TLG 4016 001 :: AMMONIUS :: In Porphyrii isagogen sive quinque voces

AMMONIUS Phil., Filius Hermiae
(Alexandrinus: A.D. 5)

In Porphyrii isagogen sive quinque voces

Source: Busse, A. (ed.), Ammonius in Porphyrii isagogen sive quinque voces [Commentaria in Aristotelem Graeca 4.3] Berlin: Reimer, 1891: 1–128.

Citation: Page — (line)

1

(1t)

ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
2 Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ἐστι μαθεῖν τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί ὂν τυγχάνει· οὕτω γὰρ καὶ σπουδαιότερον ἀντιλήψεται τοῦ πράγματος.
5μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοῦ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μετα‐ φορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι
10τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἁπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγ‐ γραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου
15ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλο‐ σοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα. Πᾶσα οὖν ἐπιστήμη καὶ πᾶσα τέχνη ὑποκείμενόν τι ἔχει καὶ τέλος.
ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καταγίνεται, τέλος δὲ οὗ στοχάζεται καὶ1

2

ὃ βούλεται κοσμεῖν· οἷον ὁ ἰατρὸς ἔχει ὑποκείμενα μὲν τὰ ἀνθρώπεια σώ‐ ματα (περὶ γὰρ ταῦτα καταγίνεται), τέλος δὲ τὸ ὑγιάσαι ταῦτα (τούτου γὰρ στοχάζεται), ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον μὲν ἔχει τὸ ξύλον, τέλος δὲ τὸ ποιῆσαι ἀβάκιον. οἱ ὁρισμοὶ οὖν λαμβάνονται ἢ ἐκ τοῦ ὑπο‐
5κειμένου ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκει‐ μένου ὡς ὅταν εἴπωμεν ‘ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη‘, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική‘, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγείας περιποιητική‘. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει
10ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτο‐ νικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ
15φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτήν. ἵνα δὲ μὴ τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο
20μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ τῆς ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας. Ἔστιν οὖν ὁ πρῶτος οὗτος· “φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”. τὸ ᾗ ἀντὶ τοῦ καθὸ ὄντα ἐστίν· οὐ γὰρ προτίθεται ὁ φιλό‐ σοφος πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ
25τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος2

3

καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ· διεῖλε γὰρ τὰ ὄντα εἰς τὰ θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀίδια εἰπὼν θεῖα,
5τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων “φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ.” οὕτω γὰρ ὁ Πλάτων ὡρίσατο. ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς
10ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ’ ἃς τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιη‐ ταὶ σημαίνουσι λέγοντες
θεοὶ δέ τε πάντα ἴσασι, τὰς δὲ προνοητικὰς τῶν καταδεεστέρων, καθ’ ἃς τοῦ κόσμου ὅλου προ‐ νοεῖται, ὡς καὶ οἱ ποιηταί φασι
15
θεοὶ δωτῆρες ἐάων. ὁ δὲ φιλόσοφος κατ’ ἄμφω βούλεται ἐξομοιοῦν ἑαυτὸν τῷ θεῷ· βούλεται γὰρ καὶ θεωρητὴς εἶναι τῶν πάντων (πάντα γὰρ ἐπισκέπτεται), καὶ μέντοι καὶ πρόνοιαν τῶν καταδεεστέρων ποιεῖται (ὁ γάρ τοι πολιτικὸς φιλόσοφος δικάζει καὶ νόμους τίθησιν)· ὥστε εἰκότως ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ.
20τὸ δὲ “κατὰ τὸ δυνατὸν ἀνθρώπῳ” καλῶς πρόσκειται· οὔτε γὰρ ἡ γνῶσις ὁμοία οὔτε ἡ πρόνοια ἡ αὐτή,
ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτων καὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι.
25καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειό‐ τητα· ἀνθρώπου μὲν γὰρ τελειότης τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν, ἵππου δὲ τὸ ὀξέως θεῖν καὶ ἐν πολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς
δὲ τοῖς ἀλόγοις πολλὴ διαφορὰ ὑπάρχει τῶν τελειοτήτων, ἐπειδὴ καὶ τῆς3

4

οὐσίας αὐτῶν· ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰ οὖν ἐπὶ τούτων διάφοροί εἰσιν αἱ τελειότητες παρὰ τὴν διάφορον οὐσίαν, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότητας διαφερούσας ἔχουσι. καλῶς οὖν πρόσ‐
5κειται τῷ ὅρῳ “τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ”. ἔστιν οὖν ἡ φιλοσοφία “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ”. ἐκ ποίας δὲ αἰτίας ὥρ‐ μησεν οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, ῥητέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦ θεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ αἱ πρακτικαί, διτταὶ δὲ καὶ αἱ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεωρητικαὶ καὶ πρακτικαί, ὁ δὲ φιλό‐
10σοφος ἑκάτερον τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῇ πρὸς τὸν θεὸν μιμήσει, τὸ μὲν τὴν τῶν ὄντων φύσιν ὅπως ἔχει ἐπισκεπτόμενος, τὸ δὲ τὰς παθητικὰς τῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἐπιμελούμενος, εἰκότως ὁ Πλάτων ὁμοίωσιν εἶναι θεῷ τὴν φιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ὡρίσατο.
15 Ἔστι δὲ καὶ ἄλλος ὁρισμὸς ἐκ τοῦ τέλους ὁ λέγων “φιλοσοφία ἐστὶ μελέτη θανάτου”. ἐπεὶ δὲ ὁ προκείμενος ὅρος μελέτην θανάτου τὴν φιλοσοφίαν ὁρίζει, ῥητέον, ὅπως δεῖ τῆς τοῦ θανάτου μελέτης ἀκούειν. Κλεόμβροτος γάρ τις ὀνόματι ἐγκύψας τῷ Πλάτωνος Φαίδωνι καὶ ὅτι μὲν δεῖ τὸν φιλόσοφον θάνατον μελετᾶν γνούς, ὅτῳ δὲ δεῖ τρόπῳ μὴ γνούς,
20ἀνελθὼν ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε. τούτου μαρτύριον ὁ τὸ εἰς αὐτὸ τὸ Ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής· φησὶ γὰρ
Εἴπας ‘ἥλιε, χαῖρε‘ Κλεόμβροτος Ἀμβρακιώτης
ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
25
ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. διὰ τὴν ἐξ ἀγνοίας τοίνυν συμβᾶσαν τῷ νέῳ ἐγχείρησιν ἐπισκεπτέον ἂν εἴη, τί ποτε βούλεται ἡ ῥηθεῖσα τοῦ θανάτου μελέτη. καὶ γὰρ καὶ ὁ
Πλάτων παρακελεύεται μὴ ἐξάγειν ἑαυτόν. φησὶ γοῦν οὕτως· ‘ὁ μὲν οὖν4

5

ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ ἑαυτοὺς ἐκ ταύτης ἐξάγειν οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν‘. οὐ δεῖ δὴ ἐξάγειν ἑαυτόν· ὥσπερ γὰρ ὁ ἐν φρουρᾷ ὑπάρχων καὶ καταδεθεὶς διά τι πλημμέλημα, εἰ βουλη‐
5θείη ἀποδρᾶσαι, ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους, οὕτω καὶ ὁ σπεύ‐ δων διαλῦσαι τὸν δεσμὸν τοῦ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας ἀνα‐ τρέπει τοὺς δημιουργικοὺς νόμους· οὐ δεῖ οὖν θανατᾶν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴν φιλοσοφίαν φαμέν; πρόσεχε τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. ἰστέον ὅτι τοῦ ἀνθρώπου συνθέτου
10ὄντος ἐκ ψυχῆς καὶ σώματος καὶ ὁ σύνδεσμος διττὸς καὶ ἡ τῆς ψυχῆς λύσις διττή· ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμός, καθ’ ὃν τῇ ψυχῇ δέ‐ δεται τὸ σῶμα καὶ ζωοποιεῖται ἐξ αὐτῆς, ἔστι καὶ ὁ προαιρετικὸς δεσμός, καθ’ ὃν ἡ ψυχὴ τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ κεκρατημένη ὑπ’ αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις, ἡ μὲν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ἡ δὲ
15τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ θάνατος διττός, ὁ μὲν φυσικός, καθ’ ὃν πάντες οἱ ἄνθρωποι ἀποθνήσκομεν, τοῦτ’ ἔστι καθ’ ὃν χωρίζεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς, ὁ δὲ προαιρετικός, καθ’ ὃν οἱ φιλόσοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον, τοῦτ’ ἔστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. ἰστέον δὲ ὅτι οὐ
20πάντως τοῦ σώματος χωρισθέντος τῆς ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος· αἱ γὰρ φιλοσώματοι ψυχαὶ καὶ μετὰ θάνατον τὸν τῶν σωμάτων ἔτι περιέπουσιν ἔρωτα, καὶ τούτων εἶναί φασι τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆ φαντάσματα. ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης τὸ σῶμα παντελῶς χωρίζεται τῆς ψυχῆς· οἱ γὰρ φιλοσόφως
25ζῶντες καὶ ἐν τῇ ζωῇ ὄντες ἔτι χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος. ἔστιν οὖν ἡ φιλοσοφία μελέτη θανάτου, τοῦτ’ ἔστι μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ τοῦ σώματος. Ζητῆσαι δὲ λοιπὸν ἄξιον, ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν τὸν λέγοντα “γνῶσις τῶν ὄντων ᾗ ὄντα
30ἐστί”, καὶ πάλιν “γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων”, ἐκ5

6

τοῦ ὑποκειμένου φαμὲν καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους, ὅτι τούτου στοχάζεται, οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων
5γνῶσιν, ἐκ τοῦ τέλους εἶναι λέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμούς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον, ὡς ἡ μὲν φιλοσοφία τὸ μέν τι ἔχουσα μέρος θεω‐ ρητικὸν τὸ δὲ πρακτικὸν διττὸν ἔχει καὶ τὸ τέλος· ὅταν γὰρ λέγωμεν εἶναι θανάτου μελέτην τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα, ὅταν δὲ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ,
10ὅταν δὲ ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐξ ἀμφοῖν. ἡ μὲν οὖν ἰατρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆς ὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη (καὶ εἰκότως ἐκ τοῦ ὑποκειμένου αὐτῆς τὸν ὁρισμόν φαμεν τοῦτον), ὅταν δὲ κατὰ τὸ οὗ ἕνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ, ὑγείας εἶναι περιποιητική, καὶ ἐκ τοῦ
15τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμόν. ἡ δὲ φιλοσοφία ἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος (αὐτοῦ γὰρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα) οὐκ ἂν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξαιτο ὁρισμόν, ἄλλον δὲ ἐκ τοῦ τέλους. ἡ γὰρ γνῶσις τινῶν ἐστι γνῶσις· ἅμα οὖν καὶ ὅτι γνῶσις καὶ τινῶν γνῶσις συμπεριλήψεται. καὶ οἶμαί γε, εἴτε ἐκ τοῦ ὑπο‐
20κειμένου τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοῦ τέλους εἴποι τις, οὐκ ἂν ἁμάρ‐ τοι, μᾶλλον δὲ ἐξ ἀμφοῖν εἴη ἄν. ἀλλ’ ἴσως πρὸς διαστολὴν τῶν ἄλλων ὁρισμῶν, τοῦ τε λέγοντος “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ” οὐ προσδιορίζοντος ἐν τίσιν ἡ ὁμοίωσις, καὶ τοῦ λέγοντος “μελέτη θανάτου” ἐκ τοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγορεύσαμεν.
25 Ἔστι δὲ καὶ ἄλλος τῆς φιλοσοφίας ὁρισμὸς Ἀριστοτέλους ἐκ τῆς ὑπεροχῆς αὐτῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας, λέ‐ γων “φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν”, τοιῷδέ τινι τρόπῳ πρὸς ταύτην ἰόντος τὴν ἀπόδοσιν. τῶν γνώσεων αἱ μέν εἰσι
τέχναις πρέπουσαι, αἱ δὲ ἐπιστήμαις. αὗται δὲ αἱ τέχναι καὶ ἐπιστῆμαι6

7

κατὰ μὲν τοὺς λόγους οὐδὲν διαφέρουσιν ἀλλήλων (οἱ γὰρ ἑκάστης λόγοι καθ’ ἑαυτοὺς μὲν ἄπταιστοί εἰσι), κατὰ δὲ τὴν ὕλην διαλλάττουσιν· αἱ μὲν γὰρ ἐπιστῆμαι περὶ τὰ ὡσαύτως ἔχοντα καταγίνονται, οἷον ἀστρονομία γεω‐ μετρία ἀριθμητική, αἱ δὲ τέχναι περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ μεταβαλλό‐
5μενα. ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὡς ἔχει ἐκεῖνος ‘παντὸς κύκλου τὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν διαστήματα ἴσα εἰσὶν ἀλλήλοισ‘ (τοῦτο γὰρ ὡσαύτως ἔχον ἐστίν), οἱ δὲ τῆς ἰατρικῆς πταί‐ ουσιν, ὡς ὁ λέγων ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα‘, διὰ τὸ μὴ περὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι· πρῶτον μὲν γὰρ οὐδὲ πάντων τῶν νοση‐
10μάτων ἰάματά ἐστι· τί γάρ, ἐὰν ἡ νόσος ὀλεθρία ᾖ; ἄλλως τε ἔστιν ὅτε οὐ τὰ ἐναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶ τῶν κατὰ συμβεβηκός· πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον ἠτονηκυῖαν ἤδη θερμότητα ἀνεκα‐ λέσατο. πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις ἡ φιλοσοφία τὰς ἀρχὰς δίδωσι· τῇ μὲν γὰρ γεωμετρίᾳ τοὺς καθολικοὺς λόγους (φιλοσόφων γὰρ τὸ
15καθόλου ζητεῖν), ἄλλως τε ὁ γεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει καὶ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖ καὶ ταύταις ἀναποδείκτως ταῖς ἀρχαῖς κέχρηται, ὁ δὲ φιλόσοφος ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ φησι πᾶν τὸ περα‐ τοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος
20καὶ πλάτος (βάθος γὰρ οὐκ ἔχει ᾧ λείπεται τοῦ σώματος), ἡ δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίαν ἔχει διάστασιν τὸ μῆκος μόνον, ἡ δὲ γραμμὴ περατοῦται ὑπὸ τοῦ σημείου, ὃ δῆλον ὅτι οὐχ ἕξει οὐδεμίαν διάστασιν, ἀλλ’ ἔσται ἀμερές, εἴ γε, ὡς εἴρη‐ ται, πᾶν πέρας τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει. ὅτι δὲ καὶ πᾶν
25μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, δείκνυσι λαμβάνων, ὅτι ἡ τομὴ κατὰ σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖς ἔχει διαστάσεις κατὰ σημεῖα διαιρούμενον, οὐδὲν γὰρ ἀφαιρεῖται ἡ διαίρεσις τοῦ σώματος πλὴν τοῦ ποσοῦ τοῦ μεγέθους, τὸ δὲ τρεῖς ἔχειν διαστάσεις οὐκ ἀφαιρεῖται· οὐκοῦν ὁ λόγος τοῦ σώματος ἐπιδέχεται τὴν
30εἰς ἄπειρον τομήν· εἰ δὲ ἡμῖν ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειαν ἀνυσθῆναι, οὐ διὰ τοῦτο ἀνῄρηται. τῇ δὲ ἰατρικῇ τὰ τέσσαρα στοιχεῖα·
τῶν γὰρ φιλοσόφων ἀποδεικνύντων τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων7

8

τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες ἐκ τούτων προσεχῆ στοιχεῖα τοὺς τέσσαρας χυμοὺς γεννᾶσθαί φασι ἀναλόγως ἐκείνοις τοῖς πορρωτέρω στοι‐ χείοις τούτους λαμβάνοντες. ἔτι μὴν καὶ ῥητορικῇ φιλοσοφία τὰς ἀρχὰς
5δίδωσιν· ἀναλόγως γὰρ τῇ τε ἐπαγωγῇ καὶ τῷ συλλογισμῷ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ὁ ῥήτωρ λαμβάνει· ὥσπερ γὰρ ὁ συλλογισμὸς ἀληθής ἐστιν, ἐπειδὴ τὸ ἀναγκαῖον ἔχει, οὕτως καὶ τὸ ἐνθύμημα ἀληθὲς βούλεται εἶναι, μιᾷ μέντοι προτάσει τοῦ συλλογισμοῦ λείπεται, ὅθεν καὶ συλλογισμὸς ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν
10τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι. τὸν αὐτὸν δὲ τρό‐ πον ἀναλογεῖ καὶ τῇ ἐπαγωγῇ τὸ παράδειγμα· ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές, οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι ἡ μὲν ἐπαγωγὴ λόγος ἐστὶν ἀπὸ τῶν μερικῶν τὰ καθόλου πιστούμενος, τὸ δὲ παράδειγμα ἀπὸ
15τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμβάνει· περὶ γὰρ τοπικῶν ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ διείλεκται καὶ ὅλως ῥητορικὰς τέχνας ἐπραγματεύσατο. οὐκοῦν καὶ ἡ ῥητορικὴ παρὰ φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν, ἄλλως τε καὶ ὁ ῥήτωρ κέχρηται τῷ καλῷ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι οὐκ εἰδὼς ποῦ ποτε θεωρεῖται τὸ δί‐
20καιον, οὐδὲ εἰ ταὐτόν ἐστι τῷ συμφέροντι· ἔστι γὰρ ὅπου εἰς ταὐτὸν αὐτὸ κομίζουσι τῷ δικαίῳ, ἔστι δ’ ὅτε καὶ διαιροῦσιν αὐτὸ καὶ ἐναντίον τίθενται· δείκνυται δὲ ὅτι ταῦτά ἐστι καὶ ἀντιστρέφει. καὶ γραμματικῇ δὲ ὁμοίως· περὶ γὰρ τόνους καὶ χρόνους καταγίνεται, ἅπερ ἐστὶ μουσικῆς, ἡ δὲ μου‐ σικὴ φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι
25δέονται φιλοσοφίας ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. ὁ γοῦν οἰκοδό‐ μος τῇ καθέτῳ χρῆται πρὸς τὸ διακρῖναι, εἴτε ὄρθιός ἐστιν ὁ τοῖχος ἢ οὔ, τίς μέντοι ἡ κάθετος οὐκέτι οἶδεν. ὁ μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν· ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ,
ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται, αἱ δὲ ὀρθαὶ8

9

γωνίαι ἀπαρέγκλιτοί εἰσι. καὶ ὁ τέκτων δὲ πρὸς τὸ εὐθὲς ποιῆσαι τὸ ξύλον τῇ στάθμῃ κέχρηται· τίς μέντοι ἡ τῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. ἡ δὲ γεωμετρία μέρος τι οὖσα καὶ αὐτὴ φιλοσοφίας ἐρεῖ· εὐθεῖα γάρ ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὁμοίως δὲ καὶ πάσας τὰς
5ἄλλας ἐπιστήμας καὶ τέχνας ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὖν ἡ φιλοσοφία τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ὁ μέντοι Πυθαγόρας φησὶ “φιλοσοφία ἐστὶ φιλία σοφίας” πρῶτος τῷ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι. ἐπειδὴ γὰρ ἐκεῖνοι σο‐ φὸν ὠνόμαζον τὸν ἡντιναοῦν μετιόντα τέχνην, ὧν εἷς ἦν καὶ Ἀρχίλοχος
10λέγων
τρίαιναν ἐσθλὴν καὶ κυβερνήτης σοφός, καὶ ὁ ποιητὴς
ἐπεὶ σοφὸς ἤραρε τέκτων καὶ
15
εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, μεθίστησι τὴν προσηγορίαν ταύτην ἐπὶ τὸν θεὸν ὡς μόνον ἐκεῖνον καλεῖ‐ σθαι σοφόν, τὸν θεόν φημι, σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀιδίων ἔχοντα γνῶσιν. ὁρῶν δὲ τοὺς μὲν ἐπὶ ῥητορικὴν τοὺς δὲ ἐπὶ γραμματικὴν τοὺς δὲ ἐπὶ τὴν τῶν φυσικῶν ζήτησιν τρέχοντας, ἄλλους δ’ αὖ πάλιν ἐφ’ ἕτερα,
20προσαγορεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας φιλοσόφους οἱονεὶ φιλοῦντας τὸν σοφόν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν, τὴν δὲ τούτων γνῶσιν φιλοσοφίαν ἀναλόγως τὴν φιλίαν τῆς σοφίας· σοφίαν γὰρ, ὡς ἤδη εἴρηται, τὴν τοῦ θεοῦ γνῶσιν ὠνόμαζε. ταῦτα Πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί, ἀρκοῦσι δὲ καὶ οὗτοι.
25 Ἐπειδὴ δὲ πᾶν πρᾶγμα ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον, ἀνάγκη καὶ ἡμᾶς εἰπεῖν, πότερον ἡ φιλοσοφία διαιρετὴ ἢ οὔ. πρὸ δὲ τούτου δίκαιόν ἐστιν εἰπεῖν, τί ὅλως ἐστὶ διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις· τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον χρὴ πρότερον εἰπεῖν ὅ τι ποτέ ἐστι
τούτων ἕκαστον. ἔστι μὲν οὖν διαίρεσις ἡ κατὰ πρώτην ἐπιβολὴν τομὴ9

10

τοῦ πράγματος, ἐπιδιαίρεσις δὲ ἡ κατὰ δευτέραν ἐπιβολὴν τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον κατὰ πρώτην ἐπιβολὴν τέμνω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον (τοῦτο διαίρεσις), κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ εἰς θνητὸν καὶ ἀθά‐ νατον (τοῦτό ἐστιν ἐπιδιαίρεσις)· μόνῃ δὲ τῇ τάξει διαφέρουσιν ἀλλήλων.
5ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή (εἶδος δὲ λέγω νῦν τὸ ὑπάλληλον), οἷον ὅτι τοῦ ἐπουρα‐ νίου τὸ μέν ἐστιν ἀπλανὲς τὸ δὲ πλανώμενον· τὸ γὰρ ἐπουράνιον εἶδος ἦν τοῦ ζῴου, τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανὲς καὶ τὸ πλανώμενον. διδαξάντων οὖν ἡμῶν τί ἐστι διαίρεσις, τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις,
10ἀκόλουθον καὶ περὶ τῆς ἐν τῇ φιλοσοφίᾳ διαιρέσεως λέγειν. [διαιρεῖται γάρ, ὡς ἀνωτάτω διελεῖν ἔστι, κατὰ μέν τινας εἰς δύο, κατὰ δὲ ἑτέρους εἰς τρία· τινὲς γὰρ εἰς τρία διαιροῦσι τὸν φιλοσοφίαν, εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ λογικόν. εἰ δ’ οὕτως ἔχει ἢ μή, ἐπισκεψώμεθα. ἰστέον ὅτι τῆς διαιρέσεως τῇ ἀληθείᾳ τὸ θεολογικὸν πρῶτόν ἐστιν· ἀρχαὶ γὰρ πάντων
15τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσι‐ ολογικὸν ὡς μὲν πρὸς ἡμᾶς πρῶτον (οὐ γὰρ ἂν γνοίημεν τὴν νοητὴν οὐ‐ σίαν πρὸ τῆς αἰσθητῆς), ὡς δὲ πρὸς τὸ ἀληθὲς ἔσχατον· ἐσχάτη γὰρ οὐσία ἡ ἔνυλος, διὸ καὶ τὴν ἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθη‐ ματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τάξιν. τοῦτο δέ τινες τῶν
20πάλαι προέταξαν τοῦ φυσιολογικοῦ, οἱ μὲν κατὰ Πλάτωνα, ἵνα, φασί, τὰς ἰδέας ἐν τῇ ψυχῇ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν ἤτοι ἀναμιμνησκώμεθα τὰ ἐν τοῖς καθ’ ἕκαστα θεωροῦντες, ὁδῷ τινι ἢ κλίμακι τῷ μαθηματικῷ χρώμενοι· οἱ δὲ κατὰ Ἀριστοτέλην βουλόμενοι ἡμᾶς ἐθίζειν ἀπὸ τῆς ἐνύλου οὐσίας γινώσκειν τὴν νοητήν, ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ
25ἐναργεστέραν τὴν ὑπόστασιν ἢ κατὰ τὴν ὕλην· καὶ γὰρ ἐνταῦθα τὴν γραμ‐ μὴν τὴν ἐν τῇ ὕλῃ μανθάνομεν, οὐχ ὅπως τὴν ὕλην ἢ τὸν κηρὸν ἢ τὸν
χαλκὸν γνοίημεν, ἀλλ’ ἵνα ἀποσυλήσαντες αὐτὴν ἀποθώμεθα εἰς τὸν νοῦν,10

11

ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν· ὅτι δὲ οὐ κοινωνεῖ τῷ κηρῷ κατὰ τὴν οὐσίαν τὸ σχῆμα οἷον ἡ γραμμὴ ἢ τὸ τρίγωνον, αὐτόθεν δῆλον· αὐτίκα γοῦν τριγώνου σχήματος μεταβληθέντος ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς οὐ συμμεταβάλλεται ὁ κηρός, καίτοι εἰ ἐκοινώνει κατὰ τὴν
5οὐσίαν, ἔδει συμμεταβάλλεσθαι]. Διαιρεῖται οὖν ἡ φιλοσοφία [ὡς ἤδη εἴρηται] εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν εἰς δύο καὶ διὰ τί εἰς ταῦτα διαιρεῖται καὶ μήτε εἰς πλείονα μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλάττονα μὲν ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν· οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη.
10διὰ τί οὖν μὴ εἰς πλείονα ἀλλ’ εἰς δύο; τούτου δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ γὰρ ἐλέγομεν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ εἶναι, ὁ δὲ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικὰς πάντων τῶν ὄντων, τὰς δὲ προνοητικὰς ἡμῶν τῶν καταδεεστέρων, εἰκότως ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητι‐ κὸν καὶ πρακτικόν· διὰ γὰρ τοῦ θεωρητικοῦ γινώσκομεν τὰ ὄντα, διὰ δὲ
15τοῦ πρακτικοῦ προνοούμεθα τῶν καταδεεστέρων, καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῷ θεῷ. πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι, αἱ μὲν γνωστικαὶ οἷον νοῦς διάνοια δόξα φαντασία καὶ αἴσθησις, αἱ δὲ ζωτι‐ καὶ καὶ ὀρεκτικαὶ οἷον βούλησις θυμὸς ἐπιθυμία. ὁ οὖν φιλόσοφος πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι καὶ εἰς τελείωσιν ἀγαγεῖν· διὰ οὖν
20τοῦ θεωρητικοῦ τελειοῦται τὸ ἐν ἡμῖν γνωστικόν, διὰ δὲ τοῦ πρακτικοῦ τὸ ζωτικόν. εἰκότως οὖν ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, εἴς τε θεωρητικὸν καὶ πρακτικόν. πάλιν τὸ θεωρητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθη‐ ματικὸν καὶ φυσιολογικόν. εἰκότως καὶ τοῦτο· ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν ὁ φιλόσοφος, τῶν δὲ ὄντων πάντων τρεῖς εἰσι τάξεις·
25τὰ μὲν γὰρ τῶν πραγμάτων παντάπασίν ἐστι χωριστὰ τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ θεῖα, τὰ δὲ παντά‐ πασιν ἀχώριστα τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ξύλον καὶ ὀστοῦν καὶ σὰρξ καὶ πάντα ἁπλῶς τὰ σώματα (ταῦτα δὲ φυσικὰ καλοῦμεν ὡς ὑπὸ φύσεως δημιουρ‐
30γούμενα προσεχῶς), τὰ δὲ μέσα τούτων ὄντα κατά τι μέν ἐστι χωριστὰ
κατά τι δὲ ἀχώριστα, οἷά ἐστι τὰ μαθηματικά· κύκλος γὰρ καὶ τρίγωνον11

12

καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐ δύνανται καὶ κατὰ τοῦτο ἀχώριστά ἐστι τῆς ὕλης, ἐπειδὴ δὲ θεασαμένοι κύκλον ξύλινον καὶ χαλκοῦν καὶ λίθινον ἀνεμαξάμεθα αὐτοῦ τοῦ κύκλου τὸ εἶδος ἐν τῇ διανοίᾳ καὶ ἔχομεν παρ’ ἑαυτοῖς δίχα τῆς ὕλης (ὥσπερ εἰ κηρὸς λάβοι τὸ
5ἐκτύπωμα τοῦ δακτυλίου μὴ προσλαβών τι τῆς ὕλης), κατὰ τοῦτο χωριστά ἐστι τῆς ὕλης, καθὸ τῇ ἐπινοίᾳ χωρίζεται. τῶν οὖν ὄντων τὰ μέν ἐστι παντάπασι χωριστὰ τὰ δὲ παντάπασιν ἀχώριστα τὰ δὲ κατά τι μὲν χω‐ ριστὰ κατά τι δὲ ἀχώριστα· τὸ οὖν θεωρητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. τὰ μὲν οὖν παντάπασι χωριστὰ ἀπονέμουσι
10τῷ θεολογικῷ μέρει, τὰ δὲ παντάπασιν ἀχώριστα τῷ φυσιολογικῷ, τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τῷ μαθηματικῷ. ὅτι δὲ τὰ μὲν ἔνυλα εἴδη παντάπασιν ἀχώριστά ἐστι τῆς ὕλης τὰ δὲ μαθηματικὰ χωριστά, δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· κύκλον γὰρ ὁριζόμενοι οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς
15περιεχόμενον, πρὸς ἣν ἀφ’ ἕνος σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν‘. οἶκον δὲ ὁριζόμενοι ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι· φαμὲν οὖν ‘οἶκός ἐστι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ λίθων καὶ ξύλων‘. εἰ γὰρ μὴ προσθῶμεν τὴν ὕλην, δυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν
20τοιαύτην νοῆσαι σκέπην. μέσον δέ ἐστι τὸ μαθηματικὸν εἰκότως· ἐπεὶ γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγεσθαι καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστά, ὁδεύ‐ ομεν διὰ τῶν μαθημάτων, τῶν κατά τι μὲν χωριστῶν κατά τι δὲ ἀχω‐ ρίστων. διὰ τοῦτο γὰρ καὶ μαθήματα λέγεται, ὅτι δεῖ αὐτὰ μαθόντας
25καὶ ἐθισθέντας νοεῖν ἀσωμάτως ἀνάγεσθαι ἐπὶ τὰ θεῖα. καὶ γὰρ ὁ θεῖός φησι Πλωτῖνος· “παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς
ἀσωμάτου φύσεως”. ἐὰν γὰρ βουληθῶμεν εὐθὺς ἀπὸ τῶν φυσιολογικῶν12

13

ἐπὶ θεολογίαν ἀμέσως αὑτοὺς ἀναγαγεῖν, τυφλώττομεν, καθάπερ οἱ ἐκ σκο‐ τεινοτάτου οἴκου εἰς πεφωτισμένον ἀμέσως εἰσερχόμενοι· δεῖ γὰρ πρότερον ἐν οἴκῳ διατρίβειν σύμμετρον ἔχοντι φῶς, εἶθ’ οὕτως ἐλθεῖν εἰς τὸν φω‐ τεινότατον. οὕτως οὖν μετὰ τὰ φυσικὰ δεῖ διατρίψαντας ἐν τοῖς μαθή‐
5μασιν ἀνάγεσθαι ἐπὶ θεολογίαν· κλῖμαξ γάρ τις καὶ γέφυρά ἐστι τὰ μαθή‐ ματα κοινωνοῦντα μὲν τοῖς φυσικοῖς καθὸ ἀχώριστα τοῖς δὲ θείοις καθὸ χωριστά. Καὶ τὸ φυσιολογικὸν μὲν οὖν καὶ τὸ θεολογικὸν ὑποδιαιρέσεις τινὰς ἐπιδέχονται, ἀλλὰ τὰς μὲν τούτων ὑποδιαιρέσεις ὡς ἀσυμμέτρους οὔσας
10εἰσαγωγικαῖς ἀκοαῖς σιωπήσωμεν, τὸ δὲ μαθηματικὸν διαιρεῖται εἰς τέσ‐ σαρα, εἰς γεωμετρίαν καὶ ἀστρονομίαν καὶ μουσικὴν καὶ ἀριθμητικήν. καὶ ἡ μὲν ἀριθμητικὴ τοὺς ἀριθμοὺς ἐπισκέπτεται (ἔστι δὲ θεῖα τὰ ἀριθμη‐ τικὰ θεωρήματα· οὐ γὰρ τὸν λεγόμενον ἀριθμὸν παρὰ τοῖς ἰδιώταις, καθ’ ὃν ἀπαριθμοῦνται, θεωρεῖ ἡ ἀριθμητική, ἀλλὰ τὰ εἴδη τοῦ ἀριθμοῦ ὁποίαν
15σχέσιν ἔχουσι πρὸς ἄλληλα, οἷον ὁ ἓξ πρὸς τὰ τρία τὸν διπλάσιον ἔχει λόγον καὶ ὁ ἐννέα πρὸς τὸν ἓξ τὸν ἡμιόλιον. ἔτι γε μὴν καὶ τὰς γενέσεις τῶν ἀριθμῶν τοῦ τε ἀρτίου καὶ τοῦ περιττοῦ καὶ τοῦ περισσαρτίου καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐπισκέπτεται), ἡ δὲ γεωμετρία τὰ μεγέθη καὶ τὰ σχήματα, ἡ δὲ μουσικὴ τὰς τῶν χορδῶν συμφωνίας. ἐπιτηδεύει δὲ
20καί τινα μέλη κοιμίζοντα μὲν τὰ τῆς ψυχῆς πάθη, διεγείροντα δὲ αὐτὴν ἐπὶ ἀρετήν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ τὰ ἔτι σωζόμενα ἴχνη καὶ οἷον ἀποπτώσεις τῆς μουσικῆς· ἀκούοντες γοῦν σάλπιγγος θυμικώτερον δια‐ τιθέμεθα (καὶ διὰ τοῦτο ἐν τοῖς πολέμοις ἡ σάλπιγξ ἐπιτηδεύεται), ἀκού‐ οντες δὲ θεατρικῶν μελῶν ἐκλυτώτερον διακείμεθα τὰς ψυχάς. φέρεται
25δὲ καὶ ἱστορία τοιαύτη, ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεύσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αὐ‐ λῆσαι, καὶ τούτου γενομένου παύσαι τοῦ νέου τὴν ἐπιθυμίαν· ὥστε οὐ δεῖ ἀπιστεῖν τοῖς λεγομένοις περὶ τῆς θείας μουσικῆς. διὰ τοῦτο καὶ ὁ θεῖος Πλάτων παρακελεύεται τοὺς νέους καὶ διὰ μουσικῆς καὶ διὰ γυμναστικῆς
30ἰέναι, ἵνα διὰ μὲν τῆς μουσικῆς τὴν ψυχὴν ἐπικοσμῶσι, διὰ δὲ τοῦ γυμ‐
νασίου τὸ σῶμα. ἡ δὲ ἀστρονομία καταγίνεται περὶ τὰς ἐποχὰς τῶν ἀστέρων.13

14

Διὰ τί δὲ εἰς τέσσαρα διαιρεῖται ἡ μαθηματικὴ καὶ μὴ εἰς πλείονα ἢ εἰς ἐλάττονα, νυνὶ λέγωμεν. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται. τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι συνεχὲς, τὸ δὲ διωρισμένον. δι‐ αιρεῖται δὲ τούτων ἕκαστον εἰς δύο· τὸ μὲν συνεχὲς εἴς τε τὸ κινητὸν καὶ
5τὸ ἀκίνητον (τοῦ κινητοῦ πάλιν τὸ μὲν ἀεικίνητον τὸ δὲ οὐκ ἀεικίνητον), τὸ δὲ διωρισμένον ποσὸν εἰς τὸ καθ’ αὑτὸ καὶ τὸ πρός τι. ποσὸν συνεχὲς ἐν θέσει ἀκίνητόν ἐστιν ἡ γῆ, περὶ ἣν καταγίνεται ἡ γεωμετρία· ἔστιν οὖν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου ἐν θέσει. ποσὸν ἀεικίνητόν ἐστιν ὁ οὐρανός, περὶ ὃν καταγίνεται ἡ ἀστρονομία· καὶ ἔστιν ἡ
10ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. καταγίνεται δὲ ἡ ἀστρονο‐ μία καὶ ἡ γεωμετρία περὶ τὸ συνεχὲς ποσόν, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ἐλέγομεν δὲ καὶ τοῦ διωρισμένου ποσοῦ τὸ μὲν εἶναι καθ’ αὑτὸ τὸ δὲ πρός τι· ποσὸν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμός, ὅταν αὐτὸν καθ’ ἑαυτὸν σκοπῶμεν, οἷον τὸν ἀρτιάκις ἄρτιον ἢ
15τὸν περισσάρτιον ἀριθμόν, καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ τὸ συμβεβηκὸς (τοῦτο γὰρ μουσικῆς, καταγίνεται οὖν περὶ τοῦτο), ποσὸν οὖν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμὸς ἐφ’ ἑαυτοῦ σκοπούμενος. ἡ ἀριθ‐ μητικὴ οὖν ἐστι γνῶσις ποσοῦ καθ’ αὑτὸ διωρισμένου. ποσὸν δὲ διωρισ‐ μένον πρὸς ἕτερόν ἐστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ ἣν ἡ
20ἁρμονία καταγίνεται, ἣν δι’ ἀριθμοῦ γνωρίζομεν, περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον· δέδεικται οὖν ὅτι ἡ μουσικὴ καὶ ἡ ἀριθμητικὴ περὶ τὸ διωρισμένον ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια καθ’ αὑτὰ θεωρεῖται ὡς μὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν
25καὶ τίνα τὸ θεωρητικὸν διαιρεῖται καὶ τί ἔχει πέρας, ἐκ τῶν εἰρημένων
δῆλον.14

15

Ἐπειδὴ δὲ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας εἰρήκαμεν, ἀνάγκη καὶ τοῦτο διελεῖν. διαιρεῖται τοίνυν τὸ πρακτικὸν εἴς τε τὸ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν. ὁ γὰρ πράττων τι ἀγαθὸν ἢ εἰς ἑαυτὸν πράττει κοσμῶν αὑτοῦ τὰ ἤθη καὶ τὸν βίον καὶ λέγεται ἠθικός, ἢ εἰς τὸν ἑαυτοῦ
5οἶκον καὶ λέγεται οἰκονομικός, ἢ τὴν ὅλην κοσμεῖ πόλιν καὶ λέγεται πολι‐ τικός. τινὲς δέ φασιν ὅτι ὁ πολιτικὸς καὶ ἠθικός ἐστι καὶ οἰκονομικός (ὁ γὰρ πόλιν ὅλην δυνάμενος κοσμῆσαι πολλῷ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον), καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν. πρὸς οὓς ἐροῦμεν ὅτι πολλοί τινες κενοδοξίᾳ νικώμενοι τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ
10καταφρονοῦσιν. ὥστε διῄρηται τὰ εἰρημένα τρία τοῦ πρακτικοῦ εἴδη ἀπ’ ἀλλήλων. τούτων δὲ ἕκαστον διαιρεῖται εἴς τε τὸ νομοθετικὸν καὶ δικαστι‐ κόν· ὁ γὰρ πολιτικὸς φιλόσοφος ἢ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς ἐν τῇ πόλει, ἢ δικάζει καὶ τοὺς μὲν γερῶν ἀξιοῖ τοὺς δὲ παρατρέψαντάς τι τῶν κειμένων νόμων κολάζει. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν τῷ οἰκονομικῷ
15θεωρεῖται τὸ νομοθετεῖν καὶ δικάζειν· καὶ γὰρ ἐν τῷ οἴκῳ νόμους τίθεμεν καὶ δικάζομεν τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας. οὐ μόνον δὲ ἐν τῷ οἰκονομικῷ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῷ ἠθικῷ. καὶ γὰρ καὶ ὁ ἠθικὸς νόμους τίθησιν ἑαυτῷ, ὅταν λέγῃ
κρατεῖν δ’ εἰθίζεο τῶνδε·
20
γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου καὶ φιλότητος, καὶ πάλιν ὁπόταν Ἰσοκράτης λέγῃ “τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου”. οὗτοι γὰρ ἠθικοὶ λόγοι τε καὶ νόμοι ὑπάρχουσι. καὶ δικάζει δ’ ἑαυτὸν ὅτε φησὶν
μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,
25πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·15

16

πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι, αὐτὰρ ἔπειτα
αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. καὶ περὶ μὲν τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ καὶ κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται.
5 Νυνὶ δὲ περὶ τῆς τοῦ ἠθικοῦ διαιρέσεως δεῖ εἰπεῖν, καὶ πρῶτόν γε τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν ἀνθρώπου κόσμος, κόσμος δὲ ἡ ἑκάστου τελειότης, ἣ διὰ τῆς τῶν ἄκρων στερήσεως ἤγουν παρατηρήσεως κατορ‐ θοῦται τῆς τε ὑπεροχῆς καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· καὶ γὰρ εἴποι τις ἄκοσμον τὸν ἄνθρωπον ἐνδεᾶ τινος μορίου
10οἷον χειρὸς ἢ ἑτέρου μορίου, εἴποι δὲ ἄκοσμον πάλιν καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς οἷον ἑξαδάκτυλον ἢ ἑξάχειρα, ὡς τοὺς κατὰ Ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὐκοῦν ἀκοσμία ἥ τε ὑπεροχὴ καὶ ἡ ἔλλειψις, αἱ δὲ ἀκοσμίαι ἀτελεῖς εἰσι, τὸ γὰρ ἐναντίον ταύταις ὁ κόσμος· τελειότης ἄρα ἐκ τῆς παρατηρήσεώς ἐστι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας,
15αἵπερ εἰσὶν ἀτέλειαι· τελειότης γὰρ ἐναντίον ἀτελείᾳ· τὰ δὲ ἐναντία διὰ τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται. Ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία καὶ ποῖα αὐτῆς τὰ μέρη. θεία τοίνυν ἐστὶ καὶ ἐφετή, καὶ καλῶς περὶ αὐτῆς ἐρρέθη ὅτι ‘τοιοῦτον ἀγαθὸν οὔτε ἦλθε πρὸς ἀνθρώπους οὔτε ἥξει ποτέ‘. τοσαῦτα μὲν κοινῶς ὑπὲρ
20φιλοσοφίας εἰρήσθω· ἰδίᾳ δὲ περὶ τοῦ προκειμένου βιβλίου λέγομεν ταῦτα.16

17

Εἴρηται ὅτι φιλοσοφία γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν. ἐζήτησαν οὖν οἱ φιλόσοφοι, τίνα ἂν τρόπον γένοιντο τῶν ὄντων ἐπιστήμονες. καὶ ἐπειδὴ ἑώρων τὰ κατὰ μέρος γεννητὰ καὶ φθαρτὰ ὄντα, ἔτι δὲ καὶ ἄπειρα, ἡ δὲ ἐπιστήμη ἀιδίων τε καὶ πεπερασμένων ἐστὶ γνῶσις (τὸ γὰρ γνωστὸν
5βούλεται ὑπὸ τῆς γνώσεως περιλαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίληπτον), ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου ἀίδια ὄντα καὶ πεπερασμένα. ὡς γάρ φησιν ὁ θεῖος Πλάτων, ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν τῶν πραγμάτων‘. τοῦτο δὲ ποριζό‐ μεθα διὰ τῆς εἰς τὰ καθόλου ἀναδρομῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ
10μέρος ἀνθρώπων ἐπὶ τὸν καθόλου ἄνθρωπον· οὐ προτίθενται γὰρ οἱ φιλό‐ σοφοι πόσοι εἰσὶν ἐν τῷ κόσμῳ ἄνθρωποι γνῶναι, ἀλλὰ τίς ἡ φύσις τοῦ ἀνθρώπου, ὅτι ζῷον λογικὸν θνητόν ἐστιν· ὁ γὰρ τοῦτο ἐγνωκὼς εἴσεται καὶ πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους καὶ τοὺς ἤδη γενομένους καὶ τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἀνήγαγον
15ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου, πάλιν ἀπὸ τῶν κατὰ μέρος ἵππων ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου περιεκτικὴν πάντων τῶν κατὰ μέρος, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῷον τετράπουν χρεμετιστικόν· οὐ γὰρ τοὺς κατὰ μέρος ἵππους βούλεται γνῶναι ὁ φιλόσοφος, οἷον τίς ἐστιν ὁ Ξάνθος καὶ τίς ὁ Βαλίας, ἀλλὰ τίς ὁ καθόλου ἵππος. τὰ γὰρ καθόλου ἀεὶ ὡσαύτως
20ἔχουσι καὶ οὐ νῦν μὲν οὕτως, αὖθις δὲ ἑτέρως, ὥσπερ καὶ τὰ μερικά· ἄλλη γὰρ φύσις ἡ τοῦ Βαλίου ἵππου καὶ ἄλλη ἡ τοῦ Ξάνθου, ὥσπερ ἄλλη φύσις Πλάτωνος καὶ ἄλλη Ἀλκιβιάδου, ὁ δὲ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἀεὶ ὡσαύτως ἔχει· πᾶς γὰρ ἵππος ζῷόν ἐστι τετράπουν χρεμετιστικόν, καὶ πάλιν πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητόν. ὁμοίως καὶ
25ἐπὶ κυνὸς καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζῴου. θεασάμενοι οὖν ταῦτα τὰ εἴδη, εἰ καὶ πεπερασμένα, ἀλλ’ οὖν τῇ ἀνθρωπίνῃ διανοίᾳ ἀπερίληπτα (οὐδὲ γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῷα), ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ζῴου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ ὁ
ἄνθρωπος ζῷον καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ ἄλλα καθὸ ζῷα οὐδὲν17

18

διαφέρουσι· πάντα γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρχουσιν. ὁ οὖν ἐγνω‐ κὼς τί ποτέ ἐστι τὸ ζῷον, ἐγνωκὼς ἔσται πάντα τὰ ζῷα. πάλιν ἀπὸ τῆσδε τῆς συκῆς ἢ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὴν καθόλου συκῆν καὶ ἄμπελον καὶ
5ἐλαίαν καὶ πλάτανον. πάλιν ταῦτα τήν τε καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ τὰ ἄλλα ἐπί τι κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν περιέχον τὰ κατὰ μέρος φυτά. ἔσχον οὖν δύο κοινότητας τήν τε τοῦ ζῴου καὶ τοῦ φυτοῦ. πάλιν τό τε ζῷον καὶ τὸ φυτὸν ἀνήγαγον εἰς τὸ ἔμψυχον· καὶ γὰρ τὸ φυτὸν ἔμψυχόν ἐστιν· αὔξεται γὰρ καὶ τρέφεται καὶ γεννᾷ ὅμοιον
10ἑαυτῷ. ἐπειδὴ δὲ τῷ ἐμψύχῳ ἀντίκειται τὸ ἄψυχον, ἄψυχον δέ ἐστι τὸ μὴ μετέχον ψυχῆς οἷον λίθος ξύλον καὶ ὅσα τούτοις παραπλήσια (πολλὰ δέ εἰσι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα), διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον καὶ ἀπὸ τῶν κατὰ μέρος ξύλων ἐπὶ τὸ καθόλου ξύλον καὶ ἀπὸ τῶν λοιπῶν ὁμοίως, καὶ
15ἀπὸ τοῦ καθόλου λίθου καὶ τοῦ καθόλου ξύλου ἐπί τι κοινὸν γένος, τὸ ἄψυχον, ὃ περιέχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. ταῦτα πάλιν ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸ σῶμα, ὅ ἐστι τριχῇ διαστατόν· καὶ λίθος δὴ καὶ ξύλον καὶ ἄνθρωπος καὶ πάντα ἁπλῶς ὅσα σώματά ἐστι τὰς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ ψυχῆς
20καὶ ἀγγέλου καὶ τῶν τοιούτων ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν· τὸ μὲν γὰρ τριχῇ διαστατόν ἐστι καὶ πάντῃ μεριστόν, τὸ δὲ παντελῶς ἀμερές τε καὶ ἀδιάστα‐
τον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις καὶ εὗρον ὡς οὐσία ἐστὶν18

19

ἑκάτερον· καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ καὶ τὸ ἀσώματον οἷον ψυχὴ ἄγγε‐ λος θεός. ἔσχον οὖν ἀναγαγεῖν ἑαυτοὺς ἐπί τι κοινὸν γένος τὴν οὐσίαν τοῦ τῆς οὐσίας ὀνόματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ’ ἂν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· ἔστι τινὰ τῶν πραγμάτων ἃ μὴ δύναται
5αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἃ καὶ συμβε‐ βηκότα καλεῖται, λευκότης μελανία γλυκύτης καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐ δύνανται ὑποστῆναι, ἀλλὰ πάντως ἡ λευκότης ἢ ἐν ψιμμυθίῳ ἢ ἐν γάλακτι σώμασιν οὖσιν ὑφέστηκεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι δυνάμενα καὶ μὴ δεόμενα
10πρὸς τὸ ὑποστῆναι ἄλλου τινός, οὐσίαι λέγονται, οἷον ἄνθρωποι ψυχαὶ λίθοι καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν, ὡς εἴρηται, ἐπί τινα κοινότητα τὴν οὐσίαν. Ἆρα οὖν πάντα τὰ ὄντα ἡ οὐσία περιλαμβάνει, ἐπειδὴ πάντων τῶν ὄντων ἐπιστήμων ὑπισχνεῖται εἶναι ὁ φιλόσοφος; οὐδαμῶς. πάλιν γὰρ εὗρον
15δύο πού τινα καὶ δέκα καὶ εἴκοσιν, ἅπερ ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸν ἀριθμόν. πάλιν εὗρόν τι μέγα καὶ μικρὸν καὶ ταῦτα ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνηχὲς κοινωνοῦσιν ἀλλήλοις, καθὸ ποσά ἐστι (ποσὸν γὰρ ἑκάτερον), ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότητας δύο περιεκτικὰς πραγμάτων πολλῶν τὴν οὐσίαν καὶ τὸ ποσόν.
20πάλιν ἔστι τι λευκὸν καὶ πολλαὶ αἱ κατὰ μέρος λευκότητες· τὸ γὰρ λευκὸν ἢ ἐν ψιμμυθίῳ ἐστὶν ἢ ἐν χιόνι ἢ ἐν κύκνῳ· ταῦτα οὖν πάντα ὑπὸ τὸ αὐτὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν καὶ τὸ φαιόν. καὶ τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν γλυκὺ πικρὸν θερ‐ μὸν ψυχρόν. ταῦτα οὖν πάντα τὰ ἀπηριθμημένα τὸ χρῶμα τὸ γλυκὺ τὸ
25θερμὸν καὶ τὰ παραπλήσια πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν ἀφ’ οὗ παρωνύμως τὸ μετέχον ὀνομάζεται· ἀπὸ γὰρ τῆς λευκότητος λέγεται λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς λέγεται γραμματικός. πάλιν ἔστι τι δεξιὸν ἀριστερὸν διπλάσιον ἥμισυ, καὶ ταῦτα πάντα ἀνήγαγον
ὑπό τι κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον. πάλιν19

20

δὲ ἔστι τι τὸ ἐν τῷ Λυκείῳ εἶναι ἢ ἐν ἀγορᾷ καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνή‐ γαγον ὑπὸ τὸ ποῦ, ὅπερ ἐστὶ τόπου σημαντικόν. πάλιν ἔστι τι χθὲς πέ‐ ρυσιν αὔριον καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποτέ, ὅπερ ἐστὶ χρόνου σημαντικόν. πάλιν ἔστι τι τὸ ἀνακεῖσθαι τὸ ἑστάναι τὸ καθῆσθαι,
5ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι· κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώ‐ ματος. πάλιν δὲ ὑποδεδέσθαι ὡπλίσθαι δακτύλιον φέρειν· τὰ τοιαῦτα ἀνή‐ γαγον ὑπὸ τὸ ἔχειν· ἔχειν γάρ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τι τύπτειν θερμαίνειν ψύχειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν· ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι. πάλιν θεασάμενοί τινα λευκαινόμενα τυπτό‐
10μενα ἀνήγαγον ταῦτα ὑπὸ τὸ πάσχειν, ὅπερ ἐστὶν ἀλλοιοῦσθαι ὑφ’ ἑτέρου. ἔσχον οὖν δέκα τοιαύτας κοινότητας· οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ κεῖσθαι ἔχειν ποιεῖν πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων ὑπὸ μίαν τούτων τελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας ὡς κατά τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας.
15 Περὶ τούτων οὖν τῶν δέκα κατηγοριῶν ὁ Ἀριστοτέλης ἔγραψε βιβλίον καὶ ἐμνήσθη ἐν τῇ διδασκαλίᾳ φωνῶν τινων πέντε ἀγνώστων ἡμῖν οὐσῶν ἐν τῇ συνηθείᾳ γένους διαφορᾶς εἴδους ἰδίου καὶ συμβεβηκότος. ὁ γοῦν φιλόσοφος Πορφύριος φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως ἔγραψε τουτὶ τὸ βιβλίον διδάσκων ἡμᾶς, τί σημαίνει ἑκάστη φωνή, ἵνα μαθόντες εὐχερέ‐
20στερον δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις περὶ τῶν κατηγοριῶν. ὁ οὖν τοῦ Πορφυρίου σκοπὸς οὗτός ἐστιν. ἐπέγραψε δὲ τὸ βιβλίον Εἰσαγωγήν, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν· προ‐ ηγοῦνται γὰρ τῶν φιλοσόφων πάντων συγγραμμάτων αἱ Κατηγορίαι, τούτων δὲ ἡ Εἰσαγωγή.
25 [Ὅπερ δὲ οἱ φιλόσοφοι ἐπὶ πάντων τῶν ὄντων ἐποίησαν (ἀνήγαγον γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κοινότητας καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ πάντως εὑρίσκεται ὑπό τινα τῶν τοιούτων κοινοτήτων ἀναγόμενον), τοῦτο οἱ γραμματικοὶ ἐπὶ τῶν φωνῶν πεποιήκασι· βουλόμενοι γὰρ τῇ ἀπει‐
ρίᾳ τῶν φωνῶν ἐπεξελθεῖν καὶ μὴ δυνηθέντες συνήγαγον τὰς μὲν τοιάσδε20

21

φωνὰς ἐπί τινα κοινότητα τὴν τοῦ ὀνόματος, τὰς δὲ τοιάσδε ἐπί τινα κοινότητα τὴν τοῦ ῥήματος, καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼ παρ’ αὐτοῖς τοῦ λόγου μέρη, ὑφ’ ἃ πᾶσαι αἱ κατὰ μέρος ἀνάγονται σημαν‐ τικαὶ φωναί.]
5 Εἰς πόσα μὲν οὖν καὶ τίνα διαιρεῖται τῆς φιλοσοφίας ἕκαστον μέρος καὶ τί ἔχει ἀποτέλεσμα, εἴρηται. δεῖ δὲ ἡμᾶς εἰπεῖν καὶ τὰ πρὸς τῶν φιλοσόφων οὕτω προσαγορευόμενα προλεγόμενα ἤτοι προτεχνολογούμενα ἐπὶ παντὸς βιβλίου. ἔστι δὲ ταῦτα· ὁ σκοπὸς τὸ χρήσιμον τὸ γνήσιον ἡ τάξις τῆς ἀναγνώσεως ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ εἰς τὰ κεφάλαια διαίρεσις
10καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα. ταῦτα δὲ ἐπενόησαν οἱ φιλόσοφοι προλέγειν, οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας, ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώ‐ σκοντας. ἀναγινώσκων γάρ τις ἐὰν ἀγνοῇ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ’ ἃ μὴ ἴσασι.
15διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν. οὐ μὴν οὐδὲ ὁ τὸν σκοπὸν ἐγνωκὼς ἐγχειρεῖ προθύμως τῷ ἔργῳ, πρὶν ἂν καὶ τὸ ἀπ’ αὐτοῦ χρήσιμον μάθῃ· ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες ἀπι‐ στοῦμεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τὸ βιβλίον τοῦ πα‐ λαιοῦ, ὃν ἴσμεν ἔνδοξον ὄντα, οἷον τοῦ Ἀριστοτέλους ἢ Πλάτωνος· ἐκείνους
20γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνή‐ σιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως ἀνακύπτει καὶ ἡ περὶ τάξεως ζήτησις, πότερον πρῶτον αὐτὸ δεῖ τάττεσθαι ἢ ὕστερον· καὶ διὰ τοῦτο καὶ τὴν τάξιν λέγουσι. τὴν δὲ ἐπιγραφήν, ἐπειδὴ ὡς ἐν συντόμῳ τὸν σκο‐
πὸν ἔχει. ἔτι δὲ καὶ τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας διὰ τὸ21

22

εἰδέναι ποῦ μάλιστα συντελεῖ. δεδειγμένου δὲ τίνος ἕνεκα ταῦτα προλέγου‐ σιν οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγόμενα τοῦ βιβλίου. Ἔστι δὲ σκοπὸς τῷ Πορφυρίῳ ἐνταῦθα περὶ πέντε τινῶν εἰπεῖν, ἃ πάντα τὰ ὄντα ἐστὶν ἤγουν ἐν τοῖς οὖσι πᾶσι θεωρεῖται. ἔστι δὲ ταῦτα·
5γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν· διδάσκει γὰρ ἡμᾶς τὰ καθ’ αὑτὰ προσόντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἴτια τῆς συστάσεως· ἐκ δὲ τῶν αἰτίων τῆς συστάσεως τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδάσκει καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον· διὰ γὰρ τῆς ἀποδείξεως τὰ τέλη αὐτῆς γινώ‐
10σκομεν. τὸ δὲ γνήσιον δηλοῖ μὲν καὶ ἡ φράσις σαφὴς οὖσα καὶ τὸ ἐν ἄλλοις αὐτὸν βιβλίοις τῶν ἐν τῷδε τῷ βιβλίῳ θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ προσφωνεῖν αὐτὸν τῷ Χρυσαορίῳ· τούτῳ γὰρ καὶ ἄλλα τινὰ προσφωνήσας βιβλία καὶ τοῦτο προσφωνεῖ διὰ τοιαύτην αἰτίαν. διδάσκαλος ἦν τοῦ Χρυσαορίου καὶ ἐξηγούμενος αὐτῷ τὰ μαθήματα. ἐδέησεν οὖν
15ἱστορῆσαι τὸ πῦρ τῆς Αἴτνης καὶ ἐξεδήμησε. τούτῳ τῷ χρόνῳ εὑρίσκει ὁ Χρυσαόριος τὰς Ἀριστοτέλους Κατηγορίας, καὶ οὐδὲ ὅλως παρηκολούθει ἐγκύπτων. δηλοῖ οὖν τῷ Πορφυρίῳ ἐκεῖ ὄντι γράψας τὸ συμβάν, καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι, δι’ ἧς ἂν μέλλοι παρακολουθεῖν τῷ βιβλίῳ. ἐπειδὴ τοίνυν ὁ Πορφύριος οὐκ
20ἠδύνατο τέως ὑποστρέψαι, γράφει αὐτῷ τὸ βιβλίον τοῦτο ἐκ τῶν εἰρη‐ μένων τῷ Πλάτωνι καὶ Ταύρῳ ταυτὶ συλλέξας σχεδὸν καὶ δι’ αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτων μὲν δῆλον ὅτι γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον. πρῶτον δέ ἐστι τῇ τάξει· εἰ γὰρ εἰς τὰς Ἀριστοτέλους Κατηγο‐ ρίας εἰσάγει, αἳ περὶ τῶν ἁπλῶν εἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς εἰσιν
25ἀρχαί, δῆλον ὅτι πρῶτόν ἐστι τῇ τάξει τῆς λογικῆς. εἰκότως οὖν πρὸ αὐτοῦ22

23

τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. Εἰσαγωγὴ δὲ ἐπιγέγραπται. καὶ ἀποροῦσί τινες, διὰ τί ἀπροσδιορίστως ἐπέγραψεν Εἰσαγωγ· ἄδηλον γὰρ πότερον ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων ἀορίστως εἰώθαμεν σημαίνειν, ὥσπερ ὅτε
5τὸν Ὅμηρον βουλόμεθα σημᾶναι, ‘ὁ ποιητήσ‘ λέγομεν κατ’ ἐξοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημᾶναι ἀορίστως εἰπεῖν κατ’ ἐξο‐ χήν; ἔπειτα δὲ καὶ τοῦτό φαμεν, ὅτι ἡ εἰσαγωγὴ τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγὴ ἀναμφισβητήτως, ἡ δὲ φιλοσοφία τέχνη ἐστὶ τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· πῶς οὖν εἰς ταύτην ἡμᾶς μέλλων εἰσάγειν, διὰ μέσης
10δὲ ταύτης εἰς ἁπάσας τὰς τέχνας, εἴπερ ἀληθῶς ὁ ὅρος ἔχει, ἤμελλε μιᾶς τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν; τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἰστέον δ’ ὅτι διῄρηται τὸ σύγγραμμα τοῦτο εἰς τρία, καὶ ἐν μὲν τῷ πρώτῳ μέρει διδάσκει περὶ τῶν εἰρημένων πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ συμπλέκει αὐτὰς κατὰ δύο καὶ διδάσκει τί κοινὸν αὐταῖς καὶ
15τί ἴδιον, οἷον τί κοινὸν γένει καὶ εἴδει καὶ τί ἴδιον, καὶ γένει καὶ διαφορᾷ, καὶ ἐπὶ πάντων ὡσαύτως. ἐν δὲ τῷ τρίτῳ διδάσκει τίνα πάντων ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων ἐν τῷ προοιμίῳ προανακρούεται τὸν σκοπὸν τοῦ βιβλίου καὶ τὸ χρήσιμον διδάσκει καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι ἁπλούστερος καὶ εἰσαγωγικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὄργανον ἀνά‐
20γεται τῆς φιλοσοφίας τὸ προκείμενον βιβλίον· διδάσκει γὰρ τὰ εἰς τὰς ἀρχὰς τῆς ἀποδείξεως συντελοῦντα, ἥτις ἐστὶ τῷ γένει συλλογισμός, ὃς εἶδός ἐστι τοῦ συνθέτου λόγου, ὃς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τῆς λογικῆς. ἡ δὲ λο‐
γικὴ οὐ μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον, ὡς ἐν ἑτέρῳ δείξομεν.23

24

(1n)

Ὄντος ἀναγκαίου, Χρυσαόριε.
2 Πάντα τὰ ὄντα αὐτοφυῶς ἐφίεται τοῦ ἀγαθοῦ, ἐπειδήπερ τῶν ὄντων ἁπάντων μία ἐστὶν ἀρχὴ τὸ ἀγαθόν. πάντα οὖν πρὸς τὸ ἀγαθὸν ὡς οἰκεῖον ἀγαθὸν ἀνατείνεται, καὶ τελειοῦται τῶν ὄντων ἕκαστον μετέχον ἐκείνου
5κατὰ τὰ οἰκεῖα μέτρα. οὐδεὶς οὖν κακοῦ ἐφίεται, ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται τῇ ἀλόγῳ δόξῃ ἑπόμενοι. ἡνίκα οὖν βούλεταί τίς τινα ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει, ὡς ἐκ τούτου ἐφέλκειν αὐτόν. τοῦτο τοίνυν ὁ φιλόσοφος Πορφύριος ποιεῖ· βουλόμενος γὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνά‐
10γνωσιν τὸ ἐκ τούτου ἐσόμενον ἀγαθὸν μηνύει κατ’ ἀρχάς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθόν, τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς πρὸς τὸ τέλος, καὶ τὸ μὲν ὡς τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ ὡς πρὸς τὸ τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὸ φλεβοτομεῖν οὐ καθ’ αὑτὸ ἀλλὰ διὰ τὴν ὑγείαν, τὸ ἀναγκαῖον κυρίως οὐ λέγεται ἀγαθὸν ἀλλ’ ὡς πρὸς τὸ
15μεῖζον ἀγαθὸν ἀναφερόμενον· λέγομεν γὰρ ‘εἰ μέλλει ὑγιαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι‘. διὸ οὕτως εἶπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρός τι ἄλλο τέλος ἀναφέρεται τὸ βιβλίον, δηλαδὴ τὰς Κατηγορίας, καὶ οὐκ ἔστιν ἀγα‐ θὸν ὡς τέλος ἀλλ’ ὡς πρὸς ἄλλο παραλαμβόμενον. καὶ ἁπλῶς εἰπεῖν ἀναγκαῖον ἐνταῦθα λέγει τὸ βιβλίον ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων.
20καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα· ἰστέον γὰρ
ὅτι οἱ φιλόσοφοι τὸ ἀναγκαῖον διχῶς λέγουσιν· ἀναγκαῖον γὰρ καλοῦσιν ἢ24

25

τὸ χρήσιμον ἢ τὸ ἀντιδιαιρούμενον τῷ ἐνδεχομένῳ. καὶ χρήσιμον μὲν λέγουσι τὸ συμβαλλόμενον εἴς τι οἷον τὸ ὑποδεδέσθαι τὸ ἐνδύεσθαι· συμ‐ βάλλεται γὰρ εἰς τὸ ἧττον διαφθείρεσθαι τὰ σώματα καὶ διὰ τοῦτο διαρ‐ κεῖν ἐπὶ πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον, ὡς εἶπον, καὶ τὸ τῷ ἐν‐
5δεχομένῳ ἀντιδιαιρούμενον, οὗτινος χωρὶς εἶναι ἀδύνατον. οἷον ἀνάγκη τὰ ζῷα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως, ἵνα ζῶσιν· ἀναγκαῖον οὖν τι χρῆμα ἡ ἀναπνοή· χωρὶς γὰρ ταύτης ζῆν ἀδύνατον τὰ ἔχοντα πνεύμονα ζῷα. ἀναγκαῖον οὖν τοῦτο λέγεται τὸ βιβλίον εἶναι ἢ κατὰ τὸ πρῶτον σημαινόμενον ἢ κατὰ τὸ δεύτερον. καί φαμεν οὐχὶ κατὰ τὸ δεύτερον,
10ἀλλὰ κατὰ τὸ πρῶτον· καὶ γὰρ πρὸ τοῦ γενέσθαι Πορφύριον ἐνοοῦντο δῆ‐ λον ὅτι αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρῆ ποιοῦν τὴν ἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνα‐ τὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι, οὗ χωρὶς ἐκεῖνα νοηθῆναι ἀδύνατον, οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων
15ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεω‐ ρίας· ἄνευ γὰρ τῆς τούτων γνώσεως τἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον. ὅθεν καὶ ὁ Πορφύριος οὐκ εἶπεν ‘ἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματοσ‘ ἀλλὰ ἀναγκαίας οὔσης τῆς τούτων θεωρίας. καὶ γὰρ πρὶν Πορφύ‐ ριον γράψαι περὶ τούτων, ἀναγκαία ἦν ἡ περὶ αὐτῶν θεωρία εἰς τὴν τῶν
20φιλοσόφων θεωρημάτων νόησιν, καὶ ἄνευ ταύτης ἐκεῖνα νοηθῆναι ἀδύνατον. τοσοῦτον οὖν τὸ ἐκ τοῦ προκειμένου βιβλίου γέγονε χρήσιμον, ὅτι τὰ σπο‐ ράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένα συνήγαγε καὶ εὐμαρεστέραν ἡμῖν καὶ σύντομον τὴν περὶ αὐτῶν θεωρίαν ἐποίησεν. ὅθεν οὐδὲ ὁ Πορφύριος ἰδιοποιεῖται τὴν εὕρεσιν τῆς περὶ αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς
25πρεσβυτέροις φησὶν ἐπελθεῖν πειράσομαι.25

26

Ἰστέον δὲ ὅτι εὐθὺς ἐν προοιμίοις περὶ τριῶν τούτων διαλέγεται· λέγει γὰρ τίς ἡ πρόθεσις τοῦδε τοῦ συγγράμματος (ὅτι περὶ τῶν πέντε φωνῶν ἐκείνων διαλεχθῆναι), καὶ τί τὸ χρήσιμον (ὅτι χρησιμεύει οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἀλλὰ καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶσαν εὑρετικὴν
5μέθοδον φιλοσοφίας), καὶ τίνι τρόπῳ κέχρηται διδασκαλίας, ὅτι σαφεῖ καὶ πρέποντι εἰσαγομένων ἀκοαῖς· οὔτε γὰρ μείζονα ἢ κατὰ τοὺς εἰσαγομένους θεωρήματα διδάσκει, οὔτε μὴν εἰς μῆκος ἐκτείνει τὸ σύγγραμμα, οὔτε ἀσα‐ φεῖ τῇ λέξει κέχρηται, ἵνα διὰ τούτων προτρέψηται τοὺς νέους εἰς τὴν τοῦ βιβλίου ἐκλογήν. [ὁ δὲ καὶ σύνδεσμος σημαίνει ἡμῖν, ὡς οὐ μόνον εἰς
10τὴν τῶν Κατηγορίων διδασκαλίαν συμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει εἶπεν, ἐπειδὴ συμβάλλεται οὐ μόνον εἰς τὸ βιβλίον τῶν Κατηγοριῶν Ἀρι‐ στοτέλους, ἀλλὰ καὶ εἰς τὰς ἄλλων Κατηγορίας· εἰδέναι γὰρ χρὴ ὡς πολλοὶ τῶν Ἀριστοτέλους ἑταίρων κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν Κατηγορίας
15καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλίον τοῦτο οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ἀλλὰ καὶ εἰς τὰς Ἀρχύτου καὶ εἰς πάσας τὰς τῶν φιλοσόφων πραγματείας]. Ἀποροῦσι δέ τινες εὐθὺς ἐν ἀρχῇ εἰς τὸ ὄντος ἀναγκαίου ἄλογον μὲν καὶ οὐκ ἀκόλουθον ἀπορίαν, πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν
20τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν. ἀποροῦσιν οὖν οὕτως· τοῦ ὄντος τὸ μέν φασιν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον τὸ δὲ ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ ἐξ ἀνάγκης ὄν, οἷον τὸ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέραν εἶναι. ἐνδεχόμενον δὲ τὸ δυνάμει ἔχον τὴν τῶν δύο ἐναντίων ὕπαρξιν οἷον τὴν τοῦ ἀναγνῶναι καὶ τοῦ μὴ
25ἀναγνῶναι, οὔπω δὲ οὐδέτερον ὂν ἀλλ’ ἐν τῷ δυνάμει μόνον εἶναι θεωρού‐
μενον. ὑπάρχον δέ ἐστι τὸ εἰς ἐνέργειαν προαχθὲν καὶ ἐνεστὸς ἐνδεχό‐26

27

μενον. τούτων τοίνυν τὸ ὂν οὐκ ἔστιν ἐπίσης· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν ὡς τὸ ἴδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἢ ὑπο‐ κείμενα ἀλλήλοις. δύο γὰρ ταῦτα ἐξισάζει, τοῖς τε ὑποκειμένοις κατη‐ γορούμενα καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα, τό τε ἴδιον καὶ ὁ ὅρος.
5ποῖον δέ ἐστι κατηγορούμενον καὶ ποῖον ὑποκείμενον; ὑποκείμενον μέν, ἐν ᾧ τὸ ἄρθρον πρόσκειται, κατηγορούμενον δέ, ἐν ᾧ τὸ ἔστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ὄντων ἢ ῥη‐ μάτων, τοῖς μὲν ὀνόμασιν ἐνεργείᾳ συνέζευκται ἡ ἔστι φωνή, τοῖς δὲ ῥή‐ μασι δυνάμει, οἷον ἐὰν εἴπω ‘ὁ ἄνθρωποσ‘, ὑποκείμενον εἶπον, ἐὰν δὲ
10προσθῶ ‘ζῷόν ἐστι‘, κατηγορούμενον εἶπον. τὸ οὖν ὂν ἐπίσης οὐκ ἔστιν οὔτε ὑποκείμενον οὔτε κατηγορούμενον τῷ ἀναγκαίῳ ἢ τῷ ἐνδεχομένῳ ἢ τῷ ὑπάρχοντι, ἀλλ’ ἐπὶ πλέον, ἐπεὶ οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν· πᾶν μὲν γὰρ εἴ τί ἐστιν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρ‐ χον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγ‐
15καῖόν ἐστιν ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν, οἷον ἐὰν ἐνδεχόμενον ᾖ, οὔτε ἀναγκαῖόν ἐστιν οὔτε ὑπάρχον. εἰ τοίνυν οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπὶ πλέον ἐστὶν ἄρα τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος. τί δήποτε οὖν ὁ Πορφύριος πάσης κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπίσης βουλο‐
20μένης εἶναι τοῦ ὑποκειμένου, οὐδέποτε δὲ ἐπ’ ἔλαττον, αὐτὸς τὸ ἀναγκαῖον ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου; Φαμὲν οὖν ὅτι ἀληθὲς μέν ἐστι τὸ μὴ τὰ ἐπ’ ἔλαττον τῶν ἐπὶ πλέον κατηγορεῖσθαι, τὸ μέντοι ὂν οὐκ ἔστιν ἐπὶ πλέον τοῦ ἀναγκαίου· κυρίως
25γὰρ ἐκεῖνά ἐστιν ἐπὶ πλέον ὀνόματα, ὅσα κατὰ πολλῶν κατηγορούμενα καὶ ἐν πολλοῖς ἔχοντα ὑπόστασιν καὶ ἕν τι πρᾶγμά ἐστι ἰδίαν ὑπόστασιν ἔχον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ὡς τὸ ζῷον· κατηγορεῖται γὰρ κατὰ κυνὸς
καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἔχει μὲν ἐν τούτοις ὑπόστασιν, καὶ ἰδίαν27

28

πάλιν ἔχει οὐσίαν αὐτὸ καθ’ αὑτὸ θεωρούμενόν τε καὶ νοούμενον (ὁριζό‐ μεθα οὖν τὸ ζῷον οὐσίαν αὐτὸ εἶναι λέγοντες ἔμψυχον αἰσθητικήν)· ἐπεὶ ὅσα μὴ ἔχει ὑπόστασιν οἰκείαν, ἀλλ’ εἰσὶ φωναὶ ὁμώνυμοι ὡς ὁ κύων καὶ ὁ Αἴας καὶ ὅσα τοιαῦτα, ταῦτα οὐκ ἔστιν ἐπὶ πλέον· ψιλαὶ γάρ εἰσι φωναὶ
5καὶ οὐ πράγματα. τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτὸ εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἶναι. τὸ οὖν ὂν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ὀνόματος μόνον ἐστὶν ἐν τούτοις κοινωνία τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ καὶ τῷ ὑπάρχοντι, οὐκ ἔστιν οὐδενὸς αὐτῶν ἐπὶ πλέον· φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπὶ πλέον λέγουσιν εἶναι τὸ ὄν, ὡς
10γένος αὐτὸ πάντως ἀξιοῦσιν εἶναι ἐπὶ πλέον· τὸ δὲ γένος τεμνόμενον κατὰ τὸν αὐτὸν χρόνον τὰ εἴδη ποιεῖ ὑφεστάναι καὶ πάντως οὐδενὸς οὔτε προ‐ τέρου ὄντος οὔθ’ ὑστέρου· ἀνάγκη οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον, ὅπερ ἄτοπον· τὸ μὲν γὰρ ἀναγκαῖον τὸ ἀεὶ ἔχει, τὸ δὲ ἐνδεχόμενον καὶ τὸ
15ὑπάρχον τὸ ποτέ· οὐκ ἄρα γένος τὸ ὂν τῶν εἰρημένων, οὐδ’ ἄρα ἐξ ἀνάγ‐ κης ἐπὶ πλέον. ἔστι γὰρ τὸ ὂν φωνὴ ὁμώνυμος καὶ οὐ γένος, οὐδὲ φύσις ἀφωρισμένη ὑπάρχουσα ἑκάστῳ τῶν κατὰ μέρος, ὡς τὰ γένη ἐστίν. ἄλλως τε δὲ ἅπαντα τὰ πράγματα ἢ ἀπροσδιορίστως λέγομεν ἢ μετὰ προσδιορι‐ σμοῦ. προσδιορισμοὶ δέ εἰσι τέσσαρες· πᾶς, τίς, οὐ πᾶς, οὐδείς. καί φασιν
20αὐτοὺς εἰρῆσθαι προσδιορισμοὺς διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον, εἴτε περὶ καθολικοῦ διαλέγεταί τινος εἴτε καὶ μερικοῦ· ἐὰν μὲν γὰρ εἴπῃ ‘πᾶσ‘, καθολικὸν σημαίνει, ἐὰν δὲ ‘τίσ‘, μερικόν. τούτων τοίνυν οὕτως ἐχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν ὅτι τὸ ἀπροσδιορίστως τι λέγειν ἰσοδυναμεῖ τῷ μετὰ προσδιορισμοῦ μερικοῦ οἷον τοῦ τίς (τῷ γὰρ
25‘τὶς ἄνθρωπος ἦλθεν‘ ταὐτόν ἐστι τὸ ‘ἄνθρωπος ἦλθεν‘), εἰ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ Πορφύριος ἄρα ἀπροσδιορίστως εἰρηκὼς ὄντος καὶ προσθεὶς τὸ ἀναγκαῖον ἔλαβε μερικὸν τὸ ὄν, ὡς ἂν εἰ ἔλεγε ‘τὶ ὂν ἀναγκαῖόν ἐστι‘· μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε
καὶ εἰ μὴ φωνὴ ψιλὴ τὸ ὂν ἦν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον ὡς28

29

τὸ ζῷον, οὐ κακῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος ἀπροσδιορίστως αὐτοῦ κατηγορήσας. ἔτι δὲ ὅτε μὲν τὰ πράγματα βουλόμεθα σημᾶναι, ἕκαστον αὐτῶν ὅλον, κατ’ εὐθεῖαν πτῶσιν σημαίνομεν ὁ ἄνθρωπος ὁ ἵππος ὁ βοῦς, ὅτε δὲ μέρος τι τῶν πραγμάτων ἢ περὶ τὰ πράγματά τι ὑπάρχον,
5διὰ τῆς γενικῆς σημαίνομεν· οἷον ἐὰν εἴπωμεν τοῦ Σωκράτους, ἢ τῶν μερῶν αὐτοῦ τι σημαίνομεν ὡς τὴν χεῖρα ἢ τὴν κεφαλήν, ἢ τῶν περὶ αὐτόν τι οἷον τὸν οἶκον ἢ τὸ βιβλίον. ὁ οὖν Πορφύριος εἰ μὲν εἰρήκει ‘τὸ ὂν ἀναγκαῖόν ἐστι‘ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμελλε σημᾶναι, καὶ οὕτως ἂν ἔδοξεν ἴσως τοῦ ὅλου τὸ μέρος κατηγορεῖν· ἐπειδὴ δὲ εἶπεν
10ὄντος ἀναγκαίου διὰ τῆς γενικῆς, ἀνάγκη δήπου ἢ μέρος τοῦ πράγμα‐ τος ἢ τῶν περὶ τὸ πρᾶγμά τι δηλοῦν. μέρους δέ τινος τῶν περὶ τὸ ὂν ἐπίσης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζῴου καὶ ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπόστασιν ἔχειν τις λέγει τὸ ὄν, οὐ κακῶς κατηγόρησε τοῦ
15ὄντος τὸ ἀναγκαῖον ὁ Πορφύριος, ἐπειδὴ καὶ τοῦτο δεδώκαμεν· κατὰ γὰρ τοῦ ἴσου τὸ ἴσον κατηγόρησεν. ἔτι μέντοι καὶ κατὰ ἄλλον λόγον δείκνυται μὴ ὂν γένος τὸ ὂν μήτε τῶν εἰρημένων τριῶν, μήτε τῆς οὐσίας καὶ τοῦ συμβεβηκότος καὶ τῶν λοιπῶν κατηγοριῶν. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύ‐ τερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν· τὸ γὰρ γένος
20εἰδῶν ἐστι γένος, τὰ δὲ εἴδη κατὰ τὸν αὐτὸν χρόνον ὑφίσταται, καὶ ἐν ἑαυτῷ ἕκαστον ἔχει τὸ εἶναι, οὐκ ἐν ἄλλοις. εἰ δὲ καὶ τὸ συμβεβηκὸς δεύτερόν ἐστι τῆς οὐσίας καὶ ἐν ἐκείνῃ ἔχει τὸ εἶναι, καὶ τὸ ὑπάρχον δεύ‐ τερον τοῦ ἐνδεχομένου καὶ ἐν ἐκείνῳ ἔχει τὸ εἶναι, ὁμωνύμως ἄρα κατὰ τούτων ἀλλ’ οὐ συνωνύμως τὸ ὂν κατηγορηθήσεται· οὐ γάρ ἐστι γένος,
25ἐπειδὴ πρῶτά τινα καὶ δεύτερα ἐν τούτοις φαίνεται. πόθεν δῆλον ὅτι τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι καὶ ἐν τῷ ἐνδεχομένῳ τὸ ὑπάρχον, ἀλλ’ οὐκ ἐν ἑαυτοῖς; ὅτι ἀναιρουμένης τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου
συναναιρεῖται καὶ τὸ συμβεβηκὸς καὶ τὸ ὑπάρχον. εἰ δὲ ἦν εἴδη ἐκ τοῦ29

30

ὄντος αὐτοῖς ἀντιδιῃρημένα καὶ μὴ ἐν ἐκείνοις εἶχε τὸ εἶναι, οὐκ ἂν τού‐ των τῶν εἰδῶν ἀναιρουμένων οἷον τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συνανῃ‐ ρεῖτο τὸ ἕτερον· οὐ γὰρ εἴ τι εἶδος φθαρῇ τοῦ ζῴου οἷον κύων ἢ ἵππος, συναναιρεῖ καὶ τὰ ἄλλα εἴδη οἷον ἄνθρωπον ἢ βοῦν ἢ κάμηλον ἢ ἄλλο τι
5τῶν λοιπῶν εἰδῶν. κατὰ τοσούτους γοῦν τρόπους καὶ τὸ τῆς ἀπορίας ἄλογον δέδεικται καὶ τὸ τῶν λύσεων γλαφυρόν.
7nὌντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ
8nἈριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ
9nτί διαφορ.
10 Ὁ γὰρ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις περὶ γενικωτάτων φωνῶν διαλέγεται καὶ διαφοραῖς αὐτὰς χωρίζει καὶ ἰδίοις. εἰ οὖν ἐκεῖ περὶ γενῶν
καὶ διαφορῶν καὶ ἰδίων ὁ Ἀριστοτέλης διαλέγεται, τὸ ἄρα γνῶναι τί ἐστι30

31

γένος καὶ τί διαφορὰ καὶ τί εἶδος καὶ τί ἴδιον εἰκότως χρήσιμον πρὸς εὐχερεστέραν ἐκείνων κατάληψιν. κέχρηται δὲ τῷ καὶ συνδέσμῳ συμ‐ πλεκτικῷ, ἐπειδὴ οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἐστὶ χρήσι‐ μον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸς λέγει. τινὲς δέ φασιν αὐτὸν εἰρη‐
5κέναι καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ὡς καὶ εἰς τὰς Ἀρχύ‐ του χρησιμευούσης τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως· καὶ γὰρ κἀ‐ κεῖνος ἔγραψε Κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ Πορφυρίου καὶ τὰ λοιπὰ διασαφήσαντος, εἰς ἅ ἐστιν ἥ τε τοῦ γένους καὶ ἡ τῆς δια‐ φορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴν δὲ διαφορὰν προέταξε τοῦ
10εἴδους, ἐπειδὴ φυσικῶς προτερεύει τοῦ εἴδους. καὶ τοῦτο ἐν τῷ οἰκείῳ τόπῳ ἐπελθόντες δείξομεν. καὶ νῦν περὶ ὧν ὁ Πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι (περὶ γὰρ γένους, διαφορᾶς, εἴδους, ἰδίου καὶ συμ‐ βεβηκότος) ἐστὶν ἡ διδασκαλία. Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα τί δήποτε οὕτως κατὰ τάξιν ἔθετο τὰς
15φωνὰς ὁ φιλόσοφος· οὐ γὰρ ἀνάγκην εἶχε τοῦτο μάτην ποιῆσαι. ἀλλ’ εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. εἰδέναι δεῖ ὅτι ἔστι τινὰ ἐν τοῖς πράγμασι καὶ μερικὰ καὶ καθολικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι καὶ οἷον ἀπόλλυσθαι, γενικώτερόν τι τούτων ἐπενόησεν ἡ φύσις περιλαμβάνον πάντα καὶ διασῶζον τὴν ἑκάστου μορφήν, καὶ τοῦτο
20γένος ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνεννόητοι αὐτῶν ὦμεν καὶ τῆς τάξεως τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγματι τί ἐστιν ἕκαστον. Σω‐
κράτην μὲν οὖν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ τοὺς κατὰ μέρος καλοῦ‐31

32

σιν οἱ φιλόσοφοι μερικὰ καὶ ἄτομα, ὁμοίως δὲ καὶ Ξάνθον καὶ Βαλίαν καὶ τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιεκτικὰ προσεχῶς καλοῦσιν εἴδη, οἷον τὸν καθόλου ἄνθρωπον (περιέχει γὰρ τοὺς κατὰ μέρος ὁ καθό‐ λου) καὶ τὰ ἄλλα ὁμοίως, τὰ δὲ τούτων πάλιν περιεκτικὰ καλοῦσι γένη
5οἷον τὸ ζῷον· περιέχει γὰρ ἵππον καὶ ἄνθρωπον. μέσαι δὲ τούτων αἱ δια‐ φοραί εἰσιν. διαφορὰ δέ ἐστιν, ὡς αὐτὸς ὁ Πορφύριος προϊὼν ἐρεῖ, ᾗ διενήνοχεν ἕτερον ἑτέρου· κατὰ ταύτην γὰρ ἡ διαφορὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμία γίνεται διαφορὰ ἔκδηλος· οἷον τὸ ζῷον γένος ὑπάρχει, καθ’ ὃ οὐδὲν ἄλλο διαφέρει ἄλλου (πάντα γὰρ ζῷα
10καλοῦνται καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ ἄνθρωπος), ἐὰν δὲ εἴπω ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, ὑποδιελὼν ἐποίησα τὴν δια‐ φοράν, καθ’ ἣν ἐφάνη διαφέρων ὁ ἄνθρωπος τοῦ ἵππου καὶ τοῦ βοὸς καὶ τῶν λοιπῶν ἀλόγων· λογικὸν μὲν γὰρ λέγεται τὸ μετὰ λόγου καὶ κρίσεώς τινος διάγον οἷον ἄνθρωπος ἄγγελος, ἄλογον δὲ τὸ χωρὶς λόγου καὶ κρί‐
15σεως οἷον ἵππος καὶ βοῦς καὶ τὰ ἄλλα ἄλογα ζῷα. ὥστε οὖν αὕτη μερι‐ κωτέρα μέν ἐστι τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ λογικὸν μερικώτερον τοῦ ζῴου (περιέχει γὰρ τοῦτο τὸ ζῷον τὸ λογικόν τε καὶ ἄλογον), καθολικώτερον δὲ τοῦ εἴ‐ δους· περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικόν, ἄγγελον γὰρ καὶ ἄνθρωπον.
20ἄλλως τε δὲ μερικώτερόν ἐστι τοῦ γένους ἡ διαφορά, καθὸ ὑπὸ τὸ γένος πέπτωκε, καθολικώτερον δὲ τοῦ εἴδους, καθὸ αὕτη δύο τινῶν ἐστι περι‐ εκτικὴ τοῦ λογικοῦ τε καὶ ἀλόγου, ὑφ’ ἃ πάντα τὰ ζῷα πέπτωκε. τὸ δὲ εἶδος ἑνὸς μόνου ἐστὶ περιεκτικὸν οἷον ἀνθρώπου ἵππου ἢ ἄλλου τινός. τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, οἷον ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν
25λέγεται· αὐτῷ γὰρ μόνῳ ὑπάρχει καὶ παντί. συμβεβηκὸς δέ ἐστι τὸ32

33

δυνάμενον δίχα τινὸς βλάβης ἀπογενέσθαι τοῦ ἐν ᾧ ἐστιν, οἷον λευκὸν μέλαν καθῆσθαι ἑστάναι. τούτων οὖν τὰ μὲν συμπληρωτικά ἐστι τῆς οὐσίας ἤγουν τῆς ὑπάρξεως, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ τούτων μέση διαφορά, ἅτινα οὐσιώδη καλεῖται· ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζῴου· ἕκα‐
5στον γὰρ τούτων τῶν τριῶν μετέχει, οἷον Σωκράτης, καθὸ μὲν ζῷον, ἔχει τὸ γένος, καθὸ δὲ λογικὸν θνητόν, ἔχει τὴν διαφοράν, καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος· ὁμοίως δὲ καὶ Πλάτων καὶ Ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο ἐπεισ‐ οδιώδη καλεῖται, τὸ ἴδιον λέγω καὶ τὸ συμβεβηκός, διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧν τὸ μὲν ἴδιον πλησιέ‐
10στερον ὑπάρχει τῶν οὐσιωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί, τὸ δὲ συμβεβη‐ κὸς πόρρω ὑπάρχει, ἐπειδὴ πῇ μὲν ὑπάρχει πῇ δὲ οὐχ ὑπάρχει. τὰ αὐ‐ τὰ δὲ καὶ χωριστὰ καλεῖται, ἐπειδὴ κατ’ ἐπίνοιαν χωριζόμενα οὐδὲν λυ‐ μαίνεται τῇ οὐσίᾳ τοῦ ὑποκειμένου, ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἶναι, ὅπερ ἄτοπον, κἂν τοῦ γελᾶν δὲ τὴν δύναμιν ἀπο‐
15βάλλωμεν, οὐδὲν ἧττόν ἐσμεν ἄνθρωποι πάσας τὰς τῶν ἀνθρώπων ἐνερ‐ γείας ἐνεργοῦντες. τούτων οὖν οὕτως ἐχόντων ὅρα πῶς ὁ Πορφύριος κατὰ τάξιν προῆλθε· προέταξε μὲν γὰρ τὰ οὐσιώδη καὶ συμπληρωτικὰ τῆς οὐ‐ σίας, ὕστερον δ’ ἔταξε τὰ ἐπεισοδιώδη. καὶ πάλιν τῶν οὐσιωδῶν προέταξε μὲν πρῶτον τὸ γένος ὡς καθολικώτερον, εἶτα τὴν διαφορὰν ὡς τούτου
20μερικωτέραν, εἶτα τὸ εἶδος ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν ἐπειδὴ τὸ μὲν ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲν αὐτὸ ὡς καὶ μᾶλλον συγγενέστερον τοῖς εἰρημένοις, τὸ δὲ συμβεβηκὸς τῆς ἐσχάτης τετύχηκε τάξεως ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις καὶ αὐτὸ μόνον γινό‐
μενόν τε καὶ ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς.33

34

Ζητῆσαι δὲ ἄξιον, πῶς ἀντιδιῄρηται τῷ γένει καὶ τῷ εἴδει τὸ συμ‐ βεβηκός, καίτοι καὶ αὐτὸ τὸ συμβεβηκὸς εἰς εἴδη τε καὶ γένη τεμνόμενον. λέγω τοίνυν ὡς ἄλλο τί ἐστι σκοπεῖν ἕκαστον τῶν δέκα κατηγοριῶν, καθὸ ἔχει τὸ εἶναι ἀσχέτως, καὶ ἄλλο ὡς ἀνειληφὸς πρὸς ἕτερον σχέσιν· ἡνίκα
5μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὅ τι ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέν τι εἶναι οὐσίαν τὸ δὲ ποσὸν τὸ δὲ ποιὸν καὶ τὰ λοιπά· ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας ὡς μὴ ὑφεστηκυίας καθ’ αὑτὰς ἀλλὰ δεομένας ἐκείνης πρὸς ὕπαρξιν, συμβεβηκέναι αὐτὰς τῇ οὐσίᾳ φαμέν. πάλιν ἐν ἑκάστῃ τῶν κατηγοριῶν ὅταν ἀποβλέψαντες ἴδωμεν τὸ μέν τι καθολικώ‐
10τερον τὸ δὲ εἰδικώτερον τὸ δὲ ᾧ τὰ εἰδικώτερα τέμνεται ἀπὸ τῶν γενι‐ κωτέρων, τούτων τὸ μέν τι καλοῦμεν γένος τὸ δὲ διαφορὰν τὸ δὲ εἶδος· ὥστε τὸ αὐτὸ ἄλλως μὲν θεωρούμενον γένος λέγεται ἢ εἶδος ἢ διαφορά (καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας), ἄλλως δὲ τὸ μέν τι οὐσία τὸ δὲ συμβεβηκός.
15nΕἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ
16nδιαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας.
17 Χρὴ εἰδέναι πρῶτον, ὡς ἄλλη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην διαλεκτικὴ καὶ ἄλλη ἡ κατὰ Πλάτωνα· ἡ μὲν γὰρ κατὰ Ἀριστοτέλην διαλεκτικὴ δόξαις ἕπεται πενταχῶς, ὡς ἐν Τοπικοῖς διέταξεν, ἡ δὲ κατὰ Πλάτωνα
20τετραχῶς γίνεται, κατὰ διαίρεσιν καὶ ὁρισμὸν καὶ ἀπόδειξιν καὶ ἀνάλυσιν. τὸ οὖν χρήσιμον εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρήσιμον ἔσται δῆλον ὅτι καὶ εἰς τὴν κατὰ Πλάτωνα διαλεκτικήν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ πρὸς πᾶσαν φι‐ λοσοφίαν. εἰσὶ δέ, ὡς εἴρηται, διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ καὶ ἀνα‐
25λυτική. οὕτως οὖν ἐκληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συγ‐
γράμματα συμβάλλεται, ἀλλ’ ὡς εἰ καὶ μὴ ἦν συγγράμματα, εἰς αὐτὰς τὰς34

35

τῶν φιλοσόφων μεθόδους συμβάλλεται, δι’ ὧν δύνανται εὑρεῖν οἱ φιλόσοφοι ἕκαστον τῶν πραγμάτων. τί δέ ἐστιν ἑκάστης τούτων ἔργον, κατὰ τάξιν εἴπωμεν. Διαιρετικῆς μὲν γὰρ ἔργον ἐστὶ τὸ διαιρεῖν τὸ προτεθὲν γένος εὐτά‐
5κτως εἰς τὰς οἰκείας διαφοράς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθανάτον, καὶ μὴ λέγειν ὅτι τοῦ ζῴου τὸ μέν ἐστιν ἄνθρωπος τὸ δὲ ἵππος τὸ δὲ ἄλλο τι καὶ ἄλλο· ἐοίκασι γὰρ οὗτοι, ὡς ὁ θεῖός φησι Πλάτων, τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα, τοῦτ’ ἔστιν ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. ὁριστικῆς δέ ἐστι τὸ τὸν ὁρισμὸν
10οἰκείως ἑκάστου τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῷ διαιρε‐ τικῷ πρώτῳ ὄντι, ἐπειδὴ καὶ χρῄζει αὐτοῦ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν· ἐκ τοῦ οὖν διαιρεθέντος ἤδη γένους ὁ ὁριστικὸς ἐκλέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν, οἷον διαιρεθέντος τοῦ ἐμψύχου εἰς ζῷον καὶ φυτὸν καὶ τοῦ ζῴου εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ
15ἀθάνατον, ὁ ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι ἐκλέγεται τὸ ζῷον τὸ λογικὸν καὶ τὸ θνητόν. ἀποδεικτικῆς δὲ ἔργον τὸ τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιεῖσθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας· οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦ‐ τόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, ἀλλ’ ὥσπερ ὁ Πλάτων τὸν περὶ τῆς ἀθα‐
20νασίας τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ἐχρήσατο, λέγων ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. οὕτω χρὴ καὶ τὸν ἀποδεῖξαι βουλόμενον ποιεῖν· αἱ γὰρ ὄντως ἀποδείξεις ἐκ τῶν ὁρισμῶν γίνονται· οἱ γὰρ ὁρισμοὶ δηλοῦσι τὴν φύσιν τοῦ πράγματος, καὶ δεῖ τὰς ἀποδείξεις γί‐
25νεσθαι ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων καὶ οὐκ ἐκ τῶν ἔξωθεν παρε‐
πομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἐπέχει ἡ ἀπόδειξις, εἴ γε35

36

τῷ ὁριστικῷ κέχρηται, ὁ δὲ ὁριστικὸς τῷ διαιρετικῷ. ἀναλυτικῆς δὲ ἔργον τὸ τὰ σύνθετα ἀναλύειν εἰς τὰ ἁπλᾶ, ἐξ ὧν σύγκεινται, οἷον τὸν λόγον εἰς ὀνόματα καὶ ῥήματα, καὶ ταῦτα εἰς τὰς συλλαβάς, καὶ ταύτας εἰς τὰ στοι‐ χεῖα. καὶ ταῦτα μὲν οἱ γραμματικοί. οἱ δὲ φιλόσοφοι ἐπὶ τῶν πραγμά‐
5των, οἷον τὸν ἄνθρωπον εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστᾶ καὶ σάρκας καὶ νεῦρα, καὶ ταῦτα εἰς τὰ τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. χρώμεθα δὲ τῇ ἀναλυτικῇ καὶ ἐπὶ συλλογισ‐ μῶν ἀναλύοντες αὐτοὺς εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, ὡς ἐν τοῖς Ἀναλυτικοῖς διδάσκει. πρώτη οὖν πασῶν ἡ διαιρετική, δευτέρα ἡ
10ὁριστική, τρίτη ἡ ἀποδεικτική, τετάρτη ἡ ἀναλυτική. τῶν δὲ τριῶν μόνων ἐμνημόνευσε, διότι τὸ βιβλίον εἰς ταῦτά ἐστι χρήσιμον· διδάσκει γὰρ περὶ γενῶν καὶ διαφορῶν. ἡ μὲν δὴ διαιρετικὴ διαιρεῖ εὐτάκτως τὰ γένη εἰς τὰ εἴδη διὰ τῶν οἰκείων διαφορῶν, ἡ δὲ ὁριστικὴ ὁρίζεται ἐκ γένους καὶ διαφορῶν, ἡ δὲ ἀποδεικτικὴ τὰς ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν, οἱ
15δὲ ὁρισμοί, ὡς εἴρηται, ἐκ γένους καὶ συστατικῶν διαφορῶν. [ἄλλως τε διὰ τὸ τὰς τρεῖς ἀλλήλων δεῖσθαι· τῆς μὲν γὰρ διαιρετικῆς χρῄζει ἡ ὁρι‐ στική, ἡ δὲ ἀποδεικτικὴ ἀμφοτέρων, εἴ γε ὁ ἀποδεικνύων τοὺς ὁρισμοὺς τῶν πραγμάτων λαμβάνει διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ ὁριστικὴ χρῄζει τῆς διαιρετικῆς. ἡ δὲ ἀναλυκτικὴ οὐδεμιᾶς χρῄζει· τῇ
20μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται, καθὸ ἐκείνη μὲν ἓν λαμβάνουσα πολλὰ ποιεῖ, ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελευτᾷ· λαμβάνουσα γὰρ καὶ ἀναλύουσα τὸν ἄνθρωπον ποιεῖ εἰς μόρια, καὶ ταῦτα εἰς χυμούς, καὶ τοὺς χυμοὺς εἰς στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος· τὰ γὰρ στοιχεῖα ἐξ ὕλης καὶ εἴ‐ δους σύγκειται. ἄλλως τε ὅτι ἡ μὲν διαιρετικὴ πρόεισιν ἀπὸ τῶν ἁπλῶν
25ἐπὶ τὰ σύνθετα, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα.
τῷ δὲ ὁριστικῷ, καθὸ οὗτος μὲν συναπτικός ἐστι τῆς οὐσίας, ἐκείνη δὲ36

37

διαλυτική. ἄλλως τε εἰ τῷ διαιρετικῷ ἐναντιοῦται, οὗτινος ὁ ὁριστικὸς χωρὶς οὐ δύναται ὁρίσαι, δῆλον ὅτι καὶ τῷ ὁριστικῷ. ἀλλὰ δὴ καὶ τῷ ἀποδεικτικῷ· εἰ γὰρ ἡ ἀπόδειξις χρῄζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, ταύταις δ’ ἐναντιοῦται ἡ ἀναλυτική, καὶ τῇ ἀποδεικτικῇ ἄρα ἐναντιοῦται
5ἡ ἀναλυτική. καὶ διὰ τί τῆς ὁριστικῆς πρῶτον ἐμνημόνευσε, καὶ μὴ τῆς διαιρετικῆς, καὶ ταῦτα πρώτης ὑπαρχούσης; ἐπειδήπερ προκείμενον ἦν αὐ‐ τῷ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις τῆς ἀναλύσεως κατὰ μὲν τὸ ὑποκείμενον οὐδέν· ὥσπερ γὰρ τὸ ἄναντες ἐστι πάντως καὶ κάταντες, οὕτως καὶ ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύν‐
10θεσις. κατὰ δὲ τὴν σχέσιν διαφέρει (ὅταν μὲν γὰρ ἄνωθεν πρόεισιν καὶ ἐκ τῶν πρώτων ἀρχῶν ἐπὶ τὰ ἔσχατα, σύνθεσίς ἐστιν, ὅταν δ’ ἐκ τῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνῃ, ἀνάλυσις) καὶ ὅτι ἡ μὲν σύν‐ θεσις πρὸς τὸ σύνθετον τελευτᾷ, ἡ δὲ ἀνάλυσις πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ ἀναλύων σύνθετόν τι δῆλον ὅτι ἀναλύει, εἴ γε μὴ μέλλοι ταλαιπωρεῖν καὶ
15ἀδύνατα μοχθεῖν ἁπλοῦν ἀναλῦσαι σπεύδων· τὸ δὲ σύνθετον ἐκ πλειόνων σύγκειται· οὐκοῦν ὁ ἀναλύων εἰς πλείονα ἀναλύει. ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον. καὶ τοῦτο μὲν ἐγγὺς ἀληθές, πλὴν ἔστιν εἰπεῖν, ὅτι εἰς προσεχῆ μὲν πλείονα ἀναλύει, τὸ δὲ ἔσχατον οὔ. ἔδει οὖν εἰδέναι, ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ συν‐
20τίθεται, εἰς οὐδὲν δὲ ἀναλύεται, τὸ δὲ ἔσχατον συντεθὲν ἀναλύεται μὲν εἰς πλείονα, εἰς τὸ ἀνώτατον δὲ συντίθεται οὐκέτι. ἀποροῦσι δέ τινες, διὰ τί τὸν ὁρισμὸν ὕστερον ὄντα τῆς διαιρέσεως προέταξε. καί φαμεν ὅτι πρῶ‐ τον μὲν ὡς ἐν ὑποκειμένῳ ἀδιάφορόν ἐστι ὁπωσοῦν συντάττειν, ἔπειτα
δὲ καὶ ὡς πρὸς ἡμᾶς πρῶτόν ἐστι τὰ σύνθετα τὰ διὰ τοῦ ὁρισμοῦ γνω‐37

38

ριζόμενα, ὥστε εἰ καὶ μὴ εἰκῇ συνέταττεν, εἰκότως τὸν ὁρισμὸν προέταξε. τὴν δὲ ἀνάλυσιν διὰ τοῦτο παρέλιπεν εἰπεῖν ἴσως, ὅτι ταὐτόν ἐστι τῇ συνθέσει τῷ ὑποκειμένῳ κατὰ τὴν σχέσιν μόνον, ὡς προείρηται, διαλλάτ‐ τουσα].
5nΧρησίμης οὔσης τῆς τούτων θεωρίας.
6 Ἀντὶ τῆς τούτων γνώσεως· θεωρίαν γὰρ καλοῦσιν οἱ φιλόσοφοι τὴν γνῶσιν.
8nὭσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ τοῖς πρεσβυτέροις
9nἐπελθεῖν.
10 Ἐπειδή ἐστι καὶ ἄλλη σύντομος παράδοσις ὑπομνήσεως χάριν κεφα‐ λαιώδης, ἣ σφόδρα ἐστὶ σύντομος καὶ πάνυ διὰ βραχέων γινομένη, διὰ τοῦτο εἶπε σύντομον ὡς ἐν εἰσαγωγῆς τρόπ.
13nΤῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων.
14Τρία εἰσὶ τὰ ὀκνηροτέρους ποιοῦντα τοὺς νέους πρὸς τὸ ἐντυγχάνειν
15τοῖς τῶν παλαιῶν συγγράμμασι, τὸ μῆκος τῶν λεγομένων ὡς τὰ Γαλήνεια, τὸ ἀσαφὲς τῆς λέξεως ὡς τὸ περὶ Ἑρμηνείας, τὸ βάθος τῶν νοημάτων ὡς ἡ Ἀποδεικτική. προτρεπόμενος οὖν ὁ Πορφύριος τὸν ἀκροατὴν ἐπαγ‐ γέλλεται τούτων τὸ βιβλίον ἀπηλλάχθαι καὶ μήτε πολύστιχον εἶναι μήτε ἀσάφειαν ἔχειν περὶ τὴν λέξιν, ὡς δηλοῖ τὸ ἐν εἰσαγωγῆς τρόπ, μήτε
20ζητήματα βαθύτερα. ἀλλὰ διὰ τοῦ εἰπεῖν τῶν μὲν βαθυτέρων ἀπε‐ χόμενος ζητημάτων ἐδήλωσεν ἀπηλλάχθαι τοῦτο τοῦ βάθους τῶν δια‐
νοημάτων, διὰ δὲ τοῦ εἰπεῖν τῶν δὲ ἁπλουστέρων ἐδήλωσεν αὐτὸ38

39

ἀπηλλάχθαι τοῦ ἀσαφοῦς τῶν λέξεων, διὰ δὲ τοῦ εἰπεῖν συμμέτρως στοχαζόμενος ἐδήλωσεν αὐτὸ ἀπηλλάχθαι τοῦ μήκους τῶν πολλῶν στί‐ χων. τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος οὐ πρὸς τὰ πράγματα εἶπεν (οὐ γάρ ἐστι φιλοσόφου τὸ στοχάζεσθαι, ἀλλ’ ἐπιστημόνως
5πάντα δεικνύναι· ῥητόρων γὰρ ὁ στοχασμός), ἀλλὰ πρὸς τὸν ἀκροατὴν Χρυ‐ σαόριον, τοῦτ’ ἔστι ‘στοχαζόμενος τῆς σῆς διανοίασ‘. ὃ γὰρ ἂν προτίθη‐ ται διδάσκειν ὁ φιλόσοφος, ἐπιστημονικῶς παραδίδωσιν.
8nΑὐτίκα περὶ γενῶν τε καὶ εἰδῶν.
9Ὑπέσχετο ὁ Πορφύριος καὶ σύντομον ποιῆσαι τὴν διδασκαλίαν καὶ τὴν
10λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παρα‐ στῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν. ἵνα δὲ σαφὲς γένηται τὸ λεγό‐ μενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς
15ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν39

40

ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱππο‐ κένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀνα‐
5πλάσαντες δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγ‐ έλαφον, καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ
10εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώ‐ ματά ἐστι, τὰ δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς
15διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰ‐ σθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευ‐ κότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόν‐
20των ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ
κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ40

41

ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα‘; οἷον ὡς ὅ τε τόπος (οὗτος γὰρ περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοῦ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης
5ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προ‐ στάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώ‐ ρισται.
10 Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, δι’ ὑποδείγματος διεξέλθωμεν τῷ λόγῳ. οὐδὲ γὰρ ἁπλῶς οὕτως καὶ ὡς ἔτυχεν οἱ μὲν σώματα αὐτὰ λέγουσιν οἱ δὲ ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινος, οὐδὲ ἐναντιοῦνται ἀλλήλοις· εἰκότα γὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκτύπωμα ἔχων, εἰ τύχοι, Ἀχιλλέως καὶ κηρία πολλὰ παρακείμενα, ὁ δὲ δακτύλιος σφραγι‐
15ζέτω τοὺς κηροὺς πάντας. ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκτυπώματος, ἐχέτω παρ’ αὑ‐ τῷ τὸν τύπον ὅ ἐστι τὸ ἐκτύπωμα ἐν τῇ διανοίᾳ. ἡ τοίνυν σφραγὶς ἡ ἐν τῷ δακτυλιδίῳ λέγεται πρὸ τῶν πολλῶν εἶναι, ἡ δὲ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς, ἡ δὲ ἐν τῇ διανοίᾳ τοῦ ἀπομαξαμένου ἐπὶ τοῖς πολλοῖς καὶ
20ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν· ὁ γὰρ δημιουργὸς πάντα ἔχει παρ’ ἑαυτῷ τὰ πάντων παραδείγματα, οἷον ποιῶν ἄνθρωπον ἔχει παρ’ ἑαυτῷ τὸ εἶδος τοῦ ἀνθρώπου, πρὸς ὃ ἀφορῶν πάν‐ τας ποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶν ἐν τῷ δημιουργῷ τὰ εἴδη, ἀκουέτω ταῦτα, ὡς ὁ δημιουργὸς δημιουργεῖ ἢ εἰδὼς τὰ ὑπ’ αὐτοῦ
25δημιουργούμενα ἢ μὴ εἰδώς· ἀλλ’ εἰ μὲν μὴ εἰδώς, οὐκ ἂν δημιουργήσαι·41

42

τίς γὰρ ποιήσειέ τι ἀγνοῶν ὃ μέλλει ποιεῖν; οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ δυνάμει ποιεῖ, ὅθεν καὶ ποιεῖ ἡ φύσις οὐκ ἐφιστάνουσα γνωστικῶς τῷ γι‐ νομένῳ. εἰ δέ τι καθ’ ἕξιν λογικὴν ποιεῖ, οἶδέ που πάντως τὸ γινόμενον. εἰ τοίνυν μὴ χεῖρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ’ αὐτοῦ
5γινόμενον. εἰ δ’ οἶδεν ὃ ποιεῖ, αὐτόθεν δῆλον, ὡς ἔστιν ἐν τῷ δημιουργῷ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῷ δημιουργῷ ὡς ὁ ἐν τῷ δακτυλιδίῳ τύ‐ πος, καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν καὶ χωριστὸν τῆς ὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις, ὡς τὰ ἐν τοῖς κηροῖς ἐκτυπώματα, καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς
10εἶναι καὶ ἀχώριστα τῆς ὕλης. θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλ‐ θόντος καὶ θεασαμένου τὰ κηρία, ἀνεμαξάμεθα αὐτὸ ἐν τῇ διανοίᾳ, καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς ἢ μετὰ τοὺς πολλοὺς καὶ ὑστερογενές. εἰσὶ δὲ τὰ τοιαῦτα σωμάτων μὲν χωριστά (οὐδὲ γὰρ ἐν σώματι ὑφέστηκεν, ἀλλ’
15ἐν ψυχῇ), οὐχ ἁπλῶς δὲ χωριστά· οὐδὲ γὰρ αὐτὰ καθ’ αὑτὰ γνωρίζεσθαι δύναται, οἷα τὰ πρὸ τῶν πολλῶν εἴδη ὑποτίθεται ὁ Πλάτων· οὐδὲ γὰρ ἁπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν. τοῦτο οὖν φησι ζητεῖν ἦν, εἴτε ἀσώματα ὄντα χωριστά
20ἐστιν ὡς τὰ παρὰ τῷ δημιουργῷ, ἢ ἀχώριστα ὡς τὰ ἐν τοῖς πολλοῖς, ἢ μετὰ τὰ αἰσθητά, τοῦτ’ ἔστι τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραι‐ τεῖται λέγειν. ἰστέον δὲ ὅτι περὶ ταῦτα δοκοῦσιν διαφωνεῖν Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀχώριστα αὐτὰ εἶναί φησι τῆς ὕλης, ὁ δὲ Πλάτων χωριστά. εἴτε δὲ διαφωνοῦσι πρὸς ἑαυτοὺς οἱ φιλόσοφοι
25εἴτε μή (δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι), ἐπισκο‐
πεῖν οὐ τοῦ παρόντος καιροῦ.42

43

(1n)

Τὸ δ’ ὅπως περὶ αὐτῶν.
2 Ὑπόσχεσις ἦν τῷ φιλοσόφῳ χρήσιμον ποιήσειν τὸ βιβλίον καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, αἵτινες ὁδοί εἰσι καὶ προαύλια εἰς πᾶσαν τὴν τῶν φιλοσόφων λογικὴν θεωρίαν. τοῦ δὲ λόγου πολλά εἰσι μέρη, ἀποφαν‐
5τικὸν εὐκτικὸν κλητικὸν προστακτικὸν πυσματικόν, καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ τὸ λεπτὸν σκοπήσομεν. ἀλλ’ ἐν ταῖς Κατηγορίαις οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ· οὗτος γὰρ καὶ ὁ τῆς γνω‐ στικῆς ψυχῆς ἄγγελος· οἱ γὰρ ἄλλοι τῆς ὀρεκτικῆς ψυχῆς ὑπάρχουσιν· ὁ γὰρ εὐχόμενος ὀρεγόμενός τινος εὔχεται, καὶ ὁ προσαγορεύων τινὰ ὀρεγό‐
10μενός τινος προσαγορεύει, ὁμοίως δὲ καὶ ὁ προσφωνῶν τινα πράττει. μόνος δὲ ὁ ἀποφαντικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· οἱ γὰρ ἄλλοι οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· κἂν γὰρ καλῇ τίς τινα, οὔτε ἀλη‐ θεύει οὔτε ψεύδεται, ὁμοίως δὲ καὶ εἰ εὔχεται ἢ προσαγορεύει. ὁ δὲ ἀπο‐ φαντικὸς λόγος ἢ ἀληθεύει ἢ ψεύδεται, οἷον ἀποφαίνεται περὶ ψυχῆς, ὅτι
15θνητή ἐστιν ἢ ἀθάνατος, καὶ πάντως ἢ ἀληθεύει ἢ ψεύδεται. ἀποφαντι‐ κὸς γὰρ λόγος ἐστὶν ὁ ἄλλῳ ἄλλο τι ὡς ὑπάρχον ἢ μὴ ὑπάρχον ἀποφαι‐ νόμενος. περιέχει δὲ οὗτος ἐν ἑαυτῷ δύο τινά, τό τε κατηγορούμενον καὶ τὸ ὑποκείμενον. ἵνα δὲ σαφὴς γένηται ἡμῖν ὁ λόγος, εἴπωμεν οὕτως· δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ
20περὶ ἐκείνου λεγόμενον. οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν· ὑπόκειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῷον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθά‐ νατός ἐστι· περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς· καὶ ὑπό‐ κειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥστε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀποφαντικὸς λόγος ὑποκείμενον ἔχει καὶ κατηγορούμενον.
25Δυνατὸν οὖν ἐστι περὶ τῶν γενῶν τε καὶ εἰδῶν καὶ θεολογικῶς μὲν43

44

διαλέγεσθαι, ὁπόταν ζητῶμεν ὅτι ἆρα ὁ θεὸς ἔχει ἐν ἑαυτῷ τῶν γενῶν τε καὶ εἰδῶν τὰ ἐκτυπώματα ἢ οὐκ ἔχει, ἆρα ἀληθής ἐστιν ἡ Πλάτωνος δόξα, ὅτι αἱ ἰδέαι εἰσὶν νοηταὶ αὐταὶ καθ’ ἑαυτὰς ὑφεστῶσαι, ἃς καὶ ὄντως οὐ‐ σίας καὶ πρώτας οὐσίας καλεῖ, ἢ οὔ, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. φυσικῶς
5δὲ ὡς ὅταν ἐπισκοπῶμεν, ἆρά γε ἡ φύσις ἐν ἑαυτῇ ἔχει τοὺς λόγους τῶν γενῶν τε καὶ εἰδῶν, ἢ οὐκ ἔχει· οὐδὲ γὰρ ὥσπερ ἡ χιὼν ἀλόγως ψύχει ἢ ὥσπερ τὸ πῦρ καίει, οὕτως καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δῆλον ὅτι λόγῳ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἃ ποιεῖ. ἄλλως τε καὶ οὕτως ἔστι φυ‐ σικῶς περὶ αὐτῶν ζητεῖν, ἆρά ἐστι ταῦτα ἐν τοῖς πολλοῖς, τὸ ἁπλῶς ζῷον
10ἐν πᾶσι τοῖς καθ’ ἕκαστα καὶ ὁ ἁπλῶς ἄνθρωπος, ἢ οὔ (καὶ τίς κοινὴ οὐσία ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρουμένη), ἀλλὰ πᾶν ὅτι ἂν θεωρῆται ἐν τοῖς καθ’ ἕκαστον, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτ’ ἔστιν ἀποφαντικῶς καὶ πρεπόντως τῇ λογικῇ θεωρίᾳ, ζητεῖν. πρέπει δὲ αὐτῇ τὸ ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τίνων κατη‐
15γορεῖται, ὅτι τὰ γένη κατηγορεῖται τῶν διαφορῶν καὶ τῶν εἰδῶν, οὐ μὴν ἔμπαλιν. εἰρήκαμεν γὰρ ὅτι τάξιν τινὰ εἰς ἄλληλα ἀποσῴζουσιν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος, καὶ ὅτι πρωτεύει μὲν τὸ γένος, δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος, μέσην δὲ ἡ διαφορά, καὶ δεῖ τὰ μὲν ἄνω τῶν ὑπο‐ κάτω κατηγορεῖσθαι, οὐ γὰρ τὰ ὑποκάτω τῶν ἐπάνω. οἷον ἐὰν εἴπωμεν
20‘πᾶς ἄνθρωπος ζῷον‘ ἀληθεύομεν, ἐὰν δὲ ἀντιστρέψαντες εἴπωμεν ‘πᾶν ζῷον ἄνθρωποσ‘ ψευδόμεθα. καὶ πάλιν ἐὰν εἴπωμεν ‘πᾶς ἵππος ἄλογον‘ ἀληθεύομεν, εἰ δὲ ἀντιστρέψαντες εἴπωμεν ‘πᾶν ἄλογον ἵπποσ‘ ψευδόμεθα. οὐ γὰρ ἔστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον· οὐ γὰρ ἔστιν εἰπεῖν ‘τὸ ζῷον
ἄνθρωπός ἐστιν‘, ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα δεῖ ποιεῖν ὑποκεί‐44

45

μενα, ποῖα δὲ κατηγορούμενα, ἃ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.
3nΤὸ δ’ ὅπως περὶ αὐτῶν τε καὶ τῶν προκειμένων λογικώ‐
4nτερον οἱ παλαιοὶ διέλαβον.
5 Λογικώτερον μὲν λέγεται κυρίως διαλαβεῖν τὸ τὰ συμβεβηκότα ζητεῖν τῶν πραγμάτων, φυσικῶς δὲ τὸ τὰς οὐσίας ζητεῖν, θεολογικῶς δέ ἐστι πόθεν προῆλθον ἅπαντα καὶ τὴν ἀρχὴν τῆς συστάσεως ἑκάστου ζητεῖν. ἐπεὶ οὖν ἔστι καὶ φυσικῶς διαλαβεῖν, ὥσπερ ἀρτίως εἰρήκαμεν, περὶ γενῶν καὶ εἰδῶν καὶ τῶν λοιπῶν (ὡς ὅταν περὶ τῶν ἐν τοῖς αἰσθητοῖς ζητῶμεν,
10ὡς καὶ Ἀριστοτέλης διέλαβε περὶ αὐτῶν), καὶ θεολογικῶς (ὡς ὅταν περὶ τῶν ἐν τῷ δημιουργῷ ζητήσωμεν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Παρμε‐ νίδῃ διέλαβεν), ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν, ἐπειδὴ ἐν τῇ λογικῇ πραγματείᾳ δεόμεθα τῶν ἀποφαντικῶν λόγων, ἐν δὲ τοῖς ἀποφαντικοῖς λό‐ γοις τὰ μὲν ὑπόκειται τὰ δὲ κατηγορεῖται, τὸ δὲ ὑποκείμενον καὶ κατηγο‐
15ρούμενον ἢ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. τὸ δὲ ὅπως περὶ αὐτῶν ἀντὶ τοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν· καὶ γὰρ προσεχῶς περὶ αὐτῶν ἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων ἐσήμανε καὶ τὰ λοιπὰ τρία, τὴν διαφοράν φημι καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν, ὅτι εἰρηκὼς μὲν τὸ
20ὅπως περὶ αὐτῶν ἐδήλωσε τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος, εἰ‐ ρηκὼς δὲ καὶ τῶν προκειμένων ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο, τοῦ
τε ἰδίου καὶ τοῦ συμβεβηκότος.45

46

(1n)

Καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου.
2 Ὁ φιλόσοφος Πορφύριος οὐκ εἰς ἑαυτὸν ἀνάγει τὴν εὕρεσιν καὶ τὴν διδασκαλίαν, ἀλλά φησιν ὅτι τῶν πάλαι διαλαβόντων λογικῶς περὶ αὐτῶν οἱ Περιπατητικοὶ μάλιστα τοῦτο τὸ μέρος ἐξηκριβώσαντο. τὸ δὲ τῶν Περι‐
5πατητικῶν ὄνομα ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖος Πλάτων ἐν Ἀκαδημίᾳ βαδίζων ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας διὰ τὸ τὸ σῶμα ἐπιτήδειον ποιεῖν διὰ τῶν γυμνασίων πρὸς ψυχῆς ἔλλαμψιν· ὡς γὰρ ἂν ἔχῃ τὸ ὄργανον, οὕτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται. καὶ τούτου χάριν ἐλέγοντο Περιπατητικοί. μετὰ γοῦν τὴν τοῦ Πλάτωνος
10τελευτὴν διεδέξαντο τὴν διατριβὴν αὐτοῦ ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενο‐ κράτης, καὶ ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκα‐ δημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν τοῦ Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ τοῦ Ξενοκράτους Περιπατητικοὶ ἐξ Ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ Ἀριστοτέλους ἀπέλαβον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν τὴν ἐκ τοῦ
15τόπου ἀπολέσαντες καὶ ἐκλήθησαν Περιπατητικοί, οἱ δὲ τοῦ Ξενοκράτους τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες καὶ τὴν ἐκ τῆς ἐνεργείας ἀπολέσαντες ἐκλή‐ θησαν Ἀκαδημαϊκοί. ἐπεὶ οὖν ὁ φιλόσοφος ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων Πλατωνικὸς ὢν καὶ αὐτός, ἐπειδήπερ ὡς χρήσιμον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἔγραψε
20τὸ βιβλίον, εἶπεν ὅτι ‘διδάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον, καὶ τούτων
οἱ Ἀριστοτελικοί‘ διὰ τοῦ εἰπεῖν καὶ μάλιστα οἱ ἐκ τοῦ περιπάτου.46

47

(1t)

Περὶ γένους.
2nἜοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος.
3 Εἰρηκὼς τὸν σκοπὸν καὶ τὸ χρήσιμον τίς τε ὁ εἰσαγωγικὸς τρόπος, ὅτι τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων τῶν δὲ ἁπλουστέρων στοχάζε‐
5σθαι, καὶ τίνα τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα, ἀκολούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσέβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτην τάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶτον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ’ αἰτίαν, καίτοι τῶν πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἀλλ’ ἔστι τινὰ τῶν πρός
10τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν, οἷον τὸν πατέρα τοῦ υἱοῦ καθὸ ἄνθρωπον αἴτιόν φαμεν καὶ πρῶτον, καίτοι ἅμα γι‐ νωσκομένων καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, ᾗ πρός τί ἐστι· τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι· σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρός τι ἣν ἂν προϋφεστῶσαν εὕρωμεν ἢ χρόνῳ
15ἢ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν. ἐν γοῦν τῷ πατρὶ καὶ τῷ υἱῷ πρεσβύτερός ἐστιν ὁ πατὴρ χρόνῳ, καθὸ ἄνθρωπός ἐστιν, ὅπερ αὐτοῦ ἐστιν ἡ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ υἱοῦ οὐσίας. διὰ τοῦτο οὖν τὸν πατέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ υἱοῦ καίτοι πρὸς ἄλληλα λεγομένων. ὁ δὲ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοῦ μαθητοῦ
20κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῷ χρόνῳ· τῷ χρόνῳ γὰρ ἔσθ’ ὅτε καὶ ὕστεροι εἶεν ὡς ἄνθρωποι, φημὶ δὴ ὁ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ δι‐ δάσκαλος τοῦ μαθητοῦ. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδος τῶν πρός τι· τὰ δὲ πρός τι ἀνάγκη οὐσίας πρότερον εἶναι· τὸ δὲ γένος κατὰ τὴν οὐσίαν φύσει προϋφέστηκεν, οὐ χρόνῳ,
25καὶ συστατικὸν γίνεται τῆς οὐσίας τοῦ εἴδους· τὸ γὰρ γένος τέμνεται εἰς
εἴδη· πᾶν δὲ τεμνόμενον πρῶτον φύσει τοῦ τμήματος καὶ συστατικόν· οὐκ‐47

48

οῦν εἰ πρῶτον κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρῶτα κατὰ τὴν οὐσίαν τῶν πρός τι κατ’ αἰτίαν πρῶτα· πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους, καὶ εἰκότως αὐτὸ προτάττει τῶν λοιπῶν. ταύτῃ γοῦν καὶ ἡ φύσις ἐν τῇ γενέσει τῇ τάξει κέχρηται· παραλαβοῦσα γὰρ τὸ σπέρμα πρῶτον
5μὲν ζωοποιεῖ αὐτὸ καὶ ψυχοῖ, εἶτα προϊοῦσα αἴσθησιν παρασχοῦσα ποιεῖ ζῷον, εἶτα θυμὸν καὶ ἐπιθυμίαν ποιεῖ ἄλογον ζῷον, εἶτα τέλος τὸν λόγον παρασχοῦσα ποιεῖ ἄνθρωπον. ὥστε ὡς μὲν οὐσίαι προϋπάρχει τὰ γένη τῶν εἰδῶν, ὡς δὲ γένη καὶ εἴδη συνυφέστηκεν ἀλλήλοις καὶ συναναι‐ ρεῖται· τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως ὀνόματά ἐστι τὸ γένος καὶ
10τὸ εἶδος. Ἄξιον δὲ ζητῆσαι, διὰ τί περὶ τοῦ γένους διδάσκων ἐμνήσθη καὶ τοῦ εἴδους, καὶ μὴ καὶ τῆς διαφορᾶς καὶ τῶν ἄλλων. φαμὲν οὖν ὅτι τὸ γέ‐ νος καὶ τὸ εἶδος πρός τί ἐστι, καθάπερ εἰρήκαμεν, (καὶ γὰρ τὸ εἶδος γέ‐ νους ἐστὶν εἶδος καὶ τὸ γένος εἴδους ἐστὶ γένος), καὶ διὰ τοῦτο εἰκότως
15ἐμνήσθη τοῦ εἴδους ἅμα τῷ γένει· ἐν γὰρ τῇ τῶν πρός τι διδασκαλίᾳ ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδάσκοντα, καθὸ πρός τί ἐστι, καὶ τοῦ λοιποῦ μνησθῆναι. Κανόνι δ’ ἐνταῦθα Ἀριστοτελικῷ κέχρηται ὁ Πορφύριος. ἔστι δὲ ὁ κανὼν οὗτος· δεῖ τὸν μέλλοντα ποιήσασθαι περί τινος διδασκαλίαν ὁμωνύ‐
20μου, τοῦτ’ ἔστιν εἰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαίνονται πολλά, διελεῖν πρῶ‐ τον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰ σημαινόμενα, εἶθ’ οὕτως εἰπεῖν περὶ ποίου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖται· ἡ γὰρ ὁμωνυμία εἴωθεν ἀσά‐ φειαν καὶ πλάνην γεννᾶν τοῦ μὲν διδάσκοντος ἐπὶ ἄλλου σημαινομένου τοῦτο τὸ ὄνομα λαμβάνοντος, τοῦ δὲ διδασκομένου ἐπ’ ἄλλου. οἷον εἴ τις
25περὶ τοῦ ἀστρῴου κυνὸς διδάσκειν βουλόμενος εἴποι ‘ὁ κύων καύματα48

49

ποιεῖ ἢ διακρίνει τοὺς καρπούσ‘ μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποι‐ εῖται τὸν λόγον πλάνην ἐμποιήσει τῷ ἀκροατῇ· δεῖ οὖν πρότερον ἀπαριθ‐ μησάμενον τὰ σημαινόμενα τοῦ κυνός, ὅτι ὁ μὲν ἀστρῷός ἐστιν ὁ δὲ χερ‐ σαῖος ὁ δὲ θαλάττιος ὁ δὲ φιλόσοφος, εἰπεῖν ὅτι περὶ τοῦ ἀστρῴου ποιοῦ‐
5μαι τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶν ὁ Πορφύριος ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ γένους καὶ δηλοῖ περὶ ποίου αὐτῶν ὁ λόγος.
7nἜοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι.
8 Τὸ ἔοικεν οὐχ ὡς ἐνδοιάζων λέγει, ἀλλ’ ἀντὶ τοῦ φαίνεται. τὸ δὲ ἁπλῶς τετραχῶς λέγεται· σημαίνει γὰρ τὸ καθόλου, ὥς φασιν οἱ ῥήτορες
10‘καὶ ἁπλῶς εἰπεῖν‘ ἀντὶ τοῦ ‘καθόλου εἰπεῖν‘, καὶ τὸ κυρίως, ὡς ὅταν εἴπῃ ὁ Ἀριστοτέλης ‘ἡ ἁπλῶς γένεσισ‘ τοῦτ’ ἔστιν ἡ κυρία, καὶ τὸ μάτην καὶ ἄνευ τινὸς λόγου, ὡς ὅταν εἴπωμεν ‘ἁπλῶς αὐτὸν τύπτει‘ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ μοναχῶς, ὡς ὅταν παρ’ Εὐριπίδῃ λέγηται
ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.
15νῦν δὲ ἀντὶ τοῦ μοναχῶς κεῖται· λέγει γὰρ ὅτι φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα.
17nΓένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι.
18 Πρῶτον σημαινόμενον τοῦ γένους φησί, τοῦτο δέ ἐστι, καθ’ ὃ δύο σχέ‐ σεις λαμβάνει, πλήθους πρὸς πλῆθος καὶ πλήθους πρὸς ἕνα, οἷον τῶν
20Ἡρακλειδῶν πρὸς Ἡρακλέα, καθὸ ἐξ ἐκείνου λέγονται ἔχειν τὸ γένος, καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους, καθὸ ἀλλήλοις λέγονται θεῖοι καὶ ἀνεψιοὶ
ἢ ὁπωσοῦν ἄλλως. τὸ δὲ πὼς προσέθηκεν καλῶς· ἄλλῳ γὰρ ἄλλη ἔσται49

50

σχέσις τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων· ἢ γὰρ θεῖοί εἰσιν ἄλλοι ἄλλων ἢ τέκνα ἢ ἀδελφοὶ ἢ ἄλλο τι τῶν τοῦ τοιούτου γένους συμπληρωτικῶν.
3nΚαθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος.
4Τῷ γὰρ εἰπεῖν Ἡρακλειδῶν χωρίζει αὐτοὺς τῶν ἄλλων γενῶν οἷον
5Τανταλιδῶν καὶ τῶν ἄλλων.
6nἘκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους.
7 Καθὸ πάλιν δύο σχέσεις λαμβάνονται ἑνὸς πρὸς ἕνα, αἰτίου καὶ αἰ‐ τιατοῦ, οἷον τοῦ Ἡρακλέους πρός τινα τῶν Ἡρακλειδῶν (αἰτίου μὲν ὄντος τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου), ἢ τῆς πατρίδος καὶ τοῦ ἐν
10αὐτῇ τραφέντος, καθὸ λέγομεν Πλάτωνα μὲν Ἀθηναῖον τὸ γένος Πίνδαρον δὲ Θηβαῖον. ἰστέον δὲ ὅτι ἡ σχέσις λέγεται ἢ κατὰ τέχνην ὡς τοῦ διδα‐ σκάλου πρὸς τὸν μαθητὴν ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦ‐ λον ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον ἢ κατὰ φύσιν ὡς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ἡ οὖν τῶν εἰρημένων σχέσις φύσει ἐστί.
15nΚατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων γενῶν.
16 Ἰστέον γὰρ ὅτι αἱ σημαντικαὶ φωναὶ καὶ τὰ ὀνόματα εἰώθασι χωρίζειν τὰ πράγματα ἀπ’ ἀλλήλων· καὶ γὰρ ἡ φύσις ἐπενόησε τόδε τι ἄνθρωπον καλεῖσθαι ἢ κύνα ἢ ἄλλο τι, ἵνα διὰ τούτου ἀποχωρίσῃ ἕκαστα ἀπ’ ἀλλή‐ λων. καὶ ἑκάστη τῶν τεχνῶν ὡς μέλλουσά τι καινότερον καὶ ξενοπρεπὲς
20παρὰ τὰς ἄλλας διδάσκειν τέχνας τοῖς οἰκείοις ὀργάνοις ὀνόματα ἐπιτίθησιν,50

51

ἵνα ἔχῃ πῶς αὐτὰ σαφηνίσει· οὕτως γὰρ οἱ γεωμέτραι πολλὰς διαφορὰς τριγώνων εὑρηκότες οἷον τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς τὸ δὲ τὰς δύο μόνον τὸ δὲ τὰς τρεῖς ἀνίσους, οἰκείοις ὀνόμασιν κεχρημένοι τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς ἐκάλεσαν ἰσόπλευρον, τὸ δὲ τὰς δύο μόνον
5ἴσας ἰσοσκελὲς τὸ δὲ τὰς τρεῖς ἀνίσους σκαληνόν, βουλόμενοι διὰ τῶν ὀνο‐ μάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρα τὰ ὀνόματα σημαίνει τὰ πράγματα.
8nΤοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον.
9Ἀσάφειάν τινα ἐποίησεν ὁ φιλόσοφος ἀμέσως εἰς τὸ πρῶτον σημαινό‐
10μενον τοῦ γένους ἐπελθὼν καὶ μὴ ἐπισημηνάμενος αὐτὸ τοῦτο· ὤφειλε γὰρ διορίσασθαι περὶ ποίου σημαινομένου τοῦ γένους διαλέγεται. ὅτι γὰρ περὶ τοῦ προτέρου ποιεῖται τὸν λόγον καὶ οὐ περὶ τοῦ προσεχῶς ἡμῖν εἰρημένου, δηλοῖ τὰ ὑποδείγματα ἃ τίθησι· φησὶ γὰρ ὅτι τοῦτο τὸ σημαινόμενον τοῦ γένους πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι καὶ γνωριμώτερον.
15πρόχειρον δὲ τῇ συνηθείᾳ λέγει σημαινόμενον τὴν ἀφ’ ἑνὸς εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος σχέσιν. Ἄξιον δὲ ἀπορῆσαι, διὰ τί τοῦτο πρόχειρον εἶπε, καὶ μὴ τὴν τοῦ ἑνὸς πρὸς ἕνα σχέσιν· τοῦτο γὰρ πρότερον οἶδεν ἡ φύσις· ἕνα γὰρ ἐξ ἑνὸς πρῶτον ποιεῖ, καὶ οὕτως πολλοὺς ἐκ πολλῶν. ἐροῦμεν οὖν πρὸς τοῦτο,
20ὅτι τὸ μὲν δεύτερον σημαινόμενον τοῦ γένους, ὅ ἐστιν ὡς πρὸς ἡμᾶς δεύ‐ τερον, τῇ φύσει πρῶτόν ἐστιν (ἀπὸ γὰρ τοῦ Ἡρακλέους πρότερον εἷς γί‐ νεται, εἶθ’ οὕτως τὸ πλῆθος), τὸ δὲ πρῶτον σημαινόμενον τῇ φύσει ἐστὶ
δεύτερον, καὶ τὸ τῇ φύσει δεύτερον ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῇ51

52

φύσει πρῶτα ἡμῖν ὕστερά εἰσι, τὰ δὲ τῇ φύσει δεύτερα ἡμῖν πρῶτα, οἷον φύσει πρότερον ἡ ὕλη καὶ τὸ εἶδος, ἔπειτα τὰ τέσσαρα στοιχεῖα, εἶτα σάρ‐ κες καὶ ὀστέα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν, εἶτα ἄνθρωπος. καὶ ἡ μὲν φύσις οὕτως ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ δεύτερα φέρεται, ἡμεῖς δὲ ὡς ἅτε
5κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες καὶ ἀπὸ τῶν προσεχεστέρων ἐπὶ τὰ πόρρω καὶ ἀπὸ τῶν ἐνυλοτέρων ἐπὶ τὰ ἄυλα βουλόμενοι ἔρχεσθαι πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον, εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶ σαρκῶν, εἶτα ὅτι σύγκειται ταῦτα ἐκ τῶν τεσσάρων στοιχείων, εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους. ὥστε τὰ τῇ φύσει πρότερα τῇ γνώσει ἡμῶν
10ὕστερα γίνονται καὶ τὰ τῇ φύσει ὕστερα ἡμῶν τῇ γνώσει πρότερα· σαφέ‐ στερον οὖν τὸ πρῶτον, ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦτο τὴν περὶ αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο ὁ Πορφύριος (δεῖ γὰρ ἐκ τῶν σα‐ φεστέρων ἡμῖν ποιεῖσθαι τὴν διδασκαλίαν), καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος, περὶ οὗ ὁ λόγος, ἔοικε τοῖς εἰρημένοις γένεσιν ὁμοιότητά τέ τινα
15πρὸς ταῦτα ἔχει. Ἄξιον δὲ ἀπορῆσαι, δι’ ἣν αἰτίαν ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους αὐτὸς ταῦτα μόνον ἀπηριθμήσατο. ὅτι δὲ ἔστι καὶ ἕτερα ση‐ μαινόμενα, δῆλον ἐντεῦθεν· ὁ γὰρ Πλάτων γένη ἔλεγε τοῦ ὄντος οὐσίαν ταυτότητα ἑτερότητα κίνησιν καὶ στάσιν. ταῦτα τοίνυν οὐκ ἀπηριθμήσατο,
20ἐπειδὴ προέκειτο αὐτῷ, καθὼς προεσήμανε, περὶ τῶν Ἀριστοτέλει δο‐ κούντων γράψαι. φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν ἐν τῇ Φυσικῇ τὴν ἑκάστῃ τέχνῃ ὑποκειμένην ὕλην, ὡς ἐν τεκτονικῇ τὰ ξύλα
καὶ ἐν ἰατρικῇ τὰ ἀνθρώπινα σώματα καὶ ἐν τοῖς φυσικοῖς ἅπασι τὴν52

53

πρώτην ὕλην· ἀλλ’ οὐ πρόκειται τῷ Πορφυρίῳ περὶ τούτων φυσικῶς εἰ‐ πεῖν, ἀλλὰ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.
3nἌλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος,
4nκαθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον.
5 Τρίτον ἀπαριθμεῖται σημαινόμενον τοῦ γένους, περὶ οὗ καὶ τοῖς φιλο‐ σόφοις ὁ λόγος. ὁμοιότητα δέ τινα ἔχει πρὸς τὰ πρὸ αὐτοῦ· ὥσπερ γὰρ τὸ πρῶτον σημαινόμενον τοῦ γένους δύο τινὰς ἔχει σχέσεις, τὴν πολλῶν πρὸς ἕνα καὶ τὴν αὐτῶν πρὸς αὐτοὺς, οὕτω τὰ εἴδη σχέσιν καὶ πρὸς τὸ γένος καὶ πρὸς ἄλληλα ἔχει. πάλιν ὥσπερ τὸ δεύτερον σημαινόμενον σχέσιν
10ἔχει ἑνὸς πρὸς ἕνα καὶ τὴν τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα, οἷον τοῦ ζῴου πρὸς ἄνθρωπον, αἰτιατοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνοματοθέται πρῶτοι τὰς διαφόρους τῶν ἀνθρώ‐ πων γενέσεις διακρῖναι βουλόμενοι ἐκάλεσαν τὸ μὲν Ἡρακλειδῶν γένος τὸ δὲ Αἰακιδῶν τὸ δὲ Πελοπιδῶν, εἶθ’ ὕστερον οἱ φιλόσοφοι κατὰ μίμησιν
15τὴν τούτων τὰ παρ’ αὐτοῖς ὠνόμασαν γένη· ὡς γὰρ Ἡρακλειδῶν γένος οἱ ἐξ Ἡρακλέους γενόμενοι, οὕτω δὴ λέγεται καὶ τὸ ζῷον γένος· τῶν γὰρ μερικῶν ζῴων, ἀνθρώπου κυνὸς ἵππου καὶ τῶν ἄλλων, γένος λέγεται τὸ ἁπλῶς ζῷον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον τὰ παρ’ αὐτοῖς γένη, εἶθ’ ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων τὰ
20ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων γένη ὠνόμασαν· δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν. ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν ἀρχὴν τῆς τοιαύτης ὀνομασίας εἴτε οἱ ὀνοματοθέται, διὰ τοῦτο ἴσως εἶπεν
ἀμφιβάλλων καὶ αὐτός.53

54

(1n)

Τριχῶς οὖν τοῦ γένους λεγομένου περὶ τοῦ τρίτου παρὰ
2nτοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασιν.
3 Ἀπαριθμησάμενος ὁ Πορφύριος τὰ σημαινόμενα τοῦ γένους φησὶ περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις εἶναι τὸν λόγον.
5nὋ καὶ ὑπογράφοντες ἀποδεδώκασι.
6 Δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν, τί ἐστιν ὑπογραφὴ καὶ τί ὅρος, καὶ τί διαφέρει ὁρισμὸς ὑπογραφῆς, εἶθ’ ἑξῆς τὴν αἰτίαν ζητῆσαι, τίνος ἕνεκεν δι’ ὑπογραφῆς αὐτὸ διδάσκει καὶ μὴ δι’ ὁρισμοῦ, καίτοι γε εἰώθασιν οἱ ὁρισμοὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου σημαίνειν πράγματος καὶ περικλείειν
10μὲν τὰ οἰκεῖα οὐδὲν δὲ ἀφαιρεῖσθαι τῶν ἀλλοτρίων. ῥητέον οὖν ὡς ἕκαστον τῶν πραγμάτων καὶ ἕν ἐστι καὶ πολλά. καὶ διὰ τοῦτο σημαίνεται ἕκαστον καὶ δι’ ὀνόματος καὶ διὰ λόγου· δι’ ὀνόματος μὲν ὅταν ὡς ἕν τι θεωρῆται, διὰ λόγου δὲ ὅταν ὡς πολυμερές. οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τοῦ ‘ἄνθρωποσ‘ ὀνόματος καὶ διὰ τοῦ λόγου τοῦ λέγοντος ‘ζῷον λογικὸν θνητὸν
15νοῦ καὶ ἐπιστήμης δεκτικόν.‘ οὗτος δὲ ὁ λόγος ὁ σημαντικὸς τῶν ὑποκειμένων πραγμάτων ἢ ἐκ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν εἰλημμένος ἐστὶν ἢ ἐκ τῶν συμβεβηκότων αὐτοῖς· εἰ μὲν οὖν ἐκ τῶν οὐσιωδῶς ὑπαρ‐ χόντων αὐτοῖς λαμβάνεται, καλεῖται ὁρισμὸς ὡς ζῷον λογικὸν θνητόν (συμ‐ πληροῖ γὰρ ταῦτα τὴν οὐσίαν τοῦ ἀνθρώπου), εἰ δ’ ἐκ τῶν συμβεβηκότων
20αὐτοῖς εἰλημμένος ᾖ, καλεῖται ὑπογραφή, οἷον ἄνθρωπός ἐστι ζῷον ὀρθο‐ περιπατητικὸν πλατυώνυχον χερσὶ χρώμενον· ταῦτα γὰρ ἐπισυμβέβηκε τῇ τοῦ ἀνθρώπου οὐσίᾳ· οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τοῦ ἀνθρώπου οὐσίαν,
ἀλλ’ ἐπισυμβέβηκεν αὐτῇ. ταύτῃ οὖν διαφέρει ὁ ὁρισμὸς τῆς ὑπογραφῆς54

55

τῷ τὸν ὁρισμὸν ἐκ τῆς οὐσίας δεικνύναι τὰ πράγματα, τὴν δὲ ὑπογραφὴν ἐκ τῶν συμβεβηκότων. ὑπογραφὴ δὲ λέγεται οἷον σκιαγραφία τις οὖσα· ὥσπερ γὰρ ἡ παρὰ τοῖς γραφεῦσι σκιαγραφία δηλοῖ μὲν τὸ μίμημα τῆς εἰκόνος, οὐ μὴν διηρθρωμένως, οὕτως καὶ ἡ ὑπογραφὴ δηλοῖ μέν πως τὸ
5πρᾶγμα, οὐ μέντοι διηρθρωμένως· ὁ δὲ ὁρισμὸς αὐτὸ ἡμῖν τὸ πρᾶγμα σα‐ φῶς παρίστησιν. ἀναλογεῖ οὖν ὁ μὲν ὁρισμὸς τῇ τελείᾳ γραφῇ, ἡ δὲ ὑπογραφὴ τῇ σκιαγραφίᾳ· διὸ καὶ ὑπογραφὴ λέγεται. Ἐπεὶ οὖν οἱ ὁρισμοὶ λαμβάνονται ἐκ γένους καὶ συστατικῶν διαφορῶν, τοῦ δὲ καθολικωτάτου γένους οὐκ ἔστι γένος, ἵνα ἐξ αὐτοῦ καὶ τῶν δια‐
10φορῶν τὸν τοῦ γένους ἀποδῷ ὁρισμόν, περὶ δὲ τοῦ καθολικωτάτου γένους αὐτῷ νῦν ὑπάρχει ὁ λόγος· διὰ τοῦτο μὴ δυνάμενος ὁρισμὸν τοῦ γένους ἀποδοῦναι ὁ Πορφύριος, δι’ ὑπογραφῆς αὐτὸ ἐσήμανεν· ἐφ’ ὧν γὰρ πραγ‐ μάτων μὴ δυνάμεθα ὁρισμοὺς ἀποδοῦναι, ἀγαπῶμεν δι’ ὑπογραφῆς αὐτὰ σημαίνειν. ἀποροῦμεν δὲ ὁρισμῶν ἐπὶ τοῦ γένους πρῶτον μέν, ὡς ἤδη
15εἴπομεν, διότι περὶ τοῦ ἁπλῶς γένους ποιούμεθα τὸν λόγον τὸν παντὶ γένει ἐφαρμόσαι δυνάμενον, οὐκ ἔστι δὲ τοῦ καθολικωτάτου γένους εὑρεῖν γένος (οὕτω γὰρ οὐκ ἂν εἴη καθολικώτατον), γένους δὲ μὴ ὄντος οὐδὲ ὁρισμὸν ἐνδέχεται εἶναι· πᾶς γὰρ ὁρισμὸς ἐκ γένους σύγκειται καὶ διαφορῶν τῶν συστατικῶν τοῦ ὁριστοῦ, γένους δὲ μὴ ὄντος οὐδὲ τὰς συστατικὰς δια‐
20φορὰς ἐνδέχεται εἶναι· αἱ γὰρ συστατικαὶ διαφοραὶ τῶν εἰδῶν αἱ αὐταὶ τῶν γενῶν εἰσι διαιρητικαί, ὡς προϊόντες μαθησόμεθα· οὗ ἄρα μὴ ἔστι γένος, τούτου οὐδὲ συστατικὰς διαφορὰς εἶναι ἐνδέχεται· μήτε οὖν γένους ὄντος μήτε συστατικῶν διαφορῶν τοῦ καθολικωτάτου γένους οὐδ’ ὁρισμὸν
αὐτοῦ εἶναι ἐνδέχεται. πρῶτον μὲν οὖν διὰ τοῦτο οὐκ ἔστιν ὁρισμὸν ἀπο‐55

56

δοῦναι τοῦ γένους. ἔπειτα καὶ διότι ὁμώνυμόν ἐστι τὸ γένος (δεκαχῶς γὰρ λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις ἔστι μαθεῖν)· τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἐπειδὴ καὶ ὀνόματά ἐστι μόνον ψιλὰ τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις διαφέροντα· ὁ δὲ ὁρισμὸς οὐσίαν σημαίνει·
5ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα τὰ αὐτά· οὐκ ἄρα ἐνδέχεται τῶν ὁμωνύμων ἕνα κοινὸν ὁρισμὸν ἀποδοῦναι. ὅθεν καὶ δι’ ὑπογραφῆς αὐτὰ σημαίνομεν· ἐνδέχεται γὰρ καὶ τοῖς κατ’ οὐσίαν διαφέ‐ ρουσι τὰ αὐτὰ συμβεβηκότα ὑπάρχειν, ὥσπερ κἀνταῦθα πολλοῖς οὖσι καὶ διαφόροις κατ’ οὐσίαν τοῖς γένεσι μία καὶ ἡ αὐτὴ σχέσις αὐτοῖς συμβέβηκε
10πρὸς τὰ ὑποβεβλημένα αὐτοῖς εἴδη, καθ’ ἣν τὰ μὲν γένη κέκληται, τὰ δὲ εἴδη. διὰ ταῦτα οὖν ὁ Πορφύριος οὐχ ὁρισμὸν τοῦ ἁπλῶς γένους ἀλλ’ ὑπογραφὴν ἀποδέδωκεν, ἵνα κατὰ τῶν δέκα γενῶν αὐτὴν ἁρμόσαι δύνηται. Ἴσως δέ τις καὶ πρὸς ταῦτα ἡμῖν ἀπορήσειεν, ὅτι εἰ τὰ ὁμώνυμα οὐχ ὁριζόμεθα (ὁ γὰρ ὁρισμὸς οὐσίαν σημαίνει, ἐκεῖνα δὲ ψιλά ἐστιν ὀνόματα),
15διὰ τί αὐτῶν ὑπογραφὴν ἀποδίδομεν· καὶ γὰρ ἡ ὑπογραφὴ διὰ τῆς τῶν συμβεβηκότων συνδρομῆς τὴν ὑποκειμένην αὐτοῖς οὐσίαν σημαίνει· εἰς ἔν‐ νοιαν γὰρ ἄγει ἡμᾶς τῆς οὐσίας, ᾗ ταῦτα συμβέβηκεν. ἐπεὶ οὖν μίαν ὑπογραφὴν τῶν ὁμωνύμων ἀποδίδομεν καὶ διὰ τῆς ὑπογραφῆς εἰς ἔννοιαν τῆς ὑποκειμένης οὐσίας ἐρχόμεθα, εὑρεθήσεται οὐ μόνον ὀνόματα ἀλλὰ
20καὶ πράγματα τὰ αὐτὰ, ὅπερ ἄτοπον· εὑρεθήσεται γὰρ τὰ δέκα γένη ταὐτὰ οἷον ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰ ἄλλα, οἷς ἐστι τὸ γένος ὁμώνυμον. ἡ μὲν ἀπορία τοιαύτη. δυνάμει δὲ αὐτὴν ἀρτίως προεπελυσά‐
μεθα, ἐν οἷς ἐλέγομεν ἐνδέχεσθαι καὶ τοῖς διαφέρουσι κατ’ οὐσίαν τὰ56

57

αὐτὰ συμβεβηκέναι, καθ’ ἃ καὶ ἡ ὑπογραφὴ γίνεται. ὥσπερ οὖν καὶ ταῖς δέκα κατηγορίαις τὴν αὐτὴν συνέβη πρὸς τὰ ὑπ’ αὐτὰς σχέσιν ἀναδέξασθαι· ὡς γὰρ ἡ οὐσία περιεκτικὴ οὖσα σώματος καὶ ἀσωμάτου γένος αὐτῶν ἐστὶν ἐκείνων εἰδῶν ὄντων, οὕτω καὶ τὸ ποσὸν δύο εἰδῶν τοῦ συνεχοῦς
5καὶ τοῦ διωρισμένου περιεκτικὸν ὂν γένος αὐτῶν ἐστιν, καὶ τὸ ποιὸν ὡσαύ‐ τως πλείονα εἴδη περιέχον γένος αὐτῶν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε ἡ αὐτὴ σχέσις πάσαις ταῖς κατηγορίαις συμβέβηκε, καὶ οὐ δεῖ θαυ‐ μάζειν, εἰ τῶν κατ’ οὐσίαν διαφερόντων ἐνδέχεται μίαν ὑπογραφὴν ἀποδι‐ δόναι καὶ μὴ ταὐτὰ ποιεῖν τὰ ὑπογραφόμενα πράγματα. αὐτίκα γοῦν ἐν
10τοῖς δέκα γένεσιν ὅμοιόν ἐστι τὸ κατὰ πλειόνων κατηγορεῖσθαι, ἀλλ’ οὐ κατὰ τῶν αὐτῶν ἢ κατὰ τοσούτων (τὸ μὲν γάρ, εἰ τύχοι, κατηγορεῖται κατὰ τεσσάρων εἰδῶν τὸ δὲ κατὰ τοσῶνδε ἢ τοσῶνδε), καὶ πάντα ὁμώ‐ νυμά ἐστι καὶ κατὰ πλειόνων κατηγορεῖται, οὐ μὴν ἢ τῶν αὐτῶν ἢ ὁμοίως. Ἡ μὲν οὖν ὑπογραφὴ λαμβάνεται ἢ ἐξ ἐτυμολογίας ἢ ἐκ τῆς τῶν
15συμβεβηκότων συνδρομῆς, ἣ καὶ κυρίως ὑπογραφὴ λέγεται. ἐξ ἐτυμολο‐ γίας μὲν οἷον ‘ἄνθρωπός ἐστι τὸ δυνάμενον ἄνω ἀθρεῖν ἢ ἀναθρεῖν ἃ ὄπωπεν ἢ τὸ ἄνωθεν ἔχον τοὺς ὦπασ‘, ἐκ τῶν συμβεβηκότων δέ, ὡς ἔφθημεν ἤδη εἰπόντες. ὁ δὲ ὁρισμὸς ἢ ἐξ ὕλης λαμβάνεται, ὥσπερ ὁρι‐ ζόμεθα τὸν θυμὸν ‘ζέσιν τοῦ περικαρδίου αἵματοσ‘, ἢ ἐξ εἴδους ὡς τὸ ‘ὄρεξις
20ἀντιλυπήσεωσ‘ ἢ ἐκ τοῦ συναμφοτέρου ὡς τὸ ‘ζέσις τοῦ περικαρδίου αἵ‐ ματος δι’ ὄρεξιν ἀντιλυπήσεωσ‘. καὶ ὅτε μὲν ἐξ ὕλης μόνης ἢ ἐξ εἴδους μόνου ἐλήφθη, ἀτελής ἐστιν, ὅτε δὲ ἐκ τοῦ συναμφοτέρου, τότε ἐστὶ τέ‐ λειος ὅρος, ἐπειδὴ τὸ συναμφότερον σημαίνει. ἔστι δὲ τέλειος ὅρος ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν· ἐπέχει γὰρ τὴν μὲν τῆς ὕλης τάξιν τὸ
25γένος, τὴν δὲ τοῦ εἴδους αἱ διαφοραί. τοῦτον τοίνυν τὸν ὅρον τὰ μέσα
τῶν πραγμάτων ἐπιδέχεται, οὔτε δὲ τὰ πρώτιστα οὔτε τὰ ἔσχατα·57

58

οὔτε γὰρ τὰ ἔσχατα γένη ἔχει οὔτε μὴν συστατικὰς διαφορὰς ἀλλ’ εἴδη, οἷον τὰ ἄτομα· ὅθεν καὶ αὐτῶν ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς ἀποδίδομεν, οἷον Σωκράτης ἐστὶν υἱὸς Σωφρονίσκου Ἀθηναῖος φιλόσοφος προγάστωρ φαλα‐ κρὸς γρυπὸς καὶ εἴ τι ἄλλο συμβέβηκεν αὐτῷ. ὅσοι δὲ λέγουσι διαφορὰς
5ἔχειν τὰ γενικώτατα συστατικάς, οὐκ ὀρθῶς λέγουσιν· οὐ γὰρ συστατικὰς ἔχει διαφορὰς ἀλλὰ διαιρετικάς, εἴ γε πᾶν τὸ συστατικὸν πρεσβύτερόν ἐστι τοῦ συνισταμένου· ὡς γὰρ καὶ πρὸ ὀλίγου εἶπον, αἱ συστατικαί τινων δια‐ φοραὶ πολλῷ πρότερον τῶν γενικωτέρων εἰσὶ διαιρετικαί· τὸ γὰρ λογικὸν καὶ τὸ θνητὸν συστατικὰ τοῦ ἀνθρώπου ὄντα καὶ τὸ θνητὸν καὶ τὸ ἄλογον
10τοῦ ἵππου διαιρετικά ἐστι τοῦ γένους, λέγω δὴ τοῦ ζῴου· τοῦτο γὰρ διαι‐ ρεῖται εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον. καλῶς ἄρα εἴρη‐ ται ὅτι αἱ συστατικαί τινων διαφοραὶ πρεσβύτεραι αὐτῶν εἶναι βούλονται, τοῦ δὲ γενικωτάτου πρεσβύτερον οὐδέν. τούτων οὖν οὕτως ἐχόντων εἰκό‐ τως τὴν τοῦ γένους τοῦ καθόλου διδασκαλίαν δι’ ὑπογραφῆς ποιεῖται ὁρι‐
15σμὸν αὐτοῦ ἀποδοῦναι μὴ ἔχων. Ἵνα δὲ μάθωμεν τίς ποτέ ἐστιν ἡ ἀποδοθεῖσα ὑπογραφὴ καὶ πόθεν εἴληπται, ῥητέον οὕτως (ἅμα δὲ μαθησόμεθα, ὅτι οὐ κατὰ τύχην ὁ Πορ‐ φύριος τὰς πέντε ταύτας φωνὰς παρέλαβεν, ἀλλ’ ὅτι ἀνάγκη τρόπον τινὰ
πᾶσαν φωνὴν ὑπὸ μίαν τούτων ἀνάγεσθαι τῶν φωνῶν). τῶν φωνῶν αἱ58

59

μέν εἰσιν ἄσημοι οἷον κνὰξ βλίτυρι σκινδαψός, αἱ δὲ σημαντικαί, αἵτινες ἢ καθ’ ἑνὸς λέγονται, ὡς ὅταν εἴπωμεν Πλάτωνα ἢ Σωκράτην ἤ τινα τῶν καθ’ ἕκαστα, ἢ κατὰ πλειόνων, αἵτινες ἢ κατ’ οὐσιωδῶν κατηγοροῦνται ἢ κατ’ ἐπουσιωδῶν· ἢ κατὰ διαφερόντων τῷ εἴδει ὡς τὰ γένη καὶ αἱ δια‐
5φοραί (ταῦτα δὲ ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς τὸ γένος ἢ ἐν τῷ ὁποῖόν τί ἐστι ὡς ἡ διαφορά), ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὡς τὸ εἶδος· ἢ καθ’ ἑνὸς εἴδους κατηγορεῖται ὡς τὸ ἴδιον ἢ κατὰ πλειόνων ὡς τὸ συμ‐ βεβηκός. καὶ ἐκ ταύτης τῆς διαιρέσεως φαίνεται ὅτι ἀνάγκη πᾶσα ταῖς εἰρημέναις πέντε κεχρῆσθαι φωναῖς καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· εἰ‐
10ρήκαμεν γὰρ ὅτι τῶν φωνῶν αἱ μέν εἰσιν ἄσημοι αἱ δὲ σημαντικαί, καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς κατηγοροῦνται αἱ δὲ κατὰ πλειόνων. τῶν δὲ κατὰ πλειόνων τὸ γένος ἐστὶ καὶ τὸ εἶδος καὶ ἡ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἑπτὰ οὖν οὐσῶν φωνῶν τῶν ἀσήμων καὶ τῶν καθ’ ἑνὸς λεγομένων καὶ τῶν κατὰ πλειόνων, γένους λέγω καὶ διαφορᾶς
15καὶ εἴδους καὶ ἰδίου καὶ συμβεβηκότος, τῶν δύο ἐξαιρεθεισῶν φωνῶν αἱ πέντε ὑπολείπονται· ἐξαιροῦνται μὲν γὰρ αἱ ἄσημοι ὡς μηδὲν συμβαλλό‐ μεναι μήτε γραμματικοῖς μήτε ῥήτορσι, πολὺ δὲ μᾶλλον φιλοσόφοις. ἐκ‐ βάλλονται δὲ καὶ αἱ καθ’ ἑνός, ἐπειδὴ μερικαὶ ὑπάρχουσι, τὰ δὲ κατὰ μέρος ἄπειρα καὶ ἀπερίληπτα· οἱ δὲ φιλόσοφοι ἐπιστημονικῶς πάντα ἐπαγ‐
20γέλλονται ἐπίστασθαι· ὡς δέ φησιν ὁ Πλάτων ἐν τῷ Κρατύλῳ ὅτι ‘ἐπι‐ στήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν τινὰ ἄγειν ἡμᾶς καὶ ὅρον τῶν πραγ‐
μάτων καὶ τῶν ζητήσεων‘. ἐπεὶ οὖν τὰ κατὰ μέρος πολλὰ ὄντα καὶ ἄπειρα59

60

ἐπιστήμην οὐ ποιοῦσιν, αἱ δὲ καθ’ ἑνὸς κατηγορούμεναι τῶν μερικῶν κατη‐ γοροῦνται, εἰκότως ἐκβάλλονται, καὶ λοιπὸν ἀπομένουσιν αἱ πέντε φωναί, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ μέση τούτων διαφορά, τὸ ἴδιον καὶ τὸ συμβεβη‐ κός, ὑφ’ ἃς φωνὰς εὑρήσεις ἅπαντα τελοῦντα καὶ πᾶσαν ἄλλην φωνήν,
5κἂν κίνησιν εἴπῃς κἂν ἄπειρον. καὶ ταῦτα μὲν νῦν εἴρηται κεφαλαιωδῶς ἐν τῇ διαιρέσει· τὴν δὲ πλατυκὴν αὐτῶν ἐξήγησιν ἐφεξῆς ἐξετάσωμεν. Τῶν γὰρ φωνῶν αἱ μέν εἰσιν ἄσημοι, οἷον κνὰξ βλίτυρι σκινδαψός, αἱ δὲ σημαντικαί. καὶ οὐδεὶς ἡμῖν περὶ τῶν ἀσήμων λόγος. λέγονται οὖν αἱ μὲν ἄσημοι ἀκατηγόρητοι ὡς μὴ κατά τινος ἀγορευόμεναι ἢ λεγό‐
10μεναι. καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται εἶναι ὡς Σωκρά‐ της Πλάτων, αἱ δὲ κατὰ πλειόνων, ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ δια‐ φοραὶ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα. εἴρηται δὲ ὅτι περὶ τῶν μερικῶν οὐδεὶς λόγος τοῖς φιλοσόφοις. τῶν δὲ κατὰ πλειόνων λεγομένων αἱ μὲν οὐσιωδῶς κατηγοροῦνται ὡς τὰ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη (συμ‐
15πληρωτικὰ γάρ ἐστι τῆς οὐσίας), αἱ δὲ οὐκ οὐσιωδῶς ὡς τὰ ἴδια καὶ τὰ συμβεβηκότα· οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τῶν ὑποκειμένων οὐσίαν. τῶν δὲ οὐσιωδῶς κατηγορουμένων τὰ μὲν κατὰ διαφερόντων τῷ εἴδει λέγεται ὡς τὰ γένη καὶ αἱ διαφοραί, τὰ δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ, ὡς τὰ εἴδη τῶν ἀτόμων, ἅτινα διαφέρει ἀλλήλων οὐ τῷ εἴδει ἀλλὰ τῇ ὕλῃ, οἷον
20Ξάνθον τὸν ἵππον λέγω καὶ Βαλίαν· οὗτοι γὰρ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλήλων, ἀλλὰ τῇ ὕλῃ. ** καὶ πάλιν ὁ δέκα ἀριθμὸς σύγκειται ἐκ δέκα μονάδων οὐ συγκεχυμένων ἀλλ’ ἀλλήλων ἀποκεχωρισμένων· εἰ γὰρ συν‐ εχέοντο αἱ μονάδες, οὐκ εἴχομεν ἐκ μονάδων λέγειν συγκεῖσθαι τὸν δέκα
ἀριθμόν. καὶ τέως ἐκ τούτου ἔχομεν τὴν διαφορὰν τοῦ τε εἴδους καὶ τοῦ60

61

γένους καὶ τῆς διαφορᾶς· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖσθαι, τὸ δὲ γένος καὶ τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει. τῶν δὲ κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται (ἐν τῷ τί ἐστι δὲ κατηγορεῖσθαι λέ‐
5γομεν, ὅταν ἐρωτώμενοι τὸ τί ἐστιν ἄνθρωπος, εἰ τύχοι, εἴπωμεν ὅτι ζῷον, ὅπερ ἐστὶ γένος, ὥστε τὸ γένος ἐν τῷ τί ἐστι λέγεται κατηγορεῖσθαι), τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι, ὡς ὅταν ἀποκρινώμεθα ἐρωτηθέντες, ὁποῖόν τί ἐστι ζῷον ὁ ἄνθρωπος, ὅτι λογικόν, ὅπερ ἐστὶ διαφορά· ὥστε ἐν τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται. καὶ ἐν τούτοις ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ
10γένους καὶ τῆς διαφορᾶς διαφορά· κἀν τούτῳ γὰρ ἀλλήλων διαφέρουσι, καθὸ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. τῶν δὲ μὴ οὐσιωδῶς λεγομένων τὰ μὲν ἑνί τινι ὑπάρχει εἴδει ὡς τὰ ἴδια, τὰ δὲ πλείοσιν ὡς τὰ συμβεβηκότα. ἐκ ταύτης οὖν τῆς διαι‐ ρέσεως ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος διαφορά· κα‐
15τὰ τοῦτο γοῦν διαφέρουσιν, καθὸ τὸ μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν. δῆλον τοίνυν ἐκ τῆς διαιρέσεως ταύτης ὅτι ἀνάγκη πᾶσαν φωνὴν ὑπὸ μίαν τούτων τῶν πέντε φωνῶν τελεῖν, καὶ ἅμα δῆλον ὅτι δυνατὸν ἐκ τῆς προκειμένης διαιρέσεως τὸν ἑκάστου ὁρισμὸν ἤτοι ὑπο‐ γραφὴν ἀποδοῦναι ἐκλεγομένους τὰ χρήσιμα πρὸς τὴν ἑκάστου ἀπόδοσιν,
20ὡς καὶ αὐτὸς ἐποίησε. φησὶ γάρ· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ κατὰ πλειόνων διακρίνει αὐτὸ τῶν ἀτόμων (ἐκείνων καθ’ ἑνὸς λεγο‐ μένων), τὸ δὲ διαφερόντων τῷ εἴδει διακρίνει αὐτὸ εἴδους καὶ ἰδίου,
τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορούμενον διακρίνει αὐτὸ διαφορᾶς καὶ61

62

συμβεβηκότος. καὶ ἡμεῖς μὲν οὕτω πλατυκώτερον ἀποδεδώκαμεν τὴν διαίρεσιν βουλόμενοι διδάξαι τήν τε διαφορὰν τῶν φωνῶν καὶ ὅτι πᾶσα ἀνάγκη ἐστὶ τῷ Ἀριστοτέλει ταύταις μόναις ταῖς πέντε φωναῖς χρήσασθαι καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· ἑπτὰ γὰρ ὑπαρχουσῶν πασῶν τῶν φωνῶν καὶ
5τῶν δύο ἐξαιρεθεισῶν αἱ πέντε μόναι ὑπολείπονται. ὁ δὲ φιλόσοφος Πορ‐ φύριος μὴ βουλόμενος τοῦτο νῦν ἀποδεῖξαι, διὰ τί ταῖς πέντε μόναις φω‐ ναῖς ὁ Ἀριστοτέλης ἐχρήσατο, ἀλλὰ τὴν διαφορὰν μόνην τῶν πέντε σημαν‐ τικῶν φωνῶν, στενοτέραν ποιούμενος τὴν διαίρεσιν λέγει οὕτως· τῶν ση‐ μαντικῶν φωνῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται αἱ δὲ κατὰ πλειόνων (κατα‐
10λιμπάνει γὰρ τὸ ἀνώτερον μέρος τῆς διαιρέσεως), καὶ καθ’ ἑνὸς μὲν κατη‐ γοροῦνται ὡς τὰ ἄτομα οἷον Σωκράτης Πλάτων Ἀλκιβιάδης, τῶν δὲ κατὰ πλειόνων αἱ μὲν κατὰ διαφερόντων τῷ εἴδει ὡς τὸ γένος καὶ ἡ δια‐ φορὰ καὶ τὸ συμβεβηκός· καὶ γὰρ τὸ γένος οἷον τὸ ζῷον κατηγορεῖται κατὰ πολλῶν εἰδῶν οἷον ἀνθρώπου καὶ ἵππου καὶ κυνός, καὶ ἡ διαφορὰ
15δὲ οἷον τὸ λογικὸν κατηγορεῖται καὶ κατὰ ἀνθρώπων καὶ κατὰ ἀγγέλων, καὶ τὸ θνητὸν κατὰ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν ζῴων, καὶ τὸ συμβεβηκὸς δὲ κατὰ πολλῶν εἰδῶν κατηγορεῖται· καὶ γὰρ κατὰ λευκότητος καὶ κατὰ μελανίας καὶ κατὰ τοῦ ἑστάναι καὶ κατὰ τοῦ καθέζεσθαι. τῶν δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὑπάρχει τὸ εἶδος καὶ τὸ ἴδιον. τῶν δὲ
20κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατη‐ γορεῖται τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι καὶ πῶς ἔχον ἐστί. καὶ ἐν μὲν τῷ τί ἐστι τὸ γένος, ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορά, ἐν δὲ τῷ πῶς ἔχον ἐστὶ τὸ συμβεβηκός· ἐρωτώμενοι γάρ, πῶς ἔχει ὁ Πλάτων, φαμὲν ὅτι ὑγι‐
αίνει ἢ νοσεῖ ἢ κάθηται ἢ ἵσταται καὶ τὰ τοιαῦτα.62

63

Ἄξιον δὲ ἀπορῆσαι, εἰ ὑπὸ τὴν φωνὴν ὡς γένος ἀνάγονται αἱ εἰρη‐ μέναι πέντε φωναί, τὸ δὲ γένος ὑπὸ ταύτας ἀνάγεται, ἔσται τῶν γενικω‐ τάτων γενῶν γένος, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι οὐχ ὡς πράγματα τὰ γένη ἀνάγεται ὑπὸ ταύτην τὴν διαίρεσιν ἀλλ’ ὡς φωναί, ὡς μέντοι πράγ‐
5ματα τὰ γενικώτατα οὐκέτι ἐπί τι κοινότερον ἀνάγεται.
6nΤῶν γὰρ κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς μόνου λέ‐
7nγεται ὡς τὰ ἄτομα.
8 Διὰ τούτων δηλοῖ πῶς ἡ ἀποδοθεῖσα τοῦ γένους ὑπογραφὴ χωρίζει αὐτὸ τῶν ἄλλων ἁπάντων.
10nΚαὶ τὸ οὗτος καὶ τὸ τοῦτο.
11 Καὶ γὰρ ταῦτα μερικὰ ὑπάρχει· καθ’ ἑνὸς γὰρ μόνου λέγεται· δει‐ κνύοντες γάρ φαμεν τοῦτο καὶ ἐκεῖνο καὶ τὸ ἄλλο. καὶ καλῶς οἱ φιλό‐ σοφοι κατὰ τῶν μερικῶν ἤγαγον τὸν λόγον τοῦτον· ταῦτα γὰρ καὶ τῇ δείξει καὶ τῇ αἰσθήσει ὑποπίπτουσιν. ὁ γὰρ καθόλου ἄνθρωπος καὶ τὸ καθόλου
15ζῷον ταῦτα ἐν τῷ δημιουργῷ ὄντα οὔτε τῇ δείξει οὔτε τῇ αἰσθήσει ὑπο‐ πίπτουσι. καλῶς οὖν τὰ καθ’ ἕκαστα ὑπὸ τὴν δεῖξιν ἀνήγαγον, οὐ γὰρ τὰ καθόλου. ἄτομα δὲ λέγεται ταῦτα, ἐπεὶ μὴ τέμνεται μήτε εἰς ὁμοιο‐ ειδῆ μήτε εἰς ἀνομοιοειδῆ, ὥσπερ τὰ γένη καὶ τὰ εἴδη, ἀλλ’ ἅμα τῇ το‐ μῇ φθείρεται· τὸ γὰρ ἐν ἐμοὶ ζῷον οὐκ ἔστι κοινόν, ἀλλ’ ἐν ἐμοὶ περι‐
20γέγραπται, ὁμοίως καὶ τὸ λογικόν· καὶ τὸ ἐκ πάντων σύγκριμα ὁ ἄνθρω‐ πος περιώρισται.
22nΚαὶ τὰ συμβεβηκότα κοινῶς, ἀλλὰ μὴ ἰδίως τιν.
23Οἷον ἡ λευκότης καὶ ἡ μελανία· τὰ γὰρ μερικὰ οὐ κατὰ πλειόνων
λέγεται, οἷον ἡ ἐν τῷδε τῷ σώματι λευκότης ἢ ἡ ἐν τῷ Ὀδυσσεῖ οὐλή,63

64

ἀφ’ ἧς αὐτὸν ἡ τροφὸς ἐπέγνω· καὶ γὰρ αὕτη αὐτῷ μόνῳ ὑπῆρχεν· εἰ μὴ γὰρ ἦν αὐτῷ μόνῳ, πῶς εἶχεν αὐτὸν ἐξ αὐτῆς ἐπιγνῶναι; διὰ τοῦτο οὖν εἶπε τὰ κοινῶς συμβεβηκότα ἀλλὰ μὴ ἰδίως τινὶ ὑπάρχοντα ἀντὶ τοῦ τὰ καθόλου καὶ μὴ τὰ μερικά.
5nἜστι δὲ γένος μὲν οἷον τὸ ζῷον, εἶδος δὲ οἷον ὁ ἄν‐
6nθρωπος.
7 Ἐσκιαγραφημένην οἷόν τινα περὶ αὐτῶν ποιεῖται διδασκαλίαν διὰ παρα‐ δείγματος ἕκαστον ἡμᾶς διδάσκων τῶν πέντε.
9nΤῶν μὲν οὖν καθ’ ἑνὸς μόνου κατηγορουμένων διαφέρει
10nτὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι.
11 Διὰ τούτων δείκνυσι πῶς ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπο‐ γραφὴ χωρίζει αὐτὸ τῶν ἄλλων ἁπάντων· κατηγορεῖται μὲν γὰρ καὶ τὸ γέ‐ νος κατὰ πλειόνων καὶ διαφερόντων, ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ τῷ εἴδει, τὸ δὲ εἶδος κατὰ διαφερόντων μόνον τῷ ἀριθμῷ. ὥστε δεῖ
15ποιεῖσθαι ἑκάστης φωνῆς τὸν ὁρισμὸν ἤτοι ὑπογραφὴν οὕτως· ὅτι γένος μέν ἐστι φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορουμένη, διαφορὰ δέ ἐστι σημαντικὴ φωνὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορουμένη, εἶδος δὲ φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί
20ἐστι κατηγορουμένη, ἴδιον δὲ ὑπάρχει φωνὴ σημαντικὴ μὴ οὐσιώδης καθ’ ἑνὸς εἴδους κατηγορουμένη, συμβεβηκὸς δὲ πέφυκε φωνὴ σημαντικὴ ἐπου‐ σιώδης κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ πῶς ἔχον ἐστὶ
κατηγορουμένη.64

65

(1n)

Τὸ δὲ ζῷον γένος ὂν ἀνθρώπου καὶ βοὸς καὶ ἵππου κατη‐
2nγορεῖται, οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον.
3 Ἰστέον δὲ ὅτι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων καὶ τῷ ἀριθμῷ δια‐ φέρει, τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὐκέτι καὶ τῷ εἴδει· οὐδὲ γὰρ ἀντι‐
5στρέφει ὁ λόγος. εἰδέναι δὲ δεῖ, ὅτι τὸ ταὐτὸν τριττὸν ὑπάρχει· ἢ γὰρ τῷ γένει ἐστὶ ταὐτὸν ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τῷ μὲν γένει ἐστι ταὐτὸν ὡς ἄνθρωπος ἵππος βοῦς (ταῦτα γὰρ τῷ γένει ταὐτὰ ὑπάρχει· ἅπαντα γὰρ ζῷά ἐστι), τῷ δὲ εἴδει ταὐτόν ἐστιν ὡς Θέων καὶ Πλάτων καὶ Ἀλκιβιάδης (οὗτοι γὰρ οἱ αὐτοὶ καὶ ἓν τῷ εἴδει ὑπάρχουσι), τῷ δὲ
10ἀριθμῷ ταὐτόν ἐστιν ὡς ἄνθρωπος καὶ βροτός, ξίφος καὶ μάχαιρα. εἰ γοῦν τὸ ταὐτὸν τριττὸν ὑπάρχει, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον τριττὸν ὑπάρ‐ χει· ἢ γὰρ τῷ γένει τινὰ διαφέρει καὶ ἕτερά ἐστιν ἀλλήλων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τὰ μὲν τῷ γένει διαφέροντα ἀλλήλων πάντως καὶ τῷ εἴδει διαφέρει καὶ τῷ ἀριθμῷ, οἷον τῷ γένει διαφέρει ἀλλήλων ὡς ὁ
15ἄνθρωπος καὶ τὸ λευκόν (ὁ μὲν γὰρ ἄνθρωπος ζῷον ὑπάρχει, τὸ δὲ λευ‐ κὸν ποιόν), ἀλλὰ καὶ τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο λευκοῦ· ὁ μὲν γὰρ ἄνθρωπος εἶδός ἐστι τοῦ ζῴου γένους ὄντος, τὸ δὲ λευκὸν εἶ‐ δός ἐστι τῆς ποιότητος καὶ τοῦ χρώματος), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ· ὁ γὰρ αἰσθητὸς ἄνθρωπος οἷον Σωκράτης ἕτερός ἐστι Πλάτωνος. ὥστε οὖν
20καλῶς εἰρήκαμεν ὅτι τὰ τῷ γένει ἀλλήλων διαφέροντα καὶ τῷ εἴδει δια‐ φέρει καὶ τῷ ἀριθμῷ, τὰ δὲ τῷ εἴδει διαφέροντα διαφέρει μὲν πάντως τῷ ἀριθμῷ, οὐκέτι δὲ πάντως καὶ τῷ γένει, οἷον ἄνθρωπος ἵππος· ταῦτα γὰρ διαφέρει ἀλλήλων τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵπ‐ που), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ (ἄλλη γὰρ ὕλη ἀνθρώπου καὶ ἄλλη ἵππου),
25οὐ μὴν τῷ γένει διαφέρει· ἀμφότερα γὰρ ζῷα ὑπάρχει. τὰ δὲ τῷ ἀριθ‐
μῷ διαφέροντα οὔτε πάντως τῷ εἴδει οὔτε τῷ γένει διαφέρει. διὰ τοῦτο65

66

οὖν εἶπεν οἳ διαφέρουσιν ἀλλήλων καὶ τῷ εἴδει, οὐ μόνον τῷ ἀριθμ, ὡς δήλου ὄντος, ὅτι τὰ διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ τῷ ἀριθμῷ πάντως διαφέρει.
4nΤῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων δια‐
5nφέρει τὸ γένος.
6 Τῶν διαφορῶν φησι καὶ τῶν καθόλου συμβεβηκότων διαφέρει τὸ γέ‐ νος τῷ ταῦτα μὲν ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖσθαι, τὸ δὲ γένος ἐν τῷ τί ἐστιν.
9nὭστε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος διαστέλλει
10nαὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.
11 Ἐν συντόμῳ δείκνυσι πῶς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν τοῦ γένους ὑπογραφὴν δεόντως εἴληπται.
13nἋ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς
14nἔχον ἐστὶ κατηγορεῖται.
15 Ἡ δὲ διαφορὰ καὶ τὰ συμβεβηκότα οὐ μόνον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, ἀλλὰ καὶ ἐν τῷ πῶς ἔχον ἐστίν· ἐρωτηθέντες γὰρ πῶς ἔχει Σωκράτης ἀποκρινόμεθα ἢ ὑγιαίνει ἢ νοσεῖ· αἱ γὰρ ἄλλαι διαφοραὶ πρὸς τοῖς συμβεβηκόσιν εἰσὶν οἷον τὸ σιμὸν καὶ τὸ γρυπὸν καὶ τὸ φα‐
λακρόν.66

67

(1n)

Τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῶν δια‐
2nφορῶν καὶ τῶν κοινῶς συμβεβηκότων, ἃ οὐκ ἐν τῷ τί ἐστιν,
3nἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται ἕκα‐
4nστον ὧν κατηγορεῖται.
5 Ἐν τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται, ἐν δὲ τῷ πῶς ἔχον τὰ κοινῇ συμβεβηκότα. φασὶ δέ τινες ὅτι εἰπὼν ἢ πῶς ἔχον περιέλαβε καὶ τὰ ἰδίως τινὶ συμβεβηκότα. λέγομεν οὖν ὅτι εἰ καὶ ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορεῖται καὶ αὐτά, ἀλλ’ ὅμως τῶν καθ’ ἑνός ἐστι κατηγορουμένων· ἐκείνων δὲ ἄνω ἐχώρισε τὸ γένος εἰρηκὼς τὸ μὲν κατὰ πλειόνων λέ‐
10γεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.
12nΟὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους
13nῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας.
14Οἱ ὁρισμοὶ βούλονται καὶ μόνῳ ἐφαρμόζειν τῷ πράγματι καὶ ὅλον
15αὐτὸ περιλαμβάνειν· διὰ τοῦτο γὰρ καὶ ὁρισμοὶ λέγονται, ὡς περιλαμβά‐ νοντες τὸ ὁριστὸν ἀπὸ τῶν ἐν τοῖς χωρίοις ὅρων μετειλημμένοι. κακύνον‐ ται δὲ οἱ ὁρισμοὶ κατὰ δύο τρόπους, ἢ περιττεύοντες ἢ ἐλλείποντες· καλῶς γὰρ εἴρηται τοῖς φιλοσόφοις, ὅτι ἑκάστη συμμετρία μία τις οὖσα δύο ἔχει ἀμετρίας παρακειμένας· οὕτω γὰρ καὶ ἡ δικαιοσύνη μία μέν τις ὑπάρχει
20ἀρετή, παράκειται δὲ αὐτῇ ἡ μειονεξία καὶ ἡ πλεονεξία· καὶ μειονέκτης μέν ἐστιν ὁ ἧττον τοῦ δέοντος ἑαυτῷ τι περιποιῶν, πλεονέκτης δὲ ὁ πλέον τοῦ δέοντος. καὶ πάλιν ἡ σωφροσύνη ἀρετὴ ὑπάρχει, παράκειται δὲ αὐτῇ
ἥ τε ἠλιθιότης καὶ ἡ ἀκολασία· καὶ ἠλίθιος μέν ἐστιν ὁ ἧττον κινούμενος67

68

ἀκόλαστος δὲ ὁ μᾶλλον καὶ ἀτάκτως κινούμενος. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ· ἐκεῖνος γάρ ἐστιν ἄριστος ὅρος ὁ περι‐ ορίζων μὲν τὸ οἰκεῖον πρᾶγμα καὶ μηδὲν ἔξω αὐτοῦ καταλιμπάνων, τῶν δὲ παρακειμένων μηδὲν ἀφαιρούμενος. παράκειται δὲ τούτῳ, ὥσπερ καὶ ταῖς
5ἄλλαις ἀρεταῖς, ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς ἤδη εἴρηται. καὶ περιτ‐ τεύοντες μὲν ποιοῦσι τὰ πράγματα ἐλλείπειν, ἐλλείποντες δὲ ποιοῦσι τὰ πράγματα περιττεύειν· οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός ἐστι ζῷον λογικὸν θνητόν, καὶ οὗτος ὁ ὁρισμὸς χωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων πάντων καὶ περιλαμβάνει πάντας τοὺς ἀνθρώπους. ἐλλείπων δὲ ποιεῖ τὸ πρᾶγμα
10περιττεύειν, οἷον ζῷον θνητόν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον θνητὸν ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ἄλλα πολλά. πάλιν δὲ περιττεύων ποιεῖ τὸ πρᾶγμα ἐλλείπειν, οἷον ζῷον λογικὸν θνητὸν γραμματικόν· οὐκέτι γὰρ πάντας ἀνθρώπους περιλαμβάνει, ἀλλὰ μόνους τοὺς γραμματικούς. καὶ τοῦτο εἰκότως· συνθετώτερα γὰρ γινόμενα τὰ πράγματα μᾶλλον στενοῦται,
15ἁπλούστερα δὲ ὄντα ἐπὶ πλέον ἐκτείνεται καὶ ἐπὶ πλειόνων φέρεται, ἅτε δὴ καὶ πλησιέστερα ὄντα τῆς πρώτης ἀρχῆς καὶ κοινῆς πάντων. διὰ τοῦτο τὸ μὲν ζῷον αὐτὸ καθ’ αὑτὸ ἐπὶ πλειόνων φέρεται, συντεθὲν δὲ τῷ λογικῷ ἐπ’ ἐλαττόνων. τὸ δὲ λογικὸν ζῷον τῷ θνητῷ συνδυαζόμενον ἔτι ἐλάττονα περιέχει, εἰ δὲ προστεθῇ καὶ τὸ γραμματικόν, ἔτι μερικώτερον
20γίνεται. ὥστε ἐλλείποντες μὲν οἱ ὁρισμοὶ ποιοῦσι τὰ πράγματα περιττεύειν, περιττεύοντες δὲ ποιοῦσιν ἐλλείπειν. ταῦτα οὖν ἐπισημηνάμενος ὁ Πορ‐ φύριός φησιν ὅτι ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ τῶν δύο ἀπήλλακται τῶν κακυνόντων τοὺς ὁρισμούς· οὔτε γὰρ περιττεύει οὔτε ἐλ‐ λείπει.
25Εἴρηται ὅτι τριττά ἐστι τὰ γένη, τὰ μὲν πρὸ τῶν πολλῶν τὰ δὲ ἐν68

69

τοῖς πολλοῖς τὰ δὲ ἐπὶ τοῖς πολλοῖς, ἃ καὶ ὑστερογενῆ καλεῖται καὶ ἐννοη‐ ματικὰ ὡς ἐν τῇ διανοίᾳ ὄντα τῇ ἡμετέρᾳ. πρόκειται οὖν τῷ Πορφυρίῳ διδάξαι περὶ γενῶν οὔτε περὶ τῶν πρὸ τῶν πολλῶν οὔτε περὶ τῶν ἐν τοῖς πολλοῖς ἀλλὰ περὶ τῶν ἐπὶ τοῖς πολλοῖς, τοῦτ’ ἔστι περὶ τῶν ἐννοηματι‐
5κῶν. διὰ τοῦτο τοίνυν εἶπεν ὑπογραφὴν τῆς ἐννοίας, τοῦτ’ ἔστι τοῦ ἐννοηματικοῦ γένους. ἐννοηματικὸν δὲ γένος ἐστί, καθ’ ἣν ἔννοιαν λαμ‐ βάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμεθα, οἷον λαμβάνομεν κατὰ τὴν οἰκείαν διάνοιαν τὸν ἄνθρωπον καὶ πρὸς αὐτὴν ἀναλογιζόμενοι λέγομεν, ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. φησὶν οὖν ὁ Πορφύριος ὅτι ταύ‐
10της τῆς ἐννοίας οὐδὲν ὑπερβάλλον οὐδὲ ἐλλεῖπον ἔχει ἡ τοῦ γένους ὑπο‐ γραφή.
12tΠερὶ εἴδους.
13nΤὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς.
14Πεπλήρωται ὁ περὶ τοῦ γένους λόγος. δευτέραν οὖν τάξιν ἔχουσιν ἐν
15τούτοις αἱ διαφοραί· ἀλλ’ ἐπειδήπερ τὸ γένος καὶ τὸ εἶδος πρός τι καὶ ἅμα ὑφίσταται καὶ ἅμα νοεῖται, διὰ τοῦτο τὸ εἶδος τῆς διαφορᾶς προέταξεν, οὐ διὰ τὴν φυσικὴν τάξιν ἀλλὰ διὰ τὴν διδασκαλικὴν ἀκολουθίαν, καὶ ὅτι ἐν τῇ τοῦ γένους διδασκαλίᾳ ἐμνημόνευσε τοῦ εἴδους, καὶ ἔδει μὴ ἐπὶ πολὺν χρόνον τούτου ἀνεννόητον εἶναι τὸν ἀκροατήν. τῷ δὲ εἰωθότι καὶ
20νῦν κανόνι χρώμενος ἀπαριθμεῖται πρότερον τὰ σημαινόμενα τοῦ εἴδους πάντα, εἶθ’ οὕτως προσδιορίζεται περὶ ποίου ποιεῖται τὸν λόγον· εἰσὶ γὰρ ἕτερα σημαινόμενα τοῦ εἴδους, περὶ ὧν οὐ πρόκειται λέγειν, ἀλλ’ ἐκεῖνα καταριθμεῖται τοῦ εἴδους τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν. λέγει οὖν ὅτι διττὸν ὑπάρχει τὸ σημαινόμενον τοῦ εἴδους·
25εἶδος μὲν γὰρ λέγεται καὶ ἡ ἑκάστου μορφή, καθ’ ὃ σημαινόμενον λέγομεν69

70

τοὺς εὐειδεῖς καὶ δυσειδεῖς, εἶδος δὲ λέγεται καὶ τὸ ὑπὸ τὸ γένος πεπτω‐ κὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἀλλ’ οὗτος ὁ ὁρισμός ἐστι καὶ τοῦ εἰδικωτάτου εἴδους καὶ τοῦ μὴ εἰδικωτάτου. λέγεται δὲ καὶ ἄλλως εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατη‐
5γορούμενον. ἐπεὶ δὲ τὰ τῶν ὀνομάτων τούτων σημαινόμενα, λέγω δὴ τοῦ μὴ εἰδικωτάτου εἴδους καὶ τοῦ εἰδικωτάτου, ἀσαφῆ ὑπάρχει τῇ κοινῇ συνηθείᾳ, προϊόντος τοῦ λόγου σαφηνίζει αὐτὰ προχειριζόμενος τὴν καλλί‐ στην τῶν κατηγοριῶν, λέγω δὴ τὴν οὐσίαν, ἥτις αὐθυπόστατον ὑπάρχει πρᾶγμα καὶ γενικώτατον γένος· αἱ γὰρ ἄλλαι κατηγορίαι συμβεβηκότα
10ὑπάρχουσιν αὐτῆς· εἰ γὰρ πᾶσαι αἱ ἄλλαι ἐν τῇ οὐσίᾳ ὑπάρχουσι καὶ ἐν αὐτῇ θεωροῦνται καὶ χωρὶς αὐτῆς συστῆναι οὐ δύνανται, δῆλον ὅτι ἡ μὲν οὐσία ἐστὶν αὐθυπόστατος, αἱ δὲ ἄλλαι ἐννέα κατηγορίαι συμβεβήκασιν αὐ‐ τῇ. λαμβάνει οὖν τὴν οὐσίαν καὶ πλέκει ἐξ αὐτῆς σειρὰν τοιαύτην, ὅτι τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοῦ σώματος τὸ μέν
15ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον, καὶ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λο‐ γικοῦ τὸ μὲν ἄγγελος τὸ δὲ ἄνθρωπος τὸ δὲ δαίμων. ἐν τούτοις οὖν γενι‐ κώτατον μὲν γένος ἡ οὐσία, εἰδικώτατον δὲ εἶδος ὁ ἄνθρωπος, τὰ δὲ μέσα γένη τὰ αὐτὰ καλοῦνται καὶ εἴδη, εἴδη μὲν τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν
20μετ’ αὐτά. κοινῶς μὲν οὖν πάντα τὰ εἴδη τά τε εἰδικώτατα καὶ τὰ ὑπάλ‐ ληλα ἡ προτέρα ὑπογραφὴ περιέχει ἡ λέγουσα εἶδος εἶναι τὸ ὑπὸ τὸ γένος πεπτωκὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· τούτων γὰρ τῶν ὑπογραφῶν ἑκατέρα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῇ λοιπῇ, τῇ δὲ σχέσει μόνον ἀλλήλων διαφέρουσι. πολλὰ γάρ ἐστι καὶ ἄλλα πράγματα,
25ἅτινα τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα, ὡς ἡ ἀνά‐ βασίς τε καὶ ἡ κατάβασις· τούτοις γὰρ τοῖς πράγμασιν ὑπόκειται μὲν τὸ αὐτό, ἡ κλῖμαξ, διαφέρει δὲ ἡ ἀνάβασις τῆς καταβάσεως τῇ σχέσει μόνῃ,
ὅτι ἡ μὲν ἀνάβασις ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἄνοδος ὑπάρχει, ἡ δὲ κατά‐70

71

βασις ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω οὖσα κάθοδος ὑπάρχει. καὶ τὸ σπέρμα δὲ καὶ ὁ καρπὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῷ λόγῳ δὲ μόνῳ καὶ τῇ σχέσει διάφορα. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ διττοῦ τῆς ὑπογραφῆς τοῦ εἴδους· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὴν μὲν ἀπὸ τοῦ
5γένους ἄρχεσθαι λήγειν δὲ εἰς τὸ εἶδος, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι λήγειν δὲ εἰς τὸ γένος· ὥστε οὖν καὶ ταῦτα τῇ σχέσει μόνῃ διαφέρει ἀλλήλων, τῷ δὲ ὑποκειμένῳ ταὐτά ἐστιν. ἄρχεται δὲ πάλιν ἀπὸ τοῦ γνωριμωτέρου σημαινομένου τοῦ εἴδους, διότι ὁμοιότητα ἔχει πρὸς τὸ παρὰ τοῖς φιλοσόφοις· ὥσπερ γὰρ τὸ εἶδος τὸ ἐπὶ τῆς μορφῆς περιεκτικόν
10ἐστι πάντων τῶν μερῶν, οὕτω καὶ τὸ παρὰ τοῖς φιλοσόφοις τῶν κατὰ μέρος.
12nΤὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς.
13 Ὥσπερ καὶ ἐπὶ τοῦ γένους πρὶν διδάξαι τί ποτέ ἐστι γένος ἢ ποῖόν ἐστι, τὴν ὁμωνυμίαν αὐτοῦ διεστείλατο καὶ πρῶτον περὶ ὧν οὐ προέκειτο
15αὐτῷ ἐδίδασκε σημαινομένων τοῦ γένους, εἶθ’ οὕτως περὶ τοῦ προκειμένου, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὴν ὁμωνυμίαν πρότερον διαστέλλεται, εἶθ’ οὕτως τί ἐστιν εἶδος λέγει καὶ ποῖον αὐτοῦ τὸ σημαινόμενον.
18nΛέγεται δὲ εἶδος καὶ τὸ ταττόμενον ὑπὸ τὸ ἀποδοθὲν γέ‐
19nνος, καθ’ ὃ εἰώθαμεν λέγειν τὸν μὲν ἄνθρωπον εἶδος τοῦ ζῴου
20nγένους ὄντος τοῦ ζῴου, τὸ δὲ λευκὸν τοῦ χρώματος εἶδος, τὸ
21nδὲ τρίγωνον τοῦ σχήματος εἶδος.
22 Εἰρηκὼς τὰ σημαινόμενα τοῦ εἴδους καὶ περὶ οὗ πρόκειται αὐτῷ λέ‐ γειν, νῦν παραδείγματι τὸ προκείμενον τοῦ εἴδους σημαινόμενον διδάσκει, πῶς ὑπὸ τὸ γένος ἀνάγεται τὸ εἶδος. λαμβάνει γὰρ τὸ τρίγωνον καὶ τὸ
25σχῆμα, τὸ μὲν σχῆμα ὡς γένος τὸ δὲ τρίγωνον ὡς εἶδος. ἐπιλαμβάνον‐ ται δέ τινες αὐτοῦ ὡς μὴ κυρίως εἰρηκότος τὸ σχῆμα τοῦ τριγώνου γένος ἢ τὸ τρίγωνον τοῦ σχήματος εἶδος. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερόν
φασι, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστι· τὸ δὲ τρίγωνον71

72

τοῦ τετραγώνου πρῶτον· τὸ μὲν γὰρ ἐκ τριῶν ἐστι γραμμῶν τὸ δὲ ἐκ τετ‐ τάρων, τὰ δὲ τρία τῶν τεσσάρων πρῶτα. καὶ ἄλλως· πᾶν τετράγωνον εἰς δύο τρίγωνα ὀρθογώνια διαιρεῖται (ἡ γὰρ τοῦ α β γ δ τετραγώνου ἐπί‐ ζευξις τῇ α γ διαμέτρῳ διαιρεθήσεται εἰς δύο τρίγωνα ὀρθογώνια τό τε α
5β γ καὶ τὸ α δ γ)· ὥστε ἀναιρουμένου τοῦ τετραγώνου οὐκ ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος ἀδύνατον εἶναι τετράγωνον· ὥστε πρῶ‐ τον τῇ φύσει τὸ τρίγωνον τοῦ τετραγώνου. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τῶν λοιπῶν πάντων εὐθυγράμμων σχημάτων πρῶτον δειχθήσεται, πενταγώνου φημὶ καὶ ἑξαγώνου καὶ τῶν λοιπῶν· ἕκαστον γὰρ τούτων εἰς τρίγωνα διαι‐
10ρεῖται. εἰ οὖν τὸ μὲν τρίγωνον πρῶτον, τὸ δὲ τετράγωνον καὶ τὰ λοιπὰ δεύτερα, τὸ ἄρα κατὰ τούτων κοινῶς κατηγορούμενον, λέγω δὴ τὸ σχῆμα, οὐκ ἔστιν αὐτῶν γένος, οὐκοῦν οὐδὲ ταῦτα ἐκείνου εἴδη. λείπεται τοίνυν μὴ κυρίως εἰρηκέναι τὸν Πορφύριον τὸ τρίγωνον τοῦ σχήματος εἶδος. πρὸς τοῦτο πάντες ἠπόρησαν ἀπολογίας οἱ ἐξηγηταὶ καί φασιν αὐτὸν ὑποδείγμα‐
15τος χάριν καταχρηστικώτερον γένος καλέσαι τοῦ τριγώνου τὸ σχῆμα. ἐπι‐ λυόμενοι δὲ ἡμεῖς τὴν ἀπορίαν φαμὲν ὅτι εἰ μὲν στοιχεῖα ἦν τῷ ὄντι τοῦ τετραγώνου τὰ τρίγωνα, ὡς μὴ ἄλλως τετράγωνον ἐνδέχεσθαι γενέσθαι, εἰ μὴ ἐκ τριγώνων σύγκειται, ὡς καὶ ἐν Τιμαίῳ διδάσκει λέγων ὁ Πλάτων πάντα τὰ εὐθύγραμμα σχήματα ὡς εἰς στοιχεῖα ἁπλούστατα ἀναλύων τὰ
20τρίγωνα, ἀληθὲς ἂν ἦν τὸ λεγόμενον καὶ πρῶτον ὑπῆρχε τῶν σχημάτων τὸ τρίγωνον καὶ οὐκ ἂν ἦν τὸ σχῆμα γένος αὐτῶν, εἴπερ ἀληθὲς ὅτι ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι
γένος. νῦν δὲ οὐδεμία ἐστὶν ἀνάγκη, ἵνα γένηται τετράγωνον, προϋποκεῖ‐72

73

σθαι τρίγωνα, εἶτα τῇ συνθέσει τούτων τὸ τετράγωνον γίνεσθαι· οὐδὲν γὰρ κωλύει καὶ τριγώνου μὴ ὄντος τέσσαρας εὐθείας ἐπιζεύξαντας ποιῆσαι τε‐ τράγωνον. ὥστε οὐκ ἀληθὲς τὸ ἀναιρουμένου τοῦ τριγώνου συναναιρεῖσθαι καὶ τὸ τετράγωνον. εἰ δὲ ὅτι τὴν διάμετρον ἐπιζευγνύντες διαιροῦμεν τὸ
5τετράγωνον εἰς δύο τρίγωνα, διὰ τοῦτό φασι πρῶτον εἶναι καὶ οἷον στοι‐ χεῖον ἢ μέρος τοῦ τετραγώνου τὸ τρίγωνον, ἐπειδὴ ἐνδέχεται τὸ αὐτὸ τε‐ τράγωνον καὶ εἰς δύο ἑτερομήκη διελεῖν τὰς ἀντικειμένας πλευρὰς δίχα δι‐ αιροῦντας καὶ ἐπιζευγνύντας οἷον ἀπὸ τοῦ α ἐπὶ τὸ β καὶ ποιῆσαι δύο ἑτερομήκη χωρία τὸ γ καὶ τὸ δ, λέγεται ὡσανεὶ καὶ τὰ ἑτερομήκη πρῶτα
10εἶναι τοῦ τετραγώνου. οὕτω δὲ καὶ τὸ ἐναντίον τὸ τετράγωνον πρῶτόν ἐστι τοῦ ἑτερομήκους, εἰ ἑτερόμηκες τὸ τὴν μίαν ἔχον πλευρὰν διπλασίονα τῆς ἑτέρας διέλωμεν δίχα εἰς δύο τετράγωνα. ἀλλὰ δὴ καὶ εἰ ἐπὶ τοῦ κύκλου τὴν διάμετρόν τις ἀγάγοι, διαιρήσει τὸν κύκλον εἰς δύο ἡμικύκλια τό τε α καὶ τὸ β, καὶ δῆλον ὅτι ἕκαστον τῶν ἡμικυκλίων σχῆμά ἐστιν
15ἐκ περιφερείας τῆς τοῦ ἡμικυκλίου γραμμῆς καὶ εὐθείας τῆς διαμέτρου συγκείμενον. ὥστε συμβήσεται τὸ ἁπλοῦν σχῆμα τὸν κύκλον ἐκ μικτῶν ἡμικυκλίων συγκεῖσθαι, καὶ τοῦ ἁπλοῦ, λέγω τοῦ κύκλου, πρῶτον ἔσται φύσει τὸ μικτόν. ὥσπερ οὖν ἐπὶ τούτων ἡ ἐπίνοια ἡ ἡμετέρα τὴν τοιαύ‐ την ποιεῖται διαίρεσιν καὶ οὐχὶ διὰ τοῦτο ἀνάγκη τοῦ τετραγώνου πρῶτα
20εἶναι τῇ φύσει τὰ ἑτερομήκη, ἐπειδὴ καὶ τὰ ἑτερομήκη ἐνδέχεται διελεῖν εἰς δύο τετράγωνα, εἴπερ ἡ ἑτέρα τῶν πλευρῶν διπλασίων ᾖ τῆς ἑτέρας, εἰ γοῦν πάλιν τοῦ κύκλου τὰ μικτὰ σχήματα ἐξ εὐθειῶν καὶ περιφερειῶν
συγκείμενα 〈μὴ〉 πρῶτά ἐστιν, οὕτως οὐδὲ τὸ τετράγωνον εἰ ἐνδέχεται τῇ73

74

διαμέτρῳ εἰς δύο τρίγωνα διελεῖν, ἤδη διὰ τοῦτο καὶ ἐκ τριγώνων αὐτὸ συγκεῖσθαι ἀνάγκη καὶ πρῶτα αὐτοῦ εἶναι φύσει τὰ τρίγωνα. καλῶς ἄρα ὁ Πορφύριος γένος εἶπεν εἶναι τοῦ τριγώνου τὸ σχῆμα.
4n〈Εἰ δὲ καὶ τὸ γένος ἀποδιδόντεσ.
5 Εἰ δέ 〈φησι〉 καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους ἐμεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον καὶ τὸ εἶδος ὁριζόμενοι πάλιν γένους ἐμεμνήμεθα φά‐ σκοντες εἶδός ἐστι τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, μηδεὶς μέμφοιτο. κατὰ ἀλήθειαν γὰρ ταῦτα λέγων ὁ Πορφύριος νομίζεται τῇ διαλλήλῳ δείξει κεχρῆ‐
10σθαι. ἡ δὲ διάλληλος δεῖξις διαβέβληται παρὰ τοῖς φιλοσόφοις ὡς τὰ αὐτὰ καὶ πρῶτα ποιοῦσα καὶ δεύτερα καὶ ἀμείβουσα τὴν τάξιν τῶν προτάσεων καὶ τῶν συμπερασμάτων· ποιεῖ γὰρ τὸ μὲν δεύτερον πρῶτον καὶ τὸ πρῶτον δεύ‐ τερον, καὶ τὰ αὐτὰ τῶν αὐτῶν σαφέστερά τε ποιεῖ καὶ ἀσαφέστερα. οἷον ἐὰν εἴπῃ μοί τις, ὅτι ἡ ψυχὴ ἀθάνατος, λέγω ὅτι ναί· πῶς; ὅτι ἡ ψυχὴ αὐτοκίνη‐
15τος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐὰν δὲ εἴπῃ μοι, πόθεν δῆλον ὅτι αὐτοκίνητος ἡ ψυχή; εἶτα τοῦτο δεῖξαι βουλόμενος εἴπω, ὅτι ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίνητον, τὸ ἀει‐ κίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος· ἡ τοιαύτη διάλληλος λέγε‐ ται δεῖξις. βουλόμενος γὰρ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος ἔλαβον τὸ αὐτο‐
20κίνητον πρῶτον, συνεπέρανα δὲ τὸ ἀθάνατον, βουλόμενος δὲ πάλιν δεῖξαι ὅτι ἡ ψυχὴ αὐτοκίνητος ἔλαβον πρῶτον τὸ ὕστερον λεχθὲν τὸ ἀθάνατον καὶ συνεπέρανα ὅτι αὐτοκίνητος, τὸ πρῶτον ὕστερον ποιήσας. ὥστε διάλ‐ ληλος δεῖξίς ἐστιν ἡ τὰς προτάσεις συμπεράσματα ποιοῦσα καὶ πάλιν τὰ συμπεράσματα προτάσεις, ὅθεν καὶ διαβέβληται· πᾶσα γὰρ ἀπόδειξις τὰς
25μὲν προτάσεις σαφεῖς καὶ ὁμολογουμένας λαμβάνει, τὸ δὲ συμπέρασμα74

75

ἀσαφὲς ὂν σαφηνίζει καὶ φανερὸν ποιεῖ διὰ τῶν προτάσεων· εἰκότως οὖν διαβολῆς ἀξία ἡ τὴν τάξιν τούτων ἀντιστρέφουσα καὶ τὸ μὲν συμπέρασμα, ὅπερ πρότερον ὡς ἀσαφὲς ἐλαμβάνετο, σαφὲς ποιοῦσα τῷ ἐν τάξει προ‐ τάσεως παραλαμβάνειν, τὴν δὲ πρότασιν, ἣν ὡς ὁμολογουμένην πρὶν ἐλαμ‐
5βάνομεν, νῦν ἄδηλον συμπέρασμα ποιοῦσα. πάλιν ἂν βουληθέντες δεῖξαι, ὅτι ἥδε ἡ γυνὴ γάλα ἔχει, εἴπωμεν ὅτι ἥδε ἡ γυνὴ τέτοκεν, ἡ δὲ τετο‐ κυῖα γάλα ἔχει, ἥδε ἄρα ἡ γυνὴ γάλα ἔχει· βουληθέντες δὲ αὐτὸ τοῦτο δεῖξαι πάλιν ὅτι τέτοκεν εἴπωμεν, ἥδε ἡ γυνὴ γάλα ἔχει, ἡ δὲ γάλα ἔχουσα τέτοκεν, ἥδε ἄρα ἡ γυνὴ τέτοκεν· ἐνταῦθα δὲ πάλιν τὰ αὐτὰ τῶν
10αὐτῶν καὶ πρότερα ἐλάβομεν καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα· πρότερον μὲν γὰρ ἐλαμβάνομεν σαφὲς μὲν καὶ πρότερον τὸ τετοκέναι, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ γάλα ἔχειν, ὕστερον δὲ ἐλάβομεν σαφὲς μὲν καὶ πρότερον τὸ γάλα ἔχειν, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ τετοκέναι. ὥστε ἐν τῇ τοιαύτῃ δείξει τῶν αὐτῶν τὰ αὐτὰ καὶ πρότερα λαμβάνεται καὶ ὕστερα
15καὶ σαφέστερα καὶ ἀσαφέστερα. πᾶσα γὰρ δεῖξις ἢ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δείκνυσιν ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ σαφὲς ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ ἀσαφὲς ἢ ἐκ τοῦ σαφοῦς τὸ σαφές. καὶ δῆλον ὅτι μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς δεικνύουσα τὸ ἀσαφές. αἱ οὖν ἄλλαι τρεῖς ψεκταὶ καὶ οὐδ’ ὅλως δείξεις ἂν εἶεν· οὐ γὰρ οἷόν τε τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δει‐
20κνύειν, οὐδὲ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς· οὐδὲ γὰρ τὸ σαφὲς δείξεως δεῖ‐ ται, ἵνα ἐξ ἄλλου σαφοῦς δηλωθῇ. πολλῷ οὖν ἀτοπώτερον τὸ ἐκ τῶν ἀσαφῶν τὰ ἀσαφῆ δείκνυσθαι λέγειν. μία οὖν μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δεικνύουσα. εἰκότως ἄρα ἡ διάλληλος διαβέβλη‐ ται δεῖξις τὰ σαφῆ καὶ πρῶτα ἀσαφῆ ποιοῦσα καὶ ὕστερα καὶ ἔμπαλιν τὰ
25ἀσαφῆ καὶ ὕστερα σαφῆ καὶ πρῶτα ποιοῦσα. ἐπεὶ οὖν ὁ φιλόσοφος Πορ‐
φύριος ᾔσθετο ἑαυτοῦ τῇ διαλλήλῳ δείξει κεχρημένου (ἔν τε γὰρ τῇ τοῦ75

76

γένους διδασκαλίᾳ παρέλαβε τὸ εἶδος καὶ ἔμπαλιν ἐν τῇ τοῦ εἴδους τὸ γέ‐ νος, ὅπερ ἄν τις ἴσως ἐμέμψατο), αὐτὸς φθάσας ἀπελογήσατο· ἔφησε γὰρ ὅτι τὸ γένος εἴδους ἐστὶ γένος καὶ τὸ εἶδος γένους ἐστὶν εἶδος· ἀνάγκη τοίνυν διδάσκοντα περὶ γένους μνημονεῦσαι καὶ τοῦ εἴδους, καὶ περὶ εἴδους
5λέγοντα μνησθῆναι καὶ τοῦ γένους· τὰ γὰρ πρός τι καὶ ἅμα συνυφίστα‐ ται καὶ ἅμα νοεῖται· τὸ γὰρ γένος τινός ἐστι γένος, τοῦτ’ ἔστιν εἴδους, καὶ τὸ εἶδος τινός ἐστιν εἶδος, τοῦτ’ ἔστι γένους, καὶ ἀδύνατον τούτων θάτερον χωρὶς θατέρου γνῶναι. ὥστε ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδασκαλίαν ποιούμενον καὶ τοῦ λοιποῦ μνησθῆναι· ὁ γὰρ τὸ ἕτερον
10τῶν πρός τι ἀγνοῶν οὐδὲ τὸ λοιπὸν εἴσεται.
11nΕἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος καὶ οὗ τὸ γένος
12nἐν τῷ τί ἐστι κατηγορεῖται.
13 Δύο ὑπογραφὰς ἀποδίδωσι τοῦ εἴδους, τῷ μὲν ὑποκειμένῳ τὰς αὐτάς (ἀμφότεραι γὰρ κατὰ πλειόνων κατηγοροῦνται), τῇ σχέσει δὲ διαφόρους,
15ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ μία οὖσαι τῇ σχέσει διάφοροί εἰσιν· ἄνωθεν γὰρ ἀρχόμενοι κατάβασιν αὐτὴν λέγομεν, κάτωθεν δὲ ἀνάβασιν. ὡσαύτως καὶ ἐνταῦθα σχέσεις εἰσὶ δύο, τοῦ τε εἴδους πρὸς τὸ γένος, καθὸ ὑπ’ αὐτό ἐστι, καὶ τοῦ γένους πρὸς τὸ εἶδος, καθὸ περι‐ εκτικὸν αὐτοῦ ἐστι. καὶ ἔοικεν ἡ σχέσις ἡ ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος
20καταβάσει, ἡ δ’ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀναβάσει. καὶ αὗται μὲν ὁλοσχερέστεραι ὑπογραφαί· ἑξῆς δὲ μετὰ ταῦτα τὴν τελείαν ὑπογραφὴν ἀπο‐ δίδωσι τὴν ἀπὸ τῆς διαιρέσεως τῶν φωνῶν ληφθεῖσαν ὅτι εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.
25 Ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν καὶ ἐπὶ τοῦ εἴδους ὑπογραφῇ ὁ Πορ‐ φύριος κέχρηται· οὐκέτι γὰρ χώραν ἔχει ἡ ῥηθεῖσα ἐπὶ τοῦ γένους αἰτία·
ἔχει γὰρ τὸ εἶδος γένος. ῥητέον τοίνυν τὴν ἀκριβεστάτην καὶ κοινὴν αἰ‐76

77

τίαν, ὅτι οἱ ὁρισμοὶ πραγμάτων εἰσὶν ὁρισμοὶ τὰς φύσεις αὐτῶν δηλοῦντες, τὰ δὲ γένη καὶ τὰ λοιπὰ οὐκ εἰσὶ πράγματα οὐδ’ ἀφωρισμένην φύσιν ἔχει, διὸ οὐδ’ ὑπὸ μίαν τινὰ ἀνάγεται τῶν κατηγοριῶν, ἀλλ’ ἐν πάσαις θεωρεῖ‐ ται· καὶ γὰρ καὶ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ταῖς
5λοιπαῖς κατηγορίαις εἰσὶ καὶ γένη καὶ εἴδη καὶ διαφοραί. διὸ οὐκ εἰσὶ πράγματα ἀλλὰ σχέσεις πραγμάτων δηλωτικαί. ἐπεὶ οὖν οἱ ὁρισμοί, ὡς εἴρηται, πραγμάτων εἰσὶν ὁρισμοί, αὗται δὲ αἱ φωναὶ οὐκ εἰσὶ πράγματα, εἰκότως οὐδ’ ὁρισμοὺς αὐτῶν δυνατὸν ἀποδοῦναι.
9nΕἰδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμ.
10 Ἑτέραν ὑπογραφὴν ἀποδίδωσι τοῦ εἴδους, ὁμοίαν τῇ προλεχθείσῃ τῇ· ἀπὸ τοῦ γένους ἀποδοθείσῃ.
12nἈλλ’ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ εἰδικωτάτου ἂν εἴη καὶ ὅ
13nἐστι μόνον εἶδος, αἱ δ’ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων.
14Αὕτη ἡ ὑστέρα, φησίν, ἀποδοθεῖσα τοῦ εἴδους ὑπογραφὴ οὐ παντὶ
15ἐφαρμόζει ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις. ἵνα δὲ μάθωμεν τίνα ἐστὶ τὰ εἰδικώτατα εἴδη, κέχρηται διαιρέσει τοιαύτῃ· τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοῦ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον (τὸ μὲν γὰρ φυτὸν τὰς τρεῖς ἔχει δυνάμεις μόνας, τὴν θρεπτικὴν τὴν αὐξητικὴν καὶ
20τὴν γεννητικήν, τὸ δὲ ζῷον πρὸς ταύταις ἔχει καὶ τὴν αἰσθητικὴν δύναμιν καὶ τὴν μεταβατικὴν τὴν ἀπὸ τόπου εἰς τόπον· τὸ οὖν ζωόφυτον μέσον ἐστὶν ἀμφοτέρων, ἔχει γὰρ πρὸς ταῖς τρισὶ δυνάμεσι καὶ τὴν ἁπτικὴν αἴ‐ σθησιν, οὐκέτι μέντοι ἀπὸ τόπου ἐπὶ τόπον ἀμείβει, οἷά ἐστι τὰ ὄστρεα
καὶ οἱ σπόγγοι· προσπεφύκασι μὲν γὰρ ταῖς πέτραις, προσιόντος δέ τινος77

78

ἀντιτύπου μὲν συστέλλονται, ἡδέος δὲ διαχέονται), πάλιν δὲ τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν θεὸς τὸ δὲ ἄν‐ θρωπος, πάλιν δὲ τοῦ ἀνθρώπου τὸ μὲν Σωκράτης τὸ δὲ Πλάτων καὶ οἱ κατὰ μέρος· ἀλλ’ οὐδεὶς τοῖς φιλοσόφοις λόγος τούτων, καθὰ πολλάκις εἴ‐
5ρηται. ἐν ταύτῃ οὖν τῇ διαιρέσει πρῶτόν ἐστιν ἡ οὐσία, ὕστερον δὲ ὁ ἄνθρωπος, τὰ δὲ καλούμενα ὑπάλληλα μέσα, ἃ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο. λέγεται δὲ ἡ μὲν οὐσία γένος γενικώτατον, ὁ δὲ ἄνθρωπος εἶδος εἰδικώτατον, τὰ δὲ λοιπὰ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα· τὸ γὰρ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμ‐
10ψύχου, καὶ τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, καὶ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοῦ ζῴου, οὐκέτι δὲ καὶ γένος· κατηγορεῖται γὰρ οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ, οἷον Σωκράτους Ἀλκιβιάδου· οὐκ ἔστιν οὖν γένος, ἀλλ’ οὐδὲ ἄτομον, ἐπειδὴ τῶν κατὰ μέρος ἀτόμων ἐστὶ περιεκτικόν·
15λείπεται ἄρα τὸν ἄνθρωπον εἶδος εἰδικώτατον εἶναι. φησὶν οὖν ὅτι ἡ τοῦ εἴδους ἀποδοθεῖσα ὑπογραφὴ ὑστέρα οὐ παντὶ εἴδει ἐφαρμόζει· οὐ γὰρ δὴ καὶ τῷ ζῴῳ καὶ τῷ ἐμψύχῳ, ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις εἴδεσιν, οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί, ἃ μόνως ἐστὶν εἴδη.
19nΓενέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον.
20 Ἐπὶ πασῶν γὰρ τῶν κατηγοριῶν ἐστὶ γένη καὶ εἴδη, ἀλλ’ ἡ μὲν οὐσία γένος ἐστὶ γενικώτατον, ὑπὸ δὲ ταύτην ἐστὶ τὸ σῶμα καὶ ὑπὸ τὸ σῶμα τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ μέρος ἔλαβε τῆς διαιρέσεως παραλείψας τὸ τοῦ ἀσωμάτου, ἐπειδὴ τὰ αἰσθητὰ ἡμῖν γνωριμώτερα), καὶ ὑπὸ τὸ ἔμψυχον τὸ ζῷον καὶ ὑπὸ τοῦτο τὸ λογικὸν καὶ ὑπὸ τοῦτο ὁ ἄνθρωπος. ἀλλ’ ἔστιν ἡ
25μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος (οὐδὲν γὰρ πρότερον τῆς78

79

οὐσίας), ὁ δὲ ἄνθρωπος εἰδικώτατον καὶ ὃ μόνον εἶδος (οὐδὲν γάρ ἐστι μετὰ τὸν ἄνθρωπον ἐν τοῖς καθόλου), τὸ δὲ σῶμά ἐστι καὶ γένος καὶ εἶ‐ δος, ἀλλ’ εἶδος μὲν τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ δὲ ἔμψυχον εἶ‐ δος μέν ἐστι τοῦ σώματος γένος δὲ τοῦ ζῴου· ζῷον γὰρ λέγεται τὸ ἔμ‐
5ψυχον καὶ αἰσθήσεως μετέχον, ἔμψυχον δέ ἐστι τὸ τρεφόμενον καὶ αὐξα‐ νόμενον καὶ γεννῶν ὅμοιον ἑαυτῷ· τὰ οὖν φυτὰ τούτων μετέχοντα τῶν δυνάμεων ἔμψυχα μέν ἐστιν, οὐ μέντοι καὶ ζῷα. τὰ δὲ ὄστρεα καὶ οἱ σπόγγοι ἔμψυχά τέ ἐστι καὶ πρὸς τούτοις μετέχει τῆς αἰσθητικῆς δυνάμεως (προσιόντος γὰρ αὐτοῖς τινος ἀντιτύπου συστέλλονται, ἀπιόντος δὲ ἥδονται),
10καὶ κατά τι μὲν τοῖς φυτοῖς ὅμοιά ἐστι τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι, κατά τι δὲ τοῖς ζῴοις τὸ αἰσθάνεσθαι. πάλιν τὸ ζῷον εἶδος μὲν τοῦ ἐμ‐ ψύχου γένος δὲ τοῦ λογικοῦ, καὶ τὸ λογικὸν γένος μέν ἐστι τοῦ θνητοῦ εἶδος δὲ τοῦ ζῴου, καὶ τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀν‐ θρώπου.
15nΚαὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς κατηγορούμενον
16nεἶδος ἂν εἴη μόνον, οὐκέτι δὲ καὶ γένος.
17 Προσεχῶς ἀντὶ τοῦ εὐθέως καὶ ἀμέσως· ἔστι γὰρ πρὸ τῶν ἀτό‐ μων καὶ τὸ ζῷον, ἀλλ’ οὐκ ἀμέσως, ἀλλὰ διὰ μέσου τοῦ ἀνθρώπου. ὁ ἄνθρωπος οὖν προσεχῶς ἐστι πρὸ τῶν ἀτόμων καὶ ἔστιν εἶδος μόνον.
20nὭστε ταῦτα δύο ἔχει σχέσεις.
21Ἣ οὐσία μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ μετ’ αὐτήν· τὴν γὰρ πρὸς79

80

τὰ πρὸ αὐτῆς οὐκέτι ἔχει· οὐδὲ γὰρ ἀνωτέρω τι τῆς οὐσίας ἐστί. πάλιν τὸ εἶδος μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ πρὸ αὐτοῦ· τὴν γὰρ πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἔχει· οὐδὲν γάρ ἐστι μετ’ αὐτὸ εἶδος. τὰ δὲ μέσα δύο ἔχει σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη λέγεται, καὶ τὴν πρὸς
5τὰ μετ’ αὐτά, ἀλλὰ κατὰ μὲν τὴν πρώτην σχέσιν εἴδη λέγονται, κατὰ δὲ τὴν δευτέραν γένη. τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν τό τε γενικώτατον καὶ τὸ εἰδικώτατον.
8nἈλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται.
9Ἔχει γὰρ καὶ τὸ εἰδικώτατον εἶδος σχέσιν τινὰ πρὸς αὐτὰ τὰ ἄτομα,
10ἀλλ’ οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ πρὸς τὰ πρὸ αὐτοῦ· ὁ γὰρ ἄνθρωπος Σωκράτους καὶ Πλάτωνος οὐ λέγεται γένος, ἀλλ’ εἶδος ὡς περιέχον τὰ ἄτομα.
13nἈφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως.
14Εἰρηκὼς τὸ γένος τὸ γενικώτατον καὶ τὰ ὑπάλληλα καὶ τὸ εἶδος τὸ
15εἰδικώτατον, νῦν λοιπὸν ὑπογράφει αὐτὰ καί φησι, τί μὲν τὸ γενικώτατον γένος, ὅτι ὃ γένος ὂν οὐκ ἔστιν εἶδος καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, τί δὲ τὸ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστι γέ‐ νος καὶ ὃ οὐκ ἂν διελοίμεθα εἰς εἴδη, τί δὲ τὰ ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τυγχάνει. περὶ τούτων οὖν θέλει διαλε‐
20χθῆναι, καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας· φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ἐστιν ὁ Ζεὺς ἀρχή τις καὶ
μόνος πατήρ, οὐκέτι δὲ εἰ τύχοι υἱός, ὁ δὲ Ὀρέστης εἰ τύχοι μόνος υἱός,80

81

ὁ δ’ Ἀγαμέμνων πατὴρ μὲν τοῦ Ὀρέστου, υἱὸς δὲ τοῦ Ἀτρέως, ὁ δὲ Ἀτρεὺς πατὴρ μὲν τοῦ Ἀγαμέμνονος, υἱὸς δὲ τοῦ Πέλοπος, οὕτω καὶ ἐπὶ τοῦ παρὰ τοῖς φιλοσόφοις λεγομένου γένους καὶ εἴδους· τὰ μὲν γάρ ἐστι μόνως γένη, ὡς ἡ οὐσία, τὰ δὲ μόνως εἴδη, ὡς ὁ ἄνθρωπος.
5nἈλλ’ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰ‐
6nπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον.
7 Ἀπορίαν τινὰ ἴσως ἂν ἐκίνησεν ἡμῖν τὸ παράδειγμα, ἣν φθάσας ὁ Πορφύριος ἐπιλύεται· ὑπέλαβε γὰρ ἄν τις, μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν Δία (πάντων
10γὰρ τῶν ὄντων ἡ μυθοποιία πατέρα ἀνδρῶν τε καὶ θεῶν καλεῖ τὸν Δία), οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν, οἷον τὴν τοῦ ὄντος· καὶ γὰρ καὶ ἡ οὐσία ὄν ἐστι καὶ τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. καὶ εἰ τοῦτο οὕτως, οὐκέτι ἔσονται γένη δέκα γενικώ‐ τατα, ἀλλὰ τὸ ὂν πάντων ἕν τι κοινὸν γένος. τοῦτ’ οὖν ἐπισημηνάμενος
15ὁ Πορφύριός φησι μὴ εἶναι τὸ ὂν γένος τῶν κατηγοριῶν. Ὅτι δὲ τὸ ὂν οὐκ ἔστι γένος τῶν δέκα κατηγοριῶν, δείξομεν οὕτως· πάντα τὰ διαιρούμενα ἢ ὡς γένη εἰς εἴδη διαιρεῖται, ὡς ὅταν εἴπωμεν, τοῦ ζῴου τὸ μέν ἐστιν ἵππος τὸ δὲ κύων τὸ δὲ ἄνθρωπος, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διττόν, ἢ γὰρ εἰς ὁμοιομερῆ διαιρεῖται ἢ εἰς ἀνομοιομερῆ
20(καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦνται φλέβες, ἀρτηρίαι, ὀστᾶ, ταῦτα γὰρ δι‐ αιρούμενα ἔχει τὰ μέρη καὶ ἀλλήλοις ὅμοια καὶ τῷ ὅλῳ, εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μέν ἐστι κεφαλὴ τὸ δὲ χεὶρ τὸ
δὲ πούς), ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὅταν εἴ‐81

82

πωμεν, τοῦ κυνὸς ὁ μέν ἐστι χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ ἀστρῷος. ἐὰν οὖν δειχθῇ ὅτι τὸ ὂν οὔτε ὡς γένος εἰς εἴδη οὔτε ὡς ὅλον εἰς μέρη διαι‐ ρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμος φωνὴ τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὖν οὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐν‐
5τεῦθεν δῆλον· τὸ γένος διαιρούμενον εἰς εἴδη πᾶσι τοῖς εἴδεσιν ἐξ ἴσου πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον κατὰ τὴν τοῦ γένους μετοχήν (οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος τοῦ ἵππου ζῷόν ἐστι, καὶ πάλιν ἀναιρεθέντος ἑνὸς εἴδους οὐκ ἀνάγκη τὰ λοιπὰ εἴδη ἀναι‐ ρεθῆναι· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου οὐκ ἀναιρεῖται τὸ ζῷον οὐδὲ τὰ
10λοιπὰ εἴδη οἷον ἵππος καὶ κύων τὰ ἄλλα)· εἰ οὖν τὸ ὂν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη, οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον οὐδὲ τὸ μὲν αὐτῶν μᾶλλον τοῦ ὄντος μετέχειν τὸ δὲ ἧτ‐ τον. νῦν δὲ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον· πρότερον γὰρ λέγομεν τὴν οὐσίαν καὶ τὰ λοιπὰ καθεξῆς, εἴ γε ἀναιρουμένης συναναιρεῖται καὶ τὰ
15συμβεβηκότα. ὅθεν καὶ μᾶλλον αὐτὴν τοῦ ὄντος μετέχειν φαμέν, εἴπερ ἡ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσι (ἐν αὐτῇ γὰρ ὑφεστήκασι) καὶ αὕτη μὲν τῶν συμβεβηκότων αὐτῇ εἰς τὸ εἶναι οὐ δεῖται, τὰ δὲ συμβεβη‐ κότα οὐκ ἂν εἴη μὴ οὔσης αὐτῆς, ᾗ καὶ συμβέβηκε· τὸ γὰρ συμβεβηκός τινι προεπινοούμενον ἔχει τὸ ᾧ συμβέβηκεν. οὐκ ἄρα τὸ ὂν ὡς γένος εἰς
20εἴδη διαιρεῖται εἰς τὰς δέκα κατηγορίας· οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρε‐ θέντος ἀναιρεῖται τὸ γένος, ὡς εἴπομεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης ἀναιροῦνται καὶ αἱ λοιπαὶ κατηγορίαι· ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὂν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς
τὰς δέκα κατηγορίας ὡς γένος εἰς εἴδη. λέγω δὲ οὐδὲ ὡς ὅλον εἰς μέρη·82

83

τοῦτο γὰρ ἢ ὡς ὁμοιομερὲς ἢ ὡς ἀνομοιομερὲς διαιρεῖται, ὡς εἴρηται. καὶ ὁμοιομερὲς μέν ἐστι τὸ ἔχον τὰ μέρη ὅμοια τῷ ὅλῳ, ὡς τὰ μέρη ὀνομάζεσθαι τῷ τοῦ ὅλου ὀνόματι καὶ μηδὲν ἀλλήλων διαφέρειν· τοῦ γὰρ ξύλου τὰ μέρη ξύλον ἕκαστον προσαγορεύεται καὶ οὐδὲν ἀλλήλων διαφέρει,
5ὁμοίως δὲ καὶ τοῦ νεύρου τὸ μέρος τῇ τοῦ ὅλου φωνῇ προσαγορεύεται καὶ ἡ σὰρξ καὶ ἡ φλέψ. ἀδύνατον ἄρα τὸ ὂν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας· τὰ γὰρ μέρη, τοῦτ’ ἔστιν αἱ κατηγορίαι, εἰ καὶ τῇ τοῦ ὅλου προσηγορίᾳ προσαγορεύονται (ὄντα δὲ πᾶσαι καλοῦνται), ἀλλ’ οὖν ἀλλήλων διαφέρουσιν ὀνόματι καὶ πράγματι καὶ οὐκ εἰσὶν ὅμοιαι ἀλλήλαις·
10ἄλλο γὰρ σημαίνει ἡ οὐσία καὶ ἄλλο τὸ ποσόν. πάλιν τὸ ὡς ἀνομοιομερὲς διαιρούμενον οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῇ τοῦ ὅλου προσηγορίᾳ, ἃ καὶ διαφέρει ἀλλήλων· οἷον τοῦ προσώπου τὰ μέρη ἐστὶν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί, ἃ οὔτε τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται οὔτε ἀλλήλοις ἐστὶν ὅμοια· οὐ γὰρ τὴν ῥῖνα εἴποιμεν ἂν πρόσωπον ἢ τὸν ὀφθαλμόν. οὐδὲ
15οὖν ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται διαιρεῖσθαι· εἰ γὰρ καὶ τὰ μέρη εἰσὶν ἀλλήλων διαφέροντα καὶ ὀνόματι καὶ πράγματι καὶ διὰ τοῦτο δόξει ἀνο‐ μοιομερὲς εἶναι τὸ ὄν, ἀλλ’ οὖν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγο‐ ρεύεται (ὂν γάρ ἐστι καὶ ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιόν), τὰ δ’ ἀνο‐ μοιομερῆ τῷ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιο‐
20μερὲς μήτε ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται εἰς τὰς δέκα κατηγορίας διαι‐ ρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ
ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι.83

84

(1n)

Ἀλλὰ κείσθω ὥσπερ ἐν ταῖς κατηγορίαις.
2 Ὑποκείσθω φησὶ νῦν ἀρχὰς εἶναι τῶν πραγμάτων καὶ ὥσπερ γένη δέκα· τὸ γὰρ ἀποδεῖξαι, ὅτι δέκα εἰσὶν ἀρχαὶ μόνον, ἄλλης ἐστὶ πραγμα‐ τείας τελεωτέρας (ἐν γὰρ ταῖς Κατηγορίαις τοῦτο δείκνυται ὅτι δέκα εἰσί),
5νῦν δὲ ὑποκείσθω μόνον ὡς ὁμολογούμενον.
6nΚἂν δὴ πάντα τις ὄντα καλ, ὁμωνύμως, φησ, καλέσει,
7nἀλλ’ οὐ συνωνύμως.
8 Ὁμώνυμά ἐστι τὰ ὀνόματος μὲν τοῦ αὐτοῦ κοινωνοῦντα, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ διὰ τοῦ ὀνόματος σημαινομένου τοῦ αὐτοῦ μετέ‐
10χοντα, οἷον ὁ ἀστρῷος κύων καὶ ὁ χερσαῖος· κοινωνοῦντες γὰρ τῷ ὀνό‐ ματι διαφέρουσι τοῖς πράγμασι τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις. συν‐ ώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα ὁρισμός, οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ζῷον ἑκάτερον· καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζῴου καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῷον, ὅς ἐστιν οὐσία
15ἔμψυχος αἰσθητική. φησὶν οὖν ὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, ὁμωνύ‐ μως λέγομεν, οὐ συνωνύμως· καθὰ γὰρ εἴρηται, ὁμώνυμά ἐστι τὰ μόνου ὀνόματος κοινωνοῦντα, συνώνυμα δὲ τὰ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ. τὸ οὖν ὂν μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ’ αὐτό (λέγονται γὰρ ὄντα αἱ δέκα κατηγορίαι), οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν
20κοινωνοῦσιν ἀλλήλοις· ἄλλη γὰρ ἄλλου κατηγορία, καθὸ τὸ εἶναι ἔχει, ὀνό‐ ματός τε καὶ τοῦ κατὰ τοὔνομα τετύχηκεν ὁρισμοῦ. ὅθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὂν εἰς δέκα κατηγορίας διαιρεῖται τὰς γενικωτάτας, εἰς οὐσίαν
ποσὸν ποιὸν πρός τι ποῦ πότε ποιεῖν πάσχειν κεῖσθαι ἔχειν.84

85

(1n)

Τὰ δ’ ἄτομα, ἅπερ ἐστὶ μετὰ τὰ εἰδικώτατα, ἄπειρα.
2 Ἄπειρά φησιν οὐ τῷ εἶναι ἀλλὰ τῷ πάλιν καὶ πάλιν γίνεσθαι, εἰ‐ δοποιοῖς δὲ διαφοραῖς ἀντὶ τοῦ ταῖς οὐσιώδεσι διαφοραῖς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· εἰσὶ γὰρ καὶ μὴ οὐσιώδεις διαφοραί.
5nΤὰ δ’ ἄπειρά φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπι‐
6nστήμην.
7 Τοῦτό φησιν ὁ Πλάτων ἐν τῷ Σοφιστῇ· ἡ γὰρ ἐπιστήμη βούλεται λαμβάνειν τὸ ὁριστόν. τὸ οὖν ἀπερίληπτον οὐδ’ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ, τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός
10ἐστιν οὔτ’ ἐπιστήμη, ἀλλὰ μόνων τῶν καθόλου.
11nΚατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα.
12 Εἶπεν ὅτι τὸ ὂν οὐκ ἔστι γένος τῶν γενικωτάτων, ἅ εἰσι καὶ πεπε‐ ρασμένα τῇ φύσει καὶ ἡμῖν γνώριμα. βούλεται οὖν ἐπισκέψασθαι καὶ περὶ τῶν εἰδικωτάτων εἰδῶν, εἰ οὕτως ἔχει, ὥσπερ ἐπὶ τῶν γενικωτάτων γενῶν.
15φησὶν οὖν ὅτι τὰ μὲν γενικώτατα καὶ πεπερασμένον ἔχει ἀριθμὸν καὶ ἡμῖν γνώριμον (δέκα γάρ εἰσι τὰ γενικώτατα γένη), τὰ δὲ εἰδικώτατα εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς κύων ἄμπελος ἐλαία, μεθ’ ἃ ἡ τῶν ἀτόμων ἐστὶ διαίρεσις, τῇ μὲν αὑτῶν φύσει πεπερασμένα εἰσὶ καὶ αὐτά, ἡμῖν δὲ ἄγνωστα ἄλλων ἄλλοις τόποις γινομένων. ὅτι δὲ πεπερασμένα ἐστὶν ὅσα
20ποτ’ ἂν εἴη, δείξομεν λαβόντες λημμάτιόν τι ἐναργές, ὅτι τοῦ ἀπείρου μεῖζον οὐκ ἔστι πλῆθος. τούτου τοίνυν προληφθέντος ὑποκείσθω τὰ εἴδη τὰ εἰδικώτατα ἄπειρα εἶναι. ἐπεὶ οὖν καθ’ ἕκαστον εἶδος πολλά ἐστιν
ἄτομα (ἓν γὰρ ὂν τὸ ἀνθρώπειον εἶδος εἰς μυρία ἴσα διαιρεῖται ἄτομα τοὺς85

86

κατὰ μέρος ἀνθρώπους, ὁμοίως καὶ τὸ ἵππειον εἶδος ἓν ὂν πλεῖστα ἔχει τὰ ὑφ’ αὑτὸ ἄτομα, καὶ ἐπὶ τῶν λοιπῶν ἑκάστου ὡσαύτως), παντὶ δῆλόν ἐστιν, ὡς τοῦ παντὸς τῶν εἰδῶν ἀθροίσματος πολλαπλάσιόν ἐστι καθ’ ὑπερ‐ βολὴν τὸ τῶν ἀτόμων ἄθροισμα. εἰ δὲ πολλαπλάσιά ἐστι τῶν εἰδῶν τὰ
5ὑπὸ τὰ εἴδη ἄτομα, ἄπειρος δέ ἐστιν ὁ τῶν εἰδικωτάτων εἰδῶν ἀριθμός, ὁ ἄρα τῶν ἀτόμων ἀριθμὸς μείζων ἐστὶ τοῦ ἀπείρου τῶν εἰδῶν ἀριθμοῦ καὶ πολλαπλάσιος. εἰ οὖν ἀδύνατον τοῦ ἀπείρου πολλαπλάσιον εἶναι ἢ ὅλως μεῖζον, ἀδύνατον ἄρα τὸν τῶν εἰδῶν ἀριθμὸν εἶναι ἄπειρον· αὐτῷ γὰρ τῷ λέγειν μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ, ὁρίζομεν καὶ περατοῦμεν τὸν ἐλάτ‐
10τονα· ὁ γὰρ μείζων τινὸς ὑπάρχων ὑπεροχῇ τινι μείζων ἐστίν· ἀφαιρου‐ μένης οὖν τῆς ὑπεροχῆς ὥρισται τὸ λοιπὸν καὶ πεπέρασται. οὕτω μὲν οὖν ἐδείχθη, ὅτι τὰ εἰδικώτατα εἴδη οὐκ ἔστιν ἄπειρα. ὁμοίως δὲ δείξομεν, ὅτι οὐδὲ τὰ ἄτομα τὰ ὑπὸ τὰ εἰδικώτατά ἐστιν ἄπειρα, καίτοι πολλαπλα‐ σίονα τῶν εἰδῶν ὄντα· εἰ γάρ τις λέγει τὰ ἄτομα ἄπειρα εἶναι, ἤτοι τὰ
15ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα λέξει (οἷον φέρε τὰ τοῦ ἀνθρωπείου εἴ‐ δους αὐτὰ καθ’ αὑτὰ ἄπειρα, ὁμοίως καὶ τὰ τοῦ ἱππείου εἴδους ἄτομα καὶ ταῦτα ἄπειρα, καὶ τὰ ὑφ’ ἕκαστον τῶν λοιπῶν εἰδῶν ὁμοίως), ἢ τὰ μὲν ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα φησὶν εἶναι, τὸ δὲ ἐκ πάντων ὁμοῦ τῶν ὑπὸ πάντα τὰ εἴδη ἀτόμων ἄθροισμα ἄπειρον εἶναι. εἰ μὲν οὖν
20τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι λέγει, συμβήσεται πάλιν τοῦ ἀπείρου μεῖζον εἶναί τι καὶ πολλαπλάσιον· ἐπεὶ γὰρ οἱ κατὰ μέρος ἄν‐ θρωποι ἄπειροι καὶ οἱ κατὰ μέρος ἵπποι ἄπειροι, τὸ ἐξ ἀμφοῖν ἄρα δι‐ πλάσιον ἔσται τοῦ ἀπείρου καὶ τὸ ἐκ πάντων πολλαπλάσιον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι. εἰ γοῦν τὰ ὑφ’
25ἕκαστον εἶδος ἄτομα πεπερασμένα ἐστίν, καὶ τὸ ἐκ πάντων ἄρα συγκεί‐ μενον πλῆθος πεπερασμένον ἐστί· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ὥστε πεπερασμένος ἐστὶν ὁ τῶν ἀτόμων ἀριθμός, τῷ δὲ ἀεὶ γίνεσθαι εἰς τὸ πᾶν ἀίδιον ὂν τὴν ἀπειρίαν ἔχει, ὥσπερ καὶ ὁ ἀριθ‐
μὸς λέγεται ἄπειρος τῷ ἀεὶ δύνασθαι αὔξεσθαι καὶ μὴ ἐλλείπειν, ὁ μέντοι86

87

ἐνεργείᾳ λαμβανόμενος ἀεὶ πεπέρασται. ὁμοίως δὲ δείκνυται καὶ ἡ ψάμ‐ μος πεπερασμένη, ὅθεν καὶ ὁ χρησμὸς
οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης· εἰ γὰρ ἄπειρος ἦν, ἐπειδὴ προστιθέμενος αὐτῇ ὁ τῶν ἀνθρώπων ἀριθμὸς
5τὸ ἐξ ἀμφοῖν μεῖζον θατέρου ποιεῖ, ἔσται ἄρα τοῦ ἀπείρου τι μεῖζον, ὅπερ ἀδύνατον. οὐκοῦν τὰ μὲν εἰδικώτατα τῇ μὲν φύσει ὥρισται ἡμῖν δέ ἐστιν ἄγνωστα, τὰ δὲ ἄτομα τῇ μὲν φύσει οὐχ ὥρισται τῷ πάλιν καὶ πάλιν γί‐ νεσθαι, ἡμῖν δὲ τὰ γινόμενα καὶ ἐνεργείᾳ ὄντα καὶ τὰ ἤδη γεγενημένα, εἰ ἀρχὴν ἔσχεν ἡ γένεσις, εἰ καὶ μὴ ἔγνωσται πόσα ἐστίν, ἀλλ’ οὖν γνω‐
10σθῆναι ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ἐδύνατο, ὥσπερ τὰ εἰδικώτατα εἴδη, ἐπειδήπερ καὶ δέδεικται ὡς ὡρισμένος ἐστὶν ὁ τούτων ἀριθμός.
12nἈνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ
13nπλῆθος εἰς ἕν.
14Βούλεται ἐνταῦθα ὁ Πορφύριος εἰπεῖν, τί μὲν συμβαίνει ἀνιοῦσιν ἀπὸ
15τῶν εἰδικωτάτων εἰς τὰ γενικώτατα, τί δὲ κατιοῦσιν ἀπὸ τῶν γενικωτάτων ἐπὶ τὰ εἰδικώτατα.
17nΚαὶ ἔτι μᾶλλον τὸ γένος.
18 Τὸ γὰρ εἶδος περιεκτικόν ἐστι τῶν κατὰ μέρος, τὸ δὲ γένος καὶ τῶν εἰδῶν· κάτωθεν μὲν γὰρ ἀπὸ τῶν ἀτόμων ἀνιοῦσιν ἐπὶ τὰ γενικώτατα
20πλήθει μὲν τὰ πράγματα στενοῦται, δυνάμει δὲ αὔξεται· τὰ γὰρ εἴδη τῶν μὲν ἀτόμων πλήθει ἐστὶν ἐλάττονα, δυνάμει δὲ ὑπέρκειται καὶ αὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατον φθά‐ σωμεν. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχή, διὰ τοῦτο τὰ μὲν ταύτῃ πλησιάζοντα στενοῦται πλήθει, αὔξεται δὲ
25δυνάμει, τὰ δὲ πορρωτέρω αὐτῆς ὄντα τὸ ἔμπαλιν πληθύνεται μὲν ἀριθμῷ,
μειοῦται δὲ δυνάμει.87

88

(1n)

Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκά‐
2nτερον αὐτῶν.
3 Ὑπέσχετο ὁ Πορφύριος διδάξαι περὶ τῶν προκειμένων φωνῶν λογικώ‐ τερον, τοῦτ’ ἔστι πρεπόντως τῇ λογικῇ πραγματείᾳ. μετὰ τοίνυν τὸ δι‐
5δάξαι περὶ γένους καὶ εἴδους τί ἐστιν ἑκάτερον βούλεται προσθεῖναι, πῶς χρησίμη ἐστὶν ἡ περὶ αὐτῶν θεωρία ἐν τῇ λογικῇ πραγματείᾳ· ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν, ἡ δ’ ἀπόδειξίς ἐστι συλλογισμός τις, ἐν δὲ τῷ συλλογισμῷ δεόμεθα προτάσεων, ἡ δὲ πρότασις ἐκ δύο ὅρων σύγκειται, ὧν ὁ μέν ἐστιν ὑποκείμενος ὁ δὲ κατη‐
10γορούμενος, καὶ ὑποκείμενος μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενος δὲ ὁ περὶ ἐκείνου λεγόμενος, οἷον Σωκράτης περιπατεῖ (ὑπόκειται μὲν γὰρ ὁ Σωκράτης περὶ οὗ ὁ λόγος, κατηγορεῖται δὲ τὸ περιπατεῖν, ὅπερ κατ’ ἐκείνου λέγεται· πάλιν ἐὰν εἴπω ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ τὸ αὐτοκίνητον, καὶ ἐπὶ πάσης προτάσεως ὡσαύ‐
15τως)· βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵνα γνῶμεν, πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, περὶ ὃν ἡ λογικὴ καταγίνεται πραγ‐ ματεία, φησὶν ὅτι τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται, οἷον τοῦ ἀν‐ θρώπου τὸ ζῷον καὶ τούτου ἡ οὐσία, τὸ δ’ εἶδος οὐδέποτε τοῦ γένους
20κατηγορεῖται· οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι ἡ οὐσία ζῷόν ἐστιν ἢ ὅτι τὸ ζῷον ἄνθρωπος. δῆλον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη τῶν γενῶν οὐδέποτε. καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἢ ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἐξισάζειν ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ. τὰ δ’ ἐξισάζοντα καὶ ἀντικατηγορεῖται·
25ὡς γὰρ λέγομεν, πᾶς ἄνθρωπος γελαστικόν, οὕτως καὶ πᾶν γελαστικὸν ἄν‐ θρωπος.
27nΚαὶ πάντα τὰ ἐπάνω τῶν ὑποκάτω.
28Οἷον ἡ οὐσία τοῦ σώματος καὶ τὸ σῶμα τοῦ ἐμψύχου καὶ τὸ ἔμ‐
ψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου.88

89

(1n)

Καθ’ ὧν δ’ ἂν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ
2nἀνάγκης καὶ τὸ τοῦ εἴδους γένος κατηγορηθήσεται.
3 Ἕτερον θεώρημα παραδίδωσι χρήσιμον καὶ αὐτὸ εἰς τὴν λογικὴν πραγ‐ ματείαν. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ εἶδος κατηγορῆταί τινος, κατὰ τοῦ αὐ‐
5τοῦ κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦ γένος, καὶ τοῦτο γίνεται μέχρι τοῦ γενικωτάτου. οἷον τοῦ Σωκράτους κατηγορεῖται ὁ ἄνθρωπος, τούτου δὲ κατηγορεῖται τὸ ζῷον· τοῦτο ἄρα καὶ κατὰ τοῦ Σωκράτους κατη‐ γορηθήσεται. ὡσαύτως καὶ τὸ ἔμψυχον κατὰ τοῦ ζῴου, οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους. πάλιν τὸ σῶμα κατὰ τοῦ ἐμ‐
10ψύχου καὶ ἡ οὐσία κατὰ τοῦ σώματος, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία καὶ τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσονται.
13nΛέγεται γὰρ τὸ μὲν γενικώτατον κατὰ πάντων τῶν ὑφ
14nαὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων.
15 Εἰ γὰρ ἀεὶ τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, δῆλον ὅτι τὸ μὲν γενικώτατον πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων κατη‐ γορηθήσεται, τὸ δ’ εἶδος τῶν ἀτόμων μόνον.
18nἌτομον δὲ λέγεται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκόν.
19Τουτὶ προσθεὶς ἐποίησε μερικὸν τὸ δεικνύμενον· τὸ γὰρ καθόλου
20ἐστὶ λευκόν.89

90

(1n)

Ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο.
2 Οὐκ εἶπεν ‘ὧν ἕκαστον‘, ἀλλ’ ὧν τὸ ἄθροισμα· ἕκαστον γὰρ καὶ ἄλλοις ὑπάρχειν δύναται, ἅμα δὲ πάντα οὐδενί.
4nΑἱ μέντοι τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ κοινο, ἰδιότητες
5nγένοιντ’ ἂν αἱ αὐτα.
6 Αἱ μὲν τοῦ Σωκράτους ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς γένοιντ’ ἂν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀνθρώπου ὑπάρχουσι καὶ τοῖς κατὰ μέρος ἀνθρώ‐ ποις, οἷον τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, καὶ ἁπλῶς ὃ θέλεις εἰπεῖν τοιοῦτόν ἐστιν. ἰστέον οὖν ὅτι τὸ γένος ἔχει τινὰς ἰδιότητας καὶ τὸ εἶδος καὶ τὸ
10ἄτομον. ἀλλ’ αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους πλείοσιν ὑπάρχειν δύναν‐ ται, αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι ἐκείνῳ μόνῳ τῷ ἀτόμῳ καὶ οὐδενὶ ἄλλῳ. οἷόν τι λέγω· εἰσὶν ἰδιότητες τοῦ γένους, οἷον τοῦ ζῴου, ἡ οὐσία τὸ ἔμψυχον τὸ αἰσθητικόν· αὗται δὲ πλείοσιν ὑπάρχουσι· καὶ γὰρ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ τοῖς κατὰ μέρος ζῴοις. ἔλθωμεν ἐπὶ τὸ εἶδος οἷον
15τὸν ἄνθρωπον· ἰδιότητες αὐτοῦ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν τὸ ἐπι‐ στήμης δεκτικόν· πᾶσι τοῖς ἀνθρώποις ταῦτα πάντα ὑπάρχει. ἔλθωμεν ἐπὶ τὸ ἄτομον οἷον τὸν Σωκράτην· ἰδιότητες αὐτοῦ τὸ φιλόσοφον τὸ φαλακρὸν τὸ προγάστορα εἶναι τὸ Σωφρονίσκου υἱὸν τὸ Ἀθηναῖον καὶ εἴ τι τοιοῦτον. ἕκαστον οὖν τούτων καθ’ ἑαυτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν (εἰσὶ γὰρ
20καὶ ἄλλοι φαλακροὶ καὶ σιμοὶ καὶ φιλόσοφοι καὶ Ἀθηναῖοι, εἰ τύχοι δὲ καὶ Σωφρονίσκου υἱοί), τὸ δ’ ἐκ πάντων ἄθροισμα, τὸ φαλακρὸν τὸ φιλό‐ σοφον τὸ σιμὸν τὸ προγάστορα εἶναι καὶ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, μόνῳ Σωκράτει ὑπάρχει καὶ οὐδενὶ ἄλλῳ.
24nΤὸ δὲ εἶδος ὑπὸ τοῦ γένους· ὅλον γάρ τι τὸ γένος.
25Τὸ μὲν γὰρ γένος μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὸ δ’ εἶ‐90

91

δος καὶ ὅλον καὶ μέρος, καὶ ὅλον μὲν ὡς πρὸς τὸ ἄτομον, μέρος δὲ ὡς πρὸς τὸ γένος.
3nἈλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις.
4Ἐπειδὴ τὸ ὅλον καὶ τὸ μέρος τῶν πρός τί ἐστι, τῶν δὲ πρός τι τὰ
5μὲν κατ’ ὀρθὴν πτῶσιν λέγομεν, τὰ δὲ κατά τινα τῶν πλαγίων, οἷον ὁ πατὴρ υἱοῦ πατήρ (ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, κατὰ δὲ δοτικὴν ἡ ἀπόδοσις, ἐὰν εἴπω ὁ φίλος φίλῳ φίλος, εἰ δὲ λέξω ὁ τύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν)· ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, διὰ τοῦτο εἶπε τὸ μέρος ἄλλου, τὸ δὲ ὅλον ἐν ἄλλοις· λέγομεν γὰρ τὸ μὲν μέρος τοῦ
10ὅλου μέρος καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι, τὸ δὲ ὅλον οὐκέτι λέγομεν μέρους ὅλον (οὐ γὰρ σύγκειται τὸ ὅλον ἐξ ἑνὸς μέρους ἀλλ’ ἐκ πολλῶν), ἀλλὰ λέγομεν τὸ ὅλον τοῖς μέρεσιν ὅλον, καὶ γίνεται ἡ ἀπό‐ δοσις πρὸς δοτικήν· τοῖς γὰρ μέρεσίν ἐστιν ὅλον τὸ ὅλον. καλῶς οὖν εἶπε τὸ ὅλον οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις. ἰστέον δὲ ὅτι δυνατὸν καὶ πρὸς
15γενικήν, οὐχ ἑνικὴν ἀλλὰ πληθυντικήν, ἀποδοῦναι καὶ εἰπεῖν ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον‘, ἀλλ’ ὁ Πορφύριος τῇ πολλῇ χρήσει ἀκολουθεῖ πρὸς δοτικὴν ποιούμενος τὴν ἀπόδοσιν.
18nΚαὶ τίνα καὶ γένη καὶ εἴδη ἐστίν.
19Ὅτι τὰ ὑπάλληλα· ταῦτα γὰρ καὶ γένη καὶ εἴδη.
20nΚαὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος.
21Ὅτι τὸ μὲν γένος τριχῶς λέγεται, τὸ δὲ εἶδος διχῶς.
22tΠερὶ διαφορᾶς.
23nΔιαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω.
24Ὅτι μὲν ἡ διαφορὰ προτέρα ἐστὶ τοῦ εἴδους καὶ δι’ ἣν αἰτίαν πρό‐
25τερον περὶ τοῦ εἴδους διελέχθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς91

92

ποιεῖται τὸν λόγον καὶ τῷ εἰρημένῳ κανόνι πάλιν χρώμενος ἀπαριθμεῖται τῆς διαφορᾶς τὰ σημαινόμενα. ἵνα δὲ τοῖς μέλλουσι λέγεσθαι παρακολου‐ θήσωμεν, εἴπωμεν οὕτως· ἡ διαφορὰ ἑτερότης ἐστί τινων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης ἢ χωριστή ἐστι καὶ κατὰ συμβεβηκός, ἥτις πέφυκε
5χωρίζεσθαι ἐκείνων ὧν ἐστιν ἑτερότης, ἢ ἀχώριστος. οἷον διαφέρουσιν ἀλλήλων τινὲς τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι, καὶ δύναται ὁ καθή‐ μενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθαι, καὶ διαφέρουσι κατὰ τοῦτο ἀλλή‐ λων· αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστή, ἣν καλεῖ ὁ Πορφύριος κοι‐ νῶς, ἐπειδήπερ οὐκ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι.
10καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡ διαφορά. εἰ δ’ ἀχώ‐ ριστος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ’ αὑτὸ ὑπάρχει, τοῦτ’ ἔστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ συμβεβηκός, τοῦτ’ ἔστι μηδὲν συντελοῦσα εἰς τὸ εἶναι τοῦ πράγματος. καὶ αὕτη μέν ἐστιν ἀχώριστος καὶ κατὰ συμβεβηκὸς οἷον γρυπότης σιμότης γλαυκότης· διαφέρουσι γὰρ
15ἀλλήλων τινὲς τῷ τὸν μὲν σιμὸν εἶναι τὸν δὲ γρυπόν. αὗται δὲ κατὰ συμβεβηκὸς μέν εἰσιν ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑπο‐ κειμένων (ἠδύνατο γὰρ ὁ Σωκράτης μὴ εἶναι σιμός, καὶ ὅμως εἶναι Σω‐ κράτης), ἀχώριστοι δέ (οὐ γὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου), ἃς καλεῖ ὁ Πορφύριος ἰδίως, ἐπειδὴ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει τὸ σι‐
20μόν. ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ συμπληρωτικὸν τῆς οὐσίας οἷον τὸ λογικὸν τὸ θνητόν· διαφέρομεν γὰρ τῶν ἀλόγων ζῴων, καθὸ ἡμεῖς μὲν λογικοί, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν ἰδιαί‐ τατα ἐκάλεσε. τῆς οὖν διαφορᾶς ἡ μὲν λέγεται κοινῶς ἡ δὲ ἰδίως ἡ δὲ ἰδιαίτατα· κοινῶς μὲν αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταί, ἰδίως δὲ αἱ κατὰ
25συμβεβηκὸς καὶ ἀχώριστοι, αἱ δὲ ἀχώριστοι μὲν συμπληρωτικαὶ δὲ τῆς
οὐσίας τοῦ ὑποκειμένου καὶ οὖσαι καθ’ αὑτὸ ἰδιαίτατα λέγονται. πρώτη92

93

μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπιδιαιρῶν αὐτάς φησιν ὅτι τῶν διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον, αἱ δὲ ἄλλο, ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ ἀλλοῖον (ἀλλοῖον γὰρ τὸ καθέζεσθαι καὶ τὸ ἑστάναι καὶ ἀλλοῖον τὸ σιμὸν καὶ τὸ γρυπόν), αἱ δὲ
5ἰδιαίτατα ἄλλο· ἄλλο γὰρ τὸ λογικὸν καὶ ἄλλο τὸ ἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον κατά τι τῶν τοῦ πράγματος ἐναλλαγὴν ποιεῖται, τὸ δὲ ἄλλο πάν‐ τως ἕτερον ποιεῖ· τὸ μὲν γὰρ λογικὸν ζῷον ἄλλο παρὰ τὸ ἄλογον, ὁ δὲ καθεζόμενος τοῦ ἑστῶτος οὐκ ἄλλο, ἀλλοῖον δέ, ὁμοίως καὶ ὁ γρυπὸς τοῦ σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λεγομένων τῶν μὲν κοινῶς τῶν δὲ ἰδίως
10τῶν δὲ ἰδιαίτατα περὶ τῶν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· αἱ γὰρ ἰδίως καὶ αἱ κοινῶς εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν· οὐδεὶς γὰρ λέγει ὅτι τῶν ζῴων τὰ μὲν κάθηται τὰ δὲ ἵσταται (οὐ γὰρ πάντα περιλαμβάνομεν), οὐδὲ ὅτι τὰ μὲν σιμὰ τὰ δὲ γρυπὰ διὰ τὸ αὐτό. εἰ δὲ μὴ εἰς τὴν διαίρεσιν χρήσιμοι, οὐδ’ εἰς τοὺς ὁρισμούς· μόναι ἄρα αἱ ἰδιαί‐
15τατα χρησιμεύουσι.
16nΚαὶ ἰδιαίτατα λεγέσθω.
17 Τὸ λεγέσθω προσθεὶς ἐσήμανε τὸ αὐτὸν τοῦτο τεθεικέναι τὸ ὄνομα· εἰώθασι γὰρ οἱ παλαιοί, ὅταν ὀνόματί τινι τῶν φερομένων κέχρηνται, λέγειν ‘λέγεται‘, ὅταν δὲ αὐτοὶ ὀνόματα θῶσιν, εἰώθασι τὸ ‘καλείσθω‘ λέγειν ἢ
20τὸ ‘λεγέσθω‘.
21nΔιαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι.
22 Καθὸ μὲν γὰρ ἄνθρωποι, οὐδὲν διαφέρουσι, καθὸ δὲ ὁ μέν, εἰ τύχοι, κάθηται ὁ δὲ περιπατεῖ, διαφέρουσι.
24nΚαὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησι.
25Τοῦτ’ ἔστιν· αὗται αἱ διαφοραὶ κατὰ συμβεβηκὸς θεωροῦνται. ἀντὶ93

94

δὲ τοῦ εἰπεῖν ‘κατὰ συμβεβηκὸσ‘ εἶπεν ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερό‐ τησιν, ἐπειδήπερ τὸ συμβεβηκὸς ἐν τῷ πῶς ἔχειν κατηγορεῖται.
3nὭσπερ ὁ ἄνθρωπος τοῦ ἵππου εἰδοποιῷ διαφορᾷ διενή‐
4nνοχε τῇ τοῦ λογικοῦ ποιότητι.
5 Τοῦτ’ ἔστι συμπληρωτικῇ τοῦ εἴδους· τὸ γὰρ ζῷον προσλαμβάνον μὲν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ ἄνθρωπον, τὸ δὲ θνητὸν καὶ ἄλογον ποιεῖ ἵππον καὶ κύνα καὶ τἆλλα ζῷα. αὗται οὖν αἱ διαφοραὶ συντιθέμεναι τοῖς γένεσι ποιοῦσι τὰ εἴδη, καὶ διὰ τοῦτο εἰδοποιοὶ λέγονται.
9nΤῶν γὰρ διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσιν, αἱ δὲ ἀλλοῖον.
10 Ἄλλην διαίρεσιν ἐκτίθεται τῶν διαφορῶν· αἱ μὲν γάρ, φησί, ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ αἱ μὲν ποιοῦσαι ἄλλο καθ’ αὑτὰς αἱ δὲ ἀλλοῖον κατὰ συμβεβηκός εἰσι καὶ χωρισταί. χωριστὰς δὲ λέγουσι τὴν κοινῶς καὶ τὴν ἰδίως· καὶ αὕτη γὰρ χωριστὴ ἐπινοίᾳ· δύναμαι γὰρ τὸν Σωκράτην καὶ φαλακρὸν καὶ κομήτην ἐπινοῆσαι. τὴν δὲ ἰδιαίτατα οὐκέτι χωρίσαι αὐτοῦ
15οὐδὲ κατ’ ἐπίνοιαν δύναμαι· οὐδὲ γὰρ ἐπινοῆσαι τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ δυνατόν, ἐπειδὴ οὐκέτι ἔσται ἄνθρωπος· πάντες γὰρ ἄνθρωποι λο‐ γικοὶ καὶ πάντες θνητοί. ὥστε τὸν μὲν σιμὸν δύναμαι γρυπὸν νοῆσαι τοῦ αὐτοῦ ἀνθρώπου μένοντος, τὸν δὲ ἄνθρωπον οὐκέτι ἐκτὸς τοῦ λογικοῦ ἢ τοῦ θνητοῦ· οὐκέτι γὰρ ἄνθρωπος. ὥστε οὖν αἱ ἰδίως καὶ κοινῶς λεγό‐
20μεναι διαφοραὶ χωρισταί εἰσιν· ὅταν γὰρ ὁ ἱστάμενος καθίσῃ, οὐκ ἐγένετο ἄλλος, ἀλλὰ μόνον ἀλλοῖος, ὡς δηλοῖ τοῦτο καὶ ὁ ποιητὴς περὶ τοῦ Ὀδυσ‐ σέως κατὰ τὰ περὶ αὐτὸν συμβεβηκότα μεταβεβλημένου ὑπὸ τῆς Ἀθηνᾶς λέγων
ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν·94

95

οὐ γὰρ εἶπεν ‘ἄλλοσ‘ ἀλλὰ ‘ἀλλοῖοσ‘. ἀλλὰ μὴν εἰ σιμὸς γρυπὸς ἐπι‐ νοηθείη, οὐ παρὰ τοῦτο ἄλλος ἐγένετο, ἀλλ’ ἀλλοῖος· ὁ αὐτὸς γὰρ δύναται εἶναι. αἱ δὲ ἄλλο ποιοῦσαι εἰδοποιοί· τὸ γὰρ λογικὸν οὐ ποιεῖ ἀλλοῖον τὸν ἄνθρωπον παρὰ τὸν ἵππον, ἀλλὰ ἄλλον· ἄλλα γὰρ λέγομεν τὰ τῇ
5οὐσίᾳ διαφέροντα, ὡς εἰρήκαμεν νῦν, οἷον ἄνθρωπον ἵππον.
6nΚατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαι‐
7nρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη.
8 Λέγομεν γὰρ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον καὶ τὸ μὲν θνη‐ τὸν τὸ δὲ ἀθάνατον. καὶ πάλιν τοὺς ὁρισμοὺς διὰ τούτων ἀποδίδομεν· λέ‐
10γομεν γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.
12nΤῶν διαφορῶν τὰς μὲν εἶναι χωριστὰς τὰς δὲ ἀχωρίστους.
13 Ἐντεῦθεν πάλιν ἄρχεται τελειοτέρας τῆς διαιρέσεως, ὥσπερ ἀπ’ ἀρ‐ χῆς τινος πρὸς τὸ αὐτὰς χωρίσαι ἀπ’ ἀλλήλων. τῶν οὖν διαφορῶν αἱ
15μέν εἰσι χωρισταὶ αἱ δὲ ἀχώριστοι, καὶ ταύτῃ διακρίνονται αἱ κοινῶς τῶν ἰδίως καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν αἱ μὲν ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ ταύτῃ διακρίνονται αἱ ἰδιαίτατα τῶν ἰδίως καὶ κοινῶς. ἐκ τούτων οὖν τῶν ἀντιθέσεων, ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἀλλήλων, γί‐ νονται συζυγίαι ἕξ, ὧν αἱ δύο ὁμολογουμένως μέν εἰσιν ἀσύστατοι (οὐ γὰρ
20συνίσταται τὸ χωριστὸν καὶ τὸ ἀχώριστον ἢ τὸ ἀλλοῖον καὶ ἄλλο), τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν μία ἐστιν ἀσύστατος, ἡ χωριστὴ καὶ ἄλλο ποιοῦσα, αἱ δὲ λοιπαὶ τρεῖς συνίστανται· αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοῖον ποιοῦσαί εἰσιν αἱ κοινῶς, αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι αἱ
ἰδιαίτατα, αἱ δ’ ἀχώριστοι καὶ ἀλλοῖον αἱ κατὰ συμβεβηκός εἰσι καὶ ἰδίως95

96

ὥσπερ ἡ γρυπότης. δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι, τὸ τῶν χωριστῶν καὶ ἄλλο ποιουσῶν· κατὰ ἀλήθειαν δὲ καὶ αὕτη ἡ συζυγία ἀσύ‐ στατός ἐστι· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ (καθ’ αὑτὸ γὰρ ὁ ἄνθρωπος λογικὸς ὑπάρχει, διὸ καὶ ἄνθρωποι πάντες λογικοί),
5τὸ δὲ γρυπὸν ἢ μέλαν ἢ ἑστάναι ἤ τι τῶν παραπλησίων οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἄνθρωπος, γρυπός ἐστιν ἢ μέλας ἤ τι τῶν λοιπῶν, ἐπεὶ ἔδει πάντας ἀνθρώπους μέλανας ἢ γρυποὺς εἶναι. ὥστε κἂν μὴ ᾖ τις γρυπὸς ἢ μέλας, οὐδὲν ἧττον ἄνθρωπός ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων δια‐ φορῶν ποιεῖ ἄλλο τι πρᾶγμα· ἀσύστατος ἄρα.
10nἘν τῷ τῆς οὐσίας λαμβάνονται λόγ.
11 Ἀντὶ τοῦ ἐν τῷ λόγῳ τῷ δηλοῦντι τὴν φύσιν τοῦ πράγματος, τοῦτ’ ἔστι τῷ ὁρισμῷ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους καὶ τῶν συστατικῶν εἰσι δια‐ φορῶν, τοῦτ’ ἔστι τῶν εἰδοποιῶν, αἵτινες οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ λέγεταί τις μᾶλλον λογικὸς οὐδὲ μᾶλλον θνητὸς καὶ
15ἧττον λογικὸς ἢ ἧττον θνητός· καὶ γὰρ καὶ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοί, ἐμποδίζονται δὲ ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἁπλῶς δεῖ εἰδέναι, ὅτι ἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅσα περὶ τὰ αὐτὰ ὑποκείμενα συνίστανται ἐναντία ὄντα, ἅτινα καὶ μίγνυνται ἀλλήλοις· οἷον λευκὸν λευκοῦ μᾶλλον γίνεται λευκὸν καὶ ἧττον, ἐπειδὴ τὸ
20αὐτὸ ὑποκείμενον ποτὲ μὲν λευκὸν γίνεται ποτὲ δὲ μέλαν καὶ μίγνυται ταῦτα ἀλλήλοις, τὸ λευκὸν λέγω τῷ μέλανι, καὶ ποῦ μὲν καθαρώτερα ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν οὐκ ἔστι τὸ μᾶλ‐
λον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τῇ οὐσίᾳ, οὐδὲ τὸ λογικὸν96

97

καὶ τὸ ἄλογον περὶ τὸ αὐτὸ ὑποκείμενον συνίστανται. εἰ δέ τις εἴποι ‘πῶς οὖν ὁ Ἀριστοτέλης ἐν Κατηγορίαις εἶπεν “οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη”; ἰδοὺ γὰρ “μάλιστα” εἶπεν ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένησ‘, φαμὲν ὡς πρῶτον μὲν ὡς πρὸς τὴν
5ἡμετέραν γνῶσιν ἐκεῖνο λέγεται· πρώτην γὰρ εἶπε καὶ μάλιστα τὴν ἄτομον διὰ τὸ συνεγνῶσθαι μᾶλλον ἡμῖν καὶ πρώτην κατειλῆφθαι· ἐκ ταύτης γὰρ χρόνῳ καὶ ἐπιστήμῃ προκόψαντες πρόιμεν καὶ ἐπὶ τὴν δευτέραν, τὴν κατὰ τὰ γένη καὶ εἴδη. ἔπειτα εἰ καὶ συγχωρήσειέ τις ἐν αὐταῖς τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ
10βάθος· οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἄνθρωπος ἢ μᾶλλον λογικὸς οὐδ’ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῷον ἢ τούτων ὁ ἄνθρωπος, ἀλλ’ ἐν ταῖς κατὰ βάθος, ὡς εἶπον, δυνατόν πως θεωρῆσαι τοῦτο· αἱ γὰρ ἐπάνω τῶν ὑποκάτω τρανέστεραι, ὅσῳ καὶ ἀπολαύουσι τῶν κρειττόνων, οἷον μᾶλλον τὸ λογικὸν ἐν νῷ ἧττον δὲ ἐν τῇ ψυχῇ, καὶ μᾶλλον ἐν ἀγγέλοις, ἧττον δὲ
15ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχά εἰσι καὶ λογικά, καὶ εἰ τοῦτο, μᾶλλον ἐν τούτοις ἢ ἐν ἡμῖν. καὶ ἄλλως· ἡ οὐσία μᾶλλον ἐν τῷ ζῴῳ ἢ ἐν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον ἐν τούτῳ ἢ ἐν τῷ Σωκράτει· εἰ γὰρ μὴ ἀμέ‐ σως ἡ οὐσία τῷ Σωκράτει, ἀλλὰ διὰ μέσου τοῦ ζῴου, κἀκ τούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτᾷ, πρόδηλον ὅτι τὰ πρώτως καὶ ἀμέσως
20τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μετεχόντων μᾶλλον μετέχει, καὶ καλῶς εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ βάθος ἐπιδέχονται· εἰ γὰρ αἱ κατὰ πλάτος ἐπεδέ‐ χοντο τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ ἂν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἦν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ τε λογικοῦ φημι καὶ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ καὶ
25τοῦ ἀθανάτου.97

98

(1n)

Αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν
2nκαὶ ἄνεσιν λαμβάνουσιν.
3 Ἀντὶ τοῦ ‘ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον‘· ταῦτα δὲ εἴληπται τὰ ὀνόματα ἀπὸ μεταφορᾶς τῶν χορδῶν· ἐκεῖ μὲν γὰρ ἡ μὲν ἐπιτεινομένη
5σφοδρὸν ἀποτελεῖ ψόφον ἡ δ’ ἀνειμένη ἐλάττονα. οὕτως οὖν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ τὴν ἐλάττονα.
8nΑὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι.
9Αἱ διαφοραὶ αἱ τῆς οὐσίας συμπληρωτικαί. αὗται δὲ καὶ τῶν ὁρισμῶν
10εἰσι συμπληρωτικαί· οἱ δὲ ὁρισμοὶ τοῦ αὐτοῦ οἱ αὐτοί εἰσιν ἀεί· οὐ γὰρ ποτὲ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ὡσαύτως οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος.
13nἪ κεχρῶσθαί πως.
14Τοῦτ’ ἔστι μέλαν ἢ λευκὸν εἶναι· ἐπιτείνεται γὰρ καὶ ἀνίεται· ἔστι
15γὰρ ἄλλο ἄλλου λευκότερον καὶ μελανώτερον.
16nΤριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν
17nμὲν οὐσῶν χωριστῶν τῶν δὲ ἀχωρίστων, καὶ πάλιν τῶν ἀχωρί‐
18nστων τῶν μὲν οὐσῶν καθ’ αὑτὸ τῶν δὲ κατὰ συμβεβηκός.
19Ὑπέσχετο ὁ Πορφύριος περὶ τῶν προκειμένων διδάσκειν λογικώτερον·
20βούλεται τοίνυν ἐκ τῶν διαφορῶν κἀνταῦθα διδάξαι τινὰ συμβαλλόμενα πρὸς τὴν ὁριστικὴν καὶ διαιρετικὴν μέθοδον. φησὶν οὖν ὅτι τῶν εἰδοποιῶν δια‐
φορῶν αἱ μέν εἰσι συστατικαὶ αἱ δὲ διαιρετικαί, οὐκ ἄλλαι καὶ ἄλλαι, ἀλλ’98

99

αἱ αὐταὶ πῇ μὲν γίνονται συστατικαὶ πῇ δὲ διαιρετικαί, ἄλλως καὶ ἄλλως παραλαμβανόμεναι· τὸ γὰρ λογικὸν καὶ τὸ ἄλογον τὸ θνητὸν καὶ τὸ ἀθά‐ νατον τοῦ ζῴου εἰσὶ διαφοραί, καὶ εἰσὶν αὗται διαιρετικαὶ (τὸ γὰρ ζῷον εἰς ταῦτα διαιρεῖται)· ἐὰν δὲ αἱ δυνάμεναι συμπλακῆναι ἅμα ληφθῶσιν
5οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, γίνονται συστατικαὶ τοῦ ἀνθρώπου διαφοραί· συνιστῶσι γὰρ καὶ συμπληροῦσιν αὐτοῦ τὴν φύσιν. δῆλον οὖν ὅτι αἱ μὲν διαιρετικαὶ διαφοραὶ χρησιμεύουσι πρὸς τὴν διαιρετικὴν μέθοδον, εἴπερ κατὰ ταύτας γίνονται αἱ τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεις, αἱ δὲ συστατι‐ καὶ εἰς τὴν ὁριστικήν, εἴπερ οἱ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ τῶν τοιούτων
10διαφορῶν. ἰστέον δ’ ὅτι συντιθέμεναι αὗται ποιοῦσι τέσσαρας συζυγίας, ὧν αἱ μὲν τρεῖς συνίστανται ἡ δὲ μία ἀσύστατός ἐστιν. οἷον ἔστω λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. ἰδοὺ τοίνυν λογικὸν καὶ θνητὸν συνί‐ σταται, ἔστι γὰρ ὁ ἄνθρωπος, λογικὸν καὶ ἀθάνατον ὁ θεός, ἄλογον δὲ καὶ θνητὸν ὁ ἵππος, οὐκ ἔστι δέ τι ἄλογον καὶ ἀθάνατον· ζητεῖται γὰρ περὶ
15τῆς λοιπῆς συζυγίας, τῆς τοῦ ἀλόγου φημὶ καὶ τοῦ ἀθανάτου, πότερον συνέστηκε καὶ ἔστι τι ἄλογον καὶ ἀθάνατον, οἷόν τι δοκεῖ καὶ περὶ τῆς Σκύλλης ὁ ποιητὴς λέγειν
ἀλλ’ ἀθάνατον κακόν ἐστιν, ἢ οὔ· οἱ μὲν γάρ φασιν εἶναί τι δαιμονίων ἀλόγων γένος ἀθάνατον, ὅπερ
20δὴ μείονα ἐπέχει τάξιν, οὓς καὶ ἀποτρεπόμεθα. οἱ δέ φασι καὶ τὸ τοι‐ οῦτον γένος θνητὸν εἶναι· ὃ γάρ ἐστιν ἀθανάτον, καὶ λογικόν ἐστι πάν‐ τως. ἔλθωμεν καὶ ἐπὶ τὴν οὐσίαν, καὶ τὰ αὐτὰ εὑρήσομεν· καὶ γὰρ καὶ ἐνταῦθα δύο οὐσῶν ἀντιθέσεων, ἐμψύχου καὶ ἀψύχου, αἰσθητικοῦ καὶ ἀναι‐ σθήτου, καὶ τούτων συμπλεκομένων τρεῖς μόναι συνίστανται συζυγίαι, ἡ
25δὲ λοιπὴ ἀσύστατός ἐστι· τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν τὸ ζῷον, τὸ δὲ ἔμψυχον καὶ ἀναίσθητον τὸ φυτόν, τὸ δὲ ἄψυχον καὶ ἀναίσθητον ὁ λίθος, ἄψυχον δὲ καὶ αἰσθητικὸν οὐδέν ἐστιν· ὃ γὰρ ἂν ἔχῃ αἴσθησιν, πολλῷ μᾶλλον τὴν φυσικὴν ἔχει ψυχήν· ὅπου γὰρ φυσική, οὐ πάντως
καὶ αἰσθητική, ὅπου δὲ αἰσθητική, πάντως καὶ φυσική.99

100

Ἀλλ’ αὗταί γε αἱ διαιρετικαὶ διαφοραὶ τῶν γενῶν· ὥσπερ γάρ εἰσί τινα μόνως εἴδη, τινὰ δὲ καὶ γένη καὶ εἴδη, οὕτως καὶ ἐπὶ τῶν διαφορῶν· τῶν γὰρ εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι μόνως διαιρετικαὶ αἱ τῶν γενικω‐ τάτων, αἱ δὲ μόνως συστατικαὶ αἱ τῶν εἰδικωτάτων, αἱ δὲ συστατικαί τε
5καὶ διαιρετικαὶ αἱ τῶν ὑπαλλήλων· αἱ μὲν γὰρ τῆς οὐσίας διαφοραί, τὸ σῶμά φημι καὶ τὸ ἀσώματον, διαιρετικαὶ μόνως τῆς οὐσίας, οὐδαμῶς δὲ συστατικαί, αἱ δὲ τοῦ ἀνθρώπου διαφοραί, οἷον τὸ λογικὸν καὶ τὸ θνη‐ τόν, μόνως συστατικαὶ τοῦ ἀνθρώπου, αἱ δὲ τῶν μέσων, οἷον αἱ τοῦ ζῴου τὸ θνητὸν καὶ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συστατικαὶ καὶ δι‐
10αιρετικαί, διότι ἔχουσί τι πρὸ αὐτῶν ἐπαναβεβηκός· αἱ μὲν γὰρ ἐναντίαι διαιρετικαὶ τοῦ ζῴου, ὅτι αὗται διαιροῦνται εἰς ἕτερα εἴδη, οἷον τὸ θνητὸν καὶ ἀθάνατον (εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ζῷον), καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ὁμοίως. αἱ δὲ ὑπάλληλοι τῶν εἰδῶν εἰσι συστατικαί· λογικὸν μὲν γὰρ καὶ θνητὸν ἀνθρώπου συστατικά, λογικὸν δὲ καὶ ἀθάνατον ἀγγέλου,
15ἄλογον δὲ καὶ θνητὸν ἵππου, αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλό‐ γων ζῴων. παρέλειψεν ὁ Πορφύριος τὸ ἄλογον καὶ τὸ ἀθάνατον ὡς ἀμ‐ φιβαλλόμενον, εἴτε εἰσὶ τοιαῦται οὐσίαι εἴτε οὔ· εἰσὶ γάρ, ὡς εἶπον, τὰ ἄλογα δαιμόνια μείω τάξιν ἐν τῷ παντὶ ἐπέχοντα καὶ ἀφορισθέντα πρὸς τὸ τὰς ἀξίας κολάζειν ψυχάς, ἅπερ ὑπό τινων μὲν ἀθάνατα ὑπό τινων δὲ
20θνητὰ εἶναι νενόμισται.
21nΚαὶ τούτων γε μάλιστα χρεία εἰς τὰς διαιρέσεις τῶν
22nγενῶν.
23Τὸ μάλιστα προσέθηκεν, ὅτι πολλάκις διὰ τὴν ἀνθρωπείαν ἀσθένειαν
ἀποροῦντες τοιούτων διαφορῶν παραλαμβάνομεν ἐκ τῶν κατὰ συμβεβηκός,100

101

οἷον ἐπὶ τοῦ κόρακος ἀντὶ διαφορᾶς τὸ μέλαν λαμβάνομεν καὶ ἐπὶ τοῦ κύκνου τὸ λευκόν, ὡς ὅταν ἵππον ὁριζόμενοι εἴπωμεν, ζῷον εἶναι ἄλογον χρεμετιστικόν, τὸ ἴδιον ἐπουσιῶδες ὂν ἀντὶ διαφορᾶς οὐσιώδους λαμβάνομεν διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορὰν ἵππου φέρε καὶ ὄνου εὑρεῖν.
5nἋς δὴ καὶ ὁριζόμενοί φαμεν· διαφορά ἐστιν ᾗ περισ‐
6nσεύει τὸ εἶδος τοῦ γένους.
7 Ἀπαριθμησάμενος τὰ σημαινόμενα τῆς διαφορᾶς καὶ εἰπὼν περὶ ποίου σημαινομένου μάλιστα τοῖς φιλοσόφοις ὁ λόγος, βούλεται ταύτης τὴν ὑπο‐ γραφὴν ἀποδοῦναι. φησὶν οὖν ὅτι διαφορά ἐστιν ᾗ περισσεύει τὸ
10εἶδος τοῦ γένους· ὁ γὰρ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ περιτ‐ τεύει τοῦ ζῴου. ἀπορίαν δέ τινα ἀπορεῖ ὁ Πορφύριος ἐκ τοῦ ὁρισμοῦ τού‐ του καὶ ἐπιλύεται ταύτην. προλαμβάνει δὲ τῆς ἀπορίας δύο ἐναργῆ τινα ἀξιώματα, ἃ οὕτω καλοῦνται ὑπὸ τῶν Περιπατητικῶν ὡς οἴκοθεν τὸ ἀξιό‐ πιστον ἔχοντα. εἰσὶ δὲ τὰ ἀξιώματα ταῦτα· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται
15ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, οἷον τὸ ἀβάκιον γέγονεν ἐκ τοῦ ξύλου, ὃ πῇ μὲν ὂν ὑπῆρχε (ξύλον γὰρ ἦν), πῇ δὲ μὴ ὄν· οὔπω γὰρ ἦν ἀβάκιον· εἰ γὰρ ἦν, οὐκ ἔχρηζε τέκτονος τοῦ ποιοῦντος. καὶ οἱ λίθοι πῇ μέν εἰσιν ὄντες ὡς λίθοι, πῇ δὲ οὐκ ὄντες, ὅτι οὔπω οἶκος. ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος πῶς ἄν τι γένοιτο; δεύτερον δὲ ὅτι τὰ ἐναντία ἐν τῷ αὐ‐
20τῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον ἅμα οὐκ ἐνδέχεται εἶναι· ἀναιρε‐ τικὰ γὰρ ἀλλήλων τὰ ἐναντία εἰσί. τούτων προλεχθέντων ἡ ἀπορία προ‐ βαίνει τοῦτον τὸν τρόπον· ἀνάγκη τὰς διαφορὰς ἢ ἐκ τοῦ γένους τοῖς εἴ‐ δεσιν ἐπιγίνεσθαι προϋπαρχούσας ἐν αὐτῷ ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄν‐ τος. ἑκάτερον δὲ τούτων ἄτοπον· εἰ γάρ εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραί,
25ἔσονται τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, ὅπερ ἄτοπον. εἰ δὲ μὴ εἰσὶν αἱ δια‐ φοραὶ ἐν τοῖς γένεσι, πόθεν γίνονται ἐν τοῖς εἴδεσιν; ἔσται γάρ τι γινό‐
μενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξ ἄλλου101

102

τινὸς δύνανται εἶναι, ἐπεὶ μηδὲ ἔστι μεταξὺ γένους καὶ εἴδους ἄλλο, εἰ μὴ αἱ διαφοραί. δῆλον οὖν ὅτι ἀπορώτατος ὁ λόγος. Ἀπορήσας τοίνυν ἐπιλύεται τὴν ἀπορίαν περιπατητικῶς· λέγει γὰρ ὁ Πορφύριος, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεργείᾳ
5μὲν εἶναι οὐ δύναται, δυνάμει μέντοι δύναται εἶναι. ἵνα δὲ σαφῆ γένηται τὰ λεγόμενα, εἴπωμεν οὕτως· ἄλλο τί ἐστι τὸ δυνάμει εἶναί τι καὶ ἄλλο τὸ ἐνεργείᾳ· δυνάμει μὲν γὰρ λέγεται τὸ ἀτελὲς καὶ μὴ προαχθὲν εἰς ἐνέρ‐ γειαν, δυνάμενον μέντοι καὶ ἐπιτηδείως ἔχον ἐνεχθῆναι ἐπὶ τὸ ἐνεργείᾳ· οἷον τὸ παιδίον δυνάμει μὲν γραμματικόν ἐστι (δύναται γὰρ γενέσθαι γραμ‐
10ματικόν) καὶ τὸ ψυχρὸν ὕδωρ λέγεται δυνάμει θερμόν. τοῦτο οὖν ἐστι τὸ δυνάμει. ἐνεργείᾳ δὲ λέγεται γραμματικὸς ὁ ἤδη τὴν γραμματικὴν ἐπι‐ στήμην κατὰ τὴν ἕξιν τελειωθεὶς καὶ παραδιδοὺς τοὺς γραμματικοὺς λόγους, καὶ τὸ μὲν ψυχρὸν ὕδωρ δυνάμει λέγεται εἶναι θερμόν, τὸ δ’ ἤδη θερ‐ μανθὲν λέγεται ἐνεργείᾳ θερμόν. φησὶν οὖν ὅτι τὰ ἐναντία οἷον τὸ ψυχρὸν
15καὶ τὸ θερμὸν ἐνεργείᾳ μὲν ἅμα τινὶ παρεῖναι ἀδύνατον, δυνάμει δὲ δυνα‐ τόν· τὸ γὰρ χλιαρὸν ὕδωρ οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἐνεργείᾳ, δυνά‐ μει δέ ἐστιν ἀμφότερα, καὶ τὸ βρέφος δυνάμει καὶ ἀρετὴν ἔχει καὶ κακίαν, καὶ ἡ ὕλη δυνάμει πάντα ἐστὶ τὰ ἐναντία. εἰ οὖν καὶ τὸ γένος ὕλης λό‐ γον ἐπέχει, ὡς ἑξῆς φησι, δῆλον ὅτι ἕξει ἐν ἑαυτῷ δυνάμει πάσας τὰς
20ἐναντίας διαφοράς. καὶ ἄλλως δὲ δυνατὸν ἐν ἑνὶ τὰ ἐναντία εἶναι, εἰ μὲν τὸ ἕτερον ἐνεργείᾳ ἔχει τὸ δὲ λοιπὸν δυνάμει· τὸ γὰρ ἐνεργείᾳ ψυχρὸν δυνάμει ἐστὶ θερμόν, εἰ πεφύκοι μεταβάλλειν εἰς τὸ θερμόν. τοῦτο δὲ εἶπον, ἐπειδή ἐστί τινα θατέρου μόνου τῶν ἀντικειμένων δεκτικά· ὁ γὰρ κρύσταλλος ψυχρὸς ὢν οὐδέποτε ἂν θερμανθείη, οὐδὲ τὸ πῦρ τὴν ἐναντίαν
25ψύξιν δέξαιτο ἄν. ὁ ἀὴρ μέντοι καὶ τὸ ὕδωρ παρὰ μέρος ἑκατέρου τῶν102

103

ἐναντίων ἐστὶ δεκτικά· δύναται γὰρ τὰ ἐναντία ἐν τῷ αὐτῷ παρεῖναι ἅμα δυνάμει· εἰ μὴ γὰρ τὰ δύο εἶχε δυνάμει, οὐκ ἂν καὶ ἐνεργείᾳ εἰς ἑκάτερον μετέβαλλεν, ἀλλ’ ἐπειδὴ τὰ ἐναντία ἔχει δυνάμει, διὰ τοῦτο εἰς ἑκάτερον μεταβάλλει παρὰ μέρος. οὕτως οὖν φησι καὶ τὰ γένη ἔχειν τὰς ἐναντίας
5διαφορὰς δυνάμει, καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται οὔτε τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐστιν ἐνεργείᾳ. ταύτῃ τῇ λύσει κέχρηνται οἱ ἐκ τοῦ Περιπάτου, ἣν καὶ ὁ Πορφύριος ἀπέδωκεν, ἐπειδήπερ, ὡς ἤδη εἴρηται, χρησιμεῦον πρὸς τὰς Ἀριστοτέλους Κατηγορίας γράφει τὸ βιβλίον. Ἰστέον δὲ ὅτι οἱ Πλατωνικοὶ ἐναντιοῦνται τῇ ἐπιλύσει ταύτῃ· καὶ γὰρ
10ἐνεργείᾳ εἶναι λέγουσι τὰς διαφορὰς ἐν τοῖς γένεσι, καί φασιν ὅτι οὐ δεῖ φοβεῖσθαι ἐνεργείᾳ ὑποθέσθαι ἐν τοῖς γένεσι τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. κέχρηνται δὲ εἰς ἀπόδειξιν τούτου τοιούτοις λό‐ γοις· πρῶτον μὲν γάρ φασιν, οὐκ ἔστιν ἐναντίον τὸ λογικὸν τῷ ἀλόγῳ οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ· τὰ γὰρ ἐναντία φθείρει ἄλληλα, ταῦτα δὲ
15οὐ μόνον οὐ φθαρτικά ἐστιν ἀλλήλων ἀλλὰ καὶ ὑποστατικὰ ἀλλήλων· τὸ γὰρ λογικὸν καὶ τὸ ἀθάνατον ὑποστατικά ἐστι τοῦ θνητοῦ καὶ τοῦ ἀλόγου· ὁ γὰρ θεὸς ἀθάνατος ὢν καὶ λογικὸς ὑφίστησι τὰ θνητὰ καὶ ἄλογα, καὶ ὁ ἄνθρωπος λογικὸς ὢν κηδεμὼν τοῦ ἀλόγου γίνεται καὶ σωτήρ, καὶ οἱ ἄγ‐ γελοι ἀθάνατοι ὄντες τῶν θνητῶν εἰσι κηδεμόνες καὶ φύλακες. ὥστε οὐκ
20ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον οὐδὲ τὸ θνητὸν καὶ τὸ ἀθάνατον· εἰ δὲ μὴ ἐναντία, οὐκ ἀδύνατον ἅμα εἶναι ταῦτα ἐν τῷ γένει, ἐπεὶ καὶ αἱ ἄλογοι δυνάμεις, θυμός φημι καὶ ἐπιθυμία καὶ αἴσθησις καὶ ἡ λογικὴ ζωή, ἅμα ἐν ἑνὶ ζῴῳ τῷ ἀνθρώπῳ θεωροῦνται. ἔπειτα δέ φασιν, εἰ καὶ ἐναντία ἐστίν, οὐδὲν ἄτοπον εἶναι αὐτὰ ἐν τῷ γένει τῷ αὐτῷ ἐνεργείᾳ, ἐπειδὴ οὐχ
25ὡς ἐν ὑποκειμένῳ εἰσὶ σώματι ἀλλ’ ἔν τινι ἀσωμάτῳ (ἀσώματον γὰρ τὸ γένος), δύνανται δὲ ἐν ἀσωμάτοις τὰ ἐναντία εἶναι· διὰ τοῦτο γὰρ ἐν ὑπο‐ κειμένῳ τινὶ σώματι τὰ ἐναντία οὐ δύνανται εἶναι διὰ τὸ βούλεσθαι ἀμ‐ φότερα μετέχειν τοῦ ὑποκειμένου· μεριστὸν δὲ ὂν τὸ σῶμα ἅμα κατὰ
ταὐτὸν τὰ φθαρτικὰ ἀλλήλων οὐ δύναται δέξασθαι· ἐπὶ δὲ τῶν ἀσωμάτων103

104

οὐκ ἔστι τοῦτο. ἀμέλει καὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναν‐ τίων καὶ ὑφεστῶσα, οἷον ὁ ὀφθαλμὸς ἅμα προβάλλεται τοὺς τοῦ λευκοῦ καὶ τοῦ μέλανος λόγους καὶ ἡ ψυχὴ ἅμα κατὰ ταὐτὸν τὸν τῶν ἐναντίων ἔχει λόγον, ἀγαθοῦ καὶ κακοῦ, ψυχροῦ καὶ θερμοῦ, εἴπερ τῶν ἐναντίων
5μία ἐστὶν ἐπιστήμη. ὥστε οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ τῷ λέγοντι τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι. ὡσαύτως καὶ ἐν τῷ ἀβακίῳ σωματικῶς μὲν καὶ κατὰ ταὐτὸν καὶ τρίγωνον καὶ τετράγωνον καὶ στρογ‐ γύλον ποιῆσαι οὐ δυνάμεθα, ἐπειδὴ ὑπ’ ἀλλήλων συγχέονται οἱ τύποι, ἐν δὲ τῇ ψυχῇ ἔχομεν ταῦτα πάντα ἀσυγχύτως, ὅθεν καὶ ἀσυγχύτως προ‐
10βαλλόμεθα αὐτὰ καὶ δείκνυμεν καὶ τὸ πρῶτον θεώρημα καὶ τὸ δεύτερον καὶ τὸ τρίτον καὶ περὶ στρογγύλου καὶ περὶ τετραγώνου καὶ περὶ τριγώνου. ὥστε ἐπὶ ἀσωμάτων δυνατὸν ἅμα τὰ ἐναντία εἶναι ἐνεργείᾳ. ἄλλως τε δὲ εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, τί ἐστι τὸ ποιῆσαν αὐτὰς ἐνεργείᾳ ἐν τοῖς εἴδεσι; πᾶν γὰρ τὸ δυνάμει ὂν ἄγεται εἰς ἐνέργειαν διά
15τινος ἐνεργείᾳ τοιούτου ὄντος· τὸ γὰρ ὕδωρ τὸ ψυχρὸν δυνάμει ὂν θερμὸν γίνεται ἐνεργείᾳ θερμὸν διὰ τοῦ πυρὸς ἐνεργείᾳ ὄντος θερμοῦ, καὶ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἐνεργείᾳ γίνεται γραμματικὸν διὰ τοῦ ὄντος ἐνεργείᾳ γραμματικοῦ. εἰ οὖν δυνάμει εἰσὶν ἐν τοῖς γένεσιν αἱ διαφοραί, προάγονται δὲ εἰς ἐνέργειαν, δεήσονται ἄλλου τινὸς ἐνεργείᾳ ἔχοντος τὰς
20διαφοράς· οὐδὲν δέ ἐστιν ἄλλο παρὰ ταῦτα· οὐκ ἄρα δυνάμει εἰσὶν αἱ δια‐ φοραὶ ἐν τοῖς γένεσιν. πάλιν δὲ πᾶν μὲν τὸ δυνάμει ὂν ἀτελές ἐστι, τὸ δὲ ἐνεργείᾳ τέλειον· εἰ οὖν τὰ μὲν εἴδη ἐνεργείᾳ ἔχει τὰς διαφορὰς τὰ δὲ γένη δυνάμει, ἔσται τὰ μὲν εἰδικώτατα πάντων τελεώτερα καὶ ἐντιμότερα τὰ δὲ γενικώτατα πάντων ἀτελέστερα καὶ ἀτιμότερα, ὅπερ ἄτοπον· ἔσονται
25γὰρ τὰ αἰτιατὰ τελεώτερα καὶ κρείττονα τῶν αἰτίων. ἀνάγκη ἄρα τὰς δια‐ φορὰς ἐν τοῖς γένεσιν ἐνεργείᾳ εἶναι. Ἆρα οὖν ἀπόβλητός ἐστι παντελῶς ὁ τῶν Περιπατητικῶν λόγος; φαμὲν οὖν οὐδαμῶς· τριττῶν γὰρ ὄντων τῶν γενῶν, ὡς πολλάκις ἔφαμεν, οἱ μὲν Πλατωνικοὶ περὶ τῶν πρὸ τῶν πολλῶν ἔλεγον (ἐν γὰρ τοῖς πρὸ
30τῶν πολλῶν γένεσιν ἐνεργείᾳ ὑπάρχουσιν αἱ διαφοραί· οἱ γὰρ λόγοι πάν‐ των ἐκεῖ εἰσιν ἐνεργείᾳ), οἱ δὲ Περιπατητικοὶ περὶ τῶν ἐν τοῖς πολλοῖς·
ἰστέον γὰρ ὅτι ἡ φύσις ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ὁδεύει104

105

καὶ τὰ μερικὰ δυνάμει ἐν τοῖς καθολικωτέροις προϋπέστησεν, οἷον ἐκ τοῦ καταβληθέντος σπέρματος δημιουργεῖ πρῶτον τὸ σαρκίον, ὥς φασιν οἱ ἰατροί, ἐν τῇ μήτρᾳ, ὃ σῶμά ἐστι· τὸ δὲ σῶμα καθολικόν· ἀλλὰ τοῦτο ὡς μὲν σῶμα ἐνεργείᾳ ἐστίν, ὡς δὲ ἔμψυχον δυνάμει· οὔπω γάρ ἐστιν ἐνεργείᾳ
5ἔμψυχον. ὅταν δὲ τραφὲν καὶ αὐξηθὲν ψυχωθῇ, ἐνεργείᾳ μὲν λέγεται ἔμ‐ ψυχον, δυνάμει δὲ ζῷον, μήπω τυχὸν αἰσθήσεως καὶ κινήσεως. ὅταν δὲ ἤδη τούτων μετάσχῃ, γίνεται ἐνεργείᾳ ζῷον. ὅταν δὲ ἐκκριθῇ καὶ λόγου μετάσχῃ, γίνεται ἐνεργείᾳ λογικόν. ἰδοὺ οὖν ἐν τοῖς γένεσι τοῖς ἐν τοῖς πολλοῖς δυνάμει θεωροῦνται αἱ διαφοραί, καὶ καλῶς οἱ φυσικοὶ οὕτω λέ‐
10γουσιν. ὅθεν ὁ Πορφύριος ἐπειδὴ προέθετο ἐκθέσθαι τὸ σύγγραμμα τοῦτο οὐ πρὸς Πλατωνικὰς συμβαλλόμενον πραγματείας ἀλλὰ πρὸς Ἀριστοτελικάς, διὰ τοῦτο τῇ τῶν Περιπατητικῶν ἐχρήσατο ἐπιλύσει. πάντα ἤδη προκατε‐ βαλλόμεθα· λοιπὸν σαφὴς ἡ λέξις. ἀναγνῶμεν οὖν αὐτήν, καὶ εἴ πού τι προσπίπτει, σαφηνίσωμεν.
15nΟὔτε οὐδὲν τούτων ἐστ.
16Τοῦτ’ ἔστιν ἀμέτοχον· προσυπακουστέον γὰρ τὸ τοιοῦτον· εἰ γὰρ μὴ
μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῷον, πόθεν εἶχε τὸ εἶδος δέξασθαι;105

106

(1n)

Οὔτε δὲ πάσας τὰς ἀντικειμένας.
2Ἐπεὶ ἔσονται τὰ ἐναντία ἅμα.
3nἈλλ’ ὡς ἀξιοῦσιν.
4Ἐπειδὴ ὁ Πορφύριος Πλατωνικὸς ὢν οὐ τὰ αὐτῷ ἀρέσκοντα λέγει,
5εἶπεν ὡς ἀξιοῦσιν οἱ Περιπατητικο· φυσιολογοῦντες γὰρ καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθόλου δυνάμει πρότερον ἔχει τὰ μερικά, καὶ οὕτως εἰς τὴν ἐνέργειαν προκόπτει.
8nὉρίζονται δὲ αὐτὴν καὶ οὕτως.
9Ἐνταῦθα τελείαν ὑπογραφὴν λέγει λαμβανομένην ἐκ τῆς τῶν φωνῶν
10διαιρέσεως τῆς λεγούσης, τῶν φωνῶν αἱ μὲν ἄσημοι αἱ δὲ σημαντικαί.
11nΤῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων.
12 Τὴν αἰτίαν νῦν ἀποδίδωσι, διὰ τί τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατη‐ γορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. λέγει τοίνυν ὅτι πάντα τὰ ὄντα ἢ κυρίως ἐξ ὕλης καὶ εἴδους ὑπάρχει ἢ ἀνάλογον ὕλῃ καὶ εἴδει τὴν
15σύστασιν ἔχουσι. πᾶσι μὲν οὖν τοῖς φυσικοῖς πράγμασίν ἐστι τὸ ὑποκεί‐ μενον, ὃ καλοῦσι κυρίως ὕλην, τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ καὶ κυρίως εἶδος τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῇ γινόμενον. οὕτως μὲν οὖν ἡ κυρίως ὕλη καὶ τὸ κυρίως εἶδος ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται, ἐν δὲ τοῖς τεχνητοῖς τὸ ἀνάλογον. οἷον ἐκ χαλκοῦ γίνεται ἀνδριάς· οὐκοῦν ὁ
20χαλκὸς λέγεται ὕλη, ἀλλ’ οὐ κυρίως, ἀναλόγως δέ· οὐ γὰρ ἀνείδεος ὁ χαλ‐ κός, ἀλλ’ ἐπειδὴ ὑπέστρωται τῷ τεχνίτῃ καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριάντος εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διὰ τοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυποῖ τὸν χαλκόν· διότι γὰρ ὑπόκειται
τοῖς φυσικοῖς μία τις ὕλη, διὰ τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα.106

107

ἀδύνατον δὲ ἦν εἰς ἄλληλα ἅπαντα μεταβάλλειν, εἰ μὴ μία τις καὶ κοινὴ ὕλη πᾶσιν ὑπέκειτο. οὕτω γοῦν τὰ χαλκᾶ σκεύη δυνατὰ εἰς ἄλληλα μετα‐ βάλλειν κοινὴν ἔχοντα ὕλην, οἷον ἐκ λέβητος εἰς ἀνδριάντα· τὰ γὰρ μὴ ἔχοντα μίαν ὕλην οὐ δύναται μεταβάλλειν εἰς ἄλληλα· οὐ γὰρ ἂν γένοιτό
5ποτε ἐκ λέβητος τὸ ἀβάκιον. γίνεται δὲ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐξ ἀέρος πῦρ τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην· δῆλον ὅτι δεξα‐ μένη αὐτὴ ψυχρότητα καὶ ὑγρότητα γίνεται ὕδωρ, θερμότητα δὲ καὶ ξηρό‐ τητα γίνεται πῦρ, καὶ τὰ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα ἐξ ὕλης ἐστὶ κυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα,
10τὰ δὲ τεχνητὰ ἐξ ἀναλόγου μὲν τῇ ὕλῃ, οἷον τῶν ξύλων, ἐξ ἀναλόγου δὲ τῷ εἴδει, τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτι τὸ μὲν γένος ὕλης ἔχει λόγον, αἱ δὲ διαφοραὶ εἴδους· ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐδὲν δια‐ φέρει ἀλλήλων οἷον τὰ χαλκᾶ σκεύη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμα γίνεται, οὕτω κατὰ μὲν τὸ γένος, καθ’ ὃ ζῷά ἐσμεν, οὐδὲν διαφέρει ἄνθρωπος,
15ἵππος, κύων καὶ τὰ ἄλλα, κατὰ μέντοι τὰς διαφορὰς διαφέρει· τὸ γὰρ ζῷον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον, τὸ δ’ ἄλο‐ γον καὶ τὸ θνητὸν πάλιν δεξάμενον ποιεῖ τὸν ἵππον. ὥστε ὕλῃ μὲν ἀνα‐ λογεῖ τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστῳ τὸ εἶναι παρέχει, τὸ δ’ εἶδος τὸ τοιόνδε καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος ἐν
20τῷ τί ἐστι κατηγορεῖται ὡς ἀναλογοῦν τῇ ὕλῃ, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν ὡς ἀναλογοῦσα τῷ εἴδει.
22nὉ κοινός τε καὶ εἰδικός.
23Κοινὸς ὁ καθόλου, εἰδικὸς δὲ ὁ καθ’ ἕκαστα.
24nὙπογράφουσι δὲ καὶ οὕτως· διαφορά ἐστι τὸ χωρίζειν
25nπεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος.
26Προσελθὸν γὰρ τὸ λογικὸν καὶ τὸ θνητὸν ἐχώρισε τὸν ἄνθρωπον ἀπὸ
τοῦ ἵππου.107

108

(1n)

Μὴ τὸ τυχόν φασι τῶν χωριζόντων.
2 Οὐχ ἡ τυχοῦσα γὰρ διαφορά· οὐδὲ γὰρ ἡ κοινῶς οὐδὲ ἡ ἰδίως οὐδὲ τὸ καθέζεσθαι καὶ ἑστάναι ἢ τὸ σιμὸν καὶ τὸ γρυπὸν χωρίζει, ἀλλ’ ἡ ἰδιαίτατα ἢ συστατική, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· τοῦτο γὰρ
5μόνῳ ἀνθρώπῳ ὑπάρχει, ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι, καὶ πάλιν οὐ τῆσδέ τινος ἐπιστήμης (ἐπεὶ εἰ γραμματικῆς μόνης, γραμματικὸν παραλαμβάνεις), ἀλλὰ πάσης.
8nΚαὶ τοῦ τί ἦν εἶναι καὶ ὃ τοῦ πράγματός ἐστι μέρος.
9Ἀντὶ τοῦ ‘καὶ εἰς τὸν ὁρισμόν‘· τὸ γὰρ τί ἦν εἶναι σημαίνει παρὰ
10Ἀριστοτέλει τὸν ὁρισμόν (ὥσπερ 〈παρὰ〉 τοῖς γραμματικοῖς ἡ μῆνις τὴν ὀργήν), ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶ τὸ εἶναι σημαίνει. ὃ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μέρος γίνεται τοῦ ὅρου· διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρίνει τὸν ἄνθρωπον.
15nΟὐ γὰρ τὸ πεφυκέναι πλεῖν.
16 Οὐ λέγει τὸ πλεῖν τὸ νήχεσθαι ἢ τὸ φέρεσθαι ἐπὶ τοῦ ὕδατος (οὕτως γὰρ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα πεφύκασι πλεῖν), ἀλλὰ τὸ ναυτίλλεσθαι· τοῦτο γὰρ ἴδιον ἀνθρώπου. ἀλλ’ οὐ κατὰ τὸ ναυτίλλεσθαι ὁ ἄνθρωπος χαρακτηρίζεται, ἐπεὶ εἰ οὕτω, οἱ μὴ ναυτιλλόμενοι οὐκ ἂν ἦσαν ἄνθρωποι.
20tΠερὶ ἰδίου.
21nΤὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς.
22Πληρώσας τὸν περὶ τῆς διαφορᾶς λόγον περὶ τοῦ ἰδίου λοιπὸν δια‐108

109

λέγεται· τοῦτο γὰρ ἦν ἀκόλουθον κατὰ τὴν εἰρημένην τάξιν· διαλεχθεὶς γὰρ περὶ τῶν οὐσιωδῶν, ἀναγκαίως καὶ περὶ τῶν ἐπουσιωδῶν διαλέγεται. ἀλλὰ ἀπὸ τοῦ ἰδίου ἄρχεται ὡς μεταιχμίου ὄντος· κοινωνεῖ γὰρ καὶ τοῖς οὐσιώδεσι, καθὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει τὸ κυρίως ἴδιον, ὥσπερ
5καὶ τὰ οὐσιώδη (καὶ γὰρ ταῦτα καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς ὑπάρχει), κοινωνεῖ δὲ καὶ τοῖς συμβεβηκόσιν, ὅτι ὥσπερ ἐκεῖνα τῇ ἐπινοίᾳ χωρίζεται τοῦ ὑποκειμένου, οὕτω καὶ τὸ ἴδιον τῇ ἐπινοίᾳ χωρίζεται. πάλιν δὲ κατὰ τὸ αὐτὸν τύπον τῆς διδασκαλίας πρότερον τὰ σημαινόμενα ἀπαριθμεῖται, καὶ οὕτως λέγει ποίου πέρι τοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα
10διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον καί φησιν οὕτως· τὸ ἴδιον ἢ μόνῳ τινὶ εἴδει ὑπάρχει ἢ οὐ μόνῳ, καὶ εἰ μόνῳ, ἢ παντὶ τῷ εἴδει ἢ οὐ παντί, καὶ εἰ μὴ μόνῳ, πάλιν ἢ παντὶ ἢ οὐ παντί, ἢ ἀεὶ ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις αὕτη. καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον ὃ μόνῳ τινὶ συμβέβηκεν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ ἰατρεύειν τὸ φιλοσοφεῖν τὸ ἀστρονομεῖν
15τὸ γεωμετρεῖν ἤ τι τῶν τοιούτων. δεύτερον δὲ ὃ παντὶ μέν, οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ· καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. τρίτον δὲ ὃ καὶ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δὲ ἀλλὰ ποτέ, ὡς ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· μόνῳ γὰρ καὶ παντί, ἀλλ’ οὐκ ἀεὶ πεπολίωται, ἀλλ’ ἐν γήρᾳ. τέταρτον δὲ ἐφ’
20οὗ συνδεδράμηκε καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, οἷον τῷ ἀνθρώπῳ τὸ γελαστικὸν καὶ τῷ ἵππῳ τὸ χρεμετιστικὸν καὶ κυνὶ τὸ ὑλακτικόν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δύναμιν, οὐ κατ’ ἐνέργειαν· οὐ γὰρ καθὸ γελᾷ ἢ χρεμετίζει, γελαστικὸν λέγεται ἢ χρεμετιστικόν, ἀλλὰ καθὸ πέφυκε. τοῦτο γάρ ἐστι τὸ κυρίως ἴδιον τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον, ᾧτινι
25ὁ Πορφύριος κατεχρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἴδιον λαβὼν εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινόμενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων, πλείονες γίνονται σχέσεις αὐτῶν, ἐξ ὧν αἱ μέν εἰσιν ἀσύ‐
στατοι αἱ δὲ συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμάτων δείκνυται.109

110

(1n)

Τοῦτο δ’ αὐτῷ ἀεὶ σύμφυτον.
2 Τῷ εἰπεῖν σύμφυτον τὴν δύναμιν καὶ τὸ πεφυκέναι ἐδήλωσεν, οὐ τὴν ἐνέργειαν· εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γελαστικοὶ εἶναι λεγόμεθα ἀεί· δυνάμει γὰρ ἔχομεν τὸ γελᾶν ἀεὶ καὶ πεφύκαμεν γελᾶν ἀεί. γελα‐
5στικοὶ οὖν ἐσμεν οὐ γελῶντες ἀεί· ἄλλο γὰρ τὸ γελᾶν καὶ ἄλλο τὸ γελα‐ στικόν, καὶ ἄλλο τὸ χρεμετίζειν καὶ ἄλλο τὸ χρεμετιστικόν.
7tΠερὶ συμβεβηκότος.
8nΣυμβεβηκὸς δέ ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς
9nτῆς τοῦ ὑποκειμένου φθορᾶς.
10 Τῶν προκειμένων πραγμάτων πρὸς τὴν διδασκαλίαν ὑστάτην τάξιν ἔχει τὸ συμβεβηκός· λείπεται τοίνυν περὶ τούτου τὸν λόγον ποιήσασθαι. ἰστέον δὲ ὅτι οὐ κατὰ τὴν εἰωθυῖαν διδασκαλίαν καὶ περὶ τούτου ἐδίδαξεν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων φωνῶν πρότερον ἀπηριθμήσατο τὰ διάφορα αὐτῶν σημαινόμενα καὶ τότε ἔλεγε περὶ ποίου τοῖς φιλοσόφοις ὁ λόγος· ἐνταῦθα
15δὲ οὐ τοῦτο ποιεῖ, ἀλλ’ εὐθὺς τὴν ὑπογραφὴν τοῦ συμβεβηκότος λέγει εἰδὼς ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ συμβεβηκότος ὁ λόγος τοῖς φιλοσόφοις. εἰ δὲ τὸ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, δῆλον ἐντεῦθεν, ὡς οὐκ εἰσὶ σώματα τὰ συμβεβη‐ κότα· εἰ γὰρ ἦσαν σώματα, προστιθέμενα μὲν τοῖς σώμασιν εἶχον αὐτὰ
20δηλονότι αὔξειν, ἀφαιρούμενα δὲ μειοῦν· εἰ δὲ μήτε προστιθέμενα μήτε ἀφαιρούμενα λυμαίνεται τὰ σώματα, ἀσώματα ἄρα ἐστί. καὶ ἄλλως· εἰ ἦσαν σώματα, ἔμελλεν εἷς τόπος σωμάτων εἶναι περιεκτικὸς πλειόνων, ὅπερ ἀδύνατον· ἐν γὰρ τῷ μήλῳ ἔστι καὶ εὐωδία καὶ χροιὰ καὶ γλυκύτης, καὶ ταῦτα εἰ ἦν σώματα, οὐκ ἔμελλεν ἕνα ἔχειν τόπον, ὅπερ ἀδύνατον·
25σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον. καὶ ὅτι μὲν τὰ χωριστὰ συμ‐
βεβηκότα τὸ ὑποκείμενον οὐ λυμαίνεται αὐτῷ γινόμενα καὶ ἀπογινόμενα,110

111

δῆλον (τὸ γὰρ καθῆσθαι ἢ ἑστάναι ἢ θερμαίνεσθαι ἢ ψύχεσθαι γίνονται καὶ ἀπογίνονται μὴ φθείροντα τὸ ὑποκείμενον)· ἆρα οὖν καὶ τὰ ἀχώριστα ἀπογίνεται μὴ λυμαινόμενα τὸ ὑποκείμενον, σιμότης λέγω καὶ γρυπότης καὶ μελανία ἡ ἐν τῷ κόρακι; φαμὲν οὖν ὅτι εἰ καὶ μὴ τῇ ἐνεργείᾳ, ἀλλ’
5οὖν γε τῇ ἐπινοίᾳ καὶ ταῦτα χωρίζεται· κἂν γὰρ εὐθεῖαν ἢ καμπύλην νοήσῃς τὴν ῥῖνα, μένει ῥὶς οὐδὲν ἧττον. Εἴωθε δέ τινα περὶ τοῦ ἀποδιδομένου ὁρισμοῦ ἀπορεῖσθαι· φασὶ γάρ, ὡς ἤδη εἴρηται, μὴ πᾶσιν ἁρμόζειν τοῖς συμβεβηκόσι τὸν ὁρισμὸν ἀλλὰ τοῖς χωριστοῖς, τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι· τὸ γὰρ ἐν τῷ Αἰθίοπι
10ἢ τῷ κόρακι μέλαν ἀδύνατον ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθο‐ ρᾶς. εἴπομεν δὲ ἤδη ὅτι εἰ καὶ μὴ κατ’ ἐνέργειαν ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ ὁ κόραξ καὶ ὁ Αἰθίοψ λευκός, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον οὐδὲ τῇ ἐπινοίᾳ χωρίσαι δυνατόν· ἅμα γὰρ τῷ νοῆσαι ἄνθρωπον μὴ εἶναι ζῷον φθείρομεν αὐτόν, ἐπινοήσαντες δὲ τὸν κόρακα μὴ εἶναι μέλανα ἢ τὸν Αἰ‐
15θίοπα οὐ φθείρομεν αὐτοῦ τὴν οὐσίαν ὡς κόρακος ἢ ἀνθρώπου. ἀμέλει καὶ εἰ ἀφέλοι τις τοῦ κόρακος τὰ πτερά, οὐδὲν ἧττον ἔσται κόραξ, καὶ τὸν Αἰθίοπα εἰ λευκὸν ἐπινοήσεις, οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, ὥστε καὶ τὰ ἀχώριστα εἰ καὶ μὴ τῇ ἐνεργείᾳ ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ. ἀπο‐ ρεῖται δὲ καὶ τοῦτο, πῶς λέγεται γίνεσθαι καὶ ἀπογίνεσθαι χωρὶς
20τῆς τοῦ ὑποκειμένου φθορᾶς· ὁ γὰρ πυρετὸς γινόμενος φθείρει τὸν ἄνθρωπον. φαμὲν οὖν ὅτι καθάπερ ἐν ταῖς χορδαῖς ἐπιτεινομένων καὶ ἀνιεμένων τὴν ἁρμονίαν λύεσθαι συμβαίνει, τὸ μέντοι ὑποκείμενον οὐ φθεί‐ ρεται, οὕτω καὶ ἐνταῦθα θερμότητος ἢ ψύξεως ἀμέτρου γινομένης ἤ τινος τῶν παραπλησίων τὴν μὲν συμμετρίαν καὶ ἁρμονίαν τὴν ἐν τῷ ζῴῳ συμ‐
25βαίνει φθείρεσθαι, σώζεται δὲ τὸ ὑποκείμενον, τοῦτ’ ἔστι τὸ σῶμα· τὸ γὰρ τῇ θέρμῃ ἢ τῇ ψύξει ὑποκείμενον οὐχ ἁπλῶς τὸ ζῷόν ἐστιν, ἀλλὰ τὸ
σῶμα. σύνθετον δὲ τοῦτό ἐστιν ἐκ τῶν ἐναντίων ψυχρῶν καὶ θερμῶν,111

112

ξηρῶν καὶ ὑγρῶν (“εἰ γὰρ ἓν ἦν ὁ ἄνθρωπος”, φησὶν ὁ Ἱπποκράτης, “οὐκ ἂν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν, ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”) κραθέντων ἀλλήλοις καὶ εἰς ἕνωσιν καὶ φιλίαν ἁρμοσθέντων· οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ἐναντίων ποιοτήτων συντίθεται τοῦ ζῴου τὸ σῶμα, ἀλλὰ καὶ ἐξ
5ὑποκειμένου τινὸς τριχῇ διαστατοῦ κατὰ τὸν ἴδιον λόγον ἀποίου σώματος, ἐν ᾧ ὑφίσταται πᾶσα ποιότης. οὐδεμία δὲ ποιότης μάχεται τῷ ἰδίῳ ὑπο‐ κειμένῳ ἢ φθείρει τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἔχει· φθείρουσα γὰρ τὸ ὑποκεί‐ μενον καὶ ἑαυτὴν συμφθείρει· τοῦ γὰρ ἐν ᾧ τὴν ὕπαρξιν ἔχει φθαρέντος καὶ αὐτὴν συμφθείρεσθαι ἀνάγκη καθ’ ἑαυτὴν εἶναι μὴ δυναμένην. οὐδὲν
10δέ ἐστιν ἑαυτοῦ φθαρτικόν· ποιότης γὰρ ποιότητι μάχεται, οὐχ ὑποκει‐ μένῳ καὶ σώματι. ὥστε ἀδύνατον τὸν πυρετὸν ἢ ἑτέραν ὅλως ποιότητα φθείρειν τὸ ἴδιον ὑποκείμενον· ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται. ἐπειδὰν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν τὸ σῶμα κέκραται πλεονάσαι συμβαίη, φθείρεσθαι τὴν τοῦ παντὸς σώματος ἁρμονίαν ἀνάγκη·
15καταλαβεῖν γὰρ σπουδάζουσα τὸ ὑποκείμενον ὡς ἐν τούτῳ σωζομένη φθεί‐ ρει τὴν μαχομένην αὐτῇ, ἵν’ ἐκείνην ἐξωθήσασα τὸν αὑτῆς καταλάβῃ τόπον, ὥσπερ οἱ περὶ κοινοῦ χωρίου πολεμοῦντες ἀλλήλοις· σπεύδει γὰρ ἕκαστος τὸν ἀντικείμενον ἀπωθήσας αὐτὸς ἐν καθέξει τοῦ χωρίου γενέσθαι. οὕτως οὖν φέρε καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ μαχομένων περὶ τὸ αὐτὸ ὑπο‐
20κείμενον ἐν ὅσῳ μὲν οὐδέτερον ἐπικρατεῖ, ἐν συμμετρίᾳ ἐστὶ τούτων τὸ ὑποκείμενον, θατέρου δ’ ἐπικρατήσαντος τὸ μὲν ἀντικείμενον φθαρὲν ὑπὸ τοῦ ἐπικρατήσαντος ἐξίσταται, τὸ δ’ ὑποκείμενον οὐδὲν πάσχει, οὐδ’ ὑπὸ τῆς ἐπικρατούσης ποιότητος φθείρεται. ὥστε ὑπὸ τοῦ πυρετοῦ ἡ μὲν ἁρμονία καὶ ἡ εὐκρασία τῶν ἐν τῷ σώματι ποιοτήτων φθείρεται, αὐτὸ δὲ
25τὸ σῶμα, ὅπερ ὑποκείμενον ἦν ταῖς ποιότησιν, οὐ φθείρεται. Ἴσως δ’ ἄν τις ἐνσταίη ἡμῖν πρὸς τὰ εἰρημένα, ὡς τῷ πυρετῷ ὑπο‐
κείμενόν ἐστιν οὐχ ἁπλῶς τὸ σῶμα, ἀλλὰ τὸ τοιῶσδε κεκραμένον τοῦ112

113

ζῴου σῶμα, ὅπερ φθείρεται ἀμέτρως αὐτῷ ἢ πυρετοῦ ἢ ψύξεως ἐπιγινο‐ μένων ἤ τινος τῶν παραπλησίων· οὐ γὰρ ἡ τυχοῦσα ἄμετρος θερμότης πυρετός ἐστιν, οἷον ἡ ἐν τῷ σιδήρῳ ἢ ἐν τῷ πυρί, ἀλλ’ ἡ ἐν ζῴου σώ‐ ματι· ἀμέλει φθειρομένου τούτου καὶ ὁ πυρετὸς συμφθείρεται ὡς ἐν αὐτῷ
5τὸ εἶναι ἔχων. ἐπιλυόμεθα οὖν τὴν ἀπορίαν ταύτην ἐξ ἀρχῆς τοῦτον τὸν τρόπον· αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἐν τέσσαρσι γίνονται κατηγορίαις· ἢ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῇ ποῦ κατηγορίᾳ. καὶ ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ ποιεῖ τὴν γένεσιν καὶ τὴν φθορὰν (γένεσις μὲν γάρ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή, φθορὰ δὲ ἡ ἐκ τοῦ ὄντος
10εἰς τὸ μὴ ὄν), κατὰ ποσὸν δὲ αὔξησις καὶ μείωσις, κατὰ ποιὸν δὲ ἀλλοίω‐ σις λεύκανσις μέλανσις καὶ θέρμανσις καὶ αἱ κατὰ τὰς λοιπὰς ποιότητας κινήσεις, ἔτι δὲ καὶ ἡ κατὰ τόπον μεταβολή, ἣν καλοῦσι φοράν. εἰ τοίνυν ἡ γένεσις οὐσιώδης ἐστὶ μεταβολὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄγουσα καὶ ἡ ἀντικειμένη ἄρα ταύτῃ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄγουσα, καὶ
15αὕτη κατ’ οὐσίαν ἐστὶ μεταβολή· ὥστε ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκεί‐ μενον, οὐκ ἂν εἴη συμβεβηκὸς ἀλλὰ κατ’ οὐσίαν μεταβολή· ἐπειδὴ γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ ἀλλοίωσις μὲν οὐκ ἔστιν, οὐκ ἄνευ δὲ ἀλλοιώσεως γίνονται, ὅταν μὲν οὖν μετρία γένηται ἀλλοίωσις, θερμασία ἢ ψῦξις, ὥστε μὴ φθείρειν τὴν τοῦ ζῴου συμμετρίαν, συμβεβηκὸς ἡ τοιαύτη ποιότης
20ἐστίν, ἥτις καὶ ἀπογίνεται μὴ φθείρουσα τὸ ὑποκείμενον, ὅταν δὲ ἐπὶ πλεῖστον ἐκταθῇ, ὡς τὴν συμμετρίαν τῆς τοῦ ὑποκειμένου κράσεως φθεῖ‐ ραι, τότε λοιπὸν οὐκ ἔστιν ἀλλοίωσις τὸ τοιοῦτον οὐδὲ κατὰ συμβεβηκὸς μεταβολὴ ἀλλ’ αὐτῆς τῆς οὐσίας. ὥστε οὐ πᾶς πυρετὸς φθείρει τὸ ὑπο‐ κείμενον, ἀλλ’ ὁ ἄμετρος, ὃς οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ’ εἰς τὸ μὴ ὂν
25μεταβολή. Ἀποροῦσι δὲ καὶ περὶ τῆς φαλάκρας· φασὶ γὰρ φθείρειν τὸ ὑποκεί‐ μενον, τὰς τρίχας. ἰστέον τοίνυν, ὅτι οὐχ ὑπόκεινται τῇ φαλάκρᾳ αἱ τρί‐
χες ἀλλ’ ἡ κεφαλή, καὶ αὕτη οὐ φθείρεται.113

114

(1n)

Τὸ δὲ μέλαν εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἰ‐
2nθίοπι.
3 Καλῶς εἶπε τῷ κόρακι καὶ τῷ Αἰθίοπι· εἰσὶ γὰρ πολλὰ μέλανα, ἃ λευκαίνονται. εἶπον δὲ ὅτι καὶ τὰ ἀχώριστα συμβεβηκότα ἔστι χωρίσαι
5τῇ ἐπινοίᾳ, τὰς δὲ ἰδιαίτατα διαφορὰς οὐδὲ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ τὸν ἄν‐ θρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν, ἐπεὶ οὐδ’ ἂν εἴη ἄνθρωπος, οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου, ἐπεὶ οὐκέτι ἄγγελοί εἰσι.
8nΣυμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ
9nὑπάρχειν.
10 Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος ἀκριβεστέραν τῆς προ‐ τέρας· μᾶλλον γὰρ ἐφαρμόζει καὶ τοῖς ἀχωρίστοις τὸ εἰπεῖν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
13nἪ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε
14nἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον.
15 Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος δυναμένην καὶ ἐπὶ ταῖς τέσσαρσι φωναῖς ἀποδίδοσθαι, ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως· καὶ γὰρ γένος ἐστὶ ὃ μήτε εἶδός ἐστι μήτε διαφορὰ μήτε ἴδιον μήτε συμβεβη‐ κός, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ ἐκείνας οὕτως οὐχ ὡρίσατο, ἐπειδὴ ἄγνωστοι ἦσαν αἱ ἐφεξῆς φωναί, νῦν δὲ μετὰ τὸ πάσας διδάξαι εἰκότως
20οὕτως ὡρίσατο τὸ συμβεβηκός. ἐπειδὴ δὲ ἡ τῶν τεσσάρων ἀναίρεσις οὐ μόνον τὸ συμβεβηκὸς εἰσφέρει, ἀλλὰ καὶ τραγέλαφον καὶ ἄλλα πλεῖστα, προσέθηκεν ὅτι ἀεὶ δὲ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει.
23nἈεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον.
24Ἐπειδὴ εἶπε τί οὐκ ἔστιν (ἐξ ἀποφάσεως γὰρ ἐποιήσατο τὴν ὑπογρα‐114

115

φὴν εἰρηκὼς ὅτι οὔτε γένος ἐστὶν οὔτε τὰ λοιπά), καὶ τί ἐστι λέγει, ὅτι ἐν ὑποκειμένῳ ὑφίσταται.
3nΚοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι.
4Ἐν πᾶσι τοῖς πράγμασι τρία ταῦτα θεωροῦνται, οὐσία ταυτότης ἑτε‐
5ρότης. οὐσίαν λέγω οὐ τὴν ἀντικειμένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν ἑκά‐ στου ὕπαρξιν, διὸ καὶ ὄντα λέγεται. ἔχει δὲ καὶ ταυτότητα· ἐπεὶ γὰρ μία τῶν πάντων ἀρχή, ἀνάγκη τὰ πάντα κοινωνίαν τινὰ ἔχειν πρὸς ἄλληλα. πάλιν ἐπειδὴ καὶ πολλά ἐστι πάντα τὰ ὄντα, ἀνάγκη καὶ ἑτερότητά τινα ἔχειν, ἵνα καὶ πολλὰ ᾖ· ὅπου γάρ τι πλῆθος, ἐκεῖ καὶ ἑτερότης. δεῖ
10οὖν καὶ ἐπὶ τῶν προκειμένων πέντε ζητεῖν οὐσίαν ταυτότητα καὶ ἑτερότητα. ἀλλὰ περὶ τῆς οὐσίας ἤδη προείρηται (ἔφη γὰρ τὴν ὕπαρξιν αὐτῶν)· περὶ δὲ τῆς ταυτότητος καὶ ἑτερότητος νῦν λέγει, κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσι. καὶ δύνανται μὲν οἱ εὐφυεστέρως διακείμενοι ἐκ τῶν ἤδη ῥηθέντων τούτοις ἐπιστῆσαι, ἀλλ’ ἐπειδὴ τὸ βιβλίον πρός τινα τῶν ἐπι‐
15πολαιοτέρων γράφει (τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐπιπόλαια τῶν θεωρημά‐ των πρὸς αὐτὸν γράφειν), αὐτὸς ἐκ τῶν ῥηθέντων ἐκλεξάμενος ταῦτα λέγει. καὶ πρότερον μὲν λέγει τὰ κοινὰ παρὰ πᾶσι παρακολουθοῦντα, ἵν’ ἓν ἕκα‐ στον λοιπὸν παραβάλλῃ πρὸς τὰ λοιπὰ τέσσαρα καὶ λέγῃ κατὰ τί μὲν κοινωνοῦσι, κατὰ τί δὲ διαφέρουσιν.
20 Ἰστέον δὲ ὅτι εἰ ὅρων τινῶν ὁπωσοῦν ὑποκειμένων θελήσομεν μαθεῖν, πόσας ποιοῦσιν οὗτοι διαφορὰς τῶν πρὸς ἀλλήλους συμπλοκῶν, μεθόδῳ τοιαύτῃ ὀφείλομεν χρήσασθαι· δεῖ γὰρ λαμβάνειν τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ πολυπλασιάζειν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον καὶ τὸν γενό‐ μενον μερίζειν δίχα, καὶ τοσαύτας συμπλοκὰς λέγειν γίνεσθαι. οἷον πέντε
25εἰσὶν αἱ φωναὶ αἱ νῦν συγκρινόμεναι πρὸς ἀλλήλας· λαβὲ τὸν μονάδι ἐλάτ‐
τονα τοῦ πέντε τὸν τέσσαρα καὶ ποίησον τετράκις πέντε, καὶ γίνονται115

116

εἴκοσι· τούτων λαβὲ τὸ ἥμισυ, ὅπερ ἐστὶ δέκα, καὶ τοσαύτας λέγε γίνεσθαι τῶν πέντε τὰς πρὸς ἀλλήλας συμπλοκάς τε καὶ συγκρίσεις. λαμβάνομεν δὲ τὸν μονάδι ἐλάσσονα, ἐπειδὴ αὐτό τι πρὸς αὑτὸ οὐδὲν παραβάλλεται, ἀλλὰ ἄλλο πρὸς ἄλλο. πρὸς ἀλλήλους δὲ πολυπλασιάζομεν, ἐπειδὴ τὴν
5πρὸς ἄλληλα παραβολὴν ζητοῦμεν. τοῦ δὲ γενομένου ἀριθμοῦ λαμβάνομεν τὸ ἥμισυ, ἐπειδὴ ἐκ τοῦ γενομένου πολλαπλασιασμοῦ συμβαίνει δὶς τὰ αὐτὰ πρὸς ἄλληλα παραβάλλεσθαι· ἕκαστον γὰρ τῶν πέντε πρὸς τὰ λοιπὰ τέσ‐ σαρα πολλαπλασιάζεται, οἷον τὸ γένος πρὸς τὰ ἐφεξῆς τέσσαρα καὶ πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὰ λοιπὰ τρία, καὶ συμβαίνει δὶς τὴν αὐτὴν
10ἑκάστου παραβολὴν ποιεῖσθαι. διὰ τοῦτο οὖν τοῦ γενομένου ἀριθμοῦ τὸ ἥμισυ λαμβάνομεν.
12nἈλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύ‐
13nτερον λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα.
14Πάνυ ἀναγκαῖον ἐν τούτοις ὁ Πορφύριος λέγει· φησὶ γάρ· καὶ τὰ γένη
15καὶ αἱ διαφοραὶ κατηγοροῦνται τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ ζῷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν εἰδῶν κατηγοροῦνται, κατὰ δὲ δεύτερον λόγον διὰ ταῦτα καὶ τῶν ἀτόμων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ζῷον, καὶ ὁ Σωκράτης ζῷον, καὶ ἐπειδὴ ὁ ἄνθρωπος λογικόν, καὶ ὁ Σωκράτης λογικόν. κατηγορεῖται δὲ καὶ τὰ ἴδια καὶ τὰ
20συμβεβηκότα καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ γελαστικὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης καὶ λευκὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν εἰδῶν· οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος (ὁ γὰρ καθόλου ἄνθρωπος ἀσώματός ἐστι καὶ
25οὐχ ὑπάρχει γελαστικός), ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι116

117

γελαστικούς. καθόλου δὲ περὶ τῶν ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς λέγει.
3nΚοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν
4nεἰδῶν.
5 Μετὰ τὸ τὰς πέντε ὁμοῦ παραβαλεῖν ἀλλήλαις καὶ εἰπεῖν, κατὰ τί μὲν κοινωνοῦσι κατὰ τί δὲ διαφέρουσι, βούλεται λαβεῖν ἓν ἕκαστον αὐτῶν καὶ παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ δεῖξαι, κατὰ τί μὲν κοινωνεῖ τὸ ἓν τῶν πολλῶν καὶ τοῖς τέσσαρσι κατὰ τί δὲ διαφέρει.
9nΚοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν
10nεἰδῶν.
11 Νῦν ἓν ἕκαστον λαμβάνει καὶ παραβάλλει πρὸς ἕκαστον τῶν λοιπῶν ἰδίᾳ καθ’ ἕν. καὶ πρῶτον τὸ γένος παραβάλλει πρὸς τὴν διαφορὰν καὶ λέγει, κατὰ τί τε κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσιν.
14nὍσα τε κατηγορεῖται τοῦ γένους ὡς γένους.
15 Ὅσα γὰρ κατηγορεῖται τοῦ ζῴου, ταῦτα καὶ τῶν μετὰ τὸ ζῷον εἰδῶν καὶ ἀτόμων. ὁμοίως καὶ ἐπὶ τῆς διαφορᾶς. ἆρα οὖν ἐπειδὴ τοῦ ζῴου κατηγορεῖται τὸ γένος (λέγομεν γὰρ τὸ ζῷον γένος), διὰ τοῦτο καὶ εἴδους καὶ ἀτόμου κατηγορηθήσεται; εἰ γὰρ τοῦτο, καὶ ἄνθρωπος καὶ ὁ Σωκρά‐ της γένος, ὅπερ οὐκ ἔστι, καὶ ἐπειδὴ τὸ γένος δισύλλαβον, ἄρα καὶ ὁ ἄν‐
20θρωπος. ῥητέον τοίνυν, ὅτι διὰ τοῦτο κοινῶς ὁ Πορφύριος προσέθηκε τὸ ὡς γένους ἀντὶ τοῦ ὡς πράγματος· οὐ γὰρ ὡς σχέσιν ἔχοντος· τὸ γὰρ γένος καὶ τὸ δισύλλαβον καὶ ὅσα τοιαῦτα τὴν σχέσιν τοῦ ζῴου δηλοῖ. ὅσα οὖν τοῦ ζῴου ὡς ζῴου κατηγορεῖται (τοῦτο γὰρ αὐτὸ δηλοῖ τὸ ὡς γένους), ταῦτα πάντως καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγορεῖται. τὸ δὲ γένος
25τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ σχετικῶς· λέγεται γὰρ οὐ μόνον τὸ ζῷον γένος τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, ἀλλὰ
καὶ τὸ χρῶμα γένος λευκοῦ καὶ μέλανος καὶ τῶν ἄλλων. ὁμοίως καὶ ἐν117

118

ταῖς ἄλλαις κατηγορίαις εὑρήσεις. ὥστε τὸ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό, καὶ διὰ τοῦτο οὐ κατηγορηθήσεται κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς διαφορᾶς λόγος, ὅτι ὅσα τῆς διαφορᾶς ὡς διαφορᾶς, καὶ οὐ
5σχέσιν δηλοῦντα κατηγορεῖται, τοσαῦτα καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν πάντων.
6nΚοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος.
7 Δύο κανόνες εἰσὶ τῶν φύσει προτέρων, τό τε συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ, καὶ τὸ συνεισφέρεσθαι μὲν μὴ συνεισφέρειν δέ.
9nἼδιον δὲ τοῦ γένους καὶ τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι
10nἤπερ ἡ διαφορ.
11 Εἰπὼν κατὰ τί κοινωνοῦσι τὸ γένος καὶ ἡ διαφορὰ νῦν λέγει κατὰ τί διαφέρουσιν ἀλλήλων. δεῖ δὲ τὰς διαφορὰς διχῶς λαμβάνειν ἐνταῦθα· εἴρηται γὰρ ὅτι αἱ διαφοραὶ διχῶς θεωροῦνται, ἢ ὡς συστατικαὶ καὶ συμ‐ πληρωτικαὶ τῶν εἰδῶν ἢ ὡς διαιρετικαὶ τῶν γενῶν. δεῖ οὖν φησι διαφορὰς
15λαμβάνειν οὐ τὰς συστατικάς (ἐκεῖναι γὰρ οὐκέτι ὡς γενῶν εἰσι διαφοραὶ ἀλλ’ ὡς εἰδῶν), δεῖ οὖν τὰς διαιρετικὰς λαμβάνειν· αὗται γάρ εἰσι τῶν γενῶν. καὶ ἁπλῶς δεῖ τὰς διαιρετικὰς λαμβάνειν· τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.
19nΚαὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων.
20 Καὶ μὴν τὸ συμβεβηκὸς ἐπὶ πλειόνων τοῦ γένους παραλαμβάνεται· τὸ γὰρ μέλαν, εἰ τύχοι, οὐκ ἐπὶ ζῴων μόνον, ἀλλὰ καὶ ἐπὶ ἀψύχων. πῶς οὖν ἐπ’ ἔλαττον; φαμὲν ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος οἷον τὸ συμβεβηκὸς τὸ ἐν ζῴοις ἐπ’ ἔλαττον τοῦ ζῴου· τὸ γὰρ μέλαν οὐ πᾶσι τοῖς ζῴοις ὑπάρχει,
καὶ τὸ ἐν φυτοῖς ἐπ’ ἔλαττον τοῦ φυτοῦ.118

119

(1n)

Ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει.
2 Εἴρηται γὰρ ἤδη κατὰ τοὺς Περιπατητικοὺς ὅτι αἱ διαφοραὶ δυνάμει εἰσὶν ἐν τοῖς γένεσι πρότεραι τῶν ὑπ’ αὐτὰ εἰδῶν.
4nἜτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος.
5 Ἑτέρα διαφορὰ γένους καὶ διαφορᾶς· τὸ μὲν γὰρ ἕν ἐστιν, αἱ δὲ πλείους καθ’ ἕκαστον εἶδος.
7nΚαὶ τὸ μὲν γένος ἔοικεν ὕλ.
8 Ἤδη εἴρηται ὅτι τὸ ἐν τοῖς πολλοῖς γένος καὶ μάλιστα τὸ φυσικὸν ὕλῃ ἔοικεν, ἡ δὲ διαφορὰ εἴδει.
10nΠροσόντων δὲ καὶ ἄλλων κοινῶν.
11 Φησὶν ὅτι καὶ ἄλλα μέν ἐστιν αὐτοῖς κοινὰ καὶ ἴδια, ὅμως δὲ ἀρκεῖ ταῦτα. ἔστι δὲ κοινὸν αὐτοῖς καὶ τὸ οὐσιῶδες· ὥσπερ γὰρ οὐσιῶδες τὸ γένος, οὕτως καὶ ἡ διαφορά. κοινὸν αὐτῶν καὶ τὸ συνωνύμως κατηγορεῖ‐ σθαι· ὥσπερ γὰρ τὸ γένος τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται, οὕτω
15καὶ ἡ διαφορά. ἔστι δὲ καὶ ἴδιον ἑκάστῳ παρὰ τὰ εἰρημένα, ὅτι τὸ μὲν γένος οἷον τὸ ζῷον μετ’ ἄλλου γένους οὐ συμπλέκεται πρὸς τὸ συμπλη‐ ρῶσαί τι, αἱ δὲ διαφοραὶ συμπλέκονται καὶ ποιοῦσί τι· τὸ γὰρ λογικὸν μετὰ τοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ καὶ τῶν τοιούτων συμπλέ‐ κεται καὶ συμπληροῖ τὸν ἄνθρωπον.
20nΓένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων,
21nὡς εἴρηται, κατηγορεῖσθαι.
22Παραβαλὼν τὸ γένος πρὸς τὴν διαφορὰν καὶ εἰπὼν κατὰ τί μὲν κοινω‐119

120

νοῦσι κατὰ τί δὲ διαφέρουσι, νῦν παραβάλλει τὸ γένος πρὸς τὸ εἶδος καὶ λέγει, τί κοινὸν ἔχουσιν.
3nΕἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος.
4Καλῶς τὸ ὡς εἶδος ἐτέθη, ἵνα μὴ τὸ εἰδικώτατον λάβῃς (τοῦτο
5γὰρ οὐκέτι κατὰ πλειόνων κατηγορεῖται) ἢ τὸ ὑπάλληλον· ὡς ὑπάλληλον γὰρ καὶ εἶδος καὶ γένος ἐστὶ τῶν μετὰ ταῦτα καὶ εὑρίσκεται πάλιν γένος. ἀλλ’ εἰ καὶ ὑπάλληλόν ἐστιν, ὡς εἶδος αὐτὸ λάβε καὶ μηκέτι ὡς γένος, ἵνα σύγκρισιν ποιήσῃς εἴδους καὶ γένους καὶ μὴ γενῶν ἀμφοτέρων.
9nΚοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι.
10 Διὰ τοῦτο προέταξε τὸ κοινὸν τὸ λέγον κατὰ πλειόνων κατηγορεῖ‐ σθαι, ἵνα εἴπῃ καὶ πρότερόν ἐστιν ἐκείνων ὧν κατηγορεῖται.
12nἜτι τὰ γένη προϋποκεῖσθαι δε.
13 Τὸ γὰρ ζῷον, ὡς εἴρηται, ὡς ὕλη προϋπέστρωται καὶ προσλαβὸν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον· ἔστι τὸ μὲν ζῷον γένος ὁ δὲ
15ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρό‐ τερος μὲν ὁ λέγων πρῶτον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρω‐ πος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος
20τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη,
25συνεισφέρει καὶ τὸ γένος.120

121

(1n)

Τὰ δὲ εἴδη τῶν γενῶν πλεονάζει.
2Τὰ γὰρ εἴδη ἔχει τὰς συμπληρωτικὰς αὐτῶν διαφορὰς ἐνεργείᾳ.
3nΓένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν.
4Παραβαλὼν πρὸς τὸ εἶδος τὸ γένος νῦν παραβάλλει αὐτὸ πρὸς τὸ
5ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἰ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν.
8nΚοινὸν δὲ καὶ τὸ συνωνύμως.
9Ἰδοὺ διὰ ταύτην τὴν συγγένειαν ἐλέγομεν ἐν μεταιχμίῳ εἶναι τὸ ἴδιον
10τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι.
11nΔιαφέρουσι δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ
12nτὸ ἴδιον.
13 Εἰπὼν κατὰ τί κοινωνοῦσιν ἀλλήλοις, νῦν λέγει καὶ κατὰ τί διαφέρουσι. πρότερον δὲ λέγεται οὐ τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει.
15nΤὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ ὧν ἐστιν ἴδια.
16 Ἀναιρουμένων γὰρ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ ἴδια διὰ μέσου τῶν εἰδῶν· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου συναναιρεῖται τὸ γελαστικόν. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀναιρουμένων τῶν εἰδῶν ἀναιρεῖται καὶ τὰ ἴδια, ἀναιρουμένων δὲ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ εἴδη, πολλῷ μᾶλλον ἀναι‐
20ρουμένων τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.121

122

(1n)

Διαφέρει δὲ γένος συμβεβηκότος.
2 Τῶν πλεῖστον ἀλλήλων διαφερόντων, ὡς ἔχει τὸ γένος καὶ τὸ συμ‐ βεβηκός, τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές, ἐπειδὴ ὀλίγη ἡ κοινωνία, τὴν δὲ διαφορὰν ῥᾴδιον (τὰ γὰρ πολὺ διεστηκότα ἐν πολλοῖς ἑαυτῶν διαφέρου‐
5σιν), ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων τὴν μὲν διαφορὰν εἰπεῖν δυσχερές, τὴν δὲ κοινωνίαν εὐχερές, οἷον τὴν μὲν κοινωνίαν λύκου καὶ κυνὸς καὶ ἵππου εἰπεῖν καὶ φάττης καὶ περιστερᾶς εὐχερές, τὴν δὲ δια‐ φορὰν οὐ ῥᾴδιον. πάλιν κατὰ τί μὲν διαφέρει ὁ ἄνθρωπος μύρμηκος εὐχερὲς εἰπεῖν, κατὰ τί δὲ κοινωνοῦσι δυσχερές. καὶ ἁπλῶς τὰ μὲν πόρρω
10ἀπ’ ἀλλήλων ὄντα καὶ πολὺ διεστηκότα κοινωνίαν μὲν ὀλιγοστὴν ἔχει, πλείστην δὲ διαφοράν, τὰ δὲ μὴ πολὺ διεστηκότα ἀλλὰ πλησιάζοντα ἀλλή‐ λοις ὀλιγοστὴν μὲν κέκτηται τὴν διαφοράν, πολλὴν δὲ τὴν κοινωνίαν. ἐπεὶ οὖν τὸ γένος τοῦτο καὶ τὸ συμβεβηκὸς πλεῖστον ἀλλήλων ἀπέχουσιν, ὀλι‐ γοστὴ μὲν αὐτῶν ἡ κοινωνία, πολλὴ δ’ ἡ διαφορά, ὅθεν καὶ μίαν μόνην
15αὐτῶν κοινωνίαν ἐξέθετο ὁ Πορφύριος, ἑτερότητας δὲ πλείονας.
16nἘπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμβεβηκό‐
17nτων μέθεξις.
18 Ἄνθρωπος γὰρ καὶ ἵππος καὶ τὰ ἄλλα εἴδη ὁμοίως τοῦ ζῴου μετέχει (ὁμοίως γάρ ἐστι ζῷα), τὰ δὲ σώματα οὐχ ὁμοίως μετέχει τοῦ λευκοῦ ἢ
20τοῦ μέλανος· λέγεται γὰρ μᾶλλον καὶ ἧττον εἶναι λευκὸν καὶ μέλαν.
21nΤὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει.
22 Βούλεται ὁ Πορφύριος ἐνταῦθα δεῖξαι, πόσαι γίνονται σχέσεις ἐκ τῆς πρὸς ἄλληλα παραβολῆς τῶν πέντε· ἔφη γὰρ ὅτι γίνονται σχέσεις οὐχ ὡς ἄν τις ὑπολάβοι εἴκοσι διὰ τὸ δὶς ἕκαστον τῶν πέντε παραβαλεῖν πρὸς τὰ
25λοιπὰ τέσσαρα καὶ παραδίδωσι τὴν μέθοδον, ἣν ἤδη προεξεθέμεθα, δι’ ἧς εὑρίσκομεν πόσαι γίνονται σχέσεις τῶν προκειμένων ὅρων ἐκ τῆς πρὸς
ἀλλήλους παραβολῆς. φησὶ γάρ, ὡς ἤδη παρ’ ἡμῶν λέλεκται, ὅτι δεῖ τὸν122

123

προτεθέντα τῶν ὅρων ἀριθμὸν πολλαπλασιάζειν ἐπὶ τὸν μονάδι ἐλάττονα καὶ τῶν γινομένων λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας λέγειν γίνεσθαι τὰς σχέ‐ σεις· οἷον ἐπὶ τῶν προκειμένων πέντε δεῖ πολλαπλασιάσαι τὸν πέντε ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τέσσαρα, καὶ γίνονται εἴκοσιν· εἶτα
5τούτων τὸ ἥμισυ· γίνονται δέκα. τοσαῦτα ἄρα τῶν πέντε γίνονται αἱ πρὸς ἄλληλα σχέσεις. ἡ δὲ αἰτία, δι’ ἣν τὸν τρόπον τοῦτον ποιοῦμεν, ἔστιν αὕτη· δεῖ ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν· διὰ τοῦτο οὖν πεντάκις ποιοῦμεν τὰ τέσσαρα, καὶ γίνονται σχέσεις εἴκοσιν. ἐπεὶ δὲ συμβαίνει δὶς τὰς αὐτὰς σχέσεις περιλαμβάνειν, διὰ τοῦτο ποιοῦμεν
10τὸ ἥμισυ· παραβάλλοντες γὰρ τὸ γένος πρὸς τὰ λοιπὰ τέσσαρα δῆλον ὅτι καὶ πρὸς τὴν διαφορὰν αὐτὸ παραβάλλομεν· ἐὰν οὖν τὴν διαφορὰν πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλωμεν, συμβαίνει δὶς ἡμᾶς τὸ γένος πρὸς τὴν δια‐ φορὰν παραβάλλειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἔστι δὲ καὶ ἄλλος κανών, καθ’ ὃν μανθάνομεν πόσαι σχέσεις γίνονται τῶν προτεθέντων ὅρων·
15ἐὰν γὰρ ὦσί τινες ὅροι καὶ προστεθῶσιν ἑτέροις, καθ’ ἕκαστον ὅρον τοσαῦται προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. οἷον τοῦ πρώτου σχέσις οὐκ ἔστιν, ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, γίνεται μία σχέσις, ἐπειδὴ εἷς ἦν ὅρος ὁ προκείμενος. πάλιν κἂν ἕτερος προστεθῇ, δύο προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. γίνονται οὖν ἅπασαι τρεῖς σχέσεις.
20ἐὰν δὲ ἕτερος ὅρος προστεθῇ, τρεῖς προστίθενται σχέσεις, καὶ γίνονται αἱ πᾶσαι σχέσεις ἕξ. ἐὰν δὲ ἄλλος ὅρος προστεθῇ, τέσσαρες προστίθενται σχέσεις, ὥστε γενέσθαι τῶν πέντε ὅρων τὰς πάσας σχέσεις δέκα. καὶ ἄλλως δέ· ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν δεῖ· τὸ γένος οὖν πρὸς τὰ λοιπὰ τέσσαρα παραβαλλόμενον ποιεῖ σχέσεις τέσσα‐
25ρας, ἡ δὲ διαφορὰ πρὸς μὲν τὸ γένος ἤδη παραβέβληται, ὅτε τὸ γένος παρέβαλλον (ταὐτὸν γάρ ἐστι), πρὸς δὲ τὰ λοιπὰ τρία παραβαλλομένη ποιεῖ σχέσεις τρεῖς, ὥστε γίνεσθαι ἑπτά. πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὴν διαφορὰν ἤδη παραβέβληται, ὥστε κἀκεῖνα πρὸς τοῦτο, πρὸς δὲ τὰ λοιπὰ
δύο παραβαλλόμενον ποιεῖ σχέσεις δύο, ὡς γίνεσθαι ἐννέα σχέσεις. πάλιν123

124

τὸ ἴδιον πρὸς μὲν τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος ἤδη παραβέβλη‐ ται, πρὸς δὲ τὸ συμβεβηκὸς παραβαλλόμενον ποιεῖ μίαν σχέσιν, ὥστε πάσας γίνεσθαι δέκα. τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι· ἤδη γὰρ πρὸς πάντα παραβέβληται, ὅτε ἐκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. δῆλον
5οὖν ὅτι πᾶσαι αἱ σχέσεις γίνονται τέσσαρες, τρεῖς, δύο, μία, τοῦ μὲν γένους τέσσαρες, τῆς δὲ διαφορᾶς τρεῖς, τοῦ δὲ εἴδους δύο, τοῦ δὲ ἰδίου μία, ὥστε αἱ πᾶσαι γίνονται δέκα. [καὶ τὸ ἴδιον οὐκέτι παραβέβληται πρὸς τὸ γένος, ἤδη γὰρ παραβέβληται, ὅτε τὸ γένος πρὸς αὐτό.]
9nΛοιπὸν δὲ πῇ διαφέρει τοῦ εἴδους.
10 Ἡ αὐτὴ γάρ ἐστιν σχέσις τοῦ γένους πρὸς τὴν διαφορὰν καὶ τῆς δια‐ φορᾶς πρὸς τὸ γένος τῆς τε διαφορᾶς καὶ κοινωνίας αὐτῶν καὶ οὐκέτι πρὸς τὸ γένος παραβάλλεται, ἀλλὰ πρὸς τὰ μετ’ αὐτήν.
13nΚοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους.
14Μέτεισιν ἐπὶ τὰ κοινὰ καὶ ἴδια διαφορᾶς καὶ εἴδους καὶ τῶν λοιπῶν,
15καὶ ἐπὶ αὐτοῖς καταπαύει τὸν λόγον.
16nἼδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατη‐
17nγορεῖσθαι.
18 Καὶ ὅπερ ἄν τις ἠπόρησεν, αὐτὸς φθάσας ἐπιλύεται· φησὶ γάρ, διὰ τί τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν
20τί ἐστι, καίτοι καὶ ὁ ἄνθρωπος ποῖόν τι ζῷον λέγεται· φαμὲν γάρ, τί124

125

ἐστι Σωκράτης, ζῷον, ποῖον ζῷον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται. φησὶ τοίνυν ὅτι τὸ εἶδος ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν· τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν, τὸ δὲ ἐν τῷ ὁποῖον ἐκ τῶν
5διαφορῶν· ποῖον γὰρ ζῷον ἐρωτηθέντες λέγομεν λογικὸν θνητόν. ὥστε καθ’ ἑαυτὰς μὲν αἱ διαφοραὶ τὸ ποῖον ἔχουσι, τὰ δὲ εἴδη διὰ τὰς δια‐ φοράς.
8nΤίς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν.
9Τὸ μὲν γὰρ ἁπλῶς λογικὸν συντεθὲν τῷ ἁπλῶς θνητῷ ποιεῖ ἄνθρω‐
10πον, ὁ δὲ καθόλου ἄνθρωπος συντεθεὶς μετὰ ἄλλου τινὸς οὐδὲν ἀποτελεῖ. εἰ δὲ γίνεται ἡμίονος ἐξ ἵππου καὶ ὄνου, οὐκέτι ἐκ τῶν καθόλου ἀλλ’ ἐκ τῶν μερικῶν· ὅδε γὰρ ὁ ἵππος προσελθὼν τῷ ὄνῳ ποιεῖ ἡμίονον. καὶ ἄλλως· αἱ μὲν διαφοραὶ συνιοῦσαι εἰς ἑνὸς εἴδους γένεσιν οὐδὲν ὑπ’ ἀλλή‐ λων παθοῦσαι ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει, οἷον συνῆλθον εἰς ἑνὸς
15εἴδους γένεσιν τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐκ ἐβλάβησαν ὑπό τινος τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτελέσαντες ἡμίονον διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἄτομα οὐδὲ τὴν φύσιν τὴν ἑαυτῶν εἰλικρινῆ ἐφύλαξαν ἐν τῇ ἡμιόνῳ· ἄλλο γάρ τι παρ’ ἀμφοτέροις τῆς ἑκάστου οὐσίας φθαρείσης γέγονεν. ὥστε
20εἶδος εἴδει οὐ συνέρχεται.
21nΤὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους ἐστίν.
22Τὸ παντὶ καὶ ἀεὶ καὶ μόνῳ ὑπάρχον.125

126

(1n)

Καὶ ἡ μὲν διαφορὰ ἀνεπίτατός ἐστιν.
2 Οὐδὲν γὰρ λογικοῦ ἐστι μᾶλλον λογικὸν ἢ ἧττον, μέλαν δὲ μέλανος μᾶλλον καὶ ἧττον λέγοιμεν. εἰ δὲ λογικώτερον ἄλλο ἄλλου, μᾶλλον καὶ ἧττον λέγομεν, ἀλλ’ ἕτερόν τι σημαίνομεν διὰ τοῦ λογικοῦ ἐνταῦθα· οὐδὲ
5γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ἐν μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς.
7nἈμιγεῖς μὲν αἱ ἐναντίαι διαφορα.
8 Τὸ γὰρ λογικὸν καὶ ἄλογον οὐ συμπλέκεται, μέλαν δὲ καὶ λευκὸν κεραννύμενα ποιεῖ τὸ φαιόν.
10Τὸ δὲ γελαστικὸν κατὰ τὸ πεφυκέναι γελᾶν λέγεται.126

127

(1n)

Καὶ τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι.
2Οἷον τὸ ζῷον εἶδος τοῦ ἐμψύχου, γένος δέ ἐστιν ἀνθρώπου καὶ ἵππου.
3nΚαὶ τὸ μὲν εἶδος προϋφέστηκε τοῦ ἰδίου.
4Πρότερον γὰρ δεῖ εἶναι τὸν ἄνθρωπον, εἶθ’ οὕτως γελαστικόν.
5nΚαὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμ‐
6nβεβηκότων δὲ πλειόνων.
7Οἷον Σωκράτης ἑνὸς μὲν εἴδους μετέχει τοῦ ἀνθρώπου, συμβεβηκότων
δὲ πλειόνων, οἷον γρυπότητος, μελανίας, λευκότητος.127

128

(1n)

Καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης.
2Ὁμοίως γὰρ ἄνθρωπος ὁ Σωκράτης καὶ ὁ Πλάτων, οὐχ ὁμοίως δὲ
μέλανες ἢ λευκοί.128