TLG 4016 004 :: AMMONIUS :: In Aristotelis analyticorum priorum librum i commentarium

AMMONIUS Phil., Filius Hermiae
(Alexandrinus: A.D. 5)

In Aristotelis analyticorum priorum librum i commentarium

Source: Wallies, M. (ed.), Ammonii in Aristotelis analyticorum priorum librum i commentarium [Commentaria in Aristotelem Graeca 4.6] Berlin: Reimer, 1899: 1–36.

Citation: Page — (line)

1

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Α ΤΩΝ ΠΡΟΤΕΡΩΝ ΑΝΑΛΥΤΙΚΩΝ ΑΠΟ
2tΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ
3 Ὁ φιλόσοφος ὅτε περὶ φωνῶν διαλέγεται, οὐ περὶ τῶν ἀσήμων δια‐ λέγεται, ἀλλὰ περὶ τῶν σημαντικῶν. σκοπὸς γάρ ἐστιν αὐτῷ ἡ τῶν
5πραγμάτων ἐξέτασις· πρὸς δὲ τοῦτο οὐδὲν αὐτῷ συντελοῦσιν αἱ ἄσημοι φωναὶ ἀλλ’ αἱ σημαντικαὶ τῶν πραγμάτων. τί γὰρ αὐτῷ συντελεῖ περὶ τοῦ βλίτυρι καὶ τοῦ σκινδαψὸς καὶ τῶν τοιούτων διαλαβεῖν; περὶ φωνῶν οὖν διέλαβεν ἐν ταῖς Κατηγορίαις, οὐκ ἀσήμων ἀλλὰ περὶ φωνῶν σημαν‐ τικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων. καὶ καλῶς Θεόδωρος
10λέγει δύνασθαι διττὸν εἶναι τὸν σκοπὸν τῶν Κατηγοριῶν, καὶ περὶ φωνῶν καὶ περὶ πραγμάτων. ᾗ μὲν γὰρ πρόκειται αὐτῷ διδάξαι ἡμᾶς περὶ ἁπλῶν φωνῶν καὶ ἀρχή ἐστιν πάσης τῆς λογικῆς πραγματείας, περὶ φωνῶν ἐροῦμεν τὸν σκοπόν· ᾗ δὲ οὐ περὶ ἁπλῶν φωνῶν πρόκειται αὐτῷ λέγειν ἀλλὰ περὶ σημαντικῶν τῶν πραγμάτων καὶ ἀρχή ἐστιν πάσης φιλοσοφίας
15τὸ βιβλίον, περὶ πραγμάτων ἐροῦμεν τὸν σκοπόν. εἰ δὲ περὶ φωνῶν καὶ πραγμάτων, πρόδηλον ὅτι καὶ περὶ τῶν μέσων τούτων, τῶν νοημάτων. ὥστε ἐν μὲν ταῖς Κατηγορίαις διέλαβεν περὶ ἁπλῶν φωνῶν σημαντικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων, ἐν δὲ τῷ Περὶ ἑρμηνείας ἀκο‐ λούθως μετὰ τὰς ἁπλᾶς φωνὰς διέλαβεν πρῶτον περὶ ὀνόματος καὶ ῥή‐
20ματος, καὶ τούτων οὐκ ἀσήμων ἀλλὰ σημαντικῶν· ἀκόλουθον γὰρ ἦν μετὰ τὰς ἁπλᾶς φωνὰς διαλαβεῖν περὶ ὀνόματος καὶ ῥήματος † δὲ κατὰ δευτέραν θέσιν τεθεῖσθαι λέγεται. πρῶτον γὰρ ἔθεντο τοῖς πράγμασιν κατὰ πρώτην θέσιν τὰς ἁπλᾶς φωνάς· εἶτα τούτων τῶν ἁπλῶν φωνῶν κατὰ δευτέραν θέσιν ἔθεντο τὰς μὲν ὀνοματικὰς τὰς δὲ ῥηματικάς. ἀκο‐
25λούθως οὖν μετὰ τὸ διαλαβεῖν ἐν ταῖς Κατηγορίαις περὶ ἁπλῶν φωνῶν διέλαβεν ἐν τῷ Περὶ ἑρμηνείας πρῶτον μὲν περὶ ὀνόματος καὶ ῥήματος, ἔπειτα δὲ ἀκολούθως μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα περὶ λόγου, ὅς ἐστιν
ἐξ ὀνόματος καὶ ῥήματος, καὶ περὶ λόγου οὐ παντὸς ἀλλὰ τοῦ ἀποφαντι‐1

2

κοῦ. καὶ σαφῶς λέγει· “ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν·” “ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περι‐
5πατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωικοὺς πλὴν τοῦ ἀποφαντικοῦ. ἀκό‐ λουθον δέ ἐστιν μετὰ τὸ διαλαβεῖν περὶ ἑνὸς λόγου διαλαβεῖν καὶ περὶ δύο λόγων καὶ τριῶν καὶ ἁπλῶς συλλογῆς λόγων. ἡ δὲ τῶν λόγων συλλογὴ συλλογισμός ἐστιν· ἀκολούθως οὖν μετὰ τὸ εἰπεῖν περὶ λόγου ἐρεῖ περὶ συλλογισμοῦ. καὶ εἰ μὲν μὴ διάφορα ἦν τὰ εἴδη τῶν συλλογισμῶν ἀλλὰ
10πάντων ἓν ἦν εἶδος, ἤρκεσεν ἂν μία πραγματεία. νῦν δὲ διάφορά ἐστιν εἴδη συλλογισμῶν· οἱ μὲν γάρ εἰσιν ἀποδεικτικοί, οἱ δὲ διαλεκτικοί, οἱ δὲ σοφιστικοί. καὶ ἀποδεικτικοὶ μέν εἰσιν οἱ ἐπιστημονικοί, οἷς οἱ ἐπιστή‐ μονες κέχρηνται πρὸς τὰς ἀποδείξεις, ἀληθέστατοι ὄντες καὶ δι’ ἀληθεστά‐ των ὁδεύοντες· διαλεκτικοὶ δέ εἰσιν οἱ ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς
15δι’ ἐνδόξων ὁδεύοντες, οἷς κέχρηνται πρὸς γυμνασίαν· σοφιστικοὶ δέ εἰσιν οἱ ψευδεῖς, δι’ ὧν οἱ σοφισταὶ ἀπατῶσιν. καὶ περὶ μὲν τῶν ἀποδεικτικῶν διαλαμβάνει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν ἐν τοῖς Τόποις, περὶ δὲ τῶν σοφιστικῶν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις. ἔστιν δὲ καὶ ἄλλο εἶδος συλλογισμῶν τὸ καλούμενον πειραστικόν, ᾧ αὐτὸς μὲν
20οὐ κέχρηται, ὁ δὲ Πλάτων κέχρηται καὶ αὐτῷ. φασὶν δὲ τὸν πειραστι‐ κὸν περιέχεσθαι ἐν τῷ σοφιστικῷ· τῇ γὰρ προαιρέσει μόνῃ διαφέρειν τὸν αὐτὸν ὄντα. ὁ μὲν γὰρ σοφιστικὸς μοχθηρὰν ἔχει προαίρεσιν, ὁ δὲ πειρα‐ στικὸς βελτίστην· ὁ γὰρ κεχρημένος αὐτῷ πειρᾶται τοῦ προσδιαλεγομένου, οὐχ ὡς ὁ σοφιστικὸς ἵνα ἀπατήσῃ, ἀλλ’ ἵνα διδάξῃ μὴ ἀπατᾶσθαι,
25καὶ τούτου πεῖραν λαμβάνει, εἴτε δύναται ἀπατᾶσθαι εἴτε μή, ἵνα διδάξῃ αὐτὸν μὴ ἀπατᾶσθαι, ὡς ὁ Εὐκλείδης διδάσκει ἡμᾶς διὰ τῶν ψευδαρίων μὴ ἀπατᾶσθαι ἐν τοῖς Θεωρήμασιν. οὕτως μὲν οὖν τοῖς διαφόροις εἴδεσι τῶν συλλογισμῶν συνδιεῖλεν τὰς πραγματείας ὁ Ἀριστοτέλης, ὧν ἡ δια‐ φορὰ ὡς τύπῳ εἰπεῖν εἴρηται. λάβοις δ’ ἂν ἀκριβῶς τὰς διαφορὰς αὐτῶν,
30εἰ λαβὼν τὰ τρία ταῦτα, τὸ γιγνῶσκον, τὸ γιγνωσκόμενον, τὴν μεταξὺ τούτων γνῶσιν, ἀπὸ ἑκάστου δείξειας τὴν τῶν συλλογισμῶν διαφοράν. οἷον τὸ γιγνῶσκον ἐνταῦθα τὰ πράγματα διὰ τῶν συλλογισμῶν ἡ ψυχή ἐστιν τριδύναμος οὖσα· ἔχει γὰρ τὸ διανοητικόν, τὸ δοξαστικόν, τὸ φανταστικόν. καὶ τῷ μὲν διανοητικῷ ἐπιστημονικῶς καὶ ἀπταίστως πάντα μετ’ αἰτίας
35γιγνώσκει· τῷ δὲ δοξαστικῷ τινὰ μὲν ὀρθῶς τινὰ δὲ οὐκ ὀρθῶς· ἡ γὰρ δόξα οὐκ ἔχουσα τὸ σταθερὸν τῆς διανοίας ἀλλὰ καὶ πλησιάζουσα τῇ
φαντασίᾳ ποτὲ καὶ πταίει· ἡ δὲ φαντασία περὶ τὰ φαινόμενα ἔχει καὶ2

3

πταίει. κατὰ τὰς διαφορὰς τούτων τῶν γνωστικῶν δυνάμεων τῆς ψυχῆς λάμβανε τὰς διαφορὰς τῶν συλλογισμῶν. οἱ μὲν γὰρ ἀποδεικτικοὶ ἐπιστη‐ μονικοί εἰσιν δι’ ἀληθῶν ἀποδείξεων ἐπιστημονικῶς ὁδεύοντες· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ λέγω· ἡ ψυχὴ αὐτοκίνητός
5ἐστιν· πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. οἱ δὲ διαλεκτικοὶ δοξαστικοί εἰσιν δι’ ἐνδόξων ὁδεύοντες· οἷον ἡ δεῖνα ὠχρά ἐστιν· πᾶσα ὠχρὰ τέτοκεν· ἡ δεῖνα ἄρα τέτοκεν. τοῦτο εἰκός ἐστιν ἀληθές, εἰκὸς δὲ καὶ ψευδές· εἰκὸς μὲν γὰρ αὐτὴν τετοκυῖαν ὠχρὰν εἶναι, εἰκὸς δὲ καὶ μὴ τετοκυῖαν ὑπὸ ἄλλης τινὸς αἰτίας. καὶ ἐπὶ
10τούτου· ὁ δεῖνα καλλωπιστής ἐστι· πᾶς καλλωπιστὴς μοιχός· ὁ δεῖνα ἄρα μοιχός· εἰκὸς γὰρ τινὰ καὶ καλλωπιζόμενον μὴ εἶναι μοιχόν. οἱ δὲ σοφι‐ στικοὶ φαντασιώδεις εἰσὶν μηδὲ τὸ φαινόμενον ἔχοντες· οἷον ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ· τὸν τοῖχον ὁρᾷ τις· ὁ τοῖχος ἄρα ὁρᾷ. ὁ ἑτερόφθαλμος ὁρᾷ· πᾶς ὁρῶν ὀφθαλμοὺς ἔχει· ὁ ἑτερόφθαλμος ἄρα ὀφθαλμοὺς ἔχει. αὕτη
15μὲν οὖν ἡ διαφορὰ αὐτῶν ἔστω εἰλημμένη ἀπὸ τοῦ γιγνώσκοντος· εἴλη‐ πται γὰρ ἀπὸ τῶν τῆς ψυχῆς δυνάμεων, ἥτις ἐνταῦθα διὰ συλλογισμῶν γιγνώσκει τὰ πράγματα. οὐ παρείληπται δὲ ἡ νοερὰ δύναμις τῆς ψυχῆς, ἐπειδὴ ἐκείνη οὐ διὰ συλλογισμῶν ἀλλ’ ἁπλαῖς ἐπιβολαῖς γινώσκει ἃ γινώ‐ σκει. ἀπὸ δὲ τοῦ γινωσκομένου εἰλήφθω· ἢ ὄντα ἐστὶν καὶ ἀεὶ ὡσαύτως
20ἔχοντα, ὡς τὰ νοητά, τὰ οὐράνια, ἢ μὴ ὄντα ἐστίν, ὡς ὁ τραγέλαφος καὶ ὁ σκινδαψὸς καὶ τὸ βλίτυρι καὶ ὅσα τοιαῦτα, ἢ πῇ μὲν ὄντα πῇ δὲ οὐκ ὄντα, ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. ὁ μὲν οὖν ἀποδεικτικὸς συλλογισμὸς περὶ τὰ ὄντα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν· ὁ δὲ σοφιστικὸς περὶ τὰ μὴ ὄντα, ὡς καὶ ὁ θεῖος Πλάτων λέγει ἐν τῷ Σοφιστῇ ὅτι περὶ τὸ μὴ ὂν
25ἔχει· ὁ δὲ διαλεκτικὸς ἔχει περὶ τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα. λάμβανε δὲ καὶ ἀπὸ τῆς γνώσεως· πᾶσα γνῶσις ἢ ἀεὶ ἀληθής ἐστιν ἢ ἀεὶ ψευδὴς ἢ ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ ἀποδεικτικὸς συλλογισμὸς ἀεὶ ἀληθής ἐστιν, ὁ σοφιστικὸς ἀεὶ ψευδής, ὁ διαλεκτικὸς ποτὲ ἀληθὴς ποτὲ ψευδής. ἔχομεν οὖν τὴν διαφορὰν αὐτῶν ἀπὸ τοῦ γινώσκοντος, ἀπὸ τοῦ
30γινωσκομένου, ἀπὸ τῆς γνώσεως. λέγει δὲ καὶ ἄλλως ἀπὸ τῶν πραγμά‐ των· πάντα τὰ πράγματα ἢ αὐτόθεν αἱρετά ἐστιν καὶ ἀγαθά, ἢ αὐτόθεν κακὰ καὶ φευκτά, ἢ ἀναγκαῖα· ὁ ἀποδεικτικὸς αἱρετός ἐστιν· ὁ σοφιστικὸς φευκτός· διὸ καὶ διδασκόμεθα αὐτόν, ἵνα φύγωμεν αὐτόν· τὰ μὲν γὰρ ἀγαθὰ μανθάνομεν, ἵνα κεχρήμεθα αὐτοῖς, τὰ δὲ κακά, ἵνα φύγωμεν, ὡς
35ὁ ἰατρὸς τὰ νοσώδη· ὁ δὲ διαλεκτικὸς ἀναγκαῖος· γυμναζόμεθα γὰρ ἐν αὐτοῖς καὶ ἀπ’ αὐτῶν διαβιβαζόμεθα ἐπὶ τὸν ἀποδεικτικόν. ἐπειδὴ οὖν, ὡς εἴρηται, περὶ μὲν ἀποδεικτικοῦ συλλογισμοῦ λέγει ἐν τοῖς δύο τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς Τόποις, περὶ δὲ τοῦ
σοφιστικοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰ δύο τὰ Πρῶτα ἀναλυτικὰ3

4

ποῦ χοροῦ τάξομεν; τί ἐροῦμεν λέγειν αὐτὸν ἐν αὐτοῖς; λέγομεν ὅτι ἐν τούτοις περὶ ἁπλῶς συλλογισμοῦ λέγει. ἄλλο γάρ ἐστιν ἁπλῶς εἰπεῖν περὶ ζῴου, τοῦ γένους, καὶ ἄλλο περὶ τοῦδε τοῦ ζῴου, τοῦ εἴδους· ὥσπερ γὰρ ὁ ἁπλῶς εἰδὼς περὶ τοῦ ζῴου, ὅτι οὐσία ἐστὶν ἔμψυχος αἰσθητική,
5οἶδεν τὰ κοινῶς ὑπάρχοντα πᾶσιν τοῖς ζῴοις, οὕτως ἐνταῦθα λέγει περὶ ἁπλῶς συλλογισμοῦ τοῦ ὡς γένους, καὶ ὅσα λέγει ἐνταῦθα, παντὶ συλλο‐ γισμῷ ὑπάρχει, καὶ τῷ ἀποδεικτικῷ καὶ τῷ διαλεκτικῷ καὶ τῷ σοφιστικῷ. Ἀλλὰ διὰ τί μὴ ἓν βιβλίον ἔγραψεν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ; λέγομεν ὅτι ἐν παντὶ συλλογισμῷ τὸ μέν τί ἐστιν ἀνάλογον ὕλῃ τὸ δὲ εἴδει. ὕλῃ
10μὲν οὖν ἀναλογεῖ τὰ πράγματα αὐτὰ δι’ ὧν ὁ συλλογισμὸς πλέκεται, εἴδει δὲ τὰ σχήματα· οἱ μὲν γὰρ ἐν πρώτῳ σχήματί εἰσιν, οἱ δὲ ἐν δευτέρῳ, οἱ δὲ ἐν τρίτῳ. οἷον θέλω δεῖξαι ὅτι ἄνθρωπος κεχώρισται τοῦ ἵππου, καὶ λέγω· πᾶς ἄνθρωπος λογικόν· οὐδὲν λογικὸν ἵππος· οὐδεὶς ἄρα ἄνθρω‐ πος ἵππος. ἐν τούτῳ τῷ συλλογισμῷ ὕλῃ μὲν ἀναλογεῖ τὸ ἄνθρωπος καὶ
15τὸ λογικὸν καὶ τὸ ἵππος, εἴδει δὲ τὸ σχῆμα· ἐν πρώτῳ γὰρ σχήματί ἐστιν. ἐν δευτέρῳ δὲ σχήματί ἐστιν οὕτως· πᾶς ἄνθρωπος λογικός· οὐδεὶς ἵππος λογικός· οὐδεὶς ἄρα ἄνθρωπος ἵππος. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ διαλαμβάνει περὶ τῶν ἀναλογούντων τῷ εἴδει, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἀναλογούντων τῇ ὕλῃ. ἀπὸ τοῦ πλείονος δέ ἐστιν ἡ διαίρεσις
20αὕτη· 〈οὐ〉 γὰρ τελείως αὐτὰ διέστειλεν, ἀλλὰ καὶ ἐν τῷ πρώτῳ περὶ τῶν ἀναλογούντων τῇ ὕλῃ διαλαμβάνει καὶ ἐν τῷ δευτέρῳ περὶ τῶν ἀναλογούν‐ των τῷ εἴδει, ἀλλ’ ἀπὸ τοῦ πλείονός ἐστιν ἡ διαίρεσις· μᾶλλον γὰρ περὶ τῶν τῷ εἴδει ἀναλογούντων διαλαμβάνει ἐν τῷ πρώτῳ ἢ ἐν τῷ δευτέρῳ, καὶ τὸ ἀνάπαλιν ἐν τῷ δευτέρῳ μᾶλλον διαλαμβάνει περὶ τῶν ἀναλογούν‐
25των τῇ ὕλῃ ἢ ἐν τῷ πρώτῳ. ἐπειδὴ οὖν τιμιώτερόν ἐστιν τὸ εἶδος τῆς ὕλης, ἐν τῷ πρώτῳ διαλαμβάνει περὶ τοῦ ὡς εἴδους, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς ὕλης. πρὸς δὲ τούτοις καὶ τοῦτο λέγει, ὅτι τὰ ἐν τῷ πρώτῳ λεγόμενα οἰκεῖά ἐστιν τῇ ἀποδεικτικῇ πραγματείᾳ, τὰ δ’ ἐν τῷ δευτέρῳ τῇ διαλεκτικῇ· εἰκότως οὖν τὸ μὲν πρῶτόν ἐστιν, τὸ δὲ δεύτερον· καὶ
30γὰρ πρώτη ἐστὶν ἡ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ πραγματεία, δευτέρα δὲ ἡ περὶ τοῦ διαλεκτικοῦ. ὅτι δὲ ἐν τοῖς δύο τούτοις ἁπλῶς περὶ συλλογισμοῦ πρόκειται αὐτῷ εἰπεῖν, καὶ αὐτὸς πολύς ἐστιν μαρτυρῶν τὰ κοινῶς ὑπάρχοντα παντὶ συλλογισμῷ· πολλαχοῦ γὰρ καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς καὶ ἐν τοῖς Τόποις λέγει ‘ὡς εἴρηται ἡμῖν ἐν τοῖς
35περὶ συλλογισμοῦ‘ τὰ δύο ταῦτα βιβλία λέγων. Ἔχομεν οὖν τὸν σκοπὸν τοῦ βιβλίου, ὅτι περὶ συλλογισμοῦ ἁπλῶς, τὴν τάξιν, ὅτι εἰκότως μετὰ τὸ Περὶ ἑρμηνείας τέτακται, ἐν ᾧ περὶ ἑνὸς λόγου εἶπεν, περὶ συλλογῆς λόγων, καὶ ὅτι δεῖ πρότερον μαθεῖν τὰ κοινῶς ὑπάρχοντα
πᾶσιν τοῖς συλλογισμοῖς, εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε ὑπάρχοντα, τὸ χρήσι‐4

5

μον, ὅτι συντελεῖ ἡμῖν εἰς γνῶσιν παντὸς συλλογισμοῦ δι’ ὧν τὰ πράγματα γνῶναι δυνησόμεθα, ὅτι γνήσια τὰ βιβλία, εἴ γε αὐτὸς αὐτῶν πολλαχοῦ μέμνηται καὶ ἀτελὴς ἦν ἡ λογικὴ τούτων ἐστερημένη, καὶ τὰ ἑξῆς, ὑπὸ ποῖον μέρος ἢ ὄργανον ἀνάγεται, ὅτι ὑπὸ τὴν λογικήν, ἥτις ἐστὶν ὄργανον τῆς φιλο‐
5σοφίας. ὑπόλοιπον περὶ τῆς ἐπιγραφῆς εἰπεῖν, διὰ τί Ἀναλυτικὰ ἐπιγέγρα‐ πται ἀλλ’ οὐχὶ Περὶ συλλογισμοῦ, περὶ οὗ καὶ πρόκειται αὐτῷ λέγειν, ὡς εἴρηται, καὶ διὰ τί ταῦτα μὲν τὰ δύο βιβλία, περὶ ὧν νῦν πρόκειται αὐτῷ λέγειν, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, τὰ δὲ μετὰ ταῦτα, ἐν οἷς περὶ ἀποδεικτικοῦ συλλογισμοῦ διαλαμβάνει, Ὕστερα ἀναλυτικὰ ἐπιγέγραπται.
10καὶ λέγομεν ὅτι ἔστιν ἐν τοῖς συλλογισμοῖς σύνθεσις, ἔστιν δὲ καὶ ἀνά‐ λυσις, ὥσπερ καὶ παρὰ τοῖς γραμματικοῖς ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν καθ’ ἣν ἀπὸ τῶν στοιχείων ἢ τῶν συλλαβῶν συντιθέασιν ὀνόματα ἢ ῥήματα, ἀνάλυσις δὲ καθ’ ἣν τὰ συντεθέντα ἀναλύουσιν ἐπὶ τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, εἰς τὰς συλλαβὰς καὶ τὰ στοιχεῖα. ἔστιν δὲ
15καὶ παρὰ τοῖς φυσιολόγοις σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν ἡ γένεσις καθ’ ἣν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχονται, δεικνύντες ὅτι ἀπὸ τῶν δ στοιχείων οἱ δ χυμοὶ ἀφ’ ὧν ἄνθρωποι, ἀνάλυσις δὲ καθ’ ἣν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἔρχονται, οἷον ὁ ἄνθρωπος ἐκ τῶν δ χυμῶν, οἱ δ χυμοὶ ἐκ τῶν δ στοιχείων. καὶ παρὰ τοῖς φιλοσόφοις δὲ
20ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μέν, ὅταν ἀπὸ τῶν ἁπλῶν εἰδῶν ἔλθωσιν ἐπὶ τὰ σύνθετα, οἷον ἀπὸ τοῦ καθ’ αὑτὸ καλοῦ ἐπὶ τὸ ἐν τῷ νῷ καλόν, ἐπὶ τὸ ἐν τῇ ψυχῇ, ἐπὶ τὸ ἐν τοῖς σώμασιν· ἀνάλυσις δέ ἐστιν, ὅταν ἀπὸ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν ἀναδράμωσιν ἐπὶ τὰ ἐν τοῖς νοητοῖς. ἔστιν δὲ καὶ ἐρωτικὴ ἀνάλυσις, ᾗ κέχρηται ἐν τῷ Συμποσίῳ
25ἀπὸ τοῦ ἐν τοῖς αἰσθητοῖς κάλλους ἀνατρέχων ἐπὶ τὸ νοητὸν κάλλος· ἔστιν δὲ καὶ γεωμετρικὴ ἀνάλυσις † ἡ πῶς τὸ δεύτερον τῶν Εὐκλείδου ἀναλύεται ὅλον. καὶ τὴν τοιαύτην ἀνάλυσιν ὁ Γεμῖνος ὁριζόμενός φησιν “ἀνάλυσίς ἐστιν ἀποδείξεως εὕρεσις”· ἀπὸ γὰρ τοῦ συμπεράσματος ἔρχον‐ ται οἱ ἀναλύοντες· καὶ ἐὰν εὕρωσιν ἀναλῦσαι, εὐχερῶς ἃ ἀναλύοντες
30εὑρήκασιν συνθέντες ποιοῦνται τὴν ἀπόδειξιν· ὥστε καλῶς ὡρίσατο τὴν ἀνάλυσιν ἀποδείξεως εὕρεσιν εἶναι. ἔστιν δὲ καὶ παρὰ τοῖς ἀστρονόμοις σύνθεσις καὶ ἀνάλυσις. ἔστιν οὖν καὶ ἐν τοῖς συλλογισμοῖς. καὶ σύνθεσις μέν ἐστιν ἡ συναγωγὴ τῶν λημμάτων καὶ ἡ γένεσις αὐτοῦ τοῦ συλλογι‐ σμοῦ· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ συνάγω
35λήμματά τινα, ἐξ ὧν πλέκω συλλογισμὸν οὕτως· ἡ ψυχὴ αὐτοκίνητον·5

6

πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθά‐ νατος. αὕτη σύνθεσίς ἐστιν. ἀνάλυσις δέ, ὅταν τὸν συλλογισμὸν εὑρόντες κείμενον παρά τινι τῶν παλαιῶν ζητῶμεν ὑπὸ ποῖον σχῆμα ἀνάγεται, καὶ οὕτως αὐτὸν ἀναλύωμεν εἰς τὰ λήμματα τὰ ἐξ ὧν συνετέθη· οἷον τοῦτον
5αὐτὸν τὸν εἰρημένον συλλογισμὸν ἐὰν βουληθῶ ἀναλῦσαι εὑρὼν παρὰ Πλά‐ τωνι κείμενον, ἄρχομαι ἀπὸ τοῦ συμπεράσματος καὶ λέγω· ἡ ψυχὴ ἀθάνατός ἐστιν· πόθεν δὲ τοῦτο κατεσκευάσθη; ἐκ τοῦ ‘πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν‘ καὶ ‘πᾶν αὐτοκίνητον ἀεικίνητον‘. καὶ οὕτως ἀναλύω τὸν συλλογισμὸν εἰς τὰ λήμματα ἐξ ὧν συνετέθη. καὶ αὐτὰ δὲ τὰ λήμματα ἐὰν
10βουληθῶ ἀναλῦσαι, ἀναλύω αὐτὰ εἰς τοὺς ὅρους· πᾶν γὰρ λῆμμα ἔχει πάντως τὸν μὲν ὑποκείμενον τὸν δὲ κατηγορούμενον ὅρον. λέγει δὲ ἐν τοῖς βιβλίοις τούτοις καὶ περὶ ἀναλύσεως· οὐ γὰρ ὁ εἰδὼς μὲν συνθεῖναι μὴ εἰδὼς δὲ ἀναλῦσαι οὗτος ἐπιστήμων ἐστὶν τῆς συλλογιστικῆς μεθόδου. αὐτὸς γοῦν εἰπὼν περὶ γενέσεως συλλογισμοῦ πρότερον, τουτέστιν περὶ
15συνθέσεως, εἶτα περὶ εὑρέσεως τῶν λημμάτων, ποίᾳ μεθόδῳ κεχρημένον δυνατὸν εὑρίσκειν λήμματα ἐξ ὧν ἡ τῶν συλλογισμῶν γένεσις, ἐπάγει καὶ περὶ ἀναλύσεως καὶ λέγει πῶς δεῖ ἀναλύειν. ἀρχόμενος δὲ τοῦ περὶ ἀνα‐ λύσεως τμήματος λέγει ὅτι ἀναγκαῖόν ἐστιν καὶ περὶ ἀναλύσεως εἰπεῖν· ὁ γὰρ εἰδὼς τὴν σύνθεσιν τῶν συλλογισμῶν καὶ δύναμιν ἔχων εὑρετικὴν τῶν
20λημμάτων καὶ ἀναλύειν ἐπιστάμενος κατωρθωκὼς ἂν εἴη τὸ προκείμενον, τουτέστιν ἐπιστήμων ἔσται τῆς συλλογιστικῆς μεθόδου, ὡς ἂν μὴ ἀρκοῦν‐ τος τοῦ μόνον εἰδέναι τὴν σύνθεσιν ἀλλὰ καὶ ἀνάλυσιν, ἥτις τῇ συνθέσει ἀντίκειται· ἡ μὲν γὰρ ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχεται, ἡ δὲ τὸ ἀνάπαλιν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ. λέγει δὲ αὐτὸς ἀρχόμενος τοῦ
25περὶ ἀναλύσεως λόγου ‘εἰ γὰρ συντιθέναι γιγνώσκοιμεν καὶ δύναμιν τοῦ εὑρίσκειν ἔχοιμεν, ἔτι μέντοι καὶ ἀναλύοιμεν, πέρας ἂν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσισ‘. ὡς ἂν 〈οὖν〉 οὐ περὶ συνθέσεως μόνης προτεθὲν αὐτῷ εἰπεῖν ἀλλὰ καὶ περὶ ἀναλύσεως συλλογισμοῦ διδάσκειν ἐν τοῖς προκειμένοις δύο βιβλίοις καὶ ἐν τοῖς ἄλλοις δύο τοῖς μετὰ ταῦτα Ἀναλυτικὰ αὐτὰ ἐπέγρα‐
30ψεν. ἀλλ’ εἴποι τις, οὗ καὶ περὶ συνθέσεως διδάσκει καὶ περὶ εὑρέσεως, τί δήποτε οὐ Συνθετικὰ ἐπέγραψεν οὐδὲ Εὑρετικὰ ἀλλὰ Ἀναλυτικά; τίς ἡ ἀποκλήρωσις; καὶ λέγομεν ὅτι ἀπὸ τοῦ ἐπιστημονικωτέρου καὶ τοῦ τιμιωτέρου· ὁ γὰρ εἰδὼς ἐπιστημονικῶς ἀναλῦσαι καὶ συνθεῖναι οἶδεν, οὐ πάντως δὲ ὁ εἰδὼς συνθεῖναι καὶ ἀναλῦσαι· οἷον ὁ οἰκοδόμος ὁ ἀναλῦσαι
35εἰδὼς ὥστε τὰς ὕλας ἀπαθεῖς φυλάξαι πάντως καὶ συνθεῖναι οἶδεν·6

7

〈οἶδε〉 γὰρ τί πρῶτον, τί μέσον, τί τελευταῖον συνετέθη, καὶ οὕτως ἀναλύει. ἐπειδὴ οὖν ἡ ἀνάλυσις τιμιωτέρα ἐστὶν καὶ ἐπιστημονικωτέρα καὶ περι‐ ληπτικωτέρα καὶ τελειοτέρα (ὁ γὰρ ἀναλῦσαι εἰδώς, ὡς εἴρηται, πάντως καὶ συνθεῖναι οἶδεν), ἀπὸ τῆς ἀναλύσεως Ἀναλυτικὰ αὐτὰ ἐπέγραψεν ὁ
5φιλόσοφος. συντόμως δὲ ἠρκέσθη ἀπὸ τοῦ τελειοτέρου αὐτὰ ἐπιγράψαι, καὶ οὐκ ἀπὸ τῶν δύο αὐτὰ ἐπέγραψεν. λέγω δὲ καὶ ἄλλως, ὅτι συλλογι‐ σμοῖς μὲν καὶ ἄλλοι πρὸ τοῦ Ἀριστοτέλους ἐχρήσαντο, ὥσπερ οὖν καὶ ὁ Πλάτων καὶ πάντες † οἷς καὶ ἄλλοι πλεῖστοι, καὶ οἱ ἰδιῶται δὲ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ πράττειν τι συλλογισμοῖς κέχρηνται· οὐδεὶς μέντοι πρὸ τοῦ Ἀριστο‐
10τέλους παραδέδωκεν τὴν συλλογιστικὴν μέθοδον οὐδὲ εὗρεν τὰ τρία σχή‐ ματα ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται. καὶ μεγάλα φρονεῖ, καὶ εἰκότως μεγάλα φρονεῖ ἐπὶ τῇ εὑρέσει τῶν τριῶν σχημάτων καὶ τῷ κατανοῆσαι ὅτι τρία σχήματά ἐστιν καὶ οὔτε πλέον οὔτε ἧττον, ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται, καὶ πᾶσα πίστις, εἴτε ἐπαγωγικὴ εἴη εἴτε οἱαδή‐
15ποτε, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται· δείκνυσιν γὰρ ὅτι πᾶσα πίστις, καὶ ᾗ ὁ φυσιολόγος κέχρηται καὶ ᾗ ὁ φυσιογνώμων καὶ ᾗ ὁ θεο‐ λόγος καὶ πᾶσα ἁπλῶς, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται. ἐπειδὴ οὖν τῇ ἀναλύσει κέχρηται πάντα συλλογισμὸν καὶ πᾶσαν πίστιν ὑπὸ ἓν τῶν τριῶν τούτων σχημάτων ἀνάγων, Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπειδὴ
20δέ, ὡς εἴρηται, εὔτακτόν ἐστιν καὶ ἀκόλουθον πρότερον διδάξαι τὰ κοινῶς ὑπάρχοντα παντὶ συλλογισμῷ, εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε, διὰ τοῦτο ταῦτα μὲν τὰ δύο βιβλία, ἐν οἷς διδάσκει περὶ τοῦ κοινοῦ συλλογισμοῦ, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, 〈τὰ〉 δὲ ἄλλα δύο, ἐν οἷς οὐκέτι ἁπλῶς περὶ καθόλου συλλογισμοῦ διαλαμβάνει, ἀλλὰ περὶ ἀποδεικτικοῦ συλλο‐
25γισμοῦ διαλαμβάνει, Ἀναλυτικὰ ὕστερα ἐπιγέγραπται. Τοσαῦτα μὲν περὶ τῆς ἐπιγραφῆς. ἆρα δὲ ἡ ἀνάλυσις μόνῃ τῇ συνθέσει ἀντίκειται ἢ καὶ ἄλλοις τισίν; λέγομεν ὅτι καὶ ἄλλοις τισίν· τῆς γὰρ διαλεκτικῆς δ εἰσὶν μέθοδοι δυνάμεις οὖσαι καὶ οἱονεὶ βλαστή‐ ματα αὐτῆς, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική· ταύταις ταῖς
30τρισὶ μεθόδοις ἀντίκειται ἡ ἀναλυτική. ἴδωμεν δὲ ἑκάστης τὴν δύναμιν, ἵνα μάθωμεν πῶς ἀντίκειται αὐταῖς. ἡ διαιρετικὴ τὸ ἓν εἰς πολλὰ διαιρεῖ· ἡ ὁριστικὴ τὰ πολλὰ τὰ ὑπάρχοντά τινι συναγαγοῦσα ἀποκλείει αὐτὸ ἀπὸ τῶν ἄλλων πάντων· ἡ ἀποδεικτικὴ ἄλλῳ ἄλλο ὑπάρχον ἀπο‐ δείκνυσιν· ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀνατρέχει.
35καὶ ὅτι μὲν τέως τῇ διαιρετικῇ ἀντίκειται, πρόδηλον· ἡ μὲν γὰρ τὸ ἓν εἰς πολλὰ διαιρεῖ, ἡ δὲ τὰ πολλὰ εἰς ἓν συνάγει. ἀντίκειται δὲ καὶ τῇ ὁριστικῇ· ἡ μὲν γὰρ ἐκ πολλῶν ὑπαρχόντων, οἷον γένους καὶ διαφορῶν, σύνθετον ὅρον ἀποτελεῖ ἀποκλείουσα αὐτὰ τῶν ἄλλων,
οἷον σύνθεσίς τις οὖσα· ἡ δὲ τὸ σύνθετον εἰς τὰ ἁπλᾶ ἀναλύει· ἐπισκο‐7

8

πεῖ γὰρ τὸ γένος καὶ τὰς διαφορὰς ἐξ ὧν συνετέθη. ἀντίκειται δὲ καὶ τῇ ἀποδεικτικῇ· ἡ μὲν γὰρ ἄλλο ἄλλῳ συνάπτει, οἷον τῇ ψυχῇ τὸ ἀθά‐ νατον δείκνυσιν ὑπάρχον συλλογιστικῶς συντιθεῖσα συλλογισμόν· ἡ δὲ τὰ συναφθέντα διίστησιν. συντόμως δὲ εἰπεῖν ἡ μὲν διαιρετικὴ τὰ γένη εἰς
5τὰ εἴδη τέμνει, ἡ δὲ ἀναλυτικὴ τὰ εἴδη συνάγει εἰς τὰ γένη. πάλιν ἡ μὲν ὁριστικὴ ἐκ μερῶν ὅλον τι ποιεῖ, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν ὅλων εἰς τὰ μέρη μεταβαίνει ἐξ ὧν τὸ ὅλον γέγονεν. πάλιν ἡ μὲν ἀποδεικτικὴ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ δείκνυσιν, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια μεταβαίνει. πάσαις ἄρα ἀντίκειται. ταύταις δὲ πάσαις
10κέχρηται ταῖς μεθόδοις ὁ θεῖος Πλάτων πολλαχοῦ, καὶ ἀνυμνεῖ αὐτὰς ἐν διαφόροις, ὡς ἐν τῷ Φαίδρῳ τὴν διαιρετικὴν καὶ τὴν ὁριστικήν, ὡς ἐν τῷ Φιλήβῳ τὴν ἀναλυτικὴν καὶ ἄλλοθί που τὴν ἀποδεικτικήν. ταῦτα καὶ περὶ τῆς ἀναλυτικῆς, ὅτι ἀντίκειται καὶ ταῖς ἄλλαις τρισὶ μεθόδοις τῆς διαλεκτικῆς.
15 Ἐπειδὴ δέ, ὡς εἴρηται, ὑπὸ τὴν λογικὴν ἀνάγεται ἡ προκειμένη πραγματεία, ἥτις κατὰ τοὺς Περιπατητικοὺς ὄργανόν ἐστιν φιλοσοφίας, οὐ πάντες δὲ οὕτως ἐδόξασαν περὶ τῆς λογικῆς, ὅτι ὄργανόν ἐστιν φιλο‐ σοφίας, ἀλλὰ ἄλλοι ἄλλως, φέρε τούς τε διαφόρως δοξάσαντας περὶ τούτου εἴπωμεν τά τε δόγματα αὐτῶν καὶ τοὺς λόγους οἷς κεχρημένοι τὰ ἑαυτῶν,
20ὡς οἴονται, δόγματα κρατύνουσιν. οἱ μὲν Στωικοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχὸν ἀλλὰ μέρος. καὶ τινὲς δὲ τῶν Πλατωνικῶν ταύτης ἐγένοντο τῆς δόξης, ὅτι κατὰ Πλάτωνα οὐκ ὄργανον ἡ λογικὴ ἀλλὰ μέρος καὶ τιμιώτατον μέρος ἐστὶν φιλοσοφίας. οἱ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν ἀλλ’ οὐ
25μέρος. λεκτέον δὲ τὰ ἐπιχειρήματα τὰ οἷς κεχρημένοι κατασκευάζουσιν οἱ μὲν ὅτι ὄργανον, οἱ δὲ ὅτι μέρος ἐστὶν φιλοσοφίας. πρὸ δὲ τούτου λεκτέον τί διαφέρει ὄργανον μέρους. ὄργανον μὲν οὖν ἐστιν ὃ μὴ συντελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος τὸ ὅλον μένει· μέρος δὲ ὃ συν‐ τελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος συναναιρεῖται τὸ ὅλον. οἷον
30τὸ σκυτέως ὄργανόν ἐστιν σμίλη· οὐ γὰρ ἡ σμίλη συμπληρωτική ἐστιν τῆς οὐσίας αὐτοῦ, οὐδὲ ταύτης ἀφανισθείσης συναπόλλυται ὁ σκυτεύς· ἡ χεὶρ δὲ μέρος ἐστὶν τοῦ ἀνθρώπου, καὶ τῆς χειρὸς ἀναιρεθείσης συναπόλλυται καὶ ὅλος ὁ ἄνθρωπος· οὐκέτι γὰρ ὅλος ἐστίν, ἀλλὰ κολοβὸς καὶ ἀτελής ἐστιν. μέρος δὲ μορίου διαφέρει, ὅτι τὸ μέρος μέγα μέρος ἐστίν, τὸ δὲ μόριον
35μικρὸν μέρος ἐστὶν καὶ τοῦ μέρους μέρος· οἷον μέρος μέν ἐστιν φιλοσοφίας τὸ θεωρητικόν, μόριον δὲ τὸ θεολογικόν. τούτων προδιωρισμένων λεκτέον
οἷς κρατύνουσιν τὰ ἑαυτῶν δόγματα οἵ τε Στωικοὶ καὶ οἱ Περιπατητικοί.8

9

οἱ μὲν οὖν Στωικοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον
5δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἶναι. συλλο‐ γίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν ἢ μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰατρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ
10τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φασίν, κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης *** τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ἄλλαι πᾶσαι τέχναι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ
15εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπου‐ δάζουσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστή‐
20μων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωικοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι μόριον, λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων
25ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδει‐ κνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ
30καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται (κεχρήμεθα γὰρ αὐτῇ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγό‐ μενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. οὕτως οἴονται κατασκευάζειν οἱ Στωικοὶ ὅτι
35μέρος ἐστὶν φιλοσοφίας. ἔστιν δὲ τὰ ἐπιχειρήματα αὐτῶν εὐδιάσειστα. πρὸς μὲν γὰρ τὸ πρῶτον ἐροῦμεν ὅτι, εἰ καὶ φιλοσοφία ἀποτελεῖ τὴν
λογικήν, οὐκ ἀνάγκη αὐτὴν μέρος εἶναι· οὐ γάρ, ἐπειδὴ ὁ χαλκεὺς ἀπο‐9

10

τελεῖ τὸν ἄκμονα, ὁ ἄκμων μέρος ἐστὶν τῆς χαλκευτικῆς ἀλλ’ ὄργανον. πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν ὅτι παρελογίσαντο· οὐ γὰρ ἔδει εἰπεῖν ὅτι, ἐὰν τέχνη κέχρηταί τινι ὃ μή ἐστιν ἄλλης τέχνης μέρος ἢ μόριον, τοῦτο ἐκείνης τῆς χρωμένης ἢ μέρος ἐστὶν ἢ μόριον, ἀλλ’ ἔδει προσθεῖναι καὶ τὸ
5ὄργανον καὶ εἰπεῖν ‘ὃ ἐὰν μὴ ᾖ ἄλλης τέχνης ἢ μέρος ἢ μόριον ἢ ὄργανον‘. οἱ δὲ τοῦ ὀργάνου μνήμην οὐκ ἐποιήσαντο ὡς μὴ δυναμένου τινὸς ὀργάνου μόνως εἶναι. ταῦτα καὶ πρὸς τὸ ἀνατρέψαι τοὺς λόγους δι’ ὧν, ὡς οἴονται, οἱ Στωικοὶ κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. Οἱ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν· φασὶν γὰρ ὅτι 〈οὐ〉
10συντελεῖ τῇ φιλοσοφίᾳ πρὸς τὸ εἶναι· καὶ τῆς λογικῆς οὖν πραγματείας ἀνῃρημένης μένει τελεία ἡ φιλοσοφία. πρὸς δὲ τούτοις φασὶν ὅτι, ἐάν τι ᾖ πρᾶγμα ἄλλης μὲν τέχνης ἀποτέλεσμα ἄλλης δὲ ὄργανον, ἡ χρωμένη αὐτῷ ὡς ὀργάνῳ κρείττων ἐστὶν τῆς ἀποτελούσης αὐτό· οἷον ἡ χαλινοποιικὴ καταδεεστέρα ἐστὶν τῆς ἱππικῆς· τῆς μὲν γὰρ ἀποτέλεσμά ἐστιν ὁ χαλινός,
15τῆς δὲ ὄργανον. εἰ οὖν ἡ λογικὴ μέρος ἐστὶν καὶ ἀποτέλεσμα φιλοσοφίας, κέχρηται δὲ αὐτῇ καὶ ἰατρικὴ καὶ ἄλλαι τέχναι, ὡς εἴρηται, κέχρην‐ ται τῇ συλλογιστικῇ ὡς ὀργάνῳ, συμβαίνει αὐτὰς κρείττονας καὶ ὑπερτέρας εἶναι φιλοσοφίας, ὅπερ ἄτοπον· τέχνη γὰρ τεχνῶν ἐστιν καὶ ἐπιστήμη ἐπιστημῶν ἡ φιλοσοφία. οὐκ ἄρα μέρος ἐστὶν ἀλλ’ ὄργανον φιλοσοφίας ἡ
20λογική. ταῦτα καὶ οἱ ἐκ τοῦ Περιπάτου. τινὲς δὲ τῶν Πλατωνικῶν εἰρή‐ κασιν ὅτι κατὰ Πλάτωνα μέρος ἐστὶν ἡ λογικὴ τιμιώτατον τῆς φιλοσοφίας. καὶ παραφέρουσιν τὰ ἐν Φαίδρῳ ῥηθέντα περὶ τῆς διαλεκτικῆς, ἐν οἷς ἀνυμνεῖ αὐτήν, καὶ τὰ ἐν Φιλήβῳ καὶ τὰ ἐν ἄλλοις ὡς ἀνάγουσαν τὰς ψυχὰς ἄχρι τοῦ ἀγαθοῦ καὶ τῆς γνώσεως τῶν πραγμάτων αἰτίαν. ἡμεῖς δέ φαμεν
25πρὸς τούτους, ὅτι ἔστω μέρος αὐτὴν εἶναι, οὐ μέντοι δύναται εἶναι τὸ τιμιώτατον· ὁρῶμεν γὰρ ὅτι αὐτῇ κεχρήμεθα πρὸς κατασκευὴν καὶ ἀπό‐ δειξιν τῶν τῆς φιλοσοφίας μερῶν, τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ. ὥστε κἂν ᾖ μέρος, οὐ τὸ τιμιώτατον ἔσται ἀλλὰ τῶν ἄλλων ἕνεκα μερῶν εὑρημένον, ὡς καὶ ὑπὸ τῆς φύσεως ὁρῶμεν μέρη ἕνεκα μερῶν εὑρημένα·
30οἷον ὁ πνεύμων λέγεται διὰ τὴν καρδίαν ὑπὸ τῆς φύσεως εὑρῆσθαι, ἵνα παρακείμενος αὐτῇ τὴν ὑπερβάλλουσαν αὐτῆς θερμότητα καταψύχῃ καὶ εὐκρασίαν ἀπεργάζηται, καὶ ὁ σπλὴν διὰ τὸ ἧπαρ, ἵνα τὸ ὅσον παχύτερον καὶ οὐ πάνυ καθαρὸν τῆς τροφῆς ὑποδέχηται· ὅθεν καὶ σπλὴν καλεῖται παρὰ τὸ σπᾶν εἰς ἑαυτόν. ταῦτα καὶ πρὸς τούτους. καὶ τῷ ἀληθεῖ
35λέγουσιν μέν τι οὗτοι, οὐ μέντοι τελείως καταδράττονται τῆς ἀληθείας. κατὰ γὰρ Πλάτωνα καὶ τὸν ἀληθῆ λόγον οὔτε μέρος ἐστίν, ὡς οἱ Στωικοί φασιν καὶ τινὲς τῶν Πλατωνικῶν, οὔτε μόνως ὄργανον, ὡς οἱ ἐκ τοῦ Περι‐
πάτου φασίν, ἀλλὰ καὶ μέρος ἐστὶν καὶ ὄργανον φιλοσοφίας· ἐὰν μὲν γὰρ10

11

μετὰ τῶν πραγμάτων λάβῃς τοὺς λόγους, οἷον αὐτοὺς τοὺς συλλογισμοὺς μετὰ τῶν πραγμάτων τῶν ὑποκειμένων αὐτοῖς, μέρος ἐστίν, ἐὰν δὲ ψιλοὺς τοὺς κανόνας ἄνευ τῶν πραγμάτων, ὄργανον. ὥστε καλῶς οἱ ἐκ τοῦ Περιπάτου τὰ παρὰ Ἀριστοτέλει ἀφορῶντες ὄργανον αὐτήν φασιν·
5ψιλοὺς γὰρ κανόνας παραδίδωσιν, οὐ πράγματα λαμβάνων ὑποκείμενα ἀλλὰ τοῖς στοιχείοις τοὺς κανόνας ἐφαρμόζων· οἷον τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Α ἄρα κατὰ παντὸς τοῦ Γ. ὁ δὲ Πλάτων κέχρηται αὐτῇ καὶ ὡς μέρει καὶ ὡς ὀργάνῳ· ὅτε μὲν γὰρ τοὺς κανόνας τούτους τοῖς πράγμασιν ἐφαρμόζει καὶ κέχρηται συλλογισμοῖς ἐπὶ τῶν
10πραγμάτων, οἷον ὅτε λέγει ‘ἡ ψυχὴ αὐτοκίνητον, τοῦτο δὲ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατον‘, τότε κεχρημένος τῇ λογικῇ μετὰ τῶν ὑποκειμένων αὐτῇ πραγμάτων ὡς μέρει αὐτῇ κέχρηται· ὅτε δὲ καὶ αὐτὸς μεθόδους μόνας καὶ κανόνας ψιλοὺς ἄνευ τῶν πραγμάτων παραδίδωσιν, ὡς ὀργάνῳ αὐτῇ κέχρηται. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τὸ
15ὡς ὄργανον καὶ τὸ ὡς μέρος ὁμωνύμως καλεῖται· πολλὰ γάρ ἐστιν τοι‐ αῦτα· οἷον πῆχυς καλεῖται καὶ τὸ μέτρον καὶ τὸ μετρηθὲν τὸ πηχυαῖον ἢ ξύλον ἢ ἄλλο ὁτιοῦν [πῆχυν καλοῦμεν καὶ τὸ μέτρον καὶ τὸ μετρηθέν], εἴτε ὑγρόν τι εἴη εἴτε ξηρόν. οὕτω καὶ τὴν λογικὴν πραγματείαν μετὰ μὲν πραγμάτων ὑποκειμένων σκοπῶν λέγε μέρος φιλοσοφίας, ἄνευ
20δὲ πραγμάτων ψιλοὺς τοὺς κανόνας λέγε ὄργανον. ταῦτα καὶ περὶ τούτου. Ἐπειδὴ δὲ εἴρηται ὅτι τρία ἐστὶν εἴδη συλλογισμοῦ, ἀποδεικτικόν, διαλεκτι‐ κόν, σοφιστικόν, καὶ περὶ μὲν τοῦ ἀποδεικτικοῦ διδάσκει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς Τόποις, περὶ δὲ τοῦ σοφιστικοῦ
25ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰς Ῥητορικὰς τέχνας καὶ τὰ Περὶ τῆς ποιητι‐ κῆς ποῦ χοροῦ τάξομεν; βούλεται γὰρ αὐτὰ τῆς λογικῆς εἶναι πραγματείας. ἢ λεκτέον τοῦτο, ὅπερ καὶ ἀληθέστατόν ἐστιν, ὅτι ἄλλο ἐστὶν ἡ συλλο‐ γιστικὴ πραγματεία καὶ ἄλλο λογική. εἰ μὲν οὖν τῆς συλλογιστικῆς τὴν διαίρεσιν ποιοῖμεν, διαιροῦμεν, ὡς εἴρηται, εἰς τρία εἴδη τοῦ συλλο‐
30γισμοῦ· ὁ γὰρ πειραστικὸς ὁ αὐτός πώς ἐστιν τῷ σοφιστικῷ· ἀμφότεροι γὰρ ψευδῆ συλλογίζονται, ἀλλ’ ὁ μὲν μοχθηρᾷ συμποδίζων προαιρέσει, ὁ δὲ βελτίστῃ ὠφελῶν, ὡς ὁ Εὐκλείδης διὰ τῶν ψευδαρίων πειρᾶται καὶ γυμνάζει· καὶ οὐ παραληψόμεθα τὰς Ῥητορικὰς τέχνας οὐδὲ τὸ Περὶ ποι‐ ητικῆς· ἀσυλλόγιστα γὰρ ἐκεῖνα. εἰ δὲ τῆς λογικῆς τὴν διαίρεσιν ποιοῦ‐
35μεν, διαιροῦμεν οὕτως· τῆς λογικῆς τὸ μέν ἐστιν συλλογιστικόν, τὸ δὲ ἀσυλλόγιστον· τοῦ συλλογιστικοῦ τὸ μὲν ἀποδεικτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ σοφιστικόν· τοῦ ἀσυλλογίστου τὸ μὲν ἔμμετρον, τὸ δὲ ἄμετρον, ἔμμε‐
τρον μὲν τὸ Περὶ ποιητικῆς, ἄμετρον δὲ τὸ Περὶ τῶν ῥητορικῶν τεχνῶν.11

12

(1n)

Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις ἕως
2nτοῦ ἢ μηθενὸς κατηγορεῖσθαι.
3 Τὸν σκοπὸν ἐνταῦθα προαναφωνεῖ. εἴωθεν δὲ πολλάκις τοῦτο ποιεῖν. τοῦτο ἐποίησεν καὶ ἐν τοῖς Τόποις· ἀρχόμενος εὐθὺς τὸν σκοπὸν ἀνεφώνησεν
5σαφῶς, ὅτι ἡ πρόθεσις τῆς πραγματείας τοιάδε ἐστίν. τοῦτο δὲ καὶ ἐν‐ ταῦθα ποιεῖ. λείπει δὲ τὸ ‘χρή‘· Ἀττικὸν δὲ τὸ ἔθος· πρῶτον εἰπεῖν χρὴ περὶ τί ἐστιν ἡ σκέψις (κατὰ κοινοῦ γάρ ἐστιν ἡ σκέψις) καὶ τίνος ἡ σκέψις ἀντὶ τοῦ ‘περὶ τίνοσ‘. εἶτα πρὸς μὲν τὸ περὶ τί ἀποδέδω‐ κεν τὴν αἰτιατικήν, ὅτι περὶ ἀπόδειξιν· πρὸς δὲ τὸ περὶ τίνος ἀποδέδω‐
10κεν τὴν γενικήν, καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς. πῶς δὲ λέγει τὸν σκοπὸν εἶναι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς; καί‐ τοι, ὡς εἴρηται, οὐκ ἐν τούτοις λέγει περὶ ἀποδείξεως ἀλλ’ ἐν τοῖς Ὑστέ‐ ροις ἀναλυτικοῖς· ἐν γὰρ τούτοις περὶ συλλογισμοῦ ἁπλῶς λέγει τὰ κοινῶς ὑπάρχοντα πᾶσι συλλογισμοῖς. καὶ λέγομεν ὅτι ἄλλο ἐστὶν τὸ προσεχὲς
15τέλος, ἄλλο τὸ ἀπωτέρω· οἷον προσεχὲς τέλος ἐστὶν τοῦ σπουδαίου ἡ ἀρετή, ἀπωτέρω δὲ ἡ εὐδαιμονία· ἵνα γὰρ εὐδαιμονίας τύχῃ, σπουδάζει ἀρετὴν κτήσασθαι. καὶ τούτων τοίνυν τῶν βιβλίων ὁ μὲν προσεχὴς σκο‐ πός ἐστιν περὶ συλλογισμοῦ εἰπεῖν, ὁ δὲ ἀπωτέρω περὶ ἀποδεικτικοῦ· καὶ γὰρ εἰς τοῦτον τὸν σκοπὸν εἴη πᾶσα πραγματεία περὶ συλλογισμῶν·
20καὶ γὰρ οἱ διαλεκτικοὶ γυμνασίας ἕνεκεν παραλαμβάνονται, ἵνα γεγυμνα‐ σμένοι τοῖς ἀποδεικτικοῖς συλλογισμοῖς προσβάλλωσιν, καὶ οἱ σοφιστικοὶ παραλαμβάνονται, ἵνα τὰς ἐνοχλήσεις καὶ τὰς ἀπάτας τῶν σοφιστῶν ἐκ‐ φυγόντες ἀνεμποδίστως τοῖς ἀποδεικτικοῖς χρώμεθα. οὐ τὸ προσεχὲς οὖν τέλος ἐνταῦθα ἀναφωνεῖ τοῦ βιβλίου ἀλλὰ τὸ ἀπωτέρω, τῶν δ βιβλίων
25ἅμα τὸν σκοπὸν λέγων. πληρώσας γοῦν τὰ δ βιβλία ἐν ἀνακεφαλαιώσει τοὺς δύο σκοποὺς λέγει, τόν τε προσεχῆ τῶν πρώτων δύο, ὅτι περὶ συλλο‐ γισμοῦ, καὶ τὸν ἀπωτέρω τῶν ὑστέρων δύο, ὅτι περὶ ἀποδείξεως· λέγει γὰρ οὕτως· “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκάτερόν ἐστιν καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀπο‐
30δεικτικῆς· ταὐτὸν γάρ ἐστιν”. οὐ λέγει δὲ ὅτι ταὐτόν ἐστιν ἀπόδειξις καὶ ἐπιστήμη ἀποδεικτική, ἀλλ’ ὅτι ταὐτόν ἐστιν εἰπεῖν περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς· ὁ γὰρ λέγων περὶ ἀποδείξεως δῆλον ὅτι λέγει τὰς μεθόδους ἃς δεῖ εἰδέναι τὸν ἕξιν ἔχοντα ἐπιστημονικὴν τῆς ἀποδεικτι‐ κῆς· διαφέρει γὰρ ἀπόδειξις ἐπιστήμης ἀποδεικτικῆς, ᾗ ἡ μὲν ἀπόδειξις
35συλλογισμός ἐστιν ἀποδεικτικός, ἡ δὲ ἐπιστήμη ἡ ἀποδεικτικὴ ἕξις ἐστὶν12

13

ἀφ’ ἧς οἷόν τέ ἐστιν συλλογισμοὺς ἀποδεικνύναι. περὶ ἀποδείξεως οὖν λέγει εἶναι τὸν σκοπὸν καὶ ἐπιστήμης ἀποδεικτικῆς, ὅτι παρα‐ διδοὺς τὰς ἀποδεικτικὰς μεθόδους δῆλον καθίστησιν οἵαν δεῖ ἕξιν ἔχειν τὸν ἐπιστήμονα τῆς ἀποδεικτικῆς. εἶτα, φησίν, χρὴ διορίσαι τί ἐστιν
5πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός· κατὰ κοινοῦ δὲ χρὴ λαμβάνειν λεῖπον τὸ ‘χρή‘. ὥσπερ δὲ οἱ γεωμέτραι προλαμβάνουσιν λήμματα ὧν δέονται, οὕτως καὶ οὗτος εἴωθεν προλαμβάνειν λήμματα ὧν δέεται εἰς κατασκευὴν τοῦ προκειμένου. ὥσπερ οὖν ἐν ταῖς Κατηγορίαις σκοπὸν ἔχων διαλαβεῖν περὶ τῶν δέκα κατηγοριῶν προέλαβέν τινα καὶ
10εἶπεν περὶ ὁμωνύμων, περὶ συνωνύμων καὶ ἄλλων τινῶν, καὶ ἐν τῷ Περὶ ἑρμηνείας σκοπὸν ἔχων περὶ λόγου εἰπεῖν, ὡς καὶ αὐτὸς λέγει “ὁ δὲ ἀπο‐ φαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν”, προέλαβέν τινα, πρὶν ἄρξηται λέγειν περὶ τοῦ προκειμένου (οὕτως γοῦν ἄρχεται· “πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα”), οὕτως καὶ ἐνταῦθα προλαμβάνει τινὰ ὥσπερ λήμματα.
15ἐπειδὴ γὰρ σκοπὸς αὐτῷ περὶ ἀποδείξεως εἰπεῖν, ἡ δὲ ἀπόδειξις συλλο‐ γισμός ἐστιν, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων, 〈ἡ δὲ πρότασισ〉 ἐξ ὅρων, εἰκότως ταῦτα θέλει προλαβεῖν καὶ διορίσαι. ζητεῖ δὲ πῶς τὸ Περὶ ἑρμη‐ νείας ὅλον περὶ προτάσεων εἰπών (πάντα γὰρ τὰ ἐκεῖ λεγόμενα περὶ προ‐ τάσεών ἐστιν) ὅλον τὸ Περὶ ἑρμηνείας ἀλλ’ οὐ προτάσεις ὀνομάζει, ἀλλὰ
20τὰς προτάσεις λόγους ἀποφαντικοὺς ὀνομάζει, καὶ ἅπαξ, μᾶλλον δὲ δὶς μόνον ἔστιν εὑρεῖν τὸ ὄνομα τῆς προτάσεως ἐν ὅλῳ ἐκείνῳ τῷ βιβλίῳ· φησὶν γὰρ “εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντι‐ φάσεως μιᾶς μόριον”. ὡς μὴ πάνυ οὖν ἐγνωσμένον τὸ ὄνομα διορίζει
25ἐνταῦθα. εἰ δὲ βούλει τὸ ἀληθέστερον λέγειν, ὅτι οὐδαμοῦ ἐν τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων εἶπεν, ἀλλ’ ὅλον τὸ βιβλίον περὶ ἀποφαντικοῦ ἐστιν λόγου, ὡς καὶ αὐτὸς εἶπεν “ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεω‐ ρίας ἐστίν”· οὐ μέντοι εἶπεν ὅτι περὶ προτάσεως αὐτῷ πρόκειται λέγειν. διαφέρει γὰρ πρότασις ἀποφαντικοῦ λόγου· πᾶσα μὲν γὰρ πρότασις
30πάντως καὶ ἀποφαντικὸς λόγος, οὐ πᾶς δὲ ἀποφαντικὸς λόγος πρό‐ τασίς ἐστιν. καθ’ ἑαυτὸν μὲν γὰρ ὁ ἀποφαντικὸς λόγος οὐκ ἔστιν πρότασις· τότε δὲ γίνεται πρότασις, ὅταν μέρος συλλογισμοῦ γένηται· οἷον ἐὰν εἴπω κατ’ αὐτὸ τοῦτο ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν‘, λόγον μὲν ἀποφαντικὸν εἶπον, οὐ μὴν πρότασιν. πότε δὲ γίνεται πρότασις;
35ὅταν ὡς μέρος συλλογισμοῦ εἴπω τὸ ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν‘ καὶ ἐπαγάγω τὰς ἄλλας προτάσεις καὶ τὸ συμπέρασμα. ἐπειδὴ οὖν ἐν μὲν
τῷ Περὶ ἑρμηνείας λόγους ἀποφαντικοὺς ἔλεγεν καθ’ αὑτούς, ἐνταῦθα δὲ13

14

τοὺς λόγους ὡς μέρη συλλογισμῶν παραλαμβάνει, εἰκότως ἐκεῖ μὲν οὐδε‐ μίαν μνήμην προτάσεων ἐποιήσατο, ἐνταῦθα δὲ ὁρίζει τί ποτέ ἐστιν πρότασις· ἐνταῦθα γὰρ κέχρηται προτάσεσιν, ὅπου καὶ περὶ συλλογισμοῦ λέγει· ἐκεῖ δὲ οὐ περὶ προτάσεων ἔλεγεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου.
5ζητεῖται δὲ καὶ ἡ τάξις, διὰ τί πρώτην εἶπεν τὴν πρότασιν, εἶτα τὸν ὅρον, εἶτα τὸν συλλογισμόν· τῇ γὰρ αὐτῇ τάξει κέχρηται καὶ ἐν τῷ διορίζειν αὐτὰ καὶ λέγειν τί ἐστιν ἕκαστον τούτων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἁπλουστέ‐ ρων ἐζήτει ἄρξασθαι, ἔδει ἀπὸ τοῦ ὅρου ἀρξάμενον διὰ μέσης τῆς προ‐ τάσεως ἐλθεῖν ἐπὶ τὸν συλλογισμόν· εἰ δὲ ἀπὸ τῶν συνθετωτέρων, ἔδει
10ἀπὸ τοῦ συλλογισμοῦ ἀρξάμενον ἐλθεῖν ἐπὶ τὴν πρότασιν καὶ ἀπ’ ἐκείνης ἐπὶ τὸν ὅρον. καὶ οἱ μὲν λέγουσιν ὅτι ὡς ἤδη εἰπὼν ἐν τῷ Περὶ ἑρμη‐ νείας περὶ προτάσεων ἀπ’ αὐτῆς ἤρξατο ὡς γνωριμωτέρας ἐκ τῶν περὶ αὐτῆς λεχθέντων. οἱ δὲ ὅτι τὸ τῆς προτάσεως ὄνομα οὐκ αὐτὸς ἔθετο, ἀλλὰ πρὸ αὐτοῦ καὶ ὁ Πλάτων καὶ ἄλλοι αὐτῷ ἐχρήσαντο, τὸ δὲ τοῦ ὅρου
15ὄνομα αὐτὸς ἔθετο· προϊὼν γοῦν περὶ μὲν τοῦ ὅρου λέγει “ὅρον δὲ καλῶ” ὡς ἂν αὐτὸς θέμενος τὸ ὄνομα, περὶ δὲ τῆς προτάσεως οὐ λέγει ‘καλῶ‘ ἀλλὰ ‘πρότασις δέ ἐστιν‘ ὡς καὶ πρὸ αὐτοῦ λεγομένου τοῦ ὀνόματος τού‐ του. λέγουσιν ὅτι ἀπὸ τούτου ἤρξατο ὡς γνωριμωτέρου. ἔστιν δὲ ἄλλη αἰτία πιθανωτέρα καὶ μᾶλλον ἀληθής, ἣ καὶ τῷ φιλοσόφῳ δοκεῖ ** ἀπὸ
20τῆς προτάσεως σαφηνίζειν τὸν ὅρον τῷ κατὰ ἀνάλυσιν τρόπῳ διδασκαλίας κεχρημένος οἰκείως τοῖς προκειμένοις· λέγει γὰρ “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”. ἀνάγκη οὖν ἡμᾶς προγνῶναι τί ποτέ ἐστιν πρό‐ τασις, εἰ μέλλοιμεν ἀπ’ αὐτῆς τὸν ὅρον γνώσεσθαι· διὸ ἀπὸ τῆς προ‐ τάσεως ἤρξατο. ἔστιν δὲ πρότασις μὲν ὡς τύπῳ εἰπεῖν τὸ ‘ἄνθρωπος
25περιπατεῖ‘, ὅρος δὲ τὸ ‘ἄνθρωποσ‘ ἢ τὸ ‘περιπατεῖ‘, συλλογισμὸς δὲ τὸ ἡ ψυχὴ αὐτοκίνητος, πᾶν αὐτοκίνητον ἀεικίνητον, πᾶν ἀεικίνητον ἀθάνα‐ τον, ἡ ψυχὴ ἄρα ἀθάνατοσ‘. χρὴ δέ, φησίν, διορίσαι ποῖος μέν ἐστιν συλλογισμὸς τέλειος, ποῖος δὲ ἀτελής. τέλειον λέγει τὸν αὐτάρκη τὸν μὴ δεόμενόν τινος πρὸς τὸ εἶναι, ἀτελῆ δὲ τὸν δεόμενον· καὶ γὰρ ἐν
30τοῖς ἀνθρωπίνοις τέλειον καλοῦμεν τὸν αὐτάρκη καὶ μὴ δεόμενόν τινος. ὀψόμεθα δὲ ἐκεῖ ἐλθόντες ἔνθα λέγει περὶ τοῦ τελείου καὶ τοῦ ἀτελοῦς, μήποτε οὐδείς ἐστιν ἀτελής, ἀλλ’ οἴεται μὲν αὐτὸς εἶναί τινας ἀτελεῖς, τῇ δὲ ἀληθείᾳ πάντες τέλειοί εἰσιν. Μετὰ δὲ ταῦτα, φησίν, χρὴ διορίσαι τί λέγομεν τὸ ἐν ὅλῳ εἶναι
35ἢ μὴ εἶναι, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηθενὸς κατη‐ γορεῖσθαι. μεμαθήκαμεν ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τῶν προτάσεων αἱ μὲν προσδιωρισμέναι εἰσὶν αἱ δὲ ἀπροσδιόριστοι, καὶ τῶν προσδιωρισμένων
αἱ μὲν καθολικαί εἰσιν αἱ ἔχουσαι τὸ ‘πᾶσ‘ καὶ τὸ ‘οὐδείσ‘, αἱ δὲ μερικαὶ14

15

αἱ ἔχουσαι τὸ ‘τὶσ‘ καὶ τὸ ‘οὐ πᾶσ‘. περὶ τῶν προτάσεων οὖν λέγει ἐνταῦθα τῶν ἐχουσῶν τοὺς καθόλου διορισμοὺς ἑκατέρωθεν ἐπιχειρῶν, ποτὲ μὲν ἀπὸ τοῦ ὑποκειμένου ποτὲ δὲ ἀπὸ τοῦ κατηγορουμένου, ἐν ἑκα‐ τέρῳ καθ’ ἑκάτερον, κατά τε τὸ καταφατικὸν καὶ κατὰ τὸ ἀποφατικόν.
5οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος τετράπουν· ἐν ὅλῳ τῷ ζῴῳ ἐστὶν ὁ ἄνθρωπος καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν· ἐνταῦθα ἀπὸ τοῦ ὑπο‐ κειμένου ἐπεχείρησεν· πᾶς γὰρ ἄνθρωπος ἐν τῷ ζῴῳ ἐστὶν ὅλῳ ὄντι, καὶ οὐδεὶς ἄνθρωπός ἐστιν ἐν τῷ τετράποδι ὅλῳ ὄντι. διὰ οὖν τοῦ τὸ ἐν ὅλῳ εἶναι ἐσήμανεν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ εἶναι τὴν ἀπό‐
10φασιν. εἶτα ἀπὸ τοῦ κατηγορουμένου ἐπιχειρεῖ· κατὰ παντὸς γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον ἐν τῇ καταφάσει τῇ ‘πᾶς ἄνθρωπος ζῷον‘ καὶ κατ’ οὐδενὸς ἀνθρώπου κατηγορεῖται τὸ τετράπουν ἐν τῇ ‘οὐδεὶς ἄνθρωπος τετράπουν‘ ἀποφάσει.
14tΠερὶ προτάσεως.
15nΠρότασις μὲν οὖν ἐστιν λόγος καταφατικὸς ἕως τοῦ ἢ
16nτὸ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν.
17 Τρία ἐστὶν ταῦτα, λόγος, ἀπόφανσις, πρότασις. καὶ δοκεῖ τὰ τρία κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔστιν τις αὐτῶν διαφορά. ὁμοίως δέ ἐστιν τούτοις ἄλλα τρία ἀνάλογον,
20ὄνομα ἢ ῥῆμα (οὐδὲν γάρ μοι διαφέρει), φάσις, ὅρος. καὶ πάλιν δὲ τὰ τρία δοκεῖ κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔχει τινὰ διαφοράν. πᾶσα μὲν γὰρ πρότασις καὶ ἀπόφανσίς ἐστιν, καὶ πᾶσα ἀπόφανσις καὶ λόγος ἐστίν· οὐκέτι δὲ τὸ ἀνάπαλιν· οὐ γὰρ πᾶς λόγος ἀπόφανσίς ἐστιν. τί δέ ἐστιν ἀπόφανσις; λόγος “ἐν ᾧ τὸ ἀλη‐
25θεύειν ἢ ψεύδεσθαι ὑπάρχει”, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας. ἔστιν δὲ λόγος ἐν ᾧ οὐκ ἔστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον ὁ εὐκτικός, ὁ προσ‐ τακτικός· ὥστε ἔστιν λόγος μὴ ὢν ἀπόφανσις. πᾶσα ἄρα ἀπόφανσις καὶ λόγος, οὐ πᾶς δὲ λόγος καὶ ἀπόφανσις· περιληπτικώτερος γάρ ἐστιν καὶ ἐπὶ πλέον ὁ λόγος τῆς ἀποφάνσεως. πάλιν ἀπόφανσις μέν ἐστιν πᾶς
30λόγος ἐν ᾧ ἐστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι· πρότασις δέ ἐστιν, ὅταν μὴ καθ’ ἑαυτὸν ᾖ ὁ λόγος ἀποφαντικός, ἀλλὰ μέρος τοῦ συλλογισμοῦ νοῆται. οἷον ἐὰν εἴπω ὡς δογματίζων λόγον τινὰ καθ’ αὑτόν, ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν‘, ἀπόφανσιν μὲν λέγω, πρότασιν δὲ οὔ· ἐὰν δὲ συλλογιζόμενος ὡς μέρος τοῦ συλλογισμοῦ εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν‘ ὡς ἐπάξων τὰ
35ἄλλα λήμματα καὶ τὸ συμπέρασμα, ἵνα τὸν συλλογισμὸν πληρώσω, τότε15

16

τὴν ἀπόφανσιν καὶ πρότασιν ἐποίησα, μέρος αὐτὴν τοῦ συλλογισμοῦ ποιή‐ σας. ὥστε ἡ ἀπόφανσις περιληπτικωτέρα ἐστὶν καὶ ἐπὶ πλέον τῆς προ‐ τάσεως· πᾶσα ἄρα πρότασις καὶ ἀπόφανσις, οὐ πᾶσα δὲ ἀπόφανσις πρότασις. διὸ καί, ὡς εἴρηται, ἐνταῦθα ὁρίζει τί ποτέ ἐστιν πρότασις. ἐν γὰρ τῷ
5Περὶ ἑρμηνείας οὐ περὶ προτάσεως ἐδίδαξεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου· καθ’ ἑαυτοὺς γὰρ τοὺς λόγους ἐλάμβανεν, οὐχ ὡς μέρη συλλογισμῶν. ἐνταῦθα δὲ τοὺς ἀποφαντικοὺς λόγους λαμβάνων μέρη τῶν συλλογισμῶν δῆλον ὅτι προτάσεις αὐτοὺς ποιεῖ, καὶ εἰκότως ὁρίζεται τί ποτέ ἐστιν πρότασις. πάλιν δὲ ἐπὶ τῶν ἄλλων· πᾶς μὲν γὰρ ὅρος φάσις ἐστίν, καὶ
10πᾶσα φάσις ὄνομα ἢ ῥῆμα· οὐκέτι δὲ ἀνάπαλιν· οὐ γὰρ πᾶν ὄνομα ἢ ῥῆμα φάσις ἐστίν. τί γάρ ἐστιν φάσις; τὰ μόρια τοῦ ἀποφαντικοῦ λόγου φάσεις εἰσίν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀποφαντικοῦ λόγου σαφῶς εἶπεν “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον”. ἔστιν δὲ ὄνομα ἢ ῥῆμα τὰ μόρια τοῦ εὐκτικοῦ ἢ τοῦ προστακτικοῦ λόγου, ἃ οὐκ
15εἰσὶν φάσεις· περιληπτικώτερον ἄρα ἐστὶν τὸ ὄνομα καὶ τὸ ῥῆμα καὶ ἐπὶ πλέον τῆς φάσεως, ὥστε πᾶσα μὲν φάσις καὶ ὄνομα ἢ ῥῆμα, οὐ πᾶν δὲ ὄνομα ἢ ῥῆμα καὶ φάσις. πάλιν φάσεις μέν εἰσιν τὰ μόρια τῆς ἀποφάν‐ σεως, ὅροι δὲ τὰ μόρια τῆς προτάσεως, τὸ ὑποκείμενον καὶ κατηγορού‐ μενον. ὥστε ταύτῃ διαφέρει φάσις ὅρου, ᾗ διαφέρει ἀπόφανσις προτάσεως·
20τότε γὰρ ἡ φάσις ὅρος γίνεται, ὅταν ἡ ἀπόφανσις πρότασις γένηται. ἐπὶ πλέον ἄρα ἐστὶν καὶ περιληπτικωτέρα ἡ φάσις τοῦ ὅρου· ἡ μὲν γὰρ μόριόν ἐστιν παντὸς ἀποφαντικοῦ λόγου, ὁ δὲ μόριον προτάσεώς ἐστιν. τούτων διωρισμένων ἔλθωμεν ἐπὶ τὸ ῥητόν. πρόκειται αὐτῷ τὴν πρότασιν ὁρίσαι· τοῦτο γὰρ προέθετο πρότερον, ὁρίσαι τί ἐστιν πρότασις, τί ὅρος, τί
25συλλογισμός. ἐπεὶ οὖν πᾶς ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν, ὡς γένος μὲν τῆς προτάσεως λαμβάνει τὸν λόγον· ὡς εἴρηται γάρ, περιληπτικός ἐστιν τῆς ἀποφάνσεως, ἥτις περιληπτική ἐστιν τῆς προτάσεως· ἀνάλογον δὲ διαφοραῖς λαμβάνει τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν καὶ τὰ ἑξῆς. ὥσπερ δὲ ἐν τῷ Περὶ ἑρμηνείας μεμαθήκαμεν, τὸ μέν τί ἐστιν ποσὸν
30τῶν προτάσεων, τὸ δὲ ποιόν· ἀφ’ ἑκατέρου οὖν ὁρίζεται τὴν πρότασιν, καὶ ἀπὸ τοῦ ποσοῦ καὶ ἀπὸ τοῦ ποιοῦ· ἀπὸ μὲν τοῦ ποιοῦ εἰπὼν λόγος κατα‐ φατικὸς ἢ ἀποφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος. ὀλίγον
δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος κατά16

17

τινος ἢ τινὸς ἀπό τινος· ἐν μὲν γὰρ τῇ καταφάσει καταφάσκομέν τι κατά τινος· οἷον Σωκράτης δίκαιός ἐστιν, καὶ τοῦ Σωκράτους καταφάσκομέν τι, τὸ δίκαιος· ἐν δὲ τῇ ἀποφάσει ἀποφάσκομέν τι ἀπό τινος· οἷον ‘ὁ Σωκράτης ἄδικος οὐκ ἔστιν‘ ἀποφάσκομεν καὶ ἀπαγορεύομεν καὶ ἀποχωρί‐
5ζομεν τοῦ Σωκράτους τὸ ἄδικον· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική. καὶ ταύτῃ διαφέρουσιν κατὰ τὸ ποιόν. ἀπὸ δὲ τοῦ ποσοῦ ὁρίζεται αὐτὴν λέγων ὅτι οὗτος ὁ λόγος ἢ καθόλου ἐστὶν ἢ ἐν μέρει ἢ ἀδιόριστος· πᾶσα γὰρ πρότασις ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἢ ἀδιόρι‐ στος· ἢ γάρ τινα τῶν καθόλου προσδιορισμῶν ἔχει ἤ τινα τῶν μερικῶν ἢ
10ἀπροσδιόριστός ἐστιν. οὗτός ἐστιν ὃν ἀποδίδωσιν ὅρον τῆς προτάσεως. ἰστέον δὲ ὅτι τὰ μὲν νεώτερα βιβλία ἔχει τὸ τινὸς κατά τινος ἢ τινὸς ἀπό τινος· καὶ σαφῆ ποιεῖ τὸν ὅρον ἡ τοιαύτη γραφή· τὸ μὲν γὰρ τινὸς κατά τινος περὶ τῆς καταφάσεως ἂν εἴη κείμενον, τὸ δὲ τινὸς ἀπό τινος περὶ ἀποφάσεως. τὰ δὲ ἀρχαῖα βιβλία καὶ ἡ ἀρχαία γραφὴ
15οὐκ ἔχει τὸ ἢ τινὸς ἀπό τινος· ὕστερον γὰρ προσετέθη σαφηνείας χάριν· ἀλλὰ μόνον τὸ τινὸς κατά τινος ἔχουσιν. καὶ εἴη ἂν τὸ τινὸς κατά τινος λεγόμενον καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως. ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἐνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως (τῶν γὰρ προτάσεων αἱ μέν εἰσιν κατηγορι‐
20καί, αἱ τελείως καὶ ἀδιστάκτως ἀποφαινόμεναι, οἷον ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, αἱ δὲ ὑποθετικαί, αἱ μὴ τελείως ἀποφαινόμεναι ἀλλ’ ἐν ὑποθέσει, οἷον εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ὁ γὰρ οὕτως λέγων οὐ τελείως ἀποφαί‐ νεται ὅτι φῶς ἐστιν, ἀλλ’ ὑπόθεσιν λαβὼν τὸ ‘εἰ ἡμέρα ἐστίν‘ λέγει ὅτι εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν), ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις, ἃς παραλαμ‐
25βάνει ἐνταῦθα, κατηγορικαί εἰσιν καὶ οἱ συλλογισμοὶ πάντες, περὶ ὧν ἐν‐ ταῦθα διαλαμβάνει, κατηγορικοί εἰσιν, τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως, ὡς ἂν εἰ εἶπεν ‘πρότασίς ἐστιν, ἣν νῦν ὁρίζομαι, λόγος καταφατικὸς ἢ ἀποφατικόσ‘, ἵν’ ᾖ τὸ τινὸς κατά τινος ἀντὶ τοῦ ‘κατηγορικόσ‘. ἢ τὸ τινὸς κατά τινος ἀκουστέον
30ἀντὶ τοῦ περί τινοσ‘· κοινότερον γάρ ἐστιν τὸ περί τινος καὶ καταφάσεως καὶ ἀποφάσεως· καὶ γὰρ καὶ ὁ τὴν κατάφασιν λέγων περί τινος λέγει καὶ ὁ τὴν ἀπόφασιν. Εἶτα ἐξηγεῖται τί ἐστιν τὸ ἐν τῷ ὅρῳ εἰρημένον καθόλου καὶ τί τὸ ἐν μέρει καὶ τί τὸ ἀδιόριστον. καὶ λέγει καθόλου λέγειν τὸ παντὶ ἢ
35μηθενὶ ὑπάρχειν. τοῦτο δὲ περὶ τῆς καθόλου καταφατικῆς εἶπεν καὶ τῆς καθόλου ἀποφατικῆς· ἐὰν μὲν γὰρ εἴπω ‘πᾶς ἄνθρωπος δίπους ἐστίν‘, παντὶ τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίπουν· ἐὰν δὲ εἴπω ‘οὐδεὶς ἄνθρω‐
πος τετράπουν ἐστίν‘, οὐθενὶ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ τετράπουν.17

18

ἐν μέρει δ, φησίν, λέγω τὸ τινὶ καὶ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρ‐ χειν. καὶ ἐπὶ μὲν τῶν καθόλου μίαν ηὗρεν ἀποφατικήν· ἐπὶ δὲ τῶν μερικῶν δύο εὑρίσκει ἀποφατικάς· ἥ τε γὰρ καθόλου καταφατικὴ προσ‐ λαβοῦσα 〈τὸ〉 ‘οὐ‘ γίνεται μερικὴ ἀποφατική, οἷον οὐ πᾶς ἄνθρωπος
5δίκαιός ἐστιν, ἥ τε μερικὴ καταφατικὴ προσλαβοῦσα τὸ ‘οὐ‘ γίνεται μερικὴ ἀποφατική, οἷον τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν. ὁ γὰρ λέγων ‘τὶς ἄν‐ θρωπος δίκαιός ἐστιν‘ τινὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· ὁ δὲ λέγων ‘οὐ πᾶς ἄνθρωπος δίκαιοσ‘ οὐ παντὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· πάλιν ὁ λέγων ‘τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ τινὶ ἀνθρώπῳ
10λέγει μὴ ὑπάρχειν τὸ δίκαιον· ὥστε καὶ αὕτη μερική ἐστιν ἀποφατική· μέρους γάρ τινος τῶν ἀνθρώπων ἀποφάσκει τὸ δίκαιον. τοῦτο οὖν σημαί‐ νει, διὰ μὲν τοῦ τινὶ ὑπάρχειν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν τὰς δύο ἀποφάσεις. ἀμφότεραι δὲ ὑπεναντίως ἀντίκειν‐ ται τῇ μερικῇ καταφατικῇ· ἑκατέρα γοῦν αὐτῶν συναληθεύει μετ’ αὐτῆς
15ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ἀδιόριστον δ, φησίν, λέγω τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἄνευ τοῦ καθόλου ἢ κατὰ μέρος ἀντὶ τοῦ ‘τὸ κατα‐ φάσκειν τι κατά τινος ἢ ἀποφάσκειν τι ἀπό τινος ἄνευ τοῦ ποιεῖν ἢ καθόλου ἢ μερικὴν τὴν πρότασιν‘. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος δίκαιός ἐστιν‘, τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίκαιον· ἐὰν δὲ εἴπω ‘ἄνθρωπος
20δίκαιος οὐκ ἔστιν‘, τῷ ἀνθρώπῳ λέγω μὴ ὑπάρχειν τὸ δίκαιον. καὶ ἀδιορί‐ στως προάγω τὰς προτάσεις· οὔτε γὰρ τοῖς καθόλου οὔτε τοῖς μερικοῖς προσδιορισμοῖς κέχρημαι. αὐτὸς δὲ καὶ παραδείγμασιν κέχρηται 〈ἃ〉 ἀνάγκη ἀδιορίστως προενέγκασθαι· οἷόν ἐστιν πρότασις τοιαύτη ‘τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, καὶ ἔστιν ἀληθής· ὁ γὰρ ἰατρὸς οὐ μόνον τὰ ὑγιεινὰ
25οἶδεν ἀλλὰ καὶ τὰ νοσώδη, τοῖς μὲν ἵνα χρήσηται, τὰ δὲ ἵνα φύγῃ. ὁμοίως ὁ μουσικὸς καὶ τὰ εὐάρμοστα καὶ τὰ ἀνάρμοστα οἶδεν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀληθές ἐστιν εἰπεῖν ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ἐὰν μέντοι εἴπω μετὰ προσδιορισμοῦ ‘πάντων τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη‘, ψεύδομαι· οὐ γὰρ πάντων τῶν ἐναντίων ἡ αὐτή
30ἐστιν ἐπιστήμη, ἀλλ’ ἑκάστης μὲν ἀντιθέσεως τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, οὐ πάντων δὲ ἅμα τῶν ἐναντίων· οὐ γὰρ ἡ αὐτή ἐστιν ἐπιστήμη εὐαρμόστου καὶ ἀναρμόστου καὶ ὑγιεινοῦ ἅμα καὶ νοσώδους. ὥστε ἀνάγκη ταύτην τὴν πρότασιν ἀδιορίστως προφέρεσθαι, εἰ μέλλοιμεν ἀληθεύειν. πάλιν ἐὰν εἴπω ‘πᾶσα ἡδονὴ ἀγαθὸν οὐκ ἔστιν‘, ψεύδομαι· οὐ γὰρ πᾶσα
35ἡδονὴ οὐκ ἀγαθόν ἐστιν, ἀλλ’ αἱ μὲν ἀκόλαστοι καὶ ἀκάθαρτοι οὐκ ἀγα‐ θαί, αἱ δὲ ἐπὶ ταῖς ἀρεταῖς 〈καὶ〉 καθαραὶ ἀγαθαί. ὥστε ἀδιορίστως λεκτέον καὶ ταύτην τὴν πρότασιν, εἰ μέλλοιμεν ἀληθεύειν, οἷον ἡδονὴ ἀγαθὸν οὐκ
ἔστιν· αἱ γὰρ μὴ αἱρεταὶ μηδὲ ἀναγκαῖαι οὐκ ἀγαθαί.18

19

(1n)

Διαφέρει δὲ ἡ ἀποδεικτικὴ ἕως τοῦ καθάπερ καὶ ἐν
2nτοῖς Τοπικοῖς εἴρηται.
3 Ἔοικεν ἐνταῦθα παρεκβάσει κεχρῆσθαι καὶ ἀφίστασθαι τοῦ προκει‐ μένου. ἐπειδὴ γὰρ σκοποὶ αὐτῷ νῦν περὶ τοῦ κοινοῦ συλλογισμοῦ ἁπλῶς
5διαλαβεῖν μόνου δῆλον ὅτι καὶ περὶ μόνης τῆς κοινῆς προτάσεως, οὐ περὶ ἀποδεικτικῆς (περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς) οὐδὲ περὶ διαλεκτικῆς (περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς Τόποις), καὶ 〈οὐκ〉 οἰκείως ὅδε μετὰ τὸ ὁρίσασθαι τὴν κοινὴν πρότασιν λέγει πῇ διαφέρει ἡ ἀπο‐ δεικτικὴ πρότασις τῆς διαλεκτικῆς. καὶ λέγομεν ὅτι οὐδὲν ἔξω τοῦ προ‐
10κειμένου λέγει· ταύτας γὰρ παρήγαγεν, τήν τε ἀποδεικτικὴν καὶ τὴν δια‐ λεκτικήν, ἵνα δείξῃ ὅτι καὶ κατὰ τούτων ἁρμόζει ὁ ἀποδεδομένος 〈ὅροσ〉 τῆς προτάσεως, καὶ ὅτι αἱ προτάσεις οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ κατὰ πάσης προτάσεως ἀποδέδοται ὁ ἀποδεδομένος ὅρος. διχῇ δὲ λαμ‐ βάνει τὴν διαφορὰν τῆς τε ἀποδεικτικῆς προτάσεως καὶ τῆς διαλεκτικῆς,
15ἀπό τε τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· ἀπὸ μὲν τῆς ὕλης, ὅτι ἡ μὲν ἀποδεικτικὴ περὶ τὰ ἀναγκαῖα πράγματα ἔχει τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἡ δὲ διαλεκτικὴ περὶ τὰ φαινόμενα, περὶ τὰ ἔνδοξα· ἀπὸ δὲ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀποδεικτικὴ πρότασις λῆψίς ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως (ὁ γὰρ ἀποδεικνύων οὐκ ἐρωτᾷ τὸν προσδιαλεγόμενον, ἀλλὰ
20τὴν πρότασιν τὴν συμβαλλομένην αὐτῷ πρὸς ἀπόδειξιν λαμβάνει, κἄν τε ἀρέσκῃ πάντας κἄν τε μηδένα ἀρέσκῃ· πᾶσα γὰρ πρότασις τὸ ἕτερον μόριόν ἐστιν τῆς ἀντιφάσεως· ἀντίφασις γάρ ἐστιν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν, “κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι”· ὥστε κἂν κατάφασιν λάβῃς κἂν ἀπόφασιν, τὸ ἕτερόν ἐστιν τῆς ἀντιφάσεως μόριον),
25ἡ δὲ διαλεκτικὴ πρότασις ἐρωτῶντι μὲν ἐρώτησίς ἐστιν, συλλογιζομένῳ δὲ λῆψις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως· ὁ γὰρ διαλεκτικὸς ἐπειδὴ οὐκ αὐτὸς λαμβάνει ἑαυτῷ τὰς προτάσεις ὡς ὁ ἀποδεικτικός, ἀλλ’ ἐκείνας λαμβάνει ἃς δίδωσιν αὐτῷ καὶ αἷς τίθεται ὁ διαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν λέγων ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος θέσθαι ᾧ βούλεται
30μορίῳ τῆς ἀντιφάσεως. οἷον ἐρωτᾷ ὁ διαλεκτικὸς ‘δοκεῖ σοι ἡ ἡδονὴ κατὰ φύσιν εἶναι ἢ μὴ εἶναι;‘· εἶτα τοῦ προσδιαλεγομένου θεμένου τῷ ἑτέρῳ μορίῳ, οἷον ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἡδονή, ἐπάγει ‘τί δέ, δοκεῖ σοι τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι ἢ μὴ εἶναι;‘· τοῦ δὲ θεμένου τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζεται καὶ οὐκέτι πᾶσαν τὴν ἀντίφασιν ἀλλὰ τὸ ἕτερον
35μόριον τὸ δοθὲν αὐτῷ τῆς ἀντιφάσεως λαμβάνει καὶ λέγει ‘ἡ ἡδονὴ κατὰ φύσιν, τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν‘. ὥστε ἡ διαλεκτικὴ
πρότασις ἐρωτῶντι μὲν τῷ διαλεκτικῷ ἐρώτησίς ἐστιν τῆς ἀντιφάσεως·19

20

ἐρωτᾷ γὰρ πᾶσαν λέγων τὴν ἀντίφασιν· συλλογιζομένῳ δὲ λῆψίς ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως· τὴν γὰρ δοθεῖσαν αὐτῷ λαμβά‐ νει. διχῇ οὖν τὴν διαφορὰν δείκνυσιν, καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· καὶ πρῶτον μὲν ἀπὸ τῆς χρήσεως, ὕστερον δὲ ὑποκατιὼν
5καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως. ἀπὸ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀπο‐ δεικτικὴ πρότασις λῆψίς ἐστιν θατέρου μορίου τῆς ἀντιφάσεως (οὐ γὰρ ἐρωτᾷ ὁ ἀποδεικνύων ἀλλὰ λαμβάνει, οἷον ὅτι ἡ ψυχὴ αὐτο‐ κίνητός ἐστιν, κἄν τε θῆται ὁ προσδιαλεγόμενος κἄν τε μή), ἡ δὲ δια‐ λεκτικὴ πρότασις ἐρώτησίς ἐστιν ἀντιφάσεως. καὶ εἴρηται διὰ τί, ὅτι,
10ἐπειδὴ ἐξ ἐνδόξων συλλογίζεται, ἐξ ὧν τίθεται ὁ προσδιαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος ᾧ βούλεται μορίῳ τῆς ἀντιφάσεως θέσθαι. οὐδὲν δὲ διοίσουσιν αὗται ἀλλήλων ᾗ προτάσεις, οὐδὲ διοίσουσίν τι πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλο‐ γισμόν, ᾗ συλλογισμὸς ἁπλῶς, οὐχ ᾗ τοιόσδε· καὶ γὰρ καὶ ὁ ἀπο‐
15δεικνύων, ἀντὶ τοῦ ‘ἀποδεικτικόσ‘, καὶ ὁ ἐρωτῶν, ἀντὶ τοῦ ‘ὁ διαλεκτι‐ κόσ‘, συλλογίζεται λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν. ὥστε καλῶς ὡρίσατο ἄνω τὴν κοινὴν πρότασιν, καὶ ἐφαρμόζει ὁ λόγος αὐτῆς πάσῃ προτάσει. καὶ ἵνα τοῦτο δείξῃ, παρήγαγεν τὴν διαφορὰν τῆς διαλεκτικῆς καὶ ἀποδεικτικῆς προτάσεως. τῆς δὲ σοφιστικῆς οὐκ ἐμνήσθη
20ὡς καὶ αὐτοῦ ὅλου τοῦ συλλογισμοῦ φευκτοῦ ὄντος καὶ βλαβεροῦ· ἀναγινώ‐ σκομεν οὖν τὴν περὶ αὐτοῦ πραγματείαν, οὐχ ἵνα χρησώμεθα αὐτῷ, ἀλλ’ ἵνα φύγωμεν αὐτὸν καὶ μὴ ὑπὸ τῶν σοφιστῶν ὀχλώμεθα. ὥστε, φησίν, καλῶς ὡρισάμεθα τὴν κοινὴν πρότασιν, καὶ ἔστιν μὲν ἡ συλλογιστικὴ πρότασις ἁπλῶς πᾶσα ἡ κοινὴ κατάφασις ἢ ἀπόφασίς τινος κατά
25τινος ἢ τινὸς ἀπό τινος, ὡς εἴρηται. πάλιν δὲ ἐνταῦθα τὰ ἀρχαίως γεγραμμένα βιβλία οὐκ ἔχει τὸ τινὸς ἀπό τινος, ἀλλὰ μόνον τὸ τινὸς κατά τινος, καὶ ἐξηγητέον αὐτὸ ὡς εἴρηται ἄνω. ἀποδεικτικὴ δὲ γίνεται, 〈ἐὰν〉 ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημ‐ μένη. ἐνταῦθα ἀπὸ τῆς ὕλης λαμβάνει τὴν διαφορὰν τῆς ἀποδεικτικῆς
30προτάσεως πρὸς τὴν διαλεκτικήν. ἄνω μὲν ἀπὸ τῆς χρήσεως εἶπεν τὴν διαφοράν, ἐνταῦθα δὲ καὶ ἀπὸ τῆς ὕλης· ἀεὶ γὰρ ἡ ἀποδεικτικὴ πρότασις ἀληθής ἐστιν καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ἐπειδή, ὡς εἴρηται, ἡ ὕλη αὐτῆς ἐστιν τὰ ἀναγκαῖα πράγματα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. προσέθηκεν δὲ τὸ [δε] διὰ τῶν ἐξ ἀρχῆς ὑποθέ‐
35σεων εἰλημμένη, ἐπειδὴ ὥσπερ οἱ γεωμέτραι ἀρχάς τινας καὶ ὑποθέ‐ σεις λαμβάνοντες ἀποδεικνύουσιν τὰ θεωρήματα, οὕτως καὶ ὁ ἀποδεικτικὸς συλλογιζόμενος λαμβάνει ὑποθέσεις τινὰς ἐναργεῖς καὶ αὐτόθεν γνωρίμους,
αἳ διὰ τὸ σαφὲς καὶ ἐναργὲς αὐτόθεν ἀναπόδεικτοί εἰσιν καὶ οἷον ἀρχαὶ20

21

τοῦ ἀποδεικτικοῦ· ἀεὶ γὰρ ἑκάστης τέχνης καὶ ἑκάστης ἐπιστήμης ἀρχαὶ ἀναπόδεικτοί εἰσιν. ἢ ὅτι ἀποδεικτικὴ πρότασις ἔχει πάντως τὸ ἀληθὲς κατὰ τὴν ὕλην καὶ εἴληπται ἐκ τῶν ὑποθέσεων τῶν ἐξ ἀρχῆς, ἃς ὡς οἰκείας ἀρχὰς ὁ ἀποδεικτικὸς λαμβάνει σαφεῖς οὔσας καὶ ἐναργεῖς καὶ οὐ
5δεομένας ἀποδείξεως. ἢ τῶν ἐξ ἀρχῆς ἀντὶ τοῦ ‘τῶν ἄνωθέν ποθεν ἀπὸ κοινῶν ἐννοιῶν λαμβανομένων‘· μάλιστα γὰρ ἐπὶ πάντων ἀρχαῖς κεχρή‐ μεθα ταῖς κοιναῖς ἐννοίαις. ὥστε τὰ δύο ἐνταῦθα λέγει, καὶ τὴν ὕλην, ὅτι, ἐπειδὴ ἀναγκαία ἐστὶν ἡ ὕλη καὶ ἀεὶ ὡσαύτως ἔχουσα, πάντως ἀλη‐ θής ἐστιν ἡ πρότασις, καὶ τὴν χρῆσιν, ὅτι λαμβάνει αὐτὴν ἐξ ὑποθέσεων
10τῶν ἐξ ἀρχῆς, ἀντὶ τοῦ ‘ἀπὸ τῶν οἰκείων ἀρχῶν καὶ οἷον ἀπὸ κοινῶν ἐννοιῶν‘, ὡς καὶ ἄνω σαφέστερον εἶπεν περὶ τῆς χρήσεως ὅτι οὐκ ἐρωτᾷ ὁ ἀποδεικνύων, ἀλλὰ λαμβάνει τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως πάντως 〈ὡσ〉 βούλεται. ὁμοίως δὲ καὶ ἐπὶ τῆς διαλεκτικῆς λέγει καὶ τὴν ὕλην καὶ τὴν χρῆσιν· λέγει γὰρ ὅτι διαλεκτικὴ δέ ἐστιν πυνθανομένῳ μὲν ἐρώτησις
15ἀντιφάσεως (εἴρηται γὰρ ὅτι πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ ὁ διαλεκτικός, καὶ διὰ τί εἴρηται), συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· οὐ γὰρ ἐν τῷ συλλογίζεσθαι ὡς ἐν τῷ ἐρωτᾶν πᾶσαν τὴν ἀντίφασιν λαμβάνει (οὐδὲ γὰρ ἐνδέχεται), ἀλλὰ τὸ ἕτερον μέρος ᾧ τίθεται ὁ προσδιαλεγόμενος. ὥστε τῇ χρήσει διαφέρει τῆς ἀποδεικτικῆς, ὅτι
20ἐκεῖνος οὐδὲ ἐρωτᾷ. ἀλλὰ καὶ τῇ ὕλῃ διαφέρει· ὁ μὲν γὰρ τὸ ἀληθὲς λαμβάνει ὡς περὶ τὰ ἀναγκαῖα καὶ ἀίδια ἔχων, ὁ δὲ τὸ φαινόμενον καὶ τὸ δοκοῦν τοῖς πολλοῖς καὶ τῷ προσδιαλεγομένῳ· περὶ γὰρ τὰ φαινόμενα καὶ ἔνδοξα ἔχει· οἷον ὅταν λέγῃ, ὡς εἴρηται, ‘ἡ ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν‘· τὸ γὰρ τὴν ἡδονὴν κατὰ
25φύσιν εἶναι φαινόμενον μέν ἐστιν καὶ δοκοῦν τοῖς πολλοῖς, οὐ πάντως δὲ ἀληθές. καθάπερ, φησίν, καὶ ἐν τοῖς Τόποις εἴρηται ὅτι ὁ διαλεκτι‐ κὸς τὰ φαινόμενα καὶ ἔνδοξα λαμβάνει. λέγει δὲ ἐκεῖ ὅτι τὸ ἔνδοξον πολλαχῶς λέγεται, ἢ τὸ πᾶσι δοκοῦν, καὶ σοφοῖς καὶ οὐ σοφοῖς, ἢ τὸ τοῖς πολλοῖς μὲν δοκοῦν τοῖς σοφοῖς δὲ οὐ δοκοῦν, ἢ τὸ τοῖς σοφοῖς
30μόνοις δοκοῦν, ἢ τὸ τοῖς ἐπιφανεστέροις τῶν σοφῶν.
31nΤί μὲν οὖν ἐστιν πρότασις ἕως τοῦ διαιρουμένου τοῦ
32nεἶναι καὶ μὴ εἶναι.
33 Ἀνακεφαλαιοῦται τὰ εἰρημένα καὶ λέγει τί μὲν οὖν ἐστιν πρό‐ τασις ἁπλῶς ἡ κοινή, καὶ τίνι διαφέρει ἡ συλλογιστικὴ πρότασις
35ἁπλῶς ἡ κοινὴ τῶν μερικῶν, τῆς ἀποδεικτικῆς καὶ τῆς διαλεκτικῆς, καὶ αὗται τίνι διαφέρουσιν ἀλλήλων, ἡ ἀποδεικτικὴ τῆς διαλεκτικῆς, δι’ ἀκρι‐
βείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται. τί † γὰρ ἄρα νῦν οὐκ ἀκριβῶς21

22

εἶπεν, ἀλλ’ ἀλλαχοῦ ἐρεῖ καὶ περὶ τῆς συλλογιστικῆς ἁπλῶς προτάσεως τῆς κοινῆς ἀκριβῶς δέον ἐνταῦθα εἰπεῖν, ὅπου πρόκειται αὐτῷ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ εἰπεῖν; τί οὖν ἐροῦμεν πρὸς τοῦτο; λέγομεν ὅτι τὸ δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται οὐ περὶ τῆς συλλογιστι‐
5κῆς τῆς κοινῆς ἁπλῶς εἶπεν (ἀκριβῶς γὰρ περὶ αὐτῆς εἶπεν), ἀλλὰ περὶ τῆς διαλεκτικῆς καὶ τῆς ἀποδεικτικῆς, περὶ ὧν ἐν τοῖς ἑπομένοις ἐρεῖ ἀκριβέστερον, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς Τόποις. πρὸς δὲ τὴν παροῦσαν χρείαν, φησίν, πρὸς τὸ δεῖξαι ὅτι ἱκανῶς ὡρισάμεθα τὴν ἁπλῶς συλλογιστικὴν
10τὴν κοινὴν καὶ πάσῃ προτάσει ἐφαρμόζει ὁ εἰρημένος ὅρος, ἱκανῶς ἡμῖν διωρίσθω τὰ νῦν. Λοιπὸν δὲ ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις ἔρχεται ἐπὶ τὸ εἰπεῖν τί ἐστιν ὅρος· οὕτως γὰρ καὶ ἄνω εἶπεν, ὅτι χρὴ εἰπεῖν “τί ἐστιν πρότασις καὶ τί ὅρος”. οὐκέτι
15δὲ λέγει ‘ὅρος δέ ἐστιν‘, ὡς εἶπεν περὶ τῆς προτάσεως “πρότασις δέ ἐστιν”, ἀλλ’ ὅρον δὲ καλῶ ὡς μὴ κειμένου τοῦ ὀνόματος τούτου παρὰ τοῖς πρὸ αὐτοῦ ἀλλ’ ὡς αὐτὸς ὀνοματοθέτης ὢν τούτου τοῦ ὀνόματος. ὅρον δέ, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις. εἰς τί δὲ διαλύεται; δῆλον ὅτι εἰς τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον,
20ὃ ἐσήμανεν εἰπὼν καθ’ οὗ κατηγορεῖται· τὸ γὰρ ὑποκείμενον ἐκεῖνό ἐστιν καθ’ οὗ κατηγορεῖται τὸ κατηγορούμενον. ὅρους δ’ ἐκάλεσεν τὰ μόρια τῆς προτάσεως ἀπὸ μεταφορᾶς τῶν ὅρων τῶν ὁριζόντων τὰ χωρία· καὶ τὴν πρότασιν γὰρ τὰ ὁρίζοντα καὶ οἱονεὶ περιέχοντα καὶ ἀποκλείοντα ὅ τε ὑποκείμενός ἐστιν ὅρος καὶ ὁ κατηγορούμενος. εἰκότως ἄρα πρώτην
25ὡρίσατο τὴν πρότασιν ὡς μέλλων ἀπ’ αὐτῆς τὸν ὅρον σαφηνίζειν. καὶ αὕτη ἐστὶν ἀληθὴς αἰτία, ᾗ καὶ ὁ φιλόσοφος ἀρέσκεται, τοῦ ὁρίσασθαι αὐτὸν τὴν πρότασιν πρὸ τοῦ ὅρου, οὐχ ὥς τινες λέγουσιν διὰ τὸ γνωρι‐ μώτερον αὐτὴν εἶναι καὶ ἔννοιάν πως ἡμᾶς αὐτῆς εἰληφέναι ἐκ τῶν εἰρη‐ μένων ἐν τῷ Περὶ ἑρμηνείας, οὐδὲ διὰ τὸ τὸ μὲν τῆς προτάσεως ὄνομα
30καὶ παρὰ τοῖς πρὸ αὐτοῦ κεῖσθαι, τὸ δὲ τοῦ ὅρου αὐτὸν τεθεικέναι. ὅρον οὖν, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τὸν κατηγο‐ ρούμενον καὶ καθ[ν] οὗ κατηγορεῖται ὁ κατηγορούμενος, τοῦτ’ ἔστιν τὸν ὑποκείμενον, ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι. τοῦτο δὲ τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ
35εἶναι ἢ μὴ εἶναι ὁ μὲν Ἀλέξανδρος ἁπλούστερον ἐξηγεῖται, καὶ λέγει τὸ μὲν προστιθεμένου τοῦ εἶναι περὶ τῆς καταφάσεως λέγεσθαι, τὸ δὲ διαιρουμένου τοῦ μὴ εἶναι περὶ τῆς ἀποφάσεως. καὶ ἐκδέχεται τὸ προστιθεμένου ἀντὶ τοῦ ‘προστιθέντοσ‘, τὸ δὲ διαιρουμένου ἀντὶ τοῦ ‘διαιροῦντοσ‘· ἐπὶ μὲν γὰρ τῆς καταφάσεως τὸ εἶναι προστίθησιν καὶ
40οἱονεὶ συντίθησιν καὶ συνάπτει τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ,22

23

ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ μὴ εἶναι διαιρεῖ τὸν κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου. οὕτως δὴ καὶ ἐν τῷ Περὶ ἑρμηνείας σύνθεσιν ἐκάλεσεν τὴν κατάφασιν, διαίρεσιν δὲ τὴν ἀπόφασιν λέγων “περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές”. προστιθεμένου οὖν ἀντὶ
5τοῦ ‘καταφάσκοντοσ‘, διαιρουμένου δὲ ἀντὶ τοῦ ‘διαιροῦντος, ἀποφά‐ σκοντος, ἀποφατικῶς κειμένου‘, ἵν’ ᾖ τὸ ὅλον οὕτως· ὅρον καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις καταφατικὴ ἢ ἀποφατικὴ οὖσα· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική. οὕτως ὁ Ἀλέξανδρος. ὁ δὲ μέγας φιλόσοφος βαθύτερον καὶ ἀκριβέστερον ἐξηγούμενος λέγει ὅτι τὸ ἢ προστι‐
10θεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι τὰ διάφορα εἴδη τῶν προτάσεων σημαίνει· τῶν γὰρ προτάσεων αἱ μὲν αὐτόθεν ἔχουσιν τὸν κατηγορούμενον ὅρον τῷ ὑποκειμένῳ συναπτόμενον, αἱ δὲ τὸ ‘ἔστιν‘ τρίτον προσκατηγορούμενον, αἱ δὲ μετὰ τρόπου· πάλιν αἱ μὲν ἁπλαῖ εἰσιν, αἱ δὲ ἐκ μεταθέσεως. τοῦτο σημαίνει ἐνταῦθα, ὅτι πᾶσα πρότασις εἰς
15ὅρους διαλύεται, κἂν αὐτόθεν ἔχῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ συναπτόμενον, κἂν τὸ ‘ἔστιν‘ τρίτον προσκατηγορῆται, κἂν μετὰ τρόπου ᾖ, κἄν τε ἁπλῆ κἄν τε ἐκ μεταθέσεως. πῶς οὖν ταῦτα σημαίνει, λεκτέον. λέγει, καὶ καλῶς λέγει, ὅτι δύο ταῦτα εἶπεν προστιθεμένου καὶ διαι‐ ρουμένου· ταῦτα δὲ οὐκ ἀντίκειται ἀλλήλοις ἀλλὰ ἔστιν τὰ ἑκατέρῳ τού‐
20των ἀντικείμενα· τῇ προσθέσει ἡ ἀφαίρεσις ἀντίκειται, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ἔοικεν οὖν [τί] ἀπὸ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καταλιπεῖν ἡμῖν τὰ ἕτερα ἐννοήσασιν εἰσαγαγεῖν. λάβωμεν οὖν τὰς δύο ἀντιθέσεις, πρόσθεσιν ἀφαίρεσιν, σύνθεσιν διαίρεσιν, καὶ λάβωμεν ἀντὶ τοῦ εἶναι τὸ ‘ἔστιν‘, δῆλον ὅτι καὶ ἀντὶ τοῦ μὴ εἶναι τὸ ‘οὐκ ἔστιν‘, καὶ λοιπὸν ἴδωμεν
25τί βούλεται σημᾶναι. μεμαθήκαμεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τὸ ‘ἔστιν‘ οὐκ ἔστιν τρίτος ὅρος· “οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστιν τοῦ πράγματος” ἐκεῖ εἶπεν, ἀλλὰ πρόσθεσίς ἐστιν καὶ προστίθεται τῷ κατηγορουμένῳ ὅρῳ· διὸ καὶ ἕν, καὶ εἶπεν προσκατηγορῆσαι. ἡ οὖν πρόσθεσις τοῦ ‘ἔστιν‘ σημαίνει τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν‘
30προσκατηγορούμενον· οἷον Σωκράτης δίκαιός ἐστιν· ὁ ὑποκείμενός ἐστιν τὸ Σωκράτης, κατηγορούμενος δὲ τὸ ‘δίκαιός ἐστιν‘· 〈τὸ δὲ ‘ἔστιν‘〉 οὐκ ἔστιν ὅρος ἀλλὰ προσθήκη. ἐὰν δὲ ἀντὶ τοῦ ‘δίκαιός ἐστιν‘ ἄλλον εἴπω κατηγορούμενον, οἷον τὸ ‘ὑγιαίνει‘, οὐκέτι χώραν ἔχει τὸ ‘ἔστιν‘· οὐ γὰρ δύναμαι εἰπεῖν ‘Σωκράτης ὑγιαίνει ἐστίν‘· σαφῶς γὰρ πάλιν ἐκεῖ εἶπεν ὅτι
35“ἐφ’ ὅσων τὸ ‘ἔστιν‘ μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ τῶν τοιού‐23

24

των, ταὐτὸν ποιεῖ τὸ ‘ὑγιαίνει‘ καὶ τὸ ‘βαδίζει‘, ὡς ἂν εἰ τὸ εἶναι προσή‐ πτετο”. δῆλον οὖν ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων ἀφαιρῶ τὸ ‘ἔστιν‘ καὶ λέγω μόνον τὸ ‘Σωκράτης ὑγιαίνει‘. ὥσπερ οὖν ἡ πρόσθεσις τοῦ ‘ἔστιν‘ ἐσήμανεν τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν‘ τρίτον προσκατη‐
5γορούμενον *** ἀλλ’ αὐτόθεν τὸν κατηγορούμενον συνημμένον τῷ ὑποκειμένῳ. πάλιν τῶν μετὰ τρόπου προτάσεων εἴρηται ἐν τῷ Περὶ ἑρμη‐ νείας ὅτι ὁ τρόπος οὐκ ἔστιν μέρος τῆς προτάσεως ἀλλὰ σύνδεσμος καὶ οἱονεὶ γόμφου χώραν ἐπέχει· συνδεῖ γὰρ τὸν κατηγορούμενον τῷ ὑποκει‐ μένῳ. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν‘, ὁ τρόπος ὁ μεταξὺ
10καταφάσκει· συνδεῖ γὰρ καὶ συντίθησιν τὸ ‘ἔστιν‘ τῷ ‘ἄνθρωποσ‘. ἡ σύν‐ θεσις οὖν τοῦ ‘ἔστιν‘ σημαίνει τὰς μετὰ τρόπου προτάσεις. ἡ δὲ διαί‐ ρεσις τοῦ μὴ εἶναι σημαίνει τὰς μετὰ τρόπου ἐκ μεταθέσεως· ἐὰν γὰρ εἴπω ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν‘, 〈ὁ〉 τρόπος μεταξὺ ὢν διαιρεῖ τὸ μὴ εἶναι ἀπὸ τοῦ τραγελάφου· ὥσπερ γὰρ ἐπὶ τοῦ ‘ἄνθρωπος ἐξ ἀνάγκης
15ἐστίν‘ ὁ τρόπος ἐπεβεβαίου τὴν σύνθεσιν τοῦ ‘ἔστιν‘ πρὸς τὸ ἄνθρωπος καὶ τὴν ὕπαρξιν τὴν σημαινομένην διὰ τοῦ ‘ἔστιν‘ ἐπέτεινεν, οὕτως ἐπὶ τοῦ ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν‘ τὴν διαίρεσιν τῆς ὑπάρξεως ἐπι‐ βεβαιοῖ καὶ ἐπιτείνει τὸ ‘οὐκ ἔστιν‘. κατάφασις δέ ἐστιν καὶ ἡ ‘τρα‐ γέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν‘. ὥστε οὐ περὶ ἀποφάσεως ἐνταῦθα εἶπεν,
20ἀλλὰ δ καταφατικὰς ἔλαβεν, τρεῖς μὲν ἐπὶ τῶν τριῶν εἰδῶν τῶν προ‐ τάσεων, μίαν δὲ ἐπὶ τῶν ἐκ μεταθέσεως, μόνον οὐχὶ λέγων ὅτι πᾶσα πρό‐ τασις, κἄν τε ἁπλῆ ᾖ οἱουδήποτε εἴδους οὖσα τῶν τριῶν εἰδῶν τῶν προ‐ τάσεων, κἄν τε ἐκ μεταθέσεως ᾖ, διαλύεται εἴς τε τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον.
25nΣυλλογισμὸς δέ ἐστιν λόγος ἕως τοῦ πρὸς τὸ γενέσθαι
26nτὸ ἀναγκαῖον.
27 Ἀκολούθως μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις καὶ τί ὅρος ὁρίζεται τί ἐστιν συλλογισμός· οὕτω γὰρ καὶ ἄνω προέθετο· “εἶτα, φησίν, διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός”. πρὸ δὲ τῆς ἐξηγή‐
30σεως τοῦ ὅρου τοῦ συλλογισμοῦ ζητεῖται ἐνταῦθα τί ἐστιν τὸ ἐν ἡμῖν συλλογιζόμενον καὶ περὶ τίνων οἱ συλλογισμοί. καὶ λέγομεν ὅτι τριῶν οὐσῶν τῆς ψυχῆς γνωστικῶν δυνάμεων, τῆς νοερᾶς, τῆς διανοητικῆς, τῆς δοξαστικῆς, οὐ δύναται οὔτε ἡ πρώτη οὔτε ἡ τρίτη συλλογίζεσθαι, ἀλλ’ ἡ μέση μόνη. ἡ μὲν γὰρ πρώτη διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐ‐
35τὴν ἐφήκουσαν ἁπλαῖς ἐπιβολαῖς γιγνώσκει ἃ γιγνώσκει· ἡ δὲ τρίτη τὰ24

25

συμπεράσματα μόνα παραδέχεται παρὰ τῆς μέσης· διὸ καὶ δόξα καλεῖται παρὰ τὸ δέχεσθαι. ἡ δὲ μέση ἐστὶν ἡ διεξοδικῶς ἀπὸ ἄλλου ἄλλο γιγνώσκουσα· διὸ καὶ διάνοια καλεῖται παρὰ τὸ διανύειν καὶ διεξιέναι. αὕτη ἐστὶν ἡ δύναμις ἡ συλλογιζομένη [ἡ] ἐν ἡμῖν καὶ διὰ συλλογισμῶν
5γιγνώσκουσα καὶ ἀποδεικνύουσα τὰ πράγματα. ἀπὸ ταύτης τὰ συμπερά‐ σματα τῶν ἀποδείξεων δεχομένη ἡ δόξα κατέχει· οἷον ἡ διάνοια συλλογιστι‐ κῶς καὶ ἀποδεικτικῶς εὑρίσκει καὶ γιγνώσκει ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· τοῦτο 〈τὸ〉 συμπέρασμα μόνον τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν‘ ἐκτὸς τῶν ἄλλων προτάσεων δι’ ὧν ἀποδείκνυται δέχεται ἡ δόξα καὶ δοξάζει ἄνευ
10ἀποδείξεων. ἡ οὖν διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐπίσταται· ὥστε τὸ συλλογιζόμενον 〈ἐν〉 ἡμῖν ἡ διάνοιά ἐστιν. πάλιν τῶν πραγμά‐ των τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά, τὰ δὲ μέσα τούτων· λέγω δὴ ὅτι οὔτε ἐπὶ τῶν νοητῶν συλλογιζόμεθα οὐδ’ ἐπὶ τῶν αἰσθητῶν ἀλλὰ μόνον τῶν μέσων. οὔτε γὰρ 〈ἐπὶ〉 τῶν νοητῶν συλλογιζόμεθα· οὐ γὰρ ὁ θεο‐
15λόγος δύναται διὰ τῶν συλλογισμῶν τὰ νοητὰ δεικνύναι, ἀλλ’ ἀναλογίᾳ κέχρηται, καὶ εἰκότως· οἱ μὲν γὰρ συλλογισμοὶ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτια‐ τὰ δεικνύουσιν καὶ ἀπὸ τῶν καθολικωτέρων τὰ μερικώτερα· τὰ δὲ νοητὰ πρῶτά ἐστιν καὶ καθολικώτερα τῶν ἄλλων πάντως· ὥστε εἰκότως περὶ τῶν πρώτων οὐ συλλογιζόμεθα· οὐδὲ γὰρ ὁριζόμεθα αὐτὰ διὰ τὴν αὐτὴν αἰτίαν·
20οἱ μὲν γὰρ ὅροι ἐκ γένους εἰσὶν καὶ διαφορῶν· ὑπὲρ δὲ τὰ πρῶτα οὐδέν. οὔτε μὴν ἐπὶ τῶν αἰσθητῶν συλλογιζόμεθα· οὐ γὰρ συλλογιστικῶς γιγνώ‐ σκω ὅτι τὸ γάλα λευκόν ἐστιν, ἀλλ’ αὐτόθεν ἡ αἴσθησις τοῦτο γιγνώσκει. οὔτε περὶ τῶν πρώτων οὔτε ἐπὶ τῶν ἐσχάτων συλλογιζόμεθα, ἀλλὰ περὶ τῶν μέσων, ἃ καλεῖται διανοητά, ἐπειδὴ διανυστικῶς καὶ διεξοδικῶς αὐτὰ
25γιγνώσκομεν διὰ τῶν συλλογισμῶν, οἷον τὰ μαθήματα· συλλογιστικῶς γὰρ αὐτὰ γιγνώσκομεν· οὐ γὰρ δήπου δι’ αἰσθήσεως αὐτὰ ἐπιστάμεθα· τὴν γνῶσιν γὰρ τῶν θεωρημάτων ἐξ ἀφαιρέσεως καλοῦσιν οἱ γεωμέτραι· τὸ γὰρ ξύλινον ἢ χαλκοῦν καὶ ἁπλῶς τὴν ὕλην καὶ τὸ ὅσον τῇ αἰσθήσει ὑποπίπτει ἀφελὼν ὁ γεωμέτρης αὐτὸ καθ’ αὑτὸ τὸ καθόλου εἶδος τοῦ
30τριγώνου ἢ [ὁ] τετραγώνου διανοεῖται. ἔχομεν οὖν τί τε τὸ ἐν ἡμῖν συλλογιζόμενον, ὅτι οὐ τὸ νοερόν, οὐ τὸ δοξαστικόν, ἀλλὰ τὸ διανοητικόν, καὶ περὶ τίνων οἱ συλλογισμοί, ὅτι οὐ περὶ τῶν νοητῶν, οὐ περὶ τῶν αἰσθητῶν, ἀλλὰ περὶ τῶν μέσων τῶν διανοητῶν. λοιπὸν δὲ ἐπὶ τὴν τοῦ ὅρου ἐξήγησιν ἡμῖν ἰτέον. καὶ πρῶτον αὐτὸν ἐκθώμεθα, εἶτα δείξομεν
35ὅτι οὐδὲν οὔτε περισσὸν ἔχει οὔτε ἐλλεῖπον.
Συλλογισμός ἐστιν, φησίν, λόγος ἐν ᾧ τεθέντων τινῶν25

26

ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι. οὗτός ἐστιν ὁ τοῦ συλλογισμοῦ ὅρος. καὶ ὅτι μὲν τέως τὸ ὄνομα τοῦτο τὸ συλλογισμὸς συλλογὴν λόγων δηλοῖ, πρόδηλον· ἀεὶ γὰρ ἡ συν πρό‐ θεσις οὐχ ἕν τι σημαίνει ἀλλ’ ἄθροισμά τι, οἷον ὅταν εἴπω συνέδριον, σύγκλη‐
5τος, συμπότης, σύμψηφος. συλλογισμὸς οὖν ἀντὶ τοῦ ‘συλλογὴ λόγων καὶ οἱονεὶ ἄθροισμα λόγων‘. ἵνα δὲ πρότερον ὡς τύπῳ νοήσωμεν τὰ εἰρημένα ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ, συλλογισμόν τινα ἐκθέμενοι νοήσομεν ἐπ’ αὐτοῦ πῶς τὰ εἰρημένα ἐν τῷ ὅρῳ πάντα ἐφαρμόζει αὐτῷ. οἷον ἔστω συλλο‐ γισμὸς οὗτος· ἡ γραμμὴ συνεχές, τὸ συνεχὲς ποσόν, ἡ γραμμὴ ἄρα
10ποσόν. ὅτι μὲν οὖν τὸ ὅλον τοῦτο λόγος ἐστίν, πρόδηλον· καὶ γὰρ καὶ ἐκ λόγων σύγκειται· εἰσὶν γὰρ ἐν αὐτῷ δύο προτάσεις καὶ τὸ συμπέρασμα· ὥστε λόγος ἐκ λόγων ἐστίν. ὥστε τέως ὁ λόγος ἐφαρμόζει αὐτῷ. ἀλλὰ καὶ τέθειταί τινα ἐν αὐτῷ· τέθειται δὲ ἀντὶ τοῦ ‘ὡμολόγηται‘. τί δὲ ὡμολογήθη; ὅτι ἡ γραμμὴ συνεχές ἐστιν, καὶ ὅτι τὸ συνεχὲς καὶ ποσόν
15ἐστιν. ὥστε ἁρμόζει αὐτῷ καὶ τὸ ἐν ᾧ τεθέντων τινῶν. ἀλλὰ καὶ τὸ συμπέρασμα ἄλλο τι ἀνεφάνη παρὰ τὰ κείμενα, παρὰ τὰ τεθέντα· τὰ μὲν γὰρ κείμενα ἦν τὰ ὁμολογηθέντα, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν· ἕτερον δέ τι παρὰ ταῦτα τὸ συμπέρασμα ἀνεφάνη, ὥστε ἡ γραμμὴ ἄρα ποσόν ἐστιν. ὥστε καὶ τὸ ἕτερόν τι τῶν κειμένων ἀνάγκη
20συμβαίνειν ἁρμόζει αὐτῷ. πόθεν δὲ ἀνεφάνη τὸ συμπέρασμα; τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα· οὐκ ἀλλαχόθεν γὰρ συνέβη καὶ ἀνεφάνη τὸ συμπέρα‐ σμα ἢ ἀπὸ τῶν τεθειμένων προτάσεων, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν ἐστιν. ὥστε καὶ τὸ τῷ ταῦτα εἶναι ἁρμόζει αὐτῷ. Οὕτως μὲν ὡς τύπῳ εἰπεῖν ἐπὶ παραδείγματος ἐξηγήσθω ἡμῖν
25ὁ ὅρος τοῦ συλλογισμοῦ. καὶ ἀκριβέστερον δὲ αὐτὸν ἐπισκεψώμεθα, ἵνα λέξωμεν ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἔχει ἡ ῥηθεῖσα ὑπο‐ γραφὴ τῆς ἐννοίας. πρόκειται αὐτῷ τὸν συλλογισμὸν ὁρίσασθαι· πᾶς δὲ ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν. ἐνταῦθα οὖν τὸ μὲν λόγος ὡς γένος παρείληπται· εἶδος γάρ ἐστιν τούτου συλλο‐
30γισμὸς ὡς τοῦ ζῴου ἄνθρωπος. τὰ δὲ ἑξῆς ὡς διαφοραί, τὸ μὲν ἐν ᾧ τεθέντων, ἵνα χωρίσῃ αὐτὸν ἀπὸ τῶν ἄλλων λόγων, οἷον τοῦ κλητι‐ κοῦ ἢ τοῦ εὐκτικοῦ καὶ τῶν ἄλλων ἁπλῶς, εἴτε πέντε αὐτοὺς βούλει λέγειν εἴτε δέκα· τί γὰρ τίθεταί τις ἐν εὐχῇ ἢ ἐν κλήσει; τεθέντων δὲ ἀντὶ τοῦ ‘ὁμολογηθέντων‘· καὶ γὰρ αὐτὰς τὰς προτάσεις ὁ Πλάτων ὁμολογή‐
35ματα καλεῖ, καὶ πολλαχοῦ λέγει ‘ἀπὸ τῶν ὡμολογημένων‘ ἀντὶ τοῦ ‘ἀπὸ
τῶν ῥηθεισῶν προτάσεων‘. οἱ δὲ Στωικοὶ ἀξιώματα αὐτὰς ἐκάλουν καὶ26

27

λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα. ὁ δὲ Ἀριστοτέλης προτάσεις αὐτὰς καλεῖ· τῶν δὲ προτάσεων τὰς σαφεῖς καὶ ἐναργεῖς καὶ μὴ δεομένας ἀποδείξεως διὰ τὸ σαφὲς ἀξιώματα καλεῖ μόνως [προτάσεις]. ὥστε τὸ ἐν ᾧ τεθέν‐
5των διορίζει τὸν συλλογισμὸν ἀπὸ τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων. τινὲς δὲ τὸ τεθέντων λέγουσιν αὐτὸν εἰρηκέναι, † καὶ ἐπειδὴ κατηγορι‐ κῶν συλλογισμῶν λέγει, ἀντὶ τοῦ ‘κατηγορηθέντων‘· ἐπὶ γὰρ τῶν τοιού‐ των συλλογισμῶν διαρρήδην τιθέμεθα καὶ ὁμολογοῦμεν καὶ ἀποφαινόμεθα ὡς ἀληθεῖς τὰς προτάσεις· ἐπὶ δὲ τῶν ὑποθετικῶν οὐκ ἀποφαινόμεθα ἀλλ’
10ὑποτιθέμεθα ‘εἰ τόδε ἐστίν, τόδε ἐστίν‘. ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐκεῖ, εἰ καὶ μὴ διαρρήδην τιθέμεθα, ἀλλ’ οὖν καὶ ἐκεῖ τιθέμεθά πως, καὶ ἁρμόζει καὶ τοῖς ὑποθετικοῖς συλλογισμοῖς ὁ ὅρος οὗτος· ὥστε τὸ τεθέν‐ των οὐ πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν εἴρηται ἀλλὰ τῶν ἄλλων λόγων ἐν οἷς οὐδὲν τίθεται. τὸ δὲ τινῶν εἶπεν διορίζων αὐτὸν
15ἀπὸ τῶν μονολημμάτων συλλογισμῶν· ἐκεῖνοι γὰρ οὐ τέλειοι· νῦν δὲ τὸν τέλειον ὁρίζεται συλλογισμόν· δεῖ δὲ τὸν τέλειον συλλογισμὸν τὸ ἐλά‐ χιστον ἐκ δύο λημμάτων εἶναι. εἰσὶν δέ τινες ἀτελεῖς συλλογισμοὶ μονολήμματοι, οἷς κέχρηνται οἱ ῥήτορες παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι, τὴν μείζονα ἢ τὴν ἐλάσσονα.
20καὶ συμβάλλεται αὐτοῖς τοῦτο· ὁ γὰρ δικαστὴς ὑπάγεται εἰς τὸ θέσθαι τῇ ἀποδείξει, ἵνα μὴ δόξαν δῷ ἑαυτοῦ ὡς μὴ ἐννοήσας τὴν ἑτέραν πρότασιν. οἷον ὁ δεῖνα καλλωπιστής· ὁ δεῖνα ἄρα μοιχός· ὁ Σωκράτης σπουδαῖος· ὁ Σωκράτης ἄρα εὐδαίμων· ἑκατέρᾳ γὰρ αὐτῶν ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς ‘πᾶς δὲ καλλωπιστὴς μοιχόσ‘ καὶ τῆς
25‘πᾶς δὲ σπουδαῖος εὐδαίμων‘. τῆς δὲ ἐλάττονος ἐνδεῖ, ἐὰν εἴπω ‘πᾶς σπουδαῖος εὐδαίμων· ὁ Σωκράτης ἄρα εὐδαίμων‘· ἐνδεῖ γὰρ τῆς ἐλάσσονος τῆς ‘ὁ Σωκράτης σπουδαῖοσ‘. καὶ ἐν μὲν τοῖς ἑπομένοις ἀκριβῶς μαθη‐ σόμεθα τίς ἡ ἐλάσσων καὶ τίς ἡ μείζων πρότασις· νῦν δὲ ὡς τύπῳ εἰπεῖν, ἐὰν ᾖ τοιοῦτος συλλογισμὸς ‘πᾶσα γραμμὴ συνεχές, πᾶν τὸ συνεχὲς ποσόν,
30πᾶσα γραμμὴ ποσόν‘, ἐλάσσων μέν ἐστιν πρότασις ἡ ‘πᾶσα γραμμὴ [ἡ] συνεχέσ‘, μείζων δὲ ἡ ‘πᾶν τὸ συνεχὲς ποσόν‘. τὸ οὖν [τί] τινῶν διο‐ ρίζει αὐτὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί, καὶ οὐ τέλειοι οἱ τοιοῦτοι. Λοιπὸν δὲ λεκτέον τί εἶπεν ἕτερόν τι τῶν κειμένων, καὶ διὰ τί ἀνά‐
35γκη, καὶ διὰ τί συμβαίνειν. τὸ μὲν ἕτερόν τι τῶν κειμένων εἶπεν διὰ
τοὺς παρὰ τοῖς Στωικοῖς διφορουμένους συλλογισμοὺς ἢ ἀδιαφόρως περαίνοντας.27

28

εἰσὶν δὲ διφορούμενοι οἱ δὶς τὰ αὐτὰ λέγοντες· οἷον ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν‘. δοκεῖ οὗτος συλλογισμὸς εἶναι, οὐκ ἔστι δέ· διὰ γὰρ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσιν. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν φῶς ἐστιν· ἡμέρα ἄρα
5ἐστίν‘. ἀδιαφόρως δὲ περαίνοντας λέγουσιν τοὺς τοιούτους, οἷον ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν‘. καὶ οὗτος δοκεῖ εἶναι συλλογισμός, οὐκ ἔστι δέ· οὐ γὰρ ὡς ὤφειλεν διεξῆλθεν ἀλλ’ ἀδιαφόρως. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν οὐκ ἔστιν νύξ· ἡμέρα ἄρα ἐστίν‘. διορίσας οὖν αὐτὸν ἀπὸ
10τῶν τοιούτων, ἀπὸ τῶν δοκούντων μὲν εἶναι συλλογισμῶν οὐκ ὄντων δέ, τέθεικεν τὸ ἕτερόν τι τῶν κειμένων· ἐν γὰρ τούτοις, τοῖς διφο‐ ρουμένοις καὶ τοῖς ἀδιαφόρως περαίνουσιν, οὐχ ἕτερόν τι τῶν κειμένων ἐστὶν τὸ συμπέρασμα ἀλλὰ ταὐτόν. ὥστε καὶ ταύτῃ δείκνυται ὅτι τὸ τεθέντων οὐχ ὡς τισὶν ἔδοξεν κεῖται πρὸς διαστολὴν τῶν ὑποθετικῶν
15συλλογισμῶν· εἰ γὰρ ἦν τὸ τεθέντων κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑπο‐ θετικῶν, οὐκ ἂν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολήν τινων ὑποθετικῶν, τῶν διφορουμένων, ὡς εἴρηται, καὶ ἀδιαφόρως περαινόν‐ των (ὑποθετικοὶ γὰρ καὶ οὗτοι), εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν χωρίσας τὸν ὅρον διὰ τοῦ τεθέντων. ὥστε καὶ ταύτην ἐκβλητέον τὴν δόξαν
20ἐκείνων, ἐξηγητέον δὲ αὐτὸ ὡς εἴρηται. Τὸ δὲ ἀνάγκη εἶπεν, ἐπειδὴ ὁ συλλογισμὸς πίστις τίς ἐστιν· πᾶς γὰρ ὁ συλλογιζόμενος ἀποδεῖξαί τι ἐθέλει καὶ πεῖσαι πάντως, δῆλον ὅτι τὸν προσδια‐ λεγόμενον. ἵνα οὖν χωρίσῃ αὐτὸν τῶν ἄλλων πίστεων, εἶπεν τὸ ἀνάγκη· τριῶν γὰρ οὐσῶν πίστεων, τῆς μὲν ἀπὸ τῶν ἴσων τῆς δὲ ἐπαγωγικῆς τῆς δὲ συλλο‐
25γιστικῆς, μόνη ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον. ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν 〈ᾗ〉 κέχρηνται οἱ ῥήτορες ἀπὸ ἑνὸς ἓν πιστούμενοι, ἀπὸ μερικοῦ μερικόν· οἷον Διονυσίου αἰτοῦντος Συρακουσίους φρουρὰν τοῦ σώματος ἑαυτοῦ λαβεῖν ἀντιλέγει τις καὶ ἀξιοῖ πεῖσαι μὴ δοθῆναι αὐτοῖς λέγων ὅτι καὶ Πεισί‐ στρατος αἰτήσας καὶ λαβὼν ἐτυράννησεν. αὕτη δὲ ἡ πίστις οὐκ ἔχει τὸ
30ἀναγκαῖον· οὐ γάρ, ἐπειδὴ ἐκεῖνος ἐτυράννησεν, πάντως καὶ οὗτος τυραννή‐ σει. ἐπαγωγικὴ δέ ἐστιν ἡ πίστις ἡ ἐκπεριτρέχουσα τὰ κατὰ μέρος καὶ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστουμένη· οἷον λέγω ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· καὶ ἀποδεῖξαι μὲν τοῦτο συλλογιστικῶς οὐ δύναμαι [οὗ], ἐπαγωγῇ δὲ χρῶμαι καὶ δείκνυμι τοῦτο ἐπὶ πολλῶν διεξιὼν τὰ καθέκαστα
35καὶ ἀξιῶν ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦσθαι. οὔτε δὲ αὕτη ἡ πίστις
ἔχει τὸ ἀναγκαῖον· εὑρίσκεται γοῦν τινα ζῷα τὴν ἄνω γένυν κινοῦντα·28

29

ὥστε [φασὶν ὁ κροκόδειλος καὶ ὁ φοινικόπτερος] οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ ἐπαγωγικὴ αὕτη πίστις. ἐὰν γάρ τι βουλόμενος δεῖξαι τῇ ἐπαγωγῇ χρή‐ σωμαι, μάλιστα μὲν οὐ δύναμαι πᾶσιν τοῖς κατὰ μέρος ἐπεξελθεῖν· ἐὰν δὲ καὶ ὑποθῶμαι ὅτι πᾶσιν ἐπεξέρχομαι, ἢ κἀκεῖνο τὸ ζητούμενον μετὰ
5πάντων λαμβάνω, καὶ εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων, ἢ ἐκεῖνο οὐ λαμβάνω ἐν τῇ ἐπαγωγῇ, καὶ οὐδὲν κωλύει ἐκεῖνο παρὰ τὰ ἄλλα πάντα εἶναι. ὥστε οὐδὲ ἡ ἐπαγωγικὴ ἔχει τὸ ἀναγκαῖον. μόνη δὲ ἡ συλλο‐ γιστικὴ ἔχει τὸ ἀναγκαῖον· οἷον πρόκειταί μοι δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνα‐ τός ἐστιν· κέχρημαι συλλογισμῷ τοιούτῳ· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αὐτο‐
10κίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον. ἔστιν δὲ ἡ πᾶσα διαίρεσις αὕτη· πᾶσα πίστις ἢ ἐξ ἴσων ἐστὶν ἢ ἐξ ἀνίσων [ἢ ἀπὸ τῶν μερικῶν τὸ καθόλου πιστοῦ‐ ται ἢ ἀπὸ τοῦ καθόλου τὸ μερικόν], ἐξ ἴσου μὲν ἡ ἀπὸ τοῦ μερικοῦ τὸ μερικὸν πιστουμένη, ἐξ ἀνίσων δὲ ἡ ἀπὸ τῶν μερικῶν τὸ καθόλου, ὡς ἡ
15ἐπαγωγική, ἢ ἀπὸ τοῦ καθόλου τὸ μερικόν, ὡς ἡ συλλογιστική. μόνη αὕτη ἔχει τὸ ἀναγκαῖον, καὶ εἰκότως· οὔτε γὰρ τὸ μερικὸν τῷ μερικῷ ὑπάγεται οὔτε τὸ καθόλου τῷ μερικῷ, ἀλλὰ τὸ μερικὸν τῷ καθόλου. τὸ οὖν [τί] ἀνάγκη διορίζει αὐτὸν ἀπὸ τῶν ἄλλων πίστεων αἵτινες οὐκ ἔχουσιν τὸ ἀναγκαῖον.
20 Τὸ δὲ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν διττὸν τὸ ἀναγκαῖον ἐν τοῖς συλλογισμοῖς, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως. καὶ τὸ μὲν ἀναγκαῖον τὸ κατὰ τὴν ὕπαρξιν οὐ παντὶ συλλογισμῷ ὑπάρχει· τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί. οἷον ἐὰν εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθά‐
25νατον‘· καὶ τί συμβαίνει; ἐξ ἀνάγκης ἄρα ἀκολουθεῖ τὸ τὴν ψυχὴν ἀθάνατον εἶναι. ἀλλ’ οὐ μόνον κατὰ τὴν ἀκολουθίαν ἐστὶν τοῦτο ἀναγ‐ καῖον ἀλλὰ καὶ κατὰ τὴν ὕπαρξιν. ἐὰν δὲ εἴπω ‘Σωκράτης περιπατεῖ, πᾶς ὁ περιπατῶν κινεῖται‘, τί συμβαίνει ἐξ ἀνάγκης; τὸ ‘Σωκράτης ἄρα κινεῖται‘. τοῦτο δὲ κατὰ μὲν τὴν ἀκολουθίαν ἀναγκαῖόν ἐστιν, κατὰ δὲ
30τὴν ὕπαρξιν οὐκ ἀναγκαῖον· οὐ γὰρ ἐξ ἀνάγκης κινεῖται ὁ Σωκράτης· ἐν‐ δέχεται γὰρ αὐτὸν καὶ ἠρεμεῖν. ἐπειδὴ οὖν [τί] τὸ κατὰ τὴν ὕπαρξιν μὲν ἀναγκαῖον οὐ παντὶ συλλογισμῷ ὑπάρχει, τὸ δὲ κατὰ τὴν ἀκολου‐ θίαν παντί, διὰ τοῦτο εἶπεν τὸ συμβαίνει ἀντὶ τοῦ ‘ἀκολουθεῖ‘, ἵνα τὸ πᾶσι τοῖς συλλογισμοῖς ὑπάρχον εἴπῃ.
35 Τὸ δὲ τῷ ταῦτα εἶναι εἶπεν, ἐπειδὴ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι· οὔτε γὰρ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς δεῖ πιστοῦσθαι· οὐδὲ γὰρ
δέεται ἀποδείξεως τὸ σαφὲς σαφὲς ὄν· οὔτε τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς29

30

δεῖ πιστοῦσθαι· γέλοιον γάρ, καὶ εὑρίσκεται ἡ δι’ ἀλλήλων δεῖξις· ἀλλὰ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. εἰκότως οὖν καὶ καλῶς εἶπεν τῷ ταῦτα εἶναι καὶ τεθεῖσθαι τὰ ὁμολογήματα συμβαίνειν τὸ συμπέρασμα, ὅτι δεῖ ἐκ τῶν σαφεστέρων τὰ ἀσαφῆ πιστοῦσθαι· ἐκ γὰρ τῶν προτάσεων
5σαφῶν οὐσῶν καὶ ὁμολογουμένων τὸ ζητούμενον ἀσαφὲς ὂν δείκνυται. καὶ αὐτὸς δὲ ἐξηγεῖται 〈τὸ〉 τῷ ταῦτα εἶναι, καὶ διχῶς αὐτὸ ἐξηγεῖται. λέγω δ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν· διὰ γὰρ τὸ εἶναι ταῦτα τὰ ὁμολογηθέντα συμβαίνει τὸ συμπέρασμα· δεῖ γάρ, ὡς εἴρηται, ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. σημαίνει οὖν τὸ τῷ
10ταῦτα εἶναι τὸ διὰ 〈τὸ〉 ταῦτα εἶναι τὰ τεθέντα συμβαίνειν τὸ συμπέρασμα καὶ μηδενὸς ἔξωθεν ὅρου δεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. τοῦτο δὲ διὰ τοὺς ἐλλειπεῖς συλλογισμούς. οἷον ἐὰν εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον [τὸ] ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατοσ‘, ὁ τοιοῦτος συλλο‐ γισμὸς καὶ λόγος ἐστὶν καὶ ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι
15τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ 〈τῷ〉 ταῦτα εἶναι· οὐ γὰρ ἐκ τῶν εἰλημμένων συνέβη τὸ συμπέρασμα, ἀλλ’ ἔξωθεν ἄλλου ὅρου προσεδέησεν, τοῦ ἀθανάτου, ἵνα γένηται ἄλλη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ἀεικίνητον ἀθάνατον‘. ὁμοίως δὲ τὸ αὐτὸ λέγει καὶ ἐπὶ τῶν πλεοναζόντων συλλογισμῶν· ἐὰν γὰρ εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνη‐
20τον, τὸ ἀεικίνητον ἀθάνατον, ὁ δὲ κόσμος ἀίδιος, ἡ ψυχὴ ἄρα ἀθάνατοσ‘, οὐ τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα συνέβη τὸ συμπέρασμα· οὐ γὰρ διὰ πάντα τὰ ὁμολογήματα συνέβη, ἀλλὰ πλεονάζει ἐνταῦθα μία πρότασις, ἡ λέγουσα ‘ὁ δὲ κόσμος ἀίδιοσ‘. καὶ αὐτὸς μὲν οὐκ ἐμνήσθη πλεονασμοῦ ἀλλὰ μόνης ἐνδείας· λέγει δὲ αὐτὸς ὅτι τὸ τῷ ταῦτα εἶναι διαστέλλει
25αὐτὸν ἀπὸ τῶν ἐλλειπῶν καὶ τῶν πλεοναζόντων. πάλιν δὲ οὐκ εἶπεν ‘πρὸς τὸ εἶναι τὸ ἀναγκαῖον, ἀλλὰ πρὸς τὸ γενέσθαι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ τὸ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν, ὡς εἴρηται, τὸ ἐν τοῖς συλλογισμοῖς ἀναγκαῖον διττόν, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τὸ δὲ κατὰ τὴν ἀκολουθίαν· καὶ τὸ μὲν κατὰ τὴν ὕπαρξιν οὐκ ἔστιν ἐν πᾶσιν τοῖς
30συλλογισμοῖς, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν ἐν πᾶσιν. πρὸς τὸ γενέσθαι οὖν [τί] ἀντὶ τοῦ ‘πρὸς τὸ ἀκολουθῆσαι, πρὸς τὸ συμβῆναι‘, ἵνα λάβῃ τὸ ἀναγκαῖον τὸ ἐν πᾶσιν τοῖς συλλογισμοῖς. τινὲς δὲ ἐνόμισαν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς λεγομένους παρ’ αὐτῷ ἀτελεῖς συλλογισμούς· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς ὅτι οἱ ἐν τῷ πρώτῳ σχήματι πάντες τέλειοί εἰσιν,
35οἱ δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ ἀτελεῖς. ἐν πρώτῳ δὲ σχήματί εἰσιν ὡς τύπῳ εἰπεῖν οἱ τοιοῦτοι· οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδὲν λογικὸν ἵππος,
οὐδεὶς ἄρα ἄνθρωπος 〈ἵπποσ〉· ἐν δευτέρῳ δὲ σχήματι οἷον πᾶς ἄνθρωπος30

31

λογικόν, οὐδεὶς ἵππος λογικόν, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος. πάντας τού‐ τους τοὺς ἐν δευτέρῳ σχήματι, ἔτι μέντοι καὶ τοὺς ἐν τρίτῳ ἀτελεῖς λέγει, ἐπειδὴ δέονταί τινος ἔξωθεν βοηθείας πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· πάντα γὰρ συλλογισμὸν ἀνάγει εἰς τὸ πρῶτον σχῆμα.
5τρεῖς δὲ λέγει βοηθείας ὧν δέονται οἱ ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμοὶ πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα, ἀντιστροφήν, ἔκθεσιν καὶ ἔτι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· οἷον ὁ εἰρημένος ἐν δευτέρῳ σχήματι συλλο‐ γισμὸς ἀντιστροφῆς δέεται πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· ἐὰν γὰρ τὴν δευτέραν πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόν‘ ἀντιστρέ‐
10ψῃς καὶ εἴπῃς ‘οὐδὲν λογικὸν ἵπποσ‘, ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ταύτης ἐγένετο τῆς δόξης, ὅτι οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ πάντες ἀτελεῖς εἰσιν, ὁ δὲ Βοηθὸς ἑνδέκατος ἀπὸ Ἀριστοτέλους γενόμενος ἐναντίως τῷ Ἀριστοτέλει περὶ τού‐ του ἐδόξασεν, καὶ καλῶς ἐδόξασεν καὶ ἀπέδειξεν ὅτι πάντες οἱ ἐν δευτέρῳ
15καὶ τρίτῳ σχήματι τέλειοί εἰσιν. τούτῳ ἠκολούθησεν Πορφύριος καὶ Ἰάμβλιχος, ἔτι μέντοι καὶ ὁ Μάξιμος, 〈ὃσ〉 ἀκροατὴς ἦν Ἱερίου τοῦ Ἰαμ‐ βλίχου ἀκροατοῦ. καὶ Θεμίστιος δὲ ὁ παραφραστὴς τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης. τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευά‐
20ζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς [καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλια‐ νός, καὶ δέδωκεν τὴν ψῆφον Μαξίμῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ καὶ Βοηθῷ. φαίνεται δὲ καὶ Θεόφραστος ὁ Ἀριστοτέλους αὐτοῦ ἀκροατὴς τὴν ἐναντίαν αὐτῷ περὶ τούτου δόξαν ἔχων. τούτοις δὲ τοῖς ἀπὸ Βοηθοῦ ἠκολούθησεν καὶ ὁ μέγας Πρόκλος καὶ ὁ τούτου διδάσκαλος καὶ ὁ ἡμέτε‐
25ρος πατήρ, ὅτι καὶ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες τέλειοί εἰσιν. τινὲς δέ, ὡς εἴρηται, ἀποβλέποντες εἰς τὸ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι ἀτελεῖς οἴεται εἶναι τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχή‐ ματι, εἰρήκασιν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἐκβάλλων αὐτοὺς τῆς τῶν συλλογισμῶν ἑστίας· οὐ γὰρ διὰ
30τὸ εἶναι καὶ ὁμολογηθῆναι ταῦτα τὰ ἐν αὐτοῖς ὁμολογήματα συμβαίνει τὸ συμπέρασμα, ἀλλὰ δέονται ἔξωθεν βοηθείας πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, οἷον τῆς ἀντιστροφῆς ἤ τινος ἄλλης τῶν τριῶν τῶν εἰρη‐ μένων. ἡμεῖς δέ φαμεν ὅτι οὐ διὰ τοῦτο εἶπεν τὸ τῷ ταῦτα εἶναι. πρῶτον μὲν γὰρ ἄτοπόν ἐστιν πάντας τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι
35λέγειν μὴ εἶναι συλλογισμούς, περὶ ὧν τοσαῦτα ἐρεῖ. ἔπειτα αὐτὸς ἐξη‐ γούμενος τὸ τῷ ταῦτα εἶναι εἶπεν, ὅτι διὰ τοῦτο εἶπον τὸ τῷ ταῦτα εἶναι, ἐπειδὴ διὰ τὸ ταῦτα εἶναι τὰ τεθέντα συμβαίνει τὸ συμπέρασμα καὶ οὐδενὸς ἔξωθεν ὅρου προσδεῖ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον·
τοὺς δὲ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀτελεῖς λέγει, οὐχ ὡς ἔξωθεν ὅρου31

32

προσδεομένους· οὐδὲ γὰρ ἡ βοήθεια ἡ προσγινομένη αὐτοῖς ὅρον αὐτοῖς προστίθησιν, οἷον ἡ ἀντιστροφὴ ὅρον οὐ προστίθησιν, ἀλλὰ τοὺς κειμένους ἀντιστρέφει· τὴν γὰρ πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόσ‘ ἀντι‐ στρέφει ἡ ἀντιστροφὴ καὶ λέγει ‘οὐδὲν λογικὸν ἵπποσ‘, οὐκ ἄλλον ὅρον
5προστιθεῖσα ἀλλὰ τοῖς οὖσιν χρωμένη. οὐκ ἄρα τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀλλὰ διὰ τοὺς ἐλλείποντας καὶ πλεονάζοντας, ὡς εἴρηται. Τελείως ἄρα ἔχει ὁ ὅρος. ἵνα δὲ συντόμως ἐπαναλάβωμεν τὰ ῥη‐ θέντα, τὸ μὲν λόγος κεῖται ὡς γένος τοῦ συλλογισμοῦ· τὸ δὲ ἐν ᾧ
10τεθέντων πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων· τὸ δὲ τινῶν πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ῥήτορσιν μονο‐ λημμάτων συλλογισμῶν· τὸ δὲ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τῶν παρὰ τοῖς Στωικοῖς λεγομένων διφορουμένων ἢ ἀδια‐ φόρως περαινόντων· τὸ δὲ ἀνάγκη πρὸς διαστολὴν τῶν ἄλλων πίστεων
15αἳ τὸ ἀναγκαῖον οὐκ ἔχουσιν· τὸ δὲ συμβαίνειν ὡς ἀεὶ ὑπάρχον τὸ κατὰ τὴν ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ· τὸ δὲ τῷ ταῦτα εἶναι πρὸς διαστολὴν τῶν ἐλλειπόντων συλλογισμῶν ἢ πλεοναζόντων. αὐτὸς δὲ ἐξη‐ γούμενος τὸ τῷ ταῦτα εἶναι τῶν ἐλλειπόντων 〈μόνων〉 ἐμνήσθη· ἐπὶ ἐκείνων γὰρ μάλιστα οὐ τῷ ταῦτα εἶναι τὰ τεθέντα ἐν αὐτοῖς συμβαίνει
20τὸ συμπέρασμα ἀλλὰ τῷ ἔξωθέν τι προσειλῆφθαι. οὐδὲν ἄρα οὔτε περιττὸν οὔτε ἐλλεῖπον ἔχει ὁ ὅρος· αὕτη δέ ἐστιν ὅρου ἀρετή, τὸ ἀπέριττον καὶ ἀνελλειπές.
23nΤέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ
24nκατὰ μηδενὸς ὡσαύτως.
25 Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν‘, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ὀνοματοθέτης. τέλειον δ, φησίν, καλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ
30ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεό‐ μενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρ‐ θρωμένα ἔχοντα τὰ λήμματα‘, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦν‐
35τες ὅροι “πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι
τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν.32

33

καὶ αὐτὸς δέ φησιν τοῦτο σαφῶς. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ πρὸς τὸ φανῆναι. ἀτελῆ δ, φησίν, λέγω συλλογισμὸν ἐκεῖνον τὸν προσδεό‐ μενον ἢ ἑνὸς ἢ πλειόνων, τουτέστιν τὸν δεόμενον ἢ μιᾶς βοηθείας ἢ πλειό‐ νων· εἰσὶν γὰρ οἱ καὶ δευτέρας βοηθείας δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἰς τὸ
5πρῶτον σχῆμα· οἷον εἰσὶν μὲν οἱ μόνης τῆς ἀντιστροφῆς δεόμενοι, εἰσὶν δὲ οἱ καὶ τῆς ἀντιστροφῆς δεόμενοι καὶ ἄλλης πρὸς ταύτῃ, οἷον τῆς ἐκ‐ θέσεως, πρὸς τὸ φανῆναι ἐκεῖνα ἅ ἐστιν μὲν ἀναγκαῖα διὰ τῶν ὑποκει‐ μένων ὅρων, τουτέστιν ἃ οὐκ ἔξωθεν ὅρου προσδέεται πρὸς τὸ συμβῆναι, ἀλλὰ διὰ τῶν ὑποκειμένων μὲν ὅρων συμβαίνει, οὐ μὴν σαφῶς εἴληπται
10διὰ προτάσεων. διὰ γὰρ τοῦ ἀνθρώπου καὶ τοῦ λογικοῦ καὶ τοῦ ἵππου συμ‐ βαίνει τὸ μηδένα ἵππον ἄνθρωπον εἶναι· οὐ μὴν σαφῶς εἴληπται διὰ τῶν προτάσεων, ὅταν ᾖ ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. δῆλον μὲν γὰρ ὅτι, 〈εἰ〉 οὐδεὶς ἵππος λογικός, καὶ τὸ ἀνάπαλιν οὐδὲν λογικὸν ἵππος, καὶ οἱ αὐτοὶ ὅροι εἰσίν, οὐκ ἔστιν δὲ ἑλεῖν τὸ συμβαῖνον διὰ τῆς προτάσεως· διὸ ἡ
15ἀντιστροφὴ ἀντιστρέψασα τοὺς ὅρους ποιεῖ αὐτὴν ‘οὐδὲν λογικὸν ἵπποσ‘. ὥστε οὐχ ὅρου ἔξωθεν προσδεῖ, οὐδὲ πρὸς διαστολὴν τῶν τοιούτων συλλογισμῶν εἶπεν ἐν τῷ ὅρῳ ἄνω τὸ ”〈τῷ〉 ταῦτα εἶναι”, ὡς τινὲς ὑπέλαβον· οὐ γὰρ ὅρου αὐτοῖς προσδεῖ, ἀλλὰ σύγχυσις τῶν ὅρων ἐστὶν ἐν αὐτοῖς. ὥστε καὶ παρὰ τῶν λεγομένων παρ’ αὐτῷ τῷ Ἀριστοτέλει λάβοις
20ἂν ὅτι οὐκ εἰσὶν οὗτοι οἱ συλλογισμοὶ ἀτελεῖς, ὡς αὐτῷ δοκεῖ (τοὺς γὰρ ὅρους τελείους ἔχουσιν), ἀλλὰ μόνον συγκεχυμένοι εἰσὶν ἐν αὐτοῖς οἱ ὅροι. Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέ‐
25θετο. ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν περὶ ὧν λέγει· περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ
30τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπι‐
35χειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄν‐ θρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι
εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ33

34

ἀνθρώπου, τὸ ἕτερον κατηγορεῖται, τὸ δίπουν. εἶτα ἐπειδὴ ταὐτὸν εἶπεν τό τε ἀπὸ τοῦ ὑποκειμένου καὶ τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα (ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται), τὸ ἓν μόνον ἐξη‐ γεῖται, τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα, καὶ ἀρκεῖται τούτῳ ἐάσας
5ἡμῖν τὰ ἄλλα ἐννοῆσαι. καὶ λέγει ἐκεῖνο κατὰ παντὸς κατηγορεῖ‐ σθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ τὸ κατηγορούμενον οὐ λεχθήσεται. ἐπάγει καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως ἀντὶ τοῦ ‘καὶ ἐπὶ τῆς ἀποφάσεως τὰ αὐτὰ νοείσθω‘. δῆλον δὲ ὅτι οὐ λέγει τὰ αὐτὰ τῇ καταφάσει· οὐ γὰρ ταὐτόν ἐστιν κατάφασις
10καὶ ἀπόφασις, ἀλλὰ καὶ ἀντίκειται ἀλλήλοις· ἀλλὰ τὰ αὐτὰ ἀντὶ τοῦ ‘κατὰ τὴν αὐτὴν ἀναλογίαν‘. πάλιν γὰρ τὸ ἐν μηδενὶ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι καὶ τὸ κατὰ μηδενὸς κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν· ἑκάτε‐ ρον γὰρ περὶ τῆς καθόλου ἀποφατικῆς εἴρηται. κατὰ μηδενὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου
15καθ’ οὗ θάτερον λεχθήσεται· οἷον οὐδεὶς ἄνθρωπος τετράπους, κατ’ οὐδενὸς ἀνθρώπου τὸ τετράπουν κατηγορεῖται, καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν ὁ ἄνθρωπος.
18nἘπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἕως τοῦ καὶ
19nτὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπ.
20 Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής, καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλο‐ γισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ
25δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ πλείονα λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶτον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐν‐
30ταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σα‐
35φέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον
ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ34

35

προκείμενον οὐκ ἀποδείκνυσιν, ὑποθεμένη δὲ τὸ ἀντικείμενον εἰς ἄτοπόν τι καὶ ἀδύνατον καταντᾷ, ὡς ἔχομεν καὶ ἐπὶ τῶν γραμμικῶν θεωρημάτων. ἔκθεσις δέ ἐστιν ἡ λῆψις καὶ προβολὴ μερικοῦ τινος καὶ ἀπ’ αὐτοῦ τὸ ὅλον πιστουμένη· οἷον λέγω ‘οὐδεὶς ἄνθρωπος τετράπουσ‘, καὶ ἐκτί‐
5θεμαι μερικόν τι, τὸν Σωκράτην, καὶ λέγω ‘εἰ γὰρ ὑπῆρχεν τῷ ἀνθρώπῳ 〈τὸ〉 τετράπουν, καὶ Σωκράτει ὑπῆρχεν‘· ὥστε συντόμως εἰπεῖν ἡ ἔκθεσις παράδειγμά ἐστιν. οὐκ ἐσπούδασεν οὖν καὶ περὶ τούτων τῶν δύο βοηθειῶν ἐνταῦθα εἰπεῖν διά τε τὸ σαφέστερα εἶναι αὐτάς, ὡς εἴρηται, καὶ μὴ ἐπὶ τοσούτων δεῖσθαι αὐτῶν ἐφ’ ὅσων τῆς ἀντιστροφῆς δεῖται. ἐπειδὴ δὲ
10ἔστιν καὶ ὅρων ἀντιστροφὴ καὶ προτάσεων καὶ συλλογισμῶν, περὶ ποίας ἐνταῦθα διαλαμβάνει; λέγομεν ὅτι οὔτε περὶ τῆς τοῦ ὅρου οὔτε περὶ τῆς τοῦ συλλογισμοῦ· περὶ μὲν γὰρ τῆς τοῦ ὅρου εἶπέν πως ἐν ταῖς Κατηγο‐ ρίαις, οὐκ αὐτόθεν μὲν εἰπὼν ὅτι ὅρων ἐστὶν ἀντιστροφή· ἐπὶ γὰρ τῶν πρός τι εἶπεν αὐτήν, ἔνθα λέγει ‘πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα
15λέγεται· ὁ γὰρ δοῦλος πρὸς τὸν δεσπότην ἀντιστρέφει, καὶ ὁ δεσπότης πρὸς τὸν δοῦλον· δοῦλος δεσπότου δοῦλος καὶ δεσπότης δούλου δεσπότης, καὶ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν‘· περὶ δὲ τῆς τοῦ συλλογισμοῦ ἀντι‐ στροφῆς ἐρεῖ πρὸς τῷ τέλει τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτι‐ κῶν. ἐνταῦθα δὲ περὶ τῆς τῶν προτάσεων λέγει ἀντιστροφῆς. ἐπειδὴ δὲ
20οὐ πᾶσαι αἱ προτάσεις ἀντιστρέφουσιν, λεκτέον ποῖαί εἰσιν αἱ ἀντιστρεφό‐ μεναι, καὶ πρότερον τί σημαίνει αὐτὸ τοῦτο τὸ ὄνομα ἡ ἀντιστροφή. οὐ γάρ, ὡς νῦν οἱ πολλοὶ λέγουσιν, ἀντιστροφή ἐστιν ἡ καταστροφή, ἀλλ’ ἀντιστροφή ἐστιν ἡ ἰσοστροφή· πολλάκις γὰρ τὸ ‘ἀντί‘ ἀντὶ τοῦ ἴσου τί‐ θεται, οἷον ἀντίθεος ἰσόθεος. ἔχομεν δὲ τοῦτο πιστώσασθαι καὶ ἀπὸ
25τῶν παρ’ αὐτῷ κειμένων· ἀρχόμενος γὰρ τῶν Ῥητορικῶν τεχνῶν φησιν “ἡ ῥητορικὴ τῇ διαλεκτικῇ ἀντίστροφός ἐστιν” ἀντὶ τοῦ ‘ἰσόστροφοσ‘· ἑκατέρα γὰρ αὐτῶν ὁμοίως ἐξ ἐνδόξων ἐπιχειρεῖ καὶ ἐφ’ ἑκάτερα κατα‐ σκευάζει· περὶ γὰρ τὸ φαινόμενον ἑκατέρα ἔχει. ἀντιστροφὴ οὖν ἐστιν ἡ ἰσοστροφή. τὸ δὲ ἴσον οὐ δύναται εἶναι ἕν τι· σχέσιν γὰρ σημαίνει
30καὶ τῶν πρός τί ἐστιν τὸ ἴσον· 〈τὸ γὰρ ἴσον〉 ἴσῳ ἴσον ἐστίν. ὥστε ἡ ἀντι‐ στροφὴ οὐ δύναται μιᾶς προτάσεως εἶναι, εἴ γε τὴν στροφὴν σημαίνει ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων· τὰ γὰρ ἴσα κοινωνεῖ ἀλλήλοις κατὰ τὴν ἰσότητα καὶ ἐν δύο τισὶν τὸ ἐλάχιστον θεωρεῖται. ὥστε πάντως δύο προτάσεών ἐστιν ἡ ἀντιστροφή. λοιπὸν δὲ λεκτέον ποίων προτάσεών ἐστιν
35ἡ ἀντιστροφή. τοῦτο δὲ εὑρήσομεν, εἰ διαίρεσίν τινα τῶν προτάσεων τελείαν ποιησαίμεθα ἐκ τῶν ὅρων οὕτως· ἐπειδὴ πᾶσα πρότασις ἔχει ὑπο‐ κείμενον ὅρον, ἔχει καὶ κατηγορούμενον, ἢ κατὰ ἀμφοτέρους τοὺς ὅρους
αἱ προτάσεις κοινωνοῦσιν ἢ κατ’ οὐδέτερον, ἢ κατὰ μὲν τὸν ἕτερον κοι‐35

36

νωνοῦσιν, κατὰ δὲ τὸν ἕτερον διαφέρουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνοῦσιν, κατὰ δὲ τὸν κατηγορούμενον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν. λέγω ὅτι οὐ δύναται ἡ ἀντιστροφὴ εἶναι οὔτε τῶν προ‐ τάσεων τῶν κατὰ μηδέτερον κοινωνουσῶν (ποία γὰρ ἰσότης δύναται εἶναι
5ἐν τοῖς κατὰ πάντα διαφέρουσιν;) οὔτε τῶν κατὰ τὸν ἕτερον μὲν κοινωνου‐ σῶν κατὰ δὲ τὸν ἕτερον διαφερουσῶν· οὐδὲ γὰρ ἐν ταύταις δύναται εἶναι ἰσότης διὰ τὸ διαφέρειν τὸν ἕτερον· λείπεται τὴν ἀντιστροφὴν εἶναι τῶν προτάσεων τῶν κατ’ ἀμφότερα κοινωνουσῶν. λέγει δὲ πάλιν ἄλλην διαί‐ ρεσιν· ἐπειδὴ πᾶσα πρότασις ἔχει † ὅρον (ἢ γὰρ καταφατική ἐστιν ἢ ἀπο‐
10φατική), ἔχει δὲ καὶ τάξιν καθ’ ἣν τεταγμένοι εἰσὶν οἱ ὅροι, ὅδε μὲν πρῶτος, ὅδε 〈δὲ〉 δεύτερος, λέγει οὖν ὅτι οὕτως αἱ προτάσεις αἱ κοινω‐ νοῦσαι ἢ οὕτως κοινωνοῦσιν ὥστε καὶ τὴν αὐτὴν ποιότητα φυλάττειν καὶ τὴν αὐτὴν τάξιν, ἢ οὐδέτερον τούτων φυλάττουσιν, ἢ τὸ μὲν ἕτερον φυ‐ λάττουσιν, τὸ δὲ ἕτερον ἐναλλάττουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν τάξιν
15ἐναλλάττουσι τὴν ποιότητα φυλάξασαι, ἢ τὸ ἀνάπαλιν36