TLG 4015 011 :: JOANNES PHILOPONUS :: De opificio mundi

JOANNES PHILOPONUS Phil., Discipulus Ammonii filii Hermiae Neoplatonicus, vel Philoponus vel Joannes Grammaticus
(Alexandrinus: A.D. 6)

De opificio mundi

Source: Reichardt, W. (ed.), Joannis Philoponi de opificio mundi libri vii. Leipzig: Teubner, 1897: 1–308.

Citation: Page — (line)

Opif
.

1

(1t)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ
2tΤΩΝ ΕΙΣ ΤΗΝ ΜΩΥΣΕΩΣ
3tΚΟΣΜΟΓΟΝΙΑΝ ΕΞΗΓΗΤΙΚΩΝ
4tλόγος πρῶτος.
5tΠροοίμιον.
6 Πολὺς μὲν ἐμοὶ περὶ τῆς τοῦ κόσμου γενέσεως ἐν πολλαῖς πραγματείαις διήνυσται λόγος, τούς τε ποι‐ κίλους τῶν συλλογισμῶν καὶ δυσδιεξόδους ἀνελίσσοντι λαβυρίνθους, δι’ ὧν οἱ ἐκ τῆς σεμνῆς φιλοσοφίας μὴ
10γεγονέναι τουτονὶ τὸν κόσμον δεικνύειν ἔδοξαν, ὡς κινδυνεύειν ἐντεῦθεν μηδ’ ὅλως αὐτοῦ δημιουργὸν εἶναι πιστεύειν θεόν, εἰ μὴ τοῦτον οὐκ ὄντα παρή‐ γαγε· δέδειχα δὲ καὶ ὡς ἀρχὴν ἔχει τοῦ εἶναι, πλείο‐ σιν ἐπιβολαῖς τοῦτο συλλογισάμενος. πολλοὶ δὲ διὰ
15ταῦτα συνεχῶς ἡμῖν ἠνώχλουν ἠρέμα πως καὶ ὑπω‐ νείδιζον, ὡς τῶν ἐξωτερικῶν μὲν λόγων πρὸς ἔλεγχον διηγώνισταί μοι τάχα που καὶ πέρα δυνάμεως, τῶν
δὲ τοῦ μεγάλου Μωϋσέως περὶ τῆς τοῦ κόσμου παρα‐1
Opif
.

2

γωγῆς θεόθεν ἡκόντων ἀμελήσαιμι ῥημάτων, περιελκο‐ μένων οὐκ ἀνεκτῶς ὑπὸ τῶν ἐπεσκέφθαι τοῦ παντὸς φρυαττομένων τὴν διακόσμησιν, ὡς οὐ τοῖς φαινο‐ μένοις Μωϋσῆς πεφυσιολόγηκε σύμφωνα. μάλιστα δὲ
5σύ, τιμιωτάτη μοι κεφαλή, Σέργιε, καὶ τῶν ἐν ἀρχιε‐ ρεῦσι θεοῦ τελούντων μέγιστον ἐγκαλλώπισμα, πολὺς ἐπέκεισο προτρέπων, μονονουχὶ καὶ βιαζόμενος, τὰ εἰς ἐμὴν συνεισφέρειν τῷ πράγματι δύναμιν. συνεργὸς δέ σοι τοῦ σπουδάσματος ἦν ὁ γνώριμος τοῦ γένους
10οὐκ ἐλάττων τὴν θεοσέβειαν Ἀθανάσιος, οἷα σκύμνος τῷ εἰς ἀρετὴν θρεψαμένῳ συμπαραθέων. πολιὸς δὲ νοῦς ἐν ἀσκήσει λόγων αἰδέσιμον ποιεῖ νεότητα.
13tαʹ. Τίς ὁ τῆς προκειμένης πραγματείας σκοπὸς
14tκαὶ τίς ἐν τῷ περὶ τῆς τοῦ κόσμου γενέσεως
15tσυγγράμματι τῷ Μωϋσεῖ πρόθεσις.
16 Πολλαὶ μὲν οὖν εἰς τὴν πραγματείαν ἐκείνην ὑπὸ πολλῶν οὐκ ἄκομψοι σπουδαὶ κατεβλήθησαν καὶ μά‐ λιστα Βασιλείῳ τῷ πάνυ, θείᾳ τε καὶ ἀνθρωπίνῃ πάσῃ κεκοσμημένῳ σοφίᾳ. ἐπειδὴ δὲ τῶν αὐτῆς μερῶν ἔτι
20διαπορεῖταί τινα, οὔπω τοῖς φαινομένοις ὁμολογεῖν πιστευόμενα, παραλέλειπται δὲ Βασιλείῳ δικαίως ἐπ’ ἐκκλησίας τοὺς ἑαυτοῦ πρὸς ὠφέλειαν τοῦ πλήθους δημοσιεύοντι λόγους, ὡς τῇ ἰδιώτιδι καὶ ἀκοῇ καὶ διανοίᾳ μὴ σύμμετρα, ταῦτα πρὸς δύναμιν ἐγὼ συνερ‐
25γοῦντος θεοῦ ζητῆσαι πειράσομαι.2
Opif
.

3

Μηδεὶς δὲ τὰς περὶ φύσεως τεχνολογίας τοῖς ὕστε‐ ρον ἐπινοηθείσας τὴν Μωϋσέως ἀπαιτείτω συγγραφήν, οἷον τίνες αἱ ὑλικαὶ τῶν πραγμάτων ἀρχαί· πότερον μίαν ταύτην θετέον ἢ πλείους· καὶ εἰ πλείους, πόσαι
5τε καὶ τίνες· καὶ εἰ αἱ αὐταὶ πάντων ἢ ἄλλων ἄλλαι· τίς ἡ τῶν οὐρανίων οὐσία καὶ εἰ τῶν ὑπὸ σελήνην ἑτέρα καὶ εἰ ταῖς κινήσεσιν αὐτῶν ἡ οὐσία συνεξαλ‐ λάσσεται· καὶ ἁπλῶς εἰπεῖν ὅσα τοῖς περὶ ταῦτα δει‐ νοῖς περιείργασται, ὅτε καὶ ἐν πλείστοις διημάρτηται τὰ
10τοιαῦτα τοῖς φυσικοῖς, μήτε ἀλλήλοις ὡς εἰπεῖν συμπε‐ φωνηκόσι μήτε τοῖς πράγμασιν. οὐ γὰρ τοῦτο σκοπὸς τῷ θαυμασίῳ γέγονε Μωϋσεῖ, ἀλλ’ εἰς θεο‐ γνωσίαν ἀνθρώπους ἀγαγεῖν πρῶτος ὑπὸ θεοῦ προὐκε‐ χείριστο καὶ βίον διδάξαι ταύτῃ προσήκοντα· διόπερ
15ὅσα πρὸς τοῦτο συνετέλει, ταῦτα καὶ γέγραφεν, ὅτι δὴ τὸ μέγα τοῦτο τοῦ κόσμου καὶ λαμπρὸν δημιούρ‐ γημα οὔτε αὐτόματον ἔσχε τὴν ὕπαρξιν, οὔτε τῆς ἀνωτάτω καὶ θείας ἐστὶν οὐσίας, ἀλλ’ ὑπ’ ἐκείνης τῆς ἀοράτου καὶ δημιουργικῆς ἁπάντων ἀρχῆς πρὶν
20γενέσθαι μὴ ὂν εἰς τοῦτο δὴ τὸ φαινόμενον παρενή‐ νεκται κάλλος. Ψυχαῖς οὖν ἀναγώγοις παντελῶς καὶ πλέον σχε‐ δὸν τῶν φαινομένων ἐπισταμέναις οὐδὲν τὴν περὶ θεοῦ γνῶσιν ἐνθεῖναι βουλόμενος Μωϋσῆς ἐκ τῶν
25συνήθων καὶ γνωρίμων ἐπὶ τὴν ἔννοιαν αὐτὰς ἀνάγει τοῦ ἀοράτου θεοῦ, οἷον τεχνίτην τινὰ τῇ τῶν ὅλων
δημιουργίᾳ θεὸν ἐπιστήσας καὶ νῦν μὲν τοῦτο, ἄλλοτε3
Opif
.

4

δὲ ἄλλο, πρῶτόν τε καὶ δεύτερον γενέσθαι κελεύοντα καὶ ὁμοῦ τῷ προστάγματι τὸ κελευσθὲν παριστάμενον. τοῦτο δὲ ταῖς μὲν χαμαιζήλοις, ὡς εἶπον, ψυχαῖς με‐ γίστη πρὸς θεὸν χειραγωγίας ἐπίνοια, τὰς δὲ νοερὰς
5τῷ ὄντι καὶ εἰς ἔννοιαν ἤδη τῆς θείας ἀνηγμένας αἰ‐ τίας βλάψει μὲν τὸ παράπαν οὐδέν, ὠφελήσει δὲ τὰ μέγιστα. τὸ γὰρ ὁμοῦ τῷ εἰπεῖν τι γενέσθαι τὸν θεὸν εἰς ἔργον εὐθὺς ἐκβῆναι τὸ πρόσταγμα, τί ἕτε‐ ρον δίδωσιν ἐννοεῖν, ἢ τὸ ἅμα τῷ θελῆσαί τι γενέ‐
10σθαι τὸν πάντων αἴτιον ἀχρόνως εὐθὺς εἰς ἔργον ἐκ‐ βῆναι τὸ βούλημα; ‘διενοήθης γάρ‘, λόγιόν τί φησιν, ‘καὶ ἐγενήθησαν ἃ ἐνενοήθης καὶ παρέστησαν ἃ ἐβου‐ λεύσω‘. καὶ ἐν ψαλμοῖς ὁ Δαυίδ· ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν‘.
15tβʹ. Ὅτι καὶ Πλάτων ἐν τῇ διηγήσει τῆς τοῦ
16tκόσμου γενέσεως ἐμιμήσατο Μωϋσέα.
17 Καὶ θαυμαστὸν οὐδὲν τὸν ἀρχαιότατον Μωϋσέα τὴν δημιουργικὴν οὕτω τοῦ κόσμου τοῖς εἰσαγομένοις εἰς θεογνωσίαν ἄρτι διασκευάσαι διήγησιν, ὅτε καὶ
20Πλάτων τοὺς ἤδη φιλοσοφήσαντας τὴν ἐκ θεοῦ τοῦ παντὸς διδάσκων παραγωγὴν ἐν πολλοῖς μὲν καὶ ἄλ‐ λοις αὐτὸν ἐμιμήσατο, τῶν δὲ οὐρανίων γενομένων ἁπάντων αὐτὸν εἰσάγει τὸν δημιουργὸν οὕτως αὐτοῖς διαταττόμενον·
25‘Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε.4
Opif
.

5

θνητὰ ἔτι γένη λοιπὰ τρί’ ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει. δεῖ δὲ εἰ μέλλει τέλεος ἱκανῶς εἶναι. δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου
5μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει,
10θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν θελόντων ἕπεσθαι σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε, τρο‐ φήν τε διδόντες αὐξάνετε, καὶ φθίνοντα πάλιν δέ‐
15χεσθε‘. οὕτω μὲν οὖν τὸ τῆς φιλοσοφίας ἄνθος ὁ Πλάτων. Ὅσον δὲ τούτων μεγαλοπρεπέστερα τεθεολόγηκε Μωϋσῆς ἄκουε. ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶσ‘· καὶ ἐπὶ πάντων τὸ παραπλήσιον.
20πόσῳ ταῦτα τῶν Πλάτωνος ὑψηλότερα καὶ θεοπρεπέ‐ στερα; εἰ γὰρ τὸ ‘εἶπεν‘ μὴ φωνήν τινα καὶ ῥημάτων ψόφον νοεῖν δυνατόν—οὐδὲ γὰρ ἐπὶ τῆς τοῦ θεοῦ παρὰ Πλάτωνι δημηγορίας, ἣν ἀρτίως ἀνέγνωμεν—
τί ἕτερον διὰ τούτου δηλοῦν ἐθέλει τὸ λόγιον ἢ μό‐5
Opif
.

6

νον τῇ περὶ τοῦ γενέσθαι τῶν ὄντων ὁτιοῦν τοῦ θεοῦ βουλήσει σύνδρομον εὐθὺς ἀκολουθῆσαι τὸ ἔργον; μὴ οὖν ὡς εἶπον ἀστρονομεῖν τις ἀπαιτείτω Μωϋσέα ἢ τῶν φυσικῶν αἰτίας τεχνολογεῖν. οὐ γὰρ ταῦτα θεο‐
5λόγων ἐστὶ σκοπὸς οὐδὲ τῆς εἰς θεογνωσίαν ἀναγω‐ γῆς διδασκαλία, τῶν ἐπὶ μέρους δὲ τεχνιτῶν ἔργον· πρός τι γὰρ τέλος τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμον ἐπινενόηται πᾶσα τέχνη. Τὸ δὲ θεολογοῦντα τὰς ὑλικὰς τῶν γενομένων
10αἰτίας λεπτολογεῖν κινδυνεύειν οἶμαι τὴν εἰς θεὸν ὡς αἴτιον πάντων συντονίαν ἐκλύειν τῇ περὶ τὰς κάτω καὶ προσεχεῖς αἰτίας ζητήσει καὶ μάλιστα ταῖς παχυ‐ τέραις τῶν ψυχῶν καὶ προσηλωμέναις τοῖς σώμασιν. ζητείτω δὲ μόνον εἰ μὴ τοῖς φαινομένοις γέγραφε
15σύμφωνα. διόπερ εἴ πού τινας τῶν φυσικῶν ἢ τῶν ἐν ἀστρονομίᾳ διαφανῶν τῇ Μωϋσέως ἀντιπαραθείην γραφῇ ἢ τοῖς τοιούτοις θεωρήμασιν εἰς συνηγορίαν ἐκείνης χρήσομαι; μεμφέσθω μοι τῶν ἀπειροτέρων μη‐ δείς. αὐτὸ γὰρ δὴ τοῦτο δεῖξαι πρὸς δύναμιν τῇ παρ‐
20ούσῃ πραγματείᾳ σκοπός, ὡς οὐδὲν ἐν τῇ τοῦ προφή‐ του κοσμογονίᾳ τῇ διατάξει τοῦ παντός ἐστιν ἀσύμφω‐ νον, τοὐναντίον δὲ πολλὰ τῶν ὕστερον αἰτιολογηθέντων ὑπὸ τῶν φυσικῶν ἐκ τῶν Μωϋσεῖ γραφέντων εἴληφε τὴν ἀρχήν. εἴ τι δὲ τῶν εἰρημένων τοῖς πρεσβυτέροις
25ἐξηγηταῖς αὐτάρκως πιθανῶς εἰρῆσθαί μοι δόξει, τού‐
του μνησθεὶς [εἰς] ἐκείνοις τὸ εὑρεθὲν ἀνοίσω. οὐ6
Opif
.

7

γὰρ τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ἐναβρύνεσθαι δίκαιον. ἐπεὶ οὖν χρησίμως ἡμῖν ταῦτα προείρηται, ἐπ’ αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ προκείμενον.
4tγʹ. Ποσαχῶς ἡ ἀρχή, καὶ ποῖα μὲν αὐτῆς
5tσημαινόμενα παραληπτέον νῦν, ποῖα δὲ οὐ.
6 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Πολλὰ τὰ σημαινόμενα τῆς ἀρχῆς ὁ πολὺς ἀπαρι‐ θμεῖται Βασίλειος· καὶ πρῶτόν γε πάντων τὴν κατὰ
10χρόνον ἀρχήν. λέγω δὲ νῦν κατὰ χρόνον οὐχ οὗ τῆς γενέσεως προηγεῖται χρόνος ὡς ἡμῶν ἑκάστου ἀλλὰ τὸ πρῶτον τοῦ χρόνου νῦν, ἐν ᾧ τὸν οὐρανὸν καὶ τὴν γῆν παρήγαγεν ὁ θεὸς παντὸς χρονικοῦ χωρὶς διαστή‐ ματος. ἅπασα γὰρ ἀρχὴ ἑτέρα πάντως ἐστὶν οὗπερ
15ἀρχὴ λέγεται εἶναι, οἷον τῆς πηχυαίας φέρε γραμμῆς· τὸ πρῶτον αὐτῆς σημεῖόν ἐστιν ἀρχή, ὅπερ ἀμερές ἐστι παντελῶς. εἰ γὰρ βραχύ τι ταύτης ἀφέλοι τις μόριον, οὐκέτι ἔσται τοῦτο τῆς πηχυαίας γραμμῆς ἀρχή, ἀλλὰ μέρους αὐτῆς τοῦ μετὰ τὴν ἀφαίρεσιν ὑπο‐
20λειφθέντος. οὕτως οὖν καὶ ἡ τοῦ χρόνου ἀρχή, εἴτε ὅλου εἴτε μερικοῦ τινος, οἷον τῆς σήμερον, οὔπω χρό‐ νος· ὅταν γὰρ τοῦ πρώτου σημείου τοῦ ὑπὲρ γῆν ὁρίζοντος ὁ ἥλιος ἅψηται, τοῦτο τῆς ἡμέρας ἐστὶν ἀρχὴ οὐκ ὂν διάστημά τι καὶ μόριον τοῦ ἡμερησίου
25χρόνου. ὅλης γὰρ τῆς ἡμέρας τὴν ἀρχὴν ζητοῦμεν.7
Opif
.

8

Ὡς οὖν τὴν ἀρχὴν τῆς γραμμῆς σημεῖον καλοῦσιν οἱ περὶ ταῦτα σοφοὶ ἀδιάστατον καὶ ἀμερὲς ὂν οὐχὶ δὲ γραμμήν, οὕτω καὶ τὴν τοῦ χρόνου ἀρχὴν οὐ χρόνον ἀλλ’ αὐτὸ τοῦτο χρόνου ἀρχὴν ὃ προσαγορεύουσι νῦν.
5εἰ γὰρ καὶ τοῦτό τις βραχύν τινα νομίσειε χρόνον, οὐ‐ κέτι τὴν ἀρχὴν εἴληφε τοῦ ζητουμένου χρόνου, ἀλλὰ μόριον αὐτοῦ δέκατον τυχὸν ἢ ὁποσονοῦν. οὕτω τοί‐ νυν καὶ τοῦ ὅλου χρόνου τὸ πρῶτον νῦν ἀρχή ἐστιν ὅλης αὐτοῦ τῆς ὑποστάσεως, οὐκ ὂν οὔπω χρόνος.
10ἐπεὶ οὖν ὁ χρόνος μέτρον ἐστὶ τῆς τῶν οὐρανίων περιφορᾶς—ἡμέραι γὰρ καὶ μῆνες καὶ ἐνιαυτοὶ μέρη τοῦ χρόνου εἰσὶ καὶ οὐδέν ἐστιν ἕτερον παρὰ ταῦτα ὁ χρόνος, ἀλλ’ αὐτῶν εἰς ἑαυτὰ τῶν εἰρημένων ἀνα‐ κυκλουμένων ὁ χρόνος αὔξεται, καθ’ ὃν καὶ τὴν ἑκά‐
15στου γένεσιν ἀριθμοῦμεν—πρὶν δὲ οὐρανὸν γενέσθαι τούτων ἦν οὐδέν, οὐκ ἦν ἄρα χρόνος πρὶν οὐρανὸν ὑποστῆναι. Ἐπεὶ οὖν ἅμα οὐρανῷ συνυπέστησε τὸν χρόνον ὁ θεός, ἐν τῷ πρώτῳ δὲ καὶ ἀμερεῖ τοῦ χρόνου νῦν
20ὅπερ ἐστὶν ἡ τοῦ χρόνου ἀρχή, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεός, ταύτην εἶναί φησι Βασίλειος κατὰ χρόνον ἀρχὴν τῆς τῶν εἰρημένων γενέσεως, τὴν ἀκαριαίαν καὶ ἀδιάστατον. ἐντεῦθεν ὁρμηθεὶς ὁ Πλά‐ των τὸ ‘χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε‘ κάλλιστα
25γέγραφεν ‘ἵν’ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν8
Opif
.

9

ποτε λύσις τις αὐτῶν γένηται.‘ μία μὲν οὖν σημασία τῆς ἀρχῆς, ἐν ᾗ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεὸς αὕτη, ἣ καὶ κυριωτάτη μοι τῶν ἄλλων καὶ ἀλη‐ θεστάτη φαίνεται. δεύτερον δὲ σημαινόμενον τίθησι
5τῆς ἀρχῆς τὸ πρῶτον τοῦ κατασκευάσματος μόριον. οἱ γὰρ θεμέλιοι τῆς οἰκίας καὶ τῆς νεὼς ἡ τρόπις ἀρχή. οὕτως οὖν ἀρχὴν τῶν γενομένων καὶ οἱονεὶ θεμέλιον οὐρανὸν καὶ γῆν ὁ θεὸς προκατεβάλετο. τούτῳ τῷ σημαινομένῳ τῆς ἀρχῆς οἱ τῶν ἐξηγητῶν
10ἠκολούθησαν πλείονες, ἀλλ’ ἐκείνη μὲν ἡ ἀρχὴ χρο‐ νική, αὕτη δὲ πραγματειώδης, αὐτοῦ τοῦ γινομένου μέρος ὑπάρχουσα πρῶτον. Ἀρχὴ δέ φησι καὶ τῶν τεχνικῶν ἔργων ἡ τέχνη, καθάπερ δῆλον ὅτι καὶ τῶν φυσικῶν ἡ φύσις. αὕτη
15δὲ ἡ ἀρχὴ τὸ ποιητικόν ἐστιν αἴτιον. Τέταρτον ἐπὶ τούτοις τῆς ἀρχῆς σημαινόμενόν φησι τὸ τελικόν, ὅπερ ἐστὶ τὸ ἀγαθόν, δι’ ὃ γίνεται τῶν γινομένων ἕκαστον, ὡς ὁ οἶκος διὰ τὸ σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, καὶ τὸ ἱμάτιον διὰ
20τὸ θάλπειν τε καὶ περιβάλλειν, ἃ μὴ δημοσιεύειν ἐστὶν εὐπρεπές, καὶ ὁ ἄρτος διὰ τὸ τρέφειν καὶ ἁπλῶς εἰ‐ πεῖν τὸ ἀγαθὸν δι’ ὃ γέγονεν ἕκαστον· δι’ αὐτὸ γὰρ τοῦτο καὶ μόνον δημιουργεῖν πεπείσμεθα τὸν θεόν. Ἐπικρίνει δὲ μᾶλλον τὴν χρονικὴν ἀρχὴν τουτέστι
25τὸ ἀκαριαῖον καὶ ἀμερὲς νῦν ἐν ᾧ θεὸς ὑφίστησιν ἕκαστον. καὶ τὸ δεύτερον δὲ σημαινόμενόν φησι νο‐ εῖν δυνατόν. ὡς γὰρ ὁ θεμέλιος τῆς οἰκίας ἀρχὴ καὶ
τῆς νεὼς ἡ τρόπις, οὕτω τοῦ κόσμου παντὸς οὐρανὸν9
Opif
.

10

καὶ γῆν ἀρχὴν ἐποίησεν ὁ θεός. τὴν δὲ ποιητικὴν ἀρχὴν οὐκ οἶμαι νοεῖν ἐνταῦθα δυνατόν· αὐτὸς γάρ ἐστιν ὁ θεὸς τὸ ποιητικὸν αἴτιον τοῦ κόσμου, ὡς ἡ κατὰ μέρος τῶν γενομένων σημαίνει διήγησις. καὶ
5οὐκ ἂν ἔλεγεν ὁ προφήτης· ἐν ἑαυτῷ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τινὲς δὲ ‘ἐν ἀρχῇ‘ ‘ἐν τῇ σοφίᾳ‘ φασί. πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός, τουτέστι τῷ υἱῷ. ‘Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.‘ καὶ ‘πάντα δι’
10αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.‘ καὶ πάλιν ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.‘ οὐκ οἶμαι δὲ τοῦτο δηλοῦν τὸ λόγιον. πρῶ‐ τον μὲν οὐ δείκνυται διὰ τούτου ἀρχὴν τοῦ εἶναι λα‐ βὼν ὁ κόσμος, τὴν ἀρχὴν δὲ τῆς τούτου γενέσεως
15διδάξαι θέλει Μωϋσῆς, ἔπειτα τὸ ἐν τῷ υἱῷ πεποιῆ‐ σθαι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀφαιρεῖται τοῦ καὶ τὰ λοιπὰ τῶν δημιουργημάτων ἐν αὐτῷ γεγονέναι. περὶ γὰρ μόνου τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴρηται τὸ ἐν ἀρχῇ, οὐ μὴν περὶ πάντων τῶν ἐν τῷ κόσμῳ. καὶ
20ὅτι ἀκολουθότερον ἦν τὸ δι’ αὐτοῦ· τὸ γὰρ ‘ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν‘ τὴν συνοχὴν πάντων δηλοῖ καὶ διαμονήν, οὐ τὴν πρώτην ἡμῶν σημαίνει παραγωγήν. ἀλλ’ οὐδὲ τὸ τελικὸν αἴτιον παραλα‐ βεῖν εὔλογον· τούτῳ γὰρ τὸ δι’ ὃ πρέποι ἂν μᾶλλον
25ἢ τὸ ἐν ᾧ. καὶ οὐ μόνος οὐρανὸς καὶ γῆ ἀλλὰ καὶ
πάντα τὰ ὄντα διὰ τὸ ἀγαθὸν παρῆκται.10
Opif
.

11

Οὐκ ἀγνοῶ δὲ καὶ ἄλλα σημαινόμενα τῆς ἀρχῆς ὑπάρχειν· ἀλλ’ οὐδὲν ἐκεῖνα πρὸς τὸ προκείμενον συντελεῖ. Ἄξιον δὲ τῇ Ἀκύλου γραφῇ ἐπιστῆσαι τὸν νοῦν
5οὕτως ἐχούσῃ·
6tδʹ. Τί τὸ ‘ἐν κεφαλαίῳ‘ ἀντὶ τοῦ ‘ἐν ἀρχῇ‘
7tπαρὰ τῷ Ἀκύλᾳ σημαίνει.
8 Ἐν κεφαλαίῳ ἔκτισεν ὁ θεὸς σὺν τὸν οὐρα‐ νὸν σὺν τὴν γῆν.
10 Τινὲς μὲν οὖν τὸ ‘ἐν κεφαλαίῳ‘ ταὐτὸν δηλοῦν φασι τῷ ‘ἐν ἀρχῇ‘ ἀπὸ τῆς ἀρχῆς τοῦ σώματος τῆς κεφαλῆς. ἐμοὶ δὲ δοκεῖ μᾶλλον σημαντικὸν εἶναι τοῦ συνῃρημένως ὁμοῦ γενέσθαι οὐρανόν τε καὶ γῆν. οὐ γὰρ τὸ μὲν αὐτῶν πρῶτον, τὸ δὲ δεύτερον
15ἐποίησεν ὁ θεός. κεφάλαιον γὰρ καλεῖν εἰώθαμεν τὴν ἐν ἑνὶ πολλῶν ἅμα συναίρεσιν ὡς καὶ ὁ τοῦ Σιρὰκ δηλοῖ λέγων· ‘κεφαλαίωσον ἐν ὀλίγῳ πολλά.‘ ἐδήλωσε δὲ καὶ ἡ προσθήκη τῆς σὺν προθέσεως συν‐ δυασμὸν ὡς τὰ πολλὰ δηλούσης· σὺν ἐμοὶ ἦλθες, σὺν
20ἐμοὶ περιπατεῖς, συνέστιος, σύμψηφος. τὸ μὲν γὰρ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ οὐχ οὕτως εἶχεν ἐναργῆ τοῦ ἅμα γενέσθαι τὰ δύο
τὴν δήλωσιν. τὸ δὲ ‘ἐν κεφαλαίῳ σὺν τὸν οὐρανὸν11
Opif
.

12

σὺν τὴν γῆν‘ τὸ μὴ τὸ ἕτερον τοῦ ἑτέρου προηγήσα‐ σθαι δείκνυσι.
3tεʹ. Ὅτι τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα
4tσυμπεριείληφεν ὕδωρ ἀέρα καὶ πῦρ. καὶ πῶς
5tἄκρα φαμὲν οὐρανόν τε καὶ γῆν.
6 Καλῶς δὲ πάντες σχεδὸν ἐξεδέξαντο τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα συμπεριειληφέναι στοι‐ χεῖα ὕδωρ ἀέρα καὶ πῦρ. πῶς δὲ ἄκρα φημί; ὅτι γῆ μὲν τὸ κέντρον τοῦ παντὸς ἐμπεριείληφε, καὶ ἔστι
10κάτωθεν μὲν ἀρχὴ πάντων ἡ γῆ, πέρας δὲ τούτων ὁ πάντα περιέχων οὐρανός. τοὔμπαλιν δὲ ἄνωθεν ἀρχὴ μὲν ὁ οὐρανός, πέρας δὲ πάντων ἡ γῆ. μετὰ δὲ οὐ‐ ρανοῦ τε καὶ γῆς τὰ λοιπὰ τρία περιείληπται στοιχεῖα. καὶ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς τὸ λόγιον δέδειχεν,
15ἐν οἷς ἔφη· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘, τὸ μὲν ὕδωρ ἄβυσσον εἰπόν, τὸν δὲ ἀφώτιστον ἀέρα σκότος. Καὶ γὰρ καὶ ἡ τῶν παλαιῶν χρῆσις καὶ ἡ συνήθεια πάντων καὶ ἡ θεία γραφὴ τὸ νυκτερινὸν τοῦ ἀέρος
20κατάστημα καὶ μάλιστα τὸ ζοφῶδες καὶ παντελῶς ἀφεγ‐ γὲς ἐκ τῆς ἑπομένης τῷ ἀέρι τοῦ φωτὸς στερήσεως, ἐν ᾧ καὶ τὸ παρ’ ἡμῖν ὑφίσταται φῶς, τὸν ὅλον ἀφώτιστον ἀέρα συνῃρημένως ὀνομάζουσι σκότος. κυ‐ ρίως γὰρ σκότος ἐστὶν ἡ τοῦ φωτὸς ἀπουσία καὶ στέ‐
25ρησις. τοιοῦτόν τι δηλοῦν οἶμαι καὶ τὸ παρὰ τοῖς
Αἰγυπτίοις ψηλαφητὸν σκότος εἰρημένον. μηδεμιᾶς12
Opif
.

13

γὰρ τότε τῶν οὐρανίων ἀκτῖνος εἰσκρινομένης τῷ ἀέρι διὰ τὴν πολλὴν αὐτοῦ παχύτητα οὕτως ὠνόμα‐ σται, οἱονεὶ ψηλαφώντων αὐτὸν τῶν ἀνθρώπων· ἢ ὡς ἕτεροί φασι διὰ τὸ ψηλαφῶντας τὰ στερεμνιώτερα
5τῶν σωμάτων δίκην τυφλῶν τὰς μεταβάσεις ποιεῖσθαι ἢ καὶ γνωρίζειν τὰ ψηλαφώμενα. τοιοῦτον εἶναι καὶ τὸ πρὸ τῆς γενέσεως τοῦ φωτὸς σκότος ἀνάγκη παντε‐ λῶς ἀλαμπές. Καλῶς γὰρ ἔφην τὸ ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσ‐
10σου‘ τὸν ἀέρα δηλοῦν τὸν μήπω πεφωτισμένον. ἄβυσ‐ σος δὲ καλεῖται παρὰ πᾶσι τὸ πολὺ ὕδωρ καὶ εἰς βά‐ θος χωροῦν ἄληπτον ἡμῖν παρὰ τὸ μὴ βύειν εἰς αὐτό. καὶ αὐτοῦ δὲ ὀνομαστὶ τοῦ ὕδατος ἐμνήσθη Μωϋσῆς εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδα‐
15τοσ‘. τοῖς ὕδασι γὰρ ὁ ἀὴρ ἐπινήχεται. αὐτὸ γὰρ τοῦ ἀέρος τοὔνομα παρὰ τῇ Μωϋσέως οὐκ ἔστι γραφῇ, ὥστε οὐκ ἐσχεδιασμένος ὁ λόγος ἐστὶν οὗτος ὁ διὰ τῶν δύο περάτων καὶ τὰ μεταξὺ συμπεριειληφέναι λέ‐ γων ὕδωρ ἀέρα καὶ πῦρ, ἀλλὰ καὶ λίαν τῷ γράμματι
20σύμφωνος.
21tϛʹ. Ποῖόν ἐστιν τὸ στοιχειῶδες πῦρ· καὶ ὅτι
22tτὴν θέσιν αὐτοῦ γινώσκει Μωϋσῆς καὶ ὅτι τῶν
23tσυνθέτων εἰκότως αἱ τούτων ἀρχαὶ
24tπροϋπέστησαν.
25 Πῦρ δὲ οὐ τὴν φλόγα φαμέν· οὐδὲ γάρ ἐστι τοῦτο τὸ στοιχειῶδες πῦρ, ἀλλ’ ὑπερβολὴ καὶ ὑπερέξαψις
πυρός, ὡς καὶ ἡ χιὼν ἐπίτασις ψυχροῦ· διὸ τούτων13
Opif
.

14

οὐδέτερον τῶν γινομένων ἐστὶ στοιχεῖον. οὔτε γὰρ τὸ τῆς φλογὸς θερμὸν ζῳογόνον ἐστὶν οὔτε τὸ τῆς χιόνος ψυχρόν, εἰ μήπου κατὰ συμβεβηκὸς συντελέσει τοῖς φυτοῖς, τὴν ἐν τῷ βάθει τῆς γῆς ἐναποκλεῖον
5ἰκμάδα τῇ πυκνώσει τῆς ἐπιφανείας καὶ τῷ κατὰ βραχὺ τηκομένης τὸ ὕδωρ χωρεῖν εἰς τὸ βάθος τῆς γῆς ὥστε πάλιν τὸ ὕδωρ ἐστὶν αἴτιον· εἰ γοῦν ἐπιμένοι τοῦ δέ‐ οντος πλέον ἡ χιὼν τοῖς φυομένοις λυμαίνεται· καθ’ αὑτὸ γὰρ ὑπερβολὴ πᾶσα φθαρτικόν. τὸ δὲ στοιχειῶ‐
10δες πῦρ καὶ τὸ ὕδωρ ζῳογόνα καὶ σωτήρια, ἐξ ὧν συνέστη τὰ σύνθετα σώματα. Τοῦτο δὲ τὸ οὐσιῶδες πῦρ μετὰ τὸν ἀέρα συνεχὲς ὂν αὐτῷ καὶ διάκρισιν αἰσθητὴν οὐκ ἔχον συνεπινο‐ εῖται τῷ ἀέρι μέχρι τῆς ἐντὸς ἐπιφανείας τοῦ οὐρα‐
15νοῦ διῆκον. καλοῦσι δὲ οἱ φυσικοὶ τοῦτο ὑπέκκαυμα ὡς πρὸς ἔξαψιν ἐπιτήδειον. ἐκ μικρᾶς γοῦν αἰτίας ἐξάπτονται φλόγες ἐκεῖ καὶ διᾴττοντες καὶ κομῆται καὶ δαλοὶ καὶ τὰ συγγενῆ τούτοις. τοῦτο δὲ καὶ ἐν τοῖς ὕμνοις τῶν ἔργων τοῦ θεοῦ συμπαρείληπται·
20‘εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον‘. καὶ ἐν ἑτέρῳ· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδοσ‘. κάτωθεν γὰρ ἀνιόντων συνίσταται κρύσταλλος πνεύ‐ ματα χάλαζα ὑετοὶ χιόνες, ὑπερβαίνοντι δὲ τὸν ἀέρα τὸ οὐσιῶδες πῦρ τὸ ὑπέκκαυμα, ἐν ᾧ μάλιστα τὰ εἰρη‐
25μένα τοῦ πυρὸς γίνονται πάθη. τοῦτο καὶ Μωϋσῆς14
Opif
.

15

ἐδήλωσεν ἐν οἷς ἔφη· ‘καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐ‐ ρανοῦ‘ τουτέστιν ἐκ τοῦ πλησιάζοντος τῷ οὐρανῷ τό‐ που, μεθ’ ὅν ἐστιν, ὡς ἔφθην εἰπών, τὸ ὑπέκκαυμα.
5 Ὥστε ἅμα τῷ οὐρανῷ καὶ ἡ τῶν τεσσάρων στοι‐ χείων συνυπέστη φύσις, ἐξ ὧν τὰ σύνθετα γέγονεν. ἀκολούθως οὖν καὶ τῇ φύσει συμφώνως πρὸ τῶν συν‐ θέτων ἁπάντων ὑφεστάναι φησὶν ὁ νομοθέτης τὰ στοι‐ χεῖα τούτων, ἐξ ὧν ὕστερον ἐκεῖνα γεγόνασιν. εὔλο‐
10γον δὲ καὶ τὸν περιεκτικὸν τοῦ κόσμου παντὸς οὐρα‐ νὸν συνεστάναι πρῶτον, ἐπεὶ καὶ τῆς μεταβολῆς τῶν ὑπὸ φύσεως γινομένων ὑπάρχει τῇ κινήσει συναίτιος.
13tζʹ. Ὅτι τὴν ἐξωτάτω πασῶν σφαῖραν καὶ ἄνα‐
14tστρον Ἵππαρχος καὶ Πτολεμαῖος ἐκ Μωϋσέως
15tτὰς ἀφορμὰς λαβόντες πρῶτοι ὑπέθεντο τοῖς
16tπρὸ αὐτῶν ἀγνοουμένην.
17 Εἰ δέ τις ἀπιστοίη τῷ προφήτῃ πρὸ τῆς καλου‐ μένης ἀπλανοῦς οὐρανὸν ἕτερον ἔξωθεν ὑποτιθεμένῳ, ὡς μηδενὸς τοῦ εἶναι τοῦτον τεκμηρίου ὄντος, ὑπομι‐
20μνησκέτω ἑαυτόν, ὡς οὐδὲ τῶν πρὸ Πτολεμαίου καὶ Ἱππάρχου μαθηματικῶν οὐδὲ εἷς τὴν ἐνάτην καὶ πα‐ σῶν ἔξωθεν σφαῖραν ᾔδει τὴν ἄναστρον. ὀκτὼ δὲ μόνας ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ Πλάτων ᾤετο,
ἀλλ’ ἔκ τινων τηρήσεων Ἵππαρχος καὶ Πτολεμαῖος τὴν15
Opif
.

16

ἐνάτην καὶ ἄναστρον εἰσηγήσατο, περὶ ὧν λέγειν νῦν οὐκ ἀναγκαῖον. Οὐκ ἄρα τὰ μή τισιν ἐγνωσμένα πάντως ἀνάγκη μηδὲ εἶναι. τοσοῦτον δέ μοι καὶ μόνον δεδείχθω νῦν,
5ὅτι συμπεφωνήκασι Μωϋσεῖ Πτολεμαῖος καὶ πρὸ αὐτοῦ Ἵππαρχος τὴν ἔξωθεν ἁπάντων σφαῖραν τὴν ἄναστρον ὑποθέμενοι. ἐξ αὐτοῦ δὲ μᾶλλον τῆς εὑρέσεως εἰλή‐ φασι τὴν ἀρχήν. καὶ γὰρ Μωϋσῆς ἐν τῇ μετ’ ἐκείνην, ἣν αὐτὸς ‘στερέωμα‘ προσηγόρευσε, δι’ ἣν ἐροῦμεν αἰ‐
10τίαν, ἐνθεῖναί φησι τὸν θεὸν ἥλιόν τε καὶ σελήνην καὶ τῶν ἀστέρων τὴν πληθὺν ἁπάντων. περὶ δὲ τοῦ σχήματος αὐτοῦ ὅτι σφαιρικὸν ἐν τοῖς περὶ τοῦ στερεώ‐ ματος λόγοις εὐκαιρότερον δείξομεν, ὅτι καὶ τοῖς ἱεροῖς τοῦτο λογίοις δοκεῖ.
15tηʹ. Ἔνστασις πρὸς Βασίλειον Θεοδώρου τοῦ
16tΜοψουεστίας προϋπάρχειν τοῦ αἰσθητοῦ κό‐
17tσμου τοὺς ἀγγέλους εἰπόντα, καὶ ὅτι οὐδὲν εἴ‐
18tρηται περὶ τῆς γενέσεως αὐτῶν Μωϋσεῖ.
19Ἐπειδὴ δέ φησιν ὁ μέγας τῶν θείων λόγων ἐξηγητὴς
20Βασίλειος, ὡς ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γε‐ νέσεως κατάστασις ταῖς ὑπερκοσμίοις καὶ νοεραῖς δυνά‐ μεσι πρέπουσα, καὶ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ ἑρμηνεύων πάλιν φησίν· ‘οὐ γὰρ δὴ κατὰ πρεσβυγένειαν πάντων τῶν γενομένων
25προὔχειν αὐτὸν μαρτυρῶν λέγει τὸ ἐν ἀρχῇ γεγονέναι,16
Opif
.

17

ἀλλὰ μετὰ τὰ ἀόρατα καὶ νοούμενα τῶν ὁρατῶν τού‐ των καὶ αἰσθήσει ληπτῶν τὴν ἀρχὴν τῆς ὑπάρξεως διηγεῖται‘ ἐπιπηδᾷ τούτῳ Θεόδωρος ὁ τῆς Μοψουε‐ στίας γενόμενος ἐπίσκοπος, μηδὲν ἕτερον προϋπάρχειν
5τῶν αἰσθητῶν σωμάτων βουλόμενος, ἀλλ’ ὁμοῦ τού‐ τοις καὶ τὰς νοερὰς καὶ ἀοράτους τῶν ἁγίων ἀγγέλων οὐσίας παρῆχθαι, καὶ ταῦτα τοῦ προφήτου περὶ τού‐ των γεγραφότος οὐδέν· δίκαιον οὖν ἐπισκέψασθαι τὰ κατηγορημένα καὶ τὸ φαινόμενον ἡμῖν ἐπὶ τούτοις εἰ‐
10πεῖν· ἄρχεται δὲ τῆς κατηγορίας Θεόδωρος ἐν τῷ πρώτῳ τῶν εἰς τὴν Γένεσιν ἐντεῦθεν· ‘εὔηθες δὲ οὐχ ἧττον, ὅταν καὶ τῶν εὐσεβεῖν ἐπαγγελλομένων καὶ ταῖς θείαις πείθεσθαι προσποιουμένων γραφαῖς ἀγ‐ γέλους ἤ τινας ἀοράτους δυνάμεις ἔνιοι πρὸ τῶν
15ὁρωμένων νομίζωσιν εἶναι, οἱ μηδεμίαν ἐκ τῆς θείας γραφῆς ἀπόδειξιν παρασχέσθαι τούτου δυνά‐ μενοι‘. Ταῦτα μὲν οὖν εἰς τὴν ὁσίαν Βασιλείου μνήμην ἐνύβρισεν, καὶ εἴ τινα ἄλλον [οὐκ οἶδα εἰπεῖν] συμ‐
20περιείληφε τῷ ἐγκλήματι. ὅσα δὲ τούτοις ἐφεξῆς ὡς ἔκ τινων ἐν χριστιανοῖς τελούντων διηπορημένα τί‐ θησι, μὴ δεῖν λεγόντων καθ’ ἑαυτὸν εἶναι τὸν θεὸν
πρὸ τῶν δημιουργημάτων καὶ διὰ τοῦτο τὰς ἀγγελικὰς17
Opif
.

18

προϋποστῆναι φύσεις, καὶ ὅσα τοῖς ἠπορημένοις ἀνθυπ‐ ήγαγε, Βασιλείῳ μὲν τούτων οὐδὲν εἴρηται παντελῶς οὐδαμοῦ, οἶμαι δέ γε ἴσως οὐδὲ ἄλλῳ τινί. διὸ νῦν ἡμῖν περὶ τούτου λόγος οὐδείς, εἰ καὶ τοῦτό
5τις ἀτόπως ὑπώπτευσεν τὸ συνόντων τινῶν δεῖσθαι τὸν θεόν. Ἐπειδὴ δὲ μηδεμίαν ἀπόδειξιν ἐκ τῶν θείων γρα‐ φῶν εἶναί φησι τοῦ προϋπάρχειν τῆς τοῦ κόσμου γενέσεως τὰς μυριάδας τῶν νοερῶν τε καὶ λειτουργι‐
10κῶν τοῦ θεοῦ δυνάμεων, αὐτὸς δὲ ὡς ἐκ τῶν ἱερῶν πεπαιδευμένος λογίων τῇ γενέσει τοῦ κόσμου συνυπο‐ στῆναί φησιν αὐτάς, πρῶτον μὲν δειξάτω ποῦ τοῦτο λέγουσαν πρὸς λέξιν ἢ πρὸς ἔννοιαν ἀκριβῶς ἔχει τὴν ἁγίαν γραφήν. ἀλλ’ οὐκ ἂν δείξειε πᾶσαν διερευνώ‐
15μενος. ὅσας γὰρ οἴεται μάτην εἰς τοῦτο λέξεις αὐτῷ συντελεῖν, μικρὸν ὕστερον ἐξετάσομεν. Μωϋσεῖ μέν‐ τοι περὶ τῆς τῶν ἀγγέλων ἐκ θεοῦ δημιουργίας εἴρη‐ ται παντελῶς οὐδὲν καὶ τοῦτο δικαίως. τοῦ γὰρ σω‐ ματικοῦ κόσμου τὴν γένεσιν μόνου παρέδωκεν, οὐ
20τῶν ἀγγελικῶν ταγμάτων. ἐκείνου γὰρ ἐδεῖτο καὶ μόνου, ὡς ἂν ἐκ τῶν ὁρωμένων τοὺς ἀνθρώπους εἰς ἐπίγνωσιν ἀναγάγῃ τοῦ θεοῦ. ἀλλ’ ἐξ ἀκολουθίας ἑτέρων πολλὰ τῶν δογμάτων ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συνέστη. μικρὰ δὲ νῦν τέως πυνθανομένοις ἡμῖν
25ἀποκρινέσθωσαν οἱ τούτῳ συνήγοροι.18
Opif
.

19

(1t)

θʹ. Ὅτι οὔτε σῶμά ἐστι τῶν ἀγγέλων ἡ οὐσία,
2tοὔτε ἀσώματος οὖσα συνηρτημένον ἔχει σῶμα,
3tκαθάπερ ἡ τῶν ἀνθρώπων ψυχή.
4Εἰ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τοῖς ἐναπειλημ‐
5μένοις στοιχείοις αἱ νοεραὶ καὶ ἀόρατοι τῶν λειτουρ‐ γικῶν τοῦ θεοῦ τάξεων μυριάδες γεγόνασιν, ἢ σώματα πάντως εἰσὶν ἢ ἀσώματοι μέν, καθάπερ καὶ ἡ ἡμε‐ τέρα ψυχή, ἐξηρτημένα δὲ πάντως ἑαυτῶν ἔχουσι σώ‐ ματα· οὐ γὰρ ἂν μετὰ τῶν σωμάτων τὴν ἀρχὴν τοῦ
10εἶναι λαμβάνειν ἤμελλον, εἰ μόνως ὑπῆρχον ἀσώματοι μηδὲν περικείμεναι σῶμα. Εἰ μὲν οὖν σώματα μόνον τὴν οὐσίαν ὑπάρχουσι, πότερον ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑτέρου παρὰ ταῦτα γεγόνασι σώματος, οἷον φέρε καὶ Ἀριστοτέλης τὸ πέμ‐
15πτον καὶ κυκλοφορούμενον εἰσηγήσατο σῶμα, ἐξ οὗ συνίστησι τὰ οὐράνια; εἰ μὲν οὖν ἐξ ἄλλου παρὰ τὰ τέσσαρα πέμπτου τινός, ποῖόν ἐστι τοῦτο, δειξάτω τις, καὶ τίς ἡ τούτου ὁλότης καὶ ἐκ ποίας τοῦτο θεο‐ πνεύστου γραφῆς ἐδιδάχθη· εἰ δὲ ἐκ τῶν τεσσάρων
20τῶν παρ’ ἡμῖν ἢ ἐξ ἑνός που πάντως ἢ πλειόνων ἢ πάντων, πάλιν οὖν δειξάτω, ποία τοῦτο πρὸς λέξιν ἡμῖν διαγορεύει γραφή· τὸ γάρ· ‘ὁ ποιῶν τοὺς ἀγ‐ γέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα‘ οὐ τὸ παρ’ ἡμῖν πῦρ καὶ τὸ ἀέριον
25πνεῦμα δηλοῦν ἐθέλει, καὶ τοὺς μὲν ἐκ τούτου τοὺς
δὲ ἐξ ἐκείνου τῶν ἀγγέλων ἔχειν τὴν γένεσιν, ὡς εἶ‐19
Opif
.

20

ναι τοὺς μὲν ἀέρια σώματα τοὺς δὲ πύρια· ἐπεὶ καὶ περὶ τοῦ θεοῦ αὐτὸς ὁ δεσπότης εἴρηκε Χριστός· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘ τουτέστιν ἐν
5τῇ ἀσωμάτῳ καὶ ἀοράτῳ ψυχῇ τὸν ἀσώματον καὶ ἀόρα‐ τον προσκυνητέον θεόν—καὶ γὰρ τὸ πνεῦμα τὸ ἀέριόν ἐστιν ἀόρατον, ὡς καὶ ὁ κύριος εἶπεν—καὶ οὐχ ὡς σώματι τόπον ἀφοριστέον τῷ θεῷ, ὡς ἐδόκει τῇ Σαμαρείτιδι πρὸς ἣν ὁ λόγος· καὶ Μωϋσῆς· ‘ὁ
10θεὸς ἡμῶν πῦρ καταναλίσκον‘ ἐκφοβῶν τὸν ἰδιώτην λαόν· διὸ καὶ ἐν πυρὸς αὐτοῖς ὤφθη θεωρίᾳ· ἀλλ’ οὐδεμία ἐστὶν ἀνάγκη διὰ τὴν ὁμωνυμίαν τοῦ πνεύ‐ ματός τε καὶ τοῦ πυρὸς εἰς σωματικὰς ἐννοίας ἢ φύ‐ σεις τὸν θεὸν κατασπᾶν ἢ τὰς ἱερὰς αὐτοῦ δυνάμεις.
15εἴτε δὲ ἐξ ἑνὸς τῶν στοιχείων, εἴτε ἐκ πάντων τὴν οὐσίαν, ὡς ἂν φαῖεν, ἔχουσιν οἱ ἄγγελοι, πρῶτον μὲν φθαρτῆς ἔσονται φύσεως, ἐκ φθαρτῶν γενόμενοι σω‐ μάτων, ὅπερ οὐδὲ Θεοδώρῳ δοκεῖ· ἔπειτα πάντως ἐστέρηνται λογισμοῦ καὶ γνώσεως ἁπάσης, κἂν ἐξ
20ἑτέρου τινὸς ἀφθάρτου σώματος εἶεν. οὐδὲν γὰρ σῶμα οὐδεμιᾶς μετέχει καθ’ αὑτὸ γνώσεως, κἄν τε ἁπλοῦν ᾖ καθάπερ τὰ στοιχεῖα, κἄν τε σύνθετον ὡς τὰ μέταλλα. καὶ τί λέγω γνώσεως; οὐδὲ μόνης τῆς ἁπτικῆς ἠξί‐ ωνται δυνάμεως, ὡς τὰ ζώφυτα οἷον οἱ σπόγγοι. ἀλλ’
25οὐ τοιούτους εἶναι τοὺς λειτουργοὺς τοῦ θεοῦ διδάσκει
τὰ λόγια, οὓς διὰ παντὸς τὸ πρόσωπον τοῦ θεοῦ βλέ‐20
Opif
.

21

πειν ὁ κύριος ἐμαρτύρησεν, ἥτις ἐστὶν ἡ μεγίστη καὶ πασῶν ὑπερέχουσα γνῶσις, ὅτι ἂν σημαίνῃ τὸ πρόσ‐ ωπον. ἀλλὰ καὶ ἐπιστατεῖν καὶ ἄρχειν ἐθνῶν ἐκε‐ λεύσθησαν. ‘ἔστησεν γὰρ ὅρια ἐθνῶν κατὰ ἀριθμὸν
5ἀγγέλων θεοῦ‘. καὶ ἄρχοντά τινα Περσῶν ἄγγελον καὶ Ἑλλήνων εἴρηκεν ἕτερον. καὶ ἀρχιστράτηγος δέ τις δυνάμεως κυρίου εἰς συμμαχίαν ἐν ἀνθρώπου μορφῇ Ἰησοῦ τῷ τοῦ Ναυῆ παραγέγονεν. ταῦτα δὲ οὐ σωματικῆς ἐστι φύσεως, ἀλλ’ ἀσωμάτου καὶ λογι‐
10κῆς οὐσίας καὶ νοερᾶς ὑπηρετούσης τοῖς θείοις ἑκου‐ σίως προστάγμασι. ‘δυνατοὶ γὰρ ἰσχύϊ‘ φησὶ ‘ποιοῦν‐ τες τὸν λόγον αὐτοῦ‘. Ἀλλὰ καὶ αἱ πρός τινας ἀνθρώπους αὐτῶν ἐντυ‐ χίαι καὶ ἐπιφοιτήσεις τὴν ἔνθεον αὐτῶν δύναμίν τε
15καὶ ἐπιστήμην δεικνύουσι. διὸ Ζαχαρίαν μὲν ἀπιστή‐ σαντα τοῖς λόγοις αὐτοῦ ποινὰς μέχρι τῆς ἐκβάσεως αὐτῶν τὴν σιωπὴν Γαβριὴλ εἰσεπράξατο· τὴν δὲ παρ‐ θένον διαπορουμένην τὸν τρόπον ἐδίδαξε τῆς συλ‐ λήψεως.
20 Τί δ’ ἄν τις εἴποι περὶ τῆς αὐτῶν ὑπερβαλλούσης δυνάμεως; διὰ γοῦν τὸ καταριθμῆσαι Δαυὶδ τὸν λαὸν ὀργισθέντος θεοῦ εἷς ἄγγελος ἐν βραχεῖ χρόνῳ χιλιά‐ δας ἑβδομήκοντα τοῦ λαοῦ κατέβαλεν. διὰ δὲ τὴν Ἐζεκίου πρὸς θεὸν δέησιν ὁμοίως τῶν περικαθημένων
25τὴν Ἱερουσαλὴμ Περσῶν πάλιν ἑκατὸν ὀγδοήκοντα πέντε21
Opif
.

22

χιλιάδας ἀπώλεσε· καὶ ἄλλα πλεῖστα τῆς αὐτῶν παρα‐ στατικὰ γνώσεώς τε καὶ δυνάμεως αἱ θεῖαι διηγοῦνται γραφαί. ὥσπερ γὰρ δι’ ὕδατος μὲν τοὺς ἐπὶ Νῶε, διὰ πυρὸς δὲ τοὺς Σοδομίτας τῇ φυσικῇ δυνάμει τῶν στοι‐
5χείων ἀπώλεσε καὶ τοὺς Ἀσσυρίους ῥάβδον ὀνομάσας τῆς ὀργῆς αὐτοῦ· ‘τὴν ὀργήν μου‘ φησίν, ‘εἰς ἔθνος ἄνομον ἀποστελῶ‘, οὕτω καὶ τῇ δυνάμει τῶν ἀγγέλων, ἣν ἐξ αὐτοῦ λαβόντες ἔχουσι, τοὺς μὲν τιμωρεῖται, τοὺς δὲ σῴζει. ‘παρεμβαλεῖ γὰρ ἄγγελος κυρίου κύκλῳ
10τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺσ‘ καὶ ‘τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου‘. Εἰ δὲ τηλικαύτης ἠξίωνται δυνάμεως ὑπὸ θεοῦ, οὐκ ἄρα σώματα τῶν ἀγγέλων εἰσὶν αἱ οὐσίαι. χεί‐
15ρονες γὰρ ἔσονται καὶ τῶν ἀλόγων ζῴων αἰσθήσεις ἐχόντων καὶ φαντασίαν καὶ φυτῶν ζωῆς μετεχόντων. ἀλλ’ ἢ οὐδ’ ὅλως εἰσὶ σώματα ὅπερ, ἐμοί γε δοκεῖ καὶ μικρὸν ὕστερον δείξομεν, ἢ ἀσώματοι τὴν οὐσίαν ὄντες ὀργανικὰ περίκεινται σώματα, καθάπερ καὶ ἡ ἡμετέρα
20ψυχή· καὶ οὕτω δὲ πάλιν θνητοὶ ἔσονται διὰ τὸ σῶμα θνητὸν ἔχειν ἐκ στοιχείων φθαρτῶν συνεστὸς ὡς καὶ ἡμεῖς. οὐ γὰρ ἔξεστι λέγειν τισίν, ὅτι τὸ σῶμα τού‐ των ἀθάνατον ἐποίησεν ὁ θεός. οὐδὲ γὰρ ὅτι θνητὸν
οὐδ’ ὅτι ἀθάνατον οὐδ’ ὅτι σῶμα ὅλως ἢ εἰσὶν ἢ περί‐22
Opif
.

23

κεινται διδάσκουσιν αἱ γραφαί. οὐδὲ γὰρ εἰ ἐν μορ‐ φαῖς ἀνθρώπων πολλάκις ἄγγελοι χρηματίζουσιν, ἤδη διὰ τοῦτο καὶ σώμασι πάντως ὀργάνοις χρῶνται, ἐπεὶ καὶ ἐν ἐσθῆτι λευκῇ ὤφθησαν ἠμφιεσμένοι· περίθες
5οὖν αὐτοῖς εἰ βούλει καὶ ἐσθῆτα λευκήν. ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἐν ἀνθρωπίνῃ μορφῇ τῷ Ἀβραὰμ ὤφθη καὶ τῷ Ἰακὼβ καὶ Δανιὴλ καὶ ἑτέροις. διὰ τοῦτο οὖν κατὰ σὲ καὶ ἀνθρωπόμορφος ὁ θεὸς ἔστω καὶ οὐχ οἱ ἄγγελοι μόνον· καὶ σῶμα περίθες αὐτῷ καὶ σχῆμα καὶ
10μέγεθος· καὶ ἐν ἄλλων δὲ ζῴων μορφαῖς τοῖς προ‐ φήταις ὀπτασίαι γεγόνασι θεοῦ. ἴσμεν δὲ ὅπως καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ὑπογράφουσιν· ἀλλ’ οὐ‐ δεὶς ἐντεῦθεν λογισμοῦ μετέχων σωματικόν τι τοιοῦ‐ τον ἢ περὶ θεοῦ ἢ περὶ αὐτῶν ὑποπτεύσειεν· οὐδὲ
15ὀργανικῷ ἄρα συνήρτηνται σώματι. εἰ οὖν παντελῶς εἰσιν ἀσώματοι, οὐδ’ ἄρα τοῖς σώμασι συνυπέστησαν, ὅτε οὐδὲ τῶν ἐμψύχων οὐδὲν οὐρανῷ καὶ γῇ συνυπέστη.
18tιʹ. Ὅτι οὐ συνυπέστησαν τοῖς σώμασιν οἱ
19tἄγγελοι οὐδ’ ἡ τῶν ἀνθρώπων ψυχὴ τῷ ἰδίῳ
20tσώματι.
21 Τοῦτο δὲ μάθοις ἂν καὶ ἐξ ἀκολουθίας τῶν θεο‐ πνεύστων λογίων· μετὰ τὴν τοῦ παντὸς κόσμου γένεσιν ὕστερον τὸν ἄνθρωπον δημιουργῶν ὁ θεὸς ἐκ γῆς
μὲν τὸ σῶμα τούτου διέπλασεν, ὕδατος δὲ χωρὶς23
Opif
.

24

οὐκ ἂν ἡ γῆ διαπλασθείη—‘μνήσθητι γὰρ κύριε‘, φησὶν ὁ Ἰώβ, ‘ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεισ‘—συμπαρειλημμένων δηλονότι καὶ τῶν λοιπῶν ἀέρος τε καὶ πυρός· ὅτι γὰρ καὶ τού‐
5των μετέχομεν, προφανές, εἰ καὶ μὴ τῇ γραφῇ πρὸς λέξιν εἴρηται, ἀλλ’ ἐκ τῆς πλεοναζούσης τῷ σώματι γῆς ὠνομάσθη τὸ σῶμα. ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘. τοῦτο καὶ ἡ Ὁμήρου δηλοῖ ποίησις εἰς τὰ ἐν τῷ ἡμε‐ τέρῳ πλεονάζοντα σώματι τὴν ἀνάλυσιν αὐτοῦ ποι‐
10ουμένη·
‘ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε‘. τῷ δὲ σώματι λοιπὸν ἤδη διαπεπλασμένῳ ‘ἐνεφύσησεν ὁ θεὸς πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘. οὐκ ἐκ τῆς αὐτῆς ἄρα οὐσίας οὐδ’ ἅμα τῷ
15σώματι γέγονεν ἡ ψυχὴ ἀλλ’ ἐκ κρείττονος καὶ θειο‐ τέρας, ὡς τὸ λόγιον ἔδειξεν. ἐπὶ μὲν γὰρ τῶν ἀλό‐ γων φησίν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ἐπὶ δὲ τῶν ἀνθρώπων· ‘καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν
20ζῶσαν‘ τὴν νοερὰν αὐτῆς καὶ λογικὴν οὐσίαν διὰ τού‐ του δηλῶν τῶν τε σωμάτων καὶ τῶν ἀλόγων ψυχῶν τῷ παντὶ διαφέρουσαν, καὶ τὴν πρὸς τὰ ἄνω καὶ θειότερα συγγένειαν αἰνιττόμενος. Εἰ οὖν ἐκ τῶν στοιχείων τὸ ἡμέτερον σῶμα γέγονεν,
25ἅπερ εἰσὶ πάσης σωματικῆς οὐσίας ἀρχαί, οὐκ ἐκ τού‐24
Opif
.

25

των δὲ ἡ ψυχή, κρείττων ἄρα τῆς τῶν σωμάτων ὑπάρ‐ χει φύσεως. εἰ δὲ μὴ σῶμά ἐστιν ἡ ψυχή, ἀσώματος ἂν εἴη πάντως· οὐδὲν γὰρ ἀσωμάτου καὶ σώματός ἐστι μεταξύ· οὐδὲ σῶμα χωρεῖν διὰ σώματος δύναται, ὡς
5εἶναι τὸ μὲν σῶμα, τὴν δὲ ψυχήν· τί γὰρ τοῦτο μᾶλ‐ λον ἢ ἐκεῖνο ψυχή; εἰ δὲ τὸ τῶν λογικῶν ἔσχατον ἡ ἡμετέρα ψυχὴ κρείττονος τῶν σωμάτων καὶ τῆς τῶν ἀλόγων ψυχῶν ἐδείχθη φύσεως μηδὲ συνυποστᾶσα τοῖς σώμασι, πόσῳ μᾶλλον αἱ τῶν ἁγίων ἀγγέλων καὶ ἀρχ‐
10αγγέλων τάξεις αἱ ἀρχαὶ αἱ ἐξουσίαι αἱ κυριότητες αἱ δυνάμεις οἱ θρόνοι τὰ χερουβὶμ τὰ σεραφὶμ καὶ εἴ τι τῶν θειοτέρων τούτων ταγμάτων ἐστὶν ἕτερον καὶ ἡμῖν ἀκατωνόμαστον, οἱ δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον τοῦ θεοῦ ποιοῦντες οἱ διὰ παντὸς βλέποντες τὸ
15πρόσωπον τοῦ θεοῦ, οὐχὶ πορρωτάτω τῆς σωματικῆς καὶ φθαρτῆς ἁπάσης ὑπερανεστήκασι φύσεως; λίαν οὖν ἄτοπον καὶ ἀδύνατον καὶ τῶν θείων γραφῶν ἀλ‐ λότριον τὰς τηλικαύτας δυνάμεις συνυποστῆναι λέγειν τοῖς σώμασιν ὡς ἐκ μιᾶς πάντως καὶ τῆς αὐτῆς
20ὑπαρχούσας ἐκείνοις οὐσίας, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχή. Σκόπει τοίνυν ἐκ πόσων ἡ ὑπερκόσμιος αὐτῶν συνῆκται γένεσις, ἐκ τοῦ μήτε Μωϋσέα μήτε ἄλλην θεόπνευστον γραφὴν ἅμα τῷ κόσμῳ γεγονέναι αὐτοὺς
25εἰπεῖν, ἐκ τοῦ δεδεῖχθαι μήτε σώματα εἶναι μήτε ὀρ‐
γανικοῖς συνδεδέσθαι σώμασιν, ὡς τὴν ἡμετέραν ψυ‐25
Opif
.

26

χήν, ἐκ τῆς ὑπερκοσμίου δυνάμεως αὐτῶν, ἐκ τῆς τοῦ θεοῦ διηνεκοῦς θεωρίας, ὧν οὐδὲν τῶν ἐγκοσμίων μετέχει, ἐκ τοῦ μηδὲ τὰς ἀλόγους ψυχὰς τὴν ἀρχὴν συγκαταβεβλῆσθαι τοῖς σώμασι, καίτοι χωρὶς σωμάτων
5εἶναι μὴ δυναμένας, ἐκ τοῦ τὴν ἀνθρωπίνην ψυχὴν μηδὲ τῷ ἰδίῳ συνυποστῆναι σώματι· τὸ μὲν γὰρ ἐκ γῆς διαπέπλασται, ἡ δὲ καθ’ αὑτὴν θειοτέρας ὑπὸ θεοῦ μετέσχε γενέσεως. εἰ δὲ τὸ τῶν λογικῶν ἔσχα‐ τον αὐτὸ καθ’ αὑτὸ χωρὶς σωμάτων ὑπέστησεν ὁ θεός,
10πόσῳ μᾶλλον αἱ τοσοῦτον τῶν ἡμετέρων ψυχῶν ὑπερ‐ ανεστηκυῖαι νοεραὶ δυνάμεις οὐσίᾳ τε καὶ ἰσχύϊ καὶ γνώσει οὐ πολλῷ κρείττονος τῶν ἡμετέρων ψυχῶν καὶ κεχωρισμένης σωμάτων ὑπάρξεως ἠξιώθησαν ὑπὸ θεοῦ;
15 Οὐ γὰρ ἂν ἤμελλε Μωϋσῆς οὕτως ἀτίμως αὐτῶν παραρρίπτειν τὴν φύσιν, ὡς συνεπινοεῖσθαι τῇ γενέ‐ σει τῶν σωμάτων ἐθέλειν αὐτὰς οἱονεὶ συσπειρομένας αὐτοῖς, καὶ μηδὲ μνήμης αὐτὰς ἀξιῶσαι ψιλῆς ὡς τὰ ἐκ γῆς φυόμενα. καὶ τίς ἂν νοῦ μετέχων τοιαῦτα
20περὶ αὐτῶν ὑποπτεύειν τολμήσειεν; Εἰ οὖν ἀνάγκη τὰς τῶν ἀγγελικῶν δυνάμεων οὐ‐ σίας ἢ πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆναι παρὰ θεοῦ ἢ μετὰ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ ἡ τοῦ ἀνθρώπου ψυχή, ἢ αὐτῷ συνυποστῆναι τῷ κόσμῳ,
25μήτε δὲ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὑπέστησαν—26
Opif
.

27

οὐδὲ γὰρ τοῖς περὶ Θεόδωρον τοῦτο δοκεῖ—μήτε τοῖς κοσμικοῖς συνυπέστησαν σώμασι διὰ τὸ σώματος κεχωρίσθαι παντός, ἐπεὶ μηδὲ ἡ τῶν ἀνθρώπων ψυχὴ ἑτέραν παρὰ τὰ σώματα λαβοῦσα σύστασίν τε καὶ οὐ‐
5σίαν, λείπεται ἄρα πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑπο‐ στῆσαι αὐτὰς τὸν θεόν· διόπερ οὐδὲ τῆς παραγωγῆς αὐτῶν μνήμην πεποίηται Μωϋσῆς μόνου τοῦ φαινο‐ μένου τούτου κόσμου διδάξαι θελήσας τὴν γένεσιν εἰς ἐπίγνωσιν ἀνθρώποις τοῦ ποιήσαντος αὐτὸν θεοῦ.
10διὸ τῆς τῶν ἐγκοσμίων γενέσεως παραλέλοιπεν οὐδὲν οὐδὲ τὸ βραχύτατον. εἰ δὲ κἀκεῖνοι τῶν ἐγκοσμίων ἦσαν, μνήμην ἂν πάντως αὐτῶν ἐποιεῖτο. καὶ γὰρ ἐν τοῖς μετὰ ταῦτα θαυμαστά τινα περὶ αὐτῶν διηγή‐ σατο. οὐκ ἂν οὖν ἐν τῇ γενέσει τῶν ὅλων τὰ τιμιώ‐
15τατα τοῦ κόσμου κατελίμπανεν ἀμνημόνευτα παντὸς ὑπερανέχοντα τοῦ κόσμου καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ταῖς ἐνεργείαις καὶ γνώσει καὶ ἀξίᾳ.
18tιαʹ. Ὅτι τὸ μὲν συνυποστῆναι τοῖς σώμασι
19tτοὺς ἀγγέλους παντελῶς ἄγραφον, θάτερον δὲ
20tοὐ παντελῶς.
21 Εἰ δὲ τὸ ἄγραφον ἐγκαλεῖ Βασιλείῳ Θεόδωρος, πρῶτον μὲν οὐδὲ παντελῶς ἐστιν ἄγραφον· εἰ γὰρ τῆς τῶν ἀγγέλων ἦν ὁ διάβολος τάξεως, εἴρηται δὲ ἐν τῇ γραφῇ τοῦ Ἰὼβ περὶ αὐτοῦ· ‘τοῦτό ἐστιν ἀρχὴ πλά‐
25σματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν27
Opif
.

28

ἁγίων ἀγγέλων‘, πῶς οἷόν τε καὶ ἀρχὴν εἶναι τῶν ὑπὸ τοῦ θεοῦ γενομένων σὺν τῷ κόσμῳ γενόμενον, καὶ πάλιν ἐν ἀρχῇ ποιῆσαι τὸν θεὸν οὐρανόν τε καὶ γῆν; δῆλον οὖν ὡς οὐρανὸς μὲν καὶ γῆ τῶν αἰσθητῶν, ἐκεῖ‐
5νος δὲ τῶν ἀοράτων ἐστὶν ἀρχή, περὶ ὧν τῆς γενέ‐ σεως οὐδὲν εἴρηται Μωϋσεῖ. Ἔπειτα καὶ τὸ Θεοδώρῳ δοκοῦν παντελῶς ἐστιν ἄγρα‐ φον. εἰδέναι μέντοι αὐτὸν ἐχρῆν, ὅτι καὶ ἕτερα πολλὰ τῶν δογμάτων ἀγράφως ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πο‐
10λιτεύεται ἐξ ἀκολουθίας ἑτέρων συλλελογισμένα· τὸ ἀσώματον εἶναι τὸ θεῖον, τὸ ἀσχημάτιστον, τὸ ἀδιά‐ στατον, διὸ καὶ ἀμερὲς ὑπάρχει, τὸ ὁμοούσιον εἶναι τὴν ἁγίαν τριάδα, τὸ ἐκ τῶν τεσσάρων στοιχείων εἶ‐ ναι τὰ σύνθετα σώματα, καὶ ἄλλα πλεῖστα, τοιοῦτόν
15ἐστι καὶ τὸ προκείμενον, ἐκ τῶν εἰρημένων ὀρθῶν. ἐν‐ νοιῶν συλλελογισμένον.
17tιβʹ. Ὅτι πολλὰ Θεόδωρος εἰσηγεῖται δόγματα
18tμὴ γιγνωσκόμενα τῇ θείᾳ γραφῇ λίαν ἄτοπα
19tκαὶ ἐναντία.
20 Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς Θεοδώρου δόξης προε‐ στῶτες ἐκ ποίας ἐδιδάχθησαν θεοπνεύστου γραφῆς, ὅτι σελήνην καὶ ἥλιον καὶ τῶν ἀστέρων ἕκαστον ἄγ‐ γελοι κινοῦσιν, ἢ ἔμπροσθεν ἕλκοντες ὑποζυγίων δί‐ κην ἢ ἐπωθοῦντες ὄπιθεν, ὡς οἱ τὰ περιφερῆ
25φορτία κυλίοντες ἢ καὶ ἀμφότερα, ἢ ἐπὶ τῶν ὤμων
φέροντες, ὧν τί ἂν εἴη καταγελαστότερον; ἄρ’ οὐκ28
Opif
.

29

ἠδύνατο σελήνῃ καὶ ἡλίῳ καὶ τοῖς λοιποῖς ἄστροις ὁ δημιουργήσας αὐτοὺς θεὸς κινητικὴν ἐνθεῖναι δύναμιν, ὡς τοῖς βαρέσι τε καὶ κούφοις τὰς ῥοπάς, ὡς τοῖς ζῴοις ἅπασι τὰς ἀπὸ ψυχῆς κινήσεις ἐνυπαρχούσης
5αὐτοῖς, ἵνα μὴ βίᾳ τούτους οἱ ἄγγελοι κινῶσιν· πᾶν γὰρ τὸ μὴ φύσει κινούμενον βίαιον καὶ παρὰ φύσιν ἔχει τὴν κίνησιν καὶ φθορᾶς αἰτίαν. πῶς οὖν διαρ‐ κοῦσι τοσαῦτα καὶ τηλικαῦτα σώματα ἐπὶ τοσοῦτον βιαίως ἑλκόμενα;
10 Τίς προφητικὸς λόγος ἢ τίς εὐαγγελικὸς αὐτοὺς ταῦτα ἐδίδαξεν; τίς δὲ αὐτοῖς ἀπεκάλυψεν ἐν τοῖς νώτοις εἶναι τοῦ στερεώματος τὸν δεσπότην Χριστὸν ὑπερκείμενον αὐτοῦ τὸν πρῶτον οὐρανὸν ἔχοντα, ὡς ἡμῶν ὑπέρκειται τὸ στερέωμα; τί δὲ ἐστὶ τὸ ‘εἶπεν ὁ
15κύριος τῷ κυρίῳ μου· κάθου ἐξ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου‘; καὶ ὅτι ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλω‐ σύνης ἐν ὑψηλοῖς; εἰ μήπω καὶ τὸν θεὸν καταβιβά‐ σουσιν ἐκεῖ. ποῦ δὲ γεγραμμένον ἐπὶ λέξεως ἔχουσιν,
20ὅτι τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, οὗ μὴ γεύσασθαι τῷ Ἀδὰμ παρήγγειλεν ὁ θεός, συκῆ ἦν καὶ σῦκα φαγὼν ἐκεῖνος ἔξω γέγονε τοῦ παραδείσου; εἰ γὰρ ἀπόδειξιν ἡγεῖται τοῦ συκῆν εἶναι τὸ φύλλα συ‐
κῆς ῥάψαντας τὸν Ἀδὰμ καὶ τὴν Εὔαν σκεπάσαι τὴν29
Opif
.

30

ἑαυτῶν γύμνωσιν, καίτοι γε οὐδὲ πρότερον ἦσαν τυ‐ φλοί, ὡς μὴ βλέπειν ἑαυτοὺς ὄντας γυμνούς. τοῦτο τῆς Θεοδώρου ἐστὶν ἐπινοίας ψυχρόν τε καὶ ἠλίθιον. ἡ γραφὴ γὰρ πρὸς λέξιν οὐκ εἴρηκεν, ὅτι συκῆ τὸ
5φυτὸν ἦν ἢ ὅτι σῦκα φαγόντες τὴν ἐντολὴν παρέβησαν τοῦ θεοῦ. Ὁμοίως ἄγραφον καὶ τὸ τοὺς δερματίνους χιτῶνας φλοιοὺς δένδρων εἰπεῖν· ἄγραφον καὶ τὸ ἐν ἀρχῇ τῆς ἕκτης ἡμέρας γενομένους τὸν Ἀδὰμ καὶ τὴν Εὔαν
10ἕκτην ὥραν τῆς αὐτῆς ἡμέρας πεινῆσαι, ὅτε καὶ ἡμᾶς συμβαίνει πεινῆν, καὶ τότε τῶν σύκων φαγεῖν καὶ ὥραν ἐνάτην ἐκβληθῆναι τοῦ παραδείσου, ὡς ἐν μό‐ ναις ὥραις ἐννέα τὰ ἐν τῷ παραδείσῳ γεγονέναι πάντα. μηδὲν γὰρ τούτων συλλογιζέσθω Θεόδωρος,
15ὅτε καὶ τὰ εἰρημένα ἐστὶ λίαν εὐφώρατα· καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἴ τῳ τοῖς ματαίοις ἦν ἐνασχο‐ λεῖσθαι καιρός· λέγουσαν δὲ ταῦτα πρὸς λέξιν δει‐ κνύτω τὴν ἁγίαν γραφήν· καὶ εἰ συνυπέστησαν οἱ ἄγγελοι τῷ οὐρανῷ καὶ τῇ γῇ, θαυμαστὸν εἰ πέντε
20μόνας ἡμέρας ἐν τῷ ἰδίῳ μεμένηκεν ὁ διάβολος τάγ‐ ματι, εἴπερ ἄρα καὶ ταύτας, καὶ εἰς τὴν τοσαύτην εὐθὺς ἅμα τῷ γενέσθαι κακίαν καὶ τὸν τοῦ ἀνθρώπου φθόνον ἀπώλισθεν, εἴπερ ‘φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον‘· πρὸς λέξιν γὰρ τούτων οὐ‐
25δὲν εἴρηκε Μωϋσῆς. καὶ ἄλλα δὲ πλεῖστα μυθολογεῖ
Θεόδωρος ἐν τοῖς εἰς τὴν Γένεσιν καὶ τοῖς ἄλλοις αὐ‐30
Opif
.

31

τοῦ συγγράμμασι καὶ οἱ τῆς αὐτοῦ μοίρας μηδεμίαν, ὧν λέγουσιν, ἐκ τῆς ἱερᾶς γραφῆς μαρτυρίαν ἔχοντες, μηδὲ λόγῳ τὰς ἑαυτῶν ὑπονοίας κατασκευάσαι δυνά‐ μενοι, πολλαχοῦ δὲ καὶ τἀναντία τῷ θείῳ διοριζό‐
5μενοι πνεύματι, ὧν ἑνὸς μόνου διὰ τὸ πλῆθος καὶ τὸ ματαίαν δεῖξαι τὴν περὶ αὐτὰ σπουδὴν μνήμην ποιήσομαι.
8tιγʹ. Ὅτι τὸν ἐπὶ Νῶε κατακλυσμὸν πᾶσαν
9tἐπικλύσαι τὴν γῆν τῆς γραφῆς λεγούσης ἐν
10tμέρει γεγονέναι ταύτης φησὶ Θεόδωρος· καὶ
11tἔλεγχος τῆς ὑπονοίας αὐτοῦ.
12 Τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν ἐπὶ πᾶσαν τὴν γῆν ἡ γραφὴ γεγονέναι φησὶν οὕτως λέγουσα· ‘τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς καὶ ἐπε‐
15κάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. πεντεκαίδεκα πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετηνῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς
20γῆς καὶ πᾶς ἄνθρωπος καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς, ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἐτελεύτησε. καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πά‐ σης τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ
25τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ’ αὐ‐31
Opif
.

32

τοῦ ἐν τῇ κιβωτῷ· καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἐπὶ πήχεις ἑκατὸν πεντήκοντα‘. Τίνι οὐκ ἔστι τὰ προκείμενα πάσης ἐκτὸς ἀμφι‐ σβητήσεως φανερά, ὅτι πᾶσα ἦν ἡ γῆ κεκαλυμμένη
5τοῖς ὕδασι; πάντα γὰρ τὰ ὄρη τὰ ὑψηλά φησι τὰ ὑπο‐ κάτω τοῦ οὐρανοῦ ἐπέκρυψεν. οὐδὲν ἄρα τῶν ὑπὸ τὸν οὐρανὸν ἀνεπίκλυστον ἔμεινεν. καὶ τὸ πᾶσαν σάρκα κινουμένην ἐπὶ τῆς γῆς καὶ ὅσα ἦν ἐπὶ προσ‐ ώπου τῆς γῆς ἀπολέσθαι τοῦτο αὐτὸ δηλοῖ. οὐ γὰρ
10μόνοι ἄνθρωποι ἦσαν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ πᾶν εἶ‐ δος ζῴου τὴν γῆν ὑπῆρχε πεπληρωκὸς ἅπασαν. οὐ γάρ, ὡς τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ μόνῳ τὴν ἀρχὴν τέθεικεν ὁ θεός, οὕτω καὶ τὴν τῶν ζῴων πλη‐ θὺν ἐν ἑνὶ καὶ μόνῳ τίθησι τόπῳ, ἀλλ’ ὡς πᾶσα τῶν
15ἐξ αὐτῆς φυομένων ὑπῆρχε πλήρης, οὕτω καὶ τῶν ζῴων πανταχοῦ, ὅπουπερ εἶναι ἠδύναντο. ἀλλὰ καὶ τὸ ἐπὶ πάσης τῆς γῆς ἑκατὸν πεντήκοντα πήχεις ὑψω‐ θῆναι τὸ ὕδωρ καὶ τὸ τῶν ὑψηλοτάτων ὀρῶν ὑπερα‐ νεστηκέναι πήχεσι δέκα καὶ πέντε, ποῖον αὐτῆς γυμνὸν
20ὕδατος ἀπολέλοιπε μόριον; οὐ γὰρ δὴ μετέωρον ἐπὶ τεσσαράκοντα ἡμέρας εἰσήκει τὸ ὕδωρ τὰ πέριξ τῶν ἐπικλυσθέντων μορίων τῆς γῆς μὴ ἐπικλύζον. ἀλλὰ Θεόδωρος τοῖς οὕτως ἐναργέσι προφανῶς ἀντιφθέγγε‐ ται. ‘εὔδηλον‘ γάρ φησιν ‘ὅτι περὶ ἐκείνης λέγει τῆς
25γῆς καὶ τῶν ὀρέων ἐκείνων, ἐν οἷς οἰκεῖν τοὺς τότε συνέβαινεν ἀνθρώπους, οὔπω κατὰ πάσης χεθέντας τῆς γῆς, ἐπεὶ μηδὲ τοσοῦτοι τὸν ἀριθμὸν ἦσαν τέως,
ὥστε δύνασθαι πληρῶσαι τὴν γῆν‘.32
Opif
.

33

Ἀλλὰ τοῖς θείοις μαχόμενος λογίοις δι’ οἰκείων Θεόδωρος λογισμῶν Βασιλείῳ τὸ ἄγραφον ἐγκαλεῖ, προϋπάρχειν λέγοντι τῆς τῶν σωμάτων γενέσεως τὴν τῶν ἀσωμάτων καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων
5ὕπαρξιν.
6tιδʹ. Ὅτι Θεοδώρητος καίτοι Θεοδώρῳ συνη‐
7tγορῶν ὅμως μηδὲν σαφὲς εἰπεῖν περὶ τῶν ἀγ‐
8tγέλων φησὶ τὴν γραφήν, καὶ ὡς οὐδὲν τὴν
9tεὐσέβειαν βλάπτει κἂν τοῦ οὐρανοῦ
10tπροϋπάρχωσι.
11 Διὸ καὶ Θεοδώρητος καίτοι γε τῷ δόγματι τούτῳ καὶ αὐτὸς ἀντειπὼν καὶ τοῖς Θεοδώρου πᾶσιν ἐπιχει‐ ρήμασι χρησάμενος, δι’ ὧν ὅτι μὴ τοῦ κόσμου προϋ‐ πάρχουσιν οἱ ἄγγελοι δεικνύειν ἐκεῖνος ἔδοξεν, ὕστε‐
15ρον ὅμως εὐλαβέστερον διατεθεὶς τὸν λόγον οὕτω συνεπεράνατο, ἐν οἷς εἰς τὰ ζητούμενα τῆς παλαιᾶς διαθήκης ἔγραψε λέγων οὕτως· ‘ἐγὼ δὲ ταῦτα οὐκ ἀποφαινόμενος λέγω—τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει
20γραφή—ἀλλ’ ὅπερ τοῖς εὐσεβέσι λογισμοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι δίκαιον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα πλὴν τῆς ἁγίας τριάδος κτιστὴν ἔχει τὴν φύσιν. συνομολογουμένου δὲ τούτου τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ τὸ πρὸ οὐρανοῦ καὶ
25γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμουσ‘.33
Opif
.

34

Δῆλον οὖν καὶ ἐκ τούτων, ὡς ὑπὲρ ἀγράφου Θεό‐ δωρος δόγματος διϊσχυρίσατο, ἐκ μόνης ὡς ἐνόμισεν ἰδίας ἐπινοίας αὐτῷ παριστάμενος, ὅπερ ἐνεκάλεσε Βασιλείῳ παθών.
5tιεʹ. Σύνοψις τῶν εἰρημένων περὶ τῆς τῶν
6tἀγγέλων οὐσίας.
7 Σαφηνείας δὲ χάριν συνοψιστέον ἅπαντα τὸν λόγον ἄνωθεν οὕτως. εἰ ἀνάγκη πάντως ἢ σῶμα εἶναι τῶν ἀγγέλων τὴν οὐσίαν ἢ ἀσώματον, καὶ εἰ σῶμα, ἢ ἐκ
10πέμπτου στοιχείου τινὸς ἢ ἐκ τῶν τεσσάρων, καὶ εἰ μὴ σῶμα, νοητοὶ δὲ καὶ ἀσώματοι τὴν οὐσίαν εἰσίν, ἢ γυμνοὶ παντελῶς σωμάτων εἰσὶν ἢ ὀργανικοῖς συν‐ ήρτηνται σώμασιν· ἐδείξαμεν δὲ διὰ πλειόνων ἐπι‐ χειρήσεων, ὅτι μήτε σώματά εἰσι μήτε ἀσώματοι οὐσίαι
15περικείμεναι σώματα καθάπερ καὶ ἡ ἡμετέρα ψυχή· μόνως ἄρα εἰσὶν ἀσώματοι γυμνοὶ σωμάτων, καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασι συνυπέστησαν, ἀλλ’ εἰσὶν ὑπερκόσμιοι. ὅθεν οὐδὲ μνήμην τῆς ὑπάρξεως αὐτῶν ἐποιήσατο Μωϋσῆς, καίτοι μνησθεὶς αὐτῶν ὡς λειτουρ‐
20γῶν θεοῦ πανταχοῦ. Πάλιν εἰ ἀνάγκη πᾶσα ἢ πρὸ τῆς τοῦ κόσμου γε‐ νέσεως αὐτοὺς ὑποστῆσαι τὸν θεὸν ἢ ὁμοῦ τοῖς σω‐ ματικοῖς καὶ πρώτοις στοιχείοις καὶ τῷ οὐρανῷ, καθὰ Θεοδώρῳ δοκεῖ, ἢ μετὰ τὴν τοῦ κόσμου παρῆχθαι γέ‐
25νεσιν, καὶ τοῦτο μὲν ψεῦδος διὰ τὸ εἰπεῖν ἐν τῷ34
Opif
.

35

Ἰὼβ τὸν θεόν· ‘ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου‘, οὔτε δὲ τοῖς πρώ‐ τοις συνυπέστησαν σῴμασιν—οὔτε γὰρ εἶπε τοῦτο Μωϋσῆς ἢ ἕτερός τις προφήτης—οὔτε ὅσιον τὰς
5μυριάδας τῶν ἀοράτων καὶ νοερῶν καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων συνυποστῆναι λέγειν τοῖς σώμα‐ σιν, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχὴ ὡς κεχω‐ ρισμένη τῆς τῶν σωμάτων οὐσίας καὶ ἑτεροφυής— λείπεται λοιπὸν ἐκ πάσης ἀνάγκης πρὸ τῆς τοῦ κόσμου
10γενέσεως ὑποστῆσαι τὸν θεὸν αὐτάς.
11tιϛʹ. Ὅτι τῶν ἀσωμάτων οὐδὲν ἐν τόπῳ ἐστὶ
12tκαὶ πᾶν τὸ ἐν τόπῳ σῶμά ἐστι καὶ ὡς οὐδὲ τὸ
13tσημαινόμενον τοῦ νοητοῦ καὶ ἀσωμάτου
14tγινώσκουσιν οἱ περὶ Θεόδωρον.
15 Τούτων οὖν ἀληθῶν ὄντων ἴδωμεν καὶ ὅσα πρὸς συνηγορίαν τοῦ συνυποστῆναι τοὺς ἀγγέλους οὐρανῷ τε καὶ γῇ κατασκευάζει Θεόδωρος ἀγράφῳ δόγματι συνηγορῶν· λέγει γὰρ οὕτω· ‘θαυμαστὸν μὲν οὖν ἔμοιγε φαίνεται τό τινας οἴεσθαι πρὸ οὐρανοῦ τε καὶ
20γῆς τὰς ἀοράτους καὶ λογικὰς οὐσίας ὑπὸ θεοῦ γεγο‐ νέναι, ἃς ἔνδον τε τούτων εἶναι καὶ περιγεγράφθαι ὑπ’ αὐτῶν διὰ πάσης παιδευόμεθα τῆς θείας γραφῆς. ποῖος γὰρ δὴ παραδέξεται λόγος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν καὶ πρὸ τῶν περιεχόντων εἶναι τὰ
25περιεχόμενα; ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε35
Opif
.

36

ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ‘. καὶ ποῦ τῶν ἱερῶν λογίων τινός, ἵνα καί, ὡς σὺ φής, ἁπάν‐ των ἤκουσας λεγόντων, ὅτι μέσον οὐρανοῦ καὶ γῆς περιγεγραμμέναι εἰσὶν αἱ ἀσώματοι καὶ νοεραὶ τῶν
5ἀγγέλων τάξεις, τὰς σὰς ὑπονοίας τῇ θείᾳ περιάπτων γραφῇ; τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ σώματα καὶ μεγέθη τοὺς ἀγγέλους ὑποτίθεσθαι· τὸ γὰρ ἐν τόπῳ εἶναι μόνων ἐστὶ σωμάτων, ἅπερ τριχῇ διέστηκε. καὶ γὰρ ὁ τόπος ἐστὶ διάστημα. δεδείχαμεν δὲ ὅτι μηδὲ
10σώματα εἰσὶν ἐκεῖναι μηδὲ ἀσωμάτοις οὔσαις ὀργανικὰ σώματα ἐξῆπται ὡς ταῖς ἡμετέραις ψυχαῖς. δι’ ὅπερ οὐ καθ’ αὑτὰς ἐν τόπῳ ἀλλὰ κατὰ συμβεβηκὸς εἰσὶν αἱ λογικαὶ ψυχαί, διὰ τὸ τὰ σώματα αὐτῶν, ἅπερ εἰ‐ δοποιοῦσιν, ἐν τόπῳ εἶναι, ὡς καὶ κινοῦνται κατὰ
15συμβεβηκὸς τοπικῶς κινουμένων ἐκείνων· αἱ δὲ παν‐ τελῶς ἐξῃρημέναι σωμάτων οὐδὲ κατὰ συμβεβηκὸς εἰ‐ σὶν ἐν τόπῳ οὐδὲ κινεῖσθαι κατὰ τόπον αὐτὰς τῶν ἐνδεχομένων ἐστί. Καίτοι γε καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀσωμάτους εἶ‐
20ναί φασι, Θεοδώρητος μὲν οὕτω λέγων ἐν οἷς τὰ τῆς παλαιᾶς γραφῆς ἀπορούμενα λύει· ‘τὰ ἀρξάμενα τοῦ εἶναι περιγεγραμμένον ἔχει, δηλονότι τὸ εἶναι. οὐ‐ κοῦν καὶ ἀσώματον εἶναι λέγοντες τῶν ἀγγέλων τὴν
φύσιν περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν.36
Opif
.

37

πῶς γὰρ ἄν τις νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;‘ καὶ Θεόδωρος δὲ νοητὰς αὐτὰς εἶναι λέγει καὶ λογικάς. καὶ τί θαυμα‐
5στόν, ὅτε καὶ τὰς ἡμετέρας ψυχὰς νοητὰς εἶναί φησιν οὕτω λέγων· ‘συγγενεῖς δὲ ταῖς φύσεσι ταύταις καὶ τὰς ἡμετέρας πεποίηκε ψυχὰς νοητάς τε οὔσας καὶ ζωῆς ἀθανάτου μετεχούσας καὶ μὴν καὶ λόγου γε τοῦ κρατιστεύοντος ἐν ἡμῖν;‘ ἀλλ’ ἀγνοεῖ τῶν λέξεων, ὧν
10προφέρει, τὰ δηλούμενα· τῷ γὰρ νοητῷ τὸ αἰσθητὸν ἀντιδιαστέλλεται· τὸ δὲ αἰσθητὸν ἅπαν σῶμά ἐστι. καὶ ἔμπαλιν· πᾶν σῶμα φυσικὸν αἰσθητόν ἐστιν, οὐδὲν ἄρα, ὃ μή ἐστιν αἰσθητὸν ἀλλὰ νοητόν, σῶμά ἐστιν, ἀσώματον δὲ πάντως. ἀλλ’ οὐδὲ λογικόν ἐστιν οὐδὲν
15σῶμα, ὅτι μηδὲ γνῶσιν ἔχει θεοῦ κἂν ἔμψυχον ᾖ· ἀλλ’ ἐν ταῖς ἀσωμάτοις καὶ χωρισταῖς οὐσίαις σω‐ μάτων τὸ λογικόν, οἷαί εἰσι καὶ αἱ τῶν ἀνθρώπων ψυχαί. εἰ οὖν λογικὴ καὶ ἀσώματος ἡ τῶν ἀγγέλων ἐστὶν οὐσία, πάντως που καὶ ἀμεγέθης. τρία γὰρ
20τῶν μεγεθῶν τὰ εἴδη· σῶμα ἐπιφάνεια γραμμή, σῶμα μὲν τὸ τρεῖς ἔχον διαστάσεις· μῆκος πλάτος βάθος· ἐπιφάνεια δὲ πέρας μέν ἐστι τοῦ σώματος, διχῇ δὲ διέστηκε μῆκος ἔχουσα καὶ πλάτος μόνα· ἡ δὲ γραμμὴ τῆς ἐπιφανείας ἐστὶ πέρας, μίαν ἔχουσα
25καὶ μόνην τὴν κατὰ μῆκος διάστασιν. εἰ οὖν ἔξω σω‐ μάτων οὐκ ἔστι μέγεθος οὐδέν, εἴ τι ἄρα ἐστὶν ἀσώ‐
ματον, παντελῶς ἐστιν ἀμέγεθές τε καὶ ἀδιάστατον·37
Opif
.

38

ἐν σώματι γὰρ καὶ ἐπιφάνεια πᾶσα καὶ γραμμὴ τὸ εἶναι ἔχουσιν· εἰ οὖν ὁ τόπος σωμάτων ἐστὶ μόνων περιεκτικός, οὐδεμίαν ἄρα οὐσίαν ἀσώματον ἐν τόπῳ εἶναι καθ’ αὑτὴν δυνατόν. οὗτοι οὖν οἱ παρὰ τοῖς
5οὐκ εἰδόσιν εἰδέναι τι δοκοῦντες κἂν περιλαλῶσι τὸ ἀσώματον καὶ νοητὸν οὐκ ἐφιστάνοντες τῇ τῶν λέξεων σημασίᾳ εἰς μεγέθη πάλιν καὶ ὄγκους ἐξολισθάνουσιν· ἐπεὶ πῶς ἔφη Θεόδωρος; ‘ποῖος γὰρ παραδέξεται λό‐ γος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν;‘ ἐντὸς μὲν
10λέγων οὐρανοῦ καὶ γῆς τὰς ἀγγελικὰς δυνάμεις, ἐκτὸς δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔτι φανερώτερον εἰ‐ πὼν ἐν τόπῳ αὐτὰς περιγεγράφθαι, ὡς ἂν εἴποι τις ἐντὸς εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὸ πῦρ οὐρανοῦ καὶ γῆς. τί οὖν διενηνόχασι τούτων αἱ ἀγγελικαὶ καὶ
15ἀσώματοι οὐσίαι τοῦ ἐν τόπῳ εἶναι καθάπερ καὶ τὰ στοιχεῖα; οὐδὲ γὰρ ἡ ψυχὴ ὡς ἐν τόπῳ ἐστὶ τῷ ἡμε‐ τέρῳ σώματι, ἀλλ’ ὡς εἰδοποιοῦσα τὸ ζῷον. δι’ αὐτὸ δὲ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστίν, ὅτι τὸ ἐν τόπῳ ὂν εἰδοποιεῖ, καθ’ αὑτὴν δὲ οὐκ ἔστι. μόνων γὰρ
20σωμάτων ἐστίν, ὃ πολλάκις εἶπον, τὸ ἐν τόπῳ εἶναι. Ἐοίκασιν οὖν οἱ χρηστοί, ὅταν ἀσωμάτους λέγωσι τοὺς ἀγγέλους, τὸ μὴ τοιαῦτα σώματα εἶναι λέγειν αὐτούς, οἷά ἐστι τὰ παχέα ταῦτα καὶ αἰσθητὰ φυτὰ ζῷα μέταλλα στοιχεῖα, οὐ μὴν πάσης ἐκτὸς εἶναι δια‐
25στάσεως, ἀλλὰ σώματα τυχὸν λεπτομερέστερα, ὧν οὐκ38
Opif
.

39

ἐφικνεῖται διὰ τὴν λεπτομέρειαν ἡ αἴσθησις. καὶ τοῦτο καλοῦσιν ἀσώματον. ἀλλ’ οὐδὲν ἐν τοῖς οὖσι τοῦ ἁπλοῦ καὶ καθαροῦ πυρὸς ὑπάρχει λεπτομερέστε‐ ρον· ἀσώματον οὖν κατ’ αὐτοὺς τὸ πῦρ, ὡς πρὸς τὰ
5λοιπὰ στοιχεῖα. καὶ ἐπειδὴ πάλιν λεπτομερέστερον τοῦ ὕδατός ἐστιν ὁ ἀήρ, καλείτωσαν καὶ αὐτὸν ὡς πρὸς τὸ ὕδωρ ἀσώματον· καὶ τὸ ὕδωρ ὡς πρὸς τὴν γῆν ἀσώματον ὡς λεπτότερον αὐτῆς, ὡς συμβαίνειν ἕκαστον ἅμα σῶμά τε εἶναι καὶ ἀσώματον, ταὐτὸν δ’
10εἰπεῖν σῶμα καὶ οὐ σῶμα, ἅπερ γελᾶσθαι μόνον, οὐκ ἀντιλέγεσθαι δίκαιον. πᾶσα γὰρ οὐσία τὰς τρεῖς ἔχουσα διαστάσεις σῶμά ἐστιν, κἂν ὁπωσοῦν ὑπάρχει λεπτο‐ μερέστατον. ἐντεῦθεν οὖν ἡ ἀσώματος οὐσία πάσης ἐστὶν ἐκτὸς διαστάσεως. εἰ μὲν οὖν ἡ οὐσία τῶν ἀγ‐
15γέλων τριχῇ διέστηκε, σῶμα πάντως ἐστίν, ὅπως ἂν εἴη λεπτότατον καὶ διαφεῦγον τῆς αἰσθήσεως τὴν ἀν‐ τίληψιν. εἰ δὲ ἀσώματοί εἰσιν, ὡς ἐδείξαμεν, οὐδε‐ μίαν διάστασιν ἔχουσι. Πῶς ἂν οὖν εἴη τὸ ἀμερὲς καὶ ἀδιάστατον ἐν τόπῳ,
20ὁπότε οὔτε ἐπιφάνεια ἐν τόπῳ ἐστὶν καθ’ αὑτὴν οὔτε γραμμή, διαστήματα μὲν οὖσαι, ἀσώματοι δέ; μόνα οὖν τὰ σώματα ἐν τόπῳ ἐστίν· καὶ εἴ τι ἐν τόπῳ, σῶμα πάντως ἐστί· σωμάτων γὰρ ὁ τόπος, οὐκ ἀσωμάτων. Οὐκοῦν Θεόδωρος ἐν τόπῳ τὰς ἀγγελικὰς οὐσίας
25εἶναι βουλόμενος οὐδὲν ἕτερον αὐτὰς ἢ σώματα νο‐ μίζει, καὶ ταῦτα ἢ σύνθετα πάντως ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑνὸς ἁπλοῦ, πυρὸς τυχὸν ἢ ἀέρος, εἰ καὶ νοητὰς εἶναί φησι καθάπερ καὶ τὰς ἡμετέρας ψυχάς, ἀγνοῶν
τί σημαίνει τὸ νοητόν. εἴτε δὲ ἐξ ἑνὸς στοιχείου εἴτε39
Opif
.

40

ἐκ πάντων εἰσίν, φθαρτοὶ πάντως ὑπάρχουσιν ἐκ τοιούτων τὸ εἶναι ἔχοντες. οὐ γὰρ νομοθετεῖν τοῖς ἀμφὶ Θεόδωρον ἔξεστιν, ὡς εἰ καὶ τὰ στοιχεῖά εἰσι φθαρτὰ καὶ ἐκ τούτων οἱ ἄγγελοι, ἀλλὰ τὰ μόρια
5τούτων, ἐξ ὧν ὑπῆρξαν ἐκεῖνοι, γεγόνασιν ἄφθαρτα, μηδεμιᾶς ταῦτα λεγούσης θεοπνεύστου γραφῆς· τοῖς γὰρ ἑαυτοῦ περιβαλλέσθω δικτύοις μηδὲ λόγῳ τοῦτο δεικνύειν ἔχων, ὡς ἡμεῖς τοὐναντίον ἐδείξαμεν. καὶ ὁ ἀπόστολος δὲ τὴν φθορὰν τῶν σωμάτων ἁπάντων
10ἐδήλωσεν εἰπὼν ὅτι ‘καὶ αὐτὴ ἡ κτίσις ἐλευθερω‐ θήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευ‐ θερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ‘. οὔπω ἄρα τῶν φθαρτῶν οὐδὲν ἀφθαρσίας μετέσχε πλὴν τοῦ κυριακοῦ σώματος.
15 Σκοπείτω δὲ τὸ ἑαυτοῦ σοφὸν καὶ Θεοδώρητος. ‘πῶς γὰρ ἄν τισ‘ φησί ‘νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκα‐ στον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;‘ ἀλλ’ ἔδει γε αὐ‐ τὸν ἐννοεῖν, ὅτι καὶ ἑκάστη τῆς ἁγίας τριάδος ὑπό‐
20στασις τῶν λοιπῶν ἐστιν ἑτέρα καὶ τρεῖς ὑπάρχουσιν τῷ ἀριθμῷ ἰδιώμασιν ἀλλήλων διοριζόμεναι. ἢ οὖν ἐν τόπῳ ἔσονται διὰ τοῦτο καὶ σώματα ἢ Σαβέλλιος ἡμῖν ἐπιπηδήσει ἢ τό γε τρίτον καὶ ἀληθέστερον· οὐ τὰ ἐν ὑποστάσει ἴδια καὶ τῶν ὁμοφυῶν ταύτῃ διακρι‐
25νόμενα ἢ σώματα πάντως εἰσὶν ἢ τόπῳ τινὶ περιέ‐
χονται.40
Opif
.

41

(1t)

ιζʹ. Ὅτι καὶ τὸ περιγεγράφθαι ἢ ἀπερίγραφον
2tεἶναί τι κατὰ μόνην τὴν τοπικὴν περιγραφὴν
3tοἶδε Θεόδωρος.
4Ἀγνοεῖν οὖν ἐοίκασι καὶ τὸ τῆς περιγραφῆς ὄνομα
5[τὸ] ὡς ἐν μόνῃ περιοχῇ τόπου νοοῦντες καὶ οὐδὲν ἕτε‐ ρον, ὅπερ μόνων ἐστὶ τῶν σωμάτων ἴδιον, ὡς οὐ δυνά‐ μενοι τῆς τούτων φαντασίας οὐδὲν ἔξω νοεῖν. ὅτι γὰρ περιγραφὴν τὴν κατὰ τόπον νοοῦσι καὶ μόνην καὶ διὰ τοῦτο καὶ σώματα τοὺς ἀγγέλους ὑπάρχειν οἴονται
10περιγεγραμμένα μεταξὺ γῆς καὶ οὐρανοῦ καὶ διὰ τοῦτο καὶ συνυφεστάναι αὐτοῖς, σαφῶς ἐδήλωσε Θεόδωρος εἰπών· ‘Ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ. οὔτε γὰρ ἀπεριγράφους οὔσας ὑπὸ περιγραφὴν γενέσθαι οἷόν
15τε ἦν. περιγραφῇ δὲ ὑποκειμένων ἀνάγκη ζητεῖν τίς τόπος εἶχεν αὐτὰς πρότερον, ἐν ᾧπερ ἦσαν περιγε‐ γραμμέναι, καθάπερ νῦν εἰσιν ἐν τούτῳ τῷ χώρῳ‘. ἀλλ’ ἠλίθιον πρὸ τῶν ὁρωμένων τόπον ζητεῖν, πολλῷ δὲ μᾶλλον ἠλιθιώτερον ἐπὶ τῶν ἀσωμάτων καὶ
20νοητῶν τόπον ζητεῖν καὶ μέγεθος καὶ περιγραφὴν τῆς περιγραφῆς παρ’ αὐτοῖς νοουμένης τοῦ ἐν ὡρι‐ σμένῳ εἶναι μεγέθει τε καὶ τόπῳ καὶ οὕτως ἐν περι‐ γραφῇ εἶναι τῶν ἀγγέλων ἕκαστον, διὸ καὶ ὑπὸ τό‐
που φασὶν αὐτοὺς περιέχεσθαι. εἰ δὲ πᾶν τὸ περιγε‐41
Opif
.

42

γραμμένον τόπῳ σῶμά ἐστιν, ὡς ἐδείχθη, σώματα ἄρα καὶ τοὺς ἀγγέλους ὑπάρχειν οἴεται. ἐν ἑτέροις δὲ περὶ τοῦ προκειμένου θεωρήματος διαλαβὼν ἔδειξα ὅτι καὶ τὸ ἀπερίγραφον δηλοῖ παρ’ αὐτοῖς τὸ κατὰ
5μέγεθος ἄπειρον σῶμα καὶ διὰ τοῦτο μηδὲ ὑπὸ τόπου περιεχόμενον. τί γὰρ ἂν ἔξωθεν εἴη τοῦ ἀπείρου σώματος περιέχον αὐτό; οὕτω γὰρ οὐκέτ’ ἂν εἴη ἄπει‐ ρον· οὐδεμίαν γὰρ ἄλλην σημασίαν τοῦ περιγεγραμ‐ μένου καὶ τοῦ ἀπεριγράφου γιγνώσκουσιν.
10 Οὕτως οὖν νοοῦσι καὶ τὸν θεὸν ἀπερίγραφον συνεκ‐ τείνοντες αὐτὸν ἅπασι τοῖς σώμασι καὶ τῷ κόσμῳ παντὶ καὶ ὑπερβαίνειν αὐτὰ οἰόμενοι τοπικῶς, κἂν ἀσώματον εἴπωσι τὴν θείαν οὐσίαν καὶ νοητήν. καί‐ τοι γε ἐννοεῖν αὐτοὺς ἐχρῆν ὡς, εἰ παντὸς σώματος
15καὶ πάσης διαστάσεως δημιουργός ἐστιν ὁ θεός, μηδὲν εἶναι τούτων αὐτὸν ὧν ἐποίησεν ἀνάγκη, διὸ καὶ ὑπερ‐ ούσιος ὑμνεῖται ὡς πάσης οὐσίας παρακτικὸς καὶ ὑπὲρ αἰῶνας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ὅτι καὶ αἰώνων ἐστὶ ποιητής· ‘δι’ οὗ‘ γάρ φησι ‘καὶ τοὺς αἰῶνας
20ἐποίησεν‘, ὅτι ἂν ὑπάρχοιεν οἱ αἰῶνες· ὥστε τὸ ἀπερί‐ γραφον καὶ ἄπειρον ἄλλως ἐπὶ θεοῦ λέγεταί τε καὶ νοεῖται. εἰ δὲ ἀσώματοι καὶ πάσης ἐκτὸς διαστάσεως αἱ οὐσίαι τῶν ἀγγέλων ἐδείχθησαν, οὐδ’ ἄρα περιγε‐ γραμμέναι κατὰ μέγεθός εἰσιν οὐδὲ ἀπερίγραφοι, του‐
25τέστιν οὐδὲ πεπερασμένον ἔχουσι μέγεθος οὐδὲ ἄπει‐
ρον οὔτε ἔξω τοπικῶς τοῦ κόσμου εἰσὶν οὔτε ἐντός.42
Opif
.

43

καὶ γὰρ ὁ θεὸς ἄναρχος ὢν καὶ ὑπὲρ αἰῶνας ζητηθείη ἂν κατ’ αὐτούς, πρὸ τοῦ κόσμου ποῦ ἦν· ἀλλὰ μόνων σωμάτων, ὡς πολλάκις εἶπον, τὸ τοιοῦτον. Ἄλλως δὲ καὶ οἱ ἄγγελοι λεχθεῖεν ἂν περιγεγραμμέ‐
5νοι κατὰ δύναμιν διὰ τὸ μὴ πάντα δύνασθαι ὅσα θεός, ἴσως δὲ καὶ ἄλλους ἄλλων εἰκὸς μείζονα δύνασθαί τε καὶ γιγνώσκειν καὶ ταύτῃ λέγοιντο ἂν περιγεγραμμένοι, κατὰ μέγεθος δὲ οὔτε περιγεγραμμένοι οὔτε ἀπερί‐ γραφοι ἀμεγέθεις ὄντες. εἰ πού τις ἄρα τὰς φαινο‐
10μένας τισὶν ἐπιστασίας αὐτῶν, ἐν οἷς ἂν εἴδεσι φαί‐ νοιντο, αὐτὸ τὸ φαινόμενον ἐκεῖνο καὶ χρησμῳδοῦν, ὅτι ποτ’ ἂν εἴη, τόπῳ περιγεγράφθαι λέγοι, τῷ μη‐ δενὶ ἄλλῳ μήτε φαίνεσθαι μήτε χρησμῳδεῖν· ἀλλ’ οὐ‐ δὲν τοῦτο πρὸς τὴν ἀσώματον οὐσίαν αὐτῶν μήτε ὁρα‐
15τὴν οὖσαν μήτε τόπῳ περιγραφομένην. ἀλλ’ ἐπὶ πολὺ τούτοις ἐνασχολεῖσθαι πρὸς ἄνδρας μηδὲν πλέον τῶν ὑπὸ τὴν αἴσθησιν νοεῖν δυναμένους μάταιον ἀληθῶς. ἐπὶ δὲ τὰς ἀπὸ τῶν γραφῶν μαρτυρίας μετέλθωμεν.
19tιηʹ. Ὅτι οὐδεμιᾷ γραφικῇ μαρτυρίᾳ, τὸ
20tσυνυποστῆναι οὐρανῷ καὶ γῇ τοὺς ἀγγέλους
21tΘεόδωρος δείκνυσι. καὶ πῶς χρὴ τὰ τροπικῶς
22tεἰρημένα τῇ γραφῇ μεταφέρειν ἐπὶ τὴν τῶν
23tπραγμάτων ἀλήθειαν.
24‘Ὥσπερ‘ φησί ‘Μωϋσῆς εἰς δύο διεῖλε τὴν κτίσιν,
25οὐρανὸν καὶ γῆν, οὕτω καὶ Δαυὶδ εἰς τὰ αὐτὰ διεῖλεν
αὐτὴν καὶ τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς43
Opif
.

44

ἔφησεν ὑμνεῖν τὸν θεὸν ἀκολούθως τῷ τὴν κτίσιν δι‐ ηγησαμένῳ· πρότερον γὰρ τῶν ἐκ τῶν οὐρανῶν ποι‐ ησάμενος τὴν μνήμην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν‘ ἐπάγει· ‘αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι
5αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ‘ περι‐ ληπτικῶς πάσας τὰς ἀοράτους καὶ λογικὰς φύσεις εἰ‐ πών· εἶτα ἐκ τῶν ἀοράτων ἐπὶ τὰ ὁρώμενα μεταβάς— ἡλίου μέμνηται καὶ σελήνης ἀστέρων τε καὶ φωτὸς οὐρανῶν τε καὶ αὐτῶν καὶ δὴ καὶ τῶν ὑπὲρ τὸν φαι‐
10νόμενον τοῦτον οὐρανὸν ὑδάτων—ἐπάγει λοιπόν· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆσ‘. εὔδηλον τοίνυν ὡς ἅπασαν τὴν κτίσιν εἰς δύο ταῦτα διελὼν καὶ τὰ μὲν ἐξ οὐρανοῦ τὰ δὲ ἐκ τῆς γῆς εἰρηκώς, πάντα δὲ εἰπὼν ὧν τὰ μὲν σὺν οὐρανῷ καὶ γῇ, τὰ δὲ μετ’ ἐκεῖνα ἐγέ‐
15νετο, οὐκ ἂν τῶν ἀοράτων δυνάμεων μετὰ τούτων ἐποιήσατο μνήμην, ἐν τοῖς ἐκ τῶν οὐρανῶν ἀριθμήσας κἀκείνας, εἰ μὴ σαφῶς ᾔδει μὴ πρὸ οὐρανοῦ καὶ γῆς αὐτὰς γεγονυίας ἀλλὰ σὺν αὐτοῖς μὲν λαβούσας τὸ εἶναι, ἔνδον δὲ αὐτῶν εἶναι ταχθείσας ἅτε καὶ μέρος
20οὔσας τῆς κτίσεως. Τούτου δὲ μάρτυς αὐτάρκης καὶ ὁ μακάριος Παῦ‐ λος λέγων ὅτι ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποισ‘. γέλοιον δὲ εἰ μέρος μὲν τοῦ κόσμου κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν
25ὁμοίως τοῖς ἀνθρώποις εἰσίν, νομίζοιντο δὲ εἶναι
πρὸ κόσμου‘.44
Opif
.

45

Ταύταις ταῖς δύο μαρτυρίαις τῇ τε τοῦ προφήτου Δαυὶδ καὶ τῇ ἀποστολικῇ λίαν ὠχυρῶσθαι δοκεῖ Θεό‐ δωρος τὸ ἔνδον ὑπάρχειν οὐρανοῦ καὶ γῆς τὰς λει‐ τουργικὰς τοῦ θεοῦ δυνάμεις, ὅπερ ἀπὸ πάσης ἔφη
5παιδεύεσθαι τῆς ἁγίας γραφῆς. ἀλλὰ καὶ τὰς ἐκλογι‐ σμῶν αὐτοῦ συνηγορίας ὑποτεμόμενοι παρεθήκαμεν οὐδὲν παραλιπόντες τῶν ἀναγκαίων. ὅτι μὲν οὖν οὐδὲ Θεοδωρήτῳ τῷ ὑπερασπιστῇ Θεοδώρου δοκεῖ τὴν θείαν εἰρηκέναι γραφὴν σαφές τι περὶ αὐτῶν, εἴτε προϋπάρ‐
10χουσιν οὐρανοῦ καὶ γῆς εἴτε μή, καὶ ὡς οὐ λυμαίνεται τῷ τῆς εὐσεβείας λόγῳ κἂν προϋπάρχειν τις αὐτὰς ὑπόθοιτο, φθάσαντες ἔγνωμεν. Ἐπειδὴ δὲ Θεόδωρος ἀναντιρρήτους τὰς προκει‐ μένας νομίζει μαρτυρίας τοῦ σὺν οὐρανῷ καὶ γῇ γε‐
15νέσθαι τὰς ἀγγελικὰς τοῦ θεοῦ δυνάμεις καὶ οἱονεὶ χωρίον αὐταῖς ἀφωρίσθαι τὸν οὐρανὸν ὡς μηδὲ εἶναι δύνασθαι τούτου χωρὶς διὰ τὸ εἰπεῖν τὸν προφήτην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ
20δυνάμεις αὐτοῦ‘ μόνῳ τῷ γράμματι προσέχων Ἰουδαϊ‐ κῶς, οὐκοῦν καὶ ὅταν περὶ τοῦ θεοῦ λέγει· ‘ὁ κατοι‐ κῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς καὶ ὁ κύριος ἐκμυ‐ κτηριεῖ αὐτοὺσ‘ καὶ πάλιν· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώ‐
25πων‘ ‘ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν‘45
Opif
.

46

‘κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων‘· ‘κύριε κλῖνον οὐρανοὺς καὶ κατάβηθι‘· καὶ αὐτὸς ὁ θεός· ‘ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου‘. καί ‘ποῖον οἶκον οἰκοδο‐
5μήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύ‐ σεώς μοι;‘ καὶ μυρία τοιαῦτα ἕτερα ἐν πάσῃ σχεδὸν κείμενα τῇ θεοπνεύστῳ γραφῇ· τί πρὸς ταῦτα λέξει Θεόδωρος; εἰ γὰρ ψιλῷ προσέχοι τῷ γράμματι, μη‐ δένα τῆς ἐννοίας αὐτοῦ λόγον ποιούμενος, μέρος
10τοῦ κόσμου καὶ τὸν θεὸν λεγέτω καὶ οἶκον αὐτῷ τὸν οὐρανὸν ἀφοριζέτω· καὶ μὴ μόνον οἶκος ἔστω θεοῦ, ἀλλὰ καὶ θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ποῦ οὖν κατῴκει θεὸς πρὶν γενέσθαι τὸν οὐ‐ ρανόν, ἢ ἐν τίνι θρόνῳ καθῆστο, ζητήσομεν· τί δ’ αὐτῷ
15ὑποπόδιον ἦν, πρὶν γενέσθαι τὴν γῆν; μόνῃ οὖν τῇ λέξει προσηρτημένος δεῖσθαι τὸν θεὸν λεγέτω καὶ ἀναπαύσεως καὶ σκέπης καὶ θυμὸν αὐτῷ καὶ λύπην περιαπτέτω καὶ ὕπνον, ἐξανάστασίν τε καὶ μεταμέ‐ λειαν, χαράν τε καὶ γέλωτα κατὰ τό· ‘ὁ κατοικῶν ἐν
20οὐρανοῖς ἐκγελάσεται αὐτούσ‘ καὶ τί γὰρ οὐχὶ τῶν ἀνθρωπίνων παθῶν· ἀλλὰ καὶ τὰ ἡμέτερα μέλη πάντα, χεῖρας δακτύλους πόδας δεξιὰν ὀφθαλμοὺς βλέφαρα ὦτα στόμα καρδίαν πρόσωπον ὀπίσθια—πάντα γὰρ εἴρηται ταῦτα—καὶ ἁπλῶς ἀνθρωπίνην μορφὴν αὐτῷ
25παρεχέτω καὶ φωνὴν καὶ γῆρας, οἷός ἐστιν ‘ὁ παλαιὸς τῶν ἡμερῶν‘ παρὰ τῷ προφήτῃ Δανιήλ, καὶ ἄλλα
μυρία τῶν ἀτοπωτάτων ἐκ μόνης αὐτῷ περιτιθέτω46
Opif
.

47

τῆς λέξεως. εἰ δὲ ταῦτα τῆς ἐσχάτης ἀσεβείας ἐστὶν καὶ ἠλιθιότητος, οὐ ψιλῷ προσεκτέον τῷ γράμματι, ἀλλ’ εἰς ὅτι νεύει ἕκαστον τούτων ἐξιχνευτέον. ἐξ ὧν γὰρ ἴσμεν οἱ τῇ αἰσθήσει μόνῃ προσηλωμένοι, ἐκ τῆς τού‐
5των ἀναλογίας εἰς ἐννοίας ἡμᾶς θειοτέρας ἀνάγουσιν αἱ θεόπνευστοι γραφαί· ὀφθαλμοὺς διὰ τὸ πάντα ἐφορᾶν τὸν θεόν, ὦτα διὰ τὸ μὴ λανθάνειν αὐτὸν μηδὲ εἰ ἐν μυχῷ πράττοιμεν εἴτε χρηστὸν εἴτε ἐναν‐ τίον, δεξιὰν διὰ τὴν δραστήριον αὐτοῦ δύναμιν καὶ
10πάντων ὡς χειρὶ μιᾷ περιδραττομένην κατὰ τὸ εἰρη‐ μένον· ὅτι ‘ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆσ‘· καὶ Ἡσαΐας· ‘τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;‘ οἶκόν τε θεοῦ τὰς κεκαθαρμένας ἴσμεν λεγομένας ψυ‐
15χάς· ‘οὗ οἶκός ἐσμεν ἡμεῖσ‘· ‘ἐνοικήσω τε ἐν αὐ‐ τοῖσ‘, φησὶν ὁ θεός, ‘καὶ ἐμπεριπατήσω‘· ‘ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν‘· ‘οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;‘ θρόνον τε· ‘ὁ ἐν ἁγίοις γάρ‘
20φησίν ‘ἀναπαυόμενοσ‘· καὶ τοὐναντίον· ‘οὐχὶ αἱ ἁμαρ‐ τίαι ὑμῶν διϊστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν;‘ ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξεται δόλον καὶ ἀπαναστή‐ σεται ἀπὸ λογισμῶν ἀσυνέτων, οὐδὲ κατοικήσει ἐν σώ‐
ματι κατάχρεῳ ἁμαρτίασ‘. ὅμοιόν ἐστι καὶ τό· ‘μὴ μι‐47
Opif
.

48

κρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;‘ ὥσπερ γὰρ τοῖς τὰ φίλα ποιοῦσιν αὐτῷ θεὸς ἐπαναπαύεσθαι λέγεται ‘ὁ ἐν ἁγίοις ἀνα‐ παυόμενοσ‘, οὕτως οἱ τοῖς νόμοις αὐτοῦ μὴ πειθόμενοι
5οἷον ἀγῶνα θεῷ παρέχειν εἰκότως ἂν λεχθεῖεν περὶ τῆς αὐτῶν προνοουμένῳ σωτηρίας. Καὶ οὕτως ἐφ’ ἑκάστου τῶν οὕτως εἰρημένων διὰ τὸ ἡμῖν χρήσιμον εἰς ἐννοίας ἀξίας ἀνάγεσθαι προσ‐ ήκει θεοῦ τοὺς βραχεῖαν γνῶσιν τῆς θείας ἔχοντας
10φύσεως.
11tιθʹ. Πῶς νοητέον τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ
12tτῶν οὐρανῶν‘ καὶ τὰ ἑξῆς τοῦ ὕμνου.
13 Οὐκοῦν οὐδὲ εἰ οἱ θεοφόροι ἄνδρες, οἷον χόρον ἐκ πάσης στησάμενοι τῆς κτίσεως νοητῶν τε καὶ αἰ‐
15σθητῶν, ὕμνον ἐξ αὐτῶν ἀναπλέκουσι τῷ πάντα δη‐ μιουργήσαντι θεῷ, μὴ τοῦτο ἡμᾶς εἰς ἐκτόπους φαν‐ τασίας ἐξαγέτω περὶ τῶν νοερῶν καὶ ἀσωμάτων δυνά‐ μεων, ὅτι τε ἐν τόπῳ εἰσὶν ὡς τὰ σώματα καὶ μέρη τοῦ αἰσθητοῦ κόσμου καὶ διὰ τοῦτο οὐκ ἀσώματοι,
20οὐδὲ νοητοὶ τὴν οὐσίαν ἀλλ’ αἰσθητοὶ καὶ σώματα. πᾶν γὰρ σῶμα φυσικὸν αἰσθητὸν καὶ τὸ αἰσθητὸν ἅπαν σῶμά ἐστιν. εἰ δὲ ἀσώματοί εἰσι καὶ νοητοί— τοῦτο γὰρ καὶ Θεοδώρητον καὶ Θεόδωρον ἐδείξαμεν λέγοντας—οὐκ ἄρα εἰσὶν αἰσθητοὶ καὶ διὰ τοῦτο
25οὐδὲ σώματα καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασιν αὐτοὺς
συγγεγονέναι νομιστέον οὐδὲ τόπου δεῖσθαι οὐδὲ48
Opif
.

49

ἐντὸς εἶναι ἢ ἐκτὸς τοῦ οὐρανοῦ οὐδὲ τοῦ αἰσθητοῦ κόσμου εἶναι μέρη. Εἰ δὲ πολλάκις καὶ οὐρανίους αὐτοὺς καλοῦμεν καὶ τῶν οὐρανῶν δυνάμεις, ξένον οὐδέν, ὅτε καὶ θεῷ
5τὸν οὐρανὸν ἀφορίζομεν καὶ οὐράνιον αὐτὸν καὶ ἐπουράνιον καλοῦμεν. ὡς οὖν λειτουργοὺς θεοῦ τοὺς ἀγγέλους, ἔνθα τὸν θεὸν ὑποπτεύουσιν εἶναι οἱ ἄν‐ θρωποι ἢ κατά τινα λέγουσιν ὑπόνοιαν εὐσεβῆ, ἐκεῖ συμπαρεῖναι καὶ τοὺς λειτουργοὺς αὐτοῦ τίθενται·
10ἐπεὶ καὶ οἴκους ἱεροὺς ἀφορίζομεν οἱ ἄνθρωποι τῷ θεῷ, πάσης αὐτοὺς κοινότητος χωρίζοντες, καὶ χεῖρας ἐν αὐτοῖς ἐκτείνομεν ὡς παρόντι τῷ θεῷ ἐν εὐχαῖς ὁμιλοῦντες, οἷόν ἐστι τό· ‘ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον‘·
15τί οὖν θαυμαστόν, εἰ καὶ τῶν ὄντων σωμάτων τὸ τι‐ μιώτατόν τε καὶ καθαρώτατον ἀφορίζουσι τῷ θεῷ τὸν οὐρανόν; διὸ καὶ τὰς χεῖρας εἰς αὐτὸν ἐκτείνουσιν εὐχόμενοι· ποδηγετεῖ γὰρ τοῦτο τὰς παχυτέρας τῶν ψυχῶν διὰ τῆς εἰς τὸν οὐρανὸν τῶν ὄψεών τε καὶ χει‐
20ρῶν ἐκτάσεως 〈πρὸσ〉 τὸ οἱονεὶ χωρίζειν ἑαυτοὺς τῶν γηΐνων πάντων καὶ εἰς θεὸν μετεωρίζειν τὸν νοῦν, ἐπεὶ μηδὲ λίαν οἱ πολλοὶ τῶν ὑπερκοσμίων εἰς ἔννοιαν ἐλθεῖν δύνανται. εἰκότως οὖν, ὡς εἶπον, καὶ τοὺς τοῦ θεοῦ λειτουργοὺς ἐν οὐρανῷ φασιν αὐτῷ παρε‐
25στάναι τῷ θεῷ, σωματικώτερον ἐκ τῶν ἡμετέρων δια‐ τυποῦντες τὰ θεῖα πρὸς τὴν τῶν πολλῶν ὠφέλειαν.
τούτων οὖν οὕτως ἐχόντων οὐδὲν τῇ τῶν πραγμά‐49
Opif
.

50

των λυμανεῖται φύσει τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ‘ διὰ τοὺς εἰρημένους λογισμούς.
4tκʹ. Ὅτι οὐδὲ κατὰ τὴν τάξιν τῆς κοσμοποιΐας
5tἐν τοῖς ὕμνοις τὰ ἔργα τοῦ θεοῦ κατηρίθμηται,
6tὡς νομίζει Θεόδωρος.
7 Ὅτι δὲ οὐδὲ πάντα τὰ τῆς ἀπαριθμήσεως τοῦ ὕμνου κατὰ τὴν τάξιν τῆς κοσμογονίας, ὡς Θεόδωρος νομίζει, πεποίηται καὶ τὰ μὲν σὺν τῷ οὐρανῷ, τὰ δὲ
10σὺν τῇ γῇ, ἐξ αὐτῶν δῆλον· εἰπὼν γὰρ ὁ προφήτης Δαυίδ· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη‘ ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶσ‘ οὐ κατὰ τὴν τάξιν τῆς Μωσαϊκῆς διηγήσεως τὸ φῶς μετὰ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰπών· εἶτα
15πάλιν ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐ‐ ρανῶν‘ διὰ τὸν ἐν ἀρχῇ γενόμενον οὐρανόν· καίτοι πρὸ πάντων γέγονεν ἐκεῖνος· εἶτα πάλιν εἰπών· ‘αἰ‐ νεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι‘ προσέθηκε· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος
20πνεῦμα καταιγίδοσ‘ τὴν φυσικὴν τάξιν οὐ φυλάξας· ταῦτα γὰρ τῶν ὑπὲρ τὴν γῆν ὑπάρχουσιν, μόνος δὲ κρύσταλλος ἐν γῇ πήγνυται. Ἀλλὰ καὶ ὁ ἐν τῇ καμίνῳ τῶν παίδων ὕμνος τοῦτο διδάσκει· εἰπόντες γάρ· ‘εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ
25τὸν κύριον‘ ἐπήγαγον· ‘εὐλογεῖτε πᾶς ὄμβρος καὶ
δρόσος τὸν κύριον‘· καίτοι δρόσος μὲν περὶ γῆν,50
Opif
.

51

ὑετὸς δὲ ἐν ἀέρι συνίσταται. οὐκ ἄρα διῄρηται τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς ἐν οὐδετέρῳ τῶν ὕμνων. ἐπὶ τούτοις πολλὰ καταριθμησάμενοι πνεύματα, πῦρ καῦμα ψῦχος καύσωμα δρόσον νιφε‐
5τὸν νύκτας ἡμέρας, τότε ἐπήγαγον φῶς καὶ σκότος, ὧν τὸ μὲν ἅμα τῷ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν παρυπέστη, τὸ δὲ δευτέραν οὐρανοῦ καὶ γῆς ἔσχε τὴν γένεσιν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ τοῖς εἰδόσι τὴν φυσικὴν τῶν ὄντων τάξιν ὁ ὕμνος πρῶτον ἁπάντων
10οὐρανοῦ καὶ γῆς γενομένων ἔλεγεν ἄν· ‘εὐλογεῖτε οὐ‐ ρανοὶ τὸν κύριον· εὐλογείτω ἡ γῆ τὸν κύριον‘, εἶτα λοιπὸν ἐπέφερε τά τε ἐν τούτοις καὶ τὰ μεταξὺ τούτων. Ἔστιν οὖν εἰπεῖν ἐπὶ πᾶσιν, ὡς ἔμοιγε δοκεῖ καὶ
15ἀληθέστατον ὑπάρχει, ὅτι τῆς γενέσεως τῶν νοητῶν καὶ ἀσωμάτων δυνάμεων οὐδένα λόγον πεποιημένου Μωϋσέως, τοῦ δὲ ὕμνου ἀπὸ τῶν τιμιωτάτων ἀρξα‐ μένου, τῶν παρ’ ἡμῖν λέγω, τοῦ οὐρανοῦ, συμπαρει‐ ληφότος δὲ καὶ τὰς ἀσωμάτους καὶ νοερὰς τῶν ἀγγέ‐
20λων τάξεις, μετὰ τίνος ἦν αὐτὰς συντάξαι δίκαιον ἢ μετὰ τοῦ τιμιωτάτου τῶν παρ’ ἡμῖν οὐρανοῦ τὰ τιμιώ‐ τατα πάντων ὁμοῦ; ἐξ αὐτῶν δὲ τὴν ἀρχὴν τοῦ ὕμνου ποιεῖν οὐκ ἦν εὔλογον, διὰ τὸ μνήμης αὐτοὺς ἐν τῇ κοσμοποιΐᾳ μὴ τυχεῖν, ὡς τοῦ αἰσθητοῦ κόσμου προϋ‐
25πάρξαντας. εἷς οὖν καὶ μόνος γέγονε τῷ προφήτῃ
σκοπὸς τὸ ἐκ πάντων ἅμα τῶν γενομένων πλέξαι τῷ51
Opif
.

52

θεῷ τὸν ὕμνον, καὶ οὐχὶ διελεῖν τὰ ἐκ τῶν οὐρανῶν καὶ τὰ ἐκ τῆς γῆς, ὥς φησι Θεόδωρος, κατὰ τὴν τάξιν τῆς αὐτῶν γενέσεως. οὐκ ἄρα οὐδὲ ἐκ τῆς τάξεως τῶν ἐν τῷ ὕμνῳ παρειλημμένων καὶ τῆς διαιρέσεως
5ἔσχε τι πιθανὸν πρὸς τὸ ζητούμενον αὐτῷ Θεόδωρος.
6tκαʹ. Πῶς εἴρηται τῷ ἀποστόλῳ τό· ‘θέατρον
7tἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ
8tἀνθρώποισ‘.
9Τὸ αὐτὸ νοείσθω καὶ ἐπὶ τοῦ· ‘θέατρον ἐγενή‐
10θημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποισ‘, οὐχ ὡς τῶν ἀγγέλων μέρος ὄντων τοῦ αἰσθητοῦ κόσμου ἢ συγγενομένων αὐτῷ, ἀλλὰ Παύλου τὴν πάλην ἔχον‐ τος ‘οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκό‐
15τους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίασ‘, τὸ θέατρον τῶν ἀγώνων αὐτοῦ συνεστάναι φησὶν οὐκ ἐξ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐξ ἀγγέλων θαυμαζόντων αὐτοῦ τοὺς ἀγῶνας, τοὺς μὲν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἀγγέλων, τοὺς δὲ πρὸς τοὺς
20ἐπὶ γῆς ἄρχοντας ὑπ’ ἐκείνων ἐνεργουμένους, σὺν τοῖς ἀγγέλοις καὶ ἀνθρώπων. εἰ μὴ ἄρα κόσμον λέγει νῦν, περὶ οὗ εἶπεν ὁ κύριος· ‘ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται‘ καὶ πρὸς τοὺς μαθητάς· ‘ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου‘ καὶ ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου
25τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν‘, κόσμον λέγων τὸ
σύστημα τῶν πονηρῶν ἀνθρώπων τε καὶ δαιμόνων,52
Opif
.

53

ὧν εἰσί τινες πονηροὶ κοσμοκράτορες· τούτῳ οὖν τῷ κόσμῳ θέατρον γέγονεν ὁ Παῦλος πρὸς ἑκάτερον γέ‐ νος τούτων, ἀνθρώπους τε καὶ δαίμονας, ἀνταγωνισά‐ μενος, οὓς ἀγγέλους εἶπεν κατὰ τό· ‘ἀποστολὴν δι’
5ἀγγέλων πονηρῶν‘ καὶ τὸ ‘πῦρ τὸ αἰώνιον τὸ ἡτοιμα‐ σμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ‘· καὶ Πέτρος· ‘εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν‘· καὶ Ἰούδας· ‘ἀγγέ‐
10λους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέ‐ ρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν‘. τοῦτο οἶμαι καὶ τὸ ἀποστολικὸν δηλοῦν· ‘οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν‘. πολλοῖς δὲ καὶ ἄλλοις κατασμικρύνει τὴν
15φύσιν τῶν ἀγγέλων, ἵνα μετρίως εἴπω, Θεόδωρος, οἷς ἐνασχολεῖσθαι οὔτε πρόκειται ἡμῖν οὔτε ἀναγκαῖον.
17tκβʹ. Ὅτι ἐξηγούμενος Θεόδωρος τό· ‘καὶ εἶπεν
18tὁ θεός· γενηθήτω φῶσ‘ ἀνθρωπίνην φωνὴν δί‐
19tδωσι τῷ θεῷ καὶ τοῖς ἀγγέλοις τὸ τῶν φωνῶν
20tαἰσθητήριον, ὧν εἰς ὑπήκοον λαλῆσαι τὸν
21tθεόν, καὶ ὡς ἄτοπος ἡ τοιαύτη ὑπόνοια.
22 Οὐκ ἄχρηστον δὲ ἴσως ἐκ πολλῶν ἀτοπημάτων ἑνὸς μνησθῆναι, ὃ περὶ τῶν ἱερῶν δυνάμεων καὶ αὐτοῦ τοῦ θεοῦ, μικρὰ περὶ αὐτοῦ φρονῶν καὶ ἀν‐
25θρώπινα, Θεόδωρος εἰπεῖν ἐτόλμησεν. ‘ἐπὶ μὲν γὰρ53
Opif
.

54

τῆς πρώτης κτίσεωσ‘ φησίν ‘οὐ λέγει φωνὴν ὁ μακά‐ ριος Μωϋσῆς, ἀλλ’ ἁπλῶς· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘· ἐπειδὴ βουλῇ παρήγαγεν ἐκεῖνα μόνῃ, οὐδεμιᾷ φωνῇ χρησάμενος, ἅτε
5μὴ ὄντος τοῦ τι μαθεῖν ἐκ τῆς φωνῆς ὀφείλοντος τῆς αὐτοῦ. ἐπὶ δὲ τῶν λοιπῶν φωνὴν προηγεῖσθαι λέγει· ὅτε γὰρ ἦν λοιπὸν τὰ τὸν δημιουργὸν ὀφεί‐ λοντα μαθεῖν διὰ τῆς φωνῆς ἀόρατον ὄντα τὴν οὐ‐ σίαν, τότε προηγεῖτο μὲν ἡ φωνὴ κατὰ τὸ δοκοῦν τῷ
10θεῷ, εἵπετο δὲ τῇ φωνῇ τὸ ἔργον. διδασκαλία δὲ τοῦτο ταῖς ἀοράτοις καὶ λογικαῖς οὐσίαις ἦν τοῦ τὴν κτίσιν προστάγματι δημιουργοῦντος οἰκείῳ‘. Φεῦ τῆς ἀτοπίας· φωνὴν ἀκούει θεοῦ τὴν ἔναρ‐ θρον· οὐκοῦν καὶ διὰ φωνητικῶν πάντως γινομένην
15ὀργάνων καὶ τοῦ διηχοῦς ἀέρος δεομένην; κἂν γὰρ λέγῃ· ‘κατὰ τὸ δοκοῦν τῷ θεῷ‘ οὐ πρὸς τὸ γενέσθαι τὴν φωνὴν εἴρηκεν, ἀλλὰ πρὸς τὸ αὐτὸν φωνῆσαι τὸν θεόν, οὕτω δόξαν αὐτῷ· ὅτι γὰρ οὐ κατά τινα θαυ‐ ματουργίαν εἰς διάλεκτον τὸν ἀέρα διαπεπλάσθαι φη‐
20σίν, ὡς καὶ πρότερόν τε πολλάκις καὶ ἐπ’ αὐτοῦ τοῦ κυρίου γέγονε, φωνῆς ὡς ἐξ οὐρανοῦ φερομένης· ‘οὗ‐ τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα‘, ἀλλ’ αὐτὸν τὸν θεὸν λαλῆσαί φησιν, δῆλον ἐξ ὧν εἶπεν ἐπὶ μὲν τῆς πρώτης κτίσεως μὴ φωνῆσαι τὸν
25θεὸν διὰ τὸ μήπω εἶναι τοὺς ἐκ τῆς φωνῆς αὐτοῦ
μαθεῖν τι δυναμένους· ὡς δὴ ὕστερον εἰς ὑπήκοον54
Opif
.

55

ἀγγέλων φωνήσαντος τοῦ θεοῦ, οὐκοῦν καὶ σωματι‐ κὴν ἀκοὴν τὸ τῶν φωνῶν αἰσθητήριον διδότω τοῖς ἀγγέλοις καὶ διάλεκτον ἐθνικὴν τῷ θεῷ, καθ’ ἣν φθέγξασθαι πάντως αὐτὸν ἐρεῖ τὸν θεὸν διὰ φωνητι‐
5κῶν ὀργάνων, ἀρτηρίαν τε τραχεῖαν ἕξει καὶ ὑπερῴαν καὶ γλῶσσαν καὶ ὀδόντας καὶ τὰ λοιπά, δι’ ὧν εἰς λέξεις αἱ φωναὶ σχηματίζονται· ἴσως καὶ τῷ ἀποστόλῳ συγχρήσεται μάρτυρι· ‘ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώ‐ πων λαλῶ καὶ τῶν ἀγγέλων‘ οὐκ εἰδὼς ὑπερβολὴν
10εἶναι τὸ σχῆμα καὶ ὑπόθεσιν, ὡς εἰ καὶ γλῶσσα καὶ διάλεκτος ὑπῆρχεν ἀγγέλοις· οἷόν ἐστι· ‘κἂν ἐγώ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς, παρ’ ὃ παρε‐ λάβετε, ἀνάθεμα ἔστω‘· οὔτε γὰρ αὐτὸς τοῦτο ποιεῖν ἤμελλεν ὁ εἰπών· ‘οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐξ‐
15ουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν‘ οὔτε αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις, οἱ ‘δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον αὐτοῦ ποιοῦντεσ‘, οἱ
20‘εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κλη‐ ρονομεῖν σωτηρίαν‘ τοῦτο δρᾶν ἤμελλον. ἀλλ’ εἰ καὶ τοῦτό τις [φησιν] ὑπόθοιτο γίγνεσθαι, εἰ καὶ παρὰ
ταύτας ἑτέρας δυνάμεις δημιουργεῖσθαί τις συγχωρή‐55
Opif
.

56

σειεν, ἴσως δὲ καὶ πρὸς ἀσφάλειαν τῶν ἀκουόντων, ἐπειδήπερ καὶ ‘αὐτὸς ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτόσ‘· εἰ οὖν ἀσώματος καὶ νοερὰ τῶν τα‐ γμάτων ἐκείνων ἐστὶν ἡ οὐσία, οὐδὲν τῶν ἡμετέρων
5ἔχουσιν αἰσθητηρίων· διὸ κυρίως ἐπ’ αὐτῶν ἔστιν εἰπεῖν τό· ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει‘· ταῦτα δὲ πάν‐ τα, καθὰ φθάσας εἶπον, διασκεύασται τῷ Μωϋσεῖ πρὸς τὴν τῶν ἀνθρώπων ὠφέλειαν, οὓς πρῶτον εἰς θεο‐ γνωσίαν ἀγαγεῖν ἔσπευδεν οὔπω συνιέναι δυναμένους,
10πῶς ἅμα τῇ περὶ τοῦ γενέσθαι ὁτιοῦν νοήσει τοῦ θεοῦ τὰ πράγματα γίνεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενα· οὐ μόνον δὲ γῆν καὶ οὐρανὸν παρή‐ γαγε μόνῳ τῷ βούλεσθαι ὁ θεός, ἀλλὰ καὶ τῶν λοι‐ πῶν ἕκαστον· οἷον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ πρὸς
15πίστιν ἐγένετο τοῦ ὅτι αὐτὸς εἴη ὁ λόγῳ τὸ πᾶν δη‐ μιουργήσας· ‘θέλω‘, φησί, ‘καθαρίσθητι‘· ‘ὡς ἐπί‐ στευσας γενηθήτω σοι‘ ἅμα τῇ βουλήσει γινομένου τοῦ πράγματος. τὸ οὖν· ‘εἶπεν ὁ θεός· γενηθήτω φῶς καὶ ἐγένετο φῶσ‘ οὐδὲν ἕτερον ἢ τὴν ἔννοιαν τοῦ
20θεοῦ καὶ τὴν βούλησιν τὴν περὶ τοῦ γενέσθαι τὸ φῶς, ἐσήμανεν. ὅπερ καὶ Δαυὶδ ἐδίδαξε λέγων· ‘αὐτὸς εἶ‐ πεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν‘
διὰ μὲν τοῦ ‘εἶπεν‘ τὴν τοῦ θεοῦ νόησιν, διὰ δὲ τοῦ56
Opif
.

57

‘ἐνετείλατο‘ τὴν περὶ τοῦ γενέσθαι τὸ νοηθὲν βού‐ λησιν δηλῶν. Πῶς δὲ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ συνυποστᾶσαι κατὰ Θεόδωρον τῶν ἀγγέλων αἱ μυριάδες, τέλειαι τὸν
5νοῦν, καὶ οὐχ ὡς ἡμεῖς ἀτελεῖς διὰ τὴν κατὰ μικρὸν τῆς γενέσεως τοῦ σώματος πρόοδον, καὶ αὐτό γε τοῦτο εἰδυῖαι, ὅτι χθὲς τυχὸν οὐκ οὖσαι νῦν ὑπέστησαν, οὐκ εὐθὺς εἰς ἔννοιαν τοῦ σὺν οὐρανῷ καὶ γῇ παρα‐ γαγόντος αὐτὰς ἤρχοντο πάντως; κατὰ τὸν Δαυὶδ εἰ‐
10πόντα· ‘ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα‐ ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν‘ τουτέστιν· εἰς ἐμαυτὸν ὁρῶν καὶ τὴν περὶ ἐμὲ σοῦ διάταξιν θεασά‐ μενος, εὐθέως τὴν περὶ σοῦ γνῶσιν θαυμαστὴν ἔσχον· καὶ τοσοῦτον τῆς ἐμῆς ἐπεκράτησε διανοίας, ὡς οὐδὲ
15εἰ βουλοίμην τυχὸν ἀντιβλέπειν δύνασθαι ταύτῃ· το‐ σοῦτόν ἐστιν ἐναργής· οὐδὲ γάρ, εἰ τὸν ἥλιόν τις ὁρῶν μὴ εἶναι λέγοι τοῦτον, πεῖσαι δύναται ἑαυτόν, ὡς οὐκ ἔστι· πολλῷ οὖν μᾶλλον ταῖς ἱεραῖς δυνάμεσιν οὐδὲν ἔλειπεν εἰς γνῶσιν θεοῦ τῇ τε αὐτὸν ἐνορώσαις καὶ
20τῇ τῶν σὺν αὐταῖς γενομένων κατὰ Θεόδωρον οὐρα‐ νοῦ καὶ γῆς συστάσει, ἵνα καὶ φωνῆς θεοῦ δεηθεῖεν εἰς ἔννοιαν τοῦ μὴ ὁρωμένου. αὐτὸ δὲ τοῦτο λίαν εὐτελές· ‘ἐπειδή‘ φησίν ‘ἀόρατος ἦν καὶ ἰδεῖν αὐ‐ ταῖς οὐκ ἐνῆν τὸν θεόν, φωνὴν ἀφῆκεν, ἵνα διὰ τῆς
25φωνῆς τὸν μὴ ὁρώμενον μάθωσιν‘· ἠγνόησε γὰρ ὡς ἀόρατος τοῖς αἰσθητοῖς ἐστιν ὀφθαλμοῖς ὁ θεός· οὐδὲ
γὰρ ἡ ψυχὴ τούτοις ὁρᾶται, ἐπεὶ μηδὲ σῶμά ἐστιν·57
Opif
.

58

χρωμάτων γὰρ ἡ ὄψις ἀντιλαμβάνεται, ἐν σώμασι δὲ τὰ χρώματα τὸ εἶναι ἔχουσι· τῷ νῷ δὲ καθαρεύοντι τὰ νοητὰ γιγνώσκεται καὶ θεὸς κατὰ τὴν ἑκάστου δύ‐ ναμίν τε καὶ ἀξίαν· ἐπεὶ τί ἐστιν τό· ‘οἱ ἄγγελοι αὐτῶν
5διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖσ‘ καὶ ‘νῦν ἐν ἐσόπτρῳ γινώσκω καὶ ἐν αἰνί‐ γματι‘ φησὶν ὁ Παῦλος ‘τότε δὲ πρόσωπον πρὸς πρόσ‐ ωπον· ἄρτι γιγνώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην‘ καὶ ‘μακάριοι οἱ καθαροὶ τῇ
10καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται‘ ‘ὀψόμεθα γὰρ αὐτὸν καθὼς ἔστι. καὶ ὁ ταύτην τὴν ἐλπίδα ἔχων καθαίρει ἑαυτόν‘. μόνοις οὖν τοῖς αἰσθητοῖς ὀφθαλ‐ μοῖς ἀόρατός ἐστιν ὁ θεός, ὁρᾶται δὲ τῷ νῷ καθα‐ ρεύοντι. ‘τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου
15τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογή‐ τους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογι‐ σμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία‘.
20εἰ οὖν τὸν ἀόρατον θεὸν διὰ τῆς τοῦ κόσμου δη‐ μιουργίας ὁρᾶσθαί φησι τοῖς ἀνθρώποις ὁ Παῦλος, καὶ τοὺς μὴ διὰ τῶν κτισμάτων εἰς ἔννοιαν τοῦ πεποιη‐ κότος ἐρχομένους ἀσυνέτους εἶναι καὶ ἐσκοτίσθαι λέγει τὴν καρδίαν, τί ἂν εἴποι τις περὶ τῶν ἁγίων ἀγγέ‐
25λων, εἰ κατὰ Θεόδωρον καὶ φωνῆς ἐδεήθησαν, ἵνα δι’
αὐτῆς μόλις εἰς ἐπίγνωσιν ἔλθωσι τοῦ δημιουργήσαν‐58
Opif
.

59

τος αὐτοὺς θεοῦ; τοσοῦτο καὶ τῆς τῶν ἀνθρώπων αὐ‐ τοὺς ὑφεῖσθαι διανοίας ἡγεῖται.
3tλόγος δεύτερος.
4‘Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,
5καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ΑΚΥΛΑΣ. Ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐθέν, καὶ σκότος ἐπὶ πρόσωπον ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπι‐
10φερόμενον ἐπὶ πρόσωπον ὑδάτων. ΘΕΟΔΟΤΙΩΝ. Ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν, καὶ σκότος ἐπὶ προσώπου ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπιφερό‐ μενον ἐπὶ προσώπου τοῦ ὕδατος.
15ΣΥΜΜΑΧΟΣ. Ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ πρόσωπον
ὑδάτων.59
Opif
.

60

(1t)

αʹ. Ὅτι τὴν τῶν στοιχείων θέσιν καὶ τάξιν καὶ
2tτὸν ἀριθμὸν ἐδίδαξε Μωϋσῆς.
3 Πρὸ τῆς κατὰ μέρος τῶν προκειμένων ἐξετάσεως θεωρητέον, πῶς καὶ νῦν τὴν φυσικὴν τῶν στοιχείων
5τάξιν ἐφύλαξε Μωϋσῆς. τεσσάρων γὰρ ὄντων δύο μέν ἐστι βαρέα, γῆ καὶ ὕδωρ, κοῦφα δὲ τὰ λοιπὰ δύο, πῦρ καὶ ἀήρ. ἀλλ’ ὕδατος μὲν [ἡ] γῆ βαρυτέρα, πῦρ δὲ κουφότερον ἀέρος, δι’ ὅπερ γῆ μὲν ὑφιζάνει τῷ ὕδατι, ἀέρος δὲ τὸ πῦρ ὑπεράλλεται. ἐν ἑκατέρᾳ δὲ
10συζυγίᾳ τὸ ξηρὸν τῆς ὀξυτέρας κινήσεώς ἐστιν αἴτιον, τῇ γῇ μὲν τῆς ἐπὶ τὸ κάτω, τῷ πυρὶ δὲ τῆς ἐπὶ τὸ ἄνω· τοῦτο γὰρ ἡμῖν ἐν τῷ περὶ τῶν ῥοπῶν σπου‐ δάσματι δέδεικται· δι’ ὅπερ ἡ μὲν γῆ τὴν κατωτάτω πάντων εἴληφε χώραν, δευτέραν δὲ μετ’ αὐτὴν τὸ
15ὕδωρ, καὶ τῶν κούφων ἀνωτάτω μὲν ἀκολούθως ἐστὶν τὸ πῦρ, μέσος δὲ τούτου καὶ τοῦ ὕδατος ὁ ἀήρ, ᾗ μέν ἐστιν ὑγρὸς ὕδατι συμφωνῶν, ᾗ δὲ θερμὸς τῇ πυρώ‐ δει τοῦ ὑπεκκαύματος φύσει. Εἰπὼν οὖν ὁ προφήτης· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς
20τὸν οὐρανὸν καὶ τὴν γῆν‘ τῶν λοιπῶν τὴν ἐν μέσῳ νῦν παρέδωκε τάξιν διὰ τοῦ· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ σκότος μὲν λέγων, ὡς ἔφθην εἰπών, τὸν ἐσκοτισμένον ἀέρα μήπω γενομένου φωτός, ἄβυσσον δὲ τὴν ὅλην
25τῶν ὑδάτων σύστασιν. ὅτι δὲ τοῦτό ἐστιν ἄβυσσος,
ὁ ψαλμὸς ἔδειξεν εἰπών· ‘ἐταράχθησαν ἄβυσσοι, πλῆ‐60
Opif
.

61

θος ἤχους ὑδάτων‘ καὶ πάλιν· ‘ἄβυσσος ἄβυσσον ἐπι‐ καλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου‘. ὃ σαφέ‐ στερον ἑτέρωθι γέγραπται· ‘ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου
5πάσης τῆς γῆσ‘. ἄνω οὖν ἄβυσσον τὸ ὕδωρ τῶν ὑε‐ τῶν εἶπε, κάτω δὲ τὸ τῆς θαλάσσης, ὃ διὰ τῶν ἀτμῶν ἄνω φερόμενον καὶ πυκνούμενον, αὖθις εἰς ὕδωρ παλινδρομεῖ κάτω.
9tβʹ. Διὰ τί ἀόρατον εἶναι τὴν γῆν ὁ Μωϋσῆς
10tεἴρηκεν, καὶ πῶς τὴν τάξιν τῶν στοιχείων
11tπαρέδωκεν.
12 Ἀόρατον δὲ τὴν γῆν ἔφη διὰ τὸ πανταχόθεν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι, οὔπω δοχείων ἐν γῇ γενο‐ μένων εἰς ἃ τὸ ὕδωρ ἔδει συρρεῖν. ὅτι γὰρ διὰ τοῦτο
15καὶ μόνον ἀόρατον αὐτὴν ἐκάλεσεν, ἔδειξε μετὰ τὴν τοῦ φωτὸς καὶ τοῦ στερεώματος γένεσιν εἰπὼν ὁ θεός· ‘συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘ ὡς δὴ μηδὲ μετὰ τὴν τοῦ φωτὸς γένεσιν ὁρωμένης τῆς γῆς διὰ τὸ τῷ πλήθει τῶν ὑδάτων παν‐
20ταχόθεν καλύπτεσθαι. ὅσον γὰρ ἐπὶ τῷ μὴ εἶναι φῶς, οὐδὲ ὁ οὐρανὸς οὐδὲ τὸ ὕδωρ ἑωρᾶτο· ὁ δὲ ἀήρ, ἀχρωμάτιστος ὤν, καὶ φύσει ἐστὶν ἀόρατος· καὶ ἁπλῶς δίχα φωτὸς οὐδενὸς ἡ ὄψις ἀντιλαμβάνεται. διαφανὲς μὲν γάρ ἐστι καὶ τὸ ὕδωρ, ἀλλὰ παχύτερον ἀέρος, δι’
25ὅπερ ἐν τῷ πλήθει τῶν ὑδάτων οὔτε τὸ φῶς ἀκριβῶς61
Opif
.

62

διϊκνεῖται μέχρι τοῦ πέρατος τῶν βαθυτάτων πελαγῶν, οὔτε ἡ ὄψις ἡμῶν ἄνωθεν ἀντιλαμβάνεσθαι τῶν ἐν τῷ βυθῷ δύναται. διὰ τοῦτο οὖν καὶ γενομένου φω‐ τὸς καὶ τῶν ἄλλων ὁρωμένων οὐδὲν ἧττον ἀόρατος
5ἦν ἡ γῆ πανταχόθεν ὑπὸ τῆς οὐσίας ἁπάσης καλυπτο‐ μένη τοῦ ὕδατος. μόνως οὖν ἀόρατον εἶπε τὴν γῆν διὰ τὸ πᾶσαν ὑποβρύχιον εἶναι. Δευτέραν οὖν ἀκολούθως τῇ φύσει μετὰ τὴν γῆν τῷ ὕδατι τὴν τάξιν ὁ προφήτης ἔδωκεν ἔξωθεν αὐτῆς
10πᾶσαν καλύπτοντι τὴν ἐπιφάνειαν, εἶτα τὸν ἀέρα τρί‐ τον τοῖς ὕδασιν ἐπιπολάζειν εἰπὼν ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘. τὸν ἀφώτιστον γὰρ οὕτως ἐκάλεσεν ἀέρα, ἐπεὶ καὶ φῶς τὸν πεφωτισμένον πολλάκις ὀνο‐ μάζειν εἰώθαμεν, ὡς ἐν τῷ πρὸ τούτου δέδειχα. τὴν
15τοῦ πυρὸς οὖν δοκεῖ παραλελοιπέναι οὐσίαν. Γῆ μὲν οὖν καὶ ὕδωρ καὶ ἀὴρ τὴν ἐξ ἀλλήλων διάκρισιν ἔχουσι φανεράν· τὸ δὲ ὑπέκκαυμα, ὃ τοῦ πυρὸς ὁλότητά φασιν οἱ φυσικοί, τῷ ἀέρι συνεχὲς ὄν, ῥᾳδίαν οὐκ ἔχει τὴν ἀπ’ αὐτοῦ διάκρισιν· καὶ διὰ
20τοῦτο ἴσως τοῦτο σεσίγηκε Μωϋσῆς, ὡς μὴ τοῦ ἀέρος αὐτὸ χωριζούσης ἡμῶν τῆς αἰσθήσεως. ἵνα γὰρ οὕ‐ τως εἴπω, ἀὴρ ὑπάρχει ξηρὸς τὸ ὑπέκκαυμα· μία γάρ ἐστι συνέχεια σώματος οὐρανοῦ καὶ ὕδατος μεταξύ· κοινωνεῖ δὲ ὁ ἀὴρ τοῖς ἑκατέρωθεν αὐτοῦ στοιχείοις,
25θερμότητι μὲν τῷ ὑπεκκαύματι, ὑγρότητι δὲ τῷ ὕδατι· καὶ τοῖς αὐτοῖς πάλιν ἐναλλὰξ ἑκατέρου κεχώρισται, θερμότητι μὲν ὕδατος, ὑγρότητι δὲ τοῦ ὑπεκκαύματος. Μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι τό· ‘πνεῦμα θεοῦ
ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τὴν τοῦ ὑπεκκαύματος62
Opif
.

63

φύσιν ἐδήλωσεν. ἐξ ἐκείνης γὰρ τοὺς ἀνέμους ὁ Ἀρι‐ στοτέλης συνίστησιν. οὐδὲ γὰρ ἀέρος χεῦμα καὶ ῥεῦμα καθ’ Ἱπποκράτην ἐθέλει τοὺς ἀνέμους εἶναι, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἔχειν τὴν γένεσιν. καὶ
5πολύς ἐστιν τοῦτο δεικνύς. ὥστε διὰ μὲν τοῦ εἰπεῖν· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘ τὸν ἀφώτιστον ἀέρα δηλοῖ—ἐν αὐτῷ γὰρ τότε σκότος καὶ τὸ ἀντικείμενον αὐτῷ συνίσταται φῶς—διὰ δὲ τοῦ· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τὸ ὑπέκκαυμα, ἐξ
10οὗ τῶν πνευμάτων ἡ φύσις. Ἀλλ’ ἀντικεῖσθαι δοκεῖ τὸ εἰπεῖν ἐπάνω τοῦ ὕδα‐ τος· ἐπιπολάζει γὰρ τὸ ὑπέκκαυμα τῷ ἀέρι, οὐχὶ τῷ ὕδατι. ἢ οὖν διὰ τὴν ὑγρὰν τοῦ ἀέρος φύσιν ὕδωρ καὶ αὐτὸν ὀνομάζει συνεχῆ ὄντα τῷ ὕδατι καὶ ὅτι ῥᾳ‐
15δία καὶ διηνεκὴς τῶν δύο τούτων στοιχείων, ὕδατός τε καὶ ἀέρος, ἡ εἰς ἄλληλα μεταβολή, ἢ ὅτι κάτωθεν ἑκατέρα τῶν ἀναθυμιάσεων ἄνεισιν, ἡ ἀτμιδώδης τε καὶ ἡ καπνώδης. ἔστιν δὲ ἡ μὲν ἀτμὶς ἀρχὴ καὶ ὁδὸς εἰς γένεσιν ἀέρος, ἡ δὲ καπνώδης ἐκ τῆς γῆς συνε‐
20στῶσα, ξηρά τε οὖσα καὶ θερμή, τοῦ ὑπεκκαύματος· καὶ οὕτως ἡ τῶν στοιχείων ἁπάντων πληροῦται τάξις μετὰ τὸν ἀέρα φερομένου τοῦ πνεύματος. Εἰ δὲ καὶ αὐτῷ λέγει τῷ ὕδατι καὶ τὸ σκότος ἐπεῖναι καὶ τὸ πνεῦμα ἐπιφέρεσθαι, θαυμαστὸν οὐδέν.
25ἄνω γὰρ συνισταμένη τῶν ἀνέμων ἡ φύσις μέχρι γῆς
καὶ ὕδατος ἐν ταῖς καταιγίσι μάλιστα φέρεται. τότε63
Opif
.

64

δὲ ὑποβρυχίου ἔτι τῆς γῆς οὔσης μόνῳ τῷ ὕδατι καὶ ὁ ἀὴρ ἐπῆν καὶ τὸ πνεῦμα ἐπεφέρετο, συμφώνως τῇ ἀστάτῳ τοῦ πνεύματος κινήσει τοῦ ‘ἐπεφέρετο‘ εἰρη‐ μένου. ἀληθὲς οὖν καὶ τὸν ἀέρα καὶ τὰ πνεύματα,
5τὸν μὲν ἐπάνω εἶναι τοῦ ὕδατος, τὰ δὲ ἐπιφέρεσθαι τούτῳ, ἵνα ἐκ τοῦ μέρους τοῦ πλησιάζοντος ἡμῖν διὰ τῶν πνευμάτων τὴν ὅλην τοῦ ὑπεκκαύματος διδάξῃ φύ‐ σιν. μήποτε δὲ διὰ τοῦ εἰπεῖν τὸ μὲν σκότος ἐπάνω τῆς ἀβύσσου εἶναι, τουτέστιν τῶν ὑδάτων, τὸ δὲ
10πνεῦμα ἐπιφέρεσθαι ἐπάνω τοῦ ὕδατος, διὰ τοῦ δὶς τὴν ‘ἐπὶ‘ πρόθεσιν παραληφθῆναι σημαίνοι ἂν ἴσως τὸ ἐπιφέρεσθαι τὸ πνεῦμα τῷ ὄντι ἐπάνω τοῦ ὕδα‐ τος, τουτέστι τῷ ἀέρι· καὶ οὕτω πάλιν διὰ πάντων τὸ ἀκριβὲς τῆς Μωϋσέως φυσιολογίας συνέστη.
15tγʹ. Ὅτι οὐδενὸς τῶν λοιπῶν στοιχείων ἡ γέ‐
16tνεσις ἀμνημόνευτος ἔμεινε, καὶ ὡς οὐ τὸν ἀέρα
17tμόνον ἀλλὰ καὶ τῶν δημιουργημάτων ἕκαστον
18tτοῦ θεοῦ εἶναί φησιν ἡ γραφή.
19Ἐνταῦθα δέ τις οὐκ ἀκόμψως ἐπέστησεν, ὡς ἐπει‐
20δή φησιν εἰπών· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν‘ τὰ ἐν μέσῳ τούτων ὡς συμπερι‐ ειλημμένα τοῖς ἄκροις σεσίγηκε· καὶ τούτων, φησί, νῦν ὡς ὑπὸ θεοῦ γενομένων ἐμνήσθη εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘, τουτέστι τὸ ὑπὸ
25θεοῦ γενόμενον· οὕτω γὰρ εἴρηκε πνεῦμα θεοῦ, ὡς64
Opif
.

65

καὶ ἐν τῇ δευτέρᾳ τῶν βασιλειῶν· ‘ἔσταξεν δὲ ἐπ’ αὐ‐ τοὺς ὕδωρ θεοῦ ἐκ τοῦ οὐρανοῦ‘, ἵνα τὸ ὑέτιον ση‐ μάνῃ. καὶ ἐν τῷ Ἰώβ· ‘πῦρ θεοῦ ἔπεσεν ἐκ τοῦ οὐ‐ ρανοῦ‘· τοιοῦτόν ἐστιν κἀκεῖνο· ‘καὶ κύριος ἔβρεξεν
5ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ‘. ἀλλὰ καὶ Ἡσαΐας φησί· ‘πληθυν‐ θήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ‘. ὅμοιον οὖν ἐστι κἀνταῦθα τό· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τουτέστι τὸ ὑπὸ θεοῦ γενόμενον· οἷόν ἐστι
10κἀκεῖνο· ‘διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσε‐ ται; ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά, πνεύ‐ σει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα‘. σκόπει
15γάρ, ὅτι καὶ τὸν κρύσταλλον καὶ τὸ ψῦχος καὶ τὸ πνεῦμα αὐτοῦ εἶπεν εἶναι τοῦ θεοῦ· τῷ γὰρ εἰπεῖν· ‘καὶ ῥυήσεται ὕδατα‘ σαφῶς τὸ τῶν ἀνέμων ἐσήμανε πνεῦμα, οὓς τῆς φύσεως εἶναι τοῦ ὑπεκκαύματος εἴ‐ πομεν. καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τὰ ὑπ’ αὐτοῦ γε‐
20νόμενα τοῦ θεοῦ εἶναί φησιν ἡ γραφή. ‘εὐλογεῖτε γὰρ πάντα τὰ ἔργα κυρίου τὸν κύριον‘ εἰποῦσα κατὰ μέρος αὐτὰ ἐπήγαγεν ‘ἄγγελοι κυρίου‘ καὶ τὰ ἑξῆς, οἷς ἅπασιν συνυπακούεται τὸ ‘κυρίου‘. ἀλλὰ καὶ τού‐ των οὕτως ἐχόντων οὐδὲν ἧττον ἀμνημόνευτος ἡ τοῦ
25πυρὸς ἔμεινε φύσις. Οἶμαι οὖν τὸ παρ’ ἡμῶν εἰρημένον ἐντελεστέραν
τὴν Μωϋσέως περὶ τῶν στοιχείων δείκνυσι φυσιολο‐65
Opif
.

66

γίαν. οὐδὲ γὰρ τοὺς ἀνέμους, ὡς εἶπον ἤδη, ὁ φυσι‐ κώτατος Ἀριστοτέλης ἀέρος εἶναι κίνησιν βούλεται, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως.
4tδʹ. Ὅτι καὶ Μωϋσῆς καὶ Ἡσαΐας καὶ ὁ Ἰὼβ
5tσφαιρικὸν εἶναι τὸ σχῆμα τῆς γῆς ἐθέλουσι
6tκαὶ ὡς πανταχόθεν αὐτὴν καλύπτον τὸ ὕδωρ
7tἐξ ἀνάγκης αὐτῇ συνεσχηματίζετο.
8 Δεδειγμένου δὲ ὅτι πανταχόθεν ἡ γῆ τοῖς ὕδασιν ἐκαλύπτετο καὶ οὐδὲν ἦν αὐτῆς μόριον ἀσκεπές, δῆλον
10ἐντεῦθεν, ὅτι σφαιροειδής ἐστι καὶ αὐτή. μέση γὰρ οὖσα καὶ τὸ κέντρον περιέχουσα τοῦ παντός, εἰ μὴ σφαιρικὸν εἶχε τὸ σχῆμα, ἀδύνατον ἦν πανταχόθεν αὐτὴν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι· ὅσα γὰρ τῶν μερῶν αὐτῆς μὴ πρὸς τὸ κέντρον εἶχε τὴν νεῦσιν,
15ἀσκεπῆ πάντως ἦν· ἐπὶ μόνου γὰρ τούτου τοῦ σχήματος τὰ ἐπικείμενα βάρη πανταχόθεν αὐτῷ πρὸς τὸ κέντρον νένευκεν ἀκριβῶς, ἐπ’ ἄλλου δὲ τῶν σχημάτων οὐδενός. Εἰ γὰρ ἐν ἄλλῳ τις αὐτὴν ὑπόθοιτο σχήματι, ὁποῖον ἄν τις καὶ πλάσαιτο, ἐποχεῖσθαι πανταχόθεν αὐτῇ τὸ
20ὕδωρ ἀδύνατον. εἰ δὲ πάσῃ ἐποχεῖτο καὶ ὅλην ἐκά‐ λυπτε, πῶς οὐκ ἐξ ἀνάγκης σφαιρικὴ διὰ τοῦτό ἐστιν ἡ γῆ; διὸ καὶ τὸ περιέχον ἅπασαν ὕδωρ αὐτῇ συνε‐ σχηματίζετο ἔξωθεν, ἵνα τὸ ἐν ἑκάστῳ μέρει αὐτῆς ὀχούμενον ὕδωρ, νεῦον ἐπὶ τὸ κέντρον, μὴ ἀπολισθά‐
25νοι τῆς γῆς· τὸ γὰρ ἀπολισθάνον αὐτῆς τὴν τοῦ πυρὸς πάντως κατὰ φύσιν οἰσθήσεται τὴν ἐπὶ τὸ πέριξ, ὅπερ
ἀδύνατον. εἰ δὲ μὴ πανταχόθεν αὐτὴν πᾶσαν δι’ ὅλου66
Opif
.

67

περιεκάλυπτε, ψεύδεται λέγων ἀόρατον εἶναι τὴν γῆν, καί, πρὶν γὰρ συναχθῆναι τὸ ὕδωρ, ἑωρᾶτο, εἰ καὶ μὴ πᾶσα· οὐδὲ γὰρ νῦν ὁρᾶται πᾶσα· πολλὰ γὰρ αὐτῆς μέρη καλύπτει τὰ ὕδατα.
5 Οὐ μόνον δὲ ἐκ τῆς κοσμοποιΐας τοῦ σοφωτάτου Μωϋσέως τοῦτο δείκνυται, ἀλλὰ καὶ ὁ Ἡσαΐας σαφῶς εἴρηκεν· ‘ὁ κατέχων τὸν γῦρον τῆς γῆσ‘· ἡ δὲ λέξις τὸ περιφερὲς αὐτῆς σημαίνει. ἀλλὰ καὶ τὸ παρὰ τῷ Ἰώβ· ‘κρεμάζων γῆν ἐπὶ μηδενόσ‘ οὐκ ἄλλως σῴζεται,
10εἰ μὴ σφαιροειδὴς νοοῖτο ἡ γῆ καὶ τοῦ παντὸς εἴη μέση. εἰ γὰρ ἐπὶ μόνον τὸ κέντρον τοῦ παντὸς τὰ βάρη φέρεται πάντα, ἀδύνατον αὐτῇ τὸ στάσιμον καὶ ἀκί‐ νητον σῴζεσθαι, μὴ ἑκάστου μορίου αὐτῆς πρὸς τὸ κέντρον ῥέποντος. τοῦτο δὲ μόνως ἂν ὑπάρχοι αὐτῇ
15σφαιρικῇ οὔσῃ καὶ ἐν μέσῳ τοῦ παντὸς ὑπαρχούσῃ.
16tεʹ. Διὰ τί ἡ γῆ ἀκατασκεύαστος ἦν καὶ ὅτι
17tτῇ αὐτῇ ἐννοίᾳ αἱ ἐκδόσεις πᾶσαι
18tσυμπεφωνήκασι.
19Εἰς δὲ τὸ ἀκατασκεύαστον εἶναι τὴν γῆν κοινῶς
20σχεδὸν συνεφώνησαν ἅπαντες, τὴν μήπω τοῦ ἰδίου κό‐ σμου καὶ τῆς φυσικῆς τυχοῦσαν τελειότητος, ἣν ἔσχεν ὕστερον εἰπόντος τοῦ θεοῦ· ‘συναχθήτω τὸ ὕδωρ καὶ ὀφθήτω ἡ ξηρὰ καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρ‐ του‘ καὶ τὰ ἑξῆς, ὅσα τῷ θείῳ προστάγματι γέγονεν.
25οὐδὲ γὰρ τότε πρὸς γένεσιν τούτων ἐπιτηδεία ἦν συμ‐ πεφυρμένη τοῖς ὕδασι καὶ πηλώδης οὖσα καὶ πᾶσα
κεκαλυμμένη ὑπ’ αὐτῶν· ὡς εἰ καὶ τὸ ἀρτίτοκον βρέ‐67
Opif
.

68

φος λέγοι τις εἶναι ἀκατασκεύαστον, μήτε συμπήξεως τῆς δεούσης μήτε ἡλικίας τυχὸν μήτε τῶν κατὰ φύσιν προσόντων τῇ λογικῇ ψυχῇ, μηδὲν ἐνεργεῖν δυνάμενον μηδὲ κατὰ πάσας τὰς σωματικὰς τότε δυνάμεις. εἴποις
5δ’ ἂν καὶ οἶκον ἔτι ἀκατασκεύαστον τὸν μήπω τοῦ οἰκείου τυχόντα κόσμου, ὡς καὶ ἡ γῆ πρὸς οἴκησιν ζῴων καὶ βλάστην φυτῶν ὑπῆρχεν ἀνεπιτήδειος. Τῇ δὲ ἐννοίᾳ ταύτῃ καὶ αἱ λοιπαὶ τῶν ἐκδόσεων συμφέρονται. Ἀκύλας μὲν οὖν φησιν· ‘ἡ δὲ γῆ ἦν
10κένωμα καὶ οὐθέν‘· Θεοδοτίων· ‘ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν‘· Σύμμαχος· ‘ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον‘· κένωμα μέν, ὡς κενὴ πάντων οὖσα φυ‐ τῶν καὶ ζῴων, ὧν ὕστερον ἐπληρώθη τῷ θείῳ προσ‐ τάγματι ‘αὐξάνεσθε‘ λέγοντι ‘καὶ πληθύνεσθε καὶ
15πληρώσατε τὴν γῆν‘. ὥστε καθ’ ὃ μὲν δυνάμει πρό‐ τερον ἦν, ἃ ὕστερον ἔσχεν ἐνεργείᾳ, θὲν ἦν, τουτέστι ἦν τι· καθ’ ὃ δὲ μήπω εἰς ἐνέργειαν ἦκτο, οὐδὲν ἦν. τοῦ γὰρ δ εἰς τὸ θ μεταβολή ἐστιν, ᾗ καὶ πολλοὶ τῶν παλαιῶν ἐχρήσαντο, οἷόν ἐστιν καὶ τὸ οὐθὲν καὶ τὸ
20οὐθέτερον παρά τισι διὰ τοῦ θ λεγόμενον. ἢ οὖν ἐκ παραλλήλου παρὰ τῷ Ἀκύλᾳ τὸ κένωμα καὶ οὐθὲν εἴρηται, ἢ οὕτω· κενὴ ἦν καὶ διὰ τοῦτο οὐδέν. ἡ δὲ Συμμάχου σαφεστέρα ἐστίν· ἀργὸν καὶ ἀδιάκριτον· ἀργὸν μὲν τῶν κατὰ φύσιν αὐτῆς ἐνεργειῶν, ἃς πρό‐
25τερον μὲν εἶχε δυνάμει, ὕστερον δὲ τὸ θεῖον αὐτὰς εἰς ἐνέργειαν ἤγαγε πρόσταγμα· μόνη γὰρ ἡ δύναμις τῆς
ἐνεργείας χωρίς, ὡς ὁ δυνάμει πριὼν καὶ τὸ δυνάμει68
Opif
.

69

ἱμάτιον, οἷον τὸ ἔριον ἀργόν ἐστι καὶ ἀκίνητον· ἀδιά‐ κριτος δὲ διὰ τὴν ἐπιμιξίαν τοῦ ὕδατος, μήπω τού‐ του διακεκριμένη.
4tϛʹ. Ὅτι τὸ σκότος οὔτε οὐσία ἐστὶν οὔτε ποιό‐
5tτης, στέρησις δὲ μόνη τοῦ ἀντικειμένου φωτός.
6 Ἐπειδὴ δὲ ἔλεγον, ὡς εἰπών· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘ τὸν ἀφώτιστον ἀέρα δεδήλωκε—καὶ γὰρ τὸν πεφωτισμένον ἐσθ’ ὅτε φῶς ὀνομάζομεν, ἄλλο δέ ἐστι τῷ ἀέρι 〈τὸ〉 εἶναι καὶ ἄλλο τὸ πεφωτίσθαι ἢ
10ἀφωτίστῳ εἶναι, ὅπερ σκότος ὠνόμασται—ζητοῦμεν νῦν, εἰ ὥσπερ τὸ φῶς ὑπέστησεν ὁ θεὸς εἰπών· ‘γε‐ νηθήτω φῶσ‘, οὕτω καὶ τοῦ σκότους ἐστὶ καθ’ αὑτὸ ποιητής· αἱ μὲν οὖν περὶ τοῦ σκότους τῆς Μανι‐ χαϊκῆς καὶ ἀσεβοῦς μυθολογίας ζητήσεις παρείσθωσαν
15εὐθύνας ἤδη πρότερον παρασχοῦσαι πολλοῖς· νυνὶ δὲ ἡμῖν περὶ τοῦ ἐν ἀέρι σκότους ἡ ζήτησις, εἴτε ποιό‐ της ἐστὶν ἐπιγιγνομένη αὐτῷ, ὡς καὶ τὸ φῶς καὶ τὸ θερμὸν ἄγαν καὶ τὸ ψυχρόν—οὐσία γὰρ ὅτι οὐκ ἔστι, πρόδηλον—εἴτε τούτων μὲν οὐδέτερον οὔτε οὐ‐
20σία, οὔτε ποιότης, στέρησις δὲ μόνη καὶ ἀπουσία τοῦ ἀντικειμένου φωτός, ὡς τὸ ἄσοφον, ὡς τὸ ἄφιλον, ἄοικος, ἄνανδρος, ἄμουσος, ἄχροος καὶ ὅσα τοιαῦτα· μόνην γὰρ τὴν ἀπουσίαν τοῦ ἀντικειμένου πάντα ταῦτα δηλοῦσι τὰ ὀνόματα.
25Εἰ μὲν οὖν ποιότητές εἰσιν ἐναντίαι τὸ φῶς καὶ69
Opif
.

70

τὸ σκότος ὡς τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ λευκόν τε καὶ τὸ μέλαν, ἐπειδὴ τῶν ἐναντίων ποιοτήτων ἑκατέρας τὸ ποιητικὸν αἴτιον προφανές, οἷον τοῦ μὲν θερμαίνε‐ σθαι ἡμᾶς τὸ πῦρ ἢ ὁ ἥλιος, τοῦ δὲ ψύχεσθαι χιὼν
5κρύσταλλος ὕδωρ· εἰ οὕτως ἀντίκειται τῷ φωτὶ τὸ σκότος, ἀνάγκη πάντως ἦν, ὥσπερ τὰ ποιητικὰ αἴτια τοῦ φωτός ἐστι προφανῆ ἥλιος σελήνη ἀστέρες, τὸ πῦρ τοῦτο τὸ παρ’ ἡμῖν, οὕτως ἔδει καὶ τοῦ σκότους εἶναι καὶ φαίνεσθαι ποιητικὴν αἰτίαν. νῦν δὲ οὐκ
10ἔστιν, ἀλλὰ μόνῃ τῇ ἀπουσίᾳ τοῦ φωτίζοντος παρυφί‐ σταται τὸ σκότος. καὶ ἐπὶ μὲν τῶν ἐναντίων, ψυχρὸν [ὃν] φέρε τὸ ἡμέτερον σῶμα, ἐπιγενομένης θερμότητος ὑπὸ ἡλίου ἢ πυρὸς ἢ ἄλλης αἰτίας, ἐξωθεῖται μὲν κατὰ μέρος ὑπὸ τοῦ θερμοῦ τὸ ψυχρόν, αὐτὸ δὲ τὸ
15θερμὸν ἐπικρατεῖ τοῦ ἡμετέρου σώματος. οὕτως οὖν ἔδει καὶ τὰ ποιητικὰ τοῦ σκότους αἴτια τὸ μὲν φῶς ἐξωθεῖν τοῦ ἀέρος, ἐγγεννᾶν δὲ αὐτῷ τὸ σκότος· νυνὶ δὲ τοιοῦτον οὐδέν ἐστιν, ἀλλ’ ἡ τοῦ φωτίζοντος ἀπουσία καὶ μόνη παρυπόστασιν τῷ σκότῳ δίδωσιν ὡς
20καὶ νέφος ὑποδραμὸν τὸν ἥλιον ἐμποδίζει μὲν ταῖς ἡλιακαῖς ἀκτῖσι, τῇ δὲ ἐκείνων ἀπουσίᾳ ὁ ἀὴρ ἀφώτι‐ στος γίνεται, καὶ τοῦτο καλεῖται σκότος. Ἐξ οὗ δῆλον, ὅτι μὴ ὡς τὰ ἐναντία τὸ φῶς καὶ τὸ σκότος ἀλλήλοις ἀντίκεινται, ἀλλ’ ὡς ἕξις μόνον καὶ στέ‐
25ρησις, ἐν οἷς ἡ στέρησις οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπουσία μόνη τῆς ἕξεως. ὁ μὲν γὰρ σοφὸς γνώσεως πολλῆς αὐτῷ γίνεται παρουσίᾳ, ὁ δὲ ἄσοφος ἀπουσίᾳ καὶ μόνῃ σο‐
φίας· ὁμοίως ὁ μὲν μουσικὸς τῇ ἐπιστήμῃ τῶν ῥυθμῶν70
Opif
.

71

γίνεται μουσικός, ὁ δὲ ἄμουσος μόνῳ τῷ μὴ μεμαθη‐ κέναι τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ῥυθμῶν ἄμου‐ σός ἐστιν. ὁμοίως ὁ ἔντεχνος ἔχει πρὸς τὸν ἄτεχνον· τῷ μὲν γὰρ τέχνη τις πάρεστι καὶ ἐπιστήμη τινῶν,
5τεκτονικὴ φέρε ἢ ὑφαντική· ὁ δὲ ἄτεχνος μόνῳ τῷ μὴ ἔχειν τέχνην τινὰ οὕτω λέγεται. οὕτως καὶ ἐπὶ πάσης ἔχει στερήσεως, ἄοικος ὁ μὴ ἔχων οἶκον, ἄφι‐ λος ὁ μὴ ἔχων φίλους, ἀνέστιος ὁ μὴ ἔχων ἑστίαν, ἄχροός ἐστιν ὁ ἀὴρ παρὰ τὸ μηδὲν ἔχειν χρῶμα, διὸ
10καὶ ἀόρατος. οὕτω καὶ τὸ ἀφώτιστον, τὸ φωτὸς ἐστερη‐ μένον, οὐ τὸ ἐναντίαν ἔχον τῷ φωτὶ ποιότητα, ὅπερ ὠνόμασται σκότος, ὥσπερ καὶ ἡ ἀπουσία τῶν ὄψεων τυφλότης καλεῖται καὶ ἡ τῆς ἀκοῆς στέρησις κωφότης καὶ ὁ μὴ φωνεῖν δυνάμενος ἄφωνος, οἷοί περ εἰσὶν οἱ
15ἰχθύες· τὸν δὲ τοιοῦτον καὶ κωφὸν καλοῦσι παρὰ τὸ ἐκκεκόφθαι τὴν ὄπα τουτέστιν τὴν φωνήν. οὕτως οὖν καὶ τὸ ἀφώτιστον ἐκλήθη σκότος. οὔτε ἄρα οὐσία τὸ σκότος ἐστὶν οὔτε ποιότης, ἀλλὰ μόνη φω‐ τὸς ἀπουσία.
20tζʹ. Τίνες αἱ διαφοραὶ τῶν στερήσεων καὶ ποίᾳ
21tτούτων ὑποπίπτει τὸ σκότος.
22 Τῶν δὲ στερήσεων αἱ μὲν προϋπάρχουσι τῶν ἕξεων, αἱ δὲ τούτων εἰσὶν ὕστεραι, αἱ δέ εἰσιν αὐτῶν ἑκα‐ τέρωθεν. πρότεραι μὲν τῶν ἕξεων ἐν ταῖς γενέσεσι·
25πᾶν γὰρ γιγνόμενον ἐκ τῆς ἰδίας στερήσεως γίγνεται, ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, τὸ θερμὸν ἐξ οὐ θερ‐ μοῦ· μετὰ δὲ τὴν ἕξιν· ὁ ἐξ ὁρῶντος γενόμενος τυφλὸς
καὶ ὁ ἐξ ἀκούοντος κωφός. ἑκατέρωθεν δέ, ὡς ὁ ἄτε‐71
Opif
.

72

χνος· καὶ γὰρ πρὸ τῆς τεχνικῆς ἕξεως ἄτεχνος ἦν καὶ εἰ μετὰ τὴν τέχνην ἐκ πάθους τινὸς λήθη συμβαίη, πάλιν ἄτεχνος γίνεται. τοιοῦτός ἐστιν καὶ ὁ ἄοικος καὶ ὁ ἄφιλος καὶ ὁ ἄδουλος· ταύτης ἐστὶ τῆς τάξεως
5καὶ τὸ ἀφώτιστον· πρὶν μὲν γὰρ γενέσθαι τὸ φῶς, ὁ ἀὴρ ἀφώτιστος ἦν· ἀλλὰ καὶ γενομένου τοῦ φωτός, ὅτε ὑπὸ τὴν γῆν ὁ ἥλιος γίνεται, ὁ πεφωτισμένος ἀὴρ πάλιν ἐστὶν ἀφώτιστος.
9tηʹ. Πῶς νοητέον τὸ παρὰ τῷ Ἡσαΐᾳ· ‘ἐγὼ ὁ
10tκατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν
11tεἰρήνην καὶ κτίζων κακά‘.
12 Τούτου δεδειγμένου δῆλόν ἐστι λοιπὸν καὶ τὸ ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ τοῦ σκότους ὡς ἀπὸ θεοῦ λεχθέν· ‘ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος,
15ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά‘. ἐρεῖ γάρ τις, ὡς, εἰ ἕκαστον τῶν ὑπὸ θεοῦ γενομένων οὐσίωται, ὥσπερ τὸ φῶς ὁ θεὸς ἐποίησεν εἰπών· ‘γενηθήτω φῶσ‘, οὕτω καὶ τὸ σκότος πεποιηκέναι τὸν θεὸν Ἡσαΐας φησίν. ἀλλ’ οὐδαμοῦ τῆς κοσμοποιΐας εἶπεν ὁ θεός· ‘γενη‐
20θήτω σκότοσ‘ ἢ ‘ἐποίησεν ὁ θεὸς σκότοσ‘. οὕτω γὰρ ἂν καὶ τῶν κακῶν ποιητὴν ἐροῦμεν διὰ τὸ εἰπεῖν· ‘καὶ κτίζων κακά‘. ἀλλὰ τοῦτο μὲν ὅπως εἴρηται οὐ τοῦ προκειμένου σκοπεῖν. Ὥσπερ δὲ ὁ τὴν σκηνὴν ποιήσας ἢ πᾶσαν ὀπὴν
25φωταγωγόν, δι’ ἧς εἰς οἶκόν τινα φέρεται τὸ φῶς, ἀπο‐
φράξας λέγοιτο ἂν τὸ ἐντὸς γενόμενον ποιῆσαι σκότος72
Opif
.

73

—οὐ καθ’ αὑτὸ δημιουργήσας αὐτό, ἀλλὰ τῷ τὴν εἴσοδον ἀποφράξαι τοῦ φωτός, καὶ τὴν στέρησιν αὐ‐ τοῦ, τὸ σκότος, κατὰ συμβεβηκὸς ποιῆσαι λέγεται— οὕτω καὶ ὁ τὰ διαφανῆ σώματα πρὸ τοῦ φωτὸς ποι‐
5ήσας, ἐν οἷς καὶ αὐτὸ τὸ φῶς καὶ ἡ τούτου στέρησις ἐπιγίνεται, τὸ σκότος, ἀκολούθως λέγοιτο ἄν, διὰ τὸ μήπω πεφωτίσθαι τὰ διαφανῆ, καὶ αὐτὸ πεποιηκέναι τὸ σκότος. Καὶ δῆλον πάλιν, ὅτι μὴ καθ’ αὑτὸ γέγονεν ἀλλὰ
10κατὰ συμβεβηκός· τῷ γὰρ μήπω πεφωτίσθαι τὰ δια‐ φανῆ ὑπῆρχεν ἀλαμπῆ, ὡς καὶ ὁ τὴν λαμπάδα σβέσας ἐν νυκτὶ λεχθείη ἂν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἦν ἡ λαμπάς, ποιῆσαι σκότος οὐ καθ’ αὑτό, ἀλλ’ ὡς εἶπον κατὰ συμβεβηκός. εἴποι δ’ ἄν τις καὶ τὴν ἀπουσίαν τοῦ
15ἰατροῦ νόσου ἑαυτῷ γεγονέναι αἰτίαν ἢ τοῦ μὴ ὑγιᾶ‐ ναι τὸν νοσοῦντα, καὶ τὸ μὴ παρεῖναι τὸν διδάσκαλον τοῦ ἀπαίδευτον γεγονέναι τὸν παῖδα· καὶ δῆλον, ὡς κατὰ συμβεβηκὸς ἑκάτερος ὁ μὲν τῆς νόσου, ὁ δὲ τῆς ἀπαιδευσίας τοῦ παιδὸς αἴτιος ἦν· οὕτως οὖν καὶ ὁ
20τὰ διαφανῆ ποιήσας, πρὶν γενέσθαι τὸ φῶς, λέγοιτ’ ἂν ποιῆσαι τὸ σκότος· ὁμοίως καὶ ὁ τὰ ἀντιφρακτικὰ ποιήσας λέγοιτ’ ἂν ποιῆσαι τὸ σκότος κατὰ συμβεβηκός. μήπω γὰρ τῆς ἕξεως γενομένης τὴν στέρησιν ἐν τοῖς δεκτικοῖς εἶναι ἀνάγκη.
25 Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶσ‘ καὶ ἐγέ‐ νετο φῶσ‘. ΑΚΥΛΑΣ καὶ εἶπεν ὁ θεός· ‘γενέσθω φῶσ‘ καὶ ἐγέ‐
νετο φῶς.73
Opif
.

74

ΘΕΟΔΟΤΙΩΝ ὁμοίως τοῖς ἑβδομήκοντα. ΣΥΜΜΑΧΟΣ καὶ εἶπεν ὁ θεός· ‘ἔστω φῶσ‘ καὶ ἐγένετο φῶς.
5tθʹ. Διάφοροι δόξαι τῶν ἐξηγησαμένων τό· ‘καὶ
6tεἶπεν ὁ θεός· ‘γενηθήτω φῶσ‘, καὶ πρὸς αὐτὰς
7tἐνστάσεις.
8 Ἐπειδὴ ποιότης οὐδεμία καθ’ αὑτὴν σώματος ὑπάρχει χωρίς, θερμότης ψυχρότης λευκότης γλυκύτης
10μαλακότης σκληρότης, καὶ τὸ φῶς δὲ ποιότης ἐστὶν ἐν σώμασιν ὑφεστῶσα, σελήνῃ τε καὶ ἡλίῳ καὶ ἄστροις καὶ πυρί, ζητεῖται εἰκότως, μήπω τῶν φωστήρων γενομένων τί ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, καὶ πῶς ἀνὰ μέρος ὑποχωρούντων ἀλλήλοις φωτός τε καὶ σκότους ἡμέρα
15καὶ νὺξ ἐγίνετο. οὐδὲ γὰρ ἀντιπαραχωρεῖν ἀλλήλοις τοὺς τόπους σωμάτων χωρὶς οὐδὲ εἶναι ὅλως ἠδύναντο. Τινὲς μὲν οὖν τῶν ἐξηγησαμένων οὐδ’ αὐτό γε τοῦτο τοῖς εἰρημένοις ἐπέστησαν, ἀλλὰ βασάνου χωρὶς τὸν τόπον παρεληλύθασιν· ἕτεροι δὲ τὴν τοῦ πυρὸς οὐ‐
20σίαν τοῦτο τὸ φῶς ἔφασαν ὑπάρχειν. συμμεμιγμένων γὰρ ἀλλήλοις, φασί, κατ’ ἀρχὴν τῶν στοιχείων—οἷόν τι καὶ ὁ Ἐμπεδοκλῆς ἔλεγεν—καὶ μήπω καθαρῶς διακεκριμένων, τὸ πῦρ ἅτε δὴ λεπτομερέστατον ὑπάρ‐ χον καὶ ὀξυκινητότατον ἁπάντων προεξήλατο τῶν ἄλ‐
25λων στοιχείων κελεύσαντος θεοῦ· ‘γενηθήτω φῶσ‘ καὶ τὴν ἄνω χώραν κατείληφεν. ὑπόδειγμα δὲ ἔστω τοῦ
λόγου τοιοῦτον· ἐπὶ τῶν κεκαυμένων λίθων εἰς κόνιν74
Opif
.

75

τῆς πυρώδους οὐσίας ἐναποκεκλειμένης αὐτοῖς καὶ κατεσπαρμένης ἐν τοῖς μορίοις αὐτῶν, ἐπειδὰν ὕδωρ αὐτοῖς ἐπιχεθῇ, διεισδῦνον εἰς αὐτοὺς μανωθέντας ὑπὸ τῆς καύσεως θρύπτει μὲν αὐτοὺς καὶ εἰς μικρό‐
5τατα διαιρεῖ μόρια. τὸ δὲ ἐν ἑκάστῳ τῶν μορίων ἐγκατεσπαρμένον τε καὶ ἐμφωλεῦον πῦρ τῇ εὐκινησίᾳ διαδιδράσκει τὰ κατέχοντα καὶ διὰ τὸ συγγενὲς εἰς ἄλληλα συναθροίζεται τὰ διεστῶτα πρότερον ἀλλήλων πυρώδη μόρια καὶ ταύτῃ συνεπιρρωνύμενα τὴν φυσι‐
10κὴν ζέσιν καὶ τὴν ἐπὶ τὸ ἄνω φορὰν ἐπιδείκνυται. τοιοῦτό τι καὶ ἐπὶ τοῦ φωτὸς γεγονέναι φασί, τῆς πυρώ‐ δους οὐσίας τῷ θείῳ προστάγματι τῶν ἄλλων προ‐ εκδραμούσης καὶ τὸν οἰκεῖον τόπον καταλαβούσης τὸν ἄνω. ἕτερος δέ φησι τὸν ἀέρα τῇ κινήσει τοῦ αἰθερίου
15σώματος θερμαινόμενον ἄλλας ἐν ἄλλοις αὐτοῦ μέρεσι ἐκλάμψεις ποιεῖν, οἷά ἐστι τὰ καλούμενα σέλα, πῆ μὲν μικράς, πῆ δὲ μείζονας, ἃς ὕστερον ἐξαφθείσας τε‐ λείως ἥλιον καὶ σελήνην καὶ τῶν ἀστέρων ποιῆσαι τὸ πλῆθος. ἀλλ’ ἤδη τῶν στοιχείων γεγονότων, πῶς τὸ
20ἤδη ὂν πῦρ αὖθις γενέσθαι προσέταξεν ὁ θεός; οὐ γὰρ εἶπεν· ‘ἐξαγαγέτω ἡ γῆ φῶσ‘ ἀλλὰ ‘γενηθήτω φῶσ‘ τὸ μήπω ὂν ὑποστῆναι κελεύσας· καὶ ὅτι τὸ φλογῶδες τοῦτο πῦρ ἐν μόνοις τοῖς ὑπὸ σελήνην τό‐ ποις ὑφίσταται ὑπερβολὴ πυρὸς ὂν καὶ οὐ διαρκοῦν
25εἰς ἀεί, ὡς διαρκοῦσιν οἱ φωστῆρες, καὶ ὅτι ἐν τῷ στερεώματι, ὅπερ ἐκάλεσεν οὐρανόν, τοὺς φωστῆρας
ἔθηκεν ὁ θεός, οὐκ ἐν τῷ πρὸς ἡμᾶς ἀέρι.75
Opif
.

76

(1t)

ιʹ. Ἡ Βασιλείου περὶ τοῦ φωτὸς δόξα καὶ
2tσυνηγορία ταύτης.
3 Ὁ δὲ μέγας Βασίλειος τὸ ἡλιακὸν φῶς αὐτὸ προ‐ ϋποστῆναί φησι τοῦ ἡλιακοῦ σώματος, δυνάμει θείᾳ
5τούτου γενομένου, ὅπερ φυσικῶς γενέσθαι ἀδύνατον· ὑπόδειγμα δὲ τοῦ λόγου ποιεῖται τὸ ἐπὶ τοῦ βάτου φανὲν τῷ Μωϋσεῖ πῦρ. διττῆς γὰρ οὔσης τῆς τοῦ πυρὸς δυνάμεως, φωτιστικῆς τε καὶ καυστικῆς, καὶ χωρίσαι ταῦτα μὴ δυναμένης τῆς φύσεως, ἐπὶ τοῦ
10βάτου τὸ μὲν φωτιστικὸν τοῦ πυρὸς ἐνήργει, τὸ δὲ καυστικὸν ἄπρακτον ἔμεινεν, τοῦ αὐτοῦ καὶ ἐπὶ τῶν ἐν τῇ καμίνῳ παίδων γενομένου τῇ ἐν Βαβυλῶνι· εἰς αὐτοὺς γὰρ τὸ καυστικὸν ἀνενέργητον ἔμεινεν. οὐκ ἀδύνατον ἄρα θεῷ καὶ χωρὶς σώματος ὑποστῆσαι
15τὸ φῶς. Καὶ ἐρεῖ τις τούτῳ συνηγορῶν, ὅτι καθάπερ τῶν μελλόντων ὑπὸ σελήνην γίνεσθαι προϋπέστησε τὰς ὑλικὰς αἰτίας ὁ θεός, ὡς εἰπόντες ἔφθημεν, οὕτως ἐπὶ τῶν φωστήρων τὸ ἐναντίον γέγονε· πρὸ τῆς
20σωματικῆς αὐτῶν οὐσίας καὶ ὑλικῆς τὸ φῶς ὑπέ‐ στησεν ὁ θεός, ὅπερ ἐστὶ τὸ τῶν φωστήρων εἶδος, εἶτα ἐκ τῆς προϋποκειμένης ὕλης διαπλάττει τὰ σώ‐ ματα. ἀδύνατον δὲ θεῷ λέγειν, ὅπερ καὶ τῇ φύσει, θέμις ἐστὶν οὐδέν. ταῦτα δὲ συνάψας ἄμφω τοὺς ἐξ
25αὐτῶν φωστῆρας ἀνέδειξεν.76
Opif
.

77

(1t)

ιαʹ. Ὅτι οὐ χωρὶς σώματος καθ’ αὑτὸ τὸ φῶς
2tὑπέστη.
3 Ἔστι δὲ κἀκεῖνο εἰπεῖν, ὡς οὐδ’ αὐτὸ τὸ φῶς σώ‐ ματος ὑπέστη χωρίς· ἀλλ’ ὥσπερ καὶ τὸ ἐξ ἡλίου νῦν
5ἐν τοῖς διαφανέσι χωρὶς τοῦ ἡλιακοῦ γίνεται σώμα‐ τος, ὑποκείμενον ἔχον αὐτὰ τὰ διαφανῆ σώματα, οὕ‐ τως εἰπόντος τοῦ θεοῦ· ‘γενηθήτω φῶσ‘ ὅπερ ποιεῖ τοῖς διαφανέσιν ὁ ἥλιος, φωτίζων αὐτά, τοῦτο τὸ θεῖον ἐποίησε πρόσταγμα ἐν αὐτοῖς κελεῦσαν ὡς ἐν
10ὑποκειμένοις ἐκλάμψαι τὸ φῶς.
11tιβʹ. Ὅτι οὐ πάντα τὰ διαφανῆ διείληφε τὸ
12tγενόμενον φῶς.
13 Τὸ δέ· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φω‐ τὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘ ὑπόνοιαν ἡμῖν ἐντί‐
15θησιν, ὡς οὐκ ἀθρόον ὅλον ἅμα τὸ διαφανὲς διει‐ λήφει τὸ φῶς. οὕτω γὰρ ἂν πανταχόθεν ὅλον ἠφανί‐ ζετο σκότος, ὡς μηδὲ εἶναι λοιπὸν σκότος μηδαμοῦ· ὅλου γὰρ τοῦ πέριξ πεφωτισμένου σκίασμα λοιπὸν οὐκ ἦν οὐδαμοῦ. πῶς οὖν εἶπεν· ‘καὶ διεχώρισεν ὁ θεὸς
20ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσεν νύκτα‘; ὡς ἑκατέρου μὲν ὑπάρχοντος, διακεχωρισμένων δὲ τοῖς τόποις ἀλλήλων· ἅμα γὰρ ἄμφω ἐν ἑνὶ τόπῳ εἶναι
ἀδύνατον ἦν· οὔτε γὰρ τὰ ἐναντία, οὔτε στέρησιν καὶ77
Opif
.

78

ἕξιν ἅμα συνυπάρχειν ἐνδέχεται. εἰ οὖν χωρὶς μὲν ἦν τὸ σκότος, χωρὶς δὲ τὸ φῶς, οὐχ ὅλον ἅμα τὸν κόσμον κατειλήφει τὸ φῶς. Γνωρίμῳ δέ τινι ὑποδείγματι χρήσομαι, ὅπερ ἐπὶ
5τῶν κομητῶν ὁρῶμεν γιγνόμενον ἐν μέρει τινὶ τοῦ περιέχοντος ἀέρος λαμβανόντων ὑπόστασιν καὶ συμ‐ περιπολούντων τῷ παντί, συνανατελλόντων τε καὶ συνδυομένων τῷ μέρει, καθ’ ὃ ἂν συστῶσιν· οὕτω καὶ τὸ πρωτόγονον ἐκεῖνο φῶς μέρος ἐπέχον τοῦ
10διαφανοῦς, οἷον φέρε τῶν ἡμισφαιρίων ἕν, ὥσπερ νῦν τῇ ἀνατολῇ μὲν τοῦ ἡλίου γίνεται ἡμέρα, τῇ δύσει δὲ νύξ, οὕτω καὶ τοῦ φωτὸς ἐκείνου συμπερι‐ πολοῦντος τῷ παντί, δυομένου μὲν νύξ, συνανατέλ‐ λοντος δὲ ἡμέρα ἐγίνετο.
15 Μήποτε δὲ καὶ ἐνσώματος ἦν οὐσία τὸ φῶς ἐκεῖνο, οὐχ οὕτω διεσχηματισμένον, ὡς νῦν οἱ ἀστέρες καὶ οἱ δύο φωστῆρες ὑπάρχουσιν, ὕστερον δὲ εἰς τὴν νῦν αὐτὸ τάξιν ἤγαγεν ὁ θεός, εἰς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τὸ φῶς ἐκεῖνο καταμερίσας· καὶ
20οὕτω μὲν οὐδὲν ἀδύνατον ἐφάνη συμβαῖνον· τάχα δὲ πάλιν ἐντεῦθεν ὁ Πλάτων εἰληφώς· ‘βουληθεὶς ὁ θεόσ‘ φησίν ‘ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατὸν παρα‐ λαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς
25καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας· ἡγησάμενος ἐκείνου τοῦτο πάντως ἄμεινον‘. ὁρατὸν δὲ
ἄνευ φωτὸς οὐδέν.78
Opif
.

79

(1t)

ιγʹ. Ὅτι οὐκ εὔλογον διαπορεῖν, τίς ἡ αἰτία
2tτοῦ ταῦτα οὕτω ποιῆσαι τὸν θεὸν καὶ ἀντι‐
3tπαράθεσις πρὸς Μωϋσέα τῶν μετ’ αὐτὸν
4tφυσικῶν.
5 Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη τὴν αἰτίαν τοῦ ταῦτα οὕτω κατ’ ἀρχὴν διαταξάμενον ποιῆσαι τὸν θεόν, πρῶ‐ τον μὲν τὸ οὐκ ἀδύνατον τοῦ πράγματος ποικίλως ἐδείχθη· ὅταν δὲ τῆς φαινομένης ἐν τοῖς ἄστροις ἀνω‐ μαλίας κατά τε μεγέθη καὶ θέσιν καὶ τάξιν καὶ χρώ‐
10ματα καὶ πρὸς ἄλληλα σχέσιν, καὶ τῆς ἐν διαφόροις χρόνοις τῶν πλανωμένων ἀποκαταστάσεως τὰς αἰτίας εἴποι, καὶ ἄλλων μυρίων τῶν ἐν τῷ κόσμῳ διατετα‐ γμένων, δι’ οὓς λόγους ταῦθ’ οὕτως ἔχειν πεποίηκεν ὁ θεός, τότε καὶ ἡμᾶς τῶν ὑπὸ Μωϋσέως κατὰ
15θείαν ἐπίπνοιαν περὶ τῆς κατ’ ἀρχὴν κοσμογονίας ἑκάστου λόγον αἰτείτω. Καίτοι γε τῶν πολλῶν ἡμεῖς ἤδη τὰς αἰτίας εἰρή‐ καμεν καὶ περὶ τοῦ φωτός, περὶ οὗ νῦν ὁ λόγος, ὅσα ἡμῖν ὑπέπιπτεν, εἴρηται. καὶ τὸ ἀξιόπιστον δὲ τοῦ
20προφήτου καὶ παρ’ αὐτοῖς τοῖς τῶν Ἑλλήνων σοφοῖς καὶ τοῖς τιμωμένοις ὑπ’ αὐτῶν χρηστηρίοις διωμολό‐ γηται. δι’ ὧν γὰρ αὐτὸν τηλικούτων τεραστίων ἐρ‐ γάτην ἐποίησεν ὁ θεὸς καὶ τῆς ἐποψίας ἠξίωσε τῆς αὐτοῦ, ὑποφήτην τε θείων νόμων γενέσθαι καὶ τῆς
25τῶν μελλόντων προρρήσεως, πληρωτήν τε τῶν ὑποσχέ‐ σεων κατέστησεν, ὧν τοῖς αὐτοῦ προπάτορσι περὶ τοῦ
παντὸς ἔθνους κατεπηγγείλατο, διὰ τούτων πιστὸν79
Opif
.

80

τοῖς ἀνθρώποις συνέστησε τῶν κατὰ θείαν ἐπίπνοιαν ὑπ’ αὐτοῦ λεχθήσεσθαι μελλόντων περὶ τῆς τοῦ κό‐ σμου γενέσεως, καὶ πῶς ἕκαστον τῶν αὐτοῦ μερῶν ὑπέστησεν ὁ θεὸς καὶ τῶν ἐξ ἐκείνου μέχρι τῆς αὐ‐
5τοῦ τελευτῆς γενομένων καὶ τῶν μετ’ ἐκείνην ἐσομέ‐ νων, καὶ περὶ αὐτῆς τῆς ἐνσάρκου ἐπιφανείας τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἁπάντων Ἰησοῦ Χριστοῦ· ‘εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ‘ φησὶν ὁ κύριος ‘ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε‘.
10 Σκοπεῖν δὲ τοῦτο καὶ ἄλλως ἀξιῶ· πάντων τῶν πάλαι φυσικῶν φιλοσόφων μέχρις αὐτοῦ Πλάτωνος ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δεδωκότων κἀμοῦ τοῦτο κατ’ ἐμὴν δείξαντος δύναμιν, ἀνάγκη πᾶσα κατά τινα τάξιν καὶ ἀκολουθίαν τῶν ὄντων ἕκαστον τὴν ἀρχὴν
15ὑποστῆσαι τὸν θεόν· ἀγνώστου τοίνυν ἅπασιν ὑπάρ‐ χοντος, καθ’ ὃν τρόπον τὴν ἀρχὴν ὑπέστησεν ὁ θεὸς ἅπαντα, καὶ ποίαν τῇ γενέσει τῶν μερῶν τοῦ κόσμου παρέσχε τάξιν καὶ πότε τούτῳ δέδωκε τὴν ἀρχήν, μό‐ νου ἦν ταῦτα ἐκκαλύπτειν ἀνθρώποις αὐτοῦ τοῦ δη‐
20μιουργήσαντος αὐτὰ θεοῦ, ἅπερ Μωϋσῆς θείας ἐπι‐ πνοίας ἀξιωθεὶς διηγήσατο, τῆς φυσικῆς τῶν ὄντων θέσεώς τε καὶ τάξεως παρεξελθὼν οὐδέν, ὡς οἱ μετ’ ἐκεῖνον τὰ τῆς κοσμογονίας παρ’ Ἕλλησι μυθολογή‐ σαντες τῶν φυσικῶν ὤφλησαν γέλωτα, Δημόκριτος
25μὲν ἀρχὰς τῶν ὄντων ἀτόμους ἀπείρους καὶ ἀριθμῷ
καὶ σχήμασιν ὑποθέμενος καὶ πρὸς τούτοις κενὸν ἄπει‐80
Opif
.

81

ρον, ἐν ᾧ καὶ κόσμους ὑποστῆναι ἀπείρους. Ἀναξα‐ γόρας δὲ τὰς ὁμοιομερείας· πάντα γὰρ εἶναι ἐν πᾶσιν, ὀνομάζεσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος· οἷον ἐν τῇ τυχούσῃ σαρκὶ πᾶν ἁπλοῦν σῶμα καὶ σύνθετον
5ἅπαν καὶ ἐν ὀστῷ πάλιν ὁμοίως καὶ ἐν χρυσῷ καὶ ἐν χαλκῷ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι καὶ ἅπαξ ἁπλῶς ἐν ἑκάστῳ καὶ τῷ σμικροτάτῳ τῶν ὄντων ἅπαντα· ἔκκρι‐ σιν ἑκάστου μόνον, οὐδενὸς δὲ γένεσιν εἶναι, ὡς ἐπὶ σωροῦ πανσπερμίας, οὗ τὸ πλέον ἐστὶ κριθή, εἰ [δὲ]
10διακρίνειέ τις ἐξ αὐτοῦ σῖτον, λέγεται μὲν ἀπὸ κριθῆς γεγονέναι σῖτος, τοῦτο δὲ οὐκ ἔστι γένεσις ἀληθῶς, ἀλλὰ μόνον διάκρισις τῶν σπερμάτων, οὐδ’ αὐτὴ κα‐ θαρά. Ἐμπεδοκλῆς τε δύο κόσμων εἰς ἀλλήλους μετα‐ βολήν φησι γίνεσθαι, τοῦ σφαίρου μὲν εἰς τουτονὶ
15τὸν ὁρώμενον, τοῦ νείκους ἐπικρατοῦντος νῦν·
‘ὡς καὶ ἐγώ‘ φησί ‘δεῦρ’ εἰμι φυγὰς θεόθεν
καὶ ἀλήτης
νείκεϊ μαινομένῳ πίσυνοσ‘
τῶν δὲ ἐν τούτῳ πάλιν ποτὲ συναιρουμένων
20ἁπάντων εἰς μίαν καὶ μονοειδῆ τοῦ σφαίρου φύσιν. ἐπειδὰν ἡ φιλία τοῦ νείκους ἐπικρατήσειεν, καὶ ἄλλοι δὲ πλεῖστοι τοιαῦτα πεφυσιολογήκασιν οὐ πολὺ τῶν
ποιητικῶν λειπόμενα μύθων καὶ ὑπὸ τῶν μετ’ αὐτοὺς81
Opif
.

82

κατεγνωσμένα, παρ’ οἷς μνήμη θεοῦ γέγονεν ὡς αἰτίου τῶν ὄντων οὐδεμία. Ἀρχὴν οὖν τοῦ εἶναι τοῦ κόσμου λαβόντος μόνος γέγονε Μωϋσῆς ἀξιόχρεως ὑποφήτης θεοῦ, τὸν κόσμον
5ὡς γέγονε τὴν ἀρχὴν σαφῶς διηγήσασθαι καὶ ἕτερος μετ’ αὐτὸν οὐδείς. ὁ οὖν τῆς τάξεως καὶ ὅπως ἕκα‐ στον γέγονε τῶν μερῶν τοῦ κόσμου λόγον αἰτῶν καὶ τῶν ὑπὸ τοῦ προφήτου γενομένων τεραστίων αἰτείτω λόγον· τούτοις δὲ πιστεύων μηδὲ τῶν λοιπῶν ἄπιστον
10ἡγείσθω μηδέν. Ἀριστοτέλης δὲ καινὴν ἐξεῦρεν ὁδόν, πρῶτος τῶν φυσικῶν ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀγένητον ὑποθέμενος. ‘Καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φω‐ τὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘.
15ΑΚΥΛΑΣ καὶ διεχώρισεν ὁ θεὸς μεταξὺ τοῦ φωτὸς καὶ μεταξὺ τοῦ σκότους. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ διεχώρισεν ‘διέ‐ στειλεν‘ ἔφη.
20tιδʹ. Ὅτι τρισὶ τρόποις διεχωρίσθησαν ἀπ’
21tἀλλήλων τὸ φῶς καὶ τὸ σκότος.
22 Ἐπανάληψίς ἐστι τὸ ἀνὰ μέσον δὶς εἰρημένον, ἵν’ ᾖ οὕτως· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους. εἰ γὰρ ἑκάτερον κατ’ ἰδίαν ἀκούσω‐
25μεν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ πάλιν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ σκότους,
ἑκάτερον ἀνάγκη τέμνειν κατὰ μέσον καὶ διαχωρίζειν82
Opif
.

83

ἀπ’ ἀλλήλων αὐτοῦ τὰ ἡμίτομα. ἀλλ’ ὅλον τὸ φῶς τῆς ἡμέρας ἑαυτῷ συνεχές ἐστι καὶ τὸ τῆς νυκτὸς ὁμοίως σκότος· τί οὖν ἐστι τό· ‘διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους;‘
5 Τριχῶς ἀλλήλων αὐτὰ διέκρινεν, ἄμικτόν τε καὶ ἀκοινώνητον αὐτῶν τὴν φύσιν ποιήσας· τά τε γὰρ ἐναντία διακεκριμένας ἔχει τὰς οὐσίας, καὶ αἱ στερή‐ σεις πάλιν ἀσύμβατοί εἰσι ταῖς ἕξεσιν· ἀλλ’ οὐδέ ἐστί τι τούτων ἕτερον μεταξύ. ἦν γὰρ ἂν ἐκεῖνο οὔτε φῶς
10οὔτε σκότος. ἀλλὰ τὸ πέρας τοῦ φωτὸς ἀρχή ἐστι τοῦ σκότους καὶ τοὔμπαλιν τὸ πέρας τοῦ σκότους ἀρχή ἐστι τοῦ φωτός. ἀλλὰ καὶ τοῖς τόποις αὐτὰ διέκρινεν· ἅμα μὲν γὰρ αὐτὰ ἐν τῷ αὐτῷ εἶναι τόπῳ ἀδύνατον, ἀντι‐ παραχωροῦσι δὲ τούτου ἀλλήλοις. ὅτε γὰρ ὑπὲρ γῆν
15ἐστιν ὁ ἥλιος φωτίζων τὰ πρὸς ἡμᾶς, ὑπὸ γῆν ἐστιν ὁ σκότος· καὶ ἔμπαλιν, ὅτε ὑπὸ γῆν ἐκεῖνος, ὁ σκότος τὸν ὑπὲρ γῆν ἀέρα κατέχει. καὶ τοῖς χρόνοις δὲ πά‐ λιν διεκρίθησαν. ἐν αἷς γάρ ἐστι δώδεκα ὥραις τὸ φῶς παρ’ ἡμῖν, ἐν ταύταις οὐδέποτέ ἐστι τὸ σκότος,
20καὶ ἐν αἷς δώδεκα ὥραις τὸ σκότος ἐστίν, οὐδέποτε τὸ φῶς ἐν ταύταις γίνεται. τοὺς μὲν οὖν τόπους ἀντιπαραχωροῦσι πάντως ἀλλήλοις, τοὺς δὲ χρόνους οὐκέτι κατὰ μίαν καὶ τὴν αὐτὴν οἴκησιν. οὕτως οὖν αὐτὰ διεχώρισεν ὁ θεός.
25‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ
σκότος ἐκάλεσε νύκτα‘.83
Opif
.

84

(1t)

ιεʹ. Ὅτι καὶ τοῖς θείοις πάλιν λογίοις Θεόδω‐
2tρος ἀντιφθέγγεται καὶ Μανιχαϊκῶς τὸ σκότος
3tοὐσίαν εἶναι λέγει. καὶ Θεοδώρητος μετὰ πάν‐
4tτων αὐτῷ τἀναντία φρονεῖ τε καὶ ἀποδείκνυσι.
5 Τούτοις Θεόδωρος ἀντιφθέγγεται λέγων οὕτως· ‘εὔδηλον γὰρ ὅτι οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέ‐ ραν λέγει οὔτε τὸ σκότος νύκτα. σκότος τε γὰρ ἡ τοῦ σκότους οὐσία καλεῖται καὶ φῶς ἡ τοῦ φωτός· ἡμέραν δὲ καὶ νύκτα οὐ τὰς οὐσίας, ἀλλὰ τοὺς καιροὺς ὀνομά‐
10ζειν εἴωθεν, 〈ἐν〉 οἷς ἐπικρατεῖν πέφυκεν ἐκεῖνα. ὅταν γὰρ εἴπῃ· ‘ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν‘ οὐ φωτὶ ἐρεύγεσθαι ῥῆμα πρὸς ἕτερον φῶς—τὸ γὰρ αὐτὸ φῶς ἐν πάσαις ἐστὶ φαῖνον ταῖς ἡμέραις—ἀλλ’ οὐδὲ νύκτα νυκτί· οὐ
15γὰρ ἕτερον καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν, ἐπειδὴ αἱ ἡμέραι καὶ νύκτες, τοὐτέστι τὰ τῶν ἡμερῶν καὶ νυκτῶν διαστήματα, ἀλλάττεται πάντοτε‘. Μωϋσεῖ, μᾶλλον δὲ τῷ θείῳ πνεύματι πολεμεῖς, ἄνθρωπε· τὸ μὲν γάρ φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ
20φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα‘· σὺ δὲ φής· ‘οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέραν λέγει οὔτε τὸ σκότος νύκτα‘· καὶ τίς τὰ σὰ ῥήματα τῶν τοῦ ἁγίου πνεύματος ἀνταλλάξεται μὴ τῶν φρενῶν ἔξω γενόμενος; ποία δὲ τὸ σκότος οὐσία ἐστίν, τὸ μόνον στερήσει φω‐
25τὸς παρυφιστάμενον, καθὰ προλαβὼν ἔδειξα; εἰ γὰρ84
Opif
.

85

ἐν σταθερᾷ μεσημβρίᾳ—φησὶν ὁ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σοφὸς Βασίλειος—στεγανὴν σεαυτῷ περι‐ πῆξας σκηνήν, μηδεμίαν εἴσοδον καταλιπὼν τῷ φωτί, οὐχὶ σκότος μεταξὺ ταύτης βαθὺ γενήσεται καὶ σχε‐
5δὸν οἷον τοῖς Αἰγυπτίοις τὸ ψηλαφητὸν ἐκεῖνο γέγονεν; ποία οὖν οὐσία τοῦτο τὸ σκότος ἐστίν, εἰπέ μοι, ἢ τίς ὁ δημιουργήσας αὐτὸ τὸ μόνῃ τῇ ἀντιφράξει τοῦ φωτὸς παρυφιστάμενον; ἀγνοεῖς, ἄνθρωπε, τὴν πονη‐ ρὰν τῶν Μανιχαίων εἰσάγων ἀρχήν, ἣν ἐκεῖνοι κα‐
10λοῦσι σκότος, οὐσίαν ἀντίπαλον τῷ θείῳ καὶ πολέ‐ μιον· ‘ὁ γὰρ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία‘ καί ‘ἐν τῷ φωτί σου ὀψόμεθα φῶσ‘ καί ‘φῶς οἰκῶν ἀπρόσιτον‘. Καὶ τί μοι λόγων πλειόνων; Θεοδώρητος ὁ τῶν
15σῶν ἐν πολλοῖς ὑπεραγωνισάμενος λόγων, λίαν ἐν τούτῳ σου, καὶ γὰρ ἐν πολλοῖς ἑτέροις, κατηγορεῖ λέ‐ γων οὕτως· ‘ὅτι μὲν οὖν [τὸ] ἀναγκαῖον 〈τὸ〉 σκότος, ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν ἀλλὰ πρᾶγμα συμβεβηκὸς καταμαθεῖν εὐπετές· οὐρα‐
20νοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα. διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος· τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκεν· διὸ καὶ δυόμενον ἀνίσχει καὶ ἀπιὸν ἐπανέρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτε‐ ρον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη
25σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως οὐρανὸς καὶ γῆ—τὰ μέγιστα σώματα—οὐσίαι εἰσὶν διά‐
φοροι, ἡ δὲ ἐκ τούτων ἀποτελουμένη σκιά, τοῦ φωτὸς85
Opif
.

86

οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος. τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέ‐ ρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως, εἰσκομισθείσης δὲ λαμπάδος φωτίζε‐
5ται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος—οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν—ἀλλὰ πάμ‐ παν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ· σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμα‐
10ρυγαῖς· τοῦτο καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελού‐ μενον· ὑποχωροῦντος γὰρ τοῦ φωτὸς οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ, ἀνίσχοντος δὲ πάλιν δια‐ λύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ’ ἐκ τῶν γενητῶν
15συνισταμένη χρῆσις ἀναγκαία‘. Ταῦτα μὲν οὖν Θεοδώρητος ἐν συντάγματι, ἐν ᾧ λύει τὰ ἐν τῇ παλαιᾷ διηπορημένα γραφῇ· ὁ δὲ Θεόδωρος καὶ τοῖς θεοπνεύστοις πολεμεῖ λογίοις καὶ μαχομένους αὐτῷ τοὺς ὁμόφρονας ἔχει μάλιστα. πῶς
20οὖν οὐχὶ μετὰ πολλῶν ἄλλων αὐτοῦ καὶ τοῦτο φευκτέον;
21tιϛʹ. Ὅτι οὐκ ἔστιν οὐσία τὸ σκότος ἀλλὰ στέ‐
22tρησις καὶ μόνη φωτός, καὶ ὡς οὐδὲ ἓν καὶ τὸ
23tαὐτὸ κατ’ ἀριθμὸν ἐστὶν ἀεί, οὐδὲ τὸ ἐν τῷ ἀέρι
24tγινόμενον φῶς, [οὐδὲ τὸ σκότος] ἀλλ’ ἑκάτερον
25tἄλλο τε ἄλλο κατ’ ἀριθμὸν γίνεταί τε καὶ
26tφθείρεται.
27Κἀκεῖνο δὲ τῶν Θεοδώρου σκοπεῖν ἄξιον· ‘οὐχ ἕτε‐86
Opif
.

87

ρον‘ φησί ‘καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν‘ ἀκόλουθον καὶ τοῦτο τῷ οὐσίαν εἶναι τὸ σκό‐ τος ὑποτιθεμένῳ. τί οὖν λεγέτω τις τῶν ἀγωνιζομέ‐ νων ὑπὲρ αὐτοῦ ἐν τοῖς προκειμένοις ὑποδείγμασι;
5τῶν ἔξωθεν τῆς σκηνῆς ἢ τοῦ οἴκου πεφωτισμένων ἁπάντων, ἔνδον δὲ μόνον τοῦ σκότους ὄντος, εἰ ἀνοι‐ χθείη μέρος τι τῶν περιεχόντων καὶ τὸ φῶς εἰσελθὸν ἀφανίσαι τὸ σκότος, ποῦ γέγονεν ἡ οὐσία τοῦ σκό‐ τους; εἰ δὲ πάλιν φράξειε τὴν δίοδον τοῦ φωτὸς καὶ
10πάλιν ὁ ἐντὸς ἀὴρ ἀφώτιστος γένοιτο, καὶ αὖθις ἀνοίξειε καὶ φωτισθείη, ποῦ καὶ τὸ δεύτερον οἴχεται σκότος; τὸ αὐτὸ δὲ τοῦτο καὶ πολλάκις ποιεῖν δυνα‐ τὸν καὶ ὁσάκις ἂν θέλοιμεν. τίς οὖν ὁ τὸ σκότος ἓν καὶ τὸ αὐτὸ τῷ ἀριθμῷ κατὰ Θεόδωρον ὑπάρχον εἰσ‐
15άγων τε καὶ ἐξάγων, ὁσάκις ἂν ἡμεῖς ἐθέλοιμεν; οὔτε γὰρ ἔνδον μένειν δύναται, φωτὸς ὄντος, οὔτε ἔξω τοῦ οἴκου γενέσθαι, παντὸς τοῦ περιέχοντος ἔξωθεν ἀέρος τὸν οἶκον πεφωτισμένου· ἅμα γὰρ ἐν τῷ αὐτῷ τόπῳ φῶς καὶ σκότος εἶναι ἀδύνατον.
20 Δῆλον οὖν ὡς καθ’ ἑκάστην εἴσοδον τοῦ φωτὸς ἡ ἔνδον ὑπὸ τῶν παχυτέρων σωμάτων γενομένη σκιὰ λύεται παντελῶς εἰς τὸ μὴ ὄν. καὶ πάλιν τῆς ἀντιφράξεως γενομένης ἑτέρα γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἡμετέρων ἐν φωτὶ σωμάτων· οὐ γὰρ ἡ χθὲς ἐξ
25ἐμοῦ γενομένη σκιὰ τῇ σήμερόν ἐστιν ἡ αὐτή, οὐδὲ ἡ τοῦ παιδὸς ἡ αὐτὴ τῷ ἀνδρωθέντι, ὥστε οὐδὲ ἡ ὑπὸ τῆς γῆς γιγνομένη σκιά, τοῦ ἡλίου ὑπ’ αὐτὴν ὄντος
τὴν γῆν, ἡ αὐτή ἐστιν τῇ σήμερον ἡ τῇ αὔριον. ἀλλὰ87
Opif
.

88

τὸ ἑκάστης νυκτὸς σκότος ἕτερόν ἐστι τῷ ἀριθμῷ παρὰ τὰς ἄλλας ἁπάσας νύκτας· καὶ τῷ μήκει γὰρ τοῦ διαστή‐ ματος ποτὲ μὲν μεῖζον, ποτὲ δὲ ἔλαττον τῷ χρόνῳ γίνεται. Καὶ γὰρ ἄλλως, εἰ ὁπωσοῦν κατανοεῖν τὴν φύσιν
5τῶν πραγμάτων ἠδύνατο Θεόδωρος, ἐγίγνωσκεν ἄν, ὡς οὐδὲ πάντα τὰ ἐν τῷ κόσμῳ διαφανῆ σκιάζεται πάντως, ἀλλ’ ἐκεῖνα μόνα, οἷς ἡ γῆ ἀντιφράττει. ὅσα δὲ τῆς ἀπὸ γῆς συνισταμένης σκιᾶς ἔξω πίπτει, ἀεὶ τὰς αὐγὰς τοῦ ἡλίου δεχόμενα, σκότους παντελῶς
10ἐστιν ἐλεύθερα, διότι μηδὲ ἡ ἀπὸ τῆς γῆς σκιὰ τού‐ των ἅπτεται. Οὐ μόνον δὲ τὸ σκότος, ἀλλὰ καὶ τὸ φῶς τὸ αὐτὸ ἐν πάσαις εἶναί φησι ταῖς ἡμέραις Θεόδωρος. ποῖον οὖν λέγει φῶς; εἰ μὲν οὖν τὸ ἐν τῷ ἡλίῳ ποιητικὸν
15τοῦ ἐν τῷ ἀέρι φωτὸς ὑπάρχον, ἀληθές· εἷς γάρ ἐστιν ἀεὶ καὶ ὁ αὐτὸς ἥλιος ἀνίσχων τε καὶ δυόμενος· εἰ δὲ τὸ ἐν τοῖς διαφανέσιν ἐξ αὐτοῦ γινόμενον, καὶ λίαν ψευδές· φθαρτὸν γάρ ἐστι τοῦτο τὸ φῶς· νέφους γοῦν ὑποδραμόντος τὸν ἥλιον φθείρεται καὶ ἐν αὐταῖς
20τοῦ ἡλίου ταῖς ἐκλείψεσι. Καὶ τοῦτο δεδείχαμεν ἐν τῷ πρώτῳ τῶν εἰς τὰ Πρόκλου γραφέντων ἡμῖν, ἐξ ὧν μαθεῖν ἔξεστιν τοὺς βουλομένους. οὔτε ἄρα τὸ σκότος, οὔτε τὸ ἐν τῷ ἀέρι φῶς ἓν καὶ τὸ αὐτὸ ἐστίν, ἐν πάσαις μὲν ταῖς
25ἡμέραις τὸ φῶς, ἐν πάσαις δὲ ταῖς νυξὶ τὸ σκότος, ἀλλ’ ἐν ἑκάστῃ ἡμέρᾳ φῶς, ἐν ἑκάστῃ δὲ νυκτὶ σκό‐
τος ἕτερον ἀριθμῷ γίνεται.88
Opif
.

89

(1t)

ιζʹ. Ὅτι ἀληθεύει Μωϋσῆς νύκτα μὲν εἶναι τὸ
2tὑπὸ γῆν ὄντος τοῦ ἡλίου σκότος, ἡμέραν δὲ τὸ
3tὑπὲρ γῆν ὄντος φῶς, ὅπερ ἀναιρεῖ Θεόδωρος,
4tκαὶ ὡς οὐχ αἱ αὐταὶ παρὰ πᾶσιν ἀνατολαί εἰσι
5tκαὶ δύσεις.
6 Ἐπειδὴ δὲ καὶ τοῖς Μωϋσέως πάλιν ἀντιφθεγγό‐ μενος ῥήμασι μήτε τὸ φῶς ἡμέραν καλέσαι φησὶ τὸν θεὸν μήτε τὸ σκότος νύκτα, τοὺς καιροὺς δὲ οὕτως ὀνομάζειν, ἐν οἷς ἐπικρατεῖν ἐκεῖνα πέφυκεν, εἰ και‐
10ροὺς λέγει τὰς τοῦ ἡλίου περιόδους, καθ’ ἃς τὴν νύκτα διανύει καὶ τὴν ἡμέραν—τίνας γὰρ ἂν ἑτέ‐ ρους; —ἀλλ’ ἴστω ὡς οὐχ ἡ αὐτὴ παρὰ πᾶσιν οὔτε ἡμέρα ἐστὶν ἀπαραλλάκτως, οὔτε νύξ· ἡ γὰρ παρ’ ἡμῖν τρίτη φέρε τῆς ἡμέρας ὥρα παρ’ Ἰνδοῖς μὲν ἕκτη τυ‐
15χὸν οὖσα τυγχάνει, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν πρώτη φέρε, εἰ οὕτω τύχοι, καὶ ἄλλως παρ’ ἄλλοις· οὔτε γὰρ παρὰ πᾶσιν αἱ αὐταί εἰσιν ἀνατολαὶ καὶ δύ‐ σεις, ὡς ἐκ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ὑπάρχει δῆλον, οὐ κατὰ τὴν αὐτὴν φαινομένων παρὰ
20πᾶσιν ὥραν. καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἰ μὴ τῶν προκειμένων παρειλκόμην οὐκ ἀναγκαίως. Εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἐστὶν ἀληθές, οὐδ’ ἄρα τοὺς καιρούς, ἐν οἷς ποτὲ μὲν τὸ φῶς, ποτὲ δὲ τὸ σκότος ἐπικρατεῖ, νύκτα καὶ ἡμέραν ἐκάλεσεν ὁ
25θεός· οὐ συμφωνεῖ γὰρ τοῦτο τοῖς πράγμασιν, ἀλλ’ ὡς τὸ λόγιον εἴρηκε, τὸ φῶς μέν, ἐν οἷς ἂν γένοιτο
τόποις, ἡμέραν, τὸ δὲ σκότος, ὅπερ ὑπὸ γῆν τοῦ φω‐89
Opif
.

90

τὸς γιγνομένου συμβαίνει, νύκτα καλεῖ. καὶ τῶν πραγμάτων καὶ τῶν θείων λόγων ἀγνὼς ὁ τούτοις μαχόμενος ἐφάνη. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ,
5ἡμέρα μία‘.
6tιηʹ. Ὅτι τὸ πρὸ τοῦ φωτὸς σκότος οὐκ εἰς νύκτα
7tλελόγισται, ἀκαρὲς γὰρ ὑπέστη· ἀλλὰ τὸ μετὰ
8tτὴν τοῦ φωτὸς δύσιν, ὥστε προηγεῖσθαι τῆς
9tνυκτὸς τὴν ἡμέραν.
10 Τὸ κατ’ ἀρχὴν σκότος, περὶ οὗ εἶπε· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘, καὶ τὸ μετ’ ἐκεῖνο γενόμενον φῶς μίαν ἡμέραν εἰρῆσθαί φησι Θεόδωρος, τὴν μὲν ἑσπέ‐ ραν, ἥτις ἐστὶν ἀρχὴ νυκτός, ἀντὶ τοῦ προγενομένου σκότους λαβών, τὸ δὲ πρωΐ, ἥτις ἐστὶν ἀρχὴ τῆς ἡμέ‐
15ρας, ἀντὶ τοῦ ἤδη προδιηνυσμένου φωτός, ἐπ’ ἀλη‐ θείας καὶ τὴν τῶν πραγμάτων καὶ τὴν τῶν ὀνομάτων φύσιν ἀντιστρέφων. κατὰ γὰρ τὴν ἔννοιαν ταύτην, εἰ τὸ πρὸ τοῦ φωτὸς σκότος ἀντὶ νυκτὸς ἔλαβε, καὶ τὸ φῶς ἀντὶ ἡμέρας, εἶπεν ἄν· ‘καὶ ἐγένετο σκότος καὶ
20ἐγένετο φῶς, ἡμέρα μία‘· καὶ οὕτω σαφὴς ἦν ἔν‐ δειξις τοῦ βούλεσθαι προτετάχθαι τῆς ἡμέρας τὴν νύκτα, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἀεὶ προλαμβάνοιτο τῆς ἡμέρας ἡ νύξ. ᾧ λοιπὸν ἀκόλουθον ἦν νυχθήμερον τὴν ὅλην ὀνομάζειν περιφοράν, ὡς Θεόδωρος βούλεται,
25καὶ οὐχ ἡμερονύκτιον, ὡς ἡ τῶν πραγμάτων ἔχει φύσις.
Τὴν πλάνην δὲ ταύτην βεβαιῶν ἐπικρατῆσαί φησι90
Opif
.

91

τὸ πρὸ τοῦ γενέσθαι τὸ φῶς σκότος τοσοῦτον χρόνου μῆκος, ὅσον ἐπέχει μῆκος ἡ νύξ. ὁρισάτω οὖν καὶ ποίας νυκτὸς ἰσόμηκες ἦν τὸ σκότος ἐκεῖνο, πότερον ἰσημερινῆς ἢ θερινῆς ἢ χειμερινῆς. ἐσχεδίασται οὖν
5ἀγράφως αὐτῷ τὸ διάστημα τοῦ σκότους, πρὶν τὸν θεὸν εἰπεῖν· ‘γενηθήτω φῶσ‘· ὅπερ ἄτοπον, τοῦ κό‐ σμου παντὸς τὸ σκότος ἐπικρατεῖν τοσοῦτον χρόνου μῆκος δι’ ἕτερον οὐδέν, ἢ ἵνα νυκτὸς ποιήσῃ διάστη‐ μα, μηδὲν τότε λυσιτελοῦν τῷ παντί. καίτοι γε οὐδὲ
10νυκτὸς ἐπεῖχε τάξιν ἐκεῖνο τὸ σκότος· οὐδεμία γὰρ νὺξ ὅλον σκοτάζει τὸν κόσμον, μέρος δὲ τούτου καὶ μόνον, τοῦ πλείστου καταυγαζομένου φωτί· ὁμολογού‐ μενον ἄρα τῆς ὑποθέσεως τὸ ψεῦδος. ἅμα γὰρ τῷ οὐρανὸν γενέσθαι καὶ γῆν, ἀφωτίστου τοῦ ἀέρος παν‐
15τὸς ἐξ ἀνάγκης ὄντος διὰ τὸ μὴ συνυποστῆναι τῷ οὐ‐ ρανῷ τὸ φῶς καὶ μηδενὸς μεταξὺ γενομένου διαλείμ‐ ματος—οὐδὲν γὰρ τοιοῦτο Μωϋσεῖ παντελῶς εἴρη‐ ται, οὐδὲ ὁ λόγος τοῦτο βούλεται—εὐθέως τὸ θεῖον ἐπηκολούθησε πρόσταγμα· ‘καὶ εἶπεν ὁ θεός· ‘γε‐
20νηθήτω φῶσ‘ καὶ ἐγένετο φῶσ‘, ὥστε σχεδὸν ἐν μόνῳ τῷ ἀκαριαίῳ νῦν προϋποστῆναι τοῦ φωτὸς τὸ σκότος. Δῆλον δὲ κἀντεῦθεν, ὅτι μετὰ τὸ γενέσθαι τὸ φῶς τότε ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα, προτάξας τῆς νυκτὸς τὴν ἡμέραν εὐλό‐
25γως, ὡς τοῦ σκότους ἅμα τῷ γενέσθαι τὸ φῶς δια‐ λελυμένου τῶν διαφανῶν, ἐν οἷς ὑπέστη τὸ φῶς, καὶ οὐκέτι ὄντος. ὥστε τῷ μετὰ τὸ φῶς ἐπιγενησομένῳ
σκότῳ τῇ ὑποχωρήσει τοῦ φωτὸς ἐτέθη τοὔνομα τῆς91
Opif
.

92

νυκτὸς καὶ οὐχὶ τῷ μηκέτι ὄντι· ὅθεν ἀκολούθως ἐπι‐ φέρεται· ‘καὶ ἐγένετο ἑσπέρα‘, ὅπερ ἐστὶ τὸ τέλος τοῦ φωτός, ‘καὶ ἐγένετο πρωΐ‘, ὅπερ ἐστὶν τὸ πέρας τῆς μετὰ τὸ φῶς νυκτός, ‘ἡμέρα μία‘. καὶ οὐδεμία λοιπὸν ἀνάγκη
5μετὰ τῶν πραγμάτων ἀντιστρέφειν καὶ τὰ ὀνόματα. Ὅτι δὲ οὐ τὸ αὐτὸ ἦν, κἀντεῦθεν δῆλον· τὸ νυκτε‐ ρινὸν σκότος ἀντιφραττομένου τοῦ φωτὸς ὑπὸ τῆς γῆς συνίσταται· ἐκεῖνο δὲ μηδ’ ὅλως γενομένου φωτὸς παρυπέστη· διόπερ καὶ ἀφεγγέστατον ἦν καὶ οὐ τὸ
10αὐτὸ ἦν ἄρα τῷ τὴν νύκτα ποιοῦντι σκότῳ. ψυχρὸν δὲ καὶ διὰ τὸ εἰπεῖν τὸν ἀπόστολον Παῦλον· ‘νυχθή‐ μερον ἐν τῷ βυθῷ πεποίηκα‘ προηγεῖσθαι λέγειν κα‐ θόλου τῆς ἡμέρας τὴν νύκτα· ὡς γὰρ ἐν νυκτὶ κατὰ τὸ εἰκὸς γενομένου τοῦ ναυαγίου τῷ Παύλῳ—ὅπερ
15ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει διὰ τοὺς ἐν νυκτὶ χει‐ μῶνας καὶ τὴν ἐκ τοῦ σκότους ἄγνοιαν—αὐτήν τε τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐν τῷ βυθῷ μεί‐ νας ὁ Παῦλος ἀκολούθως εἶπεν· ‘νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα‘. εἰ γὰρ ἐν ἡμέρα ἦν ναυαγήσας καὶ
20ἐπισυνῆψε τὴν νύκτα, ἔλεγεν ἄν· ‘ἡμερονύκτιον ἐν τῷ βυθῷ πεποίηκα‘.
22tιθʹ. Ὅτι οὐδὲ τὸ ἀπὸ τῆς ἑσπέρας τῆς παρα‐
23tσκευῆς ἀργεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτο τὴν
24tνύκτα ἐκείνην τῷ σαββάτῳ λογιστέον· προα‐
25tγνισμὸς γάρ ἐστι· καὶ τούτου πλεῖσται μαρ‐
26tτυρίαι ἀπὸ τῆς ἁγίας γραφῆς.
27‘Ἀλλὰ καὶ τοῖς Ἰουδαίοισ‘ φησί ‘τὸ σάββατον92
Opif
.

93

ἀργεῖν προσέταξεν ὁ θεός, ἀφ’ ἑσπέρας τῆς παρα‐ σκευῆς ἀρχομένοις τῆς ἀργίασ‘. οὐδὲ τοῦτο ἀπόδειξιν ἔχει τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα. τοῦτο γὰρ ποιεῖν προσετάχθησαν διὰ τὸ τῶν ἡγιασμένων
5προκαθαίρεσθαι ἡμερῶν. διὸ καὶ τῷ ὄρει Σινᾷ προσι‐ έναι μελλόντων οὕτω Μωϋσεῖ προσέταξεν ὁ θεός· ‘καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ
10ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐναντίον παντὸς τοῦ λαοῦ‘. καὶ μετ’ ὀλίγα· ‘κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια καὶ εἶπεν τῷ λαῷ· ‘γίγνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσ‐
15έλθητε γυναικί‘. καὶ πῶς τοῦ θεοῦ δύο εἰρηκότος ἡμέρας Μωϋσῆς τρεῖς ἁγνισθῆναι τὸν λαὸν εἶπεν; ἢ δῆλον ὅτι καὶ τὴν τρίτην ἁγνοὺς διαμεῖναι κελεύει, τιμῶν τὴν ἡμέραν, ἐν ᾗ παραγέγονεν ὁ θεός; καὶ γὰρ ἡ προκάθαρσις δι’ αὐτὴν γέγονε. κατὰ τὴν αὐτὴν
20οὖν ἀκολουθίαν καὶ πρὸ τοῦ σαββάτου τὴν μετὰ τὴν παρασκευὴν ἁγνιζόμενοι νύκτα ἐπ’ αὐτὸν προῆλθον τοῦ σαββάτου τὸν ἁγνισμὸν καθαροὶ καθαρῷ προσερ‐ χόμενοι. Θέασαι τοίνυν, ὅτι καὶ ἐν τῷ Σινᾷ δύο ἡμέρας
25ἁγνισθῆναι κελεύσας ὁ θεὸς καὶ τῇ τρίτῃ κατιέναι ἐπαγγειλάμενος, ἐπειδὴ ἡμέρα ἦν, ἐν ᾗ τὸ κέλευσμα
γέγονε, δύο τοῦ προαγνισμοῦ δεδήλωκεν ἡμερονύκτια,93
Opif
.

94

ἐκείνην τε μετὰ τῆς ἐπιούσης νυκτὸς καὶ τὴν μετ’ αὐτὴν ὁμοίως μετὰ τῆς ἑπομένης αὐτῇ πάλιν νυκτός. τῇ τρίτῃ δὲ κατελθεῖν εἰπὼν καὶ μετὰ τὴν δευτέραν κατελθὼν νύκτα προφανέστατα τῷ προαγνισμῷ τῶν
5δύο ἡμερῶν καὶ τὴν πρὸ τῆς καθόδου νύκτα συνέ‐ ταξεν. μετὰ γὰρ τὴν τῶν δύο ἡμερονυκτίων προκά‐ θαρσιν κατῆλθεν. προαγνισμὸς οὖν καὶ ἡ πρὸ τοῦ σαββά‐ του νὺξ ὑπάρχει καὶ οὐ τῷ σαββάτῳ λογιστέον αὐτήν. διὸ καὶ τῶν ἑορτῶν σχεδὸν παρὰ πᾶσι προηγοῦνται
10νηστεῖαί τε καὶ ἁγνισμοί. εἰκότως οὖν ἐπειδὴ καὶ τὸ σάββατον ἅγιόν ἐστι τῷ νόμῳ, ἀφ’ ἑσπέρας τῆς παρα‐ σκευῆς ἄρχονται τῆς ἁγνείας· διὰ τοῦτο γὰρ καὶ παρα‐ σκευὴ κέκληται, προπαρασκευάζουσα τῷ σαββάτῳ τὸν ἁγνισμὸν ἀφ’ ἑσπέρας. εἰ γὰρ μὴ τοιαύτῃ παρατη‐
15ρήσει ἐχρῶντο, ἀλλ’ ἐφεῖτο ποιεῖν αὐτοῖς τὴν ἑσπέραν τῆς παρασκευῆς καὶ τὴν νύκτα, ὅτι ἂν ἐθέλοιεν, ἤμελλον ἀκάθαρτοι τῇ ἡγιασμένῃ προσιέναι ἡμέρᾳ· διὸ καὶ λουτροῖς τότε πρὸς κάθαρσιν χρῶνται τοῦ σώματος.
20 Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ μέλλων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας διὰ τοῦ Ἰορδάνου τὸν λαὸν εἰσάγειν προήγνισεν αὐτοὺς οὕτως εἰπών· ‘ἁγνίσασθε εἰς αὔ‐ ριον, ὅτι αὔριον ποιήσει κύριος ἐν ἡμῖν θαυμαστά‘, τοῦτο καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐπὶ τῶν Ἰουδαίων
25γιγνόμενον ἐδίδαξεν οὕτως εἰπών· ‘ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσό‐ λυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν
ἑαυτούσ‘. καὶ ἡμεῖς δέ, ὡς εἶπον, πρὸ τῶν ἑορτῶν94
Opif
.

95

νηστεύομεν, καὶ πρὸ τῶν ἁγίων ἡμερῶν καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως καθαρεύομεν. μὴ κα‐ θαρῷ γὰρ ἅπτεσθαι καθαροῦ λίαν ἀθέμιτον, καὶ ‘ὁ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ
5πίνει‘. μετὰ δὲ τὰς ἑορτὰς καὶ τὰς ἡγιασμένας τῶν ἡμερῶν οὔτε νηστεία οὔτε ἄλλη τις προστέτακται τῶν τοιούτων παρατηρήσεων, πλὴν τοῦ μὴ ἁμαρτάνειν. Ἀλλὰ καὶ ἑτέραν ἀπόδειξιν, ὡς οἴεται, Θεόδωρος προστίθησι ταύτην.
10tκʹ. Ὅτι καὶ ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ
11tτὴν μετὰ τὸ σάββατον νύκτα τῇ κυριακῇ λογί‐
12tζεται Θεόδωρος, μὴ ἐπιστήσας τῇ ἀκριβείᾳ
13tτῶν τοῦ Ματθαίου ῥημάτων μηδὲ συμβαλὼν
14tαὐτὸν τοῖς λοιποῖς.
15 ‘Καὶ ἡμεῖς γὰρ‘ φησί ‘τὴν τῆς ἁγίας ἀναστάσεως ἑορτὴν ἐπιτελοῦμεν ἀφ’ ἑσπέρας πεπληρωμένου μὲν τοῦ σαββάτου, ἀρχομένης δὲ τῆς νυκτὸς τὴν τῆς ἀναστάσεως λογιζόμεθα ἡμέραν· ὥστε τὸν τῆς νυκτὸς ἐκείνης καιρὸν καὶ τὸν τῆς ἐπιλαμβανούσης ἡμέρας
20τῆς ἑορτῆς ἡμέραν λογίζεσθαι, ὡς μίαν οὖσαν, ἀρξα‐ μένην μὲν ἀφ’ ἑσπέρας, παυσαμένην δὲ εἰς τὰς μετὰ τὴν ἡμέραν δυσμὰς ἡλίου‘. Οὐκ ἐπέστησεν, ὡς ἔοικε, Θεόδωρος τῇ ἀκριβεῖ τῶν λέξεων τῶν εὐαγγελικῶν σημασίᾳ. ὁ μὲν γὰρ Ματ‐
25θαῖος οὕτως εἴρηκεν· ‘ὀψὲ δὲ σαββάτων τῇ ἐπιφαυ‐ σκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ
καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ95
Opif
.

96

σεισμὸς ἐγένετο μέγας. ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ
5λευκὸν ὡσεὶ χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθη‐ σαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. ἀποκρι‐ θεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· ‘μὴ φοβεῖσθε ὑμεῖς. οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. δεῦτε ἴδετε
10τὸν τόπον, ὅπου ἔκειτο ὁ κύριος, καὶ ταχὺ πορευθεῖ‐ σαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν. καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν‘. καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγά‐
15λης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ‘. Ὀψὲ σαββάτων εἰπὼν τὴν περατοῦσαν νύκτα, τὸ σάββατον ἐδήλωσεν. καὶ γὰρ δείλην ὀψίαν καλοῦμεν τὸ πέρας ἤδη τῆς δείλης, καὶ δείλην πρωΐαν τὴν ἀρχὴν τῆς δείλης. ὀψὲ οὖν σαββάτων περὶ τὸ πέρας
20τοῦ σαββάτου· ποῖον δέ ἐστι τοῦτο, σαφῶς ἐδήλωσε Ματθαῖος ἐπαγαγὼν ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαβ‐ βάτων‘, ὥστε τὸν αὐτὸν καιρὸν πέρας μὲν εἶναι σαβ‐ βάτου, ἀρχὴν δὲ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ τὴν παρουσίαν τῶν γυναικῶν καὶ τὸν σεισμὸν καὶ τὴν τοῦ
25ἀγγέλου κάθοδον καὶ τὴν ἀνάστασιν τοῦ δεσπότου Χριστοῦ ὁ εὐαγγελιστὴς διηγήσατο. ἐπ’ αὐτῶν γὰρ τῶν γυναικῶν ὅ τε σεισμὸς καὶ ἡ παρουσία τοῦ ἀγ‐ γέλου καὶ ἡ τοῦ λίθου γέγονεν ἀποκύλισις, διὸ καὶ
πάντων φοβηθέντων πρὸς αὐτάς φησιν ὁ ἄγγελος·96
Opif
.

97

‘μὴ φοβεῖσθε ὑμεῖσ‘ καὶ τοῦ Χριστοῦ τὴν ἀνάστασιν αὐταῖς εὐαγγελίζεται· ἐν ταύτῃ γὰρ τὰ εἰρημένα ση‐ μεῖα γέγονε καὶ οὔτε πρὸ τῆς ἀναστάσεως οὔτε μετ’ αὐτήν· ὥσπερ γὰρ ἐπὶ τοῦ πάθους ἅμα τῇ ἐκπνοῇ
5τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ ὁ σεισμὸς γέ‐ γονε καὶ τῶν μνημείων ἀνοιχθέντων πολλοὶ τῶν κεκοι‐ μημένων ἁγίων ἀνέστησαν, οὕτως ἀκόλουθόν τε καὶ ἀναγκαῖον καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει τοῦ δεσπό‐ του Χριστοῦ ἅμα τόν τε σεισμὸν γενέσθαι πάλιν καὶ
10τὴν τοῦ ἀγγέλου κάθοδον καὶ τὴν τοῦ λίθου ἀποκύ‐ λισιν, ἵνα τοῖς βουλομένοις ἐξῇ λοιπὸν τὰ ὀθόνια, οἷς ἐντετύλικτο, κείμενα θεωμένοις τῇ ἀναστάσει τοῦ κυριακοῦ πιστεύειν σώματος, μεγίστην ἐχούσῃ ταύτης ἀπόδειξιν.
15 Ὅτι δὲ τὸ ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων‘ τὴν ἀρχὴν λέγει τῆς κυριακῆς, ἐν ᾗ γέγονεν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ, σαφῶς ὁ Ἰωάννης ἐδίδαξεν εἰπών· ‘τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσησ‘· ἣν γὰρ
20εἶπε Ματθαῖος ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων‘, σαφέστερον ὁ Ἰωάννης εἶπεν· ‘πρωῒ μιᾷ τῶν σαβ‐ βάτων, σκοτίας ἔτι οὔσησ‘· ὡς γὰρ τὸ ὀψὲ σαββάτων τὸ τῆς νυκτὸς τοῦ σαββάτου πέρας δηλοῖ, οὕτω τὸ πρωῒ μιᾷ τῶν σαββάτων τὴν ἀρχὴν τῆς κυριακῆς ση‐
25μαίνει. τίς δέ ἐστιν ἡ ἀρχή; ‘σκοτίασ‘ φησίν ‘ἔτι
οὔσησ‘· τὴν γὰρ ἀνατολὴν τοῦ ἑωσφόρου καὶ τὴν97
Opif
.

98

ἀλεκτοροφωνίαν ἀρχὴν εἶναι τῆς ἐπιούσης ἡμέρας ὁρί‐ ζονται τοῦ ἡλίου πλησιάζοντος ἤδη τῷ ἀνατολικῷ ὁρί‐ ζοντι, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν ὁ ἑωσφόρος εἴληχεν, ὁ τὴν ἕω φέρων. ἀλλὰ καὶ ἡ τῶν ἀλεκτόρων φωνὴ
5τὴν παρουσίαν ὅσον οὔπω τοῦ ἡλίου μηνύει. καὶ γὰρ τοὔνομα αὐτοῖς ἐτέθη διὰ τὸ τῶν λέκτρων ἡμᾶς ἐγεί‐ ρειν· διὸ καὶ ὁ ἥλιος ‘ἠλέκτωρ‘ ἐκλήθη.
8tκαʹ. Πῶς ἂν τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ σωθείη,
9tτὸ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῷ τάφῳ
10tκαὶ τῷ ᾅδῃ μεῖναι τὸν κύριον, 〈καὶ〉 ὅτι κατὰ
11tΘεόδωρον οὐ σῴζεται.
12 Οὕτω δὲ καὶ τρεῖς ἀποπληροῦνται νύκτες καὶ ἡμέ‐ ραι τρεῖς τῆς εἰς τὸν ᾅδην τοῦ κυρίου καθόδου κατὰ τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ. πρώτη μὲν οὖν ἡμέρα τοῦ
15δεσποτικοῦ θανάτου τὸ μετὰ τὴν ἐνάτην ὥραν γενό‐ μενον τῆς παρασκευῆς φῶς ἐν ὥραις τρισίν· εἶτα τὸ σάββατον· τρίτη δὲ ἡ ἀρχὴ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ εἰς τὸ μνημεῖον τῶν γυναικῶν ἐλθουσῶν ἡ τοῦ κυρίου γέγονεν ἀνάστασις. αἱ δὲ τρεῖς νύκτες ἀνα‐
20ποδιζόντων οὕτω συμβαίνουσιν· ἡ τοῦ σαββάτου νὺξ καὶ ἡ τῆς παρασκευῆς μετὰ δύσιν ἡλίου, καὶ τὸ μετὰ τὸν σταυρὸν ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης ἐκλείψαν‐ τος τοῦ ἡλίου σκότος, ἐν ᾧ καὶ γέγονεν ὁ τοῦ κυρίου θάνατος, ὅπερ Ἀμῶς ὁ προφήτης ἡλίου δύσιν ὠνόμα‐
25σεν οὕτως εἰπών· ‘καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει98
Opif
.

99

κύριος ὁ θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶσ‘· διὰ γὰρ τοῦ εἰπεῖν· ‘δύσεται ὁ ἥλιος μεσημβρίασ‘ τὸ εἰς νύκτα λελογίσθαι τὸ σκότος ἐκεῖνο σαφῶς ἐδίδαξεν· νὺξ γάρ
5ἐστιν τὸ μετὰ τὴν δύσιν τοῦ ἡλίου σκότος. Τούτου δὲ τοῦ σκότους, μᾶλλον δὲ τῆς νυκτὸς ταύ‐ της καὶ Φλέγων ἐν ταῖς ὀλυμπιάσιν ἐμνήσθη· λέγει γάρ, ὅτι τῷ δʹ ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγένετο ἡλίου ἔκλειψις μεγίστη τῶν οὐκ ἐγνωσμένων
10πρότερον· καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. ὅτι δὲ τῆς ἐν τῷ σταυρῷ τοῦ δεσπότου Χριστοῦ γενομένης τοῦ ἡλίου ἐκλείψεως καὶ οὐχ ἑτέρας ἐμνήσθη καὶ Φλέγων, πρῶ‐ τον μὲν ἐκ τοῦ λέγειν μὴ ἐγνῶσθαι τὴν τοιαύτην
15ἔκλειψιν τοῖς πρότερον χρόνοις ἐστὶ δῆλον· εἷς γὰρ τρόπος ἐστὶν ἁπάσης ἐκλείψεως ἡλιακῆς φυσικός· αἱ γὰρ συνήθεις τοῦ ἡλίου ἐκλείψεις ἐν μόνῃ συνόδῳ τῶν δύο φωστήρων γίγνονται. ἡ δὲ ἐπὶ τοῦ δεσπό‐ του Χριστοῦ ἐν πανσελήνῳ γέγονεν, ὅπερ φυσικῶς
20γενέσθαι ἐστὶν ἀδύνατον. καὶ ἐπὶ μὲν τῶν ἄλλων τοῦ ἡλίου ἐκλείψεων, εἰ καὶ ὅλος ἐκλείποι ὁ ἥλιος, ἀκαριαῖον χρόνου μέρος ἀφώτιστος μείνας εὐθέως ἀνακαθαίρεσθαι ἄρχεται· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ
ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης ἀφεγγὴς ὁ ἀὴρ ἔμεινε99
Opif
.

100

παντελῶς. καὶ ἀπ’ αὐτῆς δὲ τῆς περὶ Τιβερίου Καί‐ σαρος ἱστορίας δείκνυται· βασιλεύειν μὲν γὰρ αὐτόν φησιν ὁ Φλέγων τῷ δευτέρῳ ἔτει τῆς ἑκατοστῆς ἐνε‐ νηκοστῆς ὀγδόης ὀλυμπιάδος. τὴν δὲ ἔκλειψιν
5γεγονέναι ἐν τῷ τετάρτῳ ἔτει τῆς διακοσιοστῆς δευ‐ τέρας ὀλυμπιάδος, ὡς συνάγεσθαι ἀπὸ τῆς ἀρχῆς τοῦ βασιλεῦσαι Τιβέριον ἕως τοῦ τετάρτου ἔτους τῆς δια‐ κοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγγύς που ἔτη δέκα καὶ ἐννέα, τρία μὲν τῆς ἑκατοστῆς ἐνενηκοστῆς ὀγδόης,
10τῶν δὲ ἄλλων τεσσάρων δέκα καὶ ἕξ. τοῦτο δὲ καὶ Λουκᾶς ἐν τοῖς εὐαγγελίοις ἱστόρησε. τῷ γὰρ πεντε‐ καιδεκάτῳ ἔτει τῆς Τιβερίου βασιλείας φησὶ τὸ κήρυ‐ γμα Ἰωάννου τοῦ Βαπτιστοῦ γεγονέναι, ἐξ οὗ τὴν ἀρχὴν τὸ τοῦ σωτῆρος εἴληφε τὸ εὐαγγελικόν. παρέ‐
15τεινε δὲ οὐδ’ εἰς ὅλους τέσσαρας ἐνιαυτούς, ὡς Εὐσέ‐ βιος ἐν τῷ πρώτῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔδειξεν ἐκ τῆς ἀρχαιολογίας Ἰωσήπου τοῦτο συναγαγών. ἀρξά‐ μενον γὰρ ἐπὶ Ἄννα τοῦ ἀρχιερέως καὶ μετ’ αὐτὸν τριῶν ἄλλων ἀρχιερέων γενομένων—ἐνιαύσιος δὲ
20ὁ τῆς ἀρχιερωσύνης ἦν χρόνος—εἰς τὴν ἀρχὴν τοῦ μετ’ ἐκείνους ἱερατεύσαντος Καϊάφα πέρας εἴληφε σταυρωθέντος Χριστοῦ. ἦν δὲ τὸ ἔτος ἐκεῖνο τῆς Τι‐ βερίου Καίσαρος βασιλείας ἐννεακαιδέκατον, ἐν ᾧ ἡ σωτήριος τοῦ κόσμου γέγονε τοῦ Χριστοῦ σταύρωσις
25καὶ ἡ ἐπ’ αὐτῇ παράδοξος καὶ ἀσυνήθης τῇ φύσει
ἔκλειψις ἡλιακὴ τοῦτον γενομένη τὸν τρόπον, ὃν ὁ100
Opif
.

101

Ἀρεοπαγίτης ἔγραψε Διονύσιος ἐν τῇ πρὸς Πολύκαρ‐ πον τὸν ἱεράρχην ἐπιστολῇ. Ἵνα οὖν ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν εἰς σκότος τὰς τρεῖς ὥρας ἐπὶ πᾶσαν γεγονέναι τὴν γῆν—ὁ δὲ
5τοῦ κυρίου θάνατος περὶ τὴν ἐνάτην γέγονεν ὥραν τουτέστι τῆς ὀγδόης ἀνυομένης καὶ τοῦ σκότους ἔτι ὄντος, ὅπερ δύσιν ἡλίου ἐκάλεσεν ὁ Ἀμῶς καὶ ὁ Φλέ‐ γων νύκτα, ἐν ᾗ τὸ πνεῦμά τε παρέδωκεν ὁ Χριστὸς καὶ τὰ ἐπὶ τούτῳ σημεῖα γέγονεν ἃ διηγεῖται τὸ εὐαγ‐
10γέλιον—προφανὲς οἶμαι λοιπόν, ὅτι νύκτα τὸ σκό‐ τος τοῦτο καὶ ἡλίου δύσιν λογιστέον μίαν οὖσαν τῆς ἐν ᾅδου τοῦ κυρίου καθόδου. καὶ οὕτως αἱ τρεῖς ἡμέραι καὶ αἱ τρεῖς σωθήσονται νύκτες καὶ τῷ σαβ‐ βάτῳ τὴν πρὸ τῆς κυριακῆς λογιούμεθα νύκτα, καὶ
15μετὰ τὴν συμπλήρωσιν τῶν τριῶν νυκτῶν καὶ τῶν δύο ἡμερῶν τῇ ἀρχῇ τῆς τρίτης ὄρθρου βαθέος, ἥτις ἐστὶν ἡ κυριακή, γέγονεν ἡ ἀνάστασις· ἀπὸ μέρους δὲ τὰς ἡμέρας ἀριθμεῖν εἰώθαμεν ἅπαντες· εἰ δὲ τὴν μετὰ τὸ σάββατον νύκτα μέρος εἶναι τῆς κυριακῆς
20ἐροῦμεν καὶ τὴν μετὰ τὴν παρασκευὴν τοῦ σαββάτου, δύο νυχθήμερα εὑρίσκονται μόνα, ἡ παρασκευή, μᾶλ‐ λον δὲ αἱ τρεῖς αὐτῆς ὧραι ἀντὶ μιᾶς ἡμέρας, καὶ τὸ σάββατον δευτέρα, καὶ δύο νύκτες, ἥ τε μετὰ τὴν παρα‐ σκευὴν καὶ ἡ μετὰ τὸ σάββατον. καὶ πῶς ἀληθεύσει
25τὸ ἐν τῇ καρδίᾳ μεῖναι τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας; οὐ γὰρ ἁπλῶς εἴρηκε τρεῖς ἡμέρας, ἵνα τὰς
μὲν τρεῖς ὥρας τῆς παρασκευῆς τῆς μετὰ τὸ σκότος101
Opif
.

102

μίαν λάβωμεν ἡμέραν, τὴν δὲ μετὰ τὸ σάββατον νύκτα τρίτην ἡμέραν, ὡς λέγει Θεόδωρος· ἀλλὰ τὸ εὐαγγέ‐ λιον εἶπεν μετὰ διαστολῆς ἀκριβοῦς· ‘τρεῖς ἡμέρας καὶ τρεῖς νύκτασ‘, αἵτινες οὐκ ἄλλως δείκνυνται ἢ κατὰ
5τὸν εἰρημένον ἡμῖν τρόπον. Οὐδ’ ἄρα ἐκ τοῦ καιροῦ τῆς τοῦ κυρίου ἀναστά‐ σεως τὸ ζητούμενον αὐτῷ Θεόδωρος ἔδειξεν, ἀλλὰ καὶ ἐκ ταύτης συνέστη τὸ ἀληθές.
9tκβʹ. Ἀπόδειξις ἐκ τοῦ νόμου, ὅτι προηγεῖται
10tτῆς νυκτὸς ἡ ἡμέρα, καὶ περὶ τοῦ καιροῦ πάλιν
11tτῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ.
12 Καὶ ἐκ τοῦ νόμου δέ, καθ’ ὃν τὸ πάσχα διατετύ‐ πωται γίγνεσθαι, ὅτι προϋπάρχει τῆς νυκτὸς ἡ ἡμέρα δειχθήσεται. ἐν τῇ Ἐξόδῳ γὰρ οὕτω φησίν· ‘εἶπεν
15δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πα‐
20τριῶν. πρόβατον τέλειον ἄρσεν ἐνιαυσιαῖον ἔσται ὑμῖν. ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδε‐ κάτης τοῦ μηνὸς τούτου· καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ
πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. καὶ102
Opif
.

103

φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπολείψετε
5ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ, τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ ἐν πυρὶ κατακαύσετε. οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς
10χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου‘. τὸ αὐτὸ καὶ ἐν τῷ Λευιτικῷ γέγραπται· ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν, πάσχα τῷ κυρίῳ καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου
15ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ‘. Εἰ οὖν σφάζεσθαι μὲν ὁ νόμος κελεύει πρὸς ἑσπέ‐ ραν τῇ τεσσαρεσκαιδεκάτῃ τὸ πρόβατον, ἐσθίεσθαι δὲ τῇ νυκτὶ ταύτῃ, τουτέστιν τῇ συνημμένῃ τῇ τεσσαρεσ‐ καιδεκάτῃ, πάσχα δὲ τὴν νύκτα ταύτην καλεῖ, τὰ δὲ
20καταλειπόμενα εἰς τὸ πρωῒ τῆς πεντεκαιδεκάτης πυρὶ κατακαίεσθαι κελεύει, τὴν δὲ νύκτα τοῦ πάσχα, ἐν ᾗ τὸ πρόβατον ἐσθίεται, μὴ τῇ τεσσαρεσκαιδεκάτῃ λογιού‐ μεθα τοῦ μηνός, ἀλλὰ τῇ μετ’ αὐτὴν πεντεκαιδεκάτῃ, συμβαίνει τὸ πάσχα μὴ τὴν τεσσαρεσκαιδεκάτην εἶναι,
25ἀλλὰ τὴν πεντεκαιδεκάτην. ἀλλ’ ὁ νόμος οὐδαμοῦ πάσχα καλεῖ τὴν πεντεκαιδεκάτην ἀλλὰ πρώτην τῶν
ἀζύμων· διὸ τὰ εἰς τὴν ἕω ταύτης καταλειπόμενα τοῦ103
Opif
.

104

προβάτου πυρὶ κατακαίεσθαι κελεύει· παρεληλυθότος γὰρ τοῦ πάσχα μετὰ τὴν νύκτα ἡ τοῦ προβάτου λοι‐ πὸν εἰς τὴν ἕω βρῶσις ὑπῆρχεν ἀθέμιτος· εἰ δὲ ἡ νύξ, ἐν ᾗ τὸ πρόβατον ἠσθίετο, μὴ τῆς τεσσαρεσκαιδεκάτης
5ἦν, ἀλλὰ τῆς πεντεκαιδεκάτης μέρος ὑπῆρχεν, οὐκ ἂν μετὰ τὴν νύκτα τοῦ προβάτου τὴν βρῶσιν ἀπηγόρευεν ὡς ἀθέμιτον. νῦν δὲ ἐσθίεται μὲν τῇ τεσσαρεσκαιδε‐ κάτῃ ἥτις ἐστὶν πάσχα. ἑορτὴ δὲ πρώτη τῶν ἀζύμων ἐστὶν ἡ πεντεκαιδεκάτη, καθ’ ἣν ἡ ἐξ Αἰγύπτου τῶν
10υἱῶν Ἰσραὴλ γέγονεν ἔξοδος. Ὅτι δὲ οὐ μετὰ τὴν τοῦ ἡλίου ἀνατολήν, ἀλλ’ ἔτι σκότους ὄντος μετὰ ἑωσφόρον ἡ τῶν υἱῶν Ἰσραὴλ γέ‐ γονεν ἔξοδος, ὡς ἐξ ἐκείνου λοιπὸν τὴν πεντεκαιδε‐ κάτην ἀριθμεῖσθαι, καθ’ ἣν ἐξῆλθον, δῆλον ἔσται
15τὴν περὶ τούτου Μωσαϊκὴν ἱστορίαν ἀναγινωσκόντων ἡμῶν οὕτως ἔχουσαν· ‘ἐγενήθη δὲ μεσούσης τῆς νυ‐ κτὸς καὶ κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύ‐ πτου ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν
20τῷ λάκκῳ καὶ πᾶν πρωτότοκον κτήνους. καὶ ἀνέστη Φαραὼ νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι. καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτου· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. καὶ ἐκάλεσεν Φαραὼ Μωϋσῆν καὶ
25Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλ‐ θατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ. βαδίζετε καὶ λατρεύετε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε, καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλα‐
βόντες πορεύεσθε. εὐλογήσατε δὲ κἀμέ. καὶ κατεβιά‐104
Opif
.

105

ζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἀπὸ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνῄ‐ σκομεν. ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς
5ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς Μωϋσῆς καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐ‐ τοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ
10ἐσκύλευσαν τοὺς Αἰγυπτίουσ‘. Εἰ δὲ ὁ τῶν πρωτοτόκων ὄλεθρος μέσην γέγονε νύκτα καὶ μετὰ ταύτην οἱ Αἰγύπτιοι τοῦ γενομένου συναισθόμενοι διανέστησαν τεθορυβημένοι καὶ κρά‐ ζοντες καὶ τὸν Φαραὼ δηλονότι κατεπείγοντες ἀπο‐
15λῦσαι τὸν λαὸν καὶ ἐπὶ τούτῳ Φαραὼ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν μεταστειλάμενος τὰ εἰρημένα πρὸς αὐτοὺς εἶπεν, καὶ τούτων γενομένων ὑπὸ τῶν Αἰγυ‐ πτίων ἐπειγόμενοι συνεστράφησαν πρὸς τὴν ἔξοδον παρασκευαζόμενοι μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς
20γυναικῶν τε καὶ τέκνων καὶ κτηνῶν καὶ πάντων, ὅσα αὐτοῖς ὑπῆρχεν, πόσας οἴει μετὰ τὸ μεσονύκτιον δια‐ γενέσθαι ὥρας, ἐν αἷς τὰ τοιαῦτα τοῖς τε Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις ἐπράχθη; δῆλον οὖν, ὡς εἶπον, ὅτι περὶ αὐτὴν τὴν ἕω νυκτὸς ἔτι οὔσης ἡ ἐξ Αἰγύ‐
25πτου τῶν Ἰσραηλιτῶν ἠπειγμένη γέγονεν ἔξοδος. ἐν γὰρ τῷ Δευτερονομίῳ ‘φύλαξαι τὸν μῆνα‘ φησί ‘τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου. ὅτι
ἐν μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτόσ‘. ἥτις105
Opif
.

106

ἦν τῆς πεντεκαιδεκάτης ἡμέρας ἀρχή, ἣν πρώτην τῶν ἀζύμων ἑορτάζουσιν, ὡς ἐν αὐτῇ τῆς δουλείας τῶν Αἰγυπτίων ἐλευθερωθέντες, τύπον ἔχουσαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ τὸν αὐτὸν
5τῇ ἐξόδῳ τῶν Ἰσραηλιτῶν γενομένης καιρόν, ἐν ᾗ πάντες τῆς δουλείας τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ἠλευθερώθημεν, ἐν ᾗ καὶ τὸν κόσμον ἤρξατο δημιουρ‐ γεῖν ὁ θεός, οὐρανὸν καὶ γῆν καὶ τὸ φῶς ἐν αὐτῇ ποιήσας. ἀλλ’ οἱ μὲν περὶ τὴν ἕω τῆς πεντεκαιδε‐
10κάτης ἐξῆλθον· ὁ δὲ Χριστὸς τὴν τριήμερον πληρώσας ταφὴν τῇ ἑκκαιδεκάτῃ κατὰ τὸν αὐτὸν ἀνέστη καιρόν, ἥτις ἦν τότε μία τῶν σαββάτων. Εἰ οὖν πάσχα τοῖς Ἰσραηλίταις ἦν ὁ μέχρι τῆς ἐξόδου καιρός, μετὰ δὲ τοῦτον ἡ πεντεκαιδεκάτη τοῦ
15μηνὸς οὐκέτι πάσχα καλουμένη ἀλλ’ ἑορτὴ τῶν ἀζύ‐ μων, πῶς οὐχὶ προφανέστατον ὡς ἡ πρὸ τῆς ἐξό‐ δου τοῦ λαοῦ νὺξ τῇ τεσσαρεσκαιδεκάτῃ, ἥτις ἦν τὸ πάσχα, συνῆπται; καὶ διὰ τοῦτο καὶ ἡμεῖς τὴν μετὰ τὸ σάββατον νύκτα τῇ ταφῇ τοῦ κυρίου λογιζόμεθα,
20τῇ δὲ ἑξῆς ὄρθρου βαθέος σκοτίας ἔτι οὔσης τὴν ἀνά‐ στασιν ἑορτάζομεν, ἣν ἐπιφαύσκειν εἰς τὴν μίαν τῶν σαββάτων τὸ εὐαγγέλιον εἴρηκεν· οὐκ ἄρα τὴν μετὰ τὸ σάββατον νύκτα τῇ μιᾷ τῶν σαββάτων λογίζε‐ σθαι δεῖ.
25 Ὅσα μὲν οὖν τῶν Θεοδώρου πιθανότητα εἶχέ τινα τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα, διελυσάμην εἰς δύναμιν· ὅσα δὲ γέγραφε δεῖξαι πειρώμενος ὅτι
νυκτὸς διάστημα παρέτεινε τὸ σκότος πρὶν γενέσθαι106
Opif
.

107

τὸ φῶς, ταῖς ἐν γυναικωνίτισι συγκαταλεγέσθωσαν ὁμιλίαις.
3tκγʹ. Διὰ τί Ἑβραῖοι τὴν πρώτην τῆς ἑβδομά‐
4tδος ἡμέραν μίαν καλοῦσι καὶ τὴν πρώτην τοῦ
5tμηνὸς ὁμοίως, οὐκέτι δὲ ἐπὶ τῶν μηνῶν τὸν
6tμῆνα τοῦ ἐνιαυτοῦ τὸν πρῶτον λέγουσιν ἕνα.
7 ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία‘· ἐζήτησαν διὰ τί μὴ εἶπεν ἡμέρα πρώτη, μέλλων ἐπάγειν δευτέραν καὶ μέχρι τῆς ἕκτης· καλῶς δέ τινες
10ἐπετήρησαν, ὅτι ἰδίωμα τοῦτο τῆς Ἑβραΐδος ἐστὶ δια‐ λέκτου τὴν πρώτην μίαν καλεῖν, ὡς ἐπὶ τὸ πλεῖστον, καὶ τὸν πρῶτον ἕνα. αὐτὸς γοῦν Μωϋσῆς τοὺς τέσ‐ σαρας ἀπαριθμούμενος ποταμοὺς ἀντὶ τοῦ εἰπεῖν ὄνομα τῷ πρώτῳ Φεισὼν ‘ὄνομα‘ φησί ‘τῷ ἑνὶ Φεισὼν καὶ
15ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηὼν καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτησ‘. καὶ πάλιν· ‘ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδᾶ καὶ ὄνομα τῇ δευτέρᾳ Σελλᾶ‘. καὶ τὴν νεομηνίαν δὲ μίαν τοῦ μηνὸς ὀνομάζουσιν, ὡς ἐν τῷ
20Λευιτικῷ· ‘τοῦ μηνὸς τοῦ ἑβδόμου μία τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων‘. Καλλίστης οὖν καὶ ἀληθοῦς οὔσης τῆς παρατηρή‐ σεως περιττὸν οἶμαι τὸ ζητεῖν διὰ τί καὶ νῦν τὴν πρώτην μίαν ὠνόμασεν. εἰ μή τις ἄρα φιλοτιμώτερον
25προσθείη τοῦ ἔθους τὴν αἰτίαν, ἥντινα οἶμαι ταύτην·
τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐπὶ διαφόρων107
Opif
.

108

λέγεται πραγμάτων, ὡς ὅταν εἴπω· πρῶτος ἐν προ‐ φήταις ἐστὶ Μωϋσῆς, δεύτερος φέρε Σαμουὴλ καὶ ἐφεξῆς· ὁμοίως πρώτη ἐστὶν ἡ Γένεσις, δευτέρα ἡ Ἔξοδος. ἡμέραν δὲ καλοῦμεν τὴν ἀπὸ τοῦ ἀνατολικοῦ
5ὁρίζοντος εἰς τὸν αὐτὸν πάλιν τοῦ ἡλίου ἀποκατά‐ στασιν, καὶ ἕτερόν τι ποιητικὸν ἡμέρας οὐκ ἔστι. πάλιν οὖν ἡ αὐτὴ περιδίνησις ἄλλην ἡμέραν ποιεῖ καὶ πάλιν ἄλλην. μία οὖν ἐστιν ἡμέρα ἡ τοῦ ἡλίου ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις, ἐφ’ ἑαυτὴν
10πολλάκις ἀνακυκλουμένη καὶ τὸ τῶν ἡμερῶν ποιοῦσα πλῆθος· ἐπεὶ οὖν τῶν ἡμερῶν οὐκ ἔστι διαφορά, ἀλλ’ ὡς εἶπον μία ἡ πρώτη τὰς ἄλλας ἀνακυκλουμένη ποιεῖ, εἰκότως ἄρα μίαν αὐτὴν καὶ οὐ πρώτην ὠνόμασε Μωϋσῆς, ἅτε δὴ τῶν ἑξῆς ἁπασῶν οὖσαν γεννητικήν,
15ὡς καὶ ἡ μονὰς μία ἐστὶ τῇ ἰδίᾳ ἀνακυκλήσει τοὺς ἑξῆς ἀριθμοὺς γεννῶσα. Εὔλογον οὖν τὸ αἴτιον μὴ ποιεῖν τοῖς αἰτιατοῖς σύστοιχον, ἀλλ’ ἐκεῖνα μὲν ἐκ τῆς πρὸς αὐτὸ σχέσεως ἔχειν τὸ δεύτερα εἶναι καὶ τρίτα, τοῦτο δὲ ὡς ἐκείνων
20ἐξῃρημένον τῇ δυνάμει ἄσχετον πρὸς αὐτὰ τὴν προσ‐ ηγορίαν ἔχειν, ἓν λεγόμενον καὶ μία καὶ εἷς, οὐχὶ δὲ πρῶτος καὶ πρώτη καὶ πρῶτον. ὥσπερ δὲ μία τῶν σαββάτων ἐστὶν ἡ πρώτη τῆς ἑβδομάδος, ἧς κατὰ ἀνακύκλησιν ἡ ἑβδομὰς συμπληροῦται, οὕτω καὶ μία
25τοῦ μηνὸς κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἧς ἡ ἀνακύ‐ κλησις εἰς ἑαυτὴν τὸν μῆνα ποιεῖ. τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν παντελῶς παρ’ αὐτοῖς τὴν προσηγορίαν τοῦ πρώτου καὶ πρώτης, μόνον δὲ τὸ Ἑβραϊκὸν αἰτιολογῶν ἔθος, ὡς οὐκ ἄλογον ἔσχε τὴν ἐπιτήρησιν.
30Τούτῳ δὲ κἀκεῖνό ἐστι σύμφωνον ἐπὶ τῆς τῶν108
Opif
.

109

μηνῶν ἀπαριθμήσεως. οὐδέποτε τὸν μῆνα τὸν πρῶ‐ τον ἕνα λέγουσιν ἀλλὰ μόνως πρῶτον. ‘ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ‘ καὶ πάλιν ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ
5τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνόσ‘· ἐπειδὴ καὶ ὁ τριακονθήμερος τοῦ μηνὸς χρόνος καὶ αὐτὸς κατὰ ἀνακύκλησιν τῆς μιᾶς ἡμέρας γίνεται, οὐ μὴν ὁ ἐνι‐ αυτὸς κατὰ ἀνακύκλησιν ἑνὸς μηνός. τὸ γὰρ μέτρον ἐστὶν ἐλάχιστον, ὧν ἐστι μέτρον· ἐλαχίστη δὲ πασῶν
10ἡ τῆς ἀπλανοῦς κίνησις, ἧς ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις ἡμέρα ἐστίν· διὸ ταύτῃ καὶ ὁ πᾶς χρόνος μετρεῖται. τούτου δὲ καὶ ἐπὶ τῶν ποτα‐ μῶν ἢ γυναικῶν ἢ ἑτέρων τινῶν τοιούτων ἡ τοῦ ἔθους μετῆλθε κατάχρησις.
15tλόγος τρίτος.
16 Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘, καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώ‐
20ρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑπο‐ κάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδα‐ τος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἐκάλεσεν
ὁ θεὸς τὸ στερέωμα οὐρανόν.109
Opif
.

110

ΑΚΥΛΑΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τῶν ὑδάτων καὶ ἔστω διαχωρίζον μεταξὺ ὑδάτων εἰς ὕδατα‘. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ
5στερεώματι οὐρανός. ΘΕΟΔΟΤΙΩΝ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος εἰς ὕδατα‘. καὶ ἐκάλεσεν ὁ θεὸς
10τῷ στερεώματι οὐρανόν. ΣΥΜΜΑΧΟΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ ὑδάτων καὶ ἔστω διαχωρίζον ἐν μέσῳ ὕδατος καὶ εἰς ὕδωρ‘. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ
15στερεώματι οὐρανόν.
16tαʹ. Ὅτι δεύτερος οὐρανός ἐστι τὸ στερέωμα
17tκαὶ οὐκ ἐπανάληψις τοῦ πρώτου· καὶ τί ἐστι
18tτὸ ἁρπαγῆναι ἕως τρίτου οὐρανοῦ ὑπὸ τοῦ
19tΠαύλου λεχθέν.
20 Ὅτι μετὰ τὸν πρῶτον οὐρανὸν δεύτερον ὁ θεὸς ἐποίησεν τὸ στερέωμα, ὅπερ καὶ αὐτὸ κέκληκεν οὐρα‐ νόν, καὶ οὐκ ἔστιν ἐπανάληψις τὰ νῦν τούτου· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘, ἀλλ’
ὁμωνύμως ἐκείνῳ καὶ τοῦτον ἐκάλεσεν οὐρανόν, δεδεί‐110
Opif
.

111

χασιν ἤδη πολλοί. ἱκανὸν δὲ καὶ τὸ ἐν ψαλμοῖς εἰρη‐ μένον· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων‘ καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν‘. ἀλλὰ καὶ ὁ Παῦλος
5ἁρπαγῆναι εἰπὼν ἕως τρίτου οὐρανοῦ τὸ μὴ ἕνα τῷ ἀριθμῷ τὸν οὐρανὸν εἶναι δείκνυσι. διὸ ζητεῖται, τίς ὁ τρίτος ἐστὶν οὐρανός. Καὶ δῆλον οἶμαι πᾶσιν, ὡς ἡ θεία γραφὴ καὶ τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ σῶμα πᾶν συνεχῶς οὐρανὸν
10ὀνομάζει. ‘τὰ πετηνὰ τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. ‘καὶ ἔβρεξε κύριος πῦρ καὶ θεῖον παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ‘. ‘καὶ οἱ καταράκται τοῦ οὐ‐ ρανοῦ ἀνεῴχθησαν‘. καὶ πολλὴ καὶ ἀπερίληπτος ἡ τούτου χρῆσις καὶ οὐκ ἐν μόνῃ τῇ θείᾳ γραφῇ, ἀλλὰ
15καὶ ἐν τῇ Ἑλληνικῇ συνηθείᾳ καὶ ἐν τῷ ἔθει τῷ κοινῷ. Τούτου οὖν οὕτως ἔχοντος ὑπερβὰς ὁ Παῦλος τῇ θεωρίᾳ τοῦ νοῦ τὸ μεταξὺ ἅπαν οὐρανοῦ καὶ γῆς καὶ αὐτὸν τὸν ὑποπίπτοντα τῇ αἰσθήσει ἡμῶν διὰ τῶν ἐν αὐτῷ ἀστέρων οὐρανόν, ὃν ἡ γραφὴ στερέωμα προσ‐
20αγορεύει, καὶ τὸν πρῶτον καὶ ἔξωθεν πάντων, καὶ ἁπλῶς εἰπεῖν πᾶσαν ὑπερανελθὼν τοῦ σωματικοῦ κόσμου τὴν θεωρίαν, γυμνῷ τῷ νῷ μετάρσιος τοῖς ὑπερκοσμίοις ὡμίλησε καὶ θεῷ—‘μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ‘ φησὶν ὁ κύριος ‘ὅτι αὐτοὶ τὸν
25θεὸν ὄψονται‘—καὶ ἀρρήτων ἀνθρώποις ἠξιώθη ῥημάτων ἀκοῦσαι. Οὐκ ἄρα δέον ἐστὶν ἀμφιβάλλειν, εἰ δεύτερον οὐ‐
ρανὸν οἶδε Μωϋσῆς τὸ στερέωμα, ὅτε καὶ τρίτον οὐ‐111
Opif
.

112

ρανὸν καθ’ ὁμωνυμίαν ἡ γραφὴ γιγνώσκει τὸν ἀέρα. οὐδὲ νομιστέον ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ ἐν‐ ταῦθα περὶ τοῦ στερεώματος εἰρημένα· καὶ ἐξ αὐτοῦ γὰρ τοῦ χρόνου, καθ’ ὃν ἑκάτερος γέγονεν, ἡ διαφορὰ
5τούτων ἐστὶ γνώριμος· εἴγε ὁ μὲν ἐν τῇ πρώτῃ γέ‐ γονεν ἡμέρᾳ, τὸ δὲ στερέωμα τῇ μετ’ αὐτὴν δευτέρᾳ.
7tβʹ. Τί ἐστι τὸ πλανῆσάν τινας ἐπανάληψιν
8tεἶναι νομίζειν τοῦ πρώτου οὐρανοῦ τὰ περὶ
9tτοῦ στερεώματος εἰρημένα· καὶ ὡς οὐδὲν τῶν
10tγενομένων ἐν ταῖς ἓξ ἡμέραις πλὴν μόνης τῆς
11tτοῦ ἀνθρώπου γενέσεως ἐπανείληπται.
12 Ἐπλάνησε δὲ τοὺς ὑποπτεύσαντας ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ νῦν λεγόμενα ἡ κατὰ τὸν ἄν‐ θρωπον ἀναγκαίως ἐπανάληψις γενομένη τῷ Μωϋσεῖ.
15εἰπὼν γάρ· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε‘, καὶ μέλλων τὰ περὶ τῶν ἑξῆς ἀνθρώπων ἱστορεῖν ἀπ’ ἀρχῆς μέχρι τῶν γενομένων ἕως τῆς αὐ‐
20τοῦ τελευτῆς, εἰκότως ἐπὶ τὸν πρῶτον ἀνέδραμεν ἄν‐ θρωπον, ἵνα φυλάξῃ τῇ ἱστορίᾳ τὸ συνεχές· ‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν; καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρω‐ πον χοῦν ἀπὸ τῆς γῆσ‘, ἐντελεστέραν τε τῆς γενέσεως
25αὐτοῦ ποιούμενος τὴν διήγησιν, καὶ τὸν τρόπον, καθ’112
Opif
.

113

ὃν ἡ κοινωνὸς αὐτῷ τοῦ βίου γέγονεν Εὔα, λέγων, καὶ τίνες λοιπὸν οἱ ἐξ ἀμφοῖν καὶ οἱ ἐξ ἐκείνων. ἐπ’ ἄλλου δὲ τῶν ἐν ταῖς ἓξ ἡμέραις γενομένων ὡς γινομένου πάλιν οὐδενὸς μνήμην πεποίηται· τὸ γάρ ‘συναχθήτω
5τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά‘ καὶ τό ‘ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν‘ οὐκ ἐπανάληψίς ἐστι τοῦ ὅτι πεποί‐ ηκε τὴν γῆν ὁ θεός, ὥς τισι λίαν ἀλόγως ἔδοξεν, ἀλλὰ διδασκαλία τῆς τῶν δύο τούτων στοιχείων φυσι‐
10κῆς τάξεώς τε καὶ θέσεως καὶ τῆς διακρίσεως αὐτῶν ἀναγκαίας οὔσης, ἵνα καὶ τὰ ἐξ αὐτῶν γίνεσθαι μέλ‐ λοντα διακεκριμένην λάβῃ τήν τε γένεσιν καὶ τὴν τροφὴν καὶ τὴν δίαιταν. τοῦτο μὲν οὖν αὐτάρκως ἐδείχθη.
15tγʹ. Ὅτι τὸν πρῶτον οὐρανὸν τὸν ἄναστρον οἶδεν
16tἽππαρχος καὶ Πτολεμαῖος· καὶ ὅτι τὸν δεύτε‐
17tρον, ὃν στερέωμα καλεῖ Μωϋσῆς, ἕνα μὲν οὐρα‐
18tνὸν ἴσασι καὶ Ἕλληνες, ἄλλοι δ’ ἄλλως αὐτὸν
19tδιαιροῦσιν εἰς μέρη, ὡς ἐνόμισαν ἕκαστοι τὴν
20tαἰτίαν τῆς ἐν τοῖς πλανωμένοις ἀνωμαλίας
21tἀποδιδόναι· καὶ ὡς ἀναπόδεικτοι πᾶσαι αὐτῶν
22tεἰσιν αἱ ὑποθέσεις.
23 Ἐγὼ δὲ σύμφωνον τοῖς οὖσι τὴν Μωϋσέως κοσμο‐ γονίαν δεικνὺς καὶ τοὺς ἐν ἀστρονομίᾳ μάλιστα τῶν
25πρὸ αὐτῶν ἁπάντων εὐδοκιμηκότας Ἵππαρχον καὶ
Πτολεμαῖον προσηταιρισάμην μάρτυρας τῆς τοῦ δευ‐113
Opif
.

114

τέρου γενέσεως οὐρανοῦ, οὓς ἐκ τῶν Μωϋσεῖ γεγραμ‐ μένων τὰς ἀφορμὰς λαβόντας οἶμαι τῇ ἀνάστρῳ σφαίρᾳ τῇ ἐξωτάτω πασῶν πρώτους Ἑλλήνων ἐπιστῆσαι· ἥλιον δὲ καὶ σελήνην καὶ τοὺς ἀστέρας ἐν τῇ μετ’ ἐκείνην
5ὑπάρχειν πάντες θέλουσι καὶ αὐτῷ Μωϋσεῖ τοῦτο βουλομένῳ ἀκολουθήσαντες. ἕνα μὲν οὖν τοῦτον οὐ‐ ρανὸν ἅπαξ ἅπαντες εἶναί φασι καὶ πληθυντικῶς οὐδέποτε αὐτὸν οὐρανοὺς ὀνομάζουσιν Ἕλληνες, ὡς ἡ θεία γραφὴ πολλάκις οὕτω καλεῖ· διὰ δὲ τὴν φαινο‐
10μένην ἀνωμαλίαν τῆς κινήσεως τῶν πλανωμένων ἄλ‐ λαις ἄλλως τῶν ἀστρονόμων ὑποθέσεσι χρησάμενοι, δι’ ὧν τὰ φαινόμενα σῴζειν ἐνόμισαν, εἰς πλείονας σφαίρας αὐτὸν ὡς εἰς μέρη διεῖλον. Ἀριστοτέλης γοῦν ἐν τῷ λάβδα τῆς μετὰ τὰ φυσικὰ πραγματείας τὰς
15τῶν παλαιῶν ἀστρονόμων δόξας ἀπαριθμούμενος καὶ ὡς ἑκάστῳ τῶν πλανωμένων ἀστέρων πλείονας κινήσεις ἀποδεδώκασι, κατά τε τὰς ἀγούσας ἕκαστον σφαίρας οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὑποθέμενοι καὶ τὰς ἀνελιττούσας ἐκείνας, ὡς ἔφασαν, συνελὼν
20ὕστερον ἁπάσας ὁ φιλόσοφος κατὰ τὰς ὑποθέσεις αὐ‐ τῶν οὕτω φησίν· ‘ὁ δὴ πασῶν ἀριθμὸς τῶν τε φε‐ ρουσῶν καὶ τῶν ἀνελιττουσῶν ταύτας πεντήκοντα καὶ πέντε‘. Ὅτι δὲ αἱ τοιαῦται ὑποθέσεις ἀναπόδεικτοι παντε‐
25λῶς εἰσι καὶ μόναι κατὰ ἀλήθειαν ὑποθέσεις πραγμά‐ των χωρίς, ἥ τε πρὸς ἀλλήλους αὐτῶν διαφωνία δη‐
λοῖ, ἄλλων ἄλλον ὑποθεμένων ἀριθμόν, καὶ ὁ μετὰ114
Opif
.

115

πάντας γενόμενος Πτολεμαῖος· τὰς τῶν παλαιῶν γὰρ οὗτος ἀτιμάσας ὑποθέσεις ἁπάσας, σαφεστέρας δὲ καὶ συντόμους αὐτὸς ἐπινενοηκὼς ἐννέα μὲν τὰς ἀγούσας αὐτοὺς ἅπαντας ὑπέθετο σφαίρας, ἀντὶ δὲ τῶν ἀνε‐
5λιττουσῶν αὐτάς, δι’ ὧν τὰς αἰτίας τῆς ἀνωμάλου κινήσεως τῶν πλανωμένων οἱ πρότερον ἀπεδίδοσαν, ἐκκέντρους τινὰς αὐτὸς σφαίρας ἐπινοεῖ, μὴ τῷ αὐτῷ κέντρῳ ταῖς ἐννέα χρωμένας. ἢ εἰ τοῦτό τις μὴ παρα‐ δέξαιτο, ἐπικύκλους, φησίν, ἐπινοείτω—μικρὰς δέ
10τινας οὕτως ὠνόμασε σφαίρας—ἕνα καθ’ ἑκάστην τῶν ἀγουσῶν αὐτοὺς σφαιρῶν κατά τι μέρος αὐτῶν ἀπὸ τῆς κυρτῆς ἐπιφανείας διὰ παντὸς τοῦ βάθους μέχρι τῆς κοίλης χωροῦντα· ἐν ἑκάστῳ δὲ τούτων ἕνα τῶν πλανωμένων ἀστέρων συμπεριάγεσθαι, ὡς μετὰ
15τὴν τῆς ἀπλανοῦς δύο κινεῖσθαι κινήσεις ἰδίας, τήν τε τῆς ἀγούσης αὐτὸν σφαίρας καὶ τὴν τοῦ ἐπικύκλου· συμβαίνειν γὰρ οὕτω πῇ μὲν τὴν αὐτὴν τῇ ὅλῃ κινού‐ μενον ἐπὶ τοῦ ἐπικύκλου, πῇ δὲ τὴν ἐναντίαν προπο‐ δίζειν τε καὶ ὑποποδίζειν ὀξύτερόν τε φέρεσθαι δοκεῖν
20ἢ βραδύτερον ἢ καὶ στηρίζειν· καὶ ἁπλῶς εἰπεῖν πάσης τῆς φαινομένης ἐν αὐτοῖς ἀνωμαλίας τὰς αἰτίας ἐκ τῶν ὑποθέσεων τούτων ἀποδίδωσι. τὰ μὲν οὖν συμβαίνοντα ἄλλοι δι’ ἄλλων ὑποθέσεων σῴζειν ἔδοξαν ἢ τὰ πλείονα τῶν φαινομένων καὶ ἢ παχυμερέστερον τούτων τινὲς
25ἢ ἀκριβέστερον· τῶν δὲ ὑποθέσεων ἀπόδειξιν αὐτῶν οὐδεὶς οὐδεμίαν ἐξευρεῖν, οὐδ’ αὐτό γε τοῦτο εἰπεῖν
ἐπεχείρησεν, οὐδὲ εὑρήσει ποτὲ μυρία μηχανησάμενος.115
Opif
.

116

Ὅτι δὲ ὅσας ἄν τις ὑπόθοιτο σφαίρας, εἷς ἐστιν ὁ ἐκ πασῶν συγκείμενος οὐρανὸς μέρεσι ταύταις χρώ‐ μενος, δῆλον μὲν ἐκ τῆς τῶν παλαιῶν ἁπάντων ὡς ἔφθην εἰπὼν χρήσεως, ἀλλὰ καὶ Ἀριστοτέλης ἐν τῇ
5εἰρημένῃ πραγματείᾳ τὰς φορὰς τῶν οὐρανίων, ὅσας ἂν ὑποθέσθαι τοῖς ἀστρονόμοις ἔδοξε, πεπερασμένας εἶναι δείξας καὶ οὐκ ἀπείρους ‘ὅτι δέ‘ φησίν ‘εἷς οὐρανός ἐστι φανερόν‘ καὶ τοῦτο κατεσκεύασεν. Τίνος δὲ χάριν ἡμεῖς τούτων ἐμνήσθημεν; ἵνα μὴ
10διὰ τοῦ πλήθους τῶν σφαιρῶν εἰς πλείονας οὐρανοὺς τὸ στερέωμά τις διελὼν ἐλέγχειν τὸν Μωϋσέα δοκῇ, ἕνα τοῦτον οὐρανὸν ὀνομάζοντα, καίτοι γε τῆς Ἑβραίων γλώττης πληθυντικῶς—φασὶν οἱ ταύτης εἰδότες— ὀνομαζούσης ἀεὶ τὸν οὐρανόν· ‘αἰνεῖτε γὰρ αὐτὸν οἱ
15οὐρανοὶ τῶν οὐρανῶν‘ ὁ προφήτης φησίν. συμπε‐ φώνηκεν μὲν οὖν περὶ τῆς ἀνάστρου Μωϋσεῖ Πτολε‐ μαῖος ὁ πάντων ἐν τούτοις ὡς εἰπεῖν ἀκριβέστατος.
18tδʹ. Ὅτι οὐ δεῖ τὴν αἰτίαν ζητεῖν, δι’ ἣν ὁ πρῶ‐
19tτος γέγονεν οὐρανός, διότι μηδ’ ἄλλου τῶν
20tγενομένων τὴν αἰτίαν ἀνθρώπους εἰπεῖν
21tἐνδέχεται.
22 Εἰ δέ τις αἰτίαν τῆς γενέσεως τοῦ πρώτου ζητοίη λέγειν ἡμᾶς οὐρανοῦ, πρῶτον μὲν κοινὴ καὶ τῶν μετὰ Μωϋσέα ἐστὶν ἡ ὑπόθεσις· οὐκοῦν καὶ ἡ ἀπορία καὶ
25ἡ λύσις κοινή· δεύτερον λεγέτω πρότερον αὐτός, τίς
ἡ αἰτία τοῦ τοσούτου τῶν σφαιρῶν ἀριθμοῦ τῶν τε116
Opif
.

117

παλαιῶν ὑποθέσεων καὶ τῶν νῦν, καὶ διὰ τί μήτε πλείους μήτε ἐλάττους γεγόνασιν. εἴπερ, ὡς εἰσὶν ὅλως τοσαῦται, δείξειέ τις—ὅπερ ἀδύνατον—καὶ τίς ἡ τοσαύτη κατὰ τὰ τάχη διαφορὰ τῶν ἐν ταῖς
5πλανωμέναις κινήσεων, τῆς μὲν ἀπλανοῦς διὰ τοῦ ἡμερονυκτίου τὸν ὅλον ἐκπεριερχομένης κύκλον, τῆς δὲ σεληνιακῆς διὰ μηνός· ἐνιαυτῷ δὲ ὁ ἥλιος τὴν ἰδίαν ἐκπεριέρχεται περιφοράν, ἰσοδρομουσῶν αὐτῷ τῆς δὲ Ἑρμαϊκῆς καὶ τοῦ ἑωσφόρου· ἡ δὲ Ἀρεϊκὴ
10δύο που δεῖται πρὸς ἀποκατάστασιν ἐνιαυτῶν, ἡ δὲ μετ’ αὐτὴν Διΐα δέκα καὶ δύο, ἡ δὲ μετ’ ἐκείνην, ἣν Κρονίαν φασί, τριάκοντα· σιγῶ τὴν κατὰ Πτολεμαῖον δι’ ἐνιαυτῶν ἑκατὸν μίαν κινουμένην μοῖραν, ὡς ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ διὰ τρισχιλίων ἐξανύειν
15ἐνιαυτῶν. τίς ἂν οὖν τὴν αἰτίαν τούτων εἰπεῖν ἔχοι; οὐδὲ γὰρ τοῦ πλήθους τῶν ἀστέρων, θέσεώς τε αὐ‐ τῶν καὶ τάξεως μεγέθους τε καὶ χρωμάτων διαφορᾶς λόγον ἀνθρώπων οὐδεὶς ἀποδώσει ποτέ· μόνον δέ, ὅτι πάντα καλῶς καὶ ὡς ἔδει πεποίηκεν ὁ θεὸς καὶ οὐδὲν
20ἐλλεῖπον ἢ περιττόν, πιστεύομεν ἅπαντες· ὀλίγων γὰρ κομιδῇ τὰς αἰτίας ἐγνώκαμεν. εἰ οὖν αἰτίαν τῶν φαινομένων εἰπεῖν οὐκ ἔχουσι φυσικήν, μηδὲ ἡμᾶς τῶν μὴ φαινομένων ἐπερωτάτωσαν αἰτίαν.
24tεʹ. Τίς ἡ οὐσία τοῦ οὐρανίου σώματος, καὶ τίνα
25tἄν τις αὐτὴν ἐκ τῆς Μωϋσέως συλλογίσαιτο
26tκοσμογονίας· καὶ ὅτι Πλάτων Μωϋσεῖ συμπε‐
27tφώνηκε.
28Περὶ δὲ τῆς οὐσίας τοῦ στερεώματος Πλάτων μὲν117
Opif
.

118

ἐκ τῶν τεσσάρων αὐτὸ συνίστησιν, ἥλιον δὲ καὶ σελή‐ νην καὶ τοὺς λοιποὺς ἀστέρας ἐκ πλείστου πυρός· Ἀριστοτέλης δὲ πέμπτης οὐσίας σωμάτων τὸν οὐρανὸν ὑποθέμενος αὐτάρκη πρὸς ἡμῶν τὸν ἔλεγχον εἴληφε·
5Μωϋσῆς δέ, δι’ ὧν αὐτὸν ἐν μέσῳ γεγονέναι τῶν ὑδάτων εἴρηκεν, ὑπόνοιαν δίδωσιν ἡμῖν, ὡς ἐκ πλεί‐ στου τὴν οὐσίαν αὐτοῦ ὕδατος συνεστάναι βούλεται. διαφανὲς γάρ ἐστιν ὡς ὅτι μάλιστα τὸ οὐράνιον σῶμα· τὸ δὲ διαφανὲς μόνοις τῶν στοιχείων ὕδατί τε καὶ
10ἀέρι ὑπάρχει· οἷον γὰρ ἀήρ τίς ἐστι ξηρὸς τὸ ὑπέκκαυμα· ἀντιφρακτικὸν γάρ ἐστιν ἡ φλὸξ ὡς καὶ ἡ γῆ. Ὡς οὖν ὁ Πλάτων διὰ τὸ φωτιστικὸν ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων πλείστου πυρὸς
15μετέχειν αὐτοὺς εἴρηκεν—οὐδενὶ γὰρ ὑπάρχει τῶν ἁπλῶν πλὴν πυρὶ τὸ φωτιστικόν—οὕτω Μωϋσῆς, οἶμαι, διὰ τὴν τοῦ στερεώματος διαφάνειαν ὕδατος αὐτὸν πλείστου καὶ ἀέρος μετέχοντα, οἷς τὸ διαφανὲς καὶ τὸ ὑγρὸν ὑπάρχει μόνοις, εἰς στερεωτέραν δὲ οὐ‐
20σίαν ἑκατέρου μεταβληθέντος ἐν τῇ γενέσει τοῦ οὐρα‐ νοῦ, ὡς καὶ ἐν ὑάλῳ καὶ τοῖς διαφανέσι τῶν λίθων γινομένων φαίνεται, εἰκότως αὐτὸν ἐν μέσῳ τῶν ὑδά‐ των γεγονέναι φησί, ἐκ τῶν ἐν αὐτῷ πλεοναζόντων ἀέρος καὶ ὕδατος αὐτὸν χαρακτηρίσας· καὶ στερέωμα
25προσηγόρευσεν ὡς ἐξ ὑγρᾶς οὐσίας εἰς στερεμνιωτέραν
μεταβαλόντα. καὶ οἶμαί γε τῇ ἐννοίᾳ ταύτῃ συμφω‐118
Opif
.

119

νεῖ τὸ πληθυντικόν ‘ἐν μέσῳ τῶν ὑδάτων‘. ὁ δὲ Πλάτων τῆς Μωϋσέως οἶμαι κοσμογονίας ἀκηκοώς, ὡς μετέχοντα γῆς στερεὸν εἶναι σῶμα τὸν οὐρανὸν εἴρηκε. ‘μόνη‘ γάρ φησι ‘τῶν στοιχείων ἡ γῆ στερεὸν σῶμά
5ἐστι καὶ ἀντίτυπον‘. Πολλῷ οὖν φυσικώτερον καὶ τοῖς φαινομένοις συμφώνως Μωϋσῆς διὰ μὲν τὴν διαφάνειαν ἀέρος πλείστου καὶ ὕδατος μετέχειν αὐτὸν δέδωκεν ἡμῖν ἐν‐ νοεῖν—ἀντιφρακτικὰ γάρ ἐστι γῆ καὶ πῦρ διαφα‐
10νείας ἐστερημένα—διὰ δὲ τὴν σύμπηξιν τῶν ὑγρῶν στερέωμα κέκληκεν. ὁρῶμεν γὰρ καὶ ἐν τῇ φυσικῇ γενέσει καὶ τὰ ὑγρὰ κατὰ τὰς μεταβολὰς πηγνύμενα καὶ τοὐναντίον τὰ στερεὰ καὶ ξηρὰ χεόμενα πρὸς ὑγρόν. ἄρτος μὲν γὰρ καὶ κρέας ὀπτώμενα καὶ αἱ
15ξηραὶ τῶν τροφῶν εἰς αἷμα χέονται, καὶ τοῦτο αὖθις εἰς νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ συμπήγνυται τῶν μορίων, τῆς ὑδατώδους αὐτῶν διακρινομένης ἐν ταῖς πέψεσιν οὐσίας. καὶ ἐπὶ τῶν παθῶν δὲ τῶν ἐν ἡμῖν καὶ ἐπὶ τῶν μετάλλων τοῦτο γινόμενόν ἐστιν ἰδεῖν,
20ἀντιμεταβαλλόντων εἰς ἄλληλα τῶν ξηρῶν τε καὶ τῶν ὑγρῶν. Ὡς οὖν ἐπὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἐκ τοῦ στερεωτέρου τῆς γῆς καὶ πλεοναζούσης ἐν ἡμῖν ἀπὸ τῆς γῆς τὸ ἡμέτερον σῶμα διαπεπλάσθαι φησὶ Μωϋσῆς
25καὶ πάλιν εἰς γῆν ἀναλύεσθαι· ‘γῆ εἶ‘ τοῦ θεοῦ λέγον‐ τος πρὸς τὸν Ἀδάμ ‘καὶ εἰς γῆν ἀπελεύσῃ‘, οὕτω καὶ
ἐπὶ τοῦ στερεώματος, ἐπειδὴ πολὺ τὸ διαφανὲς ἐν119
Opif
.

120

αὐτῷ πλεονάζει, ἐν μέσῳ τοῦ ὕδατος αὐτὸ γεγονέναι φησὶ τὸ λόγιον, ἐκ τοῦ παχυτέρου τῶν διαφανῶν καὶ πᾶσι γνωρίμου τοῦτο χαρακτηρίζον· τοῖς πολλοῖς γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι καὶ τῶν παλαιῶν τισιν οὐκ ἀσή‐
5μοις κενὸς σώματος ὁ ἀὴρ εἶναι νομίζεται, καὶ οὐδὲ τοῦ ὀνόματος τοῦ ἀέρος ἐν τῇ κοσμοποιΐᾳ μνήμη γέ‐ γονεν. δῆλον δέ, ὅτι καὶ γῆς αὐτὸν καὶ πυρὸς εἰ καὶ ἐλαττόνων μετέχειν ἀνάγκη, ὡς καὶ τοὺς φωστῆρας πλείονος πυρὸς κατὰ Πλάτωνα· μήποτε οὖν καὶ τό
10‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ τοῦτο σημαίνει τὸ μεσότητα εἶναι κατὰ τὴν μῖξιν τῶν ὑγρῶν στοιχείων, ὧν ἑκά‐ τερον ὕδωρ καλεῖν τὸν νομοθέτην ἐδείξαμεν. Τοσαῦτα καὶ περὶ τῆς οὐσίας τοῦ στερεώματος.
14tϛʹ. Ὅτι Βασίλειος σφαῖραν εἶναι τὸν οὐρα‐
15tνὸν καὶ κύκλῳ κινεῖσθαι τοῖς φαινομένοις
16tσυμφώνως ὁμολογεῖ καὶ μέσην τοῦ παντὸς
17tεἶναι τὴν γῆν.
18 Τούτων ἱκανῶς εἰρημένων ἐπὶ τὴν τοῦ σχήματος αὐτοῦ μετέλθωμεν ζήτησιν· οἷον γὰρ ἂν εἴη τὸ σχῆμα
20τούτου, τοιοῦτον καὶ τὸ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν εἶναι ἀνάγκη. Βασίλειος μὲν οὖν τοῖς φαινομένοις τε καὶ δεδειγμένοις ἀντιβλέπειν οὐκ ἀνεχόμενος κυκλο‐ τερῆ τε τὸν οὐρανὸν καὶ κύκλῳ φέρεσθαι φανερῶς ὁμολογεῖ λέγων οὕτω· ‘μὴ οὖν ἄναρχα φαντάζου τὰ
25ὁρώμενα, ἄνθρωπε, μηδὲ ἐπειδὴ κύκλῳ σε περιτρέχει120
Opif
.

121

τὰ κατ’ οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν οὐκ εὔληπτος, ἄναρχον εἶναι νομίσῃς τῶν κυκλοφορουμένων τὴν φύσιν‘· καὶ πάλιν· ‘μὴ ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινού‐
5μενα, τὸ τῆς κινήσεως αὐτῶν ὁμαλὸν καὶ μηδενὶ μέσῳ διακοπτόμενον τὴν τοῦ ἄναρχον τὸν κόσμον καὶ ἀτε‐ λεύτητον εἶναί σοι πλάνην ἐγκαταλείπῃ‘. Ἀκριβεῖς τε εἶναι τὰς τηρήσεις αὐτῶν εἴρηκεν· οὐ τὰς ἀστρολογικὰς ἢ γενεθλιαλογικάς· ἄπαγε· αὗται
10γὰρ ψευδεῖς τε καὶ εἰς ἀσέβειαν ἄγουσιν, εἴπερ μήτε ἀρετὴ μήτε κακία κατὰ προαίρεσιν, ἀλλ’ ἐξ ἀνάγκης ἡμῖν διὰ τὴν τῶν ἄστρων κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν συμβαίνουσι· μάτην δὲ νόμοι καὶ δίκαι κατά τε ἔθνη καὶ πόλεις καὶ οἶκον ἕκαστον, νουθεσίαι τε
15καὶ ἐπιπλήξεις, καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία καὶ τῶν βεβιωμένων αἱ ἀμοιβαὶ κενὸν παρὰ τοῖς ἀνθρώ‐ ποις ὄνομα πολιτεύεται, καὶ οὔτε κακίαν κολάζειν οὔτε ἀρετὴν τιμᾶν εὔλογον ἀκουσίως ἡμῖν ἑκατέρου συμ‐ βαίνοντος· ἀκριβεῖς οὖν τηρήσεις οὐ τὰς ἀστρολο‐
20γικάς, ἀλλὰ τὰς ἀστρονομικὰς ὁ μέγας Βασίλειος εἴρη‐ κεν, ὅσαι τὰς κινήσεις τῶν ἀστέρων κατενόησαν ἀκρι‐ βῶς προποδισμούς τε αὐτῶν καὶ ὑποποδισμοὺς καὶ στηριγμοὺς συνόδους τε καὶ πανσελήνους ἡλίου τε ἐκλείψεις καὶ σελήνης καὶ διὰ πόσου χρόνου τῶν
25πλανωμένων ἕκαστος τὴν ἑαυτοῦ περίοδον ἐκπληροῖ καὶ ὅσαι τῆς τοιαύτης ἐχόμεναί εἰσι μεθόδου. ἀλλὰ
καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ ταῦτά φησιν· ‘ἐπεὶ οὖν121
Opif
.

122

ἐγένετο 〈ὁ〉 οὐρανὸς προστάγματι θεοῦ, ἀθρόως περι‐ ταθεὶς τοῖς ἐντὸς ὑπὸ τῆς οἰκείας αὐτοῦ περιφερείας ἀπειλημμένοισ‘ καὶ πάλιν ‘νῦν μὲν λοιπὸν μετὰ τὴν τοῦ ἡλίου γένεσιν ἡμέρα ἐστὶν ὁ ὑπὸ ἡλίου πεφωτι‐
5σμένος ἀὴρ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμποντος. καὶ νὺξ σκίασμα γῆς ἀποκρυπτομένου ἡλίου γιγνό‐ μενον‘· δῆλον γὰρ ὅτι τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τὸ ὑπὲρ γῆν ἀντιδιέστειλεν καὶ ἐναπειλῆφθαί φησι τὰ ἐντὸς ὑπὸ τῆς περιφερείας τοῦ οὐρανοῦ. πανταχόθεν
10ἄρα περιέχων ἅπαντα οὐδὲν ἕτερον ἢ σφαιρικῶς ἐσχη‐ μάτισται· συνομολογεῖ τε τῇ δόξῃ τῶν φυσικῶν ὅτι μέσην τοῦ παντὸς εἴληφε χώραν ἡ γῆ· εἰ δὲ μέση τοῦ παντός ἐστιν, ἴσην πανταχόθεν ἐκ τοῦ πέριξ, τοῦ οὐρανοῦ φημι, τὴν ἀπόστασιν ἔχει· τοῦτο δὲ οὐδενὶ
15σχήματι πλὴν μόνῳ ὑπάρχει τῷ κύκλῳ. πᾶσα οὖν ἀνάγκη τὸν οὐρανὸν κύκλῳ τὴν γῆν περιέχειν, ἴσον αὐτῆς ἐκ μέρους παντὸς ἀφεστηκότα. οὕτω δὲ σφαι‐ ρικὸν εἶναι καὶ τῆς γῆς ἀνάγκη τὸ σχῆμα.
19tζʹ. Ὅτι καὶ κατὰ τὸν Ἰὼβ μέση τοῦ παντός
20tἐστιν ἡ γῆ καὶ τοῦτό ἐστιν αὐτὴ κατὰ φύσιν,
21tκαὶ βίας δεῖ οὐ πρὸς τὸ μένειν ἀκίνητον ἐν τῷ
22tμέσῳ, ἀλλ’ εἰς τὸ καὶ ὁτιοῦν αὐτῆς ἐκστῆναι
23tτούτου· καὶ ἡ ἐπὶ τούτοις Βασιλείου ψῆφος.
24Τὸ ἄνω μὲν οὖν καὶ τὸ κάτω κυρίως ἐν τῷ παντὶ
25μὴ εἶναί φασι, μόνον δὲ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’122
Opif
.

123

ὅμως κάτω μὲν τὸ μέσον καλοῦσιν, ἐν ᾧ ἐστιν ἡ γῆ, διὰ τὸ τὰ βαρέα ἐκεῖ φέρεσθαι· ἄνω δὲ ὅλον τὸν οὐ‐ ρανόν, διὰ τὸ τὰ κοῦφα, οἷον τὸ πῦρ, ἐπὶ τὴν ἐσχά‐ την καὶ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ [καὶ] κοίλην ἐπιφά‐
5νειαν φέρεσθαι, ἥτις πανταχόθεν ἀπὸ τῆς γῆς ἴσον διέστηκεν· καὶ ὥσπερ τῷ ἄνω πυρί, τῷ ἀστραπαίῳ λέγω καὶ τῷ κεραυνίῳ καὶ τῷ τῶν διᾳττόντων βίας δεῖ πρὸς τὸ φέρεσθαι κάτω διὰ τὴν ἐναπόληψιν τῶν νεφῶν ἐκπυρηνιζομένῳ βιαίως ἐξ αὐτῶν, οὕτω τοῖς
10βαρέσιν ἡ ἐπὶ τὸ ἄνω ῥῖψις βίαιος. Ὅθεν οὐδὲ ζητεῖν δεῖ, πῶς τὸ τηλικοῦτο μέγεθός τε καὶ βάρος ἡ γῆ μετέωρος ἕστηκεν ἐπ’ οὐδενὸς ὀχου‐ μένη, καθά φησιν ὁ Ἰώβ· ‘ἐκτείνων βορέαν ἐπ’ οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός· δεσμεύων ὕδωρ νεφέλαις
15αὐτοῦ‘· ἐν γὰρ τῷ μέσῳ ἥδρασται τόπῳ ἡ γῆ, ὅπου τὰ βαρέα κατὰ φύσιν πάντα φέρεται. οὐ δεῖται οὖν τοῦ ὀχοῦντος, ἵνα μὴ κάτω φέρηται· οὐκ ἔστι γὰρ τοῦ μέσου κατωτέρω. τοὐναντίον δὲ μᾶλλον βίας δεῖ πρὸς τὸ ἐκστῆναι τοῦ μέσου καὶ τὸ τυχὸν αὐτῆς μό‐
20ριον καὶ ῥιφῆναι πρὸς ὕψος, οὔπω λέγω πᾶσαν, ὅπερ παντελῶς ἐστιν ἀδύνατον. Ὅτι δὲ μέση τοῦ παντός ἐστιν ἡ γῆ, δείκνυσι καὶ τὰ βάρη πανταχόθεν πρὸς ἴσας γωνίας ἐπ’ αὐτὴν φερόμενα ὡς αὐτὸ περιέχουσαν τὸ κέντρον τοῦ παν‐
25τός. διὸ καὶ οἱ οἰκοδόμοι οὐκ ἄλλως ἡδράσθαι βε‐ βαίως τὰ βάρη νομίζουσιν, εἰ μὴ κάθετος αὐτοῖς ἐφαρ‐
μόσῃ· μόνη γὰρ αὕτη τὰς ἑκατέρωθεν γωνίας ἴσας123
Opif
.

124

ποιεῖ· τοῦτο δὲ τεκμήριον τῆς ἐπὶ τὸ τοῦ παντὸς κέντρον νεύσεώς τε τῶν βαρέων καὶ φορᾶς· ἐφαρμο‐ ζούσης οὖν αὐτοῖς τῆς καθέτου, δῆλον ὡς ἐπὶ τὸ κέν‐ τρον αὐτοῖς ἐστιν ἡ νεῦσις καὶ ἀσφαλὴς διὰ τοῦτο ἡ
5στάσις. Ταῦτα καὶ τὰ τοιαῦτα εἰπών τε καὶ λογισάμενος ὁ τοῖς τοῦ θεοῦ δημιουργήμασιν ἐπιβλέψας Βασίλειος, ὥσπερ ἐν ἐπιλόγῳ, φησὶν οὕτω· ‘τούτων ἄν σοι δοκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν οὕτω ταῦτα
10διαταξαμένην τοῦ θεοῦ σοφίαν μετάθες τὸ θαῦμα· οὐ γὰρ ἐλαττοῦται ἡ ἐπὶ τοῖς μεγίστοις ἔκπληξις, ἐπειδὰν ὁ τρόπος, καθ’ ὃν γίνεταί τι τῶν παραδόξων, ἐξευρεθῇ· εἰ δὲ μή γε, ἀλλὰ τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ἔστω λογικῶν ἀποδείξεων‘.
15 Θέα μοι τοῦ ἀνδρὸς τούτου τὴν ἔνθεον σοφίαν ὁμοῦ καὶ τὴν σύνεσιν· πρὸς γὰρ τοὺς ἐπιστήμονας τῇ ἀποδείξει χρησάμενος, οὐδὲν ἧττον καὶ τοῖς τῶν τοι‐ ούτων ἐπαΐειν οὐχ ἱκανοῖς τὸ ἁπλοῦν τῆς πίστεως βέβαιον ἔχειν παρῄνεσεν· ‘ὅτι ἐν τῇ χειρὶ τοῦ θεοῦ
20τὰ πέρατα τῆς γῆσ‘. οὗτος εὐσεβοῦς διδασκαλίας τρό‐ πος καὶ τοῖς φαινομένοις ὁμολογεῖν καὶ εἰδέναι, ὡς ἡ τῆς αἰτίας τῶν ὁρωμένων κατάληψις εἰς ὕμνον μᾶλ‐ λον ἐγείρει θεοῦ, τοῦ ταῦτα οὕτως ἔχειν τῇ ὑπὲρ νοῦν
αὐτοῦ σοφίᾳ διαταξαμένου.124
Opif
.

125

(1t)

ηʹ. Ὅτι μέγιστα ἁμαρτάνουσιν οἱ τῶν δημι‐
2tουργημάτων τοῦ θεοῦ καταψευδόμενοι καὶ τὴν
3tἰδίαν περὶ αὐτὰ πλάνην τῇ θείᾳ γραφῇ
4tπεριάπτοντες.
5 Εἰ δέ τινες διὰ τὸ ἀγύμναστον τῆς ψυχῆς ἐφικνεῖ‐ σθαι τῶν εἰρημένων οὐ δυνάμενοι περὶ τὴν συγκατά‐ θεσιν τῶν πραγμάτων ἀσχάλλουσιν, ἀρκέσει τούτοις ἡ σιωπὴ τὴν ἑαυτῶν καλύπτουσιν ἄγνοιαν. καὶ μὴ διὰ τὴν οἰκείαν ἀπειρίαν καὶ τὴν τοῦ λογισμοῦ βραδύ‐
10τητα τῆς τοῦ θεοῦ δημιουργίας καταψευδέσθωσαν τὰς ἀρὰς τὰς ἐπὶ τῷ ψεύδει φοβούμενοι. ‘οὐαὶ οἱ λέγον‐ τες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, οἱ λέγοντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶσ‘ καὶ ὡς ‘ἀπολεῖ κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδοσ‘· ποίας οὖν
15ἄξιοι ποινῆς οἱ τῶν τηλικούτων ἔργων τοῦ θεοῦ κατα‐ ψευδόμενοι; ἀκούσονται γὰρ πάντως ὑπ’ αὐτοῦ· ‘δι’ ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσιν‘. Οἱ γὰρ τὰς τῶν οὐρανίων σὺν ἀκριβείᾳ κατειλη‐
20φότες τηρήσεις καὶ τὴν αἴσθησιν αὐτὴν μαρτυροῦσαν τοῖς λόγοις ἔχοντες περί τε τῶν ἄλλων ὧν ἤδη εἶπον καὶ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης, καὶ πάντα μεθόδῳ ληπτῇ τοῖς ἐθέλουσι τὰ περὶ αὐτοὺς τοὺς φωστῆρας συμβαίνοντα προλέγοντες καὶ εἰς ἔργον ἐπ’
25ὄψεσι πάντων δεικνύντες ἐκβαίνοντα, τόν τε χρόνον125
Opif
.

126

καθ’ ὃν ἐκλείπειν ἄρχονται, τόν τε μέσον καὶ τὸν ἔσχατον, ἐκ μέρους τε ποίου τῶν φωστήρων ἡ τοῦ φωτὸς αὐτῶν ἄρχεται κρύψις καὶ μέχρι τίνος πρόεισι, πόθεν τε ἀνακαθαίρεσθαι ἄρχονται καὶ ποῦ λήγουσι,
5καὶ διὰ τί μιᾶς οὔσης τῆς ἐκλείψεως μὴ τὸν αὐτὸν χρόνον ἐν ἑκάστῳ τόπῳ ἡ αὐτὴ γινομένη φαίνεται, ἀλλὰ παρ’ Ἰνδοῖς μὲν ἐνάτην ὥραν τυχόν, ἐν Αἰγύπτῳ δὲ πέμπτην φέρε ἢ ἁπλῶς ἐλάττονα, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν τρίτην ἢ δευτέραν, εἰ οὕτως ἡ μέ‐
10θοδος εὕροι, τοῖς δὲ ἐπὶ τὸ δυτικώτερον ἔτι πρώτην τυχὸν ἢ ὑπὸ γῆν ἔτι τοῦ φωστῆρος ὄντος, τῆς αἰτίας ἑκάστου τούτων τοῖς ἐθέλουσι μαθεῖν ληπτῆς οὔσης· οἱ οὖν ταῦτα καὶ τὰ τοιαῦτα δι’ ἐπιστήμης ἐγνωκότες καὶ αὐταῖς ὄψεσι τοῖς φαινομένοις ἐπιστήσαντες, ὅταν
15ἐντύχωσιν τοῖς τοῦ καλοῦ Θεοδώρου ἤ τινος τῶν κατ’ αὐτὸν καὶ τὴν τοσαύτην τῶν λεγομένων ὑπ’ αὐτῶν ἀβελτερίαν θεάσωνται, πῶς οὐχὶ τοῦ εὐσεβοῦς ἡμῶν ἀποσκιρτήσουσι δόγματος ὡς αἱ μυῖαι τοῖς ἕλκεσι τῶν σωμάτων ἐπικαθήμενοι καὶ βλάσφημον καθ’ ἡμῶν,
20ἵνα μὴ λέγω κατὰ θεοῦ, στόμα κινήσουσιν τὴν ἐκείνου τῶν λόγων ἀτοπίαν τῷ παντὶ περιάπτοντες δόγματι; ἀλλ’ ἐχέτω μὲν ὡς ἔχουσι τὰ ἐκείνων. ἐγὼ γὰρ αὐτὰ καὶ λέγειν ἐπ’ ἀληθείας ἐρυθριῶ, ἐφ’ οἷς ἴσως ἐκεῖνοι καὶ σεμνυνόμενοι γραφῇ παρέδοσαν· ὡς εἴθε μή.
25 Μικρὰ δὲ περὶ τοῦ σχήματος τῶν οὐρανίων εἰπών, ὅσα καὶ τοῖς τῶν μαθημάτων ἀνηκόοις ὑπάρχει ληπτὰ καὶ τοῖς φαινομένοις ὁμολογούμενα, τὸν περὶ τούτου
καταπαύσω λόγον.126
Opif
.

127

(1t)

θʹ. Ἀποδείξεις πλείονες τῇ αἰσθήσει ληπταί,
2tὅτι σφαιρικὸν καὶ κυκλοφορούμενόν ἐστι τὸ
3tοὐράνιον σῶμα.
4Μεθ’ ἡλίου δύσιν ἐν ἀσελήνῳ νυκτὶ καθαρᾶς οὔ‐
5σης αἰθρίας ἐν ὑψηλῷ τόπῳ καὶ μὴ ἐπιπροσθουμένῳ στὰς εἰς τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ μέρος ἀποβλέψας —ὅπερ Ἡσαΐας ὁ προφήτης καμάραν ἔφη συμφώνως τῷ πράγματι· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν‘ —ὄψει πλῆρες ἄστρων αὐτὸ πανταχόθεν ὑπάρχον·
10δεῖ οὖν τῶν ἀστέρων ἀποσημειοῦσθαι τούς τε κατὰ τὸν ἀνατολικὸν ὁρίζοντα φαινομένους καὶ τοὺς κατὰ τὸν δυτικὸν πάλιν ὁμοίως καὶ ὅσοι μέσον ἔχουσι τὸν οὐρανόν· πάλιν δὲ βραχὺ πρὸ ἀνατολῆς εἰς τὸ αὐτὸ καὶ ὑπὲρ ἡμᾶς ὁμοίως ἡμισφαίριον ἀτενίσας, ἐκείνους μέν,
15οὓς ἑσπέρας εἶδες, οὐκ ὄψει πάλιν, πλὴν τῶν ἄρκτων καὶ τῶν πλησιαζόντων αὐταῖς, διὰ τὸ βορείαν εἶναι τὴν καθ’ ἡμᾶς οἴκησιν· οὓς δὲ πρότερον ἀστέρας ἐν τῷ ἀνατολικῷ τεθέασαι, τούτους περὶ τὸν δυτικὸν ὄψει φαινομένους ὁρίζοντα, μετὰ τὸ διεληλυθέναι τὸ ὑπὲρ
20γῆν ὅλον ἡμισφαίριον· τῶν ἄλλων δὲ παντελῶς οὐ‐ δένα, ἑτέρους δὲ τοσούτους διειληφότας τὸν οὐρανόν. τί οὖν γεγόνασιν ἐκεῖνοι οἱ τότε τὸ ὑπὲρ τὴν γῆν ἡμισφαίριον πληροῦντες, εἰ μὴ ὑπὸ γῆν ἅμα ἡμισφαι‐ ρίῳ τῷ περιέχοντι αὐτοὺς γεγόνασιν; οὐ γὰρ δὴ τὴν
25τάξιν, ἣν πρὸς ἀλλήλους εἶχον, συγχέαντες εἰς μίαν,
οὐκ οἶδα ὅπῃ σωρείαν ἠθροίσθησαν ἄτακτον, οὐδὲ127
Opif
.

128

τόπου ὄντος οὐδαμοῦ ἑτέρου χωρῆσαι αὐτοὺς δυνα‐ μένου. Εἴ γε κατὰ τὴν ἄγνοιάν τινων τὰ ἄκρα τοῦ οὐρα‐ νοῦ τῇ γῇ ἐπίκειται καὶ ἔξω τοῦ παντὸς ἐπ’ ἀληθείας
5τόπος ἐστὶν οὐδείς, δῆλον οὖν, ὡς ἐκεῖνο μὲν τὸ ἑσπέ‐ ρας ὁρώμενον ἡμισφαίριον γέγονεν ὑπὸ γῆν, ἕτερον δὲ ἴσον ἐκείνῳ ἑτέρων πεπληρωμένον ἀστέρων καὶ αὐτὸ τὸν ὑπὲρ γῆν τόπον κατείληφεν· οὐκοῦν τὸ ἐξ ἀμφοῖν μία ἐστὶ σφαῖρα συνεχὴς τῇ ἐκ τοῦ αὐτοῦ εἰς
10τὸ αὐτὸ ἐκπεριπολήσει τὸ ἡμερονύκτιον πληροῦσα· νύκτα μὲν γὰρ ποιεῖ ὑπὸ γῆν τὸν ἥλιον ἄγουσα, ἡμέραν δὲ τοῦτον ὑπὲρ γῆν ἀναφέρουσα. Τὸ αὐτὸ δέ σοι τοῦτο σκοπείσθω καὶ ἄλλως αὐτῇ πάλιν τῇ ὄψει φαινόμενον· ἐν ἀσελήνῳ νυκτὶ αἰθρίαν
15ἐπιτηρήσας καθαρὰν εὐθὺς ἀρχομένης νυκτός, εἰ τοὺς ἐν τῷ ζῳδιακῷ κύκλῳ δώδεκα τόπους οἶσθας, οὓς οἴ‐ κους καὶ ζῴδια καλοῦσιν, εἰ δὲ μή, τὸν εἰδότα συμ‐ παρειληφώς, μίαν ὅλην διαγρυπνήσας νύκτα σκόπει πάλιν τότε ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ζῴδιον, ποῖόν
20ἐστιν, καὶ τὸ ἐν τῷ δυτικῷ πάλιν· οἷον ἐν μὲν τῷ ἀνατολικῷ κριὸς ἔστω τυχόν, ἐν δὲ τῷ δυτικῷ σκορ‐ πίος. ἐπιτηρῶν οὖν κατὰ συνέχειαν ὄψει δυομένου σκορπίου ταῦρον ἑτέρωθεν ἀνατέλλοντα, τοξότου δυο‐ μένου διδύμους ἀνερχομένους, αἰγόκερω δύνοντος καρ‐
25κίνος ἄνεισιν, ὑδροχόου κρυπτομένου λέοντα ὑπὲρ γῆν ὄψει, κατιόντων ἰχθύων παρθένος ἀνέρχεται, κριοῦ δύνοντος ὁ ζυγὸς τὸν ἀνατολικὸν ὑπερανῆλθεν ὁρίζοντα. εἷς δὲ ἐκ πάντων τῶν εἰρημένων δώδεκα
ζῳδίων ἀποτελεῖται κύκλος ὁ καλούμενος ζῳδιακός·128
Opif
.

129

ἐν μιᾷ ἄρα τοῦτον ὄψει νυκτὶ καὶ μόνῃ, ἓξ μὲν δυο‐ μένων, ἑτέρων δὲ ἓξ ἐπανατελλόντων, δηλονότι τῶν λοιπῶν ἁπάντων τῶν τε βορειοτέρων τοῦ ζῳδια‐ κοῦ καὶ τῶν νοτιωτέρων παρανατελλόντων αὐτὸν καὶ
5συνδυνόντων· τούτων οὕτως ἐχόντων ὀφθαλμῶν ἄρα μόνων χρεία καὶ τηρήσεως ἀκριβοῦς, ἐξ ὧν τὸ σφαι‐ ρικὸν τοῦ οὐρανοῦ σχῆμα διὰ τοῦ ζῳδιακοῦ μέσον τὸν ὅλον τέμνοντος οὐρανὸν προφανέστατα δείκνυται. Δέχου καὶ τρίτην ἐπὶ τούτοις ἀπόδειξιν, καὶ αὐ‐
10τὴν ταῖς ἡμετέραις φαινομένην ὄψεσιν· ἡ μὲν τοῦ ἡλίου ἔκλειψις ὑποτρεχούσης αὐτὸν κατὰ κάθετον γίνε‐ ται τῆς σελήνης, οὐ τοῦ ἡλιακοῦ φωτὸς ἐκλείποντος τὸν ἥλιον, ἀλλ’ ὑποδραμοῦσα τοῦτον ἡ σελήνη οὐκ ἐᾷ τὰς ἡμετέρας ὄψεις ἐπιβάλλειν αὐτοῦ τῷ φωτί·
15καὶ νέφους γὰρ ἐπικειμένου καὶ τῆς χειρὸς ἐπαιωρου‐ μένης αὐταῖς τὰς αὐγὰς οὐχ ὁρῶμεν τοῦ ἡλίου· βαθύ τε τὸ σκότος ἡ σελήνη ποιεῖ διὰ τὸ μέγεθος αὐτῆς, πλησιάζουσά τε ἡμῖν καὶ πλεῖστον τοῦ περὶ ἡμᾶς ἀέρος σκοτίζουσα, —διὸ ὑπὲρ φύσιν ἡ ἐπὶ τοῦ σταυροῦ τοῦ
20σωτῆρος ἡλιακὴ γέγονεν ἔκλειψις, ἐν πανσελήνῳ γενο‐ μένη· ἧς καὶ ὁ Φλέγων ἐν ταῖς ὀλυμπιάσι μέμνηται, ὡς καὶ ἐν τῷ πρὸ τούτου γεγράφαμεν, καὶ ὁ Ἀρεοπα‐ γίτης διηγεῖται, πῶς γέγονε, Διονύσιος—ἡ δὲ τῆς σελήνης ἔκλειψις πλησιφαοῦς αὐτῆς οὔσης γίνεται,
25τεσσαρεσκαιδεκάτην τοῦ ἰδίου μηνὸς ἀγούσης ἡμέραν, αὐτῆς τῆς σελήνης οὖσα πάθος· οὐκ ἴδιον γὰρ αὐτῆς
ἐστι τὸ φαινόμενον φῶς, ἀλλ’ ἐσόπτρου δίκην ἐξ ἡλίου129
Opif
.

130

δεχομένη τοῦτο πρὸς ἡμᾶς ἀντιπέμπει κάτω. ἀμέλει ἐκεῖνο τὸ μέρος αὐτῆς ἀεὶ φωτίζεται, ὅπερ εἰς τὸν ἥλιον νένευκε, μετὰ μὲν σύνοδον τὸ πρὸς δύσιν—ἐκεῖ γὰρ ὁ ἥλιος ὑπάρχει—μετὰ δὲ πανσέληνον τὸ μὲν πρὸς
5δύσιν αὐτῆς ἀφώτιστον γίνεται, τὸ δὲ πρὸς ἀνατολὴν ἔτι μένει φωτιζόμενον· ἀνατολικώτερος γάρ ἐστιν αὐ‐ τῆς τότε ὁ ἥλιος· ὅταν δὲ τὴν διάμετρον ἀποστάσης τὸ πρὸς ἡμᾶς αὐτῆς μέρος ὅλον ἀντιπρόσωπον τῷ ἡλίῳ γένηται, ὅλον τοῦτο τότε φωτίζεται.
10 Τοῦτο μὲν οὖν οὕτως ἔχον ἐστὶ φανερόν· ἡ δὲ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ἐδείξαμεν, ὑπ’ αὐτὴν τοῦ ἡλίου γενομένου· ἡ δὲ σκιὰ τῆς γῆς τὴν σεληνιακὴν ὑπερβαίνει σφαῖραν κατωτέρω πάντων ὑπάρχουσαν. ὅταν οὖν τὴν διάμετρον ἀποστᾶσα τοῦ
15ἡλίου ἡ σελήνη πᾶσα φωτίζεται, κατ’ αὐτὸν οὖσα τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον, ὃν μόνον ὁ ἥλιος ἀεὶ διέρχεται, μήτε ἐπὶ τὸ βόρειον αὐτοῦ μήτε ἐπὶ τὸ νότιον ἀποκλίνουσα, συμβαίνει τότε τὰ τρία σώματα, σελήνην γῆν ἥλιον κατὰ μίαν γενέσθαι κάθετον. τῆς
20οὖν σκιᾶς τῆς ἀπὸ τῆς γῆς εἰς αὐτὴν ἐμπιπτούσης τὴν σελήνην, συμβαίνει τότε αὐτὴν τὸ ἐκ τοῦ ἡλίου μὴ δέχεσθαι φῶς· καὶ τοῦτό ἐστι σελήνης ἔκλειψις, ὡς, εἴ γε μηδέποτε βορειοτέρα τοῦ ἡλίου μήτε νοτιω‐ τέρα ἐγίνετο, πάντως ἂν κατὰ μῆνα ἐν συνόδῳ μὲν
25ἡλιακὴ ἐγίνετο ἔκλειψις, ἐν πανσελήνῳ δὲ σεληνιακή. μένει οὖν ἐκλεῖπον αὐτῆς τὸ ἐκ τοῦ ἡλίου φῶς, ἕως οὗ τὸν κῶνον τῆς σκιᾶς παραλλάξασα τὰς αὐτὰς πάλιν τοῦ ἡλίου δέξηται αὐγάς· τούτων οὕτως ἐχόντων, εἰ
πολλάκις ἕκτην ὥραν νυκτερινὴν μεσουρανούσης τῆς130
Opif
.

131

σελήνης ἔκλειψις αὐτῆς γίνεται, ἀνάγκη μίαν ἀπ’ αὐ‐ τῆς κάθετον διὰ μέσης τῆς γῆς μέχρι τοῦ ἡλίου διϊκνεῖσθαι. εἰ οὖν τὸ ὑπὲρ γῆν μεσουράνημα ἐπέχει τότε ἡ σελήνη, ἀνάγκη τὸν ἥλιον ἐν τῷ ὑπὸ γῆν εἶναι
5μεσουρανήματι, εἰς ὃ ἡ ἀπὸ τῆς σελήνης διὰ μέσης τῆς γῆς φέρεται κάθετος. ἐξ οὗ πάλιν ἐδείχθη περι‐ φανῶς, ὅτι ὅσον τοῦ οὐρανοῦ μέρος ἐστὶν ὑπὲρ γῆν, τοσοῦτον αὐτοῦ καὶ τὸ ὑπὸ γῆν ὑπάρχει, μιᾶς ἐκ τῶν δύο ἡμισφαιρίων ἀποτελουμένης σφαίρας. καὶ ἕτερα
10δὲ πλεῖστα πρὸς ἀπόδειξιν τούτου λέγειν ἔχοντες, τοῖς εἰρημένοις ἱκανοῖς οὖσιν πρὸς πίστιν ἀρκούμεθα καὶ αὐτὴν ἔχοντες μαρτυροῦσαν αὐτοῖς τὴν αἴσθησιν.
13tιʹ. Ἔκθεσις γραφικῶν ῥήσεων, ἃς οἱ ἀπὸ Θεο‐
14tδώρου προφέρουσιν, ὅτι μὴ σφαιρικὸν δῆθεν
15tτὸ οὐράνιόν ἐστι σῶμα, ὧν αἱ μὲν αὐτὸ τοὐ‐
16tναντίον δεικνύουσιν, ὅτι σφαιρικόν, αἱ δὲ
17tπερὶ τοῦ σχήματος οὐδένα λόγον ποιοῦνται.
18 Ἐπειδὴ δὲ καὶ ἐκ τῆς ἱερᾶς γραφῆς τοῦ μὴ σφαι‐ ρικὸν εἶναι τὸ σχῆμα τοῦ οὐρανοῦ μαρτυρίας προ‐
20τείνουσιν αὐτοῖς μὲν λυσιτελούσας οὐδέν, ἐπισφραγι‐ ζούσας δὲ μᾶλλον τὸ ἡμέτερόν τε καὶ ἀληθές, καὶ τούτων ἑκάστην ἐπισκέψασθαι δίκαιον· Ἡσαΐας γὰρ ὁ προφήτης οὕτως εἶπεν· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν‘.
25‘ἰδοὺ γάρ‘ φασίν ‘οὐ σφαῖραν εἶναι τοῦτον, ἀλλὰ κα‐
μάραν τὸ λόγιον εἴρηκεν‘. ἀλλ’ οὐκ ἐπέστησαν ὡς131
Opif
.

132

τοῦτο μὲν τῇ ἀληθείᾳ καὶ τοῖς φαινομένοις ὑπάρχει συμφωνότατον, τῆς δόξης δὲ αὐτῶν ἱκανώτατός ἐστιν ἔλεγχος· τὸ γὰρ ὑπὲρ γῆν καὶ ὁρώμενον τοῦ οὐρανοῦ μέρος ἡμισφαίριον ὑπάρχον σαφῶς ὁ προφήτης ἡρμή‐
5νευσε· τὰ γὰρ κυκλοτερῆ σχήματα τέλειον μὴ ἀπαρτί‐ ζοντα κύκλον καμάρας καλοῦσιν οἱ ἄνθρωποι. ἥμισυ δὲ σφαίρας ὑπάρχει τὸ ὑπὲρ γῆν· οὔτε δὲ κυλίνδρου, ὡς τοῖς Θεοδώρου δοκεῖ, οὔτε ᾠοειδοῦς ἐστιν ἥμισυ, οὔτε ἄλλου τινὸς σχήματος· διχοτομουμένων γὰρ τούτων
10κατὰ μῆκος τὰ ἑκάστου διχοτομήματα περατοῦσιν εὐ‐ θεῖαι γραμμαὶ καὶ τὸ μῆκος ἔχουσι τοῦ πλάτους μεῖζον. μέση δὲ πάντων ἡ γῆ δέδεικται τὸ κέντρον ἐπέχουσα τοῦ παντὸς καὶ διὰ τοῦτο πρὸς οὐδὲν ἀποκλίνουσα, ἀλλ’ ἴσον τοῦ τε ἀνατολικοῦ σημείου καὶ τοῦ δυτικοῦ,
15βορείου τε καὶ νοτίου διέστηκεν. εἰ οὖν κέντρῳ τῷ τοῦ παντὸς χρήσαιο, διαστήματι δὲ τῷ μέχρι τῶν εἰρη‐ μένων ἑνὸς σημείου, καὶ περιαγάγοις τὴν τὸ διάστημα ποιοῦσαν εὐθεῖαν, διὰ τῶν τεσσάρων ἥξει σημείων καὶ κύκλον ποιήσει, ὅς ἐστι πέρας τοῦ ὑπὲρ γῆν οὐ‐
20ρανοῦ διορίζων αὐτὸν τοῦ ὑπὸ γῆν· ὥστε καὶ αὐτὸς ὁ οὐρανός, οὗ ἐστι πέρας ὁ περιγραφεὶς κύκλος, ἡμι‐ σφαίριόν ἐστιν ἐξ ἀνάγκης καὶ οὐδὲν ἕτερον, οὗ τὸ λοιπὸν ἡμισφαίριον ὑπὸ γῆν ὑπάρχει. Καὶ ἐκ τῆς προφητικῆς ἄρα τοῦ Ἡσαΐου φωνῆς
25σφαιρικὸν ἐδείχθη τὸ οὐράνιον σῶμα, τὸ ὁρώμενον τοῖς ἀνθρώποις μέρος αὐτοῦ διαγράψαντος· οὐ γὰρ ἀστρονομίαν τοὺς ἀνθρώπους ἐδίδασκεν, ἀλλ’ ἐκ τῶν
φαινομένων εἰς ἐπίγνωσιν ἤγειρε τοῦ θεοῦ.132
Opif
.

133

Τούτῳ σύμφωνον καὶ τό· ‘διατείνας αὐτὸν ὥσπερ σκηνὴν κατοικεῖν‘· καὶ γὰρ αἱ σκηναὶ διατεταμέναι περιφερῶς ἔξωθέν εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἔδαφος μὲν ἔχουσαι τὴν ὑποκειμένην γῆν, οἶκον δὲ τὸ κυκλο‐
5τέρως κάτωθεν, ἄνω στέγης τρόπῳ διεσχηματισμένον εἰς οἴκησιν κατασκεύασμα, ᾧ τὸν κόσμον τὸ προφητι‐ κὸν ὡμοίωσε λόγιον. τούτῳ σύμφωνόν ἐστι καὶ τό· ‘ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν‘· δέρρεσι γὰρ ἔξωθεν αἱ σκηναὶ περιτειχίζονται, ὡς ἦν καὶ ἡ
10Μωσαϊκή. Ἀλλὰ καὶ ἕτερον ἡμῖν ἐκ τοῦ αὐτοῦ προφήτου προφέρουσιν οὕτως ἔχον· ‘ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ
15ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται‘. ἡ προκειμένη τοῦ προφή‐ του φωνή, μᾶλλον δὲ τοῦ θεοῦ, οὔτε τὸ σχῆμα τοῦ οὐρανοῦ δηλοῦν ἐθέλει, οὔτε τὴν οὐσίαν ὅτι λεπτή τίς ἐστιν καπνοῦ δίκην, ἀλλ’ ὅτι μηδὲν τῶν ὄντων,
20κἂν τὸ πάντων εἴπῃς τιμιώτατον, τὸ στάσιμον οἴκοθεν ἔχει καὶ ἀδιάλυτον. εἰπὼν γάρ· ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη‘ τοὐτέστιν εὐδιάλυτός ἐστιν καπνοῦ δίκην μὴ ὑπὸ θεοῦ δηλονότι συνεχόμενος, εὐθέως ἐπήγαγε καὶ περὶ τῶν λοιπῶν· ‘ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθή‐
25σεται‘· ὥστε εἰ τό ‘ὡς ἱμάτιον‘ μὴ τὴν οὐσίαν ἢ τὸ σχῆμα δηλοῖ τῆς γῆς, ἀλλὰ τὸ φθαρτὴν εἶναι τὴν φύ‐ σιν αὐτῆς, οὐδὲ τό ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη‘
τῆς οὐσίας αὐτοῦ δηλωτικόν ἐστιν οὐδὲ τοῦ σχήματος,133
Opif
.

134

ἀλλὰ τὸ λεγόμενόν ἐστι τοιοῦτον· εἰ καὶ στερέωμα τοῦτον ἐκάλεσα, ὅπερ δηλοῖ τὸ μὴ ἀσθενὲς μηδὲ ῥᾳδίως λυόμενον, διὰ τὸ στερέμνιον αὐτοῦ τῆς συστάσεως, ἀλλ’ οὐδὲν ἧττον, ὑπ’ ἐμοῦ μὴ συνεχόμενος, ὡς καπνὸς
5ἐστερεώθη, ὃς ἅμα τῷ γενέσθαι διαλύεται· διὸ καὶ ἐπήγαγεν· ‘οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται‘· ταῦτα ποῖα; ὁ οὐρανὸς δηλονότι καὶ ἡ γῆ, περὶ ὧν προὔλαβε. πῶς οὖν ὡς ταῦτα ἀπολοῦνται; καπνοῦ δηλονότι τρόπον καὶ ἱματίου παλαιουμένου.
10 Τούτῳ σύμφωνον καὶ τό ‘οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον‐ ται καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτούς, ὡς ἱμάτιον, καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν‘. ᾧ πάλιν ὅμοιον εἶπεν Ἡσαΐας·
15‘εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον ἀντιφρυγόμενον‘· ὥστε περὶ τῆς φθορᾶς ἁπάντων τῷ Ἡσαΐᾳ καὶ τῷ Δαυὶδ ὁ λόγος ἐστὶ καὶ τῆς τοῦ παντὸς συντελείας. οὐκ ἐνιαυτοὺς δὲ περιτίθησιν ὁ Δαυὶδ τῷ θεῷ διὰ τοῦ εἰπεῖν· ‘καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν‘, ἀλλὰ
20τοιοῦτό τί φησιν· οὐχ ὥσπερ τὰ ἔτη τοῦ εἶναι πάν‐ των τῶν ὑπὸ χρόνον ἐκλείπουσιν, οὕτω καὶ τὸ εἶναι τοῦ θεοῦ ἐνιαυτοῖς περιγέγραπται· ὁ αὐτὸς γάρ ἐστιν ἀεὶ καὶ ἀμετάβλητον ἔχει τὸ εἶναι. Οἶμαι δὲ πάλιν ἀπὸ τούτων λαβὼν ὁ Πλάτων τὸν
25δημιουργὸν τοῖς οὐρανίοις εἰσάγει λέγοντα· ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν· μόνῃ δὲ τῇ ἐμῇ
συνεχόμενοι βουλήσει τὸ ἀδιάλυτον ἕξετε‘.134
Opif
.

135

Καὶ τὸ τοῦ ἐκκλησιαστοῦ δὲ προφέρουσιν οὕτως ἔχον· ‘ματαιότης ματαιοτήτων, τὰ πάντα μα‐ ταιότης· τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; γενεὰ ἔρχεται καὶ
5γενεὰ πορεύεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν· πο‐ ρεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει
10τὸ πνεῦμα. πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη. εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπι‐ στρέψουσι τοῦ πορευθῆναι‘. ταῦτα ὑπαναγνόντες ‘ἰδού‘ φασίν ‘οὐκ εἶπε δύνοντα τὸν ἥλιον ὑπὸ γῆν φέρεσθαι,
15ἀλλ’ ἐκ τῶν νοτιωτέρων, ἐξ ὧν ἀνατέλλει, κυκλεῖν ἐπὶ τὰ βόρεια κἀκεῖθεν εἰς τὸν αὐτοῦ τόπον ἕλκειν τὸν ἀνατολικόν τε καὶ νότιον‘. ἐγὼ δὲ τὸν λόγον μικρὸν ἄνωθεν ἐξετάσω, συντελοῦν ἡμῖν τοῦτο πρὸς τὸ ζη‐ τούμενον.
20 Ἠθικώτερον τῷ Σολομῶντι τὸ βιβλίον, οὐ φυσικῶς, διεσκεύασται τοῦτο, ὡς ἂν τὴν περὶ τὰ αὐτὰ ματαίαν τῶν ἀνθρώπων παύσῃ σπουδὴν ὡς μηδὲν καινότερον ἐν μηδενὶ δυναμένων ἐπινοεῖν, ἵνα προσκορεῖς λοιπὸν γένωνται περὶ τὰ αὐτὰ στρεφόμενοι· διὸ καί ‘ματαιό‐
25της ματαιοτήτων, τὰ πάντα ματαιότησ‘ προοιμιάσατο· μάταιον γὰρ ἡ τῶν αὐτῶν εἰς μηδὲν χρήσιμον πολλά‐
κις ἐπανακύκλησις. ἐκ δὲ τῆς αὐτῆς ἀεὶ περὶ τὸν βίον135
Opif
.

136

σπουδῆς ἐκτείνει τὸν λόγον καὶ ἐπὶ τὰ τῆς φύσεως ἔργα, ὡς οὐδὲ ἐπὶ τούτων γίνεταί τι καινότερον, ἀλλ’ ἐκ τῶν αὐτῶν εἰς τὰ αὐτὰ πάντων ἡ ἐπάνοδος γίνεται. οἷον ἀπὸ σπέρματος ἔμβρυον, ἐκ τούτου βρέφος, ἐκ
5τούτου παῖς, ἐκ τούτου ἀνήρ, ἐξ οὗ πάλιν εἰς τὸ πρω‐ τουργὸν σπέρμα ἡ γένεσις· ἔαρ, εἶτα θέρος, εἶτα μετό‐ πωρον, εἶτα χειμών, μεθ’ ὃν πάλιν ἔαρ, καὶ ἅπερ αὐτὸς ὑποδείγματα τίθησιν. ‘τὰ πνεύματα‘ φησίν ‘ἀνα‐ κυκλοῦνται εἰς ἄλληλα‘. οἷον ὑποκείσθω τὸ βόρειον
10πνεῦμα· τοῦτο κινούμενον ἐπὶ νότον χωρεῖ· ὅταν δὲ ἐκ τῶν νοτίων ἡ τοῦ πνεύματος γένηται κίνησις, τὴν ὑποστροφὴν ἐπὶ τὸν βορρᾶν ποιεῖται· καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀντικειμένων ἀλλήλοις πνευμάτων ὁμοίως. ἐξ ὑετῶν οἱ χείμαρροι γίγνονται· πάντα δὲ ποταμὸν
15χείμαρρον καλοῦσιν οἱ φυσικοί· ἐξ ὑετῶν γὰρ τῶν ποταμῶν πάντων ἡ γένεσις· οὗτοι εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, καὶ οὐδὲν ἐκ τῆς τοσαύτης ἐπιρροίας καινὸν αὐτῇ [τι] προσγίνεται· τίνος ἕνεκεν; ἐπειδήπερ ἐξ οὗ τόπου πρὸς αὐτὴν ἦλθον, εἰς τοῦτον πάλιν
20ἐπαναστρέφουσιν· ἐκ γὰρ τῆς θαλάττης ἀτμοὶ φέρονται πρὸς ὕψος, ἐξ ὧν νέφη, ἐξ ὧν πάλιν ὑετός. τῷ δέ ‘εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται‘ προσθε‐ τέον τὴν ἐξ πρόθεσιν κατ’ ἔλλειψιν αὐτῆς εἰρημένου τοῦ λόγου, ἵνα ᾖ οὕτως· εἰς τὸν τόπον, ἐξ οὗ οἱ χεί‐
25μαρροι πορεύονται, ἐκεῖ πάλιν εἰς αὐτὸν ὑποστρέψουσι τοῦ πορευθῆναι, εἴτε τῶν νεφῶν λέγοι τὸν τόπον εἴτε τῶν ποταμῶν τὰς πηγάς, εἰς ἃς τὸ τῶν ὑετῶν ὕδωρ
συρρεῖ· ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ ἐκκλησιαστοῦ σκοπός,136
Opif
.

137

ἐδήλωσεν ὕστερον συγκεφαλαιωσάμενος τὸν λόγον καὶ εἰπών· ‘καὶ οὐκέτι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ὃς λαλήσει τε καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν
5ἡμῶν‘. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τῆς τοῦ ἡλίου κινήσεως, περὶ οὗ ὁ λόγος ἡμῖν· ‘ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει‘. τί δέ ἐστι τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὸ κάτωθεν ἄνω φέρεσθαι; οἷόν ἐστι καὶ τό· ‘ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν‘.
10ὅθεν ἔτι πολὺ μὲν κάτω τοῦ ἀνατολικοῦ ὁρίζοντος ὢν ἀμυδρὸν εἰς ἡμᾶς προεκπέμπει φῶς, πρὸς ὃ δὲ πλη‐ σιάζει τούτῳ, λαμπρότερον· ὅπερ καὶ ἐπὶ τῶν πυρσῶν γίνεται πόρρωθεν φαινομένων ἢ ἐγγυτέρω· πρὸς ὃ γὰρ αὐτοῖς πλησιάζομεν, μείζονος τῆς τοῦ πυρὸς αὐγῆς
15αἰσθανόμεθα. ὅταν δὲ τὸν ἀνατολικὸν ὁ ἥλιος ὑπερ‐ κύψῃ ὁρίζοντα, οὐχ ὅλος ἅμα φαίνεται ὁ κύκλος αὐτοῦ, ἀλλὰ πρῶτον βραχύ τι μέρος, εἶτα φέρε τὸ τρίτον, εἶτα τούτου μεῖζον, εἶτα τὸ ἥμισυ, εἶτα τὸ δίμοιρον, εἶθ’ ὕστερον ὅλος ὑπερκύπτει τῆς γῆς· ὅπερ ἐνεργε‐
20στάτη ἐστὶν ἀπόδειξις ἐκ τῶν ὑπὸ γῆν αὐτὸν ἄνω φέρεσθαι. ἐντεῦθεν τὸ ὑπὲρ γῆν ἡμικύκλιον τοῦ οὐ‐ ρανοῦ διανύσας δύνει τὸν αὐτὸν τρόπον κατὰ μικρὸν ὑπὸ γῆν γιγνόμενος ὥσπερ ἀνέτειλεν. καὶ πάλιν τὸ ὑπὸ γῆν ἡμικύκλιον διανύσας εἰς τὸν αὐτοῦ τόπον
25ἕλκει, τὸν ἀνατολικὸν ὁρίζοντα, ἐξ οὗ τὴν ἀρχὴν αὐτοῦ τῆς κινήσεως τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου πεποίηται· εἰ
δέ, ὅσον ἔδραμεν ὑπὲρ γῆν, τοσοῦτον ὑπὸ γῆν ἐπ’137
Opif
.

138

ἀνατολὴν ὑποστρέφων πεποίηται, πῶς οὐκ ἐναργὲς κἀκ τούτων σφαῖραν ἀπηκριβωμένην εἶναι τὸν οὐρανόν; Τὸ δὲ λέγειν τινὰς διὰ τῶν βορείων φερόμενον ἐπ’ ἀνατολὴν ὑποστρέφειν μεγίστοις κρυπτόμενον ὄρεσι,
5παλαιά τις καὶ ἠλίθιος γέγονέ τινων ὑπόληψις ἄξιον ἑαυτῆς ὀφλήσασα γέλωτα, ὁπότε καὶ ἀρτίως ἐδείξαμεν, ὅτι καθ’ ἑκάστην νύκτα ἓξ μὲν δύνοντα, ἓξ δὲ ἀνα‐ τέλλοντα φαίνεται ζῴδια, τοῦ αὐτοῦ καὶ ἐν ἡμέρᾳ γινομένου, ἡμῖν δὲ οὐχ ὁρωμένου διὰ τὴν τοῦ ἡλίου
10αὐγήν. Ἴδωμεν δὲ τί βούλεται τὸ ἑξῆς· ‘ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται εἰς τὸν νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν‘· ὧδε γὰρ στικτέον· σαφῶς τὴν λόξω‐ σιν τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν καὶ τὴν τῆς
15ἀπλανοῦς κίνησιν διὰ τούτων σημαίνει· ὁ γὰρ ἰση‐ μερινός, καθ’ ὃν ἡ τῆς ἀπλανοῦς γίνεται κίνησις, κατὰ δύο σημεῖα τὸν ζῳδιακὸν τέμνει, κατά τε τὴν τοῦ καρκίνου ἀρχήν, ὃς πάντων τῶν ἐν τῷ ζῳδιακῷ ἐστι βορειότατος καὶ κατὰ τὴν τοῦ αἰγοκέρωτος νοτιωτάτην
20οὖσαν ἁπάντων. πάσης οὖν τῆς οἰκήσεως ἡμῶν μετὰ τὸν θερινὸν τροπικὸν ὑπαρχούσης, οὗ βορειότερον ἀδύνατον γενέσθαι τὸν ἥλιον—ὅθεν καὶ βορειότεραι ἡμῶν εἰσιν αἱ σκιαί, ἐκ νότου φωτίζοντος ἡμᾶς τοῦ ἡλίου—τοῦ δὲ ζῳδιακοῦ τὸ μὲν ἀπὸ αἰγοκέρωτος μέχρι
25κριοῦ νοτιώτερον ἔχοντος τοῦ ἰσημερινοῦ, τὸ δὲ μέχρι
καρκίνου βορειότερον, τί λοιπὸν σημαίνει τὸ πρὸς138
Opif
.

139

νότον φέρεσθαι τὸν ἥλιον καὶ κυκλοῦν πρὸς βορρᾶν, ἢ τὴν ἐν τῷ ζῳδιακῷ τούτου λοξὴν περιδίνησιν, ἧς τὸ μέν ἐστι νοτιώτερον, τὸ δὲ βορειότερον; καὶ τὸ ‘κυκλοῖ κυκλῶν‘ ἐδήλωσεν· τὸ γὰρ ἀπ’ ἀνατολῆς
5εὐθεῖαν ἐπὶ δύσιν φέρεσθαι κἀκεῖθεν τὴν εὐθεῖαν κλωμένην διὰ τῶν βορείων ὑποστρέφειν εἰς ἀνατολήν, κύκλος οὐκ ἔστι. Πολλῷ δὲ καταγελαστότερον καὶ τὸ ὑπό τινος εἰρη‐ μένον, ὡς ἔξω τοῦ οὐρανοῦ γινόμενος ὁ ἥλιος διὰ τῶν
10νώτων αὐτοῦ κρυπτόμενος παλινδρομεῖ πρὸς ἀνατολήν· καίτοι πάντων διαφανέστατον ἐκεῖνο τὸ σῶμα, δι’ οὗ καὶ τὰ ἐντὸς ὁ ἥλιος ἅπαντα φωτίζει. Ἐπὶ τούτοις καὶ τὸ ἐν τῷ Ἰὼβ ὡς ἀπὸ τοῦ θεοῦ λεχθὲν σκοπείσθω· ‘τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ,
15οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτόν, ὥσπερ λίθῳ κύβον‘. πῶς νοοῦσι τό ‘οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν‘; πάντως ἐροῦ‐ σιν ὡς ἐπικείμενον τῇ γῇ τοῖς ἄκροις αὐτοῦ καὶ μὴ πανταχόθεν αὐτὴν περιέχοντα· ἀλλ’ οὐ συγχωρεῖ τὸ
20ἑξῆς· ‘κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον‘ του‐ τέστιν, ὡς εἴ τις λίθον κυβικῷ περιγράψειε σχήματι· κύβον γὰρ αὐτὸ τὸ σχῆμα καὶ οἱ γεωμέτραι καλοῦσιν ὡς καὶ κῶνον καὶ σφαῖραν καὶ τὰ λοιπά. πᾶν δὲ σῶμα ἐσχηματισμένον πανταχόθεν ὑπὸ τοῦ σχήματος περι‐
25γράφεται. εἰ οὖν οὕτω καὶ τῇ γῇ κεκόλληκε τὸν οὐρα‐
νὸν ὁ θεός, δῆλον ὅτι πανταχόθεν αὐτὴν περιέξει. εἰ139
Opif
.

140

δὲ τοῦτο, οὐκ ἄρα περὶ μόνην αὐτῆς ἐκλίθη τὴν ἐπι‐ φάνειαν ὁ οὐρανός, ἀλλὰ πανταχόθεν εἰς αὐτὴν ἐπι‐ κλίνων νένευκε. τούτου δηλωτικόν ἐστι καὶ τό ‘κέχυ‐ ται δὲ ὥσπερ γῆ κονία‘· περικέχυται γὰρ πανταχόθεν
5τῇ γῇ καὶ ἐφήπλωται ὅλος ὅλῃ. οἶμαι δὲ τῷ κύβῳ ὑποδείγματι καὶ μὴ ἄλλῳ τὸ λόγιον σχήματι χρήσα‐ σθαι, ὅτι πάντων τῶν στερεῶν σχημάτων ἑδραῖον ἕστηκε τοῦτο καὶ ἀμετακίνητον. διὸ καὶ Πλάτων τῇ γῇ τὸ κυβικὸν ἀφορίζει σχῆμα διὰ τὸ ἀκίνητον αὐτῆς
10οὐδενὸς ἄλλων στοιχείων τοιούτου ὄντος· καὶ γὰρ ὁ ἐκκλησιαστής ‘ἡ δὲ γῆ‘ φησίν ‘εἰς τὸν αἰῶνα ἕστηκε‘. καὶ ὁ οὐρανὸς οὖν ἅμα τῇ γῇ περιέχων αὐτὴν τὴν ἀπὸ τόπου εἰς τόπον καθ’ ὅλον αὐτὸν οὐ ποιεῖται μετάβασιν. εἰ γὰρ οὕτως ἐκινεῖτο, συμμετέφερεν ἂν
15καὶ τὴν γῆν εἰς ἕτερον τόπον, ὅπερ ἀδύνατον· εἰ γὰρ τῆς κινουμένης σφαίρας συγκινηθείη τὸ κέντρον αὐτῇ, τὸν ὅλον ἀμείβει τόπον καὶ κύλισις τοῦτό ἐστι λοι‐ πὸν οὐ κυκλοφορία. διὸ καί, ὡς ἔστιν εἰπεῖν, ἀεικί‐ νητος ἕστηκεν ὁ οὐρανός, τὸ μὲν διὰ τὴν κυκλοφο‐
20ρίαν, τὸ δὲ διὰ τὸ μὴ τὸν ὅλον ἀμείβειν τόπον, ἀκινήτου μένοντος τοῦ κέντρου. εἰ γὰρ μηδεὶς κυβικὸν εἶναι τοῦ οὐρανοῦ τὸ σχῆμα νενόμικε μηδὲ εἶναι δύ‐ ναται, ἐπεὶ μηδὲ ἐφέδραν ἔχει, λείπεται διὰ τὴν ὑφ’ ἡμῶν εἰρημένην αἰτίαν κύβον αὐτὸν μετὰ τῆς γῆς ὀνο‐
25μάσαι τὸ λόγιον, ταὐτὸν δὲ εἰπεῖν τὸν ὅλον κόσμον, διὸ καὶ ὁ Πλάτων τὸν κύβον ἀφώρισε τῇ γῇ, οὐ διὰ
τὸ σχῆμα, ἀλλὰ διὰ τὸ στάσιμον. ψυχρὸν δὲ καὶ τὸ140
Opif
.

141

εἰς ἀναίρεσιν τοῦ σφαιρικοῦ σχήματος παραλαμβάνειν τό ‘ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ‘· ‘τὸ γὰρ σφαιρικὸν σχῆμα‘ φασίν ‘ἄκρα οὐκ ἔχει‘. ἀλλ’ ἀγνο‐
5οῦσιν, ὅτι τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τὸν δυτικὸν ὁ λόγος παρέλαβεν, οὐ τὰ μὴ ὁρώμενα καὶ ὑπὸ γῆν ὑμνῶν, ἀλλὰ μόνα τὰ φαινόμενα. ὁ δὲ Ἔσδρας καὶ σαφῶς τὸ σχῆμα τοῦ οὐρανοῦ διδάσκει λέγων οὕτως· ‘μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος
10καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ ἐν μιᾷ ἡμέρᾳ εἰς τὸν κύκλον αὐτοῦ ἔρχεται‘. σφαιρικὸν ἄρα καὶ τὸ τοῦ οὐρανοῦ σχῆμα καὶ ἡ τοῦ ἡλίου κίνη‐ σις κυκλοτερής.
14tιαʹ. Ὅτι οὐδαμοῦ ἀκίνητον εἶναι λέγει τὸν οὐ‐
15tρανὸν ἡ γραφή.
16 ‘Ναί‘ φασίν ‘ἀλλ’ οὐ κινεῖται ὁ οὐρανός, ἀλλ’ ἕστηκε· κινοῦνται δὲ σελήνη καὶ ἥλιος καὶ οἱ ἀστέρες· τοῦτο γὰρ ἐδήλωσεν Ἡσαΐας εἰπών· ‘ὁ στήσας ὡς κα‐ μάραν τὸν οὐρανόν‘ καὶ πάλιν· ‘οὕτω λέγει κύριος ὁ
20ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν‘ καὶ πάλιν· ‘ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστε‐ ρέωσε τὸν οὐρανόν‘. τὸ οὖν ἑστάναι, φασί, καὶ τεθε‐ μελιῶσθαι καὶ πεπῆχθαι καὶ ἐστερεῶσθαι πόρρω κινή‐
σεώς ἐστιν‘.141
Opif
.

142

Ἀλλ’ ἴστωσαν ὡς οὐδὲν τῶν ῥημάτων τούτων στά‐ σιν παντελῆ καὶ ἀκινησίαν τῶν εἰρημένων κατηγορεῖ· καὶ γὰρ ἐπὶ τῶν ὁμολογουμένως κινουμένων τοῖς τοι‐ ούτοις ἐχρήσατο ῥήμασιν ἡ γραφή· ‘σελήνην καὶ ἀστέ‐
5ρας, ἃ σὺ ἐθεμελίωσασ‘. καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν‘, καὶ πάντα διη‐ γησάμενος τὰ ἔργα τοῦ θεοῦ κοινῶς ἐπὶ πάντων ἐπή‐
10γαγεν· ‘ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται‘. τό ‘ἔστησεν‘ οὖν καὶ τὰ λοιπὰ ἐπὶ πάντων εἰπὼν δῆ‐ λον ὡς οὐχὶ τὴν κατὰ τόπον ἀκινησίαν ἐσήμανεν· περὶ γὰρ τοῦ ἡλίου φησίν· ‘ἀγαλλιάσεται ὡς γίγας δραμεῖν
15ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ. καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ‘. καὶ πάλιν· ‘ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνοσ‘. καὶ ὁ ἐκ‐
20κλησιαστής· ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν‘. καὶ ἑτέρωθι πάλιν ἡ γραφή· ‘ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν‘· κινεῖται γὰρ ἕκαστον αὐτῆς μέρος ἐν τοῖς σεισμοῖς, εἰ καὶ μὴ ὁμοῦ πάντα. κινεῖ‐ ται δὲ καὶ κατὰ τὰς ἀλλοιώσεις, γενέσεις τε τῶν μερῶν
25αὐτῆς καὶ φθοράς. τί δ’ ἔστιν τό· ‘τῇ διατάξει σου
διαμενεῖ ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου;‘ καίτοι142
Opif
.

143

χρόνου μέρος ἐστὶν ἡ ἡμέρα, οὐδὲν δὲ χρόνου μόριον ἕστηκεν, ἀλλ’ ἐν μόνῳ τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὡς καὶ ἡ κίνησις· ἡ γὰρ χθὲς οὐκ ἔστι τῇ σήμερον ἡ αὐτή, οὐδὲ ἡ σήμερον τῇ αὔριον, οὐδ’ ἄλλο ὁτιοῦν
5χρόνου μέρος ἑτέρῳ. τὸ οὖν ἑστάναι καὶ πεπῆχθαι καὶ τεθεμελιῶσθαι καὶ μένειν καὶ μὴ κινεῖσθαι καὶ εἴ τι τοιοῦτον ἕτερον περὶ τῶν ἔργων εἴρηται τοῦ θεοῦ, κοινῶς ἐπὶ πάντων λεχθὲν τὸ διαμένειν ἀμε‐ τάβλητον τὴν ἐπ’ αὐτοῖς διάταξιν καὶ δημιουργίαν τοῦ
10θεοῦ δηλοῖ· τοῦτο γάρ ἐστιν τό ‘τῇ διατάξει σου διαμενεῖ ἡ ἡμέρα‘, τουτέστιν· οὐκ ἐκλείψει γινομένη ποτὲ ἄλλη μετ’ ἄλλην, ἕως ἂν συνεστήκῃ δηλονότι τὸ πᾶν. οἷόν ἐστιν καὶ τὸ εἰρημένον μετὰ τὸν κατακλυ‐ σμὸν τῷ Νῶε· ‘σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα,
15ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι‘, τουτέστιν· οὐ παύσονται γινόμενα καὶ ἀπολλύμενα ταῦτα, ἕως ἂν εἶναι τὸ πᾶν ἐθέλῃ θεός. τὸ ἐπὶ πᾶσιν οὖν τοῦ θεοῦ κέλευσμα οὐ διαλείψει, ἕως ἂν μένειν ἐθέλῃ πάντα θεός. Τὸ δὲ τοῦ ἀποστόλου· ‘καὶ τῆς σκηνῆς τῆς ἀλη‐
20θινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωποσ‘ οὐχ οὕτω περὶ τοῦ οὐρανοῦ μοι λελέχθαι δοκεῖ, καθά τινες ἔφασαν, ὡς περὶ τοῦ κυριακοῦ σώματος, εἰ ἐπι‐ στήσειέ τις ἀκριβῶς τῷ τόπῳ κατὰ τὸ εἰρημένον· ‘καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν‘. καὶ τό·
25‘λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω
αὐτόν. αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος143
Opif
.

144

αὐτοῦ‘· τὴν μὲν γὰρ σκηνὴν τοῦ ἰδίου σώματος αὐτὸς ἔπηξεν. ‘ἡ σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον‘. καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον· ‘πνεῦμα ἅγιον ἐπε‐ λεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι‘.
5τὴν δὲ σκηνὴν τοῦ ἐν Ἱερουσαλὴμ ναοῦ καὶ αὐτὴν τὴν Μωσαϊκὴν ἄνθρωποι συνεπήξαντο. ταῦτα μὲν οὕτως ἀληθείας ἔχει.
8tιβʹ. Πλείονες ἀποδείξεις, ὅτι ἡ καθ’ ἡμέραν
9tτῶν οὐρανίων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κίνησις
10tοὐ τῶν ἀστέρων ἐστὶν ἀλλὰ τοῦ στερεώματος.
11 Ὅτι δὲ αὐτὸς κινεῖται ὁ οὐρανὸς τὴν καθ’ ἡμέραν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησιν καὶ οὐχὶ καθ’ αὑτοὺς οἱ ἀστέρες, ἤδη μὲν συναπεδείχθη μικρῷ πρότερον, ὅτε σφαῖραν εἶναι τὸν οὐρανὸν ἐδείκνυμεν καὶ τῶν
15ἡμισφαιρίων ἑκάτερον αὐτοῦ καθ’ ἑκάστην νύκτα τὸ μὲν δύνειν, τὸ δὲ ἀνατέλλειν συνεφελκομένων καὶ τῶν ἐν αὐτοῖς ἀστέρων. οὐ γὰρ ἔξω τοῦ στερεώματος ἢ κινεῖσθαι τοὺς ἀστέρας ἢ ὅλως εἶναι δυνατὸν ἐν αὐτῷ τεθέντας ὑπὸ θεοῦ· ‘ἔθετο γὰρ αὐτούσ‘ φησίν ‘ὁ θεὸς
20ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆσ‘. οὐδὲν δὲ κωλύει καὶ νῦν αὐτὸ καθ’ αὑτὸ τοῦτο δεῖξαι συντόμως καὶ τοῖς τῶν μαθημάτων ἀπείροις. Ὁ γαλαξίας τῶν μεγίστων ὑπάρχει κύκλων εἷς καὶ μόνος αὐτῶν διὰ τὸ χρῶμα ταῖς ὄψεσιν ἡμῶν ὑπο‐
25πίπτει, ἐξ οὗ καὶ τὴν ὀνομασίαν εἴληφεν. ἔστιν δὲ144
Opif
.

145

πάθος ἀχώριστον τοῦ οὐρανίου σώματος συμπεφυκὸς αὐτῷ καὶ συνυπάρξαν, ἢ ὅ τι οὖν ἐθέλοι τις ὀνομαζέτω. ὅμοιος δέ ἐστιν καὶ ὁ αὐτὸς ἀεὶ καθ’ ἕκαστον τοῦ οὐρανοῦ μέρος, ὅπου μὲν λαμπρός, ὅπου δὲ ἀμυδρός,
5καὶ ὅπου μὲν ἁπλοῦς, ὅπου δὲ διπλόην ἔχων. οὗτος καθ’ ἑκάστην νύκτα ὅλος τοῖς ἀπλανέσιν ἅμα συμπε‐ ριαγόμενος φαίνεται τοῦ μὲν δύνοντος αὐτοῦ μέρους, τοῦ δὲ ἀνίσχοντος, ὡς καὶ ἐπὶ τῶν δώδεκα ζῳδίων ἐδείξαμεν. εἰ οὖν ἕστηκε μέν, ὥς φασιν, ὁ οὐρανός,
10αὐτὸν δὲ καθ’ αὑτὸν κινεῖσθαι τὸν γαλαξίαν ἀδύνα‐ τον, πάθος ὄντα τοῦ οὐρανίου σώματος—οὐδὲ γὰρ τὸ ἐν τῇ χιόνι λευκὸν ἢ ἐν τῷ γάλακτι—πῶς ἐν μιᾷ νυκτὶ φαίνεται πᾶς τοῦ μὲν αὐτοῦ δύνοντος, τοῦ δὲ ἀνίσχοντος, εἰ μὴ ὁ οὐρανὸς ὁ κινούμενος ἦν, ἐν ᾧ
15ἐστιν τὸ χρῶμα τοῦτο; ἐξ οὗ δείκνυται πάλιν, ὅτι σφαῖρά ἐστιν ἀκριβὴς ὁ οὐρανὸς τὸ μὲν ὑπὲρ γῆν ἔχων, τὸ δὲ ὑπὸ γῆν, καὶ δύνοντος ἑτέρου τὸ λοιπὸν ἐπανέρχεται. ὅθεν ἐν μιᾷ νυκτὶ ὅλον θεώμεθα πλὴν μόνου τοῦ μέρους αὐτοῦ, ᾧ πλησιάζει ὁ ἥλιος.
20 Τὸ αὐτὸ τοῦτο καὶ ἑτέρως σκοπεῖν δυνατόν. ὑπο‐ κείσθω τὸν ἥλιον ὑπάρχειν ἐν κριῷ· ἴσμεν ὅτι διὰ μηνὸς ζῴδιον ἓν κινεῖται, διελθὼν δὲ τὰ δώδεκα πληροῖ τὸν ἐνιαυτόν. ἡ δὲ καθ’ ἡμέραν αὐτοῦ κίνησις μίαν τῶν τριάκοντα τοῦ ζῳδίου μοιρῶν δίεισιν. ἐν
25κριῷ τοίνυν ὑπάρχειν ὑποκειμένου τοῦ ἡλίου ἀνάγκη τὸν μὲν κριὸν αὐτὸν εἶναι παντελῶς ἀφανῆ· οὔτε γὰρ ἐν ἡμέρᾳ διὰ τὸ ἐν αὐτῷ εἶναι τὸν ἥλιον
φαίνεται οὔτε ἐν νυκτὶ συνδύνων αὐτῷ. τοῦ οὖν145
Opif
.

146

ἡλίου δύνοντος ὁ ταῦρος εὐθὺς ὑπὲρ τὸν δυτικὸν ὁρίζοντα φαίνεται. μετελθόντος δὲ ἐπὶ ταῦρον ἡλίου καὶ δύνοντος, ὁ ταῦρος μὲν ὁμοίως ἀφανὴς γίνεται, τοὺς δὲ διδύμους ὄψει τῷ ὁρίζοντι τῷ δυτικῷ πλη‐
5σιάζοντας. τὸ αὐτὸ καί, εἰ ἐν τοῖς διδύμοις ὁ ἥλιος μετέλθοι, συμβαίνει. δύνοντος γὰρ αὐτοῦ ὁ καρκίνος παρὰ τὸν δυτικὸν ὑπάρχει ὁρίζοντα. εἰ δὲ κριοῦ μὲν ὁ ταῦρός ἐστιν ἀνατολικώτερος, τούτου δὲ 〈οἱ〉 δίδυ‐ μοι καὶ τούτων ὁ καρκίνος καὶ οἱ ἑξῆς ὁμοίως, δῆλον
10ὡς ὁ ἥλιος μὲν κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν φέρεται, μίαν καὶ μόνην ζῳδίου μοῖραν κινούμενος καθ’ ἡμέραν, ἡ δὲ ἐξ ἀνατολῶν ἐπὶ δύσιν καθ’ ἕκαστον ἡμερονύκτιον γενομένη περιαγωγὴ μόνου ἐστὶν τοῦ στερεώματος, ἐν ᾧ τοὺς φωστῆρας ἅπαντας
15ἔθηκεν ὁ θεός· τὴν γὰρ τοσαύτην διάστασιν δι’ ἐνι‐ αυτοῦ ποιεῖται, καθὰ φθάσας εἶπον, ὁ ἥλιος. οὐκ ἄρα τῶν ἀστέρων ἐστίν, ἀλλὰ τοῦ στερεώματος ἡ καθ’ ἡμέ‐ ραν κίνησις. Ἔτι καὶ τετάρτης ἀποδείξεως ἄκουε· οἱ ἀπλανεῖς
20ἀστέρες ἐν τῷ στερεώματι ὄντες ἄλλοι τινὲς αὐτῶν ἄλλην αὐτοῦ μοῖραν διειλήφασιν, οἱ μὲν τὴν βορείαν οἱ δὲ τὴν νοτίαν οἱ δὲ τὸ μεσαίτατον ἔχουσιν. οἱ μὲν οὖν περὶ τοὺς πόλους ἐν ἐλαχίστοις ὑπάρχουσι κύκλοις, τῷ ἀρκτικῷ λέγω καὶ τῷ ἀνταρκτικῷ, οἱ δὲ ἐν τοῖς
25τροπικοῖς, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, ἐν μείζοσι, οἱ δὲ ἐν τῷ ἰσημερινῷ ἐν μεγίστῳ. δῆλον δέ, ὅτι καὶ οἱ τούτων μέσοι κατὰ ἀναλογίαν τῶν μέν εἰσι μείζους, τῶν δὲ ἐλάττονες. εἰ οὖν τῶν ἀστέρων ἐστὶν ἡ καθ’ ἡμέραν καὶ μὴ τοῦ στερεώματος κίνησις—ἑστάναι
30γὰρ ἐθέλουσι τὸν οὐρανόν—ἀνάγκη πᾶσα τοὺς ἀπλα‐146
Opif
.

147

νεῖς ἢ ἰσοταχῶς ἀλλήλοις κινεῖσθαι πάντας ἢ ἀνισο‐ ταχῶς· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν. εἰ οὖν ἑκάτερον τούτων ψευδὲς φανείη καὶ ἄτοπον, οὐδ’ ὅλως ἄρα κινοῦνται οἱ ἀστέρες, ἀλλὰ μὴν αὐτοὺς ἀνάγκη κινεῖ‐
5σθαι τὴν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ἢ τὸ στερέωμα, τού‐ τους δὲ κινεῖσθαι δειχθείη ἀδύνατον, ἐκ πάσης ἀνάγ‐ κης ἄρα τὸ στερέωμά ἐστιν τὸ κινούμενον, πάντας ἑαυτῷ τοὺς ἀστέρας συμπεριάγον. ὅτι μὲν οὖν ἰσο‐ ταχῶς αὐτοὺς ἀδύνατον κινεῖσθαι, δῆλον ἐντεῦθεν· εἰ
10οἱ μὲν ἐν μείζοσι, οἱ δὲ ἐν ἐλάττοσι κύκλοις ὑπάρχου‐ σιν, ἀνάγκη πᾶσα τοὺς μὲν ἐν τοῖς μείζοσιν ὄντας πλείονος δεῖσθαι χρόνου εἰς τὴν τοῦ ὅλου περιαγωγήν, τοὺς δὲ ἐν μικροτέροις ἐλάττονος. πρῶτοι μὲν οὖν διελεύσονται τὸν ἑαυτῶν κύκλον οἱ ἐν τοῖς ἐλαχίστοις·
15οὗτοι δέ εἰσιν οἱ περὶ τοὺς πόλους μικρὰν φερόμενοι διάστασιν, δεύτεροι δὲ οἱ ἐπὶ τῶν τροπικῶν· μείζων γὰρ τῶν ἄλλων ἡ τούτων διάστασις καὶ χρόνου διὰ τοῦτο δεομένη πλείονος· οἱ δὲ ἐν τῷ ἰσημερινῷ με‐ γίστῳ ὄντι πάντων ἅμα τῶν ἄλλων πλείονος χρόνου
20δεήσονται διελθεῖν τὸν ὅλον κύκλον, καὶ διὰ τοῦτο τῶν ἄλλων ἀποκαταστήσονται ἔσχατοι. ἀλλ’ οὐ τοιαύτη φαίνεται τοῦ στερεώματος ἡ κίνησις. ἀλλὰ καὶ οἱ ἐν τοῖς μείζοσι κύκλοις καὶ οἱ ἐν τοῖς ἐλαχίστοις καὶ οἱ ἐν τοῖς μεταξὺ τούτων ἅμα πάντες ἐν τῷ αὐτῷ νῦν
25συναποκαθίστανται. οὐκ ἄρα εἰσὶν ἰσοταχεῖς, ἀλλ’ οὐδὲ ἀνισοταχεῖς φανοῦνται σκοποῦσιν· ἅμα γὰρ ἀποκαθι‐ σταμένων, ὡς φαίνεται, πάντων ἀνάγκη πᾶσα πρὸς ἀναλογίαν τῶν κυκλικῶν διαστημάτων, ἐφ’ ὧν ἡ κίνη‐ σις ἑκάστοις, καὶ τὰ τάχη τῶν κινήσεων συνεξαλλάτ‐
30τεσθαι· εἰ γὰρ ὁ ἰσημερινὸς τῶν μὲν τροπικῶν ἑκα‐147
Opif
.

148

τέρου τυχὸν εἴη τριπλασίων, τῶν δὲ περὶ τοὺς πόλους τετραπλασίων, ἀνάγκη πᾶσα καὶ τὴν ταχυτῆτα τῶν κινήσεων τῶν ἀστέρων τῶν ἐπ’ αὐτοῦ τετραπλασίονα μὲν ὑπάρχειν τῶν ἐν τοῖς κύκλοις τοῖς περὶ τοὺς
5πόλους, τριπλασίονα δὲ τῶν ἐν τοῖς τροπικοῖς. καὶ οὕτως ἐπὶ πάντων ὑποτίθεσθαι ἀνάγκη συναυξανομένου ἢ συμμειουμένου τοῖς τῶν κύκλων διαστήμασι τοῦ τάχους τῶν κινήσεων τῶν ἐπ’ αὐτοῖς ἀστέρων, εἰ μὴ τοῖς φαινομένοις ἀντιβλέπειν ἐθέλοιμεν· ἀλλ’ ἀποκλη‐
10ρωτικόν, ὡς ἔφθην εἰπών, τοῦτο καὶ παντελῶς ἄλογον. εἰ οὖν μήτε ἰσοταχεῖς οἱ ἀστέρες μήτε ἀνισοταχεῖς εἶναι δύνανται, οὐδ’ ἄρα τὴν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς καθ’ αὑτοὺς οὗτοι κινοῦνται, ἀλλὰ τὸ στερέωμά ἐστιν τὸ κινούμενον συνεφέλκον ἑαυτῷ τοὺς ἀστέρας.
15tιγʹ. Ὅτι τοὺς μὴ τοῖς πράγμασιν ἐπιστῆσαι
16tδυνηθέντας ἐχρῆν τοῖς πλείοσι καὶ σοφωτέροις
17tτῆς ἐκκλησίας διδασκάλοις ἀκολουθήσαντας
18tμὴ διὰ τὴν ἰδίαν ἄγνοιαν μῶμον τῷ παντὶ
19tδόγματι προσάπτειν.
20 Τούτων δεδειγμένων αὐτοὶ μὲν ἔρημοι τῆς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐφάνησαν, τὸ δὲ ἀληθὲς καὶ ἐξ αὐτῶν ἐδείχθη συνηγορούμενον. ἔδει οὖν τοὺς οὕτως ἄτοπα περὶ τοῦ οὐρανοῦ μυθολογήσαντας, εἰ καὶ μὴ τοῖς πράγμασιν ὡς ἔχουσιν ἐπιστῆσαι δεδύ‐
25νηνται, μηδέ που τῶν ἱερῶν λογίων τὸ δοκοῦν αὐτοῖς εἰρημένον εὑρήκασιν, ὁρῶντας ὅμως Βασίλειον τὸν
μέγαν καὶ τοὺς ἱεροὺς Γρηγορίους Ἀθανάσιόν τε τὸν148
Opif
.

149

τοῖς ἀποστολικοῖς ἀγῶσιν ἐφάμιλλον καὶ τὸν μετὰ φιλο‐ σοφίαν ἄκραν τῇ εὐσεβείᾳ τὸν Ἀθήνησι τῆς ἐκκλησίας θρόνον κοσμήσαντα Διονύσιον καὶ ἑτέρους πλείονας τῆς ἐκκλησίας διδασκάλους τὴν φαινομένην τῶν οὐρα‐
5νίων διάταξιν μὴ τολμήσαντας ἀθετεῖν, ἣν ἐκ τοῦ δημιουργήσαντος ἔχουσι, τὴν ἀκίνδυνον μᾶλλον αἱρεῖ‐ σθαι σιγήν, ἢ λέγοντας, ἃ μὴ γινώσκουσι, μῶμον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσάπτειν. ταῦτα δὲ λέγειν ἠνάγ‐ κασμαι, ἵνα μὴ τὰ ἑνὸς ἢ δευτέρου τῶν παρ’ ἡμῖν
10πταίσματα τῷ εὐσεβεῖ τῶν χριστιανῶν ὕβριν προσρί‐ ψηται δόγματι· τὸ γὰρ ἀληθές, ὑφ’ ὅτου ἂν εὑρεθείη, τιμῶν τις αὐτὴν τιμᾷ, Χριστὸν, τὴν ἀλήθειαν. Ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὖθις μεταβῶμεν τῆς λέξεως, ἄνωθεν αὐτὴν παραθέμενοι· ‘καὶ εἶπεν ὁ θεός· γενη‐
15θήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχω‐ ρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στε‐ ρεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω
20τοῦ στερεώματος· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν‘.
22tιδʹ. Ὅτι πολύσημος ἡ τοῦ ὕδατος φωνὴ παρὰ
23tτῇ θείᾳ γραφῇ καὶ ὅτι τὸν ἀέρα καὶ οὐρανὸν
24tκαὶ ὕδωρ καὶ ἄβυσσον ὀνομάζει.
25Πολλαχῶς τὸ ὕδωρ ὀνομάζειν τῇ γραφῇ φίλον· καὶ
γὰρ ἀλληγορικῶς ἐπί τε τὸ χεῖρον καὶ ἐπὶ τὸ βέλτιον149
Opif
.

150

τοῦτο παρείληφε τοὔνομα ὁ θεός· ‘εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με.‘ καὶ πάλιν· ‘χείμαρρον
5διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον‘. νῦν μὲν οὖν ἐπὶ πειρασμῶν καὶ χαλεπῶν καὶ ταραχωδῶν περιστάσεων εἴρηται τὸ ὕδωρ· πολλάκις δὲ καὶ ἐπὶ τὸ κρεῖττον ἀλληγορεῖται· οἷόν ἐστιν τὸ πρὸς τὴν Σαμαρεῖτιν ὑπὸ τοῦ κυρίου
10λεχθέν· ‘ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, ὃ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον‘. ‘εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με‘. καὶ τὸ αἰσθητὸν δὲ ὕδωρ διαφόρως
15ἴσμεν λεγόμενον· ποτὲ μὲν αὐτό γε τοῦτο τὸ συνε‐ γνωσμένον ἅπασιν· ‘οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς· αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ‘. καὶ πάλιν· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω
20τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘. ‘ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;‘ λέγει δὲ ὕδωρ ἔσθ’ ὅτε καὶ τὸν ἀέρα, οἷόν ἐστιν· ‘ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου‘· ἡ γὰρ ἄνω ἄβυσσος, τουτέστι τὸ ὕδωρ, ὅπερ δηλοῖ
25τὸν ἀέρα τὸν εἰς ὕδωρ εὐπετῶς μεταβαλλόμενον, τὴν150
Opif
.

151

κάτω τῶν ὑδάτων ἄβυσσον ἐπικαλεῖται διὰ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως· ᾧ ἴσον ἐστὶν τό· ‘ὁ προσκαλού‐ μενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆσ‘· τὸ δέ ‘εἰς φωνὴν τῶν κα‐
5ταρακτῶν σου‘ τὸν κτύπον δηλοῖ τὸν γινόμενον ἐκ τῆς τῶν ὑδάτων καταφορᾶς· καταράκτας γὰρ τὸ ἄνω‐ θεν κάτω φερόμενον ὕδωρ ὀνομάζειν εἴωθεν ἡ γραφή, ὡς καὶ ἐπὶ τοῦ κατακλυσμοῦ φησιν· ‘ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ
10ἀνεῴχθησαν‘, τό τε κάτωθεν ἐπικλύσαν τὴν γῆν καὶ τὸ ἐκ τοῦ ἀέρος καταφερόμενον ὕδωρ δηλοῦντος τοῦ λόγου· οὐρανὸν γάρ, ὡς ἤδη εἶπον, πολλαχοῦ καὶ τὸν ἀέρα καλεῖ ὡς μέχρις οὐρανοῦ διήκοντα καὶ οἱονεὶ συνημμένον αὐτῷ. Δανιὴλ ὁ προφήτης· ‘καὶ ἐν τῇ
15δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται‘ καὶ πάλιν· ‘καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ βαφήσεται‘. καὶ τὸν Ἰακὼβ εὐλογῶν ὁ Ἰσαὰκ οὕτω φησίν· ‘καὶ δῴη σοι κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆσ‘. καὶ ἐν τῷ Δευτερονομίῳ ἐν
20κατάρᾳ· ‘καὶ ἔσται ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ 〈ἡ〉 ὑποκάτω σου σιδηρᾶ· δῴη κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν‘ διὰ τούτων τὸ ξηρὸν καὶ ἄνικμον τοῦ τε ἀέρος καὶ τῆς γῆς δηλῶν. καὶ ἐν τῇ Ἐξόδῳ· ‘εἶπεν δὲ κύριος πρὸς Μωϋσῆν καὶ
25Ἀαρὼν λέγων· λάβετε ὑμῖν πλήρεις τὰς χεῖρας αἰθάλης151
Opif
.

152

καμιναίας καὶ πασάτω Μωϋσῆς εἰς τὸν οὐρανὸν ἐναν‐ τίον Φαραῶ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ· καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ
5τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀν‐ θρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰ‐ γύπτου. καὶ ἔλαβον τὴν αἰθάλην τῆς καμιναίας ἐναν‐ τίον Φαραῶ, καὶ ἔπασεν αὐτὴν Μωϋσῆς εἰς τὸν οὐρανόν‘. καὶ πάλιν· ‘ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν,
10καὶ ἔσται χάλαζα‘ καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους· ‘ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει ὁ οὐρανός· καὶ πρωΐας· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανόσ‘. ἄπειρος ἡ τούτου μαρτυρία. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι τὸ ἀπὸ γῆς
15μέχρις οὐρανοῦ διάστημα ποτὲ μὲν ὁμωνύμως τῷ στε‐ ρεώματι οὐρανὸν ἡ γραφὴ καλεῖ καὶ στερέωμα· ‘τὰ πετηνὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘, ποτὲ δὲ ὕδωρ καὶ ἄβυσσον διὰ τὸ ὑγρὸν τοῦ ἀέρος καὶ δι’ ὅλου μέχρι τοῦ οὐρανοῦ διαφανὲς
20καὶ τὴν πολλὴν ἀμφοῖν, ὕδατός τε καὶ ἀέρος, συγγέ‐ νειαν καὶ τὴν εἰς ἄλληλα ῥᾳδίαν αὐτῶν μετάπτωσιν· τοῦτο γὰρ ἅπαν ἅπτεται τοῦ μὲν οὐρανοῦ κατὰ τὸ πέρας ἑαυτοῦ τὸ ἄνω, τοῦ δὲ ὕδατος κατὰ τὸ κάτω· τούτου τοίνυν ἴδιον οὐκ ἔχοντος ὄνομα παρὰ τῷ
25Μωϋσεῖ, ὃ καλεῖται παρ’ Ἕλλησιν ἀήρ, ποτὲ μὲν ἐκ τῆς ἄνω πρὸς τὸν οὐρανὸν συναφῆς οὐρανὸν αὐτὸ
καλεῖ—οὕτω γὰρ καὶ παρὰ τῷ ἀποστόλῳ λύσεως152
Opif
.

153

ἔτυχε τὸ ἁρπαγῆναι αὐτὸν ἕως τρίτου οὐρανοῦ—ποτὲ δὲ ὕδωρ ὀνομάζει διὰ τὸ κάτω συνῆφθαι τῷ ὕδατι. Ἐξ οὗ πάλιν γίνεται δῆλον, ὅτι τό· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα
5ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ τὸ ὕδωρ ἅμα καὶ τὸν ἀέρα διὰ τῆς τοῦ ὕδατος ὀνομασίας συμπεριείληφε. τρία γάρ ἐστι τῶν ζῴων τὰ γένη· τὰ χερσαῖα τὰ ἔνυδρα τὰ ἀέρια· περὶ μὲν οὖν τῶν χερ‐ σαίων ‘ἐξαγαγέτω‘ φησίν ‘ἡ γῆ ψυχὴν ζῶσαν‘, περὶ
10δὲ τῶν ἐνύδρων ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘. τοῦ δὲ ἀέρος, ὡς εἶπον, ἰδίου μὴ τυχόντος ὀνόματος παρὰ τῷ Μωϋσεῖ, διττὴν δὲ λαχόντος προσ‐ ηγορίαν, ὁμωνύμως ἐκ τῶν ἑκατέρωθεν αὐτῷ συνημ‐ μένων οὐρανοῦ τε καὶ ὕδατος τὸ μὲν ‘ἑρπετὰ ψυχῶν
15ζωσῶν ἐξαγαγεῖν τὰ ὕδατα‘ ἐπὶ τοῦ κυρίως ὕδατος εἴρηται, τὸ δὲ ‘καὶ πετηνά‘ ἐπὶ τοῦ ἀέρος, ὃν ἡ ἐπα‐ γωγὴ σαφῶς ἐδήλωσεν· ‘πετόμενα‘ γάρ φησιν ‘ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. τούτοις ἀκολού‐ θως καὶ ἐν τοῖς ψαλμοῖς διεστάλησαν· ‘τὰ πετηνὰ τοῦ
20οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευ‐ όμενα τρίβους θαλασσῶν‘, ἅπερ συνῃρημένως ὕδατά φησι Μωϋσῆς τοῦ Δαυὶδ ἐν τῷ ψαλμῷ ταῦτα δια‐ στείλαντος.
24tιεʹ. Ὅτι τὴν μεταξὺ τοῦ πρώτου οὐρανοῦ καὶ
25tτοῦ στερεώματος οὐσίαν ὁμωνύμως ὕδωρ ἐκά‐
26tλεσε Μωϋσῆς.
27Πολλαχῶς τοίνυν καθ’ ὁμωνυμίαν λεγομένου τοῦ
ὕδατος οὐ θαυμαστὸν εἰ καὶ νῦν τὴν ἑτέραν αὐτοῦ153
Opif
.

154

σημασίαν ὁμωνύμως ὁ λόγος τῷ ὕδατι συμπεριείληφεν· εἰ γὰρ δύο εἰσὶν οὐρανοὶ ἀλλήλων διακεκριμένοι τοῖς τόποις—εἴγε καὶ ὕδατα μεταξὺ τούτων εἶναί φησι Μωϋσῆς—καὶ οὐχ ἁπτόμενοι, καθάπερ τὰς τοῦ δευ‐
5τέρου σφαίρας ὡς ἑνὸς μέρη οὔσας ἅπτεσθαί φασιν ἀλλήλων, ἀνάγκη πᾶσα τὸ μεταξὺ τῶν δύο οὐρανῶν διάστημα μὴ εἶναι κενόν· οὐδὲν γὰρ οὐδαμῇ τῶν ὄντων ἐστὶ κενόν. οὐκοῦν σῶμα πάντως ἐστίν, ὅπερ Μωϋσῆς ὕδωρ ἐκάλεσεν, ὥσπερ καὶ τὸ μεταξὺ γῆς καὶ
10τοῦ στερεώματος ἀέρος πεπλήρωται καὶ ὕδατος κοινῶς ὠνομασμένων ὑδάτων ἐν τῷ· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ διὰ τὸ ὑγρὰν εἶναι καὶ χυτὴν καὶ διαφανῆ τὴν ἀμφοῖν οὐσίαν.
15ἔοικεν οὖν ἐξ ἀναλογίας τούτων ὁ Μωϋσῆς τὴν οὐσίαν τὴν ἀναπληροῦσαν τὸ μεταξὺ τῶν δύο οὐρανῶν διά‐ στημα ὕδωρ ὁμωνύμως καλέσαι· καὶ δῆλον ὅτι λεπτο‐ μερέστατον, ὅτι ποτ’ ἂν εἴη, τὴν οὐσίαν ἐστὶ τοῖς τό‐ ποις συμφώνως, εἴτε ὑδατῶδες εἴτε ἀερῶδες εἴτε οἷον
20τὸ ὑπέκκαυμα ὑπάρχει εἴθ’ ὅπως οὖν ἄλλως ἔχοι φύσεως.
21tιϛʹ. Ὅτι τό ‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ οὐ τοῦ κάτω
22tὕδατός φησι μεταξύ—πολλὰ γὰρ τούτῳ ὑπο‐
23tπίπτει ἀδύνατα—ἀλλ’ ἐν μέσῳ τοῦ τε ἄνω
24tὕδατος καὶ τοῦ κάτω.
25Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘
οὐ μεταξὺ λέγει τοῦ κάτω ὕδατος τὴν τοῦ στερεώματος154
Opif
.

155

γενέσθαι φύσιν, ὡς Ἰώσηπος ὁ Ἑβραῖος ἐν τῷ περὶ τῆς τοῦ παντὸς αἰτίας συγγράμματι βούλεται εἰς τρία λέγων διῃρῆσθαι τὸ ὕδωρ καὶ τὸ μὲν τρίτον αὐτοῦ εἰς γένεσιν συμπαγῆναι τοῦ στερεώματος, τὸ δὲ τρίτον
5ἐναπομεῖναι κάτω, τὸ δὲ λοιπὸν τρίτον ἐν τοῖς νώτοις εἰς ὕψος συνανακουφισθῆναι τῷ στερεώματι. ἀνάγκη δὲ ἦν ἀνακουφιζομένου τούτου μὴ μόνον τὸ ὑπερκεί‐ μενον ὕδωρ, ἀλλὰ καὶ πάντα τὸν ὑπὲρ τὸ ὕδωρ ἀέρα συνεπαρθῆναι αὐτῷ καὶ κενὸν μεῖναι ἀέρος ἅπαν τὸ
10ὑποκάτω τοῦ στερεώματος· οὐδὲ γὰρ τὸ ἐναπολειφθὲν ὕδωρ εἰς ἀέρα μεταβεβλῆσθαί τις ἂν πλάσαιτο μήτε ἐξαρκοῦν εἰς τὰ δύο στοιχεῖα ἡλίου τε μήπω γενο‐ μένου τοῦ δυναμένου τοῦτο ποιεῖν. πῶς οὖν νῦν οὐχ ὕδωρ μόνον, ἀλλὰ καὶ ἀὴρ ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδα‐
15τος μέχρις αὐτοῦ διήκει τοῦ στερεώματος; παιδικὴ οὖν καὶ ἀσύμφωνος τοῖς πράγμασι καὶ ἀναξία τῶν λογίων τοῦ θεοῦ ἡ τοιαύτη ὑπόνοια. Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘ αὐτὸς ὁ προφήτης ἐξηγήσατο προσθείς· ‘καὶ ἔστω
20διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘. ὃ γὰρ εἶπεν ‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ ἡρμήνευσεν εἰπών ‘ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘. ἀνὰ μέσον οὖν τῶν δύο ὑδάτων γέγονε τὸ στερέωμα διατειχίζον ἀλλήλων αὐτά. διὸ Ἀκύλας καὶ Σύμμαχος πληθυντικῶς εἶπον· ‘γενηθήτω
25στερέωμα ἐν μέσῳ τῶν ὑδάτων‘. σκόπει δὲ καὶ τὴν τῶν ἑβδομήκοντα λέξιν· οὐ γὰρ εἶπον· ‘διεχώρισεν ὁ θεὸς τὸ ὕδωρ εἰς δύο· καὶ τὸ μὲν ὑπὸ τὸ στερέωμα
εἴασεν ὡς εἶχε, τὸ δὲ σὺν τῷ στερεώματι εἰς ὕψος155
Opif
.

156

ἀνήγαγεν‘· ἀλλ’, ὡς ἤδη εἶπον, δύο διακεκριμένων ὑδάτων καὶ τοῖς τόποις καὶ ταῖς οὐσίαις, μόνῳ δὲ κοινωνούντων ὀνόματι, οἷον μεθόριον ἐποίησεν ὁ θεὸς τὸ στερέωμα.
5 Καὶ ἔτι σαφέστερον ὁ προφήτης ἐν τῇ ἐπαναλήψει τοῦτο δέδωκεν εἰπών· ‘καὶ ἐγένετο οὕτως. καὶ διε‐ χώρισεν ὁ θεὸς ἀνὰ μέσον 〈τοῦ〉 ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘, ἀπὸ κοινοῦ τοῦ ‘ὃ ἦν‘ νοου‐
10μένου καί ‘ὃ ἦν ἐπάνω τοῦ στερεώματοσ‘· οὐ γὰρ ὃ νῦν γέγονεν ἐπάνω ἢ ὃ νῦν γέγονεν ὑποκάτω· ἑκάτε‐ ρον γὰρ ἦν ἐν τῷ οἰκείῳ τόπῳ μεθόριον οὐκ ἔχοντα. γενομένου δὲ τοῦ στερεώματος ὑπ’ αὐτοῦ διεχωρίσθη‐ σαν, τὸ μὲν ἐπάνω τοῦ στερεώματος ὄν, τὸ δὲ ὑπο‐
15κάτω. καὶ ὅτε οὖν ἔλεγεν ‘καὶ εἶπεν ὁ θεός· γενη‐ θήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘ οὕτως ἀκουστέον ἑκατέρου ὕδατος μεταξύ, ὃ σαφέστερον ὑπὸ τῶν ἄλλων εἴρηται ‘ἐν μέσῳ τῶν ὑδάτων‘. καὶ ἐκ τούτου δὲ πάλιν δῆλόν ἐστιν, ὅτι συνεκδοχικῶς ὕδωρ ὀνομάζει
20καὶ τὸν ἀέρα· οὐ γὰρ μόνον ὕδωρ ἐστὶν ὑποκάτω τοῦ στερεώματος, ἀλλὰ καὶ ὁ μεταξὺ τούτων ἀὴρ ἐγγί‐ ζων αὐτῷ μᾶλλον τοῦ ὕδατος. ἀλλ’ ἐκ τοῦ τῇ ὄψει
Μωϋσῆς ὑποπίπτοντος ὅλον ὕδωρ ὠνόμασε.156
Opif
.

157

(1t)

ιζʹ. Ὡς ἐν ἐπιλόγῳ περὶ τῆς τάξεως τῶν τοῦ
2tκόσμου μερῶν, καὶ διὰ τί οὐρανὸς ἐκλήθη τὸ
3tστερέωμα καὶ ὁ ἀήρ.
4Ταῦτα μὲν οὖν ἐγὼ πρὸς ἐμὴν εἴρηκα δύναμιν.
5εἰ δέ τις καθαρότητι λογισμῶν κρειττόνως τῇ σημασίᾳ τῶν προφητικῶν ἐπιβάλοι λέξεων μετὰ τοῦ μὴ δοκεῖν τοῖς φαινομένοις τι λέγειν ὑπεναντίον, κρατείτω τὸ ἀληθέστερον· μηδὲν γὰρ ἔστω μηδενὶ τῆς ἀληθείας ἐπίπροσθεν. τίς δὲ τῆς τάξεως, καθ’ ἣν τὸ στερέωμα
10γέγονεν, ἡ αἰτία καὶ τῶν ἐφεξῆς ἑκάστου κοινότερον εἰπεῖν ἀναγκαῖον. Δυνατὸν μὲν οὖν ὑπῆρχεν ὡς ἀπειροδυνάμῳ τῷ θεῷ ὁμοῦ πάντα παραγαγεῖν μόνῳ βουλήματι· εἰ δ’ ὅλως ἀρχὴν ἔχει τοῦ εἶναι τὸ πᾶν—καὶ τοῦτο λόγῳ
15δέδεικται καὶ τὰ θεῖα βοᾷ πανταχῇ λόγια καὶ τῶν παλαιῶν ἕως Ἀριστοτέλους οἱ φυσικοὶ πάντες, ὡς αὐτὸς εἴρηκεν Ἀριστοτέλης—πῶς οὐκ εὔλογον ἐν ἀκολούθῳ τινὶ τάξει τῶν μερῶν ἕκαστον ὑποστῆναι τοῦ κόσμου; τούτου δὲ οὕτως ἔχοντος τὰ μὲν στοιχεῖα
20τὴν οὐσίαν ἁπλῆν καὶ ἀσύνθετον ἔχοντα προϋπέστη δικαίως· τὰ ἁπλᾶ γάρ ἐστι τῶν συνθέτων πρῶτα φύσει, πολλάκις δὲ καὶ τῷ χρόνῳ· ὅσα δὲ ἐξ ἐκείνων σύγκειται, μετ’ ἐκεῖνα τὴν γένεσιν ἀκολούθως εἴληφε, καὶ τούτων ἕτερον ἑτέρου κατά τινα λόγον φυσικὸν
25πρῶτον ὑπῆρξεν ἢ δεύτερον. ὁ δὲ οὐρανὸς ὡς ἅπαντα περιέχων καὶ οἷον ὅρος ὢν ἁπάντων καὶ συνοχὴ προ‐ ϋπῆρξεν ὁμοῦ πάντων καὶ αὐτῆς δὲ τῆς σὺν αὐτῷ
γενομένης γῆς ἐν τῇ συναριθμήσει τὸ πρεσβεῖον ἔσχεν.157
Opif
.

158

Τὸ δὲ στερέωμα τί μὲν τὴν οὐσίαν ἐστίν, μετρίως εἴπομεν ἔκ τε τῶν φαινομένων καὶ τῶν Πλάτωνι δει‐ χθέντων καὶ ἐξ ὧν ἐννοεῖν ἡμῖν ἔδωκε Μωϋσῆς ταύτην συλλογισάμενοι, τῶν δὲ ἄλλων προϋπέστη δικαίως τῶν
5μὲν φωστήρων ὡς ἐν αὐτῷ τὴν ἕδραν ἐχόντων—ποῦ γὰρ ἤμελλον εἶναι τούτου μήπω ὄντος; —τῶν δὲ ἐν τῇ γῇ καὶ τοῖς ὕδασιν, ὡς περιέχον αὐτὰ καὶ τοῦ εἶναι συναίτιον τῶν ἐντός. διόπερ οἶμαι καὶ οὐρανὸν ὠνο‐ μάσθαι τῷ πρώτῳ ὁμοίως τὸ στερέωμα· ὡς γὰρ ἐκεῖνος
10παντὸς τοῦ κόσμου περιοχή ἐστι καὶ ὅρος καὶ αὐτοῦ τοῦ στερεώματος, οὕτω τὸ στερέωμα τῶν ἐντὸς ἁπάν‐ των, ὅσα γίνεταί τε καὶ φθείρεται, οἷς καὶ τοῦ οὕτως ἔχειν ἐστὶ συναίτιος. Δύναται δὲ τὸ στερέωμα καὶ κατ’ ἄλλην ἔννοιαν
15οὐρανὸς ὠνομάσθαι, ὅτι τὸ ὁρᾶν ἅπασιν ἐκεῖθεν ἐφήκει· τοὺς γὰρ φωστῆρας ἐν αὐτῷ πάντας ἔθη‐ κεν ὁ θεός. ἴσως δὲ καὶ ὁ ἀὴρ διὰ τοῦτο πολλάκις οὐρανὸς ὀνομάζεται, ὅτι δι’ αὐτοῦ μέσου τὸ φῶς ἡμῖν ἐπιλάμπει διαφανεστάτου ὑπάρχοντος καὶ διὰ τοῦτο
20παντὸς διαβιβαστικοῦ χρώματος· διὸ καὶ ἄχρους τὴν φύσιν ἐστὶ καὶ διὰ τοῦτο ἀόρατος, ὡς ἂν μὴ τὸ ἴδιον αὐτοῦ χρῶμα τοῖς λοιποῖς εἰς δίοδον ἐμποδίσειε χρώ‐ μασι. καὶ γὰρ ἡ κεχρωσμένη ὕαλος ἐμποδίζει τῇ δι’ αὐτῆς εἰλικρινεῖ τῶν χρωμάτων παρόδῳ, τὸ ἴδιον αὐ‐
25τοῖς ἐπιμιγνῦσα χρῶμα· ἡ δὲ ὡς οἷόν τε ἄχρους ἡ καλουμένη λευκὴ καὶ ὑδατώδης οὐκέτι, καθαρὰ δὲ ταῖς
ὄψεσι τὰ χρώματα δείκνυσι· διὸ καὶ τὸ στερέωμα158
Opif
.

159

ὑπάρχει διαφανέστατον καὶ ὡς ὅτι μάλιστα ἄχρουν, ἵνα καθαρὸν ἡμῖν καὶ ἀθόλωτον τῶν οὐρανίων δια‐ κομίζοι τὸ φῶς.
4tλόγος τέταρτος.
5 ‘Καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συν‐ ήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκά‐
10λεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘. Οἱ δὲ ἄλλοι τρεῖς ἀντὶ τοῦ εἰπεῖν ‘εἰς συναγωγὴν μίαν‘ ‘εἰς τόπον ἕνα‘ φασί.
15tαʹ. Διὰ τί μὴ προϋπέστησαν τῶν ἐκ τῆς γῆς
16tφυομένων οἱ φωστῆρες.
17 Τίνος ἕνεκεν τῶν φωστήρων ἐν τῷ στερεώματι τίθεσθαι μελλόντων καὶ συμπληροῦν αὐτὸ καὶ κοσμεῖν μὴ μετ’ ἐκεῖνο τὴν αὐτῶν εὐθὺς παρέδωκε γένεσιν
20Μωϋσῆς; καίτοι γε ἀκόλουθον 〈ἂν〉 εἶναι δόξειε τὴν
τῶν οὐρανίων ἁπάντων πρότερον πληρώσαντα γένεσιν159
Opif
.

160

οὕτως ἐπὶ τὰ πρόσγεια κατελθεῖν καὶ γυμνώσαντα τῶν ὑδάτων τὴν γῆν τῶν καρπῶν λοιπὸν προστάξαι τὴν βλάστησιν τὸν θεόν. τίς οὖν ἡ αἰτία τοῦ μὴ τῇ τάξει ταύτῃ τὴν φυσιολογίαν τῶν εἰρημένων παραδοῦναι
5τὸν Μωϋσῆν; Πολλάκις εἶπον ὡς εἰσαγωγικὸν εἰς θεογνωσίαν τοῖς ὑπ’ αὐτὸν τελοῦσι τὸ βιβλίον τοῦτο γέγραφε μακρὸν Αἰγυπτίοις συντραφεῖσι χρόνον καὶ τῆς ἐκεί‐ νων ἀσεβοῦς ἀναπεπλησμένοις λατρείας. βάρβαροι δὲ
10σχεδὸν ἅπαντες μέχρι νῦν, ὅσοι μήπω τὸ Χριστοῦ μυ‐ στήριον παρεδέξαντο, θεοὺς εἶναι ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας νομίζουσι. καὶ μάλιστα τῷ ἡλίῳ τὴν τῶν καρπῶν ἀνατιθέασι γένεσιν, ὅτε καὶ Ἀριστοτέλης φησίν· ‘ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ
15ἥλιοσ‘· ὅτι γὰρ τοῖς τῶν Αἰγυπτίων σεβάσμασι τὸ τῶν Ἑβραίων συναναπεφυρμένον ὑπῆρχε γένος ἔδειξαν, ὅτε Μωϋσῆς ἐν τῇ νεφέλῃ μὴ ὁρώμενος αὐτοῖς τεσ‐ σαράκοντα διέτριψεν ἡμέρας· μόσχον γὰρ εὐθὺς πε‐ ποιηκότες χρυσοῦν, εἴδωλον Ἄπιδος, ὃν Αἰγύπτιοι
20θεὸν ἐγχώριον ἔχουσι, καὶ τοῦτο θεοποιήσαντες καὶ τῶν τοσούτων ἐκ θεοῦ τεραστίων ἐπιλελησμένοι τε‐ τολμήκασιν εἰπεῖν· ‘οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου‘ καὶ ταῦτα τοῦ θεοῦ λέγοντος ἀκηκοότες· ‘ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ
25ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις
σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ160
Opif
.

161

οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου‘. τοὺς τοιούτους οὖν, ὡς εἶπον, εἰς θεο‐
5γνωσίαν ἀγαγεῖν βουλόμενος Μωϋσῆς τὴν γένεσιν τῶν ἀστέρων ἡλίου τε καὶ σελήνης ὑστέραν τῶν ἀπὸ γῆς βλαστησάντων γεγονέναι παρέδωκε, διδάσκων αὐτοὺς μὴ ὡς θεοῖς προσανέχειν αὐτοῖς, κἂν ὕστερον ἐν τῇ φυσικῇ γενέσει λοιπὸν ὁ ἥλιος τῶν γιγνομένων, ὡς
10καὶ τὰ λοιπὰ στοιχεῖα, συναίτιός ἐστι τοὺς καιροὺς τῇ ἑαυτοῦ κινήσει ποιῶν ἔαρ θέρος μετόπωρον χειμῶνα καὶ τὴν ἐντεῦθεν εὐκρασίαν τοῦ περιέχοντος, ἐξ ἧς ἡ τῶν καρπῶν βλάστησις γίνεται. διὰ τοῦτο μόνῳ τῷ θείῳ προστάγματι Μωϋσῆς τὰ πρωτόγονα φυτὰ καὶ
15ζῷα παρῆχθαι διδάσκει μὴ δεηθέντα τοῦ μήπω ὄντος ἡλίου. ἡ μὲν οὖν πρώτη καὶ κυριωτάτη τῆς τάξεως αἰτία τῶν προκειμένων ἀληθής τε, οἶμαι, καὶ τῷ σκοπῷ τοῦ προφήτου συμβαίνουσα. ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν φυσικὴν καὶ τοῖς προειρημένοις ἤδη λίαν ἀκόλουθον·
20ἐν ἀρχῇ μὲν γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα τὸ φῶς, τρίτον ὑπέστησε τὸ στερέωμα. εἰπὼν δὲ Μωϋσῆς ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστοσ‘ τὴν αἰτίαν τούτων εὐθὺς διδάσκει. πῶς μὲν οὖν ἀόρατος οὖσα γέγονεν ὁρατή, δέδειχεν εἰπών·
25‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘. τούτῳ δὲ συν‐
ῆψεν εὐθὺς καὶ τὸ πῶς ἀκατασκεύαστος ἦν· καλυπτο‐161
Opif
.

162

μένη γὰρ τοῖς ὕδασι τὴν ἰδίαν κατασκευὴν ἀπείληφε γυμνωθεῖσα τούτων· ‘ὤφθη‘ γάρ φησιν ‘ἡ ξηρά‘· τὸ γὰρ ξηρὸν τῆς οὐσίας τῆς γῆς χαρακτηριστικὸν εἶναί φασιν οἱ φυσικοί· τοῦτο δὲ συμπεφυρμένη τοῖς ὕδασιν
5οὔπω κατ’ ἐνέργειαν εἶχεν, ὑποχωρησάντων δὲ τούτων ξηρὰ γέγονε κατ’ ἐνέργειαν. εἰ δὲ καὶ γεννητικὴν νῦν τῶν ἀπ’ αὐτῆς ἐκφυομένων ἔχει δύναμιν, ἐλείπετο δηλονότι καὶ ταύτῃ συμμιγὴς οὖσα τοῖς ὕδασιν, ὅπερ εἰς ἐνέργειαν ἦλθεν εἰπόντος τοῦ θεοῦ· ‘βλαστησάτω
10ἡ γῆ βοτάνην χόρτου‘ καὶ τὰ ἑξῆς· ἅμα γὰρ τῷ θείῳ λόγῳ τὸ δυνάμει αὐτῆς εἰς ἐνέργειαν προσελήλυθεν. ἐπειδὴ δὲ καὶ τὸ μετ’ αὐτὴν στερέωμα γεγονὸς ἀκό‐ σμητον ἦν ἔτι καὶ ἀτελὲς μήπω τῶν φωστήρων γενο‐ μένων, καὶ τούτους κατὰ συνέχειαν δημιουργήσας ὁ
15θεὸς ἐν τῷ στερεώματι τίθησιν. οὐδὲν ἄρα τῆς προσ‐ ηκούσης τάξεως χωρὶς τῷ σοφωτάτῳ πεφυσιολόγηται Μωϋσεῖ. Τῆς τάξεως τοίνυν εἰρημένης σκοπείσθω λοιπὸν τῶν θείων λόγων ἡ δύναμις· ‘καὶ εἶπεν ὁ θεός· συνα‐
20χθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγω‐ γὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘.
22tβʹ. Ὅτι μόνη Μωϋσέως ἡ φυσιολογία καὶ ἕτε‐
23tρος οὐδεὶς οὕτως ἔδειξεν ἀκριβῶς, ὅτι σφαι‐
24tρικὴν ὑπέστησε τὴν γῆν ὁ θεὸς καὶ τὸ ἐπ’ αὐτῇ
25tκεχυμένον ὕδωρ.
26Ἐν τῷ πρώτῳ δεδείχαμεν, ὅτι σφαιρικὸν τῆς γῆς
ὑπάρχει τὸ σχῆμα· οὐ γὰρ ἂν ἄλλως τὸ στάσιμον εἶχε162
Opif
.

163

κατὰ τὸν ἐκκλησιαστήν ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστη‐ κεν‘ εἰπόντα, μὴ τούτῳ περιγεγραμμένη τῷ σχήματι, ὡς ἕκαστον αὐτῆς μόριον ἐπὶ τὸ κέντρον νεύειν τοῦ παντὸς καὶ πανταχόθεν αὐτῇ διδόναι τὸ ἀρρεπὲς
5καὶ τὸ ἀκίνητον. καὶ δῆλον ὅτι τὸ ὕδωρ συνεσχημά‐ τιστο αὐτῇ πανταχόθεν αὐτὴν περιέχον καὶ τὴν δευ‐ τέραν μετ’ αὐτὴν θέσιν τε καὶ τάξιν κατὰ φύσιν στέργον. τῷ ὕδατι δὲ τρίτος ἐπίκειται φυσικῶς ὁ ἀήρ· διόπερ ἐπήγαγε· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω
10τοῦ ὕδατοσ‘. Τούτου δὲ ἀληθοῦς ὄντος πᾶσά πως ἦν ἀνάγκη μήπω τότε μήτε κοιλότητας ἔχειν τὴν γῆν μήτε τὰς τῶν ὀρῶν ὡς εἰκὸς ἐπαναστάσεις· οὕτω γὰρ ἂν αὐτῆς καὶ μόνως τὸ σφαιρικὸν ἐσῴζετο σχῆμα· ἀνάρχου γὰρ
15ὄντος τοῦ κόσμου καὶ οὕτως ἀεὶ ἐχόντων, ὡς νῦν ἔχουσι, τῶν μερῶν τῆς γῆς, τῶν μὲν αὐτῆς ἐπὶ πλεῖ‐ στον ὕψος ὑπερτεινόντων—πολλὰ γάρ ἐστι τῶν ὀρῶν ὑπερνεφῆ τε καὶ ὑπερήνεμα—τῶν δὲ εἰς βάθος ἀχανὲς κοιλαινομένων ὡς τοῦ κέντρου σχεδὸν μὴ πολὺ
20λείπεσθαι, ὧν τὰ μέγιστα νῦν ὑδάτων πεπλήρωται, ἑτέρων δὲ πεδιάσιν ὁμαλαῖς ἐκτεταμένων, οὐδέποτε αὐτὴν εἶναι σφαιρικὴν τῶν ἐνδεχομένων ὑπῆρχε. Μόνος οὖν Μωϋσῆς διὰ τῶν εἰρημένων τὸ σχῆμα τὸ σφαιρικὸν αὐτῆς εἰλικρινὲς ὑπάρχον ἔδειξε, κατὰ
25τὴν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως πανταχόθεν αὐτὴν ὑπὸ τοῦ ὕδατος εἰπὼν καλύπτεσθαι, ὡς ἀόρατον αὐτῆς
ἅπασαν εἶναι τὴν ἐπιφάνειαν, ὅπερ ἐν μόνω συμβαί‐163
Opif
.

164

νειν ἀνάγκη τῷ σφαιρικῷ σχήματι· καὶ τὴν φυσικὴν δὲ τῶν στοιχείων θέσιν τε καὶ τάξιν μόνος ἀπέδωκεν ἀκριβῶς, γῇ μὲν εἰπὼν τὸ ὕδωρ ἐπεῖναι, ὕδατι δὲ τὸν ἀφώτιστον ἀέρα, ὡς ἐν τῷ πρώτῳ δεδείχαμεν.
5tγʹ. Ὅτι ἅμα τῷ θείῳ προστάγματι τοῦ συνα‐
6tχθῆναι τὸ ὕδωρ δοχεῖά τε τούτῳ γέγονε κοι‐
7tλαινομένης τῆς γῆς, καὶ ἕτερα μόρια ταύτης
8tεἰς ὕψος ᾔρετο.
9Ἐπεὶ οὖν ἔδει καὶ τὴν γῆν τοῦ ἰδίου κόσμου τυ‐
10χεῖν καὶ τροφὴν βλαστῆσαι τοῖς οἰκεῖν αὐτὴν μέλλουσι ζῴοις καὶ χώραν δοθῆναι τούτοις οἰκήσεως, συναχθῆ‐ ναι τὸ ὕδωρ εἰς συναγωγὰς ὁ θεὸς κελεύει καὶ τὴν γῆν ὀφθῆναι ξηράν, ὡς εἶχε φύσεως. ἅμα δὲ τῷ θείῳ νεύματι τὰ μὲν εἰς βάθος μόρια τῆς γῆς ἐκοιλαίνετο,
15ὅσα πρὸς ὑποδοχὴν ἤρκει τοῖς ὕδασι, τὰ δὲ εἰς πεδιά‐ δας ὑπελείπετο· καὶ ἐπειδήπερ τὰ ἀναπληροῦντα πρό‐ τερον τὰς μήπω γενομένας τῆς γῆς κοιλότητας οὔτε εἰς τὸ μὴ ὂν ἐφθάρη οὔτε τῆς περιμέτρου τῆς γῆς ὑπερεξέπιπτεν, ὅπερ ἀδύνατόν τε καὶ ἄτοπον ὑποτί‐
20θεσθαι, τί λείπεται ἢ τὰ φαινόμενα νῦν τῶν ὀρῶν ὕψη τῆς ἐπιφανείας ὑπεραναστῆναι τῆς γῆς τῶν δοχείων εἰς ἃ τὸ ὕδωρ ἤμελλε συρρεῖν ὑποχωρήσαντα; εἰ γὰρ καὶ ποταμοὶ καὶ πολλὰ μέρη τῆς θαλάσσης ἔσθ’ ὅτε μετακοιτάζονται, ἕτερα δὲ τῇ προσχώσει τούτων ἀπο‐
25γεούμενα πρὸς ὕψος αἴρεται, ὧν ἡ ἱστορία πλήρης
ὑπάρχει—καὶ τὰ κάτω γοῦν τῆς Αἰγύπτου μέρη164
Opif
.

165

τινὲς ποταμόχωστα εἶναί φασιν—τι θαυμαστὸν θείῳ ταῦτα κατ’ ἀρχὴν γενέσθαι προστάγματι; Εἰ δέ τις δυσχεραίνει τοῖς ἡμετέροις, ἐκεῖνο λογι‐ ζέσθω, ὡς, εἰ καὶ ἄναρχον ὁ κόσμος ἔχοι τὴν ὕπαρξιν,
5τινὰ τοῦ εἰρημένου τῆς γῆς καὶ νῦν ὄντος ἀνωμάλου σχήματος αἴτιον ἐρεῖ· τίνα δ’ ἄλλον, εἰ μὴ θεόν, τὸν οὕτως αὐτὴν δημιουργήσαντα συμφερόντως τοῖς οἰκεῖν αὐτὴν μέλλουσιν· εἰ μή τις αὐτόματον τοῦ παν‐ τὸς εἶναι κατὰ τὴν Ἐπικούρειον ἀθεότητα λέγοι τὴν
10ὕπαρξιν. ὅπερ οὖν ἐξ ἀιδίου πεποιηκέναι λέγουσι τὸν θεόν, πῶς ἄπιστον, εἰ καὶ ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ διδοὺς οὕτω τὴν γῆν διεσχημάτισεν ὡς ἔχει νῦν; ὥστε μόνον ζητήσεως ἄξιον, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι εἴτε μή· τὸ δὲ διὰ τί οὕτως ἐσχημάτισται κοινὸν ἅπασι
15ζήτημα, καὶ ἡ λύσις ὁμοίως κοινὴ πρὸς τῷ μηδὲ σφαι‐ ρικὸν αὐτῆς σχῆμα καὶ τοῦ ὕδατος ἄλλως ποτὲ σωθῆ‐ ναι δύνασθαι, εἰ μὴ καθ’ ἃ Μωϋσῆς μονώτατος ἐν ὀλίγοις οὕτω ῥήμασιν ἔδειξε καὶ τὴν τῶν στοιχείων θέσιν τε καὶ τάξιν, ἣν αὐτοῖς ὁ θεὸς ἔδωκεν.
20 Ἀλλ’ ἐπὶ τὰ τῇ λέξει ζητούμενα τὸν λόγον τρέ‐ ψωμεν. ‘καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτω. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ
25ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν
καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσασ‘.165
Opif
.

166

(1t)

δʹ. Ὅτι ἀναγκαία γέγονεν ὑπὸ τῶν ἑβδομή‐
2tκοντα ἡ ἐπανάληψις τοῦ ‘καὶ συνήχθη τὸ ὕδωρ
3tτὸ ὑποκάτω τοῦ οὐρανοῦ‘ καὶ τῶν ἑξῆς καθ’
4tὁμοίωσιν τῶν ἄλλων τοῦ θεοῦ προσταγμάτων·
5tκαὶ τίς ἐν ἑκάστῳ τούτων δύναμις.
6 Μέχρις οὗ ‘καὶ ἐγένετο οὕτωσ‘ οἱ λοιποὶ δὲ τῶν ἑρμηνευσάντων ἐκδεδώκασιν· τὸ δέ ‘καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά‘ ἐν μόνοις εὑρίσκεται τοῖς
10ἑβδομήκοντα· περιττεύειν δὲ αὐτό τινες ἐνόμισαν, διὰ τοῦ εἰπεῖν ‘καὶ ἐγένετο οὕτω‘ δηλούμενον. ‘εἰ μὴ ἄρα‘ φησὶν Ὠριγένης ‘ἐν τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτως ἐγέγραπτο· ἀλλὰ καὶ ἐκ τῆς τοῦ ῥητοῦ διαφωνίας οὐκ 〈ἂν〉 ἀναγκαία εἶναι ἡ ἐπανάληψις δόξειεν· ὁ μὲν γὰρ
15θεὸς συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὴν μίαν ἐκέ‐ λευσεν· ἡ δὲ ἐπανάληψις· ‘καὶ συνήχθη‘ φησί ‘τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν‘ πληθυντικῶσ‘. τοῦτο μὲν οὖν ῥᾳδίως λυθήσε‐ ται· καὶ τὸ ἐπιφερόμενον γὰρ πληθυντικῶς ἐξήγαγον
20πάντες· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσασ‘, ὥστε καὶ χωρὶς τῆς ἐπαναλήψεως ἡ αὐτὴ μεμένηκε ζήτησις, ἑνι‐ κῶς μὲν τοῦ θεοῦ γενέσθαι προστάξαντος, Μωϋσέως δὲ τὸ γενόμενον διηγησαμένου πληθυντικῶς. ἀλλ’ οὐδὲ
25ἐνταῦθα μόνον τῇ ἐπαναλήψει τῶν εἰρημένων ἐχρή‐ σατο Μωϋσῆς, ἀλλὰ καὶ ἐν τοῖς πλείοσιν· εἰπὼν γάρ·
‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ166
Opif
.

167

ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτωσ‘ ἐπανείληφεν εὐθύς· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος,
5καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘· πλὴν ὅτι τοῖς τόποις τῶν ὑδάτων πλεονάζει ἡ ἐπανά‐ ληψις, οὓς δυνατὸν ἦν προστεθῆναι τῷ θείῳ προστά‐ γματι· ‘καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον τοῦ ὕδατος, ὅ ἐστιν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ
10ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘ καὶ οὐκέτι χρεία τῆς ἐπαναλήψεως ἦν. πάλιν εἰπών· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.
15καὶ ἐγένετο οὕτωσ‘ ἐπανείληφε· ‘καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου‘ καὶ τὰ ἑξῆς· καὶ ἐπὶ τῶν πλείστων ὁμοίως εὑρήσεις· τὰ μὲν γὰρ πρῶτά ἐστι τοῦ θείου προστάγματος, τὰ δὲ ἑξῆς σημαντικὰ τοῦ παρ’ αὐτὰ καὶ χρόνου χωρὶς εἰς ἔργον ἐκβῆναι τὸ θεῖον βούλημα.
20ἢ οὖν καὶ ἐν τοῖς ἄλλοις αἱ ἐπαναλήψεις παρέλκουσιν, ἤ, εἰ ἐν τοῖς ἄλλοις ἀναγκαῖαί εἰσι, καὶ ἐπὶ τοῦ προ‐ κειμένου τὸ ἀναγκαῖον ἕψεται, εἴτε οὕτω τὰ ἀρχαῖα τῶν ἀντιγράφων εἶχεν, εἴτε οἱ ἑβδομήκοντα καθ’ ὁμοί‐ ωσιν τῶν ἄλλων τὸ παραπλήσιον εὐλόγως κἀνταῦθα
25προσέθηκαν, διὰ τὴν τοῦ λόγου σαφήνειαν τό ‘καὶ ἐγέ‐
νετο οὕτωσ‘ ἐξηγούμενοι.167
Opif
.

168

(1t)

εʹ. Ὅτι οὐ πᾶσαν περιέχει τὴν γῆν ὁ ὠκεανὸς
2tοὐδὲ συνάπτει τῇ Ἐρυθρᾷ, ἀλλὰ πλείονά εἰσι
3tτὰ τῶν ὑδάτων συστήματα.
4Διὰ τί οὖν τὸ μὲν πρόσταγμα τοῦ θεοῦ εἰς συνα‐
5γωγὴν κελεύει μίαν, ὁ δὲ Μωϋσῆς ἐπιφέρει ‘καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσασ‘; πῶς γὰρ καὶ μίαν θάλασσαν καὶ πολλὰς εἶναι τὴν αὐτὴν δυνα‐ τόν; τί οὖν ἐροῦμεν; Τῶν γεγραφότων τὰς περιόδους τῆς γῆς οἱ μὲν
10ᾠήθησαν τὸν ὠκεανὸν κύκλῳ περιστέφειν τὴν γῆν ἅπασαν, οἷόν τινα νῆσον αὐτὴν ἐγκολπισάμενον, πλα‐ νηθέντες, ὡς Ἀριστοτέλης φησίν, ἐκ τοῦ μὴ καλῶς ἀκοῦσαι τῆς Ὁμήρου ποιήσεως ἐξ ὠκεανοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ εἰς αὐτὸν δύνειν ποιούσης. τοῦτον δὲ
15τὸν ὠκεανόν φασι πολλοὺς μὲν εἰς τὴν γῆν ἀπερεύ‐ γεσθαι κόλπους, μεγίστους δὲ καὶ ἐπισημοτάτους τέσ‐ σαρας· τήν τε Ἑσπερίαν θάλασσαν τὴν καθ’ ἡμᾶς ἐπὶ μὲν ἀνατολὴν ἀπὸ Γαδείρων ἀρχομένην καὶ τοῦ Ἰβη‐ ρικοῦ κόλπου μέχρι Παμφυλίας διήκουσαν, ἐπὶ δὲ
20βορρᾶν ἕως τοῦ Εὐξείνου πόντου καὶ τῆς Μαιώτιδος καὶ αὐτοῦ παρατείνοντος τοῦ Πόντου ἐπὶ μὲν δύσιν μέχρι Θρᾴκης καὶ τῶν ἐκβολῶν τοῦ Ἴστρου, ὃν οἱ ἐγχώριοι νῦν ὀνομάζουσι Δανοῦβιν, ἐπ’ ἀνατολὴν δὲ μέχρι Φάσιδος καὶ τῶν πάλαι μὲν Κολχῶν νυνὶ δὲ
25Λαζῶν ὀνομαζομένων. ἑτέρους δὲ δύο νοτίους κόλπους168
Opif
.

169

εἶναι τοῦ ὠκεανοῦ τόν τε Ἀράβιον καὶ τὸν Περσικόν, οἵτινες ἐκβάλλουσι μὲν ἀπὸ τῆς μεγίστης θαλάσσης τῆς Ἐρυθρᾶς· μέρος δὲ εἶναι τοῦ ὠκεανοῦ φασι ταύτην τὸ νότιον. τέταρτον ἐπὶ τούτοις βόρειον τὴν Κασπίαν
5τε καὶ Ὑρκανίαν ὀνομαζομένην θάλασσαν ἀντιπρόσω‐ πον ἐπ’ ἀνατολὴν τοῦ Εὐξείνου πόντου κειμένην. Ὅσοι δὲ τῶν γεωγράφων γεγόνασιν ἀκριβέστεροι, ὧν ἐστι καὶ Πτολεμαῖος καὶ Πάππος, κατὰ μόνον τὸ δυτικὸν τῆς γῆς μέρος τὸν ὠκεανόν φασι περιγράφε‐
10σθαι, ὃς καὶ Ἀτλαντικὸς ὀνομάζεται, μόνην δὲ τὴν Ἑσπερίαν θάλασσαν τὴν καθ’ ἡμᾶς συνάπτειν αὐτῷ. ὑπώπτευσαν δέ τινες ἐξ ἀλόγου φήμης, ὅτι κατὰ τὸ νότιον ὁ ὠκεανὸς τῇ Ἐρυθρᾷ ἐπιμίγνυται· ἐξ ἐκείνου γὰρ πλέοντάς φασί τινας κατὰ περίστασιν εἰς τὴν Ἐρυ‐
15θρὰν ἐκπεσεῖν· ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος· ἤμελλεν γὰρ ἂν ὁ ὠκεανὸς διὰ πάσης τῆς Λιβύης καὶ δι’ αὐτῆς φέρεσθαι τῆς κεκαυμένης ζώνης· ταύτην δὲ διελθεῖν πλέουσιν ἀνθρώποις διὰ τὴν ἐκπύρωσιν ἀδύ‐ νατον ἦν. ἀλλὰ καὶ τὸν Νεῖλον δι’ αὐτῆς τῆς κεκαυ‐
20μένης ἐκ τῶν ἐπέκεινα τόπων φερόμενον εἰς τὸν ὠκε‐ ανὸν ἐκχεῖσθαι πάντως ἦν ἀνάγκη· φασὶ γάρ τινες αὐτὸν ἐκ τῆς ἀντοικουμένης τὰς ἀρχὰς ἔχοντα φέρε‐ σθαι πρὸς ἡμᾶς· διὸ καὶ ἐν θέρει μόνον τῶν ποτα‐ μῶν πλημμυρεῖν παρ’ ἡμῖν ἐκεῖ χειμάζοντα καὶ τὸ
25ὕδωρ ἔχειν γλυκύτατον· τοιαῦτα γὰρ εἶναι τὰ προθερ‐ μαινόμενα τῶν ὑδάτων. εἰ δὲ μὴ ἐκ τῆς ἀντοικου‐ μένης, ἀλλ’ ἐκ τῶν μετὰ τὸν θερινὸν τροπικὸν τῆς
Λιβύης μερῶν φέρεσθαι λέγοι τις αὐτόν, μάρτυρα169
Opif
.

170

τούτου Πτολεμαῖον ὡς ἔγνων ἐπικαλούμενος, ἠγνόησεν ὡς ἔοικεν οὗτος τὰ Πτολεμαίῳ περὶ αὐτοῦ γραφέντα· οὐδὲ γὰρ Πτολεμαῖος, οὐδ’ ἄλλος οὐδεὶς τὰς πηγὰς καὶ τὴν ἀρχὴν εὑρεῖν τοῦ Νείλου δεδύνηται· οὐδὲ ὁ
5τοῦτο νομίζων τοῖς εἰρημένοις ὑπὸ τοῦ Πτολεμαίου ἐπέστησεν· τί γάρ φησι; ‘τῶν ἀνθρωποφάγων Αἰθιό‐ πων ἀπὸ δυσμῶν διήκει τὸ τῆς σελήνης ὄρος, ἀφ’ οὗ ὑποδέχονται τὰς χιόνας αἱ τοῦ Νείλου πηγαί‘· ἐκ τούτου πλανηθέντες ἐνόμισάν τινες ἀπὸ τῶν λιμνῶν
10τούτων οἴεσθαι τὸν Πτολεμαῖον πληροῦσθαι τὸν Νεῖλον καὶ τοῦ σεληναίου ὄρους. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ αἱ λίμναι τῶν ποταμῶν εἰσι πηγαί, οὐδὲ ἔκ τινων ἐν τῷ σεληναίῳ ὄρει πηγῶν ταύτας φησὶ πληροῦσθαι τὰς λίμνας ἢ ἐκ τῶν λιμνῶν τὸν Νεῖλον· τοὐναντίον
15γὰρ ἐκ τῶν ποταμῶν αἱ λίμναι γίνονται. ἀλλ’ εἶναι μὲν ταύτας τοῦ Νείλου λίμνας, ὡς καὶ ἄλλας ποιεῖ μυρίας, τὰς δὲ τοῦ ὄρους τούτου χιόνας, εἴπερ οὕτω νοτιώτατον ὑπάρχον χιόνας ἔχει, δέχεσθαί φησιν αὐτὰς τηκομένας δηλονότι, τὴν δὲ ἐπέκεινα τῶν εἰρημένων
20τόπων γῆν ἄγνωστον εἶναι. οὐδεμίαν γοῦν οἴκησιν νοτιωτέραν εἶναι τούτων ἱστόρησεν, οὐδὲ τίνες οὐδὲ ποῦ εἰσιν αἱ τοῦ Νείλου πηγαί. οὐκ ἄρα ἐπέστησαν τοῖς τοῦ Πτολεμαίου ῥήμασιν οἱ τοῦτον ἐπικαλεσά‐ μενοι τῆς ἑαυτῶν πλάνης μάρτυρα.
25 Εἰ τοίνυν ὁ μὲν Ἀράβιος κόλπος μέρος ἐστὶ τῆς Ἐρυθρᾶς, πλησιάζει δὲ οὗτος τῇ κατ’ Αἴγυπτον Βαβυ‐
λῶνι ὁδὸν ἐξ αὐτῆς ἔχων ἀχθοφόροις μὲν ζῴοις ἡμε‐170
Opif
.

171

ρῶν ἐγγύς που τεσσάρων, ὀξυτάτῳ δὲ δρομεῖ ἵππον ἐλαύνοντι νυχθημέρου, ὁ δὲ Νεῖλος τῆς Αἰγύπτου πολύ ἐστι νοτιώτερος τοὐλάχιστον μέχρι τῆς ἀοικήτου διήκων, εἰ δ’ [ἂν] ἄρα ὁ ὠκεανὸς συνῆπται τῇ Ἐρυ‐
5θρᾷ, ὡς μίαν ἀμφοτέρους γίγνεσθαι θάλασσαν, πᾶσα ἦν ἀνάγκη τὸ παρ’ ἡμῶν εἰρημένον συμβαίνειν, ἐκ τῶν νοτιωτέρων τῆς θαλάττης ταύτης τὸν Νεῖλον φερόμενον εἰς αὐτὴν ἐκχεῖσθαι. νυνὶ δὲ εἰς τὴν καθ’ ἡμᾶς δι’ ἑπτὰ στομάτων ἐκβάλλει θάλασσαν, ὧν τὸ
10Κανωβικόν ἐστι βορειότατον· ἔδει δέ που καὶ διὰ τῆς Λιβύης φερόμενον φέρεσθαι τὸν ὠκεανόν. ψευδὴς ἄρα παντελῶς ἐστιν αὕτη ἡ ὑπόνοια. τὴν δὲ Κασπίαν ἤτοι Ὑρκανίαν καὶ Ἀριστοτέλης φησὶν ὑπὸ γῆς οἰκουμένης πανταχόθεν κυκλοῦσθαι.
15 Εἰ μὲν οὖν τοῖς προτέροις τις γεωγράφοις ἀκο‐ λουθήσειεν, εἴποι ἂν τὴν αὐτὴν καὶ μίαν εἶναι θά‐ λασσαν καὶ πολλάς· μίαν μὲν ὡς συνεχῆ καὶ πασῶν περιεκτικήν, πολλὰς δὲ διὰ τοὺς ἐξ αὐτῆς πλείονας εἰς τὴν γῆν ἐκδιδομένους κόλπους ἀλλήλων διακεκρι‐
20μένους οὐ τοῖς ὕδασιν, ἰδίᾳ δέ τινι περιγραφῇ ὥστε τῇ ὁλότητι μὲν μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν καὶ τὴν θάλασσαν μίαν, τοῖς μέρεσι δέ, καθ’ ἃ διακρίνονται ἀλλήλων τισὶν ἰδιώμασι, πολλάς. οὐκ εὐλόγως δέ, οἶμαι, πολλὰς ἐροῦμεν ταύτας, εἴπερ
25μία πασῶν ἐστιν ἡ τοῦ ὕδατος συνέχεια μόνοις δια‐ κεκριμένη ὑπὸ τῶν γεωγράφων ὀνόμασιν. οὐδενὶ δὲ τεκμηρίῳ φυσικῷ τὸν διορισμὸν ἐμφαίνουσιν, ἀλλ’ ἐκ
μόνων τῶν παρακειμένων τόπων, οἷον ὁ Ἰβηρικὸς171
Opif
.

172

πόντος ὁ Λιγυστικὸς ὁ Τυρρηνικὸς τὸ Λιβυκὸν πέλα‐ γος τὸ Σικελικὸν τὸ Κρητικὸν τὸ Αἰγύπτιον τὸ Σιδό‐ νιον τὸ Ἰσσικόν. οὐδὲ γὰρ φύσει ταῦτα διῄρηται ἀλλήλων, μέρη δέ ἐστι συνεχῆ πάντα τῆς Ἑσπερίας
5θαλάσσης, μιᾶς μὲν οὔσης, ὑπό τινων δὲ ὕστερον οὕτως ὠνομασμένων καὶ διῃρημένων τῶν αὐτῆς μερῶν· εἰς παράστασιν γὰρ τῶν παρακειμένων αὐτοῖς τόπων τὴν ἐξ αὐτῶν εἰλήφασιν ὀνομασίαν. μόνος δὲ ὁ Ἰόνιος κόλπος φυσικὸν ἀπὸ τῶν ἄλλων ἔχει διορισμὸν ἀπὸ
10τοῦ Σικελικοῦ μὲν στρεφόμενος ἐπὶ βορρᾶν, ἐπὶ πλεῖ‐ στον δὲ προελθὼν λοξὸς ἐπὶ δύσιν φέρεται εἰς Ἀκυ‐ ληίαν περατούμενος. ἐκ δὲ τοῦ Αἰγυπτίου πελάγους ἐπὶ βορρᾶν τρεπομένου τὸ Αἴγαιόν ἐστιν, ὅ τε Μέλας κόλπος, μεθ’ ὃν ὁ Ἑλλήσποντος καὶ ἡ Προποντὶς ὁ
15Βόσπορός τε καὶ αὐτὸς ὁ Πόντος, μεθ’ ὃν ἡ Μαιῶτις λίμνη. πάντα δὲ τὰ εἰρημένα μίαν ἔχει συνέχειαν ὕδατος.
17tϛʹ. Πῶς ὁ μὲν θεὸς εἰς συναγωγὴν μίαν τὸ
18tὕδωρ συναχθῆναι κελεύει, ὁ δὲ Μωϋσῆς ‘καὶ
19tτὰ συστήματα‘ φησί ‘τῶν ὑδάτων ἐκάλεσε
20tθαλάσσασ‘.
21 Ταῦτα μὲν οὖν περὶ τούτων· εἰ δὲ τοῖς ἐπιστη‐ μονικωτέροις τῶν γεωγράφων ἀκολουθεῖν εὔλογον— οὔτε δὲ τὴν Ἐρυθρὰν οὗτοι τῷ ὠκεανῷ οὔτε τὴν Ὑρκανίαν ἑτέρᾳ θαλάσσῃ συμβάλλειν ἐθέλουσι—πῶς
25κατὰ τὴν δόξαν ταύτην μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν ἀληθές; καὶ εἰ μίαν, οὐκέτ’ ἂν εἶεν πολλαί. πῶς οὖν καὶ εἰς συναγωγὴν μίαν τὸ ὕδωρ ὁ θεὸς
συναχθῆναι κελεύει καὶ πάλιν τὰ συστήματα τῶν ὑδά‐172
Opif
.

173

των ἐκάλεσε θαλάσσας καὶ τούτων παρὰ πόδας ἑκά‐ τερον; ὅθεν εἰκότως κινηθείη τις ἂν τὴν ἐν τούτοις ἔννοιαν τοῦ Μωϋσέως ζητεῖν. Πολλὰ τῶν ὀνομάτων ἑνικῶς ἅμα καὶ πληθυντι‐
5κῶς λέγεται τῆς αὐτῆς μὲν οὔσης ἐν ἑκατέρᾳ φωνῇ σημασίας· ὡς ‘Ἀθήνη ἡ πόλισ‘ καὶ ‘εὐρυάγυιαν Ἀθή‐ νην‘ καὶ πληθυντικῶς· ‘τὰς ἱερὰς ὅπως προσείποιμι Ἀθήνασ‘ ‘ἐν ταῖς Ἀθήναις κατθανεῖν μ’ ἀλώμενον‘. Θήβη καὶ Θῆβαι, Πλάταια καὶ Πλαταιαί, Θέσπεια καὶ
10Θεσπειαί. ταῦτα μὲν οὖν ἐπὶ κυρίων καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ τούτων χρῆσις· ἐπὶ δὲ προσηγορικῶν· ἵππος καὶ ἵπποι, ἀναβάτης καὶ ἀναβάται· ‘ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν‘. ‘ψευδὴς ἵππος εἰς σωτηρίαν‘. ‘ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόν‐
15τισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ‘. ‘οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποισ‘. 〈ἄνθρωπος καὶ ἄνθρωποι〉· ‘ἄνθρω‐ πος ἐν τιμῇ ὢν οὐ συνῆκεν‘. ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘. ‘ἄνθρωπος μα‐ ταιότητι ὡμοιώθη‘. ‘ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀπο‐
20θνῄσκετε‘. ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοισ‘. ἐκκλησία καὶ ἐκκλησίαι· ‘ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα‘. ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ
25πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆσ‘. ‘ἡμεῖς τοι‐173
Opif
.

174

αύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ 〈ἐκκλησίαι〉‘ ‘ἐκκλησίαις ἁπάσαις διατάσσομαι‘. καὶ τὸ μὲν ἑνικὸν τὸ περιεκτικὸν δηλονότι τῶν καθ’ ἕκαστον ἁπάντων εἶδος ἢ γένος ὑπάρχον σημαίνει· τὸ δὲ πληθυντικὸν
5τὰ ὑπὸ τὸ εἶδος ἄτομα· ἐκκλησία μὲν γὰρ αὐτὸ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ τὸ κοινὸν σημαινόμενον, καθ’ ὃ πᾶσαι συνεστήκασι, ὅπῃ ποτ’ ἂν εἶεν καὶ ὅσαι· ἥτις ἐστὶν ἡ τοῦ Πέτρου ὁμολογία· ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ
10πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆσ‘· ἐκκλησίαι δὲ τὸ πλῆθος αὐτῶν τὸ πανταχοῦ· ‘Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ‘· ‘ταῖς ἐκκλησίαις τῆς Γαλατίασ‘. ὕδωρ καὶ ὕδατα· πρόκειται τούτων ἡ χρῆ‐ σις, τὸ μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς κοινῆς τῶν ὑδά‐
15των σημασίας, τὸ δὲ ἐπὶ τοῦ πλήθους, εἴτε ἀθρόον ᾖ συνηγμένον καὶ πολύ, εἴτε ἄλλο ἀλλαχοῦ διακέκριται· πολλάκις γὰρ τὸ ἑνικὸν καὶ ἐπὶ τοῦ πλήθους τάσσε‐ ται· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη‘ ἀντὶ τοῦ πᾶς ἄνθρωπος· ὃ σαφέστερον ἐν ἑτέροις εἴρηται· ‘ἐγὼ εἶπα
20ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστησ‘· οὕτως οὖν καὶ ἐν τῷ· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη‘ λεί‐ πει τὸ πᾶς· ἐπάγει γάρ· ‘αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν‘· οὐ γὰρ ἁπλῶς τὸ τῶν ἀνθρώπων εἶδος ἢ γένος σημᾶναι νῦν βούλεται, ἀλλὰ τοὺς καθ’ ἕκα‐
25στον ἀνθρώπους ἅπαντας, καθ’ αὑτὸν ἕκαστον. οὕτως
οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ174
Opif
.

175

τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν‘· του‐ τέστιν ὅλη τοῦ ὕδατος ἡ φύσις· μία δὲ συναγωγὴ ὑδάτων τὸ περιεκτικὸν εἶδος πάσης συναγωγῆς, τὸ ὡς ἐν δοχείῳ τινὶ περιέχεσθαι, ὡς καὶ μίαν ἐκκλησίαν
5λέγομεν τὰ πανταχοῦ γῆς τῶν ἐκκλησιῶν συστήματα· τὸ δὲ εἰς τὰς συναγωγὰς αὐτῶν τὸ ὑπὸ τοῦ γενικοῦ ὀνόματος περιεχόμενον πλῆθος, ὥσπερ καὶ ἡ ἐκκλησία εἰς τὰς πανταχῇ ἐκκλησίας διαιρεῖται. Ἀλλ’ ἴσως τό ‘μία‘ ταράξει ‘εἰς συναγωγὴν μίαν‘
10μονάδος ὑπάρχον δηλωτικόν· ἀλλ’ ἴστωσαν ὅτι καὶ πᾶν γένος ἕν ἐστι· διὸ καὶ δέκα εἶναί φασι τῶν ὄντων τὰ γένη ἑνὸς ὄντος ἑκάστου καθ’ αὑτό· καὶ πᾶν εἶδος ὁμοίως ἕν, καίτοι πολλὰ περιέχον τὸ μὲν εἶδος ἄτομα, τὸ δὲ γένος εἴδη. ἀλλὰ καὶ ‘μία πίστις ἓν βάπτισμα‘
15φησὶν ὁ ἀπόστολος, μίαν πίστιν λέγων τὴν μίαν καὶ τὴν αὐτὴν εἰς θεὸν ὁμολογίαν καὶ συμφωνίαν ἁπάν‐ των, ὁμοίως καὶ τὸ βάπτισμα ἓν συμφώνως γινόμενον εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· κατ’ ἀριθμὸν γὰρ πολλοὶ καὶ οἱ πιστεύον‐
20τες καὶ αἱ τούτων ὁμολογίαι καὶ οἱ βαπτιζόμενοι καὶ τὰ τούτων βαπτίσματα· ἀλλὰ κατὰ τὴν ὁμοειδείαν τῆς πίστεως καὶ τοῦ βαπτίσματος μία καὶ ἡ πίστις καὶ τὸ βάπτισμα ἕν· οὕτως οὖν καὶ διὰ τὸ ὁμοειδὲς τῶν συναγωγῶν τοῦ ὕδατος μίαν εἶπεν αὐτοῦ τὴν συναγω‐
25γήν, διὰ μέντοι τὰς ἀπ’ ἀλλήλων διαστάσεις αὐτῶν πολλάς· συναχθήτω οὖν τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, τῷ εἴδει τῆς ἀθροίσεως μίαν, οὐχὶ δὲ τῷ ἀριθμῷ· καὶ πρὸ τούτου γὰρ ὅλον ἦν ἑαυτῷ συνεχὲς τὸ ὕδωρ οὐδεμίαν ἔχον διαίρεσιν· ὃ καὶ κυρίως εἴποις
30ἂν μίαν συναγωγήν· νῦν δὲ καὶ εἰς μέρη διέσπασται.175
Opif
.

176

ἄλλην οὖν κατ’ εἶδος κελεύει γενέσθαι συναγωγήν, οὐχ οἵα ἦν ἡ προτέρα ἑαυτῇ μὲν συνεχής, ὅλον δὲ τὸ πρόσωπον τῆς γῆς καλύπτουσα καὶ κεχυμένη δι’ ὅλης· συσταλῆναι δὲ αὐτὸ κελεύει καὶ συρρυῆναι ἐν ταῖς
5νῦν γινομέναις κοιλότησι, ὅποι ποτ’ ἂν εἶεν. κατὰ μὲν οὖν τοῦτο ἓν εἶδος συναγωγῆς ἁπασῶν τὸ εἰρη‐ μένον· ἐπειδὴ δὲ πολλαχοῦ τὴν γῆν ἔδει φανῆναι γυμνωθεῖσαν τοῦ ὕδατος διὰ τὰς διαφόρους οἰκήσεις καὶ τοὺς ἐκ τῆς γῆς ἀναδοθησομένους καρπούς, πολλὰ
10τῷ ἀριθμῷ τῶν ὑδάτων γεγόνασιν αἱ συναγωγαὶ ἑκά‐ στης αὐτῶν εἰς πολλὰ χρησιμευούσης.
12tζʹ. Ὅτι οὐ μόνον ἐπὶ τῶν ὑδάτων, ἀλλὰ καὶ ἐπὶ
13tτῶν ἄλλων σχεδὸν ἁπάντων τὸ μὲν πρόσταγμα
14tτὸ θεῖον πρόεισιν ἑνικῶς, τὸ δὲ ἔργον εἰς
15tπλῆθος ἐκτείνεται.
16 Ἴδοις δ’ ἂν καὶ ἐπὶ τῶν ἄλλων τοῦ θεοῦ προσταγ‐ μάτων τὸ παραπλήσιον, ἑνικῶς μὲν τὸ πρόσταγμα τοῦ θεοῦ γινόμενον, εἰς πλῆθος δὲ τοῖς ἔργοις ἐκβαῖνον· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπι‐
20μον‘. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘· τὰ δὲ γενόμενα πλεῖστα· οὐ γὰρ ἐν ἑνὶ τόπῳ ἀλλὰ πανταχοῦ τῆς γῆς ἔργον τὸ τοῦ θεοῦ γέγονε πρόσταγμα, ὡς πᾶσαν εὐθὺς χλοηφορῆσαι καὶ τέλειον τῶν βλαστησάντων ἕκαστον ἀναδεῖξαι· οὐδὲ γὰρ ἓν γέγονεν εἶδος βοτάνης,
25οὐδὲ ἓν εἶδος καρπίμου ξύλου, ἀλλ’ ὅσαπέρ εἰσι παν‐ ταχοῦ. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘, καὶ μυρία γένη ζῴων ἐφάνη πανταχοῦ γενομένων· καὶ μάλιστα τὰ οἰκεῖα τοῖς τόποις, ἐξ ὧν λοιπὸν ἡ κατὰ τὴν διαδοχὴν
τοῦ ὁμοίου γένεσις ἤμελλεν ἔσεσθαι· εὔλογον γὰρ καὶ176
Opif
.

177

τῇ φύσει πρέπον καὶ τῇ θείᾳ δημιουργίᾳ τῶν ἀτελῶν προηγεῖσθαι τὰ τέλεια· ἡ γὰρ τοῦ σπέρματος πρόοδος ἐκ τῶν τελείων ὑφίσταται· δεῖ οὖν προϋπάρξαι τὰ τέλεια· ὅτι γὰρ ἀδύνατον ἦν δι’ ἀπείρων εἰς τὰ νῦν
5ὄντα τὴν γένεσιν προελθεῖν, ἐν ἑτέροις πολλάκις ἐδείξαμεν. Ἀνάγκη οὖν πᾶσα τὰ πρῶτα καθ’ ἕκαστον εἶδος γενόμενα μὴ ἐξ ὁμοίου λαβεῖν τὴν γένεσιν· τὸ αὐτὸ καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων γενέσεως· εἰπὼν γὰρ ὁ
10θεός· ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘ πληθυντικῶς ἐπήγαγε ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσησ‘. καὶ πάλιν· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· τὸ μὲν γὰρ ἑνικὸν
15κατὰ τοῦ εἴδους, τὸ δὲ πληθυντικὸν κατά τε τῶν δύο γενῶν, τοῦ ἄρσενος καὶ τοῦ θήλεος, καὶ κατὰ τοῦ πλήθους τῶν ὑπὸ τὸ εἶδος ἀτόμων. οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ εἰς συνα‐ γωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς
20τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλε‐ σεν θαλάσσασ‘· πολλὰ γὰρ τὰ τῶν ὑδάτων συστήματα.
22tηʹ. Ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων ἡ τοῦ ‘κατὰ
23tγένοσ‘ προσθήκη τὸ ἓν ὑπάρχειν τὸ γένος ἐδή‐
24tλωσεν, οὕτω νῦν τὸ ‘εἰς συναγωγὴν μίαν‘
25tεἰπὼν τὴν τῷ εἴδει μίαν ἐδίδαξεν.
26Πάλιν ὥσπερ ἐπὶ τῶν βοτανῶν εἰπών· ‘βλαστη‐
σάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον‘ ἐφ’177
Opif
.

178

ἑκατέρου τό ‘κατὰ γένοσ‘ προσέθηκε δεικνὺς ὡς γενι‐ κόν ἐστι καὶ οὐκ ἐφ’ ἑνὸς ἀριθμῷ τὸ πρόσταγμα. καὶ πάλιν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένοσ‘ τὰ διάφορα γένη δηλοῖ τῶν ψυχῶν· οὕτω καὶ τό ‘εἰς
5συναγωγὴν μίαν‘ τὴν κατὰ γένος μίαν εἶπεν· ὥσπερ γὰρ ἐπ’ ἐκείνων διὰ τοῦ ‘κατὰ γένοσ‘ τὸ ἑνικὸν τοῦ γένους ἐδήλωσεν, οὕτως ἔμπαλιν ἐνταῦθα ‘εἰς συνα‐ γωγὴν μίαν‘ εἰπὼν τὴν τῷ γένει μίαν παρέστησεν. ὡς γὰρ ἐκεῖ καθ’ ἕκαστον γένος βοτάνης πολλαὶ τῷ ἀριθμῷ
10γεγόνασιν ὁμοειδεῖς, οἷον φέρε θριδακῖναι μαλάχαι ῥοδωνιαὶ ἰωνιαὶ ἀγρώστεις ἕρπυλλοι καὶ ἐπὶ παντὸς τῶν τοιούτων εἴδους ὁμοίως, καὶ τὰ τῶν δένδρων ἀκολούθως εἴδη καὶ τὰ τῶν ψυχῶν—οὐ γὰρ δὴ καθ’ ἓν μέρος τῆς γῆς, ὡς εἶπον, ἀλλὰ κατὰ πᾶσαν
15ἔργον τὸ πρόσταγμα γέγονεν—οὕτω κἀνταῦθα τὸ μέν ‘εἰς συναγωγὴν μίαν‘ τὴν κατ’ εἶδος ἢ γένος μίαν συμφώνως τοῖς ἄλλοις ἅπασι νοεῖν ἀνάγκη, ‘τὰ δὲ συστήματα τῶν ὑδάτων‘ τὰς πολλὰς αὐτῶν καὶ ὁμοει‐ δεῖς συναγωγάς. διὸ καὶ πᾶσαι συνεφώνησαν αἱ ἐκ‐
20δόσεις τὸ μὲν πρότερον κατὰ τὸ ἑνικόν, τὸ δὲ ὕστερον κατὰ τὸ πληθυντικὸν ἐξάγουσαι· Ἀκύλας· καὶ ἐκά‐ λεσεν ὁ θεὸς τῇ ξηρᾷ γῆ καὶ τοῖς συστήμασι τῶν ὑδάτων θάλασσαι. ὁμοίως Θεοδοτίων καὶ Σύμμαχος· καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν,
25τὰ δὲ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσ‐ σας. εἰ δὲ μίαν τῷ ἀριθμῷ συναγωγὴν τῶν ὑδάτων τὸ πρόσταγμα γενέσθαι ἠβούλετο, ἑνικῶς ἂν καὶ ὁ
προφήτης διηγούμενος ἔλεγεν· καὶ τὸ σύστημα τῶν178
Opif
.

179

ὑδάτων ἐκάλεσε θάλασσαν. ὁ δὲ Ἀκύλας λέξιν πρὸς λέξιν σχεδὸν τὸ Ἑβραϊκὸν μεταβαλὼν ἐν πολλοῖς ὡς καὶ ἐνταῦθα τὴν Ἑλληνικὴν οὐ φυλάττει σύνταξιν.
4tθʹ. Ὅτι οὔτε ποταμοὺς οὔτε λίμνας εἰκὸς ἦν
5tπρὸ τῆς τοῦ κόσμου συμπληρώσεως ὑπάρχειν.
6 Ὑπομνηστέον δὲ κἀκεῖνο Βασιλείῳ καλῶς εἰρημένον ὅτι συναγωγὰς καὶ συστήματα μέγιστα ἀκουστέον καὶ ταύτας κληθῆναι θαλάσσας, ὧν καὶ πρὸ τούτων ἐμνή‐ σθημεν, οὐ γὰρ δὴ λίμνας ἢ τέλματα ἢ τοιαύτας τινὰς
10ἀθροίσεις ὑδάτων· οὐδὲ γὰρ ἦσαν, οἶμαι, τὴν ἀρχὴν μήπω τοῦ κόσμου συμπεπληρωμένου· πολλὰς γὰρ τοι‐ αύτας ἄλλας ἀλλαχοῦ κατὰ χρόνον ὕστερον γενομένας εὑρίσκομεν καὶ ἄλλας ἐκδαπανωμένας· ἀλλ’ οὐδὲ τοὺς ποταμοὺς συμπαραληπτέον· οὐδὲ γὰρ στάσιμον ἀλλὰ
15ῥυτὸν ἔχουσι τὸ ὕδωρ εἰς τὰς γενομένας συναγωγὰς τῶν θαλασσῶν ἀπορρέον· οὐδ’ εἶναι τούτους πρὸ τῆς τοῦ κόσμου τελεσιουργίας νομίζομεν ἐκ τῆς νῦν αὐτῶν γενέσεως οὐκ ἀλόγως τοῦτο στοχαζόμενοι· εἰ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσιν, οὔπω δὲ ὑετὸς ἦν—
20‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τῆς γῆσ‘ φησὶ Μωϋσῆς ‘πρὸ τοῦ γενέσθαι πᾶν χλωρὸν ἀγροῦ καὶ πάντα χόρ‐ τον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι‘—οὐκοῦν οὐδὲ ποταμοὺς εἰκὸς ἦν εἶναι τότε οὐδὲ τὰς ἐκ τούτων συνισταμένας λίμνας· μετὰ γὰρ τὴν τῶν ὑδάτων συναγωγὴν καὶ
25τὴν τοῦ παντὸς κόσμου συμπλήρωσιν τότε Μωϋσῆς
οὕτω φησίν· ‘πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπό‐179
Opif
.

180

τιζε πᾶν τὸ πρόσωπον τῆς γῆσ‘ καὶ πάλιν· ‘ποταμὸς δὲ ἐπορεύετο ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον‘.
3tιʹ. Ὅτι ξηρὰν μὲν ἐκάλεσεν τὴν γῆν μετὰ τὸ
4tχωρισθῆναι τῶν ὑδάτων εὐλόγως, γῆ δὲ τὸ
5tκύριον αὐτῆς ὄνομα, καὶ εἰ τὸ ὕδωρ ἐπικλύζον
6tἔχοι.
7 ‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστή‐ ματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσασ‘. καὶ ὅτε ἄρα ἔλεγε Μωϋσῆς ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν
10καὶ τὴν γῆν‘, τῷ νῦν τεθέντι τῇ γῇ μετὰ τὴν τοῦ ὕδατος ὑποχώρησιν ὀνόματι προληπτικῶς αὐτὴν ἐκάλει ὡς ἤδη συνεγνωσμένου ἡμῖν τοῦ ὀνόματος, καὶ πάλιν· ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστοσ‘· ὥστε γῆν μὲν αὐτὴν καὶ ὑποβρύχιον οὖσαν ὀνομάζει, ξηρὰν δὲ
15μήπω, κεχωρισμένην τῶν 〈ὑδάτων〉 οὐκέτι· πῶς γὰρ ἂν ξηρὰν ἤμελλε καλεῖν πηλώδη οὖσαν καὶ συμπεφυρ‐ μένην τοῖς ὕδασιν, εἰ καὶ δυνάμει ἦν τοιαύτη; Πάλιν δὲ κατανοεῖν ἀξιῶ τὴν πρὸς τὰ πράγματα τοῦ προφήτου συμφωνίαν· δέδεικται γὰρ τοῖς φυσι‐
20κοῖς, ὡς αἱ πρῶται δύο τῶν ποιοτήτων ἀντιθέσεις, τοῦ θερμοῦ καὶ 〈τοῦ〉 ψυχροῦ, τοῦ ξηροῦ τε καὶ τοῦ ὑγροῦ κατὰ δύο τὰς μὴ ἐναντίας συνδυαζόμεναι τὰ τέσσαρα ποιοῦσι στοιχεῖα. ἡ μὲν τοῦ θερμοῦ καὶ ξηροῦ συζυγία τὸ πῦρ, ἡ δὲ τοῦ θερμοῦ καὶ ὑγροῦ
25τὸν ἀέρα, πάλιν τὸ ψυχρὸν μὲν καὶ τὸ ξηρὸν τὴν γῆν,180
Opif
.

181

τὸ ψυχρὸν δὲ καὶ τὸ ὑγρὸν τὸ ὕδωρ. ἕκαστον δὲ τῶν στοιχείων τῇ πλεοναζούσῃ χαρακτηρίζεται· τὸ μὲν πῦρ τῷ θερμῷ· μᾶλλον γάρ ἐστι τοῦ ἀέρος θερμόν· ὁ δὲ ἀὴρ τῷ ὑγρῷ· τοῦ ὕδατος γὰρ μᾶλλόν ἐστιν ὑγρός·
5ὁρίζεται γὰρ τὸ ὑγρὸν τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ, εὐόριστον δὲ ἀλλοτρίῳ· τοιοῦτος δὲ μᾶλλον τοῦ ὕδα‐ τός ἐστιν ὁ ἀὴρ λεπτομερέστερος πολλῷ τοῦ ὕδατος ὢν καὶ διὰ τῶν λεπτοτάτων διερχόμενος πόρων. πάλιν τὸ ὕδωρ χαρακτηρίζεται μὲν τῷ ψυχρῷ—τίνι γὰρ ἂν
10ἑτέρῳ; —ψυχρότερον τῆς γῆς ὑπάρχον· ἡ δὲ γῆ τῷ λειπομένῳ ξηρῷ, ὅπερ δυσόριστον μὲν ἀλλοτρίῳ ἐστὶν ὅρῳ, εὐόριστον δὲ οἰκείῳ· τοιαύτη δὲ τοῦ πυρὸς μᾶλ‐ λόν ἐστιν ἡ γῆ· ἡ μὲν γὰρ πάντων ἐστὶ παχυτάτη, τὸ δὲ πάντων λεπτομερέστατον.
15 Τῇ φυσικῇ τοίνυν δυνάμει τῶν στοιχείων ἀκολου‐ θῶν Μωϋσῆς ‘καὶ ἐκάλεσε‘ φησίν ‘ὁ θεὸς τὴν ξηρὰν γῆν‘ τουτέστι τὴν χαρακτηριζομένην τῇ ξηρᾷ ποιότητι· οὐκ ἴδιον δὲ μόνης ἐστὶν αὐτῆς, ὡς εἶπον, τὸ ξηρόν— εἰ καὶ μᾶλλον αὐτῆς—ἀλλὰ καὶ τοῦ πυρός· οὐκ ἂν
20οὖν δικαίως ὄνομα θείη τις αὐτῇ τὸ ξηρόν, κἂν δια‐ φέρῃ τοῦ ἐν πυρί· τὰ γὰρ ὀνόματα ἐκ τῶν ἄλλων ἁπάντων διακρίνειν ἐθέλει τὰ ὑποκείμενα. διό φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν‘· τοῦτο γὰρ αὐτῇ κυριώτατον ὄνομα καὶ τῇ φύσει πρέπον αὐτῆς· οἱ
25γὰρ διὰ τῶν ἐτυμολογιῶν φυσιολογοῦντες τὰ ὑποκείμενα τοῖς ὀνόμασι πράγματα παρὰ τό ‘γῶ‘ ῥῆμά
φασιν, ὃ σημαίνει τό ‘χωρῶ‘, παρῆχθαι τό ‘γῆ‘ ὄνομα·181
Opif
.

182

μόνη γὰρ αὕτη χωρητικὴ πάντων ἐστίν, οὐ μόνον τῶν ἐνοικούντων αὐτῇ ζῴων καὶ τῶν ἐξ αὐτῆς φυομένων, ἀλλὰ καὶ τῶν λοιπῶν τριῶν στοιχείων. τὸ μὲν οὖν ὕδωρ ἅπαν ἐν τοῖς κοιλώμασιν αὐτῆς ἐγκολπίζεται·
5τοῦ δὲ ἀέρος τοῦ εἰς αὐτὴν ἐναπολαμβανομένου μέγα τεκμήριον οἱ σεισμοὶ ἀναβράσσοντες αὐτὴν καὶ μυ‐ κηθμὸν ποιοῦντες πολὺν τῇ βιαίᾳ διὰ τὴν στενοχω‐ ρίαν κινήσει τοῦ πνεύματος· τοῦ δὲ ἐμφωλεύοντος αὐτῇ πυρὸς τὰ ἀναδιδόμενα πολλαχοῦ τῆς γῆς θερμὰ
10λουτρὰ καὶ οἱ ἐν Σικελίᾳ τοῦ πυρὸς κρατῆρες καὶ ἐν Λιπάρᾳ καὶ ἐν Λήμνῳ καὶ ἐν ἄλλοις πλείοσι τόποις ἀπόδειξις ἀκριβής. διὸ καὶ πάντων αὐτὴν μητέρα κα‐ λεῖν εἰώθασιν, ὡς ἐναγκαλιζομένην ἅπαντα καὶ κατὰ καιρὸν ἕκαστον προάγουσαν εἰς φῶς ἔξω καὶ ἀποκύ‐
15ουσαν. ἴδιον ἄρα αὐτῇ καὶ μόνῃ καὶ προσφυὲς τὸ καλεῖσθαι γῇ. διὸ καὶ ὁ Μωϋσῆς· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν. καὶ εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν,
20οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως· καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρ‐ του σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆσ‘.
25 Διὰ τί μὲν οὖν τὰ ἐκ γῆς φυόμενα τῶν φωστήρων προϋπέστησαν, φθάσαντες εἴπομεν συγχωρουμένου δη‐
λονότι τοῦ ἀρχὴν ἔχειν τοῦ εἶναι τὸν κόσμον· ὁ δὲ182
Opif
.

183

μέγας ἐνταῦθα Βασίλειος τὴν ἐν τοῖς γενομένοις τοῦ θεοῦ σοφίαν ἐκδιηγούμενος ἄξιον ὕμνον, ὅσον ἐφικτὸν ἀνθρώποις ἦν, τῷ ταῦτα δημιουργήσαντι θεῷ προσή‐ γαγεν οὐδεμίαν τοῖς μετ’ αὐτὸν ἀπορίας καταλελοιπὼς
5ἀφορμήν· ἡ γὰρ περὶ τῶν ἀπὸ γῆς φυσιολογία καὶ ζήτησις ἀκοῇ πάσῃ σύμμετρος ἦν, διόπερ λίαν ἐμμελῶς τὸν περὶ τούτων ἅπαντα λόγον συνεπεράνατο. πᾶσαν τοίνυν γλῶσσαν ἐν λόγοις εὔστροφον καὶ λογισμὸν ὀξὺν ὑποχωρεῖν αὐτῷ δικαίως οἰόμενος πρὸς τὰ ἑξῆς
10μεταβήσομαι, εἴ τι τοῖς ἐκείνου προσεξευρεῖν εἴη μοι δυνατόν. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας
15καὶ ἀνὰ μέσον τῆς νυκτόσ‘.
16tιαʹ. Τίς ἡ διαφορὰ τοῦ πρωτογόνου φωτὸς
17tκαὶ τῶν νῦν γενομένων φωστήρων.
18 Πρότερον ἔλεγεν ὁ προφήτης· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς. καὶ ἐγένετο φῶσ‘· νυνὶ δέ· ‘γενηθή‐
20τωσαν φωστῆρες. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φω‐ στῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρασ‘. πάλιν ἐκεῖ μέν· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘. καὶ ὁ διαχωρισμὸς οὗτος ἐποίησεν ἡμέραν καὶ νύκτα κατὰ τὴν εἰρημένην ὑφή‐
25γησιν ἐν ἐκείνοις ἡμῖν, νυνὶ δὲ τῷ φυσικῷ διαχω‐
ρισμῷ τούτων διδοὺς ἀρχὴν διαχωρίζειν τοὺς φωστῆρας183
Opif
.

184

ὁ θεὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κελεύει, οὐκέτι τὸ φῶς καὶ τὸ σκότος· ἐν αὐτοῖς γὰρ λοιπόν ἐστι τὸ φῶς· ὑπὲρ γῆν μὲν γὰρ τοῦ ἡλίου γινομένου ἡμέρα ἐστίν, ὑπὸ γῆν δὲ νύξ. ἕτερον ἄρα τὸ φῶς καὶ ἕτε‐
5ρον εἶναι τοὺς φωστῆρας βούλεται, τὸ μὲν τὴν ἁπλῆν ποιότητα, τὸ δὲ τὸ ἐκ τοῦ ὑποκειμένου σώματος καὶ τῆς ποιότητος σύνθετον, ὅπερ καλεῖται φωστήρ, ὡς καὶ λαμπτῆρας καλοῦμεν τοὺς δι’ ὧν ἡ λαμπηδὼν φέ‐ ρεται τοῦ πυρός, ἐπεὶ καὶ τὸ χρῶμα τοῦ φωτὸς λαμ‐
10πρὸν ὀνομάζουσι. καὶ τοῦτο γιγνώσκει καὶ ἡ συνή‐ θεια· λαμπρὸν γὰρ αὐτὸ τὸ πῦρ ὀνομάζει.
12tιβʹ. Ὅτι ἡ τοῦ ὑποκειμένου σώματος τῷ φωτὶ
13tδιαφορὰ τῆς ἐν τοῖς φωστῆρσι τοῦ φωτὸς δια‐
14tφορᾶς αἰτία ἐστίν, ὡς καὶ τοῦ ὑπὸ σελήνην
15tπυρὸς ὁμοίως.
16 Πρότερον μὲν οὖν τὸ εἶδος ἁπλῶς τοῦ φωτὸς ὑπέ‐ στησεν ὁ θεός, ἁπλοῦν τὴν φύσιν καὶ διαφορὰν οὐδε‐ μίαν ἔχον· νυνὶ δὲ τὰ ὑποκείμενα τούτῳ ποιήσας καὶ ἄμφω συνθεὶς τοὺς φωστῆρας εἰργάσατο· διὸ καὶ
20πολλὴ τούτων ἡ πρὸς ἀλλήλους τοῦ φωτὸς διαφορὰ παρὰ τὸ διάφορον ὑποκείμενον, ὡς αὐτὴ δείκνυσιν ἡμῖν ἡ αἴσθησις τοῦ ἡλίου φημὶ τῆς σελήνης, εἴτε τὸ ἴδιον αὐτῆς ἐθέλῃς φῶς ἰδεῖν, ὅπερ ἐν ταῖς ἐκλεί‐ ψεσιν αὐτῆς ἀνθρακοειδὲς φαίνεται τὴν χροιάν, εἴτε
25ὅπερ ἐκ τοῦ ἡλίου δέχεται νόθον· ‘ἀλλὰ καὶ ἀστὴρ
ἀστέροσ‘ φησὶν ὁ Παῦλος ‘διαφέρει ἐν δόξῃ‘· καὶ184
Opif
.

185

μεγέθει γὰρ καὶ χρώμασι καὶ τῇ ἐκλάμψει πολλὴ τού‐ των ἐστὶν ἡ ἑτερότης. αἴτιον δὲ τούτων οὐδὲν ἢ τῶν αὐτοῖς ὑποκειμένων σωμάτων τὴν κρᾶσιν ἡγοῦμαι· εἰ δὲ καὶ ἁπλᾶ ἦν, πόθεν ἡ ἐν τούτοις διαφορὰ πλὴν
5φύσεων ἑτερότητι; τοῦτο γὰρ καὶ τοῦ ὑπὸ σελήνην πυρὸς ἐξαλλαγὴν πλείστην ἐργάζεται κεραυνῶν κομη‐ τῶν δαλῶν διᾳττόντων ἀστραπῶν· καὶ αὐτὸ γοῦν πρὸς ἑαυτὸ τῶν εἰρημένων ἕκαστον διενήνοχεν ἐν ὕλῃ παχυ‐ μερεστέρᾳ τινὶ ἢ λεπτομερεστέρᾳ τῇ ἐξαπτομένῃ γινό‐
10μενον· ἀλλὰ καὶ τὸ διακονικὸν πῦρ τὸ παρ’ ἡμῖν ἄλλο μὲν τὸ ἐξ ἐλαίου, ἄλλο δὲ τὸ ἐξ πίττης καλαμῶν τε καὶ παπύρων καὶ διαφορᾶς ξύλων καὶ τούτων ὑγρο‐ τέρων τε καὶ ξηροτέρων.
14tιγʹ. Πῶς ἂν τὸν ἀποροῦντα, ὡς οὐ δυνα‐
15tτὸν χωρὶς ὑποκειμένου σώματος ὑποστῆναι τὸ
16tφῶς, καὶ ἐκ τῶν ἔργων τῆς φύσεως παραμυθη‐
17tσόμεθα.
18 Εἰ δέ τις τῇ ἑαυτοῦ δυνάμει τὴν θείαν παρα‐ μετρῶν ἀδύνατον ὑποστῆναι λέγοι τὸ φῶς χωρὶς τῶν
20φωστήρων, τούτῳ ῥητέον, ὡς οὐχὶ θεῷ τοῦτο νομιεῖς ἀδύνατον, εἰ σωφρονεῖς, ἀλλὰ σαυτῷ. ἤδη μὲν οὖν περὶ τούτου λόγον δεδώκαμεν. σκόπει δὲ καὶ τὰ ἐν ποσί· μόνῳ τῷ πυρὶ τὸ φωτιστικὸν ἅμα καὶ καυστι‐ κὸν ὑπάρχει καὶ θάτερον τούτων τοῦ λοιποῦ χωρίζειν
25ἡμῖν ἀδύνατον. εἴ τις οὖν ταῖς Ἀριστοτέλους ὑπο‐
θέσεσιν ἕποιτο, μὴ καίειν ἐθέλοντος τὸν ἥλιον καὶ τοὺς185
Opif
.

186

ἀστέρας, λεγέτω, πῶς οἱ κατ’ οὐρανὸν φωστῆρες τὸ φωτιστικὸν ἔχουσι τοῦ πυρός, τοῦ καυστικοῦ χωρίς· εἰ δὲ Πλάτωνι πείθοιτό τις πλείστου λέγοντι μετέχειν ἐκεῖνα πυρός, ὡς τὰ πλησιάζοντα τῷ ἡλίῳ δηλοῖ τὸν
5φλογμὸν ἀφόρητον ἔχοντα, σκοπείτω τὰ παρ’ ἡμῖν, πῶς αἱ πυγολαμπίδες τὸ φωτιστικὸν ἐναργὲς ἔχουσαι ἀμοιροῦσι τοῦ καυστικοῦ· ὅτι γὰρ οὐχ ἡ βραχύτης αἰτία, οἱ λεπτότατοι τοῦ πυρὸς δηλοῦσι σπινθῆρες· ἀλλὰ καὶ λεπίδες ἰχθύων τινὲς καὶ ἐχίνων ὄστρακα
10καὶ ἕτερά τινα φῶς ἐν νυξὶν ἀπαυγάζουσι, καὶ ἄλλα φωτὸς ἀμοιροῦντα καυστικὰ τὴν δύναμιν ὑπάρχει· καὶ τοῦτο ποιούσης τῆς φύσεως ἡμῖν ἐστιν ποιεῖν ἀδύνα‐ τον. ὅθεν καὶ ἐν θαύματος μέρει τὸ ἐν τῷ βάτῳ πῦρ ἐφάνη Μωϋσεῖ, τὴν ὑποδεξαμένην αὐτὸ φύσιν οὐ καῖον,
15[οὐδὲ τὸ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ] φῶς δὲ μόνον ἐκ‐ πέμπον· καὶ οἱ τὰ τοιαῦτα δὲ πρὸς ἡμᾶς ἀποροῦντες, εἴτε ἀντιπαθείᾳ τινὶ φυσικῇ εἴτε θεῶν ἢ δαιμόνων, ὡς ἂν αὐτοὶ φαῖεν, δυνάμει πυρὸς ἐπιβαίνοντες ἀπαθεῖς διαμένουσιν, ὧν τὴν ἀπάτην ἐλέγχει τὸ τοῦ σταυροῦ
20σημεῖον ἢ τὸ τοῦ Χριστοῦ λεγόμενον ὄνομα· εὐθὺς γὰρ τὸ πῦρ εἰς αὐτοὺς τὰ τῆς ἰδίας δυνάμεως ἐπι‐ δείκνυται. Πῶς οὖν οὐ δύνασθαί φασι τὸν θεὸν τὸ φῶς ὑποστῆσαι τῶν φωστήρων χωρίς, ἐπειδὴ τῇ φύσει
25τοῦτο ποιεῖν ἀδύνατον; ὁπότε καὶ φθάσαντες εἴπομεν, ὅτι ἐν τοῖς διαφανέσιν ὡς ἐν ὑποκειμένοις σώμασι τὸ πρωτόγονον ὑπέστη φῶς, ὡς καὶ τὸ ἐκ τῶν φωστήρων
ἐν αὐτοῖς ἀεὶ καὶ τὸ τοῦ πυρὸς συμβαίνει· ὡς, εἰ186
Opif
.

187

τοῦτο τὸ φῶς μένειν ἐν ἀέρι δυνάμει θείᾳ τοῦ φωτί‐ ζοντος ὑποχωροῦντος ἐπινοήσειας, ὡς καὶ ἡ θερμότης ἡ ἐξ αὐτῶν ἐπί τινα μένει χρόνον, τί τῶν ἀδυνάτων ἐστὶ καὶ ἐν τῷ κατ’ ἀρχὴν πρωτογόνῳ τοῦτο γενέσθαι
5φωτὶ δυνάμει θεοῦ τοῦ παραγαγόντος ἐξ οὐκ ὄντων ἅπαντα; ὕστερον γὰρ δοχεῖον αὐτοῦ καὶ ὑποκείμενον οἱ φωστῆρες γεγόνασιν. εἰ δὲ θεῷ μὲν οὐκ ἀδύνατον εἶναι τοῦτο φαίη τις, ἐρωτῴη δὲ πόθεν [εἰ] τοῦτο οὕτω γέγονε τὴν ἀρχήν, τῷ ἀξιώματι τοῦ προφήτου
10πιστευέτω θείας αὐτοψίας τε καὶ ἐντυχίας ἠξιωμένῳ καὶ τῆς ἐκεῖθεν ἐναργοῦς ἐπιπνοίας, ὡς γνῶναί τε πάντα καὶ εἰπεῖν ‘τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα‘· τοῦτο γὰρ καὶ ἐν τῷ περὶ φωτὸς λόγῳ δεδεί‐ χαμεν, ὅτε μηδὲ λογικῆς ἀκολουθίας καὶ φυσικῆς
15ὑπάρχειν ἐκτὸς τὴν περὶ τῆς τοῦ κόσμου γενέσεως διήγησιν Μωϋσέως ἀπεδείξαμεν.
17tιδʹ. Τίνα ἐστὶ τὰ ὧν οἱ φωστῆρες σημεῖα
18tγίνονται· τίς τῶν ἡμερῶν αἴτιος, τίς τῶν μη‐
19tνῶν, τίνες τῶν πληθυντικῶς λεγομένων
20tἐνιαυτῶν.
21Τὸ δέ ‘καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς
καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούσ‘ αὐτάρκως πεφυσιο‐187
Opif
.

188

λόγηκε Βασίλειος, καὶ οὕτως ἔχοντα τὰ πράγματα φαίνεται. σημεῖα μὲν γὰρ ἐκεῖθεν γίνεται χειμῶνος εὐδίας ὑετοῦ χιόνος πνευμάτων διαφόρων, ποτὲ μὲν νοτίων ποτὲ δὲ βορείων, καὶ τῶν ἄλλων ὁμοίως ἐν
5ταῖς ἐπιτολαῖς καὶ δύσεσι τῶν ἄστρων ἑῴαις τε καὶ ἑσπερίαις, συνόδοις τε καὶ ἀποστάσεσι καὶ σχημα‐ τισμοῖς, ὡς οἱ τὰ περὶ ἐπιτολῶν ἄστρων καὶ δύσεων καὶ περὶ διοσημειῶν ἐδίδαξαν γράψαντες, σπόρου φυ‐ τείας θερισμοῦ καὶ ἄλλων πλείστων, ὅσα τῷ βίῳ ἐστὶ
10χρήσιμα. ἡμέραν οὖν ποιεῖ—φημὶ δὲ τὸ ἡμερο‐ νύκτιον—ἡ ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος εἰς τὸ αὐτὸ τοῦ ἡλίου ἀποκατάστασις κατὰ τὴν τῆς ἀπλανοῦς γινομένη κίνησιν. μῆνα δὲ ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σελήνης περίοδος, διὸ καὶ μὴν ἐκλήθη παρὰ
15τὴν μήνην. ἐνιαυτὸν δὲ ἡ τοῦ ἡλίου κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ περιφορά· οὗτος μὲν οὖν 〈ὁ τοῦ〉 ἡλίου ἐνιαυτός· ὁ δὲ τῆς σελήνης δωδεκάκις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ 〈σημεῖον〉 ἀπο‐ καθισταμένης, ὃς ἕνδεκα τοῦ ἡλιακοῦ λείπεται ἡμέρας.
20διὸ καὶ ὁ ἐμβόλιμος μὴν διὰ τριῶν προστίθεται ἐνι‐ αυτῶν, ἵνα τοὺς δύο τὸν αὐτῆς καὶ τὸν τοῦ ἡλίου συνάψωσιν. καὶ ἕκαστος δὲ τῶν πλανωμένων ἴδιον ἐνιαυτὸν ἀποτελεῖ, ὧν ὁ βραδύτατος διὰ τριάκοντα ἐτῶν ἡλιακῶν συμπεραίνεται. λέγεται δέ τις καὶ μέγας
25ἐνιαυτός, ὅτε ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον ἀπο‐188
Opif
.

189

κατάστασις τῶν ἑπτὰ γένηται. καὶ μήποτε διὰ τοῦτο πληθυντικῶς ἐνιαυτοὺς τὸ λόγιον εἴρηκεν. καιροὺς δὲ πάλιν, ἔαρ θέρος μετόπωρον χειμῶνα ἡ τοῦ ἡλίου ποιεῖ κίνησις· ἔαρ μὲν γὰρ κριὸν διερχόμενος καὶ
5ταῦρον μέχρι τοῦ τέλους τῶν διδύμων, θέρος δὲ καρ‐ κίνον λέοντα παρθένον, μετόπωρον σκορπίον ζυγὸν τοξότην, χειμῶνα τοὺς λοιποὺς τρεῖς αἰγόκερων ὑδρη‐ χόον ἰχθῦς. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες
10ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆσ‘.
12tιεʹ. Ὅτι οὐκ ἐκ τῆς αὐτῆς οὐσίας τοῦ στερεώ‐
13tματος οἱ ἀστέρες γεγόνασιν.
14Ἐπὶ μὲν τῶν ἄλλων· ‘βλαστησάτω ἡ γῆ βοτάνην
15χόρτου καὶ ξύλον κάρπιμον‘· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘· γηίνην γὰρ κατὰ τὸ πλεῖστον ταῦτα τὴν οὐ‐ σίαν ἔχει, διὸ καὶ ὡς ἐξ ὑλικῆς αἰτίας τῆς γῆς ποιῆσαι ταῦτά φησι τὸν θεόν· ὁμοίως καὶ ἐπὶ τοῦ ἀνθρωπίνου σώματος· ‘καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ
20τῆς γῆσ‘· ἐπὶ δὲ τῶν φωστήρων οὐκ εἶπεν· ἐξ‐ αγαγέτω τὸ στερέωμα φωστῆρας· οὐ γὰρ ἐκ τοῦ χύμα‐ τος τοῦ οὐρανίου σώματος τὴν γένεσιν οἱ φωστῆρες ἔχουσιν, ὡς καὶ αὐτὰ δηλοῖ τὰ φαινόμενα· τὸ μὲν γὰρ στερέωμα διαφανὲς ὑπάρχει, διὸ καὶ τῷ ἀέρι καὶ τῷ
25ὕδατι συγγενές ἐστιν· οἱ δὲ φωστῆρες τῆς ἐμπυρίου
μᾶλλον οὐσίας εἰσίν, ὡς τὰ προσόντα αὐτοῖς δείκνυσιν189
Opif
.

190

ἅπαντα, τὸ χρῶμα τὸ φῶς τὸ θερμὸν τὸ ἀντιφρακτι‐ κὸν ἀλλήλων, ὅπερ ὑπάρχει γῇ καὶ πυρί—τῇ φλογὶ λέγω—μόνοις τῶν ἁπλῶν στοιχείων. καὶ Πλάτων γοῦν ἐκ πλείστου πυρὸς ἐκεῖνα συνεστάναι φησί. διὰ
5τοῦτο οὖν οὐκ εἶπεν· ἐξαγαγέτω τὸ στερέωμα φωστῆ‐ ρας, ἀλλά· ‘γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ‘ οὐχ ὡς ἐν ὑποκειμένῳ, ἀλλ’ ὡς ἐν τόπῳ, ὡς εἴ τις εἴποι ἐν πόλει εἶναι ἢ ἐν οἴκῳ. τοῦτο καὶ ἡ ἐπανάληψις ἐδήλωσε· ‘καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν
10τῷ στερεώματι τοῦ οὐρανοῦ‘ ὡς ἀπ’ ἄλλης μὲν γενο‐ μένους οὐσίας, ἐκεῖ δὲ τεθέντας· καὶ τὴν αἰτίαν ἐπή‐ γαγεν ‘ὥστε φαίνειν ἐπὶ τῆς γῆσ‘, ἵνα πᾶσαν ἐξ ὕψους αὐτὴν καταλάμπωσιν, οὐ περὶ τῶν δύο μόνων φωστή‐ ρων τοῦτο εἰπών, ἀλλὰ καὶ τῶν ἀστέρων· πᾶσαν γὰρ
15αὐτὴν ἐκ παντὸς μέρους τοῦ στερεώματος ἐπιλάμπουσιν. ‘Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρασ‘.
20tιϛʹ. Πῶς μέγαν εἶπε φωστῆρα τὴν σελήνην,
21tτινῶν ἀστέρων μειζόνων αὐτῆς ὄντων.
22 Φασὶν οἱ περὶ τὴν ἀστρονομίαν σχολάσαντές τινας τῶν ἀστέρων τῆς σελήνης ὑπάρχειν τῷ μεγέθει μεί‐
ζονας· οἷός ἐστι καὶ ὁ κύων. πῶς οὖν μέγαν εἶναι190
Opif
.

191

φωστῆρα τὴν σελήνην εἴρηκε μειζόνων αὐτῆς ἑτέρων ὄντων; ἐγὼ μὲν οὖν, ὅπως ἀληθείας ἢ ψεύδους ὁ λόγος ἔχει, περιττὸν οἶμαι νυνὶ περιεργάζεσθαι· ἐκεῖνο δὲ τοῖς φαινομένοις ἐρῶ σύμφωνόν τε καὶ πᾶσι δοκοῦν,
5ὅτι μόνοι τῶν δύο τούτων φωστήρων ἑκάτερος, ἥλιός φημι καὶ σελήνη, ἱκανὸς φωτίζειν ἐστὶ τὰ διαφανῆ πρὸς ἀναλογίαν τοῦ ἐνόντος ἑκατέρῳ φωτός, ὁ μὲν τοῦ ἰδίου, ἡ δὲ τοῦ ἐπικτήτου, ὅπερ ἐκ τοῦ ἡλίου παρεσπάσατο, τῶν δὲ ἄστρων τὸ παράπαν οὐδεὶς οὐδ’
10ἅμα πάντες τοῦτο δύνανται ποιεῖν. ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὸ ὕψος ἐστὶν αἴτιον τοῦ μὴ φωτίζειν τῶν ἀστέ‐ ρων ἕκαστον τὴν γῆν, ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἅμα γοῦν ὅλον περιλαβόντες τὸν οὐρανὸν οὐχ ἱκανοὶ τὴν γῆν φωτίζειν γεγόνασι· καίτοι γε ὅπερ εἷς λαμπτὴρ
15οὐ ποιεῖ, τοῦτο συνερχόμενοι ποιοῦσι πολλοί· οὐδὲ γὰρ οὕτως εἰσὶ πόρρω τῆς γῆς ἢ ἀμυδροὶ τὸ φῶς, ὡς μηδὲ ὁρᾶσθαι ὑφ’ ἡμῶν·
‘συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν‘ φησὶν ἡ ποίησις. πόσῳ οὖν μᾶλλον τοσούτων καὶ
20τηλικούτων ἀστέρων τὸ φῶς οὐκ ἤμελλε ποιεῖν, ὅπερ ἡ σελήνη μόνη ποιεῖ, ἵνα μὴ τὸν ἥλιον εἴπω, νῦν; ὧν ἁπάντων συναιρουμένων τὸ πλῆθος πολλοὺς ἂν κατὰ μέγεθος ποιήσειεν ἡλίους, σελήνας δὲ πολλα‐ πλασίους· νῦν δ’ ἅμα πάντες οὐδὲ τὸ τῆς σελήνης
25πεποιήκασι φῶς εἰς ἡμᾶς, οὐ μόνον πανσελήνου οὔσης,
ἀλλ’ οὐδὲ διχοτόμου οὐδὲ ἐλάττονος· ἐκείνη μὲν γὰρ191
Opif
.

192

μονοειδὴς οὖσα σκιὰν ποιεῖ τοῖς ἡμετέροις σώμασι καὶ πᾶσιν ἁπλῶς, τῶν δὲ ἐν οὐρανῷ πάντων ἀστέρων οὐδεὶς πλὴν τοῦ ἑωσφόρου, ὅτε περιγειότερος γένηται. οὐκοῦν εἰ καὶ συγχωρήσειέ τις αὐτοῖς μείζονα
5τῷ μεγέθει τὸν κύνα τῆς σελήνης εἶναι, ἀλλὰ κατὰ τὸ φωτίζειν πλεῖστον αὐτῆς, τάχα δὲ τὸ πᾶν ἀπολεί‐ πεται, ὃ καὶ πάντες ἅμα πλανώμενοί τε καὶ ἀπλανεῖς πάσχουσιν· ὥστε τῇ φωτιστικῇ δυνάμει μετὰ τὸν ἥλιον οὐχ ἑνὸς τῶν ἄλλων, ἀλλ’ ἅμα πάντων ἐστὶ τῶν ἀστέ‐
10ρων ἡ σελήνη μείζων.
11tιζʹ. Τί ἐστι τό ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον
12tκαὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην‘.
13 Τί δέ ἐστιν ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην‘; οὐχ ὅπερ ἄν τις
15ἀλόγως ὑπονοήσειε τὸ συνάρχεσθαι τῇ μὲν ἡμέρᾳ τὸν ἥλιον, τῇ νυκτὶ δὲ τὴν σελήνην. τὸν μὲν οὖν ἥλιον οὐδὲ δεῖ τῇ ἡμέρᾳ συνάρχεσθαι λέγειν· αὐτὸς γὰρ τῆς ἡμέρας ἐστὶ ποιητικός, τουτέστι τοῦ ἡμερινοῦ κατα‐ στήματος· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡμέρα ἢ τὸ ἥλιον
20ὑπὲρ γῆν εἶναι· ἡ δὲ σελήνη κατὰ μόνην μίαν ἡμέραν τοῦ μηνός, ἐν ᾗ πανσέληνος γίνεται, συνάρχεται τῇ νυκτὶ καὶ συμπαρατείνεται πάσῃ· ἐν δὲ ταῖς ἑξῆς ἁπά‐ σαις τοῦ μηνὸς ἡμέραις ὑπολείπεται κατὰ μέρος τοσοῦ‐ τον, ὅσον τῷ ἡλίῳ πλησιαιτέρα γίνεται· ἐν δὲ συνόδῳ
25συνανατέλλει τῷ ἡλίῳ καὶ συνδύνει, καὶ παντελῶς ἐστὶν ἀφεγγὴς τὸ πρὸς ἡμᾶς· ὥστε οὐδὲ πάσης ἄρχει
νυκτὸς οὐδ’ ὅλης ἑκάστης.192
Opif
.

193

Τί οὖν ἔστι τὸ εἰς ἀρχὰς τῆς νυκτὸς θεῖναι τὴν σελήνην; ὅτι τὸ φῶς αὐτῆς ἀεὶ τῆς νυκτὸς ἐπικρατεῖ τό τε σκότος αὐτῆς λύουσα καὶ τὸ τῶν ἀστέρων ἀμβλύνουσα φῶς. ἐν πανσελήνῳ μὲν οὖν ὡς εἶπον
5ἁπάσης κρατεῖ τῆς νυκτός, ἐν ἀμφικύρτῳ δὲ τῇ πρὸ τῆς πανσελήνου καὶ τῇ μετ’ αὐτὴν τοῦ πλείονος, ἐν διχοτόμῳ δὲ πάλιν ἑκατέρωθεν τοῦ ἡμίσεος, ἐλαχίστου δὲ κατὰ τὰ μηνοειδῆ σχήματα. ὁ δὲ ἥλιος πάσης ἐπι‐ κρατεῖ τῆς ἡμέρας αὐτὸς ὡς εἶπον αὐτὴν ποιῶν ὑπὲρ
10τὸν ὁρίζοντα γινόμενος. Καὶ τοῦτο σαφέστερον Ἀκύλας ποιεῖ καὶ Θεοδοτίων, ὁ μὲν οὕτως εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, σὺν τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέ‐
15ρας καὶ σὺν τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξου‐ σίαν τῆς νυκτόσ‘. Θεοδοτίων· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξουσίαν τῆς
20νυκτόσ‘. τούτοις συμφωνοῦσιν ἐν τοῖς ψαλμοῖς οἱ ἑβδομήκοντα· ‘τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτόσ‘. ὁμοίως οὖν ἐνταῦθα καὶ τὸ παρὰ τοῖς ἑβδομήκοντα ἀκουσόμεθα τό ‘εἰς
25ἀρχὰς τῆς ἡμέρασ‘ καὶ τό ‘εἰς ἀρχὰς τῆς νυκτόσ‘ του‐ τέστιν εἰς τὸ ἐξουσιάζειν τὸν μὲν ἥλιον τῆς ἡμέρας, τὴν δὲ σελήνην τῆς νυκτός. τούτοις καὶ ὁ Σύμμαχος συμφωνεῖ· ‘τὸν φωστῆρα τὸν μείζω εἰς τὸ ἡγεῖ‐
σθαι τῆς ἡμέρας, τὸν δὲ φωστῆρα τὸν ἐλάσσω193
Opif
.

194

εἰς ἡγεμονίαν τῆς νυκτόσ‘· τὸ γὰρ ἡγεῖσθαι σα‐ φηνίζων εἰς τὸ ἡγεμονίαν μετέλαβεν, ὅπερ ταὐτόν ἐστι τῇ ἐξουσίᾳ καὶ τῷ ἄρχειν· ἐπικρατεῖ γὰρ καὶ ἐξουσιάζει ἥλιος μὲν τοῦ ἡμερινοῦ καταστήματος, σε‐
5λήνη δὲ τοῦ νυκτερινοῦ οὐ μόνον κατὰ τοὺς φωτισμούς, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑπὸ σελήνην σωμάτων μετα‐ βολήν· νυκτὶ γὰρ ἡ σελήνη μετρίως τὸν ἀέρα θερμαί‐ νουσα χεῖ τὴν ἀτμίδα τὴν ἐν αὐτῷ καὶ ὑγρὸν ποιεῖ τὸ κατάστημα· λῦσαι δ’ αὐτὴν οὐ δυναμένη τροφῆς αἰτία
10γίνεται πολλοῖς καὶ αὐξήσεως—τούτων γὰρ τὸ ὑγρὸν καὶ θερμὸν αἴτιον—ὡς τὰ ὀστρακόδερμα δείκνυσι φα‐ νερῶς εὐτραφῆ μὲν ὄντα ταῖς περὶ τὰς πανσελήνους ἡμέραις, ἐλλειπῆ δὲ ταῖς ἑτέραις. ὃ καὶ ἐπὶ τῶν ἄλ‐ λων γίνεσθαι νομίζειν εὔλογον, εἰ καὶ ἡμῖν ἐστιν
15ἀσυναίσθητον· τοῦτο δὲ ποιεῖν ἐν ἡμέρᾳ οὐ δύναται ὑπὸ τῆς τοῦ ἡλίου νικωμένη δυνάμεως. Τὴν δὲ τοῦ ἡλίου ἐπὶ πάντα ἐνέργειαν τά τε ζῷα καὶ τὰ φυόμενα τίς ἀγνοεῖ, μεγίστην τῇ γενέσει πάν‐ των συνεισάγοντος μοῖραν τῆς τῶν καιρῶν διαδοχῆς
20τῇ κινήσει τούτου γινομένης, ὡς ἤδη προείρηται; ἐξ ὧν ἡ τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴ καὶ οἱ καιροὶ ἥ τε τῶν ἀπὸ γῆς βλάστησις πέψις τε καὶ τροφὴ αὔξησίς τε καὶ εἰς τὸ τέλειον πρόοδος καὶ ἡ τῶν ζῴων γένεσις καὶ μάλιστα τῶν ἀερίων τε καὶ ἐνύδρων ἄλλων
25κατ’ ἄλλον γινομένων τόπον τε καὶ καιρόν· περὶ δὲ τοῦ τῆς σελήνης μεγέθους καὶ τῶν ἐξ αὐτῆς γινομέ‐
νων τοῖς σώμασι μεταβολῶν ὁ μέγας Βασίλειος ἄριστα194
Opif
.

195

λίαν πεφιλοσόφηκεν, ἐξ οὗ πάρεστι καρποῦσθαι μεγί‐ στην τοῖς βουλομένοις ὠφέλειαν.
3tιηʹ. Ὅτι αὐτὴ δι’ ἑαυτῆς ἡ ἀστρολογικὴ μέθο‐
4tδος ἐλέγχεται μὴ ποιητικὴ τῶν συμβαινόντων
5tἡμῖν ὑπάρχουσα.
6 Ἐπειδὴ δέ τινες τὸ εἰς σημεῖα γεγονέναι τοὺς ἀστέρας ἀκούσαντες περὶ τῆς ἀσεβοῦς γενεθλιαλογίας τὸ λεχθὲν ἐξειλήφασι τὰς ἑαυτῶν ἀτόπους ὑπολήψεις παραμυθούμενοι, ἀρκεῖν μὲν ἡγοῦμαι τὰ εἰς τὸν τόπον
10εἰρημένα τῷ σοφωτάτῳ Βασιλείῳ ταύτης πρὸς ἔλεγχον· πλεῖστα δὲ καὶ ἄλλοις αὐτάρκως εἴρηται, καὶ τὰ ἐκεί‐ νων λέγειν ἡμᾶς οὔτε εὔλογον οὔτε ἀναγκαῖον ἑτοί‐ μων ὄντων τοῖς ἐθέλουσιν ἐκείνων. πολλὰ δὲ πρὸς τοῦτο καὶ Ὠριγένει τῷ παλαιῷ γέγραπται· ἐγὼ δὲ μιᾶς
15αὐτοῦ καὶ μόνης ἐπιχειρήσεως μεμνήσομαι καινοπρε‐ ποῦς τε οὔσης καὶ οὐδὲ τῶν μετ’ αὐτὸν ἐγνωσμένης πολλοῖς καὶ ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς μεθόδου ταύτην αὐτὴν ἐλεγχούσης. ‘πρῶτον μὲν οὖν‘ φησὶν ἐκεῖνος ‘θαυμάσειεν ἄν τις Ἑλλήνων, πῶς τοσαύτας
20μαντειῶν μεθόδους ἐπινοήσαντες συμβόλους οἰωνοσκο‐ πίαν ᾠοθυτικὴν σπλάγχνων τε ἀνατομὰς χειροσκο‐
πίαν τε καὶ τὴν διὰ πυρὸς θεωρίαν ἀστεροσκοπίαν τε195
Opif
.

196

τὴν ἐν τοῖς διᾴττουσιν καὶ τὴν ἐν τοῖς χρηστηρίοις ἀπάτην καὶ τούτων ἑκάστην σημαντικὴν τῶν ἐσομένων οὐ ποιητικὴν ὑποθέμενοι, μόνην ἀστρολογίαν δραστή‐ ριον εἶναι τῶν ἐξ αὐτῆς δηλουμένων ὑπέθεντο τῆς
5ἑαυτῶν ὡς ἔοικεν ἀνοσιουργίας ἐπινοοῦντες παρα‐ ψυχήν, ὡς εἱμαρμένης ἀνάγκῃ καὶ οὐ πονηρίᾳ λο‐ γισμῶν ταῦτα πράττουσιν‘. ὅτι γάρ, ‘εἰ καὶ συγχω‐ ρηθείησαν ἀληθεύειν‘, φησὶν ἐκεῖνος, σημαντικὰ μόνως εἰσίν, οὐ δραστήρια, ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς
10μεθόδου δείκνυσιν Ἀριστοτελικῷ κανόνι χρησάμενος· κἀκεῖνος γὰρ ζητῶν, ποῖόν ἐστι τῶν ἀστέρων τὸ σχῆμα ‘ὅπερ ἄν‘ φησίν ‘ἑνὸς ἀστέρος ὑπάρχον τὸ σχῆμα δείξωμεν, τοιοῦτον εἶναι καὶ τὸ πάντων ἀνάγκη‘· εἶτα δείξας ἐκ τῶν φωτισμῶν τῆς σελήνης σφαιρικὸν αὐτῆς
15τὸ σχῆμα, ἐκ τούτου καὶ τὸ πάντων εἶναι τοιοῦτο συνελογίσατο. τοῦτο οὖν καὶ ἐπὶ τῶν σχηματισμῶν τῶν κατὰ τὰς γενέσεις τῶν ζῴων Ὠριγένης ἐποίησεν. ‘ὅ τι γὰρ ἂν ἐφ’ ἑνὸς τῶν σχηματισμῶν εὕρωμεν‘ φη‐ σίν ‘εἴτε σημαντικὸν ἐκεῖνο φανείη τῶν παρ’ ἡμῖν
20γινομένων, εἴτε ποιητικόν, τὸ αὐτὸ καὶ ἐπὶ πάντων ὑπάρχειν ἀνάγκη‘. ἀξίωμα δέ τι προείληφε πᾶσιν ὁμολογούμενον, ὡς οὐδὲν τῶν ποιητικῶν αἰτιῶν ὕστε‐ ρον ὑπάρχειν τῶν αἰτιατῶν δυνατόν, ἀλλ’ ἢ προϋπάρχει τούτων, ἢ εἴ τῳ δοκεῖ συνυφέστηκε τοῖς αἰτιατοῖς τῶν
25αἰτιῶν τινα. τούτου δεδομένου ἐπὶ τὸ ζητούμενον μέ‐
τεισι. ‘λαμβάνοντεσ‘ φησίν ‘οἱ γενεθλιαλόγοι τοῦ196
Opif
.

197

ἄρτι γενομένου τὸ θέμα παιδός, οἷον τίς τῶν ἀστέρων ὁ ὡροσκοπῶν αὐτοῦ τὴν γένεσιν, ἢ τίς τὸν δυτικὸν εἶχεν ὁρίζοντα, τίς τὸ μεσουρανοῦν ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν, καὶ ποῖον τῶν ἐν τῷ ζῳδιακῷ σημείων τῶν
5πλανωμένων ἕκαστος εἶχε, τούς τε πρὸς ἀλλήλους αὐτῶν σχηματισμούς, καὶ ὅσα 〈ἐν〉 τούτοις ἕτερα τηρεῖν αὐτοῖς ἔθος, ἐκ τούτων οὐ μόνον τὰ ἐσόμενα τῷ τε‐ χθέντι τότε προλέγουσιν, ἀλλὰ καὶ τοὺς βίους τῶν ἤδη προγενομένων αὐτῷ γονέων καί, εἰ τεθνηκότες ὡς
10εἰκὸς εἶεν, λέγειν πειρῶνται, ποῖον ἔσχε βίον ὁ τούτου πατήρ, πότερα στρατιωτικὸν ἐμπορικὸν ἀπράγμονα λογικὸν ἱερατικόν, ποῖός τε τὴν περιουσίαν ἦν, τὰ ἤθη τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ πόσον ἐβίω χρόνον, εἰ τεθνηκὼς ἔτυχεν ἤδη ἢ ἔτι βιώσεται. τὰ αὐτὰ καὶ
15περὶ μητρὸς καὶ ἀδελφῶν, εἰ προϋπάρχοιεν τῷ τεχθέντι. ὅτε οὖν‘ φησί ‘ταῦτα λέγουσιν αὐτοῖς ἀληθεύειν δώσο‐ μεν, δῆλόν ἐστιν, ὅτι ὁ εὑρεθεὶς ἐπὶ τῇ γενέσει τοῦ παιδὸς τῶν ἄστρων σχηματισμὸς οὐκ ἦν τῶν προγενο‐ μένων ποιητικός, σημαντικὸς δὲ μόνον· οὐκοῦν καὶ
20τῶν ἐσομένων τῷ παιδὶ σημαντικὸς οὐ ποιητικὸς ὑπάρχει. ἀδύνατον γὰρ ἕνα καὶ τὸν αὐτὸν τὰ μὲν σημαίνειν τε καὶ ποιεῖν, τὰ δὲ μόνον σημαίνειν καὶ μὴ ποιεῖν. καὶ τοῦτο ἐφ’ ἑκάστου τῶν γιγνομένων ἐστίν. εἰ οὖν πάντες εἰσὶ τῶν προϋπαρξάντων σημαν‐
25τικοὶ καὶ τῶν ἐσομένων ἄρα πάντες εἶεν ἂν σημαντι‐ κοί, δραστήριος δὲ τούτων οὐδείσ‘. τοσαῦτα μὲν οὖν
ἐκεῖνος.197
Opif
.

198

(1t)

ιθʹ. Ὅτι ἡ γενεθλιαλογία θεοῦ καὶ ἀρετῆς ἀλ‐
2tλοτριοῖ τοὺς αὐτῇ προσέχοντας· διὸ θείᾳ προ‐
3tνοίᾳ πάντες οἱ βίον αὐτὴν ἔχοντες δυστυχῆ
4tκαὶ παναθλίαν τρίβουσι ζωήν.
5 Ὅτι δὲ θεομίσης ἡ ἐπιτήδευσις τῆς γενεθλιαλογίας καὶ ψυχῆς ὄλεθρος ἀφιστῶσα θεοῦ καὶ τῆς εἰς αὐτὸν ἐλπίδος τοὺς μετόχους αὐτῆς καὶ τοῦ δι’ εὐχῶν καὶ εὐζωΐας αἰτεῖν ἐξ αὐτοῦ τὰ προσήκοντα, ὡς οὐδενὸς παρὰ τὴν εἱμαρμένην συμβαίνοντος, μηδὲν ἐφ’ ἡμῖν
10γίνεσθαι βουλομένης ‘μηδ’ ὅσον ὀφθαλμοῦ‘ φασί ‘περιηγέα κύκλον ἑλίξαι‘, ἐξ αὐτῆς δῆλον. πάν‐ τες γοῦν ὅσοι τοῦ βίου τὰς ἡνίας ἁπάσας ἀνῆψαν αὐτῇ, ἐπιρρεπεῖς οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπάρχουσιν ὄρεξιν· ὁ γὰρ πιστεύσας ἐκ τῆς ἐκεῖθεν ἀνάγκης ἥκειν αὐτῷ
15τὸ φαύλως βιοῦν, πῶς οὐχ, ὅτι ἂν εἰς λογισμὸν αὐτῷ τῶν ἀτόπων ἔλθοι, ἐπὶ τὴν πρᾶξιν εὐθὺς ἀνεπιστρό‐ φως ὁρμήσει, ὡς οὐκ ἐνὸν παρελθεῖν, ὅπερ ἂν ἐκείνη τῶν φαυλοτάτων κελεύῃ δρᾶν; θεοῦ δὲ λόγος αὐτοῖς οὐδὲ εἷς, οὐδὲ τῶν βεβιωμένων ἀγαθῶν τε καὶ τῶν
20ἐναντίων ἐλπὶς ἀμοιβῆς. τί οὖν ἀντιβαίνειν ταῖς ἐπὶ τὰς ἀτόπους ἡδονὰς ὀρέξεσι χρὴ καὶ πράγματα ἔχειν, ἃς καὶ μὴ βουλομένους ἀνάγκη ποιεῖν; τίς δ’ αὐτοῖς πόνων ἀρετῆς ἐλπίς, οὐδενὸς ἐκ τούτου περιγενομένου τῶν ἀγαθῶν, ὃ μὴ τῶν ἀστέρων ἡ κίνησις διδῷ; δίκην
25οὖν ἀλόγων, ὅπῃ ἂν ἄγωσι τὰ πάθη, φέρονται, μηδὲν εἶναι τῶν ὁρωμένων πλέον ἡγούμενοι. διόπερ οἱ βίον
ταύτην ἀράμενοι θείᾳ προνοίᾳ δυστυχήμασιν ὡς ἐπίπαν198
Opif
.

199

περιπίπτουσιν ἐσχάτοις, ὡς καὶ αὐτῶν εἶναι τῶν ἀναγ‐ καίων ἐνδεεῖς, ἵνα ταύτῃ γοῦν τοῦ κακοῦ λαβόντες συναίσθησιν οἶμαι καὶ κόρον τὴν αἰτίαν τῶν δυστυχη‐ μάτων αὐτοῖς ἐξομόσωνται καὶ δι’ αὐτῶν ἕτεροι τῷ
5παραδείγματι σωφρονέστεροι γένωνται.
6tκʹ. Ὅτι οὐ τέχνης ἔργον ἐστὶν ἡ γενεθλιαλογία
7tἀλλὰ τύχης, ἣν οὐ μόνους ἀγνοεῖν ἀνθρώπους
8tἀλλ’ οὐδὲ θεοὺς εἰδέναι φησὶν ὁ Πορφύριος.
9Ὅτι δὲ καὶ ψευδὴς καὶ οὐδὲ τέχνην ὅλως αὐτὴν
10ὀνομάζειν χρή, δῆλον ἐντεῦθεν· πᾶσα τέχνη τὰ ἴδια τέλη ὡς ἐπίπαν κατορθοῦσα σπανίαν τὴν ἐν τούτοις ἀπότευξιν ἔχει· τὸ δὲ ἐπέλαττον καὶ σπανίως γινό‐ μενον τύχῃ συμβαίνειν ὁμολογοῦσιν ἅπαντες· ὡς εἴ τις ἀγρὸν σκάπτων φυτείας ἕνεκεν εὕροι θησαυρόν, ἢ
15λούσασθαι προελθὼν τῷ πάλαι ζητουμένῳ περιτύχοι· ὁποία καὶ ἡ γενεθλιαλογία ἐστί· πλεῖστα γὰρ δῆθεν προλέγουσα καὶ ἐν πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον ἀπο‐ τυγχάνουσα, ἐν ὀλίγοις ἔσθ’ ὅτε καὶ ὀλιγάκις συμφω‐ νοῦντα τοῖς λόγοις ἔχει τὰ πράγματα. τοῦτο δὲ τύχης
20ὡς εἶπον οὐ τέχνης τεκμήριον· ὅθεν οἱ μετιόντες αὐτὴν τῆς ἀγνοίας αἰσθόμενοι ἄλλοι εἰς ἄλλας τῆς ἀποτεύξεως αἰτίας τρέπονται. καὶ κοινὸν μὲν ἅπασι τό
‘Ἢν δ’ ὥρη ψεύσηται, συνεξώλισθεν ἅπαντα‘
ἣν εὑρεῖν ἐστιν ἀδύνατον.199
Opif
.

200

Ἀλλ’ οὐκ ἂν οἱ θεοὶ τῆς ὥρας τὴν ἄγνοιαν δικαίως ἂν αἰτιάσαιντο· διὸ Πορφύριος ὁ περὶ πᾶσαν ἀγυρτίαν ἐσπουδακὼς ἐν τῷ δευτέρῳ λόγῳ τοῦ περὶ τῆς ἐκ λο‐ γίων φιλοσοφίας συντάγματος ἐμφαίνειν μὲν ἐν τοῖς
5χρησμοῖς φησι τοὺς θεούς, ὅτι ὅσα ἂν τοῖς ἀνθρώποις προλέγωσι, τὴν τῆς γενέσεως γιγνώσκοντες σύστασιν λέγουσιν, ὡς εἶναι αὐτοὺς ἄκρους γενεθλιαλόγους· εἶτα βλέπων πολλὴν καὶ παρ’ ἀνθρώποις ἀποτυχίαν αὐτῆς καὶ ἐν θεοῖς οὖσαν τὴν ἀκριβῆ τῆς φορᾶς τῶν ἄστρων
10γνῶσιν καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους οὐ μόνον ἀνθρώποις εἶναί φησιν ἀλλὰ καὶ δαιμόνων τισὶ καὶ θεῶν, μᾶλλον δὲ πᾶσιν ἁπλῶς, ὡς διεξιὼν ταῦτα δείκνυσι, καὶ τὴν αἰτίαν εἴρηκε τούτου· ‘πᾶν γάρ‘ φησί ‘τὸ κατιὸν εἰς γῆν, ὅτε κάτεισι ὑπο‐
15πίπτει τῇ φορᾷ τῶν κρατούντων θεῶν, τουτέστι τῇ κινήσει τῶν ἄστρων, ὥστε καὶ αὐτοὺς τοὺς κατιόντας θεοὺς ὑπὸ τὰς μοίρας εἶναι· κατίασι δὲ καὶ κάτω χρησμῳδοῦσιν ἅπαντες, ὅπου καὶ τὰ χρηστήρια αὐτῶν ἵδρυται καὶ τὰ ἀγάλματα. οὗτοι δέ εἰσιν οἱ ἀπὸ
20Κρόνου καὶ Ῥέας καὶ οἱ ἐξ αὐτῶν ἅπαντεσ‘. τούτοις οὖν ἅπασιν ὡς καὶ τοῖς ἀνθρώποις τήν τε πρακτικὴν θεοσοφίαν—οὕτω τὴν μαγείαν καλῶν—χαλεπὴν εἰς ἐγχείρησιν εἶναί φησι καὶ τὴν φορὰν τὴν ἀκριβῆ τῶν ἄστρων καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους,
25διὸ καὶ ψεύδεσθαι περὶ πολλῶν ἐρωτηθέντας καὶ πολλὰ
τούτων εἰς πίστιν ἐκ τῶν χρησμῶν παρατίθεται λόγια.200
Opif
.

201

Εἶτα καὶ τὴν αἰτίαν τοῦ ψεύδεσθαι αὐτοὺς μαν‐ τευομένους ἐν τῷ τρίτῳ παρέθετο. ‘παρὰ γὰρ τὴν ἀμαθίαν τῶν καλούντων‘ φησί ‘βιαζόμενοι ὑπ’ αὐτῶν οἱ θεοὶ παρὰ μοῖραν διὰ τὴν βίαν τῶν ἐπανάγκων
5ἄκοντες λέγειν τι τῶν ἠγνοημένων αὐτοῖς συνελαύ‐ νονται‘ κἀντεῦθεν ψευδῆ τὰ μαντεῖα γίνεσθαι. ‘πολ‐ λάκις δέ‘ φησίν ‘καὶ αὐτὸ τοῦτο προλέγουσιν, ὅτι ψεύσονται· εἶπεν γοῦν ὁ Ἀπόλλων ποτὲ τῆς περιστά‐ σεως τοῦ περιέχοντος πονηρᾶς οὔσης, ὡς ἐδείξαμεν—
10καὶ αὐτὸ γὰρ τοῦτο τὸ λέγειν τι τῶν ἐσομένων ἢ εἰδέναι αὐτοὺς ἐκ τῆς φορᾶς τῶν ἄστρων ἔχουσιν— ἐν τοιαύτῃ οὖν πονηρᾷ περιστάσει τοῦ περιέχοντος εἰπεῖν τι βιαζόμενος ὁ Ἀπόλλων οὕτως εἴρηκε·
Λῦε βίην κάρτος τε λόγων, ψευδηγόρα λέξω.
15καὶ ἄλλος δέ τισ‘ φησί ‘κληθεὶς τῶν θεῶν ἔφη·
Σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν·
Ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. ἥ τε Ἑκάτη κληθεῖσα ἐν τοιαύτῃ καταστάσει τοῦ περι‐ έχοντός φησιν·
20
Οὐ λαλέω, κλείσω δὲ πύλας δολιχοῖο φάρυγγος·
Νυκτὸς γὰρ κέντροις ἀχρειοτάτοις προσελαύνει
Τιτηνὶς κερόεσσα θεὴ κακὸν Ἄρη ἰδοῦσα. καὶ πάλιν‘ φησί ‘τινῶν εἰπόντων, εἰ καὶ αὐτοὶ οἱ θεοὶ ὑπὸ τὴν εἱμαρμένην εἰσίν, ὅτι φυλάττονται ταῦτα,
25ἐπήγαγε·201
Opif
.

202

*‘Λυέσθω φύσεως δεσμά, ἵνα σοῖσι πίθωμαι. Ὦ κραδίη, τί λέληκας, ἀναλκείῃσι τυπεῖσα; Οὐ ποθέεις μαθέειν, ὅ τε μὴ θέμις ὧδ’ ἐρεείνειν; Στῆτε πόθου· παύσασθε βίης τυτθοί περ ἐόντες.‘
5καὶ ἕτερα πολλὰ τοιαῦτα Πορφύριος παρατίθεται τήν τε βίαν τῶν καλούντων ἀνθρώπων ἐκτραγῳδῶν καὶ τῶν βιαζομένων θεῶν τὴν ἐπὶ τοῖς συμπίπτουσιν ἐκ τῆς συμπλοκῆς τῶν ἄστρων ἄγνοιαν, ὡς καὶ αὐτῶν τῶν θεῶν ὑποκειμένων τῇ γενεθλιαλογίᾳ καὶ ταῖς
10μοίραις καὶ ὡς ὑπὸ ἀνθρώπων τοῖς ἐπανάγκοις κατίασι βιαζόμενοι, ὡς καὶ αὐτήν ποτε τὴν Ἑκάτην δυσανα‐ σχετοῦσαν εἰπεῖν πρὸς τὸν ἐπαναγκάζοντα·
Τίπτε μ’ ἀεὶ θείοντος ἀπ’ αἰθέρος ὧδε χατίζων
Θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;‘
15 Ἐγὼ δὲ ταῦτα ἐκ πολλῶν παρεθέμην ὀλίγα πρὸς ἔλεγχον τοῦ μηδὲ τέχνην τὴν γενεθλιαλογίαν ὑπάρχειν, ἀλλὰ δαιμονιώδη καὶ μόνον ἀπάτην μηδὲ αὐτοῖς γι‐ γνωσκομένην τοῖς ἐπιτηδεύουσιν καὶ τοῦ μὴ ἀληθεύειν δι’ ἄγνοιαν τοὺς ἐξ αὐτῆς μαντευομένους ἀνθρώπους
20τε καὶ θεούς· ἐξ ὧν ὁποῖοί τε ἦσαν ἔγνωμεν οἱ τῶν χρηστηρίων προεστῶτες θεοί, καὶ τίς ἡ αἰτία τοῦ ψεύδεσθαι αὐτούς, ὅτι ἡ τῶν βιαζομένων αὐτοὺς γοή‐ των ἀνάγκη, ἣν οὐ φέροντες ἅπερ οὐκ ᾔδεισαν ἔλε‐ γον, τὸ ψεύδεσθαι ἢ ἀλήθειαν ἀδιάφορον ἔχον‐
25τες οὐδὲ τὴν Ὁμήρου ποίησιν αἰδούμενοι λέγοντος·202
Opif
.

203

Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσι
Ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. καὶ τὸ περὶ Μενελάου λεχθέν·
Ψεῦδος δ’ οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί.
5ψευδόμενοι ἄρα οἱ θεοὶ οὔτε πεπνυμένοι εἰσὶ καὶ ἐχ‐ θροὶ τῷ ὄντως θεῷ καὶ ἀληθείᾳ καὶ τοῖς αὐτῇ χαί‐ ρουσιν ἀνθρώποις. ἀλλὰ καὶ Πίνδαρος τῆς ἀρετῆς ἀρχὴν εἶναί φησι τὴν ἀλήθειαν οὕτω λέγων·
Ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασς’ Ἀλάθεια·
10
Μὴ πταίσῃς ἐμὰν σύνθεσιν τραχεῖ ποτὶ ψεύδει. ὁρῶμεν γὰρ τοὺς ἐπ’ ἀρετὴν ὁρμῶντας ἐξ αὐτῆς ἀρχο‐ μένους σχεδὸν ἅπαντας. τοῦτο γοῦν καὶ ἐν ψαλμοῖς ὁ προφήτης ἐδήλωσεν, ἐν οἷς φησιν· ‘εἶπα, φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου·
15ἐθέμην τῷ στόματί μου φυλακήν‘· οὐδ’ ἀρετῆς ἄρα ἴχνους οἱ παρ’ Ἕλλησι τιμώμενοι δαίμονες ἥψαντο· ‘πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια‘ φησὶ τὸ λόγιον, ἀπολεῖν τε τὸν θεὸν ἠπείλησε πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.
20Θεωρείτωσαν οὖν οἱ μέχρι νῦν ὑπ’ αὐτῶν ἀπατώ‐
μενοι, τίνες τε ἦσαν οἱ τῶν μαντείων προεστηκότες203
Opif
.

204

δαίμονες, καὶ τίς ἡ βδελυκτὴ γενεθλιαλογία, ἐξ ἧς οἱ τούτων θεοὶ πλανώμενοι τοὺς ἐρωτῶντας ἐπλάνων ἴσα τοῖς ἐξ αὐτῆς ἐμπορευομένοις ἀγύρταις. καὶ τοῦτο οὖν μέγιστον τῆς τῶν χριστιανῶν εὐσεβοῦς τεκμήριον
5πίστεως τὸ τὴν θεομισῆ γενεθλιαλογίαν ἀπόμνυσθαι κελεύειν τοῖς προσιοῦσι τῷ δόγματι ὡς ἀλλοτριοῦσαν τοὺς αὐτῇ προσέχοντας τοῦ θεοῦ.
8tλόγος πέμπτος.
9Καὶ εἶπεν ὁ θεός· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρ‐
10πετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν
15πετηνὸν πτερωτὸν κατὰ γένος. Ὅσα μὲν οὖν ἐχρῆν τὸν ἐπόπτην τῶν θείων λόγων τούτων καὶ τῆς μεγάλης τοῦ θεοῦ σοφίας τῶν ἐν τοῖς ὕδασι γενομένων θαυμάτων μυσταγωγὸν ὑμνῆσαί τε τὸν πεποιηκότα καὶ ἀξίως αὐτὰ διηγήσασθαι, ἡ ἱερὰ
20καὶ σοφωτάτη Βασιλείου φωνὴ τεθεώρηκέ τε σαφῶς
καὶ αὐτάρκως ἐδίδαξεν.204
Opif
.

205

(1t)

αʹ. Διὰ τί μὴ πρότερον τὰ χερσαῖα γέγονε ζῷα
2tκαὶ οὕτως ἐπὶ τὰ ἐξ ὕδατος γενόμενα μετῆλθεν
3tἡ γένεσις· καὶ καθόλου περὶ τῆς τῶν γενο‐
4tμένων ἁπάντων τάξεως, ἐν ᾧ ὅτι τὰ στοιχεῖα
5tμέν ἐστιν ἄψυχα, τὰ δὲ φυτὰ ἔμψυχα.
6 Ἐγὼ δέ, καθὰ τὴν ἀρχὴν ὑπεσχόμην, καὶ τὰ νῦν προσάντη τῆς λέξεως καὶ τῇ φύσει δοκοῦντα μὴ συμ‐ φωνεῖν ἀπευθῦναι σπουδάσω καὶ δεῖξαι σοφὴν ὄντως καὶ ἀκόλουθον τοῖς ἤδη γενομένοις καὶ τὴν περὶ τῶν
10προκειμένων διδασκαλίαν· πρότερον δὲ συνήθως περὶ τῆς τάξεως αὐτῶν δίκαιον εἰπεῖν. τί δήποτε πεπληρω‐ μένης τῆς τῶν οὐρανίων διακοσμήσεως καὶ τῆς βλά‐ στης ἐν τῇ γῇ τῶν φυτῶν γενομένης, μὴ κατὰ τὸ συν‐ εχὲς καὶ τὰ χερσαῖα γέγονε τῶν ζῴων καὶ πεπληρω‐
15μένου τοῦ κόσμου τῆς γῆς ἐπὶ τὸ κάτωθεν δεύτερον στοιχεῖον, τὸ ὕδωρ, ἡ δημιουργία μετῆλθε καὶ τρίτον ἐπὶ τούτοις ὁ ἀὴρ διακεκόσμηται τοῖς πτηνοῖς; τὸ γὰρ ἐφεξῆς καὶ ἔσχατον καὶ τῷ ἀέρι συνεχές τε καὶ ἀδιά‐ κριτον, ὃ καλοῦσιν ὑπέκκαυμα εἰς ζῴων ἀνεπιτήδειον
20ὑπάρχει γένεσίν τε καὶ δίαιταν, διὰ τὴν λεπτομέρειαν αὐτοῦ καὶ τὸ ἄνικμον οὐκ ἀρκοῦν εἰς σωτηρίαν τοῖς ἀναπνέουσιν, δεομένοις διὰ τῆς συνεχοῦς τοῦ ἀέρος εἰσπνοῆς τε καὶ ἐκπνοῆς ἐμψυχεῖν τε τὴν καρδίαν καὶ τὸ ἔμφυτον ἀναρριπίζειν θερμὸν καὶ τὰ λιγνυώδη
25τούτου περιττώματα διὰ τῆς ἐκπνοῆς ἀποκρίνειν. διὸ καὶ Πλάτων τρία εἶναι τῶν θνητῶν ζῴων τὰ γένη
φησὶ τά τε χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἀέρια. νῦν δὲ205
Opif
.

206

πρώτη μὲν ἡ τῶν ἐνύδρων τε καὶ ἀερίων παραδίδοται γένεσις, μετ’ ἐκείνην δὲ ἡ τῶν χερσαίων τῶν ἐν τῷ πυθμένι τοῦ παντὸς διαιτωμένων, τῇ γῇ. τί οὖν πρὸς ταῦτά φαμεν;
5 Τῶν ἐν τοῖς ὑπὸ σελήνην σωμάτων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα· καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα· τὰ μὲν οὖν ἁπλᾶ, τὰ στοιχεῖά φημι, ὡς ἀρχαὶ πάντων πρῶτα τῶν συνθέτων γέγονεν, ἐμψύχων τε καὶ ἀψύ‐ χων· οὐδὲν δὲ τῶν ἁπλῶν ἐστιν ἔμψυχον, οὐδὲ τὰ
10στοιχεῖα ἄρα· καὶ τοῦτο ὑπ’ αὐτῆς διδασκόμεθα τῆς αἰσθήσεως· πᾶν γὰρ ἔμψυχον τρισὶ τούτοις γνωρίζεται· τῷ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοιον ἑαυτῷ· διὸ καὶ τὰ φυτὰ τούτων μετέχοντα ζῆν τε καὶ τεθνάναι λέγεται καὶ ψυχὴν ἔχειν τὴν φυτικήν·
15ὧν οὐδὲν ἐν τοῖς στοιχείοις ὁρῶντες ἄψυχα εἶναι ταῦτα φαμὲν εἰκότως. εἰ δέ τις τῇ αἰσθήσει μαχόμενος ἔμ‐ ψυχα καὶ ταῦτα εἶναι λέγοι, περιφρονητέος εὐλόγως· οὐδὲ γὰρ τῷ λέγοντι μὴ καίειν τὸ πῦρ ἀποκριτέον, ἀλλ’ αὐτὸ προσακτέον τὸ πῦρ. καὶ ἄλλως· ὀργανικὰ
20τὰ σώματα τῶν ἐμψύχων ἐστίν· οὐδὲν δὲ τῶν στοι‐ χείων ὀργανικόν, οὐκοῦν οὐδὲ ἔμψυχον. Σκόπει οὖν πῶς ἐν τάξει φυσικῇ πάντα ὑπέστη τὰ γενόμενα καὶ ὡς ἀπὸ τῶν ἀτελεστέρων ἡ δημιουργία διά τινων μέσων προῆλθεν ἐπὶ τὰ τελειότατα· μετὰ
25γὰρ τὴν γένεσιν τῶν στοιχείων πρῶτα τὰ φυτὰ βλα‐ στῆσαι τὴν γῆν ὁ θεὸς κελεύει, ἔσχατον εἶδος ἔχοντα ζωῆς· τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικόν· καὶ αὐτὰ γὰρ ζῆν τε καὶ τεθνάναι λέγεται καὶ διὰ τοῦτο
νόσου τε καὶ ὑγιείας ἥβης τε καὶ γήρους ἐστὶ δεκτικὰ206
Opif
.

207

κἀντεῦθεν ὅτι ἔμψυχα δῆλον τῇ τοιαύτῃ ψυχωθέντα ψυχῇ. αἰσθήσεως δὲ καὶ κινήσεως οὐ μετέχει τῆς κατὰ τόπον οὐδὲ τῶν ἄλλων, οἷς τὰ ζῷα χαρακτηρίζεται. δευτέραν δὲ εἴληφε τῆς γενέσεως τῶν ἐμψύχων τάξιν
5τὰ ἔνυδρα, ἐπεὶ καὶ αὐτὸ τὸ στοιχεῖον τὸ ὕδωρ μετὰ τὴν γῆν ἐστι δεύτερον· ταῦτα δὲ τελειοτέραν μὲν ἔχει τῶν φυτῶν τὴν ζωήν· αἰσθήσεων γὰρ καὶ τῆς κατὰ τόπον μετέχει κινήσεως, ἀμυδροτέρας δὲ ταύτας πολλῷ τῶν ἀερίων ἔχει, ἐπεὶ καὶ τὸ διαφανές τε καὶ διηχὲς
10τοῦ ὕδατος καὶ τὸ διοσμὸν ἐλάττω πολὺ τοῦ ἐν ἀέρι διὰ τὴν τοῦ σώματος μὲν τοῦ ἀερίου λεπτομέρειαν, παχυμέρειαν δὲ πολλῷ τοῦ ὕδατος. ἕπεται δὲ τούτοις τὸ καὶ τὴν φαντασίαν τὸ τῶν αἰσθημάτων ἐκμαγεῖόν τε καὶ φυλακτήριον ἀναλόγως ἔχειν ἀμβλυτέραν· ὅτι
15μὲν γὰρ φαντάζεται καὶ τὰ ἔνυδρα, δῆλον ἐξ ὧν καὶ τόπους ἀμείβει τοῖς καιροῖς ἐπιτηδείους καὶ γνωρίζει τὰ βλάπτοντα καὶ φεύγει. διὰ δὲ τὸ ἀμυδρὸν τῆς φαντασίας ψοφοδεῆ τέ ἐστι καὶ δειλὰ καὶ ἀτίθασα· στέρεται δὲ καὶ φωνῆς, ἥτις τῶν ἐν τῇ φαντασίᾳ πα‐
20θημάτων ἐστὶν ἐξαγγελτική. λέγουσι δὲ τὰς θαλασσίας καστορίδας τοῖς αἰγιαλοῖς πλησιαζούσας ἀπαίσιον ὠρύ‐ εσθαι φωνὴν τοῖς ἀκούουσι θάνατον αὐτοῖς πλησιά‐ ζοντα προσημαίνουσαν· ὅπερ εἰ καὶ ἀληθὲς εἴη, οὐκ ἔλεγχος τὸ ἓν γίνεται τοῦ ὅλου. καὶ τὸν σκάρον δέ
25φασι λαλαγὴν ἀφιέναι τινὰ τοῖς βραγχίοις περιπλεκο‐
μένου τοῦ ὕδατος καὶ ψόφον ποιοῦντος. τοιοῦτον δέ207
Opif
.

208

τι καὶ τὸν βῶκα πάσχειν, διὸ καὶ τὴν ὀνομασίαν εἴληφε, βόαξ τις ὤν, τοῦ ο καὶ τοῦ α εἰς ω συνῃρημένων, ἐξ ὧν καὶ περισπωμένην ἔχει τὴν προσῳδίαν, καὶ αὐτὴν σύνθετον οὖσαν· φωνὴ δὲ τούτων ἐστὶν οὐδέτερον.
5 Ἐπὶ τούτοις τὰ πτηνὰ γίνεται· ‘ἐξαγαγέτω‘ γάρ φησι ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πε‐ τόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘· ταῦτα δὲ τῶν ἐνύδρων ἐναργεστέρας καὶ τὰς αἰσθή‐ σεις ἔχει καὶ τὰς φαντασίας· καὶ ταῦτα δ’ ὅμως κατὰ
10τὸ πλεῖστον ἀτίθασα, μάλιστά γε ὅσα μετεωροποροῦντα πρὸς ὕψος αἴρεται πολύ. Τὰ δὲ χερσαῖα τῶν ζῴων τῶν ἄλλων ἐστὶ τελει‐ ότερα καὶ τὰς αἰσθήσεις καὶ τὴν φαντασίαν ἐναργε‐ στέραν ἔχει καὶ πλησιάζουσαν τῷ λόγῳ· φρόνιμά
15τε τούτων ἐστί τινα, δόλιά τε ἄλλα καὶ πανοῦργα, καὶ προνοητικὰ τοῦ μέλλοντος, χειροήθη τε πολλὰ καὶ συμβιοτεύοντα τοῖς ἀνθρώποις καὶ τῶν μόχθων αὐτοὺς ἐπικουφίζοντα· ‘ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ‘. τί δ’ ἄν τις εἴποι
20περὶ κυνῶν, ὅσην πρὸς τοὺς κεκτημένους στοργήν τε καὶ εὔνοιαν ἔχουσι; πολλοὶ γοῦν καὶ ὑπεραπέθανον τῶν δεσποτῶν τοὺς ἐπιόντας αὐτοῖς ἀμυνόμενοι. ἱστο‐ ρεῖ δὲ καὶ Φλέγων ἐν τῇ ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Λυσιμάχου τοῦ Μακεδόνος ἄταφον ἐπὶ
25πολλὰς ἡμέρας τὸ σῶμα κείμενον ὑπὸ κυνὸς φυλάττε‐
σθαι εἴργοντος τοῦ νεκροῦ τὰ θηρία, μέχρις οὗ Θώραξ208
Opif
.

209

ὁ Λαρισαῖος περιτυχὼν αὐτὸν ἔθαψεν. γέγονε δέ τι παράδοξον καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων καὶ μνήμης ἄξιον καὶ τὴν περὶ αὐτῶν ἱστορίαν τῶν παλαιῶν πιστούμενον· ἠκολούθει τις κύων ὁδεύοντι μόνῳ τῷ
5δεσπότῃ· λῃστὴς ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἔλαθεν. ἔμενεν ὁ κύων ἐπὶ τῷ σώματι συμπάσχων τε καὶ φυλάττων αὐτό. ἕτερος δέ τις ὁδεύων ἰδὼν τὸ σῶμα ταφῇ παρέδωκεν. ἠκολούθησεν ὁ κύων τῷ θά‐ ψαντι· ἦν δὲ οὗτος τὸ ἐπιτήδευμα κάπηλος. συνῆν ὁ
10κύων αὐτῷ διηνεκῶς φυλάσσων τὸ ἐργαστήριον. πάν‐ τας τοὺς εἰσιόντας ἐπὶ πότον ὡς οἰκείους ἔσαινεν. χρόνῳ ποτὲ τὸν φονέα συνέβη πιόμενον εἰς τὸ καπη‐ λεῖον ἐλθεῖν. ἐκεῖνον ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα καὶ εἰσελθεῖν οὐκ εἴα τὸν ἄνθρωπον. τοῦτο
15πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείου κινή‐ ματος ἤγαγεν, διὸ συσχεθεὶς εἰς κρίσιν παρεδόθη καὶ τὸ πραχθὲν ὡμολόγησε καὶ δίκην ἔδωκε. καὶ ἐκ συνεθισμοῦ δὲ πολλὰ τῶν ζῴων διδάσκεται πλείονα σπουδαῖά τε καὶ παιγνιώδη· ἵπποι τὰ πολεμικὰ καὶ
20ἐλέφαντες ἐμελέτησαν· οὕτω τῷ λόγῳ σχεδὸν πλησιά‐ ζουσιν. Ἐπὶ τούτοις ἅπασι τὸ τελειότατον ζῷον ἁπάντων ἔσχατος δημιουργεῖται ὁ ἄνθρωπος. ταύτῃ δὲ τῇ τάξει καὶ ἡ τῆς φύσεως πρόεισι γένεσις· κάτεισι μὲν γὰρ
25ἄψυχον ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκεῖ δὲ τὴν φυτικὴν λαμβάνει ζωὴν τρεφόμενόν τε καὶ αὐξανόμενον· εἶτα προϊούσης τῆς γενέσεως διαπλάττεται καὶ ψυχοῦται
καὶ ζῷον γίνεται· εἶτα τελευταῖον τῆς λογικῆς τυγχά‐209
Opif
.

210

νει ψυχῆς καὶ τέλειος ἀποκυΐσκεται ἄνθρωπος. καὶ τοῦτο ἡμῖν ἐν ἑτέροις ἰδίας ἔτυχεν ἐξετάσεώς τε καὶ ἀποδείξεως, ὅτι τὴν λογικὴν ἐν τῇ μήτρᾳ ψυχὴν τὸ ἔμβρυον δέχεται· καὶ ἐξ αὐτῶν δὲ τῶν ἤδη τελείων
5ἔστι τοῦτο ἰδεῖν· ὅσα μὲν γὰρ τὰς κρείττονας ἔχει δυνάμεις, ὡς ὁ ἄνθρωπος τὴν λογικήν, ὑπηρετούσας ἔχει τὰς ἐλάττους τὴν ἄλογόν τε καὶ τὴν φυτικήν, ὡς καὶ τὰ λοιπὰ ζῷα μετὰ τῆς ἀλόγου καὶ τὴν φυτικὴν ἔχει· τὰ δὲ τὰς χείρονας ἔχοντα οὐ πάντως ἔχει καὶ
10τὰς κρείττους· οὔτε γὰρ τὰ φυτὰ τὴν ἄλογον οὔτε τὰ ἄλογα τὴν λογικήν. κατὰ ταύτην ἄρα τὴν φυσικὴν καὶ ἀναγκαίαν τάξιν μετὰ τὴν τῶν στοιχείων γένεσιν τῶν ἐμψύχων τὰ φυτὰ μὲν δεύτερον, τὰ ζῷα δὲ γέγονε τρίτον, καὶ ταῦτα πάλιν κατὰ τὴν εἰρημένην
15ἀκολουθίαν· καὶ πάντων ἔσχατος ὁ ἄνθρωπος γίνεται πάσας ἐν ἑαυτῷ περιειληφὼς γενικώτερον τὰς ζωτικὰς δυνάμεις. τούτων εἰρημένων ἐπὶ τὴν ἐξέτασιν τῆς λέξεως ἔλθωμεν.
19tβʹ. Ὅτι ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα‘ τοῖς ὕδασι
20tκαὶ τὸν ἀέρα συμπεριείληφε διὰ τὴν τῶν δύο
21tτούτων στοιχείων συγγένειαν.
22 Τί δήποτε τοῖς ὕδασιν ἐξαγαγεῖν κελεύει θεὸς οὐ τὰ νηκτὰ μόνον, ἀλλὰ καὶ τὰ πτηνά; εἰ γὰρ καί τινα τούτων ἔφυδρον ἔχει βίον τὴν τροφὴν ἐκεῖθεν ἀγρεύ‐
25οντα, λάροι καὶ ἀλκυόνες αἴθυιαί τε καὶ ἁλιαίετοι καὶ
κέπφοι νῆσσαί τε καὶ τὰ ἑλειονόμα πάντα, ἀλλ’ οὐχ210
Opif
.

211

ὑποβρύχια τίκτονται, καθάπερ οἱ ἰχθύες· —τοὐναντίον δὲ τῶν ἐνύδρων τινὰ ἐν γῇ τίκτει· φῶκαι κροκόδειλοι καρκίνοι· τὰ δὲ πτηνὰ πάντα ἐν γῇ καὶ ἐν ὄρεσι καὶ ἐν ἀέρι δένδρων κορυφαῖς ἐπιβαίνοντα. πλεῖστα δὲ
5τούτων οὐδὲ προσεγγίζει τοῖς ὕδασι, πολλὰ δὲ καὶ ἐρημονόμα τυγχάνει ὄντα. —μήποτε οὖν, ὡς ἤδη καὶ πρότερον εἶπον ἐξηγούμενος τό ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘, ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘ καὶ τὸν ἀέρα συμπεριείληφε·
10τίνι γὰρ οὐκ ἔστι δῆλον, ὅτι οὐδὲν τῶν πτηνῶν ἐξάγει τὰ ὕδατα; Ἀλλ’ οὐδὲ τοῦ ἀέρος ἐν τῇ κοσμογονίᾳ μνήμην πεποίηται Μωϋσῆς· οὐδ’ ὅλως οἶδε τοῦτο τὸ ὄνομα ἴσως καὶ ὁμωνυμίας ἐπ’ ἀμφοῖν οὔσης ἢ παρωνυμίας
15τινὸς κατὰ τὴν Ἑβραίων γλῶτταν ἢ καὶ διὰ τὸ πολλὴν ὕδατός τε καὶ ἀέρος εἶναι τὴν κοινωνίαν τῆς φύσεως· ὑγρόν ἐστιν ἑκάτερον καὶ χυτόν, διαφανές τε καὶ δίοσμον καὶ διηχές· καὶ δῆλον, ἐξ ὧν ἐπί τινος ἄγρας ἰχθύων καὶ μέγιστον ἅπτουσι πῦρ οἱ ἀγρεύοντες διὰ
20τούτου ἐπὶ τὰς σαγήνας αὐτοὺς προκαλούμενοι· καὶ πολὺν ἐπὶ τῶν σανίδων ποιοῦσι κτύπον ἐφ’ ἑτέρων ἄγρᾳ καὶ κοντοῖς τὸ ὕδωρ πλήττουσιν· ἄλλοι δὲ καὶ δυσώδη δελέατα ἀγκίστροις ἐπί τινων ἰχθύων ἄγρᾳ, οἷον τῶν τριγλῶν, περιβάλλουσι. ῥᾳδίαν δὲ εἰς ἄλληλα
25τὴν μεταβολὴν τὸ ὕδωρ ποιεῖται καὶ ὁ ἀήρ· εὐχερῶς δὲ καὶ ὁ ἀὴρ ὑπὸ τοῦ πλησιάζοντος ὕδατος ψύχεται
καὶ τὸ ὕδωρ ὑπὸ τῆς ἐκείνου ἀλέας θερμαίνεται.211
Opif
.

212

(1t)

γʹ. Τίς ἡ κοινωνία τε καὶ ἡ διαφορὰ ἐνύδρων
2tτε καὶ ἀερίων.
3 Πολλὴ δὲ καὶ τῶν νηκτῶν τε καὶ πτηνῶν ζῴων ἡ κοινωνία. πτερυγωτά ἐστιν ἑκάτερα, δι’ ὧν τὰ μὲν ἐν
5ὕδασι, τὰ δὲ ἐν ἀέρι νήχεται· ἀλλὰ τὰ μὲν ἀέρια πτερὰ μείζονα διὰ τὴν λεπτομέρειαν ἔχει τοῦ ἀέρος, ἵνα ὑπὸ πλείονος ἀνέχηται· τὰ δὲ ἔνυδρα ἐλάττονα διὰ τὴν παχύτητα τοῦ ὕδατος καὶ μάλιστα τοῦ θαλαττίου καὶ ὑμενώδη, ἵνα μὴ διαρρέῃ τὸ ὕδωρ ἀλλ’ ἀνέχῃ· καὶ
10ταῖς οὐραῖς ἀμφότερα πηδαλίῳ χρῆται πρὸς τὴν τοῦ σώματος τῇδε κἀκεῖσε περιαγωγήν. ὑποβρύχια πτηνὰ γίνεται πρὸς ἄγραν τροφῆς καὶ τῶν ἐνύδρων τινὰ τοῖς πτερυγίοις εἰς ἀέρα μετεωρίζεται, ὡς τευθίδες ἱέρακές τε θαλάττιοι καὶ χελιδόνες· ὅταν γὰρ ἴδωσιν μείζονα
15ἰχθὺν αὐτοῖς ἐπιόντα ἀναπηδῶσιν εἰς τὸν ἀέρα πετόμενοι ἀγεληδόν· διὸ καὶ τοῖς πλοίοις πολλάκις ἐπιπίπτουσιν αἱ τευθίδες, αὐτόματος ἄγρα τοῖς πλέ‐ ουσι· τῶν ἄλλων γὰρ πλέον εἰς ὕψος αἴρονται. ἑκά‐ τερα ᾠοτοκεῖ τὰ γένη, ὀλίγα τῶν ἐνύδρων ζῳοτοκεῖ,
20φῶκαι δελφῖνες νάρκαι καὶ ἄλλα· καὶ νυκτερίδες ἐν πτηνοῖς ζῳοτοκοῦσιν. ἐν ἑκατέροις ἐστὶν ἀμφίβια, ἐν πτηνοῖς μέν, ὅσα τὴν ἄγραν ἐξ ὑδάτων ἔχει· καὶ γὰρ ἐν γῇ ταῦτα διαιτώμενα τρέφεται τῇ ἀπὸ τῆς γῆς τροφῇ· τῶν δὲ ἐνύδρων ἐν γῇ διαιτῶνται φῶκαι καρ‐
25κίνοι πάγουροι κροκόδειλοι ἵπποι ποτάμιοι βάτραχοι· νῆσσαι δὲ πᾶσαι ἐν ἕλεσι καὶ ἀλκυόνες πρὸς αὐτοὺς τῆς θαλάσσης τοὺς αἰγιαλοὺς ἐπῳάζουσιν, κροκόδειλοι
δὲ ἐν τῇ γῇ τοῦ ὕδατος ἀνωτέρω· φῶκαι δὲ οὐ μόνον212
Opif
.

213

ἐν γῇ ζῳοτοκοῦσιν, ἀλλὰ καὶ τὰ τικτόμενα τρέφουσί τινα χρόνον, ἕως ἂν ἁδρυνθέντα εἰς τὰς τῶν τεκόν‐ των ἡ μήτηρ καταγάγῃ οἰκήσεις τε καὶ διατριβάς· λέ‐ γονται δὲ καὶ οἱ ὀσμύλοι καὶ οἱ πολύποδες, εἴ που
5πλησίον αἰγιαλῶν συκαῖ τύχοιεν, ἐξιέναι τοῦ ὕδατος καὶ ἀνέρποντες ἐπὶ τὰ δένδρα περιπλέκεσθαι τοῖς κλάδοις καὶ τῶν σύκων ἐσθίειν. ἀμφίβιοί εἰσι καὶ ὁ ἡμερόκοιτος ἤτοι ἄδωνις καλούμενος καὶ ἡ θαλασσία σκολόπενδρα· οὐκ ἐπ’ ὀλίγον δὲ καὶ αἱ ἐγχέλυες δια‐
10ζῶσιν ἐν γῇ καὶ ἕτερα πλεῖστα. Διὰ ταῦτα οὖν ἅπαντα κοινὴν εἶναι τὴν γένεσιν τῶν ἐνύδρων τε καὶ τῶν ἀερίων ἐκ τῆς ὑγρᾶς οὐσίας εἴρηκε Μωϋσῆς, ἐπειδήπερ ὡς ἔφην οὐδὲ ὀνόματος ἀέρος οὐδαμοῦ πεποίηται μνήμην, ὕδατος δὲ πολλάκις.
15 Ἔστι γοῦν ἄνωθεν ἀναλαβόντα τὸν περὶ τῶν πτη‐ νῶν λόγον εἰπεῖν οὕτως.
17tδʹ. Ὅτι ἀναγκαίως Μωϋσῆς καὶ τῇ φύσει τῶν
18tπτηνῶν συμφώνως μετὰ τῶν ἐνύδρων αὐτοῖς
19tτὴν γένεσιν ἔδωκεν.
20 Τῶν ζῴων τὰ μὲν ἐν γῇ μόνῃ, τὰ δὲ ἐν ὕδασι μόνοις τὴν διατριβὴν ἔχει, τὰ δὲ ἐν ἀμφοῖν, ὡς τὰ ἀμφίβια· ἐν ἀέρι δέ τινα μόνῳ διάγοντα καὶ μὴ κοι‐ νωνοῦντα γῆς ἢ ὕδατος εὑρεῖν ἀδύνατον. κοινωνοῦσι δὲ τὰ πτηνὰ κατὰ τὸ πλεῖστον τοῖς νηκτοῖς, ἐν οἷς
25ἀπηριθμησάμην, ἐπ’ ἔλαττον δὲ τοῖς πεζοῖς τῷ τε πό‐ δας ἔχειν ὡς ἐκεῖνα καὶ εἶναι διὰ τοῦτο καὶ πεζὰ καὶ
τῷ ἀναπνεῖν καὶ φωνὴν ἔχειν. ἐπεὶ οὖν οὐκ ἦν αὐτῶν213
Opif
.

214

τῷ ἀέρι δοῦναι τὴν γένεσιν—οὐδὲ γὰρ ἔγνωστο τοὔ‐ νομα τοῦτο τῇ διαλέκτῳ τῶν Ἑβραίων κατὰ τοὺς ἐκεί‐ νου χρόνους ὡς ἔοικεν—ἐλείπετο δὲ τὸ ὕδωρ καὶ ἡ γῆ, ἐκοινώνει δὲ κατὰ τὸ πλεῖστον τὰ πτηνὰ τοῖς
5νηκτοῖς μᾶλλον ἢ τοῖς πεζοῖς ἐν τοῖς προσοῦσιν αὐτοῖς ἰδιώμασιν, ἀναγκαίως ἄρα Μωϋσῆς καὶ τῇ φύσει αὐ‐ τῶν συμφώνως ἐκ τῶν ὑδάτων αὐτοῖς τε καὶ τοῖς νηκτοῖς ὁμοῦ παρέσχε τὴν γένεσιν, τοῖς ὕδασι συμπερι‐ λαβὼν καὶ τὸν ἀέρα.
10 Δῆλον δὲ ὅτι κατὰ τὴν σύνθεσιν τοῦ σώματος πάντα μετέχει γῆς, εἴγε πᾶν σύνθετον ἐκ τῶν τεσσά‐ ρων συνέστηκε, καὶ πλείονος τῶν ἄλλων μετέχει γῆς τε καὶ ὕδατος· διὸ πάντα ἐστὶ βαρέα, μᾶλλον δὲ τὰ χερσαῖα τῶν πτηνῶν· ξηρότερα γὰρ ὡς πλείονος μετέ‐
15χοντα γῆς καὶ διὰ τοῦτο παχύχυμα· τῶν δὲ πτηνῶν ἰχθύες ὑγρότεροι ὡς πολλοῦ μετέχοντες ὕδα‐ τος, ὡς καὶ τῶν χερσαίων οἱ ὄρνεις. ἀλλ’ οὐδὲ τὰ ἔνυδρα ἐν μόνοις ὑπολείπεται ἀεὶ τοῖς ὕδασιν, ἀλλὰ καὶ ἐν πέτραις ἐρείδεται καὶ ψάμμοις καὶ πηλοῖς βρύοις
20τε καὶ τῇ ὑποκειμένῃ τοῖς ὕδασι γῇ.
21tεʹ. Ὅτι διὰ τὸ θεῖον πρόσταγμα μέχρι νῦν καὶ
22tχωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ νηκτὸν γένος
23tὑπὸ τῶν ὑδάτων ἐξάγεται καὶ ἐπὶ τῆς γῆς
24tὁμοίως.
25‘Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘·
τοὺς τόπους, ἐν οἷς διαιτῶνται, διὰ τούτου δηλοῖ ὡς καὶ214
Opif
.

215

ἐπὶ τῶν χερσαίων· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘. ἐξ οὗ δὲ τὸ θεῖον τοῦτο προῆλθε πρόσταγμα, γόνιμος ἡ τῶν ὑδάτων γέγονε φύσις καὶ οὐ διέλειπεν οὐδὲ διαλείψει ποτὲ καὶ χωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ
5νηκτὸν ἐξάγουσα γένος. δείκνυσι τὰ μυρία τῆς ἀφύης γένη καὶ τὰ ἐν τέλμασι γινόμενα καὶ τὰ ἐκ σήψεως ἅπαντα· οἵας εἶναί τινες καὶ τὰς ἐγχέλεις φασὶ καὶ τοὺς γόγγρους· τινὲς δὲ περιπλεκομένας ἀλλήλαις καὶ προστριβομένας τῇ πολλῇ κινήσει τὰς ἐγχέλυας ἰχῶρας
10ἐκ τῶν σωμάτων ἀποπέμπειν, οὓς τὴν ἰλὺν δεχομένην σπέρματος λόγον ἔχοντας τὰς ἐγχέλυς ζῳογονεῖν ὄστρεά τε καὶ ἐχίνους καὶ τῶν ὀστρακοδέρμων πολλά· καὶ ἐν πολλαῖς δὲ ὑδάτων συστάσεσιν οὔπω πρότερον οὔσαις γεννῶνται ἰχθύες, εἰ τῆς ἐξ ἡλίου τύχωσιν ἀλέας, καὶ
15ἐν πηγαῖς ὁμοίως. Οἶδα δὲ ἐγὼ καί τι τοιοῦτο γενόμενον παρ’ ἡμῖν. ἐλλειπής ποτε τοῦ Νείλου γέγονεν ἡ ἐπίβασις, καὶ τῆς λίμνης τῆς καλουμένης Μαρίας βάθος οὐκ ἐχούσης πολὺ διὰ τὴν τοῦ ὕδατος ἔνδειαν ἄπειρον ἰχθύων
20ἠγρεύετο πλῆθος, ὡς προϊοῦσαν αὐτῶν λοιπὸν ἐλλει‐ πεστέραν γενέσθαι τὴν ἄγραν· τοῦ καιροῦ δὲ πάλιν τῆς ἐπιβάσεως φθάσαντος, δαψιλὲς ἄγαν τὸ ὕδωρ ἐπέ‐ βαινεν. καὶ τοσαύτη γέγονεν ἀλαβήτων μάλιστα γονή, ὡς μὴ ἀντισχεῖν ἔτι πρὸς τὴν ἄγραν τοὺς ἁλιεύοντας·
25ἰσομεγέθεις τε σχεδὸν ὑπῆρχον ἅπαντες ἤγουν οἱ πλεῖ‐ στοι. καὶ τὸ παράδοξον ἐν τοῖς καταστρώμασι τῶν
σκαφῶν γονὴ λεπτοτάτη τῶν ἰχθύων τούτων ηὑρίσκετο215
Opif
.

216

συγκατιοῦσα πρὸς ἕω τῇ δρόσῳ, ὡς πεπεῖσθαι μικροῦ δεῖν ἅπαντας καὶ τὸ ἐν τῷ ἀέρι ὕδωρ ἀτμιδῶδες ὂν ἔτι τὸ γένος τῶν ἰχθύων ἀπογεννῆσαι τοῦτο. ἐμὲ δὲ ὑπόνοιά τις εἰσῄει· μήποτε τοῖς ἐξ ἡλίου ἀναφερομέ‐
5νοις ἀτμοῖς τὸ λεπτότατον τῆς εἰρημένης τῶν ἰχθύων γονῆς ἅτε δὴ πλείστης οὔσης συνανεφέρετο καὶ πηγνυ‐ μένης εἰς δρόσον ταύτῃ συγκατεφέρετο. ἱστορεῖ δὲ Διόδωρος καὶ ἐν τοῖς νέφεσί ποτε βατράχων γενέσθαι πλῆθος τοσοῦτον, ὡς Κελτικόν τι ἔθνος τὴν βλάβην
10αὐτῶν οὐ φέρον ἐκλιπεῖν τὴν πατρίδα. τοῦτο δὲ καὶ ἐν Αἰγύπτῳ Μωϋσῆς κατὰ θεοῦ μῆνιν ἱστόρησε γεγο‐ νός· καὶ ἐν Θηβαΐδι ὑετῶν γιγνομένων πλειόνων ἀρουραῖοι γεννῶνται μύες. Αὐτόματον ἄρα τὸ ὕδωρ ἔτι τὸ θεῖον φυλάττον
15πρόσταγμα τοὺς ἰχθύας ἐξάγει τῆς ἐξ ἑτέρων ἔσθ’ ὅτε σπερματικῆς καταβολῆς οὐ δεόμενον. Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρᾶται συμβαῖνον· εἰ γὰρ ἡ πατουμένη γῆ νῦν καὶ διὰ τοῦτο ἄκαρπος ἐπὶ χρόνον σχολάσῃ τινὰ ἢ καὶ τῆς ἐξ ἀνθρώπων ἐπιμε‐
20λείας τύχῃ καὶ ὑετῶν ἀρδείας, εὐθέως χλοηφορεῖ καὶ προϊοῦσα βοτάνας καὶ θάμνους, καὶ νῦν, αὐτο‐ μάτους ἀνίησι. καὶ ἐκ σήψεως δὲ γῆς καὶ ἀέρος καὶ ἑτέρων σωμάτων αὐτόματα γένη ζῴων μυρία γίνεται. τοὺς σπερματικοὺς ἄρα τῶν ἐσομένων λόγους ἐν τοῖς
25στοιχείοις ὁ θεὸς ἐξ ἀρχῆς ἐναπέθετο.216
Opif
.

217

(1t)

ϛʹ. Τίνα ἐστὶ τὰ ἑρπετά, καὶ διὰ τί οὕτως
2tκέκληται.
3 Ἑρπετὰ δὲ καλεῖται κυρίως τὰ μὴ ποσὶ τῆς γῆς ἐπιβαίνοντα ἀλλ’ ὅλα ἐπιπεπτωκότα τῇ γῇ· ἔρα γὰρ ἡ
5γῆ παρ’ Ἕλλησι κέκληται, ἐξ οὗ καὶ τὸ ἔραζε γέγονεν ἐπίρρημα, ἐραπετά τινα ὄντα εἰς τὴν ἔραν πεπτωκότα. οὔτε δὲ οἱ ἰχθύες ποσὶν ἐν τοῖς ὕδασι κινοῦνται οὔτε τὰ πτηνὰ ἐν ἀέρι, ἀλλ’ ὅλην ἐπιθέντες οἱ μὲν τοῖς ὕδασιν, οἱ δὲ τῷ ἀέρι τὴν γαστέρα, τοῖς πτεροῖς ὡς
10κώπαις τῷ ὑποκειμένῳ στοιχείῳ ἐρειδόμενοι τὸ ἴδιον ἐπωθοῦσιν ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι σῶμα τοῖς οὐραίοις τὴν κίνησιν αὐτοῦ πηδαλίου δίκην ἰθύνοντα. ἀλλ’ ἡ γραφὴ διαστέλλουσα ἑρπετὰ μὲν τοὺς ἰχθύας, πτηνὰ δὲ ὠνόμασεν τὰ ἀέρια· ἡ δὲ διαφορὰ τῶν ὀνο‐
15μάτων ἄλλη ἐξ ἄλλου τῶν προσόντων αὐτοῖς ἐγένετο. ἀπὸ μὲν τοῦ εἴδους τῆς κινήσεως τὰ μὲν καλεῖται νηκτά, τὰ δὲ πεζά, τὰ δὲ πτηνά, ἀπὸ δὲ τῶν τόπων ἐν οἷς διάγουσι τὰ μὲν ἔνυδρα, τὰ δὲ χθόνια, τὰ δὲ ἀέρια. ἐκ δὲ τῶν ἀπηριθμημένων ἰδιωμάτων, ἐν οἷς τὰ νηκτὰ
20καὶ πτηνὰ κεκοινωνήκασιν ἀλλήλοις, κοινὴν αὐτῶν καὶ τὴν γένεσιν πεφυσιολόγηκε Μωϋσῆς. ‘Καὶ πετηνὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. Τινὲς οὐρανὸν ἐνταῦθα τὸν ὑπὸ τὰ νέφη ἀέρα
25ἤκουσαν· περὶ τοῦτον γὰρ ἵπτανται· καὶ τοῦτο δῆλον ἐποίησεν εἰπών· ‘ἐπὶ τῆς γῆσ‘· ἐπίκειται γὰρ τῇ γῇ ὁ
ὑπὸ τὰ νέφη ἀήρ, ἐν ᾧ τῶν ὀρνέων ἡ πτῆσις γίνεται·217
Opif
.

218

στερέωμα δ’ ἐκάλεσε τοῦτον, ὡς παχύτερον τοῦ ὑπὲρ τὰ νέφη λεπτομερεστάτου ὄντος, διόπερ εἰς ἐκεῖνον οὐκ ἐπιβαίνουσιν. οἶδε μὲν οὖν, ὡς ἐδείξαμεν, καὶ τὸν ἀέρα καλεῖν οὐρανὸν ἡ γραφή. οὐ συγχωροῦσι δὲ
5τοῦτο νοεῖν ἡμᾶς ἐνταῦθα αἱ τῶν ἄλλων ἐκδόσεις. Ἀκύλας μὲν γὰρ οὕτως εἴρηκε· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετὸν ψυχῆς ζώσης καὶ πετηνὸν ἱπτάμενον ἐπὶ τῆς γῆς, ἐπὶ πρό‐ σωπον τοῦ στερεώματος τοῦ οὐρανοῦ‘. Θεοδο‐
10τίων· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά, ψυχὰς ζώσας καὶ πετηνὸν πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώματος οὐ‐ ρανοῦ‘. Σύμμαχος· ‘εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετόν, ψυχὴν ζῶσαν, καὶ πετηνὸν
15πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώ‐ ματος οὐρανοῦ‘.
17tζʹ. Ὅτι οὐρανὸν λέγει νῦν Μωϋσῆς οὐ τὸν
18tἀέρα, ἀλλ’ αὐτὸ τὸ στερέωμα, ὃ ἐκάλεσεν ὁ
19tθεὸς οὐρανόν.
20 Ἐκ τούτων ὑπάρχει δῆλον, ὅτι μὴ τὸν ἀέρα νῦν σημαίνει τὸ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ ἵπτασθαι, ἀλλ’ αὐτὸν τὸν οὐρανόν, περὶ οὗ εἶπεν· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν‘· τὸ γὰρ κατὰ πρόσωπον τοῦ οὐρανοῦ καὶ ἐπὶ πρόσωπον τοῦ οὐρανοῦ
25πέτεσθαι δηλοῖ τὸ ἀντιπρόσωπα τῷ οὐρανῷ ἵπτασθαι,
ὡς ἂν εἴποι τις· κατὰ πρόσωπόν μου ἔρχεται ὁ δεῖνα,218
Opif
.

219

ἐπὶ πρόσωπόν μου κινεῖται· πρόσωπον δέ ἐστι τοῦ οὐρανοῦ ἡ κοίλη καὶ πρὸς ἡμᾶς ὁρῶσα αὐτοῦ ἐπιφά‐ νεια. οὕτως οὖν καὶ τὸ τῶν ἑβδομήκοντα ‘κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ νοητέον· τουτέστιν κατεναν‐
5τίον τοῦ οὐρανοῦ· τὰ γὰρ κάτωθεν τῆς πτήσεως ἀρχό‐ μενα ὡς πρὸς αὐτὸν φέρεται τὸν οὐρανόν. καὶ οὕτως οὐδὲν ἐν τούτοις δύσκολον ἢ ζητήσεως ἄξιον. τὸ δὲ ‘ἐξερψάτω‘ ὡς πρὸς τὸ ὄνομα τῶν ἑρπετῶν καὶ τὴν κίνησιν αὐτῶν ἐπιτήδειον.
10 ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετηνὸν πτε‐ ρωτὸν κατὰ γένοσ‘.
14tηʹ. Ὅτι ἀκολουθότερα πρὸς διάνοιαν τὰ τῆς
15tἐπαναλήψεως καὶ τὰ Συμμάχου καὶ τὰ Θεοδο‐
16tτίωνος· καὶ ὅτι ἐντεῦθεν δείκνυνται θνηταὶ
17tτῶν ἀλόγων αἱ ψυχαὶ καὶ πρὸς ἀντιδιαστολὴν
18tτούτων αἱ τῶν ἀνθρώπων ἀθάνατοι.
19Τὸ μὲν πρόσταγμά φησιν· ‘ἐξαγαγέτω τὰ ὕδατα
20ἑρπετὰ ψυχῶν ζωσῶν‘, νυνὶ δὲ ἡ ἐπανάληψις· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν‘· ὅπερ ἀκολουθότερόν ἐστι τοῦ προτέρου πρὸς διάνοιαν· τὸ μὲν γὰρ ψυχὴν ζῴων ἀκόλουθον, τὸ δὲ ἑρπετὰ ψυχῶν οὐ πάνυ. συμφωνοῦσι δὲ τῇ ἐπαναλήψει Θεοδοτίων καὶ Σύμμαχος· ὁ μὲν
25γάρ· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά,
ψυχὰς ζώσασ‘ κατ’ εὐθεῖαν ἀμφότερα, ἵνα ᾖ ὥσπερ219
Opif
.

220

ἐπεξήγησις τοῦ ‘ἑρπετά‘ τό ‘ψυχὰς ζώσασ‘· Σύμμαχος δέ· ‘ἑρπετὸν ψυχὴν ζῶσαν‘ τουτέστιν ὅπερ ἐστὶ ψυχὴ ζῶσα. δῆλον δὲ ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τὸ ὅλον ψυχὴν ὠνόμασεν· ἔθος γὰρ τῇ γραφῇ τοῦτο, οἷόν ἐστι
5τὸ εἰσεληλυθέναι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τὸν Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐν ταῖς πράξεσιν· ‘ἦμεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ‘. καὶ τὸ κοινὸν δὲ ἔθος ἐπιρρεπὲς εἰς τοῦτο. ἐκ τούτων δὲ δῆλον, ὅτι θνητὰς οἶδε τὰς τῶν ἀλόγων
10ψυχάς, εἴπερ τὰ ὕδατα καὶ τὴν γῆν αὐτὰς ἐξάγειν κελεύει, ὡς δίχα σωμάτων εἶναι μὴ δυναμένας· ἐπὶ γοῦν τῶν ἀνθρώπων οὐδὲν εἴρηται τοιοῦτον, ὡς εἰσό‐ μεθα ἐκεῖσε γενόμενοι. ὥσπερ δὲ ἐπὶ τῶν φωστήρων εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς
15μεγάλουσ‘ μετελθὼν ἐπὶ τὸ πλῆθός φησι· ‘καὶ τοὺς ἀστέρασ‘ οὕτω καὶ νῦν εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα‘ ἀριθμὸν τούτων οὐκ εἰρηκώς—πολλὰ γάρ εἰσι καὶ τὰ γένη τούτων καὶ τὰ ὑφ’ ἕκαστον γένος ἄτομα—μετελθὼν ἐπὶ τὸ λοιπὸν τῶν ἐνύδρων
20πλῆθός φησιν· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν‘· ἀκολούθως γὰρ τῷ ‘ζῴων‘ γενικωτέρῳ ὄντι ἐπήγαγε τό ‘ἑρπετῶν‘, ὅπερ ἐστὶν εἰδικώτερον· εἰ γάρ ἐστι καί τινα τῶν ἐνύδρων ὑπόποδα, ἅπερ ἐστὶν ἀμφίβια καὶ ἐν γῇ βαδίζει, ἀλλὰ
25πᾶν ἕρπει ἐν ὕδασιν. ‘Καὶ εὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων· αὐξά‐
νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα220
Opif
.

221

ἐν ταῖς θαλάσσαις καὶ τὰ πετηνὰ πληθυ‐ νέσθωσαν ἐπὶ τῆς γῆσ‘.
3tθʹ. Ὅτι εὐλόγως ἐπὶ τῶν φωστήρων οὐκ εἴρη‐
4tται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘, καὶ ὅτι
5tοὐκ ἐκ τούτου ἄφθαρτα δείκνυται τὰ οὐράνια.
6 Διὰ τί μὲν τοῖς οὐρανίοις οὐκ εἶπεν ὁ θεός· ‘αὐξά‐ νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὸν οὐρανόν‘, παντὶ νομίζω δῆλον ὑπάρχειν, ἐπεὶ μὴ φυσικὴν αὐτοῖς ἔδωκεν ἐξ ἀλλήλων διαδοχήν, φθοράν τε καὶ γένεσιν,
10ἀλλ’ ἔμεινεν, οἷα καὶ ὅσα παρήγαγεν αὐτὰ τὴν ἀρχὴν ὁ θεός, αὐξήσεως χωρὶς ἢ μειώσεως. καὶ μηδεὶς αὐτὰ λεγέτω διὰ τοῦτο καὶ ἄφθαρτα, Πλάτωνος δὲ λέγοντος ἀκουέτω· ‘παντὶ γενομένῳ φθορὰ ἔπεστι ἐξ ἀνάγκησ‘ καί ‘χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα
15γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται‘ καί ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστέ, οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν‘. εἰ δὲ φθείρειν αὐτὰ βούλοιτο θεὸς ἢ μεταβάλλειν εἴς τι κρεῖττον διά τινας λόγους ἀγνοουμένους ἡμῖν,
20ὥσπερ τὴν γένεσιν αὐτοῖς ἀθρόαν ἔδωκε καὶ χρόνου χωρίς, οὕτω καὶ τὴν φθορὰν παρέξει πάντως· μόνου γὰρ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν ἔστι, οὗ συνέδησε κατὰ Πλάτωνα, ἢ εἰ μὴ λῦσαι δύναται τὸν κόσμον, οὐδὲ συνέδησε τοῦτον· εἰς τοῦτο γὰρ αὐ‐
25τοῖς ἡ περὶ τοῦ ἄναρχον εἶναι τὸν κόσμον σπουδὴ221
Opif
.

222

τελευτᾷ· τὰ μὲν γὰρ ὑπὸ φύσεως γινόμενα ἐν δια‐ στάσει χρονικῇ γίνεταί τε καὶ φθείρεται· ἡ γὰρ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά· εἴ τι δὲ παρατάσεως οὐ δεῖται πρὸς τὸ ποιεῖν, ὡς ὁ ἥλιος τὸ ἐν ἀέρι φῶς,
5τοῦτο οὐδὲ εἰς τὸ φθείρειν τὸ γενόμενον δεήσεται παρατάσεως· τοιαῦται δέ εἰσι καὶ αἱ τῶν ὄψεων ἀντι‐ λήψεις. εἰ οὖν πᾶν ἀμέσως ὑπὸ θεοῦ γινόμενον ἀχρό‐ νως γίνεται, εἴ τι ἄρα τούτων φθείρεσθαι βούλοιτο, τούτῳ καὶ τὴν φθορὰν ἀχρόνως ἐπάξει· ἡμῖν μὲν οὖν
10τοῖς ἀρχὴν ἔχειν τὸν κόσμον ἐθέλουσι, θείοις λογίοις πεπιστευκόσι καὶ δεδειχόσι αὐτό γε τοῦτο ἐν ἑτέροις, ταῦτα λέγειν ἀκόλουθον· τοῖς δὲ ἄναρχον αὐτὸν ὑπο‐ τιθεμένοις κινδυνεύσει τὸ μηδὲ δημιουργὸν αὐτοῦ λέ‐ γειν τὸν θεόν—πῶς γὰρ τοῦ ἀεὶ ὄντος ὡσαύτως εἴη
15ἂν δημιουργός; —εἰ καὶ τοῦτο λέγειν οὐ τολμῶσιν οἱ εὐλαβέστεροι τὰς κοινὰς τῶν ἀνθρώπων δόξας αἰδού‐ μενοι.
18tιʹ. Διὰ τί μηδὲ τοῖς φυτοῖς εἴρηται τό ‘αὐξά‐
19tνεσθε καὶ πληθύνεσθε‘ καθάπερ τοῖς ζῴοις·
20tκαὶ τί ἐστι τό ‘εἰς ψυχὴν ζῶσαν‘.
21 Διὰ τί μὲν οὖν τοῖς οὐρανίοις τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ οὐκ εἴρηται, δῆλον· τῶν δὲ ὑπὸ σελήνην πάντων γινομένων καὶ φθειρομένων καὶ ἐξ ἀλλήλων ἐχόντων τὴν γένεσιν τοῖς μὲν ζῴοις εἴρηται τό ‘αὐξά‐
25νεσθε καὶ πληθύνεσθε‘, τοῖς δὲ φυτοῖς οὐκέτι— καίτοι καὶ αὐτὰ τοῦ ὁμοίου ἐστὶ γεννητικά—ἐπειδὴ τὰ μέν—ζῷά φημι—κατ’ ὄρεξιν οἰκείαν ἐπὶ τὴν
μῖξιν ἐγείρεται, διὸ καὶ κωλῦσαι τὴν μῖξιν ἐνδέχεται222
Opif
.

223

διείργοντας ἡμᾶς τὸ θῆλυ τοῦ ἄρρενος, τοῖς δὲ φυτοῖς αὐτόματος ἡ προβολὴ τῶν καρπῶν, οἵτινες τῶν ἐσομένων εἰσὶ σπέρματα, διὸ καὶ ἐπισχεῖν τὴν ἔκφυσιν αὐτῶν οὐχ ἡμέτερον, εἰ μὴ βλάβη τις ἐκ τοῦ περι‐
5έχοντος συμπέσῃ. καὶ τὰ μὲν μετὰ συναισθήσεως ἔχει τὴν ὄρεξιν καὶ ἐπὶ τὴν γονὴν ἑκόντα φέρεται, τὰ δὲ φυτὰ οὐκέτι, αἰσθήσεως ἀμοιροῦντα καὶ κινήσεως. καὶ μήποτε τοῦτο δηλοῦν ἐθέλει τό ‘εἰς ψυχὴν ζῶσαν‘· οὐχ ὡς πρὸς ἀντιδιαστολὴν μὴ ζώσης ψυχῆς, ἀλλὰ
10τὴν αἰσθητικὴν ζωὴν ζῶσαν εἴρηκε ψυχήν· ταύτην γὰρ οὐ ζῇ τὰ φυτά· ἢ ἴσως καὶ αὐτὸ τὸ προσὸν εἴρηται τῇ ψυχῇ, οὐ πρὸς ἑτέρου ἀντιδιαστολήν, ὡς γάλα λευ‐ κὸν καὶ μέλι γλυκὺ καὶ πικρὸν ἀψίνθιον. διὰ τοῦ εἰπεῖν οὖν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ τὴν ὁρμὴν
15καὶ ἔφεσιν τῆς ἐξ ἀλλήλων διαδοχῆς αὐτοῖς παρέσχεν, ἣν οὐκ ἔχει τὰ φυτά. τὸ μὲν οὖν ‘αὐξάνεσθε‘ ἐπὶ τῆς κατὰ τὸ μέγεθος εἴρηται τελειότητος, τὸ δέ ‘πληθύ‐ νεσθε‘ ἐπὶ τοῦ κατ’ ἀριθμὸν πλήθους· πολλὰ γάρ ἐστι τὰ καθ’ ἕκαστον εἶδος ἄτομα. εἰ μὴ ἄρα ἐκ παραλλή‐
20λου κεῖται τὸ αὐξάνεσθαι τῷ πληθύνεσθαι· τέλειον γὰρ ἀπ’ ἀρχῆς ἕκαστον γέγονε· δύναται δὲ καὶ ἐπὶ τῆς φυσικῆς αὐτῶν διαδοχῆς εἰρῆσθαι τοῦτο. Εὐλογίαν δὲ ἡ γραφὴ καλεῖν εἴωθεν οὐ ψιλὸν ἁπλῶς τὸ καλῶς λέγειν τινά, ἀλλὰ τὸ συνέσεσθαι
25πράγμασιν αὐτοῖς τῷ εὐλογουμένῳ τὰ ὑπὸ τῶν λόγων δηλούμενα· διὸ καὶ ἐπὶ δαψιλείᾳ πραγμάτων ἐπιγιγνο‐ μένων, ἃ μὴ πρότερον ἦν, συνεχῶς εὑρίσκεται, ἣν καὶ κυρίως ἄν τις εὐλογίαν εἴποι μὴ ψευδομένην τοῖς
πράγμασιν.223
Opif
.

224

‘Καὶ εἶπεν ὁ θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. 〈καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ
5γένοσ〉 καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος· καὶ εἶδεν ὁ θεὸς ὅτι καλά‘.
8tιαʹ. Ὅτι τό ‘ψυχὴν ζῶσαν‘ ἀπὸ τοῦ κρείττονος
9tμέρους τὸ ὅλον ζῷον ἐδήλωσε· καὶ ὅτι ἐν ἀρχῇ
10tτῆς κοσμοποιΐας ἅμα τῷ θείῳ νεύματι τέλειον
11tἕκαστον ὑπέστη.
12 Κἀνταῦθα τό ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ἀπὸ μέρους τὸ ὅλον ζῷον 〈ἐδήλωσεν〉· οὐ γὰρ ἀκουστέον ὡς προϋπαρχουσῶν ἐν τῇ γῇ τῶν ἀλόγων ψυχῶν, περὶ
15ὧν νῦν ὁ λόγος· οὐδὲ γὰρ εἶναι ὅλως σωμάτων δύ‐ νανται χωρὶς ἐν αὐτοῖς καταδεδυκυῖαι καὶ ἐπιγιγνό‐ μεναι τούτοις καὶ συμφθειρόμεναι· καὶ γὰρ ἐν τῇ φυσικῇ γενέσει τὰ μὲν ἄψυχα εἴδη, οἷον τὰ μεταλλικά, χαλκὸς χρυσός, καὶ τῶν λίθων αἱ διαφοραί, σμάραγδος
20ὑάκινθος, τῇ ἐπιτηδειότητι τῆς κράσεως τῶν ὑποκει‐ μένων σωμάτων εὐθὺς ἐπιγίγνονται· ἐπὶ δὲ τῶν ἐμ‐ ψύχων τῇ κράσει μὲν τῶν στοιχείων τὰ ὁμοιομερῆ συνίσταται, τούτοις δὲ ἡ τῶν ὀργανικῶν σύνθεσίς τε καὶ διάπλασις ἕπεται, ταύτῃ δὲ ἡ ψύχωσις· μήπω γὰρ
25τῶν ὀργάνων οἷς χρήσεται διαπεπλασμένων μάτην ἔσται224
Opif
.

225

ἐν τῷ ἀδιαπλάστῳ σώματι ἡ ψυχή. οὕτως μὲν οὖν ἐν τῇ φυσικῇ γενέσει· ἐπὶ δὲ τοῦ θείου προστάγματος ἅμα τέλειον εὐθὺς ἀχρόνως ἕκαστον ὑπέστη, εἰ καὶ ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ζῷον
5ὠνόμασε· καὶ τό ‘ζῶσαν‘ δέ μοι τοῦτο σημαίνειν δοκεῖ· τὸ γὰρ ζῶν σύνθετόν ἐστι ζῷον ἐκ ζωῆς καὶ τοῦ ζῶντος· ζῇ μὲν γὰρ τὸ σῶμα, ζωὴ δὲ αὐτοῦ ἐστιν ἡ ψυχή, ἤγουν ἡ ἀπὸ ταύτης ἐγγινομένη αὐτῷ ἐμψυχία. σαφῶς δὲ τοῦτο καὶ δι’ ὧν ἐπήγαγε δῆλον ἐποίησε
10Μωϋσῆς· ἑρμηνεύων γὰρ τό· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ τετράποδά φησι καὶ θηρία καὶ ἑρπετὰ καὶ κτήνη· ταῦτα δὲ οὐ ψυχαί, ἀλλὰ τὰ ἐκ ψυχῆς καὶ σώ‐ ματος ζῷα. καλῶς ἄρα εἶπον, ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ἐδήλωσε ζῷον.
15tιβʹ. Τίνα ἐστὶ τὰ θηρία καὶ τίνα τὰ κτήνη· καὶ
16tὅτι κοινῶς ἔσθ’ ὅτε τὰ ἄλογα πάντα θηρία
17tκαλοῦσιν οἱ παλαιοί.
18 Θηρία μὲν οὖν ἐστι τὰ σαρκοφάγα καὶ ἀπηγριω‐ μένα καὶ κατὰ τὸ πλεῖστον ἀκοινώνητα οὐ τοῖς ἑτερο‐
20γενέσι μόνον, ἀλλὰ καὶ τοῖς ὁμοειδέσι πολλάκις, κτήνη δὲ τὰ εἰς ἡμετέραν ἐπιτήδεια κτῆσιν, ὅσα καὶ περιου‐ σίας ἡμῖν ὑπάρχει ποιητικά· οἷος ἦν καὶ ὁ Ἰακὼβ μετὰ τῶν παίδων κτηνοτροφῶν, ἐν ἀγέλαις προβάτων καὶ αἰγῶν ἵππων τε καὶ ὄνων καὶ καμήλων καὶ βοῶν
25ἐνασχολούμενος καὶ ἐμπορίαν αὐτὰ τοῦ βίου ἔχων· τὰ μὲν γὰρ εἰς τροφὴν ἀνθρώπων ἐστὶν ἐπιτήδεια, τὰ δὲ
εἰς ἐπικουφισμὸν μόχθων αὐτοῖς συνεργεῖ. πάντα δέ225
Opif
.

226

ἐστι ποηφάγα. πάντα δὲ κοινῶς τὰ θηρία καὶ τὰ κτήνη τετράποδά ἐστι καὶ οὔτε δίπουν οὐδέν ἐστι τούτων οὔτε τῶν πετηνῶν τετράπουν· ἐμπόδιον γὰρ εἰς πτῆσιν τὸ τῶν ποδῶν πλῆθος· καὶ τοὺς δύο γὰρ
5ἔσχε διὰ τὸ ἐν γῇ βαδίζοντα συλλέγειν τὴν τροφήν· τὰ γὰρ ἐν ὕδασι τούτων τρεφόμενα τοῖς ποσὶ νήχεται. νυκτερὶς δὲ καὶ μόνη τετράπους, ἥτις μικτήν τινα τὴν φύσιν ἔχει ἐκ πτηνῶν τε καὶ χερσαίων· τετράπουν τε γάρ ἐστι καὶ τοῖς χθονίοις ἔοικε μυσὶ καὶ περὶ τὴν
10γῆν διατρίβει καὶ ταύτῃ χθόνιον εἶναι δοκεῖ· ἀλλ’ ἱπτάμενον οὐ καθαρῶς ἐστι πτηνόν· ὑμένες γάρ εἰσι, δι’ ὧν ἵπταται, καὶ οὐχὶ πτίλα, ὡς τὰ τῶν πτηνῶν· ἀλλὰ καὶ ζῳοτοκεῖ ὡς τὰ χερσαῖα. ἑρπετὰ δὲ ποῖά ἐστιν ἔφθην εἰπών. τοιαῦτα δέ ἐστι τὸ ὀφιῶδες ἅπαν
15γένος, ἄποδα γάρ ἐστι· διόπερ οὐδὲ σκορπίους οὐδὲ σαύρας οὐδὲ σαλαμάνδρας οὐδὲ τοὺς χερσαίους κροκο‐ δείλους οὐ〈δὲ〉 χαμαιλέοντας οὐδὲ τὰ τούτοις ὅμοια τοῖς ἑρπετοῖς συγκαταλέγειν εὔλογον· εἰ δέ τινα καὶ πλείοσι χρῆται ποσίν, ὡς ὁ ἴουλος, ἀλλ’ ἐκ τοῦ πλείο‐
20νος τετράποδα κέκληται πάντα. Διεξελθὼν δὲ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ κτήνη ὁ προφήτης, ὥσπερ συναίρεσιν πάντων ποιού‐ μενος ‘καὶ πάντα‘ φησίν ‘τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένοσ‘ κοινῶς ἑρπετὰ πάντα καλέσας· ηὕρηται γὰρ
25καὶ παρ’ Ἕλλησιν ἐπὶ παντὸς ζῴου καὶ μέχρι τῶν πτηνῶν τὸ ἑρπετὸν παρὰ τὸ ἕρπειν, τουτέστι κινεῖσθαι, οὐ παρὰ τὸ ἐρείπειν τὸ πίπτειν, ἐξ οὗ τὰ ἄποδα καὶ
ἐπὶ γαστέρα εἰλυσπώμενα ἑρπετὰ κέκληται. καὶ θηρία226
Opif
.

227

δὲ κοινῶς πάντα τὰ ἄλογα καλοῦσι καὶ μέχρι τῶν πτηνῶν πρὸς ἀντιδιαστολὴν τῶν λογικῶν οἷς μάλιστα πρέπει τὸ κοινωνικόν τε καὶ ἥμερον.
4tιγʹ. Ὅτι συμφθείρονται τοῖς σώμασι τοῖς ἰδίοις
5tαἱ τῶν ἀλόγων ψυχαί.
6 Ὅτι δὲ συμφθείρονται τῶν ἀλόγων ζῴων αἱ ψυχαὶ τοῖς σώμασι, συντόμως ὡς πρὸς τὸ παρὸν ἐρῶ· οὐδε‐ μίαν γὰρ ἐνέργειαν χωριστὴν ἔχουσι σωμάτων, ἀλλὰ πᾶσαι περὶ μόνον τὸ σῶμα στρέφονται· τροφή τε γὰρ
10καὶ αὔξησις καὶ ἡ κατὰ τόπον κίνησις οὐδενὸς ἑτέρου ἐστὶν ἢ σώματος· αἵ τε αἰσθητικαὶ δυνάμεις ἅπασαι τῆς σωτηρίας προνοοῦνται τοῦ σώματος· ἁφὴ μὲν γὰρ θερμῶν οὖσα καὶ ψυχρῶν ἀντιληπτική, ξηρῶν τε καὶ ὑγρῶν, τραχέος καὶ λείου, σκληροῦ καὶ μαλακοῦ καὶ
15τῶν συστοίχων τούτοις, αἱρεῖσθαι μὲν διδάσκει τὰ σῴζοντα, φεύγειν δὲ τὰ ἀνιῶντα καὶ βλάπτοντα· πάλιν ἡ γεῦσις χυμῶν οὖσα διακριτικὴ μέγιστα τῇ τροφῇ λυσιτελεῖ, διδάσκουσα καὶ αὐτὴ τὰ ἐδώδιμα καὶ τὰ μὴ τοιαῦτα· ἡ ὄσφρησις τῶν ὀσμῶν ἐστι κριτήριον· καὶ
20γὰρ τούτων αἱ μὲν ὠφελοῦσιν, ἃς αἱρούμεθα, αἱ δὲ βλάπτουσι φανερῶς, ἃς φεύγομεν· τοῖς δὲ κατὰ τόπον κινουμένοις, εἰ μὴ παρῆν ἡ ὄψις, ὀλέθρου ἂν αὐτοῖς ἡ κίνησις αἰτία ἦν· καὶ ἡ ἀκοὴ πάλιν οὐδενὸς ἢ ψό‐ φων ἀντιλαμβάνεται ἀπὸ συγκρούσεως ἐν ἀλλήλοις
25γινομένης σωμάτων. Εἰ οὖν πᾶσα δύναμις καὶ ἐνέργεια τῶν ἀλόγων ψυχῶν περὶ αὐτὰ μόνα τὰ σώματα στρέφεται, οὐκ ἂν
αὐτῶν ἐκτὸς ὑποστῆναι δυνήσεται· μάτην γὰρ ἂν ἦν227
Opif
.

228

κατὰ μηδεμίαν ἑαυτῆς δύναμιν ἐνεργῆσαι δυναμένη σωμάτων ἀπουσίᾳ. οὐδὲν δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδὲ ἡ τούτῳ ὑπηρετοῦσα πρὸς τὴν γένεσιν τῶν σωμάτων φύσις. οὔτε προϋπάρχειν ἄρα σωμάτων τὰς ἀλόγους
5ψυχὰς οὔτε τῶν σωμάτων φθειρομένων ὑπομένειν τῶν ἐνδεχομένων ἐστίν.
7tιδʹ. Διὰ τί μὴ καὶ 〈ἐπὶ〉 τῶν ἀπὸ γῆς ζῴων
8tεἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘.
9Ἐζήτησεν δὲ Ὠριγένης ἐνταῦθα, διὰ τί μὴ καὶ ἐπὶ
10τῆς γενέσεως εἴρηται τῶν ἀπὸ γῆς ζῴων, ὡς καὶ ἐπὶ τῆς ἐκ τῶν ὑδάτων τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘· καὶ ἀπορήσας καλῶς εἰς ἀλληγο‐ ρίας ἐτράπετο. ὃ δ’ ἐμοὶ πρὸς τοῦτο ὑποπίπτει, τοιοῦ‐ τόν ἐστιν· ἐπὶ μὲν τῶν προτέρων ‘ἐξαγαγέτω τὰ ὕδατα
15ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ καὶ μία μὲν αὐτῶν παρεδόθη ἡ γένεσις· οὐ πάντα δὲ μίαν ἔχει τὴν δια‐ τριβήν· τὰ μὲν γὰρ ἐν ὕδασι, τὰ δὲ ἐν γῇ μάλιστα τὴν διαγωγὴν ἔχει. διεῖλεν οὖν αὐτοῖς τὰς χώρας τοῖς
20μὲν εἰπών· ‘πληρώσατε τὰ ὕδατα‘, τοῖς δέ· ‘πληθυ‐ νέσθωσαν ἐπὶ τῆς γῆσ‘. ἐπὶ δὲ τῶν χερσαίων ‘ἐξαγα‐ γέτω ἡ γῆ ψυχὴν ζῶσαν, θηρία καὶ ἑρπετὰ καὶ κτήνη‘· καὶ τούτων εὐθὺς ἐπεπλήρωτο ἡ γῆ· καὶ ἐπὶ τῶν φυ‐ τῶν ὁμοίως· ‘ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον
25κάρπιμον‘ καὶ ἅμα τῇ βουλήσει τοῦ θεοῦ πᾶσα ἡ γῆ
τούτοις ἔθαλλεν. περιττὸς οὖν τοῦ ἔργου φα‐228
Opif
.

229

νέντος ὁ λόγος ἐδόκει· ἐπὶ γὰρ τῶν ἰχθύων τὸ ἔργον ὑποβρύχιόν ἐστιν οὐ φαινόμενον· διὰ δὲ τοῦ λόγου σημαίνεται τὸ ἔργον. ἴσως δὲ καὶ 〈τὸ〉 ἐπὶ τῶν ἰχθύων καὶ πτηνῶν εἰρημένον ἀπὸ κοινοῦ πᾶσι προσυπακού‐
5εσθαι βούλεται.
6tλόγος ἕκτος.
7 ‘Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ΑΚΥΛΑΣ
10 ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν καὶ καθ’ ὁμοίωσιν ἡμῶν‘. ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν ὡς ἐν ὁμοιώσει ἡμῶν‘.
15ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον, ὡς εἰκόνα ἡμῶν καθ’ ὁμοίωσιν ἡμῶν‘.
18tαʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου γενέ‐
19tσεως τοσαύτη γέγονεν ὅσον ἐπὶ τῷ σχήματι
20tτοῦ λόγου διάσκεψις, καίτοι καὶ κάλλει καὶ
21tῥώμῃ σώματος καὶ πολυχρονιότητι λειπομένου
22tπλείστων.
23Ἐφ’ ἑκάστου μὲν τῶν τοῦ κόσμου μερῶν, τοῦ τε
φωτὸς καὶ τοῦ στερεώματος καὶ τῶν φωστήρων, ἁπλῶς229
Opif
.

230

οὑτωσὶ τὸ τοῦ θεοῦ πρόσταγμα προῆλθεν· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, γενηθήτωσαν φωστῆρεσ‘ καὶ ἐπὶ τῶν λοι‐ πῶν ἁπάντων τὸ παραπλήσιον, καὶ μόνῃ τῇ βουλήσει
5τὸ ἔργον ἐπηκολούθησεν. ἐπὶ μόνου δὲ τοῦ ἀνθρώ‐ που ὡσπερεὶ κατὰ διάσκεψιν ἡ γένεσις αὐτοῦ προελή‐ λυθεν ἐν τῷ ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμε‐ τέραν καὶ καθ’ ὁμοίωσιν‘, τὸ ἐξαίρετον παρὰ τὰ λοιπὰ πάντα τῆς τοῦ ἀνθρώπου φύσεως δηλοῦντος τοῦ λόγου.
10καίτοι γε πλείστων ὁ ἄνθρωπος ζῴων σμικρός τε με‐ γέθει καὶ ὀλιγοχρονιώτερος ὑπάρχει· τί γὰρ δεῖ περὶ τῶν οὐρανίων σωμάτων εἰπεῖν τῷ χρόνῳ παντὶ συμ‐ παρατεινομένων; κάλλους δὲ χάριν οὐ τὰ οὐράνια μόνον ἀλλὰ καὶ πολλῶν ζῴων πτερώσεις καὶ ἄνθη
15μυρία καὶ λίθων εὔχροιαι τὴν ἀνθρωπίνην εὐπρέπειαν παρατρέχουσι. κἀκεῖνα μὲν διὰ τοῦ βάθους ἔχει τὰ πλεῖστα τὸ κάλλος· ἄνθρωποι δὲ μέχρι τῆς ἐπιφανείας καὶ μόνης, εἰ ὅλως ἔστι, διασῴζουσιν· εἰ γὰρ γυμνώ‐ σειέ τις τὴν σάρκα τοῦ δέρματος, εἰδεχθὲς ὄψεται καὶ
20οὐδὲ θεατὸν τὸ λειπόμενον. ῥώμης δὲ ἕνεκα καὶ τὸ λέγειν οἶμαι γέλοιον, ὅσον οὐ μετρίως πολλῶν ζῴων ὁ ἄνθρωπος λείπεται. διὰ τί οὖν ἐπὶ μόνου τούτου τοσαύτη τῆς γενέσεως αὐτοῦ πρόνοια καὶ οἱονεὶ διά‐ σκεψις ὅσον ἐπὶ τῷ σχήματι τοῦ λόγου γίνεται;
25ἦ δῆλον, ὅτι πρὸς ἔνδειξιν τῆς τοῦ λόγου φύσεως ἐγγιζούσης ὡς εἰπεῖν θεῷ, δι’ ὃν καὶ πάντα ἑαυτῷ
ποιεῖ τῇ ὑπερβολῇ τῆς συνέσεως ὑποχείρια. τοσαύτη230
Opif
.

231

δέ ἐστιν ἡ τούτου φύσις, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς καλεῖσθαι λόγος ἠξίωσεν.
3tβʹ. Ὅτι οὐδέν ἐστι τεκμήριον δεῖξαι δυνάμενον,
4tὡς ἔμψυχά ἐστι τὰ οὐράνια, οὐδὲ μαρτύριον τῆς
5tἁγίας γραφῆς, ἐξ οὗ ὅτι μηδὲ συνυπέστησαν οἱ
6tἄγγελοι οὐρανῷ καὶ γῇ συναποδείκνυται.
7 Εἰ δέ τισι τῶν ἡμετέρων ἔδοξεν ἔμψυχά τε καὶ λογικὰ εἶναι καὶ τὰ οὐράνια, πρῶτον μὲν διὰ τί μὴ ἐπ’ ἐκείνων εἴρηταί τι τῶν τοιούτων, μηδ’ ὅτι ‘κατ’
10εἰκόνα καὶ ὁμοίωσιν‘ τοῦ δημιουργήσαντος αὐτὰ γέγο‐ νεν; ἀλλ’ οὐδὲ τὸ πολυχρόνιον ἐκείνων ἐστὶ τούτου τεκμήριον· καὶ γὰρ ἀδάμας καὶ λίθων πολλοὶ τῶν τιμωμένων μάλιστα παρ’ ἡμῖν τῶν ἀνθρωπίνων σω‐ μάτων εἰσὶ πολυχρονιώτεροί τε καὶ δυσπαθέστεροι·
15
Ἐννέα τε γενεὰς ζώει λακέρυζα κορώνη
Ἀνδρῶν φθινόντων, ἔλαφος δέ 〈τε〉 τετρακόρωνος,
Τρεῖς δ’ ἐλάφους ὁ κόραξ. οἱ δὲ ἐλέφαντες μετὰ τοσούτου μεγέθους τε καὶ δυνά‐ μεως καὶ πολλῷ τῶν ἀνθρώπων ὑπάρχοντες πολυχρο‐
20νιώτεροι, εἴκουσιν ὅμως αὐτοῖς καὶ ὑποχείριοι γίνονται· διὸ καὶ πάντων ἐστὶ διὰ τὴν λογικὴν οὐσίαν ἡ τῶν ἀνθρώπων φύσις τιμιωτέρα καὶ αὐτῷ πλησιαιτέρα τῷ θεῷ. Ἀλλ’ οὐδὲ ὡς ἔμψυχα τὰ οὐράνια δεικνύειν ἕξει
25τις, ἵνα καὶ λογικὴν ἔχειν αὐτὰ ψυχὴν συγχωρήσωμεν· εἰ γὰρ ἐκ τῶν ἀπὸ ψυχῆς ἐνεργειῶν τὰ ἔμψυχα δια‐
κρίνομεν τῶν ἀψύχων, ποία τις ἐνέργεια τῶν οὐρανίων231
Opif
.

232

ἔμψυχα δείκνυσιν αὐτά; ἡ μὲν γὰρ φυσικὴ τῶν σωμά‐ των κίνησις, τῶν βαρέων φημὶ καὶ τῶν κούφων, ὥρι‐ σται τῶν μὲν κάτωθεν ἄνω, τῶν δὲ τοὔμπαλιν ἄνωθεν φερομένων κάτω, ἡ δὲ ἀπὸ ψυχῆς ἐνυπάρχουσα τοῖς
5ζῴοις καθ’ ὁρμὴν αὐτῆς οἰκείαν καὶ ὄρεξιν γίνεται τῆς φαντασίας ἐπεγειρούσης τὰ κινητικὰ τῶν ζῴων μόρια. διὸ καὶ οὐκ ἀεὶ ἡ αὐτή, ἄλλοτε δὲ ἄλλη, πρὸς τὴν ἐκείνων ὄρεξίν τε καὶ χρείαν ἡ κίνησις· ἐπὶ δὲ τῶν οὐρανίων οὐκέτι σημεῖον οὐδὲν τοῦ κατὰ προαίρεσιν
10ψυχικὴν τὴν ἐγκύκλιον αὐτῶν γίνεσθαι κίνησιν· κύκλῳ γὰρ καὶ τὸ ὑπέκκαυμα κινεῖται καὶ ὁ τούτῳ πλησιάζων ἀήρ, καὶ ὅτι μὴ βίᾳ, δεδείχαμεν ἐν ἑτέροις. ἀλλ’ οὐδὲ τὸ κινεῖσθαι ὑπ’ αὐτῶν τὰ τῇδε ταῖς ἐκείνων ψυχαῖς ἀποδοτέον, ἀλλὰ μόνῃ τῇ τῶν σωμάτων αὐτῶν συγ‐
15κράσει καὶ τῇ πλησιότητι καὶ ἀποστάσει τῶν παρ’ ἡμῖν· διὰ τί γὰρ αἱ ἐξ ἀλλήλων ἀποστάσεις αὐτῶν καὶ αἱ σύνοδοι, ἡλίου τε καὶ σελήνης, καὶ αἱ τῶν πλανωμέ‐ νων εἰς τὰ ζῴδια ἐπεμβάσεις τὰς τοῦ παρ’ ἡμῖν ἀέρος ποιοῦσι μεταβολάς; ἅπερ οὐ ψυχικῆς ἐστιν ἔργα δυνά‐
20μεως, μόνης δὲ τῆς κατὰ ποιότητα· καὶ γὰρ τὰ στοι‐ χεῖα ποιεῖ φανερῶς εἰς τὰ ἡμέτερα σώματα θερμαί‐ νοντά τε καὶ ψύχοντα· φωτίζει δὲ καὶ τὸ πῦρ, ὡς ἥλιος καὶ σελήνη καὶ οἱ ἀστέρες. καὶ αὐτὴ δὲ μόνη τῶν σωμάτων ἡ κίνησις θερμαίνει τὸ ἐν ἡμῖν
25ἀναζωπυροῦσα θερμὸν καὶ ῥῶσιν τῷ ὅλῳ ποιεῖ· ‘κίνη‐
σις γὰρ κρατύνει‘ φησὶν Ἱπποκράτης ‘ἀργίη τήκει‘.232
Opif
.

233

Ἀλλ’ οὐδὲ οἱ περὶ τὴν γενεθλιαλογίαν ἐπτοημένοι τὴν τῶν οὐρανίων ψυχὴν τὰ περὶ τοὺς βίους ἡμῶν συμπτώματά φασι ποιεῖν, ἀλλὰ τὴν τῆς γενέσεως κα‐ ταρχὴν καὶ τὴν κατ’ ἐκείνην πρὸς ἄλληλα τῶν πλανω‐
5μένων τε καὶ ἀπλανῶν σχέσιν, καὶ τὰ σχήματα τούτων καὶ τὴν ἑκάστου κατά τι τῶν μοιρῶν τοῦ ζῳδιακοῦ θέσιν τό τε ὡροσκοποῦν καὶ δῦνον καὶ μεσουρανοῦν ἐφ’ ἑκάτερα· ὅθεν φασίν·
Ἢν δ’ ὥρη ψεύσηται, 〈συν〉εξώλισθεν ἅπαντα.
10 Εἰ οὖν ἐκ μηδενὸς τῶν εἰρημένων ἔμψυχα τὰ οὐ‐ ράνια δείκνυται, πολλῷ γε μᾶλλον οὐδ’ ὅτι λογικῆς ἢ νοερᾶς μετέχει ψυχῆς, καὶ ἀναπόδεικτος παντελῶς ἡ ὑπόθεσις, ἡ δὲ εὔτακτος αὐτῶν κίνησις θεόθεν αὐτοῖς, οὐκ ἀπὸ ψυχῆς, καὶ πρό γε πάντων, ὅτι μηδέ τι τοι‐
15οῦτον περὶ αὐτῶν ὁ μέγας ᾐνίξατο Μωϋσῆς· τολμηρὸν οὖν ὡς ὁμολογούμενον τίθεσθαι, ὃ μήτε λόγος δεί‐ κνυσι μήτε θεία γραφὴ τούτῳ μαρτυρεῖ. Κἀντεῦθεν οὖν πάλιν προφανές, ὅτι μηδὲ αἱ τῶν ἀγγέλων λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις τοῖς πρώτοις
20συνυπέστησαν σώμασιν, οὐρανῷ καὶ γῇ, καθὰ Θεοδώρῳ δοκεῖ· εἰ γὰρ τὸ τῶν λογικῶν ἔσχατον ὁ ἄνθρωπος, ὁ θανάτῳ λυομένην ἀπὸ τοῦ σώματος ἔχων τὴν ψυχὴν καὶ αὐτὸ τὸ σῶμα φθαρτόν, οὕτω τιμίας τῆς ἐκ τοῦ δημιουργοῦ συστάσεως ἠξιώθη, πῶς τῆς ἐκείνων γενέ‐
25σεως οὐδὲ ψιλὴν ἤμελλεν ὁ προφήτης ποιεῖσθαι μνή‐233
Opif
.

234

μην, ἀλλὰ συνεπινοεῖν ἡμᾶς οὐρανῷ καὶ γῇ καὶ τὰς ἀγγελικὰς δυνάμεις ἤθελεν, ὡς τὰ μεταξὺ στοιχεῖα τούτων ἀέρα καὶ ὕδωρ, οὕτως ἀτίμως αὐτῶν παραρ‐ ρίπτων τὴν σύστασιν; καίτοι γε πολλάκις αὐτῶν ὡς
5ὑπερκοσμίων ἐμνήσθη. ἀλλὰ γέλοια ταῦτα καὶ μόνης ὕβρεως καὶ τῆς προφητικῆς διανοίας οὐκ ἄξια.
7tγʹ. Ὅτι ἀδύνατον διὰ τῶν πληθυντικῶν φωνῶν
8tπρὸς τοὺς ἀγγέλους κοινολογεῖσθαι τὸν θεὸν
9tἢ ἀντὶ τοῦ ἑνικοῦ ἀριθμοῦ τῷ πληθυντικῷ
10tχρήσασθαι.
11 Ὅτι μὲν οὖν μέγα τι χρῆμα παρὰ τὰ λοιπὰ τῶν ἐγκοσμίων ὁ ἄνθρωπος, ἐντεῦθεν δῆλον. ταῖς δὲ πλη‐ θυντικαῖς φωναῖς τῇ ‘ποιήσωμεν‘ καὶ τῇ ‘κατ’ εἰκόνα ἡμετέραν‘ ἢ ὡς οἱ ἄλλοι φασίν ‘κατ’ εἰκόνα ἡμῶν‘
15ἐπέστησαν ἅπαντες οὐ χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἰου‐ δαίων οἱ λόγιοι· ἀλλ’ Ἰουδαῖοι μὲν πρὸς τοὺς ἀγγέλους ταῦτα κοινολογεῖσθαί φασι τὸν θεόν. οὕτω δὲ συμ‐ βαίνει μὴ μόνον κατ’ εἰκόνα θεοῦ γενέσθαι τὸν ἄν‐ θρωπον, ἀλλὰ καὶ κατ’ εἰκόνα τῶν ἀγγέλων—ποιήσω‐
20μεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν—καὶ οὐ μόνον τὸν θεὸν ἀλλὰ καὶ τοὺς ἀγ‐ γέλους τῆς τοῦ ἀνθρώπου γενέσεως ὑπάρχειν αἰτίους διὰ τό ‘ποιήσωμεν ἄνθρωπον‘. πῶς οὖν ἐπήγαγε Μωϋσῆς; ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,
25κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ καὶ τῶν ἀγγέλων234
Opif
.

235

οὐδεμία μνήμη· οὐδαμοῦ γὰρ ἡ θεία γραφὴ τὴν δη‐ μιουργικὴν αὐτοῖς δίδωσι δύναμιν, ἀλλὰ μόνῳ τῷ θεῷ, ὃν καὶ τῶν ἀγγέλων φησὶν ὑπάρχειν δημιουργόν· ‘ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λει‐
5τουργοὺς αὐτοῦ πυρὸς φλόγα‘. οὐκ ἄρα τό ‘ποιήσω‐ μεν‘ οὐδὲ τό ‘κατ’ εἰκόνα ἡμετέραν‘ τῷ θεῷ τοὺς ἀγγέλους συμπεριείληφεν. Ἀλλ’ οὐδέ, ὡς ἕτεροι νενομίκασι, τῇ πληθυντικῇ φωνῇ ἐφ’ ἑνὸς ἑαυτοῦ ἐχρήσατο ὁ θεός, ὡς καὶ ἐπ’
10ἀνθρώπων εἴωθε γίνεσθαι· εἴποι γὰρ ἄν τις ἄρχων· ‘ἡμεῖς σοι κελεύομεν‘ ‘ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρ‐ μακεύομεν‘ ἡ Ἀνδρομάχη παρ’ Εὐριπίδῃ· οὐ γὰρ ἑτέ‐ ρωθί που τῆς γραφῆς τοῦτο γιγνόμενον ἴσμεν ἐπὶ θεοῦ, τοὐναντίον δὲ μᾶλλον ἑνικῶς ἀεὶ ὁ θεὸς ὑμνεῖ‐
15ται· ‘κύριος ὁ θεός σου κύριος εἷς ἐστιν‘. ‘οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ‘. ‘οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεόσ‘. ‘σὺ πιστεύεις, ὅτι εἷς ἐστιν ὁ θεός, καλῶς ποιεῖσ‘.
18tδʹ. Πλείονες ἀποδείξεις, ὅτι τὸ περὶ τῆς ἁγίας
19tτριάδος δόγμα προανεκήρυξε Μωϋσῆς.
20 Λείπεται οὖν τὸν υἱὸν ἐν τούτοις νοεῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὓς καὶ ὁ ψαλμὸς συνδημιουργεῖν τῷ θεῷ καὶ πατρὶ τὸ πᾶν εἴρηκε· ‘τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στό‐ ματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘ καὶ πάλιν· ‘καὶ
25ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ235
Opif
.

236

ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούσ‘. ‘ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐ‐ τοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν‘· οὐ γὰρ προφορικὸν λόγον τὸν ἅμα τῷ προελθεῖν λυόμενον τῷ θεῷ περι‐
5άπτειν θέμις· οὐδὲ τὸ ἀποστέλλεσθαι τοῦ προφορικοῦ ἐστι λόγου. εἰ δὲ μὴ τοῦτο, τί ἂν ἕτερον ὁ τοῦ θεοῦ λόγος ὑπάρχοι, πλὴν οὐσία θεοῦ πάντως ἐξ αὐτοῦ προεληλυθυῖα τοῦ γεννήσαντος αὐτὸν θεοῦ καὶ πατρός; Καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος ὁμοίως· οὐχ οἷον τὸ
10ἀέριον τὸ ἐξ ἡμῶν ἐκπνεόμενον, ἀλλ’ ὁμοίως καὶ αὐτὸ θείαν οὐσίαν φησὶ τὴν δημιουργικὴν δύναμιν ἔχουσαν. πολὺς δέ ἐστι περὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ παλαιᾷ λόγος· ‘ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς
15τὸ πνεῦμά σου, καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆσ‘. καὶ πάλιν· ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκασ‘. καὶ ὁ Δαυίδ· ‘καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ, καὶ πνεύματι ἡγε‐
20μονικῷ στήριξόν με‘. ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξε‐ ται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίασ‘. Καὶ περὶ τοῦ σωτῆρος ὁ Ἱερεμίας· ‘πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ
25σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι‘· τοῦτο δὲ τίνι ἄλλῳ παρὰ τὸν σαρκωθέντα τοῦ θεοῦ λόγον ἁρμόσει,
ὃς καὶ διὰ τοῦτο Χριστὸς ἐκλήθη; ‘ἔπινον γὰρ ἐκ236
Opif
.

237

πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστόσ‘. καὶ πάλιν ὁ Δαυίδ· ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου‘.
5 Καὶ Μωϋσῆς ὡς ἀπὸ τοῦ θεοῦ· ‘δεῦτε καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν‘· τὸ γάρ ‘δεῦτε‘ προσ‐ τακτικὸν οὐ συγχωρεῖ, ὡς ἐφ’ ἑνὸς ἑαυτοῦ πληθυντι‐ κὸν λέγειν τὸν θεὸν τό ‘καταβάντεσ‘ καὶ τό ‘συγχέω‐ μεν‘· ἀλλὰ πρὸς τοὺς ἐξ αὐτοῦ ὁ λόγος, οἷς πληθυντι‐
10κῶς ἑαυτὸν συμπαρείληφεν· ὁ γὰρ προστάσσων ἑτέροις προστάσσει. πάλιν εἰπών, ὦφθαι τὸν θεὸν τῷ Ἀβραὰμ ἐν τῇ δρυῒ καθημένῳ τῇ Μάμβρῃ, ἐν τρισὶν ἀνδράσι τὴν ὀπτασίαν τοῦ θεοῦ γεγονέναι φησίν. Εἰ οὖν ἐκ πάντων τούτων καὶ ἄλλων πλειόνων
15τὰ τρία τῆς θεότητος πρόσωπα καὶ ἡ παλαιὰ φαίνεται γραφὴ διδάσκουσα, τὸ ἄρα ‘ποιήσωμεν‘ καὶ τό ‘κατ’ εἰκόνα ἡμετέραν‘ τὰ σπέρματα τῆς ἀκριβοῦς θεολογίας ἄνωθεν τοῖς νοεῖν δυναμένοις τε καὶ ἀξίοις προκατε‐ βάλετο Μωϋσῆς καὶ οἱ μετ’ αὐτὸν προφῆται, περὶ ὧν
20οὐ καιρὸς ἐκτείνειν. τὸν δὲ πληθυντικὸν τοῦτον τῶν προσώπων ἀριθμὸν καὶ 〈αἱ〉 ἄλλαι σαφέστερον ἐκδόσεις ἡρμήνευσαν. ‘Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ
καθ’ ὁμοίωσιν.‘237
Opif
.

238

(1t)

εʹ. Ὅτι τινὲς ἀσυμφώνως τῷ γράμματι τό ‘κατ’
2tεἰκόνα‘ κατὰ τὸν υἱὸν ἐξειλήφασι.
3 Ἐπέστησαν τούτῳ τινές, ὅτι μὴ εἶπεν· ‘ποιήσωμεν ἄνθρωπον εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘, ἀλλὰ ‘κατ’
5εἰκόνα‘ καί φασιν· εἴπερ εἰκών ἐστι τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός, περὶ οὗ καὶ Παῦλος εἶπεν· ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου‘ καὶ ὁ κύριος· ‘ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακε τὸν πατέρα‘· ‘πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι‘—διὸ καὶ λόγος ἐστὶ τοῦ θεοῦ καὶ
10πατρὸς καὶ ‘μεγάλης βουλῆς ἄγγελοσ‘, τὰ τοῦ πατρὸς ἀόρατα τοῖς ἔξω διηγούμενος· ὡς γὰρ ὁ ἡμέτερος λόγος τῶν ἐν τῷ νῷ τῷ ἡμετέρῳ νοημάτων ἐξαγγελτικός ἐστι, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος τῆς μεγάλης βουλῆς τοῦ πατρὸς ἄγγελος ἐκλήθη καὶ τοῦ ἀοράτου θεοῦ εἰκών.
15διὸ καὶ οὐδεὶς δύναται γνῶναι τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς αὐτῷ ἀποκαλύψῃ, ὡς οὐδὲ τὰ ἡμέτερα νοήματα γνῶναί τινι δυνατὸν μὴ τοῦ ἡμετέρου λόγου ταῦτα τοῖς ἔξωθεν ἀπαγγέλλοντος—ἐπεὶ οὖν εἰκὼν τοῦ θεοῦ καὶ πατρός ἐστιν ὁ υἱός, κατὰ ταύτην τὴν εἰκόνα καὶ
20καθ’ ὁμοίωσιν αὐτῆς γεγονέναι τὸν ἄνθρωπον νοοῦσιν. Οὐκ ἀπίθανος μὲν οὖν ἡ ἐπίστασις αὐτῶν καὶ ἡ ἐπιβολή, ἀλλ’ αἱ τῶν λοιπῶν ἐκδόσεις οὐ πάνυ τούτῳ συμφέρονται· Ἀκύλας· ‘ἐν εἰκόνι ἡμῶν καὶ καθ’ ὁμοίω‐ σιν ἡμῶν‘· Θεοδοτίων· ‘ἐν εἰκόνι ἡμῶν, ἐν ὁμοιώμασιν
25ἡμῶν‘· Σύμμαχος· ‘ὡς εἰκόνα ἡμῶν καὶ καθ’ ὁμοίωσιν238
Opif
.

239

ἡμῶν‘. καὶ μετὰ τὸν κατακλυσμόν· ‘ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον‘· Ἀκύλας οὖν καὶ Θεοδοτίων ‘ἐν εἰκόνι ἡμῶν‘ εἰπόντες, ὁ δὲ Σύμμαχος ‘ὡς εἰκόνα ἡμῶν‘ οὐ κατὰ τὴν εἰκόνα τοῦ θεοῦ καὶ πατρός, ὅς
5ἐστιν ὁ υἱὸς εἰκὼν ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου, ἰδιαίτερον τὸν ἄνθρωπον γεγονέναι φασίν, ἀλλ’ αὐτὸ μόνον εἰκόνα θεοῦ γεγονέναι, τουτέστι τῆς ἐν τριάδι μιᾶς θεότητος. ὅθεν καὶ ἐν τῇ ἐπαναλήψει ἀπὸ τοῦ πληθυντικοῦ μετῆλθεν ἐπὶ τὸ ἑνικὸν διὰ τὸ μο‐
10ναδικὸν τῆς θεότητος· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄν‐ θρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘.
12tϛʹ. Ὅτι οὐδὲ σωματικῶς ἐκληπτέον τό ‘κατ’
13tεἰκόνα‘· ἀλλ’, ὡς ἐπήγαγε Μωϋσῆς, κατὰ τὸ
14tἄρχειν ἁπάντων τῶν θνητῶν ζῴων, οὗ δεικτι‐
15tκὸν τὸ θεῖναι τὸν Ἀδὰμ τοῖς χερσαίοις τε καὶ
16tπτηνοῖς τὰ ὀνόματα.
17 Ἐπὶ τούτοις ζητεῖται αὐτὸ τοῦτο τό ‘κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν‘, τί δηλοῦν ἐθέλει. ὅτι μὲν οὖν οὐ κατὰ τὸ σῶμα ἡ εἰκὼν καὶ ἡ ὁμοίωσις, δῆλον
20τοῦτο δὴ τὸ καταγέλαστον, ὑπό τινων μὲν ὑποπτευθὲν ἀλογώτατα, ὑπὸ πολλῶν δὲ καλῶς ἐληλεγμένον· ἐσχά‐ τως γὰρ ἀσεβὲς τὸ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸ θεῖον, ὅτε οὐδὲ ἡ ψυχὴ οὐδ’ ἄλλο τι τῶν ἀσωμάτων. πότερον δὲ ἐκ παραλλήλου ταὐτόν ἐστιν ἑκάτερον, ἢ
25ἄλλο μέν τι τό ‘κατ’ εἰκόνα‘ δηλοῖ, ἕτερον δὲ τό ‘καθ’ ὁμοίωσιν‘; Εἰ μὲν οὖν ταὐτὸν ἑκάτερον, ἔοικεν ὁ Μωϋσῆς τοῦ
‘κατ’ εἰκόνα‘ ὥσπερ ἐξήγησιν ἐπαγαγεῖν τό ‘καθ’ ὁμοίω‐239
Opif
.

240

σιν‘· εἶτα τί τοῦτό ἐστι δηλῶν προσέθηκε· ‘καὶ ἀρχέ‐ τωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘
5σημαίνοντος τούτου, ὅτι καθάπερ ἁπάντων τῶν ὄντων βασιλεύς ἐστιν ὁ θεός, οὕτω καὶ τὸν ἄνθρωπον καθ’ ὁμοίωσιν ἑαυτοῦ βασιλέα τῶν ἐπὶ γῆς πάντων ἐπέ‐ στησε. καὶ τοῦτο πάλιν διὰ τῶν ἑξῆς ἐδήλωσεν ἐναρ‐ γέστερον εὐλογήσας αὐτοὺς καὶ εἰπών· ‘αὐξάνεσθε καὶ
10πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύ‐ σατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρ‐ πόντων ἐπὶ τῆς γῆσ‘. κυριεύει μὲν γὰρ ἀληθῶς καὶ
15ἄρχει πάντων ὁ θεὸς ὧν ἐποίησε, καὶ εἰς τὸ εἶναι παρήγαγεν ἐκ 〈τοῦ〉 μὴ ὄντος· ἀγαθὸς δὲ ὢν καὶ τὸν ἄνθρωπον, ὡς φύσει γενητῇ δυνατόν, ἐξομοιοῦν ἑαυτῷ βουλόμενος κυριεύειν καὶ ἄρχειν πάντων ἐπέταξε τῶν ἐπὶ τῆς γῆς διὰ τῆς ἐν αὐτῷ τοῦ λόγου δυνάμεως.
20γενομένῳ τοίνυν εὐθὺς τὴν ἐξουσίαν ταύτην διδοὺς ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία τῆς γῆς καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ, ἐφ’ ᾧ τούτων ὄνομα θεῖναι ἑκάστῳ· ‘καὶ πᾶν ὃ ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ‘· καὶ ἡμεῖς γὰρ τῶν οἰκετῶν οὓς ἐν ἀρχῇ κτώ‐
25μεθα, τὰ πρότερον ἀμείβοντες ὡς ἐπὶ τὸ πλεῖστον ὀνό‐ ματα, ἕτερα τίθεμεν αὐτοῖς καὶ τοῦτο τῆς κατ’ αὐτῶν δεσποτείας ποιούμενοι σύμβολον, οἱονεὶ παλιγγενεσίαν τινὰ διὰ τῆς τῶν ὀνομάτων ἀμοιβῆς αὐτοῖς παρεχόμενοι·
τοῖς γὰρ ἄρτι τεχθεῖσι τίθεμεν ἄνθρωποι τὰ ὀνόματα.240
Opif
.

241

Οὕτω μὲν οὖν, εἰ ἐκ παραλλήλου νοοῖμεν τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘.
3tζʹ. Εἰ ἕτερον τό ‘κατ’ εἰκόνα‘ καὶ ἕτερον τό
4t‘καθ’ ὁμοίωσιν‘, τί τούτων ἐστὶν ἑκάτερον.
5 Εἰ δὲ τό ‘καθ’ ὁμοίωσιν‘ ἰδίαν ἔχει παρὰ τό ‘κατ’ εἰκόνα‘ σημασίαν, εἴη ἂν τό ‘καθ’ ὁμοίωσιν‘ ἐκ τῆς κατὰ προαίρεσιν ἡμῶν εὐζωίας καὶ πρὸς θεὸν ὁμοιώσεως εἰρημένον· καὶ γὰρ ὁ κύριος· ‘ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς
10καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγα‐ θοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκουσ‘. καὶ πάλιν·
15‘γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί‘· καὶ πάλιν· ‘ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν‘· καὶ ὁ ἀπόστολος· ‘μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ‘· καὶ ὁ Ἰωάννης· ‘νῦν τέκνα θεοῦ ἐσμεν καὶ οὔπω ἐφα‐
20νερώθη, τί ἐσόμεθα· οἴδαμεν ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα‘. Εἰ δ’ οὕτω ταῦτα διοριστέα, δῆλον οἶμαι λοιπὸν ὅτι τὸ μέν ‘κατ’ εἰκόνα‘ εὐθὺς γενόμενος ὁ ἄνθρωπος εἴληφε, τὸ δὲ ‘καθ’ ὁμοίωσιν‘ δυνάμει μόνον ἔσχεν
25εὐθύς, διὰ τὸ τὴν λογικὴν οὐσίαν δεκτικὴν εἶναι τού‐
του κατ’ ἐνέργειαν, ὅτε διὰ γνώσεως ἀληθοῦς καὶ βίου241
Opif
.

242

καθαρότητος καὶ τῆς τῶν δεομένων αὐτοῦ προνοίας ἐξωμοιώθη τῷ θεῷ· τοῦτο γάρ ἐστι θεοῦ μίμησις, καὶ τὴν διαστολὴν τούτων καὶ ἐξ αὐτοῦ Μωϋσέως δεῖξαι δυνατόν· ἐν γὰρ τῇ ἐπαναλήψει τοῦ λόγου φησὶν
5οὕτως· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ καὶ τὰ ἐπιφερόμενα τούτοις, τὰ μὲν τῆς εἰκόνος δηλώσας διὰ τοῦ ‘καὶ ἄρχετε τῶν πετηνῶν τοῦ οὐρανοῦ‘ καὶ τῶν ἑξῆς, τὸ δέ ‘καθ’ ὁμοίωσιν‘ σιγήσας, ὅτι τοῦτο τῆς κατὰ προαίρεσιν
10ἐδεῖτο ζωῆς. Ἐντεῦθεν οἶμαι καὶ τοὺς ἔξω σοφοὺς τὴν φιλο‐ σοφίαν οὕτως ὁρίσασθαι· φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ταὐτὸν δὲ τοῦτό ἐστι τὸ καθ’ ὁμοίωσιν θεοῦ γενέσθαι τὸν ἄνθρωπον.
15μήποτε δὲ τοῦτο σημαίνει καὶ ὁ ψάλλων ἐν οἷς φησιν· ‘ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν‘· οὕτω γὰρ τὸ ὠκύμο‐ ρον τῆς ζωῆς ἡμῶν ἐκτραγῳδήσας, τὸ ἀξίωμα λοιπὸν
20ἐπάγει τῆς λογικῆς οὐσίας εἰπών· ‘μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωποσ‘ ὡς εἰ ἔλεγεν· εἰ καὶ οὕτως ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος, ὡς παλαιστὰς ἐοικέναι τῷ μήκει τοὺς χρόνους ἡμῶν τοῦ βίου, καὶ διὰ τοῦτο ματαιότητι αὐτοῦ ἔοικεν ἡ ζωή, τουτέστιν ἴση τῷ μὴ
25ὄντι—μάταιον γὰρ τὸ μάτην ὄν—, ἀλλ’ οὖν εἰκόνα θεοῦ φέρων ἐπὶ τῆς γῆς τὸν βίον τοῦτον διαπορεύεται. Εἰ οὖν ἐπὶ πάντων τῶν ἀνθρώπων ὁ λόγος οὗτος
διήκει, δῆλον ὡς οὐ τὴν δι’ εὐζωίας πρὸς θεὸν ὁμοίωσιν242
Opif
.

243

σημαίνει τό ‘κατ’ εἰκόνα‘· τοῦτο γὰρ ὀλίγων ἐστὶ καὶ τῶν κατὰ Παῦλον λέγειν δυναμένων· ‘ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστόσ‘ καί ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ‘.
5tηʹ. Ὅτι τό ‘κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν‘
6tἐκ παραλλήλου ὁ Παῦλος ἤκουσεν ἐπὶ τῆς
7tκατ’ ἀρετὴν πρὸς τὸν θεὸν ἐξομοιώσεως.
8 Ταῦτα μὲν οὖν, εἰ διάφορος σημασία τοῦ ‘κατ’ εἰκόνα‘ καὶ τοῦ ‘καθ’ ὁμοίωσιν‘· ἔοικε δὲ ὁ ἀπόστολος
10ἐκ παραλλήλου ταῦτα λαβεῖν, οὐ πρὸς τὸ ἄρχειν τῶν ἐπὶ γῆς, ἀλλὰ πρὸς τὸ διὰ βίου θεοφιλοῦς ὁμοιοῦσθαι θεῷ καὶ εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ φέρειν ἐπὶ τῆς γῆς· τοῦ σωτῆρος γὰρ εἰπόντος· ‘ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον
15αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκουσ‘ καὶ πάλιν· ‘γίνεσθε οὖν οἰκτίρμονες καὶ τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶ καὶ τέλειοσ‘, Παῦλος πρὸς Κολοσσαεῖς φησιν οὕτως· ‘νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς
20τὰ πάντα, ὀργὴν θυμὸν κακίαν βλασφημίαν αἰσχρο‐ λογίαν, ἐκ τοῦ στόματος ὑμῶν. μὴ ψεύδεσθε εἰς ἀλλή‐ λους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνα‐ καινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος
25αὐτόν‘. καὶ πρὸς Ἐφεσίους πάλιν· ‘ἀποθέσθαι ὑμᾶς
κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω‐243
Opif
.

244

πον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτι‐ σθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείασ‘, ἐξ
5οὗ καὶ ὅτι μὴ σωματικὴ ἡ εἰκὼν πρόδηλον, καὶ ἑτέ‐ ρωθι πάλιν· ‘ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα
10τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου‘. εἰς ταὐτὸν ἄρα ὁ Παῦλος τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘ εἴληφεν αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν κατὰ Χριστὸν ζωήν. ὅτι δὲ κατ’ εἰκόνα θεοῦ ἐστι καὶ καθ’ ὁμοίωσιν ὁ δι’ εὐζωίας θεὸν μιμούμενος, ἐδή‐
15λωσε καὶ ὁ Δαυὶδ εἰπών· ‘ἄνθρωπος ἐν τῇ τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖσ‘· ἐκπεσὼν γὰρ διὰ φαυλότητα βίου τῆς τοῦ θεοῦ ὁμοιώσεως ὡμοιώθη τοῖς κτήνεσιν, ὧν τὴν ζωὴν ἐμιμήσατο.
20tθʹ. Ὅτι Θεόδωρος κατ’ εἰκόνα θεοῦ γεγονέναι
21tφησὶ τὸν ἄνθρωπον, ἵνα τῷ περιέπειν αὐτὸν
22tπᾶσα ἡ κτίσις τιμᾷ τὸν θεόν, ὡς καὶ διὰ βασι‐
23tλικῆς εἰκόνος τιμᾶται ὁ βασιλεύς· καὶ ἔλεγχος
24tὡς ἀτόπου τῆς ὑποθέσεως καὶ εἰς ἑλληνισμὸν
25tἀγούσης.
26Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον· ὁ δὲ χρηστὸς Θεό‐
δωρος πολλαχοῦ προφάσεις ἐπὶ ταῖς κατὰ τοῦ δεσπότου244
Opif
.

245

Χριστοῦ βλασφημίαις ζητῶν τε καὶ ἐπινοῶν, ἄλλως ἐξη‐ γεῖται τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘ ἐν τῷ τετάρτῳ τῶν εἰς τὴν Γένεσιν, ἵνα κατὰ μικρὸν ὑφέρπων κατὰ Χριστοῦ τὴν ἑαυτοῦ γλῶτταν ὡς εἶπον
5ἐγείρῃ. ‘ὡς γὰρ εἴ τις βασιλεύσ‘ φησί ‘πόλιν μεγίστην οἰκοδομήσας εἰκόνα ἑαυτοῦ κατασκευάσας ἐν μέσῳ τῆς πόλεως στήσειεν, ὡς ὑπὸ τῶν πολιτῶν ἀντὶ τοῦ βασι‐ λέως τιμᾶσθαι ταύτην, προσκυνεῖσθαι δὲ μᾶλλον, οὕτω καὶ ὁ θεὸς τὸν κόσμον ποιήσας τὸν ἄνθρωπον ἐν
10τάξει παρήγαγεν εἰκόνος οἰκείας, ὡς ἂν ἅπασα ἡ κτίσις ἐν τῇ τούτου θεραπείᾳ τὴν προσήκουσαν ἀναφέρῃ τιμὴν τῷ θεῷ‘· τὴν γὰρ σωματικὴν χρείαν τὴν ἐκ τῶν γεγονότων τῷ ἀνθρώπῳ προσαγομένην ἀπαριθμησά‐ μενος μέχρις αὐτῶν πρόεισι τῶν ἁγίων ἀγγέλων, καὶ
15αὐτοὺς λέγων ἀντὶ τοῦ θεοῦ θεραπεύειν τὸν ἄνθρω‐ πον, καὶ τὸ τοῦ ἀποστόλου μαρτύρεται τό ‘οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;‘ ὡς διὰ τοῦτο γενομένων αὐτῶν, οὐκ ἐννοῶν ὅτι καὶ ὁ δεσπό‐
20της ἔφη Χριστός· ‘οὐ γὰρ ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου διακονηθῆναι, ἀλλὰ διακονῆσαι‘· ‘ἦλθεν γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλόσ‘. καὶ οἱ ἄγγελοι τοίνυν οὐχ ὡς ὑποβεβηκότες ἡμῶν, ἀλλὰ τῷ θεῷ λειτουργοῦντες εἰς σωτηρίαν ἡμῶν ἀποστέλλονται· ‘χαρά‘ γάρ φησι
25‘γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι‘· ἄνθρωποι μὲν γὰρ πάντες ἐξέκλιναν θεοῦ καὶ οὐκ ἦν οὐδὲ μέχρις ἑνὸς ὁ ποιῶν χρηστότητα, οἱ δὲ ἅγιοι
ἄγγελοι δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ. διὸ245
Opif
.

246

καὶ ὁ κύριος εὔχεσθαι κελεύει, γενηθῆναι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς τοῦ θείου θελήματος ὑπὸ τῶν ἄνω πληρουμένου δυνάμεων. ἀλλὰ καὶ τοῖς σῳζομένοις μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν
5ὡς ἀγγέλοις ἐν οὐρανῷ ἔσεσθαι Χριστὸς ἐπηγγείλατο. κἀκεῖνοι μέν ‘διὰ παντόσ‘ φησὶν ὁ κύριος ‘βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖσ‘· οἱ δὲ κατὰ Παῦλον νυνὶ βλέπουσιν ἐν ἐσόπτρῳ καὶ ἐν αἰνί‐ γματι, τότε δὲ τοῦ ἀγγελικοῦ τυχόντες ἀξιώματος
10πρόσωπον πρὸς πρόσωπον· ‘μακάριοι‘ γάρ φησιν ‘οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται‘. ἀλλὰ Θεόδωρος τὰς λειτουργικὰς τοῦ θεοῦ δυνάμεις, τὰς ἀρχὰς τὰς ἐξουσίας τοὺς θρόνους τὰς κυριότητας τὰ χερουβὶμ τὰ σεραφὶμ ἀντὶ θεοῦ φησιν ὡς εἰκόνα
15θεοῦ περιέπειν τὸν ἄνθρωπον. Ποία δὲ ἡ παρὰ τῆς ἄλλης κτίσεως τῷ ἀνθρώπῳ προσαγομένη θεραπεία ὡς εἰκόνι θεοῦ, δι’ ἧς αὐτὸς ἐν ἐκείνῳ θεραπεύεται ὁ θεός; ἡ τῶν καιρῶν πάντως εὐκρασία καὶ ἡ τῶν στοιχείων πρὸς ἄλληλα συμμετρία,
20δι’ ὧν βλαστάνει τε καὶ εἰς τέλος ἔρχεται τὰ φυόμενα, ἐξ ὧν ἡ τῶν σωμάτων γένεσίς τε καὶ τροφὴ καὶ αὔξησις, ‘ἅ ἐστι πάντα‘ κατὰ τὸν Παῦλον ‘εἰς φθο‐ ρὰν τῇ ἀποχρήσει‘. καίτοι γε εἰς τὴν αὐτὴν χρείαν τὰ αὐτὰ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπηρετεῖ· ‘ἀλλὰ καὶ τού‐
25τοισ‘ φησί ‘δι’ ἡμᾶς τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων‘. ἀλλ’ ὀλίγα246
Opif
.

247

τούτων ἐστὶν οἷς συγχρώμεθα ἢ εἰς τροφὴν ἢ εἰς μόχθων κοινωνίαν· τὰ πλεῖστα δὲ λυσιτελεῖ τὸ παρά‐ παν ἡμῖν οὐδέν· πολλὰ δὲ τούτων οὐδέ, εἰ ἔστιν ὅλως, γιγνώσκομεν ἐν ἐρήμοις καὶ θηριώδεσιν ἢ ἀπλώτοις
5ὄντα θαλάσσαις.
6tιʹ. Καὶ ὅτι τὸν Χριστόν φησι Θεόδωρος ἕνα
7tὄντα ἐξ ἡμῶν εἰς οὐρανὸν ἀναγαγεῖν τὸν θεόν,
8tἵνα τε ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς
9tκτίσεως καὶ ἵνα μὴ ὑπὸ τῶν ἐναντίων ἐπιβου‐
10tλεύηται δυνάμεων· καὶ ἔλεγχος τῆς ἀσεβοῦς
11tταύτης ὑπονοίας.
12 Ἐπὶ πλέον δὲ τὴν βλασφημίαν ἐκτείνων Θεόδωρος καὶ εἰς αὐτὸν ἤγαγε τὸν δεσπότην Χριστὸν οὐ θεὸν ἐνανθρωπήσαντα λέγων αὐτὸν κατὰ τό· ‘ὁ λόγος σὰρξ
15ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν‘ καὶ πάλιν· ‘ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς γενόμενον ὑπὸ νόμον‘ καί ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, μορ‐
20φὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενό‐ μενοσ‘. ταῦτα καὶ μυρία τούτων ἐναργέστερα Θεόδω‐ ρος κατὰ νώτου βαλών ‘ἀκριβέστερον‘ φησίν ‘ὁ θεὸς τὰ τῆς εἰκόνος ἡμῖν διασῶσαι βουλόμενος ἄνθρωπον ἐξ ἡμῶν ἕνα λαβὼν ἀθάνατόν τε καὶ ἄτρεπτον ποιήσας
25εἰς οὐρανὸν ἀνήγαγεν ἑαυτῷ συνάψας, ἵνα μὴ μόνον
εἰς ὕψος τυγχάνων παρὰ πάσης προσκυνῆται τῆς κτί‐247
Opif
.

248

σεως, ἀλλὰ γὰρ καὶ κατὰ πάντα φοβερός τε καὶ ἀνε‐ πιβούλευτος ᾖ τοῖς ἐναντίοις ἅτε μηδεμίαν παρατροπὴν ἢ ἀλλοίωσιν ὑπομένειν οἷός τε ὤν‘. πόθεν ταῦτα λαβὼν ἔχει Θεόδωρος, εἰ μὴ ἐκ τοῦ πρὸς αὐτὸν εἰπόν‐
5τος τὸν δεσπότην Χριστόν· ‘εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω‘; ὑπενόει γὰρ ὁ πειράζων, ὡς εἰ τοῦτο ποιεῖν τολμήσειεν, ἐλέγχεται μὴ ὤν, ὅπερ εἶναί φησιν, ἀληθινὸς υἱὸς τοῦ θεοῦ· τὸ γὰρ ἐπικάλυμμα τῆς σαρ‐ κὸς αὐτὸν ἠπάτα. ἐξ οὗ καὶ Θεόδωρος εἰπεῖν ἐτόλμη‐
10σεν, ὅτι τὸν ἄνθρωπον, ὃν ἔλαβεν ἐξ ἡμῶν ὁ θεός, ἀνήγαγεν εἰς οὐρανὸν διὰ δύο αἰτίας, μίαν μέν, ἵνα ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως ὁρα‐ τῆς τε καὶ ἀοράτου, τὸ κατ’ εἰκόνα θεοῦ γεγονέναι δεικνὺς ἀκριβῶς· καίτοι γε πρὸ αὐτοῦ ἐνδιαίτημα τῶν
15ἀγγέλων ὁ οὐρανὸς εἶναι λέγεται, ὃ καὶ Θεοδώρῳ δοκεῖ· ἑτέραν δέ, ἵνα φοβερὸς ὢν διὰ τὸν τόπον ὑπὸ τῶν ἐναντίων δυνάμεων ἀνεπιβούλευτος μείνῃ· καίτοι ἐν γῇ ὄντος ἔτι τοῖς αὐτοῦ μαθηταῖς ὑπεχώρουν οἱ δαίμονες καὶ ὑπετάττοντο διὰ τὸ πρὸς αὐτοὺς τοὺς
20μαθητὰς εἰρηκέναι τὸν Χριστόν· ‘ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ‘. ἐν τούτοις δὲ Θεό‐ δωρος καὶ ἐπ’ αὐτὴν τὴν θείαν οὐσίαν τὴν βλασφη‐ μίαν διέτεινεν, εἴπερ ἐδεήθη ὁ θεὸς προσφύγιον τῷ
25ἀνθρώπῳ δοῦναι τὸν οὐρανόν, ἵνα μὴ βλαβῇ ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῶν ἐν τῇ γῇ λίαν ὑποτρεμόντων αὐτῶν καὶ λεγόντων· ‘τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, υἱὲ τοῦ
θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;‘ πῶς248
Opif
.

249

δ’ ὅλως ὁ ποιήσας ἀθάνατον αὐτὸν καὶ ἀμετάβλητον ἔτι δεδιώς, μή τι πάθῃ ὑπὸ τῶν ἐναντίων δυνάμεων, ἑτέραν αὐτῷ βοήθειαν ἐπινοεῖ τὸν οὐρανόν; εἰ δὲ καὶ οἱ τῆς ἀναστάσεως τῶν ἁγίων ἀξιωθέντες ὡς
5ἄγγελοι θεοῦ εἰσιν ἐν οὐρανῷ πάντοτε σὺν κυρίῳ ὄντες καὶ τοῦ κατ’ εἰκόνα τυχόντες ἀκριβῶς, δεήσει κατὰ τὸ ἀκόλουθον καὶ αὐτοὺς ὑπὸ πάσης προσκυ‐ νεῖσθαι τῆς κτίσεως. Ποίαν ὑπερβολὴν ἀσεβείας ἐν τούτοις ἑτέρῳ Θεό‐
10δωρος καταλέλοιπεν ἐν προσχήματι τοῦ ἐξηγεῖσθαι τὰ Μωϋσέως τοιαῦτα καὶ τοσαῦτα κατὰ Χριστοῦ βλασφη‐ μῶν καὶ κατ’ αὐτοῦ τοῦ θεοῦ; ἀλλ’ ὅμως τοιοῦτος ὢν πικρῶς ἐπισκώπτει τοὺς προεξηγησαμένους τὸν τόπον οὕτω λέγων· ‘σφόδρα μοι θαυμάζειν ἐπῆλθε τῶν ταυτὶ
15μὲν συνιδεῖν οὐχ οἵων τε γεγονότων, καίτοι διὰ πάσης κηρυττόμενα τῆς ἁγίας γραφῆς καὶ πολλῷ γε πλέον ἐπὶ τῆς καινῆς ἐκφωνηθέντα διαθήκησ‘. ποῦ τῆς θείας γραφῆς εἰρημένον δεικνύειν ἕξεις, ὅτι διὰ τοῦτο τὸν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν ἐποίη‐
20σεν ὁ θεός, ἵνα ὥσπερ ἐν πόλει βασιλέως εἰκόνα τιμῶσιν ἀντὶ τοῦ βασιλέως οἱ τὴν πόλιν οἰκοῦντες, οὕτω καὶ πᾶσα κτίσις νοητῶν τε καὶ αἰσθητῶν ἀντὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κατ’ εἰκόνα αὐτοῦ γενό‐ μενον τιμῶσιν ἄνθρωπον; καὶ κατὰ τὸ ὑπόδειγμα πάν‐
25τως τῆς βασιλέως εἰκόνος καθάπερ τὴν Ναβουχοδο‐ νόσορ χρυσῆν εἰκόνα ὡς αὐτὸν προσεκύνουν τὸν βασι‐ λέα, οὕτω καὶ τὸν ἄνθρωπον ὡς θεὸν προσκυνῶσιν ὅ
τε κόσμος ἅπας καὶ οἱ ἄγγελοι; ἦ που καὶ μέμψαιτ’ ἂν249
Opif
.

250

ἴσως τοὺς ἐν τῇ καμίνῳ τρεῖς παῖδας μὴ ἑλομένους διὰ τῆς εἰκόνος τὸν Βαβυλώνιον βασιλέα προσκυνεῖν, εἴπερ καὶ τὸν ἄνθρωπον ὡς εἰκόνα θεοῦ πᾶσα περιέπει ἡ κτίσις [ὡς εἰκόνα θεοῦ]· ὅτι δὲ εἰς τοῦτο καταστρέ‐
5φει Θεοδώρῳ τὸ τόλμημά τε καὶ τὸ ὑπόδειγμα, δῆλον καὶ ἐξ ὧν ἐπήγαγεν· ‘ὥσπερ γάρ‘ φησίν ‘τὴν βασι‐ λέως εἰκόνα οἱ μὲν τοῦ βασιλέως θεραπευταὶ διὰ πάσης ἄγουσι τῆς αἰδοῦς, οἱ τυραννικοὶ δὲ μετὰ πολ‐ λῆς καθαιροῦσι τῆς σπουδῆς, τὴν βασιλέως αὐθεντίαν
10ἐν τῇ εἰκόνι καθαιρεῖν ἢ παραβλάπτειν ἡγούμενοι, οὕτω καὶ περὶ τὸν ἄνθρωπον οἱ μὲν εὐνοοῦντες ἄγγελοι τῷ θεῷ προθύμως τὴν διακονίαν, ἐφ’ ᾗ ἀποστέλλον‐ ται, πληροῦσι διὰ τὴν ἡμετέραν σωτηρίαν, ὁ διάβολος δὲ καὶ οἱ δαίμονες περὶ τὴν ἀνθρώπων ἐπιβουλὴν
15πάντα ποιοῦσιν‘. ἐκ τοῦ προκειμένου μετέβης εἰς ἕτε‐ ρον· προὔκειτο γάρ σοι δεῖξαι ἐκ τῆς θεοπνεύστου γραφῆς, ὅτι ὡς εἰκόνα θεοῦ πᾶσα ἡ κτίσις περιέπει τὸν ἄνθρωπον καὶ αὐτοὶ οἱ ἄγγελοι· τοῦτο δὲ δεῖξαι μὴ δυνηθεὶς μετέβης ἐπὶ τὸ τῷ ἀποστόλῳ λεχθέν, ‘ὅτι
20εἰς διακονίαν ἀποστέλλονται οἱ ἄγγελοι διὰ τοὺς μέλ‐ λοντας κληρονομεῖν σωτηρίαν‘· —οὐκ ἄρα ἵνα περι‐ έπωσιν αὐτὸν ἀντὶ θεοῦ ὡς εἰκόνα θεοῦ, ἀλλ’ ἵνα τῆς σωτηρίας αὐτῶν, ἧς ἐξέπεσον διὰ τὴν ἁμαρτίαν, ἐπι‐ μελήσωνται—ἐπιτείνων δὲ ὅμως ἔτι τὴν κατὰ Χριστοῦ
25βλασφημίαν· ‘ἀκριβέστερον‘ γάρ φησι ‘τὸν λόγον τῆς εἰκόνος διασῶσαι βουλόμενος ὁ θεὸς ἄνθρωπον ἕνα
ἔλαβεν ἐξ ἡμῶν καὶ τοῦτον ἀθάνατον καὶ ἄτρεπτον250
Opif
.

251

ποιήσας εἰς οὐρανὸν ἀνήγαγεν ἑνώσας ἑαυτῷ, ἵνα ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεωσ‘. τί οὖν ἐρεῖ τοῦ θεοῦ λέγοντος· ‘κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεισ‘ καί ‘τὴν δόξαν μου ἑτέρῳ οὐ
5δώσω‘· ‘οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ‘; εἰ δὲ λέγοι τὴν τοῦ ἀνθρώπου προσκύνησιν εἰς θεὸν ἀναφέρεσθαι, ἴστω, ὅτι καὶ οἱ τοῖς εἰδώλοις ὡς θεοῖς προσκυνοῦντες τοῦτο φασί· διὸ καὶ τοῖς τῶν θεῶν ὀνόμασιν, οἷς ἀνάκεινται, ταῦτα προσαγορεύουσιν, ὡς
10καὶ Θεόδωρος τὸν ἐκ Μαρίας ἄνθρωπον ἴσα θεῷ προσκυνεῖ καὶ θεὸν ὀνομάζει τῇ κτίσει λατρεύων ὡς ἐκεῖνοι καὶ προσφάτῳ θεῷ, πλὴν ὅτι Ἕλληνες μὲν ἀψύχοις ἀγάλμασιν, ἐμψύχῳ δὲ οὗτος, ὅτε καὶ πολλὰ τῶν ἀλόγων ζῴων καὶ ἀνθρώπους ἐθεοποίησαν ἐκεῖνοι
15ὡς θείας ἀρρήτως μετέχοντας φύσεως· ἀλλὰ τοιοῦτος ὢν Θεόδωρος πικρῶς ἐπισκώπτει τοὺς πρὸ αὐτοῦ πάν‐ τας, ὅτι μὴ οὕτως, ὡς ἔδοξεν αὐτῷ, τό ‘κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν‘ ἀσεβῶς ἐξειλήφασι, λέγων οὕτω·
19tιαʹ. Ὅτι μὴ νενοηκὼς Θεόδωρος τὸ εἶδος τῆς
20tἀρχῆς τῶν ἀνθρώπων, καίτοι σαφῶς εἰρημένον
21tΜωϋσεῖ, οὐκ ἴδιον εἶναί φησι τῶν ἀνθρώπων
22tἀλλὰ καὶ ἀγγέλων τὸ ἄρχειν, οὐκ ἐπιστήσας,
23tὡς ἄνθρωποι μὲν ἄρχουσιν ἅπαντες, ἄγγελοι
24tδὲ οὐ πάντες.
25‘Κατ’ εἰκόνα γεγενῆσθαι τὸν ἄνθρωπον λέγουσι,
πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ251
Opif
.

252

δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ σαφῶς ἀποφθεγγό‐ μενοι‘. τὰ δὲ σά, βέλτιστε, γέλωτος μὲν οὐδαμῶς, τῶν Ἱερεμίου δὲ θρήνων ὡς ἀληθῶς ἐστιν ἄξια εἰς τοσαύτην βλασφημίαν τοὺς σοὶ πειθομένους ἐξάγοντα.
5πῶς οὖν οἴεται τὰ εἰρημένα τοῖς πρὸ αὐτοῦ γέλωτος εἶναι ἄξια; ‘εἰ περὶ μόνου τοῦτο‘ φησίν ‘εἴρηται τοῦ ἀνθρώπου, ἰδίαν τινὰ τῆς προσηγορίας προσῆκεν εἶναι τὴν αἰτίαν· ἀλλ’ οὔτε τὸ νοερὸν μόνον, οὔτε τὸ λογι‐ κὸν ἀνθρώπων—τοιαύτας γὰρ εἶναι καὶ τὰς ἀοράτους
10φαμὲν δυνάμεις—οὐ μὴν οὐδὲ τὸ ἀρχικόν· καὶ γὰρ καὶ τοῦτο ταῖς ἀοράτοις προσὸν ὁρῶμεν δυνάμεσιν‘. Ἀλλ’ εἴπομεν ἤδη καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδείξαμεν, ὡς οὐχὶ σὺν τῷ κόσμῳ γεγόνασιν αἱ τῶν ἁγίων ἀγγέλων τάξεις, ἀλλ’ προϋπέστησαν ἐναργῶς·
15μόνου δὲ τοῦ αἰσθητοῦ κόσμου τὴν γένεσιν παρέδωκε Μωϋσῆς, ἐν ᾧ μόνος τῶν ἐγκοσμίων ὁ ἄνθρωπος τῆς λογικῆς καὶ νοερᾶς ἠξίωται ψυχῆς· διὸ καὶ μόνος τῶν ἐγκοσμίων ἐστὶ κατ’ εἰκόνα θεοῦ καὶ μόνος ἄρχει τῶν ἐπὶ τῆς γῆς πάντων, τῇ τοῦ θεοῦ προστάξει καὶ τῇ
20τοῦ λόγου δυνάμει πάντα ποιῶν ἑαυτῷ ὑποχείρια. ἄγγελοι δὲ τούτων οὐκ ἄρχουσιν, ἀλλὰ τῶν ἰδίων ταγμάτων, ὡς οἱ τούτων ἡγεμόνες ἀρχάγγελοι ἢ ἄλλος ἄλλου τινὸς ἔθνους κατὰ τό· ‘ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ‘. κἀντεῦθεν, ὅτι μὴ
25πάντες ἄρχουσι δῆλον, ὡς ἐπὶ τῶν ἀνθρώπων κοινόν ἐστι τό· ‘καὶ ἀρχέτωσαν‘· τῶν γὰρ ἀγγέλων οἱ μὲν ἄρχουσιν, οἱ δὲ ἄρχονται· μετὰ δὲ τὸ εἰπεῖν τὸν θεόν
‘κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ εὐθὺς κατὰ252
Opif
.

253

συνέχειαν ἐπήγαγε· ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς ἁπάντων‘ διὰ τούτων τό, πῶς ἔφη κατ’ εἰκόνα, δηλώσας. σὺ δὲ τοῖς φανερῶς εἰρημένοις πολεμεῖς
5ἀναιδῶς.
6tιβʹ. Ὅτι κατασκευάζων τὸ πᾶσιν ὁμολογούμε‐
7tνον, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ’
8tεἰκόνα‘ εἴρηται, παράγει τό ‘ἀνὴρ οὐκ ὀφείλει
9tκατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρ‐
10tχων‘ οὐ νοήσας τὸ εἰρημένον.
11 Εἶτα ὡς ἠγνοηκότος τινός, ὅτι περὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ’ εἰκόνα‘ εἴρηται, κατασκευάζων τοῦτο περιττῶς καὶ τὸ τοῦ ἀποστόλου παράγει μαρτύριον· ‘ἀνήρ‘ φησίν ‘οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν
15καὶ δόξα θεοῦ ὑπάρχων‘ ὡς δὴ περὶ ἀνδρῶν καὶ μόνων εἰρηκότος τοῦ θεοῦ τό ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘, ὅπερ οἱ μεθ’ ὑπερβολῆς ἰδιῶται νομίζουσιν, [τὸ] ἐπὶ μόνων τῶν ἀνδρῶν τό ‘ἄνθρωποσ‘ λέγεσθαι· ὅτι δὲ κοινῶς ἐπὶ
20πάσης ἡμῶν τῆς φύσεως εἴρηται, δῆλον ἐξ αὐτῶν τῶν τοῦ προφήτου ῥημάτων· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώ‐
25σατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρα‐
νοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς253
Opif
.

254

καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘. κοινὰ οὖν ἅπαντα δέδωκε τοῖς δύο γένεσιν ὁ θεός· διὸ καὶ αἱ ἀρεταὶ κοιναὶ ἀνδρῶν καὶ γυναικῶν, εἰ καὶ ἰδιαίτερον τό ‘κατ’ εἰκόνα‘ τοῦ ἀνδρὸς κατηγόρησεν ὁ
5ἀπόστολος διὰ τὸ μετὰ τὴν ἁμαρτίαν εἰρῆσθαι τῇ γυναικὶ ὑπὸ θεοῦ ‘καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ στροφή σου καὶ αὐτός σου κυριεύσει‘· κοινῶς γὰρ εἰρημένου τοῦ ‘καὶ κατακυριεύσατε αὐτῶν‘ ἐπιτέταται ὕστερον τὰ τῆς ἀρχῆς καὶ τὰ τῆς ἐξουσίας τῷ ἄρρενι,
10ὅτι μὴ μόνον τῶν ἄλλων ζῴων ἄρχει πάντων, ἀλλὰ καὶ τῶν ὁμοφύλων τοῦ θήλεος· ‘καὶ αὐτός σου‘ γάρ ‘κυριεύσει‘ πρὸς τὴν γυναῖκά φησι. διόπερ οὐ μόνον εἰκόνα θεοῦ κατ’ ἐξαίρετον, ἀλλὰ καὶ δόξαν εἴρηκεν ὁ Παῦλος τὸν ἄνδρα ὡς κυριεύοντα τῆς τῶν ἄλλων
15ζῴων κυριευούσης γυναικός· καὶ οὕτω δόξαν μιμεῖται θεοῦ, ἐπεὶ καί ‘θεὸς θεῶν καὶ κύριος τῶν κυριευόν‐ των‘ ὁ θεὸς ἐστί τε καὶ ὀνομάζεται.
18tιγʹ. Ὅτι καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καὶ οἱ
19tκοσμοκράτορες καὶ τὰ τοιαῦτα πεπλάνηκε τῇ
20tὁμωνυμίᾳ Θεόδωρον, 〈εἰσ〉 τὸ μὴ μόνου τῶν
21tἐν τῷ κόσμῳ εἶναι τοῦ ἀνθρώπου τὸ ἀρχικόν.
22 ‘Ἀλλὰ καὶ ἀρχάσ‘ φησὶ Θεόδωρος ‘καὶ ἐξουσίας καὶ κοσμοκράτορας ὁ Παῦλος καλεῖ τὰς ἀποστατικὰς τοῦ θεοῦ δυνάμεις. καὶ ὁ προφήτης ‘τὸν φωστῆρα
25τὸν μέγαν‘, φησίν ‘εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν
φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτόσ‘. πῶς οὖν254
Opif
.

255

οἷόν τε ἦν κατά τι τούτων λέγεσθαι εἰκόνα τὸν ἄνθρω‐ πον, ὧν δὴ μέτεστι πολλοῖς τῶν γεγονότων‘; ἀλλ’ οὔτε περὶ τῶν ἁγίων ἀγγέλων εἴρηται οὔτε περὶ τῶν ἀπο‐ στατικῶν δυνάμεων τό ‘καὶ ἀρχέτωσαν τῶν ἐνύδρων
5ζῴων καὶ τῶν χερσαίων καὶ τῶν ἀερίων‘, ἀλλὰ περὶ μόνων ἀνθρώπων· μόνοι γὰρ τῶν ἐγκοσμίων ζῴων εἰσὶ λογικοί, οἱ δὲ ἄγγελοι οὐ σὺν τῷ κόσμῳ γεγόνασι· τίνων μὲν οὖν ἄρχουσιν οὗτοι, φθάσαντες εἴπομεν· αἱ δὲ ἀποστατικαὶ δυνάμεις τῶν πνευματικῶν τῆς πονη‐
10ρίας τῶν συναποστατῶν αὐτοῖς ἄρχουσι, καί ‘κοσμο‐ κράτορες τοῦ σκότουσ‘ εἰσὶ τοῦ παρόντος αἰῶνος, περὶ οὗ καὶ ὁ κύριος εἶπεν οὐκ εἶναι ἐκ τοῦ κόσμου τού‐ του οὐδὲ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὅτι ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν‘.
15ἄρχουσι δὲ τῶν ἄλλων τοῦ θεοῦ δημιουργημάτων οὐδενὸς οὐδὲ τῶν ἐνύδρων ζῴων καὶ τῶν πτηνῶν καὶ τῶν χερσαίων, ὧν ὁ ἄνθρωπος ἄρχειν ἐτάχθη· οὔτε γὰρ τῶν στοιχείων ἄρχουσιν οὔτε τῆς ἡμέρας καὶ τῆς νυκτός, ὡς οἱ φωστῆρες, οὔτε τινὸς ἄλλου τὴν ἀρχὴν
20ἔσχον, ὧν καὶ οἱ ἄγγελοι ἄρχουσι. τί οὖν σὺ παρέλ‐ κεις ἐξ ὁμωνυμίας ἐπὶ τὰ μὴ προκείμενα τὸν λόγον; μόνος γὰρ τῶν τοῦ κόσμου μερῶν ὁ ἄνθρωπος κατ’ εἰκόνα τοῦ θεοῦ γέγονε καὶ καθ’ ὁμοίωσιν. Θεόδωρος δὲ τοῖς εἰρημένοις προστίθησιν ὡς ἀκό‐
25λουθα καὶ ταῦτα, ὡς οὐκ ἴδιον [ὂν] τοῦ ἀνθρώπου τὸ ἄρχειν. τὸ μὲν ἁπλῶς ἄρχειν οὐκ ἴδιον ἀνθρώπου·
οὐδὲ γὰρ καὶ ἀγγέλων ἄρχει καὶ φωστήρων καὶ αὐτοῦ255
Opif
.

256

τοῦ οὐρανοῦ· ἀλλ’ ὧν ἄρχειν ἐκελεύσθη, μόνος τῶν ἐν τῷ κόσμῳ γενομένων ἄρχει, ἐπεὶ καὶ μόνος τούτων λογικόν ἐστι ζῷον· εἰπὼν δὲ τό· οὐκ ἴδιον ἀνθρώπου τὸ ἄρχειν—
5tιδʹ. Ὅτι καλῶς διορισάμενος μίαν αἰτίαν εἶναι
6tδεῖν, καθ’ ἣν μόνος ἄνθρωπος κατ’ εἰκόνα γέ‐
7tγονε τοῦ θεοῦ, οὐδὲν αὐτὸς μόνου ἀνθρώπου
8tπαρείληφεν ἴδιον.
9‘ὅθεν‘ φησί ‘δῆλον ἡμῖν, ὅτι μίαν τινὰ προσῆκεν
10τὴν αἰτίαν εἶναι, καθ’ ἣν οὗτος οὕτω προσηγόρευται μόνος, ἧς οὐδὲν μετέχει τῶν γεγονότων‘. τοῦτο καὶ ἡμᾶς ἐπισημειουμένους μεμνῆσθαι δεῖ καὶ σκοπεῖν, εἰ ἁρμόζουσιν αἱ παρ’ αὐτοῦ ἀποδιδόμεναι αἰτίαι μόνῳ τῷ ἀνθρώπῳ· οὐ φαίνεται γὰρ οὐδὲν μόνου ἀνθρώ‐
15που λέγων ἴδιον· ἄρχεται δὲ λοιπόν, πῶς εἰκών ἐστι τοῦ θεοῦ καὶ ὁμοίωσις ὁ ἄνθρωπος λέγειν. ‘δέδωκεν αὐτῷ‘ φησίν ‘ἀπὸ τοῦ κτίζειν ἅπερ οὖν πρόσεστι τῷ δημιουργῷ τῶν ἁπάντων, ὧν μίμησιν ἔχει κατὰ πολὺ λειπομένην τοῦ θείου‘. εἶτα ὡς δή τι λέγων ἀπόρρη‐
20τον, ὅσον διενήνοχε τῆς τῶν ἀνθρώπων ἡ τοῦ θεοῦ δημιουργία προσεπάγει· ‘ἄνθρωπος δὲ ποιεῖ μὲν τὰ οὐκ ὄντα, φέρων τι τῆς θείας μιμήσεως ἐν τούτῳ· καὶ γὰρ καὶ οἰκίαν καὶ ναῦν καὶ πόλιν καὶ τεῖχος καὶ λιμένα καὶ βάθρον καὶ κλίνην καὶ πᾶν, ὅτι δήποτε
25οὖν μικρόν τι καὶ μέγα ἐργάζεται, ποιῶν τὸ μὴ πρότερον ὄν· φύσεις δὲ παράγειν οὐδαμῶς οἷός τε
καθέστηκεν‘.256
Opif
.

257

Ἀλλὰ καὶ τῶν ἀλόγων πολλά, θαυμάσιε, δημιουργι‐ κὴν τῶν οὐκ ὄντων δύναμιν ἔχει, καὶ οὐ μόνος ὁ ἄνθρωπος. τὸ κηρίον ἡ μέλιττα ποικίλως ἐργάζεται δημιουργοῦσα καὶ διακοσμοῦσα καὶ σχηματίζουσα τὸν
5κηρόν, ὡς οὐκ ἂν τεχνίτης ἐργάσαιτο· τὸ χνοῶδες μὲν γὰρ τῶν ἀνθῶν εἰς οὐσίαν τοῦ κηροῦ μεταβάλλει καὶ οἷον ἀγγεῖα τῷ μέλιτι παρασκευάζει. εἶτα τὸ δροσῶδες τὸ ἐν αὐτοῖς καὶ τὸ ἐν τοῖς καρποῖς ὑγρὸν τοῖς κυτ‐ τάροις ἐναποτιθεμένη εἰς οὐσίαν ἐκπέττει μέλιτος, τρο‐
10φὴν ἑαυτῇ χειμέριον παρασκευάζουσα. ποία 〈ἂν〉 γλῶττα τῶν μυρμήκων τὴν ἐπιστήμην ἀξίως 〈ἂν〉 εἴποι; συλ‐ λέγουσι μὲν γὰρ κατὰ συστάσεις ἐν θέρει τὸν σῖτον καὶ ὑπὸ γῆν ἐναποτίθενται, μή τι τῶν σπερμολόγων ζῴων αὐτὸν ἁρπάσειε, τέμνουσί τε δίχα τὴν τοῦ ὁμοίου
15γεννητικὴν αὐτοῦ δύναμιν ἀφαιρούμενοι· τὸν ὑγραινό‐ μενον δὲ ὑπὸ γῆν ἀναφέρουσι πρὸς ἥλιον, μή ποτε σαπείη, καὶ ἄνικμον γεγονότα πάλιν εἰς τὸν αὐτὸν ὑπὸ γῆν ἀποτίθενται τόπον. μέλλουσα τίκτειν ἡ χελιδὼν προνοητικῶς τὴν νεοττιὰν προπαρασκευάζει,
20τῷ στόματι μὲν τὰ κάρφη συνάγουσα καὶ κατά τινα τέχνην ἀλλήλοις ἁρμόζουσα, πηλὸν δὲ ταῖς πτέρυξι καὶ τοῖς ποσὶν ἄγουσα διαχρίει ταῦτα κόλλης δίκην καὶ μίαν ποιεῖ πάντων συνέχειαν. ὁ δὲ ἀράχνης ἐν πόσῳ κόσμῳ καὶ κάλλει τὸ ἀράχνιον ἐξυφαίνει; ποῖος
25γεωμέτρης οὕτως ἀκριβῶς πλείονας ἀλλήλοις περιγρά‐ φει κύκλους στήμοσι λεπτοῖς οἷα συνδέσμοις ἴσον διε‐ στῶσιν ἀλλήλων συνεχομένους, μακραῖς πανταχόθεν ἰσὶ τοῦ παντὸς διατεταμένου τεχνήματος· οἶκος ἅμα
τῷ πεποιηκότι καὶ δίκτυον εἰς ἄγραν τροφῆς ἐπιτή‐257
Opif
.

258

δειον. καὶ τό〈δε〉 δὴ μεῖζον· ἄνθρωπος μὲν ἐκ μαθή‐ σεως ποιεῖ τὰ τεχνητά, φύσεις δὲ ζῴων ἀδίδακτοι, ὡς καὶ θεὸς οὐσιώδη τὴν δημιουργικὴν ἁπάντων ἔχει δύναμιν.
5 Ἐπὶ τὸ ἀσεβέστερον δὲ ἀεὶ προκόπτων Θεόδωρος καὶ ἐκ τοῦ γεννᾶν φησι τοὺς ἀνθρώπους υἱοὺς τὴν πρὸς τὸν θεὸν εἰκόνα καὶ ὁμοίωσιν διασῴζειν τὸν ἄνθρωπον. καὶ πάλιν τὴν πρὸς ἄλληλα τῆς θείας γεννήσεως καὶ τῆς ἀνθρωπείας διαφορὰν ἀτοπώτατα
10λίαν διηγεῖται καὶ χαμαιπετῶς, ἃ καὶ λέγειν αἰσχύνη με πολλὴ καὶ δέος—ἐπ’ ἀληθείας λέγω—κωλύει. καὶ οὐδὲ τὰ οὕτως ἐναργῆ συνιδεῖν ὁ ἄνθρωπος οὗτος ἴσχυσεν, ὡς οὐδὲ τοῦτο μόνων ἐστὶν ἀνθρώπων ἴδιον, ἀλλὰ πάντων ζῴων πλὴν τῶν ἐκ σήψεως· πάντα γὰρ
15τὴν γεννητικὴν τοῦ ὁμοίου δύναμιν ἔχει καὶ τίκτει τὸ συνώνυμον ἕκαστον· ἐν ἰδίᾳ γὰρ τοῦτο πραγματείᾳ δεδείχαμεν. εἰ δὲ λέγει Θεόδωρος μόνους ἡμᾶς λογι‐ κὸν ζῷον ἀπογεννᾶν καὶ ταύτῃ τὴν πρὸς τὸν θεὸν ἔχειν εἰκόνα, κατὰ μόνην ἄρα τὴν λογικὴν οὐσίαν ἡμῶν τό
20‘καθ’ ὁμοίωσιν‘ σῴζεσθαι, καὶ αὐτὸς ἄκων ὁμολογεῖ, ὅπερ ἑτέροις εἰρηκόσιν ἐμέμψατο. Ἐντεῦθεν ἐφ’ ἕτερον μέτεισιν ἀτοπώτερον καὶ γέλω‐ τος ὡς ἀληθῶς ἄξιον· καὶ γὰρ ἐν ταῖς αἰσθήσεσιν ἡμῶν ἐμφαίνεσθαι τό ‘κατ’ εἰκόνα τοῦ θεοῦ‘ φησίν·
25‘ὁρῶμεν γὰρ καὶ ἀκούομεν, ὡς καὶ ὁ θεὸς πάντα ὁρᾷ καὶ πάντων ἀκούει‘· καὶ τὴν διαφορὰν πάλιν ἡμῶν
καὶ θεοῦ ῥαψῳδεῖ μάτην. καίτοι πολλὰ τῶν258
Opif
.

259

ἀλόγων ζῴων ἄλλα κατ’ ἄλλην αἴσθησιν ὀξύτερά τέ ἐστιν ἡμῶν καὶ ἀκριβέστερα. ἀετὸν ὀξυωπέστατον ἴσμεν ὡς ὅτι μάλιστα πάντων
Ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
5
Θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος. χῆνες καὶ ὄνοι τῇ ἀντιληπτικῇ τῶν ψόφων πλεο‐ νεκτοῦσι δυνάμει. κύνες ἔχουσιν ἀκριβεστάτην τὴν ὄσφρησιν, διὸ καὶ τοὺς θηρευτὰς ἐπ’ αὐτοὺς ἄγουσι τῶν θηρίων τοὺς φωλεούς· καὶ τὸ γευστικὸν δὲ κρι‐
10τήριον ἐναργὲς ἔχειν μαρτυρεῖταί τινα. μόνῃ τῇ ἁφῇ πλεονεκτοῦσιν οἱ ἄνθρωποι. κοινὸν ἄρα καὶ τοῦτο τῶν ζῴων ἐστὶ καὶ οὐ μόνων ἀνθρώπων τὸ ὑπόδειγμα, πρὸς τῷ καὶ τῶν ἀτοπωτάτων εἶναι τῇ θείᾳ γνώσει τὰς αἰσθήσεις ἀντιπαρατιθέναι τῶν ζῴων.
15 Καὶ ἑαυτῷ δὲ περιπίπτει Θεόδωρος εἰπών, ὡς, εἰ μόνος ὁ ἄνθρωπος ἐν τοῖς γεγονόσιν εἰκὼν εἴρηται τοῦ θεοῦ, ἰδίαν τινὰ τῆς προσηγορίας προσήκει εἶναι αἰτίαν· ὅπερ αὐτὸς ἀποδεῖξαι πολλὰ καμὼν οὐ δεδύνη‐ ται, ἀλλ’ ἐπὶ τὰ κοινῶς πᾶσιν ὑπάρχοντα ζῴοις ἢ τοῖς
20πλείοσι καταπεσὼν αὐτὸς ἑαυτοῦ γέγονεν ἔλεγχος· εἰ δὲ τὴν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ λόγου κρίσιν, καθ’ ἣν τήν τε πρὸς ἄλληλα διαφορὰν αὐτῶν καὶ τὴν ἑκάστου κρίνομεν οὐσίαν, μόνων ἀνθρώπων ἴδιον εἶναι βούλεται, δῆλον πάλιν, ὡς κατὰ μόνον τὸ λογικόν τε καὶ νοερὸν
25ἡμῶν τὸ κατ’ εἰκόνα γεγονέναι θεοῦ κἀνταῦθα δίδωσι. καὶ τί δέον ἐστὶν ἐκ συλλογισμοῦ τοῦτο λαμβάνειν;
ἐπ’ αὐτῆς αὐτὸ λέξεως γέγραφεν οὕτως εἰπών·259
Opif
.

260

(1t)

ιεʹ. Ὅτι τῶν πρὸ αὐτοῦ πάντων καταγελάσας
2tΘεόδωρος πῇ μὲν κατὰ τὸ λογικὸν εἰπόντων,
3tπῇ δὲ κατὰ τὸ νοερόν, πῇ δὲ κατὰ τὸ ἀρχικόν,
4tκατ’ εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον,
5tτούτοις αὐτοῖς ἐχρήσατο καὶ αὐτός.
6 ‘καὶ μὴν καὶ [ἀπὸ τοῦ ἀπεριγράφου] τὸ ἀπερίγρα‐ φον τοῦ θεοῦ ἀπόρρητον μέν ἐστι καὶ οὐδὲ ἐννοίᾳ καταληπτὸν ἀνθρωπίνῃ, οὐδενὸς συνιδεῖν οἵου τε ὄντος, ὅπως πανταχοῦ τε πάρεστιν καὶ οὐ μεριζόμενος
10ὅλος ἐστὶ παρ’ ἑκάστῳ, ἐνταῦθά τε ὢν ὅλος οἷον εἰπεῖν καὶ πάλιν ἑτέρωθι, ἁπανταχοῦ δὲ ὁμοίως καὶ οὐ τοῖς μὲν παρών, τοῖς δὲ οὔ, οὐδὲ τοῖς μὲν μᾶλλον παρών, τοῖς δὲ ἧττον, ἀλλ’ ὅλος πάντοτε ὢν παρ’ ἑκάστῳ καὶ οὐδενὸς ἀπολιμπανόμενος τῷ ἑτέρωθι παρεῖναι·
15ἐπειδὴ δὲ ταῦτα μείζονα ἢ κατὰ τὴν ἡμετέραν ἔννοιαν ὑπῆρχεν, αἴνιγμά τι τούτων ἔχειν δέδωκεν ἡμῖν τὸν νοῦν τὸν ἡμέτερον, ᾧπερ ἐν ἡμῖν καθεστῶτι τῶν ἐν οὐρανῷ τε λαμβάνομεν ἔννοιαν, εἶτα τῶν ἐπ’ ἀνατολαῖς καὶ πάλιν τῶν ἐπὶ δυσμαῖς, καὶ ταύτης τῆς πόλεως,
20εἶτα ἑτέρας, κώμης τε νῦν μὲν ταύτης, νῦν δὲ ἐκείνης, καὶ ὅλως ἐν ἑαυτοῖς ἔχοντες τὸν νοῦν τὸν οἰκεῖον ἀθρόον ἀλλαχόθεν ἀλλαχοῦ μεθιστάμεθα‘. καὶ τοῦτον ἐπὶ πολὺ παρατείνει τὸν λόγον, πῶς ὁ νοῦς ἡμῶν τὸ ἀπερίγραφον μιμεῖται τοῦ θεοῦ.
25 Τί οὖν, βέλτιστε, μικρῷ πρότερον πλατὺν κατέχεες γέλωτα καὶ ἄγνοιαν τῶν θείων κατηγόρεις γρα‐
φῶν τῶν λεγόντων κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον260
Opif
.

261

γεγενῆσθαι πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ λέγων αὐτοὺς ἀποφθέγγεσθαι; σκοπείτω οὖν, ὅπως ἑαυτοῦ διπλοῦν κατέχεε γέλωτα, ὅτι τε, ἅπερ ἄξια γέλωτος
5εἶπεν ὑπάρχειν, ταὐτὰ λέγων αὐτὸς ἑάλω, καὶ ὅτι τοῖς ἐκείνων σαφῶς οὕτω περιπεπτωκὼς ἀγνοεῖ. ἐπειδὴ δὲ τὸ πάντα περιπολεῖν τὸν ἡμέτερον νοῦν ἴδιον ἀνθρώ‐ πων οἴεται, ὁ νοῦς, εἰπάτω, τῶν ἁγίων ἀγγέλων οὐχ ὁμοίως τῷ ἡμετέρῳ πάντα περιπολεῖ, ἵνα μὴ λέγω καὶ
10κρεῖττον, ὡς τῇ οὐσίᾳ ὑπερέχων τοῦ ἡμετέρου; πῶς γὰρ οὐ; ἐπεὶ πῶς εἰς διακονίαν ἀποστελλόμενοι ἐφί‐ στανται τούτοις εὐθύς, οἷς ἂν κελεύῃ θεός; Ὅτι δὲ καὶ τὸ ἀπερίγραφον εἶναι τὸ θεῖον αὐτός τε καὶ οἱ τῆς αὐτοῦ συμμορίας σωματικῶς νοοῦσιν, ἐν
15τοῖς πρὸς αὐτοὺς λόγοις καὶ ἐν τοῖς ἀνωτέρω δείξαν‐ τες ἔφθημεν.
17tιϛʹ. Ὅτι καὶ κατὰ τὸ ἀρχικὸν τό ‘κατ’ εἰκόνα‘
18tλαβὼν τὰς θέσει γινομένας ἀρχὰς εἴληφεν, ἐξ
19tοὗ συμβαίνει μὴ πάντας ἀνθρώπους κατ’ εἰκόνα
20tγεγονέναι θεοῦ, ἀλλ’ οὓς ἂν ἡμεῖς ἐθέλοιμεν.
21 ‘Ἀλλὰ γάρ‘ φησίν ‘ἔδωκεν ἡμῖν καὶ βασιλείας ἀρχὴν καὶ κρίσεως ἐξουσίαν, ὡς κριτὰς καὶ βασιλέας ἀνθρώπους ἀπὸ τοῦ βασιλεύειν, ἤδη καὶ θεοὺς προσ‐ αγορεύεσθαι διὰ τοῦτο· ‘καὶ θεούσ‘ γάρ φησιν ‘οὐ
25κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶσ‘ περὶ τῶν τοῦ ἄρχειν τε καὶ κρίνειν ἐν τῷ
νόμῳ τὴν ἐξουσίαν ἐχόντων ταῦτα εἰπών‘. καὶ πάλιν,261
Opif
.

262

ὡς ἀμφίβολόν τι δείξας, ὅσῳ κρείττων ὑπάρχει θεὸς βασιλεύων τε καὶ κρίνων τῶν παρ’ ἡμῖν βασιλέων τε καὶ κριτῶν, ‘ἡμεῖς δέ‘ φησίν ‘ἔναυσμά τι καὶ μίμημα ἔχομεν τῆς ἐξουσίας ἐκείνης, τῆς τε ἐπὶ τῶν πραττο‐
5μένων κριτικῆς διαγνώσεως οἷα εἰκόνος ἐπέχοντες τάξιν, ἣ πολὺ μὲν λείπεται τοῦ πράγματος τοῦ ἀρχε‐ τύπου, διὰ μιμήσεως δέ τινος αὐτάρκως ἔχει πρὸς αἴσθησιν ἡμᾶς ἀγαγεῖν τοῦ μεγέθους τῶν καὶ κατὰ τοῦτο θεῷ προσόντων‘ [πεποιηκώς].
10 Πρῶτον μὲν οὖν καὶ τοῦ σμήνους τῶν μελισσῶν βασιλεὺς ἡγεῖται, φύσει λαχὼν οὐχ αἱρέσει τὸ βασι‐ λεύειν αὐτῶν, καὶ τῆς πτήσεως τῶν γεράνων εἷς καὶ τῆς ποίμνης ὁ καλούμενος κτίλος. οὐκ ἄρα τὸ βασι‐ λεύειν ἴδιον ἀνθρώπων· καὶ εἰ κατὰ τὸ βασιλεύειν καὶ
15κρίνειν τό ‘κατ’ εἰκόνα‘ ἔχομεν ἄνθρωποι, πῶς μικρῷ πρότερον τοὺς τοῦτο λέγοντας γέλωτος ἀξίους ἔκρινες, οὐ μόνον ἀνθρώπων εἶναι τὸ ἀρχικὸν εἰπών, ἀλλὰ καὶ ἀγγέλων καὶ τῶν ἀποστατικῶν δυνάμεων; ἐκεῖνοι μὲν οὖν ἀρχικὸν λέγοντες τὸ εἰρημένον τῷ Μωϋσεῖ
20τὸ ἄρχειν τῶν ἐνύδρων τε καὶ ἀερίων καὶ χερσαίων, οὐ Μωϋσῆ μόνον, ἀλλὰ καὶ τὸν ψαλμῳδὸν ἐπικαλέ‐ σονται μάρτυρα· ‘τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάτ‐ τωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ
25τιμῇ ἐστεφάνωσας αὐτὸν καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. πάντα ὑπέταξας ὑποκάτω τῶν
ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ262
Opif
.

263

τὰ κτήνη τοῦ πεδίου, τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θα‐ λασσῶν‘. τί τούτων ἐναργέστερον, ὡς ἄρχοντα τῶν ἔργων αὐτοῦ τῶν ἀπηριθμημένων τὸν ἄνθρωπον κα‐
5τέστησεν ὁ θεός, τούτῳ τὸ κατ’ εἰκόνα τοῦ θεοῦ γεγο‐ νέναι σῴζοντα; Θεόδωρος δὲ τῶν εἰρημένων ἐπιστήσας οὐδενί, τὸ δέ ‘κατ’ εἰκόνα‘ καὶ ἐπὶ τοῦ ἀρχικοῦ λαβών, ὅπερ εἰπόντας ἔσκωψε τοὺς πρὸ αὐτοῦ, μᾶλλον δὲ τοὺς
10λόγους τοῦ ἁγίου πνεύματος, τὸ εἶδος τῆς ἀρχῆς τὸ ἐπὶ τῶν παρ’ ἡμῖν βασιλέων σῴζειν φησὶ τό ‘κατ’ εἰκόνα‘, καὶ οὐδὲ κατὰ νοῦν ἔλαβεν, ὡς πρῶτον μὲν τό ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ ἐπὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων
15εἴρηται· ὀλίγοι δὲ τούτων εἰσὶν οἱ βασιλεύσαντες· ἐπὶ πλεῖστον γὰρ οὐδὲ βασιλεῦσιν ἐχρῶντο, καὶ οὐδὲ φυσι‐ κὸν τοῦτο τῆς ἀρχῆς τὸ εἶδος, θέσει δὲ μόνῃ καὶ βουλαῖς ἀνθρώπων οὐδὲ ὀρθαῖς πολλάκις οὐδὲ κατὰ λόγον, διὸ καὶ τῆς ἀρχῆς πολλοὶ μεταπίπτουσιν. ἔπειτα
20κατὰ Θεόδωρον αὐτὸς ὁ πρῶτος ἄνθρωπος οὐκ ἔτυχε τοῦ ‘κατ’ εἰκόνα‘ βασιλεύς τινων οὐ γενόμενος. καί‐ τοι γε Μωϋσῆς εἶπε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω‐ πον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘. καὶ τί λέγω τὸν πρῶτον; ὀλίγοι κομιδῇ βασιλεῖς καὶ καθ’ ἕκαστον
25βίον ἀνθρώπων γεγόνασιν. οὐ πάντας οὖν κατ’ εἰκόνα ἰδίαν ἐποίησεν ὁ θεὸς οὐδέ τινα φυσικὴν ἀρχὴν αὐτοῖς ἔδωκεν, ἀλλ’ ἐν ἡμῖν ἐστι τὸ ποιεῖν, οὓς ἂν ἐθέλοιμεν, κατ’ εἰκόνα θεοῦ, εἰς ἀρχὰς αὐτοὺς προχειριζομένοις
καὶ βασιλέας.263
Opif
.

264

Φυσικὴν δὲ ἀρχὴν τὸ πρόσταγμα δεῖν πάντως ὑπάρχειν τοῦ θεοῦ καὶ τοῖς φαινομένοις σύμφωνον· οἷόν ἐστι τὸ τῶν ζῴων ἄρχειν ἁπάντων τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως, ὡς ἔπρεπε, τῷ κατὰ φύσιν
5αὐτῶν ἄρχοντι μηδενὸς ἀνθισταμένου παντάπασιν, ὡς δεικνύουσιν μέχρι νῦν, ὅσοι τὴν πρὸς θεὸν ὁμοίωσιν δι’ εὐζωίας φυλάττουσιν, πειθηνίους ἔχοντες τοῖς αὐτῶν ἐπιτάγμασι καὶ τοὺς ἀγριωτάτους θῆρας, ἀλλὰ καὶ μετὰ τὴν παράβασιν καὶ τὴν ἀλόγοις πρέπουσαν ζωήν, ἐπειδὴ
10καὶ οὕτω τό ‘κατ’ εἰκόνα‘ καὶ τὸ τῶν ζῴων ἄρχειν ἔδει κρατεῖν, τοῦτο διέμεινεν ἅπασι· τῇ δυνάμει γὰρ τοῦ λόγου καὶ ταῖς ἐπινοίαις ὑποχείρια ἑαυτοῖς πάντα ποιοῦσιν οἱ ἄνθρωποι. ἀλλὰ καὶ μετὰ τὸν κατα‐ κλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ ταῦτά φησιν
15ὁ θεός· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κυριεύσατε αὐτῆς· καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ
20ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα‘.
22tιζʹ. Ὅτι οὐδὲ τὸ δυνάμεις εἶναι δύο τῆς ψυχῆς,
23tτήν τε λογικὴν καὶ τὴν ζωτικήν, εἰκόνα δύνα‐
24tται φέρειν τοῦ τε υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου
25tαὐτοῦ πνεύματος.
26Ἐσχάτην ἐπὶ πᾶσιν αἰτίαν Θεόδωρος τοῦ κατ’ εἰκόνα264
Opif
.

265

θεοῦ καὶ ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπον τίθησι ταύτην. ‘δύο‘ φησί ‘δυνάμεις ὑπάρχουσι τοῦ θεοῦ καὶ πατρός, ὅ τε θεὸς λόγος καὶ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁμοούσιον μὲν οὐχ, ὁμοίαν δὲ τὴν ἐκ τοῦ
5πατρὸς ἔχοντες πρόοδον. δύο δὲ καὶ τῆς ψυχῆς ἡμῶν αἱ δυνάμεις ὅ τε λόγος καὶ ἡ ζωή, καθ’ ἣν αὐτή τε ἡ ψυχὴ ζῇ καὶ τὸ σῶμα ζῳοποιεῖ‘. τῆς δὲ διαφόρου ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἀμφοῖν προόδου, ἐξ ὧν ὁ μὲν υἱός, τὸ δὲ πνεῦμα προσαγορεύεται, τὸν Ἀδὰμ καὶ
10τὴν Εὔαν ἐκ θεοῦ γεγονότας διαφόρῳ τρόπῳ ὑπό‐ δειγμα λαμβάνει. Ἀλλ’ ἡ μὲν ζωτικὴ δύναμις, ἐροῦμεν, καθ’ ἣν ζωοῦται τὰ σώματα, οὐκ ἐπὶ μόνων ἐστὶ τῶν λογικῶν ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων καὶ ἐπὶ τῶν φυτῶν,
15ἐξ ἧς καὶ τὰ τούτων ζῳοποιεῖται σώματα. κοινὸν οὖν πάλιν καὶ οὐκ ἀνθρώπων μόνων τοῦτό ἐστιν ἴδιον, μόνου δὲ ἀνθρώπου σὺ προλαβὼν ἔφης ἴδιον εἶναι δεῖν, καθ’ ὃ γέγονε κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. εἰ δὲ καταδράμοις ἐπὶ τὸ λογικόν, ὑπομνήσθητι τῶν
20σῶν, καὶ ὡς ἐμέμψω τοῖς κατὰ τοῦτο τὸν ἄνθρωπον εἰρηκόσι κατ’ εἰκόνα γεγονέναι θεοῦ· ‘λογικοὶ γάρ‘, ἔφης, ‘καὶ οἱ ἄγγελοι καὶ οὐκ ἄνθρωποι μόνοι‘. Τὸ δὲ τῆς γενέσεως διάφορον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐκ ἔστι τοῦ κατ’ εἰκόνα ὑπόδειγμα· τοῦτο μὲν
25γὰρ ἐπὶ πάντων ἐστὶν ἀνθρώπων, ὁ δὲ διάφορος τῆς γενέσεως τρόπος ἐπὶ μόνων Ἀδὰμ καὶ Εὔας, οὐδενὸς δὲ τῶν ἐξ ἐκείνων μέχρι καὶ νῦν· πᾶς δὲ ἄνθρωπος κατ’ εἰκόνα θεοῦ γέγονε· τοῦτο δὲ ὅμοιον, ὡς εἰ καὶ
πολλοὺς γενέσεως τρόπους τῶν νῦν ζῴων κατηριθμεῖτό265
Opif
.

266

τις, ὅτι τὰ μὲν ζῳοτοκεῖ, τὰ δὲ ᾠοτοκεῖ, τὸ δὲ σκωλη‐ κοτοκεῖ, τὰ δὲ αὐτομάτως ἐξ ἰλύος ἢ σήψεώς τινων γίνεται σωμάτων, ἅπερ οὐ καιρὸς ἀριθμεῖν τε καὶ φυσιολογεῖν. εἰ δὲ πρὸς τὴν διάφορον ἐκ τοῦ θεοῦ
5καὶ πατρὸς πρόοδον τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἴρηται, οὐδὲν ἔχει τοῦτο πρὸς τὸ νῦν ζητούμενον, Γρηγορίῳ λεχθὲν εὐκαίρως. Οὐδὲν ἄρα καινὸν ἐξεῦρεν Θεόδωρος οὐδὲ ἀληθές, διὸ κατ’ εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον εἶπε
10Μωϋσῆς, εἰ μή, ὅσα τοῖς πρὸ αὐτοῦ εἰρημένα καλῶς σκώψας πρότερον ὡς ἴδια νῦν λέγειν ἔδοξε. μάτην οὖν ἀνακεφαλαιοῦσθαι τὰ οἰκεῖα μέλλων ὡς ἐπὶ και‐ νοῖς εὑρήμασιν ἀλαζονεύεται ἀνακεφαλαιοῦσθαι λέγων αὐτὰ διὰ τὸ μὴ διαφυγεῖν τῶν ἐντυγχανόντων τὴν
15αἴσθησιν, διὰ τὴν τῶν ἐννοιῶν καινότητα ὑφορώμενος οὐ σφόδρα συνᾳδουσῶν, φησί, τοῖς παρὰ τῶν πλείστων κατὰ τοῦτο ῥηθεῖσι τῆς γραφῆς τὸ μέρος. ἠλέγχθη δὲ φανερῶς μηδέ, ἐν οἷς ἐκαινοτόμησεν, ἀληθές τι λέγων ἢ μόνων ἀνθρώπων ἴδιον ἢ τῇ θείᾳ γραφῇ καὶ
20τοῖς πράγμασι σύμφωνον, καὶ ἐν οἷς τι γέγραφεν ἀληθές, τὰ τῶν πρὸ αὐτοῦ σφετερισάμενος. Τῆς τοιαύτης τοίνυν μόλις ἀπαλλαγέντες ὀχλήσεως, ἣν διὰ τοὺς ἐξ ἀγνοίας ἀπατωμένους εἰς αὐτὸν ἠνάγ‐ κασμαι διεξελθεῖν, ἐπὶ τὰ λοιπὰ τῆς κοσμογονίας τοῦ
25μεγάλου Μωϋσέως μέτειμι. ‘Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ
ἐποίησεν αὐτούς.‘266
Opif
.

267

ΑΚΥΛΑΣ ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούσ‘. ΘΕΟΔΟΤΙΩΝ
5 ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘. ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι
10διαφόρῳ, ὄρθιον ὁ θεὸς ἔκτισεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούσ‘. Διὰ τί μὲν οὖν ἐκ τοῦ πληθυντικοῦ τοῦ ‘ποιήσωμεν ἄνθρωπον‘ ἐπὶ τὸ ἑνικὸν μετῆλθε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘; ὅτι διὰ τὸ μοναδικὸν
15τῆς θεότητος, ἐν τοῖς προλαβοῦσιν εἴπομεν· ‘κύριοσ‘ γάρ ‘ὁ θεός σου κύριος εἷς ἐστιν‘· τρίτον γὰρ εἰπών· ‘κύριοσ‘ καί ‘θεόσ‘ καί ‘κύριοσ‘ ἐπήγαγεν· ‘εἷς ἐστι‘. καὶ ὁ τῶν χερουβὶμ ὁμοίως ὕμνος τρίτον εἰπὼν τό ‘ἅγιοσ‘ ἑνικῶς ἐπήγαγε· ‘κύριος Σαβαώθ‘. καὶ πᾶσα
20ἡ νέα διαθήκη τὸν πατέρα θεὸν λέγουσα καὶ τὸν υἱὸν ὁμοίως θεὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν πληθυντικὸν ἀριθμὸν ἔφυγε, πανταχοῦ τῷ ἑνικῷ χρησαμένη. ‘σὺ πιστεύεις, ὅτι εἷς ὁ θεός ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσι‘. καὶ ὁ κύριος.
25‘οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεόσ‘· καίτοι περὶ ἑαυτοῦ εἰπών· ‘εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ
ἀγαθός εἰμι‘; καί ‘τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει267
Opif
.

268

με ἐν γῇ εὐθείᾳ‘, ὥς τε νῦν πρὸς τὸν ὡς ἄνθρωπον εἰπόντα· ‘διδάσκαλε ἀγαθέ‘ ‘τί με λέγεισ‘ φησίν ‘ἀγα‐ θόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεόσ‘ ἁπλῶς περὶ τῆς θείας εἰπὼν φύσεως, διὸ τό ‘εἷσ‘ εἶπεν. καὶ παντα‐
5χοῦ ὁμοίως.
6tιηʹ. Ὅτι τὸ αὐτὸ δηλοῖ τό ‘ἐποίησε‘ καὶ τό
7t‘ἔκτισε‘ καὶ διὰ τί οὐδετέρως εἶπεν· ‘ἄρσεν
8tκαὶ θῆλυ‘. καὶ τί διαφέρει τό ‘ἐν εἰκόνι θεοῦ‘
9tκαί ‘ἐν εἰκόνι αὐτοῦ‘ δὶς εἰρημένον.
10 Οὐχ ὡς ὑπώπτευσαν δέ τινες, ἕτερόν τι σημαίνει τό ‘ἐποίησεν‘ καὶ ἕτερον τό ‘ἔκτισεν‘· οἵ τε γὰρ ἑβδομήκοντα μόνως εἰρήκασι τό ‘ἐποίησεν‘ ἐν τού‐ τοις, καὶ Θεοδοτίων εἰπών· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον‘ ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· καίτοι
15Σύμμαχος ‘ἄρσεν‘ φησί ‘καὶ θῆλυ ἔκτισεν αὐτούσ‘. ταὐτὸν ἄρα δηλοῖ τό ‘ἐποίησεν‘ καὶ τό ‘ἔκτισεν‘. τοιοῦτόν ἐστι καὶ τό ‘ποιῶν εἰρήνην καὶ κτίζων κακά‘. πάλιν ἑνικῶς τό ‘ἄνθρωπον‘ εἰπὼν αὐτὴν τῶν ἀνθρώ‐ πων τὴν φύσιν εἰς τὰ διάφορα γένη διεῖλεν ‘ἄρσεν
20καὶ θῆλυ ἐποίησεν αὐτούσ‘ ὅπερ Ἀκύλας συνῃρημένως ἔφη· ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον‘ διόπερ οὐδὲ προσέθηκε τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· εἶπον γὰρ καὶ ἐν τοῖς πρώτοις, ὅτι συνδυασμόν τινα ἐσθ’ ὅτε ἡ σὺν πρόθεσις δηλοῖ, συστρατιώτης συστρά‐
25τηγος σύνδουλος. οὐδετέρως δὲ ἄρσεν εἴρηκε καὶ θῆλυ, οὐκ ἄρσενα καὶ θήλειαν, ἵνα μὴ ἐπὶ μόνου τοῦ Ἀδὰμ καὶ τῆς Εὔας νοῆται, ἀλλὰ τὰ δύο ταῦτα γένη τὰ ἐξ
ἐκείνων ἐσόμενα.268
Opif
.

269

Ὁ δὲ Σύμμαχος ‘ἐν εἰκόνι διαφόρῳ‘ φησί, τῷ δια‐ φόρῳ ἤτοι τῷ ἐξαιρέτῳ καὶ κρείττονι παρὰ τὰ λοιπά, ἢ τῷ παρὰ τὰ λοιπὰ πάντα διενηνοχότι καὶ ἐξηλλα‐ γμένῳ, ὅπερ ἐπεξηγούμενος ἐπήγαγεν· ‘ὄρθιον ὁ θεὸς
5ἔκτισεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούσ‘· τὰ γὰρ λοιπὰ πάντα κάτω νένευκε καὶ κέκλιται ἐπὶ γῆν. καὶ μηδεὶς ἐντεῦθεν τὸ κατ’ εἰκόνα θεοῦ τὸ σωματικὸν σχῆμα νοείτω· ἅπαξ γὰρ τῶν ἑβδομήκοντα τό ‘κατ’ εἰκόνα‘ εἰπόντων ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν
10ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘, Ἀκύλας καὶ Θεοδοτίων τό ‘κατ’ εἰκόνα‘ δεύτερον ἐπανειλήφασιν, Ἀκύλας μέν ‘ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν‘, Θεο‐ δοτίων δέ· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι
15αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν‘. ἄλλο οὖν ἐστὶ τό ‘ἐν εἰκόνι αὐτοῦ‘, ὃ τοῖς ἑβδομήκοντα παραλέλειπται, καὶ ἄλλο τό ‘ἐν εἰκόνι θεοῦ‘, τὸ μὲν ἐπὶ τῆς σωματικῆς μορφῆς, τὸ ἐν εἰκόνι αὐτοῦ, τουτέστιν αὐτοῦ μόνου ἰδίᾳ, καὶ οὐχ ἑτέρου τινὸς ζῴου κοινῇ, —τὸ γάρ
20‘αὐτοῦ‘ καὶ ἀντὶ μόνου παρείληφεν ἡ τῶν Ἑλλήνων χρῆσις—τὸ δὲ ἐπὶ τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ὁ Σύμμαχος σαφῶς ἐδή‐ λωσεν· ἀντὶ γὰρ τοῦ ‘ἐν εἰκόνι αὐτοῦ‘ ‘ἐν εἰκόνι διαφόρῳ‘ φησὶν τοῦ ‘διαφόρῳ‘ τὴν εἰρημένην ἡμῖν
25μικρῷ πρότερον ἔννοιαν ἔχοντος. παραλέλειπται οὖν τῷ μὲν Συμμάχῳ τό ‘ἐν εἰκόνι θεοῦ‘, τοῖς δὲ ἑβδομή‐ κοντα τό ‘ἐν εἰκόνι αὐτοῦ‘.
‘Καὶ ἐποίησεν 〈ὁ〉 θεὸς τὸν ἄνθρωπον· κατ’269
Opif
.

270

εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούσ‘.
3tιθʹ. Ὅτι κοινῶς ἐπὶ ἄρρενος καὶ θήλεος τὸ
4tκατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ὡς ἐπὶ μόνου
5tτοῦ λόγου καὶ οὐ κατὰ τὴν σωματικὴν εἴρηται
6tμορφήν.
7 Ἑνικῶς εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω‐ πον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ πληθυντικῶς κατὰ διαίρεσιν ἐπήγαγεν· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν
10αὐτούσ‘ δεικνύς, ὅτι τὸ μὲν κατ’ εἰκόνα καὶ καθ’ ὁμοίω‐ σιν κοινὸν ἐπ’ ἀμφοῖν τοῦ ἄρρενος καὶ τοῦ θήλεος ὡς ἐπὶ μιᾶς εἴρηται οὐσίας· καὶ γὰρ εἷς ὁ ὅρος ἐφ’ ἑκα‐ τέρου γένους, τὸ ζῷον λογικὸν θνητόν. κοιναὶ δὲ καὶ αἱ ἀρεταὶ ἀνδρῶν καὶ γυναικῶν καὶ ἡ πρὸς θεὸν ἐξο‐
15μοίωσις. τὰ δὲ τοῦ σωματικοῦ σχήματος εἰς ἄρρεν καὶ θῆλυ διῄρηται, ὁπότε τὰ παιδουργὰ μόρια ἀμφοῖν τὰ αὐτὰ εἶναί φασιν ἰατρῶν παῖδες ἀντεστραμμένως, τήν τε ὑστέραν φημὶ καὶ τὸν ὀχεόν. κἀντεῦθεν οὖν δῆλον, ὅτι μὴ κατὰ τὴν σωματικὴν μορφὴν τό ‘κατ’ εἰκόνα‘
20εἴρηται ‘καὶ καθ’ ὁμοίωσιν‘ ἀλλὰ κατὰ τὴν τοῦ λογι‐ κοῦ φύσιν καὶ τὰς τούτου δυνάμεις, δι’ ὧν ὡς εἶπον κατ’ ἀρετὴν ἐξομοιοῦται θεῷ καὶ τῶν ἄλλων ἄρχει ζῴων ὁ ἄνθρωπος. ‘οὐκ ἔστι γὰρ ἐν Χριστῷ‘ κατὰ τὸν ἀπόστολον ‘ἄρσεν καὶ θῆλυ‘· ‘ἐν γὰρ τῇ ἀναστάσει‘,
25φησὶν ὁ κύριος, ‘οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι θεοῦ ἐν οὐρανῷ εἰσι‘. καί ‘καταντῶσιν οἱ
πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον τῆς πνευματικῆς270
Opif
.

271

ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ‘ ὅμοιοι αὐτῷ γιγνόμενοι. Προφανέστατα τοίνυν ἐδείχθη, ὅτι κατὰ μόνην τὴν λογικὴν ἡμῶν οὐσίαν ἅπαντες ἄνθρωποι κατ’ εἰκόνα
5θεοῦ καὶ καθ’ ὁμοίωσιν αὐτοῦ γεγόναμεν· καὶ γὰρ τὸ ἄρχειν τῶν ζῴων κατὰ μόνην τὴν τοῦ λόγου δύναμιν ὑπάρχον ἡμῖν ἐδείξαμεν.
8tκʹ. Διὰ τί ἐπὶ μόνων ἀνθρώπων εἴρηται τό
9t‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· καὶ διὰ τί
10tἐπὶ τούτων καὶ μόνων ἐκ τοῦ ἄρρενος καὶ τῆς
11tπλεύρας αὐτοῦ τὸ θῆλυ γίνεται.
12 Καὶ τοῦτο δὲ ἐν τοῖς προκειμένοις ζητεῖται, τίνος ἕνεκεν ἐπ’ οὐδενὸς τῶν ἄλλων ζῴων, ἀλλ’ ἐπὶ μόνων τῶν ἀνθρώπων εἴρηται τό ‘ἄρσεν καὶ θῆλυ
15ἐποίησεν αὐτούσ‘; φημὶ τοίνυν πρῶτον μέν, ὡς οὐδὲ πάντα τὰ ζῷα τὴν εἰς τὸ ἄρρεν ἔχει καὶ θῆλυ διαί‐ ρεσιν καὶ ἐκτὸς τῶν αὐτόματον ἢ ἐκ σήψεως ἐχόντων τὴν γένεσιν· ἀλλ’ οὐδὲ αἱ μέλισσαι συνουσιάζουσαι ὤφθησαν καὶ ἕτερα πλεῖστα, καὶ μάλιστα τῶν ἐνύ‐
20δρων· ἔπειτα οὐδὲν τῶν ἄλλων ζῴων κοινωνικὸν ἔχει τὸν βίον πρὸς τὸ ὁμόφυλον· εἰ γὰρ κατὰ ἀγέλας τινὰ κινοῦνται τούτων, ἀλλὰ μέχρι τούτου ἡ κοινωνία καὶ μόνον· τὸ δὲ λοιπὸν ἓν ἕκαστον ἑαυτῷ τὸ χρήσιμον ἐξευρίσκει τῶν ἄλλων οὐ προνοούμενον, οὐδὲ σύνοικον
25ἄγεται θήλειαν πλὴν ὥς φασιν ὀλίγων κομιδῇ. οἱ δὲ ἄνθρωποι μόνοι κοινωνικὸν ἔχουσι τὸν βίον ὁμωρό‐ φιόν τε καὶ συνέστιον καὶ τὸ θῆλυ σύνοικον ἄγονται·
καὶ μία σύστασις ἀμφοῖν τοῦ βίου.271
Opif
.

272

Διὰ τοῦτο τοίνυν φυσικὴν αὐτοῖς τὴν σχέσιν ταύ‐ την ἐνθεῖναι βουλόμενος ὁ θεὸς ἀρχὴν αὐτοῖς μίαν τοῦ βίου δίδωσι, τὸν πρῶτον ἄνθρωπον· καὶ οὐχ ὡς ἐπὶ τῶν ἄλλων ἑκάτερον γένος τὴν ἀρχὴν τὴν καθ’
5αὑτὸ γέγονεν, οὕτω καὶ ὁ ἄνθρωπος, —οὐ γὰρ ἂν εἰς στοργὴν αὐτοὺς τοσαύτην ἡ φύσις ἦγεν—ἀλλ’ ὡς ἀρχικὸν καὶ δραστήριον πρῶτον ποιήσας τὸ ἄρρεν, ἐκ μιᾶς τῶν πλευρῶν αὐτοῦ τὸ θῆλυ διέπλασεν, τῷ παθητικῷ μᾶλλον καὶ ὑπηκόῳ τῆς ἑαυτοῦ κοσμούμενον
10ἀρχῆς. ἐκ πλευρᾶς δὲ τοῦ ἄρρενος τὸ θῆλυ γέγονεν, ὡς ἂν εἴη τῷ ἄρρενι σύγκοιτον τῶν ἑκατέρου πλευ‐ ρῶν ὡς συγγενῶν ἐναρμοζομένων ἀλλήλαις· ὅθεν ἔρως τις αὐτοῖς ἐνέσπαρται φυσικὸς εἰς ὁλκήν τινα βίαιον τὰ συγγενῆ συνάπτων. ἐκ δὲ τῆς τούτων μίξεως ἡ
15γένεσις τῶν ἄλλων προελήλυθεν· διὸ συμπολιτεύονται καὶ συμβιοτεύουσι μόνοι τῶν ἄλλων οἱ ἄνθρωποι καὶ συντιμωροῦσιν ἀλλήλοις κατὰ γένη καὶ πόλεις καὶ ἔθνη καὶ συγγενείας καὶ οἴκους. Εὐλογώτατα οὖν τούτοις καὶ μόνοις μίαν δεδωκὼς
20τοῦ εἶναι τὴν ἀρχὴν ταύτην εἰς τὸ ἄρρεν διεῖλε καὶ τὸ θῆλυ· διὸ τὴν μίαν καὶ κοινὴν γένεσιν εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ εὐθὺς διεῖλεν εἰς τὰ δύο γένη· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· ἐπὶ δὲ τῶν ἄλλων τούτου
25μὴ γενομένου οὐδὲ τὰ τῆς διαιρέσεως εἶχε χώραν, ἰδίαν
ἑκατέρου λαβόντος γένεσιν.272
Opif
.

273

(1t)

καʹ. Ὅτι Πλάτων ἀπὸ Μωϋσέως λαβὼν τὸ κατ’
2tεἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον ἐπὶ
3tπάντα τὰ ἐν τῷ κόσμῳ τοῦτο μετήγαγε.
4Μωϋσέως δὲ ἐπ’ ἀνθρώπου κυριώτατα εἰπόντος
5κατ’ εἰκόνα γεγονέναι θεοῦ καὶ καθ’ ὁμοίωσιν Πλάτων ἐπὶ τὰ ἐν τῷ κόσμῳ πάντα τοῦτο μετήγαγεν οὕτως εἰπών· ‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐπιγίγνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια
10ἑαυτῷ‘· ταῦτα μὲν περὶ τούτων. Ἐπειδὴ δὲ ἐν τῇ ἐπαναλήψει τῆς τοῦ κόσμου γενέσεως καὶ τὴν τοῦ ἀνθρώπου γένεσιν ἐπανείληφε, δίκαιον οἶμαι μικρὸν ὑπερβιβάσαντας τὸ προκεί‐ μενον ἐνταυθοῖ ταύτην διελθεῖν καὶ φυσιολογῆσαι
15συντόμως οὕτως ἔχουσαν· ‘Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘.
20ΑΚΥΛΑΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς σὺν τὸν ἄνθρω‐ πον χοῦν ἀπὸ τῆς χθονὸς καὶ ἐνεφύσησεν ἐν μυκτῆρσιν αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘.
25ΘΕΟΔΟΤΙΩΝ καὶ ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς τὸν Ἀδὰμ χοῦν
ἀπὸ τῆς γῆς ἄδαμα, καὶ ἔπνευσεν εἰς τοὺς273
Opif
.

274

μυκτῆρας αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ Ἀδὰμ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘.
3tκβʹ. Ὅτι ἐξ ἑκατέρου μέρους τὸν ὅλον ἄνθρω‐
4tπον ἡ γραφὴ σημαίνει ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς,
5tποτὲ δὲ ἀπὸ τοῦ σώματος· τοιοῦτόν ἐστι καὶ
6tτό· ‘ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ
7tτῆς γῆσ‘.
8 Ἐκ ψυχῆς καὶ σώματος τοῦ ἀνθρώπου συνεστῶτος οἶδεν ἡ γραφὴ καὶ ἀφ’ ἑκατέρου τούτων τὸ ὅλον
10καλεῖν. ὁ Ἰώβ· ‘μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεισ‘. καὶ πρὸς τὸν Ἀδὰμ δὲ ὁ θεός· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘. ‘πρὸς σὲ πᾶσα σὰρξ ἥξει‘, τουτέστιν πᾶς ἄνθρωπος πρὸς τὸν θεὸν δι’ ἐπιγνώσεως αὐτοῦ. ‘πᾶσαι αἱ ψυχαὶ οἴκου Ἰακὼβ
15αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε‘, τουτέστιν ἑβδομήκοντα πέντε ἄνθρωποι. ‘ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ καὶ ἀποθανεῖται‘ ἀντὶ τοῦ ‘ἄν‐ θρωποσ‘, εἰ μὴ τὸν ψυχικὸν λέγοι θάνατον. καὶ ἐκ τοῦ ἑτέρου μέρους τὸ ἕτερον· ‘μὴ μεριμνήσητε τῇ
20ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι, τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς;‘ ἀλλ’ ἡ μεριμνῶσα ψυχή, τουτέστιν ἡ λογική, οὐ τρέφεται, ἀλλὰ τὸ σῶμα· καὶ ἔδειξεν εἰπών· ‘τίς γὰρ μεριμνῶν δύναται προσ‐ θεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα‘; ἡ δὲ ἡλικία
25ἐστὶ τοῦ σώματος· καὶ τοὐναντίον· ‘ὃς ἐὰν θέλῃ τὴν274
Opif
.

275

ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· 〈ὃς δ’ ἂν ἀπο‐ λέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν’〉 τουτέστιν ὃς ἂν παραδῷ τὸ ἑαυτοῦ σῶμα διὰ Χριστὸν εἰς μαρτύριον καὶ φθοράν· ‘μὴ φοβηθῆτε‘ γάρ φησιν
5‘ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι‘, ὥστε ἡ διὰ τοῦ μαρτυρίου ἀπώλεια οὐ τῆς ψυχῆς ἐστιν, ἀλλὰ μόνου τοῦ σώματος· τοὐναντίον γὰρ ἐκείνη καὶ σῴζεται. ‘τί γὰρ ὠφελεῖται‘ φησίν ‘ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδάνῃ, τὴν
10δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀν‐ τάλλαγμα τῆς ψυχῆς αὐτοῦ;‘ πῶς οὖν εὑρήσει αὐτήν, ἣν ἀπώλεσε, τουτέστι τὸ φθαρὲν σῶμα; ἢ δηλονότι διὰ τῆς ἀναστάσεως ἢ καὶ ἄλλως νοητέον· ἀπολέσει μὲν τὸ σῶμα, ὅπερ ψυχὴν εἶπεν, εὑρήσει δὲ τὴν ὄντως
15ψυχήν· ἀλλ’ ἵνα τὸ μέγιστον τῆς τοῦ μαρτυρίου δείξῃ δυνάμεως καὶ τῶν ἐπιδιδόντων ἑαυτοὺς εἰς τοῦτο τὴν μεγαλοφροσύνην ἐνδείξηται, αὐτὴν εἰς ἀπώλειαν διδό‐ ναι φησὶ διὰ τὸν Χριστὸν τὴν ἑαυτῶν ψυχὴν καὶ τοῦ εἶναι καταφρονεῖν. ἔμπαλιν δὲ τό ‘ἐτάζων καρδίας
20καὶ νεφροὺς ὁ θεόσ‘ τὰ ἀπόρρητα δηλονότι τῆς ψυχῆς καὶ κεκρυμμένα φησὶν ὑπὸ θεοῦ ἐξετάζεσθαι. τοιοῦτόν ἐστι καὶ τό· ‘καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεόσ‘ καί ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ‘ ἀντὶ τοῦ ‘τῇ ψυχῇ‘. ἀλλὰ καὶ τῷ τοῦ ὅλου ὀνόματι πολλάκις
25ὁμωνύμως ἑκάτερον τῶν μερῶν προσαγορεύεται· ἢ οὐ275
Opif
.

276

τοῦτο δηλοῖ τῷ Παύλῳ ‘ὁ ἔσω ἄνθρωποσ‘ καί ‘ὁ ἔξω ἄνθρωποσ‘; τούτων δεδειγμένων καὶ νῦν τό· ‘ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆσ‘ τὸν ἔξω κατὰ Παῦλον σημαίνει ἄνθρωπον, τουτέστιν τὸ σῶμα·
5τοῦτο γάρ ἐστι τὸ ἀπὸ τῆς γῆς πλαττόμενον. ἐν δὲ τοῖς προλαβοῦσιν εἴπομεν, ὅτι ἐκ τοῦ πλεονάζοντος ἐν τῷ σώματι ἡμῶν τῆς γῆς παρὰ τὰ λοιπὰ στοιχεῖα χοῦς καὶ γῆ καὶ πηλὸς καλεῖται τὸ σῶμα. διὰ τί δέ ‘χοῦν ἀπὸ τῆς γῆσ‘ εἶπεν καὶ μὴ ἁπλῶς ‘γῆν‘; τὸ μαλακώτερον
10αὐτῆς δηλονότι καὶ εὐδιάπλαστον· ἔστι γάρ τι τῶν μερῶν αὐτῆς καὶ λιθῶδες οὐκ ἐπιτήδειον εἰς τὴν τοῦ σώματος ἡμῶν γένεσιν. μόνον οὖν τὸ σῶμα ἐκ γῆς, οὐχ ἡ ψυχὴ διεπλάσθη.
14tκγʹ. Ὅτι ἡ μὲν τῶν ἀλόγων ζῴων ψυχὴ συν‐
15tυφίσταται τοῖς σώμασι καὶ ἀχώριστος αὐτῶν
16tὑπάρχει· ἡ δὲ τῶν ἀνθρώπων χωριστὴ σωμά‐
17tτων καὶ ἔξωθεν αὐτοῖς εἰσκρίνεται διαπεπλα‐
18tσμένοις.
19Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων ‘ἐξαγαγέτω τὰ
20ὕδατα‘ φησίν ‘ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ὡς ἐκ μιᾶς ἀρχῆς τοῦ ὅλου γινομένου· συναπόλλυνται γὰρ τοῖς σώμασιν αἱ τούτων ψυχαὶ τῇ ἁρμονίᾳ τῶν σωμάτων συνυφιστάμεναι. ἡ δὲ τῶν ἀνθρώπων ψυχὴ ἐξ ἑτέρας γέγονεν ἀρχῆς· χωριστὴν
25γὰρ σωμάτων ἔχουσα τὴν οὐσίαν ἔξωθεν αὐτοῖς
εἰσκρίνεται μετὰ τὴν διάπλασιν· ‘ἐνεφύσησεν‘ γάρ276
Opif
.

277

φησιν ‘ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘. εἰ οὖν ἔξωθεν τῷ σώματι διαπεπλασμένῳ εὐθὺς εἰσκρίνεται, χωριστὴν αὐτοῦ δηλονότι τὴν οὐσίαν ἔχει· καὶ διὰ
5τοῦτο φθειρομένου πάλιν χωρίζεται καὶ οὐ συνδια‐ λύεται αὐτῷ λυομένῳ. ὁ δὲ τρόπος τῆς γενέσεως αὐτῆς σαφῶς ἡμῖν τὴν οὐσίαν αὐτῆς ὑπῃνίξατο. Τὸ μὲν οὖν χωριστὸν διὰ τῶν εἰρημένων δῆλον, τὸ δὲ λογικὸν καὶ νοερὸν αὐτῆς καὶ ἀόρατον καὶ
10ἐγγίζον ταῖς ἀσωμάτοις οὐσίαις καὶ θεῷ διὰ τοῦ ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆσ‘· τὸ γὰρ μόριον, δι’ οὗ ἐνεφύσησεν, ὡς ὁ λόγος διεσχημάτισεν, ὄργανόν ἐστι τοῦ λόγου· τὸ δέ ‘πνεῦμα‘ ἐπὶ τοῦ ἀσωμάτου καὶ ὁ κύριος ἔλαβεν· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦν‐
15τας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘ τὸν ἀόρατον θεὸν καὶ ἀσώματον οὕτως ὀνομάσας· ὁμωνύμως δὲ καὶ τὴν ἡμετέραν εἶπε ψυχήν· τῷ ὁμοίῳ γάρ φησι προσκυνητέον τὸ ὅμοιον. καλῶς δὲ τῷ ‘πνοήν‘ προσέθηκε τό ‘ζωῆσ‘, διὰ τὴν ὁμωνυμίαν τοῦ
20ἀερίου πνεύματος, ὅπερ ἐστὶν ἄζων. Ἐντεῦθεν καὶ τὸ παρὰ τοῖς φυσικοῖς ὁμολογού‐ μενον διδασκόμεθα, ὅτι μήπω ζῷόν ἐστι πρὶν δια‐ πλασθῆναι τὸ κατὰ γαστρός· ἅμα δὲ τῇ διαπλάσει ψυχοῦται ζῷον γενόμενον· πρὸ τούτου δὲ φυτοῦ ζωὴν
25ἔχει· ‘οὔτε γὰρ τὰ ὄργανα‘ φησὶν Ἀριστοτέλης ‘χωρὶς τῆς ψυχῆς, οὔτε ψυχὴ τῶν ὀργάνων χωρίσ‘. δεδείχα‐
μεν δὲ καὶ ἡμεῖς ἐν ἄλλοις, ὡς ἐπειδὰν τὴν277
Opif
.

278

αἰσθητικὴν ζωὴν καὶ κινητικὴν τὰ τῶν ἀνθρώπων ἔμβρυα δέξηται, συνεισκρίνεται πάντως αὐτοῖς καὶ ἡ λογικὴ ψυχή· κοινῶς γὰρ πᾶσαν ψυχὴν Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ
5δυνάμει ζωὴν ἔχοντος, τουτέστιν εἶδος καὶ τελειότητα καὶ συνοχὴν τοῦ σώματος· τῆς δὲ ἐντελεχείας τὴν μὲν εἶναί φησιν ἀχώριστον, ὡς ἡ μουσικὴ ἐνέργεια τῶν αὐλῶν καὶ τῆς λύρας, οἵα ἐστὶ καὶ ἡ τῶν ἀλόγων ζῴων ψυχὴ τῇ ἁρμονίᾳ συνδιαλυομένη τοῦ σώματος·
10ἡ δὲ χωριστή, ὡς ὁ κυβερνήτης τῆς νεὼς καὶ ὁ ἡνίοχος τοῦ ἅρματος· εἰδοποιοῦσι γὰρ ὁ μὲν τὴν ναῦν, ὁ δὲ τὸ ἅρμα, ὡς καὶ ἡ τῶν ἀνθρώπων ψυχὴ τὸ λογικὸν ζῷον.
14tκδʹ. Ὅτι τό ‘ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ
15tπνοὴν ζωῆσ‘ οὐ τοῦ ἁγίου πνεύματος μετάδοσίς
16tἐστιν, ὡς Ὠριγένης φησίν, ἀλλὰ τῆς λογικῆς
17tτοῦ ἀνθρώπου ψυχῆς γένεσις.
18 Ὠριγένης δὲ τὴν κατὰ τὴν λέξιν τῆς γραφῆς ἱστο‐ ρίαν ἐν πολλοῖς στῆσαι μὴ δυνηθεὶς καὶ τοῦτο λέγων
20εἶναι ἀδύνατον ἀλληγορεῖ πάντα καὶ τὰ ἐν οἷς αὐτὸς τὸ ἀκόλουθον τῆς λέξεως ἔδωκεν. καὶ νῦν γοῦν τό ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆσ‘ τὸ ἅγιον αὐτῷ πνεῦμα δεδόσθαι φησὶ διὰ τοῦ ἐμφυσήματος, καὶ πίστιν τού‐ του τὸ ἐπὶ τοῦ δεσπότου Χριστοῦ γενόμενον παρα‐
25λαμβάνει· μετὰ γὰρ τὴν ἀνάστασιν ἐνεφύσησε τοῖς
μαθηταῖς αὐτοῦ λέγων· ‘λάβετε πνεῦμα ἅγιον‘· οὕτως278
Opif
.

279

οὖν καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐκεῖνος ἐξείληφεν. ἀλλ’ ἀντί‐ κειται αὐτῷ τὸ κατὰ συνέχειαν ἐπιφερόμενον· ‘ἐνε‐ φύσησε‘ γάρ ‘αὐτῷ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρω‐ πος εἰς ψυχὴν ζῶσαν‘, ὥστε ἡ διὰ τοῦ ἐμφυσήματος
5ἐν αὐτῷ γενομένη πνοὴ τῆς ζωῆς εἰς ψυχὴν ζῶσαν αὐτῷ γέγονεν· οὐ γὰρ ἡ τοῦ ἁγίου πνεύματος μετά‐ ληψις εἰς ψυχὴν ζῶσαν τῷ μετειληφότι γίνεται· ἀντι‐ διέστειλε γὰρ ὁ Παῦλος τὸν ψυχικὸν ἄνθρωπον τῷ πνευματικῷ, ψυχικὸν λέγων τὸν κατὰ μόνην τὴν ὁρμὴν
10τῆς ψυχῆς ζῶντα, πνευματικὸν δὲ τὸν κατὰ τοὺς νό‐ μους πολιτευόμενον τοῦ ἁγίου πνεύματος καὶ ὑπ’ ἐκεί‐ νου ἀγόμενον. ὅτι δὲ οὐ τοιοῦτος ἦν ὁ Ἀδάμ, ἡ ταχεῖα παράβασις τῆς ἐντολῆς ἔδειξε τοῦ θεοῦ. καὶ εἰ τὸ μὲν σῶμα ἔπλασεν ὁ θεὸς ἀπὸ γῆς—οὐ γὰρ δὴ
15καὶ τὴν λογικὴν ψυχὴν ἐκ γῆς ὑπέστησεν· ἤκουεν γὰρ ἂν καὶ αὐτή· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘· νυνὶ δέ ἐστιν ἄφθαρτος καὶ ἀσώματος καὶ νοητὴ καὶ χωριστὴ σωμάτων—ἡ δὲ διὰ τοῦ ἐμφυσήματος εἰσπνοὴ εἰ μὴ τὴν λογικὴν ψυχήν, ἀλλὰ τὸ πνεῦμα σημαίνοι τὸ ἅγιον,
20ποῦ λοιπὸν ἐν τούτοις εἴρηκε Μωϋσῆς ψυχὴν ἐνθεῖναι τὴν λογικὴν τῷ πλάσματι τοῦ ἀνθρώπου τὸν θεόν; καίτοι γε ἐπὶ τῶν ἀλόγων, ἐκ τοῦ κρείττονος τῶν ἐξ ὧν ὑπάρχουσιν αὐτὰ σημαίνων ‘ἐξαγαγέτω‘ φησί ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν
25ζῶσαν‘, τουτέστιν ἔμψυχα ζῷα· ἐπὶ δὲ τοῦ ἀνθρώπου, εἰ μὴ εἰς ψυχὴν ζῶσαν τὸ ἐμφύσημα γέγονε τῷ ἐκ γῆς διαπεπλασμένῳ, ἀλλὰ πνεύματος ἁγίου μετάδοσις
ἦν, ποῦ λοιπὸν τὴν γένεσιν τῆς ἡμετέρας ψυχῆς παρέ‐279
Opif
.

280

δωκε Μωϋσῆς; ἡ γὰρ διάπλασις μόνου ἐστὶ τοῦ ἐκ γῆς ὑπάρξαντος σώματος· πῶς δ’ ἂν ἔλεγεν ‘εἰς ψυχὴν ζῶσαν‘ οὐχὶ δὲ μᾶλλον ‘εἰς πνευματικὸν ἄνθρω‐ πον‘; καίτοι γε οὐδ’ ἄνθρωπος ἦν κυρίως ψυχὴν ἀν‐
5θρωπίνην μὴ ἔχων. Ἀναμφιλέκτως ἄρα τό ‘εἰς ψυχὴν ζῶσαν‘ τῷ ἀν‐ θρώπῳ γενέσθαι τὸ ἐμφύσημα τοῦ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ δι’ αὐτοῦ ἐψυχῶσθαι τῇ λογικῇ ψυχῇ τὸ διαπεπλασμένον· ὡς γὰρ ἤδη εἶπον καὶ ἐν τοῖς ζῴοις
10ἅπασι μετὰ τὴν διάπλασιν ἡ ψύχωσις γίνεται.
11tκεʹ. Ὅτι καὶ ἐκ τοῦ νόμου τοῦ περὶ ἐξαμβλώ‐
12tσεων δείκνυσι Μωϋσῆς, ὅτι μετὰ τὴν διοργά‐
13tνωσιν ψυχοῦται τὰ ἔμβρυα.
14Τοῦτο δὲ οὐ μόνον ἐν τούτοις Μωϋσῆς, ἀλλὰ καὶ
15ἐν τοῖς νόμοις ἡμᾶς ἐδίδαξεν· ‘ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναι‐ κός, καὶ δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον,
20δώσει ψυχὴν ἀντὶ ψυχῆσ‘. σαφῶς ἄρα διὰ τούτων ὁ προφήτης ἐδίδαξεν, ὅτι μετὰ τὴν διάπλασιν ἡ τῆς ψυχῆς εἴσκρισις γίνεται. ὃ δέ τινες εἰς ἀποφυγὴν τοῦ νόμου λέγουσι, λίαν εὐφώρατον· ‘πρὸ τοῦ ἐξεικονι‐ σθῆναι‘ φασίν ‘οὐκ ἀπῄτησε ψυχὴν ἀντὶ ψυχῆς, οὐχ
25ὡς μήπω τοῦ ἐμβρύου ψυχωθέντος, ἀλλὰ διὰ τὴν ἀδη‐ λίαν, μήποτε τὸ κατενεχθὲν ἢ θρόμβος τις αἵματος
ὑπάρχοι ἢ τὸ σαρκίον τὸ ἄγονον, ὃ καλοῦσιν ἰατροὶ280
Opif
.

281

μύλην‘· πρὸ γὰρ τῆς ἀπορίας ἔλυσε τοῦτο Μωϋσῆς εἰπών· ‘καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμέ‐ νον‘· οὔτε δὲ ἡ μύλη οὔτε ὁ θρόμβος παιδίον ἐστίν· εἰ οὖν παιδίον μὲν οἶδεν ὁ Μωϋσῆς τῆς γυναικὸς τὸ
5ἐξαμβλωθέν, ζημίαν δὲ κελεύει διδόναι τὸν αἴτιον, ὅσην ἂν ὁ τῆς γυναικὸς ἀνὴρ ἐπιβάλῃ καὶ ταύτην μετὰ δεήσεως καὶ ἱκετείας, οὐ μὴν ψυχὴν ἀντὶ ψυχῆς, εἰ δὲ εἴη ἐξεικονισμένον, ὡς φόνου αἴτιον ψυχὴν ἀντὶ ψυχῆς διδόναι προσέταξε, τότε ἄρα τὸ ἔμβρυον ψυχοῦ‐
10σθαι βούλεται, ὅτε διαπλασθείη. καὶ τοῦτο συμπε‐ φώνηκε τῷ μετὰ τὴν ἐκ γῆς διάπλασιν ἐμφυσῆσαι αὐτῷ τὸν θεὸν πνοὴν ζωῆς ‘εἰς ψυχὴν ζῶσαν‘. ἐκ τού‐ του δὲ Μωϋσῆς τὸν νόμον ἐκτείνων οὐ μόνον τὸν αἴτιον τῆς ἐξαμβλώσεως ψυχὴν ἀντὶ ψυχῆς διδόναι
15κελεύει, ἀλλὰ καί, εἰ μόριόν τινος τοῦ ἤδη ὄντος βλάψειέ τις, ἀντιπάσχειν τὸ αὐτό, ‘ὀφθαλμὸν ἀντὶ ὀφ‐ θαλμοῦ‘ φησί ‘καὶ ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδόσ‘ καὶ ἐπὶ πάντων ὁμοίως.
19tκϛʹ. Ὅτι αἱ ἄλλαι ἐκδόσεις ἐπὶ τὸ ἔμφυτον
20tθερμὸν ἀπονεύειν δοκοῦσιν.
21 Καὶ ἐκ τῶν ἄλλων δὲ ἐκδόσεων τὸ ἡμέτερον σα‐ φέστερον δείκνυται. Ἀκύλας μὲν γάρ· ‘καὶ ἐνεφύση‐ σεν εἰς τὸ πρόσωπον αὐτοῦ ἀναπνοήν‘. Θεοδοτίων δὲ καὶ Σύμμαχος ὁμοίως· ‘καὶ ἔπνευσεν εἰς τοὺς μυκτῆρας
25αὐτοῦ ἀναπνοὴν ζωῆσ‘. δοκοῦσι δέ μοι οὗτοι τὸ
ἔμφυτον θερμὸν σημαίνειν τὸ διὰ τῆς εἰσπνοῆς τε καὶ281
Opif
.

282

ἐκπνοῆς τοῦ ἀέρος ἀναζωπυρούμενον, ὃ μικρὸν ἐπι‐ σχεθὲν θάνατον ποιεῖ. τοσοῦτον ἀποδεῖ τὰ εἰρημένα τοῦ τὸ ἅγιον πνεῦμα δι’ αὐτῶν δηλοῦσθαι. Εἰ δὲ λέγοι τις τῆς ἀλόγου ψυχῆς ἐνέργειαν εἶναι
5τὴν ἀναπνοήν—πολλὰ γὰρ καὶ τῶν ἀλόγων ἀναπνεῖ— ἀλλὰ τὸ χωρὶς σώματος καθ’ αὑτὴν γεγονέναι διὰ τοῦ θείου ἐμφυσήματος τὴν ψυχὴν μέγα τεκμήριον τοῦ λογικὴν εἶναι καὶ χωριστὴν σωμάτων καὶ διὰ τοῦτο ἀθάνατον τὴν οὐσίαν αὐτῆς.
10 Ἀλλ’ ἐπειδὴ ταῦτα διὰ τὴν συνέχειαν τῶν περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως εἰρημένων ἐκ τῶν ὕστε‐ ρον ἐνταῦθα μεταβιβάσαντες ἐξητάσαμεν, ἐπὶ τὰ συνεχῆ τῶν προτέρων ἀφ’ ἑτέρας ἀρχῆς λόγου μετέλθωμεν.
14tλόγος ἕβδομος.
15 ‘Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξά‐ νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης
20τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόν‐ των ἐπὶ τῆς γῆσ‘. ΑΚΥΛΑΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν
αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ282
Opif
.

283

πληρώσατε σὺν τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ ἐπικρατεῖτε ἐν ἰχθύι τῆς θαλάσσης καὶ ἐν πετηνῷ τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ τῷ κινουμένῳ ἐπὶ τῆς γῆς.‘
5ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσης καὶ ἐν
10τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ ἕρποντι ἐπὶ τῆς γῆς.‘ ΣΥΜΜΑΧΟΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεός· εἶπεν δὲ αὐ‐ τοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ
15πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς θαλάσσης καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τὰ ζῷα τὰ ἕρποντα ἐπὶ τῆς γῆσ‘.
19tαʹ. Ὅτι ἐκ παραλλήλου τό ‘αὐξάνεσθε‘ καί
20t‘πληθύνεσθε‘ εἴρηται.
21 Αὕτη ἡ φωνή, μᾶλλον δὲ τὸ θεῖον βούλημα, τὴν ἐξ ἀλλήλων διαδοχὴν τῇ φυσικῇ γενέσει δίδωσιν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘. τινὲς τὸ μέν ‘αὐξάνεσθε‘ ἐπὶ τῆς κατὰ μέγεθος τῶν
25τικτομένων αὐξήσεως ἤκουσαν, μέχρις ἂν τὸ ὡρισμένον τῇ ἑκάστου φύσει φθάσωσι μέτρον, τὸ δέ ‘πληθύ‐
νεσθε‘ ἐπὶ τοῦ ἀριθμοῦ τῶν ἐσομένων, ὡς ἂν πλη‐283
Opif
.

284

ροῖεν τὴν γῆν, ἀντὶ τῶν φθειρομένων ἐπιγιγνομένων ἑτέρων ἀεί· ἐμοὶ δὲ ἐκ παραλλήλου κεῖσθαι δοκεῖ τούτων ἑκάτερον ἀντὶ τοῦ ‘πληθύνεσθε‘· τὰ γὰρ καθ’ ἕκαστον γένος ἀπ’ ἀρχῆς ὑπὸ θεοῦ πρῶτα γενόμενα
5μὴ διὰ μέσης τῆς φύσεως, ἀλλὰ μόνῳ τῷ θείῳ βουλή‐ ματι τέλεια παρῆκται καὶ οὐδὲν ἐλλείποντα μεγέθους, εἰς ὃ τελειούμενον ἕκαστον ἀφῖχθαι θεὸς ἐβούλετο.
8tβʹ. Ὅτι ἐκ τῆς εὐλογίας τοῦ ‘αὐξάνεσθε καὶ
9tπληθύνεσθε‘ καὶ ἑτέρων τοιούτων δῆλόν ἐστιν,
10tὅτι οὐ κατὰ ἀπόπτωσιν τοῦ ἀγαθοῦ ἐκ τῆς
11tἀσωμάτου ζωῆς εἰς σῶμα κατῆλθον αἱ ψυχαί.
12 Εἰ δὲ ἐν εὐλογίας κλήρῳ τό ‘αὐξάνεσθε καὶ πλη‐ θύνεσθε καὶ πληρώσατε τὴν γῆν‘ τοῖς τε ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπέταξεν ὁ θεὸς καὶ εἰς ἔργον
15ἐξέβη τὸ κέλευσμα, οὐκ ἄρα διὰ τὴν τοῦ ἀγαθοῦ ἔκ‐ πτωσιν, ὥς τισιν ἔδοξεν, ἐκ τῆς ἀσωμάτου ζωῆς ἐν‐ ταῦθα κατεληλύθασιν αἱ ψυχαί· ἀσύμφωνος γὰρ ἡ ὑπόθεσις τῇ παρούσῃ εὐλογίᾳ· εἰ γὰρ τοῦτο ἦν ἀλη‐ θές, οὐδὲν ἕτερόν ἐστι τὸ εἰπεῖν ‘αὐξάνεσθε καὶ πλη‐
20θύνεσθε καὶ πληρώσατε τὴν γῆν‘ ἢ ἀρᾶσθαι ταῖς ψυχαῖς εἰς κακίαν ἐκπεσεῖν ἐσχάτην, ὡς τὰς μὲν ἀν‐ θρωπίνοις σώμασι, τὰς δὲ θηρίων, τὰς δὲ ἐνύδρων, ἰχθύων τε καὶ κητῶν, ἐγκαταδῦναι δι’ ὑπερβάλλουσαν πονηρίαν, ἵνα τὸ θεῖον πληρωθῇ πρόσταγμα. καὶ πῶς
25οὐχὶ μᾶλλον τοὐναντίον ἦν δικαιότερον λέγειν ‘μει‐
οῦσθε καὶ ἐλαττοῦσθε καὶ κενώσατε τὴν γῆν καὶ τὰ284
Opif
.

285

ὕδατα τῆς κακίας ἀπαλλαγεῖσαι καὶ εἰς τὴν ἄχραντον ζωὴν μεθαρμόζεσθε, ἵνα καὶ ἡ κατὰ περίστασιν δι’ ὑμᾶς γενομένη τῶν σωμάτων ἀπόλοιτο φύσις καὶ τὸ πρώτιστον ἀγαθὸν πάσαις ταῖς ἀσωμάτοις οὐσίαις
5ἐμπολιτεύσηται‘; πῶς δὲ καὶ τοῖς πατριάρχαις τοῖς πίστει καὶ βίῳ θεὸν ἀρέσασι τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ γέρας ἀρετῆς παρέχων ὁ θεὸς αὐξήσειν ἐπηγγείλατο τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρα‐ νοῦ καὶ ὡς τὴν ψάμμον τῆς θαλάσσης καὶ πολλῶν
10ἐθνῶν πατέρα ποιήσειν τὸν Ἀβραὰμ καὶ τοὺς αὐτοῦ παῖδας; καὶ τοῦτο δὲ πάλιν εἰς ἔργον ἐξῆλθεν τὸ βούλημα τοσούτων κακυνθεισῶν ψυχῶν καὶ εἰς γῆν πεσουσῶν, ἵνα μισθὸν ἀρετῆς ἐκεῖνοι λάβωσι τῶν ἐκγόνων τὸ πλῆθος, ὅπερ εὐσεβεῖς ὄντες μὴ γεγονέναι
15ἂν πάντως ηὔξαντο. εἰ οὖν ἄτοπα ταῦτα, ἐν εὐλογίας δὲ μέρει τῶν τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων ἁπάντων ἡ αὔξησις γέγονε καὶ πεπλήρωται ζῴων, ἐν οἷς διαιτῶνται, τῶν στοιχείων ἕκαστον, ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, οὐκ ἄρα ἀληθὲς τὸ δι’ ἔκπτωμα τῶν
20λογικῶν οὐσιῶν κατιέναι τὰς ψυχὰς ἐνταῦθα καὶ ἄλλας ἐν ἄλλοις ἐνδεῖσθαι σώμασι χείροσιν ἢ βελτίοσιν πρὸς τὴν ἀναλογίαν τῆς ἐπὶ κακίαν αὐτῶν πτώσεως.
23tγʹ. Ὅτι οὐδὲ αἱ ἀπὸ τῶν θείων γραφῶν μαρ‐
24tτυρίαι, ἃς παράγουσι, πρὸς πίστιν τῆς ὑποθέ‐
25tσεως αὐτῶν εἰσιν ἱκαναί.
26Ἐπειδὴ δὲ καὶ μαρτυρίας πρὸς πίστιν τῆς ὑποθέ‐
σεως ταύτης ἐκ τῶν ἱερῶν γραμμάτων παρακομίζουσι,285
Opif
.

286

μικρὸν παρεκβάντας μίαν ἐξ αὐτῶν, ᾗ μάλιστα θαρ‐ ροῦσι, γυμνάσαι δίκαιον. ‘ὁ ἐκκλησιαστὴς τοῦτο‘ φασί ‘δεικνὺς γέγραφε ταῦτα· ‘τί τὸ γεγονός; αὐτὸ τὸ γενησομένον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιη‐
5θησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει τις καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμ‐ προσθεν ἡμῶν‘. εἰ οὖν ἀληθῆ ταῦτα‘ φασίν, ‘οὐδεμία ἄρα ψυχὴ πρόσφατος εἰσφέρεται τῷ παντί, ἀλλ’ ἤδη
10γενομένη ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν κάτεισιν ἐνταῦθα καὶ σώμασιν ἐνδεῖται πρὸς ἀναλογίαν τῆς ἐκ τοῦ καλοῦ πρὸς τὸ χεῖρον αὐτῆς ὑφέσεωσ‘. πρὸς τοῦτο δὲ καὶ ἡμεῖς ἀναγκαίως ἐρωτή‐ σομεν· ἐπειδὴ τῶν ἐν τῷ κόσμῳ τὰ μέν ἐστιν εἴδη,
15οἷον ἄνθρωπος ἵππος, τὰ δὲ ἄτομα, οἷον Πέτρος Παῦλος καὶ ἵππων Πήγασος Ἀρίων, τίνα ἐστίν, ὧν φησιν ὁ ἐκκλησιαστὴς μηδὲν ὑπὸ τὸν ἥλιον γενέσθαι πρόσφατον; πότερον εἶδός τι καινὸν παρὰ τὰ ἤδη γενόμενα ὑπὸ θεοῦ, οἷον εἰ τύχοι κατὰ τοὺς μύθους
20κένταυρος ἢ σκύλλα, ἢ τῶν ἀτόμων οὐδὲν γίνεται πρόσφατον; εἰ μὲν οὖν τὸ δεύτερον, ἡ αἴσθησις τοῦ ψεύδους ἔλεγχος· καθ’ ἑκάστην γὰρ ἡμέραν καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις καὶ ἐν μετάλλοις ἄτομα γίνεται πανταχοῦ, ἃ μὴ πρότερον γέγονεν, ἥδε ἡ συκῆ καὶ
25οὗτος ὁ ἵππος κἀκεῖνος ὁ βοῦς, καὶ ἐπὶ τῶν ἀνθρώ‐ πων ὁμοίως· οὐδεὶς γὰρ τῶν νῦν ἀτόμων ἀνθρώπων
οὔτε πρὶν γενέσθαι νῦν ἐγεγόνει πρότερον, οὔτε φθα‐286
Opif
.

287

ρεὶς αὖθις γενήσεται, ἐπεὶ μηδὲν τῶν φθειρομένων ἀτόμων αὐτὸ ἐκεῖνο πάλιν κατ’ ἀριθμὸν γενέσθαι τῶν ἐνδεχομένων ἐστίν· οὐδὲ γὰρ τὸ ἀποσβεσθὲν πῦρ αὖθις ἔσται, ἀλλ’ ἕτερον ὁμοειδές, οὐδὲ τὸ ἐξαερωθὲν
5ὕδωρ τὸ αὐτὸ κατ’ ἀριθμὸν αὖθις γίνεται ὕδωρ, ἀλλ’ ὅμοιον αὐτῷ, καὶ ἐπὶ πάντων τῶν ἀτόμων ἐμψύχων τε καὶ ἀψύχων ὁμοίως· εἰ γὰρ φθειρομένων μὴ ἀντ’ αὐτῶν ἕτερα γίνοιτο, ἐκλείποι ἂν ἅπαντα. εἰ δὲ λέγοι τις τὴν ψυχήν, Παύλου φέρε, πρὶν ἐν τῷ σώματι
10γενέσθαι τούτῳ, πρότερον εἶναι γυμνὴν σώματος, ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσειέ τις ἀναποδείκτως λαμβάνοντι τὸ ζητούμενον, ἀλλ’ οὐδὲν πρὸς τὴν γυμναζομένην τοῦ ἐκκλησιαστοῦ λέξιν συνοίσει· οὐδὲν γὰρ τῶν ἔξω σω‐ μάτων ὑπὸ τὸν ἥλιον ἦν πρὶν γενέσθαι τὸν κόσμον·
15οὐδὲ γὰρ τοῖς ὑποτιθεμένοις ἔξω σωμάτων προϋπάρξαι τὰς ψυχὰς τοῦτο δοκεῖ· δι’ αὐτὸ γὰρ δὴ τοῦτο διὰ τὴν ὕφεσιν αὐτῶν τὴν ἐκ τοῦ ἀγαθοῦ γενέσθαι φασὶ τὰ σώματα οἷς ἐνδοῦνται, πρὸς τῷ καὶ τὰ ἐν ἀψύχοις καὶ τὰ ἐν τοῖς φυτοῖς ἄτομα τὸν λόγον ἐλέγχειν.
20 Εἰ οὖν ἐπὶ τῶν ἀτόμων οὐκ ἀληθὴς ὁ τοῦ ἐκκλη‐ σιαστοῦ λόγος ἐδείχθη, λείπεται περὶ τῶν εἰδῶν εἰρη‐ κέναι, ὅτι οὐδὲν ἐν τῷ κόσμῳ εἶδός τι γίνεται πρόσ‐ φατον, ὃ μὴ γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν· καὶ ἔστι μὲν ἀληθὴς ὁ λόγος·
25μεθ’ ὃ γὰρ τὸν κόσμον ὑπέστησεν ὁ θεός, οὐδὲν ἕτε‐ ρον αὐτῷ πρόσφατον ἐπεισήγαγεν εἶδος. τοῦτο δὲ τῇ ὑποθέσει αὐτῶν οὐδὲν συνοίσει· καὶ μηδεμιᾶς γὰρ προϋπαρχούσης ψυχῆς λογικῆς, ἄλλης δὲ ἐν ἄλλῳ γιγνομένης χρόνῳ, οὐδὲν τῷ παντὶ πρόσφατον εἶδος
30ἐπεισῆλθεν· οὐδὲ ὁ ἐκκλησιαστὴς ἄρα τῇ δόξῃ αὐτῶν
συνηγόρησεν. καὶ ἑτέρας δὲ πλείστας λέγειν ἔχοντες287
Opif
.

288

πρὸς ἑκατέραν ὑπόθεσιν φερομένας οὐκ εὐκαταφρονή‐ τους ἐνστάσεις διά τε τὸ μῆκος καὶ τὸ μηδὲν ταῦτα τῷ προκειμένῳ συντελεῖν σκοπῷ τοῖς εἰρημένοις ἀρ‐ κούμεθα.
5 Ἐκεῖνο δὲ μόνον ὑπομνήσας τὸν περὶ τούτων κατα‐ παύσω λόγον, ὅτι καὶ πρὸς Πλάτωνα δεικνύειν ἐθέ‐ λοντα, ὡς αἱ ἐνταῦθα μαθήσεις ἀναμνήσεις ὑπάρχουσιν, ὧν ἔξω σώματος ἐγνώκασιν ἡμῶν αἱ ψυχαί, ὁλόκληρον πραγματείαν ἐλεγκτικὴν τῶν εἰς τοῦτο ἐπιχειρήσεων
10αὐτοῦ τε καὶ Πρόκλου προκατεβαλόμην εἰς δύναμιν. ἀλλ’ ἐπανιτέον πάλιν ὅθεν ἐξέβημεν.
12tδʹ. Τῶν διαφόρων ἐκδόσεων ἐξέτασις.
13 Σημειωτέον τὰς διαφόρους ἐκδόσεις· τῶν γὰρ ἑβδομήκοντα εἰπόντων· ‘καὶ κατακυριεύσατε αὐτῆσ‘, οἱ
15ἄλλοι φασίν· ‘καὶ ὑποτάξατε αὐτήν‘· ταὐτὸν δέ ἐστι τῇ ἐννοίᾳ τοῦ ‘κυριεύσατε‘ τό ‘ὑποτάξατε‘· ὁ γὰρ ὑποτάσσων ἑαυτῷ τι κυριεύει αὐτοῦ· πάλιν ἀντὶ τοῦ ‘ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσησ‘ Ἀκύλας ‘ἐπικρα‐ τεῖτε‘ φησί—ὁ γὰρ ἄρχων ἐπικρατεῖ τοῦ ἀρχομένου—
20ὁ δὲ Θεοδοτίων· ‘καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσησ‘· εὔλογον δὲ ἡγοῦμαι τὴν πε συλλαβὴν διὰ τοῦ ε γράφεσθαι, εἰ καὶ ἀσύνηθες Ἕλλησιν, οὐ παρὰ τὴν παιδείαν ἀλλὰ παρὰ τὰς πέδας, ἀντὶ τοῦ ‘ὑπὸ πέδας αὐτοὺς ἄγετε καὶ δεσμούσ‘· τοιαύτη γὰρ ἡ τῶν
25ἰχθύων ἄγρα καὶ τῶν ἐν ἀέρι καὶ ἐν τῇ γῇ. εἰ δέ τις
τό ‘παιδεύετε‘ κατὰ τὸ σύνηθες διὰ τῆς αι διφθόγγου288
Opif
.

289

γράφοι, οἷόν ἐστι τό ‘ὃν γὰρ ἀγαπᾷ κύριος παι‐ δεύει‘, τουτέστιν πρὸς ἑαυτὸν ἐπιστρέφει, οὐ κυρίως ἐπὶ τῶν ἰχθύων κεῖται. σαφέστερον δὲ πάντων ὁ Σύμμαχος εἶπε· ‘καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς
5θαλάσσησ‘ τὸ εἶδος τῆς ἀρχῆς ἐμφαίνων· καὶ γὰρ μετὰ τὸν κατακλυσμὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεός· ‘καὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν ἔδωκα‘. ‘Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα
10χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω 〈πάσησ〉 τῆς γῆς· καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ
15παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτωσ‘. ΑΚΥΛΑΣ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν σὺν
20πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρό‐ σωπον πάσης τῆς γῆς καὶ σὺν πᾶν ξύλον, ᾧ ἐν αὐτῷ καρπὸς ξύλου σπερμαίνοντος σπέρμα ὑμῖν γενέσθαι εἰς βρῶσιν καὶ τῷ παντὶ ζῴῳ τῆς γῆς καὶ τῷ παντὶ πετηνῷ τοῦ οὐρανοῦ καὶ τῷ
25παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ᾧ ἐν αὐτῷ ψυχὴ
ζῶσα, σὺν παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν‘.289
Opif
.

290

ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν τὸν πάντα χόρτον σπερμαίνοντα σπέρμα τὸν ἐπὶ προσώπου πάσης τῆς γῆς· καὶ τὸ πᾶν ξύλον, ὃ
5ἔχει ἐν αὐτῷ καρπὸν ξύλου, σπερμάτων σπέρμα, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς τῷ ἔχοντι ἐν αὐτῷ ψυχὴν ζωῆς, τὸν πάντα χλωρὸν χόρτον εἰς
10βρῶσιν‘. ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· δέδωκα ὑμῖν πάντα χόρ‐ τον τὸν σπερματίζοντα σπέρμα τὸν ἐπὶ προσώ‐ που πάσης τῆς γῆς καὶ πᾶν ξύλον, ἐν ᾧ ἐστι
15καρπὸς ξύλου σπερματίζοντος σπέρμα, ὑμῖν εἶναι εἰς βρῶσιν πᾶσί τε τοῖς ζῴοις τῆς γῆς καὶ πᾶσί τε τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ἐν ᾧ ἐστι ψυχὴ ζῶσα, πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν‘.
20 ‘Τὸν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆσ‘, τουτέστι μὴ ἔχοντα στέ‐ λεχος, ἀλλὰ μόνον ὑπερανέχοντα τῆς ἐπιφανείας τῆς γῆς, τὸν καθ’ ἑαυτὸν σπειρόμενον καὶ γεωργούμενον, ὧν ἐστι τὰ πλεῖστα χέδροπα καὶ οὔτε θαμνώδη οὔτε
25δενδρώδη. καὶ τοῦτο σαφέστερον ὁ Ἀκύλας φησί ‘σὺν πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρόσωπον πάσης τῆς γῆσ‘· πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν αὐτῆς ἡ γραφὴ καλεῖ· τὸ αὐτὸ καὶ Θεοδοτίων καὶ Σύμμαχος τούτοις ἐπιφέρουσι καὶ τὰ ξυλώδη, ὡς ἀπὸ
30αὐτῆς ἐπιφανείας ὑπερανέστηκε τῆς γῆς.290
Opif
.

291

‘Καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου‘· πολλὰ γάρ ἐστι καὶ ἄκαρπα· ἀναγκαίως δὲ πάλιν τό ‘σπορίμου‘ πρόσκειται· ἔστι γὰρ καρποφο‐ ροῦντα μὲν καὶ σπερματίζοντα, μὴ ὄντα δὲ πρὸς τροφὴν
5ἀνθρώποις ἐπιτήδεια· διὰ τοῦτο ‘σπορίμου‘ προσέθηκε, τουτέστι γεωργουμένου καὶ φροντίδος γεωργικῆς ἀξιου‐ μένου ὡς τὸν καρπὸν αὐτοῦ σπείρειν, ἵνα πλεονάζωσι κατὰ γένος ὡς πρὸς ἀπόλαυσιν ἀνθρώπων γενόμενα. ἀκριβῶς δὲ λίαν καὶ τό ‘καρπὸν σπέρματοσ‘ εἴρηται·
10τὸ αὐτὸ γὰρ καὶ καρπός ἐστι καὶ σπέρμα, καρπὸς μὲν τοῦ γεννήσαντος, σπέρμα δὲ τοῦ ἐξ αὐτοῦ γενη‐ σομένου.
13tεʹ. Ὅτι κυριωτάτη τροφὴ τῶν ἀνθρώπων μά‐
14tλιστά ἐστι τὰ ἀπὸ γῆς, καὶ τῶν ἄλλων δὲ ζῴων
15tὁμοίως ἦν, ὕστερον δὲ τὸ σαρκοφαγεῖν
16tἐπιτέτακται.
17 Ταῦτα οὖν πάντα, φησίν, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ τὰ ἑξῆς, ἃ καὶ πρόκειται· ἐξ ὧν δῆλόν ἐστιν, ὡς ἀνθρώπων μὲν
20κυρίως ἐστὶ τροφὴ τὰ ἐκ γῆς φυόμενα· διὸ καὶ μέχρι νῦν πολλοὶ τῆς τῶν ἐμψύχων ἀπέχονται τροφῆς. καὶ πάντα δὲ ζῷα σχεδόν, ὅσα χειροήθη ἐστὶ καὶ ἥμερα, ποηφαγοῦσι καὶ τῶν πτηνῶν τὰ πλεῖστα. εἰ δὲ καὶ τῶν χερσαίων πολλὰ καὶ τῶν πτηνῶν σαρκοφάγα μόνως
25ἐστὶ καὶ ποηφαγεῖ τούτων οὐδέν, ὡς γῦπες καὶ ἱέρακες καὶ ἰκτῖνοι, πῶς εἰς βρῶσιν τούτων ἁπάντων τοὺς ἐκ τῆς γῆς καρποὺς ἀφώρισεν ὁ θεός; πρὸς ὅπερ ἀπολο‐
γούμενοί φασί τινες, ὡς ἐοίκασι κατ’ ἀρχὴν σὺν τοῖς291
Opif
.

292

ἀνθρώποις καὶ τὰ χερσαῖα καὶ ἀέρια πάντα ἐκ τῶν ἀπὸ τῆς γῆς φυομένων τρέφεσθαι· καὶ νῦν γὰρ πολλὰ τῶν σαρκοφάγων, ὡς ἄρκτοι καὶ κύνες καὶ αἴλουροι καὶ μύες καὶ ἕτερα πλεῖστα, καὶ τὴν ἑτέραν οὐδὲν
5ἧττον προσίεται τροφήν. μετὰ δὲ τὸν κατακλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ προσέταξεν ὁ θεὸς λέγων· ‘πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔστω εἰς βρῶ‐ σιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε‘. μήποτε οὖν ἐκεῖ‐
10θεν πολλὰ καὶ τῶν ἄλλων γέγονε σαρκοφάγα. δυνα‐ τὸν δὲ καὶ ἐκ τοῦ πλείονος ἀκούεσθαι τό ‘καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖσ‘· τὰ πλεῖστα γὰρ τούτων μόνως ποηφαγεῖ, ἐλάχιστα δέ ἐστι μόνως σαρκοβόρα.
15 Τὸ δέ ‘καὶ πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν‘ τοῖς τρισὶν εἰρημένον Ἀκύλας σαφέστερον ἡρμήνευσεν εἰπών· ‘καὶ παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν‘· ἔφθη γὰρ εἰπὼν ἐν ἀρχῇ· ‘πάντα χόρτον‘, δι’ οὗ τὰ σπόριμα πάντα δεδήλωκεν, ὧν τὰ λαχανώδη νῦν διέκρινε. διαφέρουσι
20δὲ ὅτι ἐκείνων μὲν οἱ καρποὶ μόνοι εἰσὶ βρώσιμοι, τούτων δὲ πᾶν τὸ βλάστημα. ‘Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ
ἐγένετο πρωΐ, ἡμέρα ἕκτη‘.292
Opif
.

293

(1t)

ϛʹ. Ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀγαθὸν τοῦ καλοῦ·
2tεἴ τι μὲν γὰρ καλόν, ἀγαθόν· οὐκ εἴ τι δὲ
3tἀγαθόν, πάντως καλόν.
4Ἐφ’ ἑκάστῳ τῶν γενομένων ἀναπεφώνηται ὑπὸ
5τοῦ προφήτου τό ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ οὐ μετὰ τὴν γένεσιν ἑκάστου κρίναντος τοῦ θεοῦ, ὅτι καλόν· οὐ γὰρ ὅτι γέγονε, καλόν—οἶδε γὰρ πάντα πρὶν γενέσεως αὐτῶν—ἀλλ’ ὅτι νενόηκεν ἔσεσθαι καλόν, διὰ τοῦτο πεποίηκεν ἕκαστον. καὶ τὸ καλὸν δὲ
10τελικόν ἐστι τῶν γινομένων, ὡς καὶ τὸ ἀγαθόν, εἰ καὶ ἐπ’ ἔλαττον τοῦ ἀγαθοῦ τὸ καλόν· καλὸν μὲν γὰρ εἴρηται παρὰ τὸ κηλεῖν καὶ θέλγειν ἢ παρὰ τὸ πρὸς ἑαυτὸ καλεῖν. τοῦτο δὲ καὶ ἀγαθόν ἐστιν, ὅπερ ἂν εἴποι τις ποιητὴς ἠγάθεον, τουτέστιν ἄγαν θεῖον ἢ
15παρὰ τὸ ἄγαν ἐπ’ αὐτὸ θέειν. τἀγαθὸν γάρ, Ἀριστο‐ τέλης φησίν, οὗ πάντα ἐφίεται. Πᾶν μὲν οὖν καλὸν ἀγαθόν, οὐ πᾶν δὲ ἀγαθὸν καλόν· τῷ νοσοῦντι γὰρ τὸ καθάρσιον, εἰ οὕτω τύχοι, ἀγαθὸν καὶ ἡ τομὴ καὶ ἡ καῦσις καὶ ἡ ἀσιτία πολλά‐
20κις, διότι ἐπὶ τὴν ὑγίειαν ἀνακαλοῦνται τὸ νενοσηκός· καὶ τῷ ἡμαρτηκότι τὸ δοῦναι δίκας, ὑπὲρ ὧν ἥμαρτεν, ἀγαθόν· καὶ τοῦτο γὰρ πρὸς ὑγίειαν ψυχῆς ἀνακαλεῖ‐ ται τοὺς σώφρονας· οὐ καλὸν δὲ ὅμως· οὐ γὰρ κηλεῖ τὸν πάσχοντα οὐδὲ καλεῖ πρὸς ἑαυτά, τοὐναντίον δὲ
25λυπεῖ καὶ ἀλγύνει καὶ ἀποτρέπει τῆς αὐτῶν κοινωνίας καὶ ἔστιν ἄπευκτα μέν, ἀναγκαῖα δέ, τοῖς μέντοι πρὸς
τὸ ἐξ αὐτῶν ἐσόμενον ἀγαθὸν ὁρῶσι φορητὰ καὶ293
Opif
.

294

ἐπιτηδευτὰ πολλάκις μετὰ πολλῆς καρτερίας, οὐ δι’ ἑαυτά—ὅσον γὰρ ἐφ’ ἑαυτοῖς, φευκτά—διὰ δὲ τὸ ἐξ αὐτῶν ἐσόμενον τοῖς ὑπομένουσιν ἀγαθόν· ὥστε καλὰ μὲν οὐκ ἔστιν, ἀγαθὰ δέ, καὶ τοῦτο οὐ δι’ ἑαυτά,
5ἀλλὰ διὰ τὸ ἐξ αὐτῶν ἐσόμενον πέρας, τὴν ὑγίειαν ἢ τοῦ σώματος ἢ τῆς ψυχῆς. ‘ἀγαθόν μοι, ὅτι ἐταπεί‐ νωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου‘· ‘ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται‘. ‘τίς γὰρ υἱός, ὃν οὐ παιδεύει πατήρ;‘
10διὰ τοῦτο οὖν ἀγαθά· εἰ δὲ ἦν ἐκείνων χωρὶς καθαρ‐ θέντας τοῦ ἀγαθοῦ τυχεῖν ἢ τοῦ ψυχικοῦ ἢ τοῦ σωμα‐ τικοῦ, οὐδενὶ ἂν ὑπῆρχεν αἱρετά. ἡ συνήθεια δὲ πολ‐ λάκις ἀδιαφόρως χρῆται τῷ καλῷ καὶ τῷ ἀγαθῷ. καὶ τὴν ὕλην δέ φασιν οἱ φυσικοὶ οὐ καλήν· αἰσχρὰ γὰρ
15ὡς ἀνείδεος, ἀγαθὴ δὲ ὡς τιθήνη καὶ δεξαμένη τῶν· εἰδῶν. εἰ οὖν καὶ τὸ καλὸν τελικόν ἐστιν αἴτιον, εἰ καὶ τοῦ ἀγαθοῦ ἐπ’ ἔλαττον, προηγεῖται δὲ τὸ τελικὸν ἐν παντὶ ποιητικῷ, οἷον τῷ ποιοῦντι τὸν οἶκον ἢ τὸ ἱμάτιον ἢ τὴν θύραν τὸ ἀγαθὸν ἢ τὸ καλόν, δι’ ὃ
20γίνεται τούτων ἕκαστον, καὶ ὁ τοῦ παντὸς δὲ δημι‐ ουργὸς διὰ μόνην ἀγαθότητα δημιουργεῖ πᾶν, ὃ ἐὰν ποιῇ, καὶ οἶδεν, πρὶν ἕκαστον ποιήσῃ, τὸ καλόν τε καὶ τὸ ἀγαθόν, δι’ ὃ γίνεται, οὐ μετὰ τὸ γενέσθαι ἄρα, ὅτι καλόν ἐστι τὸ γινόμενον, ἔγνωκεν, ὅς γε δι’ αὐτό
25γε τοῦτο καὶ μόνον πεποίηκεν αὐτό, ἀλλ’ ᾔδει καὶ πρὶν
αὐτὸ ποιήσῃ τοιοῦτον ἐσόμενον.294
Opif
.

295

(1t)

ζʹ. Ὅτι ὁ μὲν παρ’ ἡμῖν τεχνίτης θαυμάζει
2tπολλάκις τὸ ἴδιον ἔργου ὡς κατὰ σκοπὸν αὐτῷ
3tγενόμενον· ὁ δὲ θεὸς οὐχ ὅτι γέγονεν οἶδεν
4tὅτι καλόν, ἀλλ’ ὅτι προέγνω καλὸν ἐσόμενον,
5tπεποίηκεν αὐτό· καὶ διὰ τί Μωϋσῆς μετὰ τὴν
6tἑκάστου γένεσιν εἶπε· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι
7tκαλόν‘.
8 Ὁ μὲν οὖν παρ’ ἡμῖν τεχνίτης ἴσως ἂν θαυμάσειεν τὸ ἴδιον ἀποτέλεσμα γνοὺς ἐκ τοῦ τέλους, ὅτι μὴ τοῦ
10περὶ αὐτοῦ σκοποῦ διήμαρτεν· ὁ δὲ θεὸς οὐδὲν μετὰ τὸ ποιῆσαι τῆς ἐννοίας ἧς ἔσχε περὶ ἑκάστου προσείληφε. πῶς οὖν μετὰ τὸ γενέσθαι ἕκαστόν φησιν ὁ προφήτης· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘, ᾧ μηδὲν προσγέγονεν παντελῶς ὕστερον; ἐπειδήπερ, ὡς πολ‐
15λάκις εἶπον, εἰς ἐπίγνωσιν θεοῦ τοῖς ἀνθρώποις τὴν βίβλον ταύτην ἔγραψε Μωϋσῆς· διὰ τοῦ λέγειν οὖν ἐφ’ ἑκάστῳ· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ νύττει καὶ διεγείρει τὴν ἑκάστου ψυχὴν εἰς κατανόησιν τῶν γενο‐ μένων, τί τὸ ἐν ἑκάστῳ καλὸν ὑπάρχει καὶ ἀγαθόν·
20οὐ γὰρ ἂν καὶ αὐτῷ τῷ θεῷ καλὸν ἐφαίνετο μὴ μεγίστην ἔχον τοῦ κάλλους ὑπερβολήν. διὸ καὶ θεῷ τὴν τούτου κρίσιν ἀνέπεμψε Μωϋσῆς· οὐ γὰρ ἀξιό‐ χρεως εἶναι ἐδόκει ἑαυτῷ προστιθεὶς τῶν γενομένων τὸν ἔπαινον. ἐκ δὲ τῆς τοῦ θεοῦ κρίσεως, ὡς εἴη
25καλά, πίστιν ταῖς ψυχαῖς ἐντίθησιν ἀναμφίλεκτον τῆς ἑκάστου μεγαλειότητος καὶ τοῖς μήπω συνεωρακόσι τοὺς λόγους, δι’ οὓς γέγονεν, ὡς λοιπὸν τὸ Σολομών‐
τειον ἐκεῖνο συμβαίνειν, ἐκ μεγέθους καὶ καλλονῆς295
Opif
.

296

κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν πᾶσι θεωρεῖσθαί τε καὶ εἰς ὕμνον αὐτοῦ διεγείρεσθαι πάντας. Ἐφ’ ἑκάστου τοίνυν τῶν γενομένων ὁ προφήτης εἰπών· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ ἐπὶ τῇ συμπλη‐
5ρώσει πάντων κοινὸν ἐπιφέρει μετ’ ἐπιτάσεως πᾶσι τὸν ἔπαινον· ‘Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘. ΑΚΥΛΑΣ
10 ‘καὶ εἶδεν ὁ θεὸς σὺν πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα.‘ ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἦν καλὰ σφόδρα.‘
15tηʹ. Ὅτι εἰκότως ἐπὶ τῇ τοῦ παντὸς συμπληρώ‐
16tσει τοῖς ἐπιτεταμένοις ἐπαίνοις ἐχρήσατο
17tΜωϋσῆς.
18 Πᾶν γὰρ τὸ ἐκ μερῶν συγκείμενον ἔχει μὲν καὶ καθ’ ἕκαστον τῶν μορίων αὐτοῦ τὴν ἰδίαν τελειότητα
20καὶ τὸ ἐπ’ αὐτῇ κάλλος ἀνθοῦν, οἷον ὡς ἐπ’ ἀνθρώ‐ που χειρός, ὅταν μηδὲν ἐλλείπῃ μεγέθους ἢ σχήματος δακτύλων τε πρὸς ἀλλήλους ἀναλογίας καὶ ὅσα κοσμεῖ ταύτην ἕτερα, ὁμοίως ἐπὶ κεφαλῆς ὀφθαλμῶν θέσιν τε καὶ σχῆμα καὶ μεγέθους αὐτάρκειαν εὔχροιάν τε καὶ
25κίνησιν καὶ ἐνέργειαν καὶ ἐφ’ ἑκάστου τῶν λοιπῶν ὁμοίως· ἀλλ’ εἰ καὶ ἕκαστον καθ’ αὑτὸ καλόν, ἀλλ’ ἡ
ἐν τῇ συνθέσει πάντων εὐαρμοστία καὶ ἡ πρὸς τὸ296
Opif
.

297

ὅλον σύμπνοια καὶ συμπάθεια καὶ τὸ ἐκ πάντων ἀπο‐ τετελεσμένον τοῦ ζῴου κάλλος τοσοῦτον ὑπερβαίνει τῶν ἐπὶ μέρους καλῶν, ὅσον καὶ τὸ ὅλον τῶν μερῶν ἐστι τιμιώτερον, εἴπερ τὰ μὲν ἕνεκά του, τὸ δὲ οὗ
5ἕνεκα καὶ τέλος ἐστί. Τοῦτο καὶ ἐπὶ τῶν τεχνιτῶν ἐστιν ἰδεῖν, ἑκάστην χορδὴν τοῦ λυραοιδοῦ πρὸς τὴν μέλλουσαν συμφωνίαν τείνοντος καὶ ἀποπειρωμένου τοῦ ἤχου ταύτης· ἔμπει‐ ρος μὲν γὰρ τῆς μουσικῆς εὐθέως εἴσεται τὸ κάλλος
10αὐτῆς· ἐπειδὰν δὲ λοιπὸν ἡ ἐκ πασῶν συμφωνία φανῇ τοῖς ἀγνοοῦσι πρότερον τὴν ἑκάστης δύναμιν, τότε δὴ [τότε] τὴν ὑπερβολὴν τῆς μιᾶς ἐκ πασῶν συμφωνίας πᾶς ἄν τις ὑπερθαυμάσειε. Τοῦτο μὲν οὖν καὶ ἐπὶ τοῦ κόσμου παντὸς
15θεωρητέον· καλὸν μὲν γὰρ ἕκαστον τῶν αὐτοῦ μερῶν καὶ καθ’ αὑτὸ θεωρούμενον, εἴτε στοιχεῖον εἴτε ζῷον εἴποις· οὐρανός τε γὰρ καλὸς καὶ ἡ ἐν ἑκάστῳ τῶν φωστήρων φαιδρότης· εἰ δὲ τὴν ἐκ τούτων ἁπάντων σύνθεσιν καὶ τάξιν καὶ τὴν πρὸς ἄλληλα σύμπνοιαν
20κατίδοις, καὶ πόση μὲν ἡ τῆς κινήσεως τῶν οὐρανίων τάξις, πόση δὲ ἡ ἐκ ταύτης τῶν ἐντὸς αὐτῆς χρεία καὶ σύστασις, ἥ τε τῶν στοιχείων ὁμοίως πάλιν πρὸς ἄλληλα θέσις τε καὶ τάξις, καὶ ὡς οὐδὲν μόριον αὐτῶν τῆς εἰς ἕτερον ἀνέχεται καὶ βιαζόμενον μετα‐
25θέσεως, ἀλλ’ εὐθὺς ἐπὶ τὸν οἰκεῖον ὁρμᾷ τόπον, καὶ ὡς οὐδὲν τὰ λοιπὰ πλεονεκτεῖν ἀνέχεται, ἀλλ’ ἐν ταῖς εἰς ἄλληλα μεταβολαῖς ἐξίσωσις ἐν τοῖς ἀντικειμένοις τοῦ πλεονάζοντος γίνεται, καὶ ὅσα περὶ τὴν ἑκάστου
φύσιν καὶ τὸν ἕνα πάντων τῆς σωτηρίας τοῦ ὅλου297
Opif
.

298

σκοπόν, δικαίως ἀναπεφωνημένον ὄψεται τό· ‘καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘ ἤ ‘καλὰ σφόδρα‘ ἢ καὶ ὡς Ἀκύλας ὡς πρὸς τὸ ὅλον ποιούμενος τὴν ἀναφορὰν ἔφη· ‘καὶ εἶδεν ὁ θεὸς σὺν
5πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα‘ τῇ μὲν πληθυντικῇ φωνῇ τὰ μέρη δηλῶν, τῇ δὲ ἑνικῇ τὴν εἰς τὸν ἕνα κόσμον ἐκ πάντων σύμπνοιαν. Εὐλόγως δὲ οἶμαι τὸν Ἀκύλαν τὸ ἀγαθὸν εἰπεῖν ἀντὶ τοῦ καλοῦ· καίτοι ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ
10καλὸν εἴρηκεν· ἄλλο μὲν γὰρ ἄλλου τῶν μερῶν ὑπάρ‐ χει κάλλιον, οἷον οὐρανὸς γῆς καὶ σελήνης ἥλιος καί ‘ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ‘ καὶ τῶν φυτῶν τὰ ζῷα καὶ τῶν ἐνύδρων τὰ χερσαῖα [καὶ ἡ τῶν ὁμογε‐ νῶν ἑκάστου πρὸς τὰ λοιπὰ διαφορὰ] καὶ τούτων ὁ
15ἄνθρωπος· ἐπὶ δὲ τοῦ ἐκ πάντων συστήματος, τοῦ κόσμου φημί, οὐδεμιᾶς ἔτι πρὸς ἕτερον σῶμα παρα‐ θέσεως οὔσης—μονήρης γάρ ἐστιν ὁ κόσμος καὶ εἷς— τὸ μὴ ἔχον ὑπέρθεσιν τὸ ἀγαθὸν ἔπρεπεν ἐπ’ αὐτοῦ λέγεσθαι, οὗ μηδεμία ἐστὶν ἐπίτασις· καλοῦ μὲν γὰρ
20ὡς εἶπον εἶναι κάλλιον δυνατόν, τὸ δὲ ἀγαθὸν τὸ τέλος τῶν ἐπαίνων ἀπείληφε. διόπερ οὐδὲ ἡ λέξις παρὰ τοῖς ἀκριβοῦσι τὴν Ἑλλήνων φωνὴν ὑπερτέθει‐ ται εἰς τὸ ἀγαθώτερος ἢ ἀγαθώτατος—ἔχει γὰρ ἐν ἑαυτῇ τὸ ὑπερθετικὸν ἐπίρρημα τὸ ἄγαν—καὶ εἴ που
25παρά τινι σπανίως εἴρηται, παρέλκει· τί γὰρ ἂν εἴη τοῦ ὑπερκειμένου πάντων ἀνώτερον; τούτου οὖν οὕτως
ἔχοντος, εἰ ὁ κόσμος ἐν ἑαυτῷ περιείληφεν ἔμψυχά τε298
Opif
.

299

πάντα καὶ ἄψυχα σώματα, εἰκότως ἀντὶ τοῦ καλοῦ τὸ ἀγαθὸν Ἀκύλας εἴρηκεν ἐπ’ αὐτοῦ. καὶ οἱ ἄλλοι δὲ τῷ ‘καλά‘ προσῆψαν οἱ μὲν τό ‘λίαν‘ οἱ δὲ τό ‘σφόδρα‘, ὡς μηδεμίαν ὑπεροχὴν τῆς αὐτοῦ καλλονῆς ὑπολείπεσθαι.
5tθʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου κατα‐
6tσκευῆς οὐκ εἶπεν· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘.
7 Ἐπετήρησαν δέ τινες ὡς ἐφ’ ἑκάστου τῶν γενομέ‐ νων ὁ προφήτης εἰπών ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ ἐπὶ τοῦ καλλίστου πάντων τῶν ζῴων τοῦ ἀνθρώπου
10τοῦτο σεσίγηκε. καὶ ἔστιν ἡ αἰτία προφανής· τε‐ λευταίας γὰρ οὔσης τῆς τοῦ ἀνθρώπου γενέσεως συλ‐ λήβδην εὐθὺς ἐπήγαγε· ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘, ὥστε συμπεριείληπται τῷ ἐπαίνῳ πάντων ὁ ἄνθρωπος. καὶ ἄλλως. εἰ τῶν
15δι’ αὐτὸν γενομένων ἕκαστον ὑπάρχει καλόν, πῶς ὁ οὗ ἕνεκα γεγόνασιν ἐκεῖνα τελικὸν αὐτῶν αἴτιον ὑπάρ‐ χων ὁ ἄνθρωπος οὐ πολλῷ μᾶλλον καλὸν ἂν εἴη; διόπερ ἐπὶ τῇ γενέσει τούτου τὸν κοινὸν πάντων ἀναπεφώνηκεν ἔπαινον.
20tιʹ. Πῶς λύομεν τὸ ἀπορούμενον, ὡς εἰ πάντα
21tκαλὰ λίαν, πόθεν τὰ κακά· καὶ κατὰ Μανιχαίων
22tἐν ἐπιδρομῇ· καὶ ὅτι τῶν ὄντων τὰ μὲν ἐφ’
23tἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν.
24Ἀλλ’ οὐδὲ τὸ ὑπὸ τῶν ἀσεβεστάτων Μανιχαίων
25θρυλούμενον φροντίδος ἄξιον· εἰ γὰρ πάντα, φασί,
καλὰ λίαν, πόθεν ἐν τῷ κόσμῳ τὰ κακά; πρῶτον μὲν299
Opif
.

300

οὖν τῇ ἀκριβείᾳ τῆς λέξεως προσεκτέον· πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν· οὐδὲν δὲ τῶν κακῶν ἐποίησεν ὁ θεός, οὐδέ ἐστιν αὐτῶν ὑπόστασις οὐσιώδης οὐδενὸς καθ’ αὑτό, ἀλλ’ ἐκ τῆς ἡμετέρας παρυπέστη
5προαιρέσεως τὸ κακόν. ‘ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα· ἕκαστος δὲ πειρά‐ ζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελε‐ αζόμενοσ‘· καὶ ὁ κύριος· ‘δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶσ‘.
10ἐν ἡμῖν οὖν τὸ ἐγγίσαι θεῷ· καὶ πρὸς τὴν Ἱερουσαλήμ· ‘Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφή‐ τας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς
15πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημοσ‘· καὶ πάλιν· ‘ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται‘. ὥστε διὰ τούτων δῆλον, ὅτι ἑκούσιόν ἐστι τὸ κακόν.
20καὶ αἱ κοιναὶ δὲ πάντων ἔννοιαι τοῦτο βοῶσι. διὰ τί γὰρ τοῖς μὲν κακοποιοῦσι τῶν οἰκετῶν ἢ τῶν υἱέων ἡμῶν ἐπιπλήττομεν, τοῖς δὲ νοσοῦσι καὶ ὑπακούειν ἡμῖν οὐ δυναμένοις οὐκέτι, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ ἐπιμελείας αὐτοὺς ἀξιοῦμεν, ἢ γιγνώσκοντες, ὅτι τὸ
25μὲν ἐφ’ ἡμῖν, τὸ δὲ οὐκ ἐφ’ ἡμῖν; εἰ γὰρ καὶ τὸ κακο‐ ποιεῖν οὐκ ἐφ’ ἡμῖν ἦν, ἀλλὰ βίαιον, ἀνῄρηται τῆς
ψυχῆς τὸ αὐτοκίνητον, καὶ οὔτε τὴν ἀρετὴν ἐπαινετέον300
Opif
.

301

οὔτε τὴν κακίαν ψεκτέον, περιττοὶ δὲ νόμοι θεῖοί τε καὶ ἀνθρώπινοι, συμβουλαί τε καὶ διδασκαλίαι· μηδὲ εἰσπραττέσθωσαν οἱ φαῦλοι δίκας, ἀλλ’ ἐλεείσθωσαν μᾶλλον ἀκουσίως ἐπὶ τὴν κακίαν ἑλκόμενοι· καὶ γὰρ
5ἐλεήσειεν ἄν τις ἢ μισήσειε τὸν ὑπὸ λῃστῶν ἢ τυράν‐ νων ἀκουσίως ἑλκόμενον ὑπηρετεῖσθαι αὐτοῖς καὶ τὸν βιαίως τοὺς ὀφθαλμοὺς ἢ ἄλλο τι τῶν μελῶν ἐκκοπτό‐ μενον; νυνὶ δὲ τοὺς πονηροὺς οὐδ’ αὐτοί γε οὗτοι συγγνώμης οἴονται ἀξίους εἶναι· ἢ μηδὲ τοὺς ἀδι‐
10κοῦντας αὐτοὺς καταμεμφέσθωσαν.
11tιαʹ. Ὅτι οὐδέν ἐστιν οὐσιῶδες κακόν, ἀλλ’ ἡ
12tπαράχρησις τῶν φυσικῶν ἐνεργειῶν ἐκ προαι‐
13tρέσεως γινομένη αἰτία τοῦ κακοῦ· καὶ ὅτι οὐ
14tκακὸν ἡ προαίρεσις.
15 Ὅλως γὰρ οὐδὲ ἔστιν οὐδὲν ἐν τῷ κόσμῳ κακὸν οὐσιῶδες οὐδ’ ὅλως ἐστὶν οὐσία κακοῦ, ἀλλ’ ἐν τῇ παραχρήσει τῶν φυσικῶν ἐνεργειῶν ἐκ τῆς ἡμετέρας γινομένῃ προαιρέσεως τὸ κακὸν παρυφίσταται. οἷον ἡ μοιχεία κακόν· πότερον; δι’ αὐτὴν μόνον τὴν πρὸς
20γυναῖκα μῖξιν; οὐκοῦν καὶ ἡ πρὸς τὴν κατὰ νόμον ἐζευγμένην πρὸς παιδοποιΐαν μῖξις κακόν· εἰ δὲ τοῦτο, μὴ τὴν μοιχείαν ὅτι κακὸν λεγέτωσαν, ἀλλὰ τὴν μῖξιν αὐτὴν ἁπλῶς· εἰ δὲ κακὸν πᾶσα μῖξις, οὐκοῦν καὶ ἡ τεκνογονία κακὸν καὶ τὰ ἀποτελέσματα ταύτης, οἱ
25ἄνθρωποι· ὥστε καὶ Μανιχαῖος κακὸς οὕτω γενόμενος
καὶ οἱ τὰ ἐκείνου φρονοῦντες· εἰ δὲ κακὸς Μανιχαῖος,301
Opif
.

302

οὐδὲν αὐτῷ λέγοντι πιστευτέον· ‘ὁ γὰρ πονηρὸς ἄν‐ θρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ ἐκβάλλει τὰ πονηρὰ δόγματα‘. εἰ δὲ μὴ πονηρὸς Μανιχαῖος καὶ οἱ τὰ αὐτοῦ διδάσκοντες, οὐδὲ ἡ μῖξις,
5ἐξ ἧς γεγόνασι, πονηρόν. εἰ δὲ πονηρὸν ἡ γένεσις διὰ τὸ συνδεῖν τῷ σώματι τὴν ψυχήν, ἀγαθὸν ἡ φθορὰ λύουσα ταύτην ἀπὸ τοῦ σώματος. μηδεὶς οὖν τοῖς φονεῦσι μεμφέσθω ἀγαθὸν ἐργαζομένοις πρᾶγμα, τὸν θάνατον, χωρίζοντα τὴν ψυχὴν ἀπὸ τοῦ σώματος· καὶ
10ὁ τῶν φόνων αἴτιος οὐ κακός ἐστιν, ἀλλ’ ἀγαθός· εἰ δὲ τὸ φονεύειν κακόν, οὐκοῦν ἀγαθὸν ἡ γενεσιουργία καὶ ἡ μῖξις ἡ ταύτης αἰτία. κακὴ οὖν ἡ μοιχεία οὐ. διὰ τὴν μῖξιν ἁπλῶς, ἀλλ’ ὅτι μὴ τῇ κατὰ νόμον, ἀλλὰ τῇ ἑτέρῳ ἐζευγμένῃ συνῆλθεν ὁ μοιχός. ὥστε μόνη ἡ
15προαίρεσις ἡμῶν κακῶς τῇ μίξει χρησαμένη τῆς τοῦ κακοῦ παρυποστάσεως αἰτία γέγονεν· διὸ καὶ ἐπὶ τούτῳ ποιναί. ‘τίμιος ὁ γάμοσ‘ φησὶν ὁ Παῦλος ‘καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεόσ‘· ἀλλ’ οὐδὲ ἡ προαίρεσις κακόν, ἐπεὶ καὶ ἀγαθῶν
20ἐστιν αἰτία αἱρουμένη τὰ κρείττω, ἀρετὴν εὐσέβειαν καὶ τὴν ἐφ’ οἷς ἥμαρτε μεταμέλειαν καὶ ψυχῆς κάθαρ‐ σιν τὴν δι’ ἀσκήσεως. ὁ τρόπος οὖν, οὐχ ἡ μῖξις κακόν. πάλιν οὐ διὰ τὸν φόνον κακὸς ὁ σίδηρος· ἀεὶ γὰρ ἂν κακῶν αἴτιος ἦν· νυνὶ δὲ ἀγαθοποιεῖ τὰ πλεῖστα εἰς
25γεωργίαν συντελῶν, εἰς οἴκων καὶ ἱματίων καὶ βιβλίων κατασκευὰς εὐσεβῶν, εἰς τομὰς ἑλκῶν καὶ θεραπείας, εἰς τὰς ἄλλας τοῦ βίου χρείας. οὐ κακὸν ἄρα καθ’ αὑτὸ
ὁ σίδηρος. εἰ δὲ καὶ τὰ εἰρημένα κακά, οὐκοῦν καὶ302
Opif
.

303

τὸ ἐσθίειν κακὸν καὶ τὸ ἐνδεδύσθαι καὶ τὸ ὑποδε‐ δέσθαι καὶ τὸ ἐν οἴκοις εἶναι καὶ τὸ ἰατρεύειν καὶ τὸ ἀναγινώσκειν καὶ πάντα, ὅσα διὰ σιδήρου γίνεται, πονηρά. καὶ κινδυνεύσει πάλιν τὸ φθείρεσθαι εἶναι
5καλὸν στερουμένους τῶν συνεχόντων ἡμῶν τὸ εἶναι. εἰ δὲ κακὸν τὸ φθείρειν, καὶ αὐτὴ ἡ φθορά· τὸ ζῆν ἄρα ἀγαθὸν καὶ ἡ γένεσις καὶ ἡ μῖξις καὶ τὰ εἰρημένα πάντα, ὅσα τῆς ζωῆς συναίτια. ἀλλ’ οὐδὲ τὸ φονεύειν ἀπροσδιορίστως κακόν, ἀλλ’ ἔστιν ὅτε καὶ
10ἀναγκαῖον· τί γὰρ εἰ τὸν πολλῶν κακῶν αἴτιον ὁ νόμος φονεύει καὶ ῥύεται ταύτῃ τοὺς ὑπ’ αὐτοῦ μέλ‐ λοντας πάσχειν κακῶς καὶ τὴν ἐκείνου ψυχὴν τῶν πλειόνων ἀδικημάτων ἐλευθεροῖ; καὶ ἐπὶ ἑκάστου δὲ τῶν ἄλλων οὕτω σκοπῶν εὑρήσεις ὅτι οὐκ οὐσία τίς
15ἐστιν ἀφωρισμένη τοῦ κακοῦ, ἀλλ’ ἡ τῶν φυσικῶν ἐνεργειῶν παράχρησις τῇ κακίᾳ παρυπόστασιν ἔδωκεν. πολλῶν δὲ ὄντων, οἷς ἄν τις ἐλέγξειε τὴν ἀσεβῆ ταύτην ὑπόθεσιν, τοῖς παροῦσι ἐν ἐπιδρομῇ λεχθεῖσιν ἀρκούμεθα.
20 Δεδειγμένου τοίνυν ὡς τῶν ὑπὸ θεοῦ γενομένων οὐχ ὅτι μὴ κακὸν ἁπλῶς τι, ἀλλ’ ὅτι τῶν καλλίστων ἕκαστον, καλῶς ἄρα Μωϋσῆς ὁ μέγας τὴν κοσμογονίαν συμπερανάμενος ‘καὶ εἶδεν ὁ θεόσ‘ φησίν ‘πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘.
25tιβʹ. Ὅτι καὶ τὸν ἐπὶ τοῖς γενομένοις ἔπαινον
26tτοῦ θεοῦ ἐμιμήσατο Πλάτων.
27Καὶ Πλάτων δὲ πάλιν αὐτὸν κἀν τούτῳ μιμού‐
μενος τὸ πᾶν τόδε ὑποστῆναι διδάξας ὑπὸ θεοῦ καὶ303
Opif
.

304

λοιπὸν ἤδη κινούμενον ὑποθέμενος τὸν οὐρανὸν ταῦτά φησιν· ‘ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατὴρ ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ
5παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι‘. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη‘.
7tιγʹ. Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον
8tσυνεπλήρωσεν ὁ θεός.
9Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον ἐποίησεν ὁ θεός,
10οὐ δίκαιον μὲν ἴσως περιεργάζεσθαι· —τί γάρ, εἰ καὶ ἐν πλείοσιν ἢ καὶ ἐλάττοσιν ἐγεγόνει, λέγειν εἴχομεν ἢ καὶ ἀθρόον καὶ ἅμα πᾶς; —ἤρκει δὲ καὶ ἡ μέχρι νῦν τοῦ παντὸς διάταξις καὶ ἡ ὑπὸ πάντων ἀνθρώπων ἑβδοματικὴ τῶν ἡμερῶν ἀπαρίθμησις ἀπόδειξιν ἱκανὴν
15ἔχουσα τοῦ ἐν τοσαύταις ἡμέραις τὸν πάντα κόσμον δημιουργῆσαι τὸν θεόν, τῆς ἑβδόμης ὥσπερ ἑορτῆς ἐπὶ συμπληρώσει τῆς γενέσεως τοῦ παντὸς ὑπαρχούσης· τινὲς δὲ καὶ ἀριθμητικήν τινα τοῦ ‘ἕξ‘ ἀριθμοῦ θεωρίαν οὐκ ἄκομψον παρειλήφασι ταύτην· τέλειος
20τῶν ἀριθμῶν ἐστιν ὁ ἕξ· τέλειον γὰρ ἀριθμόν φασι τὸν ἐξισάζοντα τοῖς ἰδίοις ἑαυτοῦ μέρεσι. πρῶτος δὲ τῶν τελείων ἐστὶν ὁ ἓξ καὶ μόνος τῶν ἐντὸς τῆς δεκά‐ δος τέλειος ἐκ τοῦ ἡμίσεος τοῦ ἰδίου, τῶν τριῶν, καὶ
τοῦ τρίτου, τῶν δύο, καὶ τοῦ ἕκτου, τοῦ ἑνός, συγκεί‐304
Opif
.

305

μενος· τρία γὰρ καὶ δύο καὶ ἓν τὸν ἓξ συνάγουσιν. ἔπρεπεν οὖν τὸν τελειότατον καὶ ἐν ἑαυτῷ πάντα συνειληφότα κόσμον εἰς τὸ εἶναι παραγόμενον ὑπὸ θεοῦ, εἰ μὴ ἀθρόον ὁμοῦ τοῦτον ἐθέλοι παράγειν διὰ
5λόγους ἀγνοουμένους ἡμῖν, ἐν τοσούτῳ ἡμερῶν ἀριθμῷ, τῷ πρώτῳ τελείῳ, παραγαγεῖν [τὸν τέλειον κόσμον καὶ πρώτως νῦν ὑφιστάμενον, ἐξ ὧν καὶ ὁ χρόνος ἀνακυκλεῖται]. Ἔστι δὲ τὸν λόγον ἐπεκτείνοντα τοῦτον καὶ
10ἐκ τοσούτων αὐτὸν μερῶν γενικωτέρων δεῖξαι συγκεί‐ μενον, εἴτε μαθητικώτερόν τις εἴτε φυσικώτερον τοῦτο σκοποίη. πᾶν μέγεθος ἐν τῷ κόσμῳ περιείληπται· τρία δὲ ταῦτά ἐστι, τὸ ἐφ’ ἓν διάστατον, ὃ καλεῖται γραμμή, τὸ ἐπὶ δύο, μῆκος καὶ πλάτος ἔχον, ὃ προσαγορεύουσιν
15ἐπιφάνειαν, ἧς πέρας ἐστὶν ἡ γραμμή, τὸ ἐπὶ τρία τὸ πρὸς τοῖς εἰρημένοις δύο καὶ βάθος ἔχον, ὃ καλεῖται σῶμα, οὗ πέρας ἐστιν ἡ ἐπιφάνεια. καὶ παρὰ ταῦτα μέγεθος ἕτερον ἐν τοῖς οὖσίν ἐστιν οὐδέν. αἱ τρεῖς οὖν διαστάσεις καὶ αἱ δύο καὶ ἡ μία τὸν ἓξ συνάγουσι
20τῶν διαστάσεων ἀριθμόν. τὸ αὐτὸ δὲ καὶ φυσικώτερον σκοποῦσι φανήσεται· τῶν γὰρ σωμάτων τὸ μὲν ὑπε‐ στρωμένον ἅπασι κατὰ τὸν ἴδιον λόγον ἐστὶν ἄποιον, ἐξ οὗ τὸ πεποιωμένον γίγνεται σῶμα. τοῦτο εἰς ἄψυχον διαιρεῖται καὶ ἔμψυχον· τοῦ δὲ ἐμψύχου τὸ μὲν φυτόν,
25τὸ δὲ ζώφυτον, τὸ δὲ ζῷον· τοῦ δὲ ζῴου τὸ μὲν λογι‐ κόν, τὸ δὲ ἄλογον· καὶ πάλιν ὁ ἓξ συνάγεται· ἡ ὕλη πάντων τὸ ἄποιον σῶμα, εἰ καὶ μηδέποτε γυμνὸν ποιοτήτων εὑρίσκεται, τὸ ἄψυχον, τὸ φυτόν, τὸ ζώφυ‐
τον, τὸ ἄλογον ζῷον, τὸ λογικόν.305
Opif
.

306

Ἐπειδὴ δέ φησι Μωϋσῆς· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν‘—
5tιδʹ. Διὰ τί ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ
6tθεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.
7 Οὐκ ἄλογον ἴσως καὶ περὶ τοῦ ἀριθμοῦ τούτου βραχέα διελθεῖν, τίνος χάριν τῇ καταπαύσει τῶν ἔργων ἀποδέδοται τοῦ θεοῦ. φημὶ τοίνυν ὡς τῶν μέχρι τῆς
10δεκάδος ἀριθμῶν οἱ μὲν γεννῶσι τούτων τινὰς ἢ ἐφ’ ἑαυτοὺς πολλαπλασιαζόμενοι ἢ ἐφ’ ἑτέρους· ἐφ’ ἑαυ‐ τοὺς μέν· ὁ μὲν δύο τὸν τέσσαρα—δὶς γὰρ τὰ δύο τέσ‐ σαρα—ὁ δὲ τρία τὸν ἐννέα—τρὶς γὰρ τὰ τρία ἐννέα— ἐφ’ ἑτέρους δέ· ὁ μὲν δύο ἐπὶ τὸν τρία ποιεῖ τὸν ἕξ,
15ἐπὶ δὲ τὸν τέσσαρα τὸν ὀκτώ, ἐπὶ δὲ τὸν πέντε τὸν δέκα· οἱ δὲ γεννῶνται μὲν ἐξ ἑτέρων, ὡς οἱ εἰρημένοι, γεννῶσι δὲ ὅλως αὐτοὶ οὐδένα· μόνος δὲ ὁ ἑπτὰ οὔτε ἐξ ἑτέρων κατὰ πολυπλασιασμὸν ἐγεννήθη οὔτε ἕτερον ἐγέννησε· καὶ ἔστι κατὰ τοῦτο μονήρης καὶ διὰ τοῦτο
20μόνος τῶν ἀριθμῶν ἠρεμίας ἐστὶ σύμβολον. εὐλόγως οὖν ἀφώρισται μετὰ τὰς ἓξ τῶν ἔργων ἡμέρας τῇ καταπαύσει τῆς τοῦ κόσμου γενέσεως. τοῦτο μὲν οὖν κομψεία τίς ἐστιν ἀριθμητική. Εἰ δὲ καὶ δύναμιν ἔχει τινὰ φυσικὴν οὗτος ὁ
25ἀριθμὸς ἐν τοῖς πράγμασι, λέγειν οὐκ ἔχω· ἐκεῖνό γε
μὴν συμπεφώνηται πᾶσιν ἀνθρώποις ἑπτὰ μόνας εἶναι306
Opif
.

307

τὰς ἡμέρας, αἵτινες εἰς ἑαυτὰς ἀνακυκλούμεναι τὸν ὅλον ποιοῦσι χρόνον. τίνα οὖν τούτου λόγον ἐστὶν εἰπεῖν ἕτερον, ἢ μόνον ὃν εἴρηκε Μωϋσῆς; εἰ δὲ τοῖς ἑπτὰ πλανωμένοις τὰς ἑπτὰ τῆς ἑβδομάδος ἡμέρας
5ἀνατιθέασιν Ἕλληνες, τὴν πρώτην Ἡλίῳ, τὴν δευτέ‐ ραν Σελήνῃ, τὴν τρίτην Ἄρει, τὴν τετάρτην Ἑρμῇ, τὴν πέμπτην Διί, τὴν ἕκτην Ἀφροδίτῃ, τὴν ἑβδόμην Κρόνῳ, πρῶτον μὲν αὐτῷ τούτῳ γιγνώσκουσιν ἑπτὰ μόνας εἶναι τὰς ἡμέρας, ἐξ ὧν ὁ χρόνος συνέ‐
10στηκε, λόγον δέ τινα τῆς εἰρημένης τῶν ἡμερῶν τοῖς πλανωμένοις διανομῆς λέγειν οὐχ ἕξουσιν, ἢ διὰ τί εἰσιν ὅλως ἑπτὰ ἡμέραι αἱ ἀνακυκλούμεναι· διὰ τί γὰρ μὴ δώδεκα μᾶλλον διὰ τὴν εἰς δώδεκα τοῦ ζῳδιακοῦ τομήν, δι’ ὧν ὁ ἥλιος φερόμενος ποιεῖ τὸν ἐνιαυτόν;
15ἀλλ’ οὐδὲ ἐκ τῆς τῶν ἀπλανῶν κινήσεως λόγον ἐστὶ δοῦναι τοῦ ἄλλην ἡμέραν ἄλλῳ τινὶ τούτων ἀνακεῖ‐ σθαι. ἐοίκασιν οὖν Ἕλληνες, ὥσπερ τῶν ἀπλανῶν ἄστρων ἄλλοις ἄλλους θεῶν ἢ δαιμόνων ἢ ἡρώων, ὡς ἂν αὐτοὶ φαῖεν, ἀνέθηκαν λόγου παντὸς καὶ αἰτίας
20χωρὶς τοῖς ὀψὲ τοῦ χρόνου γενομένοις τὰ τῷ παντὶ συνυποστάντα, ὡς καὶ ἡ βαρβαρικὴ σφαῖρα δείκνυσιν ἑτέροις ὀνόμασί τε καὶ σχήμασι παρὰ τὰ Ἑλλήνων χρησαμένη, οὕτω καὶ ταῖς ἡμέραις ἑπτὰ πεπιστευμέναις ὑπὸ πάντων ὑπάρχειν, ἐπεὶ καὶ τὰ πλανώμενα ἰσά‐
25ριθμα ταύταις εἶναι συμβέβηκε, κατ’ ἐξουσίαν αὐτό‐ νομον διανεῖμαι τούτοις τὰς ἡμέρας, ἢ τοὔμπαλιν, ὡς
ἂν ἐθέλοιεν, ἐκεῖνα ταῖς ἰσαρίθμοις ἡμέραις.307
Opif
.

308

Τὰς δὲ γενεθλιαλογικὰς τερατολογίας ὡς ὕθλους γραῶν γυναιξὶν ἀποδιοπομπούμεθα κατὰ Πλάτωνα. μόνος ἄρα τὴν αἰτίαν τοῦ ἑβδομαδικοῦ τῶν ἡμερῶν ἀριθμοῦ θεόθεν ἐμπνευσθεὶς ὁ μέγας τοῖς ἀνθρώποις
5ἀποδέδωκε Μωϋσῆς.308