TLG 4016 002 :: AMMONIUS :: In Aristotelis categorias commentarius AMMONIUS Phil., Filius Hermiae In Aristotelis categorias commentarius Citation: Page — (line) | ||
1(1t) | ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩ‐ | |
2t | ΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ. | |
---|---|---|
3 | Ἐπειδὴ τῆς Ἀριστοτέλους ἐντὸς ἐθέλομεν γενέσθαι φιλοσοφίας, φέρε τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον | |
5 | πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀρι‐ στοτελικῆς φιλοσοφίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ παρασκευάσασθαι τὸν ἀκροασόμενον φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος | |
10 | τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά. Ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά· ἢ γὰρ ἀπὸ τῶν αἱρεσιαρχῶν, ὥσπερ οἱ Πυθαγόρειοι λέγονται καί τινες Ἐπικού‐ | |
15 | ρειοί τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων, ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρ‐ ξαμένων, ὥσπερ ἡ Κυρηναϊκὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα | |
ἐπαίδευον, ὥσπερ οἱ Στωϊκοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, | 1 | |
2 | καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγο‐ ρίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ | |
5 | οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλάτων ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον‘. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν διακρίσεως, ὥσπερ οἱ Ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’ | |
10 | ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες· ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων πολλῶν ἰσχυρῶν τε καὶ ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε | |
15 | παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.‘ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χρώμενοι· εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως | |
20 | ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρα‐ κολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς | |
25 | ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν | 2 |
3 | οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τού‐ | |
5 | τοις παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλάτων ὅτι αἱ σπου‐ δαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ καὶ τῷ τάχει τῆς κινήσεως αὐτὰ φθάνουσαι προαπαντῶσι καὶ οὕτως αὐτῶν ἀντιλαμβά‐ νονται. ὀνομάζονται δὲ καὶ ἀπό τινος συμβεβηκότος, ὡς οἱ ἀπὸ τοῦ Περι‐ πάτου· ἐπειδὴ γὰρ ὁ Πλάτων ἐξηγούμενος ἐβάδιζε θέλων τὸ ἑαυτοῦ σῶμα | |
10 | γυμνάζειν, ὡς ἂν μὴ ἀσθενέστερον γεγονὸς ἐμποδὼν γένοιτο ταῖς ψυχικαῖς ἐνεργείαις, οἱ διαδεξάμενοι αὐτόν, ἤγουν ὁ Ξενοκράτης καὶ ὁ Ἀριστοτέλης, ὠνομάσθησαν οὕτως, οἱ ἀπὸ τοῦ Περιπάτου, ὧν ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ἐπαίδευεν, ὁ δὲ Ξενοκράτης ἐν Ἀκαδημίᾳ· ὕστερον δὲ τοῖς μὲν ὁ τόπος ἐξέλιπε καὶ ὠνομάσθησαν ἀπὸ τῆς ἐνεργείας τοῦ διδασκάλου Περιπα‐ | |
15 | πατητικοί, τοῖς δὲ ἡ ἐνέργεια καὶ ὠνομάσθησαν ἀπὸ τοῦ τόπου Ἀκαδη‐ μαϊκοί. ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας, ὡς οἱ Ἡδονικοί· οὗτοι γὰρ ἔλεγον τέλος εἶναι τοῦ βίου τὴν ἡδονήν, οὐχ ἡδονὴν δὲ ταύτην ἣν ὑπο‐ λαμβάνουσιν οἱ πολλοί, λέγω δὴ τὴν παθητικήν, ἀλλὰ τὴν παντελῆ τῆς ψυχῆς ἀπάθειαν. | |
20 | Ἐπειδὴ τοίνυν εἰρήκαμεν ποσαχῶς τε καὶ πόθεν αἱ τῶν φιλοσόφων αἱρέσεις ὠνομάσθησαν, φέρε δεύτερον καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα. τούτων οὖν τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ ἐν τῷ μεταξὺ τῶν καθόλου καὶ τῶν μερικῶν. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραφεν, ἢ ἐπιστολὰς ἢ ἕτερα τοιαῦτα, | |
25 | καθόλου δὲ ἐν οἷς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητεῖ, ὡς ἔστι τὸ Περὶ τῆς ψυχῆς τὸ Περὶ γενέσεως καὶ φθορᾶς τὸ Περὶ οὐρανοῦ, μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας γέγραφεν, ὡς αἱ γεγραμμέναι αὐτῷ Πολιτεῖαι ἀμφὶ τὰς πεντήκοντα καὶ διακοσίας οὖσαι, ἃς οὔτε πρός τινας ἰδίᾳ γέγραφεν, | |
οὔτε καθόλου εἰσίν (ἡ γὰρ Ἀθηναίων πολιτεία ἢ τῶν δείνων, εἰ τύχοι, | 3 | |
4 | καθόλου οὐκ ἂν εἴη), ἔγραψε δὲ ἵνα οἱ ἐντυγχάνοντες μετ’ αὐτὸν ἄνθρωποι καὶ κρίνοντες, κατὰ τί μὲν ὀρθῶς ἐπολιτεύοντο κατὰ τί δὲ οὐχ οὕτως, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσι, καὶ ταύτῃ ὠφελῶνται. τὰ μὲν οὖν μερικὰ καὶ μεταξὺ χαιρέτω, τῶν δὲ καθόλου τὰ μέν ἐστι συνταγματικὰ τὰ δὲ | |
5 | ὑπομνηματικά. ὑπομνηματικὰ δὲ καλοῦνται ἐν οἷς τὰ κεφάλαια μόνα ἀπο‐ γράφονται· ἰστέον γὰρ ὅτι τὸ παλαιὸν εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμ‐ βαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο, πολλὰ δὲ ἐξ ἀρχαιοτέρων βιβλίων νοήματα ἐλάμβανον, ἵνα τὰ μὲν ὀρθῶς ἔχοντα κρατύνωσι τὰ δὲ μὴ οὕτως | |
10 | ἐξελέγξωσιν· ὕστερον μέντοι τάξιν τέ τινα αὐτοῖς ἐπιπροσθέντες καὶ κάλλει λόγων καὶ ἀπαγγελίας ἀσκήσει φαιδρύναντες ὕφαινον τὰ συγγράμματα. καὶ ταύτῃ διενήνοχε τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τάξει τε καὶ ἑρμη‐ νείας κάλλει. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ, ὡς ὅταν περὶ ἑνός τινος ποιῆται τὴν ζήτησιν, τὰ δὲ ποικίλα, ὅταν περὶ πολλῶν. καὶ πάλιν τῶν | |
15 | συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, ὡς ὅσα δραματικῶς διεσκεύασται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πλειόνων προσώπων, τὰ δὲ αὐτοπρόσωπα ὡς ὅσα γέγραφεν ὡς ἀφ’ ἑαυτοῦ. Καλεῖται δὲ τὰ μὲν διαλογικὰ καὶ ἐξωτερικά, τὰ δὲ αὐτοπρόσωπα καὶ ἀξιωματικὰ ἤτοι ἀκροαματικά. καὶ ἄξιον ζητήσεως τί δή ποτε οὕτως | |
20 | ὠνομάσθησαν. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ἐκάλεσαν, ἐπειδὴ τὸν ἴδιον σκοπὸν οὐκ ἐκτίθεται ἐν αὐτοῖς ἀλλ’ ὡς ἐξ ἄλλων προσώπων ἀναπλάττει τὰ τυχόντα. τοῦτο δὲ ψευδές ἐστιν· ἐξω‐ τερικὰ γὰρ ὠνόμασται, ἐπειδὴ πρὸς τοὺς ἐπιπολαίως συνιέντας γέγραπται ἐπιτηδεύσαντος τοῦ φιλοσόφου ἐν αὐτοῖς φράσιν τε σαφεστέραν καὶ τὰς | |
25 | ἀποδείξεις οὐκ ἀποδεικτικὰς ἀλλὰ μᾶλλον πιθανὰς ἐξ ἐνδόξων, τὰ δὲ ἀκροαματικὰ ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι τὸν σπουδαῖόν τε καὶ τῷ ὄντι γνήσιον ἐραστὴν τῆς φιλοσοφίας. Τῶν δὲ ἀκροαματικῶν τὰ μέν ἐστι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά· θεωρητικὰ μὲν ὅσα περὶ τὴν διάκρισιν ἔχει τοῦ ἀληθοῦς καὶ | |
30 | τοῦ ψευδοῦς, πρακτικὰ δὲ ὅσα περὶ τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ | 4 |
5 | ἐπειδὴ τὸ θεωρητικὸν ὑποδύεταί τινα ὡς ἀληθῆ μὲν δοκοῦντα μὴ ὄντα δὲ ἀληθῆ, καὶ τὸ πρακτικὸν ὁμοίως τινὰ τῷ τοῦ ἀγαθοῦ κεχρωσμένα ὀνό‐ ματι μὴ ὄντα ἀγαθά, δεῖ ἡμῖν ὀργάνου τινὸς τοῦ διακρίνοντος τὰ τοιαῦτα. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις. πάλιν δὲ τῶν θεωρητικῶν τὸ μὲν θεολογικὸν | |
5 | τὸ δὲ μαθηματικὸν τὸ δὲ φυσιολογικόν, καὶ τῶν πρακτικῶν τὸ μὲν ἠθικὸν τὸ δὲ οἰκονομικὸν τὸ δὲ πολιτικόν, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ περὶ τῶν ἀρχῶν τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδον συντελούντων, τὴν ἀποδεικτικὴν λέγω· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, δεῖ πρὸ τούτου | |
10 | εἰδέναι τὸν καθόλου συλλογισμόν. ἀλλ’ ἐπεὶ τοῦτο τὸ τοῦ συλλογισμοῦ ὄνομα οὐχ ἁπλοῦν τι δηλοῖ ἀλλὰ σύνθετον (συλλογὴν γάρ τινα λόγων σημαίνει), οὐκοῦν πρὸ ἐκείνου δεῖ μαθεῖν τὰ ἁπλᾶ ἐξ ὧν συντίθεται, ταῦτα δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται σύγκεινται ἐξ ὀνομάτων καὶ ῥημά‐ των, ἃ διδάξουσιν αἱ Κατηγορίαι, τὰς δὲ προτάσεις τὸ Περὶ ἑρμηνείας, τὸν | |
15 | δὲ καθόλου συλλογισμὸν τὰ Πρότερα ἀναλυτικά. ταῦτα τοίνυν εἰσὶν αἱ ἀρχαὶ τῆς μεθόδου· τὰ δὲ Δεύτερα ἀναλυτικὰ αὐτὴν ἡμᾶς διδάξει τὴν μέθοδον, τοῦτ’ ἔστι τὸν ἀποδεικτικὸν συλλογισμόν. ἀλλὰ πάλιν ὥσπερ οἱ ἰατροὶ τὰ ἰατρικὰ παραδιδόντες τοῖς νέοις μαθήματα μέμνηνται σὺν τοῖς ὠφελοῦσι καὶ τῶν δηλητηρίων ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω | |
20 | κἀνταῦθα, ἐπειδὴ οἱ σοφισταὶ πράγματα παρέχουσι τοῖς τῆς ἀληθείας εὑρε‐ ταῖς σοφιστικοῖς τισι συλλογισμοῖς αὐτοὺς ἐθέλοντες παρακρούεσθαι, γράφει καὶ τούτους ὁ φιλόσοφος, ἵνα φεύγωμεν αὐτούς, καὶ λέγονται οὗτοι ἄλλως συμβάλλεσθαι τῇ μεθόδῳ, ὥσπερ εἴ τις θελήσας διδάξαι πῶς δεῖ λόγον συντάξαι, πρότερον διέλθοι περὶ ὀνομάτων καὶ ῥημάτων καὶ πρὸ ἐκείνων | |
25 | περὶ τῶν συλλαβῶν καὶ ἔτι πρὸ ἐκείνων περὶ τῶν στοιχείων, καὶ λέγεται τὰ μὲν στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα ἀρχαὶ τῆς μεθόδου τῆς ὅπως δεῖ λογοποιεῖν, τὰ δὲ περὶ αὐτῆς τῆς λογοποιίας περὶ αὐτῆς τῆς μεθόδου· εἰ δ’ ἀπαριθμήσαιτο καὶ τὰς τοῦ λόγου κακίας, λέγοιτ’ ἂν οὗτος διειλέχθαι καὶ περὶ τῶν ἄλλως συμβαλλομένων τῇ μεθόδῳ. | |
30 | καὶ αὕτη ἡ τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις. | |
Ζητήσωμεν τρίτον πόθεν ἀρκτέον. ἀκόλουθον μὲν ἦν ἀπὸ τῆς | 5 | |
6 | ἠθικῆς ἄρξασθαι πραγματείας, ὡς ἂν πρότερον τὰ ἑαυτῶν ἤθη κοσμήσαντες οὕτω τῶν ἄλλων ἐντὸς γενώμεθα λόγων. ἀλλ’ ἐπειδὴ καὶ ἐν ἐκείνῃ κέχρηται ἀποδείξεσι καὶ συλλογισμοῖς, ἐμέλλομεν δὲ αὐτοὺς ἀγνοεῖν ἀνήκοοι τῶν τοιούτων ὑπάρχοντες λόγων, διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον, | |
5 | προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη καὶ δίχα τῆς ἠθικῆς πραγματείας. μετὰ δὲ τὴν λογικὴν ἰτέον ἐπὶ τὴν ἠθικήν, καὶ οὕτως ἀντιληπτέον τῶν φυσικῶν, καὶ μετ’ ἐκεῖνα τῶν μαθηματικῶν, καὶ οὕτως ἐσχάτων τῶν θεολογικῶν. Τέταρτον ἐπὶ τούτοις ζητητέον τί τὸ τέλος καὶ τὸ ἀναφαινόμενον | |
10 | ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας. καὶ λέγομεν ὅτι τὸ ἀνε‐ νεχθῆναι ἐπὶ τὴν κοινὴν ἁπάντων ἀρχὴν καὶ γνῶναι ὅτι μία ἐστὶν αὕτη ἀσώματος ἀμερὴς ἀπερίληπτος ἀπεριόριστος ἀπειροδύναμος αὐτοαγαθότης· οὐ γὰρ μόνον ἀγαθόν· ἰστέον γὰρ ὅτι ὥσπερ λευκὸν λέγομεν τὸ δεδεγμένον σῶμα τὴν λευκότητα, λευκότητα δὲ αὐτὴν τὴν ποιότητα, οὕτως ἀγαθὸν | |
15 | μὲν λέγεται τὸ δεδεγμένον σῶμα τὴν ἀγαθότητα καὶ μετέχον αὐτῆς, ἀγα‐ θότης δὲ οἷον οὐσία καὶ ὕπαρξίς τις οὖσα. Πέμπτον ἐπὶ τούτοις ζητήσωμεν τίνα τὰ ἀνάγοντα ἡμᾶς ἐπὶ τὴν εἰρημένην ἀρχήν. καὶ λέγομεν ὅτι πρῶτον μὲν ἡ ἠθικὴ πραγματεία, ἔπειτα μετ’ ἐκείνην ἡ περὶ τῶν φυσικῶν, καὶ οὕτως ἡ μαθηματική, καὶ | |
20 | ἐσχάτης ἐπὶ τούτοις ἀντιληψόμεθα τῆς θεολογίας. Ἕκτον ζητήσωμεν πῶς δεῖ παρασκευάσασθαι τὸν μέλλοντα ἀκροά‐ σασθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ λέγομεν ὅτι δεῖ πεπαι‐ δευμένον τὰ ἤθη εἶναι καὶ τὴν ψυχὴν κεκαθαρμένον· ‘μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν,‘ ὁ Πλάτων ἔφησεν. | |
25 | Ἕβδομον ἡμῖν πρόκειται ζητῆσαι τί τὸ εἶδος τῆς ἀπαγγελίας. καὶ λέγομεν ὅτι διαφερόντως ὁ φιλόσοφος ἑρμηνεύσας φαίνεται· ἐν μὲν γὰρ τοῖς ἀκροαματικοῖς κατὰ μὲν τὰ νοήματα πυκνός ἐστι καὶ συνεστραμμένος καὶ ἀπορητικός, κατὰ δὲ τὴν φράσιν ἀπέριττος διὰ τὴν τῆς ἀληθείας εὕρεσίν | |
τε καὶ σαφήνειαν, ἔστι δὲ ὅπῃ καὶ ὀνοματοθετῶν, εἰ δέοι· ἐν δέ γε τοῖς | 6 | |
7 | διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφορᾶς, καὶ πρὸς τὰ τῶν λεγόντων πρόσωπα μετασχηματίζει τὸ εἶδος τῆς λέξεως, καὶ ἁπλῶς ὅσα λόγου καλ‐ λωπίζειν οἶδεν ἰδέαν. ἐν δέ γε ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν | |
5 | ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγ‐ μένον πάσης περισκελοῦς συνθέσεώς τε καὶ φράσεως. Ὄγδοον ζητήσωμεν τί δή ποτε τοιαύτην ἀσαφῆ διδασκαλίαν ἠγάπησεν ὁ φιλόσοφος. καὶ λέγομεν ὅτι καθάπερ ἐν τοῖς ἱεροῖς κέχρηνται παραπε‐ τάσμασί τισιν ὑπὲρ τοῦ μὴ πάντας ἤδη καὶ τοὺς βεβήλους ἐντυγχάνειν | |
10 | τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν, οὕτω καὶ ὁ Ἀριστοτέλης προκαλύμματι τῆς αὑτοῦ φιλοσοφίας κέχρηται τῇ ἀσαφείᾳ, ἵνα οἱ μὲν σπουδαῖοι δι’ αὐτὸ τοῦτο ἔτι μᾶλλον τὰς ἑαυτῶν συντείνωσι ψυχάς, οἱ δὲ κατερρᾳθυμη‐ μένοι τε καὶ χαῦνοι τοῖς τοιούτοις προσιόντες λόγοις ὑπὸ τῆς ἀσαφείας διώκωνται. | |
15 | Ἑπόμενον δὲ ἔννατόν ἐστι ζητῆσαι πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι τῆς ἐξηγήσεως παντὸς Ἀριστοτελικοῦ βιβλίου. καὶ λέγομεν ὅτι ἓξ τὸν ἀριθμόν· τὸν σκοπὸν τοῦ βιβλίου (ὥσπερ γὰρ ὁ τοξότης, εἰ τύχοι, σκοπόν τινα ἔχει πρὸς ὃν βάλλει καὶ οὗ θέλει τυχεῖν, οὕτω καὶ ὁ γράφων τι πρός τι τέλος ἀφορᾷ κἀκείνου σπουδάζει τυχεῖν· δεῖ τοίνυν τοῦτο ἐπιζητεῖν ὅ τι | |
20 | ποτέ ἐστι), δεύτερον ἐπὶ τούτῳ τί χρήσιμον ἕξομεν ἐκ τοῦ συγγράμματος, εἰ μὴ συναναφαίνοιτο τῷ σκοπῷ (ἐπὶ πολλῶν γὰρ τοῦτο συμβαίνει), | |
τρίτον τίς ἡ τάξις, τέταρτον τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, εἰ μὴ καὶ αὕτη | 7 | |
8 | πρόδηλος εἴη, ὡς ἐν τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς, πέμπτον εἰ νόθον ἢ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον (πολλοὶ γὰρ αὑτῶν συντιθέντες ἐπέγραφον τῷ Ἀριστοτέλους ὀνόματι, οὓς ἐλεγκτέον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· εἶδος μὲν οὖν ἐστιν ἡ ποικιλία τῶν νοημάτων | |
5 | καὶ ἡ ἐπανθοῦσα τοῖς λόγοις ἀλήθεια, ὕλη δὲ ἡ φράσις καὶ ἡ τῆς ἀπαγ‐ γελίας διδασκαλία), ἕκτον δεῖ ζητεῖν τίς ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ὥσπερ γὰρ ὁ ἐπεσκεμμένος ἕκαστον τῶν τοῦ ἀνθρώπου μελῶν τε καὶ ἄρθρων οὗτος ἄριστα ἂν εἰδείη καὶ τὸ ἐξ αὐτῶν συντεθειμένον ὅλον τὸν ἄν‐ θρωπον, οὕτω καὶ ὁ τὰ κεφάλαια τοῦ λόγου διελθὼν εἰς ἃ διῄρηται ἄριστα | |
10 | καὶ αὐτὸν εἴσεται τὸν λόγον. Δέκατον ἐπὶ πᾶσι δεῖ ζητεῖν ὁποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ Ἀριστοτέλους συγγράμματα. καὶ λέγομεν ὅτι δεῖ καὶ ἄριστα εἰδέναι αὐτὸν ἃ μέλλει ἐξηγεῖσθαι, εἶναι μέντοι καὶ ἄνδρα ἔμφρονα, ὡς τὸ μὲν παριστᾶν τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξε‐ | |
15 | τάζειν· οὐδὲ γὰρ δεῖ ὥσπερ ἐκμεμισθωκέναι πάντως ἑαυτὸν καὶ ἀνέχεσθαι ὅ τι ἂν λέγηται καὶ σπουδάζειν πάντως ἐκεῖνα κρατῦναι ἃ ἐξηγεῖται ὡς ἀληθῆ πάντα, κἂν μὴ οὕτως ἔχῃ, ἀλλὰ δεῖ ἕκαστον κρίνοντα βασανίζειν ἐπίπροσθεν Ἀριστοτέλους θέμενον, εἰ τύχοι, τὴν ἀλήθειαν. οὕτως οὖν ἐξηγεῖσθαι χρὴ τὸν ἐξηγούμενον. | |
20 | Ἀλλ’ ἐπειδὴ τοῦ τῶν Κατηγοριῶν βιβλίου βουλόμεθα ἄρξασθαι, φέρε τὰ μικρὸν ἀνωτέρω εἰρημένα ζητήσωμεν, καὶ πρῶτον τὸν σκοπόν. ἰστέον | |
τοίνυν ὅτι διηνέχθησαν οἱ ἐξηγηταὶ περὶ τούτου, οἱ μὲν περὶ φωνῶν εἰρη‐ | 8 | |
9 | κότες τὸν φιλόσοφον διαλαβεῖν οἱ δὲ περὶ πραγμάτων οἱ δὲ περὶ νοημάτων. καὶ κρατύνουσιν ἕκαστοι τὰ ὑφ’ ἑαυτῶν λεγόμενα ἔκ τινων τοῦ βιβλίου λέξεων, οἱ μὲν περὶ φωνῶν λέγοντες ὅτι φαίνεται διαιρῶν τὰς φωνάς, ὅταν λέγῃ ὅτι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμ‐ | |
5 | πλοκῆς”, οἱ δὲ περὶ πραγμάτων, ὅτι ταῦτα φαίνεται διαιρῶν, ὅταν λέγῃ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν”, οἱ δὲ περὶ νοημάτων, ὅτι μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν δέκα κατηγοριῶν λόγον φησὶ ‘περὶ τῶν γενῶν ἱκανὰ καὶ ταῦτα·‘ γένη δὲ δηλονότι φησὶ τὰ ὑστερογενῆ καὶ ἐννοηματικά, ὅθεν καὶ ὁ Πορφύριος | |
10 | εἶπεν “οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας·” ὥστε καὶ ὁ σκοπὸς αὐτῷ περὶ μόνων νοημάτων. καὶ ταῦτα μὲν ἕκαστοι λέγοντες δοκοῦσι διαφωνεῖν, τῷ ὄντι δὲ πάντες ἀληθεύουσιν, εἰ καὶ οὐ τελείως ἀλλ’ ἐκ μέρους· ὥσπερ εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον λέξῃ ὅτι ἄνθρωπός ἐστι ζῷον, ἄλλος δέ τις λέξῃ ὅτι λογικὸν | |
15 | μόνον ἀρκεῖ, καὶ ἄλλος πάλιν ὅτι θνητόν, οἱ τρεῖς ἀληθεύουσιν, ἀλλ’ οὐ τέλειον ἕκαστος εἶπεν ὅρον. Ἔστιν οὖν σκοπὸς ἐνταῦθα τῷ φιλοσόφῳ διαλαβεῖν περὶ φωνῶν ση‐ μαινουσῶν πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ ἀνάγκη τὸν λέγοντα περὶ ἑνὸς τούτων τῶν εἰρημένων εἶναι τὸν σκοπὸν συνάγειν καὶ τὰ λοιπὰ | |
20 | δύο, ταύτῃ δείξομεν· ὅτε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει (καὶ γὰρ περὶ ἀσήμων οὐδὲ εἷς παρὰ τοῖς φιλοσόφοις λόγος), αὗται δὲ αἱ σημαντικαὶ σημαίνουσι πράγματα διὰ μέσων δηλονότι νοημάτων (ὁ γὰρ λέγων τι πρᾶγμα τὴν περὶ αὐτοῦ πρῶτον ἔννοιαν ἔχων τότε αὐτό φησιν), ὥστε περὶ τῶν τριῶν ἐξ ἀνάγκης πάντως διαλέξεται. ἀλλὰ δὴ καὶ οἱ περὶ | |
25 | πραγμάτων λέγοντες εἰς μέσον ἀγέσθωσαν. ἐπειδὴ τοίνυν καὶ τούτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ ἐστίν, ὡς τὸ τραγέλαφος καὶ ὅσα τοιαῦτα, τὰ δὲ καὶ | |
ὄντως ὑφεστῶτά ἐστιν, οὐ δήπου περὶ τῶν ἐν ψιλῇ ἐπινοίᾳ κειμένων ἐροῦσι | 9 | |
10 | διαλαβεῖν τὸν φιλόσοφον, ἀλλὰ περὶ τῶν ὄντως ὄντων καὶ ὑφεστηκότων· ταῦτα δὲ ἡμᾶς διδάξει οὐ τῷ δακτύλῳ ἐπιδεικνύς, ἀλλὰ διὰ φωνῶν τινων σημαινουσῶν αὐτὰ διὰ μέσων νοημάτων. ἀλλὰ μὴν καὶ πρὸς τοὺς λέγοντας περὶ νοημάτων μόνον εἶναι τὸν σκοπὸν ἐροῦμεν ὅτι τὰ νοήματα πραγμάτων | |
5 | ἐστὶ νοήματα καὶ ὁ διδάσκων αὐτὰ ταῖς σημαινούσαις αὐτὰ διδάξει φωναῖς· ὥστε ὅ τι ἄν τις εἴπῃ τῶν τριῶν, ἐξ ἀνάγκης ὁμολογήσει καὶ τὰ ἄλλα δύο. καλῶς τοίνυν ἡμεῖς ἐλέγομεν ὅτι σκοπός ἐστι τῷ φιλοσόφῳ διαλε‐ χθῆναι περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ προκείμενον βιβλίον καὶ τῆς λογικῆς πραγματείας καὶ | |
10 | πάσης τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐστὶ πρῶτον. ὡς μὲν οὖν πρῶτον τῆς λογικῆς πραγματείας περὶ φωνῶν διδάσκει, ὡς δὲ προηγούμενον καὶ τῆς ἄλλης Ἀριστοτελικῆς φιλοσοφίας τῶν ὄντων, τοῦτ’ ἔστι τῶν πραγμάτων, ποιεῖται διαίρεσιν. ἐκ δὲ τούτου δῆλον ὅτι διὰ μέσων νοημάτων· τὰ γὰρ ἄκρα διδασκόμενα καὶ τὸ μέσον ἐξ ἀνάγκης συνδιδάσκει. | |
15 | Ἐλέγομεν δὲ ὀλίγον ἔμπροσθεν ὅτι τῆς φιλοσοφίας δύο ἐστὶ μέρη, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ ὅτι τὸ μὲν θεωρητικὸν ἔχει περὶ τὴν κατάληψιν τοῦ ψευδοῦς καὶ τοῦ ἀληθοῦς, τὸ δὲ πρακτικὸν περὶ τὴν διάκρισιν τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τούτων ἑκάτερον ὑποδύεταί τινα μὲν ὡς ἀληθῆ μὴ ὄντα ἀληθῆ, τινὰ δὲ ὡς ἀγαθὰ μὴ ὄντα | |
20 | ἀγαθά, ἵνα μὴ ἀπατῶνται ἀπ’ αὐτῶν οἱ ἄνθρωποι, δεῖ αὐτοῖς τινος ὀργάνου διακρίνοντος αὐτοῖς τὰ τοιαῦτα, ἵνα ὥσπερ γνώμονί τινι καὶ κανόνι χρώ‐ | |
μενοι τὰ μὴ ἐφαρμόζοντα ἀπωθῶνται· τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις. | 10 | |
11 | ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστι, ὁ δὲ συλλογισμός, ὡς ἤδη εἴρηται, οὐχ ἁπλοῦν πρᾶγμα ἀλλὰ συλλογή ἐστι λόγων καὶ συντίθεται ἐξ ὀνομάτων καὶ ῥημάτων, αἵπερ εἰσὶ προτάσεις. καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ | |
5 | οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι. λέγομεν τοίνυν ὅτι ἔστι πρὸ τούτων ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν· εἰδέναι γὰρ δεῖ ὅτι ἡ φύσις γινώσκουσα ὅτι κοινωνικὸν ἔμελλε γενέσθαι τὸ ζῷον τοῦτο, | |
10 | ἔδωκεν αὐτῷ φωνήν, ἵνα διὰ ταύτης ἀλλήλοις σημαίνωσι τὰ ἑαυτῶν νοή‐ ματα. καὶ συνελθόντες οἱ ἄνθρωποι συνέθεντο πρὸς ἀλλήλους τόδε μέν, εἰ τύχοι, ξύλον ὀνομάζεσθαι τόδε δὲ λίθον καὶ τὴν μὲν Σωκράτης φωνὴν τῆσδέ τινος οὐσίας εἶναι σημαντικὴν τὴν δὲ περιπατεῖν τῆσδέ τινος ἐνερ‐ γείας. κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον ἅπασαι φωναὶ ὀνομάζονται. | |
15 | κατὰ δευτέραν δὲ ἐπιβολὴν ἐπεσκέψαντο ὅτι ταῖς μὲν τῶν φωνῶν δύναται συντάττεσθαι ἄρθρα, χρόνοι δὲ οὐχί, ἅπερ ἐκάλεσαν ὀνόματα, ταῖς δὲ χρόνοι μὲν συντάττονται, ἄρθρα δὲ οὔ, ἅπερ εἰσὶ ῥήματα. σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀριστοτέλει διαλαβεῖν οὐ περὶ ὀνομάτων ἁπλῶς καὶ ῥημάτων, ἀλλὰ | |
περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα | 11 | |
12 | διὰ μέσων ἁπλῶν νοημάτων. ἆρ’ οὖν περὶ πασῶν τῶν φωνῶν διαλέγεται ἐν ταῖς Κατηγορίαις; οὐ δήπου· ἄπειροι γάρ εἰσι, τὰ δ’ ἄπειρα πρὸς ἐπι‐ στήμην οὐ παραλαμβάνεται. ἀλλ’ εἰς καθόλου τινὰς ἀνάγει φωνάς, οὐκ ἀορίστους δέ, ἀλλὰ τῷ τῆς δεκάδος ἀριθμῷ περικεκλεισμένας· | |
5 | ὑπὸ δὲ ταύτας ἀνάγονται πᾶσαι αἱ φωναί, αἵ εἰσιν οὐσία ποσὸν ποιὸν | 12 |
13 | πρός τι ποῦ ποτὲ ποιεῖν πάσχειν κεῖσθαι ἔχειν. καὶ ὁ μὲν σκοπὸς οὗτος. Τὸ δὲ χρήσιμον αὐτόθεν δῆλον· εἰ γὰρ ἀρχή ἐστι τῆς λογικῆς πραγ‐ ματείας τὸ τῶν Κατηγοριῶν βιβλίον, ἡ δὲ λογική, ὡς εἰρήκαμεν, ἡμῖν | |
5 | διακρίνει τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, συμ‐ βάλλεται ἄρα ἡμῖν τὸ προκείμενον βιβλίον. ἀλλὰ μὴν καὶ ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται, εἰρηκότων ἡμῶν ὅτι ἡ μὲν πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προηγεῖται τῶν ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἁπλῶν λόγων, οὗτοι δὲ τῶν συλλογισμῶν τῶν καθόλου, οὗτοι | |
10 | δὲ τῶν ἀποδεικτικῶν συλλογισμῶν· πρὸς τοίνυν τὴν τάξιν τούτων καὶ τὰ βιβλία πεποίηνται. Ζητητέον δὲ τί δή ποτε Κατηγορίας ἐπέγραψε τὸ βιβλίον. λέγομεν τοίνυν ὅτι πρόκειται αὐτῷ διδάξαι περὶ γενῶν καὶ εἰδῶν καὶ ὅτι τὰ μὲν εἴδη τοῖς αὑτῶν γένεσιν ὑπόκειται, τὰ δὲ γένη κατηγορεῖται τῶν εἰδῶν | |
15 | ἑαυτῶν, ὥστε τὰ μὲν ἄτομα μόνως ὑπόκειται, τὰ δὲ ὑπάλληλα τοῖς μὲν πρὸ αὐτῶν ὑπόκειται, τῶν δὲ μετ’ αὐτὰ κατηγορεῖται, τὰ δὲ γενικώτατα μόνως κατηγορεῖται. ἐπειδὴ τοίνυν αἱ δέκα φωναὶ τῶν γενικωτάτων εἰσὶ καὶ μόνως κατηγοροῦνται μηδενὶ ὑποκείμεναι, διὰ τοῦτο Κατηγορίας ἐπέγραψεν. | |
20 | Εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν Ἀναλυτικῶν τεσσαράκοντα βιβλία εὕρηνται, τῶν δὲ Κατηγοριῶν δύο· τὸ μὲν ἕτερον εἶχεν ἀρχὴν “τῶν ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα”, τὸ δὲ δεύτερον, ὅπερ νῦν προκείμενον ἔχομεν· καὶ προτετίμηται τοῦτο ὡς τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην | |
25 | κηρῦττον. ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ σύγγραμμα πάντες ὁμολογοῦσι· φαίνεται γὰρ ἐν πᾶσι τοῖς αὑτοῦ βιβλίοις μεμνημένος τῶν ἐνταῦθα θεωρη‐ | |
μάτων· διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα, εἰ δὲ ἐκεῖνα γνήσια, καὶ τοῦτο | 13 | |
14 | γνήσιον ἔσται. δεῖ μέντοι εἰδέναι ὅτι τὰ εὑρήματα τῶν κατηγοριῶν οὐκ ἔστιν αὐτοῦ ἀλλὰ προϋπῆρχεν, ἡ δὲ τούτων σύνταξις ὑπάρχει αὐτοῦ. Διαιρεῖται δὲ τὸ βιβλίον εἰς τρία, εἰς τὰ πρὸ τῶν κατηγοριῶν, εἰς τὰς κατηγορίας αὐτάς, εἰς τὰ μετὰ τὰς κατηγορίας. τὰ δὲ πρὸ τῶν κατηγοριῶν | |
5 | συμβαλλόμενα ἡμῖν ἔσται εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐπειδὴ γὰρ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεών τινων ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκειν θέλει, ἵνα μὴ δόξῃ τὸν λόγον συνταράττειν. διαλέγεται δὲ ἐν τῷ τέλει περὶ τῶν μετὰ τὰς κατηγορίας· ἐπειδὴ γὰρ ἐν τῷ διδάσκειν τὰς κατηγορίας ἐχρήσατο λέξεσί τισιν οὐκ | |
10 | ἐγνωσμέναις, διαλήψεται καὶ περὶ αὐτῶν. ἀλλὰ ζητητέον τί δή ποτε καὶ πρὸ τῶν κατηγοριῶν ἐδίδαξε· καὶ λέγομεν ὅτι τῶν μὲν κατ’ ἀρχὴν ἐμνη‐ μόνευσε προλαβὼν ὡς πάντῃ ἀγνώστων, τὰ δὲ ἐφύλαξεν ἐν τῷ τέλει ὡς ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν, ὅθεν καὶ μήπω διαλαβὼν περὶ αὐτῶν ἐχρήσατο τούτοις | |
15 | ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ· πάντες γὰρ ἄνθρωποι χρῶνται κατὰ τὴν συνήθειαν τῇ τε ἅμα λέξει καὶ τῇ πρότερον καὶ τῷ τῆς κινήσεως ὀνόματι· παραδίδωσι τοίνυν ἀκριβῶς τίνα ποτέ ἐστι τὰ ὑπ’ αὐτῶν σημαινόμενα. τινὲς δὲ εἰρήκασι ταῦτα προσγεγράφθαι νόθα ὑπὸ τῶν βουλομένων ἀναγι‐ νώσκεσθαι τοὺς Τόπους μετὰ τὰς Κατηγορίας εὐθέως· ἀμέλει τοι καὶ τὸ | |
20 | προκείμενον βιβλίον οὕτως ἐπιγράφουσι Πρὸ τῶν τόπων. οὗτοι δὲ καὶ τῇ ἐναργείᾳ καὶ τῇ τάξει ἀντικρὺς μάχονται, εἴ γε ἐδίδαξεν ὅτι τῶν μὲν ὀνο‐ μάτων καὶ ῥημάτων προηγεῖται ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προσ‐ εχῶς, διδάσκει δὲ ἐν μὲν ταῖς Κατηγορίαις περὶ θέσεως τῶν ἁπλῶν φωνῶν, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων· ὥστε | |
25 | ἑκάτερα ἔχονται ἀλλήλων ὥσπερ σειρά τις, καὶ οὔτε πρὸ ἐκείνου δύναταί | |
τις ἄλλο ἀναγινώσκειν ἢ τὰς Κατηγορίας οὔτε μετὰ ταύτας ἄλλο ἢ τὸ Περὶ | 14 | |
15 | ἑρμηνείας, καὶ ὁ αὐτὸς λόγος τε καὶ ἡ τάξις ἄχρι τῶν Δευτέρων ἀναλυ‐ τικῶν, τοῦτ’ ἔστι τῶν Ἀποδεικτικῶν. | |
3n | Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν. | |
4 | Εἰ μὲν αἱ ψυχαὶ ἄνω ἦσαν χωρὶς τοῦ σώματος τούτου, πάντα ἂν | |
5 | ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι, ἀλλ’ ἐπειδὴ κατε‐ ληλύθασι πρὸς τὴν γένεσιν καὶ συνδέδενται τῷ σώματι καὶ τῆς ἐξ αὐτοῦ ἀχλύος ἀναπιμπλάμεναι ἀμβλυώττουσι καὶ οὐχ οἷαί τέ εἰσι τὰ πράγματα γινώσκειν ὡς ἔχει φύσεως, διὰ τοῦτο τῆς ἀλλήλων ἐδεήθησαν κοινωνίας διακονούσης αὐταῖς τῆς φωνῆς εἰς τὸ διαπορθμεύειν ἀλλήλαις τὰ νοήματα. | |
10 | δηλοῦνται δὲ πάντα καὶ δι’ ὀνομάτων καὶ διὰ λόγων. καὶ τοῦτό γε εἰκό‐ τως, εἴ γε τῶν ὄντων ἕκαστον καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ πλειόνων μερῶν οἰκείων, ἃ συνελθόντα ἐπλήρωσαν αὐτοῦ τὴν φύσιν· οἷον ὁ ἄνθρωπος καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ γένους καὶ τῶν συστατικῶν αὐτοῦ διαφορῶν· ὡς μὲν οὖν ἓν ὢν δηλοῦται ὑπὸ τῆς ἄνθρωπος φωνῆς, ἥτις ἁπλοῦν ἐστιν | |
15 | ὄνομα, ὡς δὲ συγκείμενος ἔκ τινων δηλοῦται ὑπὸ τοῦ λόγου ἑκάστην τῶν τοῦ ἀνθρώπου ἰδιοτήτων ἐπεξιόντος, οἷον ζῷον λογικὸν θνητόν. τούτων τοίνυν οὕτως εἰρημένων εἰ λάβοιμεν δύο πράγματα, ταῦτα ἢ κατὰ ἀμφότερα κοινωνοῦσι, λέγω δὴ κατὰ τὸ ὄνομα καὶ τὸν λόγον, ἢ κατ’ ἄμφω διαφέ‐ ρουσιν, ἢ κατὰ μὲν τὸ ἓν κοινωνοῦσι, κατὰ δὲ τὸ ἕτερον διαφέρουσι· καὶ | |
20 | τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσιν· ὥστε τέσσαρας εἶναι διαφοράς. εἰ μὲν οὖν κατ’ ἄμφω κοινω‐ νοῦσιν, ὀνομάζεται συνώνυμα ὡσανεὶ σὺν τῷ ὀνόματι καὶ τοῦ ὁρισμοῦ μεταδιδόντα ἀλλήλοις, ὥσπερ κατηγορεῖται τὰ γένη τῶν οἰκείων εἰδῶν· | |
25 | ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική. εἰ δὲ κατ’ ἄμφω διαφέροιεν, ὀνομάζεται ἑτερώνυμα, ὥσπερ ἔχει ὁ ἄνθρωπος καὶ ὁ ἵππος· οὐ γὰρ τὸν ἄνθρωπον εἴποις ἵππον οὐδὲ τὸν ἵππον ἄνθρωπον, οὐ μὴν οὐδὲ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν, ἀλλ’ ἄλλον καὶ ἄλλον. | |
εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῖεν, κατὰ δὲ τὸν λόγον διαφέροιεν, ὁμώ‐ | 15 | |
16 | νυμα λέγεται, ὥσπερ ἔχουσιν οἱ δύο Αἴαντες· οὗτοι γὰρ κοινὸν μὲν ὄνομα ἔχουσι τὸ Αἴας, ὁρισμὸν δὲ οὐ τὸν αὐτόν· τὸν γὰρ Τελαμῶνος ὁριζόμενοι λέγομεν ‘ὁ ἐκ Σαλαμῖνοσ‘ ‘ὁ μονομαχήσας Ἕκτορι‘ καὶ ὅσα τοιαῦτα, τὸν δὲ ἄλλον πάλιν ἄλλως ‘ὁ Ὀιλέωσ‘ ‘ὁ Λοκρόσ‘. εἰ δὲ κατὰ μὲν τὸν λόγον | |
5 | κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ὀνομάζεται πολυώνυμα, ὡς ἔχει τὸ ἄορ ξίφος μάχαιρα. Ἐκ τῶν τεσσάρων τοίνυν τούτων περὶ τῶν δύο μόνον ἐνταῦθα ὁ Ἀριστοτέλης διαλέγεται, λέγω δὴ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων, ἐπείπερ ταῦτα μόνον αὐτῷ συμβάλλεται χρήσιμα ὄντα ἐν τῇ τῶν κατηγο‐ | |
10 | ριῶν διδασκαλίᾳ, καὶ ὅτι ἐκ τούτων δηλοῦται καὶ τὰ λοιπὰ δύο ὡς ἀντι‐ κείμενα τούτοις· ἀντίκειται γὰρ τοῖς μὲν ὁμωνύμοις τὰ πολυώνυμα, εἴ γε ταῦτα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν λόγον διαφέρει, τὰ δὲ πολυώνυμα εἰρήκαμεν κατὰ μὲν τὸ ὄνομα διαφέρειν κατὰ δὲ τὸν λόγον κοινωνεῖν ἀλλήλοις. τοῖς δὲ συνωνύμοις ἀντίκειται τὰ ἑτερώνυμα· καὶ γὰρ | |
15 | ταῦτα μὲν κοινωνεῖ κατ’ ἀμφότερα, ἐκεῖνα δὲ κατ’ ἀμφότερα διαφέρει· ὥστε ὁ ταῦτα εἰδὼς ἐξ αὐτῶν καὶ τὰ ἀντικείμενα εἴσεται. τοῦτο δὲ διὰ βραχυλογίαν ὁ φιλόσοφος ἐπετήδευσεν· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὥστε δεῖ τῷ περὶ τῶν δύο λόγῳ καὶ τὰ λοιπὰ δύο συνδιδα‐ χθῆναι. προέταξε δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων, οὐκ ἐπειδὴ τὸ ὂν | |
20 | κατηγορεῖται ὁμωνύμως τῶν δέκα κατηγοριῶν, ἀλλ’ ὅτι δεῖ τὰ ἁπλούστερα τῶν μὴ τοιούτων ἀεὶ προτάττεσθαι κατὰ τὴν διδασκαλίαν, ἔστι δὲ τὰ ὁμώ‐ νυμα τῶν συνωνύμων ἁπλούστερα, εἴ γε ταῦτα μὲν τὴν κατὰ τὸ ὄνομα μόνον κοινωνίαν ἔχει, τὰ δὲ συνώνυμα σὺν ταύτῃ καὶ τὴν κατὰ τὸν λόγον. Ἔστι δὲ εἰπεῖν ὅτι ἄλλα μέν ἐστιν ἕτερα, ἄλλα δὲ ἑτερώνυμα· καὶ | |
25 | ἕτερα μέν ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, ὡς ἄνθρωπος καὶ ἵππος (ταῦτα γὰρ οὔτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὔτε ὁρισμὸν τὸν αὐτόν), ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν, ὥσπερ ἀνάβασις καὶ κατάβασις· τούτων γὰρ οὔτε ὄνομα τὸ αὐτὸ οὔθ’ ὁρισμὸς ὁ αὐτός, τῷ | |
μέντοι ὑποκειμένῳ ταὐτά ἐστι· περὶ γὰρ τὴν αὐτὴν κλίμακα θεωροῦνται. | 16 | |
17 | ὁμοίως δὲ καὶ σπέρμα καὶ καρπὸς κατ’ ἀμφότερα διαφέροντα περὶ τὸν αὐτὸν σῖτον θεωροῦνται· οὗτος γὰρ πρὸς μὲν τὸ ἤδη πεφυκέναι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα. | |
4n | Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ | |
5n | τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. | |
6 | Ἡ μὲν ἔννοια τῆς λέξεως ὅλη δήλη· ταῦτα γάρ ἐστι, φησίν, ὁμώνυμα, ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει. ζητεῖ δὲ ὁ λόγος ταῦτα· διὰ τί εἶπεν ὁμώνυμα καὶ μὴ ‘ὁμώνυμον‘; καὶ διὰ τί εἶπε λέγεται καὶ οὐχὶ ‘λέγω‘ ἢ ‘λέγονται‘; καὶ διὰ τί εἶπεν ὄνομα | |
10 | κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα‘; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸσ‘ ἢ ‘〈ἡ〉 ὑπογραφή‘; καὶ διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ φιλόσοφος κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ | |
15 | εἰσφέρων ἐμνημόνευσεν]. Ὅρα πῶς ἀκριβῶς οὐκ εἶπεν αὐτὰ ὁμώνυμον ἀλλ’ ὁμώνυμα, πληθυν‐ τικῶς χρησάμενος τῇ φωνῇ, ἐπειδὴ ταῦτα θεωρεῖται ἐν πλείοσι πράγμασιν ἢ ἐν δύο τὸ ἐλάχιστον, ἐν ἑνὶ δὲ οὐδέποτε λέγεται. δεῖ δὲ εἰδέναι ὅτι τὰ ὁμώνυμα δέεται πάντως τούτων τῶν τριῶν, τόνου πτώσεως πνεύματος· | |
20 | εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἄργος· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν | |
25 | γὰρ ‘ὁ ἐλάτησ‘ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἐλάτησ‘ καὶ | 17 |
18 | σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλ‐ λαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οιον‘, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπὶ δέ γε τῆς Αἴας φωνῆς | |
5 | καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή, ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὖν εἶναι αὐτὰ ὁμώνυμα. Εἰδὼς δὲ ὁ φιλόσοφος ὅτι τὰ ὁμώνυμα εἰ καὶ πλείονά εἰσιν, ἀλλ’ οὖν ὑπὸ μιᾶς φωνῆς δηλοῦνται, διὰ τοῦτο καὶ αὐτὸς ἐχρήσατο τῷ λέγεται, οὐκ εἰρηκὼς ‘λέγονται·‘ ἀεὶ γὰρ ἔθος ἐστὶ τοῖς Ἀττικοῖς τῇ τοιαύτῃ φωνῇ | |
10 | κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλάτων φησί· “λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους”. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ‘, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”. | |
15n | Ὁμώνυμα δὲ λέγεται. | |
16 | Ὑπακουστέον πράγματα. | |
17n | Ὧν ὄνομα μόνον κοινόν. | |
18 | Ἆρα οὖν ἐν τοῖς ῥήμασιν οὐχ εὑρίσκομεν ὁμωνυμίαν; καὶ μὴν λέγομεν ‘ἐρῶ‘, σημαίνει δὲ τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι· πῶς οὖν | |
20 | φησι ταῦτα ὁμώνυμα εἶναι τὰ μόνον ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι ὄνομα ἐνταῦθα λαμβάνει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινότερον, καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν· “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ τὰ ῥήματα ὀνόματά ἐστιν”. ὥστε τὸ ἐρῶ ὁμώνυμόν ἐστι καὶ ἔχει ὄνομα κοινόν, ὅρον δὲ | |
25 | διάφορον, καὶ ἔστιν ἐν τοῖς ῥήμασιν ὁμωνυμία. | 18 |
19(1n) | Μόνον. | |
2 | Διχῶς λέγεται τὸ μόνον, εἴτε τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ὁμό‐ ζυγον, ὡς ὅταν λέγωμεν μόνον ἄνθρωπον ἐν τῷ βαλανείῳ ἀντιδιαστέλλοντες πρὸς ἄλλον ἄνθρωπον ἢ ὡς ὅταν εἴπωμεν μόνον τὸν καταλειφθέντα ἐν | |
5 | πολέμῳ (καὶ μὴν ἔχων μεθ’ ἑαυτοῦ, εἰ τύχοι, δόρυ καὶ ἐσθῆτα ἢ ἄλλο τι οὐκ ἔστι μόνος, ἀλλὰ μόνος ἐκλήθη τῇ στερήσει τῶν ἑπομένων αὐτῷ), ἢ τὸ μοναδικόν, καθὸ λέγομεν μόνον ἥλιον. ἐνταῦθα δὲ τῷ πρώτῳ ἐχρήσατο. | |
9n | Κοινόν. | |
10 | Τὸ κοινὸν λέγεται τετραχῶς· ἢ τὸ ἀδιαιρέτως μεθεκτόν, ὥσπερ ἐπὶ τοῦ ζῴου (αὐτοῦ γὰρ πάντες μετέχομεν ἀδιαιρέτως· οὐ γὰρ τὰ μὲν οὐσίας μόνης ἀπολαύει, τὰ δὲ ἐμψύχου μόνου, τὰ δὲ αἰσθήσεως μόνης), ἢ τὸ διαιρετὸν μεθεκτὸν ὡς ἀγρός· ἔτυχον γὰρ οὐ πάντες ὅλου, ἀλλ’ ἕκαστος μέρους. περὶ οὖν τοῦ ἀδιαιρέτως μεθεκτοῦ λέγει ἐνταῦθα. | |
15n | Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον | |
16n | ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. | |
17 | Τὰ παραδείγματα πάντα ἀσφαλῶς εἴρηκεν ὁ φιλόσοφος, ἐπεὶ ὑπελάμ‐ βανεν ἄν τις μηδὲ εἶναι ὅλως ὁμώνυμα ἀλλὰ συνώνυμα· οἱ γὰρ Αἴαντες ἔχουσιν ὄνομα κοινὸν καὶ ὁρισμὸν τὸ ζῷον λογικὸν θνητόν. καλῶς οὖν εἶπεν | |
20 | ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι· τῶν γὰρ Αἰάντων ὁ μέν ἐστι Τελαμῶνος υἱὸς Σαλαμίνιος, ὃς ἐμονομάχησεν | |
Ἕκτορι, ὁ δὲ ἕτερος Ὀιλέως υἱὸς Λοκρὸς πόδας ταχύς· ὥστε ὁ κατὰ τὸ | 19 | |
20 | ὄνομα ὁρισμὸς ἑκατέρου ἕτερος. εἴποι δ’ ἄν τις ὅτι δυνατὸν τὰ ὁμώνυμα καὶ συνώνυμα καλέσαι, οἷόν τι ὡς ἐπὶ τῶν δύο Αἰάντων· οὗτοι γὰρ ὁμώ‐ νυμοί εἰσι, καθὸ τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν τὸν κατὰ τοὔνομα διάφορον· ὁ μὲν γάρ ἐστι Τελαμῶνος, ὁ δὲ Ὀιλέως. ἀλλὰ πάλιν | |
5 | εἴποι ἄν τις ‘καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα συνώνυμοί εἰσιν· ἀμ‐ φότεροι γὰρ ὅ τε Ὀιλέως καὶ ὁ Τελαμῶνος ἄνθρωποί εἰσι καὶ ἔσονται συνώνυμοι‘. τίνι οὖν διενηνόχασιν ἀλλήλων; τούτῳ ὅτι τὰ μὲν ὁμώνυμα οἷον οἱ Αἴαντες ἔχουσι τὴν κοινωνίαν πρὸς ἀλλήλους τὴν κατὰ τοὔνομα, ἤγουν τοῦ Αἴαντος, ἔχουσι δὲ κοινωνίαν ἀμφότεροι καὶ πρὸς αὐτὴν τὴν | |
10 | ὁμωνυμίαν, καθὸ μετέχουσι ταύτης τῆς ὁμωνυμίας. τὰ μέντοι γε συνώ‐ νυμα οὐκ ἔχουσιν οὕτως· ἐνταῦθα γὰρ μόνην τὴν πρὸς ἄλληλα σχέσιν παραλαμβάνομεν. | |
13n | Λόγος. | |
14 | Διὰ ποίαν αἰτίαν ἀντὶ ὁρισμοῦ τὸν λόγον εἴρηκε; φαμὲν ἐπειδήπερ | |
15 | οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμοὺς ἀποδιδόναι· τὰ γὰρ γενικώτατα τῶν γενῶν ὁρισμοὺς οὐκ ἐπιδέχονται. ἀλλ’ ἔστιν ὅτε καὶ ὑπο‐ γραφαῖς κεχρήμεθα. ἔστι δὲ ὁμωνυμία καὶ ἐν τοῖς πράγμασιν, ἐν οἷς ὑπο‐ γραφαῖς κεχρήμεθα. διὰ τοῦτο οὐκ εἶπεν ‘ὁρισμόσ‘, ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα. καὶ πάλιν εἰ εἶπεν ‘ὧν ἡ ὑπογραφή‘, | |
20 | παρέλιπεν ἂν τὰ δι’ ὁρισμῶν σημαινόμενα· διὰ τοῦτο οὖν τῷ λόγῳ ἐχρή‐ σατο· κατηγορεῖται γὰρ οὗτος κοινῇ τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς. | |
22n | Τῆς οὐσίας. | |
23 | Ἆρα οὖν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ χυμοῦ καὶ φωνῆς καὶ φθόγγου καὶ μα‐ | |
25 | χαίρας· λέγομεν γὰρ ‘ὀξὺς χυμὸσ‘ καὶ ἐπὶ παντὸς τῶν ἄλλων ὁμοίως. πῶς οὖν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας; φαμὲν οὖν ὅτι οὐσίαν λέγει ἐνταῦθα οὐ τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα, ἀλλὰ | |
κοινότερον τὴν σημαίνουσαν τὴν ἑκάστου ὕπαρξιν, καθὸ καὶ τὰ συμβεβη‐ | 20 | |
21 | κότα λέγεται ὑπάρχειν ἐν τοῖς οὖσι. τῆς οὐσίας οὖν φησιν ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ’ ἣν ὑφέστηκεν. | |
3n | Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν. | |
4 | Ἐὰν γὰρ βούληταί τις, φησί, τὸν ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν | |
5 | ὡς ζῴου ὄντος, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ζῷον λογικὸν θνητόν, τοῦ δὲ γεγραμμένου, εἰ τύχοι, ζῷον γε‐ γραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων. | |
8n | Τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρῳ. | |
9 | Καὶ διὰ τί οὐκ εἶπε ζῷον εἶναι ἀλλὰ ζῴῳ; καὶ λέγομεν ὅτι τὰ πράγ‐ | |
10 | ματα ἢ ἀπὸ τῆς ὕλης χαρακτηρίζεται ἢ ἀπὸ τοῦ εἴδους ἢ ἀπὸ τοῦ συναμ‐ φοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τῆς ὕλης καὶ τοῦ εἴδους· εἰ οὖν εἶπε ζῷον, ἐσήμανεν ἂν τὴν ὕλην καὶ τὸ εἶδος, εἰπὼν δὲ τὸ ζῴῳ εἶναι ἐσήμανε καθ’ ὃ χαρακτηρίζεται, τοῦτ’ ἔστι τὸ εἶδος· τὸ γὰρ εἶναί τινος τὸ εἶδος αὐτοῦ ἐστιν, καὶ οἱ κυρίως ὁρισμοὶ ἐκ τούτου λαμβάνονται, εἴ γε ἐκ γένους | |
15 | δεῖ αὐτοὺς εἶναι καὶ τῶν συστατικῶν διαφορῶν. Ἔστι δὲ ἡ διαίρεσις τῶν ὁμωνύμων αὕτη· τῶν ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης (καὶ λέγεται ταῦτα κατὰ συμβεβηκός), οἷον εἴ τις κατὰ τύχην εὑρεθείη ἐνταῦθα λεγόμενος Σωκράτης καὶ ἐν τῷ Βυζαντίῳ. καὶ ταῦτα μὲν μένουσιν ἀδιαίρετα. τὰ δέ εἰσιν ἀπὸ διανοίας, ὧν τὰ μὲν καὶ ἀλλήλοις | |
20 | εἰσὶν ὁμώνυμα 〈καὶ〉 ἀφ’ οὗ παρώνυμα λέγεται. καὶ ἐκ τούτων τὰ μὲν ἀπὸ ποιητικοῦ λέγεται αἰτίου ὡς τὸ ἰατρικὸν σμιλίον ἢ βιβλίον (ταῦτα δέ ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μὲν ἀπὸ τοῦ ποιητικοῦ, πρὸς ἓν δὲ πρὸς τὸ τελικόν), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ οἷον τὸ ὑγιεινὸν φάρμακον. τὰ δὲ καὶ ἀλλήλοις ὁμώνυμα καὶ ἀφ’ ὧν λέγεται ὁμώνυμα, ὧν τὰ μὲν | |
25 | διαφέρει κατὰ χρόνον ἐκείνου ἀφ’ οὗ λέγεται (καὶ τούτων τὰ μὲν λέγεται κατὰ μνήμην, οἷον μεμνημένος τις ἰδίου πατρὸς ἢ διδασκάλου ἤ τινος τοιούτου καλέσῃ τὸν ἑαυτοῦ παῖδα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ τύχην, | |
ὡς ὅταν τις τὸν παῖδα Εὐτυχῆ εἴπῃ, τὰ δὲ κατ’ ἐλπίδα, ὡς * ἐλπίζων | 21 | |
22 | γενέσθαι ὠνόμασεν), τὰ δέ εἰσιν οὐ διαφέροντα κατὰ χρόνον τοῦ ἀφ’ οὗ λέγεται. καὶ τούτων πάλιν τὰ μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα λέγεται, 〈ὡς ὅταν λέγωμεν τὸν φρόνιμον ἄνθρωπον φρόνησιν〉, τὰ δὲ κατὰ μέθεξιν οἷον μουσικὴ γυνὴ καὶ μουσικὴ ἐπιστήμη, γραμματικὴ γυνὴ καὶ | |
5 | γραμματικὴ ἐπιστήμη, τὰ δὲ κατὰ ἀναλογίαν, οἷον ὡς ἔχει τόδε πρὸς τόδε, οὕτω τόδε πρὸς τόδε, ὡς πόδες κλίνης καὶ πόδες ὄρους. καὶ τῶν μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα 〈τὰ μὲν διὰ τὴν τῆς ἐνεργείας ὁμοιό‐ τητα〉 οἷον Γοργίας ἀπὸ τοῦ γοργεύεσθαι τόνδε τινά, τὰ δὲ διὰ τὴν τῆς μορφῆς ὁμοιότητα οἷον ἐπὶ τῆς εἰκόνος καὶ τοῦ παραδείγματος, τὰ δὲ κατὰ | |
10 | μεταφορὰν ὡς πόδες Ἴδης καὶ κορυφή. | |
11n | Συνώνυμα δὲ λέγεται. | |
12 | Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον περὶ τῶν συνω‐ νύμων διαλαμβάνει. ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ περὶ τῶν συνω‐ νύμων διδασκαλία. τῷ δ’ αὐτῷ παραδείγματι ἐχρήσατο κἀνταῦθα, βουλό‐ | |
15 | μενος δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις οἷόν τε λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οἷον ὁ Αἴας καὶ ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος· ὁμώνυμος μέν, ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ Αἴας. δύναται δὲ κοινωνεῖν καὶ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος. | |
20n | Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος. | |
21 | Ἰστέον ὅτι ἐν τοῖς παρωνύμοις τέσσαρά τινα θεωρεῖται, δύο μὲν ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ ὄνομα, καὶ δύο ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ πρᾶγμα, ὥσπερ γραμματικὴ καὶ γραμματικός· ἔστι γὰρ ἐπὶ τούτοις κοινωνία μὲν περὶ τοὔνομα φανερῶς, καὶ ἡ διαφορὰ δὲ κατὰ τὴν | |
25 | τελευταίαν συλλαβήν, ὅτι ἐπὶ μὲν τοῦ ἐστι κος, ἐπὶ δὲ τοῦ κη. ὁμοίως | 22 |
23 | δὲ καὶ περὶ τὸ πρᾶγμα· * καὶ γὰρ ὁ γραμματικὸς οὐσία ἐστίν, ἡ δὲ γραμ‐ ματικὴ ἐπιστήμη τις ἤγουν ποιότης καὶ κατὰ συμβεβηκός. ἐὰν γὰρ ἓν τούτων ἀπολειφθῇ, οὐκ ἔστι παρώνυμα· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ εἴη, | |
5 | καὶ οὐκ ἔσται παρώνυμα, οἷον πλάτανος καὶ πλατάνιστος· ἐνταῦθα γὰρ οὐκ ἂν εἴποιμεν παρώνυμα· ταὐτὸ γάρ ἐστιν. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ εἴη κατὰ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς Ἑλένης καὶ τοῦ Ἑλένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ εἴη κατὰ τὴν τελευταίαν συλλαβήν, καὶ | |
10 | οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς μουσικῆς ἐπιστήμης καὶ μουσικῆς γυναι‐ κός· ὁμώνυμα γὰρ 〈ταῦτα〉 καὶ οὐ παρώνυμα. πάλιν ἔστω τὰ ἄλλα, κοινωνία δὲ μὴ εἴη περὶ τὸ ὄνομα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου. χρὴ γοῦν τὰ παρώνυμα πάντα ἔχειν τὰ εἰρη‐ μένα, ὡς ἐπὶ τῆς γραμματικῆς τέχνης καὶ τοῦ γραμματικοῦ· λέγεται γὰρ | |
15 | ἐπ’ αὐτῶν παρωνύμως. πάνυ οὖν συντόμως ὁ φιλόσοφος πάντα τὰ εἰρη‐ μένα περιέλαβεν· εἰρηκὼς γὰρ τὸ ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινω‐ νίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπ’ αὐτοῦ, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, ἀπό τινος οὐκ ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα ἂν ἦν. εἰπὼν δὲ | |
20 | διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφορὰν παρίστησι τοῦ ὀνόματος· διαφέρει γὰρ τῇ πτώσει κατὰ τὸ τέλος τοῦ ὀνόματος γραμματικὴ γραμματικός· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς καὶ οὐχ, ὡς οἱ γραμματικοί, τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα. | |
25 | Ἰστέον δὲ ὅτι τινὲς τὰ παρώνυμα μέσα εἶναι λέγουσιν ἀκριβῶς τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, κοινωνοῦντα μὲν αὐτοῖς, καθὸ καὶ ταῦτα κἀκεῖνα κοινωνίαν ὀνόματος ἔχειν ἐθέλει, διαφέροντα δὲ τῶν μὲν ὁμωνύμων, διότι ἐκεῖνα μέν, τὰ ὁμώνυμά φημι, παντελῶς διάφορα ἔχει τὰ | |
πράγματα, ταῦτα δὲ κοινωνοῦντα, τῶν δὲ συνωνύμων διαφέροντα τὰ παρώ‐ | 23 | |
24 | νυμα, διότι ἐκεῖνα μὲν παντελῆ κοινωνίαν ἐπιφέρει τοῖς πράγμασι, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐπιζητεῖ. εἰδέναι δὲ δεῖ ὅτι ἀκριβῶς μέσα οὐκ ἔστι τὰ παρώνυμα, ἀλλὰ μᾶλλον πλησιάζει τοῖς συνωνύμοις· κοινωνεῖ γὰρ αὐτοῖς καὶ κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ πράγματος, πλὴν | |
5 | τοσοῦτον μόνον αὐτῶν διαφέρει, ὅτι τὰ παρώνυμα οὐ παντελῆ κοινωνίαν ἔχει τοῦ πράγματος καὶ τοῦ ὀνόματος, ἀλλά τινα ἐλάττονα καὶ διαφορὰν ἐν τούτοις ἔχει. τῶν δὲ ὁμωνύμων οὐκ ὀλίγῳ τινὶ διέστηκε τὰ παρώνυμα, τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐν ταύτῃ τῇ κοινωνίᾳ θεωρεῖταί τις διαφορά· τὰ μὲν γὰρ ὁμώνυμα | |
10 | παντελῆ κοινωνίαν ἐθέλει ἔχειν αὐτοῦ τοῦ ὀνόματος, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐθέλει τινὰ ἔχειν· ὥστε μᾶλλον τοῖς συνωνύμοις πλησιάζει τὰ παρώνυμα. | |
13n | Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκήν. | |
14 | Διὰ τίνα αἰτίαν τὰ κατὰ συμπλοκὴν προέταξε τῶν ἄνευ συμπλοκῆς; | |
15 | εἰκότως· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον αὐτὰ εἶπεν, ἵνα εὐθέως ποιήσηται τὴν διδασκαλίαν περὶ αὐτῶν. διαιρεῖ δὲ αὐτά, ὅταν λέγῃ τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος βοῦς τρέχει νικᾷ. ἐξεπίτηδες τὰ δύο ἅμα ὀνόματα τάττει καὶ τὰ δύο ἅμα ῥήματα, ἵνα μή τις κατὰ συμπλοκὴν αὐτὸν λέγειν νομίσῃ τὸ ὄνομα τῷ | |
20 | ῥήματι συναναγινώσκων. | |
21n | Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου. | |
22 | Ἀκόλουθον ἦν περὶ αὐτῶν τῶν κατηγοριῶν ποιήσασθαι τὸν λόγον, ἀλλ’ ἐπειδήπερ πρὸ τῆς αὐτῶν διδασκαλίας βούλεται διαίρεσίν τινα τετρα‐ δικὴν ὁλοσχερεστέραν ποιήσασθαι, ταύτην προτάττει, ἐπείπερ ἀπὸ μονάδος | |
25 | συντιθέντες μέχρι τῆς τετράδος πρώτως τὸν δέκα ἀριθμὸν ποιοῦμεν, οἷον ἓν δύο τρία τέσσαρα, καὶ οὕτω γίνονται δέκα· οὐσία γὰρ τῆς δεκάδος καὶ οἷον γένεσις ἡ τετράς ἐστιν, ὥσπερ αὕτη πάλιν ἀπὸ δυάδος γίνεται. διελὼν | |
οὖν τὰ λεγόμενα διχῇ νῦν τὰ ὄντα διαιρεῖ τετραχῇ καὶ ἔπειτα τὰ συναμφό‐ | 24 | |
25 | τερα δεκαχῇ διὰ τῶν οἰκειοτάτων ἀριθμῶν τῆς διαιρέσεως φοιτῶν καὶ ἐπὶ τὸ πᾶν αὐτῶν καὶ τελειότατον πέρας καταντῶν. καὶ δεῖ εἰδέναι ὅτι τὴν μὲν τῶν ὄντων διαίρεσιν εἰς τέσσαρά τινα κατὰ τὸ συμπλεκόμενον ποιεῖ, ὕστερον δὲ τὴν τῶν δέκα γενῶν ἀσυμπλόκως ἀπαρίθμησιν ποιεῖται. | |
5 | Ἔστι δὲ ἡ διαίρεσις αὕτη· τῶν ὄντων τὰ μέν ἐστι καθόλου τὰ δὲ μερικά, καὶ πάλιν τῶν ὄντων τὰ μέν ἐστιν οὐσίαι τὰ δὲ συμβεβηκότα· γίνονται τοίνυν συζυγίαι ἕξ, καθὼς ἐν τῇ Εἰσαγωγῇ ἐμάθομεν, ὧν αἱ δύο ἀνυπόστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες, φημὶ δὴ τάς τε ὑπαλλήλους καὶ τὰς διαγωνίους, συνεστᾶσιν. εἰσὶ δὲ αὗται· τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι | |
10 | τὰ δὲ μερικὰ συμβεβηκότα, καὶ τὰ μὲν καθόλου συμβεβηκότα τὰ δὲ μερι‐ καὶ οὐσίαι, οἷον ἄνθρωπος καὶ τὸ τὶ λευκὸν ἢ τὶς ἐπιστήμη καὶ λευκὸν καὶ τὶς ἄνθρωπος. ἔστι δ’ ἡμῖν ἐν παραδείγματι τόδε [Start of a diagram][Start of a diagram section]οὐσία[End of a diagram section] [Start of a diagram section]ἀσύστατον[End of a diagram section] [Start of a diagram section]συμβεβηκός[End of a diagram section] [Logical Relationship in a Diagram start mark]καθ’ ὑποκειμένου καὶ οὐκ ἐκ ὑποκειμένῳ[Logical Relationship in a Diagram end mark] | |
15 | [Logical Relationship in a Diagram start mark]οὔτε καθ’ ὑποκειμένου[Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark]οὔτε ἐν ὑποκειμένῳ[Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark]καθ’ ὑποκειμένου[Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark]καὶ ἐν ὑποκειμένῳ[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]καθόλου[End of a diagram section] [Start of a diagram section]ἀσύστατον[End of a diagram section] [Start of a diagram section]μερικόν[End of a diagram section][End of a diagram] | |
13 | ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ Ἀριστοτέλης, σαφὲς ἂν ἦν τὸ λε‐ γόμενον· ἑτέροις δὲ ὀνόμασιν ἐκέχρητο διὰ τὸ τὴν ἀσάφειαν αὐτὸν ἐπιτηδεύειν, | |
15 | ὡς εἴρηται, καὶ διὰ τὸ βούλεσθαι αὐτὸν οἰκειοτέροις ὀνόμασι χρῆσθαι. ἐκάλεσε δὲ τὸ καθόλου καθ’ ὑποκειμένου, διότι πάντως κατά τινος ὑποκειμένου λέγεται, τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι οὐ λέγεται κατά τινος ὑποκειμένου (ἐκάλεσε δὲ αὐτὸ τῇ ἀποφάσει τοῦ ἑτέρου), τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι δέεται ἄλλου τινὸς ὑποκειμένου εἰς τὸ ὑποστῆναι, | |
20 | τὴν δὲ οὐσίαν εἶπεν οὐκ ἐν ὑποκειμένῳ. ὅθεν καὶ ἄξιον ζητῆσαι τίνος | |
ἕνεκεν οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον, ἀλλὰ τῇ ἀποφάσει τῆς φωνῆς τῆς | 25 | |
26 | σημαινούσης τὸ συμβεβηκός. ἐροῦμεν ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσία ἐστὶν ὑποκείμενον (οὐ γὰρ δήπου καὶ αἱ πρῶται καὶ αἱ θεῖαι οὐσίαι εἰσὶν ὑποκείμενα), ὥστ’ εἰκότως οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον. ἔπειτα δὲ καὶ τὴν διαίρεσιν ποιούμενος τῶν πραγμάτων ἠθέλησεν ἐξ ἀποφάσεως καὶ | |
5 | καταφάσεως αὐτὴν ποιήσασθαι, ἵνα ἄφυκτος ὑπάρχῃ καὶ τῷ ὄντι πάντα περιλάβῃ, ὡς ἂν εἰ ἔλεγε ‘τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ οὐ μέλανα‘· ὁ γὰρ οὕτως εἰπὼν πάντα συμπεριέλαβεν, ὁ δέ γε εἰπὼν ὅτι τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ λευκά, οὐ πάντα περιέλαβεν· οὐ γὰρ δὴ τὰ ὠχρὰ καὶ τὰ φαιὰ καὶ τὰ ἄλλα χρώματα. καλῶς οὖν ἐξ ἀπο‐ | |
10 | φάσεως καὶ καταφάσεως παρέδωκε τὴν διαίρεσιν. ἢ ὅτι τὸ ὑποκείμενον διχῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν ὡς ἡ οὐσία τοῖς συμβεβηκόσι, τὸ δὲ πρὸς κατηγορίαν ὡς αἱ μερικαὶ οὐσίαι ταῖς καθόλου· ὑπόκεινται γὰρ αὐ‐ ταῖς αἱ μερικαί, οὐχ ἵνα ὑποστῶσι (προϋφεστήκασι γὰρ αἱ καθόλου), ἀλλ’ ἵνα κατ’ αὐτῶν ῥηθῶσιν· εἰ οὖν ἁπλῶς εἶπεν ὑποκείμενον τὴν οὐσίαν, | |
15 | ἐνίστατό τις λέγων μήποτε τὴν μερικὴν μόνην οὐσίαν λέγει τὴν πρὸς κατηγορίαν ὑποκειμένην τοῖς καθόλου. καὶ τούτοις τοῖς ὀνόμασι κεχρη‐ μένος ἐκτίθεται τὰς τέσσαρας συζυγίας, καὶ πρώτην τὴν καθόλου οὐσίαν, ὡς τιμιωτέραν, ἔπειτα τὸ ἀντικείμενον, λέγω δὴ τὸ μερικὸν συμβεβηκός, εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ | |
20 | τῶν καθόλου τοῖς φιλοσόφοις ὁ λόγος. Σκοπῆσαι δὲ δεῖ πῶς ὁ φιλόσοφός φησι τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· καὶ ῥητέον ὅτι ἐνταῦθα μὲν περὶ φωνῶν διαλεγόμενος ἐχρήσατο τῷ λέγεται, ἡνίκα δὲ περὶ οὐσιῶν, τῷ ἐστίν. | |
25n | Ἐν ὑποκειμένῳ δὲ λέγω. | |
26 | Τὰ τέσσαρα τὰ ἀναφανέντα ἡμῖν ἐκ τῶν ἓξ συζυγιῶν πρόκειται νῦν τῷ Ἀριστοτέλει σαφηνίσαι, λέγω δὴ τὸ μερικὸν συμβεβηκὸς καὶ τὴν μερι‐ κὴν οὐσίαν καὶ τὸ καθόλου συμβεβηκὸς καὶ τὴν καθόλου οὐσίαν, καὶ τὴν ἀρχὴν ποιεῖται ἐκ τοῦ μερικοῦ συμβεβηκότος ὡς σαφεστέρου αὐτοῦ ὄντος | |
30 | καὶ ἁπλουστέρου. ἐπεὶ οὖν τὰ πράγματα ἐκ τῶν ὁρισμῶν μανθάνομεν, ἀποδίδωσιν αὐτοῦ τινα οὐχ ὁρισμὸν μὲν ἀνάλογον δὲ μᾶλλον ὁρισμῷ· ἀναλογεῖ δὲ τὸ μὲν ἔν τινι γένει, τὰ δὲ λοιπὰ διαφοραῖς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς, ἐν χρόνῳ ἐν τόπῳ ἐν ἀγγείῳ ὡς μέρος ἐν ὅλῳ ὡς | |
ὅλον ἐν τοῖς μέρεσιν ὡς εἶδος ἐν γένει ὡς γένος ἐν εἴδει ὡς τὰ τῶν | 26 | |
27 | ἀρχομένων ἐν τῷ ἄρχοντι ὡς εἶδος ἐν ὕλῃ ὡς ἐν τέλει ὡς ἐν ὑποκει‐ μένῳ οἷον τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλαμβάνει ἐν τῷ ὁρισμῷ ὡς γένος κατὰ πολλῶν λεγόμενον. προσέθηκε δὲ τὸ μὴ ὡς μέρος ὑπάρχον, ἵνα διακρίνῃ αὐτὸ ἀπὸ τῶν ἔν τινι ὄντων ὡς μερῶν, | |
5 | οἷον ἡ τὶς χείρ· αὕτη γὰρ οὖσα ἐν τῷ ἀνθρώπῳ ὅμως ὡς μέρος αὐτοῦ ὑπάρχει. ἵνα οὖν τούτων αὐτὸ χωρίσῃ, προσέθηκε τὸ μὴ ὡς μέρος ὑπάρχον. τὸ δὲ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι προσέθηκεν, ἵνα χωρίσῃ αὐτὸ τῶν λοιπῶν. Ἰστέον δὲ ὅτι τινὲς κακίζουσι τὸν ὁρισμὸν τοῦτον κατ’ ἄμφω τὰς | |
10 | κακίας τῶν ὁρισμῶν, φημὶ δὴ κατὰ τὸ ὑπεραίρειν καὶ ὑπερβάλλειν τὸν ὁρισμὸν τοῦ πράγματος καὶ μέντοι καὶ κατὰ τὸ ἐλλείπειν καὶ μὴ τὸ πᾶν περιορίζειν, λέγοντες ὡς οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ὅπερ δεῖ ἔχειν τοὺς ὅρους πρὸς τὰ ὁριστά, ὡς ἔφαμεν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο ἀντιστρέφει· καὶ γὰρ εἴ τι ζῷον | |
15 | λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. φασὶν οὖν οἱ μὲν τὸν ἀποδεδομένον ὁρισμὸν μὴ πᾶσι τοῖς συμβεβηκόσιν ἐφαρμόζειν, οἱ δὲ καὶ ἑτέροις τισὶ παρὰ τὰ συμβεβηκότα· λέγουσι γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπῳ ὢν ἔν τινί ἐστι καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ (οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου) καὶ ἀδύνατον χωρὶς αὐτὸν εἶναι τοῦ ἐν ᾧ ἐστιν (ἀδύνατον γὰρ | |
20 | χωρὶς εἶναι τόπου), ὥστε κατὰ τοῦτον τὸν λόγον ὁ Σωκράτης συμβεβηκὸς ὑπάρχει, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι δυνατὸν χωρὶς εἶναι τὸν Σωκράτην τοῦ ἐν ᾧ ἐστι· κἂν γὰρ ὑποθώμεθα αὐτὸν καταλιπόντα τὸν τόπον, ἐν ᾧ ἦν πρότερον, πορευθῆναι εἰς ἕτερον τόπον, οὐδὲν ἧττον Σωκράτης ἐστί· τὸ δὲ συμβεβηκὸς χωρισθὲν τοῦ ὑποκειμένου ἔφθαρται. ἰστέον δὲ ὅτι | |
25 | παρέπεται τῷ Σωκράτει ὁ τόπος οὐχ ὡς συμπληρῶν αὐτοῦ τὴν οὐσίαν ἀλλ’ ὡς παρακολούθημα, ὥσπερ τῷ ἐν φωτὶ βαδίζοντι ἡ σκιὰ παρέπεται μηδαμῶς αὐτοῦ συμπληροῦσα τὴν οἰκείαν οὐσίαν. ἄλλως τε τὸ ἐν τῷ ὑπάρχον συντακτέον, ἵνα ᾖ ‘ὅ τινι ἐνυπάρχον‘, ἐνυπάρχειν δὲ ἐν τόπῳ τὴν οὐσίαν οὔ φαμεν, ἀλλ’ ὑπάρχειν· ἐκεῖνο γὰρ ἐπὶ μόνων τῶν συμβε‐ | |
30 | βηκότων φαμέν, τὸ ἐνυπάρχειν φημί. πάλιν φασὶ ‘τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστὶ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ ἀδύνατον χωρὶς εἶναι τῆς ὕλης· οὐκοῦν | |
κατὰ τὸν προειρημένον λόγον καὶ τὸ εἶδος συμβεβηκός ἐστι‘. φαμὲν οὖν | 27 | |
28 | ὅτι πρῶτον μὲν τὸ εἶδος εἰ καὶ μὴ ἔστι μέρος τῆς ὕλης, ἀλλ’ οὖν τοῦ συναμφοτέρου (οὕτω γὰρ καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός), ἔπειτα δὲ τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς ἑκάστου οὐσίας καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸ δὲ | |
5 | συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ φθαρέντος αὐτοῦ οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας τὸν ὁρισμὸν ἐφαρμόζειν καὶ ἑτέροις. Οἱ δὲ λέγοντες μὴ πᾶσιν αὐτὸν ἐφαρμόζειν ταῦτά φασιν, ὅτι μόνα τὰ ἀχώριστα ὡρίσατο· ἰδοὺ γὰρ ἡ ἐν τῷ μήλῳ εὐωδία χωρίζεταί τε καὶ | |
10 | πόρρω ὄντος τοῦ μήλου χωρεῖ πρὸς ἡμᾶς, ἔστι δὲ συμβεβηκός· εἰ οὖν χωρίζεται τοῦ ὑποκειμένου, οὐ συμπεριείληπται τῷ ἀποδοθέντι ὁρισμῷ. φα‐ μὲν δ’ ἡμεῖς πρὸς αὐτοὺς ὅτι διχῶς τοῦτο ἐπιλυόμεθα· πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ‘ἐν ᾧ ἦν‘, ἀλλ’ ἐν ᾧ ἔστιν (οὐκοῦν ἀδύνατον χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ [μήλου] ἐν ᾧ ἐστι τόπῳ· ἢ γὰρ ἐν τῷ | |
15 | μήλῳ ἐστὶν ἢ ἐν τῷ ἀέρι), ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος οὐσίας τοῦ μήλου. τεκμήριον δὲ τού‐ του ἐστὶ τὸ ἐν χρόνῳ πλείονι μειοῦσθαι τὸ μῆλον καὶ ῥυτιδοῦσθαι, ὅθεν δῆλον ὅτι διαφορεῖταί τις οὐσία τοῦ μήλου ἐν ᾧ ἡ εὐωδία ὑπῆρχεν. εἰ δέ τις λέγει ‘καίτοι γε ὄντος ἔτι ἐν τῷ δένδρῳ τοῦ μήλου οὐδὲν | |
20 | ἧττον ἐχώρει πρὸς ἡμᾶς ἡ εὐωδία μετὰ τοῦ μὴ ῥυτιδοῦσθαι μῆλον ἔσθ’ ὅτε δὲ καὶ αὔξεσθαι‘, φαμὲν πρὸς αὐτὸν ‘ὡς ἀγνοεῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς φύσεως δύναμιν· ἢ οὐχ ὁρῶμεν κἀπὶ τῶν ζῴων ἁπάντων τὴν αὔξησιν γινομένην; καὶ οὐ δήπου διὰ τοῦτο φήσομεν αὐτὰ μὴ διαφο‐ ρεῖσθαι ἡμέρας ἑκάστης, ἀλλ’ ὅμως διὰ τὸ πλείονα εἶναι τὴν εἰσφερομένην | |
25 | λόγῳ τροφῆς ποσότητα τῆς ἀπορρεούσης· οὕτω διοικούσης τῆς φύσεως οὐ μόνον ἀνεπαίσθητος ἡ διαφόρησις, ἀλλὰ τοὐναντίον αἰσθητὴ μᾶλλον ἡ αὔξησισ‘. οὕτως οὖν κἀπὶ τοῦ μήλου φαμέν· οὐ γὰρ ὅτι ἀνεπαίσθητος ἡμῖν ἐστιν ἡ ἐν τῷ δένδρῳ ἀπόρροια, διὰ τοῦτο οὐ διαφορεῖταί τις οὐσία ἐξ αὐτοῦ, ἀλλ’ ὅτι πλείων ἡ λόγῳ τροφῆς εἰς αὐτὸ φερομένη οὐσία τῆς | |
30 | ἀπορρεούσης. ὑπάρχει δὲ καὶ ἄλλως τοῦτο πιστοῦσθαι· παρερχόμενοι γὰρ δυσώδη τόπον ἐμφράττομεν τὰς ῥῖνας τῷ ἱματίῳ καὶ εἰσπνέομεν ἀέρα χω‐ ρὶς δυσωδίας, ὅθεν δῆλον ὡς οὐ δύναται τὸ ἱμάτιον διαπερᾶν ἡ δυσωδία | |
διὰ τὴν παχύτητα αὐτοῦ· ὁ γὰρ ἀὴρ λεπτομερὴς ὢν διοδεύει· ὥστε δῆλον | 28 | |
29 | ὅτι ἡ ὀσμὴ αὕτη μετά τινος οὐσίας τοῦ ὑποκειμένου χωρεῖ πρὸς ἡμᾶς. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ ὄψει ὑποπίπτοντες διὰ τὴν ἀθρόαν διαφόρησιν καὶ τὴν παχύτητα τῆς ὑποκειμένης οὐσίας. | |
5 | Λέγεται δὲ τὸ ἔν τινι ἑνδεκαχῶς, ὡς ἤδη λέλεκται· ἐν χρόνῳ (ἔν τινι γὰρ χρόνῳ γεγόνεν ὁ Τρωικὸς πόλεμος ἢ ὁ Πελοποννησιακός), ἐν τόπῳ (λέγομεν γὰρ τὸν Σωκράτην ἐν τόπῳ εἶναι οἷον ἐν Λυκείῳ), ἐν ἀγγείῳ (λέγο‐ μεν γὰρ τὸν οἶνον ἐν τῷ κεράμῳ εἶναι· διαφέρει δὲ τὸ ἐν τόπῳ τοῦ ἐν ἀγγείῳ, διότι τὸ μὲν ἀγγεῖον τόπος ἐστὶ μεταφορητός, ὁ δὲ τόπος ἀγγεῖον | |
10 | ἀμεταφόρητον), ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι, ὡς ὅλον ἐν μέρεσιν (ὅλον γὰρ τὸν ἄνθρωπόν φαμεν θεω‐ ρεῖσθαι ἐν τοῖς μέρεσι καὶ οὐκ ἐν μέρει), ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν ἀνθρώπῳ, ὡς τὰ τῶν ἀρχο‐ μένων ἐν τῷ ἄρχοντι (λέγομεν γὰρ ὅτι τόδε τὸ πρᾶγμα ἐν τῷδε τῷ ἄρ‐ | |
15 | χοντί ἐστιν), ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ ἀνθρώπινον εἶδος ἐν τῇ ὕλῃ ἢ τὸ τρίγωνον ἢ τετράγωνον σχῆμα ἐν τῷ χαλκῷ, ὡς ἐν τέλει ὡς 〈λέγομεν〉 τὴν ἰατρικὴν ἐν τῇ ὑγείᾳ, ὡς ἐν ὑποκειμένῳ ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. εἴποι δ’ ἄν τις τὸ γένος ἐν εἴδει ἢ τὸ εἶδος ἐν γένει ὡς τὸ ὅλον ἐν μέρεσιν ἢ ὡς τὰ μέρη ἐν ὅλῳ θεωρεῖσθαι· φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ | |
20 | γὰρ τὸ ὅλον ἐκτὸς τῶν οἰκείων πάντων μερῶν σώζεται, τὸ δὲ γένος καὶ ἑνὸς εἴδους ἢ ἑνὸς ἀτόμου σωζομένου σώζεται· ὁ γὰρ Σωκράτης καὶ Σω‐ κράτης ἐστὶ καὶ ἄνθρωπος καὶ ζῷον· ὥστε δῆλον ὅτι τὸ μὲν ἓν μέρος οὐ πληροῖ τὸ ὅλον, τὸ δὲ ἓν εἶδος πληροῖ τὸ γένος. Σαφηνίσας δὲ ἡμῖν ὁ φιλόσοφος τὸ μερικὸν συμβεβηκὸς παραδίδωσιν | |
25 | ἡμῖν παράδειγμα τοῦ καθόλου συμβεβηκότος καί φησι τὰ δὲ καθ’ ὑπο‐ | |
κειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. παραδοὺς δὲ παρα‐ | 29 | |
30 | δείγματα τῶν τε καθόλου καὶ τῶν μερικῶν συμβεβηκότων νῦν μέτεισιν ἐπὶ τὸ παράδειγμα τῆς μερικῆς οὐσίας λέγων τὰ δὲ οὔτε ἐν ὑπο‐ κειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου λέγεται. παρεισφέρει δὲ καὶ τὸ θεώρημα τοῦτο ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ | |
5 | οὐδενὸς ὑποκειμένου λέγεται, βουλόμενος δι’ αὐτοῦ δεῖξαι ὅτι οὐδὲν τῶν ἀτόμων τῶν τε συμβεβηκότων καὶ τῶν οὐσιῶν κατά τινος κατηγορεῖ‐ ται. ἔτι μὴν διορίζει αὐτὸ καὶ διαχωρίζει τὰ συμβεβηκότα ἄτομα τῶν ἀτόμων τῶν αὐθυποστάτων. τὸ δὲ ἁπλῶς τριχῶς λέγεται· ἢ γὰρ κυρίως ἢ μοναχῶς ἢ καθόλου. τῷ οὖν σημαινομένῳ καθόλου ἐχρήσατο ἐνταῦθα· | |
10 | λέγει γὰρ ‘καθόλου τὰ ἄτομα καὶ ἓν ἀριθμῷ‘. ὁσαχῶς δὲ τὸ ἄτομον λέγεται, κατὰ πλάτος ἐγράφομεν ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου. περὶ δὲ τοῦ ποσαχῶς τὸ ἓν λέγεται ἤδη ἐροῦμεν· πολλαχῶς γὰρ καὶ αὐτό· ἢ γὰρ τῷ εἴδει ἕν, ὡς Σωκράτην καὶ Πλάτωνα ἕνα τῷ εἴδει λέγομεν καθὸ ἀνθρώπους, ἢ τῷ γένει ἕν, ὡς ὅταν λέγωμεν ἄνθρωπον καὶ βοῦν καὶ | |
15 | ἵππον τῷ γένει ἓν καθὸ ζῷα, ἢ τῷ ἀριθμῷ, ὡς ὅταν λέγωμεν Πλά‐ τωνα ἕνα εἶναι, λέγεται δὲ καὶ τὸ ἓν ἄτομον, ὅπερ αὐτὸς σαφηνείας ἕνεκεν λέγων φησὶ τὸ ἕν. τὰ ἄτομα οὖν τὰ ἓν ὄντα τῷ ἀριθμῷ οὐδέποτε μὲν κατά τινος ὑποκειμένου λέγεται, εὑρίσκονται δὲ πολλάκις ἐν ὑποκει‐ μένῳ ὡς τὸ τὶ λευκὸν ἐν σώματι. διὰ τοῦτο οὖν προσέθηκεν τὸ οὐδὲν | |
20 | κωλύει, ἐπειδὴ οὐ πάντα ἐν ὑποκειμένῳ ὑπάρχει· ὁ γὰρ Σωκράτης οὐκ ἔστιν ἐν ὑποκειμένῳ, ἡ δὲ τὶς γραμματική, καθώς φησι καὶ αὐτός, ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ. καὶ καθόλου εἰπεῖν, τὰ τῷ ἀριθμῷ ἓν οὐσίαι μὴ ὄντα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δέ ἐστιν. | |
24n | Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται. | |
25 | Τὸ παράδειγμα τοῦτο τῆς καθόλου οὐσίας ἐστίν· ὅταν τινός τι κατη‐ | 30 |
31 | γορῆται οὐσιωδῶς, φησί, τούτου δὲ ἕτερόν τι πάλιν κατηγορῆται, τοῦτο κἀκείνου κατηγορηθήσεται. πρὸς ὃ φήσειεν ἄν τις ‘εἰ ἀληθῶς ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορη‐ θήσεται, κατηγορεῖται δὲ τοῦ μὲν ζῴου τὸ γένος, τοῦ δὲ ἀνθρώπου τὸ | |
5 | ζῷον, καὶ τοῦ ἀνθρώπου ἄρα κατηγορηθήσεται τὸ γένοσ‘. ἀλλ’ οὐχ οὕτως εἴρηται· τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοῦτ’ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, το‐ σαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος. καλῶς δὲ εἶπε καὶ τὸ ὡς καθ’ ὑποκειμένου ἀντὶ τοῦ οὐσιωδῶς καὶ | |
10 | πραγματικῶς· εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθῆναι· τὸ γὰρ γένος τοῦ ζῴου κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν κατηγορεῖται. | |
13n | Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων. | |
14 | Λημμάτιά τινα προλαμβάνει χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν διδα‐ | |
15 | σκαλίαν καί φησιν ὅτι πάντως τῶν ἑτερογενῶν ἕτεραι ὑπάρχουσιν αἱ εἰδο‐ ποιοὶ διαφοραί, οἷον τῆς οὐσίας καὶ τοῦ ποσοῦ· τῆς μὲν γὰρ οὐσίας διαφο‐ ραὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, τοῦ δὲ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἑτερογενῆ πολλαχῶς λέγεται (λέγεται γὰρ ἕτερα τὰ πάντῃ διεστηκότα | |
20 | ἀλλήλων, ὡς ἡ ἐπιστήμη καὶ τὸ ζῷον, καὶ τὰ μὴ πάντῃ κεχωρισμένα, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ 〈ταῦτα〉 κοινὸν γένος τὸ ζῷον· λέγεται δὲ καὶ τὰ ὑπάλληλα γένη ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ ἐμψύχου καὶ τοῦ ζῴου θνητὸν καὶ ἀθάνατον λογι‐ | |
25 | κὸν καὶ ἄλογον. καλῶς δὲ τῷ εἴδει προσέθηκεν· ἰδοὺ γὰρ ἐπὶ ἑτέρων γενῶν αἱ αὐταὶ διαφοραί· λέγομεν γὰρ ‘τῶν σκευῶν τὰ μέν ἐστιν ἄποδα οἷον θυΐσκη καὶ δοίδυξ καὶ ὅσα τοιαῦτα, τὰ δὲ ὑπόποδα ὡς θρόνος καὶ κλίνη καὶ τὰ ὅμοια‘, ὁμοίως καὶ τῶν ζῴων, φαμέν, τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα· ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοὶ οὐδὲ κυρίως | |
30 | λεγόμεναι, ἀλλὰ κατὰ ἀναλογίαν τινά. | 31 |
32(1n) | Ζῴου μὲν γὰρ διαφοραί. | |
2 | Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ λογικὸν καὶ ἄλογον, ἀλλὰ καὶ ἀπὸ τοῦ μονίμου τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον καὶ ἀπὸ τοῦ τόπου ὡς πτηνὸν καὶ ἔνυδρον καὶ | |
5 | πεζὸν καὶ ἀπὸ τῶν ποδῶν ὡς ὑπόπουν καὶ ἄπουν· καὶ αὗται ἕτεραί εἰσιν αἱ διαφοραί. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου παρενέβαλεν ἐν τῷ μέσῳ καὶ ἑτέρας διαφοράς, ἐπίτηδες βουλόμε‐ νος διδάξαι ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφοράς. | |
9n | Τῶν δὲ ὑπ’ ἄλληλα γενῶν. | |
10 | Καλῶς οὖν εἶπεν οὐδὲν κωλύει· οὔτε γὰρ ἐξ ἀνάγκης αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ αἱ μὲν οὐσιώδεις διαφοραὶ τῶν ὑπαλλήλων γενῶν πάντῃ τε καὶ πάντως αἱ αὐταί εἰσιν, αἱ δὲ συμβεβηκυῖαι οὐ πάντως. διὰ τοῦτο οὖν προσέθηκε τὸ οὐδὲν κωλύει. πολλάκις μέν‐ τοι συμβαίνει τὰς αὐτὰς εἶναι διὰ τὸν προειρημένον κανόνα τὸν λέγοντα | |
15 | ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. | |
17n | Τῶν κατὰ μηδεμίαν συμπλοκήν. | |
18 | Παραδοὺς ἡμῖν πρότερον ὁ Ἀριστοτέλης τὴν εἰς τέσσαρα διαίρεσιν τῆς τε καθόλου οὐσίας καὶ τῆς μερικῆς καὶ τοῦ καθόλου συμβεβηκότος | |
20 | καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμά‐ των, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμ‐ πλοκῆς”. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν. | |
25 | τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω | |
‘τρέχω‘ (δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ | 32 | |
33 | συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν (ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ‘, ἢ ἀμφότερα ἁπλᾶ, ὡς αὗ‐ ται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται | |
5 | νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν. | |
6n | Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος | |
7n | ἵππος. | |
8 | Φιλανθρώπως ποιῶν κεφαλαιωδῶς παραδίδωσιν ἡμῖν τὴν ἐξήγησιν τῶν κατηγοριῶν, ἵνα πρότερον ἡμᾶς εἰς ἔννοιαν ἀγάγῃ τῆς περὶ αὐτῶν | |
10 | διδασκαλίας καὶ οὕτως ὕστερον ἀκριβῶς ἰδίᾳ ἑκάστην κατηγορίαν ἐπισκεψώ‐ μεθα, καί φησιν οὐσίαν εἶναι ἄνθρωπον καὶ ἵππον. σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας, τὰς δὲ λοιπὰς κατηγο‐ ρίας σαφῶς κατὰ λέξιν μαθησόμεθα. | |
15n | Ἔχειν δὲ οἷον ὑποδέδεται ὥπλισται. | |
16 | Ζητοῦσί τινες τί δή ποτε ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν αὐτοῦ ἔταξε, λέγω δὴ τὴν τοῦ πάσχειν, πῶς καὶ τοῦ ἔχειν ἀντικειμένου ὄντος τοῦ ἔχεσθαι οὐκ εἶπε καὶ τούτου κατηγορίαν, φημὶ δὴ τὴν τοῦ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν ὅτι ὑπὸ τὴν τοῦ | |
20 | κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι. Τινὲς δέ φασιν ὅτι οὐ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀναχθῆναι δύναται· τὸ γοῦν σημεῖον καὶ τὴν στέρησιν ὑπὸ ποίαν κατηγο‐ ρίαν ἀνάξομεν; καὶ περὶ μὲν τοῦ σημείου φαμὲν ὅτι νῦν ὁ Ἀριστοτέλης | |
25 | διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ | 33 |
34 | δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ ἔστιν, ἀρχὴ δέ ἐστιν ὅλως πραγμάτων. ὁμοίως γὰρ ἄν τις ἀπορήσειε καὶ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συν‐ θέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου, ἀλλὰ περὶ τῆς | |
5 | συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ | |
10 | ὄντος. | |
11n | Ἕκαστον δὲ τῶν εἰρημένων. | |
12 | Βουλόμενος ἡμῖν παραστῆσαι ὡς οὐ περὶ καταφάσεως ἢ ἀποφάσεως πρόκειται νῦν αὐτῷ διαλαβεῖν, φησὶν ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ μὲν καθ’ αὑτὴν οὔτε ἀληθές τι οὔτε ψευδὲς σημαίνει· ἐὰν γὰρ εἴπω ‘Σωκρά‐ | |
15 | της περιπατεῖ‘, εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ‘ἄνθρωποσ‘, οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ‘περιπατεῖ‘. εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ‘περιπατῶ‘, ἀληθεύει ἢ ψεύδεται (εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ‘περιπατῶ‘ | |
20 | δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἂν εἰ ἔλεγε ‘περιπατῶ ἐγώ‘, ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον | |
25 | ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ. | |
28n | Ἐν οὐδεμιᾷ καταφάσει. | |
29 | Τὰ πολλὰ τῶν βιβλίων τὰ καλῶς δοκοῦντα ἔχειν οὐκ ἔχει ἢ ἀπο‐ | |
30 | φάσει· εἰ γὰρ κατάφασιν οὐδεμία τῶν κατηγοριῶν σημαίνει, πολλῷ μᾶλ‐ | 34 |
35 | λον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δεῖται ἑτέρου ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις τὸ ποιεῖν κατάφασιν δηλοῦν ἢ ἀπόφασιν. | |
3n | Ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις. | |
4 | Τὸ δοκεῖ πρόσκειται, ἐπειδὴ οὐ πάντως ἡ κατάφασις ἀληθεύει | |
5 | οὐδὲ πάντως ἡ ἀπόφασις ψεύδεται, οἷον ἐὰν εἴπῃ τις ‘τρέχω‘ ἢ ‘οὐ τρέχω‘. ἐπειδὴ οὖν ἐν τούτοις δυνάμει προσυπακούεται τὸ ἐγώ, τούτου χάριν εἶπε δοκεῖ. ἢ τοῦτο ἢ ὅτι παρέλκεται τὸ δοκεῖ ἢ ὅτι σφάλμα καλλιγράφου ἐστὶν ἢ ὅτι ἀντὶ τοῦ ‘οὕτω δοκεῖ πᾶσιν‘. | |
9t | Περὶ οὐσίας. | |
10n | Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα | |
11n | λεγομένη. | |
12 | Πρώτην τάξιν ἔχει ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰ‐ κότως τῶν ἄλλων αὐτὴν προέταξεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, | |
15 | οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν, ὅτι αὕτη αὐθυπόστατός ἐστιν, ἐν αὐτῇ δὲ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης οὐκ ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, ταύτης δὲ μὴ οὔσης οὐ δυνατὸν τὰς ἄλλας ὑπο‐ στῆναι. τῆς δὲ οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, καὶ τῆς ἁπλῆς ἡ μὲν κρείττων τῆς συνθέτου ἡ δὲ χείρων. ἔστι δὲ σύνθετος μὲν οὐσία | |
20 | ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ τῶν θείων οὐσία, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος· ταῦτα γὰρ τῶν συνθέτων ἕνεκα παραλαμβάνονται, ἀεὶ δὲ τὰ δι’ ἕτερόν τι παραλαμβανόμενα χείρονά εἰσιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνον‐ ται· οὕτω γὰρ κἀπὶ τῶν τεχνῶν χείρονά φαμεν εἶναι τὴν χαλινοποιητικὴν | |
25 | τῆς ἱππικῆς, ὅτι τῷ τῆς χαλινοποιητικῆς ἀποτελέσματι ὡς ὀργάνῳ κέχρηται ἡ ἱππική, καὶ ἔστιν ὁ μὲν χαλινὸς ἕνεκά του, ἡ δὲ ἱππικὴ οὗ ἕνεκα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαλέξεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέ‐ | |
λης οὐ περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου (τοῦτο γὰρ θεολογίας) | 35 | |
36 | οὐδὲ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου (τοῦτο γὰρ φυσιολογίας), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, καθὸ τοιῶσδε σημαίνεται. λέγει δὲ ταύτης τῆς οὐσίας τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν, δευτέραν δὲ τὴν καθόλου. ὅθεν ἄξιον ζητῆσαι | |
5 | διὰ τί οὕτω φησίν, εἴπερ τῶν μερικῶν τὰ καθόλου τιμιώτερα. φαμὲν οὖν ὅτι τὰ φύσει πρότερα ἡμῖν δεύτερά ἐστι καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα, οἷον ἡ ὕλη καὶ τὸ εἶδος εἶτα τὰ κοινὰ στοιχεῖα πρότερα τῇ φύσει, ἐκ τούτων δὲ τὸ σπέρμα καὶ τὸ αἷμα καὶ εἶθ’ οὕτως ὁ ἄνθρωπος· ἡμῖν δὲ πρότερος ὁ ἄνθρωπος· γνωρίζομεν γὰρ ἡμεῖς πρότερον τὸν ἄνθρω‐ | |
10 | πον, εἶτα τὰ προειρημένα τὰ ἕνεκά του παραλαμβανόμενα. ἐπεὶ οὖν ὁ λόγος αὐτῷ ὡς πρὸς εἰσαγομένους, τοῖς δὲ εἰσαγομένοις σαφέστερα τὰ προσεχῆ, εἰκότως τὴν μερικὴν πρώτην εἶπεν ἐν τῷ παρόντι· ἀπὸ γὰρ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου. διὸ ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων οὐκ εἶπε ‘καὶ πρώτως καὶ μάλιστά ἐστιν‘, ἀλλὰ λεγομένη. ἐπιστῆσαι | |
15 | δὲ χρὴ πῶς αὐτὰ φράζει ὁ Ἀριστοτέλης· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἀπα‐ ρεσκόντως λέγει τὴν μερικὴν οὐσίαν πρώτην, φησὶν ἣ μήτε καθ’ ὑπο‐ κειμένου τινὸς λέγεται· ἡ γὰρ ὄντως πρώτη οὐσία, τοῦτ’ ἔστιν ἡ καθόλου, καθ’ ὑποκειμένου τινός ἐστιν. ὡς ἀπαρεσκόμενος οὖν λέγεται εἶπεν. ἐπειδὴ δὲ οἶδεν ὅτι κἂν ᾖ πρώτη οὐσία κἂν ᾖ δευτέρα, οὐκ ἔστιν | |
20 | ἐν ὑποκειμένῳ, εἶπε τὸ ἔστιν· ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ἐνταῦθα οὖν τὸ ἔστι προσέθηκεν, ἐπεὶ καὶ αὐτῷ ἤρεσκεν. | |
22n | Ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται. | |
23 | Ζητοῦσι δέ τινες τί δή ποτε δι’ ἀποφάσεων τὸ τιμιώτερον ὡρίσατο, εἴπερ τῶν καταφάσεών εἰσιν αὗται ἀτιμότεραι. φαμὲν ὅτι οὐδὲν ἄτοπον· | |
25 | καὶ γὰρ ἡμεῖς τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ | |
αὐτοῦ, ὥς φησιν ὁ Πλάτων, ἀλλ’ εἰς ἀποφάσεις τρεπόμεθα. ἀποροῦσι | 36 | |
37 | δέ τινες λέγοντες μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας καὶ τῇ μερικῇ ψυχῇ· καὶ γὰρ ὁ θεὸς οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί, καὶ μέντοι καὶ ἡ ψυχή. φαμὲν οὖν ὅτι οὐδετέρῳ ἁρμόζει ὁ ὁρισμός, ἐπὶ μὲν γὰρ | |
5 | τῆς θείας οὐσίας ἀνόητον ὅλως τὸ ἐπινοεῖν τοῦτον τὸν ὁρισμόν· τὸ γὰρ μὴ εἶναι καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τῶν ἐν ὑποκειμένῳ ὄντων εἴρη‐ ται καὶ ἁρμόζει πράγμασι σχέσιν τινὰ ἔχουσι πρὸς τὰ ἐν ὑποκειμένῳ, τὸ δὲ θεῖον ἄσχετον παντελῶς καὶ πάντων ἐξῃρημένον τῶν τε ἐν ὑποκειμένῳ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ ὄντων, γινομένων δὲ τοῖς συμβεβηκόσιν ὑπο‐ | |
10 | κειμένων. ἐπὶ δὲ τῆς ψυχῆς εἰ μὲν τὴν ἐξῃρημένην λαμβάνει τις, οὐχ ἁρμόσει πάλιν ὁ ὁρισμὸς διὰ τὴν αὐτὴν αἰτίαν (πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη), εἰ δέ γε τὴν μερικήν, ἴσως ἐφαρμόζει ταύτῃ· πεσοῦσα γὰρ εἰς τὴν σχέσιν καὶ λήθῃ κατασχεθεῖσα εἶτα εἰς ἀνάμνησιν ἐπειγομένη τῶν προτέρων γίνε‐ | |
15 | ται ὑποκείμενον ποτὲ μὲν τῇ γραμματικῇ ποτὲ δὲ τῇ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως. καὶ οὐδὲν θαυμαστὸν τῇ ψυχῇ ποτὲ μὲν ἐφαρμόζειν τὸν ὁρισμὸν ποτὲ δὲ οὔ· μέσην γὰρ ἔχει τάξιν πρὸς τὰ πάντῃ ἐξῃρημένα τῆς ὕλης καὶ τὰ πάντῃ ἔνυλα, καὶ ὅτε μὲν ἡ ψυχὴ ἐξῄρηται τῶν σωμάτων, οὐκ ἐφαρμόσει αὐτῇ ὁ ὁρισμός, ὅτε δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνεται, τηνι‐ | |
20 | καῦτα ἐφαρμόσει, καὶ οὐδὲν ἄτοπον. | |
21n | Δεύτεραι δὲ οὐσίαι λέγονται. | |
22 | Ἄξιον δὲ ζητῆσαι ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ· | 37 |
38 | τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιρεῖται, τὰ δὲ ὡς ὅλον εἰς μέρη, τὰ δὲ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα. καί φαμεν ὅτι πρῶτον μὲν οὐχ ὡς γένος εἰς εἴδη, ὅτι οὐδέποτε τῶν διαιρε‐ θέντων εἰδῶν τὸ ἓν περιέχει τὸ ἕτερον· οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ | |
5 | δὲ ἄλογον, οὐ δυνάμεθα δὲ εἰπεῖν ‘τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵπποσ‘· περιέχεται γὰρ ὑπὸ τοῦ πρώτου τὸ δεύτερον. οὕτω γοῦν καὶ ἡ πρώτη οὐσία ὑπὸ τῆς δευτέρας περιέχεται. ἀλλὰ μὴν οὐδ’ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐδὲ γὰρ οἷόν τε εἰπεῖν ‘τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ δάκτυλοσ‘ (περιέχεται γὰρ ὁμοίως καὶ ἐν τῇ χειρὶ ὁ δάκτυλος), ἀλλὰ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ | |
10 | δὲ πούς. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ἐν τοῖς διαιρουμένοις ὡς φωνὴ ὁμώνυμος εἰς διά‐ φορα σημαινόμενα εὑρίσκομεν περιεχόμενον τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου, οἷον ἡ κύων φωνὴ κατηγορεῖται κατὰ τοῦ ἀστρῴου καὶ κατὰ τοῦ φιλοσόφου καὶ κατὰ τοῦ χερσαίου κυνός, οὐδὲν δὲ τούτων ὑπὸ τοῦ ἑτέρου περιέχεται. | |
15 | ἄλλως τε ἐπὶ τῶν διαιρουμένων ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαι‐ νόμενα μόνη ἡ ὁμωνυμία εὑρίσκεται, οὐ μέντοι καὶ κοινωνία ὁρισμοῦ, ἐπὶ δὲ τῆς πρώτης καὶ δευτέρας οὐσίας οὐ μόνον κοινωνία ὀνόματός ἐστιν, ἀλλὰ καὶ ὁρισμοῦ· ὁ γὰρ Σωκράτης πρώτη ὢν οὐσία καὶ τῷ τῆς δευτέρας ὀνόματι καλεῖται, τοῦτ’ ἔστι τῷ τοῦ ἀνθρώπου, καὶ τὸν ὁρισμὸν δὲ τὸν | |
20 | αὐτὸν ἔχει ὅ τε Σωκράτης καὶ ὁ καθόλου ἄνθρωπος· ὁμοίως γὰρ καὶ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον καλεῖται. φαμὲν οὖν ὅτι τάξιν | |
παραδίδωσιν αὐτῆς, οὐκέτι δὲ καὶ διαίρεσιν. | 38 | |
39(1n) | Ἐν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι. | |
2 | Διὰ τί μὴ εἶπε ‘δεύτεραι οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη‘ καθόλου, ἀλλ’ ἐν οἷς εἴδεσι; λέγομεν ὅτι πάνυ ἀσφαλῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ | |
5 | εἴδη (οἷον ἐν τῷ ποιῷ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαβεῖν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβε‐ βηκόσι· διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εὑρίσκον‐ ται αἱ πρῶται οὐσίαι. | |
9n | Ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη. | |
10 | Ἐνταῦθα συνάγει ὁ φιλόσοφος τὸ παρ’ αὐτοῦ εἰρημένον καὶ διὰ τοῦ εἰπεῖν ταῦτά τε ἐσήμανε τὴν πρώτην οὐσίαν, διὰ δὲ τοῦ εἰπεῖν καὶ τὰ τῶν εἰδῶν γένη ἐσήμανε τὴν δευτέραν οὐσίαν. | |
13n | Οἷον ὁ τὶς ἄνθρωπος. | |
14 | Παράδειγμα λαμβάνει τῆς πρώτης οὐσίας. ἐκ δὲ τοῦ παραδείγματος | |
15 | φανερὸν ὅτι ἡ πρώτη οὐσία περιέχεται ἐν τῇ δευτέρᾳ· ὁ γὰρ τὶς ἄνθρω‐ πος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους τούτου ἐστὶ | |
τὸ ζῷον· ἐπειδὴ γὰρ τὸ μὲν ζῷον τὸν καθόλου ἄνθρωπον περιέχει, ὁ δὲ | 39 | |
40 | καθόλου ἄνθρωπος τὸν τινὰ ἄνθρωπον, ὁ δὲ τὶς ἄνθρωπος πρώτη οὐσία, ὁ ἄνθρωπος ἄρα ὁ καθόλου καὶ τὸ ζῷον δεύτεραι οὐσίαι λέγονται. | |
3n | Δεύτεραι οὖν αὗται λέγονται οὐσίαι. | |
4 | Καλῶς δὲ τὸ λέγονται εἴρηκεν, ἐπειδήπερ κατὰ φύσιν αὗται πρῶται | |
5 | οὐσίαι εἰσίν. | |
6n | Ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ | |
7n | ὑποκειμένου. | |
8 | Πόρισμα συνάγει ὁ Ἀριστοτέλης ἐνταῦθα τοιοῦτο· φησὶ γὰρ ‘ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, μεταδίδωσι τῷ ὑποκειμένῳ καὶ | |
10 | τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ (ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῷον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέ‐ ποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν (οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοῦ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν | |
15 | σῶμα.‘ ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος. | |
18n | Τὰ δ’ ἄλλα πάντα. | |
19 | Καλῶς πάλιν τὸ λέγεται εἶπεν· οὐ γὰρ δέεται τὰ καθόλου τῶν | |
20 | πρώτων οὐσιῶν, τοῦτ’ ἔστι τῶν μερικῶν, ἵνα συστῇ, ἀλλ’ ἵνα κατ’ ἐκεί‐ νων ῥηθῇ. | |
22n | Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. | |
23 | Καλὸν καὶ ἐνταῦθα τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχουσιν. ἐγκώμιον οὖν βούλεται εἰπεῖν τῆς πρώτης οὐ‐ | |
25 | σίας· ἐπειδὴ γὰρ εἰς τρία τὰ πράγματα διαιρεῖται, εἰς καθόλου οὐσίας εἰς | |
μερικὰς εἰς συμβεβηκότα, δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν | 40 | |
41 | τὰ μὲν ἵνα ὑποστῇ (ἐν ταύταις γὰρ τὰ συμβεβηκότα τὸ εἶναι ἔχει), τὰ δ’ ἵνα κατηγορηθῇ (κατὰ τίνος γὰρ τὰ καθόλου κατηγορεῖται ἢ κατὰ τῶν μερικῶν;), καὶ ἀναιρεθεισῶν τῶν πρώτων οὐσιῶν ἀναιρεῖται καὶ τὰ συμ‐ βεβηκότα μὴ ἔχοντα ἔν τινι ὑποστῆναι, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ | |
5 | ἔχοντα κατά τινος ὑποκειμένου ῥηθῆναι. καθόλου δὲ λέγεται οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλὰ τὰ ἐν τοῖς πολλοῖς. τούτου χάριν πρόσκειται τοῦτο διὰ τὸ ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου εἰρημένον, ὅτι ἐνδέχεται τῶν εἰδῶν πάντων καθ’ ὑπόθεσιν ἀνῃρημένων τὸ γένος εἶναι· ἐκεῖ οὖν διελέγετο περὶ τῶν νοητῶν γενῶν καὶ εἰδῶν τῶν πρὸ τῶν πολλῶν, ἐνταῦθα δὲ περὶ | |
10 | τῶν αἰσθητῶν γενῶν καὶ εἰδῶν διαλέγεται, τοῦτ’ ἔστι περὶ τῶν ἐν τοῖς πολλοῖς. | |
12n | Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. | |
13 | Τοῦτ’ ἔστιν αἱ μὲν καθόλου οὐσίαι κατὰ τῶν μερικῶν λέγονται, τὰ δὲ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει· μὴ οὐσῶν οὖν | |
15 | τῶν πρώτων οὐσιῶν οὔτε αἱ καθόλου εἰσὶν οὔτε τὰ συμβεβηκότα. εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι πρῶται εἶναι λέγονται. καὶ καλῶς ἔταξεν ἐν μὲν τοῖς καθόλου τὸ λέγεται, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἔστι. | |
18n | Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον. | |
19 | Νῦν σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε | |
20 | εἴδους καὶ τοῦ γένους, καὶ ἀπὸ δύο ἐπιχειρημάτων δείκνυσι μᾶλλον οὐσίαν τὸ εἶδος ἢ τὸ γένος· ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος (ἐγγύτερον γὰρ τὸ εἶδος τῆς πρώτης ἤγουν μερικῆς οὐσίας ἤπερ τὸ γένος), ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας· ὡς γὰρ ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος. | |
25n | Ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι. | |
26 | Κἂν γὰρ ἀποδιδῷ τις τί ἐστι Σωκράτης, οἰκείως μὲν καὶ ἄνθρωπος | 41 |
42 | καὶ ζῷον ἀποκριθείη, οἰκειότερον δὲ μᾶλλον ἄνθρωπος ἢ ζῷον· ζῷον γὰρ εἰπόντες πολλὰ εἰσφέρομεν (καὶ γὰρ λογικὸν καὶ ἄλογον σημαίνει), καὶ οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον, ἄνθρωπος δὲ ἀποκριθέντες προσε‐ χέστερον τὴν φύσιν τοῦ Σωκράτους ἀποδώσομεν. | |
5n | Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινός. | |
6 | Τοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι ἢ τὸ ζῷον εἶναι· τοῦτο γὰρ κοινότερόν ἐστι 〈καὶ〉 κατὰ πλειόνων εἰδῶν. τὴν αὐτὴν δὲ ἀναλογίαν λαβὲ καὶ ἐπὶ τῶν δένδρων καὶ τοῦ φυτοῦ. | |
9n | Ἔτι αἱ πρῶται οὐσίαι. | |
10 | Καὶ τοῦτο ἐκ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ ἐκ τῆς ἀναλογίας ἐστί· διὰ τοῦτο, φησίν, αἱ πρῶται οὐσίαι πρῶται λέγονται διὰ τὸ καὶ τοῖς συμ‐ βεβηκόσιν ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ τοῖς καθόλου πρὸς κατηγορίαν· ὡς γὰρ ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα καὶ τὰ καθόλου, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη· ὑπόκειται γὰρ τὰ εἴδη τοῖς γένεσι πρὸς | |
15 | κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ‘πᾶς ἄνθρωπος ζῷον‘, καὶ ὑπόκειται μὲν ὁ ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ δυνάμεθα λέγειν ‘πᾶν ζῷον ἄνθρωποσ‘, ὡς λέγομεν ‘πᾶς ἄνθρωπος ζῷον‘ ὥστε καὶ ἐκ | |
20 | τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. | |
21n | Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη. | |
22 | Καλῶς δὲ προσέθηκε τὸ ὅσα μή ἐστι γένη, ἵνα μὴ λάβῃς τὸ ζῷον· | |
καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν, ἀλλὰ καὶ γένος. δεῖ τοίνυν οὐ ταῦτα λαμ‐ | 42 | |
43 | βάνειν, τοῦτ’ ἔστι τὰ ὑπάλληλα, ἀλλ’ ὅσα μόνον εἴδη ἐστί, τοῦτ’ ἔστι τὰ εἰδικώτατα, οἷον ἄνθρωπον καὶ ἵππον. | |
3n | Οὐδὲν γὰρ οἰκειότερον. | |
4 | Διεξελθὼν τὴν κατὰ βάθος τῆς οὐσίας ἐξέτασιν, τοῦτ’ ἔστι τὴν ἀπὸ | |
5 | τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος, νῦν βούλεται ὥσπερ κατὰ πλάτος τὴν παραβολὴν ποιήσασθαι, ὅπερ ἐστὶν εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. φησὶ τοίνυν ὅτι οὐδὲν διοίσει εἶδος εἴδους πρὸς τὸ εἶναι δευτέραν οὔτε ἄτομον ἀτόμου πρὸς τὸ εἶναι πρώτην οὐσίαν. | |
10n | Ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. | |
11 | Ὃν γὰρ ἔχει λόγον ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τοῦτον καὶ ὁ ἵππος πρὸς τὸν Ξάνθον· ὥσπερ γὰρ κατὰ τοῦ Σωκράτους οὐδὲν οἰκειότερον εἴποις τοῦ ἀνθρώπου, οὕτως οὐδὲ κατὰ τοῦ Ξάνθου τοῦ ἵππου. | |
15n | Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας. | |
16 | Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ γένη καὶ τὰ εἴδη δευτέρας οὐσίας ἐκάλεσε, τὰ δὲ συμβεβηκότα οὐκέτι τρίτας οὐσίας εἶπε. διττὴν δὲ ἐπιχεί‐ ρησιν κομίζει, τὴν μὲν πρώτην ἀπὸ τῆς ἀποδόσεως τοῦ ὁρισμοῦ· φησὶ γάρ· ἐὰν ἐρωτηθέντες ‘τί ἐστι Σωκράτησ‘ εἴπωμεν ‘ἄνθρωποσ‘ ἢ ‘ζῷον‘, | |
20 | οἰκείως καὶ γνωρίμως ἀποδώσομεν, ἐὰν δὲ ‘λευκὸσ‘ ἢ ‘τρέχει‘ ἤ τι τοιοῦτον, ἀλλοτρίως καὶ ἀγνώστως. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευ‐ τέρας οὐσίας λέγομεν, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας. | |
23n | Ἔτι αἱ πρῶται οὐσίαι. | |
24 | Τοῦτο δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· φησὶ γὰρ ὅτι ὥσπερ | |
25 | αἱ πρῶται οὐσίαι διὰ τοῦτο πρῶται λέγονται διὰ τὸ τοῖς ἄλλοις ὑποκεῖ‐ | 43 |
44 | σθαι, οὕτω τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται διὰ τὸ καὶ αὐτὰ ἄλλοις ὑποκεῖσθαι. ὑπόκεινται δὲ τὰ εἴδη καὶ τὰ γένη τοῖς συμβεβηκόσιν· εἰκότως οὖν ταῦτα δεύτεραι οὐσίαι λέγονται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. | |
5n | Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν. | |
6 | Διελὼν τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παρα‐ βαλὼν αὐτὰς πρὸς ἀλλήλας, νῦν εὐτάκτως ποιῶν τὸν ὁρισμὸν τῆς οὐσίας ἀποδοῦναι βούλεται. ἐπειδὴ δὲ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, τῶν δὲ γενικωτάτων ὁρισμὸν οὐ δυνάμεθα ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμούς, | |
10 | ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας τὸ ἴδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντι‐ στρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντι‐ στρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας | |
15 | ἀποδοῦναι βούλεται. οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς· δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι | |
20 | κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί· διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’ | |
25 | ὑποκειμένου. | |
26n | Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μέν. | |
27 | Καὶ διὰ τούτου βούλεται δεῖξαι ὅτι αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ τῷ μερικῷ ἀνθρώπῳ· φησὶ γὰρ ὅτι τὰ ἐν ὑποκειμένῳ ὄντα τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ | |
30 | οὐδέποτε· λέγομεν γὰρ λευκὸν σῶμα, καὶ ἡ λευκότης ἐν ὑποκειμένῳ | 44 |
45 | οὖσα τῷ σώματι τοῦ ὀνόματος μεταδέδωκε τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὔ· οὐ γὰρ λέγομεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. αἱ δὲ δεύτεραι οὐσίαι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασιν· ὁ γὰρ Σωκράτης λέγεται καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. | |
5n | Οὐκ ἴδιον δὲ τῆς οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ | |
6n | τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί. | |
7 | Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνον ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ἐκ τούτου δῆλός ἐστι χωρίζων τὰς διαφορὰς τῶν οὐσιῶν· ὥστε συμβαίνει αὐτὰς συμβεβηκότα εἶναι, ὅπερ | |
10 | ἄτοπον· καὶ αὐτῷ γὰρ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας αὐτὰς εἶναι, ὥστε ἐκ τούτων καὶ τὰ εἴδη συμπληροῦσθαι καὶ οὐσιωδῶς αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ μὴ ἦσαν οὐσίαι, συνέβαινεν ἐκ συμβεβηκότων οὐσίαν γενέσθαι, ὅπερ ἄτοπον. εἴπερ οὖν αἱ διαφοραὶ οὐσίαι εἰσί (τὰ γὰρ τῆς οὐσίας μέρη οὐσίαι εἰσὶ καὶ ὁ ὁρισμὸς ἐκ τῶν τῆς οὐσίας μερῶν συνίσταται), πῶς | |
15 | φησιν ὁ Ἀριστοτέλης οὐκ ἴδιον δὲ οὐσίας τοῦτο ἀλλὰ καὶ τῶν διαφορῶν ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταὶ αἱ δὲ αἰσθηταί, καὶ τῶν αἰσθητῶν αἱ μὲν ἀίδιοι ὡς τὰ οὐράνια αἱ δὲ ἐν γενέσει καὶ φθορᾷ, καὶ τούτων αἱ μέν εἰσιν ἁπλαῖ ὡς τὸ λογικὸν τὸ θνητόν, ἅσπερ διαφορὰς | |
20 | οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου, αἱ δὲ σύν‐ θετοι ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. διδάσκει οὖν ἐνταῦθα ὁ | |
Ἀριστοτέλης περὶ μόνης τῆς συνθέτου οὐσίας τῆς ἐν γενέσει καὶ φθορᾷ, | 45 | |
46 | λέγω δὴ περί τε ἀτόμων καὶ εἰδῶν καὶ γενῶν. ἀμέλει τοι καὶ παραβάλ‐ λων τὰς οὐσίας πρὸς ἀλλήλας παρέβαλλε τὰ εἴδη μόνα καὶ τὰ γένη, ἔτι δὲ καὶ τὰ ἄτομα, ἐπειδὴ καὶ περὶ τούτων πρόκειται αὐτῷ διδάξαι, τῶν δὲ διαφορῶν μνήμην οὐδαμοῦ ἐποιήσατο, ἐπειδὴ ἁπλαῖ εἰσιν, τῶν δὲ συν‐ | |
5 | θέτων, ὡς εἴρηται, τὸν λόγον ποιεῖται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἁπλῶς δὲ πάσης εἶπεν, ἀλλὰ τῆς συνθέτου. εἰκότως δὲ τοῦτο· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς, τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. καὶ διὰ τοῦτο ἔδοξεν ἀφορίζειν τὰς διαφορὰς τῶν | |
10 | οὐσιῶν. Ἄλλοι δέ φασιν ὅτι αἱ διαφοραὶ ἁπλῶς οὐκ εἰσὶν οὐσίαι, ἀλλὰ τού‐ των αἱ μέν εἰσι πρὸς τῇ οὐσίᾳ ὡς τὸ λογικὸν καὶ τὸ θνητόν, αἱ δὲ πρὸς τοῖς συμβεβηκόσι καὶ τούτοις μᾶλλον γειτνιάζουσαι ὡς τὸ ἐν κόρακι μέλαν ἢ ἐν τῷ κύκνῳ λευκόν, αἱ δὲ ἀκριβῶς ἐν μέσῳ τῶν οὐσιῶν καὶ | |
15 | τῶν συμβεβηκότων ὡς ἐν τῷ πυρὶ ἡ θερμότης· αὕτη γὰρ μετέχει μὲν συμβεβηκότος καθὸ ποιότης, μετέχει δὲ καὶ οὐσίας καθὸ συμπληρωτικὴ τοῦ ὑποκειμένου. οὗτοι δὲ εὐφυῶς μὲν ἐπέβαλλον, οὐ μὴν πάντῃ ἀληθῶς· ὑπὸ ποίαν γὰρ κατηγορίαν ταῦτα ἀνάξομεν; ἢ δεηθῶμεν ἑνδεκάτης; ὅπερ ἄτοπον. | |
20n | Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν. | |
21 | Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο· ἠπόρησε γὰρ ἄν τις λέγων ‘ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι (ἐν γὰρ τῷ ἀνθρώπῳ θεωροῦνται χεῖρες καὶ σκέλη), καὶ τὰ συμβεβη‐ κότα δὲ ἔν τινι ὁμοίως, 〈ὡσ〉 εἰ τύχοι ἐν τῷ ἀνθρώπῳ θεωρεῖται λευκό‐ | |
25 | της θερμότης· τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα, ὅπερ ἄτοπον‘. ἐπι‐ λύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη, πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· 〈τὸ γὰρ συμβεβηκὸς ἔν τινι〉 οὐχ ὡς μέρος τοῦ ὑποκειμένου, αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ αὗται τὸ ὑποκείμενον συνιστᾶσιν· | |
ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς δια‐ | 46 | |
47 | φορά, καθὸ αἱ μὲν συμπληροῦσι καὶ μέρη ὑπάρχουσι, τὸ δὲ οὐδαμῶς. ἰστέον δὲ ὅτι οὐ περὶ αἰσθητῶν μερῶν τῆς οὐσίας ὁ λόγος αὐτῷ ἐστιν οἷον χειρῶν καὶ ποδῶν ἢ τοιούτων, ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἷον λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ | |
5 | νοητά· περὶ οὖν τῶν νοητῶν μερῶν αὐτῷ ὁ λόγος· οὕτω γὰρ καὶ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ εἶπεν ‘οὐκ ἴδιον οὐσίας ἐστὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ μὴ ἐν ὑποκειμένῳ εἰσίν‘, ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐ‐ σῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ | |
10 | ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος. | |
14n | Οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο. | |
15 | Τοῦτό ἐστι τὸ λεγόμενον· τὰ συμβεβηκότα εἰ καὶ ἔν τινί ἐστιν, οὐχ ὡς τὰ μέρη τῶν οὐσιῶν. ἀλλ’ εἴρηται πῶς ἔν τινί ἐστιν ἐκεῖνα, ὅτι οὐχ ὡς μέρος ἐν ὅλῳ. | |
18n | Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς. | |
19 | Ἐπὶ δεύτερον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, εὐθὺς δὲ | |
20 | κατέγνω καὶ τούτου. δῆλον δέ ἐστιν ἐκ τοῦ συνάψαι τὰς διαφοράς· δηλοῖ γὰρ καὶ ταύταις πάλιν ἐφαρμόζειν καὶ τοῦτο τὸ ἴδιον. ἄλλως τε δὲ οὐ κατὰ τοῦτο μόνον οὐκ ἐφαρμόζει τὸ ἴδιον τοῦτο ταῖς οὐσίαις, ἀλλὰ καὶ διὰ τὸ πάσῃ τῇ οὐσίᾳ μὴ ὑπάρχειν αὐτό· ἡ γὰρ πρώτη οὐσία κατ’ οὐ‐ δενὸς κατηγορεῖται. | |
25n | Ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται. | |
26 | Πρῶτον διδάσκει τίνα ἐστὶ τὰ δεχόμενα τὴν κατηγορίαν, εἶτα οὕτως | 47 |
48 | τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη τῶν ἀτόμων, καὶ πάλιν τὰ γένη κατ’ ἀμφοτέρων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκει‐ | |
5 | μένου ῥηθήσεται· λέγεται γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν, λέγεται καὶ ὁ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ τὸ γένος τοῦ εἴδους κατηγορεῖται καὶ τοῦ ἀτόμου, τὸ δὲ εἶδος τοῦ ἀτόμου, ὅσα δὲ κατὰ τοῦ κατηγορουμένου λέγε‐ ται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, εἰκότως τὸ μὲν γένος | |
10 | κατὰ τῶν ἀτόμων καὶ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορεῖται, τὸ δὲ εἶδος τῶν ἀτόμων. | |
12n | Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν. | |
13 | Ἀπωσάμενος τὰ πρότερα δύο παρακολουθήματα τῆς οὐσίας τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ | |
15 | τρίτον μεταβέβηκε τὸ τόδε τι σημαίνειν. καὶ ἔστι μὲν οὖν τὸ τόδε τῆς δείξεως σημαντικόν, τὸ δὲ τὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, ὅτι ὑπο‐ μένει καὶ οὐ δέεταί τινος οὐδὲ ἔστιν ἐν ὑποκειμένῳ, ἀλλ’ αὐτὴ ὑποκεί‐ | |
μενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τοῦτ’ ἔστι τοῦ ἓν σημαίνειν, | 48 | |
49 | ὡς τόδε τὸ ξύλον ὅδε ὁ ἄνθρωπος· τὸ γὰρ τόδε τι λέγεται ἐπὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, τοῦτ’ ἔστι τῆς ἀτόμου τῆς φαινομένης· αὕτη γάρ ἐστιν ἡ καὶ τὴν δεῖξιν καταδεχομένη. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς μόνῃ μὲν τῇ οὐσίᾳ παρακολουθοῦντος, οὐ πάσῃ δέ· τὰ γὰρ εἴδη, φησί, | |
5 | καὶ τὰ γένη ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸ τὸν ἑνικὸν χαρακτῆρα ἐμφαίνειν, σημαίνει δὲ μᾶλλον πλῆθος καὶ ποιότητά τινα· τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος ἐμφαί‐ νει. διό φησιν ‘οὐκ ἔστι ποιὸν ὡς τὸ συμβεβηκός, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει‘, τοῦτ’ ἔστι τὴν συναγωγὴν καὶ συνάθροισιν τῶν κατὰ | |
10 | μέρος ἀνθρώπων· τὸ μὲν γὰρ ποιὸν ὡς συμβεβηκὸς ἐπεισέρχεται τῇ οὐσίᾳ ὑστερογενὲς ὂν καὶ δεόμενον αὐτῆς πρὸς σύστασιν, τοῦτο δὲ οὐδαμῶς. | |
12n | Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον. | |
13 | Ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, καταγινώσκει δὲ καὶ τούτου ὡς καὶ ἄλλοις τισὶ προσόντος· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν | |
15 | ἐναντίον, οἷον τῷ διπήχει, ὁμοίως οὐδὲ τῷ ἀριθμῷ οὐδέν ἐστιν ἐναντίον· τί γὰρ ἂν εἴη τῷ δέκα ἐναντίον; ἐὰν γὰρ εἴπῃς τὰ τρία τῷ δέκα ἐναντία, τότε τὸ μέγα καὶ τὸ μικρὸν λαμβάνεις, καὶ ταῦτα οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι, οἷς οὐδέν ἐστιν ἐναντίον. | |
19n | Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ. | |
20 | Οὐ γὰρ ὥσπερ τῷ θερμῷ τὸ ψυχρόν ἐστιν ἐναντίον τῷ δὲ λευκῷ τὸ | |
μέλαν, οὕτω καὶ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἢ τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ. | 49 | |
50(1n) | Εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη. | |
2 | Κατ’ ἀλήθειαν οὐδὲ ταῦτά ἐστι κυρίως ἐναντία, ὡς καὶ αὐτὸς ἀπο‐ δείξει ὀλίγον ὕστερον. κατὰ δὲ συγχώρησίν φησιν ὅτι εἰ καὶ ἐναντία ἐστὶ ταῦτα, οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα· ἱκανὸν | |
5 | γὰρ ἓν καὶ μόνον ἀνατρέψαι τὸ καθόλου. εἰ οὖν τῷ διπήχει οὐδέν ἐστιν ἐναντίον, δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐναντίον. | |
8n | Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι. | |
9 | Τοῦτο πέμπτον παρακολούθημα. εἰκότως δὲ οὐκ ἐπιδέχεται τὸ | |
10 | μᾶλλον καὶ τὸ ἧττον ἡ οὐσία, ἐπειδὴ οὐδὲ ἐναντιότητα ἔχει· ἐν οἷς γὰρ ἡ ἐναντιότης, ἐν τούτοις τὸ μᾶλλον καὶ ἧττον, καὶ ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐν τούτοις καὶ ἐναντιότης· ὑφέσει γὰρ τοῦ ἐναντίου τίκτεται τὸ μαχόμενον. οὐκ ἐπήγαγε δὲ πρὸς τῷ τέλει αὐτοῦ ὅτι ‘οὐκ ἴδιον δὲ οὐσίας τοῦτο· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον‘· | |
15 | ἐπειδὴ γὰρ συνηγμένα εἰσὶ τὰ παρακολουθήματα, σοὶ κατέλιπεν ἐννοῆσαι καὶ προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς. | |
17n | Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας. | |
18 | Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπε μᾶλλον οὐσίαν τοῦ εἴδους τὴν ἄτομον οὐσίαν ἢ τὸ εἶδος τοῦ γένους, νῦν φησιν ὅτι οὐ τοῦτο λέγω ὅτι οὐσία | |
20 | οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία, ἀλλ’ ὅτι ἡ αὐτὴ οὐσία οὐκ ἐπι‐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ὁ Σωκράτης οὐ λέγεται ποτὲ μὲν μᾶλλον Σωκράτης ποτὲ δὲ ἧττον, οὔτε ἄνθρωπος λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος. | |
24n | Οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον. | |
25 | Οὐ γὰρ Σωκράτης ποτὲ μὲν γίνεται μᾶλλον ἄνθρωπος ποτὲ δὲ ἧττον οὔτε πάλιν ὁ Σωκράτης Πλάτωνος μᾶλλον ἄνθρωπος καθὸ ζῷον λογικὸν | |
θνητόν, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λευκὸν καὶ ἐπὶ τῶν ἄλλων | 50 | |
51 | ὁμοίως. λέγεται δὲ καὶ ἑαυτοῦ μᾶλλον λευκὸν γενέσθαι· τὸ γὰρ νῦν λευ‐ κὸν δύναται ὕστερον λευκότερον ἑαυτοῦ γενέσθαι ἐπιτεταμένης τῆς λευκό‐ τητος. | |
4n | Μάλιστα δὲ ἴδιον τῆς οὐσίας. | |
5 | Τοῦτο ἕκτον παρακολούθημα ἴδιον ἀπέδωκε τῆς οὐσίας καὶ ἓν μὲν ἀριθμῷ φησιν, ἵνα φυλαχθῇ τὸ ὑποκείμενον ἕν, ταὐτὸν δὲ ἵνα μὴ με‐ ταβάλῃ καθ’ ὑπόστασιν (τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται καὶ μεταβάλλει κατὰ ὑπόστασιν, ὁ δὲ Σωκράτης 〈μένων εἷς καὶ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς γίνεται ποτὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωσ〉), δεκτι‐ | |
10 | κὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· 〈οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία〉, ἐπεὶ ἐν ταὐτῷ καὶ κατὰ ταὐτὸ ἔσται τὰ μαχόμενα, ἀλλὰ τῷ δεκτικὸν εἶναι τὴν δύναμιν μόνον ἐσήμανε. πῶς δὲ ἴδιον τῆς οὐσίας δόξει εἶναι τοῦτο; οὐκέτι γὰρ καὶ ταῖς δευτέραις οὐσίαις ἁρμόζει. ἐροῦμεν ὅτι εἰ καὶ μὴ πάσῃ, ἀλλ’ | |
15 | οὖν μόνῃ παρακολουθεῖ. μᾶλλον δὲ ἰδιάζει τὰ μόνῳ ὑπάρχοντα, εἰ καὶ μὴ παντί, ἢ τὰ παντὶ μὲν μὴ μόνῳ δέ. καὶ τοῦτο εἰκότως· πῶς γὰρ | |
εἴη ἴδιον τοῦδέ τινος, ὃ καὶ ἑτέροις ὑπάρχει; τῶν δὲ ἀποδεδομένων τῆς | 51 | |
52 | οὐσίας ἓξ ἰδίων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ ὑπάρχει, οὐ μόνῃ δέ, τὸ δὲ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ὕστερον μόνῃ μέν, οὐ πάσῃ δέ. διὸ τὰ μὲν τρία τὰ πάσῃ ὑπάρχοντα, οὐ μόνῃ δέ, ἀποφατικῶς ὡρίσατο ὡς πόρρω τῆς τῶν ἰδίων ὄντα φύσεως, τὸ δέ γε | |
5 | δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἕκτον καταφατικῶς ὡς μᾶλλον ἴδια τῶν ἄλλων διὰ τὸ ὡς ἔφαμεν μόνῳ δεῖν ὑπάρχειν τὸ ἴδιον ἐκείνῳ οὗ ἐστιν ἴδιον. προτετίμηται δὲ τὸ τελευταῖον τοῦ δευτέρου καὶ τοῦ τρίτου καίτοι δοκοῦν ταὐτὸν ἐκείνοις σημαίνειν (τὰ τρία γὰρ μόνῃ καὶ οὐ πάσῃ ὑπῆρχεν), διότι τὸ μὲν τόδε τι σημαίνειν καὶ τὸ πάντα συνωνύμως ἀπ’ αὐτῆς | |
10 | λέγεσθαι κατὰ τὴν φωνὴν εἴληπται, τὸ ὕστερον δὲ ἐξ αὐτῆς τῆς ὑπάρξεως. εἴη δ’ ἂν τὸ ὕστερον καὶ μόνῃ καὶ πάσῃ, εἰ ὀλίγον τι προσθῶμεν εἰπόν‐ τες οὕτω μετὰ τὸ ἀποδιδόμενον ἴδιον ‘ἢ τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν‘· καὶ γὰρ οὕτως εἰρηκότες συμπεριλαμβάνομεν τὰ εἴδη καὶ τὰ γένη. | |
15n | Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται. | |
16 | Ὅπερ τις ἔμελλεν ἀπορεῖν, αὐτὸς προλαβὼν ἐπιλύεται· φησὶ γὰρ τὸν προφορικὸν λόγον καὶ τὴν δόκησιν εἶναι τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λό‐ γος ὁ λέγων ‘Σωκράτης κάθηται‘, εἰ μὲν τύχοι καθεζόμενος ὁ Σωκράτης, ἀληθεύει, εἰ δὲ τύχοι περιπατῶν, ψεύδεται. ὁμοίως καὶ περὶ τῆς δόξης· | |
20 | ὁ γὰρ δοξάζων περὶ Πλάτωνος ὅτι κάθηται, εἰ μὲν τύχοι καθεζόμενος, ὀρθῶς δοξάζει, εἰ δὲ μή, ψευδῶς. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα | |
δεκτική ἐστιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται δὲ τοῦτο διχῶς κατά τε | 52 | |
53 | τὴν λεγομένην ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἔνστασις μέν ἐστι τὸ ὅλως τὴν ἀπορίαν μὴ δέξασθαι, ἀλλ’ ἀνατρέψαι αὐτὴν οὕτως ἔχουσαν, ὡς ἠπορήθη, ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν καὶ ἐνδοῦναι ταῖς προτάσεσι, δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσαι οὐδὲν λυμαίνον‐ | |
5 | ται τὸ λεγόμενον· προέταξε δὲ ἐνταῦθα τὴν ἀντιπαράστασιν τῆς ἐνστά‐ σεως ὡς πρὸς εἰσαγομένους σαφηνείας χάριν. | |
7n | Ὁ δὲ λόγος καὶ ἡ δόξα. | |
8 | Ἰστέον ὅτι τὰ ἐπὶ τῶν οὐσιῶν ἐναντία αὐτὰ εἰς ἄλληλα μεταβάλλει (τὸ γὰρ θερμὸν ψυχρὸν γίνεται καὶ τοὐναντίον τὸ ψυχρὸν θερμόν, ὁμοίως δὲ | |
10 | καὶ τὸ μέλαν λευκὸν καὶ τὸ λευκὸν μέλαν), ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς δόξης οὐχ οὕτως· οὐ γὰρ τὸ ψεῦδος εἰς ἀλήθειαν μεταβάλλει οὔτε ἡ ἀλή‐ θεια εἰς ψεῦδος, ἀλλὰ τοῦ πράγματος κινουμένου καὶ μεταβάλλοντος τὸ ψεῦδος καὶ ἡ ἀλήθεια γίνεται· οὐ γὰρ ἐκ τοῦ λόγου ἢ τῆς δόξης ἀλήθεια ἢ ψεῦδος γίνεται. | |
15n | Ὥστε τῷ γε τρόπῳ ἴδιον ἂν εἴη τῆς οὐσίας. | |
16 | Τοῦτ’ ἔστιν ἄλλῳ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ ἐπιδεκτικὴ ἢ ἡ δόξα καὶ ὁ λόγος. | |
18n | Εἰ καί τις ταῦτα παραδέχοιτο τὸν λόγον καὶ τὴν δόξαν | |
19n | δεκτικὰ τῶν ἐναντίων εἶναι. | |
20 | Τῇ ἀντιπαραστάσει κατὰ συγχώρησιν· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστι τῶν ἐναντίων δεκτικά· ὅ τε γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων λέγεται εἶναι δεκτικά· πῶς γὰρ ὅλως δέξονται τὰ ἐναντία ὑπόστασιν ὅλως τινὰ μὴ ἔχοντα, ὅπερ δεῖ ἔχειν τὸ μέλλον ἐπιδέχεσθαι τὰ ἐναντία; ὁ δὲ λόγος καὶ ἡ δόξα ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται. | |
25 | Περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω νυνί, ἑξῆς δὲ περὶ ποσοῦ ῥητέον. | 53 |
54(1t) | Περὶ ποσοῦ | |
2n | Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον. | |
3 | Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, περὶ τοῦ ποσοῦ νῦν διαλαμ‐ βάνει. δευτέραν γὰρ ἔχει τάξιν ἐν ταῖς κατηγορίαις τὸ ποσόν· ἡ γὰρ | |
5 | πρώτη ὕλη ἀνείδεος οὖσα καὶ ἀσώματος πρότερον τὰς τρεῖς διαστάσεις δέχεται καὶ γίνεται τριχῇ διαστατὸν τὸ καλούμενον δεύτερον ὑποκείμενον, εἴθ’ οὕτως τὰς ποιότητας καὶ γίνεται σύνθετον ποσόν, 〈οἷον〉 τὸ τριχῇ διαστατὸν θερμότητα μὲν δεξάμενον καὶ ξηρότητα γίνεται πῦρ, ψυχρότητα δὲ καὶ ὑγρότητα γίνεται ὕδωρ, καὶ τἆλλα ὁμοίως. εἰκότως οὖν δευτέραν | |
10 | τάξιν ἔχει ἐν ταῖς κατηγορίαις τὸ ποσόν, τρίτην δὲ τὸ ποιόν· τὰ γὰρ πρός τι σχέσις τίς ἐστιν ἑτέρων κατηγοριῶν, ὁ δὲ τόπος καὶ ὁ χρόνος καὶ τὰ λοιπὰ ἀπὸ τούτων σεσύληται. πάλιν δὲ διαιροῦμεν τὴν οὐσίαν εἰς πρώ‐ την καὶ εἰς δευτέραν, αὐτὸ δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον τοῦ ἀριθμοῦ, ὥστε τῷ ἀριθμῷ προσκέχρηται τῷ τριχῇ διαστατῷ, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ. | |
15 | εἰκότως τοίνυν περὶ τοῦ ποσοῦ δευτέρως διαλαμβάνει ὁ Ἀριστοτέλης. Διαιρεῖ οὖν τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον, καὶ τὸ μὲν διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ λόγον, τὸ δὲ συνεχὲς εἰς πέντε, εἰς γραμμὴν ἐπι‐ | |
φάνειαν σῶμα χρόνον τόπον. πάλιν δὲ ἐπιδιαιρεῖται τὸ ποσὸν εἴς τε τὸ | 54 | |
55 | ἐκ θέσιν ἐχόντων τῶν μορίων συνεστηκὸς καὶ τὸ 〈ἐξ〉 οὐκ ἐχόντων θέσιν, καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον, τὸ δὲ ἐκ μὴ ἐχόντων θέσιν εἰς χρόνον καὶ λόγον καὶ ἀριθμόν. τινὲς δὲ τὰ κυρίως εἴδη τοῦ ποσοῦ φασιν εἶναι τρία, ἀριθμὸν ὄγκον δύνα‐ | |
5 | μιν, τοῦτ’ ἔστι ῥοπήν· φασὶ γὰρ ὅτι ὁ λόγος καὶ ὁ χρόνος ταὐτόν ἐστι τῷ ἀριθμῷ, ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα εἴς τι κοινὸν ἀνάγεται, τὸ μέγεθος, ὁ δὲ τόπος ὁ αὐτός ἐστι τῇ ἐπιφανείᾳ, ὥστε τοῦ ποσοῦ τὸ μέν ἐστιν ἀριθμὸς τὸ δὲ μέγεθος τὸ δὲ δύναμις· ὑπὸ ταύτην γὰρ τό τε βαρὺ καὶ τὸ κοῦφον ἀνάγεται, ἅτινά εἰσι ῥοπαὶ τοῦ ποσοῦ· | |
10 | ὑπὸ γὰρ αὐτὸ ἀνάγονται. πῶς δὲ τῆς κινήσεως οὐκ ἐμνημόνευσε; καί φαμεν ὅτι ἡ κινήσις ἐνέργειά τις οὐκ ἔστιν, ἀλλὰ ἀόριστον πρᾶγμα, διὸ οὐκ ἐμνήσθη αὐτῆς ὡς πρὸς εἰσαγομένους ποιούμενος τὸν λόγον· αὐτὴ γὰρ | |
ἡ κίνησις οὐδὲν ἕτερόν ἐστιν ἢ ὁδὸς ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ. | 55 | |
56(1n) | Καὶ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα. | |
2 | Ἀντὶ τοῦ ‘ὧν τὰ μόρια ὑπομένοντα καὶ συνυφεστῶτα τάξιν ἔχει τινὰ καὶ συνέχειαν πρὸς ἄλληλα ἐν τῷ ὑποκειμένῳ τεταγμένα‘. | |
4n | Τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. | |
5 | Τοῦτ’ ἔστιν ἅτινα ἐν τῷ γενέσθαι ἔχει τὸ εἶναι. θέσιν δὲ λέγει οὐ τὴν ἐν τόπῳ τὴν κυρίως λεγομένην, ἀλλὰ τὴν κατὰ σχέσιν. | |
7n | Ἔστι δὲ διωρισμένον μέν. | |
8 | Διωρισμένον ἐστί, καθὼς καὶ αὐτός φησιν, οὗ τὰ μόρια πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει ἀλλήλοις, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρὸς ἕνα | |
10 | κοινὸν ὅρον συνάπτει. | 56 |
57(1n) | Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς | |
2n | ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ. | |
3 | Ὅτι μὲν ποσόν ἐστιν ὁ ἀριθμός, οὐ κατασκευάζει ὡς ἐναργές, ὅτι δὲ διωρισμένον, ἀποδείκνυσιν ἐκ τοῦ μηδένα ἔχειν αὐτὸν κοινὸν ὅρον τὸν | |
5 | τὰ μόρια αὐτοῦ συνάπτοντα πρὸς ἄλληλα. | |
6n | Καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον | |
7n | συνάπτει. | |
8 | Τοῦτ’ ἔστι φύσει διωρισμένος ὁ ἀριθμός ἐστι· τὰ γὰρ πέντε καὶ τὰ πέντε ἀεὶ διώρισται καὶ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει. | |
10n | Ὅτι μὲν γὰρ ποσόν ἐστιν. | |
11 | Δείκνυσι περὶ τοῦ λόγου ὅτι ποσὸν καὶ ὅτι διωρισμένον ποσόν ἐστιν, ἀλλὰ πρῶτον ὅτι ποσόν, οὐχ ἁπλῶς ὁμολογουμένου τοῦ τὸν λόγον εἶναι ποσόν, εἰ μὴ μετά τινος ἀποδείξεως τοῦτο προβῇ. φησὶ δὴ διὰ τοῦτο τὸν μετὰ φωνῆς λεγόμενον λόγον ποσὸν εἶναι, ὅτι καταμετρεῖται ὑπὸ | |
15 | συλλαβῶν· οὐ γὰρ καθὸ σημαίνει τι οὐδὲ καθὸ σύνθετος· εἰ γάρ τι ὑπό τινος καταμετρεῖται, τὸ καταμετρούμενον τοῦ καταμετροῦντος ἢ διπλάσιον ἢ πολυπλάσιόν ἐστι· ταῦτα δὲ ἴδια τοῦ ποσοῦ. εἰ οὖν φαίνεται τῷ λόγῳ τὸ ἴδιον τοῦ ποσοῦ παρακολουθοῦν, ποσὸν ἂν καὶ ὁ λόγος εἴη. ἀλλὰ πῶς ὁ λόγος ὢν τῶν ἐν συμπλοκῇ θεωρουμένων, εἴ γε ἐξ ὀνόματος καὶ ῥήμα‐ | |
20 | τος σύγκειται, ὑπὸ μίαν τῶν κατηγοριῶν πίπτει, εἴ γε αἱ κατηγορίαι τῶν ἄνευ συμπλοκῆς εἰσιν; ἐροῦμεν πρὸς τοῦτο ὅτι δεῖ κοινότερον ἀκούειν τοῦ λόγου ὡς σημαίνοντος τὴν λέξιν. ἐπειδὴ δὲ ὁ λόγος πολλαχῶς λέγε‐ ται (λέγεται γὰρ καὶ ὁ προφορικὸς λόγος, λέγεται καὶ ὁ ἐνδιάθετος λόγος), νῦν περὶ τοῦ προφορικοῦ λόγου φησίν. | |
25n | Ἡ δὲ γραμμὴ συνεχής ἐστι. | |
26 | Εἰκότως· ἕκαστον γὰρ αὐτῆς μόριον συνάπτει πρὸς ἄλλο κοινῷ ὅρῳ | 57 |
58 | τῷ σημείῳ. δεῖ δὲ λαβεῖν τὴν διαίρεσιν νῷ καὶ μὴ ἐνεργείᾳ, ἐπεὶ διαι‐ ρήσεις αὐτὴν καὶ οὐκ ἐάσεις εἶναι συνεχῆ. | |
3n | Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια. | |
4 | Ὁ μὲν γεωμέτρης ἐπίπεδον καλεῖ τὴν ἀποτεταμένην ἐπιφάνειαν, οἱ | |
5 | δὲ παλαιοὶ τὸ ἐπίπεδον ἐπὶ πάσης ἐπιφανείας ἔλεγον. ὁ δὲ κοινὸς ὅρος τῆς ἐπιφανείας, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτουσι πρὸς ἄλληλα, ἐστὶν ἡ γραμμή. λέγεται δὲ καὶ τὸ σῶμα ποσὸν κατὰ τὰς τρεῖς διαστά‐ σεις καὶ μόνον ἐπεὶ καθὸ ὑποκείμενόν ἐστι τοῖς συμβεβηκόσι καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων, τῇ οὐσίᾳ ὑποτάσσεται. | |
10 | συνῆπται δὲ τὸ ποσὸν τῇ σωματικῇ οὐσίᾳ, διὸ καὶ εὐλόγως περὶ τούτου μετὰ τὴν οὐσίαν λέγει. | |
12n | Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων. | |
13 | Ἤγουν τῶν συνεχῶν· ὁ γὰρ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων συνάπτει πρός τινα κοινὸν ὅρον τὸν νῦν. | |
15n | Πάλιν ὁ τόπος τῶν συνεχῶν. | |
16 | Τόπος δέ ἐστιν, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει λέγεται, πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· οἷον τοῦ οἴνου τόπος ἡ τοῦ κεράμου κοίλη ἐπιφάνεια· οὐδὲ γὰρ ὅλος ὁ κέραμος· οὗτος γὰρ ἔχων κοιλότητα καὶ κυρτότητα ἐν τῇ κοιλότητι περιέχει τὸ τοῦ οἴνου σῶμα· | |
20 | κἂν γὰρ ξέσωμεν τῆς ἐκτὸς ἐπιφανείας μέρος τι ὡς σώζεσθαι τὴν ἐντός, οὐδὲν ἧττον περιέχεται ὁ οἶνος. ὃ οὖν λέγει, τοῦτό ἐστιν· εἰ πᾶν σῶμα ἐν τόπῳ, τὸ δὲ σῶμα συνεχὲς καὶ πρός τινα κοινὸν ὅρον τὰ μόρια αὐτοῦ συνάπτει, καὶ ὁ τοῦ σώματος ἄρα τόπος συνεχὴς καὶ πρός τινα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· εἰ γὰρ μὴ συνάπτει τὰ τοῦ τόπου μόρια | |
25 | πρός τινα κοινὸν ὅρον, ἀλλὰ διῄρηνται ἀπ’ ἀλλήλων, ἔσται τι τῶν τοῦ σώματος μορίων μὴ ὂν ἐν τόπῳ, ὅπερ ἐστὶν ἄτοπον. | |
27n | Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων. | |
28 | Διελὼν τὸ ποσὸν εἴς τε τὸ διωρισμένον καὶ τὸ συνεχὲς καὶ ἐπι‐ | 58 |
59 | διελὼν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ μή, διαλεχθεὶς πρό‐ τερον περὶ τῶν συνεχῶν καὶ διωρισμένων, νῦν τὴν ἐπιδιαίρεσιν ἐπισκέπτε‐ ται. δεῖ δὲ τὰ ἐξ ἐχόντων θέσιν τρισὶ τούτοις χαρακτηρίζεσθαι, τῷ τε ὑποκειμένῳ καὶ τῷ κεῖσθαι αὐτῶν τὰ μόριά που καὶ μὴ ἀφανίζεσθαι, τοῦτ’ | |
5 | ἔστιν ἔν τινι εἶναι, καὶ τῷ τάξιν ἔχειν πρὸς ἄλληλα. | |
6n | Ἐπὶ δὲ τοῦ ἀριθμοῦ. | |
7 | Τὰ γὰρ τοῦ τόπου μόρια κεῖται ἔν τινι, τῷ σώματι οὗ ἐστιν ὁ τόπος * | |
9n | Ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων. οὐδὲ | |
10n | τὰ τοῦ χρόνου. | |
11 | Οὐδὲ γὰρ ὅλος ὁ χρόνος ἅμα ὑφίσταται, ἀλλὰ κατὰ μόνον τὸ νῦν, ἐν δέ γε τῷ γίνεσθαι καὶ φθείρεσθαι μόνον τὸ εἶναι ἔχει. ὃ οὖν οὐχ ὑπομένε πῶς ἔχοι τινὰ θέσιν λαβεῖν; | |
14n | Ἀλλὰ μᾶλλον τάξιν τινά. | |
15 | Τάξιν δὲ λέγει φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική, ὅταν μὴ ἀνακάμπτῃ. πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον † ‘πρῶτος ὅδε τῶνδε‘ ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι τοῦ πρώτου, καὶ πάλιν εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἀρξάμενοι εἰπεῖν. | |
20n | Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως. | |
21 | Ἐπειδὴ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμῶν, ὁ δὲ ἐν | |
τοῖς ἀριθμητοῖς (ὥσπερ καὶ ξέστης διττός, ὁ μὲν ὡς μετρῶν οἷον ὁ χαλ‐ | 59 | |
60 | κοῦς ξέστης, ὁ δὲ ὡς μετρούμενος οἷον οἴνου καὶ μέλιτος), ἐπεὶ οὖν ὁ ἀριθμὸς διττός, ὡς εἴρηται, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ δὲ ἐν τοῖς αἰσθητοῖς, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἂν εἴη ἐκ θέσιν ἐχόντων μορίων (οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ, ἀλλ’ ἔστι μόνον ἐν τῇ ψυχῇ | |
5 | νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς οἷον ἐν τοῖς δέκα ἀνθρώποις ἢ ἵπποις ἐξ ἐχόντων θέσιν ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα· διὰ τοῦτο οὕτως εἶπεν θέσιν δὲ οὐ πάνυ λάβοις ἄν, καὶ οὐκ εἶπεν ‘οὐδαμῶς λάβοις ἄν‘. | |
9n | Καὶ ὁ λόγος δὲ ὡσαύτως. | |
10 | Τοῦτ’ ἔστι καὶ ὁ λόγος τῶν μὴ ἐχόντων θέσιν ἐστίν· ἐπειδὴ γὰρ ἐν τῷ λέγεσθαι τὸ εἶναι ἔχει καὶ οὐδὲν αὐτοῦ τῶν μορίων μένει, ἵνα καί τινα θέσιν λάβῃ. | |
13n | Οἷον πολὺ τὸ λευκόν. | |
14 | Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα αὐτῷ πράγματα | |
15 | σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ οὐκ ὄντα διεξέρχεσθαι καὶ διελέγχειν. ἐπεὶ οὖν τὸ λευκὸν δοκεῖ ποσὸν εἶναι (λέγο‐ μεν γὰρ πολὺ καὶ ὀλίγον λευκόν, ἅπερ ἐστὶ τοῦ ποσοῦ, ἀλλὰ καὶ τὴν πρᾶξιν λέγομεν μακράν), φησὶν ὅτι κυρίως οὐκ εἰσὶ ταῦτα ποσά, ἀλλὰ κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ, ἐκείνης πολλῆς ἢ | |
20 | ὀλίγης οὔσης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς πράξεως οἷον πόλεμος μακρὸς λέγεται κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ ὁ πόλεμος ἔν τινι χρόνῳ γέγονεν οἷον ἐν δέκα ἔτεσι, λέγομεν 〈δὲ〉 τὸν χρόνον μακρὸν εἶναι, διὰ τοῦτο καὶ τὴν πρᾶξιν κατὰ συμβεβηκὸς μακρὰν εἶναι λέγομεν. καὶ ἡ κίνησις πολλὴ λέγεται τῷ τὸν χρόνον πολὺν εἶναι· ὁ | |
25 | χρόνος γὰρ μέτρον ἐστὶ κινήσεως· μῆνα γὰρ λέγομεν τὴν τῆς σελήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοῦ ἡλίου, νυχθήμερον δὲ τὴν τοῦ παν‐ τὸς οὐρανοῦ· ἐὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίνεται, οἷον δεκαετής. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιφανείας· ὅση γὰρ | |
ἂν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι· ἐὰν γὰρ ἐρωτη‐ | 60 | |
61 | θῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν δίπηχυ, ὅση ἐστὶν ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ ἢ ὀλίγον εἶναι, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλ‐ λον εἶναι λευκὸν τοῦ ἐν διπήχει, καὶ τότε οὐ λέγομεν λευκὸν πλέον, ἀλλὰ | |
5 | λευκὸν λευκοῦ μᾶλλον. | |
6n | Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. | |
7 | Παραδοὺς ἡμῖν τὴν διαίρεσιν τοῦ ποσοῦ καὶ εἰπὼν ποῖά τέ ἐστι τὰ κυρίως ποσὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκὸς λεγόμενα, βούλεται νῦν, ὥσπερ | |
ἐπὶ τῆς οὐσίας πεποίηκεν, ἴδιον ἀποδοῦναι τοῦ ποσοῦ. | 61 | |
62(1n) | Εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ. | |
2 | Ἐνταῦθα οἰκείως τὸν περὶ τούτων ἐξετάζει λόγον, εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία εἰσίν· ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνησθεὶς μόνον παρῆλθε, συγχωρήσας αὐτὰ ἐναντία εἶναι τῇ ἀντιπαραστάσει. ἔστι δὲ τοῦ | |
5 | ποσοῦ τὰ μὲν ὡρισμένα, τὰ δὲ ἀόριστα· ὡρισμένα μὲν ὡς τὸ δίπηχυ καὶ τὸ τρίπηχυ, ἃ καὶ κυρίως ποσά ἐστιν, ἀόριστα δὲ ὡς τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον. ἔστι δὲ τὸ μὲν μέγα καὶ μικρὸν ἀπὸ τοῦ συνεχοῦς (μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν καὶ θέσιν ἐχόντων), τὸ δὲ πολὺ καὶ ὀλίγον ἀπὸ τοῦ διωρισμένου καὶ θέσιν | |
10 | μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθ‐ μός. διὸ καὶ ἐπὶ τῶν παραδειγμάτων γυμνάσας τὸ μέγα καὶ μικρὸν ἐπὶ τοῦ ὄρους ἔλαβε καὶ τῆς κέγχρου, ἅπερ ἦν τοῦ συνεχοῦς· σῶμα γὰρ ἑκάτερον. | |
14n | Οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν. | |
15 | Πάλιν ἐνταῦθα κατὰ συγχώρησιν· εἰ γὰρ καὶ ἐναντία εἰσὶ τὸ μέγα καὶ τὸ μικρόν, οὐκ εἰσὶ ποσά, ἀλλὰ τῶν πρός τι· τὸ γὰρ μέγα τοῦ μικροῦ λέγεται μέγα καὶ τὸ μικρὸν τοῦ μεγάλου μικρόν. ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἐναντία εἰσιν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται. | |
19n | Οἷον ὄρος μὲν μικρόν. | |
20 | Εἰ γὰρ αὐτὸ καθ’ αὑτὸ ἐλέγετο τὸ μέγα καὶ τὸ μικρόν, οὐδέποτε τὸ μὲν ὄρος μικρὸν ἡ δὲ κέγχρος μεγάλη ἐλέγετο. οὐκοῦν τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι πρὸς ἄλλο ὄρος αὐτὸ παραβάλλοντες, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὐκ ἄρα αὐτὸ καθ’ αὑτὸ λέγεται μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλο. τὸ δ’ αὐτὸ γυμνάζει καὶ ἐπὶ | |
25 | πολλῶν καὶ ὀλίγων, ἅπερ οὐκ εἰσὶ τοῦ ἀριθμοῦ, τοῦτ’ ἔστι τοῦ διωρι‐ | |
σμένου, ἀλλὰ μᾶλλον τῶν πρός τι. | 62 | |
63(1n) | Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ. | |
2 | Ἄλλο ἐπιχείρημα κατασκευάζων τὸ μέγα καὶ τὸ μικρὸν μὴ εἶναι τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τῶν πρός τί 〈φησι〉· φησὶ γὰρ ὅτι τὸ κυρίως ποσὸν καὶ πεπερασμένον ἐστίν, οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι καὶ τῇ | |
5 | ἑαυτῆς φύσει πεπέρασται δίπηχυς οὖσα, φέρε εἰπεῖν, ἢ δεκάπηχυς. ὁμοίως καὶ τἆλλα ποσὰ ὡρισμένα εἰσί. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν ὡρισμένα, οὔτε πρὸς ἡμᾶς οὔτε καθ’ ἑαυτά, ἀλλ’ ἀόριστα. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶ τοῦ ποσοῦ. | |
10n | Ἔτι ἐάν τε τιθῇ τις ταῦτα. | |
11 | Δείξας ὅτι τῶν πρός τί εἰσι καὶ οὐ τοῦ ποσοῦ, νῦν κατὰ ἀντιπαράστα‐ σιν συγχωρῶν φησιν ὅτι κἂν τοῦ ποσοῦ ὦσιν, ὅμως οὐκ εἰσὶν ἐναντία τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολὺ τῷ ὀλίγῳ. | |
14n | Οὐκ ἔστιν αὐτοῖς ἐναντίον. | |
15 | Ὃ λέγει τοιοῦτόν ἐστι· δεῖ τὰ ἐναντία πρῶτον εἶναι καθ’ ἑαυτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶτα οὕτως συνέρχεσθαι καὶ τὴν μάχην ἀναδέχεσθαι, τοῦτ’ ἔστιν ἀντικεῖσθαι, ὅπερ ἐπὶ τῶν πρός τι ἀδύ‐ νατον, διὸ οὔτε πολεμεῖ ἀλλήλοις, ἀλλὰ μᾶλλον καὶ συνεισάγει. ταύτῃ γὰρ διαφέρει τὰ πρός τι τῶν ἐναντίων, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ ἑαυτά ἐστιν, | |
20 | ἔπειτα συμβάλλει καὶ μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται. οὕτως οὖν κἂν μηδαμῶς ᾖ λευκόν, μένει τὸ μέλαν, τὸν δὲ πατέρα ἐὰν ἀφέ‐ λῃς, οἴχεται ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ καθ’ αὑτὰ ἀλλὰ πρὸς ἕτερον, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ οὐκ ἂν αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ μέγα οὔτε τὸ μικρὸν ὑποσταίη, δῆλον ὡς οὐκ εἰσὶν | |
25 | ἐναντία. | |
26n | Ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρόν. | |
27 | Ἕτερον ἐπιχείρημα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· φησὶ γὰρ ὅτι | |
εἰ τὸ μέγα καὶ τὸ μικρὸν φαίημεν εἶναι ἐναντία, συμβήσεται τὸ αὐτὸ | 63 | |
64 | μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο δηλονότι παραβαλλόμενον, ὥστε τῶν ἐναντίων δεκτικὸν εἶναι κατὰ τὸν αὐτὸν χρόνον, καὶ ἔσται αὐτὸ ἑαυτῷ ἐναντίον, ὅπερ ἐστὶν ἀδύνατον. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν οὐκ ἔστιν ἐναντία. | |
5n | Οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων. | |
6 | Δεκτικὴ μὲν γὰρ ἡ οὐσία τῶν ἐναντίων ἐστίν, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ μέρει ἅμα τὰ ἐναντία ἐπιδέχεται οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ψυχρὸν καὶ θερμὸν ἢ λευκὸν καὶ μέλαν. | |
10n | Καὶ αὐτὰ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι. | |
11 | Ἐπιτείνων οὖν τὸ ἄτοπόν φησιν ὅτι εἰ ἔστι τὸ μέγα τῷ μικρῷ ἐναν‐ τίον, συμβήσεται οὐ μόνον τὸ αὐτὸ ἅμα κατὰ τὸν αὐτὸν χρόνον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ μάχεσθαι, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται. | |
15n | Οὐκ ἔστιν ἄρα τὸ μέγα. | |
16 | Πρότερον ὑποθέμενος αὐτὰ ἐναντία εἶναι ἔδειξεν ὅτι ποσὰ οὐκ ἔστιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὅτι οὐκ εἰσὶν ἐναντία. τὸ δὲ ἀληθὲς οὔτε ποσά ἐστιν οὔτε ἐναντία, τῶν δὲ πρός τι. ἀλλ’ εἴπερ ἄρα τῶν πρός τί ἐστι, δεῖ αὐτὰ εἶναι ἐν ἑτέρᾳ κατηγορίᾳ, ἵνα δέξηται τῶν πρός τι | |
20 | τὴν σχέσιν. ποῦ δ’ ἂν εἴη εἰ μὴ ἐν τῇ τοῦ ποσοῦ, εἴ γε ἐναντία οὐκ ἔστι; | |
22n | Μάλιστα δὲ ἡ ἐναντιότης. | |
23 | Εἰ βούλεταί τις, φησίν, ἐν τῷ ποσῷ ἐναντιότητα θεωρῆσαι, λάβοι τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων, τοῦτ’ ἔστι | |
25 | τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται· οὕτω γὰρ καὶ ὁρίζονται τὰ ἐναντία | 64 |
65 | ‘τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀπ’ ἀλλήλων διεστηκότα.‘ τούτῳ δὲ οὐκ ἀρέσκεται· οὐ γὰρ ἔστιν ὅλως ἄνω καὶ κάτω, ἀλλὰ πέριξ καὶ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου τινὸς πέριξ λέγεται. | |
4n | Τὰ γὰρ πλεῖστον ἀλλήλων. | |
5 | Ὅρα πῶς ἡ φύσις βουλομένη ἑνῶσαι τὰ ἐναντία, ὑπὸ τὸ αὐτὸ γένος αὐτὰ ἐποίησε· λευκοῦ γὰρ καὶ μέλανος ἐναντίων ὄντων γένος τὸ χρῶμα, καὶ θερμοῦ καὶ ψυχροῦ τὸ ποιόν. καὶ εἰς ἓν δὲ ὑποκείμενον τὴν μάχην ποιοῦνται. | |
9n | Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι. | |
10 | Εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐκ εἶπεν ὅτι οὐ μόνῳ (δῆλον γὰρ ἦν ἐκ τῶν περὶ τῆς οὐσίας εἰρημένων τοῦτο), ἀλλ’ ἐφ’ ἕτερον μεταβέβηκε τοῦ ποσοῦ ἴδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως· ὅπου γάρ ἐστιν ἐναντιότης, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, ὅπου δὲ οὐκ ἔστιν, | |
15 | οὐδὲ τὸ μᾶλλον καὶ ἧττον εὑρίσκεται· τὸ γὰρ μᾶλλον καὶ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκι‐ μάζει ὡς καὶ τῇ οὐσίᾳ ἁρμόζον καὶ ἐπὶ ἕτερον μεταβέβηκεν ἴδιον, ὃ καὶ κυρίως κέκληκεν ἴδιον. | |
19n | Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε. | |
20 | Οὐκ εἶπε περὶ τοῦ προαποδεδομένου ἰδίου ὅτι οὐκ ἔστι τοῦτο ἴδιον τοῦ ποσοῦ· δῆλον γὰρ ἦν ἐκ τῶν ῥηθέντων ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ. τοῦτο δὲ κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς λέγομεν τὸ ἴσον τε καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον ἴσον λέγομεν εἶναι τοῦτο τὸ λευκὸν σῶμα | |
25 | τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ λευκὸν ἀλλὰ καθὸ σῶμα. εἴποι δ’ ἄν τις τῶν ἀκριβῶς ἀκροωμένων ‘πῶς ὁ Ἀριστο‐ τέλης τὸ σῶμα ἔταξεν ὑπὸ τὴν οὐσίαν καὶ πάλιν ὑπὸ τὸ ποσόν, καίτοι εἴπομεν ἐν τοῖς προοιμίοις ὅτι οὐδὲν τῶν ὄντων ὑπὸ δύο κατηγορίας ἀνά‐ | |
γεται;‘ φαμὲν οὖν ὅτι κατ’ ἄλλο καὶ ἄλλο λαμβάνει τὸ σῶμα· ἔστι γὰρ | 65 | |
66 | ἔνυλον σῶμα, οἷον φέρε εἰπεῖν λίθος ἢ ξύλον, ἔστι δὲ καὶ τὸ λόγῳ θεω‐ ρούμενον σῶμα 〈οἷον〉 τὸ μαθηματικόν. ἐν οὖν τῇ οὐσίᾳ τὸ ἔνυλον σῶμα ἔλαβεν, ἐν δὲ τῷ ποσῷ τὸ λόγῳ θεωρούμενον ἔλαβεν. | |
4t | Περὶ τῶν πρός τι. | |
5 | Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· τὴν τάξιν αὐτῶν τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν ὑπόστασιν τὸν τρόπον τῆς διδα‐ σκαλίας τὴν εἰς τὰ εἴδη διαίρεσιν. καὶ πρῶτον τὴν τάξιν. διὰ ποίαν αἰτίαν τὰ πρός τι προτέτακται τοῦ ποιοῦ, εἴπερ ἁπλῆ τίς ἐστι κατηγορία, ἡ δὲ τῶν πρός τι σύνθετος, ῥᾷον δὲ τὰ ἁπλᾶ μανθάνομεν τῶν πολυσχε‐ | |
10 | δῶν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἐν τῇ τοῦ ποσοῦ διδασκαλίᾳ ἐμνήσθη τῶν πρός τι, ἵνα μὴ ἐπὶ πολὺν χρόνον ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα περὶ αὐτῶν, διὰ τοῦτο εὐθέως περὶ αὐτῶν ποιεῖται τὴν διδασκαλίαν, ὥσπερ καὶ ἐν τῇ οὐσίᾳ μνησθεὶς τοῦ ποσοῦ μετὰ τὴν οὐσίαν εὐθὺς περὶ τούτου διαλέγε‐ ται. διὰ τί δὲ Περὶ τῶν πρός τι ἐπιγέγραπται, καὶ οὐχὶ περὶ τοῦ πρός | |
15 | τι ἑνικῶς; λέγομεν ὅτι ἐπειδὴ οὐχ οἷόν τε ἓν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ εἶναι τῶν πρός τι, ἀλλὰ πάντως ἐν δυσὶ θεωρεῖται τὰ πρός τι· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν, οὐκ ἂν δὲ εἴποις αὐτὸ καθ’ αὑτὸ δεξιόν. καὶ διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι ἐπέγραψεν, ἐπὶ δὲ τῆς οὐσίας ἑνικῶς· δυνατὸν γὰρ ἓν πρᾶγμα οἷον ἄνθρωπον ξύλον εἶναι οὐσίαν, ὁμοίως δὲ | |
20 | καὶ ἐπὶ τοῦ ποσοῦ δυνατὸν τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι· ἐπὶ δὲ τῶν πρός τι οὐχ ὁμοίως. περὶ δὲ τῆς ὑποστάσεως αὐτῶν τινὲς μὲν ἔλεγον μηδὲν εἶναι τῶν πρός τι φύσει ἀλλὰ θέσει, οἷον τὸ δεξιὸν καὶ τὸ ἀριστε‐ ρὸν καὶ ὅσα τοιαῦτα, οἵτινες οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος σχέσει τινὶ πρὸς ἄλληλα | |
25 | θεωρεῖται, οἷον τὸ μὲν ἧπαρ δεξιὸν ὁ δὲ σπλὴν ἀριστερός, καὶ οὐκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δεξιός. τινὲς δὲ πάντα πρός τι ἔλεγον, ὧν εἷς ἐστι Πρωταγόρας ὁ σοφιστής· οὗτος γὰρ | |
ἔλεγεν ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει· ὁ γὰρ λέγων ὅτι τὸ μέλι | 66 | |
67 | γλυκύ ἐστιν ἀληθεύει (πρός τινας γὰρ γλυκύ ἐστι), καὶ ὁ λέγων αὐτὸ πικρὸν ἀληθεύει· πρὸς γὰρ τοὺς ἰκτεριῶντας πικρόν ἐστι. τοῦτον οὖν Πλάτων ἐλέγχων φησὶν ὅτι ‘ὦ Πρωταγόρα, ἀληθεύεις λέγων, ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, ἢ ψεύδῃ· εἰ μὲν οὖν ψεύδῃ, εἰκότως διὰ τοῦτό σοι οὐ | |
5 | πιστεύσομεν, εἰ δ’ ἀληθεύεις λέγων ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, λέγο‐ μεν δὲ περὶ σοῦ ὅτι ψεύδῃ, ἀληθεύομεν ἄρα, ὥστε πάλιν ψεύδῃ, καὶ οὐ πάντα τῶν πρός τί ἐστι.‘ τινὲς δὲ ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μέν ἐστι πρός τι, τὰ δὲ αὐτὰ καθ’ αὑτά, πρός τι μὲν οἷον δεξιὸν ἀρι‐ στερόν, αὐτὰ δὲ καθ’ αὑτὰ οἷον σῶμα ἄνθρωπος· καὶ γὰρ ὁ ἄνθρωπος | |
10 | καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. καὶ ταῦτα μὲν περὶ τῆς ὑποστά‐ σεως τῶν πρός τι. τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· πρότερον ἀποδίδωσι τὸν ὁρισμὸν αὐτῶν, ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δείκνυσιν ἄτοπα πολλὰ τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον αὐτῶν ἀποδίδωσιν, ὃ καὶ μόνοις καὶ πᾶσιν ὑπάρχει. ἵνα δὲ μὴ δόξῃ τῶν | |
15 | παλαιῶν κατατρέχειν, πρότερον τὸν αὐτῶν ὁρισμὸν ὡς ἴδιον τῶν πρός τι ἀποδίδωσιν. ἡ δὲ διαίρεσις τῶν πρός τί ἐστιν αὕτη· τῶν πρός τι τὰ μὲν καθ’ ὁμωνυμίαν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερω‐ νυμίαν ὡς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν. καὶ τούτων τὰ μὲν κατὰ τὸ περι‐ έχον καὶ περιεχόμενον ὡς τὸ διπλάσιον ἡμίσεος διπλάσιον, τὰ δὲ κατὰ | |
20 | τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται ἐπιστήμων, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὰ | |
25 | δὲ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ἀριστερὸς δεξιοῦ ἀριστερὸς καὶ δεξιὸς ἀριστεροῦ δεξιός. | |
27n | Πρός τι δὲ τὰ τοιαῦτα λέγεται. | |
28 | Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ· παρακατιὼν γὰρ δείκνυσιν ἄτοπα πολλὰ τούτῳ τῷ ὁρισμῷ ἑπόμενα, καὶ οὕτως ἄλλον | |
30 | τίθησιν ὁρισμόν. | 67 |
68(1n) | Ὅσα αὐτὰ ἅπερ ἐστίν. | |
2 | Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός. | |
4n | Ἢ ὁπωσοῦν ἄλλως. | |
5 | Ἐπειδὴ εἶπεν ὅσα ἑτέρων, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτι‐ κὴν εἴτε πρὸς αἰτιατικήν. | |
8n | Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι. | |
9 | Ἐπειδὴ γὰρ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκό‐ | |
10 | τως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι ἐκεῖνα μὲν πρὸς γενικὴν ταῦτα δὲ καὶ πρὸς δοτικὴν καὶ αἰτιατικὴν ἔχει τὴν ἀντιστροφήν. | |
13n | 〈Ἕξισ〉, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις. | |
14 | Ἐκτιθέμενος τὰ παραδείγματα τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνα‐ | |
15 | κάμψεως τῶν πρός τι· ἡ γὰρ ἕξις ὅπερ ἐστὶ πρὸς γενικὴν ἀποδίδοται (ἑκτοῦ γὰρ λέγεται ἕξις) καὶ ἀνάπαλιν τὸ ἑκτὸν ἕξει ἑκτὸν ὅ ἐστι πρὸς δοτικὴν ἀποδίδοται, καὶ ἡ διάθεσις ὁμοίως διαθετοῦ διάθεσις καὶ τὸ διαθετὸν διαθέσει διαθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν. | |
20n | Ἔστι δὲ καὶ ἡ ἀνάκλισις καί. | |
21 | Καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα, φησί, θέσεις εἰσίν· εἴδη γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι, καὶ ταῦτα ἄρα τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ | |
25 | κέκλιται καὶ καλεῖται καθέδρα. | 68 |
69(1n) | Τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι. | |
2 | Ταῦτα, φησίν, οὐκ εἰσὶ θέσεις, εἴ γε ἡ μὲν θέσις πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὐκ εἰσί, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνα‐ | |
5 | κλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτω καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ | |
10 | θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν· καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκε κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα, ὥσπερ οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινό‐ μενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὴν | |
15 | θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. λέγομεν οὖν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς λέγομεν γραμματικόν, καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ | |
20 | ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κεί‐ μενον ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν. | |
22n | Ὑπάρχει δὲ καὶ ἐναντιότης. | |
23 | Ἕτερον παρακολούθημά φησι τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντιό‐ τητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικεν εἶναι τὰ πρός | |
25 | τι καὶ πράγματα οὐκ ἔστιν ἀφωρισμένα, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκεται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοιγαροῦν οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ἔστιν εὑρεῖν ἐναντίον, οἷον τριπλασίῳ· τὸ γὰρ τριπλάσιον τῶν πρός τί ἐστι (τινὸς γὰρ λέγεται τριπλάσιον), καὶ ὅμως οὐκ ἔχει τι ἐναντίον, ἐπειδὴ | |
30 | συμπλέκεται κατηγορίᾳ μὴ τοῦτο ἐχούσῃ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς οὐσίας | |
〈οἷον〉 δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· οὐδὲ γὰρ τούτοις ἐστί τι ἐναντίον διὰ τὸ | 69 | |
70 | οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον. ἐπειδὴ δὲ ἡ ποιότης ἐπιδέχεται ἐναντιότητα, ὁμοίως καὶ τὰ περὶ αὐτὴν πρός τι, οἷον ἀρετῇ κακία ἐναντίον καὶ τῇ ἐπιστήμῃ ἄγνοια. ἰστέον δὲ ὅτι ταῦτα μὲν ἀλλήλοις ἐστὶν ἐναντία, ἀλλ’ οὐχ ὡς πρός τι ἀποκρίνεται, οἷον ἡ | |
5 | ἀρετὴ 〈σπουδαίου ἀρετὴ〉 καὶ ὁ σπουδαῖος 〈ἀρετῇ σπουδαῖοσ〉, ὁμοίως δὲ καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς κακίᾳ κακός· ἐναντίον δ’ ἀρετῇ μὲν κακία, σπουδαίῳ δ’ ὁ κακός. εἰκότως τοίνυν ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι, καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ. | |
9n | Ἑκάτερον αὐτῶν πρός τι ὄν. | |
10 | Ἰστέον ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρός τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι τῷ αὐτὰ εἶναι χαρακτηρίζει· φησὶ γὰρ ‘εἰ ἔστι τὸ ποι‐ οῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον‘· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι. | |
15n | Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τό. | |
16 | Ἕτερον παρακολούθημα τῶν πρός τί φησι, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο δὲ ὅμοιον τῷ πρὸ αὐτοῦ· ὑπάρχει γὰρ τοῖς πρός τι, οὐ πᾶσι δέ. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, καὶ τοὐναντίον ὅπου οὐκ ἔστιν ἐναν‐ | |
20 | τιότης, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. εἰ οὖν ἐστιν ἐν τοῖς πρός τι ἐναντιό‐ της, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐ πᾶσι δὲ τὸ τοι‐ οῦτον παρακολουθεῖ, ἐπεὶ μηδὲ πᾶσιν ἐναντιότης εὑρίσκετο. | |
23n | Πάντα δὲ τὰ πρός τι. | |
24 | Τοῦτο ἕτερον παρακολούθημα. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντι‐ | |
25 | στρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ 〈ἀπὸ〉 τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ | |
στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ | 70 | |
71 | τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δέ ἐστιν ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντι‐ άνειρα τὴν γυναῖκα τὴν ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν δάκτυλόν 〈φαμεν〉 ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι | |
5 | δακτύλοις ἐν τῇ χειρί. * τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος 〈καὶ ὁ δεσπότης δούλου δεσπότησ〉. [ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης]. | |
9n | Οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ | |
10n | οἰκείως. | |
11 | Τὰ πρός τι, φησίν, ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάττονι τὸ πλέον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλαττον οὐχ ἕπεται· οὐκέτι γὰρ τῷ ζῴω ὁ ἄν‐ | |
15 | θρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανὼν ἔστω τῶν πρός τι. ἔστι δὲ ἰσότης, ὡς πατὴρ υἱοῦ, διπλάσιον ἡμίσεος, 〈ἅπερ〉 καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι· ἐὰν γὰρ ἀποδοθῇ ὄρνις πτεροῦ, ὡς εἶναι πτερὸν ὄρνιθος, οὐκ οἰκείως ἀποδίδοται· οὐ γὰρ ἐροῦμεν τὴν ὄρνιν πτερῷ ὄρνιν, ἐπειδὴ οὐ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γὰρ πτηνά, ἃ οὐκ εἰσὶν ὄρνιθες· | |
20 | τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησε ἐν τῷ Περὶ ζῴων ἱστοριῶν ‘τὰ σχιζόπτερα ὄρνεις καλεῖσθαι‘, τὰ δέ εἰσι δερμόπτερα ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσὶν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, ἐὰν | |
25 | αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτω γὰρ ἀντιστρέφει· λέγομεν γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐν τούτῳ μὲν οὖν τῷ παραδείγματι ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ | |
ῥηθήσεσθαι μέλλοντι ἐπὶ πλέον ἐστί· καὶ γὰρ τὸ πηδάλιον ἐὰν ἀποδοθῇ | 71 | |
72 | πλοίου πηδάλιον, οὐκέτι ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ πλοῖον πηδαλίου πλοῖον· πολλὰ γὰρ πλοῖα πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά εἰσι, δεῖ ταῦτα ἐξισῶσαι. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ πλείονος ἐλαττωθέντος ἢ τοῦ ἐλάττονος αὐξηθέντος. εἰ τοίνυν τὸ πλοῖον μὲν ἐπὶ | |
5 | πλέον, τὸ δὲ πηδάλιον ἐπ’ ἔλαττον, ἐξισώσαιμεν ἄν, εἰ τὸ πλέον ἐλαττώ‐ σομεν εἰρηκότες πηδαλιωτόν, ὅπως καὶ ἀντιστρέφῃ ἐξισωθέν. οὐκοῦν εἴπω‐ μεν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ πάλιν τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. οὕτως οὖν ἐν μὲν τῷ πρώτῳ παραδείγματι ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ δευτέρῳ ἐπὶ πλέον ἦν τὸ | |
10 | πλοῖον τοῦ πηδαλίου, ὅπερ ἠλαττώσαμεν. | |
11n | Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν. | |
12 | Τότε ἡμῖν ἀνάγκη ὀνοματοθετεῖν, φησίν, ἐὰν μὴ κείμενον ᾖ ὄνομα πρὸς ὃ δεῖ ἀντιστρέφειν, οἷον ἐποίησεν ἐπὶ τοῦ πηδαλιωτοῦ. πάλιν ἡ κεφαλὴ ἐὰν ἀποδοθῇ πρὸς τὸ ζῷον καὶ εἴπωμεν ‘ζῴου κεφαλή‘, οὐκ ἀντι‐ | |
15 | στρέφει· οὐ γὰρ ἐροῦμεν τὸ ζῷον κεφαλῇ ζῷον· εἰσὶ γάρ τινα ζῷα κεφαλὴν μὴ ἔχοντα ὡς ὁ καρκίνος. ἀνάγκη οὖν ὀνοματοθετεῖν καὶ τὴν συνήθειαν καινοτομεῖν διὰ τὸ οἰκείως ποιεῖσθαι τὴν ἀντιστροφήν· οἰκείως οὖν ἀποδίδοται, ἐὰν οὕτως εἴπωμεν ‘ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλή‘· οὕτω γὰρ καὶ ἀντιστρέφειν δυνάμεθα τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτὸν εἰπόντες. | |
20 | καὶ καθόλου ὅταν ὀνοματοποιεῖν βουλώμεθα, ἀπὸ τῶν πρώτων καὶ ἀντι‐ στρεφόντων παρώνυμον ποιήσομεν ὄνομα οἷον ἀπὸ τοῦ πηδαλίου τὸ πηδα‐ λιωτὸν καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὕτω πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. | |
24n | Εἰ ἀπὸ τῶν πρώτων. | |
25 | Κανόνα ἡμῖν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, | |
ἐὰν 〈ἐν〉 τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται. | 72 | |
73(1n) | Πάντα οὖν τὰ πρός τι. | |
2 | Πάντα γὰρ οἰκείως ἀποδοθέντα ἀντιστρέφει. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐδὲ τὰ ὁμολογουμένως ἀντιστρέφοντα ἔτι δύναται ἀντιστρέφειν· οἷον οἰκείως ἀποδίδομεν καὶ λέγομεν ‘ὁ δοῦλος δεσπότου δοῦλοσ‘, καὶ ἀντι‐ | |
5 | στρέφει ‘ὁ δεσπότης δούλου δεσπότησ‘. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ‘ὁ ἄνθρωπος δούλου ἄνθρωποσ‘. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται. | |
10n | Ἔτι δὲ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ. | |
11 | Ἐάν, φησίν, οἰκείως τὰ πρός τι ἀποδοθῇ, τῶν ἄλλων πάντων περιαι‐ ρουμένων καταλιμπανομένου δὲ μόνου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται σώζε‐ ται ἡ ἀντιστροφὴ καὶ ὅλως τὰ πρός τι· οἷον ὁ δοῦλος ἐὰν τοῦ δεσπότου ἀποδοθῇ, ἀφαιρεθῇ δὲ τὸ δίπουν εἶναι ἢ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως | |
15 | μένει δοῦλος πρός τι λεγόμενος, ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέτι λέγεται δοῦλος. | |
17n | Περιαιρουμένων τῶν ἄλλων ὅσα. | |
18 | Καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἁπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλὰ ταῦτα ὅσα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν | |
20 | συμβεβηκότα καὶ δευτέρως κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει. | |
22n | Δοκεῖ δὲ τὰ πρός τι ἅμα. | |
23 | Ἕτερον παρακολούθημα τῶν πρός τί φησι τὸ ἅμα αὐτὰ τῇ φύσει | 73 |
74 | εἶναι καὶ μηδέποτε δύνασθαι τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην ἐπινοεῖν, καὶ εἰ ἔστι διπλάσιον, ἀνάγκη καὶ ἥμισυ εἶναι καὶ τοὐναντίον. δῆλον δὲ ὡς ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν. | |
5n | Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα. | |
6 | Οὐ μόνον ταῦτα ἅμα ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ συναναιρεῖ ἄλληλα· ἐὰν γὰρ μὴ ᾖ δοῦλος, οὐδὲ δεσπότης ἐστί, καὶ δεσπότου μὴ ὄντος δοῦλος οὐκ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. | |
9n | Τὸ γὰρ ἐπιστητὸν πρότερον δόξειε τῆς ἐπιστήμης | |
10n | εἶναι. | |
11 | Νῦν ἀπορεῖ πρὸς τὰ εἰρημένα, εἰ ἄρα τὰ πρός τι ἅμα ἐστὶ τῇ φύσει καίτοι δοκοῦντος τοῦ ἐπιστητοῦ προτέρου εἶναι τῆς ἐπιστήμης. τὸ μὲν οὖν πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ | |
15 | τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἡ ἀπόστασίς ἐστιν ἀπὸ τοῦ νῦν ἢ τῶν Πελοποννησιακῶν. ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐναντίον πρότερόν ἐστιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστα‐ σις· πρότερον γὰρ τὸ αὔριον τοῦ μεταύριον. καὶ οὕτω μὲν τὸ τῷ χρόνῳ πρότερον. τὸ δὲ φύσει πρότερόν ἐστι τὸ συναναιροῦν μὲν μὴ συναν‐ | |
20 | αιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὡς ἐπὶ τοῦ ζῴου καὶ ἀνθρώπου. τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι· μὴ ὄντος γὰρ ἐπιστητοῦ οὐδὲ ἐπιστήμη ἐστίν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ὡσαύτως αἰσθητοῦ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστιν, αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ | |
25 | εἶναι, οἷον πῦρ γῆν καὶ τὰ ὅμοια. | |
26n | Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων. | |
27 | Τὸ ὡς ἐπὶ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ | |
ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινο‐ | 74 | |
75 | μένην. ταῦτα δὴ εἶπε διὰ τὰ ἀπό τινος τέχνης καὶ ἐπινοίας εὑρισκόμενα· οἷον ὡς εἴ τις ἐπιτηδεύσει ἄλλον χαρακτῆρα γραμμάτων παρὰ τὸν κοινόν· τότε γὰρ οὐ προϋπάρχει τὸ ἐπιστητόν, ἀλλ’ ἅμα τῷ ἐκ τῆς ἐπινοίας προ‐ αχθῆναι ἔχει τὴν ἐπιστήμην. | |
5n | Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθέν. | |
6 | Ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ καὶ εἰρηκὼς ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπι‐ στήμας λαμβάνομεν, νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ. | |
10n | Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμός. | |
11 | Οἱ γεωμέτραι τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστησά‐ μενοι ἐζήτουν, εἰ δυνατὸν καὶ τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. καὶ πολλοὶ καὶ μέγιστοι ζητήσαντες οὐχ εὗρον. μόνος δὲ ὁ θεῖος Ἀρχι‐ μήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς μέχρι τοῦ νῦν οὐχ εὕρη‐ | |
15 | ται. καὶ τοῦτο ἴσως ἀδύνατον· διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπεν εἴ γε ἔστιν ἐπιστητόν. [καὶ τάχα διὰ τοῦτο εὐθείᾳ τῇ περιφερείᾳ οὐκ ἀνόμοιον ἐγέννησεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν ἐπιστητόν]. φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὔσης, [ὅθεν] καὶ ἐκ τούτου πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης. | |
20n | Ἔτι ζῴου μὲν ἀναιρεθέντος. | |
21 | Πρότερον ἐπὶ ἑνὸς παραδείγματος τῶν πρός τι σκάζειν δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέν‐ τος ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν τῇ ψυχῇ γάρ εἰσιν ἐν ὑποκειμένῳ αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐκέτι· καθ’ αὑτὰ γάρ εἰσιν, ἀλλ’ οὐχ | |
25 | ὡς ἐπιστητά, ἀλλ’ ὡς πράγματα. | |
26n | Ὁμοίως δὲ τούτοις καὶ τά. | |
27 | Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης νῦν ἐπὶ τὴν αἴσθησιν | 75 |
76 | μεταβέβηκε καὶ δείκνυσιν ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως οἷον σῶμα θερμὸν γλυκὺ πικρόν· κἂν γὰρ μὴ ᾖ ζῷον, σῶμα δύναται εἶναι οἷον πικρὸν ἢ γλυκὺ ἢ μέλαν ἢ λευκόν, ἅπερ ἐστὶν αἰσθητά. | |
4n | Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ. | |
5 | Αἴσθησιν γὰρ οὐκ ἄν τις ἐπινοήσειεν ἄνευ σώματος, τὸ δὲ σῶμα αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι, οὐ μέντοι τὸ ἀνάπαλιν· δυνατὸν γὰρ καὶ μὴ οὔσης αἰσθήσεως εἶναι τὸ αἰσθητὸν οἷον πῦρ γῆν ὕδωρ καὶ τὰ τοιαῦτα. | |
9n | Ὥστε πρότερον ἂν τῆς αἰσθήσεως. | |
10 | Ἰστέον ὅτι οὐκ ἐπήγαγε τῶν προειρημένων ἀποριῶν τὴν λύσιν. πρὸς τοῦτο οὖν ῥητέον ὅτι τὰ πρός τι διχῶς νοεῖται; ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει δεσμούμενα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐὰν γὰρ νοήσωμεν πατέρα μὲν ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σω‐ κράτην, πρότερον δεῖ εἶναι Σωφρονίσκον τοῦ Σωκράτους· πρότερος γὰρ ὁ | |
15 | πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοή‐ σωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον | |
20 | (πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοή‐ σωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἂν εἴη ἐπιστη‐ τὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό· ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη | |
25 | τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἂν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται, ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν | |
30 | δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ | 76 |
77 | ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστη‐ τὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν. | |
3n | Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία. | |
4 | Συμπεπλήρωκε τὸν τῶν παλαιῶν ὁρισμὸν καὶ τὰ τούτου παρακολου‐ | |
5 | θήματα· μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότε‐ ρόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα. διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὖν γίνονται δηλονότι συζυγίαι, | |
10 | μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, ὅ ἐστι κεφαλὴ χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται. | |
15 | τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν. | |
17n | Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεταί τινός τις ἄνθρωπος. | |
18 | Ὅταν γὰρ λέγηται ἄνθρωπος ἢ βοῦς τινος εἶναι, οὐ καθὸ ἄνθρωπος οὐδὲ καθὸ βοῦς, ἀλλ’ ὡς κτῆμα. | |
20n | Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι. | |
21 | Φησὶν ὅτι κατὰ τὸν προαποδοθέντα τῶν πρός τι ὁρισμὸν ἀδύνατον λῦσαι τὸ ἄπορον ἢ τῶν πάνυ χαλεπῶν. τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ χαλεπῶν διὰ τὸ δύνασθαί τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ οὖν κεφαλὴ οὐ καθὸ | |
25 | κεφαλὴ τῶν πρός τί ἐστιν, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου λέγεται μέρος. | |
27n | Ἀλλ’ ἔστι τὰ πρός τι. | |
28 | Ὃ βούλεται εἰπεῖν ὁ φιλόσοφος, τοῦτό ἐστιν ὅτι πρός τί ἐστιν ὧν | |
τὸ εἶναι καὶ ἡ οὐσία οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ πρὸς ἄλλο σχέσις· οὐδὲ γὰρ | 77 | |
78 | τὸ λέγεσθαι αὐτὰ καὶ μόνον πρὸς ἄλλο σημαίνει ὅτι τῶν πρός τί ἐστι ταῦτα, ἀλλὰ καὶ τὸ σχέσιν ἔχειν αὐτὰ πρὸς ὃ λέγεται· τὸ μὲν γὰρ ὂν πρός τι οὐ μόνον λέγεται πρὸς ἄλλο, ἀλλὰ καὶ σχέσιν ἔχει πρὸς αὐτό, τὰ δὲ μὴ ὄντα πρός τι δύναται μὲν λέγεσθαι πρὸς ἄλλο, οὐ μέντοι καὶ σχέ‐ | |
5 | σιν ἔχει πρὸς αὐτό. ὄντος δὲ τοῦ πρός τι τοιούτου οὐκέτι τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι γίνεται· ἡ γὰρ κεφαλὴ λέγεται μὲν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ οὖν καὶ πᾶν μέρος (πᾶν γὰρ μέρος ἄλλου ἐστὶ μέρος), οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως ἧς ἔχει πρὸς ἐκεῖνο οὗ ἐστι κεφαλή. ἔστιν οὖν κεφαλῆς ὡς κεφαλῆς ἀποδοῦναι | |
10 | λόγον αὐτῆς καθ’ αὑτήν· οὐσία γάρ ἐστι καὶ ὑποκείμενόν τι ἡ κεφαλή. οὐδὲν δὲ τῶν πρός τι καθ’ αὑτό ἐστι πρός τι· τὸ γοῦν ὅμοιον καὶ τὸ ἴσον ὁμολογουμένως ἐστὶ πρός τι, οὐ σημαίνει δὲ πρᾶγμά τι οἰκείαν ἐπι‐ βολὴν ἔχον, ἀλλ’ ἔστι τούτων ἑκάστῳ τὸ εἶναι ἐν σχέσει. [τὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἐκτίθεται· ὁ γὰρ πρῶτος ὁρισμὸς παρακολούθημα μόνον | |
15 | ἐστίν· εἴ τι γάρ ἐστι πρός τι, τοῦτο καὶ λέγεται, οὐ μέντοι εἴ τι λέγεται, τοῦτο καὶ ἔστι πρός τι διὰ τὰ προειρημένα]. | |
17n | Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι. | |
18 | Ἐκθέμενος τὸν ἴδιον ὅρον πόρισμά τι συνάγει ἀκόλουθον τοῖς προ‐ ειρημένοις· πόρισμα δέ ἐστι τὸ ἀποδείξει ἑτέρου συναναφαινόμενον καὶ | |
20 | αὐτὸ μέντοι χρήσιμον· οἷον ὡς ἂν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται ὅτι εἰ μὴ ἦν αὐτὴ κατὰ τὸ ἀληθὲς ἀθάνατος, ἀλλὰ μετὰ τὴν ἀναχώρησιν τοῦ σώματος διεσκεδάννυτο, οὐδὲν διέφερον οἱ σπουδαῖοι ἄνθρωποι τῶν κακῶν, ἐπειδὴ δὲ κατὰ τὸ ἀληθὲς ἅπαντες ἴσμεν ὅτι ἔστι πρόνοια ἀπονέμουσα ἑκάστῃ ψυχῇ ἀμοιβὴν τῶν | |
25 | πράξεων καὶ διὰ τοῦτό τινες τῶν εὐζωίᾳ ζώντων ἐπείγονται τὰς ἀρετὰς κτᾶσθαι ὡς διὰ τοῦτο τὴν ψυχὴν οἰκειοτέραν ποιεῖν τῇ προνοίᾳ (οὐδεὶς γὰρ ἠλίθιός ἐστιν οὕτω τῇ διανοίᾳ ὡς τοῦτο ὅλον ἀγνοῆσαι), ἐὰν οὖν τὰ ἑπόμενα τῇ ψυχῇ λάβῃ καὶ δείξῃ ὅτι κρίνεται, πάντως τῇ τούτου ἀπο‐ δείξει συναναφαίνεται ὅτι ἔστι καὶ πρόνοια. φησὶ τοίνυν ὅτι ἐάν τις τῶν | |
30 | πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἂν ἀορίστως, ὁμοίως καὶ τὸ ἕτερον ἀορίστως εἴσεται, κἂν ἁπλῶς, ἁπλῶς, καὶ καθόλου ὡς ἂν τὸ ἕτερον εἰδῇ, καὶ τὸ ἕτερον εἴσεται· εἰ γὰρ μὴ οἶ‐ δεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται· εἰ | |
γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον ὄντα πατέρα, πάντως καὶ τὸν Σωκρά‐ | 78 | |
79 | την εἴσεται· εἰ δὲ τοῦτο μὴ εἰδείη, οὐδ’ εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται. | |
3n | Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν. | |
4 | Εἰ γὰρ οἶδέ τις μέγεθός τι ὡς διπλάσιον, εἴσεται, φησί, καὶ τίνος | |
5 | διπλάσιον· εἰ γὰρ μή, οὐδὲ τὸ διπλάσιον ἐπίσταται. καὶ εἰ οἶδεν ὅτι κάλλιόν ἐστιν, ὀφείλει εἰδέναι καὶ τίνος κάλλιον· εἰ γὰρ μή, ἀλλὰ μόνον ὅτι χείρονος κάλλιον, ἀπατηθήσεται οὕτω τὴν ἁπάντων χείρονα ὕλην πολ‐ λάκις λέγων κάλλιον. | |
9n | Ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη. | |
10 | Ἡ μὲν γὰρ ὑπόληψις ἀμυδρὰ καὶ ἀβέβαιός ἐστι γνῶσις, ἡ δὲ ἐπι‐ στήμη γνῶσίς ἐστιν ἄπταιστος. | |
12n | Οὐδέν ἐστι χεῖρον αὐτοῦ. | |
13 | Οὐδὲν γὰρ ἀπεικὸς ὃ λέγομεν κάλλιον κατὰ τύχην εἶναι πάντων χεῖρον ὡς ἐπὶ τῆς ὕλης. | |
15n | Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα. | |
16 | Ἐκ τούτων ἀποδείκνυσι λοιπὸν πῶς ἥ τε κεφαλὴ καὶ ὁ ποὺς καὶ ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι· ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων, ἐνταῦθα ὡρι‐ σμένως μὲν οἶδα ὅτι ἐστὶ χείρ, τίνος δέ ἐστιν οὐκ οἶδα. τῶν δὲ πρός τι | |
20 | ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται· τὴν δὲ χεῖρα ὡρισμένως εἰδὼς τίνος ἐστὶν ὡρισμένως οὐκ οἶδα· δῆλον οὖν ὅτι ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι. ὁμοίως δὲ ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μερῶν. | |
24n | Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν. | |
25 | Πάνυ ἐμφιλοσόφως φησί· βούλεται γὰρ ἡμᾶς μὴ εἰκῇ μηδὲ ὡς ἔτυχεν | |
ἀποφαίνεσθαι καὶ μάλιστα περὶ θεωρημάτων πολλῆς ζητήσεως δεομένων, | 79 | |
80 | μετὰ πολλῆς δὲ βασάνου καὶ κρίσεως. ἐπειδὴ δὲ ὁδὸς εἰς εὐ‐ πορίαν μαθήσεως τὸ ἀπορεῖν, οὐκ ἄχρηστόν φησι τὸ διηπορηκέναι περὶ ἑκάστου αὐτῶν· τὸ γὰρ μὴ ἀπορεῖν δύο ταῦτα σημαίνει, τὸ πάντων ἔχειν τὰς γνώσεις ὡς ἡ πρόνοια (οὐδὲν γὰρ ἐν αὐτῇ ἄπορόν ἐστι) καὶ τὸ παντα‐ | |
5 | χόθεν ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκο‐ μεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρα‐ τριβόμενα πῦρ ἀφιᾶσιν, οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνω‐ | |
10 | τέρω τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλά‐ κις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν. | |
14t | Περὶ ποιοῦ καὶ ποιότητος. | |
15 | Τῷ αὐτῷ τρόπῳ τῆς διδασκαλίας ἐπὶ τῆς ποιότητος κεχρήμεθα, ᾧ καὶ ἐπὶ τῶν πρός τι. δεῖ οὖν ἡμᾶς καὶ ἐνταῦθα προλαβεῖν τινα τῆς διδασκαλίας καὶ ζητῆσαι πρότερον τὴν τάξιν τῆς κατηγορίας, δεύτερον τὸν ὁρισμόν, εἶτα τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, τέταρτον δὲ ἐπὶ τούτοις καὶ περὶ τῆς διαιρέσεως αὐτῆς. καὶ ἡ μὲν τάξις τῆς κατηγο‐ | |
20 | ρίας ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδούς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζη‐ τοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον. ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμᾶς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι | |
25 | τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσά‐ μενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύ‐ τητος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, | |
30 | λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποι‐ | 80 |
81 | εῖται. ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης. Δεῖ δὲ ἐπὶ τούτοις καὶ τὴν διαίρεσιν τῆς κατηγορίας εἰπεῖν. ἰστέον | |
5 | ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποι‐ ότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα ἔχειν γεωμετρικῶν | |
10 | θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύ‐ τερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ | |
15 | θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποι‐ οῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύ‐ τας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις | |
20 | ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σι‐ δήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. τέταρτον δὲ εἶδος τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύ‐ | |
25 | χων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων. εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλά‐ των ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι‘. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμά‐ | |
30 | των ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν. Ἔστι δὲ † ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας μὴ δεόντως αὐτὸν πεποιῆσθαι τὴν διαίρεσιν· λέγομεν γὰρ ἕξιν οὐ μόνον ἐπὶ τῆς ψυχῆς ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος· τὴν γὰρ ὑγείαν ἕξιν λέγομεν εἶναι τοῦ σώμα‐ | |
35 | τος, καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον | 81 |
82 | τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνά‐ γομεν; ἵνα οὖν τελεία ᾖ ἡ διαίρεσις, εἴπωμεν οὕτως· τῆς ποιότητος ἡ μέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ | |
5 | κατὰ δύναμιν καὶ ἀδυναμίαν, ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ | |
10 | δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας· οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς | |
15 | μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρού‐ σης ἀμυδρᾶς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποι‐ ούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπό‐ | |
20 | βλητος εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριά‐ σαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε | |
25 | πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπι‐ πολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου. | |
30 | καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ | |
γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε | 82 | |
83 | τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα. Ἰστέον δ’ ὅτι ὁ Ἀριστοτέλης τὴν ἀλλοίωσιν γενέσθαι λέγει ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον | |
5 | τῶν παθητικῶν· αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ | |
10 | ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῇ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μετα‐ βολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ | |
15 | κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέ‐ σεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχῆ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος | |
20 | εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθη‐ τικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν | |
25 | μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύ‐ χοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρᾳ θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν | |
30 | φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπι‐ φάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν | |
τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου | 83 | |
84 | μενούσης ἡ μεταβολὴ περὶ μόνην τὴν ἐπιφάνειαν γίνεται· ἐὰν γὰρ εἰληφότες κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ | |
5 | τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν. | |
6n | Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις. | |
7 | Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις, καὶ ἔστι μὲν ἡ ἕξις καὶ διάθεσις κατὰ τὴν κοινὴν αὐτῶν κατηγορίαν, οὐκ ἔστι δὲ | |
10 | ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν. | |
12n | Ἕτερον δὲ γένος ποιότητος. | |
13 | Τῆς ποιότητος γένους οὔσης διὰ τί τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον λέγει τὸ δὲ δεύτερον; φαμὲν ὅτι καθὸ μὲν ποιότητες οὐκ ἔστι τὸ μὲν πρῶτον | |
15 | αὐτῶν τὸ δὲ δεύτερον, ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἂν καὶ ἄνθρω‐ πος ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γένος εἶπεν ἀντὶ τοῦ εἴδους, ἵνα δείξῃ ὅτι οὐκ ἔστιν εἰδικώτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερό‐ μενον, ὡς ἂν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’ | |
20 | αὐτὴν γένους. Δεύτερον οὖν τοῦτο ἀποδίδωσιν εἶδος ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται ἥ τε ἕξις καὶ ἡ διάθε‐ | |
25 | σις, τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειό‐ τητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυνα‐ | |
μίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν. | 84 | |
85(1n) | Οὐ γὰρ τῷ διακεῖσθαί πως. | |
2 | Οὐ τῷ εἶναι αὐτοὺς ἐνεργείᾳ τοιούτους λέγομεν, ἀλλὰ τῷ δύναμιν αὐτοὺς ἔχειν τοιαύτην. | |
4n | Ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ | |
5n | μηδὲν πάσχειν. | |
6 | Ἰστέον ὅτι λέγεται δύναμις ἢ τῷ πεφυκέναι ποιεῖν, καθάπερ λέγο‐ μεν πύκτην τὸν δυνάμενον πλήττειν, ἢ τῷ πεφυκέναι μὴ πάσχειν, καθάπερ λέγομεν τὸν ὑγιαίνοντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν καὶ πάλιν τὸν νοσοῦντα λέγομεν δύναμιν ἔχειν τοῦ πάσχειν. εἰ δέ τις εἴποι τὴν ἀδυναμίαν μὴ | |
10 | εἶναι ποιότητα, ἐλέγχομεν τοῦτον ἐκ τοῦ ἀντικειμένου αὐτῇ· τὴν γὰρ δύνα‐ μιν οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅς φησι μὴ εἶναι ποιότητα· ἀποδέδεικται δὲ ὅτι ὡς ἂν ἔχῃ τὸ ἕτερον τῶν ἐναντίων, οὕτως ἔχει καὶ τὸ ἕτερον· καὶ γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται. λέγεται τοίνυν καὶ ἡ ἀδυναμία τριχῶς· λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν, ὥσπερ τὸν | |
15 | νοσοῦντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ ποιεῖν. λέγεται δὲ καὶ ἐπὶ τοῦ μὴ πεφυκότος πάσχειν, ὥσπερ τὸν ὑγιαίνοντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ παθεῖν. λέγομεν δὲ πάλιν τὸν νοσοῦντα ἀδυναμίαν ἔχειν τοῦ μὴ παθεῖν, τοῦτ’ ἔστι τὴν τοῦ πάσχειν δύναμιν· ἡ γὰρ ἀπόφασις τοῦ μὴ παθεῖν δύ‐ ναμιν εἰσάγει τοῦ παθεῖν καὶ τοὐναντίον ἡ ἀπόφασις τοῦ παθεῖν δύναμιν | |
20 | εἰσάγει τοῦ μὴ παθεῖν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· λέγεται γὰρ δύναμις ἢ πρὸς τὸ καθόλου, ὡς ἐὰν λέγωμεν δύναμιν ἔχειν πάντα ἄνθρωπον γεωμε‐ τρεῖν, ἢ πρὸς τὸ ῥᾳδίως, ὡς ὅτι ὁ δεῖνα ἄνθρωπος δύναμιν ἔχει τοῦ γεωμε‐ τρεῖν ἀντὶ τοῦ ῥᾳδίως δύναται γεωμετρῆσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀδυναμίας· λέγομεν γὰρ καὶ αὐτὴν ἢ πρὸς τὸ μὴ πεφυκὸς ὅλως γεωμετρεῖν | |
25 | οἷον τὸν κύνα, ἢ πρὸς τὸν δυσχερῶς γεωμετροῦντα οἷον τὸν νωθῆ. οἷον οἱ μὲν νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοῦ | |
μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν. | 85 | |
86(1n) | Τρίτον δὲ γένος ποιότητος. | |
2 | Πάλιν ὧδε γένος ἀντὶ εἴδους εἶπεν. τοῦτο δὲ θεωρεῖται τετραχῶς· ἢ γὰρ παντὶ τῷ εἴδει πάρεστι καὶ λέγεται παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι λευκότης, ἢ οὐ παντὶ μὲν ἀλλὰ τισί, φυσικῶς μέντοι καὶ ἐκ γενετῆς, | |
5 | καὶ ὁμοίως λέγεται παθητικὴ ποιότης ὡς τοῖς Αἰθίοψιν ἡ μελανία, ἢ οὐ φύσει μὲν ἀλλ’ ἐπίκτητον καὶ δυσαπόβλητον καὶ λέγεται πάθος ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ὑπὸ μακρᾶς νόσου ἢ ἰκτερικοῦ νοσήματος ὠχρίασις, ἢ ἐπίκτητον καὶ εὐαπόβλητον ὡς ἡ ἐρυθρότης, ὡς ἄν τις ἢ δι’ αἰδῶ ἐρυθριάσῃ ἢ διὰ δέος ὠχριάσῃ, καὶ λέγεται πάθος ὑπὸ τὸ | |
10 | πάσχειν ἀναφερόμενον· οὐ γὰρ δὴ τὰ μετέχοντα ποιὰ κατὰ ταῦτα λέγε‐ ται. ἰστέον δὲ ὅτι ταῦτα οὐ μόνον περὶ τὸ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ τὴν ψυχήν. Διχῶς δὲ αἱ παθητικαὶ ποιότητες· ἤτοι γὰρ ἀπὸ τοῦ αὐτὰ πεπονθέναι καὶ διὰ πάθους πεποιῶσθαι παθητικὴν ἔχειν ποιότητα λέγεται ἢ ἀπὸ τοῦ | |
15 | τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων ἀντίληψιν, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ αὐτὸ τὸ πῦρ πέπονθεν, ἵνα θερμανθῇ, ἀλλ’ ἡμεῖς τοῦτο πάσχομεν κατὰ τὴν ἀντίληψιν αὐτοῦ θερμαινόμενοι, καὶ τὸ μέλι ὁμοίως. καὶ τὰ μὲν τοιαῦτα ποιότητές εἰσιν ὡς εἶδος καὶ οὐσία ἐν τῷ ὑποκειμένῳ, καὶ ἀπὸ τοῦ τὴν αἴσθησιν πάσχειν ὑπὸ τούτων παθητικὰς ποιότητας | |
20 | ἔχειν λέγεται· τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητι‐ κὴν ἔχειν ποιότητα· συμβεβηκὸς γὰρ αὐτῷ τὸ λευκὸν καὶ ἐπίκτητον, ἀλλ’ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ οὐδὲ εἶδος. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος, ἐφ’ ὧν ἐστιν ἄμφω, ἐπὶ τούτων ἴσως ἄμεινον ἀπὸ | |
25 | τοῦ κυριωτέρου τὴν ἐπίκλησιν αὐτοῖς γενέσθαι. | |
26n | Οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ. | |
27 | Οὔτε γὰρ πρότερον δίχα ὂν γλυκύτητος ὕστερον ταύτην ἐδέξατο ἀπό | |
τινος πάθους, ἀλλ’ αὐτὴ ὥσπερ οὐσιώδης ἐστίν. | 86 | |
87(1n) | Ὅτι μὲν οὖν γίνονται διά. | |
2 | Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι τῷ ἀπὸ πάθους ἐγγίνεσθαι τοῦτο κατασκευάζει καὶ δείκνυσιν οὕτως ἔχον. | |
4n | Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων. | |
5 | Τὰ χρώματα συμπτώματα εἶπε διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμ‐ βαίνειν. | |
7n | Ὁμοίως γὰρ ποιοὶ κατὰ ταῦτα λεγόμεθα. | |
8 | Ποιότης γάρ ἐστι καθ’ ἣν ποιοὶ λέγονται· 〈εἰ οὖν οὐ λέγονται ποιοὶ〉 ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται. | |
10n | Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχήν. | |
11 | Οὐ μόνον, φησί, περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν. | |
13n | Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθύς. | |
14 | Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ | |
15 | ποιότης λέγεται, οὕτω καὶ ἡ ἐκ γενετῆς ἔκστασις ἢ ἡ ὀργὴ παθητικαὶ ποιότητες λέγονται. | |
17n | Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις. | |
18 | Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθη‐ τικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι | |
20 | παθητικὴ ποιότης λέγεται. | |
20n | Τέταρτον δὲ γένος ποιότητος. | |
21 | Ἔτι δὲ τέταρτον εἶδος παραδίδωσι τῆς ποιότητος, γένος καὶ τοῦτο | |
ἀντὶ τοῦ εἴδους εἰρηκώς. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ | 87 | |
88 | σχῆμα τῆς μορφῆς· πᾶσα γὰρ μορφὴ καὶ σχῆμα ἔχει, οὐ πᾶν δὲ σχῆμα καὶ μορφὴν ἔχει· διὰ τοῦτο γὰρ ὡς κυριώτερον καὶ καθολικώτερον προέταξε καὶ ὁ Ἀριστοτέλης τὸ σχῆμα τῆς μορφῆς· ἡ γὰρ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον λέγεται, τὸ δὲ σχῆμα καὶ ἐπὶ τῶν ἀψύχων. | |
5n | Ἔτι δὲ πρὸς τούτοις. | |
6 | Λέγεται γὰρ καὶ κατὰ ταῦτα ποιὰ τὰ μετέχοντα, οἷον ἀπὸ τῆς εὐθύ‐ τητος εὐθεῖα λέγεται γραμμὴ καὶ ἀπὸ τῆς καμπυλότητος ἡ καμπύλη, καὶ ἔστι πάθη τῆς γραμμῆς εὐθύτης καὶ καμπυλότης. | |
9n | Τὸ δὲ μανὸν καὶ τὸ πυκνόν. | |
10 | Δόξειεν εἶναί φησιν, ἐπεὶ κατὰ ἀλήθειαν οὐκ εἰσὶ ποιότητες· πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερο‐ γενὲς σῶμα, μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα. οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν δηλοῦντα. μανὸν δὲ ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως, οἷον ἐάν τις τὴν χεῖρα | |
15 | πληρώσῃ καρύων, καὶ φαίημεν τὸ ἐκ πάντων συγκείμενον σῶμα μανὸν διὰ τὴν ἀραίωσιν· αὐτὸς γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει ἄλλως διορίζει τὸ μανὸν καὶ τὸ πυκνόν. | |
18n | Ἴσως μὲν οὖν καὶ ἄλλος. | |
19 | Παραστήσας ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέ‐ | |
20 | ρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρὰ τῶν ἀρχαίων λεγομένοις μηδ’ ἀργοὺς μένειν ἀλλὰ καθ’ αὑτοὺς ζητεῖν, φησὶν ὅτι ἴσως ἂν καὶ ἄλλος φανείη τρόπος ποιότητος. | |
24n | Ποιότητες μὲν οὖν εἰσι αἱ εἰρημέναι. | |
25 | Ποιότητες, φησίν, οἷον λευκότης μελανία καὶ τὰ τοιαῦτα, ποιὸν δὲ τὸ μετέχον τῶν ποιοτήτων, οἷον λευκὸν σῶμα καὶ μέλαν καὶ γλυκὺ καὶ | |
τἆλλα. καὶ αἱ μὲν ποιότητες μετέχονται, τὰ δὲ ποιὰ μετέχει καὶ παρω‐ | 88 | |
89 | νύμως ἀπ’ αὐτῶν λέγεται. ἐπειδὴ δὲ οὐκ ἐπὶ πάντων τοῦτό ἐστιν ὡς ἐπὶ τῆς ἀρετῆς (οὐ γὰρ λέγεται ὁ μετέχων παρωνύμως ἐκ ταύτης ἀρε‐ ταῖος ἀλλὰ σπουδαῖος), διὰ τοῦτο εἶπεν ἢ ὁπωσοῦν ἄλλως. | |
4n | Οἷον ὁ δρομικός. | |
5 | Ὁ γὰρ πυκτικὸς ὁ κατ’ ἐπιτηδειότητα λεγόμενος, ἥν φησιν αὐτὸς δύναμιν, οὐκ ἀπό τινος ὠνομάσθη ποιότητος· οὐ γὰρ δὴ ἀπὸ τῆς πυκτι‐ κῆς· ἐπιστήμη γὰρ αὕτη. καὶ μὴν οἱ τελείως καὶ ἕξει μετέχοντες αὐτῆς οὗτοι καλοῦνται ἀπ’ αὐτῆς πύκται παρωνύμως. ὁμοίως δὲ καὶ ὁ δρομικός· καὶ γὰρ αὐτὸς ἀπὸ τῆς ποιότητος καλεῖται. | |
10n | Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου. | |
11 | Πολλάκις δὲ καὶ ὀνόματος κειμένου τῇ ποιότητι οὐ λέγεται παρωνύ‐ μως ἐξ αὐτῆς ὁ μετέχων αὐτῆς· οὐδὲ γὰρ λέγομεν ἀρεταῖον ἀλλὰ σπου‐ δαῖον. | |
14n | Οἷον ἡ δικαιοσύνη. | |
15 | Ἐπὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι· φησὶν οὖν ἴδιον τῆς ποιότητός ἐστι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. ἐκβάλλει δὲ αὐτό· οὐ πάσαις γὰρ ὑπάρ‐ χει ταῖς ποιότησι· τῷ γὰρ ὠχρῷ ποιῷ ὄντι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ πυρρῷ καὶ ὁμοίως οὐδὲ ταῖς ἄλλαις τοιαύταις ποιότησι. δῆλον δέ ἐστι, φησίν, ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ | |
20 | ταύτην ἀνάγεται καὶ τὸ ἕτερον ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατη‐ γορίαν αὐτὸ ἀναφέρειν. | |
22n | Ἐπιδέχεται δὲ τὸ μᾶλλον. | |
23 | Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ εἰκότως οὐδὲ τοῦτο πάντως παρακολουθεῖ· εἴρηται γὰρ ὅτι | |
25 | ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ οὐκ | 89 |
90 | ἔστιν αὕτη, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ γοῦν ὑπάρχει ἐν τῷ ποιῷ ἐναντιότης, ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει· δικαιοσύνην γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ μᾶλλον καὶ ἧττον λέγεσθαι, ἧττον μέντοι καὶ μᾶλλον μετέχειν | |
5 | τοὺς μετέχοντας τῆς δικαιοσύνης καὶ τῆς ὑγείας λέγεται. | |
6n | Ἀναμφισβητήτως ἐπιδέχεται. | |
7 | Ὅσα μέντοι ἀπὸ τούτων παρωνύμως λέγεται, ὁμολογουμένως ἐπι‐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀπορήσας δὲ δι’ ὃ οὐ λέγεται δικαιοσύνη μᾶλλον καὶ ἧττον, εἴασεν αὐτὸ ἀδιάρθρωτον. φαμὲν τοίνυν ὅτι ἐπιδέχεται | |
10 | ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡνίκα γὰρ λέγομεν μᾶλλον δίκαιον τόνδε τοῦδε, δῆλον ὅτι καθὸ μετέχει οὗτος μᾶλλον δικαιοσύνης ἤπερ ὅδε· ὥστε ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον. | |
13n | Τρίγωνον δὲ καὶ τετράγωνον. | |
14 | Οὐδὲ γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττόν ἐστι τρίγωνον οὐδὲ | |
15 | τὸ πεντάγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος ἐστί· δεῖ γὰρ εἰ μέλλοιεν ὡς κύκλοι συγκρίνεσθαι ἀμφότερα ἐπιδέχεσθαι τὸν τοῦ κύκλου λόγον. εἰ δ’ οὐκ ἐπιδέχονται, οὐδὲ συγκρίνεσθαι τὴν ἀρχὴν δυνήσονται. οὐδὲ γὰρ εἴποι τις τὸν βοῦν μᾶλλον τοῦ ἵππου εἶναι ἄνθρωπον, ἐπεὶ μηδέτερος αὐ‐ τῶν τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ἐπιδέχεται. οὐκοῦν καὶ ἐπὶ τῶν σχημά‐ | |
20 | των ὡσαύτως· πάντα γὰρ τὰ σχήματα τὰ ἐπιδεχόμενα τὸν τοῦ κύκλου ὁρισμὸν ὁμοίως κύκλοι εἰσί, καὶ ὅσα τὸν τοῦ τριγώνου ὁρισμὸν ἐπιδέχεται, ὁμοίως τρίγωνά εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. | |
23n | Τῶν δὲ μὴ ἐπιδεχομένων. | |
24 | Ὅσα δὲ οὐκ ἐπιδέχεται τὴν ἀρχήν, οὐδὲ συγκρίνεται· διὸ οὐ πάντα | |
25 | τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. | |
26n | Τῶν μὲν οὖν εἰρημένων οὐδέν. | |
27 | Ἀποδοκιμάζει ἐνταῦθα τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ ὡς μὴ | |
πάντῃ τῷ ποιῷ παρακολουθοῦντα. μεταβαίνει δὲ εἰς τὸ κυρίως ἴδιον καί φησιν | 90 | |
91 | ὅμοια δὲ καὶ ἀνόμοια· ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν ἁρμόζει τοῦτο τὸ ἴδιον. | |
3n | Οὐ δεῖ δὲ ταράττεσθαι. | |
4 | Ἐπειδὴ ᾔσθετο πολλὰ τῶν πρός τι ἀπαριθμησάμενος διαλαμβάνων | |
5 | περὶ ποιοῦ, φησὶν ὅτι οὐ δεῖ περὶ τούτου ἀπορεῖν, ἐπειδὴ περὶ ποιοῦ ἦν ὁ λόγος· πολλὰ γὰρ τῶν πρός τι ὑπὸ τὸ ποιὸν ἀνηγάγομεν οἷον ἕξιν καὶ διάθεσιν· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ διάθεσίς τινος διάθεσις. ἐπιλύεται δὲ τοῦτο διχῶς. | |
9n | Σχεδὸν γὰρ ἐπὶ πάντων. | |
10 | Πρώτη τῆς ἀπορίας ἐπίλυσις αὕτη· φησὶ γὰρ τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεσθαι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν, οἷον ἡ μὲν ἐπιστήμη λέγεται τῶν πρός τι (τινὸς γὰρ ἐπιστήμη λέγεται), ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι· οὐ γὰρ λέγεταί τινος γεωμετρία, ἀλλ’ εἰ ἄρα, τινὸς ἐπιστήμη. καὶ αὕτη μὲν ἐπιπόλαιος ἡ λύσις. ἀκριβεστέρα | |
15 | δὲ ἡ ὕστερον· ἐπιστήμονες γὰρ λεγόμεθα, φησίν, οὐ τῷ μετέχειν ἁπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός. καὶ ἐκείνη μὲν τῶν πρός τι ὡς ἀόριστος οὖσα, τὰ δὲ εἴδη αὐτῆς οὐκέτι· ὥρισται γὰρ καὶ οὐ λέγομεν τὴν μουσικὴν ἢ τὴν γεωμετρίαν τινὸς μουσικὴν ἢ γεωμετρίαν ἀλλὰ ποιότητας· ποιοὶ γὰρ κατὰ ταύτας λεγό‐ | |
20 | μεθα. ὥστε τὸ μὲν γένος ὑπὸ τὰ πρός τι ἀναφέρεται τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα. ἵνα δὲ ἀκριβέστερον τοῦτο μάθωμεν, ἐκ διαιρέσεως λάβω‐ μεν οὕτως· τῶν ὄντων τὰ μέν ἐστιν ὑποκείμενα ὡς ἡ οὐσία, τὰ δὲ ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα. καὶ τῶν ἐν ὑποκειμένῳ ὄντων τὰ μὲν ἐν σχέσει ἐστὶ καὶ γίνεται τὰ πρός τι, τὰ δὲ οὐκ ἐν σχέσει. τῶν δὲ μὴ | |
25 | ἐν σχέσει ὄντων τὰ μὲν ἀμερίστως ὑπάρχει καὶ γίνεται ποιότης, τὰ δὲ μεριστῶς καὶ γίνεται τὸ ποσόν. οὐκοῦν οὐδὲν ἄτοπον τὸ μὲν γένος ὑπὸ τὰ πρός τι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιὸν ἀνάγεσθαι. καὶ αὕτη ἐστὶν ἀκριβὴς ἐπίλυσις. ἄλλως τε δὲ οὐδὲν ἄτοπόν τινα τῶν ἀναφερομένων ἐπὶ ἑτέραν κατηγορίαν ἀναφέρεσθαι καὶ ὑπὸ τὰ πρός τι, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὰ | |
30 | ὑπὸ τὰ πρός τι ἀναγόμενα ἀνάγεσθαι καὶ ὑπὸ ἄλλην τινὰ κατηγορίαν· | 91 |
92 | εἴρηται γὰρ ὅτι ἴδια πράγματα οὐκ ἔχει τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις θεωρεῖται. | |
3t | Περὶ τοῦ ποιεῖν καὶ πάσχειν. | |
4n | Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναν‐ | |
5n | τιότητα. | |
6 | Δεῖ εἰδέναι ὅτι αἱ κυρίως καὶ πρῶται κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι, οὐσία ποσὸν ποιὸν πρός τι, αἱ δὲ ἄλλαι ἓξ γίνονται ἐκ τῆς συμπλοκῆς τῆς οὐσίας πρὸς τὰς λοιπὰς τρεῖς· ἐκ γὰρ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τοῦ ποσοῦ ἐγένοντο δύο κατηγορίαι ἥ τε ποῦ καὶ ἡ ποτέ, καὶ | |
10 | πάλιν ἐκ τῆς μίξεως τῆς οὐσίας καὶ τοῦ ποιοῦ γίνονται ἕτεραι δύο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐκ δὲ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τῶν πρός τι γίνονται αἱ λοιπαὶ δύο κατηγορίαι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. ἀποδοὺς δὲ τῶν τεσσάρων κατηγοριῶν τούς τε ὅρους καὶ τὰ παρακολουθήματα τῶν λοιπῶν ἓξ οὔτε τὰ ἴδια εἶπεν οὔτε τοὺς ὁρισμοὺς ἀπέδωκεν οὔτε τὴν εἰς | |
15 | τὰ εἴδη διαίρεσιν ὡς δυναμένων ἡμῶν ἐκ τῶν ῥηθέντων καὶ ταύταις ἐπιστῆσαι. δεῖ οὖν ἡμᾶς ἑκάστου τόν τε ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν. τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα ἢ εἰς ἕτερον ὡς τὸ θερμαίνειν. πάσχειν δέ ἐστι τὸ | |
20 | ὑπό τινος ἀλλοιοῦσθαι. ὁμοίως δὲ καὶ τούτου εἴδη δύο· ἢ γὰρ ὡς εἰς φθορὰν ἀγόμενον πάσχει ὡς τὸ καίεσθαι ἢ ὡς εἰς τελειότητα | |
ἀναγόμενον, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ. | 92 | |
93 | κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τοῦ σώματος θέσις, τούτου δὲ εἴδη τρία, ἀνακεῖσθαι καθῆσθαι ἑστάναι. ποτὲ δέ ἐστι χρόνου δηλωτικόν, καὶ τούτου εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τόπου δηλωτικόν, καὶ τούτου εἴδη ἕξ, ἄνω κάτω δεξιὰ ἀριστερὰ ἔμπροσθεν ὄπισθεν. | |
5 | ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις· σημαίνει γὰρ τὸ ὑποδεδέσθαι τὸ ὡπλίσθαι καὶ ἄλλα τοιαῦτα. | |
7t | Περὶ τῶν ἀντικειμένων. | |
8n | Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς. | |
9 | Σκοπός ἐστιν ἐνταῦθα τῷ Ἀριστοτέλει διδάξαι ἡμᾶς περὶ τῶν φωνῶν, | |
10 | ὧν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν ἐμνημόνευσεν, οὐ παντάπασι μὲν ἡμῖν ἀγνώστων οὐσῶν ἐκ τῆς συνηθείας, δεομένων δὲ ὅμως τινὸς διαρθρώ‐ σεως καὶ διδασκαλίας. καὶ πρῶτον περὶ τῶν ἀντικειμένων φησί· καὶ γὰρ ἐμνημόνευσεν ἐν τοῖς πρός τι τῶν ἀντικειμένων, ἡνίκα ἔλεγε τὸ μέγα τῷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναντία, ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν | |
15 | διδάξαι ποσαχῶς λέγεται τὰ ἀντικείμενα καί φησιν ὅτι τετραχῶς ἀντίκειται, ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατά‐ φασις καὶ ἀπόφασις. ἵνα δὲ πραγματικῶς τοῦτο μάθωμεν, πῶς τὰ ἀντι‐ κείμενα τετραχῶς λέγεται, λάβωμεν αὐτὰ ἐκ διαιρέσεως. τὰ ἀντικείμενα ἢ ἐν λόγοις ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ | |
20 | —Σωκράτης οὐ περιπατεῖ, ἢ ἐν πράγμασι, καὶ τούτοις ἢ σχέσιν ἔχουσιν ἢ ὡς καθ’ αὑτὰ θεωρουμένοις· καὶ τὰ μὲν κατὰ σχέσιν λέγονται ἀντικεῖ‐ σθαι ὡς τὰ πρός τι οἷον δεξιὸν ἀριστερόν, τὰ δὲ οὐ κατὰ σχέσιν ἀλλὰ καθ’ | |
αὑτὰ ἀντίκειται, καὶ ταῦτα ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει, | 93 | |
94 | καὶ εἰ μὲν μεταβάλλει, ἀντίκειται ὡς τὰ ἐναντία οἷον τὸ μέλαν τῷ λευκῷ, εἰ δὲ μὴ μεταβάλλει, ἀντίκειται κατὰ στέρησιν καὶ ἕξιν οἷον ὡς ὄψις καὶ τυφλότης. Τίνος δὲ ἕνεκεν ταύτῃ τῇ τάξει ἐχρήσατο; φαμὲν ὅτι ἀπὸ τῶν | |
5 | μαλακωτέραν ἐχόντων τὴν ἀντίθεσιν, λέγω δὴ τῶν πρός τι, ἤρξατο· ταῦτα γὰρ σχεδὸν οὐδὲ πέφυκεν ἄλληλα πολεμεῖν· ἀμέλει καὶ συνεισάγει ἄλληλα καὶ τοῦ ἑτέρου ὄντος πάντως ἐστὶ καὶ τὸ ἕτερον καὶ τοὐναντίον μὴ ὄντος τοῦ ἑτέρου οὐδὲ τὸ ἕτερον ἔσται. δεύτερον δέ φησι περὶ τῶν ἐναντίων· σφοδρότερον γὰρ ἀντίκειται τὰ ἐναντία· ταῦτα γὰρ ἀναιρεῖ | |
10 | ἄλληλα, καὶ τοῦ ἑτέρου ὄντος πάντως τὸ ἕτερον ἔφθαρται. ἔτι δὲ τού‐ των σφοδρότερα τὰ κατὰ στέρησιν καὶ ἕξιν· τὰ γὰρ ἐναντία εἰ καὶ ἀναιρεῖ ἄλληλα, ὡς ἐλέγομεν, ἀλλὰ καὶ εἰς ἄλληλα μεταβάλλει (λευκὸν γὰρ ἐκ μέλανος καὶ τοὐναντίον γίνεται), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα οὐ μεταβάλλει εἰς ἄλληλα· οὔτε γὰρ τυφλός τις ἀναβλέψαι ἂν οὔτε φαλα‐ | |
15 | κρὸς φύσαι τρίχας. ἔτι δὲ τούτων σφοδροτέρα ἡ περὶ κατάφασιν καὶ ἀπό‐ φασιν ἀντίθεσις· αὕτη γὰρ μόνη ἐπὶ πάντων τῶν ὄντων θεωρεῖται, αἱ δ’ ἄλλαι οὐδαμῶς· ἡ γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἂν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. οὔτε τὰ ἐναντία δὲ ἐπὶ πάντων· τῇ γὰρ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον καὶ ἡ φωνὴ | |
20 | οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα κατὰ τὴν τῶν χρωμάτων ἐναντίωσιν. ὁμοίως οὔτε ἡ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις λέγεται ἐπὶ πάντων· ὁ γὰρ λίθος οὐ λέγεται τυφλὸς εἶναι ἢ ὄψιν ἔχειν ἢ φαλακρὸς εἶναι. ἡ δέ γε τῆς καταφάσεως καὶ ἀποφάσεως ἀντίθεσις ἐπὶ πάντων θεωρεῖται· λέγε‐ ται γὰρ ὁ Σωκράτης ἢ δεξιὸς εἶναι ἢ μὴ εἶναι δεξιός, καὶ ἡ οὐσία ἢ | |
25 | ἔχειν ἐναντίον ἢ μή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἢ μὴ ὄψιν ἔχειν, ὁμοίως καὶ ἐπὶ πάντων δὲ τῶν ὄντων εὐπορήσεις καὶ καταφάσεως καὶ ἀποφάσεως [ταύτην τὴν ἀντίθεσιν ὑπάρχουσαν]. εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν | |
καὶ ἕξιν, τετάρτην δὲ τὴν κατάφασιν καὶ ἀπόφασιν. | 94 | |
95(1n) | Ὅσα οὖν ἀντίκειται. | |
2 | Βούλεται διὰ τούτων δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ τῇ τῶν ἐναντίων, καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ ὡς πρός τι ἀντι‐ κείμενα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται οἷον τὸ δεξιὸν ἀριστεροῦ | |
5 | δεξιόν, τὰ δ’ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν· τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερα παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα. | |
8n | Ὅσα δὲ τῶν ἐναντίων. | |
9 | Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν | |
10 | αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν, τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ | |
15 | μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἢ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ, ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι 〈ἡ〉 ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ ἐναντίον. | |
20n | Καὶ περιττὸν δὲ καὶ ἄρτιον. | |
21 | Πᾶς γὰρ ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, καὶ οὐκ ἂν εὑρεθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος. | |
23n | Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται. | |
24 | Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ | |
25 | καὶ ἐπ’ ἄλλων πολλῶν οἷον ἵππων καὶ κυνῶν καὶ τῶν τοιούτων. | |
26n | Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα. | |
27 | Τῶν ἐμμέσων ἐναντίων τὰ μὲν τὸ μέσον ἔχουσιν ὀνομαζόμενον ὡς | 95 |
96 | λευκὸν καὶ μέλαν τὸ ὠχρὸν καὶ τὸ φαιὸν καὶ τὰ τοιαῦτα, τὰ δὲ οὐκ ἔχει, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει σημαίνεται, οἷον τὸ μεταξὺ φαύλου καὶ σπου‐ δαίου ὀνόματι μὲν οὐκ ἔστιν εἰπεῖν, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει τοῦτο γνωρίζομεν οἷον τὸ μήτε φαῦλον μήτε σπουδαῖον λέγοντες. | |
5n | Στέρησις δὲ καὶ ἕξις λέγεται. | |
6 | Βουλόμενος διακρῖναι τὴν τῶν πρός τι ἀντίθεσιν τῆς κατὰ στέρησιν καὶ ἕξιν ἀντιθέσεως πρότερον περὶ αὐτῶν διδάσκει τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καί φησιν ὅτι περὶ ὃ πρᾶγμα λέγεται ἡ ἕξις, περὶ τοῦτο καὶ ἡ στέρησις θεωρεῖται. | |
10n | Ἐστερῆσθαι γὰρ τότε λέγομεν. | |
11 | Πάνυ ἀσφαλῶς ὁ φιλόσοφός φησιν ὅτι εἰ μέλλομεν λέγειν τι ἐστερῆ‐ σθαί τινος, τρία ταῦτα δεῖ σκοπεῖν· πρῶτον μὲν αὐτὸ περὶ οὗ λέγομεν εἰ δεκτικόν, ἔπειτα τὸν τόπον ἐν ᾧ πέφυκε λέγεσθαι, τρίτον τὸν καιρὸν καθ’ ὃν ἔδει τὴν ἕξιν εἶναι. οἷον δεῖ σκοπεῖν πρῶτον τὸ ὑποκείμενον διὰ τὰ | |
15 | ὅλως οὐ δεκτικά (οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπεὶ μηδὲ ἔχει ὅλως ἐπιτηδειότητα πρὸς τὸ κεκτῆσθαι ὄψιν· παραπλήσιον γὰρ ὡς εἰ ἔλεγεν αὐτὸν καὶ δικαιοσύνης ἐστερῆσθαι· ἀλλ’ οἶμαι φανερὸν ὅτι ἡ στέ‐ ρησις πρὸς μόνην τὴν προϋπάρξασαν λέγεται κτῆσιν), δεύτερον δὲ καὶ τὸ μέρος καθ’ ὃ πέφυκεν ἔχειν (τοῦ γὰρ ἀνθρώπου δεκτικοῦ ὄντος ὄψεως | |
20 | τὸν πόδα οὐ λέγομεν ἐστερῆσθαι ὄψεως διὰ τὸ ὡς εἴρηται μὴ πεφυκέναι κατ’ ἐκεῖνο τὸ μέρος αὐτὴν ἔχειν), ἔτι δὲ πρὸς τούτοις τὸν καιρόν· τὸ γὰρ σκυλάκιον πεφυκὸς ἔχειν ὄψιν καὶ καθ’ ὃ μέρος δεῖ, ὅμως οὐχ ὁρᾷ, καὶ οὐ λέγεται ἐστερῆσθαι ὄψεως διὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν μηδὲ πρότερον μὲν ὁρᾶν αὐτὸ | |
25 | ὕστερον δὲ τυφλώττειν. καλῶς οὖν καὶ ἀσφαλῶς τὰ τρία ταῦτα φυλάτ‐ τειν καὶ σκοπεῖν ἡμᾶς φησιν ὁ φιλόσοφος· νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸ ἄρτι τεχθέν) καὶ τυφλὸν | |
οὐχ ἁπλῶς τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ δήπου καὶ τὸ σκυλάκιον. | 96 | |
97(1n) | Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι | |
2n | στέρησις καὶ ἕξις. | |
3 | Διὰ τούτων βούλεται ὁ φιλόσοφος δεῖξαι ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὔτε τὸ ἔχειν ἕξιν τῇ ἕξει, παρωνύμως δὲ ἀπ’ | |
5 | αὐτῶν λέγεται, ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· εἰ γὰρ ἦν ταὐτὸν ἕξις καὶ ἕξιν ἔχειν, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τῆς στερήσεως δὲ ὡσαύτως. νῦν δὲ οὐχ οὕτως ἔχει· οὔτε γὰρ τὸν τυφλὸν τυφλότητα λέγομεν. | |
9n | Ὁμοίως δὲ καὶ οὐκ ἔστι τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ | |
10n | κατάφασιν. | |
11 | Ὅτι ἡ κατάφασις καὶ ἀπόφασις οὐκ ἔστι ταὐτὰ τοῖς ὑπ’ αὐτῶν σημαινομένοις δείκνυσιν ἐκ τοῦ τὴν μὲν κατάφασιν καὶ ἀπόφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα. λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι [τὸ Σωκράτης κάθηται τῷ Σωκράτης οὐ κάθηται] ὡς κατά‐ | |
15 | φασις καὶ ἀπόφασις, λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται. | |
17n | Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις. | |
18 | Διακρίνας τὰ πρός τι τῶν ἐναντίων νῦν αὐτὰ διακρίνει ἀπὸ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ ἄρχεται ἀπὸ τοῦ σαφεστέρου καὶ | |
20 | ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, ὕστερον δὲ δείκνυσι, καὶ τοῦτο ἀμφίβολον, ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· τοῦτο γὰρ δοκεῖ καὶ λέγεσθαι. | |
23n | Οὐδ’ ἄλλως οὐδαμῶς πρὸς τοῦτο λέγεται. | |
24 | Ἀντὶ τοῦ ‘ὡς 〈ἂν〉 ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς ἀντιστρέφοντα | |
25 | λέγεται‘. | 97 |
98(1n) | Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ’ ἂν τυφλότης | |
2n | ὄψεως. | |
3 | Δείκνυσιν ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· εἰ γὰρ λέγεται, ῥηθή‐ σεται καὶ ὄψις τυφλότητος· τὰ γὰρ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, | |
5 | ὥσπερ τὸ ἀριστερὸν δεξιοῦ καὶ τὸ δεξιὸν ἀριστεροῦ. | |
6n | 〈Ὅτι δὲ οὐδ’ ὡς τὰ ἐναντία.〉 | |
7 | Ἰστέον ὅτι ἀκόλουθον ἦν τὴν τῶν πρός τι ἀντίθεσιν διακρῖναι πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν. ἀλλ’ ἐπειδὴ ἑνὶ λόγῳ ἐκείνην τῶν τριῶν μέλλει διακρίνειν, τοῦτο μὲν ὑπερέθετο, τῆς δὲ τῶν ἐναντίων ἀντιθέσεως | |
10 | διακρίνει τὴν κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερον τὰ ἐναντία διαιρεῖ καὶ δείκνυσι διὰ τῶν μερῶν, ἔπειτα δὲ καὶ καθολικῷ λόγῳ· ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γί‐ νεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί· οὔτε γὰρ τὸ πῦρ εἴποιμεν περιττὸν ἢ ἄρτιον εἶναι οὐδὲ τὸν λίθον νοσεῖν ἢ | |
15 | ὑγιαίνειν, ἐπειδὴ οὔτε πέφυκε τὴν ἀρχὴν τούτων δεκτικὰ εἶναι. τὸ δὲ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεὶ διὰ τὰ ἄμεσα ἐναντία, ὡς καὶ αὐτός φησιν ἐπὶ νόσου καὶ ὑγείας καὶ ἀρτίου καὶ περιττοῦ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ πᾶν σῶμα ἢ νοσεῖν ἢ ὑγιαίνειν τὸ τούτων δεκτικόν. | |
20n | Οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ | |
21n | δεκτικόν. | |
22 | Οὐ γὰρ ἀνάγκη τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν (δύναται γὰρ καὶ φαιὸν εἶναι) οὔτε ψυχρὸν ἢ θερμόν (δύναται γὰρ χλιαρὸν εἶναι), εἰ | |
μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ὡς τῇ χιόνι τὸ | 98 | |
99 | λευκὸν καὶ τῷ πυρὶ τὸ θερμὸν καὶ αὐτῇ τῇ ἐπινοίᾳ, ἐπειδὴ ὥσπερ συνουσίωται αὐτῷ ἡ θερμότης, ὥσπερ καὶ τῇ χιόνι ἡ ψυχρότης ἢ ἡ λευκότης. | |
4n | Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς. | |
5 | Παραδεδωκὼς τοὺς τρόπους τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δεί‐ κνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· ἐπὶ γὰρ τῶν ἀμέσων ἐναν‐ τίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστιν ἀεὶ τῷ ὑποκειμένῳ· | |
10 | ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν, ἀλλ’ οὐδὲ τῇ ἀνὰ μέσον. | |
12n | Οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ. | |
13 | Πρῶτον νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀμέσων ἐναν‐ τίων λέγων ὅτι τούτων τὸ ἓν ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ· ἀνάγκη | |
15 | γὰρ πάντα ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὐκ ἐξ ἀνάγκης δὲ πᾶν σῶμα τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται· οὐ γὰρ δήπου καὶ ὁ λίθος ἢ ἁπλῶς τὰ μὴ δεκτικά. | |
18n | Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον. | |
19 | Νῦν τῶν ἐμμέσων ἐναντίων αὐτὰ διακρίνει λέγων τούτων οὐκ ἐξ | |
20 | ἀνάγκης τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν, τῶν δὲ γινομένων κατὰ στέρησιν καὶ ἕξιν ἐξ ἀνάγ‐ κης τὸ ἓν παρεῖναι τῷ δεκτικῷ. τὸ δὲ παντὶ προσέθηκεν, ἐπειδὴ εἰσί τινα τῶν ἐμμέσων ἐναντίων, ὧν τὸ ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑπο‐ κειμένῳ, ὡς ἡ ἐν τῷ πυρὶ θερμότης, ἀλλ’ ὅμως καὶ τούτων δείκνυσι | |
25 | πρὸς τὰ κατὰ στέρησιν καὶ ἕξιν τὴν διαφορὰν τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ (τοῦ γὰρ θερμοῦ καὶ ψυχροῦ ἐμμέσων ὄντων ἐναντίων ἀφωρισμένως ἡ θερμότης ὑπάρχει τῷ | |
πυρὶ καὶ οὐκ ἄν ποτε ἕτερον αὐτῶν), τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ | 99 | |
100 | ὁμοίως· οὐ γὰρ ἀνάγκη ἀφωρισμένως τῷ δεκτικῷ τὴν ὄψιν παρεῖναι 〈ἢ〉 τὴν τυφλότητα, ἀλλ’ ὁπότερον ἂν ἔτυχεν. | |
3n | Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων. | |
4 | Διελὼν τὰ ἐναντία εἴς τε τὰ ἔμμεσα καὶ τὰ ἄμεσα καὶ παραβαλὼν | |
5 | ἑκατέροις τὰ πρός τι νῦν αὐτὰ καὶ καθολικῷ λόγῳ διακρίνει λέγων ὅτι τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα, εἰ μὴ τῷ ὑποκειμένῳ τὸ ἓν φύσει καὶ κατ’ οὐσίαν ὑπάρχει, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μετα‐ βάλλει εἰς ἄλληλα· ἀπὸ μὲν γὰρ ἕξεως εἰς στέρησιν, φησί, γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως εἰς ἕξιν ἀδύνατον. τί δέ ἐστιν | |
10 | εἴπερ μὴ χρόνῳ ἐξείργηται ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀπο‐ καθιστῶν; τοῦτ’ ἔστιν ‘εἰ μὴ γέρων ὢν φιλοσοφεῖν ἄρξηται‘· τηνικαῦτα γὰρ ὁ χρόνος ἐξείργει τὴν ἐπίδοσιν ἄχρι τοῦ ἐναντίου προβῆναι. | |
13n | Ὅσα δὲ ὡς κατάφασις. | |
14 | Διακρίνας τὰς τρεῖς ἀντιθέσεις ἀπ’ ἀλλήλων νῦν τὴν λοιπὴν πρὸς | |
15 | τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγ‐ ματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμη‐ νείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται—Σωκράτης οὐ κάθηται‘, ἀνάγκη | |
20 | τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατά‐ φασιν καὶ ἀπόφασιν ὁμοίως. | |
22n | Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν. | |
23 | Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος | |
δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ | 100 | |
101 | συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ· ὥστε οὐκ εἰσὶ τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ἀπόφασιν λεγομένοις. | |
3n | Οὐ μὴν ἀλλὰ μάλιστα. | |
4 | Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων | |
5 | τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει—Σωκράτης νοσεῖ‘, εἰ μὲν ὑπάρχει ὁ Σωκρά‐ της, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν | |
10 | καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατά‐ φασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως. | |
14t | Περὶ τῶν ἐναντίων. | |
15n | Ἐναντίον δέ ἐστιν ἀγαθῷ μέν. | |
16 | Πληρώσας τὸν περὶ τῶν ἀντικειμένων λόγον νῦν βούλεται εἰπεῖν ποσαχῶς τὰ ἐναντία λέγεται καί φησιν ὅτι τῷ μὲν ἀγαθῷ πάντως ἐναν‐ τίον κακὸν ἔσται, τῷ δὲ κακῷ οὐ πάντως ἀγαθόν (οὐ γὰρ ἀντιστρέφει), τῷ δὲ κακῷ ὁτὲ μὲν ἀγαθὸν ὅτε δὲ κακόν ἐστιν ἐναντίον· οὐ γὰρ μόνον | |
20 | τὸ ἀγαθόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακόν, ὁμοίως καὶ τῇ δειλίᾳ κακῇ οὔσῃ ἀντίκειται ἡ θρασύτης. τὰ δὲ τοιαῦτα ἐναντία | |
σπάνια, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὸ κακὸν τῷ ἀγαθῷ ἐναντίον ἐστίν. | 101 | |
102(1n) | Ἔτι ἐπὶ τῶν ἐναντίων. | |
2 | Δῆλον ὅτι καὶ τὰ ἐναντία νῦν ὡς πράγματα ἐξετάζει καὶ οὐχ ὡς ἐναντία· ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν, ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν· τὸ γὰρ ἐναντίον | |
5 | τινὶ λέγεται ἐναντίον εἶναι, καθὼς καὶ ἐν τοῖς πρός τι εἴρηται. | |
6n | Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν. | |
7 | Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέ‐ ποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε | |
10 | τῷ αὐτῷ ὑπάρξουσιν ἅμα. | |
11n | Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν. | |
12 | Ἕτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχό‐ μενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν. | |
15n | Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν. | |
16 | Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται· ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ | |
20 | ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ | |
κακία ὁμοίως ἕξις. | 102 | |
103(1t) | Περὶ προτέρου. | |
2n | Πρότερον ἕτερον ἑτέρου λέγεται. | |
3 | Ἐπειδὴ ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ ἐμνημόνευσε τοῦ προτέρου, εἰκότως τούτου ἀπαριθμεῖται τὰ σημαινόμενα καὶ διελὼν μὲν τέσσαρα | |
5 | αὐτὰ εἶναί φησιν, ὕστερον δὲ καὶ πέμπτον προστίθησι. καί φησι, πρῶτον μὲν πρότερον λέγεται τῷ χρόνῳ, καθ’ ὃ καὶ τὸν πρεσβύτερον τοῦ νέου λέγομεν πρότερον εἶναι (εἰδέναι δὲ χρὴ ὅτι τὸ μὲν πρεσβύτερον ἐπὶ ἐμ‐ ψύχων τὸ δὲ παλαιότερον ἐπὶ ἀψύχων λέγεται), δεύτερον δὲ σημαινό‐ μενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ἤγουν τὸ | |
10 | συνεισφερόμενον μὴ συνεισφέρον δέ· τοῦτο γάρ ἐστι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται (συνεισφέρεται γὰρ τὸ ἕν), ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο (οὐ γὰρ συνεισφέρεται τῷ ἑνί), ὥστε πρότερον τὸ ἓν τοῖν δυοῖν. πάλιν ἀνθρώ‐ που μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῷον (συνεισφέρεται γὰρ τὸ ζῷον τῷ | |
15 | ἀνθρώπῳ), ζῴου δὲ ὄντος οὐ πάντως ἔσται ἄνθρωπος· οὐ γὰρ συνεισ‐ φέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ εἰσι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι· οὐκοῦν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου. τῇ φύσει δὲ τοῦτο καὶ οὐ τῷ χρόνῳ λέγεται. τρίτον δὲ τῇ τάξει ἐστίν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως. τέταρτον τῷ ἀξιώματι ὡς ὁ ἄρχων τῶν ἀρχομένων. πέμ‐ | |
20 | πτον ὃ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, αἴτιον δὲ τῷ ἑτέρῳ τοῦ εἶναι γίνεται. | |
22n | Ἔστι μὲν δὴ καὶ σχεδὸν ἀλλοτριώτατος. | |
23 | Ἐπείπερ οὗτος ἐκ τῆς ἡμετέρας προαιρέσεως τέθειται καὶ οὐκ ἐκ | |
τῆς φύσεως τῶν πραγμάτων. | 103 | |
104(1n) | Τῶν γὰρ ἀντιστρεφόντων κατὰ τήν. | |
2 | Ἐὰν γάρ, φησί, τῶν ἀντιστρεφόντων τὸ ἕτερον τοῦ ἑτέρου αἴτιον ᾖ τοῦ εἶναι, εἰκότως πρότερον λέγοιτ’ ἄν, οἷον πατὴρ υἱοῦ ἐστι πατήρ, ἀλλὰ καὶ πρὸς 〈ἄλληλα〉 ἀντιστρέφει· ὁ υἱὸς πατρός ἐστιν υἱός· εἰ οὖν ὁ πατὴρ | |
5 | αἴτιος τοῦ εἶναι τῷ υἱῷ, εἰκότως πρότερον τῇ φύσει τοῦ υἱοῦ λέγοιτο ἄν. | |
6n | Ὥστε κατὰ πέντε τρόπους πρότερον 〈ἕτερον〉 ἑτέρου | |
7n | λέγοιτ’ ἄν. | |
8 | Εἰπὼν δὲ περὶ τοῦ προτέρου οὐκέτι περὶ τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τούτου διδασκαλίας καὶ ὁ τοῦ ὑστέρου λόγος σαφής· ἅμα γὰρ | |
10 | ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον· κατὰ τοσούτους γὰρ τρόπους λέγεται τὸ ὕστερον, ὅσους καὶ τὸ πρότερον. | |
13t | Περὶ τοῦ ἅμα. | |
14n | Ἅμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ | |
15n | γένεσις. | |
16 | Ἐπειδὴ καὶ περὶ τοῦ ἅμα ἐμνημόνευσεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, διδάσκει καὶ περὶ τούτου. καθάπερ δὲ καὶ ἐν τῷ προτέρῳ ἐλέγομεν πρῶτον σημαινόμενον αὐτοῦ κυρίως τὸ κατὰ χρόνον, τοῦτο κἀν‐ ταῦθά φησι, δεύτερον δὲ τὸ φύσει, καθὰ καὶ ἐπ’ ἐκείνων εἴρηται. τοῦτο | |
20 | δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντι‐ | |
στρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ | 104 | |
105 | ἕτερον αἴτιον τοῦ εἶναι, οἷον τὸ πεζὸν ζῷον καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυ‐ δρον· τοῦ γὰρ ζῴου τὸ μέν ἐστι πτηνὸν τὸ δὲ πεζὸν τὸ δὲ ἔνυδρον· ταῦτα οὖν ἅμα λέγεται εἶναι, ἐπείπερ ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν, ὥς φησιν. ἐὰν δὲ τὸ πτηνὸν διαιρεθῇ εἰς ὄρνιθας, εἰ τύχοι, καὶ | |
5 | ἀκρίδας, οὐκέτι ὄρνις καὶ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται. | |
7t | Περὶ κινήσεως. | |
8n | Κινήσεως δέ ἐστιν εἴδη ἕξ. | |
9 | Πάλιν περὶ κινήσεώς φησιν, ἐπειδὴ καὶ ταύτης ἐμνημόνευσεν ἐν τοῖς | |
10 | προλαβοῦσιν. ἡ οὖν κίνησις μεταβολή ἐστι, τὸ δὲ μεταβάλλον ἢ κατ’ οὐσίαν μεταβάλλει ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν κατ’ οὐσίαν, γίνεται γένεσις καὶ φθορά (εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἔσται γένεσις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, γίνεται φθορά), εἰ δὲ κατὰ συμβεβη‐ κός, ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό. καὶ εἰ μὲν | |
15 | ἐν αὐτῷ, καλεῖται αὔξησις καὶ μείωσις, εἰ δὲ ἐπ’ αὐτῷ, ἀλλοίωσις, εἰ δὲ περὶ αὐτό, καλεῖται ἡ κατὰ τόπον μεταβολή, ὥστε γίνεσθαι τὴν κίνησιν ἐν τέτρασι κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ γένεσιν καὶ φθοράν, ἐν δὲ τῷ ποσῷ αὔξησιν καὶ μείωσιν, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσιν, ἐν δὲ τῇ ποῦ τὴν κατὰ τόπον μεταβολήν. ὅπερ δὲ ἐπὶ τῶν ἀντικειμένων ἐποίησε, καὶ νῦν ποιεῖ· | |
20 | διακρίνει γὰρ τὰ εἴδη τῆς κινήσεως ἀπ’ ἀλλήλων. | |
21n | Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον. | |
22 | Ἐπὶ τῶν ἄλλων οὐδὲν κατασκευάσας ὡς προφανῶν περὶ τῆς ἀλλοιώσεως τοῦτο ποιεῖ καί φησιν ὅτι εἰ ἡ αὐτὴ ἦν ἡ ἀλλοίωσις τῇ αὐξήσει, ἔδει τὸ αὐξανόμενον πάντως ἀλλοιοῦσθαι, ὅπερ οὐ γίνεται· τὸ γὰρ τετράγωνον | |
25 | γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περι‐ | |
φέρεια μετὰ τῶν δύο παραπληρωμάτων. | 105 | |
106 | [Omitted graphic marker]τὸ α γ τετράγωνον περιτεθέντος τοῦ α ζ ε η γ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η ζ ἐστί. καὶ αὖθις τὸ ε δ τετράγωνον περιτεθέντος τοῦ θ ζ β η ι γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοί‐ ωται· τετράγωνον γὰρ καὶ τὸ ε β ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον | |
5 | μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων. Καὶ περὶ τῶν ὄντων τοσαῦτα εἰρήσθω· ὡς εὐχερῆ δὲ τὰ λοιπὰ | |
παρήκαμεν. | 106 |