱ προσεχεῖς, καὶ μία μὲν ἡ πᾶν τὸ ὂν ᾗ ὂν θεωροῦσα, πολλαὶ δὲ αἱ μόρια τούτου κατανειμάμεναι καὶ ἑτέρως αὐτὰ καὶ οὐχ ᾗ ὄντα μεταχειριζόμεναι. πῶς δὲ αὐτὸς εἰς τὰ ἀντικείμενα νῦν ἐπιχειρεῖ, κατανοήσωμεν.
9nΕἰ μὲν ... ταύτην.
10 Εἴ τις, φησίν, ἄλλην μὲν περὶ τάσδε τὰς οὐσίας, ἄλλην δὲ περὶ ἑτέρας ἐπιστήμην θήσεται, ἀπορήσει τὴν περὶ ποίαν οὐσίαν στρεφομένην σοφίαν καλέσει. ἐροῦμεν οὖν ὅτι μάλιστα μὲν μία πάσας θεωρήσει· εἰ δὲ καὶ ἄλλη ἄλλην, οὐκ ἄδηλον ὅτι ἡ περὶ τὰς πρώτας καὶ νοητὰς εἱλουμένη αὕτη ἦν ἡ πρώτη τῶν ἐπιστημῶν· ἀμέλει καὶ νῦν καίπερ πᾶν τὸ ὂν ᾗ ὂν ἐπι‐
15σκεπτομένη περὶ τὸ νοητὸν ἐθέλει τὴν πλείστην καὶ τὴν καλλίστην σπουδὴν καταβάλλεσθαι. τὸ δὲ μίαν πασῶν, οὐκ εὔλογον. μέτεισι μὲν εἰς τὸ δεῖξαι καὶ τῷ ἀντικειμένῳ παρεπόμενόν τι δυσχερές· ἴδωμεν δὲ τί ἐστι τὸ λεγόμενον, ἢ διὰ τί οὐκ εὔλογον. καὶ γὰρ ... συμβεβηκότων. καὶ τί τοῦτο ἄτοπον; καὶ γὰρ εἰ πολλαὶ ἀποδεικτικαί, οἷον γεωμετρία καὶ ἀστρονο‐
20μία καὶ ἀριθμητικὴ καὶ ἄλλαι πλεῖσται, ἀλλὰ πρὸ τούτων πασῶν ἐστι μία ἡ τὸ καθ’ αὑτὸ τῷ ὄντι ᾗ ὂν συμβεβηκὸς ἐπισκεπτομένη· τίνα δέ ἐστι ταῦτα, ἐν τῷ Γ αὐτὸς ἐρεῖ σαφέστατα· ἀριθμητικὴ μὲν γὰρ τὰ τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσι καὶ γεωμετρία τὰ τοῖς σχήμασιν· ἐκείνη δὲ ἡ μία ἀποδεικτικὴ τὰ παντὶ τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσιν οὐχ
25ᾗ τοιόνδε ἢ τοσονδί ἐστιν, ἀλλ’ ᾗ ὄν· ὥστε οὐδὲν μὲν ἄτοπον ἕπεται. ὅτι δὲ τοῦτο ἕπεται, κατασκευάσαι πειράσεται. εἴπερ ... μία. ὁ λόγος τοιοῦτος· εἰ μία περὶ πάσας εἴη τὰς οὐσίας ἐπιστήμη, μία πάντων ἔσται τῶν καθ’ αὑτὰ ὑπαρχόντων ταῖς πάσαις οὐσίαις καὶ ἀποδεικτική, εἴτε καὶ ἡ αὐτὴ εἴη τῇ περὶ τὰς οὐσίας αὐτὰς διατριβούσῃ εἴθ’ ἑτέρα· μή πω γὰρ περὶ
30τούτου, ἀλλ’ ὅτι μία ἔσται καὶ ἀποδεικτική, τοῦτο, φησί, δείκνυμι. ἡ δὲ δεῖξις τοιαύτη. περὶ ὅπερ ὑποκείμενον τὸ ὅ τι θεωρεῖ μία τις ἐπιστήμη, περὶ τοῦτο καὶ ἀποδεικτικὴ μία στρέφεται, τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ δεικνῦσα ἐκείνῳ ἐκ τῶν κοινῶν ἐννοιῶν, αἵ εἰσι πάσης ἀπο‐ δείξεως ἀρχαί· οὐ γὰρ τὸ μὲν ὅ τι τοῦ ὑποκειμένου, τουτέστι τὴν οὐσίαν,
35μία θεωρεῖ, τὸ δὲ ἐξ ὧν, τουτέστι τὰ [δὲ] καθ’ αὑτὰ ὑπάρχοντα, ἐξ ὧν καὶ οἱ ὁρισμοὶ καὶ τὸ τί ἐστι τοῦ πράγματος, πολλαί, ἀλλὰ μία καὶ ἡ ἀπο‐ δεικτική ἐστιν, εἴθ’ ἡ αὐτὴ οὖσα τῇ περὶ τὸ ὅ τι εἴθ’ ἑτέρα, πλὴν ὅτι μιᾶς
οὔσης ἐκείνης μία καὶ αὕτη. εἰ τοίνυν πάσας τὰς οὐσίας μία θεωρήσει21

22

ὡς ἓν ὑποκείμενον γένος, καὶ πάντα τὰ καθ’ αὑτὰ ὑπάρχοντα ταύταις μία τις ἀποδεικτικὴ περιλήψεται, εἴθ’ ἡ αὐτὴ οὖσα τῇ σοφίᾳ εἴθ’ ἑτέρα· τοῦτο γὰρ ἐν τῷ ἑξῆς προβλήματι διακριθήσεται. τὸ δὲ ὥστε καὶ τὰ συμβεβη‐ κότα, εἴθ’ αὗται θεωρήσουσιν, εἴτε ἐκ τούτων μία τοιοῦτόν ἐστιν·
5ὥστε καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα, εἰ μὲν πολλαὶ εἶεν αἱ τὰς οὐσίας εἰδυῖαι, πᾶσαι δείξουσιν αἱ ἀποδεικτικαί· εἰ δὲ μία εἴη, μία τῶν ἀποδεικτικῶν πάντα θεωρήσει. καὶ ἕπεται μὲν τοῦτο πάντως, εἰ καὶ μὴ μία τῶν ἄλλων ἐστὶν ἀποδεικτικῶν ἡ σοφία 〈ἡ〉 πασῶν ἐξῃρημένη. οὐδὲν δέ ἐστιν ἄτοπον μίαν τὰ καθ’ αὑτὰ ὑπάρχοντα παντὶ τῷ ὄντι ᾗ ὂν ἐπισκέπτεσθαι.
10nἜτι δὲ ... ἄλλης.
11 Τοῦτο πέμπτον μέν ἐστιν ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, νυνὶ δὲ μετὰ τὸ τρίτον οὐκ εἰκῇ δοκεῖ μοι παρειλῆφθαι, ἀλλ’ ἐπειδὴ ἐν τῷ τρίτῳ τοῦτο αὐτὸ λίαν ἀμφιβόλως ἔθηκεν (εἴτε γάρ φησι τῆς αὐτῆς εἴτε ἄλλης), ἠθέλησεν εὐθέως περὶ τούτου προηγούμενον λόγον ποιήσασθαι. εἴρηται μὲν
15ἐν τοῖς προβλήμασιν ἱκανῶς περὶ αὐτοῦ, καὶ ὅτι ἡ τὸ ὑποκείμενον εἰδυῖα πάντως καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσι· καὶ γὰρ οὐδ’ ὃ ἐπάγει νῦν, ἀνασκευαστικὴν τούτου δύναμιν ἔχει τινά. λέγει δὲ οὕτως· εἰ μὲν .. εἶναι. πρὸς ὃ φαίης ἂν ὅτι τοῦ μὲν τί ἐστιν οὐκ ἔστιν ἀπόδειξις, τὴν δὲ αὐτὴν καὶ ὁριστικὴν εἶναι καὶ ἀποδεικτικὴν οὐδὲν κωλύει, ὁριστικὴν μὲν
20τοῦ τί ἐστιν, ἀποδεικτικὴν δὲ τῶν καθ’ αὑτὰ συμβεβηκότων· τῆς αὐτῆς γάρ ἐστι καὶ τὸ τί κόσμος καὶ ἥλιος καὶ σελήνη θεωρῆσαι καὶ περὶ ἀιδιό‐ τητος αὐτῶν καὶ ἐνεργειῶν ἀποδεῖξαι. εἰ δ’ ἑτέρας ... χαλεπόν. καὶ τῷ ὄντι χαλεπώτατον ἐξευρεῖν· εἰ γὰρ ἡ ἀποδεικτικὴ τῶν καθ’ αὑτὰ συμ‐ βεβηκότων ἄχρι τῆς πρώτης αἰτίας καὶ τοῦ τί ἐστιν ἄνεισι, πάντως ἔσται
25καὶ ὁριστική. ῥητέον δὲ ὅτι ἡ μὲν κυρίως ἀποδεικτικὴ τοιαύτη, ἤδη μέντοι καὶ ἄλλη ἐστὶν ἡ ἐξ ὑποθέσεων ἀποδεικνῦσα, ἣ οὐκ ἄνεισιν ἐπὶ τὸ τί ἐστιν, ὡς ἡ ἀστρονομία τὰ πολλά, διὸ μηδὲ εἰπεῖν ἔχει περὶ οὐσίας τῶν φαινο‐ μένων ἄστρων· ὡς ἐκ πάντων ἐκεῖνο κυροῦσθαι, ὃ ἤδη προείπομεν, ὡς ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική, οὐ πᾶσα δὲ ἀπόδειξις ἄνεισιν ἐπὶ τὴν
30ὁριστικὴν ἐπιστήμην, ἀλλὰ ᾗ ἂν ἔχῃ τὸν ὁρισμόν, ὡς ἀρχῇ χρῆται αὐτῷ πιστευτικῶς.
32nἜτι ... ἐπιστήμας.
33 Τέταρτον [δὲ] τοῦτο ἐν τοῖς προβλήμασιν ἔταξεν. ἀπεκρινάμεθα δὲ ἐν ἐκείνοις ἱκανῶς πρὸς τὰ νυνὶ προτεινόμενα· διὸ περὶ τῆς τάξεως μόνον
35τοσοῦτον ἐπισημηνάμενοι, ὅτι τάχα τοῦτο τρίτον ὤφειλε τετάχθαι, μέτιμεν22

23

ἐπὶ τὸ φωρᾶσαι τοὺς παραλογισμοὺς τῶν ἀναιρουσῶν τὰς πλείους οὐσίας ἐπιχειρήσεων. πρώτου δὴ γενομένου προβλήματος, εἰ περὶ πάντα τὰ αἴτια τοῦ ὄντος ὁ σοφός, δευτέρου δὲ εἰ καὶ περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, τρίτον μὲν ἂν εἰκότως ἐπήγαγέ τις, εἰ πολλαὶ οὐσίαι, ὃ νῦν ζητεῖ· μεθ’ ὃ τέταρτον,
5εἰ τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη· εἶτα πέμπτον, ὃ νῦν ἐστι τέταρτον, εἰ μὴ μόνων τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ ταύταις ὑπαρχόντων. ἀλλὰ ταῦτα μὲν ὡς ἂν ἐθέλῃ τις κρινέτω· μετέλθωμεν δὲ λοιπὸν ἐπὶ τὰ ἑξῆς. ὡς ... αὐτῶν. ἀναπέμπει ἡμᾶς ἐπὶ τὰ ἐν τῷ μεί‐ ζονι Α ῥηθέντα· γελοῖοι οὖν καὶ ταύτῃ οἱ τὸ βιβλίον νοθεύοντες. εἴρηται
10δὲ ἐν ἐκείνοις Πλάτωνι μὲν ἀρέσκον περὶ τῶν εἰδῶν ἢ οὐδὲν ἢ ἐλάχιστον, ἃ δὲ αὐτὸς ὑποτιθέμενος ἤλεγξε, λίαν κενῶς καὶ διαλεκτικῶς.
12nΠολλαχῇ ... ἀίδια.
13 Ἀλλ’ ἐκεῖνοι μὲν, φαίην ἄν, οἱ ἄνδρες τοῖς πᾶσι τὰ εἴδη διαφέρειν ἡγοῦνται τῶν τῇδε· τὰ μὲν γὰρ οὐσίας εἶναι θείας ἀμερεῖς πρὸς ἑαυτὰς
15ἐστραμμένας, δημιουργικὰς αἰτίας τῶν τῇδε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας, τὰ δὲ πᾶσαν ὑπομένειν τροπὴν θνητά τε εἶναι αὐτῶν ἔνια καὶ ἀποτελέσματα καὶ περὶ τὴν ἐν χρόνῳ στρεφομένην εἰλεῖσθαι γένεσιν· τὰ μὲν νοητὰ καὶ ἀμερῆ καὶ ἑαυτῶν ὄντα καὶ αὐτὸ τοῦτο πᾶσι τοῖς ἐγκοσμίοις χορη‐ γοῦντα τὴν ὑπόστασιν, τῷ δραστηρίῳ καὶ δημιουργικῷ καὶ προνοητικῷ καὶ γνω‐
20στικῷ τῶν ὅλων τῶν παρὰ σοὶ χωριστῶν εἰδῶν διαφέροντα, τὰ δὲ διαπεφωνη‐ μένα καὶ μεριστὰ καὶ ἑτεροκίνητα καὶ τῶν ὄντων τὰ ἔσχατα καὶ ἀγονώτατα. δέος δὲ μὴ αὐτὸς ἁλῷ πέρα τοῦ μετρίου ταῖς παρὰ τὰς ὁμωνυμίας ἀπάταις προσχρώμενος· οὐ γὰρ ἐπειδὴ ἄνθρωπος ὁ τῇδε κἀκεῖ ὁ αὐτὸς ἄνθρωπος, ἀιδιότητι μόνῃ διαφέρειν ἐκεῖνον οἴοιντο ἂν τούτου, ἀλλὰ πᾶσι μὲν οἷς εἴπο‐
25μεν, πλείοσι δὲ ἔτι τοῖς παραλελειμμένοις. θαυμάσειε δ’ ἄν τις ἐν τούτοις καὶ τὸν Ἀλέξανδρον κατασκευάζοντα μὲν σὺν πολλῇ προθυμίᾳ τὰ τῷ Ἀρι‐ στοτέλει νυνὶ ῥηθέντα, λανθάνοντα δὲ ἑαυτὸν ἀπεναντία τῷ φιλοσόφῳ φθεγ‐ γόμενον. εἰ γὰρ συνώνυμός ἐστιν ὁ τῇδε ἄνθρωπος τῷ ἐκεῖ ἀνθρώπῳ, ὡς Ἀλεξάνδρου λόγος, οὐδ’ ἂν ἀιδιότητι διαφέροι τοῦ τῇδε ὁ ἐκεῖ· ἐν γὰρ
30τῷ λόγῳ τοῦ τῇδε ἀνθρώπου τὸ θνητὸν ἔγκειται, καὶ ὅλως ὅσοις τὸ θνητὸν καὶ τὸ ἄφθαρτον ὑπάρχει, κατ’ οὐσίαν ὑπάρχει καὶ οὐ κατὰ συμβεβηκός, ὡς αὐτὸς ὁ φιλόσοφος ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ σαφῶς ἀπέδειξεν· ὥστε οὐ καλῶς τοῦτο συγκεχώρηκεν Ἀριστοτέλης κατὰ τὸν Ἀλεξάνδρου λόγον. ἀλλὰ ταῦτα μὲν οὐδ’ 〈ἂν〉 αὐτοὺς οἶμαι διενεχθῆναι τοὺς ἄνδρας
35οὕτως ὄντας δεινοὺς τὰ συλλογιστικά, ὅτι τῶν Πλάτωνος θείων δογμάτων
οὐχ ἅπτεται, ὡς οὐδὲ τὰ παρὰ τῶν Θρᾳκῶν τοξεύματα τῶν αἰθερίων ἐφι‐23

24

κνεῖτο θεῶν. ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν· ἔτι ... ἀπορίας ἕξει. ἴδωμεν δὲ καὶ ποίας καὶ πόσας καὶ πῶς ἐχούσας λύσεως.
3nΔῆλον γὰρ ... οὐρανόν.
4Καὶ τί ἄτοπον εἶναι ταῦτα καὶ νοητὰ καὶ διανοητὰ καὶ αἰσθητά; πῶς
5δὲ οὐκ ἀναγκαῖον εἶναι μὲν ἐν τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ οὐρανοῦ καὶ τοῦ ἡλίου; εἶναι δὲ καὶ ἐν ταῖς ψυχαῖς τῶν ἄστρων ἀληθέστερον οὐρανὸν καὶ ἥλιον τῶν φαινομένων, εἶναι δὲ καὶ ταύτας αὐτῶν τὰς αἰσθητὰς ὑπο‐ δοχάς; τί δὲ ἄλλο οἰόμεθα τὸν Πλάτωνα λέγειν, ὅταν οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν τὸν κορυφαῖον ἀποφαίνηται καὶ πάλιν πολλὰς εἶναι μακαρίας
10θέας τε καὶ διεξόδους ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφε‐ σθαι; οὐκ ἄστρα τε ἡγεῖσθαι εἶναι ὑπὲρ τοῦτον τὸν οὐρανὸν ἢ ἵνα συνη‐ θέστερον εἴπω, τὰς νοερὰς τῶν ἄστρων ζωάς, ὧν τὴν ἀσύγχυτον ἕνωσιν καὶ τὴν ἀνέκλειπτον κοινωνίαν καὶ τὴν πρὸς τὰς νοητὰς οὐσίας σύνταξιν θεάσασθαι τὸν παρ’ αὐτῷ σοφόν, οὐρανόν τε νοερὸν ἄλλον παρὰ τουτονὶ
15τὸν φαινόμενον, οὗ τὰ θεάματα καὶ τὰς ἐξοδικὰς θεωρίας εἶναι τῶν ἐγκο‐ σμίων θεῶν τε καὶ δαιμόνων; ὥστε τοῦτο μὲν εὖ λέλεκται λίαν, ὅτι οὐ παρ’ αὐτὰς μόνας τὰς γραμμάς, τουτέστι παρὰ τὰς νοητὰς καὶ ἔτι παρὰ τὰς αἰσθητάς, ἔσονται μέσαι τινὲς γραμμαί, ἀλλὰ καὶ οὐρανοὶ καὶ ἥλιοι πολλαχῶς. τέως δὲ τοὐλάχιστον τριχῶς ἔστιν ἐπινοεῖν πάντα· εἰ γάρ, ὥς φησιν ὁ θεῖος
20Πλάτων, νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι συνθεὶς ὁ θεὸς τὸ πᾶν κοσμικὸν ζῷον ἔννουν καὶ ἔμψυχον ἐτεκτήνατο, πάντα ἄρα ὅσα κατὰ τὸν φαινόμενον οὐρανὸν αἰσθητῶς καὶ διαστηματικῶς ἐνορᾶται, κατὰ μὲν ψυχὴν ἐν ἀύλοις λόγοις καὶ ὁλικοῖς ἔσται, κατὰ δὲ τὸν νοῦν ἐν εἴδεσιν ἀμερεστάτοις καὶ νοεροῖς. ὁ δὲ ἀποθαυμάζοντι ἐοικὼς καὶ τὰ ἑξῆς γράφει·
25καίτοι ... ἀδύνατον. διὰ τί τῶν κινουμένων οὐκ εὔλογον ἀκίνητον αἰτίαν εἶναι; πῶς δὲ οὐκ ἀναγκαῖον; ἢ τοῦτο μὲν συγχωροῦμεν, πρὸς δὲ τὸ μὴ ὁμοίως αὐτὴν ὀνομάζεσθαι τοῖς ἀποτελέσμασι διαμαχούμεθα; καὶ μὴν ἐπὶ τῶν τεχνητῶν αὐτὸ συγκεχωρήκαμεν, ἐκ τῆς ἀύλου τὴν ἔνυλον οἰκίαν διισχυριζόμενοι γίγνεσθαι. δεῖ δὲ καὶ τῇ χρήσει τῶν θεολόγων προσέχειν,
30παρ’ οἷς πολλῶν μὲν οὐρανῶν πρόοδοι, πολλῶν δὲ ἡλίων, πολλῶν δὲ τῶν ἄλλων ἑκάστων παραδίδονται· διὰ τί δὲ καὶ κινούμενον παντελῶς ἀδύνατον, εἰ μὴ ὅτι τὴν σωματικὴν μόνην μεταβολὴν εἰώθαμεν κίνησιν ὀνομάζειν; ἐπεὶ τὴν δημιουργικὴν καὶ νοερὰν κίνησιν τίς οὐκ ἂν δοίη τοῖς ὄντως οὖσιν;
34nὉμοίως ... αἰτίας.
35 Λέγει ὅτι μήτε ἀκίνητα εἶναι εὔλογον μήτε κινούμενα· ἡμεῖς δὲ καὶ τότε μὲν ἐλέγομεν, ὅτι καὶ ἀκίνητα τὴν σωματικὴν κίνησιν καὶ κινούμενα
τὴν ζωτικὴν ἀναγκαῖον εἶναι, καὶ νῦν δὲ ἥδιστ’ ἂν αὐτὸν ἐροίμην, πότερον24

25

οὐδὲ ὄμμα συγχωρεῖ ἡμᾶς ἔχειν ἄλλο παρὰ τουτονὶ τὸν αἰσθητὸν ὀφθαλμόν; ἀλλ’ ὄμμα μὲν εἶναι δίδωσιν, οὐ μὴν ἔχον γε δύναμιν ὀπτικὴν [ἢ ὁρατικὴν] τῶν οἰκείων εἰδῶν· ἀλλὰ καὶ τοῦτο μέν, ἀνυπόστατα δὲ εἶναι τὰ τοῦ νοῦ θεάματα. καὶ πῶς οὐκ ἔσται τῆς αἰσθήσεως ὁ πολυτίμητος ἡμῖν νοῦς
5ἀτυχέστερος, εἴπερ ἐκείνη μὲν πρὸς ὄντα συντέτακται, τούτου δὲ ἀνυπόστατα τὰ θεάματα; εἰ δὲ τοῦτο ἄτοπον, ἔστι δὲ καὶ ὄμμα ἡμῶν νοερὸν καὶ δύναμις ἐκείνου τοῦ ὄμματος ὀπτική, ἔσται καὶ εἴδη σύζυγα ταύτῃ τῇ ὀπτικῇ ἀκίνητα μὲν τὴν τῶν σωμάτων κίνησιν, κινούμενα δὲ τὴν νοερὰν ἐνέργειαν. τί δέ; τῶν ἁρμονικῶν λόγων, ὧν ὁ θεὸς δέδωκε τῇ ψυχῇ πρὸ τῆς φαινομένης
10διακοσμήσεως, ἆρ’ οὐδείς ἐστι θεατής; αὐτῶν δὲ τῶν Μουσῶν καὶ τῆς ἐξ αὐτῶν προϊούσης ἁρμονίας οὐ πάντες μὲν οἱ ἐγκόσμιοι θεοὶ μετέχουσιν, ὥς φησιν Ὅμηρος, πλήρεις “Μουσάων αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ,” πάντα δὲ τὰ ὄντα μετείληφε; διὰ τί οὖν οὐκ ἔσται καὶ ἄλλα ἁρμονικά; εἰ δὲ ταῦτα Πλατωνικὰ φαῖεν οἱ δριμεῖς οὗτοι καὶ μυθώδη, ἀλλ’ ἥ γε μία
15σύνταξις τῶν παρὰ σοὶ νοερῶν εἰδῶν ἡ πρὸς τὸ πρώτιστον ἀγαθὸν καὶ τὸ ἐν αὐτῷ νοητὸν εἶδος ἐπιτελουμένη πῶς οὐχ ἁρμονιῶν ἐστιν ἡ καλλίστη καὶ θειοτάτη, περὶ ἣν ὁ φιλόσοφος διατρίβων ἁρμονικὰ ἂν θαυμαστότερα τῶν τῇδε μουσικῶν μεταχειρίζοιτο; εἰ γὰρ ... φθαρτῶν. οὔτε αἰσθητά ἐστι τὰ μεταξύ, καὶ εἰ ὁμώνυμα αὐτοῖς εἴη τὰ αἰσθητά· οὔτε αἰσθήσεις
20αὐτοῖς συζυγοῦσιν ἀλλὰ διανοήσεις, ἅτε λόγοις οὖσιν ἀύλοις· οὔτε τὸ εἶναι μεταξὺ τῶν νοητῶν ζῴων καὶ τῶν αἰσθητῶν ἐν τοῖς καθόλου λόγοις τῆς ψυχῆς ἢ τοῖς εἴδεσι τοῖς φυσικοῖς ἕτερα ζῷα παραιτήσαιτο ἄν τις συγχωρεῖν. ὥστε 〈οὔτε〉 ἀληθῆ τὰ λαμβανόμενα οὔτε τὸ ἐξ αὐτῶν συναγόμενον ἄτοπον. ἀπορήσειε ... ἐπιστήμας. τοῦτο μὲν εὖ ζητεῖ· καὶ γὰρ τῷ ὄντι ἐστὶν
25ἄπορον, ποίας ἐπιστήμας τῶν τῇδε φήσομεν εἶναι παραδειγματικωτέρας· ὅμως δὲ ἀποκρινούμεθα αὐτῷ, ὅτι τῶν περὶ φυσικὰ εἴδη τὴν κατανόησιν ἐχουσῶν ἢ λόγους ἢ ἀριθμοὺς φυσικοὺς ἀνάγκη πρεσβυτέρας εἶναι [τῶν τῇδε], αἳ περὶ τὰ ἄυλα τούτων παραδείγματα διατρίψουσιν.
29nΕἰ γὰρ ... ὑγιεινόν.
30 Οὐ τούτῳ μὲν διαφέρει μόνῳ γεωδαισία γεωμετρίας, ἀλλ’ ὅτι καὶ ἡ μὲν χρείας ἀνθρωπικῆς στοχάζεται καὶ πρὸς τὸ χρήσιμον ὁρᾷ τοῦ θνητοῦ βίου χειρουργίας τε ἐφάπτεται καὶ τοῦ ὄντως ὄντος ἔννοιαν οὐ προχειρίζει * * τῶν αἰσθητῶν τὴν ψυχὴν καὶ διακαθαίρει τὸ ταύτης ὄμμα περιάγει τε πρὸς νόησιν, ἀφιστᾶσα τῆς παχυτέρας καὶ μορφωτικῆς τῶν ἐνύλων συν‐
35τάξεως. ὅμως δὲ λεγέσθωσαν ταύτῃ διαφέρειν. τί οὖν; 〈οὐχ〉 ἕψεται τὸ καὶ ἰατρικὴν ἄλλην τινὰ παρά τε τὴν θείαν ἰατρικὴν εἶναι καὶ παρὰ τὴν
τῶν θνητῶν σωμάτων; ἀλλ’ ἔγωγε μὴ πρὸ πάσης κατασκευῆς τοῦτο συγ‐25

26

χωρῶν αἰσχυνοίμην ἂν ἐμαυτόν. ἔστω γὰρ ὁ Παιήων ἢ εἰ βούλοιτό τις λέγειν ὁ σωτὴρ Ἀσκληπιὸς ὁ τὴν θείαν ἔχων ἰατρικήν, δι’ ἧς θεοῖς τε καὶ ψυχαῖς καὶ σώμασι τοῖς μὲν ἀεὶ τὸ προσῆκον ἀπονέμει μέτρον, τοῖς δὲ ὅταν ᾖ δεκτικά, ἔστω δὲ καὶ ὁ παρ’ ἡμῖν ἰατρὸς ὁ τῶν θνητῶν σωμάτων τὴν
5ἐπιμέλειαν ποιούμενος· ἆρ’ οὖν τὰ τοσοῦτον ἀλλήλων διεστῶτα κοινοῖς τισιν ὅροις οὐ δέδεται; καὶ μὴν ὅπερ ἂν ᾖ παρὰ τοῖς θεοῖς, ᾖ δὲ καὶ παρ’ ἡμῖν ἐσχάτως, ἀνάγκη θεωρεῖσθαι κἀν ταῖς ἀγγελικαῖς καὶ δαιμονίαις καὶ ἡρωικαῖς τάξεσιν, ἔτι δὲ ἐν ταῖς ἀπολελυμέναις ψυχαῖς τοῦ θνητοῦ βίου. διὰ τί δὲ καὶ τὴν καθαρτικὴν τῶν παθῶν φιλοσοφίαν οὐχὶ μεταξὺ τάξειεν
10ἄν τις τῆς τε θείας δίκης, ἥτις ἰατρικὴ γίγνεται πάσης περικοσμίου πονη‐ ρίας, καὶ τῆς ἀνθρωπικῆς ἰατρείας, ἣ περὶ μόνην τὴν θεραπείαν τευτάζει τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος; ὥστε οὐδὲν ἂν εἴη πλημμελὲς καὶ τὰ ὑγιεινὰ ταύτης θεωρήματα καὶ ἐπιτηδεύματα μεταξὺ τῶν τε τῆς δίκης εἶναι μέτρων, ἐν οἷς τὸ αὐτοϋγιεινόν, καὶ τῶν συνεγνωσμένων τοῖς πολλοῖς. ἀλλ’
15ἡμεῖς οὐ τὰ παραδείγματα τῶν τῇδε, αὐτὰ δὲ τὰ ἐν τοῖς τελευταίοις φαινό‐ μενα ζητοῦντες ἐν ταῖς μεταβάσεσι τῶν πραγμάτων καὶ μὴ εὑρίσκοντες εἰκότως ἀποροῦμεν, εἴ τι τοιοῦτόν ἐστιν ἐν τοῖς πρώτοις καὶ μέσοις τοῦ ὄντος γένεσιν. εἰ μὲν οὖν ἁπασῶν τῶν τεχνῶν χρὴ παραδειγματικὰς αἰτίας ὑποτίθεσθαι, ἢ πασῶν μὲν ἐκεῖθεν αἱ ἀρχαί, τὸ δὲ ὅλον σύστημα τῶν εἰς
20χρείαν τοῦ θνητοῦ βίου συντελουσῶν ἐκ τοῦ γονίμου τῆς ψυχῆς λόγου προελή‐ λυθεν, ἐζήτηται καὶ τοῖς πρεσβυτάτοις τῶν φιλοσόφων, τοῖς Πυθαγορείοις φημὶ καὶ Παρμενίδῃ καὶ τῷ Πλάτωνι καὶ τοῖς ὕστερον τὴν ἐκείνων θεωρίαν ἐξηπλωκόσιν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ. ὅτι μέντοι τὰς ἀνά‐ λογον καὶ ἐν θεοῖς ἔστιν ἐπινοεῖν, δηλοῦσι καὶ οἱ θεολόγοι Κύκλωπας καὶ
25Ἥφαιστον χαλκέας καὶ οἰκοδόμους οὐκ ὀκνοῦντες καλεῖν, οὐδὲ Ἀθηνᾷ καὶ Κόρῃ τὴν ὑφαντικὴν ἀποκληροῦν. οὐκ εὐθέως δὲ τὰς ἀνάλογον θεω‐ ρουμένας καὶ παραδείγματα τῶν τῇδέ φαμεν, ἐὰν μὴ αἱ τῇδε κατ’ ἐκείνας ποιῶσι, [καὶ οὐ] πρὸς ἐκείνας ἀνατεινόμεναι κἀκείναις ἀπεικαζόμεναι. ἅμα ... φθειρομένων. μάλιστα μὲν αὐτὸς ὑπέθου τῶν φθαρτῶν λέγειν αὐτοὺς
30εἶναι τὴν γεωδαισίαν, καὶ οὐκ ἴσμεν τοῦτο παρ’ αὐτοῖς κείμενον. ἔπειτα τίς ἀνάγκη τὰς τῶν φθαρτῶν τέχνας αὐτοῖς συμφθείρεσθαι τοῖς φθαρτοῖς; ὅμοιον ὡς εἴ τις ἔλεγε τοὺς τῶν φθαρτῶν ὁρισμοὺς συμφθείρεσθαι τοῖς ὁριστοῖς. τὸ δὲ οἶμαι, σωζομένου τοῦ εἴδους, κἂν τὰ καθ’ ἕκαστα θνητὰ ᾖ, ἀνάγκη καὶ τὸν ὁρισμὸν σώζεσθαι, εἴτε λέγοι τις αὐτὸν εἴτε μή. ταὐτὸν δὴ τοῦτο
35κἀπὶ τῶν τεχνῶν· σώζονται γὰρ αὗται, κἂν φθαρτῶν ὦσι πραγμάτων προνοη‐ τικαί, τοῖς καθόλου λόγοις κρατούμεναι· οἳ κἂν ὦσι προβεβλημένοι παρὰ τῶν ἐν γενέσει ψυχῶν, ἀνάγκη διαμένειν καὶ τὰς τοιαύτας τῶν τεχνῶν. καὶ γὰρ ἄλλως διαφέρει τὸ ἐν φθαρτῷ εἶναι καὶ φθαρτοῦ προνοεῖν ἢ περὶ
φθαρτὸν ἐνεργεῖν· καὶ τὸ μὲν ἐν φθαρτῷ ὂν ἀνάγκη πᾶσα τῷ ὑποκειμένῳ26

27

συμφθείρεσθαι, τὸ δὲ περὶ φθαρτὸν ἐνεργοῦν οὐκ ἀνάγκη τοῦδε φθειρομένου μηκέτι εἶναι ἢ ἀργὸν εἶναι· ἐνεργήσει γὰρ πάλιν περὶ τὸ ὁμοειδὲς αὐτῷ διὰ τὸ χρῆσθαι τῷ καθόλου λόγῳ.
4nἈλλὰ μὴν ... ἔχει φύσιν.
5 Καίτοι εἰ μὴ τῶν αἰσθητῶν μεγεθῶν ὁ ἀστρονόμος ἐστὶ θεατής, περὶ ἄστρα δὲ ἔχει καὶ οὐρανὸν καὶ τὰς τούτων κινήσεις, πῶς οὐκ ἔστιν ἄλλα ἄστρα καὶ ἄλλος οὐρανὸς καὶ ἄλλαι κυκλοφορίαι, περὶ ἃς ὁ ἀστρονόμος διατρίβει; ὥστε οὐ κατὰ τῶν εἰσαγόντων πλείους οὐσίας ἐστὶ τὸ ἐπιχείρημα, συνηγορεῖ δὲ μᾶλλον αὐτοῖς. τό γε μὴν ἀληθὲς τῇδε ἔχει· τοῦτον μὲν τὸν οὐρανὸν ὁ
10ἀστρονόμος θεωρεῖ, ἅτε δὲ καθόλου τινὰς ἐν ἑαυτῷ λόγους ἔχων εἰκόνας τῶν εἰδῶν τῶν δημιουργησάντων τὸν οὐρανὸν συμπλέκει τοῖς ὁρωμένοις τοὺς ἀύλους καὶ ὁλικωτέρους λόγους κἀντεῦθεν ἀποδείκνυσι τὰ καθ’ αὑτὰ τοῖς οὐρανίοις ὑπάρχοντα. ὅρα δὲ πῶς καίπερ ζωῆς ὢν πλήρης καὶ θείας καὶ δημιουργικῆς δυνάμεως ὁ οὐρανὸς ὅμως διὰ τὸν ὄγκον καὶ τὴν διάστασιν
15μερικῶς τὰ πράγματα δέχεται· ὄντος γὰρ ἑνὸς ἐν ἡμῖν λόγου τοῦ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομοῦντος, ὅς ἐστιν εἰκὼν τοῦ τὸ πᾶν συνυποστήσαντος τῷ Διῒ λόγου, ὁ οὐρανὸς ὡδὶ μὲν ἐπὶ τοῦ ζῳδιακοῦ καὶ ἰσημερινοῦ τοῦτο δέχεται, ὡδὶ δὲ ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος· ἅμα δὲ καὶ ἐν ἑνὶ πᾶσαν ὑποδέξασθαι τοῦ λόγου τὴν δύναμιν ἡ σώματος
20φύσις οὐκ εἴασε. ταὐτὸν δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰρήσθω μοι. εἰ δὲ πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα μηδ’ οὕτω δέχεται ἀκριβῶς, ὡς δίδωσι τὸ ποιοῦν καὶ ὡς θεωρεῖν δύναται τὸ προσεχῶς ἀπὸ τοῦ πατρὸς προεληλυθός, θαυ‐ μαστὸν οὐδέν. ἀλλ’ ἐκεῖνο καὶ πρὸς Πρωταγόραν καὶ πρὸς πάντας τούς τε ἀτιμάζοντας γεωμετρίαν καὶ τοὺς μόνα τὰ αἰσθητὰ λέγοντας εἶναι ῥητέον
25ἐστί, πότερον τὰ ἐν τῷ οὐρανῷ καὶ ὅλως τῷ αἰσθητῷ στρογγύλα καὶ εὐθέα μᾶλλόν ἐστιν ἀκριβέστερα ἢ ἃ ὁ γεωμέτρης θεωρεῖ; εἰ μὲν γὰρ τὰ ἐν τῷ αἰσθητῷ, θαυμαστὸν ὅπως τὰ μὴ ἐφαρμόζοντα τοῖς ὁρισμοῖς τῶν ἐφαρ‐ μοζόντων ἐστὶ καλλίω καὶ ἀκριβέστερα, καὶ τὰ ὑπὸ τοῦ κανόνος ὡς οὐχὶ στρογγύλα διελεγχόμενα τοῖς ὑπ’ αὐτοῦ τοῦ κανόνος μαρτυρουμένοις περὶ
30πρωτείων ἀμφισβητεῖ· εἰ δὲ τὰ ὑπὸ τοῦ γεωμέτρου 〈θεωρούμενα〉 καὶ ἀυλίᾳ καὶ καθαρότητι καὶ ἀκριβείᾳ καὶ ἀληθείᾳ κρατεῖ, πῶς οὐκ ἀμφότερα δεί‐ κνυται, καὶ ὅτι περὶ σεμνὰ καὶ τίμια γένη στρέφεται γεωμετρία, καὶ ὅτι κρείττω καὶ θειότερα τὰ ἐν οὐρανῷ παραδείγματα προϋπάρχει ἔν τε τῷ δημιουργικῷ νῷ κἀν τῇ ὅλῃ ψυχῇ. ὧν δὴ καὶ εἰκόνας ἡ ἡμετέρα σύστασις
35ἔχουσα θεωρεῖ τά τε ἐν τῷ παντὶ διὰ καθολικωτέρων λόγων περιλαμβάνουσα καὶ τὰ ἐν τοῖς ἀρχικωτέροις ἑαυτῆς αἰτίοις, ὡς δι’ εἰκόνων τῶν ἐν αὐτῇ
πρὸς τὴν ἀρχέτυπον οὐσίαν ἀναπεμπομένη. γελοῖον δὲ καὶ τὸ εἰς ἔλεγχον27

28

γεωμετρίας τὸ μὴ τὰ σημεῖα τοῖς ἄστροις ἐξισοῦσθαι παραλαμβάνειν· οὔτε γὰρ οἱ ἀστρονόμοι σημεῖα τὰ ἄστρα λέγουσιν, οὔθ’ ἡ γεωμετρία τοιαῦτα γλίχεται λαβεῖν σημεῖα, ἃ πάντως ἐστὶν ἐν τῷ αἰσθητῷ. εἰ δ’ ὅλως ἔδει ταύτῃ τοὺς γεωμέτρας ἐλέγχειν, ὅτι περὶ ὧν λέγουσιν οὐ φαίνεται ὄντα ἐν
5τοῖς αἰσθητοῖς, ἔδει τοὺς πόλους ἢ τὸ τοῦ παντὸς κέντρον ἐπισκέψασθαι. ἀλλὰ ταῦτα μὲν παρείσθω· ἣν δὲ τελευταίαν εὐθύνει δόξαν ὁ Ἀριστοτέλης τῶν εἰσαγόντων πλείους οὐσίας ἐπισκεψώμεθα. εἰσὶ δέ ... ἀδυνατώτερον. οἱ λέγοντες μεταξὺ μὲν εἶναί τι τῶν νοητῶν εἰδῶν καὶ τῶν αἰσθητῶν, εἶναι δὲ τὴν μέσην ταύτην φύσιν ἐν τοῖς ἐσχάτοις καὶ ἐνύλοις εἴδεσιν, εἰ μὲν
10ἅπαν τὸ μεταξὺ λέγοιεν εἶναι ἐν τοῖς καθ’ ἕκαστα τῶν αἰσθητῶν, ὁμολογου‐ μένως πταίουσιν· εἰ δὲ πολλαχῶς τοῦ καθόλου ἀνθρώπου φέρε καὶ ἡλίου θεωρουμένου καὶ τοῦ μὲν ὄντος ἐν τῇ ψυχῇ τοῦ παντός, τοῦ δὲ ἐν τῇ κοσμικῇ φύσει, τοῦ δὲ ἐν ταῖς ἡμετέραις ψυχαῖς εἶναί τινα λέγοιεν κοινὸν ἄνθρωπον καὶ ἐν Σωκράτει κατατεταγμένον, καὶ τὸν ἥλιον αὐτόν, εἰ καὶ
15εἷς εἴη, ἀλλ’ οὖν ἔχειν καὶ τὴν τοῦ ὅλου ποιότητα εἴδους, οὐδὲν ἔμοιγε πλημμελεῖν δοκοῦσιν, ἐπεὶ πρὸς τῇ τοῦ πράγματος ἀληθείᾳ καὶ τῶν [ἐκ τῶν] ἐκ τῆς αὐτοῦ φιλοσοφίας ὁρμωμένων ἔστι πολλάκις ἀκούειν, ὅτι τὸ κοινὸν ἐν τοῖς καθ’ ἕκαστά ἐστι, καὶ οἱ Στωικοὶ δὲ τοὺς κοινῶς ποιοὺς πρὸ τῶν ἰδίως ποιῶν ἀποτίθενται· τί δὲ ἄλλο ἐστὶ τὸ ὁριστὸν ἢ τὸ ἐν τοῖς
20καθ’ ἕκαστα κοινὸν κατατεταγμένον; ὥστε εἰ ἔστιν ὁρίσασθαι ἥλιον ἢ οὐρανὸν ἢ σελήνην, κατ’ ἐκεῖνο ἄν τις ὁρίσαιτο τούτων ἕκαστον, ὃ ὑπῆρχεν ἂν πᾶσιν ἡλίοις, εἰ καὶ μυρίοι ὄντες ὁμοειδεῖς ἦσαν ἀλλήλοις. ἔχει μὲν οὕτω τὰ πράγματα· ἴδωμεν δὲ εἴ τινα ἐκ τῶν λόγων αἰσχύνην προσοφλισκάνουσιν οἱ λέγοντες ἕκαστον τῶν αἰσθητῶν ἔχειν ἐν ἑαυτοῖς τι καθόλου κατατεταγ‐
25μένον. ἐρωτᾷ τοίνυν αὐτούς, διὰ τί μὴ καὶ τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς ἀποτίθενται. τὸ δὲ οἶμαι πρόχειρον ἐκείνοις εἰς διάλυσιν· φήσουσι γὰρ ὅτι τὰ εἴδη ἄυλά ἐστι καὶ χωριστὰ πάντῃ καὶ νοερὰ καὶ δημιουργικὰ καὶ ἑαυ‐ τῶν μόνως ὄντα τὰ πάντα γεννᾷ καὶ ὑφίστησι, τὰ δὲ οὕτω καθόλου σπεύδει πρὸς τὴν ὕλην καὶ ἐν ἑαυτοῖς μένειν οὐ δύναται τῶν τε ἰδίως ποιῶν ὑπο‐
30δοχαὶ γίγνονται καὶ μετ’ αὐτῶν ἔχει τὸ εἶναι. πρὸς τούτῳ πῶς δύο στερεά, φησίν, ἐν ταὐτῷ δύναται εἷναι τόπῳ; οἱ δὲ οὐ φήσουσι τὸν καθόλου λόγον στερεὸν εἶναι, ἀλλὰ συντελεῖν μὲν καὶ αὐτὸν εἰς τὴν μίαν οὐσίαν τοῦ στερεοῦ σώματος, οὐ μέντοι ἄλλο στερεὸν εἶναι παρ’ ἐκεῖνο τὸ σῶμα. ὁ γοῦν Σωκράτης ἔχει μὲν ἐν ἑαυτῷ καὶ τὸν κατατεταγμένον ἄνθρωπον, ἔχει δὲ
35καὶ τὸν ἰδίᾳ ποιόν· καὶ οὐ δήπου δύο ζῷα ἐν αὐτῷ ἢ δύο ἄνθρωποι ἢ δύο στερεά, ἀλλὰ πάντα ταῦτα συννεύει πρὸς μίαν ὑπόστασιν. ἀλλὰ πῶς, φησίν, ἔτι ἀκίνητα μένει ἐν κινουμένοις ὄντα; ἢ ἀκίνητα μὲν ἕως τὸ πρᾶγμα ὑφέστηκεν, ἐπεὶ μηδὲ οἱ ἰδίως ποιοὶ κινοῦνται τοῦ πράγματος ὑφεστῶτος, ἁπλῶς δὲ οὐκ ἀκίνητα, ἐὰν ὦσιν ἐν γενητῷ πράγματι; συμφθείρεται γὰρ
40τῷ Σωκράτει καὶ ὁ ἐν αὐτῷ ἄνθρωπος καὶ ὁ ἰδίως ποιός. πρὸς ἅπασι28

29

δ’ ἐρωτᾷ, τίς ἀνάγκη καὶ εἰσάγειν αὐτὰ καὶ εἰσάγοντας ἐν τοῖς αἰσθητοῖς ἀποτίθεσθαι· πρὸς ἃ ῥητέον, ὅτι δεῖ τὰ αἰσθητὰ μιμήματα ὄντα καὶ εἰκόνας τῶν νοητῶν ἔχειν καὶ αὐτὰ τὸ περιληπτικώτερον καὶ κοινότερον πρὸ τοῦ εἰδικωτέρου καὶ μερικωτέρου· καθάπερ γὰρ ἐν τοῖς ἀύλοις εἴδεσιν ἀεὶ τὰ
5πολυδυναμώτερα καὶ ὁλικώτερα προηγεῖται τῶν μερικωτέρων καὶ ὑφειμένων, οὑτωσὶ καὶ ἐν τοῖς ὑλικοῖς πράγμασι προϋπόκειται τὸ κοινῶς ποιὸν τοῦ ἰδίως, ποίημα μὲν ὂν καὶ εἰκὼν τοῦ ὁλικωτέρου λόγου, χώρα δέ τις εἰδο‐ πεποιημένη καὶ ὑποδοχὴ τοῦ ἰδίως ποιοῦ. οὐδὲν οὖν θαυμαστὸν καὶ ἐν τῷ οὐρανῷ εἶναί τινα κοινὴν οὐσίαν οὐρανοῦ, καθ’ ἣν ὁριστός ἐστιν ὁ
10οὐρανός, ἣν ἔσχον ἄν, εἰ καὶ μυρίοι ἦσαν οὐρανοί, εἶναι δὲ καὶ τὴν ὡς τοῦδε τοῦ οὐρανοῦ μορφήν τε καὶ ἰδιότητα.
12nΠερί τε ... αὐτῆς.
13 Ἦν μὲν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων ἕκτον τῶν ἠπορημένων, τίνος ἐστὶ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἐναντίου καὶ ἑτέρου καὶ ἀνομοίου διαλαβεῖν
15ἐπιστημόνως, καθάπερ ἐνδόξως τοῦ διαλεκτικοῦ· τοῦτο δὲ ὑπερβὰς νῦν, ἴσως ἐπειδὴ τῷ ἐφεξῆς βιβλίῳ τῷ Γ λαμπρῶς ἔμελλεν ἀποφανεῖσθαι περὶ αὐτῶν ὡς τῷ πρώτῳ φιλοσόφῳ προσηκόντων (καὶ γὰρ πολλὴν μὲν διαπορίαν οὐκ ἐπεδέχετο τὸ σκέμμα, μᾶλλον δὲ ἀποφάσεως ἐδεῖτο καὶ βραχείας ἐπι‐ κρίσεως), ἢ ὅτι καὶ ἐν τῷ Ι τὴν τελεωτάτην ἡμῖν αὐτῶν παραδώσει διδα‐
20σκαλίαν· ταῦτ’ οὖν ὑπερβὰς διά τινας τοιαύτας αἰτίας, ὃ ἐν τοῖς πρώτοις ἕβδομον ἔταξε, νῦν ἕκτον παραλαμβάνει καὶ ζητεῖ, πότερον τὰ ἐνυπάρχοντα ἀρχαὶ τῶν πραγμάτων ἢ τὰ γένη· ἀπεκρινάμεθα δὲ ἤδη, ποίας μὲν ἀρχὰς τὰ ἐνυπάρχοντα συμπληροῖ, τίνας δὲ τὰ γένη, οὐ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ διαπλαττόμενα, ἀλλ’ ὅσα πρωτουργά ἐστι καὶ ἐν τοῖς ὅλοις αἰτίοις ἵδρυται.
25ἀλλ’ οὐδὲ τὰ Ἀριστοτέλους ὁρῶμεν ἔχοντά τι ἀσαφὲς ἐν τῇ ἐκθέσει τοῦ προβλήματος οὔτ’ ἐν τῇ κατασκευῇ τοῦ τὰ ἐνυπάρχοντα εἶναι τὰς ἀρχάς· ὅθεν ἐπὶ τὰ ἑξῆς μετίωμεν, ἐν οἷς τὰ γένη φησὶν εἶναι μᾶλλον ἀρχάς.
28nΕἰ δὲ ἕκαστον ... τὰ γένη.
29Ὅτι μὲν ἕκαστον γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἐστί πως ἀληθές· ἀλλὰ
30πῶς ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, εἰ μὴ ἄρα ὡς ἐνυπάρχοντα τοῖς ὁρισμοῖς; οὐκοῦν καὶ διὰ τοῦτο ἀποδείκνυμεν, ὅτι τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ ἄλλο τι· εἰ γὰρ καὶ τὰ γένη διὰ τοῦτο ἀρχαί, ὅτι ἐνυπάρχουσι τοῖς ὁρι‐ σμοῖς, κἂν θέλωμεν κατασκευάζειν ὡς ἔοικεν, ὅτι ἄλλο τί ἐστιν ἀρχὴ παρὰ τὰ ἐνυπάρχοντα, καταντῶμεν πάλιν ἐπὶ τὰ ἐνυπάρχοντα. εἰ μὴ ἄρα οὕτως
35ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, ὅτι εἴδη μὲν οἱ ὁρισμοί, τὰ δὲ γένη τῶν εἰδῶν
κατηγορεῖται. ἀλλ’ εἰ μὲν τὰ ὑστερογενῆ καὶ ἐπιγεννηματικὰ τῶν γενῶν29

30

δεχόμεθα, πῶς ἂν αὐτὰ τῶν εἰδῶν ἀρχὰς ἢ τῶν ὁρισμῶν λέγοιμεν; εἰ δὲ τὰ ἐν τῷ παντὶ προεστῶτα τῆς κατ’ εἴδη τῶν ὄντων διακοσμήσεως θεωροίη‐ μεν, ἴσως ἂν οὕτως ἐπ’ ἀρχὰς ἀληθεστέρας ἐπιβαίνοιμεν.
4nΚαὶ εἰ ... εἰσίν.
5 Εἴρηται ποῖα γένη τῷ ὄντι τῶν εἰδῶν αἴτιά εἰσι καὶ ἀρχαί. φαίνονται .. χρῆσθαι. οἱ τὸ ἓν ἢ τὸ ὂν ἢ τὴν ἀόριστον δυάδα τῶν ὄντων ἀρχὰς εἶναι λέγοντες καὶ τελεσιουργοὺς αὐτὰς παρεδίδοσαν, ἐκ μὲν τοῦ ἑνὸς τἀγαθὸν ἐφήκειν τοῖς πᾶσιν ἐθέλοντες, ἐκ δὲ τοῦ ὄντος τὸ εἶναι, ἐκ δὲ τῆς ἀορίστου δυάδος τάς τε δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς
10κινήσεις καὶ προόδους καὶ αὐξήσεις παντοδαπάς, καὶ οὐδὲν εἶναι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ τοῦ ὄντος καὶ ὑπ’ αὐτῶν ἀπογεννᾶται. εἰ οὖν διὰ τοῦτο γένη τις αὐτοὺς ἐθέλοι ταῦτα τῶν πάντων ὀνομάζειν, φθόνος οὐδεὶς τῶν ὀνομάτων. εἰπὼν δὲ δι’ ἃς αἰτίας τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ τὰ γένη καὶ μάρτυρι τῷ Ἐμπεδοκλεῖ χρησά‐
15μενος, ἐρεῖ τὰς αἰτίας [τὰς] δι’ ἃς τὰ γένη μᾶλλον ἢ τὰ ἐνυπάρχοντα, καὶ τοὺς Πυθαγορείους καὶ Πλάτωνα συνηγόρους ταύτης τῆς δόξης παραστησά‐ μενος νῦν λοιπὸν λέγει, ὅτι ἀνάγκη τοὺς ἑτέρους κρατεῖν· ἄμφω γὰρ ἀλη‐ θεύειν οὐ δύναται. ἡμεῖς δὲ προείπομεν, ὅτι ἄλλοτε ἄλλων ἀρχῶν λαμβανο‐ μένων δύναται ἄμφω ἀληθεύειν.
20nἈλλὰ ... ἐνυπαρχόντων.
21 Ὅτι εἷς ἐστιν ἑκάστου τῶν εἰδῶν ὁ κυριώτατος ὁρισμός, ἔδειξεν ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, καὶ ὅτι οὗτος πάντως διὰ τῶν γενῶν, ὥστε ταύτῃ ἂν μᾶλλον κατὰ τὴν αὐτοῦ δίαιταν ἀρχαὶ τὰ γένη λέγοιντ’ ἄν. εἰ γὰρ ἐκ τῶν γενῶν ὁ ὁρισμός (καὶ γὰρ αἱ διαφοραὶ † γενητικαὶ ὡς τὸ εἶδος),
25ἐξ ὧν δὲ ὁ ὁρισμός, ταῦτα ἀρχαί, τὰ γένη ἂν εἶεν ἀρχαί. εἰ μὴ ἄρα καὶ οἱ τἀναντία πρεσβεύοντες τὰ γένη καὶ τὰς διαφοράς, ἐξ ὧν οἱ ὁρισμοί, στοιχεῖα τοῦ εἴδους ἐπιδεικνύουσι μένοντα καὶ ἐνυπάρχοντα τῷ εἴδει ὡς ἐν αὐτῷ κατατεταγμένα, ἀλλ’ οὐχ ὡς ἐξῃρημένα τῶν εἰδῶν οὐδ’ αἴτια αὐτῶν ὄντα ποιητικὰ ἢ τελικά· οὕτω δ’ ἂν τὰ ἐνυπάρχοντα πάλιν ἀρχαί. ἀλλ’
30ἡ μὲν λογομαχία τοιαύτη· τὸ δὲ ἀληθὲς προείρηται, παρ’ οὗ καὶ τὴν δίαιταν τοῖς ἀμφισβητοῦσι λόγοις ποριστέον.
32nΠρὸς δὲ ... ἀτόμων.
33Ὄγδοον μέν ἐστι τοῦτο κατὰ τὴν διανομὴν τῶν προβλημάτων, ἕβδομον
δὲ νῦν γυμνάζεται διὰ τὸ παρεῖσθαι τὸ ἕκτον. ἤδη δὲ καὶ περὶ τούτου30

31

προείπομεν, καὶ ληπτέον ἐκεῖθεν τὴν ἀλήθειαν τοῦ δόγματος, νυνὶ δὲ τὴν ἰσχὺν τῶν μαχομένων λόγων θεωρήσωμεν. εἰ μὲν ... ὄντων. περὶ μὲν ἀνυπαρξίας τῶν καθόλου καιρὸς οὐδετέροις ἂν εἴη λέγειν· ἑκάτεροι γὰρ ἀξιοῦσιν εἶναι τὰ καθόλου καὶ οἱ τὰ γενικώτατα κοσμεῖν τῷ τῶν ἀρχῶν
5ἀξιώματι σπουδάζοντες καὶ οἱ τὰ εἰδικώτατα μᾶλλον εἰς ἀρχῆς θέσιν ἐπι‐ τηδειότερα ναμίζοντες εἶναι. λοιπὸν δὲ ὁ τῶν γενικωτάτων προϊστάμενος λόγος, ἐπειδὴ τῆς ἀρχῆς ἡ ἔννοια καὶ τὸ ἀιδιώτατον ἔχει καὶ τὸ ἄυλον καὶ τὸ περιληπτικώτατον τῶν ὄντων καὶ τὸ τῶν τελευταίων ἐξῃρημένον καὶ χωριστόν, ἀξιοῖ τὸ μᾶλλον καθόλου μᾶλλον εἶναι ἀρχήν, τὸ δὲ γενικώ‐
10τατον τοιοῦτον εἶναι, διὸ καὶ λέγεσθαι κατὰ πάντων ὡς μιᾷ φύσει πάντα περιλαμβάνον καὶ πᾶσι παρεῖναι δυνάμενον χωριστῶς. εἰ δὴ τοῦτο κρατοίη, τοσαῦται μὲν ἔσονται ἀρχαὶ ὅσα τὰ γενικώτατα, εἴτε δέκα ταῦτ’ εἴη εἴτε ἓξ εἴτε πέντε εἴτε καὶ δύο· κινδυνεύει δὲ κρατήσειν ἡ πρεσβεύουσα δόξα τὸ ἓν καὶ τὸ ὄν· οὐ γάρ ἐστι τῶν ὄντων οὐδέν, καθ’ οὗ τούτων ἑκάτερον
15οὐ ῥηθήσεται. ταῦτα μὲν ὁ τούτων μῦθος· ὁ δὲ ἀνταγωνιζόμενος αὐτοῖς λόγος πρῶτον μὲν ἐπιχειρήσει ταῦτα δεῖξαι μὴ γένη, λέγω δὲ τὸ ὂν καὶ τὸ ἕν· ἔπειτα μηδὲ ἀρχάς, κἄπειθ’ οὕτως ὅτι οὐδ’ ἄλλα γενικώτατα ὄντα τῇ φύσει· τὸ γὰρ ὂν καὶ τὸ ἓν οὐ γενικώτατα, εἴπερ γε οὐδὲ γένη. ὅτι οὖν οὐδὲ τὰ ὄντως γενικώτατα ἀρχαὶ ἂν εἶεν, κατασκευάζει· ἄρχεται δὲ
20ἐντεῦθεν·
21nΟὐχ οἷόν τε ... τὸ ὄν.
22 Πῶς μὲν περιληπτικωτάτας τῶν ὄντων ἀρχὰς ἔλεγον οἱ πάλαι τὸ ἓν καὶ τὸ ὄν, εἴρηται· νυνὶ δὲ ὅτι τὴν τῶν γενῶν τῶν ἐπιγεννηματικῶν ἰδιότητα οὐ δέχεται ταῦτα, δείκνυσιν ὁ λόγος. ἐπιχειρεῖ δὲ οὕτω· τὸ ἓν καὶ τὸ ὂν
25τῶν διαφορῶν κατηγορεῖται, τὰ εἴδη καὶ τὰ γένη τῶν διαφορῶν οὐ κατη‐ γορεῖται, τὸ ἓν καὶ τὸ ὂν οὔτε γένος οὔτε εἶδός ἐστιν. ἑρμηνεύει δὲ ταῦτα τοῦτον τὸν τρόπον. ἀνάγκη ... ἑκάστην. τουτέστιν ἀνάγκη τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖσθαι. ἀδύνατον ... εἰδῶν. ὡς εἰ ἔλεγεν, ἀδύνατον δὲ ἢ τὸν ἄνθρωπον ὅλου τοῦ λογικοῦ κατηγορεῖσθαι (οἰκεία γὰρ
30αὐτοῦ καὶ εἰδοποιὸς αὕτη διαφορά· πῶς δ’ ἂν τοὔλαττον τοῦ ἐπὶ πλέον ἐκτεινομένου κατηγοροῖτο;) ἢ τὸ ζῷον ἔξω που τῆς ἀνθρώπου φύσεως κει‐ μένου τοῦ λογικοῦ κατ’ αὐτοῦ ῥηθῆναι· οὔτ’ οὖν ἄνθρωπος, ὅς ἐστιν εἶδος γένους, κατὰ τῆς ἑαυτοῦ ῥηθείη ποτ’ ἂν διαφορᾶς, οὔτε τὸ ζῷον, μὴ κατη‐ γορούμενον τοῦ ἀνθρώπου, ἰδίᾳ τοῦ λογικοῦ ποτε ἂν κατηγορηθείη. ἀλλὰ
35μὴν τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖται· οὔτ’ ἄρα εἶδος τῶν ὄντων τινὸς οὔτε γένος τὸ ἓν καὶ τὸ ὄν· ὥστ’ εἴπερ γένος τὸ ἓν ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δέ τις ἐκ παντὸς [εἰσὶ] γλίχοιτο
λέγειν εἶναι γένη τό τε ἓν καὶ τὸ ὄν, ἕπεται αὐτῷ μηδεμιᾶς διαφορᾶς ταῦτα31

32

κατηγορεῖν ὃ καὶ ἄτοπόν ἐστι καὶ τῆς ὑποθέσεως τῶν πρεσβευόντων αὐτὰ λίαν ἀνατρεπτικόν· οὐκέτι γὰρ ἔσται γενικώτατον τὸ ἓν καὶ τὸ ὄν, οὐδὲ πάντων κατηγορηθήσεται. ταῦτα μὲν ἐπιχειρηματικῶς νῦν ὁ Ἀριστοτέλης διαλέγεται. χρὴ μέντοι εἰδέναι, ὅτι πᾶς ὁ τῶν διαφορῶν λόγος ἐπιδιορθώ‐
5σεως χρῄζει παρὰ τούτοις τοῖς ἀνδράσιν· οὔτε γὰρ πόθεν ἐπεισίασιν εἰς τὴν εἰδοποιίαν, ἐπειδὴ τοῖς γένεσιν οὔ φασιν ἐνυπάρχειν αὐτάς, διδά‐ σκουσιν ἡμᾶς, οὔτε πῶς ἔτι δύναται τὸ γένος κατὰ παντὸς τοῦ εἴδους λέγε‐ σθαι μὴ περιέχον τὰς διαφοράς, ἀξίως λόγου παρέστησαν, οὔτε τὰς διαφορὰς τῶν γενῶν ἐπισκεψάμενοι τάς τε κατὰ τὸ ἀκατάτακτον καὶ τὰς κατὰ τὸ
10κατατεταγμένον, τάς τε κατὰ τὸ πρεσβύτερον τῶν εἰδῶν καὶ τὰς κατὰ τὸ νεώτερον ἱκανῶς διείλοντο, ποῖα μὲν ἔχει τῶν γενῶν καὶ ἐνεργείᾳ τὰς δια‐ φοράς, ποῖα δὲ ὡς ἐν ὕλης λόγῳ προϋποβέβληται τοῖς εἴδεσι, καὶ ποῖα μὲν τὴν πρωτουργὸν αἰτίαν αὐτῶν προειληφότα πᾶσαν αὐτῶν παράγει τὴν σύστασιν, ποῖα δὲ μιμούμενα τὰς ὄντως αἰτίας τῶν εἰδῶν κατηγορεῖσθαι μόνον κατ’
15αὐτῶν πέφυκεν. ἀλλὰ καὶ ἣν καθεὶς εἰς τὴν περὶ τούτων σκέψιν ὁ Ἀλέ‐ ξανδρος δοκεῖ θεραπείαν ἐπινενοηκέναι τῷ δόγματι, πασῶν ἐστιν ὡς οἶμαι δοξῶν ἀλλοκοτωτάτη. φησὶ δὲ τῶν μὲν δένδρων εἰ τύχοι μὴ εἶναι τὰς διαφορὰς ἐν τῷ φυτῷ, μηδὲ τὰς 〈τῶν〉 φυτῶν ἐν τῷ ἐμψύχῳ σώματι μηδὲ τὰς τούτων ἐν σώματι, πάσας μέντοι ἐν τῇ οὐσίᾳ εἶναι τὰς τῶν οὐσιῶν,
20καὶ τὸ μὲν ζῷον μὴ ἔχειν τὰς ἀνθρώπου διαφορὰς μηδὲ τὰς ζῴου τὸ ἔμψυ‐ χον σῶμα, τὴν δὲ οὐσίαν πάσας τὰς τῶν ζῴων καὶ τῶν ἐμψύχων σωμά‐ των. καίτοι εἰ διὰ τοῦτο τὸ ζῷον οὐκ ἔχει τὰς τῶν ὑπ’ αὐτὸ εἰδῶν, ἵνα μὴ ἄλογον ἅμα καὶ λογικὸν ᾖ καὶ θνητὸν καὶ ἀθάνατον ἐνεργείᾳ, πῶς οὐχὶ περὶ τὴν οὐσίαν πάλιν ταὐτὰ συμβήσεται; πῶς δὲ διαιρῶν τὴν οὐσίαν οὐχὶ
25καὶ εἰς τὰς διαφορὰς αὐτὴν διαιρεῖς, ἀλλ’ εἰς μόνα τὰ εἴδη; διὰ τί οὐχ ἕξει τὸ ζῷον τοῦτον τὸν λόγον πρὸς ἄνθρωπον, ὃν ἡ οὐσία πρὸς αὐτό; ὥστε εἴπερ ἡ οὐσία κατηγορεῖται τῶν εἰδοποιουσῶν τὸ ζῷον διαφορῶν, καὶ τὸ ζῷον τῶν τοῦ ἀνθρώπου κατηγορηθήσεται. ἔτι δὲ εἰ κατὰ τῶν διαφορῶν ἡ οὐσία, εἴδη αὐτῆς αἱ διαφοραί· ὥσθ’ ἕξουσι καὶ αὗται διαφοράς,
30αἷς χωρίζονται τῶν ἄλλων οὐσιῶν. πᾶν γὰρ εἶδος ὑπὸ γένος ταττόμενον ἐξ αὐτοῦ καὶ διαφορῶν ὑφέστηκε, καὶ εἰ μὲν αἱ διαφοραὶ τῶν διαφορῶν ὑπὸ τὴν οὐσίαν, ἐπ’ ἄπειρον ὁδεύσομεν· πάλιν γὰρ εἴδη καὶ αὗται οὐσιῶν, καὶ ἕξουσιν ἄλλας διαφοράς· εἰ δὲ μὴ οὐσίαι, πόθεν ἐπεισίασι ταῖς οὐσίαις; οὐ γὰρ δὴ ἀπ’ ἄλλης κατηγορίας οὐδ’ ἀπὸ ταὐτομάτου. πῶς δὲ τοῦ
35Ἀριστοτέλους ἐν τούτοις λέγοντος, ὅτι τὸ γένος οὐ κατηγορεῖται τῶν δια‐ φορῶν χωρὶς τοῦ εἴδους, τὰς μὴ οὔσας διαφορὰς ἐν τοῖς εἴδεσι τῆς οὐσίας καθ’ αὑτὰς ἐν τῇ οὐσίᾳ φαμὲν εἶναι; καὶ ταῦτα μὲν αὐτοῦ που κατα‐ βεβλήσθω, τάχα καὶ πέρα τοῦ μετρίου παρ’ ἡμῶν ἐξετασθέντα· τοσοῦ‐ τον δὲ πάλιν ἐπειπόντες, ὅτι διαρθρωτέον τὸν περὶ τῶν διαφορῶν λόγον
40ταραχωδέστερον διατεθέντα παρ’ αὐτοῖς, μετίωμεν ἐπὶ τὰ ἑξῆς.32

33

(1n)

Ἀλλὰ .... γένη.
2 Εἰ μόναι ἀρχαὶ τὰ γένη, συνάγεται ἐν δευτέρῳ σχήματι· πᾶσα ἀρχὴ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐκ ἔστιν ἀρχή. εἰ μέντοι μὴ πᾶσα ἀρχὴ γένος, ἀλλὰ τὶς ἀρχὴ γένος, μερικὸν ἔσται καὶ τὸ
5συμπέρασμα. ἔτι ... οὐ δοκε. εἰ τὰ πάντα, φησί, κατηγορούμενα οἷον τὸ ἓν καὶ τὸ ὂν γένη καὶ διὰ τοῦτο ἀρχαί, καὶ πάντα τὰ μεταξὺ αὐτῶν καὶ τῶν ἀτόμων εἰδῶν, ἃ δὴ καὶ ὑπάλληλα καλοῦμεν, δίκαιον γένη καὶ ἀρχὰς προσαγορεύειν· νυνὶ δὲ οὐ πάντα τὰ μεταξὺ γένη καλεῖν ἀξιοῦσι· τὰ μὲν γὰρ ὠνομασμένα γένη προσαγορεύουσιν, ὄρνιν ζῷον σῶμα, τὰ δὲ ἀνώνυμα,
10οἷόν ἐστι τὸ ζῷον πτηνὸν ἢ ζῷον ὑπόπουν, οὐκέτι γένη κεκλήκασιν, ἐπειδὴ διὰ δυοῖν ὀνομάτων σημαίνεται· πάλιν ὅταν ἀντιφάσει διαιρῶσι τὰ γένη, ἐκ μὲν τῆς καταφάσεως καὶ τοῦ γένους ποιοῦσιν εἶδος, ὅπερ ἐστὶ γένος τῶν μετ’ αὐτό, ἐκ δὲ τῆς ἀποφάσεως οὐκέτι· διελόντες γὰρ εἰ τύχοι τὸ ζῷον τῷ ἄποδι καὶ ὑπόποδι ζῷον μὲν ὑπόπουν ἀναμφισβητήτως ἐποίουν,
15εἰ δὲ καὶ τὸ ἄπουν ἠδύνατο εἶναι εἰδοποιόν, 〈οὐκ〉 ἐπεσκέπτοντο· πῶς οὖν οὐχὶ μαχόμενα πρὸς ἑαυτοὺς διατάττονται; ταῦτα δὲ ἐπὶ μὲν τοῦ παρόντος εἴτε σπουδάζων εἴτε λογικῶς ἐπιχειρῶν ὁ Ἀριστοτέλης λέγει, σκοπεῖν ἔξεστι μὲν κοινῶς. ὅτι δὲ καὶ ἐν τῷ πρώτῳ τῆς περὶ μορίων ζῴων τὰ αὐτὰ ταῦτα τῇ Πλάτωνος ἐγκαλεῖ διαιρετικῇ, σαφές ἐστι τοῖς ἐκείνων μὴ ἐπι‐
20λελησμένοις.
21nΠρὸς δὲ .. τιθῇ ὡς ἀρχήν.
22 ** καὶ τοῦ τὰ γενικώτατα φάσκοντος ἀρχὰς εἶναι δόγματος. εἰ γὰρ τὰ γένη ἀρχαί, πολλῷ πλέον αἱ διαφοραί· ὕλης μὲν γὰρ λόγον ἔχει τὰ γένη, τοῦ δὲ εἴδους αἱ διαφοραί, μᾶλλον δὲ τῆς ὕλης τὸ εἶδος ἀρχή· εἰ οὖν τὰ
25γένη, πολλῷ πλέον αἱ διαφοραί. εἰ δὲ καὶ αἱ διαφοραὶ ἀρχαί, σχεδὸν ἄπειροι αἱ ἀρχαί· ἐὰν γάρ τις ἐννοήσῃ τὰ ὑπὸ τὴν οὐσίαν εἴδη καὶ ὅτι τῶν εἰδῶν πλείους αἱ διαφοραί, εἴσεται ὅτι πάντως μὲν ἡμῖν ἄγνωστοι διὰ πλῆθος· τίς γὰρ βοτανῶν καὶ λίθων καὶ δένδρων καὶ ζῴων ἁπάντων ἐπεξ‐ ελθεῖν ταῖς ἐξαλλαγαῖς δυνήσεται; κινδυνεύουσι δὲ καὶ τῇ οἰκείᾳ φύσει
30πλησίον εἶναι τοῦ ἀπείρου· χρὴ δὲ τὰς ἀρχὰς ἀριθμῷ μὲν ἐλαχίστας εἶναι, δυνάμει δὲ τῶν ὅλων γεννητικάς τε καὶ περιληπτικάς. ταῦτα μὲν ὁ τούτων ὕθλος· εἰ δὲ ἐν ταῖς γενικωτάταις αἰτίαις πάσας ἑνιαίως τὰς διαφορὰς περιέ‐ χεσθαι λέγοι τις, φεύξεται καὶ τὸ πλῆθος τῶν ἀρχῶν τὸ κατ’ ἀριθμὸν
καὶ οὐδὲν ἀναίτιον ἐρεῖ τῶν ἐν τῷ κόσμῳ γίγνεσθαι.33

34

(1n)

Ἀλλὰ ... ἀνθρώπων.
2 Ὁ λόγος τὸ εἶδος τὸ ἄτομον ὡς ἀδιαίρετον ὂν καὶ μᾶλλον ἓν βούλεται λέγειν ἀρχὴν ἤπερ τὸ γένος· διαιρετὸν γάρ φησι τοῦτο καὶ οὐ μᾶλλον ἓν ἢ πολλά· διχῶς γὰρ γιγνομένης τῆς διαιρέσεως καὶ προτέρας γε τῆς κατ’
5εἴδη (καὶ γὰρ τῶν πάντῃ ἀσωμάτων αὕτη οὐσιῶν καὶ τῶν δέκα κατη‐ γοριῶν, ἡ δὲ λοιπὴ ποσῶν μόνων), καθ’ ἑκατέραν μὲν τὸ διαιρούμενον ἧττόν ἐστιν ἓν τοῦ διαιρετοῦ, μάλιστα δὲ τὰ κατ’ εἶδος τεμνόμενα· πολλὰ γὰρ ὅλα ποιεῖ. τὰ μὲν οὖν γένη εἰς εἴδη διαιρούμενα πλῆθος ἐν ἑαυτοῖς ἔχει, τὸ δὲ εἰδικώτατον οὐχ ὡς 〈γένοσ〉 τῶν καθ’ ἕκαστα κατηγορεῖται (διὸ
10μηδὲ τέμνεται εἰς αὐτά), ἀλλ’ ὡς εἶδος αὐτῶν ἄτομον *** συντίθησιν οὕτως· τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἕν· τὸ μᾶλλον ἓν μᾶλλον ἀρχή, τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἀρχή. παραλογίζεται δὲ ὁ λόγος κατὰ τὴν ἐλάττονα πρότασιν· οὐ γὰρ δύναται τὸ πλησίον τῶν ἀπείρων μᾶλλον ἓν εἶναι τοῦ πορρωτέρω αὐτῶν ἱδρυμένου· ὅλως δὲ οὐδ’ οὕτω διαιρεῖται τὸ γένος εἰς
15εἴδη ὡς δαπανηθῆναι εἰς τὴν τούτων ὑπόστασιν, ἀλλὰ μένον ὃ ἔστι τὸ ἀληθὲς γένος ὑφίστησι τὰ εἴδη. δυνάμει μὲν οὖν περιληπτικώτερον αὐτῶν ἐστι τὸ γένος, ἀριθμῷ δὲ ἑνικώτερον· τοῦτο δέ φαμεν προσήκειν ταῖς ἀρχαῖς.
19nἜτι ... ὕστερον.
20 Τὸ ἐπιχείρημα δοκεῖ μὲν ἀναιρεῖν καὶ τὴν ὑπόστασιν τῶν γενῶν, ἵνα δὴ μόνα τὰ ἄτομα εἴδη καὶ ᾖ καὶ εἰς ἀρχῆς λόγον παραλαμβάνηται. οὔτε μέντοι δρᾷ τοῦτο, καὶ εἴπερ οἷόν τε ἦν, συνανῄρητο ἂν εὐθὺς [ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι· προσάλληλα γὰρ ταῦτ’ ἐστί τε καὶ λέγεται. πῇ οὖν κατορθοῖ καὶ πῇ παραλογίζεται; ὅτι μὲν ἐπὶ τῶν ὁμογενῶν εἰδῶν ἔστιν
25ἰδεῖν τό τε πρότερον καὶ τὸ ὕστερον καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον, σχεδὸν ὁμολογούμενον ἂν εἴη καὶ πρὸς ἡμῶν· καὶ ἵνα μὴ νῦν τὰ οὐράνια καὶ θεῖα καὶ ἀθάνατα καὶ νοερὰ ζῷα τοῖς χερσαίοις καὶ ἐπικήροις καὶ φθαρτοῖς καὶ ἀλογωτάτοις παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον. εἴπερ αἱ διαφοραί, καθ’ ἃς τὰς δυνά‐
30μεις διακρίνομεν τῶν εἰδῶν πρὸς τὴν τῶν γενῶν ὑπόστασιν, οὔτε ἰσότιμοί εἰσι καὶ τὰ πολλὰ τοῦ εἴδους καὶ στερήσεως ἔχουσι τάξιν πρὸς ἑαυτάς, πᾶσα ἀνάγκη καὶ τὰ εἴδη διαφέρειν ἀλλήλων τῷ βελτίονι καὶ χείρονι καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ. τιμιώτερος γοῦν παρὰ τοῖς Πυθαγορείοις ὁ περιτ‐ τὸς τοῦ ἀρτίου καὶ ὁ κύκλος τῶν εὐθυγράμμων, ἔτι δὲ τὸ κυκλοφορούμενον
35σῶμα τοῦ εὐθυφορουμένου, καὶ τὰ ἄλλα πάντα σχεδὸν οὕτως· οὐ μὴν
διὰ τοῦτο τὰ εἴδη ταῦτα οὐ τάττεται ὑφ’ ἓν γένος· εἴτε γὰρ μὴ ἐν τῷ34

35

γένει 〈αἱ〉 διαφοραὶ ἀλλ’ ἔξωθεν ἐπεισίασι τοῖς εἴδεσι, δύναται τὰ εἴδη τὸ μὲν ταὐτὸν καὶ ὅμοιον ἔχειν ἐκ τοῦ γένους, τὸ δὲ πρότερον καὶ ὕστερον καὶ βέλτιον καὶ χεῖρον ἐκ τῶν διαφορῶν· εἴτε τὸ γένος καὶ τὰς διαφορὰς πάσας τῶν ἐν ἑαυτῷ περιέχοι, παράγει μὲν πολλὰ εἴδη τὰ μὲν ἑαυτῷ
5προσεχέστερα, τὰ δὲ μέσην ἔχοντα τάξιν ἐν τοῖς προϊοῦσιν ἀπ’ αὐτοῦ, τὰ δὲ καὶ πρὸς τῇ τελευτῇ τῶν παρ’ αὐτοῦ γεννωμένων διακοσμήσεων ἀναφαινό‐ μενα, πᾶσί γε μὴν ἴνδαλμα ἑαυτοῦ ἐντίθησι καὶ χαρακτῆρα καὶ ἔμφασιν, δι’ ἧς ἐπὶ τὴν μίαν αὐτῶν καὶ γενικωτάτην ἀρχὴν ἀναπέμπεσθαι δύναται. κατὰ δὴ τὴν μίαν ταύτην ἔμφασιν καὶ συνώνυμα εἶναι ἀλλήλοις οὐ κωλύεται,
10καίτοι κατ’ ἄλλας αἰτίας πολλὴν ἔχοντα πρὸς ἑαυτὰ διαφορὰν καὶ ἑτερότητα. σχεδὸν οὖν εἰς τοὐναντίον ὁ λόγος περιέστη τοῖς ἐπιχειρήμασι σπουδάσασιν ἀνελεῖν τὴν τῶν γενῶν ὑπόστασιν· τὰ μὲν γὰρ δέδεικται δι’ ὑπερβάλλουσαν δύναμιν γονιμωτάτην 〈τε〉 αἰτίαν καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα παρά‐ γοντα τῶν εἰδῶν· τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ
15ἄτομα γεγενῆσθαι διὰ τὸ μὴ πόρρω τῆς ὕλης τετάχθαι, φύσει οὔσης ἀγόνου καὶ τὰ πλησιάσαντα αὐτῇ στενοχωρούσης καὶ ἐπὶ πλῆθος εἰδητικῶν δυνά‐ μεων οὐ συγχωρούσης ἐκτείνεσθαι· διόπερ οὐδὲ ἐπὶ προτέρων καὶ ὑστέρων οὐδὲ βελτιόνων καὶ χειρόνων τὸ ἄτομον εἶδος κατηγορεῖσθαι δεδύνηται διὰ σμικρότητα φύσεως καὶ περιγραφὴν ἰδιότητος.
20nΠάλιν ... εἰπεῖν.
21 Βούλεται μὲν πάλιν τῷ ἀντικειμένῳ συνηγορῆσαι καὶ δεῖξαι, ὅτι οὐ τὰ ἄτομα εἴδη ἀρχαὶ ἀλλὰ 〈τὰ〉 γενικώτατα. κατασκευάζει δὲ οὕτως· ἡ ἀρχὴ τῶν ὄντων καὶ ἡ ἀληθὴς αἰτία χωριστὴ τῶν ὄντων ὀφείλει εἶναι· διὰ τί οὖν τὸ ἄτομον εἶδος χωριστὸν τῶν καθ’ ἕκαστον; ἢ ὅτι καθόλου
25τέ ἐστι καὶ κατὰ πάντων λέγεται; ἀλλ’ εἰ τοῦτο, τὰ γένη, ἐπεὶ καθολικώτερά τέ ἐστι καὶ κατὰ πάντων κατηγορεῖται, καὶ ἐπὶ πλέον κεχώρισται τῶν αἰσθητῶν· ὥστε μᾶλλον ἀρχαὶ τὰ γένη. καὶ ἔστι καὶ τὸ ἀξίωμα πανά‐ ληθες, ὅτι χωριστὰ εἶναι ὀφείλει τὰ αἴτια καὶ ἡ πᾶσα πρόοδος ὑγιὴς τοῦ λόγου, καὶ ἀποδέδεικται μέν, ἐξ ὑποθέσεως δὲ ἀποδέδεικται· καὶ γὰρ τὰ
30ἄτομα εἴδη ἀρχαί, μᾶλλον δὲ ἀρχαὶ τὰ γένη· ὅλως γὰρ ὁ ὁτιοῦν ἀξίωμα τοῖς εἴδεσι περιτιθεὶς μειζόνως τὰ γένη σεμνύνειν ἀναγκασθήσεται, ὥσπερ ὁ ἀνούσια λέγων εἶναι τὰ εἴδη καὶ ὑστερογενῆ μετ’ ἐπιτάσεως ταῦτα περὶ τῶν γενῶν ἐρεῖ. διὸ καὶ ἐν Κατηγορίαις ἀνούσια μὲν ἀμφότερα, μᾶλλον
δὲ τοῦ εἴδους τὸ γένος.35

36

(1n)

Ἔστι δ’ ... διηπορήσαμεν.
2 Καὶ τοῦδε ἡ τάξις τοῦ σκέμματος μετατέθειται· δέκατον μὲν γάρ ἐστιν ἐν τοῖς προβλήμασιν, ὄγδοον δὲ ἐν ταῖς τῶν λόγων γυμνασίαις παρα‐ λαμβάνεται. ζητεῖ δὲ εἴτε ἔστι παρὰ τὰ αἰσθητὰ τὰ καθόλου λεγόμενα
5εἴτε οὔ· εἰ μὲν γὰρ μὴ εἴη, φησίν, οἴχεται ἡ ἐπιστήμη τῶν ὄντων· πῶς γὰρ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ ἀπειράκις γιγνόμενα μάθωμεν, οὐκ ἔσται· νυνὶ μὲν γὰρ διὰ τῶν καθόλου περιλαμβάνειν αὐτὰ νομίζομεν· εἰ δὲ ταῦτα εἴη ἀνυπόστατα, καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ καὶ διαιρετικὴ 〈καὶ〉 πᾶσα φιλοσο‐ φία διακενῆς ὀνειροπεπολημέναι φροῦδοι γενήσονται. εἰ δὲ εἴη, φησί, τὰ
10καθόλου, πάλιν ἔσται τὰ γένη καὶ τὰ εἴδη, περὶ ὧν πεπαύμεθα λέγοντες ὅτι οὐκ ἔστι. καὶ φαίνεται, δι’ ἣν αἰτίαν συνῆψε τοῦτο τῷ ἑβδόμῳ προβλή‐ ματι, ἵνα ἐκ τοῦ σύνεγγυς ἡμᾶς ὑπομνήσῃ τῶν ἐν αὐτῷ ῥηθέντων. εἴπωμεν οὖν καὶ ἡμεῖς, ὅτι οὐδὲ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δέδεικται μὴ ὄντα τὰ γένη καὶ τὰ εἴδη· πῶς γὰρ τὸ ψεῦδος ἀποδειχθείη ποτ’ ἄν; εἰ μέντοι μὴ
15εἴη τὰ καθόλου, οἴχεται μὲν ἐκ τῶν πραγμάτων ἐπιστήμη· καὶ γὰρ εὖ τοῦτο λέγεις· πρόσθες δὲ ὅτι οὐδ’ ὑποστῆναι δύναται τὰ ἄπειρα μὴ ὄντος ἑνὸς ἀπειροδυνάμου αἰτίου, εἰ μὴ ἄρα ἐκ ταὐτομάτου· πῶς δὲ τὰ φύσει ἐκ ταὐτομάτου; ὥστε εἰ οὕτως ἔχοι, ἄπειροι δὲ καὶ ἄνθρωποι καὶ ἵπποι καὶ πολλὰ τῶν συνωνύμων 〈ἐν〉 τῷ ἀπείρῳ γίγνεται χρόνῳ, καθ’ ἕκαστα τούτων
20ἐστὶν ἑνὰς ἀπειροδύναμος, καθ’ ἣν ταῦτα ὡρισμένως ἐπ’ ἄπειρον γίγνεται μὲν ἐν τῷ παντί, γνωρίζεται δὲ † αὐτοῖς ἐχόντων τὴν τῆς τὰ ἄπειρα ποιούσης αἰτίαν. ἔτι πάντα τὰ ἐν γενέσει ζῷα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μετα‐ βάλλει· εἰ δὲ τοῦτο, δεῖ τι ἐν τῷ παντὶ ἐνεργείᾳ εἶναι ζῷον, ὃ τὰ δυνάμει εἰς ἐνέργειαν ἄγει· ἔστι δὲ τοῦτο οὔθ’ ἥλιος οὔτε σελήνη οὔτ’ ἄλλο τι τῶν
25ἤδη διωρισμένων ζῴων (συμβάλλεται μὲν γὰρ καὶ τὰ θεῖα ζῷα πρὸς ὑπό‐ στασιν καὶ τελεσιουργίαν τῶν γενητῶν), ἀλλ’ ὑφ’ οὗ κυρίως καὶ πρὸς ὃ γίγνεται τὰ τῇδε, ζῷον ἔσται μόνον ἐνεργείᾳ καὶ οὐδὲν ἄλλο, τουτέστιν αἰτία τῶν ἐν τοῖς ἀτόμοις κατατεταγμένων ζῴων. οὕτω δή μοι καὶ περὶ ἀνθρώπου καὶ περὶ ἑκάστου τῶν ἄλλων σκόπει, καὶ ὄψει τὰ ἀληθῆ γένη
30γεννητικὰ ὄντα κατὰ φύσιν καὶ τὰ ἀληθῆ εἴδη μορφωτικὰ τῶν ἀπείρων ὄντα.
31nἜτι ... οὐθέν.
32 Σύνολον μὲν τὰ καθ’ ἕκαστα λέγει, οἷον τὸ εἰδοπεποιημένον καὶ ἔχον εἶδος ἐν ὑποκειμένῳ, ὅ φησι κατηγορεῖσθαι τῆς ὕλης· ἔθος γὰρ αὐτῷ τὸ ἐν ὑποκειμένῳ καθ’ ὑποκειμένου καλεῖν. διαιρεῖ δὲ τελείως· ἢ γὰρ παρὰ πάντα
35τὰ αἰσθητά ἐστι τὰ καθόλου ἢ παρ’ ἔνια ἢ παρ’ οὐδέν. ἐπειδὴ δὲ ἐξ ὑποθέσεως
προάγει τὴν διαίρεσιν (εἰ γὰρ ἔστι, φησί, τὰ καθόλου), γίγνεται τὸ τρίτον36

37

ἀναιρετικὸν τῆς ὑποθέσεως, καθὰ πρὸ ἡμῶν καὶ ὁ Ἀλέξανδρος ἐπεση‐ μήνατο. μήποτε οὖν οὕτω χρὴ ἀκούειν τῆς ὑποθέσεως· εἰ δεῖ ὅλως θεω‐ ρεῖν ἡμᾶς, εἴπερ ἔστι τὰ καθόλου, ἢ ἐπὶ πάντων αὐτὰ εἶναι φήσομεν ἢ ἐπὶ ἐνίων ἢ ἐπ’ οὐδένων. εἶτα δείκνυσιν ὅτι τὸ πάντῃ αὐτὰ ἀναιρεῖν
5τῶν ὅλων ἐστὶν ἀνατρεπτικώτατον. εἰ μὲν ... ἐπιστήμην. ταχὺ ταύτῃ τῇ ὑποθέσει τὰ θειότατα τῶν ὄντων ἀνάστατα γέγονε καὶ ἡμεῖς ὡς ἔοικε μάτην παρὰ τοῦ θεοῦ τὸν νοῦν εἰλήφαμεν, ἐπιστήμη τε οὐκ ἔστιν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς θεοῖς, εἰ μή τις κατὰ τὸν Θεαί‐ τητον ἢ κατὰ τὸν Πρωταγόραν τὴν αἴσθησιν ἐπιστήμην ὀνομάζειν ἐπι‐
10θυμεῖ· τοῦτο δὲ σκῶμμά που ἂν εἴη καὶ οὐ σπούδασμα. ἔτι ... κινήσει ἐστίν. ὁ ἀναιρῶν τὰ νοητὰ καὶ τὰ διανοίᾳ θεωρητὰ οὐ μόνον νοῦν καὶ νοητὸν καὶ ἐπιστήμην ἀναιρεῖ, ἀλλὰ καὶ πᾶν ἀίδιον. τί δέ; οὐρανὸς οὐκ ἀίδιος; ἢ ἀίδιος τῷ εἶναί τι νοητὸν ἀκίνητον αἴτιον αὐτῷ τῆς ἀεικινη‐ σίας; ὃ εἰ μὴ εἴη, τί λείπεται ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν συμ‐
15πεσοῦσαν στῆναι καὶ μή ποτε ἔχειν αὖθις ὅθεν κινηθέντα γενήσεται; ἀμέλει καὶ ἀλλαχοῦ μὲν τοῦτο κατεσκεύασεν, ὅτι πᾶν μὲν σῶμα ὥρισται· καὶ νῦν δὲ σαφῶς ἡμῖν ἐπιδείξει, ὅτι εἰ μή τι εἴη τῇ ἑαυτοῦ φύσει ἀίδιον, οὐδ’ ἡ γένεσις ὑποστήσεται.
19nἈλλὰ .... δυνατόν.
20 Διὰ τί καὶ διὰ ποίαν ἀνάγκην, ἀκούσωμεν αὐτοῦ γενναίως ἐπιδεικνύντος· ἀνάγκη ... ἀγένητον. εἰ ἔστι γένεσις, ἔσται μέν ποτε τὸ γιγνόμενον (οὐ γὰρ ἀτελεύτητος ἡ κατὰ τὴν γένεσιν μεταβολή), ἔσται δὲ καὶ τὸ ὑλικὸν αἴτιον, ὃ κατὰ μὲν τὸ προσεχὲς θεωρούμενον οὐ κωλύεται εἶναι γενητόν (καὶ γὰρ τοῦ ἡμετέρου σώματος ἡ προσεχὴς ὕλη γενητή), ἀναλυόμενον δὲ
25εἰς ἔσχατον καὶ εἰς τὴν πρώτην ὕλην ἀναπεμπόμενον ἀγένητον εἶναι ἀνάγκη· διὰ τί; ὅτι μήτε ἐπ’ ἄπειρον ἡ ὑλικὴ αἰτία πέφυκεν ἀναλύεσθαι μήτ’ ἐκ τοῦ μὴ ὄντος γένοιτο ἄν τι. καὶ ταῦτα δηλοῖ διὰ τῶν εἴπερ ἵσταται καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον. ὅτι μὲν οὖν ἵσταται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ ἀνάλυσις, ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν α, λαβὼν ὅτι οὐδ’
30ἂν αἴτιον εἴη, εἰ μὴ πρῶτον εἴη αἴτιον· εἰ δὲ πρῶτον εἴη, ἔστι καὶ ἡ ἐπὶ τὸ ἄνω στάσις καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν αἰτίων ἀνάλυσις. ὅτι δὲ τῶν φυσικῶν οὐδὲν ἐκ τοῦ μὴ ὄντος, κοινὸν ἀξίωμα τῶν περὶ φύσεως δεινῶν.
33nἜτι δὲ ... γέγονε.
34Πάσης γενέσεως ἀνάγκη πέρας εἶναι· οὐ γὰρ ἄσκοπος ἡ τῆς φύσεως
35κίνησις οὐδὲ ἀτελεύτητος ἡ παρ’ αὐτῇ ἀποτελουμένη γένεσις. εἰ δὲ πᾶσα
πέρας ἔχει, πᾶν δὲ τὸ ἔχον πέρας ἔχει καὶ ἀρχήν (τοῦτο γὰρ δεῖ προσυ‐37

38

πακοῦσαι), πάσης γενέσεως καὶ κινήσεώς ἐστιν ἀρχὴ καὶ πέρας. ἆρ’ οὖν καὶ τῆς οὐρανίας; δῆλον ὅτι καὶ ταύτης. ἀπειράκις δὲ γιγνομένης τῆς αὐτῆς καὶ τελευτὴν ἀρχῇ συναπτούσης διὰ τὴν τοῦ κινητικοῦ δύναμιν μένει ἀεικίνη‐ τος ὁ οὐρανός. ὅτι δὲ πᾶν τὸ γιγνόμενον πέρας ἔχει, καὶ οὕτω κατασκευάζει·
5τὸ δυνατὸν γίγνεσθαι γίγνεται· πᾶσα ἄρα γένεσις τοῦ πέρας ἔχοντος· εἰ δὲ τοῦ πέρας ἔχοντος, καὶ τοῦ ἀρχὴν ἔχοντος· πᾶσα ἄρα γένεσις καὶ κίνησις ἀρχὴν ἔχοντός ἐστι καὶ πέρας· τοῦ δὲ ἀιδίου πέρας οὐκ ἔστιν οὐδὲ ἀρχή· οὐδεμία ἄρα κίνησις οὐδὲ γένεσις τοῦ ἀιδίου ἐστίν. εἴ τι ἄρα ἐστὶν ἀίδιον, ἀγένητον αὐτὸ καὶ ἀκίνητον εἶναι δεῖ· νοητὸν ἄρα αὐτὸ ἢ διανοητὸν εἶναι χρή·
10ταῦτα γὰρ ἀγένητά τε καὶ ἀκίνητα· ἔστιν ἄρα τὰ νοητὰ καὶ τὰ διανοητά· τοῦτο δὲ ἦν τὸ ἐξ ἀρχῆς αὐτῷ προκείμενον. συνθετέον οὖν πάντα· εἰ γένεσίς ἐστιν (ἀνάγκη δὲ εἶναι), ἔστιν ἀίδιον· εἰ ἀίδιόν ἐστιν, ἔστιν ἀγένητόν τι καὶ ἀκίνητον· εἰ τοῦτο, ἔστι νοητόν· εἰ τοῦτο, οὐ μόνα τὰ αἰσθητὰ ὄντα.
14nἜτι ... εἶδος.
15 Ἔνατον τοῦτο ἐν τοῖς προβλήμασιν, ὥσπερ κἀνταῦθα, καὶ φαίνεται λαμπρῶς ἡ αἰτία τῆς μεταθέσεως· ἐπεὶ γὰρ ἔδειξεν ἐν τῷ δεκάτῳ μὲν ἐκεῖ, ὀγδόῳ δὲ ἐν τούτοις, ὅτι ἐστὶν ἀγένητος ὕλη, συνῆψεν εὐθέως τὸν περὶ τοῦ χωριστοῦ εἴδους λόγον· εἰ γάρ ἐστιν ἀεὶ ὕλη διὰ τὸ πρὸ πάσης ἐπινοεῖσθαι γενέσεως, πολὺ εὐλογώτερον ἀγένητον εἶδος προσεπινοεῖν, ὃ καὶ
20τὴν ὕλην δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι εἰς ἐνέργειαν ἄξει καὶ εἰς τελείωσιν καὶ εἰς τὴν διὰ τῶν εἰδῶν ἐπικόσμησιν. ὁ λόγος οὖν τοιοῦτος· εἰ ἔστιν ὕλη ἀγένητος, πολλῷ πλέον ἐστὶν εἶδος χωριστὸν καὶ ἀίδιον· οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν εἰδοποιήσει, καθάπερ ᾤοντό τινες τῶν πάλαι φυσιολόγων· εἰ δὲ ἵνα μὴ ἀναγκάζηταί τις θεῖναι ἀγένητον
25εἶδος, ἀρνῆται καὶ ὕλην εἶναι ἀγένητον, ἀκούσεται ὅτι μηδετέρου ὄντος ἀγενήτου οὐδὲν ἔσται· δέδεικται γὰρ ὅτι χρή τι εἶναι ἀίδιον, εἰ γένεσις εἶναι μέλλοι· εἰ δὲ ἀδύνατον μηδὲν εἶναι (τί γὰρ τούτου ἀδυνατώτερον;), δεῖ τι εἶναι ἀίδιον· τοῦτο δὲ εἰ μὲν εἶδος εἴη, ἔχω τὸ ζητούμενον· εἰ δὲ ὕλη, πάλιν ἐρῶ ὅτι πολὺ εὐλογώτερον ὕλης οὔσης ἀγενήτου καὶ εἶδος εἶναι ἀίδιον.
30ὥστε ἐπειδὴ ἄμφω μὲν ἀδύνατον μὴ εἶναι, ὕλης δὲ οὔσης ἀγενήτου ἀνάγκη καὶ εἶδος εἶναι, ἄμφω ἀνάγκη εἶναι. ὅτι δὲ περὶ χωριστοῦ εἴδους ὁ λόγος, σαφῶς ἐδήλωσεν ἐπάγων ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος. εἰ δὲ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπὶ τίνων τε θήσει τοῦτο καὶ ἐπὶ τίνων ο· ὅτι μὲν γὰρ ἐπὶ πάντων
35οὐχ οἷόν τε, φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί τινα οἰκίαν παρὰ τὰς τινὰς οἰκίας. ὅπερ εἰώθει παρὰ τοῖς ἀμφὶ τὸν Παρμενίδην ἀπο‐ ρεῖσθαι, τοῦτο καὶ αὐτὸς ζητεῖ, τίνων ἦν ἰδέα καὶ τίνων οὔ. δι’ ἀκριβείας μὲν οὖν ἐν τοῖς εἰς τὸν Παρμενίδην ὑπομνήμασιν Ἰαμβλίχῳ τῷ θείῳ
περὶ τούτων εἴρηται· κεῖται δὲ καὶ παρὰ Πλωτίνῳ ἐν τῷ περὶ νοῦ καὶ38

39

ἰδεῶν καὶ τοῦ ὄντος σκέμματι. ὡς δὲ δι’ ἐλαχίστων εἰπεῖν ἐν τῷ παρόντι, οὔτε τῶν τεχνητῶν ἰδέας ὑποθετέον (καὶ ὀρθῶς ἀπογιγνώσκει νῦν Ἀριστο‐ τέλης εἶναί τινα οἰκίαν παρὰ τὰς πολλὰς οἰκίας), οὔτε τῶν παρὰ φύσιν οὔτε τῶν κακῶν ἢ αἰσχρῶν οὔτε τῶν καθ’ ἕκαστα γενητῶν· τῶν δὲ ὅλων
5εἰδῶν τῆς γενέσεως καὶ τῶν ἐν τῷ παντὶ κόσμῳ καὶ τῶν ἀύλων τῆς ψυχῆς λόγων προεστάναι φαμὲν ἀίδια παραδείγματα νοερὰ γεννητικὰ καὶ προνοητικά.
7nΠρὸς δὲ ... ἄλογον.
8 Καὶ τοῦτο δέ τις 〈ἂν〉 ἀπορήσειε πρὸς τοὺς εἰσάγοντας τὰ εἴδη, πότερον ἓν εἶδός ἐστι πάντων ἀνθρώπων, ὃ δηλοῦσιν αὐτοάνθρωπον· ἀλλ’ ἄτοπόν
10φησιν· ἔδει γὰρ καὶ τοὺς ἐνταῦθα πάντας ἀνθρώπους ἓν εἶναι, ἅτε πρὸς ἕν· [εἶναι] ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία. ποία οὐσία, ἐρωτήσομεν, ἡ κατὰ τὸ ἀχώριστον εἶδος ἢ 〈ἡ〉 κατὰ τὸ χωριστόν; 〈εἰ μὲν γὰρ ἡ κατὰ τὸ ἀχώριστον,〉 ἀληθῆ μὲν τὴν ἐπιτίμησιν εἶναί φαμεν· οὐκ ἦν δὲ ὁ λόγος ὁ νῦν περὶ τοῦ ἀχωρίστου εἴδους· εἰ δὲ ἡ κατὰ τὸ χωριστόν, οὐδὲν ἄτοπον
15εἶναι φήσομεν ἐξ ἑνὸς αἰτίου πολλὰ καὶ ἄπειρα γεννᾶσθαι, ὁμοειδῆ μέντοι ἀλλήλοις, εἰ κατ’ ἐκεῖνο γίγνοιτο. ὥστε εἴθ’ οὕτως ἔχει ἡ γραφή, οὐδὲν ἄτοπον ἕπεται· εἴτε γράφειν αἱροῖτό τις ἀλλ’ ἄτοπον· οὐ γὰρ πάντων ἡ οὐσία μία, τὰ αὐτὰ πάλιν ἐροῦμεν. ὅτι ἡ μὲν χωριστὴ οὐσία αὐτῶν καὶ αἰτία οὐ κωλύεται εἶναι μία, ἡ δὲ ἀχώριστος εἴδει μὲν μία, πολλὴ δὲ
20καὶ ἄπειρος τῷ ἀριθμῷ. τὸ 〈δὲ〉 πολλὰ τοῦ αὐτοῦ αἴτια χωριστὰ καὶ διά‐ φορα ὑποτίθεσθαι, πῇ μὲν ἄλογον πῇ δὲ ἀναγκαῖον· ἐν τῷ δημιουργικῷ μὲν γὰρ νῷ ἓν ἀρκεῖ τῶν ἀνθρώπων εἶναι παράδειγμα καὶ ἄτοπον ὑποτίθε‐ σθαι πλείω, ἀρκοῦντος τοῦ ἑνὸς πάντας ἀνθρώπους γεννᾶν· ἐπεὶ καὶ τί νῦν διοίσει ἀλλήλων ἐν ταὐτῷ ὄντα; δεῖ δὲ καὶ ἐν τῇ ψυχῇ εἶναι τοῦ παντὸς
25τῶν τῇδε ἀνθρώπων αἰτίαν καὶ ἐν τῇ φύσει τῶν ὅλων· καὶ ὅλως καθ’ ἑκάστην τάξιν τῶν ὄντων τὰ εἴδη, ὡς ἐν ἄλλοις δέδεικται. ὅλη δὲ ἡ ζήτησις αὕτη παρ’ ἐκεῖνο τὸ πρόβλημα γέγονε, πότερόν ἐστι καὶ τῶν καθ’ ἕκαστα εἴδη ἢ οὐδενὸς τῶν ἀτόμων γενητῶν.
29nἍμα ... ταῦτα.
30 Τῷ ὄντι † ἂν ἄπορος ὁ τρόπος τῆς τῶν εἰδῶν μίξεως· καὶ τοῦτο καὶ αὐτὸς ὁ θεῖος Πλάτων ἔν τε τῷ Τιμαίῳ φησὶ καὶ ἐν τῷ Παρμενίδῃ δείκνυσιν. ἆρα γὰρ μέρους ἕκαστον τῶν τῇδε μεταλαμβάνει; καὶ πῶς ἢ ἐκεῖνο μερίζεται ἢ ταῦτα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, κατ’ ἄλλα καὶ ἄλλα μέρη τὴν ὑπόστασιν ἔχοντα; ἀλλ’ ὅλον ἑκάστῳ πάρεστι; καὶ πῶς πολλὰ μὲν τὸ ἓν γίγνεται,
35αὐτὸ δὲ ἑαυτοῦ χωριζόμενον ἀποδείκνυται; καὶ ὅλως ὅσα ὁ μέγας Παρ‐39

40

μενίδης γυμνάζων τὸν Σωκράτην περὶ τὴν τῶν εἰδῶν θεωρίαν προτείνων πεποίηται. σχεδὸν οὖν ταὐτά ἐστιν ἃ ἠπόρησεν ἐν τούτῳ τῷ κεφαλαίῳ, ἃ καὶ οἱ τῶν εἰδῶν φίλοι ζητεῖν εἰώθασιν, εἰ ἔστιν εἴδη, τίνων ἐστὶν εἴδη, πῶς αὐτῶν ἡ ὕλη μετέχει, κράσει συνθέσει ἀλλοιώσει διαπλοκῇ, καὶ τί τὸ
5ἑνοποιοῦν αὐτὴν καὶ τὸ εἶδος· ταῦτα γὰρ εἴωθεν ἀπορεῖσθαι. λέγει δὲ αὐτὸς ἐν ταύτῃ τῇ πραγματείᾳ, ὅτι τὸ δυνάμει τελειούμενον καὶ εἰς ὃ πέφυκεν ἐρχό‐ μενον οὐ δεῖται τοῦ συνδήσοντος αὐτὸ τῇ αὐτοῦ τελειότητι καὶ ἐνεργείᾳ.
8nἜτι δὲ ... πάντων.
9Ἔστι μὲν τοῦτο ἑνδέκατον ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, δέκατον
10δὲ νῦν γυμνάζεται διὰ τὸ παραλελεῖφθαι τελέως τὸ ἐν ἐκείνοις ἕκτον. ζητεῖ δὲ δι’ αὐτοῦ, πότερον εἴδει αἱ ἀρχαί εἰσιν ὡρισμέναι ἢ ἀριθμῷ· εἰ μὲν γὰρ εἴδει, φησίν, οὐδὲν τῶν τῇδε ἀριθμῷ ἓν ἀλλ’ εἴδει, ἐπειδὴ κατ’ ἐκείνας τὰ τῇδε πάντα γέγονεν. ἔτι δὲ οὐδ’ ἐπιστήμη τῶν πραγμάτων ἔσται· δεῖ γὰρ ἓν εἶναι ἀριθμῷ τὸ κατὰ πολλῶν ὁμοειδῶν θεωρούμενον,
15εἰ μέλλοι τις ἐπιστήμην ἀναλήψεσθαι, τά τε πολλὰ τοιαῦτα εἶναι ὥστε ἕκαστον αὐτῶν ἓν εἶναι τῷ ἀριθμῷ, ἵνα καὶ ὁμοειδῆ ἀλλήλοις ᾖ· οὐδὲν δὲ τούτων ἔσται, εἰ αἱ ἀρχαὶ μὴ ἀριθμῷ ἓν ἀλλ’ εἴδει εἰσὶν ὡρισμέναι. πᾶσα οὖν ἡ ἀκολουθία τοῦ λόγου τοιαύτη· εἰ μὴ αἱ ἀρχαὶ ἀριθμῷ ἕν, οὐδὲ τὰ ἀπ’ αὐτῶν, εἰ μηδὲν ἀριθμῷ ἕν· οὐδὲ τὸ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν
20ἓν ἔστι λαβεῖν (τοῦτο γὰρ ἀριθμῷ ἕν), ἵνα μὴ καὶ τούτου ἄλλο ἐπαναβεβηκὸς ἓν ζητῶμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν μὴ ἔστι λαβεῖν, οὐδ’ ἂν ἐπιστήμη εἴη.
23nἈλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν
24nἕως τοῦ μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων.
25 Εἰ δὲ μὴ τοῖς εἴδεσιν ἀλλ’ ἀριθμ, φησίν, αἱ ἀρχαὶ τὸ ἓν ἔχουσι, τοσαῦτα ἔσται τὰ ἐξ αὐτῶν ὅσαι καὶ αὐτα· ὥσπερ γὰρ τὰ κδ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς, εἰ μὴ εἴδει τοσαῦτα ἦν ἀλλ’ ἀριθμ, τοσαῦτα ἂν ἐποίησε τὰ λεγόμενα ὅσα αὐτά ἐστιν (ἅπαξ γὰρ αὐτὰ παραλαμβάνεσθαι ἦν ἀνάγκη), καὶ ὥσπερ οἱ λίθοι εἰ τῷ ἀριθμῷ ἦσαν ὡρισμένοι, ἀναγκαῖον
30ἦν τὰ ἐξ αὐτῶν οἰκοδομήματα τοσαῦτα εἶναι ὅσοι καὶ οὗτοι· οὕτω καὶ τῶν ὄντων αἱ ἀρχαὶ εἴπερ ἀριθμῷ εἰσιν ὡρισμέναι, τοσαῦτα ποιήσουσιν ὅσαι αὐταί εἰσιν· εἴπερ ὡς στοιχεῖα, φαίης ἄν, ἀρχαὶ εἶεν, ἀλλὰ μὴ ὡς γεννητικαὶ καὶ ποιητικα· εἰ γὰρ οὕτως, οὐ κωλύονται καίπερ ὡρισμέναι τῷ ἀριθμῷ γεννᾶν ἄπειρα. ἀλλ’ οὐδὲ ὁ πρὸς τὰς εἴδει ὡρισμένως ἐχούσας
35ἀρχὰς ἠρωτημένος λόγος ὑγιῶς πάντῃ προελήλυθεν· οὐ γὰρ εἰ αἱ ἀρχαὶ
τοιαῦται, καὶ τὰ ἀπ’ αὐτῶν· ἀποτεμαχίζει γὰρ ἡ ὕλη καὶ ἀπομερίζει τὴν40

41

τῶν ἀύλων καὶ νοερῶν εἰδῶν ἰδιότητα· εἴρηται δὲ περὶ τούτων ἐν τοῖς προτέροις, καὶ ὅπως αἱ μὲν νοεραὶ καὶ εἴδει καὶ ἀριθμῷ εἰσιν ὡρισμέναι, αἱ δὲ καὶ τούτων ὑπέρτεραι κρείττους ἢ κατὰ τοῦτο τὸ συναμφότερον.
4nΟὐδενὸς ... ἕτεραι.
5 Δωδέκατόν ἐστι τοῦτο κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων· ἀπορεῖ γὰρ ἐν αὐτ, πότερον αἱ αὐταὶ τῶν ἀιδίων εἰσὶ καὶ τῶν φθαρτῶν αἰτίαι, ἢ ἕτεραι μὲν τούτων ἕτεραι δὲ ἐκείνων· εἰ μὲν γὰρ αἱ αὐτα, πῶς τὰ μὲν ἀίδια ποιοῦσι τὰ δὲ φθαρτ; εἰ δὲ ἕτεραι, ὅτι μὲν αἱ τῶν ἀιδίων ἄφθαρτοι, πρόδηλον· εἰ δὲ καὶ αἱ τῶν φθαρτῶν ἄφθαρτοι, λόγου δεῖται· εἴτε γὰρ [α]
10ἄφθαρτοι, πῶς φθαρτὰ ποιοῦσιν, ἀλλ’ οὐχ ὁμοίως ταῖς πρὸ αὐτῶν ἀίδια; εἰ δὲ φθαρτα, πῶς ἀρχῶν ἀπολομένων οὐ πᾶσα ἡ γένεσις πεσοῦσα στή‐ σεται; ἔχει μὲν οὖν ὁ λόγος σκέψιν φιλόσοφον· διὰ τί δὲ καταλελεῖφθαί φησι τοῦτο πᾶσι τοῖς πρὸ αὐτοῦ ἀδιερεύνητον, ὃ σαφῶς ὁ Πλάτων μετὰ τὴν τῶν ἀιδίων δημιουργίαν πρὸς τοὺς ἐγκοσμίους θεοὺς παραδίδωσι τὸν
15δημιουργὸν λέγοντα; θνητὰ ἔτι τρία λοιπὰ γένη ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει· δεῖ δ, εἰ μέλλει τέλεος ὄντως εἶναι. δι’ ἐμοῦ δὲ γενόμενα ταῦτα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν’ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν , τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν‘
20καὶ τὰ ἑξῆς περί τε γενέσεως τῶν ζῴων καὶ τροφῆς καὶ αὐξήσεως καὶ φθίσεως ἀναδιδάσκοντα. σαφῶς οὖν εἶπεν ὁ Πλάτων, ὅτι καὶ τὰ πρώτιστα τῶν πάντων ἐστὶν αἴτια καὶ οἱ κατ’ οὐρανὸν τὴν γένεσιν ἐπιτροπεύουσι καὶ ὅτι τὰ θνητ, εἰ μὴ εἶχε προσεχῆ αἴτια καὶ φθαρτὰ καὶ μεταβάλλοντα, οὐκ ἂν ἦν θνητ, νοητὴν μόνην ἀρχὴν ἔχοντα, ὡς τὰ τῶν πραγμάτων
25ἀίδια.
26nΟἱ μὲν ... αὐτοῖς.
27 Τί γὰρ ἂν ἄλλο τις τὰς ἀρχὰς ἢ θεοὺς εἶναι νομίσειεν; οὔτε γὰρ ἀρχῆς πρεσβύτερον οὐδὲν οὔτε θεοῦ καὶ θεῶν. ὥστε τοῦτο μὲν ἀνάγκη λέγειν τοῖς θεολόγοις καὶ ἐκ θεῶν πάντα γεννᾶν, νοῦς ψυχὰς φύσεις τῶν σωμάτων,
30τά τε ἀίδια καὶ 〈τὰ〉 φθαρτ. ἐπεὶ οὖν τὰ μὲν αὐτοῖς ἥνωται τοῖς θεοῖς τῶν ἀπογεννωμένων, τὰ δὲ οὐδέποτε αὐτοῖς ἀμέσως συνάπτεσθαι πέφυκε, τὰ δὲ ποτὲ μὲν οὕτω ποτὲ δὲ ἐκείνως, ἐν οἷς καὶ τὸ ἡμέτερον τέτακται,
τὰ μὲν ἀεὶ πρὸς θεοὺς ὁρῶντα τρέφεσθαί φασιν ἐκεῖθεν ἀμβροσίᾳ καὶ41

42

νέκταρι· παρέχει δὲ αὐτοῖς ἡ μὲν ἀμβροσία τὸ χωριστὸν ἀπὸ τῆς γενέσεως, ἐν ᾗ ὁ βρότος καὶ ἡ αἱματώδης ἀκαθαρσία, τὸ δὲ νέκταρ τὸ μὴ θέλγε‐ σθαι κατὰ τὴν τῶν τελευταίων προμήθειαν, ἀλλὰ ἀμειλίκτως καὶ ἀτρέπτως τῶν ὅλων προνοεῖν· τὰ δὲ ποτὲ μὲν πρὸς αὐτοὺς ἀνατεινόμενα, πεφυκότα
5δὲ ἐκεῖθεν καὶ ἀφίστασθαι, ἀληθεύοντα μὲν καὶ εὐορκοῦντά φασι τῆς ἀμβρο‐ σίας καὶ τοῦ νέκταρος μεταλαμβάνειν, τοῦτ’ ἔστι πρὸς τὸ ὄντως ὂν τετα‐ μένα καὶ τὸ θεῖον σεβόμενα, ψευδόμενα δὲ καὶ ἐπιορκοῦντα, τοῦτ’ ἔστιν ἐπὶ τὸ μὴ ὂν καὶ τὴν γένεσιν ἀποκλίναντα καὶ τοῦ θείου καταφρονητικῶς ἔχοντα στερίσκεσθαι τῶν ἐκ τοῦ νοητοῦ τροφῶν· τὰ δὲ θνητὰ καὶ ἐπίκηρα
10μηδὲ μεταλαμβάνειν αὐτῶν ποτε. τίς ἂν οὖν γένοιτο ταύτης ἀληθεστέρα διάταξις ἢ περὶ ἀρχῶν ἢ περὶ τῶν ἀπ’ αὐτῶν ὑποστάντων, ἐγὼ μὲν οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνήσομαι· εἰ δὲ μὴ πᾶσι δῆλα τὰ παρ’ αὐτῶν λεγό‐ μενα, ἴσως μὲν καὶ κατ’ ἐπιτήδευσιν ἡ ἀσάφεια παρ’ αὐτοῖς διὰ τὴν τῶν πολλῶν πρὸς τὰ θεῖα τῶν δογμάτων ἀλλοτριότητα· ἴσως δὲ καὶ τὸ ἐνθεα‐
15στικὸν γένος οὕτω πέφυκε λέγειν αἰνιττόμενον μᾶλλον ἢ διεξοδικώτερον ἀνα‐ διδάσκον.
17nΚαίτοι ... τροφῆς.
18 Φορτικῶς μὲν ἠρώτηται ταῦτα· ῥητέον δὲ πρὸς αὐτ, ὅτι τροφαὶ μὲν αἱ παρὰ τῶν ὑπερκειμένων αἰτίων ἐλλάμψεις καὶ χορηγίαι τῶν ἀγαθῶν
20λέγονται, αὗται δὲ καὶ ἀγαθύνουσι μειζόνως τὰ καὶ ἀπὸ τῆς ἑαυτῶν συστά‐ σεως τὸ ἀγαθὸν ἔχοντα καὶ τελειοτέρας ἀιδιότητος μεταδιδόασι τοῖς κατὰ τὴν ἑαυτῶν οὐσίαν ἀιδίοις ὑπάρχουσιν· ὥστε καὶ εὐφροσύνης ἕνεκα καὶ τοῦ εἶναι τούτων μετέχουσιν. ἀλλὰ ... σκοπεῖν. οὐ ταῦτα Πλάτωνος περὶ αὐτῶν ἠκούσαμεν λέγοντος, ἀλλὰ δοκιμάζοντος αὐτοῖς ἐν τοῖς περὶ
25θεῶν ἕπεσθαι λόγοις, καίπερ ἄνευ τε εἰκότων καὶ ἀποδείξεων λέγουσιν, ὡς συγγένειαν ἔχουσι πρὸς τὸ θεῖον περιττοτέραν ἢ κατὰ τοὺς ἄλλους ἀνθρώ‐ πους, ὅθεν καὶ θείους καὶ θειοτάτους αὐτοὺς εἴωθε προσαγορεύειν.
28nΠαρὰ δὲ ... ὄντων.
29Εἴρηται μὲν ὅτι καὶ αὐτὸ τοῦτο τῆς περιουσίας ἐστὶ τῶν ἀρχῶν ἔργον,
30τὸ μὴ πρότερον λῆξαι τῆς ἀπογεννήσεως, πρὶν ἂν πρὸς τοῖς ἀιδίοις καὶ τὰ θνητὰ συνυποστήσωσιν. εἴρηται δὲ καὶ ὅτι τὸ πᾶν οὐκ ἠδύνατο τέλειον εἶναι μὴ πάντα ἐν ἑαυτῷ ζῷα περιέχον, καὶ μὴν ὅτι καὶ οἱ κατ’ οὐρανὸν τῷ ἑνὶ δημιουργῷ τὰ γενητὰ ζῷα συναπογεννῶντες ἀναγκαίως αὐτὰ θνητὰ ἐποίουν· τὰ γὰρ ἀπὸ κινουμένων αἰτίων γιγνόμενα διὰ παντὸς μένειν
35οὐ δύνανται. ἐπὶ τούτοις τὸν Ἐμπεδοκλέα τῶν ἄλλων ἐν τούτῳ προθεὶς
τῷ σκέμματι ὡς ἑαυτοῦ κατά γε τοσοῦτον μὴ διαφερόμενον, ὅτι τὰς αὐτὰς42

43

τῶν ὅλων ἀρχὰς ὑποστησάμενος πάντα φθαρτὰ ποιεῖ καὶ οὐ τὰ μὲν ἀίδια τὰ δὲ φθαρτά, πάλιν αὐτὸν αἰτιᾶται ὡς ταῖς ἑαυτοῦ διαμαχόμενον ὑπο‐ θέσεσιν· αἰτίοις γὰρ δύο, φησί, χρώμενος ἑνὶ μὲν ποιητικῷ τῇ φιλίᾳ, τῷ λοιπῷ δὲ φθαρτικῷ τῷ νείκει, πολλὰ μὲν φθείρει διὰ τῆς φιλίας, πολλὰ
5δὲ γεννᾷ διὰ τοῦ νείκους· ἔτι δὲ κρατεῖν αὐτὰ παρὰ μέρος λέγων τὴν αἰτίαν οὐ λέγει τῆς μεταβολῆς τῶν ἀρχῶν. ἀλλ’ οὔτε πάντα φθείρειν φήσομεν Ἐμπεδοκλέα (οὐ γὰρ δεῖται τῆς τοιαύτης πρὸς ἑαυτὸν συμφωνίας), ἀλλ’ ὥσπερ τοὺς ἄλλους Πυθαγορείους οὕτω καὶ αὐτὸν εἰδέναι τὰς μὲν νοητὰς οὐσίας τὰς δὲ αἰσθητάς, οὔτε φθαρτικὴν μὲν ὑποτίθεσθαι τὸ νεῖκος ἀρχήν,
10μόνην δὲ τὴν φιλίαν ποιητικήν, οὔτε τὴν αἰτίαν τῆς δοκούσης αὐτῶν εἶναι παρὰ μέρος ἐπικρατείας ἀποσεσιωπηκέναι, ἀλλὰ γὰρ Πυθαγόρειον ὄντα καὶ Ὀρφικὸν ὑποθέσθαι μὲν μετὰ τὴν μίαν τῶν ὅλων ἀρχήν, περὶ ἧς οὔτ’ αὐτὸς οὔτε Παρμενίδης οὔτε Πυθαγόρας ἐπέτρεπον ἑαυτοῖς λόγους κατα‐ βάλλεσθαι πλείονας, τὰς δύο ταύτας ἀρχάς, φιλίαν καὶ νεῖκος, ἃς οἱ Πυθα‐
15γόρειοι μονάδα καὶ δυάδα κατωνόμαζον, ἀόριστον αὐτὴν καλοῦντες διὰ τὴν ἐπὶ πᾶν ὑποφθάνουσαν δύναμιν· ἐκ δὲ τούτων τῶν ἀρχῶν τόν τε νοητὸν κόσμον ἀναφαίνεσθαι καὶ τὸν αἰσθητόν· ἐν μὲν οὖν τῷ νοητῷ, σφαίρῳ προσαγορευομένῳ κατὰ τὴν ποίησιν, ἐπικρατεῖν τὴν φιλίαν διὰ τὴν ἕνωσιν τῶν ἀύλων καὶ θείων οὐσιῶν, ὡς αὐτῆς εἶναι δοκεῖν τὸ πᾶν γέννημα, ἐν
20δὲ τῷ αἰσθητῷ τὸ νεῖκος. τοῦ δὲ κρατεῖν ἑκατέραν τῶν ἀρχῶν ἐν ἑκατέρῳ, καίπερ ἀμφοτέρων οὐσῶν πανταχοῦ, ἡ ἐκ τοῦ ἑνὸς τοῦ ἀμφοῖν ἐξῃρημένου καθήκουσα τελειότης εἰς αὐτὰ αἰτία, ἣν τελειότητα χρόνου καλεῖ, τελείωσιν ἀπὸ τοῦ φρουροῦντος τὰ ὅλα καὶ συνέχοντος προϊοῦσαν· χρόνον δὲ καὶ Ὀρφεὺς τὸ πρῶτον ἐκάλει· ὁ δὲ ὅρκον μὲν τὸ πρῶτον ὡς ἕρκος
25καὶ φρουρὰν τῶν ἄλλων, τὴν δὲ ἀπ’ αὐτοῦ προϊοῦσαν εἰς τὰς δύο τῶν ὅλων ἀρχὰς τελειότητα τὴν μετροῦσαν αὐτῶν τὰς δυνάμεις καὶ τὰς ἐπικρα‐ τείας τελείωσιν ὠνόμασε χρόνου, ὡς εἰ ἔλεγε τὴν ἀπὸ τοῦ χρόνου τελείωσιν.
29n“Ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη”.
30 Μέγα μὲν αὐτὸ προσειπὼν ὥσπερ ὁ Ὀρφεὺς τὸ χάος “καὶ μέγα χάσμα πελώριον ἔνθα καὶ ἔνθα”, καὶ ὁ Πυθαγόρας ἀόριστον τὴν δυάδα· μέλη δὲ αὐτῷ δοὺς καὶ αὔξησιν, ἐπειδὴ προόδου καὶ γενέσεως καὶ πλήθους καὶ πολλαπλασιασμοῦ καὶ πάσης αὐξήσεως τοῖς ὅλοις αἴτιον γίνεται. “ἐπὶ τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο”. τιμῶν τε
35καὶ βασιλειῶν ἀπελαύετο κατὰ τὴν τελείωσιν, ἣν ὁ χρόνος ἐπέφερεν αὐτῷ· μετρεῖ γὰρ τὸ πρώτιστον καὶ τὴν ἄπειρον δύναμιν τῶν δύο τούτων ἀρχῶν.
ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου. ἥτις αὐτοῖς τελειό‐43

44

της ἀπὸ τῆς φρουρᾶς τῶν ὅλων καὶ τῆς πρωτίστης τῶν ἁπάντων ἀρχῆς ἐνδίδοται, ἣν πλατεῖαν ὡς ἀπερίληπτον τοῖς πᾶσι καὶ ὡς πάντα περιλα‐ βοῦσαν καὶ μετρήσασαν κέκληκεν· ἀμοιβαῖος δὲ οὐχ ὅτι ποτὲ μὲν τούτῳ ποτὲ δὲ ἐκείνῳ τὴν τελείωσιν ἐπιφέρει τὸ ἐξῃρημένον αὐτῶν ἕν, ἀλλ’ ὅτι
5ἰδίαν ἑκατέρῳ καὶ τὴν πρέπουσαν ἀμφοτέροις. εἰ δὲ καὶ ἀμοιβαῖος ὁ ἑπό‐ μενός ἐστι καὶ ἀεὶ συνὼν αὐτοῖς καὶ οὐδ’ ὁπωστιοῦν ἀπολιμπανόμενος οὐδενὸς τῶν ὄντων, μήτοι γε τῶν μετ’ αὐτὸν δυεῖν ἀρχῶν, ὀρθῶς ἂν καὶ οὕτως εἰρῆσθαι δόξειε· πᾶσι γὰρ πάρεστι τὰ ἐκ τῆς πρωτίστης τῶν ὅλων αἰτίας ἀγαθὰ χορηγούμενα. πῶς δὲ καὶ τὸν νοητὸν θεὸν ἀφρονέστατον
10Ἐμπεδοκλῆς ποιεῖ, παρ’ ᾧ ἡ αὐτοαλήθεια; ὅτι, φησί, τὸ νεῖκος οὐκ ἔστιν ἐν αὐτῷ, τῷ ὁμοίῳ δὲ κατ’ αὐτὸν τὸ ὅμοιον γνωρίζομεν. ἀλλ’ ἔστι μὲν καὶ παρ’ αὐτῷ τὸ νεῖκος διὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν ταὐτότητα, δι’ ἃ καὶ Παρμενίδης ἓν εἶναι τὸ ὂν ἔλεγεν. ἔπειτα εἰ ἡμεῖς ‘γαίῃ γαῖαν ὀπώπαμεν, διὰ τί καὶ τὰ θεῖα οὕτω; πῶς δὲ αὐτῷ ἁρμόζει λέγειν, ὅτι
15τὸ *** μὴ πάντα νοοῦντος; οὕτω γὰρ ἂν καὶ ὁ παρ’ αὐτῷ πρῶτος θεὸς ἑαυτὸν μόνον νοῶν ἔλαττον ἂν ἡμῶν ἔχοι τῶν ἐπὶ πάντα τρέπειν τὸ τῆς ψυχῆς ὄμμα δυναμένων. ἀλλὰ περὶ μὲν τούτων ἀρκείτω τὰ λελεγμένα. Ἑξῆς δὲ ὁ Ἀριστοτέλης ἀπορεῖ πρὸς τοὺς ἑτέρας μὲν τῶν ἀιδίων ἑτέρας δὲ τῶν φθαρτῶν ἀρχὰς ὑποτιθεμένους εἶναι· εἴτε γάρ, φησί, 〈φθαρταί〉,
20τὰς τῶν φθαρτῶν ἀρχὰς φθείρουσιν ἐπ’ ἄπειρον· δῆλον γὰρ ὅτι εἰς ταῦτα φθείρονται ἐξ ὧν ἐγένοντο, ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτο εἰς ἄπειρον. ἔτι δὲ πῶς οὐ πᾶσα συμπεσεῖται γένεσις φθαρεισῶν αὐτῆς τῶν ἀρχῶν; πάντα ταῦτα εὖ λέγων καὶ Πλατωνικῶς. εἴτε ἄφθαρτοι, διὰ τί μὴ καὶ αὐταὶ ἀίδια ποιοῦσιν ὡς αἱ πρὸ αὐτῶν; εἴρηται δὲ ὅτι καὶ ἄφθαρτοι,
25ἀλλ’ οὐκ ἀκίνητοι· καὶ τοῦτον εἶναι τὸν πολὺν λόγον αἰνίττεται. ἀπο‐ τρώγειν δὲ ἔφη τοὺς πρὸ αὐτοῦ τὸ ἄπορον, ὅτι οἷον ἁψάμενοι αὐτοῦ φεύ‐ γουσιν ἀπ’ αὐτοῦ, ὥσπερ οἱ μύες ὅταν διὰ λιχνείαν μὲν προσίωσι τοῖς ὄψοις, οὐκ ἀσφαλῆ δὲ νομίσωσιν εἶναι τὴν περὶ αὐτὰ διατριβήν· κἀκεῖνοι γὰρ τοῖς ἀποτρώγουσι καὶ τοῖς ἀπογευομένοις ἐοίκασι.
30nΠάντων δὲ ... ἔχειν.
31 Τοῦτο τρίτον ἐπὶ δέκα ἐστὶν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων, δωδέ‐ κατον δὲ ἐνταῦθα διὰ τὸ παρεῖσθαι πάντῃ τὸ ἕκτον, ὡς πολλάκις ἐπεση‐ μηνάμεθα. εἴρηται δὲ ἐν τοῖς πρώτοις ὅπως φασὶν οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, καὶ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς οὐκ ἔστιν αὐτοῖς διάφωνος ἐν
35τούτοις, ἴσως δὲ οἱ ἀπὸ τῆς Ἰωνίας φυσικοὶ τὸ ἓν καὶ τὸ ὂν ὕδωρ ἢ πῦρ ἤ τι τοιοῦτον εἶναι νομίζοντες. ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, 〈εἰ〉 καὶ τὴν νοητὴν καὶ ἀκίνητον οὐσίαν πρεσβεύει καὶ κατηγορεῖ τῶν σώματα μόνα φασκόντων εἶναι, ἀλλ’ οὖν τὸ μὲν ἓν καὶ τὸ ὂν δηλός ἐστι
μὴ διιστὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ ταὐτὸν εἶναι λέγων τῷ ὑποκειμένῳ,44

45

ἐπινοίᾳ δέ, εἰ ἄρα, διαφέρειν ἀλλήλων, ἑκάτερον δὲ τούτων καὶ ἀμφότερα τόδε τι σημαίνειν, οἷον νοῦν ἢ ψυχὴν ἢ κόσμον ἢ ἥλιον, αὐτὸ δὲ τὸ ἓν εἶναι ἢ τὸ ὂν μηδὲν ἄλλο τῶν ὄντων ὂν οὐκ ἀνεχόμενος. περὶ ὧν ἴσως ἐξέσται κατὰ καιρὸν ἀπορῆσαι πρὸς αὐτόν· τέως δὲ νῦν τὰς εἰς ἑκάτερον
5ἐπιχειρήσεις αὐτοῦ κατανοήσωμεν.
6nΣυμβαίνει .... καθ’ ἕκαστα.
7 Ἔχει μὲν ὁ λόγος πολλὴν ἀνάγκην καὶ κατὰ τὸ φαινόμενον· εἰ γὰρ ἔστι τὰ καθόλου, πολλῷ πλέον ἔστι τὰ καθολικώτατα· καὶ εἰ ἔστι τὰ καθο‐ λικώτατα, ἔστι τὸ ὂν καὶ τὸ ἓν ἐξῃρημένα τῶν ὅλων· ταῦτα γάρ ἐστι τὰ
10καθολικώτατα. εἰ δὲ ταῦτα μὴ ἔστιν, οἴχεται τὰ καθόλου· ᾧ ἕπεται τὸ μήτε ἐπιστήμην εἶναι μήτε κατὰ φύσιν ἀλλήλοις ὁμοειδῆ τὰ πράγματα εἶναι, κατὰ συντυχίαν δὲ καὶ κατὰ τὸ ἀστάθμητον καὶ εἰκῇ τάδε τοῖσδε μὲν εἶναι ὁμοειδῆ, τῶνδε δὲ ἀνομοειδῆ. μὴ γὰρ προϋπάρχοντος ἑνὸς εἴδους, οὗ τὰ μὲν μετέχοντα ὁμοειδῆ, τὰ δὲ μὴ μετέχοντα 〈μὴ〉 ἔστιν ὁμοειδῆ,
15οὐχ ὁρῶ τίς ἔσται τούτων αἰτία ποιητικὴ καὶ φρουρητικὴ καὶ ἀναπόδραστος. οὐ μὴν ἀλλ’ εἴ τις ἐνατενίσειε τῷ λόγῳ, προσεχῶς μὲν ὄψεται τά τε εἴδη καὶ τὰ καθόλου συναναιρούμενα τῇ ὑποθέσει, οὐδὲν δὲ ἧττον καὶ τὰ αἰσθητὰ τῶν ὄντων περιγραφόμενα. εἰ μὴ γὰρ εἴη αὐτοὲν τῶν ἁπάντων ἐξῃρημένον, οὔτε τῶν καθόλου δύναταί τι εἶναι οὔτε τῶν ἀτόμων· τὸ μέν, ὅτι ἓν καὶ
20πλῆθος ἡ φύσις, δεῖ δὲ προτάττειν τὸ μόνως ἕν· τὸ δέ, ὅτι πολλὰ ἓν ἡ σύστασις, καὶ ἅμα ὅτι τῶν ἐν μεθέξει 〈ἑνῶν〉, εἰ μὴ προθείη τις τὸ ἀμέ‐ θεκτον ἕν, οὐκ ἔσται τὸ αἴτιον τῆς ἐν τοῖς οὖσιν ἑνώσεως, ὥσπερ οὐδὲ τοῦ εἶναι τοῖς ὁπωσποτοῦν οὖσιν αἰτίαν καταλιμπάνουσιν οἱ μὴ τὸ ὂν ἀρχὴν ἁπάντων εἶναι λέγοντες. ὥσπερ γὰρ τῶν ἀγαθῶν τοῖς πᾶσιν ἀρχὴ μία τὸ
25ἀγαθόν, ὃ οὔτε τινός ἐστιν ἀγαθὸν οὔτ’ ἄλλο τι παρὰ τἀγαθόν, καὶ ὥσπερ τοῦ κινεῖσθαι τοῖς πᾶσι τὸ αὐτοκίνητον αἴτιον καὶ τούτῳ δὲ ἡ αὐτοκίνησις, ἥτις οὐ τοῦδέ ἐστι κίνησις οὐδ’ ἄλλο τι παρὰ τὴν κίνησιν, ἀλλ’ ὅπερ εἴπο‐ μεν αὐτοκίνησις, ἔχει δὲ καὶ τὰ γιγνώσκοντα πάντα τὴν αὐτόγνωσιν ἀρχήν, οὕτω τὰ μὲν ὄντα ᾗ ὄντα πρόεισιν ἀπὸ τοῦ ὄντος, ὃ οὐ τόδε ἐστὶ τὸ ὂν
30ἀλλ’ αὐτοόν, τὰ δ’ ἡνωμένα τὴν ἕνωσιν ἀπὸ τοῦ ἑνὸς τοῦ ἐξῃρημένου τῶν ὅλων καταδέχεται.
32nὍτι δὲ .. ὄντων.
33 Ἕπεται μὲν ἐξ ἀνάγκης μηδ’ ἀριθμὸν εἶναι τὸν οὐσιώδη τοῦ ἑνὸς μὴ ὄντος, οὐ μὴν δι’ ἣν ἐπιφέρειν μέλλει αἰτίαν· λογικὴ γάρ ἐστιν. αὐτίκα
35ψευδῶς ἐκ μονάδων λαμβάνει συγκεῖσθαι τὸν εἰδητικὸν ἀριθμὸν καὶ οὐσιώδη·
κἂν ἐκ μονάδων δέ τις αὐτὸν εἶναι συγχωρήσῃ, οὐ δήπου ἐξ ὁμοειδῶν τῷ45

46

ἑνὶ περὶ οὗ ὁ λόγος· πῇ δὴ οὖν ἀληθὲς τὸ εἰρημένον, ὅτι καθ’ ὁμοιότητα τοῦ ἑνὸς ὁ ἀριθμὸς ἁπανταχοῦ πρόεισιν; ἂν μὲν οὖν ᾖ τι ἓν ἐξῃρημένον τῶν ὅλων, ἔσται τις καὶ ἀριθμός, οὔθ’ ὁ ἐν τοῖς ἀριθμητοῖς οὔθ’ ὁ μονα‐ δικός (τελευταῖοι γὰρ οὗτοι καὶ ἄλλῳ ἑνὶ συνυφιστάμενοι), ἀλλ’ ὁ αὐτοαρι‐
5θμὸς εἶδος ὢν νοερὸν καὶ οὐσία ἡ πρωτίστη καὶ νοητή· ἐὰν δὲ μὴ ᾖ τὸ αὐτοέν, ἀρχῆς μὴ οὔσης οὐδ’ ἂν τὸ ἐκ τῆς ἀρχῆς ὑποσταίη. εἰ .... ὄν. καὶ τοῦτο εὖ λέγει· κοινότερον δὲ ἐπὶ τοῦ ἑνὸς τῇ οὐσίᾳ χρῆται, ἐπεὶ μόνον ἓν ὂν δηλονότι καὶ ὑπὲρ οὐσίαν ἐστίν, εἴ γε ἡ μὲν οὐσία δεῖται τοῦ εἶναι ἕν, τὸ δὲ οὐ δεῖται τῆς οὐσίας, ἵνα μὴ ἀντὶ ἑνὸς ἡνωμένον γένηται. οὐ
10... αὐτ. οὐ γὰρ ἕτερά τινα ὄντα κατηγορεῖται καθόλου τῶν ἄλλων πρα‐ γμάτων, ὡς τὰ εἴδη καὶ τὰ γένη (τὰ γὰρ εἴδη, ἕτερα ὄντα τῶν ἀτόμων, κατηγορεῖται αὐτῶν, ὁμοίως δὲ καὶ τὰ γένη τῶν εἰδῶν καὶ τῶν ἀτόμων ἕτερα ὄντα κατηγορεῖται), ἀλλ’ ἡ οὐσία αὐτῶν τὸ αὐτοέν ἐστι καὶ αὐτοόν. ὡς οὖν τὸν Σωκράτη λέγομεν οὐχ ἕτερον ἑτέρου κατηγοροῦντες, ἀλλ’ ὅπερ
15ἐστὶν αὐτὸ λέγοντες, οὕτω καὶ τὸ ἓν καὶ τὸ ὂν οὐκ ἄλλα ὄντα κατ’ ἄλλων τάττομεν, ἀλλ’ αὐτὰ ταῦτα ἑρμηνεύοντες οὕτως ὀνομάζομεν. καὶ ἔστι μὲν ἀληθὲς τὸ λεγόμενον, προσθεῖναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ καθ’ ἑτέρων λέγεται, ἀλλ’ οὖν πᾶσιν αἴτια τοῦ εἶναι καὶ τοῦ ἡνῶσθαι ταῦτα καθέστηκεν.
19nἈλλὰ .... ὄντα.
20 Ἄρχεται εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν, καί φησιν ἀπορώτατον εἶναι τοῖς αὐτοὸν ὑποτιθεμένοις τὸν περὶ τῆς τῶν ὄντων ὑποστάσεως λόγον. ὅτι μὲν οὖν βαθὺ τὸ σκέμμα, πῶς ἐξ ἑνὸς οὐδεμίαν διπλόην οὐδὲ ἔμφασιν πλήθους ἔχοντος ἐν ἑαυτῷ οὐδὲ ἑτερότητα τὰ πάντα ὑπέστη, δηλοῦσι Πλω‐ τῖνος Πορφύριος Ἰάμβλιχος καὶ πάντες οἱ θεωρητικώτερον περὶ τοῦτο τὸ
25πρόβλημα διατρίψαντες· οὐ μὴν ἀλλ’ αἰτιασάμενοι τὴν ἐν ἁπλότητι γονι‐ μωτάτην αἰτίαν τοῦ ἑνὸς τὰ ὑπ’ αὐτοῦ προτεινόμενα λύειν ἐπιχειρήσομεν. τὸ γὰρ .. τὸ ὄν. ὁ μὲν Παρμενίδης ὅπως ἔλεγεν ἓν εἶναι τὸ ὄν, πολλάκις εἴπομεν, ὅτι τὸ πᾶν νοητὸν ἡνῶσθαι καθ’ ὑπερβολὴν ἡγούμενος ἕν τε τὸ ὂν ἔλεγεν εἶναι καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ὅπερ ἦν τὸ αἰσθητόν, καὶ τὸ
30οὐκ ὂν οὐδέν, ὅτι μὴ ἰσότιμον ἐκείνῳ μηδ’ ἔστι τι ὡς πρὸς ἐκεῖνο μηδὲ πλέον ἐκεῖνο γίγνεται τούτου ὑποστάντος· ὡς γὰρ ὁ Σωκράτης εἷς μένει, κἂν ἔχῃ πολλὰς εἰκόνας, οὕτω τὸ νοητὸν ἓν μένει καὶ τοῦδε ὑποστάντος τοῦ κόσμου, ὃς οὐδέν ἐστι πρὸς ἐκεῖνο, πλὴν ὅτι ἐξήρτηται αὐτοῦ κἀκεῖθεν ἔχει τό τε εἶναι καὶ τὸ τέλειος εἶναι. αὐτῷ δὲ νῦν λέγοντι τὸ ἕτερον τοῦ
35ὄντος μὴ εἶναι οὐκ ἄν τις εὐλόγως [οὐ λόγῳ] συγχωρήσειε· πρῶτον μὲν γὰρ οὐ κατὰ τὸ ὅλον νοητὸν λαμβάνει τὸ ὂν ἡ παρ’ αὐτῷ νῦν ὑπόθεσις εὐθυνομένη, ἀλλὰ τὸ ἀκρότατον αὐτοῦ, ὃ οὔτε νοῦς οὔτε ζωή πως, ἀλλ’
αὐτὸ τὸ ὄν, οὗ τὰ ἐχόμενα καὶ τὰ προσεχῆ γεννήματα ἕτερα αὐτοῦ ὄντα46

47

ὅμως ὄντα ἐστίν. ἔπειτα εἰ μὲν ὡμολόγει καὶ αὐτὸς μὴ εἶναι ὄντα τὰ αἰσθητά, συγχωρεῖν ἔδει τῇ λεγούσῃ προτάσει τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι· ἐπειδὴ δὲ μάλιστα πάντων τούτοις ὡς οὖσι πιστεύει, πῶς ἂν ἐν καιρῷ ταύ‐ την δέχοιτο τὴν συγκατάθεσιν; οὔτε οὖν τὸ ὂν τὸ Παρμενίδειον λαμβάνομεν
5οὔτε τὸ οὐκ ὄν. ὥστε ἐκεῖνο 〈οὐ〉 συγχωρήσαντες τοῖς νῦν ἐπιχειρουμένοις ἐνιστάμεθα.
7nἈμφοτέρως .... ἓν ἕκαστον.
8 Ὅτι μὲν οὖν τοῦ ἑνὸς μὴ ὄντος οὐκ ἔσται ἀριθμός, εἴρηται καὶ καλῶς εἴρηται· ἀρχῆς γάρ, φησίν, ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτ’ ἄλλο ἐξ
10αὐτῆς ποτε γενήσεται. διὰ τί δὲ καὶ ὄντος οὐκ ἔσται; ἆρα διὰ τὴν εἰσβολὴν τῆς ἐν τῷ Παρμενίδῃ πρώτης ὑποθέσεως, εἰ ἕν ἐστι, πολλὰ οὐκ ἂν εἴη; ἀλλ’ ἐκεῖ πολλὰ οὐ τὰ ἀπὸ τοῦ ἑνὸς προϊόντα ἀναιρεῖ, ἀλλὰ τὰ ἐν αὐτῷ τῷ ἑνὶ ὑπάρ‐ χοντα. τῷ ὄντι γὰρ εἰ ἓν καθαρῶς ἐστιν, οὐκ ἂν αὐτὸ τοῦτο εἴη καὶ πολλά· πολλῶν μέντοι αἴτιον ἀριθμῶν νοητῶν τε καὶ νοερῶν καὶ ἐγκοσμίων οὐ
15κωλύεται εἶναι. οὗτος δὲ λαμβάνει, ὅτι τὸ παρὰ τὸ ἓν οὐδέν ἐστι· πάντα γὰρ τὰ ὄντα ἢ ἓν ἢ ἐκ μονάδων συνέστηκεν, ὥστ’ εἴ τι ἓν ἀπὸ τοῦ ἑνός, ἕτερον μὲν ἔσται τοῦ ἑνός, ἕτερον δὲ τοῦ ἑνὸς ὑπάρχον οὐδέν ἐστι, τὸ δὲ μηδὲν οὐκ ὄν, ἐπειδὴ πᾶν τὸ ὂν ἢ ἓν ἢ πολλὰ ὧν ἕκαστον ἕν. φαμὲν δὲ ὅτι οὐκ ἔστιν 〈τὸ〉 ἀπὸ τοῦ ἑνὸς ἤδη οὐδέν. οὐ γὰρ εἰ μὴ ἐκεῖνο
20τὸ ἕν, ἤδη οὐχ ἓν ἢ οὐδέν, ἀλλὰ δευτέρως ἓν καὶ πάλιν τρίτως· ὅπου γὰρ καὶ τὰ ἔσχατα τῶν ἐσχάτων, τὰ ἐπίκηρα καὶ ἔνυλα τῶν αἰσθητῶν μετέχει τοῦ ἑνός, ἤπου γε τῶν νοητῶν τι καὶ θείων ἐστέρηται τοῦ ἓν εἶναι; ἀρκεῖ οὖν ἡ γονίμη τοῦ ἑνὸς αἰτία ἐξ ἑαυτῆς παράγειν καὶ ἀριθμοὺς καὶ τὰ πάντα, καὶ οὐ δεῖ ζητεῖν ὑποκείμενον ἐξ οὗ τὰ ὄντα ὑφίστησι· τούτου γὰρ ἡ
25φύσις πρώτη δεδέηται.
26nἜτι εἰ .. εἴη.
27 Φορτικὸν μὲν αὐτός φησιν εἶναι τὸν λόγον τοῦ Ζήνωνος ἀναιροῦντος τὴν τοῦ ἑνὸς φύσιν καὶ τὴν τοῦ σημείου καὶ παντὸς τοῦ ἀδιαιρέτου, ὅτι μήτε προστιθέμενα μήτ’ ἀφαιρούμενα τὸ ποσὸν τῶν ὑποκειμένων ἀμείβουσιν·
30ὁ γὰρ τοῦτο λέγων, φησί, πρῶτον μὲν ἅπαν τὸ ὂν μέγεθος εἶναι οἴεται καὶ τοῦτο στερεόν· τὰ γὰρ ἐπίπεδα καὶ 〈αἱ〉 γραμμαὶ οὐ παντοδαπῶς προστιθέ‐ μενα ἢ ἀφαιρούμενα μειοῦσιν ἢ αὔξουσι τὸ ὑποκείμενον, ἀλλ’ ἐὰν μὲν κατὰ τὸ πέρας αὐτῶν συντεθῶσιν αὔξουσιν, ἄλλως δὲ οὔ. ἔπειτα, ὅτι καὶ εἰ μὴ μεῖζον ἡ μονὰς ποιεῖ τὸ ποσόν, ἀλλὰ πλεῖον. ἡμεῖς δὲ ποὸς τοὺς πολλοὺς
35τὸν Ζήνωνα γυμναστικοὺς λόγους ποιούμενον οὐκ ἀπὸ σπουδῆς τούτοις ἐπι‐ χειρεῖν οἰόμεθα· εἰ μὴ ἄρα τοσοῦτον ᾐνίττετο, ὅτι τὰ ἀδιαίρετα τῆς φύσεως
οὐκ ἔστι τῶν διαιρετῶν, ἀλλ’ ὑπερέχοντα τούτων ἄλλως αὐτὰ περατοῖ καὶ47

48

ὁρίζει. ἀλλὰ .... μέγεθος. πάλαι μὲν αὐτῷ θαυμαστὸν εἶναι κατε‐ φαίνετο, εἰ καὶ ἀριθμὸς ἐκ τοῦ τοιούτου ἑνὸς ὑποστῆναι δύναται, νυνὶ δὲ παραδοξότερον ἔτι φησὶ τὸ μέγεθος ἐξ αὐτοῦ παράγειν. διὸ καὶ ἐπήγαγεν· ὅμοιον ... φάσκειν. ἡμεῖς δὲ τὸ μὲν αὐτομέγεθος ἀμερὲς ὂν καὶ θεῖον
5καὶ νοητὸν καὶ ἐν πρώτοις ἱδρυμένον τῶν ὄντων † πρὸς ἐκεῖθεν μετὰ πάν‐ των τῶν ὄντως ὄντων ἐκφανῆναί φαμεν· τὸ δὲ αἰσθητὸν μέγεθος ἡ φύσις ἐπιφέρει τῇ ὕλῃ δυναμουμένη καὶ ποδηγετουμένη [ἡ] παρὰ τῶν δημιουργικῶν θεῶν, ὧν πατὴρ ὁ εἷς καὶ ὅλος δημιουργὸς ἔκγονος ὢν τἀγαθοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἑνός, οὗ πάντα μιμήσει τὴν ἕνωσιν ἐπιφέρει τοῖς μεθ’ ἑαυτά,
10ὥστε δι’ αὐτοῦ ἡνῶσθαι καὶ τὸ αἰσθητὸν μέγεθος. πῶς οὖν ὅμοιον τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συνεστάναι, ὃ δέδεικται ὂν ἀδυνατώτατον, καὶ τὸ ἓν τὰ παντοῖα μεγέθη παράγειν; οὐδὲν γὰρ αὐτοῖς κοινὸν πλὴν ὅτι ὥσπερ τἆλλα πάντα ἴχνος τι καὶ ἔσχατον ἴνδαλμα παρεσπάσατο τοῦ ἑνός, οὕτω καὶ ἡ στιγμὴ τῷ ἀδιαιρέτῳ μιμεῖσθαι δόξειεν ἂν τὸ ἕν· ἀλλ’ ἡ μὲν ἀτελής
15ἐστι 〈καὶ〉 καθ’ ἑαυτὴν ἀνυπόστατος, καὶ ὅπερ ἐστὶν ἄλλου ἐστίν, ἔτι δὲ ἄγονος ἄζως ἀνόητος, τὸ δὲ παντὸς αἴτιον τοῦ τελείου καὶ τοῦ ὄντως ὄντος ἐφ’ ἑαυτοῦ τε μένον, γεννητικώτατον τῶν ἁπάντων, ζωῆς καὶ νοήσεως ἀρχή, κρεῖττον δὲ αὐτὸ τούτων ἁπάντων, ὧν ἐστιν ἀρχή.
19nἈλλὰ ... δῆλον.
20 Ἀπορεῖ δὲ πρὸς τὸν Πλάτωνα, πῶς ἐξ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἣν οὐχ ἓν καὶ ἀνισότητα καλεῖ, νῦν μὲν ἀριθμὸν ποιεῖ, νυνὶ δὲ μέγεθος· οὐδὲ γὰρ εἰ ἀντὶ τοῦ ἑνὸς τὸν ἀριθμὸν τῇ ἀορίστῳ δυάδι συντάξει, δῆλον ἔσται, πῶς ἐξ αὐτῆς τὸ μέγεθος ὑφίστησι. πρὸς ἅ φαμεν, ὅτι ἡ μὲν νοητὴ μονὰς καὶ δυὰς τὸν ἐκεῖ γεννῶσιν ἀριθμόν, τὰ δὲ ἀνάλογον αὐταῖς παρ’
25ἡμῖν τὸ αἰσθητὸν μέγεθος· ἔστι δὲ τὸ παρ’ ἡμῖν εἶδος οἷον ἓν καὶ μονάς, ἡ δὲ ὕλη τὸ ἔσχατον τῆς ἀορίστου δυάδος μίμημα, ἐξ ὧν τὸ τῇδε μέγεθος. εἰ δὲ τὴν φύσιν ἐθέλοις διὰ τὸ γεννητικὸν κατὰ τὸ ἓν τάττειν καὶ τὴν μονάδα, τὸ εἶδος κατὰ τὸν ἀριθμὸν θεωρήσεις. ὥστε τὸ μέγεθος ἄλλως μὲν ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος ὑφεστάναι λέγοιτ’ ἂν οὐκ ἐπιδούσης
30ἑαυτὴν τῆς μονάδος τῷ συστήματι τοῦ μεγέθους, ἄλλως δὲ ἐξ ἀριθμοῦ καὶ τῆς ἀορίστου δυάδος τῶν ὥσπερ στοιχείων αὐτοῦ τοῦ μεγέθους.
32nΤούτων δὲ .. οὔ.
33Ἐν μὲν τῇ ἐκθέσει τῶν προβλημάτων τοῦτο τελευταῖόν ἐστι καὶ ἑπτα‐
καιδέκατον, νυνὶ δὲ τρίτον ἐστὶν ἐπὶ δέκα διὰ τὴν πρὸς τὸ προγυμνασθὲν48

49

οἶμαι συγγένειαν· ζητήσας γὰρ ἐν ἐκείνῳ, εἰ τὸ ἓν καὶ τὸ ὂν οὐσία, αἳ δὴ ἀρχαὶ εἶναι τῶν νοητῶν ἐδόκουν οὐσιῶν, νῦν εἰ αἱ μαθηματικαὶ θεωρίαι περὶ οὐσίαν ἀναστρέφονται, θελήσει σκέψασθαι· εἴρηται δὲ ἐν τοῖς πρώτοις, τίνα μὲν τούτων οὐσίας, τίνα δὲ χρὴ νομίζειν εἶναι συμβεβηκότα· διὸ τοῖς
5ἐπιχειρήμασι νυνὶ προσεκτέον.
6nΕἰ μὴ γάρ εἰσι, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι
7nτῶν ὄντων.
8 Ἐάν τις, φησί, μὴ λέγῃ ταῦτα οὐσίας, οὔπω ἴσμεν τίς ἐστιν ἡ οὐσία· οὐ γὰρ δὴ ἡ λευκότης ἢ ἡ λεύκανσις οὐσία, ἀλλὰ τὸ μὲν πάθος οὐσίας,
10τὸ δὲ κίνησις· οὐ μὴν οὐδὲ τὸ δεξιὸν ἤ τι τῶν πρός τι λεγομένων οὐσία οὐδ’ ἡ ὑγεία οὐδ’ οἱ περὶ τούτων λόγοι, ἀλλὰ τὸ μὲν διάθεσις οὐσίας, τὸ δὲ φωναὶ σημαντικαί. διὸ καὶ ἐν ὑποκειμένῳ πάντα ἐστὶ ταῦτα καὶ οὐδὲν καθ’ αὑτὸ ὄν· ὕδωρ δὲ καὶ πῦρ καὶ ἀὴρ καὶ γῆ κατὰ μὲν τὰς ποιότητας οὐκ οὐσίαι, κατὰ δὲ τὸ σῶμα τὸ ἄποιον, ὃ καὶ διαμένειν φαμὲν 〈ἐν〉 ταῖς
15παντοίαις μεταβολαῖς, ἴσως ἂν οὐσιῶδες ἔχοι τι. πλὴν καὶ τούτου δοκεῖ μᾶλλον εἶναι ἡ ἐπιφάνεια καὶ ταύτης ἡ γραμμὴ καὶ τῆς γραμμῆς ἡ στιγμὴ καὶ ταύτης ἡ μονάς· πανταχοῦ γὰρ τὸ περατοῦν καὶ ὁρίζον τοῦ περα‐ τουμένου μᾶλλον οὐσίωται, καὶ ὃ συναναιρεῖ μὲν οὐ συναναιρεῖται δὲ τῇ οὐσίᾳ πρότερον ἂν εἴη. μονὰς μὲν οὖν πάντα ὁρίζει, στιγμὴ δὲ τὰ δια‐
20στατά, γραμμὴ δὲ τὰ ἐπίπεδα καὶ τὰ στερεά, ἡ δὲ ἐπιφάνεια τὰ σώματα· καὶ μονάδος μὲν μὴ οὔσης οὐδέν ἐστι τῶν ἐφεξῆς, οὐδὲ σημείου τῶν δια‐ στατῶν· σώματος δὲ μὴ ὄντος οὐ κωλύεται εἶναι τὰ πρὸ αὐτοῦ. διὸ εἴτε σώματά ἐστι τὰ ὄντα κατὰ τοὺς φυσικούς, αἱ ἀρχαὶ τῶν σωμάτων οὐσίαι· εἴτε ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους, ἥ τε ἀρχὴ τῶν ἀριθμῶν εἴη ἂν
25οὐσία καὶ τὰ τῇ μονάδι συγγενῆ. τούτων δὲ οὕτω κατεσκευασμένων οὐδέτε‐ ρον τῶν λόγων φαμὲν ἔχειν ἰσχὺν ἀληθινήν· οὔτε γὰρ τὸ περατοῦν ἀεὶ τοῦ περατουμένου μᾶλλον ὄν, ἀλλ’ ὅταν ἐξῃρημένον αὐτοῦ τῆς φύσεως πέρας αὐτῷ ἐπιφέρῃ, ὡς ἡ τέχνη καὶ ἡ φύσις τοῖς τεχνητοῖς καὶ φυσικοῖς σώμασιν, οὐ μὴν ὅταν ἑαυτὸ ἐπιδιδῷ πρὸς τὴν τῶν ὁριζομένων ἀποπερά‐
30τωσιν· οὔτε ἀεὶ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον μᾶλλον οὐσία τοῦ ἀντικειμένως ἔχοντος, ἐπεὶ οὕτως ἂν καὶ οἱ λίθοι μᾶλλον ἦσαν τῆς οἰκίας καὶ τὰ ξύλα τῆς νεὼς καὶ ὅλως αἱ ὗλαι τῶν εἰδοπεποιημένων, ἀλλ’ ὅταν μὴ ᾖ τι μέρος τοῦ συναναιρουμένου τὸ ἀναιροῦν μηδὲ στοιχεῖον ἢ πέρας ἢ τῶν ὅλως ἑαυτὰ ἐπιδιδόντων εἰς 〈τὴν〉 ἐκείνου σύστασιν. τὰ μὲν οὖν ἀληθῆ
35γένη πρότερα τῶν εἰδῶν καὶ ἡ οὐσία τῶν συμβεβηκότων, ἡ δὲ ἐπιφάνεια ὡς μὲν ἀυλοτέρα προτέρα τοῦ σώματος, ὡς δὲ μᾶλλον οὐσία οὐ προτέρα.
δῆλον δὲ ὅτι περὶ ἐπιφανείας τῆς ἐνυπαρχούσης τοῖς σώμασιν οἱ λόγοι.49

50

(1n)

Ἀλλὰ ... οὐδεμία.
2 Εἰ ταῦτα μὲν μᾶλλον οὐσίαι τῶν σωμάτων, οὐκ ἔστι δὲ ταῦτα (οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασιν οὔτ’ ἐν ἄλλοις· δεῖ δὲ αὐτὰ εἶναι ἐν σώμασιν), πῶς μέν τις ἂν εἴη οὐσία; ῥητέον δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς
5ἐστι σώμασι φυσικῶς τε καὶ ἐνύλως (διὸ καὶ οὐ φυλάττει τὴν φύσιν ἣν ἐπαγγέλλεται, ὡς οὐδ’ ἄλλο τι τῶν ἐνύλων εἰδῶν), οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ μαθηματικῷ σώματι, ὃ εἰ καὶ μὴ αἰσθητόν, ἀλλ’ οὖν φανταστόν ἐστιν, ἔτι δὲ ἐν τοῖς δοξαστοῖς λόγοις καὶ τοῖς νοητοῖς εἴδεσιν· καὶ ὅμως τοσαυταχῶς αὐτῶν ὄντων οὐ κωλύονται καὶ ἄλλαι εἶναι οὐσίαι καθ’ ἑκάστην τάξιν τῶν ὄντων.
10nἜτι ... μῆκος.
11 Αἱ διαιρέσεις οὔκ εἰσιν οὐσίαι· διαιρέσεις δὲ μεγέθους ἐπιφάνεια μὲν εἰς βάθος, γραμμὴ δὲ εἰς πλάτος, σημεῖον δὲ εἰς μῆκος· οὐκ ἄρα οὐσίαι ταῦτα. ῥητέον δὲ πρὸς τὴν μείζονα πρότασιν, ὅτι αἱ μὲν ἐνυπάρχουσαι τοῖς σώμασι διαιρέσεις τῶν μοναδικῶν ἀριθμῶν τυχὸν οὐκ ἂν εἶεν οὐσίαι,
15ἡ δὲ πρώτη ἑτερότης πάντα διακρίνουσα καὶ ὅλως τὰ θεῖα γένη, ὅσα τῆς διαιρέσεως ἐπάρχει, πῶς οὐχὶ τὴν κατ’ εἴδη καὶ κατ’ οὐσίαν ἱσταμένην διαίρεσιν τοῖς ὅλοις ἐπιφέρουσι; πρὸς ... ἥμισυ. † ὁ λόγος· οὔτε τὰ σχή‐ ματα 〈τὰ〉 δυνάμενα ἐγγενέσθαι τῷ λίθῳ ἔστιν ἐν αὐτῷ, οὔθ’ αἱ διαιρέσεις αἱ μηδέπω ἐνεργείᾳ οὖσαι. † εἰ τοῦτο ἡ ἐπιφάνεια, οὐδ’ ἂν ἄλλη εἴη.
20πρὸς ὃ φαίη τις ἄν, ὅτι [οὐκ] ἀνάγκη τῆς ἐνεργείᾳ οὔσης καὶ τὴν δυνάμει εἶναι ἢ ταύτης μηδέπω οὔσης μηδὲ τὴν ἐνεργείᾳ εἶναι, εἶναι δὲ μίαν ἐνερ‐ γείᾳ οἷον τὴν διχοτομοῦσαν τὸν κύβον οὐδὲν κωλύει· αἱ μὲν γὰρ ἄπειροι διαιρέσεις δυνάμει, τῶν δὲ πεπερασμένων † ἐνεργείᾳ οὐδὲν κωλύει καὶ ἐνεργείᾳ θεωρεῖσθαι.
25nΠρὸς ... ἄλογα.
26 Τὸ ἐπιχείρημα τοιοῦτον· πᾶσα οὐσία ἡ ποτὲ μὲν οὖσα ποτὲ δὲ οὐκ οὖσα διὰ γενέσεως μὲν εἰς τὸ εἶναι, διὰ δὲ φθορᾶς εἰς τὸ μὴ εἶναι περι‐ άγεται· ταῦτα δὲ τὰ πέρατα τῶν μεγεθῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν ἀχρόνως· οὐκ ἄρα οὐσίαι. καὶ δοκεῖ τὸ ἐπιχείρημα ἔχειν ἀλήθειαν, ἐπεὶ καὶ πᾶσα
30μὲν οὐσία γιγνομένη καὶ φθειρομένη δεῖται ὑλικοῦ αἰτίου, ταῦτα δὲ οὐκ50

51

ἔνυλα. τεκμήριον δὲ τοῦ μὴ πρότερον οὖσαν τὴν στιγμὴν καὶ οἷον λανθά‐ νουσαν ὕστερον ἀναφαίνεσθαι τὸ καὶ διαιρεθείσης γραμμῆς δύο σημεῖα γίγνεσθαι ποιεῖται· οὐ γὰρ δὴ μία, φησίν, οὖσα διῃρέθη εἰς δύο ἡ ἀδιαίρετος, ἀλλὰ δηλονότι οὐκ οὖσαι πρότερον ἀχρόνως καὶ ἄνευ γενέσεως
5ὑπέστησαν ἐκ τῆς διαιρέσεως. παραπλησίως ... χρόν. ὅτι ἔστι τινά, ἃ μὴ ὄντα πρότερον ἔξω γενέσεως ἀναφαίνεται καὶ χωρὶς φθορᾶς ἀφανίζεται, καὶ οὐδὲν τούτων οὐσία, μαρτυρεῖν φησι καὶ τὴν χρονικὴν διαί‐ ρεσιν τὸ νῦν, ᾧ καὶ ἡ στιγμὴ ἀναλογεῖ· οὐδὲν οὖν τούτων οὐσία. πρὸς ὃ φαίης ἄν, ὅτι καὶ εἰ μὴ οὐσία ταῦτα, ἀλλ’ οὖν ὄντα εἶναι οὐ κωλύεται· πολλαχῶς
10γὰρ τὸ ὄν.
11nὍλως ... εἴδη.
12 Τοῦτο ἰδίᾳ μὲν ἐν τοῖς πρώτοις οὐ προὔτεινεν, ἔοικε δὲ μέρος εἶναι τοῦ πέμπτου (ἀπορεῖ γὰρ ἐν τούτῳ πρὸς τὰς ἰδέας) ἢ τοῦ ἐνάτου· καὶ γὰρ ἐν ἐκείνῳ πρὸς αὐτὰς ἠπόρησεν. ἡ δὲ κατασκευὴ τοῦ παντὸς λόγου τοιαύτη·
15εἰ διὰ τοῦτο παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ τίθεμεν εἶναι τὰ εἴδη, ἐπειδὴ τὰ μὲν αἰσθητὰ πολλά ἐστιν ἕκαστα, οἷον ἵπποι πολλοὶ καὶ βόες καὶ ἄνθρωποι, ὁμοίως δὲ καὶ τὰ μαθηματικά (πολλὰ γὰρ τρίγωνα καὶ κύκλοι καὶ σφαῖραι καὶ πυραμίδες), χρὴ δὲ ἡμᾶς μὴ στῆναι ἐπὶ τοῦ πλήθους ἀλλ’ ἐπὶ τὰς ἑκάστων ἐλθεῖν μονάδας, τὸν ἕνα ἄνθρωπον τὸ ἓν τρίγωνον τὸν
20ἕνα κύκλον, ἀνάγκη ἕκαστον τῶν εἰδῶν ἓν εἶναι τῷ ἀριθμῷ· ἀλλὰ μὴν οὐ δύνανται 〈αἱ〉 ἀρχαὶ ἓν εἶναι τῷ ἀριθμῷ ὡς δέδεικται ἐν τῷ δεκάτῳ προβλήματι· οὐκ ἄρα δύναται εἶναι τὰ εἴδη. πρὸς ὃ φαίης ἄν, ὅτι τάχα μὲν οὐδὲ τὰ ὑλικὰ αἴτια δέδεικται πάντα μὴ δυνάμενα τῷ ἀριθμῷ ὡρίσθαι· *** φησὶν ὁ Ἐμπεδοκλῆς. εἰ δ’ οὖν ἐπὶ τῶν ἐνυπαρχουσῶν τοῖς ἀποτε‐
25λέσμασιν ἀρχῶν ἀδύνατον ἐφάνη τὸ τὰς ἀρχὰς ὅρον ἔχειν ἀριθμητικόν, οὐ δήπου καὶ ἐπὶ τῶν γεννητικῶν καὶ ὑπερτάτων αἰτίων ἐκεῖνα χώραν ἔχει τὰ ἐπιχειρήματα· οὕτω γὰρ ἂν οὐδ’ οἱ κατ’ αὐτὸν χωριστοὶ γίνοιντο ἀρι‐ θμοί, εἰ 〈μὴ〉 εἶεν ὡρισμένοι. καὶ τοῦτο δὲ ψευδῶς εἴληπται τὸ διὰ ταύτην μόνην τὴν αἰτίαν ἐπὶ τὰ εἴδη δραμεῖν τοὺς τῆς ἀληθείας φιλοθεάμονας.
30ὅτι μέντοι πᾶν ὃ ἔχει τὰ εἴδη οὐσία ἐστὶ καὶ οὐδὲν κατὰ συμβεβηκός, ὀρθῶς τε καὶ ἡμεῖς προσιέμεθα.
32nΣύνεγγυς ... τρόπον.
33Τοῦτο καὶ ἐν τῇ ἐκθέσει τῶν προβλημάτων πεντεκαιδέκατόν ἐστιν.
ζητεῖ δὲ ἐν αὐτῷ πότερον αἱ ἀρχαὶ δυνάμει ἢ ἐνεργείᾳ· τὸ γὰρ ἤ τινα51

52

ἕτερον τρόπον τὸ ἐνεργείᾳ σημαίνει, ἀποκρύψας ἐξεπίτηδες οἶμαι τοῦτο τὸ ὄνομα, ἵνα μὴ ἀνέλῃ τὸ ἄπορον τοῦ προβλήματος· τίς γὰρ οὐκ ἂν τὸ τέλειον τοῦ ἀτελοῦς ἀρχικώτερον ἔφησεν εἶναι; διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οὐδὲ αἴτια ἢ ἀρχὰς εἶπεν, ἀλλὰ στοιχεῖα, ἐν οἷς τῷ ὄντι πολὺ τὸ
5ἀτελές. πῶς δὲ ἔχει τὸ πρᾶγμα, εἴπομεν ἐν τοῖς πρώτοις.
6nΕἰ μὲν ... ἄλλο.
7 Ὡς εἰ ἔλεγεν, εἰ μὲν γὰρ ἐνεργείᾳ θήσεταί τις εἶναι τὰς ἀρχάς, ἐπειδὴ παντὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει προηγεῖται, ἔσται τι πρὸ τῶν ἀρχῶν· ἀπέκρυψεν δὲ καὶ νῦν τὸ τῆς ἐνεργείας ὄνομα, μετὰ τοῦ καὶ λογικὸν εἶναι
10τὸ ἐπιχείρημα· ἐπὶ γὰρ ἑκάστου τῶν γενητῶν πρὸ τοῦ ἐνεργείᾳ τὸ δυνάμει, οὐκ ἐπὶ τῶν ὅλων οὐδὲ τῶν θείων, ὡς αὐτὸς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν. τὸ δὲ δυνατὸν ... ἔχειν. οὐ πᾶν, φησί, τὸ δυνάμει ἀνάγκη ἐνεργείᾳ γενέσθαι· τὸ δὲ ἐνεργείᾳ νῦν ὂν πρότερον ἦν δυνάμει.
14nΕἰ ... ὄντων.
15 Εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖ, ὅτι οὐ χρὴ δυνάμει τὰ στοιχεῖα ὑποτίθε‐ σθαι. ἡ δὲ κατασκευὴ τοῦ λόγου τοιαύτη· τὸ δυνατὸν μόνον γίγνεται, οὐ γὰρ τὸ ἀδύνατον οὔτε τὸ ἤδη ὄν· τὸ γιγνόμενον οὔπω ἔστι· τὸ μήπω ὂν ἐνδέχεται μὴ γενέσθαι· ὥστε εἰ δυνάμει αἱ ἀρχαί, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων ἐξ αὐτῶν. ἡρμήνευσε δὲ τὴν ἐλαχίστην πρότασιν οὕτως· οὐδὲν
20γίγνεται τῶν ἀδυνάτων, ᾧ ἰσοδυναμεῖ τὸ μόνον γίγνεσθαι τὸ δυνατόν. τὴν δὲ μέσην οὕτω· γίγνεται μὲν γὰρ τὸ μὴ ὄν· τὸ γὰρ γιγνόμενον μὴ ὄν ἐστι, διὸ οὐδὲ τὸ ἤδη ἐρεργείᾳ ὂν γιγνόμενον ἄν τις λέγοι. ὅτι δὲ ἐνδέχεται τὸ μήπω ὂν μηδὲ γενέσθαι ὡς πρόδηλον συνέθηκε ταύταις ταῖς προτάσεσιν, ἐπεὶ καὶ τοῦτό ἐστιν αὐτῷ τὸ δυνατῷ εἶναι τὸ πεφυκέναι μὲν
25εἰς ἐνέργειαν προϊέναι, οὐ πάντως μέντοι συμβαίνειν. ταῦτα δὲ πάντα πολλὴν ἰσχὺν ἔχει, ἐὰν πάσας τις τὰς ἀρχὰς δυνάμει λέγῃ εἶναι καὶ μηδε‐ μίαν ἐνεργείᾳ.
28nΤαύτας ... καθ’ ἕκαστα.
29Ἔστι μὲν τοῦτο τεσσαρεσκαιδέκατον ἐν τοῖς πρώτοις λόγοις, σχεδὸν
30δὲ ταὐτόν ἐστι τῷ δεκάτῳ· ζητεῖ γὰρ καὶ ἐνταῦθα εἴτε καθόλου 〈αἱ〉 ἀρχαὶ εἴτε ἄτομοι, ὃ ταὐτόν ἐστι σχεδὸν τῷ εἴτε εἴδει ὡρισμέναι εἴτε ἀριθμῷ. φησὶ δὲ ὅτι 〈εἰ〉 καθόλου αὐτὰς ὑποθοίμεθα, τὸ οὐσιῶδες αὐτῶν ἀφαιροῦμεν· τὰ γὰρ καθόλου οὐκ οὐσίαι· εἰ γὰρ οὐσίαι, τρεῖς τοὐλάχιστον ὁ Σωκράτης
οὐσίαι, ἡ ἄτομος ἡ ἐν εἴδει ἡ ἐν γένει. εἰ δὲ μὴ καθόλου αἱ ἀρχαί, ἢ52

53

ἄγνωστοί εἰσιν ἢ ἔχουσί τι πρὸ αὐτῶν. ὧν ἑκάτερον ἄλογον. εἴτε γὰρ μὴ γιγνώσκονται *** αἱ ἀρχαί, διὰ τῶν καθόλου γνωσθήσονται· μόνως γὰρ οὕτω τὰ ἄτομά ἐστιν ἐπιστητά. ἔσται τι οὖν πρὸ αὐτῶν περιληπτι‐ κώτερον αὐτῶν. εἴρηται δὲ πολλάκις, ὅτι καὶ ὑπὲρ τὰ ἄτομα καὶ ὑπὲρ
5τοὺς καθόλου λόγους τούς τε ποιητικοὺς καὶ τοὺς γνωστικοὺς αἱ κυρίως ἀρχαί. οὐδὲ τὰ λεγόμενα δὲ ἀνάγκην οὐδεμίαν ἔχει· οὔτε γὰρ πᾶν τὸ καθόλου ἀνούσιον· οὐ γὰρ ἂν ἦν τι τῶν καθόλου ἀίδιον καὶ δημιουργικὸν τοῦ καθ’ ἕκαστα· οὔτε τὰ τόδε τι διὰ τῶν καθόλου γιγνώσκομεν, εἰς οὐδὲν ὑστερογενὲς καθόλου καταφεύγοντες· καὶ τῶν ἀκινήτων γενῶν αὐτὸς οὐκ ἂν
10φαίη καθόλου τινὰ ἐπαναβεβηκέναι. Ἀλλὰ σχεδὸν πάντα ταῦτα διαλεκτικοῖς ἐπιχειρήμασι χρώμενος, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ἐπεσημήνατο, διεξῆλθεν ὁ φιλόσοφος. τὸ δὲ ἑκκαιδέκατον ἐν τῇ ἐκθέσει τῶν προβλημάτων σκέμμα, πότερον κινοῦνται ἢ ἀκίνητοί εἰσιν αἱ ἀρχαί, οὐδ’ ἐγύμνασεν ἐν τούτοις. προθεὶς
15τοίνυν ἑπτακαίδεκα προβλήματα καθ’ ἣν ἐξεθέμεθα τάξιν, τὸ μὲν ἕκτον καὶ τὸ ἑκκαιδέκατον οὐκ εἰργάσατο κατὰ τὴν εἰς ἑκάτερα ἐπιχείρησιν· τὸ μὲν ἕκτον, ὅτι πρὸς ταῖς ἤδη ῥηθείσαις αἰτίαις καὶ προείληπτο· ζητήσας γὰρ εἰ μὴ μόνων τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐταῖς ὁ πρῶτος φιλόσοφος ἐπιστήμων ἐστίν, ἐζήτησε τρόπον τινὰ καὶ εἰ περὶ
20ταὐτοῦ καὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἀντικειμένων τούτοις διαλήψεται· ταῦτα γὰρ ἦν τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι ᾗ ὄν. τὸ δὲ ἑκκαιδέκατον, ὅτι πανταχοῦ συγχωρήσας τὰ μὲν εἶναι φθαρτὰ τῶν ὄντων τὰ δὲ ἀίδια, εἶχεν ἐξ ἀνάγκης ἑπόμενον τὸ τὰς μὲν τῶν ἀρχῶν κινεῖσθαι τὰς δὲ εἶναι ἀκινήτους· δῆλον δὲ ποτέρας ποτέρων· ὅτι γὰρ ἀμφοῖν οὐχ αἱ αὐταί,
25μετρίως ἐπέστησε. ταῖς δὲ λοιπαῖς δέκα πέντε προσθεὶς τὸ ἐν τῇ ἐξεργασίᾳ τῶν προβλημάτων τέταρτον ἐπὶ δέκα τὸ πρὸς τὰς ἰδέας ἐνιστάμενον, τὰ πάντα δέκα καὶ ἓξ εἰς γυμνασίαν προήγαγε λογικήν, ὧν τὰ μὲν ἐν τῷ Γ διαίτης ἀξιώσει, τὰ δὲ ἐν τῷ Ζ Η Θ Ι, τὰ πλεῖστα δὲ ἐν τῷ Λ. πρὸς δὲ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ τε Μ
30καὶ τῷ Ν, διαλεχθῆναι πειράσεται.53

54

(1t)

ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΞΕΝΟΥ
2tΕΙΣ ΤΟ Γ ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ ΕΦΟΔΟΣ.
3 Ὑφηγηματικὸν μέν ἐστι τοῦτο τὸ βιβλίον καὶ οὐχ ὥσπερ τὸ πρὸ αὐτοῦ ἀπορητικόν. λύει δὲ ἐν αὐτῷ πολλὰ τῶν προβλημάτων· καὶ γὰρ ὅτι τὰ
5αἴτια μιᾶς 〈ἐστὶν ἐπιστήμης εἰδέναι τῆσ〉 τοῦ ὄντος ᾖ ὄν, καὶ ὅτι τῆς αὐτῆς τὰς πάσας οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα, καὶ ὅτι καὶ περὶ τὰς ἀρχὰς ἔχει τὰς ἀποδεικτικὰς ὁ πρῶτος φιλόσοφος, ἐν τούτοις ἀναδιδάσκει. διαλέξεται δὲ καὶ περὶ τοῦ κατὰ τὴν ἀντίφασιν ἀξιώματος ὡς πρωτίστου ὄντος καὶ συνεκτικωτάτου πάντων τῶν ἀποδεικνυ‐
10μένων ἐν ταῖς ἐπιστήμαις, εἰ [δὲ] καὶ αὐτὸ ἀποδεικτὸν ἦν, ἢ καὶ εἰ ἔχει τινὰ πίστιν ἀποδείξεως κρείττονα. 〈ταῦτα〉 πειράσεται μὲν ἐν ταύτῃ παρα‐ δοῦναι τῇ βίβλῳ, ἣν ἡμεῖς ἱκανῶς ὑπὸ τοῦ φιλοπονωτάτου σαφηνισθεῖσαν Ἀλεξάνδρου πᾶσαν μὲν οὐκ ἐξηγησόμεθα· εἰ δέ που ἡμῖν δοκοίη λέγειν τι πραγματειῶδες † ἐξετάσεως πειρασόμεθα κατ’ ἐκεῖνο βασανίζειν τὸ μέρος,
15τὰ ἄλλα πάντα τοῦ συνεχοῦς ἕνεκα τῆς πραγματείας παραφράζοντες.
16nἜστιν ... τῶν ἄλλων ἡ αὐτή.
17 Ὅτι μὲν εἰ ἔστι τις αὕτη ἐπιστήμη, οὐδεμιᾷ τῶν ἄλλων ἐστὶν ἡ αὐτή, καὶ ὁ φιλόσοφος ὑπέμνησεν εἰπών οὐδεμία ... συμβεβηκός· καὶ ἡ ἐπα‐ γωγικὴ πίστις ἀπὸ τῶν μαθημάτων, γεωμετρίας ἀστρολογίας ἀριθμητικῆς.
20ἀλλὰ τίς ἀνάγκη τοιαύτην εἶναι ἐπιστήμην, ἥτις παντός ἐστι τοῦ ὄντος ᾗ ὄν; ἢ μάλιστα μέν, ὡς εἴωθε πολλαχοῦ ποιεῖν, ὃ μέλλει δεικνύναι προανα‐ φωνεῖ, μετ’ ὀλίγα δὲ σαφῶς δείξει, τοῦτο αὐτὸ λαβὼν ὅτι καὶ εἰ μὴ συνω‐
νύμως τὸ ὂν κατὰ πάντων λέγεται, ἀλλ’ οὖν οὐδὲ ὁμωνύμως, ἀλλ’ ἔοικε54

55

τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, προσθεὶς δὲ ὅτι τούτων μία ἐπιστήμη. ἔπειτα δὲ καὶ ἀπὸ τῶν προκαταβεβλημένων αὐτῷ λόγων τοῦτο συναγάγοις ἄν. εἰ γὰρ τοῦ μάλιστα ὄντος ἡ μάλιστα γνῶσις, καὶ ὅσῳ τιμιότητι διαφέρει τι, τοσούτῳ καὶ ἀληθείᾳ καὶ γνώσεως ἐναργείᾳ, ὡς ἐν τῷ ἐλάττονι τῶν α
5λέλεκται, εἴη ἂν καὶ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη τις, καὶ οὐ μόνον γε ἀλλὰ καὶ ἡ καλλίστη καὶ ἀρίστη τῶν ἐπιστημῶν. οὐ γάρ ἐστι σεμνότερον τοῦ ὄντος οὐδέν· εἴτε γάρ ἐστί τι ὂν οὐκ ἄλλο τι ὄν, οἷον νοῦς ἢ ψυχὴ ἢ οὐρανὸς ἢ κόσμος, ὃ μόνως ὄν ἐστιν αὐτοὸν ὑπάρχον, δηλονότι πάντων ἐστὶ τῶν ἄλλων σεμνότερον, αὐτὸ μὲν οὐ δεόμενον τοῦ εἶναι κόσμος ἢ οὐρανὸς
10ἢ ψυχή, τῶν δὲ ἄλλων ἁπάντων τὸ εἶναι παρ’ αὐτοῦ κομιζομένων· εἴτε [τι] τὸ ὂν ἀνάγκη τι τούτων εἶναι, ἀλλ’ οὖν καθὸ ὂν τιμιώτερον ἔσται ἢ καθὸ ἄλλ’ ὁτιοῦν. πανταχοῦ γὰρ τὸ ὂν καὶ ἡ οὐσία τὰ πρωτεῖα φέρεται, καὶ ἡ ἑστία τοῦ πράγματος αὕτη. πῶς ἂν οὖν ἢ τοῦτο ἄγνωστον μένοι, πάντων ὂν ἄριστον τῶν ὅπως ποτὲ ὄντων, ἢ περὶ ἄλλο τι ἂν σχοίη ἥ γε
15ἀληθινὴ φιλοσοφία; ἡ γὰρ πρώτη τῶν ἐπιστημῶν τοῦ πρώτου καὶ ἡ ἀρίστη τοῦ ἀρίστου καὶ ἡ ὅλη τοῦ ὅλου δικαίως ἂν εἶναι νομισθείη. τί δέ; οὐ τἀγαθὸν καὶ τοῦ ὄντος ἐπέκεινα; πῶς οὖν οὐχ ἡ πρωτίστη τῶν ἐπιστημῶν περὶ τἀγαθόν; καθάπερ ὁ Πλάτων ἐν Πολιτείᾳ δοκεῖ λέγειν “ἐπεὶ ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα, πολλάκις ἀκήκοας ᾗ καὶ δίκαια καὶ
20τὰ ἄλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα γίγνεται” ἢ μάλιστα μὲν οὐχ ἕτερον τἀγαθὸν τοῦ ὄντος κατ’ Ἀριστοτέλην· τὸ γὰρ πρώτιστον αὐτῷ καὶ ὂν καὶ τἀγαθόν, ὡς ἐν τῷ Ν σαφῶς παραδίδωσιν· ὅθεν καὶ ἐν τοῖς Φυσικοῖς εἰς ταὐτὸν ἄγει τῷ εἴδει τὸ τέλος· ἥκει γὰρ τὸ μὲν εἶδος ἐκ τοῦ ὄντος, τὸ δὲ τέλος ἐκ τοῦ ἀγαθοῦ. ὥστε καὶ οὕτως ἡ πρωτίστη καὶ ἀρίστη
25τῶν ἐπιστημῶν περὶ τὸ ὂν ᾗ ὂν διατρίψει κατ’ αὐτὸν Ἀριστοτέλην. ἔπειτα δὲ καὶ παρ’ οἷς ἐξῄρηται τοῦ ὄντος τἀγαθόν, ἄγνωστόν ἐστι καὶ ὑπὲρ πᾶσαν ἐπιστήμην, ὡς ἐν Παρμενίδῃ σαφῶς ὁ Πλάτων βοᾷ· τὰ δὲ ἐκ τῆς Πολιτείας παρατεθέντα περὶ τῆς ἰδέας τῆς τἀγαθοῦ μᾶλλον δια‐ λέγεται, ἥτις ἐν τοῖς οὖσιν ἐνορᾶται καὶ σὺν τοῖς οὖσι. σύζυγος οὖν πάλιν
30ἡ πρωτίστη τῶν ἐπιστημῶν τῷ ὄντι ᾗ ὂν καὶ κατὰ τοὺς θεωρητικωτέρους τῶν φιλοσόφων. καὶ τοῦτο μὲν οὐκ ἂν ἄλλως ἔχοι, καὶ αὐτοῦ γε τοῦ Πλάτωνος ἐν τῇ κατατομῇ τῆς ἐν Πολιτείᾳ γραμμῆς ἱκανῶς ἠμῖν αὐτὸ σαφηνίσαντος. εἰ δὲ μὴ μόνον τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐτῷ εἴη [ἂν] ἡ σοφία γνῶσις, ἵνα καὶ τὸ ἀγαθὸν τὸ ἐν
35αὐτῷ γιγνώσκῃ καὶ ὅλως τελέαν αὐτοῦ γνῶσιν ἔχῃ, εἴη ἂν καὶ ἀποδεικτική τις, μᾶλλον δὲ ἡ σύμπασα ἀποδεικτική, σύμπασα δὲ οὐχ ἡ ἐκ τῶν μερι‐ κωτέρων συντεθεῖσα, ἀλλ’ ἡ πρὸ τῶν μερῶν ὅλη· διὸ καὶ τὰς ἀρχὰς τῆς
ἀποδείξεως ταῖς ἄλλαις χορηγεῖ. ἀνιοῦσα μὲν οὖν δι’ ἀποδείξεως τὰ καθ’55

56

αὑτὰ τοῖς οὖσιν ὑπάρχοντα θεωρεῖ, δι’ ὧν ἐπὶ τὴν ἰδιότητα τοῦ ὄντος ἀνατρέχει. ἄνω δὲ λοιπὸν στᾶσα κατὰ φύσιν ποιεῖται τὴν πρόοδον, διαι‐ ρετικῇ μὲν καὶ διοριστικῇ τὰς οὐσίας διαιροῦσα τῶν πραγμάτων, ἀποδεικτικῇ δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ζητήσει τοίνυν αὕτη καὶ τὰς πρωτίστας καὶ
5ἀκροτάτας αἰτίας, αἳ οὔκ εἰσι τῶν ἐν ὑποκειμένῳ ἀλλ’ αὐτῶν τῶν οὐσιῶν, αἳ πεφύκασιν ἑαυτῶν εἶναι καὶ καθ’ αὑτὰς εἶναι. μήποτε δὲ καὶ οἱ πρε‐ σβύτεροι τῶν φιλοσόφων τὰ στοιχεῖα ζητοῦντες τῶν ὄντων τοιαύτας ἀρχὰς ἠβούλοντο θεωρῆσαι, αἳ οὐ τῶν συμβεβηκότων ἦσαν (ταὐτὸν γὰρ 〈ἡ〉 κατὰ συμβεβηκὸς ἀρχὴ καὶ ἡ τῶν συμβεβηκότων ἀρχή), ἀλλὰ τῶν καθ’ αὑτὰ
10καὶ τῶν καθ’ αὑτὰς εἶναι δυναμένων οὐσιῶν. ἐκεῖνοι μὲν οὖν εἴτε κεκρα‐ τήκασι τῆς προθέσεως εἴτε μή, παρείσθω λέγειν τὰ νῦν· ἑαυτῷ δέ φησιν ὁ Ἀριστοτέλης ἀναγκαῖον εἶναι τοιαύτας αἰτίας ἐπιζητεῖν. Ὅτι μὲν οὖν οὐ συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν ὄντων ἁπάντων οὐδέ ἐστιν ἰσότιμα τὰ ὄντα ᾗ ὄντα, καὶ ἐν ἄλλοις ἔδειξε καὶ νῦν συγχωρεῖ.
15οὐ μὴν οὐδ’ ἁπλῶς ὁμώνυμά φησι τὰ ὄντα, ἀλλ’ εἰ καὶ πολλαχῶς λέγεται τὸ ὄν, ἀλλ’ οὖν ὡς πρὸς ἓν καὶ τὴν τῆς οὐσίας ἀναφερόμενον μίαν φύσιν. ὥσπερ γὰρ οὐ συνωνύμως μὲν τὸ ὑγιεινὸν κατὰ τοῦ γυμνασίου καὶ τοῦ σιτίου καὶ τοῦ χρώματος καὶ τοῦ σώματος, πρὸς ἓν δὲ καὶ ἀφ’ ἑνὸς τῆς ὑγιείας (τὸ μὲν γὰρ ὡς φυλακτικὸν αὐτῆς, τὸ δὲ ὡς ποιητικόν, τὸ δὲ ὡς
20σημεῖον, τὸ δὲ σῶμα ὡς δεκτικὸν αὐτῆς ὑγιεινὸν λέγεται), καὶ ἰατρικὸν παιδίον τὸ μὲν λέγεται τῷ μεμαθηκέναι καὶ ἔχειν τὴν ἰατρικήν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς μάθησιν, ἤδη δὲ καὶ ἰατρικὸν κέκληται τὸ ἀπὸ τῆς ἰατρικῆς ἐπιτελεσθέν, καὶ οὔτε συνωνύμως οὔθ’ ὁμωνύμως κατὰ τού‐ των τὸ ἰατρικόν, ἀλλὰ πρὸς ἓν καὶ δὴ ἀφ’ ἑνός· οὕτω καὶ ἐπὶ ἄλλων
25πολλῶν, οἷον τοῦ ἀγαθοῦ· καὶ γὰρ ὁ θεὸς καὶ ὁ καιρὸς ἀγαθὸν καὶ 〈ἡ〉 ἀρετὴ ἀγαθὸν καὶ τὸ εἶδος. οὕτω δὲ καὶ ἐπὶ τοῦ ὄντος· πολλαχῶς μὲν γὰρ καὶ τοῦτο λέγεται καὶ οὐ συνωνύμως κατηγορεῖται τῶν πραγμάτων, πρὸς δὲ τὴν οὐσίαν ἀναφέρεται πάντα καὶ ταύτης ἕνεκα λέγεται ὄντα· κυρίως μὲν γὰρ ὂν ἡ οὐσία καὶ πρώτως καὶ μάλιστα, ἤδη δὲ καὶ τὰ πάθη ταύτης
30ὄντα προσείπομεν, οἷον θερμότητας ψύξεις 〈ξηρότητασ〉 ὑγρότητας καὶ πᾶν τὸ τοιοῦτον γένος. οὐ μὴν ἀλλὰ καὶ τὰς γενέσεις οἷον ὁδούς τινας εἰς οὐσίαν ἀγούσας θεωρήσαντες ὄντα προσείπομεν, καὶ οὐ τὰς γενέσεις μόνας, ἀλλὰ καὶ τὰς φθοράς, ὅτι δὴ καὶ αὗται οὐσιῶν εἰσι φθοραί· καὶ πηρώσεις δὲ καὶ κωφότητας ὄντα προσείπομεν, ὅτι περὶ τὴν οὐσίαν στερητικῶς ἐπι‐
35γιγνόμεναι θεωροῦνται· τά τε ποιητικὰ τῶν οὐσιῶν, οἷον τὰς ἐνεργείας τῶν ποιητικῶν οὐσιῶν ὄντα καλοῦμεν· ὁμοίως δὲ καὶ τὰ ποιητά, οἷον αἰσθό‐
μενοι κατά τινα σῆψιν ὑγροῦ ζῴων γεννηθέντων καὶ ταῦτα τῶν ὄντων ἔφα‐56

57

μεν εἶναι· κἂν ποιότητος δέ τι ποιητικὸν ἢ γεννητικὸν ᾖ, τῆς τοῦ ὄντος ἀξιοῦμεν αὐτὸ προσηγορίας, ἐπειδὴ πάντα τὰ συμβεβηκότα πρὸς τὴν οὐσίαν λέγεται, κἂν σχέσεως μόνης, ἐπειδὴ τὰ πρός τι ταῖς οὐσίαις παραφύεται. πάντα οὖν πρὸς τὴν οὐσίαν ἀναφέροντες ὄντα προσαγορεύομεν. καὶ τί
5θαυμαστόν, ὅπου καὶ τὰς τῶν συμβεβηκότων ἀποφάσεις καὶ τὰς αὐτῆς τῆς οὐσίας εἶναί φαμεν; ἔστι γάρ πως καὶ τὸ μὴ λευκὸν καὶ τὸ οὐκ ἄνθρωπος. οὗ δὴ καὶ θαυμαστή τις καὶ δαιμονία τῷ ὄντι τῆς οὐσίας ἡ δύναμις ἀνα‐ φαίνεται· εἰ γὰρ καὶ τοῖς οἷον ἀντικειμένοις αὐτῇ τοῦ εἶναι μεταδίδωσι, πῶς οὐχὶ πάντα τοῦ ὄντος πληροῖ καὶ πᾶσιν ἀφθόνως τὴν παρ’ αὑτῆς
10ὀρέγει βοήθειαν; καθάπερ οὖν τἀγαθὸν καὶ τῶν λεγομένων κακῶν αἴτιον καὶ τὸ φῶς τοῦ σκότους, οὕτω καὶ ἡ οὐσία τοῦ καὶ τὸ μὴ ὂν εἶναί πως αἰτία· ὅταν γοῦν λέγωμεν τὸ μὴ ὂν εἶναι μὴ ὄν, ἀληθεύομεν τὸ εἶναι κατηγοροῦντες αὐτοῦ. τί οὖν ἔτι θαυμαστόν, εἰ πάντων τῶν ὄντων πρὸς ἓν λεγομένων τὴν οὐσίαν, μίαν εἶναί φαμεν ἐπιστήμην παντὸς τοῦ ὄντος
15ᾗ ὄν; ὡς γὰρ τῶν ὑγιεινῶν ἁπάντων πρὸς ἓν τὴν ὑγίειαν λεγομένων μία ἐπιστήμη, οὕτω καὶ τῶν ὄντων ἁπάντων μία ἐστὶν ἐπιστήμη· οὐ γὰρ ἐφ’ οἷς μία τέτακταί τις ἐπιστήμη, ταῦτα πάντῃ καὶ πάντως ἐστὶ συνώνυμα, ἀλλὰ καὶ τῶν πρὸς ἓν λεγομένων μία γίγνεται θεωρία· καὶ γὰρ εἰ μεταξὺ ταῦτα τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, ἀλλὰ μᾶλλον ἀποκλίνει πρὸς
20τὰ συνώνυμα. δῆλον οὖν ὅτι καὶ τὰ ὄντα μιᾶς ἐπιστήμης θεωρεῖν ᾗ ἐστιν ὄντα. Οὐ μὴν ἐπειδὴ πάντα τὰ ὄντα θεωρεῖ, ἐπίσης ἑαυτὴν ἀπονέμει τοῖς πᾶσιν, ἀλλὰ μᾶλλον διατρίψει περὶ τὰ πρώτως ὄντα οἷον καὶ περὶ τὰς οὐσίας, ἐξ ὧν καὶ ἤρτηται τἆλλα καὶ τῆς τοῦ ὄντος προσηγορίας ἠξίωται.
25ὀρθῶς ἄρα καὶ ταῦτ’ εἴπομεν ἐν τοῖς πεπροοιμιασμένοις, ὅτι τὰ αἴτια τῆς οὐσίας ὁ φιλόσοφος ἔχειν ἐθέλει. καὶ δὴ τριῶν τούτων εἰρημένων ἐν τοῖς προοιμίοις, ὅτι περὶ πᾶν ἔχει τὸ ὂν ᾗ ὂν ὁ σοφός, καὶ ὅτι περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι, καὶ ὅτι τῶν τῆς οὐσίας αἰτίων ἐστὶ θεωρός, τὸ μὲν πρῶτον ἀπεδείξαμεν ἤδη, τὸ ὂν οὐχ ὁμωνύμως εὑρόντες λεγόμενον,
30ἀλλὰ πᾶν πρὸς μίαν φύσιν τὴν τῆς οὐσίας· τὸ δὲ τρίτον δι’ ὧν περὶ τὴν οὐσίαν ἔφαμεν αὐτὸν μάλιστα σπουδάζειν, ἣν ἑλεῖν οὐκ ἔστι μὴ πάντα τὰ αἴτια ταύτης ἐπισκεψάμενον. λείπεται δὲ συστῆσαι καὶ τὸ δεύτερον, ὅπερ ὅσον οὐδέπω ποιήσομεν, ταῦτα προσειληφότες, ὅτι τὸ ὁμοειδὲς ὑποκείμενον, ὃ νῦν κέκληκε γένος, εἰ μὲν αἰσθητὸν εἴη, μιᾷ τῶν αἰσθήσεων συζυγεῖ,
35ὡς τὰ χρώματα τῇ ὄψει καὶ οἱ χυμοὶ τῇ γεύσει καὶ οἱ ψόφοι τῇ ἀκοῇ· εἰ δὲ ἐπιστητόν, μιᾷ γίγνεται πάλιν ἐπιστήμῃ περιληπτόν· πάσας γὰρ φωνὰς ὁ γραμματικὸς ἐπισκέψεται καὶ πάντα τὰ σχήματα ὁ γεωμέτρης 〈καὶ〉
πάσας τὰς ἁρμονίας ὁ μουσικός. οὕτως οὖν πάσας τὰς οὐσίας ὁ φιλόσοφος,57

58

καὶ εἰ τῶν οὐσιῶν αἱ μὲν πρὸς τῷ ἀίδιοι εἶναι νοηταί τέ εἰσι καὶ ἀκίνητοι, αἱ δὲ ἀίδιοι μὲν κινηταὶ δέ, αἱ δὲ γιγνόμεναι καὶ φθειρόμεναι. καίτοι δόξειεν ἂν πάλιν μηδεὶς περὶ πᾶσαν ἔχειν κατηγορίαν. οὔτε γὰρ ὁ γεω‐ μέτρης περὶ πᾶσαν ποιότητα οὔθ’ ὁ ἀριθμητικὸς περὶ πᾶν τὸ ποσὸν οὔθ’
5ὁ ἁρμονικὸς περὶ πᾶν τὸ πρός τι, ἀλλὰ περὶ ἓν εἶδος ἕκαστος αὐτῶν τῶν ὑπό τινα τῶν κατηγοριῶν ἀναγομένων. αἴτιον δ’ ὅτι μηδεὶς αὐτῶν περὶ ποιὸν ἔχει ᾗ ποιὸν μηδὲ περὶ ποσὸν ᾗ ποσὸν μηδὲ περὶ ἄλλο τι τῶν γενι‐ κωτάτων ᾗ τοιοῦτον· εἰ γὰρ εἶχε περί τι τοιοῦτον, πᾶσα ἦν ἀνάγκη περὶ τὴν ὅλην αὐτὸν πραγματεύεσθαι κατηγορίαν. ἢ οὖν ἀπογνῶναι δεῖ, ὅτι
10ἔστι τις ἐπιστήμη περὶ τὴν οὐσίαν καθό ἐστιν οὐσία σπουδάζουσα, ἢ ἕως ἂν τοῦτο συγχωρῆται, περὶ πᾶσαν αὐτὴν οὐσίαν διατρίβειν ὁμολογήσομεν. οὐ μὴν ἀλλ’ ὥσπερ ἡ μία φιλοσοφία καὶ ὅλη περὶ πάσας ἕξει, οὕτω καὶ τὰ εἴδη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν. ἔσται οὖν ἡ μὲν πρώτη φιλοσοφία περὶ τὴν νοητὴν οὐσίαν, ἡ δὲ περὶ οὐρανὸν πραγματευομένη περὶ τὴν ἀίδιον
15μὲν κινουμένην δέ, ἡ δὲ περὶ τὴν ἐν γενέσει καὶ φθορᾷ. ἔξεστι δὲ καὶ δύο τὰς μερικωτέρας ποιεῖν, τὴν μὲν πρώτην ὀνομάζοντα φιλοσοφίαν, τὴν δὲ φυσικήν, ὅση περὶ τὸ κινούμενον φθαρτόν τε καὶ ἀίδιον· ὅπως γὰρ ἂν τὰς οὐσίας διέλωμεν, οὕτω καὶ τὰς γνώσεις αὐτῶν ἀνὰ τὸν αὐτὸν λόγον διαιρήσομεν. ἀποδείκνυται οὖν καὶ ἄλλο τι νῦν τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ
20διαπορηθέντων· ἠπορεῖτο δὲ ἐκεῖ πότερον μία τις ἐπιστήμη περὶ πάσας ἕξει τὰς οὐσίας, ἢ ἄλλη περὶ ἄλλην· ἀναπέφηνε δὲ νῦν, ὅτι ἡ μὲν ὅλη φιλοσοφία περὶ πάσας, τὰ δὲ εἴδη αὐτῆς ἕκαστον περὶ μίαν.
23nΕἰ δὴ τὸ ὂν καὶ τὸ ἓν τὸ αὐτὸ καὶ μία φύσις.
24Βούλεται μὲν ἐντεῦθεν κατασκευάσαι, ὅτι καὶ τὰ καθ’ αὑτὰ τῇ οὐσίᾳ
25συμβαίνοντα τῆς μιᾶς ἐστι καὶ ὅλης φιλοσοφίας θεωρεῖν· μεταχειρίζεται δὲ τὴν ἀπόδειξιν οὕτω. τὸ ὂν καὶ τὸ ἓν μία φύσις· ὥστε εἰ ὁ φιλόσοφος τὸ ὂν ᾗ ὂν ἐπισκέπτεται, καὶ τὸ ἓν ᾗ ἓν θεωρήσει. ἀλλὰ μὴν τοῦ αὐτοῦ τὰ ἀντικείμενα θεωρεῖν· θεωρήσει ἄρα καὶ τὰ πολλὰ ὡς τῷ ἑνὶ ἀντικείμενα. εἰ δὲ τὸ ἓν καὶ τὰ πολλὰ ἐπισκέψεται, πᾶσα δὲ ἐναντίωσις
30ὑπὸ ταῦτα πίπτει (ταὐτὸ γὰρ καὶ ὅμοιον καὶ ἴσον ἕν πώς ἐστι, θάτερον δὲ καὶ ἀνόμοιον καὶ ἄνισον δυὰς καὶ πλῆθος), καὶ πάντα ἂν τὰ οὕτως ἀντικείμενα θεωρήσειε· ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ· πρώτως τε γὰρ αὐτῇ ὑπάρχει καὶ πάσῃ· ὥστε καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα τοῦ φιλοσόφου γιγνώσκειν ἐστί. τοιαύτης δὲ τῆς μετα‐
35χειρίσεως τοῦ λόγου γεγενημένης, τὸ μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ἀντικεῖσθαι πρὸς ἄλληλα καὶ τὸ τὰ ἀντικείμενα πάντα [τὸ] ὑπὸ τὸ ἓν ἀνά‐ γεσθαι καὶ τὰ πολλά, ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης, εὐπαρα‐ δεκτότερα τέως ἐστί· καὶ γὰρ ὃ δοκεῖ τούτων εἶναι βιαιότατον, τὸ πάντα
τὰ ἀντικείμενα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος ἀνάγεσθαι, πολλὴν μὲν καὶ ἐξ58

59

ὧν εἶπεν αὐτὸς ἔχει παραμυθίαν, πλείστης δὲ παρρησίας ἐκ τῶν δύο συστοι‐ χιῶν τῶν παρὰ τοῖς Πυθαγορείοις μετείληφε. Τὸ μέντοι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι καὶ μίαν ἄμφω φύσιν, ὡς τὴν ἀρχὴν καὶ τὸ αἴτιον, καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ τἆλλα ὧν αἱ
5μὲν ἐπιβολαὶ καὶ οἱ λόγοι διάφοροι, τὸ δὲ ὑποκείμενον ἕν, [καὶ] τοῦτο πολλὴν ἀπορίαν ἔχει καὶ παρὰ τοῖς τὰ πράγματα δυναμένοις ὁρᾶν καὶ παρὰ τοῖς τὴν ὁμολογίαν αὐτοῦ [πρὸς] τὴν πρὸς ἑαυτὸν διαφυλάττειν θέλουσιν. οἱ μὲν γὰρ ἴσως ἀξιοῦσι τοῦ ἑνὸς ὄντος ἡνωμένου τὴν ἕνωσιν ἀλλαχόθεν ἥκειν αὐτῷ, καὶ δῆλον ὡς ἀπὸ τοῦ ὑπὲρ οὐσίαν ἑνός, ὃ τοῦ μὲν εἶναι μηδὲν
10αὐτὸ προσδεῖται, ἓν δὲ καθαρῶς ὂν πᾶσιν ἑνώσεως μεταδίδωσιν, ἧς ἄνευ συστῆναι τὴν ἀρχὴν ἢ συστάντα διαμένειν ἀδυνατεῖ τὰ πράγματα· ὥστε συνοχικὴν αὐτοῖς ταύτην ἐφίστησι καὶ φρουρητικὴν δύναμιν ἡ τοῦ πρὸ πάν‐ των ἑνὸς ἀγαθότης. οἱ δὲ διὰ τί φήσουσι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι; ἆρα διὰ τοῦτο, ὅτι ἓν μὲν καὶ [ὁ] ἄνθρωπος οὐκ ἀεὶ ἅμα, ἀλλ’ ὅπου μὲν
15ἄνθρωπος, καὶ ἕν, ὅπου δὲ ἕν, οὐ πάντως ἄνθρωπος οὐδ’ ἥλιος οὐδὲ κόσμος οὐδὲ νοῦς· ὅπου δὲ ὂν ἐκεῖ καὶ ἕν, καὶ ὅπου ἕν, ἐκεῖ καὶ ὄν; ἀλλὰ πρῶτον μὲν οὐδὲ τοῦτο συγκεχώρηται· τὸ γὰρ ἓν καὶ ὑπὲρ τὸ μὴ ὂν καὶ σὺν τῷ ὄντι καὶ ἐπὶ τάδε τοῦ ὄντος, ὡς ἐπὶ τῆς ὕλης καὶ τῆς στερήσεως· ὅμως δὲ τίς ἀνάγκη συνόντα αὐτὰ μὴ ἔχειν πρὸς ἄλληλα διαφορὰν τὴν τοῦ
20προτέρου καὶ ὑστέρου; πῶς δὲ 〈εἰ ἓν〉 ἔσται ἡ οὐσία, οὐχὶ καὶ ἀριθμὸς ἔσται οὐσία, καὶ ταῦτα ὁ ἐν τοῖς ἀριθμητοῖς; εἰ γὰρ ὁ Σωκράτης καὶ ἓν καὶ ὂν καθ’ αὑτό, καὶ σὺν Πλάτωνι καὶ δύο καὶ ὄντα καθ’ αὑτά, καὶ οὕτως ἐφεξῆς. ὥσπερ οὖν αἱ οὐσίαι πλείους γιγνόμεναι οὐ μεταπίπτουσιν εἰς συμ‐ βεβηκότα, ἀλλ’ εἰσὶ πάλιν [αἱ] οὐσίαι, οὕτω καὶ τὸ ἐν ἑκάστοις ἓν συντι‐
25θέμενον ἀριθμὸν οὐσιώδη ποιήσει· εἰ γὰρ τοῖς δέκα ἀνθρώποις ὁ μὲν ἀρι‐ θμὸς συμβέβηκεν, αἱ δὲ οὐσίαι αἱ δέκα οὐ συμβεβήκασιν ἀλλ’ εἰσὶν αὐτῶν οὐσίαι, καὶ τῷ ἑνὶ τὸ μὲν ἓν ἔσται συμβεβηκός, τὸ δὲ αὐτὸ οὐσιῶδες· οὐκ ἄρα οὐδ’ ἐν Σωκράτει ταὐτὸν ἦν τὸ ὂν τῷ ἑνί, εἴ γε τὸ μὲν συντεθει‐ μένον καὶ πεπολλαπλασιασμένον ὂν μόνον καὶ οὐσία, τὸ δὲ προϊὸν ἀριθμὸς
30ἀνούσιος ἀναφαίνεται. κατ’ ἄλλην δὲ αὖθις ἐπιβολήν, εἰ ταὐτὸν τὸ ἓν τῷ ὄντι κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀντικείμενον τῷ ὄντι τὸ μὴ ὂν τῷ ἀντικει‐ μένῳ τῷ ἑνὶ ταὐτὸν ἔσται· οὐκ ὂν ἄρα τὰ πολλά· ἀλλὰ μὴν καὶ ὄντα· οὐκ ὂν ἄρα τὰ ὄντα. εἰ δέ τις τῇ καταλήξει τῶν φωνῶν ἐπερειδόμενος ὁμόσε χωροίη λέγων τὰ ὄντα οὐκ ὂν εἶναι, μηδὲ γὰρ εἶναι ὂν ἀλλὰ [τὰ]
35ὄντα, σοφίζεσθαι ἡμᾶς ἐπιχειρήσει· οὐ γὰρ ὅτι πολλαπλάσιά ἐστι τὰ πολλὰ59

60

τοῦ ἑνὸς ὄντος οὐκ ὂν λέγεται, ἀλλ’ ὅτι τοῦ ὄντος ἐστὶ στέρησις. ἢ πρὸς μὲν τοῦτο φαίη τις ἂν ὑπὲρ Ἀριστοτέλους, ὅτι ἀλλ’ οὐδὲ τὰ πολλὰ τοῦ ἑνὸς ἐστέρηται τέλεον, ἀλλ’ ἔστιν αὐτοῦ πρόοδος· ἐὰν δὲ στερήσῃς αὐτὰ τοῦ ἑνός, πάντῃ τέλεον οἴχεται τὸ ὂν ἀποδρὰν πρὸς τὸ μὴ ὂν καὶ τὴν τοῦ
5μηδαμῇ μηδαμῶς ὄντος ἀχανίαν. ἐγὼ δὲ βουλοίμην μὲν ἂν αὐτοὺς ταῦτα καὶ λέγειν καὶ φρονεῖν· ἔστι γάρ πως Πυθαγορικώτερα καὶ Πλατωνικώτερα τῷ τε Παρμενίδῃ φίλων φίλτατα, καὶ ἅμα εἰς ἔννοιαν ἄγει πως, ὡς πάντα τῷ ἑνὶ καὶ ἔστι καὶ σώζεται. προσανακρίνω δὲ πάλιν, πότερον τὸν ἕνα ἄνθρωπον οἴονται σεμνότερον εἶναι ἢ τοὺς δέκα ἀνθρώπους· εἰ μὲν γὰρ
10τὸν ἕνα ἄνθρωπον, πῶς δεκαπλασιασθὲν τὸ τίμιον τοῦ πράγματος οὐ σεμνότε‐ ρον γέγονεν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους, πῶς ἐστι τὸ μὲν ἓν εἶδος καὶ ὄν, τὰ δὲ πολλὰ στέρησις καὶ μὴ ὄν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους κατὰ μὲν τὸν ἀριθμὸν λείπεσθαι φαῖεν τοῦ ἑνὸς ἀνθρώπου, κατὰ δὲ τὸ οὐσιῶδες τὸ ἐν τῷ ἀνθρώπῳ πλεονεκτεῖν, οὐκ ἦν ταὐτὸν ἐν τῷ ἑνὶ ἀνθρώπῳ τὸ
15ὂν αὐτοῦ καὶ τὸ ἕν· οὐ γὰρ ἂν τὸ μὲν πολλαπλασιαζόμενον ἐγίνετο σεμνότε‐ ρον, τὸ δὲ ἀτιμότερον. Πάλιν εἰ μὴ ὡς στέρησις τὰ πολλὰ τῷ ἑνί, μᾶλλον δὲ κατὰ τὰ πρός τι ἀντίκειται, καθὰ καὶ αὐτὸς ἐν τῷ Ι τῆσδε τῆς πραγματείας ἐνέκρινεν, ἀνάγκη καὶ τοὺς ἀνθρώπους τῷ ἀνθρώπῳ τοῦτον ἀντικεῖσθαι τὸν τρόπον·
20ἀλλὰ μὴν οὐδὲν ἐκ τῶν ἀντικειμένων ἑαυτῷ σύγκειται, οὔτ’ ἄρα οἱ ἄνθρω‐ ποι τῷ ἀνθρώπῳ ἀντίκεινται, οὔτε τοιοῦτον τὸ ἕν, ἐξ ὧν σύγκειται τὰ πολλά, τοῖς πολλοῖς. ἔτι ὁ μὲν ἄνθρωπος ᾗ ἄνθρωπος καὶ τὸ ὂν ᾗ ὂν τῶν ἀνθρώπων καὶ τῶν ὄντων οὐ διαφέρουσι, τὸ δὲ ἓν ᾗ ἓν τῶν πολλῶν διαφέρει ᾗ πολλά· οὐκ ἄρα ταὐτόν ἐστιν αὐτῷ ἑνί τε εἶναι καὶ ὄντι·
25ἄλλο ἄρα τὸ ἓν καὶ ἄλλο τὸ ὄν, καὶ εἰ συνυπάρχει τῷ ὄντι τὸ ἕν, ἐπεὶ μηδὲν ἄνευ τοῦ ἑνὸς εἶναι δύναται. Ἀλλὰ ταῦτα μὲν ἠπορήσθω διὰ τὴν διδασκαλίαν τοῦ δαιμονίου τοῦδε ἀνδρὸς τὸ διάφωνον ἔχουσαν ἐνιαχοῦ διὰ τὸ ἐγείρεσθαί τε ἅμα πρὸς τὴν πρεσβυτέραν φιλοσοφίαν καὶ ἐποπτικωτέραν, καὶ φυλάττειν τὰ παρὰ τοῖς
30πολλοῖς διὰ συνήθειαν εὐδοκιμώτερα. καὶ γὰρ νῦν ὁρμήσας ἀνυμνῆσαι τὸ ἓν Πυθαγορείως τε καὶ Πλατωνικῶς καὶ οὐσιῶδές τε αὐτὸ εἰπὼν καὶ ἡγε‐ μονίαν αὐτῷ δεδωκὼς τῆς ἀμείνονος τῶν συστοιχιῶν, ὅμως διὰ τὸ τῆς ἐξῃρημένης ἁπάντων τῶν ὄντων φύσεως αὐτοῦ μὴ κατακρατῆσαι τὴν πρὸς ἑαυτὸν ἔσχεν ἐναντίωσιν· μόνου γὰρ τοῦ ὑπὲρ τὰ ὄντα ἐστὶ τὸ ὑπερέχειν
35τοῦ πλήθους, ἐπεὶ τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνὸς εἰ μὴ κατ’ ἄλλο λείποιτο τὰ πολλά, πῶς ἂν εἴη τοῦ ἑνὸς ἀτιμότερα, εἰ μήτε τίκτεται παρ’ αὐτοῦ μήτε τῶν ἐν αὐτοῖς ἕκαστον ἐκείνου δεύτερόν ἐστιν; ἴωμεν δὲ καὶ
ἐπὶ τὰ ἑξῆς.60

61

Ἀρέσκει τοίνυν αὐτῷ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ ὂν καὶ ἕν, καὶ εἰ οἱ λόγοι αὐτῶν ἕτεροι εἶεν· εἰ δέ τις καὶ τὸν αὐτὸν λόγον ἀμφοτέροις ἀπο‐ διδοίη, οὔ φησι διοίσεσθαι, μᾶλλον γὰρ αὐτοῦ συνδραμεῖσθαι τοῦτο τῇ ὅλῃ προθέσει· τὰ γὰρ ὑπὸ τὸ ἓν ἐπὶ πλέον δειχθήσεται προσήκοντα τῷ φιλο‐
5σόφῳ ἅτε περὶ τὸ ὂν ᾗ ὂν στρεφομένῳ. τίνες οὖν αἱ κατασκευαὶ τοῦ ταὐτὸν εἶναι τὸ ἓν καὶ τὸ ὄν; πρῶτον μὲν ὅτι καὶ τὸ ἄνθρωπος καὶ τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν δηλοῖ, κἂν εἴπω δὲ εἷς ὢν ἄνθρω‐ πος, οὐχ ἕτερον δηλῶ (τὸ γὰρ ἀναδιπλωθὲν κἂν ἀνατριπλωθῇ ταὐτὸν σημαίνει), δεύτερον δὲ ὅτι ἡ ἑκάστου οὐσία οὐκ ἔστιν ἓν 〈κατὰ〉 συμβεβηκός,
10ἀλλ’ ὥσπερ ὅπερ ὄν τι, οὕτω καὶ ὅπερ ἕν τι· ὥστε ὁσαχῶς τὸ ἕν, τοσαυ‐ ταχῶς καὶ τὸ ὄν, εἴπερ ἄμφω ταὐτόν, *** τὰς οὐσίας ἐπισκεπτόμενος καὶ πάντα τὰ ὄντα ὁ φιλόσοφος τὰς διαφορὰς τοῦ ἑνὸς ἐπισκέψεται. δια‐ φοραὶ δὲ τοῦ ἑνὸς καὶ ὥσπερ εἴδη τὸ ταὐτὸν τὸ ὅμοιον τὸ ἴσον τὸ εὐθὺ καὶ ὅλως 〈ἡ〉 ἀμείνων συστοιχία, ὥσπερ ἡ καταδεεστέρα τῶν πολλῶν ἐστιν
15ἀκόλουθος. ἐπραγματεύσατο δὲ τοῦτο ἰδίᾳ καὶ αὐτὸς οὗτος ὁ φιλόσοφος ἐκλογὴν πάντων ποιησάμενος τῶν ἐναντίων καὶ ὑποτάξας τὰ μὲν τῷ ἑνί, τὰ δὲ τοῖς πολλοῖς. εἰ τοίνυν περί τε τὰς οὐσίας καὶ περὶ τὰς τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἕξει διαφορὰς ἡ ὅλη φιλοσοφία, καὶ τὰ μέρη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν διατρίψει· τῶν δὲ οὐσιῶν ἡ μὲν νοητή τε καὶ ἀίδιος,
20ἡ δὲ αἰσθητή τε καὶ φθαρτή· ὥστε ἡ μὲν ἔσται πρώτη φιλοσοφία ἡ περὶ τὴν νοητήν τε καὶ ἀκίνητον οὐσίαν στρεφομένη, ἡ δὲ ταύτης ἐχομένη καὶ δευτέρα ἡ περὶ τὴν φύσιν διατρίβουσα. ὥσπερ γὰρ τὸ ὂν καὶ τὸ ἓν εἴδη ἔχει, τὸ μὲν πρῶτον τὰ δὲ ἐφεξῆς, οὕτω καὶ αἱ ἐπιστῆμαι τοῖς οὖσιν ἀνά‐ λογον ταχθήσονται. ἔχει γὰρ ἡ φιλοσοφία τὸ πρότερον ἐν ἑαυτῇ καὶ τὸ
25ὕστερον, ὥσπερ καὶ ἡ μαθηματική· καθάπερ οὖν πρότερος μὲν ὁ ἀρι‐ θμητικὸς τοῦ γεωμέτρου, πάλιν δὲ οὗτος τοῦ ἀστρονόμου καὶ οὗτος εἰ τύχοι τοῦ μηχανικοῦ, οὕτω καὶ τὰ εἴδη τῆς ὅλης φιλοσοφίας τῷ πρώτῳ καὶ μέσῳ καὶ τελευταίῳ διακεκόσμηται. Μιᾶς δὲ τἀντικείμενα πάντως ἀλλήλοις θεωρούσης δεῖ τὴν τὸ ἓν
30εἰδυῖαν καὶ τὰ πολλὰ εἰδέναι· τὰ γὰρ πολλὰ ἤτοι ἀπόφασις τοῦ ἑνὸς ἢ στέρησις. διαφέρουσι δὲ ἀλλήλων αἱ ἀντιθέσεις αὗται, ὅτι ἡ μὲν ἀπόφασις ἐπὶ πάντων ἀληθεύει τῶν παρὰ τὸ ἓν ἐκεῖνο τὸ ἀναιρούμενον· τὸ γὰρ οὐχ ἵππος ἐπὶ πάντων ἀληθὲς τῶν παρὰ τὸν ἵππον, ἡ δὲ στέρησις οὐχ οὕτως· οὐ γὰρ ἁπλῶς ἀπούσης τῆς ἕξεως 〈ἔννοιαν〉 παρίστησιν ἡ στέρησις (οὐ γὰρ
35τυφλὸς ὁ μὴ ἔχων ὄψιν, ἐπεὶ καὶ λίθος ἂν ἦν τυφλός), ἀλλ’ ἀπούσης τοῦ πεφυκότος αὐτὴν δέχεσθαι· κωφὸν οὖν οὐχὶ πᾶν ὃ μὴ ἀκούει, ἀλλὰ τὸ
οὖς ἐὰν μὴ ἀκούῃ, ὅτι πέφυκεν ἀκούειν· δεῖ γὰρ ὑποκεῖσθαι μίαν φύσιν61

62

τῇ ἕξει καὶ τῇ στερήσει. καὶ διαφορὰ μὲν αὕτη μεγίστη στερήσεως καὶ ἀποφάσεως. εἴτε μέντοι στέρησίς ἐστι τοῦ ἑνὸς τὰ πολλὰ εἴτε ἀπόφασις, ἐπειδὴ δι’ ἑκατέρας ἔστι τὸ ἓν θεωρῆσαι, τοῦ αὐτοῦ ἐστι τό τε ἓν εἰδέναι καὶ τὰ πολλά· καὶ γὰρ ὅλως τὰ καθ’ οἱανοῦν ἀντίθεσιν ἀλλήλοις ἀντικεί‐
5μενα μιᾶς ἐστιν ἐπιστήμης εἰδέναι. εἰ δὲ ὁ φιλόσοφος τό τε ἓν εἴσεται καὶ τὰ πολλά, οὐ μόνον τὸ ταὐτὸν καὶ ἴσον καὶ ὅμοιον ἐπισκέψεται δια‐ φορὰς ὄντα τοῦ ἑνός, ἀλλὰ καὶ τὰ τούτοις ἀντικείμενα, τὸ ἕτερον τὸ ἀνό‐ μοιον τὸ ἄνισον, ἅπερ ὑπὸ τὸ πλῆθος ἀνάγεται, καὶ οὐ μόνα γε ταῦτα ἀλλὰ καὶ ὅσα διὰ τούτων ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ τάττεται· καὶ γὰρ τὸ
10λευκὸν καὶ 〈τὸ〉 μέλαν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ πᾶν τὸ τοιοῦτον γένος ὑπὸ τὰ πρώτιστα τῶν ἀντικειμένων τέτακται, ὡς μὲν ἐγὼ νομίζω, τὸ γλυκὺ καὶ τὸ λευκὸν καὶ πᾶν 〈τὸ〉 τῷ εἴδει συγγενέστερον ὑπὸ τὸ ἕν, τὸ δὲ πικρὸν καὶ μέλαν καὶ πᾶν τὸ εἰς τὴν στέρησιν ὑποφερόμενον ὑπὸ τὰ πολλά· ὡς δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται, τὰ μὲν διακριτικὰ [θερμὸν γλυκὺ
15λευκὸν] ὑπὸ τὰ πολλά, τὰ δὲ τούτοις ἀντίθετα ὑπὸ τὸ ἕν. καὶ τὴν ἐναν‐ τίωσιν δὲ αὐτὴν ἀνάξομεν ἐπὶ τὰ πολλά, τὴν δὲ φιλίαν ὑπὸ τὸ ἕν· δια‐ φορὰ γάρ τις, φησίν, ἡ ἐναντίωσις, ἡ δὲ διαφορὰ ἑτερότης. εὖ γε σὺ πάντα ταῦτα λέγων ὦ ἄριστε· τί οὖν οὐχὶ καὶ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα παρελαμβάνομεν ἐν ταῖς ἀρχαῖς; τί δὲ τῇ Ἐμπεδοκλέους
20φιλίᾳ καὶ τῷ νείκει διεμαχόμεθα; τὰ γὰρ αὐτὰ νῦν πράγματα καὶ τὰς αὐτὰς δυνάμεις δι’ ἑτέρων ὀνομάτων εἰς τὰς ἀρχὰς εἰσάγομεν, τοῦ μὲν ἑνὸς οὐδ’ ὑπαλλάξαντες τοὔνομα, τὴν δὲ ἀόριστον δυάδα πολλὰ μετονομάσαντες. ταῦτα μὲν οὖν ὑπέρευ. ἐπειδὴ δὲ τὰς ἀρχὰς ἐξῃρῆσθαι δεῖ τούτων ὧν εἰσιν ἀρχαί, ἔστω σοι τὸ ἓν καὶ τὸ πλῆθος τοῦ κατὰ μέθεξιν ἑνὸς καὶ τῶνδε
25τῶν πολλῶν ἐξῃρημένα, καὶ οὕτω τά τε πράγματα σεμνότερα θεασόμεθα καὶ ἡμεῖς ἡμῖν αὐτοῖς οὐ διαφωνήσομεν. ταῦτα μὲν καὶ εἰσαῦθις, εἰ δοκεῖ. Τέως δὲ δείξας ἡμῖν, ὅτι μιᾶς ἐπιστήμης τὰ ὄντα πάντα καὶ τὰ ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀναγόμενα θεωρεῖν, λύει τινὰ ἔνστασιν τὴν ἀποροῦσαν, πῶς ἐπεὶ πολλαχῶς τὸ ἓν καὶ τὸ ὄν, ὑπὸ μίαν ἐπιστήμην. ὁ δέ φησιν
30ὅτι πρὸς ἓν λέγεται. ὥσπερ οὖν τὰ ὑγιεινὰ μιᾶς, οὕτω καὶ ταῦτα μιᾶς· πρὸς γὰρ τὴν οὐσίαν ἅπαντα τὰ ὄντα καὶ πρὸς τὸ πρώτως ἓν ἀναφέρεται. οὕτω δὲ καὶ τὸ ταὐτὸν εἰ διαφορὰς ἔχει, πᾶσαι πρὸς τὸ πρώτως ταὐτὸν ταχθήσονται, τοῦτο δέ ἐστι τὸ τῇ οὐσίᾳ ταὐτόν· οὕτω καὶ τὸ ἕτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον. δεῖ οὖν διελομένους, ποσαχῶς ἕκαστον τούτων
35λέγεται, εἴτε δεκαχῶς † ἐπειδὴ παντὶ τῷ ὄντι ὑπάρχει εἴτε κατ’ ἄλλον ἀριθμόν, τὸ ἐν ἑκάστῃ κατηγορίᾳ συντάττειν τῷ ἐν τῇ οὐσίᾳ ταὐτῷ καὶ
ὁμοίῳ καὶ ἑτέρῳ καὶ ἀνομοίῳ· τὰ μὲν γὰρ τῷ ἐκεῖνο τὸ πρῶτον ἔχειν62

63

αὐτά, τὰ δὲ τῷ ἐκεῖνο τὸ πρῶτον ποιεῖν αὐτά (ἔχει γὰρ ἡ οὐσία καὶ ποιεῖ ταῦτα ἃ λέγεται εἶναι), τὰ δὲ καὶ κατ’ ἄλλους τρόπους· ἤτοι γὰρ σχέσιν ἔχει πρὸς οὐσίαν ἢ πάθος αὐτῆς ἐστιν ἤ τι τοιοῦτο. λέλυται οὖν κἀκείνη ἡ ἀπορία, τίνος ἔστι διαλαβεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἴσου καὶ ἀνίσου
5καὶ ὅλως πάντων τῶν καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπαρχόντων· δῆλον γὰρ ἐκ τῶν εἰρημένων ὅτι τοῦ φιλοσόφου· καὶ γὰρ εἰ μὴ οὗτος, τίς ἐστιν ὁ σὺν ἀποδείξει λέγων εἴτε ταὐτὸν Σωκράτης 〈καὶ Σωκράτησ〉 φιλοσοφῶν εἴθ’ ἕτερον, εἴτε πῇ μὲν ταὐτὸν πῇ δὲ ἕτερον· ἢ εἰ δυνατὸν ἑνὶ πολλὰ εἶναι ἐναντία ἢ ἀδύνατον ἀλλ’ ἀνάγκη ἓν ἑνί. ἐπεὶ οὖν οὐχὶ τῶν ἀριθμῶν ἢ
10τῶν σχημάτων ταῦτα πάθη, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν, φανερὸν ὅτι τῆς πρώτης ἐστὶ φιλοσοφίας ἡ περὶ ταῦτα σχολή· καὶ οὐ διὰ τοῦτο κακίσειεν ἄν τις τοὺς σοφιστάς, ὅτι περὶ ταῦτα στρέφονται, ἀλλ’ ὅτι μηδὲν περὶ οὐσίας ἐπαΐ‐ οντες περὶ ταῦτα σὺν ἀμαθίᾳ πολλῇ διατρίβουσιν. ἔδει δὲ εἰδέναι ὅτι ὥσπερ ἀριθμοῦ πάθη ἐστὶν ἴδια τὸ ἄρτιον καὶ περιττὸν καὶ κατὰ τὴν πρὸς
15ἀλλήλους παραβολὴν πολλαπλάσιον, ὑποπολλαπλάσιον καὶ ὅλως αἱ δέκα σχέσεις αἱ ὑπὸ τὴν ὑπεροχὴν καὶ ἔλλειψιν, ὁμοίως δὲ καὶ τῷ στερεῷ σώματι τῷ τε ὑπὸ τῶν γεωμετρῶν κατανοουμένῳ καὶ ἀκινήτῳ, καὶ τῷ φυσικῷ καὶ κινητῷ, καὶ τῶν κινουμένων τῷ τε ἀβαρεῖ καὶ οὐρανίῳ καὶ τῷ ἐνύλῳ καὶ βάρος ἔχοντι ἢ κουφότητα, οὕτω δὴ καὶ τῷ ὄντι καθὸ ὂν
20καθ’ αὑτά τινα συμβέβηκε, περὶ ὧν οὐδὲν εἰπεῖν ὑγιὲς ὁ μὴ ἐπεσκεμμένος δυνήσεται. μόνος οὖν ὁ φιλόσοφος περὶ αὐτῶν ἀξιόχρεως διισχυρίσασθαι· ὑποδυόμενοι δὲ οἱ διαλεκτικοί τε καὶ σοφισταὶ προσποιοῦνται μὲν καὶ αὐτοὶ περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ἀπολιμπάνονται δὲ αὐτοῦ τε καὶ τῆς ἀληθείας, οἱ μὲν διὰ τὸ μὴ ἔχειν αὐτοῦ τὴν ἐπιστήμην ἀλλ’ ἐνδόξως
25ἐπιχειρεῖν περὶ ὧν ὁ φιλόσοφος ἀποδείκνυσιν, οἱ δὲ καὶ προαιρέσει μοχθηρᾷ χρώμενοι. σχεδὸν γὰρ ὑπεναντία τοῖς φιλοσόφοις σπουδάζουσιν· οἱ μὲν γὰρ τῆς τῶν προσιόντων ταῖς ἀκροάσεσι σωτηρίας στοχάζονται, οἱ δὲ πρὸς ἀπάτην ὁρῶσι καὶ τὸ παρὰ τῶν διαστραφέντων χρηματίσασθαι. ἡ δὲ διαλεκτικὴ βελτίονα μὲν ἔχει τῆς σοφιστικῆς προαίρεσιν καὶ φιλόσοφον
30ἔχει τὴν γνῶσιν, 〈εἰ〉 καὶ τῶν συνόντων πειραστικός ἐστιν ὁ διαλεκτικός, οὐ διδασκαλικός, ὥσπερ ὁ φιλόσοφος. ὁ δέ γε σοφιστὴς εἴδωλόν ἐστιν εἰδώλου· τὴν γὰρ πειραστικὴν μιμεῖται, οὐδ’ αὐτὸ τοῦτο δυνάμενος ποιεῖν. Δείξας οὖν ὁ Ἀριστοτέλης 〈ἐκ τῆς σοφιστικῆσ〉 κἀκ τῆς διαλεκτικῆς κατὰ μίμησιν τῆς φιλοσοφίας περὶ πάντα τὰ ὄντα ἐχουσῶν, ὅτι ἡ φιλο‐
35σοφία παντὸς τοῦ ὄντος ᾗ ὄν ἐστι γνωστική, χρῆται καὶ ἄλλῳ τινὶ τοιῷδε ἐπιχειρήματι· πάντες οἵ τε φυσικοὶ καὶ οἱ τούτων ὑπερτέραν θεωρίαν φιλο‐ φρονούμενοι τὰς ἀρχὰς τοῦ ὄντος ἐναντίας ποιοῦσιν. εἶτα τὰς δόξας παρα‐
τίθεται τῶν πρεσβυτέρων· οἱ μὲν γὰρ Πυθαγόρειοι περιττὸν καὶ ἄρτιον,63

64

Παρμενίδης δὲ πῦρ καὶ γῆν, Πλάτων πέρας καὶ ἄπειρον, Ἐμπεδοκλῆς φιλίαν καὶ νεῖκος· πάντα δὲ ταῦτα καὶ τὰ ἄλλα τὰ ἐναντία εἰς τὸ ἓν καὶ τὸ πλῆ‐ θος ἀνάγεται· ταῦτα δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι· ὥστε περὶ πάντα ὁ τελέως φιλόσοφος, εἴτε συνωνύμως τὸ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων
5λέγεται, εἴτε, ὅπερ ἐστὶ μᾶλλον ἀληθέστερον, τῶν πολλαχῶς μέν ἐστι λεγο‐ μένων, ὡς πρὸς ἓν δὲ καὶ μίαν φύσιν ἀνάγεται τά τε ὑπὸ τὸ ἓν καὶ τὰ ὑπὸ τὰ πολλά. καὶ οὕτως οὔτε χωριστὸν τὸ ἓν τῶν πάντων ὑποτιθέμεθα εἶναι οὔτε ὁμωνύμως αὐτό φαμεν κατηγορεῖσθαι τῶν πραγμάτων, καὶ ὅλως ὑπὸ μίαν ἐπιστήμην τὰ πάντα τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἀνάγομεν πάθη.
10τὰ μὲν γὰρ πρὸς ἓν λέγεται, τὰ δὲ τῷ ἐφεξῆς, ὡς οἱ ἀριθμοὶ καὶ τὰ σχή‐ ματα· οὐ γὰρ τοῦ γεωμέτρου περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τελείου διαλαβεῖν, ἀλλὰ κἂν ὀνομάσῃ ποτὲ ὅμοια τρίγωνα, ἐξ ὑποθέσεως αὐτὰ λαμβάνει καὶ ὁρισμοῦ· ὑποθέμενος γὰρ ὅτι ὅμοιά ἐστι τρίγωνα τὰ ὑπὸ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἔχοντα ἀνάλογον, οὕτως ἀποδείκνυσι τάδε τὰ τρίγωνα ὅμοια·
15εἴτε δὲ χρὴ τὰ τοιαῦτα ὅμοια καλεῖν εἴτε μή, λέγειν οὐκ ἔχει. Συμπέρασμα δὴ τούτοις ἐπιτίθησι, δι’ οὗ τῆς αὐτῆς ἐπιστήμης εἶναί φησι καὶ πᾶν τὸ ὂν ᾗ ὂν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ τούτου πάθη· καὶ προστίθησιν ὅτι καὶ περὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ περὶ γένους καὶ εἴδους καὶ ὅλου καὶ μέρους ἡ αὐτὴ γνώσεται· πάντα γὰρ ταῦτα ἀντίκειται
20ἀλλήλοις, τὰ δὲ ἀντικείμενα πάντα τῷ ἑνὶ καὶ τοῖς πολλοῖς περιείληπται, περὶ ἃ δέδεικται προηγουμένως ἔχων ὁ φιλόσοφος. ῥητέον οὖν πάλιν πρὸς αὐτόν, ὡς εἰ τὸ παρὰ τὸ ἓν θάτερον δηλοῖ τῶν ἐναντίων, δεῖ τι πρὸ πάσης ἐναντιώσεως ἕτερον ἓν εἶναι, οὗ πάντα μεθέξει καὶ τὰ τῆς ἐτέρας συστοιχίας, ὃ πάντων ἔσται ἀρχή. δεῖ γὰρ μὴ ἀπὸ διαιρέσεως ἄρχεσθαι τὰς ἀρχὰς
25ἀλλ’ ἀπὸ τοῦ ἑνός, ἐπειδή, ὡς εὖ φής, οὐκ ἀγαθὸν πολυκοιρανίη. καὶ γὰρ δὴ καὶ τῶν Πυθαγορείων ἀμείνους οἱ μὴ ἀπὸ τῶν ἀντικειμένων ἀρξάμενοι, προτάξαντες δὲ τῶν δυεῖν στοιχείων ἓν τὸ πάντων ἐξῃρημένον αἴτιον, ᾧ μήτε τι ἀντίκειται μήθ’ ὅλως ἰσοσθενὲς εἶναι βούλεται. καὶ περὶ μὲν τούτων τοσαῦτα καὶ νῦν.
30 Ἐντεῦθεν δὲ ἤδη ὁ Ἀριστοτέλης μέτεισιν ἐπὶ τὸ ζητεῖν, εἰ τὰς τῆς ἀποδείξεως ἀρχὰς ὥσπερ τὰς τῆς οὐσίας ὁ φιλόσοφος ἐπιγνώσεται· καὶ διαρρήδην ἀποφαίνεται τῷ φιλοσόφῳ τὴν τούτων προσήκειν ἐπίσκεψιν. αἱ δὲ κατασκευαὶ τοιαῦται· παντὸς τοῦ ὄντος δι’ αὐτῶν ἀποδείκνυται τὰ καθ’ αὑτὰ συμβεβηκότα. ὥστε ὁ ταῦτα δεικνὺς ἕξει τι πλέον εἰπεῖν περὶ αὐτῶν.
35ὥσπερ γὰρ εἰ τὰ τοῖς ἀριθμοῖς ὑπάρχοντα μόνα δι’ αὐτῶν ἐγνωρίζομεν, ἀριθμητικῆς ἦν 〈ἂν〉 ἡ τούτων θεωρία, ἢ εἰ τὰ τοῖς μεγέθεσι καὶ σχήμασι, γεωμετρίας, οὕτως ἐπειδὴ τὰ τῷ ὄντι παντὶ καθ’ αὐτὰ ὑπάρχοντα δείκνυται δι’ αὐτῶν, ὁ περὶ πᾶν τὸ ὂν ᾗ ὂν ἔχων περὶ αὐτῶν διαλήψεται· καὶ γὰρ μόνος καθολικώτερον αὐτοῖς χρῆται, ἐπεὶ αἱ ἄλλαι τέχναι ἅτε περὶ τὶ ὂν
40ἔχουσαι καὶ οὐ περὶ πᾶν τὸ ὄν, τὸ πρόσφορον ἑαυταῖς ἀποδιαλαβοῦσαι δι’64

65

αὐτοῦ συλλογίζονται, ὁ μὲν γεωμέτρης· τὰ τῷ αὐτῷ μεγέθει ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὁ δὲ ἀριθμητικός· ἐὰν ἀπὸ ἴσων ἀριθμῶν ἴσους ἀφέ‐ λῃς, οἱ λειπόμενοι ἴσοι. καὶ ἐξ ὧν δὲ μηδεὶς τῶν μαθηματικῶν ἢ τῶν ἄλλων τεχνιτῶν ἐπιχειρεῖ λέγειν περὶ αὐτῶν, λάβοις ἂν ὅτι τῷ φιλοσόφῳ
5μόνῳ πρέπουσά ἐστιν ἡ περὶ αὐτῶν σκέψις. εἰ δὲ καὶ οἱ περὶ φύσιν δεινοὶ λέγουσί τι πολλάκις περὶ αὐτῶν, ἐξαπατῶντες ἑαυτούς· οἰόμενοι γὰρ μόνα εἶναι τὰ σώματα καὶ αὐτοὶ περὶ πᾶν τὸ ὂν ἔχειν οὕτω τι λέγουσι περὶ τῶν ἀξιωμάτων· οὓς ὑπομνήσομεν ὅτι φιλόσοφοι μέν εἰσι καὶ αὐτοὶ περὶ τὴν φυσικὴν οὐσίαν διατρίβοντες, οὐ μὴν οἱ πρῶτοι.
10 Εἰ δέ τινες ἄλλοι περὶ τῆς τῶν ἀξιωμάτων ἀληθείας ἐπιχειροῦντες λέγειν ἀποδείξεις αὐτῶν προχειρίζονται, δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν αὐτὸ ποιοῦσι· δεῖ γὰρ οὐ ζητεῖν τὸν ὁτιοῦν μαθησόμενον τὰ ἀξιώματα, ἀλλ’ ἥκειν αὐτὰ προειληφότα. εἰ δὲ καὶ οἱ ἄλλοι τεχνῖται τὰς βεβαιοτάτας ἀρχὰς ἴσασι τοῦ γένους περὶ ὃ στρέφονται, πολλῷ δὴ πλέον ἀναγκαῖόν
15ἐστι τῷ φιλοσόφῳ πάντων τῶν ἀξιωμάτων τὰ βεβαιότατα καὶ ἀρχηγικώτατα κατανενοηκέναι. βεβαιότατον δ’ ἐστὶ περὶ ὃ ἀπατηθῆναι οὐχ οἷόν τε, καὶ ἀρχηγικώτατον εἰς ὃ πάντα ἀναλύεται ὡς εἰς ἀνυπόθετον· ἡ γὰρ ὑπόθεσις ἀρχὴ μὲν ὡς πρὸς τόδε, ἁπλῶς δὲ οὐκ ἀρχὴ ἀλλ’ ἀποδεικτὴ τῷ ἐπαναβε‐ βηκότι. δεῖ δὲ τὴν βεβαιοτάτην καὶ ἀρχηγικωτάτην καὶ ἐναργεστάτην
20εἶναι, ἵνα μηδεὶς ἀπατᾶται περὶ αὐτήν. ἔστι δὲ τοιαύτη ἡ κατὰ τὴν ἀντί‐ φασιν· οὔτε γὰρ τὸ αὐτὸ τῷ αὐτῷ ἅμα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ὑπάρχειν δύναται καὶ μὴ ὑπάρχειν· οὔτ’ ἔστιν οὕτω τις διακείμενος, κἂν ἕνεκα λόγου θέσει παριστῆται, οὔτε φάντα καὶ ἀποφάντα δυνατὸν ἀλη‐ θεύειν ἅμα. ὅτι δὲ ἀπατηθῆναι περὶ ταύτην οὐ δυνατὸν τὴν ἀρχήν, δεί‐
25κνυσιν οὕτως· εἴ τις οἴεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρ‐ χειν, τὰς ἐναντίας ἔχει δόξας ἐν ἑαυτῷ· ἐναντίαι γὰρ αἱ κατὰ ἀντίφασιν δόξαι, ὡς ἐν τῷ τέλει τοῦ περὶ ἑρμηνείας ἐρρήθη. ἀλλὰ μὴν ἀδύνατον ἅμα τἀναντία παρεῖναί τινι, ἀδύνατον ἄρα καὶ ἠπατῆσθαί τινα περὶ ταύτην τὴν ἀρχήν. διὸ καὶ πάντες 〈οἱ〉 ὁτιοῦν ἀποδεικνύντες αὐτῇ κέχρηνται· εἰ
30δὲ τῶν Ἡρακλειτείων ἢ τῶν ἄλλων φυσικῶν τινες οἴονται καὶ αὐτοὺς οὕτω δοξάζειν καὶ τὰ πράγματα δέχεσθαι κατὰ ταὐτὸ τὸ ταύτῃ μὴ εἶναι ᾗπερ ἔστι, λόγου μὲν ἕνεκα ποιεῖσθαι αὐτοὺς τὰς τοιαύτας ἀποφάνσεις οἰητέον· ἡμεῖς γὰρ σαφῶς ὑπεμνήσαμεν, ὅτι τὰς ἐναντίας δόξας τῷ αὐτῷ παρεῖναι ἀδύνατον. οὐ μὴν διὰ τοῦτο ἀποδεῖξαι τὴν ἀλήθειαν τοῦ ἀξιώματος ἐπι‐
35χειρήσομεν· αὐτὸ γὰρ τοῦτο μεγίστης ἐστὶν ἀμαθίας τεκμήριον, τὸ οἴεσθαι πάντα εἶναι ἀποδεικτά· καὶ γὰρ ὁ τοῦτο λέγων ἀπόδειξιν ἀναιρεῖ, ὥσπερ ὁ
αὐτόθεν μηθὲν εἶναι λέγων ἀποδεικτόν. διχῶς γὰρ ἀναιρεῖται τῶν πρα‐65

66

γμάτων ἕκαστον, ἢ αὐτόθεν ἢ τῶν ἀρχῶν μὴ δοθεισῶν. ὥσπερ οὖν ὁ πάντα γενητὰ φάσκων εἶναι γένεσιν ἀναιρεῖ, μὴ διδοὺς εἶναι τὴν ἀρχὴν τῶν γενη‐ τῶν τὸ ἀγένητον, οὕτως ὁ πάντα δείκνυσθαι ἀξιῶν ἀναιρετικός ἐστιν ἀπο‐ δείξεως, οὐκ ἐῶν εἶναι τὸ ἀναπόδεικτον, ὅπερ ἐστὶν αἴτιον
5αὐτὸ δείκνυσθαι. εἰ δ’ ὅλως ἐστί τι ἀναπόδεικτον, τί ἂν εἴη πρὸ τούτου τοῦ ἀξιώματος, ὅθεν καὶ τοῖς ἄλλοις πᾶσιν ἀναποδείκτοις δύναμις ἐφήκει; 〈οἷον〉 ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενά ἐστιν ἴσα· διὰ τί; ὅτι ἐὰν μὴ ἴσα ᾖ, προστεθέντα τὰ ἀφαιρεθέντα ποιεῖ τὰ ὅλα μὴ ἴσα· τοῖς γὰρ μὴ ἴσοις ἡ ἴση προσθήκη τῆς ἐξ ἀρχῆς ἀνισότητος γίγνεται τηρητική·
10ἔσται οὖν τὰ αὐτὰ ἴσα καὶ οὐκ ἴσα, ὅπερ ἄτοπον. καὶ οὐ λέγω ὅτι ἀπό‐ δειξίς ἐστιν αὕτη, ἀλλ’ ὅτι εἰς ἐναργέστερον ἀπάγοντες ἄτοπον τὸν ἐνιστά‐ μενον τοῖς ἄλλοις ἀξιώμασιν εἰς τὴν ἀντίφασιν καταντᾶν αὐτὸν παρασκευά‐ ζομεν. ὅλως δὲ μὴ συγχωρηθέντων αὐτῶν εἶναι ἴσων αὐτῷ τῷ ὑποθέσθαι εἶναι μὴ ἴσα τί ἄλλο ἢ κυροῦμεν τὸ τῆς ἀντιφάσεως ἀξίωμα; καὶ οὐχ
15ἡμεῖς οἱ ὑποτιθέμενοι, ἀλλ’ αὐτὸς ὁ ἐνιστάμενος. τί γὰρ ἂν καὶ ἀξιώσειεν ἡμᾶς ἄλλο ὑποθέσθαι, μὴ συγχωρῶν ἴσα αὐτὰ εἶναι, οὐδὲ πλάσαι δυνατόν, τὰ τῷ αὐτῷ ἴσα. μὴ γὰρ ἀλλ’ εἰ δυνατόν, τὸ α τῷ γ ἔστω μὴ ἴσον, ἑκάτερον δὲ αὐτῶν τῷ β. οὐκοῦν ἐπεὶ τὸ α οὐκ ἴσον τῷ γ, ἡλίκον δὲ τὸ γ, τηλικοῦτον [δὲ] τὸ β, οὐδὲ τῷ β ἴσον ἔσται τὸ α. ἀλλὰ καὶ ἴσον· τὸ
20αὐτὸ ἄρα καὶ ἴσον τι καὶ οὐκ ἴσον, ὅπερ ἄτοπον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀξιωμάτων ὁ ἔλεγχος κατὰ τῶν ἐνισταμένων διὰ τῆς ἀντιφάσεως, ἐπεὶ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· καὶ πᾶς μὲν γὰρ ἔλεγχος εἰς ἀντί‐ φασιν περιίστησιν, ὁ δὲ τὸ ἀντικείμενον τοῦ ἀληθοῦς ὑποτιθέμενος πολλαχοῦ χρῆται τῇ ἀντιφάσει καὶ ἐναργέστατα. τοῦτο τοίνυν τὸ ἀξίωμα πῶς ἂν
25ἀποδειχθείη, μηδὲν ἔχον ἑαυτοῦ βεβαιότερον μηδὲ γνωριμώτερον μηδὲ ἀρχη‐ γικώτερον; Οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ ἔστιν αὐτὸ δεῖξαι, ἐπειδὴ τὸ ὃ ἂν λάβωμεν εἰς τὴν κατασκευὴν αὐτοῦ, ἢ ἰσοδυναμοῦν αὐτῷ λαμβάνομεν ἢ ἀμυδροτέραν ἔχον γνῶσιν, ὅμως ἔστι τὸν ἐνιστάμενον αὐτῷ περιβάλλειν ἐλέγχῳ, ἐὰν
30μόνον ἐθέλῃ λόγῳ χρῆσθαι. λεγέτω γὰρ ἡμῖν ἐκεῖνος, εἰ μὴ κατὰ ζῷον ἄλογον ἢ καὶ φυτὸν ἀναίσθητον ἔταξεν ἑαυτόν· ἆρ’ οὐχὶ τῶν ὀνομάτων ἕκαστον σημαίνει τι; σημαῖνον δέ τι οὐχὶ ἓν ἢ πολλὰ ὡρισμένα ἢ πάντα σημαίνειν πᾶσα ἀνάγκη; ἀλλ’ εἰ μὲν πάντα σημαίνει, οὐδὲν σημαίνει· ὃ γὰρ μηδὲν μᾶλλον τόδε ἢ ὁτιοῦν ἄλλο σημαίνει, οὐδὲν σημαίνει. λείπεται
35δή, εἴπερ τι σημαίνει, ἢ ἓν ἢ πολλὰ καὶ ὡρισμένα σημαίνειν αὐτό. ἀλλ’ εἴτε ἓν εἴτε πολλὰ καὶ ὡρισμένα σημαίνει, ἔστιν ἐφ’ ἑκάστῳ τῶν πρα‐ γμάτων ἴδιον ὄνομα. εἰ μὲν γὰρ ἓν ἑνός ἐστι σημαντικόν, αὐτόθεν εἰλή‐
φαμεν τὸ ζητούμενον. εἰ δὲ ἓν πολλῶν καὶ ὡρισμένων, ληψόμεθα τῶν66

67

πολλῶν ἐκείνων καὶ ὡρισμένων τὰ σημαινόμενα, καὶ ἐφ’ ἑκάστῳ τάξομεν ἴδιον ὄνομα· ὃ γὰρ ἡ διάνοια χωρίσαι τῶν ἄλλων δύναται, τοῦτο καὶ δι’ ὀνόματος ἢ λόγου σημήνειεν ἄν· ἓν ἄρα ἑνὸς σημαντικόν, ἐπεὶ κἂν ἓν πολλῶν, οὐ ποιεῖ ἀντίφασιν τοῦτο· ὥστε μάτην ἂν νῦν παραλαμβάνοιτο τὰ
5ὁμωνύμως λεγόμενα. εἰ τοίνυν ἑνὸς πράγματος οἷον τοῦ ἀνθρώπου ἓν ὄνομα εἴη τὸ ἄνθρωπος σημαντικόν, οὐδὲν ἄλλο ἢ τὸ εἶναι αὐτοῦ σημαίνει· εἰ γὰρ καὶ συμβεβηκὸς αὐτοῦ σημαίνοι, οἷον τὸ λευκὸν ἢ μουσικόν, οὐχ ἓν ἂν ἔτι σημαίνοι, ἀλλ’ ὡς ἂν εἴ τις θεῖτο ἵππῳ καὶ ἀνθρώπῳ ἓν ὄνομα, οὕτως εἰ ἄνθρωπον καὶ λευκὸν ἑνὶ προσερεῖς, οὐκ ἔστιν ἓν ἑνὶ νέμοντος
10ἔτι. ὅταν τοίνυν ἄνθρωπον τουτὶ καλῶ, οὐδὲν ἄλλο ἢ ζῷον αὐτὸ πεζὸν δίπουν εἶναι δηλῶ. εἰ ἄρα ἀληθεύω λέγων, ὅτι τοῦτό ἐστιν ἄνθρωπος, ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν· ἀλλ’ εἰ ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον τοῦτο μὴ εἶναι ζῷον πεζὸν δίπουν· εἰ δὲ ἀδύνατον μὴ εἶναι, ὁ λέγων μὴ εἶναι ψεύσεται· εἰ ἄρα ἀληθὲς εἰπεῖν τοῦτον ἄνθρω‐
15πον εἶναι, ψεῦδος εἰπεῖν τοῦτον μὴ εἶναι ἄνθρωπον. ἐφ’ οὗ ἄρα ἡ κατάφασις ἀληθεύει, ἐπὶ τούτου ψευδὴς ἡ ἀπόφασις. Ταῦτα λέγοντος Ἀριστοτέλους ἐκπλαγείη μὲν ἄν τις καὶ τὴν ἐπιβολὴν τῆς κατασκευῆς καὶ τὴν ὅλην μεταχείρισιν τοῦ λόγου σὺν ἀγχινοίᾳ πολλῇ καὶ δεινότητι γενομένην· ἐπισημήναιτο δ’ ἄν τις, ὅτι τοῖς μὲν ἄλλοις ἀντει‐
20πεῖν οὐκ ἂν ἔχοι ὁ ἐνιστάμενος τῇ ἀποφάσει, ἅπαξ ὑπομείνας λόγον, ἐκείνῳ δ’ ἂν ἴσως καίπερ ὄντι λίαν ἐναργεῖ διαμαχέσαιτο· οὐ γὰρ εἰ ἀνάγκη, φαίη ἄν, τόδε τὸ ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον εὐθὺς μὴ εἶναι· αὐτὸ γὰρ τοῦτό ἐστιν ὃ διατελεῖ λέγων, καὶ τοῦτο εἶναι καὶ τὸ ἀντικείμενον ἕκαστον τῶν πραγμάτων· οὐκοῦν φήσομεν αὐτὸν ἀναιρεῖν τι τῶν κειμένων· οὐκέτι
25γὰρ ἓν ἑνὸς εἶναι σημαντικόν. ὁ δὲ φαίη ἂν ἓν μὲν ἑνός, οὐ μέντοι παντὸς τοῦ ἑνὸς ἀλλὰ μορίου αὐτοῦ, τοῦ δὲ λοιποῦ τί κωλύει τὸ ἀντικεί‐ μενον; καὶ τοῦτο, εἰ ἕστηκεν ἡ φύσις τῶν πραγμάτων καὶ ὥρισται· εἰ δὲ ῥεῖ καὶ μεταπίπτει ἀεὶ ἕκαστον, ὥσπερ οἱ Ἡρακλείτειοι λέγουσιν, οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχει τὰ πράγματα. πρὸς ὃν εἴποιμεν ἂν ὅτι
30τοὺς μὲν Ἡρακλειτείους, εἴπερ οὕτω διενοοῦντο τῷ λόγῳ, νῦν ἐκποδὼν ποιησό‐ μεθα· οὗτοι γὰρ ἐπιστήσαντες οἷς λέγουσιν οὐδὲ σημαίνειν τι φήσουσι τὰ ὀνόματα· ὡς γὰρ τὸν παραρρέοντα ἀέρα πιέσαι ταῖς χερσὶν οὐκ ἔστιν, οὕτως οὐδὲ τὴν ἀστάτως μεταπίπτουσαν τῶν πραγμάτων φύσιν ἔστι δηλῶσαι διὰ τῶν ὀνομάτων· διὸ καὶ τὸν Κρατύλον ἱστοροῦσί τινες ἀποσχέσθαι μὲν ὕστερον
35τῆς χρήσεως τοῦ λόγου, κατανεύειν δὲ μόνον καὶ ἀνανεύειν. Εἰ δ’ ὅλως ἔστι τις ὡρισμένη τῶν πραγμάτων ὑπόστασις, ἔστι καὶ ἐφ’ ἑκάστῳ παντὶ πάντως μία τε ἔννοια καὶ ὄνομα ἕν· εἰ δὲ καὶ μὴ ἦν, πολλῶν μὲν ὀνομάτων ἐδεήθη ἂν ἕκαστον, οὐ μέντοι τοῦ τε τὴν ἕξιν δηλοῦντος
καὶ τὴν στέρησιν· τοῦτο γάρ ἐστιν ἀδυνατώτατον· ὡς γὰρ παρούσης ἕξεως67

68

ἀδύνατον ἔτι τὴν στέρησιν αὐτῆς ἐνορᾶσθαι τῷ ὑποκειμένῳ, οὕτως ἀμήχανον τὸ αὐτὸ διά τε τοῦ τῆς στερήσεως καὶ διὰ τοῦ τῆς ἕξεως ὀνόματος δηλοῦσθαι κατὰ ταὐτόν· εἰ δὲ τοῦτο, οὐδ’ ἂν διὰ τῆς καταφάσεως καὶ ἀποφάσεως ἑρμηνεύοιτο τὸ αὐτό.
5 Πάλιν οὖν ἀναλαβόντες τὸν λόγον οὕτω συνθήσομεν· εἰ σημαίνει τι τὸ ὄνομα, ἕν τι σημαίνει· κἂν γὰρ πλείω καὶ ὡρισμένα, ληφθήσεται τὰ ἕκαστον δηλοῦντα. ἀλλ’ εἰ ἓν σημαίνει, τὸ εἶναι αὐτοῦ σημαίνει, τῷ δὲ εἶναι αὐτοῦ οὐ δήπου σύνεστιν ἡ στέρησις αὐτοῦ (ἡ γὰρ ἀπουσία τοῦ εἶναι τὴν στέρησιν ὑφίστησιν)· ὥστε τοῦτο καταφάσει μὲν ἔστιν ἑρμηνεῦσαι, ἀπο‐
10φάσει δὲ τῇ ἀντικειμένῃ ἀδύνατον, ἐπειδὴ καὶ ἀδύνατον ἕξιν ἅμα καὶ στέρησιν τοῦ αὐτοῦ τῷ αὐτῷ παρεῖναι. εἰ γὰρ ἀληθὲς εἰπεῖν τόδε τι καὶ εἶναι ζῷον καὶ μὴ εἶναι ζῷον, ἔχοι ἂν καὶ τὸ εἶδος τοῦ ζῴου τόδε τι καὶ τὴν στέρησιν τοῦ αὐτοῦ ζῴου· ἀλλὰ μὴν στέρησιν ἔχειν μὴ ἀπολέσαν τὸ εἶδος οὐ δύναται· οὐδ’ ἄρα καταφάσκεσθαι κατὰ ταὐτὸν καὶ ἀποφάσκεσθαι· εἰ
15γὰρ μηδὲ ἄνθρωπος καὶ λευκὸν κατὰ ταὐτὸν ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο, πῶς ἄνθρωπος καὶ οὐκ ἄνθρωπος κατὰ ταὐτόν; ὅμοιον γὰρ ὡς εἴ τις τὸ εἶδος καὶ τὴν στέρησιν τοῦ εἴδους ἓν λέγοι. εἰ δὲ κατ’ ἄλλο μὲν ἄνθρωπος, κατ’ ἄλλο δὲ οὐκ ἄνθρωπος, οὐκ ἀντίφασις τοῦτο, ἐπεὶ καὶ ὁ Σωκράτης οὐσία μὲν ὡς ἄνθρωπος, οὐκ οὐσία δὲ ὡς πατὴρ ἢ σιμός.
20 Ἆρ’ οὖν ἀπέδειξεν αὐτὸς περὶ τοῦ τὴν ἀντίφασιν μὴ συναληθεύειν; τοῦτο καὶ πρότερον διεμαρτυράμεθα, ὅτι τοῦτο ἀποδεῖξαι ἀδύνατον· ἀλλὰ τοῦ Ἀριστοτέλους ἐλεγκτικῶς ἐπιχειρήσαντος ἀποδεῖξαι καὶ τὰ μὲν ἄλλα συγχωρούμενα λαβόντος, ἐκεῖνο δὲ ἀληθῶς μὲν εἰληφότος ὅτι εἰ ἀνάγκη εἶναι, ἀδύνατον μὴ εἶναι, οὐχ ἱκανῶς δὲ πρὸς τὸν τὴν ἀντίφασιν λέγοντα
25συναληθεύειν, ἡμεῖς ὅτι οὐ δύναταί τις ἐνίστασθαι τούτῳ πεπειράμεθα δεῖξαι, ἵνα μὴ εἰς ταὐτὸν τό τε εἶδος ἀπάγῃ καὶ τοῦ εἴδους τὴν στέρησιν. τοῦτο δὲ ἀληθὲς μὲν καὶ ἡμεῖς παρελάβομεν, ὅτι μὴ δύναται συνεῖναι τῷ εἴδει ἡ στέρησις· εἰ δὲ τοῦτο, οὐδ’ ἂν ὁ ἄνθρωπος ᾗ ἄνθρωπος οὐκ ἄνθρωπος εἴη· οὐ μέντοι ἐπίσης ἐναργὲς τῷ τῆς ἀντιφάσεως ἀξιώματι· ὥστε κρατεῖν
30τὸ τοῦ Θεοφράστου, ὃς ἀγνωμονεστάτους εἶναί φησι καὶ βιαιοτάτους τοὺς ἀναγκάζοντας λόγον ὑπέχειν τούτου τοῦ ἀξιώματος· αὐτόθεν γὰρ 〈ὁ〉 τούτῳ ἐνιστάμενος λόγου χρείαν ἀναιρεῖ καὶ ἀποδείξεως. εἰ γὰρ μηδὲν μᾶλλον τόδε ἢ τὸ ἀντικείμενον, τίς ἦν χρεία καὶ λόγου καὶ κατασκευῆς καὶ συμπερά‐ σματος; τίς δὲ ὁ καρπὸς ταύτης πάσης τῆς πραγματείας, ὅταν ὁ πειρώμενος
35αὐτῷ παρίστασθαι τῶν ἡττόνων αὐτοῦ τι πρὸς ἐνάργειαν εἰς κατασκευὴν αὐτοῦ παραλαμβάνειν ἀναγκάζηται; Δείξας δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι τῆς καταφάσεως ἀληθευούσης τὴν ἀπόφασιν ἀληθεύειν οὐχ οἷόν τε, παραπλησίως, φησίν, ἀποδειχθήσεται καὶ
ὅτι τῆς ἀποφάσεως ἀληθευούσης οὐδέποτε ἡ κατάφασις ἀληθεύει· εἰ γὰρ68

69

ἀληθὲς εἰπεῖν ὅτι τοῦτο ζῷον οὐκ ἔστιν, ἀδύνατον τοῦτο ζῷον εἶναι· εἰ ἀδύνατον τοῦτο ζῷον εἶναι, ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι· εἰ δὲ ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι, ψεύσεται ὁ λέγων αὐτὸ ζῷον εἶναι. εἰ ἄρα ἀλη‐ θεύει ἡ ἀπόφασις, ψεύσεται ἡ κατάφασις. οὕτω δὲ μεταχειρισάμενος τὴν
5ἀπόδειξιν ὁ Ἀριστοτέλης καὶ δῆλον ὅτι δυνάμενος καὶ τὰς ἄλλας δύο ὑπο‐ θέσεις ὁμοίως μετελθεῖν (εἰ γὰρ ψεύσεται ἡ κατάφασις, ἀληθεύσει ἡ ἀπό‐ φασις ***, συνεῖδεν ὅτι ποτὲ διὰ πανουργίαν ὁ ἐνιστάμενος τῷ ἀξιώματι τῆς ἀντιφάσεως οὐ δώσει τὸ ἕτερον ἀφωρισμένως ἀληθὲς εἶναι ἢ ψεῦδος, ἵνα μὴ ἀποδειχθῇ θάτερον μόριον τῆς ἀντιφάσεως ἔχον ἀντικειμένως, ἀλλ’
10ἐρωτώμενος· ‘τοῦτο ζῷόν ἐστιν ἢ οὔ;‘ ἀποκρινεῖται, ὅτι καὶ ζῷον καὶ οὐ ζῷον· ‘τοῦτο ἄνθρωπός ἐστιν ἢ οὔ;‘ ὁ δὲ φήσει· καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. τότε οὖν ἐροῦμεν πρὸς αὐτόν, φησί, πρῶτον μὲν ὅτι τὰ ζητού‐ μενα προλαμβάνεις, ἔπειτα συγχεῖς τὰ τῆς διαλεκτικῆς καθήκοντα· ἓν γάρ μου προτείναντος οὐ περὶ αὐτοῦ ποιῇ τὴν ἀπόκρισιν, ἀλλὰ προστίθης ἄλλο τι.
15εἰ γὰρ καὶ συγχωρήσειέ τις τὸν ἄνθρωπον καὶ μὴ ἄνθρωπον εἶναι (δύναται γὰρ κατά τι τῶν συμβεβηκότων αὐτῷ εἶναι μὴ ἄνθρωπος), ὅμως ἡ ἐρώτησις περὶ ἑνὸς γέγονεν. ὥσπερ οὖν εἰ ἐρομένου μου εἰ Σωκράτης ἄνθρωπός ἐστι, λέγοις· ‘καὶ ἄνθρωπος καὶ σιμὸς καὶ Ἀθηναῖοσ‘ εἶπον ἄν σοι· ‘τὸ ἓν ἤρκει τὸ πρῶτον· εἰ δὲ τῶν συμβεβηκότων αὐτῷ βούλει ποιήσασθαι τὴν
20ἀπαρίθμησιν, ὥρα σοι πάντα διιέναι τοῦτό τε ποιοῦντι πάντα μᾶλλον ἢ διαλεκτικὴν συνουσίαν ἀποπληροῦν‘ οὕτω καὶ τὸ οὐκ ἄνθρωπός σοι προστι‐ θέντι καιρὸς ἀκούειν ὅτι περιεργοτέρα γέγονεν ἡ ἀπόκρισις ἢ διαλεκτικωτέρα. Ἐπὶ τούτοις χρῆται καὶ τοιῷδε ἐπιχειρήματι κατ’ αὐτῶν ὁ Ἀριστο‐ τέλης· οὐσίαν καὶ τὸ τί ἐστιν ἐοίκασιν ἀναιρεῖν ἐκ τῶν κατηγορουμένων
25ὅρων οἱ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες. εἴπερ γὰρ ὅλως δύναταί τι καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτό, ἐπὶ συμβεβηκότων γένοιτ’ ἂν τοῦτό ποτε, ἐπὶ δὲ οὐσιῶν ἀμήχανον. τὸ γὰρ ἐνδεχόμενον ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν συμβέβηκεν αὐτῷ, καίτοι οὐδὲ αὐτὸ ἀντικειμένως· οὐ γὰρ ὅτε ὑπάρχει οὐδ’ ὡς ὑπάρχει, τότε καὶ τοῦτον οὐχ ὑπάρχει τὸν τρόπον· ἀλλ’
30ὅμως ἐπειδὴ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, μᾶλλον ἐπὶ τῆς τῶν συμβεβηκότων κατηγορίας ἔχει χώραν ἡ ἀντίφασις ἢ ἐπὶ τῆς τῶν καθ’ αὑτὰ καὶ κατ’ οὐσίαν ὑπαρχόντων. εἰ τοίνυν οὐσίαν ἐκ τῶν κατηγορουμένων ἀναιροῦσι, καὶ τὴν ἄμεσον ἀναιροῦσι πρότασιν, ἣν καθόλου καλεῖ καὶ ἐν τούτοις καὶ ἐν τοῖς Ἀποδεικτικοῖς· οὐσίαν δὲ καὶ ἄμεσον πρότασιν ἀναιροῦντες
35κατὰ συμβεβηκός τε τὰς κατηγορίας ποιοῦνται, καὶ ταύτας ἐπ’ ἄπειρον. ἀλλ’ ἀδύνατον· διχῶς γὰρ τὰ συμβεβηκότα κατηγορεῖται· ἢ γὰρ οὐσίας
συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘Σωκράτης μουσικός ἐστιν‘ ἢ συμβεβηκότος69

70

συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘τὸ λευκὸν μουσικόν ἐστιν‘ ὅτι τῷ αὐτῷ παιδαρίῳ συμβέβηκεν ἀμφότερα. τοῦτο μὲν οὖν ἐκποδὼν ἡμῖν ἔστω, ἐπεὶ μηδὲ πρόκειταί τι περὶ τούτου σκοπεῖν. τὸ δὲ ἕτερον οὐχ ἕξει πλείω δυεῖν συμβεβηκότων ἐν τῇ 〈αὐτῇ〉 κατηγορίᾳ· ἐὰν μὲν γὰρ εἴπω· ‘Σωκράτης ἰατρός
5ἐστιν‘, ἓν ἑνός· ἐὰν δὲ αὐξῆσαι θελήσω, τὴν πρότασιν ποιῶ· ‘Σωκράτης ἄριστος ἰατρός ἐστιν.‘ ἐπὶ πλέον δὲ ἐκτείνειν οὐκ ἔστιν· οὐ γὰρ ἔτι μένει μία ἡ πρότασις. εἰ τοίνυν ἀντιφάσεως μὲν συναληθευούσης ἄμεσος οὐκ ἔστι πρότασις (ἐπεὶ μηδὲ ὅλως καθ’ αὑτὸ ἕτερον ἑτέρῳ ὑπάρξει), ἀμέσου δὲ μὴ οὔσης προτάσεως ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων·
10εἰ γάρ τις λέγοι· ‘Σωκράτης ἰατρόσ‘, ἐρωτῶ διὰ τί; ὁ δὲ λέγει μοι οὐ τῶν καθ’ αὑτό τι ὑπαρχόντων τῷ ἰατρῷ (οὐ γὰρ ἔστι ταῦτα), ἀλλ’ ὅτι λευκός, εἰ τύχοι· εἶτα κἀγώ· διὰ τί τοι τοῦτο; —εἰς ἄπειρον ἀνάγκη μὴ ἵστασθαι τὰς κατηγορίας τῶν συμβεκηκότων. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· πλείω γὰρ δυοῖν οὐ πέφυκε κατηγορεῖσθαι τῆς οὐσίας· οὐκ ἄρα συναληθεύσει
15ποτὲ ἡ ἀντίφασις. τί οὖν κωλύει, φαίη τις ἄν, πλείω μὲν δυοῖν ἐν μιᾷ προτάσει μὴ κατηγορεῖσθαι τῆς οὐσίας συμβεβηκότα, πολλὰ δὲ καὶ ἄπειρα κατὰ πᾶσαν τὴν ἀπόδειξιν; ἢ ὅτι πᾶσα ἀπόδειξις ὁρισμός ἐστι μετατεθει‐ μένου τοῦ μέσου, καθὰ πολλαχοῦ δείκνυσιν Ἀριστοτέλης, ὁ δὲ ὁρισμὸς ἄμεσος πρότασις ἢ ὅλως πρότασις μετὰ τοῦ ὁριστοῦ· ὥστε πάλιν ἐν μιᾷ
20προτάσει πλείω τῶν δύο κατηγοροῖτο ἂν τῆς οὐσίας συμβεβηκότα. ταῦτα μὲν ἐπὶ τοσοῦτον. Δείξας δὲ ὁ Ἀριστοτέλης ὅτι τὰ καθ’ αὑτὰ μὲν ὑπάρχοντα καὶ τὰ κατ’ οὐσίαν κατηγορούμενα πειρῶνται διαγράφειν οἱ τὴν ἀντίφασιν λέγοντες συναλη‐ θεύειν, μόνας δὲ τὰς διὰ τῶν συμβεβηκότων ἐῶσι κατηγορίας, δείκνυσιν
25ἐφεξῆς ὅτι τὴν ὕλην ἐοίκασιν οἱ αὐτοὶ οὗτοι περιφαντάζεσθαι, ἀλλ’ οὐχὶ τὰ εἰδοπεποιημένα καὶ ὅρον καὶ βεβαιότητα παρὰ τῆς φύσεως ὑποδεξάμενα, πάνυ δαιμονίως καὶ φιλοσόφως τὸ ἄστατον αὐτῶν καὶ ἀβέβαιον τῆς δόξης ἀπεστράφθαι πρότερον μὲν τὰς οὐσίας, νυνὶ δὲ τὰ εἴδη διισχυριζόμενος. καὶ γὰρ τῷ ὄντι μᾶλλον ἡ ὕλη δόξειεν ἂν ἐπιδέχεσθαι τὴν ἀντίφασιν ἢ
30ἄλλο τι τῶν ὄντων· δυνάμει μὲν γάρ ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδέν· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἵππος καὶ οὐχ ἵππος, καὶ ἕκαστον καὶ οὐχ ἕκαστον. οὐ μὴν οὐδ’ ἡ ὕλη κατά γε τὸ ἀληθέστατον δέχεται τὴν ἀντίφασιν ἅμα· κατ’ ἄλλο γάρ ἐστιν ἄνθρωπος, ὅτι πέφυκε, καὶ κατ’ ἄλλο οὐκ ἄνθρωπος, ὅτι συμβέβηκεν αὐτῇ πρὸ τῆς τοῦ εἴδους παρουσίας
35ἡ στέρησις. ἀλλ’ ὅμως μᾶλλον ἐπὶ τῆς ὕλης ἢ ἐπὶ ἄλλων τινῶν χώραν ἡ ἀντίφασις ἔχει, ὥσπερ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων ἢ τῶν κατ’ οὐσίαν ὑπαρχόντων. Πῶς οὖν ἐπὶ ταύτην ὑποφέρονται τὴν δόξαν; εἰ μὲν τὸ Πρωταγόρου
λέγοιεν ‘ἅπαν ὅπερ ἂν φαίνηται ὁτῳοῦν, τοῦτο καὶ ἔστιν‘, αὐτόθεν πάντα70

71

ἐροῦσιν ἐν πᾶσιν εἶναι, καὶ τὸ τοῦ Ἀναξαγόρου κρατεῖ παρ’ αὐτοῖς· “ὁμοῦ πάντα χρήματα”· εἰ γὰρ τὸ αὐτὸ λευκὸν καὶ ὠχρὸν καὶ μέλαν, ἐπειδὴ ἄλλῳ ἀλλοῖον φαίνεται, δέχεται δὲ τὰς ἀποφάσεις τὰς τούτων, τὸ αὐτὸ πάντα ἔσται· τοῦτο δὲ ἡ ὕλη τῶν ὄντων. εἰ δὲ λέγοιεν ὅτι καθ’ οὗ μὲν θάτερον
5μόριον, καὶ θάτερον, οὐ κατὰ πάντα δὲ θάτερον, ἀναγκάζονται καὶ οὕτω πᾶσαν ἀντίφασιν ἑκάστῳ νέμειν. εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, πολλῷ πλέον οὐ τριήρης, οὐ τοῖχος, οὐ σίδηρος· αἱ γὰρ τῶν ἄλλων ἀπο‐ φάσεις μᾶλλον αὐτῷ προσήκουσι τῆς αὐτοῦ. ὥστε εἰ τὴν ἑαυτοῦ δέχεται, καὶ τὰς τῶν ἄλλων δέξεται. εἰ δὲ καθ’ οὗ αἱ ἀποφάσεις, κατὰ τούτου καὶ
10αἱ καταφάσεις, πάντα 〈τε〉 ἔσται ὁ ἄνθρωπος πασῶν ἐπ’ αὐτοῦ τῶν κατα‐ φάσεων ἀληθευουσῶν καὶ οὐδὲν διὰ τὸ τὰς ἀποφάσεις ἁρμόζειν αὐτῷ τὰς πάντων· ὥστε πάλιν τὸ τοῦ Ἀναξαγόρου κρατῆσαι “πάντα ὁμοῦ χρήματα,” κἀκείνου τοῦτο διὰ τὴν τῆς ὕλης φαντασίαν οὕτως ἀποφθεγξαμένου. ἔτι δέ φησιν ἀναγκάζεσθαι τοὺς αὐτοὺς ἄνδρας καὶ πρὸς τὸ ἕτερον ἵστασθαι
15τῶν τῆς ἀντιφάσεως ἀξιωμάτων. εἰ γὰρ ἐφ’ οὗ ἡ κατάφασις, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, ἀνάγκη λέγειν αὐτοῖς μηδ’ ἐπὶ παντὸς θάτερον μόριον τῆς ἀντιφάσεως πεφυκέναι λέγεσθαι· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπός ἐστι καὶ οὐκ ἄνθρωπός ἐστι, καὶ αἱ τούτων ἀποφάσεις, εἴτε δύο εἶεν αὗται εἴτε μία· τούτων δὲ ἀποφάσεις, ὡς μὲν μία, οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπός
20ἐστιν· ὡς δὲ δύο· ἄνθρωπος οὐκ ἔστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν. ὁποτέρως δ’ ἂν κρατῇ, οὔτε ὁ ἄνθρωπος ἐπ’ αὐτοῦ, ἐπειδὴ ἄνθρωπος οὐκ ἔστιν, οὔτε ὁ οὐκ ἄνθρωπος, ἐπειδὴ οὐκ ἄνθρωπος οὐκ ἔστι. Σχεδὸν οὖν ἐνταῦθα τὸ Πρωταγόρειον πάθος ὁ λόγος ὑπέμεινεν. κἀκεῖνος γὰρ πᾶσαν δόξαν βεβαίαν εἶναι καὶ ἀληθῆ διισχυρισάμενος οὐδὲν
25ἧττον πᾶσαν ψευδῆ λέγειν ἀναγκάζεται διὰ τοὺς ἀντιφάσκοντας ἀλλήλοις. πάντες δὲ οὗτοι τὸν ὅρον τῶν πραγμάτων καὶ τὴν βεβαιότητα σαλεύειν ἐπιχειρήσαντες ἑαυτοῖς περιετράπησαν. οὐ μὴν οὐδὲ ταῦτ’ αὐτοῖς Ἀριστοτέλης ἐπιτρέψει. πειρᾶται δὲ προσαναγκάζειν αὐτοὺς ἢ ὅρον τινὰ καταλιπεῖν ἐν τοῖς πράγμασι καὶ μὴ πάντων ἀταξίαν καὶ ἀοριστίαν καταγινώσκειν, ἢ μηδὲ
30αὑτοὺς λογικοὺς ἢ ὅλως αἰσθητικοὺς εἶναι νομίζειν. ἐρωτᾷ γὰρ αὐτούς, πότερον ἕκαστον τῶν ὄντων πάσας δέχεται τὰς ἀντιφάσεις ἢ οὔ, ἀλλὰ τάσδε μὲν τάδε ἄλλας δὲ ἄλλα; εἰ μὲν γὰρ μὴ ἕκαστον πάσας, ἤδη ἄν τις ὅρος ἐν τοῖς πράγμασι φαίνοιτο· αὐτὸ γὰρ τοῦτο, τὸ τάδε μὲν εἶναι ἐν τοῖσδε τάδε δὲ μὴ εἶναι, ἰδιότητός ἐστιν ἀφωρισμένης. καὶ εἰ μὴ πᾶσαι δὲ αἱ
35καταφάσεις, ἀλλ’ αἱ ἀποφάσεις πᾶσαι κατὰ τοῦ αὐτοῦ, εὑρεθείη ἄν τι βέβαιον ἐν αὐτοῖς μὴ ὄν. καίτοι γελοιότατόν ἐστι στερήσει μὲν βεβαιότητα διδόναι, εἴδει δὲ μὴ διδόναι· τοῦτο δὲ συμβαίνει, ἐὰν πᾶσαν μὲν κατάφασιν σὺν τῇ
ἀποφάσει λέγωσι παρεῖναι, μὴ πάσῃ δὲ ἀποφάσει συνεῖναι κατάφασιν· πῶς71

72

γὰρ οὐκ ἄτοπον τὴν ἀπόφασιν βεβαιοτέραν εἶναι καὶ ἀμικτοτέραν καὶ γνωρι‐ μωτέραν τῆς καταφάσεως; ἀλλ’ ὅμως διδόασί τε καὶ ὥρισται εἴτε στέρησις εἴθ’ ὅ τι ποτέ. ἂν δὲ κατὰ ταὐτοῦ καὶ τὰς καταφάσεις πάσας ἀληθεύεσθαι λέγωσι καὶ τὰς ἀποφάσεις, ἐρωτητέον αὐτούς, εἰ καὶ καθ’ αὑτὴν ἑκατέρα
5λεγομένη ἀληθεύει, οἷον· ‘ἔστι τουτὶ ἄνθρωποσ‘ καὶ πάλιν· ‘οὐκ ἔστι τουτὶ ἄνθρωπος,‘ ἢ καθ’ ἑαυτὴν μὲν οὐδετέρα τούτων ἀληθεύει, τὸ συναμφότερον δὲ μόνως ποιεῖ τὴν ἀλήθειαν· ‘ἔστιν ἄνθρωπος, οὐκ ἔστιν ἄνθρωποσ‘· ὁπότε‐ ρον γὰρ ἂν ἕλωνται, κἂν κοινῇ τῶν διαιρέσεων ἑκατέραν κἂν ἰδίᾳ, συμβήσεται ἄτοπα. εἴτε γὰρ μὴ ἀληθεύουσιν ἰδίᾳ λεγόμεναι, πρῶτον μὲν οὐδὲν σημαί‐
10νουσι· κατάφασις γὰρ μὴ ἀληθεύουσα ἢ ψευδομένη σημαίνει οὐδέν. ἔπειτα οὐδὲ ἔσται τι ἐν τοῖς πράγμασιν, εἴπερ μήτε καταφῆσαι ἔστι περί τινος αὐτῶν ἰδίᾳ μήτε ἀποφῆσαι. εἰ δὲ μὴ ἔστι τι, οὐδ’ ἄνθρωπος, εἴπερ γάρ τι τῶν ὄντων ὁ ἄνθρωπος. ὥστε οὐδὲ τὸ φθεγξόμενον οὐδὲ τὸ βαδίζον ἀνθρώπου μὴ ὄντος.
15 Ἔτι δὲ τοῦδε παραδοξότερον τὸ πάλιν ἕκαστον πάντα ἓν ἀναφαίνεσθαι· εἰ γὰρ ταὐτὸν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος καὶ τοῖχος καὶ οὐ τοῖχος, πάντα ἂν εἴη ἅμα· καὶ οὐδὲν ἄρα ἔσται καὶ πάντα ἕν, εἴπερ ἰδίᾳ μὲν αἱ κατα‐ φάσεις μηδὲν σημαίνοιεν μηδ’ αἱ ἀποφάσεις, συναφθεῖσαι δὲ ἀλλήλαις μόνως ἀληθεύοιεν. εἰ δὲ καὶ διαιροῖεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ λέγοιεν ἀληθεύειν,
20καὶ πάντα ἂν εἴη τὸ αὐτὸ διὰ τὰς καταφάσεις καὶ οὐδὲν διὰ τὰς ἀποφάσεις. ὥστε τοῦτο μὲν κοινὸν τῶν δύο ὑποθέσεων· ἴδιον δὲ τῆς μὲν τὸ τὰς κατα‐ φάσεις καὶ τὰς ἀποφάσεις διαιρουμένας λέγειν μηδὲν σημαίνειν, τῆς δὲ τὸ πάντας λέγειν ἀληθεύειν καὶ πάντας ψεύδεσθαι· εἰ γὰρ πᾶσα κατάφασις ἀληθὴς καὶ πᾶσα ἀπόφασις ἀληθής, 〈ὁ〉 ὁτιοῦν λέγων ἀληθεύει μὲν δι’ ὃ
25λέγει, ψεύδεται δὲ ὅτι καὶ τὸ ἀντικείμενον αὐτῷ ἀληθές ἐστιν· ὥστε καὶ αὐτὸς ἑαυτὸν ὁμολογεῖ ψεύδεσθαι. εἰ γὰρ λέγοι τόδε εἶναι ἄνθρωπον, ὁμο‐ λογοῖ δὲ αὐτὸ εἶναι καὶ μὴ ἄνθρωπον, ὁμολογεῖ καὶ ἑαυτὸν ἐψεῦσθαι, ὅτε τὸν μὴ ἄνθρωπον ἄνθρωπον ἔλεγεν ἀφωρισμένως. καὶ δῆλον εἶναί φησιν ὁ Ἀριστοτέλης, ὅτι ὁ τοιοῦτος ἀνεπιτήδειος εἰς λόγων κοινωνίαν. ἑαυτῷ
30γὰρ παρὰ πόδας ἀντιφάσκει ἀναιρῶν ἃ τίθησι, καὶ πάλιν καὶ τὴν ἀντίφασιν αὐτὴν ἀναιρῶν, ἵνα μηδὲν ὡρισμένον ἀπολίπῃ, οὕτως ἑαυτὸν εἰς τὸ ἀόριστον καὶ σκοτεινὸν καὶ ἄτακτον καὶ ἄγνωστον συνελαύνει. ὅμως ἐρωτᾷ πάλιν αὐτούς· ἆρα ὁ μὲν διακεῖσθαι νομίζων τοιῶσδε τὸ ὑποκείμενον οἷον τεθερ‐ μάνθαι ψεύδεται, ὁμοίως καὶ ὁ μὴ τεθερμάνθαι, ὁ δὲ τὸ συναμφότερον καὶ
35οἰόμενος καὶ φθεγγόμενος οὗτος ἀληθεύει; εἰ γὰρ μηδ’ οὗτος ἀληθεύει,
πῶς ἔτι φασὶ τοιαύτην εἶναι τῶν πραγμάτων τὴν φύσιν, ὡς οὕτω τε καὶ72

73

μὴ οὕτως ἔχειν; ἀλλ’ ἆρα οὐδέτεροι μὲν ἀληθεύουσιν, ἵνα μὴ σὺν τῇ ἀλη‐ θείᾳ τὸ ὡρισμένον εἰς τὰ πράγματα παρέλθῃ, μᾶλλον μὴν ὁ τὸ συναμ‐ φότερον λέγων ἢ ὁ τὸ μόριον τῆς ἀντιφάσεως; εἰ γὰρ τοῦτο, ἤδη ἄν τι φαίνοιτο ἐν τοῖς πράγμασιν ἀφωρισμένον, 〈οὗ〉 ὁ μὲν ἐγγυτέρω χωρῶν μᾶλλον
5ἀληθεύειν λέγεται, ὁ δὲ ἀποπεπτωκὼς μάλιστα διεψεῦσθαι. εἰ δὲ τολμῷεν ἅπαντας ὁμοίως μὲν ἀληθεύειν ὁμοίως δὲ ψεύδεσθαι φάσκειν, ἀναιροῦσι λοιπὸν καὶ λόγον καὶ διδασκαλίαν καὶ ἀπόδειξιν· εἰ δὲ καὶ οὕτως ὑπολαμ‐ βάνοιεν, οὔτ’ ἂν ἄνθρωποι λοιπὸν οὔθ’ ὅλως αἰσθητικοὶ φαίνοιντο, τὸν φυτῶν δὲ βίον ἂν διαζῷεν.
10 Ἀλλ’ ἴσως διακεῖσθαι μὲν οὕτως ἀδύνατον, ὡς αἱ ὁρμαὶ καὶ πρά‐ ξεις δεικνύουσι, τρεχόντων γὰρ εἰς Μέγαρα τούτων, εἰ τῆς Μεγαρέων δέονται βουλῆς, φυλαττομένων δέ τι φρέαρ ἀλλ’ οὐχὶ νομιζόντων αὐτὸ καὶ μὴ φρέαρ εἶναι, καὶ ὅλως φάραγγας, κρημνοὺς, πάντα τὰ φθαρτικὰ περιισταμένων ἀλλ’ οὐχὶ νομιζόντων αὐτὰ καὶ σωστικὰ εἶναι, ὥσπερ αὖ πάλιν ἐπιδιωκόντων
15τὰ σωστικὰ ἀλλ’ οὐχὶ φευγόντων ὡς καὶ φθορᾶς αἴτια. ὡς δῆλον ἐκ τού‐ των ἅπασι γίγνεσθαι, ὅτι οὐδ’ οἱ ἐφεκτικοὶ κληθέντες ὕστερον οὐδ’ οἱ πρὸ Ἀριστοτέλους τούσδε χορηγοῦντες τοὺς λόγους περὶ παντὸς ἐπεῖχον ἢ τὰ ἀντικείμενα ἐδόξαζον, ἀλλὰ περὶ ἐνίων ἀναμφισβητήτως καὶ ἀδιστάκτως εἶχον, καὶ μάλιστα περὶ τὸ ἄμεινον καὶ χεῖρον, ἴσως δὲ οὐ δι’ ἐπιστήμην
20ἀλλὰ διὰ δόξαν ὀρθήν. διὸ καὶ μᾶλλον ὤφειλον ἑαυτῶν ἐπιμεληθῆναι ὡς οὔπω τὸ τέλειον ἐχόντων πρὸς ἀλήθειαν· ὡς γὰρ ὁ νοσώδης προσεκτικώτερος εἶναι τοῦ ὑγιαίνοντος ὀφείλει περὶ τὰ ὑγιεινά, εἰ μέλλοι ποτὲ παύσασθαι τῆς παρὰ φύσιν διαθέσεως, οὕτως ὁ μήπω κτησάμενος ἐπιστήμην συντείνειν ἑαυτόν ἐστι δίκαιος πρὸς τὴν κτῆσιν αὐτῆς, ἵνα γένηταί ποτε ἀληθευτικός.
25 Ἐπιχειρεῖ δὲ καὶ οὕτω πρὸς τοὺς πάντα ψευδῆ λέγοντας εἶναι. ἔστω, φησί, πάντα ψευδῆ, ἆρα καὶ ὁμοίως πάντα ψευδῆ; καὶ ὁ τὰ δύο λέγων ἄρτια τῷ τὰ τρία λέγοντι ἄρτια ὁμοίως ψεύδεται, ἢ ὁ τὰ τέσσαρα λέγων εἶναι πέντε τῷ χίλια εἰπόντι παραπλησίως ἐξαμαρτάνει; ἢ ἐπὶ μὲν τοῦ προτέρου ὁ μὲν ἀληθεύει ὁ δὲ ψεύδεται, ἐπὶ δὲ τοῦ δευτέρου ὁ μὲν ὀλίγον
30ὁ δὲ πολὺ παρορᾷ; ἀλλ’ ὅμως ψευδέσθωσαν μὲν πάντες διὰ τὴν ὑπόθεσιν, ἀλλ’ ἆρα οὐκ ἂν τὸν μὲν ἧττον τὸν δὲ μᾶλλον ἀπεσφάλθαι λέγοι τις ἂν αὐτοῦ τἀληθοῦς; καὶ μὴν εἰ τοῦτο συγχωρηθείη, τότ’ ἤδη εἶπέν τι ὡς ἀληθές, οὗ ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον ἀποπέπτωκεν. εἰ δέ τις μηδὲ τοῦτον ἡμῶν τὸν τρόπον κατασκευαζόντων εἶναι τὸ ἀληθὲς ἀνέχοιτο, ἀλλ’ ἐκεῖνό
35γε ἂν κερδάναιμεν ἐκ τοῦ λόγου, τὸ μὴ ὁμοίως πάντα πρὸς ἀλήθειαν ἢ
πρὸς ψεῦδος ἔχειν, ᾧ τὸ μηδὲν ὡρίσθαι παρείπετο. διὸ τῆς ἄγαν ἀκράτου73

74

παραφροσύνης ἀπαλλαγέντες ἀμυδρὸν μὲν εἰσδέξασθαι τῶν πραγμάτων ὅρον αὐτοὺς ἠναγκάσαμεν, ὅμως δὲ γέγονέ τι τῶν προὔργου καὶ διὰ ταύτης τῆς ἐρωτήσεως. ταυτὶ δὲ λέγοντος τοῦ Ἀριστοτέλους καὶ διὰ τοῦ μᾶλλον ἀλη‐ θοῦς τὸ εἶναι αὐτὸ τἀληθὲς ἐπιχειροῦντος δεικνύναι, θαυμάζω μὲν τῆς
5ἀγχινοίας καὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης τὸν ἄνδρα, ἠβουλόμην δὲ καὶ περὶ κύκλου καὶ ἴσου καὶ τῶν παραπλησίων τὰς αὐτὰς ἀφιέναι φωνὰς τὸν φιλόσοφον· εἰ γὰρ ὁ ἐν οὐρανῷ κύκλος καὶ μᾶλλον ἴσον, εἴη ἂν καὶ αὐτο‐ κύκλος καὶ τὸ αὐτοΐσον. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ἑτέραν ὑπερτεθείσθω σχολήν.
10 Πάλιν δὲ ὁ Ἀριστοτέλης εἰς ταὐτὸν ἄγει τὴν Πρωταγόρου δόξαν τοῖς τὰ μόρια τῆς ἀντιφάσεως συναληθεύειν λέγουσι. δεῖ δὲ ἐπιστῆσαι, μήποτε τούτοις μὲν καὶ ἡ Πρωταγόρου δόξα καὶ πᾶσα παραφορὰ παρέπεται ἅτε σύγχυσιν ἐργαζομένοις τῶν ὅλων, Πρωταγόρᾳ δὲ οὐχ ἕπεται τὸ κατὰ τὴν ἀντίφασιν ἁμάρτημα· εἰ μὲν γὰρ τῷ αὐτῷ καὶ γλυκὺ τὸ αὐτὸ καὶ
15οὐ γλυκὺ ἔλεγεν εἶναι, σαφῶς περιέπιπτε τῷ κατὰ τὴν ἀντίφασιν ἁμαρτή‐ ματι· εἰ δὲ τῷδε μὲν 〈μὴ〉 γλυκύ φησιν αὐτὸ εἶναι τῷδε δὲ γλυκὺ καὶ ὅλως τὴν ἀλήθειαν καὶ τὰ πάντα εἶναι πρός τι, οὐκ ἂν ἴσως τὸ κατὰ τὴν ἀντίφασιν ἀξίωμα συνταράττοι. ἔστωσαν δύο οἱ δοκοῦντες ἀντιφάσκειν καὶ ὁ μὲν λεγέτω καὶ νομιζέτω τοῦτ’ εἶναι λευκόν, ὁ δὲ μὴ εἶναι λευκόν· ἐπιστὰς
20αὐτοῖς ὁ Πρωταγόρας ἐρεῖ δηλονότι ταυτὶ μὴ μάχεσθαι πρὸς ἄλληλα, ἑκάτερον γὰρ αὐτῶν ἀληθεύειν, καὶ εἶναι τούτῳ μὲν λευκὸν τὸ ὑποκείμενον τούτῳ δὲ οὐ λευκόν, ταῦτα δὲ οὐκ ἀντίφασιν εἶναι, ὥσπερ οὐδ’ εἰ τὸν ὀκτὼ διπλά‐ σιόν τε καὶ μὴ διπλάσιον λέγοι τις, τῶν μὲν τεσσάρων διπλάσιον ἄλλων δέ τινων οὐ διπλάσιον. ταυτὶ μὲν ἐπὶ τοσοῦτον ἠπορήσθω.
25 Φησὶ δὲ Ἀριστοτέλης τοὺς ἀντιλέγοντας τῷ τῆς ἀντιφάσεως ἀξιώματι διττοὺς εἶναι, καὶ τοὺς μὲν ἀγωνιστικωτέρων χρῄζειν ἐλέγχων, ὅσοι λόγου χάριν καὶ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως προΐστανται ταύτης τῆς θέσεως, πρὸς οὓς καὶ ἤδη ἀπήντησεν ἱκανῶς, ἑτέρους δὲ διαταραχθέντας ἔκ τινων ἀποριῶν καὶ ὥσπερ παρενεχθέντας τῇ ταραχῇ τῆς διανοίας, οὓς
30καὶ ὑφηγητικωτέρων ἀξιώσει λόγων, λύων αὐτῶν τοὺς διανοητικοὺς δεσμοὺς καὶ ἐπὶ τὰς κατὰ φύσιν ἐννοίας ἀνακαλούμενος. οὔτε δὲ ἰατρὸς ὁ τὴν αἰτίαν τοῦ ἀρρωστήματος ἀγνοῶν ἱκανὸς θεραπεῦσαι τὸν κάμνοντα, οὔθ’ ὁ τῆς ψυχῆς κηδεμὼν μὴ διακαθήρας πρότερον τὴν ψυχὴν καὶ τὰς αἰτίας τῆς ψευδοδοξίας ἐπισκεψάμενος δύναιτ’ ἂν ἐπὶ τὸ τέλειον ἡμᾶς ἀναπέμψαι. διά
35τοι τοῦτο καὶ ὁ φιλόσοφος τὰς αἰτίας τῶν κατὰ τοῦτο ψευδοδοξούντων διερευνώμενος ἀπὸ τῆς τῶν αἰσθητῶν μεταπτώσεως καὶ συνεχοῦς μεταβολῆς καὶ τῆς ἐπὶ τἀναντία τροπῆς φησιν αὐτοὺς διεστράφθαι. ὁρῶντες γὰρ ἐκ
τῶν αὐτῶν γιγνόμενα θερμὰ ψυχρά, 〈ὑγρὰ〉 ξηρά, σκληρὰ μαλακά, καὶ πάσας74

75

τὰς ἐναντιώσεις, καὶ προειληφότες ὅτι ἐκ μὴ ὄντος οὐδὲν ἂν γένοιτο, ὑπέ‐ λαβον τὴν ὑποκειμένην φύσιν καὶ θερμὴν εἶναι καὶ οὐ θερμήν, καὶ ὑγρὰν καὶ οὐχ ὑγράν· *** ἔπεισεν ἐν πάσῃ ὁμοιομερείᾳ πάντα λέγειν εἶναι κατ’ ἐνέργειαν, δέον μὴ ὑποτίθεσθαι κατ’ ἐνέργειαν ἅμα τἀναντία ἀλλὰ
5δυνάμει· οἱ δὲ ἐνεργείᾳ αὐτὰ ὑπετίθεντο, πρᾶγμα μηδ’ ἐπινοηθῆναι σωφρόνως δυνάμενον. διχῶς τοίνυν λεγομένου τοῦ ὄντος, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, μοναχῶς αὐτὸ λέγεσθαι ὑπελάμβανον. καὶ πάλιν τοῦ μὴ ὄντος διχῶς λεγομένου (μὴ ὂν γὰρ καὶ τὸ μηδαμῇ μηδαμῶς ὂν καὶ τὸ μήπω ὄν, ὃ εἰς ταὐτὸν ἔρχεται τῷ δυνάμει ὄντι) κατὰ τὸν πρότερον τρόπον
10μόνως ὑπελάμβανον καὶ τοῦτο λέγεσθαι. φήσομεν οὖν πρὸς αὐτούς, ὅτι τὸ γιγνόμενον καὶ ἐξ ὄντος γίγνεται καὶ ἐκ μὴ ὄντος, ἐξ ὄντος τοῦ δυνά‐ μει, ἐκ μὴ ὄντος τοῦ μήπω ὄντος· ἄνθρωπος γὰρ καὶ ἐξ ἀνθρώπου τοῦ δυνάμει καὶ ἐξ οὐκ ἀνθρώπου· τοιοῦτον γὰρ τὸ σπέρμα καὶ πολὺ πρὸ αὐτοῦ ἡ ὕλη. τὸ αὐτὸ οὖν καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ἀλλ’ οὐχὶ
15τὰ ἐνεργείᾳ ἤδη ὄντα, ἀλλὰ τὰ δυνάμει. καὶ ταῦτα περὶ τῶν ἐν γενέσει. Δεῖ δὲ ἐννοεῖν καὶ τὰ θειότατα τῶν ὄντων καὶ νοητὰ καὶ ἀκίνητα, ὅπου καὶ τὸ δυνάμει πᾶν διαγέγραπται. καθαραὶ γὰρ ἐνέργειαι τἀκεῖ, ἐφ’ ὧν οὐδ’ ἄχρις ἐμφάσεως ταὐτὸν καὶ ἔστι καὶ οὐκ ἔστι· πέρατα γὰρ πάντα καὶ ὅροι, καὶ τὸ ἀόριστον ἐκεῖθεν ἐξελήλαται. δείξας δὲ ὁ φιλόσοφος ἐκ
20τῶν ἐν γενέσει πραγμάτων διαστραφέντας τοὺς τὴν ἀντίφασιν οἰηθέντας συναληθεύειν τῷ μὴ τὸ δυνάμει τοῦ ἐνεργείᾳ διαστῆσαι, καὶ τοὺς ἀμφὶ τὸν Πρωταγόραν ἐκ τῶν αἰσθητῶν φησιν ἄλλοτε ἀλλοίων φαινομένων ταύτην ἔχειν τὴν ὑπόληψιν, ὡς ἄρα τὸ φαινόμενον ἑκάστῳ τοῦτο καὶ ἔστιν· οὔτε γὰρ πλήθει καὶ ὀλιγότητι τῶν ἀποφαινομένων ἔδει κρίνεσθαι τὰ πράγματα,
25οὔτε ἄλλη τις αὐτῶν ἐπενοεῖτο διάκρισις. σαφῶς τε τὰ αὐτὰ γλυκέα μὲν ἡμῖν τοῖς ὑγιαίνουσι φαίνονται, πικρὰ δὲ τοῖς νοσοῦσι, καὶ πικρὰ μὲν ἡμῖν, ἄλλοις δὲ ζῴοις γλυκέα, ὡς ὁ θαλλὸς τῆς ἐλαίας. ὅθεν καὶ ὁ Δημόκριτος ἀπεφαίνετο μηδὲν εἶναι ἀληθὲς 〈ἢ〉 ἡμῖν ἄγνωστον, Ἐμπεδοκλῆς τε καὶ Παρ‐ μενίδης εἰς ταὐτὸν ἦγον τῷ φαινομένῳ τὸ ἀληθές· Ἀναξαγόρου τε λόγον
30ἀπομνημονεύει τοιαῦτα ἡμῖν ἔσεσθαι τὰ πράγματα διισχυριζόμενον ὁποῖοί ποτ’ ἂν ὦμεν αὐτοί· καὶ Ὅμηρος δέ φησιν τὸν παραφρονοῦντα Ἕκτορα ὁμοίως ἔχειν φρόνησιν εἰ καὶ ἄλλην, ἀλλὰ μὴ τὴν τοῦ ὑγιαίνοντος· “κεῖτο γὰρ ἀλλοφρονέων.” ταῦτα δὲ ὅτι μὲν οἱ παλαιοὶ οὐχ οὕτως εἶπον ὡς νῦν ὁ Ἀριστοτέλης ἐκλαμβάνει, πρόδηλον. αὐτὸς δὲ ὡς τούτων οὕτω διακει‐
35μένων, οἳ δοκοῦσιν ἡγεμόνες εἶναι τῆς παρ’ Ἕλλησι φιλοσοφίας, εἰκότως ἀθυμεῖν φησι τοὺς ἐπὶ ἄγραν τἀληθοῦς ἰόντας, μήποτε τὰ ἀκίχητα διώκουσι. Πρὸς οὖν πάντας αὐτοὺς οὕτως ἀπαντᾷ· πρῶτον μὲν τὰ ὄντα οὐκ ἔστι
μόνα τὰ αἰσθητά· ἐν γὰρ τούτοις πολὺ τὸ ἐκ τῆς ὕλης ἀόριστον καὶ τὸ75

76

δυνάμει καὶ ἡ τῶν ἀντικειμένων φαντασία, ὡς καὶ τὸν Κρατύλον δοκεῖν τι λέγειν ἐγκαλοῦντα τῷ διδασκάλῳ, ὅτι δὶς ἔφη μὴ δύνασθαι ἡμᾶς εἰς τὸν αὐτὸν ἐμπεσεῖν ποταμόν· οὐδὲ γὰρ οὐδὲ ἅπαξ δυνατὸν εἶναι. ἔπειτα δὲ ὅτι καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς τὸ μέν τι μεταβάλλει τὸ δὲ μένει· μεταβάλλει
5μὲν γὰρ 〈ἡ〉 ποσότης καὶ τἆλλα πάθη, μένει δὲ τὸ εἶδος τὸ Σωκράτους ἐκ γενετῆς ἄχρι θανάτου. καίτοι οὐδὲ τὸ μεταβάλλον αὐτοῦ πάντῃ οὐ μένει· οὐ γὰρ μεταβέβληκεν ἀλλὰ μεταβάλλει· σαφῶς δὲ τὸ εἶδος ὑπομένει, ὥστε μηκέτι χώραν ἔχειν ἐπ’ αὐτοῦ τὸ Σωκράτης καὶ οὐ Σωκράτης. καὶ ταῦτα μὲν περὶ τῶν ἐνύλων. ἔδει δὲ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψαι πλήρη
10ὄντα θείων καὶ ἀπαθῶν οὐσιῶν, καὶ οὔτε αὐτὸν εἰσδεχόμενόν τι ἀόριστον ἀπὸ τῆς γενέσεως οὔτε τὰ τῇδε πάντῃ πέρατος καὶ συνοχῆς ἔρημα κατα‐ λιμπάνοντα· ἔδει δὲ καὶ τῶν νοητῶν καὶ ἀκινήτων αἰτίων εἰς ἔννοιαν ἐλθεῖν, ἐξ ὧν ἁπάντων δυνατὸν ἦν συλλογίσασθαι, ὅτι οὐ πᾶν οὕτω τε καὶ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν νοητὰ καὶ τὰ οὐράνια ἕστηκεν, ἕνα ὅρον καὶ μίαν
15ἀεὶ τάξιν διαφυλάττοντα, τὰ δὲ ἐν γενέσει μικρὰ ὄντα καὶ τῷ ὄγκῳ καὶ τῇ ἀξίᾳ ὡς πρὸς τὸν ὅλον οὐρανὸν ἐνεργείᾳ μὲν οὐ δέχεταί ποτε τἀναντία, δυνάμει δὲ διὰ τὴν ὕλην. ἐπεὶ εἰ ἐνεργείᾳ ἦν ἐν τοῖς γενητοῖς τὰ ἀντικεί‐ μενα, οὐδ’ ἂν κίνησις ὤφθη ἐν αὐτοῖς οὐδέ τις τρόπος μεταβολῆς· νυνὶ γὰρ τὸ λευκὸν γέγονέ τε ἐξ οὐ λευκοῦ καὶ μεταβάλλει εἰς μὴ λευκόν. εἰ
20δὲ κατὰ ταὐτὸν καὶ λευκόν ἐστι καὶ οὐ λευκόν, καὶ ἀγένητόν ἐστι καὶ ἄφθαρτον καὶ πάντῃ ἀμετάβλητον· εἰς ὃ γὰρ μεταβαλεῖ, οὐκ ἔχει· ὥστε συμβαίνει πάντα ἱστάνειν τοὺς ἐνεργείᾳ τὰ ἀντικείμενα φάσκοντας ἐν τοῖς γενητοῖς εἶναι. μεταβολῆς δὲ ἀναιρουμένης οὐδ’ ἂν γένεσις οὐδ’ ἂν γενητόν τι εἴη· πάντα γὰρ ὑπάρχει πᾶσι.
25 Καὶ Πρωταγόραν δὲ διελέγχει πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι διϊσχυρι‐ ζόμενον ὡς δύο ψευδεῖς προτάσεις παραλαμβάνοντα· ‘πᾶσα φαντασία αἴσθησις, πᾶσα αἴσθησις ἀληθήσ‘ δῆλον 〈τὸ〉 συμπέρασμα· ἔστι δὲ ἡ μὲν ἐλάττων ὅλη ψευδής, ἡ δὲ μείζων ἐπί τι ψευδής· τῶν γὰρ ἰδίων ἑκάστη γίγνεται μᾶλλον ἐγκρατής, ὅταν τὸ μεταξὺ μὴ κωλύῃ. ἔτι δὲ καταγελάστους φησὶν
30εἶναι τοὺς ἀποροῦντας, πότερον οἱ ἐγγὺς ὄντες τῶν αἰσθητῶν καὶ οἱ ὑγιαί‐ νοντες καὶ ἐρρωμενέστεροι καὶ ἐγρηγορότες ἄμεινον αὐτὰ κρίνουσιν, ἢ οἱ πόρρω καὶ νοσοῦντες καὶ ἀσθενεῖς καὶ καθεύδοντες· οὔτε γὰρ οὕτω διάκεινται (δηλοῦσι δὲ αὐτῶν αἱ πράξεις), καὶ τὰς ἀρχὰς τῆς γνώσεως, ἃς εἰλήφαμεν παρὰ τῆς φύσεως, αἰσθήσεις τε καὶ κοινὰς ἐννοίας ἀποδεικνύναι ἡμᾶς ἀναγκά‐
35ζουσι, περὶ ἃς κρεῖττον ἁπάσης ἀποδείξεως διακείμεθα. ἔσται οὖν ἡ μὲν τοῦ τεχνίτου δόξα περί τε τῶν ἐνεστώτων καὶ τῶν μελλόντων κυριωτέρα τῆς τῶν ἰδιωτῶν, κἂν πολλαπλασίους οὗτοι τύχωσιν ὄντες· ἡ δὲ τῆς ὄψεως κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως, ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως, καὶ οὕτως ἐφ’ ἑκάστων, τὸ οἰκεῖον κριτήριον οὐδέποτέ φησι τὸ
40κρινόμενον οὕτως ἔχειν καὶ οὐχ οὕτω. τί οὖν; τὸν αὐτὸν οἶνον οὐ νῦν76

77

μὲν γλυκὺν νυνὶ δὲ πικρὸν ἡ γεῦσις ἀποφαίνεται; ἢ πρῶτον μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ (τοῦτο δὲ οὐκ ἀντίφασις), ἔπειτα δὲ οὐδὲ οἴνου ἐστὶ κριτικὴ καθ’ αὑτὸ ἀλλὰ γλυκύτητος, ἣ οὐκέτι προσπίπτει ἤτοι τοῦ οἴνου μεταβάλλοντος ἢ χυμοῦ τινος περὶ τὴν γλῶτταν συμπλεκομένου αὐτῇ καὶ διαφθείροντος
5αὐτήν· ἐπεὶ ἔστ’ ἂν γλυκύτης διαμένουσα προσβάλλῃ τῇ γλώττῃ, τὴν αὐτὴν ἡ γεῦσις ἐκφέρει κρίσιν περὶ αὐτῆς. ὅλως δὲ οἱ τὰς θέσεις ταύτας εἰσηγούμενοι λόγοι τὰς μὲν οὐσίας ἐκ τῶν πραγμάτων ἀναιρεῖν ἐπιχειροῦσι, τὰς δὲ ἀναγκαίας προτάσεις ἐκ τῶν ἀποδείξεων· οὔτε γὰρ ἐπὶ τῶν κατ’ οὐσίαν ὑπαρχόντων οὔτε ἐπὶ τῶν ἀναγκαίων προτάσεων χώραν ἔχει τὸ
10οὕτω τε καὶ οὐχ οὕτω. πρὸς τούτοις δείκνυσιν, ὅτι οἱ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντες συναπογεννῶσι τὰ αἰσθητὰ ταῖς αἰσθήσεσιν. ἀναιρου‐ μένων οὖν ζῴων καὶ αἰσθήσεων οὐδὲ τὰ αἰσθητὰ ἔσται, ὥστε οὐδὲ ἔσται πάντα κατ’ αὐτοὺς αἰσθητά. καίτοι τὰ κινητικὰ τῶν κινητῶν ἔδει πρότερα εἶναι· νῦν δὲ τὰ αἰσθητὰ καὶ συναπογεννᾶται ταῖς αἰσθήσεσι καὶ συνδια‐
15φθείρεται. Ὅταν δὲ κρατούμενοι τούτοις τοῖς λόγοις ἐρωτῶσι, τίς οὖν ἔσται ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ μή, τὸν φρόνιμον καὶ μή, εἰ μὲν τῶν ἀπορούντων εἶεν, ἐροῦμεν πρὸς αὐτοὺς ὅτι τῶν μὲν κατὰ φύσιν κριτικοί ἐσμεν ὡς γευ‐ στικοὶ τῶν γλυκέων, τῶν δὲ τὴν κρίσιν τοῖς ἐπιστήμοσι καταλείψομεν, οὓς
20ἐκ τῶν ἔργων ἔγνωμεν ἐπιστήμονας ὄντας, ἔχομεν δὲ καὶ κοινὰς ἐννοίας, δι’ ὧν πολλὰ δυνάμεθα συνορᾶν, καὶ οὐ χρὴ τὰς ἀρχὰς τῆς γνώσεως ἀπο‐ δεικτὰς ποιεῖν· εἰ δὲ τῶν ἐριστικωτέρων, τἀληθῆ καὶ πρὸς τούτους δικαιο‐ λογησόμεθα· φήσομεν γὰρ αὐτοὺς ἀδύνατα παρ’ ἡμῶν ἐπιζητεῖν· ἃ γὰρ ἐμέλλομεν αὐτοὺς δρᾶν εἰς ἀντίφασιν περιιστάντες, ταῦτα προλαμβάνοντες
25αὐτοὶ κατεδέξαντο. καθάπερ οὖν τοὺς ἑαυτοὺς κατακρημνίζοντας ἢ ἄλλως πως ἀποκτιννύντας οὐκ ἔστιν οὐκέτι διὰ κολάσεως ἐπανορθώσασθαι, τὸν αὐτὸν τρόπον οὐδὲ τοὺς λέγοντας ἐν ἀρχῇ τὰ τῶν παραλογωτάτων ἀφρονέ‐ στατα δυνατὸν περιτρέψαι· φθάσαντες γὰρ ἃ ἔμελλεν αὐτοῖς ὁ ἔλεγχος εἰς θεραπείαν προσφέρειν, ἐπὶ τὸ ἀνίατοι γενέσθαι προσήλαντο, καὶ τοῦτο
30τῆς πολυαράτου σοφίας ἀπολελαύκασι τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχει‐ ρούντων αὐτοὺς ἰάσασθαι. πλὴν τά γε *** ἐγχωροῦντα λέγεσθαι πρὸς αὐτοὺς τοιαῦτά ἐστιν· εἰ πᾶν τὸ φαινόμενον ἀληθές ἐστι, πρός τί ἐστι τὰ πάντα, ἵνα τόδε ᾖ ἀληθὲς καὶ τότε καὶ διὰ τῆσδε τῆς αἰσθήσεως τοιῶσδε ἐνεργοῦντι· εἰ δὲ μή, οὐδὲν μᾶλλον ἀληθὲς ἢ ψεῦδος εὑρεθήσεται. εἰ τοίνυν
35πάντα τὰ φαινόμενα ἀληθῆ, πάντα τὰ φαινόμενα πρός τι, καὶ εἰ μὴ πάντα πρός τι, ἀλλ’ ἔστι τι καὶ ἀληθὲς καθ’ αὑτὸ καὶ ὡρισμένην ἔχον φύσιν, οὐ πᾶν τὸ φαινόμενον ἀληθές· τὸ γὰρ αὐτὸ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκὸν φαίνεται· εἰ μὲν οὖν ἑκάτερος αὐτῶν ἀληθεύσει, πρός τι ἂν εἴη τὰ πράγματα. δῆλον γὰρ ὅτι οὐχ ἁπλῶς ἐστι λευκὸν τὸ ὑποκείμενον, ἀλλὰ τῷδε μὲν λευκὸν
40τῷδε δὲ οὐ λευκόν· εἰ δὲ ὡρισμένην ἔχοι φύσιν τινὰ καὶ εἴη καθ’ αὑτὸ77

78

λευκὸν ἢ μὴ λευκόν, δῆλον ὅτι ὁ ἕτερος διέψευσται. ἀληθὴς οὖν ὁ λόγος ὁ συνημμένος· εἰ γὰρ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα πρός τι· ἀλλὰ μὴ οὐ πάντα πρός τι, ὡς ἐπιδείξω, οὐκ ἄρα πᾶν τὸ φαινόμενον ἀληθές. Ὅτι δὲ μὴ πάντα πρός τι, δείκνυσιν οὕτως· εἰ τὰ δοξαστὰ αὐτὰ
5πάρεστι κατὰ τὸ ὑποκείμενον σὺν τῇ δόξῃ, οὔτ’ ἂν ἀπροσδόκητόν τι προσ‐ πέσοι οὔτ’ ἂν δοξασθὲν ἀτελεύτητον μένοι. ἀλλὰ μὴν ἑκάτερον ἐναργές· ‘τά τε γὰρ δοκηθέντα οὐκ ἐτελέσθη καὶ τῶν ἀδοκήτων πόρος εὑρέθη‘· οὐκ ἄρα συναποτίκτεται τῇ δόξῃ τὸ δοξαστόν· εἰ 〈δὲ〉 τοῦτο, οὐ πάντα πρός τι. ἔτι εἰ πάντα πρός τι, οὐκ ἔσται ὁ ἄνθρωπος καὶ δοξάζον καὶ δοξαζόμενον·
10τὸ γὰρ πρός τι ἑτέρου ἐστίν. εἰ οὖν 〈τὸ〉 αὐτό ἐστι δοξαζομένῳ εἶναι καὶ ἀνθρώπῳ εἶναι (τοῦτο γὰρ ἔχει ἡ ὑπόθεσις καὶ δοξάζοντι καὶ ἀνθρώπῳ εἶναι), οὐ πρὸς ἕτερον ῥηθήσεται· ὃ καὶ τῆς ὑποθέσεώς ἐστιν ἀνατρεπτι‐ κώτατον καὶ τῇ ἀληθείᾳ μαχόμενον. ἔτι τῶν πρός τι ὃ ἂν λάβῃς, πρὸς ἓν εὑρήσεις λεγόμενον ἢ πάντως γε πρὸς ὡρισμένα· τὸ δὲ δοξάζον πρὸς
15τὸ δοξαζόμενον εἰ λέγοιτο, πρὸς ἄπειρα ῥηθήσεται· δοξάζεται γὰρ ἵππος κύων ἔλαφος καὶ πᾶν φυτόν. εἰ μὲν οὖν ἄλλο ἦν ἑκάστῳ τὸ εἶναι, πάθημα δὲ κοινὸν αὐτῶν τὸ δοξάζεσθαι, πρὸς ἓν ἐλέγετο τὸ δοξάζον· πρὸς γὰρ τὸ κοινὸν πάθημα τῶν ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ ταὐτὸν ἑκάστῳ αὐτῶν τό τε εἶναι καὶ τὸ δοξάζεσθαι, εἴγε συναποτίκτεται τῇ δόξῃ τὸ εἶδος αὐτῶν,
20εἴη ἂν πρὸς ἀόριστα λεγόμενον τὸ δοξάζον· οὐκ ἄρ’ ἅπαντα πρός τι, οὔτε πᾶν τὸ φαινόμενον ἀληθές. Τοσαῦτα πρὸς τὰς θέσεις εἰπὼν ταύτας ὁ φιλόσοφος οὐ τὰ περὶ τῆς ἀντιφάσεως μόνα βεβαιοῖ, ἀλλὰ καὶ περὶ ἄλλων ἀξιωμάτων διαλέγεται, οἷον ὅτι τἀναντία τῷ αὐτῷ παρεῖναι κατὰ ταὐτὸν καὶ ὡσαύτως ἀδύνατον, καὶ
25ὅτι μεταξὺ ἀντιφάσεως οὐδέν· εἰ γὰρ ἔστι τί, ἀληθεύσει πάντως ἢ ψεύσεται· παντὶ γὰρ ἀποφαντικῷ λόγῳ τοῦτο ὑπάρχει· ἀλλ’ οὐδὲν ἄλλο πέφυκεν ἀλη‐ θεύειν ἢ ψεύδεσθαι πλὴν φάσεως καὶ ἀποφάσεως· οὐκ ἄρα ἔστι τί. πῶς δὲ αὗται μόναι ἀληθεύουσι; πᾶς ὁ ἀληθεύων ἢ τὸ ὂν εἶναί φησιν ἢ τὸ μὴ ὂν μὴ εἶναι· τοῦτο δὲ φάσις καὶ ἀπόφασις. πῶς δὲ καὶ ψεύδονται; πᾶς
30ὁ ψευδόμενος ἢ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν μὴ εἶναι. ἔστι δὲ τὸ μὲν πρότερον κατάφασις ψευδής, τὸ δὲ δεύτερον ἀπόφασις ψευδής· οὐδὲν ἄρα μεταξὺ καταφάσεως καὶ ἀποφάσεως, οὔθ’ ὡς τὸ φαιὸν λευκοῦ καὶ μέλανος εἶναι λέγεται μεταξύ, οὔθ’ ὡς ἵππου καὶ ἀνθρώπου τὸ μηδέτερον ὄν. ὁμοίως δέ φησι χρῆναι καὶ πρὸς τὰς ἄλλας ἵστασθαι θέσεις· μοναχῶς γὰρ
35κατὰ πάντων οὐδὲν πέφυκε τῶν ὄντων λέγεσθαι· οὔτε ἄρα πάντα ἀληθῆ οὔτε πάντα ψευδῆ, εἴθ’ Ἡράκλειτος καὶ Ἀναξαγόρας προΐσταντο τῶν λόγων εἴτ’ ἄλλοι τινές· πρὸς γὰρ τῇ ἄλλῃ τερατολογίᾳ καὶ ἑαυτοὺς ἀνατρέπουσιν οἱ τοιοῦτοι τῶν λόγων. εἰ γὰρ πάντα ἀληθῆ, καὶ ἃ φάσκονταί σε ψεύδεσθαι
πάντως ἀληθῆ. καὶ εἰ πάντα ψευδῆ, καὶ τὸ σὸν δὴ τοῦτο δόγμα ψεύδεται.78

79

εἰ δὲ πάντες μὲν ἀληθεύσουσι παρὰ τὸν ἀντιλέγοντα τῷ θαυμαστῷ τούτῳ λόγῳ, πάντες δὲ ψεύσονται πλὴν αὐτοῦ, πολλοὶ καὶ ὣς ἔσονται κατὰ μὲν τὸν εἰπόντα πάντα ἀληθῆ οἱ ψευδόμενοι· οὐ γὰρ μόνος ὁ ἀντιλέγων αὐτῷ, ἀλλὰ καὶ ὁ τοῦτον ἀποδεχόμενος καὶ ὁ τὸν ἀποδεχόμενον ἐπαινῶν, καὶ τοῦτο
5εἰς ἄπειρον· ὥστε πολλοὶ ψεύσονται. κατὰ δὲ τὸν εἰπόντα πάντα ψευδῆ πάλιν οἱ ἀληθεύσοντες πολλοί· αὐτός τε γὰρ οὗτος καὶ οἱ τούτου θια‐ σῶται καὶ οἱ τῶν ἐπαινετῶν ἐπαινέται, καὶ χορὸς οὐκ ὀλίγος ἕψεται τῶν ἀληθευσόντων. ἀλλ’ οὐδ’ εἴ τις πάντα κινεῖσθαι ἢ πάντα ἠρεμεῖν φήσει, ἐφησόμεθα, οὐδ’ εἴ τις τὰ πάντα νῦν μὲν ἠρεμεῖν νῦν δὲ κινεῖσθαι λέγοι.
10καὶ γὰρ ἐροῦμεν πρὸς αὐτόν, ὅτι ἕνα λόγον κατὰ πάντων εἰπεῖν τῶν ὄντων ἀληθῶς οὐχ οἷόν τε. τούτων οὖν τὰ μὲν ἀκίνητα φήσομεν εἶναι, ὡς τὰ νοητὰ αἴτια καὶ τοὺς πόλους καὶ εἴ τι τοιοῦτον, τὰ δὲ ἀεικίνητα, ὡς τὰ κατ’ οὐρανόν, τὰ δὲ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, ὡς τὰ ἐν γενέσει. Τοσαῦτα κατὰ ταύτην διαλεχθεὶς τὴν βίβλον ὁ Ἀριστοτέλης καταπαύει
15τὴν περὶ τούτων διδασκαλίαν, διδάξας μὲν περὶ ἃ στρέφεται ὁ πρῶτος φιλόσοφος, παραστὰς δὲ καὶ τοῖς περὶ τῆς ἀντιφάσεως ἀξιώμασιν, ἔτι δὲ ἄλλας ἀρχὰς διαλεκτικάς τε ἅμα καὶ φυσικὰς ὡς οἷόν τε ἦν συγκροτήσας, καὶ ἐπὶ πᾶσιν ἐκεῖνο παρεγγυησάμενος, μηδένα λόγον ἕν τι τοῖς οὖσι πᾶσιν ἀποκληροῦντα προσίεσθαι πλὴν εἰ μὴ ὁμωνύμως λέγοι· ‘πάντα ἐφίεται τἀγαθοῦ‘
20δεῖ συγχωρεῖν, ὁμώνυμον γὰρ τὸ τῆς ἐφέσεως· ‘πάντα τὰ ὄντα ἔστι‘ 〈οὐ〉 δεῖ συγχωρεῖν· οὐ γὰρ ταὐτὸν τοῖς πᾶσι τὸ εἶναι· συνώνυμον δὲ κατηγορίαν ἐπὶ πάντων οὐδεμίαν προσίεσθαι δεῖ, πολυειδῶν ὄντων οὕτω τῶν τε ἐγκο‐
σμίων καὶ τῶν ὑπερκοσμίων.79

80

(1t)

ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΞΕΝΟΥ
2tΕΠΙΣΚΕΨΕΙΣ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΑΠΟΡΙΩΝ ΠΡΟΣ ΤΑ ΜΑΘΗΜΑΤΑ ΚΑΙ ΤΟΥΣ
3tΑΡΙΘΜΟΥΣ ΤΩΝ ΕΝ ΤΩΙ Μ ΚΑΙ Ν ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΠΡΑΓΜΑΤΕΙΑΣ.
4Οὔκ εἰμι τῶν φιλαπεχθημόνων, οὐ μὴν οὐδὲ τῶν ἐν ὀλίγοις ἢ τοῖς
5τυχοῦσι τὸν Ἀριστοτέλη διδάσκαλον ἐπιγραφομένων, ἀλλὰ τῶν τάς τε λογικὰς αὐτοῦ μεθόδους ὡς ἐπὶ πᾶν τεθαυμακότων καὶ τῶν τὰς ἠθικάς τε καὶ φυσικὰς πραγματείας ὑπερφυῶς ἀποδεχομένων. καὶ ἵνα μὴ νῦν πάντα διαρι‐ θμούμενος, ὅσα κάλλιστα καὶ ἄριστα τῷ ἀνδρὶ τῷδε πεφιλοσόφηται, μακρὸς εἶναι δόξω, τί οὐ πᾶς τῶν εὖ φρονούντων τὰ ἐν τῇ τελεωτάτῃ πραγματείᾳ
10ταύτῃ περί τε ἐνύλων εἰδῶν καὶ ὁρισμῶν εὐστόχως εἰρημένα περί τε τῶν θείων καὶ ἀκινήτων ἐξῃρημένων κόσμου τοῦ σύμπαντος αἰτίων σὺν ἀπο‐ δείξεσι ταῖς ἐγχωρούσαις παραδοθέντα, καίπερ ὄντα πάσης συνθέσεως καὶ διεξόδου πυκνοτέρας ὑπέρτερα, δικαίως ἂν ἀγασθείη καὶ τὸν ἡγεμόνα τῆς τοιαύτης θεωρίας εὐεργέτην τοῦ τῶν ἀνθρώπων βίου κατονομάσειε; τούτων
15μὲν οὖν αὐτῷ πολλὴ χάρις παρά τε ἡμῶν παρά τε πάντων τῶν συνῃσθη‐ μένων αὐτοῦ τῆς ἀγχινοίας ὀφείλεται. ἐπειδὴ δὲ συμβέβηκε δι’ ἅς τινάς ποτ’ αἰτίας καὶ ἐν ἄλλοις μὲν μέρεσι τῆς θεολογικῆς πραγματείας, διαφερόν‐ τως δὲ ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ Μ καὶ τῷ Ν, πολλήν τινα καταδρομὴν αὐτὸν ποιήσασθαι κατὰ τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀρχῶν
20οὐδὲν μὲν ἐχέγγυον οὐδὲ ἱκανὸν πρὸς αὐτὰς λέγοντα, τὰ πολλὰ δὲ οὐδὲ πρὸς αὐτάς, εἰ χρὴ τἀληθὲς ἀπροφασίστως εἰπεῖν, ἀπαντῶντα, ἰδίαις δὲ ὑποθέσεσι τὰς ἀντιλογίας προσάγοντα, εὔλογον ὤφθη φειδοῖ τῶν ἁπλουστέρων ἀκροατῶν, ὡς ἂν μὴ τῇ δόξῃ τῇ δικαίᾳ κατεχόμενοι τἀνδρὸς εἰς κατα‐ φρόνησιν ὑπενεχθῶσι τῶν θείων πραγμάτων καὶ τῆς ἐνθέου τῶν πρεσβυτέρων
25φιλοσοφίας, βασανίσαι τὰ ῥηθέντα κριτικῶς ἅμα καὶ ἀδεκάστως εἰς δύναμιν, καὶ ἐπιδεῖξαι τάς τε Πυθαγόρου καὶ Πλάτωνος περὶ τῶν ἀρχῶν θεωρίας ἀνελέγκτους καὶ ἀπτώτους διαμεμενηκυίας, 〈καὶ τὰσ〉 Ἀριστοτέλους κατὰ τούτων ἐπιχειρήσεις τὰ πολλὰ μὲν παρὰ θύρας ἀπαντώσας καὶ οὐδὲν τοῖς
θείοις ἀνδράσιν ἐκείνοις προσήκοντα σκέμματα διερευνωμένας, ὀλιγάκις δὲ80

81

λέγειν μέν τι πρὸς αὐτὰς καὶ ἀποτείνεσθαι προθυμουμένας, ἔλεγχον δὲ οὔτε ἐλάττονα οὔτε μείζονα προσφέρειν δεδυνημένας. καὶ τοῦτο ἀναγκαίως συμ‐ βέβηκεν· οὔτε γὰρ τὸ ἀληθὲς ἐλέγχεταί ποτε κατὰ τὸν θεῖον ἐκεῖνον καὶ τοὺς περὶ τῶν ἀρχῶν λόγους ἐξομοιοῦντες τοῖς πράγμασιν οἱ πατέρες αὐτῶν
5μονίμους καὶ ἀμεταπτώτους καθ’ ὅσον προσήκει λόγοις εἶναι κατεστήσαντο. φροιμίων μὲν οὖν ἅλις. Ἐπειδὴ δὲ τὴν προαίρεσιν καὶ τὴν ἐπαγγελίαν τοῦ συγγράμματος εἴπομεν, καιρὸς αὐτῶν ἔχεσθαι τῶν ἀγώνων. πάντως 〈γὰρ〉 εἴτε ἀγωνιστάς τις ἡμᾶς ἀποκαλεῖν θελήσειεν ὡς ἀπολογουμένους πρὸς τὰ κατὰ τῆς καλλίστης
10καὶ ἀρίστης τῶν φιλοσοφιῶν ἐγκλήματα, εἴτε διαιτητὰς τῶν τε ἁπλουστέρων καὶ νοερωτέρων ἐπιβολῶν τῆς ἐποπτικῆς τῶν ἀπὸ Πυθαγόρου θεωρίας καὶ τῶν λογικωτέρως πρὸς αὐτὰς ἠπορημένων ὑπὸ τοῦ δεινοτάτου τῶν πώποτε ἱστορηθέντων Ἀριστοτέλους, οὐ φευξόμεθα τὴν θέσιν τοῦ ὀνόματος· μόνον εἴη δικαίως καὶ ἐμφρόνως καὶ φιλαλήθως ἐν αὐτοῖς διαγίγνεσθαι.
15 Ἀρκτέον δὲ ἐντεῦθεν. προειπὼν ὁ Ἀριστοτέλης, ὡς χρὴ περὶ τῶν ἀρχῶν τῶν ἀκινήτων τὰ ἑτέροις δεδογμένα βασανίσαι καὶ διερευνήσασθαι, δύο μέν φησιν εἶναι δόξας περὶ ἀρχῶν, τήν τε τὰ μαθήματα πρεσβεύουσαν καὶ χωριστὴν οὐσίαν αὐτοῖς ἀπονέμουσαν, τήν τε τὰς ἰδέας ἐκτιμῶσαν καὶ πάντα κατ’ ἐκείνας καὶ πρὸς ἐκείνας τὴν ὑπόστασιν ἔχειν ὑπολαμβάνουσαν·
20αὐτῷ δὲ τρία προκεῖσθαι σκέμματα, πρῶτον μὲν εἰ ἔστι τὰ μαθηματικὰ καὶ πῶς ἐστι· δεύτερον δὲ εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός· τρίτον εἰ ἀρχαὶ τῶν ὄντων ἀριθμοί εἰσι καὶ ἰδέαι. ἐπὶ τούτοις ἀναλαβὼν λέγει περὶ τοῦ πρώτου, διελέγχων μέν, ὡς οἴεται, τοὺς τοῖς μαθήμασιν 〈οὐσίαν〉 ἀπονέμοντας, κυρῶν δὲ τὴν περὶ τούτων ἑαυτοῦ δόξαν, ἣ ἐξ ἀφαιρέσεως
25τῶν αἰσθητῶν διαστημάτων καὶ σχημάτων παρέχει τὴν οἵαν ποτὲ τοῖς μαθήμασιν ὑπόστασιν. πρὶν δὲ αὐτῶν ἅψασθαι τῶν κατὰ τῆς ἀληθεστέρας αὐτοῦ δόξης ἐπιχειρήσεων βέλτιον ἴσως τὴν ἀληθῆ παραδοῦναι περὶ τού‐ των τῆς ἀρχαίας φιλοσοφίας διάνοιαν, ἵνα καὶ σχῶμεν συνιδεῖν, εἴτε πρὸς αὐτὴν τὴν θεωρίαν τῶν θείων ἀνδρῶν ὁ φιλεγκλήμων διαμάχεται λόγος εἴτε
30πρὸς οἰκείας ὑποθέσεις ἱστάμενος τὰ λεχθέντα μοχθηρῶς ἀνατρέπειν ἐπιχειρεῖ. Πυθαγόρας ὁ θεῖος καὶ πάντες οἱ γνησίως τἀκείνου δόγματα τοῖς καθα‐ ρωτάτοις κόλποις τῆς ἑαυτῶν διανοίας ὑποδεξάμενοι πολλὰς μὲν ἔλεγον εἶναι τάξεις οὐσιῶν καὶ νοητῶν καὶ νοερῶν 〈καὶ〉 διανοητικῶν καὶ φυσικῶν ἢ ὅλως ζωτικῶν καὶ ἔτι σωματοειδῶν· ἡ γὰρ τῶν πραγμάτων πρόοδος καὶ ἡ
35συμφυὴς ταῖς προόδοις ὕφεσις κατά τινα τάξιν ἐπιτελουμένη θείαν καὶ τὸ τῆς ἑτερότητος ἐν τοῖς γένεσι τοῦ ὄντος κράτος τὸ πλῆθος τὸ τεταγμένον καὶ συνεχὲς ἅμα καὶ διωρισμένον ὑφίστησι τῶν τε ἀσωμάτων καὶ τῶν
τὴν αἴσθησιν πληττουσῶν οὐσιῶν. τὰς δ’ οὖν ὡς ἐν πλάτει τρεῖς ἔλεγον81

82

τάξεις τῶν ὄντων, νοητὴν διανοητὴν αἰσθητήν, εἶναι δὲ καθ’ ἑκάστην τὰ εἴδη πάντα μέν, οἰκείως δὲ ἁπανταχοῦ τῇ τῆς ὑπάρξεως ἰδιότητι. καὶ τὰ μὲν νοητὰ παρὰ θεοῖς εἶναι καὶ αἴτια τῶν ἐφεξῆς ποιητικά τε καὶ παρα‐ δειγματικὰ καὶ τελικά· εἰ γάρ ποτε τὰ τρία ταῦτα συντρέχει καὶ ἑνοῦται
5πρὸς ἄλληλα, καθά φησι καὶ Ἀριστοτέλης, οὐκ ἐν τοῖς ἐσχάτοις ἔργοις τῆς φύσεως τοῦτ’ ἂν ὀφθείη γιγνόμενον, ἀλλ’ ἐν τοῖς πρωτίστοις καὶ καλλίστοις καὶ ἀρίστοις αἰτίοις τῶν πάντων, ἃ διὰ μὲν τὸ γόνιμον καὶ δημιουργικὸν τῶν πάντων ἐστὶ γεννητικά, διὰ δὲ τὸ 〈τὰ〉 γεννηθέντα πρὸς ἑαυτὰ ἐπι‐ στρέφειν καὶ ἑαυτοῖς ἐξομοιοῦν πάντων ἐστὶ παραδείγματα, δι’ ἑαυτὰ δὲ
10ποιοῦντα καὶ τὴν ἑαυτῶν ἀγαθότητα, καθά φησιν ὁ θεῖος Πλάτων, πῶς οὐχὶ τὴν τελικὴν αἰτίαν ἐπιδείκνυται; τὰ μὲν οὖν νοητὰ εἴδη τοιαῦτα ὄντα καὶ τοσούτων ἀγαθῶν ἐξηγούμενα τοῖς ὅλοις τὰς θείας συμπληροῖ διακο‐ σμήσεις, θεωρεῖται δὲ τὰ πολλὰ περὶ τὴν δημιουργικὴν τάξιν τὴν νοεράν. τὰ δὲ διανοητὰ μιμεῖται μὲν τὰ πρὸ ἑαυτῶν καὶ ἐξομοιοῖ τὸν ψυχικὸν διά‐
15κοσμον τῷ νοητῷ, περιέχει δὲ πάντα δευτέρως καὶ δημιουργεῖ μὲν καὶ αὐτὰ παρὰ ταῖς θείαις ψυχαῖς καὶ δαιμονίαις θεωρούμενα, γνωστικὰ δὲ μόνον ἐστὶ παρ’ ἡμῖν τοῖς τὰς θεωρίας οὐκέτι δημιουργικὰς ἔχουσι διὰ τὴν πτερορρύησιν· ἐπεὶ ὅτι καὶ τὸ ἡμέτερον τελειωθὲν καὶ ἐπτερωμένον μετεωροπολεῖ τε καὶ πάντα τὸν κόσμον συνδιοικεῖ τοῖς θείοις, μαρτυρεῖ καὶ
20ὁ ἐν Φαίδρῳ Σωκράτης. ταῦτα δὴ τὰ διανοητὰ εἴδη ἐν μὲν Τιμαίῳ σαφῶς ὁ Πλάτων ἐντιθέναι φησὶ τὸν δημιουργὸν ταῖς ψυχαῖς, δι’ ἀναλογιῶν γεω‐ μετρικῶν τε καὶ ἀριθμητικῶν καὶ ἁρμονικῶν αὐτὰς διακοσμοῦντα· ἐν δὲ τῇ κατατομῇ τῆς ἐν Πολιτείᾳ γραμμῆς εἰκόνας μὲν εἶναι τῶν νοητῶν (καὶ διὰ τοῦτό ποτε νοητὰ καλεῖν οὐκ ἀπηξίωσε), προεστάναι 〈δὲ〉 παραδειγματικῶς
25τῶν αἰσθητῶν· ἐν δὲ Φαίδωνι τῆς ἀναμνήσεως ἡμῖν αἴτια γίγνεσθαι· οὐ γὰρ ἄλλων τινῶν αἱ μαθήσεις ἀναμνήσεις ἢ τῶν μέσων εἰδῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἑστώτων καθόλου λόγων, οὐ τῶν ὑστερογενῶν ἀλλὰ τῶν κατ’ οὐσίαν προϋπαρχόντων ταῖς ψυχαῖς, ὑφ’ ὧν καὶ οἱ τῆς φύσεως ἐμπνεόμενοι λόγοι καὶ ποδηγετούμενοι τὰ καθ’ ἕκαστα δημιουργεῖν δύνανται. ἐν μὲν
30γὰρ τῇ οὐρανίᾳ φέρε ψυχῇ τὸ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομεῖν ἀλλήλους προϋπάρχει δραστηρίως καὶ δημιουργικῶς, ὥσπερ ἐν ἡμῖν γνωστικῶς μόνον, ἐν αὐτῷ δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ ὁ μεσημβρινὸς εἰ τύχοι καὶ οἱ ὁρίζοντες διχοτομοῦσιν ἀλλή‐ λους, τῆς μὲν ψυχῆς ἑνιαίως τὰ πάντα καὶ περιλαβούσης ταῖς ἑαυτῆς δια‐
35νοήσεσι καὶ δημιουργούσης, τοῦ δὲ οὐρανίου σώματος μεμερισμένως ὧν δεῖται μόνον ὑποδεξαμένου. διὸ καὶ 〈αἱ〉 ἀποδείξεις τοῖς ἀστρονόμοις ἐκ καθόλου καὶ μερικῶν προτάσεων γίγνονται, τῆς μὲν καθόλου τὴν αἰτίαν ἐχούσης διὰ
τὸ ἐν ψυχῇ τῇ τὸ πᾶν ὑφιστανούσῃ προϋπάρχειν, τῆς δὲ μερικῆς ἐκ τῶν82

83

αἰσθητῶν εἰλημμένης· ἀπέθετο γὰρ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς τὰ πάντα, ὡς ἐνῆν, ὁ μέγας Ἥφαιστος κατασκευάσας, ὥς φησιν ἡ θεία ποίησις,
“πόρπας τε γναπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους
ἐν σπῆι γλαφυρῷ.”
5καὶ ταῦτά ἐστι τὰ τριττὰ εἴδη, ἃ οἱ Πυθαγόρειοι τῶν αἰσθητῶν ἀχώριστα αἴτια ᾤοντο εἶναι, τελευταίας εἰκόνας ὄντα τῶν χωριστῶν εἰδῶν, καὶ διὰ τοῦτο τοῖς αὐτοῖς ὀνόμασιν οὐκ ἀπαξιοῦντες αὐτὰ προσαγορεύειν. ὑπὸ δὴ τούτων ἡ πεσοῦσα εἰς γένεσιν ψυχὴ διεγειρομένη καὶ ἀνακινουμένη εἰς ἀνά‐ μνησιν μὲν ἔρχεται τῶν [ἐκ τῶν] μέσων εἰδῶν, ἀνάγει δὲ τοὺς οἰκείους
10λόγους ἐπὶ τὰ νοητὰ καὶ πρῶτα παραδείγματα· καὶ οὕτως ὄψις καὶ ἀκοὴ συντελοῦσιν εἰς φιλοσοφίαν καὶ τὴν περιαγωγὴν τῆς ψυχῆς. Τούτων οὕτω προειλημμένων οὐ διαφωνοῦσι Πλάτων καὶ Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτῶν πρὸς ἀλλήλους περὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ οἱ μὲν Πυθαγόρειοι περὶ τῶν αἰσθητῶν πρῶτον διαλεγό‐
15μενοι τοῖς αὐτοῖς ὀνόμασιν ἐχρῶντο κατ’ ἀναλογίαν αὐτὰ μεταφέροντες ἐπί τε τὰ μέσα καὶ τὰ πρώτιστα τῶν πραγμάτων, ὅθεν καὶ ἔδοξαν, οὐκ Ἀριστο‐ τέλει φαίην 〈ἄν〉, ἀλλὰ τοῖς ἐπιπολαιότερον τἀκείνων ἱστορήσασι, περὶ μόνων τῶν ἀχωρίστων εἰδῶν διαλέγεσθαι. τινὲς δὲ περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς διατρίψαντες ἀπ’ αὐτῶν ὡς εἰκόνων μὲν περὶ τῶν νοητῶν ἐνεδείκνυντο,
20ὡς δὲ παραδειγμάτων περὶ τῶν ἐν αἰσθήσει φερομένων εἰδῶν· οἳ καὶ δοκοῦσι τοῖς πολλοῖς μόνην πρεσβεύειν τὴν μαθηματικὴν οὐσίαν, ἐπειδὴ μαθηματικοῖς ὀνόμασι τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν εἰδῶν παρεδίδοσαν· ἄλλοις δὲ διαστροφωτέροις ἔδοξάν τινες τούτων καὶ συγχεῖν εἰς ταὐτὸ καὶ συμ‐ φύρειν τὰ νοητὰ καὶ διανοητὰ τῶν εἰδῶν, οὐδὲν μὲν τῶν διδασκάλων τῆς
25τοιαύτης θεωρίας τοιοῦτο πεπονθότων, ὑπολήψεως δὲ ψευδοῦς τι μένης διὰ τὴν τῶν ὀνομάτων κοινότητα. Πλάτων δὲ κἀν τούτοις τὴν ἑαυ‐ τοῦ φιλανθρωπίαν ἐπιδεικνύμενος καὶ τοῖς ὀνόμασι διέκρινε τήν τε νοη‐ τὴν καὶ τὴν διανοητὴν οὐσίαν, ἵνα μηδὲ οἱ καθεύδοντες αὐτοῦ παρακοῦσαι δυνηθῶσι. διὸ καὶ ὁ Ἀριστοτέλης ὡς δύο χωριστὰς αὐτὸν οὐσίας ὑποτιθέ‐
30μενον εὐθύνει· πότερον δὲ δικαίως ἢ οὔ, σαφὲς μὲν ἤδη πᾶσι τοῖς ἔμφροσι, δείξει δὲ οἶμαι σαφέστερον ὁ λόγος τὰ μέτρια βασανισθείς. Τοσοῦτον οὖν προειπόντες, ὅτι οὐδὲ περὶ τὰς ὑποθέσεις τῶν εἰδῶν διαφωνοῦσιν οἱ ἄνδρες, εἰ καὶ ἄλλοι ἄλλως περὶ αὐτῶν ἐνεδείξαντο, καὶ ὅτι ὁ πρὸς ὁντιναοῦν αὐτῶν ἕνα διαμαχόμενος πρὸς ἅπαντας τοὺς τῶν εἰδῶν
35ἀντιλέγει φίλους, κατακολουθήσωμεν λοιπὸν τῇ τε διαιρέσει καὶ τῇ τάξει τῆς Ἀριστοτέλους ἀντιλογίας. καὶ προκείσθω μὲν αὐτῷ τὰ τρία προβλήματα, εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ ἀρχαὶ ταῦτα τῶν ὄντων. διαλεγέσθω δὲ ἐν μὲν τῷ Μ περὶ
τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοῦ τρίτου. τῶν δὲ δύο τὸ περὶ τῆς83

84

ὑπάρξεως ἢ ἀνυπαρξίας τῶν μαθημάτων ἡγείσθω. σκεψώμεθα δὲ εἰ πρὸς τὸ χωριστὸν τῆς τῶν μαθημάτων οὐσίας ἱκανῶς ἵσταται, μέρους μὲν οὔσης τῶν καθόλου λόγων καὶ τῶν μέσων εἰδῶν τῆς ψυχῆς, εἰς ἔνδειξιν δὲ τῆς νοητῆς πάσης φύσεως εἰωθυίας ὑπὸ τῶν θείων ἀνδρῶν παραλαμβάνεσθαι.
5χρῆται τοίνυν Ἀριστοτέλης ἐλέγχων αὐτῶν τὴν ὑπόστασιν διαιρετικῷ μὲν τοιῷδε· εἰ γὰρ ἔστι, φησί, τὰ μαθήματα, ἢ ἐν τοῖς αἰσθητοῖς ἀνάγκη αὐτὰ εἶναι, καθάπερ λέγουσί τινες, ἢ κεχωρισμένα τῶν αἰσθητῶν (λέγουσι δὲ καὶ οὕτω τινές)· εἰ δὲ μηδετέρως, ἢ οὐκ εἰσὶν ἢ ἄλλῳ τρόπῳ εἰσ· τῷ τε διαιρετικῷ χρησάμενος ὀρθῶς, πλὴν
10ὅσον ὑπέθετό τινας καὶ ἐν τοῖς αἰσθητοῖς ἀπολείπειν αὐτά, τό τε ἑπόμενον τῇ ὑποθέσει ἄριστα καὶ συνεωρακὼς καὶ εἰπών· εἰ γὰρ μήτε ἀχώριστα μήτε χωριστὰ τῶν αἰσθητῶν ἐστιν, ἀνάγκη ἢ μηδαμῇ μηδαμῶς εἶναι, ἢ ἄλλῳ τρόπῳ τὴν οἵαν ποτὲ ὑπόστασιν αὐτὰ λαμβάνειν, τουτέστιν ἐξ ἀφαιρέσεως ἐν ἡμῖν γεννᾶσθαι, καθάπερ αὐτῷ καὶ δοκεῖ. μάχεται δὲ τῷ τε ἀχώριστα
15αὐτὰ εἶναι τῶν αἰσθητῶν καὶ τῷ χωριστὴν ἔχειν οὐσίαν, ἵνα ἢ μηδαμῇ μηδαμῶς ᾖ ὡς ὁ πολυθρύλλητος σκινδαψὸς ἢ τὸ αὐτοῦ δὴ τοῦτο κρατῇ τὸ ἐξ ἀφαιρέσεως αὐτὰ τῶν αἰσθητῶν λαμβάνεσθαι. συμπλέκεται δὲ πρώ‐ τοις τοῖς μὴ χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν, ταῦτα πρὸς αὐτοὺς γράφων·
19nὍτι μὲν τοίνυν ... ἢ οὐδὲ αἱ αἰσθηταί.
20 Ἐν τούτοις εἴτε ἰσχυρῶς εἴτε μαλακῶς διαγίγνοιτο, πρὸς ἔπος οὐδέν· οὔτε γὰρ τῶν Πυθαγορείων τις οὔτε Πλάτων αὐτὸς οὔτε τῶν κατ’ αὐτὸν Πλατωνικῶν τις τὰ γεωμετρούμενα σχήματα καὶ μεγέθη τοῖς αἰσθητοῖς ἐναπέθετο· εἰ δὲ Σεβῆρος ἢ ἄλλος τις τῶν ὕστερον ἐξηγησαμένων τὰ Πλά‐ τωνος ἐκ τῆς παρ’ αὐτῷ τῷ Ἀριστοτέλει κατηχήσεως τοῖς μαθήμασι κατα‐
25χρῶνται πρὸς τὰς ἀποδείξεις τῶν φυσικῶν αἰτίων, οὐδὲν τοῦτο πρὸς τοὺς ἀρχαίους, ὧν νῦν ἐπιχειρεῖ τὰ δόγματα διελέγχειν· ὥστε παρ’ ἐκείνων οὐδὲν περὶ τούτων ῥηθήσεται πρὸς αὐτόν. ἐπειδὴ δὲ ἀνέπεμψεν ἡμᾶς καὶ εἰς τὰς ἐν τῷ Β τεθείσας ἀπορίας, ῥητέον πρὸς τἀκεῖ ῥηθέντα, ὅτι οὐδὲ δύο ἅμα στερεὰ κατὰ πάντας εἶναι ἀδύνατον· καὶ οὐκ εἰς τοὺς Στωϊκοὺς ἀπο‐
30βλέπων ἐπιστήσειεν ἄν τις τῷ λόγῳ, οἳ καὶ τοὺς ἐνύλους ὄγκους χωρεῖν δι’ ἀλλήλων οὐκ ἀπέγνωσαν, ἀλλὰ μᾶλλον εἰς ἐκείνους, οἳ τὸ διάστημα διὰ παντὸς φοιτᾶν ὑποθέμενοι τοῦ κόσμου καὶ δεδέχθαι πᾶσαν εἰς ἑαυτὸ τὴν σώματος φύσιν, οὔτε τέμνειν αὐτό φασιν οὔτε τέμνεσθαι τῷ ἀέρι καὶ τοῖς ἄλλοις συνδιαιρούμενον σώμασιν, ἀλλ’ ἀκλινὲς καὶ βέβαιον καὶ ἀκίνητον
35καὶ πάσης μεταβολῆς ἐξῃρημένον τετάσθαι διὰ παντὸς τοῦ κόσμου, χώραν καὶ ὑποδοχὴν καὶ ὅρον καὶ περιγραφὴν καὶ πᾶν τὸ τοιοῦτον ἐπιφέρον τοῖς
τοῦ φαινομένου κόσμου πληρώμασιν. οὗτοι δὴ μαθηματικὸν μὲν ἄντικρυς84

85

οὔ φασιν εἶναι σῶμα τὸν τοιοῦτον τόπον καὶ τὸ διάστημα, ἐοικέναι μέντοι τῷ μαθηματικῷ κατά τε τὸ ἄυλον καὶ τὸ ἀκίνητον καὶ τὸ ἀναφὲς καὶ ἀντιτυπίας ἐλεύθερον καὶ τὸ πάσης ἅμα καθαρεύειν παθητικῆς ποιότητος· ἔτι δὲ ὥσπερ τὸ μαθηματικὸν σῶμα τοῦ λόγου προβληθέντος ἐν διανοίᾳ
5κατὰ τὸ πνεῦμα καὶ τὴν ἐν τῷ πνεύματι φαντασίαν ὑφίσταται (ἅμα τε γὰρ ὁ λόγος τῆς σφαίρας εἰ τύχοι πρόχειρος γέγονε καὶ ἡ φαντασία σὺν ἀύλῳ τῷ ὄγκῳ τὴν μαθηματικὴν σφαῖραν ἐθεάσατο), οὕτω δὴ καὶ τῇ βουλήσει τε καὶ νοήσει τῆς κοσμικῆς ψυχῆς τοῦτο τὸ σφαιρικὸν ἐν τῷ παντὶ διάστημα σύνδρομον σχεῖν τὴν ὑπόστασιν, τῆς ψυχῆς διὰ μὲν τὸ πρὸς νοῦν ὁρᾶν
10σφαιρικὸν αὐτὸ ποιούσης, διὰ δὲ τὸ πάντα θεωρεῖν τὰ εἴδη χωρητικὸν τῶν πάντων σωμάτων καὶ ἰδίᾳ ἑκάστου καὶ τῶν ὅλων ὡς ἑνός, ἐπεὶ καὶ αὐτῆς αἱ νοήσεις καὶ συνεχεῖς εἰσι καὶ μεταβατικαί, ἐπειδὴ τὰ νοητὰ εἴδη τὰ ἐν τῷ παντελεῖ ζῴῳ καὶ ἥνωται καὶ διακέκριται, καίπερ ὑπὸ μιᾶς φύσεως περιεχόμενα· ὧν δὴ μιμήματα φέρων ὁ κόσμος διαστατῶς αὐτὰ καὶ οὐκ
15ἀμεγέθως ὑπεδέξατο. —ἀλλ’ οὗ χάριν ὁ σύμπας οὗτος ἀνακεκίνηται λόγος, ὅτιπερ οὔτε κατὰ τούτους τοὺς ἄνδρας οὔτε κατὰ τοὺς τὰ ἄυλα καὶ ἁπλᾶ τῶν σωμάτων χωρεῖν δι’ ἀλλήλων ἀδιαιρέτως ὑπολαμβάνοντας ἀδύνατόν ἐστι δύο ἅμα στερεὰ γίγνεσθαι σώματα, ἀλλὰ δύο μὲν ἔνυλα καὶ ἀντίτυπα τὸν αὐτὸν κατέχειν τόπον ἀδυνατώτατον εἶναί φασι, τὰ δὲ ἄυλα
20τοῖς φωσὶν ἐοικέναι τοῖς ἀπὸ διαφόρων λαμπάδων πεμπομένοις καὶ διὰ παντὸς τοῦ αὐτοῦ οἰκήματος κεχωρηκόσι καὶ δι’ ἀλλήλων ἀσυγχύτως καὶ ἀδιαιρέτως πεφοιτηκόσι· καὶ γὰρ ταῦτα, εἰ καὶ ἀσώματά τις βούλοιτο λέγειν, ἀλλ’ οὖν συνδιαστάντα τοῖς σώμασι καὶ συνεκταθέντα κατὰ τὰς τρεῖς διαστάσεις οὐ κωλύεται τὸν αὐτὸν ἔχειν τόπον ἀλλήλοις τε καὶ τοῖς σώμασι δι’ οὐδὲν
25ἕτερον ἢ ὅτι ἁπλᾶ ἐστι καὶ ἄυλα καὶ οὐ μερίζεται διαιρούμενα, τῇ δὲ ἀρχῇ τῇ ἑαυτῶν συνημμένα καὶ ταύτης ἐξηρτημένα πάρεστι μὲν ἐκείνης ἐλλαμπούσης, ἀπιούσης δὲ συναπέρχεται· ἃ δὴ καὶ τὰ ἄυλα σώματα 〈τὰ〉 τῶν ψυχῶν ἐξηρτημένα ποιεῖν οὐ κωλύεται. Ταῦτα μὲν οὖν, ἵνα μὴ μορμο‐ λύττωσί τινες ἡμᾶς οἱ θαυμαστοὶ τῶν φυσικῶν λόγοι, τὰ ἴδια τῶν ἐνύλων
30καὶ παθητικῶν καὶ ἀντιτύπων σωμάτων ἐπὶ πᾶσαν τὴν διαστατὴν φύσιν μεταφέροντες· ὅτι γὰρ τῇ ἐξ ἀρχῆς προαιρέσει τοῦ συγγράμματος οὐδὲν συντελεῖ, προειρήκαμεν. οὔτε γὰρ παρὰ τῶν Πυθαγορείων ἢ Πλατωνικῶν λεχθήσεταί τι πρὸς αὐτὸν περὶ τούτων, ἐπεὶ μηδὲ τῶν [ἐν] ἐκείνοις τι δεδογμένων εὐθύνειν ἐπιχειρεῖ, οὔτε αὐτὸς ὁ Ἀριστοτέλης πρὸς τοὺς τὸ
35διάστημα νῦν πρεσβεύοντας διαμάχεται, ἀλλὰ πρὸς τοὺς ἐν τοῖς αἰσθητοῖς ἀποτιθεμένους ἕτερα σώματα στερεὰ μὲν διὰ τὸ τριχῇ διεστάναι, μαθη‐ ματικὰ δέ· ἧς ὑποθέσεως οὐδένα ἴσμεν τῶν εὐδοκίμων προεστάναι φιλοσόφων·
τά τε γὰρ ἐν Τιμαίῳ ῥηθέντα σχήματα πέντε τὰ [τε] πρὸς τὴν τῶν κοσμι‐85

86

κῶν στοιχείων εἰδοποιίαν παραληφθέντα μαθηματικοῖς μὲν ὀνόμασιν ἡρμή‐ νευται, δραστικὰς δὲ καὶ δημιουργικὰς δυνάμεις τῆς φύσεως αἰνίττεται· τό τε αὐγοειδὲς ἐν ἡμῖν ὄχημα τριχῇ διαστατὸν εἴ τις ἀπεφήνατο εἶναι καὶ οὐκ ἀντίτυπον, οὐ γεωμετρούμενον ἄντικρυς εἶναι σῶμα τοῦτο διισχυρίζεται· πῶς
5γὰρ τό γε ζωῆς καὶ κινήσεως πλῆρες καὶ πάντων 〈ἐν〉 ἡμῖν εὐκινητότατον κατὰ τὴν συνεγνωσμένην Ἀριστοτέλει κίνησιν ὡς ἀκίνητον ἄν τις ἐν τοῖς γεω‐ μετρουμένοις κατατάξειεν; ἀλλὰ δῆλός ἐστιν αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης μοχθηρὰν ὑπόθεσιν ἐλέγχειν πειρώμενος, ὁ δὲ ἡμέτερος λόγος ἑνὶ τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσας ὡς οὐκ ὄντι κατὰ πάντα ἁπλῶς καὶ ἄνευ προσδιο‐
10ρισμῶν ἀληθεῖ † ἐπεὶ καὶ τὸ ἐφεξῆς τούτῳ ῥηθέν, ὅτι τοῦ αὐτοῦ λόγου καὶ τὰς ἄλλας δυνάμεις καὶ φύσεις ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ μηδεμίαν κεχωρισμένην. ἄλλας μὲν δυνάμεις βούλεται δηλοῦν τὰ πέρατα τούτων, οἷον ἐπίπεδα καὶ γραμμάς, εἰ μὴ ἄρα καὶ τὰ τῇ ὀπτικῇ καὶ τῇ ἁρμονικῇ καὶ ταῖς συστοίχοις ἐπιστήμαις ὑποβεβλημένα περιλαμβάνει·
15ἀνάγκην δὲ οὐδ’ ἡντινοῦν αὐτοῖς ἐπιφέρει τοῦ μηδεμίαν κεχωρισμένην τού‐ των ὑποτίθεσθαι φύσιν. εἰ μὴ ἄρα ἐν μόνοις τοῖς αἰσθητοῖς ὑπετίθεντο ταῦτα εἶναι, ἀλλ’ οὐχὶ καὶ ἐν τοῖς ** καὶ ἔξω τῶν φαινομένων ἔν τισι λόγοις τούτων ἀποτελεστικοῖς. καὶ ταῦτα μὲν εἰρῆσθαι καὶ πρότερον ἐν τῷ Β φησὶ πρὸς αὐτούς. ὃ δὲ νῦν ἐγκαλεῖ, τοιοῦτόν ἐστιν· εἰ γάρ, φησί, τὸ
20ἐν τῷ αἰσθητῷ στερεὸν διαιρεθείη, πάντως ἐπιπέδῳ διαιρεθήσεται, οὐκοῦν καὶ τὸ ἐπίπεδον γραμμῇ καὶ ἡ γραμμὴ σημείῳ. ἀλλ’ εἰ μὲν ἦν ἀκίνητα ταῦτα, καθάπερ ἐστὶ παρὰ τοῖς γεωμέτραις, οὐδὲν ἂν ἠκολούθησεν ἄτοπον· νυνὶ δὲ ἐπειδὴ ἐν αἰσθητοῖς καὶ φυσικοῖς ὑπόκειται σώμασιν ὄντα, κινουμένης τῆς γραμμῆς κατὰ τὴν διαίρεσιν ἀνάγκη καὶ τὸ σημεῖον διαιρεῖσθαι· δια‐
25φέρει δὲ οὐδὲν ἢ αὐτὰ τὰ φυσικὰ σημεῖα καὶ ἀμερῆ λέγειν εἶναι καὶ ἀδιαί‐ ρετα ἢ ἐν αὐτοῖς εἶναι τοιαῦτα σημεῖα. δῆλον γὰρ ὅτι τὸ ἔν τινι οὐ διαι‐ ρεῖται ἄνευ τοῦ ὑποκειμένου, ὅταν ὡς ἐν ὑποκειμένῳ ἔν τινι λέγηται. ταῦτα μὲν ὁ Ἀριστοτέλης πρὸς ἀπίθανόν τε ἅμα καὶ ψευδῆ μαχόμενος ὑπόθεσιν καὶ διελέγχων αὐτὴν ἀνδρείως καὶ ἀποδεικτικῶς. ἡμεῖς δὲ ὑπονοοῦμεν, μὴ
30παρά τινι τῶν πρεσβυτέρων τὸν ἀμερῆ μὲν ὄντα τῆς φύσεως λόγον, μεριζό‐ μενον δὲ περὶ τοῖς σώμασι πάντῃ τε ἀδιάστατον ἅμα καὶ ἔτι ἀμερῆ λεγό‐ μενον εὑρὼν ἀφορμὴν ἔσχε τοῦ πλάσαι ταύτην τὴν ὑπόθεσιν, εἰ μὴ ἄρα καὶ τοῦ τελείως ἐπεξελθεῖν τῷ διαιρετικῷ παντὶ χάριν εἵλετό τι καὶ πρὸς ταύτην εἰπεῖν τὴν δόξαν.
35 Ἀλλ’ ἐπειδὴ πρὸς τοὺς ἐν τοῖς αἰσθητοῖς ἀποτιθεμένους τὰ τῇ γεω‐ μετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς ὑποβεβλημένα διείλεκται, ἴδωμεν ὅπως
καὶ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν προσφέρεται.86

87

(1n)

Ἀλλὰ ... δυνατὸν ἕως τοῦ ὥστε ἔσται γένη τῶν μαθη‐
2nματικῶν ἀριθμῶν.
3 Ἐν δὴ τούτοις πειρᾶται μὲν ὑπόθεσιν ἀρέσκουσαν τοῖς αὐτοῦ πρεσβυτέ‐ ροις φιλοσόφοις διελέγχειν, λέγει δὲ πρὸς αὐτὴν ἀποδεικτικὸν μὲν οὐδέν,
5ὅσα δ’ ἂν τὸν ἰδιώτην καὶ μὴ παρεπόμενον ταῖς ἐκείνων διανοίαις θορυβή‐ σειεν. εἰ γάρ, φησίν, ἔσται σώματα παρὰ τὰ αἰσθητ, ἔσται καὶ ἐπίπεδα διττ, τά τε ἐν τοῖς σώμασιν ἐκείνοις καὶ τὰ καθ’ αὑτ· καὶ γραμμαὶ τριττα, αἵ τε ἐν τοῖς στερεοῖς καὶ 〈αἱ〉 ἐν τοῖς ἐπιπέδοις καὶ αἱ καθ’ ἑαυτάς· καὶ κατὰ τὸν αὐτὸν λόγον στιγμαὶ μὲν τετραπλα, μονάδες δὲ αἱ πρὸ τῶν
10στιγμῶν πενταπλα, καὶ ὅλως ἀεὶ τὰ πρῶτα καὶ ἁπλούστερα πολλαπλασιώτερα. ταῦτα δὲ διαβολὴν μὲν ἐργάζεται παρὰ τῷ πολλῷ συρφετῷ τοῦ δόγματος, εἰς ἄτοπον δὲ οὐκ ἔστιν ἀπαγωγ· δέξονται γὰρ οἱ ἄνδρες ἐν τοῖς οὐσιώ‐ δεσι λόγοις τῆς ψυχῆς καὶ διακεκριμένως ὑπάρχειν ταῦτα καὶ ἡνωμένως, καὶ οὐδὲν ἄτοπον τὴν στιγμήν, μᾶλλον δὲ τὸν τῆς στιγμῆς λόγον καὶ ἀμιγῆ
15εἶναι πρὸς τὰ ἑξῆς καὶ συντελεῖν εἰς τὴν τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ τριχῇ διεστῶτος οὐσίαν· τὴν γὰρ τῶν ἀσωμάτων εἰδῶν ἕνωσίν τε καὶ διάκρισιν ἁπανταχοῦ σχεδὸν οἱ ἄνδρες βεβαιοῦσι καὶ πρεσβεύουσι. καὶ ταὐτὸν ἓν καὶ πλῆθος εἶναι τάχα μὲν καὶ ἐν τοῖς αἰσθητοῖς συγκεχώρηται, διαφερόντως δὲ ἐν τοῖς διανοητοῖς εἴδεσι καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς
20νοεροῖς ἀποδέδεικται λίαν ἐναργῶς παρὰ τοῖς πρεσβυτέροις, ὑπέμνησται δὲ μετρίως καὶ παρ’ ἡμῶν ἐν τοῖς εἰς τὸ Β γραφεῖσιν, οὗ δὴ καὶ ποῖον μὲν σημεῖον γραμμῆς καὶ ἐπιπέδου καὶ τιμιώτερόν ἐστι καὶ τελειότερον, ποῖον δὲ ἀτελέστερον καὶ καταδεέστερον, εἰπεῖν ἐπειράθημεν· κωλύει γὰρ οὐδὲν τὸ μὲν ὡς ἁπλούστερον εἶναι σεμνότερον καὶ ἀρχηγικώτερον, τὸ δὲ ὡς συν‐
25τελοῦν εἰς ὅρον τοῦ συνθετωτέρου καὶ περιγραφὴν ὑπάρχειν καταδεέστερον· ὥσπερ δὴ καὶ μονὰς ἡ μέν ἐστι παντὸς ἀριθμοῦ περιέχουσα ἐν ἑαυτῇ παρα‐ δειγματικῶς πάντα τὰ εἴδη τῶν τε ἀρτίων καὶ τῶν περιττῶν, ἡ δὲ μόριον εἰ τύχοι πολλοστὸν τῆς ὑποβεβλημένης τοῖς ἀριθμοῖς ποσότητος. Εἴρηται μὲν οὖν περὶ αὐτῶν τὸ ἀληθές· εἰ δέ τις καὶ πέρα τοῦ μέτρου
30τὴν παρὰ τοῖς ἰδιώταις διαβολὴν εὐλαβούμενος μὴ διδοίη πολλαχῶς εἶναι τοὺς τῶν διαστατῶν καὶ ἀδιαστάτων λόγους ἐν τῇ ψυχ, δύναιτο ἂν καὶ αὐτὸς λέγειν πρὸς αὐτόν, ὅτι οὐκ ἀνάγκη τέτταρα μὲν εἶναι σημεῖα, τρεῖς δὲ γραμμάς, ἐπίπεδα δὲ δύο. ἀλλ’ ὥσπερ τὸ α στοιχεῖον καὶ ἐν συλλαβῇ καὶ ἐν λέξει καὶ ἐν λόγῳ ἓν ὂν τῷ εἴδει καὶ ταὐτὸν θεωρεῖται καὶ τὴν
35αὐτὴν ἔχει φύσιν ἁπανταχο, οὕτω καὶ ἡ στιγμὴ καὶ ἡ γραμμὴ καθ’ ἑαυτάς τε καὶ μετὰ τῶν συνθετωτέρων ἓν καὶ τὸ αὐτὸ εἶδος διασώζουσι· καὶ ὥσπερ
ἡ γραμματικὴ τὴν τοῦ καθ’ αὑτὸ δύναμιν α κατανοήσασα οἶδε καὶ τὸ ἐν87

88

συλλαβῇ καὶ τὸ ἐν λόγ, τοῦτον τὸν τρόπον καὶ τῶν ἐπιστημῶν αἱ μαθη‐ ματικαὶ τὰ καθ’ ἑαυτὰ ἐπιστάμεναι καὶ τὰ μεθ’ ἑτέρων γινώσκουσιν. Ἀποκεκρίσθω οὖν αὐτῷ καὶ πρὸς τὴν ἄφυκτον ὡς οἴεται πρότασιν· ἠρώτησε γὰρ περὶ ποῖα τούτων ἔχουσιν αἱ ἐπιστῆμαι. πόθεν δὲ καὶ γένη
5πολλὰ εἶναι τῶν μαθηματικῶν ἀριθμῶν συλλογίζεται; γένη μὲν γὰρ ἀρι‐ θμῶν πολλὰ συγχωρητέον εἶναι, παρ’ ὅσον ἑκάστη τάξις τῶν ὄντων οἰκείοις ἀριθμοῖς διακεκόσμηται· μαθηματικῶν δὲ γένη, εἰ μόνους τοὺς μοναδικοὺς μαθηματικούς τις λέγοι ἀλλὰ μὴ καὶ τὴν αἰτίαν αὐτῶν τὴν ἐν διανοί, πῶς ἂν εἴη πολλ; εἰ μὴ ἄρα καὶ τὰς στιγμὰς μονάδας εἶναι
10βούλοιτο καὶ τετραχῶς αὐτῶν ὁρωμένων ἐκ πασῶν αὐτῶν ἀριθμοὺς πλέκοι· τοῦτο δὲ σκῶμμα ἂν εἴη μᾶλλον ἢ ἔλεγχος.
12nἜτι ἅπερ ... κίνησιν.
13 Πάντων ἔν τε ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς καὶ ἔτι ἐν ταῖς ἡμετέ‐ ραις οἰκείως παρ’ ἕκαστα [ς] περιεχομένων τῶν εἰδῶν καθόλου; πρὶν καὶ
15τὸ σωματοειδὲς τοῦ κόσμου μερικῶς αὐτῶν ἀντιλάβηται, γελοῖον ἐφ’ ἑκάστῳ ζητεῖν, ποῦ ἔσται ἄλλος οὐρανὸς ἢ ποῦ ἔσται ἄλλος ἥλιος ἤ τι τῶν εἰς τὴν ἐμφανῆ συντελούντων διακόσμησιν. ὅτι δὲ ταῦτα οὐ μοναχῶς ἀλλ’ ὀλίγου δέω λέγειν ἀπειραχῶς ἐν τοῖς οὖσιν ἔστι, πάλαι καὶ πρόπαλαι θεο‐ λόγων τε καὶ φιλοσόφων διισχυριζομένων οὐδὲ ἀκολουθεῖν ἐθέλει, ἀλλ’ ὡς
20ἄτοπον προφέρει τὸ καὶ ἕνα μόνον οὐρανὸν ὑπὲρ τοῦτον εἶναι τὸν αἰσθητόν. ἐὰν δέ τις οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν λέγῃ τὴν τοῦ μὴ πλαστῶς φιλοσο‐ φοῦντος ψυχὴν καὶ πάντα τὰ ὄντα νοητῶς θεωρεῖν, ἴσως ἀγανακτήσει, μήτε ταῖς ἰδέαις τιθέμενος μήτε ἐνεργείᾳ τὴν διανοητικὴν ψυχὴν ἔχειν τὰ εἴδη βουλόμενος, ἀλλ’ εἴπερ ἄρα, δυνάμει. πῶς οὖν ἔτι αἱ ἀποδείξεις ἐκ τῶν
25πρώτων καὶ οἰκείων [κα] αἰτιῶν ἔσονται τοῖς ἀστρονόμοις, εἰ μὴ ἐκ τῶν καθόλου λόγων, οὓς ἔχουσιν αἱ μὲν ἡμέτεραι γνωστικῶς, αἱ δὲ θεῖαι γνω‐ στικῶς τε ἅμα καὶ δημιουργικῶς, προΐοιεν; ἢ γὰρ τοῦ ἀποδεικνύναι τι τοὺς ἀστρονόμους καὶ τοὺς μαθηματικοὺς πάντας καὶ πρὸς τούτοις τοὺς φυσικοὺς ἀπογνωστέον, καὶ τοῦ τὰς ἀποδείξεις ἐξ αἰτίας γίγνεσθαι οὐ τῆς τοῦ συμ‐
30περάσματος μόνης, ἀλλὰ καὶ τῆς τοῦ πράγματος ἀποστατέον, ἢ μέχρι περ ἂν ἀμφότερα ταῦτα μέν, δεῖ καὶ τὰς αἰτίας ἐν καθόλου τισὶ λόγοις προϋ‐ πάρχειν τῶν κατ’ οὐρανὸν καὶ κατὰ πᾶσαν τὴν φύσιν ἐπιτελειουμένων. ὅλως δὲ οἱ τὰ μὲν αἰσθητὰ συγχωροῦντες εἶναι καὶ ὄντως εἶναι λελήθασι τὴν ψυχὴν ἀτιμοτέραν τῆς ὕλης ἀποφαίνοντες, ὥς πού φησι καὶ ὁ γενναῖος Ἀμέλιος.
35ὁμοίως ... ἕκαστα. καὶ οὐδὲν ἄτοπον ἐν λόγοις εἶναι πάντα ταῦτα καὶ
ἐν τοῖς εἰδώλοις τῶν λόγων, τοῖς φαντάσμασιν, οὐ μόνον πρὸ τῶν αἰσθητῶν,88

89

ἀλλὰ καὶ πρὸ τῶν φυσικῶν λόγων τῶν διαμορφούντων τὰ αἰσθητά. ὁ δὲ τούτων συγχωρουμένων ἐπάγει ὥς τι τῶν ἀτοπωτάτων τὸ καὶ ζῷα ἄλλα ἔσεσθαι, εἴπερ καὶ αἰσθήσεις· ὅτι δὲ τὸ αὐτοζῷον πάντα ὅσα νοητὰ ζῷα ἐν αὑτῷ περιέχον αἴτιόν ἐστι τῶν τε ἐν τῷ ψυχικῷ διακόσμῳ ζῴων καὶ
5τῶν ἐν τῷ αἰσθητῷ, πάλαι λέγοντος αὐτῷ τοῦ διδασκάλου ὡς μηδὲ ἀκη‐ κοώς [εἶναι] τι περὶ τῶν τοιούτων προσπεποίηται. δυνατὸν μὲν οὖν καὶ τοῖς συνημμένοις αὐτοῦ μὴ ἐπιτρέπειν· οὐ γὰρ εἰ τὰ αἰσθητὰ αἰτίας ἔχει προϋπαρχούσας, ἤδη συζυγεῖ ταῖς αἰτίαις τῶν αἰσθητῶν ἡ αἴσθησις, οὐδ’ εἰ αἴσθησίς ἐστιν ἑτέρως ἐν ψυχῇ καὶ νῷ δημιουργικῷ, ἤδη τοῦτο καὶ
10ζῷον ἀποφαίνεται τὸ αἰσθανόμενον· οὐ γὰρ ἴσως πᾶν αἰσθητικὸν ζῷον, ἀλλὰ τὸ ἔξωθεν πᾶν ἅμα κινούμενον· οὐδὲ πᾶσα αἰτία αἰσθητοῦ αἰσθήσει ληπτή, ἀλλ’ ἥτις ἄτομός ἐστι καὶ σύνεστι τῷ οἰκείῳ ἀποτελέσματι. δυνατὸν δὲ καὶ συγχωρήσαντα πᾶσι τούτοις (ἐπειδὴ καὶ αἴσθησιν οὐ κατὰ τὴν λογι‐ κὴν ἐπιτελεῖσθαι μόνην τοῦ παντὸς ψυχήν, ὡς ὁ Τίμαιος παραδίδωσιν, ἀκη‐
15κόαμεν, ἀλλὰ γὰρ καὶ δημιουργικήν τινα παρὰ τοῖς θεολόγοις αἴσθησιν ὑμνου‐ μένην πεπιστεύκαμεν εἶναι, ἧς καὶ οἱ κατ’ οὐρανὸν εἴδωλον ἔχουσιν, αἴσθησιν καὶ αὐτοὶ τοῖς κόσμοις ἐπάγοντες κατὰ τὸ λόγιον) δέχεσθαι τὸ ἑπόμενον, τὸ καὶ ζῷα ἕτερα εἶναι. καὶ ἵνα μὴ νῦν τὰ παρ’ ἄλλοις εἰρημένα μαρτύρω‐ μαι, αὐτὸς ἐν τῷ Κ τὸν πρῶτον νοῦν ζῷον ἐκάλεσε· δῆλον οὖν ὅτι καὶ
20τῶν ἄλλων ἡμῖν ἕκαστον εἰ καὶ μὴ πρῶτον, ἀλλ’ οὖν ζῷον νοερὸν καλεῖν οὐκ ἂν ἴσως ἀπαξιώσειε. καὶ ἐν τοῖς Ἠθικοῖς δὲ τὸν κυρίως ἄνθρωπον νοῦν εἶναι σαφῶς ἠβουλήθη. εἰ τοίνυν ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν ἄνθρωπός ἐστιν ὁ κυρίως, πᾶς δὲ ἄνθρωπος ζῷον, οὐκ ἄδηλον τὸ συναγόμενον. δεδέ‐ γμεθα οὖν πάλιν τὸ εἶναι καὶ ἄλλα ζῷα παρὰ τὰ αἰσθητά, ἑτέρως μέντοι
25εἶναι καὶ οὐχ οὕτως ὡς τὰ αἰσθητά· ὧν εἴ τις τὰς γνώσεις αἰσθήσεις ἐθέλει καλεῖν καὶ τὰ γνωστὰ αἰσθητά, ὡς αἴτια μέντοι τῶν κυρίως αἰσθη‐ τῶν, φθόνος οὐδεὶς τῶν ὀνομάτων· μόνον δηλούσθω σαφῶς, ἐφ’ ὧν ἑκάστοις αὐτῶν κεχρήμεθα.
29nἜτι γράφεται ... αἰσθητῶν.
30 Τὸ μὲν γράφεται δείκνυται δηλοῖ· τὸ δὲ ἐπιχείρημα πᾶν τοιοῦτον· εἰ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς καὶ τοῖς φυσικοῖς διὰ τῶν καθόλου λόγων καὶ διά τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενά ἐστιν ἴσα‘ καὶ διὰ τοῦ ‘ἐὰν τέτταρα ᾖ ἀνάλογον, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων‘ καὶ ἄλλων πολλῶν τοιούτων),
35ἀνάγκη, φησίν, ὄντων μεγεθῶν καὶ ἀριθμῶν χωριστῶν καὶ τὰ ἀπὸ τῶν
τοιούτων ἀξιωμάτων δηλούμενα εἶναι χωριστά, ὑπέρτερα μὲν ὄντα τῶν89

90

μεγεθῶν καὶ τῶν ἀριθμῶν τῶν μαθηματικῶν, † κοιλότερα δὲ τῶν ἰδεῶν, ὡς μεταξὺ τετάχθαι τοῦ τε αὐτομεγέθους καὶ τοῦ μαθηματικοῦ μεγέθους. τοῦτο δὲ αὐτὸς μὲν ὡς ἀδύνατον ἀποδοκιμάζει, ἵνα τὸ ἡγούμενον ἀνέλῃ, τὸ εἶναι χωριστὰ τὰ μαθηματικά. ἔστι δέ πως ἀληθές· τῶν γὰρ ἐν ψυχῇ
5λόγων οἱ μέν εἰσιν ἁπλούστεροι καὶ καθολικώτεροι καὶ τῶν ἄλλων περι‐ ληπτικώτεροι καὶ διὰ τοῦτο νῷ προσεχέστεροι καὶ τῶν μερικωτέρων σαφέστεροι καὶ γνωριμώτεροι, οἱ δὲ πᾶσι τούτοις ἀπολειπόμενοι καὶ ὑπὸ τῶν πρεσβυτέ‐ ρων συνεχόμενοι καὶ συντιθέμενοι καὶ πληρούμενοι· τί οὖν ἄτοπον, μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον, εἴπερ τότε ἀληθεύουσιν αἱ ἔννοιαι ὅταν ἐφαρμόζωσι
10τοῖς πράγμασιν, ἀληθοῦς ὄντος τοῦ ἀξιώματος τοῦ λέγοντος ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ ὑπολειπόμενα ἔσται ἴσα‘ εἶναί τινα λόγον ᾧ τοῦτο πρώτως ὑπάρχει, ὃς οὔτε μεγέθους ἐστὶ λόγος οὔτε χρόνου, περιεκτικὸς δὲ τούτων ἁπάντων καὶ τῶν ἄλλων, ὅσοις ὑπάρχειν τὸ ἀξίωμα πέφυκεν, εἶναι μέντοι οὐκ ἐν τόπῳ οὐδ’ ὅλως ἐν τοῖς αἰσθητοῖς; πῶς γὰρ τό γε καθόλου καὶ
15ἁπλούστατον καὶ διὰ τοῦτο ἀναπόδεικτον εἴη ἂν ἐν ὕλῃ τῇ τὴν ἄτομον τῶν εἰδῶν ἔμφασιν ἀγαπητῶς ἐπιδεχομένῃ; εἰ γὰρ δὴ μὴ τοῦτο καταδεξαίμεθα, πῶς ἂν ἔτι σωθείη τὸ πᾶσαν αἰτίαν ἀποδεικτικὴν πρώτως ὑπάρχειν τινί, ᾧ καὶ συνεξισοῦται καὶ καθόλου ἐστίν, ὡς εἴωθας αὐτὸς ἐν τοῖς Ἀποδεικτι‐ κοῖς τὸ καθόλου θεωρεῖν; διὰ ποίαν δὲ αἰτίαν ἔτι σαφέστερα ἔσται καὶ
20γνωριμώτερα τῶν μερικωτέρων καὶ ἀποδεικτῶν τὰ ἀξιώματα, εἴπερ ἀπὸ τῶν τελευταίων αὐτὰ δι’ ἐπαγωγῆς ἡμεῖς ὑφίσταμεν οὐκ ὄντα πρότερον; πῶς δὲ συμφωνοῦμεν κατ’ αὐτά, εἰ μὴ κατ’ οὐσίαν ἡμῶν ἐν ταῖς ἐννοίαις προείληπτο; ἃ γὰρ δὴ λαμβάνομεν ἐκ τῶν αἰσθητῶν, περὶ ταῦτα οὐκ ἀνάγκη ἡμᾶς ὁμογνωμονεῖν, οἷον ὡς εἰ ἐγὼ μὲν τὸ τοῦ Σωκράτους ἔχοιμι φάντασμα,
25ὁ δὲ 〈τὸ〉 τοῦ Ἀλεξάνδρου· πῶς δέ, τὸ σὸν δὴ τοῦτο καὶ πάντων ὡς εἰπεῖν ἀληθέστατον, ἡ κατ’ ἐνέργειαν ἐπιστήμη ἡ αὐτὴ τῷ ἐπιστητῷ, εἰ μὴ πάσῃ γνώσει σύστοιχον εἴη τὸ γνωστόν, καὶ διαφερόντως τῇ τῶν ἀξιω‐ μάτων ἐννοίᾳ συνυπάρχοι καθολικώτατος λόγος, πρῶτος δεχόμενος τὴν τοῦ ἀξιώματος ἐπιβολὴν καὶ περίληψιν; ὡς γὰρ αὐτὸ τἀγαθὸν τὴν νόησιν
30καὶ ὑφίστησι καὶ ἑνοῖ πρὸς τὸ νοητόν, καὶ ὡς 〈ὁ〉 τἀγαθοῦ τόκος τε καὶ ἔκγονος ὅρασιν καὶ ὁρατὸν ὑφίστησί τε κατὰ ταὐτὰ καὶ συντάττει πρὸς ἄλληλα, οὕτω καὶ ὁ τὸ μέσον ἀμφοῖν ἀναπληρῶν πλάτος, ὁ πολυτίμητος νοῦς, ἐπι‐ στήμην καὶ ἐπιστητὸν παράγει καὶ εἰς ταὐτὸν ἄγει καὶ πρὸς ἄλληλα συμπλέκει, οὐδαμοῦ θάτερα πρὸ τῶν ἑτέρων ὑφιστάς, ἵνα μὴ καὶ τὰ ὑποστάντα κολοβὰ
35ᾖ καὶ ἀτελῆ καὶ διάκενα. ἀλλ’ ἵνα μὴ περὶ ταῦτα διατρίβοντες ἔξωθεν ἄλλην θεωρίαν συνεπεισφέρωμεν, πῶς ἔτι, τὸ ὑπὸ σοῦ διαρρήδην συγχωρού‐ μενον, νοῦς τὰς ἀρχὰς ἐνδίδωσι τῆς ἀποδείξεως τῇ ψυχῇ, εἰ μὴ κατ’ οὐσίαν αὐτὰς 〈ἐν ταῖσ〉 ἐννοίαις ἡμῶν εἴημεν προειληφότες; οὐ γὰρ δὴ ὧν ἡ γένεσις
κάτωθεν, τούτων ὁ νοῦς ἡμῖν χορηγὸς γίγνεται. ἢ οὖν κύκλῳ ἡ ἀπόδειξις90

91

ἀπὸ μὲν τῶν μερικωτέρων λαμβανόντων ἡμῶν καὶ ὑφιστάντων τὰ ἀξιώ‐ ματα, ἀπὸ δὲ τῶν ἀξιωμάτων ἀποδεικνύντων τὰ μερικώτερα· ἢ ἐπεὶ ἐκ προτέρων αἱ ἀποδείξεις, ἀπὸ νοῦ μὲν αἱ ἁπλούστεραι τῶν ἀξιωμάτων ἔννοιαι, ἀπὸ τούτων δὲ συντιθεμένων ἡ ποικιλία τῶν εἰδῶν ἐν ἡμῖν ὑφίσταται·
5πάλιν μὲν καὶ αὕτη κατὰ νοῦν καὶ ἀπὸ νοῦ (τί γὰρ ὧν ἔχομεν κατ’ οὐσίαν οὐκ ἐκεῖθεν;), ἀλλὰ γὰρ καὶ διὰ τῶν ἁπλουστέρων εἰδῶν καὶ λόγων τῶν μερικωτέρων παραδεχομένων τὴν ὑπόστασιν. καὶ οὕτω λέγοντες μόνως ἡμῖν αὐτοῖς συμφωνήσομεν, ὅταν ἀπ’ αἰτίων τῶν πρώτων τὰς ἀποδείξεις ἐπιτελεῖσθαι λέγωμεν.
10nὍλως δὲ ... ἐμψύχου.
11 Ἐκεῖνοι μὲν οὔτε ἑαυτοῖς οὔτε τοῖς πράγμασιν ἀσύμφωνοι· οὔτε γὰρ ἀτελὲς τὸ ἐν τῇ διανοίᾳ εἶδος τοῦ μεγέθους οἴονται εἶναι ἢ τὸ ἐν τῇ φαντα‐ σίᾳ τῷ εἴδει τούτῳ μέγεθος συνυφιστάμενον οὔτε ἄψυχον· πῶς γάρ, ὅ γε ἐν ψυχῇ ἵδρυται; ἡμεῖς δὲ πῶς ἡμῖν αὐτοῖς συνῳδὰ πρεσβεύσομεν, ὅταν
15καὶ αἴτια λέγωμεν εἶναι τῶν πραγμάτων, δι’ ὧν αἰτίων καθ’ αὑτὰ ὑπαρ‐ χόντων ἀποδείξεις, καὶ μὴ διδῶμεν οὐσίαν τούτοις (εἰ μὴ ἄρα τὸ ἀνούσιον τῆς οὐσίας αἴτιον), ὅταν τε πρότερα μὲν τῇ φύσει τὰ καθόλου πολλάκις ἀποφαινώμεθα εἶναι ὡς συναναιροῦντα μὲν οὐ συναναιρούμενα δέ, καὶ πάλιν αὐτὰ ταῦτα ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τὴν ὑπόστασιν ἔχειν διισχυριζώ‐
20μεθα; εἰ μὲν γὰρ διττὸν τὸ καθόλου, τὸ μὲν αἴτιον τοῦ αἰσθητοῦ τὸ δὲ ὑστερογενές, φίλα ἂν λέγοις καὶ τῷ πατρὶ καὶ πᾶσι τοῖς ἀπὸ Πυθαγόρου· καὶ δέχου καὶ τὸ μέγεθος εἶναι διττόν, τὸ μὲν ἐν λόγῳ διανοητικῷ, ᾧ καὶ τὸ φανταστὸν εἶδος αὐτοῦ συνυφίσταται, τὸ δὲ ἐξ ἀφαιρέσεως τοῦ αἰσθητοῦ, καὶ περὶ μὲν τὸ ἐξ ἀφαιρέσεως μὴ λέγε διατρίβειν τὴν γεωμετρίαν·
25οὐδὲν γὰρ ἔχει ἀκριβὲς μετὰ τοῦ μηδὲ ἑωρακέναι ἡμᾶς ποτε μήτε πολύ‐ γωνα τοσαῦτα καὶ τοιαῦτα, οἷα ἐπίπεδα ἡ γεωμετρία θεωρεῖ, μήτε πολύ‐ πλευρα οὕτω ποικίλα 〈οἷα〉 ἡ στερεομετρία ἐπισκέπτεται, ἢ γωνιῶν διαιρέσεις ἢ πλευρῶν ἢ ἐμβαδῶν καὶ ὅσων λόγοι μέν εἰσι πλήρεις θεωρημάτων, ὕλη δὲ ἀνεπίδεκτος· περὶ δὲ τὰ φανταστὰ διατρίβειν φαθί, καθόσον ταῦτα τοῖς
30οὐσιώδεσι λόγοις τῆς διανοίας παρυφίσταται, ἐξ ὧν καὶ τὴν ἀποδεικτικὴν αἰτίαν κομίζεται, μᾶλλον δὲ τὴν μὲν γεωμετρίαν αὐτοὺς τοὺς ἀμερεῖς λόγους τῆς ψυχῆς βούλεσθαι θεωρεῖν, ἀσθενοῦσαν δὲ χρῆσθαι ταῖς ἀφαντάστοις νοήσεσιν ἐκτείνειν τοὺς λόγους εἰς φανταστὰ καὶ διαστατὰ σχήματα καὶ μεγέθη, καὶ οὕτως ἐν ἐκείνοις αὐτοὺς θεωρεῖν· καθάπερ καὶ μὴ ἀρκούσης
35αὐτῇ τῆς φαντασίας καὶ ἐπὶ τὸ ἀβάκιον ἔρχεται κἀκεῖ καταγράφει τὸ θεώ‐91

92

ρημα καὶ οὐ δήπου τότε προηγούμενος αὐτῇ λόγος τὸ αἰσθητὸν καὶ ἔξω κείμενον ἑλεῖν, ἀλλὰ τὸ ἔνδον τὸ φανταστόν, οὗ μίμημα ἄψυχον τὸ ἔξω· οὕτως οὖν καὶ ὅταν περὶ τὸ φανταστὸν διατρίβῃ, οὐ κατὰ προηγούμενον λόγον περὶ αὐτὸ στρέφεται, ἀλλὰ δι’ ἀσθένειαν νοήσεως οὐ δυναμένη τὸ
5ἀφάνταστον εἶδος ἑλεῖν ἐν τῷ φανταστῷ τοῦτο θεωρεῖ. τεκμήριον δὲ μέγιστον τὸ τοῦ καθόλου μὲν εἶναι τὴν ἀπόδειξιν, πᾶν δὲ τὸ φανταστὸν μερικὸν ὑπάρχειν· οὐδὲ ἡ σπουδὴ ἄρα ἡ προηγουμένη περὶ τὸ φανταστὸν ἦν, ἀλλὰ περὶ τὸ καθόλου καὶ πάντῃ ἄυλον. εἰ δὲ μόνως τὸ καθόλου, πῶς καὶ ὑστερογενὲς καὶ αἴτιον τοῦ μερικωτέρου, δυσχερῶς ἄν τις ἀπο‐
10δείξειεν, εἰ δεῖ δυσχερὲς λέγειν τὸ ἀδύνατον.
11nἜτι τίνι ... συμμένειν.
12 Τοῦτο διὰ μέσου μὲν ἔοικεν εἰρῆσθαι· ἀναδραμεῖται γὰρ πάλιν ἐπὶ τὸ πρότερον ἑαυτοῦ ἐπιχείρημα, ἐν ᾧ ἐζήτει πῶς ἀτελέστερά τε ἅμα καὶ πρότερα τῶν αἰσθητῶν τὰ μαθηματικά. ζητεῖ δὲ ἐν αὐτῷ, τί τὸ αἴτιον
15τοῖς μαθηματικοῖς μεγέθεσι τῆς ἑνώσεως· τοῖς μὲν γὰρ αἰσθητοῖς φύσις ἢ ἔνυλον εἶδος ἢ κόλλα ἢ δεσμός, τοῖς δὲ μαθηματικοῖς τί; ῥητέον οὖν πρὸς αὐτόν, ὅτι οἱ μὲν ἀμερεῖς λόγοι τῶν μεγεθῶν κρείττους *** † εἰ συνυφιστά‐ μενα φανταστὰ μεγέθη τῆς ἑαυτῶν αἰτίας τῆς ἀμεροῦς ἐξηρτημένα οὐ μήποτε διασκεδασθῇ, καὶ ἔτι ἐν ψυχῇ ὄντα συνέχεται ὑπ’ αὐτῆς μᾶλλον ἢ τὰ
20αἰσθητά.
21nἜτι αἱ γενέσεις ... μᾶλλον.
22 Ἄνεισι μὲν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰσθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ. δείκνυσι δὲ οὐ τὸ προκείμενον ἑαυτῷ, γένεσιν παραλαμβάνων ὅλως ἐπὶ τῶν ἀγενήτων (ἀγένητα γὰρ τὰ μαθηματικά), ἀλλ’
25εἴπερ ἄρα, ὅτι τοῦ ἐν τοῖς αἰσθητοῖς ἐπιπέδου τὸ σῶμα καὶ πρότερον τῇ οὐσίᾳ καὶ τελειότερον. καὶ ὅτι ἔμψυχον ... ἀξίωμα. ὁρᾷς γὰρ τὴν ἐν τῷ ἀβακίῳ γραμμὴν καὶ τὸ ἐν τῇ τέφρᾳ ἐπίπεδον· ἐπεὶ τί ἂν εἴη τῶν ἐν ψυχῇ κειμένων ἐμψυχότερον;
29nἜτι τὸ μὲν ... πάσχειν.
30Καὶ τοῦτο κατασκευαστικὸν τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ
ἐπίπεδα τῶν σωμάτων· εἰ μὲν γὰρ οὐσίαι, φησί, καὶ αἱ γραμμαί, πῶς οὐσίαι,92

93

ὡς εἶδος ἢ ὡς ὕλη; εἰ δὲ ἀνούσιοι, δεύτεραι τῶν οὐσιῶν. ῥητέον οὖν ὅτι αἱ μὲν ἀδιάστατοι ὡς λόγοι καὶ εἴδη οὐσίαι, αἱ δὲ ἐν τῇ φαντασίᾳ αἱ δια‐ σταταὶ ὡς ὗλαι τῶν εὐθειῶν ἢ τῶν περιφερειῶν. εἰ δὲ καὶ ὅλην τὴν φανταστὴν οὐσίαν ὡς ἐν ὑποκειμένῳ φαίη τις εἶναι τῇ φαντασίᾳ ἢ τῷ
5πνεύματι, ἐκείνων μὲν ἂν αὐτῶν ἀναγκάζοιτο δευτέραν αὐτὴν ἀποφαίνεσθαι καὶ ἀτελεστέραν, οὐ μέντοι τῆς αἰσθητῆς οὐσίας· οὐ γὰρ πᾶν τὸ ἐν ὑποκει‐ μένῳ ὂν δεύτερον ἡστινοσοῦν οὐσίας (ἐπεὶ οὕτω καὶ αἱ ἀρεταὶ τῆς ψυχῆς αἵ τε ἐπιστῆμαι καὶ λίθων καὶ τῶν ἄλλων ἐνύλων σωμάτων ἂν εἶεν δεύτε‐ ραι), ἀλλ’ ἐκείνης μὲν ἐν ᾗ ἔχει τὸ εἶναι δεύτερον, ἄλλης δὲ καταδεεστέρας
10οὔτε δεύτερον οὔτ’ ἀτελέστερον, εἰ μή τις ὁμόσε χωρῶν ὡς οὐδὲν ἄτοπον ὂν καὶ ἐπιστήμην καὶ ἀρετὴν ἀντιδιαταττόμενος τῷ θείῳ Πλάτωνι σώματος εἶναι φαίη καταδεεστέρας· ἀλλ’ οἶμαι ψυχὴ μὲν καὶ τὰ ψυχῆς πάντα πρε‐ σβύτερα σώματος καὶ τῶν τοῦ σώματος, αὐτῶν δὲ τούτων ψυχὴ μὲν τῶν ἐν ἑαυτῇ ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων ἐνεργείᾳ πρεσβυτέρα, σῶμα
15δὲ τῶν συμβεβηκότων αὐτῷ σεμνότερον· τὰ δὲ ἐν ψυχῇ ὄντα ἢ ἀεὶ ἢ ποτὲ τῷ σώματι παραβάλλειν μὴ πλημμελὲς ᾖ, καὶ ἔτι τοῦδε πλημμελέστερον τὸ παραβάλλοντα προτιθέναι τῶν ἐν ψυχῇ τὴν ὑπόστασιν ἐχόντων τι ἔνυλον σῶμα ὡς τελειότερον αὐτῶν καὶ ἐμψυχότερον· τοῦτο γάρ ἐστι τὸ πάντων θαυμαστότατον, εἰ ἐμψυχότερόν ἐστι τὸ σῶμα τούτων, οἷς τὸ εἶναι ἐν ψυχῇ
20ἐστιν εἶναι.
21nΤῷ μὲν οὖν ... λέγεται.
22 Ἐν τούτοις τῷ μὲν λόγῳ συγχωρεῖ εἶναι πρότερα τὰ μαθηματικὰ τῶν αἰσθητῶν, ἐπειδὴ τὸ αἰσθητόν τις ὁριζόμενος σῶμα δεῖται τῶν διαστάσεων αἳ ὁρίζουσι τὸ μαθηματικόν, τῇ οὐσίᾳ δὲ οὐκέτι. καίτοι κατὰ τοὺς κανόνας
25αὐτοῦ τοὺς ἐν τῷ Ζ παραδοθέντας ἐπὶ τῶν ἁπλῶν οὐσιῶν (ἁπλᾶς δὲ λέγω τὰς ἄνευ τῶν συμβεβηκότων θεωρουμένας) τὸ τῷ λόγῳ πρότερον καὶ τῇ οὐσίᾳ πρότερον ὂν ἀποδείκνυται· τὰ γὰρ τῷ λόγῳ πρότερα τῷ εἴδει πρότερα ἐν ἐκείνοις εἶναι ἐλέγετο, τὰ δὲ τῷ εἴδει πρότερα τῇ οὐσίᾳ πρότερᾳ· ἐξ ὧν ἀμφοτέρων οὐκ ἄδηλόν ἐστι τὸ συναγόμενον. καὶ ὁ ἐν τούτοις δὲ τοῖς
30ῥητοῖς αὐτοῦ κανὼν δείκνυσιν, ὅτι τὰ μαθηματικὰ πρεσβύτερά ἐστι τῶν αἰσθητῶν οὐ τῷ λόγῳ μόνῳ (τοῦτο μὲν γὰρ συγκεχώρηκε καὶ αὐτός), ἀλλὰ καὶ τῇ οὐσίᾳ· τῷ γὰρ εἶναι ὑπερβάλλει. ὄντος μὲν γὰρ τοῦ τριχῇ διαστατοῦ μετὰ ἀντιτυπίας ἀνάγκη εἶναι καὶ προεῖναι τὸ τριχῇ διαστατὸν καὶ ἔτι τὸ διχῇ καὶ πολὺ πρότερον τὸ μίαν ἔχον διάστασιν· τούτων δὲ
35ὄντων οὐκ ἀνάγκη τὸ αἰσθητὸν εἶναι. ἀλλ’ ἵνα ταῦτα παρῶμεν, τί ἐστι
τὸ καὶ ἐκ τῶν παραδειγμάτων αὐτῷ συναγόμενον; τί δὲ ἄλλο γε ἢ ὅτι τὸ93

94

τῷ λόγῳ πρότερον οὐ πάντως καὶ τῇ οὐσίᾳ πρότερον, οὐ μὴν ὅτι καὶ ὕστερον· τὸ γὰρ λευκὸν πρότερον ὂν τῷ λόγῳ τοῦ λευκοῦ ἀνθρώπου 〈οὐ〉 πρότερόν ἐστι κατ’ αὐτὸν τῇ οὐσίᾳ. καίτοι φαίη τις 〈ἂν〉 ὅτι εἰ καὶ μὴ ἀνθρώπου πρότερον, ἀλλ’ οὖν λευκοῦ ἀνθρώπου πρεσβύτερον εἶναι ὀφείλει·
5ὅμως τοῦτο μὲν συγκεχωρήσθω καὶ κείσθω εἶναί τινα, ἃ τῷ λόγῳ πρότερα ὄντα τῇ οὐσίᾳ σύνδρομά ἐστι τούτοις ὧν ἦν τῷ λόγῳ πρότερα. τί οὖν ἐκ τούτων συνάγομεν; ἢ ὅτι τὰ γεωμετρούμενα πρότερα ὄντα τῷ λόγῳ τῇ οὐσίᾳ οὔτε πρότερά ἐστιν οὔθ’ ὕστερα τῶν αἰσθητῶν; καίτοι πᾶς ὁ λόγος ἐπικεχείρηται ὡς ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν λαμβανομένης τῆς μαθη‐
10ματικῆς ὕλης· διὸ καὶ τοιούτῳ ἐχρήσατο συμπεράσματι ‘ὥστε φανερὸν ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως πρότερον οὔτε τὸ ἐκ προσθέσεως ὕστερον.‘ ἀλλ’ ὅμως καὶ τοῦτο προαρπάσας ψεῦδός τε ὂν καὶ τῶν ἐν ἀρχῇ προκειμένων εἰς ζήτησιν † ὁρῶμεν ὅσον συνήγαγεν· εἰ δέ γε τὰς διαστάσεις, περὶ ἃς τῷ ὄντι ἡ γεωμετρία τετεύτακεν, ἠβούλετο σκοπεῖν ὀρθῶς, κατὰ πάντα ἂν αὐτὰς
15εὗρε πρεσβυτέρας τοῦ ἐνύλου σώματος, εἰ τὰ ἄυλα τῶν ἐνύλων καὶ τὰ καθόλου τῶν ἐν μέρει καὶ τὰ ἀίδια τῶν φθαρτῶν πάντες ὁμολογοῦμεν εἶναι πρεσβύτερα.
18nὍτι μὲν οὖν ... ἱκανῶς.
19Αὐτὸς μὲν ὡς ἐπὶ δεδειγμένοις τούτῳ χρῆται τῷ συμπεράσματι. ἡμεῖς
20δέ, ὅτι οἱ μὲν λόγοι αὐτῶν οὐσίαι ἀμερεῖς καὶ αἰτίαι τῶν φανταστῶν καὶ τῶν αἰσθητῶν διαστάσεων, εἰς δύναμιν ἡμετέραν ἐπεδείξαμεν· αἱ δὲ ἐν τῇ φαντασίᾳ τοῖς ἀμερέσι λόγοις μορφαὶ καὶ διαστάσεις συνυφιστάμεναι ὅτιπερ ὡς ἐν ὑποκειμένῳ εἰσὶ τῇ ψυχῇ πρεσβύτεραι οὖσαι καὶ αὐταὶ σώματος καὶ τῶν τοῦ σώματος παθημάτων, καὶ τοῦτο μετρίως συνεστήσαμεν· ἐπεὶ
25δὲ καὶ τὸ ἔναγχος εἰρημένον αὐτῷ περίληψιν ἐποιήσατο κατὰ τὸ συμ‐ πέρασμα, ὑπομνηστέον ὡς αἱ ἐν τοῖς αἰσθητοῖς διαστάσεις πρότεραι μὲν τῷ λόγῳ τῶν σωμάτων ἐδείχθησαν, τῇ δὲ οὐσίᾳ οὐχ ὕστεραι, ταύτας δὲ καὶ ἀνουσίους λέγειν ἄτοπον ἴσως οὐδέν.
29nἘπεὶ δ’ οὐδ’ ἐν ... ἡ ὁμαλής.
30 Εἰπὼν πῶς οὐκ οἴεται εἶναι τὰ μαθηματικά, νῦν πειρᾶται λέγειν ποίαν ἄν τις αὐτὰ νομίσειεν ἔχειν ὑπόστασιν. ἀρέσκει οὖν αὐτῷ μήτε καθ’ αὑτὰ ὑφεστάναι τὰ μαθηματικὰ μεγέθη καὶ σχήματα μήτε ἐν τοῖς αἰσθητοῖς εἶναι ἄλλα ὄντα παρὰ τὰ αἰσθητά, ἀλλ’ ἐκ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπι‐
νοεῖσθαι· ὥσπερ γὰρ καὶ τὸ καθόλου, φησίν, ἐν τοῖς μαθήμασιν94

95

οὐ περὶ κεχωρισμένων ἐστὶ παρὰ τὰ μεγέθη καὶ τοὺς ἀριθμούς, ἀλλὰ περὶ τούτων μέν, οὐχ ᾗ δὲ τοιαῦτα (οἷον ὅταν λέγωμεν ‘ἐὰν πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον τὸν αὐτὸν ἔχῃ λόγον, καὶ ἐναλλὰξ ληφθέντων σωθήσεται τὸ ἅμα τὸν αὐτὸν 〈ἔχειν〉 λόγον‘), οὕτω,
5φησί, καὶ περὶ μεγεθῶν ἡ μαθηματικὴ διαλεγομένη περὶ αἰσθητῶν μὲν διαλέγεται, οὐχ ᾗ δὲ αἰσθητά. ἡμεῖς δὲ καὶ πρότερον μὲν ἐνέστημεν πρὸς τοῦτο τὸ ἐπιχείρημα εἰπόντες, ὅτι καὶ τοῦτο δεῖ περιληπτικώτερον εἶναι τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν, καὶ νῦν δὲ τὸ αὐτὸ τοῦτο λέγομεν. εἴπερ γὰρ τὸ καθόλου ἐστὶν ᾧ πρώτῳ ὑπάρχει, ἀνάγκη ἐκεῖνο εἶναι παρὰ τὰ
10εἰδικώτερα αὐτοῦ· οὐ γὰρ δὴ τῷ μὴ ὄντι πρώτως τι ὑπάρχει. εἰ δὲ τὸ καθόλου φησί τις ἐν αὐτοῖς εἶναι τοῖς εἰδικωτέροις, τὸ κατατεταγμένον ὁρᾷ, ὃ μόριόν ἐστι τοῦ ὑποκειμένου, καὶ οὐ τὸ ἀκατάτακτον, ὃ παντὸς τοῦ εἴδους κατηγορεῖται. πλὴν ἀγασθείη ἄν τις τὸν Ἀριστοτέλην καὶ ἐν τούτοις τῆς ἀκολουθίας συντάττοντα τὰ καθόλου τοῖς μαθηματικοῖς· ὡς γὰρ τὰ καθόλου
15ἐστίν, οὕτω καὶ τὰ μαθηματικά. ἔστι δὲ κατὰ μὲν τὸ ἀληθὲς ἄμφω 〈ἐν〉 τοῖς οὐσιώδεσι λόγοις τῆς ψυχῆς, κατ’ αὐτὸν δὲ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐπινοίαις ἀφαιρούσαις τῶν αἰσθητῶν τὰς κοινότητας. ἐπεὶ δὲ καὶ κινήσεως ἐμνημόνευσε λέγων, ὅτι πολλοὶ περὶ κινουμένων εἰσὶ λόγοι οὐκ οὔσης κινή‐ σεως κεχωρισμένης (ὅταν γὰρ λέγωμεν ‘τὰ ἰσοταχῶς κινούμενα ἐν ἴσῳ
20χρόνῳ τὸ αὐτὸ διάστημα διέξεισιν‘, οὐδὲν μὲν ἁπτόμεθα τῶν ὑποκειμένων πραγμάτων, ἀλλὰ περὶ τῆς κινήσεως αὐτῶν διαλεγόμεθα μόνης, οὐ μὴν διὰ τοῦτο καὶ κίνησιν εἶναι κεχωρισμένην ὑπολαμβάνομεν)· ῥητέον οὖν ὅτι πρῶτον μὲν οὐχ ὅμοιόν ἐστι τὸ περὶ τὴν κίνησιν τοῖς σχήμασιν· ὁ μὲν γὰρ μὴ βουλόμενος εἶναι κίνησιν ἔξω τῶν αἰσθητῶν οὐκ ἐννοεῖ τὴν ἐν
25τοῖς ἀκινήτοις ἀκριβεστέραν, ὁ δὲ γεωμέτρης ἐπινοεῖ τῶν φαινομένων σχη‐ μάτων ἀκριβέστερα· ἔπειτα δὲ ὅτι καὶ τὸ πᾶν λαμβάνεται ψευδῶς· ἔστι γὰρ καὶ κίνησις ἐν ἀσωμάτοις καὶ σχῆμα καὶ μέγεθος, οὐ τοιαῦτα δὲ οἷα ἐν τοῖς αἰσθητοῖς. Ἁπλῶς δὲ πρὸς ἅπασαν αὐτοῦ τὴν δόξαν τοῦτο ῥητέον, ὅτι μήτε τεθεά‐
30μεθα πάντα τὰ σχήματα ἢ πάντας τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς, περὶ ὅσα καὶ ὅσους αἱ μαθηματικαὶ διατρίβουσι, μήτε δυνατόν ἐστιν ἀκριβείᾳ τοσαύτῃ χρῆσθαι τὰ ἐκ τῶν αἰσθητῶν εἰλημμένα. εἰ δὲ ὅτι ἡμεῖς αὐτοῖς προστίθεμεν τὸ ἐνδέον καὶ ἀκριβέστερα ποιοῦμεν καὶ οὕτω θεωροῦμεν, ἀπο‐ φαίνοιτο, πρῶτον μὲν πόθεν δυνάμεθα αὐτὰ τελειοῦν, ἀναγκαῖον εἰπεῖν·
35οὐ γὰρ ἂν ἄλλην αἰτίαν ἀληθεστέραν εὕροιμεν τῆς ὑπὸ τῶν παλαιῶν εἰρη‐ μένης, ὅτι κατ’ οὐσίαν ἡ ψυχὴ προείληφε πάντων τοὺς λόγους. ἔπειτα δὲ ἐάν τι προσθῶμεν τοῖς ἀφαιρεθεῖσιν ἐκ τῶν αἰσθητῶν, οὐκ ἀκριβέστερον αὐτὸ καὶ ἀληθέστερον ἀλλὰ πλασματωδέστερον ἀποτελοῦμεν. τὸ γοῦν εἶδος τὸ Σωκράτους ἀναμαξάμενός τις εἰ μὲν οἷον ἐκ τοῦ αἰσθητοῦ Σωκράτους
40ἐδέξατο, διαφυλάττοι τῇ φαντασίᾳ, μᾶλλον ἂν αὐτοῦ τυγχάνοι τῆς γνώσεως·95

96

εἰ δὲ ἐπὶ τὸ εὐπρεπέστερον μεταρρυθμίζειν αὐτὸ θελήσειε, πᾶν μᾶλλον ἂν ἢ τὸ Σωκράτους εἶδος ἔτι παρ’ ἑαυτῷ θεωρήσειεν. ἐπὶ δὲ τῶν ἴσων καὶ ὁμοίων ἀριθμῶν καὶ σχημάτων οὐ ταὐτὸν τοῦτο πεπόνθαμεν, ἀλλ’ ὅσῳ ἂν ἐπὶ τὸ ἀκριβέστερον καὶ τελειότερον αὐτὰ περιάγωμεν, τοσούτῳ μᾶλλον
5ἐγγυτέρω τοῦ ἀμεροῦς αὐτῶν εἴδους ἐρχόμενα σαφέστερα ἡμῖν καὶ εὐγνω‐ στότερα γίγνεται. ὅλως δὲ ἀναμιμνήσκεσθαι μὲν ἀπὸ τῶν αἰσθητῶν συγχω‐ ρητέον ἡμῖν τὴν διάνοιαν, μόρφωμα δὲ ἀπ’ αὐτῶν εἰσδέχεσθαι μὴ οὐδὲ θεμιτὸν ᾖ λέγειν· ἄχρι γὰρ φαντασίας χωρεῖν δύναται τὰ δι’ αἰσθήσεως εἰς ἡμᾶς εἴδη παραπεμπόμενα, ἃ δὴ καὶ ἐν αὐτῇ τῇ φαντασίᾳ ἄτομα μένειν
10ἐθέλει καὶ τοιαῦτα οἷα εἰσελήλυθεν· ὅταν δὲ ἡ ἔννοια λοιπὸν ἀπὸ τούτων ἐπὶ τὸ καθόλου καὶ ἐπὶ τὰ τῷ ἀκριβεῖ λόγῳ θεωρητὰ μεταβαίνῃ, δήλη ἐστὶ τὰ ἑαυτῆς ἐπισκεπτομένη. διὸ καὶ ζηλωτὴ αὕτη ἡ ἐνέργεια καὶ οὐ πολυπράγμων καὶ διεγερτικὴ τοῦ τῆς ψυχῆς ὄμματος τυφλουμένου καὶ κατο‐ ρυττομένου διὰ τῶν πολλῶν ἐπιτηδευμάτων· ὃ περὶ τὰ ἐξ ἀφαιρέσεως διατρί‐
15βουσα πότ’ ἂν κατεπράξατο; τοὐναντίον μὲν οὖν ἐποίησεν ἄν· ἐτύφλωσε καὶ τὸ βλέπον τῆς διανοίας καὶ προσήλωσε τῷ σώματι καὶ κατέχωσεν ἂν αὐτῆς τὴν ἐπὶ τὰ ὄντως ὄντα μεταβατικὴν ὁρμήν, εἰ καθάπερ φησὶν ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, νοητὰ ἄττα ἑαυτῇ ἀναπλάσασα, οὐκ ὄντα τῇ οἰκείᾳ φύσει νοητά, περὶ αὐτὰ ταῦτα μάτην ἐσκιαμάχει. εἰ μὲν γὰρ ἀνού‐
20σια μὲν ἐοικότα δὲ τοῖς νοεροῖς εἴδεσιν αὐτὰ εἶναι ὑπετίθεντο, μάλιστα μὲν καὶ αὐτὸ τοῦτο θαυμαστὸν ἦν, πῶς ἐκείνοις ἔοικεν ἃ μὴ ἔστιν οὐσιώδη. οὐ μὴν ἀλλ’ ὑπελείπετο λέγειν αὐτοῖς, ὅτι γυμνασαμένη περὶ αὐτὰ ἡ διάνοια συνάπτεσθαι δυνήσεταί ποτε καὶ τοῖς νοητοῖς εἴδεσι, καθάπερ οἱ ῥήτορες μελετήσαντες πλασματώδεις τινὰς λόγους πρὸς τοὺς ἀληθινοὺς ἀγῶνας παρα‐
25σκευὴν ἴσχουσι διὰ τὸ ἐοικέναι τὰ πλάσματα ταῖς δικανικαῖς περιστάσεσιν. ἐπειδὴ δὲ οὔτε ἰδέας εἶναι βούλονται οὔτε τὰ μαθηματικὰ τῶν θείων εἰδῶν εἰκόνας εἶναι οὔθ’ ὅλως εἶναι πλὴν ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, οὐχ ὁρῶ πῶς ἂν πρὸς ἀναγωγὴν ψυχῆς ἡμῖν ἔτ’ ἂν συντελέσειε κατὰ ταύτας τὰς ὑποθέσεις ἢ γεφύραις ἀναλογήσειε μεθιστάσαις ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν
30ἐπὶ τὴν ἀληθινὴν νόησιν, πῶς τε οὐκ ἄμεινον τὸ αἰσθητὸν μέγεθος, ὡς πέφυκε, δι’ αἰσθήσεως καταλαμβάνειν, ἢ ὑποσυλήσαντας αὐτὸ τοῦ ὑποκει‐ μένου προστιθέναι μὲν αὐτῷ τὴν μήτε ὑπάρχουσαν μήτε ὑπάρξαι δυναμένην ἀκρίβειαν, ἐπισκέπτεσθαι δὲ αὐτὸ οὐχ ᾗ ὑφέστηκεν ἀλλ’ ᾗ μήτ’ ἔστι μήτ’ εἶναι δύναται. διὸ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τοῦθ’ ὑφορώμενος, μὴ περὶ
35αἰσθητὰ φὰς διατρίβειν τὴν γεωμετρίαν χείρονα τῆς αἰσθήσεως αὐτὴν ὁμο‐ λογεῖν ἀναγκασθῇ, οὐ περὶ αἰσθητά φησι διατρίβειν αὐτὴν ἀλλ’ ἢ κατὰ συμβεβηκός· ὥσπερ οὐδὲ τὸν ἰατρὸν περὶ τὰ λευκά, κἂν πάντα τὰ ὑγιεινὰ λευκὰ ᾖ, ἀλλὰ περὶ τὰ ὑγιεινά, οὕτω καὶ τὴν γεωμετρίαν περὶ τὰ μεγέθη
καὶ σχήματα, κἂν μηδὲν ἔξω τῶν αἰσθητῶν μέγεθος ἢ σχῆμα τὴν ὑπό‐96

97

στασιν ἔχῃ. ἀλλὰ πρῶτον μὲν οὐδ’ ἂν περὶ τὰ ὑγιεινὰ διέτρεχεν ἰατρικὴ μὴ προσποιουμένη τὰ ἐν οἷς ἔστιν, εἰ μὴ ἑκάστου εἴδους λόγον εἶχεν ἡ ψυχή, ὃν ἀνελίττουσα ὑφίστη τὴν περὶ αὐτὸ ἐκεῖνο ἐπιστήμην· πόθεν γὰρ οἱ καθόλου λόγοι καὶ παρὰ τοῖς ἰατροῖς καὶ παρὰ τοῖς ἄλλοις ἐπιστήμοσιν,
5εἰ μὴ ἐκ τῆς τοῦ θεωρητοῦ αὐτοῖς εἴδους ἀνελίξεως; ἔπειτα δὲ οὐδὲ ὅμοιόν ἐστι πάντῃ τὸ παράδειγμα. ἡ μὲν γὰρ ἰατρικὴ ποιητική τις οὖσα τέχνη καὶ αἰσθητὸν ἔχουσα τέλος ἀναγκαίως περὶ αἰσθητὰ τετεύτακεν, ἡ δὲ γεω‐ μετρία θεωρητική τις οὖσα φιλοσοφία καὶ κατ’ αὐτόν, εἰ μὴ περὶ ὄντα στρέφεται καὶ κρειττόνως ὄντα ἢ κατὰ τὰ αἰσθητά, οὐδὲν ἂν σπουδαῖον
10διαπράττοιτο. ἐπὶ τούτοις ἡ μὲν τῶν ὑγιεινῶν ἐπιστήμη οὐδὲν ἔχει περὶ τῶν λευκῶν ὅσον ἐπὶ τοῖς ἑαυτῆς θεωρήμασι διισχυρίσασθαι, γεωμετρία δὲ δὲ περὶ τῶν κατ’ οὐρανὸν ἀποδείκνυσιν—οὐκ ἄν, εἴ γε μὴ περὶ τοὺς τελειοτέρους λόγους καὶ περιληπτικωτέρους αὐτῶν ἀνεστρέφετο· πόθεν γὰρ διὰ τοῦ καθόλου τὸ ἐν οὐρανῷ μερικὸν ἀποδείκνυται, εἰ μή τι τῶν καθόλου
15τῶν ἐν οὐρανῷ τὴν αἰτίαν εἶχεν, ἣ ἔστι μὲν καὶ ἐν ταῖς ἡμετέραις ψυχαῖς θεωρητικῶς, ἐν δὲ ταῖς οὐρανίαις καὶ δημιουργικῶς. καὶ τοσαῦτα μὲν καὶ πρὸς τοῦτο τὸ ἐπιχείρημα. Ἐπειδὴ δὲ περὶ τὰ καθ’ αὑτὰ τοῖς μεγέθεσιν ὑπάρχοντα πραγματευο‐ μένης τῆς γεωμετρίας φησὶν ὅτι δύναται, καὶ εἰ μὴ χωριστὰ εἴη τῶν αἰσθη‐
20τῶν τὰ μεγέθη, περὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς ἀχωρίστοις διατρίβειν (καὶ γὰρ ἄλλοις ἀχωρίστοις, φησί, καθ’ αὑτά τινα ὑπάρχει· τὸ γὰρ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστα μὲν τῶν ζῴων, ἴδια δέ τινα ἔχει πάθη, οἷον τὸ μέν ἐστι γεννητικόν, τὸ δὲ θρεπτικὸν καὶ ὑποδεκτικὸν τῶν σπερματικῶν λόγων), ῥητέον ὅτι πρῶτον μὲν καὶ τὸ θῆλυ καὶ ἄρρεν πανταχοῦ ἐστι
25καὶ οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις ζῴοις· καὶ γὰρ ἐν θεοῖς καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσι, καὶ οὐδ’ ἂν ἡ θνητὴ φύσις αὐτὰ ἔσχε σύν τινι ἰδιότητι μὴ ἄνωθεν προελθόντα. ἔπειτα τί ἀποδείκνυται τῶν κατ’ οὐρανὸν ἢ τῶν θείων διὰ τῆς ἀκριβοῦς τῶν τῇδε ἀρρένων ἢ θηλέων κατανοήσεως, ὥσπερ διὰ τῶν γεωμετρουμένων τὰ κατ’ οὐρανόν; εἰδὼς δὲ πάλιν, ὅσον
30διαφέρουσι κατ’ ἀκρίβειαν αἱ γεωμετρικαὶ μέθοδοι, 〈αἳ〉 τοῦτο οὐκ ἂν ἔσχον, εἰ μὴ περὶ σπουδαῖα καὶ καθαρὰ διέτριβον ὑποκείμενα, τὸ ἁπλούστερον αἰτιᾶται τῶν ὑποκειμένων τῆς ἀκριβείας. πρὸς ὃ εἴποιμεν ἂν ὅτι εἰ μὲν τὸ ἁπλούστερον τοῦτο καὶ τῇ οὐσίᾳ εἴη πρότερον καὶ τιμιώτερον τοῦ συν‐ θετωτέρου, δέχοιτ’ ἂν ἀκριβῆ θεωρίαν, ὥσπερ ἡ ὁμαλὴς τῶν οὐρανίων
35κίνησις τῆς σκολιωτέρας καὶ πολυσυνθέτου τῶν θνητῶν ζῴων μεταβάσεως μᾶλλον γιγνώσκεται· εἰ δὲ τὸ ἁπλούστερον τοῦτο ἀτελέστερον εἴη τοῦ συν‐ θετωτέρου, πῶς ἂν ἐπιδέξαιτο πλείους καὶ σεμνοτέρους καὶ ἀληθεστέρους λόγους; οὔτε γὰρ περὶ λευκότητος οὔτε περὶ εὐωδίας τοιαύτας ἀποδείξεις
ἔστι ποιήσασθαι· καίτοι πᾶσαι μὲν ποιότητες, πᾶσαι δὲ σχέσεις ἁπλούστεραί97

98

εἰσι τῶν πεποιωμένων καὶ τῶν τὴν σχέσιν ἀναδεξαμένων σωμάτων. ὥστε τῶν δύο τὸ ἕτερον ἢ οὔκ εἰσι τῶν φυσικῶν λόγων αἱ μαθηματικαὶ δείξεις ἀκριβέστεραι ἢ περὶ μᾶλλον ὄντα διατρίβουσιν αἱ μαθηματικαὶ τῆς φυσικῆς· οὐ γὰρ ἔχει λόγον τὸ μᾶλλον ὂν ἀμυδρότερον εἶναι πρὸς γνῶσιν
5οὐδὲ τὸ ἧττον ὂν ἐναργέστερον γιγνώσκεσθαι· ἀλλὰ καὶ ὅτε τοῦτο συμβαίνει περί τι τῶν νοητῶν, διὰ τὴν ἡμετέραν ἀσθένειαν γίγνεται, οὐ διὰ τὴν τοῦ πράγματος ἰδιότητα· τὸ γὰρ τοῦ θείου Πλάτωνός ἐστι κἀν τούτοις ἀλη‐ θέστατον, ὅτιπερ ὡς ἕκαστον ἀληθείας τε μετέχει καὶ τοῦ ὄντος, οὕτω καὶ σαφηνείας καὶ γνώσεως. ταὐτὸν δὲ τούτῳ καὶ ἐν τῷ ἐλάττονι α σαφῶς
10εἴρηται τούτῳ τῷ φιλοσόφῳ· ὥστε χρὴ τῶν κοινῶν δογμάτων αὐτοῦ τε καὶ Πλάτωνος μὴ κατὰ τὸ σμικρότατον ἡμᾶς ἀφίστασθαι.
12nὉ δ’ αὐτὸς ... ὡσαύτως.
13 Ὅτι μὲν οὐ περὶ τοῦ τῆς ὄψεως εἴδους ὁ ὀπτικὸς οὐδὲ περὶ τοῦ τῆς φωνῆς ὁ ἁρμονικὸς ἐπισκέπτονται, ἀλλ’ ὁ μὲν περὶ ἀκτίνων, ὁ δὲ περὶ τῶν πρός τι
15ἀριθμῶν, ἅ πέρ ἐστι καθ’ αὑτὰ πάθη τῆς ὄψεως καὶ τῶν φωνῶν, συγκεχω‐ ρήσθω. ἀλλ’ ὅμως ἐκεῖνό γέ ἐστιν ἀληθές, ὅτι ἡ μὲν ὀπτικὴ τὰς ἀκτῖνας τὰς πεμπομένας ἀπὸ τοῦ αὐγοειδοῦς ἡμῶν πνεύματος ἐπὶ τὰ ὁρατὰ ἀφομοιοῖ ταῖς γραμμαῖς ταῖς ἐν τῇ φαντασίᾳ καὶ ἐν αὐτῷ τῷ πνεύματι τὴν ὑπόστασιν ἐχούσαις· διὸ καὶ αὐτὸς ἐν ἄλλοις ὁ Ἀριστοτέλης ταῖς φυσικαῖς γραμμαῖς
20ὡς μαθηματικαῖς ἔφη κεχρῆσθαι τὸν ὀπτικόν, ὀρθῶς γε τοῦτο ποιοῦντα, καὶ ἐπὶ τὰ προσεχῆ παραδείγματα τὰς εἰκόνας ἐπανάγοντα, ἐπεὶ μηδὲ ἄλλως ἦν γνῶναι τὸ ἀπεικασθέν, εἰ μὴ τῇ πρὸς τὸ αἴτιον τὸ παραδειγματικώτερον ἀναφορᾷ. ὁ δέ γε ἁρμονικὸς καὶ αὐτὸς τοὺς ἐν ὑποκειμένῳ καὶ ἐν ἄλλοις τὴν ὑπόστασιν ἔχοντας ἀριθμοὺς ἐπὶ τοὺς χωριστοὺς ἀναπέμπει, καὶ ποιη‐
25τικοὺς αὐτῶν ὄντας καὶ παραδειγματικούς, ὡς ἐκεῖθεν ἀκριβείας καὶ οὐκ ἀλλαχόθεν μετασχεῖν δυναμένους. ὁμοίως καὶ ὁ μηχανικὸς τὴν ὕλην σχη‐ ματίζων ἐπανάγει πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἐπὶ τὰ ἄυλα σχήματα καὶ ἐν φαντασίᾳ μὲν διαστατῶς, ἐν διανοίᾳ δὲ ἀμερῶς τὴν ὑπόστασιν ἔχοντα· πᾶσαι γὰρ αὗται αἱ μέθοδοι, καὶ εἰ τῇ ὕλῃ προστρέχουσι καὶ πρὸς τὰ
30ἔξω ῥέπουσιν, ἀλλ’ οὖν ὑπὸ τὰς μαθηματικὰς πράττουσαι πρὸς ἐκείνας ἀνα‐ φέρονται καὶ παραδείγμασι κέχρηνται τοῖς ἐκείνων θεωρήμασιν.
32nὭστε εἰ ... ψεύσεται.
33 † Ἐν τούτῳ τοῦτο συμβαίνειν φαμὲν οὐ δι’ ἣν αὐτὸς αἰτίαν ἐπι‐ φέρει, ἀλλ’ ἐπειδὴ μέτεισιν ἀπὸ τοῦ κατατεταγμένου σχήματος ἐπὶ τὸ ἀκατά‐
35τακτον, καὶ ἀπὸ τοῦ μερικοῦ 〈καὶ〉 ἐνύλου ἐπὶ τὸ καθόλου καὶ ἄυλον, ἐν98

99

ᾧ καὶ ἡ ποικιλία τῶν λόγων καὶ τῶν θεωρημάτων ἀναφαίνεται τὸ πλῆθος. ὥσπερ ... ψεῦδος. οὐχ ὅμοιον τοῦτο ἐκείνῳ· τῆς μὲν γὰρ καταγραφείσης τὸ ποσὸν εἰς τὴν πρότασιν οὐ παραλαμβάνεται, τῶν δὲ καθόλου μέμνηται καὶ ἐκ τῶν καθόλου πλέκεται ἡ ἀπόδειξις· ὥστε περὶ αὐτῶν ἐστιν ὁ προηγού‐
5μενος λόγος τῷ μαθηματικῷ καὶ οὐχὶ περὶ τῶν ἐν τοῖς αἰσθητοῖς μεγεθῶν τε καὶ σχημάτων.
7nἌριστα δ’ ἂν ... χωρίσας.
8 Τοῦτο οὔ τι πάντως ἀληθές· τὸ γὰρ ἐν ὑποκειμένῳ ἔχον τὸ εἶναι καὶ μίαν αἰτίαν μὴ ἔχον χωριστὴν ἐν τῷ ὑποκειμένῳ ἂν μᾶλλον ἄριστα
10ὀφθείη· οἷον ἡ Σωκράτους μορφὴ ἐν τῷ Σωκράτους σώματι μᾶλλον ἂν ὀφθείη καὶ ἐναργέστερον ἢ εἴ τις ἀποδιαλαβὼν αὐτὴν καθ’ αὑτὴν ἐπισκέ‐ πτοιτο. καὶ ὅτε δὲ τοῦτο συμβαίνει (συμβαίνει γὰρ ἐπὶ πασῶν ἐν τοῖς σώμασι κοινοτήτων), δι’ οὐδὲν ἄλλο ἡ ἀρίστη κατανόησις αὐτῶν γίγνεται χωριζομένων ἢ διότι ἔχομεν ἑκάστων εἴδη παρ’ ἡμῖν αὐτοῖς, ἅπερ ἀνελίττοντες τὰς περὶ
15ἕκαστον ἐπιστήμας ἀπογεννῶμεν.
16nὍπερ ὁ ἀριθμητικὸς ... τὸ δ’ ὑλικῶς.
17 Ἔνστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν ἐθέλει δια‐ λῦσαι· εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχή‐ ματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν
20τοῖς σώμασι τοῖς αἰσθητοῖς, ἐπειδὴ τὰ τοιαῦτά ἐστιν ἔνυλα, οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως χωριστά· περὶ μὴ ὄντων ἄρα. ὁ δέ φησι περὶ μὴ ὄντων μὲν ἐνεργείᾳ, δυνάμει δ’ ὄντων. πῶς οὖν δυνάμει ἐστὶ ταῦτα καὶ οὐκ ἐνεργείᾳ, διδάσκων τῷ ἀνθρώπῳ χρῆται παραδείγματι, καί φησιν ὅτι ἓν μὲν καὶ ἀδιαίρετον ὁ ἄνθρωπος ἐνεργείᾳ, τουτέστιν ἓν τῷ ὑποκειμένῳ·
25ἀλλ’ ὁ μὲν ἀριθμητικὸς προσελθὼν αὐτῷ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον θεωρεῖ, ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ διαστατὸν ἐπισκέπτε‐ ται· ὑπάρχει γὰρ αὐτῷ καὶ ταῦτα· οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον, ἀλλὰ ταῦτα ἃ ὑπάρχει μὲν αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, ὑπάρ‐ ξειε δ’ ἂν καὶ εἰ μὴ ἦν ἀδιαίρετος· ὥστε ὀρθῶς ἀποφαίνεται τριχῇ αὐτὸν
30εἶναι διαστατὸν καὶ ἐπ’ ἄπειρον τμητὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης λέγει τε καὶ δείκνυσι. πρὸς ἃ ῥητέον, ὅτι πρῶτον μὲν τί τὸ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγον τὸ σχῆμα καὶ τὸ μέγεθος; οὐ γὰρ δὴ τὸ δυνάμει φυλάξας δυνάμει νοεῖ ὁ γεωμέτρης, ἀλλ’ ἐνεργείᾳ αὐτὸ ποιήσας· εἰ δὲ τοῦτο, μορφοῖ αὐτὸ καὶ ἀκριβέστερον ποιεῖ καὶ τελειοῖ. πῶς
35ἂν οὖν δύναιτο ταῦτα ποιεῖν μὴ ἔχων τὰ ἐνεργείᾳ ἐν ἑαυτῷ; σὸν γάρ ἐστιν,
ὦ Ἀριστότελες, ὅτι ὑπὸ μόνου τοῦ ἐνεργείᾳ τὸ δυνάμει τελειοῦται καὶ εἰς99

100

ἐνέργειαν ἄγεται. ἔπειτα δὲ οὐδὲ πάντα ἀπὸ τῶν αἰσθητῶν δύναται λαμ‐ βάνειν ἡ γεωμετρία· πολλὰ γὰρ σχήματα καὶ πάθη θεωρεῖ σχημάτων, ἃ ὁ αἰσθητὸς κόσμος οὐχ ὑποδέδεκται. εἶτα 〈εἰ〉 ἐνεργείᾳ μέν ἐστιν ἐν τοῖς αἰσθητοῖς ταῦτα (οὕτω γὰρ ὁ Ἀφροδισιεὺς τοῦτο τὸ ῥητὸν ἐξηγεῖται), δυνάμει
5δὲ θεωρεῖται καθ’ ἑαυτά, πῶς ἀκριβέστερόν ἐστι τὸ δυνάμει τοῦ ἐνεργείᾳ; ὃ δὴ καὶ εὐλαβηθεὶς ὁ νεώτερος Ἀριστοτέλης ὁ ἐξηγητὴς τοῦ φιλοσόφου Ἀριστοτέλους, ἀνάπαλιν ἔφη λέγειν τὸν φιλόσοφον, δυνάμει μὲν εἶναι ἐν τοῖς αἰσθητοῖς τὸ ἕν, ὃ ἐπισκέπτεται ὁ ἀριθμητικός, καὶ τὸ σχῆμα τὸ γεω‐ μετρικόν, ἐνεργείᾳ δὲ ὑπὸ τῶν ἐπιστημῶν θεωρεῖσθαι. καὶ ἠβουλόμην ἐγὼ
10μᾶλλον οὕτως εἰρῆσθαι τῷ φιλοσόφῳ ὡς 〈ὁ〉 Ἀφροδισιεὺς ἐδοκίμασεν, ἵνα τά τε ἄλλα καθαρωτέρα γίγνηται αὐτῷ ἡ δόξα καὶ σὺν πλείονι παρρησίᾳ λέγειν αὐτὸν ἀπαιτῶμεν, τί τὸ τελειῶσαν τὴν δύναμιν καὶ εἰς ἐνέργειαν περιστῆσαν.
14nἘπεὶ δὲ ... τρόπον τινά.
15 Ἐν τούτοις ἀποτείνεται μὲν πάνυ δεόντως πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα μηδενὸς αὐτὰ καλοῦ ἢ ἀγαθοῦ νομίζων στοχάζεσθαι. καί φησι τοῦ χρησίμου μὲν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ μετεῖναι τοῖς μαθήμασιν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· τοῦ μέντοι καλοῦ
20μάλιστα τοὺς μαθηματικοὺς ἔχεσθαι περὶ τὰ σύμμετρα καὶ ὡρισμένα καὶ εὔτακτα διατρίβοντας· κἂν γὰρ μὴ ὀνομάζωσι τὸ καλὸν ἐν τοῖς συμπερά‐ σμασιν, ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν ἡ πραγματεία πᾶσα συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη· πολλὰ δὲ καὶ ἐν τῇ φύσει τέλος ποιεῖται τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ταῦτα
25τοίνυν ἀποδεξάμενοι τοῦ Ἀριστοτέλους πρῶτον ἀξιώσομεν αὐτὸν εἰπεῖν, πόθεν τὸ καλὸν καὶ τὸ σύμμετρον καὶ τὸ ὡρισμένον ἐπιπρέπει τοῖς μαθή‐ μασι; τὰ μὲν γὰρ αἰσθητά, κἂν οὐράνια ᾖ, μερικώτερον τούτων μετέχει καὶ οὐ σὺν ἀκριβείᾳ τοιαύτῃ, τὰ δὲ νοητὰ κρείττονά ἐστι ταύτης τῆς διαι‐ ρέσεως καὶ ἀνελίξεως τῶν λόγων. λείπεται δὴ οἶμαι μέσην αὐτὰ φύσιν
30ἔχοντα τῶν τε νοητῶν εἰδῶν καὶ τῶν ἐνύλων μεμερίσθαι μὲν μᾶλλον τῶν νοητῶν καὶ διῃρῆσθαι καὶ πεπληθύνθαι, ἡνῶσθαι δὲ τῶν αἰσθητῶν ἐπὶ πλέον καὶ τετάχθαι καὶ μεμετρῆσθαι, καθολικοῖς τισι λόγοις καὶ ἀύλοις εἴδεσι διαπρέποντα καὶ τοῖς αἰσθητοῖς τὴν προσεχῆ διακόσμησιν ἐπιφέροντα. ἐφ’ ἅπασι δὲ τούτοις παρρησιασόμεθα πρὸς αὐτόν, οὐκ ἀλλαχόθεν εὐτέλειαν
35〈ἐγκαλεῖν〉 τοῖς μαθήμασι φήσαντες τοὺς ὑπεριδόντας αὐτῶν ἢ ἐκ τοῦ μὴ δοῦναι αὐτοῖς οὐσίαν ἀφωρισμένην, ἀλλὰ φαντασίας ἀθύρματα τῶν αἰσθητῶν αὐτὰ παρασπωμένης ὑπολαβεῖν εἶναι· ἣν εἰ ἀκυρώσειεν αὐτὸς ὑπόληψιν,
κατεγνωκὼς ἔσται τῶν ἀνεπαισθήτως μὲν ἐσχηκότων τοῦ κάλλους τῶν μαθη‐100

101

μάτων, ἀκολουθότερον δὲ ταῖς ἑαυτοῦ ὑποθέσεσι περὶ αὐτῶν δοξασάντων· περὶ ἀνούσια γὰρ πράγματα καὶ ὑστερογενῆ καὶ τῶν αἰσθητῶν ἀφομοιώματα τί ἂν εἴη κάλλους ἢ τάξεως ἐχόμενον; τὴν γὰρ τῶν εἰκαστῶν ἀμυδρότητα καὶ οὐδένειαν καὶ ἀγνωσίαν εἰς πάντα πάντως, εἰ καὶ μὴ ἀλλαχόθεν, ἀλλ’
5οὖν ἐκ τῶν ἐν τῇ Πολιτείᾳ διαιρέσεων τῆς γραμμῆς ἀκριβῶς κατανενοήκαμεν· εἰς ἃ εἴ τις ἀποπέμψαιτο τὰ μαθήματα ὡς τῶν αἰσθητῶν εἰκόνας ὄντα, ποίαν ἔτ’ ἂν ἀπόδειξιν ἢ τάξιν ἢ ὅρον ἢ κάλλος ἀπονείμειε τῆς πρὸς ἑαυτὸν συμφωνίας ἀντεχόμενος; δήλη μὲν οὖν ἡ ἀνάγκη τοῦ λόγου, κἂν ἡμεῖς μηδὲν ἐπιφέρωμεν· ὅμως δὲ ῥηθεῖσα μᾶλλον ἢ σιωπηθεῖσα γενήσεται
10σαφεστέρα. εἰ μὲν γὰρ ἐκ τῶν αἰσθητῶν τὸ ὑποκείμενον τοῖς μαθήμασιν, οὐδὲν ἔχει κάλλος οὐδὲ εὔτακτον οὐδὲ ὅροις διακεκοσμημένον· τὸ γὰρ ἔσχατον κάλλος καὶ ἡ ἀμυδροτάτη τάξις καὶ οἱ τελευταῖοι ὅροι ἐν τοῖς αἰσθητοῖς ὑπῆρχον· μετὰ δὲ τὴν αἰσθητὴν φύσιν εἴ πέρ τί ἐστιν, ἀκαλλὲς αὐτὸ εἶναι καὶ ἄτακτον ἀνάγκη καὶ ἀόριστον καὶ ἀνούσιον. εἰ δὲ κάλλους καὶ ὅρου
15καὶ ἀναλογιῶν παντοδαπῶν καὶ ποικιλίας θεωρημάτων καὶ θαυμαστῆς τάξεώς ἐστιν ὑποδοχή, κρεῖττόν τε ἂν εἴη καὶ πρεσβύτερον τῶν αἰσθητῶν καὶ τῷ παντὶ τιμιώτερον, ὅσῳ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τῶν ποτὲ μὲν ὧδε ποτὲ δὲ ἑτέρως διακειμένων· καὶ γὰρ εἴ τι ἐν τοῖς αἰσθητοῖς ἀεὶ ὡσαύτως, οὐκ ἀλλαχόθεν ἢ ἐκ τῶν μέσων λόγων τῆς ψυχῆς προσεχῶς
20παραγέγονε.
21nΠερὶ μὲν οὖν ... εἰρήσθω.
22 Εἶναι μὲν αὐτὰ δέδωκεν αἰδούμενος καὶ τὰς ἐν αὐτοῖς ἀποδείξεις καὶ τὴν κοινὴν καὶ ἀδιάστροφον περὶ αὐτῶν ἔννοιαν, ἐξ ἀφαιρέσεως δὲ εἶναι, ὃ ταὐτὸν τῷ ἀμυδρότερον εἶναι καὶ εἰδωλικώτερον τῶν αἰσθητῶν, πρότερα
25δὲ τῷ λόγῳ τῶν αἰσθητῶν, οὐ μέντοι γε τῇ οὐσίᾳ. καὶ περὶ μὲν ὧν αὐτὸς εἶπε, δῆλον οἶμαι γεγενῆσθαι πᾶσι τοῖς ἀγχινουστέροις· εἰ δέ τις αὐτοῖς 〈τοῖσ〉 γνησίοις τῶν Πυθαγορείων συγγένοιτο δόγμασιν, εἴσεται λαμπρῶς καὶ τῆς μαθηματικῆς ἁπάσης ἐπιστήμης τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ τὰς ἐνεργείας, καὶ τίς μὲν αὐτῆς ἡ κοινὴ θεωρία καὶ ἐπὶ πόσα διατείνουσα
30γένη· τίνες δὲ ἀρχαὶ τῶν οἷον μαθημάτων, καὶ τίνι διαφέρουσι τῶν ἄλλων ἀρχῶν οἷαι ἑτέρων οὐσιῶν ἀρχαί, πῶς τε κοινὴν τὴν αἰτίαν αἱ τοιαῦται παρέχονται πρὸς ὅλα τὰ μαθήματα· τίνες δὲ πάλιν αἱ ἴδιαι ἑκάστων ἀρχαὶ τῶν μαθημάτων, οἷον ἀριθμῶν σχημάτων ἁρμονίας, καὶ τίνα ἔχουσαι τὴν καθ’ ἑαυτὰς ἰδιότητα καὶ τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν πρὸς πάσας
35τὰς ἄλλας ἀρχὰς τῶν ὅπως ποτὲ ὄντων· τίνα κοινῶς ὑπόκειται τοῖς μαθή‐ μασι, περὶ ἃ ποιοῦνται τὴν πραγματείαν οἱ Πυθαγόρειοι, καὶ πῶς ἔνεστι
περὶ αὐτὰ καθόλου τὴν θεωρίαν ποιεῖσθαι· τίς ἀρίστη χρῆσις τῆς περὶ τὰ101

102

μαθήματα σπουδῆς καὶ πρὸς τί τέλος ἀναφέρειν δεῖ τὴν ἀρίστην περὶ αὐτὰ πραγματείαν καὶ τί ἑκάστῃ τῶν μαθηματικῶν ἐπιστημῶν ὑπόκειται οἰκεῖον ἐπιστητόν· τί τὸ κοινὸν κριτήριον τῶν μαθημάτων πάντων, καὶ πῶς ἀπὸ τῆς τομῆς εὑρίσκεται τῆς γραμμῆς, ἣν Ἀρχύτας παραδίδωσι, πότερον ἐν
5ψυχῇ πρώτῃ τῶν μαθημάτων ἡ ὡρισμένη οὐσία ἢ καὶ πρὸ ψυχῆς, ἐπειδὴ ψυχὴ μὲν κίνησις, ταῦτα δὲ ἀκίνητα· ὅτι τοὺς κυρίους μαθηματικοὺς λόγους ἡ τῆς ψυχῆς οὐσία πλήρωμα ἑαυτῆς ποιεῖται, καθὰ καὶ Πλάτων καὶ πρὸ Πλάτωνος Τίμαιος ὁ Πυθαγόρειος ἀνέδειξε· τί τὸ ἔργον τῆς μαθηματικῆς θεωρίας καὶ πῶς παραγίγνεται καὶ πῶς σύμφωνόν ἐστι καὶ τῷ τῆς μαθη‐
10ματικῆς ὀνόματι, ἅτε τὴν ὅλην ἀνάμνησιν ἡμῖν τῶν εἰδῶν ἐμποιοῦν· τίνες αἱ δυνάμεις τῆς μαθηματικῆς ἐπιστήμης καὶ τίνας ἔχουσι τάξεις ἐν ἑαυταῖς καὶ κατὰ πόσας διαφορὰς διαιροῦνται καὶ ποσαχῶς νοοῦνται· τίνα στοιχεῖα καὶ γένη τῆς μαθηματικῆς ἐπιστήμης, καὶ πῶς μὲν στοιχεῖα πῶς δὲ γένη τὰ αὐτὰ καθ’ ὁμοιότητα τῶν τοῦ ὄντος γενῶν, τίνι τε διέστηκε ταῦτα τῶν
15τε νοητῶν καὶ τῶν γενητῶν οὐσιῶν· περὶ ὁμοιότητος καὶ ἀνομοιότητος τῆς μαθηματικῆς τίνες τέ εἰσι καὶ ἐπὶ πόσον διατείνουσι πῇ τε διαφέρουσι τῶν τε νοητῶν καὶ αἰσθητῶν ὁμοιοτήτων τε καὶ ἀνομοιοτήτων· πῶς διήκει πρὸς πᾶσαν φιλοσοφίαν ἡ τῶν μαθημάτων γνῶσις· πόσα ταῖς τέχναις ἀγαθὰ συμβάλλεται ταῖς τε ὅλαις καὶ ταῖς κατὰ μέρος διωρισμέναις, ὥσπερ ταῖς
20θεωρητικαῖς καὶ νοητικαῖς καὶ πρακτικαῖς· τίς ἡ τάξις τῆς ἐν τῇ μαθη‐ ματικῇ ἀγωγῆς, καὶ εἰ τήν τε κατὰ φύσιν ἔχει τάξιν καὶ τὴν πρὸς μάθησιν, καὶ εἰ συμφωνεῖ ἑκατέρα τάξις πρὸς τὴν ἑτέραν· τίνες οἱ ἴδιοι τρόποι τῆς Πυθαγορικῆς παραδόσεως τῶν μαθημάτων, καὶ πῶς αὐτοῖς ἐχρῶντο καὶ πρὸς τίνας, καὶ ὅτι τὸ οἰκεῖον προσέφερον ἀεὶ τοῖς τε πράγμασι καὶ τοῖς
25μανθάνουσι· τίς ἡ κατὰ τοὺς Πυθαγορείους διαίρεσις τῆς ὅλης μαθη‐ ματικῆς ἐπιστήμης εἰς γένη τε καὶ εἴδη τὰ κυριώτατα· τίς ἡ ὁριστικὴ τῆς μαθηματικῆς μέθοδος καὶ πῶς γιγνομένη, τί τε ὄφελος εἰς ἐπιστήμην συμ‐ βάλλεται, 〈καὶ〉 τίς ἡ ἀποδεικτική, καὶ πότερον ἀφ’ ἑαυτῆς ἢ ἄλλοθεν ταύ‐ την κομίζεται· τίνες ἀρχηγέται τῆς κατὰ Πυθαγόραν μαθηματικῆς προηγή‐
30σαντο· τίς ἡ ἰδιάζουσα κατ’ ἐκεῖνο τὸ διδασκαλεῖον ἐγένετο μελέτη τῆς μαθηματικῆς· τί ἀπαιτεῖν χρὴ παρὰ τοῦ μαθηματικοῦ τοῦ ὄντως πεπαιδευ‐ μένου, καὶ πῶς δεῖ κρίνεσθαι αὐτοῦ τὴν θεωρίαν καὶ ἐκ τίνων ὅρων τὴν ὀρθότητα παραλαμβάνεσθαι· πῶς ἐνίοτε καὶ περὶ τῶν πρώτων νοητῶν καὶ περὶ τῶν αἰσθητῶν μαθηματικῶς διαλεγόμεθα καὶ διὰ τί τοῦτο πέφυκε
35γίγνεσθαι. Ταῦτα δὴ πάντα καὶ πρὸς ἔτι τούτοις τὰς καθ’ ἑκάστην θεωρίαν τῶν μαθημάτων ἀποδείξεις παρ’ αὐτῶν τις τῶν ἡγεμόνων τῆς μαθηματικῆς ἐπιστήμης ὑποδεξάμενος καὶ πείρᾳ μαθών, ὅπως ἐξ αὐτῶν ὄργανόν τι τῆς
ἑκάστου ψυχῆς ἐκκαθαίρεταί τε καὶ ἀναζωπυρεῖται, ἀπολλύμενον καὶ τυφλού‐102

103

μενον ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων, αἰσχυνθείη ἂν τὸ σῶζον ἡμᾶς καὶ οὕτω γλαφυρὸν καὶ λόγοις ἐπιστημονικοῖς καὶ νοεροῖς [καὶ] διαπεποικιλμένον τῆς θεωρίας εἶδος εἰς ἀνούσιον καθέλκειν ὑποκείμενον. εἰ δέ τινι καὶ τῆς ἀνελίξεως καὶ διεξοδικωτέρας ὑφηγήσεως
5ὧν ἀνεγράψαμεν προβλημάτων ἔρως ἐνέστακται φιλομαθής, ἐντυχὼν οὗτος ταῖς τε Νικομάχου συναγωγαῖς τῶν Πυθαγορείων δογμάτων καὶ ταῖς τοῦ θείου Ἰαμβλίχου περὶ αὐτῶν τούτων πραγματείαις ἀποπλήσει τὸν ἔρωτα, τοῦ μὲν ἱστορικῶς ἅπαντα καὶ φιλαλήθως ἀφηγουμένου, τοῦ δὲ κατασκευαῖς καὶ ἀποδείξεσι καὶ νοερωτέραις ἐπιβολαῖς αὐτὰ διακοσμήσαντος, δῆλον δὲ
10ποτέρου ποτέρως. καὶ περὶ μὲν τῶν μαθημάτων ἅ τε εἶπεν Ἀριστοτέλης καὶ ἃ πρὸς αὐτὸν ἡμεῖς διομολογούμεθα, μέχρι τούτων ἀρκέσει πρὸς τὸ παρόν· λοιπὸν δὲ ὡς πρὸς τὰς ἰδέας ἠπόρησεν ἐπισκεψώμεθα.
13tΟ ΠΕΡΙ ΤΩΝ ΙΔΕΩΝ ΛΟΓΟΣ.
14nΠερὶ δὲ τῶν ἰδεῶν ... εἶναι.
15 Ἐπειδὴ καὶ ἀριθμοὺς εἰδητικοὺς ὁ Πλάτων ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς Πυθαγορείοις, πρότερον, φησίν, ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν, μηδὲν ἐπιμεμνημένοι τῶν ἀριθμῶν, εἴτε εἰσὶ τοιοῦτοι ἀριθμοὶ εἴτε μή, ἀλλ’ εἰς αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες τῶν πρώτων θεμένων τοῖς χωριστοῖς εἴδεσι ταύτην τὴν προσηγορίαν. καίτοι μέλλοντι τὰ ὑπ’ ἐκείνων νοηθέντα δικαίως
20βασανίζειν οὐδὲν ἔδει τῆς τοιαύτης διαιρέσεως· οὐ γὰρ κατ’ ἄλλο μὲν ἰδέα κατ’ ἄλλο δὲ ἀριθμὸς εἰδητικὸς κατονομάζεται, ἀλλ’ εἴπερ ὑγιὲς τὸ “ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν”, οὐκ ἄδηλον ὅτι κατὰ τὸ παραδειγματικὸν ἰδίωμα καὶ ὁ ἀριθμὸς κέκληται καὶ μάλιστα πάντων ὁ εἰδητικός. εἰ δὲ καὶ ἀπὸ τῆς τῶν ὀνομάτων δυνάμεως ἐθέλοι τις αὐτὸ συνιδεῖν, παντὶ προὖπτον ὡς
25ἥ τε ἰδέα συνεξομοιοῦσα ἑαυτῇ τὰ μετέχοντα καὶ εἴδους καὶ τάξεως καὶ κάλλους καὶ ἑνώσεως αὐτοῖς μεταδιδοῦσα τούτου τετύχηκε τοῦ ὀνόματος, ἅτε τὸ αὐτὸ μὲν εἶδος ἀεὶ διασώζουσα, ἐπὶ πλεῖστα δὲ ὅσα τὴν ἑαυτῆς ἐφαπλοῦσα δύναμιν καὶ τὸ αὐτὸ εἶδος διαιωνίως τοῖς μετέχουσιν ἐπιφέρουσα· ὅ τε ἀριθμὸς ἁρμονίας καὶ φιλίας τοῖς πᾶσιν ἐξηγούμενος ταύτης τετύχηκε
30τῆς προσρήσεως· ἄρσαι μὲν γὰρ τὸ ἁρμόσαι καλοῦσιν οἱ παλαιοὶ (“ἐν δὲ σταθμοὺς ἄρσε”) καὶ ἀνάρσιον τὸ ἀνάρμοστον, καὶ ἀρθμὸν τὴν φιλίαν·
“ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσιν”. ἐξ ὧν ἁπάντων ὁ ἀριθμὸς κέκληται103

104

μετρῶν πάντα καὶ ἁρμόζων καὶ φίλα ποιῶν, ὅπερ τῆς εἰδητικῆς αἰτίας ἴδιον εἶναί φαμεν. ἀλλὰ ταῦτα μὲν ἔξωθεν προσπαρειλήφθω, τοσοῦτον δὲ προειπόντες, ὅτι πλειόνων ἐγκλημάτων ἀφορμὰς ἑαυτῷ προπαρασκευάζων προδιεῖλε τὰ σκέμματα, κατακολουθήσωμεν οἷς ἐφεξῆς ἀναγράφει περὶ τῶν
5ἰδεῶν.
6nΣυνέβη ... ἰδέας προσηγόρευσαν.
7 Ἐν τούτοις τὸ μὲν ἐκ τῆς τῶν Ἡρακλειτείων δόξης ἐπὶ τὴν περὶ ἰδεῶν ὑπόληψιν ἐλθεῖν τοὺς θείους ἄνδρας ψευδῶς εἴρηται· οὔτε γὰρ Ἡρακλείτῳ τέλεον ὁμογνωμονοῦσι περὶ τῶν αἰσθητῶν οἱ ἀμφὶ Σωκράτη καὶ Πλάτωνα,
10ὡς δηλοῖ καὶ ὁ Θεαίτητος καὶ τὰ ἐν Κρατύλῳ ῥηθέντα· οὔτε διὰ τὸ ταῦτα ῥεῖν ἐπὶ τὰς ὡρισμένας τῶν ὄντων ἦλθον αἰτίας, ἀλλὰ τοὐναντίον καὶ τὸ τούτων συγκεχυμένον καὶ ἄστατον καὶ ἀβέβαιον καὶ πλημμελὲς ἐκ τῆς οὐσίας ἐκείνης ὑπελάμβανον διακρίσεως καὶ ταὐτότητος καὶ μονίμου καταστάσεως καὶ εὐταξίας μεταλαγχάνειν, καθ’ ὅσον αὐτῷ θέμις ἦν ὑπ’ ἐκείνης κοσμεῖσθαι
15τῆς αἰτιωτάτης τῶν ὅλων ἀρχῆς. τὸ δὲ μὴ εἶναι τῶν ῥεόντων ἐπιστήμην οὐ μόνον Πλάτωνι καὶ Σωκράτει καὶ τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ αὐτῷ δοκεῖ τῷ ταῦτα γράφοντι· ἀλλὰ μηδὲ τῶν καθ’ ἕκαστα· 〈ἃ〉 εἴτε ῥέοι κατὰ πᾶν, ὡς ὁ Ἡρακλείτου λόγος, εἴτε γίγνοιτο μὲν ἀεὶ καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν, ὡς Πλάτων
20ἐθέλει, εἴτε καὶ ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωικοί φασιν, ὅμως τό γε ἐπιστήμην εἶναι τῶν ἀτόμων παρὰ πᾶσίν ἐστιν ἀπεγνωσμένον, εἰ μή τις ἐπιστήμην ἐθέλοι καλεῖν τὴν αἴσθησιν. Ἀλλ’ ἵνα τὰ πολλὰ παρῶ, τὸ Δημόκριτον μὲν μόνον ἐπὶ βραχὺ
25τῆς ὁριστικῆς ἧφθαι, τοὺς δὲ Πυθαγορείους ἀντὶ τῶν ὅρων ὀνόματα τίθεσθαι τοῖς πράγμασιν ἀριθμῶν, τὸν μὲν καιρὸν ἑπτάδα, τὸ δὲ δίκαιον πεντάδα, τὸν δὲ γάμον ἑξάδα καλοῦντας, τὸ Σωκράτει τὴν μὲν ἀρχὴν τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπονεῖμαι, μὴ πᾶσαν δὲ τὴν θείαν καὶ ἀναγωγὸν τῶν ψυχῶν διαλεκτικήν, τὸ τὴν κατ’ αὐτὸν διαλεκτικὴν **
30ὁ Πλάτων καλεῖ μὴ ἔχειν ἐπὶ Σωκράτους καὶ Πλάτωνος ἰσχὺν τῶν πάντας καταγωνισαμένων τοὺς παραλογιστικοὺς καὶ διαστρόφους σοφιστάς—ἵν’ οὖν ταῦτα παρῶ, ἐπεὶ μηδ’ αὐτὸς προηγούμενον νυνὶ περὶ αὐτῶν λόγον κατεβάλλετο, τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν, λέγω δὲ τὸ Σωκράτη μὲν διὰ τοὺς ὁρισμοὺς ἐπὶ τὰ καθόλου ἐλθεῖν καὶ ταῦτα ποιεῖν ἀχώριστα, Πλάτωνα
35δὲ τὴν Σωκράτους ἀγνοήσαντα ἢ παραβαίνοντα τῶν καθόλου χρῆσιν ἐξῃρη‐ μένην αὐτοῖς οὐσίαν παρασχεῖν, τῶν εἰρημένων ἁπάντων εἶναί μοι δοκεῖ τὸ σχετλιώτατον· οὔτε γὰρ Σωκράτης τὰ ὁριστὰ μόνα ᾤετο εἶναι καθόλου,
ἀλλὰ πρὸ τούτων ἔτι τοὺς ἐν τῇ ψυχῇ λόγους, ὡς δηλοῖ Πλάτων ἔν τε104

105

Φαίδρῳ καὶ Φαίδωνι καὶ ποῦ γὰρ οὐχί, δίκαιος ὢν καὶ ἀξιοπιστότατος ἀν‐ θρώπων ἁπάντων τὰ Σωκράτους ἡμῖν ἀπαγγέλλειν· οὔθ’ ὁ παρ’ ἐκείνου τὴν φιλοσοφίαν ὑποδεξάμενος ἢ παρέβη ἄν τι τῶν ὑπὸ τοῦ διδασκάλου διατετα‐ γμένων ἢ παραβαίνων αὐτῷ ἐκείνῳ περιετίθει τὰ μηδὲν αὐτῷ προσήκοντα
5δόγματα, μᾶλλον δὲ τὰ ὑπεναντίως ἔχοντα πρὸς τὴν ἐκείνου πραγματείαν. νυνὶ δὲ καὶ ἐν Πολιτείᾳ κατὰ τὸ δέκατον βιβλίον παραδέδωκεν αὐτὸν τὰ χωριστὰ εἴδη τὰ ἐν τῷ θείῳ κείμενα πρεσβεύοντα, καὶ ἐν Φαίδρῳ καθορᾶν τὰς ἀναγομένας ψυχὰς λέγοντα αὐτὴν μὲν δικαιοσύνην, αὐτὴν δὲ σωφροσύνην καὶ ἔτι αὐτὴν ἐπιστήμην, καὶ ἐν Φαίδωνι διὰ τῆς τῶν εἰδῶν ὑποθέσεως
10τῶν χωριστῶν τὴν ἀθανασίαν τῆς ψυχῆς κατασκευάζοντα. καὶ οὐδὲ ἀπὸ Σωκράτους ἦρχθαι ταύτην τὴν θεωρίαν φησὶν ὁ φιλόσοφος, ἀλλ’ ἄνωθεν ἀπὸ Πυθαγόρου καὶ τῶν ἀρχηγετῶν τοῦ Ἐλεατικοῦ διδασκαλείου. ὅ τε γὰρ Τίμαιος Πυθαγόρειος ὢν οὐκ ἀλλαχόθεν διακοσμεῖ τὴν γένεσιν ἢ ἀπὸ τῶν εἰδῶν τῶν χωριστῶν, κατασκευάζων καὶ ὅτι ἔστι καὶ ὅτι αἴτια τῶν τῇδε·
15ὅ τε Παρμενίδης οὐδ’ ὅποι τις τρέψει τὴν διάνοιαν ὑπολελεῖφθαί φησι μὴ ὄντων τῶν εἰδῶν. ἔν τε τῷ Σοφιστῇ τοὺς πρὸς τοὺς τῶν εἰδῶν φίλους ἀποτεινομένους Γίγασιν ἀφομοιοῖ ὡς Ὀλυμπίαις δηλαδὴ ψυχαῖς καὶ μετεωροπο‐ ρούσαις ἀνθισταμένους. Ἀλλ’ ἵνα μὴ νῦν περὶ τὴν ἱστορίαν φανερὰν οὖσαν διατρίβωμεν, ῥητέον
20ἕνα λόγον περὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν Παρμενιδείων τε καὶ Πυθαγορείων πρὸς αὐτόν, ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωικῶν ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τὰ καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ λεγομένων),
25οὔτε τοῖς λεκτοῖς τοῖς πολυθρυλήτοις ἀνάλογον τῷ νῷ παρυφίσταται, ὡς ᾑρεῖτο Λογγῖνος πρεσβεύειν· οὐδὲν γὰρ ὅλως παρυφίσταται τῷ νῷ, εἴπερ ἀνούσιόν ἐστι τὸ παρυφιστάμενον· πῶς δ’ ἂν τὸ αὐτὸ νοητόν τε εἴη καὶ παρυφίσταιτο; οὐ μὴν οὐδ’ ἐννοήματά εἰσι παρ’ αὐτοῖς αἱ ἰδέαι, ὡς Κλεάν‐ θης ὕστερον εἴρηκεν, οὐδ’, ὡς Ἀντωνῖνος μιγνὺς τὴν Λογγίνου καὶ Κλεάνθους
30δόξαν, τῷ νῷ παρυφίστανται κατὰ τὰς ἐννοητικὰς ἰδέας. οὐ μὴν οὔτε ὁ ὁριστικὸς λόγος οὔτε τὸ ἔνυλον εἶδος καὶ τὸ ὁριστόν ἐστιν ἡ ἰδέα, ὡς ἐν τούτοις καὶ ἐν ἄλλοις ὁ Ἀριστοτέλης φησὶν οἰηθῆναι τὸν Σωκράτην· τὰ μὲν γάρ ἐστιν ἐν συνθέσει καὶ διαιρέσει καὶ πλήθει καὶ ῥέπει πρὸς τὴν γένεσιν καὶ τὴν ὕλην, τὰ δὲ εἴδη τελέως ἁπλᾶ καὶ ἀμερῆ καὶ μονοειδῆ καὶ ἀγένητα
35καὶ ἄυλα. καὶ τί θαυμαστόν, εἰ τὰ τοσοῦτον ἀλλήλων διεστῶτα χωρίζομεν ἀπ’ ἀλλήλων; ὅπου γε μηδὲ Πλούταρχον καὶ Ἀττικὸν καὶ Δημόκριτον τοὺς Πλατωνικοὺς κατ’ αὐτὸ τοῦτο ζηλοῦμεν, ὅτι γε τοὺς καθόλου λόγους τοὺς ἐν οὐσίᾳ τῇ ψυχικῇ διαιωνίως ὑπάρχοντας ἡγοῦνται εἶναι τὰς ἰδέας· εἰ γὰρ καὶ χωρίζουσιν αὐτὰς τῶν ἐν τοῖς αἰσθητοῖς κοινοτήτων, ἀλλ’ ὅμως οὐ
40χρὴ συμφύρειν εἰς ταὐτὸ τοὺς τῆς ψυχῆς λόγους καὶ τὸν ἔνυλον καλού‐105

106

μενον νοῦν τοῖς παραδειγματικοῖς καὶ ἀύλοις εἴδεσι καὶ ταῖς δημιουργικαῖς νοήσεσιν· ἀλλ’ ὥσπερ ὁ θεῖος Πλάτων τὸ μὲν ἡμέτερον εἰς ἓν λογισμῷ συναιρεῖσθαί φησι καὶ ἀνάμνησιν εἶναι ὧν ἐθεασάμεθά ποτε συμπορευθέντες θεῷ, τὸ δὲ θεῖον ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχειν, οὕτω καὶ αὐτοὺς διαι‐
5ρεῖν, ἔστ’ ἂν ἐθέλωσιν εἶναι Πλατωνικοί. παραφέρεται δὲ καὶ Βοηθὸς ὁ περιπατητικὸς ἐκ τῶν παρὰ τῷ Ἀριστοτέλει κατηχήσεων εἰς ταὐτὸν ἄγων τοῖς γενικοῖς τὰς ἰδέας· ᾧ καὶ τὸν Κορνοῦτον συντάττειν εὔλογον, οὐ πόρρω καὶ αὐτὸν ταύτης ὑπενεχθέντα τῆς δόξης· εἴτε γὰρ πρότερα τὰ γενικὰ τῶν καθ’ ἕκαστα, οὐχ οὕτω πρότερα ὡς ἐξῃρημένα τῆς πρὸς αὐτὰ σχέσεως
10οὐδ’ ὡς τῆς οὐσίας αὐτῶν αἴτια, ἅπερ ὑπάρχει ταῖς ἰδέαις· εἴτε δεύτερα, καθάπερ καὶ οἱ πολλοὶ λέγειν εἰώθασι, πότε τὰ ὑστερογενῆ καὶ ἀνούσια καὶ ἐν ψιλαῖς ἐπινοίαις γιγνόμενα τὴν τῶν δημιουργικῶν καὶ ἀγαθουργῶν εἰδῶν ἀξίαν ὑπενεγκεῖν δυνήσεται; Πῶς οὖν κατ’ αὐτοὺς ὑφέστηκε τὰ εἴδη τοὺς 〈τῆσ〉 ἀληθείας φιλοθεά‐
15μονας; νοητῶς μὲν καὶ τετραδικῶς ἐν τῷ αὐτοζῴῳ, νοερῶς δὲ καὶ δεκα‐ δικῶς ἐν 〈τῷ〉 δημιουργικῷ νῷ· “πρόεισι” γὰρ ὁ θεῖος ἀριθμὸς
“μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστ’ ἂν ἵκηται
τετράδ’ ἐπὶ ζαθέην, ἣ δὴ τέκε μητέρα πάντων
πανδεχέα πρέσβειραν ὅρον περὶ πᾶσι τιθεῖσαν
20
ἄτροπον ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνὴν
ἀθάνατοί τε θεοὶ καὶ γηγενέες ἄνθρωποι.” λέλεκται μὲν οὖν πᾶν τὸ ἀληθὲς Πυθαγορείως τε καὶ Ὀρφικῶς· εἰ δὲ χρὴ συνηθέστερον εἰπεῖν, νοῦς αὐτάρκης καὶ παντελὴς αἴτιος τῶν ὅλων προτε‐ τάχθω· τούτου δὲ τὸ θειότατον καὶ ἄχραντον τῶν ἐνεργειῶν ἀκήρατον
25φυλαττέσθω πρός τε δημιουργίαν καὶ τὴν ἀγαθουργὸν πρόνοιαν τῶν ἐγκο‐ σμίων πραγμάτων. οὗτος οὖν κατὰ τὰς νοήσεις πλήρης ὢν τοῖς εἴδεσιν ἐξορίζει μὲν τὸ ἀναίτιον καὶ τὸ αὐτόματον τῆς ἑαυτοῦ ποιήσεως, πάντων δὲ ἀγαθῶν καὶ καλῶν τοῖς δημιουργήμασι μεταδιδοὺς πρὸς ἑαυτὸν ἐπιστρέφει τὸ πᾶν καὶ ἑαυτῷ συνεξομοιοῖ καὶ τοιαῦτα καὶ τοσαῦτα δημιουργεῖ, οἷα
30καὶ ὅσα νοεῖ· νοεῖ δὲ πάντα παντελὴς ὤν. οὐδὲν ἄρα τῶν ὄντως ὄντων ἀπολείπεται τῆς οὐσίας τοῦ νοῦ, ἀλλ’ ἱδρύει ἀεὶ τὰ εἴδη ἐν αὑτῷ οὐχ ἕτερα ὄντα παρ’ αὐτὸν καὶ τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ συμπληροῦντα αὐτοῦ τὸ εἶναι καὶ τὴν ποιητικὴν αἰτίαν ὁμοῦ καὶ παραδειγματικὴν καὶ τελικὴν
τοῖς πᾶσιν ἐπιφέροντα· καὶ γὰρ ποιεῖ ὡς νοῦς, καὶ παραδείγματά ἐστιν ὡς106

107

εἴδη, καὶ δι’ ἑαυτὰ ποιεῖ καὶ τὴν ἑαυτῶν ἀγαθότητα. πρὸς οὖν τὰ τοιαῦτα χρὴ διαμάχεσθαι τὸν ἀληθῶς ἀντιλέγοντα τοῖς τῶν εἰδῶν ἐρασταῖς, ἀλλὰ μὴ κενὰς αἰτίας καὶ ὑποθέσεις ἀναπλάττοντα πρὸς ταύτας σκιαμαχεῖν.
4nὭστε συνέβαινεν ... λεγομένων.
5 Αἱ μὲν ἰδέαι καθόλου τέ εἰσιν, εἰ δεῖ καθόλου λέγειν τὰς τῶν εἰδικωτά‐ των λόγων αἰτίας, καὶ ἐπὶ πᾶν ἀμερίστως φθάνουσι ταῖς δημιουργίαις. οὐ μὴν πάντων τῶν ἐν ἐπινοίαις ὄντων καθόλου φασὶν ἰδέας οἱ ἄνδρες εἶναι· οὔτε γὰρ τῶν κακῶν ἢ αἰσχρῶν, ἐπειδὴ στερήσει μᾶλλον καὶ ἀποστάσει τῶν εἰδῶν ταῦτα παρυφίσταται τῇ φύσει, διὸ καὶ παρὰ φύσιν ἔχειν λέγεται·
10οὔτε τῶν ἀποφάσεων, ἀναιρετικὰ γὰρ ταῦτα τοῦ ὅρου καὶ τοῦ πέρατος τοῦ παρὰ τῶν εἰδῶν ἐνδιδομένου τοῖς πᾶσι, καὶ ἅμα ὑλικόν ἐστι μᾶλλον τὸ τῆς ἀοριστίας πάθος ἤπερ εἰδητικόν· οὔτε τῶν ἄλλοτε ἄλλως ἐχόντων· ταῦτα γὰρ ἐκ κινουμένης αἰτίας τὸ τρεπτὸν καὶ μεταβλητόν, ἀλλ’ οὐκ ἐκ τῆς ἀκινήτου καὶ σταθερᾶς τῶν εἰδῶν ἐλλάμψεως ὑποδέχεται. ἀλλ’ οὐδὲ τῶν
15μερῶν ὅσα μὴ καὶ ὅλα ἐστὶν ἰδέας ἀπολιμπάνουσιν, οἷον χειρὸς ἢ κεφαλῆς ἢ δακτύλων ἢ ῥινός· ὁλοτελεῖς γὰρ οὖσαι τῶν πραγμάτων αἰτίαι τὰ ὅλα εἴδη παράγουσιν οὐ διῃρημέναι περὶ τὰ τούτων μόρια κατὰ τοὺς τῆς φύσεως λόγους. οὐ μὴν οὐδὲ τῶν πρώτως τοῖς σώμασι συμβεβηκότων ἐν νῷ τὰς διωρισμένας αἰτίας ἀπετίθεντο, γλυκύτητος φέρε καὶ λευκότητος· ἀρκεῖν
20〈γὰρ〉 ᾤοντο τοὺς φυσικοὺς λόγους πρὸς τὴν τῶν συμβεβηκότων τοῖς σώμασιν ποίησιν. οὐ μὴν οὐδὲ τῶν συνθέτων, οἷον ἀνθρώπου σοφοῦ· ἁπλᾶ γὰρ ὄντα τὰ εἴδη ἁπλῆς ἕκαστον οὐσίας ἐξηγεῖται, τὸ δὲ μετασχὸν διαφόρων εἰδῶν κινεῖ τὴν διάνοιαν ἡμῶν εἰς τὸ συντιθέναι τόδε τῷδε ἢ διαιρεῖν ἀπὸ τοῦδε τόδε· περὶ ὃ τοίνυν κατάφασις καὶ ἀπόφασις, περὶ τοῦτο καὶ
25σύνθεσις καὶ διαίρεσις· τὰ δὲ εἴδη καὶ ἡ τοῖς εἴδεσι σύστοιχος νόησις ἁπάν‐ των τούτων ἐξῄρηται δι’ ἁπλότητος ὑπερβολήν. οὐ τοίνυν οὐδὲ τῶν ἐξ ἀνομοιογενοῦς συμπλοκῆς ἐχόντων τὴν γένεσιν, οὐδὲ τούτων εἴδη θετέον εἶναι, οἷον γίννων καὶ ἡμιόνων καὶ τῶν ἀπὸ διαφόρων δένδρων συμφυο‐ μένων· ὑστερογενῆ γὰρ πάντα ταῦτα καὶ ἐπεισοδιώδη καὶ οὐ μόνης φύσεως
30ἔργα, οὐδ’ ὅλως κατὰ τοὺς ἑαυτῆς ὁδευούσης λόγους, ἀλλ’ οἷον ἀδικου‐ μένης καὶ † μετευομένης καὶ πολυπραγμονεῖν ἀναγκαζομένης. δῆλον τοίνυν ἐκ τούτων, ὅτι καὶ πᾶσα τέχνη μιμουμένη τὴν φύσιν καὶ πρὸς μόνον τὸν θνητὸν βίον συντέλειάν τινα παρεχομένη τῆς τῶν εἰδῶν αἰτίας ἀπο‐ λείπεται. οὐ μὴν οὐδ’ ὅσα ψυχικῆς ἔχεται προαιρέσεως ἔργα οὐδ’ ὅσα
35κατὰ συνδρομὴν πλειόνων αἰτίων ἀποτελεῖται, ἃ δὴ κατὰ τύχην ὀνομάζειν εἰώθαμεν, οὐδὲ ταῦτα τῆς τῶν εἰδῶν αἰτίας ἐξάπτομεν· τὰ γὰρ ἐκεῖθεν ἀπο‐ τελούμενα ἀεί τέ ἐστι καὶ ὡσαύτως ἔχει καὶ τῆς τῶν ἐνδεχομένων ἐξῄρηται
φύσεως. λείπεται τοίνυν τῶν καθόλου καὶ τελείων οὐσιῶν εἶναι τὰς ἰδέας107

108

καὶ τῶν συντελούντων πρὸς τὴν κατὰ φύσιν διάθεσιν τούτων τῶν οὐσιῶν, οἷον ἀνθρώπου καὶ εἴ τι ἀνθρώπου τελειωτικόν, σοφίας φέρε καὶ ἀρετῆς· αἰτίαι γὰρ οὖσαι γεννητικαὶ καὶ τελεσιουργοὶ πάντων αἱ ἰδέαι καὶ ὑφιστᾶσι τὰς οὐσίας καὶ τελειοῦσι πρὸς ἑαυτὰς ἐπιστρέφουσαι. δῆλον ἄρα ὅτι καὶ
5τῆς οὐσίας αὐτῶν καὶ τῆς τελειότητος τὴν αἰτίαν ἐν ἑαυταῖς προειλήφασιν. ἔχομεν οὖν ὡς ἐν ἐλαχίστοις, τίνων μέν εἰσι παρ’ αὐτοῖς ἰδέαι, τίνων δὲ οὔκ εἰσι, καὶ ὅτι οὐ πάντων εἰσὶ τῶν οὕτω καθόλου καθάπερ ὁ κατήγορός φησι.
8nΚαὶ παραπλήσιον ... προῆλθον.
9Τὸ μὲν πρότερον σκῶμμά ἐστι καὶ οὐκ ἔλεγχος, τὸ δὲ δεύτερον εἴρηται
10μὲν ὡς ἐκείνων ἰδέας διδόντων καὶ τοῖς συμβεβηκόσιν· εἰ οὖν ἑκάστῳ ἡμῶν πολλὰ συμβέβηκε, πλείω τῶν καθ’ ἕκαστα τὰ εἴδη. ψεῦδος δέ ἐστι τὸ ῥηθέν· οὔτε γὰρ τῶν καθ’ ἕκαστα εἴδη ἐστὶ κατὰ τοὺς ἀκριβεστέρους τῶν Πλατωνικῶν οὔτε τῶν συμβεβηκότων τοῖς σώμασι. ῥητέον δὲ καὶ πρὸς τὸ σκῶμμα, ὅτι μηδὲ τοὺς ἵππους ἀριθμῆσαι δυνατόν, εἰ μὴ τὸν μοναδικὸν
15ἀριθμὸν ἀναλογισαίμεθα ἕτερον ὄντα παρὰ τὸν τῶν ἀριθμητῶν. ὅλως δὲ εἰ μὴ μέλλοιμεν ὑλικὰς αἰτίας ** ἀλλὰ τὰς πρωτουργοὺς καὶ τῶν ἀποτε‐ λεσμάτων ἐξῃρημένας, ἀνάγκη μεταβαίνειν ἐφ’ ἑτέρας φύσεις, αἳ διαιωνίως καὶ ἀκινήτως καὶ αὐτῷ τῷ εἶναι τὰ πάντα κόσμου καὶ τάξεως πληροῦσαι τὴν αἰτίαν τῶν γιγνομένων ἐν ἑαυτοῖς περιέχουσιν, ἐλάττους μὲν ἀριθμῷ
20τῶν ἐγκοσμίων οὖσαι πραγμάτων, ἅτε τῷ ἑνὶ γειτνιῶσαι καὶ προσεχῶς ἀπὸ τῆς μονάδος προελθοῦσαι, δυνάμει δὲ ἀφράστῳ τήν τε τοῦ σύμπαντος χρόνου καὶ τὴν τῶν ἐν αὐτῷ φυομένων ἀπειρίαν περιλαμβάνουσαι κατά τινα ὑπεροχὴν ἐξῃρημένην αὐτῶν καὶ ἀσύντακτον.
24nΠαρ’ ἕκαστον ... οὐσίας.
25 Εἴρηται τίνων εἰσὶν ἰδέαι, ὅτι τῶν τε καθόλου οὐσιῶν καὶ τῶν τελειω‐ τικῶν αὐτῶν· ψεῦδος οὖν τὸ παρ’ ἕκαστον εἶναι ὁμώνυμον· πλὴν τό γε τοσοῦτον αὐτός τε ὀρθῶς εἴρηκε νῦν καὶ ἡμᾶς χρὴ μεμνῆσθαι, ὅτι τὰς ἰδέας ὁμωνύμους φησὶν εἶναι τῶν αἰσθητῶν, ἀλλ’ οὐχὶ συνωνύμους, ὡς Ἀλέξανδρος αὐτόν φησιν ὑπολαμβάνειν.
30nΤῶν τε ἄλλων ... τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις.
31 Πολλῶν ὄντων περὶ τὰς ἰδέας προβλημάτων τέτταρά ἐστιν τὰ πλείστης ἄξια σπουδῆς, εἰ εἰσὶ καὶ τίνες εἰσὶ καὶ ὁποῖαι καὶ διὰ τί (ταῦτα δὴ πάντα ὡς ἓν πρόβλημα λέγω· περὶ γὰρ αὐτὴν τὴν ὕπαρξιν αὐτῶν πάντα ταῦτα
στρέφεται)· δεύτερον τίνων εἰσὶν αἱ ἰδέαι· τρίτον τίνα τὰ μετέχοντα τῶν108

109

ἰδεῶν, πότερον τὰ γενητὰ μόνα ἢ καὶ τὰ ἀίδια, καὶ πότερον πάντα τὰ ἀίδια ἢ τινά, καὶ εἰ τινά, πότερον τῶν ἀιδίων τὰ σωματοειδῆ μόνα, οἷον τὰ οὐράνια, ἢ καὶ τῶν ἀσωμάτων ἔνια· τέταρτον δέ, πῶς μετέχει τῶν ἰδεῶν τὰ μετέχοντα. δοκεῖ τοίνυν τοῦτο τὸ ἐπιχείρημα τοῦ τρίτου προβλή‐
5ματος εἶναι, εἴ τι κοινὸν εἶδος καὶ ἐπὶ τοῖς γενητοῖς καὶ ἐπὶ τοῖς ἀιδίοις ἀπολείπουσιν οἱ ἄνδρες, οἷον τὸ τῆς ὁμοιότητος ἢ ἰσότητος ἢ ταυτότητος εἶδος, οὗ μετέχει μὲν καὶ ὁ οὐρανός, μετέχει δὲ καὶ τὰ τῇδε. καὶ τοῦτο οὐδὲν ἄτοπον συνάγει· κἂν γὰρ ταὐτὸν ᾖ τὸ μετεχόμενον, ἀλλ’ ἥ γε μέθεξις ἔχει τὸ διάφορον· ἕκαστον γὰρ οἰκείως τῇ ἑαυτοῦ τάξει τῶν ἀρχικῶν αἰτίων
10μεταλαμβάνει· ἵνα δὲ μὴ ταραττώμεθα πρὸς τὰ τοιαῦτα τῶν ἐπιχειρημάτων αὐτοῦ, ληπτέον τὰ δοκοῦντα περὶ τῶν μετεχόντων τοῖς ἀρίστοις τῶν Πλα‐ τωνικῶν. Νουμηνίῳ μὲν οὖν καὶ Κρονίῳ καὶ Ἀμελίῳ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ πάντα μετέχειν ἀρέσκει τῶν ἰδεῶν, Πορφυρίῳ δὲ μόνα τὰ αἰσθητά, *** ἀλλὰ τὰ μὲν πρῶτα καὶ ἄριστα τῶν νοητῶν αὐτὰ εἶναι
15τὰ μετεχόμενα, τὰ δ’ ἐκεῖθεν ἀπογεννώμενα ταῦτ’ εἶναι τὰ τῶν εἰδῶν μετέχοντα, τόν τε ψυχικὸν δηλαδὴ διάκοσμον καὶ τὸν αἰσθητόν. καὶ ἄτοπόν γε οὐδὲν τῆς ἰδέας τοῦ ἀνθρώπου καὶ τοῦ ἴσου καὶ τοῦ ὁμοίου ἄλλως μὲν τὴν ψυχὴν μετέχειν, ἄλλως δὲ τὴν φύσιν καὶ ἄλλως μὲν τὸν αἰθέρα, πάλιν δὲ ἄλλως τὸν γενητὸν τόπον· καὶ εἶναι μὲν συντάξεις τούτων καὶ συμπαθείας
20καὶ οἰκειότητας κατὰ τὴν μέθεξιν τῆς μιᾶς ἰδέας, ἐξηρτῆσθαί γε μὴν ἀεὶ τὰ δεύτερα τῶν προτέρων, καὶ οὕτω τὴν μὲν ἰδέαν ἑαυτῆς οὐκ ἐξισταμένην ἀμερίστως πᾶσι παρεῖναι τοῖς μετέχειν αὐτῆς δυναμένοις, τὰ δὲ μετέχοντα διὰ τῶν πρὸ ἑαυτῶν ἀεὶ κοσμεῖσθαι καὶ πρὸς αὐτὴν ἀνάγεσθαι τὴν ἰδέαν, σῶμα μὲν διὰ φύσεως, ταύτην δὲ διὰ ψυχῆς, τὴν δὲ διὰ νοῦ τοῦ ἑαυτῆς,
25ὃς ἀνεκφοίτητος λοιπόν ἐστι τῶν ἐκεῖ καὶ κρειττόνως ἥνωται τοῖς θείοις εἴδεσιν ἢ κατὰ τὴν τῶν μετεχόντων ἑτερότητα.
27nἜτι καθ’ οὓς ... γίγνεται.
28 Ἐνίοτε μὲν καὶ ἐπιβολαῖς ἐχρῶντο νοεραῖς οἱ ἄνδρες, καὶ εἰκὸς ὅτι διὰ ταύτας οὔ φησιν αὐτούς ποτε συλλογίζεσθαι· ἐνίοτε δὲ καὶ δι’ ἀπο‐
30δείξεως ἐπειρῶντο πιστοῦσθαι τὰ περὶ τῆς τῶν εἰδῶν οὐσίας, ἀβουλήτῳ δὲ οὐδενὶ περιέπιπτον. ὅτι δὲ οὐκ ἀληθεύει ὁ κατήγορος λόγος, δῆλον ἐξ ὧν πολλοί εἰσι τρόποι παρ’ αὐτοῖς, δι’ ὧν καὶ δεικνύουσιν εἶναι τὰ εἴδη καὶ μόνων τούτων ὧν βούλονται. ὧν εἷς οὕτως ἠρώτηται· ὁ τὸ πᾶν ὑφιστὰς θεός ἐστι, πᾶς θεὸς αὐτῷ τῷ εἶναι ποιεῖ, πᾶς 〈ὁ〉 αὐτῷ τῷ εἶναι ποιῶν
35ὁμοίωμα ἑαυτοῦ ποιεῖ· ὁ τὸ πᾶν ὑφιστὰς εἰκόνα ἑαυτοῦ τὸν κόσμον ποιεῖ· εἰ τοῦτο, ἔχει ἐν ἑαυτῷ παραδειγματικῶς τὰς αἰτίας τοῦ παντός, αὗται δέ εἰσιν αἱ ἰδέαι. πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ παρ’ αὐτοῖς λόγοι ὅ τε τὸ τέλειον
τοῦ ἀτελοῦς προτάττων, τὴν μονάδα τοῦ πλήθους, τὸ ἀμερὲς τοῦ μεριστοῦ,109

110

τὸ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον τοῦ μεταπτώτου· ἐν οἷς δεικνύουσιν, ὅτι μὴ ἀπὸ τῶν χειρόνων ἄρχεται τὰ πράγματα, ἀλλ’ εἰς ταῦτα μὲν λήγει, ἄρχεται δὲ ἀπὸ τῶν τελειοτάτων καὶ ἀρίστων καὶ καλλίστων· οὐ γὰρ δήπου αἱ μὲν ἔννοιαι ἡμῶν δύνανται τῷ κυρίως ἴσῳ καὶ κυρίως ὁμοίῳ καὶ πᾶσι
5τοῖς τοιούτοις ἐπιβάλλειν, ὁ δὲ δημιουργικὸς νοῦς οὐκ ἔχει ἐν ἑαυτῷ τὸ αὐτοΐσον καὶ τὸ αὐτοδίκαιον καὶ τὸ αὐτοκαλὸν καὶ ἀγαθὸν ὁμοίως καὶ πάντα τὰ τοιαῦτα.
8nΚατά τε γὰρ ... εἰσίν.
9Ἐλέγετο μὲν ὑπὸ τῶν ἀνδρῶν καὶ τοῦτο· εἰ περὶ ὄντα αἱ ἐπιστῆμαι,
10ἔστι τὰ καθόλου· τῶν γὰρ καθόλου αἱ ἐπιστῆμαι· ὡς εἶναι τὸν συλλογισμὸν ἐν τρίτῳ σχήματι· τὰ ἐπιστητὰ καθόλου, 〈τὰ ἐπιστητὰ ὄντα〉, τινὰ καθόλου ὄντα· οὐ γὰρ πάντα τὰ καθόλου, οὐ γὰρ δὴ καὶ τὰ ὑστερογενῆ ἢ τὰ ἐν τοῖς ἀτόμοις. ἄτοπον δὲ οὐδὲν πάντα τὰ ἐπιστητὰ ὄντα εἶναι, εἰ τὰ κυρίως ἐπιστητὰ λαμβάνοιτο, ἀλλὰ μὴ τὰ ἰατρικὰ ἢ τεκτονικά· οὐ γὰρ ἐπιστῆμαι
15κυρίως αὗται, μόναι δὲ δικαίως οὕτως ἂν προσαγορεύοιντο αἱ περὶ τὰ ἀίδια καὶ καθ’ αὑτὰ ὄντα καὶ ἀεὶ ὡσαύτως διακείμενα πραγματευόμεναι.
17nΚαὶ κατὰ ... ἀποφάσεων.
18 Ὅτι μὲν τὸ ἓν τοῦ πλήθους προέταττον, δῆλον· ἀλλὰ τὸ οὐσιῶδες καὶ γεννητικὸν τοῦ πλήθους, οὐ τὸ τῇ στερήσει οἰκεῖον· ὑστερογενὲς γὰρ
20τοῦτο, καὶ ἡ ψυχὴ τὴν κοινὴν στέρησιν ἰδοῦσα τῶν μὴ ἀνθρώπων ὑπέστησε παρ’ ἑαυτῇ τὸ οὐκ ἄνθρωπος· οὐ γὰρ ὥσπερ εἰδητική τίς ἐστι καὶ ὡρι‐ σμένη αἰτία ἐν τῷ παντὶ ἡ τοὺς ἵππους ἵππους ἀποτελοῦσα καὶ ἄλλη ἡ τοὺς κύνας κύνας καὶ ἄλλη ἡ τοὺς κύκνους κύκνους, οὕτως τίς ἐστι καὶ ἡ μὴ ἀνθρώπους ποιοῦσα πάντα ταῦτα· εἰ γὰρ ἦν, εἴπομεν ἂν καὶ τοῦ οὐκ ἄνθρω‐
25πος ἰδέαν εἶναι· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατὰ τὸ ἐν ἑαυτῇ θάτερον τὴν ἐν τούτοις στέρησιν τοῦ ἀνθρωπείου εἴδους κατανοήσασα κοινὸν τὸ οὐκ ἄνθρω‐ πος ἐπ’ αὐτοῖς ἔταξεν. οὔκουν τὰς στερήσεις τοῖς ἀμερέσιν ἐξομοιώσομεν· οὐδὲ γὰρ 〈τὰ〉 προηγουμένως ὑπάρχοντα τοῖς πράγμασι καὶ κατ’ ἐπίνοιαν ψιλὴν ἐπ’ αὐτῶν θεωρούμενα μιᾶς καὶ τῆς αὐτῆς αἰτίας ἐξήρτηται.
30nΚατὰ δὲ ... φθαρτῶν.
31 Ἐλέγομεν ὅτι οἷς ὁ νοῦς ἐπιβάλλει, ταῦτα ὄντα ἐστίν· οὐ γὰρ ἀνούσιοι τοῦ ἀληθινοῦ νοῦ αἱ νοήσεις· ὁ δὲ ἐπὶ τὴν φαντασίαν ἑλκύσας τὸν νοῦν (καλεῖ γὰρ καὶ ταύτην ἐν ἑτέροις παθητικὸν νοῦν) οὕτως ἄν, φησί, καὶ
τῶν ἐφθαρμένων οὐσία εἴη· φαντασθείη γὰρ ἄν τις καὶ τὸ ἐφθαρμένον.110

111

καὶ ἔξεστι κἀκ τούτων συνορᾶν, εἰς ποίας ἐπιχειρήσεις ἐκτρέπεσθαι κατα‐ ναγκάζονται οἱ τοῖς εἴδεσιν ἀντιλέγοντες, ἀπὸ μὲν τῶν ὄντων ἐπὶ τὰς στερή‐ σεις ὑποφερόμενοι, ἀπὸ δὲ τοῦ νοῦ τοῦ κατ’ ἐνέργειαν ἐπὶ φαντασίαν καὶ δόξαν· φαντασθῆναι μὲν γὰρ καὶ δοξάσαι ἔστι καὶ τὸ μὴ ὄν, οὔτε δὲ νοῆσαι
5οὔτε ἐπίστασθαι τὸ μὴ ὂν θέμις. τὸ δὲ καὶ φάντασμά τι τοῦτ’ ἔστιν εἰ μὲν ἐπὶ τοῦ νοήματος τέθειται, παιδιᾷ μᾶλλον ἔοικεν ἢ σπουδῇ· οὗ γὰρ καθαρεύειν ἐθέλει ὁ ἡμέτερος νοῦς, τοῦτό φησιν εἶναι τὸ τοῦ θείου νοῦ κίνημα· εἰ δὲ ἐπὶ τοῦ πλασματώδους κινήματος τῆς φαντασίας, ὅταν περὶ τὸ μηκέτι ὂν γίγνηται, ἀναπεφώνηται μὲν ἀληθῶς, οὐδὲν δὲ προσήκει ταῖς
10κατ’ ἐνέργειαν ἑστώσαις ἀεὶ νοήσεσιν.
11nἜτι δὲ ... λέγουσιν.
12 Τῶν μὲν ἀνουσίων σχέσεων οὔ φαμεν ἰδέας εἶναι οὐδὲ τῶν ἐν κινήσεσιν ἢ τῶν κατά τινα θέσιν οὐ φυσικὴν ἐπιτελουμένων, οἷον τοῦ ἀνωτέρω ἢ κατωτέρω, δεξιοῦ ἀριστεροῦ, γείτονος τῶν τοιούτων. ὅσα δὲ κατά τινος
15εἴδους μέθεξιν ἐγένετο πρός τι, οἷον ὅμοια ἢ ἴσα ἢ ἕτερα, τούτων τὰ μὲν τῶν γενῶν τοῦ ὄντος μετασχόντα, τὰ δὲ πάντως ἑνός γέ τινος τῶν εἰδῶν τὴν πρὸς ἄλληλα δέχεται σύνταξιν. καὶ τί θαυμαστόν, εἰ τῶν παρ’ ἡμῖν ἔνια πρός τι κατ’ ἐκεῖνα λέγομεν ἐπιτελεῖσθαι, ὅπου γε κἀκεῖ ταύτην ἀπο‐ λιμπάνομεν τὴν σχέσιν, οὐσιώδη μέντοι, καὶ οὐχ ἡμεῖς μόνοι ἀλλὰ καὶ
20αὐτὸς ὁ Ἀριστοτέλης; ὅταν γὰρ τὸ μὲν αἴτιον ἢ ἀρχὴν λέγωμεν εἶναι ἢ πρῶτον ἢ περιέχον, τὸ δὲ αἰτιατὸν 〈ἢ〉 ἐξ ἀρχῆς ἢ δεύτερον ἢ περιεχόμενον, τί ἄλλο ποιοῦμεν ἢ τὴν τάξιν ἣν ἔχει τὰ θεῖα πρὸς ἄλληλα δηλοῦν ἐπι‐ χειροῦμεν; ἀρέσκει δὲ καὶ αὐτῷ Ἀριστοτέλει τῶν χωριστῶν εἰδῶν, εἰς ἃ τὰς σφαίρας ἀναρτᾷ τοῦ παντός, τὰ μὲν εἶναι πρῶτα τὰ δὲ μέσα τὰ δὲ
25τελευταῖα, καὶ τὰ μὲν περιεκτικώτερα τὰ δὲ μερικώτερα, εἴ γε ταύτην ἔχει κἀκεῖνα πρὸς ἄλληλα τὴν τάξιν, ἣν καὶ τοῦ αἰθέρος αἱ σφαῖραι περὶ ἀλλήλας ἐκφαίνουσι. πῶς δὲ καὶ τὸν τρίτον εἰσάγουσιν ἄνθρωπον; εἰ μὲν γὰρ ὅτι καθ’ ἑκάστην τῶν ὄντων τάξιν ἐστὶ πάντα τὰ εἴδη, οὐ τρεῖς μόνοι, πολλοὶ δὲ οἱ ἄνθρωποι, ἐπεὶ καὶ πάντα πολλαπλᾶ· καὶ γὰρ ἐν νῷ καὶ νοῖς καὶ ἐν ψυχῇ
30τῇ μιᾷ καὶ ψυχαῖς καὶ φύσει τῇ ὅλη καὶ φύσεσι μερικωτέραις· ἐν οὐρανῷ τοίνυν καὶ γῇ καὶ σχεδὸν ἐν ἁπάσαις μερίσι τοῦ παντὸς οἰκείως ταῖς ὑπο‐ δεχομέναις χώραις τοῦτο ἂν εἴη τὸ εἶδος· ὥστε οὐ τρεῖς, ἀλλὰ τῷ γε ἡμετέρῳ λογισμῷ ἀπερίληπτοι. εἰ δ’ ὅτι συνώνυμος μὲν ὁ αὐτοάνθρωπος τοῖς τῇδε, καθά φησιν ἐξηγούμενος τὸ ῥητὸν ὁ Ἀλέξανδρος, πάντα δὲ τὰ
35συνώνυμα μετουσίᾳ τινὸς εἴδους συνώνυμα γίγνεται, τρίτος ἀναφανήσεταί τις ἄνθρωπος τῆς ἰδέας καὶ τῶν τῇδε κατηγορούμενος, γελοῖον γίγνεται τὸ ἐπιχείρημα· οὔτε γὰρ συνώνυμα τὰ τῇδε τῇ ἰδέᾳ· πότε γὰρ αἱ εἰκόνες
συνώνυμοι τῷ σφετέρῳ γένοιντ’ ἂν παραδείγματι; οὔθ’ ὅλως μετέχειν τινὸς111

112

τὴν ἰδέαν οἰητέον· αὐτὴ γὰρ ἔκκειται πᾶσιν εἰς μετοχὴν τὸ πρώτιστον εἶδος οὖσα. εἰ δὲ ὁμωνύμως κατηγορεῖται αὐτῶν ὁ ἄνθρωπος, ἐν δὲ ταῖς ὁμωνύ‐ μοις κατηγορίαις οὐδέν ἐστι πρᾶγμα συνεισφερόμενον ὑπὸ τῆς φωνῆς παρὰ τὰ ὑποκείμενα καὶ ὁμώνυμα λεγόμενα, πῶς ἂν ἔτι χώραν ὁ τρίτος ἄνθρωπος
5ἔχοι, τῆς φωνῆς οἱονεὶ δαπανωμένης καὶ διαιρουμένης εἴς τε τὸν αὐτὸ καὶ τὸν θνητὸν ἄνθρωπον;
7nὍλως τε ... εἶναι.
8 Βούλεται μὲν λέγειν, ὅτι τὰς ἀρχὰς τῶν ὄντων μᾶλλον ἐθέλουσι σώζειν οἱ προστάται ταύτης τῆς θεωρίας ἤπερ τὸ περὶ τῶν ἰδεῶν δόγμα,
10σπουδάζοντες δὲ περὶ ὃ ἧττον εἶναι θέλουσιν ἀναιροῦσι τὰς ἀρχάς. καὶ τῷ ὄντι, εἰ τοῦθ’ οὕτως ἔχοι, περιπίπτοιεν 〈ἂν〉 ἀβουλήτῳ πράγματι. ἀλλ’ ἴδωμεν εἴ τι τοιοῦτον πάσχουσι.
13nΣυμβαίνει ... ἀρχαῖς.
14Ἔλεγον μὲν οἱ ἄνδρες μετὰ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν τἀγαθὸν
15καὶ τὸ ὑπερούσιον ἓν ἠξίουν καλεῖν, δύο εἶναι τῶν ὅλων αἰτίας, μονάδα καὶ τὴν ἀπειροδύναμον δυάδα, καὶ ταύτας τὰς ἀρχὰς καθ’ ἑκάστην τῶν ὄντων τάξιν οἰκείως ἀπετίθεντο· ἔστι γὰρ καὶ τὸ ἀναλογοῦν τἀγαθῷ καθ’ ἑκάστην διακόσμησιν καὶ τὰ πρὸς τὴν μονάδα καὶ τὴν δυάδα τὴν πρώτην ᾠκειωμένα. φησὶ δὲ οὗτος, ὅτι ποιοῦντες αὐτοδυάδα ἐν τοῖς εἴδεσι καὶ
20αὐτομονάδα, πρῶτον μὲν ἐπειδὴ τὰ πρεσβεῖα πανταχοῦ ταῖς εἰδητικαῖς αἰτίαις ἀπονέμειν εἰώθασι, πρώτας λέγοντες εἶναι ταύτας ἀναιροῦσι τὴν ἐν ταῖς ἀρχαῖς μονάδα καὶ δυάδα (τῆς γὰρ πρώτης δυάδος ἢ μονάδος τίς ἂν εἴη πρεσβυτέρα μονὰς ἢ δυάς;), ἔπειτα δὲ καὶ ἐπειδὴ διπλασία μέν ἐστιν ἡ αὐτοτετρὰς τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς τῆς αὐτομονάδος, ἀριθμοὶ δὲ
25πάντα ταῦτα, οὐ μόνον ὁ καθ’ αὑτὸ ἀριθμὸς πρεσβύτερος τῶν ἀρχῶν ἀλλὰ καὶ ὁ πρός τι· καὶ ὅλως πολλά φησιν εἶναι τοιαῦτα, δι’ ὧν φυλάττειν ἐθέ‐ λοντες τὴν περὶ τὰ εἴδη θέσιν ἔλαθον ἑαυτοὺς ἐναντιωθέντες ταῖς οἰκείαις ἀρχαῖς. ταῦτα δὲ ὅτι φορτικῶς εἴρηται καὶ παρὰ θύρας ἀπαντᾷ πρὸς τὰ ὑπὸ τῶν θείων ἀνδρῶν εἰρημένα, δῆλα μὲν καὶ πρὸ παντὸς λόγου τοῖς
30ἀγχινουστέροις· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἡμῶν ἐπιζητήσειεν ἄν τις τῆς παρα‐ λογιστικῆς ἐπιχειρήσεως τὴν διάλυσιν. φαμὲν τοίνυν ὡς ἄλλη μὲν τῶν ἀρχῶν ἡ φύσις, ἄλλη δὲ ἡ τῶν ἰδεῶν, κἂν ὁμωνύμως τι περὶ αὐτὰς ἐπι‐ συμβῇ, μᾶλλον δὲ οὐ περὶ αὐτάς (τί γὰρ τοῖς θειοτάτοις τῶν ὄντων ἐπι‐ συμβῆναι δυνήσεται;), ἀλλὰ περὶ τὴν ἡμετέραν περὶ αὐτὰς πραγματείαν.
35αὐτίκα δυὰς μὲν ἡ ἀρχηγικὴ γονίμου δυνάμεως καὶ προόδου καὶ πλήθους
καὶ πολλαπλασιασμοῦ τοῖς πᾶσιν ἐξηγεῖται, διεγείρει τε πάντα καὶ κινεῖ112

113

πρὸς ἀπογέννησιν τῶν δευτέρων καὶ προμηθίαν καὶ φυλακήν, ἔτι δὲ πληροῖ πάντας τούς τε θείους διακόσμους καὶ τοὺς νοεροὺς καὶ τοὺς ψυχικούς τε καὶ φυσικοὺς καὶ αἰσθητοὺς τῶν ἑκάστοις προσηκόντων ἀριθμῶν· ἓν δὲ οὐδὲν ὁτιοῦν ἀγένητον εἶναι συγχωρεῖ τῶν πεφυκότων ὅπως ποτὲ παρελθεῖν
5εἰς ὑπόστασιν· ἡ δέ γε αὐτοδυὰς πᾶσι τὸ ἑαυτῆς εἶδος ἐπιφέρει καὶ ψυχαῖς καὶ φύσεσι καὶ σώμασιν· ὥστε εἴτε ὁ κόσμος εἰς δύο διῄρηται εἴτε καὶ μόνος ὁ οὐρανὸς εἴτε τῆς ψυχῆς οἱ λόγοι ἢ καὶ πρὸ τῶν λόγων οἱ κύκλοι (πρῶτοι γὰρ οὗτοι τῶν μετεχόντων χρῶνται τῇ εἰς δύο διαιρέσει) εἴτε τι τῶν μερικῶν ζῴων ἢ ὀφθαλμοὺς ἔχει δύο ἢ χεῖρας ἢ πόδας ἢ ἄλλο τι
10τῶν τῆς φύσεως ἀποτελεσμάτων σὺν τῷ ἑαυτοῦ εἴδει τὴν δυάδα διὰ παντὸς ἔχει, οὐκ ἀπ’ ἄλλης αἰτίας φήσομεν [ἢ] τῆς ἀνωτάτω τοῦτο παραγίγνεσθαι τοῖς πράγμασιν ἢ ἐκ τῆς αὐτοδυάδος, ἥτις πρωτίστη μέν ἐστι τῶν ἐν εἴδεσι δυοειδῶν καὶ αἰτία, οὐ μὴν διὰ τοῦτο καὶ τῆς ἀρχικῆς δυάδος, ὑφ’ ἧς καὶ αὕτη καὶ πᾶς ὁ νοῦς ὑπέστη. τὰ αὐτὰ δὲ καὶ περὶ μονάδος φαμέν·
15ἄλλη γὰρ ἡ ἀρχικὴ ἡ σὺν τῇ δυάδι τὰ πάντα ὑφιστᾶσα, ταὐτότητος καὶ βεβαιότητος καὶ συνοχῆς καὶ διαιωνίας ζωῆς ἐξηγουμένη τοῖς ὅλοις, ἄλλη δὲ ἡ αὐτομονὰς ὡς ἐν τοῖς εἴδεσι τὸ πρωτεῖον ἔχουσα, ἧς μετασχόντα τὰ πεποιημένα ἑνίζεται καὶ τῇ ἕξει τῇ οἰκείᾳ συνέχεται. ὅταν οὖν τὴν ἐν ταῖς ἰδέαις μονάδα καὶ δυάδα πρεσβεύωσιν οἱ ἄνδρες, οὐκ ἐπὶ ἀναιρέσει τῶν
20οἰκείων ἀρχῶν ταύτας προτάττουσι (πῶς γὰρ ἅς γε καὶ αὐτὰς μετὰ τοῦ σύμπαντος νοῦ καὶ τοῦ νοητοῦ φασιν ἐκ τῶν ἀρχῶν ὑποστῆναι;), ἀλλ’ ὅτι τῶν ἐγκοσμίων πραγμάτων ἐξηγοῦνται, καὶ παρ’ ἧς μὲν τῷ τε σύμπαντι κόσμῳ 〈καὶ〉 ψυχαῖς καὶ σώμασιν ἡ ὁλότης καὶ τὸ μονοειδές, παρ’ ἧς δὲ ἡ πρώτη διαίρεσις καὶ τὸ δυοειδές, δῆλον δὲ πότερον παρὰ ποτέρας. τὸ
25δὲ καὶ ἀριθμὸν ἐν ἐκείνοις τὸν μοναδικὸν εἰσάγειν καὶ διὰ τοῦτο διπλασίαν ποιεῖν τὴν αὐτοδυάδα τῆς αὐτομονάδος, σφόδρα ἐστὶν ἐπιπόλαιον· οὐ γὰρ διὰ ποσότητα μονάδων ἕκαστος τῶν ἐκεῖ ἀριθμῶν ἔχει τὴν ἐπωνυμίαν ἣν εἴληφεν, ἀλλὰ κατά τινα χαρακτῆρα θειοτάτης καὶ ἁπλουστάτης οὐσίας. μετέχει δὲ αὐτῶν ὡς πέφυκεν ἕκαστα· καὶ ὥσπερ τοῦ αὐτοανθρώπου ἀχρω‐
30μάτου ὄντος καὶ ἀσχηματίστου καὶ ἀμόρφου καὶ ἀμεροῦς ὁ τῇδε ἄνθρωπος ἐσχηματισμένως καὶ κεχρωσμένως καὶ μορφωτικῶς καὶ μεριστῶς μετείληφεν, οὕτω καὶ [τὸ] τῆς αὐτοτριάδος οὐδεμίαν ἐμφαινούσης ποσότητα σὺν ποσότητι μετέχει τὰ αἰσθητά. ὅμοιον οὖν μοναδικὸν πλῆθος ἐπιζητεῖν ἐν τοῖς εἰδητι‐ κοῖς ἀριθμοῖς καὶ ἧπαρ ἢ σπλῆνα σπλάγχνων τε τῶν ἄλλων ἕκαστον ἐν
35τῷ αὐτοανθρώπῳ. οὔτ’ ἄρα τὰς ἀρχὰς ἑαυτῶν ἀναιροῦσιν οἱ ἄνδρες διὰ
τῶν εἰδητικῶν ἀριθμῶν οὔτε τὸν κατὰ σχέσιν ἀριθμὸν εἰσάγουσιν εἰς τὰ νοητά.113

114

(1n)

Ἔτι ... πολλῶν.
2 Ἐν τούτοις δὴ μᾶλλον ἐμβριθῶς ἠπόρησεν. εἴρηται δὲ καὶ παρὰ τῶν πρεσβυτέρων καὶ παρ’ ἡμῶν ἐν τοῖς ἔμπροσθεν, τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ· καὶ ὅτι οὐσιῶν τῶν καθόλου, οἷον ἀνθρώπου, ἵππου, καὶ εἴ τι τελειοῖ
5τὰς οὐσίας, οἷον ἀρετῆς, ἐπιστήμης, καὶ εἴ τι ψυχαῖς καὶ σώμασι καὶ φύσεσι παραγίγνεται, οἷον ὁμοιότης ἰσότης μέγεθος καὶ εἴ τι τοιοῦτον· τὰ δὲ μόνοις τοῖς σώμασι συμβεβηκότα ἐν τοῖς τῆς φύσεως λόγοις διωρισμένας αἰτίας ἔχει κατὰ τὸν Ἰάμβλιχον, ἐπεὶ ὅ γε θεῖος Πλωτῖνος ἐφίστησι, μὴ καὶ λευκότητος εἶδος ἐν νῷ θετέον εἶναι. οὐκ εἴ τι οὖν ἓν ἐπὶ πολλῶν
10νόημα, τούτου ἐστὶν ἰδέα (οὕτω γὰρ ἂν καὶ τῶν παρὰ φύσιν ἦσαν ἰδέαι), ἀλλ’ ὧν μὲν ἰδέαι, τούτων εἰσὶ καὶ καθόλου λόγοι, οὐ μὴν ἀντιστρέφει. οὐ μὴν οὐδ’ ὅσων εἰσὶν ἐπιστῆμαι αἱ μὴ κυρίως λεγόμεναι, τούτων ἁπάν‐ των ἐστὶν εἴδη. —τὸ μέντοι οὐσιῶν οὐσῶν αὐτῶν τὰ τῇδε μετέχειν, εὖ εἴρηται· οὐ μὴν εἴ τι οὐσίας μετέχει, τοῦτο οὐσία ἐστί· τὴν γοῦν αὐτοεπιστή‐
15μην καὶ τὴν αὐτοδικαιοσύνην οὐσίας εἶναί φαμεν, ἀλλ’ αἱ παρ’ ἡμῖν ἕξεις οὐκ οὐσίαι. κἀκεῖνο δὲ ῥητέον, ὅτι ταῖς ἰδέαις οὐδέν ἐστιν ἐν ὑποκειμένῳ, ἀλλὰ πάντα εἰς οὐσίαν τελεῖ· καὶ γὰρ τῷ αὐτοδιπλασίῳ τὸ ἀίδιον οὐ συμ‐ βέβηκεν οὐδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην· σαφῶς γοῦν ἀπέδειξεν ἐν τῷ Ι τῆσδε τῆς πραγματείας, ὅτι μηδέν ἐστι φθαρτὸν ἢ ἄφθαρτον κατὰ συμ‐
20βεβηκός. μᾶλλον οὖν ὧδε ῥητέον, ὅτι πᾶν ἄυλον εἶδος καὶ θεῖον ἐν ἀπλη‐ θύντῳ καὶ μονοειδεῖ καὶ ἁπλουστάτῃ οὐσίᾳ πολυδυναμώτατόν ἐστι καὶ μετέ‐ χεται οὐ κατὰ πάσας ἑαυτοῦ δυνάμεις ὑπὸ τῶν τῇδε. τὸ οὖν αὐτοδιπλάσιον ἔχει μὲν κατ’ οὐσίαν καὶ τὸ ἀμέριστον καὶ τὸ νοερὸν καὶ τὸ δημιουργικὸν καὶ τὸ ἀίδιον, καὶ οὐδὲν τούτων ὡς ἐν ὑποκειμένῳ· μετέχεται δὲ ὑπὸ μὲν
25ψυχῆς τῆς ἄνω κατὰ πλείους ἑαυτοῦ δυνάμεις, ὑπὸ δὲ τῆς ἡμετέρας κατὰ ἐλάττους, ὑπὸ δὲ σωμάτων ἢ δυνάμεων σωματικῶν ἀγαπητῶς κατὰ μίαν ἢ δύο. τὰ μέντοι μετέχοντα τῶν οὐσιῶν οὐκ ἀνάγκη πάντα οὐσίας εἶναι (καὶ περὶ τούτου πολλάκις ὑπεμνήσαμεν), ἀλλ’ ὥσπερ ἀμερῶν [οὐσῶν] μετέχει τινὰ μεριστῶς καὶ νοερῶν ἀνοήτως, οὕτως οὐσιῶν ἀνουσίως· τὸ
30γὰρ λέγειν ἓν ἐπὶ πολλῶν οὐ τοῦτο ἐδήλου ὡς τοῦ ἑνὸς ὑπὸ τὴν αὐτὴν ὄντος ἐκείνοις κατηγορίαν, ἀλλ’ ὡς ἐξῃρημένης ἐκείνης τῆς ἑνάδος ἀφάτοις τισὶν ὑπερβολαῖς τοῦ ἐξ αὐτῆς προϊόντος καὶ πρὸς αὐτὴν ἀπεικασθέντος καὶ εἰς αὐτὴν ἀνηρτημένου πλήθους.
34nΚαὶ εἰ μὲν ... αὐτῶν.
35Ἀλλ’ οὔτε συνώνυμοι τοῖς τῇδε αἱ ἰδέαι (γελοῖον γὰρ καὶ τὸ διαπορεῖν
περὶ τούτων, ἵνα μὴ πρὸς τοῖς ἄλλοις καὶ ὁ τρίτος ἄνθρωπος ὥς φασιν114

115

ἐπεισίῃ) οὔθ’ οὕτως ὁμώνυμοι ὡς τὰ ἀπὸ τύχης, ἀλλ’ ὡς τὸ παράδειγμα τῇ εἰκόνι, καὶ μάλισθ’ ὅταν αὐτῷ τῷ εἶναι τὸ παράδειγμα τὰς εἰκόνας ὑφιστὰν ἐπιστρέφῃ πρὸς ἑαυτό.
4nΕἰ δὲ ... δίπουν.
5 Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν· εἰ δέ τις μήθ’ ἁπλῶς συνωνύμως λέγοι τὰς ἰδέας τοῖς τῇδε μήθ’ ἁπλῶς ὁμωνύμως, ἀλλὰ τὸν αὐτὸν μὲν ἐφαρμόζοι λόγον καὶ τῇ ἰδέᾳ καὶ τῷ πρὸς αὐτὴν ἀπεικασμένῳ, προστιθείη δὲ ἐπὶ μὲν τῆς ἰδέας τὸ νοητὸν εἰ τύχοι, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν, οἰήσεται μέν τι λέγειν, οὐδὲν δὲ κατά γε τὸ ἀληθὲς ἐρεῖ· τίνι γὰρ τῶν
10ἐν τῷ ὁρισμῷ τὸ νοητὸν ἢ τὸ αἰσθητὸν προσνέμοι; οἷον εἰ κύκλος μὲν εἴη φανταστός, εἴη δὲ καὶ αὐτὸς κύκλος ὁ νοητός, λέγοι δέ τις ἑκάτερον μὲν αὐτῶν σχῆμα εἶναι ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι [πρὸς τὴν περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, ἀλλὰ τὸν μὲν αὐτο‐
15κύκλον σχῆμα λέγοι νοητόν, τὸν δὲ παρ’ ἡμῖν σχῆμα φανταστὸν ἢ αἰσθητόν, σκοπεῖν δεῖ, φησί, μὴ οὐδὲν ᾖ τὸ λεγόμενον· τίνι γάρ, φησί, τὸ νοητὸν ἢ τὸ αἰσθητὸν συντάξει; τῷ σχήματι ἢ τῷ ἐπιπέδῳ ἢ τῇ γραμμῇ ἢ τῷ σημείῳ; πάντα γὰρ οὐσίαι τὰ εἰς τὸν ὁρισμὸν παραλαμβανόμενα, ὡς ἐπὶ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον καὶ τὸ δίπουν. χρὴ δὲ πρὸς αὐτὸν φιλαλήθως
20μὲν ἀπαντῶντα λέγειν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρον ἔδει τῆς ἰδέας ἀποδιδόναι (τὰ γὰρ ἀμέριστα καὶ ἁπλᾶ εἴδη καὶ νοερὰ καὶ τῶν ὁριστικῶν λόγων ἐξῄρηται καὶ πάντων τῶν κατὰ διέξοδον καὶ ἀνέλιξιν θεωρεῖσθαι πεφυκότων, ὡς ἐν ταῖς Ἐπιστολαῖς ὁ θεῖος Πλάτων περὶ τοῦ οὐσιώδους κύκλου διείλεκται, ἄλλο τι αὐτὸν εἶναι λέγων παρὰ τὸν ὁριστὸν καὶ ἐπιστητόν· καὶ αὐτὸς ὁ
25δαιμόνιος Ἀριστοτέλης ἐν τῷ Η ταύτης τῆς πραγματείας ἐδικαίωσε τῶν πάντῃ καὶ τελέως ἁπλῶν εἰδῶν μηδ’ ὁρισμὸν εἶναι), συγκαθιέντα δὲ αὐτῷ καὶ εἰς τὰς καθ’ ἕκαστον ἐπιχειρήσεις εἰπεῖν, ὅτι εἰ καὶ ὁριστὰ ἦν τὰ εἴδη, οὐκ ἀνάγκη τοῖς αὐτοῖς ἦν ὁρισμοῖς ἡμᾶς ἐπί τε τῶν τῇδε κεχρῆσθαι καὶ ἐπὶ τῶν παραδειγμάτων· οὐ γὰρ δὴ τῆς εἰκόνος τοῦ Σωκράτους ὁ αὐτὸς
30λόγος καὶ τοῦ Σωκράτους, καίτοι γεγονυίας τῆς εἰκόνος πρὸς τὸ Σωκρατικὸν εἶδος. εἰ δέ τις καὶ τὸν αὐτὸν ὁρισμὸν ἀμφοῖν ἀπεδίδου, τί ἐκώλυε καθ’ ἕκαστον τῶν λεγομένων ἐφ’ ὧν μὲν τὸ νοητὸν ἀκούειν, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν; νοητῶς γὰρ πάντα ὑπάρχειν, εἴπερ ὅλως ὑπῆρχεν, εὔλογον ἦν τῇ ἰδέᾳ, φυσικῶς δὲ τοῖς πρὸς αὐτὴν ἀπεικασθεῖσιν. οὔτ’ οὖν ὁριστὴ ἡ
35ἰδέα κατά γε τὸ ἀληθές, οὔτε εἰ ἦν ὁριστή, τῷ αὐτῷ ἂν ὅρῳ τοῖς ἀποτε‐ λέσμασιν ἐκρατήθη, οὔτε εἰ τούτοις τις συνεχώρησε πᾶσιν, ἐκωλύετο
νοητῶς μὲν αὐτὰ τοῖς παραδείγμασιν ἀπονέμειν, φανταστικῶς δὲ ἢ φυσικῶς115

116

ταῖς εἰκόσιν· οὐδὲ γὰρ τοῦτο ἦν ἄτοπον τὸ πᾶσι τοῖς χωριστοῖς εἴδεσι τὸ νοητὸν ὑπάρχειν ὥσπερ τοῖς ὑπὸ τὸ αὐτὸ γένος οἷον τοῖς τισὶν ἐπιπέδοις τὸ γενικὸν ἐπίπεδον.
4nΠάντων ... αἴτια αὐτοῖς.
5 Περὶ τοῦ χρησίμου τῶν ἰδεῶν ἐπιζητεῖ, μὴ ἄρα οὐδὲν συμβάλλονται τοῖς αἰσθητοῖς καὶ ὑποτεθεῖσαι εἶναι. ῥητέον οὖν ὡς πάντα μὲν τὰ θεῖα διὰ τὰς ἀρχὰς τὰς ἑαυτῶν καὶ δι’ ἑαυτὰ καὶ ἔστι καὶ τοιαῦτά ἐστιν· οὐ μὴν ἀλλ’ ἐπειδὴ γεννητικὴ καὶ προνοητικὴ αὐτῶν ἐστιν ἡ ὕπαρ μὴ τῶν δευτέρων ἕνεκεν ὑπέστη, ἀλλ’ οὖν καὶ οὐσίας καὶ δυνάμεως καὶ
10τελειότητος ἁπάσης μεταδίδωσι τοῖς μεθ’ ἑαυτά. καὶ δὴ καὶ διὰ τὰ εἴδη τά τε ἀίδια τῶν αἰσθητῶν καὶ ὑπέστη καὶ ἀίδια μένει, τοιαῦτα ὄντα τῷ ἐκείνων ἔρωτι πρὸς ἄπαυστον ζωὴν καὶ κίνησιν ἀνεγειρόμενα, τά τε θνητὰ καὶ ἔνυλα τῆς φύσεως δημιουργήματα πότ’ ἂν τὴν εἰς τὰ ὄντα πάροδον ἐδέξατο, μὴ τῆς φύσεως καὶ τῶν χρωμένων τῇ φύσει δημιουργικῶν αἰτίων
15πρὸς ὡρισμένα ἄττα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα τὴν ποίησιν ἀναφερόντων; διὰ τί γὰρ μὴ ἐκ τῆς τυχούσης μεταβολῆς ἡ τυχοῦσα παρήγετο, ἀλλ’ ὡρισμέναι τῆς φύσεως αἱ μεταβάσεις καὶ αἱ δίοδοι φαίνονται, εἰ μή τις ἦν τάξις μὲν ἐν τοῖς τῆς φύσεως λόγοις προϋπάρχουσα, [τὸ] πρὸ τάξεως δὲ ἀμερὲς αἴτιον τῷ δημιουργοῦντι τὰ ὅλα συνυφιστάμενον; καὶ αὐτῷ δὲ
20ἀρέσκει τῷ Ἀριστοτέλει τὸ πρώτιστον αἴτιον ἀκίνητον ὂν τῆς ὅλης περι‐ κοσμίου κινήσεως εἰ καὶ μὴ [ὡς] παραδειγματικὸν ἀλλ’ οὖν αἴτιον εἶναι τελικόν.
22nἈλλὰ ... δόξαν.
23 Ὅτι μὲν πρὸς ἐπιστήμην τῶν πραγμάτων ἡ τῶν ἰδεῶν θεωρία μεγάλα συμβάλλεται, δηλοῖ πολλαχοῦ μὲν ὁ θεῖος Πλάτων, μάλιστα δὲ ἐν Παρ‐
25μενίδῃ, οὐδὲ ὅποι τις τρέψει τὸ τῆς διανοίας ὄμμα καταλελεῖφθαι φάς, εἰ μὴ τὴν ὡρισμένην τῶν εἰδῶν αἰτίαν ἐπισκέπτεσθαι δύναιτο. καὶ ἐν Φαίδωνι δὲ αἱ κυριώταται τῶν τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεων τῇ τῶν ἰδεῶν ἀρχῇ καὶ ὑποθέσει κέχρηνται· οὐ μὴν ἀλλὰ καὶ πρὸ παντὸς λόγου τοῦτο ἄν τις οὐ χαλεπῶς θεωρήσειεν· εἰ γὰρ αἰεὶ τὰς εἰκόνας ἐκ τῆς ἐπὶ παρα‐
30δείγματα γιγνώσκομεν ἀναφορᾶς, πῶς ἔνεστιν εἰκόνα ὄντα τόνδε τὸν αἰσθητὸν κόσμον τοῦ νοητοῦ μὴ διὰ τοῦτον καὶ ἐκεῖνον γνωρίζεσθαι; τὸ δὲ μὴ διὰ τοῦτο συντελεῖν ἡμῖν τὴν τῶν ἰδεῶν θεωρίαν εἰς τὴν ἐπιστήμην τῶν τῇδε, ὅτι μήτε οὐσίαι τούτων ἐκεῖναι μήτε συμβεβηκότα, παντὶ μᾶλλον ἔπρεπε λέγειν ἢ ἀνδρὶ ἀποδεικτικῷ· εἴπερ γὰρ ἐκ προτέρων αἱ ἀποδείξεις καὶ αἰτιω‐
35τέρων, οὔτε διὰ τῶν ἑαυτοῦ στοιχείων ἐπιστητὸν ἄν τι γένοιτο (οὐ γὰρ116

117

αἴτια κυρίως ταῦτα, εἰ μὴ ὡς δουλεύοντα τοῖς ἀληθεστέροις αἰτίοις εἰς γένεσιν), οὔτε πολλῷ πλέον διὰ τῶν ἐνυπαρχόντων αὐτῷ συμβεβηκότων. τὰ μὲν οὖν Ἀναξαγόρᾳ περὶ τῶν ὁμοιομερῶν εἰρημένα καὶ τὰ Εὐδόξῳ περί τινων τοιούτων ἠπορημένα ἔστω λίαν εὐκίνητα· τὰ δέ γε εἴδη τῆς
5οὐσίας αἴτια ὄντα τοῖς τῇδε καὶ τοῦ εὖ καὶ τῆς μονῆς ἀναγκαίως καὶ τῆς ἐπιστήμης αὐτῶν τὴν πᾶσαν ἐπιφέρει τελείωσιν.
7nἈλλὰ μὴν ... λέγεσθαι.
8 Ὅτι μὲν οὔτε ὡς ἐξ ὕλης οὔτε ὡς ἐκ στερήσεως οὔτε κατὰ τὸν συγκει‐ μένων τρόπον οὔτε ὡς ἐξ εἴδους ἐνύλου φαμὲν ἐκ τῶν ἰδεῶν τὰ τῇδε συνί‐
10στασθαι, πρόδηλον, ἐπεὶ μηδὲν τούτων ἀληθές ἐστιν αἴτιον, τὰ δέ γε εἴδη τὰς κυριωτάτας αἰτίας καὶ πάντων περιληπτικωτάτας καὶ ἐξῃρημένας περιέχει τῶν ἐγκοσμίων ἁπάντων, τὰς ποιητικὰς τὰς παραδειγματικὰς τὰς τελικάς.
13nΤὸ δέ γε λέγειν ... ἀποβλέπον.
14Φανταστῶς γὰρ αὐτῶν ἀκούομεν καὶ μορφωτικῶς· διὸ καὶ δοκοῦσιν
15αἱ φωναὶ μετενηνέχθαι ἀπὸ τῶν παρ’ ἡμῖν ζωγράφων ἢ τῶν ἄλλων χειροτεχνῶν, ἐπεὶ νοῦν τις δημιουργικὸν ὑποστάτην καὶ αἴτιον τῶν ὅλων ἐνθυμηθείς, αὐτῷ τῷ εἶναι κατὰ τὴν αὑτοῦ ἰδιότητα τὰ πάντα γεννῶντα καὶ ἀξιοῦντα προνοίας ὑποθέμενος, οὐκ ἂν ἐπιζητήσειεν οὔτε τὸ ποιητικὸν αἴτιον τῶν πάντων οὔθ’ ὅπως παράδειγμα λέγομεν εἶναι τὸ ποιοῦν καὶ τὰ
20ἐν αὐτῷ τῆς διακοσμήσεως. πῶς δὲ καὶ διαρρήδην εἰπόντος τοῦ Πλάτωνος “ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι, καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν,” ὡς μηδενὸς τοιούτου ῥηθέντος ἐπιζητεῖ, τί τὸ ποιοῦν πρὸς τὸ παράδειγμα· ἔδει γὰρ μὴ κατα‐ νωτίζεσθαι τὰ ῥηθέντα σαφῶς, ἀλλ’ εἴπερ εἶχέ τι πρὸς αὐτὰ λέγειν, μνη‐
25μονεύσαντα τῆς δόξης τοῖς ἐγχωροῦσιν ἐλέγχοις κατ’ αὐτῆς χρήσασθαι· ὁ δὲ τοσοῦτον ἀπέχει τοῦ δύνασθαί τι πρὸς τὴν ἀληθῆ τοῦ Πλάτωνος θεωρίαν εἰπεῖν, ὡς ἀναγκάζεσθαι κἄν τε συγχωρῇ κἄν τε ἀπαγορεύῃ, τὰ αὐτὰ τρόπον ἕτερον ἐκείνῳ φθέγγεσθαι. τὰ γὰρ χωριστὰ εἴδη τὰ παρ’ αὐτῷ τελικὰ μέν ἐστιν αἴτια καὶ ἐφετὰ τοῖς ὅλοις καὶ τοῦ εὖ καὶ τῆς τάξεως τῆς ἐγκο‐
30σμίου κατ’ αὐτῶν αἴτια· δῆλον δὲ τῷ μετὰ συνέσεως ἐπισκεπτομένῳ τὰ ῥηθέντα, ὅτι καὶ ποιητικὰ ἂν εἴη τῶν τῇδε· οὐ γὰρ ἄλλο μὲν τῆς οὐσίας καὶ τοῦ εἴδους αἴτιον, ἄλλο δὲ τῆς τελειότητος. εἰ δὲ καὶ ἀπειροδύναμά
ἐστι τὰ οὐράνια σώματα διὰ τὴν ἐκείνων ἔφεσιν, ἤτοι ἀφ’ ἑαυτῶν ἔχει τὴν117

118

ἔφεσιν καὶ τὴν δύναμιν τὴν ἄπειρον ἢ ἀπ’ ἐκείνων ἄμφω ἢ τό γε δεύτερον χορηγεῖται. ἀλλ’ ἑαυτοῖς μὲν ἀπείρου δυνάμεως οὐκ ἂν εἴη αἴτια· παντὸς γὰρ πεπερασμένου καὶ ἡ δύναμις πεπέρανται. εἴτε δὲ ἄμφω εἴτε τὸ δεύτερον μόνον ἐκεῖθεν, δυνάμεως ὄντα τῆς κατὰ φύσιν καὶ τῆς ἀιδίου χορηγὰ καὶ
5τοῦ εἶναι [καὶ] τοῖς δυναμουμένοις αἴτια, οἷς ὑπῆρξεν ἂν καὶ μηκέτ’ εἶναι, εἰ μὴ τὴν δύναμιν ἐκεῖθεν ὑπεδέχετο. διὸ καὶ ὁ Πλάτων πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν ἔφη συμπεσοῦσαν στήσεσθαι, εἰ μὴ εἴη τὸ ἀσώματον εἶδος τὸ εἰς ἑαυτὸ συννεῦον, καὶ πρώτως μὲν εἰς ἑαυτὸ ἐνεργοῦν, δευτέρως δὲ καὶ τὰ ἐξηρτημένα τῆς αὐτοῦ καλλονῆς διεγεῖρον καὶ κινοῦν. οὕτω μὲν
10οὖν καὶ τὴν ποιητικὴν αἰτίαν ἔχοντα φανεῖται τὰ παρ’ αὐτῷ χωριστὰ εἴδη, κἄν τε ὀμολογῆται τοῦτο παρ’ αὐτοῦ κἄν τε ἀπαγορεύηται. ἔστ’ ἂν γὰρ ἢ καὶ ἐφέσεως καὶ δυνάμεως αὐτόθεν ὑπάρχῃ χορηγὰ ἢ δι’ ἐφέσεως δυνά‐ μεως ἢ δυνάμεως μόνης, ὑπάρχῃ δὲ πρὸς τούτῳ καὶ τοῦ εὖ καὶ τῆς τάξεως καὶ τῆς ἀιδιότητος αἴτια, πῶς οὐχὶ καὶ τοῦ εἶναι τὴν πρωτουργὸν αἰτίαν
15εἴη ἂν προειληφότα; ὅτι δὲ καὶ παραδείγματα ἔσται τῶν τῇδε κατὰ τὰς αὐτοῦ ὑποθέσεις, φανερὸν ἐντεῦθεν· ἀρέσκει αὐτῷ τὰ χωριστὰ εἴδη τοῦτον ἔχειν διαιωνίως τὸν λόγον πρὸς ἄλληλα, ὃν καὶ τοῦ αἰθέρος αἱ ἐμφανεῖς σφαῖραι· οὐκοῦν ἤτοι ἀπὸ τύχης ἡ ὁμοιότης ἢ ἕν τι πρὸ τούτων ἀμφοῖν αἴτιον τῆς μιᾶς τάξεως ἢ τὰ ἕτερα τοῖς ἑτέροις τῆς ἑαυτῶν μεταδίδωσι
20τάξεως. ἀλλ’ οὔτε εἰκαῖον οὐδὲν ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις οὔθ’ ὑπέρτερόν τι παρ’ αὐτῷ τῶν χωριστῶν εἰδῶν· τὸ γὰρ ἓν καὶ ἀπλήθυντον καὶ ὑπερού‐ σιον ἀρνεῖται· λείπεται ἄρα θάτερα τοῖς ἑτέροις μεταδιδόναι τῆς ἑαυτῶν τάξεως. καὶ δῆλον ὅτι τὰ χωριστὰ τοῖς αἰσθητοῖς· οὐ γὰρ δὴ ἀνάπαλιν θέμις, οὐδ’ ἂν αὐτὸς ὅλως συγχωρήσειεν ἀπὸ τῶν τελευταίων ἐκεῖνα
25χραίνεσθαι. παραδείγματα ἄρα τῶν τῇδε τἀκεῖ καὶ ποιητικὰ αἴτια, εἴπερ καὶ τελικὰ καὶ χορηγὰ δυνάμεως καὶ ἀιδιότητος· πῶς ἂν οὖν ἐλέγχοι τὸν διδάσκαλον, ὃς ἐξ ὧν δίδωσιν, εἰς ταὐτὸν ἐκείνῳ δόγμα καὶ ἑκὼν καὶ ἄκων καταναγκάζεται;
29nἘνδέχεται ... ἀίδιος.
30 Ἀλλ’ ἡ μὲν ἀπὸ τύχης ὁμοιότης ἐν τοῖς φθαρτοῖς μόνοις ἐπισυμβαίνουσα σπανιωτάτη ἐστί· τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως τὰ μὲν ἀίδια ἔχειν, τὰ δὲ γενητὰ παρὰ τῆς φύσεως δημιουργεῖσθαι οὐκ ἀσκόπῳ ἔοικεν ἔργῳ οὐδὲ ἀναιτίως τὴν ταὐτότητα καὶ τὴν ὁμοιότητα διασώζοντι· ἐπεὶ καὶ ἐνταῦθα μὲν κινηθείη ἄν τις καὶ ἑαυτῷ καὶ ἄλλῳ παραπλησίως οὐ διὰ τὴν αὐτὴν
35αἰτίαν, ἀλλ’ οὕτω συμβάν, ἡ δὲ ἀπλανὴς καὶ ἕκαστον τῶν αἰθερίων ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως κινεῖται. οὐ χρὴ οὖν τὰ ὀλιγάκις τοῖς τελευταίοις τῶν
ὄντων ἐπισυμβαίνοντα πρὸς ἀνατροπὴν τῆς τῶν ὄντων τάξεως παραλαμβάνειν.118

119

(1n)

Ἔσται τε πλείω ... αὐτοάνθρωπος.
2 Οὐχ ὅσα φαίνεται ἐν τοῖς τῇδε δημιουργήμασι, ταῦτα χρὴ διῃρημένως ἀναπέμπειν καὶ ἐπὶ τὰς πρωτουργοὺς αὐτῶν καὶ νοητὰς αἰτίας· ἀλλ’ ὁ μὲν ἐνταῦθα ἄνθρωπος καὶ ζῷον ἔσται καὶ δίπουν καὶ λογικὸν καὶ θνητὸν καὶ
5ἄλλα μυρία, ὁ δὲ αὐτοάνθρωπος τούτων μὲν οὐδέν, ἀμερῆ δὲ τήν τε τῶν ψυχικῶν καὶ φυσικῶν καὶ αἰσθητῶν ἀνθρώπων αἰτίαν ἐν ἑαυτῷ περιείληφε καὶ ἐξαρκεῖ τῷ τῇδε ἀνθρώπῳ δημιουργουμένῳ κατ’ ἐκεῖνον πάντα χορηγεῖν, ὅσα αὐτῷ συντελεῖ πρὸς τὴν ἐνθάδε ὑπόστασιν. οὐδὲ οὖν δεῖ τὸν τῇδε ἄνθρωπον πολλῶν ἰδεῶν μετέχειν, καθό ἐστιν ἄνθρωπος· ἀλλ’ εἰ μέν, ὅτι
10αἰσθητὸς ὢν καὶ τῆς ἐν τῇ φύσει μετέχων τοῦ ἀνθρώπου αἰτίας καὶ τῆς ἐν τῇ ψυχῇ καὶ τῆς ἐν νῷ, ταύτῃ πλειόνων ἰδεῶν λέγοιτο μεταλαγχάνειν, συγχωρεῖν χρή· καὶ οὐδὲν ἄτοπον τὰ τελευταῖα πάντων μετέχειν τῶν πρὸ αὐτῶν, εἰ καὶ τῶν μὲν φύσεως λόγων κυρίως μεταλαμβάνειν ἂν λέγοιτο κατὰ τὸν ἐλλογιμώτατον Ἀμέλιον, τῶν δὲ τῆς ψυχῆς εἰδῶν ἐμφάσεις ὑποδέχεσθαι,
15πρὸς αὐτὰ δὲ τὰ νοητὰ αἴτια μᾶλλον ὁμοιοῦσθαι. εἰ δὲ ὅτι καθὸ τόδε τὸ εἶδος ἔχει, πλειόνων ἐστὶν εἰδῶν ἀποτέλεσμα διὰ τὴν ἐν αὐτῷ τῶν λόγων διαίρεσιν, οὐκ ἐπιτρεπτέον τῷ τὰ αὐτὰ τοῦτον τὸν τρόπον ὑπολαμβάνοντι, ἀλλὰ τὴν μὲν διαίρεσιν καὶ τὸν κατακερματισμὸν τῶν λόγων ἐν τοῖς ἀποτελέσμασιν ἀπολειπτέον, τὴν δὲ ἀμερεστάτην τῶν ὅλων περιοχὴν τοῖς
20ἐξῃρημένοις αἰτίοις ἀπονεμητέον.
21nἜτι οὐ μόνον ... εἰκών.
22 Εἶναι μὲν ὁλικωτέρας αἰτίας καὶ ἄλλας μερικωτέρας ἐν νῷ θετέον, ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν αὐτὴν ταῖς φαινομέναις σφαίραις τοῦ αἰθέρος τάξιν ὁμολογῶν ἔχειν καὶ τὰ νοερὰ τοῦ παντὸς αἴτια, δῆλός ἐστι
25συγχωρῶν τὰ μὲν αὐτῶν εἶναι περιληπτικώτερα τὰ δὲ μερικώτερα. οὐ μὴν διὰ τοῦτο ἢ αὐτῷ ἕπεται ἢ ἡμῖν τὸ εἰκόνας τὰ δεύτερα τῶν προτέρων λέγειν. ὅλως δὲ ἡνῶσθαι μὲν ἀλλήλοις καὶ χωρεῖν δι’ ἀλλήλων καθαρῶς καὶ ἀσυγχύτως τὰ θεῖα εἴδη καὶ νοερὰ λέγοιτ’ ἄν, μετέχειν δὲ καθάπερ αἱ δεύτεραι καὶ πολλοσταὶ φύσεις αὐτῶν μετέχουσιν οὐδαμῶς ἂν ἀλλήλων
30λέγοιντο. πάντα οὖν πρῶτα τἀκεῖ καὶ ἀληθῆ καὶ τῶν μεθ’ ἑαυτὰ παρα‐ δείγματα καὶ [τὸ] τῆς εἰκόνος οὐδεμίαν ἐν ἑαυτοῖς παρείσδυσιν ἐπιδέχεται.
32nἜτι ... πραγμάτων οὖσαι χωρὶς εἶεν.
33Τὰ μὲν ἔνυλα εἴδη ἀχώριστά ἐστι τῶν ὑποκειμένων· ἀλλ’ οὐχ οὕτως
αἱ ἰδέαι οὐσίαι ἐλέγοντο τῶν πραγμάτων, ἀλλ’ ὅτι κατ’ αὐτὰς καὶ δι’ αὐτὰς119

120

καὶ ὑπ’ αὐτῶν τὰ τῇδε τὴν ὑπόστασιν ἔχει· ὥστε ἀνάγκη αὐτὰς εἶναι χωριστὰς τῆς γενέσεως.
3nἘν δὲ ... κινῆσον.
4Δεῖ μὲν ἀεὶ τὰς ὅλας ποιήσεις τῶν θείων εἰδῶν ἐνεργείᾳ εἶναι (καὶ
5διὰ ταύτην τὴν αἰτίαν οὐδέποτε εἶδος ὅλον ἐκλείπειν τὸν κόσμον δυνήσεται· ἀπειροδυνάμου γὰρ ὄντος τοῦ αἰτίου διὰ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν ἀμέρειαν ἀνάγκη μὴ διαλείπειν τὰ ἀποτελέσματα)· τὸ δὲ μερικὸν οὐκ ἂν μετάσχοι τῆς ἰδέας, εἰ μὴ ὕλην ἔχοι [ἢ] πρὸς τὴν μετάληψιν αὐτῆς ἐπιτηδείαν. ἡ τοίνυν προπαρασκευὴ τῶν ἐν κινήσει φερομένων ὑλικῶν αἰτίων τὸν ὧν οὐκ
10ἄνευ λόγον ἐπέχει.
11nΚαὶ πολλὰ ... εἴδη.
12 Εἴδη μὲν δημιουργικὰ τῶν μήτε ὄντων ἐν τῇ φύσει μήτε ὑπὸ τῆς φύσεως δημιουργουμένων οὐκ ἀπελίμπανον οἱ ἄνδρες· καὶ τοῦτό γε ὀρθῶς ἱστορεῖ, ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ᾤοντο εἶναι νοερὰ καὶ θεῖα· λόγους
15δὲ παραδειγματικωτέρους τῶν ἀποτελεσμάτων τεχνικοὺς οὐκ ἐκείνοις ἤρεσκε μόνοις ἐνυπάρχειν ἐν τῇ ψυχῇ τῶν τεχνιτῶν, ἀλλὰ καὶ αὐτῷ Ἀριστοτέλει πολλαχοῦ δεδογμένον ἐστίν. ὃ καὶ μάλιστα δίκαιον ἂν εἴη λέγειν τοὺς τῶν εἰδῶν φίλους πρὸς αὐτόν· πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν
20αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτε‐ λεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιή‐ σεως; καίτοι γε ἐνιαχοῦ λέγει καὶ αὐτὸς τὴν φύσιν τοῦ εἴδους ἐφίεσθαι, ἀλλὰ τὸν λόγον οὐ διαρθροῖ· ποίου γὰρ εἴδους; πότερον τοῦ ἐν κινήσει φερομένου καὶ ἐνύλου; ἀλλὰ τοῦτο οὔ πω πεποίηκε καὶ δεύτερόν ἐστι τῆς
25φύσεως καὶ τῷ ἀνειδέῳ καὶ ἀμόρφῳ συμπλέκεται· καὶ ἄτοπον τὴν φύσιν τοῦ τε μηδέπω ὄντος ἐρᾶν καὶ τοῦ μεθ’ ἑαυτὴν καὶ τοῦ στερήσει συνανα‐ φερομένου καὶ διὰ τοῦτο ἀκαλλοῦς γιγνομένου καὶ ἀνεράστου. εἰ δὲ τοῦ χωριστοῦ, ἵνα καὶ τοῦ ἀληθινοῦ καὶ τοῦ πρὸ αὐτῆς καὶ θείου κατὰ τὸ ἀληθὲς εἴδους ἔχῃ τὸν ἔρωτα, πᾶσα ἀνάγκη τοῦτο νοερὸν εἶναι καὶ ἄυλον
30καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, ἵνα καὶ τῆς φύσεως ὅ τε ἔρως ἄσβεστος ᾖ καὶ ἀνέκλειπτος ἡ ποίησις.
32nἈλλὰ ... πρώτας.
33Ὅτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπό‐
θεσιν, δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ Περὶ120

121

τῶν εἰδῶν αὐτῷ πεπραγματευμένα δύο βιβλία· σχεδὸν γὰρ αὐτὰ ταῦτα πανταχοῦ τὰ ἐπιχειρημάτια μεταφέρων καὶ ποτὲ μὲν αὐτὰ κατακερματίζων καὶ ὑποδιαιρῶν, ποτὲ δὲ συντομώτερον ἀπαγγέλλων πειρᾶται τοὺς πρε‐ σβυτέρους ἑαυτοῦ φιλοσόφους εὐθύνειν. ὅτι δὲ κἂν πολλαπλασιασθῶσι τοιοῦτοι
5ὄντες οἱ ἐπιχειρηματικοὶ τόποι, πόρρω τῆς περὶ τῶν θείων ἐπιστήμης ὑποφέρονται περὶ ἑαυτοὺς καλινδούμενοι, οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινου‐ στέρους. ἀλλ’ ἐπειδὴ μεταβαίνειν ἐπαγγέλλεται καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν, ὑπισχνούμενος ἀπελέγξαι τοὺς οὐσίαν αὐτοῖς ἀπονέμοντας νοητήν, ἴδωμεν καὶ τὰ πρὸς τοὺς ἀριθμοὺς τἀνδρὸς ἐπιχειρήματα.
10nἈνάγκη ... εἰρημένους.
11 Ἡ μὲν πρώτη διαίρεσις ἐλλιπῶς μὲν εἴρηται, ἀληθῶς δέ· ἀνάγκη γάρ, εἰ ἔστιν αὐτοαριθμὸς καὶ μὴ φύσις ἄλλη ὧν ἀριθμεῖται, ἤτοι τὸν ἐχό‐ μενον τοῦ προτέρου κατ’ εἶδος διαφέρειν ἢ μὴ διαφέρειν. τοῦτο δὲ τὸ “ἢ μὴ διαφέρειν” παρεῖσθαι δοκεῖ. αἱ δὲ ἑξῆς διαιρέσεις αἱ κατὰ τὰς μονάδας
15περιτταὶ πᾶσαι καὶ παρὰ θύρας ποιούμεναι τὴν ζήτησιν· εἰ μὲν γὰρ τοὺς χωριστοὺς ἀριθμοὺς ἐν ποσότητι μονάδων ἔχειν ὑπετίθεντο τὴν ὑπόστασιν οἱ ἄνδρες, καλῶς εἶχε πρὸς αὐτοὺς ἀπορεῖν, πότερον πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσι καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ πρὸς ἀλλήλας καὶ αἱ ἐν ἑτέρῳ πρὸς τὰς ἐν ἑτέρῳ, ἢ πᾶσαι ἀδιάφοροι ὡς αἱ ἐν τῷ μαθηματικῷ
20ἀριθμῷ, ἢ αἱ μὲν ἀδιάφοροι αἱ ἐν τῷ αὐτῷ πρὸς ἀλλήλας, αἱ δὲ διάφοροι καὶ ἀσύμβλητοι 〈αἱ〉 ἐν ἄλλῳ καὶ ἄλλῳ. ἐπειδὴ δὲ ἀμερεῖς καὶ ἄποσοι παρ’ αὐτοῖς οἱ ἀριθμοὶ καὶ ἐν εἴδεσι θείοις ἀφοριζόμενοι, ὅσοι γε αὐτῶν εἰσι τοῦ κόσμου χωριστοί, παρέλκειν ἡγούμεθα πᾶσαν τὴν τοιαύτην τοῦ λόγου πολυπραγμοσύνην. τὴν μέντοι μετὰ ταῦτα διαίρεσιν πάλιν ὡς πρα‐
25γματειώδη προσιέμεθα, καθ’ ἣν ἐπιζητεῖ πότερον χωριστοὺς ὑπετίθεντο τοὺς ἀριθμοὺς εἶναι ἢ ἀχωρίστους τῶν σωμάτων, ὡς πληροῦντας μέντοι τὴν αἰσθητὴν φύσιν, ἢ τοὺς μὲν χωριστοὺς τοὺς δὲ ἀχωρίστους. ἐπεὶ οὖν ἥ τε πρώτη καὶ ἡ τελευταία διαίρεσις γέγονεν αὐτῷ πραγματειώδης, αἱρού‐ μεθα τῆς μὲν πρώτης τὸ τοὺς διαφόρους ἀριθμοὺς ἑτέρους εἶναι τῷ εἴδει,
30μᾶλλον δὲ ἕτερα εἶναι εἴδη· εἴδη γὰρ καθαρὰ καὶ ἄχραντα τῶν ἀριθμῶν οὐ χωριστά· τῆς δὲ δευτέρας τὸ εἶναι καὶ χωριστοὺς καὶ ἀχωρίστους τῶν αἰσθητῶν ἀριθμούς. διὸ καὶ οἱ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς εἰκότως αὐτῷ δοκοῦσι τούτοις κεχρῆσθαι τοῖς τρόποις· οἱ μὲν γὰρ περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν ποιοῦνται
35λόγον ἀπὸ τῶν ἡμῖν προσεχεστέρων περὶ τῶν ὑπερτέρων αἰτίων αἰνιττόμενοι, οἱ δὲ περὶ τῶν χωριστῶν, ἐν οἷς παραδειγματικώτερον ἑώρων καὶ τοὺς ἐκ τῆς φύσεως προεληλυθότας περιεχομένους, οἱ δὲ περὶ ἀμφοῖν διακρίνοντες
σαφεστέραν τὴν ἑαυτῶν καὶ τελειοτέραν ἀπέφαινον διδασκαλίαν. εἰ δὲ δεῖ121

122

τι καὶ περὶ τῆς διαφορᾶς ἢ περὶ τῆς ἀδιαφορίας τῶν μονάδων εἰπεῖν, μονάδας μὲν τὰς κατὰ τὸ ποσὸν οὐχ ὑποβλητέον οὐδαμῇ οὐδαμῶς τοῖς οὐσιώδεσιν ἀριθμοῖς· αὐτοὺς δὲ μονάδας εἶναι λέγοντες καὶ διαφέρειν πάντας ἀλλήλων φήσομεν διὰ τὴν ἑτερότητα καὶ ἀδιαφόρους εἶναι κατὰ τὴν ταυ‐
5τότητα καὶ τὸ συναμφότερον ἐπιδείκνυσθαι δι’ ἄμφω ταῦτα τὰ γένη τοῦ ὄντος. δῆλον δὲ ὅτι καὶ οἱ μὲν ἐν τῇ αὐτῇ τάξει ταυτότητι μᾶλλον ἢ ἑτερότητι κατὰ τὴν πρὸς ἀλλήλους παραβολὴν κατέχονται, οἱ δὲ ἐν ἑτέραις καὶ ἑτέραις πολλῷ τῷ διαφέροντι κέχρηνται διὰ τὴν τῆς ἑτερότητος ἐπι‐ κράτειαν.
10nΟἱ μὲν ... αἰσθητῶν.
11 Ἐνταῦθα Πλάτωνα δῆλός ἐστι τάττων, ὡς καὶ ὁ ὑπομνηματιστὴς αὐτοῦ φησιν Ἀλέξανδρος. καὶ δεχόμεθα Πλάτωνα ταῦτα λέγειν, καὶ μὴ μόνον ταῦτα· εἶναι γὰρ καὶ εἰδητικὸν ἀριθμὸν ὑπετίθετο, τάξιν ἐχόντων ἐν αὐτῷ τῶν εἰδῶν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν πρεσβύτερον μὲν ὄντα
15τοῦ φυσικοῦ, καταδεέστερον δὲ τοῦ εἰδητικοῦ, ὥσπερ δὴ καὶ ψυχὴ φύσεως μέν ἐστιν ὑπερτέρα, νοῦ δὲ δευτέρα.
17nΟἱ δὲ ... αἰσθητῶν.
18 Τοὺς περὶ Ξενοκράτην φησὶν αὐτὸν Ἀλέξανδρος αἰνίττεσθαι, οἳ χωρί‐ ζουσι μὲν τὸν μαθηματικὸν τῶν αἰσθητῶν, οὐ μέντοι μόνον εἶναι νομίζουσι
20(πῶς γὰρ ἂν Πλατωνικοί γε ὄντες καὶ πυθαγορίζειν βουλόμενοι [τῆς] τῶν ἀμερεστέρων καὶ ἐξῃρημένων τῆς ψυχικῆς οὐσίας ἀριθμῶν τῆς θεωρίας ἀπελείφθησαν;), ἀλλὰ δῆλοί εἰσι διὰ τῶν μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τοὺς πρεσβυτέρους ἀριθμοὺς πραγματευόμενοι.
24nΚαὶ οἱ Πυθαγόρειοι ... ἐοίκασιν.
25 Ὅτι μὲν καὶ τὰ αἰσθητὰ κατὰ τοὺς ἀριθμοὺς ἔλεγον δημιουργεῖσθαι παρὰ τῆς φύσεως οἱ ἄνδρες, ὁμολογητέον· οὐ μὴν κατὰ τοὺς μαθηματικοὺς ἀλλὰ κατὰ τοὺς φυσικούς. συμβολικῶς δὲ ἑρμηνεύοντας οὐδὲν ἦν ἀπίθανον καὶ διὰ μαθηματικῶν ὀνομάτων περὶ τῆς ἑκάστου τῶν αἰσθητῶν ἰδιότητος ἐνδείκνυσθαι. τὸ δὲ μόνων αὐτοῖς ἀνατιθέναι τῶν αἰσθητῶν ἀριθμῶν τὴν
30κατανόησιν, μὴ πρὸς τῷ καταγελάστῳ καὶ λίαν ἀσεβὲς ᾖ· τοὺς γὰρ ὑποδεξα‐ μένους μὲν παρ’ Ὀρφέως τὰς θεολογικὰς ἀρχὰς τῶν νοητῶν καὶ νοερῶν ἀριθμῶν, ἐπὶ πλεῖστον δὲ αὐτὰς προαγαγόντας καὶ τὴν ἄχρι τῶν αἰσθητῶν ἐπικράτειαν αὐτῶν ἀναφήναντας καὶ πρόχειρον ἔχοντας ἐπίφθεγμα τὸ “ἀριθμῷ
δέ τε πάντ’ ἐπέοικε” πῶς οὐκ ἄτοπον περὶ τὰ σώματα μόνον καὶ τοὺς122

123

συνόντας τοῖς σώμασιν ἀριθμοὺς διατετριφέναι λέγειν; πῶς δ’ ἂν αὐτὸς μὲν Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ διαρρήδην μορφῶν καὶ ἰδεῶν κράντορα τὸν ἀριθμὸν ἔλεγεν εἶναι, καὶ θεῶν 〈καὶ〉 δαιμόνων αἴτιον καὶ τῷ πρεσβίστῳ καὶ κρατιστεύοντι τεχνίτᾳ θεῷ κανόνα καὶ λόγον τεχνικόν, “νοῦν τε καὶ
5στάθμαν ἀκλινεστάταν τὸν ἀριθμὸν ὑπεῖμεν συστάσιός τε καὶ γενέσιος τῶν πάντων·” Φιλόλαος δὲ τῆς τῶν κοσμικῶν αἰωνίας διαμονῆς τὴν “κρατι‐ στεύοισαν” καὶ αὐτογενῆ συνοχὴν ἀπεφαίνετο εἶναι τὸν ἀριθμόν· Ἵππασος δὲ καὶ οἱ ἀκουσματικοὶ πάντες κριτικὸν ὄργανον κοσμουργοῦ θεοῦ καὶ παρά‐ δειγμα κοσμοποιίας βούλονται εἶναι τὸν ἀριθμόν—, εἰ μὴ τὴν χωριστὴν
10αὐτοῦ τῶν σωμάτων καὶ δημιουργικήν τε ἅμα καὶ παραδειγματικὴν ἐθεώρουν ὑπεροχήν;
12nἌλλος ... ἕνα εἶναι.
13 Μήποτε καὶ οὗτος ἐν τῷ εἰδητικῷ πάντας ἑώρα, τοὺς μὲν πρὸ αὐτοῦ ὡσανεὶ προελθόντας ἐπὶ τὸ ἐμφανέστερον, τοὺς δὲ μετ’ αὐτὸν ὡς κατ’
15αἰτίαν περιεχομένους παραδειγματικήν. Ἔνιοι ... εἶναι. [μόνον δὲ τοῦτον καὶ πάντως χωριστόν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τούτῳ]. ἔνιοι, φησί, τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποιοῦντες ἀριθμὸν τὸν εἰδητικὸν τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθη‐ ματικόν. μήποτ’ οὖν ἐπειδὴ διττὸς ὁ μαθηματικός, ὁ μὲν μοναδικὸς ὁ
20δὲ οὐσιώδης, ᾧ τὴν λογικὴν ψυχὴν ὁ δημιουργὸς διακοσμεῖν εἴρηται, τὸν μὲν τοῖς πολλοῖς συνεγνωσμένον ὡς ἀνούσιον οὐκ ἠξίουν εἰδητικὸν καλεῖν, τὸν δὲ κατ’ οὐσίαν ὑπάρχοντα ταῖς ψυχαῖς, ὃς καὶ τοῦτον αὐτοφυῶς ἀπο‐ γεννᾷ τὸν μοναδικόν, εἰς ταὐτὸν μὲν οὐκ ἦγον τῷ τῶν ἰδεῶν, εἰδητικὸν δὲ καὶ αὐτὸν οὐκ ἀπηξίουν καλεῖν, καθ’ ὅσον καὶ τοὺς μέσους λόγους τῆς
25ψυχῆς εἴδη προσαγορεύειν εἰώθαμεν.
26nὉμοίως ... πρότερον.
27 Τὰ αὐτὰ λέγομεν καὶ περὶ τῶν γεωμετρικῶν ὀνομάτων· ἄλλως γὰρ τὰ σχήματα [τὰ] ἐν νῷ, ἄλλως ἐν ψυχῇ, πανταχοῦ δὲ ἀδιαστάτως καὶ ἀσχηματίστως, εἴ τῳ κατὰ τὴν τῶν πραγμάτων ἰδιότητα μετιόντι τὴν θεω‐
30ρίαν ἀλλὰ μὴ τὴν τῶν ὀνομάτων συνήθειαν σχήματα ἀσχημάτιστα καὶ ἀμερῆ μεγέθη † πρὸς συμπάθειαν εὐπαράδεκτον εἶναι φαίνεται. ἀμέλει τῶν θείων ἀνδρῶν ἐκείνων τινὲς ἀτόμους γραμμὰς διὰ ταύτην τὴν αἰτίαν εἰσηγούμενοι καὶ ἄποσον δυάδα αἰτίαν ἔσχον ἀλλαχοῦ μὲν ὡς ἀδύνατα
λέγοντες, ἐν τούτοις δὲ ὡς περὶ μαθηματικῶν οὐ μαθηματικῶς ἀναδιδάσκοντες.123

124

καὶ ἔχομεν καὶ ἐκ τῶν τοῦ κατηγόρου λόγων τὴν ὑπὲρ Ξενοκράτους ἀπο‐ λογίαν, ὃς τὴν αὐτογραμμὴν οὐκ ἠνείχετο τέμνεσθαι οὐδὲ τὰς κατὰ τοὺς μέσους λόγους τῆς ψυχῆς ὁρωμένας γραμμάς· ἀφ’ ἧς αἰτίας καὶ τοὺς ἀρι‐ θμοὺς ἐν λόγοις ὁρῶν καὶ εἴδεσιν ἀδιαιρέτους ἐφύλαττε· καὶ γὰρ τοὺς μαθη‐
5ματικοὺς κατὰ τὸ εἶδος ἑώρα μᾶλλον, ἀλλ’ οὐχὶ κατὰ τὴν ὑποκειμένην τῶν μονάδων χύσιν. τὸ δὲ πάντας πλὴν τῶν Πυθαγορείων μοναδικοὺς λέγειν τιθέναι τοὺς ἀριθμούς, μόνους δὲ τοὺς Πυθαγορείους διάστημα ἔχοντας καὶ μέγεθος, ψεῦδός ἐστι καθ’ ἑκάτερον· οὔτε γὰρ πάντας ἀριθμοὺς οἱ ἄλλοι μοναδικοὺς εἶναί φασιν, ἀλλὰ μόνον τὸν μαθηματικόν, οὔτε Πυθαγό‐
10ρειοι μέγεθος ἐδίδοσαν τῷ ἀριθμῷ, ἀλλ’ ἐγέννων μὲν ἐκ τῶν τελευταίων ἀριθμῶν καὶ τὰ μεγέθη, αὐτοὺς δὲ ἀμερεῖς εἶναι ὑπετίθεντο τούς τε τῶν σωμάτων ποιητικοὺς τούς τε τῶν φυσικῶν λόγων ἐξῃρημένους. αὐτὸς δὲ ὡς κατασκευαστικὸν τοῦ παρὰ τοῖς ἄλλοις μοναδικοὺς εἶναι τοὺς ἀριθμοὺς τὸ ἀπὸ τοῦ ἑνὸς αὐτοὺς ὑφιστάνειν παρέλαβεν, οὐ προσποιούμενος ὅτι τὸ
15ἓν παρ’ αὐτοῖς οὐ τὸ μονάδων ἐστὶ γεννητικὸν τῶν μαθηματικῶν, ἀλλ’ ἡ τοῦ ἀγαθοῦ καὶ παναρίστου τῶν ὄντων αἰτία.
17nὉσαχῶς ... ἑτέρων.
18 Τὰ μὲν εὐφορητότερα μᾶλλον εἶναί φησι, τὰ δὲ ἀδυνατώτερα. ῥητέον δὲ ὅτι εἰ μὲν πάντας ὑπετίθεντο μοναδικοὺς εἶναι τοὺς ἀριθμοὺς οἱ ἄνδρες,
20τελείως ἄν σοι τὰ τῆς διαιρέσεως προῄει· νυνὶ δὲ τὰ μὲν παρέλκει, τὰ δὲ ἐπὶ τὸ χεῖρον ὑποτέθειται, ἐν ἐνίοις 〈δὲ〉 θεάσαιτο ἄν τις καὶ τῆς ἀλη‐ θοῦς ἐκείνων ὑπολήψεως ζώπυρον.
23nΠρῶτον ... ἀλλήλας.
24Πάντα ταῦτα μάτην σπαθᾶται· τῶν γὰρ θείων καὶ νοητῶν ἀριθμῶν
25οὐδείς ἐστι μοναδικός. Εἰ μὲν οὖν ... εἰδῶν. εἰ πᾶς ἀριθμὸς μονα‐ δικός, πᾶσαι δὲ αἱ μονάδες ἀδιάφοροι, ἕπεται τὰ εἰρημένα· οὔτε γὰρ εἰδητικὸς ἔσται ἀριθμός (οὐ γὰρ δύναται οὗτος εἶναι μοναδικός· πόσαι γὰρ μονάδες ταύτην συνιστᾶσι τὴν ἰδέαν ἢ τήνδε, χαλεπὸν καὶ πλάσαι) οὔθ’ ὅλως ἄλλος τίς ἐστιν ἀριθμὸς πλὴν τοῦ μαθηματικοῦ. εἰ δὲ ψεύδεται ἡ
30ὅλη ὑπόθεσις ἡ λέγουσα πάντα ἀριθμὸν εἶναι μοναδικόν, οὐδὲν ἂν ἐξ αὐτῆς ἀποδεικνύοιτο. μᾶλλον δὲ τοὐναντίον ἔστιν ἐκ τῶν εἰρημένων συναγαγεῖν· εἰ γὰρ ἀληθὲς τὸ συνημμένον κατά τε τοὺς Πυθαγορείους καὶ κατ’ αὐτὸν τὸ λέγον, ὅτι εἰ πᾶς ἀριθμὸς μοναδικός, οὐκ ἔστιν εἰδητικὸς ἀριθμός, ἐπειδὴ
ἔστιν εἰδητικὸς ἀριθμός, ὡς ἐκεῖνοι διὰ πλειόνων ὑπεμίμνησκον, οὐκ ἂν εἴη124

125

πᾶς ἀριθμὸς μοναδικός. ἀλλ’ ἡ μὲν πρόσληψις καὶ παρ’ Ἀριστοτέλει τὸ ἡγούμενον τιθεῖσα καὶ παρ’ ἐκείνοις τὸ ἑπόμενον ἀναιροῦσα πλείονος δεῖται συστάσεως. ἓν δὲ τοῦτο παρ’ ἀμφοῖν ὁμολογεῖται, ὅτι ὁ εἰδητικὸς ἀριθμὸς οὐκ ἔστι μοναδικός, καὶ δεῖ τούτῳ διὰ παντὸς ἐμμένειν. εἴτε γὰρ ἔστιν ὡς
5ἐκεῖνοί φασιν, οὐκ ἔστι μοναδικός, εἴτε μὴ ἔστιν, ὡς οὗτος ἀξιοῖ, οὐδ’ ὅλως ἐστὶ μοναδικός. ὁ ἄρα ἢ δεικνύναι θέλων αὐτὸν μοναδικὸν ἢ εὐθύνων ὡς 〈μὴ〉 μοναδικὸν τὰς κοινὰς ὁμολογίας οὐ διαφυλάττει.
8nἸδέα ... ὁποιαοῦν.
9Καὶ ταῦτα κατασκευαστικὰ τοῦ μὴ εἶναι μοναδικοὺς ἀριθμοὺς τὰς
10ἰδέας, εἴπερ αἱ μονάδες ἀδιάφοροι. εἰ γάρ ἐστι, φησίν, ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία τριάς, εἰ τύχοι ὁ αὐτοάνθρωπος οὐ μᾶλλον ἡ πρώτη ἔσται τῆς ἐννεάδος ἢ ἡ μέση ἢ ἡ τρίτη. οὐ δεῖ δὲ πολλὰς ἰδέας εἶναι τοῦ αὐτοανθρώπου· ὥστε ἢ οὐδεμία ἢ πᾶσαι· εἰ δὲ ἀδύνατον πάσας, οὐδεμία· οὐκ ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροι αἱ μονάδες.
15καὶ οὐδέν γε ἄτοπον φήσομεν ἕπεσθαι ταῦτα· οὔτε γὰρ ἄτοπά ἐστιν, οὔτε εἰ ἦν ἀδύνατα, παρ’ ἄλλο τι συνέβαινεν ἢ παρὰ τὴν τῶν ὑποθέσεων μοχθηρίαν.
18nΕἰ δὲ ... ὑστέρας.
19Ὅτι μὲν εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, οὐδ’ ὅλως εἰσίν, εὖ μοι δοκεῖ
20λαμβάνειν· ὅτι δὲ οὐκ εἰσίν, οὔτ’ ἔδειξεν οὔτ’ ἂν ἐνδέχοιτο δειχθῆναι. ἀλλ’ ὅτι μὲν [οὐκ] εἰσὶν αἱ ἰδέαι μοναδικοὶ ἀριθμοί, τοῦτο πάλαι μὲν αἰτεῖται, κατα‐ σκευάσαι δὲ οὐ βούλεται. ἔστιν οὖν ὁ διὰ τριῶν τοιοῦτος· εἰ μὴ μονα‐ δικοί εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, μονάδων διαφόρων μὴ οὐσῶν, οὐδ’ ὅλως εἰσὶν ἀριθμοί· εἰ μὴ ἀριθμοί εἰσιν αἱ ἰδέαι, οὐδ’ ἂν εἶεν ὅλως. κατασκευάζει
25δὲ τὸ δεύτερον συνημμένον οὕτω· τὰ ὄντα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίσταται, πάντα τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί, τὰ ὄντα ἄρα ἀριθμοί. καὶ ὑγιαίνουσι μὲν ἄμφω αἱ προτάσεις καὶ τὸ συμπέρασμά ἐστιν ἀληθές· οὔτε δὲ τὸ ἓν οὔτε τὴν δυάδα οὔτε τὸν ἀριθμὸν κατὰ βούλησιν ἐκλαμβάνει τῶν ἀνδρῶν. οἱ μὲν
30γὰρ ὁρῶντες ἄμφω τὰς συστοιχίας περὶ ἕκαστον τῶν ὄντων τὴν μὲν ἀμείνω παρὰ τοῦ ἑνὸς ἐφήκειν αὐτοῖς ἔλεγον, τὴν δὲ καταδεεστέραν παρὰ τῆς δυάδος· ὁ δὲ συνήθως καὶ μαθηματικώτερον, μᾶλλον δέ, εἰ χρὴ τολμήσαντα
λέγειν, ἀγοραιότερον ἀκούει τῶν ὀνομάτων. πάλιν ἐκεῖνοι τὰ ἀπογεννώμενα125

126

τοτὲ μὲν καὶ τριάδα ἐκάλουν διὰ τοῦ τρία τὸ ἀρχοειδὲς ἐκείνων τῶν ἀρι‐ θμῶν ἐνδεικνύμενοι, τοτὲ δὲ ἁπλῶς ἀριθμόν· ὁ δὲ ἐπὶ τὸν μοναδικὸν ἕλκει τὴν χρῆσιν τοῦδε τοῦ ὀνόματος. † ἐπεὶ οὔτε τὸν κατηγορικὸν ἀποποιούμεθα συλλογισμὸν πάντων μάλιστα δεικνύντα, ὅτι καὶ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοί
5εἰσι νοεροὶ καὶ ἀμερεῖς, εἴ τις τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσιν ἀκούοι δεόντως, οὔτε τὸν διὰ τριῶν, εἴ τις ἀναιρέσει τοῦ ἑπομένου τὴν μοχθηρὰν ὑπόθεσιν διελέγχοι, ἐπειδὴ μὴ δύναται κατασκευασθῆναι τὸ ἡγούμενον. εἰ τοίνυν εἰσὶν αἱ ἰδέαι, ὡς διὰ πλειόνων ἔδειξαν οἱ θεῖοι ἄνδρες καὶ ἡμεῖς δὲ μετρίως ὑπεμνήσαμεν, οὐκ ἂν εἶεν αἱ ἰδέαι μοναδικοὶ ἀριθμοί, τῶν
10μονάδων ἀδιαφόρων οὐσῶν· οἶμαι δὲ ὅτι οὐδὲ διαφόρων ὑποτεθεισῶν, εἰ μή τις ἕτερον μοναδικοῦ σημαινόμενον ἐπινοήσειεν. —εὖ δέ πως δόξειεν ἂν εἰρῆσθαι καὶ τὸ μὴ ἐνδέχεσθαι μήτε προτέρας μήθ’ ὑστέρας αὐτὰς τῶν ἀριθμῶν 〈τάξαι〉, εἴπερ μή εἰσιν αἱ ἰδέαι ἀριθμοί· ἄμφω [αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ] γὰρ πρῶτα καὶ προσεχῶς ἐκ τῶν ἀρχῶν· ὥστε εἰ μὴ εἶεν ἄμφω,
15θάτερον οὐκ ἂν εἴη. οὐ μὴν ἀλλὰ τῷ γε παρηκολουθηκότι τοῖς θεολογικοῖς δόγμασι τῶν Πυθαγορείων καὶ τῷ Παρμενίδῃ τοῦ Πλάτωνος δῆλον γέγονεν, ὅτι καὶ πρὸ τῶν ἰδεῶν εἰσιν ἀριθμοί, ὅ τε ἑνιαῖος καὶ ὁ οὐσιώδης, καὶ ὅτι ἐν πάσαις τάξεσιν οὗτοι τῶν θείων ἀναφαίνονται· αἱ γὰρ ἰδέαι αἱ δημιουργικαὶ οὔτε ἁπλῶς πρῶται τῶν πάντων (οὐ γὰρ δὴ καὶ πρὸ τῶν
20γενῶν τοῦ ὄντος), ἀλλὰ πρὸ τῶν ἐγκοσμίων μὲν εἶναι λέγονται, οὐ μὴν τὸ πρώτιστον εἶναι ἐν τοῖς οὖσι· καὶ [τὰς] προσεχεῖς ἀρχὰς οὐ τὴν πρώτην ἔχουσι μονάδα καὶ τὴν πρωτίστην δυάδα, ἀφ’ ὧν ὁ τριαδικὸς καὶ κρύφιος ἀριθμὸς προῆλθεν, ἀλλὰ τὰς ἐν τῇ ἁπλουστάτῃ ἐννοίᾳ τοῦ δημιουργοῦ, “ἀφ’ ὧν ἰδέαι προέθρωσκον ἴχνη σώματος οὖσαι”. καὶ ταῦτα μὲν ἑτέρας
25ἤρτηται θεωρίας· τὰ δὲ νῦν πάντα ὑπὲρ ἡμῶν μὲν εἴρηται, εἰ δειχθεῖεν οὖσαι αἱ ἰδέαι, ὑπὲρ δὲ Ἀριστοτέλους, εἰ πᾶς ἀριθμὸς εἴη μοναδικὸς ἀδια‐ φόρων οὐσῶν τῶν μονάδων.
28nΕἰ δὲ ... ἄλλως.
29Ὅτι μὲν εἰ ἀσύμβλητοι ἀλλήλαις αἱ μονάδες πᾶσαι αἵ τε ἐν τῷ αὐτῷ
30ἀριθμῷ καὶ 〈αἱ〉 ἐν ἑτέροις καὶ πρὸς τούτῳ πᾶς ἀριθμὸς μοναδικὸς εἴη, οὔτε ὁ μαθηματικὸς ἔσται ἀριθμὸς οὔτε ὁ εἰδητικός, ἀκολούθως λαμβάνει· ὅ τε γὰρ μαθηματικὸς 〈μοναδικὸσ〉 μέν, ἀλλ’ ἐξ ἀδιαφόρων μονάδων (οὕτω γὰρ τὰς διαιρέσεις καὶ τὰς συνθέσεις καὶ τοὺς πολλαπλασιασμοὺς καὶ πάσας
ἐπ’ αὐτοῦ τὰς σχέσεις ἐπινοοῦμεν)· ὅ τε εἰδητικὸς οὐ δύναται ἐκ μονάδων126

127

ἀσυμβλήτων ἑαυταῖς συνεστάναι, κατὰ μὲν τἀληθές, ὅτι μηδ’ ὅλως μονα‐ δικός ἐστι, κατ’ αὐτὸν δέ, ὅτι δεῖ μὲν ἐκ τῶν ἀρχῶν ἅμα γεννᾶσθαι τὰς δύο μονάδας τῆς δυάδος καὶ τὰς γ τῆς τριάδος, τὰ δὲ ἐκ τῶν ἀρχῶν ἅμα γεννώμενα, φασίν, ἀδιάφορά ἐστιν. ἐφ’ οἷς μέμνηται καὶ ῥημάτων τοῦ
5Πλάτωνος, δεικνὺς ὅτι καὶ κατ’ ἐκεῖνον ἕκαστος τῶν ἀριθμῶν ἅμα πᾶς γεννᾶται ὑπὸ τῶν ἀρχῶν ἐξ ἀνίσων ἰσασθείς. ὁ μὲν οὖν Πλάτων ᾐνίττετο διὰ τούτων, ὅτι ἕτερα μέν ἐστιν ἀλλήλων καὶ ἄνισα τὰ θεῖα διὰ τὴν δυάδα καὶ τὴν ἐκ τῆς δυάδος πρόοδον, τὰ αὐτὰ δὲ καὶ ἴσα διὰ τὴν μονάδα καὶ τὴν ἐκ τῆς μονάδος ἐπιστροφήν, εἴτε καὶ μονὴν πρὸ τῆς προόδου καὶ
10τῆς ἐπιστροφῆς φίλον τῳ προσαγορεύειν. οὗτος δὲ ὡς πάλαι μὲν ἀνίσων ὄντων τῶν ἀριθμῶν ἢ τῶν μονάδων τῶν ἐν τοῖς ἀριθμοῖς, νυνὶ δὲ ἰσα‐ σθέντων ἢ ἰσασθεισῶν μνήμην πεποίηται. χρὴ δὲ τὸ μὲν μοναδικὸν ἐκεῖθεν ἐξορίζειν, τὸ δὲ ἄνισον καὶ ἴσον καὶ ταὐτὸν καὶ ἕτερον καὶ μένον καὶ προϊὸν ἅμα καὶ ἐν ἑνὶ παρ’ αὐτοῖς θεωρεῖν. καὶ ταῦτα μὲν ἕπεται ταῖς ὑποθέσεσι·
15πόθεν δὲ ὅτι πάντες οἱ ἀριθμοὶ μοναδικοί; τοῦτο γὰρ ἀεὶ μὲν διατελεῖ λαμβάνων, ἀποδεικνύει δὲ οὐδαμῶς.
17nἜπειτα ... ὕστερον.
18 Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι ἀσυμβλήτους τὰς ἐν τῷ εἰδητικῷ ἀριθμῷ μονάδας· εἰ γάρ εἰσιν ἀσύμβλητοι αἱ ἐν τῇ δυάδι δύο
20μονάδες, ἡ μέν ἐστιν αὐτῶν προτέρα ἡ δὲ δευτέρα· οὐ γὰρ δὴ ἅμα διά‐ φοροι οὖσαι ἀπὸ τῶν ἀρχῶν προΐασιν. ἀλλ’ εἰ τοῦτο, καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας, νεωτέρα δὲ τῆς προτέρας. μῖξις γάρ ἐστι τῶν δύο μονάδων· ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος ἀγλευκέστερον, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου
25μέρους ἑαυτῆς, πρεσβυτέρα δὲ τοῦ δευτέρου. ὅτι δὲ παίζοντός ἐστι μᾶλλον καὶ ἀπάγοντος ταῦτα ἢ σπουδάζοντος καὶ πραγματειώδη ποιουμένου τὴν ἐξήγησιν τοῦ δόγματος, οἶμαι συνορᾶν τοὺς ἀγχινουστέρους.
28nἜτι ... τούτους.
29Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι μετὰ τὸ ἓν τὸ ἀρχηγικὸν καὶ
30γεννητικὸν τῶν ὅλων ἐὰν τὴν προτέραν μονάδα τῆς δυάδος ἐπινοήσωμεν, ἔσται δυὰς ἔκ τε τοῦ ἑνὸς 〈τοῦ〉 ἀρχηγικοῦ καὶ τῆς μονάδος ταύτης, πρὶν γένηται δυάς. καὶ πάλιν ἐὰν τὰς δύο μονάδας τῆς δυάδος τῷ πρώτῳ ἑνὶ συντάξωμεν, ἔσται τριὰς πρὶν ὑποστῇ τὰ τρία· καὶ ἀεὶ ἡ ποσότης τῶν
μονάδων προλήψεται τοὺς οἰκείους ἀριθμούς. ταῦτα δὲ ὅτι παίζοντός ἐστι127

128

μᾶλλον ἢ σπουδαιολογουμένου, πολλάκις ἐνεδειξάμεθα· πράγμασι γὰρ ἀμε‐ ρίστοις καὶ ἀπόσοις καὶ κατὰ πάντα ἀδιαιρέτοις τοιοῦτον μερισμὸν καὶ ὑλικὴν ἐπιφέρειν διαίρεσιν σύγχυσίν τε αὐτῶν καὶ μετάθεσιν ἐργάζεσθαι καὶ ἐκ τῶν πρώτων καὶ τῶν δευτέρων καὶ πάντων τῶν ἐφεξῆς ἕν τι
5κατ’ ἐπισύνθεσιν ὑφιστάνειν καὶ ἀπογεννᾶν παντάπασίν ἐστιν ἀνδρὸς μὴ προσποιουμένου τὴν τῶν ὄντως ὄντων ἀληθῆ θεωρίαν. διὸ καὶ αὐτὸς ἐπισημαίνεται, [καὶ] ὅτι παρὰ τὰ δοκοῦντα ἐκείνοις φθέγγεται δι’ ὧν [ταῦτα] ἐπιφέρει·
9nΟὐδεὶς ... ἐφεξῆς.
10 Ὁμολογεῖ καὶ αὐτὸς μηδένα τὰς ἀσυμβλήτους ταύτας μονάδας παραδεδωκέναι· καὶ γὰρ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς ὑπάρχειν, φησίν, εὔλογον, κατ’ ἀλήθειαν δὲ ἀδύνατον. ὅτι δὲ ταῖς ἐκείνων ὑποθέσεσιν ἀκολού‐ θως λαμβάνονται, πειρᾶται κατασκευάζειν τοῦτον τὸν τρόπον· εἰ ἔστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονὰς καὶ δυὰς πρώτη, πᾶσα ἀνάγκη καὶ
15δεύτερον ἓν εἶναι καὶ μονάδα δευτέραν καὶ δυάδα δευτέραν· ὅπου γὰρ τὰ πρῶτα, ἐκεῖ καὶ τὰ δεύτερα, καὶ ὅπου ταῦτα, ἐκεῖ καὶ τὰ τρίτα, καὶ οὕτως ἐφεξῆς. ἀλλὰ μὴν εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους ἀλλήλαις εἶναι καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη παρὰ τὴν δευτέραν καὶ ἡ τετάρτη παρὰ τὴν τρίτην. καὶ δῆλος ὁ τύπος τῆς παιδιᾶς· εἰ μὲν
20γὰρ μονάδας ἐκάλει τῶν νοητῶν οὐσιῶν ἑκάστας ἢ ἀριθμοὺς οἰκείους αὐταῖς, οὐδὲν ἦν ἄτοπον τάξεως οὔσης ἐν τοῖς θείοις πράγμασι τὰ μὲν εἶναι πρῶτα, τὰ δὲ τούτοις ἐφεξῆς ὑφεστάναι λέγειν. ἐπειδὴ δὲ μαθηματικὰς τῷ ὑποκει‐ μένῳ μονάδας ἐπισκεπτόμενος πάλιν αὐτῶν τὸ ἴδιον ἀναιρεῖ, ἀσυμβλήτους ὑποτιθέμενος εἶναι, καὶ περὶ τὰ θεῖα διὰ τῶν ὑποθέσεων τούτων ἀθύρει,
25πῶς οὐκ ἄν τις παιδιὰν μᾶλλον ἢ σπουδὴν ὑπονοήσειεν εἶναι τὸ γιγνόμενον;
26nἍμα ... ἀδύνατον.
27 Τοῦτο διὰ μέσου προσέρριψε ὡς καὶ περὶ τὰς ἀρχὰς ἀνακολούθως αὐτῶν διαγιγνομένων· οὐ γὰρ οἴεται δυνατὸν εἶναι καὶ μονάδα καὶ δυάδα τὴν πρώτην ἔχειν τάξιν μετὰ τὸ ἕν· εἰ γὰρ ἡ μονὰς πρώτη ἐστί, κατὰ
30τὸν αὐτὸν λόγον καὶ ἡ δυάς. εἴρηται δὲ ἐν τοῖς προάγουσιν, ὅπως ἑκατέραν τῶν ἀρχῶν πρώτην ἔλεγον οἱ ἄνδρες, ὡς ἐξηγουμένην καὶ ἄρχουσαν τῆς ἑαυτῇ προσφόρου συστοιχίας.
33nΟἱ δὲ ... οὐκέτι.
34Τοῦτό ἐστιν ὃ ἔλεγεν ἕπεσθαι μὲν αὐτοῖς ἐξ ἀνάγκης, οὐ μέντοι
35λέγεσθαι ὑπ’ αὐτῶν. καὶ ὅτι μὲν οὐ λέγεται, καὶ παρ’ αὐτοῦ ληπτέον·128

129

ὅτι δὲ οὐδὲ ἕπεται, συνίδοι τις ἂν ἐπιστήσας. ὅπου γὰρ τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὰ ἐφεξῆς ἀκολουθεῖ, συν‐ τέτακται πάντα ἀλλήλοις καὶ ὁμοφυῆ ἐστι, καὶ ἡ τάξις ὡς ἐν ὁμοουσίοις τὰ πρεσβεῖα παρέχει τοῖς πρώτοις. ταῖς δὲ ἀρχαῖς τῶν ὅλων οὐδὲν ἰσάξιον·
5ἄλλο γὰρ ἀρχὴ καὶ ἄλλο τὸ ἐκ τῆς ἀρχῆς· ὥστε ὀρθῶς πρῶτον ἓν καὶ πρώτην μονάδα καὶ πρώτην δυάδα ἐν ταῖς ἀρχαῖς ὑποθέμενοι, τῇ τε μιᾷ καὶ ταῖς δύο, δεύτερα καὶ τρίτα τοιαῦτα οὐκέτι παραλαμβάνειν ἠξίουν. ἀλλ’ εἴ ποτε καὶ τοιοῦτό τι λέγοιεν, τὰ τούτοις ἀνάλογον μὲν προεληλυθότα, τῶν δὲ μέσων καὶ τῶν τελευταίων οὐσιῶν προσεχῶς αἴτια παραδιδόντες
10φαίνονται, ἅπερ οὐκ ἐπ’ ἄπειρον προσαγορεύειν 〈ἠξίουν〉, ἀλλ’ ἐφ’ ὅσον ἡ κατὰ τὴν πρόοδον ὕφεσις τῶν πραγμάτων τὴν ἐξαλλαγὴν τῶν ὄντων ποιῆσαι δεδύνηται, ὡς τελευταίας ἀρχὰς εἶναι τὰς ἐν τῇ φύσει τῶν αἰσθητῶν καὶ τῆς ὕλης ὑποστατικάς, εἴδωλα οὔσας τῶν πρωτίστων ἀρχῶν τὰ ἔσχατα.
14nΦανερὸν ... ἐχομένων.
15 Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται 〈τὸ〉 μὴ εἶναι τὸν ἀριθμὸν τὸν εἰδητικόν. 〈ἀλλὰ〉 τοῦτο μὲν ἀφῆκεν· ἐπήνεγκε δὲ ὅτι κἄν τε συμβληταὶ ὦσι κἄν τε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἶναι τὴν αὐτοτριάδα τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ
20ἀποτελεῖσθαι (οἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γίγνεσθαι, καὶ διὰ τοῦτο πολλὰς εἶναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι, μόριόν τε εἶναι δυάδα τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ), τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι [τι] τοιοῦτον· (γεννᾶται γὰρ παρ’ αὐτοῖς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι
25καὶ εἷς οὐδεὶς ἄλλου μόριον)· τὰ μὲν ὑπάρχοντα τῷ εἰδητικῷ λέγων ὀρθῶς, οὐκ ὀρθῶς δὲ προειληφώς, ὅτι πᾶς ἀριθμὸς μετρεῖται κατὰ πρόσθεσιν καὶ ἀποτελεῖται· τὰ γὰρ τοῦ μοναδικοῦ ἀριθμοῦ ἴδια μεταφέρειν οὐκ ἐχρῆν ἐπὶ πάντας ἀριθμούς. οὐδὲν οὖν ἄλλο ἐστὶ καὶ ἐν τούτοις τὸ συναγόμενον ἢ ὅτι μοναδικὸν εἶναι ἀριθμὸν τὴν αὐτοδυάδα τῶν ἀδυνάτων ἐστίν, ὃ πρὸ
30παντὸς λόγου παρὰ πᾶσιν ὡς εἰπεῖν συγκεχώρηται.
31nἈλλ’ ἐκ ... τετράς.
32 Τοῦτο ὡς ἐνιστάμενος πρὸς ἑαυτὸν λέγει. ἀλλ’ ἐκεῖνοι, φησίν, ἐκ τῆς αὐτοδυάδος (ταύτην γὰρ πρώτην καλεῖ δυάδα) καὶ τῆς ἀρχικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντιθέντες αὐτὰς
35οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος διπλασιασάσης
τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα· ὥστε οὐκ ἂν τὸν ἐκεῖ129

130

ἀριθμὸν κατὰ πρόσθεσιν ἀποτελοῖεν. ταῦτα δὲ ἑαυτῷ ὥσπερ ἀντιτιθεὶς ὁμολογεῖ μέν τι τῶν ἀληθῶν, ὅτι οὐ κατὰ πρόσθεσιν ἐποίουν τὸν ἐκεῖ ἀρι‐ θμόν, καὶ ὅτι δυοποιός ἐστι καὶ γεννητικὴ πλήθους καὶ πολλαπλασιασμῶν αἰτία τῶν ἀρχῶν ἡ ἑτέρα ἡ πάντα εἰς ἑαυτὰ ἐπιστρέφουσα τὰ θεῖα καὶ
5εἰς ἀπογέννησιν δευτέρων καὶ τρίτων εἰδῶν διεγείρουσα. λύει δὲ τὴν ἔνστασιν ὡς μὲν οἴεται γοργῶς, παντὶ δὲ δῆλον ὅτι παραλογιστικῶς·
7nΔύο δυάδες ... ὡρισμένην.
8 Εἰ καὶ μὴ κατὰ πρόσθεσιν, φησίν, αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν, ἀλλ’ οὖν ἐν τῇ τετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτο‐
10δυάδα· εἰ δὲ τοῦτο φεύγοιεν, πάλιν ὁμολογήσουσι μόριον εἶναι τὴν αὐτο‐ δυάδα τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προστεθείσης καὶ οὕτως ἀποτελεσάσης τὴν τετράδα· εἰ δὲ 〈ἡ〉 τετρὰς ἔσται ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀνα‐ λογίαν καὶ ἡ δυὰς ὑποστήσεται ἐκ τοῦ ἀρχηγικοῦ ἑνὸς καὶ ἄλλου ἑνός. εἰ
15δὲ τοῦτο, οὐχ οἷόντε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ γεννώ‐ μενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νῦν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα. ἐὰν οὖν, φησί, μὴ δέξωνται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυάδας παρὰ τὴν αὐτο‐ δυάδα, ἕπεται αὐτοῖς ταῦτα πάντα, κατὰ πρόσθεσίν τε εἶναι τὸν ἀριθμὸν
20καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ταῦτα δὲ ὅτι προλαμβάνων ἀεὶ μοναδικὸν εἶναι τὸν τῶν εἰδῶν ἀριθμὸν οὕτω συνάγει τὰ ἄτοπα, πολλάκις ὑπεμνήσαμεν.
23nἜτι ... ἀδύνατον.
24Ἔταττον μὲν οἱ ἄνδρες μετὰ τὸν νοερὸν ἀριθμὸν καὶ τὸν ψυχικὸν καὶ
25τὸν μαθηματικὸν καὶ τὸν φυσικὸν ἀριθμόν, οὐ μὴν μοναδικοὺς αὐτοὺς ἔλεγον οὐδὲ προτέρας καὶ ὑστέρας μονάδας ἐκάλουν ὡς ὑποβεβλημένας αὐτῶν τῇ ποσότητι. ἄποσοι γὰρ ἦσαν παρ’ αὐτοῖς ἅπαντες πλὴν τοῦ μαθηματικοῦ· τριάδας δὲ καὶ πεμπάδας καὶ δεκάδας ἐν αὐτοῖς ἐθεώρουν κατὰ τὰς δυνά‐ μεις αὐτῶν καὶ τὰς οἰκειώσεις τὰς πρὸς τοὺς θείους ἀριθμούς. πεμπάδα
30γὰρ λέγοντες εἰ τύχοι τὴν ἐν ἡμῖν δικαιοσύνην οὐκ ἐκ πέντε μονάδων αὐτὴν ἔλεγον συγκεῖσθαι δευτέρων μὲν τῶν ἐν νῷ, πρεσβυτέρων δὲ τῶν ἐν τῇ φύσει, ἀλλὰ κατ’ ἄλλας ἐπιβολὰς τὸ μὲν τῆς πεμπάδος εἶδος συνέταττον τῷ τῆς δικαιοσύνης εἴδει, τὸ δὲ τῆς ἑπτάδος τῷ τοῦ καιροῦ, τὸ δὲ τῆς
ἑξάδος αὐτό τε καὶ τὸν ἀπ’ αὐτοῦ κύβον τῷ τῆς ψυχῆς· ὃ κατὰ βούλησιν130

131

τὴν ἐκείνων θεωρῆσαι τῷ νῷ τις δυνηθεὶς οὔτε πλασματώδη οὔτε ἀδύνατα, πάντων δὲ τῶν ὅπως ποτὲ ὄντων ὑπολήψεται πρὸς τὸ εἶναι δυνατώτατα· διὸ καὶ αὐτός φησιν, ὅτι ἀνάγκη μὲν εἶναι προτέρας καὶ δευτέρας τριάδας καὶ δυάδας, εἴπερ ἐκ τοιούτων ἀρχῶν ἐπιτελοῦνται· ἀδυνάτου δὲ ὄντος τοῦ
5ἑπομένου ἀναιρεῖσθαι βούλεται καὶ τὰς ἀρχάς. ἡμεῖς δὲ τὸ μὲν συνεισιέναι ταῖς ἀρχαῖς ταύταις πολλὰς ἀριθμῶν τάξεις προσιέμεθα, τὸ δὲ ἀδύνατον τῆς τῶν διαφόρων ἀριθμῶν ὑπάρξεως οὔτε εἴδομεν συναγόμενον οὔτε ἐγχωρεῖ ποτε θεάσασθαι. τό τε γὰρ ἀληθὲς ἀνέλεγκτον καὶ τὸ ψεῦδος ἀναπόδεικτον.
9nΕἰ δ’ αἱ ... δυοποιός.
10 Δείξας ὅτι εἰ πᾶσαι ἀδιάφοροι αἱ μονάδες, οὐκ ἔσται ὁ εἰδητικὸς ἀρι‐ θμός, ὑποκειμένου τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν, καὶ εἰ πᾶσαι διά‐ φοροι, ὅτι οὔτε ὁ μαθηματικὸς ἔσται οὔτε ὁ εἰδητικός, εἴπερ πᾶς ἀριθμὸς μοναδικός, νῦν ἐπὶ τὸ λειπόμενον ἔρχεται τῆς διαιρέσεως καὶ δείκνυσιν, ὅτι κἂν αἱ μὲν ἀδιάφοροι τῶν μονάδων ὑποτεθῶσιν ὅσαι τοῦ αὐτοῦ εἰσιν ἀρι‐
15θμοῦ, αἱ δὲ διάφοροι, ὅσαι ἑτέρους καὶ ἑτέρους συμπληροῦσιν, οὐδ’ ὣς ἔσται ὁ εἰδητικὸς ἀριθμός, ὑποκειμένου πάλιν τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν. ταύτης γὰρ τῆς ὑποθέσεως ψευδοῦς οὔσης καὶ καταγελάστου παρὰ τοῖς τἀκείνων ἐπεσκεμμένοις ἀποστῆναι οὐ βούλεται, δι’ ἧς οὐ χαλεπῶς πολλὰ καὶ ἄτοπα συνάγειν δύναται συμπεράσματα, ὅμοιον ὡς εἰ καὶ τὸν αὐτοάνθρω‐
20πον καὶ τὸ αὐτοζῷον τὸ μὲν ἐκ ψυχῆς ᾤετο εἶναι καὶ σώματος, τὸν δὲ ἐκ τοίας ψυχῆς καὶ τοίου σώματος μετὰ τοῦ καὶ γελαστικὸν εἶναι· ὧν ποῖα ἂν εὑρεθείη πρὸς γέλωτα μᾶλλον εὐδοκιμώτερα; τὰ μὲν οὖν πολλὰ τῶν ἀναγραφέντων, δι’ ὧν πολλὰς μὲν ποιεῖ πεντάδας πολλὰς δὲ δεκάδας, ἀφείσθω· πάντως γὰρ ἐξ ὧν ἤδη προείπομέν ἐστι πρόδηλα· τὸ δὲ πρὸς
25τῷ τέλει ῥηθέν, ὅτι “ἡ ἀόριστος δυὰς λαβοῦσα τὴν ὡρισμένην δυάδα δύο δυάδας ἐποίησε, τοῦ γὰρ ληφθέντος δυοποιὸς ἦν”, εἴληπται μὲν ἐκ τῶν εἰωθότων παρ’ αὐτοῖς λέγεσθαι, χραίνεται δὲ μεταξὺ σοφίσματι ὡς † ἀπο‐ κείμενον νοεῖ δὲ παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ φιλοσόφοις τὸ τὴν δυάδα τὴν ἀόριστον κινητικὴν οὖσαν ἀρχὴν πάντα τὰ εἴδη γονίμου πληροῦν δυνά‐
30μεως καὶ πληθύειν καὶ προάγειν εἰς ἀπογέννησιν τῶν δευτέρων καὶ τρίτων ἀύλων εἰδῶν· δυοποιὸς δὲ εἴρηται, παρ’ ὅσον ἐν τῇ προόδῳ τὸ μὲν πλῆθος ἐπιδίδωσιν ὥσπερ διπλασιαζόμενον, ἡ δὲ δύναμις ὑφίησιν, ἅμα δὲ ὅτι καὶ ἡ τοῦ μαθηματικοῦ ἀριθμοῦ ἀρχὴ πάντας τοὺς περιττοὺς καὶ τοὺς ἀρτίους διπλασιάζουσα τὸν ἄρτιον ὑφίστησι· καὶ γὰρ εἰ πάντων ἀριθμῶν ἥ τε
35μονὰς καὶ ἡ δυὰς ἀρχαί, ἀλλ’ ἴσμεν ὅπως ἀρρενωπὸς μὲν ἡ μονὰς καὶ διὰ τοῦτο περιττοποιὸς ἄλλου, θηλυπρεπὴς δὲ ἡ δυὰς καὶ διὰ τοῦτο τοῦ ἀρτίου προστάτις καὶ ἡγεμών. ἔξεστιν οὖν κατ’ ἀναλογίαν καὶ ἐπὶ τῶν
πρεσβυτέρων αὐτὰ θεωρεῖν ἀριθμῶν, τὰς μὲν μονάδας καὶ τὴν ποσότητα131

132

παραιτουμένους, τὰ δὲ εἴδη καὶ τὰς δυνάμεις ἐπισκεπτομένους τῶν χωρι‐ στῶν ἀριθμῶν.
3nἜτι ... αὐτῶν.
4Ταῦτα πρὸς μὲν τοὺς θείους ἀριθμοὺς οὐδ’ ἠπόρηται τὸ παράπαν·
5οὐ γάρ εἰσιν οὗτοι μοναδικοί, ἵνα ζητῶμεν ἐπ’ αὐτῶν τί ἐστιν ἕκαστος παρὰ τὰς ὑποβεβλημένας αὐτῷ μονάδας· πρὸς δὲ τὸν μαθηματικὸν λέγοιτ’ ἂν οἰκειότερον. ἐροῦμεν οὖν καὶ ὑπὲρ τοῦ μαθηματικοῦ πρὸς αὐτόν, ὅτι ἐπειδὴ ἐν παντὶ καὶ κατὰ σὲ τὸ μὲν ὕλῃ ἔοικε τὸ δὲ εἴδει, καὶ ἐν τῇ πεντάδι αἱ μὲν πέντε μονάδες καὶ ὅλως ἡ ποσότης καὶ τὸ ὑποκείμενον
10τοῖς ἀριθμοῖς ἀπὸ τῆς δυάδος, τὸ δ’ εἶδος οἷον ἡ πεντὰς ἀπὸ τῆς μονάδος· πᾶν γὰρ εἶδος αὐτό τε μονάς ἐστι καὶ τὴν ὑποκειμένην ὁρίζει ποσότητα, οἷον ἡ πεντὰς αὐτή τε μονάς τίς ἐστι, διὸ πρόεισιν ἀπὸ τῆς ἀρχηγικῆς μονάδος, καὶ τὴν ὑποβεβλημένην ἑαυτῇ ποσότητα καὶ μορφοῖ τέως ἀνείδεον οὖσαν καὶ τῷ ἑαυτῆς εἴδει συνδεῖ. νοῆσαι γὰρ χρὴ δύο πάλιν ἀρχὰς τῶν
15μαθηματικῶν ἀριθμῶν ἐν ταῖς ψυχαῖς ἡμῶν οὔσας, παρ’ αἷς καὶ τίκτεται πᾶς ὁ μαθηματικὸς ἀριθμός, τὴν μὲν μονάδα πάντα τὰ εἴδη τῶν ἀριθμῶν ἐν ἑαυτῇ περιέχουσαν καὶ ἀναλογοῦσαν τῇ ἐν τοῖς νοητοῖς μονάδι, τὴν δὲ δυάδα γεννητικήν τινα δύναμιν καὶ ἀνείδεον καὶ ἀπειροδύναμον, καὶ διὰ τοῦτο κατ’ εἰκόνα τῆς ἀνεκλείπτου καὶ νοητῆς δυάδος ἀόριστον καὶ αὐτὴν
20κληθεῖσαν. ταύτης οὖν ἐπὶ πᾶν δραμούσης καὶ ποῖ γὰρ οὐ προελθούσης οὐκ ἀπολείπεται ἡ μονάς, ἀλλ’ ἀεὶ τὸ παρ’ αὐτῆς προϊὸν ἀόριστον ποσὸν διαρθροῖ καὶ διαμορφοῖ καὶ εἰδοποιεῖ πάσας αὐτῆς τὰς προόδους ἐφεξῆς καὶ ἀπαραλείπτως τοῖς εἴδεσι διακοσμοῦσα. καὶ ὥσπερ ἐν τοῖς ἐγκοσμίοις πράγμασιν οὔτε ἀνείδεον οὐδὲν οὔτε κενὸν μεταξὺ τῶν εἰδοπεποιημένων
25παρεμπίπτει διὰ τὴν τοῦ δημιουργοῦ πρόνοιαν, οὕτω κἀν 〈τῷ〉 μαθηματικῷ ἀριθμῷ οὔτε ἀρρύθμιστόν τι καταλείπεται ποσόν (ἐνικήθη γὰρ ἂν οὕτως ἡ τῆς μονάδος εἰδοποιὸς δύναμις ὑπὸ τῆς ἀορίστου δυάδος), οὔτε μεταξὺ τῶν ἐφεξῆς ἀριθμῶν ἄλλο παρεμπίπτει διὰ τὴν ἀκατάληκτον καὶ εὔτακτον τῆς μονάδος ἐνέργειαν. οὔτ’ οὖν ἐξ οὐσίας καὶ συμβεβηκότος ὑφέστηκεν
30ὁ πέντε, ὡς ὁ λευκὸς ἄνθρωπος, οὔτε ἐκ γένους καὶ διαφορᾶς, ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος, οὔτε τῶν πέντε μονάδων ἁπτομένων ἀλλήλων, ὡς ἡ δέσμη τῶν ξύλων, οὔτε μιγνυμένων, ὡς τὸ οἰνόμελι, οὔτε θέσιν ὑπο‐ μεινασῶν, ὡς οἱ λίθοι τὴν οἰκίαν ἀποτελοῦσιν. οὐ μὴν οὐδ’ ὡς τὰ ἀρι‐ θμητὰ οὐδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα· συγκεχωρήσθω γὰρ αὐτῷ πρὸς
35τὸ παρὸν τοὺς δύο ἀνθρώπους μηδὲν εἶναι παρ’ ἑκάτερον (καίτοι Πλάτωνι πάντα ταῦτα μεθέξει τινὸς εἴδους δοκεῖ τοὺς διαφόρους ἀριθμοὺς καὶ αὐτὰ δέχεσθαι, ὡς ἐν τῷ Φαίδωνι γέγραπται· ἀλλ’ οὖν μὴ ὑπαρχέτω τοῦτο τοῖς
ἀριθμητοῖς πρὸς τὸ παρόν)· ἀλλ’ οἵ γε ἀριθμοὶ οὐχ ὅτι ἐξ ἀδιαιρέτων132

133

σύγκεινται τῶν μονάδων, διὰ τοῦτο ἕτερόν τι ἔχουσι παρὰ τὰς μονάδας (καὶ γὰρ τὰ πολλὰ σημεῖα ἀδιαίρετα, ἀλλ’ ὅμως οὐ δοκεῖ τι αὐτά γε συμπλη‐ ροῦν ἄλλο παρ’ αὐτὰ τὰ ὑποκείμενα), ἀλλ’ ὅτι ἔστι τι ἐν αὐτοῖς τὸ μὲν ὕλῃ τὸ δὲ εἴδει ἀναλογοῦν. ἀμέλει ὅταν τὸν τρία τῷ τέσσαρα συντιθῶμεν
5καὶ ποιῶμεν τὸν ἑπτά, λέγομεν μὲν οὕτως, οὐ μήν ἐστι τὸ λεγόμενον ἀληθές· ἀλλὰ γὰρ αἱ μονάδες ταῖς μονάσι συμπλακεῖσαι τὸ ὑποκείμενον ποιοῦσι τοῦ ἑπτὰ ἀριθμοῦ, γίγνεται δὲ ὁ ἑπτὰ ἐκ μονάδων τοσῶνδε καὶ τῆς ἑπτάδος. τίς οὖν ὁ τὴν ἑπτάδα ταῖς μονάσιν ἐπιφέρων; τίς δὲ ὁ τὸ εἶδος τῆς κλίνης τῇ τοιᾷδε συνθέσει τῶν ξύλων; ἢ δῆλον ὅτι ψυχὴ μὲν τεκτονικὴ τῷ ἔχειν
10τὴν τέχνην εἰδοποιεῖ τὰ ξύλα πρὸς κλίνης ἀπογέννησιν· ψυχὴ δὲ ἀριθμητικὴ τῷ ἔχειν ἐν ἑαυτῇ τὴν ἀρχηγικὴν μονάδα πάντας εἰδοποιεῖ καὶ ὑφίστησι τοὺς ἀριθμούς. διαφέρει δὲ τοσοῦτον, ὅτι ἡ μὲν τεκτονικὴ οὔτε φύσει ἡμῖν ὑπάρχει καὶ δεῖται χειρουργίας διὰ τὸ περὶ ὕλην αἰσθητὴν ἀναστρέφεσθαι, ἡ δὲ ἀριθμητικὴ καὶ φύσει πάρεστιν ἡμῖν (διὸ καὶ πᾶσιν ὑπάρχει) καὶ
15διανοητὴν ἔχει τὴν ὕλην, ὅθεν αὐτὴν καὶ ῥᾳδίως καὶ ἀχρόνως μορφοῖ. καὶ ἴσως δι’ αὐτὸ τοῦτο καὶ ἠπατήθησαν οἱ πολλοί, μηδὲν εἶναι νομίσαντες τὰ ἑπτὰ παρὰ τὰς τοσάσδε μονάδας· ἡ γὰρ τῶν ἰδιωτῶν φαντασία ἐὰν μὴ πρότερον ἴδῃ τὸ ἀκόσμητον, εἶτα τὴν εἰς αὐτὸ παρατεταμένην τοῦ κοσμοῦντος ἐνέργειαν, εἶτα ἐπὶ πᾶσι τὸ πρᾶγμα ὅ τι ποτ’ ἂν ᾖ τελειωθὲν καὶ εἰδοπεποιη‐
20μένον, οὐ πείθεται δύο φύσεις ὁρᾶν, τὴν μὲν ἀνείδεον τὴν δὲ εἰδητικήν, καὶ ἔτι τούτων ἔξωθεν τὴν τὸ εἶδος ἐπιφέρουσαν, ἀλλ’ ἕν τε τὸ ὑποκείμενον λέγει καὶ ἀγένητον, αἰτίαν δὲ αὐτοῦ οὐδαμῶς ἐπινοεῖ. διό μοι δοκοῦσιν οἵ τε θεολόγοι καὶ ὁ Πλάτων τῶν τε ἀγενήτων ἀπὸ χρόνου γενέσεις παρα‐ διδόναι τῶν τε ἀεὶ κεκοσμημένων τὴν ἀρχαίαν ἕξιν ἄτακτον εἶναι καὶ
25πλημμελῆ καὶ ἀόριστον ἀποφαίνεσθαι, ἵνα τῆς τε εἰδητικῆς αἰτίας καὶ τῆς ποιητικῆς εἰς ἔννοιαν τοὺς ἀνθρώπους ἀναπέμψωσι. θαυμαστὸν οὖν οὐδέν, εἰ καὶ μηδέποτε αἱ ἑπτὰ μονάδες ἄνευ τῆς ἑπτάδος εἰσίν, ὅμως τόν γε ἑπτὰ σύνθετόν τε ὑπὸ τῆς ταῦτα διαρθρούσης ἐπιστήμης ἀποπεφάνθαι καὶ ἔχειν τὸ μέν τι ὕλῃ καὶ ὑποκειμένῳ ἀναλογοῦν, τὸ δὲ εἴδει καὶ μορφῇ.
30nἈλλὰ μὴν ... ἀριθμούς.
31 Ἐλλιπῶς εἴρηκε διὰ συντομίαν, τὸ δὲ τέλειον τοῦ λόγου τοιοῦτόν ἐστιν· ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν, ὅτι συμβαίνει κατὰ ταύτην τὴν ὑπό‐ θεσιν δυάδας δυάδων εἶναι προτέρας καὶ ἄλλους ἀριθμοὺς ἄλλων ἀρι‐ θμῶν, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι. πῶς οὖν τοῦτο παρ’
35αὐτῷ δείκνυται, κατακούσωμεν.133

134

(1n)

Αἱ μὲν γὰρ ... ἔσονται.
2 Ταῦτα εἴρηται μὲν ἀπὸ τῆς ἐννοίας ἐκείνης, καθ’ ἣν δυοποιὸς οὖσα τῶν ἀρχῶν ἡ ἑτέρα διπλασιάζειν ἕκαστον ἐλέγετο τῶν ἀριθμῶν. ἔστι δὲ οὐδὲν οὐ μόνον πρὸς τὸν εἰδητικὸν ἀναφερόμενα καὶ τελέως ἀμερῆ καὶ
5ἄποσον ἀριθμόν, ἀλλ’ οὐδὲ πρὸς τὸν μαθηματικὸν καὶ μοναδικόν· αἱ γὰρ ποσότητές εἰσι τῶν ἀριθμῶν τῶν ἐλαττόνων αἱ ἐπισυντιθέμεναι καὶ ὑπο‐ βαλλόμεναι τῷ εἴδει τοῦ μείζονος ἀριθμοῦ, καθάπερ εἴρηται, ἀλλ’ οὐκ αὐτοὶ οἱ ἀριθμοί. ὥσπερ οὖν ὅταν τὸ ὕδωρ εἰς ἀέρα μεταπίπτῃ, οὐ τὸ ὕδωρ ἀὴρ γίγνεται ἢ [τὸ] ὑποκείμενον τοῦ ἀέρος, ἀλλ’ ὃ ἦν ὕδατος ὑποκεί‐
10μενον, ἀέρος γίγνεται ὑποκείμενον· οὕτω καὶ ὅταν ὁ τρία τὸν δύο προσλάβῃ, οὐ τὰ εἴδη μίγνυται τῶν ἀριθμῶν, εἰ μὴ ἐν τοῖς ἀύλοις αὐτῶν λόγοις, ἐν οἷς καὶ διακρινόμενα ἑνοῦσθαι οὐ κωλύεται, ἀλλ’ αἱ μονάδες εἰσὶ καὶ ἡ ὕλη 〈ἡ〉 ἐπισυντιθεμένη. μία οὖν καὶ ἡ τριὰς καὶ ἡ τετρὰς καὶ [ἡ] ἐν τῷ μαθηματικῷ ἀριθμῷ· κἂν γὰρ ἐν τῇ ἐννεάδι τὴν μὲν πρώτην τὴν δὲ
15μέσην τὴν δὲ τελευταίαν ἐννοῇ τριάδα, μίαν ὁρᾷς καὶ ἀδιάφορον τρίτον παραλαμβανομένην· καὶ ὅλως ἐν μὲν τῷ ἐννέα οὐδὲν ἄλλο ὁρᾷς ἢ τὸ τῆς ἐννεάδος εἶδος ἐπὶ τῇ ποσότητι, ἐὰν δὲ τῇ διανοίᾳ μερίσῃς αὐτῆς τὸ ὑπο‐ κείμενον (τὸ γὰρ εἶδος ἀμέριστόν ἐστιν), εὐθέως αὐτὸ καὶ μορφοῖς οἰκείοις εἴδεσι τοῦ μερισμοῦ· τὸ γὰρ ἀνείδεον ἀκόσμητον [μὲν] οὐκ ἀνέχεται ἡμῶν
20ὁρᾶν ἡ ψυχή, ἄλλως τε κἂν αὐτὴ κυρία ᾖ τοῦ κοσμεῖν αὐτό.
21nὉ δ’ αὐτὸς ... εἰσιν.
22 Οὐδέ γε τούτων οὐδὲν πρὸς τὴν τῶν παλαιῶν θεωρίαν ἀποτείνεται· οὔτε γὰρ μοναδικὸς ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ καὶ μονὰς λέγεται· ἀρι‐ θμὸς μὲν ὡς εἶδος καθαρὸν ἐξομοιοῦν ἑαυτῷ τὰ μετέχοντα, μονὰς δὲ ὡς
25τῶν εἰδῶν τῶν ψυχικῶν καὶ τῶν φυσικῶν καὶ τῶν αἰσθητῶν μέτρον οὖσα καὶ πρόμετρον· οὔτε σύγκεινται κατ’ αὐτοὺς ἰδέαι ἐξ ἰδεῶν, τοῦ ἵππου εἰ τύχοι ἐκ τῆς τοῦ ἀνθρώπου καὶ τοῦ κυνός, ἵνα καὶ ὁ τῇδε ἵππος ἐκ τῶν τῇδε φύσεων ἀνομοίων οὐσῶν σύνθετος ᾖ. πάντα γὰρ ταῦτα κωμῳδοῦντός ἐστι μᾶλλον ἢ σπουδάζοντος. ἀλλ’ οὐδὲ ἐν τῷ μαθηματικῷ ἀριθμῷ διά‐
30φοροί εἰσιν αἱ μονάδες, ἀλλὰ πᾶσαι ἀδιάφοροι αἱ ὑποκείμεναι τοῖς ἀριθμοῖς, ἐξῃρημένης ἐκείνης ἥτις ἀρχὴ πάντων οὖσα καὶ πηγὴ καὶ μήτηρ τοσοῦτον ἀποδεῖ τοῦ δεῖσθαι τῶν εἰδοποιησόντων αὐτήν, ὡς τὰ εἴδη πάντα προϊέναι παρ’ αὐτῆς ἅπασι τοῖς ἀριθμοῖς. ὁμώνυμοι δὲ οὐ τῇ μονάδι μόνῃ αἱ πολλαὶ μονάδες, ἀλλὰ καὶ ἡ τῶν μαθηματικῶν ἀριθμῶν ὡρισμένη δυὰς
35τῇ ἀορίστῳ δυάδι· ἡ μὲν γὰρ ἀόριστος ἀρχὴ παντὸς μέν, μάλιστα δὲ τοῦ134

135

ἀρτίου, ἡ δὲ ὡρισμένη ἄλλως ἀρχὴ οὐχ ὡς γεννητική, ἀλλ’ ὡς τὸ πρῶτον τοῦ πράγματος ἀρχὴν αὐτοῦ λέγομεν εἶναι, ὡς τῆς Πολιτείας τὸ “κατέβην χθὲς εἰς Πειραιᾶ”.
4nὍλως ... μονάδος.
5 Εὖ ταῦτα λέγεται πρὸς τὰς μονάδας τὰς ὑποβεβλημένας τῷ ἀριθμῷ· οὔτε γὰρ ποσῷ διοίσουσιν, ἐλάχισται οὖσαι πᾶσαι, οὔτε ποιῷ, ἀνείδεοι γάρ. εὖ δὲ καὶ τὸ πλασματῶδες ὡρίσατο.
8nἈνάγκη ... μοναδικόν.
9** καὶ τὸ εὖ· ἡ γὰρ ἰσότης καὶ ἀνισότης χωρεῖ διὰ παντὸς ἀριθμοῦ
10φυσικοῦ τε καὶ ὑπερφυοῦς καὶ μαθηματικοῦ. προσεκτέον δὲ τούτῳ τῷ ῥητῷ, ἐν ᾧ σαφῶς ὁμολογεῖ καὶ αὐτὸς μὴ πάντας ἀριθμοὺς εἶναι μοναδικούς. τὸ γὰρ ἀλλὰ μάλιστα τὸν μοναδικὸν βεβαίωσίς ἐστιν ἐναργὴς τοῦ δόγματος τῶν παλαιῶν· οὐκ ἄρα τι ἀποδέδεικται ἡμῖν κατὰ τῶν 〈μὴ〉 μοναδικῶν ἀριθμῶν, ἐπειδὴ ἐκ μονάδων ἐλαμβάνετο πάντα τὰ ἐπιχειρήματα.
15nὭστε εἰ ... εἶναι.
16 Καὶ ταῦτα εὖ πάνυ λέλεκται περὶ τῶν πολλῶν μονάδων, καὶ οὐ μόνας αὐτὰς ἀδιαφόρους δείκνυσιν, ἀλλὰ καὶ τοὺς ἴσους ἀριθμούς· ὥσθ’ ὅπερ ἐλέγομεν, ἕνα εἶναι τὸν τρία, κἂν πολλάκις λαμβάνηται ἐν τῷ τριάκοντα· τὰ γὰρ ἴσα ἐν ἀριθμοῖς ταὐτά. ἀδιάφοροι οὖν καὶ 〈αἱ〉 ἐν τῇ δεκάδι δυάδες,
20οὐχ ὅτι αἱ μονάδες αὐτῶν ἀδιάφοροι (καὶ τοῦτο μὲν γάρ), ἀλλ’ ὅτι τὸ εἶδος ἕν· ἓν δὲ οὐχ ὡς εἰς ἀδιάφορα ὑποκείμενα δεδωκὸς ἑαυτό (μίαν γὰρ μόνην ποιεῖ τῷ ἀριθμῷ δυάδα), ἀλλ’ ὡς ἐκ μονάδος τῆς ἀρχηγικῆς προελθὸν καὶ μεῖναν καθαρῶς ἕν. εἰ μὲν γὰρ καὶ ἡμεῖς συνεχωροῦμεν ἐκ δυάδων πέντε συγκεῖσθαι τὴν δεκάδα, ὥσπερ ἔχειν δέκα μονάδας, ἀναγκαῖον ἦν
25ὁμολογεῖν πολλὰς μὲν εἶναι τῷ ἀριθμῷ δυάδας, μίαν δὲ τῷ εἴδει· ἐπειδὴ δὲ οὐ τὰς δυάδας φαμὲν συντιθεμένας ποιεῖν τὴν δεκάδα (τὰ γὰρ εἴδη τῶν ἀριθμῶν ἁπλᾶ ἐστι καὶ ἐκ τῆς μονάδος πρόεισιν, ὥστε καὶ τὸ τῆς δεκάδος), οὔτε τὰς μονάδας τὰς ὑποκειμένας τῇ δυάδι 〈ἐπὶ〉 πλέον προα‐ χθείσας ὑποκείμενον γενέσθαι τῆς δεκάδος, προϊούσης μὲν ἀπὸ τῆς οἰκείας
30ἀρχῆς, ἀποτελούσης δὲ τὸν δέκα μετὰ τοῦ ὑποκειμένου, οὐκ ἀναγκαζόμεθα πολλὰς τῷ ἀριθμῷ δυάδας ὑποτίθεσθαι, ἵνα μὴ ἀριθμητὰς αὐτὰς ἀντὶ ἀρι‐
θμῶν ποιήσωμεν· ἐπεὶ καὶ εἰ πολλαὶ εἶεν δυάδες, ὡς αὐτὸς ἀξιοῖ, καὶ πολλαὶ135

136

τριάδες καὶ δεκάδες πολλαὶ καὶ ἁπλῶς ἕκαστος τῶν μοναδικῶν ἀριθμῶν πολὺς εἴη καὶ ἄπειρος, ἀνάγκη καὶ τὸν σύμπαντα μαθηματικὸν ἀριθμὸν μὴ ἕνα εἶναι, ἀλλ’ ἀπείρους εἶναι μαθηματικοὺς ἀριθμούς· δοκεῖ δὲ εἷς εἶναι μαθηματικός, καθόλου γάρ· ὥστε καὶ ὅδε ὁ μαθηματικὸς εἷς, οἷον
5ὁ τρία καὶ ὁ τέσσαρα καὶ τῶν ἄλλων ἕκαστος, ἵνα καὶ ὁ σύμπας εἷς μείνῃ ὁ ἐξ αὐτῶν συγκείμενος. ἐὰν γάρ τις καὶ τὸν σύμπαντα πολλαχῶς εἶναι λέγῃ καὶ ἀπειραχῶς ὡς τὰ ὁμοειδῆ τῶν καθ’ ἕκαστα, πάλιν ἐπὶ τὸ ἓν εἶδος ἀναδραμούμεθα, ὃ ἐπισκέπτεται ἡ μαθηματική· καὶ εὑρήσομεν ἓν μὲν εἶδος τοῦ σύμπαντος μαθηματικοῦ ἀριθμοῦ, μίαν δὲ περιέχον δυάδα καὶ
10μίαν τριάδα καὶ οὐ πολλάς, ἵνα μὴ πάλιν καὶ ὁ σύμπας πολλαπλοῦς γένηται καὶ τοῦτο ἐπ’ ἄπειρον προέλθῃ. οὔτ’ οὖν διαιροῦμεν τὸν δέκα εἰς πέντε δυάδας, ἀλλὰ πεντάκις [τὸ ὑποκείμενον τῇ δεκάδι καὶ] τὸ ὑποκείμενον τῇ δυάδι παραλαμβάνεσθαι λέγομεν. οὔτε συντίθεμεν τὴν δεκάδα ἐκ πέντε δυάδων, ἵνα μὴ σύνθετον αὐτῆς τὸ εἶδος ἀποφήνωμεν, ὅπερ οὐδὲ ἐπὶ τῶν
15αἰσθητῶν εἰδῶν ὑπὸ τῆς φύσεως ὁρῶμεν γιγνόμενον· οὔθ’ ὅλως ἀριθμὸν πολὺν εἶναί φαμεν συνδιαιρούμενον τῷ ὑποκειμένῳ, ἀλλ’ ἕκαστον πολλαχῶς ὑφεστάναι, εἰ μέλλοι καθαρῶς ἀριθμὸς εἶναι καὶ μὴ ἀριθμητόν.
18nἜτι ... μονάδων.
19Ταῦτα περὶ μὲν τῶν εἰδητικῶν ἀριθμῶν καὶ ἐν τοῖς φθάσασι καὶ νῦν
20γελοίως λέγεται· οὔτε γὰρ δύο μονάδες ὑποβέβληνται τῇ αὐτοδυάδι οὔτε τρεῖς τῇ αὐτοτριάδι, οὔτ’ εἰ ἦσαν ὑποβεβλημέναι, δυνατὸν ἦν ἀφαιρεῖν ἐξ ἑκατέρας καὶ ἄλλο τι ποιεῖν, ἐπεὶ καὶ ταυτότης καὶ ἑτερότης ἐν ἑκατέρᾳ αὐτῶν καὶ οὐ δήπου ἀφελὼν ἑκατέρας τὴν ἑτερότητα ἢ τῆς μὲν 〈τὴν〉 ἑτερότητα τῆς δὲ τὴν ταὐτότητα, τρίτον τι μικτὸν ἐξ αὐτῶν ἀποτελέσεις
25καὶ ζητήσεις, πότερον ἀμφοῖν ἐστιν ὕστερον ὡς ἐξ ἀμφοῖν ὑποστάν, ἢ τοῦ μὲν προτέρου αὐτοῖν ὕστερον, τοῦ δὲ δευτέρου πρότερον, ὃ μᾶλλον ἀναγκαῖον εἶναί φησι. πάντα γὰρ ταῦτα ἐκ τῶν ἐνύλων καὶ ὅλως μεριστῶν εἴληπται τὰ ζητήματα, καὶ ἀναξίως ταῖς νοεραῖς καὶ ἁπλαῖς καὶ παντελῶς ἀμερίστοις οὐσίαις προσφέρεται. εἰ δὲ περὶ τοῦ μαθηματικοῦ αὐτὰ προτείνειν ἤθελεν
30ἀριθμοῦ, μᾶλλον μὲν ἂν ἐκίνησεν ἀπορίαν τὸ προταθέν, οὐ μὴν ἀλλ’ ἐκ τῶν προαγόντων εἶχε καὶ τοῦτο τὴν λύσιν· οὔτε γὰρ ἐκ τοῦ δύο οὔτε ἐκ τοῦ τρία δεόμεθα μονάδας ἀφαιρεῖν, ἵνα ποιήσωμεν ἄλλον δύο (ταῦτα γὰρ περὶ τὰ ἀριθμητὰ συμβαίνει, οἷον ἐκ δύο ἵππων καὶ τριῶν ἀνθρώπων· ἐὰν οὖν ἀφ’ ἑκατέρων λάβωμεν, δυάδα ποιοῦμεν ἐξ ἀνομοίων μονάδων) οὔθ’
35ὅλως ἐν ὅσῳ δύο ἐστὶν ὁ δύο καὶ τρία ὁ τρία, εἰ [δὲ] ἔστιν ἑκάτερος αὐτῶν ὅ ἐστι, μονάδα δυνήσεται ἀποβάλλειν. ἀλλὰ πάντα ταῦτα τὰ φαντάσματα
οἱ ὑστερογενεῖς ἀποφηνάμενοι εἶναι τοὺς ἀριθμοὺς καὶ ἐκ τῶν αἰσθητῶν136

137

ἀποσυλᾶσθαι καὶ πολλαπλοῦν ἕκαστον εἶναι παρεισκυκλοῦσι τῇ καθαρᾷ θεωρίᾳ.
3nΚαὶ ἡμεῖς ... μονάδας.
4Οὗτός τε γὰρ ὡς ἀριθμητοῖς προσβάλλει τοῖς πράγμασι καὶ διὰ τοῦτο
5μέτρῳ χρῆται περὶ αὐτὰ τῷ μοναδικῷ ἀριθμῷ· ἐκεῖνοί τε εἰ τὰς μονάδας τὰς ὑποκειμένας τῷ μοναδικῷ ἀριθμῷ διαφόρους εἶναι λέγουσι, δικαίως ἐγκαλοῦνται· εἰ δὲ ἕκαστον τῶν εἰδῶν μονάδα καλοῦσιν ὡς πρόμετρον τῶν τῇδε πραγμάτων, πῶς οὐκ ἀνάγκη, διαφόρων ὄντων τῶν εἰδῶν, διαφόρους μονάδας αὐτοὺς λέγειν; καὶ εἶεν ἂν καὶ αἱ ἐν νῷ διάφοροι ἀλλήλων διὰ
10τὴν ἐν αὐταῖς ἑτερότητα καὶ πολλῷ πλέον αἱ ψυχικαὶ τῶν νοερῶν, ὅσῳ πλείων ἡ ἀπόστασις, καὶ πάλιν πᾶσαι συμβληταὶ διὰ τὴν ἐκ τἀγαθοῦ τοῖς πᾶσιν ἐφήκουσαν ἕνωσιν καὶ διὰ τὴν τῆς ταυτότητος ἐν τοῖς ἀύλοις εἴδεσιν ἐπικράτειαν. ἀλλ’ οὗτος μὲν ὁ τύπος ἑτέρᾳ θεωρίᾳ προσήκει. τῶν δὲ μονάδων, ὧν νῦν ἐξεταστὴς ὁ Ἀριστοτέλης γίγνεται, οὔτε ἀνῆγόν τινας εἰς
15τοὺς εἰδητικοὺς ἀριθμοὺς οὔτε διαφορὰς παρεδίδοσαν οἱ Πυθαγόρειοι.
16nΕἴτε δὲ μὴ ... τῇ δυάδι.
17 Πρῶτον μὲν μὴ θαυμάσῃς, εἰ αὐτὴν δυάδα καὶ αὐτὴν τριάδα φάσκοντες εἶναι μήτε πλείω φασὶ τὸν τρία τοῦ δύο μήτε ἐνυπάρχειν τὸν δύο τῷ τρία· οὔτε γὰρ ποσότητος οὗτοι μετέχουσιν οἱ ἀριθμοί, οὔτε 〈τὸ〉 τῆς ἰσότητος
20καὶ ἀνισότητος εἶδος οὕτως ἐστὶν ἐν αὐτοῖς ὡς ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς· ἐν ἐκείνοις μὲν γὰρ οὐδέποτε οἱ ἴσοι καὶ ἄνισοι οὐδ’ οἱ ἄνισοι 〈ἴσοι〉 εἰσίν· ἐν δὲ τοῖς εἰδητικοῖς οἱ αὐτοὶ καὶ ἴσοι καὶ ἄνισοι ἀλλήλοις, ὥσπερ ταὐτοὶ καὶ ἕτεροι διὰ τὴν τῶν γενῶν τοῦ ὄντος καὶ τῶν περιληπτικωτάτων εἰδῶν εἰς αὐτοὺς παρουσίαν, καὶ οὐχὶ ἡ ἀντίφασις ἐπ’ αὐτῶν διὰ τοῦτο· οὐ γὰρ
25ᾗ ἴσοι, ταύτῃ ἄνισοι, οὐδ’ ᾗ ὅμοιοι, ταύτῃ ἀνόμοιοι, οὐδ’ ᾗ ταὐτοί, ταύτῃ ἕτεροι, ἀλλ’ ὅμοιοι μὲν καὶ ἴσοι καὶ ταὐτοὶ δι’ ὁμοιότητα καὶ ἰσότητα καὶ ταυτότητα, ἀνόμοιοι δὲ καὶ ἄνισοι καὶ ἕτεροι διὰ τὰ ὡς ἀντικείμενα τοῖς προτέροις εἴδεσιν εἴδη. ἀμήχανον γὰρ ἦν ἐν ταῖς ἀρχαῖς μονάδος οὔσης καὶ τῆς ἀορίστου δυάδος μὴ οὐχὶ καὶ τὰ παρ’ αὐτῶν ὑποστάντα ἀμφοτέρων
30δυνάμεις ὑποδεδέχθαι. ἐπὶ δὲ τούτοις ἐχρῆν ἐννοεῖν, ὡς οὗτος οὐ τὸν ἐν τοῖς εἴδεσιν ἀδιάφορον ποιεῖ (τί γὰρ εἰ καὶ ἰσότητος καὶ ἑτερότητος τὰ
εἴδη μετέχει), ἀλλ’ εἰ ἄρα, 〈τὸν〉 ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς.137

138

(1n)

Ἀλλ’ οὐκ ... ἀριθμοί.
2 Ὅτι μὲν οὐκ ἐνδέχεται δύο δυάδας ἀδιαφόρους εἶναι ἐν τῷ εἰδητικῷ ἀριθμῷ, εὖ λέγει· ὅτι δὲ τῇ αὐτοῦ ὑποθέσει ἠκολούθησε, ποσότητος μονα‐ δικῆς μεταδούσῃ τοῖς νοεροῖς εἴδεσιν, ὁμολογεῖν οὐκ ἐθέλει.
5nΤοῦτο μὲν γὰρ ... ἀναιροῦσιν.
6 Λέγουσι μέν, φησίν, ἑαυτοῖς ἀκόλουθα οἱ τῶν ἰδεῶν τὸν ἀριθμὸν ἐκ διαφερουσῶν μονάδων συνεστάναι φάσκοντες, ἵνα μὴ πολλὰς ἰδέας τοῦ αὐτοῦ ποιεῖν ἀναγκασθῶσι καὶ ἀπολιμπάνειν δυάδας καὶ ἐν τετράδι καὶ πεντάδι καὶ ἑξάδι καὶ ὅλως ἐν πᾶσιν ἀριθμοῖς ἀδιαφόρων οὐσῶν τῶν μονάδων.
10ἔτι δὲ κἀκεῖνο κατ’ αὐτὸν λέγουσιν ὀρθῶς πρός γε τὴν ἑαυτῶν ὑπόθεσιν, ὅτι οὐ χρὴ τῷ δύο προστιθέντας μονάδα τὸν τρία ποιεῖν ἐκεῖ. οὐ γὰρ ἀδιάφοροί εἰσιν αἱ ἐν τῷ δύο καὶ ἐν τῷ τρία μονάδες ἀλλ’ ἀσύμβλητοι· ὥστε χρὴ χωρίζειν ἕκαστον τῶν ἀριθμῶν καὶ ἀεὶ ἀπ’ ἄλλης ἀρχῆς ἐπὶ τὰς ἑξῆς μεταβαίνειν. εἰ γὰρ οἱ μὲν ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται
15ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν ἀριθμοὶ μέρη εἶεν ἄλλων ἀριθμῶν· ὑπάρξει δὲ αὐτοῖς τοῦτο, εἰ διάφοροι εἶεν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα δέ, φησίν, καὶ εἰ σώζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· διὸ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἁπλῶς δὲ οὐκ ὀρθῶς. ὅτι δὲ οἱ ἄνδρες ἐκεῖνοι
20τοιαύτας μονάδας οὐκ ᾤοντο εἶναι καθάπαξ ἐν τῷ εἰδητικῷ ἀριθμῷ, ἄλλως δὲ αὐτοὺς τοὺς ἀριθμοὺς μονάδας λέγοντες διαφόρους πρός τε ἑαυτοὺς καὶ πρὸς τὴν φύσιν ὡμολόγουν τὴν τῶν πραγμάτων, οὐ θέλει προσποιεῖσθαι.
23nἘπεὶ ... διαφοράν.
24Εἰώθασι, φησίν, ἀπορεῖν, πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μετα‐
25βαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν ἀριθμεῖν, ἢ κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμβάνειν ἓν δύο τρία τέσσαρα· αὐτοῖς μὲν γὰρ οὐδέτερον τούτων ἀρέσκει. ἡμῖν δέ, φησί, ῥητέον ὅτι γελοῖον ἐξ οὕτως ἐπιπολαίου ζητήματος ἕκαστον τῶν ἀριθμῶν αὐτὸ ποιεῖν καὶ ἰδέαν. ἀπο‐ κριτέον τε πρὸς αὐτοὺς ὅτι ἀμφοτέρως ποιοῦμεν· ὡρισμένου μὲν γὰρ
30τοῦ μεγίστου διαιροῦμεν, ἀορίστου δὲ ὄντος συντίθεμεν. ταῦτα δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδαμῶς ἀνάγεσθαι δύναται, πρὸς μέντοι τὸν
μαθηματικὸν πῇ μὲν πῇ δὲ οὔ, πολλάκις ἐπεσημηνάμεθα· ὡς καὶ τὴν ἀπορίαν138

139

τῶν πρεσβυτέρων λίαν ἐπιστήμονα φαίνεσθαι καὶ τὴν ἀπάντησιν τοῦ Ἀριστο‐ τέλους μὴ πάντῃ ψευδῆ· ὁ μὲν γὰρ ἐνεργείᾳ τρία ὁ τὸ εἶδος καταδεξάμενος τῆς τριάδος εἷς ἐστι καὶ οὐκ ἂν μονάδα προσλαβὼν τέσσαρα γένοιτο (πῶς γὰρ τὸ τῆς τριάδος εἶδος εἰς τὸ τῆς τετράδος μεταπεσεῖν δυνήσεται;)· ὁ
5δὲ δυνάμει τρία ὁ ἐν ταῖς τρισὶ μονάσι θεωρούμενος, ὁ ἄνευ τοῦ εἴδους 〈τῆσ〉 τριάδος ἐπινοούμενος, εἰ μονάδα προσλάβοι, ποιήσειεν ἂν τὸ ὑποκεί‐ μενον τοῦ τέσσαρα, ὃ ἐν ὅσῳ μέν ἐστιν ἄμορφον οὐκ ἀδυνατεῖ μονάδα προσλαβὸν ποιῆσαι τὸ ὑποκείμενον τοῦ πέντε, κρατηθὲν δὲ τῷ τῆς τετράδος εἴδει τὸν τέσσαρα μόνως ποιεῖ. αἱ οὖν διαιρέσεις καὶ οἱ πολλαπλασιασμοὶ
10κατὰ τὴν ὕλην καὶ τὴν ποσότητα τῶν ἀριθμῶν ἐπιτελοῦνται, οὐ κατὰ τὰ εἴδη· ταῦτα γὰρ οὐ μόνον αὐτὰ ἀκίνητα, ἀλλὰ καὶ οἷς ἂν ἐπιγένηται, τού‐ τοις μίαν ἐπιφέρει μορφὴν τὴν ἑαυτῶν.
13nΠάντων ... μονάδων.
14Προείρηται πολλάκις, ὅτι ἄλλως μὲν ἐκεῖνοι μονάδας ἔλεγον καὶ ἀρι‐
15θμοὺς αὐτὰ τὰ εἴδη, ἄλλως δὲ οὗτος προτείνει οἰκεῖα ὄντα μοναδικοῦ ἀριθμοῦ τὰ προβλήματα, ἐφ’ οὗ καὶ διεῖλεν εὖ καὶ ἐπέκρινε· τῷ γὰρ ὄντι εἰ αἱ μονάδες αἱ ὑποβεβλημέναι τῷ μαθηματικῷ ἀριθμῷ διάφοροι εἶεν, καὶ πολλαχῶς ὁ τρία καὶ πέντε καὶ ἕκαστος ὑποστήσεται καὶ διοίσει ὁ ἐν τῷ ἑπτὰ δοκῶν εἶναι τρία τοῦ ἐν τῷ πέντε καὶ τοῦ ἐν τῷ δέκα.
20nἜτι πότερον ... ποσοῦ.
21 Καὶ ταῦτα ὡς πρὸς τὰς συνήθως λεγομένας μονάδας κάλλιστα εἴρηται. καὶ μέντοι εἰ γιγνομένους τις ἐπινοεῖ τοὺς μοναδικοὺς ἀριθμούς, τὸ εἶδος τὸ τὴν ποιότητα ἐπιφέρον ὕστερον ὄψεται μορφοῦν τὴν ὑποβεβλημένην αὐτῷ ποσότητα.
25nἜτι οὔτ’ ἂν ... λέγουσιν.
26 Ὅτι μὲν εἴ τί ἐστιν ἐν τοῖς μετὰ τὰς ἀρχάς, ἀπὸ τῶν ἀρχῶν ὀφείλει παραγίγνεσθαι, λέγει μετρίως· καὶ ὅτι ταῖς συνεγνωσμέναις μονάσιν αἱ ἀριθμητικαὶ ἀρχαὶ τὸ διάφορον οὐκ ἐμποιοῦσιν, ἐπεὶ μηδ’ ὅλως εἰσὶ διά‐ φοροι, καὶ τοῦτο καλῶς· ὅτι δὲ τὸ ἕν, ὅπερ ἀντὶ τῆς ἀρχηγικῆς παρείληφε
30μονάδος, καὶ εἰ βούλεται μὴ εἶναι ποιόν, οὐ συγχωρεῖ ποιότητος αἴτιον εἶναι, διαφέρεται καὶ πρὸς ἐκείνους καὶ πρὸς τἀληθές, ἐπεὶ καὶ δυὰς ἡ ἀόριστος ποσότητος ἂν εἴη μᾶλλον αἰτία, οὐ ποσοῦ καὶ ποιοῦ. ἥκει δὲ πάλιν αὕτη ἡ ὑπόληψις ἀπὸ τοῦ νομίζειν μηδὲν εἶναι τὸν τρία παρὰ τὰς τρεῖς μονάδας·
τῷ γὰρ ὄντι εἰ τοῦτ’ εἶχεν οὕτως, ἡ τὸ ποσὸν γεννῶσα δυὰς καὶ τὸ ποιὸν139

140

παρῆγε· νυνὶ δὲ ἡ μὲν τὰς ἀπείρους γεννᾷ μονάδας, ἡ δὲ κρείττων ἀρχὴ τοῖς εἴδεσιν αὐτὰς καταλαμβάνει καὶ διαμορφοῖ. εὖ δὲ αὐτοὺς ἀπαιτεῖ λέγειν μὴ μόνον ὅτι διαφέρουσιν αἱ μονάδες, ἀλλὰ τίς ἡ μονάδος διαφορά. καὶ εἰρήκασί γε οὐ τῶν ὑποβεβλημένων τῷ ἀριθμῷ μονάδων διαφοράν (οὐδὲ
5γὰρ εἶναι βούλονται), ἀλλὰ τούτων τε καὶ τῆς ἀρχηγικῆς αὐτῶν αἰτίας. ὅταν μὲν γὰρ λέγωσι μονάδα εἶναι ποσοῦ τὸ ἐλάχιστον ἢ ποσοῦ τὸ πρῶτον καὶ κοινὸν μέρος, τὴν συνεγνωσμένην ὁρίζονται· ὅταν δὲ λέγωσι μονάδα εἶναι εἰδῶν εἶδος, τὴν ἀρχηγικὴν αὐτῶν αἰτίαν ἐνδείκνυνται τὴν πάντων ἐν ἑαυτῇ τὰ εἴδη τῶν ἀριθμῶν προειληφυῖαν, ἣν καὶ οἱ ἀπὸ τῆς Στοᾶς
10ἓν πλῆθος οὐκ ὤκνουν καλεῖν· ἐπεὶ καὶ ὅταν περὶ τῶν θείων μονάδων δια‐ λέγωνται, ἄλλως μὲν τὴν νοητὴν ἀφορίζονται μονάδα, ἀφ’ ἧς ὁ πρώτιστος πρόεισιν ἀριθμὸς “μουνάδος ἐκ κευθμῶνος ἀκηράτου”, ἄλλως δὲ τὴν νοερὰν καὶ δημιουργικήν, ἣν καὶ Δία καλεῖν ἠξίουν, περὶ ὧν πολλοὶ μὲν τῶν πρε‐ σβυτέρων, πολλοὶ δὲ καὶ τῶν νεωτέρων διελέχθησαν, σαφέστατα δὲ ὁ
15θεῖος Ἰάμβλιχος ἐν ἑβδόμῃ βίβλῳ τῆς τῶν Πυθαγορείων δογμάτων συναγωγῆς. εἰ δέ τις αὐτῷ τῷ Πυθαγόρου Ἱερῷ λόγῳ παρακολουθεῖν δύναιτο, πάσας εὑρήσει τάξεις ἐκεῖ τῶν τε μονάδων καὶ τῶν ἀριθμῶν ἀπαραλείπτως ὑμνου‐ μένας. ἔχομεν οὖν παρ’ αὐτοῖς καὶ τὴν ἀνάγκην τοῦ διαφέρειν ἀλλήλων τὰς μονάδας (καθ’ ἑκάστην γὰρ πρόοδον ἀνάγκη τὴν ἐξηγουμένην τῆς τάξεως
20ἐκείνης μονάδα πληθύνεσθαι μᾶλλον τῶν πρὸ ἑαυτῆς), καὶ τίνας αὐτῶν οἴεσθαι χρὴ τὰς διαφορὰς εἶναι· ὅσαι γὰρ καὶ οἷαι τῶν ὄντων, τοσαῦται καὶ τοιαῦται καὶ τῶν ἀρχηγικῶν μονάδων αἱ διαφοραί.
23nὍτι μὲν οὖν ... τῶν τρόπων.
24Εἰ μὲν ἀριθμοὶ μοναδικοὶ εἶεν αἱ ἰδέαι, πᾶσαι τῶν μονάδων αἱ ὑπο‐
25θέσεις ἐπ’ αὐτῶν ἐλέγχονται· κἄν τε γὰρ ἀδιάφοροι ὦσιν αὐτῶν αἱ μονάδες, πολλὰ τὰ ἄτοπα (οὐδὲν γὰρ διοίσει τοῦ μαθηματικοῦ ἀριθμοῦ ὁ εἰδητικός), κἄν τε διαφέρουσαι, πλασματώδης ὁ λόγος, κἂν αἱ μὲν οὕτως αἱ δὲ ἐκείνως ἔχειν ὑποτεθῶσιν. εἰ δὲ μὴ μοναδικὸν εἶναί τις λέγοι τὸν τῶν ἰδεῶν ἀριθμόν, ὑπ’ οὐδενὸς τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐνοχληθήσεται· οὐδὲν γὰρ
30ὅλως εἴρηται πρὸς αὐτόν.
31nἈλλὰ ... τὸ ἕν.
32 Εἴπερ εἶέν τινες ταῦτα λέγοντες, δικαίως ὑπ’ αὐτοῦ κακίζονται. ἀλλὰ μήποτε τῷ μὲν τῶν ἰδεῶν ὀνόματι οὐ κατεχρῶντο, διὰ δὲ τῶν μαθηματικῶν ὀνομάτων περὶ τῶν θείων οὐσιῶν ᾐνίττοντο· πῶς γὰρ ἂν τὸ ἓν καὶ τὸν
35ἀριθμὸν προέταττον τῶν ὅλων, εἰ μὴ τὸ ὑπερούσιον ἓν καὶ τὰ ὄντως ὄντα
καὶ τὸν τῶν ἰδεῶν προσεκύνουν διάκοσμον; ὁ δ’ οὖν Ἀριστοτέλης ἀκόλουθα140

141

τῇ ἑαυτοῦ ὑποθέσει καὶ ταῦτα γράφει· ἄτοπον ... πάντα ἐστίν. καλῶς ὁρᾷ τὴν πρὸς ἑαυτὸ τοῦ δόγματος συμφωνίαν· εἰ γὰρ εἶεν ἑνάδες καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἡγεμονικὴν ἀξίαν ἔχουσαι καὶ πᾶσαι προεληλύθασιν ἀπὸ τοῦ ἑνὸς τοῦ ὑπερουσίου καὶ πάντων ἐξῃρημένου, δεῖ τὸν εἰδητικὸν
5εἶναι ἀριθμόν.
6nΕἰ μὲν ... ἀλλήλους.
7 Ὁ μὲν οὖν πᾶς λόγος τοιοῦτος· εἰ ὁ μαθηματικός ἐστι μόνος ἀριθμός, οὐκ ἂν εἴη τὸ ἓν ἀρχὴ τῶν πάντων· εἰ δ’ ἔστι τὸ ἓν ἀρχή, κρατεῖ Πλάτων καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ. ἡμέτερον
10δὲ λοιπὸν ἂν εἴη δεικνύναι, ὅτι τὸ ἓν ἀρχὴ τῶν ὅλων, ὃ μήτε νοῦς μήτε ὂν μήτε ἀριθμὸς ὑπάρχον μήθ’ ὅλως ὑπάρχον, ἀλλ’ ἐξῃρημένον καὶ αὐτῆς τῆς ὑπάρξεως καὶ τοῦ εἶναι πάντων ἐστὶν αἴτιον ἀγαθῶν καὶ πᾶσιν οὐσίαν καὶ ἕνωσιν χορηγεῖ· τούτου γὰρ ἱκανῶς κατασκευασθέντος ἔοικε συγχω‐ ρήσειν ὁ Ἀριστοτέλης πᾶσι τοῖς γνησίοις τοῦ Πυθαγόρου καὶ τοῦ Πλάτωνος
15δόγμασιν. ἂν δ’ αὖ ... συμβαίνει. οὐδὲν μὲν οὖν, εἰ ὀρθῶς τις αὐτὰ καὶ κατὰ νοῦν ὑπόθοιτο τῶν ἀρχαίων φιλοσόφων. ἀλλὰ μὴν ... χωριστόν. εἰ χωριστός, φησίν, ἐστὶν ἀριθμός, ἀνάγκη ἢ τὸν μαθηματικὸν εἶναι πρῶτον ἢ τὸν εἰδητικόν· εἰ δὲ μηδετέρως ἐγχωρεῖ, ἀναιρεῖται καὶ τὸ ἡγούμενον. ἀλλ’ οὔτε τὸ συνημμένον ὑγιὲς πάντῃ (εἰσὶ γὰρ καὶ πρὸ τοῦ εἰδητικοῦ
20ἄλλοι ἀριθμοί), οὔθ’ ἡ πρόσληψις ἀποδέδεικται οὐδ’ ἂν ἀποδειχθείη ποτέ.
21nΦανερὸν ... λέγειν.
22 Τοὺς μὲν δύο φησὶ ποιεῖν ἀριθμοὺς καὶ διακρίνειν αὐτούς, ὥσπερ Πλάτωνα (σαφῶς γὰρ τὸν μαθηματικὸν ἕτερόν φησιν εἶναι τοῦ εἰδητικοῦ), τοὺς δὲ ἕνα τὸν μαθηματικόν, ὥς τινας τῶν Πυθαγορείων, τοὺς δὲ γιγνώσκειν
25ἀμφοτέρους, ἕνα δὲ ποιεῖν αὐτούς· αἰνίττεται δὲ Σπεύσιππον ἴσως καὶ Ξενοκράτην, οὓς καὶ χειρίστης ὑποθέσεώς φησι προεστάναι, καὶ δι’ ἃς αἰτίας σαφῶς λέγει. προείπομεν δὲ καὶ ἡμεῖς περὶ τούτων, ὅτι εἰ καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἐκέχρηντο, ἀλλ’ οὖν ᾔδεσαν 〈τὴν〉 κατ’ εἴδη διάκρισιν τῶν διαφόρων ἀριθμῶν, ἐπεὶ καὶ ἄλλως ὁ τοὺς ἀριθμοὺς τούτους μὴ δια‐
30κρίνων ἀλλὰ συγχέων τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθη‐ ματικὸν ἀριθμὸν ὑποστάτην τῶν ὅλων ποιεῖ [ἑκτὸν τὸν μαθηματικόν] τῷ τε 〈πατρὶ〉 καὶ ποιητῇ τῶν πάντων ἀριθμητικὴν ἕξιν περιτίθησιν· ὧν τί
ἂν εἴποι τις ἀπιθανώτερον;141

142

(1n)

Ὁ δὲ .. ἀδύνατόν ἐστιν.
2 Κατὰ μὲν τὸ ἀληθὲς θεωρία Πλάτωνός ἐστι καὶ Πυθαγόρου καὶ τῶν γνησίως τὰ παρ’ αὐτῶν ὑποδεξαμένων δόγματα περὶ τῶν ἀριθμῶν· οὗτος δὲ ὑποδιαιρεῖ, καὶ περὶ ὃ διέτριψαν ἕκαστοι, τοῦτο μόνον αὐτούς φησι
5πρεσβεύειν. ἀμέλει τοὺς Πυθαγορείους ὡς μὲν ἀχωρίστους τῶν αἰσθητῶν φάσκοντας εἶναι τοὺς ἀριθμοὺς ἐπαινεῖ· ὅτι δὲ συγκεῖσθαί φασι καὶ δημιουρ‐ γεῖσθαι τὰ σώματα ἐξ αὐτῶν, ταύτῃ μέμφεται. ἔστι δὲ ὁ ἔπαινος ψευδὴς καὶ χείρων τῆς μέμψεως· μᾶλλον δὲ ἄμφω μὲν ψευδεῖς, καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος, ἀλλ’ ὁ μὲν ἐπὶ μηδὲν αὐτοῖς προσηκούσῃ γέγονεν ὑποθέσει,
10ὁ δὲ ἐπὶ ἀληθεῖ· δῆλον δὲ πότερος ἐπὶ ποτέρᾳ. τίς γὰρ οὐκ ἂν γελάσειεν ἀκούων, ὅτι οἱ Πυθαγόρειοι χωριστοὺς ἀριθμοὺς οὐκ ᾔδεσαν; αὐτοῦ μὲν Πυθαγόρου διχῶς εἰωθότος ὁρίζεσθαι τοὺς ἀριθμούς, καὶ δι’ ἑκατέρου μὲν τῶν ὅρων τὸ πάντῃ χωριστὸν αὐτῶν καὶ ἄχραντον ἐνδεικνυμένου, διὰ δὲ τοῦ ἑτέρου καὶ τὸ δημιουργικὸν αὐτῶν καὶ προνοητικόν τε καὶ φρουρητικὸν
15τῶν ὅλων ἀναδιδάσκοντος (ὅταν μὲν γὰρ ἔκτασιν καὶ ἐνέργειαν τῶν ἐν μονάδι σπερματικῶν λόγων εἶναι φῇ τὸν ἀριθμόν, τὸν ἀπὸ τῆς οἰκείας ἀρχῆς αὐτογόνως καὶ αὐτοκινήτως προεληλυθότα καὶ τὸν ἐν ἑαυτῷ ἱδρυ‐ μένον καὶ ἐν εἴδεσι παντοίοις ἀφωρισμένον παραδίδωσιν· ὅταν δὲ τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ, ἀφ’ οὗ καὶ ἐξ οὗ πάντα συντέτακται καὶ μένει
20τάξιν ἄλυτον διηρθρωμένα, τὸν παραδειγματικὸν καὶ ποιητὴν καὶ πατέρα θεῶν τε καὶ δαιμόνων καὶ τῶν θνητῶν πάντων ἀριθμὸν ἀνυμνεῖ)· τῶν δὲ περὶ Ἵππασον ἀριθμὸν εἶναι λεγόντων παράδειγμα πρῶτον κοσμοποιίας, καὶ πάλιν κριτικὸν κοσμουργοῦ θεοῦ ὄργανον, Φιλολάου δὲ διισχυριζομένου τὸν ἀριθμὸν εἶναι συνοχὴν τῆς τῶν κοσμικῶν αἰωνίας διαμονῆς τὴν αὐτογενῇ
25καὶ κρατιστεύουσαν, ἁπάντων δὲ ὡς εἰπεῖν τῶν ἄλλων Πυθαγορείων κατ’ ἴχνη ταύτης τῆς θεωρίας τὴν περὶ τῶν ἀριθμῶν ὑπόληψιν διαρθρωσάντων. εἰ δὲ ὅτι καὶ τὰ σώματά φασιν ἐκ τῶν φυσικῶν ἀριθμῶν ἐσχηκέναι τὴν ὑπόστασιν, διὰ τοῦτο ἢ περὶ μόνων ἀχωρίστων αὐτοὺς οἴοιτό τις διαλέγεσθαι ἢ καὶ μεγέθη διδόναι τοῖς ἀριθμοῖς, δῆλός ἐστιν ἑκὼν ἢ ἄκων τὴν μὲν
30ὅλην αὐτῶν διδασκαλίαν παρατρέχων, τὰ δὲ τελευταῖα τῆς ἀριθμητικῆς αὐτῶν θεωρίας ἐπὶ τὸ χεῖρον ἐκλαμβάνειν πειρώμενος· οὔτε γὰρ περὶ μόνων τῶν φυσικῶν ἀριθμῶν οἱ ἄνδρες διαλέγονται οὔτε φύρουσιν εἰς ταὐτὸν 〈τὸν〉 φυσικὸν καὶ μαθηματικὸν οὔτε μέγεθος διδόασι τοῖς τῶν μεγεθῶν
αἰτίοις ἀριθμοῖς. ὁ δὲ ὡς τούτων οὕτως ἐχόντων καὶ τὰ ἑξῆς περαίνει.142

143

(1n)

Οὔτε γὰρ ἄτομα ... ἀριθμῶν.
2 Ἃ μὲν λέγουσιν οἱ ἄνδρες, ἀνέλεγκτά ἐστι καὶ διαμένει τὸν σύμπαντα χρόνον· τὸ γὰρ ἀληθὲς οὐκ ἐλέγχεται κατὰ τὸν θεῖον Σωκράτην. τὰ δὲ νῦν ἐλεγχόμενα παντὶ μᾶλλον ἢ τοῖς Πυθαγορείοις προσήκει· οὔτε γὰρ τὸν
5ἀριθμὸν δι’ οὗ μετροῦμεν τὰ αἰσθητὰ τῶν αἰσθητῶν αἴτιον εἶναι λέγουσιν, εἰ καὶ θεωροῖεν εἰκόνας ἐν αὐτῷ τοῦ φυσικοῦ ἀριθμοῦ (ὥσπερ ἐν τῷ βωμίσκῳ τῷ διακόσια δέκα σώματος ἰδέαν ἐμφαίνεσθαι διισχυρίζοντο, ἐν δὲ τῷ α πυρὸς ἰδέαν, ἀέρος δὲ ἐν τῷ γ καὶ τῆς γῆς ἐν τῷ ζ καὶ ὕδατος ἐν τῷ θ· ταῦτα γὰρ κατά τινα ἀναλογίαν αὐτοῖς ἐλαμβάνετο πρὸς ἔνδειξιν
10δυνάμεων φυσικῶν)· οὔτε τὰς μονάδας τὰς ἐν αὐτῷ ἢ μέγεθος ἔχειν ᾤοντο ἀδιαίρετον ἢ ὅλως ἐνυπάρχειν τοῖς αἰσθητοῖς· ἀλλ’ ὅταν μὲν ἀδιαίρετα μεγέθη λέγωσιν, ἐπὶ τοὺς αἰτίους τῶν μεγεθῶν ἡμᾶς λόγους ἀναπέμπουσι καὶ ἐπὶ τὴν παραδειγματικὴν αἰτίαν τῶν μεγάλων, ἣν αὐτομέγεθος εἴωθε καλεῖν ὁ μέγας τῷ ὄντι Πλάτων· ὅταν δὲ τὰς μονάδας μέγεθος ἔχειν, τὴν
15ἐπὶ πάντα διατείνουσαν δύναμιν τῶν δημιουργικῶν ἀνυμνοῦσι μονάδων· ὅταν δὲ μέγεθος ἐξ ἀδιαιρέτων ὑφίστασθαι, οὐχ ὅτι συνελθόντα τὰ ἄτομα καὶ οἱονεὶ συμπαγέντα ποιεῖ τὰς διαστάσεις φασί (τοῦτο γὰρ τὸ Δημοκρίτειον δόγμα καὶ ταῖς γεωμετρικαῖς καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἐπιστήμαις ἀντι‐ φθέγγεται), ἀλλ’ ὅτι τῶν ἀδιαιρέτων ὅσα μέν ἐστιν εἴδη νοερὰ καὶ ἄχραντα
20δημιουργικά τε καὶ ζῳογόνα, ταῦτα μὴ ἐξιστάμενα ἑαυτῶν τά τε ἄλλα καὶ τὸν τῶν σωμάτων ὄγκον ἐν ἐσχάτοις ὑφίστησιν· ὅσα δὲ φυσικὰ καὶ ῥέπει ταῖς ἐνεργείαις εἰς ὕλην, ταῦτα καίπερ ἄογκα καὶ ἀσώματα ὄντα ὅμως τῆς σωματικῆς ἐπισυστάσεως αἴτια τρόπον τινὰ συνόντα τοῖς σώμασι καὶ διὰ τοῦτο καὶ ἀχώριστα τῶν σωμάτων δυνάμενα λέγεσθαι. ἐκ δὲ σωμάτων
25σῶμα δημιουργεῖσθαι ἀπεγίγνωσκον διὰ πολλὰς αἰτίας· ὥστ’ εἴπερ ἀληθὲς τοῦτο, πᾶσά ἐστιν ἀνάγκη τὰ σώματα ἐξ ἀδιαιρέτων ἔχειν τὴν ὑπόστασιν, οὐ μέντοι συγκεῖσθαι ἐξ ἀδιαιρέτων οὐδ’ ἀναλύεσθαι εἰς ἀδιαίρετα εἰ μὴ ἄρα τῷ λόγῳ.
29nΕἰ τοίνυν ... αὐτόν.
30 Ἡ μὲν ἀγωγὴ συλλογιστική, τὸ δὲ συνημμένον οὐχ ὑγιαίνει· πάντας γὰρ μοναδικοὺς ὑπεθέμεθα τοὺς ἀριθμοὺς καὶ τὰ ἑνὸς ἴδια ἐπὶ πάντας ἠνέγκαμεν, εἶθ’ οὕτως ἐδόξαμέν τι λέγειν πρὸς αὐτούς. καὶ οἱ μὲν παλαιοὶ
καὶ μακάριοι ἄνδρες καὶ τὰ ἄτακτα διὰ τῶν ἀριθμῶν ἔλεγον τάττεσθαι· ἡ143

144

δὲ πρὸς αὐτοὺς ἀντιλογία καὶ τὰ περὶ τῶν ἀριθμῶν θεῖα νοήματα συγχεῖ καὶ ἐπιταράττει.
3nἜτι ... μονάδος.
4Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τά
5τε ἄλλα γεννῶσι καὶ τὰς μονάδας. ἐπεὶ οὖν ** ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων οὐδ’ ἴσαι αἱ μονάδες, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντίωσιν ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι αἱ δὲ μικραὶ ἔσονται. ἥ τε τριὰς πόθεν ἕξει τὴν τρίτην
10μονάδα, ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ; εἰ μὴ ἄρα διὰ ταύτην, φησί, τὴν ἀπορίαν τὸ ἓν ἐν τῇ τριάδι καὶ παντὶ τῷ περιττῷ μέσον ποιοῦσιν, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γιγνόμεναι καὶ αἱ ἐκ τοῦ μικροῦ μὴ μόνον ἐν ἀρτίῳ, ἀλλὰ καὶ ἐν περιττῷ ἀριθμῷ. εἰ δὲ ἑκάστη μονὰς ἐκ [τῆς] τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἴσων ἀλλήλοις γενομένων τῇ κράσει, πρῶτον
15πῶς ἔσται μία φύσις αὐτὴ ἡ δυὰς ἡ ἐκ τοῦ μεγάλου καὶ τοῦ μικροῦ; δῆλον γὰρ ὅτι 〈εἰ〉 καὶ ἡνώθη ὕστερον ἰσασθέντα, ἀλλ’ οὖν ἦν πρὸ τῆς ἑνώσεως δύο. ἔπειτα δὲ τί διοίσει μονὰς δυάδος; εἰ γὰρ ἐν τῇ μονάδι δυάς ἐστιν ἰσασθεῖσα καὶ ἡ δυὰς αὐτὸ τοῦτο λέγεται δυὰς εἶναι, τί διοίσουσιν ἀλλήλων; τοιαῦτα δὴ προτείναντος τοῦ Ἀριστοτέλους τὴν μὲν ἀόριστον
20δυάδα, εἴτε τὴν πρώτην εἴτε τὴν ψυχικὴν εἴτε τὴν φυσικὴν εἴτε καὶ αὐτὴν τὴν ἐν τῇ ὕλῃ θεωρουμένην τις ἐπισκέπτοιτο, οὐδέποτε φήσομεν μεμερισμένως ἐνεργεῖν ἢ πάσχειν κατὰ τὸ μέγα καὶ τὸ σμικρόν, ἀλλ’ ἑκάστῳ τῶν γεννω‐ μένων ὑπ’ αὐτῆς καὶ τὸ μέγα συνεισφέρειν καὶ τὸ σμικρὸν οἰκείως ἐν ἑκάστῃ τάξει τῶν ὄντων· τὰς δὲ μονάδας, εἰ μὲν τὰς ἐν τῷ μαθηματικῷ
25σκέπτοιτο νῦν ἀριθμῷ, ἐπεὶ μηδὲ ἄλλας ἐθέλει προσποιεῖσθαι, παρά‐ γεσθαι μὲν ἀπὸ πασῶν τῶν ἀρχῶν καὶ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, οὐ μέντοι διῃρημένως 〈ἔχειν ἐν〉 ἑαυτοῖς τὸ μέγα ἢ τὸ μικρὸν οὐδ’ ἐσχη‐ κέναι ποτέ, ἵνα καὶ διαπορήσωμεν τί διοίσει μονὰς ἑκάστη τῆς αὐτοδυάδος, ἀλλ’ εἶναι ὡς μὲν πρὸς τοὺς ἀριθμοὺς τούς τε ἄλλους καὶ τὴν δυάδα ἀνει‐
30δέους καὶ ἀπείρους, κατέχεσθαί γε μὴν ἰνδάλματι καὶ αὐτὰς τοῦ ἑνός· εἰ δὲ περὶ μονάδων λέγοι τῶν ἀύλων (ἔξεστι γὰρ οὐ μόνον ἀριθμούς, ἀλλὰ καὶ μονάδας τὰ εἴδη καλεῖν τὰ νοερά), πολλῷ πλέον ἐροῦμεν ἕκαστον ἀπὸ πασῶν εἶναι τῶν ἀρχῶν, καὶ ἔχειν ἐκ μὲν τοῦ ἑνὸς αὐτὸ τὸ ἑνιαῖον εἶδος καὶ τὸ μοναδικόν, ἐκ δὲ τῆς δυάδος τῆς ἀορίστου τό τε ἀμερὲς καὶ τὸ ἐπὶ
35πάντα διῆκον ταῖς δημιουργίαις καὶ προνοίαις καὶ ταῖς φρουρητικαῖς δυνά‐144

145

μεσι· τοιαῦτα γὰρ οἶμαι τὰ σμικρὰ καὶ μεγάλα παρὰ τοῖς θείοις ὑποτίθε‐ σθαι χρή.
3nἜτι προτέρα ... δυοποιὸς ἦν.
4Ἡ μονὰς ἢ προτέρα τῆς αὐτοδυάδος **. εἰ δὲ ἡ αὐτοδυὰς ἰδέα,
5καὶ ἡ πρεσβυτέρα ταύτης ἡ μονὰς ἰδέα· ἐκ τίνος οὖν προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ καὶ τὰ ἁπλᾶ διπλασιάζει. ἐν δὴ τούτοις οὐ διορίζει μὲν περὶ ποίας λέγει μονάδος, δῆλος δέ ἐστι περὶ τῆς συνεγνωσμένης προτείνων τὴν ἀπορίαν, ἥτις οὔτε ἔστιν ἐν τῷ εἰδητικῷ ἀριθμῷ καὶ ἐν ὑστάτοις τῶν μαθηματικῶν ἀπέρριπται, οὐδὲ τῆς μοναδικῆς
10δυάδος ἁπλῶς οὖσα πρεσβυτέρα, ἀλλ’ ἴσως μὲν γενέσει, οὐσίᾳ δὲ οὐδαμῶς· τοιαῦτα γὰρ τὰ ὑλικὰ αἴτια. παράγεται δὲ καὶ αὕτη καὶ πᾶν τὸ ὑποκεί‐ μενον τῶν μαθηματικῶν ἀριθμῶν ἀπὸ πασῶν μὲν τῶν ἀρχῶν, μάλιστα δὲ ἀπὸ τῆς οἰκείας ἑαυτοῖς δυάδος· αὕτη γὰρ διαιρουμένων τῶν ἀριθμῶν εἰς εἶδος μὲν καὶ ὕλην τῆς ὕλης ἐστὶ μᾶλλον ἀρχή, εἰς δὲ ἄρτιον καὶ περιττὸν
15τοῦ ἀρτίου μᾶλλον ἐξηγεῖται· ταῦτα δὲ ποιοῦσα καὶ πρὸς τούτοις ἄλλα πολλὰ καὶ θαυμαστὰ περὶ τοὺς ἀριθμοὺς εἰκότως δυοποιὸς κέκληται· δυὰς γάρ πως πᾶσα ὕλη καὶ πᾶς ἄρτιος καὶ πᾶς ἑτερομήκης καὶ εἴ τι ταύτῃ προσήκει τῇ συστοιχίᾳ.
19nἜτι ἀνάγκη ... ἀριθμόν.
20 Ἄφυκτος ἡ διαίρεσις καὶ ἡ αἰτία πάνυ ἐμβριθής· ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν οὐδέτερον ἀφωρισμένως ἔστιν εἰπεῖν, ἀλλ’ ὅτι τὰ μὲν ἐν ἑνὶ χρόνῳ πεπέρανται, τὰ δὲ ἐν τῷ ἀπείρῳ ἄπειρά ἐστιν· ἐπὶ δὲ τῶν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχόντων, ἐφ’ ὧν οὐδὲν δρᾷ χρόνος, ἀνάγκη 〈ἢ〉 τὸ ἄπειρον ἢ τὸ πεπερασμένον παραλαμβάνειν. ῥητέον οὖν ὅτι δυνάμει
25μὲν ἄπειρα τὰ θεῖα, ἀριθμῷ δὲ χρῆται μὲν πεπερασμένῳ· πόσῳ δέ, οὐκ ἂν εἴποι μερικὴ ψυχή, πλὴν ὅτι τοσοῦτός ἐστιν ὅσον ἴασιν αἱ τούτων ἀρχαὶ καὶ βούλονται παράγειν ἄλλον κατ’ ἄλλην τάξιν τῶν ὄντων. εἰ δ’ ὅπου μὲν τριαδικὸν ἢ τετραδικὸν ἀριθμὸν ὑποθοίμεθα, ὅπου δὲ ἑβδομαδικὸν ἢ δεκαδικόν, οὐ δήπου κατὰ τὰ ἄλλα τῶν ἀριθμητῶν οὕτως ἀριθμήσαντες
30τἀκεῖ θεῖα τοσαῦτα εἶναι ἀπεφηνάμεθα, ἀλλ’ ἐπειδὴ πάντα τέλειά ἐστι καὶ ἀρχοειδῆ καὶ ἀγένητα καὶ τῶν ὅλων προληπτικά, διαπρέπει δὲ ἄλλη ἰδιότης ἐν ἄλλοις, εἰ καὶ πάντα ἐν πᾶσιν, ἐν οἷς μὲν τὸ πρώτως τέλειον ἐθεωρήθη,
τὸν τούτων ἀριθμὸν τριαδικὸν εἶναι λέγομεν· ἐν οἷς δὲ ἀρχοειδῶς πάντα145

146

τὰ ἐγκόσμια περιείληπται, τετραδικόν· ἐν οἷς δὲ ἀγενήτως τὰ γενητὰ προνοίας ἀξιοῦται, ἑβδομαδικόν· ἐν οἷς δὲ διακεκριμένως, μᾶλλον καὶ ἤδη νοερῶς πάντα προείληπται, δεκαδικόν. καὶ αὕτη μέν ἐστιν, ὡς ἐν ἐλαχίστοις περὶ μεγίστων εἰπεῖν, ἡ σύμπασα αὐτῶν θεωρία. ὁ δὲ Ἀριστοτέλης μιγνὺς
5πάλιν τὰς μονάδας τὰς συνεγνωσμένας τοῖς ἐκεῖ θείοις ἀριθμοῖς χαίρει πάντα κυκῶν καὶ ταράττων.
7nὍτι μὲν ... ἀεί ἐστιν.
8 Πρὸς τὸν μαθηματικὸν ἄν τις μᾶλλον ἀπορήσειε ταῦτα δικαίως ἀρι‐ θμόν, οὐ πρὸς τὸν θεῖον καὶ εἰδητικόν· ἐκεῖ γὰρ ἄλλως τὸ ἄρτιον καὶ τὸ
10περιττόν, οὐχ ὡς νῦν οὗτος λαμβάνει, ἀλλὰ μᾶλλον ὡς εἰώθασιν οἱ ποιηταὶ θεοὺς λέγειν καὶ θεάς·
“κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι”· κἀκεῖ γὰρ ἡ δημιουργικὴ μονὰς τὰς δύο συστοιχίας τῆς θείας καὶ προνοητικῆς ἀποπληροῖ νοήσεως. πρός γε μὴν τὸν μαθηματικὸν οἰκειότερον
15ἦν ταῦτα διαπορεῖν· εἴτε γὰρ πεπερασμένος ὁ ἀριθμός, στήσεται αὐτοῦ ἡ πρόοδος καὶ οὕτω πᾶς ἀριθμὸς ἄρτιος ἢ περισσός, ἢ ἔσται τις ἄρτιος ἢ περισσὸς ἄπειρος. ῥηθήσεται δὲ καὶ πρὸς τὸν οὕτως ἀποροῦντα περὶ τοῦ μαθηματικοῦ ἀριθμοῦ τἀληθῆ, ὅτι πᾶς μὲν ὁ λαμβανόμενος καὶ πεπερα‐ σμένος ἐστὶ καὶ ἢ περιττὸς ἢ ἄρτιος, ὁ δὲ μήπω ληφθεὶς ἄγνωστός τέ ἐστι
20καὶ ἀνείδεος καὶ ἄπειρος καὶ δυνάμει μὲν τοιοῦτος, ἐνεργείᾳ δὲ οὔτε ἄρτιος οὔτε περιττός. ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἴδωμεν δὲ πῶς ὁ Ἀριστοτέλης τὴν γένεσιν παραδίδωσι τοῦ ἀριθμοῦ, καθ’ ἣν ἀνάγκη πάντα ἢ ἄρτιον ἢ περιττὸν γίγνεσθαι.
24nὩδὶ μὲν ... ὁ ἄλλος ἄρτιος.
25 Τὸ μὲν ἓν ἐμπεσὸν τῇ δυάδι κατ’ αὐτὸν ποιεῖ τὸν τρία, ἡ δὲ δυὰς ἐπὶ μὲν τὸ ἓν ἐλθοῦσα ποιεῖ τὸν δύο, ἐπὶ δὲ τοῦτον γιγνομένη καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον, τῷ δὲ τρία καὶ τοῖς ἄλλοις περιττοῖς ἐπι‐ γιγνομένη τὸν ἀρτιοπέρισσον, ᾧ πάλιν ἐπεμπεσοῦσα ποιεῖ τὸν περισσάρτιον. ταῦτα ὡς τοῖς πρεσβυτέροις ἀρέσκοντα λέγει ἀπορεῖ τε ὀρθῶς· † εἴπερ μὴ
30ὀρθῶς ἱστόρηται κατ’ οὐδὲν προσήκει τῷ εἰδητικῷ ἀριθμῷ.146

147

(1n)

Ἔτι εἰ ... ἰδέας.
2 Τοῦτο μᾶλλον πραγματειῶδες τὸ ἐπιχείρημα. φασὶ δὲ καὶ πρὸς τοῦτο οἱ προϊστάμενοι τῆς ἀπειρίας τῶν παραδειγμάτων οὐχ ἅμα πάντα τὰ εἴδη τὸν αἰσθητὸν ὑποδέχεσθαι κόσμον, ἔνιοι δὲ αὐτῶν οὐδὲ ἐν τῷ ἀπείρῳ
5χρόνῳ φασὶ πάντων τῶν εἰδητικῶν αἰτίων εἰκόνας ὑποδέχεσθαι τὸν κόσμον· τοιαῦτα γὰρ οἱ περὶ Ἀμέλιον τὸν Πλωτίνειον νεανιεύονται. ἔοικε δὲ μᾶλλον ὁ Ἀριστοτέλης τῆς τῶν πρεσβυτέρων διανοίας ἐν τούτοις ἐστοχάσθαι· διὸ καὶ ἐπήγαγεν οὔτε κατὰ τὴν θέσιν ἐνδέχεται, τὴν αὐτῶν ἐκείνων δόξαν οὕτω καλῶν τάχα ὡς ἔχουσάν τι παράδοξον. καὶ τοῦτο μέντοι ζηλωτὸν
10ἐν τοῖς ἐκκειμένοις τοῦ Ἀριστοτέλους, ὅτι τὰς ἰδέας οὐ πρώτων εἶναι τῶν αἰσθητῶν ἔφη λέγειν αὐτούς, ἀλλ’ † ἑαυτῶν μέν, εἶναι δὲ καὶ παραδείγματα τῶν τε ψυχικῶν εἰδῶν καὶ τῶν φυσικῶν καὶ [τῶν] τελευταίων τῶν αἰσθητῶν, ἅπερ ᾐνίξατο διὰ τοῦ ἢ ἄλλου τινός. ἔστω δ’ οὖν δεδειγμένον αὐτῷ, ὅτι οὔκ εἰσιν ἄπειροι οἱ νοητοὶ ἀριθμοὶ τῇ οἰκείᾳ ἑαυτῶν φύσει, καίτοι παρ’
15ἡμῖν ἄγνωστοι καὶ ἀπερίληπτοι ὄντες· εἰ γὰρ καὶ μὴ δι’ ἃς αἰτίας εἴρηκε παραιτήσαιτο ἄν τις ἐπ’ αὐτῶν τὸ ἄπειρον, ἀλλ’ οὖν ἱκανῶς ὁ Φιλόλαος τοῦτο ἀποδείκνυσιν. “ἀρχὰν γάρ, φησίν, οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται, πάντων ἀπείρων ἐόντων”. εἰ τοίνυν οἶδεν ἑαυτὸν ὁ θεῖος ἀριθμός, πάντως ὅτι ἑαυτῷ πεπεράτωται· καὶ εἰ τοσοῦτός ἐστιν ὅσον ἠβουλήθησαν αἱ ἀρχαί,
20πάντως ὅτι τὸ μέτρον αὐτοῦ προείληπται παρὰ τῇ βουλήσει τῶν ἀρχῶν· ὥστε οὐκ ἂν εἴη ἄπειρος, εἰ μὴ ὡς ἀπειροδύναμος ἢ καὶ πρὸς ἡμᾶς. ἴδωμεν δὲ τῷ εἶναι αὐτὸν πεπερασμένον τί ἄτοπον ἕψεται.
23nΕἰ δὲ πεπερασμένος ... διότι.
24Ὡς μὲν σὺ ζητεῖς, οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ ἀριθμητὰ τῇ ἡμετέρᾳ
25φύσει τὰ θεῖα· ὅταν μέντοι τριάδας ποιῶσι καὶ τετράδας καὶ ἑβδομάδας καὶ δεκάδας, οὐκ ἀποροῦσι λόγων πρεπόντων τούτοις τοῖς σκέμμασι, καθάπερ ἐν τοῖς ὀλίγον ἔμπροσθεν ἐπεσημηνάμεθα.
28nἈλλὰ μὴν ... ὑπερέξει.
29Τῶν θείων ἀνδρῶν δεκάδα τὸν εἰδητικὸν εἰπόντων ἀριθμὸν ὡς κοσμικὸν
30παράδειγμα καὶ “ὅρον περὶ πᾶσι τεθέντα”, καὶ ὅτι ὥσπερ ἡ δεκὰς ἐντὸς ἑαυτῆς ἔχει πάντα τὸν ἀριθμὸν οὐκέτι κρυφίως ὡς ἡ μονὰς οὐδ’ οὐσιωδῶς ὡς ἡ τετράς, ἀλλ’ ἤδη σὺν ἑτερότητι πλείονι καὶ διαιρέσει, τοῦτον τὸν
τρόπον καὶ ἡ νοερὰ δημιουργία πάντα προείληφεν ἐν ἑαυτῇ τὰ τῶν κόσμων147

148

εἴδη. καὶ ταύτην τὴν δόξαν ἀπό τε Ὀρφέως καὶ Μουσαίου καὶ τῶν ἐκεῖθεν καταγομένων ὑποδεξαμένων ὁ Ἀριστοτέλης ὡς δέκα τῷ ἀριθμῷ ἰδέας αὐτῶν ὑποτιθεμένων οὕτως εὐθύνει τὰς δόξας. καίτοι εἰ δέκα τῷ ἀριθμῷ ὑπετί‐ θεντο, ἑκάστη δὲ δυνάμεις ἔχει ὡρισμένας μὲν ἡμῖν δὲ ἀγνώστους, οὐδ’
5ὣς τῶν εἰδῶν τοῦ ζῴου οὐδ’ ὅλως τῶν τῇδε εἰδῶν ἐλάττους ἂν ἦσαν αἱ παραδειγματικαὶ αἰτίαι, εἰ τῇδε μὲν τῇ δυνάμει τῆς τριάδος τόδε τῇδε δὲ τόδε τὴν ὑπόστασιν ἔχειν ἐλέγομεν. ἀλλὰ ταῦτα μὲν ἀφείσθω. δῆλος δὲ πάλιν ἡμῖν γέγονεν ὁ ἀνὴρ ὡς μοναδικῇ προσελθὼν τῇ παρὰ τῶν πρε‐ σβυτέρων ἀνυμνηθείσῃ δεκάδι· ὥσπερ οὖν καὶ τὰ ἑξῆς αὐτῷ κατὰ τὴν αὐτὴν
10ὁδεύει μοῦσαν.
11nἍμα ... ἄνθρωποί γε.
12 Εἴρηται ὅτι οὐ τῶν εἰδητικῶν μόνων ἕκαστος εἷς, ἀλλὰ γὰρ καὶ τῶν μαθηματικῶν, εἴπερ ὁ ἐνεργείᾳ καὶ ὁ σὺν τῷ ἑαυτοῦ εἴδει θεωρούμενος λαμβάνοιτο, ἡ δὲ αὐτοτριὰς οὔτε ἀνθρώπου οὔτ’ ἄλλου τινὸς παράδειγμα
15ἂν εἴη, ἀλλὰ τῶν μετ’ αὐτὴν ἁπασῶν τριάδων· ὥστε μία πολλῶν αἰτία τῶν μὲν αὐτῇ προσεχεστέρων τῶν δὲ ἐν ἐσχάτοις κειμένων.
17nΚαὶ εἰ ... ἄνθρωπος.
18 Γελοίως δὲ καὶ ταῦτα 〈καὶ〉 φορτικῶς ἀναγέγραπται καὶ μόνως ἂν ἔχοι χώραν, εἰ μοναδικὸν οἱ ἄνδρες ἐποίουν τὸν τῶν εἰδῶν ἀριθμὸν καὶ ἕκαστον
20τῶν μοναδικῶν πολλαχῶς ἔλεγον ὑφεστάναι, οὐκ ἐν ἑαυτῷ μόνον ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἑαυτοῦ μείζοσι θεωρούμενον.
22nἌτοπον ... ἀριθμῶν.
23 Οὐκ ἄτοπον, εἰ ἐνθυμηθείης ὅτι τῶν ἁπλῶν εἰσι φύσεων αἱ ἰδέαι καὶ οὐ τῶν ἐκ στοιχείων ἐπισυντιθεμένων ὁμοφυῶν, ὅθεν καὶ πάντα μὲν τὸν
25ἀριθμὸν τὸν εἰδητικὸν δεκάδα προσηγόρευον διὰ τὰς προειρημένας αἰτίας, οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τῶν μοναδικῶν ἀριθμῶν τῶν ἄχρι δεκάδος ἰδέαν ἀπετίθεντο· ἁπλούστατοι γὰρ οὗτοι καὶ εἰδικὴν ἔχοντες πρὸς ἀλλήλους διαφοράν· ἡ δὲ ἑνδεκὰς σύνθεσίς ἐστι δυοῖν προϋπαρχόντων ἀριθμῶν.
29nἜτι δὲ καὶ ... τὰ εἴδη ἐστίν.
30 Οὕτω καὶ οἱ τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ τὸ πᾶν ἐπιτρέποντες ἐπι‐ χειρεῖν ἠδύναντο· ἐπεὶ γὰρ ἔνια γίγνεται ἐκ ταὐτομάτου καὶ κατὰ σέ, τί
κωλύει πάντα γίγνεσθαι τυχαίως; ἀλλ’ οἶμαι φαίης ἂν πρὸς αὐτούς, ὅτι148

149

ταῦτα μὲν τῶν ἐπ’ ἔλαττόν ἐστιν ἐνδεχομένων, ὅσα δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἢ ἀεὶ οὕτως ἐπιτελεῖται, ταῦτα φύσεώς ἐστιν ἔργα καὶ νοῦ πρός τι τέλος ὁρώντων. τοιαῦτα οὖν ἀκούειν καὶ παρ’ ἐκείνων τὴν πρώτην ὑπολάμβανε. ποῖα δὲ καὶ φὴς ἄνευ εἰδῶν γίγνεσθαι; τῶν τε γὰρ φύσει πρώτων τὰ εἴδη
5οὐσιώδη καὶ ἐν νῷ, τῶν τε ἐσχάτων 〈καὶ〉 ἀνουσίων οὐδὲν ὅτι μὴ κατὰ λόγους ἐπιτελεῖται φυσικούς, τά 〈τε〉 τεχνητὰ κατὰ τὰ ἐν τῇ τέχνῃ εἴδη καὶ αὐτὸς συγχωρεῖς δημιουργεῖσθαι, ὡς πολλαχοῦ μέν, σαφέστατα δὲ ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας συγκεχώρηται. εἰ μὴ ἄρα ἢ τὰ πρακτὰ λέγοις ἢ τὰ ἀπὸ τύχης καὶ ταὐτομάτου· τούτων δὲ τὰ μὲν οὐκ ἔστιν οὕτως
10ὡς εἴωθε παρ’ ἡμῖν θρυλεῖσθαι· οὐδὲν γὰρ ἀναιτίως ὑφίσταται· τὰ δὲ πρακτὰ καὶ εἰ μὴ ἀεὶ κατὰ τὰ αὐτὰ προϋπάρχοντα εἴδη ἔχοι, ἀλλ’ οὖν τῶν πράξεων προυπάρχοντα· προανεγείρασα γὰρ ἐν τῇ φαντασίᾳ ἢ τῇ δόξῃ τὴν ὅλην διάθεσιν † τῷ ἐν ἡμῖν κυρίως τῶν πράξεων.
14nἜτι ἄτοπον ... περιττόν.
15 Λείπει τῷ λόγῳ, τὸ γὰρ τέλειον ἦν· ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς οὐ μέχρι τῆς ἑνδεκάδος, ἐπεὶ καὶ τὸ ἓν μᾶλλον τῆς δεκάδος ὂν καὶ εἶδος αὐτῆς, καὶ τὰ ἑξῆς. εἶδος μὲν οὖν εἴρηται τῆς δεκάδος παρ’ αὐτοῖς οὐ τὸ τυχὸν ἕν, ἀλλ’ ἡ ἀρχηγικὴ μονάς, ἣν ὁριζόμενοι καὶ εἶδος εἰδῶν ἔλεγον εἶναι, ὅτι πάντων ἔχει τῶν ἀριθμῶν ἐν ἑαυτῇ τὰ εἴδη. ἀλλ’ ὅμως καὶ εἰ πάντων εἶδός ἐστι
20τῶν ἀριθμητικῶν εἰδῶν, μάλιστα τῆς δεκάδος ἂν ῥηθείη· μιμεῖται γὰρ αὐτὴν ἡ δεκάς, ὅπερ ἐστὶν ἡ μονὰς πρὸς πάντας ἁπλῶς τοὺς ἀριθμούς, τοῦτο καὶ αὐτὴ ταῖς μεθ’ ἑαυτὴν δεκάσι καὶ ἑκατοντάσι καὶ χιλιάσι γιγνο‐ μένη· διὸ καὶ “δευτερῳδουμένα μονὰς” ὠνομάζετο. καθάπερ οὖν ὁ νοῦς εἶδος μέν ἐστι πάντων, μάλιστα δὲ τῆς ψυχῆς, οὕτω καὶ ἡ μονὰς εἰ καὶ
25πάντων, ἀλλὰ μάλιστα τῆς δεκάδος. τῇ δὴ τοιαύτῃ μονάδι καὶ τὸ ἀγένη‐ τον ἂν μάλιστα πρέψειεν, οὐχὶ τῇ ἐν τοῖς ἕνδεκα. οἶδε δὲ καὶ αὐτὸς δι’ ἣν αἰτίαν ἄχρι τοῦ δέκα προῆγον τὸν ἀριθμόν· ἡ γὰρ ὑστάτη τελειότης αὐτὸς ἦν ἡ πᾶν περιέχουσα ἐν ἑαυτῇ. τοῦ δὲ κενοῦ παράδειγμα μὲν ἐν τοῖς ἀριθμοῖς οἱ ἀκριβέστεροι τῶν λόγων οὐκ ἀπολιμπάνουσιν, ἐπεὶ μηδ’ ἐν τοῖς
30οὖσιν ἔστι κενόν, ὡς ἐν ε βίβλῳ τῆς τῶν Πυθαγορείων δογμάτων συναγωγῆς δείκνυσιν Ἰάμβλιχος. τὰς δὲ χώρας τῶν ἀριθμῶν καὶ μάλιστα τὰς ἁρμονίας, αἳ καὶ αὐταὶ συμπληροῦνται πάντως ὑπὸ τῶν ἀριθμῶν, ὑπόμνησιν ἔλεγον φέρειν τῆς χώρας τῶν ὅλων ὡς κενῆς μὲν ὑπαρχούσης τῷ οἰκείῳ λόγῳ, συμπληρωθείσης δὲ ὑπὸ τῆς νοερᾶς δημιουργίας καὶ τῆς περιφορᾶς τοῦ
35αἰθέρος, ἣ πάντα σφίγγουσα καὶ συνάγουσα πρὸς ἑαυτὰ κενὴν οὐδεμίαν ἐᾷ149

150

χώραν ἐν τῷ παντί, συμπαθῆ δὲ πρὸς ἑαυτὸν διόλου καὶ ἀλληλουχούμενον ἀποφαίνει τὸν κόσμον· ὥσπερ οὐδ’ ἡ μονὰς ἡ τῶν ἀριθμῶν ὑποστατικὴ χώραν κενὴν ἀπολείπειν ἠνέσχετο, συμπληρώσασα τοῖς ἐφεξῆς ἀριθμοῖς ἀπαραλείπτως πάσας τὰς ἀριθμητικὰς ὑποδοχάς. ἀναλογία δὲ πᾶσα ὅτι
5ἐντὸς δεκάδος θεωρεῖται, πρόδηλον· καὶ γὰρ ἡ ἀριθμητικὴ ἐν τῇ κατὰ φύσιν προόδῳ τοῦ ἀριθμοῦ, καὶ ἡ γεωμετρικὴ ἐν τῷ α β δ, α γ θ, καὶ ἡ ἁρμονικὴ ἐν τοῖς β γ ϛ, γ δ ϛ. πάντα οὖν, φησίν, ἀπεδίδοσαν ταῖς ἀρχαῖς, τουτέστι τῇ τε μονάδι καὶ τῇ δυάδι, στάσιν μὲν καὶ τὸ ἀγαθὸν μονάδι, κίνησιν δὲ καὶ τὸ κακὸν δυάδι. δύναιντο δ’ ἂν ἀρχὰς λέγειν καὶ
10τὰς δύο συστοιχίας ἐν τοῖς ἄχρι δεκάδος ἀριθμοῖς, καὶ μάλα εὖ, ἐπειδὴ κἀν τοῖς οὖσι τὰ μὲν τῶν ἀρχῶν ἐξήρτηται μόνων, τῆς τε μιᾶς καὶ τοῖν μετ’ αὐτὴν δυοῖν, τὰ δὲ καὶ εἰδητικὴν αἰτίαν προσείληφε· διότι δέ, λόγος πλείων. Ὃ δὲ ἀντιτίθησιν αὐτοῖς πρὸς τῷ τέλει, λίαν εὐδιάλυτον. εἰ γάρ, φησί, διὰ τὸ ἓν ἡ τριάς, πῶς οὐχὶ διὰ τὴν τριάδα καὶ ἡ πεντὰς καὶ πᾶς
15ὁ περιττός, ὥσπερ ὁ ἄρτιος πᾶς διὰ τὴν δυάδα; ἐροῦμεν δὲ ὅτι πρῶτος καὶ ἀσύνθετος ἀριθμὸς μονάδι ἔοικεν εἰδοποιεῖσθαι μόνῃ, δεύτερος καὶ σύνθετος πρὸς τῇ μονάδι καὶ ἄλλο ἔχει μέτρον· διὸ πάντων τῶν περιττῶν ἡ μονὰς εἶδος, ὥσπερ ἡ δυὰς τῶν ἀρτίων. ὅλως γὰρ ἀναλογεῖν οὐ τὴν τριάδα χρὴ τῇ δυάδι κατὰ τὸ ἀρχικόν, ἀλλὰ μᾶλλον τὴν μονάδα. διὰ τούτων δὴ τῶν
20ἐκείνου λέξεων πέφηνε καὶ κατ’ αὐτὸν ἑτέρα τις αἰτία, δι’ ἣν ἄχρι δεκάδος τὰ παραδείγματα προάγουσι τῶν ἀριθμῶν· εἰ γὰρ τὰ αἴτια πάντων θεωρεῖν ἐν αὐτοῖς βούλονται, πάντων δὲ ὁρῶσιν αἰτίας ἐν τοῖς ἄχρι δεκάδος, περίεργον ἂν εἴη τῶν ἑξῆς ἀποτίθεσθαι παραδείγματα· καὶ ἔτι τὰ ἕνδεκα οὐ τὴν μονάδα ἔχειν λέγοιτ’ ἂν ὀρθῶς πρὸς τῇ δεκάδι τὴν αἰτίαν τῆς δεκάδος,
25ἀλλὰ τὸ ἓν τὸ οἱονεὶ μόριον τῆς δεκάδος καὶ τῆς δυάδος καὶ ἑκάστου τῶν ἄλλων ἀριθμῶν.
27nἜτι τὰ ... μέχρι δεκάδος.
28 Ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν ἐδείκνυον, ὅτι μέχρι δεκάδος προάγειν χρὴ τὸν ἀριθμόν. ἔλεγον γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος
30ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, 〈ἡ τετρὰς τὸ σῶμα〉, καὶ τούτοις ἀρκεῖται 〈τὸ πᾶν· ὥστε εἰ ταῦτα τῆς δεκάδος οὐσία (συντεθέντα γὰρ ἀποτελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται〉 τῇ δεκάδι. κείσθω οὖν καὶ αὕτη ἡ αἰτία, εἰ καὶ ἐλαφροτέρα ἐστὶ κατὰ τὸν μαθηματικὸν μόνον ἐξεταζομένη [εἰ] καὶ πολλοστὴν ἔχει τάξιν ἀπὸ τῶν ἐμβριθεστέρων,
35ἀλλ’ οὖν εἰωθυῖα πρός τινων λέγεσθαι. τέτταρες μὲν 〈γὰρ〉 αἱ ἀρχαὶ τῆς150

151

ὅλης δημιουργίας, ὡς ἐν ἑτέροις ἀποδείκνυται· παράγεται δὲ τὸ τῆς δεκάδος εἶδος ἐκ τῆς τετρακτύος ἁπανταχοῦ.
3nἜτι εἰ ἔστι ... ὕστερον.
4Εὖ καὶ ἠπόρησε καὶ ἔλυσεν ἐκ τῶν παρ’ ἐκείνοις εἰωθότων λέγεσθαι·
5ἡ μὲν γὰρ ἀρχηγικὴ μονὰς καὶ ἀνάλογον οὖσα τῷ θείῳ, ἣν καὶ πάντων μὲν εἰδῶν πάντων δὲ σχημάτων “κορυφὰν” ἔλεγον οἱ ἀπὸ τοῦ διδασκαλείου, κατὰ πάντα πρώτη τῶν ἀριθμῶν· ἡ δὲ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν, ἣν καὶ ὡρίζοντο ποσοῦ τὸ ἐλάχιστον, γενέσει μὲν πρώτη οὐσίᾳ δὲ οὔ. ὁ δὲ καίπερ εἰδὼς ταῦτα καὶ οὕτω χρώμενος αὐτοῖς δεξιῶς οὐκ
10ἐπιτρέπει μεταφέρειν αὐτὰ καὶ ἐπὶ τοὺς ἀριθμούς, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῆς μονάδος ἀποχρώμενος ταράττειν ἐπιχειρεῖ θεωρίαν ἄριστα τοῖς ἑαυτῆς μέρεσι συμπληρουμένην· ἄκουε γὰρ οἷα τούτοις ἐπισυνάπτει·
13nΠῶς οὖν ... ἀρχή.
14Ὥσπερ οὖν σὺ ταῦτα διαιρεῖς, καὶ τὸ μὲν εἶδος ἢ τὸ καθόλου κατὰ
15λόγον φὴς ἀδιαίρετον εἶναι τὸ δὲ στοιχεῖον κατὰ χρόνον, ἐπειδὴ τῆς γενέσεως ὁ χρόνος ἀπ’ αὐτοῦ ἄρχεται, οὕτω νόμιζε κἀκείνους προτείνειν· ποῖον ἓν ἐρωτᾷς; τὸ ἀρχηγικὸν ἢ τὸ ὡς ἐν μορίοις ἐλάχιστον; ὅλως δὲ διαφορᾶς οὔσης παρ’ αὐτοῖς ἑνὸς καὶ μονάδος, περὶ ἧς καὶ τῶν πρεσβυτέρων Πυθαγορείων πολλοὶ διελέχθησαν, ὥσπερ Ἀρχύτας, ὅς φησιν ὅτι τὸ ἓν καὶ
20ἡ μονὰς “συγγενῆ ἐόντα διαφέρει ἀλλάλων”, καὶ τῶν νεωτέρων δὲ Μοδέ‐ ρατος καὶ Νικόμαχος, διὰ τί μεταπηδῶμεν ἀπὸ τῆς μονάδος ἐπὶ τὸ ἕν, εἰ μὴ ἄρα μὴ δυσφωρατότερον τὸ ἐκείνων γένηται βούλημα.
23nὭσπερ ... μία.
24Οὕτως οὖν καὶ ἡ μονὰς ἡ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν,
25ἀνάλογον τῇ ὀξείᾳ παραλαμβανομένη, καὶ προτέρα καὶ ὑστέρα τῶν ἀριθμῶν, λόγῳ μὲν ὑστέρα γενέσει δὲ πρεσβυτέρα. ἀμφοτέρως δὴ ποιοῦσι τὸ ἓν ἀρχήν. ἀλλ’ οὐ τὸ αὐτό, ὦ θαυμάσιε, ἀλλὰ τὸ μὲν ἀρχηγικὸν κατὰ πάντας τρόπους ὡς αἴτιον τῶν ὅλων, τὸ δὲ τῶν μορίων ἐλάχιστον ὡς τὴν ὀξεῖαν τῆς ὀρθῆς. ἔστι δὲ ἀδύνατον. τὸ αὐτό, ὦ θαυμάσιε· διὸ καὶ
30τὰ ἑξῆς προσιέμεθα μέν, οὔ φαμεν δὲ κατὰ τῶν ἀνδρῶν εἶναι. τὸ μὲν ... ὡς ὕλη. ὁ μὲν ἀριθμὸς πρότερός ἐστιν ὡς εἶδος καὶ ὡς οὐσία, ἡ δὲ
μονὰς ὡς μέρος καὶ ὡς ὕλη· πρόσθες ὅτι ἡ ὑποκειμένη τοῖς ἀριθμοῖς.151

152

(1n)

Ἔστι γάρ πως ... ἑκατέρα.
2 Τὸ μὲν ἓν ἑκάτερον καὶ ἑκατέρα ὡς ἐπὶ τῶν τῆς δυάδος λέγει μονάδων. φησὶ δὲ ὅτι καθ’ ἑαυτὴν ἀποδιαληφθεῖσα τούτων ἑκατέρα δυνάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, κατά τε τὴν ἀλήθειαν καὶ κατὰ τὴν τῶν πρεσβυτέρων
5δόξαν· εἰ γὰρ μὴ ἔστι σωρὸς μονάδων 〈ὁ〉 ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκει‐ μένων μέν ἐστι τοσῶνδε μονάδων, κατὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐδὲν ἂν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ, πρὶν ἂν κοσμηθῇ τῷ εἴδει τῷ οἰκείῳ. τούτοις οὖν προσέχειν δεῖ, ὅτι οὔτε σύστημα μονάδων ἐθέλει τὸν ἀριθμὸν εἶναι οὔθ’ ὅλως εἶναί τι τὰς μονάδας ἐνεργείᾳ, πρὶν ὑπὸ τῶν
10εἰδῶν κοσμηθῶσιν· εἰ γὰρ καὶ ἄλλου χάριν αὐτὰ παρείληφεν ἐνδείξασθαι βουληθείς, ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ὅλου καὶ εἰδοπεποιη‐ μένου προτιθέασιν, ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ [καὶ] (πρὸς ὃ καὶ φθάσαντες ἀπηντήσαμεν, ἄλλην τὴν παρ’ αὐτοῖς ἀρχηγικὴν μονάδα λέγοντες εἶναι καὶ ἄλλην τὴν ὑλικήν), ἀλλ’ οὖν ἱκανὴν ἔχει πρός τε τἀληθὲς καὶ πρὸς τοὺς
15πρεσβυτέρους συμφωνίαν.
16nΑἴτιον δὲ ... ταῦτα δ’ ἅμα τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν.
17 Ὅτι μὲν ἀδύνατον τῷ αὐτῷ ταῦτα ἅμα ὑπάρχειν, εὖ λέγεις. οὔκουν οὐδ’ ἐκεῖνοι τὴν αὐτὴν μονάδα πάντων τε ἀριθμῶν εἶναι περιληπτικὴν ἔλεγον καὶ μόριον ἑκάστου τὸ ἐλάχιστον, ἀλλ’ εἴρηται ὅτι τὴν μὲν ἀρχηγικὴν τὴν
20δὲ ὑλικὴν ᾤοντο εἶναι. οὔτ’ οὖν ἐξ ἀμερῶν καὶ ἀτόμων τὰ πράγματα συνετίθεσαν, ὡς οἱ περὶ Δημόκριτον, οὔτε μαθηματικῶς μὲν ἀναστρεφόμενοι μικρὰ περὶ τῆς μονάδος ἐφρόνουν, διαλεκτικῶς δὲ μεγάλα, ἀλλ’ ὡς εἴρηται, περὶ ἑτέρας ἐκεῖνα καὶ περὶ ἑτέρας ταῦτα μονάδος ἔλεγον. ὅρα δὲ μὴ σύ, ὦ θαυμάσιε, τούτοις εἶ περιπετής, τὸ ζῷον καὶ ὅλως τὸ γένος νυνὶ μὲν
25μέρος λέγων τοῦ εἴδους καὶ τοῦ ἀτόμου, νυνὶ δὲ πρότερόν τε τῇ φύσει καὶ περιληπτικώτερον· κἂν γὰρ διαιρῇτε πολλάκις καὶ τὸ μὲν γενικὸν καλῇτε τὸ δὲ γένος, ἔστ’ ἂν μὴ καὶ τῷ γένει διδῷτε ὑπόστασιν, οὐκ ἔνεστιν αὐτὰ μὴ συγχεῖσθαι πρὸς ἄλληλα.
29nΕἰ δὲ τὸ ἓν ... γεννῶσι γοῦν τὴν δυάδα πρῶτον.
30 Ἐπειδὴ 〈αὐτῷ〉 τῷ ἑνί, φησί, ταὐτὸν δὲ εἰπεῖν τῇ ἀρχηγικῇ μονάδι, ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ ἡ δυάς (ἡ μὲν γὰρ διαιρετή,
ἡ δὲ ἀδιαίρετος), τὸ δὲ τῇ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἂν εἴη ἡ152

153

μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος· οὔ φασι δὲ ἐκεῖνοι. καὶ εὖ γε, ὦ θαυμάσιε. οὕτω γὰρ ἄν τις καὶ τὴν ὕλην πρεσβυτέραν ἀπέδειξε τοῦ σύμ‐ παντος κόσμου, ἐπειδὴ ἁπλῆ ἐστι καὶ ἀνείδεος, ὑπάρχει δὲ ταῦτα τῇ μιᾷ τῶν πάντων ἀρχῇ. ἀλλ’ οἶμαι τὴν τῶν ὑστάτων πρὸς τὰς ἀρχὰς ἀντικει‐
5μένως παραλαμβανομένην ὁμωνυμίαν καὶ κατὰ τὴν θρυληθεῖσαν ἀνόμοιον ὁμοιότητα θεωρουμένην οὐ χρὴ ποιεῖσθαι πρόφασιν εἰς μετάθεσιν τῆς εὐτα‐ ξίας τῶν πραγμάτων.
8nἜτι εἰ ... ἡ δυάς.
9Δῆλον ὅτι ἐκ τῶν δύο ἰδεῶν· ἔστι γὰρ παρ’ ἡμῖν κατὰ τὸν μοναδικὸν
10ἀριθμὸν ὑφισταμένη. εἰ δέ, ὅτι καὶ ἕκαστον τῶν εἰδῶν ἑκάστῳ τε τῶν ἄλλων καὶ πᾶσιν ἅμα συντάττεται, καὶ ἐν αὐτῇ τῇ φύσει τῶν ὄντων θέλοι τις εἶναι σύνταξιν τῆς αὐτοδυάδος πρὸς τὸ τριαδικὸν παράδειγμα, καὶ ζητοίη πῶς τὰ συναμφότερα δύο, χαρακτῆρι φήσομεν τῆς αὐτοδυάδος κατε‐ χόμενα· παντὶ γὰρ ἑνὶ τῷ πρὸς αὐτὴν συνταττομένῳ μεταδίδωσιν ἡ δυὰς
15τοῦ ἑαυτῆς ἰδιώματος, ὥσπερ αὖ πάλιν καὶ ἡ τριὰς τοῦ ἑαυτῆς τρισὶ πᾶσι συμφύεσθαι πρὸς ἄλληλα βουλομένοις. οὐ μὴν οὕτω μετέχει τὰ πρῶτα τῶν ὄντων τοῦ εἰδητικοῦ μέτρου τῶν ἀριθμῶν ὡς τὰ ἐγκόσμια πράγματα, ἀλλ’ ὥς φαμεν ἡνῶσθαι πρὸς ἄλληλα καὶ μετέχειν ἀλλήλων τὰ θεῖα τῷ πάντα εἶναι ἐν πᾶσι. ταυτὶ μὲν οὖν παρὰ τῶν πρεσβυτέρων οἰητέον λέγε‐
20σθαι. ἀπόκριναι δὲ καὶ αὐτὸς πρὸς ὁμοίαν ἐρώτησιν· εἰ τὸ κινοῦν τὴν ἀπλανῆ χωριστὸν αἴτιον ἓν καὶ τὸ τὴν Κρονίαν σφαῖραν ἕν, ἄμφω δυάς· ἐκ τίνος οὖν αὕτη ἡ δυάς; οἶμαι ὅτι φαίης ἄν ‘ἐκ τῶν δύο νῶν· ἡμεῖς γὰρ αὐτοὺς ἔξωθεν ἀριθμοῦμεν οὐχ ὡς ἀριθμοῖς, ἀλλ’ ὡς ἀριθμητοῖς λοιπὸν προσιόντεσ‘. οὕτως οὖν καὶ ἐὰν καὶ αὐτὸς ἀριθμῇς δύο ἢ τρεῖς τῶν ἰδεῶν,
25ἀριθμητὰς μὲν αὐτὰς ποιεῖς, ἐρεῖς δὲ συγκεῖσθαι ἐξ ἰδεῶν, ἑκάστῃ τῶν ἰδεῶν ὡς μονάδι χρώμενος.
27nἈπορήσειε ... ὁποτεραοῦν.
28 Ἃ μὲν ἐν τούτοις ἀπορεῖ, τοιαῦτά ἐστιν. ἆρα τοῦ ἑνὸς τοῦ πρώτου τὴν πρώτην τῆς δυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ; εἴτε γὰρ τάξαιμεν,
30ἔσται δυὰς πρὸ δυάδος· εἴτε μή, τίς ἂν εἴη τούτου αἰτία; καὶ ὅλως πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ ἑνὶ ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; ῥητέον δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδ’ ἀπορεῖσθαι χρὴ τὰ περὶ τῶν τοιούτων μονάδων, καθὰ πολλάκις ἐπεση‐ μηνάμεθα· πρὸς δὲ τὸν μαθηματικὸν εἰ λέγοιτο, φήσομεν τὰς ἐν ἑκάστῳ
35μονάδας τῶν ἀριθμῶν καθ’ ἑαυτὰς μηδενὶ εἶναι ἐφεξῆς, ὅπου γε οὐδὲ
ἐνεργείᾳ εἰσὶ καθ’ ἑαυτάς· ὅταν δὲ κρατηθῶσι τῷ εἴδει τοῦ οἰκείου ἀριθμοῦ,153

154

τότε ἀλλήλαις μέν εἰσιν ἐφεξῆς, ταῖς δὲ ἐν ἄλλῳ ἀριθμῷ οὐκ ἂν ἐφεξῆς εἶναι λέγοιντο, ἀλλὰ μᾶλλον οἱ κατὰ τὴν φυσικὴν ἔκθεσιν ἐκκείμενοι ἀριθμοὶ οὗτοι λέγοιντ’ ἂν ἐφεξῆς ἀλλήλοις κεῖσθαι.
4nὉμοίως ... εὐλόγοις.
5 Βουλόμενοι, φησί, καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ στενὸν καὶ πλατύ, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ κατὰ τὸ ἕν, φησίν, ἀρχὴν
10οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ (τοιαῦτα γὰρ ἐν τοῖς περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος)· οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν. ταῦτα δὲ οὔτε πάντα ψευδῶς λέγει περὶ αὐτῶν οὔτε διηρθρωμένως παραδέδοται.
15ἀλλ’ ὅμως ἴδωμεν τίνα φησὶν ἀδύνατα τούτοις ἕπεσθαι.
16nἈπολελυμένα ... ἐπίπεδον.
17 Εἴτε, φησί, μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ τῶν μεγεθῶν, ἀπολελυμέναι ἀλλήλων αἱ διαστάσεις ἔσονται (τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν ὑποστάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἐπίπεδον ἔσται ἄνευ γραμμῆς· εἴτε σύνεισι,
20ταὐτὸν ἔσται ἡ γραμμὴ τῷ ἐπιπέδῳ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον. ταῦτα δὲ γράφων ὅτι μὲν καὶ αὐτὸς ἑαυτοῦ συναισθάνεται, πάνυ πέπεισμαι· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἐκείνων ὑπολαμβανέτω λέγεσθαι, ὡς οὐκ ἔστιν ἀνάγκη ἢ ταὐτὰ εἶναι ἢ κεχωρίσθαι ἀλλήλων, ἀλλ’ ἔστι τι μεταξὺ τὸ συνεῖναι μὲν ταυτότητι, ἑτερότητι δὲ διακεκρίσθαι ἀπ’ ἀλλήλων. ὅλως δὲ τὰς μὲν ἀρχὰς
25ἅμα οὔσας εὔλογον ἑτερότητι διαφέρειν, ὥσπερ καὶ τοὺς τῆς φύσεως λόγους ἅμα ὄντας καὶ πάντας ἐν ἀμερεῖ διέκρινεν ἡ ἑτερότης· τὰ δὲ ἐκ τῶν ἀρχῶν ἁπλᾶ μὲν ὄντα καὶ ἄνευ τῶν συνθέτων ὁρᾶται, προϊόντα δὲ εἰς τὸ πρόσω καὶ συνθετώτερον δεῖται πάντως τῶν ἁπλουστέρων. διὰ τοῦτο γραμμὴ μὲν ἄνευ ἐπιπέδου καὶ τοῦτο χωρὶς στερεοῦ θεωρεῖται, ἐν δὲ τῷ τελείῳ μεγέθει
30πάντα χρὴ παραλαμβάνεσθαι.
31nἜτι δὲ γωνίαι ... ἀποδοθήσεται.
32 Πῶς ἔτι ταῦτα, φησίν, ἐκ τῶν πολυθρυλήτων ἀρχῶν δύνανται ποιεῖν; τί γὰρ ἐν τούτοις τὸ ὑπερέχον καὶ 〈τί〉 τὸ ἐλλεῖπον; τὸ μὲν οὖν περὶ τῶν
γωνιῶν καὶ πρόχειρόν ἐστιν· ὅτι γὰρ ἡ ὀρθὴ κατὰ τὴν μονάδα μᾶλλον,154

155

ὀξεῖα δὲ καὶ ἀμβλεῖα κατὰ τὴν ἀόριστον δυάδα, ἀφ’ ἧς τό θ’ ὑπερέχειν καὶ ὑπερέχεσθαι, πρόδηλον. καὶ τῶν σχημάτων δὲ τὰ μὲν τῇ ἰσότητι καὶ ταυτότητι κατεχόμενα καὶ ὁμοιότητι πρὸς τὴν μονάδα μᾶλλον ὁρᾷ, τὰ δὲ ἀνισότητι καὶ ἑτερότητι καὶ ἀνομοιότητι πρὸς τὴν δυάδα. λέγω δὲ οὐχ
5ὅτι καὶ ἕκαστον οὐκ ἐκ τῶν δύο ἀρχῶν· καὶ γὰρ ἡ σφαῖρα καὶ ὁ κύκλος καὶ τὸ ἰσόπλευρον τρίγωνον καὶ τετράγωνον καὶ κύβος μετέχουσι δυάδος κατὰ τὸ ἑαυτῶν ποσὸν καὶ οἱονεὶ διαστατόν, καὶ πάλιν δοκίδες καὶ βωμίσκοι καὶ σκαληνὰ τρίγωνα καὶ ἑτερομήκη προσήκουσι μονάδι, τὸ εἶδος ἐξ αὐτῆς ὑποδεχόμενα· ἀλλ’ ὅμως ὅπερ ἐπὶ τῶν ἀριθμῶν εἰώθαμεν λέγειν, ὡς
10ἕκαστος μὲν ἐκ τῶν δυοῖν, μᾶλλον μὴν ὁ μὲν περιττὸς κρατεῖται τῷ τῆς μονάδος ἰδιώματι, ὁ δὲ ἄρτιος τῷ τῆς δυάδος, οὕτω καὶ ἐπὶ τῶν γωνιῶν καὶ τῶν σχημάτων φαμὲν πάντα μὲν ἐκ τῶν δυεῖν ἀρχῶν, μᾶλλον μὴν ἑτέρων ἕτερα τῇδε ἢ τῇδε προσωμοιῶσθαι.
14nΤαὐτό τε ... στερεά.
15 Ὅτι μὲν ὥσπερ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἀριθμῶν πάθη καθ’ αὑτά, οὕτω καὶ μήκους μὲν τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν, δεῖ συγχωρεῖν. ἀλλ’ ἐπειδὴ ταῦτα οὐκ ἀναιτίως ἐν αὐτοῖς, δῆλον ὡς ἀπὸ τῆς ἀρχῆς αὐτοῖς ἥκει τῆς οἰκείας, καὶ εἰ μὲν ὀρθοῦ καὶ στάσεως αὐτοῖς μεταδίδωσι, μᾶλλον ἀπὸ
20τῆς μονάδος εἰς αὐτὰ πρόεισιν, ὡς ἡ ὀρθὴ κατὰ τὰς γωνίας· εἰ δὲ καθ’ ὑπεροχὴν ὁρᾶται καὶ ἔλλειψιν τῷ τε μᾶλλον καὶ ἧττον συνοικεῖ, [καὶ] παρὰ τῆς δυάδος αὐτὰ δέχεται. οὐδ’ ἐκεῖνοι οὖν τὰ ἐν τοῖς μεγέθεσι πάθη τῶν μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλὰ τὰ ἐξ ὧν ταῦτα τοῖς μεγέθεσι παραγίγνεται, ὧν μίαν εἶναι πηγὴν τὴν οἰκείαν αὐτῶν ἀόριστον δυάδα.
25nΠάντων ... τὸ ἀδύνατον.
26 Ὅτι μὲν εἰ τὰ καθόλου χωριστά ἐστι, καὶ οἱ ἀριθμοί, συγχωρεῖ, ἀπογιγνώσκει δὲ καὶ τούτων κἀκείνων τὸ χωριστόν, ἀδύνατα λέγων ἕπεσθαι πολλὰ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν. ἡμεῖς δὲ οἰόμεθα μὲν εἶναι καὶ τὰ τῶν αἰσθητῶν ἀχώριστα· καὶ γὰρ ἐν ἐμοὶ τὸν κατατεταγμένον εἶναι
30τἀνθρώπου λόγον καὶ ἐν σοὶ καὶ ἐν παντὶ τῷ ὁμοειδεῖ, ἔτι δὲ τὸ ζῷον ἐν λέοντι καὶ ἵππῳ καὶ ἀνθρώπῳ καὶ κυνί, τόν τε πέντε ἐν τοῖς δακτύλοις καὶ τὴν δυάδα ἐν μυκτῆρσι καὶ ὀφθαλμοῖς καὶ χερσὶν εἰ τύχοι καὶ ποσίν. ἀλλ’ ἐπειδὴ οὐκ ἀναιτίως ταῦτα, ἀλλὰ κατά τινας ὡρισμένας ἐπιτελεῖται φύσεις (ἀεὶ γὰρ οὕτω τά γε μὴ πεπηρωμένα), πᾶσά ἐστιν ἀνάγκη εἶναί
35τι καὶ ἐν τῇ ὅλῃ φύσει ζῷον χωριστὸν τῶν αἰσθητῶν, καθ’ ὃ τοῦτο τὸ
φαινόμενον δημιουργεῖται, καὶ ἔτι ἐν τῇ ἀνθρώπου φύσει πεντάδα, καθ’155

156

ἣν ἡ χεὶρ ἀεὶ τοσούτοις ἄκροις ἐπικοσμεῖται, καὶ δυάδα καθ’ ἣν οἱ ὀφθαλμοὶ δύο καὶ οἱ μυκτῆρες· εἰ δὲ μηδὲ ἡ φύσις ἀφ’ ἑαυτῆς ἔχει ταῦτα, ἥκει δὲ ἐξ ἑτέρας εἰς αὐτὴν αἰτίας, ὥσπερ καὶ ἀπ’ αὐτῆς εἰς τὴν ὕλην, καὶ πρὸ φύσεως εἶναι τά τε καθόλου καὶ τοὺς ἀριθμούς, οὐχ οὕτω δὲ ὡς ἐν
5φύσει· οὐδὲ γὰρ ἡ φύσις εἶχεν ὡς ἐδίδου τῇ ὕλῃ, ἀλλ’ ἀμερῶς καὶ δραστικῶς, ψυχὴ δὲ ἔτι ἁπλούστερον καὶ ἀυλότερον, καὶ τὸ ψυχῆς ὑπέρτερον κατὰ τὴν ὑπεροχὴν τῆς οὐσίας καὶ τὴν τῶν εἰδῶν ἔχει σύζησιν. ἐκεῖνό γε μὴν παρα‐ φυλακτέον ὡς εὖ παρ’ αὐτῷ λεγόμενον τὸ ἢ ἅμα εἶναι χωριστὰ τοὺς ἀριθμοὺς καὶ τὰ καθόλου ἢ ἅμα ἀχώριστα· ἐξ ὧν συναγάγοις μὲν 〈ἂν〉 πολλὰ καὶ ἄλλα
10(κἂν γὰρ ὁποτερονοῦν αὐτῶν κατασκευάσῃς, συναγάγοις 〈ἂν〉 καὶ θάτερον), οὐ μὴν ἀλλὰ κἀκεῖνο, ὅτι εἰ εἰσὶν ἰδέαι, ἀριθμοί εἰσιν αἱ ἰδέαι· αὐτοῦ γὰρ ὁ λόγος, ὅτι εἰ ἔστι τὰ καθόλου, εἰσὶ καὶ ἰδέαι. καὶ δεχόμεθα τὸ συνημ‐ μένον, οὐχ ὅτι 〈τὰ〉 καθόλου ἰδέαι (πῶς γάρ, ὅπου τὰ μὲν ἐν ψυχῇ, αἱ δὲ ἐν νῷ;), ἀλλ’ ὅτι τῶν ἀνεπτυγμένων εἰδῶν ὄντων ἔστι καὶ τὰ τούτων ἀμε‐
15ρέστερα καὶ ἀρχηγικώτερα. εἰ τοίνυν οἱ ἀριθμοί εἰσι χωριστοί, ἔστι τὰ καθόλου· εἰ δ’ ἔστι τὰ καθόλου, εἰσὶν ἰδέαι· εἰ ἀριθμοί εἰσι χωριστοί, εἰσὶ καὶ ἰδέαι. ὥσπερ οὖν ὁ εἴδη καταδεξάμενος εἶναι χωριστὰ οὐ πρότερον λήγει τῆς ἀνόδου, πρὶν ἂν ἐπὶ τὰ ἁπλούστατα ἔλθῃ, οὐκέτι παρ’ ἄλλων καὶ δεύτερα, παρ’ ἑαυτῶν δὲ καὶ πρῶτα· οὕτως ὁ χωριστὸν ὑποθέμενος
20ἀριθμὸν οὐ λήξει πρότερον ἀνιών, πρὶν ἂν ἐπὶ τὰς ἰδέας ἐλθὼν τὴν ἕνωσιν αὐτῶν ἴδῃ τὴν πρὸς τοὺς ἀριθμούς· οἱ μὲν γὰρ μοναδικοὶ κεχωρισμένην ἔχουσι τοῦ εἴδους τὴν ποσότητα, οἱ δὲ θεῖοι τὸ πᾶν ἑαυτῶν εἶδος ἔχουσιν.
23nὍταν γὰρ ... ἕτερον.
24Τῆς μὲν ἀρχηγικῆς μονάδος ἕτερον, ἄλλης δὲ ὑλικῆς οὐχ ἕτερον·
25ἀδιάφοροι γὰρ πρὸς ἀλλήλας αἱ ὑλικαὶ μονάδες. οἱ μὲν οὖν ... ὕλης. ἐκ τῆς ἀντικειμένης, φησί, δυάδος, οἷον μακροῦ βραχέος, στενοῦ πλατέος, ἣν ἡμεῖς ἐκ τῆς ἀρχηγικῆς δυάδος ἤγομεν ἐπὶ τὰ μεγέθη. ἕτεροι ... ἀπορεῖν. ἕτεροι δέ, φησίν, οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν μεγεθῶν ἀρχὰς ἔλεγον εἶναι, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς
30γεωμετρικάς, σημεῖον ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ ὂν μὲν ὅπερ τὸ ἕν, 〈ἀλλ’ ἀνάλογον τῷ ἑνὶ ταττόμενον, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ δυάς,〉 ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον, 〈ὃ〉 καλεῖ οἷον πλῆθος. ὅτι μὲν οὖν καὶ οὗτοι ταὐτὰ τοῖς προτέροις ἔλεγον, εἰ καὶ μὴ τοῖς αὐτοῖς ὀνόμασιν ἐχρῶντο πρὸς δήλωσιν, παντὶ πρόδηλον. ἴδωμεν δὲ ποῖα καὶ
35τούτοις φησὶν ἕπεσθαι ἄτοπα.156

157

(1n)

Εἰ μὲν ... ἔσται γραμμή.
2 Πρῶτον μὲν ἡ ἑτέρα τῶν ἀρχῶν οὐχ ὡς ὕλη τῶν μεγεθῶν ἀλλ’ ὡς τῆς ὕλης ὑποστατική, εἴπερ ἀνάλογον ἕστηκε τῇ ἀορίστῳ δυάδι. ἔπειτα τίς ἀνάγκη τῆς αὐτῆς ὕλης οὔσης τὰ αὐτὰ ἄντικρυς ἀποτελεῖσθαι; γένοιτο γὰρ
5ἂν διαφορὰ παρὰ τὸ εἰδοποιὸν αἴτιον, ὥσπερ ἐπὶ τῶν κοσμικῶν στοιχείων· πῦρ γὰρ καὶ ἀήρ, ὕδωρ τε καὶ γῆ τῇ αὐτῇ μὲν ὕλῃ χρῆται, ταὐτὰ δὲ ἄντικρυς ἀλλήλοις οὐκ ἔστιν. ἀλλὰ καὶ συλλαβὴ καὶ λέξις καὶ λόγος τοῖς αὐτοῖς ὑποκειμένοις χρῶνται (τὰ γὰρ στοιχεῖα τῆς φωνῆς ὕλη πάντων ἐστὶ τούτων), ἀλλ’ ὅμως τὰ μέν ἐστιν αὐτῶν ἁπλούστερα τὰ δὲ συνθετώτερα·
10καὶ τῶν μὲν συνθετωτέρων οὐδὲν ἄνευ τῶν ἁπλουστέρων εἶναι δύναται, ὥσπερ οὐδὲ σῶμα χωρὶς ἐπιπέδου καὶ γραμμῆς, τὰ δὲ ἁπλούστερα καὶ καθ’ ἑαυτὰ θεωρεῖται, ὥσπερ δὴ καὶ ἡ γραμμή. εἰ δὲ καὶ διάφοροι μὲν αἱ ὗλαι, ἕποιντο δὲ αἱ μὲν τῶν ἁπλουστέρων ταῖς τῶν συνθετωτέρων, αἱ δὲ τῶν πολυσυνθετωτέρων μηκέτι ταῖς τῶν ἁπλουστέρων, οὐχ ὁρῶ πῶς ἢ τὰ
15αὐτὰ ἔσται τὰ ἀποτελούμενα ἢ πάντῃ διεζευγμένα ἀλλήλων. τὸ μὲν οὖν διαιρετικὸν αὐτοῦ δεχόμεθα, τὰ δὲ ἑπόμενα ταῖς διαιρέσεσιν οὐδεμίαν ἔχειν ἀνάγκην φήσομεν.
18nἜτι πῶς μὲν ... τοιαῦτα.
19Καὶ οἱ πλῆθος ποιοῦντες τῶν ἀρχῶν τὴν ἑτέραν καὶ οἱ δυάδα ταὐτὰ
20διανοούμενοι διαφόροις ὀνόμασι κέχρηνται· οὔτε γὰρ πλῆθος οἷον τὸ ἀπογεννώ‐ μενον οὔτε δυάδα πλῆθός τι οὖσαν ἐθέλουσιν αὐτὴν εἶναι, ἀλλὰ ποσότητος γεννητικὴν εἰδοποιουμένης ἀπὸ τῆς μονάδος. τὸ δὲ περὶ ἀθέτων καὶ ἀναφῶν καὶ ἀύλων πραγμάτων ὄντος τοῦ λόγου πυνθάνεσθαι, πότερον μίξει ἢ θέσει ἢ κράσει ἢ γενέσει τὴν συνέχειαν τῶν ἀριθμῶν ἀνατίθεμεν, ἀτεχνῶς εἰς
25σώματα βλεπόντων ἀνθρώπων καὶ οὐδὲ τῶν σωμάτων τὰ συνεχέστερα φήσομεν εἶναι ταῦτα προβλήματα· δῆλον γὰρ ὅτι ἕκαστος τῷ ἑαυτοῦ εἴδει καὶ διὰ τὸ ἑαυτοῦ εἶδος εἷς τέ ἐστι καὶ ὡμοίωται τῇ ἀρχῇ τῇ μοναδικῇ τῶν ἀριθμῶν.
29nΜάλιστα ... καὶ ἑνός.
30 Εὖ μὲν ζητεῖ πόθεν ἑκάστη τῶν ὑλικῶν μονάδων, εὖ δὲ καὶ ἀπο‐ γιγνώσκει μὴ εἶναι τὴν ὑλικὴν ὅπερ τὴν ἀρχηγικήν, ἣν αὐτό γε τὸ ἓν κέκληκε· τοῦτο γὰρ καὶ ἡμεῖς διαμαρτυρόμενοι διατετελέκαμεν. οὐκέτι μέντοι τὰ ἑξῆς ἀναγκαῖον ἕπεσθαι· οὔτε γὰρ ἐκ μορίου τῆς δυάδος φαμὲν αὐτὴν ὑφίστασθαι (ἅπασα γὰρ ἀρχὴ πλήθους ἀδιαίρετος), οὔτε εἰ ἐκ τῆς
35δυάδος ὑφίσταιτο, πλῆθός ἐστιν ἤδη· οὔτε γὰρ ἡ δυὰς πλῆθος οὔθ’ ὅμοια
ἑαυτῇ γεννᾷ. ῥητέον οὖν πρὸς τὴν πρώτην ἐρώτησιν, ὅτι αὕτη ἡ μονὰς157

158

ὑφίσταται μὲν ἐκ τῆς τὸ ὑποκείμενον γεννώσης αἰτίας τῶν ἀριθμῶν, ἔσχε δέ τι καὶ τῆς ἀρχικῆς μονάδος, ὡς καὶ αὐτὸς νῦν τε συγχωρεῖ **** καὶ ἐκ τῶν ἀρχῶν ὑφίσταται, καὶ οὐ μερίζεται ἡ δυάς, οὐδὲ ἀριθμὸς ἔσται ἐν αὐτῇ πρὸ ἀριθμῶν, ἀλλ’ αἰτία τῆς τῶν ἀριθμῶν ὕλης. τὰ δὲ αὐτὰ
5δύναιτ’ ἄν τις καὶ περὶ τῆς ὕλης ἀπορῆσαι τῶν γενητῶν καὶ λῦσαι τὰς ἀπορίας ταῖς ἀνὰ λόγον ἀποκρίσεσιν. εἰ γὰρ ζητοίη πότερον ἐκ τοῦ πλήθους ἢ ἐξ ἑνὸς ὑπέστη, ἐροῦμεν προελθεῖν μὲν αὐτὴν ἐκ τῆς αὐτῆς αἰτίας τῆς δυοποιοῦ καὶ ἀπειροδυνάμου, καταδέξασθαι δὲ αὐτὴν καὶ τῆς σεμνοτέρας ἀρχῆς ἴνδαλμα, καθὸ καὶ ἓν ἀμῃγέπῃ λέγεται εἶναι, ἕτερον μὲν ἔχουσαν
10τὸ ἓν καὶ τὸ ἀνείδεον καὶ τὸ ἀνούσιον παρὰ τὰ ἐν τῷ ἀρχηγικῷ ἑνί, καὶ μᾶλλον ἀντικειμένως· ἰνδάλματα δ’ οὖν ἐκείνων ἔσχατα δέχεσθαι, καθὰ καὶ ἀνομοίως ὁμοιοῦται πρὸς αὐτό.
13nἜτι ζητητέον ... καὶ τὸ ἕν.
14Οὐ περὶ τῶν ἀριθμῶν ἐπιζητεῖ νῦν εἴτε πεπεράτωνται εἴτε μή (τοῦτο
15γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοῦ πλήθους τοῦ ἐν τῇ δυάδι, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο. φανερὸν δὲ γέγονεν αὐτοῦ τὸ βούλημα διὰ τοῦ συμπεράσματος· λέγει γάρ· ποῖον οὖν [ὅτι] πλῆθός ἐστι στοιχεῖον καὶ τὸ ἕν; ῥητέον οὖν ὅτι μηδ’ ὅλως ἐστὶ πλῆθος ἐν δυάδι διακεκριμένον, κἂν πλῆθος ὀνομάζηταί ποτε ὡς αἰτίαν ἔχουσα καὶ
20περιέχουσα γεννητικὴν τοῦ πλήθους ἐν ἑαυτῇ.
21nὉμοίως ... μεγέθη οὔ.
22 Τὸ μὲν ζητεῖν πόθεν αἱ πολλαὶ στιγμαὶ τὴν ὑπόστασιν ἔσχον καὶ τὰ μεγέθη, φιλόσοφον, τὸ δὲ τοιαύτας ἀποκρίσεις ἑαυτῷ διδόναι, τὰς ὑποθέσεις ἐστὶ τῶν ἀνδρῶν σπουδάζοντος εἰς ἀπορίαν καταβαλεῖν ἐκ παντός. εἰσὶν
25οὖν αἱ μὲν πολλαὶ στιγμαὶ ταῖς ὑλικαῖς ἀναλόγον μονάσιν, ὥστε ἔχουσιν αἰτίαν μὲν τὴν ὑλοποιόν, ἴνδαλμα δὲ καὶ αὗται τῆς ἀρχῆς τῆς εἰδοποιοῦ καταδέχονται· τὰ δὲ μεγέθη τὰς μὲν διαστάσεις ἐκ τῆς ἑτέρας ἔχουσι τῶν ἀρχῶν τῆς ὑλοποιοῦ, τοὺς δὲ λόγους ἐκ τῆς μοναδικῆς. οὔτε οὖν διάστημα χρὴ καλεῖν τὴν τοῦ διαστήματος γεννητικὴν ἀρχὴν οὔτε μόρια τοῦ δια‐
30στήματος ἐπινοεῖν, ἀφ’ ὧν αἱ στιγμαί· οὐ μόνον ὅτι μόρια διαστήματος οὐκ ἔστιν ἀμερῆ, ἀλλ’ ὅτι μήτε διάστημά ἐστιν ἡ ἑτέρα τῶν ἀρχῶν μήτ’ ἐπὶ τῆς τὸ πλῆθος ὑφιστάσης δυάδος μονάδας λέγομεν αἰτίας εἶναι τὰς ἐν αὐτῇ τῶν ἔξω προελθουσῶν μονάδων. ταῦτα γὰρ πάντα δριμέως ἐπινενόηται
παρ’ αὐτοῦ διασύρειν τὰς τῶν Πυθαγορείων ἀρχὰς προθυμουμένου.158

159

(1n)

Πάντα ... μεγέθη.
2 Ὅτι μὲν τούτων οὐδὲν ὤφθη πρὸς ἔλεγχον ἐκείνων ἀξιόχρεων, μετρίως οἶμαι δεδεῖχθαι. δῆλον δὲ ὅτι οὐδὲ τὰ τοιαῦτα, κἂν μυριάκις μυρία τις ἐπισωρεύῃ, σαλεῦσαι δυνήσεται τἀληθὲς ἐκ τῆς τῶν ἐμφρονεστέρων δια‐
5νοίας. ἔτι δὲ τὸ ... αὐτοῖς. μήποτε οὐκ αὐτοὶ διαφωνοῦσιν, ἀλλ’ οἱ μετ’ αὐτοὺς τὰ μὲν ἠγνόησαν ὅπως εἴρηται, τὰ δ’ οὐ προσεποιήσαντο· δρῶσι δὲ αἱ ὁμωνυμίαι εἰς ἄμφω. οἱ μὲν γὰρ ... ἐποίησαν. εἴρηται ὅτι καὶ οὗτοι τὸν εἰδητικὸν ἔσεβον ἀριθμόν, εἴπερ ὅλως προσήκειν ἐσπού‐ δαζον τοῖς Πυθαγορείοις, μαθηματικοῖς 〈δ’〉 ὀνόμασι καὶ ἐπ’ αὐτοῦ χρώ‐
10μενοι παρέσχον ἀφορμὴν τοῖς βουλομένοις λέγειν, ὅτι τοῦ πρώτου καὶ κρείττονος ἀποστάντες περὶ τὸν δεύτερον καὶ καταδεέστερον πᾶσαν τὴν σπουδὴν κατεβάλλοντο. οἱ δὲ ... λέγουσι. ταῦτα πρὸς ἐνίους μὲν ἀπορρίπτει τῶν ἀπὸ Πλάτωνος· εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὅπως οἱ ἄνδρες καὶ εἰ ὀνόμασιν ἐχρῶντο τοῖς αὐτοῖς ἐπὶ τῶν διαφόρων λέξεων, ἀλλ’ οὖν
15ἐπρέσβευον αὐτῶν 〈τὴν〉 διάκρισιν.
16nὉ δὲ πρῶτος ... τἀναντία.
17 Ἐπαινεῖ Πλάτωνα διακρίναντα τῶν εἰδῶν τὰ μαθήματα, καθάπαξ δέ φησι πάντας ὀρθῶς λέγειν κατά τι, κατὰ δὲ τὸ ὅλον διαμαρτάνειν· οἵ τε γὰρ πρῶτοι μὴ προσιέμενοι τὸν εἰδητικὸν ἀριθμὸν ἀρέσκουσιν αὐτῷ οἵ τε
20μέσοι ἕνα μόνον εἰπόντες εἶναι (εἰ καὶ τὰ μάλιστα προσποιοῦνται δύο λέγειν) οἵ τε διακρίναντες τὸν εἰδητικὸν ἀπὸ τοῦ μαθηματικοῦ· πάντας δὲ οἴεται διαμαρτάνειν τἀληθοῦς, ὅτι περ ὅλως χωριστοὺς ἀριθμοὺς ὑπέθεντο. ῥητέον οὖν ὅτι οὔθ’ ἱστόρηται τὰ κατ’ αὐτοὺς ὑγιῶς οὔτε ἐγκεκωμίασται οὔτε πολλῷ πλέον ἐγκέκληται. αἴτιον δ’ ὅτι ... Ἐπίχαρμον. δῆλος ἦν εἰς
25κωμῳδίαν ὁρῶν πρὶν καὶ Ἐπιχάρμου μνησθῇ. ἀρτίως ... ἔχον. πᾶν μὲν οὖν τοὐναντίον· βαθέως τε γὰρ καὶ σὺν πολλῇ βασάνῳ τἀκείνων εἴρηται καὶ μόγις ἐλαχίστοις ἐν πολλῷ χρόνῳ τὸ παρ’ αὐτοῖς ἀληθὲς ἀναφαίνεται.
28nἈλλὰ ... οὐθὲν μᾶλλον.
29Εὖ πάνυ κατεστοχάσατο ἡμῶν ὁ φιλόσοφος, ὅτι κἂν μυριάκις τοσαῦτα
30συνθῇ παίγνια πρὸς τοὺς ἁλόντας τῷ θαύματι τῆς παλαιᾶς φιλοσοφίας, οὐδὲν ἀνύτει· πάσας γὰρ ἐποιήσατο τὰς ἐπιχειρήσεις ὡς πρὸς μοναδικοὺς ἀριθμούς, τῶν δὲ θείων οὐδεὶς τοιοῦτος, ἀλλὰ μόνος εἴπερ ὁ μαθηματικός. ἐπεὶ ὅτι καὶ αὐτὸς ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς ἐκείνων ὑποθέσεις μηδ’ ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν μαθη‐
35ματικῶν εἶεν, μαρτυρεῖ τὰ ἐν τῷ δευτέρῳ τῶν Περὶ τῆς φιλοσοφίας ἔχοντα159

160

τοῦτον τὸν τρόπον· “ὥστε εἰ ἄλλος ἀριθμὸς αἱ ἰδέαι, μὴ μαθηματικὸς δέ, οὐδεμίαν περὶ αὐτοῦ σύνεσιν ἔχοιμεν ἄν· τίς γὰρ τῶν γε πλείστων ἡμῶν συνίησιν ἄλλον ἀριθμόν;” ὥστε καὶ νῦν ὡς πρὸς τοὺς πολλοὺς τοὺς οὐκ εἰδότας ἄλλον ἢ τὸν μοναδικὸν ἀριθμὸν πεποίηται τοὺς ἐλέγχους, τῆς δὲ
5τῶν θείων ἀνδρῶν διανοίας οὐδὲ τὴν ἀρχὴν ἐφήψατο. Μέχρι τούτων ἔνιοι τὸ Μ προάγουσι, τὰ δὲ ἑξῆς τοῦ τρίτου προβλή‐ ματος ὄντα τῷ Ν προσνέμουσι· ζητήσει γὰρ λοιπόν, εἰ ἀρχαὶ τὰ εἴδη καὶ οἱ ἀριθμοί. τὰ μέντοι πολλὰ τῶν βιβλίων κατὰ τὴν τοῦ Ἀλεξάνδρου διαίρεσιν ἐν τοῖς ἑπομένοις ἔχει τὴν τῶν βιβλίων τομήν. διαφέρει δὲ ἡμῖν οὐδὲν
10πρὸς τὸ προκείμενον οὔθ’ οὕτως οὔτ’ ἐκείνως τὰ βιβλία διαιρούμενα, μέχρι γε μηδὲν τῶν λεγομένων ἀνῶμεν ἀνεξέταστον.
12nΠερὶ δὲ ... τῆς νῦν.
13 Περὶ μὲν γὰρ τῶν φυσικῶν ἀρχῶν ἔν τε τῇ Φυσικῇ τὰ δοκοῦντα ἑαυτῷ λέγει κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς πρὸς πολλοὺς τῶν πρε‐
15σβυτέρων ἀποτείνεται· περὶ δὲ ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης εἰπεῖν προθέσεως, εἴρηκε δὲ καὶ περὶ τούτων ἐν Ἠθικοῖς καὶ ἐν Ἀπο‐ δεικτικοῖς κἀν τῷ Γ τῆσδε τῆς πραγματείας. ὅσα δὲ οἱ ... λέγουσι. προείρηται πολλάκις, ὅτι πανταχοῦ μὲν ἀρχαὶ τὸ ἓν καὶ μετ’ αὐτὸ μονὰς καὶ ἡ ἀόριστος δυάς, οἰκείως δὲ καθ’ ἑκάστην τῶν ὄντων τάξιν αὗται
20θεωροῦνται. προσεκτέον δὲ οἷς λέγει καὶ θεωρητέον, εἴ τι τούτων τῶν ὑποθέσεων ἀνατρεπτικὸν λέγεται.
22nΟἱ μὲν οὖν ... πρότερον.
23 Εἰκότως οὕτω σοι φαίνονται λέγειν, ἐπειδὴ μόνας οὐσίας εἶναι τὰς ἀτόμους τίθεσαι· οἱ δὲ μᾶλλον μὲν καθ’ ὑπερβολὴν δυσεπινόητον τῶν σῶν
25οὐσίων οὐσίας εἶναι τὰ εἴδη τίθενται, μᾶλλον δὲ περιληπτικὰ τῶν καθόλου ἑνιαίως τε προειληφέναι καὶ τῶν καθόλου καὶ τῶν ἀτόμων τὰς αἰτίας, οὔτε καθόλου ὄντα κατὰ τοὺς τῆς ψυχῆς λόγους οὔτε ἄτομα καὶ ἓν ἀριθμῷ κατὰ τὰ ἐν τῇ ὕλῃ τῶν ἐσχάτων εἰδώλων φαντάσματα.
29nΑἴτιον δὲ ... ἐστί.
30 Καὶ ἡμεῖς εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὡς οὔτε ἡρακλειτίζοντες ἦλθον ἐπὶ τὰ εἴδη οὔτε Σωκράτης ὑγιῶς ἐπαινεῖται διὰ τὸ μὴ χωρίσαι τῶν αἰσθη‐ τῶν τὰ καθόλου· οὐ γὰρ ἀχώριστα μόνα ᾤετο εἶναι [τὰ] καθόλου, ἀλλὰ
καὶ τοιαῦτα μὲν οἷα δή ἐστι καὶ τὰ ἀόριστα. οὐ μὴν ἀλλὰ καὶ χωριστά,160

161

ὡς ὁ περὶ τῆς ἀναμνήσεως δηλοῖ λόγος προχειρότατος ὢν αὐτῷ Σωκράτει, “ὃν σύ, φησίν, εἴωθας θαμὰ λέγειν”, καὶ πολλῷ δικαιότερός ἐστιν ἐπαινεῖ‐ σθαι διὰ τὴν ὑπεροψίαν μὲν τῶν αἰσθητῶν, ἐνθεαστικὴν δὲ περὶ τὰ θεῖα τῶν εἰδῶν ἀναστροφήν. ἀλλὰ ταῦτα μὲν προείρηται. ἐπειδὴ δὲ σαφῶς
5ὁμολογεῖ μὴ εἶναι λαβεῖν ἐπιστήμην ἄνευ τῶν καθόλου, ποίων καθό‐ λου, ζητήσομεν παρ’ αὐτοῦ μαθεῖν. ἆρα τῶν ἀχωρίστων; ἀλλὰ ταῦτα μόριά ἐστι τῶν αἰσθητῶν καὶ ὕλης ἐπέχει λόγον ὡς πρὸς αὐτὰ καὶ οὔτε πρότερα αὐτῶν ἐστιν οὔθ’ ὕστερα· τὰς δὲ ἀποδείξεις καὶ τὰς ἐπιστήμας ἐξ αἰτίων καὶ προτέρων καὶ οἰκείων παραγίγνεσθαι πολλάκις διισχυρισάμεθα·
10καὶ μὴν καὶ τοῦτο παρ’ αὐτοῦ λαβόντες ἔχομεν οὐ μόνον ἐν ἄλλαις πρα‐ γματείαις, ἐν αἷς προηγουμένους τοὺς περὶ τούτων ποιεῖται λόγους, ἀλλὰ κἀν τοῖς ὀλίγον ἔμπροσθεν εἰρημένοις, ὅτι τὸ κατηγορούμενον καθόλου ἕτερόν τί ἐστι τοῦ ὡς μέρους ὑπάρχοντος τῷ ἀτόμῳ καὶ εἰς ταὐτὸν αὐτῷ συνδρα‐ μεῖν οὐκ ἄν ποτε δύναιτο. εἰ τοίνυν αἱ ἀποδείξεις πᾶσαι ἐκ τῶν καθόλου
15κατηγορουμένων, οὐκ ἂν εἶεν ἐκ τῶν ὑπαρχόντων τοῖς πράγμασιν. ἔπειτα εἰ διὰ τῶν καθόλου τῶν ἀχωρίστων αἱ ἀποδείξεις, πρῶτον μὲν οὐ κατὰ παντὸς τοῦ ἀνθρώπου τὸ ζῷον εἰρήσεται· τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ ζῷον οὐ δήπου καὶ τὸ λογικὸν ἢ τὸ γελαστικὸν ἢ τὸ θνητὸν περιέχει. καθόλου δὲ καταφάσεως ἀνῃρημένης ἴσμεν ὅτι κινδυνεύουσι καὶ συλλογισμοὶ πάντες
20ἀνῃρῆσθαι, μήτοι γε δὴ ἀποδείξεις περιλείπεσθαι. εἶτα τίνα ἔσται τὰ ἀπο‐ δεικτά, εἰ δι’ ὧν αἱ ἀποδείξεις, ταῦτα καθόλου καὶ ἀχώριστα; οἱ μὲν γὰρ χωριστὰ ποιοῦντες τὰ δι’ ὧν αἱ ἀποδείξεις ἅμα μὲν ἐξ αἰτίων τὰ αἰτιατὰ δεικνύουσιν, ἅμα δὲ τὰ ἀποδεικτὰ δύνανται δεικνύναι, καὶ ἐν χωρισταῖς ὄντα οὐσίαις, καὶ ἐν ἀχωρίστοις μὲν καθολικώτερα δέ. ἀλλὰ χωριστὰ μὲν ποιήσο‐
25μεν τὰ δι’ ὧν αἱ ἀποδείξεις, ὑστερογενῆ δὲ καὶ ἀνούσια, ὥσπερ ὁ κατ’ ἐπίνοιαν ἄνθρωπος ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν ταῖς φαντασίαις ἡμῶν ἢ ταῖς δόξαις τὴν ὑπόστασιν εἰληφώς; ἀλλ’ οὕτω πάλιν οὔτε ἐκ προτέρων οὔτε ἐξ αἰτίων αἱ ἀποδείξεις ἔσονται, ἐξ ὑστέρων δὲ καὶ αἰτιατῶν, καὶ ἔτι διὰ τῶν μὴ ὄντων τὰ ὄντα γνωριοῦμεν, ὃ πάντων ἐστὶν ἀλογώτατον.
30εἰ ἄρα καὶ πρὸς ἡμᾶς αὐτοὺς καὶ πρὸς τὰ πράγματα συμφωνήσομεν, τῶν μὲν αἰσθητῶν τοὺς φυσικοὺς λόγους προθήσομεν, τούτων δὲ τὰς ἐννοίας ἡμῶν τὰς θεωρούσας τὰ ὄντα διὰ τῆς τῶν καθόλου λόγων ἀναπλώσεως, ἐξ ὧν καὶ ἀπόδειξις φύεται καὶ πᾶν ἐπιστήμης γένος, αὐτῶν δὲ πάλιν τού‐ των τὴν ἐν νῷ κρατιστεύουσαν τῶν ὅλων εἰδητικὴν οὐσίαν. αἱ δὲ πρὸς
35τὰ θεῖα ταῦτα δόγματα τῶν ἐνστάσεων ἀπαντῶσαι αἱ μὲν τυφλῶν εἰσιν
ἀνθρώπων, αἱ δὲ οὐ χαλεπῶς διελέγχονται.161

162

(1n)

Οἱ δ’ ὡς ... ἐξέθεσαν.
2 Ἐξέθεσαν μὲν εἶπεν οἷον μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις. ὅτι δὲ καίπερ πλουτοῦντες νοήμασιν οἱ περὶ Πλάτωνα ὅμως διὰ τὸ τὴν τῶν ὄντων πρόοδον εἰκόνας ἔχειν ἐν ταῖς τελευταίαις τάξεσι τῶν πρώτων ἦλθον
5ἐπὶ τὸ κυρίως μὲν τοῖς θείοις ἐφαρμόζειν ταῦτα τὰ ὀνόματα, δευτέρως δὲ καὶ πολλοστῶς τοῖς αἰσθητοῖς, δῆλόν ἐστι τοῖς συνετωτέροις. ὥστε συμ‐ βαίνειν ... τῶν εἰρημένων. οὔτε γὰρ πάντα ὅσα ἐστὶν ἐν νῷ δεδύνηται τὸ αἰσθητὸν ἔχειν, καὶ ἔνια 〈ἐκ〉 τῶν τῇδε συνεισῆλθε τῇ τῶν πραγμάτων προόδῳ, ὥσπερ διάστημα καὶ τόπος προαίρεσίς τε ἡ ἀμφίβολος περὶ τὴν
10ἡμετέραν οὐσίαν. διό μοι δοκεῖ καὶ αὐτὸς τὸ σχεδὸν προσθεῖναι. ῥητέον δὲ ὅτι οὐδ’ ὧν εἰκόνας ἔχει νοητῶν τὸ αἰσθητόν, οὐδὲ τούτοις εἰς ταὐτὸν ἔρχεται· ἄλλο γὰρ αἰτία ποιητική τε καὶ παραδειγματική, καὶ ἄλλο τὸ ὑπ’ αὐτῆς καὶ κατ’ αὐτὴν ἀποτελούμενον· εἰ δὲ ὡμοίωται τὰ τελευταῖα τοῖς μέσοις καὶ τοῖς πρώτοις, τί ἂν ἄτοπον εἴη τοῖς αὐτοῖς ὀνόμασιν ἐπὶ πάντων
15κεχρῆσθαι; καὶ γὰρ σὺ ζῷον εἶναι φὴς τόν τε πρῶτον θεὸν τό τε αἰσθητὸν καὶ τὸ γεγραμμένον, καὶ οὐδεὶς ἐπ’ αὐτῷ τούτῳ δυσχεραίνει.
17nὋ δὲ καὶ τοῖς λέγουσι ... ἔστι δ’ ὡς οὔ.
18 Χαλεπὸν μὲν ἀπαντῆσαι πρὸς τὰ ῥηθέντα διὰ τὴν ἐν τοῖς ὀνόμασι σύγχυσιν· ἀρχάς τε γὰρ καὶ στοιχεῖα τὰ αὐτὰ μεταλαμβάνων καλεῖ, καὶ
20ἔτι ὄντα πότερον τὰ νοητὰ † σώματα δηλοῖ ἢ τὰ ὅπως ποτὲ ὄντα, διστά‐ σειεν ἄν τις ἴσως. εἰ μὲν γὰρ περὶ τῶν ὄντως ὄντων οἱ λόγοι, τὰ κυρίως στοιχεῖα οὐκ ἂν ἐν αὐτοῖς περιλαμβάνοιμεν, ἀλλ’ ἀρχὰς μὲν ἔχειν φήσομεν τελικὰς καὶ ποιητικάς, τὰ δὲ κυρίως λεγόμενα στοιχεῖα οὐκ ἔστιν ἐν τοῖς ἁπλουστάτοις εἴδεσιν. εἰ δὲ καὶ τὰ αἰσθητὰ περιλαμβάνει, δοτέον μὲν ἐν
25τούτοις εἶναι καὶ 〈τὰ〉 στοιχεῖα καὶ τὰς ἄλλας ἀρχάς· ὅμως δὲ οὐχ εἷς ὁ λόγος περὶ πασῶν ἀρχῶν, ἀλλ’ αἱ μὲν στοιχειώδεις ἀχώριστοι, αἱ 〈δὲ〉 κυρίως ἀρχαὶ χωρισταί. εἰ δὲ χρὴ πρὸς τὴν διάνοιαν ἀπιδόντας ἡμᾶς τὴν τοῦ φιλοσόφου τῆς ἀμφιβολίας τῶν ῥημάτων ὑπεριδεῖν, δοκεῖ μοι τὴν μὲν ἀναίρεσιν τῶν χωριστῶν οὐσιῶν παραιτήσασθαι, μὴ πᾶσα ἄρδην ἀφανι‐
30σθεῖσα συνανέλῃ καὶ τὴν φαινομένην οὐσίαν (καὶ τοῦτο λίαν ἐμφρόνως καὶ ἑαυτῷ συμφώνως· καὶ γὰρ ἀλλαχοῦ ἔδειξεν, ὅτι ἐὰν μή τι ἀπειροδύναμον ᾖ *** καὶ πεπερασμένην ἔχει τὴν δύναμιν)· πάλιν δὲ προσέσθαι τὴν χωριστὴν οὐσίαν ἄπορον αὐτῷ καταφαίνεται, ἐπειδὴ τὰς ἀρχὰς αὐτῆς εἰ
μὲν ἀτόμους ὑποθοῖτο, τοσαῦτα οἴεται ἔσεσθαι τὰ ὄντα ὅσαι αἱ ἀρχαί (ὁρᾷ162

163

γὰρ αὐτὰς ὡς στοιχεῖα νῦν) καὶ ἐπιστήμην αὐτῶν οὐ καταλείψειν (τῶν γὰρ ἀτόμων οὐκ ἔστιν ἐπιστήμη, ὡς αἱ ἀποδείξεις καὶ οἱ ὁρισμοὶ δηλοῦσιν)· εἰ δὲ καθόλου, [τὸ] μὴ εὔλογον εἶναι τῆς οὐσίας ἀτόμου οὔσης ἀρχὴν εἶναι ἀνούσιον· δοκεῖ γὰρ αὐτῷ τὸ καθόλου ἀνούσιον εἶναι. εἴπωμεν οὖν τέως
5πρὸς ταῦτα, ὅτιπερ αἱ ἀρχαὶ τῶν ἰδεῶν οὔτε ἄτομοί εἰσιν οὔθ’ οὕτω καθόλου, ὡς τὰ ἐν ψυχῇ εἴδη ἢ τὰ ἐν τῇ φύσει ἢ τὰ ἐν τοῖς αἰσθητοῖς ἢ τὰ ὑστερογενῆ φαντάσματα, ἃ δὴ μόνα τῶν καθόλου καὶ ἀνούσιά τις ἂν φαίη δικαίως· ἀλλ’ εἰσὶ πρὸ πάντων τούτων αἰτίαι μὲν οὖσαι τῶν ὅλων, οὐδὲν δὲ ὧν ἐστι τὰ ἐξ αὐτῶν ἀπογεννώμενα, ὅπου γε οὐδὲ αἱ ἰδέαι αἱ
10ἀπ’ αὐτῶν προελθοῦσαι ἄτομοι ἢ καθόλου, ἀλλὰ τὸ ἐξῃρημένον τούτων εἶδος καὶ νοερόν· ὥσπερ γὰρ τὸ μὲν ἄτομον ὑλικόν (ἐν γὰρ τῇ ὕλῃ μόνῃ μερίζονται καὶ ὥσπερ ἀποτεμαχίζονται οἱ λόγοι), τὸ δὲ καθόλου ψυχικόν, οὕτω τὸ ἀμέριστον πάντῃ νοερόν. διὰ τί δὲ καὶ τὸ καθόλου πᾶν ἀνούσιον εἶναί φαμεν;
15 Τῶν οὖν ἀπορηθέντων τὰ μὲν † ἂν ἐμφρόνως εἴρηται, τὰ δὲ πρὸς τοὺς θεμένους οὐδεμίαν ἰσχὺν οὐδὲ ἀλήθειαν ἔχει· λοιπὸν δὲ ἡ ἐπίκρισις αὐτοῦ λίαν ἔχει τὸ βίαιον· ἀξιοῖ γάρ, ὥσπερ τὰ στοιχεῖα τῆς φωνῆς ἀπείρους ποιεῖ φωνάς, οὐκ ὄντα χωριστὰ τῶν φωνῶν, οὕτω καὶ τὰς ἀρχὰς τῶν ὄντων ἀχωρίστους οὔσας τῶν ἀτόμων ** τῇ αἰσθητῇ οὐσίᾳ. ἀλλὰ πρῶτον
20μὲν οὐ τοιαύτας ἐκεῖνοι τὴν μονάδα καὶ τὴν δυάδα· ἔπειτα ὥσπερ ἐνταῦθα ἡ διάνοιά ἐστι καὶ ἡ λεκτικὴ φαντασία ἡ μετατιθεῖσα τὰ στοιχεῖα καὶ τῇ ποιᾷ μεταθέσει τὰς διαφόρους ἀποτελοῦσα φωνάς, οὕτω καὶ ἐν τῷ παντὶ τί ἐστι τὸ μετατιθὲν τὰ στοιχεῖα καὶ τὴν ἀειγενεσίαν διασῶζον; εἰ μὲν γὰρ χεῖρον διανοίας, ὅρα μὴ τὰ μέρη τῶν ὅλων σεμνότερα ποιῶμεν καὶ τὰ
25συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ θνητὰ τῶν θείων καὶ τὰ ἀεὶ ὡσαύτως ἐνεργοῦντα τῶν ὀλιγάκις κατορθούντων, εἴ γε τὰ μὲν περὶ ἡμᾶς διανοίᾳ, τὰ δὲ ὅλα μηδὲ λόγῳ κυβερνᾶσθαι φήσομεν. εἰ δὲ νοῦς τις καὶ ταῦτα μετατίθησιν ὁ δυνάμει ἢ ὁ ἐνεργείᾳ ἢ καὶ ὁ συναμφότερος, δῆλον ὡς εἰ μὲν αὐτῷ τῷ εἶναι δημιουργοίη, τήν τε αἰτίαν ἔχει τῶν ἀποτελουμένων
30ἐν ἑαυτῷ καὶ εἰκόνας ὑφίστησιν ἑαυτοῦ (τοιαῦτα γὰρ πάντα ἐστὶ τὰ τῷ εἶναι ποιοῦντα)· εἰ δὲ προαιρέσει καὶ μεταβατικῇ νοήσει, πάλιν εἰς τί τῶν ἐν ἑαυτῷ τεταγμένων καὶ ὡρισμένων ἀφορῶν ταῦτα δημιουργήσει; οὐ γὰρ δὴ ἐμπλήκτως οὐδὲ ἀσταθμήτως κατὰ τοὺς παρ’ ἡμῖν ὅ τι ἂν τύχωσι δια‐ πραττομένους. ἀμφοτέρως δὲ τὰ εἴδη τῶν δημιουργημάτων ἕξει ἐν ἑαυτῷ·
35οὐδὲ γὰρ ἂν οὐδ’ ἡμεῖς ἐξ ὡρισμένων στοιχείων τῶν κδ ἀπείρους ἠδυνά‐
μεθα φωνὰς ὑφιστάνειν, εἰ μὴ καὶ ἑκάστου αὐτῶν τὸ εἶδος εἴχομεν ἐν ἡμῖν163

164

αὐτοῖς καὶ πάντων αὐτῶν τῆς συνθέσεως τοὺς λόγους. διὰ τί γὰρ τὰ μὲν ἄλογα βραχείας ἔχει τὰς τῶν οἰκείων παθῶν ἐξαγγελτικὰς φωνάς, ὁ δὲ ἄνθρωπος μυριάκις μυρίαις ἐξαλλαγαῖς χρώμενος οὐ λήγει ποτὲ τὰς καθ’ ἕκαστα τεκταινόμενος; τὸ δὲ καὶ τὴν μὲν τῶν καθόλου ἐπιστήμην δυνάμει
5λέγειν εἶναι, τὴν δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ, φανερῶς ἀνατρέποντός ἐστι διὰ τὴν πρὸς τοὺς παλαιοτέρους φιλονεικίαν τά τε ἐν τοῖς Ἀποδεικτικοῖς αὐτῷ ῥηθέντα, ὅτι τῶν καθ’ ἕκαστα οὐκ ἐγχωρεῖ γίγνεσθαι ἐπιστήμην, μήτοι γε δὴ ἀμείνω καὶ τελειοτέραν τῆς τῶν καθόλου. καὶ ὡς ἔοικεν ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος ὁ ἐκ δύο καθόλου καταφατικῶν
10συνάγων, ὃν ἐν ἄλλοις ἀποδεικτικώτατον εἶναι λέγει, οὐ ποιεῖ συμπέρασμα τέλειον οὐδ’ ἐπιστημονικὸν ἐνεργείᾳ, ἀλλ’ ἔσονται οἱ ἐκ καθόλου καὶ μερικῆς τελειότεροι, μάλιστα ἐὰν ᾖ τῶν καθ’ ἕκαστα ἡ ἐλάττων. τὸ μὲν οὖν τὴν αἴσθησιν προηγουμένως μὲν τοῦ ἀτόμου εἶναι, κατὰ συμβεβηκὸς δὲ τοῦ ἐν τῷ ἀτόμῳ κοινοῦ συγχωρείσθω· τὸ δὲ διὰ τοῦτο καὶ τὴν γραμματικὴν
15ἀξιοῦν προηγουμένως μὲν εἶναι τοῦδε τοῦ α, κατὰ συμβεβηκὸς δὲ τοῦ κοινῶς α ψευδές ἐστι. μᾶλλον γὰρ τῶν καθόλου εἰσὶν αἱ τέχναι· γεννῶσι δὲ καὶ κρίνουσι καὶ τὰ καθ’ ἕκαστα τῷ ἔχειν τοῦ κοινοῦ τὰς αἰτίας· οἶδε μὲν γὰρ ὑγιάζειν ὁ ἰατρὸς ἄνθρωπον καὶ οὐχὶ Καλλίαν· ὅταν δὲ μετὰ τῆς ὕλης ἐνεργῇ, τὸ ἄτομον ὑγιάζει διὰ τὸ τοὺς περὶ ὑγιείας λόγους προειληφέναι.
20καὶ ὁ γραμματικὸς οἶδε μὲν τὴν δύναμιν τοῦ α ψιλουμένου τε καὶ δασυνο‐ μένου, βραχυνομένου τε καὶ παρατεινομένου, καθ’ ἑαυτό τε λεγομένου καὶ σὺν ἄλλοις ταττομένου, προτακτικῶς μὲν ἐν τοῖς φωνήεσι, προτακτικῶς δὲ καὶ ὑποτακτικῶς ἐν τοῖς συμφώνοις· ὅταν δὲ ἐκφωνεῖν ἐθελήσῃ ἢ κρῖναι τὴν ἑτέρου προφοράν, τότε περὶ τὸ ἄτομον ἐνεργεῖ τῷ προειληφέναι τοῦ
25καθόλου τοὺς λόγους. καὶ ταῦτα μὲν περὶ τῶν τεχνῶν, αἳ τούτῳ διαφέρειν εἴρηνται τῶν ἐμπειριῶν τῷ τὴν αἰτίαν εἰδέναι τῆς ἑαυτῶν ἐνεργείας, συμφωνότατα ὄντα καὶ αὐτῷ Ἀριστοτέλει σαφῶς καὶ ἐν ταῖς Ῥητορικαῖς τέχναις κηρύττοντι ὡς “οὐδεμία τέχνη ἐπισκοπεῖ τὸ καθ’ ἕκαστον, ὥσπερ, φησίν, ἡ ἰατρική· οὐ γὰρ τί Σωκράτει ὑγιεινόν ἐστιν ἢ Καλλίᾳ, ἀλλὰ τί
30τῷ τοιῷδε ἢ 〈τοῖσ〉 τοιοῖσδε· τοῦτο γάρ ἐστιν ἔντεχνον, τὸ δὲ καθ’ ἕκαστον, φησίν, ἄπειρον καὶ οὐκ ἐπιστητόν.” ὅταν δὲ εἰς τὰς ἐπιστήμας ἀνέλθωμεν, αἳ οὐδενὸς αἰσθητοῦ προσάπτονται, μόνων δέ εἰσι τῶν ἀμερίστων καὶ ἀύλων εἰδῶν, πῶς ἔστιν ἐπὶ τούτων ἐννοῆσαι τὸ μὴ εἶναι προηγουμένως αὐτὰς τῶν ὅλων ἀλλὰ τῶν ἀτόμων;
35 Ἀλλὰ μὴν οὐδὲ τὸ πρὸς τῷ τέλει ῥηθὲν ἁπλῶς ἄν τις καὶ ἄνευ προσ‐ διορισμοῦ καταδέξαιτο. εἰ γάρ, φησί, καθόλου αἱ ἀρχαί, καθόλου καὶ τὰ
ἐξ αὐτῶν, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων. ἀλλ’ ἐπὶ μὲν τῶν ἀποδείξεων, φαίη164

165

ἄν τις, ὑλικαὶ ἦσαν αἱ προτάσεις ἀρχαὶ καὶ οὐ μένουσαι ἐφ’ ἑαυτῶν ὑφίστων τὸ συμπέρασμα, ἀλλ’ ἑαυτὰς ἐπιδιδοῦσαι πρὸς τὴν τοῦ προβλήματος κατα‐ σκευήν· ἐπὶ δὲ τῶν ποιητικῶν ἀρχῶν οὐκ ἀνάγκη τὰ γεννώμενα συμπαρεκ‐ τείνεσθαι τοῖς αἰτίοις. αὐτίκα ὁ ἥλιος εἷς ὢν πάντα δημιουργεῖ τὰ ζῷα
5καὶ οὐδὲν αὐτοῦ τὴν πᾶσαν δύναμιν καταδέχεται· μήποτε δὲ καὶ προσεχῶς ἐκ τῶν καθόλου ἀρχῶν—λέγω δὲ καθόλου οὐ τὰς ἐν νῷ (αὗται γὰρ καὶ πρὸ τοῦ καθόλου καὶ αὐτοαρχαί), ἀλλὰ τὰς ἐν ψυχῇ—μήποτε οὖν αὗται προηγουμένως μὲν τῶν τῆς φύσεώς εἰσι λόγων γεννητικαί, δευτέρως δὲ διὰ τῶν τῆς φύσεως λόγων εἰς τὴν ὕλην προϊόντων καὶ τῶν ἀτόμων
10εἰσὶν ὑποστατικαί, καθάπερ καὶ αἱ καθόλου προτάσεις προηγουμένως μὲν συνάγουσιν, ὅτι παντὸς τριγώνου φέρε δύο ὀρθαῖς αἱ γωνίαι ἴσαι, δευτέρως δὲ καὶ ὅτι τοῦ σκαληνοῦ, πολλοστῶς δὲ καὶ ἐσχάτως καὶ ὅτι τοῦδε τοῦ σκαληνοῦ. “τοιγὰρ περὶ τῶ καθόλω, φησὶν Ἀρχύτας, καλῶς διαγνόντες ἔμελλον καὶ περὶ τῶ κατὰ μέρος οἷον ἐντὶ καλῶς ὀψεῖσθαι.” προσεκτέον
15οὖν ὅτι καίπερ ὢν ἀγχινούστατος ἀνθρώπων καὶ γονιμώτατος ὧν ἴσμεν ὁ θαυμαστὸς Ἀριστοτέλης οὐ πρότερον ἠδυνήθη τῶν καθόλου καταφρονῆσαι, πρὶν ἀναγκασθῆναι τὰ ἑαυτῷ καὶ τῇ ἐναργείᾳ πολεμοῦντα φθέγξασθαι· ταῦτα δέ ἐστι τὸ τὰς ἐπιστήμας τὰς ἐνεργείᾳ τῶν καθ’ ἕκαστα εἶναι καὶ μὴ τῶν καθόλου, καὶ τὸ τοὺς τεχνίτας προηγουμένως μὲν εἰδέναι τὸ ἄτομον,
20κατὰ συμβεβηκὸς δὲ τὸ κοινόν· “ἄνω ποταμῶν ἱερῶν” τοῦτο δὴ τὸ μυριό‐ λεκτον. Μέχρι τούτων ὁ Ἀφροδισιεὺς τὸ Μ προάγει, τὰ δ’ ἑξῆς ἀπονέμει τῷ Ν. Περὶ ... φυσικοῖς ἕως τοῦ οὐθὲν ... ἀλλ’ ἑτέρα. δι’ ὧν μάχεται
25τοῖς τὰς τῶν ἀκινήτων ἀρχὰς ἐναντίας ποιοῦσι, καθάπερ αὐτὸς εἰς τὰς τῶν αἰσθητῶν ἀρχὰς τἀναντία σὺν τῷ ὑποκειμένῳ αὐτῶν οὐκ ἀπηξίωσε παρα‐ λαβεῖν. συλλογίζεται δὲ συνήθως ἑαυτῷ· τἀναντία ἐν ὑποκειμένῳ, αἱ ἀρχαὶ οὐκ ἐν ὑποκειμένῳ, ἵνα μὴ πρὸ οὐσίας τὸ ἀνούσιον. δῆλον τὸ συμπέρασμα· τἀναντία, φησίν, οὔκ εἰσιν ἀρχαί, καὶ εἰ ἀρχαί, ἀλλ’ οὐχ ᾗ ἐναντία ἀλλ’
30ᾗ ἕτερά τινά ἐστιν, οἷον νοῦς ἢ σῶμα ἢ ὅ τι ἂν ᾖ τὸ ὑποκείμενον αὐτοῖς. πρὸς ἃ ῥητέον, ὅτι τοιαῦτα ἐναντία ἐκεῖνοι ἐν ταῖς ἀρχαῖς οὐ παραλαμ‐ βάνουσιν, ἅ ἐστιν ἀνούσια κατὰ τὸ χεῖρον τοῦ οὐσιώδους, ἀλλ’ εἰ ἄρα, κατὰ τὸ κρεῖττον· τὰς γὰρ τῶν οὐσιῶν ἀρχὰς ὑπερουσίους εἶναι χρή. ὅλως δὲ οὐδὲ ἀπὸ τῶν ὡσανεὶ ἀντικειμένων οἱ ἄνδρες ἤρχοντο, ἀλλὰ καὶ τῶν
35δύο συστοιχιῶν τὸ ἐπέκεινα ᾔδεσαν, ὡς μαρτυρεῖ Φιλόλαος τὸν θεὸν λέγων165

166

πέρας καὶ ἀπειρίαν ὑποστῆσαι, διὰ μὲν τοῦ πέρατος τὴν τῷ ἑνὶ συγγενεστέραν ἐνδεικνύμενος πᾶσαν συστοιχίαν, διὰ δὲ τῆς ἀπειρίας τὴν ταύτης ὑφειμένην, καὶ ἔτι πρὸ τῶν δύο ἀρχῶν τὴν ἑνιαίαν αἰτίαν καὶ πάντων ἐξῃρημένην προέταττον, ἣν Ἀρχαίνετος μὲν αἰτίαν πρὸ αἰτίας εἶναί φησι, Φιλόλαος
5δὲ τῶν πάντων ἀρχὰν εἶναι διισχυρίζεται, Βροτῖνος δὲ ὡς νοῦ παντὸς καὶ οὐσίας δυνάμει καὶ πρεσβείᾳ ὑπερέχει· ἀφ’ ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἔν τε Ἐπιστολαῖς καὶ ἐν Πολιτείᾳ καὶ ἐν Φιλήβῳ κἀν Παρμενίδῃ τὰς αὐτὰς περὶ τῶν αὐτῶν φωνὰς ἀφίησιν. οὔτ’ οὖν αἱ προτάσεις ὑγιεῖς, ἐπεὶ καὶ ἡ λέγουσα ‘τὰ ἐναντία ἐν ὑποκειμένῳ‘ ψεύδεται (τὰ γὰρ ὑπερφυῆ
10ὅλως εἰ ἐναντία χρὴ καλεῖν, οὐδαμῶς ἀνούσια), καὶ ἡ λέγουσα ‘αἱ ἀρχαὶ οὐσίαι‘ (αἱ γὰρ κυρίως ἀρχαὶ καὶ αἱ πάντων ἀρχαὶ ὑπερούσιοι)· οὔτε τὸ συμπέρασμα τῶν ἀρεσκόντων τι τοῖς ἀνδράσι διελέγχει· οὐ γὰρ ἀπὸ τῶν ὡσανεὶ ἀντικειμένων ἤρχοντο, προὔταττον δὲ τὸ ἓν τὸ ἐξῃρημένον ἀμφοῖν ταῖν τε ἀρχαῖν καὶ ταῖν συστοιχίαιν.
15nΟἱ δὲ τὸ ἕτερον ... ἀμφοῖν.
16 Οὔτε τὴν δυάδα τὴν πρὸ πάντων τῶν ἀριθμῶν ὑλικὸν αἴτιον εἶναί φασιν (οὐδὲ γὰρ ὅλως οἱ θεῖοι τῶν ἀριθμῶν ὕλης προσδέονται), οὔτε Πλάτων τὴν ἀόριστον δυάδα διὰ τῆς ἀνισότητος δηλῶν ἀφίσταται Πυθαγόρου διὰ τοῦ πλήθους αὐτὴν ἐνδεικνυμένου· ἑκάτερος γὰρ αὐτῶν ἐκ τῶν δι’ αὐτὴν
20ὑπαρχόντων τοῖς ἀριθμοῖς ὀνομάζειν αὐτὴν ἐπιχειρεῖ· εἴρηται δὲ ὅτι πλήθους ἐστὶν αἰτία καὶ προόδου καὶ γονίμου δυνάμεως καὶ ἑτερότητος, ὥσπερ τὸ ἓν ταυτότητος αἴτιον τοῖς θείοις εἴδεσι καὶ τοῦ μένειν αἰωνίως καὶ τοῦ ἔχειν ὡς ἔχει· μένοντος γάρ φησιν αἰῶνος ἐν ἑν, τὴν αἰτίαν τοῦ μένειν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὴν θείαν οὐσίαν ἐνδεικνύμενος.
25nΚαὶ γὰρ ... ἀριθμῷ δ’ οὔ.
26 Ἔδει γάρ, φησί, τὸν Πλάτωνα λέγειν, ὅτι ταῦτα λόγῳ μὲν δύο ἀριθμῷ δὲ ἕν· οὕτω γὰρ ἄμεινον ἐξηγεῖσθαι ἢ ὡς ὁ Ἀλέξανδρος ὑπέλαβεν αὐτὸν λέγειν. ἀλλ’ ὦ θαυμάσιε, φήσομεν, οὐχ οὕτω λέγει Πλάτων τὴν ἑτέραν τῶν ἀρχῶν ἄνισόν τε καὶ δυάδα καὶ μέγα καὶ σμικρὸν ὡς σὺ νῦν ἐκλαμ‐
30βάνεις, ἀλλ’ ὅτι πλήθους οὖσα καὶ προόδων αἰτία καὶ πάντα γεννῶσα καὶ
μεγάλα καὶ σμικρά, ὡς εἴωθεν † ἐκεῖ λέγεσθαι, † ταὐτὸ τούτοις ἐστὶν166

167

ἀξία δηλοῦσθαι καὶ τοῖς ὀνόμασιν. ὅλως δὲ εἰ μὲν ἕτερον ἦν αὐτῆς τὸ ὑποκείμενον, ἕτεροι δὲ οἱ ἐν αὐτῇ λόγοι, ὥσπερ Σωκράτης ἕτερός ἐστι τοῦ σιμοῦ καὶ προγάστορος, ἢ εἰ κατά τι μὲν ὑπῆρχε μεγάλη κατά τι δὲ σμικρά, ἐνῆν τῷ μὲν λόγῳ δύο ποιεῖν αὐτήν, τῷ δ’ ὑποκειμένῳ μίαν· εἰ δὲ καθ’
5ὑπεροχὴν ἄφραστον τῶν ἀπ’ αὐτῆς γεννωμένων μεγάλων τε καὶ μικρῶν ἐξῄρηται καὶ παντός ἐστιν ὑποκειμένου κρείττων, ποίαν ἔχει χώραν ἡ τοιαύτη τῶν λόγων ἐπιδιόρθωσις;
8nἈλλὰ μὴν ... τὸ ἕν.
9Πάντες οὗτοι κατ’ αὐτὸν τὴν μὲν θειοτέραν ἀρχὴν καὶ πατρικὴν τῶν
10ἀριθμῶν ἓν καλοῦσιν, τὴν δὲ μητρικὴν οἱ μὲν μέγα καὶ σμικρόν, ὡς Πλάτων, οἱ δ’ ὀλίγον καὶ πολύ, ἐπιδιορθούμενοι, οἱ δὲ ὑπερέχον καὶ ὑπερε‐ χόμενον, ἐπὶ τὸ γενικώτερον ἀνατρέχοντες, οἱ δὲ ἄλλο, οἱ δὲ πλῆθος. ὅτι δὲ πάντες οὗτοι ταὐτὸν ἐνδείκνυνται, πολλάκις ὑπεμνήσαμεν. ἀλλ’ εἰ ἐκεῖνό φησιν ἕπεσθαι τοῖς τὰ γενικώτερα παραλαμβάνουσιν ἐναντία πρὸ τῶν
15εἰδικωτέρων, τὸ καὶ τὸν ἀριθμὸν γένος ὄντα τῶν δύο πρεσβύτερον ποιεῖν τοῦ δύο, ὅπερ οὐ βούλονται, ποίου δύο φήσομεν ἢ ποῖον ἀριθμόν; εἰ μὲν γὰρ τὴν ἀόριστον λέγεις δυάδα, πῶς γένος αὐτῆς ὁ ἀριθμὸς ὁ ἐξ αὐτῆς ἀπογεννώμενος; εἰ δὲ τὴν αὐτοδυάδα, ὁ πρῶτος ἐν τοῖς εἰδητικοῖς ἀριθμὸς οὗτος.
20nΕἰ δέ ἐστιν ... ἀντίκειται.
21 Ὁ μὲν σκοπὸς δῆλος, προκρῖναι ἕνα ἐκ πάντων καὶ τοῦτον κακίσαι, ἵν’ ἐκ περιουσίας ὦσιν οἱ ἄλλοι καταγνωσθέντες. ῥητέον δὲ ὅτι μήτε κριτοῦ δέονται οἱ ἄνδρες (οὐδὲ γὰρ ὅλως διαφωνοῦσιν) οὔτε κατ’ αὐτὸν ἐλέγχονται οἱ τῷ ἑνὶ τὸ πλῆθος ἀντιτιθέντες ὡς τὸ ἓν ὀλίγον ποιοῦντες· εἰ γάρ τι τῶν
25ἐν τῷ Ι μεμνήμεθα, σαφῶς ἐν ἐκείνοις ἐλέγετο μήτε τῷ πλήθει παντὶ τὸ ὀλίγον ὑπάρχειν ἐναντίον, ἀλλὰ τῷ ὑπεροχὴν ἔχοντι, μήτε τὸ ἓν ἐναντίον εἶναι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον ὡς τὰ πρός τι ἀντικεῖσθαι. ὥστε ψευδεῖς εἰσιν αἱ δύο προτάσεις καὶ κατ’ αὐτόν, δι’ ὧν συνάγει τὸ ἐλέγχον αὐτοὺς συμπέρασμα, ἥ τε λέγουσα τὸ ἓν ἐναντίον εἶναι τῷ πλήθει
30καὶ ἡ τιθεμένη πᾶν τὸ ἐναντίον τῷ πλήθει ὀλίγον εἶναι, καὶ οὐκ ἄλλων τινῶν δεησόμεθα τῶν ἀντερούντων ταῖς προτάσεσιν, ἀλλὰ τῶν αὐτῷ γεγραμ‐ μένων ἐν τῷ Ι τὴν ἀνάγνωσιν ποιησόμεθα. καίτοι τί περὶ τούτων διατείνομαι μάτην; οὔτε γὰρ τὸ ἓν τὸ ἐκείνων ὁ ἀνὴρ οὗτος εὐθύνει οὔτε τὸ πλῆθος ὡς ἔλεγον ἐκλαμβάνει· δηλώσει δὲ καὶ τὰ ἑπόμενα τὴν παρὰ θύρας τἀνδρὸς
35ἀπάντησιν.167

168

(1n)

Τὸ δὲ ἓν ... τοιαύτης προσηγορίας.
2 Τῶν θείων ἀνδρῶν ἐκείνων ἓν μὲν λεγόντων τὸν θεὸν ὡς ἑνώσεως τοῖς ὅλοις αἴτιον καὶ παντὸς τοῦ ὄντος καὶ πάσης ζωῆς καὶ νοῦ τοῦ παντελοῦς ἐπέκεινα, μέτρον δὲ τῶν πάντων ὡς πᾶσι τὴν οὐσίαν καὶ τὸ τέλος ἐπι‐
5λάμποντα καὶ ὡς πάντα περιέχοντα καὶ ὁρίζοντα ταῖς ἀφράστοις αὐτοῦ καὶ παντὸς ὑπερηπλωμέναις πέρατος ὑπεροχαῖς, ὁ δαιμόνιος οὗτος ἀνὴρ τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ διὰ σμικρότητα κοινὸν μέτρον τῶν ὁμογενῶν ἀναφαινόμενον ἐκλαβὼν διισχυρίζεται μηδὲν εἶναι μήτε μέτρον μήτε ἕν, ὃ μὴ ἔστιν ἐν ὑποκειμένῳ. καὶ πρόδηλον ὅπως ἀπὸ τῆς μιᾶς τῶν ὄντων
10ἀρχῆς ἢ τῆς ἐκείνῃ συνημμένης μονάδος ὥσπερ ἀπό τινος ‘βηλοῦ θεσπε‐ σίου‘ τῷ ὄντι καταπεσὼν ὁ λόγος πάσης μὲν ἀπώλισθε τῆς ἀσωμάτου τῶν οὐσιῶν † διαλέξεως, παντὸς δὲ τοῦ ἐγκοσμίου πλάτους, εἰς δὲ τὰ τελευταῖα τῶν σωμάτων κατενεχθεὶς ὕπτιος ἔρριπται, τοὺς διὰ σμικρότητα καὶ εὐτέλειαν ἐλαχίστους τῶν ὄγκων πολυπραγμονῶν καὶ διὰ τοῦτο τῶν μὲν ὁμοειδὲς ἀπο‐
15φαινόμενος εἶναι τὸ μέτρον ὥσπερ ἐπὶ τῶν ἵππων, τῶν δὲ ὁμογενὲς ὡς ἐπὶ ἀνθρώπου ἵππου θεοῦ, τῶν δὲ οὐκ οἶδ’ ὅ τι φῶ· καὶ γὰρ αὐτὸς ἠπόρησε, πῶς τὸν ἐκ διαφόρων κατηγοριῶν ἀριθμὸν ὀνομάσειε, πλὴν ὅτι γενῶν ἀριθμὸν αὐτὸν καλεῖν ἐνέκρινεν. ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ
20τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν· ἢ τὰ τοῦ θείου Πλάτωνος, ἐν οἷς τὸν θεὸν μέτρον εἶναι τῶν πάντων ἀπεφήνατο ὡς ἀρχάς τε καὶ τέλη καὶ μέσα τῶν ὄντων ἐν
25ἑαυτῷ περιέχοντα. ταῦτα γάρ τις ἐννοήσας οὐ χαλεπῶς οἶμαι συνορᾷ, πόσον ἀποπέπτωκε τἀληθοῦς μέτρου τὸ νῦν ὑπ’ αὐτοῦ παραδιδόμενον ἕν τε καὶ μέτρον, ἅπερ ἀγαπητῶς οὕτω μετρεῖν ἐνίοτε δύναται ὡς τὰ δι’ ὧν ἡ μέτρησις γίγνεται· οὐ γὰρ ὁ ἵππος ἐστὶν ὁ μετρῶν τοὺς δέκα ἵππους ἀλλ’ ἡ διάνοια ἡμῶν, εἰ ἄρα τῷ ἵππῳ προσχρωμένη, κατὰ δὲ τὸ ἀκριβὲς οὐδὲ
30τῷ ἵππῳ, ἀλλὰ τῷ μοναδικῷ ἑνὶ καὶ τῷ μοναδικῷ ἀριθμῷ· τὰ δέ γε ἀληθινὰ μέτρα 〈ὡσ〉 τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὰ τέλη τῶν μετρη‐ τῶν ἀφορίζοντα τῆς τῶν μέτρων οὕτως ἐπωνυμίας ἠξίωται. καὶ ταῦτα οὐδὲ αὐτὸν λέληθεν Ἀριστοτέλην· γράφει γοῦν ἐν δευτέρῳ τοῦ Πολιτικοῦ βιβλίῳ περὶ τούτων τὰ αὐτὰ τοῖς πρὸ αὐτοῦ φιλοσοφήσασι καὶ λέγει διαρρήδην
35οὕτω· “πάντων γὰρ ἀκριβέστατον μέτρον τἀγαθόν ἐστιν”. ὥστε δῆλον ὅτι λογικώτερον αὐτῷ νῦν καὶ φιλονεικότερον οἱ λόγοι προβαίνουσι, καὶ δίκαιον ἡμᾶς καθ’ ἕκαστον τῶν τοιούτων τὸ Ὁμηρικὸν ἐπιφθέγγεσθαι πρὸς αὐτόν·
“οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.”168

169

(1n)

Οἱ δὲ ... μόνον κατηγορεῖται.
2 Τὸ ἓν καὶ τὸ ἴσον ἐπὶ τῆς πατρικωτέρας ἀρχῆς παραλαμβανόμενον οὔτε πρός τι ἐστὶν οὔθ’ ὅλως συμβεβηκός, ἀλλ’, εἰ χρὴ τἀληθῆ φάναι, πρᾶγμα ὑπερούσιον ἑνώσεως καὶ ἰσότητος τοῖς πᾶσιν αἴτιον, τό τε μόνιμον
5καὶ τὸ βέβαιον καὶ τὸ ἀκλινὲς καὶ τὸ ἄχραντον τοῖς πᾶσιν ἐπιλάμπον· ὥσπερ καὶ τὸ ἄνισον, ὃ ποτὲ μὲν εἰς μέγα καὶ μικρὸν οὗτος διαιρεῖ, ποτὲ δὲ εἰς πολὺ καὶ ὀλίγον, ἔστι δὲ ὅτε εἰς ὑπερέχον καὶ ὑπερεχόμενον, ὅταν ἐπὶ τῆς πρώτης δυάδος παραλαμβάνηται, συμβολικῶς μὲν τὴν αὐξητικὴν αἰτίαν τῶν ὅλων ἐνδείκνυται, κρεῖττον δὲ οὐχ ὅτι μόνων συμβεβηκότων
10ἀλλὰ καὶ τῶν ἐξ αὐτῆς ἀπογεννωμένων οὐσιῶν καθέστηκε. παγγέλοιον οὖν ἐπὶ τὰ συνηθέστερα τοῖς πολλοῖς σημαινόμενα τῶν ὀνομάτων φερόμενον οὕτως εὐθύνειν τὰ τῶν πρεσβυτέρων δόγματα. ἡμεῖς δὲ οὐχ ὅτι μὴ ποιοῦσι συμβεβηκὸς πρὸ οὐσίας μόνον διισχυριζόμεθα, ἀλλ’ ὅτι μηδὲ δευτέραν ἢ πολλοστὴν ἀπονέμουσι τάξιν ἐν ταῖς ἀρχαῖς καὶ τοῖς θείοις εἴδεσι τῷ συμ‐
15βεβηκότι· ὅλως γὰρ οὐδὲν τοῖς ἀκινήτοις συμβέβηκε κατ’ αὐτούς, ἀλλὰ καὶ ἡ αὐτοϊσότης ἐκεῖ καὶ ἡ αὐτοεπιστήμη· ταυτότης τοίνυν, ὁμοιότης, ἑτερότης, πάντα ταῦτα οὐσίαι καὶ ἑαυτῶν καὶ οὐχ ἑτέρων· τοιαῦτα γὰρ πολλαχοῦ μέν, ἀτὰρ δὴ καὶ ἐν Φαίδρῳ τοῦ θείου Πλάτωνος ἀναγράψαντος ἀκηκόαμεν· “καθορᾷ μὲν αὐτὴν [τὴν] δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην,
20καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδ’ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα ὧν νῦν ἡμεῖς ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὂν ὄντως ἐπιστήμην οὖσαν”. διὸ καὶ αὐτὸ ἕκαστον τῶν ἐκεῖ καλεῖν εἴωθεν, ὃ κατά τινας τῶν ἀκριβεστέρων καὶ τοῦ ἑαυτοῦ καὶ μὴ ἄλλου εἶναι κρεῖττόν ἐστιν· ὥστε κἂν αἴτιον ᾖ, τὸ δὲ αἰτιατόν, οὐ συμβεβηκότως ἐκεῖ τοῦτο,
25κατ’ οὐσίαν δέ. καὶ καθάπαξ περὶ πασῶν τῶν ὡσανεὶ σχέσεων ὁ αὐτὸς λόγος· ὥστε τὰ μὲν ὑπερούσια τῶν ἐκεῖ τὰ δ’ οὐσίαι, συμβεβηκὸς δὲ εἰ ἄρα περὶ τὴν ἐν γενέσει ψυχὴν καὶ αὐτὴν τὴν γένεσιν. ταῦτα μὲν οὖν πρὸς πᾶσαν αὐτοῦ τὴν ἐπιχείρησιν εἰρήσθω. κατηγορεῖν δὲ ἢ τῆς ἐκεῖ δυάδος τὸ ὀλίγον ἢ τῆς δεκάδος τὸ πολὺ οὐδενὶ τό γε ἡμέτερον ἐπιτρέψει·
30ὁ γὰρ μοναδικός ἐστιν ἀριθμός, ᾧ ταῦτα συμβαίνειν ἢ ἄλλως ὑπάρχειν δύναται.
32nἉπλῶς δὲ δεῖ ... ἐνυπαρχόντων.
33 Καὶ πρὶν αὐτὸς ἐπιστήσῃ τούτῳ, προείπομεν ἡμεῖς, μᾶλλον δὲ οὐχ ἡμεῖς ἀλλ’ οἱ πρεσβύτατοι καὶ ἄριστοι τῶν φιλοσοφησάντων, ὅτι ἐξ ὑλικῶν
35στοιχείων ἢ ὅλως ἐκ στοιχείων, ἃ οὕτω λέγεται στοιχεῖα ὡς εἰς σύστασιν
ἑτέρου παραλαμβανόμενα, τὰ θεῖα εἴδη οὐχ ὑφέστηκε· τὸ μὲν γὰρ ἐξ ὑλικῶν169

170

συνεστὸς στοιχείων γενητόν ἐστι καὶ φθαρτόν, τὸ δὲ ἐξ ἀύλων εἰ καὶ ἀγένητον ἀλλ’ οὖν σύνθετον· ἁπλᾶ δὲ χρὴ καὶ ἀγένητα εἶναι τὰ θεῖα εἴδη, καὶ μήτε 〈κατὰ〉 ψυχὴν τετάχθαι μήτε πολλῷ πλέον κατὰ τουτονὶ τὸν κόσμον συντε‐ θεῖσθαι. οὐδὲν οὖν ἡμᾶς ἀναδραμεῖν εἰς τὸ πρῶτον δεῖ τῆς περὶ οὐρανοῦ
5πραγματείας, οὗ δέδεικται τὸ γενητὸν καὶ ὅλως τὸ μὴ εἶναι ἐνδεχόμενον φθαρτὸν καὶ οὐκ ἀίδιον· ἀλλ’ αὐτόθεν αὐτῷ συγχωρήσαντες εἰ καὶ μὴ πάντα τὰ καθ’ ἕκαστα, ἀλλ’ οὖν τὸ συμπέρασμα καλῶς ἔχειν, στοιχεῖά φαμεν ὑπὸ τῶν παλαιῶν καλεῖσθαι τὰ γεννητικὰ τῶν ὅλων αἴτια. πολλῶν δὲ εἰρημένων ἐν τούτοις ἀξίων ἐπιστάσεως, ἐκείνῳ μάλιστα προσεκτέον τῷ
10λήμματι, ἐν ᾧ φησιν ὡς οὐδεμία ἐστὶν ἀίδιος οὐσία ἂν μὴ ᾖ ἐνεργεί. εἰ μὲν γὰρ κατὰ δοτικὴν ἀναγνοίημεν ἐνεργεί, ἔσται μὲν καὶ νῦν κατ’ αὐτὸν ὁ αἰθὴρ ἀίδιος, οὐ συνᾴδει δὲ τῇ κατασκευῇ τὸ λῆμμα· οὐδὲν γὰρ κωλύει καὶ τὸ ἐκ στοιχείων καὶ ὕλης συνεστὸς ἐνεργείᾳ εἶναι. εἰ δὲ κατ’ εὐθεῖαν πτῶσιν ἐνέργεια, κινδυνεύσει νῦν τὸ οὐράνιον οὐκ ἀίδιον λέγειν,
15καὶ εἰ τὸν ἀεὶ χρόνον ὑφέστηκεν· οὐ γὰρ ἀεὶ τὸ ἀίδιον καὶ εἶδος εὐθὺς χωριστόν.
17nΕἰσὶ δέ τινες ... τὸν μαθηματικόν.
18 Οὐ δυσχεραίνοντες τὸ τοιοῦτον ἄνισον οὐδὲ δεδιότες τὰ θαυμαστὰ τῶν διαλεκτικῶν ἐπιχειρήματα δυάδα λέγειν ἐδοκίμαζον τὸ τοῦ πλήθους αἴτιον·
20ἀλλ’ ἐπειδὴ τὴν συγγένειαν αὐτῆς ἠβούλοντο δηλοῦν τὴν πρὸς τὴν σεμνοτέραν ἀρχήν, ἴσον μὲν ἐκείνην ὀνομάζοντες ἄνισον ταύτην ἐκάλουν, ἓν δὲ προσ‐ αγορεύσαντες αὐτὴν ἢ μονάδα ταύτην δυάδα λέγειν ἠξίουν· δι’ ἃς δὲ αἰτίας, εἴπομεν πολλάκις, καὶ ὅτι ἄλλαι μὲν αἱ τὸν εἰδητικὸν ἀριθμόν, ἄλλαι δὲ αἱ τὸν μαθηματικὸν συνιστᾶσαι πολλῷ μὲν ὑφειμέναι, ἀνάλογον δὲ [ἐν]
25ἐκείναις οὖσαι.
26nΠολλὰ μὲν ... εἰ πολλά ἐστι.
27 “Ὦ πόποι, ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπες,” εἰ Πλάτων εὐήθως ἠπόρησε, καὶ μάλιστα τὰς ἐν τῷ Σοφιστῇ μετιὼν ὑποθέσεις. ἔπειτα τί κοινὸν ἔχει τὸ μὴ ὄν, 〈ὃ ἡ〉 θατέρου φύσις κατακερματισθεῖσα παρῆγεν
30αὐτῷ; αἱ δὲ ἀρχαὶ πρὸ τῶν γενῶν εἰσι τοῦ ὄντος, ἥ τε τῆς μονάδος καὶ ἡ τῆς ἀορίστου δυάδος.
32nΚαίτοι ... τὸ δὲ ποῦ.
33Μάλιστα μὲν περὶ ἄλλων ὄντων οἱ λόγοι γίγνονται παρὰ τῷ Πλάτωνι·
εἰ δ’ ἄρα καὶ ταῦτα τὰ δέκα γένη παραφέρειν ἐθέλεις ὡς δυνάμενος ἄνευ170

171

τοῦ μὴ ὄντος δεῖξαι πλῆθος ἐν τοῖς οὖσιν, ἄκουε πάλιν ὅτι μὴ οὔσης μὲν ἑτερότητος οὐδ’ ἂν δέκα εἴη γένη οὐδ’ ἂν δύο οὐδ’ ἂν ἄλλο τι παρὰ τὸ ἓν ἀριθμῷ· οὔσης δὲ ἑτερότητος ἔστι καὶ τὸ μὴ ὄν· ἕκαστον γὰρ τῶν δέκα γενῶν εἴπερ ἕτερόν ἐστι τῶν ἄλλων, μοναχῶς μὲν ἔστιν, ἐναχῶς δὲ οὐκ
5ἔστιν· ὥστε μᾶλλον οὐκ ἔστιν ἤπερ ἔστι, κἂν αὐτὴν εἴπῃς τὴν οὐσίαν· οὐσία γὰρ ὑπάρχουσα ποιότης οὐκ ἔστιν οὐδὲ ποσότης οὐδὲ πάθος οὐδ’ ἐνέργεια. σύνθες τοίνυν αὐτὸ καὶ τὴν ἀνάγκην εὑρήσεις τοῦ δόγματος· εἰ πολλὰ τὰ ὄντα, ἔστιν ἑτερότης· εἰ ἔστιν ἑτερότης, ἔστι τὸ μὴ ὄν· εἰ πολλὰ τὰ ὄντα, ἔστι τὸ μὴ ὄν. οὐκ ἄρα ἦν ἄλλως στῆναι πρὸς τὸ φαινόμενον
10τοῦ Παρμενιδείου λόγου οὐδὲ προσέμενον τὸ πλῆθος μὴ οὐχὶ καὶ τὸ μὴ ὂν συνεισενεγκεῖν. καὶ οὐ διὰ τοῦτο μάχεται Πλάτων τῷ Παρμενίδῃ κατά γε τὸ ἀληθέστατον, ἀλλ’ εἰσὶν ἄμφω μὲν ἀληθεῖς οἱ λόγοι, σαφέστερος δὲ ὁ τοῦ Πλάτωνος· ἐκεῖνός τε γὰρ περὶ τοῦ νοητοῦ μόνου διαλεγόμενος καὶ κατὰ τὴν ἕνωσιν αὐτὸ μετιὼν καὶ τὴν ἐν αὐτῷ δυναστεύουσαν ταυτότητα
15καὶ τὴν Ἐμπεδόκλειον φιλίαν, ἓν εἶναι τὸ ὂν ἀπεφήνατο· Πλάτων δὲ εἰδὼς πρῶτον μὲν ὅτι ἔστι πως καὶ τὸ αἰσθητόν, ἕτερον ὂν τοῦ ὄντως ὄντος καὶ διὰ τοῦτο μὴ ὂν μᾶλλον ἢ ὂν προσαγορεύεσθαι δίκαιον, ἔστι δὲ καὶ αὐτὸ τὸ νοητὸν οὐχ ἧττον πλῆθος ἢ ἕν, τήν τε θατέρου φύσιν εἰσήγαγεν εἰς τὰ ὄντα καὶ ταύτῃ τὸ οὐσιῶδες μὴ ὂν παρεπόμενον ἔδειξεν, ὡς ἐν τῷ
20Σοφιστῇ διὰ πολλῶν ἐπιχειρημάτων καὶ οὐκ ἀνεχεγγύων κατεσκεύασται.
21nἜπειτα ... ἐκ ποίου οὖν ὄντος καὶ μὴ ὄντος πολλὰ
22nτὰ ὄντα;
23 Ὡς μὲν ἐξ εἴδους καὶ στερήσεως οὐδαμῶς· ὅλως γὰρ ἡ στέρησις οὐδὲν τοῖς οὖσι συμβάλλεται καθ’ αὑτό. ἐπειδὴ δὲ πέντε παρ’ αὐτοῖς ὄντων
25γενῶν ἕν τι τούτων ἐστὶν ἡ ἑτερότης, ἔργον δὲ ταύτης ἕκαστον ποιεῖν ὅπερ μὴ τὰ ἄλλα, ἐκ τοῦ κατὰ τὸ θάτερον μὴ ὄντος καὶ ἐκ τῆς οὐσίας πολλὰ τὰ ὄντα· ἡ μὲν γὰρ οὐσία τοῦ εἶναι πᾶσι μεταδίδωσιν, οὐκ οὖσα αὐτῶν ὡς παρ’ ἐνίοις ὑποκείμενον ἀλλ’ ἀρχὴ καὶ πηγή τις τοῦ εἶναι καὶ πᾶσι χορηγοῦσα τοῦτο χωρὶς τοῦ ἑαυτὴν ἐλαττοῦν· ἡ δὲ ἑτερότης διίστησιν οὐ
30τόπῳ, κατ’ οὐσίαν δὲ τὰ ὄντα, καὶ πληθύει καὶ ποιεῖ μὴ εἶναι θάτερα τοῖς ἑτέροις ταὐτά, σώζειν δὲ ἕκαστα τῆς ἑαυτῶν ἰδιότητος τὴν καθαρότητα καὶ τὴν ἀμιγῆ καὶ ἄχραντον κατάστασιν. εἰ δὲ ὄντα ἀσυνήθως ἡμῖν αὐτοῖς λέγοντες τὰ αἰσθητὰ κατονομάζοιμεν καὶ ζητοίημεν, ἐκ ποίου μὲν ὄντος ποίου δὲ μὴ ὄντος ταῦτα τὴν ὑπόστασιν εἴληφεν, αἰτιάσονται μὲν πάλιν οἱ
35θεῖοι ἄνδρες τά τε ἄλλα τοῦ ὄντος γένη καὶ τὰ προειρημένα, τὴν οὐσίαν καὶ τὸ θάτερον· ἐκτείνεται γὰρ αὐτῶν ἡ ἐνέργεια καὶ ἡ γονίμη δύναμις
ἐπὶ πάντα τὰ ὁπωσοῦν ὄντα. οὐ μὴν ἀλλ’ ἐπειδὴ τὰ τελευταῖα καὶ πλείοσιν171

172

αἰτίαις δουλεύει καὶ συνθέσει χρῆται ποικιλωτέρᾳ, ἐξ ὄντος μέν ἐστι τοῦ εἴδους, μὴ ὄντος δὲ τῆς ὕλης. ὡς οὕτω δὲ μόνως αὐτῶν λεγόντων καὶ αὐτὸς Ἀριστοτέλης ἀκούει· γράφει γὰρ ἐφεξῆς τούτοις·
4nΒούλεται ... οὐδὲ φθείρεται.
5 Ἐκείνων εἶναι μὲν τὸ μὴ ὂν καὶ ἐν τοῖς νοητοῖς λεγόντων τὸ κατὰ τὴν ἑτερότητα, εἶναι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς αὐτό τε τοῦτο καὶ τὸ ὑλικόν, καλούντων δὲ τὴν ὕλην οὐ μὴ ὂν μόνον ἀλλὰ καὶ ψεῦδος, ὅτι δοκεῖ μὲν εἶναι πάντα, ψεύδεται δὲ καὶ οὔτ’ ἔστιν οὔτε γίγνεται τῶν ὄντων οὐδέν, ὁ θαυμαστὸς Ἀριστοτέλης πρῶτον μὲν ἐρωτήσας αὐτούς, ἐκ ποίου ὄντος
10καὶ ποίου μὴ ὄντος τὸ πλῆθος ἀπογεννῶσι τῶν οὐσιῶν, ὑπέθετο λέγειν αὐτοὺς τοῦ κατὰ τὴν ὕλην· εἶτα λαβὼν παρ’ αὐτῶν, ὅτι ψεῦδος ἐκάλουν τὴν ὕλην ἣν ὑπετίθεσαν τοῖς εἴδεσι, φησὶν αὐτοὺς ἐκ ψεύδους ὑποτιθεμένου τὰ ὄντα ποιεῖν, συλλογιζόμενος οὕτω· τὰ ὄντα ἐκ μὴ ὄντος, τὸ μὴ ὂν ψεῦδος, τὰ ὄντα ἐκ ψεύδους. ἐφ’ οἷς ἐπήγαγε πάνυ κομψῶς, ὅτι μιμεῖσθαι
15μὲν ἴσως ἐπιχειροῦσι τοὺς γεωμέτρας, οὐ μὴν μιμοῦνται (οὐ γὰρ διισχυρί‐ ζονται ἐκεῖνοι ἐκ τῆς γραφείσης μὲν μὴ οὔσης δὲ ποδιαίας ἀναγεγράφθαι τὸ τετράγωνον)· τοῦτο μὲν εὖ λέγων ὅτι μὴ χρῆται δεικνὺς ὁ γεωμέτρης τῷ ψεύδει, παραλείπων δὲ τό τε ὅλον μὴ ὂν παρ’ αὐτοῖς, ὃ διατείνει καὶ ἐπὶ τὴν ἀσώματον οὐσίαν, καὶ τὸ ψεῦδος ὅπως ἐλέγετο παρ’ αὐτοῖς περὶ
20τῆς ὕλης· οὐ γὰρ ὡς εἰώθαμεν ψευδῆ λόγον λέγειν ἢ ψευδῆ δόξαν τὴν ἀσύμφωνον τοῖς πράγμασιν, οὕτω ψεῦδος ἡ ὕλη παρ’ αὐτοῖς ἐλέγετο, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν.
23nἈλλ’ ἐπειδὴ ... πολλά.
24Ἐκεῖνοι μέν, φησί, τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος ἐποίουν τοῦ ψεύδους,
25ἐγὼ δὲ ἐκ τοῦ μὴ ὄντος μὲν οὐ τὸ πλῆθος μόνον ἀλλὰ καὶ ἓν ἕκαστον, μὴ ὄντος δὲ ἐνεργείᾳ ἀλλὰ μόνον δυνάμει, διὸ καὶ ψευδῶς ὄντος. ταῦτα δὲ εἰ μὲν 〈ὡσ〉 ἐξηγούμενος ἐκείνους ἔλεγε, μέτριος ἂν ἦν· ἐπειδὴ δὲ ὡς ἀντιταττό‐ μενος, ἀκουέτω ὅτι τὸ περὶ τὴν γένεσιν μὴ ὂν ἑρμηνεύεις αὐτῶν, τὸ δὲ ὅλον μὴ ὂν παραλείπεις.
30nΦαίνεται δὲ ... μονάδες.
31 Ζητοῦντες, φησί, πῶς πολλὰ τὸ ὄν, οὐδὲν ἄλλο ἐζήτουν ἢ πῶς οὐσίαι πολλαί. *** ἃ ἅπαντα οὐσίαι κατ’ αὐτούς· ἔδει δέ, φησί, ζητῆσαι καὶ πῶς πολλὰ χρώματα καὶ πῶς χυμοὶ πολλοί· οὐκέτι γὰρ ἂν τὸ μέγα καὶ
τὸ μικρὸν ᾐτιάσαντο. ῥητέον οὖν πρὸς αὐτόν, ὅτι πανταχοῦ μὲν ἡ δυὰς172

173

αἰτία τοῦ πλήθους (ἡ γὰρ ἀπὸ τοῦ ἑνὸς προάγουσα σὺν ταῖς ἰδίαις δια‐ φοραῖς τὰ πράγματα ἥδε ἐστὶν ἡ ἀρχή), καὶ ἔστι καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἰδιάζουσα μονὰς καὶ ἡ ταύτῃ συμφυομένη καὶ τὸν ἑαυτῇ πρόσφορον ἀριθμὸν ἀπογεννῶσα δυάς. εἰ δὲ περὶ τῶν οὐσιῶν ἢ τῶν συμβεβηκότων
5πλείονα λέγουσι, καὶ τῶν νοητῶν ἢ τῶν αἰσθητῶν, θαυμαστὸν οὐδέν· ὅλη γὰρ ὡς εἰπεῖν ἡ διατριβὴ τοῖς ἀνδράσι περὶ τὸ φανερὸν καὶ γνωστὸν καὶ ὡσαύτως ἔχον καὶ νοητὸν ἐγίγνετο, ἐπὶ δὲ τὰς σκιὰς καὶ τὰς ἀποτελευτή‐ σεις τῶν ὄντων ὀλιγάκις ἀπέκλινον.
9nἈλλὰ μὴν ... ἀπόφασις ἐκείνων.
10 Ἐπεσκέψαντο μὲν καὶ τὰ συμβεβηκότα καὶ εἶδον, ὅτι ἀνάλογον εἰσὶ καὶ ἐπὶ τούτων αἱ αὐταὶ ἀρχαί, ἥ τε οἰκεία μονὰς αὐτῶν καὶ ἡ δυάς, ἡ μὲν ταυτότητος ἡ δὲ ἑτερότητος καὶ πλήθους αὐτοῖς αἰτία, καὶ οὔτε κατὰ παρέκβασιν τοῦ ἀληθοῦς αἰτίου οὔτε κατ’ ἄλλην ** τῷ ὄντι καὶ τῷ ἑνὶ τὸ δυοειδὲς αἴτιον συνέταξαν. ἣν δὲ σὺ πρεσβεύεις ἀρχὴν τὴν κατὰ ἀπό‐
15φασιν, ὑλική ἐστι· τὸ γὰρ οὐκ ἄνθρωπος ὕλη τοῦ ἀνθρώπου. οἱ δὲ καὶ ταύτην ᾔδεσαν ἐν τοῖς τελευταίοις τῶν ὄντων ἀναγκαίαν οὖσαν τὴν ἀρχήν· ἐκάλουν μέντοι οὐκ αἴτιον ἀλλὰ συναίτιον, τὰς δὲ ποιητικὰς αἰτίας ἐν λόγοις ἀπετίθεντο φυσικοῖς καὶ δημιουργικοῖς. ἔστιν οὖν ἐν τῇ φύσει λόγος εἷς πάντων χρωμάτων γεννητικός, καὶ ἄλλος πρώτως μὲν πληρούμενος ἀπὸ
20τούτου, σὺν αὐτῷ δὲ τὰ πλήθη καὶ τὰς διαφορὰς τῶν χρωμάτων ἀπογεννῶν· καὶ οὗτοί εἰσιν ἡ τῶν χρωμάτων μονὰς καὶ δυάς· τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν ἄλλων συμβεβηκότων, ὅσα κατὰ λόγους ἐπιτελεῖται φυσικούς.
23nΜία τε φύσις ... εἶναι.
24Ἔστι μὲν μία φύσις τῶν ὄντων τὰ πρός τι, δι’ ἣν τάξις ἐστὶ καὶ
25συμπάθεια καὶ ἁρμονία πᾶσα καὶ συμφωνία κατὰ τὸν κόσμον· οὐ μὴν ἠμέλησαν ἐκεῖνοι τοῦ θεωρῆσαι τὰς ἀρχὰς τῆς φύσεως ταύτης, ἀλλὰ καὶ τὸ ἑνιαῖον αὐτῆς εἶδος καὶ τὸ πλῆθος ᾐτιολόγησαν. αὐτῷ μὲν οὖν θαυ‐ μαστὸν εἶναι δοκεῖ, πῶς χρώμενοι πολλοῖς ἀνίσοις ὥσπερ πολλαῖς μονάσιν οὐκ εἶπον, πόθεν ὑφίσταται τὰ πολλὰ ἄνισα, ὥσπερ αἱ πολλαὶ μονάδες·
30ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, εἰ τὰ εἴδη ἔχων παρ’ αὐτοῖς ἐξυμνημένα καὶ τὰς τῶν εἰδῶν ἀρχὰς ἄλλας αἰτίας ἐπιποθεῖ τοῦ πλήθους τῶν ἀνίσων· ὥσπερ γὰρ τῶν πολλῶν ὁμοίων καὶ ἀνομοίων ἡ αὐτοομοιότης 〈καὶ ἡ αὐτοανο‐ μοιότησ〉 αἰτία, οὕτω τῶν πολλῶν ἴσων καὶ πολλῶν ἀνίσων ἡ αὐτοϊσότης καὶ ἡ ἐκεῖ ἀνισότης αἰτία. καὶ περὶ τούτων εἴρηται μέν τι καὶ ἐν τῷ Φαίδωνι,
35εἴρηται δὲ ἐπὶ πλέον ἐν τῷ Παρμενίδῃ. εἰ δὲ καὶ ἐπὶ τὰς ἀρχὰς ἀνίοις173

174

τὰς τῶν εἰδῶν, εὕροις ἂν ἔτι πρεσβυτέρας αἰτίας τήν τε μονάδα καὶ τὴν αὐτοδυάδα. ὧν τῇ μὲν ᾠκείωται μᾶλλον ταυτότης ἰσότης ὁμοιότης, τῇ δὲ δυάδι ἑτερότης ἀνισότης ἀνομοιότης.
4nἈνάγκη ... τῶν ὄντων.
5 Ὅτι μὲν ἐπὶ τῶν τελευταίων τὸ δυνάμει ἑκάστου καὶ τὸ ὑλικὸν αἴτιον παραλαμβάνεις, εὖ πάνυ καὶ κατὰ φύσιν· οὐ μὴν ἔτι τῆς διανοίας τῶν Πυθαγορείων τε καὶ τῆς αὐτοῦ τοῦ Πλάτωνος ἀντιλαμβάνῃ τὸ σμικρὸν καὶ μέγα παρ’ αὐτοῖς ἢ τὸ ἄνισον ἢ ὅλως τὴν ἀόριστον δυάδα πρός τι νομίζων εἶναι· τῷ ὄντι γὰρ τὰ πρός τι τῶν οὐσιῶν οὔτε ἀποφάσεις οὔτε δυνάμεις.
10ἀλλὰ μήποτε τὰ πολλὰ μὲν ἐπὶ τῆς γεννώσης μετὰ μονάδος τὰ πράγματα αἰτίας τὴν δυάδα ταύτην τάττουσιν· εἰ δέ που καὶ τὴν ὕλην ὡς ἴνδαλμα φέρουσαν ἐκείνης τῆς ἀρχῆς μέγα καὶ μικρὸν καλοῖεν ἢ ἄνισον ἢ δυάδα ἀόριστον, οὐκ ἐπὶ τὰ πρός τι ταῦτα ἀνάγουσιν, ἀλλ’ ἐνδείκνυνται τὸν ἐπ’ αὐτῆς τῶν εἰδῶν μερισμὸν καὶ τὴν ἀνωμαλίαν καὶ τὴν ἔκστασιν· οὐ γὰρ
15μόνον ἕτερον ἑτέρου διίσταται, ἀλλ’ ὃ θαυμαστότατον καὶ ἐννοῆσαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸ ἑαυτοῦ χωρίζεται καὶ διίσταται καὶ ἕτερον γίγνεται πλησιάσαν ὕλῃ. τί οὖν ἔδει τὴν διάνοιαν τῶν ἀνδρῶν ἀπολιπόντα συμπλέκε‐ σθαι ταῖς φωναῖς καὶ κωμῳδεῖν ὡς τὴν ἑτέραν τῶν ἀρχῶν, ἣν τῷ ἑνὶ συντάττουσι, πρός τι ποιοῦντας καὶ μίαν τῶν κατηγοριῶν ὕλην εἶναι τῶν
20οὐσιῶν λέγοντας;
21nΠολύ τε ... τὰ δὲ πρός τι.
22 Οὔτε καλῶς ὑφηγῇ περὶ τὰ τῇδε διατρίβειν εἰωθώς, ἐκεῖνοί τε λέγουσι μέν τι καὶ περὶ τούτων ὡς ἐν τοῖς τελευταίοις ἀπεωσμένων, οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ τὰ κυρίως ὄντα καὶ νοητὰ καταβάλλονται τὴν ἑαυτῶν σπουδήν,
25εἰκότως τὰς ἐκείνων ἀρχὰς τῶν οὐσιῶν πολυπραγμονήσαντες παρέχουσιν ἀφορμὰς τοῖς καὶ περὶ τὰ τελευταῖα στρέφεσθαι προθυμουμένοις ἀναλογίᾳ τὰς αὐτὰς κἀπὶ τῶν τῇδε θεωρεῖν ἀρχάς. δεῖ δὲ κἀκεῖνο λογίζεσθαι, ὅτι πῶς μὲν πολλὰ τὰ αἰσθητά, λέγειν οὐ χαλεπόν (καὶ γὰρ τόπῳ ταῦτα μερί‐ ζεται καὶ ὑποκειμένῳ χρῆται διαφόρῳ καὶ τοσαύτη ἡ ἐν αὐτοῖς ἑτερότης,
30ὥστε καὶ πολεμεῖν ἀλλήλοις αὐτῶν ἔνια)· πῶς δὲ τὰ νοητὰ πολλά, μὴ τόπῳ χωριζόμενα, μὴ ὑποκειμένῳ κρατούμενα, μὴ σχέσιν ἢ ῥοπὴν πρὸς τὰ δεύτερα ποιησάμενα, ζητήσειεν ἂν ὁ μὴ πάντῃ τὴν διάνοιαν ἀργὸς καὶ δυσκίνητος. ἄλλως τε τοῦ Παρμενίδου, πρὸς ὃν ἦν αὐτοῖς καὶ ἡ ἀπότασις, ἓν εἰπόντος εἶναι τὸ ὄν, οὐχὶ τὸ ποιὸν ἢ τὸ πρός τι ἢ τὸ ποσὸν ἢ ὅλως
35τῶν τῇδέ τι, ἀλλὰ τὸ ὄντως ὂν καὶ νοητόν, ἐδικαίουν μὴ φορτικῶς ἀπαντᾶν
πρὸς τὸν ἄνδρα, δεικνύναι δὲ ὅτι κἀκεῖ πλῆθός ἐστι· πρὶν δὲ δείξωσιν,174

175

ἀναγκαίως ἐζήτουν τὴν αἰτίαν τοῦ ἐκεῖ πλήθους, καὶ εὕρισκον ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος τὴν ἑτερότητα καὶ τὸ κατ’ αὐτὴν μὴ ὂν τοῦ πλήθους ἀρχήν, ὡς δὲ ἐν ταῖς αἰτίαις ταῖς πρωτίσταις τὴν ἀόριστον δυάδα, ἣν Χάος ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ κέκληκε, συντάττων αὐτὴν τῷ Πρωτεῖ·
5ταύτην γὰρ ἀπονέμει τῇ μονάδι τὴν προσηγορίαν ἐν ἐκείνοις. ὀρθῶς ἄρα καὶ ταύτην ἐνίσταντο τὴν ζήτησιν καὶ τὴν αἰτίαν παρεδίδοσαν τοῦ πλήθους τῶν ὄντως ὄντων, καὶ οὔτε πρός τι τὴν ἑτέραν ἐποίουν τῶν ἀρχῶν οὔτε τὸν περὶ τῶν αἰσθητῶν λόγον πάντῃ παρελίμπανον, ὡς δηλοῖ τὰ Ὀκκέλου μὲν Περὶ τᾶς τῶ παντὸς φύσιος, ἐξ ὧν τὰ Περὶ γενέσεως καὶ φθορᾶς
10μονονουχὶ μεταβεβλῆσθαι δοκεῖ, τοῦ Τιμαίου δὲ τὰ πλεῖστα, καθ’ ὃν ἡ περιπατητικὴ φιλοσοφία τὰ πολλὰ φυσιολογεῖ.
12nἘπὶ ... μία.
13 Ἐπὶ τῶν συμβεβηκότων, φησί, καὶ τοῦτο ἄν τις ἀπορήσειε, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ πολλά ἐστιν ὅμως· ἐπὶ μὲν γὰρ τῶν οὐσιῶν
15συγκεχωρήσθω τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος εἶναι· πῶς δὲ τὸ χρῶμα ἐκ μὴ χρώματος; εἶτα ἐφιστὰς λέγει ὅτι ‘ἀνάγκη μὲν γὰρ καὶ τὰ συμβεβηκότα ὕλην ἔχειν, ἀλλ’ οὐ χωριστήν‘ φησί ‘τῶν σωμάτων‘. μάλιστα δέ φησιν ἐκεῖνο εἶναι ἄπορον, πῶς πολλαὶ οὐσίαι ἐνεργείᾳ εἰσίν. οὐκοῦν ἵνα καὶ ἡμεῖς ἀπὸ τῶν τελευταίων ἀρξώμεθα, ταὐτὰ φαίνεται ζητῶν ἐκείνοις ἄντικρυς·
20καὶ γὰρ αὐτοὶ περὶ τοῦ πλήθους ἠπόρουν τῶν νοητῶν, ἐν οἷς τὸ δυνάμει καὶ τέλεον ἐξῄρηται. καὶ οὗτος μὲν ἐπὶ τῆς ἀπορίας μένει, μήτε τὰ εἴδη δεχόμενος μήτε τὰς ἀρχηγικὰς αἰτίας μήθ’ ὅλως ποιητικὴν ἀρχὴν ἐπὶ τῶν ἀιδίων προσιέμενος (διὰ τί γὰρ τοσοίδε παρ’ αὐτῷ οἱ νοῖ καὶ οὔτε πλείους οὔτε ἐλάττους, εἰπεῖν οὐκ ἔχομεν· οὐ γὰρ δὴ διὰ τὰς σφαίρας τὰς ὑπ’ αὐτῶν κινου‐
25μένας τοσοίδε οἱ νοῖ, ἀλλ’ εἰ ἄρα, ἀνάπαλιν. ἔπειτα κἂν οὕτω τις ἐξ ὑπτίας ἐπιχειρῇ λέγειν, ἀπορήσομεν πάλιν περὶ τοῦ πλήθους τῶν σφαιρῶν πόθεν καὶ πῶς τοσαῦται)· οἱ δὲ πάντων τῶν ἐγκοσμίων μέτρον ἀποθέμενοι παρὰ τῷ δημιουργῷ νῷ καὶ εἰς ταῦτα καὶ εἰς τἆλλα πάντα προβλήματα μετὰ πολλῆς ῥᾳστώνης καὶ ἀληθείας ἀναστρέφονται. ἀλλὰ μὴν καὶ τὸ μέσον
30παρ’ αὐτῷ θεώρημα, τὸ τὰς αἰσθητὰς οὐσίας ἐκ μὴ τοιούτων γίγνεσθαι, προσίεται μὲν ὁμοίως ἐκείνοις τὸ ὑλικὸν αἴτιον, παραλιμπάνει δὲ τὸ ποιητικὸν καὶ τὸ παραδειγματικόν. ἡ δὲ περὶ τῶν συμβεβηκότων ἐπίστασις λύεται μὲν καὶ παρ’ αὐτοῦ· πολλὰ γὰρ εἰ καὶ μὴ τῷ ὑποκειμένῳ τὰ συμβεβηκότα, ἀλλὰ τῷ γε λόγῳ· τελειότερον δέ ἐστι τὴν ἐμφανῆ δημιουργίαν αἰτιᾶσθαι
35καὶ τὴν ἑτερότητα τῶν φυσικῶν δυνάμεων καὶ τὴν τῶν ἐνύλων εἰδῶν περὶ
τὰ ὑποκείμενα διαίρεσιν.175

176

(1n)

Ἀλλὰ μὴν ... ἐναντιώσεις.
2 Πάλαι μὲν ᾐτιᾶτο 〈τὸ〉 πλῆθος μόνον τῶν οὐσιῶν ζητήσαντας ὅθεν ὑπέστη· νυνὶ δὲ οὐδὲ τοῦτο συγχωρεῖν αὐτοῖς ἔοικεν, ἀλλ’ ἐπειδὴ περὶ ἀριθμῶν τὰ πολλὰ διαλέγονται καὶ μεγεθῶν, μιᾶς κατηγορίας αὐτοὺς ἔφη
5τὸ πλῆθος [καὶ] διερευνήσασθαι, οὐχὶ τῆς οὐσίας ἀλλὰ τοῦ ποσοῦ· ἀριθμὸς γάρ, φησί, πᾶς ποσὸν καὶ ἡ μονάς· εἶτα ἐπιστήσας, εἰ μὴ ἄρα, φησίν, ἡ μονὰς οὐ ποσόν, ὅτι μέτρον ἀριθμοῦ καὶ ἀδιαίρετος· εἰ μὲν οὖν, φησί, καὶ αὐτοῖς ἀρέσκει διαφέρειν ποσὸν οὐσίας, περὶ πλήθους ἐζήτησαν μόνου τοῦ κατὰ τὸ ποσόν· εἰ δὲ ταὐτὸν οἴονται εἶναι ποσὸν καὶ οὐσίαν, εἰς ταὐτὸν
10ἄγουσι συμβεβηκὸς οὐσίᾳ καὶ ὑποκείμενον 〈τῷ〉 ἐν ὑποκειμένῳ καὶ ὅλως ἐναντιοῦνται τοῖς ἐναργέσι. ῥητέον οὖν πάλιν τὰ αὐτὰ πρὸς αὐτόν, ὅτι πάντα τὰ ὄντα ἀριθμοὺς ἐκάλουν· ζητοῦντες οὖν πῶς τὸ πλῆθος ὑπέστη τὸ ἐν τοῖς ἀριθμοῖς, περὶ τῶν νοητῶν ἐζήτουν ἁπάντων καὶ τῶν αἰσθητῶν καὶ τὴν ἁπανταχοῦ δυαδικὴν ἀρχὴν τοῦ πλήθους ᾐτιῶντο τοῦ ἑκασταχοῦ.
15nἘπιστήσειε ... ἐλέχθη.
16 Μάχεται μὲν ἐν τούτοις τῷ τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ χωρί‐ ζοντι καὶ ἰδίαν οὐσίαν αὐτῷ παρέχοντι. θαυμάσειε δ’ ἄν τις ὅπως οὐδενὸς αὐτὸν αἴτιον εἶναι νομίζει· καίτοι τίς ἄλλος αἴτιός ἐστι ταῖς ψυχαῖς ἡμῶν τοῦ μετρεῖν τὰ διωρισμένα πρὸ τούτου; ποῦ δὲ τῶν θείων οὕτως ἐναργεῖς εἰκόνας
20ὁρῶμεν ὡς ἐν αὐτῷ; ποῦ δὲ τὰ σχήματα καὶ τὰς αἰτίας τῶν σχημάτων καὶ τὰς ἀρχὰς πάντων τῶν μαθημάτων ἴδοι τις ἂν καθαρῶς ὡς ἐν τούτοις τοῖς ἀριθμοῖς; τοῦτό τε οὖν θαυμάσειεν ἄν τις καὶ τὸ ῥηθὲν ἐν ἐσχάτοις τῶν ἐκκειμένων ῥητῶν, ὅτι πάντα τὰ τῶν μαθηματικῶν ἀριθμῶν θεωρή‐ ματα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει. πρῶτον μὲν γὰρ ποῖα τῶν
25αἰσθητῶν οὕτως ἐφεξῆς τέτακται ὡς μονάδι μόνον ἀλλήλων διαφέρειν καὶ ταύτῃ τῇ διαφορᾷ προϊέναι ἄχρι παντός; ἔπειτα ποῦ τῶν αἰσθητῶν τοιαύτη σχέσις καὶ εὐταξία θεωρηθήσεται ὡς τῶν ἀνάλογον πολλαπλασίων τὸν μὲν τρίτον εἶναι τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δὲ ἕβδομον κύβον ἅμα καὶ τετράγωνον; ἀλλ’ εἰ καὶ βιάσαιτό τις καὶ τάξειεν οὕτω τὰ αἰσθητά,
30μάλιστα μὲν ἄχρι τινὸς ἡ βία προβαίνει διὰ τὸ μὴ πεφυκέναι τὰ αἰσθητὰ
τοῦτον διασώζειν πρὸς ἄλληλα τὸν λόγον. ἔπειτα δὲ ἐκ τῶν μαθηματικῶν176

177

ἀριθμῶν μετοίσει τὴν τάξιν· οὐ γὰρ δὴ ταύτην ἐν τῇ φύσει τῶν αἰσθητῶν ἐνέθηκεν ἡ δημιουργία· ποῦ δὲ τὸ κάλλος τοῦτο τῶν θεωρημάτων ἡ ὕλη δύναται δέξασθαι; τὸ δὲ παρ’ ἕνα εἶναι ἄρτιον καὶ περιττὸν ποῦ ἔχει τὰ αἰσθητά, εἰ μή τις ἐκ τῶν ἀριθμῶν καὶ τοῦτο λαβὼν ἐπ’ ὀλίγον αὐτῷ
5χρήσαιτο τὴν ἔνυλον φύσιν βιασάμενος; εἰ δὲ μή, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς οὐδὲν κωλύει καὶ ἄρτιον ἀρτίῳ καὶ περιττῷ περιττὸν ἐφεξῆς τετάχθαι. καὶ εἰ μὲν ἄχρι τινὸς τοῦτ’ εἶχον οἱ ἀριθμοί, τάχ’ ἄν τις κατά τινα θέσιν καὶ νομοθεσίαν τῆς ἡμετέρας διανοίας οὕτως αὐτοὺς ἔφατο διακεκοσμῆσθαι· ἐπειδὴ δὲ σὺν τῇ αὐτῇ τάξει καὶ τοῖς αὐτοῖς εἴδεσιν ἄχρι τοῦ ἀπείρου
10προΐασι καὶ ἐφ’ ὅσον αὐτῶν ὁ λογισμὸς ἡμῶν ἐπιέναι δύναται, τοσοῦτο τῇ αὐτῇ ποικιλίᾳ θεωρεῖ κατακοσμούμενον, παντὶ δῆλον ὡς τῇ οἰκείᾳ φύσει συνεισιοῦσαν ἔχουσι ταύτην 〈τὴν〉 εὐταξίαν, ἣν ὁ νοῦς αὐτοῖς καὶ ἡ τῶν πρεσβυτέρων ἀριθμῶν αἰτία παραδειγματικὴ τὴν σύστασιν ἐν ψυχῇ λαβοῦσι χαρίζεται. μήτ’ οὖν τὸ κάλλος μήτε τὴν τάξιν μήτε τὰς τῶν χωριστῶν
15εἰδῶν εἰκόνας μήτε τὸ πλῆθος τῶν ἐν τοῖς μαθηματικοῖς ἀριθμοῖς θεωρη‐ μάτων μήτε τὰς ἀρχὰς τῶν ἁπασῶν ἐπιστημῶν ἀτιμάσωμεν ὑστερογενῆ ποιοῦντες τὸν ἀριθμὸν καὶ τῶν αἰσθητῶν ἀφαίρεσιν εἶναι νομίσαντες.
18nΟἱ μὲν οὖν ... σώμασιν.
19Τριῶν δοξῶν ἐν τούτοις μνημονεύσας, τῆς τε τὸν εἰδητικὸν ἀριθμὸν
20πρεσβευούσης, ἣν εἰς τὸν ἑαυτοῦ διδάσκαλον ἀναπέμπειν εἴωθε, καὶ τῆς τὰ σώματα ποιούσης ἀριθμούς, ἣν ἀπονέμει τοῖς Πυθαγορείοις, καὶ τῆς τὸν μαθηματικὸν ἀριθμὸν μόνον εἰδυίας, τὴν τρίτην κακίζει πλέον ὡς ἂν ἀλο‐ γωτέραν τῶν ἄλλων. οὔτε δὲ περὶ τῶν δύο, τῆς Πλατωνικῆς καὶ Πυθαγο‐ ρείου, φαμὲν αὐτὸν ἱκανῶς ἱστορεῖν οὔτε περὶ τῆς τρίτης ὑγιές τι λέγειν.
25πρῶτον μὲν γὰρ οὐκ ἐγένετό τις, ὃς τὸν μαθηματικὸν ἀριθμὸν εἶναι μόνον ὑπέλαβεν, ἀλλ’ ἴσως μαθηματικοῖς ὀνόμασι καὶ ἐπὶ τῶν θείων ἀριθμῶν ὁ τοιοῦτος χρησάμενος αἴτιος ἐνίοις πλάνης ἐγένετο. ἔπειτα πῶς οὐχ ἱκανῷ τεκμηρίῳ χρῶνται τοῦ εἶναι κεχωρισμένην τῶν αἰσθητῶν τὴν τῶν μαθη‐ μάτων ὕπαρξιν λέγοντες ‘εἴπερ ἔστιν ἀριθμητικὴ ἐπιστήμη, ἔστι χωριστὸς
30ἀριθμόσ‘; ἀλλὰ μὴν τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον ἄρα. ὁ δέ φησι πρὸς τὸ συνημμένον ἀπηντηκέναι πρότερον· καίτοι οὐδὲ ἐν ἐκείνοις εἴρητό τι πρὸς ἔλεγχον τῶν μαθημάτων ἱκανόν, ἀλλ’ ὅτι ἡ τῶν καθόλου ἐπιστήμη δυνάμει ἐστίν, ἡ δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ. ἀλλ’ οὐδὲ τὸ νῦν λεγόμενον ἰσχὺν ἔχει τινά· οὐ γὰρ ἂν κεχωρισμένων, φησί, τὰ πάθη περὶ τὰ αἰσθητὰ
35ἐφαίνετο. πάλιν γὰρ ἀποχρῆται τῇ ὁμωνυμίᾳ τῶν τε ἀριθμῶν καὶ τῶν παθῶν· ἄλλως γὰρ κατὰ τῶν μοναδικῶν, καὶ ἀνάλογον μὲν ἑτέρως δὲ κατὰ
τῶν τῆς φύσεως δημιουργημάτων τὰ τοιαῦτα τάττεται.177

178

(1n)

Οἱ μὲν ... ἐν τοῖς αἰσθητοῖς.
2 Ὑποθέμενος τοὺς μὲν Πυθαγορείους χωριστὸν ἀριθμὸν μὴ ποιεῖν, τὸν δὲ αἰσθητὸν κόσμον ἐξ ἀριθμῶν συνιστάνειν, ἄλλους δέ τινας ἐπειδὴ τὰ ἀξιώματα καὶ αἱ καθόλου προτάσεις ἐπ’ οὐδενὸς μὲν τῶν αἰσθητῶν ἀλη‐
5θεύουσι, *** δὲ μεγέθη τε καὶ αἰσθητὰ ποιοῦντας, ἀπορεῖ πρὸς μὲν τοὺς Πυθαγορείους, πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν τῶν ἀριθμῶν τὰ αἰσθητὰ δύναται συνίστασθαι σώματα, πρὸς δὲ τοὺς χωρίζοντας, πῶς ἂν τὰ πάθη τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν ὑπῆρξε τοῖς αἰσθητοῖς, εἰ μὴ ἀχώριστοι αὐτῶν ἦσαν οἱ ἀριθμοί. ῥητέον οὖν ὑπὲρ μὲν τῶν Πυθαγορείων, ὅτι γινώ‐
10σκουσι μὲν καὶ ἄλλους ἀριθμοὺς καὶ οὐ περὶ τοῦ αἰσθητοῦ μόνου διαλέγονται, ἀλλὰ καὶ περὶ νοερῶν καὶ ψυχικῶν καὶ φυσικῶν διακόσμων ἀναδιδάσκουσιν, οὐ μὴν ἀλλὰ γὰρ καὶ τὸν αἰσθητὸν κόσμον ἐκ τῶν ἀύλων λόγων καὶ δραστικῶν καὶ πρεσβυτέρων αἰτίων ὑφιστᾶσιν. ὅσοι δὲ οὐδὲ τῇ φύσει λόγους διδόασιν, ἵνα μὴ διπλᾶ ποιήσωσι τὰ πράγματα, οὗτοι θαυμάζουσι
15πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν βάρος ἀποτελεῖται καὶ μέγεθος. καίτοι γε ὡς μὲν ἐκ μορίων ἀμεγεθῶν ἢ ἀβαρῶν οὐκ ἄν ποτε συντεθείη βάρος ἢ μέγεθος, καὶ τοῦτο ἱκανῶς δέδεικται· ἐκ δὲ στοιχείων ἀμερῶν καθ’ αὑτὰ ὄντων δημιουργεῖται μέγεθος, εἴπερ ὕλη καὶ εἶδος στοιχεῖα σωμάτων· καὶ ἔτι πολλῷ πλέον ὑπὸ τῶν ἀληθεστέρων αἰτίων ἐν λόγοις καὶ εἴδεσι δημιουργι‐
20κοῖς θεωρουμένων πῶς οὐ πᾶσαι διαστάσεις καὶ πάντες ὄγκοι τὴν ἐν κινήσει φερομένην ἑαυτῶν γένεσιν ὑποδέχονται; ἢ γὰρ ἀγένητα καὶ ὡς ἐξ ἀιδίου τὰ σώματα, ἢ τῶν διαστατῶν ἀδιάστατα καὶ τῶν μεριστῶν ἀμέριστα καὶ τῶν αἰσθητῶν καὶ ἀντιτύπων ἀφανῆ καὶ ἀναφῆ καταλειπτέον αἴτια, καὶ συγχωρητέον τοῖς οὕτως ἐξ ἀμερῶν τὰ μεμεγεθυσμένα γενέσθαι λέγουσιν.
25ὑπὲρ δὲ τῶν χωριζόντων τοὺς ἀριθμούς, ὅτι θαυμαστὸν οὐδὲν εἰ ἔοικε τὰ ἀποτελέσματα τοῖς αἰτίοις· δημιουργικῶν οὖν ὄντων τῶν χωριστῶν ἀριθμῶν, οὓς μιμοῦνται καὶ οἱ μαθηματικοί, εἰκότως καὶ ὁ αἰσθητὸς κόσμος εἰκόνας ἔχει τῶν αὐτὸν κοσμούντων ἀριθμῶν, ἵνα πάντα ᾖ ἐν πᾶσιν, οἰκείως δ’ ἐν ἑκάστοις. τὸ δὲ ἀπὸ τῶν ἀξιωμάτων καὶ ὅλως τῶν ἐπιστημῶν
30ἐπιχείρημα πολλάκις εἴπομεν ὅτι καὶ παρὰ τοῖς ἀντιλογικωτάτοις δυσαντι‐ βλεπτότατόν ἐστι· ἢ γὰρ ψεύδεται ταῦτα ἢ συμφωνεῖ καὶ συζυγεῖ τοῖς οὖσιν· εἰ μὲν οὖν ψεύδεται, ἄνελε πᾶσαν κατάληψιν (ἐκ τούτων γὰρ αἱ ἀποδείξεις)· ἀνελὼν δὲ πᾶσαν κατάληψιν περὶ μηδενὸς διισχυρίζου.
εἰ δὲ ἀληθεύει καὶ συζυγεῖ τισι τῶν ὄντων, ἐπεὶ μὴ τοῖς αἰσθητοῖς πρώτως178

179

(ἄτομα γὰρ ταῦτα, καὶ ὅσα δὲ κοινὰ 〈ἐν〉 αὐτοῖς κατατέτακται, ταῦτα καὶ κρατεῖται ὑπὸ τῆς ὕλης), λείπεται τοῖς διανοητοῖς αὐτὰ συμφωνεῖν ὡς ἰσα‐ ξίοις, τοῖς δὲ νοεροῖς ὡς εἰκόνας καὶ τύπους παραδείγμασιν.
4nΕἰσὶ ... χωριστὰ ἔσται.
5 Τὰ πέρατα τινὰς αὐτῶν ὡς εἴδη καὶ οὐσίας φησὶ λαμβάνειν, καὶ αἰτιᾶται ὅτι μήτε οὐσίαι ταῦτα μήτε πολὺ πλέον χωρισταὶ οὐσίαι. ῥητέον οὖν ὑπὲρ τῶν ἀνδρῶν, ὅτιπερ οὐ τὰ συνεγνωσμένα πέρατα χωριστὰς ἐποίουν οὐσίας, ἀλλὰ τὰ ἐν τοῖς οὐσιώδεσι λόγοις τοῦ νοῦ καὶ τῆς ψυχῆς καὶ τῆς φύσεως, ἃ καὶ κυριώτερον περατοῖ καὶ ὁρίζει τὴν γένεσιν, ὧν τὰ φαινόμενα
10πέρατα τελευταίαν ἀπεικασίαν ἀπετυπώσατο.
11nἜτι δὲ ... συνείρειν.
12 ** πρὸς μὲν τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας, πῶς ὄντων ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων οὐ γίγνεται τὰ δεύτερα ἀεὶ ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη
15καὶ ἔστι καὶ γίγνεται, κἂν ταῦτά τις ἀνέλῃ, ψυχὴ ἔστι καὶ σώματα. πρὸς δὲ τοὺς 〈τὸν〉 εἰδητικὸν ἀριθμὸν προσιεμένους, πότερον τὰ μεγέθη τὰ προσεχῶς ἐκ τῶν ἀριθμῶν γιγνόμενα καὶ αὐτὰ ἰδέαι ἢ οὔ, καὶ εἰ ἐπιδέχονται θεωρίαν ἰδίαν ἢ τὴν μαθηματικὴν εἰς αὐτὰ δεῖ μεταφέρειν; ῥητέον οὖν ὑπὲρ τῶν προτέρων πρότερον, ὅτι μήτε τὴν μαθηματικὴν οὐσίαν μόνην ἐπισκέπτονται,
20καὶ τάξιν ὅλως δόντες τοῖς ὑποκειμένοις ἀεὶ συντελεῖν εἰς τὴν τῶν δευτέρων ὑπόστασιν τὰ πρότερά φασιν. εὖ γὰρ εἴρηται τοῦτο, ὅτι μίαν εἶναι δεῖ συνέχειαν τῶν 〈ἐν〉 φύσει πραγμάτων καὶ μηδὲν ἐπεισοδιῶδες αὐτοῖς ἐμφαντά‐ ζεσθαι. ὅτι δὲ μὴ μόνην τὴν μαθηματικὴν οὐσίαν οἱ ἄνδρες οὗτοι γιγνώ‐ σκουσι, κἂν διὰ μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τῆς νοητῆς ἀναδιδάσκωσιν,
25εἴρηται μὲν πολλάκις ἐν τοῖς προάγουσιν, οὐ μὴν ἀλλὰ καὶ ἡ νῦν ἀπορία δῆλον ποιεῖ. εἰ γὰρ αἰτιᾶται αὐτοὺς ὡς μὴ ποιοῦντας ἐκ μεγεθῶν καὶ ἀριθμῶν τὴν ψυχὴν προτέρων ὄντων αὐτῆς, μαρτυρεῖ σαφῶς ὅτι τοὺς ἐν νῷ καὶ τοὺς θείους ἐγέννων ἀριθμούς. ὑπὲρ δὲ τῶν δευτέρων, ὅτι καὶ τὰ πρῶτα μεγέθη ἰδέαι, ὁ αὐτοκύκλος ἡ αὐτοπυραμὶς τὸ αὐτοτρίγωνον, ἀπὸ δὲ τῶν
30μαθηματικῶν λόγων αἱ ἀναμνήσεις ἡμῖν ἐκείνων γίγνονται. οὐ γὰρ ὅτι
ἐκείνοις ἐφαρμόζουσιν αἱ μαθηματικαὶ θεωρίαι διεξοδικαὶ οὖσαι καὶ μεμερι‐179

180

σμέναι καὶ ποθέν ποι προϊοῦσαι καὶ δι’ ὑποθέσεων περαίνουσαι, ἀλλ’ ὥσπερ ἐν Ἐπιστολαῖς εἴρηται περὶ τοῦ αὐτοκύκλου ὡς οὔτε τὸ σχῆμα οὔτε τοὔνομα οὔθ’ ὁ ὁρισμὸς οὔτ’ ἐπιστήμη γνῶσίς ἐστιν αὐτοῦ, ἀλλὰ θέαν δεῖ τοῦ πράγματος παραγενέσθαι, καὶ ὥσπερ ἐκ πυρείων τῶν ἐπιστημονικῶν θεωρη‐
5μάτων παρατριβομένων φῶς ἀναλάμψαι νοερόν, δι’ οὗ συζυγήσομεν ἐκείνῳ· ἡ τοίνυν μαθηματικὴ μέθοδος προπαρασκευή τίς ἐστιν ὡς ἐν εἰκόσι γυμνά‐ ζουσα τὴν ψυχὴν πρὸς αὐτοπτικὴν τοῦ παραδείγματος ἐπιβολήν· οὐκ ἄρα προσγλίχονται ταῖς ἰδέαις ἐφαρμόζειν τὰ μαθηματικά, ἀλλ’ ὡς ἀπὸ εἰκόνων εἰς ἐκείνας διὰ τούτων ἀναπέμπεσθαι βούλονται.
10nΟἱ δὲ ... κατ’ ἐκεῖνον.
11 Ἀποτείνεται μὲν νῦν πρὸς τὸν ἑαυτοῦ διδάσκαλον· αὐτὸς γάρ ἐστιν ὁ σαφῶς τὰ μαθήματα τῶν νοερῶν διακρίνας εἰδῶν· καίτοι καὶ παρὰ τοῖς ἄλλοις οὐ θάτερα μόνον ἀλλὰ καὶ θάτερα γιγνώσκεται. λέγει δὲ ὅτι περὶ γενέσεως οὐ διδάσκει τοῦ μαθηματικοῦ ἀριθμοῦ (δεῖ γὰρ αὐτὸν γίγνεσθαι
15μὴ πρῶτον ὄντα)· οὔτε δὴ ἐκ τῶν αὐτῶν ὀφείλει γίγνεσθαι τῷ εἰδητικῷ, ἵνα μὴ ὁ αὐτὸς ἐκείνῳ φανῇ, οὔτε ἐξ ἄλλων· ἀριθμὸν γὰρ οὐ δυνατὸν ἑτέρως ὑποστῆναι ἢ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. διὰ τί οὖν, φήσομεν πρὸς αὐτόν, μὴ τοῦτο δὴ τὸ πολυπάτητον ὑποτίθεσαι λέγειν τὸν διδάσκαλον, ᾧ καὶ αὐτὸς ἐν ταῖς φυσιολογίαις χρῆσθαι μεμελέτηκας, ὡς
20ἀναλογίᾳ μὲν τῶν διαφόρων ἀριθμῶν αἱ αὐταί εἰσιν ἀρχαί, ἁπλῶς δὲ οὐχ αἱ αὐταί; τοιοῦτον δέ τι καὶ σὺ νῦν αἰνίττῃ, ὅταν λέγῃς ἐξ ἄλλου δὲ μεγάλου καὶ μικρο, πλὴν οὐκ ἐξ οὗ τὰ μεγέθη. ἄλλη γὰρ δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν τῶν μαθηματικῶν, ἄλλη δὲ ἡ τῶν μεγεθῶν· καθ’ ἑκάστην γὰρ τῶν ὄντων τάξιν ἰδίως αἱ νοεραὶ καὶ αἱ λογικαὶ καὶ 〈αἱ〉 φυσικαὶ
25θεωροῦνται ἀρχαί. τὸ μέντοι ζητεῖν, πῶς τὸ ἓν τὰ πανταχοῦ πολλὰ παράγει καὶ γεννᾷ, καὶ φιλόσοφόν ἐστι καὶ παρ’ ἐκεῖνος ᾐτιολόγηται.
27nΠάντα δὴ ... λέγωσι.
28 Ταῦτα τοὺς παρὰ τοῖς ῥήτορσιν ἐπιλόγους μιμεῖται, οὐκ ἀπήλλακται δὲ οὐδὲ κωμικῆς βωμολοχίας· διὸ τὰ πλεῖστα αὐτῶν ὅσα μὴ ἔστι πρα‐
30γματειώδη χρὴ καὶ ὑπερβαίνειν ἢ ἄλλως συνείρειν. Σιμωνίδου δὲ μνημονεύει τῶν Ἀτάκτων οὕτως ἐπιγραφομένων· εἰρόμενα γὰρ ταῦτα καὶ ἥκιστα δια‐
νοίας πληρωτικά. φαίνεται ... διπλασιαζόμενον. ἐπειδὴ δυάς ἐστι τὸ180

181

μέγα καὶ τὸ μικρόν, ἡ δὲ δυὰς τὸν ἄρτιον μόνον, μάλιστα δὲ τὸν ἀρτιάκις ἄρτιον ὑφίστησι, τοὺς ἄλλους οὔ φησιν ἐκ τοῦ μεγάλου καὶ μικροῦ δύνασθαι γεννηθῆναι. εἴρηται δὲ πολλάκις ποίαν δυάδα μέγα καὶ σμικρὸν ἐκάλουν, καὶ ὅτι τὴν παντὸς πλήθους γεννητικήν. ἄτοπον δὲ ... τῶν ἀδυνάτων.
5εἰ καθ’ ὑπόθεσιν ποιοῖεν διδασκαλίας ἕνεκα, τί πλημμελοῦσιν; εἰ μὴ ἄρα κατὰ σὲ τὸν ποιητικὴν αἰτίαν ἐπὶ τῶν ἀιδίων μὴ προσιέμενον· τοῖς δὲ ἀρέσκει πάντα ἐκ τῶν ἀρχῶν ἔχειν τὴν ὑπόστασιν.
8nΟἱ μὲν οὖν ... τὴν γένεσιν.
9Ποίῳ μὲν ἤθει τοὺς λόγους καταβάλλεται τούτους ὁ Ἀριστοτέλης, οὐ
10λήσεται τοὺς συνετωτέρους. ἵνα δὲ καὶ ἐξ ὧν τίθησιν ἐπακολουθήσωμεν τῇ τῶν Πυθαγορείων διανοίᾳ, ῥητέον ὡς ἓν μὲν τὸ σύνολον λέγουσι τὸ ἐξ ὕλης καὶ εἴδους διακοσμηθέν· τούτου δὲ τὴν σύστασίν φασιν οὕτω γίγνεσθαι· τοῦ λόγου τοῦ ἀπὸ τῆς φύσεως προελθόντος χρῶμα καὶ σχῆμα καὶ τὴν αἰτίαν πάντως γεννήσαντος πρῶτον μὲν τὸ ἄποιον σῶμα γίγνεται (τοῦτο
15γάρ ἐστι τὸ ἔγγιστα τοῦ ἀπείρου), εἶτα τὸ διακοσμηθέν, ὅταν τὸ πέρας καὶ ὁ φυσικὸς λόγος κατασχῇ τέλεον τὸ ὑποκείμενον. ὅτι δὲ καὶ περὶ χωριστῶν ἀριθμῶν εἰρήκασιν οἱ ἄνδρες καὶ μάλιστα πάντων οὗτοι, καὶ πρότερον ὑπεμνήσαμεν.
19nΤοῦ μὲν οὖν ... γενέσεως.
20 Συμβολικῶς εὕροις ἂν παρ’ ἐκείνοις ταῦτα λεγόμενα· τὸν γὰρ περιττὸν τοῖς θεοῖς προσοικειοῦντες εἰκότως ἀγένητον εἶναί φασι, τὸν δὲ ἄρτιον τοῖς ἐνύλοις ἀνάλογον λαμβάνοντες γενητὸν καλοῦσι καὶ δυάδι προσοικειοῦσιν· ἐπεὶ ὅτι τοὺς συστοίχους ἀρτίους καὶ περιττοὺς ἀριθμοὺς ἐκ τῶν αὐτῶν ἀρχῶν ἀπογεννῶσιν, εἰ καὶ τοὺς μὲν μονάδι προσεοικέναι τοὺς δὲ δυάδι
25φασί, πολλάκις ὑπεμνήσαμεν.
26nΤὸν δ’ ἄρτιον ... ἀριθμῶν.
27 Τὸν ἄρτιον ὕλην ἔχοντα καὶ εἶδος κατὰ μὲν τὴν ὕλην ὡς ἐκ τῆς δυάδος προελθόντα μέγα καὶ σμικρὸν ἔχειν, κατὰ δὲ τὸ εἶδος ἰσότητι κεκρατῆ‐ σθαί φασι. ταῦτα δὲ οὐκ ἀπὸ χρόνου ἀλλ’ ἀεί. εἰ δὲ πρότερα τὰ ἄκοσμα
30τῶν κεκοσμημένων ἀποφαίνουσι διδασκαλίας ἕνεκα, κοινόν ἐστι τοῦτο πάντων ἡμῶν ἔθος· καὶ γὰρ σὺ τὴν ὕλην προτέραν εἶναι λέγεις καὶ ἀρχὴν τοῦ σώματος, καίτοι ἀεὶ κεκοσμημένην.
33nἜχει δ’ ἀπορίαν ... ἑνός.
34Ὅτι μὲν τὸ εὖ ταῖς ἀρχικωτέραις αἰτίαις ἀπονέμεσθαι θέλει, κατορθοῖ.181

182

οὔτε δὲ οὕτως ἄρξασθαι τοῦ λόγου δίκαιον ἦν, ἀλλ’ ἦν εὐλογώτερον εἰπεῖν· ‘ἔχει δὲ ἀπορίαν καὶ εὐπορήσαντι θαυμαστήν·‘ οὔτε τοὺς θεολόγους ἄλλο τι λέγειν ὀρθῶς τις ὑποτίθεται. πάντων δὲ ἀτοπώτατον τὸ νομίζειν ἢ ὅτι τῷ ἑνὶ τὸ ἀγαθὸν οὕτω συντρέχει ἢ ὅτι τὸ ἓν τὸ πρώτιστον οὕτως ἀρχὴ
5λέγεται ὡς στοιχεῖον, ἐξ οὗ ἐνυπάρχοντος ὁ ἀριθμὸς συνίσταται· πάντα γὰρ ταῦτα ψευδῶς ἱστόρηται· τὸ γὰρ ἓν καὶ τἀγαθὸν ταὐτόν ἐστι παρὰ Πλάτωνι καὶ ἐξῄρηται πάσης οὐσίας καὶ νοῦ καὶ ζωῆς.
8nΟἱ δὲ ποιηταὶ ... Δία.
9Οὐδὲ ταῦτα 〈κατὰ〉 τὸ ἀληθὲς ἱστόρηται περὶ τῶν θεολόγων· ἐκεῖνοι
10γὰρ Νύκτα μὲν καὶ Οὐρανόν φασι βασιλεύειν καὶ πρὸ τούτων τὸν μέγιστον αὐτῶν πατέρα
“τὸν τόθ’ ἑλὼν διένειμε θεοῖς θνητοῖσί τε κόσμον,
οὗ πρῶτος βασίλευσε περικλυτὸς Ἠρικεπαῖος”, μεθ’ ὃν ἡ Νύξ
15
“σκῆπτρον ἔχους’ ἐν χερσὶν 〈ἀριπρεπὲσ〉 Ἠρικεπαίου”. μεθ’ ἣν ὁ Οὐρανός,
“ὃς πρῶτος βασίλευσε θεῶν μετὰ μητέρα Νύκτα”. τὸ δὲ χάος ὑπὲρ τὴν τοῦ βασιλεύοντός ἐστι σχέσιν· τὸν δὲ Δία οὐ πρῶτον ἀλλὰ πέμπτον βασιλέα σαφῶς ὀνομάζουσιν οἱ πρὸς αὐτὸν παρὰ τῆς Νυκτὸς
20δοθέντες χρησμοί·
“ἀθανάτων βασιλῆα θεῶν πέμπτον σε γενέσθαι”. ἡ πρωτίστη οὖν ἀρχὴ καὶ παρ’ αὐτοῖς ἓν καὶ τἀγαθόν, μεθ’ ἣν ἡ δυὰς ἡ κρείττων τοῦ βασιλεύειν, αἰθὴρ μὲν καὶ χάος *** κατὰ τὸν Πυθαγόραν· εἶτα τὰ πρώτιστα καὶ κρύφια τῶν θεῶν γένη· ἐφ’ οἷς ὁ πρῶτος
25ἀναφανεὶς τῶν ὅλων πατὴρ καὶ βασιλεύς, ὃν διὰ τοῦτο Φάνητα προσεῖπον. οὔτ’ οὖν οἱ ἄριστοι τῶν φιλοσόφων ἀφίστανται τῶν θεολόγων οὔθ’ οἱ θεολόγοι τὰ δεύτερα δυνατώτερα καὶ ἀμείνω τῶν ἀρχηγικωτέρων φασὶν εἶναι, ἀλλὰ μία ἡ παρὰ πᾶσιν αὐτοῖς ἀλήθεια.
29nΟὐ μὴν ... ποιήσας.
30 Εὖ μὲν ὅτι τοὺς τὸ πρῶτον αἴτιον ἄριστον εἶναι λέγοντας ἀποδέχῃ· οὐ μὴν οἱ θεολόγοι μεταβολὰς ποιοῦσι τῶν βασιλειῶν, κἂν τὰ μυθώδη πλάσματα τοῦτο προφαίνειν δοκῇ· τῶν δὲ πρεσβυτέρων ἀεὶ μενουσῶν ἐν
ἤθεσι τοῖς οἰκείοις οὕτω τὰς δευτέρας ὑφίστασθαι λέγουσιν. τῶν δὲ ...182

183

μάλιστα. ἔστι μὲν ὑπερούσιον παρά τε τῷ Πλάτωνι τὸ ἓν καὶ τἀγαθὸν καὶ παρὰ Βροτίνῳ τῷ Πυθαγορείῳ καὶ παρὰ πᾶσιν ὡς εἰπεῖν τοῖς ἀπὸ τοῦ διδασκαλείου τοῦ τῶν Πυθαγορείων ὡρμημένοις· ὅμως δὲ κείσθω τὸ ἓν οὐσία εἶναι τῆς πρωτίστης ἀρχῆς, ἣν ἐκάλουν τἀγαθὸν ὡς ἑνώσεως καὶ
5τοῦ ἀγαθοῦ πᾶσιν αἰτίαν ὑπάρχουσαν, καὶ ἴδωμεν εἴπερ ἕπεταί τι αὐτοῖς ἄτοπον. ἡ μὲν ... λέγειν. ἀπορείτω βουλόμενος· τοῖς δὲ ἀνδράσιν ἐκείνοις πρὸ πάσης ἐπιστάσεως καὶ ἀποδείξεως κεῖται τὸ πρώτιστον εἶναι τὸ πανάριστον.
9nΘαυμαστὸν δὲ εἰ ... ἀγαθόν τι.
10 Τῷ μὲν πρωτίστῳ καὶ αὐταρκεστάτῳ τοῦτ’ αὐτὸ ἀγαθὸν τὸ αὔταρκες· ἀλλ’ ὑπάρχει αὐτῷ δι’ ἁπλότητα καὶ ἑνότητα τῆς ὑποστάσεως· οὐ γάρ ἐστι τἀγαθὸν καὶ ἄλλο τι, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἀγαθόν· ὥστε ἕν, ἐπεὶ μὴ σύγκειται αὐτοῦ ἡ φύσις ἐξ ἀγαθοῦ καὶ ἄλλου τινός· οὕτω γὰρ ἂν ἐδεήθημεν ἑτέρας ἀρχῆς, ἐν ᾗ τὸ ἀγαθὸν ἀμιγὲς ἦν πρὸς πᾶν ὁτιοῦν καὶ ἄκρατον.
15δυσχεραίνει γὰρ αὐτὸς πρὸς τὸ ἓν καὶ τὸ στοιχεῖον, ἐπειδὴ συνηθέστερον αὐτῶν ἀλλ’ οὐ θεολογικώτερον ἀκούει· εἰ δέ τινες ἓν ὑποθέμενοι εἶναι τῶν μαθηματικῶν ἀριθμῶν τὴν ἀρχὴν ἀφεῖλον ἀπ’ αὐτοῦ τἀγαθόν, οὐ περὶ τῆς ἁπάντων ἀρχῆς διαλέγονται, ἀλλὰ περὶ 〈τῆσ〉 τῶν μοναδικῶν ἀριθμῶν αἰτίας· καὶ δῆλον μὲν ὅτι καὶ αὕτη τὸ ἀγαθόν ἐστι τῶν ἐξ αὐτῆς ἀπο‐
20γεννωμένων, οὐ μέντοι ἁπλῶς τἀγαθόν. ἦ γὰρ ἄν, ὅπερ λέγει, ἅπασαι αἱ μονάδες ἐγίγνοντο ὅπερ ἀγαθόν; *** αἱ μονάδες οὐχ αἱ ὑλικαί, ἀλλ’ αἱ κατὰ τὰ εἴδη τῶν ἀριθμῶν θεωρούμεναι, αἵ τινες εἰσὶ μὲν τοῦδε τοῦ ἀριθμοῦ τἀγαθόν, ἡ πεντὰς τοῦ πέντε καὶ ἡ δεκὰς τοῦ δέκα, οὐ μὴν ὅπερ τὸ ἀγαθὸν ἁπλῶς, ὥσπερ αἱ μονάδες ἢ ἑνάδες αἱ ἀπὸ τῆς πρωτίστης
25αἰτίας προελθοῦσαι· ἐκεῖναι γὰρ οὐ μόνον θεοὶ ἀλλὰ καὶ συνοχαί τινες θεῶν. καὶ οὐδὲν ἄτοπον ἐν τοῖς ὅλοις εὐπορίαν εἶναι τῶν ἀγαθῶν· ἄφθονον γὰρ τὸ θεῖον καὶ ἀπερίληπτον ἀνθρωπίνῳ λογισμῷ, καὶ τὰ εἴδη δὲ καὶ οἱ ἀριθμοὶ θεῖα καὶ ἀγαθοειδῆ ἅτε τῆς πρωτίστης αἰτίας ὄντα γεννήματα. καὶ οὐ δεῖ ταῦτα ὡς ἄτοπα προφέρειν, ἅπερ αὐτόθεν οἱ ἄνδρες προσίενται.
30nἈλλὰ μὴν ... κακὸν αὐτό.
31 Εἰ τὸ ἕν, φησίν, ἀγαθόν, ἀγαθοειδῆ καὶ τὰ εἴδη· οὗ συγχωρηθέντος ἄπορον αὐτῷ καταφαίνεται, τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι· εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται αἱ ἰδέαι οὔτε οὐσίαι· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ
35τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. πρὸς τούτοις δὲ πᾶσιν εἰ τὸ ἕν, φησίν,
ἀγαθόν, τὸ μὴ ἓν ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται183

184

κακόν, ἵνα ἐξ ἐναντίων ἡ γένεσις ᾖ τῶν πραγμάτων. πρὸς ὃν φαίη τις ἂν ὅτι καὶ εἰ τῶν ἀρετῶν μόνων ἦσαν αἱ ἰδέαι, οὐκ ἐκωλύοντο εἶναι οὐσίαι· οὐ γὰρ οἷον τὸ παράδειγμα, τοιαύτη κατὰ πάντα καὶ ἡ εἰκών, ἀλλὰ ὡς ἀμερῆ μεριστῶν αἴτια καὶ νοερὰ ἀνοήτων καὶ θεῖα θνητῶν, οὕτω καὶ οὐσίαι
5ποιοτήτων, οὐ τῶν τυχουσῶν ἀλλ’ ὅσαι οὐσιῶν εἰσι τελειωτικαί. καὶ εἰ πασῶν δὲ οὐσιῶν εἰσιν ἰδέαι, ὥσπερ οὖν εἰσίν, οὐκ ἀνάγκη τὰ τῇδε πάντα καλὰ εἶναι καὶ ἀγαθά· οὐ γὰρ ἀεὶ κατέχει τὸ μέτρον ὅπερ ἄνωθεν δέχεται, παρατρεπόμενα δὲ εἰς ἀμετρίαν ὑποφέρεται. τίς δὲ ἀνάγκη καὶ τοῦ ἑνὸς ἀγαθοῦ ὄντος τὴν ἑτέραν ἀρχὴν κακὸν εἶναι; πρῶτον μὲν γὰρ ἐκεῖνο τὸ ἓν
10λέγουσιν εἶναι τἀγαθόν, ὃ ἐξῄρηται πάσης τῆς πρὸς ἕτερον συντάξεως καὶ ἔστιν ἐπέκεινα καὶ τῶν μετ’ αὐτὸ δυεῖν ἀρχῶν· κἂν τὴν προτέραν δὲ καὶ θειοτέραν τῶν δυεῖν ἀρχῶν, ἣν μονάδα καλοῦσι, τὸ ἀγαθὸν εἶναι λέγωσιν, οὐχ ἕπεται αὐτοῖς τὴν δυάδα, κἂν ἄλλην ἀντίθεσιν ἔχῃ πρὸς τὴν μονάδα, κακὸν λέγειν· οὐ γὰρ ἐκ τοιαύτης ἀντιθέσεως τὰ θεῖα γεννᾶται καὶ πρόεισιν,
15ἀλλ’ ἐκ παναρίστου καὶ ἀκράτως ἐχούσης τὸ ἀγαθόν. ὥσθ’ ὅσα ἐν τοῖς ἑπομένοις ὡς ἀκολουθοῦντα τῇ ὑποθέσει συλλέγει ἀδύνατα, οὐδὲν προσήκοντα τοῖς ἀνδράσιν ἐκείνοις ἐπιφέρει· πάντῃ γὰρ τὸ κακὸν ἐκ τῶν ἀρχῶν παρ’ αὐτοῖς ἐξώρισται, ὥσπερ ὁ θεῖος Πλάτων ἐν Θεαιτήτῳ σαφῶς εἴρηκεν, ὡς ‘οὐ δυνατὸν αὐτὸ ἐν θεοῖς ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ
20τόνδε τὸν τόπον ἀνάγκη περιπολεῖν.‘
21nΔιόπερ ... τῷ ἑνί.
22 Τίς ἐστιν ὁ φυγών; διὰ τί μάτην ὀνειδίζεται ὁ χρυσοῦς Σπεύσιππος; πῶς δὲ εἵπετο ἐκ τοιούτων ἐναντίων εἶναι τὴν τῶν θείων πραγμάτων ὑπό‐ στασιν; οἱ δὲ ... φύσιν. εὐφήμει· τὸ γὰρ ἄνισον, ὃ ἐπὶ τῆς αἰτίας
25τῶν ὄντων παρελάμβανον, πρεσβύτερον ὂν καὶ τῆς ἐν τοῖς γένεσι τοῦ ὄντος ἑτερότητος οὐ μόνον πανάριστον ἔλεγον εἶναι, ἀλλὰ καὶ τῶν παναρίστων γεννητικώτατον· εἰ δέ γε πρὸς τοῖς ἐσχάτοις καὶ ἐνύλοις ἐστί τι παρ’ αὐτοῖς ἄνισον κακιζόμενον, οὐδὲν τοῦτο πρὸς τὴν γεννητικὴν τοῦ πλήθους αἰτίαν, εἰ μὴ ὅτι ἐκεῖθέν πως καὶ τοῦτο.
30nΣυμβαίνει ... ἀγαθόν.
31 Πάντα ταῦτα ἕπεται τοῖς δύο μὲν ἀρχὰς ποιοῦσι τῶν ὅλων, διαιροῦσι δὲ αὐτὰς τῷ ἀγαθῷ καὶ τῷ κακῷ· πάντα τε γὰρ μεθέξει τοῦ κακοῦ πλὴν 〈τῆσ〉 ἑτέρας τῶν ἀρχῶν, ὡς παρ’ Ἐμπεδοκλεῖ πάντα δόξειεν ἂν μετέχειν τοῦ νείκους πλὴν αὐτῆς τῆς φιλίας, καὶ τὰ πρῶτα τῶν δευτέρων ἀκρατότερον
35ἕξει τὸ κακόν, καὶ ἐνεργήσει τὸ ἀγαθὸν ἐν τῷ κακῷ ἐρασθήσεταί τε τὸ184

185

κακὸν τοῦ ἀγαθοῦ, καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς. εἰ δὲ καὶ ὑλικὸν εἴη τοῦτο, τὸ κακὸν ἔσται δυνάμει βέλτιστον. καὶ ἄξιον μὲν θαυ‐ μάσαι τὸν Ἀριστοτέλην καὶ ἐν τούτοις, ὅπως εἶδέ τε τὰ ἑπόμενα ταύτῃ τῇ ὑποθέσει ἄτοπα καὶ δι’ ἐλαχίστων παραδέδωκεν· οὐ μὴν διὰ τοῦτο καὶ
5λέγειν τι πρὸς τοὺς Πυθαγορείους οἰητέον αὐτόν· οὐδαμοῦ γὰρ ἐκεῖνοι τὸ κακὸν ἐν ταῖς ἀρχαῖς παρελάμβανον. ταῦτα ... πρῶται οὐσίαι. τὸ μὲν τῶν ἀτόπων ἕπεται, φησίν, ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι· ποῖον ἄτοπον οἴεται τούτῳ ἕπεσθαι; τὸ πάντα εἶναι ἀγαθά, εἰ τἀγαθὸν ὡς στοιχεῖον ἀρχή. τὸ δὲ ὅτι τἀναντία ἀρχάς, τὸ εἶναι καὶ τὸ κακὸν ἀρχήν· τὸ
10δὲ ὅτι τὸ ἓν ἀρχήν, οὐκέτι γάρ, φησίν, ἔσται ἀγαθόν, εἴπερ ἕν· τὸ δὲ ὅτι τὰς πρώτας οὐσίας ἀριθμοὺς εἰρήκασιν εἶναι, τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ τοὺς ἀριθμούς. τέτταρα οὖν ἄτοπα ἠκολούθησε ταῖς τέτταρσιν ὑποθέσεσιν· καὶ γὰρ πάντα ἔσται ἀγαθὰ καὶ κακὰ πλὴν ἑνός, καὶ τὸ κακὸν ἀρχή, καὶ ἀρχὴ οὐκ ἀγαθόν, καὶ οἱ ἀριθμοὶ τοῦ κακοῦ μεθέξουσιν ἀκράτου.
15ῥητέον οὖν πρὸς αὐτόν, ὡς οὔτε στοιχεῖον οἷον σὺ νοεῖς ποιοῦσι πᾶσαν ἀρχὴν οὔτε τοιαῦτα ἐναντία ποιοῦσι τὰς ἀρχάς, ὡς τὴν μὲν εἶναι ἀγαθὸν τὴν δὲ κακόν, οὔτε τὸ ἓν κατὰ τὴν ἐκείνων ἐκλαμβάνεις διάνοιαν οὔθ’ ἕπεται τῷ χωριστοὺς εἶναι τοὺς ἀριθμοὺς τὸ μετέχειν αὐτοὺς ἀκράτου 〈τοῦ〉 κακοῦ ἢ κεκραμένου, τοῦ κακοῦ πεφυγαδευμένου πάλαι οὐκ ἐκ τῆς
20νοητῆς μόνης οὐσίας ἀλλὰ καὶ ἐκ τοῦ σύμπαντος αἰθέρος, ἐνταῦθα δὲ περὶ τὴν θνητὴν φύσιν περιπλανωμένου καὶ παρυφισταμένου τοῖς μερικωτέροις τῶν ἀγαθῶν κατὰ τὴν ἐξ αὐτῶν ἀπόπτωσιν. καλῶς οὖν ἀπεδόθησαν αἱ ἀρχαί, καὶ ἄμεινον τἀγαθὸν ἓν λέγειν ἢ νοῦν· ὁ μὲν γὰρ ἓν αὐτὸ καλῶν ἄκρατον τἀγαθὸν φυλάττει καὶ μόνως ἀγαθόν. τὸ γὰρ ἓν οὐκ ἐθέλει συνδυάζεσθαί
25τινι· ὁ δὲ νοῦν καλῶν οὐ μόνον ἀγαθὸν ποιεῖ· ἐὰν δὲ καὶ ζῷον καὶ ὂν καὶ νοητόν, δῆλός ἐστιν ἀπὸ τἀγαθοῦ ἐπὶ τὸ ἀγαθοειδὲς ἀποφερόμενος, καὶ τοῦ μὲν ὄντως ἑνὸς ἀποτετυχηκώς, ἐπὶ δὲ τὸ ἓν πολλὰ † κατανείμας.
28nΟὐκ ὀρθῶς ... πρῶτον.
29Ἦσάν τινες ἴσως οἳ καὶ τὰς τῶν ὅλων ἀρχὰς ἀτελεστέρας ὑπελάμβανον
30εἶναι τῶν ἐξ αὐτῶν, οἰόμενοι τοῖς γενητοῖς ὁμοίως ἔχειν τὰ ὅλα· πρὸς οὕς φησιν 〈ὅτι〉 οὐδ’ ἡ γένεσις ἁπλῶς ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχείᾳ πρὸ τοῦ δυνάμει. καὶ ἔρρωται μὲν αὐτῷ κατ’ ἀμφότερα ὁ
35λόγος· καὶ γὰρ ἐπιπλήττει καλῶς τοῖς τὸ ἓν ἅμα μὲν ἀρχὴν λέγουσι. τῶν
ὄντων, ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας, καὶ περὶ τῶν γενητῶν185

186

ἱκανῶς διαλέγεται, τὸ τέλειον ἀεὶ τοῦ ἀτελοῦς προτιθείς. μὴ προσιέμενος δὲ τοὺς ἐν τῷ παντὶ λόγους οὐκ οἶδ’ ὅπως τὸ δόγμα διασῶσαι δυνήσεται. τί γὰρ ἐπὶ τῶν ἀπὸ σήψεως ἐρεῖ ζῴων; τί δὲ περὶ δένδρων ἢ θάμνων ἢ ποῶν αὐτομάτως φυομένων; ἡμεῖς μὲν γὰρ καὶ ἐν τούτοις οἰησόμεθα
5προϋπάρχειν ἐν τῇ φύσει τοῦ παντὸς τοὺς ποιητικοὺς αὐτῶν λόγους. ὁ δὲ τούτους μὴ προσιέμενος πῶς ἢ πρὸ τοῦ ἀτελοῦς τὸ τέλειον ἐν παντὶ παραλήψεται ἢ ἐκ συνωνύμων ἕκαστον ὑποστήσει· τὸ γὰρ λέγειν ὅτι ὁ ἥλιος καὶ ὁ ζῳδιακὸς τέλεια ὄντα καὶ ὑφίστησι ταῦτα καὶ τελειοῖ, μάλιστα μὲν τὴν κοινήν ἐστι λέγειν αἰτίαν πάντων τῶν γενητῶν καὶ οὐ τὴν ἑκάστων
10ἰδίαν· ἔπειτα πῶς ὀργανοποιεῖ τὴν ἐμπίδα καὶ τὸν σφῆκα καὶ τἆλλα τὰ ἀπὸ σήψεως, εἰ μήτε αὐτὸς ἔχοι τούτων τοὺς λόγους μήτε τὸ ἔχον κινοίη; εἰ μὴ ἄρα τῷ αὐτομάτῳ ἀεὶ τὴν γένεσιν αὐτῶν ἐπιτρέψαι καὶ τὴν διορ‐ γάνωσιν· ἀλλὰ ταὐτόματον οὐκ ἀεὶ ὁμοίως, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον ἐνδεχο‐ μένοις ὁρᾶται.
15nἌτοπον ... ὁ τόπος μή.
16 Τοῦτο Ἀλέξανδρος εἰς Πλάτωνά φησιν ἀπερρίφθαι. εἰ τοίνυν ὀρθῶς στοχάζεται τῆς Ἀριστοτέλους διανοίας, οὐδ’ ἂν ἡμεῖς ἄστοχόν τι λέγοιμεν περὶ τοῦ θείου Πλάτωνος φήσαντες αὐτὸν τοῖς μαθηματικοῖς σώμασι τὴν φαντασίαν ἡμῶν τόπον ποιεῖν, ὥσπερ τοῖς ἐνύλοις εἴδεσι τὴν ὕλην, δια‐
20φέρειν δὲ τοσοῦτον ὅτι παρὰ μὲν τῆς φύσεως ἡ ὕλη τὸ ἔνυλον εἶδος ὑποδεχο‐ μένη οὔτε οἶδεν ὃ δέχεται οὔτε διακατέχειν αὐτὸ δύναται, παρὰ δὲ τῆς ἄνω ψυχῆς ἡ φαντασία τὸ μαθηματικὸν σῶμα δεξαμένη καὶ θεωρεῖ αὐτὸ καὶ διαφυλάττειν ἐφ’ ὅσον ἔστιν αὐτῇ δύναται· ἄλλος οὖν τόπος σωμάτων φυσικῶν, ἄλλος ἐνύλων εἰδῶν, ἄλλος μαθηματικῶν σωμάτων, ἄλλος ἀύλων
25λόγων. καὶ οὐχ ἡμεῖς ταῦτα καινοτομοῦντες λέγομεν, ἀλλὰ καὶ αὐτὸς Ἀριστοτέλης τόπον εἰδῶν τὴν διανοητικὴν ψυχὴν κέκληκεν. ὅτι δὲ καὶ περὶ τοῦ τῶν φυσικῶν σωμάτων τόπου λέλεκται τῷ Πλάτωνι, οἱ τὸν Τίμαιον μὴ παρέργως ἐξετάσαντες γιγνώσκουσιν.
29nἜδει δὲ ... ἐκείνῳ γε ἐναντίον.
30 Οὐχ ὁ αὐτὸς λόγος περὶ τῆς τῶν μαθηματικῶν ἀριθμῶν ὑποστάσεως καὶ περὶ τῆς τῶν εἰδητικῶν· τοῖς μὲν γὰρ εἰ καὶ μὴ φυσικήν, ἀλλ’ οὖν μαθηματικὴν ὕλην δίδομεν τὴν ὑποβεβλημένην αὐτοῖς ποσότητα, τοὺς δὲ εἰδητικοὺς ἀμερεῖς πάντῃ καὶ νοεροὺς δραστηρίους τε καὶ δημιουργικοὺς εἶναι πεπιστεύκαμεν, ἐν εἴδεσιν ἁπλοῖς καὶ ἀύλοις καὶ ἀρρεπέσι πρὸς τὰ
35τελευταῖα τὴν ὑπόστασιν ἔχοντας. καὶ ἔδει τούτων οὕτως ἐχόντων σαφῶς
διακρῖναι, περὶ ποίων ἀριθμῶν τὰς ἐρωτήσεις ταύτας πεποίηται. οὐ μὴν186

187

ἀλλ’ ἐπειδὴ μᾶλλον δοκεῖ περὶ τῶν εἰδητικῶν ἐρωτᾶν (τὰ γὰρ πρῶτα τῶν ὄντων οὐ τοὺς μαθηματικοὺς ἔλεγον οἱ ἄνδρες ἀριθμούς, ἀλλὰ τοὺς εἰδητικούς), ἀκουέτω πάλιν ὡς οὔτε μῖξις οὔτε σύνθεσις οὔθ’ ὑποκείμενον οὔτε στέρησιν οὔτε φθορὰν ἐπιδεχόμενον στοιχεῖον οὔτ’ ἄλλο τοιοῦτον οὐδὲν εἰς τὴν
5σύστασιν τῶν θείων ἀριθμῶν παραλαμβάνεται· πάντα μὲν γὰρ ταῦτα περὶ τὴν ἔνυλον καὶ ἄλλοτε ἄλλως ἔχουσαν φύσιν στρέφεται· τὰ δὲ θεῖα πάντα, μενουσῶν ἀεὶ τῶν ἀρχῶν 〈ἐν〉 οἰκείοις ἤθεσι, πρόεισιν αὐτογόνως διά τε τὴν τῆς γονίμου δυνάμεως τῶν πρωτουργῶν αἰτίων περιουσίαν καὶ διὰ τὴν ἑαυτῶν αὐτοφανῆ καὶ αὐτόγονον ἰδιότητα, ἔχει τε ἀεὶ κατὰ τὰ
10αὐτὰ καὶ ὡσαύτως, πόρρω μὲν ἱδρυμένα γενέσεως καὶ φθορᾶς συνθέσεώς τε καὶ διαιρέσεως καὶ ὅλως μεταβολῆς, τὴν δὲ φύσιν ὅλην καὶ τὴν ἐπι‐ βατεύουσαν τῇ φύσει ψυχὴν ποδηγετοῦντα καὶ κατευθύνοντα καὶ περὶ ἑαυτὰ ποιεῖσθαι τὰς ἐνεργείας παρασκευάζοντα, ἵνα μήθ’ ἡ γένεσις ἐκλίπῃ μήθ’ ἡ περὶ τὴν ὕλην ἀνωμαλία κρατῇ, κοσμῆται δὲ πάντα ταῖς τῶν εἰδῶν
15καὶ τῶν ἀριθμῶν φυσικαῖς καὶ δημιουργικαῖς † ἐπιστήμαις. περὶ δὴ τοιού‐ των ἀριθμῶν διαλεγόμενοι πῶς ἂν φθορᾶς ἐποιήσαντο μνήμην; οἱ γὰρ καὶ τὰ ῥευστὰ τῇ ἑαυτῶν φύσει καὶ θνητὰ καὶ ἐπίκηρα διακατέχοντες καὶ ἀνανεούμενοι πῶς ἂν ὑπελήφθησαν παρὰ τῶν ὀρθῶς αὐτοῖς ἐπιβεβληκότων φθαρήσεσθαι; ἀλλ’ οὐδ’ ὁ Ἐμπεδοκλῆς δικαίως ἐπιτετίμηται νῦν, τάχα δὲ
20οὐδὲ ἄλλοτε, ὡς τὸ μῖγμα φθείρων διὰ τοῦ νείκους· οὔτε γὰρ τὸ νεῖκος φθαρτικόν (αὐτὸ γοῦν ἐστι τὸ κοσμοποιοῦν) οὔθ’ ὁ σφαῖρός ποτε διαλύεται παρ’ αὐτῷ, εἰ μή τις τῶν ῥημάτων ἐχόμενος τῶν προβεβλημένων τῆς ὅλης αὐτοῦ θεολογίας ἀφίσταιτο τῆς διανοίας τἀνδρός, ἀλλ’ ἔστι τὸ μὲν νεῖκος αὐτῷ πλήθους καὶ ἑτερότητος γεννητικόν, ἡ δὲ φιλία ταυτότητος καὶ ἑνώσεως·
25διὸ καὶ κρατεῖ μὲν ἐν τοῖς νοητοῖς, ἃ δὴ σφαῖρον ὠνόμασεν, ἡ φιλία, ἐν δὲ τοῖς αἰσθητοῖς τὸ νεῖκος· ἑκατέρωθι μὲν γὰρ ἓν καὶ πλῆθος, ἀλλ’ οὗ μὲν τὸ ἓν οὗ δὲ τὸ πλῆθος ἐπικρατεῖ.
28nΟὐθὲν ... θερμόν;
29Δύο δόξας ἐκτίθεται περὶ τῆς τῶν οὐσιῶν ἐκ τῶν ἀριθμῶν ὑποστάσεως,
30ὧν οὐδετέραν προσίεται· οὔτε γάρ, φησίν, ὅροι τῶν οὐσιῶν εἰσιν οἱ ἀριθμοί, ὥσπερ τῶν γραμμῶν αἱ στιγμαί (οὕτω γὰρ ὁ Πυθαγόρειος οἰηθεὶς Εὔρυτος τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον ἔλεγεν εἶναι, τοῦδε δὲ τοῦ ζῴου τόνδε, ὥσπερ καὶ τοῦ μὲν τριγώνου 〈τὸν〉 ϛ, τοῦ 〈δὲ〉 τετραγώνου τὸν θ, τοῦ δὲ κύβου τὸν η)· οὔθ’ ὡς ἕτεροι λέγουσιν, ὅτι αἱ μὲν οὐσίαι
35διὰ λόγων δημιουργοῦνται, οἱ δὲ λόγοι συμφωνίαι εἰσίν, αἱ δὲ συμφωνίαι
σχέσεις ἀριθμῶν ἐναρμόνιοι· κατ’ οὐδετέραν γάρ, φησί, τούτων τῶν δοξῶν187

188

ἔστιν εἰπεῖν, πῶς τὰ συμβεβηκότα γίγνεται ἐκ τῶν ἀριθμῶν. ῥητέον δὲ ὅτι οἱ μὲν περὶ τὸν Εὔρυτον εἰκόνας ὁρῶντες ἐν τοῖς μαθηματικοῖς ἀριθμοῖς τῶν πραγμάτων εὐλόγως ἀπένεμον τινὰς τισὶ κατ’ οἰκειότητα, οἷον τὸν μὲν σι ὡς βωμίσκον τῷ σώματι, τὸν δὲ σιϛ ὡς ἀγώνιον κύβον τῇ ψυχῇ· οἱ
5δὲ δεύτεροι τοὺς φυσικοὺς ἐῴκεσαν ἀριθμοὺς παραδιδόναι· τῷ γὰρ ὄντι οὗτοι συμφωνίας εἰσὶ τῷ ὑποκειμένῳ ποιητικοί· πῶς γὰρ ἂν καὶ ἓν γένοιτο τὸ ὑποκείμενον τῇ τοῦ ἑνὸς εἴδους ἐπικρατείᾳ μὴ συμφωνησάντων ἐν αὐτῷ καὶ ἁρμοσθέντων τῶν ἐναντίων; ταῦτα δὲ τίς ἂν ἄλλος ἁρμόσειε πλὴν τῆς φύσεως; ὥσπερ δὲ ὁ μουσικὸς διὰ τῶν ἑαυτοῦ μαθηματικῶν ἀριθμῶν
10τὴν λύραν, οὕτως ἡ φύσις διὰ τῶν ἑαυτῆς φυσικῶν ἀριθμῶν τὰ ἑαυτῆς ἁρμόζει δημιουργήματα.
12nὍτι δὲ οὐχ ... ὁποιωνοῦν.
13 Βουλόμενος δεῖξαι ὅτι τὸ εἶδος οὔτε ἀριθμός ἐστιν οὔτε ἐκ τῶν ἀριθμῶν ἐνδίδοται, ἀλλ’ εἴπερ ὅλως συμβάλλεταί τι τοῖς πράγμασιν, ὁ ἀριθμὸς τὸ
15ποσόν ἐστι τῆς ὕλης, ἀποχρῆται [δὲ] τοῖς Ἐμπεδοκλεῖ περὶ συστάσεως τῶν ὀστῶν ῥηθεῖσι·
“τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,
τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο”. φησὶ δὲ πάντα ἀριθμὸν ἐν ὑποκειμένῳ εἶναι, ἢ ἐν μονάσιν ἢ ἐν ξηροῖς ἢ
20ἐν ὑγροῖς σώμασι, τὸ δὲ τῆς μίξεως αἴτιον λόγον εἶναι καὶ οὐκ ἀριθμόν. γελοῖον δὴ πρὸς ἐκείνους ἀποτεινόμενον τοὺς ἄνδρας λαβεῖν, ὅτι πᾶς ἀριθμὸς τινῶν ἐστι καὶ ὑποκειμένου δεῖται, καὶ πάλιν ὅτι ὁ λόγος ὁ τῆς μίξεως αἴτιος οὐκ ἔστιν ἀριθμός, ἐκείνων καὶ ἀύλους ἀριθμοὺς ὑποτιθεμένων καὶ τοὺς τῆς φύσεως ἀριθμοὺς αἰτίους ἀποφαινομένων εἶναι πάσης τῆς ἐν τοῖς
25αἰσθητοῖς ἐναρμονίου μίξεως. τίς ἂν οὖν ἕτερος τὸ ἐν ἀρχῇ μᾶλλον οὐκ αἰτήσειεν ἀλλὰ προσαρπάσειεν, οὐκ εὔπορον εἰπεῖν.
27nΟὔτε οὖν ... ἕνεκα.
28 Τεττάρων ὄντων αἰτίων οὐδὲν τούτων εἶναί φησι τὸν ἀριθμόν· οὔτε γὰρ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύναμιν οὔθ’ ὡς εἶδός ἐστιν ἐν τοῖς
30αἰσθητοῖς οὔθ’ ὡς ὕλη οὔθ’ ὡς τελικὸν αἴτιον. † λέγεις δὲ ὅτι πάντα τὰ αἴτια ἀριθμοὶ πλὴν τῆς ὕλης, ἣ οὐδ’ αἴτιόν ἐστι κυρίως, ἀλλ’ εἰς γένεσιν
δουλεύει τοῖς αἰτίοις· καὶ γὰρ δημιουργοῦσι καὶ ἀριθμοὺς ἄλλους, τὰ ἔνυλα188

189

εἴδη, τοῖς ὑποκειμένοις ἐνδιδόασι καὶ ἑαυτῶν ἕνεκα ποιοῦσιν οἱ θεῖοι τῶν ἀριθμῶν καὶ οἱ δαιμόνιοι.
3nἈπορήσειε δ’ ἄν τις ... τῷδε καὶ ἄλλῳ.
4Ἐπειδὴ τὸ μὲν ἐνάριθμον πανταχοῦ παρ’ αὐτοῖς ἐπαινεῖται, τὸ δὲ μὴ
5ἔχον λόγον πρὸς ἕτερον, ὃν ἀριθμὸς πρὸς ἀριθμόν, ἄλογόν τε καὶ ἀσύμμετρον εἶναι λέγεται, οὔ φησιν αὐτὸς ὁρᾶν, πῶς τὸ μελίκρατον, ἐὰν μὲν κατ’ ἀριθμοὺς ἢ περιττοὺς ἢ ἀρτίους, οὓς νῦν εὐλογίστους ἐκάλεσε, κεκραμένον ᾖ, λυσιτελέστερον γίγνεται καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως, οἷον ἐὰν τρὶς τρία γένηται, ἐὰν δὲ ὑδαρέστερον, ἧττον ὑγιεινόν· αὐτῷ μὲν γὰρ ἀνά‐
10παλιν δοκεῖ. ῥητέον δὲ πρὸς τοῦτο τέως τὸ σκωμμάτιον, ὅτι τὸ λυσιτε‐ λέστερον κρᾶμα καταλληλότερόν ἐστι καὶ συμφωνότερον τῇ φύσει τοῦ χρω‐ μένου, συμφωνότερον δὲ ὂν ἐναρμόνιόν ἐστι καὶ σύμμετρον, τοῦτο δὲ διὰ τῆς φυσικῆς ἀριθμητικῆς παραγίγνεται. οὕτω δ’ ἄν τις ἐνέστη καὶ πρὸς τοὺς τὰς ἐν ταῖς πράξεσιν ἑκάσταις εὐκαιρίας παραφυλάττοντας, λέγων
15ἄμεινον εἶναι μετὰ φρονήσεως πράττειν ἢ κατὰ καιρόν, οὐ δήπου τῶν εἰς τὸ πᾶν ἀφορώντων καὶ λογισμῷ μετ’ αἰσθήσεως χρωμένων φρονήσεως ἀμελεῖν παρακελευομένων καὶ μόνῳ θαρρεῖν τῷ καιρῷ, πρῶτον δὲ τοῦτο φρονήσεως ἔργον εἶναι λογιζομένων τὸ τοὺς καιροὺς τοὺς πρέποντας ἑκάσταις τῶν πράξεων συνιδεῖν, εἶθ’ οὕτω τἆλλα 〈τὰ〉 πρὸς τὴν τεῦξιν τοῦ τέλους
20συντείνοντα θεωρεῖν. οὕτως οὖν κἀκεῖνοί φασιν οἱ ἄνδρες οὐκ ἀριθμοὺς ψιλοὺς καὶ τούτους 〈τοὺσ〉 μαθηματικοὺς προκεκρίσθαι παρὰ τῇ φύσει καὶ τοῖς φρονίμοις ἀνδράσιν, ἀλλὰ τὸ ἀγαθὸν δι’ ἀριθμῶν καλλίστων καὶ ἐναρ‐ μονίων, οὐ μαθηματικῶν ἀλλὰ φυσικῶν καὶ δραστηρίων ἑκάστοις παρα‐ γίγνεσθαι (πάντα γὰρ κατ’ ἀριθμὸν καὶ ὁ θεὸς καὶ ἡ φύσις δημιουργεῖ),
25τοὺς δὲ φρονίμους ἄνδρας διὰ τῶν μαθηματικῶν ἀριθμῶν ἐνδείκνυσθαι τὸ κάλλος τῶν δημιουργικῶν ἀριθμῶν, ἄλλως οὐκ ἔχοντας περὶ αὐτῶν ἀνα‐ διδάσκειν τοὺς μὴ παρηκολουθηκότας πάσῃ τῇ τάξει τῶν ὄντων. οὐ τοῦ λυσιτελοῦς οὖν ἀμελήσομεν, οὔτε τοὺς καιροὺς ἐκλεγόμενοι οὔτε θεοὺς ἐπικαλούμενοι οὔτε τοὺς ἀρίστους καὶ καλλίστους ἀριθμοὺς τῶν μὴ τοιούτων
30προκρίνοντες, ἀλλὰ δι’ αὐτῶν τούτων τυγχάνειν τοῦ τέλους πανταχοῦ πειρασό‐ μεθα, μιμούμενοι θεὸν εἰς δύναμιν τὸν κατὰ καιρὸν καὶ κατά τινας προσή‐ κοντας ἀριθμοὺς ἑκάστοις τὸ ἐπιβάλλον ἀγαθὸν ἀπονέμοντα· καὶ τοῦτο μὲν τοιοῦτον. Ἑξῆς δέ φησιν ὅτι συντίθενται μᾶλλον οἱ ἀριθμοὶ ἐν τοῖς λόγοις ἢ
35πολλαπλασιάζονται· ὅλως γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς μία πλευρὰ μετρεῖ τὸν ὅλον ἀριθμόν, οἷον τὸν θ ὁ τρία, τὸν ιβ ὁ τρία καὶ ὁ δ· ὥστε καὶ εἰ τὸ ἀποτελούμενον ἦν ἀνθρώπου σῶμα, ἐφ’ οὗ α β γ, ἔδει αὐτὸ τῷ α
μετρεῖσθαι, εἰ δὲ ἵππου, ἐφ’ οὗ δ ε ζ, ἔδει αὐτὸ τῷ δ μετρεῖσθαι. ἀλλ’189

190

ἀδύνατον· ἀνάγκη γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ τἆλλα στοιχεῖα εἰς σύστασιν τούτων παραλαμβάνεσθαι, ταῦτα δὲ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύναται. σαφὴς δέ ἐστι καὶ ὁ ἐν τούτοις παραλογισμὸς τοῦ ἀνδρός· μαθηματικοὺς γὰρ πολλαπλασιασμοὺς ἐν φυσικοῖς πράγμασι παραλαμβάνει, τῶν πρε‐
5σβυτέρων αὐτοῦ φιλοσόφων τὰς προόδους τῶν τῆς φύσεως λόγων πολλα‐ πλασιάσεις ὀνομαζόντων, τὰς δὲ κρατητικὰς τῶν ὑποκειμένων ** ἐναρ‐ μονίους καὶ συμφώνους. Τὸ δὲ ἐπὶ πᾶσι ῥηθὲν οὐδεμίαν ἰσχὺν ἔχει, ὅτι εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ καὶ πᾶς ἀριθμὸς ἐν τοῖς πράγμασίν ἐστιν, ἀνάγκη καὶ
10πολλὰ τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ εἶναι. ὥσπερ γὰρ πάντων ὀνομάτων καὶ λόγων ἐκ στοιχείων ὄντων καὶ πάντων τῶν στοιχείων ἐν τοῖς λόγοις ἐμφαινομένων οὔτε τοὺς διαφόρους λόγους ἀνάγκη τοῖς αὐτοῖς στοιχείοις κεχρῆσθαι ἀλλὰ ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ, οὔτε τὰ διαφέροντα στοιχεῖα ἐν τῷ αὐτῷ ἐνεῖναι (λέγω δὲ τὰ τῆς Πλάτωνος
15φωνῆς ἐν τῇ Σωκράτους), οὕτω καὶ ἐπὶ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν πάντες μέν εἰσιν ἐνεργοὶ καὶ πάντα κατ’ αὐτοὺς τὰ φυσικὰ συνίσταται, οὐ μὴν τὰ διαφέροντα τοῖς αὐτοῖς ἀπαραλλάκτως ἀριθμοῖς κοσμηθήσεται, ἀλλ’ ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἔνιοι τῶν ἀπ’ αὐτοῦ λέγειν εἰώθασιν, ὅτι τὰ ὑπάρχοντα ἑκάστῃ αὐτῶν πάντα συνδραμεῖν ἐπ’ ἄλλης οὐ δύναται, τοῦτο
20καὶ περὶ τῆς τῶν ἀριθμῶν ποιήσεως νομιζέσθω λέγεσθαι· οὐδὲ γὰρ ἀλλα‐ χόθεν ἢ τὰ ἔνυλα εἴδη ἢ τὰ καθ’ αὑτὰ τούτοις ὑπάρχοντα ἢ τὰ συμβεβηκότα 〈ἢ〉 ἐκ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν ἔχει τὴν κυρίαν ὑπόστασιν.
23nἎρ’ οὖν ... ἀριθμοῦ ἔχοντα, οἷον ἥλιος καὶ σελήνη
24n〈τὰ〉 αὐτά.
25 Ὅτι μὲν ἡλιακός ἐστί τις ἀριθμὸς καὶ σεληνιακὸς ἄλλος καὶ ἑκάστου τῶν κατ’ οὐρανὸν κινουμένων ἴδιος, καὶ τυφλῷ, φασί, δῆλον· οὐ γὰρ ἂν αἱ ἀποκαταστάσεις τῶν φορῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐγίγνοντο, εἰ μὴ εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς ἐδυνάστευεν ἐφ’ ἑκάστου. πάντες γε μὴν οὗτοι συντελοῦσι τῇ τοῦ θείου γενητοῦ περιόδῳ καὶ περιέχονται ὑπὸ τοῦ
30τελείου ταύτης ἀριθμοῦ. οὐ μὴν ἀλλὰ γὰρ καὶ τῶν ζῴων ἑκάστου πάντως ἐστί τις φυσικὸς ἀριθμός· οὐ γὰρ ἂν ὡσαύτως τὰ ὁμοειδῆ διωργάνωτο οὐδ’ ἂν περὶ τὸν αὐτὸν ἤκμαζέ τε καὶ παρήκμαζε χρόνον οὐδ’ ἐγέννα οὐδ’ ἔτρεφεν οὐδ’ ηὖξε τὰ ἔκγονα, εἰ μὴ τῷ αὐτῷ μέτρῳ κατείχετο τῆς φύσεως. καὶ μὴν ὅτι οὗτος αἴτιος γίγνεται ‘ἀμεινόνων τε καὶ χειρόνων γενέσεων‘,
35ἀκηκόαμεν παρὰ τοῦ κρατίστου τῶν Πυθαγορείων Πλάτωνος. τί οὖν χρὴ τοῖς φυσικοῖς καὶ δημιουργικοῖς ἀριθμοῖς εἰς ταὐτὸν ἄγοντα τοὺς μαθη‐
ματικοὺς ἐπιταράττειν τὸν λόγον; κἂν γὰρ τετραγώνους ποτὲ λέγωμεν ἢ190

191

κύβους τῶν φυσικῶν ἀριθμῶν ἐνίους, οὐ μοναδικοὺς αὐτοὺς ποιοῦμεν, ὥσπερ τὸν θ καὶ τὸν κζ, ἀλλὰ τὴν δι’ ὁμοιότητος αὐτῶν πρόοδον καὶ τὴν ταὐτοῦ περὶ τὰς ἀπογεννήσεις αὐτῶν ἐπικράτειαν διὰ τούτων τῶν ὀνομάτων σημαί‐ νομεν· ὁμοίως δὲ κἂν ἴσους λέγωμεν ἢ διπλασίους, εἰδῶν ἐπικρατείας καὶ
5συμφωνιῶν ἐν αὐτοῖς ἐνδεικνύμεθα. ὥστε οὐ παρὰ τοῦτο ἢ τὰ διαφέροντα τῷ αὐτῷ χρήσεται ἀριθμῷ καθὸ διαφέρει ἢ τὰ αὐτὰ ἑτέρῳ καὶ ἑτέρῳ, καθὸ τὰ αὐτά ἐστιν· οὐδὲ γὰρ κατὰ τὸ μαθηματικὸν ἀκούοντι τῶν ἀριθμῶν ταῦτα ἂν ἠκολούθησε τὰ ἄτοπα, πολλῶν τετραγώνων καὶ ἀπείρων ἐπινοεῖσθαι δυνα‐ μένων κύβων καὶ ἴσων καὶ διπλασίων, μήτοι γε δὴ τοῖς κατὰ τὸ βούλημα
10τῶν χρησαμένων τῇ θεωρία ταύτῃ φυσικῶς αὐτὰ μετιοῦσιν ἐμποδὼν ἂν κατασταίη.
12nἈλλὰ διὰ τί ... οὐκέτι δύναται.
13 Ὡς εἰ ἔλεγεν· ἀλλ’ ἴδωμεν αὐτῶν τὰς κατασκευὰς δι’ ἃς αἴτια λέγουσι ταῦτα τῶν πραγμάτων. τὴν ἑπτάδα τοίνυν ἐπαινοῦντές φασι τά τε φωνήεντα
15ἑπτὰ εἶναι δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, καὶ τοὺς φθόγγους τῆς διὰ πασῶν, ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσιν ὀδόντας βάλλειν τὰ ζῷα (οἷς ἐπιφωνεῖ πᾶσι κωμικῶς καὶ ἐλεγκτικῶς τὸ ἔνιά γε ἔνια δ’ οὔ), ἑπτὰ δὲ εἶναι τοὺς ἐπὶ Θήβας στρατεύσαντας. εἶτα δείκνυσιν ὅτι οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίγνεται, ἀλλὰ δι’ ἄλλην αἰτίαν. καὶ
20τῷ ὄντι γελοῖον ἢ τῶν Ἀργείων στρατηγῶν τὸν ἀριθμὸν τοῦτον αἰτιᾶσθαι ἢ τῆς Πλειάδος· οὐδὲ γὰρ περὶ αὐτῆς θαρροῦντα ἔστιν εἰπεῖν, ὅτι οὕτω συντέτακται δημιουργικῶς, ἀλλὰ μᾶλλον ὅτι πᾶς ὁ καταστερισμὸς πολλῆς μετέχει θέσεως· διὸ καὶ παρ’ Αἰγυπτίοις μὲν ἄλλως, παρὰ Χαλδαίοις δὲ ἢ Ἕλλησιν ἑτέρως εἰσι συντεταγμένοι οἱ ἀπλανεῖς. λέγει δὲ καὶ περὶ τῶν
25διπλῶν συμφώνων, ὅτι οὐ διὰ τοῦτο τρία ἐπειδὴ τρεῖς αἱ συμφωνίαι. καὶ εὖ λέγει· οὐδὲ γὰρ ἔστιν ἕκαστον αὐτῶν ἀνάγειν εἰς ἑκάστην τῶν συμφωνιῶν, οἷον τὸ ζ εἰς τὴν διὰ τεσσάρων ἢ τὸ ξ εἰς τὴν δι’ ὀξειᾶν ἢ τὸ ψ εἰς τὴν διὰ πασῶν· ἀλλὰ μᾶλλον, φησίν, ἐπειδὴ οἱ τόποι τρεῖς τῆς ἐκφωνήσεως, διὰ τοῦτο ἐφ’ ἑκάστου ἓν ἀποτελεῖται. ταύτῃ δὲ τῇ ἀποδόσει καὶ Ἀρχῖνος
30ἐχρῆτο, ὡς ἱστορεῖ Θεόφραστος· ἔλεγε δὲ ὁ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλῶν ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π ς συγκείμενον· ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ [δὲ] τὸ δ, καὶ διὰ τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν· ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου,
35ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προϊέναι. ταῦτα δὲ ὅτι φυσικώτερα τοῦ τὰς τρεῖς191

192

αἰτιᾶσθαι συμφωνίας πᾶς ἄν τις ὁμολογήσειεν· οὐ μὴν ἐπειδή τινες τῶν νεωτέρων μοχθηραῖς ἀποδόσεσιν ἐχρήσαντο, διὰ τοῦτο χρὴ τὰς διὰ τῶν ἀριθμῶν φυσιολογίας ἀποδοκιμάζειν. ἀλλ’ εἰ μὲν εὑρίσκετό τι τοιοῦτον ἢ παρὰ Πλάτωνι τῷ θείῳ ἢ παρά τινι τῶν εὐδοκίμων Πυθαγορείων, διαβολὴν
5〈ἂν〉 ἔφερε τῇ μεθόδῳ· ἐπεὶ δὲ Πρῶρος μὲν ὁ Πυθαγόρειος πολλὰ καὶ σεμνὰ καὶ θεοπρεπῆ περὶ ἑπτάδος εἰπὼν οὐδεμιᾷ τοιαύτῃ χρῆται ἀποδόσει, δείκνυσι δὲ συνετῶς ὅπως ἡ φύσις δι’ ἑπτὰ ἐτῶν ἢ μηνῶν ἢ ἡμερῶν πλεῖστα τοιού‐ των πραγμάτων τελειοῖ ἢ μεταβάλλει, ἄλλοι δὲ περὶ δεκάδος διαλεχθέντες ἔδειξαν αὐτῆς τήν τε ἐν παντὶ τῷ θείῳ γενητῷ βασιλείαν καὶ τὴν ἐν
10τοῖς καθ’ ἕκαστα τῶν φυσικῶν ἔργων ἐπικράτειαν, αὐτός τε ὁ Πυθαγόρας περὶ πάντων τῶν ἀπὸ μονάδος ἄχρι δεκάδος ἀναδιδάξας ἀριθμῶν θεολογικῶς ἅμα καὶ φυσικῶς ἀναστρέφεται μηδεμιᾶς εὐτελοῦς καὶ ψυχρᾶς ἀποδόσεως ἐφαπτόμενος, —τί οὖν δεῖ τὰ γνήσια τῶν ἀνδρῶν ἀπολελοιπότα συγγράμ‐ ματα ἐκ τῶν ὑποδυομένων τὴν ἐκείνων φιλοσοφίαν τὴν κατὰ τῶν θείων
15ἀνδρῶν αὔξειν διαβολήν; εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, φανερός ἐστι καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης, ἐν οἷς οὐ φιλονεικεῖ, καὶ τὴν φυσικὴν τῶν ἀριθμῶν δύναμιν ἀποθαυμάζων καὶ τῇ τῶν Πυθαγορείων θεωρίᾳ κατα‐ κολουθῶν. καὶ ἃ μὲν περὶ τριάδος εἶπεν ἐν τῷ προοιμίῳ 〈τῆσ〉 Περὶ οὐρανοῦ πραγματείας μαρτυράμενος καὶ τὸ Πυθαγόρου διδασκαλεῖον καὶ τέλος ἐπι‐
20φωνήσας, ὡς “παρὰ τῆς φύσεως εἰληφότες ὥσπερ νόμους ἐκείνης πρὸς τὰς ἁγιστείας χρώμεθα τῶν θείων τῷ ἀριθμῷ τούτῳ”, πᾶσίν ἐστι πρόδηλα. τὰ δὲ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν κείμενα πῶς οὐκ ἄν τις ἐκπλα‐ γείη; εὑρὼν γὰρ τοὺς γενικωτάτους χυμοὺς ὀκτώ, στρυφνὸν αὐστηρὸν πικρὸν ἁλμυρὸν δριμὺν ὀξὺν γλυκὺν λιπαρόν, καὶ πάλιν ὀκτὼ τὰ ἁπλούστατα
25χρώματα, λευκὸν ξανθὸν φοινικοῦν ἁλουργὸν πράσινον φαιὸν κυανὸν μέλαν, ἑπτὰ ἑκάτερα ποιεῖ, δημιουργίᾳ πρέπειν ὑπολαβὼν τοῦτον τὸν ἀριθμὸν καὶ εἰς ταὐτὸ συνωθῶν πικρῷ μὲν ἁλμυρόν, μέλανι δὲ φαιόν. μὴ τοίνυν ἃ δοκιμάζομεν ἐν τοῖς ὑφηγητικωτέροις τῶν συγγραμμάτων, ταῦτα ἐν τοῖς ἀντιλογικοῖς ἀποσκορακίζωμεν.
30nὍμοιοι δὴ ... οὐρανοῦ.
31 Ὅτι καὶ τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς οὐ διασώζουσι, καὶ τῶν ἐπιχειρούντων μιμεῖσθαι τοὺς Πυθα‐ γορείους ἔνιοι τῆς ἀληθοῦς αὐτῶν θεωρίας ἀποπίπτουσιν ἐπὶ γλίσχρας τε
καὶ καταγελάστους ὑπονοίας καταφέρονται, συγχωρεῖν δεῖ. ἀλλ’ οὐδὲν τοῦτο192

193

πρὸς Ὅμηρον ἢ Πυθαγόραν ἢ τοὺς δυνηθέντας ἐπὶ τὴν ἀληθεστάτην ἐκείνων θεωρίαν ἀναδραμεῖν. καταγέλαστοι οὖν καὶ οἱ διὰ τοῦτο τοῦ ιβ καὶ ϛ δύο μέσους εἶναι λέγοντες τὸν θ καὶ τὸν η, ὅτι τὸ ἔπος δέκα ἑπτὰ ἔχει συλλαβάς, ἢ οἱ τὰς μέσας τὰς δύο τῶν συλλαβῶν αἰτίας εἷναι λέγοντες τοῦ στίχου·
5“χωρίς” γάρ φασι “τὰ Μυσῶν”· εἰ γὰρ καὶ ἀριθμοῖς χρῆται τὰ μέτρα, ὥσπερ οὖν χρῆται, ἀλλ’ οὐ κατὰ ταύτην ἀποτελεῖται τὴν μέθοδον. γελοῖον δὲ καὶ τὰ τρυπήματα τοῦ αὐλοῦ διὰ τὰ γράμματα τοσαῦτα ποιεῖν, ἢ προσαρ‐ μόζειν τὰ κδ στοιχεῖα τῇ ὁλότητι τοῦ κόσμου· καὶ γὰρ εἴ τίς ἐστι τούτων μία αἰτία, ὥσπερ οὖν ἔστιν, ἄλλως ἐστὶ αὕτη θεωρητή. δεῖ δὲ μὴ τὰς
10ἀποπτώσεις τῶν ὑποδυομένων αὐτοὺς πρὸς διαβολὴν τῆς ὅλης φιλοσοφίας παραλαμβάνειν.
12nὉρᾶν δὲ δεῖ ... φθαρτοῖς.
13 Ἐπειδὴ τὰ ἀίδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλή, φησίν, ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἐπὶ
15τῶν ἄλλοτε ἄλλως διακειμένων ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν. ἔδει δὲ τοῦτο τεκμήριον ἱκανὸν ποιεῖσθαι τοῦ κατά τινας θείους ἀριθμοὺς τὰ ἀίδια κεκο‐ σμῆσθαι, τὰ δὲ θνητὰ † καὶ θείους καὶ φυσικούς. εἰ γὰρ ἀεὶ οὕτως ἔχει τὰ ἀίδια, κατὰ φύσιν οὕτως ἔχει· εἰ τοίνυν ἀριθμητικῶς αὐτοῖς ἐπιβάλλοντες ἀληθεύομεν περὶ αὐτῶν, ὡς ἡ φύσις αὐτὰ ὑπέστησεν ἡ θεία, οὕτως ἐπι‐
20χειροῦσι θεωρεῖν οἱ γνησίως φιλοσοφήσαντες. φέρε γὰρ ἐφ’ ἑνὸς εἰπεῖν, ὁ ἥλιος διὰ τοσοῦδε χρόνου ἀποκαθίσταται, καὶ τοῦτο ἀεί· κατὰ φύσιν ἄρα οὕτως. ἀλλὰ μὴν οὗτος ὁ χρόνος ἀριθμός ἐστι τοιόσδε· ἡ φύσις ἄρα σὺν τοιῷδε αὐτὸν ὑπέστησεν ἀριθμῷ καὶ τὴν σελήνην σὺν τοιῷδε καὶ ἕκαστον τῶν κατ’ οὐρανόν (οὐ μέντοι σὺν μαθηματικῷ ἀλλὰ σὺν δημιουρ‐
25γικῷ καὶ θείῳ, εἰ καὶ ἐν τοῖς μαθηματικοῖς εἰκόνας αὐτοῦ τινας θεωρεῖν δυνάμεθα διὰ τὸ τοὺς δευτέρους ἀριθμοὺς ἐξηρτῆσθαι τῶν προτέρων ἀεὶ καὶ κατὰ τὴν ἐκείνων ἰδιότητα προϊέναι κἀκείνους ἐν ταῖς τελευταίαις ἐκφαίνειν τάξεσι). καὶ θνητὰ δὲ ζῷα, καθ’ ὅσον ἡ φύσις ἐν αὐτοῖς δυνα‐ στεύει (δυναστεύει δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ οὐκ ἀεί), κατὰ τοσοῦτον τοῖς
30οἰκείοις ἀριθμοῖς διακεκόσμηται.
31nἈλλ’ αἱ ... ἐν δὲ χρόᾳ τὸ λευκόν.
32 Συγχωρεῖ μὲν καὶ 〈ἐν〉 ἀριθμοῖς καὶ ἐν σχήμασι καὶ ἐν χροιαῖς καὶ ἐν ἑκάστοις εἶναι τό τε εὖ καὶ τὸ ἀντικείμενον τῷ εὖ, ὁμοίως δὲ καὶ ἐν τῇ φύσει· οὐ μὴν ἔτι τοῦ ἐν τῇ φύσει ἀμείνονος τὴν ἀμείνω συστοιχίαν
35αἰτιᾶται τοῦ ἀριθμοῦ, μᾶλλον δὲ εἰ τύχοι τὰς ὥρας τοῦ ἔτους βούλεται
προτέρας εἶναι καὶ αἰτιωτέρας τοῦ ἀριθμοῦ αὐτοῦ, ἀλλ’ οὐχὶ τοὺς ἀριθμοὺς193

194

τῶν ὡρῶν. καὶ τοῦτο εἰκότως μὲν ὑπομένει, τοὺς ὑστερογενεῖς ἐννοῶν ἀριθμούς. ὅμως δὲ ἐρωτητέον αὐτόν, πόθεν αἱ ὧραι ἀεὶ ὡσαύτως; ἢ γὰρ ἐκ Διὸς ἢ ἐξ ἡλίου ἢ ἐξ ἄλλου του τῶν δημιουργῶν. οὐκοῦν ἐκεῖθεν μετροῦνται καὶ τάττονται κατὰ τὴν ποιητικὴν δύναμιν τῶν ἀριθμῶν, ὅλως
5δὲ πρὸ τοῦ ἐν ἄλλῳ τὸ ἑαυτοῦ ὂν διὰ τί μὴ μελετῶμεν ἀσπάζεσθαι; ἐπεὶ καὶ τὸ ἐν ἑκάστοις ἀγαθὸν ὁρῶντα μὴ αἰτιολογεῖν αὐτὸ καὶ τὸ μὴ ἀνάγειν πάντα εἰς μίαν ἀρχήν, ἀφ’ ἧς αὐτοῖς καὶ τὸ ὁμοίως ἔχειν καὶ τὸ ἀνὰ τὸν αὐτὸν λόγον προεληλυθέναι διασώζεται, διασπῶντός ἐστι τὰ ὄντα καὶ ἐπιλαν‐ θανομένου τοῦ “οὐκ ἀγαθὸν πολυκοιρανίη.” καίτοι τίς οὐκ ἂν ὁμολογήσειεν,
10ὅτι δεῖ τὸν ἕνα λόγον προϋπάρχειν τῶν ἀνάλογον; ὁ δὲ οὔ φησι, πέπονθε δὲ τοῦτο καὶ ἐν τοῖς φυσικοῖς αὐτοῦ σκέμμασι, τὴν τύχην οὐ μίαν αἰτίαν συναγωγὸν τῶν διαφερουσῶν ἀρχῶν ὑποθέμενος, ἀλλὰ συμπτώματα φὰς εἶναι τὰ κατὰ τύχην καὶ τύχην ἀναίτιον αἰτίαν. ὅθεν πολὺ τὸ εἰκῇ παρ’ αὐτῷ καὶ ἀλόγιστον, ὃ δὴ παρεμπίπτον διακόπτει τὴν τοῦ νοῦ τῶν ὅλων
15ἐπικράτειαν.
16nἜτι ... ποιητέον.
17 Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας καὶ διὰ τοῦτο διαφορὰν δεικνύναι καὶ ἐπὶ τῶν ἴσων, οἷον τὸν ἐκεῖ τρία μὴ εἶναι τὸ τρίτον μέρος τῆς αὐτοεννεάδος μηδὲ
20τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν, φησί, τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφωνίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσὶ καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται καὶ ὅλως ὁ δ τοῦ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων. συλλογίζεται οὖν οὕτως· οἱ εἰδητικοὶ 〈ἀριθμοὶ〉 δια‐
25φόρους ἔχουσι μονάδας, οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας, οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς εἶναι λέγει διὰ τοῦτο, ψευδῶς λέγει. ῥητέον δὲ πάλιν, ὅτι οὔτε μοναδικοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, εἰ μή τις τὰ εἴδη αὐτῶν μονάδας ἢ ἑνάδας ἐθέλει καλεῖν, οὔτ’ αὐτόθεν καὶ ἀμέσως τῶν ἐν ταῖς
30λύραις ἁρμονιῶν εἰσι συστατικοί, ἀλλ’ ἴσως τῶν ἐν ταῖς θείαις ψυχαῖς καὶ τῶν τοῦ σύμπαντος κόσμου· καὶ ὅλως ὅσα ὁ εἷς καὶ ὅλος δημιουργὸς ἑνιαίως ὑφιστάνειν καὶ κατακοσμεῖν καὶ σύμφωνα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλληλα ποιεῖν λέγεται, τὴν τούτων ἁρμονίαν ἐκ τῶν εἰδητικῶν ἀριθμῶν
ὑφίστασθαί φασι.194

195

(1n)

Τὰ μὲν οὖν ... εἶναι τὰς ἀρχάς.
2 Ἐγὼ δὲ τεκμήριον ἂν ποιησαίμην τοῦ κάλλιστα καὶ ἄριστα καὶ ἀνε‐ λεγκτότατα πεφιλοσοφηκέναι τοὺς θείους ἐκείνους ἄνδρας τὸ σὲ δεινότατον ὄντα καὶ γονιμώτατον τῶν ἱστορηθέντων [συγγραφέων] οὕτω μὲν κακοπα‐
5θῆσαι περὶ τὰς ἀντιλογίας τὰς πρὸς αὐτούς, μηδὲν δὲ οὐχ ὅτι νικητικὸν ἀλλ’ οὐδὲ πιθανὸν εἰρηκέναι, μᾶλλον δὲ οὐδὲ ὅλως τι πρὸς αὐτοὺς εἰρη‐ κέναι, ἀλλὰ τὰ πλεῖστα μὲν ἑτέραις ὑποθέσεσι χρήσασθαι μηδὲν προσηκούσαις τῇ τῶν πρεσβυτέρων πραγματείᾳ, ἐνιαχοῦ δὲ λέγειν τι πρὸς τἀληθὲς αὐτῶν δόγμα προθέμενον παρὰ θύρας ἀπηντηκέναι.
10 Ταῦτά ἐστιν ἃ ἐν τούτοις ἀντιλέγει ταῖς τῶν Πυθαγορείων καὶ Πλα‐ τωνικῶν ἀνδρῶν θεωρίαις ὁ Ἀριστοτέλης· ἃ δὴ περιέχει καὶ τὰ ἐν τῷ μείζονι τῶν Α ῥηθέντα, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ὑπεσημήνατο· διὸ καὶ ἡμεῖς τούτοις ἐπιστήσαντες οὐδ’ ἐκεῖνα παραλελοιπέναι νομίζομεν· οὐ μὴν οὐδ’ ὅσα ἐν τοῖς Περὶ εἰδῶν δύο βιβλίοις πρὸς αὐτοὺς εἴρηκε·
15σχεδὸν γὰρ κἀκεῖ τὰ αὐτὰ ταῦτα ἀνακυκλοῖ, ὥστε εἰκότως διὰ τῶν αὐτῶν ἂν εἴη καὶ ἡ πρὸς ἐκεῖνα ἀπάντησις. ἡμεῖς μὲν οὖν τοῖς ἐφόροις τῆς φιλοσοφίας θεοῖς εὐξάμενοι τὸν λόγον καταπαύσομεν· πολλῶν δὲ ῥηθέντων ἐφ’ ἑκάτερα λόγων κρατοίη τῆς τῶν ἐντυγχανόντων διανοίας τὰ ἀληθέστερα
καὶ θεοφιλέστερα.195