TLG 4015 006 :: JOANNES PHILOPONUS :: In Aristotelis libros de generatione et corruptione commentaria

JOANNES PHILOPONUS Phil., Discipulus Ammonii filii Hermiae Neoplatonicus, vel Philoponus vel Joannes Grammaticus
(Alexandrinus: A.D. 6)

In Aristotelis libros de generatione et corruptione commentaria

Source: Vitelli, H. (ed.), Ioannis Philoponi in Aristotelis libros de generatione et corruptione commentaria [Commentaria in Aristotelem Graeca 14.2] Berlin: Reimer, 1897: 1–314.

Citation: Volume — page — (line)

In GC
.

14,2

1

(1T)

ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗ‐
2TΜΕΙΩΣΕΙΣ ΕΚ ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ
3TΜΕΤΑ ΤΙΝΩΝ ΙΔΙΩΝ ΕΠΙΣΤΑΣΕΩΝ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ
4TΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
5 Διαλαβὼν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων, λέγω δὲ ὕλης καὶ εἴδους, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων, τόπος δὲ ταῦτα καὶ χρόνος καὶ κίνησις, σκοπὸν ἔθετο λοιπὸν ἐν ταῖς ἐφεξῆς πραγματείαις περὶ αὐτῶν τῶν φυσικῶν πραγμάτων διαλαβεῖν. τῶν δὲ φυσικῶν πραγμάτων τὰ μὲν
10ἀγένητά ἐστι καὶ ἄφθαρτα, τὰ δὲ γενητὰ καὶ φθαρτά· τῶν δὲ ἀφθάρτων καὶ ἀιδίων τὰ μὲν καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶν ἀίδια, καθάπερ τὰ οὐράνια, τὰ δὲ κατὰ μὲν τὴν ὁλότητα ἀίδια κατὰ δὲ τὰ μέρη γενητὰ καὶ φθαρτά, οἷά ἐστι τὰ τέσσαρα στοιχεῖα. περὶ μὲν οὖν τῶν ἐν τοῖς φυσικοῖς ἀιδίων, τῶν τε κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη καὶ τῶν
15κατὰ τὴν ὁλότητα μὲν τοιούτων κατὰ δὲ τὰ μέρη φθαρτῶν, ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ διέλαβεν. οὐδὲ γάρ, ὡς ἄν τις οἴοιτο, ἀσύμφωνος ἡ περὶ τῶν τεσσάρων στοιχείων διδασκαλία τῇ περὶ οὐρανοῦ ὑποθέσει, τῆς τοῦ οὐρανοῦ προσηγορίας τὸν πάντα κόσμον δηλούσης παρὰ τοῖς παλαιοῖς. ἐν γοῦν Τιμαίῳ φησὶν ὁ Πλάτων “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ἄλλο
20ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”, καὶ ἐν Πολιτικῷ “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”. ὥστε καὶ Ἀριστοτέλης “Περὶ οὐρανοῦ” ἐπιγράψας οὐ τὰ ἄνω σώματα μόνον, ἀλλὰ
πάντα κόσμον ἐσήμανεν. ἐν μὲν οὖν ταύτῃ, καθὼς εἴρηται, τῇ πραγ‐1
In GC
.

14,2

2

ματείᾳ περὶ τῶν ὁπωσποτεοῦν λεγομένων ἀιδίων διαλαμβάνει, ἐν δὲ ταῖς ἑξῆς περὶ τῶν ὑπολοίπων, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ πάντων τῶν παρακολουθούντων αὐτοῖς. πάλιν δ’ αὖ τῶν παρακολουθούντων τοῖς ἐν γενέσει καὶ φθορᾷ πράγμασι τὰ μὲν κοινῶς πᾶσιν αὐτοῖς παρακολουθεῖ,
5τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδίᾳ τισὶ παρακολουθούντων τὰ μὲν τοῖς περὶ γῆν ἰδίᾳ παρακολουθεῖ, τὰ δὲ τοῖς ὑπὲρ γῆν, τουτέστι μεταξὺ γῆς καὶ οὐρανοῦ, ἅπερ καὶ μετέωρα καλεῖται· καὶ τῶν περὶ γῆν τὰ μὲν ὡς ἐμψύχοις παρα‐ κολουθεῖ, τὰ δὲ ὡς ἀψύχοις· καὶ τῶν ὡς ἐμψύχοις τὰ μὲν ὡς αἰσθητικοῖς, τὰ δὲ ὡς ἀναισθήτοις. ἀκολούθως τοίνυν τῇ διαιρέσει ταύτῃ ὁ Ἀρι‐
10στοτέλης καὶ τὰς φυσικὰς αὑτοῦ πραγματείας διεῖλεν. ὥσπερ γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων διέλα‐ βεν, οὕτως ἐν τῇ προκειμένῃ πραγματείᾳ περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ διαλέξεται, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ὑπὲρ γῆν συνισταμένων καὶ τῶν παρακολουθούντων αὐτοῖς διέλαβεν, ἐν δὲ ταῖς
15Περὶ ζῴων πραγματείαις περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς (πλεῖσται δὲ αὗται διὰ τὸ πολυειδὲς τῆς τῶν ζῴων φύσεως), ἐν δὲ τοῖς Περὶ φυτῶν περὶ τῶν ἐμψύχων μὲν οὐκ αἰσθητικῶν δέ, περὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῶν μετάλλων καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεωρολογικῶν. Ἡ μὲν οὖν διαίρεσις τῶν φυσικῶν πραγμάτων καὶ τῶν εἰς ταῦτα
20πραγματειῶν τοῦ Ἀριστοτέλους, ὡς συντόμως εἰπεῖν, αὕτη ἐστίν. ἀλλ’ ἐπειδὴ πολλή ἐστι τῆς παρούσης πραγματείας ἡ συνέχεια πρὸς τὴν Περὶ οὐρανοῦ, ὡς δηλοῖ ὁ “δέ” σύνδεσμος ὁ κατὰ τὸ προοίμιον (φησὶ γὰρ περὶ δὲ γενέσεως καὶ φθορᾶς) ὡς πρὸς τὸν “μέν” ἀπο‐ δεδομένος τὸν ἐν τῷ πέρατι τῆς Περὶ οὐρανοῦ τεταγμένον (ἔστι γὰρ
25συνέχεια μία λόγου συναπτόντων ἡμῶν τῷ ἐκείνης πέρατι τὸ ταύτης προοίμιον τοῦτον τὸν τρόπον “περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω ἡμῖν τοῦτον τὸν τρόπον, περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων” καὶ τὰ ἑξῆς), ἐπεὶ τοίνυν, ὡς δέδεικται, συνεχὴς ἡ παροῦσα πραγματεία καὶ ἐκείνη,
30εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι τῶν ἐν τῇ Περὶ οὐρανοῦ διδασκομένων, ἀλλὰ κεφαλαιωδέστερον ἐπιδραμεῖν τοῖς ἐκεῖσε γυμναζομένοις. Ἰστέον τοίνυν ὅτι κατὰ μὲν τὰ πρῶτα δύο βιβλία διαλέγεται περὶ
τῶν ἀιδίων, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν γινομένων καὶ φθειρομένων.2
In GC
.

14,2

3

ἀλλ’ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ζητεῖ περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώμα‐ τος, καί φησιν ὅτι ἑτέρα παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὴν φύσιν, ἀγένητος οὖσα καὶ ἄφθαρτος οὐ μόνον κατὰ τὴν ὁλότητα ἀλλὰ καὶ κατὰ τὰ μέρη, οὐδεμίαν ἐπιδεχομένη μεταβολὴν πλὴν τῆς κατὰ τόπον. ζητεῖ
5δὲ καὶ πότερον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, καὶ ἀποδείκνυσιν ὅτι πεπερασμένον ἄλλοις τε πολλοῖς καὶ ἀστείοις λόγοις καὶ ἑνὶ τοιούτῳ, φάσ‐ κων ὅμοιον εἶναι ἄπειρον λέγειν πῆχυν καὶ κύκλον ἄπειρον· ὥσπερ γὰρ ὁ πῆχυν εἰπὼν μεμετρημένον τι λέγει καὶ πεπερασμένον, οὕτω καὶ ὁ κύκλον εἰπὼν σχῆμά τε ὀνομάζει καὶ συναναλαμβάνει τῇ τούτου ἐννοίᾳ τὰ
10πέρατα. δείξας τοίνυν ὅτι πεπερασμένον ἐστὶ τὸ τοῦ οὐρανοῦ σῶμα, ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὐδέν ἐστιν ἔξωθεν αὐτοῦ μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν· οὐδὲ γὰρ ἐν τόπῳ, φησί, τὰ ἐκεῖ πέφυκεν, οὐδὲ χρόνος αὐτὰ ποιεῖ γηράσκειν. ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ βιβλίῳ διδάσκει, κατὰ δὲ τὸ δεύτερον περὶ τοῦ σχήματος τοῦ παντὸς οὐρανοῦ
15καὶ τῶν ἐν αὐτῷ ἀστέρων ὅτι σφαιροειδές ἐστι, καὶ τῆς κινήσεως τῆς τούτων ὅτι κυκλοφορητική. ἐπὶ τούτοις λοιπὸν περὶ τῆς ὁλότητος τῶν τεσσάρων στοιχείων διδάσκει, ζητῶν καὶ τούτων τὸ σχῆμα καὶ δεικνὺς αὐτὸ σφαιρικὸν εἶναι. περὶ δὲ τῆς γῆς πολὺν καταβάλλεται λόγον, ζητῶν τέσσαρά τινα, τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν·
20τὸ μὲν μέγεθος ὅτι οὐχ ὥσπερ οἱ πολλοὶ νομίζουσιν ἄπειρον ἔχει μέγεθος ἀλλ’ ἔστι πεπερασμένη καὶ τῶν πλείστων σχεδὸν δὲ πάντων τῶν ἀστέρων πλὴν τῆς σελήνης ἐλάττων, τὸ δὲ σχῆμα δείκνυσι καὶ αὐτὸ σφαιροειδὲς ὄν, τὴν δὲ θέσιν ὅτι μέση τέτακται οὐ βίας δεομένη πρὸς τὸ ἀνέχεσθαι, ὡς ἄν τις οἴοιτο, ἀλλὰ τοὐναντίον βίας δεομένη πρὸς μετάστασιν τῆς
25μέσης χώρας, ἀκίνητος οὖσα ἐν τῷ οἰκείῳ τόπῳ. τοσαῦτα τοίνυν ζητήσας περί τε τοῦ οὐρανοῦ καὶ τῆς τῶν τεσσάρων στοιχείων ὁλότητος, καθ’ ἃς ἀγένητά ἐστι καὶ ἄφθαρτα, διὰ τοῦ πρώτου καὶ δευτέρου βιβλίου, λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι περὶ τῶν τεσσάρων στοιχείων, καθ’ ὃ γενητά ἐστι καὶ φθαρτά (ἔστι δὲ τοιαῦτα δηλονότι κατὰ τὰ μέρη·
30ἐκ γὰρ τῶν μερῶν τῶν στοιχείων γίνεται τὰ γινόμενα, καὶ εἰς ταῦτα φθείρεται τὰ φθειρόμενα), μέλλων οὖν περὶ τῶν γινομένων καὶ φθειρο‐ μένων διαλαβεῖν ἐκ τίνων καὶ πόσων ἐστὶ στοιχείων, πρῶτον ζητεῖ εἰ ὅλως ἐστὶ γένεσις· μήποτε γὰρ οὐκ ἔστιν ὅλως γένεσις, ὥσπερ οἱ ὑπο‐ τιθέμενοι μηδεμίαν εἶναι κίνησιν μηδὲ μεταβολήν, καθάπερ οἱ περὶ Παρ‐
35μενίδην. καὶ δείκνυσιν εἶναι γένεσιν, τὸ μὲν ἀνελὼν καὶ λύσας τὰς κατὰ
τῆς γενέσεως φερομένας ἀπορίας, τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος3
In GC
.

14,2

4

τῶν γινομένων καὶ φθειρομένων. ὅλως τε δὴ ἐζήτησε πόθεν ποτ’ εἰς ἔννοιαν ἦλθον τοῦ οἴεσθαι μὴ εἶναι γένεσιν οἱ τοῦτο ἀποφηνάμενοι, καί φησιν ὅτι πεπεισμένοι εἶναι ἐν τοῖς πράγμασιν ἐπιστήμην, ταύτην δὲ ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων εἶναι λέγοντες, ὑπέθεντο ἑστῶτα
5εἶναι πάντα τὰ ὄντα. ὁ δὲ πρὸς ταῦτα δέδειχεν ὅτι καὶ ἐπιστήμη ἐστὶ καὶ αὕτη ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων τυγχάνει, καὶ ὅμως οὐκ ἀναγκαζόμεθα τὴν κίνησιν ἀνελεῖν πάντα ἑστῶτα ὑποθέμενοι. ἐνδέχεται γὰρ τῶν πάντων τὰ μὲν ἑστῶτα ὑποτίθεσθαι καὶ ἀίδια, ὧν ἡ ἐπιστήμη, τὰ δὲ γενητὰ καὶ φθαρτά, ἐν οἷς ἡ κίνησις. καὶ ἐν αὐτοῖς δὲ τοῖς γενη‐
10τοῖς ἔστι τι ἑστὼς καὶ μένον καθ’ ὃ καὶ ἐπιστήμη αὐτῶν ἐστι, λέγω δὲ τὸ εἶδος· τῶν γὰρ κατὰ μέρος φθειρομένων καὶ μεταβαλλόντων τὸ εἶδος ἀεὶ κατὰ διαδοχὴν φυλάττεται. διὰ τούτων τοίνυν καὶ τῶν τοιούτων δείξας ὅτι ἔστι γένεσις καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ζητεῖ ἐκ τίνος γίνεται τὰ γινόμενα, ἆρα ἐξ ἀσωμάτου τινὸς ἢ ἔκ τινος σωματικοῦ στοιχείου,
15καὶ δείκνυσιν ὅτι οὐκ ἐξ ἀσωμάτου. δυοῖν γὰρ ὄντων ἀτόπων θάτερον ἐξ ἀνάγκης ἕψεται· ἢ γὰρ κενὸν ἔσται ὃ καταλήψεται τὸ ἐξ ἀσωμάτου γινό‐ μενον ἤ, εἴπερ οὐκ ἔστι τόπος κενός, σῶμα διὰ σώματος διελεύσεται. λείπεται οὖν ἐκ σωματικοῦ στοιχείου γίνεσθαι τὰ γινόμενα. ἔνθα καὶ τὸ στοιχεῖον ὁρίζεται φάσκων στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ
20σύνθετα σώματα διαλύεται, ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ (τοῦτο γὰρ ὁποτέρως ἔχει τέως ἀμφισβητήσιμον), αὐτὸ δὲ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει. ἀμφισβητήσιμον δὲ τέθεικε τὸ εἴτε ἐνεργείᾳ εἴτε δυνάμει ἐνυπάρ‐ χειν τὸ στοιχεῖον, διὰ τὸ μήπω διδάξαι καθ’ ὃν τρόπον γίνεται ἡ γένεσις. εἰ μὲν γὰρ κατὰ σύγκρισιν καὶ διάκρισιν ἡ γένεσις καὶ ἡ φθορά, ἐνεργείᾳ
25ἐνυπάρχει τὰ στοιχεῖα τοῖς συνθέτοις· εἰ δὲ κατὰ μεταβολὴν τῆς οὐσίας, δυνάμει καὶ οὐκ ἐνεργείᾳ. Δείξας τοίνυν ὅτι οὐκ ἐξ ἀσωμάτου τὰ γινόμενα, ἀλλ’ ἐκ σωματικοῦ τινος ὅπερ στοιχεῖον καλοῦμεν, ἐφεξῆς ζητεῖ τοῦτο τὸ στοιχεῖον πότερον ἕν ἐστιν ἢ πλείονα, καὶ πότερον ἄπειρα ἢ πεπερασμένα. ἓν μὲν οὖν,
30φησίν, ἀδύνατον· πόθεν γὰρ ἡ τοσαύτη διαφορὰ ἐν τοῖς γινομένοις, εἴπερ ἑνὸς ἐγίνοντο; καὶ πόθεν αἱ διάφοροι καὶ ἐναντίαι κινήσεις τῶν μὲν ἀνω‐ φόρων ὄντων τῶν δὲ κάτω ῥεπόντων; οὐ γὰρ οἷόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ
τὰ ἐναντία εἶναι. καὶ γὰρ καθ’ Ἱπποκράτην “εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐκ4
In GC
.

14,2

5

ἂν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”. οὐκ ἐξ ἑνὸς οὖν, ἀλλ’ ἐκ πλειόνων. οὐ μὴν ἀπείρων· δέδεικται γὰρ ὡς ἀδύνατον τὸ ἄπειρον ἐνεργείᾳ ὑποστῆναι. οὐ λέγω δὲ κατὰ τὸν ἀριθμὸν μόνον ἀδύνατον τὰ στοιχεῖα ἄπειρα εἶναι, ἀλλ’ οὐδὲ κατὰ μέγεθος· εἰ γὰρ ὁ οὐρανὸς ὁ
5πάντα περιέχων δέδεικται πεπερασμένος ὤν, σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον. πεπερασμένα οὖν τὰ στοιχεῖα καὶ οὐχ ἕν. πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον· καὶ δείξας ὅτι
10οὐκ ἀγένητα ἀλλὰ γενητά, καὶ μάλιστα ἐκ τῆς ἐναργείας (ὁρῶμεν γὰρ ἅπαν ὕδωρ φθειρόμενον καὶ γινόμενον ἀέρα, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), ἐφεξῆς ζητεῖ πόθεν γίνονται, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινὸς ὑπο‐ κειμένου, ὥσπερ ὑπετίθεντο οἱ τὸ μεταξὺ ὕδατος καὶ ἀέρος ὑποτιθέμενοι σῶμα. δείκνυσι δὲ ὅτι οὐκ ἐξ ἄλλου τινός. ἐκεῖνο γάρ, φησί, τὸ ἄλλο
15στοιχεῖον σῶμα ὂν ἐν τόπῳ ἐστὶν ἐξ ἀνάγκης. ἢ οὖν ἄνω ἔσται ἢ κάτω· καὶ εἰ ἄνω, ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν· καὶ κάτω ὡσαύτως, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὂν κατὰ φύσιν, πῦρ ἔσται ἢ ἀήρ· παρὰ φύσιν δὲ ἄνω ὄν, ἢ ὕδωρ ἔσται ἢ γῆ. τὰ αὐτὰ δὲ ἕψεται ἀντι‐ στρόφως κάτω ὑποτεθέντος αὐτοῦ. κατὰ φύσιν μὲν γὰρ ὂν κάτω, γῆ
20ἔσται ἢ ὕδωρ· παρὰ φύσιν δέ, πῦρ ἢ ἀήρ. ἔτι τοῦτο τὸ σῶμα οὐ δήπου ἄποιον ἔσται καὶ ἀνείδεον· τοῦτο γὰρ ἀδύνατον. τῇ ὕλῃ γὰρ τοῦτο πρό‐ σεστιν ἀσωμάτῳ οὔσῃ, ἡμῖν δὲ πρόκειται σωματικὰ στοιχεῖα ζητῆσαι. εἰ τοίνυν πεποίωται, ἢ θερμὸν ἔσται ἢ ψυχρόν, καὶ ἤτοι ξηρὸν ἢ ὑγρόν. εἰ μὲν οὖν θερμὸν εἴη καὶ ξηρόν, πῦρ ἔσται· εἰ δὲ θερμὸν καὶ ὑγρόν,
25ἀήρ· ἔτι δὲ ὑγρὸν μὲν καὶ ψυχρὸν ὑποτεθέν, ὕδωρ ἔσται· ψυχρὸν δὲ καὶ ξηρόν, γῆ. οὐκ ἄρα ἐξ ἄλλου τινὸς γίνονται· ἐξ ἀλλήλων ἄρα. εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ. ἀλλ’ εἰ μὲν ἐνεργείᾳ ἀλλήλοις ἐνυπάρχοντα γεννᾶται ἐξ ἀλλήλων, κατὰ ἔκκρισιν ἔσται ἡ γένεσις, καθάπερ οἱ περὶ Ἀναξαγόραν ὑπετίθεντο. ἀλλὰ τοῦτο, φησίν,
30ἀδύνατον· εἰ γάρ, φησί, τῷ ἐκκρίνεσθαι γεννᾶται ταῦτα ἐξ ἀλλήλων, οἷον εἰ τῷ ἐνυπάρχειν ἐν τῷ ὕδατι κατ’ ἐνέργειαν ἀέρος ὁμοιομερείας γεννᾶται [δὲ] ἐξ ὕδατος ἀήρ, καὶ τῶν ἄλλων ἕκαστον, ἀνάγκη ἤτοι στῆναί ποτε τὴν γένεσιν, τῶν μὲν ἄλλων ὁμοιομερειῶν ἐξαναλωθεισῶν (ἀέρος φημὶ καὶ
πυρὸς καὶ γῆς) τῶν δὲ τοῦ ὕδατος μόνων ὑπολειφθεισῶν, ὡς μηκέτι ἐξ αὐτῶν5
In GC
.

14,2

6

ἄλλο τι δύνασθαι τῶν στοιχείων ἐκκρίνεσθαι· ἢ οὖν τοῦτο τὸ εἰρημένον συμβήσεται, τὸ στῆναι τὴν γένεσιν, ἢ εἴπερ εἰσαεὶ δοίης γίνεσθαι ἐξ ἀλλή‐ λων τὰ στοιχεῖα, ἄπειρα ἀνάγκη ὑποθέσθαι σώματα ἐν τῷ αὐτῷ ἐνεργείᾳ ὑπάρχοντα, ὅπερ ἀδύνατον. λείπεται οὖν ἐξ ἀλλήλων γεννᾶσθαι τὰ
5στοιχεῖα, τῷ δυνάμει ἐνυπάρχειν ἀλλήλοις. δυνάμει δὲ ἀλλήλοις ἐνυπάρ‐ χουσιν ἢ τῷ ἀναλύεσθαι εἰς πρῶτα καὶ κοινὰ τῶν πάντων στοιχεῖα, ἅπερ οἱ μὲν ἄτομα σώματα ἔλεγον (καθάπερ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον) οἱ δὲ ἐπίπεδα (ὥσπερ Πλάτων), ἢ τῷ δυνάσθαι εἰς ἄλληλα μεταβάλλειν. ἀλλ’ ὅτι μὲν οὐ τῷ ἀναλύεσθαι εἰς πρῶτα στοιχεῖα ἔδειξεν (οὔτε γὰρ
10ἄτομα σώματα δυνατὸν εἶναι, καὶ τὸ εἰς ἐπίπεδα διαλύειν τὸ σῶμα εὔηθες εἶναί φησι· τοῦ γὰρ αὐτοῦ ἂν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπί‐ πεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα, ὡς εἶναι τὰ σώματα ἐκ σημείων συγκείμενα, ὅπερ ἔσχατόν ἐστιν ἄτοπον)· λείπεται τοίνυν ἄλλον τρόπον ὑποθέσθαι ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα.
15 Τὸν τρόπον δὲ τῆς ἐξ ἀλλήλων γενέσεως ζητῶν, ἐπὶ τὸν περὶ τῶν δυνάμεων αὐτῶν καὶ παθῶν καὶ κινήσεων ἦλθε λόγον. καὶ εἰπὼν ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ὅτι χρὴ πάσας τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν διεξελθεῖν, τάς τε κατὰ τὰς δυνάμεις ἤτοι ῥοπὰς αὐτῶν ἐξεταζο‐ μένας καὶ τὰς κατὰ ποιότητα, τάς τε ποιητικὰς καὶ παθητικάς, ἐν τῷ
20τετάρτῳ βιβλίῳ διαλέγεται περὶ βαρύτητος καὶ κουφότητος, καθ’ ἃς ἡ φυσικὴ κίνησις αὐτῶν γίνεται καὶ τόπον οἰκεῖον ἕκαστον μετείληχε. μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν, καθ’ ἃς γίνεται αὐτοῖς καὶ ἡ εἰς ἄλληλα μεταβολή, δι’ ὧν καὶ ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως σαφηνίζεται καὶ ὁ ἀριθμὸς αὐτῶν ἀναφαίνεται πόσα
25τέ ἐστι καὶ τίνα, εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν ἐν τῷ πρώτῳ τῆς προκειμένης πραγματείας βιβλίῳ, οὐ ζητῶν εἰ ἔστι γένεσις (τοῦτο γὰρ ἐν τῇ Περὶ οὐρανοῦ παραδέδωκεν), ἀλλὰ διδάσκων τί τέ ἐστι καὶ τίνι τῶν ἄλλων διενήνοχε μεταβολῶν, ἀλλοιώσεώς τε καὶ αὐξήσεως.
30καὶ γυμνάσας πάντα ὅσα ἐχρῆν ζητῆσαι τὸν περὶ τῆς καθόλου γενέσεως καὶ φθορᾶς ποιούμενον λόγον, ἐφεξῆς προτίθεται περὶ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν ἁπλῶν σωμάτων διαλαβεῖν, ἅπερ στοιχεῖά ἐστι πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ συνθέτων σωμάτων. ἐπειδὴ δὲ πρὸς τὴν τούτων διδασκαλίαν ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ μίξεως
35λόγος, προλαμβάνει τὴν περὶ τούτων ζήτησιν. καὶ ἐν τούτῳ τὸ πρῶτον συμπληρώσας βιβλίον, ἐν τῷ δευτέρῳ λόγῳ εἰς τὴν τῶν στοιχείων ἐμβάλλει
διδασκαλίαν, ζητῶν τὰς ποιητικὰς αὐτῶν καὶ παθητικὰς διαφοράς, καὶ διὰ6
In GC
.

14,2

7

τούτων, καθὼς προείρηται, τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἀνευρίσκων καὶ τὴν ἀπόδειξιν τοῦ τοσαῦτα μόνα εἶναι τὰ στοιχεῖα. ἐξ ἀρχῆς 〈γὰρ〉 ἐν τῇ Περὶ οὐρανοῦ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστιν, εἰσύστερον τὴν τούτων ἀπόδειξιν καταλέλοιπε.
5p. 314a1 Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων. Καλῶς εἰπὼν περὶ γενέσεως τῶν γινομένων προσέθηκε τὸ φύσει. γίνονται γάρ τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν· καὶ κατὰ προ‐ αίρεσιν μὲν οἷον φιλίαι καὶ ἔχθραι, κατὰ τέχνην δὲ οἷον οἰκία ναῦς. ἀλλ’
10οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ τῶν φύσει γινομένων καὶ φθειρομένων, καὶ τούτων οὐκ ἐνίων, ἀλλ’ ὁμοίως κατὰ πάντων φησίν, τουτέστι καθό‐ λου περὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ζητητέον. εἴρηται γὰρ καὶ κατ’ ἀρχάς, ὅτι οὐ περὶ τῶνδέ τινων ἡ παροῦσα πραγματεία διαλαμβάνει, ἀλλὰ κοινῇ περὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ· κατὰ μέρος γὰρ περὶ
15τούτων αἱ ἐφεξῆς πραγματεῖαι διδάσκουσιν, αἱ μὲν περὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων, ἄλλαι δὲ περὶ ζῴων καὶ φυτῶν. p. 314a2 Τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν. Διοριστέον, φησί, τῶν γινομένων καὶ φθειρομένων τὰς αἰτίας, πληθυν‐ τικῶς εἰπὼν καὶ οὐχ ἑνικῶς. καὶ γὰρ καὶ τὸ ὑποκείμενον αἰτία καὶ αὐτὸ
20τὸ εἶδος καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἡ ποιητική, αἰτία δὲ καὶ τὸ οὗ ἕνεκα, ἥτις ἐστὶ τὸ τέλος· περὶ γὰρ τούτων ἁπασῶν διαλέξεται. τὸ δὲ τοὺς λόγους αὐτῶν ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἂν σημαίνοι, ὡς δηλοῖ ὁ “τε” σύνδεσμος, τινὲς δὲ αἰτίας μὲν τὰς καθόλου καὶ κοινὰς πάντων τῶν γινομένων ἤκουσαν αἰτίας (οἷον τί τὸ καθόλου ποιητικὸν αἴτιον
25φθορᾶς καὶ γενέσεως; τίς ἡ κοινὴ αὐτῶν ὕλη; καὶ τὰ λοιπὰ ὡσαύτως), λόγους δὲ τὰς μερικὰς καὶ τὰς προσεχεῖς ἑκάστου αἰτίας (τίς ὕλη ζῴων; ὅτι τυχὸν οἱ τέσσαρες χυμοί. τίς ὕλη τῶν ἐν μετεώροις γινομένων, ὑετοῦ χαλάζης χιόνος βροντῶν ἀστραπῶν ἀνέμων; ὅτι τῶν μὲν ἡ ὑγρὰ ἀνα‐
θυμίασις, ὑετοῦ χιόνος δρόσου χαλάζης, τῶν δὲ λοιπῶν ἡ ξηρά. καὶ ἐπὶ7
In GC
.

14,2

8

μετάλλων καὶ τῶν λοιπῶν· τίς ἡ ἑκάστου ὕλη; ὁμοίως τί τὸ προσεχὲς ἑκά‐ στου ποιητικὸν αἴτιον καὶ τὸ εἶδος;). ἐμοὶ δὲ δοκεῖ αἰτίας μὲν τὰς εἰρη‐ μένας τέσσαρας λέγειν, εἴτε τὰς κοινὰς εἴτε τὰς προσεχεῖς ἑκάστου τῶν γινομένων, λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἢ φθείρεται.
5οἷον ὅτι τοῦ ἡλίου ἀποστάντος καὶ τῆς ἀτμίδος περιψυχθείσης πύκνωσις γίνεται, καὶ ταύτῃ μεταβολὴ εἰς ὕδωρ, ἐπιτεινομένης δὲ τῆς ψύξεως, πῆξις· ἀλλ’ εἰ μὲν ὕδατος γένηται πῆξις, ποιεῖ χάλαζαν ἢ κρύσταλλον, εἰ δὲ ἀτ‐ μίδος, χιὼν γίνεται. ὁμοίως περὶ ἀστραπῆς καὶ βροντῆς, ὅτι τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν
10μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα, εἶτα τῇ τούτου πιλήσει τοῦ μέρους τὸ ἐν τοῖς κάτω μέρεσιν ἀποληφθὲν πνεῦμα ἐκπυρηνίζεται, εἶτα ἐξακοντιζόμενον καὶ προσρη‐ γνύμενον τοῖς ὑποκειμένοις νέφεσι τῇ μὲν πληγῇ τὸν ψόφον, τῇ δὲ σφοδρᾷ κινήσει καὶ παρατρίψει ἐκπυρωθὲν τὴν ἀστραπὴν ἀπεργάζεται. ἔοικεν οὖν
15ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀποδόσεις τῶν γινομένων καὶ φθειρομένων λόγους ἀποκαλεῖν· οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι ὕλη ἀστραπῆς ἢ βροντῆς τὸ πνεῦμα, οὐδ’ ὅτι ποιητικὸν αἴτιον ἡ τῶν οὐρανίων κίνησις, ἀλλὰ δεῖ προ‐ σθεῖναι καὶ τὸν λόγον καθ’ ὃν τοῦ μὲν ποιοῦντος τοῦ δὲ πάσχοντος ἢ γί‐ νεται τὰ γινόμενα ἢ φθείρεται τὰ φθειρόμενα.
20p. 314a3 Ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον. Ὁ περὶ τούτων λόγος καὶ καθ’ αὑτὸν χρήσιμος τῷ φυσικῷ (καὶ γὰρ αὔξησις καὶ ἀλλοίωσις φυσικαί τινές εἰσι μεταβολαὶ καὶ γενέσεις τινὲς καὶ αὐταί, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται), ἔτι δὲ εἰς τὸν περὶ τῆς κυρίως λεγο‐ μένης γενέσεως λόγον συντελεῖ, ὡς καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπιφέρει· εἴτε
25γὰρ ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις, εἴτε ἕτερον ὥσπερ καὶ τοῖς ὀνόμασι κεχώρισται, ῥᾷον γνωσθήσεται γνωσθείσης τῆς ἀλλοιώσεως ἥτις ποτέ ἐστιν. p. 314a4 Καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν γενέσεως καὶ ἀλλοιώσεως. Γένεσις μέν ἐστι μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν,
30ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοπεποιημένον κατά τι τῶν συμβεβηκότων αὐτῷ. οὕτω γοῦν καὶ Ὅμηρος τὴν περὶ τὰ συμβεβηκότα τοῦ Ὀδυσσέως
μεταβολὴν ἀλλοίωσιν ὠνόμασεν εἰπὼν8
In GC
.

14,2

9

ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν. [ὁ Τηλέμαχος πρὸς τὸν πατέρα ὑπὸ τῆς Ἀθηνᾶς μεταβληθέντα.] καὶ σκόπει ὡς οὐκ εἶπεν ἄλλος, ἀλλὰ ἀλλοῖος· ἡ μὲν γὰρ γένεσις ἄλλο ποιεῖ, οἷον ἐξ ὕδατος πῦρ, ἡ δ’ ἀλλοίωσις ἀλλοῖον, ἐκ λευκοῦ τυχὸν μέλαν. ἆρ’ οὖν,
5φησί, ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις μόνοις ὀνόμασι διαφέροντα, ἢ τοῖς ὀνόμασι καὶ τὰ πράγματα συνδιῄρηται; p. 314a6 Οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν. Ἐπειδὴ γένεσίς τις καὶ ἡ ἀλλοίωσις, ἀλλ’ οὐχ ἁπλῆ οὐδὲ κυρίως γένεσις, ἀλλὰ μετὰ προσθήκης τὶς γένεσις, διὰ τοῦτο ἁπλῆν προσέθηκεν. ἱστορεῖ δὲ
10πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν ἀρχαίων δόξας ἃς εἶχον περὶ γενέσεως, ἵνα ἐπὶ ταύταις ἐξετασθείσαις τὰ αὑτῷ δοκοῦντα κατασκευάσῃ. λέγει δὲ τοὺς μὲν αὐτῶν τὸ αὐτὸ ὑπολαβεῖν τὴν κυρίως γένεσιν τῇ ἀλλοιώσει, τοὺς δὲ ἕτερον. καὶ τίνες οἱ τῆς δόξης ἑκατέρας προστάται προστίθησιν. p. 314a8 Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι καὶ πάντα ἐξ
15ἑνὸς γεννῶσι. Ὁ σκοπὸς αὐτῷ τὰς τῶν παλαιοτέρων περὶ γενέσεως καὶ ἀλλοιώσεως δόξας ἐκθέσθαι. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. τῶν παλαιῶν, φησίν, οἱ μὲν ἓν ὑπέθεντο τῶν πάντων στοιχεῖον, οἱ δὲ πλείονα. οἱ μὲν οὖν ἓν ὑπο‐ θέμενοι εἰς ταὐτὸν ἄγουσι γένεσιν καὶ ἀλλοίωσιν· τίνα δὲ τρόπον ῥητέον.
20ἐπειδὴ γὰρ τὸ πρώτιστον στοιχεῖον ἓν ὑπετίθεντο, ἐξ οὗ τὰ ἄλλα πάντα γίνεσθαι, ἀνάγκη πᾶσα τὸ αὐτὸ μένον κατ’ οὐσίαν ποιεῖν τὰ ἄλλα· εἰ γὰρ μεταβληθείη κατ’ οὐσίαν, οὐκ ἔσται πρῶτον στοιχεῖον, ἀλλ’ ἕξει πρὸ αὑτοῦ περὶ ὃ γέγονεν ἡ μεταβολὴ τὸ αὐτὸ μένον καὶ ἀμετάβλητον, οἵαν ἡμεῖς ὑποτιθέμεθα τὴν ἀνείδεον ὕλην. εἰ τοίνυν εἰδοπεποιημένον ὑπάρχον τὸ
25στοιχεῖον (τοιοῦτον γὰρ αὐτοὶ ὑπετίθεντο) ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἐπεὶ οὐκέτ’ ἔσται πρῶτον στοιχεῖον, λείπεται τὴν μεταβολὴν μηκέτι εἶναι τὴν κατ’ οὐσίαν, καθ’ ἣν μεταβάλλον ποιεῖ τἆλλα. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι οὐκ ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις· ἔστι γάρ, ὡς εἶπον, γένεσις μὲν μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ
30περί τι εἰδοπεποιημένον κατά τι τῶν περὶ αὐτὸ συμβεβηκότων. σκόπει δὲ
μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν. ἡ γὰρ γένεσις οὐ τοῦ ὑποκει‐9
In GC
.

14,2

10

μένου ἐστὶ καὶ τῆς ὕλης, κἄν τε ἀμετάβλητος μένῃ κἄν τε μή, ἀλλὰ τοῦ ἐξ αὐτῆς καὶ τοῦ εἴδους συγκειμένου. καὶ ἡμεῖς οὖν τὴν γένεσιν περὶ τὴν πρώτην ὕλην φαμὲν συνίστασθαι ἀμετάβλητον οὖσαν (δεῖ γὰρ ἀεὶ μένειν τὸ πρῶτον ὑποκείμενον), ἀλλ’ ὅμως ἐξ αὐτῆς καὶ τῶν ἐπιγινομένων ποιοτήτων
5τὰ στοιχεῖα ποιοῦμεν. τί οὖν κωλύει καὶ αὐτοὺς τὸ πρῶτον στοιχεῖον ποιεῖν ἀμετάβλητον, καὶ μὴ διὰ τοῦτο γένεσιν ἀναιρεῖν; ἔστω οὖν τὴν συνδρομὴν τῶν τοιῶνδε καὶ τοσῶνδε ποιοτήτων περὶ τὸ πρῶτον στοιχεῖον ποιεῖν τὰ πράγματα, περὶ ταῦτα δὲ λοιπὸν γίνεσθαι τὴν ἀλλοίωσιν, πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ
10συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεποιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον *** ἐπεὶ καὶ πρῶτον ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται, πλὴν εἰ μὴ περὶ τὰ συμβεβηκότα αὐτῷ δοῖεν τὴν μεταβολήν. Οὕτω μὲν οὖν οἱ ἓν ὑποτιθέμενοι στοιχεῖον ἀναγκάζονται τὴν γένεσιν
15εἰς ταὐτὸν ἄγειν τῇ ἀλλοιώσει, ὅσοι δὲ πλείω τὰ στοιχεῖα ὑποτίθενται, δύνανται χωρίζειν γένεσιν ἀλλοιώσεως, συγκρίσει μὲν καὶ διακρίσει τὴν γέ‐ νεσιν καὶ τὴν φθορὰν ὑποτιθέμενοι, τῇ μεταθέσει δὲ καὶ τῇ μετατάξει τὴν ἀλλοίωσιν, καθάπερ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπέθεντο. ὅμως φησὶ καὶ περὶ πάντων τῶν πλείω στοιχεῖα ὑποθεμένων δυναμένων σῴζειν
20καὶ γένεσιν καὶ ἀλλοίωσιν· οὐ πάντες ἔσωσαν. ἀμέλει τοι Ἐμπεδοκλῆς τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα ἀλλοίωσιν ἀνεῖλεν, ἀπαθῆ εἰπὼν τὰ στοι‐ χεῖα καὶ τὰς ἐν αὐτοῖς ποιότητας ἀμεταβλήτους, ὡς γένεσιν μόνην εἰσά‐ γεσθαι διὰ τῆς τούτου ὑποθέσεως, εἰ καὶ κατ’ ἄλλον τρόπον ἢ ὥσπερ ἡμεῖς ὑποτιθέμεθα, καθάπερ ἐν τοῖς ἐφεξῆς δειχθήσεται.
25 Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι. ἐξηγούμενος τί ἐστι τὸ ἓν τὸ πᾶν λέγειν ἐπήγαγε τὸ πάντα ἐξ ἑνὸς γεννῶσι, τουτέστι τὸ ἓν πάντων ὑποτίθεσθαι στοιχεῖον. p. 314a10 Καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι. Ὅπερ ἀνωτέρω εἶπεν “ἁπλῆν γένεσιν”, τοῦτο νῦν σαφέστερον κυρίως
30γινόμενον εἶπεν.10
In GC
.

14,2

11

p. 314a11 Ὅσοι δὲ πλείω τὴν ὕλην ἑνὸς τιθέασιν. Ὅσοι, φησίν, ἑνὸς πλείω τὴν ὕλην τιθέασιν, ὕλην καλέσας τὰ πρῶτα παρ’ αὐτοῖς στοιχεῖα (κατὰ γὰρ ἐκείνους ὕλη ταῦτα, ἀμετάβλητα καὶ ἀναλ‐ λοίωτα αὐτὰ ὑποτιθεμένους), κατὰ τούτους, φησίν, ἕτερον γένεσις ἀλλοιώ‐
5σεως. οὐκ εἰπὼν δὲ τίνες ἓν τὸ στοιχεῖον ὑπέθεντο, τοὺς πλείω λέγοντας προσέθηκεν, εἰπὼν Ἐμπεδοκλέα (οὗτος γὰρ τέσσαρα στοιχεῖα ὑπέθετο, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν), καὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας ὑπο‐ θέμενον, καὶ Λεύκιππον· οὗτος γὰρ καὶ Δημόκριτος ἄπειρα ὑπέθεντο σώ‐ ματα, ἄπειρα δὲ καὶ πλήθει καὶ τῇ τῶν σχημάτων διαφορᾷ. εἰσὶ δὲ καὶ
10οἱ ἓν τὸ ὑποκείμενον ποιοῦντες, ὡς Θαλῆς μὲν τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης τὸν ἀέρα, Ἀναξίμανδρος δὲ τὴν μεταξὺ φύσιν ἀέρος καὶ ὕδατος οὖσαν ἄπειρον, Ἡράκλειτος δὲ τὸ πῦρ. p. 314a13 Καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε. Εἰπὼν ἕπεσθαι τοῖς πλείω τὰ στοιχεῖα λέγουσι τῶν ὄντων ἄλλο λέγειν
15γένεσιν ἀλλοιώσεως, μέμφεται Ἀναξαγόραν μὴ κυρίως κατὰ τῆς γενέσεως τῷ τῆς ἀλλοιώσεως χρώμενον ὀνόματι. οὗτος γὰρ στοιχεῖα ποιῶν τὰ ὁμοιο‐ μερῆ, ἄπειρα ὄντα καὶ ἀμετάβλητα κατ’ αὐτόν, καὶ τῇ τούτων συγκρίσει καὶ διακρίσει καὶ ἐκκρίσει ποιῶν τὴν γένεσιν, τὸ γίνεσθαι καὶ φθείρεσθαι ἀλλοιοῦσθαι ἐκάλεσεν.
20p. 314a15 Πολλὰ δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι. Ἑξῆς λέγει τοὺς πλείω τὰ στοιχεῖα ὑποθεμένους, ὧν ἐστιν Ἐμπεδοκλῆς ὑλικὰ μὲν καὶ οἷον παθητικὰ τὰ τέσσαρα σώματα ὑποτιθέμενος, ποιητικὰ δὲ καὶ κινητικὰ νεῖκος καὶ φιλίαν. Ἀναξαγόρας δὲ καὶ οἱ περὶ Λεύκιππον ἄπειρα ὑπετίθεντο σώματα· ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὰ ὁμοιομερῆ (τί δέ
25ἐστιν ὁμοιομερές, αὐτὸς προσέθηκεν εἰπὼν ὧν ἑκάστου συνώνυμον τὸ
μέρος ἐστί· σαρκὸς γὰρ τὸ μέρος σάρξ, καὶ ὀστοῦ καὶ νεύρου πάλιν ὁμοίως,11
In GC
.

14,2

12

χειρὸς δὲ καὶ τῶν ἄλλων ἀνομοιομερῶν τὰ μέρη οὐκ ἔστι συνώνυμα τῷ ὅλῳ· οὐ γὰρ λέγεται τὰ μέρη τῆς χειρὸς χεῖρες), ὁ δὲ Δημόκριτος καὶ Λεύκιππος ἄτομα ὑπετίθεντο σώματα οὐ μόνον τῷ πλήθει ἄπειρα, ἀλλὰ καὶ τῇ τῶν σχημάτων διαφορᾷ, ὡς συμβαίνειν ἐκ τῶν τούτου λόγων τοῦ
5ἀπείρου εἶναί τι ἀπειρότερον· ἕκαστον γὰρ τῶν σχημάτων οὐκ ἐν μιᾷ ἀτόμῳ, ἀλλ’ ἐν πλείοσι τιθέασιν. οἱ δὲ περὶ Ἐπίκουρον, ὥς φησιν Ἀλέξανδρος, οὐκέτι κατὰ τοῦτο συνεφώνησαν Δημοκρίτῳ· ἐκεῖνοι μὲν γὰρ κατὰ μὲν τὸ πλῆθος ἀπείρους τὰς ἀτόμους ὑποτίθενται, κατὰ δὲ τὰ σχήματα ἀπεριλήπ‐ τους μὲν οὐκ ἀπείρους δέ. καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον
10ἀνάγκη. ἔστω γὰρ πεπερασμένα εἶναι τὰ τῶν ἀτόμων σχήματα, ἀνάγκη δὲ πᾶσα ἕκαστον τῶν σχημάτων ἢ ἐν πεπερασμέναις εἶναι ἀτόμοις ἢ ἐν ἀπείροις. εἰ μὲν οὖν ἕκαστον σχῆμα πεπερασμένας ἀτόμους μορφοῖ, καὶ τὸ ἐκ πάντων συναγόμενον πλῆθος πεπερασμένον ἔσται. ἢ οὖν οὐ πάσας ἐσχηματίσθαι τὰς ἀτόμους ἀνάγκη, ἢ εἰ πᾶσαι ἐσχηματισμέναι εἰσί, πεπε‐
15ρασμέναι ἔσονται. ἀλλ’ ὑπόκειται ἀπείρους αὐτὰς εἶναι· ὥστε ἀδύνατον τῶν σχημάτων ἕκαστον ἐν πεπερασμέναις εἶναι ἀτόμοις. οὐκοῦν ἢ ἕκαστον ἐν ἀπείροις, ἢ τὰ μὲν τῶν σχημάτων ἐν ἀπείροις τὰ δὲ ἐν πεπερασμέναις. εἰ μὲν οὖν πάντα ἐν ἀπείροις, πολλαπλασιασθήσεται τὸ ἄπειρον· εἰ δὲ τινὰ μὲν ἐν ἀπείροις τινὰ δὲ οὔ, ἢ πάλιν πολλαπλασιασθήσεται τὸ ἄπειρον, εἰ
20καὶ τρία μόνα εἴη σχήματα ἐν ἀπείροις ἀτόμοις ἢ δύο, ἢ πάντως μεῖζόν τι τοῦ ἀπείρου ἔσται, κἂν ἓν μόνον εἴη ἐν ἀπείροις. τὸ γὰρ ἐκ πάντων συναγόμενον πλῆθος τῶν ὑπὸ τὸ ἓν σχῆμα ἀτόμων πλεῖόν ἐστιν. εἰ οὖν τούτων ἕκαστον ἀδύνατόν ἐστιν, ἀνάγκη δὲ πᾶσα ἓν τούτων ἀκολουθῆσαι τῶν ἀτόμων ἀπείρων εἶναι ὑποκειμένων, ψευδὴς ἄρα ἡ περὶ τοῦ ἄτομα εἶναι
25ἄπειρα ὑπόθεσις. p. 314a23 Αὐτὰ δὲ πρὸς αὑτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσί. Αὐτὰ πρὸς αὑτὰ οὐ τὰ στοιχεῖα λέγει, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ἀλλὰ τὰ ἐκ τῶν στοιχείων· ἔστι γὰρ ἡ ἀπόδοσις οὐ πρὸς τὸ προ‐ σεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, λέγω δὲ πρὸς τὸ “τἆλλα”, ὅπερ ἐδήλου
30τὰ σύνθετα. ταῦτα οὖν, φησί, τὰ σύνθετα κατὰ τρεῖς τρόπους ἀλλήλων διαφέρει κατὰ Δημόκριτον, καθ’ ἕνα μὲν τῷ ἐκ διαφόρων ἀτόμων συγκεῖ‐
σθαι κατὰ τὸ σχῆμα, ὅπερ αὐτῷ σημαίνει τὸ τούτοις ἐξ ὧν εἰσίν· οὐ12
In GC
.

14,2

13

γὰρ ἐκ τῶν αὐτῶν ἀτόμων πῦρ καὶ γῆ, ἀλλὰ πῦρ μὲν ἐκ σφαιρικῶν σύγ‐ κειται ἀτόμων, γῆ δὲ οὐκ ἐκ τοιούτων, κυβικῶν δὲ τυχόν. ἀλλά, φησί, καὶ θέσει καὶ τάξει τῶν ἀτόμων διενήνοχεν ἀλλήλων τὰ σύνθετα. πολ‐ λάκις γὰρ δύο τινῶν ἐκ τῶν αὐτῶν ἀτόμων συγκειμένων ἡ διαφορὰ ἔσται
5παρὰ τὴν τάξιν τῶν ἀτόμων, τῷ ἐπὶ τοῦδε μὲν λόγου χάριν πρώτας μὲν τὰς σφαιρικὰς ἀτόμους τελευταίας δὲ τὰς πυραμοειδεῖς τετάχθαι, ἐπὶ δὲ τοῦ ἑτέρου ἔμπαλιν πρώτας μὲν τὰς πυραμοειδεῖς ὑστέρας δὲ τὰς σφαιρικάς, καθάπερ ἐπὶ τῆς ΩΣ καὶ ΣΩ συλλαβῆς ἔχει· τῶν γὰρ αὐτῶν στοιχείων ἡ τάξις τὴν διαφορὰν ἐργάζεται. ὡσαύτως δὲ καὶ παρὰ τὴν θέσιν τῶν
10ἀτόμων ἡ τῶν συνθέτων διαφορὰ γίνεται, ποτὲ μὲν πλαγίων, ποτὲ δὲ ὀρ‐ θῶν, ἐπ’ ἄλλων δὲ ὑπτίων οὐσῶν· τοῦ γοῦν Ζ στοιχείου ὡς πρὸς τὸ Ν κατὰ τὴν θέσιν μόνον ἡ διαφορά, καὶ τοῦ Γ πρὸς τὸ Λ. εἰδέναι δὲ χρὴ ὅτι τῶν εἰρημένων τριῶν διαφορῶν ἡ μὲν προτέρα, καθ’ ἣν ἐκ τοίων ἢ τοίων σύγκειται ἀτόμων, ἄλλα ποιεῖ τὰ σύνθετα καὶ παντάπασιν ἕτερα, ἡ
15δὲ παρὰ τὴν θέσιν καὶ τὴν τάξιν ἑτεροῖα μὲν οὐχ ἕτερα δέ. p. 314a24 Ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα. Ἐναντίως, φησίν, Ἀναξαγόρας ἐδόξασε τοῖς περὶ Ἐμπεδοκλέα περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς πρῶτά φησιν εἶναι καὶ ἁπλούστατα τὰ
20τέσσαρα στοιχεῖα, ἐκ τούτων δὲ συγκρινομένων γεννᾶσθαι τὰ ὁμοιομερῆ, ὀστοῦν καὶ σάρκα, Ἀναξαγόρας δὲ ἔμπαλιν σύνθετα φάσκων εἶναι τὰ τέσσαρα στοιχεῖα ἐκ τῶν ὁμοιομερῶν· καὶ γὰρ ὀστοῦ καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου ὁμοιομερείας ἔλεγεν ὑπάρχειν τῷ πυρὶ καὶ τῷ ὕδατι καὶ τοῖς ἄλλοις, ἐπειδὴ πάντα ἐκ τούτων ἑώρα γινόμενα. ἀλλ’ ὥσπερ ὀστοῦ καὶ
25σαρκὸς ὁμοιομερείας ἔλεγεν καὶ τῶν λοιπῶν, ἅπερ ἡμεῖς σύνθετά φαμεν, οὕτω καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· καὶ πάντα μὲν εἶναι ἐν πᾶσι, φαίνεσθαι δὲ ἕκαστον καὶ ὀνομάζεσθαι κατὰ τὸ ἐπικρατοῦν. ὥστε οὐκ ἐναντίως ἔλεγε τοῖς περὶ Ἐμπεδοκλέα· οὐδὲ γὰρ συνθετώτερα ἔλεγε τὰ στοιχεῖα σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν. διαφέρουσι δὲ ὅτι ὁ μὲν
30Ἐμπεδοκλῆς ἀρχὰς ἔλεγε τῶν λοιπῶν τὰ στοιχεῖα, Ἀναξαγόρας δὲ πάντων τὰς ὁμοιομερείας ἀρχάς, φαίνεσθαι δὲ καὶ λέγεσθαι ἕκαστον κατὰ τὸ ἐπι‐
κρατοῦν, εἴπερ δεῖ ἄρα ἐκ τῶν ἀρχῶν εἶναι τὰ ἀνομοιομερῆ.13
In GC
.

14,2

14

p. 314b1 Τοῖς μὲν οὖν ἐξ ἑνὸς πάντα κατασκευάζουσιν. Πῶς κατὰ μὲν τοὺς ἓν στοιχεῖον ὑποθεμένους ταὐτὸν ἀλλοίωσις καὶ γένεσις, κατὰ δὲ τοὺς πλείονα ἕτερον, σαφῶς ἐπεξέρχεται. ἀνωτέρω δὲ αὐτὸ τοῦτο εἰπὼν μόνον, τί ἕπεται ἑκατέρᾳ τῶν ὑποθέσεων ἀπήγγειλε, νυνὶ δὲ
5αὐτὸ τοῦτο ἀποδείκνυσιν. p. 314b3 Ἀεὶ γὰρ μένει τὸ ὑποκείμενον ταὐτὸ καὶ ἕν. Διότι, ὡς εἰρήκαμεν, δεῖ τὴν πρώτην ὕλην ἀμετάβλητον εἶναι. p. 314b3 Τὸ δὲ τοιοῦτον ἀλλοιοῦσθαί φαμεν. Τὸ μεταβάλλειν τοῦ αὐτοῦ καὶ ἑνὸς μένοντος, τοῦ ὑποκειμένου δηλονότι.
10p. 314b4 Τοῖς δὲ τὰ γένη πλείω ποιοῦσι. Γένη καλεῖ τὰ στοιχεῖα. κατὰ τούτους δέ, φησί, τοὺς πλείω στοιχεῖα ὑποτιθεμένους διαφέρει γένεσις ἀλλοιώσεως, εἴπερ συγκρίσει φασὶ τὴν γέ‐ νεσιν ἀποτελεῖσθαι. οὐ γὰρ ταὐτὰ τὰ ἐκ διαφόρων συντεθέντα· οὐκ ἄρα ἀλλοίωσις ἡ σύγκρισις δύναται εἶναι. μαρτυρεῖ δὲ καὶ Ἐμπεδοκλῆς τὸ κατὰ
15σύγκρισιν γενέσθαι τὴν γένεσιν, λέγων φύσιν μὲν ἰδίαν μηδενὸς εἶναι τῶν συνθέτων, ἀλλὰ ταῦτα πάντα ἐν τῇ συγκρίσει τῶν συμμιγέντων τὴν οὐσίαν ἔχειν· φύσις γάρ, ἔφη, οὐδενός ἐστιν,
ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων. p. 314b8 Ὅτι μὲν οὖν οἰκεῖος ὁ λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω
20φάναι, δῆλον.
Ὅτι, φησί, τῇ ὑποθέσει τὰ πλείονα στοιχεῖα λεγούσῃ οἰκεῖον φάναι14
In GC
.

14,2

15

ἕτερον εἶναι γένεσιν ἀλλοιώσεως, δῆλον· δῆλον δὲ καὶ ὅτι τὸν τρόπον τοῦτον λέγουσι, τουτέστιν ὅτι τὰ στοιχεῖα πλείονά ἐστιν. ὁ μέντοι Ἀλέξανδρος προσφυέστερον τοῦτο ἐξηγήσατο. τῇ γὰρ ὑποθέσει, φησί, τῇ πλείονα στοι‐ χεῖα ὑποτιθεμένῃ οἰκεῖος ὁ λόγος ὁ φάσκων τοῦτον τὸν τρόπον γίνεσθαι
5τὴν γένεσιν καὶ τὴν φθοράν, τουτέστι κατὰ διάκρισιν καὶ σύγκρισιν, διότι ἀναγκαῖόν ἐστιν αὐτοῖς χωρίζειν γένεσιν ἀλλοιώσεως. σαφῶς δὲ καὶ Ἐμ‐ πεδοκλῆς εἴρηκε συγκρίσει τὴν γένεσιν γίνεσθαι “φύσις οὐδενός ἐστιν” εἰπὼν “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. καὶ οἱ περὶ Δημό‐ κριτον δὲ τῇ συγκρίσει τῶν ἀτόμων τὴν γένεσιν ἔλεγον γίνεσθαι, τῇ δια‐
10κρίσει δὲ τὴν φθοράν. ἀλλὰ δὴ καὶ Ἀναξαγόρας ἐκκρινομένας τὰς ὁμοιομερείας καὶ συνιούσας ἀλλήλαις δηλονότι ἢ σάρκα ποιεῖν ἢ ὀστοῦν, οὐ γινομένης τῆς σαρκὸς φύσεως, ἀλλὰ φαινομένης, τῷ πλείονας σαρκὸς ὁμοιομερείας εἰς ταὐτὸν συνελθεῖν. p. 314b10 Καὶ ὅτι λέγουσι τὸν τρόπον τοῦτον.
15 Δῆλον, φησί, καὶ ὅτι οὕτως λέγουσι, τουτέστι κατὰ τὸν εἰρημένον τρό‐ πον, τὴν γένεσιν γίνεσθαι, ἔκ τε τῆς Ἐμπεδοκλέους ῥήσεως λεγούσης “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”, κἀξ ὧν ὁ Δημόκριτος ἔφη τὰ σύν‐ θετα “διαφέρειν τούτοις ἐξ ὧν εἰσίν”. p. 314b10 Ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι
20φάναι. Δείξας αὐτοὺς ἄλλο τὴν γένεσιν λέγοντας παρὰ τὴν ἀλλοίωσιν διὰ τοῦ κατὰ σύγκρισιν γίνεσθαι φάσκειν αὐτήν, ἐφεξῆς δείκνυσιν ὅτι ἀναγκαῖον μὲν καὶ τούτοις εἶναι τὴν ἀλλοίωσιν λέγειν καὶ μὴ τὴν αὐτὴν τῇ γενέσει, ἀδύ‐ νατον μέντοι κατὰ τοὺς ἐκείνων λόγους ἀλλοίωσιν εἶναι. τοῦτο δὲ οὐκέτι
25κοινὸν πρὸς πάντας τοὺς κατὰ σύγκρισιν τὴν γένεσιν ποιοῦντας, ἀλλ’ ἰδίως πρὸς Ἐμπεδοκλέα. πρῶτον μέντοι δείκνυσιν ὅτι ἀναγκαῖον λέγειν εἶναί τι τὴν ἀλλοίωσιν ἕτερον οὖσαν παρὰ τὴν γένεσιν, εἶθ’ ὅτι ἀναιροῦσι τοῖς ἑαυ‐ τῶν λόγοις τὴν ἀλλοίωσιν. p. 314b12 Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν.
30Ὅτι ἀναγκαῖον αὐτοῖς λέγειν τὴν ἀλλοίωσιν, καὶ ταύτην ἄλλην παρὰ15
In GC
.

14,2

16

τὴν γένεσιν, καὶ διὰ τί ἀναγκαῖον δείκνυσι, καὶ ὅτι ἀδύνατον τοῖς παρ’ ἐκείνων λεγομένοις συστῆναι ἀλλοίωσιν. δείκνυσι δὲ οὕτως. ὥσπερ γὰρ ὁρῶμεν, φησί, καὶ ἐναργές ἐστι σῳζομένης τῆς οὐσίας μεταβολὴν κατὰ ποσὸν γίνεσθαι, οὕτως ἐναργὲς τὸ σῳζομένης τῆς οὐσίας γίνεσθαι κατὰ
5ποιὸν μεταβολήν, ὅπερ ἐστὶν ἀλλοίωσις. ὥστε διὰ τὸ ἐναργὲς ἀναγκαῖον αὐτοῖς λέγειν εἶναι ἀλλοίωσιν. ὅτι δὲ ἀδύνατον κατὰ τοὺς λόγους τῆς παρὰ τοῦ Ἐμπεδοκλέους λεγομένης, ἐφεξῆς δείκνυσιν. οὕτως μὲν οὖν ὁ Ἀλέξαν‐ δρος ἐξηγήσατο, ἔστι δὲ καὶ κατ’ ἄλλον τρόπον τὴν ἐξήγησιν ἀποδοῦναι τοῦ ῥητοῦ 〈τοῦ〉 “ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι
10φάναι” καὶ τὰ ἑξῆς. οἱ πλείονα, φησί, στοιχεῖα ὑποθέμενοι διὰ μὲν τῆς ὑποθέσεως ἀναγκαίως εἰσάγουσι τὴν ἀλλοίωσιν, ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, τῷ ταύτας μὲν κατὰ σύγκρισιν καὶ διάκρισιν θεωρεῖσθαι, καθὼς προείρηται, τὴν δὲ ἀλλοίωσιν κατ’ ἄλλο τι τῶν περὶ τὴν σύγκρισιν θεω‐ ρουμένων, τὴν θέσιν ἢ τὴν τάξιν· ὅμως, φησί, καίπερ τῆς ὑποθέσεως
15χωρούσης ἀμφότερα καὶ γένεσιν καὶ ἀλλοίωσιν, τοιούτους ἀποδεδώκασιν ἔνιοι λόγους, ὧν ἐστιν Ἐμπεδοκλῆς, ἐξ ὧν ἀδύνατον ἀλλοίωσιν σῴζεσθαι. τὰς γὰρ ποιότητας, περὶ ἃς ἡ κατ’ ἀλλοίωσιν μεταβολὴ θεωρεῖται, εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων εἴρηκεν, ἄφθαρτα καὶ ἀμετάβλητα τὰ στοιχεῖα ὑποθέμενος.
20 Τοῦτο δὲ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν. τοῦτο ὅτι καίπερ τῆς ὑποθέσεως αὐτῶν καὶ γενέσεως καὶ ἀλλοιώσεως ἔννοιαν ὑπαγο‐ ρευούσης, αὐτὸς τοῖς λόγοις ἀνεῖλε τὴν ἀλλοίωσιν. εἶτα λοιπὸν μέλλων δεῖξαι ὅτι ἀναιρεῖ δι’ ὧν λέγει τὴν ἀλλοίωσιν ὁ Ἐμπεδοκλῆς, πρῶτον ἀνα‐ μιμνῄσκει τί ἐστιν ἀλλοίωσις, ὅτι μεταβολὴ περὶ τὴν οὐσίαν ἀκίνητον μέ‐
25νουσαν. παραδείγματι δὲ κέχρηται τῇ αὐξήσει, δι’ ὧν φησιν ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας καὶ τὰ ἑξῆς. τὴν δὲ αὔξησιν ὡς ἐν‐ αργῆ καὶ παρὰ πάντων ὁμολογουμένην παρέλαβεν. πρὸς μὲν γὰρ τὴν ἀλ‐ λοίωσιν ἴσως ἄν τις καὶ κακομαχεῖν δύναιτο, ὡς Πρωταγόρας, οὐκ εἶναι φύσιν ὡρισμένην οὐδενὸς λέγων, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αἰσθητικοῦ τὴν
30διαφορὰν τῶν αἰσθητῶν ποιοτήτων γίνεσθαι· πρὸς μέντοι τὴν αὔξησιν οὐ‐ δεὶς ἂν ἀντείποι, ὡς ἔστι κατὰ ποσὸν μεταβολὴ τῆς ὑποκειμένης οὐσίας ἀμεταβλήτου μενούσης, ἐξ ἧς ἄν τις καὶ τὰ περὶ τῆς ἀλλοιώσεως συλλο‐
γίσαιτο.16
In GC
.

14,2

17

p. 314b15 Οὐ μὴν ἀλλ’ ἐξ ὧν λέγουσιν οἱ πλείους ἀρχὰς ποιοῦν‐ τες μιᾶς. Ἄρχεται διδάσκειν πῶς οἱ πλείους ἀρχὰς ὑποθέμενοι διὰ τῶν λόγων ἀναιροῦσι τὴν ἀλλοίωσιν δι’ ὧν λέγουσι. φασὶ γὰρ τὰ πάθη, καθ’ ἅ φαμεν
5τὴν ἀλλοίωσιν γίνεσθαι, εἴδη εἶναι τῶν στοιχείων, εἴδη δὲ ὄντα ἀεὶ τοῖς αὐτοῖς τὰ αὐτὰ μένει· ἀμετάβλητα γὰρ καὶ ἀπαθῆ κατ’ αὐτοὺς τὰ εἴδη. οὐ πάντες δὲ οἱ πλείους ἀρχὰς ὑποθέμενοι ἀναιροῦσι τὴν ἀλλοίωσιν, ἀλλ’ ὁ Ἐμπεδοκλῆς. καὶ παραθέμενος δι’ ὧν ταῦτά φησιν ὁ Ἐμπεδοκλῆς, ἀπο‐ διδοὺς τῷ πυρίῳ σώματι καὶ τῷ ἡλίῳ (πύρια γὰρ τὰ οὐράνια ᾤετο) τὴν
10λευκότητα καὶ τὴν θερμότητα, τῷ δὲ ὕδατι τὴν μελανότητα καὶ τὴν ψυχρό‐ τητα, ὁμοίως φησὶ καὶ περὶ τῶν λοιπῶν παθῶν λέγειν αὐτόν, οἷον ὑγρό‐ τητος καὶ ξηρότητος καὶ πυκνότητος καὶ συντόμως φάναι τῶν ἄλλων πα‐ θῶν, ὁμοίως δὲ δηλονότι τῷ διαφορὰς αὐτὰ τῶν στοιχείων εἶναι καὶ εἰ‐ δοποιεῖν αὐτὰ τὰ αὐτὰ μένοντα. κατὰ μὲν οὖν Ἐμπεδοκλέα οὐκ ἔστιν ἀλ‐
15λοίωσις, ὡς δέδεικται, κατὰ δὲ Ἀναξαγόραν αἱ ὁμοιομέρειαι τούτοις εἰδο‐ ποιοῦνται τοῖς πάθεσιν, κατὰ δὲ τοὺς περὶ Δημόκριτον εἴδη τῶν στοιχείων ἐστὶ τὰ σχήματα, τῶν δὲ ἄλλων ἐστὶν ἀνεπίδεκτα παθῶν, οἷον θερμό‐ τητός τε καὶ ψύξεως, λευκότητός τε καὶ μελανίας, καὶ τῶν ἄλλων τῶν τοι‐ ούτων, φαίνεσθαι δὲ μόνον τούτων μετέχοντα τὰ σύνθετα τῇ πρὸς ἡμᾶς
20σχέσει. τούτων δὲ τῶν παθῶν, τῶν ἡμῖν μὲν φαινομένων φύσει δὲ μὴ ἐνυπαρχόντων τοῖς σώμασι, τὰ μὲν τῇ ἐκ τῶν τοιῶνδε ἀτόμων συγκρίσει ἕπεται, ὥσπερ ἡ θερμότης τῷ πυρὶ ἐκ σφαιρικῶν ἀτόμων συντεθεισῶν φαίνεται διὰ τὸ τῆς σφαίρας εὐκίνητον (τῷ γὰρ ῥᾳδίως διικνεῖσθαι, διότι κατὰ σημεῖον ἡ κίνησις τῇ σφαίρᾳ, τὸ θερμὸν εἶναι δοκεῖν ποιεῖ, ὥσπερ
25τοὐναντίον ὁ κύβος τῇ πιλήσει καὶ τῷ δυσκινήτῳ τὸ ψυχρόν), ἔνια δὲ σῳζο‐ μένων τῶν συγκριμάτων τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων τὴν φαντασίαν τῆς μεταβολῆς ἴσχει, ὅπερ ἔφαμεν ἀναλογεῖν τῇ ἀλλοιώσει. τὸ γὰρ αὐτὸ σῶμα ὁτὲ μὲν λευκὸν ὁτὲ δὲ μέλαν καὶ ψυχρὸν καὶ θερμὸν δοκεῖ, τῷ μετατίθεσθαι καὶ μετατάττεσθαι τὰς ἀτόμους ἐν τῷ συνθέτῳ. ἀμέλει
30τὸ πῦρ ἀεὶ ὡσαύτως ἔχειν δοκεῖ, τῷ εἰ καὶ μετατεθεῖεν τὰ ἐξ ὧν σύγ‐ κειται ἄτομα, διὰ τὸ εἶναι σφαιρικὰ πανταχόθεν τὴν αὐτὴν ἀεὶ ἔχειν σχέσιν πρὸς ἡμᾶς. τὰ γὰρ ἐκ τριγώνων φέρε οὐχ ἕξει ὁμοίως, ἔξω μὲν τῶν
βάσεων οὐσῶν ἐντὸς δὲ τῶν κορυφῶν, ἢ ἔμπαλιν. πάντα δὲ ἁπλῶς τὰ17
In GC
.

14,2

18

πάθη, τά τε φυλαττόμενα ἀεί, ὡς ἡ θερμότης ἐν τῷ πυρί, καὶ τὰ ἄλλο‐ τε ἄλλως μεταλλαττόμενα, φαίνεσθαι μόνον ἡμῖν ἔφασκον, φύσει δὲ ἐνυ‐ πάρχειν οὐδαμῶς. p. 314b26 Ἢ καὶ φανερὸν ὅτι μίαν ἀεὶ τοῖς ἐναντίοις ὑποθετέον
5ὕλην. Ὕλην μὲν καλεῖ τὸ ὑποκείμενον καθ’ ἑκάστην μεταβολήν. δείξας δὲ πῶς οἱ πολλὰ στοιχεῖα λέγοντες ἀναιροῦσιν ἀλλοίωσιν, τοῦτο λοιπὸν ὥσπερ πόρισμα συνάγει. εἰ γὰρ διὰ τοῦτο οὐ δύναται λέγειν ὁ Ἐμπεδοκλῆς ἀλ‐ λοίωσιν, διὰ τὸ ἀμεταβλήτους ὑποτίθεσθαι τὰς πρώτας οὐσίας, ἔστι δὲ ἐν‐
10αργὴς ἡ ἀλλοίωσις, δεῖ τοίνυν ἕν τι εἶναι ὅπερ ὑπομένει καὶ μεταβάλλει εἰς τὰ ἐναντία. εἴτε οὖν ἔστιν ἀλλοίωσις καὶ ὅλως μεταβολή, ἓν τὸ ὑπο‐ κείμενον, εἴτε ἓν τὸ ὑποκείμενον, ἀνάγκη πᾶσα μεταβολὴν εἶναι· οὐ γὰρ ὁμοειδῆ ἐστι τὰ ὄντα, ὡς ἡ ἐνάργεια μαρτυρεῖ. ἑνὸς οὖν ὄντος ὑποκει‐ μένου, ἐκεῖνο δηλονότι ἐστὶ τὸ κατὰ τὰς ἐναντίας μεταβάλλον ποιότητας.
15κοινὸν δὲ ἐπὶ πάσης μεταβολῆς ἐποιήσατο τὸν λόγον. p. 314b28 Ἔτι δ’ ὁμοίως ἀναγκαῖον εἶναι τοῦτο καὶ ἀλλοίωσιν. Ὁμοίως, φησίν, ἀναγκαῖον κοινὸν ὑποκείμενον εἶναι καὶ ἀλλοίωσιν. τουτέστι καθάπερ ἀναγκαῖον κοινὸν ὑποθέσθαι ὑποκείμενον, οὕτω καὶ ἀλλοί‐ ωσιν ἀναγκαῖον ὑποθέσθαι, διότι ἑκάτερον θατέρῳ ἀκολουθεῖ, ἥ τε ἀλλοίωσις
20τῷ κοινῷ ὑποκειμένῳ ἥ τε τοῦ κοινοῦ ὑποκειμένου θέσις τῇ ἀλλοιώσει. τὸ δὲ τῶν ἐχόντων εἰς ἄλληλα μεταβολὴν εἶπε διὰ τὰ οὐράνια· κατὰ τόπον γὰρ μόνον ταῦτα μεταβάλλειν νοεῖται. p. 315a3 Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐναντία λέγειν καὶ πρὸς τὰ φαινόμενα καὶ πρὸς αὑτὸν αὐτός.
25 Εἰπὼν τί μὲν ἕπεται τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις, ὅτι τὸ μὴ διακρίνειν γένεσιν ἀλλοιώσεως, τί δὲ τοῖς πολλά, ὅτι ἕπεται μὲν τῇ ὑπο‐ θέσει αὐτῶν τὸ εἰδέναι διαφορὰν γενέσεως καὶ ἀλλοιώσεως, εἰ καὶ αὐτοὶ
τοῦτο οὐκ ἐπέστησαν οὐδὲ διέκριναν γένεσιν καὶ ἀλλοίωσιν, ἰδίᾳ μὲν18
In GC
.

14,2

19

Ἀναξαγόρᾳ ἐνεκάλεσεν, ὅτι καὶ τὴν οἰκείαν φωνὴν ἠγνόησε τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν ὀνομάσας, ἰδίᾳ δὲ πάλιν νῦν Ἐμπεδοκλέους ἐπι‐ λαμβάνεται ὡς καὶ τοῖς φαινομένοις καὶ ἑαυτῷ τἀναντία λέγοντος. πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῆ οὖσαν,
5πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἀμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὲν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ δὲ ἄλλα ἐκ τούτων, πάλιν δέ φησι τῆς φιλίας κρατούσης τὰ πάντα ἓν γίνεσθαι καὶ τὸν σφαῖρον ἀποτελεῖν ἄποιον ὑπάρ‐ χοντα, ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σῴζεσθαι ἐν αὐτῷ ἰδιότητα ἀποβάλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος· ὡς
10δῆλον ὅτι ἀφαιρετὰς ὑποτίθεται τὰς εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων. ἔτι δὲ καὶ ἐξ ὧν φησιν αὐτὰς γίνεσθαι, εἰσάγει ὅτι καὶ χωρίζονται. λέγει δὲ αὐτὰς γίνεσθαι, ἐπειδὰν τοῦ σφαίρου γενομένου καὶ πάντων εἰς αὐτὸν συνελ‐ θόντων τὸ νεῖκος κρατήσῃ πάλιν. τότε γάρ, φησίν, ἐκ τοῦ σφαίρου ἑνὸς ὄντος καὶ ἀδιαφόρου σώματος γίνεται τὰ τέσσαρα στοιχεῖα, διαφορῶν τινων
15δηλονότι καὶ παθῶν προσγενομένων τῷ ἑνὶ ἄλλων ἐν ἄλλῳ μέρει αὐτοῦ, αἷστισιν ἀλλήλων διορίζονται τὰ ἐξ ἐκείνου γενόμενα στοιχεῖα. ὥστε εἰ γεγόνασι, καὶ ἀφαιρεθεῖεν ἄν, καὶ μάλιστα τοῦ νείκους καὶ τῆς φιλίας ἔτι μαχομένων. ὥστε καὶ γένοιτ’ ἂν ἐξ ἀλλήλων. εἰ γὰρ μὴ διακεκριμένον μηδὲ ἀφωρισμένον ἐν τῷ σφαίρῳ τὸ τοῦ πυρὸς σῶμα ὕστερον τὰς διαφορὰς
20προσλαβὸν γέγονε πῦρ, καὶ αἱ διαφοραὶ αἱ τοῦ πυρός, ὡς ἐν τῷδε τῷ μέρει τοῦ σφαίρου γενόμεναι τὸ πῦρ ἐποίησαν, οὕτω καὶ ἐν ὁτῳοῦν ἄλλῳ μέρει αὐτοῦ ἠδύναντο γενέσθαι, ἐν ᾧ φέρε αἱ τοῦ ὕδατος νῦν καὶ τῆς γῆς καὶ τοῦ ἀέρος διαφοραὶ γεγόνασι, πρόδηλον ὅτι καὶ εἰς ἄλληλα πεφύκασι μετα‐ βάλλειν. τοῦτο γάρ ἐστι τὸ δύνασθαι τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα,
25τὸ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ἀνὰ μέρος ποτὲ μὲν τὰς τούτου ποτὲ δὲ τὰς ἄλλου τινὸς εἰδοποιοὺς διαφορὰς δύνασθαι γίνεσθαι. οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὡς αὐτὸ τὸ σῶμα τοῦ πυρὸς τὸ συνελθὸν ἐν τῇ τοῦ σφαίρου γε‐ νέσει, αὐτὸ ὕστερον τὰς διαφορὰς τοῦ πυρὸς ἐδέξατο καὶ γέγονε πῦρ. ἀπο‐ κληρωτικὸν γὰρ τοῦτο· ἦν γὰρ ὁ σφαῖρος ἀδιάφορον σῶμα καὶ ὁμοειδὲς
30αὐτὸ ἑαυτῷ, καὶ κοινὸν πάντων ὑποκείμενον. εἰ γάρ τις εἴποι μὴ δύνα‐ σθαι ἐν ὁτῳοῦν τοῦ σφαίρου μέρει τὰς ἑκάστου στοιχείου εἰδοποιοὺς δια‐ φορὰς ἐγγίνεσθαι, δῆλον ὅτι οὐκ ἀδιάφορον ποιεῖ τὸ τοῦ σφαίρου σῶμα οὐδὲ ἕν, ἀλλ’ ἄλλας ἐν ἄλλῳ μέρει αὐτοῦ ἀποτίθεται ἰδιότητας, δι’ ἃς ἐν τῷδε
μὲν πῦρ καὶ οὐδὲν τῶν λοιπῶν, ἐν ἄλλῳ δὲ ἄλλο τι συνίσταται. εἰ οὖν19
In GC
.

14,2

20

ἀδιάφορον παντελῶς τὸ τοῦ σφαίρου σῶμα ὑποτίθεται, καὶ ἀνὰ μέρος ποτὲ μὲν ἐπικρατεῖν τὸ νεῖκος καὶ ποιεῖν τὰ στοιχεῖα, ποτὲ δὲ τὴν φιλίαν καὶ ποιεῖν τὸν σφαῖρον, ἀνάγκη πᾶσα κατὰ ταύτας τὰς ὑποθέσεις πάντα τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα.
5p. 315a18 Οὐ γὰρ δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν. Ὅτε, φησίν, ἓν ἦν τὸ πᾶν, τουτέστιν ὁ σφαῖρος, οὔτε πῦρ ἦν ἐν αὐτῷ οὔτε τῶν ἄλλων οὐδὲν καθ’ ἕξιν, ἐπεὶ οὐκέτ’ ἂν ἦν ἕν· ἀλλὰ δῆλον ὅτι ἕκαστον τῶν στοιχείων ἐξέστη τοῦ εἶναι ὅπερ ἦν, καὶ μίαν οὐσίαν πάντα ἀπετέλεσε τὴν τοῦ σφαίρου.
10p. 315a19 Ἄδηλον δὲ καὶ πότερον ἀρχὴν αὐτῶν θετέον. Πάλιν πρὸς Ἐμπεδοκλέα ἀποτείνεται ὡς ἀσύμφωνα ὑποτιθέμενον. ἄδηλον γάρ, φησί, ποίαν χρὴ τίθεσθαι ἀρχὴν ὅσον ἐκ τῶν παρ’ αὐτοῦ λε‐ γομένων, πότερον τὸν σφαῖρον τῶν στοιχείων ἢ ταῦτα τοῦ σφαίρου. ᾗ μὲν γὰρ ἐκ τοῦ σφαίρου ὡς ἐξ ὕλης τινὸς ἀποίου καὶ κοινοῦ ὑποκειμένου
15κατὰ τὴν ὑπὸ τοῦ νείκους κίνησιν μεταβάλλοντα καὶ εἰδοποιούμενα γίνεται τὰ τέσσαρα στοιχεῖα, ταύτῃ δόξειεν 〈ἂν〉 ἐν ἀρχῆς καὶ ὕλης λόγῳ τὸν σφαῖρον τίθεσθαι (δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἄποιον εἶναι)· ᾗ δὲ πάλιν ἐκ τῆς τῶν τεσσάρων συνθέσεως τῆς φιλίας συγκρινούσης τὸν σφαῖρον ἔλεγε γίνεσθαι, ταῦτα δὲ ἐκ τῆς ἐκείνου διαλύσεως, ἐν ἀρχῆς λόγῳ ἄν τις θείη
20τὰ τέσσαρα στοιχεῖα· ἀρχῆς γὰρ ἴδιον τὸ ἁπλούστερον, ἁπλούστερα δὲ τὰ στοιχεῖα τοῦ ἐξ αὐτῶν συγκειμένου σφαίρου· σύνθετος γὰρ ἐκ τούτων ὁ σφαῖρος. p. 315a26 Ὅλως τε δὴ περὶ γενέσεως καὶ φθορᾶς τῆς ἁπλῆς λεκ‐ τέον.
25 Εἰπὼν τὰς τῶν παλαιοτέρων περὶ τῆς γενέσεως δόξας, τῶν τε εἰς ταὐτὸν ἀγόντων αὐτὴν τῇ ἀλλοιώσει καὶ τῶν διακρινόντων αὐτήν, ἐπά‐ νεισιν ἐπὶ τὸ προκείμενον, λέγω δὲ τὸν περὶ γενέσεως λόγον, καὶ ζητεῖ εἰ ἔστι γένεσις, καὶ τὸν τρόπον καθ’ ὅν ἐστι, καὶ περὶ τῶν ἄλλων δὲ τῶν φυσικῶν μεταβολῶν· ἀναγκαῖος γὰρ ὁ περὶ τούτων λόγος μάλιστα, διότι
30τῶν παλαιῶν οὐδένα ἔχομεν περὶ τούτων ἀξιόλογόν τι εἰρηκότα. Περὶ μὲν οὖν ἁπασῶν τῶν φυσικῶν μεταβολῶν οὐδεὶς εἴρηκε τῶν
προτέρων, λέγω δὲ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως, Πλάτων δὲ εἴ‐20
In GC
.

14,2

21

ρηκε μὲν ἀλλὰ περὶ μόνης γενέσεως, καὶ γενέσεως οὐ πάσης ἀλλὰ μόνης τῆς τῶν στοιχείων (ἐκ γὰρ τῶν ἐπιπέδων αὐτὰ γεννᾷ), πῶς δὲ τὰ σύνθετα ἐκ τῆς τούτων γίνεται συνθέσεως οὐκέτι εἴρηκεν. τοῦ δὲ περὶ γενέσεως λέγοντα τὸν Πλάτωνα τῆς τῶν στοιχείων μὴ εἰρηκέναι καθόλου περὶ γε‐
5νέσεως ἀπόδειξις τὸ μὴ δύνασθαι τῷ τῆς γενέσεως τῶν στοιχείων λόγῳ ὑποτάττεσθαι τὴν σαρκῶν καὶ ὀστῶν γένεσιν. τὰ μὲν γὰρ στοιχεῖά φησιν ἐξ ἐπιπέδων γεγενῆσθαι τριγώνων, προθέμενος δὲ εἰπεῖν περὶ ὀστῶν γε‐ νέσεως οὐκέτι οὐδὲ τὴν τῶν ἐπιπέδων οὐδὲ τὴν ἐκ τῶν ἐπιπέδων γεγο‐ νότων, λέγω δὲ τῶν στοιχείων, αἰτιᾶται σύνθεσιν. λέγει γὰρ ὅτι ‘γῆν δια‐
10πλάσας καθαρὰν ὁ δημιουργὸς καὶ λείαν ἀνεφύρασε καὶ ἔδευσε μυελῷ, καὶ μετὰ ταῦτα εἰς πῦρ αὐτὸ ἐντίθησι, μετ’ ἐκεῖνο δὲ εἰς ὕδωρ αὐτὸ βάπτει, πάλιν δὲ εἰς πῦρ, καὶ αὖθις εἰς ὕδωρ, μεταφέρων τε οὕτως πολλάκις εἰς ἑκάτερον ὑπὸ ἀμφοῖν ἄτηκτον εἰργάσατο‘· ὁ δὲ μυελός, ἐξ οὗ καὶ ἐκ τῆς γῆς ποιεῖ τὰ ὀστᾶ, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐπίπεδον. ποιότητος γὰρ
15καὶ πάθους μεταβολὴ γεννᾷ τὰ ὀστᾶ, ποιότητα δὲ καὶ πάθος οὐχ οἷόν τε ἐκ τῶν ἐπιπέδων γεννηθῆναι. αὐτὸς γὰρ ἐρεῖ προελθὼν ‘πάθος γὰρ ἐκ τῶν ἐπιπέδων οὐδὲ ἐπιχειροῦσι γεννᾶν‘, διότι τὰ στοιχεῖα αὐτῶν τοῖς σχή‐ μασιν ἀλλ’ οὐ ποιότησιν οὐδὲ πάθεσιν εἰδοποιεῖται. καταλιπὼν δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ Ἀριστοτέλης ὄντα ἄτοπα, οὐδὲν ὅλως εἰρηκέναι περὶ
20ὀστῶν γενέσεως αὐτόν φησι· παντάπασι γὰρ ἀπίθανά ἐστιν ὡς πρὸς τὸ φαινόμενον, εἰ οὕτως ἔλεγεν ὁ Πλάτων. εἰ γὰρ μυελὸς ἦν τοῦ ὀστοῦ πρό‐ τερον, καὶ ὀστοῦν ἦν ἐξ ἀνάγκης· ὀστογενῆ γοῦν καὶ αὐτὸς ὁ Πλάτων καλεῖ τὸν μυελόν, ὡς ἐν ἐκείνῳ τὸ εἶναι ἔχοντα. ὥστε πρὶν ὀστοῦν γένη‐ ται, ἦν ὀστοῦν. ἔτι εἰ καὶ ὅτι μάλιστα ἐκεῖνο τὸ πρῶτον ὀστοῦν ἐποίησεν
25οὕτως ὁ δημιουργός, ἀλλ’ οὐχ οὕτως γίνεται τὰ ἐν τοῖς ζῴοις φύσει γινό‐ μενα. ὁ μὲν οὖν Πλάτων τοσοῦτον μόνον περὶ γενέσεως εἴρηκεν, οὐδὲ τῶν ἄλλων δὲ οὐδεὶς εἴρηκέ τι παρὰ τὰ ἐπιπολῆς ἔξω Δημοκρίτου· οὗτος γάρ, φησί, παρὰ τοὺς ἄλλους φαίνεται πάντων πεφροντικὼς καὶ ἀρχὰς ὑποθέμενος εἰς πάντα αὐτῷ ἁρμόττειν δυναμένας.
30p. 315a27 Καὶ περὶ τὰς ἄλλας κινήσεις.
Κινήσεις εἶπεν ἀντὶ τοῦ μεταβολάς· ἡ γὰρ γένεσις, ὡς αὐτὸς ἔφη ἐν21
In GC
.

14,2

22

τῇ Φυσικῇ, μεταβολὴ μὲν οὐ μέντοι κίνησις. πτώσει δὲ ἀντὶ πτώσεως ἐχρήσατο, αἰτιατικὴν εἰπὼν ἀντὶ γενικῆς· ἔδει γὰρ εἰπεῖν ‘περὶ τῶν ἄλλων κινήσεων‘ ἔστι δὲ τοιοῦτον σχῆμα παρὰ τοῖς παλαιοῖς, καὶ παρὰ τῷ ποιητῇ
5
θρήνους ἐξάρχους, οἵ τε στονόεσσαν ἀυτήν ἀντὶ τοῦ θρήνων ἐξάρχους. καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις
ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
10τὸν ὅρμον γὰρ αἰτιατικὴν εἶπεν ἀντὶ τοῦ ὅρμου· ἡ βάλανος ἐκ τοῦ τρήματος τοῦ ὅρμου ἐκπέπτωκεν. p. 315a35 Ἤδη δὲ ἐν τῷ πῶς διαφέρει. Ἐν τῷ πῶς φησὶ κατὰ τὸν τρόπον. εἰ γὰρ καὶ γένεσιν καὶ ἀλλοίωσιν ὑποτίθεται, ἀλλ’ οὐχ ὅνπερ ἡμεῖς τρόπον, συγκρίσει μὲν καὶ διακρίσει οἰό‐
15μενος εἶναι τὴν γένεσιν, μεταθέσει δὲ καὶ μετατάξει τὴν ἀλλοίωσιν. καὶ περὶ αὐξήσεως δὲ οἱ μὲν ἄλλοι τοσοῦτον εἰρήκασιν, ὅσονπερ ἂν λέγοι καὶ ὁ τυχών, ὅτι προσιόντος τινὸς γίνεται αὔξησις (πῶς δὲ πρόσεισιν, ἆρα διὰ πόρων ἢ σῶμα διὰ σώματος διιόν, οὐκέτι προστεθείκασι· ταῦτα γὰρ πάντα ἔχει ἀπορίαν· καὶ περὶ τοῦ ποιεῖν δὲ καὶ πάσχειν αἱ αὐταὶ ἀπορίαι, πῶς
20τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει), ὅτι δὲ Δημόκριτος περὶ αὐξήσεως ἀπεφήνατο ὑποκατιὼν προστίθησιν. p. 315b4 Οὐδὲ περὶ μίξεως. Ἡ μίξις ἢ ταὐτόν ἐστι τῇ κράσει (κρᾶσις δέ ἐστιν ὡς ἡ τῶν ὑγρῶν, ὅταν τῶν ὄγκων παρακειμένων δράσασαι εἰς ἀλλήλας αἱ ποιότητες δι’ ἀλλήλων
25διαβῶσιν) ἢ ἐπὶ πλέον τῆς κράσεως ἡ μίξις· τῶν γὰρ μίξεων ἡ μέν ἐστι κρᾶσις ὡς ἐπὶ τοῦ οἰνομέλιτος, ἡ δὲ παράθεσις ὡς ἐπὶ τῆς πανσπερμίας, ἡ δὲ διαπλοκὴ ὡς ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους. δεῖ δὲ τῷ περὶ γενέσεως διαλεγομένῳ καὶ τοῦ περὶ τούτων λόγου, εἰς τὸ εἰδέναι τίνι τρόπῳ τὸ γινό‐
μενον γίνεται καὶ εἴτε δεῖ τούτων τινὸς εἰς τὴν γένεσιν εἴτε οὐ δεῖ.22
In GC
.

14,2

23

p. 315b9 Ἐπεὶ δὲ ᾤοντο τἀληθὲς ἐν τῷ φαίνεσθαι. Ἐπειδή, φησί, πᾶσαν φαντασίαν ἀληθῆ λέγουσι, καὶ ἕκαστον ὡς φαί‐ νεται οὕτως καὶ εἶναι, φαίνεσθαι δὲ πολλάκις τἀναντία περὶ τοῦ αὐτοῦ τισι, τὸ ταῦθ’ οὕτως περὶ τοῦ αὐτοῦ φαινόμενα ἀληθῶς ἔχειν δύνανται ἐκ τῶν
5οἰκείων ἀρχῶν σῴζειν οἱ περὶ Δημόκριτον, ὑποθέμενοι ἄπειρα εἶναι τῶν στοιχείων τὰ σχήματα. ταῦτα γὰρ τήν τε τάξιν ἀμείβοντα καὶ τὴν θέσιν μεταλλάττοντα, ἐκ τῆς πρὸς τοὺς ὁρῶντας σχέσεως καὶ τοῦ διαστήματος ἄλλοτε ἄλλην καὶ ἐν τῷ αὐτῷ ἄλλῳ ἄλλην φαντασίαν παρέχεται. οὕτω γοῦν ὁ τῆς περιστερᾶς τράχηλος, προσβαλλούσης αὐτῷ τῆς τοῦ ἡλίου ἀκ‐
10τῖνος, διαφόρων χρωμάτων φαντασίαν παρέχεται· πρὸς ἄλλην γὰρ καὶ ἄλ‐ λην τοῦ ὄμματος θέσιν τοῖς μὲν κυανὸς φαίνεται, τοῖς δὲ χρυσίζων, τοῖς δὲ μέλας, καὶ ἄλλοις ἀλλοῖος. καὶ τὰ τετράγωνα δὲ τῶν σχημάτων κυ‐ κλοτερῆ πόρρωθεν φαίνεται, καὶ κύκλον δὲ πόρρωθεν κείμενον, εἰ κατὰ τοῦ κροτάφου θεασώμεθα, εὐθεῖαν ὁρῶμεν, καὶ τὸ μέλι τῷ μὲν ἰκτεριῶντι
15πικρὸν φαίνεται τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ τὸ Ζ γοῦν πρὸς ἄλλην καὶ ἄλλην τοῦ ὁρῶντος σχέσιν ἢ Ν ἢ Ζ ὁρᾶται. p. 315b11 Ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου. Συγκειμένου λέγει οὐ τοῦ συνθέτου, ἀλλὰ τοῦ συντιθέντος τὸ σύνθετον. p. 315b13 Καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου, καὶ ὅλως
20ἕτερον [,φησί,] φαίνεσθαι ἑνὸς μετακινηθέντος. Οὐ μόνη ἡ μετάθεσις καὶ μετάταξις τῶν ἀτόμων ἀμείβει τὴν φαντα‐ σίαν τῶν ὁρωμένων, ἀλλὰ καὶ παρὰ τὰς ἀπορρεούσας ἀτόμους τῶν συνθέ‐ των καὶ προσπιπτούσας τοῖς ὁρῶσιν ἑτέρα τις γίνεται σχέσις καὶ διάφορος φαντασία. οὕτω μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἴσως δὲ ἄν τις εἴποι ὅτι
25τοῦτο τῇ κατὰ αὔξησιν μεταβολῇ ἁρμόττει· κατὰ γὰρ τὴν ἀπορροὴν καὶ εἴσκρισιν τῶν ἀτόμων τὴν αὔξησιν καὶ φθίσιν ἔφασκον γίνεσθαι οἱ περὶ Δημόκριτον, ταύτην δὲ οὐ φαινομένην ἔλεγον τὴν μεταβολὴν καθάπερ τὴν ἀλλοίωσιν. καὶ ἐν τῇ ἀπορροῇ δὲ μικροῦ ἀπορρέοντος ἀλλοῖον τὸ ὅλον γίνεται. εἰ γοῦν ἐκ τοῦ ‘ἀδυνάτου‘ ἀφέλῃς τὸ α μόνον, τὸ ‘δυνατὸν‘ ποιεῖς.
30ὥστε μικρὰ ἀπορροὴ ἐναντίον τῷ ἐξ ἀρχῆς τὸ καταλειφθὲν ἐποίησεν.23
In GC
.

14,2

24

p. 315b14 Ἐκ τῶν αὐτῶν γὰρ κωμῳδία καὶ τραγῳδία γίνεται γραμμάτων. Παράδειγμα τῶν προειρημένων ἐστὶ τοῦτο. τὰ γὰρ αὐτὰ στοιχεῖα μεταταττόμενα τοίως ἢ τοίως τὰ πολὺ ἀλλήλων διεστῶτα, τραγῳδίαν φημὶ
5καὶ κωμῳδίαν, ἐργάζεται. p. 315b15 Ἐπεὶ δὲ δοκεῖ πᾶσι σχεδὸν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις. Ἐπειδή, φησίν, οἱ πλείους (καὶ γὰρ Δημόκριτος καὶ Λεύκιππος, Ἀνα‐ ξαγόρας τε καὶ Ἐμπεδοκλῆς) ἐδόξασαν γένεσιν καὶ φθορὰν κατὰ διάκρισιν
10εἶναι καὶ σύγκρισιν, καὶ ταύτην ἐχώρισαν τῆς ἀλλοιώσεως, ὥσπερ οἱ περὶ Δημόκριτον, περὶ τούτων διαλαβεῖν χρή· ἔχει γὰρ πολλὰς ἀπορίας ὁ λόγος. καὶ γὰρ συγκρίσει ὑποθεμένοις τὴν γένεσιν ἕψεται πολλὰ ἄτοπα· καὶ γὰρ καὶ τὰ πάθη ἀναιρήσομεν καὶ τὴν τῶν σωμάτων συνέχειαν. οἵ τε δεικ‐ νύντες λόγοι ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ μὴ συγκρίσει, τὴν γέ‐
15νεσιν εἶναι, οὐ ῥᾴδιοι διαλυθῆναι. ἔτι δὲ πρὸς τῷ ἰσχυροὺς καὶ δυσλύτους εἶναι τοὺς λόγους, καθ’ οὓς σύγκρισις ἡ γένεσις δοκεῖ, εἴπερ καὶ ὑποτεθῇ μὴ εἶναι σύγκρισις ἡ γένεσις, ἄδηλον μήποτε οὐκ ἔστιν ὅλως γένεσις, ἢ ἔστι μὲν ταὐτὸν δὲ τῇ ἀλλοιώσει. καὶ τοῦτο οὖν δυσδιάλυτον ὂν ἐξετα‐ στέον.
20p. 315b24 Ἀρχὴ δὲ τούτων ἁπάντων. Ἀρχή, φησί, τῆς προτεθείσης ζητήσεως, τοῦ εἴτε ἐστὶ σύγκρισις ἡ γένεσις εἴτε μή, τὸ ἐξετάσαι εἰ οἷόν τέ ἐστιν ἄτομα σώματα εἶναι. εἰ μὲν γὰρ ἔστι τοιαῦτα σώματα ἄτομα καὶ ἀπαθῆ, ἀνάγκη συγκρίσει εἶναι τὴν γένεσιν· εἰ δὲ μὴ δυνατὸν ἄτομα σώματα ὑποθέσθαι, ἀναιρεθήσεται μὲν
25τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, οὐ μὴν εἰσάγεται τὸ ἀδύ‐ νατον οὕτως ἔχειν. ἀτόμων μὲν γὰρ ὄντων ἐξ ἀνάγκης κατὰ σύγκρισιν ἡ γένεσις, μὴ ὄντων δὲ τῶν ἀτόμων οὐ πάντως ἀνῄρηται ἡ σύγκρισις· δυ‐ νατὸν γὰρ μὴ ὄντων ἀτόμων στοιχείων κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν,
ὡς δηλοῖ ἡ Ἐμπεδοκλέους δόξα. μὴ ὄντων οὖν ἀτόμων σωμάτων μόνον24
In GC
.

14,2

25

τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν ἀναιρεῖται, τοῦ δὲ ἐξ ἀνάγκης ἀναιρεθέντος χώραν λοιπὸν ἕξει τὸ εὐλογώτερον. ἐπειδὴ τοίνυν τῇ μὲν θέσει τῶν ἀτόμων ἕπεται τὸ κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, τῇ δὲ ἀναιρέσει τῶν ἀτόμων οὐκ ἀκολουθεῖ ἡ ἀναίρεσις τῆς κατὰ σύγκρισιν
5γενέσεως, εἰκότως πλεῖστον καὶ οὐ παντί φησι διαφέρειν πρὸς τὸ προκεί‐ μενον τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν. p. 315b28 Καὶ πάλιν εἰ μεγέθη, πότερον ὡς Δημόκριτος. Εἰς τὴν περὶ τῆς γενέσεως σκέψιν ἀναγκαῖον τὸ ζητῆσαι εἰ ἔστιν ἄτομα μεγέθη, καὶ εἰ τοῦτο, ἐφεξῆς ζητητέον πότερον, ὡς Δημόκριτος,
10σώματά ἐστιν, ἤ, ὡς Πλάτων, ἐπίπεδα. εἶθ’ ὑπομνήσας τῆς ἀτοπίας ταύ‐ της τῆς δόξης (ἐπὶ πλέον γὰρ ἐν τῷ λόγῳ τῆς Περὶ οὐρανοῦ περὶ αὐτῆς εἴρηκεν) ἐπὶ τὸ ζητεῖν εἰ οἷόν τε εἶναι σώματα ἀδιαίρετα μεταβαίνει, ὡς ἔφασκε Δημόκριτος. φησὶ δὲ καὶ ταύτην τὴν δόξαν πολλὴν ἔχειν ἀτοπίαν, ὅμως πρὸς τὴν Πλάτωνος συγκρινομένη δόξαν πολλῷ καὶ πιθανωτέρα καὶ
15φυσικωτέρα τυγχάνει, εἴπερ ἡ μὲν Δημοκρίτου δύναται καὶ γένεσιν σῶσαι καὶ ἀλλοίωσιν, ἡ δὲ τὰ ἐπίπεδα ἀρχὰς σωμάτων ποιοῦσα γένεσιν μέν πως δοκεῖ σῴζειν, ποιότητα δὲ καὶ πάθος οὐδὲ τὴν ἀρχὴν ἐπιχειρεῖ γεννᾶν. καὶ τὰς αἰτίας δὲ προστίθησι, δι’ ἃς πιθανωτέρας τῶν περὶ Τίμαιον ὁ Δη‐ μόκριτος ἀρχὰς ὑπέθετο. οἱ μὲν γάρ, φησίν, ὑπὸ τῆς περὶ τὰ μαθήματα
20σχολῆς ἄπειροι τῶν φυσικῶν ὑπῆρχον, τῇ δὲ ‘ἀπειρίᾳ‘ τὸ ‘ἐνῳκηκέναι τῇ φύσει‘ ἀντέθηκεν, τουτέστι τὸ ἐν πείρᾳ αὐτῆς γεγονέναι· οἱ γὰρ περὶ Δημόκριτον ἐγγυμνασθέντες τοῖς φυσικοῖς πράγμασιν ἀρχὰς ὑπέθεντο ἐπὶ πολὺ δυναμένας σῴζειν ὁμολογίαν πρὸς τὰ φύσει γινόμενα. πρὸς πίστιν δὲ τῶν εἰρημένων γυμνάζει τοὺς ἑκατέρων λόγους, οἷς χρώμενοι πειρῶνται
25δεῖξαι ὅτι ἔστι μεγέθη ἀδιαίρετα, καὶ δείκνυσι πολλὴν οὖσαν ὑπεροχὴν τῶν Δημοκρίτου λόγων πρὸς τοὺς Πλάτωνος κατὰ τὸ πιθανόν, καὶ τῶν μὲν προφανῆ τὴν ἀτοπίαν εἶναι, τοὺς δὲ Δημοκρίτου χαλεπὴν ἔχειν τὴν λύσιν. p. 315b30 Τοῦτο μὲν οὖν αὐτό, καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν,
30ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι. Ἢ τοῦτό φησιν ὅτι ἄτοπον τὸ μέχρι τοσούτου διαλύειν τὰ σώματα,
μέχρι τοῦ εἰς ἐπίπεδα καταντῆσαι (ἀδύνατον γὰρ εἰς τοσοῦτον χωρῆσαι25
In GC
.

14,2

26

τὴν διαίρεσιν τῶν σωμάτων), ἢ ὅτι ἄλογον τὸ ἀναλύοντας εἰς ἐπίπεδα ἄχρι τούτου ἵστασθαι, καὶ μὴ ταῦτα ἀναλύειν εἰς γραμμάς, καὶ ταύτας εἰς ση‐ μεῖα. ὃν γὰρ λόγον ἔχει πρὸς τὸ σῶμα ἡ ἐπιφάνεια, τοῦτον καὶ πρὸς τὴν ἐπιφάνειαν ἡ γραμμὴ καὶ πρὸς ταύτην τὸ σημεῖον. ἔσονται οὖν οὕτως
5πάντα ἐκ σημείων. πρὸς δὲ τὴν δόξαν ταύτην καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ ὑπήντηκε p. 315b35 Τροπῇ καὶ διαθιγῇ. Ῥυσμὸς τροπὴ διαθιγὴ λέξεις εἰσὶν Ἀβδηρικαί, αἷς ἐχρᾶτο Δημόκρι‐ τος, ῥυσμὸν μὲν καλῶν τὸ σχῆμα, τροπὴν τὴν θέσιν (οἷον εἰ ἡ βάσις
10μὲν τῆς πυραμίδος κάτω εἴη, ἡ κορυφὴ δὲ ἄνω· ἢ ἔμπαλιν), διαθιγὴν δὲ τὴν τάξιν (ὅτι αἵδε μὲν εἰ τύχοι πρῶται, ἕτεραι δὲ ὕστεραι). ὅτι δὲ κατ’ αὐτὸν τὰ σχήματα συγκρινόμενα μὲν τὴν γένεσιν, μετατιθέμενα δὲ καὶ μεταταττόμενα τὰ πάθη τὰ φαινόμενα ἐργάζεται, εἴρηται πρότερον. οὐδὲν γὰρ ἔφασκε φύσιν εἶναι χρωμάτων ἢ τῶν ἄλλων παθῶν· τροπῇ
15γάρ φησι χρωματίζεσθαι. p. 316a7 Αἷς ἐπὶ πολὺ δύνανται συνείρειν. Αἷστισιν ἀρχαῖς χρώμενοι πολλὰ συνείρειν καὶ ἀποδοῦναι τῶν φύσει γινομένων δύνανται. εἰ δὲ ἐκτὸς τοῦ ς εἴη γεγραμμένον τὸ αι, πρὸς τὰς ἀρχὰς εἴη ἂν ἀποδεδομένον τὸ δύνανται, τουτέστιν αἱ ἀρχαὶ ἐπὶ πολὺ
20δύνανται συνείρειν. p. 316a8 Οἱ δ’ ἐκ τῶν λόγων. Λόγους καλεῖ τὰ μαθήματα, διότι ἐν τῇ ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχουσιν. οἱ οὖν τοῖς μαθήμασι, φησίν, ἐνασχοληθέντες, ἀπειρίᾳ τῶν ὑπαρ‐ χόντων, τουτέστι τῶν ἐν ὑποστάσει καὶ ὑπάρξει ὄντων οἷα τὰ φυσικά, ῥᾳ‐
25δίως περὶ τῶν ἀρχῶν αὐτῶν ἀπεφήναντο, ὅθεν καὶ ῥᾳδίως ἐλέγχονται.26
In GC
.

14,2

27

p. 316a12 Οἱ μέν φασι, διότι τὸ αὐτοτρίγωνον πολλὰ ἔσται. Τούτοις χρώμενος τοῖς λόγοις ὁ Πλάτων ἐδείκνυεν εἶναι ἄτομα με‐ γέθη. εἰ πᾶν, φησί, μέγεθος διαιρετόν ἐστιν, ἔσται καὶ τὸ αὐτοτρίγωνον διαιρετόν, ὅπερ ἐστὶν ἡ ἰδέα τοῦ τριγώνου· καὶ οὕτως ἔσται τινὰ πρότερα
5τοῦ αὐτοτριγώνου εἰς ἃ διαιρεῖται, ὅπερ ἀδύνατον, εἶναι τῆς ἰδέας τι πρό‐ τερον. εἰ τοίνυν τὸ αὐτοτρίγωνον οὐκ ἔστι διαιρετόν, οὐκ ἄρα πᾶν μέγεθος διαιρετόν. εἰ οὖν μὴ πᾶν μέγεθος διαιρετόν, ἔστιν ἄρα τινὰ μεγέθη ἀδιαί‐ ρετα. ταῦτα δὲ οὐδαμοῦ λέγων ὁ Πλάτων φαίνεται, ὅτι ἔστιν ἄτομα με‐ γέθη, ἀλλ’ ἢ ἐκ τῶν ἀγράφων αὐτοῦ συνουσιῶν ταῦτα ἱστορεῖ ὁ Ἀριστο‐
10τέλης, ἤ, ὅπερ καὶ μᾶλλον, τινὲς τῶν ἀξιούντων Πλατωνικῶν εἶναι τοὺς λόγους τούτους προέφερον. οὐδὲ γὰρ εἰκὸς οὕτω τοῖς μαθήμασιν ἐσχολα‐ κότα Πλάτωνα, καὶ εἰδότα ὡς ἐνδέχεται πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἀδιαίρετα λέγειν εἶναι μεγέθη, εἰ μὴ οὕτως ἔλεγεν ἀδιαίρετα εἶναι τὰ τρίγωνα, ἐξ ὧν συνετίθει τὰ σώματα, ὡς εἰς ἕτερα μὴ δυνάμενα μετα‐
15βληθῆναι καὶ διαλυθῆναι σχήματα. πάντα μὲν γὰρ τὰ εὐθύγραμμα εἰς τρίγωνα ἀναλύεται (τὸ μὲν γὰρ τετράγωνον τῇ διαγωνίῳ εἰς δύο τέμνεται τρίγωνα [Omitted graphic marker], τὸ δὲ πεντάγωνον εἰς τρία [Omitted graphic marker], καὶ τὰ λοιπὰ ὡσαύ‐ τως), αὐτὸ μέντοι τὸ τρίγωνον εἰς ἕτερα σχήματα οὐ διαιρεῖται, ἀλλ’ εἰς εὐθείας. ἴσως οὖν ταύτῃ ἔλεγεν εἶναι μεγέθη ἀδιαίρετα. ῥητέον δὲ πρὸς
20ταῦτα λέγοντας, ὅτι ἡ ἰδέα τοῦ τριγώνου ὅλως οὐδὲ μέγεθός ἐστιν, ἀλλὰ λόγος μεγέθους. ὥστε οὗτος μὲν εὐλόγως ἀδιαίρετος, ἡμεῖς δὲ τὰ μεγέθη φαμὲν εἶναι διαιρετά. οὐκ ἀνάγκη δέ, εἰ ὁ λόγος τοῦ μεγέθους ἀδιαίρετος, καὶ μέγεθός τι εἶναι ἀδιαίρετον· οὐ γάρ, ὡς οἱ λόγοι ἔχουσιν, οὕτως ἀν‐ άγκη ἔχειν καὶ τὰ πράγματα ἀπαραλλάκτως, ἐπεὶ καὶ ἡ ἔννοια τῆς οἰκίας
25καὶ ὁ λόγος καθ’ ὃν αὐτὴν ποιεῖ ὁ οἰκοδόμος ἀσώματός ἐστιν, ἡ δὲ οἰκία οὐκ ἀσώματος. p. 316a14 Ἔχει γὰρ ἀπορίαν, εἴ τις θήσει σῶμά τι εἶναι καὶ μέ‐ γεθος πάντῃ διαιρετόν. Ὑφ’ ὧν κινηθεὶς λόγων ὁ Δημόκριτος ἄτομα ἔθετο σώματα παρατί‐
30θεται, καὶ συμμαχεῖ τῷ τῆς δόξης πιθανῷ τε καὶ εὐλόγῳ, καὶ τίθεται ἐξ
ἀρχῆς ταὐτὸν εἶναι ἐπ’ ἄπειρον λέγων γίνεσθαι τὴν τομὴν τοῦ συνεχοῦς27
In GC
.

14,2

28

καὶ τὸ ἅμα πάντῃ δύνασθαι διαιρεῖσθαι τὸ συνεχές, ἐξ οὗ τὸ ἄτοπον συνά‐ γεται τὸν τρόπον τοῦτον. εἰ γὰρ ἕκαστον τῶν ἐκ τῆς τομῆς ἀεὶ γινομένων μονάδων δυνατὸν πάλιν ἐπιδιελεῖν, δῆλον ὡς πάντῃ διαιρετόν ἐστι τὸ σῶμα. εἰ οὖν πάντῃ, φησίν, ἐστὶ διαιρετὸν τὸ σῶμα, τουτέστιν εἰ δυνατὸν πάντῃ
5διαιρεθῆναι, καὶ ἅμα πάντῃ δυνατὸν διαιρεθῆναι. πᾶν δὲ ὅ ἐστι δυνάμει, τοῦτο ὑποθέσθαι ἐνεργείᾳ ἐκβεβηκὸς οὐκ ἄτοπον· καθόλου γὰρ τοῦ δυ‐ νάμει ὑποτεθέντος ἐνεργείᾳ ἐκβεβηκέναι ψεῦδος μὲν ἕψεται, οὐ μὴν ἀδύ‐ νατον. εἰ οὖν μὴ ἀδύνατον, ὑποκείσθω ὅτι πάντῃ διῃρημένον. ἀλλ’ εἰ πάντῃ διῄρηται, οὐκ εἰς μεγέθη ἔσται διῃρημένον τὸ μέγεθος, ἀλλ’ ἢ εἰς
10στιγμὰς ἢ εἰς οὐδέν. εἰ γὰρ εἰς μεγέθη, οὐκέτι ἂν εἴη πάντῃ διῃρημένον· εἰ δὲ πάντῃ, ἢ εἰς στιγμὰς ἢ εἰς οὐδὲν ἔσται διῃρημένον, καὶ ἐκ τούτων ἔσται συγκείμενον. πᾶν γὰρ εἰς ἃ διαιρεῖται, ἐκ τούτων καὶ σύγκειται. ἔσται ἄρα ἐξ οὐδενὸς ἢ ἐκ στιγμῶν τὸ μέγεθος συγκείμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα πάντῃ δυνατὸν τὸ μέγεθος διαιρεθῆναι. εἰ δὲ τοῦτο, ἔστιν ἄρα
15τινὰ ἄτομα μεγέθη. ἡ μὲν ἀγωγὴ τοῦ λόγου τοιαύτη. ἑπομένου δὲ τῷ φάσκειν εἰς οὐδὲν ἢ εἰς ἄτομα διαιρεῖσθαι τὸ μέγεθος τοῦ ἐξ οὐδενὸς ἢ στιγμῶν συγκεῖσθαι τὸ μέγεθος, δείκνυσι παντοίως ὂν τοῦτο ἀδύνατον, τὸ ἐκ στιγμῶν γίνεσθαι ποσόν. αἱ γὰρ στιγμαὶ τῷ ποσῷ προστιθέμεναι οὔτε μεῖζον οὔτε ἔλαττον ἀπεργάζονται· ὁρῶμεν γὰρ ὅτι ποσοῦ τινος εἰς πλείονα
20διαιρεθέντος, ὡς ἐνεργείᾳ γενέσθαι στιγμὰς πλείους (στιγμαὶ γὰρ τὰ πέρατα τοῦ διῃρημένου), καὶ πάλιν συντεθέντος μηδὲν μεῖζον ἐν τῇ συνθέσει γινό‐ μενον τὸ πᾶν μηδὲ ἔλαττον ἐν τῇ διαιρέσει οὗ ἦν ἐξ ἀρχῆς πρὶν διαι‐ ρεθῇ. εἰ δὲ αἱ τοσαῦται οὐ συναύξουσι τὸ μέγεθος προστεθεῖσαι, τῷ μὴ φύσιν ἔχειν τὸ ἀμερὲς καὶ ἀμέγεθες ποιεῖν μέγεθος, δῆλον ὡς οὐδὲ ἂν
25πᾶσαι ἐν τῷ μεγέθει, εἰς ἃς ὑπόκειται διῃρῆσθαι, συντεθῶσι, ποιήσουσί τι μέγεθος. καὶ ὅλως ἀδύνατον σημεῖον σημείῳ συντεθὲν ποιῆσαί τι ποσόν· ἀνάγκη γὰρ ἤτοι καθ’ ὅλα ἑαυτὰ τὰ συντιθέμενα σημεῖα ἅπτεσθαι ἀλλή‐ λων, ἢ κατά τι μὲν ἅπτεσθαι κατά τι δὲ μὴ ἅπτεσθαι. εἰ μὲν οὖν καθ’ ὅλα ἐφαρμόσουσιν ἀλλήλοις, ἔσται πάλιν πάντα ἓν σημεῖον. εἰ δὲ κατά τι μὲν
30μέρος ἁψάμενα ἑνωθεῖεν, κατά τι δὲ μὴ ἅψωνται, μέρος ἕξει τὸ σημεῖον28
In GC
.

14,2

29

καὶ οὐκ ἔσται ἀμερές, ὅπερ ἀδύνατον· ἀναιρήσομεν γὰρ τὴν ἔννοιαν τοῦ σημείου. τούτων οὕτως εἰρημένων τῇ λέξει ἐπέλθωμεν. p. 316a17 Εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη πάντῃ διῃρημένον.
5 Εἰ ἐστί, φησί, πάντῃ δυνάμενον διαιρεθῆναι, διαιρεθείη ἄν ποτε πάντῃ ἅμα. τὸ μὲν οὖν ὑποθέσθαι τὸ δυνάμενον γενέσθαι εἰς ἐνέργειαν ἐκβεβη‐ κὸς οὐκ ἄτοπον· οὐκ ἔχει γὰρ ἑπόμενον τὸ ἀδύνατον, ὥσπερ φησὶν ὑπο‐ κατιών, ὅτι ἐὰν ὑποθώμεθα εἰς μυρία μυριάκις διῃρημένον τὸ μέγεθος, κἂν μήπω διῄρηται μηδὲ δυνατὸν ἴσως διαιρεθῆναι διὰ τὴν τοῦ διαιροῦντος
10ἀσθένειαν, οὐκ ἀδύνατος οὐδὲ ἄτοπος ἡ ὑπόθεσις. τὸ μὲν οὖν τοῦτο ὑπο‐ θέσθαι οὐκ ἄτοπον. τῷ δὲ πάντῃ διαιρετῷ ὡς ἀκολουθοῦν ἔλαβε τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι. καὶ εἰδέναι χρὴ ὅτι κατὰ τοῦτο γίνεται ἡ παρα‐ γωγὴ τοῦ λόγου, ὡς ἐφεξῆς δείκνυται. τῷ γὰρ λόγῳ τῷ φάσκοντι τὸ συνεχὲς ἐπ’ ἄπειρον εἶναι διαιρετὸν οὐκ ἀκολουθεῖ τὸ ἅμα πάντῃ διῃρῆ‐
15σθαι· ὅλως γὰρ ἐπὶ τοῦ φάσκοντος λόγου τὴν τομὴν τοῦ μεγέθους μὴ ἐπι‐ λείπειν, ἀλλ’ ἐπ’ ἄπειρον αὔξεσθαι, οὐ δοκεῖ ἔχειν χώραν τὸ ἅμα πάντῃ διῃρῆσθαι· διαιρεθέντος γὰρ ἐπιλείπειν ἀνάγκη τὴν ἐπ’ ἄπειρον τομήν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον ἐξετασθήσεται, ἔνθ’ αὐτὸς τὴν τῆς λύσεως ἀπορίαν ἐκτίθεται.
20p. 316a19 Καὶ κατὰ μέσον ὡσαύτως. Καὶ ὅλως, φησίν, εἰ πάντῃ διαιρετόν τε καὶ κατὰ μέσον ὡσαύτως. τοῦτο δὲ δηλωτικόν ἐστι τοῦ πάντῃ γενέσθαι τὴν διαίρεσιν· ἑκάστου γὰρ ἀεὶ μορίου ἐκ τῆς διαιρέσεως γινομένου δυνατὸν πάλιν κατὰ τὸ μέσον ἐπι‐ διαίρεσιν γενέσθαι. διὰ τοῦτο σαφηνίζων καὶ περιληπτικώτερον ἑρμηνεύων
25ἐπήγαγε καὶ ὅλως εἰ πάντῃ διαιρετόν, ἐὰν διαιρεθ, οὐδὲν ἔσται ἀδύνατον γεγονός· τῷ γὰρ δυνατῷ ὑποτεθέντι ψεῦδος μὲν ἴσως ἀκο‐ λουθεῖ, ἀδύνατον δὲ οὐδέν. οἷον δυνατὸν ἐν θέρει ὗσαι· εἰ οὖν ὑποθώμεθα ἐν θέρει ὕειν, ψεῦδος μὲν ἴσως ὑποτιθέμεθα, οὐκ ἀδύνατον δέ. εἰ δὲ μὴ ἀδύνατον, ἐνδέχοιτ’ ἂν γίνεσθαι· εἰ δὲ ἐνδέχεται γίνεσθαι, κἂν γένοιτο τῷ
30μακρῷ χρόνῳ. p. 316a29 Ὁμοίως δὲ κἂν ἐκ στιγμῶν σύγκειται, οὐκ ἔσται ποσόν.
Ὥσπερ τὸ ἐκ μὴ ὄντων συγκείμενον οὐχ ἅμα ὄν, οὕτω καὶ εἴ τι ἐκ29
In GC
.

14,2

30

στιγμῶν, ταὐτὸ δὲ εἰπεῖν ἐξ ἀμερῶν, σύγκειται, οὐκ ἔσται ποσόν· αἱ γὰρ στιγμαὶ οὐ ποσόν. ὁπότε γὰρ ἅμα ἦσαν ἐν τῷ μεγέθει ἀδιαιρέτῳ ὄντι καὶ ἥνωντο, ὅπερ ἐκάλεσεν ‘ἅπτεσθαι‘, οὐδὲν παρ’ αὐτὰς τὸ μέγεθος μεῖζον ἐγίνετο. καὶ εἰς ἀπόδειξιν τούτου παρατίθεται τὸ ἐφεξῆς.
5p. 316a31 Διαιρεθέντος γὰρ εἰς δύο ἢ καὶ πλείω. Τοῦ συνεχοῦς, φησί, διαιρεθέντος εἰς πλείω καὶ πάλιν συντεθέντος οὔτε μεῖζον ἔσται τὸ πᾶν ἐν τῇ συνθέσει τῶν σημείων συνελθόντων, οὔτε ἔλαττον ἐν τῇ διαιρέσει. ἀληθὲς δὲ καὶ ἀμφότερα ἐφ’ ἑκατέρου λέγων· οὔτε γὰρ συντιθεμένου μεῖζον ἢ ἔλαττον τὸ πᾶν γίνεται οὔτε διαιρουμένου,
10ᾧ δηλονότι οὐδὲν ἡ πρόσθεσις τῶν στιγμῶν συμβάλλεται εἰς αὔξησιν τοῦ μεγέθους, οὐδὲ ἡ ἀφαίρεσις εἰς μείωσιν. οὐκ ἄρα οὐδὲ συντεθεῖσαι ἐργά‐ σαιντο ποσὸν ἢ μέγεθος. p. 316a34 Ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα γί‐ νεται.
15 Ὥσπερ ἐν τοῖς πριζομένοις ξύλοις γίνεται ἐκπρίσματα, σωμάτια μὲν ὄντα, μὴ δυνάμενα δὲ πάλιν πρισθῆναι, καὶ γίνεται τὸ πᾶν ἔλαττον διὰ τὴν τούτων θρύψιν, εἰ οὕτως τις ὑπόθοιτο καὶ ἐπὶ τῶν διαιρουμένων, ὡς τὸ διῃρημένον λέγειν εἰς ἐκπρίσματα καταναλίσκεσθαι, ὁ αὐτὸς ἁρμόσει λόγος. τὸ γὰρ ἔκπρισμα, εἴπερ μὴ ἔστι στιγμὴ ἀλλὰ μέγεθος, διαιρεθήσεται καὶ
20αὐτό, εἴπερ πάντῃ διαιρετὸν τὸ μέγεθος· εἰ δὲ μὴ διαιρεθήσεται, ὁ Δη‐ μοκρίτου λόγος ἀληθής, τὸ εἶναι σώματα ἄτομα ὧν τῇ συγκρίσει τὰ ἄλλα γίνεσθαι ἔλεγε, καὶ οὐ πάντῃ διαιρετὸν τὸ μέγεθος. p. 316b2 Εἰ δὲ μὴ σῶμα ἀλλ’ εἶδος οὐ χωριστόν. χωριστόν· γράφεται γὰρ ἑκάτερον. καὶ σημαίνει τὸ μὲν οὐ χω‐
25ριστὸν τὸ μὴ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑποστῆναι χωρὶς ὑποκειμένου, ἀλλ’ ἀεὶ ἐν τῷ συνθέτῳ ὄν, ὡς πάντα τὰ ἔνυλα εἴδη· εἰ δὲ χωριστὸν εἴη γεγραμμένον, σημαίνοι ἂν τὸ πεφυκὸς καὶ δυνάμενον χωρισθῆναι τοῦ ὑποκειμένου φθαρέντος. καὶ ἔστι ταὐτὸ τῇ δυνάμει ἑκάτερον καὶ ἐπὶ τοῦ
αὐτοῦ λεγόμενον. διαφέρει δὲ ἡ ἐπιχείρησις αὕτη τῶν πρὸ αὐτῆς, ὅτι ἄνω30
In GC
.

14,2

31

μὲν τὸ μέγεθος ἐλάμβανε καὶ διαιρῶν ηὕρισκε στιγμὰς καταλειπομένας, ἐξ ὧν οὐκ ἦν δυνατὸν συντεθεισῶν μέγεθός τι γενέσθαι, ἐνταῦθα δέ φησιν εἰ ὑπόθοιτό τις μέγεθος μὴ ἐκ μεγεθῶν συγκεῖσθαι ἀλλ’ ἐκ στιγμῶν εἶδός τι καὶ πάθος προσλαβουσῶν ἐν τῇ συνθέσει καὶ ποιουσῶν οὕτως τὸ μέγε‐
5θος, ὅπερ εἶδος ἢ πάθος ἐν τῇ διαιρέσει χωρίζεται ὡς καταλιμπάνεσθαι τὰς στιγμάς, τὰ αὐτὰ ἄτοπα ἕψεται, τὸ ἐκ μὴ μεγεθῶν ποιεῖν τι μέγεθος. εἰ δέ τις ἀπορεῖ πῶς τοῦτο ὡς ἄτοπον συνάγει, τὸ ποιεῖν ἐκ μὴ μεγέθους μέγεθος (καὶ γὰρ καὶ οἱ τὴν πρώτην ὕλην λέγοντες προσλαβοῦσαν τὸ εἶδος ἀποτελεῖν τὸ σῶμα, ἐκ μὴ σωμάτων σῶμα γεννῶσι), γινωσκέτω ὁ τοιοῦ‐
10τος ὅτι εἰ καί φαμεν ἐξ ὕλης καὶ εἴδους συγκεῖσθαι τὰ σώματα, οὐκ ἐκ προϋπαρχούσης τῆς ὕλης καθ’ αὑτήν φαμεν γίνεσθαι τὸ σῶμα. λόγῳ γὰρ μόνῳ χωρίζοντες τοῦ εἴδους αὐτὴν καθ’ αὑτὴν θεωροῦμεν, μηδέποτε αὐτὴν καθ’ αὑτὴν δυναμένην ὑποστῆναι· ἀεὶ γὰρ τοῦ τοιοῦδε σώματος εἰς τὸ τοιόνδε μεταβάλλοντος γίνεται ἡ γένεσις καὶ ἡ φθορὰ τῶν σωμάτων, καὶ
15ὅλως τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος καὶ οὐδέτερον χωρὶς ἑτέρου εἶναι δύναται. οἱ δὲ ἐκ τῆς διαιρέσεως ὑπολιμπάνεσθαι φάσκοντες τὰς στιγμὰς τοῦ εἴδους χωρισθέντος, καὶ ἐξ ἀμεγεθῶν ἐνεργείᾳ προϋπαρχόντων ἀμεγε‐ θῶν γεννῶσι τὸ μέγεθος καὶ εἰς ἀμεγέθη ἐνεργείᾳ ὑφεστῶτα αὐτὰ καθ’ αὑτὰ ἀναλύουσι τὸ μέγεθος, ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως εἰ καὶ ἀσώ‐
20ματος τῷ ἰδίῳ λόγῳ ἡ ὕλη, ἀλλὰ πάντῃ οὖσα ἀνείδεος δυνάμει ἐστὶ σῶμα, τὰ δὲ σημεῖα οὐκ ἔστιν ἀνείδεα οὐδὲ δυνάμει μεγέθη, οὐδὲ ὑποκείμενον ἑτέρῳ εἶναι δύναται αὐτὰ δεόμενα ἑτέρου εἰς ὕπαρξιν· ἐν γραμμῇ γὰρ τὸ εἶναι ἔχουσιν αὐτὰ καθ’ αὑτὰ ὕπαρξιν οὐκ ἔχοντα. πῶς οὖν ἐν τού‐ τοις τὸ μέγεθος ὑπάρξαι δυνήσεται;
25p. 316b5 Ἔτι ΔΕ ΠΟΥ ἔσονται καὶ ἀκίνητοι ἢ κινούμεναι. Ὁ λόγος οὗτος δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς προφέρε‐ σθαι, ἐρωτηματικῶς μὲν οὕτως· ποῖον γὰρ ἀφορίσεις τόπον ἢ ποίαν κίνησιν ταῖς στιγμαῖς; οὔτε γὰρ τὸν ἄνω (οὐ γὰρ πῦρ εἰσιν ἢ ἀήρ) οὔτε τὸν κάτω, ὅτι οὐχ ὕδωρ οὐδὲ γῆ. οὕτως δὲ οὐδὲ κίνησιν ἢ ἀκινησίαν αὐταῖς
30ἀφορίσεις· ἀκίνητοι μὲν γὰρ οὖσαι οὐκ ἂν συνέλθοιεν διῃρημέναι εἰς τὸ ποιῆσαι γένεσιν, κινουμένας δὲ εἴπερ ὑποθώμεθα, πρῶτον μὲν ἄτοπον κι‐ νούμενόν τι μὴ εἶναι σῶμα, ἔπειτα δὲ ποίαν κίνησιν ἀφωρισμένην ἕξουσιν;
ὁ αὐτὸς γὰρ λόγος τῷ περὶ τόπου. εἰ δὲ ἀποφαντικῶς ἀκούοις τοῦ λόγου,31
In GC
.

14,2

32

ἐρεῖς ὅτι ἀνάγκη αὐτάς που εἶναι· εἰ γὰρ μὴ καθέξουσι τόπον ἐκ σώματος ἀναλυθέντος γενόμεναι, ἔσται κενὸν ὃ ἐπεῖχε τὸ σῶμα τὸ εἰς αὐτὰς δια‐ λυθέν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀδύνατον· πῶς γὰρ αἱ ἀσώματοι καὶ ἀδιά‐ στατοι παντελῶς τοπικὸν καθέξουσι διάστημα;
5p. 316b6 Ἁφή τε ἀεὶ μία δυοῖν τινων. Πᾶσα μὲν ἁφὴ πέρας, οὐ πᾶν δὲ πέρας ἤδη καὶ ἁφή. εἴτε οὖν πέ‐ ρατα καλεῖς τὰ σημεῖα καὶ τὰς στιγμάς, ἀδύνατον πέρας εἶναι μὴ ὄντος τοῦ περατουμένου· εἴτε ἁφάς, ἁπτομένων ἔσονται ἁφαί. ὅτι δὲ ἕτερα τὰ ἁπτόμενα παρὰ τὴν ἁφὴν ἢ τὴν στιγμὴν ἢ τὴν διαίρεσιν (ταὐτὸν γὰρ
10πάντα σημαίνει), δηλοῖ τὸ μίαν μὲν εἶναι τὴν ἁφήν, δύο δὲ τὰ ἁπτόμενα. δυνατὸν μὲν οὖν οὕτως ἀκούειν τοῦ λόγου, δηλοῦντος ὅτι ἀδύνατον εἰς στιγ‐ μὰς διαλυθῆναι τὸ σῶμα. δυνατὸν δὲ καὶ πρὸς τὸ μὴ δύνασθαι τὰς στιγ‐ μὰς συντεθείσας ποιεῖν μέγεθος ἀκούειν τοῦ λόγου· πῶς γὰρ ὅλως συντί‐ θενται μὴ δυνάμεναι ἀλλήλων ἅπτεσθαι; τὰ γὰρ ἁπτόμενα κατά τι μέρος
15αὑτῶν ἅπτεται ὡς εἶναί τινα αὐτῶν παρὰ τὴν ἁφήν, τὰς δὲ στιγμὰς οὐ δυνατὸν κατά τι ἀλλήλων ἅπτεσθαι. p. 316b9 Ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον. Ἔτι κατασκευάζει ταῦτα οἷς ἐχρήσατο ἀνωτέρω, τὸ ‘εἰς ἃ διαιρεῖται τὸ μέγεθος, ἐκ τούτων συντιθεμένων γίνεται‘· ἔλαβε γὰρ ἀνωτέρω ὅτι
20εἴπερ εἰς στιγμὰς γίνοιτο ἡ διαίρεσις τῶν σωμάτων, ταύτας πάλιν συντι‐ θεμένας ποιεῖν τὸ μέγεθος. ὅτι οὖν τοῦτο οὕτως ἔχειν ἀνάγκη, παρίστησι καὶ δι’ ὑποδείγματος. ὥσπερ γὰρ ἐὰν λαβὼν ξύλον ἤ τι ἄλλο μέγεθος διέλω κατά τι μέρος ἔπειτα συνθῶ, ἴσον γίνεται τῷ πρόσθεν τὸ ἐκ τῆς τῶν διῃρημένων συνθέσεως γενόμενον, οὕτως κἂν πάντῃ διέλω τὸ ξύλον
25(ἔχει γὰρ οὕτως ὡς δύνασθαι πάντῃ διαιρεῖσθαι) ὡς μηδὲν ἕτερον εἶναι ἢ στιγμάς (διαίρεσιν γὰρ καλεῖ τὰς στιγμάς, καθ’ ἃς γέγονεν ἡ διαίρεσις καὶ ἡ τομή), δεήσει ὥσπερ ἐπὶ τῆς προτέρας τομῆς τὰ μέρη εἰς ἃ διῃρέθη συντεθέντα ἴσον πεποίηκε τῷ ἐξ ἀρχῆς, οὕτως κἂν πάντῃ διέλω ὡς μηδὲν
ἄλλο καταλιπεῖν ἢ στιγμάς, ἀνάγκη τὰς στιγμὰς συντεθείσας ποιεῖν ἴσον32
In GC
.

14,2

33

τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει τὸ ἐξ αὐτῶν συντεθέν. τοῦτο δὲ ἀδύνατον δέδεικται· οὐδὲ γὰρ ἄπειρα ἀμερῆ συντιθέμενα τὸ τυχὸν μέγεθος ποιῆσαι δύνανται. οὐκ ἄρα εἰς σημεῖα ἐνδέχεται τὰ μεγέθη διῃρῆσθαι. εἰ δὲ τοῦτο, οὐ πάντῃ εἰσὶ τὰ μεγέθη διαιρετά· τούτῳ γὰρ εἵπετο τὸ εἰς σημεῖα αὐτὰ
5διῃρῆσθαι. εἰ δὲ μὴ πάντῃ διαιρετά, ἔστιν ἄρα σώματα ἀδιαίρετα. p. 316b11 Πάντῃ ἄρα διῄρηται δυνάμει. Διὰ περίνοιαν συντόμως πέφρασται. φησὶ δὲ τοῦτο ὅτι εἰ δυνάμει τὸ μέγεθος πάντῃ ἐστὶ διαιρετόν, καὶ διῃρήσθω μὲν ἐνεργείᾳ· οὐ γὰρ ἀδύ‐ νατος ἡ ὑπόθεσις, καθὼς προείρηται καὶ ὅτι τὸ δυνατὸν καὶ εἰς ἐνέργειαν
10ἐκβαίη ποτέ. τούτου δὲ δοθέντος ἕπεται τὸ εἰρημένον ἄτοπον, τὸ ἐκ ση‐ μείων τὰ μεγέθη συγκεῖσθαι. p. 316b12 Εἰ γὰρ καὶ ἔστι τι πάθος. Πάλιν τὸ προειρημένον ἀναλαμβάνει. εἰ γάρ, φησίν, ἔστι τι πάθος ἐν τῷ συνεχεῖ, ἀλλὰ πῶς, φησί, διαλύεται εἰς ταῦτα τὸ μέγεθος, εἰς πάθος
15φημὶ καὶ στιγμάς; καὶ πῶς ἐκ τούτων συντίθεται; πῶς δὲ δυνατὸν χωρι‐ σθῆναι ταῦτα ἐξ ἀλλήλων, ὡς ἐκτὸς τοῦ πάθους ὑφίστασθαι τὰς στιγμάς; κἂν γὰρ ὕλης λόγον πρὸς τὸ πάθος ἐπέχωσι, καὶ τοῦτο αὐταῖς εἴη τὸ εἶναι, ὡς ἡ ὑπόθεσις βούλεται ἡ ἐκ στιγμῶν καὶ παθῶν τὰ μεγέθη ὑπο‐ τιθεμένη, ἀλλ’ οὖν [ὅτι] ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι οὖσα χωρὶς τοῦ
20εἴδους οὗ ἐστιν ὕλη εἶναι οὐ δύναται, ὡς ἔμπροσθεν εἴπομεν· ὥστε ἀδύνατον τὰς στιγμὰς καθ’ αὑτὰς χωρὶς εἴδους εἶναι. p. 316b16 Ἀλλὰ μὴν καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατα· ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις.
Περὶ τοῦ πολλὰ ἕπεσθαι ἄτοπα τῇ ὑποθέσει τῇ ὑποτιθεμένῃ ἄτομα33
In GC
.

14,2

34

μεγέθη εἴρηται μὲν κἀν τῷ τρίτῳ βιβλίῳ τῆς Περὶ οὐρανοῦ, εἴρηκε δὲ κἀν τῷ Ζ τῆς Φυσικῆς ἀκροάσεως, ἀλλὰ μὴν κἀν τῷ ἐπιγραφομένῳ Περὶ ἀτόμων γραμμῶν, ὅ τινες εἰς Θεόφραστον ἀναφέρουσι. νῦν δέ, φησί, τὰς ἀπορίας Δημοκρίτου λυτέον, δι’ ὧν τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν
5τομὴν ἀναιρεῖ. σημειωτέον οὖν ὅτι νῦν οὐ πρόκειται αὐτῷ προηγουμένως δεῖξαι μὴ εἶναι ἄτομα μεγέθη (ἐν γὰρ τοῖς εἰρημένοις βιβλίοις αὐτὸ καθ’ αὑτὸ τὸ δόγμα τοῦτο ὡς ἀδύνατον ἤλεγξεν), ἀλλὰ λῦσαι τοὺς εἰσάγοντας τὰ ἄτομα μεγέθη λόγους. ἀναλαμβάνει οὖν τὸν τοῦ Δημοκρίτου λόγον ἐν συντόμῳ καὶ διαρθροῖ μᾶλλον, καὶ οὕτως τὸν ἔλεγχον ἐπιφέρει.
10p. 316b19 Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ’ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον. Προτίθεται μὲν ὡς ἐν βραχεῖ τὴν εἰρημένην διὰ πλειόνων ἀπορίαν ἀναλαβεῖν, ἵνα οὕτως τὰς λύσεις ἐπαγάγῃ. διορίζει δὲ πρῶτον πῶς μὲν τεθέντι τῷ λόγῳ τῷ φάσκοντι τὸ σῶμα πάντῃ διαιρετὸν εἶναι ἕπεται τὰ
15ἄτοπα τὰ προειρημένα, πῶς δὲ νοηθέντι οὐδὲν ἀκολουθεῖ ἄτοπον. καὶ εἰ‐ κότως τοῦτο πρῶτον διαρθροῖ, ἵνα δείξας καθ’ ὃ σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ τὸ ἄπορον ἕπεται, κατὰ τοῦτο καὶ τὴν λύσιν ἐπαγάγῃ. ἔστι δέ, ὡς ἐν κεφαλαίῳ συνελόντι φάναι, τὰ διὰ τῆς λέξεως πάσης δηλούμενα τοι‐ αῦτα. δύο ἐστὶ τὰ σημαινόμενα τοῦ πάντῃ διαιρετὸν εἶναι τὸ συνεχὲς
20φάσκοντος λόγου, ἓν μὲν τὸ καθ’ ὁτιοῦν μόριον αὐτὸ διαιρετὸν εἶναι δη‐ λοῦν, τουτέστιν οὐ κατὰ τουτὶ μὲν τὸ μόριον τὴν τομὴν ἐπιδέχεσθαι δυνα‐ τὸν κατ’ ἄλλο δὲ μὴ δυνατόν, ἀλλ’ ἀδιαφόρως πανταχοῦ· οὐδὲν γάρ ἐστιν ἐν τῷ συνεχεῖ ὃ τὴν τομὴν κωλύσει. εἰ γὰρ καὶ κατ’ ἐνέργειαν ἐν τῷδε τῷ μορίῳ πρώτῳ τὴν τομὴν ἐδέξατο, ἡ καθ’ ἕτερον μόριον δυνάμει ἐν‐
25υπάρχουσα διαίρεσις καὶ μήπω γεγονυῖα οὐδὲν ἧττον πρὸ τῆς ἤδη γενο‐ μένης ἐδύνατο γενέσθαι. καὶ συντόμως φάναι κατὰ τοῦτο τὸ σημαινόμενον πάντῃ διαιρετὸν τὸ σῶμα λέγεται τὸ πάσας τὰς τομὰς οἷόν τε ὂν ἀναδέξα‐ σθαι, πάσας δὲ οὕτως ὡς ἐκ πασῶν ἡντιναοῦν, οὐχ ὡς πάσας ἅμα· ὡς ἂν εἰ λέγοι τις τὸν ἄνθρωπον πάσης ἐπιστήμης εἶναι δεκτικόν, οὐχ ὅτι
30πάσας ἅμα κατορθοῖ, ἀλλ’ ὅτι πασῶν ἡντιναοῦν καὶ οὐκ ἀφωρισμένως ταύτην ἢ ταύτην. κατὰ τοῦτο μὲν τὸ σημαινόμενον οὐδέν φησιν ἄτοπον
ἀκολουθεῖν, ἐὰν τὸ ἀδιαίρετον ἐνεργείᾳ πάντῃ διαιρετὸν ὑποθώμεθα ὡς καθ’34
In GC
.

14,2

35

ὁτιοῦν μόριον τὴν διαίρεσιν ἐπιδέξασθαι δυνάμενον· οὐδὲ γὰρ τῷ τοιούτῳ σημαινομένῳ ἕπεται τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος. τοῦτο γὰρ τὸ δεύτερόν ἐστι σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ, λέγω δὲ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ σῶμα δυνάμει, ὅπερ ἐστὶν ἀδύνατον· οὐ γὰρ οἷόν τέ
5ἐστιν ἐνεργείᾳ γενέσθαι ἅμα πάντῃ διῃρημένον, ᾧ δὲ κατ’ ἐνέργειαν ὑπο‐ τεθέντι ἀδύνατον ἕπεται, τοῦτο οὐδὲ δυνάμει τὴν ἀρχὴν ὑπῆρχεν. ὅτι δὲ ἀδύνατον εἶναί τι ἅμα ἐνεργείᾳ πάντῃ διῃρημένον, ἐκεῖθεν δῆλον· εἰ γὰρ ἡ διαίρεσις κατὰ σημεῖον καὶ στιγμὴν γίνεται, οὐκ ἔστι δὲ στιγμὴ στιγμῆς ἐχομένη, ἀλλ’ ἀεὶ δύο σημείων λαμβανομένων μεταξὺ μέγεθός ἐστι, πρό‐
10δηλον ὡς ἀδύνατον ἅμα πάντῃ διαιρετὸν εἶναι. κατὰ τοῦτο τοίνυν τὸ ση‐ μαινόμενον ἐκλαβὼν τὸ πάντῃ διαιρετὸν ὁ Δημόκριτος, εἰς ἄτοπον ἀπάγει τὸν λόγον, πρὸς τὴν οἰκείαν ὑπόληψιν ἀπορῶν, οὐ τὸ κείμενον ἐξελέγχων. Τούτων οὕτως εἰρημένων ἴσως τις ἀπορήσειε, πῶς ποτέ φαμεν τὸ μέγεθος δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετόν· ἐντεῦθεν γὰρ καὶ τὸ πάντῃ
15διαιρετὸν εἶναι εἴληπται, ὡς κἀν τοῖς προλαβοῦσιν εἴπομεν. εἰ γὰρ δυνά‐ μει ἐπ’ ἄπειρον διαιρεῖται, δυνατόν ἐστιν αὐτὸ διαιρεθῆναι ἐπ’ ἄπειρον, τὸ δὲ δυνατὸν γενέσθαι, ὑποθέσθαι ἐκβεβηκέναι οὐκ ἀδύνατον. εἰσάξομεν οὖν ἐνεργείᾳ τὸ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐπ’ ἄπειρον πρόεισι τῶν συνεχῶν ἡ τομή, ἀλλὰ στήσεταί που· ἔσται οὖν ἄτομα μεγέθη. ἔστι δὲ
20ἡ τοῦ ἀπόρου λύσις ῥᾳδία προδιελομένοις ἐκεῖνο, ὅπερ κἀν τῇ Φυσικῇ ἀκροάσει εἴρηται, ὅτι καθάπερ τὴν ἡμέραν ἐνεστηκέναι φαμὲν οὐ τῷ πᾶσαν ἅμα παρεῖναι ἀλλὰ τῷ ἀεὶ μέρος αὐτῆς ἐνεστηκέναι, καὶ τὸν ἀγῶνα δὲ ἐνεργείᾳ παρεῖναί φαμεν οὐ τῷ ἅμα καὶ πάλην καὶ πυγμὴν καὶ στάδιον καὶ ἅλμα καὶ τὰ λοιπὰ ἐπιτελεῖσθαι, ἀλλὰ τῷ μέρος τι αὐτοῦ παρεῖναι
25ἢ ἅλμα τυχὸν ἢ πάλην ἢ τῶν ἄλλων τι, οὕτω καὶ τὸ μέγεθος ἐπ’ ἄπειρόν φαμεν τέμνεσθαι οὐ τῷ δύνασθαι ἄπειρα τμήματα αὐτοῦ ὑφεστῶτα ἅμα γενέσθαι, ἀλλὰ τῷ λαμβάνεσθαι τῶν ἀπείρων τμημάτων τινὰ καὶ μέρη τοῦ ἀπείρου. τὰ μὲν οὖν λαμβανόμενα ἀεὶ τμήματα ἐκ τῆς διαιρέσεως τοῦ συνεχοῦς πεπέρανται, τῷ δὲ τὰ ληφθέντα πάλιν δύνασθαι τέμνεσθαι
30ἐπ’ ἄπειρον λέγεται γίνεσθαι ἡ διαίρεσις, διὰ τὸ μὴ ἐπιλείπειν τὴν διαίρεσιν μηδὲ εἶναί τι μόριον ληφθὲν ὅπερ οὐ δυνατόν ἐστι τὴν τομὴν ἐπιδέξασθαι. οὕτω καὶ τὸν ἀριθμόν φαμεν ἐπ’ ἄπειρον αὔξεσθαι οὐ τῷ δύνασθαι αὐξόμενον ἄπειρον κατ’ ἐνέργειαν γενέσθαι (ἀεὶ γὰρ ὁ λαμβανό‐
μενος ἀριθμὸς περερασμένος ἔσται), ἀλλὰ τῷ μὴ ἐπιλείπειν αὐτοῦ τὴν35
In GC
.

14,2

36

αὔξησιν ἀλλ’ εἶναι τοῦ λαμβανομένου ἀεὶ ἄλλον πλείονα λαμβάνειν. καὶ ἵνα σαφῶς διορίσαντες εἴπωμεν, εἰς ἄπειρα μὲν διαιρετὸν τὸ μέγεθος οὐκ ἔστιν οὐδὲ δυνάμει, τῷ μηδὲ δύνασθαι εἰς ἄπειρα διαιρεθῆναι (ἐπεὶ μηδὲ στιγμὴν στιγμῆς ἐφεξῆς εἶναι ἐνδέχεται· ἀεὶ γὰρ δύο στιγμῶν τὸ
5μεταξὺ μέγεθός ἐστιν), ἐπ’ ἄπειρον μέντοι, τῷ μὴ ἐπιλείπειν ποτὲ δυνάμει τὴν τομήν. οὕτως γοῦν καὶ πάντῃ διαιρετὸν ἐλέγομεν τὸ μέγεθος, τῷ καθ’ ὁτιοῦν μόριον δύνασθαι διαιρεθῆναι καὶ μὴ εἶναί τι ληφθὲν μόριον ὅπερ ἄτμητον ἔσται δυνάμει. διὰ τοῦτο γὰρ ὁπῃοῦν ἀδιαφόρως δυνατόν ἐστι διαίρεσιν γενέσθαι, τῷ μηδὲν εἶναι μόριον δυνάμει ἀδιαίρετον. τὸ δ’ ἅμα
10πάντῃ διαιρετὸν καὶ τὸ εἰς ἄπειρα διαιρετόν, ψευδῆ ἄμφω· τῷ μὲν γὰρ ἕπεται εἰς στιγμὰς διαιρεῖσθαι τὸ μέγεθος καὶ ἐκ στιγμῶν συγκεῖσθαι, τῷ δὲ εἰς ἄπειρα διαιρετῷ καὶ ἐνεργείᾳ τὸ ἄπειρον ὑφίστασθαι, ὅπερ ἄτοπον· τὸ γὰρ ἄπειρον ὡς μὲν γινόμενον ἐστίν, ὡς δὲ ὑφεστὼς οὐκέτι. καὶ ἄλλως ἐν τῇ Φυσικῇ αὐτὸς εἶπεν ὅτι οὐκ ἔστι λίνον λίνῳ συνάπτειν, τὸ ὅλον
15καὶ πᾶν τῷ ἀπείρῳ. τὸ μὲν γὰρ ὅλον καὶ πᾶν τέλειον, τὸ δὲ τέλειον τέλος ἔχει, τοῦ δὲ ἀπείρου οὐκ ἔστι τέλος· καὶ ὅλον μέν ἐστι καὶ πᾶν οὗ μηδὲν τῶν μερῶν ἐστιν ἔξω, ἄπειρον δέ ἐστιν οὗ ἀεί τί ἐστιν ἔξω· οὐ ταὐτὸν ἄρα τὸ πᾶν καὶ τὸ ἄπειρον. ὥστε ὅταν λέγωμεν ‘πάντῃ διαιρετόν‘, δι’ αὐτῆς τῆς φωνῆς ἐνδεικνύμεθα ὅτι οὐκ εἰς ἄπειρά φαμεν
20τὰ μεγέθη κατατέμνεσθαι, ἀλλ’ εἰς πεπερασμένα, καὶ ἑκάστου πάλιν τῶν μερῶν πάντῃ διαιρετοῦ ὄντος. δοκοῦμεν δέ, φησίν, ὅταν λέγωμεν ‘πάντῃ διαιρετόν‘, οὕτως λέγειν τὸ ‘πάντῃ‘ ὡς μηδὲν μεῖναι ἐκ τῆς διαιρέσεως ἀδιαίρετον, ὅπερ ἐστὶ ψεῦδος καὶ ἐναντίον τῷ παρ’ ἡμῶν λεγομένῳ. ἐπ’ ἄπειρον γὰρ διαιρετόν φαμεν εἶναι τὸ μέγεθος, καὶ ταύτῃ πάντῃ διαιρετὸν
25ὡς πᾶν τὸ ληφθὲν μόριον δύνασθαι τέμνεσθαι καὶ μηδέποτε τοῦτο ἀπο‐ λείπειν. ὥστε εἰ οὕτω διαιρεθείη ὡς ἐπιλείπειν τὴν τομὴν τῷ μηδὲν εἶναι λεῖπον τὸ δυνάμενον διαιρεθῆναι, οὐκέτι ἂν ἐπ’ ἄπειρον εἴη διαιρετόν· τὸ γὰρ ἐπ’ ἄπειρον οὐκ ἐπιλείπει ποτέ. ὥστε εἰ ἐπιλείποι, οὐκ ἐπ’ ἄπειρον, οὐδ’ οὕτω πάντῃ ὡς ἀεὶ τὸ διαιρεθὲν μόριον δύνασθαι διαι‐
30ρεῖσθαι. Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ’ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον. αἰσθητὸν μὲν εἶπεν ἢ τὸ φυσικόν, οὐχ ὡς μὴ καὶ τῶν ἄλλων σωμάτων διαιρετῶν ὄντων (καὶ γὰρ τὸ μαθηματικὸν τοιοῦτον), ἀλλ’ ὡς περὶ τούτου ὄντος τοῦ
35λόγου· ἢ αἰσθητόν φησι τὸ ἐνεργείᾳ ὄν. τὸ γὰρ μὴ ὂν ἐνεργείᾳ, οὐδὲ διαιρετόν ἐστι. τοιοῦτον δὲ ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον· σῶμα μὲν γὰρ καὶ αὐτή, ἀλλ’ οὐκ αἰσθητόν, ἀλλὰ δυνάμει σῶμα. προθέμενος δὲ ὡς
ἐν κεφαλαίῳ τὴν Δημοκρίτου ἀπορίαν ἀναλαβεῖν, πρῶτον διορίζεται ποίῳ36
In GC
.

14,2

37

μὲν σημαινομένῳ τοῦ πάντῃ διαιρετοῦ οὐδὲν ἄτοπον ἀκολουθεῖ, ποίῳ δὲ ἕπεται ὅσα παρὰ Δημοκρίτου ἄτοπα συνῆκται. καί φησιν ὅτι τὸ μὲν λέγειν πάντῃ διαιρετὸν τὸ καθ’ ὁτιοῦν 〈μόριον〉 δυνάμενον διαιρεθῆναι, εἰ καὶ μήπω διῄρηται, ἀληθὲς καὶ οὐδὲν ἔχει ἄτοπον ἑπόμενον (καὶ γὰρ τὸ ἐνεργείᾳ
5ἀδιαίρετον δυνατὸν οὕτω λέγειν πάντῃ διαιρετόν· τῷ γὰρ δύνασθαι ἐπὶ τοῦ συνεχοῦς ὁπῃοῦν σημεῖον λαμβάνεσθαι δῆλον ὅτι καὶ διαίρεσις ἔσται ἐν ἑκάστῳ μέρει τοῦ συνεχοῦς), τὸ δὲ λέγειν πάντῃ διαιρετὸν ὡς ἅμα πάντῃ δυνάμενον διαιρεθῆναι, ἄτοπον. πῶς δὲ καὶ διὰ τί ἄτοπον, πάλιν προστίθησιν ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν· καὶ τότε ὕστερον τὴν
10λύσιν ἐπιφέρει, φάσκων παραλογίζεσθαι τὸν Δημόκριτον οὐ τὸν λόγον ἐλέγ‐ χοντα τὸν φάσκοντα πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλὰ σημαινόμενόν τι τοῦ πάντῃ διαιρετοῦ κατὰ τὴν ἐκείνου ὑπόληψιν λαμβανόμενον. p. 316b23 Εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε ἅμα εἶναι ἄμφω.
15 Ἐκεῖνο, φησίν, ἄτοπόν ἐστι, τὸ λέγειν πάντῃ ἅμα διαιρετὸν εἶναι δυνάμει. εἰ γάρ ἐστι δυνάμει, γένοιτ’ ἂν καὶ ἐνεργείᾳ, γένοιτο δὲ οὐχ ὥστε κατὰ τὸ αὐτὸ καὶ δυνάμει αὐτὸ εἶναι διαιρετὸν καὶ ἐνεργείᾳ (τοῦτο γὰρ προφανῶς ἄτοπον καὶ λόγου μὴ δεόμενον, τὸ τὸ αὐτὸ ὑποτίθεσθαι ἅμα καὶ ἀδιαίρετον καὶ διῃρημένον), ἀλλὰ τοῦτο, φησίν, ἐστὶν ὃ λέγω, ὅτι εἰ
20δυνάμει ἅμα πάντῃ διαιρετόν ἐστι, καὶ εἰς ἐνέργειαν ἐκβαίη ἄν, ὡς εἶναι αὐτὸ εἰς σημεῖα διῃρημένον· τοῦτο γὰρ σημαίνει τὸ ‘καθ’ ὁτιοῦν σημεῖον διῃρημένον‘. πόσα δὲ ἕπεται ἄτοπα τῷ ὑποτίθεσθαι εἰς σημεῖα διῃρημένον τὸ μέγεθος, ἐφεξῆς ἐπιφέρει ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν. ἔστι δὲ τὰ ἄτοπα ὅσα καὶ ἐξ ἀρχῆς προείρητο. εἰ γάρ, φησίν, ὑποτεθείη πάντῃ
25ἅμα διῃρημένον, οὐδὲν ἔσται λοιπὸν ἀλλ’ ἢ εἰς ἀσώματον τὸ σῶμα ἐφθαρ‐ μένον. καὶ ἐπειδὴ εἰς ἃ διαιρεῖταί τι ἐκ τούτων καὶ σύγκειται, ἐπιφέρει ὅτι εἰ μὲν εἴη εἰς ἀσώματον, τουτέστιν εἰς στιγμάς, διῃρημένον, ἔσται καὶ ἐκ στιγμῶν συγκείμενον· εἰ δὲ εἰς μηδέν, ἔσται ἐκ μηδενός. p. 316b28 Ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς
30ἐλάττω. Ἀπαγαγὼν εἰς ἀδύνατον τὸν λόγον τὸν φάσκοντα πάντῃ ἅμα διῃρῆσθαι τὸ σῶμα, τῷ δεῖξαι ἑπόμενον τούτῳ τὸ ἐκ στιγμῶν ἢ ἐκ μηδενὸς συγκεῖ‐
σθαι τὰ μεγέθη, νῦν ἐκ τῆς ἐναργείας λαμβάνει, ὡς παρὰ Δημοκρίτου37
In GC
.

14,2

38

ποιούμενος τὸν λόγον, ὅτι ἡ διαίρεσις ἀεὶ εἰς χωριστά, τουτέστιν εἰς ὑφεστῶτα, γίνεται μεγέθη. εἰ γὰρ καὶ εἰς ἐλάττω ἀεὶ τῷ μεγέθει τμή‐ ματα γίνεται ἡ διαίρεσις, ἀλλ’ οὖν εἰς ὑφεστῶτα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα. εἰ δὲ τοῦτο ἐναργές, πρόδηλον ὡς οὐχ ἅμα ἄπειρά ποτε τὰ
5διαιρεθέντα οὐδὲ ἐπ’ ἄπειρον ἡ διαίρεσις, διὰ τὸ μὴ εἶναι ἄπειρα χωριστὰ μέρη ἐν τοῖς πεπερασμένοις μεγέθεσι. τὸ δὲ ἀεὶ οὐ τὸ ἐπ’ ἄπειρον σημαίνει ἐν τούτοις (ὡς γὰρ ἀπὸ Δημοκρίτου ὁ λόγος συμπεραινομένου τὰ εἰρημένα), ἀλλ’ ἀεὶ εἰς ἐλάττω διαιρεῖται, φησί, “μέχρι τούτου”, ὡς ἐν τοῖς ἑξῆς φησι, μέχρις οὗ καταντήσει ἡ διαίρεσις εἰς ἄτομα.
10p. 316b29 Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον. Διὰ τί τοῦτο ἀδύνατον προείρηται. εἰ γὰρ οὕτως διαιρεθῇ εἴτε ἅμα εἴτε καὶ κατὰ μέρος, εἰς σημεῖα διαιρεθήσεται, καὶ ἔσται ἐκ σημείων, τοῦτο δὲ ἀδύνατον. ἀδυνάτου δὲ ὄντος κατὰ πᾶν σημεῖον διαιρεθῆναι τὸ
15σῶμα, οὐκ ἔσται ἐπ’ ἄπειρον ἡ τομή. εἰ γὰρ εἰς σημεῖα διῃρεῖτο, τοῦτο συνέβαινεν εἰκότως, τῷ ἄπειρα εἶναι δυνάμει τὰ ἐν τῷ μεγέθει σημεῖα. μὴ προϊούσης τοίνυν ἐπ’ ἄπειρον τῆς διαιρέσεως μηδὲ εἰς σημεῖα γινο‐ μένης, καταλείπεται στῆναί που τὴν διαίρεσιν καὶ ὑπολείπεσθαι ἄτομα σώματα μηκέτι τμηθῆναι δυνάμενα.
20p. 316b32 Ἀνάγκη ἄρα ἄτομα ὑπάρχειν μεγέθη ἀόρατα εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει. Σκοτεινότερον ἡ λέξις ἡρμήνευται. δόξει γὰρ λέγειν ὅτι εἴπερ ἐστὶ γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει, ἀνάγκη καὶ ἄτομα εἶναι μεγέθη· ἔμπαλιν δὲ χρὴ ἐκ τῶν ἀτόμων πιστοῦσθαι ὅτι κατὰ σύγ‐
25κρισιν ἡ γένεσις. ἀτόμων μὲν γὰρ ὑποκειμένων ἔσται κατὰ σύγκρισιν ἡ γένεσις, κατὰ σύγκρισιν δὲ οὔσης τῆς γενέσεως οὐκ ἀνάγκη ἄτομα ὑποθέσθαι μεγέθη. ἀλλὰ δὴ καὶ ὅτι μὲν ἔστιν ἄτομα ὁ Δημοκρίτειος λόγος δοκεῖ ἀποδεδειχέναι, οὐ μὴν ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ὥστε δεῖ ἐκ τοῦ εἶναι ἄτομα συλλογίζεσθαι ὅτι καὶ ἡ γένεσις κατὰ σύγκρισιν,
30οὐκ ἔμπαλιν ὡς ἡ λέξις δοκεῖ ὑποφαίνειν. χρὴ οὖν ἁπλούστερον ἐκλαβεῖν τὴν λέξιν, οὕτως εἰπόντα ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, καὶ
ὑποστίξαντα ἐνταῦθα ὡς ἐξ ἄλλης ἀρχῆς εἴπερ οὖν ἐστὶ γένεσις καὶ38
In GC
.

14,2

39

φθορ, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἢ οὕτως ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, ἐξ ὧν εἴπερ ἐστὶ γένεσις καὶ φθορ, ὅπερ ἐναργές ἐστιν, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγ‐ κρίσει. ἀόρατα δὲ εἶπε μεγέθη τὰ ἄτομα, ἵν’ ἐκφύγῃ τὸν ἐκ τῆς
5αἰσθήσεως ἔλεγχον· οὐδὲν γὰρ τῶν φαινομένων μεγεθῶν ἀδιαίρετόν ἐστιν. ἀόρατα οὖν ἡμῖν διὰ σμικρότητα ἔλεγεν εἶναι τὰ ἄτομα. καὶ οὐδέν γε θαυμαστὸν εἶναι μέν, διὰ σμικρότητα δὲ μὴ ὁρᾶσθαι. ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι κονιορτώδη ψήγματα πρότερον ἡμῖν ἀόρατα ὄντα, ἐπειδὰν ἀκτὶς διὰ θυρίδος εἰσβάλῃ, ὁρατὰ ἐν αὐτῇ διὰ τὴν τοῦ φωτὸς λαμπρότητα
10γίνεται. p. 316b34 Ὁ μὲν οὖν ἀναγκάζειν λόγος δοκῶν εἶναι μεγέθη ἄτομα οὗτός ἐστιν· ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ ᾗ λανθάνει, λέγωμεν. Θεὶς τὴν κατασκευὴν τοῦ ἄτομα εἰσάγοντος λόγου καὶ ἐνδειξάμενος
15[ὅτι] κατὰ ποῖον σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ ἕπεται τὰ συνηγμένα ἄτοπα, λοιπὸν τὴν λύσιν τῇ ἀπορίᾳ ἐπιφέρει ἐλέγχων τὸν παραλογισμὸν ὡς κατά τινα ἰδίαν ἐξήγησιν τοῦ ἐπ’ ἄπειρον διαιρετοῦ προϊόντα. καὶ πάλιν τῆς ‘πάντῃ διαιρετόν‘ φωνῆς διάφορον ἐκτίθεται τὸ σημαινόμενον, καί φησιν ὅτι τὸ μὲν τῶν σημαινομένων ἀδύνατον συστῆναι τὸ δὲ δυνατόν·
20τὸ γὰρ πάντῃ, φησί, διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δὲ ὡς οὐχ ὑπάρχει· οὐχ ὑπάρχει μέν, ὡς Δημόκριτος ἀκούσας εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον, κατὰ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι, τοῦτο δὲ ἀδύνατόν ἐστι, διότι, φησίν, οὔκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη. λαμβάνει γὰρ τοῦτο Ἀριστοτέλης ὡς ἐναργές· καὶ γὰρ καὶ παρὰ τῶν περὶ Δημόκριτον ὡμο‐
25λογεῖτο. εἰς τοῦτο γοῦν ὡς ἄτοπον ἀπῆγον τὸν λόγον. εἰ δέ τις καὶ τού‐ του ζητεῖ αἰτίαν, λέγω δὲ τοῦ μὴ εἶναι σημεῖον σημείου ἐχόμενον ἐπὶ τοῦ συνεχοῦς, μηδ’ ὅλως ἐκ σημείων συγκεῖσθαι τὸ μέγεθος, λεκτέον καὶ πρὸς αὐτόν. ἀνάγκῃ γὰρ τὰ σημεῖα, ἐξ ὧν συγκεῖσθαι τὸ μέγεθος ἡ ὑπό‐ θεσις ἔχει, ἢ ἀπεράντῳ μεγέθει ἐφεξῆς ἀλλήλων εἶναι ὑποτιθέμεθα, ἤτοι
30διεστάναι ἀλλήλων, ἢ κατά τι μὲν ἀλλήλων διεστάναι κατά τι δὲ ἅπτε‐ σται, ἣ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅπτεσθαι. εἰ μὲν οὖν διεστήξονται ἀλλήλων, οὐκ ἔσται ἅμα ἐχόμενα οὐδὲ ποιήσουσι μέγεθος· εἰ δὲ κατά τι
μὲν διεστήξονται κατά τι δὲ ἅψονται, μέρη ἕξει (ὑπόκειται δὲ ἀμερῆ εἶναι39
In GC
.

14,2

40

τὰ σημεῖα)· εἰ δὲ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅψονται, δύο σημεῖα ἐφαρ‐ μόσουσιν ἀλλήλοις *** ἐφαρμοζόντων τῶν σημείων πάντων, ἐξ ὧν τὸ μέγεθος δοκεῖ συγκεῖσθαι, ἔσται τὸ ὅλον μέγεθος σημεῖον ἕν. ἀδύνατον ἄρα σημεῖον σημείου ἔχεσθαι, τοῦτο δὲ εἰσάγει ὁ ἅμα πάντῃ διαιρετὸν
5εἶναι τὸ μέγεθος ὑποτιθέμενος οὕτως ὡς μηδὲν καταλειφθῆναι μόριον ἐκ τῆς διαιρέσεως ὃ καὶ αὐτὸ διαιρεθῆναι δύναται. οὐ γάρ ἐστιν ἐχομένη στιγμὴ στιγμῆς, ὡς δέδεικται, ἀλλὰ πάντως μεταξὺ δύο στιγμῶν μέγεθος ἐστίν. ὥστε ταύτῃ οὐκ ἂν εἴη πάντῃ διαιρετὸν τὸ μέγεθος· ἕψεται γὰρ τὰ προειρημένα ἄτοπα. πῶς οὖν καὶ διὰ τί ὑπάρξει τὸ πάντῃ διαιρετὸν
10τῷ συνεχεῖ; διὰ τὸ ὁπῃοῦν τοῦ συνεχοῦς εἶναι δυνάμει σημεῖον. εἰ δὲ ὁπῃοῦν τοῦ συνεχοῦς δυνατὸν σημεῖον λαβεῖν, δυνατὸν καὶ ὁπῃοῦν τοῦ συνεχοῦς διαίρεσιν γενέσθαι, καὶ ταύτῃ πάντῃ διαιρετὸν λεχθείη ἂν τὸ μέγεθος, τῷ ὁπῃοῦν δύνασθαι διαιρεθῆναι. p. 317a8 Ὅτι μία ὁπῃοῦν ἐστί, καὶ πᾶσαι ὡς ἑκάστη.
15 Τουτέστιν ἢν τέμνῃ τις μίαν τομήν, δύναται ταύτην ὁπῃοῦν ποιήσα‐ σθαι. μίαν δὲ εἴρηκεν, διότι οὐκ ἄλλην ἐφεξῆς δυνατὸν λαβεῖν. καὶ πάσας δυνατὸν τὰς τομὰς ποιήσασθαι, οὐχ ὡς πάσας ἅμα, ἀλλ’ ὡς πασῶν ἡντιναοῦν· τοῦτο γάρ ἐστι τὸ πᾶσαι ὡς ἑκάστη, τουτέστιν οὐδὲν μᾶλλον τήνδε ἢ τήνδε, ἀλλ’ ὡς τήνδε τινὰ οὕτω καὶ πάσας. ἑκάστην δὲ τῶν
20πασῶν ὡσαύτως δυνατὸν γενέσθαι· καὶ γὰρ καὶ ὁ ἄνθρωπος ὡσαύτως ἑκά‐ στης τῶν πασῶν ἐπιστημῶν ἐστι δεκτικός. p. 317a9 Πλείους δὲ μιᾶς οὐκ εἰσίν. Πλείους μιᾶς οὐκ εἰσὶν ἐφεξῆς, ὡς δηλοῖ τὸ ἐπαγόμενον. p. 317a9 Ὥστε οὐ πάντῃ.
25 Πρόσθες αὐτῷ τὸ ‘ἅμα‘· οὐ γὰρ ἅμα πάντῃ διαιρετόν. p. 317a10 Εἰ γὰρ κατὰ μέσον διαιρετόν, καὶ κατ’ ἐχομένην στιγμὴν ἔσται διαιρετόν.
Κατασκευὴ ὅτι οὐ πάντῃ διαιρετὸν οὕτως ὡς μηδὲν εἶναι ἀδιαίρετον.40
In GC
.

14,2

41

ἐνδεῶς δὲ ἡ λέξις πέφρασται. εἴη δ’ ἂν σαφὴς ἅμα καὶ τέλειος ὁ λόγος οὕτως εἰποῦσιν ‘εἰ πάντῃ ἅμα διαιρετὸν ἦν τὸ συνεχὲς ὡς μηδὲν αὐτοῦ μένειν ἀδιαίρετον κατὰ μέσον ἢ καὶ ὁπωσοῦν ἄλλως διαιρεθέν, διῃρεῖτο ἂν καὶ κατ’ ἐχομένην στιγμήν‘. καὶ λοιπὸν ἀκόλουθον ἦν ἐπαγαγεῖν ‘τοῦτο
5δὲ ἀδύνατον‘, ὁ δὲ μὴ ἐπενεγκὼν ὅτι ἀδύνατον, διὰ τί ἀδύνατόν ἐστι κατ’ ἐχομένην στιγμὴν διαιρεθῆναι ἐφεξῆς προστίθησι, φάσκων οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις. τουτέστι τὸ ὑποτίθεσθαι σημεῖον σημείου ἐχόμενον εἶναι οὐδὲν ἕτερόν ἐστιν ἢ λέγειν ὅτι τὸ μέγεθος διαίρεσις μόνον ἐστὶ καὶ σύνθεσις, οὐκέτι δὲ εἰς
10μεγέθη διαιρεῖσθαι ἢ ἐκ μεγεθῶν συγκεῖσθαι. δύναιο δ’ ἂν καὶ οὕτως ἀκούειν τῆς λέξεως ὡς πρὸς τὸ προσεχές· οὐ γὰρ δυνατόν, φησί, πάντῃ ἅμα διαιρετὸν εἶναι. διὰ τί; ἐπειδὴ οὐκ ἔστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δὲ τὸ σημεῖον καὶ κατὰ τοῦτο τὸ σημεῖον ἡ διαίρεσίς ἐστι καὶ σύν‐ θεσις τῶν μεγεθῶν. καὶ δῆλον ὅτι εἰ μὴ ταῦτα εἴη ἐφεξῆς, λέγω δὲ τὰ
15σημεῖα, οὐκ ἂν πάντῃ ἅμα διαιρεθείη. p. 317a12 Ὥστε ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ’ οὔτε εἰς ἄτομα καὶ ἐξ ἀτόμων. Ἐκ τῶν εἰρημένων, φησί, δῆλον ὅτι ἔστι καὶ σύγκρισις μὴ ὄντων ἀτόμων μεγεθῶν· ἔδειξε γὰρ ὅτι καὶ συγκρίνεται τὰ μεγέθη καὶ διακρίνε‐
20ται. οὐκ ἀνάγκη δὲ συγκρίσεως οὔσης καὶ διακρίσεως διὰ τοῦτο ἄτομα ἤδη ὑπάρχειν μεγέθη, οὐδὲ εἰ ἔστι σύγκρισις καὶ διάκρισις, καὶ πάντῃ διαιρετὸν ἔσται τὸ μέγεθος ὡς εἰς σημεῖα καταλήγειν ἢ οὐδέν· ἀλλ’ ἔστιν ἡ σύγκρισις ἐξ ἐλαττόνων εἰς μείζονα ἀεὶ καὶ ἡ διάκρισις ἐκ μειζόνων μεγεθῶν εἰς ἐλάττονα, οὔτε δὲ εἰς ἄτομα οὔτε ἐξ ἀτόμων. πολλὰ γὰρ
25τὰ ἄτοπα ἀτόμων ὑποτεθέντων· ἥ τε γὰρ ἀλλοίωσις ἅμα κυρίως καὶ ἡ συνέχεια καὶ ἡ συμπάθεια ἀναιρεθήσεται. p. 317a17 Ἀλλ’ οὐχ ἡ ἁπλῆ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές φασι, τὴν δ’ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν. ἀλλὰ τοῦτό ἐστιν ἐν ᾧ σφάλλεται πάντα.
30Τὸ μὲν εἶναι σύγκρισιν καὶ διάκρισιν ἐναργὲς ὂν δίδωσιν, οὐ μέντοι
τὴν κυρίως λεγομένην γένεσιν συγκρίσει μόνῃ γίνεσθαι συγχωρεῖ, καθά‐41
In GC
.

14,2

42

περ φασί τινες τιθέμενοι τὴν μὲν γένεσιν καὶ φθορὰν σύγκρισιν εἶναι καὶ διάκρισιν, ἀλλοίωσιν δὲ τὴν τοῦ συνεχοῦς μεταβολήν. κατὰ πάντα γὰρ τρόπον σφάλλονται οἱ οὕτω διορίζοντες· οὔτε γὰρ πᾶσα συνεχοῦς μετα‐ βολὴ ἀλλοίωσίς ἐστιν, ἀλλ’ ἐνδέχεται γένεσιν αὐτὴν εἶναι (καὶ γὰρ ὕδωρ
5εἰς ἀέρα καὶ μόλιβδος εἰς ψιμύθιον μεταβάλλει συνεχῆ ἀεὶ ὄντα ἄνευ δια‐ κρίσεως ἢ συγκρίσεως), οὔτε δὲ διακρίσει καὶ συγκρίσει πάντως ἕπεται γένεσις καὶ φθορά. ἐὰν γὰρ διακρίνῃς μόλιβδον κατακερματίσας εἰς λεπτὰ καὶ πάλιν χωνεύσας συναγάγῃς, οὔτε γένεσιν οὔτε φθορὰν πεποίηκας. τίς οὖν ἡ γένεσις καὶ τίς ἡ ἀλλοίωσις, ἐφεξῆς διδάσκει.
10p. 317a23 Ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην. Ἔστι, φησίν, ἐν ἑκάστῳ τὸ μὲν κατὰ τὸ εἶδος, τὸ δὲ κατὰ τὴν ὕλην. ὅταν οὖν, φησί, κατὰ ταῦτα γένηται ἡ μεταβολή, γένεσις οὐκ ἀλλοίωσις. περὶ ταῦτα δὲ γίνεται ἡ μεταβολή, ὅταν ἡ ὕλη παθοῦσά τι καὶ ἀποβαλοῦσα
15τὸ πρότερον εἶδος εἰς ἄλλο μεταβάλῃ. ἡ μὲν οὖν κατὰ ταῦτα μεταβολὴ γένεσίς ἐστι καὶ φθορά· εἰ δὲ τούτων μενόντων κατά τι τῶν συμβεβηκό‐ των μεταβάλῃ, ἀλλοίωσις τοῦτο. p. 317a27 Συγκρινόμενα δὲ καὶ διακρινόμενα εὔθαρτα γίνεται. Οὐκ ἔστι μέν, φησί, γένεσις τῇ συγκρίσει ταὐτόν, οὐδὲ διάκρισις τῇ
20φθορᾷ, συμβάλλονται δὲ τῇ γενέσει καὶ τῇ φθορᾷ. καὶ γὰρ διαχυθὲν καὶ διακριθὲν ὕδωρ θᾶττον ἐξαεροῦται, ὡς εἴ τις ἐπὶ τραπέζης καταχέει ὀλίγον ὕδωρ· εὐπαθέστερον γὰρ οὕτως γίνεται. καὶ ὁ ἀὴρ δὲ συγκριθεὶς καὶ πυκνωθεὶς ῥᾳδίως ἐξυδατοῦται. p. 317a30 Ὅτι ἀδύνατον τὴν γένεσιν εἶναι σύγκρισιν, οἵαν δή
25τινές φασιν. Ἀντὶ τοῦ ἐξ ἀτόμων. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐρεῖ μηδ’ ὅλως σύγκρισιν
εἶναι τὴν γένεσιν.42
In GC
.

14,2

43

p. 317a32 Διωρισμένων δὲ τούτων, πρῶτον θεωρητέον πότερον ἔστι τὸ γινόμενον ἁπλῶς καὶ φθειρόμενον. Ἐληλεγμένων τῶν Δημοκρίτου λόγων, δι’ ὧν τὸ εἶναι ἄτομα σώματα συνελογίζετο, δεδειγμένου δὲ καὶ ὅτι οὐκ ἀνάγκη συγκρίσει καὶ διακρίσει
5τὴν γένεσιν καὶ τὴν φθορὰν γίνεσθαι, καὶ ὅτι τούτου ἀνῃρημένου οὐ ταὐ‐ τὸν ἔσται ἀλλοίωσις καὶ γένεσις (περὶ τούτων γὰρ ἁπάντων προυβάλετο ζητῆσαι), ἐπὶ τούτοις ἀκολούθως φησὶ χρῆναι ζητῆσαι, εἰ ὅλως ἐστὶν ἡ ἁπλῆ γένεσις, τουτέστι πότερον οἷόν τε οὐσίας γένεσιν εἶναι ἢ οὔ· τὴν γὰρ κυρίως λεγομένην γένεσιν καὶ χωρὶς προσθήκης τινός, ταύτην ἁπλῶς
10γένεσίν φησιν εἶναι. πότερον οὖν, φησίν, ἔστιν οὐσίας γένεσις, ἢ οὐδὲν γίνεται κατ’ οὐσίαν οὐδὲ ἔστιν οὐσίας γένεσις οὐδὲ φθορά, ἀλλὰ μόνον τὰ ταῖς οὐσίαις συμβεβηκότα γίνεται, ἅπερ οὐδὲ λέγεται ἁπλῶς γίνεσθαι ἀλλὰ μετὰ προσθήκης; οὕτω γὰρ καὶ τὸ ἐκ κάμνοντος ὑγιαῖνον γίνεται καὶ τὸ ἐκ μικροῦ μέγα· ἐπὶ τούτων γὰρ ἁπάντων ὑποκειμένῃ τινὶ οὐσίᾳ
15συμβεβηκότα τινὰ προσγίνεται καὶ ἀπογίνεται. ζητεῖ οὖν, ὅπερ εἶπον τὴν ἀρχήν, μήποτε τῶν συμβεβηκότων μόνων ἐστὶ γένεσις καὶ φθορά, οὐσίας δὲ οὐδαμῶς. τὸν γὰρ βουλόμενον διδάξαι πῶς γίνεται γένεσις καὶ φθορὰ δεῖ πρότερον δεῖξαι εἰ ὅλως ἐστὶ γένεσις· ἠλίθιον γὰρ τοῦ προτέρου ἀγνοου‐ μένου ἐπὶ τὴν τοῦ δευτέρου διδασκαλίαν χωρεῖν, ὥσπερ ἂν εἴ τις ἀθάνατον
20ἡμῶν τὸ σῶμα κατασκευάζειν ἐπηγγέλλετο μὴ πρότερον δείξας εἰ ὅλως ἐστὶν ἀθανασίας δεκτικόν. οὕτως οὖν κἀνταῦθα πρὶν διδάξει πῶς ἡ τῶν οὐσιῶν γένεσις καὶ φθορὰ γίνεται, ἀπορεῖ πρότερον εἰ ὅλως ἐστὶν οὐσίας γένεσις. βουλόμενος δὲ ἡμᾶς ἐνστατικωτέρους ποιεῖν καὶ μὴ ὡς ἔτυχεν ἀβασανίστως δέχεσθαι τὰ λεγόμενα, πειρᾶται πρῶτον ἀναιρεῖν τὴν γένεσιν
25διά τινων πιθανῶν λόγων ὡς οὐκ ἔστι δεικνύναι πειρώμενος, εἶτα τὴν ἀπορίαν ἐπιλυσάμενος ἐξ αὐτῆς τῆς λύσεως εἰς ἑτέραν περὶ τῆς γενέσεως ἐμπίπτει ἀπορίαν, εἶτα τρίτην προσθεὶς ἀπορίαν καὶ ζητήσας πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις ἐκ τῆς λύσεως τῆς τρίτης ἀπορίας καὶ τὴν δευτέραν ἐπιλύεται. ζητεῖ οὖν ἐξ ἀρχῆς εἰ ὅλως ἐστὶν οὐσίας γένεσις· ἔχει γὰρ
30ἀπορίαν. εἰ γὰρ ἐστὶ τοῦ ἁπλῶς ὄντος γένεσις, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἡ τῆς οὐσίας ἄρα γένεσις (τοῦτο γάρ ἐστιν ἡ ἁπλῶς γένεσις) ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἔσται. τοῦ δὲ ἁπλῶς δύο σημαί‐
νοντος, ἢ τὸ πρῶτον καθ’ ἑκάστην κατηγορίαν, τουτέστι τὸ καθόλου καὶ43
In GC
.

14,2

44

κοινὸν γένος ἑκάστης κατηγορίας, ἢ τὸ κοινὸν κατὰ πασῶν τῶν κατηγοριῶν, ἐπειδὰν λέγωμεν τὸ ἁπλῶς γινόμενον, τουτέστι τὴν οὐσίαν, ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι, ἤτοι τὸ ἐκ μὴ οὐσίας σημαίνομεν, τουτέστιν ἔκ τινος μὴ ἀναγομένου ὑπὸ τὸ γένος τὴν οὐσίαν, ἢ τὸ ἐκ μηδαμῇ μηδαμῶς ὄντος.
5εἰ μὲν οὖν ἐκ μὴ οὐσίας λέγοι τις τὰ ἁπλῶς γινόμενα γίνεσθαι, δῆλον ὡς εἴπερ οὐκ ἔστιν οὐσία, οὐδὲ ποιὸν ἔσται οὐδὲ ποσὸν οὐδὲ τῶν ἄλλων τις κατηγοριῶν οὐδεμία· οὐδὲ γὰρ δύναται τῶν ἄλλων τις ἐκτὸς τῆς οὐσίας ὑποστῆναι· οὐδὲν ἄρα ἔσται ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις. εἰ δὲ ἁπλῶς μὴ ὂν λέγοις τὸ κατὰ κοινοῦ πασῶν τῶν κατηγοριῶν ἀποφασκόμενον, ἐξ οὗ
10ἡ τῆς οὐσίας ὑπάρχει γένεσις, ἔσται πάλιν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ τῆς οὐσίας γένεσις. ὥστε καθ’ ἑκάτερον τῶν σημαινομένων τοῦ ἁπλῶς μὴ ὄντος τὸ αὐτὸ ἕψεται ἄτοπον. ἀλλὰ τὸ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητόν ἐστιν οὔτε δοξαστόν, ὡς Πλάτων ἐν τῷ Σοφιστῇ φησιν· εἴτε γὰρ ῥητὸν εἴη εἴτε δοξαστὸν εἴτε ἐν φαντασίᾳ ὑφεστήκοι μόνῃ, ὡς ἡ Σκύλλα
15φέρε καὶ ὁ τραγέλαφος, οὐκ ἂν εἴη μηδαμῶς ὄν· ἐστὶ γὰρ ῥητὸν ἢ φαν‐ ταστὸν ἢ δοξαστόν. ἐκ τοῦ οὖν οὕτως μὴ ὄντος πῶς ἄν τι γένοιτο; ἔνθεν καὶ κοινὴ τῶν φυσικῶν γέγονε δόξα, τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι. οὕτως ἀπορήσας ἐπιλύεται λέγων ὅτι τὸ ἐξ οὗ τὸ ἁπλῶς γινόμενον γίνεται, πῇ μὲν ἁπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν, αἰνιττό‐
20μενος τὴν ὕλην· αὕτη γὰρ πῇ μὲν ἁπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν. ᾗ μὲν γὰρ ἐνεργείᾳ οὐδέν ἐστιν, ἁπλῶς μὴ ὄν· ᾗ δὲ δυνάμει πάντα ἡ ὕλη ἐστίν, ἁπλῶς ὂν ἂν εἴη. καὶ οὕτως ἡ γένεσις ἐξ ὄντος. ὅταν δὲ λέγω ἐνεργείᾳ ὄν, τὸ ἐν ὑπάρξει ἀκουστέον, ἐπεὶ καὶ ἡ ὕλη δυνάμει τἆλλα οὖσα ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ καὶ ὕλη δυνάμει ἐστίν, οὐκέτ’ ἂν εἴη
25ὕλη. οὕτως ἐπιλύσας ταύτην τὴν ἀπορίαν, ἐκ τῆς λύσεως γεννᾷ ἀπορίαν ἑτέραν. ἐπειδὴ γάρ, φησί, τὴν τῆς οὐσίας γένεσιν ἔφαμεν ἐκ δυνάμει μὲν οὐσίας ἐνεργείᾳ δὲ μὴ οὐσίας εἶναι, ζητητέον τὸ δυνάμει οὐσία τοῦτο ἆρα μετέχει ἐνεργείᾳ τινὸς τῶν ἄλλων κατηγοριῶν ἢ οὐδενός. εἰ μὲν οὖν μετέχει, ἔσται χωριστὰ τὰ πάθη, τουτέστι δυνάμενα ὑποστῆναι κατ’ ἐνέρ‐
30γειαν ἐκτὸς τῆς κατ’ ἐνέργειαν οὐσίας· εἰ δὲ μηδενὸς μετέχει, ἔσται τι ὑφεστὼς ὃ μηδὲν ὑπάρχει κατ’ ἐνέργειαν, τουτέστιν ἔσται ἡ ὕλη ἡ ἀνεί‐ δεος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα, ὅπερ ἄτοπον. οὕτως ζητήσας καὶ εἰς ἀπορίαν ἀγαγὼν τὸν λόγον, πρὶν τὴν λύσιν εἰπεῖν συνάπτει ἑτέραν ἀπο‐
ρίαν, ὅπερ πολλάκις εἴωθε ποιεῖν, καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἀπο‐44
In GC
.

14,2

45

ρίας ἐπιλύεται καὶ τὴν προτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη τις. πόθεν οὐδέποτε ἐπιλείπει ἡ γένεσις; εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν χωρεῖ, πῶς ποτε οὐ πάλαι καταδεδαπανημένων τῶν ὄντων ἀπο‐ λέλοιπεν ἡ γένεσις; δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς πάντα τὰ σώματα
5καὶ ἀριθμῷ καὶ μεγέθει πεπερασμένα ἐστίν. εἰ οὖν τὸ φθειρόμενον εἰς τὸ πάντῃ μὴ ὂν χωρεῖ, δεῖ τῷ ἀπείρῳ χρόνῳ τὸ πᾶν ἐπιλείπειν. τίς οὖν ἡ τοῦ εἱρμοῦ αἰτία; αἰτίαν δὲ ζητεῖ τὴν ὡς ὕλην, τίς ἡ ὕλη τῶν γινομένων δι’ ἣν οὐδέποτε ἐκλείπει ἡ γένεσις. ἦ ὅτι, φησί, τὸ φθειρό‐ μενον οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ, ἀλλ’ ἡ τοῦδε φθορὰ ἄλλου
10ἐστὶ γένεσις; ἐντεῦθεν δὲ καὶ τῆς προτέρας ἔχεις τὴν λύσιν. εἰ γὰρ ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, πρό‐ δηλον ὡς οὐκ ἀναγκαζόμεθα ἐνεργείᾳ, τουτέστιν ὑφεστηκυῖαν, τὴν ὕλην ὑποτίθεσθαι χωρὶς παντὸς εἴδους. ἀεὶ γὰρ προκατειλημμένη εἴδει τινὶ ἀποβάλλει μὲν τὸ πρότερον εἶδος μεταβάλλει δὲ εἰς ἕτερον, καὶ γίνεται
15φθορὰ μὲν τοῦ προτέρου γένεσις δὲ τοῦ ἐπιγενομένου, ὥστε τὸ μὲν ὑφεστὼς καὶ ἐν ὑπάρξει ὂν εἰδοπεποιημένον ἐστὶ καὶ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἡ δὲ μεταβολὴ οὐ περὶ τὸ συναμφότερον· οὐ γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους ὑπόκειται τῇ γενέσει καὶ φθορᾷ, ἀλλ’ ἡ ὕλη μόνη ἡ ἀνείδεος. διὸ εὐλόγως τὴν τῆς οὐσίας γένεσιν ἐκ τῆς ὕλης τῆς δυνάμει οὐσίας
20λέγομεν εἶναι καὶ τὸ ἁπλῶς γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· ὡς ἐξ ὑποκειμένου γὰρ τῆς ὕλης ἡ τῆς οὐσίας γένεσις. τούτων οὕτως προτεθεωρη‐ μένων ἐπεξέλθωμεν τῇ λέξει. Πότερον ἔστι γινόμενον ἁπλῶς καὶ φθειρόμενον, ἢ κυρίως μὲν οὐδέν, ἀεὶ δ’ ἔκ τινος καὶ τί. εἴρηται καὶ πρότερον ὅτι ἁπλῶς
25μὲν γινόμενον λέγει τὸ κατ’ οὐσίαν (τὸ γὰρ κατ’ οὐσίαν γινόμενον ἄνευ προσθήκης ἁπλῶς φαμεν γεγενῆσθαι· γέγονε γὰρ ἄνθρωπος, καὶ γέγονεν ἵππος), τὶ δὲ γινόμενον κατὰ συμβεβηκός· οὐ γὰρ ἄνευ προσθήκης προ‐ φερόμεθα τὴν τῶν συμβεβηκότων γένεσιν. ὅταν γὰρ εἰ τύχοι ὁ ἄνθρωπος μεταβάλλῃ κατὰ χρῶμα, οὔ φαμεν τὸν ἄνθρωπον γεγονέναι, διότι τὸ γεγο‐
30νέναι ἁπλῶς καὶ ἄνευ προσθήκης τὴν κατ’ οὐσίαν μεταβολὴν σημαίνει, ἀλλά φαμεν αὐτὸν γεγονέναι τὶ ἢ λευκὸν φέρε ἢ μέλαν. ἡ γὰρ προσθήκη τὴν διαφορὰν ἐνδείκνυται, οἷον ὁ ἄνθρωπος γέγονε λευκός, ὁ Σωκράτης γέγονε μουσικός. ἐνδεικνύμενος δὲ τί αὐτῷ σημαίνει τὸ ἔκ τινος καὶ τί, ἐπιφέρει τὸ ἐκ κάμνοντος ὑγιαῖνον καὶ κάμνον ἐξ ὑγιαίνοντος.
35ὥστε εἰ καὶ τὸ ἔκ τινος καὶ τὶ τὴν κατὰ συμβεβηκὸς δηλοῖ γένεσιν,45
In GC
.

14,2

46

πρόδηλον ὡς τὸ ἁπλῶς γινόμενον τὸ κατ’ οὐσίαν σημαίνει· ἡ γὰρ κατὰ συμβηκὸς γένεσις τῆς κατ’ οὐσίαν ἀντίκειται. p. 317b1 Εἰ γὰρ ἁπλῶς ἔσται γένεσις, ἁπλῶς ἄν τι γίνοιτο ἐκ μὴ ὄντος. ὥστ’ ἀληθὲς ἂν εἴη λέγειν ὡς ὅτι ὑπάρχει τισὶ
5τὸ μὴ ὄν. Τὴν ἀπορίαν ἐκτίθεται, δι’ ἣν ἄν τις εὐλόγως ὑποπτεύσειε μὴ εἶναι τὴν ἁπλῶς γένεσιν. ἡ δὲ κατασκευὴ τῆς ἀπορίας τοιαύτη τις. εἰ τὸ γινόμενον ἔκ τινος γίνεται, ἔκ τινος δὲ οὐ τοιούτου (πᾶν γὰρ τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, τὸ λευκὸν ἐξ οὐ λευκοῦ καὶ τὸ θερμὸν ἐξ οὐ θερ‐
10μοῦ), καὶ ἁπλῶς εἰπεῖν εἰ ἕκαστον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, δῆλον ὅτι καὶ τὸ ἁπλῶς γινόμενον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, τουτέστιν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τὸ ἁπλῶς μὴ ὂν καὶ ὑφέστηκε· τοῦτο γὰρ δηλοῖ τὸ ὑπάρχει τισὶ τὸ μὴ ὄν, τουτέστιν ὑπάρχει τισὶ τὸ ἁπλῶς μὴ ὄν, ὡς εἴ τις λέγοι ‘ὑπάρχει ἀνθρώπῳ τὸ μὴ ζῴῳ εἶναι‘.
15p. 317b5 Τὸ δ’ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην κατηγορίαν τοῦ ὄντος, ἢ τὸ καθόλου. Τὸ ἁπλῶς μὴ ὄν, φησίν, ἐπὶ ἑκάστης κατηγορίας καὶ τὸ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον, ἤτοι ἁπλῶς λέγεται μὴ εἶναι τῷ μὴ ἐξ ἐκείνης τῆς κατηγορίας τυγχάνειν ὑφ’ ἣν τὸ γινόμενον τάσσεται, οἷον ἐν
20ποιότητι ἁπλῶς μὴ ὄν ἐστι τὸ ὑπὸ τὴν ποιότητα μὴ ἀναγόμενον· τὸ γὰρ πρῶτον καθ’ ἑκάστην κατηγορίαν δηλωτικόν ἐστι τοῦ ἀνωτάτω γένους. πρῶτον γάρ ἐστι καθ’ ἑκάστην κατηγορίαν τὸ γενικώτατον· τοῦ μὲν γὰρ λευκοῦ τὸ χρῶμα, τοῦ δὲ χρώματος τὸ πάθος, τούτου δὲ τὸ ποιόν, ὃ πρῶτόν ἐστιν ἐν ταύτῃ τῇ κατηγορίᾳ. τὸ τοίνυν ἁπλῶς μὴ ὂν ἐν ποιό‐
25τητι τὸ μὴ ποιόν, καὶ τὸ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον ἐκεῖνό ἐστιν ὅπερ ἐκ τοῦ ποιοῦ οὐ γίνεται· οὐ γὰρ τὸ ἐκ μὴ λευκοῦ γινόμενον λευκὸν ἐξ ἁπλῶς μὴ ὄντος (οὐ γὰρ πρῶτον τὸ λευκὸν ἐν ποιότητι), ἀλλ’ ἔκ τινος μὴ ὄντος· πάντα γὰρ τὰ ὑπὸ τὸ πρῶτον τινά. τοῦτο μὲν οὖν τὸ ἓν σημαινόμενον τοῦ ἁπλῶς, ὅπερ ἐδήλωσε διὰ τοῦ πρώτου καθ’ ἑκάστην
30κατηγορίαν. ἕτερον δὲ σημαινόμενον τὸ πάντῃ μὴ ὂν καὶ ἀπόφασις ὂν καθόλου τῶν ὄντων, ὅπερ ἐδήλωσεν εἰπὼν τὸ καθόλου. ταῦτα τοίνυν τὰ δύο σημαινόμενα καὶ κατὰ τὴν οὐσίαν θεωρηθήσεται. τὸ γὰρ ἁπλῶς μὴ ὂν ἐν οὐσίᾳ ἢ τὸ μὴ ἀναγόμενον ὑπὸ τὴν οὐσίαν ἢ τὸ μηδα‐
μῶς ὂν καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γινόμενον ἢ τὸ ἐκ μὴ οὐσίας (οὐ46
In GC
.

14,2

47

γὰρ εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἤδη ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· οὐ γὰρ τὸ πρῶτον ἐν τῇ οὐσίᾳ ὁ ἄνθρωπος) ἤγουν τὸ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. δείκνυσι δὲ ὅτι καθ’ ἑκάτερον τῶν σημαινομένων ἄτοπον ἕψεται τῷ τὸ ἁπλῶς καὶ κατ’ οὐσίαν γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος φάσκειν
5γίνεσθαι. εἰ μὲν γάρ, φησί, τὸ ἁπλῶς τὸ πρῶτον γένος σημαίνει, εἴη ἂν ἡ τῆς οὐσίας γένεσις ἐκ μὴ οὐσίας· ὃ δὲ μὴ ἔστιν οὐσία, οὐδὲ τῶν ἄλλων τίς ἐστι κατηγοριῶν, διότι ἐν οὐσίᾳ τὰ ἄλλα ἔχουσι τὴν ὕπαρξιν· ὃ δὲ μηδὲ οὐσία ἐστὶ μηδὲ τῶν ἄλλων τι, οὐδὲν ἔσται πάντῃ· ἡ ἄρα τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μηδαμῶς ὄντος ἔσται, ὅπερ ἄτοπον. τὸ
10αὐτὸ δὲ ἀκολουθήσει ἄτοπον, κἂν εἰ τὸ ἁπλῶς τὴν ἀπόφασιν τῶν ὄντων σημαίνει· ἔσται γὰρ πάλιν ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἐκεῖνο μόνον ἐπισημαίνεσθαι χρή, ὅτι ἐξ ἀρχῆς λαβὼν τὸ σημαινόμενον τοῦ ἁπλῶς τὸ δηλοῦν τὸ κυρίως (ὅταν γάρ φημι τὸ κατ’ οὐσίαν γινόμενον ἁπλῶς γίνεσθαι, τούτῳ κέχρημαι τῷ σημαινομένῳ, καὶ αὐτὸς δὲ ἐδήλωσε
15τοῦτο διὰ τῆς ἀντιθέσεως· τῷ γὰρ ‘ἁπλῶσ‘ τὸ ‘μὴ κυρίωσ‘ ἀντέθηκεν), εἶτα εἰπὼν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι τὸ ἁπλῶς ὄν, οὐκέτι τὸ ἁπλῶς μὴ ὂν θεωρεῖ κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ δηλοῦν τὸ κυρίως μὴ ὄν, ἡνίκα λέγει τὸ δὲ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην κατηγορίαν καὶ τὰ ἑξῆς. ἔοικε γὰρ ἐνταῦθα τὸ ἁπλῶς εἰς
20τὸ καθόλου μεταλαβεῖν· ὅλως γὰρ τὸ κυρίως ὂν οὐ καθ’ ἑκάστην κατη‐ γορίαν θεωρεῖται ἀλλὰ μόνον κατὰ τὴν οὐσίαν, καὶ τὸ μὴ κυρίως ὂν οὐχ ἑκάστης κατηγορίας δηλοῖ ἀπόφασιν ἀλλὰ μόνης τῆς οὐσίας. ἀλλ’ εἰ καὶ τὸ κυρίως μὴ ὂν μετέλαβεν εἰς τὸ ἁπλῶς μὴ ὄν, οὐδὲν ἐκ τούτου ἡ ἀπορία σαλεύεται. κἂν γὰρ τὸ κυρίως μὴ ὂν λάβωμεν, ἐξ οὗ τὴν τῆς
25οὐσίας γένεσίν φαμεν εἶναι, ἀνάγκη πάλιν τοῦτο τὸ κυρίως μὴ ὂν ἢ ὡς ἀπόφασιν τῆς οὐσίας μόνης λαβεῖν ἢ ὡς πάντων κοινῶς ἀπόφασιν τῶν ὄντων· καὶ οὕτω πάλιν δι’ ἑκατέρου τὸ αὐτὸ συνάγεται, τὸ μηδαμῶς ὂν εἶναι ἐξ οὗ ἡ τῆς οὐσίας ὑφίσταται γένεσις. p. 317b13 Περὶ μὲν οὖν τούτων ἐν ἄλλοις τε διηπόρηται καὶ
30διώρισται τοῖς λόγοις. Περὶ τοῦ πόθεν τῆς οὐσίας ἡ γένεσις καὶ πῶς ἐκ τοῦ μὴ ὄντος
ἁπλῶς ἡ ἁπλῶς γένεσις. ταύτης οὖν τῆς ἀπορίας τὴν λύσιν φησὶν ἐν47
In GC
.

14,2

48

ἄλλοις αὐτῷ εἰρῆσθαι, εἴρηται δὲ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐκεῖ γὰρ ζητῶν πόθεν ἡ γένεσις, φησὶν ὅτι ᾗ μὲν ἡ στέρησις περὶ τὴν ὕλην θεωρεῖται, ταύτῃ ἐκ τοῦ μὴ ὄντος· ᾗ δὲ ἡ ὕλη ἐστί τι (ἐστὶ δὲ δυνάμει τὸ γινόμενον), ἐξ ὄντος· ὡς μὲν γὰρ ἐξ ὑπομένοντος τῆς ὕλης,
5ὡς δὲ οὐκ ἐξ ὑπομένοντος τῆς στερήσεως. σύμφωνα δὲ καὶ νῦν τοῖς ἐκεῖσε λελεγμένοις ἀποφαίνεται. τρόπον γάρ τινα, φησίν, ἐκ μὴ ὄντος ἁπλῶς (ἡ γὰρ ὕλη, ἐξ ἧς ἡ ἁπλῆ γένεσις, μηδὲν οὖσα ἐνεργείᾳ καὶ τὴν στέρησιν ἔχουσα ἐν ἑαυτῇ θεωρουμένην, ἁπλῶς μὴ ὂν δόξαι ἂν εἶναι), τρόπον δὲ ἄλλον ἐξ ὄντος, τῷ ἐκ δυνάμει ὄντος· ἡ γὰρ ὕλη τοιαύτη.
10ἰστέον δέ, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ἐνεργείᾳ ὄντα νῦν φαμεν τὰ ἐν ὑπάρξει ὄντα, ἐπεὶ καὶ ἡ ὕλη, δυνάμει τἆλλα οὖσα ὅσα ὕπαρξιν ἔχει καὶ αὐθυπόστατά ἐστιν, ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ δυνάμει φῂς αὐτὴν ὕλην εἶναι, οὐκέτ’ ἂν εἴη ὕλη. ἐκεῖνο δὲ θεωρητέον, ὅπως διὰ τῆς λύσεως καὶ τὴν ἁπλῆν γένεσιν ἔσωσεν καὶ ἔφυγε τὸ πάντῃ μὴ ὂν εἶναι λέγειν·
15ἐκ γὰρ τοῦ πάντῃ μὴ ὄντος ἐνεργείᾳ εἶπε τὴν τοιαύτην γένεσιν εἶναι, οὐχ ἁπλῶς ἐκ τοῦ πάντῃ μὴ ὄντος. p. 317b18 Ὃ δὲ καὶ τούτων διωρισμένων θαυμαστὴν ἔχει τὴν ἀπορίαν. Λύσας τὴν προτέραν ἀπορίαν καὶ εἰπὼν πῶς τὰ ἁπλῶς γινόμενα
20γίνεται, ὅτι ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, φησὶν ἐκ τῆς λύσεως ἑτέραν ἰσχυροτέραν ἀπαντᾶν ἀπορίαν. τούτῳ γὰρ τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, πότερον ὑπάρξει τι τῶν ἄλλων κατηγοριῶν ἐνερ‐ γείᾳ, οἷον τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ τῶν ἄλλων τις, ἢ οὐδὲν κατ’ ἐνέργειαν ὑπάρξει τούτῳ τῷ δυνάμει οὐσίᾳ ὄντι; εἰ μὲν γὰρ μηδὲν αὐτῷ ὑπάρξει,
25ἔσται τὸ μηδὲν ὂν κατ’ ἐνέργειαν, ὅπερ ἐκάλεσε τὸ μὴ οὕτως ὄν, τουτέστι κατ’ ἐνέργειαν χωριστὸν καὶ ὑφεστώς, ὅπερ ἄτοπον. ὡς ἄτοπον γὰρ συνάγει τὸ λέγειν τὸ μὴ οὕτως ὄν, τουτέστι καὶ κατ’ ἐνέργειαν μηδὲν ὂν χωριστὸν καὶ ὑφεστηκός. εἰ δέ τις τοῦτο φεύγων λέγοι μὴ ὑπάρχειν τοῦτο μηδὲ ὑφεστάναι, εἰς ἀτοπώτερον ἐκπεσεῖται ἐκ μηδενὸς
30προϋπάρχοντος φάσκων γίνεσθαι τὸ γινόμενον· τοῦτο γάρ, φησί, κοινῇ πάντες οἱ φιλοσοφήσαντες εὐλαβήθησαν, τὸ ἐκ μηδενὸς προϋπάρχοντος
φάσκειν γίνεσθαι τὰ γινόμενα. ταῦτα μὲν οὖν ἕψεται, ἐὰν τῷ δυνάμει48
In GC
.

14,2

49

ὄντι καὶ δυνάμει οὐσίᾳ μηδὲν ὑπάρξῃ τῶν ἄλλων κατ’ ἐνέργειαν· εἰ δὲ ὑπάρξει τι τῇ δυνάμει οὐσίᾳ τῶν ἄλλων κατ’ ἐνέργειαν, συμβήσεται τὰ πάθη χωριστὰ εἶναι τῆς οὐσίας, εἴπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἐνεργείᾳ οὐσίας ταῦτα ἔσται ἐνεργείᾳ, ὅπερ οὐ δυνατόν· πάθη γὰρ ταῦτα τῆς ἐνερ‐
5γείᾳ οὐσίας, τὸ δὲ πάθος χωριστὸν εἶναι οὗ πάθος ἐστὶν ἀδύνατον. p. 317b27 Τὸ δυνάμει μόνον τόδε καὶ ὄν. Τὸ τόδε παρὰ τῷ Ἀριστοτέλει τὴν οὐσίαν σημαίνει. p. 317b33 Περί τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία τοῦ γένεσιν ἀεὶ εἶναι, καὶ τὴν ἁπλῆν καὶ τὴν
10κατὰ μέρος. Περὶ τῶν κινηθέντων ἀπόρων, φησί, ζητητέον πῶς ἂν λυθείη, εἶτα δὲ καὶ ἑτέραν συνάπτει ἀπορίαν λέγων χρῆναι ἐπισκέψασθαι πῶς ποτε οὐδέποτε ἐπιλείπει ἡ γένεσις, ἀλλ’ ἀεὶ ἔστι καὶ ἡ ἁπλῶς καὶ ἡ κατὰ μέρος. ἁπλῶς δὲ καὶ κατὰ μέρος ἢ τὴν τῶν οὐσιῶν καὶ τὴν τῶν συμ‐
15βεβηκότων φησίν, ἁπλῶς μὲν τὴν τῶν οὐσιῶν κατὰ μέρος δὲ τὴν τῶν συμβεβηκότων, ἤ, ὅπερ καὶ ἀληθέστερον, καὶ τὴν ἁπλῶς καὶ τὴν κατὰ μέρος ἐπὶ τῆς οὐσίας τάττει. καὶ τὰς διαφορὰς αὐτῶν ὀλίγον ὕστερον ἐκ‐ θήσεται, ἁπλῆν μὲν γένεσιν λέγων τὴν τῆς κυριωτέρας οὐσίας, κατὰ μέρος δὲ τὴν τῆς ἀντικειμένης ταύτῃ. τίς δὲ τούτων ἑκατέρα δείξει
20προϊών. p. 318a1 Οὔσης δ’ αἰτίας μιᾶς μὲν ὅθεν τὴν ἀρχὴν εἶναί φαμεν τῆς κινήσεως, μιᾶς δὲ τῆς ὕλης. Ἡ μὲν ζήτησις τίς αἰτία τοῦ μὴ ἐπιλείπειν τὰ γινόμενα, διαφόρων δὲ ὄντων τῶν αἰτιῶν τοῖς γινομένοις μὴ πᾶσαν νῦν ῥητέον. ποῖαι δέ εἰσιν
25αἰτίαι τῶν γινομένων; καὶ ποίαν νῦν ῥητέον; αἰτίαι μὲν οὖν ἥ τε ὑλικὴ καὶ ἡ ποιητική· αὕτη γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ταύτας δὲ μόνας τὰς αἰτίας ἐξέθετο, ὡς χρησιμευούσας μᾶλλον πρὸς γένεσιν τῷ προϋπάρχειν· τὸ γὰρ εἶδος καὶ τὸ οὗ ἕνεκα ἐπιγίνεται. τούτων οὖν, φησί,
τῶν αἰτιῶν, τῆς ποιητικῆς φημι καὶ ὑλικῆς, τὴν ποιητικὴν νῦν μὴ λεκτέον,49
In GC
.

14,2

50

ἀλλὰ τὴν ὑλικήν. μνησθεὶς δὲ τῆς ποιητικῆς αἰτίας, ἐπ’ ὀλίγον ἅπτεται τοῦ περὶ αὐτῆς λόγου φάσκων τῶν ποιητικῶν, καθάπερ κἀν τῷ ὀγδόῳ τῆς Φυσικῆς φησι, τὸ μὲν εἶναι ἀκίνητον ἀεὶ τὸ δὲ κινούμενον ἀεί, ἀκίνη‐ τον μὲν τὸ πρώτως κινοῦν, ὅπερ καὶ ἀρχὴν ὠνόμασεν· ἀρχὴ γὰρ ἡ
5κυριωτάτη ἐκεῖνο. περὶ μὲν οὖν ἐκείνου εἰπεῖν τῆς πρώτης, φησίν, ἐστὶ φιλοσοφίας (θεολογίᾳ γὰρ οἰκεῖον καὶ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, μᾶλλον δὲ πρὸ τῶν φυσικῶν· πρὸς ἡμᾶς γὰρ ὕστερα τὰ τῇ φύσει πρό‐ τερα· εἶπε δὲ περὶ τῆς ἀκινήτου αἰτίας καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως), περὶ δὲ τοῦ κυκλοφορητικοῦ σώματος, ὃ διὰ τὸ συνεχῶς κινεῖ‐
10σθαι τἆλλα κινεῖ, ἐν τῷ μετὰ τοῦτον λόγῳ ἐρεῖ. p. 318a8 Τί τοιοῦτον τῶν καθ’ ἕκαστα λεγομένων αἴτιόν ἐστιν. Τῶν καθ’ ἕκαστά φησι τῶν γενητῶν καὶ φθαρτῶν, ἐν τούτοις δὲ ἡ γένεσις καὶ ἡ φθορά. p. 318a9 Νῦν δὲ τὴν ὡς ἐν ὕλης εἴδει τιθεμένην.
15 Ἐν εἴδει φησὶν ἀντὶ τοῦ ἐν γένει· γένος γὰρ ἡ ὕλη, ὑφ’ ἣν καὶ ἡ τῇ οὐσίᾳ ὑποκειμένη ὕλη. καὶ ἁπλῶς πᾶν τὸ δυνάμει ὕλη τοῦ ὃ δύναται γενέσθαι. περὶ ταύτης οὖν, φησί, τῆς ὕλης εἴπωμεν, δι’ ἣν φθορὰ καὶ γένεσις ἀεί ἐστιν ἐν τῇ φύσει καὶ οὐδέποτε ἐπιλείπει· ἡ γὰρ ὕλη δυνάμει οὖσα τῶν ἐναντίων δεκτικὴ ἀίδιός τε ὑπάρχουσα, ἄλλοτε ἄλλο ἐν μέρει
20ἀναδεχομένη τὰ ἐναντία, τοῦ μὴ ἐπιλείπειν φθορὰν καὶ γένεσιν τῇ φύσει αἰτία ἐστίν. p. 318a10 Ἅμα γὰρ ἂν ἴσως τοῦτο γένοιτο δῆλον, καὶ περὶ τοῦ νῦν ἀπορηθέντος. Εἴπερ, φησί, δῆλον γένοιτο τοῦτο, τὸ διὰ τί φθορὰ καὶ γένεσις οὐκ
25ἐπιλείπει, σὺν τούτῳ φανερωθήσεται καὶ τὸ ἀνωτέρω ἀπορηθέν, εἰ τῇ
δυνάμει οὐσίᾳ ὑπάρξει τι τῶν ἄλλων ἐνεργείᾳ ἢ οὔ.50
In GC
.

14,2

51

p. 318a13 Ἔχει δὲ ἀπορίαν ἱκανὴν καὶ τί τὸ αἴτιον τοῦ συνείρειν ἀεὶ τὴν γένεσιν. Τὴν προηπορημένην ἀπορίαν πρὸς τὸ μὴ δύνασθαι συνεχῆ εἶναι τὴν γένεσιν δεικνὺς εὔλογον οὖσαν, τίθησι κατασκευὴν αὐτῆς τοῦτον ἔχουσαν
5τὸν τρόπον. εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν ἀπέρχεται, τὸ δὲ μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστίν, ὡς ἔδειξεν ἐν τῇ τῶν ὄντων κατὰ γένος παραθέσει (οὔτε γὰρ τόδε, ὅπερ σημαίνει τὴν οὐσίαν, οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων τι), πῶς οὐκ ἐπιλείψει ἡ γένεσις; εἰ γὰρ ἀεί 〈τι〉 τοῦ ὄντος ἀπέρχεται, πεπερασμένον δὲ τὸ ὄν, πάλαι ἂν κατηνάλωτο τὰ
10ὄντα εἰς τὸ μὴ ὄν. ὅτι γὰρ πεπερασμένον τὸ ὄν, δέδεικται ἐν τῇ Φυσικῇ· οὐδὲν γὰρ ἄπειρον ἐνεργείᾳ. δυνάμει γὰρ ἐδείχθη τὸ ἄπειρον ὄν· ἡ γὰρ τοῦ συνεχοῦς τομὴ ἐπ’ ἄπειρον δυνάμει. ταύτην οὖν μόνην ἔδει μὴ ἐπι‐ λείπειν, τὴν τῶν συνεχῶν δηλονότι διαίρεσιν, ἐπειδὴ ἐν ταύτῃ τὸ ἄπειρον μόνῃ. ἐγένετο δ’ ἂν τοῦτο τῷ ἀεὶ ἐλάττω γίνεσθαι τὸ προϋπάρχον μέ‐
15γεθος τοῦ ὄντος, τῇ ἀφαιρέσει ἀεὶ καὶ τῇ φθορᾷ τῶν κατὰ μέρος. p. 318a21 Δυνάμει δὲ ἐπὶ τὴν διαίρεσιν. Τουτέστι δυνάμει ἐπ’ ἄπειρον ἔχει τὴν διαίρεσιν· ὁ μὲν γὰρ ἀριθμὸς ἐπὶ τὴν αὔξησιν ἔχει τὸ ἄπειρον, τὸ δὲ μέγεθος ἐπὶ τὴν διαίρεσιν. p. 318a23 Ἆρ’ οὖν διὰ τὸ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν.
20 Συντόμως λίαν τὴν ἀπορίαν ἔλυσεν. οὐ γὰρ εἰς τὸ μὴ ὄν, φησίν, ἡ φθορά, ὥσπερ ἔκειτο ἐν τῇ ἀπορίᾳ, ἀλλ’ εἰς ἄλλο ὄν, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά. αὕτη οὖν ἡ ἐνάλλαξις καὶ ἄμειψις τοῦ ὑποκειμένου, τουτέστι τῆς ὕλης κατὰ τὰ εἴδη μεταβαλλούσης, καὶ ὁ δίαυλος ὁ τοιοῦτος αἴτιος τοῦ συνείρειν τὴν γένεσιν. λύοιτο δ’ ἂν τούτῳ καὶ ἣν ἀνωτέρω εἶπεν ἀπορίαν
25περὶ τῆς ἁπλῆς γενέσεως. εἰ γὰρ μηδὲν εἰς τὸ μηδαμῶς ὂν ἐνεργείᾳ φθεί‐ ρεται, οὐδ’ ἂν γένοιτο ἐκ τοῦ μηδαμῶς ὄντος ἐνεργείᾳ, ἀλλὰ πᾶν τὸ γινό‐ μενον ἐξ ἐνεργείᾳ τινὸς ὄντος καὶ εἰδοπεποιημένου γίνεται. ἀλλὰ γίνεται ἐξ αὐτοῦ, οὐχ ᾗ ἐνεργείᾳ ἐστὶν ἀλλ’ ᾗ δυνάμει, τὸ γινόμενον. ἐπειδὴ γὰρ τὸ δυνάμει ἀδύνατον καθ’ ἑαυτὸ ὑποστῆναι, τοῦτο τὸ δυνάμει ὂν τόδε τι
30ἄλλο τί ἐστιν ἐνεργείᾳ ὃ πρὸς τὸ εἶναι μόνον αὐτὸ συμβάλλεται, οὐκέτι
μέντοι καὶ πρὸς τὸ γενέσθαι ἐξ αὐτοῦ ἐκεῖνο ὃ δύναται· τὸ μὲν γὰρ ἐνερ‐51
In GC
.

14,2

52

γείᾳ εἶναι κατὰ τὸ εἶδος ἔχει, τὸ δὲ γίνεσθαι ἐκεῖνο ὃ δύναται κατὰ τὴν ὕλην. p. 318a25 Περὶ μὲν οὖν τοῦ τὴν γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως περὶ ἕκαστον τῶν ὄντων.
5 Συμπεραίνων τὸν λόγον φησὶν εἰρῆσθαι τὴν αἰτίαν τοῦ γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως, τὸ ὁμοίως εἰπὼν ἀντὶ τοῦ ἀεί. τὸ δὲ περὶ ἕκα‐ στον τῶν ὄντων, τουτέστι περὶ ἑκάστην οὐσίαν καὶ τὴν ἁπλῶς καὶ τὴν κατὰ μέρος. ἐφεξῆς δὲ λεχθήσεται ἡ διαφορὰ τούτων. p. 318a27 Διὰ τί δέ ποτε τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ
10φθείρεσθαι, τὰ δ’ οὐχ ἁπλῶς. Ἀπορίαν πάλιν ἄλλην ἐκτίθεται ὁ Ἀριστοτέλης, τί δήποτε τῶν γενέ‐ σεων αἱ μὲν ἁπλαῖ γενέσεις λέγονται αἱ δὲ τινές, καὶ τῶν γινομένων τὰ μὲν ἁπλῶς γίνεσθαι λέγομεν τὰ δὲ οὐχ ἁπλῶς. ἔχει δὲ τὸ εὔλογον ἡ ἀπορία, ὡς καὶ αὐτός φησιν, ἐκ τοῦ κεῖσθαι τὴν τοῦδε γένεσιν ἄλλου εἶναι
15φθοράν, καὶ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν. ὁμοιότης γὰρ οὕτω πᾶσι τοῖς ἐξ ἀλλήλων γινομένοις καὶ εἰς ἄλληλα φθειρομένοις ὑπάρχει, ὡς μηδὲν μᾶλλον τόδε ἢ τόδε φάσκειν γίνεσθαι. ὥστε δῆλον ἐκ τῆς κατα‐ σκευῆς ὅτι ὁ λόγος αὐτῷ περὶ τῶν οὐσιῶν ἐστι μόνων, διὰ τί τινῶν μὲν οὐσιῶν ἁπλαῖ γενέσεις λέγονται τινῶν δὲ οὐχ ἁπλαῖ ἀλλὰ τινὲς γενέσεις,
20καὶ οὐχ, ὥσπερ τινὲς ἐνόμισαν, περὶ τῶν συμβεβηκότων, ὡς ἁπλῶς μὲν τῶν οὐσιῶν γινομένων οὐχ ἁπλῶς δὲ τῶν συμβεβηκότων. περὶ μὲν γὰρ τούτων ἤδη καὶ προλαβὼν εἶπεν καὶ ἐν τοῖς ἑξῆς ζητήσει, τὸ δὲ νῦν περὶ τῶν οὐσιῶν ἐστιν αὐτῷ ὁ λόγος, τῶν καὶ ἐξ ἀλλήλων γινομένων, τὰ δὲ συμβεβηκότα οὐκ ἐξ οὐσιῶν οὐδὲ οὐσίαι ἐκ τούτων οὐδὲ πάντως ἐξ ἀλλή‐
25λων. τὸ γὰρ τρίγωνον οὐ πάντως ἐξ ἑτέρου σχήματος ἀλλὰ καὶ ἐξ ἀσχη‐ ματίστου, καὶ τὸ κεχρωσμένον ὡσαύτως ἐκ στερήσεως, εἰ ὡς ἐξ ὕλης τοῦ ἀέρος γένοιτο (ἄχρους γὰρ ὁ ἀήρ), καὶ τὸ ἐπιστῆμον πολλάκις ἐξ ἀνεπιστήμονος. ὥστε οὐ περὶ τῆς τῶν συμβεβηκότων γενέσεως ὁ λόγος, ἀλλὰ περὶ τῆς τῶν οὐσιῶν· αὗται γὰρ πάντως ἐξ ἀλλήλων, καὶ τούτων
30αἱ μὲν ἁπλῶς εἰσι γενέσεις καὶ λέγονται αἱ δὲ τινές. ζητεῖ οὖν τῆς τοι‐
αύτης χρήσεως τὴν αἰτίαν, καί φησιν ὅτι κατὰ τρεῖς χρὴ διαφορὰς δια‐52
In GC
.

14,2

53

στέλλεσθαι τὴν τινὰ γένεσιν πρὸς τὴν ἁπλῆν, πρώτην μὲν διαφορὰν τὴν τῆς ὑλικωτέρας οὐσίας καὶ εἰδικωτέρας, ὧν τὴν μὲν ὑλικωτέραν μὴ ὂν ἐκάλουν οἱ περὶ Παρμενίδην τὴν δὲ εἰδικωτέραν ὄν· διὰ γάρ τοι τοῦτο οὗτος ὁ ἀνὴρ τὴν μὲν γῆν μὴ ὂν ὠνόμαζεν ὡς ὕλης λόγον ἐπέχουσαν,
5τὸ δὲ πῦρ ὂν ὡς ποιοῦν καὶ εἰδικώτερον. ὥστε εἴη ἂν κατὰ Παρμενίδην ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις, ἡ δὲ τῆς γῆς γένεσις τὶς γένεσις· καὶ φθορὰ δὲ ὡσαύτως, ἡ μὲν τοῦ πυρὸς ἁπλῆ, ἡ δὲ τῆς γῆς τὶς φθορά. κατὰ μὲν οὖν Παρμενίδην ταῦτα ἂν εἴη παραδείγματα τῆς ἁπλῆς καὶ τῆς τινὸς γενέσεως, τὴν μὲν γῆν τιθέμενον ὑλικὴν τὸ δὲ πῦρ εἰδικόν. εἴποις
10δ’ ἂν οὕτως ἔχειν καὶ τὴν τῶν ἁπλῶν στοιχείων γένεσιν πρὸς τὴν τῶν συνθέτων. τῶν μὲν γὰρ ἁπλῶν στοιχείων ἡ γένεσις, ὡς ἂν ὑλικωτέρων καὶ ἐν ὕλης τάξει ὑποκειμένων τοῖς συνθέτοις, τὶς γένεσις, τῶν δὲ συν‐ θέτων, οἷον ἀνθρώπου καὶ ἵππου, ἁπλῆ γένεσις. ἀλλὰ δὴ καὶ κατ’ αὐτὰ τὰ ὑλικώτερα, λέγω δὲ τὰ ἁπλᾶ σώματα (ὕλη γὰρ ταῦτα, καθὼς εἴρηται,
15τῶν συνθέτων), ἔστι τις ἑτέρα διαφορά, καθ’ ἣν τὰ μὲν μᾶλλον ἢ κρεῖττον οὐσία, τὰ δὲ ἧττον ἢ χεῖρον. τὰ μὲν γὰρ ἔχοντα ποιητικὰς διαφορὰς μᾶλλον οὐσία καὶ κρεῖττον οὐσία, τὰ δὲ ἔχοντα παθητικὰς καὶ στερητικὰς ἧττον οὐσία καὶ χεῖρον. ἔστι δὲ ἡ μὲν θερμότης δραστικὴ μᾶλλον καὶ εἶδος, ἡ δὲ ψυχρότης παθητικὴ μᾶλλον καὶ στέρησις. οὐκοῦν ἔσται τὸ
20μὲν πῦρ μᾶλλον οὐσία, καὶ ἡ τοῦδε γένεσις ἁπλῆ γένεσις· ἡ δὲ γῆ ἧττον οὐσία, καὶ ἡ ταύτης γένεσις τὶς οὐχ ἁπλῆ. τοῦ οὖν πυρὸς μετα‐ βάλλοντος εἰς γῆν φθορὰ μὲν ἁπλῆ ἔσται, γένεσις δὲ τὶς, τῆς δὲ γῆς εἰς πῦρ μεταβαλλούσης ἔμπαλιν φθορὰ μὲν τὶς, γένεσις δὲ ἁπλῆ. τρίτη δέ ἐστι διαφορὰ ἐκ τῆς τῶν πολλῶν ἐννοίας εἰλημμένη, οὐκ
25ἐκ τῆς ἀληθείας. δοκεῖ γὰρ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ ἧττον αἰσθητὸν ἧττον ὂν εἶναι. ὥστε κατ’ ἐκείνους ἡ τῶν μᾶλλον αἰσθητῶν, οἷον γῆς, ἁπλῆ γένεσις, ἡ δὲ τοῦ ἀέρος τὶς γένεσις (ἧττον γὰρ αἰσθητὸν ὁ ἀήρ), κατὰ δὲ τὴν ἀλήθειαν ἔμπαλιν· μᾶλλον γὰρ ὂν ὁ ἀὴρ τῆς γῆς, εἴπερ ἡ θερμότης μὲν ποιητικὴ καὶ εἰδι‐
30κωτέρα, ὡς εἴρηται, ἡ δὲ ψῦξιν οἷον στέρησίς τις. τρεῖς μὲν αὗται δια‐ φοραὶ ἐπὶ τῶν οὐσιῶν θεωρούμεναι, ἡ μὲν κατὰ τὸ ἁπλούστερον καὶ συν‐ θετώτερον ἤτοι ὑλικώτερόν τε καὶ εἰδικώτερον, ἡ δὲ κατὰ τὸ μᾶλλον ἢ ἧττον εἶναι οὐσίαν ἤγουν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, τρίτη δὲ κατὰ τὸ
μᾶλλον ἢ ἧττον αἰσθητόν, καθ’ ἃς ἐπὶ τῶν ἐξ ἀλλήλων γινομένων ἡ μὲν53
In GC
.

14,2

54

ἁπλῆ γένεσις λέγεται ἡ δὲ τὶς γένεσις. ὕστερον δὲ ζητεῖ οὐκέτι περὶ τῶν ἐξ ἀλλήλων γινομένων, ἀλλ’ ἁπλῶς καθόλου διὰ τί τῶν ὄντων τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι καὶ χωρὶς προσθήκης, τὰ δὲ ἀεὶ μετὰ προσ‐ θήκης ἁπλῶς δὲ οὐδέποτε, εἴ γε πάντα ὄντα ἐστί. καί φησιν ὅτι ἐν‐
5ταῦθα τὸ ἁπλῶς καὶ μὴ ἁπλῶς ταῖς κατηγορίαις ὥρισται. ἐπεὶ γὰρ τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποιὸν τὰ δὲ ποσόν, τὰ μὲν κατ’ οὐσίαν μετα‐ βάλλοντα ἁπλῶς γίνεσθαι λέγομεν, τὰ δὲ κατὰ ἄλλην τινὰ κατηγορίαν ἀεὶ μετὰ προσθήκης. εἰκότως, ἐπειδὴ καὶ κυρίως ὂν ἡ οὐσία. ἀλλὰ δή, φησί, καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις τῶν συμβεβηκότων καθόλου ἡ μὲν
10εἰς τὰ τιμιώτερα μεταβολὴ γένεσις ἁπλῆ, οἷον ἡ εἰς λευκὸν ἀλλοίωσις, ἡ δὲ εἰς τὰ χείρω, οἷον ἡ εἰς τὸ μέλαν, οὐκέτι. p. 318a31 Λέγομεν γὰρ ὅτι φθείρεται νῦν μὲν ἁπλῶς, καὶ οὐ μόνον τοδί. Τὴν χρῆσιν νῦν μαρτύρεται διορίζουσαν τὴν ἁπλῆν γένεσιν τῆς τινὸς
15καὶ οὐ μόνον μετὰ προσθήκης λέγουσαν τάδε τινὰ γίνεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ ἄνευ προσθήκης· ὥστε εὔλογον εἶναι ἐπεξελθεῖν τῇ ζητήσει. p. 318a34 Φαμὲν γὰρ τὸν μανθάνοντα γίνεσθαι μὲν ἐπιστήμονα, γίνεσθαι δὲ ἁπλῶς οὔ. Ἐντεῦθέν τινες ἐνόμισαν τὸν λόγον αὐτῷ εἶναι περὶ τῶν οὐσιῶν καὶ
20τῶν συμβεβηκότων, ἁπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν λέγοντι, τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ μὲν λόγος ἐστὶν αὐτῷ, καθὰ προείρηται, περὶ τῶν οὐσιῶν, ὅπως αἱ μὲν ἁπλῶς λέγονται γίνεσθαι αἱ δὲ μετὰ προσθήκης· τὸ δὲ κατὰ τὸν μανθά‐ νοντα παράδειγμα πρὸς μαρτυρίαν ἤγαγε τοῦ τὴν χρῆσιν διορίζειν, καὶ τὰ
25μὲν ἁπλῶς λέγειν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης. p. 318b2 Διαφέρει γὰρ εἰς ἃ μεταβάλλει τὸ μεταβάλλον, οἷον ἴσως ἡ μὲν εἰς πῦρ ὁδὸς γένεσις μὲν ἁπλῆ, φθορὰ δὲ τινὸς, οἷον γῆς, ἡ δὲ γῆς γένεσις γένεσις τὶς, φθορὰ δ’ ἁπλῆ, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ὂν καὶ τὸ μὴ ὄν.
30Ἐκτίθεται μὲν ἐνταῦθα τὴν διαφορὰν καθ’ ἣν διαστέλλεται ἡ ἁπλῆ54
In GC
.

14,2

55

γένεσις τῆς τινὸς, τίς δὲ ἡ διαφορά ἐστι ζητητέον· δοκεῖ γὰρ ἀσυμφανῶς παρ’ αὐτοῦ εἰρῆσθαι. ἴσως μὲν οὖν τις λέγει ταύτην κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον εἶναι· τῷ γὰρ τὰ ἁπλούστερα ὑλικώτερα εἶναι καὶ ἐν ὕλης τάξει ὑποτετάχθαι τοῖς συνθέτοις, λεγοιτ’ ἂν ἡ τούτων γένεσις τὶς
5γένεσις, ἡ δὲ τῶν συνθέτων, ὡς τρανότερον τὸ εἶδος ἐχόντων, ἁπλῆ γένεσις. κατὰ ταύτην τὴν ἔννοιαν καὶ ὁ Παρμενίδης, ἐπειδὴ γῆν καὶ πῦρ ὑποθέμενος στοιχεῖα τὴν μὲν γῆν ὡς ὕλην ὑποκεῖσθαι τὸ δὲ πῦρ ὡς εἰδοποιὸν ἐθεώρει, τὴν μὲν γῆν μὴ ὂν τὸ δὲ πῦρ ὂν ὠνόμασεν. τοι‐ γαροῦν κατ’ ἐκείνην, φησίν, ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις ἂν
10εἴη, ἡ δὲ 〈τῆσ〉 γῆς τὶς γένεσις καὶ οὐχ ἁπλῆ. δοκεῖ δὲ ἀντιπίπτειν πρὸς ταύτην τὴν ἐξήγησιν τό τε μηδαμοῦ φαίνεσθαι τὸν Ἀριστοτέλην τοῦ ἁπλουστέρου καὶ συνθετωτέρου μεμνημένον, ἔτι μέντοι κἀκεῖνο. εἰ γὰρ τὸ ἁπλοῦν τοῦ συνθέτου τῷ ὑλικωτέρῳ καὶ εἰδικωτέρῳ διαφέρει, ἔσται ἡ αὐτὴ διαφορὰ τῇ ἐφεξῆς καὶ δευτέρᾳ λεγομένῃ, καθ’ ἣν τὴν μὲν μᾶλλον
15οὐσίαν φησὶν εἶναι τὴν δὲ ἧττον· τὸ γὰρ μᾶλλον εἶναι οὐσίαν καὶ ἧττον ἐκ τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου σκοπεῖ. καὶ δηλοῖ τοῦτο σαφῶς αὐ‐ τὸς ἐν τῷ περὶ τῆς δευτέρας διαφορᾶς λόγῳ φάσκων “οἷον τὸ θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις”, πρὸς τῷ μηδὲν μεμνῆσθαι αὐτὸν τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου ἐν τῷ περὶ τῆς πρώτης
20διαφορᾶς λόγῳ, ἀλλὰ μόνον τοῦ ὄντος καὶ μὴ ὄντος. διὰ τοῦτο ἀληθεστέρα μοι δοκεῖ εἶναι καὶ τῇ λέξει σύμφωνος ἡ παρὰ Ἀλεξάνδρῳ ἐξήγησις. φησὶ δὲ ἐκεῖνος τὴν πρώτην διαφορὰν γίνεσθαι κατά τε ὂν καὶ μὴ ὄν, οὐχ ὡς Ἀριστοτέλει δοκοῦσαν, ἀλλ’ ὅτι ὅταν ὑποθῆταί τις εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν, καθάπερ ὁ Παρμενίδης ἔλεγε τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὄν,
25ἕψεται κατὰ ταύτην τὴν ὑπόθεσιν τὴν μὲν εἰς τὸ μὴ ὂν ὁδὸν ἐκ τοῦ ὄντος φθορὰν μὲν ἁπλῆν εἶναι γένεσιν δὲ τινὰ, κατὰ δὲ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὁδὸν τἀναντία, φθορὰν μὲν τινὰ γένεσιν δὲ ἁπλῆν. ὅλως γὰρ κατὰ Ἀριστοτέλην οὐδεμία οὐσία εἰς τὸ μὴ ὂν μεταβάλλει. ἡ γὰρ ἄλλου, φησί, φθορὰ ἄλλου γένεσις. ὥστε οὐδὲν μεταβάλλει ἐπὶ τῶν
30οὐσιῶν εἰς στέρησιν ἁπλῶς, ἀλλὰ τὸ εἰς τὴν τοῦδε στέρησιν μεταβάλλον εἰς ἄλλο ὂν μεταβάλλει. τὸ δὲ ἐπὶ τῶν οὐσιῶν προστέθεικα, διότι ἐπὶ
τῶν συμβεβηκότων δυνατόν ἐστι· δυνατὸν γὰρ τὸν μουσικὸν εἰς τὸ ἄμου‐55
In GC
.

14,2

56

σον καὶ εἰς τὴν στέρησιν μεταβαλεῖν, μηδὲν ἕτερον ἐν τῇ ἀποβολῇ τῆς μουσικῆς προσλαβόντα εἶδος ἢ πάθος, ἀλλ’ ἢ μόνον τὴν στέρησιν, διότι πρὸς τὸ εἶναι τὴν ὕλην ἐν ὑποστάσει οὐδὲν συμβάλλεται τὸ μουσικὸν ἢ τὸ ἄμουσον. ἐπὶ δὲ τῶν οὐσιῶν αἱ τῶν εἰδῶν ἀπουσίαι καὶ στερήσεις
5ἀνυπόστατον τὴν ὕλην ποιοῦσιν, ἂν μὴ εἰς ἄλλο τι ὂν ἐνεργείᾳ καὶ εἶδος γένηται ἡ μεταβολή. p. 318b7 Εἰ δὴ ταῦτα ἢ τοιαῦτα, διαφέρει οὐδέν. Εἴτε πῦρ καὶ γῆν εἴτε ἄλλα τινά, φησίν, ὑπετίθετο ὁ Παρμενίδης, διαφέρει οὐδέν· οὐ γὰρ ζητοῦμεν τὸ ὑποκείμενον περὶ ὃ θεωροῦνται αἱ δια‐
10φοραί, ἀλλ’ αὐτὰς τὰς διαφορὰς καὶ τὸν τῆς ἀντιδιαστολῆς τρόπον, καθ’ ὃν ἡ τὶς γένεσις πρὸς τὴν ἁπλῆν διαστέλλεται. τὴν γὰρ διαφορὰν προέ‐ θετο τῶν εἰς ἃ μεταβάλλει τὰ μεταβάλλοντα, καθ’ ἃς διαφορὰς διαστέλλο‐ μεν τὴν ἁπλῆν τῆς τινὸς γενέσεως. p. 318b11 Οἷς οὖν διώρισται εἴτε πυρὶ [εἴτε] καὶ γῇ.
15 Οἵοις ποτέ, φησί, διώρισται τὸ ὂν καὶ μὴ ὄν, εἴτε πυρὶ λέγοις καὶ γῇ διωρίσθαι εἴτε ἄλλοις τισί, τούτων αὐτῶν τὸ μὲν ἕτερον ὂν λεχθήσεται, μὴ ὂν δὲ θάτερον. p. 318b14 Ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ. Ὕλην ὀνομάζει τὰ ἁπλᾶ σώματα, ὡς ὕλη ὑποκείμενα γενέσει καὶ
20φθορᾷ τῶν συνθέτων. καὶ δόξει ταύτῃ τὰ σύνθετα κατὰ τὸ εἶδος χαρα‐ κτηρίζεσθαι μᾶλλον, καὶ ἡ προειρημένη ἐξήγησις συμφωνεῖν τῷ προκειμένῳ, καθ’ ἣν ἐλέγομεν τὸν Ἀριστοτέλην τὴν πρώτην διαφορὰν ἐκτίθεσθαι κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον, διότι τὸ μὲν ὕλῃ ἀναλογεῖ τὸ δὲ σύν‐ θετον εἴδει, νῦν δὲ ὡς καὶ ἐν αὐτῇ τῇ ὕλῃ, λέγω δὲ τοῖς ἁπλοῖς σώμασι,
25θεωρουμένης διαφορᾶς ἐκτίθεσθαι ταύτην δευτέραν. ἡ δὲ διαφορά ἐστι, καθάπερ προειρήκαμεν, τὸ τὰ μὲν τῶν ἁπλῶν μᾶλλον εἶναι οὐσίαν τὰ δὲ
ἧττον, μᾶλλον μὲν τὰ ποιητικὰς μᾶλλον ἔχοντα διαφορὰς καὶ εἴδει ἀναλο‐56
In GC
.

14,2

57

γούσας, οἵα ἐστὶν ἡ θερμότης. τὸ γὰρ θερμόν, φησί, κατηγορία τις, τουτέστιν ὕπαρξις καὶ ἕξις, ἡ δὲ ψυχρότης οἷον στέρησις, καὶ τὰ κατ’ αὐτὴν εἰδοποιούμενα ἧττον οὐσία καὶ χεῖρον. ὥστε, φησίν, ἐπειδὴ πῦρ καὶ γῆ διαφέρει ταύταις ταῖς διαφοραῖς, τουτέστι τῇ ἕξει καὶ τῇ στερήσει,
5ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσία ἡ δὲ γῆ ἧττον, καὶ ἡ ἀπὸ γῆς εἰς πῦρ μεταβολὴ ἔσται τὶς μὲν φθορὰ γένεσις δὲ ἁπλῆ, ἐπὶ δὲ τῆς ἐναντίας μετα‐ βολῆς τὸ ἀνάπαλιν. p. 318b21 Τὸ γὰρ ὂν καὶ μὴ ὂν τῷ αἰσθάνεσθαι καὶ μὴ αἰσθά‐ νεσθαι διορίζουσιν.
10 Εἰπὼν τὴν τρίτην διαφορὰν κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν, τῷ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον αἰσθητὰ εἶναι, νῦν τὴν αἰτίαν προστίθησι δι’ ἣν δοκεῖ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον εἶναι. ἐπειδὴ γὰρ τὴν αἴσθησιν ταὐτὸν οἴονται εἶναι τῇ ἐπιστήμῃ, τῇ δὲ ἐπιστήμῃ καὶ τῇ ἀνεπιστη‐ μοσύνῃ κατὰ ἀλήθειαν διορίζεται τὸ ὂν καὶ τὸ μὴ ὄν (τὸ μὲν γὰρ ὂν ἐπι‐
15στητόν τε καὶ γνωστόν, τὸ δὲ μὴ ὂν ἄγνωστόν τε καὶ ἀνεπίστητον), νομί‐ ζουσι τῇ αἰσθήσει καὶ τῇ ἀναισθησίᾳ διορίζεσθαι τὰ ὄντα καὶ τὰ μὴ ὄντα. p. 318b24 Καθάπερ οὖν αὐτοὶ τῷ αἰσθάνεσθαι ἢ τῷ δύνασθαι καὶ ζῆν καὶ εἶναι νομίζουσιν, οὕτως καὶ τὰ πράγματα. Ἑτέρα πίστις τοῦ οἴεσθαι τὰ αἰσθητὰ ὄντα εἶναι, τὰ δὲ μὴ αἰσθητὰ
20μὴ ὄντα, ἐκ τοῦ ὑπολαμβάνειν καὶ ἑαυτοὺς εἶναί τε καὶ ζῆν καθὸ αἰσθάνονται ἢ δύνανται αἰσθάνεσθαι. ὥσπερ γὰρ τοῖς αἰσθανομένοις τὸ ζῆν καὶ εἶναι τῷ αἰσθάνεσθαι ὁρίζουσιν, οὕτω καὶ τοῖς αἰσθητοῖς τὸ εἶναί φασι τῷ αἴσθησιν κινεῖν δύνασθαι. τὸ γὰρ οὕτως καὶ τὰ πράγματα οὐ ‘τῷ αἰσθάνεσθαι‘ δηλοῖ, ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν‘, ὥστε πάντα μὲν
25ὡρίσθαι αἰσθήσει καὶ ἀναισθησίᾳ, ἀλλὰ τὰ μὲν ζῶντα τῷ αἰσθάνεσθαι, τὰ δὲ ἄλλα τῷ αἰσθητὰ εἶναι. p. 318b26 Τρόπον τινὰ διώκοντες τἀληθές, αὐτὸ δὲ λέγοντες οὐκ ἀληθές. Τὸ μὲν γὰρ οἴεσθαι τὸ μᾶλλον ἐπιστητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ
30ἧττον ἐπιστητὸν ἧττον ὂν εἶναι, καὶ ἁπλῶς ἐπιστήμῃ καὶ ἀγνοίᾳ ὁρίζειν57
In GC
.

14,2

58

τὸ ὄν τε καὶ μὴ ὄν, ἀληθές (τὸ γὰρ ἐπὶ τῇ ἑαυτοῦ φύσει ἀνεπίστητον οὐδὲ ὄν ἐστι), τὸ δὲ εἰς ταὐτὸν ἄγειν τῇ ἐπιστήμῃ τὴν αἴσθησιν ψευδές. p. 318b27 Συμβαίνει δὴ κατὰ δόξαν καὶ κατὰ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἁπλῶς καὶ φθείρεσθαι.
5 Ἡ μὲν ἀλήθεια ἔφασκε τοῦ μᾶλλον ὄντος τὴν γένεσιν ἁπλῆν εἶναι, ἡ δὲ τῶν πολλῶν δόξα οὐ τοῦ μᾶλλον ὄντος, ἀλλὰ τοῦ μᾶλλον αἰσθητοῦ. μάχεται δὲ ταῦτα ἀλλήλοις· τὸ γὰρ πνεῦμα καὶ ὁ ἀὴρ συγκρινόμενος τῇ γῇ τοῖς μὲν πολλοῖς δόξει διὰ τὸ ἧττον αἰσθητὸν εἶναι χεῖρον εἶναι, διὸ καὶ τὰ φθειρόμενα εἰς ἀέρα εἰς μηδέν φασιν ἀναλύεσθαι. οἷον εἰ ὕδωρ
10φθαρείη, οὐκ εἰώθασι λέγειν ἀέρα γεγονέναι, ἀλλὰ φθορὰν ὕδατος, εἰ μέν‐ τοι φθαρεὶς ὁ ἀὴρ ὑετὸν ποιήσει, γένεσιν ὕδατός φασιν, οὐ φθορὰν ἀέρος. ταύτῃ τοίνυν ἡ γῆ ὡς ἁπτὸν οὖσα καὶ ἀντίτυπον, τουτέστι στερεόν, μᾶλλον εἶναι δόξει, διότι μᾶλλον αἰσθητόν· κατὰ ἀλήθειαν δὲ μᾶλλον ὂν ὁ ἀὴρ τῆς γῆς, τῷ περιεκτικὸν αὐτὸν εἶναι τῆς γῆς καὶ εἰδικωτέραν
15ἔχοντα διαφορὰν τὴν θερμότητα. p. 318b35 Διά τε γὰρ τὸ τὴν ὕλην διαφέρειν ἢ τῷ οὐσίαν εἶναι. Τὰς διαφορὰς ἀναλαμβάνει, καθ’ ἃς ἡ ἁπλῶς γένεσις τῆς τινὸς διωρίζετο. τὸ δὲ τὸ τὴν ὕλην διαφέρειν ὡς κοινὸν πασῶν τῶν διαφορῶν εἴρηται, ὡς εἰ λέγοι ὅτι ἡ ἁπλῆ γένεσις τῆς τινὸς διορίζεται τῷ τὴν ὕλην
20τῶν μεταβαλλόντων διαφέρειν κατά τινα τούτων τῶν διαφορῶν. εἶτα ἐπι‐ φέρει τὰς τρεῖς διαφοράς· ἢ γὰρ τῷ οὐσίαν εἶναι ἢ μὴ εἶναι (ἵνα εἴπῃ τὴν πρώτην διαφορὰν τὴν κατὰ τὸ ὂν καὶ μὴ ὄν), ἢ τῷ μᾶλλον ἢ ἧττον εἶναι (τὴν ὑλικωτέραν λέγων καὶ εἰδικωτέραν, ἢ ἁπλῶς καθὸ ἡ μὲν κρείττων οὐσία ἐστὶν ἡ δὲ χείρων, ἐπεὶ καὶ τὸ εἶδος τῆς ὕλης κρεῖττον,
25ὡς τοῦ ἕνεκά του τὸ οὗ ἕνεκα), ἢ τῷ μᾶλλον αἰσθητὸν εἶναι ἢ ἧττον. p. 319a3 Τοῦ δὲ τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεσθαι, τὰ δέ τι, μὴ τῇ ἐξ ἀλλήλων γενέσει.
Ζητήσας ἐν τοῖς προλαβοῦσιν ἐπὶ τῶν οὐσιῶν τί δήποτε τὰ μὲν58
In GC
.

14,2

59

ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ μετὰ προσθήκης, νῦν τὴν αὐτὴν ζήτησιν κινεῖ οὐκ ἐπὶ τῶν οὐσιῶν (οὐ γάρ, φησί, περὶ τῶν ἐξ ἀλλήλων γινομένων ποιεῖται τὸν λόγον), ἀλλὰ καθόλου περὶ πάντων, πῶς ποτε τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς. λέγει τοίνυν ταῦτα ταῖς κατηγορίαις διωρίσθαι,
5καὶ τὰ μὲν κατ’ οὐσίαν γινόμενα ἁπλῶς γίνεσθαι, τὶ δὲ γίνεσθαι καὶ οὐχ ἁπλῶς τὰ κατ’ ἄλλην τινὰ τῶν συμβεβηκότων κατηγορίαν γινόμενα. p. 319a14 Οὐ μὴν ἀλλ’ ὁμοίως 〈ἐν πᾶσι〉. Ἐν ἁπάσαις ταῖς κατηγορίαις. κοινόν φησιν εἶναι ἐν πάσαις ταῖς κατηγορίαις, εἴτε ἁπλῆ γένεσις θεωροῖτο καθάπερ ἐν ταῖς οὐσίαις, εἴτε τὶς
10γένεσις καθάπερ ἐν ταῖς λοιπαῖς κατηγορίαις, τὸ τὴν μὲν ἐπὶ τὰ τιμιώτερα μεταβολὴν γένεσιν λέγεσθαι, τὴν δὲ ἐπὶ τὰ ἀτιμότερα καὶ χείρονα φθοράν· γένεσις μὲν γὰρ ἡ τοῦ λευκοῦ, ἡ δὲ τούτου εἰς τὸ μέλαν μεταβολὴ οὐ γένεσις μέλανος, ἀλλὰ φθορὰ λευκοῦ. οὕτως Ἀλέξανδρος ἐξηγήσατο συμ‐ φώνως τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις.
15p. 319a18 Καὶ ὅλως καὶ ἐν ταῖς οὐσίαις. Ἐζήτησε γὰρ κἀπὶ τῶν οὐσιῶν τὴν διάκρισιν τῆς ἁπλῶς γενέσεως καὶ τῆς τινός· ἐζήτησε καὶ καθόλου ἐπὶ πάντων, ὅπερ δηλοῖ τὸ ὅλως. p. 319a20 Καὶ ἔστιν ἀεὶ ἡ θατέρου γένεσις ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορά.
20 Εἰκότως προσέθηκε τὸ ἐπὶ τῶν οὐσιῶν, διότι οὐκ ἐπὶ πάντων τῶν ὄντων ἐνεργείᾳ ἡ θατέρου γένεσις ἑτέρου τινὸς ὄντος ἐστὶ φθορά, ὡς ἐπὶ τοῦ μανθάνοντος καὶ ἐπιστήμονος γινομένου· στέρησις γὰρ τὸ ἀνεπιστῆμον. p. 319a22 Ἀλλὰ μὴν οὐδ’ ἀπορῆσαι δεῖ διὰ τί γίνεταί τι ἀεὶ ἀπολλυμένων.
25Ἐν τοῖς προλαβοῦσιν ἀπορήσας τί δήποτε οὐκ ἐπιλείπει ἡ γένεσις, ἀλλ’59
In GC
.

14,2

60

ἀεὶ συνείρει, τὸ τῆς ἀπορίας εὔλογον ἐδείκνυεν ἐκ τοῦ ἀεὶ ἀπιέναι τι τῶν ὄντων τῶν φθειρομένων εἰς τὸ μὴ ὂν χωρούντων. δείξας οὖν ἐν τοῖς προλαβοῦσι συντόμως πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις, καὶ εἰπὼν ὅτι διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου εἶναι γένεσιν, καὶ διὰ τούτου λύσας πάσας τὰς
5προβεβλημένας ἀπορίας, ὑπομιμνῄσκει νῦν τοῦ λόγου τοῦ κατασκευαστικοῦ τῆς ἀπορίας φάσκων μετὰ τὴν λύσιν τὴν εἰρημένην μηκέτι χώραν ἔχειν τὸν κατασκευαστικὸν τῆς ἀπορίας λόγον, τὸν φάσκοντα μὴ δεῖν γένεσιν ἀεὶ εἶναι ἀπολλυμένων τινῶν καὶ εἰς τὸ μὴ ὂν χωρούντων. οὐ ταυτολογῶν δὲ ἐπαναλαμβάνει τὸν λόγον, ἀλλ’ ἐπειδὴ εἶπε προσεχῶς ὅτι οἱ πολλοὶ
10τὸ ἁπλῶς γίνεσθαι καὶ φθείρεσθαι τῷ εἰς αἰσθητὸν ἐξ ἀναισθήτου ἢ ἐξ αἰσθητοῦ εἰς ἀναίσθητον τὴν μεταβολὴν γίνεσθαι κρίνουσι, διότι κατ’ αἴσθησιν ζῶντες ταύτῃ τὸ ὂν καὶ τὸ μὴ ὂν ἐξετάζουσι καὶ τὸ μὴ τῇ αἰσθήσει ὑποπῖπτον ἢ μὴ μᾶλλον οὐδ’ εἶναι οἴονται, αὐτὸ δὴ τοῦτο εἰς ὑπόδειγμα τοῦ οἰκείου λόγου παρέλαβε, τοῦ τὴν ἄλλου γένεσιν ἄλλου
15εἶναι φθορὰν καὶ ἔμπαλιν, καὶ τοῦ τρόπον μέν τινα ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν, τρόπον δέ τινα ἐκ μὴ ὄντος γίνεσθαι καὶ εἰς μὴ ὂν ἀναλύεσθαι. καὶ οἱ πολλοὶ γοῦν, φησί, τὴν ἁπλῶς γένεσιν τὴν ἐξ ἀναισθήτου εἰς αἰσθητὸν μεταβολὴν κρίνουσι, καὶ φθορὰν τὸ ἐναντίον, τοῦ ἀναισθήτου οὐ παντελῶς μὴ ὄντος. κοινῷ οὖν λόγῳ καὶ ἁπλῶς
20πᾶσα γένεσις ἐκ μὴ ὄντος, διότι ἐκ τῆς ὕλης ἥτις πάντων ἔχει τὴν στέ‐ ρησιν, ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἐξ ὄντος δὲ πάλιν, διότι δυνάμει πάντα. καὶ τὸ ἐξ οὗ δὲ προσεχῶς ὄν ἐστι καὶ μὴ ὄν, οἷον εἰ ἐξ ἀέρος γένοιτο πῦρ. ἀλλ’ εἰ καὶ ἔστι τι ὂν ὁ ἀήρ, ἀλλ’ οὐκ ἔστι πῦρ, οὐδὲ ὑπομένοντος τοῦ ἀέρος ἡ τοῦ πυρὸς γένεσις. ὥστε καὶ ταύτῃ ἐκ μὴ ὄντος. ἐξ ὄντος
25δὲ πάλιν, καθ’ αὑτὸ μὲν ἐξ ὄντος διότι ἐκ τοῦ ὑποκειμένου ὅπερ ὄν ἐστι, κατὰ συμβεβηκὸς δὲ διότι ἐξ ἀέρος· συνέβη γὰρ τὸ ἐξ οὗ τὸ πῦρ ἢ ἀέρα εἶναι ἢ ξύλον ἢ ἔλαιον ἢ ὁτιοῦν ἄλλο. τὰ αὐτὰ καὶ ἐπὶ τῆς φθορᾶς ἀντικειμένως. Ἀλλὰ μὴν οὐδ’ ἀπορῆσαι δεῖ διὰ τί γίνεταί τι ἀεὶ ἀπολλυ‐
30μένων. οὐ δεῖ, φησίν, ἀπορεῖν διὰ τί ἀπολλυμένου τινὸς ἐν τοῖς φθειρο‐ μένοις οὐκ ἐπιλείπει ἡ γένεσις· οὐ γὰρ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά, οὐδὲ ἐκ τοῦ πάντῃ μὴ ὄντος ἡ γένεσις. καὶ παραμυθεῖται τὸν λόγον τοῦτον διὰ τῆς τῶν πολλῶν χρήσεως, οἳ τὸ ὂν καὶ μὴ ὂν τῷ αἰσθητῷ
καὶ τῷ ἀναισθήτῳ διορίζουσιν· οὐ γὰρ τὸ μηδαμῶς ὂν μὴ ὂν καλοῦσιν,60
In GC
.

14,2

61

ἀλλὰ τὸ αὐτοῖς ἀναίσθητον. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἡμεῖς φαμεν κατά τι ἐκ τοῦ ἁπλῶς ὄντος, κατά τι δὲ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος τὴν γένεσιν καὶ τὴν φθορὰν εἰς ὄν τε καὶ μὴ ὂν κατὰ τὸν εἰρημένον τρόπον. p. 319a25 Εἴτ’ οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή.
5 Τουτέστιν εἴτε ἔχει ὕπαρξίν τινα τοῦτο τὸ ἀναίσθητον καὶ μὴ ὂν λεγόμενον, εἴτε μὴ ἔστιν ὑποκείμενον, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· καθόλου γὰρ εἰς οἷον χωρεῖ τὸ φθειρόμενον, ἐκ τοιούτου γίνεται τὸ γινό‐ μενον. εἰ τοίνυν φθαρέντος τοῦ ὄντος γίνεται τὸ μὴ ὄν, δῆλον ὅτι καὶ τοῦ μὴ ὄντος φθαρέντος γίνεται τὸ ὄν. καὶ ὅρα ὅπως ἀκριβῶς ἐπὶ τοῦ
10μὴ ὄντος γένεσιν εἶπε, δηλῶν σαφῶς ὅτι ὅταν εἰς τὸ μὴ ὂν χωρεῖν λέγω‐ μεν τὸ φθειρόμενον, οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν λέγομεν. Εἴτε οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή. τὸ φθειρόμενον, φησίν, ἔνιοι εἰς τὸ μὴ ὂν χωρεῖν λέγουσι, τῷ εἰς ἀναίσθητον μεταβάλλειν, οὐ περιεργαζόμενοι τὸ εἴτε ὄντος τινὸς ὑποκειμένου γέγονεν ἡ μεταβολὴ
15εἰς τὸ αἰσθητὸν εἴτε μή, τουτέστιν εἴτε ἔχοντος ὕπαρξιν τοῦ ἀναισθήτου καὶ μὴ ὄντος λεγομένου εἴτε μή. ἀλλ’ οὐ διότι εἶναι ἢ μὴ εἶναί φασι τοῦτο τὸ ἀναίσθητον, διὰ τοῦτο ἢ ἔστιν ἐξ αὐτοῦ ἡ γένεσις ἢ οὐκ ἔστιν· ἀλλὰ διότι ἔστι καὶ ὑπόκειται, διὰ τοῦτο ἐξ αὐτοῦ τὸ αἰσθητὸν γίνεται. τὸ οὖν εἴτε ὄντος τινὸς τοῦ ὑποκειμένου σημαίνει εἴτε εἶναι λεγο‐
20μένου παρ’ αὐτῶν εἴτε μὴ εἶναι. οὐδὲ γὰρ ἐκεῖνοι προσδιώριζον τοῦτο τὸ ἀναίσθητον, ἐξ οὗ τὴν γένεσιν ἔλεγον, εἴτε τῶν ὄντων καὶ ἐν ὑπάρξει ἦν εἴτε μή. ὅ τι γὰρ ἂν τούτων ὑπάρχῃ, οὐκ ἐπιλείψει ἡ γένεσις. εἰ μὲν γὰρ τῶν ὄντων ἐστὶ τὸ ἀναίσθητον, εἰς ὃ ἡ φθορὰ καὶ ἐξ οὗ ἡ γένε‐ σις, δι’ αὐτὸ τοῦτο οὐκ ἐπιλείψει, ἐπεὶ μὴ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά·
25εἰ δὲ τῶν μὴ ὄντων, ἐπειδήπερ ἡ μὲν φθορὰ τοῦ μὴ ὄντος ἐστὶ γένεσις 〈ἡ δὲ γένεσισ〉 φθορὰ τοῦ μὴ ὄντος, πάλιν οὐκ ἐπιλείψει, διαδεχομένων ἄλληλα τοῦ ὄντος τε καὶ μὴ ὄντος. p. 319a29 Ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἁπλῶς πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν.
30Ἐν τοῖς προλαβοῦσιν ἐζήτει εἰ ἔστι τι ἁπλῶς γινόμενον, τουτέστιν
κυρίως, καὶ ἔλεγεν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι. διδάξας οὖν61
In GC
.

14,2

62

ἱκανῶς περὶ τῆς ἁπλῆς γενέσεως καὶ τοῦ ἁπλῶς ὄντος καὶ κατὰ πόσα σημαινόμενα λέγεται, νῦν ζητεῖ περὶ τοῦ ἁπλῶς μὴ ὄντος τί σημαίνει. μήποτε τὸ ἕτερον τῶν ἐναντίων, τὸ κατὰ τὴν στερητικὴν διαφορὰν χαρακτηριζόμενον, οἷον γῆς καὶ πυρός; ἆρα τὸ μὴ ὂν τὴν γῆν φαμεν
5εἶναι ὂν δὲ τὸ πῦρ; ἢ οὐ περὶ τούτων τῶν καταχρηστικῶς λεγομένων ὁ λόγος, ἀλλ’ ἡ ζήτησίς ἐστι καθόλου περὶ τῶν κυρίως ὄντων καὶ κατ’ οὐσίαν, ὅταν φῶμεν αὐτὰ ἐκ μὴ ὄντος γίνεσθαι, ὁποῖόν τι τὸ μὴ ὂν νοοῦμεν εἶναι; ὅπερ οὖν ἀνωτέρω ἔλεγε, φάσκων τὸ μὴ ὂν τοῦτο εἶναι τὸ δυνάμει μὲν ὂν ἐντελεχείᾳ δὲ μὴ ὄν, τοῦτο σαφέστερον ἐνταῦθά φησιν.
10ἡ ὕλη γάρ, φησίν, ἐστὶ τὸ μὴ ὄν, ἐξ ἦς καὶ τὸ πῦρ καὶ ἡ γῆ γεννᾶται. εἰ δὲ λέγοις ὅτι ἡ ὕλη αὐτὴ καθ’ αὑτὴν οὐχ ὑφίσταται, ἀλλ’ ἔστιν ἀεὶ μετά τινος εἴδους, ὡς μηδέποτε ἐκ μὴ ὄντος ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, ἐρῶ πρὸς τοῦτο, ὅπερ καὶ ἀνωτέρω προειρήκαμεν, ὅτι τὸ εἶδος τῇ ὕλῃ πρὸς μὲν ὕπαρξιν συντελεῖ, πρὸς μέντοι γένεσιν τοῦ ὅπερ οὐκ ἔστιν
15οὐδὲν συμβάλλεται. οὐδὲ γὰρ ὡς ἐνεργείᾳ εἰ τύχοι γῆ οὖσα μεταβάλλει εἰς πῦρ, ἀλλ’ ὡς δυνάμει οὖσα πῦρ, τοῦτο δὲ ὡς ὕλῃ αὐτῇ ὑπάρχει. ἐξ ὕλης ἄρα τὸ γινόμενον. καθάπερ ὁ χαλκός, ἵνα τῷ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ χρησώμεθα ὑποδείγματι, εἴπερ ἀδύνατον ἦν χωρὶς τοῦ εἴδους τοῦ ἀνδριάντος ὑποστῆναι, μετέβαλλον δὲ εἰς ἀλλήλους οἱ ἀνδριάντες,
20οὐ διὰ τοῦτο τῆς ἰδίας ἐστερεῖτο ὑπάρξεως, ἀλλ’ ἦν ἕτερος τοῦ ἀνδριάν‐ τος· καὶ ὁ γινόμενος ἀνδριάς, εἰ καὶ μὴ ἐξ ἀργοῦ χαλκοῦ ἐγίνετο ἀλλ’ ἐξ ἀνδριάντος, ὅμως οὐ λέγεται ἐξ ἀνδριάντος γεγονέναι ἀλλ’ ἐκ τοῦ χαλ‐ κοῦ τοῦ ἀνδριάντος· οὕτως ἔχει κἀπὶ τῆς ὕλης, ἐπειδὴ ἀεὶ μετά τινός ἐστιν εἴδους (μηδὲν γὰρ οὖσα ἐνεργείᾳ ἀνυπόστατός ἐστι), τὸ γινό‐
25μενον ἐξ αὐτῆς ἀεὶ μὲν οὔσης μετά τινος γίνεται ὃ πρὸς ὕπαρξιν αὐτῇ συντελεῖ, οὐ μὴν ἐξ ἐκείνου ὅ ἐστιν ἐνεργείᾳ ἡ ὕλη γίνεται τὸ γινόμενον, ἀλλ’ ἐκ τῆς ὕλης ἥτις δυνάμει ἐστὶ σῶμα. p. 319a33 Καὶ ἆρά γε ἑτέρα ἑκατέρου ἡ ὕλη, ἢ οὐκ ἂν γίνοιντο ἐξ ἀλλήλων οὐδ’ ἐξ ἐναντίων;
30 Εἰπὼν τὸ ἁπλῶς μὴ ὂν ἕτερον εἶναι τῶν γινομένων, οὐ τὸ δοκοῦν ἧττον εἶναι διὰ τὸ τὰς στερητικὰς ἔχειν διαφοράς, ἀλλὰ τὸ ὑποκείμενον ἀμφοῖν, καὶ τῷ ἧττον ὄντι καὶ τῷ μᾶλλον, νῦν ζητεῖ ἐφεξῆς εἰ ἑκατέρου
ἐκείνων, τῆς τε γῆς καὶ πυρὸς ὧν ἐμνημόνευσεν, ἕτερόν ἐστι τὸ ὑποκεί‐62
In GC
.

14,2

63

μενον. τοῦτο δὲ συντόμως ἀναιρεῖ λέγων ὅτι εἰ ἕτερον ἦν ἑκατέρου καὶ μὴ ταὐτὸν τὸ ὑποκείμενον, οὐκέτ’ ἂν ἐξ ἀλλήλων ἐγίνοντο ὡς ἐξ ἐναντίων· τὰ γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεται τοῦ αὐτοῦ ὄντος τοῦ ὑποκειμένου. κεῖται δὲ ἐξ ἀρχῆς τὸ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναι· οὐχ ἕτερον
5ἄρα τὸ ὑποκείμενον τῶν ἐναντίων, γῆς φημι καὶ πυρός. ὅτι δὲ ἐναντίωσις ὑπάρχει γῇ καὶ πυρί, δείξει κατὰ τὸν ἐφεξῆς λόγον· ἐξ ἀλλήλων ἄρα ταῦτα ὡς ἐξ ἐναντίων. εἰ δὲ τοῦτο, κοινὴ καὶ μία ἀμφοτέρων ἡ ὕλη. p. 319b2 Ἢ ἔστι μὲν ὡς ἡ αὐτή, ἔστι δ’ ὡς ἑτέρα. Ἐπεξεργαζόμενος τὸν πρότερον λόγον 〈λέγει〉 ὅτι κατά τι μὲν ἡ αὐτή
10ἐστιν ὕλη τῶν γινομένων, κατά τι δὲ ἑτέρα· πῶς δὲ ἡ αὐτὴ καὶ πῶς ἑτέρα προστίθησι. p. 319b3 Ὃ μὲν γάρ ποτε ὂν ὑπόκειται τὸ αὐτό, τὸ δὲ εἶναι οὐ τὸ αὐτό. Ἡ ὕλη, φησί, καθὸ ὕλη ἐστὶ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὅ ποτε ὄν
15ἐστιν, ἡ αὐτή ἐστι πᾶσιν οἷς ὑπόκειται. τὸ γὰρ ὅ ποτε ὂν τῷ Ἀριστοτέλει τὸ ὑποκείμενον *** οὖν καί, ἵν’ οὕτως εἴπω, τὴν αὑτῆς φύσιν μία πάντων ἐστὶν ἡ ὕλη· ὁμοίαν γὰρ ἐπιτηδειότητα καθὸ ὕλη ἐστὶ πρὸς πάντα ἔχει. ἐπειδὴ δὲ τὸ εἶναι καὶ 〈ἡ〉 ὑπόστασις αὐτῇ ἀεὶ μετά τινός ἐστιν εἴδους, οὐχ ἡ αὐτὴ ἔσται ὕλη κατὰ τὸ εἶδος καὶ τὴν ὕπαρξιν ἅπασιν. ἡ δὲ
20κατὰ τὸ εἶδος θεωρουμένη ἐστὶν ἡ προσεχής, οἷον ἡ μὲν πυρὶ ὑποκει‐ μένη ἀήρ ἐστιν, ἡ δὲ τῷ ἀέρι ὕδωρ ἐνεργείᾳ ἂν οὕτως τύχῃ, ἡ δὲ τῷ ὕδατι γῆ. πυρὶ οὖν καὶ ὕδατι ὑπόκειται γῆ τε καὶ ἀήρ, ταῦτα δὲ κατὰ μὲν τὸν τῆς ὕλης λόγον τὰ αὐτά, κατὰ δὲ τὸ εἶδος διάφορα, οὐκέτι ὡς πρώτη ὕλη ἀλλ’ ὡς προσεχὴς θεωρουμένη. ἔστι δὲ καὶ οὕτως εἰπεῖν·
25ἐπειδή, ὡς καὶ ἐφεξῆς μέλλει ῥηθῆναι, ἡ ὕλη κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος, ὡς ἂν καὶ διαφόρων λόγους ἔχουσα ἐν αὑτῇ, ἐν πυρὶ καὶ γῇ καὶ τοῖς ἄλλοις κατὰ μὲν τὸ ὑποκεί‐ μενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος. οὐ γὰρ κατὰ τὸν αὐτὸν
λόγον πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων τὰ εἴδη δέχεται· κατ’ ἄλλον μὲν γὰρ63
In GC
.

14,2

64

λόγον γῆς, κατ’ ἄλλον πυρὸς εἶδος δέχεται, κατὰ ἄλλους τε λόγους τὰ τῶν ἄλλων εἴδη. p. 319b6 Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τίνι δια‐ φέρουσι.
5 Τίνι διενήνοχε γένεσις ἀλλοιώσεως εἴρηται μὲν αὐτῷ ἐπὶ βραχὺ καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἀναλαβὼν πάλιν ἐν τάξει περὶ αὐτῶν λέγει. εἰρηκὼς γὰρ ὅσα περὶ γενέσεως ἐχρῆν ζητῆσαι, τί τέ ἐστι καὶ εἰ ἔστιν ὅλως καὶ ἐκ τίνος καὶ πόθεν γίνεται τὰ γινόμενα καὶ διὰ τί οὐκ ἐπιλείπει ἡ γένεσις, εὐκαίρως νῦν ζητεῖ τίνι διενήνοχε τῶν ἄλλων μεταβολῶν, καὶ
10πρῶτον τῆς ἀλλοιώσεως, διακρίνων αὐτὰς ἀλλήλων τοῦτον τὸν τρόπον. ἐπειδὴ γάρ, φησίν, ἔστι τὸ μέν τι ὑποκείμενον ὅπερ σημαίνει τὴν οὐσίαν, τὸ δὲ πάθος ὅπερ καὶ συμβεβηκὸς ὀνομάζεται, ἔστι δὲ κατὰ ἀμφότερα μεταβολή (καὶ κατὰ τὴν οὐσίαν, ὅπερ καλεῖ ὑποκείμενον, καὶ κατὰ τὸ πάθος, τουτέστι τὸ συμβεβηκός), ἡ μὲν κατὰ τὸ ὑποκείμενον μεταβολὴ
15γένεσίς ἐστιν, ἡ δὲ κατὰ τὰ πάθη μένοντος τοῦ ὑποκειμένου ἀμεταβλήτου ἀλλοίωσις. ταῦτα εἰπὼν ἀπορίαν τινά, ἣν ἄν τις ἀπερισκέπτως προήγαγε πρὸς τὰ εἰρημένα, ταύτην καὶ τίθησι γυμνάζων καὶ ἐπιλύεται. εἰ γὰρ ἡ περὶ τὸ ὑποκείμενον αἰσθητὸν ὂν καὶ τὸ αὐτὸ μένον γινομένη μεταβολή, τουτέστιν εἰ ἡ περὶ εἰδοπεποιημένον ὑποκείμενον γινομένη μεταβολὴ
20ἀλλοίωσίς ἐστιν, ἐπειδὴ ἐν τῇ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῇ τὸ μὲν δια‐ φανὲς καὶ ὑγρότης μένει, ἡ δὲ μεταβολὴ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν γίνεται, ἔσται ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολὴ ἀλλοίωσις· περὶ γὰρ ὑπο‐ κείμενον εἰδοπεποιημένον, τὸ διαφανές φημι καὶ ὑγρόν, γίνεται ἡ μεταβολή. κατὰ τὸν αὐτὸν δὲ λόγον ἔστιν ἀπορῆσαι κἀπὶ τῶν ἄλλων στοιχείων.
25πάντα γὰρ τὰ ἐφεξῆς ἀλλήλων τὴν μὲν ἔχουσι κοινὴν διαφοράν, τὴν δὲ ἑτέραν ἐναντίαν· πῦρ μὲν γὰρ καὶ ἀὴρ κοινωνοῦντα κατὰ τὸ θερμὸν διαφέρει κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ἀὴρ δὲ καὶ ὕδωρ τὴν αὐτὴν ἔχοντα ὑγρότητα ἐναντία ἐστὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. κοινὴ τοίνυν ἐπὶ τῶν ἐφεξῆς ἀλλήλων ἡ ἀπορία. πρὸς δὲ ταύτην ἀπαντῶν τὴν ἀπορίαν ὁ
30Ἀριστοτέλης φησὶν ὅτι εἰ μὲν πάθος ὑπῆρχε τοῦ ὑπομένοντος ὑγροῦ καὶ διαφανοῦς τὸ θερμὸν καὶ τὸ ψυχρόν, καθ’ ἃ ἡ εἰς ἄλληλα μεταβολὴ αὐτῶν γίνεται, ἀλλοίωσις ἦν ἄν, ὡς ἔχει ἐπὶ τοῦ θερμαινομένου ὕδατος καὶ ψυχομένου. ἐκεῖσε γάρ, ἐπειδὴ ἡ ἐγγινομένη τῷ ὕδατι ποιότης
πάθος ἐστὶ καὶ συμβεβηκὸς μηδὲν συμβαλλομένη πρὸς τὸ εἶναι τῷ ὕδατι,64
In GC
.

14,2

65

ἀλλοίωσίς ἐστι τὸ γινόμενον· ἐπὶ δὲ τῆς ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῆς τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἔστι πάθη τοῦ ὑγροῦ καὶ διαφανοῦς, εἰ μή τι ἄρα κατὰ συμβεβηκός, τῷ εἶναι ἀμφότερα τοῦ αὐτοῦ πάθη. ὡς ὅταν ἐπὶ Σωκράτους τὸ φαλακρὸν ὑπάρχειν φαίημεν τῷ λευκῷ κατὰ συμβεβηκός,
5τῷ ἀμφότερα καὶ τὸ λευκὸν καὶ τὸ φαλακρὸν τῷ αὐτῷ ὑπάρχειν· Σωκρά‐ τους γὰρ ἀμφότερα πάθη. οὕτως οὖν κἀνταῦθα τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μὲν ὑγροῦ οὐκ ἂν εἴη πάθη, εἰ μὴ κατὰ συμβεβηκός, τῆς δὲ ὕλης αὐτά τε ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν φημι, καὶ ἡ ὑγρότης πάθη ὑπάρχουσι τῆς ὕλης τῆς ἀνειδέου, πάθη δὲ εἰδοποιὰ καὶ τελειωτικά·
10εἰ γὰρ πάθος καὶ συμβεβηκὸς τοῦ ὑγροῦ τὸ ψυχρόν, τὸ ὕδωρ οὐκ ἔχει τὸ εἶναι κατὰ τὴν ὑγρότητα καὶ ψυχρότητα, ἀλλὰ κατὰ τὴν ὑγρότητα μόνον. ὁμοίως δὲ καὶ τοῦ ἀέρος οὐχὶ ὑγρότης καὶ θερμότης, ἀλλ’ ἡ ὑγρότης μόνη ἐστὶ συμπληρωτική. εἰ δὲ ἡ ὑγρότης ἀμφοτέρων συμπλη‐ ρωτικὴ τῆς οὐσίας ἐστί, τοῦ ὕδατος καὶ τοῦ ἀέρος, οὐχ ἕξουσι διαφο‐
15ρὰς αἷς χωρισθήσονται κατ’ οὐσίαν· τὰ γὰρ πάθη οὐ ποιεῖ διαφορὰς οὐσιώδεις. οὐκ ἄρα πάθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ ἀέρος καὶ τοῦ ὕδατος, καθ’ ἃ καὶ μεταβάλλουσιν ἐν τῇ ἐξ ἀλλήλων γενέσει. ἀλλ’ οὐδὲ τοῦ ὑγροῦ πάθος καὶ συμβεβηκὸς τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐπεὶ οὐκ ἂν συνδυασθέντα μίαν ἀπετέλεσεν οὐσίαν. εἰ δὲ μὴ πάθος, οὐδὲ ἀλλοίωσις,
20ὥσπερ ἔφασκεν ἡ ἀπορία· ἀλλοίωσις γὰρ ἐρρέθη εἶναι, ὅταν πάθος καὶ συμβεβηκὸς ὑπάρχῃ, καθ’ ὃ μεταβάλλει τὸ μεταβάλλον. Προσθείη δ’ ἄν τις τοῖς εἰρημένοις καὶ τοῦτο, ὅτι οὐδὲ κυρίως ἡ αὐτὴ ὑγρότης ἐν ἀέρι καὶ ἐν ὕδατι, οὐδὲ διαφάνεια ἀπαραλλάκτως ἡ αὐτή· ὁ γὰρ ἀὴρ καὶ διαφανέστερός ἐστι τοῦ ὕδατος καὶ ὑγρότερος. ὥστε
25οὐκ ἔμεινεν ἀπαθὴς ἐν τῇ εἰς ἀέρα ἐξ ὕδατος μεταβολῇ οὔτε ἡ ὑγρότης τοῦ ὕδατος οὔτε ἡ διαφάνεια, ἐπεὶ οὐδ’ ἡ ἐν ἀέρι καὶ ἐν πυρὶ θερμότης κατ’ εἶδος ἡ αὐτή ἐστι. καὶ ἐν τοῖς συνθέτοις δὲ πολλά ἐστι κατὰ γένος θερμὰ τῷ εἴδει διαφέροντα· ἄλλη γὰρ ἡ ἐν οἴνῳ θερμότης, καὶ ἄλλη ἡ ἐν πέπερι ἢ καστορείῳ ἢ βαλσάμῳ καὶ τοῖς παραπλησίοις. δεῖ οὖν εἰδέ‐
30ναι ὅτι ὥσπερ εἰ ἐξ οἴνου αἷμα γένοιτο, ὅλη ἡ τοῦ οἴνου ἰδέα φθείρε‐ ται καὶ ἄλλη τις κατ’ εἶδος ἡ ἐν τῷ αἵματι θερμότης γίνεται, οὕτως καὶ ἐπὶ τῆς τῶν στοιχείων ἐξ ἀλλήλων συμβαίνει γενέσεως. καὶ εἴ τίς γε μὴ κατ’ εἶδος διάφορον εἶναι βούλοιτο τὴν ἐν πυρὶ καὶ ἀέρι θερμότητα ἢ ἢ τὴν ἐν ὕδατι καὶ ἀέρι ὑγρότητα, κατ’ ἐπίτασιν δὲ μόνον καὶ ἄνεσιν
35διαφέρειν, ἐκείνῳ γοῦν ἐξ ἀνάγκης συγχωρήσει, ἀριθμῷ διαφόρους εἶναι ταύτας. ὡς γὰρ τὸ σίνηπι ἢ τὸ πέπερι σπειρόμενον, εἰ καὶ τὴν αὐτὴν
κατ’ εἶδος γεννᾷ θερμότητα ἐν τοῖς ἐξ αὐτῶν βλαστάνουσιν ὁμοειδέσιν οὖσιν,65
In GC
.

14,2

66

ἀλλ’ οὖν γε ἀριθμῷ διάφορος εἶναι ὡμολόγηται ἥ τε ἐν τῷ σπέρματι καὶ ἡ ἐν τῷ ἐξ αὐτοῦ γενομένῳ καρπῷ ποιότης, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν στοιχείων ἐννοεῖν ὅτι πάσης τῆς τοῦ ἀέρος ἰδέας φθειρομένης γίνεται τὸ ὕδωρ. εἰ οὖν καί τις συγχωρήσει καὶ ἐν τῷ ὕδατι κατ’ εἶδος
5τὴν αὐτὴν ὑγρότητα καὶ διαφάνειαν γεννᾶσθαι, ἀριθμῷ γοῦν ἑτέραν εἶναι λέγειν ἀναγκασθήσεται. ὥστε οὐδὲν ὑπομένει τοῦ ἀέρος πλὴν τῆς ὕλης. οὐκ ἄρα ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον ἡ μεταβολή, ἀλλ’ ἐξ ἀνειδέου εἰς εἰδοπεποιημένον, εἴπερ μόνον τὸ ἀνείδεον ὑπέμεινεν. ὥστε οὐδὲ ἀλλοίωσις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
10p. 319b10 Ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκει‐ μένου αἰσθητοῦ ὄντος μεταβάλλῃ ἐν τοῖς ἑαυτοῦ πάθεσι. Καλῶς προστέθεικε τὸ αἰσθητοῦ ὄντος τοῦ ὑποκειμένου, τουτέστι τοῦ ὑποκειμένου αἰσθητοῦ ὄντος καὶ ὑπομένοντος, καθ’ ὃ αἰσθη‐ τόν ἐστιν ἐνεργείᾳ τόδε τι καὶ εἰδοπεποιημένον. τοῦτο δὲ πρὸς ἀντιδιαστο‐
15λὴν εἴρηται τῆς ὕλης. καὶ γὰρ καὶ ἡ ὕλη ὑποκείμενον οὖσα ἡ αὐτὴ ὑπομένει κατὰ τὰς γενέσεις, καὶ ὅμως οὐκ ἀλλοίωσίς ἐστι τότε, ἀλλὰ γένεσις· οὐ γὰρ αἰσθητὸν ἡ ὕλη οὐδὲ ἐνεργείᾳ τόδε τι. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν· ὅταν τὸ ὑποκείμενον συναμφότερον ὄν, ὕλη καὶ εἶδος, μεῖναν τὸ αὐτὸ μεταβάλλῃ κατά τι πάθος τοῦ συναμφοτέρου καὶ αἰσθητοῦ, τότε
20ἀλλοίωσίς ἐστιν· ἐπὶ γὰρ τῆς γενέσεως τὸ ὑποκείμενον ὅπερ ὑπομένει ἡ ὕλη ἐστὶ μεταβάλλουσα κατ’ εἶδος. τὸ δὲ ἐν τοῖς ἑαυτοῦ πάθεσι πρόσ‐ κειται δηλοῦν τὸ κατὰ τὰ ἐν ἑαυτῷ πάθη κινούμενον καὶ ἀλλάσσον ταῦτα τὰ πάθη, οὐ κατὰ τὴν σχέσιν τὴν πρὸς ἄλλο· τὰ γὰρ κατά τι πάθος ἔξωθεν μεταβάλλοντα μετέβαλλε μέν, οὐκ ἠλλοίωται δέ. οἷον τὸ δεξιὸν
25γινόμενον ἀντὶ ἀριστεροῦ ἤλλαχε μὲν τὸ πάθος, οὐ μὴν ἠλλοίωται· οὐδὲ γὰρ ἡ μεταβολὴ γέγονεν ἐν τοῖς ἐν αὐτῷ πάθεσιν ἃ ἀναδέδεκται· ἢ καὶ ὅταν ὁ δοῦλος γένοιτο δεσπότης ἢ ὁ δεσπότης δοῦλος. δύναται δὲ τὸ ἐν τοῖς ἑαυτοῦ πάθεσι σημαίνειν τὸ ἐφεξῆς μέλλον ῥηθῆναι, ὅπερ καὶ ἤδη προτεθεώρηται· ἐν γὰρ τῇ εἰς ἄλληλα μεταβολῇ τῶν στοιχείων
30κοινὸν μέν τι ὑπομένει, φησίν, αἰσθητόν, ἀλλ’ εἰς ὃ καὶ καθ’ ὃ ἡ μετα‐
βολὴ οὐκ ἔστι πάθος τοῦ ὑπομένοντος. οἷον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ66
In GC
.

14,2

67

τοῦ ἀέρος κοινὸν μὲν ὑπομένει τὸ διαφανὲς αἰσθητὸν ὄν, οὐ μὴν τοῦ διαφανοῦς οὔτε τοῦ ὑγροῦ πάθος ἐστὶ καθ’ ὃ ἡ μεταβολὴ τῷ ἀέρι εἰς τὸ ὕδωρ γίνεται, κατὰ τὸ θερμὸν δὲ καὶ ψυχρὸν ἡ μεταβολή. τὸ δὲ ἐφεξῆς εἰρημένον πρόδηλόν ἐστι. τὰ γὰρ κατὰ τὰ πάθη μεταβάλλοντα ἢ κατὰ
5τὰ ἐναντία καὶ ἄκρα πάθη ὧν ἔχει μεταβάλλει ἢ κατὰ τὰ μεταξύ. καὶ αὐτὰ δὲ τὰ μεταξὺ τῶν ἐναντίων μετέχοντα κατὰ τὰ ἐναντία ποιεῖται τὴν μεταβολήν· τὸ γὰρ φαιὸν μετέχον λευκοῦ καὶ μέλανος, εἰ μεταβάλοι εἰς μέλαν, οὐχ ᾗ μετέχει τοῦ μέλανος, ἀλλ’ ᾗ τοῦ λευκοῦ μετέχει τὴν εἰς τὸ μέλαν ποιεῖται μεταβολήν.
10p. 319b14 Ὅταν δὲ ὅλον μεταβάλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινος. Τὸ ὅλον μεταβάλῃ εἴρηκεν ἀντὶ τοῦ κατ’ οὐσίαν καθ’ ὅ τι [δὲ] ἐστί. τοῦτο δὲ γίνεται, ὅταν μηδὲν ὑπομένῃ αἰσθητὸν ὡς ὑποκείμενον. τὸ δὲ ‘ἐξ ἅπαντοσ‘ καὶ ‘ἐξ ἁπάσησ‘ τοῦ αὐτοῦ ἐστι σημαντικόν, τὴν καθ’ ὅλον
15καὶ κατ’ οὐσίαν δηλοῦν μεταβολήν. p. 319b18 Μάλιστα δ’ ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἁφῇ. Οὐχ ὅτι μάλιστα γένεσις τότε, ἀλλ’ ὅτι δοκεῖ τοῖς πολλοῖς, οἳ τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὁρίζονται, ὡς εἴρηκε πρὸ
20ὀλίγου. ἁφῇ δὲ ἀναίσθητον τὸ μὴ στερεὸν μηδὲ ἀντιτυπίαν ἔχον φησίν, ὥσπερ καὶ τὸ ταῦτα ἔχον αἰσθητὸν ἁφῇ, ὡς ἔχει γῆ καὶ ὕδωρ πρὸς ἀέρα. p. 319b21 Ἐν δὲ τούτοις ἄν τι ὑπομένῃ τὸ αὐτὸ πάθος ἐναντιώ‐ σεως ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι.
25 Νῦν μὲν τὴν προειρημένην ἀπορίαν γυμνάζει, ὃ δέ φησι τοῦτό ἐστι· τῶν εἰς τὰ ἐναντία μεταβαλλόντων, ἐὰν κοινόν τι πάθος ὑπομείνῃ, ὡς ἐπὶ
τοῦ ὕδατος καὶ ἀέρος *** ἡ γὰρ ὕλη εἰς τὰ ἐναντία μεταβάλλει ἀὴρ67
In GC
.

14,2

68

καὶ ὕδωρ γινομένη· εἰς θερμὸν γὰρ καὶ ψυχρόν, ἅπερ ἐναντία τυγχάνει. ἐναντίωσιν δὲ ἢ τὰ σώματα ὑπὸ ἐναντίων διαφορῶν εἰδοποιούμενα εἴρηκεν, ἢ ἐναντίωσιν μὲν ἄκουε αὐτὰς τὰς ἐναντίας διαφοράς, πάθος δὲ ὃ θάτερόν ἐστι μέρος τῆς ἐναντιώσεως, ὅπερ τὸ αὐτὸ μένει ἔν τε τῷ γινομένῳ καὶ
5τῷ φθαρέντι. κοινῶς δὲ εἰπὼν ἐπὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος τὸ εἰ ἄμ‐ φω διαφανῆ, ἐπήνεγκε τὸ ᾗ ψυχρά, οὐχ ὡς τοῦ ἀέρος ψυχροῦ τὴν φύσιν ὄντος, ἀλλ’ ὡς ἐπὶ παραδείγματος τὸν λόγον προαγαγών. ἀληθέστερον δὲ ἦν εἰπεῖν ‘ᾗ ὑγρά‘· ἄμφω γὰρ ὑγρά. δυνατὸν δὲ τὸ ᾗ ψυχρὰ ὡς ἐν ὑποδείγματι εἰς ἕτερα στοιχεῖα τοῦ λόγου μεταβαίνοντος ἀκούειν, ὡς
10ἐπὶ γῆς καὶ ὕδατος· ἄμφω γὰρ ψυχρά. ἐν τῇ εἰς ἄλληλα οὖν τούτων μεταβολῇ ὑπομένει τὸ ψυχρόν. p. 319b26 Εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ’ αὑτὸ ἡ μουσική. Ὅ φησι διὰ τούτων τοιοῦτόν ἐστιν. ἡ μεταβολή, φησί, τοῦ ἀέρος εἰς ὕδωρ οὐκ ἔστιν ἀλλοίωσις, ἐπειδὴ ἐκεῖνο καθ’ ὅ ἐστιν ἡ μεταβολή,
15κατὰ θερμὸν δὲ καὶ ψυχρὸν δηλονότι, οὐκ ἔστι πάθος τοῦ μεταβάλλοντος καθ’ αὑτό. ἔστι δὲ τὸ μεταβάλλον τὸ διαφανές. τὸ γὰρ θερμὸν καὶ ψυχρὸν πάθος οὐκ ἂν λεχθείη τοῦ διαφανοῦς εἶναι, εἰ μὴ κατὰ συμβεβη‐ κός, τῷ αὐτά, τό τε θερμόν φημι καὶ τὸ ψυχρόν, τῇ αὐτῇ ὑπάρχειν ὕλῃ. ὅταν γὰρ πάθος καθ’ αὑτὸ ὑπάρχῃ τοῦ μεταβάλλοντος τὸ καθ’ ὃ γίνεται
20ἡ μεταβολή, ἀλλοίωσίς ἐστι τηνικαῦτα, ὡς ἔχει ἐπὶ τοῦ μουσικοῦ ἀνθρώ‐ που καὶ ἀμούσου. κἀνταῦθα γάρ, εἰ μὴ τὸ μουσικὸν πάθος καθ’ αὑτὸ ὑπῆρχε τοῦ ἀνθρώπου, ἀλλ’ ἦν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐκείνου πάθος οὗ καὶ ἄνθρωπος πάθος ὑπῆρχεν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ διαφανοῦς ἐλέγετο ὑπάρχειν, οὐκ ἦν ἂν ἀλλοίωσις ἡ ἐκ μουσικοῦ εἰς ἄμου‐
25σον μεταβολή, ἀλλὰ γένεσις, καθάπερ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολή. νῦν δὲ ἐπειδὴ ἀνθρώπου πάθος καθ’ αὑτὸ τὸ μουσικὸν καὶ τὸ ἄμουσον, τοῦ μὲν ἀνθρώπου ἀλλοίωσις ὑπάρχει ἡ κατὰ τὸ μουσικὸν καὶ ἄμουσον μετα‐ βολή, τοῦ δὲ ὅλου τούτου τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου ἀνθρώ‐ που γένεσις καὶ φθορά· τὶς γὰρ γένεσις ἡ ἀλλοίωσις ἐλέχθη εἶναι.
30 Τὴν δὲ λέξιν ὑπερβατῶς συντεταγμένην καὶ ταύτῃ ἀσαφῆ οὖσαν οὕτως ἀναγνωστέον ‘εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ’ αὑτὸ ἡ μου‐ σικὴ καὶ ἀμουσία, τοῦ μὲν γένεσις ἦν ἂν τοῦ δὲ φθορά‘, εἶτα ἐφεξῆς τὸ ‘νῦν δὲ πάθος τοῦτο τοῦ ὑπομένοντοσ‘, καὶ τότε τὸ ‘διὸ ἀνθρώπου μὲν ταῦτα πάθη, ἀνθρώπου δὲ μουσικοῦ καὶ ἀνθρώπου ἀμούσου γένεσις καὶ
35φθορά‘, εἶθ’ ὕστερον τὸ ‘διὸ ἀλλοίωσις ταῦτα‘. ἡ γὰρ τοῦ μουσικοῦ68
In GC
.

14,2

69

καθὸ μουσικός ἐστι γένεσις λεγομένη ἀλλοίωσίς ἐστιν. ἴσως δὲ καὶ κατὰ γραφικὸν πταῖσμα παρεντεθὲν τὸ διὸ ἀλλοίωσις ταῦτα αἴτιον ἀσαφείας γέγονε, καὶ χωρὶς αὐτοῦ τῆς διανοίας σῳζομένης. p. 319b31 Ὅταν μὲν οὖν κατὰ ποσὸν ᾖ ἡ μεταβολή.
5 Διὰ τούτων νῦν ὁ Ἀριστοτέλης διδάσκει ὅτι οὐ πᾶσα ἡ κατὰ συμ‐ βεβηκὸς μεταβολὴ τοῦ ὑποκειμένου καὶ αἰσθητοῦ ἀλλοίωσις, ὡς ἄν τις ἐκ τῶν προειρημένων ἔδοξεν ἀκούειν. καὶ γὰρ τὸ τηλικούτῳ αὐτῷ εἶναι συμ‐ βεβηκός ἐστι, καὶ ἡ κατὰ τοῦτο ἐναντίωσις μέγεθός ἐστι καὶ σμικρότης, ταῦτα δὲ τοῦ ποσοῦ, οὐ τῆς ποιότητος. εἰ οὖν κατὰ τὴν ἐν τῷ ποσῷ
10ἐναντιότητα μεταβάλλει τὸ ὑποκείμενον αἰσθητὸν ὄν, αὔξησις καὶ μείωσις ἡ τοιαύτη μεταβολή· εἰ δὲ κατὰ πάθος καὶ κατὰ τὴν παθητικὴν ποιότητα γένοιτο ἡ μεταβολή, ἀλλοίωσις· εἰ δὲ καὶ κατὰ τόπον καὶ τὴν κατὰ τοῦτον ἐναντίωσιν, φορὰ ἡ τοιαύτη ἔσται μεταβολή. ταῦτα μὲν οὖν τὰ καθ’ ἃ γέγονεν ἡ μεταβολή, ὑπομενούσης τῆς αἰσθητῆς οὐσίας ἡστινοσοῦν, συμ‐
15βεβηκότα ὑπάρχει· ὅταν δέ, φησί, μηδὲν ὑπομένῃ αἰσθητὸν οὗ πάθος ἢ συμβεβηκός τί ἐστι καθ’ ὃ ἡ μεταβολὴ γέγονε (τὸ γὰρ θάτερον τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται σημαίνει), τότε γένεσίς ἐστι καὶ φθορά. p. 320a2 Ἔστι δὲ ἡ ὕλη μάλιστα μὲν κυρίως τὸ ὑποκείμενον. Ἐνταῦθα τὴν ἀκριβῆ δόξαν Ἀριστοτέλους ἔχεις περὶ τοῦ τῆς ὕλης
20σημαινομένου. κυρίως μὲν γάρ, φησίν, ὕλη λέγεται τὸ τῇ οὐσίᾳ ὑποκεί‐ μενον καὶ τῇ κυρίως γενέσει καὶ φθορᾷ, ἤδη δὲ καὶ πᾶν ὕλη ἐστὶν ἐκείνου ᾧτινι εἰς μεταβολὴν ὑπόκειται. ὡς γὰρ τοῦ γίνεσθαι μετέχει πάντα τὰ μεταβάλλοντα, οὕτως καὶ ὕλης· τὸ γὰρ ἐναντίων τινῶν ἐπιδεκτικὸν ὕλη ἐκείνου. ταύτῃ ἄρα καὶ ἡ κατ’ ἐνέργειαν οὐσία καὶ ἡ αἰσθητή, ὕλη ἐστὶν
25ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φθορᾶς, ὥσπερ προείρηται. p. 320a8 Περὶ δὲ αὐξήσεως ἔστιν εἰπεῖν, τίνι τε διαφέρει γενέ‐ σεως καὶ ἀλλοιώσεως.
Εἰπὼν περὶ γενέσεως καὶ ἀλλοιώσεως, τί τε ἑκατέρα καὶ τίνι ἀλλή‐69
In GC
.

14,2

70

λων διαφέρουσι, μέτεισιν ἐπὶ τὸν περὶ αὐξήσεως λόγον, ὅσπερ ἐστὶ τρίτος τρόπος μεταβολῆς. δύο δέ ἐστιν ἃ προτίθεται ζητῆσαι, τίνι τε διαφέρει τῶν ἄλλων μεταβολῶν ἡ αὔξησις καὶ ἡ μείωσις, καὶ πῶς αὔξεται τὰ αὐξό‐ μενα· ἐν ᾧ ζητήσει τίς ἡ ὑποκειμένη ὕλη τῇ αὐξήσει, καὶ πῶς ἡ προσ‐
5θήκη γίνεται τῷ αὐξανομένῳ, καὶ τί τὸ αὐξόμενον, καὶ τί τὸ αὖξον. ἀλλὰ πρῶτον νῦν προτίθεται εἰπεῖν πῇ διαφέρει γενέσεως καὶ ἀλλοιώσεως, προϊὼν δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς διακρίνει, εἰ καὶ μὴ κατὰ πρῶ‐ τον λόγον, ἀλλ’ οἱονεὶ κατὰ πάρεργον. ὁ γὰρ περὶ τῆς κατὰ τόπον μετα‐ βολῆς λόγος οὐκ ἴδιος τῆς Περὶ γενέσεως καὶ φθορᾶς πραγματείας, διὸ
10μᾶλλον εὐκαιρότερον ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ τέλειον τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον. ζητεῖ δὲ πότερον καθ’ ἕν τι μόνον διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως ἢ κατὰ πλείονα. ἵνα δὲ τοῦτο γνῶμεν, εἰδέναι χρὴ ὡς τῶν ποιητικῶν τεχνῶν αἱ μὲν κατὰ τὴν ὕλην μόνον διαφέρουσιν ἀλλήλων, οὐ μὴν κατ’ εἶδος, ὡς χαλκευτικὴ καὶ ἀργυροχοϊκή (ὕλης γὰρ
15διαφόρου οὖσαι, τῇ μὲν γὰρ χαλκὸς ὑπόκειται τῇ δὲ ἄργυρος, τοῦ αὐτοῦ σχεδὸν εἴδους εἰσὶ δημιουργικαί· ἑκατέρα γὰρ ξέστην φέρε ποιεῖ καὶ πινά‐ κιον καὶ τὰ παραπλήσια), αἱ δὲ κοινωνοῦσαι κατὰ τὴν ὕλην διαφέρουσι κατ’ εἶδος, ὡς τεκτονικὴ καὶ ναυπηγική (ὕλη μὲν γὰρ ἀμφοῖν κοινὴ τὰ ξύλα, εἶδος δὲ ἡ μὲν τὸ τοῦ πλοίου ποιεῖ ἡ δὲ τὸ τῆς θύρας ἢ τὸ τοῦ
20ἀβακίου), αἱ δὲ καὶ ὕλῃ διαφέρουσι καὶ εἴδει, αἵτινες καὶ πάντῃ κεχω‐ ρισμέναι εἰσίν, ὡς τεκτονικὴ καὶ ἰατρική· ἡ μὲν γὰρ ὕλην ἔχει τὰ ξύλα ἡ δὲ τὰ ἀνθρώπινα σώματα, καὶ ἡ μὲν τὸ τῆς θύρας ἢ τὸ τοῦ θρόνου εἶδος ποιεῖ ἡ δὲ τὴν ὑγίειαν τῶν ἡμετέρων σωμάτων. δεῖ τοίνυν περὶ γενέσεως καὶ αὐξήσεως τίνι διαφέρουσι ζητοῦντα ἰδεῖν *** ἢ κατ’
25ἄμφω διαφέρουσι καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. φημὶ οὖν ὅτι πᾶσαι αἱ μεταβολαὶ καὶ κατ’ ἄμφω ἀλλήλων διαφέρουσιν. ὕλῃ μὲν γὰρ διαφέρουσι, διότι ἄλλη ἐν ἄλλῃ κατηγορίᾳ ὑφίσταται· ἡ μὲν γὰρ αὔξησις καὶ μείωσις ὑπὸ τὸ ποσόν, ἡ δὲ γένεσις περὶ οὐσίαν, ἀλλοίωσις δὲ περὶ τὸ ποιόν. ὅπερ ἐσήμανεν εἰπὼν ἐν τῷ περὶ ὅ· περὶ τοῦτο γὰρ ἕκαστον
30τῶν μεταβαλλόντων μεταβάλλει, ὑφ’ ὃ ὁ τρόπος τῆς μεταβολῆς ἀνάγεται. οἷον τὸ γινόμενον καὶ φθειρόμενον περὶ οὐσίαν δηλονότι μεταβάλλει, ὑφ’ ἣν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἀνάγεται. οὕτως δὲ κἀπὶ τῶν ἄλλων. αὕτη μὲν οὖν προφανὴς αὐτῶν ἡ διαφορά. ὅτι δὲ καὶ κατ’ εἶδος διαφέρουσι, παντὶ δῆλον. τῆς μὲν γὰρ γενέσεως εἶδος τὸ εἰς οὐσίαν ἀγαγεῖν τὸ γινό‐
35μενον, τῆς δὲ ἀλλοιώσεως τὸ μεταβολὴν κατὰ τὰς παθητικὰς ἐργάσασθαι
ποιότητας, οἷον θερμᾶναι ἢ ψῦξαι ἢ ἐρυθρὸν ἢ λευκὸν ποιῆσαι ἤ τι τῶν70
In GC
.

14,2

71

παραπλησίων, τῆς δὲ κατὰ τὸ ποσὸν προσθεῖναι τῷ μεγέθει ἢ ὑφελεῖν, τῆς δὲ κατὰ τόπον τὸ ἄνω ποιῆσαι ἢ κάτω ἢ κατά τινα τῶν ἄλλων δια‐ στάσεων. ταῦτα μὲν οὖν ὡς ὡμολογημένα παρῆκε. ζητεῖ δὲ μήποτε καὶ ὁ τρόπος τῆς μεταβολῆς διαφέρει, ὁ τῆς αὐξήσεως τοῦ τῆς γενέσεως καὶ
5ἀλλοιώσεως. φησὶ δὲ καὶ κατὰ τοῦτον διαφέρειν ἀλλήλων τὰς μεταβολάς, καὶ τὴν διαφορὰν προστίθησι. τὸ μὲν γὰρ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι μετέρχεται τόπον. τὸ γὰρ ἐν τῇ Φυσικῇ ἀποδεδειγμένον, ὅτι χρὴ πάντως τὴν κατὰ τόπον μετα‐ βολὴν προηγήσασθαι καὶ ἀλλοιώσεως καὶ τῶν ἄλλων μεταβολῶν, ἄλλο τί
10ἐστι παρὰ τὸ νῦν διδασκόμενον. ἐκεῖ μὲν γὰρ ἐλέγετο ὅτι ἀνάγκη ἐπὶ πάσης μεταβολῆς κατὰ τόπον τινὰ κίνησιν γενέσθαι, οὐ πάντως αὐτοῦ τοῦ ἀλλοιουμένου ἢ γινομένου, ἀλλ’ ἄλλου τινός, οἷον τοῦ ἀλλοιοῦντος (δεῖ γὰρ τὸν ἥλιον κατὰ τόπον κινηθῆναι, ἵνα ἀλλοιώσῃ τὸν περὶ ἡμᾶς ἀέρα), νῦν δὲ ὁ λόγος φησὶν ὅτι ἐν τῷ ἀλλοιοῦσθαι τὸ ἀλλοιούμενον οὐκ ἐξ
15ἀνάγκης αὐτὸ τόπον ἐκ τόπου ἀμείβει. ὡσαύτως δὲ οὐδὲ τὸ γινόμενον καὶ φθειρόμενον ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐδὲ γὰρ τὸ ψιμύθιον ἐκ μολίβδου γινόμενον μεταλλάττει τὸν τόπον, οὐδὲ τὸ γάλα ἐξ αἵματος γεννώ‐ μενον, οὐδὲ ἄλλα πολλὰ τῶν τοιούτων. τὸ δὲ αὐξόμενον καὶ φθῖνον ἐξ ἀνάγκης καὶ κατὰ τόπον ποιεῖται μεταβολήν, οὐ τῷ τόπον ὅλον ἐκ τόπου
20ἀμείβειν, ὥσπερ τὸ φερόμενον, ἀλλὰ τῷ προσεπιλαμβάνειν ἕτερον ἐφ’ ᾧ κατεῖχεν ἐξ ἀρχῆς κατὰ τὰς αὐξήσεις, ἤγουν εἰς ἐλάττονα συστέλλεσθαι κατὰ τὰς φθίσεις, ἐοικὸς κατά γε τοῦτο τῷ ἐλαυνομένῳ. καὶ ἔχεις ἤδη τὴν αὔξησιν τῆς κατὰ τόπον μεταβολῆς διακεκριμένην. ὥσπερ γὰρ τὸ ἐλαυνόμενον ἐπέχον ὃν ἐξ ἀρχῆς εἶχε τόπον ἐπιλαμβάνει ἕτερον, οὕτως
25ἔοικε καὶ τὸ αὐξόμενον κατὰ τόπον μεταβάλλειν. οὐ μὴν ἀλλὰ καὶ τούτου διαφέρει. τὸ μὲν γὰρ ἐλαυνόμενον κατὰ μίαν διάστασιν αὐξῆσαν τὸν τόπον κατὰ τὴν ἑτέραν ἐξ ἀνάγκης μειοῖ, καὶ ἔμπαλιν ἐὰν κατὰ μίαν ἢ δύο δια‐ στάσεις πλείονα ἐπιλάβῃ τόπον, κατὰ τὴν λοιπὴν ἢ τὰς λοιπὰς διαστάσεις ἀνάγκη μεθεῖναι τοῦ προτέρου τόπου· τὸ δὲ αὐξόμενον καὶ μειούμενον
30κατὰ τὰς τρεῖς διαστάσεις ὁμοίως ἔχει, ἢ ἐπιλαμβάνον ἕτερον ἢ μειοῦν τὸν ἐξ ἀρχῆς. ἀλλ’ ἆρα, φησί, μὴ τῇ σφαίρᾳ κύκλῳ κινουμένῃ ἔοικε τὸ αὐξόμενον ἐν τῇ κατὰ τόπον μεταβολῇ; ὥσπερ γὰρ τὸ αὐξόμενον ἐν τῷ ἐξ ἀρχῆς τόπῳ μένον μεταβάλλει κατὰ τὰ μέρη, οὕτω καὶ ἡ σφαῖρα δοκεῖ ἔχειν. ἢ καὶ ταύτης διαφέρει; ἡ μὲν γὰρ σφαῖρα ἐν τῷ ἴσῳ τόπῳ ὅλη
35μένουσα τὰ μόρια ἔχει μεταβάλλοντα κατὰ τόπον, τὰ δὲ τοῦ αὐξομένου71
In GC
.

14,2

72

μόρια ἐπὶ πλείω τόπον ἐκτείνεται, εἰς ἔλαττον δὲ συστέλλεται τὰ τοῦ μειουμένου. δῆλον δὲ ὅτι καὶ γενέσεως καὶ ἀλλοιώσεως ἐντεῦθεν διακέ‐ κριται. οὔτε γὰρ τὸ γινόμενον ἐξ ἀνάγκης τόπον ἀμείβει, τὸ δὲ αὐξόμενον κατὰ τὸν εἰρημένον τρόπον διάφορον ἐπιλαμβάνει τόπον· καὶ τὸ μὲν γινό‐
5μενον ἄλλο γίνεται τὸ δὲ ἀλλοιούμενον ἀλλοῖον, τό γε μὴν αὐξόμενον ἢ φθῖνον οὔτε ἄλλο οὔτε ἀλλοῖον, τῷ ποσῷ δὲ μόνῳ προστίθησιν, ὡς Ἀρι‐ στοτέλης ἐν Κατηγορίαις ἔδειξε. τῷ γὰρ τετραγώνῳ γνώμονος περιτεθέν‐ τος ηὔξηται μὲν τὸ ὅλον, ἀλλοιότερον δὲ οὐ γέγονεν· ἔμεινε γὰρ πάλιν τετράγωνον.
10p. 320a15 Ἀμφότερα δὲ ἐκ δυνάμει ὄντων εἰς ἐντελέχειαν μετα‐ βολὴ τῶν εἰρημένων ἐστίν. Περὶ τριῶν εἰπὼν μεταβολῶν, τῆς γενέσεως τῆς ἀλλοιώσεως τῆς αὐξή‐ σεως, ἐπήγαγεν ἀμφότερα, ἢ ταὐτὸν σημαίνων τῷ πάντα, ἢ ἀμφότερα εἶπεν τί τε κατ’ οὐσίαν μεταβάλλον, δι’ οὗ τὸ γινόμενον σημαίνεται, καὶ
15τὸ κατὰ συμβεβηκός, ὅπερ κοινόν ἐστιν αὐξομένου καὶ ἀλλοιουμένου. κοινὸν οὖν φησιν ἐπὶ ἑκάστης τῶν μεταβολῶν τὸ ἐκ δυνάμει τοιούτου εἰς τὸ ἐν‐ τελεχείᾳ μεταβάλλειν· ἐκ δυνάμει γὰρ οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν ἡ γέ‐ νεσις, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. τὸ δὲ ἀλλὰ καὶ ὥς, τουτέστι τῷ τρόπῳ τῆς μεταβολῆς.
20p. 320a27 Περὶ δὲ ὃ ἡ μεταβολή ἐστι καὶ τῆς αὐξήσεως καὶ τῆς φθίσεως. Εἰπὼν τὴν διαφορὰν ᾗ διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως, ἐπὶ τὰ λοιπὰ τῶν προτεθέντων μέτεισιν. ἦσαν δὲ τρία τὸν ἀριθμόν, τίς τε ἡ τῆς αὐξήσεως ὕλη, καὶ τί τὸ ποιητικὸν αἴτιον καὶ τὸ γινόμενον
25(τουτέστι τί τὸ αὖξον καὶ αὐξόμενον), καὶ τίς ὁ τρόπος καὶ αὐτὴ ἡ ἐνέρ‐ γεια καθ’ ἣν ἡ αὔξησις γίνεται. καὶ πρότερον ζητεῖ τί ποτέ ἐστι τὸ ποσὸν τοῦτο ὅπερ ὕλη τῆς αὐξήσεως γίνεται, πότερον δυνάμει σῶμα καὶ μέγεθος ἐνεργείᾳ δὲ ἀσώματόν τε καὶ ἀμέγεθες, ἢ ἐνεργείᾳ σῶμα, ὅπερ ἀκόλουθον ὂν ἐπαγαγεῖν παρῆκεν ὡς ἐξ ἀνάγκης προσυπακουόμενον. καὶ
30δείκνυσι κατὰ πάντα τρόπον ἀδύνατον ὂν δυνάμει μὲν εἶναι σῶμα ἐντελε‐
χείᾳ δὲ ἀσώματον, ὡς ὑπολείπεσθαι ἐξ ἀνάγκης τὸ ἕτερον, τὸ ἐνεργείᾳ72
In GC
.

14,2

73

εἶναι σῶμα τὴν τῆς αὐξήσεως ὕλην. εἰ γάρ, φησί, δυνάμει σῶμα ἐνερ‐ γείᾳ δὲ ἀσώματον λέγοιμεν εἶναι τὸ ἐξ οὗ ἡ κατὰ ποσὸν μεταβολὴ γίνεται, ἀνάγκη τοῦτο ἢ αὐτὸ καθ’ αὑτὸ ὑφεστηκέναι χωριστὴν ἔχον φύσιν, ἢ ἐν ἑτέρῳ τινὶ εἶναι σώματι. εἰ μὲν οὖν ἐνεργείᾳ χωριστὸν εἴη μὴ ὂν σῶμα,
5ἢ στιγμὴ ἢ κενὸν ἔσται τόπον μηδένα κατέχον, ἢ σῶμα οὐκ αἰσθητόν, τουτέστι μηδεμίαν ἔχον αἰσθητὴν διαφοράν. τὸ μὲν οὖν στιγμὴν ἢ κενὸν ὑποτίθεσθαι προφανὲς ἔχει τὸ ἀδύνατον. οὔτε γὰρ αὐτὸ καθ’ αὑτὸ ὑπο‐ σταίη ἂν σημεῖον ἢ κενόν (ἀποδέδεικται γὰρ μὴ εἶναι κενὸν ὅλως, καὶ τὸ σημεῖον ἀεὶ ἐν σώματι καὶ μεγέθει ἔχει τὸ εἶναι), ἄλλως τε δὴ ἄτοπον
10ἐκ σημείου φάσκειν τὸ μέγεθος αὔξεσθαι· καὶ οὕτως γὰρ πάλιν κενὸν εἰσάξομεν. εἰ γὰρ τὸ αὐξόμενον μείζονα ἐπιλαμβάνει τόπον, δῆλον ὅτι ὁ τόπος ὃν ἐπελάβετο αὐξηθὲν ἢ κενὸς ἦν πρὸ τούτου, καὶ οὕτως πάλιν ἐνεργείᾳ τὸ κενὸν ἔσται, ἢ ἔσται σῶμα μὴ ὂν ἐν τόπῳ, ὧν ἑκάτερον ἀδύ‐ νατον. πῶς δ’ ὅλως τὸ σημεῖον τῷ αὐξομένῳ προστεθὲν μεῖζον τὸ ὅλον
15ἐποίησεν; εἴπομεν γὰρ πολλάκις ὡς μυρία ἀμερῆ ἐπισυντιθέμενα ἀλλήλοις μέγεθος οὐ ποιήσει. ὅλως δὲ τὸ σημεῖον δυνάμει σῶμα οὐκ ἔστι, σώ‐ ματος δέ τι. οὔτε ἄρα κενὸν οὔτε στιγμὴν ἐνδέχεται εἶναι τὸ ἐξ οὗ ἡ αὔξησις γίνεται, ὅπερ δυνάμει εἶναι σῶμα ὑπόκειται. εἰ δὲ οὐκ αἰσθητὸν εἴη ἀλλ’ ἄποιον σῶμα, ὁποῖόν ἐστι τὸ τριχῇ διαστατόν, ἀνάγκη τοῦτο ἐν
20τόπῳ εἶναι· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστί. καὶ ἄλλως ἐπεὶ καὶ τὸ ᾧ προσκρίνεται τόπον τινὰ προσλαμβάνει, καὶ τὸ προσκριθὲν ἄρα τόπον τινὰ ἐπεῖχε καὶ ἄποιον ἦν, καὶ διὰ τοῦτο ἀναίσθητον· οὐδὲ γὰρ ᾗ πεποίωται καὶ αἰσθητά ἐστι τὰ σώματα, ἐν τόπῳ ἐστίν (ἀσώματοι γὰρ καὶ ἀμεγέθεις αἱ ποιότητες), ἀλλ’ ᾗ τριχῇ διαστατά ἐστιν. ὥστε κἂν μὴ αἰσθητόν τι
25εἴη σῶμα μηδὲ ποιότητος μετέχῃ, ἐν τόπῳ εἶναι αὐτὸ ἀνάγκη. τῷ γὰρ σώματι τὸ εἶναι ἐν τόπῳ παρὰ τοῦ διαστήματος ὑπάρχει· ἀπὸ μὲν γὰρ τῆς ποιότητος ἡ τῶν τόπων διαφορὰ τοῖς σώμασιν ὑπάρχει (διὰ ταύτας γὰρ τὰ μὲν ἄνω ἐστὶ τὰ δὲ κάτω), τὸ δὲ ὅλως ἐν τόπῳ εἶναι ἀπὸ τοῦ διαστήματος· ἴσον γὰρ δεῖ τὸ ἐν τόπῳ σῶμα εἶναι τῷ περιέχοντι αὐτὸ
30τόπῳ, τὸ δὲ ἴσον τοῦ ποσοῦ. ἀνάγκη ἄρα, κἂν ἄποιον εἴη τι σῶμα καὶ ἀναίσθητον, ἐν τόπῳ εἶναι. πάλιν δ’ αὖ εἰ ἐν τόπῳ εἴη, ἀνάγκη πᾶσα ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἢ κατὰ φύσιν ἐν ἑκατέρῳ ἢ παρὰ φύσιν, καὶ οὕτως ἕν τι τῶν πεποιωμένων εἶναι σωμάτων. εἶπον γὰρ ὡς ἀπὸ τῆς ποιότητος ἔχουσι τὰ σώματα τὸ ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἐν ἑκατέρῳ ἢ
35κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὑπάρχον κατὰ φύσιν ἢ ἀὴρ
ἔσται ἢ πῦρ, παρὰ φύσιν δὲ ὕδωρ ἢ γῆ. ὡσαύτως καὶ εἰ κάτω εἴη,73
In GC
.

14,2

74

ἢ κατὰ φύσιν ἂν γῆ ἢ ὕδωρ ἔσται, ἢ παρὰ φύσιν ἀὴρ ἢ πῦρ ὑπάρχει. εἰ δὲ τοῦτο, οὐκέτι ἄποιον ἔσται σῶμα, ἀλλ’ αἰσθητόν τε καὶ τῶν τεσσάρων ἕν τι. ταῦτα δὲ ὡς σαφῆ ὄντα παρῆκεν ὁ Ἀριστοτέλης. ἀδύνατον ἄρα ἄποιον εἶναι σῶμα ὡς χωριστὸν ὂν τὸ τῇ αὐξήσει ὡς ὕλη ὑποκείμενον.
5 Ἰτέον οὖν ἐπὶ θάτερον μέρος τῆς διαιρέσεως, ζητοῦντας μήποτε δυνά‐ μει ὂν σῶμα ἔν τινι ἐστὶ καὶ οὐ καθ’ αὑτὸ ὑφεστηκός. τοῦτο δὲ τὸ ἔν τινι οὐκ ἀναγκαῖον διελεῖν εἴς τε τὸ ἐν αὐτῷ ὂν τῷ αὐξομένῳ καὶ εἰς τὸ ἐν ἄλλῳ· κοινὸν γὰρ ὁμολόγημα ὅτι τὸ αὐξόμενον προσιόντος τινὸς ἔξωθεν αὔξεται· ὥστε ἐν ἄλλῳ καὶ οὐκ ἐν τῷ αὐξομένῳ. εἰ οὖν ἐν ἄλλῳ εἴη ἡ
10τῆς αὐξήσεως ὕλη, ἥτις καὶ δυνάμει σῶμα ὑπόκειται, ἀνάγκη πάλιν ἤτοι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε πάθος ἐν αὐτῷ εἶναι μηδὲ συντελοῦσαν αὐτῷ τι πρὸς τὸ εἶναι, ἢ οὖσαν ἐκείνου μέρος ἢ ἁπλῶς τι. εἰ μὲν οὖν ἔν τινι ἐνεργείᾳ ὄντι φαίη τις αὐτὴν ὑπάρχειν μηδὲν οὖσαν τῆς ἐκείνου οὐσίας τοῦ ἐν ᾧ ἐστιν, οἷον ὡς ἐν ἀγγείῳ περιε‐
15χομένην, συμβήσεται ἐκκρινομένης ταύτης τοῦ ἐν ᾧ ἐστι γίνεσθαι τὸ γινό‐ μενον ἐξ αὐτῆς, κατὰ μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ὡς εἴ τις φαίη ἐξ ὕδατος ἀέρα γίνεσθαι οὐ μεταβάλλοντος τοῦ ὕδατος, ἀλλ’ ὕλης τινὸς ἐκ τοῦ ὕδατος ἐκκρινομένης ἣν περιεῖχεν ἐν ἑαυτῷ ὡς ἐν ἀγγείῳ τὸ ὕδωρ. κατὰ δὲ τοῦτον τὸν λόγον τὸν οὕτω φάσκοντα ἔν τινι τὴν ὕλην
20εἶναι, μὴ οὖσαν ἐνεργείᾳ σῶμα μηδὲ συμπληροῦσαν τὸ ἐν ᾧ ἐστι μηδὲ μέρος τι αὐτοῦ οὖσαν μηδὲ τόπον τινὰ τοῦ ὅλου ἀποτεμομένην, οὐδὲν κωλύει καὶ δευτέραν ἐν τῷ αὐτῷ οὕτως ὕλην ὑποτίθεσθαι καὶ πάλιν ἄλλην καὶ ἄλλην, καὶ οὕτως ἐπ’ ἄπειρον. εἰ δὲ μηδὲν κωλύει ἀπείρους ἐν τῷ αὐτῷ ὕλας ὑποθέσθαι, ἔσται ἐν τῷ αὐτῷ ἄπειρα κατ’ ἐνέργειαν,
25ὅπερ παντάπασιν ἀδύνατον. καὶ τὸ κενὸν δὲ οὐδὲν ἧττον ἐκ ταύτης τῆς ὑποθέσεως εἰσαχθήσεται. τὸ γὰρ ἐκ τῆς ὕλης προστεθὲν τῷ αὐξομένῳ σῶμα τόπον δηλονότι κατείληφε· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστίν. οὗτος οὖν δῆλον ὅτι κενὸς ἦν πρότερον, εἰ μή τις ὑπόθοιτο ὥσπερ ἐκ τοῦ δυνάμει σώματος εἰς τὸ ἐνεργείᾳ σῶμα μεταβάλλειν τὴν ὕλην, οὕτως καὶ
30ἐκ τοῦ ἐνεργείᾳ σώματος φθειρομένου εἰς τὸ δυνάμει σῶμα μεταβολὴν γίνεσθαι. ἀλλ’ οὐχ ὁρᾶται οὐδεμία μεταβολή, οὔτε ἐκ μὴ σώματος γινο‐ μένη οὔτε εἰς μὴ σῶμα. ἀλλ’ οὐδ’ ὁρᾶται τὰ γινόμενα οὕτως ἐξ ἀλλήλων γινόμενα ὡς ὑπομένειν ἐκεῖνο ἀπαθὲς ἐξ οὗ ἡ τοῦ γινομένου ὕλη ἐκκρίνεται, ἀλλ’ ὅλου ἐκείνου μεταβάλλοντος καὶ ἐπὶ γενέσεως
35καὶ αὐξήσεως. οὐδὲ γὰρ ὑπομένοντος τοῦ ὕδατος ὁ ἀὴρ ἐξ αὐτοῦ γίνεται, ἀλλ’ ὅλου φθειρομένου, οὐδ’ ὁ ἄρτος μένει ἐν τῇ ἐξ αὐτοῦ τῶν
σωμάτων τῶν ἡμετέρων αὐξήσει, οὐδὲ τοῦ ὕδατος τοῦ τρέφοντος τὰ74
In GC
.

14,2

75

φυτὰ καὶ αὔξοντος ὑπομένοντος αὔξεται ἐκεῖνα. ἀδύνατον ἄρα οὕτως εἶναι ἔν τινι τὸ αὖξον ὡς μηδὲν αὐτοῦ εἶναι κατ’ ἐνέργειαν. λείπεται ἄρα μέρος εἶναι τοῦ ἐν ᾧ ἐστι τὸ αὖξον, ἐξ οὗ ἀποτεμνόμενον καὶ προσ‐ κρινόμενον τῷ αὐξομένῳ, οὕτως αὐτὸ αὔξειν. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἔσται
5σῶμα καὶ μέγεθος τὸ ὑποκείμενον τῇ κατὰ αὔξησιν μεταβολῇ, ὅπερ ἔδει δεῖξαι ἐξ ἀρχῆς ἀληθὲς ὑπάρχον. εἰ δέ τις φαίη ἔν τινι αὐτὴν εἶναι, μήτε ὡς κεχωρισμένην καὶ μηδὲν οὖσαν ἐκείνου μήτε μέρος σωματικὸν ὑπάρχουσαν, ἀλλ’ οἷόν ἐστιν ἡ ἀνείδεος ὕλη τοῦ ἐνεργείᾳ σώματος καὶ εἰδοπεποιημένου (καὶ αὕτη γὰρ δυνάμει μέν ἐστι σῶμα καὶ μέγεθος καὶ
10ἐνεργείᾳ δὲ ἀσώματος, ἐν τῷ κατ’ ἐνέργειαν σώματι τὸ εἶναι ἔχουσα ὡς ὑποκείμενον αὐτοῦ καὶ ὕλη), εἰ τοῦτό τις λέγοι, γινωσκέτω ὡς οὐκ αὐξή‐ σεως ὕλην εὗρεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς. διαφέρει δὲ γένεσις αὐξή‐ σεως, καθὼς προείρηται. ἡ μὲν γὰρ ὕλη τῆς γενέσεως ἡ ὄντως ἐστὶν ὕλη ἡ ἀνείδεος καὶ ἀμεγέθης, ἡ δὲ τῆς αὐξήσεως τὸ πεποσωμένον σῶμα.
15ὅθεν ἐπὶ μὲν γενέσεως ἐνδέχεται τὴν αὐτὴν ὕλην καὶ ἐλάττονι καὶ μεί‐ ζονι ὄγκῳ ὑποκεῖσθαι (τὸ γὰρ ξεστιαῖον ὕδωρ φθειρόμενον πολλαπλασίονα τῷ ὄγκῳ ποιεῖ ἀέρα), ἐπὶ δὲ αὐξήσεως οἷος ἂν ᾖ ὁ τοῦ προστιθεμένου ἐκ τῆς τροφῆς μετὰ τὴν ἀναπλήρωσιν τοῦ διαφορηθέντος, τοσοῦτο μέγεθος ἀνάγκη καὶ τὸ αὐξόμενον αὔξεσθαι. γίνεται μὲν γὰρ καὶ ἐπὶ τῆς αὐξή‐
20σεως γένεσις πρότερον, ὡς ὅταν τὴν τροφὴν τὴν ἐν τῇ γαστρὶ χυλοποιη‐ θεῖσαν δεξάμενον τὸ ἧπαρ αἷμα ποιήσῃ, ἀλλὰ τὸ γενόμενον ἤδη αἷμα προσκριθὲν μετὰ τοσοῦδε ὄγκου τοῖς μορίοις καὶ προσφυὲν αὐτοῖς καὶ ἐξο‐ μοιωθὲν τῇ προσθήκῃ αὑτοῦ τὴν αὔξησιν ἐργάζεται. ὥστε πάντως πεπο‐ σῶσθαι δεῖ τὴν τῆς αὐξήσεως ὕλην, κἂν προϋπάρχῃ αὐτῆς ἡ γένεσις.
25p. 320a29 Πότερον ἐκ δυνάμει μὲν μεγέθους. Εἰπὼν ἐκ δυνάμει μεγέθους οὐκ ἀνταπέδωκεν ‘ἢ ἐξ ἐνεργείᾳ μεγέθουσ‘ ὅπερ ἦν ἀκόλουθον, ἀλλὰ τὸ αὐτὸ μόριον ἐπιδιαιρεῖ. καὶ παρέ‐ λιπε τοῦτο ὡς προσυπακουόμενον ἐξ ἀνάγκης. p. 320b1 Ἢ οὐδένα καθέξει τόπον ἢ οἷον στιγμὴ ἢ κενὸν ἔσται.
30Τὸ ἢ οἷον στιγμὴ ἀσαφὲς γέγονε τῇ παρενθέσει τοῦ ‘ἤ‘· δοκεῖ
γὰρ διαστολὴν σημαίνειν. χρὴ δὲ ἀντὶ τοῦ ‘ἀλλά‘ ἐκλαβεῖν αὐτόν, ὡς75
In GC
.

14,2

76

εἶναι τὸ ὅλον· ἢ οὐδένα καθέξει τόπον, ἀλλ’ οἷον στιγμὴ ἢ κενὸν ἔσται. τινὰ δὲ τῶν ἀντιγράφων οὕτως ἔχει· ἢ οὐδένα καθέξει τό‐ πον· οἷον γὰρ στιγμή τις ἢ κενὸν ἔσται. τὸ δὲ καὶ σῶμα οὐκ αἰσθητόν, ἀντὶ τοῦ ‘ἤ‘ διαζευκτικοῦ κειμένου. ἰστέον δὲ ὡς εἰπὼν
5ἐκ δυνάμει μὲν μεγέθους καὶ σώματος, ἐντελεχείᾳ δ’ ἀσωμάτου καὶ ἀμεγέθους, τοῦτο τὸ σκέλος ὑποδιαιρῶν, ἢ κεχωρισμένης τῆς ὕλης ταύτης, ἢ ἐν ἄλλῳ οὔσης σώματι. χωριστὴ μὲν γὰρ οὖσα, φησίν, ἢ στιγμὴ ἔσται ἢ κενὸν ἢ σῶμα οὐκ αἰσθητόν. καὶ μὴν τοῦ ἀσωμάτου καὶ ἀμεγέθους ἦν ἡ ὑποδιαίρεσις. πῶς οὖν μόριον τούτου τὸ οὐκ αἰσθητὸν
10σῶμα παρείληφεν, ὅπερ καὶ μέγεθός ἐστι; p. 320b2 Τούτων δὲ τὸ μὲν οὐκ ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἔν τινι εἶναι. Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, εἰς ἃ τὸ χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς διείλομεν (εἰσὶ δὲ τρία· ἢ γὰρ στιγμή, φησίν, ἢ κενὸν ἔσται
15ἢ σῶμα οὐκ αἰσθητόν), τούτων οὖν, φησί, τὸ μὲν κενὸν ἢ στιγμὴν ὑπο‐ τίθεσθαι τὴν ὕλην τῆς αὐξήσεως οὐκ ἐνδέχεται εἶναι (τὰ δύο γὰρ εἰς ἓν συνεῖλε. πῶς δὲ οὐκ ἐνδέχεται; διότι οὔτε ἐκ σημείου γένοιτο ἄν τι πώ‐ ποτε, καὶ τὸ μὴ εἶναι κενὸν ἐν τῇ Φυσικῇ ἀποδέδεικται), τὸ δὲ οὐκ αἰσθητὸν σῶμα ἀνάγκη ἐν τόπῳ εἶναι (τὸ γὰρ ἔν τινι εἶναι τὸ ἐν τόπῳ
20ἀκουστέον). καὶ πῶς ἀνάγκη προστίθησιν· ἀδύνατον γὰρ τῶν γινομένων τι εἶναι ἐν τόπῳ μὴ καὶ τῶν ἐξ ὧν γίνεται ἐν τόπῳ ὄντων. δοκεῖ δὲ οὗτος ὁ λόγος μὴ ἀφωρισμένως ἀποδεικνύειν τὸ μὴ αἰσθητὸν σῶμα ἐν τόπῳ ὑπάρχον, ἀλλὰ καθόλου ἡρμόσθαι πρὸς πᾶν ὁτιοῦν ὑπόθοιτό τις ὑποκείμενον εἶναι τῆς κατ’ αὔξησιν μεταβολῆς. εἰ γὰρ τὸ αὐξόμενον
25τόπον ἐπιλαμβάνει καὶ ἐν τόπῳ ἐστί, πᾶν δὲ τὸ ἐν τόπῳ γενόμενον ἔκ τινος ὑποκειμένου ἐν τόπῳ τούτου ὄντος καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς γέγονεν, ἀνάγκη τὸ ὑποκείμενον ἐξ οὗ ηὔξηται τὸ αὐξόμενον ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. ἀλλ’ εἰ μὲν καθ’ αὑτὸ ἐν τόπῳ εἴη, σῶμά ἐστιν ἐνεργείᾳ καὶ αἰσθητόν· εἰ δὲ κατὰ συμβεβηκός, δυνάμει
30σῶμά ἐστι καὶ ὕλη ἀνείδεος. διὰ γὰρ τὴν ὕλην προστέθεικε τὸ κατὰ
συμβεβηκός, ἐπειδὴ ἐκ ταύτης γίνεται σῶμα ἐν τόπῳ ὑπάρχον, αὐτῆς76
In GC
.

14,2

77

μὲν οὔσης ἐν τόπῳ, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός, τῷ τὸ σῶμα ἐν ᾧ ἐστιν ἐν τόπῳ εἶναι. ἀλλ’ ὕλην μὲν ἀνείδεον οὐ δεῖ λέγειν ὑποκείμενον αὐξήσεως· αὕτη γὰρ γενέσει καὶ φθορᾷ ὑπόκειται καὶ οὐκ αὐξήσει, ὡς ἐδείξαμεν· ὑπόλοιπον δὲ σῶμα ἐνεργείᾳ φάσκειν τὸ τῇ αὐξή‐
5σει ὑποκείμενον. ὥστε ἡ εἰρημένη κατασκευὴ κοινῶς ὅλον τὸ ἕτερον μέρος τῆς διαιρέσεως ἀναιρεῖ, τὸ φάσκον δυνάμει σῶμα καὶ μέγεθος εἶναι τὴν τῆς αὐξήσεως ὕλην, καὶ οὐκ ἰδίως πρὸς τὸ σῶμα οὐκ αἰσθητὸν ἐπενήνεκται. διόπερ ἀμείνων ἴσως ἡ ἑτέρα ἐξήγησις, ἣν ὁ Ἀφροδισιεὺς ἐκτίθεται Ἀλέξανδρος. δυνατὸν γάρ, φησί, τὸ λεγόμενον τοιοῦτον εἶναι·
10τούτων δὲ τῶν δύο τρόπων (δύο γὰρ εἴρηνται τρόποι, ὅ τε κεχωρισμένην αὐτὴν καθ’ αὑτὴν ὑποτιθέμενος τὴν ὕλην καὶ ὁ ἔν τινι οὖσαν), τούτων οὖν τῶν τρόπων κατὰ τὸν ἕνα τὸν κεχωρισμένην ὑποτιθέμενον τὴν ὕλην οὐκ ἐνδέχεται αὐτὴν ἐν τόπῳ εἶναι. οὔτε γὰρ στιγμὴ οὔτε κενὸν ἐν τόπῳ ἔσται, ἀλλ’ οὐδὲ τὸ οὐκ αἰσθητὸν σῶμα, εἴπερ τὸ οὐκ αἰσθητὸν σῶμα τὸ
15μαθηματικὸν λέγομεν· τοῦτο γὰρ ἐν ἐπινοίᾳ μόνον ἐστί. κατὰ μὲν οὖν τὸν εἰρημένον τρόπον οὐκ ἐνδέχεται ἐν τόπῳ εἶναι, τὸ δὲ ἀναγκαῖον ἐν τόπῳ εἶναι τουτέστι ‘τὴν δ’ ὕλην τοῦ αὐξομένου ἀνάγκη πάντως ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός‘, διὰ τὴν εἰρημένην κατασκευὴν τὴν φάσκουσαν ἀεὶ γάρ που ἔσται τὸ γινόμενον ἐξ αὐτοῦ. δῆλον
20τοίνυν ὡς οὐκ ἂν εἴη ὕλη τοῦ αὐξομένου ἡ κατὰ τὸν ἕνα τρόπον ὑποτε‐ θεῖσα τὸν δυνάμει τε αὐτὴν εἶναι μέγεθος αὐτήν τε καθ’ αὑτὴν κεχωρι‐ σμένην φάσκοντα, διὰ τὸ μὴ δύνασθαι μὲν κατὰ ταύτην τὴν ὑπόθεσιν ἐν τόπῳ εἶναι, χρῆναι δὲ πάντως ἐν τόπῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην. p. 320b5 Ἀλλὰ μὴν εἴ γε ἔν τινι ὑπάρξει, εἰ μὲν κεχωρισμένον
25οὕτως ὥστε μὴ ἐκείνου τι εἶναι. Ἐπὶ τὸ ἕτερον μέρος νῦν μετῆλθε τῆς διαιρέσεως, σκοπῶν εἰ ἔν τινι ὑφέστηκεν ἡ τοῦ αὐξομένου ὕλη. ἀνάγκη δέ, φησίν, ἔν τινι οὖσαν ἤτοι μηδὲν εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε ἁπλῶς συμβαλλόμενόν τι πρὸς σύστασιν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἢ μέρος τι εἶναι ἐκείνου σωμα‐
30τικόν, ὅπερ τέως παρῆκεν ἀντιδιελεῖν. καὶ δείκνυσιν ἄτοπα ἑπόμενα τῷ
φάσκοντι λόγῳ ἔν τινι μὲν εἶναι, μηδὲν δὲ εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι.77
In GC
.

14,2

78

p. 320b7 Συμβήσεται πολλὰ καὶ ἀδύνατα. Τὸ πολλὰ καὶ ἀδύνατα δύναται εἰρῆσθαι οὐχ ὡς ἀδυνάτων τινῶν πολλῶν ἑπομένων τῇ ὑποθέσει (οὐ γὰρ εἶπε ‘πολλά τινα‘· ἑνὶ γὰρ μόνῳ ἐχρήσατο ἐπιχειρήματι), ἀλλ’ ὡς πολλῶν δυναμένων τοιούτων ὑπο‐
5τίθεσθαι ὑλῶν καὶ ἀπείρων, ὅπερ ἐστὶν ἀδύνατον. p. 320b11 Ἔτι οὐχ οὕτως φαίνεται γινόμενος ὁ ἀὴρ ἐξ ὕδατος. Ἀνασκευάσας τὸ μὴ δύνασθαι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι, δι’ ἑνὸς ἐπιχειρήματος, ἐκ τοῦ ἄπειρα ἂν ἐκ τοῦ αὐτοῦ γίνεσθαι, ὡς ἐπὶ παραδείγματος τῆς
10γενέσεως ποιησάμενος τὸν λόγον καὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστικόν, τὴν ἐνάργειαν ἐπιμαρτυρόμενος. οὐ γάρ, φησίν, ὁρᾶται ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὁ ἀὴρ οἷον ἐκκρινόμενος ἐκ τοῦ ὕδατος, μείναντος ἀμετα‐ βλήτου τοῦ ὕδατος, ἀλλ’ ὅλον τὸ ὕδωρ φθειρόμενον ἐξ οὗ γεννᾶται ὁ ἀήρ.
15ὅρα δὲ πάλιν ὅτι περὶ τῆς ὕλης τοῦ αὐξομένου ποιούμενος τὴν ζήτησιν τὸν λόγον ὡς ἐπὶ γενέσεως καὶ φθορᾶς προφέρει, δεικνὺς τὴν ὕλην τοῦ γενομένου οὐκ οὖσαν ἔν τινι οὕτως ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστιν. p. 320b12 Βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην. Ἀνελὼν τὸ τὴν ὕλην ἔν τινι εἶναι οὕτως ὡς μηδὲν οὖσαν ἐκείνου
20τοῦ ἐν ᾧ ἐστι, καὶ τὸ δύνασθαι αὐτὴν χωρίζεσθαι τοῦ ἐν ᾧ ὑπάρχει, ἐφεξῆς ὅπερ ἀκόλουθόν ἐστι προστίθησι, φάσκων βέλτιον εἶναι πᾶσιν ὑπο‐ τίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τὴν ὕλην, διὰ τὰ ἐσόμενα ἄτοπα τοῖς χωρίζεσθαι αὐτὴν φάσκουσι μηδὲν μεταβάλλοντος τοῦ ἐξ οὗ ἐχωρίσθη. διὰ τοῦτο τοίνυν φησὶ βέλτιον πᾶσι, τουτέστι πᾶσιν οὕτως λέγειν βέλτιον,
25ἢ ὅτι κατὰ πάντα τρόπον βέλτιον. ὥστε εἰ μὲν περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ νῦν ὁ λόγος, ἀχώριστον εἴρηκεν ἀντὶ τοῦ μὴ κεχωρι‐ σμένην τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ ἐκείνου τι οὖσαν καὶ τοῦτο γεγενημένην ὅπερ ἐστὶ τὸ ἐν ᾧ εἶναι λέγεται, ὥστε μὴ τὸ ὕδωρ ὕλην περιέχειν λέγειν τοῦ ἀέρος, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὕλην εἶναι τοῦ ἀέρος. εἴρηται γὰρ ὅτι ἡ
30τοῦ αὐξομένου ὕλη οὐκ ἔστι δυνάμει σῶμα, ἀλλ’ ἐντελεχείᾳ, καὶ ἔν τινι οὖσα
οὕτως ἐστὶν ὡς ἐκείνου μέρος ὑπάρχουσα τοῦ ἐν ᾧ ἐστιν. εἰ δὲ μὴ περὶ78
In GC
.

14,2

79

τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, ἀλλὰ περὶ τῆς τοῦ γινομένου, τουτέστι περὶ τῆς πρώτης καὶ ἀνειδέου, εἴη ἂν καὶ οὕτως ἀληθὴς ὁ λόγος· ἀχώριστος γάρ ἐστι καὶ αὐτὴ μὴ δυναμένη χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι. σύμφωνα δὲ καὶ τὰ ἐφεξῆς ἐπιφερόμενα κατὰ ταύτην τὴν ἔννοιαν· φησὶ
5γὰρ ὡς οὖσαν τὴν αὐτὴν καὶ μίαν ἀριθμ, τῷ λόγῳ δὲ μὴ μίαν. μία γὰρ καὶ 〈ἡ〉 αὐτὴ κατ’ ἀριθμὸν τῷ ὕδατι ἡ ἀσώματος ὕλη, λόγῳ δὲ οὐχ ἡ αὐτή· ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ὕλῃ εἶναι καὶ ἄλλο τὸ ὕδατι. καὶ πρὸς τὴν τοῦ αὐξομένου δὲ ὕλην ὁ αὐτὸς λόγος· ἄλλο γὰρ τὸ ὕδατι καὶ ἄλλο τὸ εἶναι ὕλῃ φυτῷ.
10 Βέλτιον τοίνυν πᾶσι ποιεῖν ἀχώριστον τὴν ὕλην. ἐξ ἀρχῆς προκείμενον ἦν ἀνελεῖν τὸ εἶναι δυνάμει σῶμα καὶ οὐκ ἐνεργείᾳ τὴν τοῦ αὐξομένου ὕλην. καὶ κατὰ διαίρεσιν προαγαγὼν τὴν ζήτησιν ἔδειξε πρῶ‐ τον ὅτι οὐχ οἷόν τε ταύτην δυνάμει οὖσαν σῶμα αὐτὴν καθ’ αὑτὴν ὑφε‐ στάναι, εἶτ’ ἐφεξῆς προεβάλετο ζητῆσαι μήποτε ἔν τινι ὑπάρχει ἤτοι ὡς
15μηδὲν οὖσα τοῦ ἐν ᾧ ἐστιν ἢ ὡς οὖσά τι, καὶ ἀποδείξας ὡς οὐχ οἷόν τέ ἐστιν ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστι (συμβήσεται γάρ, φησίν, αὐτὴν χωρισθῆναι μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ᾧπερ πολλὰ ἕψεται ἀδύνατα), καταλέλοιπε τὸ ἕτερον μέρος ἀνεξέλεγκτον, λέγω δὲ τὸ ἔν τινι μὲν ὑπάρχειν εἶναι δέ τι τοῦ ἐν ᾧ ἐστιν, ὡς ἂν ἀληθές τε
20ὑπάρχον καὶ προσυπακούεσθαι δυνάμενον. εἰ δὲ ἔν τινί ἐστιν ἡ τοῦ αὐξομένου ὕλη συντελοῦσα πρὸς σύστασιν τοῦ ἐν ᾧ ἐστιν, ἤτοι ὡς μέρος ἔσται ἐν ὅλῳ ἢ ὡς ὕλη ἀνείδεος ἐν τῷ συνθέτῳ. ἀλλ’ ἡ μὲν ἀνείδεος οὐκ αὐξήσεως, καθάπερ προειρήκαμεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς ἐστιν ὕλη, νῦν δὲ πρόκειται αὐξήσεως ὕλην ζητῆσαι. λείπεται τοίνυν ὡς μέρος
25εἶναι ἐν ὅλῳ. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἐστὶ σῶμα καὶ μέγεθος ἡ τοῦ αὐξο‐ μένου ὕλη, ὅπερ ἐξ ἀρχῆς ἐχρῆν δεῖξαι. εἰ δέ τις λέγοι ‘τί δήποτε μέρος φαμὲν ἐν ὅλῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην; τί γὰρ μᾶλλον μέρος ἢ ὅλον λέγοιτο εἶναι;‘, γινωσκέτω ὡς τὸ προκείμενον ἦν δεῖξαι ἐνεργείᾳ σῶμα καὶ μέγεθος ὑπάρχουσαν τὴν τοῦ αὐξομένου ὕλην καὶ οὐ δυνάμει. τελείαν
30δὲ καὶ ἀνελλιπῆ ποιησάμενοι τοῦ ἔν τινι τὴν διαίρεσιν, εὕραμεν ἓν τμῆμα τῆς διαιρέσεως τὸ ὡς μέρος ἐνυπάρχον, ὅπερ ὡς ἀνέλεγκτον προσηκάμεθα, οὐ διὰ τὸ μέρος φάσκειν τοῦ ὅλου τὴν τοῦ αὐξομένου ὕλην (οὐ γὰρ τοῦτο
πρόκειται διαστείλασθαι, εἴτε μέρος ἐστὶν εἴτε ὅλον), ἀλλ’ ὡς ἐνεργείᾳ79
In GC
.

14,2

80

σῶμα εἰσηγούμενον καὶ οὐ δυνάμει τὴν τοῦ αὐξομένου ὕλην· τοῦτο γὰρ ἦν τὸ προκείμενον, οὐδὲν διαφέρον εἴτε ὅλον ἐστὶν εἴτε μέρος. Ἡ μὲν οὖν πᾶσα τῶν δεικνυμένων τάξις τοιαύτη τίς ἐστι, ζητητέον δὲ τί ποτέ ἐστι τὸ νῦν ἐπιφερόμενον. δείξας γὰρ ὡς ἀδύνατόν ἐστιν
5ὑποθέσθαι ἔν τινι τὴν ὕλην δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι μηδὲν ἐκείνου τοῦ ἐν ᾧ ὑπῆρχε μεταβάλλοντος, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως καὶ τῆς εἰς τὸν ἀέρα τοῦ ὕδατος μεταβολῆς, ἐπιφέρει λέγων βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην. ὅπερ εἰ μὲν ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλάβοις εἰρημένον, περὶ τῆς τοῦ αὐξο‐
10μένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, φάσκοντι χρῆναι τὴν τοῦ αὐξομένου ὕλην ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι, διὰ τὸ αὐτὸ ἐκεῖνο ὑπάρχειν ὅπερ εἶναι λέγεται τὸ ἐν ᾧ ἐστιν, οἷον εἰ τύχοι οὐκ ἐν ὕδατι περιεχομένην, ἀλλ’ αὐτὸ τὸ ὕδωρ οὖσαν τὴν τοῦ ἀέρος ὕλην, τουτέστιν ἐνεργείᾳ οὖσαν σῶμα, ὅπερ ἐστὶν ἀληθές. τῷ μὲν γὰρ
15ἀριθμῷ, φησίν, οὐδὲν διαφέρει ἡ τοῦ αὐξομένου ὕλη, τουτέστι τὸ ἐνεργείᾳ ὂν σῶμα, οἷον τὸ ὕδωρ τῆς ὕλης τῆς πρώτης τοῦ ὕδατος, ἥτις εἰς τὸ εἶναι ὕδωρ μεταβάλλει. ἡ αὐτὴ γάρ ἐστι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, ὡς ἐν τοῖς ἑξῆς πλατύτερον ἀποδειχθήσεται, τῷ λόγῳ δέ, φησίν, οὐ μία· ἄλλος μὲν γὰρ ὁ λόγος τῆς ὕλης καθὸ ὕλη ἐστίν, ἄλλος δὲ καθὸ ὕδωρ
20γεγένηται. σύμφωνα δὲ τὰ νῦν τοῖς μετ’ ὀλίγον ῥηθησομένοις παρ’ αὐτοῦ, φάσκοντος τὴν τοῦ αὐξομένου ὕλην τῆς τοῦ γινομένου μὴ εἶναι ἑτέραν τῷ ἀριθμῷ πλὴν τῷ λόγῳ. ἔνεστι δὲ τὸ βέλτιον πᾶσι ποιεῖν ἀχώριστον οὐχ ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλαβεῖν, ἀλλ’ ὡς πρὸς τὸ προσεχῶς εἰρημένον. ἐκθέμενος γὰρ ἐξ ἀρχῆς τὴν ὑπόθεσιν τὴν φάσκου‐
25σαν τὴν τοῦ αὐξομένου ὕλην ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἐπὶ παραδείγματος τῆς γενέσεως ἐσαφήνισε τὸ λεγόμενον εἰπὼν “λέγω δὲ οἷον εἰ γίνεται ἀὴρ ἐξ ὕδατος, οὐ τοῦ ὕδατος ἔσται μεταβάλλοντος, ἀλλὰ διὰ τὸ ὥσπερ ἐν ἀγγείῳ τῷ ὕδατι τὴν ὕλην αὐτοῦ εἶναι”. εἶτα μετὰ τοῦτο τὴν ἀναίρεσιν τῆς τοιαύτης ὑποθέσεως γράφων, τὸ μὴ δύνασθαι ὕλην ὑπο‐
30θέσθαι ἔν τινι οὖσαν χωρίζεσθαι δυναμένην αὐτοῦ μηδὲν τοῦ ἐν ᾧ ἐστι μεταβάλλοντος, πάλιν ὡς ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ποιεῖται τὸν λόγον, ἥτις ἐστὶ γένεσις, ὡς πρὸς τὸ προσεχῶς εἰρημένον ὅπερ ἐν παραδείγματος τάξει ἔγκειται, καθάπερ εἴπομεν, ἐπήγαγε τὸ βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην, περὶ τῆς τῶν γινομένων
35ὕλης τῆς πρώτης καὶ ἀνειδέου τὸν λόγον ποιούμενος. τὴν γὰρ ὕλην, φησί, τοῦ ἀέρος τὴν ἐν τῷ ὕδατι, ἐξ ἧς ὁ ἀὴρ γίνεται, βέλτιον πᾶσιν
ἀχώριστον εἶναι τοῦ ὕδατος ἐν ᾧ ἐστιν. οὐ γὰρ ἑτέρα ἐστὶ τοῦ ὕδατος80
In GC
.

14,2

81

κατὰ τὸν ἀριθμόν, ἀλλ’ ἡ αὐτὴ καὶ μία, ἡ διαφορὰ δὲ μόνη κατὰ τὸν λόγον· ἄλλο γάρ ἐστι τὸ ὕδατι εἶναι καὶ ἄλλο τὸ ὕλῃ. p. 320b14 Ἀλλὰ μὴν οὐδὲ στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην.
5 Περὶ μὲν στιγμῶν, ὅτι οὐκ εἰσὶν ὕλη τοῦ αὐξομένου, ἀνωτέρω εἴρηκε, λαβὼν τοῦτο ὡς ἑπόμενον ταῖς ὑποθέσεσι ταῖς δυνάμει σῶμα καὶ χωριστὴν αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην τοῦ αὐξομένου ὑποτιθεμέναις. νῦν δὲ ἔοικεν ἀποτείνεσθαι πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα, οἵτινες τῷ μὲν μὴ ἐξ ἀμεγεθῶν ποιεῖν τὰ σώματα πιθανῇ ἐχρῶντο κατὰ τοῦτο
10ὑποθέσει (μεγέθη γὰρ καὶ τὰ ἐπίπεδα), οὐ μέντοι γε ἔφευγον τὸ ἀδύνα‐ τον. εἰ γὰρ καὶ μεγέθη τὰ ἐπίπεδα, ἀλλ’ οὐκ ἐν τόπῳ. ἀποδέδεικται γὰρ ἐξ ἀρχῆς, ὅτι ὅταν τὸ γινόμενόν πού ἐστιν, ἀνάγκη καὶ τὸ ἐξ οὗ γίνεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι. οὐκ ἔστι δὲ οὐδὲ κατὰ συμβεβηκὸς τὰ ἐπίπεδα ἐν τόπῳ ὑποτίθεσθαι, τῷ προϋφεστάναι
15τῶν σωμάτων, εἴτε τῷ κατὰ σύνθεσιν τῶν ἐπιπέδων συγκεῖσθαι τὰ σώ‐ ματα κατὰ Πλάτωνα, εἴτε τῷ ῥυϊσκομένων αὐτῶν κατ’ ἐπίνοιαν γεννᾶ‐ σθαι τὰ σώματα. προκείμενον δὲ αὐτῷ πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὰ σώματα ἀποταθῆναι, παρέθετο καὶ τὰς στιγμάς, ὡς ἀκόλουθον αὐτοῖς καὶ ἐκ στιγμῶν μέγεθος ποιεῖν· ὡς γὰρ ἐν τῇ Περὶ οὐρανοῦ αὐτῷ εἴρηται,
20‘τῆς αὐτῆς ἐστι διανοίας ἐξ ἐπιπέδων τε ποιεῖν τὰ σώματα καὶ ἐκ στιγμῶν‘, πλὴν δοκεῖ τοῦτο ἀτοπώτερον εἶναι, τὸ ἐκ πάντῃ ἀμεγεθῶν ποιεῖν μέγε‐ θος. Ἀλέξανδρος δὲ τὸ ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον ἀντὶ τοῦ ‘οὐδὲ γὰρ στιγμὰς θετέον‘ ἐξέλαβεν, ὅπως συνεχὴς ἡ πᾶσα τῆς λέξεως εἴη διάνοια· ‘βέλτιον γὰρ πᾶσιν ἀχώριστον ποιεῖν τὴν ὕλην· οὐδὲ γὰρ
25στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην‘· οὐδὲ γὰρ καθ’ αὑτό τι τούτων ὑποστῆναι οἷόν τε, οὔτε ἐξ ἀδιαστάτων στιγμῶν διάστημα γενέσθαι. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ἐξηγήσατο τὸ οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην, ὡς πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὸ σῶμα ὄντος τοῦ λόγου, διὰ τό, ὡς αὐτός φησι, τῆς αὐτῆς εἶναι διανοίας
30τὸ ἐξ ἐπιπέδων ποιεῖν τὸ σῶμα καὶ ἐκ γραμμῶν τὸ ἐπίπεδον καὶ ἐκ στιγμῶν τὰς γραμμάς. πλὴν ὅμως βίαιόν ἐστιν ὡς πρὸς τὴν λέξιν·
γραμμῶν γὰρ καὶ οὐκ ἐπιπέδων ἐμνήσθη. διόπερ ῥητέον ὅτι ἀνωτέρω81
In GC
.

14,2

82

δείξας ἀδύνατον εἶναι στιγμὰς ὑποθέσθαι τὴν τοῦ αὐξομένου ὕλην, νῦν διδάσκει ὅτι οὐδὲ γραμμάς, συναναλαβὼν τὸν περὶ τῶν στιγμῶν λόγον. διὰ τί δὲ οὐ δυνατὸν οὐδὲ γραμμὰς ὑποθέσθαι, αὐτὸς προστίθησι· διὰ τὰς αὐτὰς γὰρ αἰτίας, διότι οὐδὲν τούτων καθ’ αὑτὸ ὑποστῆναι δυνήσε‐
5ται μηδὲ κατέχειν τινὰ τόπον αὐτὰς καθ’ αὑτάς. Ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον οὐδὲ γραμμὰς τὴν τοῦ σώματος ὕλην. ἐπεστήσαμεν καὶ ἔμπροσθεν ὅτι δοκεῖ ὁ Ἀριστοτέλης εἰς τὸν περὶ τῆς πρώτης ὕλης λόγον μεταβεβηκέναι, καίτοι ἐξ ἀρχῆς περὶ τῆς τοῦ αὐξομένου ὕλης προθέμενος διδάξαι. ἐν μέσῳ γὰρ παραδείγματος
10χάριν τὸν περὶ τῆς γενέσεως ἀνακινήσας λόγον, δοκεῖ τῇ συνεχείᾳ τοῦ λόγου ἀκολουθεῖν καὶ περὶ τῆς πρώτης ὕλης διαλέγεσθαι, ἥτις τῇ γενέσει ὑπόκειται, τοῦ δὲ ἐξ ἀρχῆς προκειμένου ἀποχωρεῖν. καὶ νῦν οὖν ὁ ἐξηγητὴς Ἀλέξανδρος τὴν τοῦ σώματος ὕλην τὴν πρώτην ἐξέλαβε τὴν ἀνείδεον, καὶ οὕτως τὴν ἐφεξῆς πᾶσαν ἥρμοσεν λέξιν ἐξηγούμενος·
15ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη. εἰπών, φησίν, ὅτι ἀδύ‐ νατον τὰς γραμμὰς ἢ τὰς στιγμὰς ὕλην ὑποθέσθαι, λέγει νῦν τί ποτέ ἐστιν ἡ τοῦ σώματος ὕλη, φάσκων ἐκεῖνο εἶναι τὴν ὕλην, οὗτινος ἔσχατα καὶ πέρατά εἰσι στιγμαὶ καὶ γραμμαί, λέγει δὲ δηλονότι τὸ ἐνεργείᾳ σῶμα· τούτου γάρ εἰσι πέρατα γραμμαί τε καὶ στιγμαί. ἐπειδὴ δὲ αὐτὴ
20καθ’ αὑτὴν οὖσα ἡ ὕλη οὔτε ἐνεργείᾳ ἐστὶ σῶμα οὔτε ὑπὸ γραμμῶν περατοῦται, ἐπιφέρει πῶς ἐχούσης αὐτῆς πέρατά εἰσι καὶ ἔσχατα αἱ γραμμαί, ἵνα γνῷς διὰ τί ἔσχατα τῆς ὕλης τὰς γραμμάς φησι. διὰ τοῦτο γὰρ πέρατα αὐτῆς αἱ γραμμαί, διότι οὐδέποτε ἄνευ πάθους τινὸς καὶ εἴδους ἐστί· τὸ γὰρ εἶναι αὐτῇ σὺν τούτοις ἐστί. τῷ οὖν ἀχώριστον
25εἶναι πάθους καὶ μορφῆς, ταύτῃ ἐνεργείᾳ σῶμά ἐστιν ἡ ὕλη, καὶ οὐχ ᾗ ἀνείδεος καὶ ᾗ πρώτη. ταὐτὸν δὲ τὸ λεγόμενον ἐνταῦθα τῷ ἐξ ἀρχῆς εἰρημένῳ ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ γινόμενον ἔκ τινος ἐνεργείᾳ ὄντος καὶ εἰδοπεποιημένου γίνεται. τοιαύτη μὲν ἡ τοῦ Ἀλεξάνδρου ἐξήγησις, δι’ ὧν δηλοῖ περὶ τῆς τῶν γινομένων ὕλης εἶναι τὸν παρόντα λόγον, ἥτις
30πρὸς ὕπαρξιν μὲν δεῖται τοῦ εἴδους, καὶ ταύτῃ ἐνεργείᾳ ὑφεστηκυῖά ἐστιν, ὡς δὲ ὕλη θεωρουμένη καὶ τόδε τι καὶ τόδε δυναμένη γενέσθαι ἀνείδεός ἐστι καὶ ἀσώματος. εἰ δ’ ἄρα οὐ περὶ τῆς τῶν γινομένων ὕλης ὁ λόγος ἐστὶν Ἀριστοτέλει, ἀλλὰ περὶ τῆς τοῦ αὐξομένου, ἥτις ὄντως καὶ ὡς ὕλη αὐξομένου θεωρουμένη ἐνεργείᾳ ἐστὶ σῶμα, ἐν τῷ φάσκειν αὐτὸν “ἀλλὰ
35μὴν οὐδὲ γραμμὰς θετέον οὐδὲ στιγμὰς τὴν τοῦ σώματος ὕλην” προσυπα‐
κούειν χρὴ ‘τοῦ αὐξομένου‘, ἵνα ᾖ λέγων περὶ τῆς τοῦ αὐξομένου σώμα‐82
In GC
.

14,2

83

τος ὕλης *** διδάσκειν, ὅταν λέγῃ “ἐπειδὴ δέ ἐστι καὶ οὐσίας ὕλη σωματι‐ κῆς”. τὸ δὲ ἐφεξῆς τὸ ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη, ἁρμοδιώτερον μᾶλλον κατὰ ταύτην τὴν ἐξήγησιν ἐπάγεται, βουλομένου αὐτοῦ τὸ ἐνερ‐ γείᾳ σῶμα καὶ οὐ τὸ δυνάμει εἶναι τοῦ αὐξομένου τὴν ὕλην, ἣν οὐδέποτε
5ἄνευ πάθους οὐδὲ μορφῆς οἷόν τε εἶναι. πρὸς τὴν προσεχῶς εἰρημένην ἐξήγησιν ἁρμόσαις ἂν ταύτην τὴν ῥῆσιν, φάσκων ὑπὸ Ἀριστοτέλους εἰρῆ‐ σθαι τὸ ἐνεργείᾳ σῶμα, ὅπερ κατὰ τὸ τριχῇ διαστατὸν θεωρεῖται, μηδέ‐ ποτε ἄνευ πάθους καὶ μορφῆς συνίστασθαι. λέγοι δ’ ἂν μορφὴν μὲν τὸ φυσικὸν εἶδος, πάθος δὲ ἐνταῦθα σημαίνοι τὰ συμβεβηκότα.
10p. 320b17 Γίνεται μὲν οὖν ἁπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ ἐν ἑτέροις διώρισται. Τὸ μὲν οὖν ἁπλῶς ἢ τὸ κυρίως ἢ τὸ καθόλου ἐξακουστέον, τὸ δὲ ἐξ ἑτέρου ἀντὶ τοῦ ἐκ τινος ἐνεργείᾳ ὄντος, ἐπειδὴ κεῖται τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν. ὥσπερ ἐν ἑτέροις διώρισται. εἶπε γὰρ
15περὶ τούτων κἀν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· ζητήσας γὰρ πῶς τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται, αἰτίαν εἶπε τὸ κοινόν τι εἶναι αὐτοῖς ὑπο‐ κείμενον ἀμφοτέρων ὂν παρὰ μέρος δεκτικόν. p. 320b19 Καὶ ὑπό τινος δὲ ἐντελεχείᾳ ὄντος ἢ ὁμοειδοῦς ἢ ὁμογενοῦς.
20 Ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινός τε γίνεται καὶ ὑπό τινος, εἰπὼν ἐκ τίνος ἡ αὔξησις, ὅτι ἐξ ἐνεργείᾳ μεγέθους, νῦν λέγει καὶ ὑπὸ τίνος, τουτ‐ έστιν ὑπὸ τοῦ ποιητικοῦ αἰτίου· “πάντῃ γὰρ ἀδύνατον”, ὥς φησι Πλάτων, “ἄνευ αἰτίου γένεσιν ἔχειν”. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης, εἰπὼν περὶ τοῦ ὑλικοῦ τῆς αὐξήσεως αἰτίου, λέγει νῦν καὶ περὶ τοῦ ποιητικοῦ, ὅσον αὐτῷ
25πρὸς τὸ παρὸν χρησιμεύει· οὐδὲ γὰρ τὸ ἰδίᾳ τῆς αὐξήσεως ποιητικὸν νῦν αἴτιον παραδίδωσιν, ἀλλ’ ἁπλῶς πάσης γενέσεως καὶ τῆς κατ’ οὐσίαν καὶ κατ’ ἀλλοίωσιν. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον γίνεται ὑπὸ τοῦ ποιητικοῦ αἰτίου ἐνεργείᾳ ὄντος ὁμογενοῦς ἢ ὁμοειδοῦς τῷ γινομένῳ. τοῦ μὲν οὖν ὁμοειδοῦς αὐτὸς παρέθετο παραδείγματα, ὡς ὅταν πῦρ ὑπὸ
30πυρὸς ἢ ἄνθρωπος ὑπ’ ἀνθρώπου γίνηται· τὸ δὲ ὑπὸ ὁμογενοῦς αὐτὸς83
In GC
.

14,2

84

ἐδήλωσεν ὑπὸ τίνος φησίν, εἰπὼν ἢ ὑπὸ ἐντελεχείας. εἰ γὰρ καὶ μὴ ὁμοειδὲς ἦν τὸ ποιοῦν τῷ γινομένῳ, ὁμογενὲς γοῦν πάντως ἐστὶ κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἐνεργείᾳ ἐστὶν ὁμοίως τῷ γινομένῳ· σκληρὸν γάρ, φησίν, οὐχ ὑπὸ σκληροῦ γίνεται, ᾧ δῆλον ὅτι οὐχ ὑπὸ ὁμοειδοῦς, ἀλλὰ
5ὑπὸ ψυχροῦ, ἂν οὕτως τύχῃ, τῷ πυκνοῦσθαι ὑπ’ αὐτοῦ, ὅπερ ὁμογενές ἐστι τῷ γινομένῳ, τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν, ὥσπερ ἐκεῖνό ἐστιν ἐνερ‐ γείᾳ σκληρόν. ταύτῃ οὖν ὑπὸ ὁμογενοῦς γίνεται, διότι ἐκ τοῦ ἐντελεχείᾳ ὄντος· τὸ γὰρ ποιητικὸν αἴτιον, ὅ τι ποτ’ ἂν ᾖ, πάντως ἐντελεχείᾳ ἐστί. καὶ αἱ τῶν βοτανῶν δὲ αὐτομάτως φυόμεναι οὐκ ἐξ ὁμοειδοῦς τοῦ ποιητι‐
10κοῦ αἰτίου τὴν γένεσιν ἔχουσιν, ἀλλ’ ἐξ ἐντελεχείᾳ ὄντος καὶ ταύτῃ ὁμογενοῦς· οἱ γὰρ δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες αἴτιοι τῶν αὐτομάτως φυομένων εἰσί. καὶ τὸ λευκὸν δὲ οὐχ ὑπὸ λευκοῦ γίνεται, καὶ ἐπὶ ἄλλων μυρίων, ἀλλ’ ἐξ ἐνεργεία ὄντος. χρήσιμα δὲ αὐτῷ ἔσται τὰ νῦν εἰρημένα εἰς τὸν περὶ αὐξήσεως λόγον, εἰς τὸ δεῖξαι ὅτι ἔστι τι ποιητικὸν τῆς
15αὐξήσεως αἴτιον τὸ οἰκειοῦν καὶ συγκρῖνον τὴν τοῦ αὐξομένου ὕλην τῷ αὔξοντι. p. 320b22 Ἐπεὶ δ’ ἐστὶ καὶ οὐσίας ὕλη σωματικῆς, σώματος δ’ ἤδη τοιουδί. Ζητήσας περὶ τῆς τοῦ αὐξομένου ὕλης καὶ δείξας ὅτι σῶμά ἐστιν
20ἐνεργείᾳ, ἵνα μή τις οἰηθῇ πρώτην ὕλην ταύτην εἶναι, νῦν διδάσκει ὅτι καὶ αὐτοῦ τοῦ σώματος ἔστιν ὕλη, ἥτις πρώτη καὶ ἀνείδεός ἐστι καὶ ἀσώματος ἐξ ἀνάγκης· ἕτερον γὰρ ἡ ὕλη τοῦ οὗ ἐστιν ὕλη. εἴη ἂν οὖν ἡ τοῦ σώματος ὕλη οὐ σῶμα, ἀλλ’ ἀσώματον. καὶ εἰ τοῖς εἴδεσιν ὑπόκειται πᾶσιν, ἀνείδεος ἄρα ἔσται. καὶ ἑτέρα ἐστὶν ἡ ὕλη ἡ τῆς σωμα‐
25τικῆς οὐσίας, καὶ ἑτέρα ἡ τῆς αὐξήσεως· δόξει γάρ, εἴπερ ἡ μέν ἐστιν ἀσώματος καὶ ἀνείδεος καὶ πρώτη, ἡ δὲ τῆς αὐξήσεως ἐνεργείᾳ σῶμα. φησὶν οὖν ὅτι ἡ αὐτή ἐστιν ὕλη τῆς οὐσίας τῇ τῆς αὐξήσεώς τε καὶ ἀλλοιώσεως· διὰ μὲν γὰρ τοῦ μεγέθους τὴν αὔξησιν, διὰ δὲ τοῦ πάθους τὰ συμβεβηκότα δεδήλωκεν. εἰ γὰρ ἄλλη μὲν εἴη σώματος ὕλη, ἄλλη δὲ
30ποσοῦ καὶ ποιοῦ καὶ τῶν λοιπῶν, ἔσονται τὰ συμβεβηκότα χωριστὰ τοῦ σώμα‐ τος, ὅπερ ἐστὶν ἀδύνατον. ἡ αὐτὴ ἄρα ἐστὶ καὶ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως ὕλη. ἡ αὐτὴ δὲ οὐ καθ’ ἅπαν, κατά τι δὲ ἡ αὐτή. καὶ πῶς ἡ
αὐτὴ προστίθησι, φάσκων τῷ μὲν λόγῳ δυνατὸν εἶναι χωρισθῆναι τὴν ἑτέραν84
In GC
.

14,2

85

ἐκ τῆς ἑτέρας, τόπῳ δὲ μηκέτι. τὸ γὰρ ἐνεργείᾳ σῶμα τὸ τῇ αὐξήσει καὶ τῇ ἀλλοιώσει ὑποκείμενον τῷ μὲν λόγῳ ἕτερόν ἐστι τῆς πρώτης καὶ ἀνειδέου ὕλης (ἄλλος γὰρ λόγος τῆς πρώτης ὕλης καὶ ἄλλος τοῦ σώματος), ἀριθμῷ δὲ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτὸν ἄμφω ὑπάρχει καὶ τόπον
5τὸν αὐτὸν ἔχοντα. εἰ γὰρ λέγοις ἐν ἄλλῳ μὲν τόπῳ τὴν τῆς οὐσίας ὕλην ὑπάρχειν ἐν ἄλλῳ δὲ τὴν τῆς αὐξήσεως καὶ τῶν παθῶν, ἔσται ἐν ἄλλῳ μὲν τόπῳ ἡ σωματικὴ οὐσία ἐν ἄλλῳ δὲ τὰ πάθη, ὅπερ ἐστὶν ἀδύνατον, τὰ πάθη ὑποθέσθαι ἐκτὸς τῶν σωμάτων ὑφιστάμενα αὐτὰ καθ’ αὑτά. Σώματος δ’ ἤδη τοιουδ· σῶμα γὰρ κοινὸν οὐδέν ἐστιν. ἐπει‐
10δή, φησίν, ἡ γένεσις τῶν κατὰ μέρος ἐστὶ σωμάτων, καὶ τοῦδέ τινος. τοῦ γὰρ κοινοῦ τοῦ κατηγορουμένου τῶν ἄλλων οὔτε γένεσις ἁπλῶς ἐστιν οὔτε ὑπόστασις· τὸ γὰρ καθόλου ἐν τοῖς δημιουργικοῖς λόγοις ὑφέστηκε μόνοις. ὥστε καὶ ἡ ὕλη τοῦ τινός ἐστι σώματος, καὶ οὐ τοῦ κοινοῦ· εἰ γὰρ τοῦ κοινοῦ σώματος εἴη, οὐκέτ’ ἂν ἐνεργείᾳ ἦν ὕλη ὑπάρχουσα, τοῦ κοινοῦ
15μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος. ὥσπερ οὖν ἐστι τὸ καθόλου σῶμα ἐν τοῖς δημιουργικοῖς ἐνυπάρχον λόγοις, οὕτω καὶ τὴν καθόλου ὕλην οἰητέον εἶναι· οὐδὲν γάρ ἐστι καθόλου ἐν ὑποστάσει οὔτε σῶμα οὔτε σώμα‐ τος ὕλη. p. 320b25 Φανερὸν δὲ ἐκ τῶν διηπορημένων.
20 Ζητήσας περὶ τῆς ὕλης τῆς αὐξήσεως, καὶ δείξας ὅτι πολλὰ ἕψονται ἄτοπα τοῖς ἐκ δυνάμει μὲν μεγέθους καὶ 〈σώματοσ〉 ἐντελεχείᾳ δὲ ἀμεγέθους λέγουσι γίνεσθαι τὴν αὔξησιν, συμπεραίνεται νῦν τὰ δεδειγ‐ μένα, ὅτι οὐκ ἐκ δυνάμει μεγέθους αὔξεται τὸ αὐξόμενον, ἀλλ’ ἐξ ἐνεργείᾳ μεγέθους φυσικοῦ. εἰ γὰρ ἐξ ἀμεγέθους τὸ μέγεθος ἐπιδίδωσι καὶ αὔξεται,
25εἴη ἂν χωριστὸν κοινὸν ἢ κενόν· ἀμφότερα γὰρ γράφονται καὶ ἀμφότερα λόγον ἔχοντα. εἰ μὲν γὰρ εἴη χωριστὸν κοινὸν γεγραμμένον, σημαίνει μὲν διὰ τοῦ κοινὸν τὴν ὕλην· κοινὸν γάρ ἐστι πάντων ὑποκείμενον. λέγοιτο δ’ ἂν ὅτι εἰ γένοιτο αὔξησις καὶ μέγεθος ἐξ ἀμεγέθους καὶ τοῦ δυνάμει σώματος, εἴη ἂν τὸ δυνάμει μέγεθος ὅπερ ἐστὶν ἡ ὕλη κεχωρισ‐
30μένη μεγέθους καὶ τοῦ ἐνεργείᾳ σώματος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα. εἰ δὲ ἔχοι χωριστὸν γὰρ ἂν εἴη τὸ κενόν, εἴη ἂν λέγων ὅτι εἰ
γίνεται αὔξησις ἐκ δυνάμει μὲν μεγέθους, ἐνεργείᾳ δὲ μηδὲν ἔχοντος μέγε‐85
In GC
.

14,2

86

θος, ἔσται κεχωρισμένον καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς τὸ κενόν. εἰ γὰρ τὸ ηὐξημένον ἐπιλαμβάνει τόπον τινὰ πλείονα μὴ κατεχόμενον ὑπὸ τοῦ προσιόντος καὶ τὴν αὔξησιν ποιήσαντος (ἐκεῖνο γὰρ ἀμέγεθες ἦν), ἦν ἂν οὗτος ὁ τόπος ὃν ἐπέλαβε τὸ ηὐξημένον κενὸς πρότερον, ὅπερ ἀδύνατον
5ὂν δέδεικται ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ὅτι δὲ οὐδὲ τὴν ὕλην χωριστὴν εἶναι παντὸς εἴδους ἐνδέχεται, πολλάκις εἴπομεν. Εἰδέναι δὲ χρὴ ὅτι ὡς δεδομένου τοῦ μηδὲν τῶν φθειρομένων εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖν, ἀληθὴς ἡ κατασκευὴ ἡ εἰς ἄτοπον ἀπάγουσα καὶ τὸ κενὸν εἰσάγουσα. εἰ δέ τις λέγοι φθείρεσθαί τε εἰς τὸ
10μὴ ὂν καὶ γεννᾶσθαι ἐκ μὴ ὄντος, οὐκέτι τῇ ὑποθέσει ταύτῃ τὸ εἶναι τὸ κενὸν ἐνεργείᾳ ἕψεται· ὃν γὰρ τὸ φθειρόμενον ἀπολείπει τόπον, τοῦτον ἀναπληροῖ τὸ γινόμενον. οὕτω δὲ κἀπὶ τῆς αὐξήσεως, εἴ τις λέγοι μὴ μόνον ἐκ δυνάμει μεγέθους γίνεσθαι τὴν αὔξησιν, ἀλλὰ καὶ τὸ φθῖνον εἰς δυνάμει μέγεθος μεταβάλλειν, οὐκέτι χώραν ἔχει τὸ κενόν. ὡς οὖν
15ὡμολογημένου ὅτι τὸ φθῖνον οὐ μεταβάλλει εἰς δυνάμει μέγεθος, οὕτω προχωρεῖ ἡ κατασκευή. εἰ δέ τις ζητοίη τί βούλεται αὐτῷ ἡ προσθήκη τοῦ χωριστοῦ (ἤρκει γὰρ εἰπεῖν ὅτι ἔσται κενόν), ἴστω ὅτι πρὸς ἀντιδια‐ στολὴν τοῦ πλήρους εἴρηται· ἐδίδαξε γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ πλῆρες τοῦ κενοῦ τῇ σχέσει μόνῃ διαφέρει, καὶ οὐδὲν ἕτερόν ἐστι πλῆρες ἢ κενὸν πε‐
20πληρωμένον σώματος, καὶ κενὸν πάλιν πλῆρες ἐστερημένον σώματος. τὸ οὖν χωριστὸν κενὸν οὐδὲν ἄλλο σημαίνει ἢ τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς κενόν. p. 320b28 Ἔτι δ’ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ἴδιος ἀλλὰ γενέσεως. Ἐντεῦθεν δόξει πρόσφορος εἶναι ἡ γραφὴ ἡ λέγουσα “χωριστὸν γὰρ
25ἂν εἴη τὸ κοινόν”, τουτέστιν ἡ ὕλη· πρὸς γὰρ τῷ ἀτόπῳ τούτῳ, φησίν, ἡ τοιαύτη ὕλη γενέσεως μᾶλλον ἔσται, οὐκ αὐξήσεως. φησὶν οὖν ὅτι τὸ ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι οὐ τῆς κατὰ αὔξησιν ἴδιόν ἐστι μετα‐ βολῆς, ἀλλὰ τῆς κατ’ οὐσίαν, τουτέστι τῆς γενέσεως· ἡ γὰρ αὔξησις οὐκ ἔστι γένεσις μεγέθους ἀλλ’ ἐπίδοσις, ἡ δὲ φθίσις μείωσις. διό, φησίν,
30ἔχειν τι δεῖ μέγεθος τὸ αὐξόμενον. γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἢ ἔλαττον‘, ἵν’ ᾖ τὸ ῥητὸν ‘διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ γινόμενον, οὐ τὸ ἁπλῶς, φησί, γινόμενον, ἀλλὰ τὸ μεῖζον
ἢ ἔλαττον γινόμενον‘.86
In GC
.

14,2

87

p. 320b32 Ὥστε οὐκ ἐξ ἀμεγέθους *** γένεσις γὰρ ἂν εἴη σώματος μᾶλλον, οὐκ αὔξησις. Ὅτι μὲν οὐκ ἐκ μὴ προϋπάρχοντος μεγέθους γίνεται μέγεθος ἐπὶ τῆς αὐξήσεως, ἀλλ’ ἐπίδοσις ἢ μείωσις γίνεται τοῦ προϋπάρχοντος, αὐτὴ ἡ
5κοινὴ ἔννοια ἡ περὶ τῆς αὐξήσεως μαρτυρεῖ· οὐ μὴν ἐπειδὴ μεταβολή ἐστι προϋπάρχοντος μεγέθους ἐπὶ τὸ μεῖζον ἡ αὔξησις, ἐξ ἀνάγκης ἤδη ἡ τῆς αὐξήσεως ὕλη οὐ δυνάμει μέγεθός ἐστιν ἀλλ’ ἐνεργείᾳ. τοῦτο γὰρ οὐκέτι κατεσκεύασε· τί γὰρ κωλύει ὅσον πρὸς τὴν παροῦσαν κατασκευὴν εἶναι μὲν τὴν αὔξησιν ἐπίδοσιν τοῦ προϋπάρχοντος μεγέθους, γίνεσθαι δὲ
10τὴν ἐπίδοσιν ἐκ δυνάμει μεγέθους, ὅπερ ὕλη ἂν εἴη τῆς αὐξήσεως; τὸ δὲ ‘ὡς πρὸς τὴν παροῦσαν κατασκευὴν‘ εἶπον διότι ἀνωτέρω δι’ ἄλλων κατεσκεύασε τὸ τὴν αὔξησιν μὴ ἐκ δυνάμει μεγέθους γίνεσθαι, ὧν ἡ κεφαλαι‐ ωδεστέρα ὑπῆρχε τὸ μὴ δύνασθαι ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι, ἤγουν ἐπιδοῦναι πρὸς τὸ μεῖζον· τούτῳ γὰρ δοκεῖ συνεισάγεσθαι τὸ κενόν.
15εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμά‐ των γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα
20ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξή‐ σεως, εἰ καὶ ἐκ σώματος αὔξεσθαι τὸ αὐξόμενον ὑπόθοιτό τις, ἀλλ’ οὖν τὴν ὕλην τῆς αὐξήσεως οὐδὲν κωλύει εἶναι δυνάμει σῶμα, ὥσπερ κἀπὶ τῆς γενέσεως κἀπὶ τῆς ἀνωτέρω διαιρέσεως, εἰ καὶ τἆλλα ἐξελήλεγκται τμήματα ταῦτα εἰσάγοντα δυνάμει σῶμα καὶ οὐκ ἐντελεχείᾳ τὴν ὕλην τοῦ αὐξο‐
25μένου εἶναι, ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωμα‐ τικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι, πλὴν εἴ τις ἀποκληρωτικῶς φῇ ὅτι ἡ τοιαύτη ὕλη οὐκ αὐξήσεώς
30ἐστιν ἴδιος ἀλλὰ γενέσεως.87
In GC
.

14,2

88

p. 320b34 Ληπτέον δὴ μᾶλλον οἷον ἁπτομένους τῆς ζητήσεως ἐξ ἀρχῆς. Προθέμενος ζητῆσαι τίς ποτέ ἐστιν ἡ ὕλη τῆς αὐξήσεως, προήγαγε κατὰ διαίρεσιν τὸν λόγον, ὅτι ἢ δυνάμει σῶμά ἐστιν ἡ τῆς αὐξήσεως
5ὕλη ἐνεργείᾳ δὲ ἀσώματος, ἢ ἐνεργείᾳ ἐστὶ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστι δυνάμει σῶμα, οὔτε ὡς χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς οὔτε ὡς ἐν ἄλλῳ τινὶ ὑπάρχον, ἔδειξε διὰ τῶν προλαβόντων. νῦν οὖν βούλεται καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μόριον ἐξετάσαι, λέγω δὴ εἰ ἐνεργείᾳ σῶμα αἰσθητόν ἐστιν ἡ τῆς αὐξήσεως ὕλη. ἀναλαμβάνει δὲ τὸν ὅλον λόγον,
10καθολικωτέραν ποιούμενος τὴν διαίρεσιν καὶ ἀπορητικώτερον ἐφ’ ἑκάτερα προάγων τὸν λόγον. πρὶν δὲ τοῦτο ποιήσει, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρ‐ χοντα τῇ αὐξήσει ἐκτίθεται. δεῖ γάρ, φησίν, οἷον ἐγγυτέρω γινομένους ἡμᾶς τῇ περὶ τῆς αὐξήσεως ζητήσει καὶ οἷον αὐτῆς ἁπτομένους προλαβεῖν ὁποίου ὄντος τοῦ αὐξάνεσθαι τὰ αἴτια αὐτοῦ ζητοῦμεν, λάβοιμεν δ’ ἂν
15τοῦτο τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ αὐξάνεσθαι ζητήσαντες. πρὸς ταῦτα γὰρ χρὴ ἀπευθύνειν τὸν περὶ αὐτοῦ λόγον· ὅσα γὰρ μὴ συμφωνεῖ τοῖς κατὰ κοινὴν ἔννοιαν περὶ αὐτοῦ λεγομένοις, οὐκ ἂν οἰκείως περὶ αὐτοῦ ῥηθείη. ἀρχὴ δὲ ἁπάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι. τοῦτο δὲ πεποίηκε κἀν τῇ Φυσικῇ ἀκροάσει ἐν τῇ περὶ τοῦ τόπου διδασκαλίᾳ.
20μέλλων γὰρ περὶ αὐτοῦ διαλαβεῖν, ἐζήτησε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρ‐ χοντα τῷ τόπῳ, ὅπως ἂν τὰ περὶ αὐτοῦ ἀποδιδόμενα, εἰ μὲν σύμφωνα εἴη τούτοις, ἀποδεξώμεθα, εἰ δὲ μή, ἀποσεισώμεθα· καὶ τῶν ἐπιφαινομένων κατὰ τοῦ τόπου ἀποριῶν τὰς λύσεις ἀποδείξῃ ὀρθῶς ἐχούσας, τῷ συμφω‐ νεῖν τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι *** ὑπάρχοντα τῷ αὐξομένῳ
25τρία ὄντα, τό τε πᾶν ὁτιοῦν μέρος αὔξεσθαι τοῦ αὐξομένου, καὶ τὸ προσιόντος τινὸς ἔξωθεν γίνεσθαι τὴν αὔξησιν, καὶ τρίτον πρὸς τούτοις (ὅπερ νῦν μὲν οὐκ ἐπιφέρει, ἐν δὲ τοῖς ἑξῆς προστίθησι) τὸ ὑπομένειν τὸ αὐξόμενον καὶ σῴζεσθαι ἐφ’ οὗ πρότερον ἦν εἴδους. ταῦτα εἰπὼν λοιπὸν ἀπορεῖ περὶ τῆς ὕλης τῶν αὐξανομένων, κατὰ διαίρεσιν προάγων
30τὸν λόγον. ἀνάγκη γὰρ ἢ σώματι αὔξεσθαι τὸ αὐξόμενον ἢ ἀσωμάτῳ, τοῦ ἀσωμάτου νῦν καθολικωτέρου ὄντος· περιέχει γὰρ καὶ τὸ δυνάμει σῶμα. ἀλλ’ εἰ μὲν ἀσωμάτῳ, ἄτοπον· εἰσοίσομεν γὰρ κενὸν χωριστὸν
καὶ καθ’ αὑτὸ ὑφιστάμενον, ὅπερ καὶ ἀνωτέρω εἴρηται. εἰ δὲ σώματι88
In GC
.

14,2

89

γίνοιτο ἡ αὔξησις, σῶμα διὰ σώματος χωρήσει, τῷ τὸ αὖξον ὅλῳ προσ‐ κριθῆναι τῷ αὐξομένῳ· ᾧ γὰρ μὴ προσκρίνεται μορίῳ, τοῦτο δηλονότι οὐδὲ αὔξεται. 〈ὥστε〉 ἕψεται ἐξ ἀνάγκης τὸ σῶμα χωρεῖν διὰ σώματος, τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῇ Φυσικῇ. τούτων οὖν οὕτως εἰρη‐
5μένων χρὴ λόγους τοιούτους περὶ τῆς αὐξήσεως ἀποδοῦναι, οἵτινες συναινέσουσι τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῷ αὐξομένῳ καὶ τὰς ἀπορίας καὶ τὰ ταύταις ἑπόμενα ἄτοπα ἐκφεύξονται. p. 321a6 Εἰ μὲν οὖν ἀσωμάτῳ, ἔσται χωριστὸν κενόν. Κειμένου τοῦ ὅτι προσιόντος τινὸς αὔξεται τὸ αὐξόμενον, ζητεῖ τί
10ποτέ ἐστι τοῦτο τὸ προσιόν, πότερον σῶμα ἢ ἀσώματον, καὶ πρὸς ἀμφό‐ τερα ἀπορεῖ. εἰ μὲν γάρ, φησίν, ἀσώματον, ἔσται χωριστὸν κενόν, ὅπερ καὶ πρόσθεν εἴρηται. τὸ μὲν γὰρ αὐξόμενον ἐπιλαμβάνει τόπον ἕτερον, τὸ δὲ ᾧ αὔξεται οὐκ ἦν ἐν τόπῳ ἀσώματόν γε ὄν· ὃν οὖν ἐπιλαμβάνει τόπον τὸ αὐξόμενον, οὗτος πρὸ τοῦ αὐτὸν ὑπὸ τοῦ αὐξομένου κατασχε‐
15θῆναι ἦν δηλονότι κεχωρισμένος σώματος καὶ κενός. p. 321a6 Ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν. Τοῦτο ὡς δεύτερον ἄτοπον τοῖς ἀσωμάτῳ λέγουσι τὴν αὔξησιν γίνεσθαι ἐπιφέρει. οὐ γὰρ οἴεσθαι χρὴ τῶν προηγησαμένων ἠρτῆσθαι τὴν λέξιν. ὅμοιον δέ ἐστιν ὡς εἰ ἔλεγεν ‘ἔτι ἀδύνατον ὕλην μεγέθους εἶναι
20χωριστήν‘. ἔστι δὲ διττῶς ἀκοῦσαι τοῦ ῥητοῦ, ἤτοι ὅτι ἀδύνατόν ἐστι τὴν τοῦ μεγέθους ὕλην χωριστὴν εἶναι (ἔδειξε γὰρ ἀνωτέρω ὅτι ἀδύνατον τὴν τοῦ μεγέθους ὕλην, τουτέστι τὴν πρώτην τὴν ἀσώματον, χωριστὴν εἶναι καὶ μὴ ἐνέργειᾳ σῶμα· οὐ γὰρ δυνατὸν αὐτὴν καθ’ αὑτὴν ὑπο‐ στῆναι), ἤγουν ὅτι τὴν ὕλην ἀδύνατον χωριστὴν εἶναι μεγέθους, οὐχ ὅτι
25ἡ ὕλη τῷ ἰδίῳ λόγῳ μέγεθος ἔχει, ἀλλ’ ὅτι οὖσα καὶ ὑφεστηκυῖα ἀχώ‐ ριστός ἐστι μεγέθους· δεῖται γὰρ πρὸς ὕπαρξιν τοῦ μεγέθους αὐτὴ ἀμεγέ‐ θης οὖσα κατὰ τὸν ἴδιον λόγον. εἰ τοίνυν, φησί, τὸ προσιὸν καὶ ποιοῦν αὔξησιν (τοῦτο γὰρ δέδοται) ἀσώματον ἐρεῖς, ἐπειδὴ τοῦτο ὕλη ἐστὶ τῆς αὐξήσεως, τὴν ἀσώματον ὕλην αὐθυπόστατον καὶ χωριστὴν ὑποτιθῇ. εἰ
30μὲν οὖν ἔχοι ἡ γραφὴ ἔσται χωριστὸν κενόν, ὡς ἑτέραν ἀπορίαν89
In GC
.

14,2

90

ἐκληψόμεθα τὸ ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν· εἰ δὲ τὸ κοινὸν ἔχοι, τουτέστιν ὕλη, συνεχὴς ἔσται ὁ λόγος. ὅτι γὰρ τὸ κοινόν, ὅπερ ἐστὶν ἡ ὕλη, χωριστὸν εἶναι οὐκ ἐνδέχεται, προστέθεικε διὰ τοῦ εἰπεῖν ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν.
5p. 321a7 Εἰ δὲ σώματι, δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται. Ἐπὶ τὸ ἕτερον μέτεισι μέρος, καὶ ἀπορεῖ πρὸς τοὺς σώματι τὴν αὔξησιν γίνεσθαι λέγοντας. ἔσται γάρ, φησί, δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, καὶ σῶμα διὰ σώματος διελεύσεται. τὸ δὲ ἄτοπον ἀνακύπτει ἐκ τοῦ ὡμολογῆσθαι πᾶν ὁτιοῦν μέρος τοῦ αὐξομένου αὔξεσθαι. εἰ γὰρ τὸ
10αὐξόμενον αὔξεται κατὰ πᾶν μόριον, πανταχοῦ παρατεθήσεται τῷ προϋ‐ πάρχοντι καὶ αὐξομένῳ τὸ προσιόν. εἰ δὲ τοῦτο, διὰ παντὸς αὐτοῦ διελεύσεται, ἵνα πανταχοῦ αὐτὸ αὐξήσῃ. εἰ δὲ διὰ παντὸς τοῦ αὐξομένου τὸ προσιὸν φαίης διιέναι, ἀνάγκη ἤτοι πόρον ἅπαν ὑποθέσθαι τὸ αὐξό‐ μενον, ἢ σῶμα διὰ σώματος διιέναι, ὅπερ ταὐτὸν τῷ δύο ἐν τῷ αὐτῷ
15τόπῳ σώματα φάσκειν. τοῦτο δὲ δέδεικται τῶν ἀδυνάτων ὑπάρχον· ἔσται γὰρ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, οἷον ἡ θάλαττα ἐν κυάθῳ καὶ ἡ γῆ ἐν κέγχρῳ. ὥστε τὸ αὐτὸ ἁμαρτήσονται οἵ τε σώματι λέγοντες αὔξεσθαι καὶ σῶμα διὰ σώματος διιέναι, καὶ οἱ ἀσωμάτῳ· ἀμφότεροι γὰρ κενὸν εἰσάγουσιν. εἴτε γὰρ σῶμα διὰ σώματος διέλθῃ, ὁ τόπος ὃν καταλέλοιπε
20τὸ σῶμα τοῦ προσιόντος κενὸς ἔσται· εἴτε πάλιν ἀσωμάτῳ τὸ σῶμα αὔξεται, ἔσται χωριστὸν κενόν, καθὼς προείρηται. p. 321a9 Ἀλλὰ μὴν οὐδ’ οὕτως ἐνδέχεται λέγειν. Ἀπορήσας εἰς ἑκάτερον μέρος καὶ δείξας ὅτι κἄν τε σώματι φαίημεν τὴν αὔξησιν γίνεσθαι, συμβήσεται δύο ἐν τῷ αὐτῷ σώματα εἶναι, κἄν τε
25ἀσωμάτῳ, ἔσται κενὸν χωριστόν, ὥσπερ ἔνστασίν τινα παραφέρει πρὸς ἀμφοτέρας τὰς ἀπορίας, λέγων· μήποτε οὐκ ἐξ ἀνάγκης ἕψεται ταῦτα τοῖς τὸν αὐτὸν τρόπον τὴν αὔξησιν φάσκουσι γίνεσθαι ὅνπερ καὶ ἡ γένεσις. ἐν γὰρ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων ἀὴρ ἐξ ἐλάττονος ὕδατος
γεγένηται, καὶ ὅμως οὐκ ἔστιν εἰπεῖν οὔτε ὅτι δύο ἐν τῷ αὐτῷ τόπῳ90
In GC
.

14,2

91

σώματα ἔσται οὔτε χωριστὸν κενὸν εἶναι. μᾶλλον δ’ ἂν ἁρμόττοι ἡ ἔνστασις αὕτη πρὸς τὴν ἀνασκευὴν τοῦ ἑτέρου μορίου τῆς διαιρέσεως, τοῦ ἀσωμάτῳ τὴν αὔξησιν ὑποτιθεμένου· καθάπερ ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων γεγένηται ἡ οὐσία ἐξ ἐλάττονος μηδενὸς σώματος προσελθόντος, καὶ
5[κενὸν] ὅμως οὐκ εἰσάγεταί τι ἄτοπον, κἀπὶ τῆς αὐξήσεως τὸν αὐτὸν τρόπον ὑποτίθεσθαι. πρὸς τοῦτο τοίνυν ἐνιστάμενος ὁ Ἀριστοτέλης δείκνυσιν ὅτι ἀδύνατον κατὰ τοῦτον τὸν τρόπον ὑποθέσθαι τὴν αὔξησιν· ὅλως γάρ, φησίν, οὐδὲ αὔξησίς ἐστιν ἡ εἰς ἀέρα τοῦ ὕδατος μεταβολή, καὶ τοῦτο ἔσται δῆλον ἐκ τῶν κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως ῥηθέντων. ποῖον γὰρ
10καὶ φαίημεν ηὐξῆσθαι; οὔτε γὰρ ὁ ἀὴρ ηὔξηται, διότι οὐδὲ προϋπῆρχεν οὐδὲ ἀὴρ ὢν καὶ προσλαβών τι μείζων γεγένηται, διόπερ οὐδὲ χώραν ἔχει ἐπὶ τούτου λέγειν ὅτι σώματι προσελθόντι ηὔξηται· ἀλλὰ μὴν οὐδὲ τὸ ὕδωρ ηὔξηται τό γε φθαρὲν καὶ μηκέτι ὑφεστώς. εἰ τοίνυν οὔτε τὸ ὕδωρ οὔτε τὸν ἀέρα δυνατὸν λέγειν ηὐξῆσθαι, πάντῃ ἄρα τῆς αὐξήσεως διενή‐
15νοχεν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα εὐλόγως ἀληθὲς μὲν εἶναι τὸ διαφέρειν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴν τῆς αὐξήσεως, τὴν αὐτὴν δὲ εἶναι ἀπορίαν ἐπί τε τῆς αὐξήσεως καὶ τῆς γενέσεως. ὥσπερ 〈γὰρ〉 ἐπὶ τῆς αὐξήσεως τὸ αὐξόμενον εἰ φῇ τις πλείονα τόπον καταλαβεῖν μηδενὸς προσιόντος ἐνεργείᾳ σώματος, κενὸν εἰσάγει,
20οὕτω κἀπὶ τῆς γενέσεως μείζονος ἀέρος ἐξ ἐλάττονος ὕδατος γινομένου μηδενὸς προσιόντος ἀνάγκη κατὰ τὸν αὐτὸν λόγον ἢ κενὸν ὑποθέσθαι τόπον, ὅνπερ προσέλαβεν ὁ ἐξ ὕδατος ἀὴρ γενόμενος, ἢ σῶμα διὰ σώματος χωρῆσαι. εἰ δέ τις λέγοι ὅτι καθάπερ ἀὴρ ἐξ ὕδατος γίνεται πλείονος τόπου δεόμενος, οὕτως ἀλλαχοῦ πάλιν ἐξ ἀέρος ὕδωρ ἐλάττονα τόπον
25καταλαμβάνον, ὡς μηδέποτε κενὸν γενέσθαι (ὃν γὰρ ἐνταῦθα καταλείπει τόπον τὸ συστελλόμενον σῶμα, τοῦτον προσλαμβάνει τὸ ἀλλαχοῦ ἐπεκτεινό‐ μενον, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ἀέρος μορίων καὶ τὸν κενωθέντα τόπον ἐκ τοῦ συσταλέντος σώματος ἀναπληρούντων καὶ τῷ γενομένῳ σώματι τὸν οἰκεῖον τόπον ἀντιπαραχωρούντων), τὰ αὐτὰ ταῦτα
30καὶ περὶ τῆς αὐξήσεως ἀκούσεται. εἴποι γὰρ ἄν τις ὅτι ὃν ἐνταῦθα προσελάβετο τόπον τὸ αὐξηθέν, τοῦτον καταλέλοιπε τὸ ἀλλαχοῦ φθῖνον, καὶ οὐχὶ τὸ προσελθὸν εἰς τὴν αὔξησιν· ἐκ τοῦ δυνάμει γὰρ σώματος τὸ αὐξόμενον αὔξεται καὶ εἰς τοῦτο τὸ φθῖνον μεταβάλλει. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα πλασματῶδες εἶναι τὸ ἐνταῦθα αὐξήσαντός τινος ἀλλαχοῦ ὑποθέσθαι
35πάντως φθῖνόν τι· ἀλλὰ τοῦτο κἀπὶ τῆς γενέσεως θεωρεῖται. ἀνάγκη γὰρ91
In GC
.

14,2

92

κἀπὶ ταύτης, εἰ μὴ μέλλοι κενὸν γενέσθαι, ὕδατος ἐνταῦθα εἰς ἀέρα μετα‐ βάλλοντος ἀλλαχοῦ ὑποθέσθαι τὸν ἀέρα εἰς ὕδωρ ἀντιμεταβάλλοντα. ὥστε κοινὴ ἂν εἴη ἡ τοιαύτη ἀπορία. ἢ γὰρ κενὸν ἔσται, ἢ ἀναποδείκτως ὑπο‐ τίθεσθαι δεῖ ὅτι ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ, ἀλλαχοῦ τοσοῦτος ἀὴρ
5μεταβάλλει. καὶ οὐ μόνον ὅταν ὑπὸ φύσεως ἡ τῶν στοιχείων μεταβολὴ γίνηται, ἀλλὰ καὶ ὅταν ὑπὸ τέχνης, οἷον ὅτι ἐμοῦ ὕδωρ ἐξατμίζοντος, ἀλλαχοῦ ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ὁ ἴσος ἀὴρ εἰς ὕδωρ μεταβάλλει· καὶ δῆλον ὅτι ὅσον ἐγὼ ἐνταῦθα ὕδωρ ἐξήτμισα, τοσοῦτον ἀνάγκη ὑποθέσθαι ἀλλαχοῦ γίνεσθαι. τοῦτο δὲ πάνυ γελοῖον ἂν δόξειεν εἶναι, πρῶτον μὲν τὸ
10οὕτως ἄλλως ὑποτίθεσθαι, εἰ τῷδέ τινι δόξει ἢ ὕδωρ ἐξατμίσαι ἢ ξύλα ἢ ἄλλο τι ἐκπυρῶσαι, ἀλλαχοῦ τοσοῦτον ἐκ λεπτομερεστέρας οὐσίας εἰς παχύτερον μεταβάλλεσθαι σῶμα, ἵνα μὴ ἢ κενὸν γένηται ἢ σῶμα διὰ σώματος χωρήσῃ· ἔπειτα καὶ ἀτοπωτερόν τι συμβαίνει. ἀνάγκη γὰρ πᾶσα βραχείας μεταβολῆς γινομένης, οἷον ὕδατος ἐνταῦθα μικροῦ ἐξατμιζομένου, πολύν
15τινα καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης κινεῖσθαι ἀχρόνως ἀέρα, ἵνα ἀντανα‐ πλήρωσις τῶν τόπων γένηται, κατὰ συνέχειαν ἀντιπαραχωρούντων ἀλλήλοις τῶν τοῦ ἀέρος μορίων. ἐπὶ μείζονος δὲ ὑποδείγματος σαφὴς ὁ λόγος γινέσθω. εἰ γὰρ ἐν χειμῶνι φέρε ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ἢ ἐν τῇδε τυχὸν τῇ πόλει πυκνούμενος ὁ ἀὴρ μεταβάλλει εἰς ὕδωρ, τὸν δὲ τόπον ὃν
20καταλέλοιπεν ἐνταῦθα ὁ ἀὴρ γενόμενος ὕδωρ, τοῦτον ἀναπληρώσει ὁ ἐν τῇ ἀντοικουμένῃ γεννώμενος ἀὴρ ἐξ ὕδατος (διὸ ὅτε παρ’ ἡμῖν χειμών, παρ’ ἐκείνοις ἐστὶ θέρος), ἀνάγκη πᾶσα ἅμα τῷ γεννηθῆναι ἐνταῦθα τὸ ὕδωρ ἀχρόνως ἐκεῖσε ἀντιμεταβληθῆναι τὸ ὕδωρ εἰς ἀέρα ἴσον τῷ ἐνταῦθα φθαρέντι, καὶ τὸν μεταξὺ πάντα ἀέρα κινηθῆναι ὠθούμενον ἐκ τοῦ ἐν τῇ
25ἀντοικουμένῃ γενομένου ἀέρος, ἵνα τῶν μεταξὺ μορίων τοῦ ἀέρος ἀντι‐ παραχωρούντων ἀλλήλοις τὸ ἐνταῦθα γενόμενον κενὸν ἀναπληρωθῇ. τὸ αὐτὸ δ’ ἂν συμβαίη ἐξ ἀνάγκης καὶ εἰ λεβήτιον ὕδατος ἐξατμισθείη. τοῦτο δὲ πρὸς τῷ ἀτόπῳ καὶ τὸ πλασματῶδες καὶ τὸ ἀδύνατον ἔχει. τὸ γὰρ ἀχρόνως τοσοῦτον κινηθῆναι ἀέρα τῶν ἀδυνάτων ἐστί, καὶ ὅλως κίνησιν
30ἄχρονον εἶναι ἀδύνατον. ὁρῶμεν γοῦν καὶ πνεύματος πολλαχοῦ σφοδροτάτου κινουμένου ἔν τινι τόπῳ τὰς οὐ πολὺ πέριξ διεστώσας χώρας πολλάκις ἐν
νηνεμίᾳ οὔσας καὶ οὐκ ἐπαισθανομένας τῆς οὕτω σφοδρᾶς ἐν ταῖς πλησιο‐92
In GC
.

14,2

93

χώροις τοῦ ἀέρος κινήσεως. καὶ ἐν βραχεῖ δὲ πολλάκις ὥρας μέρει φαίνεται πυκνούμενός τε λίαν καὶ ἐξαίφνης μανούμενος ὁ ἀήρ, καὶ τοῦτο πλειστάκις ὑπομένων. οὐκοῦν τὰ αὐτὰ πάθη ἀντιστρόφως καὶ ἐν τῇ ἀντοικουμένῃ γίνεσθαι ἀναπλασόμεθα, ἢ ἁπλῶς ἐν ἑτέρῳ τόπῳ. ἀντιστρόφως δὲ εἶπον,
5οἷον ὅτε ἐνταῦθα πυκνοῦται ὁ ἀήρ, ἀλλαχοῦ μανοῦσθαι, καὶ ὅτε ἐν‐ ταῦθα μανοῦται, ἀλλαχοῦ πυκνοῦσθαι, καὶ τοῦτο τῆς αὐτῆς ὥρας πολλάκις γίνεσθαι. Ἐπεὶ οὖν οὐκ ἀληθῆ ταῦτα ἐδείξαμεν, ἀληθὲς δὲ καὶ τὸ μήτε σῶμα χωρεῖν διὰ σώματος μήτε κενὸν εἶναι, πῶς ἡμεῖς τὴν ἀπορίαν ἐπιλυόμεθα;
10φαμὲν οὖν ὅτι πέφυκεν ὁ ἀὴρ αὐτὸς εἰς ἑαυτὸν συνιζάνων πυκνοῦσθαι καὶ ἐκ μείζονος ὄγκου ἐλάττων γίνεσθαι καὶ ἔμπαλιν μανούμενος ἐξ ἐλάττονος μείζων γίνεσθαι, πέφυκε δὲ πυκνοῦσθαι καὶ εἰς ἑαυτὸν συνιζάνειν οὐ μόνον ψυχόμενος ἀλλὰ καὶ ὠθούμενος καὶ πιλούμενος. οὕτω γοῦν ἀποδέδειχεν ὁ Ἀριστοτέλης ἐν θέρει ἐν τῇ Αἰθιοπίᾳ τοὺς ὑετοὺς γινομένους· ὠθουμένης
15γὰρ τῆς ἐκ τῶν βορείων ἀτμίδος ὑπὸ τῶν ἐτησίων πνευμάτων καὶ τοῖς Ἀραβικοῖς προσπιπτούσης ὄρεσι μεγίστοις οὖσι καὶ συνθλιβομένης ἀεὶ ὑπὸ τῆς ἐπιγινομένης, τῇ πιλήσει πυκνοῦσθαι καὶ εἰς ὕδωρ μεταβάλλειν. ἔστι γοῦν τὸν τῶν ἐτησίων χρόνον ἐν τῇ Αἰθιοπίᾳ κατὰ συνέχειαν ὁρᾶν κρουνηδὸν τοὺς ὑετοὺς καταφερομένους ψύξεως ἁπάσης χωρίς. τὸ αὐτὸ δὲ
20καὶ ἐν τοῖς βαλανείοις γίνεται· ἡ γὰρ ἀνιοῦσα ἀτμὶς καὶ τῇ ὀροφῇ πλησιά‐ ζουσα διέξοδον οὐκ ἔχουσα συμπιλεῖται εἰς ἑαυτήν, καὶ πυκνουμένη γίνεται ὕδωρ καὶ τῇ συμφύτῳ βαρύτητι καταρρεῖ. ὥσπερ δὲ πυκνούμενος τῇ πιλήσει, οὕτως καὶ μανούμενος τῇ ἕλξει φαίνεται· ἐνδέχεται γὰρ ἔκ τινος ληκύθου στενὸν ἐχούσης στόμιον πολὺν ἀθρόον τῷ στόματι ἐκμυζῆσαι ἀέρα,
25μηδαμόθεν ἄλλου ἀέρος ἀντεισιόντος. καὶ δῆλον ὅτι οὔτε ὅλον τὸ μεταξὺ οὔτε μέρος κενὸν γέγονεν· τοῦτο γὰρ ἀδύνατον. οὐκοῦν ὁ ὑπολελειμμένος ἀὴρ μανωθεὶς τὸν ὅλον ἐπέλαβε τόπον. εἰ τοίνυν ἐνδέχεται τὸν ἀέρα καὶ πιλούμενον εἰς ἑαυτὸν συνιζάνειν καὶ πάλιν μανοῦσθαι, εἰδέναι χρὴ ὡς ἐπειδὰν ἐξατμίζηται ἐνταῦθα ὕδωρ, ἢ ἑψόμενον ἢ ὁπωσοῦν ἄλλως, ὁ
30γενόμενος ἀὴρ ὠθεῖ τὸν παρακείμενον, κἀκεῖνος τὸν συνεχῆ, ἕως οὗ τῇ πιλήσει πυκνωθείς τις ἀὴρ τοσοῦτον ὑπολείπει τόπον, ὅσον ἐπέλαβεν ὁ γινόμενος. καὶ οὐ πάντως ἀνάγκη εἰς ὕδωρ ἄλλον τοσοῦτον ἑτέρωθί που μεταβληθῆναι ἢ τοῦ παντὸς ἀέρος γενέσθαι κίνησιν (πλάσμα γὰρ τοῦτο
καὶ ἀποκλήρωσις), ἀλλὰ μόνον τοσοῦτον ἀέρα τῇ ὤσει τοῦ γενομένου93
In GC
.

14,2

94

πιληθῆναι, ὥστε τὸν ἴσον ὑπολιπεῖν τῷ γενομένῳ τόπον. τὸ αὐτὸ καὶ εἰ πυκνωθεὶς εἰς ὕδωρ μεταβαλεῖ· ἀνάγκη γὰρ τὸν παρακείμενον τῷ πυκνωθέντι τῇ τοῦ κενοῦ βίᾳ συνέπεσθαι τῷ συσταλέντι, καὶ τὸν ἐκείνῳ πάλιν παρακείμενον τῷ ἐφεξῆς, ἕως οὗ ἀήρ τις ἕτερος ἐπὶ τοσοῦτον μανωθῇ,
5ὅσον ἀναπληρῶσαι τὸν καταλελειμμένον ὑπὸ τοῦ πυκνωθέντος τόπον, οὐ μὴν πάντως ὅσος ἐνταῦθα ἀὴρ εἰς ὕδωρ μετέβαλε, τοσοῦτον ἀνάγκη ἀλλαχοῦ που ἐξ ὕδατος ἀέρα γενέσθαι. p. 321a14 Ἀλλ’ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ φθαρέντι καὶ τῷ γενομένῳ.
10 Εἰπὼν ὅτι οὐδέτερον ηὔξηται, οὔτε τὸ εἰς ὃ ἡ μεταβολὴ γέγονεν οὔτε τὸ ἐξ οὗ, νῦν φησιν ὅτι λείπεται ἢ μηδὲν εἶναι τὸ ηὐξημένον ἐπὶ τῆς τοιαύτης μεταβολῆς τῆς ἐξ ὕδατος εἰς ἀέρα, ἢ ἔστι τι ηὐξημένον ὃ κοινὸν ὑποκείμενόν ἐστι τοῦ γενομένου καὶ τοῦ φθαρέντος, τοῦτο δέ ἐστι τὸ σῶμα. εἶτα ἐφεξῆς κατασκευάζει ὅτι οὐδὲ τοῦτο δυνατὸν λέγειν ηὐξῆσθαι, διότι
15οὐ σῴζεται ἐπ’ αὐτοῦ τὰ κοινῶς ὑπάρχοντα τῷ αὐξομένῳ, λέγω δὲ τό τε πᾶν μόριον μεῖζον γεγονέναι τοῦ αὐξομένου καὶ τὸ προσιόντος τινός, καὶ πρὸς τούτοις τὸ ὑπομένειν τὸ αὐξόμενον. τούτων γὰρ τὸ ὑπομένειν οὐκ ἔστιν ἐπὶ τοῦ σώματος· οὐ γὰρ ὑπομένει, ἀλλὰ ἄλλο ἐξ ἄλλου γίνεται μανότερόν τε ἐκ πυκνοτέρου καὶ μεῖζον ἐξ ἐλάττονος. τὸ δὲ λέγειν τὸ
20καθόλου εἶναι τὸ ὑπομένον, ἄλογον· τὸ γὰρ καθόλου οὔτε γεννᾶται οὔτε φθείρεται οὔτε ὅλως ὑφέστηκεν ἰδίαν ἔχον ὕπαρξιν, ἀλλ’ ἔστιν ἀεὶ τὸ μερικὸν καὶ τόδε τι τὸ σῶμα τὸ γινόμενον καὶ φθειρόμενον, ὅπερ ἐστὶ καὶ τὸ ἐνεργείᾳ ὑφεστώς. εἰ τοίνυν τόδε μέν τι τὸ σῶμα φθείρεται, ἕτερον δὲ ἐξ ἑτέρου γεννᾶται, πρόδηλον ὡς οὐδὲν αὐτοῖς ἐστι κοινὸν
25σῶμα ὑπομένον πλὴν τῆς πρώτης ὕλης, περὶ ἣν μίαν καὶ τὴν αὐτὴν οὖσαν ἡ μεταβολὴ θεωρεῖται· ταύτῃ γὰρ καὶ διενήνοχε γένεσις αὐξήσεώς τε καὶ ἀλλοιώσεως, τῷ ἐπὶ μὲν τῆς γενέσεως μὴ ὑπομένειν τὸ μεταβάλλον, ἐπ’ αὐξήσεως δὲ καὶ ἀλλοιώσεως ὑπομένειν τὸ αὐτὸ κατὰ τὴν οὐσίαν, μεταβάλλειν δὲ κατὰ τὰ συμβεβηκότα, ἐπὶ μὲν αὐξήσεως κατὰ μέγεθος,
30ἐπὶ δὲ τῆς ἀλλοιώσεως κατὰ πάθος. εἰ δέ τις εἴποι ὡς ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὑπομένει τὸ τριχῇ διαστατὸν ᾗ τοιοῦτόν ἐστι καὶ μόνον ἐξ ἐλάττονος μεῖζον γίνεται, ἴστω ὡς εἰ καὶ τοῦθ’ οὕτως εἶχεν, οὐκέτι καὶ προσιόντος τινὸς ἔξωθεν ηὔξηται. ἔπειτα εἰ μὲν αὐτὸ καθ’ αὑτὸ τὸ
τριχῇ διαστατὸν ὑπάρχον ἄνευ τινὸς εἴδους ἐξ ἐλάττονος μεῖζον ἐγίνετο,94
In GC
.

14,2

95

ἴσως ἂν εἰ καὶ μὴ εὐλόγως συγχωρεῖν ἦν αὔξησιν εἶναι τὸ τοιοῦτο· νῦν δὲ εἰ τὸ αὐξόμενον φυλάττειν δεῖ τὸ πρότερον εἶδος, ὡς ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων, τὸ δὲ τριχῇ διαστατὸν εἰδοπεποιημένον τῷ τοῦ ὕδατος εἴδει ἐν τῇ εἰς μείζονα ὄγκον μεταβολῇ, λέγω δὴ τὴν τοῦ ἀέρος,
5οὐκ ἐφύλαξε τὸ πρότερον εἶδος, λέγω δὴ τὸ τοῦ ὕδατος, πρόδηλον δήπου ὡς οὐκ ἂν εἴη τὸ τοιοῦτον αὔξησις. οὐδὲ γὰρ τὸ ὑπομένειν τὸ τριχῇ διαστατόν, τοῦτο ἴδιόν ἐστιν ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ ἁπλῶς ἐπὶ πάσης γενέσεως καὶ πάσης μεταβολῆς· πολλάκις γὰρ δέδεικται, ὡς δεῖ ἐπὶ πάντων τῶν μεταβαλλόντων τὸ πρῶτον ὑποκείμενον ἀμετάβλητον
10εἶναι. ἐπὶ δὲ τῆς αὐξήσεως τὸ αὐτὸ εἶδος ὑπομένειν δεῖ ὅπερ εἶχε τὸ αὐξηθὲν καὶ πρὶν αὐξηθῇ· τοῦτο δὲ οὐ γίνεται ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐκέτι αὔξησις τὸ τοιοῦτο. p. 321a26 Εἰ δὲ ἔσται ἡ εἰρημένη αὔξησις. Εἴπερ, φησί, λέγοιμεν αὔξησιν εἶναι τὴν εἰρημένην, τουτέστι τὴν ἐξ
15ὕδατος εἰς ἀέρα μεταβολήν, διὰ τὸ μείζονα τὸν ὄγκον γεγονέναι, ἀναγκα‐ σθησόμεθα μήτε ὑπομένειν τὸ αὐξόμενον λέγειν μήτε προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι, καὶ ἀναιρήσομεν τὰ κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως λεγόμενα· εἰ δὲ ταῦτα φυλάξαι χρή, ὥσπερ οὖν χρή, οὐκ ἂν εἴη αὔξησις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
20p. 321a29 Ἀπορήσειε δ’ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον, πότερον ᾧ προστίθεταί τι. Πάσας ἃς ἄν τις περὶ τῆς αὐξήσεως ἐκίνησεν ἀπορίας τε καὶ ζητήσεις τίθησι καὶ ταύταις διαιτᾷ, πρὶν τὴν προσήκουσαν ἀποδῷ περὶ αὐτῆς διδα‐ σκαλίαν· τῶν γὰρ ἀποριῶν προκαταβληθεισῶν καὶ τῆς προσηκούσης λύσεως
25τυχουσῶν ῥᾷον ὁ περὶ αὐτῆς ἀπευθύνεται λόγος. νῦν γοῦν ζήτησιν κινεῖ οἰκείαν τῷ περὶ αὐξήσεως λόγῳ, ζητῶν πότερον ἄρα ἀμφότερά ἐστι τὰ αὐξόμενα, τό τε προστεθὲν καὶ ᾧ προστίθεται, ἢ μόνον τὸ ᾧ προστίθεται. δοκεῖ μὲν γὰρ ἀμφότερα μείζονα γεγονέναι καὶ τὸ προστεθὲν καὶ ᾧ προσετέθη, ὡς ἐπὶ τοῦ οἴνου ἔχει καὶ τοῦ ὕδατος· ὅταν γὰρ μίξῃς οἴνῳ
30ὕδωρ, ἑκάτερον δοκεῖ πλέον γεγονέναι καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος. φησὶν οὖν
ἐπικρίνων τὴν ἀπορίαν, ὅτι τὸ ᾧ προστίθεται μόνον χρὴ λέγειν ηὐξῆσθαι,95
In GC
.

14,2

96

οἷον εἰ κνήμη εἴη ᾗ προστίθεται, ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη, *** οὐκ ἂν λέγοιτο αὔξεσθαι. καὶ τὴν αἰτίαν ἐπιφέρει. ἐπειδὴ γὰρ προείληπται δεῖν τὸ αὐξόμενον ὑπομένειν, ὑπομένει δὲ ἡ κνήμη, οὐ τὸ προσιόν (τοῦτο γὰρ μεταβάλλει κατὰ τὴν οὐσίαν), εὐλόγως ἂν ἡ κνήμη λέγοιτο αὔξεσθαι
5μόνως, οὐ τὸ προσιόν. ἀλλὰ δὴ κἀπὶ τῆς μίξεως τοῦ ὕδατος καὶ τοῦ οἴνου, ὅταν ὀλίγον ὕδωρ πλείονι οἴνῳ μίξῃ τις, τὸν οἶνον μόνον φαμὲν ηὐξῆσθαι, διότι μένει τὴν τοῦ οἴνου δύναμιν ἐπιδεικνύμενος. οὕτω δὲ καὶ ὕδατι πλείονι ἐὰν μίξῃς οἶνον ὀλίγον ὡς κρατηθῆναι ὑπὸ τοῦ ὕδατος, οὐ τὸν οἶνόν φαμεν ηὐξῆσθαι, διότι οὐ σῴζει τὴν οἰκείαν δύναμιν, ἀλλὰ τὸ
10ὕδωρ τὸ σῷζον τὴν οἰκείαν δύναμιν καὶ τὴν τοῦ ὕδατος ἰδιότητα. καθόλου γὰρ οὐ τὸ φθειρόμενον οὐδὲ τὸ κρατούμενόν φαμεν ηὐξῆσθαι, ἀλλὰ τὸ κρατοῦν καὶ ὑπομένον. εἰ δὲ καὶ ἰσοσθενὴς ἡ μίξις γένοιτο, οὐ τῷ ποσῷ ἀλλὰ τῇ δυνάμει ὡς ὁμοίως ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παθεῖν, εἴποις ἂν οὕτως ἑκάτερον ηὐξῆσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ἐφθάρθαι· οὐδετέρου
15γὰρ ἔτι ἡ δύναμις καὶ ἡ ἐνέργεια εἰλικρινὴς σῴζεται. δῆλον 〈δ’〉 ὅτι καὶ τὴν αὔξησιν ἐπὶ τῶν μιγνυμένων καταχρηστικώτερον εἴρηκεν· οὐδὲ γὰρ εἰλικρινῶς τὸ αὐτὸ εἶδος ὑπομένει οὐδὲ πᾶν μόριον αὐτοῦ ἐπιδίδωσιν, ἀλλὰ μόνον τῇ προσθέσει τὸ ὅλον μεῖζον γέγονεν. p. 321b2 Ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως, εἰ μένει σὰρξ οὖσα.
20 Προθέμενος δεῖξαι ὅτι αὔξησις ἐκείνου ἐστὶν ᾧ προσθήκη γίνεται, οὐ τοῦ προστιθεμένου, πρῶτον μὲν ἔδειξεν ἐκ τοῦ τὸ μὲν ὑπομένειν ᾧ προστί‐ θεται τὸ δὲ προστιθέμενον μεταβάλλειν, νῦν δὲ καὶ τὴν ἀλλοίωσιν παρέθετο [ἐξέθετο] σαφηνίζων τὰ κατὰ τὴν αὔξησιν. ὥσπερ γὰρ ἐπὶ τῆς αὐξήσεως ἔστι τὸ αὐξόμενον, ἔστι καὶ τὸ ᾧ αὔξεται, ἔστι καὶ ἡ αὐξητικὴ δύναμις ἐν
25τῷ αὐξομένῳ τὴν ὕπαρξιν ἔχουσα, οὕτω κἀπὶ τῆς ἀλλοιώσεως ἔστι τὸ ὑποκείμενον, τουτέστι τὸ ἀλλοιούμενον, ἔστι δὲ καὶ τὸ ᾧ ἀλλοιοῦται, ἔστι δὲ καὶ ἡ δύναμις ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται. ὥσπερ οὖν ἐπὶ τῆς αὐξήσεως τὸ ὑποκείμενόν φαμεν ηὐξῆσθαι μόνον (ἐν αὐτῷ γὰρ ἡ αὐξητική ἐστι καὶ θρεπτικὴ δύναμις), οὕτω κἀπὶ τῆς ἀλλοιώσεως τὸ ὑποκείμενόν
30φαμεν ἠλλοιῶσθαι, οἷον τὴν σάρκα, ὅταν σῴζουσα τὸ εἶδος μεταβάλλῃ κατά τι πάθος. τὸ δὲ ᾧ ἠλλοίωται ἔστι μὲν ὅτε οὐδὲν πάσχει οὐδὲ μετα‐ βάλλει, ὡς ὅταν πυρὸς παρακειμένου θερμαίνηται τὰ ἡμέτερα σώματα τοῦ
πυρὸς οὐδὲν ἐξ ἡμῶν ἀντιπάσχοντος, ἀλλὰ μένει ἀναλλοίωτον τὸ ἀλλοιοῦν96
In GC
.

14,2

97

ἀναλόγως τῷ προστεθέντι, ἐπεὶ μηδὲ τοῦτο αὔξεται· ἔστι δὲ ὅτε πάσχει τι καὶ αὐτὸ καὶ ἀλλοιοῦται, ὡς ὁ ἐν τοῖς βαλανείοις ἀὴρ θερμαίνων ἡμᾶς καὶ ἀντιπάσχων ὑφ’ ἡμῶν. καὶ ταύτῃ διενήνοχε τοῦ προστιθεμένου καὶ αὔξοντος τὸ ἀλλοιοῦν, διότι τὸ αὖξον οὐδέποτε αὔξεται, τοῦ ἀλλοιοῦντος
5ποτὲ μὲν καὶ αὐτοῦ ἀλλοιουμένου ποτὲ δὲ οὔ. καίτοι καὶ τὸ προστιθέμενον δόξει ποτὲ ἴσως αὔξεσθαι, ὅταν ἡ προσελθοῦσα τροφὴ εἰς πνεῦμα μετα‐ βληθεῖσα μείζων γένηται. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. οὐ γάρ ἐστιν αὕτη αὔξησις, ἀλλὰ φθορά· οὐδ’ ἂν φαίημεν τὴν ἐμπνευματωθεῖσαν τροφὴν ηὐξῆσθαι οὐδὲ ἐν αὐτῇ εἶναι τὴν αὐξητικὴν δύναμιν, ἀλλ’ ἐν τῷ αὐξομένῳ.
10ἀλλ’ οὐδὲ τὸ ᾧ ἠλλοίωται, εἰ καὶ πάσχει τι καὶ αὐτὸ πολλάκις καὶ ἀλλοι‐ οῦται, ὅμως τὴν δύναμιν ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται οὐκ ἔχει, φησίν, ἐν ἑαυτῷ· ἐν τῷ ὑποκειμένῳ γὰρ καὶ ἀλλοιουμένῳ φησὶ ταύτην εἶναι, τῷ καὶ σῳζομένῳ καὶ ὑπομένοντι, ὥσπερ οὖν καὶ ἐν τῷ αὐξομένῳ τὴν αὐξητικὴν δύναμιν.
15 Ἀπορίας δὲ ἄξιον πῶς ἐν τῷ ἀλλοιουμένῳ φησὶν εἶναι τὴν ἀρχὴν τῆς κατὰ τὴν ἀλλοίωσιν κινήσεως, οὐκ ἐν τῷ ἀλλοιοῦντι. ἐπὶ μὲν γὰρ τοῦ αὐξομένου φανερὸν ὅτι ἐν αὐτῷ ἡ ἀρχή ἐστι τῆς κινήσεως· ἐν γὰρ τῷ αὐξομένῳ ἐστὶν ἡ αὐξητικὴ καὶ θρεπτικὴ δύναμις, ἡ μεταβάλλουσα τὴν τροφὴν καὶ οἰκειουμένη. σαφὲς δὲ τοῦτο καὶ ἐκ τοῦ τὴν μὲν τροφὴν
20φθείρεσθαι, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον μένειν ἀεὶ τὴν αὐξητικὴν καὶ θρεπτικὴν δύναμιν ἔχον. εἰ τοίνυν δεῖ φθαρῆναι τὴν τροφήν, ἵνα οὕτω θρέψῃ καὶ αὐξήσῃ, τῶν δὲ ὑποκειμένων φθαρέντων φθείρεται καὶ ἡ ἐν αὐτοῖς δύναμις, εὔδηλον ὡς οὐκ ἔστιν ἐν τῇ τροφῇ οὔτε ἡ θρεπτικὴ οὔτε ἡ αὐξητικὴ δύναμις, εἰ μὴ ἡ ὡς ὕλη θεωρουμένη· ἡ μέντοι ποιητικὴ
25αἰτία τῆς αὐξήσεως καὶ θρέψεως ἐν τῷ αὐξομένῳ ἐστὶ καὶ τρεφομένῳ· τοῦτο γὰρ ὑπομένει καὶ τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄλογον δοκεῖ εἶναι τὸ μὴ ἐν τῷ ἀλλοιοῦντι ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ ἀποτίθεσθαι τὴν ἀρχὴν τῆς κινήσεως, ἥτις ἀεὶ σημαίνει παρὰ Ἀριστοτέλει τὴν ποιητικὴν αἰτίαν. εἴπερ οὖν ἐν τῷ ἀλλοιουμένῳ φαίημεν
30τὴν ποιητικὴν αἰτίαν ὑπάρχειν, αὐτὸ ὑφ’ ἑαυτοῦ ποιήσομεν ἀλλοιοῦσθαι, ὅπερ ἄτοπον. μάχεται δὲ τῷ λόγῳ καὶ ἡ τῶν πραγμάτων ἐνάργεια. θερμαινόμεθα γὰρ ὑπὸ πυρὸς καὶ ψυχόμεθα ὑπὸ χιόνος, καὶ οὐδεὶς ἂν αἰσθήσει χρώμενος τὸ ποιητικὸν τῆς θέρμης ἢ τῆς ψύξεως αἴτιον ἐν τῷ σώματι ἡμῶν τῷ ἀλλοιουμένῳ εἶναι λέξειε, καὶ οὐκ ἐν τῷ πυρὶ καὶ τῇ
35χιόνι· καὶ ὁ κηρὸς δὲ ἀλλοιοῦται ἐκ κύβου φέρε σφαῖρα γινόμενος, καὶ παντὶ δῆλον ὡς ἡ ἀλλοιωτικὴ δύναμις οὐκ ἐν τῷ κηρῷ ἐστιν, ἀλλ’ ἐν τῷ
διαπλάσαντι. πῶς οὖν ἐν τούτοις ὁ Ἀριστοτέλης τὴν αἰτίαν τῆς ἀλλοιώσεως97
In GC
.

14,2

98

οὐκ ἐν τῷ ἀλλοιοῦντί φησιν εἶναι, ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ; πρὸς τοῦτο τοίνυν ἐνιστάμενός φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν αὐτῷ ὁ λόγος. οὐδὲ γὰρ τοῦ ἀλλοιοῦν τὴν ἀρχὴν καὶ τὴν δύναμίν φησιν εἶναι ἐν τῷ ἀλλοιουμένῳ, ἀλλὰ τοῦ ἀλλοιοῦσθαι, ἥτις τρόπον τινὰ
5αἰτία γίνεται τῷ ποιοῦντι τοῦ ἀλλοιοῦν· οὐ γὰρ ἀλλοιοῖ τὰ ποιοῦντα, εἰ μὴ μόνα τὰ ἔχοντα τὴν δύναμιν τοῦ ἀλλοιοῦσθαι. οὕτω μὲν οὖν Ἀλέξανδρος τὴν ἀρχὴν τῆς κινήσεως ἀξιοῖ μὴ ἀκούειν περὶ τοῦ ποιητικοῦ αἰτίου. ἔστι δὲ ἐπί τινων ἀλλοιώσεων εὑρεῖν τὴν ἀρχὴν τῆς κινήσεως, τὴν ὡς ποιητικὴν ἐν τῷ ἀλλοιουμένῳ ὑπάρχουσαν, οἷον ὡς ἐπὶ τῶν ἀλλοιώσεων τῶν γινο‐
10μένων περὶ τὰ τῶν ζῴων σώματα ὑπὸ τῶν φαρμάκων, τῶν ἐνεργείᾳ μὲν μήτε ψύξιν μήτε θερμότητα ἐναργῆ κεκτημένων, δυνάμει δὲ θερμαινόντων ἢ ψυχόντων. τὰ γὰρ τοιαῦτα πάντα, οἷόν ἐστι πέπερι πύρεθρον κώνειον καὶ ὅσα τοιαῦτα, τοῖς μὲν ἀψύχοις προσφερόμενα σώμασιν οὐδεμίαν ἐπι‐ δείκνυται δύναμιν οὐδὲ ἀλλοιοῖ αὐτά, τοῖς δὲ τῶν ζῴων προσπελάσαντα
15σώμασιν ἀλλοιοῖ ταῦτα τῷ ἀντικινεῖσθαι ὑπὸ τῆς ἐν τῷ σώματι φύσεως καὶ ζωῆς καὶ κινηθέντα τὴν ἑαυτῶν ἐπιδείκνυσθαι δύναμιν. ἐπὶ τῶν τοιούτων ἄρα πάντων ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ ἀλλοιουμένῳ σώματι εἰκότως ἂν λέγοιτο ὑπάρχειν. Ἡ μὲν οὖν ἐνδεχομένη ἐπινοηθῆναι παραμυθία τοῖς ἐν τῷ προκειμένῳ
20χωρίῳ διηπορημένοις τοιαύτη τίς ἐστιν, ἀεί τε ἀμφιβαλλομένῳ καὶ πρὸς τῶν ἐξηγητῶν μὴ πρὸς ἀκρίβειαν κατορθουμένῳ. τάχα δ’ ἄν τις καὶ ταύτην λύσειεν. οὐδὲ γὰρ ἀληθές ἐστι τὸ ἐπὶ τῶν εἰρημένων ἀλλοιώσεων ἐν τῷ ἀλλοιουμένῳ τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀλλ’ ἡ μὲν ἐν τοῖς φαρμάκοις δύναμις ὑπὸ τῶν ἡμετέρων σωμάτων εἰς ἐνέργειαν ἄγεται,
25ἀχθεῖσα δὲ εἰς ἐνέργειαν οὕτω λοιπὸν ἀντιδρᾷ εἰς τὰ ἡμέτερα σώματα καὶ ἀλλοιοῖ αὐτά. ὥστε τοῦ μὲν τὸ δυνάμει τῶν φαρμάκων εἰς ἐνέργειαν ἀχθῆναι τὸ αἴτιον ἐν τοῖς ἡμετέροις ἐστὶ σώμασι, τοῦ δὲ τὰ ἡμέτερα σώματα ὑπὸ τῶν φαρμάκων ἀλλοιωθῆναι ἡ ποιητικὴ αἰτία ἐν τοῖς φαρμάκοις ἐστίν, ἐνεργείᾳ λοιπὸν φέρε θερμῶν ἢ ψυχρῶν γενομένων· τὸ γὰρ μὴ
30γενόμενον ἐνεργείᾳ θερμὸν οὐκ ἂν ἄλλο τι θερμᾶναι δυνήσεται καὶ ποιῆσαι ἐνεργείᾳ θερμόν. ὡς γὰρ αὐτὸς εἶπε μικρῷ πρόσθεν, δεῖ τὸ ποιοῦν πάντως ἐντελεχείᾳ εἶναι ἢ ὁμοειδὲς ἢ ὁμογενές. ὅμοιον οὖν ἐστι τὸ ἐπὶ τῶν
φαρμάκων τούτων γινόμενον, ὥσπερ εἰ ἐν οἰκίσκῳ πλείστων ἀνθρώπων98
In GC
.

14,2

99

ὄντων ὁ ἐν αὐτῷ ἀὴρ ὑπ’ αὐτῶν θερμανθεὶς ἀντιθερμαίνει αὐτούς. κἀπὶ τούτων γὰρ τοῦ μὲν τὸν ἀέρα θερμανθῆναι αἰτία ἐστὶν ἡ τῶν σωμάτων ἐπαφή, θερμανθεὶς δὲ ἅπαξ ὁ ἀὴρ καὶ αὐτὸς πάλιν ἀντιθερμαίνει τὰ θερμάναντα. ὥστε κἀπὶ τούτων τὸ προσεχὲς τῆς ἀλλοιώσεως αἴτιον ἐν
5τῷ ἀλλοιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ ἀλλοιουμένῳ. Καὶ ἄξιον ζητῆσαι τί δήποτε τεσσάρων οὐσῶν κατὰ γένος πασῶν τῶν μεταβολῶν, ὡς πολλάκις εἴρηται, τῆς κατ’ οὐσίαν τῆς κατὰ ποσὸν τῆς κατὰ ποιὸν τῆς κατὰ τόπον, ἐπὶ μὲν τῆς κατ’ οὐσίαν μεταβολῆς, φημὶ δὴ φθορᾶς καὶ γενέσεως, καὶ ἐπὶ τῆς κατὰ ποιότητα, τουτέστι τῆς ἀλλοιώσεως, τὸ αἴτιον
10τῆς μεταβολῆς ἐν τῷ ποιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ γινομένῳ ἢ πάσχοντι, ἐπὶ δὲ τῶν λοιπῶν δύο, τῆς τε κατὰ ποσὸν καὶ τῆς κατὰ τόπον, ἐν τῷ πάσχοντί ἐστιν ἡ ποιητικὴ αἰτία. τό τε γὰρ γινόμενον οὐκ αὐτὸ τὴν ποιητικὴν αὑτοῦ ἔχει αἰτίαν, ἀλλὰ τὸ δημιουργοῦν, οἷον εἰ ὁ οἰκοδόμος ἢ ὁ πατὴρ ἢ ὁτιοῦν ἄλλο εἴη τὸ ποιοῦν, καὶ τὸ φθειρόμενον πάλιν ἑτέρωθεν ἔχει τῆς
15φθορᾶς τὴν αἰτίαν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστι· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται. ἐδείξαμεν δὲ ὅτι οὐδ’ ἐν τοῖς ἀλλοιουμένοις ἡ αἰτία ὑπάρχει τῆς ἀλλοιώσεως, ἀλλ’ ἐν τοῖς ἀλλοιοῦσιν. ὅτι δὲ ἐν τοῖς αὐξομένοις τὸ ποιητικὸν αἴτιόν ἐστι τῆς αὐξήσεως, καὶ τοῦτο ὡμολόγηται· ἡ γὰρ ἐν ἑκάστῳ μορίῳ φυσικὴ δύναμις τὴν προσκριθεῖσαν τῷ μορίῳ
20τροφὴν ἑνώσασα τῷ ὑποκειμένῳ ἐξομοιοῖ αὐτό. καὶ τὰ κατὰ τόπον δὲ κινούμενα τῆς ἐν τούτῳ μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστιν αἴτια· εἰ γὰρ ἡ κί‐ νησις αἰτία τῆς κατὰ τόπον γίνεται μεταβολῆς, τῆς δὲ κινήσεως τῶν σωμάτων ἡ ἐν αὐτοῖς φύσις ἐστὶν αἰτία (κινήσεως γὰρ καὶ ἠρεμίας αἰτία ἡ φύσις), τῆς ἄρα κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.
25 Τούτων δεδειγμένων τὴν αἰτίαν ζητῆσαι ἄξιον, τί δήποτε τῆς μὲν κατ’ οὐσίαν καὶ κατὰ ποιότητα μεταβολῆς τὰ αἴτιά ἐστιν οὐκ ἐν τοῖς μεταβάλ‐ λουσιν ἀλλ’ ἔξωθεν, τῆς δὲ κατὰ ποσὸν καὶ κατὰ τόπον αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια. φημὶ οὖν ὡς εἰ τὸ γινόμενον μήπω ἐστί, πῶς οἷόν τέ ἐστι τὸ μήπω ὂν αὐτὸ ἑαυτῷ τοῦ εἶναι ὑπάρχειν αἴτιον; τὸ γὰρ
30αἴτιόν τινος, ὡς πολλάκις εἴρηται, ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ μήπω ὂν οὐκ ἔστιν ἐνεργείᾳ. ὅτι δὲ οὐδὲ φθορᾶς οὐδέν ἐστιν ἑαυτῷ φυσικῶς αἴτιον, εἴρηται· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται. ἀλλὰ δὴ καὶ ἡ ἀλλοίωσις πάθος οὖσα τοῦ ὑποκειμένου, ὅτε ἐπιτεταμένη γίνεται, φθείρει τὸ σῶμα· ἐπιτεινομένη γὰρ ἡ θερμότης ἢ ἡ ψύξις ξηρότης τε καὶ ὑγρότης φθείρει
35τὰ σώματα. εἴπομεν δὲ ὡς οὐδέν ἐστιν αὐτὸ ἑαυτοῦ φθαρτικόν. λεύκανσις99
In GC
.

14,2

100

δὲ καὶ μελανία, καὶ ὅσαι τῶν ἀλλοιώσεων μήτε βλάπτουσι μήτε ὠφελοῦσι τὸ ὑποκείμενον, δι’ αὐτὸ τοῦτο τὴν αἰτίαν εἰκότως ἂν ἔξωθεν ἔχοιεν. τὰ γὰρ ὑπὸ τῶν φυσικῶν ἑκάστου δυνάμεων γινόμενα πάντως εἰς τὸ εἶναι τῷ ὑποκειμένῳ λυσιτελεῖ. οὐδὲν γὰρ οὔτε ἐπὶ κακῷ οὔτε μάτην οὔτε ἐκ
5περιττοῦ ἡ φύσις ἐργάζεται, εἰ μή τι ὡς παρεπόμενον τῇ φυσικῇ κράσει γίνοιτο, οἷον εἰ τῇ θερμῇ καὶ ξηρᾷ κράσει παρέποιτο τὸ οὔλας ἔχειν τὰς τρίχας. ἀλλ’ εἰ μὲν ἐκ τῆς κατ’ ἀρχὴν συστάσεως τοῦτο γίνοιτο, οὐδὲ ἀλλοίωσις δηλονότι τὸ τοιοῦτόν ἐστιν ἀλλὰ γένεσις· εἰ μέντοι ἐκ κράσεως φέρε ξηρᾶς εἰς ὑγρὰν μεταβάλοι, καὶ ταύτῃ ἀλλοιωθείη ἢ τὸ χρῶμα ἢ τὸ
10τῶν τριχῶν συνεστραμμένον καὶ ἀπηυθυσμέναι γίνονται, δῆλον ὅτι τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον τοῦτο καὶ τῆς ἀλλοιώσεως τοῦ χρώματος ἢ τῶν τριχῶν γέγονεν αἴτιον, εἴτε τὸ περιέχον εἴη εἴτε τὰ προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. περὶ μὲν οὖν γενέσεως καὶ ἀλλοιώσεως τοσαῦτα. διὰ τί δὲ τὸ αὐξόμενον ἐν ἑαυτῷ ἔχει τὴν ποιητικὴν αἰτίαν τῆς αὐξήσεως,
15ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν. εἰ γὰρ τὸ τρέφον καὶ αὖξον ἐξομοιοῦσθαι θέλει τῷ τρεφομένῳ καὶ αὐξομένῳ, δῆλον ὅτι δυνάμει ἐστὶν οἷον τὸ αὐξό‐ μενον, δυνάμει δὲ ὂν οὐκ ἂν εἴη ἑαυτῷ τῆς 〈εἰσ〉 ἐκεῖνο μεταβολῆς αἴτιον. εἴρηται δὲ ὡς ὅτι τὸ ποιοῦν ἢ ὁμοειδές ἐστι τῷ γινομένῳ ἢ ὁμογενές. εἰκότως οὖν τὸ αὐξόμενον καὶ τρεφόμενον αἴτιόν ἐστι τῆς εἰς αὐτὸ τοῦ
20τρέφοντος καὶ αὔξοντος ἐξομοιώσεως. εἰ δὲ τῆς κατὰ τόπον μεταβολῆς αἰτία ἡ κίνησις, τῆς δὲ κινήσεως τῆς ἑκάστου ἡ ἐν αὐτῷ φύσις αἰτία, εἴπερ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας ἡ φύσις ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, εἰκότως ἄρα τῆς κατὰ τόπον μετα‐ βολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.
25p. 321b3 Εἰ μένει σὰρξ οὖσα καὶ τὸ τί ἐστι, πάθος δέ τι ὑπάρχει τῶν καθ’ αὑτό. Ὅταν, φησί, τὸ τί ἐστι, τουτέστι τὸ εἶδος, φυλάττουσα καὶ σὰρξ
μένουσα μεταβάλλῃ κατά τι πάθος τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτῇ, τό‐100
In GC
.

14,2

101

τε, φησί, λέγεται ἠλλοιῶσθαι. πάθη δέ φησιν ἐνταῦθα καθ’ αὑτὸ ὑπάρχοντα οὐ κατὰ τὸ σημαινόμενον τοῦ καθ’ αὑτὸ ὃ ἐν τῇ Ἀπο‐ δεικτικῇ παραδέδωκε, τὸ πρώτως καὶ μόνῳ καὶ ἀεί τινι ὑπάρχον, ὥσπερ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὃ καὶ
5ἀναιρουμένου τοῦ ἔχοντος συναναιρεῖται, ἀλλὰ καθ’ αὑτό φησιν ἐνταῦθα τὸ ἐν αὐτῷ τῷ σώματι γινόμενον, οἷον λευκότητα θερμότητα, καὶ μὴ ἔξωθεν καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλλο αὐτῷ ἐπιγινόμενον, ὡς εἴ τι ἐξ ἀριστεροῦ δεξιὸν γένοιτο ἢ ἐκ τῶν κάτω ἄνω, καὶ ἐπὶ τῶν παραπλησίων. p. 321b8 Ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ’ ἄν ποτε μεῖζον, καὶ τὸ
10ἀπολαῦσαν αὐτοῦ σῶμα. Ἐπειδὴ εἶπεν ὅτι τὸ ποιητικὸν αἴτιον οὐκ ἐν τῷ αὔξοντί ἐστιν ἀλλ’ ἐν τῷ αὐξομένῳ καὶ ἀλλοιουμένῳ, καὶ ὅτι τὸ “ᾧ ἠλλοίωται ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοίωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο”, δοκεῖ δὲ καὶ ἡ τροφὴ ἔστιν ὅτε αὔξεσθαι, ὅταν εἰς πνεῦμα μεταβάλῃ, ὥσπερ καὶ τὸ ἀλλοιοῦν
15ἔστιν ὅτε ἀλλοιοῦσθαι, καὶ ἔνθεν δόξει καὶ ἐν αὐτῷ εἶναι ἡ αὐξητικὴ δύναμις, ἥπερ ἐν τῷ αὐξομένῳ, ὡς εἴρηται, θεωρεῖται, διὰ τοῦτο νῦν τίθησι τὸ τῆς πλάνης αἴτιον καὶ ἐλέγχει ὅτι οὔτε αὔξεται ἡ τροφὴ οὔτε διὰ τοῦτο ἐν αὑτῇ ἕξει τὴν αὐξητικὴν δύναμιν. φθείρεται γὰρ ἡ τροφὴ καὶ οὐ μένει ὅπερ ἐστὶν ἐν τῇ εἰς πνεῦμα μεταβολῇ. δῆλον οὖν ὅτι οὐδὲ αὔξεται,
20εἴπερ δεῖ τὸ αὐξόμενον μένον ἐπὶ τοῦ προτέρου εἴδους τὴν κατὰ μέγεθος ποιεῖσθαι ἐπίδοσιν. εἰ δὲ μὴ αὔξεται ἡ τροφή, οὐδὲ τὴν αὐξητικὴν δύναμιν ἐν αὑτῇ ἕξει. p. 321a29 Ἀπορήσειε δ’ ἄν τις καὶ τί ἐστι τὸ αὐξόμενον. Τριῶν ὄντων τούτων ἐφεξῆς, τοῦ αὐξομένου, ᾧ αὔξεται, τῆς αὐξητικῆς
25δυνάμεως, ἀπορήσας περὶ τοῦ πῶς αὔξεται τὰ αὐξόμενα, πότερον σώματι ἢ ἀσωμάτῳ, ἀπορεῖ νῦν καὶ περὶ τοῦ ᾧ αὔξεται. ἐπεὶ γὰρ μεταβάλλουσα ἡ τροφὴ ἐν τῷ τρεφομένῳ μείζων δοκεῖ γεγονέναι, καὶ δόξειεν ἂν ταύτῃ καὶ αὐτὴ αὔξεσθαι, διὰ τοῦτο καὶ τὸν περὶ ταύτης διευθύνει λόγον, ὅτι
κἂν μείζων γίνηται, οὐκ αὔξεται. οὐδὲ γὰρ φυλάττεται ἐπ’ αὐτῆς τὰ101
In GC
.

14,2

102

κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει, καὶ πρό γε τῶν ἄλλων τὸ δεῖν ὑπομένειν τὸ αὐξόμενον· φθείρεται γὰρ τὸ εἰσιὸν καὶ οὐχ ὑπομένει. ἃ δὲ περὶ τῆς ἀλλοιώσεως ἐπάγει, παραδείγματος ἕνεκεν τίθησιν ἐξομοιῶν τοῖς ἐπὶ τῆς ἀλλοιώσεως γινομένοις τὰ ἐπὶ τῆς αὐξήσεως, ἐπεὶ μηδὲ δίχα
5τῆς ἀλλοιωτικῆς δυνάμεως τὴν αὐξητικὴν ἐνεργῆσαι δυνατόν. p. 321b5 Ὧι δὲ ἠλλοίωται, ὁτὲ μὲν οὐδὲν πέπονθεν οὐδὲ ἠλλοί‐ ωται ἡ οὐσία, ὁτὲ δὲ κἀκεῖνο. Ἐντεῦθεν λοιπὸν περὶ τῆς ποιητικῆς αἰτίας τῆς αὐξήσεώς φησιν, ὡς ἐπὶ παραδείγματος τῆς ἀλλοιωτικῆς δυνάμεως ποιούμενος τὸν λόγον. ἃ
10γὰρ ὑπάρχει ταύτῃ, ταῦτα δήπου καὶ τῇ αὐξητικῇ δυνάμει ὑπάρχει. ὥσπερ οὖν ἐπὶ τῆς ἀλλοιωτικῆς δυνάμεως, εἰ μὲν σύμμετρον ᾖ τῷ ἀλλοιοῦντι τὸ ἀλλοιούμενον, δρᾷ εἰς αὐτὸ τὸ ἀλλοιοῦν αὐτὸ ἀπαθὲς μένον, οἷον εἰ σύμμετρος εἴη ἡ εἰσιοῦσα τροφὴ τῇ πεπτικῇ τῆς φύσεως δυνάμει, πάσχει ὑπ’ αὐτῆς ἡ τροφὴ τῆς δυνάμεως ἀπαθοῦς μενούσης, εἰ μέντοι
15εἴη ἀσύμμετρα πλήθει ἢ ποιότητι τὰ εἰσιόντα, πάσχει μᾶλλον ὑπ’ αὐτῶν ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἀσθενεστέρα γίνεται ἢ ποιεῖ εἰς αὐτά· τὰ αὐτὰ καὶ ἐπὶ τῆς αὐξητικῆς δυνάμεως λεκτέον, ὅτι ἔστ’ ἂν μὲν συμμέτρως ἔχῃ ἡ αὐξητικὴ δύναμις τῇ ὕλῃ τῆς αὐξήσεως, δρᾷ εἰς αὐτὴν καὶ αὔξει τὸ αὐξόμενον, ἔστ’ ἂν δὲ ἀσυμμέτρως ἔχῃ, πάσχει μᾶλλον ὑπ’ αὐτῆς. τὸ δὲ
20ἀσύμμετρον διὰ πολλὰ γίνεται, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιὸν ἢ διὰ τὸν χρόνον. ἐπεὶ γὰρ ὥρισται τὰ ἔργα τῆς φύσεως, ὅταν εἰς τὸ σύμμετρον μέγεθος ἔλθῃ τὰ σώματα, τότε λοιπὸν ἀνεπιτηδείου ὄντος τοῦ ὑποκειμένου, διὰ ξηρότητα φέρε καὶ ψυχρότητα ἢ ἁπλῶς ἀσυμμετρίαν τῆς κράσεως, ἐξασθενεῖ ἡ αὐξητικὴ δύναμις καὶ πάσχει μᾶλλον ἐκ τοῦ ὑποκειμένου ἤπερ
25ποιεῖ εἰς αὐτό. ἰστέον δὲ ὅτι εἰ λέγει ὁτὲ μὲν οὐδὲν πάσχειν τὸ ἀλλοιοῦν ὁτὲ δὲ πάσχειν, οὐκ ἐναντιοῦται τοῖς ἀλλαχοῦ αὐτῷ εἰρημένοις, ὅτι τῶν ὁμοΰλων τὰ ποιοῦντα πάντως καὶ ἀντιπάσχει. κατὰ γὰρ τὸ ἐπικρατοῦν ἢ πάσχειν ἢ μὴ πάσχειν αὐτὰ νῦν φησιν· ἐνίοτε γὰρ πλεῖον δρᾷ ἢ πάσχει, ἐνίοτε δὲ ἐναντίον.
30p. 321b10 Ἐπειδὴ διηπόρηται περὶ αὐτῶν ἱκανῶς.
Εἰπὼν ὅσα κατὰ κοινὴν ἔννοιαν ὑπάρχει τῇ αὐξήσει, καὶ γυμνάσας102
In GC
.

14,2

103

πάσας τὰς εἰς τὸν περὶ αὐτῆς λόγον συντεινούσας ἀπορίας, νῦν λοιπὸν ἐκθέσθαι βούλεται τὴν ἰδίαν περὶ αὐξήσεως δόξαν, τοιαύτην ὀφείλουσαν ἀποδοθῆναι, ἥτις τοῖς τε κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῇ αὐξήσει συνᾴ‐ σεται καὶ τὰς δοκούσας φέρεσθαι κατ’ αὐτῆς τῆς αὐξήσεως ἀπορίας ἐκ‐
5φεύξεται. ἦν δὲ τὰ μὲν κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει τρία τινά, τό τε ὑπομένειν καὶ τὸ προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι καὶ τὸ πᾶν ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι ὥσπερ καὶ τοῦ φθίνοντος ἔλαττον. αἱ δὲ ἀπορίαι αἱ δοκοῦσαι φέρεσθαι πρὸς τὰ περὶ τῆς αὐξήσεως λεγόμενα ὑπῆρχον αὗται, τό τε κενοῦ ὑπόστασιν εἰσάγειν καὶ τὸ
10σῶμα διὰ σώματος λέγειν διιέναι· τῷ μὲν γὰρ φάσκοντι λόγῳ ἀσωμάτῳ τὴν αὔξησιν γίνεσθαι εἵπετο τὸ ὕλην εἶναι χωριστὴν μεγέθους καὶ κενὸν ὑφεστηκός, τῷ δὲ διὰ σώματος ὑποτιθεμένῳ τὴν αὔξησιν γίνεσθαι, προει‐ λημμένου τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι ἐκ τῆς τοῦ προσιόντος προσθήκης, ἕπεται ἤτοι πόρον καὶ κενὸν ὅλον εἶναι τὸ αὐξόμενον, εἴπερ δέοι δι’
15ὅλου διελθὸν τὸ προσιὸν ἑκάστῳ μορίῳ τοῦ αὐξομένου προστεθῆναι, ἢ σῶμα διὰ σώματος διιέναι καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ὑπάρχειν. Τοιαῦτα μὲν οὖν τὰ προδιδαχθέντα, οἷς σύμφωνον ἀποδοθῆναι χρὴ τὴν περὶ αὐξήσεως διδασκαλίαν, ὥστε τὰ μὲν κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σῴζειν, τὰς δὲ κατ’ αὐτῆς φερομένας ἀπορίας
20ἐκφυγεῖν. ἀρχόμενος δὲ τοῦ περὶ αὐξήσεως λόγου, προλαμβάνει δύο τινὰ χρήσιμα αὐτῷ πρὸς τὰ μέλλοντα, ἓν μὲν τὸ μὴ εἶναι τὰ ἀνομοιομερῆ τὰ πρώτως αὐξόμενα ἀλλὰ τὰ ὁμοιομερῆ, τῷ δὲ ταῦτα αὔξεσθαι καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀνομοιομερῆ αὔξειν λέγεσθαι (οὐ γὰρ πρόσωπον ἢ χεὶρ ἡ τροφὴ γινομένη προστίθεται τῷ αὐξομένῳ, ἀλλ’ ἢ σὰρξ ἢ ὀστοῦν ἢ τῶν
25ἄλλων τι τῶν ὁμοιομερῶν· ὥστε τὰ πρώτως αὐξόμενα ταῦτά ἐστιν), ἕτερον δὲ ὅτι ἕκαστον τῶν ἐνύλων πραγμάτων διττῶς λέγεται, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος. σάρκα γὰρ λέγομεν ποτὲ μὲν τὸ εἶδος τῆς σαρκὸς ποτὲ δὲ τὴν ὕλην, ποτὲ δὲ τὸ συναμφότερον, ὅπερ παρῆκεν ὡς γνώριμον καὶ μηδὲν αὐτῷ πρὸς τὸ παρὸν συμβαλλόμενον. ὅταν μὲν
30γὰρ εἴπωμεν ῥευστὴν εἶναι τὴν σάρκα καὶ ἐν ἐπιρροῇ καὶ ἀπορροῇ ἔχειν τὸ εἶναι ἢ σύνθετον ἐκ τῶν τεσσάρων εἶναι στοιχείων, σάρκα φαμὲν τὴν τῆς σαρκὸς ὕλην· ὅταν δὲ ἀκμάζειν τὴν σάρκα ἢ δυσκράτως ἔχειν ἢ μαλακὴν εἶναι ἢ σκληράν, σάρκα φαμὲν τὸ εἶδος· ὅταν δὲ διαιρετὴν εἶναι
ἢ τριχῇ διαστατὴν ἢ πολλὴν ἢ ὀλίγην, κατὰ τὸ συναμφότερον. ζητητέον103
In GC
.

14,2

104

οὖν κατὰ τί τούτων αὔξεσθαι λέγεται τὰ ὁμοιομερῆ, πότερον κατὰ τὴν ὕλην ἢ κατὰ τὸ εἶδος. εἰ μὲν γὰρ τὴν ὕλην φαίη τις εἶναι τὴν αὐξομένην, οὔτε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σώσει, οὔτε τὰ ὑπο‐ πίπτοντα ἄπορα ἐπιλύσεται. οὔτε γὰρ τὸ ὑπομένειν ἐπὶ ταύτης σώσει (ἡ
5γὰρ ὕλη οὐχ ὑπομένει ἡ αὐτή, ἀλλ’ ἡ μὲν ἀπορρεῖ ἡ δὲ εἰσρεῖ), οὔτε τὸ πᾶν ὁτιοῦν μόριον μεῖζον γίνεσθαι δυνατὸν ἐπὶ τῆς ὕλης λέγειν, πρῶτον μὲν διότι οὐχ ὑπομένει (πῶς γὰρ ἂν ἀπορρέουσα καὶ ἄλλη ἐξ ἄλλης ἀεὶ γινομένη κατὰ πᾶν μόριον μεῖζον γένοιτ’ ἄν;), ἔπειτα δὲ καὶ εἰς τὰ εἰρημένα ἄτοπα ἐμπεσούμεθα. εἰ γὰρ ἡ τροφὴ ἡ προσιοῦσα σῶμα
10τυγχάνουσα παντὶ μορίῳ τῆς ὕλης προστίθεται, δεήσει δι’ ὅλης διελθεῖν· ἐπεὶ πῶς ἂν παντὶ μορίῳ αὐτῆς προστεθήσεται; ᾧ γὰρ μὴ προστίθεται μορίῳ, τοῦτο οὐκ αὔξεται· δεῖ γὰρ προσιόντος τινὸς πᾶν τὸ αὐξόμενον αὔξεσθαι. δι’ ὅλης ἄρα τῆς ὕλης τοῦ αὐξομένου τὸ προστιθέμενον διελεύ‐ σεται. τὸ δὲ δι’ οὗ ἔρχεται κενὸν ἢ πόρον ἀνάγκη εἶναι. δι’ ὅλου ἄρα
15διιούσης κενὸν ὅλον ἢ πόρον ἀνάγκη εἶναι τὸ αὐξόμενον σῶμα. ἢ εἰ μὴ τοῦτο, σῶμα διὰ σώματος διελεύσεται καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται. δῆλον οὖν ὅτι κατ’ οὐδένα τρόπον δυνατὸν τὴν ὕλην λέγειν εἶναι τὴν αὐξομένην. εἰ δὲ τοῦτο, οὐδὲ τὸ συναμφότερον ἄρα ἐστὶ τὸ αὐξόμενον· εἰ γὰρ τὸ συναμφότερον ηὔξητο, πάντως ἂν καὶ ἡ ὕλη ηὔξητο. λείπεται
20τοίνυν τὸ εἶδος εἶναι τὸ αὐξόμενον· τοῦτο γάρ ἐστι τὸ μόνον ὑπομένον, καθὼς ἀπεδείξαμεν, οὐ χωρὶς ὕλης (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἀεὶ τὸ αὐτὸ σῳζόμενον περὶ τὴν ὕλην πλείονά τε καὶ ἐλάττονα γινομένην καὶ ἄλλοτε ἄλλην, τὴν μὲν ἀπορρέουσαν τὴν δὲ εἰσκρινομένην. ὅταν δὲ λέγωμεν τὸ εἶδος εἶναι τὸ αὐξόμενον, μὴ νομίσῃς αὐτὸ τὸ εἶδος κατὰ τὸν
25οὐσιώδη καὶ ἀίδιον λόγον τὴν μεταβολὴν ἴσχειν (ἀσώματον γὰρ τῷ ἰδίῳ λόγῳ τὸ εἶδος καὶ ἀμέγεθες), ἀλλὰ κατὰ τὸ ποσόν· τοῦτο γάρ ἐστι καὶ τῆς αὐξήσεως τὸ σημαινόμενον. κατὰ δὲ τὸ ποσὸν λέγεται μεταβάλλειν τὸ εἶδος, τῷ ἐν πλείονι ἢ ἐν ἐλάττονι ὑποκειμένῳ γίνεσθαι· οὕτω γὰρ χεὶρ καὶ πρόσωπον φαίνεται αὐξόμενον, οὐ τοῦ εἴδους τοῦ προσώπου μετα‐
30βάλλοντος ἢ τῆς χειρός, ἀλλὰ μείζονος τοῦ μορίου γινομένου, τῷ τὸ εἶδος τὸ αὐτὸ μένον ποτὲ μὲν ἐν ἐλάττονι ποτὲ δὲ ἐν μείζονι γίνεσθαι ὑποκειμένῳ. Πῶς δὲ τοῦτο λέγοντες εἶναι τὸ αὐξόμενον τὰ κοινῶς ὑπάρχοντα τῇ αὐ‐
ξήσει σώσομεν καὶ τὰ ἄπορα ἐπιλυσόμεθα, σκεπτέον ἐφεξῆς. πρῶτον μὲν γὰρ104
In GC
.

14,2

105

τὸ ὑπομένειν τὸ αὐξόμενον ἀληθὲς ἐπὶ τοῦ εἴδους λεγόμενον, καθάπερ προείρηται. εἰ γὰρ ἡ μὲν ὕλη προφανῶς οὐχ ὑπομένει ἡ αὐτή, ὑπόθοιτο δέ τις μηδὲ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένειν, οὐδ’ ἄρα τὸ ἐξ ἀμφοῖν τὸ αὐτὸ κατ’ ἀριθμὸν ἔσται. ὥστε Σωκράτης οὐχ ὁ αὐτὸς ἦν ἀεὶ
5κατ’ ἀριθμόν. εἰ οὖν ἔστ’ ἂν ᾖ τὰ σύνθετα, τὰ αὐτά ἐστι κατ’ ἀριθμόν, τούτων δὲ ἡ ὕλη οὐχ ἡ αὐτὴ ἀεὶ ὑπομένει, λείπεται ἄρα τὸ εἶδος τὸ αὐτὸ ὑπομένειν, καθ’ ὃ καὶ ἕκαστον τῶν ὄντων τὸ εἶναι ἔχει καὶ λέγεται, ὅθεν καὶ τὰ αὐτὰ εἶναι κατ’ ἀριθμὸν λέγεται, τοῦ εἶδος καθ’ ὃ τὸ εἶναι ἔχει τοῦ αὐτοῦ ὄντος. καὶ τὸ πᾶν δὲ μόριον ἐκ τοῦ προσιόντος
10αὔξεσθαι ἐπὶ τούτου μόνως λεγόμενον προχωρεῖ. ἐπὶ μὲν γὰρ τῆς ὕλης εἰ λέγοιμεν παντὶ μορίῳ τὴν τροφὴν προστίθεσθαι, ἕψεται τὰ εἰρημένα ἄτοπα· ἢ γὰρ ὅλον πόρος ἢ κενὸν ἔσται, ἢ σῶμα διὰ σώματος διελεύσεται. ἀλλ’ οὐδὲ ὑπομένει ἡ ὕλη οὐδέ ἐστι μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, ἀλλὰ ἄλλοτε ἄλλη γίνεται ἐν ἐπιρροῇ ἔχουσα τὸ εἶναι,
15τὸ μέντοι εἶδος ἀεὶ ἓν καὶ τὸ αὐτὸ μένει, τό τε οὐσιῶδες καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ γὰρ τὸ Σωκράτους εἶδος καὶ τὸ τῆς σαρκὸς καὶ τὸ τοῦ ὀστοῦ καὶ ἐν μείζονι καὶ ἐν ἐλάττονι ὑποκειμένῳ ἀεὶ τὸ αὐτὸ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ὥσπερ γὰρ εἰ θύλακός τις εἴη, εἰς τοῦτον δὲ ἄλλοτε ἄλλα εἴη τὰ ἐμβαλλόμενα, ὁ μὲν
20ὁριστικὸς ὢν τῶν ἐμβαλλομένων καὶ οἷον εἶδός τι αὐτῶν ὁ αὐτὸς ἀεὶ μένει, τὰ μέντοι ὑπ’ αὐτοῦ περιοριζόμενα ἄλλοτε ἄλλα ἐστί· καὶ ἵνα ἐγγυτέρω τοῦ προκειμένου τὸ παράδειγμα γένηται, εἰ διὰ σωλῆνος δερματίνου διίοι ὕδωρ ποτὲ μὲν ἔλαττον ποτὲ δὲ πλεῖον, τὸ μὲν σχῆμα τοῦ σωλῆνος ποτὲ μὲν συστελλόμενον ποτὲ δὲ ἐκτεινόμενον ὅμως ἕν ἐστι καὶ τὸ αὐτό, τὸ
25μέντοι ὕδωρ, ἐφ’ οὗ ἐφήπλωται ὡς ἐν ὕλῃ τὸ σχῆμα, οὐκ ἔστιν ἓν καὶ τὸ αὐτὸ (ἀεὶ γὰρ ἄλλο μὲν ἀπορρεῖ, ἄλλο δὲ ἐπεισέρχεται)· οὕτω δεῖ νοεῖν καὶ ἐπὶ τῶν αὐξομένων, ὅτι ἡ μὲν ὕλη οὐδέποτέ ἐστιν ἡ αὐτή, τὸ μέντοι εἶδος τὸ ἐνυπάρχον αὐτῇ ἓν ὂν καὶ τὸ αὐτὸ ἐπιδίδωσιν εἰς μείζονα ὄγκον οὐχ ᾗ εἶδός ἐστιν αὐξόμενον, ἀλλ’ ᾗ μετέχει ποσοῦ. εἰ μὲν γὰρ ὁ
30ὁριστικὸς λόγος προσελάμβανεν ἢ διαφοράν τινα ἢ γένος, ηὔξετο δηλονότι τὸ εἶδος ᾗ εἶδός ἐστι· νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὥστε οὐχ ᾗ εἶδός ἐστιν ἴσχει τὴν αὔξησιν, ἀλλ’ ᾗ πεπόσωται. καὶ ἄλλως εἰ καθὸ εἶδός ἐστιν ηὖξε, πολλῷ πρότερον τὸ χωριστὸν εἶδος ηὔξετο ἄν· μὴ γὰρ ἐκείνου αὐξηθέντος οὐδ’ ἂν τὸ ἔνυλον ηὐξήθη. ὥστε οὐ καθὸ ζῷον αὔξει
35οὐδὲ καθὸ κύκλος οὐδὲ καθὸ σάρξ, ἀλλὰ καθὸ πηχυαία σὰρξ ἢ105
In GC
.

14,2

106

πηχυαῖον ὀστοῦν, καὶ ἁπλῶς πεποσωμένον τι εἶδος. τῷ γὰρ ἐν μείζονι ὑποκειμένῳ ἐφαπλοῦσθαι, ταύτῃ αὔξεσθαι λέγεται. Ἀπορήσειε δ’ ἄν τις ἴσως, μήποτε οὐ μόνον ἡ ὕλη τῶν αὐξομένων οὐχ ἡ αὐτὴ ἀεὶ διὰ τὸ ἐπίρρυτον αὐτῆς καὶ ἀπόρρυτον, ἀλλὰ καὶ τὸ εἶδος αὐτό. εἰ
5γὰρ τὸ εἶδος ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχει, ἀδύνατον δὲ τοῦ ὑποκειμένου φθειρομένου τὸ ἐν ἐκείνῳ τὸ εἶναι ἔχον σῴζεσθαι (οὕτω γὰρ ἂν χωριστὸν ἦν καὶ οὐκ ἀχώριστον ὕλης), ἀνάγκη ἄρα μηδὲ τὸ εἶδος τοῦ αὐξομένου τὸ αὐτὸ σῴζεσθαι. λύοντες δὲ τὴν ἀπορίαν φαμὲν ὡς ὅτι εἰ μὲν ἀθρόον ἅμα πᾶσα ἡ ὕλη ἐφθείρετο, ἀληθὴς ἂν ἦν ὁ εἰρημένος λόγος· νῦν δὲ
10κατὰ μέρος ὑπεκρεῖ, καὶ εὐθὺς ἕτερον ἀντεισφέρεται· ὅθεν ἓν καὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένει εἶδος. σαφὴς δὲ ἡμῖν δι’ ὑποδείγματος ὁ λόγος γινέσθω. ὥσπερ γὰρ εἴ τις ἐν ποταμῷ παραρρέοντι σκιὰν ἀπό τινος σώματος γινομένην ἐπινοήσειεν, ἡ μὲν σκιὰ ἐν ὑποκειμένῳ τῷ ὕδατι οὖσα μία ἐστὶ καὶ ἡ αὐτὴ κατ’ ἀριθμόν, τὸ μέντοι ὕδωρ οὐ τὸ αὐτὸ ὑπομένει, ἀλλὰ
15κατὰ μέρος τὸ μὲν ὑπεκρεῖ τὸ δὲ ἀντεισέρχεται, οὕτως ὑπονοεῖν δεῖ κἀπὶ τοῦ εἴδους, τῆς μὲν ὕλης κατὰ μέρος ἀμειβομένης, αὐτοῦ δὲ ἀεὶ ὑπομένοντος τοῦ αὐτοῦ κατ’ ἀριθμόν. ἐπεὶ καὶ τὰ χρώματα τὰ αὐτὰ πολλάκις ὑπομένει, τῆς ὕλης οὐχ ὑπομενούσης· οὐδὲ γὰρ οὕτω κατὰ μέρος ἡ ὕλη ἀμείβεται ὡς συναφαιρεῖσθαί τι καὶ τοῦ εἴδους, οἷον ὡς εἰ ἀνδριάντος νῦν μὲν ποὺς
20ἀμειφθείη ἄλλοτε δὲ χεὶρ ἄλλοτε δὲ κεφαλή· συμβαίνει γὰρ οὕτω τῷ χρόνῳ τὸν ὅλον ἀνδριάντα ἄλλον ἐξ ἄλλου κατ’ ἀριθμὸν γενέσθαι, οὐ μόνον κατὰ τὴν ὕλην καὶ τὸν χαλκόν, ἀλλὰ καὶ κατὰ τὸ σχῆμα τὸ ἄτομον καὶ τὴν μορφήν. οὐχ οὕτως οὖν ἐπὶ τῆς αὐξήσεως ἡ κένωσις τῆς ὕλης γίνεται (οὕτω γὰρ ἂν κολοβὸν τὸ ὅλον ἔμελλε γίνεσθαι, ὅπερ οὐχ ὁρῶμεν γινό‐
25μενον), ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εἰρημένου ὑποδείγματος τοῦ ποταμοῦ ποτὲ μὲν πλεῖόν ἐστι τοῦ ἀπιόντος τὸ ἐπερχόμενον ὕδωρ ποτὲ δὲ ἔλαττον τὸ ἐπιγινόμενον πλείονος ὄντος τοῦ ἀπορρέοντος, ὁ μέντοι ποταμὸς ὅλος ὡς ὅλος αὐτὸς ἑαυτῷ συνεχὴς ὑπάρχει, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ὕδατος μορίων καὶ ἀναπληρούντων ἀδιακόπως τὸν
30ἀπορρέοντα τόπον καὶ διάλειμμα μηδὲν μεταξὺ καταλιμπανόντων, οὕτω δὴ ἐπὶ τοῦ ἡμετέρου συμβαίνει σώματος, διαφορήσεως λεπτομερῶς πανταχόθεν τῆς ὕλης γινομένης, καὶ εἴ ποθεν πλείων γένηται ἐπανισουμένης εὐθὺς κατὰ συνέχειαν ἐκ τῶν πέριξ συνιόντων, εἴπερ καθ’ Ἱπποκράτην “σύρροια μία, σύμπνοια μία, πάντα συμπαθέα”. ὥστε τὸ εἶδος οὐδὲν πάσχει τῆς ὕλης
35ἐπιρρύτου οὔσης καὶ ἀπορρύτου. εἰ γὰρ τῆς ὕλης μὴ ὑπομενούσης οὐδὲ
τὸ εἶδος ὑπέμενεν, ἀλλ’ ἄλλοτε ἄλλο κατ’ ἀριθμὸν ἐγίνετο, οὐδὲ τὸ ἐξ106
In GC
.

14,2

107

ἀμφοῖν συγκείμενον τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπέμενεν. εἰ οὖν ἔστ’ ἂν εἴη ὅδε ὁ ἄνθρωπος, οἷον Σωκράτης, ὁ αὐτός ἐστι κατ’ ἀριθμόν, ἡ δὲ ὕλη οὐχ ἡ αὐτή, ἀνάγκη ἄρα τὸ εἶδος τὸ αὐτὸ εἶναι. ἀλλ’ οὐδὲ τὴν ὕλην νομιστέον ὅλην καθ’ ὅλην αὑτὴν τῷ χρόνῳ ἀμείβεσθαι, κατὰ μέρος ὑπεκρέου‐
5σαν, ὥστε μηδὲν εἶναι σῶμα ἐν ἡμῖν γηράσασι τοῦ ἐξ ἀρχῆς ἐκ τῆς πρώτης συμπήξεως ὑποκειμένου ἐν ἡμῖν. εἰ γὰρ τοῦτο ἦν, δυνατὸν ἦν καὶ ἀθάνατα εἶναι τὰ ζῷα, ἀεὶ τῆς ὕλης ἀκμαζούσης. νῦν γὰρ διὰ τὸ κάμνειν τῷ χρόνῳ οὐ δύναται δι’ ὅλου σῴζειν τὸ εἶδος ἡ ὕλη, τῶν συναρμοσθέντων διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων τὴν ἁρμονίαν καὶ σύγκρασιν
10δι’ ὅλου σῴζειν μὴ δυναμένων. οὐκοῦν οὐ πᾶσαν ὑπονοητέον διαφορεῖσθαι, ἀλλὰ ταύτης τὰ στερεώτερα μάλιστα ἀεὶ τὰ αὐτὰ κατ’ ἀριθμὸν ὑπομένειν. ὅθεν καὶ ἐν σαρξὶ καὶ ὀστοῖς τὰς ἐκ τραυμάτων οὐλάς, τὰς ἐκ νεότητος εἰ τύχοι γενομένας, μέχρι θανάτου μενούσας ὁρῶμεν. ὥστε καὶ διὰ τοῦτο καὶ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν μένειν ἀνάγκη. ὅτι μὲν οὖν τὸ ὑπο‐
15μένειν τὸ αὐξόμενον ἐπὶ μὲν τῆς ὕλης οὐ σῴζεται, ἐπὶ δὲ τοῦ εἴδους, δῆλον ἐκ τούτων. καὶ τὸ ὁτιοῦν δὲ μόριον ηὐξῆσθαι τοῦ αὐξομένου ἐπὶ μὲν τῆς ὕλης ἀδύνατόν ἐστι σωθῆναι, ἐπὶ δὲ τοῦ εἴδους δυνατόν· τῆς μὲν γὰρ ὕλης παντὶ μορίῳ προσθήκην γενέσθαι ἀδύνατον, ἐπειδὴ καὶ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, τοῦ μέντοι εἴδους πᾶν ὁτιοῦν μόριον
20μεῖζον γίνεται. ἰσοτίμως γὰρ ὅλον δι’ ὅλου ἕκαστον τῶν μορίων μεῖζον γίνεται. καὶ γὰρ τὸ πρόσωπον ὅλον δι’ ὅλου ὁμοτίμως αὔξεται καὶ τὰ τούτου μόρια, ὀφθαλμὸς λέγω καὶ ῥὶς καὶ τὰ λοιπά· καὶ γὰρ ὁτιοῦν μόριον τοῦ ὀφθαλμοῦ καὶ τῶν λοιπῶν μορίων ἰσοτίμως εἰς μέγεθος ἐπι‐ δίδωσι. καὶ τὰ ἄτοπα δὲ πάντα ἐκφεύγει, καὶ τὸ μὲν μὴ ἀσωμάτῳ
25αὔξεσθαι προφανές, ἀλλὰ καὶ σώματι γινομένης τῆς αὐξήσεως οὔτε κενὸν ἔσται οὔτε σῶμα διὰ σώματος χωρήσει· οὐ γὰρ ὅλον δι’ ὅλου χωρεῖ τὸ προσιόν, ἀλλὰ παρατίθεται μόνον τῇ προτέρᾳ ὕλῃ ἡ ἐπεισιοῦσα. καὶ ὥσπερ ἐπὶ τοῦ δερματίνου σωλῆνος τοῦ μὲν ὕδατος προσθήκη γίνεται καὶ τὸ ἐπεισιὸν παρατίθεται μόνον τῷ ὑπάρχοντι καὶ προωθήσαντος τούτου τὰ
30πρὸ αὐτοῦ οὕτως ἰσοτίμως πανταχοῦ ὁ πλεονασμὸς τοῦ ὕδατος γίνεται, καὶ οὕτω πᾶν μόριον ὁτιοῦν τοῦ σωλῆνος ὁμοτίμως ἐκτείνεται, οὕτω καὶ ἐπὶ τῆς αὐξήσεως συμβαίνει. τῆς γὰρ ἐξαιματωθείσης τροφῆς διὰ τῶν
φλεβίων πανταχοῦ ἑλκομένης καὶ περιχεομένης ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν,107
In GC
.

14,2

108

καὶ τῆς ἐν ἑκάστῳ τῶν μορίων φύσεως συμπεπτούσης τοῦτο καὶ μετα‐ βαλλούσης εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν, οὕτω τὴν αὔξησιν συμβαίνει γίνεσθαι. ἔστι γὰρ καὶ ἐν τῇ τῶν ὀστῶν οὐσίᾳ καὶ ἐν τῇ τῆς σαρκὸς καὶ τῶν λοιπῶν ὑγρότης τις πανταχοῦ ἐγκατεσπαρμένη, καὶ μάλιστα ἐν τῇ
5τῶν αὐξομένων· ὑγρότερα γὰρ ταῦτα. τὸ οὖν αἷμα περιχεόμενον ἔξωθεν ἑκάστῳ τῶν μορίων παρατίθεται τῇ ὑγρότητι ταύτῃ καὶ προωθοῦν αὐτήν, μᾶλλον δὲ πανταχόθεν ὑπὸ τῶν μορίων ἑλκόμενον, κατὰ πᾶσαν διάστασιν πλείονα ποιεῖ, ἥτις συμπεφθεῖσα ὑπὸ τῆς θρεπτικῆς δυνάμεως μεταβάλλει εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν. ἐπεὶ οὖν φροντίζει ἡ φύσις καὶ τοῦ
10σχήματος τῶν μορίων, πλείονος τῆς ὑποκειμένης ὕλης γενομένης ἐφαπλοῖ ἐπὶ ταύτην ὁμοτίμως ἕκαστον τῶν εἰδῶν, καὶ οὕτως ὁτιοῦν μόριόν φαμεν ηὐξῆσθαι τῷ ἰσοτίμως τὴν ἐπέκτασιν τῶν σχημάτων γεγενῆσθαι. ὥσπερ οὖν ἡ περιφέρεια τοῦ σωλῆνος πλεονάσαντος τοῦ ἐντὸς ὕδατος κατὰ πᾶν ἑαυτῆς μόριον ἰσοτίμως τὴν ἐπέκτασιν δέχεται, οὕτω δὴ καὶ ἐπὶ τῶν
15αὐξομένων συμβαίνει τῆς ὕλης πλείονος γενομένης τὰ εἴδη ὁμοτίμως ἐπ’ αὐτὴν ἐφαπλοῦσθαι. καὶ ἐπεὶ ἡ παράθεσις τοῦ αἵματος κατὰ τὰς τρεῖς διαστάσεις γίνεται, διὰ τοῦτο καὶ ἡ αὔξησις κατὰ πᾶσαν γίνεται διάστασιν. Τί μὲν οὖν ἐστι τὸ αὐξόμενον καὶ πῶς ἡ αὔξησις γίνεται κατὰ Ἀριστοτέλην, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ εἰρημένα πρῶτον μὲν
20πῶς σῴζεται τὸ δεῖν τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι. εἰ γὰρ μὴ δι’ ὅλου τοῦ αὐξομένου χωρεῖ τὸ ᾧ αὔξεται, λέγω δὴ τὸ αἷμα, ἀλλὰ μόνον παρατίθεται τῷ προϋπάρχοντι, αὔξεται δὲ πᾶν ὁτιοῦν μόριον, οὐκ ἄρα παντὶ αὐξομένῳ πρόσεισιν· οὐδὲ γὰρ παντὶ μορίῳ παρετέθη τὸ αἷμα. καὶ ἔτι εἰ μὴ ἔστιν ἡ ὕλη ἡ αὐξομένη ἀλλὰ τὸ εἶδος, οὐκ ἄρα τῷ
25αὐξομένῳ ἡ πρόσοδος γίνεται, ἀλλὰ πρόσεισι μὲν ἡ τροφὴ ἄλλῳ, αὔξεται δὲ ἄλλο. πρὸς ταῦτα δέ φημι, ὡς οὐδὲν ἐναντία ταῦτα τοῖς παρὰ Ἀριστο‐ τέλους εἰρημένοις. ἁπλῶς γὰρ οὕτως εἶπεν ὅτι δεῖ τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι, καὶ οὐκ εἶπε δεῖν τῷ εἴδει προσιέναι· ὥστε πρόσεισι μὲν τῇ ὕλῃ τὸ προσιόν, αὔξεται δὲ τὸ εἶδος. τῆς προσθήκης οὖν γενομένης
30τῇ ὕλῃ καὶ προωθήσεως γινομένης συμβαίνει ὑφ’ ἕκαστον μόριον τοῦ εἴδους τὸν πλεονασμὸν τῆς ὕλης γενέσθαι. αὐτὸ δὲ τοῦτο πάλιν ἀπορίας ἄξιον, πῶς ἡ προώθησις γίνεται ἢ ἕλξις, ἢ τί ποτέ ἐστιν ὅλως τὸ προω‐ θούμενον ἢ ἑλκόμενον. αὐτὴν μὲν γὰρ τὴν σάρκα ἕλκεσθαι ἢ προωθεῖσθαι ἀμήχανον, λέγω δὴ τὸ σύνθετον· οὕτω γὰρ συνέβαινε τὴν τῆς πτέρνης
35σάρκα τῆς χειρὸς γενέσθαι σάρκα ἢ μηροῦ ἢ ἄλλου τινός. εἰ δὲ τὴν κατε‐108
In GC
.

14,2

109

σπαρμένην ἐν τῇ σαρκὶ ἢ τοῖς ὀστοῖς ὑγρότητα τὴν αὐτὴν ὑπὸ τοῦ παρα‐ τιθεμένου αἵματος προωθεῖσθαί φασιν, ἐρήσομαι ποία ποτ’ ἂν ᾖ ἡ ὑγρότης αὕτη. εἰ μὲν ἡ οὐσιώδης τῆς σαρκὸς ὑγρότης στοιχεῖον αὐτῆς ἐστι, πῶς οὖν οἷόν τε μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης τὸ στοιχειῶδες
5αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας προωσθῆναι μὴ φθαρείσης πρότερον αὐτῆς; εἰ δὲ μὴ οὐσιῶδες αὐτῆς εἴη τὸ ὑγρὸν τοῦτο, ἀλλὰ οἷον τὸ ᾧ τρέφεται καὶ ὅπερ ἐκ τῆς τροφῆς προσγίνεται, ἀδύνατον τοῦτο δι’ ὅλης εἶναι τῆς σαρκός. ἐπεὶ γὰρ σῶμά ἐστι τοῦτο καὶ οὐ ποιότης, ἀδύνατον αὐτὸ δι’ ὅλης χωρῆσαι τῆς σαρκός· σῶμα γὰρ ἂν οὕτω χωροίη διὰ
10σώματος. ἔνθεν δὲ συμβήσεται μηδ’ ὁτιοῦν μέρος ηὐξῆσθαι. εἰ γὰρ παρατίθεται κατά τινα μόρια τὸ αἷμα, εἶτα οὕτω μεταβληθέντι αὐτῷ ἐφαπλοῦται τὸ εἶδος, ὅλον μὲν ὡς ὅλον μεῖζον γένοιτ’ ἄν, οὐ μὴν ὁτιοῦν αὐτοῦ σημεῖον αἰσθητόν, ὡς αὐτός φησιν. ὥσπερ γὰρ εἰ θύρᾳ ἢ ἀβακίῳ ἔξωθεν προστεθείη ξύλα, τὸ μὲν ὅλον μεῖζον γέγονεν, οὐ μέντοι ἕκαστον
15τῶν μορίων τοῦ ἀβακίου αὔξησιν ἐδέξατο, καὶ ὥσπερ τῷ τετραγώνῳ ὁ γνώμων περιτιθέμενος τὸ μὲν ὅλον τετράγωνον ὡς ὅλον ηὔξησεν, οὐ μέντοι τῶν μορίων τοῦ προϋπάρχοντος ὁτιοῦν μεῖζον ἐποίησεν, ἀλλ’ ἔμεινε τὸ χωρίον ἀμετάβλητον, οὕτω δηλονότι καὶ ἐπὶ τῶν αὐξομένων εἰ παράθεσις τῆς ὕλης γίνεται κατά τινα μόρια, ὁμοιοτρόπως τοῖς εἰρημένοις συνέβαινεν
20αὔξεσθαι τὰ αὐξόμενα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειάν ἐστιν· ὁρῶμεν γὰρ τῷ ὄντι ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γινόμενον. καὶ ἴσως τὴν μὲν κατὰ τὰς ἄλλας διαστάσεις αὔξησιν δυνατὸν σῶσαι, τὴν δὲ κατὰ μῆκος οὐκέτι. ἔστω δὲ παραδείγματος ἕνεκεν ὡς ἐπὶ ἑνὸς μορίου ὁ λόγος, οἷον ὀστοῦ. τούτῳ οὖν τοῦ αἵματος ἔξωθεν περιχεθέντος οὐ μόνον, ἀλλὰ καὶ ἐν
25τῷ βάθει παρεσπαρμένως χωρήσαντος, ἡ φύσις ὕλην πλείονα λαβοῦσα ἐξαπλοῖ τὸ σχῆμα τοῦ ὀστοῦ καὶ φυλάττει τὸ αὐτὸ ἐν μείζονι ὄγκῳ. ὥσπερ εἰ αὐλοειδῆ κηρὸν νοήσεις, εἶτα τούτῳ ἔξωθεν κηρὸν περιχεόμενον ἢ καὶ ἐν τῷ βάθει ὅπῃ καὶ τύχοι, εἶτα τὴν τέχνην ἢ πνεύματι ἢ ἑτέρῳ τινὶ τρόπῳ ἐξογκοῦσαν τὸν αὐλὸν καὶ εὐρύτερον ποιοῦσαν, δῆλον δὴ οὖν ὅτι ἐν τούτῳ
30ἡ μὲν προσθήκη οὐ κατὰ πᾶν μόριον γέγονεν, ἡ μέντοι τοῦ σχήματος αὔξησις οὐχ ὥσπερ ἐπὶ τοῦ τετραγώνου ᾧ περιετέθη ὁ γνώμων ἀπετελέσθη,
ἀλλ’ ὅλος δι’ ὅλου κατὰ πᾶν μόριον ὁ αὐλὸς εἰς μείζονα ὄγκον ἐπιδέδωκεν.109
In GC
.

14,2

110

τοιοῦτον οὖν τι δεῖ νοεῖν καὶ ἐπὶ τῆς φύσεως, ὅτι πλείονος ὕλης τῷ ὀστῷ περιχεθείσης ἐξήπλωσεν ἡ φύσις ὅλον δι’ ὅλου τὸ σχῆμα καὶ οὐκ ἔξωθεν αὐτῷ προσθήκην εἰργάσατο. ἡ μὲν οὖν κατὰ τὸ πλάτος αὔξησις οὕτως ἂν ἐπινοηθῆναι δυνηθείη, τὴν δὲ κατὰ μῆκος οὐκέτι ὁμοίως δυνατόν. ἐπεὶ
5γὰρ τὰ αὐλοειδῆ ὀστᾶ ναστὰς ἔχει τὰς ἀποτελευτήσεις, ἔνθα καὶ οἱ σύνδεσμοι τῶν μερῶν γίνονται, πῶς ἐπιδίδωσιν εἰς μῆκος τὸ αὐλοειδὲς τοῦ ὀστοῦ; εἰ μὲν γὰρ κατὰ τὴν ἀποπεράτωσιν τοῦ μήκους ἡ προσθήκη γίνοιτο τοῦ αἵματος, εἰς τὸ ὁμοειδὲς δηλονότι τῷ ὑποκειμένῳ ἡ μεταβολὴ γένοιτ’ ἄν· ὥστε τὰ ναστὰ μόρια τῶν ὀστῶν αὐξηθήσεται, οὐ μέντοι τὰ αὐλοειδῆ.
10εἰ δὲ τῆς προσθήκης κατὰ βάθος τῶν ὀστῶν γινομένης οὕτως ἐπιδίδωσιν εἰς μῆκος, ἢ κατὰ πᾶσαν τὴν περιφέρειαν τοῦ ὀστοῦ χωρήσει εἰς τὸ βάθος τὸ αἷμα ἢ οὐ κατὰ πᾶσαν. εἰ μὲν οὖν κατὰ πᾶσαν, διαμπὰξ διαιρεθήσεται τὸ ὀστοῦν, καὶ πάλιν ἡ αὔξησις οὐκ ἔσται παντὸς μορίου κατὰ μῆκος· ἀλλ’ ὥσπερ εἰ τετραγώνῳ τετράγωνον ἕτερον ἐπιθείη τις, ποιεῖ τὸ ὅλον ἑτερό‐
15μηκες, οὐκ αὐξηθέντος κατὰ μῆκος τοῦ προϋποκειμένου, ἀλλ’ οἷον συμφύσεως αὐτῷ γενομένης ἄλλου ὁμοειδοῦς, τοῦτο δὴ καὶ ἐπὶ τῶν ὀστῶν συμβήσεται. πῶς δὲ καὶ τὰ κατὰ τὰ πέρατα τῶν ὀστῶν ναστὰ μόρια τὴν ἐπίδοσιν λήψεται; εἰ δὲ μὴ πάσῃ τῇ τοῦ ὀστοῦ περιφερείᾳ κατὰ βάθος ἡ προσθήκη γίνοιτο, ἀλλὰ κατά τινα μόρια, οὐκ ἂν δι’ ὅλου ἡ αὔξησις γίνοιτο τοῦ
20μήκους, ἀλλὰ τινῶν μορίων· τοῦτο δὲ ἀδύνατον. διασπασθήσεται γὰρ τὸ ὅλον τινῶν μὲν μορίων τοῦ ὀστοῦ κατὰ μῆκος αὐξομένων, τινῶν δὲ μή· οὐδὲ γὰρ δυνατὸν τὴν φύσιν κατὰ μῆκος ἰσοτίμως ἐκτεῖναι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ μὴ προϋποκειμένης τῆς ἐπεκτεινομένης ὕλης. ἄλλως τε πῶς ὅλως δυνατὸν πᾶν ὁτιοῦν μόριον τοῦ ὀστοῦ κατὰ μῆκος αὔξεσθαι λέγειν;
25τῷ μὲν γὰρ ἐκ μᾶλλον κυρτοῦ ἧττον κυρτὸν γίνεσθαι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ αὔξοιτο ἂν πᾶν μόριον ἰσοτίμως κατὰ πλάτος, κατὰ δὲ μῆκος πῶς ἂν σωθείη τὸ πᾶν ὁτιοῦν μόριον αὔξεσθαι; ἔστω γὰρ δι’ ὅλου κατὰ μῆκος περιχεῖσθαι τὸ αἷμα καὶ μεταβάλλεσθαι εἰς τὴν τοῦ ὀστοῦ φύσιν. δῆλον δήπου ὅτι τὸ μεταβληθὲν τοῦτο προσετέθη συμφυὲν τῷ ἐξ ἀρχῆς
30καὶ ἐποίησε τὸ ὅλον μεῖζον κατὰ μῆκος, οὐ μέντοι παντὶ ᾡτινιοῦν μορίῳ ἐπίδοσις γέγονε κατὰ μῆκος. τὰ αὐτὰ καὶ περὶ βάθους εἴποιμι ἄν· εἰ γὰρ μὴ δι’ ὅλου τοῦ βάθους ἡ προσθήκη τοῦ αἵματος γίνεται, ἀλλὰ κατά τινα μόρια παρατίθεται, πῶς ἂν ὁτιοῦν κατὰ βάθος αὔξοιτο μόριον; ἔστω γὰρ σάρξ τις δακτύλου τὸ βάθος ἔχουσα καὶ προσίτω ταύτῃ αἷμά τι καὶ
35περιχείσθω καὶ κατεσπάρθω ἐν αὐτῇ. δῆλον δήπου ὅτι οὐ παντὶ μορίῳ
αὐτῆς παρετέθη, ἀλλὰ τισίν. μεταβληθέντος οὖν τοῦ αἵματος εἰς τὴν110
In GC
.

14,2

111

τῆς σαρκὸς οὐσίαν, ὅτι μὲν τὸ ὅλον μεῖζον γέγονε, πρόδηλον· ἆρα δ’ ἐὰν λάβω μόριά τινα τῆς σαρκὸς ὡς ἐπὶ τὸ βάθος, οἷς μὴ παρετέθη αἷμα, μεῖζον ἐρῶ καὶ τοῦτο γεγονέναι; οὐ δήπου. οὐδὲ γὰρ προσετέθη αὐτῷ ὕλη τις ἐφ’ ἣν τὸ εἶδος ἐφήπλωται, ἀλλ’ ἡ αὐτὴ ἔμεινεν ἥπερ ἦν καὶ
5ἐξ ἀρχῆς. ὡσαύτως κἂν ἐπὶ τὸ μῆκος ληφθεῖεν μόριά τινα οἷς μὴ παρετέθη τὸ αἷμα, τὸ αὐτὸ δήπου συμβήσεται. οὐδὲ γὰρ ἂν αὔξοιτό τι ᾧ μηδεμία προσθήκη γέγονεν, ἀλλ’ ὅσων μὲν τὰ σχήματα εἰς μείζονα ὄγκον αἴρεται σφαιρικὰ ὄντα ἢ ἁπλῶς περιφερῆ, ταῦτα τῷ μᾶλλον κυρτοῦσθαι ἢ ἧττον λέγοιτ’ ἂν κατὰ πᾶν μόριον αὔξεσθαι ἢ μειοῦσθαι,
10ὡς ἤδη εἴρηται, διὰ τὸ μηδὲν εἶναι μόριον ὃ μὴ γέγονε μᾶλλον κυρτὸν ἢ ἧττον· ἐφ’ ὧν δὲ μὴ ἔστι τὸ σχῆμα περιφερές, οὐκ οἶδα ὅπως δυνατὸν τὸ λέγειν ὁτιοῦν μόριον τούτων αὔξεσθαι τῆς προσθήκης μὴ παντὶ ᾡτινιοῦν μορίῳ γινομένης. p. 321b14 Ἔτι δὲ τὸ ὁτιοῦν σημεῖον αἰσθητὸν ἢ μεῖζον ἢ ἔλαττον
15γεγονέναι. Ἐπειδὴ εἶπε σημεῖον, καλῶς προσέθηκε τὸ αἰσθητόν, ἀντὶ τοῦ οὐκ ἔστιν οὕτω μικρὸν μόριον ὡς σημείου λόγον ἐπέχειν πρὸς τὸ σῶμα ὃ μὴ μεῖζον γέγονεν· γίνεται δὲ μεῖζον μὲν αὐξόμενον, ἔλαττον δὲ μειούμενον. p. 321b16 Ληπτέον δὴ τὸ αἴτιον διορισαμένοις πρῶτον.
20 Τὸ αἴτιον τῆς λύσεως τῶν περὶ τῆς αὐξήσεως ἀποριῶν. εἰπὼν γὰρ τί τέ ἐστι τὸ αὐξόμενον καὶ πῶς αὔξεται, ἐπιλελυμένας ἔχει τὰς περὶ αὐξήσεως ἀπορίας. τὸ οὖν αἴτιον, φησί, τῆς αὐξήσεως λυτικὸν ἔσται τῶν περὶ αὐτῆς ἀποριῶν· ἀλλὰ πρὶν τοῦτο εἰπεῖν, φησί, δεῖ πρότερον προδιορίσαι τινὰ ἃ χρήσιμα ἡμῖν ἔσται εἰς τὸν περὶ αὐξήσεως λόγον.
25p. 321b17 Ἓν μὲν ὅτι τὰ ἀνομοιομερῆ αὐξάνεται τῷ τὰ ὁμοιομερῆ αὐξάνεσθαι· σύγκειται γὰρ ἐκ τούτων. Οὐ γὰρ προσώπου προσθήκῃ τὸ πρόσωπον αὔξεται οὐδὲ χειρὸς ἡ χείρ, ἀλλὰ τῷ τὴν σάρκα αὔξεσθαι καὶ ὀστοῦν καὶ νεῦρον καὶ πάντα
ἁπλῶς τὰ ὁμοιομερῆ οὕτω συμβαίνει τούτων αὐξομένων καὶ τὰ ἀνομοιομερῆ111
In GC
.

14,2

112

αὔξεσθαι. ὥσπερ γὰρ ὕλη ἐστὶ τὰ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· ἡ γὰρ τοιάδε τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ. εἰκότως οὖν τῶν ὁμοιομερῶν αὐξομένων συμβαίνει καὶ τὰ ἐκ τούτων συγκείμενα αὔξεσθαι. καλῶς δὲ τοῦτο προδιωρίσατο. ἐπεὶ γὰρ δεῖ τὸ αὐξόμενον ὑπομένειν, δεῖ
5πρῶτον εἰδέναι ποῖα αὔξεται κυρίως, ἵνα περὶ τούτων ζητῶμεν εἰ τῷ ὄντι ὑπομένει καὶ πῶς ὑπομένει. καὶ γὰρ εἰ ὅμοιον γινόμενον τὸ αὖξον τῷ αὐξομένῳ προσκρίνεται, ὡς ἐρεῖ, τὸ δὲ αὐξανόμενον εἴη πρόσωπον, καὶ ἡ τροφὴ ἂν πρόσωπον γινομένη προσκρίνοιτο. τοῦτο δὲ ἄτοπον, ὀστοῦν δὲ καὶ σάρκα γίνεσθαι λέγειν τὴν τροφὴν οὐδὲν ἄτοπον.
10p. 321b19 Ἔπειθ’ ὅτι σὰρξ καὶ ὀστοῦν καὶ τὰ ἑξῆς. Δεύτερόν ἐστιν ὧν προδιορίζεται τὸ ἕκαστον τῶν ἐνύλων διχῶς λέγεσθαι, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος· τὴν γὰρ σάρκα ποτὲ μὲν κατὰ τὸ ὑποκείμενον καλοῦμεν ποτὲ δὲ κατὰ τὸ εἶδος. καλοῦμεν δέ ποτε καὶ τὸ συναμφότερον σάρκα καὶ ὀστοῦν, ὡς ὅταν φῶμεν πεπονθέναι
15τὴν σάρκα ἢ κεκλάσθαι τὸ ὀστοῦν, δῆλον δήπου τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον λέγοντες· ἀλλὰ τοῦτο ὡς γνώριμον καὶ μηδὲν αὐτῷ λυσιτελοῦν πρὸς τὸ παρὸν παρῆκε. τοῦτο δὴ αὐτῷ πᾶσαν ἐπιλύσεται ἀπορίαν. εἰ γὰρ μάθοιμεν, ὅτε φαμὲν τὴν σάρκα ηὐξῆσθαι, ποίαν φαμέν, ὅτι τὴν κατὰ τὸ εἶδος καὶ οὐχὶ τὴν κατὰ τὴν ὕλην, εὑρήσομεν τὰς ἀπορίας πάσας ἐπι‐
20λελυμένας. εἰ μὲν γὰρ τὴν ὕλην, φησίν, εἴποιμεν αὔξεσθαι, οὔτε τὰς ἀπορίας ἐκφευξόμεθα οὔτε τὰ ὑπάρχοντα τῇ αὐξήσει σώσομεν· οὔτε γὰρ μένει ἡ αὐτὴ ὕλη, οὔτε ὁτιοῦν αὐτῆς μεῖζον γίνεται. εἰ δὲ τὸ εἶδος εἴποιμεν αὔξεσθαι, πάντα σώσομεν· ὑπομένει γὰρ τὸ αὐτὸ εἶδος· οὐ γάρ ἐστι τῇ κατὰ τὸ εἶδος σαρκὶ τὸ εἶναι ἐν τῷ τοσήνδε εἶναι, ἀλλ’ ἐν τῷ
25τοιάνδε. εἴπομεν δὲ καὶ περὶ τῶν λοιπῶν. οὐ τὸ εἶδος δὲ χωρὶς ὕλης σῴζεσθαι λέγει (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ αὐτὸ σῴζεται, ἄν τε πλείων ἡ ὕλη ᾖ ἄν τε ἐλάττων, ἡ δὲ ὕλη οὐκέτι ἡ αὐτὴ μένει, εἰ ποτὲ μὲν πλείων ἐστὶ ποτὲ δὲ ἐλάττων. p. 321b24 Δεῖ γὰρ νοῆσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ
30ὕδωρ. Τὸ μὲν μέτρον ἀπεικάζει τῷ εἴδει, τὴν δὲ ὕλην τῷ μετρουμένῳ. οὐ
πρὸς τὴν αὔξησιν δὲ ἔλαβε τὸ ὑπόδειγμα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τί μέν112
In GC
.

14,2

113

ἐστι τὸ μένον, τί δὲ τὸ ῥέον. ὡς οὖν ἐπὶ τῶν μετρουμένων κατὰ μὲν τὸ μέτρον τὰ αὐτά ἐστι τὰ μετρούμενα, κατὰ δὲ τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐ τὰ αὐτά, οὕτως ἔχει καὶ ἐπὶ τῶν τρεφομένων τε καὶ αὐξομένων· κατὰ μὲν τὸ μετροῦν καὶ ὁρίζον, τοῦτο δέ ἐστι τὸ εἶδος, τὰ αὐτά ἐστι, κατὰ
5δὲ τὴν ὕλην ἄλλοτε ἄλλα. εἰ δὲ νοήσεις ἐπεκτεινόμενον τὸ μέτρον, καὶ ποτὲ μὲν ἔλαττον δεχόμενον ποτὲ δὲ πλεῖον τὸ μετρούμενον, ἁρμόσει καὶ ἐπὶ τῆς αὐξήσεως τὸ παράδειγμα. p. 321b25 Οὕτω δὲ αὐξάνεται ἡ ὕλη τῆς σαρκός, καὶ οὐχ ὁτῳοῦν παντὶ προσγίνεται, ἀλλὰ τὸ μὲν ὑπεκρεῖ τὸ δὲ προσέρχεται.
10 Τὸ οὕτως ἀντὶ τοῦ οὐχ ὑπομένουσα ἡ αὐτή, ὥσπερ οὐδὲ τὸ ἐν τῷ μέτρῳ ὕδωρ τὸ αὐτό ἐστιν, ἀλλ’ ἡ μὲν ἀπορρέουσα ἡ δ’ ἐπεισιοῦσα· καὶ οὐ πάσῃ τῇ προϋπαρχούσῃ ἐπεισκρινομένης τῆς ἐπεισιούσης (οὐδὲ γὰρ ὑπομένει), ἀλλὰ κατά τι μόριον παρακειμένης. ὅταν οὖν πλείων ᾖ τῆς ἀπορρευσάσης ἡ ἐπεισελθοῦσα, τότε, φησίν, ηὐξῆσθαι λέγεται ἡ τῆς σαρκὸς
15ὕλη. δῆλον δὲ ὅτι κατεχρήσατο τῷ τῆς αὐξήσεως ὀνόματι. προσθήκη γὰρ τὸ τοιοῦτόν ἐστιν, οὐκ αὔξησις· οὐδὲ γὰρ φυλάττει τὰ τῆς αὐξήσεως ἴδια. p. 321b27 Τοῦ δὲ σχήματος καὶ τοῦ εἴδους ὁτῳοῦν μορίῳ. Τῆς μὲν ὕλης, φησίν, οὐ παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται, τοῦ μέντοι σχήματος καὶ τοῦ εἴδους παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται· δι’ ὅλου γὰρ
20ἐξογκοῦται ἡ σάρξ. τοῦ δὲ σχήματος εἶπεν ἤτοι διὰ τὸ μέτρον (τούτῳ γὰρ ὑποδείγματι καὶ εἰκόνι τῆς κατὰ τὸ μέτρον αὐξήσεως ἐχρήσατο, σχημα‐ τίζεται δὲ τὸ μέτρον τῷ μετρουμένῳ ὡς ἐπεκτείνεσθαι ἐν τῇ τῆς πλείονος ὕλης διόδῳ ὁμοίως), ἢ σχήματος εἶπεν ὅτι ἕκαστον τῶν αὐξομένων ὄντων ὁμοιομερῶν φύσει τι σχῆμα οἰκεῖον ἔχει. οὕτω γὰρ καὶ μετὰ τούτων τὸ
25εἶναι αὐτοῖς· ἄλλο μὲν γὰρ σχῆμα ἀστραγάλου, ἄλλο δὲ κνήμης. ὡς οὖν γίνεται ἐξ ἀρχῆς μετὰ σχήματος οἰκείου, οὕτως καὶ ὅταν αὔξηται, μετὰ τοῦ φυλάσσειν τὸ σχῆμα αὔξεται· οὐχ οἷόν τε δὲ ἄλλως ἐν τῇ αὐξήσει
τὸ αὐτὸ σχῆμα φυλάττεσθαι, εἰ μὴ πάντῃ ὁμοίως αὔξοιτο.113
In GC
.

14,2

114

p. 321b28 Ἐπὶ τῶν ἀνομοιομερῶν δὲ τοῦτο μᾶλλον δῆλον, οἷον χειρός, ὅτι ἀνάλογον ηὔξηται. Ὅτι τῶν αὐξομένων ὁτιοῦν μόριον τοῦ εἴδους αὔξεται, πιστοῦται σαφέ‐ στερον ἐπὶ τῶν ἀνομοιομερῶν. δοκοῦσι γὰρ τὰ ἀνομοιομερῆ τρανοτέραν
5φαίνειν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος διαφοράν, καὶ μᾶλλον χαρακτη‐ ρίζεται κατὰ τὸ εἶδος τὰ ἀνομοιομερῆ (τρανεστέρας γὰρ ἔχει τὰς τῶν εἰδῶν ἐνεργείας), τὰ μέντοι ὁμοιομερῆ οὐχ οὕτω σαφῆ τὴν διάκρισιν ἔχει τῆς ὕλης ἀπὸ τοῦ εἴδους. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν τεθνεώτων. τὴν γὰρ χεῖρα τοῦ τεθνεῶτος οὐδεὶς ἂν εἴποι κυρίως χεῖρα εἶναι, εἰ μὴ οὕτως
10ὡς καὶ τὴν λιθίνην ἢ τὴν γεγραμμένην (οὐ γὰρ ποιεῖ τὸ τῆς χειρὸς ἔργον), τὴν μέντοι σάρκα καὶ τὸ ὀστοῦν ἔτι δοκοῦμεν τὴν αὐτὴν εἶναι, οἵα ἦν καὶ ἡ τοῦ ζῶντος, ἐπειδὴ μὴ τρανεῖς αἱ τούτων ἐνέργειαι. ἐπεὶ οὖν τρανέ‐ στερα τὰ εἴδη ἐπὶ τῶν ἀνομοιομερῶν, σαφέστερόν ἐστιν ἐπ’ αὐτῶν ἰδεῖν καὶ ὅτι τὸ εἶδός ἐστι τὸ αὐξόμενον καὶ ὁτιοῦν αὐτοῦ μόριον ἰσοτίμως
15αὔξεται. ὅταν γὰρ εἴπωμεν τὴν χεῖρα ηὐξῆσθαι ἢ τὸ πρόσωπον, οὐ τὴν ὕλην τῆς χειρὸς εἴπομεν, ἀλλὰ τὸ εἶδος· ἡ γὰρ χεὶρ καὶ τὰ λοιπὰ τοῦ εἴδους μᾶλλόν εἰσι παραστατικὰ ἢ τῆς ὕλης. καὶ τὸ πρόσωπον λέγοντες ηὐξῆσθαι, οὐ μᾶλλον τὴν ῥῖνά φαμεν τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὁμοτίμως ἕκαστον τῶν μορίων τοῦ προσώπου αὔξεται. ἀλλὰ καὶ ἑκάστου μορίου
20ἰσοτίμως τὰ μόρια αὔξεται· ὁμοτίμως γὰρ ἡ πᾶσα ῥὶς αὔξεται. ὁμοίως καὶ τῆς χειρὸς ἕκαστος δάκτυλος, καὶ ἑκάστου δακτύλου σκυταλὶς ἑκάστη. p. 321b32 Ὥστε ἔστι μὲν ὡς ὁτιοῦν τῆς σαρκὸς ηὔξηται, ἔστι δὲ ὡς οὔ. Ἐπεὶ γὰρ ἡ σὰρξ διχῶς λέγεται καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος,
25κατὰ μὲν τὴν ὕλην οὐχ ὁτιοῦν ηὔξηται τῆς σαρκός, κατὰ δὲ τὸ εἶδος ὁτιοῦν ηὔξηται. p. 321b35 Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον. Εἰπὼν περὶ τοῦ αὐξομένου τί ποτέ ἐστιν, ὅτι οὐχὶ ἡ ὕλη ἀλλὰ τὸ
30εἶδος, νῦν βούλεται εἰπεῖν καὶ περὶ τοῦ αὔξοντος τί ποτέ ἐστιν. ἀνάγκη114
In GC
.

14,2

115

δὲ τοῦτο ἢ σῶμα εἶναι ἢ ἀσώματον. ὅτι μὲν οὖν ἀσώματον οὐκ ἔστιν ἀλλὰ σῶμα, ἤδη ἔδειξε· νῦν δὲ ζητεῖ ποῖον σῶμα, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον καὶ ἐναντίον. καί φησιν ὅτι κατά τι μὲν ὅμοιόν ἐστι τῷ αὐξομένῳ τὸ αὖξον, κατά τι δὲ ἀνόμοιον καὶ ἐναντίον· δυνάμει
5μὲν γὰρ ὅμοιον, ἐνεργείᾳ δὲ ἐναντίον. ἐπειδὴ γὰρ τὸ αὐξόμενον προσθήκῃ τινὸς ὁμοίου αὔξεται (τὴν γὰρ σάρκα σαρκὶ δεῖ αὐξηθῆναι καὶ τὸ ὀστοῦν ὀστῷ), διὰ τοῦτο ἀνάγκη ὅμοιον εἶναι τὸ αὖξον τῷ αὐξομένῳ· ἀλλ’ ἐπειδὴ πάλιν τὴν τροφὴν δεῖ παθεῖν ὑπὸ τρεφομένου καὶ αὐξομένου, πάσχει δὲ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, διὰ
10τοῦτο πάλιν δεῖ τὸ τρέφον καὶ αὖξον ἐναντίον εἶναι τῷ τρεφομένῳ καὶ αὐξομένῳ. ὥστε εἰ δεῖ παθεῖν τὸ αὖξον ὑπὸ τοῦ αὐξομένου καὶ οὕτω μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν, ἀνάγκη δυνάμει μὲν ὅμοιον εἶναι, ἐνεργείᾳ δὲ ἐναντίον. δυνάμει οὖν οὖσα ἡ τροφὴ ὁμοία τῷ τρεφομένῳ τε καὶ αὐξομένῳ, προσκριθεῖσα αὐτῷ καὶ παθοῦσα ὑπ’ αὐτοῦ, ὅπερ ἦν
15δυνάμει (ἦν δὲ ὁμοία), τοῦτο ἐνεργείᾳ γενομένη καὶ ἐξομοιωθεῖσα τρέφει τε καὶ αὔξει τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. μεταβάλλει δὲ ἡ τροφὴ οὐκ αὐτὴ καθ’ αὑτήν, οὐδὲ χωρὶς οὖσα τοῦ τρεφομένου καὶ αὐξομένου. οὐ γὰρ σὰρξ προσελθοῦσα τῇ σαρκί, οὕτω τρέφει αὐτὴν καὶ αὔξει. εἰ μὲν γὰρ πρὶν προσκριθῆναι τὴν τροφὴν τῷ τρεφομένῳ μετέβαλεν
20εἰς τὴν ἐκείνου οὐσίαν, γένεσις μᾶλλον ἦν τὸ τοιοῦτον, οὐκ αὔξησις· ἀλλὰ δεῖ τὴν τροφὴν πρότερον μιχθῆναι τῷ τρεφομένῳ, εἶτα παθοῦσαν ὑπ’ ἐκείνου μεταβαλεῖν εἰς τὴν αὐτοῦ οὐσίαν. ὥσπερ γὰρ εἰ τῷ καιομένῳ πυρὶ ὑποθείημεν ξύλα, εἶτα παθόντα αὐξήσουσι τὴν φλόγα, τότε φαμὲν αὔξησιν πυρὸς γεγενῆσθαι· εἰ δὲ ἔξωθεν ὑφάψωμεν τὸ ξύλον, εἶτα ἐπιθῶμεν
25ἡμμένον τῇ ἑτέρᾳ φλογί, γένεσιν καὶ προσθήκην ἂν εἴποιμεν γεγενῆσθαι πυρός, οὐκ αὔξησιν· οὕτω δὲ καὶ ἐπὶ τῶν αὐξομένων κυρίως ἔχει. εἰ μὲν μεταβάλλουσα ἡ τροφὴ εἰς σάρκα οὕτω προσετίθετο τῇ σαρκί, γένεσις ἂν ἦν σαρκὸς καὶ πρόσθεσις, οὐκ αὔξησις· νῦν δὲ οὐ τοῦτο γίνεται, ἀλλὰ πρότερον προσκρίνεται ἡ τροφὴ τῷ ὑποκειμένῳ, εἶτα μεταβάλλει εἰς τὴν
30ἐκείνου οὐσίαν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως. p. 322a4 Ἀπορήσειε δ’ ἄν τις καὶ ποῖόν τι δεῖ εἶναι τὸ ᾧ αὐξά‐ νεται. Τὸν δέ ἀντὶ τοῦ γάρ ἀκουστέον· ὡς γὰρ ἤδη λελυκὼς τὴν ἀπορίαν,
οὕτως ἐπήγαγε τοῦτο. εἰπὼν γὰρ ὅτι τὸ αὖξον πῇ μὲν ὅμοιόν ἐστι τῷ115
In GC
.

14,2

116

αὐξομένῳ πῇ δὲ ἀνόμοιον, δυνάμει μὲν ὅμοιον ἐνεργείᾳ δὲ ἀνόμοιον, καὶ τὸ ζητούμενον λύσας, οὕτως ἐπήγαγε τὴν ἀπορίαν, ὡσανεὶ ἔλεγε ‘καὶ γὰρ ἀπορήσειεν ἄν τις ποῖόν τι δεῖ εἶναι τὸ αὖξον, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον‘. εἶτα ὡς ἐκ τῶν ἤδη εἰρημένων προεπιλελυκὼς τὴν ἀπορίαν,
5ἐπήγαγεν φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, τουτέστι φανερὸν ἐκ τῶν ἤδη εἰρημένων. εἰ δὲ δυνάμει ἐκεῖνό ἐστιν, εὔδηλον ὅτι ἐντελεχείᾳ ἄλλο τι ἔσται, ἄλλο δὲ οὐ τὸ τυχόν· οὐ γὰρ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. ᾗ γὰρ μετέχει ἐναντίου τῷ ὑποκει‐ μένῳ ἡ τροφὴ, ταύτῃ πάσχει ὑπ’ αὐτοῦ.
10p. 322a6 Φθαρὲν δὴ τοῦτο σὰρξ γέγονεν. Τὸ γὰρ δυνάμει ὅμοιόν τινι, ἵνα γένηται ἐνεργείᾳ ὅμοιον, δεῖ φθαρῆναι καὶ ἀποβαλεῖν μὲν ὃ πρότερον ἦν ἐνεργείᾳ, γενέσθαι δὲ τοῦτο ἐνεργείᾳ ὅπερ ἦν τότε δυνάμει. p. 322a7 Οὐκοῦν οὐ τοῦτο αὐτὸ καθ’ αὑτό· γένεσις γὰρ ἂν ἦν,
15οὐκ αὔξησις. Εἰ δεῖ τὸ αὖξον φθαρὲν γενέσθαι τῷ αὐξομένῳ ὅμοιον, οὐ δεῖ αὐτὸ καθ’ αὑτὸ φθαρῆναι· γένεσις γὰρ τὸ τοιοῦτον, οὐκ αὔξησις. καὶ ἅμα διὰ τούτων διαφορὰν γενέσεως ἡμῖν καὶ αὐξήσεως παραδίδωσιν, ὅτι ἡ μὲν γένεσις αὐτῆς καθ’ αὑτήν ἐστι μεταβολὴ τῆς ὕλης, ἡ δὲ αὔξησις
20μεταβολή ἐστι τῆς ὕλης τοῦ αὐξομένου, οὐκ αὐτῆς καθ’ αὑτὴν ἀλλ’ ἐν τῷ αὐξομένῳ μεταβαλλούσης. p. 322a8 Ἀλλὰ τὸ αὐξόμενον τούτῳ. Τουτέστιν ‘ἀλλὰ τὸ αὐξόμενον τούτῳ μεταβάλλει‘· ἐπὶ μὲν γὰρ τῆς γενέσεως αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἐπὶ
25δὲ αὐξήσεως τὸ αὐξόμενον τῇ ὕλῃ προσκριθείσῃ μεταβάλλει, παθούσης δηλον‐ ότι ὑπὸ τῆς φυσικῆς αὐτοῦ δυνάμεως καὶ γενομένης τοῦτο ὅπερ ἐκεῖνό ἐστιν. ἅμα τε οὖν ἥ τε ὕλη παθοῦσα ὑπ’ αὐτοῦ μεταβέβληκεν εἰς αὐτό, κἀκεῖνο ταύτῃ μεταβέβληκεν εἰς μεῖζον μέγεθος. οὐκ ἄνευ οὖν γενέσεως οὐδὲ ἡ αὔξησις. ἀλλ’
ἐπειδὴ μὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει, ἀλλ’ ἐν ἐκείνῳ γενομένη ἐξομοιοῦται116
In GC
.

14,2

117

αὐτῷ, ἐπίδοσις μᾶλλον τοῦ εἴδους καὶ αὔξησις, οὐ γένεσις λέγεται· οὐ γὰρ τὸ μὴ ὂν γίνεται, ἀλλὰ τὸ ὂν εἰς μεῖζον ἐπιδίδωσι μέγεθος. p. 322a8 Τί οὖν παθὸν ὑπὸ τούτου ηὐξήθη; ἢ μιχθέν, ὥσπερ εἰ οἴνῳ ἐπιχέοι τις ὕδωρ, ὁ δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν.
5 Εἰπὼν περὶ τοῦ αὐξομένου τί ποτέ ἐστιν, ὁμοίως δὲ καὶ περὶ τοῦ αὔξοντος, λέγει καὶ τὸν τρόπον καθ’ ὃν γίνεται ἡ αὔξησις. δεῖ γάρ, φησί, μιχθῆναι τὸ αὖξον καὶ τὸ αὐξόμενον. μιχθὲν γὰρ τὸ αὖξον τῷ αὐξομένῳ, καὶ μεταβαλὸν ὑπὸ τῆς ἐν τῷ αὐξομένῳ φυσικῆς δυνάμεως εἰς τὴν τοῦ αὐξομένου οὐσίαν, οὕτω ποιεῖ τὴν αὔξησιν, ὥσπερ ἂν εἴ τις εἰς πίθον
10οἴνου, δύναμιν ἔχοντος πᾶν τὸ ἐπιχεόμενον μεταβάλλειν εἰς αὑτὸν καὶ ἐξο‐ μοιοῦν, ἐπιχέῃ ὕδωρ· μιχθὲν γὰρ τὸ ὕδωρ καὶ μεταβαλὸν ὑπὸ τῆς τοῦ οἴνου δυνάμεως εἰς τὴν αὐτοῦ οὐσίαν, ηὔξησε τὸ τοῦ οἴνου ποσὸν καὶ εἰς μείζονα ὄγκον μετέβαλε. καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ μετέ‐ βαλεν αὐτὸ εἰς τὴν ἑαυτοῦ οὐσίαν καὶ ταύτῃ μεῖζον ὑπ’ ἐκείνου γέγονεν,
15οὕτω δὴ καὶ ἐπὶ τῶν αὐξομένων ἔχει. ἅμα δὲ διὰ τούτων καὶ τὸ ποιητι‐ κὸν τῆς αὐξήσεως αἴτιον παραδέδωκεν, λέγω δὴ τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς ψυχῆς δύναμιν. δῆλον δὲ ὅτι οὐκ ἐπειδὴ πᾶν ὁτιοῦν μόριον αὔξεται τοῦ αὐξομένου, δεῖ καὶ τὸ αὖξον παντὶ μιχθὲν διελθεῖν (ἢ γὰρ κενὸν ἔσται τὸ ὅλον, ἢ σῶμα διὰ σώματος χωρήσει), ἀλλ’ ἱκανὸν κατά
20τινα μόρια τῆς προσκρίσεως γενομένης κατὰ πᾶν τὴν αὔξησιν γενέσθαι, ὥσπερ καὶ τὸ κενούμενον πάντῃ ῥυτιδούμενον ὁρᾶται καίτοι κενουμένων τῶν πλησίον μορίων οὐχ ἅμα πάντων, ὥσπερ ἐπὶ τῶν φλεβοτομουμένων ἔχει διὰ τὸ συνεφέλκεσθαι τῷ κενουμένῳ μορίῳ τὸ τοῦ ὅλου σώματος αἷμα. οὕτω δήπου καὶ ἐπὶ τῶν αὐξομένων κατά τινα μόρια τῆς προσκρίσεως
25γινομένης ἡ πρόσθεσις πάντῃ γίνεται τοῦ προσγινομένου ἀεὶ τὸ πρὸ αὐτοῦ προωθοῦντος, οὐ διαδυομένου δι’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σωλῆνος ἔχει τοῦ τῷ πλείονι ὕδατι συνεκτεινομένου· ἐν παντὶ γὰρ τῷ σώματι συγκατέσπαρταί τις ὑγρότης θρεπτικὴ τοῦ ὑποκειμένου καὶ πεφυκυῖα μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν. τῆς οὖν τροφῆς ὑγρᾶς οὔσης καὶ μιγνυμένης τῇ προϋπο‐
30κειμένῃ ἐν τῷ σώματι ὑγρότητι συμβαίνει κατὰ ἀναλογίαν πάντῃ αὐτὴν ἐπιδιδόναι, οὐ διιούσης ἐκείνης πάντῃ, ἀλλὰ προωθούσης τὴν πρὸ αὐτῆς, κἀκείνης πάλιν τὴν πρὸ αὐτῆς. καὶ οὕτω τῆς ὕλης πλείονος γινομένης
πανταχοῦ εἰς μείζονα ὄγκον τὸ εἶδος ἐπιδίδωσιν· ἑκάστῳ γὰρ τῶν μορίων117
In GC
.

14,2

118

μετ’ οἰκείου σχήματος ὑπάρχει τὸ εἶναι, ὅπερ πανταχοῦ τῆς ὕλης πλεονα‐ ζούσης εἰς μείζονα ἐπιδίδωσιν ὄγκον. ὡς γὰρ ἐξ ἀρχῆς μετὰ τοῦ οἰκείου σχήματος ἕκαστον τῶν μορίων ὑπεστήσατο ἡ φύσις, οὕτω μετὰ τούτου καὶ αὐτῶν πρόνοιαν καὶ φυλακὴν ποιεῖται. ὅτι μὲν οὖν τὸ εἶδος τὸ κατὰ τὸ
5σχῆμα κατὰ πᾶν ὁτιοῦν μόριον ἰσοτίμως ποιεῖται τὴν τροφὴν καὶ τὴν αὔξησιν, τροφῆς μὲν οὔσης τῆς τοῦ εἴδους διαμονῆς, αὐξήσεως δὲ τῆς εἰς μεῖζον ποσὸν ἐπιδόσεως, οὕτως ἂν προβαίνων ὁ λόγος εὐοδοίη. ἐπὶ δὲ τοῦ οὐσιώδους εἴδους, οἷον τοῦ τῆς σαρκὸς ὡς σαρκὸς ἢ τοῦ ὀστοῦ 〈ὡς ὀστοῦ〉, πῶς ἂν σωθείη τὸ τρέφεσθαι τὰ εἴδη ταῦτα ἢ τὸ αὔξεσθαι; εἰ γὰρ πᾶν μὲν
10ὁτιοῦν τῆς σαρκὸς μόριον εἰδοπεποίηται, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον σώματι τρέφεταί τε καὶ αὔξεται, πῶς ἂν σωθείη τὸ ὅλην δι’ ὅλης τρέφε‐ σθαι τὴν σάρκα; εἰ γὰρ δεῖ τρεφομένῳ προσκρίνεσθαι τὸ τρέφον, τὰ μόρια ἄρα οἷς μὴ προσκριθῇ οὐ τραφήσονται. ἀδύνατον δὲ παντὶ προσκριθῆναι. οὐδὲ πᾶν ἄρα μόριον τραφήσεταί τε καὶ αὐξηθήσεται. πῶς δ’ ἂν πᾶν
15ὁτιοῦν μόριον τοῦ τῆς σαρκὸς εἴδους αὐξηθήσεται; ὅλον μὲν γὰρ ὡς ὅλον οὐκέτι. οὐδὲ γὰρ παντὶ μορίῳ τῆς σαρκὸς ἡ προσθήκη μείζων γέγονεν, ἕκαστον μέντοι μόριον τῆς ὕλης γέγονεν· ἐν ᾧ δὲ προσθήκη μὴ γέγονεν ὕλης, οὐδὲ μεταβολὴ εἰς τὸ ὅμοιον. ὥστε οὐδὲ εἰς μείζονα ὄγκον ἐπίδοσις. Μήποτε δὲ οὐδ’ ὅλως τρέφεσθαι οὐδ’ αὔξεσθαι τοιοῦτον εἶδος 〈δεῖ〉
20λέγειν, ἀλλὰ μόνον πλεῖον γεγονέναι. εἰ γὰρ τρέφεται μὲν καὶ αὔξεται σώματι μεταβάλλοντος αὐτοῦ εἰς τὴν ἐκείνου οὐσίαν, σῶμα δὲ διὰ σώματος χωρῆσαι ἀδύνατον, ἄλλο ἔσται δήπου τὸ γινόμενον ὅμοιον αὐτῷ καὶ συμ‐ φυόμενον, οὐ μέντοι τὸ προϋπάρχον προσέλαβέ τι παρὰ τοῦ ἐπεισελθόντος, οὔτε εἶδός τι οὔτε μέγεθος. καὶ εἰ ἕκαστον τῶν τῆς σαρκὸς μορίων ἐξ
25ὕλης ἐστὶ καὶ εἴδους, τοῦ εἴδους ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχοντος, εὔδηλον δή‐ που ὅτι τῆς ὕλης ἀπορρεούσης τῆς σαρκὸς συναπέρχεται καὶ τὸ εἶδος τὸ ἐν ἐκείνῃ τὸ εἶναι ἔχον· οὐ γὰρ δὴ τῆς ὕλης χωρισθείσης ἐναπομένει τὸ ἄτομον εἶδος, ὅπερ ἐν ἐκείνῃ ὑφειστήκει. εἰ δὲ συναπέρχεται τῇ ὕλῃ τὸ εἶδος, καὶ ἕκαστον τῶν τῆς σαρκὸς μορίων καὶ τῶν λοιπῶν τοιοῦτόν ἐστι,
30τὸ μὴ μένον ἄρα οὔτε τρέφοιτο ἂν οὔτε αὔξοιτο, τῷ δὲ μένοντι προσε‐ τέθη τὸ γενόμενον, εἰ μή τις κατὰ ποιότητα τρέφεσθαι λέγοι τὴν σάρκα καὶ τὰ λοιπά, τῆς τροφῆς τῇ παραθέσει δρώσης κατὰ τὰς ποι‐ ότητας καὶ ὑγραινούσης καὶ θερμαινούσης τὰ παρακείμενα σώματα. ἀλλὰ
ταύτῃ θρέψις μὲν σῴζοιτο ἂν σαρκὸς καὶ τῶν λοιπῶν, αὔξησις δὲ118
In GC
.

14,2

119

οὐκέτι. τὸ γὰρ ποιότητι μόνῃ ὑγραῖνον ἢ θερμαῖνον οὐ μεῖζον ποιεῖ κατὰ μέγεθος τὸ πάσχον ὑπ’ αὐτοῦ, ἀλλὰ κατὰ ποιότητα μόνον ἀλλοιοῖ αὐτό. ὥστε οὐκ ἂν σῴζοιτο ἐπὶ τοῦ οὐσιώδους τὸ πᾶν ὁτιοῦν μόριον ηὐξῆσθαι λέγειν. τὸ μὲν γὰρ ὅλον μεῖζον γέγονεν, πᾶν δὲ μόριον οὐκέτι·
5οὐδὲ γὰρ παντὶ προσθήκη γέγονε καὶ μεταβολή, μᾶλλον δὲ ἐν οὐδενί, ἀλλὰ παράθεσις μόνον καὶ ἕνωσις, ὥσπερ εἰ ὕδωρ ὕδατι ἑνωθείη. μήποτε οὖν τὸ λέγειν πᾶν μόριον μεῖζον γίνεσθαι καὶ τρέφεσθαι οὐκ ἀληθές ἐστιν οὕτω λεγόμενον, ὡς αὐτοῦ καθ’ αὑτὸ παντὸς ἐλαχίστου μορίου τρεφομένου καὶ ἐπι‐ διδόντος· ἀλλ’ ὥσπερ οὐ παντὶ μορίῳ πρόσθεσις γίνεται τροφῆς, διὰ δὲ τὴν
10τοῦ ὅλου συνέχειαν ὅλως προστίθεσθαι λέγεται, καὶ οὕτω τοῦ ὅλου μείζονος γενομένου διὰ τὸ ὅλον εἶναι τὸ ἐκ πάντων συγκείμενον τῶν μερῶν εἰκότως καὶ μέρος ἕκαστον τῇ ὁλότητι συνεπεκτείνεσθαι λέγεται, οὕτω καὶ τοῦ ὅλου τρεφομένου καὶ τὴν ἑαυτοῦ σῴζοντος ἰδέαν [καὶ ὅτι] καὶ μόριον τῆς σαρκὸς καὶ τῶν λοιπῶν τρέφεσθαι λέγεται συμφυλασσόμενον τῷ ὅλῳ.
15p. 322a16 Ποσὸν δὲ τὸ μὲν καθόλου οὐ γίνεται, ὥσπερ οὐδὲ ζῷον ὃ μήτ’ ἄνθρωπος μήτε τι τῶν καθ’ ἕκαστα. Ἐπειδὴ ἡ αὔξησις ποσοῦ ἐστι γένεσις, εἶπε δὲ τὴν αὔξησιν σώματι γίνεσθαι καὶ οὐκ ἀσωμάτῳ, ἵνα μή τις εἴποι ὅτι εἰ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἔδει καὶ τὸ ποσὸν ἐκ μὴ ποσοῦ γίνεσθαι, νῦν δὲ συμ‐
20βαίνει ποσὸν ἐκ ποσοῦ γίνεσθαι (ἡ γὰρ ὕλη τοῦ αὐξομένου ἐνεργείᾳ ἐστὶ ποσή), φησὶν οὖν πρὸς τοῦτο ὅτι εἰ μὲν ἦν τῶν καθόλου γένεσις, ἔδει τῷ ὄντι τὸ γινόμενον ποσόν τι ἐκ μὴ ποσοῦ γεγονέναι, ἐπειδὴ δὲ οὔτε ποσοῦ καθόλου γένεσίς ἐστιν οὔτε ἄλλου τινὸς τῶν καθόλου, οὐδὲν ἄτοπον τὸ γινόμενον ποσὸν ἐκ ποσοῦ γεγονέναι. τὶ γὰρ ποσὸν ἐκ τινὸς ποσοῦ
25γίνεται, ὥσπερ καὶ τὶ ζῷον ἐκ τινὸς ζῴου· οὐδενὶ γὰρ τῶν καθόλου τὸ εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσι. τὸ οὖν γινόμενον ποσὸν τὶ ποσόν ἐστιν, οἷον σὰρξ ποσὴ ἢ ὀστοῦν ποσόν. οὐδὲν οὖν θαυμαστὸν ποσὴν σάρκα ἐκ ποσοῦ αἵματος γενέσθαι καὶ ἄλλου ἄλλο. καὶ ὅτι μὲν τῶν καθόλου οὐδὲν γίνεται, ἐπειδὴ μηδὲ ὑφέστηκέ τι καθ’ αὑτὸ τῶν
30καθόλου, πρόδηλον· νῦν δὲ οὐ διὰ τοῦτο ἐκ μὴ ποσοῦ ποσὸν οὐ γίνεται. καὶ γὰρ τοῦ καθόλου ἀνθρώπου μὴ γινομένου καὶ τοῦ καθόλου ζῴου, ὅμως γοῦν ἐξ οὐκ ἀνθρώπου γίνεται ἄνθρωπος καὶ ἐξ οὐ ζῴου ζῷον· οὐ ζῷον
γὰρ τὸ σπέρμα οὐδὲ ἄνθρωπος. καὶ οὐ δήπου ἐκ τινὸς μὲν οὐκ ἀνθρώπου119
In GC
.

14,2

120

τινὸς δὲ ἀνθρώπου, ἀλλ’ ἁπλῶς ἐξ οὐκ ἀνθρώπου καὶ ἁπλῶς ἐξ οὐ ζῴου. οὐχ οὕτω δὲ καὶ ἐπὶ τοῦ ποσοῦ ἔχει· οὐ γὰρ ἐξ ἁπλῶς μὴ ποσοῦ ποσὸν γίνεται, ἀλλ’ ἐκ τινὸς ποσοῦ τὶ ποσόν. ὥστε ἔχει διαφορότητα πρὸς τὰ λοιπά. τὸ μὲν γὰρ σπέρμα μὴ ὂν ζῷον γίνεται ζῷον, καὶ μὴ ὂν
5ἄνθρωπος γίνεται ἄνθρωπος, οὐ μέντοι μὴ ὂν ποσόν τι γίνεται ποσόν, ἀλλὰ πάντως τὶ ποσὸν ὂν ἄλλο γίνεται ποσόν. τούτου δὲ αἴτιον τὸ τὸ μὲν ζῷον ὡς ζῷον μὴ εἶναι ἀμετάβλητον μηδὲ τῶν ἄλλων τῶν τοιούτων μηδέν, τὸ μέντοι ποσὸν ἀμετάβλητον εἶναι, ἐπεὶ καὶ τὸ σῶμα ὡς σῶμα ἀμετάβλητόν ἐστιν· οὐδὲ γὰρ ὡς σῶμα μεταβάλλει, ἀλλ’ ὡς ἀὴρ ἢ πῦρ
10ἢ ἄλλο τι τῶν τοιούτων. τούτου δὲ πάλιν αἴτιον, ὅτι ὡς ὕλη προσεχεστέρα ὑπέστρωται τοῖς εἴδεσι πᾶσι τὸ τριχῇ διαστατόν. p. 322a19 Σὰρξ δὲ ἢ χεὶρ ἢ ὀστοῦν καὶ τούτων τὰ ὁμοιομερῆ. προσελθόντος δή τινος ποσοῦ, ἀλλ’ οὐ σαρκὸς ποσῆς. Τουτέστι σὰρξ ποσὴ γίνεται καὶ ὀστοῦν ποσόν, οὐχ ἁπλῶς δὲ ποσόν.
15γίνεται δὲ ποσὴ σὰρξ τινὸς ποσοῦ προσελθόντος ὅπερ δυνάμει ἐστὶ σάρξ, οὐ μέντοι σαρκὸς ποσῆς· οὐ γὰρ ἔξωθεν σὰρξ γίνεται εἶτα προσκρίνεται, ἀλλὰ προσκριθὲν πρότερον οὕτω γίνεται σάρξ. p. 322a20 Ἧι μὲν οὖν δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει· καὶ γὰρ ποσὴν δεῖ γίνεσθαι καὶ σάρκα·
20ᾗ δὲ μόνη σάρξ, τρέφει ταύτῃ. Εἰπὼν πῶς αὔξησις γίνεται καὶ τί ἐστι τὸ αὐξόμενον καὶ τίνι αὔξεται, νῦν διαφορὰν τροφῆς καὶ αὐξήσεως βούλεται παραδοῦναι καὶ τί δήποτε τρεφόμεθα μὲν ἀεὶ ἔστ’ ἂν ὦμεν κἂν φθίνωμεν, αὐξόμεθα δὲ οὐκ ἀεί. φησὶν οὖν ὅτι ἡ προσιοῦσα τροφή, εἴτε ἄρτος εἴη εἴτε κρέας εἴτε ἄλλο
25ὁτιοῦν, ἔστι μὲν καὶ δυνάμει τοῦτο ᾧ πρόσεισιν, οἷον εἰ τύχοι σάρξ, ἔχει δὲ καὶ ποσόν τι. ἔστιν οὖν καὶ δυνάμει σὰρξ καὶ δυνάμει ποσὴ σάρξ. οὖσα οὖν ἄμφω δυνάμει, ὅταν μεταβάλῃ εἰς τὸ ἐνεργείᾳ, καθὸ μὲν σὰρξ ἐνεργήσει, τότε ἔθρεψε μόνον, ηὔξησε δὲ οὔ. ἔστι γὰρ τροφὴ ἡ τοῦ εἴδους φυλακή, αὔξησις δὲ ἡ τούτου εἰς μεῖζον μέγεθος ἐπίδοσις.
30ὥστε ἡ τροφὴ καὶ ἡ αὔξησις τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό (ἓν γάρ ἐστι τῷ ὑποκειμένῳ τὸ τρέφον τε καὶ αὖξον), τῷ δὲ λόγῳ διάφορον· ἄλλο γάρ
ἐστιν αὐτῷ τὸ δυνάμει σαρκὶ εἶναι ἢ ὀστῷ, καὶ ἄλλο τὸ τοσῷδε εἶναι.120
In GC
.

14,2

121

p. 322a23 Καὶ γὰρ διαφέρει τροφὴ καὶ αὔξησις τῷ λόγῳ. Τροφὴν καὶ αὔξησιν λέγει τὸ θρεπτικόν τε καὶ αὐξητικόν. τοῦτο οὖν ἓν ὂν τῷ ὑποκειμένῳ ἄμφω τὰς δυνάμεις ἔχει, καὶ ὅταν μὲν κατ’ ἀμφοτέρας ἐνεργῇ, καὶ τρέφει καὶ αὔξει, ὅταν δὲ κατὰ θατέραν, τρέφει
5μόνον αὔξει δὲ οὔ. διό, φησί, τρέφεται μὲν ἔστ’ ἂν ᾖ καὶ ὅταν φθίνῃ, αὔξεται δὲ οὐκ ἀεί, διότι τότε ὡς μὲν δυνάμει σὰρξ ἐνεργεῖ ἡ τροφή, ὡς δὲ ποσὴ οὐκέτι· ὅταν γὰρ πλεῖον ᾖ τὸ ἀπορρέον τοῦ ἐπεισιόντος, οὐκέτι κατὰ τὸ ποσὸν ἐνεργεῖ. οὐ τοῦτο δέ φημι ὅτι οὐ προστίθησί τι κατὰ ποσὸν ἀεὶ ἡ τροφὴ τῷ τρεφομένῳ (οὐ γὰρ ποιότητι τρέφει ἀλλ’ οὐσίᾳ·
10ὥστε ἀεὶ ποσόν τι δίδωσιν ἡ τροφὴ τῷ τρεφομένῳ μετὰ τοῦ εἴδους), ἀλλὰ τοῦτό φησι τὸ μὴ ἐνεργεῖν κατὰ ποσόν, τὸ μὴ δύνασθαι τῷ ὅλῳ μεγέθει προσθήκην τινὰ ποιῆσαι πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης. ὅταν μὲν γὰρ ἴσον ᾖ τὸ ἀπορρέον τῷ ἐπεισιόντι, τροφὴ μόνον γίνεται, οὔτε δὲ αὔξησις οὔτε μείωσις· ὅταν δὲ πλεῖον εἴσεισι τοῦ ἐξιόντος, τροφὴ
15καὶ αὔξησις· ὅταν δὲ ἔλαττον, τροφὴ καὶ μείωσις. καὶ γὰρ μειουμένου τοῦ ποσοῦ τὸ εἶδος φυλάττεται, ἐπεὶ μὴ ἔστιν ἐν τῷ τοσῷδε εἶναι τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ ἐν τῷ τοιῷδε. p. 322a25 Καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δὲ εἶναι ἄλλο. Ἓν γὰρ οὖσα κατὰ τὸ ὑποκείμενον ἔχει τι καὶ εἶδος, ἔχει δὲ καὶ
20ποσόν· ἔστι γὰρ δυνάμει σάρξ. ᾗ μὲν οὖν δυνάμει σάρξ ἐστι, ταύτῃ τρέφει· ᾗ δέ ἐστι ποσή, ταύτῃ αὔξει. p. 322a26 Ἧι μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ. Οὐ τοῦτό φησιν ὅτι ποσὸν δυνάμει ἔχει, ἀλλ’ ὅτι ὡς ποσὴ σὰρξ τὸ ὅλον τοῦτο δυνάμει ἐστί.
25p. 322a28 Τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης οἷον ἄυλός τις δύναμις ἐν ὕλῃ ἐστίν.
Ἐπειδὴ τὴν τροφήν, ὅταν τρέφῃ μόνον αὔξῃ δὲ μή, κατὰ μόνον121
In GC
.

14,2

122

τὸ εἶδος ἐνεργεῖν ἔφη, κατὰ ποσὸν δὲ οὐκέτι, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει (τὸ γὰρ μέγεθος ὑπέστρωται ὡς ὕλη τοῖς εἴδεσιν), ἵνα μὴ ὑπο‐ νοήσῃς ὅτι τῷ ὄντι χωριζόμενον τῆς ὕλης οὕτως ἐνεργεῖ, ὅπερ ἀδύνα‐ τον, αὐτὸ τοῦτο διαρθροῖ, ὅτι τῷ ἰδίῳ λόγῳ ἄυλος οὖσα δύναμις ἐν ὕλῃ
5τὸ εἶναι ἔχει. μεθ’ ὕλης οὖν ὑπάρχον οὐκ ἐνεργεῖ κατὰ τὴν ὕλην, ὅταν τρέφῃ μὲν αὔξῃ δὲ μή. ἤ, ὡς ὁ Ἀλέξανδρός φησι, τὸ τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης ἴσον ἐστὶ τῷ ‘ἡ τροφή, ὅταν τρέφῃ μέν, μὴ αὔξῃ δέ, τὸ εἶδος τηρεῖ ἄνευ προσθήκης ὑλικῆσ‘. p. 322a29 Ἐὰν δέ τις προσίῃ ὕλη.
10 Ἐνταῦθα ὑποστικτέον. p. 322a29 Οὖσα δυνάμει ἄυλος, ἔχουσα καὶ τὸ ποσὸν δυνάμει, οὗτοι ἔσονται μείζους ἄυλοι. Πάλιν πότε τὸ προσιὸν αὔξει φησί. λέγει οὖν ὅτι ἐὰν ὕλη τις προσίῃ, τουτέστι τροφή τις δυνάμει ἄυλος ὑπάρχουσα, τουτέστι δυνάμει
15ἔχουσα τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἢ ἁπλῶς τοῦ τρεφομένου, ἔχουσα δὲ καὶ τὸ ποσὸν δυνάμει, τουτέστι δυναμένη προσθεῖναί τι κατὰ τὸ ποσὸν τῷ τρεφομένῳ, τὸ τηνικαῦτα οἷς πρόσεισιν ἡ τοιαύτη ὕλη μεί‐ ζους ἄυλοι ἔσονται, τουτέστιν αὔξονται κατὰ τὸ εἶδος καὶ εἰς μεῖζον ἐπι‐ διδόασι μέγεθος, ὅπερ ἐστὶ καὶ τρέφονται ἅμα καὶ αὔξονται. ἀντὶ γὰρ
20τοῦ εἰπεῖν ὅτι μείζους ἔσονται κατὰ τὸ εἶδος (τοῦτο γάρ ἐστι τὸ αὐξό‐ μενον), εἶπεν ὅτι ἔσονται μείζους ἄυλοι. δυνάμει δὲ τὸ ποσὸν εἶπεν ἀντὶ τοῦ τὸ τηλικοῦτον καὶ αὐξητικὸν δυνάμει· πάντως μὲν γὰρ ἡ προσι‐ οῦσα τροφὴ ποσή ἐστιν ἐνεργείᾳ, ὡς ἔδειξεν, οὐ πάντως δὲ τοσαύτη ὡς ἔχειν τὸ αὐξητικόν.
25p. 322a31 Ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ’ οἷον οἴνῳ ὕδωρ ἀεὶ πλέον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιήσει τοῦ ποσοῦ, τὸ δ’ εἶδος μένει. Εἰπὼν τί ἐστιν αὔξησις, λέγει οὖν καὶ τί ἐστι φθίσις. φησὶν οὖν
ὅτι ὅταν ἡ εἰσιοῦσα τροφὴ πλεονεκτοίη τὴν αὐξητικὴν δυνάμιν, ἡ δὲ μει‐122
In GC
.

14,2

123

οῖτο κατισχυομένη ὑπὸ τῆς προσιούσης ὕλης, ὡς ἐπὶ τῶν ἀπεπτούντων, τότε μείωσις ἔσται τοῦ ποσοῦ τῷ τὴν μὲν ὕλην φύσει ῥεῖν, τὴν δὲ προσ‐ ιοῦσαν τροφὴν μὴ ἴσον τοῦ ἀπορρέοντος προστιθέναι διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ἐπικρατεστέρας γινομένης τῆς τροφῆς ἢ ὥστε παθεῖν ὅσον
5δεῖ ὑπὸ τῆς δυνάμεως τῆς ἀλλοιωτικῆς τε καὶ ἐξομοιωτικῆς τοῖς ὑποκει‐ μένοις. διὸ θρέψις μὲν γίνεται (διαμένει γὰρ τὸ εἶδος), τῷ δὲ πλεῖον εἶναι τὸ ἀπορρέον τοῦ προστιθεμένου συμβαίνει καὶ μείωσιν γενέσθαι. σαφεῖ δὲ παραδείγματι ἐχρήσατο τῷ τοῦ ὕδατος τοῦ ἐπιχεομένου εἰς τὸν οἶνον, καὶ τὴν μὲν ἀρχὴν πάσχοντος μᾶλλον ὑπὸ τοῦ οἴνου ἢ ποιοῦντος
10εἰς αὐτόν, τέλος δὲ πλεονάζοντος τοῦ ὕδατος ἐξασθενούσης τῆς τοῦ οἴνου δυνάμεως καὶ μᾶλλον πασχούσης ὑπὸ τοῦ ὕδατος ἤπερ ποιούσης εἰς αὐτό. οὐ κατὰ πάντα δὲ ἐοικὸς τὸ παράδειγμα. κατὰ μὲν γὰρ τὴν τῆς δυνάμεως ἐλάττωσιν εἴη ἂν τῇ μειώσει ἐοικός· μειουμένης γὰρ κἀκεῖ τῆς θρεπτι‐ κῆς δυνάμεως καὶ ἧττον προσκρινούσης τοῦ ἀπορρεύσαντος ἡ φθίσις γίνεται·
15καθὸ μέντοι ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος πλεῖον γίνεται τὸ ποσόν, κατὰ τοῦτο οὐκ ἔοικε τὸ παράδειγμα τῷ ἐπὶ τῆς φθίσεως· ἐκεῖ γὰρ μετὰ τῆς δυνάμεως καὶ τὸ ποσὸν μειοῦται. μόνης οὖν τῆς ἀσθενείας τῆς δυνάμεως ἔστω παράδειγμα. κάμνει δὲ τῇ συνεχεῖ ἐνεργείᾳ (μετὰ σώμα‐ τος γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει), κάμνουσα δὲ
20οὐκέτι δύναται κατὰ ποσὸν προσθήκας ποιεῖν τῷ τρεφομένῳ ὀλίγης γινο‐ μένης τῆς ἀλλοιώσεως, ἀλλὰ τρέφει μόνον. πλείονος οὖν γινομένης τῆς ἀπορροῆς μείωσις γίνεται, καὶ μάλιστα τοῦ ἐν ᾧ πρώτῳ ἐστὶν ἡ δύναμις αὕτη, λέγω δὴ τοῦ θερμοῦ ὑγροῦ. τὸ γὰρ πρῶτον ἀπολαῦον τῆς αὐξή‐ σεως ἐν τῇ ἐπιδόσει, διὰ τὸ ἐν αὑτῷ τὸ τρέφον ἔχειν καὶ τῆς ἀσθενείας
25ἀπολαύει αὐτοῦ πρῶτον καὶ κρατεῖται μειούμενον διὰ τὴν ἐλάττονα τῆς τροφῆς πρόσκρισιν ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῆς τε ψυχρᾶς καὶ ξηρᾶς, ὧν κατ’ ἐπικράτειαν τὸ γῆρας γίνεται. p. 322b1 Ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, εἴτε ἔστιν εἴτε μή, καὶ πότερον ἀίδιον ἕκα‐
30στον ἢ γίνονταί πως. Ἐλέγξας τὰς ψευδεῖς τῶν παλαιῶν περὶ γενέσεως δόξας, καὶ εἰπὼν καθόλου περὶ γενέσεως, καὶ διακρίνας αὐτὴν καὶ ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς, καὶ εἰπὼν τί τέ ἐστιν αὔξησις καὶ τί τὸ αὐξόμενον
καὶ τίνι αὔξεται καὶ τίς ὁ τρόπος καθ’ ὃν αὔξεται τὰ αὐξόμενα, λοιπὸν ἐν‐123
In GC
.

14,2

124

τεῦθεν ἀκόλουθον μὲν ἦν εἰπεῖν περὶ τῆς γενέσεως τῶν καθ’ ἕκαστα γινο‐ μένων, οἷον περὶ τῶν ἐν μετεώρῳ γινομένων περὶ φυτῶν περὶ ζῴων περὶ μετάλλων· ἀλλ’ ἐπεὶ τὸν περὶ τῆς τῶν καθ’ ἕκαστα γενέσεως δια‐ λεξόμενον δεῖ πρότερον περὶ τῆς προσεχοῦς ἑκάστῃ γενέσει ὕλης διαλα‐
5βεῖν, οἷον τίς ἡ τοῖς μετεώροις ὑποβεβλημένη ὕλη, τίς ἡ τοῖς μετάλλοις, καὶ τοῖς λοιποῖς ὡσαύτως· ὡς γὰρ τοῦ λόγου τοῦ περὶ τῶν φυσικῶν πάν‐ των προηγεῖται ὁ περὶ τῆς ἁπλῶς ὕλης λόγος τῆς πᾶσι τοῖς φυσικοῖς κοινῶς ὑποκειμένης, περὶ ἧς ἐν τῇ Φυσικῇ ἐδίδαξεν, οὕτω καὶ τῆς τῶν κατὰ μέρος γενέσεως καὶ τῆς ἑκάστῳ αὐτῶν ὑποκειμένης ὕλης προηγεῖ‐
10σθαι δεῖ τὸν περὶ τῆς ὕλης καθόλου τῶν ἁπλῶς γινομένων, ταῦτα δέ ἐστι τὰ στοιχεῖα· οὐκοῦν ἀναγκαῖον ἦν προλαβεῖν τὸν περὶ τῶν στοιχείων. μὴ γὰρ ἐγνωκότα τίνα ποτέ ἐστι καὶ πόσα καὶ ποῖα τὰ στοιχεῖα ἀδύνατον τὴν ἰδιάζουσαν ἑκάστου ὕλην εὑρεῖν· κοινῶς γὰρ ταῦτα μετὰ τὴν πρώ‐ την ὕλην πᾶσιν ὑποβέβληται, καὶ ἔστι σωματικὴ ὕλη κοινῶς πάντων τῶν
15γινομένων. διὰ τοῦτο πρῶτον τὸν περὶ αὐτῶν προχειρίζεται λόγον, εἴτε ἔστι στοιχεῖα τῶν γινομένων τὰ τέσσαρα ταῦτα τὰ πολυθρύλλητα εἴτε μὴ ἔστι, καὶ πότερον γενητά ἐστι ταῦτα ἢ ἀγένητα καὶ ἀμετάβλητα, ὡς ἐδόκει Ἐμπεδοκλεῖ, καὶ εἰ γενητά, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινός, καὶ εἰ ἐξ ἀλλήλων, πότερον ὁμοίως πάντα εἰς πάντα μεταβάλλει ἢ ἔστι
20τι αὐτῶν πρῶτον ἐξ οὗ τὰ ἄλλα πάντα μεταβάλλει, οἷον ὕλη τοῖς λοιποῖς ὑποκείμενον, ὡς δοκεῖ Θαλῇ μὲν τὸ ὕδωρ, ἀὴρ δὲ Ἀναξιμένει, πῦρ δὲ Ἡρακλείτῳ. ζητήσει δὲ καὶ εἰ τέσσαρα τὸν ἀριθμὸν ἢ πλείονα, καὶ δείξει ὅτι τέσσαρα μόνα. καὶ ἐν τούτοις περατοῦται πᾶσα ἡ προκειμένη πραγματεία. καὶ οὕτως λοιπὸν ἐν ταῖς ἑξῆς πραγματείαις περὶ τῶν καθ’
25ἕκαστα γινομένων ποιεῖται τοὺς λόγους, ἐν μὲν τῇ τῶν Μετεώρων πραγ‐ ματείᾳ περὶ τῶν ἐν τοῖς μετεώροις, ἐν δὲ τῇ Περὶ ζῴων περὶ τῆς τῶν ζῴων γενέσεως, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. ἤδη μὲν οὖν καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ ἐζήτησε περὶ τῶν στοιχείων, καὶ ἔδειξεν ὅτι τῇ τάξει πρῶτος ὁ περὶ τῶν στοιχείων λόγος, καὶ ἔτι ὅτι οὔτε ἀγένητά ἐστιν
30οὔτε ἄφθαρτα, καὶ ὅτι οὐκ ἐξ ἄλλου τινὸς ὑποκειμένου γίνονται, καὶ ὅτι οὐκ εἰσὶν ἄπειρα ἀλλὰ πεπερασμένα· πόσα μέντοι ταῦτα ἢ πῶς ἐξ ἀλλή‐ λων γίνονται, ἐν ἐκείνοις ὑπερέθετο εἰπεῖν, ὡς ἐρῶν ἐνταῦθα περὶ τούτων. Ἔστιν οὖν τὸ προκείμενον δεῖξαι περὶ τῶν στοιχείων ποῖά τε καὶ πόσα τὸν ἀριθμόν, καὶ ὅτι ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις καὶ εἷς ὁ τρόπος
35τῆς ἐξ ἀλλήλων γενέσεως. ὄντων δέ τινων προηγουμένων τοῦ περὶ
τῶν στοιχείων λόγου, ὧν ἀδιαρθρώτων ὄντων ἀδύνατον εὐμαρῶς προελθεῖν124
In GC
.

14,2

125

τὸν περὶ τῶν στοιχείων λόγον, περὶ ἐκείνων προτίθεται πρῶτον εἰπεῖν. ἔστι δὲ τρία ταῦτα, τί ἐστι μίξις, τί ἐστι τὸ ποιεῖν καὶ πάσχειν, τί ἐστιν ἁφή. ὅτι δὲ ἀναγκαῖος ὁ περὶ τούτων λόγος τῷ περὶ τῶν στοιχείων διαλεξομένῳ, κατασκευάζει καὶ ἐκ τῶν παλαιοτέρων. πάντες γάρ, φησί,
5καὶ οἱ ἓν καὶ οἱ πλείω τὰ στοιχεῖα λέγοντες εἶναι, κέχρηνται τῷ ποιεῖν πάσχειν, καὶ συγκρίσει καὶ διακρίσει. καὶ γὰρ οἱ ἓν λέγοντες τὸ στοιχεῖον, συγκρίσει δὲ τούτου καὶ διακρίσει τἆλλα λέγοντες γίνεσθαι, τῷ ποιεῖν καὶ πάσχειν κέχρηνται· τὸ γὰρ συγκρίνεσθαι καὶ διακρίνεσθαι πάσχειν τί ἐστιν. εἰ δὲ ἔστι τὸ πάσχον, ἀνάγκη πᾶσα εἶναι καὶ τὸ ποιοῦν. ὡσαύτως δὲ
10καὶ οἱ πλείω λέγοντες, καὶ οἱ μεταβλητικὰ αὐτὰ λέγοντες καὶ οἱ ἀμετάβλητα. καὶ οἱ μὲν μεταβλητικὰ αὐτὰ λέγοντες, προφανὲς ὡς κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν· δρῶντα γὰρ εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων, οὕτω τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. καὶ Ἐμπεδοκλῆς δὲ ἀμετάβλητα λέγων κέχρηται τῷ ποιεῖν καὶ τῷ πάσχειν· εἰ γὰρ καὶ μὴ κατὰ μετα‐
15βολὴν οὐσίας πάσχουσιν, ἀλλ’ οὖν σύγκρισιν ὑπομένουσι καὶ διάκρισιν, ποιοῦντος ταῦτα τοῦ νείκους καὶ τῆς φιλίας. ὥστε ἀναγκαῖος τῷ περὶ τῶν στοιχείων διαλεχθησομένῳ ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. πῶς γὰρ ὅλως εἰσόμεθα πότερον ἀπαθῆ ἐστιν ἢ οὔ, αὐτὸ τοῦτο ἀγνοοῦντες τί ἐστιν ὅλως τὸ ποιεῖν καὶ τὸ πάσχειν; ἀλλ’ εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν
20εἰπεῖν ἀνάγκη, δῆλον, φησίν, ὡς ἀνάγκη καὶ περὶ μίξεως διαλεχθῆναι. τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα δεῖ πρότερον μιχθῆναι ἀλλήλοις· οὐδὲ γὰρ σώματα ὄντα καὶ διεστηκότα ἀλλήλων δράσειαν ἂν ἢ πάθοιεν ὑπ’ ἀλλή‐ λων. καὶ ὅτι ἀνάγκη τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν λέγουσι γίνεσθαι μίξιν παραλαμβάνειν· ἡ γὰρ σύγκρισις μίξις τίς ἐστιν. εἰ οὖν περὶ
25μίξεως δεῖ διαλαβεῖν, δεῖ δήπου καὶ περὶ ἁφῆς· τὰ γὰρ μιγνύμενα ἀλλή‐ λοις δεῖ πρότερον ἅψασθαι ἀλλήλων· πῶς γὰρ ἂν μιχθείη τὰ μὴ ἁψά‐ μενα; ὥστε πρὸς τὸν περὶ στοιχείων λόγον ἀναγκαῖος ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, καὶ πρὸς τοῦτον ὁ περὶ μίξεως (δεῖ γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα μιχθῆναι ἀλλήλοις), καὶ πρὸς τοῦτον ὁ περὶ ἁφῆς· πῶς γὰρ
30ἂν μιχθείη ἀλλήλοις τὰ μὴ ἁψάμενα; ὥστε ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ περὶ μίξεως καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. καὶ ἄλλως δὲ ἀναγ‐ καίως, φησί, τὸν περὶ τούτων διοριζόμεθα λόγον, διότι χρησάμενοι τούτοις οἱ πρὸ ἡμῶν φυσικοὶ οὐδένα λόγον περὶ αὐτῶν ἐποιήσαντο, τί ποτε σημαί‐ νει ἕκαστον αὐτῶν, ἀλλ’ εἴασαν αὐτὰ οὕτως ἀδιορίστως. περὶ τούτων
35οὖν πρῶτον ποιεῖται τὸν λόγον, καὶ πρότερον περὶ ἁφῆς.125
In GC
.

14,2

126

Ἐπεὶ δὲ δεῖ πρῶτον περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν. ἐπειδὴ εἶπε περὶ τῆς ὕλης, ἵνα μὴ νομίσωμεν περὶ τῆς πρώτης ὕλης τῆς ἀσωμάτου λέγειν αὐτόν, περὶ ἧς ἤδη ἔφθη διαλεχ‐ θεὶς ἐν τῇ Φυσικῇ, διὰ τοῦτο προσέθηκε καὶ τῶν καλουμένων στοι‐
5χείων, ὡσανεὶ ἔλεγε ‘περὶ τῆς ὕλης ἥτις ἐστὶ τὰ καλούμενα στοιχεῖα‘. καλούμενα δὲ διὰ τοῦτο ἴσως εἶπεν, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι ταῦτά ἐστι τὰ στοιχεῖα. εἴτε ἔστιν εἴτε μή. τουτέστιν εἰ στοιχεῖα τῶν γινομένων εἰσίν. οὐ γὰρ ἁπλῶς εἰ ἔστι· τοῦτο γὰρ ἐναργές. ἢ γίνονταί πως. τὸ πως προσέθηκεν ἀντὶ τοῦ κατά τινα τρόπον· οὐ γὰρ καθ’
10ὅλα γίνονται, ἀλλὰ κατὰ μόρια. p. 322b5 Ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγε‐ ται νῦν. Ἐνταῦθα ἡ ἀπόδοσις τοῦ ἐπεὶ δέ συνδέσμου· ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν,
15ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν. λέγει δὲ περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν, ὡς συμβαλλομένων μὲν αὐτῷ εἰς τὴν περὶ τῶν στοιχείων διδασκαλίαν, μὴ τυχόντων δὲ διο‐ ρισμοῦ τινος καὶ διαρθρώσεως παρὰ τῶν προγενεστέρων. p. 322b6 Πάντες γὰρ οἵ τε τὰ στοιχεῖα γεννῶντες καὶ οἱ τὰ ἐκ
20τῶν στοιχείων διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν. Διὰ τούτων συνίστησιν ὅτι ἀναγκαῖος ὁ περὶ τῶν εἰρημένων λόγος, εἴ γε πάντες ὅσοι περὶ γενέσεως διέλαβον συγκρίσει καὶ διακρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν γίνεσθαί φασι τὰ πράγματα. ἄξιον δὲ ἀπορίας πῶς
25εἶπε πάντας διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ πάσχειν. ὅτι μὲν γὰρ διακρίσει καὶ συγκρίσει πάντες κέχρηνται, πρόδηλον· οὐκέτι μέντοι τῷ ποιεῖν καὶ πάσχειν πάντες χρῶνται, ἀλλὰ μόνοι οἱ κατὰ τροπὴν
τοῦ ὑποκειμένου γεννῶντες τὰ πράγματα, ἐπεὶ οἵ γε ἀμετάβλητα οἰόμενοι126
In GC
.

14,2

127

τὰ στοιχεῖα οὐ κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν, ἀλλὰ μόνον συγκρίσει καὶ διακρίσει. ἤτοι οὖν τοὺς μὲν διακρίσει λέγει χρῆσθαι καὶ συγκρίσει, τοὺς δὲ τῷ ποιεῖν καὶ πάσχειν, καὶ οὕτω κατὰ συνεκδοχὴν πάντας ἀμφο‐ τέροις χρῆσθαι λέγει, διακεκριμένως δέ (οἱ μὲν γὰρ τὰ ἐκ τῶν στοιχείων
5μόνα γεννῶντες συγκρίσει καὶ διακρίσει ἐχρῶντο, οὗτοι δὲ ἦσαν οἱ περὶ Ἐμπεδοκλέα Δημόκριτον Ἀναξαγόραν· ἀπαθεῖς γὰρ ἕκαστος τὰς οἰκείας ἀρχὰς ὑπετίθετο· οἱ δὲ καὶ τὰ στοιχεῖα γεννῶντες, τῷ ποιεῖν καὶ πάσχειν, οὗτοι δὲ ἦσαν οἱ ἕν τι ὑποθέμενοι ἐξ οὗ τἆλλα ἐγέννων, τὸ δὲ ἓν τοῦτο ἢ τῶν τεσσάρων τι εἶναι ἢ ἄλλο τι παρὰ ταῦτα)· ἢ οὖν οὕτω φησὶ τὸ
10πάντας καὶ διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, ἢ ἕκαστον ἀμφοτέροις κεχρῆσθαι λέγει. ὅτι γὰρ τοῦτό φησιν, ἐδήλωσεν ἐξ ὧν ἐπήγαγε· “καὶ γὰρ οἱ πλείω”, φησί, “τὰ στοιχεῖα ποιοῦντες γεννῶσι τῷ ποιεῖν καὶ πάσχειν, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίη‐ σιν”. ἐνταῦθα οὖν τὸ ποιεῖν καὶ πάσχειν οὐ κατὰ τροπὴν καὶ μεταβολὴν
15τοῦ ὑποκειμένου ἐκληψόμεθα, ἀλλ’ ἁπλῶς κατὰ τὸ ἐνεργεῖν αὐτὸ τὸ ποιητικὸν ἢ κινητικὸν αἴτιον· δεῖ γὰρ ἐν ἑκάστῳ αἴτιόν τι εἶναι συγκρί‐ σεως καὶ διακρίσεως. καὶ Ἐμπεδοκλεῖ μὲν τὸ νεῖκος καὶ ἡ φιλία ἡ μὲν συγκρίσεως τὸ δὲ διακρίσεως αἴτιον, τὸ δὲ συγκρίνειν καὶ διακρίνειν ποιεῖν τί ἐστιν, ὥστε πάσχειν τὸ διακρίνεσθαι καὶ συγκρίνεσθαι· Ἀναξαγόρᾳ δὲ
20ποιητικόν ἐστι συγκρίσεως καὶ διακρίσεως ὁ νοῦς. ἀλλὰ δὴ καὶ κατὰ Δημόκριτον ποιητικὰ ἂν εἶεν αἴτια ὁ ῥυσμὸς ἡ τροπὴ καὶ ἡ διαθιγή, πορρωτέρω δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. p. 322b8 Πῶς δὲ μίγνυσθαι λέγομεν, οὐ διώρισται σαφῶς. Πότερον κατακερματιζομένων τῶν στοιχείων εἰς μικρὰ καὶ παρακει‐
25μένων ἀλλήλοις καὶ τῇ σμικρότητι λανθανόντων τὴν αἴσθησιν, ὥσπερ ἂν εἰ ἐκ πυρῶν καὶ κριθῶν τὰ λεπτομερῆ ἄλφιτα μίξαιμεν (δόξειε γὰρ ἂν ἕν τι εἶδος εἶναι τὸ ὅλον, τῇ σμικρότητι κλεπτομένης τῆς αἰσθήσεως), ἢ ἐν ἑκάστῳ μορίῳ πάντων ὄντων καὶ χωρούντων ὅλων δι’ ὅλων τῶν μιγνυ‐ μένων δι’ ἀλλήλων· καὶ πότερον ἐν τῇ μίξει φθείρονται τὰ εἴδη τῶν
30στοιχείων ἢ σῴζονται· καὶ εἰ σῴζονται, πότερον πάντα ἢ τινά.127
In GC
.

14,2

128

p. 322b9 Ἀλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαι δυνατὸν οὐδὲ διακρίνε‐ σθαι καὶ συγκρίνεσθαι, μηδενὸς ποιοῦντος μηδὲ πάσχοντος. Μὴ ὄντος γὰρ τοῦ ἀλλοιοῦντος, οὐκ ἂν εἴη τὸ ἀλλοιούμενον· ἀλλοιοῦσθαι δὲ πῶς οἷόν τε μὴ πάσχοντός τι τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος;
5p. 322b12 Καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν, καὶ τοῦτο ὀρθῶς λέγει Διογένης, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. Εἰ γὰρ κατ’ ἀλλοίωσιν τοῦ ἑνὸς τὴν γένεσιν τῶν ἄλλων ἐποίουν πυκνουμένου αὐτοῦ καὶ μανουμένου, δῆλον ὅτι καὶ τῷ ποιεῖν κέχρηνται καὶ
10τῷ πάσχειν· ἐν γὰρ τῇ ἀλλοιώσει ποιεῖ μὲν τὸ ἀλλοιοῦν, πάσχει δὲ τὸ ἀλλοιούμενον. ὅτι δὲ ἀνάγκη τοῖς ἓν ὑποτιθεμένοις τὸ στοιχεῖον λέγειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, μάρτυρι χρῆται Διογένει τῷ Ἀπολλωνιάτῃ ὀρθῶς λέγοντι ὅτι εἰ μὴ ἓν ἦν τὸ ὑποκείμενον πᾶσιν, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ’ ἀλλήλων, ὡς ἀναγκαίως ἑπομένου τοῖς εἰς ἄλληλα
15ποιοῦσι καὶ πάσχουσι τὸ ἓν ἔχειν τὸ ὑποκείμενον. ὅτι γὰρ μὴ ὄντος ἑνός τινος τοῦ ὑποκειμένου οὐχ οἷόν τε ἦν ὑπ’ ἀλλήλων πάσχειν καὶ ποιεῖν εἰς ἄλληλα, δείκνυσιν, ὅτι Διογένης ἔλεγεν μὴ τὴν θερμότητα εἶναι τὴν εἰς ψυχρότητα μεταβάλλουσαν ἢ τοὔμπαλιν (ἀδύνατον γὰρ τὸ ἐναν‐ τίον γενέσθαι ὅπερ τὸ ἐναντίον), ἀλλὰ τὸ ὑποκείμενον κοινὸν ὂν τοῖς ἐναν‐
20τίοις καὶ πάσχον ὑπό τινος ποιοῦντος μεταβάλλει εἰς ἑκάτερον καθ’ ὃ ἂν τὸ ποιοῦν ποιῇ. ταῦτα δὲ καὶ ὁ Πλάτων ἐν τῷ Φαίδωνι εἶπεν. εἰπὼν γὰρ πρότερον ὅτι ἐξ ἀλλήλων γίνονται τὰ ἐναντία, τὸ λευκὸν ἐκ τοῦ μέλανος καὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ, καὶ τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος καὶ ἔμπαλιν, ὕστερον εἶπεν ὅτι οὐδέποτε οἷόν τέ ἐστι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβαλεῖν·
25οὐδὲ γὰρ ἡ λευκότης γένοιτο ἂν μελανία οὐδὲ ἡ ψύξις θερμότης. ἐπὶ τούτοις οὖν ἀπορήσαντός τινος, πῶς οὐκ ἐναντία αὐτὸς ἑαυτῷ Σωκράτης ἀπεφήνατο, εἶπεν ὡς ὅτι ἄνω μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ ἐναντία εἴρηκεν, οὐ τὰ μετεχόμενα, αὐτὰς λέγω τὰς ἐναντιότητας, ἀλλὰ τὰ τούτων μετέχοντα (τὸ γὰρ λευκὸν σῶμα ἐκ μέλανος γίνεται σώματος), νῦν δέ, φησίν, ἔφην τὰ
30μετεχόμενα μὴ γίνεσθαι ἐξ ἀλλήλων. ἀλλὰ μᾶλλον κυριώτερον ἂν εἴη128
In GC
.

14,2

129

‘μετ’ ἄλληλα‘ αὐτὰ καλεῖν· μετὰ γὰρ τὴν λευκότητα γίνεται ἡ μελανία, αὐτῆς μὲν τῆς ποιότητος φθειρομένης τοῦ δὲ ὑποκειμένου μένοντος. p. 322b19 Τὸ μὲν οὖν πάντα τοιαῦτα εἶναι φάσκειν οὐκ ἀληθές, ἀλλ’ ἐν ὅσοις τὸ ὑπ’ ἀλλήλων ἐστίν.
5 Τὸ λέγειν, φησί, πάντα τὰ ὄντα τοιαῦτα εἶναι ὡς μίαν καὶ τὴν αὐτὴν ὑποκειμένην ὕλην ἔχειν, οὐκ ἀληθές. ἢ οὕτως· τὸ λέγειν ὅτι ἐπὶ πάντων τῶν ποιούντων καὶ πασχόντων μία ἐστὶν ὕλη, οὐκ ἀληθές. τὸ γὰρ κυκλοφορητικὸν σῶμα ποιεῖ μὲν αὐτὸ καὶ πάσχει δέ τι ὑπ’ αὐτοῦ, ταῦτα δὲ πάντα τὰ ὑπὸ σελήνην, οὐ μὴν ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὕλης εἰσὶ τό
10τε ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ δεῖ, φησίν, οὕτω λέγειν, ὅτι ταῦτά ἐστι τὰ κοινὴν ὕλην ἔχοντα, ἅπερ ἀντιπάσχει ὑπ’ ἀλλήλων· διὰ τοῦτο γὰρ καὶ ἀντιπάσχει ὑπ’ ἀλλήλων, διὰ τὸ μίαν αὐτοῖς ὑπεστρῶσθαι ὕλην τῶν ἐναντίων οὖσαν δεκτικήν. διὰ τοῦτο γοῦν τὰ οὐράνια ποιοῦντα εἰς τὰ τῇδε οὐκ ἀντιπάσχει ὑπ’ αὐτῶν, διὰ τὸ μὴ μίαν αὐτοῖς ὑποκεῖσθαι ὕλην.
15p. 322b21 Ἀλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁφῆς. Δείξας ἀναγκαῖον ὄντα τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τὸν περὶ μίξεως λόγον, ἐκ τούτων δείκνυσι καὶ τὸν περὶ ἁφῆς ὄντα ἀναγ‐ καῖον.
20p. 322b22 Οὔτε γὰρ ποιεῖν ταῦτα καὶ πάσχειν δύναται κυρίως ἃ μὴ οἷόν τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ ἁψάμενά πως ἐνδέχε‐ ται μιχθῆναι. Ἀδύνατον, φησί, τὰ κυρίως ποιοῦντα καὶ πάσχοντα μὴ ἅψασθαι ἀλλή‐ λων· ἁψάμενον γὰρ τὸ ποιητικὸν τοῦ παθητικοῦ, ἢ ἀμέσως, οἷον τὸ πῦρ τῶν
25ξύλων, ἢ διὰ μέσου, ὥσπερ τὸ πῦρ τοῦ ὕδατος διὰ μέσου τοῦ λέβητος, οὕτως ἀλλοιοῖ αὐτό. τὸ δὲ κυρίως προσέθηκε, διότι λεγόμεθα πάσχειν ὑπὸ τῆς λοιδορίας, ἀλλ’ οὐ κυρίως ποιεῖν λέγοιτο ἂν ἡ λοιδορία, ἐπειδὴ μηδὲ ἅπτεται, εἴπερ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν τὰ φυσικὰ σώ‐ ματα· εἰ δὲ καὶ λέγεται ἅπτεσθαι τοῦ λοιδορουμένου ἡ λοιδορία, ἀλλ’
30οὐδὲ τοῦτο κυρίως, εἴπερ ἅπτεσθαι ταῦτα λέγονται ὧν τὰ ἔσχατα ἅμα.
ὡς ἂν οὖν λέγοιτο ἅπτεσθαι ἡμῶν ἡ λοιδορία, οὕτω δὲ καὶ ποιεῖν εἰς129
In GC
.

14,2

130

ἡμᾶς· κυρίως δὲ οὐδέτερον, ὡς εἰσόμεθα ἐν τοῖς ἐφεξῆς. οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον. ὑπερβατὸς ἡ τῆς λέξεως σύνταξις· τὸ γὰρ ἀκόλουθον οὕτως ‘οὔτε μὴ ἁψάμενά πως πρῶ‐ τον ἐνδέχεται μιχθῆναι‘. τὸ δὲ πως προσέθηκεν, ἵνα σημάνῃ τὰ κυρίως
5ἁπτόμενα, ἐπειδὴ καὶ ἡ λοιδορία ἅπτεσθαι λέγεται, ἀλλ’ οὐ κυρίως. p. 322b26 Ἀρχὴν δὲ λάβωμεν τήνδε. ἀνάγκη γὰρ τῶν ὄντων οἷς ἐστι μίξις, εἶναι ταῦτα ἀλλήλων ἁπτικά. Πρὸς εὕρεσιν τοῦ ὅτι τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν γινομένων καὶ φθειρομένων, ἔδειξεν ἀναγκαῖον ὄντα τὸν περὶ ἁφῆς καὶ μίξεως
10καὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον, περὶ ὧν πρῶτον βούλεται διαλεχθῆ‐ ναι, καὶ τούτων πρότερον περὶ ἁφῆς. καὶ ἤδη μὲν ἔδειξε προηγού‐ μενον τῶν ἄλλων δύο τὸν περὶ ἁφῆς λόγον, καὶ νῦν δὲ πάλιν τὸ αὐτὸ ἀναλαμβάνει πρὸ τοῦ περὶ ἁφῆς λόγου. τῶν γὰρ ὄντων, φησίν, ὡς ἂν μίγνυσθαι πέφυκεν, ἀνάγκη ταῦτα πρότερον ἅψασθαι ἀλλήλων· οὐ γὰρ ἂν
15μιχθείη τὰ μηδ’ ὅλως ἁπτόμενα ἀλλὰ κεχωρισμένα. προηγεῖται ἄρα τοῦ περὶ μίξεως ὁ περὶ ἁφῆς λόγος. ἀλλὰ δὴ καὶ τοῦ περὶ τοῦ ποιεῖν καὶ πάσχειν· εἴ τι γὰρ τῶν ὄντων τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πάσχειν κυρίως, ταῦτα ἀνάγκη πρότερον ἅψασθαι ἀλλήλων. καὶ τοῦτο ἱκανῶς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται. κυρίως δὲ εἶπε διὰ τὴν λοιδορίαν. αὕτη γὰρ
20ποιεῖν μὲν λέγεται εἰς τὴν ψυχήν, οὐχ ἅπτεται δὲ τῆς ψυχῆς· οὐδὲ γὰρ κυρίως ποιεῖ, ἐπεὶ καὶ ἅπτεσθαι λέγεται οὐ κυρίως· ὡς οὖν λέγεται ποιεῖν, οὕτω λέγεται καὶ ἅπτεσθαι. τὰ αὐτὰ δ’ ἂν εἴποις καὶ ἐπὶ τῆς εἰκόνος καὶ τοῦ χόρτου καὶ ἁπλῶς τοῦ ὀρεκτοῦ· οὐδὲ γὰρ ταῦτα κυρίως ποιεῖ. ὡς δ’ ἂν ποιῇ, οὕτω καὶ ἅπτεται πρότερον. πρότερον γὰρ ἅπτε‐
25ται τοῦ φανταστικοῦ καὶ τυποῖ αὐτό, ἔπειτα καὶ μεταβάλλει ἀλλοιῶσαν. καὶ ἀδύνατόν γε παθεῖν ὑπὸ τοῦ ὀρεκτοῦ τὸν μὴ πρότερον οἷον ἁψάμενον αὐτοῦ, τῷ ἐντετυπῶσθαι αὐτοῦ τὴν φαντασίαν. ἀναγκαίως οὖν πρῶτον τὸν περὶ ἁφῆς προχειρίζεται λόγον. ὥσπερ δέ, φησί, πολλὰ καὶ τῶν ἄλλων ὀνομάτων πολλαχῶς λέγεται, καὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν
30ὁμωνύμως λέγεται (ὡς Αἴας ὁ Τελαμώνιος καὶ ὁ Ὀιλέως, καὶ κύων ὅ τε
χερσαῖος καὶ ὁ θαλάττιος) ἅπερ καὶ ἰσοτίμως μετέχουσι τοῦ ὀνόματος,130
In GC
.

14,2

131

τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὧν καὶ τὸ μὲν κυριώτερον λέγεται τὸ δὲ ἀκυρότερον (οἷον ἐπὶ τοῦ ὄντος πρώτως μὲν καὶ κυρίως ἡ οὐσία ὄν, δευ‐ τέρως δὲ καὶ τρίτως αἱ ἄλλαι κατηγορίαι· ὁμοίως κυρίως μὲν ζῷον ὁ ἄνθρωπος ὁ ἀληθινός, τὸ δὲ γεγραμμένον ἀπὸ τοῦ ἀληθινοῦ ζῷον καλού‐
5μενον οὐ κυρίως καλεῖται ζῷον· ὁμοίως ἡ μουσικὴ ἐπιστήμη καὶ ἡ ἀπ’ αὐτῆς μουσικὴ γυνὴ ἢ μουσικὴ κιθάρα, πρώτως δηλονότι καὶ κυριώτατα ἐπὶ τῆς ἐπιστήμης τὸ τῆς μουσικῆς κατηγορεῖται ὄνομα)· οὕτως οὖν καὶ ἡ ἁφὴ τῶν πολλαχῶς ἐστι λεγομένων κατὰ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ ἡ μέν τις κυριώτατά ἐστιν ἁφή, ἡ δὲ ἀκυρότερον ἀπ’ ἐκείνης. τίς
10οὖν ἡ κυρίως ἁφὴ καὶ τίνα τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι ταῦτά ἐστιν ἅ τινα καὶ θέσιν ἔχει, τουτέστι κεῖταί που. ἀλλὰ καὶ τὰ μαθηματικὰ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε καὶ ταῦτα ἂν ἅπτοιτο ἀλλήλων· ἅπτεσθαι γάρ φαμεν τὴν γραμμὴν τῆς γραμμῆς ἢ τοῦ ἐπιπέδου, οἷον κύκλου ἢ ἄλλου τινός. ἀλλὰ καὶ τὸ μαθηματικὸν σῶμα πέρατα ἔχον καὶ ἅπτοιτο ἂν ἢ
15σώματος μαθηματικοῦ ἢ γραμμῆς. ἀλλ’ εἰ καὶ λέγοιντο τὰ μαθηματικὰ ἅπτεσθαι, ἀλλ’ οὐ κυρίως, ἀλλ’ ὡς ἂν καὶ τὸ εἶναι ἔχῃ· ἔχει δὲ ἐν ἐπινοίᾳ· οὕτως ἄρα καὶ θέσιν ἔχει καὶ ἅπτεται ἀλλήλων. καὶ τοῦτο δὲ αὐτοῖς ὑπάρχει διὰ τὰ κυρίως θέσιν ἔχοντα καὶ ἁπτόμενα, λέγω δὴ τὰ φυσικὰ σώματα, ὧν ἐξ ἀφαιρέσεώς εἰσι τὰ μαθηματικά. πῶς δὲ τὰ
20θέσιν ἔχοντα, ταῦτα καὶ ἅπτεται ἀλλήλων, κατασκευάζει ἐκ τοῦ ὁρισμοῦ τῶν ἁπτομένων, ὃν ἀποδέδωκεν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως· ἐκεῖ γὰρ εἶπεν ὅτι τὸ ἅπτεσθαι τοῦτό ἐστι, τὸ τὰ ἔσχατα ἅμα ἔχειν. εἰ δὲ τοῦτό ἐστι τὸ ἅπτεσθαι, ταῦτα ἂν ἅπτοιτο ἃ κεχωρισμένα ὄντα μεγέθη, τουτέστι μὴ ἡνωμένα ἀλλὰ κατ’ ἰδίαν ἐπιφάνειαν περιγεγραμμένα, καὶ
25θέσιν ἰδίαν ἔχοντα, ἅμα ἔχει τὰ ἔσχατα. οὐδὲ γὰρ ὅλως ἔσχατα ἔχειν ἐνδέχεται ἅπερ μὴ μεγέθη ἐστί, πάλιν δ’ αὖ τὰ μεγέθη ἔσχατα διάφορα ἀδύνατον ἔχειν τὰ μὴ κεχωρισμένα ἀλλὰ συμπεφυκότα. ταῦτα δὲ καὶ θέσιν ἔχει, ταὐτὸν δὲ τοῦτο τῷ ἐν τόπῳ εἶναι. τόπου δὲ κυριώταται διαφοραὶ δύο, τὸ ἄνω καὶ τὸ κάτω· ἄνω δέ ἐστι καὶ κάτω ὅσα ἢ βάρος
30ἔχει ἢ κουφότητα. ταῦτα δὲ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. συνάγεται ἄρα ἐκ τούτων, ὡς ταῦτα ἅπτεται ἀλλήλων ὅσα ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων. ταῦτα οὖν ἐστι τὰ κυρίως ἁπτόμενα, ὅσα πέφυκεν εἰς ἄλληλα ποιεῖν καὶ πάσχειν. ἃ δὲ πρὸς τὸν λόγον ἀπορῆσαι
δεῖ, τὴν λέξιν ἐπιόντες ἐροῦμεν.131
In GC
.

14,2

132

p. 322b31 Καὶ τὰ μὲν ὁμωνύμως τὰ δὲ θάτερα ἀπὸ τῶν ἑτέρων καὶ προτέρων. Σημειωτέον ὅτι οὐκ οἴεται ὁμώνυμα εἶναι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλὰ τῶν πολλαχῶς μὲν λεγομένων οὐχ ὁμώνυμα δέ· ἐπὶ πλέον γὰρ τὰ
5πολλαχῶς λεγόμενα τῶν ὁμωνύμων. εἰ δὲ ἐν Κατηγορίαις ἐν τῇ διαιρέσει τῶν ὁμωνύμων καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἐμνήσθη, φαμὲν ὅτι οὐκ ἀκριβολογούμενος, ὡς ἐν ἐκείνοις, τὰ πολλαχῶς λεγόμενα ὁμώνυμα ἐκάλεσε· τῶν οὖν πολλαχῶς λεγομένων ἐκεῖσε τὴν διαίρεσιν ἐποιήσατο. ἔστιν οὖν μεταξὺ τῶν ὁμωνύμων καὶ συνωνύμων τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.
10p. 322b32 Ὅμως δὲ τὸ κυρίως λεγόμενον ὑπάρχει τοῖς ἔχουσι θέσιν. θέσις δὲ οἷσπερ καὶ τόπος. Ποῖά ἐστι τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι τὰ θέσιν ἔχοντα, ταῦτα δὲ τὰ ἐν τόπῳ ὄντα· τοῦτο γάρ ἐστι τὸ θέσιν ἔχειν, τὸ ἐν τόπῳ εἶναι. καὶ νῦν μὲν τοσοῦτόν φησι περὶ τῶν ἁπτομένων, ἐφεξῆς δὲ συνάξει ὅτι
15καὶ ποιητικὰ ἀνάγκη αὐτὰ εἶναι καὶ παθητικά. p. 323a1 Καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁφὴν καὶ τόπον, εἴτε ἐστὶ κεχωρισμένον ἕκαστον αὐτῶν εἴτε τρόπον ἄλλον. Ἐπειδὴ εἶπε τὰ ἁπτόμενα καὶ θέσιν ἔχειν καὶ ἐν τόπῳ εἶναι, ἀντέ‐
20πιπτε δὲ αὐτῷ ‘τί οὖν; ἐπειδὴ τὰ μαθηματικὰ μεγέθη ἅπτονται ἀλλήλων, οἷον ἡ γραμμὴ τοῦ κύκλου, ἤδη που καὶ θέσιν ἔχει καὶ ἐν τόπῳ εἰσί;‘ διὰ τοῦτό φησιν ὅτι καὶ ταῦτα ἀνάλογον τῇ ἁφῇ καὶ θέσιν ἔχει καὶ τόπον. ταύτῃ γὰρ διαφέρει τὰ φυσικὰ τῶν μαθηματικῶν, τῷ τὰ μὲν πάθους λαμβάνεσθαι [τὰ φυσικά], βαρύτητος λέγω ἢ κουφότητος καὶ τῶν
25ἄλλων, τὰ δὲ κατ’ ἐπίνοιαν ἄνευ πάθους κατὰ μόνας τὰς διαστάσεις τὸ εἶναι ἔχειν. τὸ δὲ ἐν τόπῳ εἶναι τοῖς σώμασιν οὐ καθὸ πάθη ἔχουσιν
ὑπάρχει, ἀλλὰ καθὸ διάστημα ἔχει· ἔχει δὲ διάστημα καὶ τὸ μαθημα‐132
In GC
.

14,2

133

τικόν· καὶ τοῦτο ἄρα ἐν τόπῳ ἐστίν. ἀλλ’ εἰ μὲν χωριστά ἐστι τὰ μαθη‐ ματικὰ τῶν φυσικῶν καὶ καθ’ αὑτὰ ὑφεστῶτα, καθ’ αὑτὰ ἂν καὶ τόπον ἔχοι καὶ κυρίως ἅπτεσθαι λέγοιτο· εἰ δὲ μὴ ἔστι χωριστὰ τῶν φυσικῶν, ἀλλ’ ἐν τούτοις τὸ εἶναι ἔχει, ὅπερ καὶ ἔστιν ἀληθές, δῆλον δήπου ὅτι
5ὡς τὸ εἶναι ἔχουσιν, οὕτω καὶ τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἅπτεσθαι ἀλλή‐ λων ἕξουσιν. εἰ τοίνυν ἐν ἐκείνοις τὸ εἶναι ἔχει, δι’ ἐκεῖνα δήπου καὶ τὸ ἐν τόπῳ εἶναι ἕξει καὶ τὸ ἅπτεσθαι ἀλλήλων. p. 323a3 Εἰ οὖν ἐστίν, ὥσπερ διωρίσθη πρότερον. Ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως οὕτως ὡρίσατο τὸ ἅπτεσθαι,
10τὸ ἔχειν τὰ ἔσχατα ἅμα. καλῶς δὲ τὸ διωρισμένα μεγέθη εἶπε, διὰ τὰ μόρια τοῦ συνεχοῦς· τὰ γὰρ τοῦ συνεχοῦς μόρια μὴ ὄντα διωρισμένα μεγέθη, ἀλλὰ δυνάμει ὄντα ἐν τῷ ὅλῳ, οὐδὲ ἅπτεσθαι λέγεται, ἀλλ’ αὐτὸ τοῦτο συνεχῆ εἶναι καὶ ἕν. p. 323a6 Ἐπεὶ δὲ θέσις μὲν ὅσοις καὶ τόπος ὑπάρχει, τόπου
15δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ τὸ κάτω. Βούλεται διαρθρῶσαι διὰ τούτων, τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα, ἁπτό‐ μενα δὲ φυσικῶς (περὶ γὰρ τῶν φυσικῶς ἁπτομένων ὁ λόγος), ἅτινα, φησί, θέσιν τε ἔχει καὶ ἐν τόπῳ ἐστὶ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα· τὰ γὰρ θιγγάνοντα μόνον ἀλλήλων, μαθηματικῶς οὐ φυσικῶς ἅπτεται. ἀπορήσειε
20δ’ ἄν τις ὅτι κακῶς συνήγαγεν ὅτι τὰ θέσιν ἔχοντα πάντως καὶ βάρος ἔχει ἢ κουφότητα καὶ ποιεῖ καὶ πάσχει· αἱ γὰρ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι καὶ θέσιν ἔχουσι καὶ ἐν τόπῳ εἰσὶ καὶ ἅπτονται ἀλλήλων, καὶ ὅμως οὐδὲ ποιοῦσιν οὐδὲ πάσχουσιν ὑπ’ ἀλλήλων, ὡς αὐτῷ δοκεῖ Ἀρι‐ στοτέλει. πῶς οὖν φησι τὰ ἁπτόμενα δεῖν πάντως ποιητικὰ εἶναι καὶ
25παθητικά; ἢ γὰρ οὐχ ἅπτονται ἀλλήλων αἱ σφαῖραι, ἀλλ’ ἢ συνεχεῖς εἰσιν ἢ διεστήκασιν, ὅπερ ἄλογον· ἢ εἰ ἅπτονται ἀλλήλων, οὐκ ἀνάγκη τὰ
ἁπτόμενα ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. ἤτοι οὖν ὡς ἕν τι λαμβάνει133
In GC
.

14,2

134

τὸ οὐράνιον σῶμα, ὅπερ οὐδὲ θέσιν ἔχει οὐδέ ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ αὐτὸ ἔξωθεν περιέχει, καὶ ταύτῃ οὐκ ἐν τόπῳ, κατὰ τὸν ὑπὸ τοῦ Ἀρι‐ στοτέλους ἀποδοθέντα περὶ τοῦ τόπου λόγον, ὅτι ἐστὶ τόπος ‘τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον‘), ἢ οὐδ’ ὅλως περὶ
5τούτου νῦν ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἁπτομένων, ἅπερ καὶ ὁμόυλα ὄντα ἐν τῷ ποιεῖν καὶ ἀντιπάσχει, καὶ ἤτοι ἄνω πάν‐ τως ἐστὶν ἢ κάτω. καὶ εἰ μὲν καλῶς ὡρίσατο ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς, ἁπτόμενα εἶναι λέγων ὧν τὰ ἔσχατα ἅμα, οὐκ ἀνάγκη πάντα τὰ ἁπτόμενα ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικά· ἅπτονται γὰρ αἱ ἐντὸς τῆς
10ἀπλανοῦς σφαῖραι ἀλλήλων, ἀλλ’ ὅμως ἀπαθεῖς εἰσιν. εἰ δὲ ἀνάγκη τὰ ἁπτόμενα ἀντιπάσχειν ὑπ’ ἀλλήλων, οὐ καλῶς ἀποδέδοται ἐν τῇ Φυσικῇ ὁ τῶν ἁπτομένων ὁρισμός· πλείονα γὰρ περιλαμβάνει. καλῶς δὲ πρώτην εἶναι τόπου διαφορὰν εἶπε τὸ ἄνω καὶ τὸ κάτω. καὶ γὰρ πρώτη καὶ μόνη τῶν τόπων αὕτη διαφορά, καθ’ ἣν καὶ διαφέρει ἀλλήλων τὰ φυσικὰ
15σώματα. αἱ γὰρ ἄλλαι ἀντιθέσεις, ἔμπροσθεν ὄπισθεν, δεξιὰ ἀριστερά, οὐκ εἰσὶ κυρίως ἀντιθέσεις κατὰ τόπον, ἀλλ’ ἐν σχέσει τῇ πρὸς ἡμᾶς τὸ εἶναι ἔχουσι. μία οὖν μόνη ἡ τοπικὴ ἀντίθεσις, ἡ κατὰ τὸ ἄνω καὶ τὸ κάτω, ὡς καὶ ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. πᾶσα γὰρ εὐθυφορικὴ κίνησις ἢ ἀπὸ τοῦ μέσου ἐστὶν ἐπὶ τὸ πέριξ, ἢ ἀπὸ τοῦ πέριξ ἐπὶ τὸ
20μέσον· ὧν ἡ μὲν ἄνω λέγεται, [ἡ ἐπὶ τὸ πέριξ,] ἡ δὲ κάτω. αἱ δὲ λοιπαὶ ἀντιθέσεις, ὡς εἶπον, ἐν σχέσει ἔχουσι τὸ εἶναι· τὸ γὰρ ἄλλῳ δεξιὸν ἄλλῳ ἐστὶν ἀριστερόν, καὶ τὸ ἄλλῳ πρόσω ἄλλῳ ἐστὶν ὀπίσω. ἄλλως τε καὶ αὗται αἱ κινήσεις, εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ τῷ ὄντι κατὰ τὴν αὐτὴν θέσιν ἐπ’ ἄπειρον ἐπὶ τὰ δεξιὰ ἴοιεν, φθάνουσι τὸν οὐρανόν. ὥστε καὶ τούτοις
25εἰς τὸ πέριξ ἡ κίνησις· τοῦτο δὲ ἦν τὸ ἄνω. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων. p. 323a8 Βάρος ἂν ἔχοι ἢ κουφότητα, ἢ ἄμφω ἢ θάτερον. Θάτερον μὲν γὰρ ἔχει μόνον τὰ ἄκρα, γῆ καὶ πῦρ (τὸ μὲν γάρ ἐστι μόνως κοῦφον, ἡ δὲ μόνως βαρεῖα), τὰ δὲ μεταξὺ ἄμφω καὶ κου‐ φότητα ἔχει καὶ βαρύτητα, ἀὴρ καὶ ὕδωρ, ὡς ἐν τῇ Περὶ οὐρανοῦ ἔδειξεν·
30τῶν μὲν γὰρ κούφων ἐστὶ βαρύτερα καὶ ταύτῃ βάρος ἔχει, τῶν δὲ βαρέων134
In GC
.

14,2

135

κουφότερα καὶ ταύτῃ κουφότητα ἔχει. ὥστε οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος· τοῦτο γὰρ οὔτε βάρος ἔχει οὔτε κουφότητα. εἰ δὲ δεῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀκούειν τὰ εἰρημένα, ἵνα ᾖ καὶ καθολικώτερος ὁ λόγος, τὸ ἢ ἄμφω ἢ θάτερον
5οὐκ ἐπὶ τῆς κουφότητος καὶ τῆς βαρύτητος ἐκληπτέον, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἁπτομένων· ἀνάγκη γὰρ πάντως δύο εἶναι τὰ ἁπτόμενα, ἅπερ ἁπτό‐ μενα ἐξ ἀνάγκης ἢ ἄμφω ἢ θάτερον αὐτῶν ἢ βάρος ἔχει ἢ κουφότητα. καὶ τὸ π’ ἀλλήλων, φησίν, ἐν οἷς λέγει ὄντων κινητικῶν καὶ κινητῶν ὑπ’ ἀλλήλων, ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου νοητέον, ὥσπερ
10ἐν Κατηγορίαις εἶπεν ὑπ’ ἄλληλα γένη οὐχ ἑκάτερον ἑκατέρου γένος, ἀλλὰ θάτερον θατέρου. p. 323a9 Τὰ δὲ τοιαῦτα παθητικὰ καὶ ποιητικά. Οὐκ ἐκ συλλογισμοῦ τοῦτο εἴληφεν (οὐδὲ γὰρ εἰ βάρος ἔχει καὶ κου‐ φότητα τὰ ἁπτόμενα, ἤδη ἀνάγκη ποιητικὰ αὐτὰ εἶναι καὶ παθητικὰ ὑπ’
15ἀλλήλων), ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο συνήγαγεν, ὅτι τὰ τούτοις τοῖς τόποις διῃρημένα παθητικά ἐστι καὶ ποιητικά, ἀντὶ τοῦ κινητικὰ καὶ κινητά· τοῦτο γὰρ καὶ ἐπιφέρει εὐθύς. ἐναργέστερον γὰρ ὁρῶνται τὴν τοπικὴν κίνησιν κινούμενα ὑπ’ ἀλλήλων· ἐξωθεῖται γὰρ τῶν βαρέων καὶ κούφων ἄλλο ὑπ’ ἄλλου σπεῦδον ἐπὶ τὴν χώραν τὴν οἰκείαν. ἢ δυνάμει
20ἔδειξεν ὅτι ταῦτα παθητικὰ καὶ ποιητικά, εἰπὼν τοὺς τόπους αὐτῶν ἐν οἷς εἰσιν ἐναντίους τὰ γὰρ ἐν τοῖς ἐναντίοις τόποις ὄντα, ἐναντίας δυνάμεις ἔχοντα, παθητικὰ καὶ ποιητικὰ ὑπ’ ἀλλήλων ἀνάγκη εἶναι. καὶ εἰ οὕτως ἐκλάβοιμεν τὸ χωρίον, δῆλον ὅτι οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος, ἀλλὰ περὶ τῶν ὁμοΰλων. δυνατὸν δέ, ὥσπερ ἤδη εἶπον, καὶ ἐπὶ
25τοῦ κυκλοφορητικοῦ σώματος ἐπεκτεῖναι τὸν λόγον, τὸ π’ ἀλλήλων ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου ἐκλαμβάνοντας. ἀλλ’ εἰ μὲν ὡς ἕν τι τὸ οὐρά‐ νιον λάβωμεν σῶμα, οὐδὲν ἔσται τὸ ἀντικείμενον· εἰ δὲ τὰς ἐντὸς σφαίρας ἀλλήλων ἁπτομένας θεωρήσομεν, πῶς ἔτι σωθήσεται τὸ ποιητικὰς αὐτὰς καὶ παθητικὰς ὑπ’ ἀλλήλων εἶναι, ἢ ὅλως βάρος ἔχειν ἢ κουφότητα;
30ἔστιν οὖν τὸ ἅπτεσθαι κοινότερον μέν, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπε, τὸ ἔχειν ἅμα τὰ ἔσχατα (καὶ οὕτως καὶ τὰ οὐράνια τῶν τῇδε καὶ ἀλλήλων
ἅπτεται), ἰδικώτερον δὲ καὶ μᾶλλον φυσικώτερον τὸ ἔχειν ἅμα τὰ ἔσχατα135
In GC
.

14,2

136

μετὰ τοῦ τὴν δραστήριόν τε καὶ παθητικὴν ἔχειν δύναμιν εἰς ἄλληλα, ὥσπερ ἐνταῦθά φησιν. p. 323a12 Ἐπεὶ δὲ τὸ κινοῦν οὐχ ὁμοίως κινεῖ τὸ κινούμενον, ἀλλὰ τὸ μὲν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν, τὸ δὲ ἀκίνητον
5 ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ποιοῦντος ἐροῦμεν ὡσαύτως. Ἀποδοὺς τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα ἀλλήλων, ὅτι τὰ διῃρημένα μεγέθη καὶ ἐν τόπῳ ὄντα καὶ ἔχοντα ἅμα τὰ ἔσχατα, ὄντα κινητὰ καὶ καὶ κινητικὰ ὑπ’ ἀλλήλων, νῦν μέτεισιν ἐπὶ τὰ ἄλλα, ἃ καὶ αὐτὰ μὲν ἅπτεσθαι λέγεται, οὐκέτι δὲ κυρίως ὁμοίως ἐκείνοις. ἐπειδὴ δέδεικται ἐν
10τῇ Φυσικῇ ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον κινεῖ, τοῦτο νῦν λαβὼν ἐξ αὐτοῦ δείκνυσιν ὅτι μηδὲ πάντα τὰ ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐφ’ ὧν οὐδὲ κυρίως ἡ ἁφὴ λέγοιτ’ ἄν, ἀλλὰ κοινότερον. λαβὼν δὲ τὸ μὴ πᾶν τὸ κινοῦν κινούμενον κινεῖν, ὡς ἀκόλουθον τούτῳ λαμβάνει τὸ μηδὲ πᾶν τὸ ποιοῦν πάσχειν, καὶ τοῦτο κατασκευάζει καὶ ἐκ τῆς περὶ τοῦ ποιεῖν καὶ
15κινεῖν τινων δόξης, ἣν καὶ ἐλέγχει. τινὲς γὰρ ταὐτὸν οἴονται εἶναι τὸ κινεῖν καὶ τὸ ποιεῖν, καὶ ἀντιστρέφειν γε ταῦτα, καὶ εἴ τι ποιεῖ, τοῦτο καὶ κινεῖ πάντως, καὶ ἔμπαλιν εἴ τι κινεῖ, τοῦτο πάντως καὶ ποιεῖ. ὥστε εἰ μὴ πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖ, τὸ δὲ κινεῖν ποιεῖν ἐστιν, οὐδὲ πᾶν ἄρα τὰ ποιοῦν ἀνάγκη πάντως πάσχειν. ἀλλ’ εἰ καὶ τοῦτο ἀληθές,
20τὸ μὴ πᾶν τὸ ποιοῦν πάσχειν, ἀλλ’ οὖν ψεῦδος τὸ ταὐτὸν οἴεσθαι εἶναι τὸ κινεῖν τῷ ποιεῖν. διαφέρει γὰρ ταῦτα ἀλλήλων τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν. ὥστε εἴ τι μὲν ποιεῖ, τοῦτο πάντως κινεῖ, οὐκέτι μέντοι εἴ τι κινεῖ, τοῦτο ἀνάγκη καὶ ποιεῖν. καὶ τοῦτο κατασκευάζει ἐκ τοῦ ἀντικειμένου, λέγω δὴ τοῦ πάσχειν· εἰ γὰρ
25εἰδείημεν τί ποτέ ἐστι τὸ πάσχειν, γνωσόμεθα καὶ τί τὸ ποιεῖν ἐστι. πάσχειν οὖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν, οἷον λευκαίνεσθαι θερμαί‐ νεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι κατὰ ποιότητα. εἰ τοίνυν τοῦτό ἐστι τὸ πάσχειν, καὶ τὸ ποιεῖν ἄρα τοῦτό ἐστι, τὸ κατὰ ποιότητα μεταβάλλειν. ὅσα ἄρα τῶν κινούντων εἰς πάθος τι ἄγει τὰ κινούμενα, ταῦτα δηλονότι
30καὶ ποιεῖ· ὅσα δὲ τῶν κινούντων μὴ εἰς πάθος ἄγει τὰ κινούμενα, ταῦτα κινεῖ μὲν οὐ ποιεῖ δέ. τὰ γοῦν κατὰ τόπον κινοῦντα οὐκ εἰς πάθος ἄγει τὰ κινούμενα· τὸ γοῦν οὐράνιον σῶμα κινεῖται μὲν κατὰ τόπον, οὐκ ἀλλοι‐ οῦται δέ. ἐπὶ πλέον ἄρα τὸ κινεῖν τοῦ ποιεῖν. καὶ ἐντεῦθεν ἔχεις τὴν
αἰτίαν, δι’ ἣν οὐ φαίνεται Ἀριστοτέλης ποιητικὸν εἶναι λέγων τὸν θεὸν τοῦ136
In GC
.

14,2

137

κόσμου. εἰ γὰρ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν, ὁ δὲ θεὸς τῆς οὐσίας τοῦ παντός ἐστι δημιουργός, δῆλον ὅτι οὐκ ἂν κυρίως λεχθείη ποιεῖν τὸν κόσμον, ἀλλὰ μᾶλλον δημιουργεῖν καὶ παράγειν. p. 323a20 Ἐκεῖνο δ’ οὖν φανερόν, ὅτι ἔστι μὲν ὡς τὰ κινοῦντα
5τῶν κινουμένων ἅπτοιτο ἄν, ἔστι δὲ ὡς οὔ. Δείξας ὅτι ἐπὶ πλέον ἐστὶ τὸ κινεῖν τοῦ ποιεῖν, ἐπάνεισιν ἐπὶ τὸν περὶ τῶν ἁπτομένων λόγον, δι’ ὃν καὶ τῶν κινούντων καὶ κινουμένων ἐμνήσθη. φησὶν οὖν· ἐπειδὴ τῶν κινούντων τὰ μὲν κινούμενα κινεῖ τὰ δὲ μὴ κινούμενα, φανερὸν ἐκ τούτων ὅτι τινὰ μὲν τῶν κινούντων καὶ
10ἅπτεται τῶν κινουμένων, τινὰ δὲ οὔ. ἐφ’ ὧν μὲν γὰρ τὰ κινούμενα καὶ ἀντικινεῖ, κυρίως ἐπὶ τούτων τὸ ἅπτεσθαι λέγεται· ἐπὶ δὲ τῶν κινούντων μέν, οὐκ ἀντικινουμένων δέ, οὐ κυρίως ἡ ἁφὴ λέγεται. οὔτε γὰρ ἡ εἰκὼν οὔτε ἡ λοιδορία ἅπτεται κυρίως τῆς ψυχῆς, ἐπεὶ μηδὲ ἀντιπάσχει ὑπ’ αὐτῆς. οὐδὲ γὰρ ἐπὶ τούτων εἴποι ἄν τις τὰ ἔσχατα ἅμα εἶναι, ὅπερ δεῖ
15πάντως ὑπάρχειν τοῖς κυρίως ἁπτομένοις. p. 323a22 Ἀλλ’ ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου μὲν τῶν θέσιν ἐχόντων καὶ τοῦ μὲν κινητικοῦ τοῦ δὲ κινητοῦ, πρὸς ἄλληλα δὲ κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ πάσχειν. Εἰπὼν ὅτι μὴ πάντα τὰ κινοῦντα καὶ ἅπτεται τῶν κινουμένων, διο‐
20ρίζεται νῦν καὶ λέγει τίνα ἐστὶν ἐν τοῖς κινοῦσι τὰ ἁπτόμενα· καὶ ἀπα‐ ριθμεῖται τρία σημαινόμενα τοῦ ἅπτεσθαι, δύο μὲν κοινότερα, ἓν δὲ ἰδικώ‐ τερόν τε καὶ κυριώτερον. καθόλου μὲν οὖν ἅπτεσθαι λέγει τὰ θέσιν ἔχοντα, τουτέστι τὰ κατὰ θίξιν ἁπτόμενα, οὕτω δὲ καὶ τὰ μαθηματικὰ ἅπτεται ἀλλήλων, καὶ τὰ οὐράνια καὶ ἑαυτῶν καὶ τῶν τῇδε. καὶ γὰρ καὶ
25τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν αὐτὸς θέσιν ἔχειν λέγει· καὶ εἰ οἷς ὑπάρχει θέσις, τούτοις ὑπάρχει καὶ τόπος, εἴη ἂν καὶ ἡ γραμμὴ ἐν τόπῳ καὶ τὰ οὐράνια. καίτοι τίς ἂν εἴη γραμμῆς τόπος; ἀλλ’, ὡς ὁ Ἀλέξανδρός φησι, θέσις ἂν εἴη κοινῶς ὑπ’ αὐτοῦ λεγομένη ἡ τάξις ἡ πρὸς ἄλληλα τῶν κινεῖσθαι δυναμένων, καὶ ἡ τοῦ ἀθρόου ἅμα ὑπόστασίς τε καὶ ὑπο‐
30μονή, ὡς ἐν Κατηγορίαις λέγει. δοκεῖ δὲ ὡς τὸ εἶναι ἔχει ταῦτα, οὕτω καὶ τόπον, ὡς αὐτὸς εἶπε “καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον
ἁφὴν καὶ τόπον”. πρῶτον μὲν οὖν καὶ κοινότατον τοῦτο σημαινόμενον137
In GC
.

14,2

138

τῶν ἁπτομένων, ὥσπερ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ὡρίσατο, ὅτι ἁπτόμενά ἐστιν ὧν ἅμα τὰ ἔσχατα. δεύτερον δέ, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται· καὶ τοῦ μὲν γάρ φησι κινητο, τοῦ δὲ κινητικοῦ. κατὰ τοῦτο δὲ τὰ μὲν μαθηματικὰ οὐχ ἅπτονται ἀλλήλων, οὐδὲ ὅσων οὐκ ἔστι
5τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, τὰ δὲ οὐράνια ἅπτεται τῶν τῇδε· τὰ μὲν γὰρ ποιεῖ, τὰ δὲ πάσχει. τρίτον δέ, ὅπερ ἰδικώτατόν ἐστι καὶ κατ’ αὐτὸν κυριώτατον, ὡς ἐν τοῖς φυσικῶς ἁπτομένοις ταῦτα ἅπτεσθαι λέγει τῶν κινούντων καὶ κινουμένων, ἐν οἷς ἐστι τὸ ὑπ’ ἀλλήλων ἀντικινεῖσθαί τε καὶ ἀντιπάσχειν. τοῦτο γὰρ σημαίνει διὰ τοῦ πρὸς ἄλληλα δὲ κινη‐
10τοῦ καὶ κινητικο, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ δὲ πρὸς ἄλληλα ἀντὶ τοῦ ὑπ’ ἀλλήλων, ἐν τούτοις δὲ οὐκέτ’ ἂν τὰ οὐράνια ἀπαριθμοῖτο. ἤτοι οὖν ὡς τρία σημαινόμενα ταῦτα ἀπαριθμεῖται, ἢ καὶ ὡς ἕν· ἀλλὰ τὴν ἀρχὴν ἀπροσδιορίστως εἰπὼν ὅτι τὰ ἁπτόμενα ταῦτά ἐστι τὰ θέσιν ἔχοντα, ὧν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἐφεξῆς δὲ
15ἀκριβέστερον προσδιοριζόμενος ἐπήγαγεν ὅτι δεῖ ταῦτα καὶ ἀντικινεῖσθαι ὑπ’ ἀλλήλων καὶ ἀντιπάσχειν. p. 323a25 Ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἁπτο‐ μένου ἁπτόμενον· καὶ γὰρ κινεῖ κινούμενα πάντα σχεδὸν τὰ ἐμποδών.
20 Εἰπὼν περὶ τῶν κυρίως ἁπτομένων, λέγει καὶ περὶ τῶν κοινότερον ἅπτεσθαι λεγομένων. φησὶν οὖν ὅτι ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶν τὸ ἁπτό‐ μενον ἁπτομένου ἅπτεται, ἐν οἷς καὶ κυρίως τὸ ἅπτεσθαι· εἰ γὰρ τὰ ἁπτόμενα κινητικά ἐστιν ἀλλήλων, ἀνάγκη ὅσα τὴν τοῦ ἀντικινεῖσθαι ἔχει δύναμιν ἁπτομένων ἅπτεσθαι. διὰ τί δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον
25ἁπτομένου ἅπτεται; ἐπειδὴ τὰ ἐμποδὼν [πάντα], τουτέστι τὰ ἐν γενέσει, σχεδὸν πάντα κινοῦντα ἀντικινεῖται. καὶ καλῶς τὸ σχεδόν· οὐδὲ γὰρ ἡ εἰκὼν ἢ ὁ ἐρώμενος ἢ ἁπλῶς τὸ ὀρεκτὸν κινοῦντα ἀντικινεῖται. τὰ δὲ οὕτως κινοῦντα καὶ ἀντικινούμενα ἁπτομένων ἅπτεται, οὐ πᾶν δὲ τὸ ἁπτό‐ μενον ἁπτομένου ἅπτεται, ἐπειδὴ μηδὲ πᾶν τὸ κινοῦν ἀντικινούμενον κινεῖ.
30ἐφ’ ὧν οὖν τὰ κινοῦντα μὴ ἀντικινεῖται ὑπὸ τῶν κινουμένων, αὐτὰ μὲν ἅπτεται τῶν κινουμένων, τὰ δὲ κινούμενα τῶν κινούντων οὐχ ἅπτεται· ὥστε τὰ μὲν οὐράνια ἅπτεσθαι τῶν τῇδε ταῦτα δὲ μὴ ἅπτεσθαι τῶν
οὐρανίων, καὶ τὴν λοιδορίαν ἅπτεσθαι τοῦ λοιδορουμένου τὸν δὲ λοιδορού‐138
In GC
.

14,2

139

μενον μὴ ἅπτεσθαι τῆς λοιδορίας. καὶ ἐπὶ τῶν ὀρεκτῶν καὶ τῆς ὀρεκτικῆς δυνάμεως ὡσαύτως, ἐφ’ ὧν κοινότερον καὶ τὸ ἅπτεσθαι λέγεται, οὐ κυρίως. ὥστε αὖ τὰ μὲν κυρίως ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κινοῦντα ἀντικινεῖται· τὰ δὲ μὴ κυρίως ἁπτόμενα οὐχ ἁπτομένων ἅπτεται, ἐπειδὴ
5καὶ κινεῖ μὴ ἀντικινούμενα. p. 323a27 Οἷς ἀνάγκη καὶ φαίνεται τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου. Προσθετέον τὸ ‘ὥσπερ‘, ἵν’ οὕτως ᾖ ‘οἷς ἀνάγκη τὸ ἀπτόμενον ἅπτεσθαι ἁπτομένου, ὥσπερ καὶ φαίνεται‘. εἰπὼν δὲ ὅτι ἔστι δὲ ὡς
10ἐνίοτέ φαμεν τὸ κινοῦν ἅπτεσθαι μόνον τοῦ κινουμένου, ἐπήνεγκε τὸ δὲ ἀπτόμενον μὴ ἅπτεσθαι ἁπτομένου, ὡς ἴσον ὂν τῷ ‘τὸ δὲ κινούμενον μὴ ἅπτεσθαι τοῦ κινοῦντοσ‘. p. 323a30 Ἀλλὰ διὰ τὸ κινεῖν κινούμενα τὰ ὁμοιογενῆ, ἀνάγκη δοκεῖν εἶναι ἁπτομένου ἅπτεσθαι.
15 Ἐπειδὴ δοκεῖ τῶν πρός τι εἶναι τὰ ἁπτόμενα (τὸ γὰρ ἁπτόμενον ἁπτομένου ἅπτεται), αὐτὸς δὲ εἶπεν ὅτι οὐ πάντως τὸ ἁπτόμενον ἁπτο‐ μένου ἅπτεται, διὰ τοῦτο τὴν αἰτίαν προστίθησι δι’ ἣν οἰόμεθα πᾶν τὸ ἁπτόμενον ἁπτομένου ἅπτεσθαι· διότι γάρ, ὡς εἶπεν ἀνωτέρω, “πάντα σχεδὸν τὰ ἐμποδών”, τουτέστι τὰ παρ’ ἡμῖν, λέγω δὲ τὰ ἐν γενέσει καὶ
20φθορᾷ, τοιαῦτά ἐστι, διὰ τοῦτο καὶ πάντα τοιαῦτα οἰόμεθα εἶναι. ὁμογενῆ δὲ εἶπεν ἀντὶ τοῦ ὁμόυλα (πολλαχοῦ γὰρ ‘γένοσ‘ τὸ ὑποκείμενον καὶ τὴν ὕλην λέγει), ἅπερ καὶ κινοῦντα ἀντικινεῖται. ἢ ἁπλῶς ὁμογενῆ λέγει τὰ σώματα. καὶ γὰρ εἰ μὴ πᾶν σῶμα κινοῦν ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ, ἀλλ’ οὖν πάντως κινούμενον αὐτὸ οὕτω κινεῖ. διὰ τοῦτο οὖν
25δοκεῖ καὶ τὸ ἁπτόμενον πᾶν ἁπτομένου ἅπτεσθαι. ἀλλ’ εἰ καὶ κινεῖται, ἀλλ’ οὖν οὐκ ἀντικινεῖται. διὰ τοῦτο οὐδὲ ἁπτόμενον ἁπτομένου ἅπτεται. ὥστε καὶ εἴ τι εἴη κινοῦν αὐτὸ ἀκίνητον ὄν, πολλῷ μᾶλλον αὐτὸ μὲν ἅπτοιτο τοῦ κινουμένου, τὸ δὲ κινούμενον ἐκείνου οὐκέτι. εἴπομεν δὲ ὅτι τὰ οὕτως
ἁπτόμενα, ὡς ἅπτεσθαι μὴ ἁπτομένων, οὐδὲ κυρίως ἅπτεται· πάντα γὰρ139
In GC
.

14,2

140

τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ὥστε εἴ τι κυρίως ἅπτεται, ἁπτο‐ μένου ἅπτεται. p. 323a33 Περὶ μὲν οὖν ἁφῆς τῆς ἐν τοῖς φυσικοῖς διωρίσθω τὸν τρόπον τοῦτον.
5 Εἶπε γὰρ αὐτὸς ὅτι τῶν πολλαχῶς λεγομένων ἡ ἁφή, ἡ δὲ κυρίως λεγομένη ἁφὴ ἐν τοῖς φυσικοῖς ἐστιν. ἐμνημόνευσε μέντοι καὶ τῆς οὐ φυ‐ σικῆς, τῆς τε ἐν τοῖς μαθηματικοῖς καὶ τῆς ἐν τοῖς ἁπτομένοις μὴ ἁπτο‐ μένων, ἅπερ οὐ φυσικῶς ἅπτεται, μᾶλλον δὲ οὐδὲ κυρίως. p. 323b1 Περὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν λεκτέον ἐφεξῆς.
10 Διαλεχθεὶς περὶ ἁφῆς, νῦν διαλέγεται περὶ τοῦ ποιεῖν καὶ πάσχειν. τὸ δὲ προκείμενον οὐ διακρῖναι τὸ ποιεῖν καὶ πάσχειν τῆς ἁφῆς (ἤδη γὰρ διέκρινεν), ἀλλὰ δεῖξαι πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν. ὡς ἔθος δέ, καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν πρότερον ἐκτί‐ θεται δόξας, καὶ ταύτας διελέγξας οὕτω τὴν οἰκείαν εἰσάγει. τῶν οὖν περὶ
15τοῦ ποιεῖν καὶ πάσχειν εἰρηκότων, φησίν, οἱ μὲν πλείους τὸ ἐναντίον εἰς τὸ ἐναντίον ποιεῖν ἔφασαν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι. εἰ γὰρ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, κἂν αὐτὸ ὑφ’ αὑτοῦ πάθοι. εἰ δὲ τοῦτο, οὐδὲν ἂν εἴη τῶν ὄντων ἄφθαρτον οὐδὲ ἀίδιον. ἀδύνατον ἄρα τὸ ὅμοιον εἰς τὸ ὅμοιον ποιεῖν. τί γὰρ μᾶλλον δράσει ἢ πείσεται, τῆς
20αὐτῆς οὔσης ἔν τε τῷ ποιοῦντι καὶ τῷ πάσχοντι δυνάμεως; νῦν δὲ ὁρῶμεν τὰ μὲν ποιητικήν τε καὶ δραστήριον, τὰ δὲ παθητικὴν μᾶλλον ἔχοντα δύναμιν. τὸ ἐναντίον ἄρα ὑπὸ τοῦ ἐναντίου πείσεται, καὶ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. κἂν γάρ τι δοκῇ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, οἷον τὸ πολὺ πῦρ ὑπὸ τοῦ ὀλίγου (ἐὰν γὰρ εἰς πυρκαϊὰν προσενέγκῃς
25λύχνον, σβέννυται), οὐχ ᾗ ὅμοιον ἀλλ’ ᾗ ἐναντίον πάσχει (ἐναντίον γὰρ τὸ πολὺ τῷ ὀλίγῳ), ἐκδαπανωμένης τῆς ὕλης τοῦ ἐλάττονος πυρὸς ὑπὸ τοῦ μείζονος. οἱ μὲν οὖν πλείους, ὡς ἔφθην εἰπών, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναν‐ τίου πάσχειν φασίν, ἰδίως δὲ παρὰ τοὺς ἄλλους ὁ Δημόκριτος τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν φησί. τὰ γὰρ πάντῃ, φησίν, ἀνόμοια καὶ ἕτερα
30οὐδὲν ποιεῖν εἰς ἄλληλα πέφυκεν οὐδὲ πάσχειν ὑπ’ ἀλλήλων. διὰ τοῦτο140
In GC
.

14,2

141

γοῦν γλυκύτης οὐδὲν ἂν ποιήσει εἰς μελανίαν οὐδὲ βαρύτης εἰς γλυκύτητα, ἐπειδὴ τούτοις οὐδεμία κοινωνία. δεῖ ἄρα τὰ ποιοῦντα καὶ τὰ πάσχοντα μὴ εἶναι ἀνόμοια, ἀλλὰ ταὐτά· χρῶμα γὰρ εἰς χρῶμα ποιεῖ καὶ χυμὸς εἰς χυμὸν καὶ τὰ ἄλλα ὁμοίως. τὰ ἄρα ὅμοιά ἐστι τὰ ποιητικὰ καὶ πα‐
5θητικὰ ὑπ’ ἀλλήλων, καὶ οὐ τὰ ἐναντία. ἐγὼ δέ, φησί, λέγω ὅτι οὔτε ὅμοιά εἰσι τὰ ποιοῦντα καὶ πάσχοντα, οὔτε πάντῃ ἀνόμοια καὶ ἐναντία. ὅμοια μὲν οὐκ εἰσίν, ὅτι τὸ ὅμοιον οὐδὲν πάσχει ὑπὸ τοῦ ὁμοίου· 〈εἰ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου〉 πάσχει τι, καὶ ὑφ’ ἑαυτοῦ πείσεται· καὶ γὰρ αὐτὸ ἑαυτῷ πᾶν ἐστιν ὅμοιον. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἄφθαρτον καὶ
10ἀίδιον. διὰ ταῦτα μὲν οὐκ ἔσονται τὰ ποιοῦντα καὶ πάσχοντα ὅμοια. ἀλλὰ δὴ οὐδὲ πάντῃ διάφορα καὶ ἐναντία· οὐδὲ γὰρ γραμμὴ ὑπὸ λευκό‐ τητος πείσεται, οὐδὲ γλυκύτης ὑπὸ μελανίας. οὕτως οὖν ἀνατρέψας τὰς τῶν παλαιῶν δόξας, ἔρχεται λοιπὸν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν. Τὰ μὲν οὖν παρὰ τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρη‐
15μένα ταῦτά ἐστιν. ἐοίκασι δέ, φησίν, οὗτοι ἐναντία λέγοντες εἰς ταὐτὸν ἄγεσθαι. τούτου δὲ αἴτιον ὅτι εἰς μέρος ἑκάτερος αὐτῶν ἀπέβλεψεν δέον ὅλον τι θεωρῆσαι. τῷ γὰρ ὄντι τὰ ποιοῦντα καὶ πάσχοντα οὔτε πάντῃ ἕτερά ἐστιν οὔτε πάντῃ ταὐτά, ἀλλὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια καὶ ἐναντία. ἐπεὶ γὰρ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ (οὐ γὰρ ποιεῖ θερ‐
20μότης εἰς γλυκύτητα ἢ εἰς γραμμήν), ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον (τὸ γὰρ λευκὸν εἰς τὸ μέλαν καὶ τὸ γλυκὺ εἰς τὸ πικρόν), τὰ δ’ ἐναντία καὶ γένος κοινὸν ἔχει καὶ ὑποκείμενον, δῆλον ἄρα ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ταὐτά ἐστι κατὰ τὸ γένος καὶ ὑποκείμενον πῇ δ’ ἐναν‐ τία κατὰ τὸ εἶδος. τῶν οὖν παλαιοτέρων ὅσοι μὲν εἰς τὸ γένος ἀπέβλεψαν
25τῶν ποιούντων καὶ πασχόντων, τὰ ὅμοια ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ἔφασαν· ὅσοι δὲ εἰς τὸ εἶδος, τὰ ἐναντία. p. 323b4 Διὰ τὸ μηδὲν μᾶλλον ποιητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου. Δεῖ γὰρ τὸ μὲν ποιοῦν τὴν δραστήριον ἔχειν δύναμιν, τὸ δὲ
30πάσχον τὴν παθητικήν. τὰ δὲ ὅμοια ἴσην ἔχοντα καὶ τὴν αὐτὴν δύναμιν, τί μᾶλλον ἑκάτερον αὐτῶν ποιητικὸν ἔσται ἢ παθητικόν; ὥστε οὔτε ποιήσει οὔτε πείσεται ὑπ’ ἀλλήλων, ὁμοίαν γε ἔχοντα
καὶ τὴν αὐτὴν ποιητικήν τε καὶ παθητικὴν δύναμιν. εἰ δέ τις141
In GC
.

14,2

142

εἴποι ὅτι οὐδὲν ἄτοπον τὸ ποιοῦντα καὶ ἀντιπάσχειν (τοιαῦτα γὰρ τὰ ὁμόυλα), φημὶ ὅτι τὸ μὲν ἀντιπάσχειν οὐκ ἄτοπον, τὸ δὲ μηδὲ μᾶλλον ἄτοπον. τὸ γὰρ ποιοῦν εἰ καὶ ἀντιπάσχει, ἀλλὰ μᾶλλον δρᾷ ἢ πάσχει, καὶ τὸ πάσχον εἰ καὶ ποιεῖ, ἀλλὰ μᾶλλον πάσχει ἢ ποιεῖ. ἐπὶ δὲ τῶν
5ὁμοίων οὐδὲν μᾶλλον ἐν ἑκατέρῳ ἐστὶν ἢ ποιητικὴ ἢ παθητικὴ δύναμις. ὥστε οὐ πείσεται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. καὶ εἰ τὸ ποιοῦν εἰς ἑαυτὸ βούλεται μεταβάλλειν τὸ πάσχον, τὸ δὲ ὅμοιον οὐκ ἂν εἰς τὸ ὅμοιον τραπείη (ἔστι γὰρ ἤδη καὶ πρὸ τῆς τροπῆς ἐκεῖνο εἰς ὃ καὶ μεταβάλλει), δῆλον ἄρα ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου οὐ πείσεται.
10p. 323b22 Οὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον. Καὶ γὰρ τὸ κινεῖν ποιεῖν τί ἐστιν. ὥστε εἰ αὐτό τι ὑφ’ ἑαυτοῦ πάσχει, αὐτό τι πάντως ὑφ’ ἑαυτοῦ πᾶν κινηθήσεται καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ πᾶν φθαρήσεται. ὥστε οὐδὲν ἔσται ἄφθαρτον οὐδ’ ἀκίνητον, ὅπερ ἀδύνα‐ τον. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ, ὅτι τε πᾶν τὸ κινούμενον ὑπό τινος
15κινεῖται καὶ ὅτι αὐτὸ ἑαυτὸ οὐδὲν κινεῖ, εἰ μὴ κατ’ ἄλλο μόριον καὶ ἄλλο, ὡς τὸ ζῷον (ἄλλῳ γὰρ κινεῖ, τῇ ψυχῇ, καὶ ἄλλῳ κινεῖται, τῷ σώματι), καὶ ὅτι οὐ πάντα κινεῖται, ἀλλ’ εἰσὶ πρὸ τῶν κινουμένων τὰ ἀκίνητα αἴτια· τὰ γὰρ πρώτως κινοῦντα ἀκίνητα. οὐ καλῶς δὲ συνάγειν δοκεῖ, ὅτι εἰ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου παθητικὸν καὶ διὰ τοῦτο καὶ αὐτὸ εἰς ἑαυτό τι
20ποιήσει, ἤδη μηδὲν εἶναι ἀκίνητον μηδὲ ἄφθαρτον· τί γὰρ εἰ λέγοι τις ὅτι κινητικὸν μὲν ἔσται τι αὐτὸ ἑαυτοῦ καὶ παθητικὸν αὐτὸ ὑφ’ ἑαυτοῦ, τὸ πεφυκὸς μέντοι κινεῖσθαι καὶ πάσχειν· τὸ δ’ ὅλως μὴ πεφυκὸς οὔτε πείσεται ὑφ’ ἑαυτοῦ τό γε μὴ πεφυκὸς πάσχειν πάθος οὔτε κινήσει ἑαυτὸ ἀκίνητον ὄν; ἀλλ’ ἀκριβῶς προσέθηκεν εἴπερ τὸ ὅμοιον ᾖ ὅμοιον
25ποιητικόν· εἰ γὰρ ᾖ ὅμοιον ποιητικόν, καὶ πᾶν ὑφ’ ἑαυτοῦ πείσεται καὶ οὐδὲν ἔσται ἀκίνητον οὐδὲ ἄφθαρτον. p. 323b28 Οὐκ ἐξίστησι γὰρ ἑαυτὰ τῆς φύσεως ὅσα μήτε ἐναντία μήτε ἐξ ἐναντίων ἐστίν. Ὅτι οὐδὲν ποιεῖ τὸ πάντῃ ἕτερον εἰς τὸ ἕτερον, οἷον ἡ γραμμὴ εἰς
30λευκότητα, εἰ μὴ κατὰ συμβεβηκός, τεκμήριον ποιεῖται τὸ μὴ ἐξιστᾶν
ἑαυτὰ τῆς φύσεως· τὸ γὰρ ποιοῦν εἰς τι ἐξιστᾶν αὐτὸ βούλεται τῆς αὑτοῦ142
In GC
.

14,2

143

φύσεως. ὅτε δὲ λέγεται τὸ μέλαν εἰς τὴν ἐν τῷ λευκῷ γραμμὴν ποιεῖν, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἐποίησεν εἰς τὴν γραμμήν· καὶ γὰρ μετὰ τὸ μέλαν γενέσθαι τὸ λευκὸν ἔμεινεν ἡ γραμμὴ γραμμὴ καὶ οὐκ ἐξέστη τῆς φύσεως. δῆλον ἄρα ὅτι κατὰ συμβεβηκὸς ἐποίησε τὸ μέλαν εἰς τὴν
5γραμμήν, διότι συνέβη τὴν γραμμὴν λευκὴν εἶναι. τῷ οὖν εἰς τὸ λευκὸν ἐν τῇ γραμμῇ ὑπάρχον δρᾶσαι τὸ μέλαν, λέγεται κατὰ συμβεβηκὸς καὶ ἐν τῇ γραμμῇ δρᾶσαι. ὡς ἐπὶ παραδείγματος δὲ εἶπεν ‘τὴν γραμμὴν μέλαιναν εἶναι‘, λέγε δὲ σὺ ἀντὶ τῆς γραμμῆς τὴν ἐπιφάνειαν. διὰ μὲν οὖν τοῦ εἰπεῖν ὅσα μήτε ἐναντία τὰ ἄκρα ἐδήλωσε, τὸ λευκὸν καὶ τὸ μέλαν,
10διὰ δὲ τοῦ μήτε ἐξ ἐναντίων τὰ μεταξύ, οἷον τὸ φαιόν. p. 323b29 Ἀλλ’ ἐπεὶ οὐ τὸ τυχὸν πέφυκε πάσχειν ἢ ποιεῖν, ἀλλ’ ὅσα 〈ἢ〉 ἐναντίωσιν ἔχει. Μέχρι μὲν οὖν ὧδε τοὺς τῶν παλαιοτέρων ἐξέθετο λόγους, ἐντεῦθεν δὲ λοιπὸν τὴν ἰδίαν δόξαν ἐκτίθεται. βουλόμενος δὲ δεῖξαι ὅτι τὸ ποιοῦν
15καὶ τὸ πάσχον πῇ μὲν ὅμοιά ἐστι πῇ δὲ ἀνόμοια, κέχρηται συλλογισμῷ τοιούτῳ, λαμβάνων ἐκ τῆς ἐναργείας ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἐναντίωσιν ἔχει ἢ ἐναντία ἐστίν, ἐναντίωσιν μὲν ἔχειν λέγων τὰ μεταξύ, οἷον τὸ φαιὸν ὅταν εἰς τὸ λευκὸν ποιῇ ἢ εἰς ἄλλο τι χρῶμα, ἐναντία δέ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν. ἔστιν οὖν ὁ συλλογισμὸς
20τοιοῦτος· τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, τὰ ἐναντία πῇ μέν ἐστι τὰ αὐτὰ πῇ δὲ ἕτερα (γένει γὰρ τὰ αὐτά, εἴδει δὲ ἕτερα), τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα πῇ μέν εἰσι τὰ αὐτὰ πῇ δὲ ἕτερα. p. 323b33 Πέφυκε γὰρ σῶμα μὲν ὑπὸ σώματος, χυμὸς δὲ ὑπὸ χυμοῦ.
25Παραδείγματα ὅτι ὅμοιά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα. σῶμα δὲ
ὑπὸ σώματός φησι πάσχειν οὐχ ἁπλῶς, ἀλλὰ τὸ πεποιωμένον· πάλιν δὲ143
In GC
.

14,2

144

χρῶμα ὑπὸ χρώματος λέγων πάσχειν τὸ ἐν ὑποκειμένῳ δηλονότι λέγει. p. 324a1 Τούτου δ’ αἴτιον ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει. Αἴτιον, φησί, τοῦ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, ὅτι τὰ ποιοῦντα
5καὶ πάσχοντα ἐναντία, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος, τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ὁμοιογενῆ. p. 324a5 Ἐπειδὴ τὸ πάσχον καὶ τὸ ποιοῦν τῷ μὲν γένει ταὐτά. Δείξας ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ὁμογενῆ, λαβὼν ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, νῦν βούλεται δεῖξαι ὅπερ
10ὡμολογημένον εἴληφε, λέγω δὲ ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί. δείκνυσι δὲ πάλιν τοῦτο λαβὼν ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ὅμοιά εἰσι πῇ δ’ ἀνόμοια· τοιαῦτα δέ ἐστι τὰ ἐναντία· τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ἐναντία. ἔστι δὲ ἡ δεῖξις διάλληλος. p. 324a8 Καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις ἐν τούτοις.
15 Ἐπὶ πλέον ἡ γένεσις καὶ ἡ φθορὰ τοῦ ποιεῖν καὶ πάσχειν· ἔστι γὰρ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τὶς γένεσις καὶ τὶς φθορά, καὶ ἡ φθορὰ δὲ καὶ ἡ γένεσις οὐκ ἄνευ τοῦ ποιεῖν καὶ πάσχειν. εἰπὼν οὖν ὅτι τὸ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἐναντίοις, κατασκευάζει τοῦτο ἐκ τοῦ μᾶλλον. καὶ γὰρ ἡ γένεσις καὶ ἡ φθορά, φησίν, ἐν τούτοις· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἡ
20γένεσις καὶ ἡ φθορὰ ὁμοίως, ὡς δέδεικται ἐν τῇ Φυσικῇ. εἰ τοίνυν ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις, ἐν οἷς ἄρα οὐκ ἔστιν ἐναντίωσις, ἐν
τούτοις οὐκ ἔστι γένεσις καὶ φθορά. τοιοῦτον δέ ἐστι τὸ πέμπτον στοιχεῖον.144
In GC
.

14,2

145

p. 324a9 Διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν ψύχειν. Ἐναντία γὰρ ταῦτα· διὸ καὶ ποιητικὰ καὶ παθητικά. p. 324a10 Καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον.
5 Ὅτι τὸ ποιοῦν ὁμοιοῖ ἑαυτῷ τὸ πάσχον κατασκευάζει, δεδειγμένον ἔχων ὅτι ἡ γένεσις εἰς τὸ ἐναντίον ἐστὶ μεταβολὴ καὶ ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον ἐναντία. ἔστιν οὖν ἡ κατασκευὴ τοῦ συλλογισμοῦ τοιαύτη· ἡ γένεσις ἤτοι τὸ γινόμενον καὶ ἁπλῶς τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἑαυτῷ μεταβάλλει, ἐναντίον δὲ τῷ γινομένῳ καὶ μεταβάλλοντι τὸ ποιοῦν, τὸ γινό‐
10μενον ἄρα καὶ ἁπλῶς τὸ πάσχον τε καὶ μεταβάλλον εἰς τὸ ποιοῦν μετα‐ βάλλει, τὸ ἄρα ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ πάσχον. p. 324a14 Κατὰ λόγον δὲ μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους. Εὔλογον, φησί, τὸ λέγειν ὅτι καίπερ οὐ ταὐτὰ λέγοντες οἵ τε ὅμοια λέγοντες εἶναι τὰ ποιοῦντα καὶ πάσχοντα καὶ οἱ ἀνόμοια, ὅμως ἀμφότεροι
15τῆς φύσεως αὐτῶν ἅπτονται. πῶς δ’ ἑκάτερος αὐτῶν τῆς φύσεως ἅπτεται, ἐπήγαγεν. καὶ γὰρ ἡ κοινὴ χρῆσις, φησί, τῶν ἀνθρώπων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ οὕτως εἴωθε λέγειν. λέγομεν γάρ, φησίν, ὁτὲ μὲν ὅτι ὁ ἄνθρωπος ὑγίανεν ἐκ τοῦ ὑποκειμένου καλοῦντες τὸ ὑγιαζόμενον, ὁτὲ δὲ ὅτι ὁ νοσῶν ὑγίανεν ἐκ τοῦ πάθους καλοῦντες, καὶ θερμαίνεσθαι ποτὲ μὲν τὸν λίθον
20ποτὲ δὲ τὸ ψυχρόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ποιούντων ποτὲ μὲν θερμᾶναι λέγομεν τὸν ἄνθρωπον, ὅταν δηλονότι τῇ ἁφῇ θερμάνῃ, ποτὲ δὲ τὸ θερμὸν θερμᾶναι. ἐπεὶ οὖν τὰ ποιοῦντα καὶ τὰ πάσχοντα ποτὲ μὲν ἐκ τοῦ ὑπο‐ κειμένου καλοῦνται ποτὲ δὲ ἐκ τοῦ πάθους, ὅσοι μὲν εἰς τὸ ὑποκείμενον αὐτῶν ἀπέβλεψαν, τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν ἔφασαν (ὁμόυλα
25γάρ ἐστιν, ὡς εἴρηται, τὰ ποιοῦντα καὶ τὰ πάσχοντα), ὅσοι δὲ εἰς τὸ πάθος, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δῆλον δὲ ὅτι, ὅταν λέγω ὁμόυλα εἶναι τὰ ποιοῦντα καὶ τὰ πάσχοντα, οὐ κατὰ τὴν προσεχῆ ὕλην φημὶ καὶ ἐσχάτην (δῆλον γὰρ ὅτι ἑτέρως δεῖ κεκρᾶσθαι τὸ ὑποκείμενον σῶμα τῷ λευκῷ χρώματι, ἑτέρως δὲ τὸ τῷ μέλανι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων),
30ἀλλὰ κατὰ τὴν πρώτην, ἥτις ἐστὶν ἡ αὐτὴ καὶ θερμοῦ καὶ ψυχροῦ δεκτικὴ145
In GC
.

14,2

146

καὶ λευκοῦ καὶ μέλανος. ἀλλ’ εἰ τοῦτο, καὶ διὰ τὴν πρώτην ὕλην ὁμόυλά φαμεν τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ πᾶν ὑπὸ παντὸς πάσχει καὶ πᾶν εἰς πᾶν ποιεῖ, καὶ λευκότης, φημί, εἰς γλυκύτητα καὶ εἰς εὐωδίαν ἢ δυσωδίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως; πάντων γὰρ μία καὶ κοινὴ ὕλη
5ἡ πρώτη. λέγω οὖν ὅτι οὐκ ἀρκεῖ μόνον εἰς τὸ ποιεῖν τινα καὶ πάσχειν εἰς ἄλληλα τὸ εἶναι τὴν ὕλην αὐτῶν κοινήν (οὕτω γὰρ ἂν τὸ τυχὸν εἰς τὸ τυχὸν ἐποίει· πάντα γὰρ ὁμόυλα), ἀλλὰ δεῖ πρὸς τῷ κοινὴν εἶναι τὴν ὕλην καὶ ἐναντία εἶναι τὰ εἴδη τῶν ποιούντων καὶ πασχόντων. Ἀπορήσειε δ’ ἄν τις ἐπὶ τούτοις· εἰ τὰ ἐναντία ἐστὶν ἅπερ καὶ κοινὴν
10ὕλην ἔχει τὴν πρώτην τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ ποιεῖ τὸ ἐν ἵππῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, καὶ ἁπλῶς πᾶν μέλαν εἰς πᾶν λευκόν; λέγω τοίνυν ὅτι οὐδὲ ὁμόυλα ταῦτα κυρίως. οὔτε γὰρ τὴν προ‐ σεχεστάτην ὕλην τῶν μεταβαλλόντων δεῖ λαμβάνειν οὔτε τὴν πρωτίστην· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν στοιχείων τὸ τριχῇ διαστατὸν κοινὴ τούτων ἐστὶν
15ὕλη, ἐπὶ δὲ τῶν συνθέτων οὐ δεῖ ταύτην λαμβάνειν κοινὴν ὕλην οὐδὲ τὴν ἐσχάτην, ἀλλὰ τὴν μεταξύ. οἷόν τι λέγω. ἔστι τι κράσεως πλάτος, καθ’ ἣν ἡ τοῦ ἀνθρώπου γίνεται σάρξ· ἐν τῷ πλάτει τούτῳ συμβαίνει ποτὲ μὲν λευκαίνεσθαι τὴν σάρκα ποτὲ δὲ μελαίνεσθαι, ἐπιτεινομένων τινῶν ποιοτήτων ἢ ἀνιεμένων· τοῦτο οὖν τὸ πλάτος τῆς κράσεως τῆς σαρκὸς
20κοινὴν λέγω ὕλην τῶν ἐναντίων τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ τοῦ ἀνθρώπου σαρκί. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. διὸ οὐ πᾶν ἐναντίον εἰς πᾶν μεταβάλλει, διότι μηδὲ κοινὴ ἡ ὕλη κατὰ τὸν εἰρημένον τρόπον τῷ ἐν γάλακτι φέρε λευκῷ καὶ τῷ ἐν τῇ ἐβένῳ μέλανι. ἄνωθεν τοίνυν φημὶ διαρθρῶν τὸ πᾶν θεώρημα, ὅτι τὰ μὲν ποιοῦντα καὶ πάσχοντα προσεχῶς
25ὁμόυλα ὄντα πάντως ἐναντία ἐστίν, οὐ πάντως δὲ τὰ ἐναντία ποιεῖ καὶ πάσχει. οὔτε γὰρ τὸ σκληρὸν εἰς τὸ μαλακὸν ποιεῖ, οὔτε τὸ ἄνω εἰς τὸ κάτω, οὔτε ἁπλῶς τὸ λευκὸν εἰς τὸ μέλαν, οὔτε πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον, ἀλλὰ ταῦτα τῶν ἐναντίων ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ὅσα τὴν δραστήριον ἔχει δύναμιν (τοιαῦτα δὲ μάλιστά ἐστι τὸ θερμὸν καὶ τὸ
30ψυχρόν), ὅσα μέντοι ποιεῖ καὶ πάσχει προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστί. προσέθηκα δὲ ‘προσεχῶσ‘, διότι δρᾷ ἡ ψύξις εἰς τὴν μαλα‐ κότητα· τὸ γὰρ μαλακὸν γένοιτο ἂν ὑπὸ ψυχροῦ σκληρόν, οἷον ὁ κηρός, ἢ ὑπὸ θερμοῦ, οἷον ὁ πηλός, καὶ οὐ δήπου ἢ τὸ ψυχρὸν ἐναντίον ἂν εἴη τῷ ἐν κηρῷ μαλακῷ, ἢ τὸ θερμὸν τῷ ἐν πηλῷ, ἢ ὅλως τὸ θερμὸν ἢ
35ψυχρὸν ἐναντία ἐστὶ τῷ μαλακῷ. ποιοῦσι δὲ εἰς τὸ μαλακὸν οὐ προσεχῶς· προσεχῶς γὰρ εἰς τὰ ἐναντία ποιοῦσι. τὸ μὲν γὰρ ψυχρὸν εἰς τὸ ἐν τῷ
κηρῷ θερμὸν δρᾶσαν καὶ ἐκδιαφορῆσαν αὐτό, συνεκδιαφορουμένης δηλονότι146
In GC
.

14,2

147

καί τινος ὑγρᾶς οὐσίας σὺν τῷ θερμῷ, ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν, οὕτω συμβαίνει τὸν κηρὸν παγῆναί τε καὶ σκληρὸν γενέσθαι. ὥστε προσεχῶς ἡ ψύξις εἰς τὴν θερμότητα ἔδρασε καὶ δι’ αὐτὴν εἰς τὴν ὑγρότητα, καὶ οὕτω λοιπὸν κατὰ συμβεβηκὸς εἰς τὴν μαλακότητα. οὕτω καὶ ἐπὶ ὕδατος
5ἡ ψύξις δράσασα ποιεῖ κρύσταλλον· προσεχῶς τὸ ἔμφυτον θερμὸν τὸ ἐν αὐτῷ διαφορῆσαν ἢ καὶ παντελῶς ἔστιν ὅτε ἀποσβέσαν καὶ συνεκδιαφορῆσάν τινα οὐσιώδη τοῦ ὕδατος ὑγρότητα, ἢ τῇ ἐπιτάσει τῆς ψύξεως τό γε ἀλη‐ θέστερον πιλῆσαν τὰ μόρια τοῦ ὕδατος καὶ πυκνῶσαν, οὕτω ποιεῖ τὸ ὕδωρ σκληρὸν καὶ ἀντίτυπον ἀντὶ ὑπεικτικοῦ καὶ μαλακοῦ. ὡσαύτως δὲ καὶ ἡ
10θερμότης ἐπὶ τοῦ πηλοῦ τὴν ἐν τῷ πηλῷ ψύξιν ἀποσβέσασα, ἢ εἰς θερ‐ μότητα μεταβάλλουσα καὶ ἐκδιαφορήσασα, συνεκδιαφορεῖ τῇ θερμότητι τὴν ὑγρὰν οὐσίαν ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν ἡ ψύξις· καὶ οὕτω τὸ κατα‐ λειπόμενον σκληρὸν ἀντὶ μαλακοῦ γέγονε, τῆς θερμότητος πρώτως εἰς τὴν ψύξιν τὴν ἐν τῷ πηλῷ δρασάσης. εἴρηται δὲ ταῦτα ἀκριβῶς ἐν τῷ
15τετάρτῳ τῶν Μετεώρων. Μήποτε δὲ οὕτω δεῖ λέγειν, ὅτι ἡ θερμὴ καὶ ξηρὰ τοῦ πυρὸς οὐσία εἰς τὴν ψυχρὰν καὶ ὑγρὰν τοῦ πηλοῦ δράσασα, καὶ μεταβαλοῦσα ταύτην ἢ ἐκδιαφορήσασα, οὕτω ποιεῖ σκληρὸν τὸν πηλόν· ὥστε προσεχῶς τὸ ἐναντίον εἰς τὸ ἐναντίον ἐποίησε. τὸ μὲν οὖν ‘προσεχῶσ‘ διὰ τοῦτο προσέ‐
20θηκα, τὸ δὲ ‘ὁμόυλα‘ διὰ τὰ οὐράνια. κἂν γὰρ ἡ πρώτη ὕλη κοινὴ τῶν ὑπὸ σελήνην, τὸ τριχῇ λέγω διαστατόν, ἀλλ’ οὐχ ἡ προσεχεστέρα, ὡς δύνασθαι τὸ μὲν τῶν ἐναντίων ἀποβάλλειν, τὸ δὲ δέχεσθαι. ποιεῖ οὖν καὶ τὰ οὐράνια προσεχῶς εἰς τὸ ὑπέκκαυμα (πρώτως γὰρ αὐτὸ κινεῖ), καὶ πάσχει τὸ ὑπέκκαυμα ὑπὸ τῶν οὐρανίων προσεχῶς, ἀλλ’ ὅμως οὐκ ἔστιν
25ἐναντία ταῦτα. τοῦτο δὲ διότι, ὡς εἶπον, οὐδὲ ὁμόυλα. καλῶς ἄρα εἴρηται ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστίν. Ἀπορήσειε δ’ ἄν τις καὶ τοῦτο εἰκότως ἐν τῷ περὶ τῶν ἐναντίων λόγῳ, πῶς λέγομεν τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. εἰ γὰρ μὴ πάντα
30τὰ ἐναντία ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, εὔλογον μηδὲ πάντα τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. οὐ γὰρ δὴ τὸ ἐν ψιμυθίῳ λευκὸν μεταβάλλοι ἂν εἰς τὸ ἐν ἐβένῳ μέλαν ἢ εἰς τὸ ἐν κόρακι. οὐκ ἄρα πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον μεταβάλλει. εἰ τοίνυν ἀληθὴς ὁ λόγος ὁ λέγων τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, οὐ μεταβάλλει δὲ τὸ ἐν ψιμυθίῳ λευκὸν εἰς τὸ μέλαν
35τὸ ἐν ἐβένῳ, οὐδ’ ἂν ἐναντίον αὐτῷ εἴη, ὅπερ ἄτοπον· καθόλου γὰρ τὸ147
In GC
.

14,2

148

λευκὸν ἐναντίον τῷ μέλανι. ὥστε εἰ τὸ καθόλου λευκὸν τῷ καθόλου μέλανι ἐναντίον, καὶ τὸ τὶ ἄρα τῷ τινί. δοκεῖ οὖν ἑκατέρωθεν ὁ λόγος ἀναγκάζεσθαι ἕν τι τῶν κοινῶν ὁμολογημάτων ἀναιρεῖν, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς τὸ λευκὸν τῷ μέλανι ἐναντίον, εἰ μὴ πᾶν εἰς πᾶν μεταβάλλει, ἢ
5ὅτι οὐ τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα. φαμὲν οὖν πρὸς ταῦτα ὅτι καὶ τὸ πᾶν λευκὸν παντὶ μέλανι ἐναντίον εἶναι ἀληθές (δρᾷ γὰρ ἑκά‐ τερον πάθη ἐναντία· πᾶν γὰρ μέλαν συγκριτικὸν ὄψεως καὶ πᾶν λευκὸν διακριτικόν), καὶ τὸ τὰ ἐναντία πάλιν εἰς ἄλληλα μεταβάλλειν ἀληθές· μεταβάλλει γὰρ εἰς τὰ κατ’ εἶδος ἐναντία, οὐδὲν δὲ εἰς τὸ κατ’ ἀριθμὸν
10τὸ αὐτὸ ἐναντίον μεταβάλλει. οὐ γὰρ δὴ τὸ ἐν τῷδε τῷ ὕδατι ψυχρὸν γίνεται θερμὸν τὸ ἐν τῷδε τῷ πυρί, ἢ τὸ ἐν τῷδε τῷ σώματι μέλαν γίνεται τὸ ἐν τῷδε τῷ σώματι λευκόν. ὅλως γὰρ ἡ μεταβολὴ τὸ αὐτὸ κατ’ ἀριθμὸν εἶναι οὐ συγχωρεῖ, οὐδὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πράγματι. οὐ γὰρ δὴ ἡ αὐτή ἐστι κατ’ ἀριθμὸν λευκότης ἡ πρὸ τῆς ἡλιοκαΐας τῇ
15μετὰ τὴν ἡλιοκαΐαν, οὐδὲ ἡ ὑγίεια ἡ πρὸ τῆς νόσου τῇ μετὰ τὴν νόσον. δέδεικται δὲ τοῦτο ἐν ἑτέροις. εἰ τοίνυν οὐδὲ ἐν τῷ αὐτῷ ἀτόμῳ μίαν εἶναι καὶ τὴν αὐτὴν λευκότητα δυνατόν, τὴν πρὸ τῆς εἰς τὸ μέλαν μεταβολῆς καὶ τὴν ἐκ τοῦ μέλανος, πόσῳ μᾶλλον τὸ ἐν τῷ ψιμυθίῳ λευ‐ κὸν εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν οὐκ ἂν μεταβάλλοι τὸ ἐν ἐβένῳ·
20ἀλλὰ μεταβάλλει τὸ ἐναντίον κατ’ εἶδος τὸ λευκὸν εἰς τὸ μέλαν, οὐχ ἁπλῶς εἰς τόδε τὸ μέλαν, ἀλλ’ ἁπλῶς εἰς μέλαν. ὅσα μὲν οὖν τῶν ἐναντίων τὴν δραστήριον ἔχει δυνάμιν, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα πάσχοντα ὑπ’ ἀλλήλων καὶ μεταβάλλοντα, εἰς τὸ αὐτὸ προσεχῶς εἶδος μεταβάλλει, οἷον ὅταν πάσχῃ τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, πάσχει δὲ
25δηλονότι κατὰ γένεσιν καὶ φθοράν, μεταβάλλει προσεχῶς εἰς τὸ αὐτὸ θερ‐ μὸν [ὕδωρ] οἷον ἦν καὶ τὸ ποιῆσαν, οἷον τὸ πύριον. ὅταν δὲ μηδέπω φθείρηται, ἀλλ’ οἷον ἀλλοιῶται, ὁδεῦον ἐπὶ τὴν φθορὰν τὸ ὕδωρ θερμαινό‐ μενον, τότε εἰς τὸ αὐτὸ εἶδος τοῦ θερμοῦ μεταβάλλει, οὐχ ἁπλῶς τὸ προσεχὲς καὶ οἷον τὸ ποιοῦν, ἀλλὰ τὸ ἐν πλάτει τοῦ θερμοῦ εἶδος θεω‐
30ρούμενον. ἴσως δὲ οὐδ’ ὅταν φθείρηται τὸ ὕδωρ, προσεχῶς εἰς τὸ αὐτὸ κατ’ εἶδος τῷ ποιοῦντι εἶδος μεταβάλλει. πρῶτον γὰρ ἐξαεροῦται καὶ εἰς ἑτέραν καὶ οὐ τὴν πυρίαν θερμότητα μετέβαλλεν· ὁ δὲ ἀήρ, ἐὰν ἄρα,
ἤτοι τὸ ἐν τῷ ἀέρι ψυχρόν, προσεχῶς εἰς τὸ ἐν τῷ πυρὶ θερμὸν μετα‐148
In GC
.

14,2

149

βάλλει. τῶν δὲ μὴ τὴν δραστήριον δυνάμιν ἐχόντων ἐναντίων, οἷον τοῦ λευκοῦ ἢ τοῦ μέλανος, εἰ μὲν ἀχώριστα εἴη, οἷον ὥσπερ τοῦ ψιμυθίου ἡ λευκότης καὶ τῆς πίττης τὸ μέλαν, μεταβάλλει ταῦτα εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν τῇ γενέσει καὶ τῇ φθορᾷ (γένοιτο γὰρ ἂν τὸ ἐν ψιμυθίῳ
5λευκὸν μέλαν, φθαρέντος τοῦ ψιμυθίου· γένοιτο γὰρ ἂν ἔβενος τυχὸν ἢ πίττα ἤ τι τοιοῦτον)· εἰ δὲ χωριστὰ εἴη, μεταβάλλει πάλιν εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν πλάτει· γένοιτο γὰρ ἂν τὸ λευκὸν σῶμα μέλαν, οὐ μέντοι τόδε τὸ μέλαν, οἷον τὸ ἐν ἐβένῳ, ἐπειδὴ μηδὲ πάσχει ἐξ αὐτοῦ, ἀλλ’ ἁπλῶς μέλαν. οὕτως οὖν ἀληθὲς τὸ τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα.
10ἄλλως τε καὶ ἡ τῆς ὕλης παχύτης κώλυμα γίνεται πολλάκις τῆς μετα‐ βολῆς· τὸ γὰρ ἐν τῷ θόλῳ τῆς σηπίας μέλαν ἐπικρατήσει πολλάκις τῆς ἐν γάλακτι λευκότητος, τὸ δὲ ἐν ἐβένῳ οὐκέτι. δεῖ οὖν πρὸς τὴν μετα‐ βολὴν τῶν ἐναντίων καὶ τὴν ὕλην ἐπιτηδείαν εἶναι πρὸς τὸ ποιεῖν τε καὶ πάσχειν.
15 Ἀλλ’ ἐρεῖ τις· εἰ τῷ δύνασθαι φθαρὲν τὸ μέλαν σῶμα ποιεῖν ἕτερον τὸ λευκὸν σῶμα, οὕτω φῂς τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, τί μᾶλλον τὰ ἐναντία μεταβάλλειν λέγοιτ’ ἂν εἰς ἄλληλα ἢ ἁπλῶς πᾶν εἰς πᾶν μεταβάλλειν, διότι ἐκ παντὸς φθαρέντος δύναται πάντως ἄλλ’ ὁτιοῦν γενέσθαι; φημὶ οὖν πρὸς τοῦτο, ὅτι εἴρηται ἐν τῇ Φυσικῇ ὅτι ἡ γένεσις
20πάντως ἐξ ἐναντίου εἰς ἐναντίον ἐστί. κἂν γὰρ λέγωμεν ἐκ τῆς στερή‐ σεως γίνεσθαι τὰ γινόμενα, πάντως ἐστὶν ἐν τῇ στερήσει τι ἐναντίον εἶδος τῷ ἐσομένῳ ἐξ οὗ ἡ μεταβολὴ γίνεται, εἰ καὶ ἀνώνυμον τοῦτό ἐστι καὶ ἄγνωστον· οὐ γὰρ ἂν ἦν μεταβολή, εἰ μὴ ἦν τις πάντως ἐναντιότης τοῦ ἐξ οὗ καὶ τοῦ εἰς ὅ. ὥστε εἰ πάντως πᾶσα γένεσις ἐξ ἐναντίου, ἀδύνατον
25ἀμέσως ἐκ παντὸς πᾶν γενέσθαι· οὐ γὰρ ἂν γένοιτο ἀμέσως ἐκ γῆς ὄστρακον, ἀλλὰ δεῖ πρότερον τοιῶσδε κραθῆναι καὶ σχεῖν πρὸς τὸ γενησό‐ μενον εἶδος ἐναντιότητά τινα, ἵνα οὕτω τὸ ποιητικὸν μεταβάλλῃ τὸ ἐναν‐ τίον εἰς τὸ ἐναντίον. οὕτως οὖν κἂν πᾶν μεταβάλλῃ διὰ τὴν κοινὴν καὶ πρώτην ὕλην τὴν πάντων τῶν εἰδῶν δεκτικήν, ἀλλὰ πρότερον ἴσχει τινὰ
30κρᾶσιν ἐναντίωσίν τινα πρὸς τὸ γενησόμενον εἶδος ἔχουσαν, καὶ οὕτως
ἐπιτηδείαν οὖσαν εἰς τὸ μεταβαλεῖν εἰς τὸ ἐναντίον.149
In GC
.

14,2

150

p. 324a24 Τὸν αὐτὸν δὲ λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ κινεῖσθαι καὶ κινεῖν. Εἰπὼν τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, ὅτι τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια, ζητεῖ νῦν ὅπως ἔχουσι ταῦτα πρὸς ἄλληλα, τὰ ποιοῦντα
5λέγω καὶ πάσχοντα, πότερον πᾶν τὸ ποιοῦν καὶ ἀντιπάσχει ἢ οὔ. φησὶν οὖν ὅτι, ἵνα τοῦτο εὕρωμεν, ἴδωμεν ὅπως ἔχουσι τὰ κινοῦντα καὶ κινούμενα· ὡς γὰρ ἂν ἔχωσι ταῦτα, ἀνάγκη ἔχειν καὶ τὰ ποιοῦντα καὶ πάσχοντα. ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν· πᾶν μὲν γὰρ τὸ ποιοῦν καὶ κινεῖ, οὐ πᾶν δὲ τὸ κινοῦν ποιεῖ, εἴ γε ποιεῖν ἐστι τὸ εἰς εἶδός τι καὶ πάθος ἄγειν.
10εἴρηται δὲ ἐν Κατηγορίαις, ὅτι ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκει‐ μένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑπο‐ κειμένου τούτῳ ῥηθήσεται. ὅσα ἄρα ὑπάρχει τῷ κινοῦντι καὶ κινουμένῳ, καὶ τοῖς ποιοῦσιν ὑπάρξει καὶ πάσχουσιν. ἔστι δὲ τῶν κινούντων τὸ μὲν πρώτως κινοῦν, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς. τὸ μὲν οὖν πρώτως κινοῦν,
15φησίν, οὐδὲν κωλύει ἐν τῷ κινεῖν ἀκίνητον εἶναι, ἐπ’ ἐνίων δὲ καὶ ἀναγ‐ καῖον, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς κινοῦν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν. οἷον ἡ ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, ἀλλ’ οὐκ ἀνάγκη ταύτην καθάπαξ ἀκίνητον εἶναι (κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν, συμμεταβαίνουσα τῷ σώματι καὶ μὴ ἀπολείπουσα αὐτὸ κινούμενον), ἡ
20μέντοι εἰκὼν ἀκίνητος μένει πρώτως κινοῦσα τὸ ὀρεκτικόν. ὁμοίως δὲ καὶ ἡ λοιδορία κινοῦσα τὸν θυμὸν ἀκίνητος μένει. ταῦτα γὰρ οὐδὲ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν κινοῦνται. τὸ μέντοι ἔμφυτον θερμὸν προσεχῶς κινοῦν τὸ ζῷον, καὶ οἱ μύες ἢ εἴ τινα ἄλλα εἴη μόρια κινητικὰ τοῦ ὅλου ζῴου προσεχῶς, τῷ κινεῖσθαι καὶ αὐτὰ κινεῖ. ἐπεὶ οὖν ταῦτα ὑπάρχει
25τῷ κινοῦντι, ὑπάρχει δὲ αὐτῷ οὐχ ὡς γένει, οἷον ὡς τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, ἀλλ’ ἁπλῶς 〈ὡσ〉 πράγματι καὶ κινοῦντι, ὑπάρχοι ἂν ταῦτα καὶ τῷ ποιοῦντι. οὐ πᾶν ἄρα τὸ ποιοῦν καὶ ἀντιπάσχει, ἀλλὰ τὸ μὲν πρώτως ποιοῦν ἔστι μὲν ὅτε καὶ ἀντιπάσχει, ἔστι δὲ ὅτε οὔ. οἷον ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸν ἄρρωστον, καὶ ἁπλῶς αἱ
30ἐπιστῆμαι ποιοῦσαι εἰς τοὺς μανθάνοντας πρώτως, αὐταὶ ἀκίνητοι μένουσι. πρώτως δὲ ποιεῖ καὶ τὸ πῦρ εἰς τὸ ὕδωρ, ἀλλ’ ὅμως καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ. τὰ δὲ προσεχῶς ποιοῦντα πάντως καὶ ἀντιπάσχει, οἷον τὸ φάρ‐ μακον ποιοῦν εἰς τὸν ἄρρωστον καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ, καὶ ὁ ἐν τῷ
βαλανείῳ ἀὴρ προσεχῶς ποιῶν εἰς ἡμᾶς καὶ ἀντιπάσχει ὑφ’ ἡμῶν, καὶ150
In GC
.

14,2

151

ἵνα συντόμως εἴπω, τῶν ποιούντων ταῦτά ἐστι τὰ ἀντιπάσχοντα ἐν τῷ ποιεῖν, ὅσα ἐν τῇ αὐτῇ ὕλῃ ὑφέστηκε. διὰ τοῦτο ἡ μὲν ἐπιστήμη οὐκ ἀντιπάσχει, οἷον ἡ ἰατρικὴ ὑπὸ τοῦ ἀρρώστου, τὸ φάρμακον δὲ ἀντι‐ πάσχει, διότι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ ἔχει τὸ εἶναι, ἡ δὲ νόσος ἐν
5σώματι τῷ ἐζωωμένῳ, ἀντιδρᾷ δὲ εἰς τὸ φάρμακον, διότι τὸ πρῶτον ὑπο‐ κείμενον ἡ ὕλη κοινὴ τῶν σωμάτων ἐστὶν ἁπάντων. Δοκεῖ δὲ τὴν παραβολὴν τῶν κινούντων πρὸς τὰ ποιοῦντα μὴ ὀρθῶς ποιήσασθαι. ἐπιζητῶν γὰρ ποῖα τῶν ποιούντων ἐν τῷ ποιεῖν ἀντιπάσχει ὑπὸ τῶν πασχόντων, καὶ εἰπὼν ὅτι ὡς ἔχει τὰ κινοῦντα οὕτως ἔχει καὶ
10τὰ ποιοῦντα, παρήγαγέ τινα ποιοῦντα οὐκ ἐν τῷ κινεῖν ἀντικινούμενα ὑπὸ τῶν κινουμένων, ἀλλ’ ἁπλῶς κινούμενα καὶ αὐτὰ ἐν τῷ κινεῖν καὶ δεό‐ μενα κινήσεως εἰς τὸ κινῆσαι, οὐ μέντοι ἀντικινούμενα 〈ἐν〉 τῷ κινεῖν· τοι‐ αῦτα γάρ ἐστι πάντα τὰ προσεχῶς κινοῦντα, οἷον τὸ ἔμφυτον θερμὸν ἢ οἱ μύες, ὁμοίως δὲ καὶ ἡ βακτηρία. οὐ τοῦτο δὲ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ
15ἐν τῷ κινεῖν ἀντικινοῦνται. λέγω οὖν ὅτι εἰ καὶ μὴ πρὸς ἅπαν τὸ παρά‐ δειγμα ἔοικεν, ἀλλ’ οὖν τοσοῦτον ἀρκεῖ μόνον, ὅτι ὥσπερ τῶν κινούντων ἔστι τινὰ οὐκ ὄντα ἀκίνητα, οὕτω καὶ τῶν ποιούντων, ὁπότε τὸ τῆς ψυχῆς καὶ σῴζει τὴν ἀναλογίαν· ἡ γὰρ ψυχὴ κινοῦσα ἀντικινεῖται, εἰ καὶ κατὰ συμβεβηκός. ὅλως δὲ ἐπειδὴ ἡ κίνησις οὐχ ὡς γένος εἰς εἴδη
20διαιρεῖται, ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα (οὐ γάρ ἐστιν ἐν μιᾷ κατηγορίᾳ ἀλλ’ ἐν πλείοσιν, οὐκ ἔστι δὲ τῶν κατηγοριῶν γένος), διὰ τοῦτο οὐδ’ ἀπαιτητέον καθόλου ὡς ἔχει ἐπὶ κινήσεως οὕτως ἔχειν καὶ ἐπὶ ποιήσεως, ἀλλ’ ἀρκεῖ καὶ εἰ μέχρι τινὸς σῴζεται ἡ ἀνα‐ λογία.
25p. 324a28 Καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν. Τουτέστι τὸ ἔσχατον τῶν κινούντων ἢ ποιούντων οὐ πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κινούμενον ἢ γινόμενον, τουτέστι τὸ προσεχὲς τῷ κινουμένῳ ἢ γινομένῳ, ὥσπερ τῷ ἀρρώστῳ τὸ σιτίον ἢ τὸ φάρμακον· τοῦτο γὰρ
30ἔσχατον ὡς πρὸς τὸ πάσχον. p. 324b6 Τὴν μὲν γὰρ ὕλην λέγομεν ὁμοίως ὡς εἰπεῖν τὴν αὐτὴν εἶναι τῶν ἀντικειμένων ὁποτερουοῦν, ὥσπερ γένος ὄν.
Τὸ ὡς εἰπεῖν προσέθηκεν, ὅτι ἡ προσεχεστάτη τῶν ἀντικειμένων ὕλη151
In GC
.

14,2

152

οὐκ ἔστιν ἀπαραλλάκτως ἡ αὐτή· ἄλλως γὰρ δεῖ κεκρᾶσθαι τὰ στοιχεῖα τὰ τὸ λευκὸν χρῶμα δεξόμενα, καὶ ἄλλως τὰ τὸ μέλαν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἶπε δὲ τὴν ὕλην τῶν ἀντικειμένων ὥσπερ γένος εἶναι, διότι ὡς ἓν καὶ τὸ αὐτὸ γένος ἐστὶ τῶν ἐναντίων, οὕτω καὶ μία ὕλη· καὶ ὡς
5τὰ ἐναντία οὐδὲν διαφέρουσι κατὰ τὸ γένος, οὕτως οὐδὲ κατὰ τὸ ὑποκεί‐ μενον. p. 324b7 Τὸ δὲ δυνάμενον θερμὸν εἶναι καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ αὐτή ἐστι τῶν ἀντικειμένων ὕλη, διὰ τοῦτο τὸ δυνάμενον θερμὸν εἶναι (τοῦτο δέ ἐστι τὸ μὴ ὂν μήπω θερμόν, τοῦτο δέ ἐστι
10τὸ ψυχρόν), διὰ τὸ ἐν ὕλῃ εἶναι πεφυκυίᾳ καὶ τὸ θερμὸν δέχεσθαι, ὅταν πλησιάσῃ αὐτῷ τὸ θερμαντικόν, θερμαίνεται. καλῶς ἄρα εἴρηται, ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ πέφυκεν εἶναι, ταῦτα ἐν τῷ ποιεῖν ἀντιπάσχειν, διὰ τὸ τὴν ἑκατέρου ὕλην 〈τὴν〉 αὐτὴν οὖσαν πεφυκέναι τὸ τοῦ ἀντικειμένου εἶδος δέχεσθαι, τούτου πλησιάζοντος εἰκό‐
15τως πάσχει ὑπ’ αὐτοῦ. p. 324b14 Τὸ δὲ οὗ ἕνεκα, οὐ ποιητικόν. διὸ ἡ ὑγίεια οὐ ποιη‐ τικόν, εἰ μὴ κατὰ μεταφοράν. Κατὰ μεταφορὰν εἶπεν ἀντὶ τοῦ καταχρηστικῶς, ἢ ὅτι ὡς τὸ ποιητι‐ κὸν αἴτιον τῷ σώματι παρὸν γίνεται τοῦ ὑγιαίνειν, οὕτω καὶ ἡ ὑγεία. ὅτι δὲ ἡ
20ὑγεία καὶ ἁπλῶς τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐ ποιητικόν, δι’ ὧν ἐπήγαγε κατε‐ σκεύασε· καὶ γὰρ τοῦ μὲν ποιοῦντος, φησίν, ὅταν ὑπάρχ, γίνε‐ ταί τι τὸ πάσχον, τῶν δὲ ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἔστιν ἤδη. ὅτι, φησί, τὸ οὗ ἕνεκα οὐκ ἔστι ποιητικόν, δῆλον ἐντεῦθεν. τοῦ μὲν γὰρ ποιητικοῦ παρόντος ἔτι γίνεταί τι τὸ μεταβάλλον, καὶ εἰς τὸ
25εἶδος ὁδεύει μήπω τελείως αὐτὸ ἀπειληφός (ἕως γὰρ ἂν ποιῇ τὸ ποιοῦν, οὔπω ἀπείληφε τὸ εἶδος τὸ γινόμενον), τῶν δὲ τελῶν καὶ τῶν ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἤδη ἐστίν· οὐκ ἄρα τὸ οὗ ἕνεκα ποιητικόν. διὰ τοῦτο ἄρα οὐδαμοῦ φαίνεται τὸν θεὸν ποιητικὸν αἴτιον λέγων τοῦ κόσμου. ἐπειδὴ γὰρ τὸ ποιητικὸν τοῦτό φησιν εἶναι, τὸ διὰ ὁδοῦ τινος
30καὶ γενέσεως ἄγον εἰς τὸ εἶναι τὰ γινόμενα, ὁ δὲ θεὸς οὐκ ἐν χρόνῳ
ποιεῖ οὐδὲ ἀτελῆ, διὰ τοῦτο οὐ ποιητικὸν αὐτόν φησιν, ἀλλ’, εἰ ἄρα,152
In GC
.

14,2

153

προαγωγὸν αὐτὸν δεῖ καλεῖν. λέγεται δὲ καὶ τελικὸν αἴτιον, διὰ τὸ πρὸς αὐτὸν πάντα ἐπεστράφθαι καὶ αὐτοῦ ἐφίεσθαι. p. 324b17 Τὰ δὲ εἴδη καὶ τὰ τέλη ἕξεις τινές. Ἐπειδὴ εἶπε “τῶν ἕξεων”, ἐπεξηγούμενος τίνα εἶπεν ἕξεις προσέ‐
5θηκεν ὅτι τὰ τέλη καὶ τὰ εἴδη. ἡ δὲ ὕλη παθητικόν· αὕτη γάρ ἐστιν ἡ πάσχουσα καὶ ποιουμένη καὶ μεταβάλλουσα κατὰ τὰ εἴδη. διὰ τοῦτο οὖν φησιν, ὅσα τῶν εἰδῶν ἐν ὕλῃ ἔχει τὸ εἶναι, ταῦτα ἂν πάσχοι, διότι τὸ ὑποκείμενον οὐκ ἀμετάβλητον ἔχει οὐδὲ ἀπαθές· τοιοῦτο δέ ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ ὅμοια. εἰ δέ τινα εἶεν εἴδη χωριστὰ ὄντα τῆς ὕλης,
10ταῦτα ἂν εἶεν καὶ ἀπαθῆ. p. 324b22 Τί μὲν οὖν τὸ ποιεῖν καὶ τὸ πάσχειν. Ὅτι ποιεῖν ἐστι τὸ εἰς πάθος ἄγειν, πάσχειν δὲ τὸ εἰς πάθος ἄγεσθαι· καὶ ὅτι ποιεῖν ἐστι τὸ ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον, πάσχειν δὲ τὸ ὁμοιοῦ‐ θαι τῷ ποιοῦντι. καὶ τίσιν ὑπάρχει. ὅτι τοῖς ἐναντίοις. καὶ διὰ τί.
15διὰ τὸ κοινὴν ὕλην ἔχειν δεκτικὴν τῶν ἐναντίων παθῶν. καὶ πῶς. ὅτι προσιόντος τοῦ ποιοῦντος καὶ πλησιάζοντος τῷ πάσχοντι. p. 324b25 Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν. Εἰπὼν τί ἐστι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, νῦν βούλεται εἰπεῖν ποίῳ τρόπῳ γίνεται τὸ ποιεῖν καὶ τὸ
20πάσχειν. πρότερον δὲ πάλιν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς οἱ παλαι‐ ότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ διελέγχει τούτους, καὶ οὕτω τὸν ἀληθῆ τρόπον ἐκτίθεται. οἱ μὲν γάρ, φησί, διὰ πόρων ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὧν ἦν καὶ ὁ Ἐμπεδοκλῆς· εἶναι γὰρ πόρους ἐν τοῖς σώμασιν, ἐν οἷς εἰσιὸν τὸ ποιοῦν οὕτω δρᾶν
25εἰς τὸ πάσχον. οὕτω δὲ καὶ τὸ ὁρᾶν ἔλεγον γίνεσθαι· εἶναι μὲν γὰρ ἐν πᾶσι τοῖς σώμασι πόρους, ἐν δὲ τοῖς διαφανέσι πυκνοτέρους μᾶλλον καὶ κατὰ στοῖχον, δι’ ὧν διιούσας τὰς ὄψεις οὕτω προσβάλλειν τοῖς ὁρατοῖς· ἐν δὲ τοῖς μὴ διαφανέσι σώμασι διὰ τὸ μὴ εἶναι κατὰ στοῖχον τοὺς πόρους μὴ δύνασθαι δι’ ὅλου διιούσας τὰς ὄψεις προσβάλλειν τοῖς ὁρατοῖς.
30τῷ αὐτῷ δὲ τρόπῳ καὶ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθάνεσθαι, οἷον ἀκούειν153
In GC
.

14,2

154

ἢ ὀσφραίνεσθαι, διὰ πόρων διιούσης τῆς ποιότητος τῆς εὐώδους ἢ τοῦ ψόφου. οἱ δὲ περὶ Δημόκριτον καὶ Λεύκιππον διὰ τοῦ κενοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν γίνεσθαι ἔλεγον· κενῷ γὰρ διαλαμβάνεσθαι τὰς ἀτόμους, ἐν ᾧ γινόμενον τὸ ποιοῦν οὕτως ἀλλοιοῦν μετατιθὲν τῇ κινήσει ἢ μετα‐
5τάττον τὰς ἀτόμους ἢ προστιθέμενον αὔξειν. διαφέρουσι δὲ τοῦ κενοῦ οἱ πόροι, διότι οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον; πεπορο‐ ποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος, οἷον ἀέρος ἤ τινος τοιούτου. ἐπαινεῖ δὲ μᾶλλον τοὺς περὶ Δημόκριτον Ἐμπεδοκλέους καὶ τῶν ἄλλων, ὅτι τοιαύτας ἀρχὰς ἐφεῦρον,
10αἵτινες ἀρκέσουσιν αὐτοῖς πρὸς τὴν πάντων τῶν ἐκ φύσεως γινομένων ἀπόδοσιν. οἱ μὲν γὰρ τοὺς πόρους εἰσάγοντες ἀπεδίδοσαν μὲν εἰ τύχοι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δι’ αὐτῶν τὴν αἰτίαν, ἴσως δὲ καί τινων ἄλλων, οἷον μίξεως (ἔλεγον γὰρ διὰ πόρων μίγνυσθαι τὰ σώματα· ὅταν γάρ, φησίν, οὕτως ἔχωσιν οἱ πόροι ὡς σύμμετροι εἶναι δέξασθαι τὸ ἐμμι‐
15γνύμενον σῶμα, τότε γίνεσθαι μίξιν), κινήσεως μέντοι τὴν αἰτίαν οὐκέτι ἀποδοῦναι ἐδύναντο, ποίῳ τρόπῳ διὰ τῶν πόρων γίνεται τὸ κινεῖσθαι, ἢ αὐξήσεως· εἰσιὸν γὰρ τὸ αὖξον τοὺς μὲν πόρους ἀναπληρώσει, μεῖζον δὲ οὐ ποιήσει. οἱ δὲ περὶ Δημόκριτον, φησί, τοιαύτας ἀρχὰς ἐπενόησαν, αἵ‐ τινες ἁρμόσουσιν αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὰς αἰτίας πάντων τῶν φυσικῶς
20γινομένων, αὗται δέ εἰσι τὰ ἄτομα καὶ τὸ κενόν. προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην *** 〈οἱ γὰρ περὶ Παρμενίδην,〉 φησίν, ἀρχὰς ἀφανεῖς καὶ ἀναποδείκτους λαβόντες, δι’ αὐτῶν τὰ ἐναργῆ καὶ ὁμολογούμενα ἀνελεῖν ἐπεχείρησαν· οἱ δὲ περὶ Δημόκριτον ἀρχὰς ὁμολογουμένας τῇ αἰσθήσει λαβόντες, δι’ αὐτῶν τὰ ἄδηλα κατεσκεύασαν. ὁ
25μὲν γὰρ Παρμενίδης, θέλων δεῖξαι ὅτι οὐκ ἔστι πλῆθος ἐν τοῖς πράγμασιν οὐδὲ κίνησις, ὅπερ ἦν τῇ αἰσθήσει μάχεσθαι καὶ τὰ ἐναργῆ ἀναιρεῖν, λαμβάνει ὡς ἀξίωμα τὸ μὴ εἶναι κενόν, ὅπερ οὐκ ἔστι τῇ αἰσθήσει ὁμολογούμενον, ἀλλὰ πολλῆς δεόμενον ἀποδείξεως. τοῦτο οὖν λαβών, πρόεισι διὰ συλλο‐ γισμοῦ οὕτως· εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι κίνησις· ἀλλὰ μὴν οὐκ ἔστι
30κενόν· οὐκ ἄρα ἐστὶ κίνησις. ἔλαβεν οὖν τὸ συνημμένον ὁμολογούμενον, ὅτι κενοῦ μὴ ὄντος οὐκ ἂν εἴη κίνησις (διὰ κενοῦ γὰρ ἂν μόνως γενέσθαι
τὴν κίνησιν), ὁμοίως δὲ καὶ τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν οὐκ ἔστι κενόν.154
In GC
.

14,2

155

λαβὼν οὖν ταῦτα ὁμολογούμενα, ἅπερ ἀφανῆ ἐστι καὶ ἀμφίβολα, δι’ αὐτῶν ἀνεῖλε τὸ ὁμολογούμενον, λέγω δὴ τὴν κίνησιν. μᾶλλον δὲ οὕτω δεῖ τὸν συλλογισμὸν εἰπεῖν· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὲν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα κίνησις. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὸ πλῆθος ἀναιρεῖ. εἰ
5ἔστι γάρ, φησίν, ἐν τοῖς πράγμασι διαίρεσις, ἔστι κενόν (κενῷ γὰρ μόνως τὴν διαίρεσιν γίνεσθαι)· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα διαίρεσις· συνεχὲς ἄρα τὸ πᾶν καὶ ἕν. πάλιν οὖν τό τε συνημμένον καὶ τὴν πρόσ‐ ληψιν ἔλαβεν ὁμολογούμενα ἄδηλα ὄντα, καὶ δι’ αὐτῶν τὰ ὁμολογούμενα ἀνεῖλεν. ὁ μὲν οὖν Παρμενίδης οὕτως τὰ ἐναργῆ ἐκ τῶν ἀφανῶν ἀναιρεῖ,
10ὁ μέντοι Δημόκριτος ἀρχὰς λαβὼν ἐκ τῆς αἰσθήσεως μαρτυρουμένας, ὅτι διαίρεσις καὶ πλῆθος ἐστὶν ἐν τοῖς πράγμασι καὶ κίνησις, ἐκ τούτων εἰσάγει τὸ κενόν, τὸ ἀφανὲς διὰ τῶν φανερῶν κατασκευάζων. εἰ γὰρ ἔστι διαίρεσις, φησί, καὶ πλῆθος ἐν τοῖς πράγμασιν, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι διαίρεσις καὶ τὸ πλῆθος· ἔστιν ἄρα τὸ κενόν· τὸ μὲν συνημμένον ὡσαύτως λαμβάνων
15τῷ Παρμενίδῃ, τὴν μέντοι πρόσληψιν οὐκέτι. ὁ μὲν γὰρ ἔλεγεν ‘ἀλλὰ μὴν οὐκ ἔστι κενόν‘, ὅπερ ἦν ἄδηλον, ὁ δὲ ‘ἀλλὰ μὴν ἔστι πλῆθος καὶ διαίρεσισ‘. ὁμοίως καὶ ἐπὶ κινήσεως· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν· κἀνταῦθα τὸ συνημμένον μὲν τὸ αὐτὸ τῷ Παρμενίδῃ λαμβάνων, τὴν πρόσληψιν δὲ οὐκέτι. τῷ αὐτῷ τρόπῳ ὁ
20Παρμενίδης καὶ τὸ ἄπειρον εἰσῆγεν. εἰ γάρ ἐστι πεπερασμένον τὸ πᾶν, τῷ κενῷ δηλονότι, φησί, περαίνεται· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα τὸ πᾶν πεπερασμένον ἐστί. διὰ ταῦτα ἀποδέχεται τὸν Δημόκριτον, ὡς καὶ τῇ αἰσθήσει ὁμολογουμένας ἀρχὰς εἰληφότα, καὶ τοιαύτας ἐξ αὐτῶν ὑποθέσεις καὶ ἀρχὰς τῶν φυσικῶν πραγμάτων κατασκευάσαντα, δι’ ὧν
25πάντα ἀποδοῦναι ἠδύνατο τὰ ἐκ φύσεως γινόμενα. p. 324b26 Εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου. Εἰσιέναι γὰρ τὸ ποιοῦν ἐν τοῖς πόροις καὶ οὕτω ποιεῖν οὐ τὸ πρώτως ποιοῦν, οἷον τὴν ἰατρικήν, ἀλλὰ τὸ προσεχῶς, οἷον τὸ φάρμακον ἢ τὸ σιτίον.
30p. 324b31 Καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον.
Διὰ τοῦτό φησι μᾶλλον ὁρᾶσθαι τὰ ὁρατὰ διὰ τῶν μᾶλλον διαφανῶν,155
In GC
.

14,2

156

διότι τὰ μᾶλλον διαφανῆ μᾶλλον ἔχει καὶ πυκνοτέρους καὶ κατὰ στοῖχον τοὺς πόρους. p. 324b32 Οἱ μὲν οὖν ἐπί τινων οὕτω διώρισαν. Τουτέστιν οὐκ ἐξαρκούσας ἔλαβον ἀρχὰς πρὸς πάντα τὰ φυσικά, ἀλλ’
5εἴς τινα μόνον αὐτοῖς ἁρμοζούσας, οἷον εἰς τὸ πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν, ἢ πῶς μίγνυται τὰ μιγνύμενα· οὐκέτι μέντοι πῶς ἡ κίνησις γίνεται ἢ ἡ διαίρεσις ἐκ τούτων ἀποδοῦναι δύνανται, ἢ τῶν λοιπῶν ἕκαστον. p. 324b35 Ὁδῷ δὲ μᾶλλον καὶ περὶ πάντων διωρίκασιν Λεύ‐ κιππος καὶ Δημόκριτος.
10 Τουτέστι τοιαύτας διωρίσαντο ἀρχάς, αἵτινες εὐοδήσουσιν αὐτοῖς περὶ τὰς πάντων τῶν γινομένων ἀποδείξεις. p. 325a1 Ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν. Διὰ τοῦτο, φησίν, εὐοδεῖ αὐτοῖς τὰ ἐφεξῆς, ὅτι τοιαύτην ἀρχὴν εἰλή‐ φασιν ἥτις ἔστι τε καὶ ὁμολογεῖται ὑπὸ τῆς φύσεως, λέγω δὴ τὸ εἶναι
15πλῆθος καὶ κίνησιν ἐν τοῖς πράγμασιν. ἔδοξε γάρ, φησί, τισὶ τῶν ἀρχαίων μήτε εἶναι πλῆθος μήτε κίνησιν, ὅπερ ἦν τῇ ἐναργείᾳ μάχεσθαι. οὐκ ἀνεῖλεν οὖν ὁ Δημόκριτος τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, ἀλλὰ ταύταις ἀρχαῖς ἐχρήσατο. p. 325a3 Τὸ μὲν γὰρ κενὸν οὐκ ὄν.
20 Μόνως γὰρ τὸ πλῆρες ὄν. ζήτησον μὴ δυνατὸν ἐνταῦθα 〈τὸ〉 τὸ μὲν γὰρ κενὸν οὐκ ὂν λαμβάνειν ἀντὶ τοῦ οὐκ ἔστιν ἐν τοῖς οὖσι τὸ κενόν, ἵν’ ᾖ οὕτως· εἰ μὴ κινηθῆναι δυνατὸν ἄνευ κενοῦ, οὐκ ἔστι δὲ τὸ κενόν, οὐκ ἔστιν ἄρα κίνησις. ἐν δὲ τοῖς περὶ Δημοκρίτου λόγοις ἐφεξῆς οὐκέτι οὕτως δυνατὸν ἐκλαβεῖν λέγεσθαι τὸ κενὸν οὐκ ὄν, ὡς μὴ ὑπάρχον
25ὅλως, ἀλλὰ μόνως πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους· ὡς γὰρ μὴ ἔχον156
In GC
.

14,2

157

οὐσίαν τινὰ ὑπετίθετο εἶναι τὸ κενὸν ὁ Δημόκριτος. εἰπὼν δὲ μὴ ὄντος κενοῦ προσέθηκε κεχωρισμένου. εἴρηται γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ κενὸν καὶ ὁ τόπος καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα· κενὸν γὰρ οὐδέν ἐστιν ἢ τόπος ἐστερημένος σώματος,
5πλῆρες δὲ τόπος πλήρης σώματος, τόπος δὲ κενὸν δεκτικὸν σώματος ἢ διάστημα περιεκτικὸν σώματος. p. 325a6 Τοῦτο δὲ οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν. Ἔτι ὡς ἀπὸ Παρμενίδου ὁ λόγος. τοῦτο δέ φησιν οὐ τὸ εἰρημένον
10ἤδη, ἀλλὰ λεχθησόμενον. ἐπεὶ γὰρ ἀνεῖλεν ὁ Παρμενίδης, μὴ εἶναι κενὸν ὑποθέμενος, τό τε πλῆθος καὶ τὴν κίνησιν, τῷ μὴ δύνασθαι λέγειν μήτε διαίρεσιν μήτε κίνησιν εἶναι ἄνευ κενοῦ, ὁ δὲ ἀληθὴς λόγος ἔχει ὅτι καὶ κενοῦ μὴ ὄντος οὐδὲν κωλύει καὶ διαίρεσιν εἶναι καὶ κίνησιν, τῶν πραγ‐ μάτων διῃρημένων μὲν ἁπτομένων δὲ ἀλλήλων καὶ κενῷ μὴ διειργομένων,
15τοῦτο ἀναιρῶν ὁ Παρμενίδης φησὶν ὅτι τὸ οὕτως ὑποτίθεσθαι οὐδὲν δια‐ φέρει τοῦ ἄτομα καὶ κενὸν εἰσφέρειν. πότερον γάρ, φησί, τὸ ὂν πάντῃ ἐστὶ διαιρετὸν ἢ οὔ; εἰ μὲν γὰρ πάντῃ ἐστὶ διαιρετόν, οὐ μόνον πολλὰ οὐκ ἔσται τὰ πράγματα, ἀλλ’ οὐδὲ ἕν (διαιρεθὲν γὰρ πάντῃ οὐδὲν ἔσται λοιπόν, ἀλλὰ μόνον κενόν), εἰ δὲ μὴ πάντῃ διαιρετόν, πεπλασμένῳ τὸ
20τοιοῦτον ἔοικεν· διὰ τί γὰρ πῇ μέν ἐστι διαιρετὸν πῇ δ’ οὔ; οὕτω δὲ καὶ ἡ τῶν ἀτόμων εἰσκωμάσει δόξα, ᾗτινι ἕπεται καὶ τὸ κενὸν εἶναι. p. 325a12 Ἔτι δὲ ὁμοίως ἀναγκαῖον μὴ εἶναι κίνησιν. Τῷ αὐτῷ λόγῳ, φησί, δείκνυσι κίνησιν μὴ εἶναι, μήτε τὸ κενὸν εἰσφέρων μήτε κίνησιν εἶναι λέγων ἄνευ κενοῦ.
25p. 325a13 Ἐκ μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν.
Μέμφεται τοὺς περὶ Παρμενίδην, ὅτι ἐνόμισαν δεῖν τῇ μὲν ἐναργείᾳ157
In GC
.

14,2

158

τῶν πραγμάτων μὴ δεῖν ὅλως προσέχειν, μόνῃ δὲ τῇ τῶν λόγων ἀκο‐ λουθίᾳ, ὅπερ πεπονθότες ἓν τὸ πᾶν ἔλεγον εἶναι καὶ ἀκίνητον καὶ ἄπειρον. p. 325a17 Ἔτι δὲ ἐπὶ τῶν λόγων μὲν δοκεῖ ταῦτα συμβαίνειν. Εἰ δοκεῖ, φησί, συμβαίνειν ταῦτα, λέγω δὴ τὸ εἶναι τὸ πᾶν ἓν καὶ
5ἄπειρον καὶ ἀκίνητον, ὅσον ἐκ τῆς τῶν λόγων ἀκολουθίας, καὶ πιθανὴ εἶναι ἡ ἐπιχείρησις, ἀλλ’ οὖν ἐπ’ αὐτῶν τῶν πραγμάτων μανίας οὐδὲν διαφέρει τὸ τοιοῦτον, μᾶλλον δὲ καὶ μανίας ἐστὶν ἐπέκεινα. οὐδεὶς γὰρ τῶν μαινομένων πρὸς τὴν αἴσθησιν πεπλάνηται, οὐδὲ τὸ πῦρ νενόμικεν εἶναι ταὐτὸν τῷ κρυστάλλῳ, ἀλλ’ ἡ πλάνη τοῖς μαινομένοις περὶ τὰ καλὰ
10καὶ μὴ καλά, καὶ συμφέροντα καὶ μὴ συμφέροντα· αἱρεῖται γὰρ διὰ τὴν μανίαν τὸ ἀσύμφορον ἀντὶ τοῦ συμφέροντος. οὗτοι μὲν οὖν τοιοῦτοι. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον, ὁμολογούμενα τῇ αἰσθήσει λέγοντες, οὐκ ἀνεῖλον οὔτε τὸ πλῆθος οὔτε τὴν κίνησιν. p. 325a25 Ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις.
15 Τοῖς μὲν οὖν φαινομένοις, φησίν, ὁ Λεύκιππος σύμφωνος ὢν κατὰ τοῦτο, εἶτα δεξάμενος ἐκ τῶν τὸ ἓν εἰσαγόντων καὶ συμφωνήσας αὐτοῖς κατὰ τὸ μὴ εἶναι κίνησιν ἄνευ κενοῦ, καὶ ὅτι τὸ κενὸν οὐκ ὄν ἐστι, τουτέστιν οὐ πλῆρες οὐδὲ οὐσία τις καὶ σύστασις, οὕτω τὰ ἑξῆς κατε‐ σκεύασεν, λέγω δὴ ὅτι ἄτομα ἐστὶ καὶ τὸ κενόν. εἰ γάρ ἐστι πολλὰ τὰ
20ὄντα καὶ διῃρημένα, διαίρεσιν δὲ ἄνευ κενοῦ γενέσθαι ἀδύνατον, ἔστιν ἄρα κενόν. οὕτω μὲν οὖν τὸ εἶναι κενὸν κατεσκεύασεν, τὸ δὲ ἄτομα εἶναι πάλιν οὕτως· ἔστιν ἕκαστον τῶν ὄντων κυρίως ὄν, ἐν δὲ τῷ ὄντι οὐδέν ἐστιν οὐκ ὄν, οὐδὲν ἄρα ἐν τοῖς οὖσι κενόν (τὸ γὰρ κενὸν οὐκ ὄν)· εἰ δὲ οὐδὲν κενὸν ἐν αὐτοῖς, τὴν δὲ διαίρεσιν ἄνευ κενοῦ ἀδύνατον γενέσθαι,
25ἀδύνατον ἄρα αὐτὰ διαιρεθῆναι. p. 325a32 Ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα. Τουτέστι διὰ τοῦ κενοῦ· τούτῳ γὰρ ἅπτονται ἀλλήλων. οὐ γὰρ
κυρίως τὴν ἁφὴν ἔλεγεν ὁ Δημόκριτος, λέγων ἅπτεσθαι ἀλλήλων τὰς158
In GC
.

14,2

159

ἀτόμους, ἥτις γίνεται τῶν ἐπιφανειῶν ἐφαρμοζουσῶν ἐπ’ ἀλλήλας τῶν ἁπτομένων, ἀλλὰ 〈τὸ〉 πλησίον εἶναι ἀλλήλων τὰς ἀτόμους καὶ μὴ πολὺ διεστάναι, τοῦτο ἁφὴν ἐκάλει· κενῷ γὰρ πάντως διείργεσθαι αὐτάς. p. 325a34 Καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν.
5 Συντιθέμενα, φησίν, ἀλλήλοις τὰ ἄτομα καὶ περιπλεκόμενα τὰ πάθη γεννῶσιν, ὡς πολλάκις εἴρηται. δηλοῖ δὲ διὰ τῆς συνθέσεως αὐτῶν καὶ περιπλοκῆς τὴν θέσιν καὶ τὴν τάξιν. p. 325a34 Ἐκ δὲ τοῦ κατὰ ἀλήθειαν ἑνὸς οὐκ ἂν γενέσθαι πλῆθος. Οὔτε, φησί, τὸ κυρίως ἓν πλῆθος ἂν ποιήσοι, τοῦ μὲν πλήθους
10κατὰ διαίρεσιν γινομένου τῆς δὲ διαιρέσεως διὰ τοῦ κενοῦ (τὸ οὖν κυρίως ἓν οὐκ ἔχον ἐν ἑαυτῷ κενὸν οὐκ ἂν διαιρεθείη), οὔτε ἐκ τῶν κατ’ ἀλή‐ θειαν πολλῶν ἓν οὐκ ἂν γένοιτο· οὐδὲ γὰρ δύνανται συγκριθῆναι αἱ ἄτομοι κενῷ διειργόμεναι καὶ ἐνωθῆναι μὴ δυνάμεναι. p. 325b5 Σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν, ὥσπερ
15καὶ Λεύκιππός φησιν. Περιάγεται, φησίν, ἡ Ἐμπεδοκλέους δόξα εἰς τὴν Δημοκρίτειον, ὅσον ἐξ ὧν ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀνάγκη αὐτὸν ἄτομα εἰσάγειν σώματα. εἰ γὰρ διὰ πόρων ὑποτίθεται τὸ ποιεῖν καὶ πάσχειν, ἀνάγκη πᾶσα εἰσιόντος εἰς τοὺς πόρους τοῦ ποιοῦντος τὰ περιέχοντα τοὺς πόρους σώματα ἀπαθῆ
20εἶναι καὶ ἀδιαίρετα. εἰ γὰρ πάσχοιεν, ἐπειδὴ τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐκ ἄλλως ἢ διὰ πόρων φησὶ γίνεσθαι, ἀνάγκη κἀκεῖνα πόρους ἔχειν, καὶ πάλιν τὰ σώματα τὰ περιέχοντα τοὺς πόρους ἐκείνους. ὥστε ἢ τὸ ὅλον πόρος ἔσται, ἢ εἰ τοῦτο ἀδύνατον, ἀνάγκη εἶναί τινα ἔσχατα ἀπαθῆ καὶ ἀδιαίρετα σώματα. καὶ τοῦτο δὲ καὶ ὁ Δημόκριτος ἔλεγεν. ὥστε τὰ
25αὐτὰ ὁ Ἐμπεδοκλῆς Δημοκρίτῳ καὶ Λευκίππῳ ὅσον ἐκ τῶν ἰδίων ὑπο‐
θέσεων λέγειν ἀναγκασθήσεται.159
In GC
.

14,2

160

p. 325b6 Εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσι. τοῦτο δὲ ἀδύνατον. Ἀναγκαῖον, φησί, τῷ Ἐμπεδοκλεῖ λέγειν εἶναί τινα στερεὰ καὶ ἀδιαί‐ ρετα, διὰ τὸ μὴ εἶναι πάντῃ τοῦ σώματος πόρους συνεχεῖς. τοῦτο γὰρ
5ἀδύνατον· πόρος γὰρ ἂν εἴη τὸ πᾶν σῶμα καὶ κενόν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀνάγκη τὰ μὲν ἁπτόμενα μόρια τοῦ σώματος στερεὰ εἶναι ἀδιαί‐ ρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς Ἐμπεδοκλῆς πόρους ἐκάλεσεν. τὰ αὐτὰ δὲ καὶ οἱ περὶ Λεύκιππον ὑπετίθεντο, τὰ μὲν ἄτομα ἅπτεσθαι ἀλλή‐ λων, διαλαμβάνεσθαι δὲ τῷ κενῷ, δι’ οὗ τὸ ποιεῖν καὶ πάσχειν γίνεται,
10πλὴν ὅτι τὴν ἁφὴν οἱ περὶ Λεύκιππον οὐ κυρίως ἔλεγον, ὡς εἴρηται ἀνωτέρω. p. 325b12 Οἱ μὲν οὖν τρόποι καθ’ οὓς τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει, σχεδὸν οὗτοι λέγονται. Ἐκθέμενος τοὺς τρόπους, καθ’ οὓς ὅ τε Ἐμπεδοκλῆς καὶ οἱ περὶ
15Δημόκριτον ὑπετίθεντο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐν τούτοις ἀποδέχεται μᾶλλον τοὺς περὶ Δημόκριτον, ὅπερ ἤδη ἐποίησεν, ὡς ἀρχὰς τοιαύτας ὑποθεμένους, αἵτινες αὐτοῖς ἤρκεσαν καὶ πρὸς γένεσιν καὶ φθορὰν καὶ πρὸς ἀλλοίωσιν καὶ πρὸς τὰς ἄλλας φυσικὰς μεταβολάς, Ἐμπεδοκλέους μὴ δυναμένου διὰ τῶν οἰκείων ἀρχῶν πάντων τοὺς λόγους ἀποδοῦναι. πρῶτον
20μὲν γὰρ ἀπαθῆ λέγων τὰ τέσσαρα στοιχεῖα καὶ εἰδοποιοὺς αὐτῶν εἶναι διαφορὰς τὰ πάθη, ἀλλοίωσιν σῴζειν οὐ δύναται· γένεσιν δὲ τῶν μὲν συνθέτων τῇ συγκρίσει τῶν στοιχείων εἶναι λέγει, αὐτῶν δὲ τῶν στοιχείων γένεσιν οὐκέτι λέγειν δύναται, μὴ ὑποτιθέμενος καὶ αὐτῶν τούτων ἁπλού‐ στερα στοιχεῖα· ὁρῶνται δὲ τὰ στοιχεῖα φθειρόμενα καὶ γινόμενα. οἱ
25μέντοι περὶ Δημόκριτον καὶ αὐτοὶ λέγοντες τὰ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων ἔχειν τὴν γένεσιν, καὶ αὐτῶν τῶν στοιχείων τὸν λόγον τῆς γενέσεως ἐκ τῶν οἰκείων ἀποδιδόασι· γίνεσθαι γὰρ αὐτὰ καὶ φθεί‐ ρεσθαι τῇ τῶν ἀτόμων συγκρίσει καὶ διακρίσει. καὶ τὴν ἀλλοίωσιν δὲ ἔσῳζον τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων· μὴ γὰρ ἀποτιθέ‐
30μενοι τὰ πάθη ἐν ταῖς ἀτόμοις, ἀλλ’ ἀπαθεῖς αὐτὰς εἶναι λέγοντες, τῇ
θέσει αὐτῶν καὶ τῇ τάξει τὰ πάθη γίνεσθαι δοκεῖν ἔλεγον. ὁ μέντοι160
In GC
.

14,2

161

Ἐμπεδοκλῆς ἐν τοῖς στοιχείοις ἐναποτιθέμενος τὰ πάθη καὶ ἀμετάβλητα αὐτὰ εἶναι λέγων, ἀλλοίωσιν σῴζειν οὐ δύναται. Σχεδὸν οὗτοι λέγονται. παρὰ τῶν ἀρχαιοτέρων δηλονότι. εἰσὶ δὲ τρόποι δύο, ὅ τε διὰ τῶν πόρων καὶ ὁ διὰ τοῦ κενοῦ.
5p. 325b13 Καὶ περὶ μὲν τούτων. Τῶν περὶ Λεύκιππον καὶ Δημόκριτον. δῆλον δὲ ἐκ τῶν ἐφεξῆς. p. 325b14 Καὶ πρὸς τὰς αὐτῶν θέσεις αἷς χρῶνται σχεδὸν ὁμο‐ λογουμένως φαίνεται συμβαῖνον. Ἀκόλουθα, φησί, καὶ συμβαίνοντα ταῖς ἀρχαῖς αὑτῶν τὰ ἐφεξῆς εἰρή‐
10κασιν, ἐν οἷς καὶ τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον. p. 325b15 Τοῖς δὲ ἄλλοις ἧττον. Τοῖς περὶ Ἐμπεδοκλέα, φησίν, ἧττον ἀκόλουθα καὶ συμβαίνοντα ταῖς ἀρχαῖς τὰ ἐφεξῆς, λέγω δὲ τὰ περὶ γενέσεως καὶ φθορᾶς καὶ ἀλλοιώσεως καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν.
15p. 325b17 Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων. Τοῖς περὶ Δημόκριτον, φησί, τὰ πρῶτα σώματα, ἐξ ὧν γίνεται πάντα πρώτων καὶ εἰς 〈ἃ〉 ἔσχατα διαλύονται, τὰ ἀδιαίρετά ἐστι· εἰς ταῦτα γὰρ καὶ ἡ τῶν τεσσάρων στοιχείων ἀνάλυσις. τῷ δὲ Ἐμπεδοκλεῖ τὰ μὲν ἄλλα, τουτέστι τὰ σύνθετα, μέχρι τῶν τεσσάρων στοιχείων ἔχει τὴν ἀνά‐
20λυσιν· πρῶτα γὰρ στοιχεῖά εἰσιν αὐτῷ τὰ τέσσαρα. καὶ διὰ τοῦτο τῶν συνθέτων τῆς γενέσεως ἔχοι ἂν λόγον τὴν τῶν στοιχείων σύγκρισιν, τίνα δὲ τρόπον καὶ αὐτὰ τὰ στοιχεῖα γίνεται καὶ φθείρεται οὐκ ἔχει λέγειν, μὴ λέγων καὶ αὐτῶν τῶν τεσσάρων στοιχείων ἁπλούστερά τινα στοιχεῖα. τὸ δὲ σωρευόμενον μέγεθος τοῦτό ἐστι, τὸ ἐκ τῆς γενέσεως αὐτῶν σω‐
25ρευόμενον, οἷον ὕδωρ ἢ ἀὴρ ἢ πῦρ, ἅπερ ἐν τῇ γενέσει αὐτῶν κατὰ161
In GC
.

14,2

162

μικρὸν σωρεύεται καὶ αὔξεται, ὡς τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ, ἢ ὁ ἐκ τοῦ ἐξατμιζομένου ὕδατος ἀήρ, ἢ τὸ ἐκ τῆς φλογουμένης ὕλης πῦρ. p. 325b24 Ὁμοίως καὶ τῶν ἄλλων ἁπάντων. Ὕδατος δηλονότι καὶ ἀέρος καὶ γῆς.
5p. 325b24 Ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν ὁ Πλάτων. Καὶ γὰρ τῶν τεσσάρων στοιχείων ὁ Πλάτων στοιχεῖα εἶναί φησι τὰ ἐπίπεδα, ταῦτα δέ ἐστι τρίγωνα ἰσόπλευρα καὶ ὀρθογώνια. τὴν δὲ πυρα‐ μίδα οὐ στοιχεῖον πυρὸς ἔλεγεν ἀλλὰ σπέρμα, ὁμοίως καὶ τῆς γῆς τὸν κύβον καὶ τῶν ἄλλων ὁμοίως, ὕδατος μὲν τὸ ὀκτάεδρον, ἀέρος δὲ τὸ εἰκο‐
10σάεδρον· τὸ γὰρ δωδεκάεδρον τῷ παντὶ κόσμῳ ἀφώρισεν. τὰ δὲ τρίγωνα, τουτέστι τὰ πρῶτα στοιχεῖα, ἀδιαίρετα ἔλεγεν· οὐκέτι γὰρ διαιρεῖσθαι ταῦτα εἰς ἕτερα ἀρχοειδέστερα. ἡ οὖν Πλάτωνος, φησί, δόξα τῆς Λευ‐ κίππου καὶ Δημοκρίτου ταύτῃ διαφέρει, ὅτι οἱ μὲν περὶ Λεύκιππον τὰ ἀδιαίρετα, ἃ καὶ πρῶτα στοιχεῖα ἐποίουν, στερεὰ εἶναι ἔλεγον, Πλάτων δὲ
15τὰ ἀδιαίρετα, ἐπίπεδα· καὶ ὁ μὲν Δημόκριτος ἀπείροις σχήμασιν ἐσχημα‐ τίσθαι ἔλεγε τὰς ἀτόμους, ὁ δὲ Πλάτων ὡρισμένοις, μᾶλλον δὲ ἑνί. τρί‐ γωνα γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα, τὰ δὲ πρώτως ἐκ τῶν στοιχείων ὡρισμένοις ὡρίσθαι σχήμασι (πέντε γάρ), πυραμίδι κύβῳ ὀκταέδρῳ δωδε‐ καέδρῳ εἰκοσαέδρῳ.
20p. 325b27 Καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον. Οὐ τοῦτο λέγει, ὅτι ἑκάστη ἄτομος ἄπειρα σχήματα ἔχει (ἓν γὰρ ἑκάστη εἶχεν), ἀλλ’ ὅτι αἱ ἄτομοι ἄπειρα σχήματα εἶχον μεριζόμενα καθ’ ἑκάστην. ἢ ἀντιστρόφως νοητέον· καὶ ὁ μὲν τῶν σχημάτων ἕκαστον
25ἀπείροις ἀδιαιρέτοις ὡρίσθαι, τουτέστιν ἕκαστον σχῆμα ἐν ἀπείροις ἐστὶν ἀτόμοις, οἷον τὸ σφαιρικὸν τὸ κυβικὸν καὶ τῶν ἄλλων ἕκαστον, ὥστε καὶ
τὰ σχήματα ἄπειρα εἶναι καὶ τὰ ὑφ’ ἕκαστον σχῆμα ἄτομα.162
In GC
.

14,2

163

p. 325b28 Ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν. Τὸ ὡρισμένα ἐνταῦθα ἀντὶ τοῦ περιγεγραμμένα ἕκαστον τῶν στερεῶν ὑπό τινος σχήματος.
5p. 325b30 Λευκίππῳ μὲν δύο τρόποι ἂν εἶεν, διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς· ταύτῃ γὰρ ἀδιαίρετον ἕκαστον. Δοκεῖ διὰ τούτων ἐναντιοῦσθαι τοῖς ἀνωτέρω εἰρημένοις αὐτῷ. φησὶ γὰρ ἐν ἐκείνοις τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως καὶ γενέσεως καὶ
10φθορᾶς καὶ τῶν ἄλλων μεταβολῶν· νῦν δέ φησι δύο τρόπους εἶναι γενέ‐ σεως, τὸν διὰ τοῦ κενοῦ καὶ τὸν διὰ τῆς ἁφῆς. ἔοικεν οὖν ἐνταῦθα κοινότερον τὴν γένεσιν εἰρηκέναι, ἐπί τε τῆς ὄντως γενέσεως, λέγω δὲ τῆς τῶν οὐσιῶν, καὶ ἐπὶ τῆς τῶν συμβεβηκότων, καὶ τὸν μὲν ἕτερον τρόπον, τὸν διὰ τοῦ κενοῦ, τῆς γενέσεως εἶναι, τὸν δὲ διὰ τῆς ἁφῆς τῆς ἀλλοιώ‐
15σεως· ἁπτόμεναι γὰρ ἀλλήλων αἱ ἄτομοι καὶ προσκρούουσαι ἀλλήλαις μετατίθενται καὶ μετατάττονται, καὶ οὕτω τὴν ἀλλοίωσιν ποιοῦσιν, ἅπτονται δὲ δηλονότι διὰ τοῦ κενοῦ. ὥστε οὐκ ἐναντία ταῦτα ἐκείνοις. δύναται δὲ τὸ δύο τρόποι μὴ κατ’ ἄλλον καὶ ἄλλον τρόπον λέγειν γίνεσθαι τὴν γένεσιν, ποτὲ μὲν τούτῳ ποτὲ δὲ τούτῳ, ἀλλ’ ἑκάστην γένεσιν διὰ τῶν
20δύο τρόπων, καὶ δεῖσθαι ἕκαστον τῶν γινομένων τῶν δύο τρόπων ἵνα γένηται, τοῦ τε κενοῦ φημι καὶ τῆς ἁφῆς· διὰ γὰρ τοῦ κενοῦ καὶ ἡ ἁφὴ γίνεται, κἂν τὴν κυρίως εἴπῃς ἁφήν, κἂν τὴν οἷον πλησίασιν. ἀμέλει καὶ ἀνω‐ τέρω κοινῶς τὸ ποιεῖν καὶ πάσχειν διὰ τῆς ἁφῆς εἶπε γίνεσθαι, φησὶ δὲ οὕτως· “καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν·
25ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα.” ποιεῖ δὲ καὶ πάσχει δηλονότι οὐ μόνον τὰ ἀλλοιούμενα, ἀλλὰ καὶ τὰ γινόμενα. οὕτως οὖν τῷ μὲν Δημοκρίτῳ, φησί, δύο τρόποι γενέσεώς εἰσι, Πλάτωνι δὲ εἷς, ὁ διὰ τῆς ἁφῆς. οὔ φησι γὰρ εἶναι κενὸν ὁ Πλάτων, ἀλλὰ τὰ μὲν ἐπίπεδα,
ἁπτόμενα ἀλλήλων κατὰ τὸ κυρίως τῆς ἁφῆς σημαινόμενον, ποιεῖν τὰς163
In GC
.

14,2

164

πυραμίδας ἢ τοὺς κύβους καὶ τὰ λοιπὰ στερεὰ τῶν σχημάτων, ταῦτα δὲ πάλιν ἁπτόμενα ἀλλήλων ποιεῖν τὰ στοιχεῖα. p. 325b33 Περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις.
5 Ἀνεῖλε γὰρ αὐτὰ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τούτῳ μέντοι τῷ λόγῳ, ὅτι ἄλογόν τε μέχρις ἐπιπέδων ἀναλύειν (τῷ γὰρ αὐτῷ λόγῳ καὶ μέχρι σημείων ἔσται ἡ ἀνάλυσις) καὶ ὅσα ἄλλα εἴρηται. p. 325b34 Περὶ δὲ τῶν ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν.
10 Ἡ τῶν ἀτόμων σωμάτων ἀνασκευὴ εἴρηται μὲν αὐτῷ καὶ ἰδίᾳ ἐν τῷ Περὶ ἀδιαιρέτων μεγεθῶν βιβλίῳ, εἴρηται δὲ αὐτῷ καὶ ἐν τῇ Περὶ οὐρανοῦ. δεῖ δὲ ἡμᾶς εἰπεῖν διὰ πόσων καὶ ποίων ἐπιχειρημάτων ἐν τῇ Περὶ οὐρανοῦ τὴν ἀνασκευὴν ἐποιήσατο αὐτῶν. ἐν μὲν οὖν τῷ τρίτῳ λόγῳ ἕξ τινα τίθησιν ἐπιχειρήματα, ἐν δὲ τῷ τετάρτῳ ἓν ἁρμόζον τῇ περὶ τοῦ βαρέος
15καὶ κούφου θεωρίᾳ. ἔστιν οὖν τὸ μὲν πρῶτον τῶν ἐπιχειρημάτων, ὅτι οὐ πρεπούσας ἐπιστήμονι ἀρχὰς ὑποτίθενται οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, ἀπείρους αὐτὰς εἶναι λέγοντες· τὸ γὰρ ἄπειρον τῇ ἑαυτοῦ φύσει ἄγνωστον, ἡ δὲ ἐπιστήμη ὡρισμένων ἐστὶ καὶ ὡρισμένη γνῶσις. τοῦτο δὲ τὸ ἐπι‐ χείρημα οὐ πρὸς τὸ ἀδιαίρετον τῶν ἀτόμων, ἀλλὰ πρὸς τὸ ἄπειρον εἴρηται.
20δεύτερον ὅτι ἀναιροῦσιν οἱ ταῦτα λέγοντες τὰς ἀκριβεστάτας τῶν ἐπιστημῶν, τὰς μαθηματικὰς λέγω. ἐκεῖνοι γὰρ πᾶν μέγεθος καὶ τὸ κατ’ ἐπίνοιαν λαμβανόμενον διαιροῦσι δίχα, οὗτοι δὲ οὐδὲ τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν ἀτόμων συγκείμενον δίχα διαιρεθῆναι οὐ δύναται. ὥστε μάχονται ταῖς ἀκριβεστάταις τῶν ἐπιστημῶν. τρίτον ὅτι ἀναιροῦσι τὴν συναίσθησιν καὶ
25τὰ πάθη. ὡς γὰρ εἴρηται πολλάκις, ὅταν κεντήσῃ τὸ σῶμα βελόνη τις,
ἀνάγκη πᾶσα ἢ ἐν τῷ κενῷ χωρῆσαι αὐτὴν ἢ τῆς ἀτόμου *** ἅψεται,164
In GC
.

14,2

165

διὰ τὸ ἀπαθῆ εἶναι πάλιν οὐκ αἰσθήσεται. ὥστε ἀνῄρηται ἡ αἴσθησις καὶ οὐδὲν ἔσται αἰσθητόν. εἰ γὰρ τὸ αἰσθάνεσθαι τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν λέγεται, οὐκ ἔστι δὲ συναίσθησις οὐδὲ πάθος, οὐδ’ ἄρα αἰσθητόν τι ἂν εἴη κυρίως. εἰ δέ τις εἴποι ὅτι φύσει οὐδέν
5ἐστιν αἰσθητόν, θέσει δὲ καὶ τῇ πρὸς τὰς αἰσθήσεις ποιᾷ σχέσει (τῷ γὰρ τοίως ἢ τοίως προσβάλλειν τὰς ἀτόμους, ταύτῃ εἶναι δοκεῖν τὰ αἰσθητά), ἴστω ἐληλεγμένον τὸν λόγον τοῦτον ἱκανῶς ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. τέταρτον ὅτι ἀναιροῦσι συνέχειαν καὶ διαίρεσιν· οὐδὲν γὰρ ἔσται συνεχὲς καὶ διὰ τοῦτο οὐδὲ διαιρετόν. καίτοι ὅτι ἐστὶ συνεχῆ
10τὰ σώματα, δῆλον ἐξ ὧν ἑνὸς μορίου πάσχοντος ἀχρόνως σχεδὸν τὸ ὅλον συναισθάνεται σῶμα τοῦ πάθους κατὰ συνέχειαν διαβαίνοντος. εἰ δὲ μὴ ἦν τὸ σῶμα συνεχές, πῶς ἂν ἔμελλεν ἑνὸς μορίου πάσχοντος, οἷον ποδὸς προσπταίσαντος, ἡ συναίσθησις κατὰ τὸ συνεχὲς διήκειν εἰς τὸ ὅλον; οὐδὲ γὰρ εἰ ἱστάμεθα δέκα ἐφεξῆς, εἶτα πληγῇ εἷς, γίνεται εἰς τοὺς λοιποὺς
15συναίσθησις, διὰ τὸ μὴ εἶναι αὐτοὺς συνεχεῖς ἀλλὰ διῃρημένους. πέμπτον ὅτι ἀναιροῦσι γένεσιν καὶ φθοράν. πῶς γὰρ ἂν γίνοιτο ἐξ ὕδατος ὁ ἀὴρ ἐξατμιζομένου; δῆλον ὅτι ἐροῦσιν ἐκκρινομένων τῶν ἀτόμων ἐξ ὧν ὁ ἀὴρ καὶ συγκρινομένων συνίσταται. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἔδει οὐδέποτε ἅπαν τὸ ὕδωρ ἐξατμίζεσθαι, ἀλλ’ ἀεὶ ἀπολιμπάνεσθαι ἐξατμιζομένου. οὐ γὰρ
20αἱ αὐταὶ ἄτομοι πάντων εἰσὶ τῶν στοιχείων ποιητικαί, ἀλλ’ ἄλλαι ἄλλων. ὥστε εἰ μὴ τῆς οὐσίας τοῦ ὕδατος τρεπομένης οὕτως ἀὴρ γίνεται, ἀλλ’ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν τοῦ ἀέρος ἀτόμων, ἔδει μηδέποτε ὅλον τὸ ὕδωρ ἐξατμίζεσθαι. ὥστε ἢ οὐδ’ ὅλως ἐστὶ γένεσις, ἢ ψευδὴς ἡ τῶν ἀτόμων ὑπόθεσις· ἀδύνατον γὰρ σωθῆναι ἐπὶ τῇ ὑποθέσει ταύτῃ τὴν ἐξ
25ἀλλήλων γένεσιν τῶν στοιχείων. καίτοι καὶ αὐτοὶ λέγουσι, φησίν, ἐξ ἀλλή‐ λων γίνεσθαι τὰ στοιχεῖα. ὥστε αὐτοὶ ἑαυτοῖς ἐναντιωθήσονται, λέγοντες μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ὅσον δὲ πάλιν ἐπὶ ταῖς οἰκείαις ὑποθέσεσιν ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν. ἕκτον ἐπὶ τούτοις, ὅτι εἰ διαφέρουσι τοῖς σχήμασιν αἱ ἄτομοι, ἄπειρα δὲ τὰ σχήματα, ἄπειροι
30ἄρα αἱ τῶν ἀτόμων φύσεις. εἰ δὲ ἄπειροι αἱ φύσεις, ἄπειροι καὶ αἱ κινή‐ σεις, ἄπειροι καὶ οἱ τόποι· νῦν δὲ οὔτε αἱ κινήσεις οὔτε οἱ τόποι ἄπειροι. εἰ δέ τις εἴποι ‘ἀλλὰ πάσας βαρείας εἶναι ἔλεγεν, ὥσπερ καὶ ἔλεγε, καὶ ἐπὶ τὸ κάτω κινεῖσθαι, τὴν δ’ ἐπὶ τὸ ἄνω κίνησιν ἐκθλιβομένων τινῶν
ἀτόμων, οἷον τῶν σφαιρικῶν, γίνεσθαι‘, ἐροῦμεν ὅτι τὰ παρὰ φύσιν βίᾳ165
In GC
.

14,2

166

τινί ἐστιν εἰς τὸν παρὰ φύσιν τόπον κινούμενα, καὶ ὅσῳ μείζονά ἐστι, τοσούτῳ βραδύτερον τὴν παρὰ φύσιν κινεῖται κίνησιν· τὴν γὰρ μεγάλην γῆν βραδύτερόν τις ῥίψας ἐπὶ τὸ ἄνω κινήσει ἢ τὴν μικρὰν βῶλον. ἔδει οὖν καὶ τὸ πῦρ τὸ μὲν μέγα βραδύτερον ἐπὶ τὸ ἄνω κινεῖσθαι, τὸ δὲ μικρότερον
5θᾶττον, νῦν δ’ ἔμπαλιν ὁρῶμεν· ὅσῳ γὰρ μεῖζόν ἐστι τὸ πῦρ, τοσούτῳ ταχύτερον τὴν ἐπὶ τὸ ἄνω κινεῖται. Ταῦτα μὲν οὖν ἐν τῷ τρίτῳ τίθησι τὰ ἐπιχειρήματα. ἐν δὲ τῷ τετάρτῳ φησὶν ὅτι οὐχ ἕξουσι τὴν αἰτίαν ἀποδοῦναι τοῦ βαρύτερα εἶναι ἄλλα ἄλλων ἢ κουφότερα οἱ τὰ ἄτομα ὑποτιθέμενοι καὶ τὸ κενόν. διὰ τί
10γὰρ τῶν σωμάτων τὰ μὲν βαρύτερά ἐστι τὰ δὲ κουφότερα; ἀνάγκη γὰρ πᾶσα ἢ διὰ τὸ πλῆρες μόνον ἢ διὰ τὸ κενὸν μόνον ἢ δι’ ἀμφότερα. οἷον διὰ τὸ πλῆρες μόνον, ἵνα λέγωσιν ὅτι τὰ μὲν πλεῖον ἔχοντα πλῆρες βαρύ‐ τερα τὰ δὲ ἔλαττον πλῆρες ἔχοντα κουφότερα, τοῦ κενοῦ μηδὲν συντελοῦντος· εἰ δὲ διὰ τὸ κενόν, ἵνα τὰ πλείονος κενοῦ μετέχοντα κουφότερα ᾖ, τὰ δὲ
15ἐλάττονος βαρύτερα· εἰ δὲ διὰ τὴν ἀναλογίαν τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ἵνα λέγωμεν ὅτι ἐν οἷς μείζονα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ κενὸν ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες, ταῦτα κουφότερά ἐστι, τὰ δὲ ἕτερα βαρύτερα, ἵνα φέρε εἰπεῖν δύο ὄντων σωμάτων μείζονα λόγον ἔχῃ τὸ ἐν τῷ ἑτέρῳ κενὸν 〈πρὸς τὸ τοῦ ἑτέρου κενὸν〉 ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες τὸ τοῦ ἑτέρου,
20ἵνα τὸ μὲν κενὸν ᾖ διπλάσιον φέρε εἰπεῖν τοῦ ἐν τῷ ἑτέρῳ κενοῦ, τὸ δὲ πλῆρες ἡμιόλιον ἢ ἴσον. εἰ μὲν οὖν διὰ τὸ πλῆρες μόνον τὰ μὲν ἦν βαρύτερα τὰ δὲ κουφότερα, ἔδει τὴν ὀλίγην γῆν κουφοτέραν εἶναι τοῦ πολλοῦ πυρός· πλεῖον γὰρ πλῆρές ἐστιν ἐν τῷ πολλῷ πυρὶ ἤπερ ἐν τῇ ὀλίγῃ γῇ. εἰ δὲ διὰ τὸ κενὸν μόνον, ἔδει τὴν πολλὴν γῆν κουφοτέραν
25εἶναι τοῦ ὀλίγου πυρός· πλεῖον γὰρ κενόν ἐστιν ἐν τῇ πολλῇ γῇ ἢ ἐν τῷ ὀλίγῳ πυρί. εἰ δὲ διὰ τὴν ἀναλογίαν ἀμφοτέρων, καὶ κουφότερα ταῦτα ἦν ἐν οἷς μείζων ἐστὶν ὁ λόγος τοῦ κενοῦ πρὸς τὸ κενὸν ἢ τοῦ πλήρους πρὸς τὸ πλῆρες, δῆλον ὅτι ἐν οἷς ἴσοι εἰσὶν οἱ λόγοι τοῦ κενοῦ καὶ τοῦ πλήρους, ταῦτα ὁμοίως ἔσονται κοῦφα ἢ βαρέα. ἔδει οὖν τὴν μεγάλην
30γῆν ὁμοίως εἶναι κούφην ἢ βαρεῖαν τῷ μορίῳ ἑαυτῆς· ὁ αὐτὸς γάρ ἐστιν ἐν τῷ ὅλῳ καὶ ἐν τῷ μορίῳ τοῦ κενοῦ καὶ τοῦ πλήρους λόγος. ἔδει οὖν τὸν ταλαντιαῖον λίθον καὶ τὴν ὀλίγην γῆν τοῖς βραχυτάτοις ἑαυτῶν μορίοις ἰσόρροπα εἶναι, ὅπερ ἀδύνατον. Τὰ μὲν οὖν ἐπιχειρήματα τὰ ἐν τῇ Περὶ οὐρανοῦ ταῦτά ἐστι. τίθησι
35δὲ καὶ ἐνταῦθα ἕτερά τινα.166
In GC
.

14,2

167

p. 325b36 Ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ’ ἢ διὰ τοῦ κενοῦ) καὶ μηδενὸς ποιητικὸν πάθους. Ἀνάγκη, φησί, τοὺς ὑποθεμένους τὰς ἀτόμους ἀπαθεῖς αὐτὰς ὑπο‐
5τίθεσθαι. ἐπειδὴ γὰρ τὸ πάσχειν οὐκ ἄλλως γίνεσθαι λέγουσιν εἰ μὴ διὰ τοῦ κενοῦ, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, οὐδ’ ἄρα πάθος τι. ἀλλ’ εἰ ἀπαθεῖς αἱ ἄτομοι, οὐδ’ ἂν δράσωσιν εἰς αὑτάς· ὃ γὰρ μὴ ἔχουσι πάθος, οὐκ ἄν ποτε οὔτε ἄλλῳ οὔτε αὑταῖς μεταδοῖεν. εἰ δὲ μὴ δράσουσιν εἴς τι, οὐδὲν ἔσται ποιοῦν οὐδὲ πάσχον, ὅπερ ἄτοπον καὶ τῇ ἐναργείᾳ
10αὐτῇ μαχόμενον. ὥστε οὐδὲν ἔσται οὔτε σκληρὸν ἐκ μαλακοῦ οὔτε ψυχρὸν ἐκ θερμοῦ οὔτε τῶν τοιούτων οὐδέν. καίτοι, φησίν, αὐτοὶ τοῖς ἑαυτῶν μάχονται λόγοις. φασὶ γὰρ τὰς σφαιρικὰς τῶν ἀτόμων θερμὰς εἶναι, καὶ προσέτι τὰ ὑπερέχοντα τῶν ἀτόμων βαρύτερα εἶναι. ὥστε, φησίν, εἰ τὰ μείζω ἄτομα βαρύτερα, δῆλον ὅτι καὶ τὰ μείζω σφαιρικὰ θερμότερα.
15θερμότεραι δὲ οὖσαι καὶ βαρύτεραι πῶς οἷαί τε μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας; τὸ γὰρ ἠρέμα θερμὸν πάσχει ὑπὸ τοῦ σφόδρα θερμοῦ. ὥστε πάλιν ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. ἄτοπον δὲ καὶ τὸ τὰ σφαιρικὰ θερμὰ μὲν λέγειν, μὴ ἀποδιδόναι δὲ καὶ τὸ ἐναντίον τῷ θερμῷ τὸ ψυχρὸν ἑτέρῳ τινὶ σχήματι. ἄτοπον δὲ καὶ τὸ λέγειν θερμότητα μὲν καὶ βαρύ‐
20τητα ὑπάρχειν ταῖς ἀτόμοις, τὰ δ’ ἐναντία τούτοις καὶ ἁπλῶς τὰ ἄλλα πάθη μὴ λέγειν ὑπάρχειν· εἰ γὰρ ὑπάρχει τὸ σκληρὸν ταῖς ἀτόμοις, φησί, διὰ τί μὴ καὶ τὸ μαλακὸν ὑπάρξει; εἰ δὲ ὑπάρξει τὸ μαλακόν, τὸ δὲ μαλακὸν ὑπεικτικόν, ὑπείκει δὲ τῷ πάσχειν τι, οὐκ ἀπαθεῖς ἄρα καὶ κατὰ τοῦτο.
25p. 326a14 Ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα. Δεῖ ἡμᾶς ἐκθέσθαι ἐκ διαιρέσεως ὅσα δυνατὸν ἂν ἦν ὑπάρξαι ταῖς ἀτόμοις, ἵνα ταῦτα διελέγξαντες δείξωμεν οὐδαμῇ οὐδαμῶς δυναμένην συστῆναι τὴν τῶν ἀτόμων ὑπόθεσιν. αὐτὸς μὲν οὖν ὁ φιλόσοφος οὐ
30τελείως ἅπασιν ἐπεξέρχεται τοῖς τμήμασι τῆς διαιρέσεως, ἡμεῖς δὲ τελείως167
In GC
.

14,2

168

αὐτὴν ἐκθώμεθα. ἀνάγκη οὖν τὰς ἀτόμους ἢ μηδὲν ἔχειν πάθος ἢ ἔχειν· καὶ εἰ ἔχοιεν πάθος, ἢ ἓν ἑκάστην ἔχειν ἢ ἑκάστην πλείονα ἢ πλείους ἓν ἢ πλείους πλείονα· τῷ δὲ τμήματι τῷ ὑποτιθεμένῳ πλείους συμπεριειλήφθω καὶ πάσας. εἰ μὲν οὖν μηδὲν ἔχοιεν πάθος, οὐδ’ ἂν τὰ ἐξ αὐτῶν συγκεί‐
5μενα σχοίη ἄν τι πάθος. πῶς γὰρ ὃ μὴ ἔχουσι τοῖς ἐξ αὐτῶν συγκει‐ μένοις δοῖεν ἄν; ἀλλ’ εἰ μηδὲν ἕξουσι τὰ ἐξ αὐτῶν πάθος, ἀναιρεθήσεται ἡ αἴσθησις καὶ τὰ αἰσθητά. ἡ γὰρ αἴσθησις τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν λέγεται, ταῦτα δέ ἐστι τὰ πάθη. ὥστε οὐδὲν ἔσται φύσει αἰσθητόν. αἰσθητοῦ δὲ μὴ ὄντος οὐδὲ αἴσθησις ἔσται· ταῦτα γὰρ τῶν πρός
10τί ἐστιν. ὅτι δὲ οὐδὲ ἐν τῇ σχέσει τῇ πρὸς τὰς αἰσθήσεις τὰ αἰσθητὰ τὸ εἶναι ἔχουσι, καὶ Πλάτων ἐν τῷ Θεαιτήτῳ ἔδειξε καὶ αὐτὸς πολλαχοῦ ὁ Ἀριστοτέλης. ὥστε συμβήσεται παντελῶς ἀναιρεῖσθαι καὶ τὸ αἰσθητὸν καὶ τὴν αἴσθησιν. ἀδύνατον ἄρα μηδὲν αὐτὰς ἔχειν πάθος. εἰ δὲ ἔχοιεν, ἓν δὲ ἔχοι ἑκάστη, λέγω δὲ ἓν ἑκάστην ἔχειν, ἵνα μηδεμία τὸ αὐτὸ τῇ ἑτέρᾳ
15ἔχῃ ἀλλ’ ἑκάστη ἰδιάζον παρὰ τὰς λοιπάς, εἰ τοίνυν ἓν ἑκάστη ἔχοι πάθος, οὐκ ἔσονται τῆς αὐτῆς φύσεως. εἰ γὰρ μὴ πέφυκεν ἡ ἑτέρα τὸ τῆς ἑτέρας δέχεσθαι πάθος, οὐκ ἄρα μιᾶς εἰσι φύσεως. καίτοι γε καὶ τοῦτο λέγουσιν. εἰ δὲ μὴ τῆς αὐτῆς εἶεν φύσεως, οὔτε ποιοῦσιν εἰς ἀλλήλας οὔτε πείσονται. ὥστε ἀναιρεθήσεται τούτῳ τὸ ποιεῖν καὶ τὸ
20πάσχειν, καὶ μάτην ἔσονται ἐν αὐταῖς τὰ πάθη μὴ δρῶντα μηδὲ πάσχοντα μηδὲν ὑπ’ ἀλλήλων· οὐδὲν δὲ μάτην ὑπὸ τῆς φύσεως γίνεται· οὐκ ἄρα δυνατὸν μίαν ἑκάστην ἓν ἔχειν πάθος. εἰ δὲ ἑκάστη πλείονα ἔχοι, ἑκάστην δὲ λέγω πλείονα ἔχειν οἷον εἰ χίλιαι εἶεν ἄτομοι, ἵνα ἑκάστη αὐτῶν ἔχοι φέρε εἰπεῖν πέντε τινὰ πάθη, μὴ ταὐτὰ μέντοι τῶν λοιπῶν μηδεμιᾷ, ἀλλ’
25ἑκάστην σωρείαν τινὰ ἰδιάζουσαν ἔχειν παθῶν· εἰ οὖν οὕτως ἑκάστη ἔχοι πλείονα, ἐρήσομαι ‘πῶς ἔχει ταῦτα καὶ κατὰ τίνα λόγον;‘ ἤτοι κατὰ τὴν τῶν μερῶν σύνθεσιν, ἢ ὡς εἶδος ἐν ὕλῃ· λέγω δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν οὐχὶ ὡς κατ’ ἐνέργειαν ἐκ μερῶν διῃρημένων συγκειμένης τῆς ἀτόμου, ἀλλ’ ὅτι διὰ τὴν τοιάνδε τῶν κατ’ ἐπίνοιαν λαμβανομένων
30μερῶν ἁρμονίαν τὰ πάθη ἐν ἑκάστῃ ὑπάρχει. εἰ τοίνυν διὰ τὴν τῶν μερῶν σύνθεσιν ὑπάρχει ἐν αὐταῖς τὰ πάθη, συμβήσεται τὸ αὐτὸ καθ’ ὃ δρᾷ κατὰ τοῦτο πάσχειν. οἷον εἰ ἔχοι ἡ ἄτομος καὶ θερμότητα καὶ ὑγρό‐ τητα, ἔπειτα δρᾷ μὲν κατὰ τὴν θερμότητα πάσχει δὲ κατὰ τὴν ὑγρότητα,
ἐπειδὴ καθ’ ὅ ἐστιν ὑγρὰ κατὰ τοῦτό ἐστι καὶ θερμή, πάσχουσα ἄρα168
In GC
.

14,2

169

κατὰ τὴν ὑγρότητα πάσχοι ἂν καὶ κατὰ θερμότητα. ὥστε ποιοῦσα κατὰ τὴν θερμότητα πάσχοι ἂν κατὰ θερμότητα, ὅπερ ἄλογον· θερμαίνουσα γὰρ θερμανθήσεται ἣν θερμαίνει θερμότητα. οὐκ ἄρα κατὰ τὴν τῶν μερῶν σύνθεσιν ἔχοι ἂν τὰ πάθη. τὸ αὐτὸ δ’ ἂν ἄτοπον ἀκολουθοῦν
5δόξῃ τοῖς τε τῶν κράσεων ἀποτελέσματα τὰ εἴδη λέγουσιν εἶναι, οἷοί εἰσιν οἱ ἰατροί, τοῖς τε μὴ τῶν κράσεων μὲν ἀποτελέσματα λέγουσι, τῇ μέντοι ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεσθαι τὰ εἴδη, ὡς καὶ ὁ ἀληθὴς ἔχει λόγος. εἴτε γὰρ τῶν κράσεων ἀποτελέσματα εἶεν τὰ εἴδη, ἐπειδὴ τῇ τοιᾷδε συμμετρίᾳ τῆς πρώτης κράσεως, τῶν
10ξηρῶν φημι καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν, πλείους ἕπονται ποιό‐ τητες (καὶ χρῶμα γὰρ τοιόνδε καὶ χυμὸς καὶ μαλακότης ἢ σκληρότης καὶ τὰ ὅμοια), δῆλον ἄρα ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ γλυκὺ ἔσται καὶ ἐρυθρὸν καὶ ὑγρὸν καὶ θερμὸν καὶ τὰ λοιπά· ὥστε εἰ κατὰ τὸν αὐτὸν λόγον πάντα ἐστί, πάσχον ἄρα κατὰ τὸ ἕτερον πάθοι ἂν καὶ κατὰ τὸ
15λοιπόν· ὥστε εἰ ποιεῖ μὲν κατά τι πάσχει δὲ κατ’ ἄλλο, κατὰ τὸ αὐτὸ ἄρα καθ’ ὃ ποιεῖ καὶ πείσεται· κατὰ γὰρ τὸν αὐτόν ἐστι λόγον ἀμφότερα. εἰ δὲ καὶ μὴ τῶν κράσεών εἰσιν ἀποτελέσματα τὰ εἴδη, ἕπονται μέντοι ἔξωθεν τῇ τῶν κράσεων ἐπιτηδειότητι, δῆλον ὅτι κατὰ τὴν αὐτὴν πάλιν ἐπιτηδειότητα τὰ διάφορα ἐπιγέγονε πάθη. εἰ δὲ κατὰ τὸν αὐτὸν τῆς ἐπι‐
20τηδειότητος λόγον ἐπιγεγόνασι τὰ διάφορα πάθη, τὸ αὐτὸ πάλιν ἀκολουθήσει ἄτοπον, εἰ τῷ μὲν ποιεῖ τῷ δὲ πάσχει· καθ’ ὃ γὰρ πάλιν ποιεῖ, κατὰ τοῦτο καὶ πείσεται. ὥστε τὸ αὐτὸ καὶ τῷ ἀληθεῖ λόγῳ ἠκολούθησεν ἄτοπον. Ζητήσεως οὖν ἄξιον καὶ αὐτὸ καθ’ αὑτὸ ἂν εἴη τὸ θεώρημα, πῶς
25ὑπὸ τῆς αὐτῆς κράσεως ἢ τὰ διάφορα ἀποτελεῖται εἴδη ἤγουν, ὡς ὁ ἀλη‐ θέστερος ἔχει λόγος, ἐπιγίνονται τῇ αὐτῇ ἐπιτηδειότητι διάφοροι ἰδέαι· ὅτι γὰρ οὐχ ἁπλῶς ἀποτελέσματα τῶν κράσεων τὰ εἴδη, πρόδηλον. ἔστω γὰρ τὸ θερμὸν καὶ ψυχρὸν τῆς πρώτης κράσεως ἀποτέλεσμα ἢ τὸ ξηρὸν καὶ ὑγρὸν ἢ τὸ βαρὺ καὶ κοῦφον. πόθεν δὲ τὸ εὐῶδες καὶ τὸ
30δυσῶδες καὶ τούτων αἱ ἄπειροι διαφοραί; πόθεν τῶν χυμῶν τὰ πλήθη καὶ τῶν χρωμάτων αὐτά τε τὰ οὐσιώδη εἴδη, σαρκός φημι καὶ ὀστοῦ καὶ τῶν ἀπείρων εἰδῶν; καὶ εἰ κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως τὰ διάφορα ἀποτελεῖται ἐν τοῖς ὁμοιομερέσιν εἴδη, οἷον τὸ γλυκὺ καὶ ξανθὸν
καὶ γλίσχρον ἐν τῷ μέλιτι, τί δήποτε μὴ παθόντος τοῦ ἑνὸς συμπάσχει169
In GC
.

14,2

170

καὶ τὸ ἕτερον; πάσχει μὲν γὰρ τὸ χρῶμα τὸ τοῦ μέλιτος καὶ ἐκ ξανθοῦ γίνεται λευκόν, ἡ μέντοι γλυκύτης εἰ τύχοι οὐ πέπονθεν οὐδέν. δῆλον δὲ ὅτι εἰ μὴ μετέβαλεν ἡ τοῦ μέλιτος κρᾶσις, οὐκ ἂν τὸ χρῶμα μετέβαλε. πῶς οὖν οὐ συμμετέβαλε καὶ ὁ χυμός, εἴπερ καὶ τὴν ἀρχὴν κατὰ τὸν
5λόγον τὸν αὐτὸν τῆς κράσεως ὑπέστησαν; ὁμοίως δὲ καὶ τοῦ οἴνου ὀξίσαντος ὁ μὲν χυμὸς μετέβαλε, τὸ χρῶμα δὲ οὐκέτι. καίτοι ἔδει ἄμφω συμπάσχειν τῆς κράσεως παθούσης, ἐπεὶ κατὰ τὸν αὐτὸν συνυπέστησαν τῆς κράσεως λόγον. καὶ μυρία ἐστὶ τοιαῦτα εὑρεῖν παραδείγματα. εἰ δὲ ἐπί τινων συμμεταβάλλουσιν αἱ ποιότητες, οἷον ὡς ἐπὶ τοῦ ἑψομένου οἴνου, λέγω δὴ
10τοῦ καλουμένου ἑψήματος ἢ σειραίου (τούτου γὰρ ἐν τῇ ἑψήσει μετὰ τοῦ χυμοῦ καὶ τὸ χρῶμα συμμεταβάλλει), ἀλλ’ οὖν ἐφ’ ὧν οὐ τοῦτο συμβαίνει ζητήσεως ἄξιον καὶ ἀπορίαν οὐκ εὐδιάλυτον ἔχει τὸ θεώρημα. τί οὖν πρὸς ταῦτά φαμεν; ἑκάστη ποιότης ἐν πλάτει τινὶ θεωρεῖται, καὶ οὐκ ἔστιν ἄτομος αὐτῆς ἡ οὐσία. ἥ τε γὰρ λευκότης ἐν πλάτει ἐστίν (οὐ γὰρ εὐθὺς
15τὸ τοῦ ἄκρως λευκοῦ ἐκστὰν ἤδη καὶ τοῦ λευκὸν ὅλως εἶναι ἐξέστη), ὁμοίως δὲ καὶ ἡ γλυκύτης ἐν πλάτει θεωρεῖται (πολὺ γάρ ἐστι τῶν γλυ‐ κέων τὸ πλάτος), ὁμοίως δὲ καὶ ἐπὶ πάντων ἔχει. εἰ τοίνυν πλάτος ἔχουσιν αἱ ποιότητες, δῆλον ὅτι καὶ αἱ τῶν κράσεων ἐπιτηδειότητες, αἷς ἐγγίνεσθαι πεφύκασιν, πλάτος ἂν ἔχοιεν. ἔστι μέντοι τις ἔσχατος
20κράσεως λόγος, ἐν ᾧ οὐκέτι πέφυκεν ἑκάστη ἐγγίνεσθαι, ἀλλ’ εὐθὺς κατ’ ἐκεῖνο τὸ τῆς κράσεως ἄτομον ἡ ὅλη τῆς ποιότητος φύσις ἠλλοίωται. οἷον, ἵνα ὡς ἐπὶ παραδείγματος γυμνάσω τὸν λόγον, ἔστω δέκα τυχὸν θερμοῦ μέρη ψυχροῦ δὲ τὰ ἴσα καὶ ξηροῦ καὶ ὑγροῦ, καθ’ ἃ τὸ ἄκρον τῆς γλυκύτητος ἐγγίνεσθαι πέφυκε εἶδος. ἐὰν οὖν μειωθῇ τῆς ἑτέρας
25ἀντιθέσεως ἓν μόριον, οὐχ οὕτω μὲν ἔσται γλυκύ, οὐ μέντοι οὐδαμῶς γλυκύ, ἀλλ’ ἧττον γλυκύ· ἐὰν μέντοι πέντε μοῖραι μειωθῶσιν (ἔστω γὰρ μέχρι τούτου σῴζεσθαι τὴν γλυκύτητα), δῆλον ὅτι παντελῶς τὸ εἶδος οἰχή‐ σεται. ὅταν οὖν τῇ αὐτῇ κράσει διάφοροι ἕπωνται ποιότητες, οὐ πάντως πᾶσαι κατὰ τὸν ἴσον ἀλλήλαις ἐγγίνονται λόγον, ἀλλ’ ἡ μὲν φέρε εἰπεῖν
30γλυκύτης κατὰ τὸ τέλειον εἶδος ἐγγίνεται, τὸ δὲ λευκὸν ἢ τὸ ξανθὸν ἢ τὸ γλίσχρον οὐ κατὰ τὸν τέλειον ἑαυτοῦ λόγον, ἀλλὰ πολλάκις κατὰ τὸν ὑφει‐ μένον. διὰ τοῦτο οὖν ὀλίγον τῆς κράσεως παρατετραμμένης τὸ μὲν γλυκὺ οὐχ ὅλον παρατέτραπται, τὸ δὲ χρῶμα πολλάκις ἐτράπη ὅλον, ἐγγὺς οὔσης τῆς ἐξ ἀρχῆς κράσεως ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου, καθ’ ἣν οὐκέτι
35ἐπεφύκει τὸ τοιοῦτον χρῶμα γίνεσθαι. ὅτι γὰρ κἂν ὀλίγον παρατραπῇ170
In GC
.

14,2

171

τῆς ἐξ ἀρχῆς κράσεως, οὐδεμία ποιότης ὡς εἶχεν ἐξ ἀρχῆς ἀπαραλλάκτως μένει, πρόδηλον. οὔτε γὰρ ἡ τοῦ μέλιτος γλυκύτης, ὅταν ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως συμπαγῇ, ἡ αὐτὴ μένει, οὔτε τὸ χρῶμα τοῦ οἴνου ὅταν ὀξίσῃ, ἀλλ’ ὡς πρὸς τὴν αἴσθησιν καὶ ὡς ἐν πλάτει τὸ αὐτὸ δοκεῖ μένειν.
5ἀλλ’ ἐπειδὴ ξηροτέρου γινομένου τοῦ μέλιτος ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως ἡ μὲν γλυκύτης ὡς ἐν πλάτει τῆς κράσεως ἔτι ἐπεφύκει μένειν τὸ κυρίως ὂν τὸ αὐτὸ † τὸ δὲ παντελῶς ἠμεῖφθαι. ἔστι μὲν οὖν ἐν τῷ μέλιτι καὶ τὸ ἐναπολαμβανόμενον πνεῦμα τοῦ χρώματος τοῦ λευκοῦ αἰτιά‐ σασθαι καὶ οὐχ ἁπλῶς τῆς τοῦ μέλιτος φύσεως αὐτὸ εἶναι λέγειν, ἀλλ’
10ἐπειδὴ προφανῶς ἐπὶ τοῦ ὄξους καὶ ἐπί τινων ἄλλων τὸ μὲν χρῶμα ὡς ἐν πλάτει μένει, ὁ δὲ χυμὸς οὐδ’ ὅλως, διὰ τοῦτο οὐδὲ ἐπὶ τοῦ μέλιτος προσφιλονεικήσομεν. Ταῦτα μὲν οὖν περὶ τοῦ μὴ συμπάσχειν ἀλλήλαις τὰς ποιότητας κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως γεγενημένας. ἀλλ’ εἰς τὸ ἐξ
15ἀρχῆς ἐπανέλθωμεν. εἰ μὲν οὖν κατὰ τὴν τῶν μερῶν σύνθεσιν τὰ διά‐ φορά ἐστι πάθη ἐν ἑκάστῃ τῶν ἀτόμων, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ποιήσει καὶ πείσεται. εἰ δέ τις εἴποι ὅτι οὐκ ἐκ τῆς τῶν μερῶν συνθέσεως ἁπλῶς ὑπάρχει τῇ ἀτόμῳ τὰ πάθη, ὥστε κατὰ τὸν αὐτὸν λόγον εἶναι ἅπαντα, ἀλλ’ ὅτι διάφορα τὴν ὕλην συμβέβηκεν ἔχειν τῷ ἕκαστον μόριον ἰδιάζον
20τι ἔχειν πάθος, ἐροῦμεν πρῶτον μὲν περὶ ἑκάστου τῶν μερῶν τὸν αὐτὸν λόγον ὅνπερ ἐλέγομεν ἐν τῇ ὑποθέσει τῇ λεγούσῃ ἓν ἕκαστον ἔχειν πάθος, ἔπειτα, εἰ ἄλλα μόρια ἄλλα ἔχουσι πάθη, δῆλον ὅτι διὰ τὸ ἄλλης τινὸς ἕκαστον τῶν μορίων εἶναι φύσεως, εἴ γε μὴ πᾶσα πέφυκε δέχεσθαι τὸ τοῦ ἑτέρου μέρους πάθος. εἰ γὰρ πέφυκεν, ἢ δέξεταί ποτε καὶ μεταβαλεῖ
25καὶ οὕτως οὐκ ἀμετάβλητοι ἔσονται, ἢ εἰ μὴ δέξεται, μάτην ἕξει τὴν δύναμιν. εἰ δὲ ἑτέρας φύσεως τὰ μόρια, τί τὸ συνάψαν; καὶ πῶς τὰ πάντῃ κεχωρισμένα συνῆπται; καὶ οὐκέτι ὁμοιομερεῖς αἱ ἄτομοι οὐδὲ πρῶται ἀρχαί, ἀλλ’ ἐκεῖνα ἐξ ὧν αὗται σύγκεινται. ἀλλ’ οὐδὲ κυρίως ἄτομοι διαιρούμεναί γε εἰς τὰ ἐξ ὧν σύγκεινται. εἰ δὲ ὡς εἶδος ἐν ὕλῃ, τὸν
30ἡμέτερον καὶ ἀληθῆ λόγον ἐροῦσι. κοινῆς οὖν ὑποκειμένης τῆς τῶν ἀτό‐ μων οὐσίας δεκτικὴ ἔσται ἑκάστη τῶν ἐν ταῖς ἄλλαις ἀτόμοις παθῶν. ὥστε καὶ ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. δέδεικται γὰρ ὅτι τὰ κοινὴν ὕλην ἔχοντα ποιητικά εἰσι καὶ παθητικὰ ὑπ’ ἀλλήλων, ἐναντία γε πάθη ἔχοντα. ὥστε εἰ μὲν πᾶσαι αἱ ἄτομοι τὰ ἕτερα τῶν ἐναντίων μόνα
35ἕξουσι, χωλεύσει ἡ φύσις καὶ μάτην ἔσονται. εἰ δὲ ἐν τῇ αὐτῇ τὰ ἐναν‐171
In GC
.

14,2

172

τία, ἄτοπον ἅμα εἶναι τὰ ἐναντία. εἰ δὲ τὰς ἀντιθέσεις τῶν ἐναντίων παθῶν ἐμερίσαντο, κοινοῦ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον μὴ ποιεῖν καὶ πάσχειν εἰς ἀλλήλας· τούτῳ γὰρ ἡ τῶν ἐναντίων φύσις γνωρίζεται. εἰ δὲ πλείους ἄτομοι ἓν ἔχοιεν πάθος, λέγω δὲ πλείους ἓν ἔχειν πάθος,
5τουτέστιν ἢ πάσας ἓν ἢ κατὰ συμμορίαν ἕν, οἷον δέκα μὲν τὸ λευκὸν ἄλλας δὲ δέκα τὸ μέλαν, εἰ μὲν οὖν τὸ πρότερον, ἔδει πάντα τὰ ἐξ αὐτῶν τῆς αὐτῆς εἶναι φύσεως καὶ μηδεμίαν εἶναι διαφοράν, νῦν δὲ ἄπειροί εἰσιν αἱ ἰδέαι κατὰ ποιότητα· εἰ δὲ τὸ δεύτερον, εἰ μὲν ἐν πάσαις ταῖς συμμορί‐ αις τὰ ἕτερα μόνον ὑπάρχει τῶν ἐναντίων, χωλεύσει πάλιν ἡ φύσις καὶ
10ἀναιρεθήσεται τὸ ποιεῖν καὶ τὸ πάσχειν (ποιοῦσι γὰρ καὶ πάσχουσι τὰ ἐναντία), εἰ δὲ διενείμαντο αἱ ἄτομοι τὰ ἐναντία πάθη, δῆλον ὅτι κοινοῦ ὄντος τοῦ ὑποκειμένου ποιήσουσι καὶ πείσονται καὶ μεταβαλοῦσιν εἰς ἀλλήλας ἢ μάτην ἔσονται τὰ ἐναντία μὴ ποιοῦντα καὶ πάσχοντα. εἰ δὲ πλείους πλείονα ἔχοιεν, λέγω δὲ πλείους πλείονα ἢ πάσας πάντα ἢ πάλιν κατὰ συμμορίαν, ἵνα
15δέκα μὲν ἔχωσι τοσάδε πάθη ἄλλαι δὲ δέκα ἕτερα, πάλιν κοινῶς μὲν οὖν ἐπ’ ἀμφοῖν ἐροῦμεν ὅτι εἰ μὲν ἀμφότερα ἔξουσι τὰ ἐναντία αἱ αὐταί, ἄτοπον ἅμα εἶναι καὶ κατὰ ταὐτὸν τὰ ἐναντία, εἰ δὲ τὰ ἕτερα τῶν ἐναντίων πᾶσαι, χωλεύ‐ σει πάλιν ἡ φύσις· ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προτέρου, ὅτι ἔδει πάντα ὁμοούσια εἶναι, ἐπὶ δὲ τοῦ δευτέρου ἐροῦμεν τά τε εἰρημένα ἐπὶ τῆς ὑποθέσεως
20τῆς λεγούσης ἐν ἑκάστῳ πλείονα εἶναι (τὸ αὐτὸ γὰρ καὶ ἐπὶ τούτων ἁρμό‐ σει) καὶ ἔτι τὰ ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν πλείοσιν ἕν. Ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει, ἀλλὰ μόνον σχῆμα. καίτοι καὶ αὐτὸ τὸ σχῆμα ποιότης ἐστίν. τίς οὖν ἡ ἀποκλήρωσις τοῦτο μὲν τὸ εἶδος τῆς ποιότητος ὑπάρχειν ἄλλο δὲ μή; εἰπὼν δὲ ὅτι ἄτοπον
25ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν ἔχειν πάθος τὰ ἄτομα, ἐσίγησε τὸ ἄτοπον ὡς προφανές, εἴπομεν δὲ αὐτὸ ἡμεῖς. p. 326a16 Καὶ εἰ ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν σκληρὸν τὸ δὲ θερμόν. Τὸ δεύτερον τμῆμα ἐξέθετο τὸ λέγον μίαν ἑκάστῃ ἀτόμῳ ποιότητα
30ὑπάρχειν ἣ μὴ τῇ ἑτέρᾳ ὑπάρχει. ἄτοπον δὲ τὸ μὴ μιᾶς αὐτὰς εἶναι
φύσεως.172
In GC
.

14,2

173

p. 326a17 Ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί. Ὅτι οὐδὲ πλείονα πάθη ἔχειν ἕκαστον ἄτομον δυνατόν. μέχρι δὲ τῶν ἐνταῦθα ἐκθέμενος τὴν διαίρεσιν τὰ λοιπὰ τμήματα παρῆκεν, ἅπερ ἡμεῖς ἐξεθέμεθα.
5p. 326a18 Ἀδιαίρετον γὰρ ὂν ἐν ταὐτῷ ἕξει τὰ πάθη. Εἰ οὕτως ἐκλάβοιμεν αὐτὸν λέγειν ἀδιαίρετον, οἷον τὸ μὴ πεφυ‐ κέναι τέμνεσθαι, δόξει οὐκ εὐλόγως συνάγειν τὰ ἑξῆς· οὐδὲ γὰρ εἰ μὴ πέφυκε διαιρεῖσθαι, ἤδη καὶ ἐν τῷ αὐτῷ ἔσονται τὰ πάθη (δυνατὸν γὰρ ἄλλο ἐν ἄλλῳ μορίῳ εἶναι). ἀλλὰ τὸ ἀδιαίρετον κατὰ δύναμιν· οὐδὲ γὰρ
10εὔλογον ἐν ἄλλῳ μορίῳ ἄλλην δύναμιν ἀποτίθεσθαι. οὔτε γὰρ ἔλεγον τοῦτο οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, εἴτε καὶ λέγοι τις, οὐκέτι σώσει τὴν τῶν ἀτόμων καὶ ἔννοιαν καὶ ὑπόθεσιν. οὔτε γὰρ ἂν πρῶται ἀρχαὶ εἶεν ἔτι, ἀλλ’ ἐκεῖνα (λέγω δὴ τὰ μόρια ἐξ ὧν καὶ αὗται ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν σύγκεινται, ἕτερα δὲ κατ’ οὐσίαν τὰ δυνάμεως ἑτέρων μετειλη‐
15χότα), οὔτε κυρίως ἂν εἶεν ἔτι ἄτομοι· τέμνονται γὰρ ταῖς διαφόροις δυνά‐ μεσιν, εἰ καὶ μὴ τῷ τόπῳ. ἐπεὶ οὖν δεῖ τὰς ἀτόμους καὶ κατὰ δύναμιν ἀτόμους εἶναι, συμβήσεται κατὰ τὴν αὐτὴν δύναμιν τὰ πλείονα ἔχειν πάθη. ὥστε ἑνὸς παθόντος ἀνάγκη καὶ τὰ λοιπὰ συμπάσχειν. καὶ εἰ ἔχοι καὶ ποιητικὰ πάθη καὶ παθητικά, ἐπειδὴ κατὰ τὴν αὐτὴν ἄμφω ὑπάρχει
20δύναμιν, καθ’ ὃ ποιεῖ κατὰ τοῦτο καὶ πείσεται, ὥσπερ εἴπομεν ἀνωτέρω. p. 326a20 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων. Ἐπειδὴ ὡς ἐπὶ ψύξεως ἐγύμνασε τὸν λόγον, φησὶν ὅτι ὁμοίως ἂν ἔχοι καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων. ποιοῦν γὰρ κατὰ θερμότητα ποιήσει καὶ κατὰ μανότητα, εἰ μανὸν εἴη. καὶ εἰ πάσχοι κατὰ ὑγρότητα ὂν θερ‐
25μὸν καὶ ποιοῦν κατὰ τὸ θερμόν, πείσεται ἅμα κατ’ αὐτό· κατὰ ταὐτὸν γάρ ἐστιν ὑγρὸν καὶ θερμόν. p. 326a21 Τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον.
Ὑποθέμενος ὅτι εἰ ἔχοιεν πάθος αἱ ἄτομοι, ἢ ἓν ἕξουσιν ἢ πολλά,173
In GC
.

14,2

174

καὶ ἀνελὼν ἑκάτερον ὅτι οὔτε πολλὰ δυνατὸν ἔχειν αὐτὰς οὔτε ἕν, ὡς συνάγεσθαι δηλονότι ὡς οὐκ ἐνδέχεται αὐτὰς πάθος τι ἔχειν, ἐπήγαγεν ὅτι τοῦτο αὐτὸ ἀκολουθεῖ οὐ μόνον τοῖς στερεὰ ἀδιαίρετα ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἐπίπεδα, τουτέστι τὸ μὴ δύνασθαι μήτε ἓν ἔχειν πάθος
5μήτε πλείονα. εἶτα τοῦτο κατασκευάζων ἐπήγαγεν οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαι‐ ρέτοις. τὸ γὰρ μανὸν καὶ πυκνὸν τῇ τοῦ κενοῦ παρεμπλοκῇ γίνεσθαι ἔλεγον οἱ περὶ Δημόκριτον· μανότερα γὰρ εἶναι τὰ πλείονος κενοῦ μετέ‐ χοντα, πυκνότερα δὲ τὰ ἥττονος. εἰ τοίνυν ἐν ταῖς ἀτόμοις κενὸν οὐκ
10ἔστιν, οὐκ ἂν εἶεν μανότεραι ἢ πυκνότεραι. τοῦτο δὲ ἐπήγαγεν οὐχ ὡς τῇ τούτου ἀναιρέσει συναναιρουμένων καὶ τῶν ἄλλων παθῶν (οὐ γὰρ εἰ μὴ εἶεν μανότεραι ἢ πυκνότεραι, οὐδ’ ἄλλο τι πάθος ἔχοιεν ἄν), ἀλλ’ ἤδη μὲν τὸ μὴ δύνασθαι πάθος ἔχειν αὐτὰς κοινῶς ἀνεῖλεν, καὶ ὡς ἐπί τινων δὲ ἰδίᾳ παθῶν τοῦτο γυμνάζων ἐπήγαγεν. οἱ δὲ τὰ ἐπίπεδα λέγον‐
15τες κενὸν μὲν οὐκ ἔλεγον εἶναι, ἴσως δὲ κἀκεῖνοι τὸ μανότερον καὶ πυκνό‐ τερον ἔλεγον γίνεσθαι τῷ πλείονας ἢ ἐλάττονας πόρους ἔχειν. ἄλλως τε αὐτὸς ἀλλαχοῦ περὶ τούτων εἶπεν ὅτι “πάθος οὐδὲ ἐπιχειροῦσι γεννᾶν”. ἤτοι οὖν τοῦτο σημαίνει τὸ τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσι συμβαίνει τὸν αὐτὸν τρόπον, λέγω δὲ τὸ μὴ δύνασθαι ἔχειν
20πάθος μηδέν, ἢ ὅτι πλείονα ἔχοντα πάθη, ἐπειδὴ κατὰ τὸν αὐτὸν αὐτὰ ἔχει λόγον, ἀδιαίρετά γε ὄντα κατὰ δύναμιν, ὡς εἴρηται, καθ’ ἓν καὶ τὸ αὐτὸ ἅμα συμβήσεται αὐτὰ καὶ ποιεῖν καὶ πάσχειν· ἃ γὰρ ἂν εἴποιμεν ἐπὶ τῶν στερεῶν ἀτόμων, τοῦτο λέξομεν καὶ ἐπὶ τῶν ἐπιπέδων. τὸ δὲ ἐφε‐ ξῆς, τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι
25κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις, πρὸς τὴν δευτέραν ἐξήγησιν οὕτως νοητέον. ἐπειδὴ γὰρ διὰ τοῦ καθ’ ἕνα καὶ τὸν αὐτὸν λόγον εἶναι ἐν ταῖς ἀτόμοις τὰ πλείονα πάθη, οὕτως ἀνεῖλεν τὸ ὅλως ἔχειν αὐτὰς ἅμα πλείω πάθη, εἶπε δὲ ἄν τις, ὅπερ ἤδη καὶ ἡμεῖς προηπορήσαμεν, ὅτι οὐκ ἀνάγκη καθ’ ἕνα εἶναι καὶ τὸν αὐτὸν λόγον, ἀλλ’ ἐν ἄλλῳ μορίῳ
30ἄλλο ἐστὶ τῶν παθῶν, διὰ τοῦτο ἐπήγαγε τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε εἶναι. εἰ γὰρ κατὰ τὰς αὐτῶν ὑποθέσεις τῇ τοῦ κενοῦ παρεμπλοκῇ τὸ μανὸν καὶ τὸ πυκνὸν γίνεται, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, δῆλον ἄρα ὅτι οὔτε πυκνότερα αὐτὰ οἷόν τε εἶναι οὔτε μανό‐ τερα οὔτε ἄλλα ἄλλου οὔτε αὐτὰ ἑαυτῶν ἄλλοις καὶ ἄλλοις μορίοις. ὥστε
35εἷς καὶ ὁ αὐτὸς ἔσται αὐτῶν λόγος καὶ μία ἡ δύναμις. εἰ γὰρ ὁμοιομερής174
In GC
.

14,2

175

ἐστιν ἑαυτῇ ἡ ἄτομος καὶ διαφορὰν μηδεμίαν ἔχουσα, δῆλον ὅτι καὶ εἷς ὁ τῆς συνθέσεως τῶν μερῶν αὐτῆς λόγος, καὶ μία καὶ ἡ αὐτὴ δὲ ἁπάσης ἡ δύναμις· ὥστε οὐ δυνατὸν κατὰ ἄλλο μὲν εἶναι μόριον θερμόν, κατὰ ἄλλο δὲ ἄλλο τι.
5p. 326a24 Ἔτι δὲ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι, μεγάλα δὲ μή. Ἕτερον ἐπιχείρημα. εἰ φύσει, φησίν, ἀδιαίρετα τὰ ἄτομα καὶ μὴ διὰ τὴν σμικρότητα (οὕτω γὰρ οὐκ ἂν εἶεν φύσει ἄτομα· καὶ γὰρ οἱ μὴ ἄτομα ὑποτιθέμενοι οὐκ εἰς ἄπειρον διαιροῦσιν, ἀλλ’ ἱστᾶσι διὰ τὴν σμι‐
10κρότητα τὴν τομήν, οὐ μέντοι φύσει ἀδιαίρετα αὐτὰ λέγουσιν, ἀλλὰ κατὰ δύναμιν ἐπ’ ἄπειρον διαιρετά), εἰ τοίνυν φύσει ἀδιαίρετα ὑποτίθενται τὰ ἄτομα, ἀποκληρωτικόν, φησίν, ἂν εἴη μικρὰ μὲν ὑποτίθεσθαι μὴ διαιρεῖ‐ σθαι, μεγάλα δέ. διὰ τί γὰρ καὶ κατὰ τίνα λόγον τοῖς μικροῖς μὲν ὑπάρχει τὸ ἀδιαίρετον, τοῖς δὲ μεγάλοις οὔ; ἡμεῖς μὲν γὰρ εὐλόγως εὐδιαί‐
15ρετα τὰ μεγάλα σώματα τῶν μικρῶν εἶναι λέγομεν, ἐπειδὴ φύσει διαιρετὰ πάντα ἐπ’ ἄπειρον ὑποτιθέμεθα (διαιρετῶν οὖν ὄντων συμβαίνει τὰ μεγάλα μᾶλλον εἶναι διαιρετὰ διὰ τὸ προσπταίειν μᾶλλον τοῖς διαιροῦσι, τὰ μικρὰ δὲ ἐκφεύγει διὰ τὴν σμικρότητα τὸ διαιροῦν καὶ ἐξολισθαίνει), τοῖς δὲ ἀδιαίρετα φύσει λέγουσι τοῦτο οὐκ ἔξεστι· τὸ γὰρ ἀδιαίρετον
20φύσει ὁμοίως ἐστὶ καὶ ἐν τῷ μείζονι καὶ ἐν τῷ ἐλάττονι. p. 326a29 Ἔτι δὲ πότερον μία πάντων φύσις ἐκείνων τῶν στε‐ ρεῶν, ἢ διαφέρει θάτερα θατέρων; Ἕτερον ἐπιχείρημα. ἀνάγκη, φησίν, ἢ πάντα μιᾶς εἶναι καὶ τῆς αὐτῆς φύσεως, ἢ ἄλλα ἄλλης. εἰ μὲν οὖν μίαν ἔχοι πάντα καὶ τὴν αὐ‐
25τὴν φύσιν, ὥσπερ εἰ τύχοι τὰ διάφορα ὕδατα ἢ αἱ βῶλοι, τί ἐστι τὸ τοῦ χωρισμοῦ αὐτῶν καὶ τῆς διακρίσεως αἴτιον; ἢ διὰ τί πάλιν ἁπτό‐ μενα οὐ συμφύεται, ὥσπερ ὅταν ὕδωρ ὕδατος ἁφθῇ ἢ πῦρ πυρός; ἔδει γὰρ μιᾶς ὄντα καὶ τῆς αὐτῆς φύσεως δύνασθαι συμφύεσθαι ἀλλήλοις. εἰ δέ τις εἴποι ‘διὰ τὴν σκληρότητα οὐ συμφύεται, ὥσπερ οὐδὲ ὀστράκου
30κλασθέντος ἔτι δυνατὸν τὰ μόρια συμφύεσθαι‘, πρῶτον μὲν οὖν τὸ αἴτιον τοῦ χωρισμοῦ καὶ τῆς διαιρέσεως, ὥσπερ καὶ ἤδη εἴρηται, ζητητέον, ἔπειτα εἰ οὕτως ἦν φύσεως μιᾶς πάντα, οὐκ ἔδει ἐν τῇ συνθέσει διαφό‐ ρους ποιεῖν φύσεις, ἀλλ’, εἰ ἄρα, μόνον σχήματα, ὥσπερ καὶ σωρεία τῶν
λίθων ἢ τῶν ὀστράκων φύσιν μὲν ἑτέραν οὐκ ἐποίησεν, μόνον δὲ τὸ175
In GC
.

14,2

176

σχῆμα τῆς σωροῦ διάφορον. οὐκ ἄρα δυνατὸν τῆς αὐτῆς εἶναι φύσεως πάσας τὰς ἀτόμους. εἰ δὲ ἄλλα ἄλλης εἶεν φύσεως, δῆλον ἄρα ὅτι ποιό‐ τητι διαφέρουσιν, οὐ σχήματι μόνον. ὥστε, φησίν, οὐκ ἀρχαὶ ἂν εἶεν τῶν πραγμάτων, ἀλλὰ τὰ τούτων ἀρχοειδέστερα, αἱ ποιότητες, καθ’ ἃς
5ταῦτα καὶ ἔστι καὶ διαιρεῖται. p. 326a31 Ὥσπερ εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήινα τὸν ὄγκον. Τουτέστιν εἰ τὰ μὲν ἔχοι τὸν ὄγκον καὶ τὴν σωματότητα πυρίνην, τὰ δὲ γηίνην.
10p. 326a34 Οὐδὲ γὰρ διαφέρει τὸ ὕστερον τοῦ προτέρου. Τὸ ὕστερον ὕδωρ τὸ ἐπιγενόμενον καὶ ἐνωθὲν τῷ προτέρῳ οὐδὲν αὐτοῦ διαφέρει, ὅθεν καὶ ἥνωται αὐτῷ. p. 326a34 Εἰ δὲ ἕτερα, ποῖα ταῦτα; Τινὰ μὲν ἔχουσι πόσα ταῦτα, τινὰ δὲ ποῖα ταῦτα. εἰ μὲν οὖν
15ἔχοι πόσα ταῦτα, λέγοι ἂν πόσα ταῦτα ‘πόσαι τῶν φύσεων αὐτῶν ἰδιότητεσ‘· εἰ δὲ ποῖα ταῦτα, τουτέστι ταῦτα καθ’ ἃ διαφέρουσι, ποιό‐ τητες ἂν εἶεν. ὥστε αὗται τῶν σωμάτων ἀρχαί, οὐ τὰ ἄτομα. p. 326b1 Ἔτι δὲ διαφέροντα τὴν φύσιν, κἂν ποιοῖ κἂν πάσχοι θιγγάνοντα ἀλλήλων.
20 Ἐπειδὴ τὰ πάντῃ ὅμοια δέδεικται μὴ ποιεῖν καὶ πάσχειν εἰς ἄλληλα, ἀλλὰ τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια, ἀνάγκη πᾶσα, εἰ διαφόρου εἶεν αἱ ἄτομοι φύσεως, τοιαύτας εἶναι αὐτάς· τό τε γὰρ ὑποκείμενον αὐταῖς ἓν καὶ τὸ αὐτό, ὅθεν καὶ τὸ ἄτομοι εἶναι ἔχουσι, καὶ ἡ ποιότης διάφορος.
τοιαῦτα δὲ ὄντα ἐν τῇ θίξει κἂν ποιοῖ κἂν πάσχοι ὑπ’ ἀλλήλων.176
In GC
.

14,2

177

p. 326b2 Ἔτι δὲ τί τὸ κινοῦν; εἰ μὲν γὰρ ἕτερον, παθητικά. Ἕτερον ἐπιχείρημα. τί, φησίν, αἴτιόν ἐστι τῆς κινήσεως ταῖς ἀτόμοις; κινεῖσθαι γὰρ αὐτὰς ἀεί φασιν. εἰ μὲν οὖν ἕτερόν ἐστι τὸ κινοῦν αὐτάς, οὐκέτι ἂν εἶεν ἀπαθεῖς· δῆλον γὰρ ὅτι τῷ ἐκεῖνο μὲν ποιεῖν εἰς αὐτάς,
5ταύτας δὲ πάσχειν ὑπ’ ἐκείνου, οὕτω κινοῦνται. εἰ δὲ ἑκάστη ἑαυτὴν κινεῖ, ἢ μέρει μὲν κινεῖ μέρει δὲ κινεῖται, ἢ ὅλη ἑαυτὴν καὶ κινεῖ καὶ κινεῖται. εἰ μὲν γὰρ τὸ πρότερον, οὐκέτι ἀδιαίρετος ἔσται οὐδ’ ἡ αὐτὴ καὶ ὁμοιομερής (διαιρεῖται γὰρ εἰς τὸ κινοῦν καὶ κινούμενον)· εἰ δὲ ἡ ὅλη καὶ κινεῖ καὶ κινεῖται, ἔσται τὰ ἐναντία ἐν τῷ αὐτῷ· ἐναντίον γὰρ
10τῷ ποιοῦντι τὸ πάσχον. καὶ ἡ ὕλη, φησίν, οὐ μόνον ἀριθμῷ μία ἀλλὰ καὶ δυνάμει. εἴπερ ὅλως, φησίν, ἡ αὐτὴ ἄτομος καὶ κινεῖ καὶ κινεῖται, ἔσται οὐ μόνον ἀριθμῷ μία, ἀλλὰ καὶ δυνάμει. ἡμεῖς γὰρ μίαν φαμὲν εἶναι τὴν ὕλην ἀριθμῷ, δυνάμει δὲ οὐ μίαν ἀλλὰ πολλά· τὰ ἀντι‐ κείμενα γάρ ἐστι δυνάμει, εἰς ἑκάτερον αὐτῶν μεταβάλλειν δυναμένη παρὰ
15μέρος. εἰ δὲ ἀπαθὴς οὖσα ἡ αὐτὴ καὶ κινεῖ καὶ κινεῖται, ἅμα ἓν καὶ ταὐτὸν ἔσται τὸ δύνασθαι κινεῖν καὶ τὸ δύνασθαι κινεῖσθαι. ὁμοίως καὶ ἐπὶ τῶν ἐναντίων. τὰ γὰρ ἐναντία ποιητικὰ καὶ παθητικά, καὶ τὸ μὲν ποιοῦν κινεῖ, τὸ δὲ πάσχον κινεῖται. ἡ αὐτὴ 〈ἄρα〉 ἅμα τὰς ἐναντίων ἕξει δυνάμεις, εἴπερ καθ’ ἓν καὶ ταὐτὸν ἅμα κινεῖ καὶ κινεῖται. οὐκοῦν ἡ
20αὐτὴ δύναμις ἔσται καθ’ ἣν ποιεῖ καὶ πάσχει, τουτέστι καθ’ ἣν θερμαίνει τε καὶ θερμαίνεται, ψύχει τε καὶ ψύχεται. ὥστε καὶ ἅμα τὰ ἐναντία ἔσται, τοῦτο δὲ ἀδύνατον. p. 326b6 Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεώς φασι τὰ πάθη συμβαίνειν.
25 Ἐκθέμενος τοὺς τρόπους καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, εἶτα ἀποδεξάμενος μᾶλλον τὰς ὑποθέσεις τῶν περὶ Δημόκριτον, ὡς συμφώνους μᾶλλον τοῖς φαινομένοις καὶ δυναμένας πᾶσι τοῖς ἐκ φύσεως γινομένοις ἀκολούθους εἶναι (αὗται δὲ ἦσαν αἱ τὰς ἀτό‐ μους καὶ τὸ κενὸν ὑποτιθέμεναι), εἶτα ἔνθεν ὁρμηθεὶς εἰς τὸν ἔλεγχον
30τῆς τῶν ἀτόμων ὑποθέσεως, ἀνατρέχει λοιπὸν εἰς τὸ προκείμενον. τοῦτο δὲ ἦν τὸ ἐλέγξαι τὰς τῶν παλαιῶν δόξας, καθ’ ἃς τὸ ποιεῖν ἔλεγον γίνεσθαι καὶ τὸ πάσχειν. ἦσαν δὲ ἥ τε διὰ πόρων τοῦτο γίνεσθαι
λέγουσα ἧς Ἐμπεδοκλῆς προειστήκει, καὶ ἡ διὰ τοῦ κενοῦ ὡς οἱ177
In GC
.

14,2

178

περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπελάμβανον. ὅτι οὖν οὐ διὰ πόρων γίνε‐ ται τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείκνυσιν οὕτως. ἴσμεν δὲ ὅτι οἱ τοὺς πόρους ὑποτιθέμενοι οὐ κενοὺς ὑπετίθεντο τούτους, ἀλλὰ πεπληρωμένους λεπτομερεστέρου τινὸς σώματος, οἷον ἀέρος· ταύτῃ γὰρ διέφερον τῶν τὸ
5κενὸν ὑποτιθεμένων. τὸ τοίνυν ποιοῦν, εἰ μὲν ἔξωθεν ἁπτόμενον τοῦ περιέ‐ χοντος τοὺς πόρους σώματος, οἷον εἰ αὐτοῦ τοῦ χείλους καθ’ ὃ ὁ πόρος, οὕτως ποιεῖ, περιττὸς ὁ πόρος (εἰ γὰρ ὅλως ἔξωθεν ἁψάμενον ἔδρασεν, δῆλον ὅτι, κἂν μὴ πόρους εἶχε, τῇ ἁφῇ ἔδρασεν ἄν)· εἰ δὲ τῷ εἰσιέναι εἰς τοὺς πόρους οὕτω ποιεῖ, ἢ ἐξωθεῖ τὸ ἐν τοῖς πόροις σῶμα ἢ οὐκ ἐξωθεῖ.
10εἰ μὲν οὖν μὴ ἐξωθεῖ, σῶμα διὰ σώματος ἐχώρησεν· εἰ δὲ ἐξωθεῖ, ἢ δρᾷ εἰς τὰ παρακείμενα ἐντὸς σώματα καὶ περιέχοντα τοὺς πόρους, ἢ οὐδὲν δρᾷ. εἰ μὲν οὖν μηδὲν δρᾷ, οὐδὲν ἄρα εἰς τὸ ποιεῖν καὶ πάσχειν συνεβάλοντο οἱ πόροι· εἰ δὲ δρᾷ, πότερον διά τινων πόρων κἀκεῖ ἢ μόνον ἁψάμενον; εἰ μὲν οὖν διά τινων πόρων, πάλιν καὶ περὶ ἐκείνων τὰ αὐτὰ
15ἐροῦμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε συμβήσεται τὸ ὅλον πόρον εἶναι. εἰ δὲ εἰς τὰ ἐντὸς καὶ περιέχοντα τοὺς πόρους σώματα ἔδρασε μὴ διὰ πόρων, ἀλλὰ μόνον ἁψάμενα, δῆλον ὅτι, κἂν μὴ πόροι ὦσιν, ἁψάμενα τὰ μὲν ποιήσει τὰ δὲ πείσεται, καὶ πόρων οὐδεμία χρεία πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν. οὕτω μὲν συναναιρεῖ τὸ διὰ πόρων γίνεσθαι τὸ ποιεῖν καὶ
20τὸ πάσχειν. ὅτι δὲ οὐ διὰ κενοῦ γίνεται, αὐτὸς μὲν οὐ προστέθεικεν, ἢ ὡς ἀνελὼν τὰς ὑποθέσεις τῶν ταῦτα λεγόντων (ὅτι τε γὰρ κενὸν ὅλως οὐκ ἐνδέχεται εἶναι, δέδεικται ἐν τῇ Φυσικῇ· καὶ ὅτι ἄτομοι οὐκ εἰσίν, καὶ ἐν ἄλλοις καὶ ἐνταῦθα ἤλεγξεν), ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι ὅσα εἴρηται ἐπὶ τῶν πόρων, ταῦτα καὶ ἐπὶ τῆς τοῦ κενοῦ ὑποθέσεως ἀπαραλλάκτως ἁρ‐
25μόσει λέγεσθαι. εἴτε γὰρ ἁπτόμενον ἔξωθεν τῶν σωμάτων τῶν τὸ κενὸν περιεχόντων ποιεῖ τὸ ποιοῦν, περιττὸν τὸ κενόν (καὶ μὴ ὄντος γὰρ τῇ ἁφῇ ἂν ἐποίησεν), εἴτε ἐγγινόμενον ἐν αὐτῷ, τὰ αὐτὰ πάλιν ἁρμόσει λέγειν ἅπερ καὶ ἐπὶ τῶν πόρων. Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως. ἢ τῆς τῶν
30πόρων κινήσεως λέγει ἀντὶ τοῦ διὰ τῆς τῶν πόρων κινήσεως καὶ εἰσό‐ δου τοῦ ποιοῦντος, ἢ διὰ τοῦ ἐν τοῖς πόροις πρῶτον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, τουτέστι διὰ τοῦ παθεῖν καὶ κινηθῆναι τὸ ἐν τοῖς πόροις
σῶμα, ἁψαμένου τοῦ ποιοῦντος.178
In GC
.

14,2

179

p. 326b10 Ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν ὡς λέγουσιν; Εἰπὼν τὸ ‘εἰ μὲν καὶ πεπληρωμένων τῶν πόρων‘ οὐκέτι ἀνταπέ‐ δωκεν τὸ ‘εἰ δὲ κενῶν ὄντων‘, τουτέστιν εἰ ἐξωθοῦντος τοῦ ποιοῦντος τὸ
5ἐν τοῖς πόροις σῶμα. εἴπομεν δὲ περὶ τούτου ἡμεῖς. αὐτὸς δὲ ἐπανα‐ τρέχει εἰς τὸ δεῖξαι, ὅτι οὐδὲ τὸ ὁρᾶν τοῦτον γίνεται τὸν τρόπον ὅνπερ ἔλεγον οὗτοι, διὰ πόρων τινῶν διιουσῶν τῶν ὄψεων. ἀνάγκη γὰρ τὰς ὄψεις ἢ ἐξωθῆσαι τὸ ἐν τοῖς πόροις τῶν διαφανῶν σῶμα καὶ οὕτω διιού‐ σας ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, ἢ μηδὲν ἐξωθούσας διὰ τοῦ σώματος
10διιέναι ἢ διὰ τῶν ἁφῶν αὐτῶν καὶ τῶν ἐφαρμογῶν τῶν δύο σωμάτων, τοῦ τε ἐν τῷ πόρῳ σώματος καὶ οὗ ἐστιν ὁ πόρος, οἷον τῆς ὑάλου. ὅτι μὲν οὖν διὰ τῶν ἁφῶν ἀδύνατον διιέναι τὰς ὄψεις, σώματα οὔσας κατὰ τὰς ἐκείνων ὑποθέσεις, πρόδηλον· τὰ μὲν γὰρ πέρατα ἁπτόμενα ἐφαρμό‐ ζει ἀλλήλοις καὶ χώραν οὐδεμίαν μεταξὺ ἐᾷ, αἱ δὲ ὄψεις σώματα οὖσαι
15διὰ ἀδιαστάτου διιέναι οὐ πεφύκασιν. οὐκ ἄρα διὰ τῶν ἁφῶν δυνατὸν διιέναι τὰς ὄψεις. δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ διὰ τοῦ σώματος χωρεῖν δυνα‐ τὸν τοῦ ἐν τῷ πόρῳ· σῶμα γὰρ ἂν διὰ σώματος χωροίη. ἄλλως τε καὶ μάταιον οἱ πόροι. εἰ γὰρ ὅλως χωρεῖν διὰ σώματος πεφύκασιν αἱ ὄψεις, ἐχώρησαν ἂν καὶ διὰ τῆς τῶν διαφανῶν οὐσίας καὶ πόρων οὐκ ἦν
20χρεία. εἰ δὲ τέμνουσαι καὶ κατὰ μόρια ἢ καὶ παντελῶς ἐξωθοῦσαι αἱ ὄψεις τὸ ἐν τοῖς πόροις σῶμα, οὕτω διίασι καὶ τῶν ὁρατῶν ἀντιλαμβάνον‐ ται, πολλὰ καὶ ἄτοπα τῷ λόγῳ τούτῳ ἕψεται. πρῶτον μὲν γὰρ οὐδὲν ἅμα ὁρᾶν ἡμᾶς ἔδει, ἀλλὰ κατὰ μόρια· ἑκάστης γὰρ ὄψεως μορίῳ τινὶ προσβαλλούσης, μὴ συνεχῶν οὐσῶν τῶν ὄψεων, οὐκ ἔδει οὐδὲν συνεχὲς
25ὁρᾶσθαι. ἔπειτα πῶς ὁρῶμεν διὰ τοῦ ἀέρος; εἰ γὰρ καὶ ἐνταῦθα διά τινων πόρων τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος ταῖς ὄψεσιν, ἐπειδὴ τοῖχόν τινα ὁλόκληρον—καὶ τί λέγω τοῖχον; τὸ τεταρτημόριον ὅλον τοῦ οὐρανοῦ ἅμα ὁρῶμεν, ἀνάγκη πᾶσα τὸν μεταξὺ τόπον, τὸν ἀπὸ τῶν ὀφ‐ θαλμῶν λέγω μέχρι τοῦ ὁρωμένου, κενὸν εἶναι, ὅπερ ἀδύνατον. καὶ
30ἐπειδὴ τὸ αὐτὸ ὁρατὸν ἅμα πλείονες ὁρῶμεν, συμβήσεται τὰς ὄψεις πάλιν σώματα οὔσας χωρεῖν δι’ ἀλλήλων, ὅπερ ἀδύνατον. καὶ ἐντεῦθεν οὖν ὅτι οὐ σώματα ἐκ τῶν ὀφθαλμῶν ἔξεισι, δῆλον. p. 326b13 Τί γὰρ διοίσει τοῦ μὴ πόρους ἔχειν;
Εἰ δίεισι, φησί, διὰ τῶν πόρων πεπληρωμένων ὄντων, διὰ τί μὴ καὶ179
In GC
.

14,2

180

δι’ αὐτῶν τῶν σωμάτων τῶν διαφανῶν δίεισιν; ὁμοίως γὰρ οἵ τε πόροι πλήρεις καὶ τὸ λοιπὸν τῶν διαφανῶν σῶμα. p. 326b15 Ἀλλὰ μὴν εἰ κενὰ μὲν ταῦτα, ἀνάγκη δὲ σώματα ἐν αὐτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν.
5 Εἴ τις, φησί, μὴ λέγοι πόρους δι’ ὧν τὸ ποιεῖν καὶ τὸ πάσχειν ἢ τὸ ὁρᾶν γίνεται, κενὰ δὲ ταῦτα λέγοι εἶναι πλήρη σωμάτων, τὰ αὐτὰ συμβή‐ σεται ἅπερ καὶ ἐπὶ τῶν πόρων συνέβαινεν. τί οὖν διαφέρουσι τῶν πόρων; ὅτι οἱ μὲν πόροι οὐδέποτε κενοὶ σώματος πεφύκασιν εἶναι, τὸ μέντοι κενὸν καὶ πλῆρες 〈καὶ οὐ πλῆρεσ〉, ᾗ πέφυκέ ποτε καθ’ αὑτὸ ὑφίστασθαι.
10εἰ δέ τις εἴποι εἶναι ἐν τοῖς σώμασι τοῖς ἐν τοῖς κενοῖς πόρους τινὰς μεταξὺ ἢ κενὰ ἕτερα εἶναι, πάλιν περὶ ἐκείνων τὰ αὐτὰ ἀπορήσομεν, πότερον ὄντων ἐν αὐτοῖς ἑτέρων σωμάτων διίασιν αὐτὰ αἱ ὄψεις ἢ οὔ, καὶ πάλιν τὰ αὐτὰ συναχθήσεται. εἰ δέ τις εἴποι μικρὰ εἶναι τὰ μεταξὺ κενὰ ὡς μὴ δύνασθαι σῶμά τι δέξασθαι, πρῶτον μὲν οὐδὲ αἱ ὄψεις διελεύ‐
15σονται δι’ ἐκείνων σώματά γε οὖσαι (ὥστε μάτην ἔσονται), ἔπειτα, φησίν, εἴ γε ὅλως πέφυκε τὸ κενὸν ὑφίστασθαι καθ’ αὑτό, ἄλογον καὶ ἀποκληρω‐ τικὸν μικρὸν μὲν κενὸν ὑποτίθεσθαι, μέγα δὲ μή. τί γάρ ἐστιν ἄλλο τὸ κενόν, φησίν, ἢ τόπος ἐστερημένος σώματος; εἶτα ἀκόλουθον ὂν ἐπαγαγεῖν ‘ὥστε παντὶ κενῷ ἴσον ἔσται σῶμα‘, αὐτὸς ἀντιστρέψας εἶπεν ὥστε
20παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν· οὕτω γὰρ ὃ βούλεται κατεσκεύασεν. εἰ γὰρ παντὶ σώματι ἴσον ἔσται κενόν, ἔστι δὲ μέγα σῶμα, ἔστιν ἄρα καὶ κενὸν μέγα. τοῦτο δὲ ἴσως ἐποίησεν διὰ τὸ ἀντιστρέφειν τό τε κενὸν πρὸς τὸ σῶμα τό τε σῶμα πρὸς τὸ κενόν. καὶ παντὶ σώματι ἴσον ἔσται κενόν, ἀλλ’ οὐ κεχωρισμένον ὅπερ ἐκεῖνοι ὑπετίθεντο, ἀλλ’ ἔχον
25ἐν ἑαυτῷ τὸ σῶμα. οὐ παντὶ δὲ κενῷ ἀνάγκη ἴσον εἶναι σῶμα· τί γὰρ εἴ τις ὑπόθοιτο εἶναι μὲν κενόν, καὶ τοῦτο τόπον εἶναι ἐστερημένον σώμα‐ τος, μὴ μέντοι δέχεσθαί ποτε σῶμα; οὗτος μὲν οὖν οὐκ ἀναγκαῖος ὁ λόγος, τῷ δὲ ἀποκληρωτικὸν εἶναι τὸν λόγον, ἐλέγχοιτο ἂν μᾶλλον·
τίς γὰρ ἡ ἀποκλήρωσις μικροῦ ὄντος κενοῦ μὴ καὶ μέγα εἶναι;180
In GC
.

14,2

181

p. 326b21 Ὅλως δὲ τὸ πόρους ποιεῖν περίεργον. Ἐπαναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἐκτίθεται. εἰ οὖν, φησί, μὴ δυνατὸν ἔξωθεν ἁπτόμενον ποιεῖν, οὐδὲ διὰ τῶν πόρων ποιήσει· μόνον γὰρ εἰσελεύσεται [τε] πάσχον, δράσει δὲ οὐδὲν εἰς τὰ παρακείμενα τοῖς
5πόροις σώματα, εἴ γε μὴ δυνατὸν τῷ ἅπτεσθαι ποιεῖν. εἰ δὲ εἰσελθὸν καὶ ἁψάμενον ἐποίησεν, κἂν μὴ πόροι ὦσι, τῇ ἁφῇ ποιήσειεν ἄν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλὰ χρεία τῶν πόρων πρὸς τὸ καὶ τὸ βάθος παθεῖν‘, ἴστω μηδὲν πρὸς τὴν νῦν ὑπόθεσιν λέγων. οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ μηδαμῇ μηδαμῶς διὰ πόρων εἴσεισι τὸ ποιοῦν. εἴσεισι γοῦν καὶ διὰ
10στόματος καὶ διὰ γαστρὸς καὶ διὰ τῶν λοιπῶν φυσικῶν ὄντων πόρων, ἀλλ’ οὐχὶ πρὸς τὸ ποιεῖν οἱ πόροι συμβάλλονται ἐνταῦθα, ἀλλὰ πρὸς τὸ πλη‐ σιάσαι τὸ ποιοῦν τῷ πάσχοντι· αὐτὸ τὸ ποιεῖν γίνεται διὰ τῆς ἁφῆς. οὕτως κἄν τις λέγοι δεῖσθαι πόρων πρὸς τὸ παθεῖν τὸ βάθος, οὐ τοὺς πόρους αἰτίους φήσειεν εἶναι τοῦ ποιεῖν τὸ ποιοῦν, ἀλλὰ μόνον αἰτίους τοῦ
15θιγγάνειν ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον. p. 326b24 Τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων. Τουτέστι ποιεῖν καὶ πάσχειν. p. 326b24 Ὅτι μὲν οὖν οὕτως λέγειν τοὺς πόρους ὥς τινες ὑπο‐ λαμβάνουσιν, ἢ ψεῦδος ἢ μάταιον, φανερὸν ἐκ τούτων ἐστίν.
20 Οὕτως ἀντὶ τοῦ ἀφωρισμένους τινὰς καὶ ἐνεργείᾳ εἶναι πόρους ἐν τῷ σώματι, καὶ οἱονεὶ κεκεντημένα αὐτὰ εἶναι. οὐχ ἁπλῶς δὲ τὸ εἶναι πόρους ἀναιρεῖ (εἰσὶ γάρ, ὥσπερ εἴπομεν, ἔντερα φλέβες ἀρτηρίαι καὶ τὰ λοιπά), ἀλλ’, ὡς εἶπον, τὸ κεκεντῆσθαι τὸ λοιπὸν σῶμα καὶ εἶναι πόρους ἀφανεῖς διὰ σμικρότητα δι’ ὅλου τοῦ σώματος. ψεῦδος μὲν οὖν φησι τὴν τοιαύτην
25ὑπόθεσιν διὰ τὸ μὴ ὂν ὑποτίθεσθαι, μάταιον δὲ ὅτι εἰ καὶ ὑποθώμεθα εἶναι, οὐδὲν αὐτοῖς πρὸς τὸ ποιεῖν καὶ πάσχειν συντελέσουσιν, ὥσπερ
ἐδείξαμεν.181
In GC
.

14,2

182

p. 326b26 Διαιρετῶν δὲ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν γελοῖον· ᾗ γὰρ διαιρετά, δύναται χωρίζεσθαι. Εἰ καὶ πόρων ἔδει πρὸς τὸ ποιεῖν καὶ πάσχειν, γελοῖον ἦν, φησί, τὸ ἀφωρισμένους καὶ ἐνεργείᾳ ὑπάρχοντας ὑποτίθεσθαι πόρους. διαιρετῶν γὰρ
5ὄντων πάντῃ τῶν σωμάτων δύναται τὸ ποιοῦν τότε ποιεῖν ἑαυτῷ πόρον καὶ διαιρεῖν τὸ σῶμα, ὅταν ἅψηται καὶ ποιεῖν μέλλῃ. ὥστε οὐ χρεία ἀφωρισμένων τινῶν πόρων. p. 326b29 Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ πάσχειν, λέγωμεν λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην.
10 Ἐλέγξας τὰς ὑποθέσεις δι’ ὧν οἱ πρότεροι τὸ ποιεῖν καὶ πάσχειν ὑπετίθεντο, βούλεται τὴν ἀληθῆ λοιπὸν ἐκθέσθαι δόξαν, πῶς γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. δεῖ δέ, φησί, τὴν πολλάκις ἡμῖν ἀρχὴν εἰρημένην καὶ νῦν προϋποθέσθαι, λέγει δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τῷ γὰρ ὄντι, ὡς ἐν τῇ Φυσικῇ αὐτὸς εἴρηκεν, ‘αὕτη ὀφθεῖς’ ἂν ἡ φύσις πάσας ἡμῖν
15ἔλυσε τὰς ἐν τοῖς φυσικοῖς ἀπορίασ‘. ἐπεὶ οὖν ἐστι, φησί, τὸ μὲν δυνάμει τοιοῦτον τὸ δὲ ἐνεργείᾳ, οἷον θερμὸν μὲν δυνάμει τὸ ὕδωρ ἐνεργείᾳ δὲ τὸ πῦρ, ἐπειδὴ τὸ φυσικῶς ποιοῦν ἐξομοιοῦν ἑαυτῷ βούλεται τὸ πάσχον, ὅταν τὸ ποιητικὸν τὸ ἐνεργείᾳ ὂν προσπελάσῃ καὶ ἅπτηται τοῦ δυνάμει ὄντος, τουτέστι τοῦ παθητικοῦ, μεταβάλλει τὸ ἐν αὐτῷ δυνάμει εἰς τὸ ἐνεργείᾳ.
20ἀνάγκη οὖν πᾶσα ἅπτεσθαι τὸ ποιητικὸν τοῦ παθητικοῦ ἢ ἀμέσως ἢ διὰ μέσου τινός, ὅταν τὸ μέσον τοιοῦτον ᾖ ὡς δύνασθαι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ποιοῦντος δρᾶν δὲ καὶ αὐτὸ εἰς τὸ πάσχον, οἷόν ἐστιν ὁ ἀήρ· οὐ γὰρ ἀμέσως ὑπὸ τοῦ πυρὸς ἐν τοῖς βαλανείοις θερ‐ μαινόμεθα, ἀλλὰ θερμαίνει μὲν τὸ πῦρ τὸν ἀέρα, ἡμᾶς δὲ ὁ ἀήρ. οὐ
25χρεία οὖν πόρων πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλὰ μόνον τοῦ θίγειν ἀλλήλων ταῦτα, εἰ μή τις, φησί, πόρους εἴποι τὰ εὐπαθέστερα μόρια τῶν σωμάτων, ὥσπερ ἐπὶ τῶν μετάλλων συμβαίνει. εἰσὶ γὰρ φλέβες τινὲς ἐν τοῖς μετάλλοις διήκουσαι δι’ ὅλου, οἷον ἐν τοῖς μαρμάροις, εἰ λευκὸν εἴη, μέλαιναί τινες ἢ ἕτεραι τῷ χρώματι, δηλονότι διὰ τὸ ἑτέρας τινὸς εἶναι
30κράσεως καὶ ἢ εὐπαθέστερα εἶναι τὰ μόρια ταῦτα ἢ δυσπαθέστερα. οὕτως οὖν, φησίν, οὐδὲν θαυμαστὸν καὶ ἐν τοῖς πάσχουσιν εἶναί τινα τοιαῦτα
μόρια δι’ ὅλου διήκοντα εὐπαθέστερα, καὶ ταῦτα μᾶλλον πάσχειν182
In GC
.

14,2

183

ἁπτομένου τοῦ ποιοῦντος. εἴ τις οὖν, φησί, τούτους ἀξιοῖ καλεῖν πόρους, καλείτω. Ἀποροῦσι δέ τινες ἐπὶ τούτοις, τί οὖν οὐκ εἰσὶν οὐδαμῇ οὐδαμῶς ἐν τῷ σώματι πόροι ἀφωρισμένοι. πόθεν οὖν αἱ καθ’ ἡμέραν διαφορήσεις
5τῶν σωμάτων ἀδήλως γίνονται; πόθεν οἱ ἱδρῶτες διίασι; πῶς δέ φαμεν ἀλείμματά τινα ἀραιωτικὰ εἶναι ἢ πυκνωτικὰ τῶν σωμάτων; φασὶν οὖν πρὸς τοῦτο ἀπολογούμενοι, ὅτι τὸ μὲν μανότερα ἢ πυκνότερα γίνεσθαι τὰ σώματα διά τινων ἀλειμμάτων, οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι, ὡς ὁ ἱμὰς ἢ τὸ ἔριον, τῷ διαστέλλεσθαι καὶ κενάς τινας χώρας μεταξὺ ποιεῖν,
10ἀλλ’ ὥσπερ τὸ ὕδωρ μανούμενον ποιεῖ τὸν ἀέρα οὐ τῷ εἰς μικρὰ κατα‐ κερματίζεσθαι καὶ διαλαμβάνειν μεταξὺ κενά, ἀλλὰ τῷ εἰς λεπτομερεστέραν οὐσίαν μεταβάλλειν, οὕτω καὶ τὰ σώματα ἀραιοῦται ὁμαλῶς ὅλα δι’ ὅλων λεπτομερέστερα γινόμενα. τοῦτο μὲν οὖν σαφές. τοὺς δὲ ἱδρῶτας καὶ τὰς διαφορήσεις οὐκ ἀνάγκη, φασί, διὰ πόρων γίνεσθαι. τὴν γὰρ περιττὴν
15καὶ ἄχρηστον ὑγρότητα τῇ ἐκκριτικῇ δυνάμει ἀποκρίνει ἡ φύσις, οὐ διά τινων πόρων, ἀλλὰ κατὰ συνέχειαν τέγγουσα ἄλλο ἐξ ἄλλου μόριον, καὶ οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνουσα τὸ ὑγρόν. ὥσπερ γάρ, φασί, τέγγε‐ ται τὸ λίνον, οὐκ ἐν τοῖς κενοῖς μόνον παρακειμένης τῆς τοῦ ὕδατος οὐσίας, ἀλλὰ καὶ αὐτῆς τῆς τοῦ λίνου οὐσίας διανθείσης, οὐ διά τινων πόρων
20(συνέβαινε γὰρ ὅλον εἶναι πόρον), οὕτω δεῖ νομίζειν καὶ ἐπὶ τοῦ σώματος γίνεσθαι, ἐκ τοῦ βάθους κατὰ συνέχειαν ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνειν τὸ ὑγρόν. οὗτος δὲ ὁ λόγος πιθανὸς μέν ἐστιν, ἀληθὴς δὲ οὐδαμῶς. εἰ μὲν γὰρ ποιότης μόνον ἐκ τοῦ βάθους ἀπεκρίνετο, εἶχεν ἂν λόγον τὸ λεγόμενον· εἰ δὲ μὴ μόνον ποιότης
25ἀλλὰ καὶ οὐσία τις, οἷον οἱ ἱδρῶτες ἢ οἱ ἀτμοί, δυοῖν ἀνάγκη θάτερον, ἢ σῶμα διὰ σώματος χωρεῖν ἢ διά τινων πόρων ἀποκρίνεσθαι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λίνου ἐροῦμεν· εἰ γὰρ δίεισι τὸ ὕδωρ εἰς τὴν τοῦ λίνου οὐσίαν μὴ διά τινων πόρων, σῶμα διὰ σώματος ἐχώρησεν. ἢ οὖν οὐδὲ ὅλως ἡ οὐσία αὐτὴ τοῦ λίνου διαίνεται, ἀλλὰ μόνον τοῦ ὑγροῦ παράθεσίς
30ἐστιν, ἢ εἰ διαίνεται, δεῖ νομίζειν πάσχειν τι τὴν οὐσίαν τῇ παραθέσει τοῦ ὑγροῦ καὶ μεταβάλλειν κατὰ ποιότητα, οὐ τῆς οὐσίας αὐτῆς τοῦ ὕδατος εἰσιούσης· ἀδύνατον γάρ. μήποτε δὲ περὶ τὰς λεπτὰς ἶνας περιχεῖται πάντῃ τὸ ὑγρὸν οὐκ εἰς τὸ βάθος τῆς οὐσίας χωροῦν, καὶ διὰ τὴν λεπτο‐ μερεστάτην παράθεσιν δοκεῖ διὰ τῆς οὐσίας κεχωρηκέναι, ὥσπερ καὶ ἐπὶ
35τῶν λεπτομερεστάτων ξηρίων λανθάνει σχεδὸν τῶν διαφόρων εἰδῶν ἡ183
In GC
.

14,2

184

παράθεσις. ἀλλ’ οὐδ’ ἐπειδὴ διὰ πόρων αἱ διαφορήσεις γίνονται, ἀνάγκη ἀφωρισμένους εἶναί τινας ἐν τοῖς σώμασι πόρους, ἀλλ’, ὡς εἶπεν ὁ Ἀρι‐ στοτέλης, “διαιρετῶν ὄντων πάντῃ τῶν σωμάτων” δεῖ νομίζειν ἐν ταῖς διαφορήσεσι διαιρεῖσθαι τὰ σώματα καὶ πάλιν μετὰ τὴν διαφόρησιν συμ‐
5φύεσθαι. οὐκ ἀνάγκη δὲ ἅμα ἐκ παντὸς μορίου διαφόρησιν γίνεσθαι, ἵνα οὕτως ὅλον διαιρεῖσθαι νομίσωμεν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου. Τίνα δὲ τρόπον τοῖς οὖσιν ὑπάρχει τὸ γεννᾶν καὶ ποιεῖν. γεννᾶν μὲν ἐπὶ τῆς κατ’ οὐσίαν μεταβολῆς, ποιεῖν δὲ ἐπὶ τῆς κατὰ ποιότητα. p. 326b31 Πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὒ πάσχειν, ἀλλὰ πάντῃ καθ’
10ὅσον ἐστὶ τοιοῦτον. Τουτέστι καθ’ ὃ δυνάμει ἐστί τι, οἷον θερμὸν ἢ ψυχρόν· καθ’ ὅλον γὰρ δυνάμει ὂν καθ’ ὅλον καὶ πάσχειν πέφυκεν. μᾶλλον δέ, φησί, καὶ ἧττόν ἐστι παθητικὸν τὸ μᾶλλον ἢ ἧττον ὂν δυνάμει· τὸ γὰρ μᾶλλον δυνάμει θερμὸν μᾶλλον θερμαίνεται ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ, τὸ δ’ ἧττον
15οὐχ οὕτως. p. 326b34 Καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον. Ταύτῃ, τῷ τινὰ τῶν μορίων μᾶλλον εἶναι παθητικὰ τῶν λοιπῶν, ἵνα τὰ εὐπαθέστερά τις τῶν μορίων καταχρώμενος καλοίη πόρους. ὅτι δέ ἐστιν ἐν τοῖς σώμασιν ἄλλα ἄλλων εὐπαθέστερα μόρια, δεικνύουσιν αἱ
20ἐν ταῖς μετάλλοις διατείνουσαι φλέβες, εὐπαθέστεραι πολλάκις οὖσαι τῶν λοιπῶν, ἴσως δὲ καὶ δυσπαθέστεραι ἁπλῶς, ὅτι ἐστὶν ἀνωμαλία ἐν τοῖς τούτων μορίοις τοῦ ἧττον πάσχειν ἢ μᾶλλον. p. 327a1 Συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές. ὁμοίως δὲ καὶ μὴ θιγγάνοντα μήτε αὐτῶν μήτ’ ἄλλων, ἃ ποιεῖν πέφυκε
25καὶ πάσχειν. Οὔτε, φησί, τοῦ συνεχοῦς τὰ μόρια ποιεῖν πέφυκεν εἰς ἄλληλα οὔτε τὰ πάντῃ διῃρημένα καὶ ἀπέχοντα, ἀλλὰ δεῖ τὰ ποιοῦντα καὶ τὰ
πάσχοντα διῃρῆσθαι μὲν ἀλλήλων, ἅπτεσθαι δὲ ἢ ἀμέσως ἢ διά τινων184
In GC
.

14,2

185

μέσων, τῶν μέσων τοιούτων ὄντων ὥστε πεφυκέναι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ἐνεργείᾳ ποιεῖν δὲ εἰς τὸ δυνάμει τοιοῦτον. σαφῶς δὲ τίθησι τὰ παραδείγματα. p. 327a6 Τὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας
5ἐν ἀρχῇ τοῦτο λεκτέον. Ἐπειδὴ εἶπεν ὅτι τὸ δυνάμει τοιοῦτον “πέφυκεν οὐ τῇ μὲν τῇ δὲ οὒ πάσχειν, ἀλλὰ πάντῃ καθ’ ὅσον ἐστὶ τοιοῦτον”, νῦν βούλεται εἰπεῖν ποίᾳ ὑποθέσει ἀκολουθεῖ τὸ μὴ εἶναι πάντῃ παθητικὸν τὸ σῶμα, ἀλλὰ τῇ μὲν τῇ δὲ οὔ. εἰ γὰρ μὴ πάντῃ, φησί, διαιρετὸν τὸ σῶμα, ἀλλ’ ἔστιν ἄτομά
10τινα μεγέθη ἢ στερεὰ ἢ ἐπίπεδα, οὐκ ἂν εἴη πάντῃ παθητικὸν οὐδὲν τῶν σωμάτων, τῶν συνθέτων δηλονότι, ἀλλ’ οὐδὲ συνεχές· οὐ γὰρ δὴ καὶ κατὰ τὰ ἄτομα μόρια πείσεται ἀπαθῆ τε ὄντα καὶ ἀδιαίρετα. διὰ τοῦτο δὲ οὐδὲ συνεχές, ἐπειδὴ μηδὲ συμφύεσθαι τὰ ἀδιαίρετα δύναται (οὕτω γὰρ ἂν καὶ διαιρετὰ ἂν ἦν), ἀλλὰ μόνον παράκεινται ἀλλήλοις. ταύτῃ μὲν
15οὖν τῇ ὑποθέσει ἀκολουθήσει τὸ μὴ πάντῃ παθητικὰ εἶναι τὰ σώματα. εἰ δὲ ψευδὴς αὕτη ἡ ὑπόθεσις, ἀληθὴς δὲ τὸ πάντῃ διαιρετὰ εἶναι τὰ σώματα, οὐδὲν διαφέρει, φησί, τὸ ἐνεργείᾳ ποιεῖν διῃρημένα εἶναι τὰ σώ‐ ματα ἁπτόμενα δὲ ἀλλήλων, ὥσπερ ἔλεγε Πλάτων (ἅπτεσθαι γὰρ ἀλλήλων τὰ ἐπίπεδα καὶ διὰ τῶν ἁφῶν γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν), ἢ
20ἐνεργείᾳ μὲν μὴ διῃρῆσθαι δυνάμει δέ· τὸ γὰρ δυνάμενον διαιρεθῆναι διαιρεθήσεται παρόντος τοῦ διαιροῦντος. ὥστε μάταιον καὶ περιττὸν πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ προϋποτίθεσθαι ἐνεργείᾳ διῃρῆσθαι τὰ σώματα, ἅπτεσθαι δὲ μόνον ἀλλήλων κατὰ τὰς διαιρέσεις. p. 327a14 Ὅλως δὲ τὸ τοῦτον γίνεσθαι τὸν τρόπον μόνον σχιζο‐
25μένων τῶν σωμάτων ἄτοπον. Δείξας ὅτι εἰ καὶ διαιρουμένων τῶν σωμάτων ἐγίνετο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὥσπερ δοκεῖ λέγειν ὁ Πλάτων, διὰ τῶν ἁφῶν λέγων γίνεσθαι διῃρημένων τῶν σωμάτων καὶ ἁπτομένων, εἴ γε πάντῃ διαιρετὸν ὂν τὸ σῶμα ἐν τῷ πάσχειν διαιρεθήσεται καὶ οὐκ ἀνάγκη καὶ πρὸ τοῦ πάθους
30ἐνεργείᾳ διῃρῆσθαι, νῦν δείκνυσιν ὅτι ὅλως τὸ οὕτως ὑποτίθεσθαι σχιζο‐
μένων τῶν σωμάτων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν ἄλογον. ἀναιρεῖ185
In GC
.

14,2

186

γάρ, φησίν, οὗτος ὁ λόγος ἀλλοίωσιν. πρῶτον μὲν γὰρ ὅτι μένοντος συνεχοῦς τοῦ σώματος καὶ μηδαμῶς διαίρεσιν ὑπομένοντος γίνεται κατὰ ποιότητα μεταβολή, ὡς ἐπὶ τῆς πήξεως τοῦ γάλακτος καὶ τοῦ ὕδατος. οὔτε γὰρ διαιρεθὲν τὸ ὕδωρ ἢ τὸ γάλα ἐπάγη, οὔτε κατὰ τὰς Δημοκρίτου
5δόξας τροπὴν πεπονθὸς ἢ διαθιγήν, τοῦτο δέ ἐστι μετάταξιν ἢ μετάθεσιν τῶν μορίων, ἀλλ’ οὐδὲ τῷ ἐκκριθῆναι τινὰς ἀτόμους, λέγω δὴ τὰς ὑγρό‐ τητος ἐμποιητικάς, καὶ ἐναπομεῖναι τὰς σκληράς. πρὶν γὰρ παγῇ τὸ ὕδωρ, ὅλον ἐστὶν ὁμοιομερές, μὴ ἔχον ἐν ἑαυτῷ μόρια σκληρὰ καὶ ἀδιαίρετα, ἀλλ’ ὅλον κατὰ πᾶν μόριον ὑγρόν ἐστιν· ὁμοίως δὲ καὶ ὅταν παγῇ, κατὰ
10πᾶν πεπηγός ἐστιν. ἔτι δέ, φησίν, οὐδ’ αὔξησιν οἷόν τε εἶναι καὶ φθίσιν. οὐ μόνον ἀλλοίωσιν, φησίν, ἀναιροῦσιν οἱ ταῦτα λέγοντες, ἀλλὰ καὶ αὔξησιν καὶ φθίσιν. εἰ γὰρ ἀληθὲς τὸ ἅπαν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι καὶ τοῦ φθίνοντος ἔλαττον, ἀδύνατον τοῦτο ἐπὶ τῆς τούτων ὑπο‐ θέσεως σωθῆναι. εἰ γὰρ προστιθεμένων τινῶν ἐν τοῖς πόροις ἢ ἐν τοῖς
15κενοῖς ἢ ἐν ταῖς ἁφαῖς γίνεται ἡ αὔξησις, δῆλον ὅτι οὐ κατὰ πᾶν ηὔξηται τὸ αὐξόμενον, ὥσπερ οὐδὲ εἰ ἐν δεξαμενῇ προστεθείη κατά τι μέρος ὕδωρ, πλεῖον μὲν γεγενῆσθαι λέγεται, ηὐξῆσθαι δὲ οὔ. p. 327a24 Καὶ μὴ πᾶν μεταβεβληκὸς ἢ μιχθέντος τινὸς ἢ καθ’ αὑτὸ μεταβάλλοντος.
20 Μιχθέντος μὲν ὡς ἐπὶ τῆς τροφῆς (τῆς γὰρ τροφῆς ἐμμιχθείσης καὶ μεταβληθείσης μεῖζον τὸ ὅλον γίνεται), καθ’ αὑτὸ δὲ μεταβάλ‐ λοντος ὡς ὅταν μεταβάλλῃ τὸ ὕδωρ εἰς ἀέρα· κἀνταῦθα γὰρ πᾶν μόριον τοῦ ὕδατος μεῖζον γέγονε, τοῦτο δὲ οὐκ ἔστιν αὔξησις ἀλλὰ γένεσις. τοῦτο δὲ εἶπε δεικνὺς ὅτι οὐδὲ γένεσιν σῴζειν δύνανται. εἰ γὰρ ἐξ ὕδατος ἀήρ,
25γίνεται δὲ τῶν ἐν αὐτῷ τοῦ ἀέρος ἀτόμων ἐκκρινομένων, οὐκ ἔδει μείζονα ὄγκον γίνεσθαι ἀέρος· νῦν δὲ γίνεται. ἢ τοίνυν ἀληθῶν οὐσῶν τῶν ὑπο‐ θέσεων οὔτε ἀλλοίωσις οὔτε γένεσις σωθήσεται, ἢ εἰ ἔστι καὶ ἀλλοίωσις
καὶ γένεσις, ψευδεῖς αἱ ὑποθέσεις.186
In GC
.

14,2

187

p. 327a25 Ὅτι μὲν οὖν ἔστι τὸ γεννᾶν καὶ τὸ ποιεῖν. Γεννᾶν καὶ ποιεῖν εἰ μὲν ἐπὶ οὐσίας ληφθείη, τὸ αὐτό ἐστι τῷ μεταβάλλειν τὴν δυνάμει οὐσίαν εἰς ἐνεργείᾳ οὐσίαν· εἰ δὲ τὸ μὲν ἐπὶ οὐσίας ἔσται τὸ γεννᾶν, τὸ δὲ ποιεῖν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς,
5τὸ δυνάμει ποιὸν μεταβαλλούσης εἰς ἐνέργειαν *** p. 327a26 Καὶ τὸ γίνεσθαί τε καὶ πάσχειν. Τὸ ἀντίστροφον εἶπεν. εἰπὼν τὰ ποιητικὰ εἶπε καὶ τὰ παθητικά. γίνεσθαι οὖν ἐστι τὸ ἄγεσθαι ἐκ δυνάμει οὐσίας εἰς ἐνεργείᾳ οὐσίαν, πάσχειν δὲ τὸ ἀλλοιοῦσθαι κατὰ ποιότητα.
10p. 327a27 Καὶ τίνα τρόπον ἐνδέχεται. Ὅτι τῆς ὕλης τρεπομένης καθ’ ὅλην αὑτὴν καὶ μεταβαλλούσης. p. 327a28 Καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ. Φασὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν συγκρίσει γίνεσθαι καὶ δια‐ κρίσει, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων· δέδεικται δὲ ὅτι οὐκ
15ἐνδέχεται. p. 327a30 Λοιπὸν δεῖ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου. Τρία ἔφησε δεῖν προληφθῆναί τε καὶ διαρθρωθῆναι τοῦ περὶ τῆς τῶν στοιχείων εἰς ἄλληλα μεταβολῆς καὶ ἁπλῶς τοῦ περὶ γενέσεως καὶ φθορᾶς
20λόγου, τί τέ ἐστιν ἁφὴ καὶ τί ποιεῖν καὶ πάσχειν καὶ ἔτι τί ἐστι μίξις. εἰπὼν οὖν περὶ ἁφῆς καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, ἀκολούθως ἐπὶ τὸ τρίτον τῶν προτεθέντων μεταβέβηκεν, ἐπὶ τὸν περὶ μίξεως λόγον. μίξιν δέ φησιν ἐνταῦθα τὴν ἰδικωτέραν λεγομένην ἐπὶ τῆς κράσεως· καθολικω‐ τέρα γὰρ ἡ μίξις καὶ κράσεως καὶ παραθέσεως καὶ τῶν λοιπῶν, λέγεται
25μέντοι ἰδικώτερον μίξις καὶ ἡ κρᾶσις, περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον. δεῖ δέ, φησί, πέντε τινὰ ζητῆσαι εἰς τὸν περὶ μίξεως λόγον, ἅπερ σαφῶς ἀπαριθμεῖται· τί τε γάρ ἐστι, φησίν, ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ
τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, καὶ πρὸς τούτοις, φησίν, εἰ ὅλως187
In GC
.

14,2

188

ἐστὶ μίξις, ὅπερ ἐστὶ καὶ πρῶτον τὸν προβλημάτων. ἀπορήσειε γὰρ ἄν τις μήποτε οὐδ’ ὅλως ἐστὶ μίξις. ἀνάγκη γάρ, φησί, τὰ μιγνύμενα, ἐπειδὴ τοὐλάχιστόν ἐστι δύο, ἢ ἀμφότερα σῴζεσθαι ἐν τῇ μίξει ἢ ἀμφότερα φθείρεσθαι ἢ τὸ μὲν σῴζεσθαι τὸ δὲ φθείρεσθαι· καὶ οὐκ ἔστι 〈τι〉 παρὰ
5ταῦτα. ἐὰν οὖν δειχθῇ ὅτι κατ’ οὐδεμίαν τῶν ὑποθέσεων δύναται σῴζεσθαι ἡ μίξις, μήποτε οὐδ’ ὅλως ἐστίν. εἰ μὲν γὰρ ἀμφότερα σῴζοιντο, οὐκ ἂν εἴη μίξις. τί γὰρ διαφέρει τῶν πρότερον; οὕτω γὰρ ἂν οὐδὲν μᾶλλον πρὶν μιχθῇ μεμιγμένα ἂν ἦν ἢ μετὰ τὸ μιχθῆναι. εἰ δ’ ἀμφότερα φθείρονται, οὐδ’ ἂν ὅλως μιγνύοιτο· τὰ γὰρ μιγνύμενα δεῖ εἶναι, ἵνα καὶ μιγνύηται,
10τὰ δὲ ἐφθαρμένα οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν σῴζεται τὸ δὲ φθείρεται, οὐδ’ οὕτως ἂν εἴη μίξις· δεῖ μὲν γάρ, ὥσπερ εἶπον, εἶναι τὰ μιγνύμενα, ἐν‐ ταῦθα δὲ τὸ μὲν ἔστι τὸ δὲ οὐκ ἔστι. καὶ ἄλλως ὁμοίως ἔχειν δεῖ τὰ μιγνύ‐ μενα, ἐνταῦθα δὲ οὐχ ὁμοίως ἔχουσι τοῦ ἑτέρου φθαρέντος. αἱ μὲν οὖν ἀπορίαι, αἳ ἀναιροῦσι τὴν μίξιν αὗται καὶ τοιαῦταί εἰσιν. ἐπιλύεται δὲ
15τὰς ἀπορίας διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. ὄντων γάρ, φησί, τῶν μὲν δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἴη ἂν τὰ μιγνύμενα δυνάμει μὲν τὰ αὐτὰ ἐν τῇ μίξει, ἐνεργείᾳ δὲ οὔ. ἔστι γὰρ ἐν τῷ κεκραμένῳ οἴνῳ δυνάμει καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος, δυνάμει δὲ οὐ κατὰ τὸ πρότερον, τὸ κατὰ τὴν ἐπιτη‐ δειότητα λέγω, ὡς ἔστι τὸ ὕδωρ δυνάμει ἀήρ, ἀλλ’ οὐδὲ ἁπλῶς κατὰ τὸ
20δεύτερον, τὸ κατὰ τὴν ἕξιν μόνην λέγω, ὥσπερ ἔχει ὁ καθεύδων γεω‐ μέτρης. ἀλλ’ ὃν τρόπον ὁ μεθύων γεωμέτρης καὶ ἐπιχειρῶν γεωμετρεῖν ἐνεργεῖ μὲν κατὰ τὴν ἕξιν, οὐκ εἰλικρινῶς δέ, οὕτως καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἔχει ἐν τῷ κράματι· ἑκάτερος γὰρ ἐν τῇ μίξει κεκολασμένως ἐνεργεῖ. οὕτω μὲν οὖν δυνάμει ἀμφότερα σῴζεται, ἐνεργείᾳ δὲ οὐδέτερον οἷον ἦν
25ἐξ ἀρχῆς· κεκόλασται γὰρ ἡ αὐτῶν εἰλικρινὴς ἐνέργεια, καὶ οὐκ ἔστιν οἵαπερ ἦν πρὶν μιχθῆναι. οὕτως οὖν ἐκφευξόμεθα πάσας τὰς ἀπορίας. οὔτε γὰρ ἀμφοτέρων ἁπλῶς σῳζομένων ἐστὶν ἡ μίξις οὔτε φθειρομένων ἀμφοτέρων οὔτε τοῦ μὲν φθειρομένου τοῦ δὲ σῳζομένου, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτά ἐστιν ἡ μίξις· σῳζομένων γὰρ ἀμφοτέρων δυνάμει, ὡς εἴρηται, ἐνεργείᾳ
30δὲ οὐδετέρου. δέδεικται τοίνυν ὅτι ἔστι τι ἡ μίξις, τῶν ἀποριῶν λυθεισῶν αἵτινες τὰ ἐναργῆ ἀναιρεῖν ἐδόκουν. ὅτι μὲν γὰρ μίξις ἐστίν, ἡ ἐνάργεια ὁμολογεῖ, αἱ μέντοι φερόμεναι ἀπορίαι ἀμφιβάλλειν ἠνάγκαζον πρὸς τὰ ἐναργῆ. λελυμένων οὖν τούτων, ἔχομεν ὅτι ἐστί τι ἡ μίξις. Κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου. εἴωθε γὰρ ἀεὶ τὰς τῶν
35παλαιῶν δόξας τιθέναι πρότερον καὶ διελέγχειν, ἐδόκει δέ, φησί, παρά τισι188
In GC
.

14,2

189

μὴ εἶναι ἡ μίξις, οἳ καὶ ταῦτα διηπόρουν. ἢ καὶ κατὰ τὸν αὐτὸν τρόπον εἶπε προαποροῦντας, ὡς αὐτὸς ἀλλαχοῦ εἴρηκε, περὶ ὧν εὐπορεῖν δεῖ, ἤγουν ζητοῦντα καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι καὶ τὰ λοιπά. p. 327a32 Καὶ τί τὸ μικτὸν καὶ τίσιν ὑπάρχει τῶν ὄντων.
5 Μήποτε ἐκ παραλλήλου ταῦτα εἴρηκε. μικτὸν γάρ ἐστι τὸ δυνάμενον τὴν μίξιν καταδέξασθαι, τοιαῦτα δέ ἐστι καὶ οἷς ὑπάρχει ἡ μίξις. τὸ δὲ καὶ πῶς ἀντὶ τοῦ τίνα τρόπον μίγνυται τὰ μιγνύμενα. ἔσχατον δὲ τίθησι τὸ τῶν προβλημάτων πρῶτον, τὸ εἰ ἔστιν ὅλως ἡ μίξις, ἀλλ’ ἐν τῇ κατα‐ σκευῇ πρῶτον αὐτὸ ἀποδείκνυσιν.
10p. 327b6 Οὗτος μὲν οὖν ὁ λόγος ἔοικε ζητεῖν διορίσαι τίνι δια‐ φέρει μίξις γενέσεως καὶ φθορᾶς. Ὁ λόγος, φησίν, ὁ διαπορῶν εἴτε σῳζομένων γίνεται ἡ μίξις εἴτε φθειρομένων, ἔοικε ζητεῖν γενέσεώς τε καὶ φθορᾶς πρὸς μίξιν τίς ἡ δια‐ φορά· φθειρομένων γὰρ ἢ ἀμφοτέρων ἢ θατέρου φθορὰ ἂν εἴη δηλονότι
15καὶ γένεσις, ἀλλ’ οὐ μίξις. τίς οὖν ἡ διαφορὰ μίξεως πρὸς φθορὰν καὶ γένεσιν; σῳζομένων γὰρ πάλιν οὐχ οἷόν τε εἶναι μίξιν διὰ τὰ εἰρημένα. εἰ οὖν ἔστιν ὅλως, φησί, μίξις, πάντως που διοίσει γενέσεως καὶ φθορᾶς. p. 327b9 Ὥστε τούτων ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιτ’ ἄν. Τούτων φησὶ “τίνι διαφέρει μίξις γενέσεως καὶ φθορᾶς”· εἰ γὰρ τοῦτο
20εὑρεθείη, λελυμέναι ἂν εἶεν αἱ ἀπορίαι. p. 327b10 Ἀλλὰ μὴν οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν. Εἰπὼν δεῖν διαφέρειν γένεσιν καὶ φθορὰν μίξεως, τοῦτο αὐτὸ βούλεται δεῖξαι, ἅμα καὶ τὰ παραδείγματα τῶν ἀνωτέρω εἰρημένων τιθείς, ὅτι οὔτε ἀμφοτέρων φθειρομένων ἡ μίξις οὔτε θατέρου οὔτε σῳζομένων ἀμφοτέρων.
25ἀσαφῆ δὲ τὴν πρὸς τὰ ἄνω συνέχειαν ὁ “ἀλλά” σύνδεσμος ἐποίησε. δεῖ οὖν οὕτως εἰπεῖν· ‘οὔτε γὰρ τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν‘. οὐ γὰρ μίγνυται τῷ πυρὶ τὰ ξύλα, ἀλλὰ φθορὰ μέν ἐστι τῶν ξύλων γένεσις δὲ τοῦ πυρός. τοῦτο δὲ παράδειγμα ἂν εἴη τοῦ ἑνὸς σῳζομένου τοῦ δὲ ἑτέρου
φθειρομένου.189
In GC
.

14,2

190

p. 327b12 Οὔτε αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί. Τοῦτο παράδειγμα ἀμφοτέρων φθειρομένων. οὐδὲ γὰρ τὰ μόρια τῆς ὕλης τοῦ πυρὸς ἀλλήλοις μίγνυσθαι ἂν ἐν τῷ πυρὶ λέγοιτο, διὰ τὸ ἀπο‐ τελεῖσθαι ἐξ αὐτῶν μίαν φλόγα· ὡς γὰρ εἶπον, τῶν μὲν ξύλων ἐστὶ φθορὰ
5τοῦ δὲ πυρὸς γένεσις, μίξις δὲ οὐδαμῶς. μόρια δὲ τῆς ὕλης τοῦ πυρός φησι τὰ πλείονα ξύλα. τὰ οὖν ξύλα, ἐξ ὧν τὸ πῦρ γίνεται, οὐ μίγνυται ἀλλή‐ λοις ἐν τῇ φλογί, ἀλλὰ φθείρονται. τὸ δὲ οὔτε τῷ πυρὶ ὥσπερ οὐδὲ τῷ πυρὶ ἀκουστέον. εἶπε γὰρ ἤδη ὅτι “οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν”, ὥστε περιττὸν τὸ πάλιν τὸ αὐτὸ λέγειν, εἰ μή, ὡς εἶπον, ἐξακούεται
10ὅτι οὐ μίγνυνται ἀλλήλοις τὰ ξύλα ὥσπερ οὐδὲ τῷ πυρί. p. 327b13 Τὸν αὐτὸν δὲ τρόπον οὐδὲ τῷ σώματι τὴν τροφήν. Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ τὸ μὲν φθείρεσθαι τὸ δὲ σῴ‐ ζεσθαι. ἴσως δὲ διακρῖναι θέλων καὶ τῆς αὐξήσεως τὴν μίξιν, ὥσπερ καὶ τῆς γενέσεως, ἐχρήσατο καὶ τούτῳ τῷ παραδείγματι.
15p. 327b14 Οὐδὲ τὸ σχῆμα τῷ κηρῷ. Τοῦτο τοῦ σῴζεσθαι ἀμφότερα παράδειγμα. σῴζεται γὰρ καὶ ὁ κηρὸς καὶ τὸ σχῆμα, ἀλλ’ οὐκ ἄν τις εἴποι μίγνυσθαι τῷ κηρῷ τὸ σχῆμα· ἔστι γὰρ τὸ μὲν ὑποκείμενον τὸ δὲ εἶδος, οὐκ ἔστι δὲ τῶν μιγνυμένων τὸ μὲν εἶδος τὸ δὲ ὑποκείμενον. καθάπαξ οὖν οὐδὲν τῶν ἐν ὑποκειμένῳ
20μίγνυσθαι λέγεται, οὔτε αἱ ἕξεις οὔτε τὰ πάθη, εἴτε ψυχικὰ εἶεν εἴτε σωματικά. εἴη δ’ ἂν διὰ τούτων ἀλλοιώσεως διακρίνας τὴν μίξιν. p. 327b17 Ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν τε καὶ τὴν ἐπιστήμην ἐνδέ‐ χεται μιχθῆναι, οὐδ’ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν. Ἔστι μὲν καὶ τοῦτο παράδειγμα τοῦ ἀμφότερα σῴζεσθαι. οὐδὲ γὰρ
25ἐπειδὴ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐστι ζῴῳ τό τε λευκὸν καὶ ἡ ἐπιστήμη μίγνυ‐
σθαι ἂν λέγοιντο· σῴζονται γὰρ ἄμφω ἀπαθῆ ὑπ’ ἀλλήλων. προσέθηκε190
In GC
.

14,2

191

δὲ καὶ τοῦτο τὸ παράδειγμα εἰς τὸ δεῖξαι ὅτι οὐκ ἂν μιγνύοιντο ταῦτα, κἂν ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ᾖ τὰ μήτε ποιοῦντα μήτε πάσχοντα εἰς ἄλληλα μήτε χωριστὰ ὄντα. λάβοις δ’ ἂν κυριώτερον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ, ἐν ᾧ δύο πάθη, τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι
5ὄντα. ταῦτα οὖν οὐκ ἂν μίγνυσθαι λέγοιτο, σῳζόμενα τε ἄμφω καὶ μὴ χωριστὰ ὄντα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα· δεῖ γὰρ τὰ μιγνύμενα τοιαῦτα εἶναι. οὐδὲν οὖν τῶν μὴ πεφυκότων καθ’ αὑτὰ ὑφίστασθαι μίγνυ‐ σθαι ἂν λέγοιτο, καὶ διὰ τοῦτο οὔτε ἡ ποιότης τῷ ὑποκειμένῳ μίγνυται (οὐ γὰρ χωριστὴ ἡ ποιότης), οὔτε τῇ ὕλῃ τὸ εἶδος· οὐδέτερον γὰρ χω‐
10ριστόν. ἔχεις δὲ ἐντεῦθεν ἕν τι χαρακτηριστικὸν ἰδίωμα τῶν μικτῶν, ἤτοι οἷς ὑπάρχει ἡ μίξις, τὸ δεῖν αὐτὰ δύνασθαι ὑποστῆναι καθ’ αὑτά· ἐφεξῆς δὲ τελείως τὰ χαρακτηριστικὰ αὐτῶν ἐκθήσεται. p. 327b22 Ἐπεὶ δ’ ἐστὶ τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ τῶν ὄντων. Ἐντεῦθεν ἡ τῶν ἀποριῶν ἐπίλυσις. ἐπεὶ οὖν, φησίν, ἐστὶ τὸ δυνάμει
15καὶ τὸ ἐνεργείᾳ, δυνατὸν καὶ εἶναί πως καὶ μὴ εἶναι τὰ μιχθέντα· τὸ γὰρ ἀποτελεσθὲν δυνάμει μέν ἐστιν ἑκάτερον ἐξ ὧν μέμικται, ἐνεργείᾳ δὲ οὐδέτερον. ὥστε λέλυνται αἱ ἀπορίαι, πῇ μὲν σῳζομένων τῶν μι‐ χθέντων πῇ δὲ οὔ· τοῦτο γὰρ καὶ ἐβούλοντο αἱ ἀπορίαι, καὶ σῴζεσθαι αὐτὰ καὶ μὴ σῴζεσθαι.
20p. 327b27 Φαίνεται δὲ τὰ μιγνύμενα πρότερόν τε ἐκ κεχωρισ‐ μένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι πάλιν. Τούτοις, φησίν, ὑπάρχει ἡ μίξις, ἅτινα αὐτά τε καθ’ ἑαυτὰ προϋ‐ φέστηκε καὶ μετὰ τὴν μίξιν πάλιν χωρίζεσθαι πέφυκεν, οὐ τοῦτο δὲ ὅτι ἐνεργείᾳ ὑπάρχοντα ἐν τῷ πράγματι τὰ μιχθέντα, οὕτω πάλιν χωρίζεσθαι
25δύναται (οὐκ ἂν γὰρ οὐδὲ μεμιγμένα ἦν, εἰ ἦν ἐνεργείᾳ ἔτι καὶ ἄνευ μετα‐ βολῆς τινος), ἀλλ’ ἢ τοῦτό φησιν ὅτι πέφυκε τὰ κεκραμένα, διὰ τὸ μὴ τὸ τέλειον εἶδος ἀπολέσαι ἀλλὰ μόνον τὸ εἰλικρινές, διά τινων διακριτικῶν τε καὶ ἀλλοιωτικῶν ὀργάνων ὁλόκληρον πάλιν τὸ οἰκεῖον εἶδος ἀπολαβεῖν. φασὶ γοῦν διὰ τῶν καλουμένων ἐν τῇ συνηθείᾳ στρατιωτῶν ποταμοῦ διη‐
30θούμενον τὸν κεκραμένον οἶνον διακρίνειν τοῦ ὕδατος τὸν οἶνον· ἀνιμᾶσθαι γὰρ μόνον τὸ ὕδωρ, καὶ μάλιστα ὅταν ᾖ παχύτερος ὁ οἶνος. ἢ τοίνυν
τοῦτό φησι τὸ δυνάμενα χωρίζεσθαι πάλιν, ἢ εἴ τῳ τοῦτο ἀδύνατον191
In GC
.

14,2

192

εἶναι δοκεῖ, μὴ ἂν τὰ κεκραμένα ἀκριβῶς δύνασθαι χωρισθῆναι πάλιν, τὸ δυνάμενα χωρίζεσθαι ἀκουσόμεθα τὰ πεφυκότα ὅσον ἐφ’ ἑαυτοῖς δυνάμενα πάλιν καθ’ ἑαυτὰ ὑποστῆναι, εἴ γέ τις ἦν διακριτικὴ αὐτῶν δύναμις. τοῦτο μὲν οὖν, ὥσπερ ἤδη εἴπομεν, ἕν τί ἐστι χαρακτη‐
5ριστικὸν ἰδίωμα τῶν ἐν οἷς ὑπάρχει ἡ μίξις, ἅτινα, φησίν, ἐν τῇ μίξει οὔτε διαμένουσιν ἐνεργείᾳ οὕτως ὥσπερ τὸ σῶμα καὶ ἡ λευκότης ἡ ἐν αὐτῷ, οὔτε μὴν φθείρεται οὔτε θάτερον οὔτε ἀμφότερα. ταύτῃ τε καὶ τῆς γενέσεως καὶ ἀλλοιώσεως διαφέρει ἡ μίξις. οὐδὲ γάρ ἐστι χωριστὸν τῆς ὕλης τὸ εἶδος, οὐδ’ οὕτως ἐστὶ δυνάμει ἐν τῷ κράματι τὰ ἐξ ὧν, ὡς
10λέγεται δυνάμει τὸ ὕδωρ ἀὴρ εἶναι. ἐπὶ μὲν γὰρ τῆς γενέσεως ἡ ὕλη τοῦ ἀέρος δυνάμει μὲν ἀήρ ἐστιν ἐνεργείᾳ δὲ ὕδωρ, ἐν δὲ τῷ κράματι δυνάμει ἐνυπάρχει τὰ ἐξ ὧν, οὐχ ἡ ὕλη αὐτῶν, ἀλλ’ αὐτὰ τὰ εἴδη κεκολασμένα, καὶ διὰ τοῦτο δυνάμει, διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδὲ τοιαῦτα οἷα ἦν πρὸ τῆς κράσεως. ταῦτα εἰπὼν ἐπιπλήττει τοῖς περὶ Ἀναξαγόραν, λέγουσιν
15εἶναί ποτε ‘ὁμοῦ πάντα χρήματα‘· εἰ γὰρ μὴ ἔστιν ἅπαν παντὶ μικτόν (πάθος γὰρ πάθει οὐ μίγνυται), πῶς ἦν ὁμοῦ πάντα χρήματα; p. 327b31 Διὸ ταῦτα μὲν ἀφείσθω. Τὰ περὶ τῶν ἀποριῶν δηλονότι. p. 327b31 Τὸ συνεχὲς δὲ τούτοις ἀπόρημα διαιρετέον.
20 Τὸ διαιρετέον ἀντὶ τοῦ διοριστέον, ἢ οἱονεὶ καὶ αὐτὸ κατὰ διαίρεσιν ἀπορητέον. ζητεῖ γὰρ λοιπὸν ἐφεξῆς τί ποτέ ἐστιν ἡ μίξις, καὶ προάγει κατὰ διαίρεσιν τὸν λόγον. ὑποτίθεται γὰρ δύο τρόπους μίξεως, ἕνα μὲν ὡς πρὸς τὴν αἴσθησιν εἰς μικρὰ κατακερματιζομένων τῶν μιγνυμένων καὶ παρακειμένων ἀλλήλοις τῶν μορίων ὥστε διὰ τὴν σμικρότητα τῶν μορίων
25συναίσθησιν μὴ εἶναι τῆς παραθέσεως, ἀλλὰ δοκεῖν μίξιν καὶ κρᾶσιν εἶναι, ὥσπερ εἴ τις σεμίδαλιν λεπτὴν ἐκ πυρῶν μίξει ἀλεύρῳ κριθῆς· παραθέσεως γὰρ ἐν τούτοις οὔσης, διὰ τὸ τῆς σμικρότητος τῶν μορίων μὴ ἀντιλαμβά‐ νεσθαι τὴν αἴσθησιν δόξει κρᾶσίς τις εἶναι καὶ ὁμοιομερὲς εἶναι τὸ πᾶν. οὕτως ἔχει καὶ ἐπὶ τῶν ξηρίων, οἷον τοῦ ἑξαείδου. ἕνα μὲν οὖν μίξεως
30τρόπον τοῦτον ὑποτίθεται, καθ’ ὃν σῴζεται μὲν τὰ εἴδη τῶν μιγνυμένων,192
In GC
.

14,2

193

ἀνεπαίσθητα δὲ γίνεται τῇ σμικρότητι τῆς παραθέσεως· δεύτερον δὲ οὐκέτι σῳζομένου τοῦ εἴδους τῶν μιγνυμένων, ἀλλ’ ἀναλυομένων αὐτῶν εἰς τὰ ἐξ ὧν σύγκεινται, καὶ οὕτως τῶν στοιχείων αὐτῶν παρακειμένων ἀλλήλοις, ὅπερ ἔλεγον οἱ τὰ ἄτομα ὑποτιθέμενοι· ἀναλυομένου γὰρ τοῦ τε πυρὸς καὶ τοῦ
5ὕδατος εἰς τὰς ἀτόμους ἐξ ὧν σύγκειται, εἶτα ἐκείνων ἀλλήλαις συντιθε‐ μένων ὡς ἑκάστην πυρὸς ἄτομον παρακεῖσθαι ἀτόμῳ ὕδατος, οὕτω τὴν κρᾶσιν γίνεσθαι, ὥσπερ ἂν εἰ οἱ λίθοι, ἐξ ὧν τὸ θέατρον εἰ τύχοι καὶ ἡ οἰκία σύγκειται, ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοῦ θεάτρου ἕκαστος παρ’ ἕκαστον παρακέοιτο.
10 Τούτων τῶν ὑποτεθέντων τῆς μίξεως τρόπων ἑκάτερον ἐλέγξας, οὕτως αὐτὸς τὸν ἀληθῆ ὑποτίθεται. κέχρηται δὲ πρὸς τὸν ἔλεγχον δύο ἀξιώ‐ μασιν, ἑνὶ μὲν ὅτι ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἑτέρῳ δὲ ὅτι [τὸ] πᾶν σῶμα ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἁπλῶς πᾶν τὸ συνεχές, ὧν τὸ μὲν ὅτι τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν ἔχει προαποδεδειγμένον ἐν τῇ Φυσικῇ,
15τὸ δὲ ὅτι ἡ μίξις ἕτερον τῆς συνθέσεως ὡς ἀξίωμα κοινὸν καὶ πᾶσιν ὁμολογούμενον ἔλαβεν. οὐδεὶς γὰρ λέγει ἐπὶ τοῦ κράματος ὅτι σύγκειται ὁ οἶνος καὶ τὸ ὕδωρ, ἀλλ’ ὅτι μέμικται καὶ κέκραται, οὐδ’ ὅτι ἡ οἰκία κρᾶσίς ἐστι λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν, ἀλλ’ ὅτι σύνθεσις, ὡς ἅτε δὴ εἰδότων ἡμῶν ἑτέραν οὖσαν τῆς συνθέσεως τὴν μίξιν καὶ τὴν κρᾶσιν.
20ἑκατέρῳ οὖν τῶν ἀξιωμάτων ἑκατέραν τῶν ὑποθέσεων ἀναιρεῖ, διὰ μὲν τοῦ λέγοντος ἐπ’ ἄπειρον εἶναι πᾶν τὸ συνεχὲς διαιρετὸν ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡ μίξις τοιαύτη οἵαν ἔλεγον οἱ τῇ εἰς τὰ στοιχειωδέστερα ἀναλύσει, τουτέστι τὰ ἄτομα, καὶ τῇ τούτων οὑτινοσοῦν παρ’ ὁτιοῦν παραθέσει τὴν μίξιν γίνεσθαι λέγοντες, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. εἰ γάρ ἐστι τὸ
25σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κεῖσθαι· ἀεὶ γὰρ τὰ παρακείμενα ἀλλήλοις μόρια διαιρετὰ ὄντα οὐκ ἔχει ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κείμενον. διαιρεθέντος γὰρ τοῦ μορίου εἰς τρία τὸ μεταξὺ τμῆμα εἰλικρινῶς ἐστι μὴ ἔχον ἑαυτῷ ἑτεροφυὲς παρακείμενον. ὥστε εἰ μὲν ἦν εἰς ἄτομα ἡ διαίρεσις, ἀναστοιχειουμένων τῶν μιγνυμένων δυνατὸν ἦν ὁτιοῦν
30μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι· ἐπειδὴ δὲ πᾶν τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἀδύνατον ἄρα ἐστὶν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι. καὶ ἄλλως εἰ δέδεικται ὅτι δεῖ τὴν μίξιν μὴ φθειρομένων γίνεσθαι τῶν μιγνυμένων, ἀδύνατον ἄρα τῇ εἰς τὰ ἄτομα ἀναλύσει τὴν μίξιν γίνεσθαι·
οὕτω γὰρ ἂν φθείροιτο καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μιγνύμενα· οὐ γάρ ἐστιν193
In GC
.

14,2

194

ἑκάστη σφαιρικὴ ἄτομος πῦρ, ἀλλ’ ἡ τούτων σωρεία. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὕδατος. ὥστε εἰ ἀναλύοιτο τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, φθείροιτο ἄν· δεῖ δὲ τὴν μίξιν ὄντων τινῶν εἶναι, οὐ φθειρομένων. Οὕτω μὲν οὖν διὰ τοῦ ἑνὸς τῶν ἀξιωμάτων τὴν μίαν τῶν ὑποθέσεων
5ἀνεῖλεν, ὁμοίως δὲ καὶ τὴν ἑτέραν διὰ τοῦ ἑτέρου ἀναιρεῖ ἀξιώματος. εἰ γὰρ ἕτερον συνθέσεως μίξις, οὐκ ἂν εἴη πρὸς τὴν αἴσθησιν ἡ μίξις. εἰ γὰρ κατὰ μικρὰ εἴη παρακείμενα, ὥστε μὴ ὑποπίπτειν τῇ αἰσθήσει τὴν παρά‐ θεσιν διὰ τὴν σμικρότητα, σύνθεσις ἂν εἴη καὶ παράθεσις, οὐ μίξις. οὐδὲ γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν σμικρότητα τὰ παρακείμενα μίξις ἂν
10εἴη, ἀλλὰ διὰ τὸ παρακεῖσθαι καὶ μὴ κεκρᾶσθαι, κἂν μὴ τῇ αἰσθήσει φαίνηται, οὐκ ἂν εἴη μίξις. ἄλλως τε εἰ πρὸς τὴν αἴσθησιν ἡ μίξις, τὸ αὐτὸ ἄλλῳ μὲν ἂν εἴη μεμιγμένον, τῷ μὴ ὀξὺ ὁρῶντι, ἄλλῳ δέ, οἷον τῷ Λυγκεῖ, οὐ μεμιγμένον, ὃς διὰ τὴν τῶν ὄψεων ὀξύτητα καὶ κατὰ γῆς ὁρᾶν λέγεται. οὕτω δ’ ἂν ἐν σχέσει τὸ εἶναι ἔχοι ἂν ἡ μίξις, οὐ φύσει, ὅπερ
15ἄλογον· τὰ γὰρ μεμιγμένα, κἂν μηδεὶς ᾖ ὁ κρίνων, μεμιγμένα δηλονότι ἐστίν. p. 328a1 Ἀλλ’ ἔστιν ὥστε ὁτιοῦν παρ’ ὁτιοῦν εἶναι μόριον τῶν μιχθέντων. Ἡ δευτέρα ὑπόθεσις. δῆλον δὲ ὅτι τῷ ἀναλύεσθαι τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, τουτέστιν ἀτόμους, καὶ ἑκάστην ἑκάστῃ παρακεῖσθαι·
20ἄλλως γὰρ ἀδύνατον. p. 328a2 Λέγεται μὲν οὖν ἐκείνως, οἷον κριθὰς μεμῖχθαι πυροῖς καὶ τὰ ἑξῆς. Παράδειγμα τοῦ πρώτου τρόπου τίθησι, τοῦ πρὸς τὴν αἴσθησιν εἶναι τὴν μίξιν λέγοντος. δοκεῖ δὲ ὡς πρὸς τὸν δεύτερον τρόπον ταῦτα λέγειν,
25διὰ τὸ εἰπεῖν ὅταν ἡτισοῦν παρ’ ὁντινοῦν τεθῇ· τῇ γὰρ αὐτῇ λέξει ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ δευτέρου τρόπου. οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὸν πρῶτον ταῦτα λέγει. καὶ δῆλον ἐξ ὧν φησι τὸ λέγεται μὲν οὖν ἐκείνως, δηλονότι ὡς τὸ πρότερον, οὐχ ὡς τὸ προσεχές. εἶπε δὲ τὸ ἡτισοῦν παρ’ ὁντινοῦν, κριθὴ δηλονότι πρὸς πυρόν, ἵνα ἑκάστην κριθὴν πυρῷ τινι
30ἑνὶ παρακεῖσθαι λάβωμεν, μὴ μέντοι κατὰ σωρείαν πολλὰς ἅμα κριθὰς πολλοῖς
ἅμα πυροῖς. ἁρμόσει δὲ μᾶλλον τὸ ὑπόδειγμα τῷ δευτέρῳ τρόπῳ· ἐπὶ194
In GC
.

14,2

195

γὰρ τῶν διὰ λεπτομέρειαν ἀφανῶν (ὡς ἐπὶ τῶν ξηρίων, τῆς μίξεως τῶν ἀλεύρων τῶν ἐκ κριθῆς καὶ πυρῶν, καὶ ἄλλων τινῶν) οὐ πάντως ὁτιοῦν παρ’ ὁτιοῦν τῶν μιχθέντων κεῖται, ἀλλ’ ἐνδέχεται καί τινα ψήγματα παρα‐ κεῖσθαι ὁμοειδῆ, οἷον κρίθινα ἢ ἄλλου εἴδους.
5p. 328a3 Εἰ δ’ ἐστὶ πᾶν σῶμα διαιρετόν, εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν, ὁμοιομερὲς ὁτιοῦν ἂν δέοι μέρος γίνεσθαι παρ’ ὁτιοῦν. Ἐντεῦθεν ἀνασκευάζει τοὺς εἰρημένους δύο τῆς μίξεως τρόπους. κέχρηται δ’ ὑποθετικῷ συλλογισμῷ τοιούτῳ· εἰ ἔστι πᾶν σῶμα σώματι
10μικτόν, καὶ εἰ ἔστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀκολουθήσει τὸ ὁμοιο‐ μερὲς ὁτιοῦν τοῦ μιγνυμένου γίνεσθαι μέρος. τὸ γὰρ ‘ὁτιοῦν ἂν δέοι ὁμοιομερὲς γίνεσθαι παρ’ ὁτιοῦν‘ ἴσον ἐστὶ τῷ ‘πᾶν μέρος παντὶ ὁμοιο‐ μερὲς ὀφείλει ἔσεσθαι‘. καὶ τὸ μὲν συνημμένον τοιοῦτον, οὗ τὸ ἡγούμενον, καθάπερ εἶπον, δύο ἐστὶν ἀξιώματα, τό τε ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα
15διαιρετὸν καὶ τὸ ἕτερον εἶναι τῆς συνθέσεως τὴν μίξιν. δυνάμει γὰρ ἐμπεριέχεται ἐν τῷ εἴπερ ἐστὶ σῶμα σώματι μικτὸν ‘ἕτερον δηλονότι τῆς συνθέσεως ἡ μίξισ‘· ἐν γὰρ τῇ συνθέσει ἤτοι παραθέσει οὐχ ὁτιοῦν ᾡτινιοῦν παράκειται, διαιρετοῦ ὄντος ἐπ’ ἄπειρον τοῦ σώματος. καὶ εἰ ὁμοιομερὲς ἀνάγκη εἶναι πᾶν μόριον τοῦ μιγνυμένου, οὐκ ἂν οὔτε κατὰ
20μικρὰ σύνθεσις εἴη ἡ μίξις, οὔτε ὁτιοῦν ᾡτινιοῦν παράκειται κατὰ τὴν εἰς τὰ ἄτομα ἀνάλυσιν· οὔτε γὰρ ὅμοιαι αἱ παρακείμεναι ἄτομοι, καὶ κεῖται ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν. πόθεν δέ; ὅτι τῷ ἡγουμένῳ ἕπεται τὸ ἑπόμενον, ὅτι εἰ ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἡ δὲ σύνθεσις ἀνομοιομερῆ ἔχει τὰ μόρια, οὐκ ἂν ἡ μίξις ἔχοι ἀνομοιομερῆ. ὁμοιομερῆ
25ἄρα. ἀλλ’ οὐχ οὕτως ὁμοιομερῆ ὡς ἂν εἴποιεν οἱ τὰ ἄτομα λέγοντες. ἐπεὶ γὰρ τὰ σύνθετα ἐκ τῶν ἀτόμων μίγνυσθαι ἔλεγον (οὐ γὰρ αὐτὰς τὰς ἀτόμους), μίγνυσθαι δὲ αὐτὰ τῇ εἰς τὰ ἄτομα ἀναλύσει καὶ παραθέσει οὑτινοσοῦν ἀτόμου παρ’ ὁτιοῦν, εἶπον ἂν ὁμοιομερὲς τὸ ὅλον, μέρη λέγοντες οὐ τὰς ἀτόμους (στοιχεῖα γὰρ αὗται), ἀλλὰ τὰ συγκείμενα ἐξ αὐτῶν τοῦ
30ὅλου μόρια, ἐν οἷς πᾶσιν ὁμοία ἡ παράθεσις ὁρᾶται. ὅτι οὖν οὐχ οὕτως ὁμοιομερὲς τὸ μιγνύμενον, ἐκ τοῦ προειλῆφθαι ὅτι πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετὸν δῆλον, ἀλλ’ ὅτι ἀεὶ καὶ ἐπ’ ἄπειρον γινομένης τῆς διαιρέσεως πάντα τὰ μόρια ὁμοιομερῆ εὑρίσκεται. τὸ μὲν οὖν συνημμένον, ὥσπερ
εἶπον, τοιοῦτον. ἡ δὲ πρόσληψις αὐτῷ γίνεται δυνάμει μὲν ἡ αὐτὴ τῷ195
In GC
.

14,2

196

ἡγουμένῳ τῷ ἐν τῷ συνημμένῳ, τῇ λέξει δὲ διάφορος. ἀντὶ γὰρ τοῦ προσλαβεῖν ‘ἀλλὰ μήν ἐστι πᾶν σῶμα διαιρετὸν καὶ ἄλλο μίξεως σύνθεσισ‘, προσλαμβάνει ἴσον δυνάμενον τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαρεθῆναι, οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, ὧν τὸ ἐπεὶ δὲ οὐκ
5ἔστιν εἰς τὰ ἐλάχιστα διαιρεθῆναι ἴσον ἐστὶ τῷ ἐπεὶ δὲ πᾶν σῶμα διαιρετόν, τὸ δὲ οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, τὸ παρα‐ ληφθὲν ἐν τῷ ἡγουμένῳ ὅπερ δυνάμει περιεῖχε, τῷ εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν. τούτοις οὖν προσληφθεῖσιν ἀκόλουθον συμπέ‐ ρασμα τὸ ὁμοιομερὲς εἶναι πάντῃ ἑαυτῷ τὸ μιγνύμενον, ὅπερ αὐτὸ μὲν
10οὐ τέθεικε δι’ ἄλλων δὲ αὐτὸ κατασκευάζει. δῆλον γάρ, φησίν, ὡς οὔτε κατὰ μικρὰ σῳζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι· σύν‐ θεσις γάρ ἐστι καὶ οὐ κρᾶσις οὐδὲ μίξις, οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. ταῦτα δὲ δεικτικά ἐστι τοῦ ὁμοιομερὲς εἶναι τὸ μιγνύμενον· τῇ γὰρ ἀναιρέσει τοῦ ἀνομοιομερὲς τὸ ὁμοιομερὲς εἶναι
15εἰσάγεται. ἂν δὲ ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐδὲν συμβή‐ σεται τούτων· οὐ γὰρ ὁμοιομερὲς τὸ ὅλον. οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον, ὅπερ εἵπετο τῷ ἀξιώματι τῷ λέγοντι ἕτερον εἶναι σύνθεσιν μίξεως. εἰ δὲ μὴ ἔστι τὸ ὅλον ὁμοιομερές, φαινομένη ἐστὶ καὶ οὐκ οὖσα κρᾶσις, καὶ διὰ τοῦτο τῷ Λυγκεῖ εἴη ἂν οὐ μεμιγμένον.
20p. 328a15 Οὔτε τῇ διαιρέσει. Κατὰ κοινοῦ τὸ ‘οὐ μεμιγμένον‘. ἐπὶ τὸν ἕτερον δὲ τρόπον μεταβέ‐ βηκεν, τὸν ὁτιοῦν λέγοντα παρ’ ὁτιοῦν εἶναι τὴν μίξιν, ὃν καὶ αὐτὸν συμ‐ βαίνει γίνεσθαι τῇ κατὰ μικρὰ συνθέσει. δεδομένου γὰρ τοῦ ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν κεῖσθαι· ἀδύνατον
25γὰρ εἰς ἄτομα διαιρεθῆναι τὸ συνεχές. ὥστε συμβήσεται καὶ τοῦτον τῇ κατὰ μικρὰ παραθέσει γίνεσθαι, ὅπερ ἄτοπον πρὸς τῷ, ὡς ἤδη εἶπον, καὶ τῇ ἀναστοιχειώσει μὴ σῴζειν τὴν τῶν μιγνυμένων φύσιν, ὅπερ ἔδει. p. 328a17 Ἢ οὖν οὐκ ἔστι μίξις, ἢ λεκτέον τοῦτο πῶς ἐνδέχεται γενέσθαι πάλιν.
30Ἦν ἡ ὅλη τοῦ συλλογισμοῦ ἔφοδος τὸ ‘εἰ ἔστι μίξις, ὁμοιομερῆ δεῖ
εἶναι τὰ μόρια τοῦ μιγνυμένου‘. δύο οὖν τρόπων ὑποκειμένων μίξεως,196
In GC
.

14,2

197

ἀνῄρητο ἑκάτερος, τῷ μηδέτερον δύνασθαι σῴζειν ὁμοιομερῆ τῶν μιγνυ‐ μένων τὰ μόρια. τούτου οὖν δειχθέντος, φησίν, ἀκολουθήσει τὸ ἢ μηδ’ ὅλως εἶναι μίξιν, ἢ ἕτερόν τινα εἶναι τρόπον μίξεως παρὰ τοὺς εἰρημένους. τὸ δὲ πάλιν προσέθηκεν, ὅτι τὸ αὐτὸ τοῖς ἐπὶ τῶν πρώτων ἐποίησεν·
5ἀνελὼν γὰρ τὰς προκαταβεβλημένας δόξας, αὐτὸς ἔδειξε πῶς ἕκαστον αὐτῶν γίνεται. p. 328a18 Ἔστι δή, ὡς ἔφαμεν, τῶν ὄντων τὰ μὲν ποιητικὰ τὰ δὲ ὑπὸ τούτων παθητικά. Ἀνελὼν τὰς ψευδεῖς περὶ μίξεως ὑπονοίας, καὶ βουλόμενος λοιπὸν
10εἰπεῖν τί τέ ἐστιν ἡ μίξις καὶ πῶς γίνεται, ἀναμιμνῄσκει ἡμᾶς τῶν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένων, ὅτι ταῦτα τῶν ποιούντων καὶ ἀντιπάσχει ὅσα τῆς αὐτῆς ὕλης κοινωνεῖ ἀλλήλοις, ταῦτα δὲ τῶν ποιούντων οὐκ ἀντι‐ πάσχει ὅσα μὴ κοινὴν ἔχει ὕλην. ἐπεὶ οὖν τὰ μιγνύμενά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα εἰς ἄλληλα, ποιεῖ δὲ καὶ πάσχει εἰς ἄλληλα τὰ ὁμόυλα,
15ταῦτα ἂν μιγνύοιτο ἀλλήλοις τὰ τῆς αὐτῆς ὕλης μετέχοντα. ὥστε τοῦτό ἐστι μίξις, ἡ τῶν ὁμοΰλων εἰς ἄλληλα ποίησις. p. 328a22 Τούτων μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδὲ ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασιν. Τούτων, φησί, τῶν μὴ ὁμοΰλων καὶ διὰ τοῦτο μηδὲ ἀντιπασχόντων
20ἐν τῷ ποιεῖν μίξις οὐκ ἔστι. καὶ διὰ τοῦτο, φησίν, οὔτε ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸ σῶμα μίγνυται αὐτῷ· οὐ γάρ ἐστιν ὁμόυλος ἡ ἰατρικὴ τῷ σώματι· ἐν ψυχῇ γὰρ αἱ ἐπιστῆμαι. διὰ τοῦτο οὖν ὑγιάζουσα τὸ σῶμα ἡ ἰατρικὴ οὐ μίγνυται αὐτῷ, εἴ γε μίγνυται τὰ ἀντιπάσχοντα ὑπ’ ἀλλήλων, ἀντιπάσχει δὲ τὰ ὁμόυλα. ἔχει δὲ ἡ λέξις δύσκολόν τι. ‘διὸ‘
25γάρ φησιν ‘οὔτε ἡ ἰατρικὴ μιγνυμένη ποιεῖ ὑγίειαν, οὔτε πάλιν ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασι ποιεῖ ὑγίειαν‘. ἢ οὖν οὕτως ἀκουστέον ‘διὸ οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν μιγνυμένη τοῖς σώμασιν, οὔτε ἡ ὑγίεια μίγνυται τοῖς σώμασιν‘, ἵνα τὸ μιγνυμένη συλληπτικῷ τρόπῳ εἰρημένον ὑπάρχῃ, οὐ μίγνυται δὲ δηλονότι ἡ ὑγίεια εἶδος οὖσα, εἴρηται δὲ ὅτι τὰ εἴδη οὐ
30μίγνυται τοῖς ὑποκειμένοις· ἢ ὑγίειαν μὲν ποιοῦσαν ληψόμεθα τὸν τῆς197
In GC
.

14,2

198

ὑγιείας λόγον, γινομένην δὲ τὴν ἐν τῷ σώματι, ὧν οὐδετέρα μίγνυται τῷ σώματι. ἡ μὲν γὰρ ἐν ψυχῇ τὸ εἶναι ἔχει, ἡ δὲ εἶδός ἐστι τοῦ ὑπο‐ κειμένου. p. 328a23 Τῶν δὲ ποιητικῶν καὶ παθητικῶν ὅσα διαιρετά, πολλὰ
5μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν. Εἰπὼν τί τέ ἐστι μίξις καὶ τίνων, ὅτι ὁμοΰλων, ἐπεὶ οὐ πάντα τὰ ὁμόυλα μίγνυται (οὐδὲ γὰρ λίθος ξύλῳ μικτός), διὰ τοῦτο προσδιορίζεται ποῖα τῶν ὁμοΰλων ἐστὶ τὰ μιγνύμενα, ὅτι τὰ εὐδιαίρετα. εὐδιαίρετα δὲ λέγει τὰ εὐόριστα, εὐόριστα δὲ τὰ ὑγρά· ὥστε ὅσα τῶν ὁμοΰλων ἐστὶν ὑγρά, ταῦτα
10μίγνυται. πῶς δὲ τὰ ὑγρὰ μίγνυται ἐπάγει, ὅτι οὐχ ὡς ἔτυχεν ὄντα· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν ὑγρὸν ἐγγινόμενον ποιεῖ μίξιν. οὐδὲ γὰρ εἰ στα‐ γὼν οἴνου, φησί, μυρίοις χοεῦσιν ὕδατος ἐμβληθῇ, μεμιγμένον ποιεῖ τὸ ὅλον· τῷ γὰρ ὑπερβάλλειν τὴν τοῦ ὕδατος δύναμιν πάσχει μόνον ἡ σταγὼν τοῦ οἴνου ὑπ’ αὐτοῦ, οὐκέτι δὲ ἰσχύει καὶ ἀντιδρᾶσαι εἰς αὐτό,
15ἀλλὰ παθοῦσα μόνον ἡ τοῦ οἴνου σταγὼν μεταβάλλει τὸ εἶδος, καὶ γίνεται φθορὰ καὶ γένεσις, οὐ μίξις. εἰ γὰρ καὶ πεφύκασί τινα ποιεῖν εἰς ἄλληλα, ἀλλ’ οὐχ ὡς ἔτυχεν ἔχοντα, ἀλλ’ ἔχοντα καὶ ποσόν τι σύμμε‐ τρον· δεῖται γὰρ τὰ εἴδη καὶ ποσοῦ τινος, ἵνα συστῇ, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπεν. ἐν οὖν τῇ σταγόνι εἰ καὶ ἔστι τὸ τοῦ οἴνου εἶδος, ἀλλ’
20οὐκ ἔστι δυνάμει δραστήριος εἰς μυρίους χοᾶς ὕδατος. καὶ ἐξ ἀρχῆς μὲν δῆλον ὅτι μίξις τις γίνεται ἐν τῷ πλησιάζοντι μορίῳ, ὅταν δὲ ἐπὶ πολὺ διαχεθῇ ἡ σταγὼν καὶ ἀεὶ τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον ἡ ποιότης ἀμβλύνηται, τέλος καὶ παντελῶς μεταβάλλει. δεῖ οὖν τὰ μιγνύμενα, φησίν, ἰσάζειν πως ταῖς δυνάμεσι. καὶ καλῶς εἶπε πως· οὐ γὰρ πάντως
25ἴσα δεῖ εἶναι, ἀλλὰ μὴ πολὺ τὸ ἕτερον ὑπερβάλλειν. ἰσαζουσῶν οὖν πως τῶν δυνάμεων κρατεῖ κατά τι ἑκάτερον ἑκατέρου, οὐ μὴν πάντῃ φθείρει, ἀλλὰ τὰς ὑπερβολὰς κολάζει μόνον· καὶ οὕτως τὸ ὅλον γίνεται κοινόν τι ἀμφοῖν τῶν μιγέντων, οὐ μέντοι θάτερον αὐτῶν, ὥσπερ ἐπὶ τῆς ἐμβληθείσης σταγόνος. τὸ μὲν οὖν γενόμενον κοινὸν ἀμφοῖν, σῴζεται μέντοι δυνάμει ἑκάτερον ἐν
30τῷ μίγματι τὸν εἰρημένον τρόπον.198
In GC
.

14,2

199

p. 328a31 Φανερὸν οὖν ἐκ τούτων, ὅτι ταῦτά ἐστι μικτὰ ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων. Δῆλον, φησίν, ἐκ τῶν εἰρημένων τίνα ἐστὶ τὰ μικτά, ὅτι ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει. τοῦτο δὲ εἶπε διὰ τὰ οὐράνια·
5ποιεῖ γὰρ καὶ ταῦτα εἰς τὰ τῇδε, ἀλλ’ οὐκ ἔχει ἐναντίωσιν, διότι μηδὲ κοινὴν ὕλην ἔχει. ὅσα οὖν τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει, ὑγρὰ ὄντα καὶ ἐξισάζοντά πως ταῖς δυνάμεσι, ταῦτά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα. p. 328a33 Καὶ μικρὰ τοῖς μικροῖς παρατιθέμενα μίγνυται μᾶλλον.
10 Δείξας ὅτι οὔτε κατὰ παράθεσιν ἡ μίξις οὔτε τῇ εἰς μικρὰ διαιρέσει, νῦν φησιν ὅτι εἰ καὶ μὴ ἔστιν ἡ παράθεσις μίξις, συντελεῖ μέντοι εἰς τὴν μίξιν ἡ εἰς μικρὰ διαίρεσις καὶ παράθεσις· εὐκολώτερον γὰρ εἰς μικρὰ διαιρεθέντα μίγνυται τὰ μιγνύμενα. ῥᾷον γάρ, φησί, τὸ μικρὸν ὑπὸ τοῦ μικροῦ πείσεται μᾶλλον ἢ τὸ μέγα ὑπὸ τοῦ μεγάλου, τὸ δὲ πολύ, φησίν,
15ὑπὸ τοῦ πολλοῦ χρονιώτερον πάσχει. δοκεῖ δὲ τοῦτο ἐκβαίνειν πως τὴν ἀναλογίαν. διὰ τί γὰρ μὴ ὥσπερ ὁ αὐτός ἐστι λόγος τοῦ μορίου πρὸς τὸ μόριον, οὕτωσπερ ὁ τοῦ ὅλου πρὸς τὸ ὅλον, οὕτω κατὰ τὸν αὐτὸν λόγον ὁμοίως πείσεται τὸ ὅλον ὑπὸ τοῦ ὅλου, ὥσπερ τὸ μόριον ὑπὸ τοῦ μορίου; εἰ δὲ τοῦτο, οὐδὲν συμβάλλεται ἡ κατὰ μικρὰ διαίρεσις καὶ παράθεσις εἰς
20τὴν θάττω μίξιν. ἀλλὰ κἂν μὴ διαιρεθῇ, τὸ ὅλον δὲ τῷ ὅλῳ παρακέη‐ ται, οὐδὲν ἧττον μιχθήσονται πάσχοντα ὑπ’ ἀλλήλων. καὶ ἄλλως εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι, τοσούτῳ σφοδρότεραι καὶ ὑπερβαίνουσαι τὴν τῶν μερῶν ἀναλογίαν, ὡς δείκνυται σαφῶς ἐπὶ τῶν ῥοπῶν (διαιρούμενα γὰρ τὰ βάρη οὐ σῴζει τὴν τοῦ ὅλου ἀναλογίαν, καὶ τοῦτό ἐστιν ἐπὶ τοῦ
25χρυσοῦ σαφέστατον, ἀλλ’ ἐνδέοντα βάρει τινὶ τοῦ ὅλου φαίνονται τὰ μόρια· ὁμοίως πάλιν συντιθεμένων τῶν μερῶν βαρύτερον τὸ ὅλον τῆς τῶν μερῶν ἀναλογίας φαίνεται· καὶ τὸ πῦρ δὲ ὅσῳ ἀθροώτερον, θερμότερόν ἐστι, διὸ ἐν καμίνῳ μεγάλῃ ῥιφὲν ξύλον μέγα ἐξάπτεται ἀθρόως, οὐκ ἂν δὲ ἐν ἥττονι φλογὶ μικρότερον ξύλον κατὰ ἀναλογίαν τοῦτο ἂν πάθοι), εἰ τοίνυν
30αἱ δυνάμεις ὅσῳ εἰσὶν ἀθροώτεραι, τοσούτῳ σφοδρότεραι, ἀκόλουθον τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα. φαμὲν δὲ πρὸς ταῦτα, ὅτι τὸ μὲν ἐπὶ
τοῦ πυρὸς παράδειγμα καὶ τοῦ ξύλου, εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ,199
In GC
.

14,2

200

διότι γένεσίς ἐστι καὶ φθορά· μόνως οὖν τοῦ πυρὸς ποιοῦντος καὶ μόνως πάσχοντος τοῦ ξύλου εἰκότως ὅσῳ ἀθροωτέρα ἡ ποιητικὴ δύναμις μᾶλλον δρᾷ, ἢ μηδ’ ὅλως ἀντιπάσχουσα ὑπὸ τούτου εἰς ὃ καὶ δρᾷ ἢ ἀμυδρότατα, μᾶλλον δὲ καὶ αὐξομένη· φθορὰ γὰρ καὶ γένεσις τὸ πρᾶγμα. τὸ δὲ ἐπὶ
5τῶν ῥοπῶν, οὐκ ἐναντίων ἐστὶ σύνοδος ἀλλ’ ὁμοίων, τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ προσελθὸν συμπνεῖ μᾶλλον καὶ ζωοῖ τὸ ὅλον, διότι καὶ ἡ διαίρεσις εἰς φθορὰν μᾶλλον ἐπιτηδειότερον ποιεῖ τὸ διαιρούμενον, ὡς εἴρηται ἀνωτέρω· εἰκότως οὖν καὶ ἡ ἕνωσις ζωοῖ μᾶλλον. ταῦτα μὲν οὕτως. ἐπὶ μέντοι τῶν μιγνυμένων, ἐπειδὴ ἰσοτίμως ἀντιδρῶσιν εἰς ἄλληλα τὰ μιγνύμενα,
10δρῶσι δὲ εἰς ἄλληλα ἁπτόμενα ἀλλήλων, ἅπτονται δὲ μᾶλλον διαιρεθέντα (ἀθρόα γὰρ ὄντα πολὺ ἔχει τὸ βάθος), εἰκότως ἄρα διαιρεθέντα μᾶλλον μίγνυται, διότι καὶ μᾶλλον ποιεῖ καὶ πάσχει. τοῦτο δὲ διότι καὶ μᾶλλον ἅπτεται· καὶ γὰρ ἐπὶ τοῦ πυρὸς τὸ αὐτὸ ξύλον θᾶττον ἂν ἔπαθε διαιρεθέν, ἐπειδὴ καὶ μᾶλλον ὡμίλει τὰ μόρια αὐτοῦ τῷ πυρί. ὥστε ἐπὶ τῶν μιγνυ‐
15μένων, ἐπειδὴ δεῖ ἀμφότερα παθεῖν, δεῖ ἀμφότερα διαιρεθῆναι εἰς τὸ θᾶττον παθεῖν· τὸ γὰρ πάσχον διαιρούμενον θᾶττον πάσχει. καλῶς ἄρα εἴρηται, ὅτι διαιρεθέντα τὰ μιγνύμενα καὶ κατὰ μικρὰ παρακείμενα μᾶλλον μίγνυται. p. 328a35 Διὸ τὰ εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά. Ἅπερ πρότερον εἶπε “διαιρετά” νῦν φησιν εὐόριστα, ὅθεν δῆλον
20ὅτι καὶ ἀνωτέρω “διαιρετὰ” τὰ εὐόριστα ἔλεγεν. τῶν οὖν διαιρετῶν τὰ εὐόριστα (ταῦτα δέ ἐστι τὰ ὑγρά· ὁ γὰρ λίθος διαιρετὸς μέν, οὐκ εὐόριστος δέ), ταῦτά ἐστι μικτά, διότι διαιρεῖται ῥᾳδίως, τὰ δὲ διαιρούμενα μᾶλλον μίγνυσθαι ἐλέγομεν. p. 328b2 Τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι.
25 Οὗτός ἐστι, φησίν, ὁ τοῦ εὐορίστου λόγος, τὸ εὐδιαίρετον εἶναι. εὐόριστον γάρ ἐστι τὸ ῥᾳδίως τῷ περιέχοντι ὁριζόμενον, τοιοῦτον δὲ τὸ εὐδιαίρετον, οἷον τὸ ὑγρόν· τὸ γὰρ σκληρὸν οὐκ εὐόριστον. p. 328b3 Εὐόριστον γὰρ μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἂν μὴ γλίσχρον ᾖ.
30Ἕτερον προσδιορισμὸν προσέθηκεν, ὅτι οὐ πᾶν ὑγρὸν μικτόν, ἀλλὰ200
In GC
.

14,2

201

τὸ μὴ γλίσχρον. γλίσχρον δὲ ἔλαιον ἰξὸς ὑγρὰ πίττα καὶ ὅσα τοιαῦτα· διὰ γὰρ τὴν γλισχρότητα ταῦτα καὶ τὴν εὐτονίαν δυσδιαίρετά ἐστι καὶ δυσδια‐ χώριστα, καὶ περιολισθαίνει αὐτοῖς τὰ ἐπιχεόμενα καὶ οὐκ ἐν τῷ βάθει χωρεῖ, διὸ οὐδὲ μίγνυται. ἧττον γάρ ἐστιν εὐόριστα τῶν μὴ γλίσχρων, διόπερ
5καὶ συνιόντα μίγνυται μὲν οὐδαμῶς, μόνον δὲ τὸν ὄγκον πλείονα ἐποίησεν. p. 328b6 Ὅταν δὲ ᾖ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἢ ἠρέμα. Ὅταν, φησί, τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου παθητικὸν ᾖ μόνον, μηκέτι δὲ καὶ θάτερον ὑπὸ τοῦ ἑτέρου, ἢ τὸ μὲν σφόδρα καὶ ῥᾳδίως πάσχει, τὸ
10δὲ μὴ ῥᾳδίως καὶ ἠρέμα, ἐπὶ τούτων φησὶν ἐν τῇ μίξει μηκέτι τὰ συναμ‐ φότερα μείζω τὸν ὄγκον ποιεῖν θατέρου, ἢ εἰ καὶ γένοιτό τις προσθήκη, ὀλίγη, ὡς τοῦ πλείονος ἀναλισκομένου, ὅπερ συμβαίνειν φησὶ περὶ τὸν κασσίτερον καὶ τὸν χαλκόν· ἀέριος γὰρ ὢν ὁ κασσίτερος καὶ πλήρης ἀέρος καὶ ἐπιτήδειος εἰς τὴν τούτου μεταβολήν, πᾶς ἐξατμίζεταί τε καὶ
15ἐξαεροῦται θερμαινόμενος ὑπὸ τοῦ πυρὸς ἐν τῇ πρὸς τὸν χαλκὸν μίξει, καὶ μόνον χρώννυσι τὸν χαλκόν, οὐ μέντοι καὶ τῷ ποσῷ τι προστίθησι. μήποτε δὲ οὐδ’ ὅλως ἐστὶ μίξις τοῦ καττιτέρου πρὸς τὸν χαλκόν, ἀλλὰ παράθεσις καὶ κόλλησις· οὐδὲ γὰρ ὑγρῷ ὄντι τῷ χαλκῷ μίγνυται οὐδὲ δι’ ὅλης αὐτοῦ χωρεῖ τῆς οὐσίας, ἀλλὰ μόνον τὴν ἐπιφάνειαν χρώννυσιν. ἔοικεν
20οὖν μᾶλλον εἴδει τινὶ ὁ καττίτερος ἐν ὑποκειμένῳ τῷ χαλκῷ, ὡς καὶ αὐτὸς προϊὼν λέξει. p. 328b8 Ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμ‐ φοτερίζει. Ἐπεὶ οἱ ψελλίζοντες καὶ διαλέγονταί πως καὶ οὐ διαλέγονται, τῷ
25ἀδιαρθρώτως προφέρειν τοὺς λόγους, τοιαῦτα δέ ἐστι, φησί, τινὰ καὶ ἐπὶ τῶν πραγμάτων, ἀμυδρὰν καὶ ἀσαφῆ καὶ ἀδιάρθρωτον τὴν μίξιν ἔχοντα, τρόπον μέν τινα μιγνύμενα, τρόπον δὲ μή. εἰπὼν δὲ ὅτι ἔνια ψελλί‐ ζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει, τοῦτο ἐξηγήσατο διὰ τοῦ φαίνεται γὰρ καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκ‐
30τικὸν θάτερον δὲ εἶδος. ὁ οὖν καττίτερος τρόπον μέν τινα εἶδός τι201
In GC
.

14,2

202

καὶ πάθος ἐστὶ τοῦ χαλκοῦ, ἐξατμιζόμενος ἐν τῇ μίξει καὶ μόνον χρωμα‐ τίζων τὸν χαλκόν, οὐκ ἦν δὲ τὰ πάθη μικτὰ τοῖς ὑποκειμένοις, οὐ μὴν παντάπασι τοιοῦτος ὁ καττίτερος. διὸ καὶ εἶπε τὸ ψελλίζεται καὶ τὸ ἐπαμφοτερίζει· γίνεται γάρ τις ὀλίγη τοῦ ὑποκειμένου αὔξησις, ὅπερ οὐκ
5ἔστιν ἐπὶ τῶν εἰδῶν. ὁμοία δὲ γίνεται ἡ μίξις καὶ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος. καὶ γὰρ ἐπ’ ἐκείνων σχεδὸν μόνον χρωματίζεται τὸ ὕδωρ ὑπὸ τῆς τέφρας, αὔξεται δὲ ἐπ’ ὀλίγον· γίνεται γάρ τις τῆς τέφρας ἐν τῷ ὕδατι αὔξησις. p. 328b14 Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις.
10 Τουτέστιν ὅτι ἐν ὑπάρξει ἐστὶ καὶ οὐχ, ὥς τινες ἐνόμιζον, φαινομένη μόνον ἐστὶν οὐκ οὖσα δέ. καὶ τί ἐστιν. αὐτὸς ἐφεξῆς ὁρίζεται τί ἐστιν ἡ μίξις, ὅτι “τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις”, κατὰ ποιότητα ὄντων παθητικῶν καὶ ποιητικῶν, οὐδετέρου μὲν κατ’ ἐνέργειαν ἔτι μένοντος τοῦ αὐτοῦ, δυνάμει δὲ ἀμφοτέρων. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ὑποβε‐
15βλῆσθαι τοῖς μιγνυμένοις, καὶ εἶναι ἐπ’ ἴσης ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. καὶ ποῖα μικτὰ τῶν ὄντων. ὅτι οὔτε τὰ στερεὰ οὔτε πάντα τὰ ὑγρά, ἀλλ’ ὅσα ἐστὶν εὐόριστα καὶ εὐδιαίρετα, μὴ ὄντα γλίσχρα μηδὲ περιολισθαίνοντα ἐν τῇ διαιρέσει. p. 328b17 Ταῦτα γὰρ οὔτε ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτε ἔτι
20τὰ αὐτὰ ἁπλῶς εἶναι. Οὐ γάρ ἐστι φθορὰ ἡ μίξις, μένει δὲ ἀμφότερα δυνάμει μὲν ἅπερ ἦν πρὶν μιχθῆναι, ἐνεργείᾳ δὲ οὔ, ἀλλὰ κεκολασμένας ἔχοντα τὰς ἰδίας ποιότητας, δεόμενα δὲ προσθήκης ἑκάτερον κατὰ τὴν οἰκείαν ποιότητα εἰς τὸ κατ’ ἐνέργειαν γενέσθαι ὅπερ ἦν, οὐ μέντοι ὁλοκλήρου μεταβολῆς· ἡ γὰρ τοιαύτη
25γένεσίς ἐστι καὶ φθορά, οὐχὶ δὲ μίξις. p. 328b19 Οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν.
*** ποιοῦντα καὶ τὸν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν τίθεσθαι λέγοντα.202
In GC
.

14,2

203

p. 328b21 Πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν. Εἰπὼν μικτὸν εἶναι ὃ ἂν εὐόριστον ὂν παθητικὸν εἴη καὶ ποιη‐ τικὸν καὶ τοιούτῳ μικτὸν ὁποῖόν ἐστιν αὐτό, ἐπήγαγε πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν, τὸ ὁμώνυμον ἀντὶ τοῦ ‘συνώνυμον‘ θείς, ἡ δὲ χρῆσις
5αὐτῷ συνήθης. εἰ γὰρ ἀμφότερα εὐόριστα καὶ ὑπ’ ἀλλήλων παθητικά, συνώνυμά ἐστι δηλονότι κατὰ τοῦτο· μικτά τε γὰρ ἄμφω καὶ τὸν λόγον ἔχοντα τοῦ μικτοῦ. p. 328b22 Ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις. Τουτέστι δι’ ἀλλοιώσεως ἕνωσις. ὅταν γὰρ ἀλλοιωθῇ τὰ μιγνύμενα
10οὕτως ὡς τὸ ἐξ αὐτῶν ἕν τι ὁμοιομερὲς ὅλον γενέσθαι, τότε ἥνωται. καὶ ὁ λόγος ἂν οὗτος εἴη μίξεως ‘ἕνωσις τῶν μικτῶν δι’ ἀλλοιώσεωσ‘, ὡς πῇ μὲν σῴζεσθαι τὰ μιγνύμενα πῇ δὲ φθείρεσθαι, ἐνεργείᾳ μὲν οὐκ ὄντα τοιαῦτα, ὡς εἴρηται, ἀλλὰ κεκολασμένα ἐφθάρθαι δοκεῖ, μηκέτι τὴν ἀκρό‐ τητα τοῦ τοιούτου σῴζοντα εἴδους, τῷ δὲ μὴ καθ’ ὅλας αὑτὰς μεταβεβλη‐
15κέναι τὰς ποιότητας, ἀλλ’ ἕνωσιν ὑπομεῖναι τούτων, ταύτῃ ὑπομένει καὶ
σῴζεται.203
In GC
.

14,2

204

(1T)

ΙΩΑΝΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ
2TΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ ΕΚ ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ
3TΤΟΥ ΕΡΜΕΙΟΥ ΜΕΤΑ ΤΙΝΩΝ ΙΔΙΩΝ ΕΠΙΣΤΑΣΕΩΝ ΕΙΣ ΤΟ ΔΕΥ‐
4TΤΕΡΟΝ ΤΩΝ ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
5 *** ἁπλῆν μὲν γένεσιν καλῶν τὴν τῆς κυριωτέρας καὶ κρείττονος οὐσίας γένεσιν, οἷον πυρός, τινὰ δὲ γένεσιν τὴν τῆς χείρονος, οἷον γῆς. τὸ δὲ πῶς, ὅτι κατὰ μεταβολὴν τοῦ εἴδους τοῦ οὐσιώδους. τὸ δὲ διὰ τίνα αἰτίαν, διότι κοινὴ ὕλη αὐτοῖς ὑποβέβληται, τρεπτὴ οὖσα καὶ τῶν ἐναν‐ τίων δεκτική. καὶ τίνα ἔχει διαφορὰν αὐτῶν. λείπει τὸ ‘ἑκάτερον‘,
10τουτέστι τίνα ἔχει ἑκάτερον αὐτῶν πρὸς ἄλληλα διαφοράν. p. 328b31 Λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων. Ἢ τὴν πτῶσιν χρὴ ἐναλλάξαντα λέγειν ‘λοιπὸν δὲ θεωρῆσαι περὶ τῶν καλουμένων στοιχείων‘, [ἐστὶ καὶ παρ’ Ὁμήρῳ
15
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ἀντὶ τοῦ ‘τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει‘] ἢ προσυ‐ πακοῦσαι ἔξωθεν χρὴ τὸ ‘πῶς ἐστιν ἐν αὐτοῖς γένεσις καὶ φθορά‘, ἵν’ ᾖ
συνεχὴς ὁ λόγος τοῖς προειρημένοις. ἔστι γὰρ ἅπας ὁ λόγος ἄνωθεν ἀνα‐204
In GC
.

14,2

205

λαβοῦσι τοιοῦτος. εἴρηται, φησίν, ἡμῖν ἤδη καθόλου ἐν τοῖς κατὰ φύσιν μεταβάλλουσι πῶς ὑπάρχει ἁφὴ καὶ μίξις καὶ τὸ ποιεῖν καὶ πάσχειν, εἴρηται δέ, φησί, περὶ γενέσεως καὶ φθορᾶς τίνος ἐστὶ καθόλου, ἐφεξῆς δὲ λοιπὸν μετὰ τὸν καθόλου περὶ αὐτῶν λόγον θεωρητέον πῶς περὶ τὰ
5καλούμενα στοιχεῖά ἐστι ταῦτα, τουτέστι πῶς ὑπάρχει τοῖς στοιχείοις ἡ γένεσις καὶ ἡ φθορὰ καὶ τὰ λοιπὰ τὰ εἰρημένα. καλούμενα δὲ εἶπε, διότι οὐκ αὐτὸς ἔθετο αὐτοῖς τοὔνομα, ἀλλ’ ἐν τῇ συνηθείᾳ περιφέρεται. οὐδὲ γὰρ κυρίως ταῦτα στοιχεῖα ὀνομάζεται, ἀλλ’ ὥσπερ ἐν τῷ λόγῳ στοιχεῖα λέγεται τὰ πρώτιστά τε καὶ ἁπλούστατα καὶ ἀσύνθετα, λέγω δὲ
10τὰ εἰκοσιτέσσαρα στοιχεῖα, οὕτως καὶ τῶν φυσικῶν σωμάτων κυρίως στοιχεῖα ἂν λέγοιντο τὰ πρώτιστα καὶ ἁπλούστατα· ταῦτα δέ ἐστιν ὕλη καὶ εἶδος. ἢ καλούμενα αὐτὰ εἶπεν, ὡς μήπω ἀποδεδειγμένου τοῦ ταῦτα εἶναι τὰ ὕλης λόγῳ ὑποκείμενα τοῖς συνθέτοις πᾶσι σώμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ· τοῦτο γάρ ἐστι τὸ προκείμενον αὐτῷ κατὰ τὸ παρόν, διδάξαι
15τε τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως καὶ ἀποδεῖξαι ὅτι ταῦτα μόνα ἐστὶ καὶ τοσαῦτα τὰ ὀνομαζόμενα, ἐξ ὧν πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ σύγκειται. p. 328b32 Γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνε‐ στώσαις οὐσίαις οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων.
20 Μέλλων διαλεχθῆναι περὶ στοιχείων καὶ τῆς εἰς ἄλληλα αὐτῶν μετα‐ βολῆς, δείκνυσιν ὅτι οὔτε ταῦτα οὔτε τούτων τί ἐστι τὸ ὑποκείμενον τῶν ἐν γενέσει καὶ φθορᾷ, ὥσπερ ᾤοντό τινες ὧν καὶ τὰς δόξας ἐκτίθεται· ἀρχαὶ γὰρ κυρίως καὶ στοιχεῖα πρῶτα τῶν ἐν γενέσει καὶ φθορᾷ ἡ ὕλη ἐστὶ καὶ τὸ εἶδος, ἐξ ὧν καὶ αὐτὰ ταῦτα τὰ καλούμενα στοιχεῖα σύγκειται,
25καὶ ἐν αὐτοῖς ἐστι γένεσις καὶ φθορά. εἰ δὲ τῶν γινομένων καὶ φθειρο‐ μένων ἐστὶ καὶ αὐτά, δῆλον ὡς οὐκ ἂν εἴη πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ στοιχεῖα, ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἅπερ καὶ τούτων καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ κοινὰ ὑπάρχει. ἡ μὲν οὖν κατὰ τὴν διδασκα‐ λίαν τάξις τοιαύτη τις. ὃ δέ φησι τὸ ῥητόν, τοιοῦτόν ἐστιν. ἐπειδή,
30φησίν, ἡ γένεσις καὶ ἡ φθορὰ πασῶν τῶν φυσικῶν οὐσιῶν οὐκ ἄνευ αἰσθη‐ τῶν ἐστι σωμάτων, ἀλλ’ ἀεὶ ἐν τούτοις, εὔλογον ἂν εἴη τὸν ἀρχὰς ζητοῦντα τῶν γινομένων καὶ φθειρομένων, τῶν αἰσθητῶν σωμάτων ζητεῖν τὰς ἀρχὰς καὶ τὰ στοιχεῖα· ἐν τούτοις γὰρ τὰ γινόμενα καὶ φθειρόμενα.
ὅρα δὲ ὅπως ἀσφαλῶς οὐκ εἴρηκεν ὅτι πάντα τὰ γινόμενα καὶ φθειρόμενα205
In GC
.

14,2

206

αἰσθητὰ σώματά εἰσιν, ὅπερ ἄν τις ἀσκεπτότερον ὑπώπτευσεν, οἰόμενος τὰ μὲν γινόμενα καὶ φθειρόμενα αἰσθητὰ εἶναι ἐξ ἀνάγκης σώματα, μὴ μὴν πάντως τὰ αἰσθητὰ σώματα καὶ γενητὰ εἶναι καὶ φθαρτά, καθάπερ τὰ οὐράνια· ἀλλ’ ἀκριβέστερον αὐτὸ θεωρήσας, ἵνα μή τις προφέροι τὰς
5φυσικὰς δυνάμεις, αἵτινες φυσικαί τέ εἰσιν οὐσίαι καὶ γίνονται καὶ φθεί‐ ρονται, οὐ μὴν καὶ σώματά εἰσιν αἰσθητά, ἀληθέστατά τε ἅμα καὶ ἀσφα‐ λέστατα τὸν λόγον προήγαγε, φάσκων μὴ ἄνευ τῶν αἰσθητῶν σωμάτων ταῖς φύσει συνεστώσαις οὐσίαις ὑπάρχειν γένεσιν καὶ φθοράν. αἱ γὰρ φυσικαὶ δυνάμεις οὐσίαι τινὲς οὖσαι καὶ αὐταί, εἰ καὶ μὴ σώματά εἰσιν,
10ἀλλ’ οὖν ἐν σώμασι τὸ εἶναι ἔχουσαι ἐν αὐτοῖς γεννῶνται καὶ φθείρονται· οὐκ ἄρα ἄνευ τούτων φθορᾶς καὶ γενέσεως μετειλήχασιν. εἰ δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις εἶπεν ὁ Ἀριστοτέλης τὰς φυσικὰς δυνάμεις καὶ τὰς ζωὰς τὰς ἐν τοῖς φυσικοῖς σώμασιν μὴ ἔχειν γένεσιν, οὐκ ἐναντιοῦται τοῖς ἐνταῦθα εἰρημένοις. ἐκεῖ γὰρ γένεσιν ἐκά‐
15λει οὐχ ἁπλῶς τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν πάροδον. τοιαύτην μὲν γὰρ γένεσιν οὐκ ἔχουσιν αἱ τοιαῦται δυνάμεις καὶ ζωαί, ὡς δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προαγόμεναι καὶ πάλιν ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῇ μηδα‐ μῶς χωροῦσαι, ταύτῃ γίνεσθαι ἂν λέγοιντο καὶ φθείρεσθαι. p. 328b34 Οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ
20τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. Κατασκευάσας ὅτι χρὴ περὶ τῶν γινομένων καὶ φθειρομένων τὸν λόγον ποιουμένους τῶν αἰσθητῶν σωμάτων τὰς ἀρχὰς ζητεῖν (ἐν τούτοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά), νῦν χωρεῖ ἐπὶ τὴν ζήτησιν, καὶ δείκνυσιν ὅτι τὰ καλούμενα τέσσαρα στοιχεῖα οὐκ ἔστιν ὕλη κοινὴ τῶν αἰσθητῶν
25σωμάτων οὐδὲ κυρίως ἀρχή, οὔτε πάντα οὔτε ἕν τι αὐτῶν, ὥσπερ τινὲς ᾠήθησαν, ἀλλὰ καὶ αὐτὰ αἰσθητὰ σώματά εἰσι γενητὰ καὶ φθαρτά. τί‐ θησι δὲ τὰς δόξας τῶν οἰηθέντων ἀρχὰς αὐτὰ εἶναι τῶν γενητῶν καὶ φθαρτῶν. οἱ μὲν γὰρ ἕν τι αὐτῶν ὑπέθεντο ἀρχὴν τῶν σωμάτων, ὥσπερ πῦρ μὲν Ἡράκλειτος ὁ Ἐφέσιος καὶ Ἵππασος, ἀέρα δὲ Διογένης ὁ
30Ἀπολλωνιάτης καὶ Ἀναξιμένης, Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ· Ἀναξί‐ μανδρος δὲ ἄλλο τι παρὰ τὰ τέσσαρα στοιχεῖα ὑπέθετο τῶν ὄντων ἀρχήν. Ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. ἐπειδὴ ὁ
Ἀναξίμανδρος ἠδύνατο, τὴν ὕλην ὀρθῶς ὑποθέμενος ἀρχὴν τῶν σωμάτων,206
In GC
.

14,2

207

μεταξὺ αὐτὴν εἶναι λέγειν τῶν στοιχείων ὡς ὑποκειμένην αὐτοῖς (οὕτω γὰρ κατὰ τὸ τρίτον σχῆμα μέσον ὅρον ὀνομάζομεν τὸν μηδετέρῳ τῶν ἄκρων ὄντα τὸν αὐτόν, ἀμφοτέροις δὲ ὑποκείμενον), δεικνὺς ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ ταύτην τὴν ἔννοιαν ὑπετίθετο, ἀλλὰ τὸ μεταξὺ γῆς καὶ
5πυρὸς ἢ ἀέρος καὶ ὕδατος, προσέθηκε σῶμά τε ὂν καὶ χωριστόν. ἀδύνατον δὲ παρὰ τὰ τέσσαρα ἄλλο τι σῶμα ἁπλοῦν ὑποθέσθαι ὑφεστηκὸς ἐφεξῆς δείκνυσιν. εἰ γὰρ σῶμά ἐστιν ὑφεστώς, ἐν τόπῳ τε ἔσται καὶ πεποιωμένον, ἐν τόπῳ δὲ ὂν ἢ ἄνω ἢ κάτω, ἄνω δὲ ὂν ἢ πῦρ ἢ ἀὴρ, κάτω δὲ ὕδωρ ἢ γῆ τυγχάνει. ὁ αὐτὸς δὲ λόγος κἀπὶ ποιοτήτων. ἀνάγκη γὰρ αὐτὸ
10τὸ ἕτερον τῶν ἐναντιώσεων ἔχειν· ἢ γὰρ κοῦφόν ἐστιν ἢ βαρύ, καὶ ἤτοι θερμὸν ἢ ψυχρόν, καὶ ἢ ὑγρὸν ἢ ξηρόν. οἵαις δ’ ἂν αὐτὸ χαρακτηρίσῃς τῶν εἰρημένων διαφοραῖς, τῶν τεσσάρων ἕν τι ἔσται ἐξ ἀνάγκης. καλῶς δὲ τὸ σῶμα εἰπὼν προσέθηκε χωριστόν, ἵνα τὸ φυσικὸν δηλώσῃ σῶμα· τὸ γὰρ μαθηματικὸν οὐ τοιοῦτον.
15p. 329a1 Οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν πῦρ καὶ γῆν. Εἰπὼν τοὺς ἕν τι τῶν τεσσάρων ὑποτιθεμένους ἀρχὴν τῶν σωμάτων, νῦν τοὺς πλείους μιᾶς ὑποτιθεμένους ἀρχὰς ἐκτίθεται, ἤτοι τινὰ τῶν τεσσάρων † τί ὄντα † πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταῦτα δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγῳδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα
20ὑπέθετο. p. 329a3 Ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιου‐ μένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν. Εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι οἱ μὲν πλείους μιᾶς ἀρχὰς ὑποθέμενοι συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν εἰρήκασιν γίνε‐
25σθαι, δυνάμενοι καὶ ἀλλοίωσιν σῶσαι ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, οἱ δὲ μίαν ἀρχὴν ὑποθέμενοι, ἐπειδὴ ἀμετάβλητον χρὴ μένειν τὴν ἀρχὴν εἴπερ ὄντως εἴη ἀρχή, ἐξ ἀνάγκης κατὰ ἀλλοίωσιν ἔλεγον τὴν γένεσιν καὶ
τὴν φθοράν, καὶ οὐ κατὰ τὴν τῆς οὐσίας μεταβολήν, καὶ οὕτως εἰς ταὐτὸν207
In GC
.

14,2

208

ἠναγκάζοντο ἄγειν γένεσιν καὶ ἀλλοίωσιν, μὴ δυνάμενοι διαφορὰν αὐ‐ τῶν ἀποδοῦναι. p. 329a5 Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνωμολογημένον.
5 Τὸ μὲν οὖν, φησί, τὰ πρῶτα, ἐξ ὧν τὰ ἄλλα γίνεται, στοιχεῖα καλεῖν καὶ ἀρχὰς εὔλογον, τὸ δὲ ταῦτα ὑποθέσθαι πρῶτα, ἅπερ ἐκεῖνοι λέγουσιν, οὐκ εὔλογον, ὅπερ ὡς ἀκόλουθον καὶ σαφὲς παρῆκεν. ὑπέθεντο δὲ οἱ μὲν τὰ τέσσαρα στοιχεῖα ἢ τινὰ ἢ πάντα, οἱ δ’ ἄλλο τι παρὰ ταῦτα, ὥσπερ Ἀναξίμανδρος. ἐλέγχει δὲ αὐτὸν οὐχ ὡς ἄλλο παρὰ τὰ τέσσαρα
10στοιχεῖα ὕλην ὑποθέμενον (ταύτῃ γὰρ ἐδύνατο λέγειν ὀρθῶς, εἴπερ ἀσώ‐ ματον αὐτὴν καὶ ἀνείδεον ἔφασκεν), ἀλλ’ ἐλέγχει διότι σῶμα αὐτὸ ὑπε‐ τίθετο χωριστόν. p. 329a11 Ἢ γὰρ κοῦφον ἢ βαρὺ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον.
15 Δείξας ὅτι εἰ σῶμά ἐστιν ὑφεστηκὸς ἣν ὑποτίθεται ὕλην Ἀναξίμαν‐ δρος, ἀνάγκη μετὰ ἐναντιώσεως αὐτὴν θεωρεῖσθαι, δέον ἐπαγαγεῖν ὅτι ‘τὸ ἐναντίωσιν δὲ ἔχον τῶν τεσσάρων ἕν τι ἔσται‘, ὡς σαφὲς ὂν ἀφῆκε προσ‐ υπακούεσθαι. p. 329a13 Ὡς δὲ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διο‐
20ρισμόν. Πρὸς Πλάτωνα ἐντεῦθεν ἀποτεινόμενος πρῶτον μὲν ἐγκαλεῖ ὡς εἰπόντι μὲν τὴν ὕλην ἀρχὴν εἶναι τῶν φυσικῶν, μὴ διορισαμένῳ δὲ σαφῶς εἴτε δύναται χωρίζεσθαι τῶν σωματικῶν στοιχείων αὐτὴ καθ’ αὑτὴν ὑφεστη‐ κυῖα εἴτε μή. στοιχεῖα δὲ εἴτε τὰ καλούμενα λέγει τὰ τέσσαρα, εἴτε τοὺς
25κύβους καὶ τὰς πυραμίδας, ἅπερ ὁ Πλάτων ὑπετίθετο, οὐδὲν διοίσει· ὁ λόγος γὰρ αὐτῷ ἐστιν, εἰ δύναται αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη ὑποστῆναι ἢ εἰ μετά τινός ἐστι σώματος. καί φησι μηδὲν περὶ τούτου σαφῶς εἰρη‐ κέναι τὸν Πλάτωνα. εἰδέναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ οὕτω σαφῶς μηδὲ τοῖς αὐτοῖς ῥήμασιν Ἀριστοτέλει χρησάμενος εἶπε περὶ τούτου ὁ Πλάτων,
30ἀλλ’ οὖν ἱκανῶς πρὸς τὸ σαφηνισθῆναι τὴν περὶ τούτου γνώμην αὑτοῦ.
αὐτὸς γάρ ἐστιν ὁ εἰπὼν περὶ τῆς ὕλης διαλεγόμενος “δέχεται γὰρ ἀεὶ208
In GC
.

14,2

209

πάντα, καὶ μορφὴν οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληχεν”. εἰ δὲ ἀεὶ δέχεται, δῆλον ὅτι οὐδέποτε αὐτὴ καθ’ ἑαυτὴν ὑφέστηκεν. p. 329a15 Οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι τοῖς καλουμένοις στοιχείοις.
5 Εἰς ἕτερον νῦν αἰτιᾶται τὸν Πλάτωνα, ὅτι θέμενος εἶναι ὕλην ὑπο‐ κείμενον οὖσαν τῶν στοιχείων, ἐν τῇ κοσμοποιίᾳ εἰς οὐδὲν αὐτῇ ἐχρήσατο κατὰ τὰς τῶν σωμάτων γενέσεις, ἐξ ἐπιπέδων πάντα λέγων γίνεσθαι συν‐ τιθεμένων. ἀμφότερα δὲ πιστοῦται, τὸ μὲν ὅτι ἔθετο ὕλην ὑποκειμένην τοῖς στοιχείοις, ἀναμνήσας ἡμᾶς τοῦ παραδείγματος τοῦ Πλατωνικοῦ, διὰ
10τοῦ οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς· εἶτα πρὶν τοῦ δευτέρου τὴν πίστιν παραγάγῃ, ὅτι οὐ χρῆται τῇ ὕλῃ ἐν τῇ γενέσει τῶν σωμάτων, εἰς ἄλλο ἐπισκήπτει τῷ Πλάτωνι, διότι ἔφη ὁ Πλάτων χρῆναι μᾶλλον ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐπιφέρειν τὸ ὄνομα τοῖς ἐν γενέσει καὶ φθορᾷ, οὐ δεῖ δὲ ἐκ τῆς ὕλης χαρακτηρίζειν τὰ ὄντα ἀλλ’ ἐκ τοῦ εἴδους·
15τοῦτο γάρ ἐστι τὸ τὴν ἰδίαν ἑκάστου ἀφορίζον φύσιν. Πρὸς τοῦτο τοίνυν εἴποι ἂν ὁ ὑπὲρ Πλάτωνος τὸν λόγον ποιούμενος, ὅτι καὶ αὐτὸς διατάττει κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι ἕκαστον. εἶπε γάρ, φησίν, ἑκάστῳ τὸ μὲν εἶναι κατὰ τὸ εἶδος ὑπάρχειν, τὸ δὲ γίνεσθαι κατὰ μέθεξιν τοῦ εἴδους, τὸ φθείρεσθαι δὲ κατὰ ἀποβολήν. ἐκ τῆς ὕλης
20δὲ εἶπε χρῆναι ὀνομάζεσθαι, οὐχ ὡς κατὰ ταύτην χαρακτηριζομένων τῶν ἐνύλων πραγμάτων καὶ συνθέτων, ἀλλ’ ὡς ἀσφαλέστερον ὂν ἐκ τῆς ὕλης αὐτὰ καλεῖν· τοῦ γὰρ εἴδους μεταβάλλοντος αὕτη μένει ἀεί. τὸν γοῦν χρυσοῦν 〈ἀνδριάντα〉 ἀνδριάντα μὲν καλεῖν, ἐὰν μεταβαλὼν γένηται τρίπους, οὐκέτι ἀληθὲς ὑπάρχει, χρυσὸν δὲ καλεῖν ἀληθὲς καὶ μετὰ τὴν μεταβολήν· μένει
25γὰρ ἡ ὕλη ἡ αὐτὴ τὰ εἴδη ὑποδεχομένη. πρὸς τοῦτο δικαίως ἂν φαίη Ἀριστοτέλης, ὅτι ἐπὶ μὲν ἀλλοιώσεως καλῶς ἂν ἔχοι τὸ μεταβάλλον ἐκ τοῦ ὑποκειμένου ὀνομάζειν, διότι εἰδοπεποιημένον ὂν τὸ ὑποκείμενον ἐκ τοῦ εἴδους χαρακτηρίζεται καὶ οὐκ ἐκ τοῦ πάθους τοῦ κατὰ τὴν ἀλλοίωσιν προσγεγονότος, ἐπὶ δὲ γενέσεως καὶ φθορᾶς ἀδύνατον τὸ γεγονὸς ἐκεῖνο
30λέγειν εἶναι ὅπερ ἦν πρὶν γένηται, καὶ τὸ φθαρὲν καλεῖν ἐκ τῆς ὕλης ἥτις ὑπομένουσα οὐκ ἔφθαρται. οἷον ἐπειδὴ τὰ σύνθετα γίνεται καὶ φθείρε‐ ται, εἴ τις περί τινος αὐτῶν ἔροιτο, εἰ τύχοι τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου τί τὸ φθαρέν ἐστι καὶ τί τὸ γεγονός, εἴπερ φαίην
ὅτι ὕλη, ἄντικρυς ψεύδομαι· οὔτε γὰρ τὸ φθαρὲν ἡ ὕλη ἐστίν (ἔτι γὰρ209
In GC
.

14,2

210

μένει), οὔτε τὸ γεγονὸς ὕλην καλεῖν δυνατόν· ἦν γὰρ καὶ πρὸ τῆς γενέ‐ σεως. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄνθρωπον καλοῦμεν καὶ τὸν ἀποβαλόντα τὴν μελανίαν καὶ τὸν προσλαβόντα τὴν λευκότητα, καὶ οὐχὶ λευκὸν καὶ μέλαν· τὸ γὰρ λευκὸν καὶ μέλαν παθῶν καὶ οὐκ οὐσίας ἐστὶ σημαντικά.
5p. 329a21 Ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν. Διὰ μέσου ἀπαντήσας πρὸς τὸ λέγειν ἐκ τοῦ ὑποκειμένου μᾶλλον δεῖν τὰ ὀνόματα τίθεσθαι, νῦν ἐγκαλεῖ αὐτῷ ὅτι στερεὰ τὰ στοιχεῖα ὑπο‐ θέμενος μέχρι ἐπιπέδων αὐτὰ διαλύει, διὰ τούτου καὶ τὸ πρότερον εἰρη‐
10μένον πιστούμενος, ὅτι εἰς οὐδὲν χρῆται τῇ ὕλῃ· μέχρι γὰρ ἐπιπέδων, φησί, προῆλθεν, ἐξ ὧν εἶπεν γίνεσθαι τὰ σώματα, ἅπερ ἐπίπεδα οὐκ ἂν εἴη ὕλη. εἰδέναι δὲ χρὴ ὅτι οὐχ οὕτως ἀγεωμέτρητος ἦν ὁ Πλάτων, ὡς οἴεσθαι τὸ σῶμα εἰς ἐπίπεδα διαλύεσθαι, ἀλλ’ ἐπίπεδα ἔφασκεν ἐκεῖνος φυσικά, δηλονότι σωματικά, τὰ καὶ βάθος ἔχοντα· τὰ δὲ τοιαῦτα δηλονότι ἐν αὑ‐
15τοῖς καὶ τὴν ὕλην ἔχει θεωρουμένην. ὥστε οὐκ ἄνευ ὕλης κατὰ Πλάτωνα τὰ γινόμενα. p. 329a24 Ἡμεῖς δέ φαμεν εἶναί τινα ὕλην τῶν αἰσθητῶν. Νῦν ἐκτίθεται τὴν οἰκείαν δόξαν, καθ’ ἣν δόξει δῆθεν πρὸς Πλάτωνα διαφέρεσθαι, λέγων ὅτι ὑποτιθέμεθα ὕλην τινὰ ὑποκειμένην τοῖς αἰσθητοῖς
20σώμασι, μηδέποτε δὲ καθ’ ἑαυτὴν ὑφισταμένην, ἀλλ’ ἀεὶ μετά τινος ἐναν‐ τιώσεως θεωρουμένην· ἐξ ἧς, φησίν, ὕλης προσλαμβανούσης ἐν εἴδους λόγῳ τὰς ἐναντιώσεις τὰ στοιχεῖα γίνονται. p. 329a27 Διώρισται δὲ περὶ αὐτῶν ἐν ἄλλοις. Περὶ ὕλης καὶ τῆς ἐναντιώσεως ἀκριβέστερον διέλαβεν ἐν τῷ πρώτῳ
25λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα καὶ περὶ στερήσεως αὐτῷ γέγονε
λόγος.210
In GC
.

14,2

211

p. 329a27 Οὐ μὴν ἀλλ’ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν ἐκ τῆς ὕλης τὰ σώματα πρώτιστα, διοριστέον καὶ περὶ τούτων. Σαφὲς ποιήσεις τὸ ῥητὸν τοῦτον τὸν τρόπον παραφράσας ‘οὐ μὴν ἀλλ’ εἰ καὶ τὸν τρόπον τοῦτον ἐκ τῆς ὕλης ἐστὶ τὰ σώματα, διοριστέον
5καὶ περὶ τούτων‘, ἵνα ᾖ λέγων ὅτι εἰ καὶ δέδεικται τὰ στοιχεῖα εἶναι ἐκ τῆς ὕλης τῷ δέχεσθαι αὐτὴν ἐναντιώσεις, οὐκ ἀρκεῖ τοῦτο πρὸς διδασκαλίαν, ἀλλὰ διοριστέον καὶ περὶ τῶν ἐναντιώσεων τούτων, ποῖαί τέ τινές εἰσι καὶ πόσαι, καθ’ ἃς προσγινομένας τῇ ὕλῃ συμπληροῦνται τὰ στοιχεῖα τὰ τέσσαρα, ἅπερ πρῶτα εἶπε σώματα.
10p. 329a29 Ἀρχὴν μὲν καὶ πρώτην οἰόμενος εἶναι τὴν ὕλην. Εἰπὼν ὅτι δεῖ ὁρίσασθαι περὶ τῶν ἐναντιώσεων, διορίζει πρῶτον τίνες εἰσὶν αἱ ἀρχαί. ἀρχὰς δὲ ζητεῖ νῦν τὰς ὡς στοιχεῖα, οὐ τὰς ποιητικάς, καί φησιν ὅτι ἀρχὴ μὲν πρώτη ἐστὶν ἡ ὕλη, δευτέρα δὲ ἡ ἐναντίωσις, ὅπερ ἐστὶ τὸ ἔνυλον εἶδος. πρώτην δὲ ἀρχήν φησι τὴν ὕλην, διότι αὐτὴ
15μὲν ἄφθαρτος, ἡ δὲ ἐναντίωσις φθαρτή (κατὰ ταύτην γάρ ἐστι καὶ τὸ φθείρεσθαι), καὶ ὅτι ἡ ὕλη ὑπόκειται ἀμφοτέραις ταῖς ἐναντιώσεσιν. οὐ γὰρ δύναται τὸ ἕτερον τῶν ἐναντίων ὑποκείμενον γίνεσθαι τῷ ἑτέρῳ, οἷον τὸ θερμὸν τῷ ψυχρῷ· ἀμφοτέρων γὰρ ἡ ὕλη ἐστὶ τὸ ὑποκείμενον. ὡς γὰρ κἀν τῷ πρώτῳ τῆς Φυσικῆς εἴρηκεν, οὐδὲν τῶν ἐναντίων ὑπομένον
20καὶ σῳζόμενον τοῦ ἐναντίου αὑτοῦ δεκτικὸν γίνεται· φθείρεται γὰρ ὑπ’ ἀλλήλων τὰ ἐναντία. ὥστε εἰκότως πρώτη μὲν ἀρχὴ ἡ ὕλη, ὡς ὑποκει‐ μένη τῷ εἴδει τῷ ἐνύλῳ (οὐδὲ γὰρ τῷ ἀξιώματι· ἀξιωματικώτερον γὰρ τὸ εἶδος), δευτέρα δὲ τὸ εἶδος, ὅ ἐστιν ἡ ἐναντίωσις, ὡς ἐν τῇ ὕλῃ ὑπάρχον (οὐ γὰρ χωρίζεται, φησί, τῶν εἰδῶν ποτε ἡ ὕλη, ἣν καὶ δυνά‐
25μει αἰσθητὸν σῶμα καλεῖ· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἀσώματος οὖσα ἐνεργείᾳ, δυνάμει ἐστὶ σῶμα, καὶ σῶμα οὐ μαθηματικὸν ἀλλ’ αἰσθητόν, τουτέστι φυσικόν), τρίτη δέ, φησίν, ἀρχὴ τὸ ἁπλοῦν σῶμα, οἷον πῦρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον τῶν πρώτων σωμάτων, ἅπερ ἀρχὴ οὐχ ἁπλῶς, ἀλλ’ ὡς πρὸς τὰ σύνθετα. διὸ εἰκότως τρίτην ἀρχὴν ταῦτα ὑπέθετο,
30καὶ ὅτι σύνθετα καὶ ὅτι μεταβλητικά, τῆς κυρίως ἀρχῆς καὶ ἁπλῶς
ὀφειλούσης εἶναι, τῷ μὴ ἐξ ἄλλων ἀρχῶν εἶναι, καὶ ἀμεταβλήτου· τὸ γὰρ211
In GC
.

14,2

212

μεταβλητικὸν ἀνάγκη καὶ σύνθετον εἶναι, εἴ γε περί τι τῶν ἐν αὐτῷ μένον ἡ μεταβολὴ γίνεται. p. 329b1 Καὶ οὐχ ὥσπερ Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις.
5 Εἰ τὰ στοιχεῖα κατὰ τὰ πάθη οὐσιωμένα ἀμετάβλητά ἐστι τὴν φύσιν κατὰ τὸν Ἐμπεδοκλέα, δῆλον ὅτι τὰ πάθη ἀμετάβλητά ἐστι καὶ ἀχώριστα· εἰ δὲ τοῦτο, οὐκ ἔσται ἀλλοίωσις, εἴ γε ἀλλοίωσις μεταβολή ἐστι κατὰ πάθη τοῦ ὑποκειμένου εἰδοπεποιημένου μένοντος. οὐ μόνον δὲ ἀλλοίωσιν ἀναιρεῖ ὁ Ἐμπεδοκλῆς, ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ ποιότητας ἐν
10αὐτοῖς οὐσιώδεις ἀποτιθέμενος, ἀλλὰ καὶ τὴν κυρίως γένεσιν, τὴν κατ’ εἶδος μεταβολήν· καὶ γὰρ καὶ αὕτη μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη. p. 329b2 Αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. Ὅτι εἰκότως τρίτην ἀρχὴν ὑπέθετο τὰ ἁπλᾶ σώματα, δευτέραν δὲ
15τὰς ἐναντιώσεις, δείκνυσιν ἐκ τῆς μεταβολῆς, διότι τὰ μὲν ἁπλᾶ σώματα μεταβλητικά ἐστιν (ἔχουσι γὰρ τὴν ὕλην ὑπομένουσαν καὶ τἀναντία παρὰ μέρος ἐπιδεχομένην), αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. οὐ γὰρ ἡ ψυχρότης ὑπομένουσα δέχεται τὴν θερμότητα· οὐ γὰρ ἂν εἴη ἅμα κατὰ ταὐτὸ τἀναντία. ὥστε οὐχ αἱ ἐναντιώσεις αἱ μεταβάλλουσαι, ἀλλὰ
20τὰ σώματα 〈τὰ〉 τὰς ἐναντιώσεις ἔχοντα μεταβάλλει κατὰ ταύτας. p. 329b3 Ἀλλ’ οὐδὲν ἧττον καὶ ὡς σώματος ποίας καὶ πόσας ἀρχὰς λεκτέον. Εἰρήκαμεν, φησίν, ὅτι αἱ ἐναντιώσεις ἀρχαί, καὶ ὅτι οὐ μετα‐ βάλλουσιν, ἀλλὰ καὶ οὕτω ῥητέον ἡμῖν πόσαι καὶ ποῖαί εἰσιν αἱ ἐναντιώ‐
25σεις ἃς χρὴ ὑποθέσθαι ἀρχὰς τῶν σωμάτων. οὐ γὰρ αὔταρκες τὸ εἰπεῖν ὅτι αἱ ἐναντιώσεις ἀρχαί εἰσιν, ἀλλὰ καὶ ζητῆσαι χρὴ ποῖαι καὶ πόσαι εἰσίν. οἱ γὰρ ἄλλοι εἰρηκότες εἶναί τινας τῶν ἐναντιώσεων ἀρχὰς οὐδεμίαν
γεγράφασιν ἀπόδειξιν τοῦ ταύτας ἢ τοσαύτας ὑποθέσθαι ἐναντιώσεις.212
In GC
.

14,2

213

p. 329b7 Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ. Εἰπὼν τρεῖς εἶναι τὰς ἀρχάς, πρώτην μὲν τὴν ὕλην, δευτέραν δὲ τὸ εἶδος τὸ ἔνυλον ὃ ταὐτόν ἐστι ταῖς ἐναντιώσεσι, τρίτην δὲ τὰ ἁπλᾶ σώ‐
5ματα ἅπερ ἐκ τῆς ὕλης προσλαβούσης τὰς ἐναντιώσεις εἶπε γίνεσθαι, νῦν προτίθεται ζητῆσαι τίνες ποτέ εἰσιν αἱ εἰδοποιοὶ ἐναντιώσεις, ἃς προσλα‐ βοῦσα ἡ ὕλη τὰ ἁπλᾶ ἀποτελεῖ σώματα. ἐπειδὴ δὲ οὐκ ἀποφαντικῶς οὐδὲ ἀναποδείκτως χρὴ τάσδε τινὰς τὰς ἐναντιώσεις καὶ οὐχὶ τάσδε τίθε‐ σθαι, ὅπερ ἄλλοις ποιήσασιν ἐμέμψατο, ἐμμεθόδως πάνυ καὶ κατὰ ἀπο‐
10δεικτικὴν ἀκολουθίαν ἄρχεται τῆς αὐτῶν ζητήσεως, δυνάμει ταῦτα λέγων. ἐπειδὴ σώματος ἀρχὰς ζητοῦμεν οὐκ ἀιδίου, ἀλλὰ γενητοῦ καὶ φθαρτοῦ, τοῦτο δὲ πεποίωται (οὐ γὰρ δυνατὸν γενητὸν καὶ φθαρτὸν σῶμα ἄποιον εἶναι· γένεσις γὰρ καὶ φθορὰ μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη· ἄλλως τε πᾶν φυσικὸν σῶμα καὶ κίνησιν ἔχει, αἱ δὲ κινήσεις κατὰ τὰς ῥοπὰς
15γίνονται, βαρύτητά φημι καὶ κουφότητα, αὗται δὲ ποιότητές εἰσι), σώματος ἄρα πεποιωμένου ἀρχὰς ζητοῦμεν. τοῦτο δὲ αἰσθητόν ἐστιν· αἱ γὰρ αἰσθή‐ σεις τῶν ποιοτήτων εἰσὶν ἀντιληπτικαί, καὶ ἕκαστον ποιότητας ἔχον κατὰ ταύτας ὑποπίπτει τῇ αἰσθήσει. ὥστε ἐπειδὴ ἀναπέφανται σώματος ἡμᾶς ζητεῖν ἀρχὰς φυσικοῦ τε καὶ αἰσθητοῦ, ἐναντιώσεις ζητητέον αἰσθητάς,
20αἰσθητὰς δὲ οὐ τὰς τυχούσας, ἀλλὰ τὰς προσεχεστάτας τῇ ὕλῃ καὶ κοινο‐ τάτας καὶ διὰ πάντων τῶν σωμάτων διηκούσας. τίνες δέ εἰσιν αὗται, εἰσόμεθα εἰς τὰς αἰσθήσεις ἀναδραμόντες. δῆλον γὰρ ὅτι τὰς ὑποβεβλη‐ μένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς ἐκείνας ὡς κοινο‐ τάτας οὔσας χρὴ τίθεσθαι ἀρχὰς εἰδοποιοὺς τῶν σωμάτων. τῶν τοίνυν
25αἰσθήσεων ἡ μὲν ὄψις πρώτη τῷ ἀξιώματι ὡς τιμιωτέρα, οὐ μὴν διὰ πάντων διαπεφοιτηκυῖα τῶν αἰσθητικῶν. ὡσαύτως δὲ οὐδὲ ἀκοή, οὔτε τῶν ἄλλων τις πλὴν τῆς ἁφῆς· αὕτη γάρ ἐστιν ἡ κοινοτάτη πασῶν, καὶ ταύτῃ πρώτη εἰκότως λεγομένη, τῷ συναναιρεῖν 〈μὲν〉 μὴ συναναιρεῖσθαι δέ. τὰ μὲν γὰρ τῶν ἄλλων τινὸς αἰσθήσεων μετέχοντα πολὺ πρότερον
30καὶ ἁφῆς μετέχει, τὰ δὲ ἁφῆς οὐκ ἐξ ἀνάγκης καὶ τῶν ἄλλων τινός, ὡς δηλοῖ τὰ ζῳόφυτα ἁφὴν μὲν ἔχοντα, μηδεμίαν δὲ τῶν ἄλλων αἰσθήσεων.
ὡσαύτως δὲ ἐχούσας καὶ τὰς αἰσθητὰς εὑρήσομεν διαφοράς. αἱ μὲν γὰρ213
In GC
.

14,2

214

ὁραταί, οἷον τὰ χρώματα, οὐ διὰ πάντων διήκουσι τῶν σωμάτων· οὐδὲ γὰρ ὁ ἀὴρ κεχρωσμένος ἐστὶν ἢ ὅλως ὁρατός. ὡσαύτως δὲ οὐδὲ αἱ ἀκου‐ σταί, οἷον οἱ ψόφοι· οὐ γὰρ πάντα ἐστὶ ψοφητικά (οὐ γὰρ τὸ ἔριον οὐδὲ ὁ σπόγγος), ἀλλὰ τὰ στερεά, καὶ ταῦτα οὐ καθ’ αὑτά, ἀλλ’ ἐν τῇ πρὸς
5τὸν ἀέρα προσρήξει. οὕτως γοῦν τὸ ὕδωρ ὑποβρύχιος κινῶν ψόφον οὐδένα ἀποτελεῖς. ἀλλὰ μὴν οὐδὲ 〈αἱ〉 ὀσμαί· ὁ γὰρ ἀὴρ ἄνοσμος ὥσπερ καὶ ἄχρους, καὶ ταύτῃ διαπορθμευτικὸς χρωμάτων τε καὶ ὀσμῶν γινόμενος. οὕτως οὐδὲ 〈αἱ〉 γευσταὶ ποιότητες ἐν πᾶσιν εἰσί· τὸ γοῦν ὕδωρ ἄχυμον ὑπάρχει ὑποκείμενον τοῖς χυμοῖς. μόνας δὲ τὰς ἁπτὰς διαφορὰς ὁρῶμεν διὰ πάν‐
10των διαπεφοιτηκυίας τῶν σωμάτων· θερμότητος γὰρ ἢ ψυχρότητος οὐδέν ἐστιν ἄμοιρον σῶμα, οὐδὲ ξηρότητος ἢ ὑγρότητος. αἱ ἁπταὶ ἄρα ἐναντιό‐ τητές εἰσιν αἱ κοινόταται καὶ διὰ πάντων τῶν σωμάτων διαπεφοιτηκυῖαι καὶ συναναιροῦσαι καὶ μὴ συναναιρούμεναι. ταύτας οὖν ληπτέον ἀρχάς. ἀλλ’ ἐπειδὴ πολλαὶ καὶ διάφοροί εἰσιν αὗται, χρὴ πάσας ἐκθέσθαι, καὶ
15τούτων τὰς καθολικωτέρας λαβεῖν καὶ ταῖς λοιπαῖς μὴ ἐμπεριεχομένας, οὐ πάντως δὲ τὰς καθολικωτέρας, ἀλλ’ ὅσαι τούτων ποιητικαί εἰσι καὶ παθη‐ τικαί, διότι σωμάτων ζητοῦμεν ἀρχὰς ποιητικῶν καὶ παθητικῶν ὑπ’ ἀλλή‐ λων καὶ ταύτῃ τὴν εἰς ἄλληλα μεταβολὴν ποιουμένων. ἐκτίθεται τοίνυν ἑπτά τινας ἐναντιότητας, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, βαρὺ καὶ
20κοῦφον, σκληρὸν καὶ μαλακόν, γλίσχρον καὶ κραῦρον, τραχὺ καὶ λεῖον, παχὺ καὶ λεπτόν. Καὶ ζητοῦμεν τί δήποτε τὴν τοῦ μανοῦ καὶ πυκνοῦ ἀντίθεσιν παρῆ‐ κεν. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρός φησιν ὡς ἀναγόμενον ὑπὸ τὸ βαρὺ καὶ κοῦφον· τὸ γὰρ μανὸν κοῦφον, ὥσπερ τὸ πυκνὸν βαρύ. ἔστι δὲ εἰς
25ταὐτὸν ἄγειν αὐτὰ τῷ λεπτῷ καὶ παχεῖ· ἡ γὰρ λεπτότης ἡ κατὰ ποιό‐ τητα οὐχ ἡ κατὰ μέγεθος θεωρουμένη δοκεῖ ταὐτὸν εἶναι τῇ μανότητι. λεπτὸν γὰρ καλοῦμεν σῶμα διιτητικόν, ὅπερ ταὐτὸ δοκεῖ εἶναι τῷ μανῷ. οὕτως καὶ τὸ παχὺ τῷ πυκνῷ· τὸ γὰρ παχὺ μεγαλομερὲς ὂν οὐ διὰ τῶν τυχόντων δίεισι πόρων, ἀλλὰ διὰ μειζόνων. τοιοῦτον δέ πως καὶ τὸ
30πυκνόν, πολλοῦ σώματος εἰς ὀλίγον ὄγκον συνηγμένου. Ταύτας ἐκθέμενος πάσας τὰς ἀντιθέσεις, ἀποκρίνει τὰς μὲν ὡς μὴ κατὰ τὸ ποιεῖν καὶ πάσχειν λεγομένας, τὰς δὲ ὡς ἐμπεριεχομένας ταῖς ἄλλαις. τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον, καὶ τραχὺ καὶ λεῖον, διὰ τὸ μὴ τῷ ποιεῖν καὶ πάσχειν λέγεσθαι· οὐ γὰρ ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν
35τῷ θερμαίνειν ἢ ψύχειν τὰ παραπλήσια λέγεται, οὕτω καὶ τὸ κοῦφον καὶ214
In GC
.

14,2

215

βαρύ· οὐ γὰρ ποιεῖ τὰ παρακείμενα βαρέα. ὡσαύτως οὐδὲ τὸ κοῦφον. οὕτως οὐδὲ τὸ τραχὺ καὶ λεῖον. τὸ δὲ λεπτὸν καὶ παχύ, καὶ μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, ἀποβάλλεται ὡς ἐμπεριεχόμενα. εἰκότως· εἰ γὰρ λαβόντες τὰς καθολικωτέρας ἐναντιώσεις μὴ ἀποβαλλώ‐
5μεθα τὰς ὑπὸ ταύτας ἀναγομένας, ἐσόμεθα πλείους τῆς χρείας εἰληφότες. ἀνάγει δὲ τὰς τρεῖς ταύτας ἐναντιώσεις ὑπὸ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ὁριζό‐ μενος τί ποτέ ἐστι τούτων ἑκάτερον καὶ λέγων ὑγρὸν μὲν εἶναι τὸ εὐόριστον μὲν ἀλλοτρίῳ 〈ὅρῳ〉 δυσόριστον δὲ οἰκείῳ, ξηρὸν δὲ τὸ δυσόριστον μὲν ἀλλοτρίῳ εὐόριστον δὲ οἰκείῳ. εἰ τοίνυν τὸ ὑγρὸν εὐόριστόν ἐστιν ἀλλο‐
10τρίῳ ὅρῳ καὶ ἀναπληστικόν, ὡς ῥᾳδίως πληροῦν τοὺς πόρους, ἔστι δὲ καὶ τὸ λεπτομερὲς τοιοῦτον (ἀναπληστικὸν γὰρ καὶ τοῦτο), εἰκότως ἀναχθήσε‐ ται ὑπὸ τὸ ὑγρόν. τῷ αὐτῷ δὲ λόγῳ καὶ τὸ παχὺ ὑπὸ τὸ ξηρόν. καὶ τὸ γλίσχρον δέ, φησίν, ὑγρὸν πεπονθός τι. καὶ τὸ κραῦρον ὡσαύ‐ τως ξηρόν. οὕτως καὶ τὸ μαλακὸν ὑπὸ τὸ ὑγρόν, φησίν, ἀνακτέον· μαλα‐
15κὸν γὰρ τὸ ὑπεῖκον τῇ ἁφῇ, ὅπερ ἴδιον τοῦ ὑγροῦ. ταῦτα οὕτως διακρί‐ νας, λαμβάνει τὰς δύο ἀντιθέσεις, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, ταύτας ἐγκρίνων ὡς ἀρχὰς εἰδοποιοὺς τῶν στοιχείων, διότι ποιητι‐ καί εἰσι καὶ παθητικαί, καὶ ἔτι μέντοι κοινόταται ὑπάρχουσι καὶ οὐδετέρα ὑπὸ τὴν ἑτέραν ἀνάγεται.
20 Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ. ἐπειδή, φησί, σώματος αἰσθητοῦ ζητοῦμεν ἀρχάς (τοιοῦτον γὰρ τὸ γενητὸν καὶ φθαρτὸν σῶμα), πᾶν δὲ τὸ αἰσθητὸν ἁπτόν ἐστιν (οὐ γὰρ ὁρατὸν πάντως ἢ ἀκουστὸν ἢ τῶν ἄλλων τι), ἁπτὰς ζητητέον διαφο‐ ρὰς εἰδοποιοὺς τῶν σωμάτων.
25p. 329b10 Κατὰ ἐναντίωσίν τε γὰρ διαφέρουσιν, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν. Τὰ σώματα, φησί, τὰ πρῶτα, ὧν τὰς ἀρχὰς ζητοῦμεν, κατὰ ἁπτὰς ἐναντιώσεις ἀλλήλων διαφέρουσιν, διὰ τούτου δεικνὺς ὅτι εἰκότως ἁπτά τέ φαμεν εἶναι τὰ αἰσθητὰ καὶ ἁπτὰς ἐναντιώσεις αὐτῶν τὰς ἀρχὰς τιθέμεθα.
30καὶ γὰρ τὸ λέγειν τὰ πρῶτα σώματα καὶ στοιχεῖα τῶν ἄλλων ταῖς ἁπταῖς ἀλλήλων διαφέρειν ἐναντιώσεσι, δηλοῖ τὸ διὰ πάντων αὐτὰς διαπεφοιτη‐ κέναι τῶν σωμάτων. μὴ τοίνυν ληπτέον μήτε ὁρατὰς μήτε ἀκουστὰς μήτε
γευστὰς ἢ ὀσφραντὰς διαφοράς· οὐ γὰρ ταύταις εἰδοποιοῦνται τὰ πρῶτα215
In GC
.

14,2

216

σώματα. εἰ γὰρ καὶ πρώτη, φησίν, ὄψις ἁφῆς καὶ τὰ ὁρατὰ τῶν ἁπτῶν, ἅπερ ὑποκείμενα ὠνόμασε τῶν αἰσθήσεων, ἀλλ’ οὐδὲν εἰς τὸ εἰδοποιῆσαι τὸ ἁπτὸν σῶμα συμβάλλονται, οὗ νῦν τὰς ἀρχὰς ζητοῦμεν. p. 329b15 Ἀλλὰ καθ’ ἕτερον.
5 Ἡ ὁρατή, φησί, ποιότης, εἰ καὶ προτέρα τῆς ἁπτῆς ποιότητος, ἀλλ’ οὐκ ἔστιν, φησίν, ἁπτοῦ σώματος πάθος καθ’ ὃ ἁπτόν, ἀλλὰ καθ’ ἕτερόν τι, οἷον καθ’ ὃ ὁρατόν ἐστι. πρώτη δέ, φησίν, ἡ ὄψις τῆς ἁφῆς, οὐχ ἁπλῶς· πῇ γὰρ ἡ ἁφὴ προτέρα τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι, ἡ δὲ ὄψις, φησί, τυχὸν τῇ φύσει προτέρα, τουτέστι τῷ ἀξιώματι ὡς τελειο‐
10τέρα, διότι τοῖς τελείοις ζῴοις παραγίνεται. p. 329b24 Θερμὸν δὲ καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν, τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται. Οὐ τοῦτό φησιν ὅτι ποιητικαὶ καὶ παθητικαί εἰσιν ἀμφότεραι αἱ ἐναν‐ τιώσεις τῷ ἑκατέραν ποιεῖν καὶ πάσχειν, ἀλλὰ δύο οὐσῶν ἀντιθέσεων τὴν
15μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ ποιητικὴν καλεῖ, τὴν δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ παθητικήν. καὶ τίθησι μὲν τὴν τούτων πίστιν, ὁριζόμενος τούτων ἕκαστον· θερμὸν γάρ, φησίν, ἐστὶ τὸ συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἑτερογενῶν· ψυχρὸν δὲ τὸ συγκριτικὸν τῶν ὁμογενῶν καὶ τῶν μὴ ὁμοφύλων. τὸ δὲ συγκριτικὸν καὶ διακριτικὸν ἐνεργειῶν ἐστιν ὀνόματα.
20πάλιν δὲ τὸ μὲν ὑγρόν φησιν εἶναι τὸ δυσόριστον οἰκείῳ εὐόριστον δὲ ἀλλοτρίῳ, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ δυσόριστον δὲ ἀλλοτρίῳ. τὸ δὲ δυσόριστον καὶ εὐόριστον παθῶν ἐστι δηλωτικά. Ἀπορήσειε δ’ ἄν τις εἰκότως πρὸς τὸν λόγον τοῖς πράγμασι προσανέ‐ χων. οὐδὲ γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ποιητικὰ μόνον ἐστίν, ἀλλὰ καὶ
25παθητικά (πάσχει γὰρ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ, καὶ τοῦτο ὑπὸ τοῦ θερμοῦ), οὔτε πάλιν τὸ ὑγρὸν καὶ ξηρὸν παθητικὰ μόνον, ἀλλὰ καὶ ποιη‐ τικά. εἰ γὰρ πάντα εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα, ἀνάγκη εἰς ἄλληλα δρᾶσαι τὸ ὑγρὸν καὶ ξηρόν· αὐτὸς γάρ ἐστιν ὁ λέγων τὴν γῆν εἰς ὕδωρ μεταβάλλειν, ἔνθα τὸ ὑγρὸν ἀνάγκη δρᾶσαι περὶ τὸ ξηρόν, ὡσαύτως
30καὶ τὸ ὕδωρ εἰς γῆν, τοῦ ξηροῦ δηλονότι περὶ τὸ ὑγρὸν δράσαντος. τί
οὖν ἐνταῦθα ἀποδιακρίνας ποιητικὰ μέν φησι τὸ θερμὸν καὶ τὸ ψυχρόν,216
In GC
.

14,2

217

παθητικὰ δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν; ταύτην τοίνυν τὴν ἀπορίαν ἐκ τῶν ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων εἰρημένων ἐπιλυσόμεθα, φάσκοντες ὡς πρὸς τὴν τῶν συνθέτων σωμάτων γένεσιν τοῦτο εἰρῆσθαι. ταῦτα γὰρ περὶ τὸν μέσον τόπον τοῦ παντός ἐστι, λέγω δὲ περὶ τὴν γῆν ὡς ἂν
5μέρος γῆς μετέχοντα· ἐκ ταύτης γὰρ μόνης οὐκ ἐδύνατο εἶναι. ἡ γὰρ γῆ καθ’ ἑαυτὴν ἀσύνδετος καὶ εὐδιασκέδαστος, διὸ ἐδεήθη τοῦ ὕδατος συνδέοντος καὶ φύροντος αὐτήν, ὥσπερ τὸ ὕδωρ ταύτης περιοριζούσης. ταῦτα δὲ ἀλλήλοις μιγνύμενα συνέχει μὲν ἄλληλα, οὐ μὴν σύμφυσιν ἀκριβῆ ἐργάζεσθαι δύναται αὐτὰ καθ’ αὑτά, ἀλλὰ δέεται τοῦ θερμοῦ καὶ τοῦ
10ψυχροῦ ταῦτα συμφύοντός τε καὶ εἰδοποιοῦντος, ὑποκειμένου μὲν λόγον ἐπέχοντος καὶ ὕλης τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, εἴδει δὲ ἀναλογοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. εἰ γὰρ καὶ δρᾷ τι περὶ ἄλληλα τὸ ξηρὸν καὶ τὸ ὑγρὸν συνέχοντα ἄλληλα καὶ περιορίζοντα, ἀλλ’ οὖν ἐγκαταμιγνύμενα ἀλλή‐ λοις δρᾷ. διόπερ ὑλικωτέρας ταύτας καλεῖν εἰώθασι τὰς ποιότητας οἱ
15φυσικοί, τὸ δὲ θερμὸν καὶ ψυχρὸν δραστικά, διότι ἐκτὸς ὄντα τῶν περὶ ἃ δρῶσιν, τὴν ἑαυτῶν δύναμιν ἐπιδείκνυται. μεμνῆσθαι δὲ χρὴ καθόλου τοῦ εἰρημένου, ὡς ἐπὶ τῆς τῶν συνθέτων γενέσεως σαφέστερον διαφαίνεται παθητικὴ μὲν ἡ ἑτέρα οὖσα ἀντίθεσις, ποιητικὴ δὲ ἡ λοιπή. καὶ γὰρ ἐπὶ τῆς τῶν κεράμων ἐργασίας τὸ ὑγρὸν συνελθόντα καὶ τὸ ξηρὸν τὴν
20ὕλην τῶν κεράμων ἐργάζεται, τὸ δὲ ψυχρὸν πήγνυσι ταύτην, καὶ τὸ θερ‐ μὸν μεταβάλλει μάλιστα καὶ ποιεῖ κέραμον. οὕτως μὲν οὖν ἐπὶ τῶν συν‐ θέτων. ἐπὶ δὲ τῆς ἐξ ἀλλήλων γενέσεως πᾶσαι ὁμοίως εἰσὶ ποιητικαί τε καὶ παθητικαί. p. 329b26 Θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμοιογενῆ· τὸ
25γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα. Τὸ θερμόν, φησί, συγκριτικὸν ὂν τῶν ὁμογενῶν οὐσιῶν, νομίζεται διακριτικὸν εἶναι, διότι ἐν τῷ συνάγειν καὶ ἑνοῦν ἀλλήλοις τὰ ὁμογενῆ ἐξ ἀνάγκης διακρίνει καὶ χωρίζει τὰ ἀλλότρια. αὐτὴν γὰρ ἣν ποιεῖται τῶν
30ἀλλοτρίων διάκρισιν, διὰ τὴν τῶν ὁμοίων οὐσιῶν σύγκρισιν ἐργάζεται· ἐξ ἀλλήλων γὰρ τὰς ἑτερογενεῖς οὐσίας διακρῖνον ἕνωσιν ἑκατέρας καθ’ αὑ‐ τὴν ἐργάζεται. διόπερ διακριτικὸν μὲν τῶν ἀλλοτρίων, συγκριτικὸν δὲ τῶν
ὁμοίων ὁριζόμεθα τὸ θερμόν. ἔστι δὲ τάχα φάναι τὸ θερμὸν κατὰ πρῶ‐217
In GC
.

14,2

218

τον λόγον διακριτικὸν εἶναι, διάκρισιν λαμβανόντων ἡμῶν οὐ τὸν χωρισμόν (τοῦτο γὰρ ἐπὶ ἑτερογενῶν καὶ μεμιγμένων ποιεῖ, οὐκέτι δὲ ἐπὶ τῶν ἀμίκ‐ των), ἀλλὰ καθόλου διάκρισιν νοούντων ἡμῶν τὴν οἷον χύσιν καὶ μάνωσιν. κατὰ δεύτερον δὲ λόγον ἐπὶ ταύτῃ ἕπεται ὅ τε τῶν ἀλλοτρίων χωρισμὸς
5καὶ τῶν ὁμοίων ἡ ἕνωσις· χύσεως γὰρ γινομένης ἕκαστον πρὸς τὸ οἰκεῖον χωρεῖ καὶ τούτῳ κολλᾶται, ὡς ἔχει ἐπὶ τῆς χωνεύσεως τῶν μετάλλων. ὅσον γάρ ἐστι τηκτόν, ἀθροιζόμενον ἑαυτῷ προσκολλᾶται τοῦ γεώδους καὶ ἀτήκτου χωριζόμενον. ὅτι δὲ ἡ χύσις αἰτία τῆς τῶν ἑτερογενῶν διακρί‐ σεως, καὶ οὐ καθ’ ἑαυτὸ οὐδὲ πρώτως τὸ πῦρ, δῆλον ἐκεῖθεν. ὅταν γὰρ
10δύο τινὲς οὐσίαι ὦσι τὴν αὐτὴν χύσιν ἐπιδεχόμεναι, τηνικαῦτα τὸ πῦρ οὐ διακρίνει ταύτας ἐξ ἀλλήλων, ἀλλὰ τοὐναντίον καὶ συγκρίνει καὶ ἑνοῖ ἀλλή‐ λαις οὕτως ὡς μηδὲ χωρίζεσθαι ἔτι δύνασθαι, ὡς ἔχει ἐπὶ κηροῦ καὶ πίττης· ταῦτα 〈γὰρ〉 διακεκριμένα ὄντα ἀλλήλων καὶ ἕτερα ἑνοῖ, καὶ ἡνω‐ μένα χωρίζειν οὐ δύναται. εἰ μέντοι εἴη τι σὺν τῷ κηρῷ γεῶδες, διὰ
15τὸ μὴ τὰς οὐσίας ἀμφοτέρας πεφυκέναι χεῖσθαι, ἀλλὰ τὸν κηρὸν μόνον, ἑνούμενος κατὰ τὴν χύσιν ὁ κηρὸς ἀποκρίνεται, τοῦ γεώδους ὑφιζάνοντος διὰ τὸ βάρος. ὅταν δὲ δύο τινὲς ὦσιν οὐσίαι τηκταὶ ἀμφότεραι, ἀλλ’ ἡ μὲν μᾶλλον ἡ δὲ ἔλαττον, αὗται ὁμιλοῦσαι τῷ πυρὶ ἑνοῦνται, ἀλλ’ οὐχ οὕτως ὡς μηκέτι διακρίνεσθαι, ὡς ἔχει ἐπὶ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν
20τοιούτων· καὶ γὰρ ἑνοῦνται ἀλλήλοις ταῦτα καὶ πάλιν διακρίνονται τῷ δια‐ φέρειν ἀλλήλων τὰς συστάσεις. εἰ δέ τις λέγοι ὁμοιογενῆ αὐτὸν λέγειν τὰ ὁμοίως τήκεσθαι δυνάμενα καὶ χεῖσθαι ἢ τὰ μὴ δυνάμενα, ἵνα τὸ ὅμοιον ᾖ μὴ κατὰ τὸ εἶδος μόνον ἀλλὰ κατὰ τὸ γένος, οἷον ἵνα μὴ χρυσὸν χρυσῷ λέγοιμεν μόνον εἶναι ὅμοιον, ἀλλὰ καὶ τὰ ὡσαύτως αὐτῷ
25χεῖσθαι δυνάμενα, οἷον ἄργυρον ἢ χαλκόν, οὐκ ἔσται οὐδὲ οὕτω καθόλου ὁ λόγος· οὐδὲ γὰρ τὰ ἄτηκτα ὁμογενῆ ὄντα ἀλλήλοις ἑνοῖ τὸ πῦρ, καὶ τὰ πεφυκότα δὲ τήκεσθαι διακρίνει, ὥσπερ τὸν χρυσὸν ἐκ τοῦ ἀργύρου. ἐκεῖνα γάρ ἐστι μόνα ἅπερ ἑνοῖ ὡς μηκέτι διακρίνεσθαι, τὰ τὴν αὐτὴν χύσιν ἔχοντα, ὡς μὴ τὸ μὲν μᾶλλον εἶναι χυτὸν τὰ δ’ ἔλαττον, ὡς τὸν
30μόλιβδον καὶ τὸν καττίτερον, ἢ τὸν κηρὸν καὶ τὴν πίτταν, καὶ τὰ λίαν μαλακά. p. 329b29 Ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα.
Ἐν γὰρ τοῖς ὑπὸ ψύξεως πηγνυμένοις ἔστιν ἰδεῖν ἑτερογενεῖς οὐσίας218
In GC
.

14,2

219

ἐμφερομένας· ἐν γοῦν κρυστάλλῳ καὶ κάρφη καὶ ζωΰφιά τινά ἐστιν ἐμπε‐ πηγότα. p. 329b30 Ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ ὅρῳ, δυσόριστον δέ.
5 Δείξας διὰ τῶν ὅρων τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ὅτι ποιητικὰ εἰκό‐ τως λέγεται, λοιπὸν τοὺς τοῦ ὑγροῦ καὶ ξηροῦ προχειριζόμενος ὅρους δείκ‐ νυσιν ὅτι παθητικὰ ταῦτα· τὸ εὐόριστον γὰρ καὶ δυσόριστον παθῶν ὀνόματά ἐστιν. Ἀπορεῖται δὲ πρὸς τὸν ὅρον τοῦ ξηροῦ, πῶς φησιν αὐτὸ εὐόριστον
10οἰκείῳ ὅρῳ. ἰδοὺ γὰρ, φασίν, ἡ τέφρα ξηρὰ οὖσα διαρρεῖ. πρὸς ὃ ῥη‐ τέον ὅτι εἰ καὶ μὴ περιώρισται ἡ τέφρα καὶ μένει τὸν οἰκεῖον ὅρον φυ‐ λάττουσα, ἀλλ’ οὖν δύναται σωρευθῆναι, ὅπερ οὐχ ὑπάρχει τῷ ὑγρῷ· καὶ ἄλλως ἔχει τινὰ καὶ σύστασιν οἰκείαν, καὶ οὐ πᾶσα διαπίπτει, ὡς καὶ ἡ ψάμμος. καὶ περὶ τῆς φλογὸς δὲ ἀποροῦσί τινες, ὡς ξηρᾶς οὔσης καὶ
15ἀλλοτρίῳ ὅρῳ συσχηματιζομένης ἐν ταῖς καμίνοις. ῥητέον δὲ ὅτι πρῶτον μὲν οὐδέποτε ἡ φλὸξ ἀκριβῶς συσχηματίζεται τοῖς περιέχουσιν ἀνώφορος οὖσα καὶ οὐχ ὅλῳ συσχηματίζεται τῷ περιέχοντι· θᾶττον γὰρ ἂν οὕτως ἀποσβεσθείη, μὴ διαλαμβανομένη κενοῖς ἑκατέρωθεν, κενοῖς δέ φημι πυρός. ἄλλως τε εἰ καὶ συγχωρηθείη ὁρίζεσθαι τοῖς περιέχουσιν, ἀλλ’ οὖν καὶ
20οἰκείῳ συνέχεται σχήματι· οὐ γὰρ διαπίπτει καὶ χεῖται, ἀλλὰ συνεχὴς μένουσα ἐπὶ τὸ ἄνω χωρεῖ. τὸ μέντοι ὑγρὸν τοῖς περιέχουσιν ἀκριβῶς συσχηματίζεται· εἰ οὖν ἐκ κεράμῳ παγείη ὕδωρ, εἶτα καταθραύσεις τὸν κέραμον, ὄψει συνεσχηματισμένον αὐτῷ. p. 329b32 Τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον
25καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων. Δείξας ὅτι τῶν δύο ἀντιθέσεων ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, τὰς λοιπὰς πάσας ὑπὸ ταύτας ἀναγαγεῖν βούλεται, ὡς εἶναι τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ τὰς δύο ταύτας πρωτίστας, ἵνα τοῦτο δείξας ἐντεῦθεν δείξῃ τὰ τέσσαρα στοιχεῖα γινόμενα. τὸ δὲ καὶ αἱ ἄλλαι διαφο‐
30ραὶ προσέθηκεν ἤτοι διὰ τὴν λειότητα καὶ τραχύτητα, ἃς πρὸ τούτου κατα‐219
In GC
.

14,2

220

ριθμησάμενος νῦν παρέλειπεν, ἢ μᾶλλον δι’ ἃς προσθήσει· διαιρεῖ γὰρ ἐφεξῆς τὸ ξηρὸν καὶ ὑγρόν, καὶ δείκνυσι τούτων ἕκαστον πολλαχῶς λεγό‐ μενον. p. 329b34 Ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ
5ὡρίσθαι μὲν εὐόριστον δὲ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ. Πῶς ὑπὸ τὸ ὑγρὸν ἀναφέρεται τὸ λεπτὸν δείκνυσι. τὸ γὰρ λεπτόν, φησίν, ἀναπληστικόν ἐστι· μικρομερὲς γὰρ ὑπάρχον τὰς κενὰς ἀναπληροῖ χώρας. εἰ γὰρ εἰς μέδιμνον καρύων σεμίδαλιν ἐμβάλοις, διεισδύνουσα εἰς τὰς μεταξὺ τῶν καρύων κενὰς τοῦ στερεοῦ σώματος χώρας ἀναπληροῖ
10ταύτας. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τὸ ὑγρόν, οἷον τὸ ὕδωρ· εὐόριστον γὰρ ὂν ἀλλοτρίῳ ὅρῳ ἀκολουθεῖ, φησί, τῷ ἁπτομένῳ καὶ περιέχοντι καὶ παντα‐ χόθεν ἅπτεται αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ λεπτόν. εἰκότως ἄρα τὸ λεπ‐ τὸν τοῦ ὑγροῦ. οὐκοῦν καὶ τὸ ἐναντίον τὸ παχὺ ὑπὸ τὸ ἐναντίον τὸ ξηρὸν ἔσται· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὑπάρχει. ὡς γὰρ τὸ ξηρὸν
15ἀντιβατικὸν καὶ οὐκ ἀκολουθεῖ τοῖς περιέχουσιν οὐδ’ ὅλων ἅπτεται (δυσό‐ ριστον γάρ ἐστιν ἀλλοτρίῳ ὅρῳ), οὕτω καὶ τὸ παχὺ μεγαλομερὲς ὂν οὐκ εἰς ἅπασαν εἴσεισι χώραν. p. 330a4 Πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ· τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον.
20 Ὅτι καὶ τὸ γλίσχρον ὑπὸ τὸ ὑγρόν, συντόμως ἔδειξεν εἰπὼν ὅτι ὑγρόν τί ἐστι τὸ γλίσχρον πεπονθός τι. τὰ γὰρ μὴ εὐδιαίρετα τῶν ὑγρῶν μηδὲ δυσαπάλλακτα τῶν ἁπτομένων καὶ ὀλισθηρὰ γλίσχρα λέγεται, ὡς ἰξὸς ἔλαιον ὑγρὰ πίσσα. τὸ δὲ κραῦρον ὑπὸ τὸ ξηρόν· τὸ γὰρ δι’ ἔλλειψιν ὑγρότητος πεπηγὸς καὶ διὰ τοῦτο εὔθραυστον, κραῦρον καλεῖται.
25p. 330a8 Ἔτι τὸ μὲν μαλακὸν τοῦ ὑγροῦ· μαλακὸν γὰρ τὸ ὑπεῖ‐ κον εἰς αὑτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ τὸ ὑγρόν. Πάλιν τὸ μὲν μαλακὸν ὑπὸ τὸ ὑγρὸν ἀνάγει, τὸ δὲ σκληρὸν ὑπὸ τὸ ξηρόν· μαλακὸν γάρ ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτὸ τοῖς ἁπτομένοις, ὅπερ ποιεῖ καὶ τὸ ὑγρόν· ὑπείκει γὰρ καὶ τοῦτο. ἀλλὰ τίς ἡ διαφορά; ὅτι πάλιν τὸ
30μὲν μαλακὸν ὑγρόν ἐστι πεπονθός τι τὸ μὴ μεθίστασθαι, ὅπερ οὐ πρόσεστι220
In GC
.

14,2

221

τῷ ὕδατι (μεθίσταται γάρ), ὡς καὶ τὸ γλίσχρον ὑγρὸν ἦν πεπονθός τι. τοιοῦτον οὖν καὶ τὸ μαλακόν. ὥστε εἴ τι μαλακόν, ὑγρόν πώς ἐστιν (εὐό‐ ριστον γὰρ ἀλλοτρίῳ ὅρῳ), οὐκ εἴ τι ὑγρόν, μαλακόν. ἐπὶ πλέον οὖν τὸ ὑγρόν. διὸ καὶ ὑπὸ τοῦτο τὸ μαλακὸν ἀναφέρομεν· διαφοραὶ γὰρ τοῦ
5ὑγροῦ τὸ μεθίστασθαι καὶ μὴ μεθίστασθαι, ἴδιον δὲ καὶ συμπληρωτικὸν τὸ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, εὐόριστον δὲ ἀλλοτρίῳ. πάλιν οὖν καὶ τὸ σκληρὸν ὑπὸ τὸ ξηρὸν ἀνάγει. τὸ γὰρ σκληρὸν πεπηγός ἐστι (τῷ συνε‐ στράφθαι γὰρ τὰ μόρια καὶ πεπῆχθαι σκληρὸν γέγονεν), τὸ δὲ πεπηγὸς ξηρόν· δυσόριστον γὰρ ἀλλοτρίῳ γέγονεν ὅρῳ τῷ πεπῆχθαι, ὥστε ξηρὸν
10γέγονεν. p. 330a12 Λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς· ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός. Δείξας ὁ Ἀριστοτέλης πάσας τὰς ἁπτὰς ἀντιθέσεις ὑπὸ δύο τὰς πρώ‐
15τας ἀναγομένας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, βούλεται καὶ ἑτέρας τινὰς παρ’ ἃς ἤδη κατηριθμήσατο δεῖξαι ὑπὸ τὸ ξηρὸν καὶ ὑγρὸν ἀναγομένας, ὑπὸ μὲν τὸ πρῶτον ὑγρὸν τὸ διερὸν καὶ τὸ ἰδίως ὑγρόν, ὑπὸ δὲ τὸ ξηρὸν τὸ πεπηγὸς καὶ ἕτερόν τι ἰδίως ξηρὸν ὁμωνύμως τῷ γένει λεγόμενον. ἵνα δὲ τοῦτο δείξῃ, φησὶ πλεοναχῶς λέγεσθαι τὸ
20ὑγρὸν καὶ ξηρόν. ὅτι δὲ ταῦτα τῶν πλεοναχῶς λεγομένων ἐστὶ δεικνύς, τόπῳ χρῆται τῷ ἀπὸ τῶν ἀντικειμένων· ὅταν γὰρ τῷ αὐτῷ πλείονα ᾖ τὰ ἀντικείμενα, καὶ αὐτὸ τῶν πλεοναχῶς λεγομένων ἐστίν. οἷον τῷ βαρεῖ ἀντίκειται ἐν φωνῇ μὲν τὸ ὀξύ (ἡ γὰρ ὀξεῖα φωνὴ τῇ βαρείᾳ ἀντίκειται), ἐν ῥοπῇ δὲ τὸ κοῦφον· τὸ γὰρ βαρὺ πάλιν καὶ κοῦφον ἐν τοῖς ὄγκοις τῶν
25ἀντικειμένων ἐστίν. οὐκοῦν ἐπεὶ τῷ βαρεῖ καὶ τὸ κοῦφον καὶ τὸ ὀξὺ ἀντίκειται, τῶν πλεοναχῶς λεγομένων ἐστὶ τὸ βαρύ. ἀλλὰ καὶ τὸ ὀξὺ τῶν πλεοναχῶς λεγομένων ἐστίν· ἀντίκειται γὰρ αὐτῷ καὶ τὸ ἀμβλὺ καὶ τὸ γλυκὺ καὶ τὸ βαρύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν χυμῷ δὲ τὸ γλυκύ, ἐν σχήμασι δὲ ἢ ἁπλῶς ὄγκῳ τὸ ἀμβλύ· ὀξεῖαν γάρ φαμεν γωνίαν καὶ
30ἀμβλεῖαν, καὶ ὀξὺ καὶ ἀμβλὺ τὸ μαχαίριον. οὕτως οὖν δείκνυσι καὶ221
In GC
.

14,2

222

τὸ ὑγρὸν καὶ τὸ ξηρὸν τῶν πλεοναχῶς λεγομένων· ἑκατέρῳ γὰρ τούτων πλείονά ἐστι τὰ ἀντικείμενα. τῷ γὰρ ξηρῷ ποτὲ μὲν ἀντιτίθεμεν τὸ ὑγρόν, ποτὲ δὲ τὸ διερόν· καὶ τῷ ὑγρῷ ποτὲ μὲν τὸ ξηρόν, ποτὲ δὲ τὸ πεπηγός. ἔστι μὲν οὖν τὸ πρώτως ὑγρὸν καὶ οἱονεὶ γενικώτατον, οὗ τὸν ὁρισμὸν
5ἤδη ἀποδέδωκεν, τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, τὸ δὲ τούτῳ ἀντικείμενον ξηρόν, λέγω τὸ πρῶτον καὶ τὸ γενικώτατον, τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ δυσόριστον δὲ ἀλλοτρίῳ, ὡς ἔφθη ὁρισάμενος. ὑπὸ δὲ τὸ πρῶτον ὑγρὸν ἀνάγεται τό τε διερὸν καὶ τὸ ἰδίως ὑγρόν. διερὸν μὲν οὖν ἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, ὡς εἰ ὕδωρ ἐπι‐
10χέεις λίθῳ ἢ τῷ ἡμετέρῳ σώματι ἢ ἱματίῳ μετρίως (τὸ γὰρ ἐν βάθει τὴν ἀλλοτρίαν ἔχον ὑγρότητα βεβρεγμένον καλεῖται), ὑγρὸν δὲ τὸ ἔχον οἰκείαν ὑγρότητα ἐν τῷ βάθει. διαφέρει οὖν τοῦ πρώτως ὑγροῦ τὸ διερόν, διότι τὸ πρώτως ὑγρὸν αὐτῷ τῷ εἶναι τοιοῦτόν ἐστιν ὅλον δι’ ὅλου ὑγρόν, τὸ δὲ διερὸν τῷ πεπονθέναι τι τοιοῦτον· τοῦ δὲ ἰδίως ὑγροῦ τὸ ἁπλῶς ὑγρὸν
15διαφέρει, διότι τὸ μὲν πρώτως ὑγρὸν ὅλον δι’ ὅλου τοιοῦτόν ἐστιν ὡς εἶπον, τὸ δὲ ἐν τῷ βάθει κεκρυμμένην ἔχει τὴν οἰκείαν ὑγρότητα· τοῦ δὲ βεβρεγ‐ μένου τὸ ἰδίως ὑγρὸν διαφέρει, ὅτι τὸ μὲν οἰκείαν τὸ δὲ ἀλλοτρίαν ἔχει τὴν ἐν τῷ βάθει ὑγρότητα, βεβρεγμένον μὲν ὡς ὁ πηλός, ὑγρὸν δὲ ὡς τὰ τηκτά, κηρὸς καὶ μόλιβδος καὶ τὰ τοιαῦτα. πάλιν ὑπὸ τὸ πρῶτον ξηρὸν ἀνάγεται
20τό τε ἰδίως ξηρόν, ᾧπερ ἀντίκειται τὸ διερὸν ὁμωνύμως τῷ γένει λεγό‐ μενον (ἰδίου γὰρ οὐκ ἔτυχεν ὀνόματος), καὶ τὸ πεπηγός, ὅπερ ἀντίκειται τῷ ἰδίως ὑγρῷ, ὅπερ καὶ αὐτὸ τῷ γένει ὁμωνύμως εἴρηται διὰ τὸ μὴ τυχεῖν ἰδίου ὀνόματος. ἐπεὶ οὖν διερόν ἐστι τὸ ἔχον ἀλλοτρίαν ἐπιπολῆς ὑγρότητα, τὸ ἀντικείμενον τούτῳ ξηρὸν ἔσται δηλονότι τὸ τῆς τοιαύτης
25ἐστερημένον ὑγρότητος, οἵαν εἶχε τὸ διερόν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰδίως ὑγροῦ καὶ πεπηγότος· τὸ μὲν γὰρ ἐν βάθει εἶχε τὴν οἰκείαν ὑγρότητα, τὸ δὲ ταύτης ἐστέρητο, οἷά ἐστι τὰ μὴ τηκτά, ὡς ὄστρακον καὶ τὰ ἄτηκτα τῶν μετάλλων· καὶ τὰ τηκτὰ δέ, πρὶν τακῇ, πεπηγότα ἐστίν. ὥστε τῶν πεπηγότων τὰ μὲν τηκτὰ τὰ δὲ ἄτηκτα, τὰ δὲ τηκτὰ ὑγρά ἐστιν, ἐπειδὰν
30τακῇ καὶ ἡ ἐν βάθει ὑγρότης εἰς τὸ ἐμφανὲς ἔλθῃ. εἰ δὲ ἀπουσίᾳ καὶ παρουσίᾳ ὑγρότητος ταῦτα λέγεται, εἰκότως τὰ μὲν ὑπὸ τὸ πρώτως ὑγρὸν τὰ δὲ ὑπὸ τὸ πρώτως ξηρὸν ἀναφέρεται. Παρέθετο δὲ τὸ βεβρεγμένον, φησὶν ὁ Ἀλέξανδρος, εἰς δήλωσιν τοῦ τε διεροῦ καὶ τοῦ ὑγροῦ ἀπὸ τῆς πρὸς τοῦτο διαφορᾶς, ὅτι ἐστὶ τοι‐
35οῦτον ἑκάτερον αὐτῶν ὁποῖον ὡρίσατο, πιστούμενος· ὡς γὰρ εἶπον, τοῦ
μὲν διεροῦ διαφέρει τὸ βεβρεγμένον τῷ ἐν βάθει ἔχειν τὴν ἀλλοτρίαν222
In GC
.

14,2

223

ὑγρότητα ἐκείνου ἐπιπολῆς ἔχοντος, τοῦ δὲ ἰδίως ὑγροῦ τῷ ἀλλοτρίαν ἔχειν ἐκείνου τὴν οἰκείαν ἐν τῷ βάθει ἔχοντος. p. 330a24 Δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας. αὗται δὲ οὐκέτι εἰς ἐλάττους·
5οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ [τὸ] ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ’ ὑπ’ ἄλληλα οὔθ’ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν. Αἱ μὲν οὖν ἄλλαι ἀντιθέσεις πῶς ὑπὸ τὰς δύο ἀνάγονται διὰ τῶν φθασάντων ἐδείξαμεν. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἡ μὲν λειότης ὑπὸ
10τὸ ὑγρὸν ἡ δὲ τραχύτης ὑπὸ τὸ ξηρὸν ἀναφέρεται. διότι τὸ τραχύ, φησί, δόξειεν εἶναι τοῦ πεπηγότος καὶ ξηροῦ (ἰδίοις γάρ τισιν ὅροις τὰ μόρια τούτου συνέχεται), τὸ δὲ λεῖον τοῦ ὑγροῦ· ὁμαλὸν γάρ τι τὸ ὑγρὸν καὶ λείαν ἀεὶ τὴν ἐπιφάνειαν ἔχον τῶν μορίων συνιζανόντων εἰς ἄλληλα. ἢ ἄμεινον, φησί, λέγειν ὅτι μήτε ποιητικαὶ μήτε παθητικαὶ αἱ ἐναντιώσεις
15αὗται, τῷ μηδὲ τὴν ἀρχὴν ποιότητες εἶναι· ἐν ποιᾷ γάρ ἐστι τῶν μορίων θέσει τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἐν Κατηγορίαις εἴρηται. εἰ δὲ μὴ ποιό‐ τητες, οὐδὲ παθητικαί εἰσιν οὐδὲ ποιητικαί. ὅτι δὲ οὐκέτι τῶν γενικῶν δύο ἐναντιώσεων, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὐδε‐ μία ὑπὸ τὴν λοιπὴν ἀνάγεται, διδάσκει· οὔτε γὰρ τὸ ξηρὸν ὑπὸ τὸ θερ‐
20μόν (ἐπεὶ πᾶν ξηρὸν ἔμελλεν εἶναι θερμόν· νῦν δὲ ἡ γῆ ξηρὰ οὖσα ψυχρά ἐστιν), οὔτε τὸ ὑγρὸν πάλιν ὑπὸ τὸ θερμόν· τὸ γὰρ ὕδωρ ὑγρὸν ὑπάρχον ψυχρόν ἐστι. πολλῷ οὖν μᾶλλον οὐδὲ τὸ ψυχρὸν ὑπὸ τὸ θερμόν· πῶς γὰρ ἐνδέχεται τὰ μαχόμενα ὑπ’ ἄλληλα εἶναι; πάλιν ὑπὸ τὸ ψυχρὸν οὔτε τὸ ξηρόν (τὸ γὰρ πῦρ ξηρὸν ὑπάρχον θερμόν ἐστιν), οὔτε τὸ ὑγρόν (ὁ
25γὰρ ἀὴρ ὑγρός ἐστι καὶ θερμός), οὐδὲ πολλῷ μᾶλλον τὸ ἐναντίον θερμόν. καὶ διὰ τὰς αὐτὰς αἰτίας, οὐδ’ εἰ ἀντιστρέψωμεν τὴν τάξιν, οὐδὲν τῶν
λοιπῶν οὔτε ὑπὸ τὸ ὑγρὸν οὔτε ὑπὸ τὸ ξηρὸν ἀνοίσομεν.223
In GC
.

14,2

224

p. 330a30 Ἐπειδὴ τέτταρα τὰ στοιχεῖα, τῶν δὲ τεττάρων ἓξ αἱ συζεύξεις. Στοιχεῖα μὲν καλεῖ τὰς ἐναντιώσεις (εἴρηνται γὰρ δευτέρως μετὰ τὴν ὕλην στοιχεῖα καὶ ἀρχαὶ αἱ ἐναντιώσεις), φησὶ δὲ ἐκ τῶν τεσσάρων
5ἐναντιώσεων ἓξ ἀποτελεῖσθαι συζυγίας, ὧν ἀσύστατοι μὲν αἱ τὰ ἐναντία παραλαμβάνουσαι, ἡ τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ ἡ τὸ ξηρὸν καὶ ὑγρόν (ἅμα γὰρ τἀναντία ὑπάρχειν ἀδύνατον), αἱ λοιπαὶ δὲ συνίστανται τέσσαρες, αἷς φησιν εὐλόγως ἠκολουθηκέναι τὸν ἀριθμὸν τῶν φαινομένων ἁπλῶν σωμάτων· ταῦτα γὰρ καὶ τῇ αἰσθήσει ὑποπίπτει ἑκάστου αὐτῶν κατὰ
10μίαν συζυγίαν χαρακτηριζομένου, πυρὸς μὲν κατὰ τὸ θερμὸν καὶ ξηρόν, τοῦ δ’ ἀέρος κατὰ τὸ θερμὸν καὶ ὑγρόν, καὶ κατὰ μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν τοῦ ὕδατος, κατὰ δὲ τὸ ψυχρὸν καὶ ξηρὸν τῆς γῆς. ἐπισημαίνεσθαι δὲ χρὴ ὅτι τἆλλα μὲν ἐκτὸς κατασκευῆς τέθεικεν, ἐπὶ δὲ μόνου τοῦ ἀέρος ὡς ἔχοντός τινα ἀμφισβήτησιν κατασκευῇ ἐχρήσατο τοῦ εἶναι αὐτὸν θερ‐
15μὸν καὶ ὑγρόν, οὐχ ὅτι ὑγρός ἐστι κατασκευάζων, ἀλλ’ ὅτι θερμός· γεγόνασι γὰρ οἱ δοξάσαντες αὐτὸν ψυχρὸν καὶ ὑγρὸν εἶναι. τί οὖν φησιν αὐτός; ὅτι οἷον ἀτμίς ἐστιν ὁ ἀήρ, ἡ δὲ ἀτμὶς θερμή τε καὶ θερμῷ τὴν γένεσιν ἔχουσα. ἔστι δὲ καὶ διὰ πλειόνων τοῦτο κατασκευάσαι, πρῶτον μὲν ἐκ τοῦ κοῦφον αὐτὸν εἶναι, ὅπερ ἐστὶ θερμότητος. ὅτι δὲ τὸ κοῦφον θερμό‐
20τητος, ἐκεῖθεν γνώσῃ· ἐπειδὴ γὰρ τὸ πῦρ θερμὸν καὶ ξηρὸν 〈ὂν〉 κοῦφόν ἐστιν, ἀνάγκη ἢ τῷ ξηρὸν εἶναι κοῦφον ὑπάρχειν ἢ τῷ θερμόν. ἀλλ’ εἰ μὲν καθὸ ξηρὸν τὸ πῦρ κοῦφον ἦν, ἐχρῆν καὶ τὴν γῆν ξηρὰν οὖσαν κούφην ὑπάρχειν· τοῦτο δὲ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ τὸ ξηρὸν ἔχει τὸ κοῦφον. λείπεται ἄρα κατὰ τὸ θερμόν. εἰ οὖν τὸ κοῦφον λόγῳ θερμότητος γίνε‐
25ται, ἔστι δὲ ὁ ἀὴρ κοῦφος, ἔσται ἄρα καὶ αὐτὸς θερμός. ἔτι ὁρῶμεν ὅτι τὰ γειτνιάζοντα ἀλλήλοις στοιχεῖα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, ἐπεὶ οὐκ ἂν οὐδὲ πλησίον ἀλλήλων ὑπῆρχον. εἰ οὖν καὶ ὁ ἀὴρ τοῦ πυρὸς διενήνοχε κατὰ τὸ ὑγρόν, κοινωνήσει αὐτῷ δηλονότι κατὰ τὸ θερμόν· καὶ εἰ κοινωνεῖ τῷ ὕδατι κατὰ τὸ ὑγρόν, εἰ μὴ κατὰ τὸ θερμὸν αὐτοῦ διοίσει,
30οὐκ ἔσται διαφορὰ ὕδατος καὶ ἀέρος. ἔτι ὁρῶμεν ὅτι ἡ μεταβολὴ αὐτῷ ἐξ ὕδατος διὰ θερμοῦ γίνεται· ἐξατμιζόμενον γὰρ τὸ ὕδωρ ἀεροῦται, ὡς
καὶ αὐτός φησιν ὁ Ἀριστοτέλης.224
In GC
.

14,2

225

p. 330b7 Ἅπαντες γὰρ οἱ τὰ ἁπλᾶ σώματα στοιχεῖα ποιοῦντες. Διδάξας ποίας χρὴ τίθεσθαι ἐναντιότητας ἀρχὰς καὶ εἰδοποιοὺς τῶν σωμάτων, νῦν βούλεται τὴν οἰκείαν περὶ τούτων δόξαν κρατῦναι, δι’ ὧν δείκνυσι καὶ τοὺς ἀρχαιοτέρους πάντας τοὺς περὶ στοιχείων δοξάσαντας
5τὰς εἰρημένας ἐναντιώσεις εἰσάγοντας, ἢ τινὰς ἢ πάσας, τὸν ἀριθμὸν δὲ τῶν τεσσάρων μὴ ὑπερβαίνοντας· εἰ γὰρ καὶ μὴ τὸν αὐτὸν τρόπον περὶ αὐτῶν φασιν, ἀλλ’ οὖν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι φαίνονται ταύτας πρεσβεύοντες. οἵ τε γὰρ ἕν τι τῶν τεσσάρων στοιχείων ποιοῦντες τῶν πάντων μανώσει καὶ πυκνώσει τἆλλα ἐξ αὐτοῦ γεννῶσι
10(μάνωσις δὲ καὶ πύκνωσις θερμότητι καὶ ψυχρότητι ἀποτελεῖται), ὅ τε Παρ‐ μενίδης αὐτόθεν δύο ὑποτιθέμενος στοιχεῖα, πῦρ καὶ γῆν, τὴν ἐναντίωσιν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ εἰσῆγε, τὸν ἀέρα καὶ τὸ ὕδωρ μῖγμα φάσκων εἶναι τῶν δύο στοιχείων, καθάπερ καὶ ὁ Πλάτων. καὶ γὰρ καὶ οὗτος δύο τινὰς ὑποθέμενος ἀρχάς, τὸ μέγα καὶ τὸ μικρόν, τρίτην ὑπετίθετο ἄλλην,
15ὅπερ μῖγμα ἔφασκεν εἶναι τῆς τοῦ μεγάλου καὶ μικροῦ ἐναντιώσεως, μέγα μὲν καὶ μικρὸν λέγων τὰς ἐπιγινομένας εἰδοποιοὺς διαφορὰς τῇ ὕλῃ, ἃς πρῶτον δέχεται ποσουμένη καὶ διαστατὴ γινομένη, μῖγμα δὲ ἐκάλει τὴν ὕλην οὐχ ὡς ἐκ μεγάλου καὶ μικροῦ μιχθέντων γινομένην, ἀλλ’ ὡς ἐν αὐτῇ τούτων μιγνυμένων τῷ ἑκάτερον παρὰ μέρος ἐν αὐτῇ γίνεσθαι. καὶ
20Ἐμπεδοκλῆς δὲ τέσσαρα μὲν καὶ αὐτὸς ὑπέθετο στοιχεῖα, θερμοῦ δὲ καὶ ψυχροῦ ἐναντίωσιν εἰσηγεῖτο, τὸ μὲν πῦρ θερμὸν ὑποτιθέμενος τἆλλα δὲ πάντα ἀντικεῖσθαι τούτῳ φάσκων ὡς ψυχρά. p. 330b11 Τούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τό τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ θερμὸν καὶ ψυχρόν.
25 Οἱ τὸ ἕν, φησί, στοιχεῖον ὑποτιθέμενοι, μανώσει δὲ καὶ πυκνώσει τούτου τἆλλα λέγοντες γίνεσθαι, ἀρχὰς δύο ποιοῦσι τὸ μανὸν καὶ πυκνόν, μᾶλλον δὲ τὸ θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γάρ ἐστι τὰ δημιουργικὰ καὶ ποιητικὰ μανώσεως καὶ πυκνώσεως. καὶ ἐπισημήνασθαι χρὴ ὅτι τὸ μανὸν καὶ πυκνὸν ὑπὸ τὸ θερμὸν καὶ ψυχρὸν ἄγει· ὅθεν ἴσως παρῆκεν
30ἐν τῇ τῶν ἁπτῶν ποιοτήτων ἀπαριθμήσει τὸ μανὸν καὶ πυκνόν, ὡς εἰς
ταὐτὸν ἀγόμενα τῷ θερμῷ καὶ ψυχρῷ.225
In GC
.

14,2

226

p. 330b15 Ὡσαύτως δὲ καὶ οἱ τρία λέγοντες, καθάπερ Πλάτων ἐν ταῖς διαιρέσεσι. Καὶ ὁ Πλάτων, φησίν, ὡσαύτως τῷ Παρμενίδῃ τρεῖς ἀρχὰς ὑποτιθέ‐ μενος, δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τοῦ μεγάλου καὶ τοῦ μικροῦ,
5τρίτην δὲ τὸ μεταξὺ τούτων, ὃ καὶ μῖγμά φησιν ἀμφοῖν εἶναι. εἰδέναι δὲ χρὴ ὅτι τοῦ Πλάτωνος ἐμνήσθη κατὰ τὸ παρὸν οὐχ ὡς εἰσάγοντός τινας ἀρχὰς τῶν προαποδεδειγμένων τεσσάρων, λέγω δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἀλλ’ ὡς καὶ αὐτοῦ ἐναντίωσίν τινα ἐν ταῖς ἀρχαῖς θεωροῦντος, καθάπερ καὶ ὁ Ἀριστοτέλης, ἔτι δὲ καὶ διὰ τὴν ὁμοιότητα
10τῶν λόγων τὴν πρὸς Παρμενίδην· μίαν γὰρ ἄμφω τῶν ἀρχῶν ἐναντίωσιν ὑπετίθεντο, καὶ καθάπερ Παρμενίδης τρίτον τι ἐκ πυρὸς καὶ γῆς ὑπετίθετο τὸν ἀέρα καὶ τὸ ὕδωρ, οὕτως καὶ ὁ Πλάτων τὴν ὕλην τρίτην ἀρχὴν λέγων μεταξὺ τῶν ἐναντίων αὐτὴν ἔλεγεν εἶναι, διότι ἀμφοτέροις ὑπόκειται παρὰ μέρος, δι’ αὐτὸ δὲ τοῦτο καὶ μῖγμα ἀμφοῖν ὡς δεχομένην ἀμ‐
15φότερα. Καθάπερ Πλάτων ἐν ταῖς διαιρέσεσι. ζητητέον ποίας καλεῖ διαιρέσεις, ἐν αἷς διατάττειν φησὶ περὶ τούτων τὸν Πλάτωνα. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρος λέγει τὰς φερομένας Πλάτωνος διαιρέσεις νοθεύεσθαι, ἀλλ’ εἴη ἄν, φησίν, ὁ Ἀριστοτέλης λέγων περὶ τῶν ἐν τῷ Σοφιστῇ
20τῷ διαλόγῳ εἰρημένων, διαιρέσεις καλῶν τὰ ἐν ἐκείνῳ. ἰστέον δὲ ὅτι πρῶτον μὲν ‘διαιρέσεισ‘ ὅλως Πλάτωνος ἐπιγεγραμμέναι οὐ φέρονται, ἐν δὲ τῷ Σοφιστῇ οὐδὲν φαίνεται τοιοῦτον ὁ Πλάτων λέγων οἷον εἴρηται ἐνταῦθα, οὐδὲ ἔστιν εὑρεῖν τινα αὐτοῦ δόξαν τοιαύτην αὐτὸν ἐκτιθέμενον· ὅλως γὰρ οὐδὲ περὶ τῶν τοιούτων ἐστὶν αὐτῷ σκοπὸς ἐκεῖσε διαλεχθῆναι,
25πλὴν ὅτι καθ’ ἱστορίαν διαφόρους δόξας φυσικῶν ἀνδρῶν ἐκτίθεται. ἀπο‐ δεκτέον οὖν μᾶλλον ὅπερ τελευταῖον προστίθησιν ὁ Ἀλέξανδρος, φάσκων περὶ τῶν ἀγράφων δογμάτων τοῦ Πλάτωνος λέγειν τὸν Ἀριστοτέλην, ἅπερ αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράφετο, καὶ ταῦτα καλεῖν διαιρέσεις. ἐν ἐκεί‐ νοις τοίνυν ὁ Πλάτων τὸ μέγα καὶ μικρὸν καὶ τὸ μεταξὺ τούτων ὑπο‐
30τίθεται.226
In GC
.

14,2

227

p. 330b17 Καὶ σχεδὸν ταὐτὰ λέγουσιν οἵ τε δύο καὶ οἱ τρία ποιοῦντες· πλὴν οἱ μὲν τέμνουσιν εἰς δύο τὸ μέσον, οἱ δὲ ἓν μόνον ποιοῦσι. Τοῦτο δύναται περὶ Πλάτωνος καὶ Παρμενίδου εἰρῆσθαι. ὥσπερ γὰρ
5Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος ἄλλο τι μῖγμα ἐκ τούτων ἐποίει, οὕτω καὶ Πλάτων τρία λέγων δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τὸ δὲ τρίτον μεταξὺ τούτων ἐτίθει· ἡ διαφορὰ δὲ μόνον τῶν ἀνδρῶν κατὰ τοῦτο, ὅτι ὁ μὲν Παρμενίδης εἰς δύο διῄρει τὸ μέσον, ἀέρα καὶ ὕδωρ, Πλάτων δὲ ἀδιαίρετον αὐτὸ ἐφύλαττεν. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ
10ῥητόν, μηκέτι περὶ Πλάτωνος αὐτοῦ ποιουμένου τὸν λόγον, ἀλλ’ ὡς ἀπο‐ χρήσαντος μὲν αὐτοῦ τῶν πρὸς τοῦτον λόγων, τοιοῦτον δέ τι λέγοντος, ὅτι ὁ μὲν Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος μέσον τι τούτων ἐλάμβανεν, ὅπερ εἰς ἀέρα καὶ ὕδωρ διῄρει, οἱ δὲ ἐξ ἀρχῆς ἀρχὰς ὑποτιθέμενοι, καθά‐ περ ὁ Ἴων, τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, μέσον ἀμφοῖν καὶ αὐτοὶ τὸ
15ὕδωρ λέγοντες εἶναι ἀδιαίρετον αὐτὸ ἐφύλαττον. μέσον δὲ πυρὸς καὶ γῆς τὸν ἀέρα καὶ τὸ ὕδωρ ὑπετίθεντο, ἴσως τῇ ῥοπῇ προσέχοντες· οὐδὲ γὰρ ἔστιν εἰπεῖν κατὰ τὰς ποιότητας, εἴπερ γῆ μὲν καὶ πῦρ ξηρά, ταῦτα δὲ ἄμφω ὑγρά. p. 330b19 Ἔνιοι δὲ εὐθὺς τέτταρα λέγουσιν, οἷον Ἐμπεδοκλῆς.
20συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο. Καὶ ὁ Ἐμπεδοκλῆς, φησί, τέσσαρας ἀρχὰς ὑποτιθέμενος τὰ τέσσαρα στοιχεῖα, ὅμως ἐναντίωσιν μίαν ὑπετίθετο, τὸ μὲν πῦρ θερμὸν εἶναι φά‐ σκων τὰ δὲ ἄλλα τρία ψυχρά. p. 330b21 Οὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρη‐
25μένων ἁπλοῦν, ἀλλὰ μικτά. Δόξει μὲν λέγειν προχειρότερον σκοποῦσιν, ὅτι τὰ στοιχεῖα οὐκ ἔστιν ἁπλᾶ οὐδὲ εἰλικρινῆ, ἀλλὰ μικτὰ καὶ ὑπ’ ἀλλήλων ἀεὶ νοθευόμενα, ὥσπερ
πολλοὶ ἐδόξασαν. ἔστι δὲ τοῦτο καθ’ αὑτὸ σκέψεως ἄξιον. καὶ ζητητέον227
In GC
.

14,2

228

ἐφεξῆς ὅπως ἔχει τοῦτο, εἰποῦσι πρότερον τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν. λέγει δὲ ὅτι οὐ καθάπερ αἱ ἄλλαι ἀρχαὶ πρώτως καὶ δευτέρως λεγόμεναι, οὕτω καὶ ὁ ἀὴρ καὶ τὰ ἄλλα ἁπλᾶ τετύχηκεν ὄντα· ἀλλ’ ἔστι, φησί, ταῦτα μικτὰ καὶ σύνθετα ἐξ ὕλης καὶ εἴδους. ἁπλᾶ δέ, φησίν, ἐστὶ τὰ
5κατὰ τὰς ἐναντιότητας εἴδη· τὸ γὰρ εἶδος τοῦ πυρὸς τὸ κατὰ τὴν συζυγίαν τῶν ποιοτήτων, θερμοῦ φημι καὶ ξηροῦ, θεωρούμενον, τοῦτο ἁπλοῦν ἐστι καθάπερ καὶ ἡ ὕλη ἁπλῆ, τὸ δὲ πῦρ σύνθετον ἤδη ἐξ ἀμφοῖν. Ἡ μὲν οὖν τοῦ ῥητοῦ ἔννοια τοιαύτη τίς ἐστι. ζητητέον δὲ καθ’ αὑτὸ τὸ περὶ τῶν στοιχείων πρόβλημα, πότερον οὐδέν ἐστι τῶν στοιχείων
10εἰλικρινές, ὥς φασί τινες, ἀλλὰ πάντα ἀλλήλοις ἀναμέμικται καὶ ἐξ ἀλλή‐ λων νοθεύεται, ἢ οὐδὲν κωλύει καὶ αὐτὰ καθ’ αὑτὰ ὑφεστηκέναι ἄμικτα τῆς πρὸς ἄλληλα συμπλοκῆς θεωρούμενα. πρὸς ὃ ῥητέον ὅτι εἰ μὲν τὸ πῦρ τῷ ὁρατῷ, καθάπερ Τίμαιος, χαρακτηρίσωμεν καὶ τὴν γῆν τῷ ἁπτῷ, ἔσται οὕτω πάντα ἐν πᾶσι καὶ οὐδὲν ἔσται καθ’ αὑτό· ἁπτὰ γὰρ πάντα
15τὰ στοιχεῖα καὶ ὁρατὰ σχεδὸν πάντα. εἰ δὲ κατὰ τὸν Ἀριστοτέλην ἕκα‐ στον χαρακτηρίσωμεν, τῷ εὐορίστῳ μὲν τὸ ξηρὸν δυσορίστῳ δὲ τὸ ὑγρόν, καὶ τὸ μὲν θερμὸν τῷ διακριτικῷ τὸ δὲ ψυχρὸν τῷ συγκριτικῷ, οὐδὲν ἔσται τὸ κωλῦον εἶναι αὐτὰ εἰλικρινῆ καὶ ἀμιγῆ πρὸς ἄλληλα· εἰ δὲ μηδέν ἐστι τὸ κωλῦον ἀλλ’ ἐνδέχεται, καὶ ἐκβαίη ἄν.
20p. 330b23 Οἷον τὸ τῷ πυρὶ ὅμοιον, [τὸ] πυροειδές, οὐ πῦρ. Αἱ ἐναντιότητες αἱ εἰδοποιοὶ τῶν ἁπλῶν σωμάτων ὅμοιαι, φησί, τοῖς στοιχείοις, οὐ μὴν αἱ αὐταί, διότι τὸ πῦρ ἔοικε μὲν τῇ συζυγίᾳ καθ’ ἣν εἰδοποιεῖται, οὐ μὴν ταὐτὸν ἡ συζυγία καὶ τὸ πῦρ, ἀλλ’ ἡ ὁμοιότης κατὰ τὴν ποιότητα, καὶ ἡ συζυγία πῦρ μὲν οὐκ ἔστι, πυροειδές δὲ καὶ
25εἶδος τοῦ πυρός. κἀπὶ τῶν ἄλλων δὲ ἑκάστου ὁ αὐτὸς λόγος. p. 330b25 Τὸ δὲ πῦρ ἐστιν ὑπερβολὴ θερμότητος, ὥσπερ κρύ‐ σταλλος ψυχρότητος. Πῦρ ἐνταῦθά φησι τὸ διακονικόν, ὅπερ ὑπερβολὴν ἔχειν λέγει ζέσεως, ὥσπερ τὸν κρύσταλλον ὑπερβολὴν ψύξεως, καὶ διὰ τοῦτο μηδὲν ζῳογονεῖ‐
30σθαι μήτε ὑπὸ κρυστάλλου μήτε ὑπὸ τοῦ ἐν χρήσει πυρός, διότι τὸ στοι‐228
In GC
.

14,2

229

χειῶδες πῦρ καὶ τὸ ὕδωρ, ἅπερ καὶ ζῳογόνα ἐστὶ καὶ πρὸς σύστασιν τῶν συνθέτων σωμάτων παραλαμβάνεται, ἐξιστάμενα ἐπὶ ἀμετρίαν τὸ μὲν ὕδωρ τὸν κρύσταλλον ἐργάζεται, τὸ δὲ στοιχειῶδες πῦρ τουτὶ τὸ διακονικὸν καὶ ἐν τῇ χρήσει λεγόμενον πῦρ.
5p. 330b30 Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστί. Περὶ τῆς πρὸς τοὺς τόπους οἰκειότητος τῶν στοιχείων διαλέγεται, ἥτις ἐστὶ ῥοπὴ αὕτη καθ’ ἣν βαρέα καὶ κοῦφα λέγεται. ὄντων οὖν δύο τόπων, τοῦ μὲν ἄνω ὃν πρὸς τὸν ὅρον φησὶν εἶναι (ὅρον καλῶν τὸ
10πέρας τοῦ περιέχοντος καὶ πέριξ), τοῦ δὲ πρὸς τὸ κάτω καὶ μέσον, τὸ μὲν πῦρ καὶ ὁ ἀὴρ τοῦ ἄνω ἐστὶ τόπου, ὕδωρ δὲ καὶ γῆ πρὸς τὸ κάτω. ἑκάτερα γὰρ τοῖν δυοῖν, τουτέστι τῶν δυάδων τῶν δύο ἑκατέρα ἑκατέ‐ ρου τῶν τόπων, ἡ μὲν τοῦ ἄνω ἡ δὲ τοῦ κάτω· ἑκάτερα γὰρ εἶπεν οὐδετέρως, οἱονεὶ τὰ ἑκάτερα τῶν δύο.
15p. 330b33 Καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα γῆ καὶ πῦρ. Ἄκρα καὶ εἰλικρινῆ καλεῖ κατὰ τὴν ῥοπὴν τὸ πῦρ 〈καὶ τὴν γῆν〉· πῦρ μὲν γὰρ ἄκραν τὴν πρὸς τὸ ἄνω ῥοπὴν ἔχει, γῆ δὲ τὴν πρὸς τὸ κάτω, ὕδωρ δὲ καὶ ἀὴρ μέσως πως ἔχουσι κατὰ τὴν δύναμιν, τὸ μὲν ὕδωρ ἧττον κατώφορον ὑπάρχον τῆς γῆς, ἀὴρ δὲ τῷ πυρὶ ἡσσώμενος
20κατὰ τὸ ἀνώρροπον. p. 331a1 Ἑκάτερα δὲ ἑκατέροις ἐναντία. Ἑκάτερον, φησί, τῶν ἐν τῇ ἑτέρᾳ τῶν δυάδων ἐναντίον ἐστὶν ἑκατέρῳ τῶν ἐν θατέρᾳ, πῦρ μὲν ὕδατι γῇ δὲ ὁ ἀήρ. δεικνὺς δὲ πῶς ποτέ φησιν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, ἐπιφέρει λέγων ταῦτα γὰρ ἐκ τῶν ἐναντίων
25παθημάτων ἐστίν. οὐ γὰρ ἡ σύνθετος οὐσία τῇ συνθέτῳ ἐστὶν ἐναντία
ὡς ὕλη θεωρουμένη· οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἐναντιότης ἐν229
In GC
.

14,2

230

τῇ συνθέτῳ οὐσίᾳ, ἀλλὰ μόνον κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἃς καὶ ἐναν‐ τιώσεις ὀνομάζομεν. ὥστε ἡνίκα λέγομεν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, τὴν κατὰ τὸ εἶδος λέγομεν οὐσίαν. οὕτως δὲ καὶ πῦρ ὕδατί φαμεν ἐναντίον εἶναι, τῷ ἐξ ἐναντίων εἰδοποιεῖσθαι διαφορῶν. ἐν δὲ ταῖς Κατηγορίαις
5εἰκότως εἶπεν οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν, ὡς ἂν περὶ τῶν συνθέτων οὐσιῶν ποιούμενος τὸν λόγον καὶ μὴ θέμενος ἐκεῖσε μήτε τὴν ὕλην μήτε τὸ εἶδος οὐσίαν λέγεσθαι. p. 331a3 Οὐ μὴν ἀλλ’ ἁπλῶς τέτταρα ὄντα ἑνός γε ἕκαστόν ἐστιν.
10 Τεσσάρων ὄντων τῶν εἰδοποιούντων τὸ σῶμα, θερμοῦ ψυχροῦ ξηροῦ ὑγροῦ, ἕκαστον τῶν ἁπλῶν σωμάτων ἁπλῶς καὶ κυρίως ἑνὶ χαρακτηρίζεται· συμπληροῦται μὲν γὰρ ἕκαστον ὑπὸ συζυγίας ποιοτήτων, ὡς εἴρηται, κυρι‐ ώτερον δέ, φησί, χαρακτηρίζεται ἕκαστον κατὰ μίαν ποιότητα. ὅτι μὲν οὖν ὑπὸ συζυγίας δύο ποιοτήτων ἕκαστον κατέχεται, ἐκεῖθεν δῆλον. ᾗ
15μὲν γὰρ μεταβλητικά ἐστιν εἰς ἄλληλα, ταύτῃ ἐναντίων αὐτὰ χρὴ ποιοτή‐ των μετέχειν· ᾗ δὲ γειτνιάζουσιν ἀλλήλοις, ἀνάγκη καὶ κοινωνεῖν αὐτὰ κατά τι. οἷον τὸ πῦρ τῷ ἀέρι γειτνιάζει, καὶ καθὸ μὲν γειτνιάζει, κοινω‐ νήσει αὐτῷ κατά τινα ποιότητα, οἷον τὴν θερμότητα· καθὸ δὲ ἑκάτερον εἰς τὸ ἕτερον μεταβάλλει, ἀνάγκη αὐτὰ κατ’ ἄλλην διαφέρειν ποιότητα
20ὑγρὰν καὶ ξηράν. ἀλλ’ εἰ καὶ δύο ἕκαστον μετέχει ποιοτήτων, φησί, κατὰ μίαν μάλιστα κυρίως χαρακτηρίζεται, τὸ μὲν πῦρ κατὰ θερμότητα, ἀὴρ δὲ κατὰ ὑγρότητα, γῆ δὲ κατὰ ξηρότητα. καὶ ἀποροῦσί τινες τί δήποτε τῷ ἀέρι τὴν ὑγρότητα ἀπένειμε καὶ οὐχὶ τῷ ὕδατι, ὑγραντικωτέρου ὄντος τοῦ ὕδατος, ὡς ἔστιν ἐκ τῆς ἐνεργείας ἀμφοτέρων ἰδεῖν· ὁρῶμεν δὲ τὸ ὕδωρ πολλῷ
25πλέον ἡμᾶς τοῦ ἀέρος ὑγραῖνον. πρὸς οὓς ῥητέον ὅτι ἀμέθοδόν ἐστι μὴ διορισάμενον πρότερον τί ποτέ ἐστι τὸ ὑγρόν, ἐκ τοῦ ὑγραντικοῦ ποιεῖ‐ σθαι τὴν ἀπόδειξιν. ἴδωμεν οὖν τίποτε τὸ ὑγρόν ἐστι κατὰ Ἀριστοτέλην. τὸ δυσόριστον, φησίν, οἰκείῳ ὅρῳ. τοῦτο δὲ τίνι μᾶλλον ὑπάρχει; ἢ δῆλον ὅτι τῷ ἀέρι μᾶλλον ἤπερ τῷ ὕδατι; ὁ γὰρ ἀὴρ μᾶλλόν τε τοῦ
30ὕδατος κέχυται καὶ διαρρεῖ καὶ δυσοριστότερος ὑπάρχει. τὸ μὲν γὰρ ὕδωρ230
In GC
.

14,2

231

κἂν σώσῃ ποτέ τινα ὅρον ἀφιέμενον ἄνωθεν, ὡς συνηγμένον πως αὐτὸ καταφέρεσθαι, ὁ δὲ ἀὴρ διαρρεῖ τε καὶ διαχεῖται ῥᾳδίως. εἰ τοίνυν ὑγρόν ἐστι τὸ δυσόριστον, μᾶλλον ἂν εἴη ὑγρὸς ὁ ἀήρ. ζητητέον λοιπὸν πῶς μᾶλλον τὸ ὕδων ὑγραῖνον φαίνεται τὸ σῶμα. ὁρῶμεν δὲ ὅτι καὶ ὁ ἀὴρ
5αὐτὸς παχυνόμενος καὶ πρὸς τῷ ὕδατι γινόμενος, ὑγραντικώτερος ἀποτελεῖ‐ ται. τοῦτο δὲ συμβαίνει διὰ τὸ 〈τὸ〉 ὕδωρ παχυμερέστερον ὂν ἀναπληστι‐ κὸν εἶναι τῶν ἐν ἡμῖν πόρων, τοῦ ἀέρος ὑπὸ λεπτότητος ῥᾳδίως διαρρέ‐ οντος. τοῦτο δὲ εὐλόγως συμβαίνει· τὸ γὰρ ὕδωρ συμφυῶς ἔχει πρὸς τὴν γῆν καὶ ῥᾳδίως αὐτῇ συνδυάζεται συμβαλλομένης εἰς τοῦτο τῆς ῥοπῆς,
10τοῦ ἀέρος ἀσυνδυάστως πρὸς ταύτην ἔχοντος. διὰ τοῦτο τοίνυν γήινα ὄντα τὰ ἡμέτερα σώματα καὶ ταύτης μᾶλλον μετέχοντα, ὑπὸ τοῦ ὕδατος μᾶλλον ἐνυγραίνεται πεφυκότος ῥᾳδίως ἐγκαταμίγνυσθαι καὶ μὴ διαρρεῖν, καθάπερ ὁ ἀήρ. p. 331a7 Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν
15ἐξ ἀλλήλων ἡ γένεσις. Δείξας ὅτι τέσσαρά ἐστι τὰ στοιχεῖα, καὶ τίνι ἕκαστον εἰδοποιεῖται, νῦν προτίθεται διδάξαι ὅτι τε ἐξ ἀλλήλων ἔχουσι τὴν γένεσιν, καὶ εἴτε πάντα εἴτε μή, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὅτι μὲν οὖν τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις, διώρισται, φησί, πρότερον· εἴρηται
20δὲ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. λέγει δὲ αὐτὸ τοῦτο κἀνταῦθα, πῇ μὲν τὴν αἴσθησιν ἐπιμαρτυρόμενος πῇ δὲ καὶ λογικῇ ἐφόδῳ κατασκευάζων. τοῦτο δὲ δείξας τρέπεται ἐπὶ τὸν τρόπον τῆς ἐξ ἀλλήλων μεταβολῆς, διδά‐ σκων πῶς τε εἰς ἄλληλα μεταβάλλει καὶ ποῖα μὲν ῥᾷον μεταβάλλει ποῖα δὲ χαλεπώτερον.
25p, 331a8 Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις· κατὰ γὰρ τῶν ἁπτῶν τὰ πάθη ἡ ἀλλοίωσις. Εἰ μὴ ἐξ ἀλλήλων, φησίν, τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις, οὐκ ἂν ἦν ἀλλοίωσις, διότι τὸ γίνεσθαι τούτοις κατὰ τὴν τῶν ἁπτῶν ποιοτήτων μετα‐
30βολὴν ὑπάρχει ὡς ἂν κατὰ ταύτας εἰδοποιουμένοις· εἰ δὲ ταῦτα τὰ ἁπτὰ
πάθη ἀμετάβλητά φασιν οἱ ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοι‐231
In GC
.

14,2

232

χείων, ἀναιροῦσι καὶ τὴν ἀλλοίωσιν, εἴπερ κατὰ τὰ ἁπτὰ πάθη θεωρεῖται ἀλλοίωσις. ἀλλοίωσιν δὲ χρὴ νοεῖν οὐχ, ὥσπερ Ἀλέξανδρος, τὴν γένεσιν· οὐδὲ γὰρ κατάλληλος ἡ ἔννοια τοῦ ῥητοῦ εὑρεθήσεται λέγοντος ὅτι εἰ μὴ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις, οὐκ ἂν εἴη γένεσις. ἀλλοίωσιν τοίνυν ἀκούειν
5χρὴ τὴν καθόλου κατὰ ποιότητα μεταβολήν, εἴτε οὐσιώδης εἴτε συμβεβη‐ κυῖα ὑπάρχει ἡ ποιότης. ἀλλ’ ἴσως τις ἐρεῖ· πῶς τὴν καθόλου ἀλλοίωσίν φησι κατὰ τὰ ἁπτὰ πάθη γίνεσθαι; οὐδὲ γὰρ ἡ τοῦ λευκοῦ εἰς μέλαν μεταβολὴ οὐδὲ ἡ τοῦ γλυκέος εἰς τὸ πικρὸν κατὰ τὰ ἁπτὰ πάθη γίνεται. πρὸς ὅ φαμεν ὅτι αἱ ἄλλαι πᾶσαι ἀλλοιώσεις εἰ καὶ μὴ κατὰ τὰ ἁπτὰ
10πάθη θεωροῦνται, ἀλλ’ οὖν τῇ τῶν ἁπτῶν ποιοτήτων μεταβολῇ ἕπονται· ταῖς γὰρ κράσεσι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τὰ χρώματα καὶ οἱ χυμοὶ καὶ πᾶσαι αἱ αἰσθηταὶ ποιότητες ἕπονται. Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. τοῦτο διὰ μέσου ἔγκειται· ἡ γὰρ συνέχεια τοιαύτη τις ὅτι τοῖς ἁπλοῖς σώμα‐
15σιν ἐξ ἀλλήλων ἡ γένεσις· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις, διὰ μέσου δὲ τὸ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. ὑποπίπτει δὲ τῇ αἰ‐ σθήσει, ὅτι τὸ τέως ψυχρὸν θερμὸν ἀποτελεῖ καὶ τοὔμπαλιν, καὶ τὸ ὑγρὸν ξηρὸν καὶ τοὔμπαλιν. p. 331a11 Καὶ πότερον ἅπαν ἐξ ἅπαντος γίνεσθαι δυνατόν.
20 Οὐ μόνον, φησίν, εἰπεῖν χρὴ ὅτι ἐξ ἀλλήλων γεννῶνται, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων μεταβολῆς διδάξαι, ἀλλὰ καὶ ὅτι ἕκαστον τῶν τεσσάρων ἐξ ἑκάστου γεννᾶται καὶ οὐκ ἔστι τι αὐτῶν ἀμετάβλητον, καθά‐ περ ὁ Πλάτων τὴν γῆν ὑπετίθετο. p. 331a12 Ὅτι μὲν οὖν ἅπαντα πέφυκεν εἰς ἄλληλα μεταβάλλειν,
25〈φανερόν〉. Νῦν δείκνυσιν ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, ἔστι δὲ ἡ δεῖξις τοι‐ αύτη. τἀναντία ἐξ ἀλλήλων γίνεται (εἰς ἄλληλα γὰρ μεταβάλλει· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχόν, ὡς ἀποδέδεικται), τὰ δὲ στοιχεῖα ἐναντίως ἔχει, τὰ στοιχεῖα ἄρα πάντα ἐξ ἀλλήλων γίνεται καὶ εἰς ἄλληλα μεταβάλλει. ὅτι δὲ
30τὰ στοιχεῖα ἐναντία, δείξει διὰ τοῦ ἐκθέσθαι τὰς διαφορὰς αὐτῶν ἐναντίας
οὔσας, καθ’ ἃς καὶ εἰδοποιοῦνται καὶ εἰς ἄλληλα μεταβάλλουσιν.232
In GC
.

14,2

233

p. 331a21 Ἤδη δὲ καθ’ ἕκαστον οὐ χαλεπὸν ἰδεῖν πῶς. Εἰπὼν ὅτι ἐξ ἀλλήλων γεννῶνται οὐ τὰ μὲν τὰ δ’ οὔ, ἀλλ’ ἕκαστον ἐξ ἑκάστου, νῦν ἐπὶ δεύτερον μετῆλθε πρόβλημα, τὸν τρόπον ζητῶν τῆς ἐξ ἀλλήλων μεταβολῆς. φησὶ δὲ ὅτι τὰ μὲν ἔχει κοινὴν ποιότητα
5πρὸς ἄλληλα, ὅπερ σύμβολον προσαγορεύει, ὥσπερ τὸ πῦρ πρὸς τὸν ἀέρα ἔχει κοινωνίαν κατὰ τὴν θερμότητα, καὶ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν ὑγρότητα, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐφεξῆς ἀλλήλων· τὰ δὲ οὐδεμίαν ἔχει πρὸς ἄλληλα κοινωνίαν κατ’ ἀμφοτέρας ἐναντία ὄντα τὰς συζυγίας, ὥσπερ ἔχει πῦρ πρὸς ὕδωρ καὶ ἀὴρ πρὸς γῆν. τὰ μὲν οὖν,
10φησίν, ἔχοντα πρὸς ἄλληλα κοινωνίαν ῥᾷον μεταβάλλει, διότι κατὰ μίαν μόνην ποιότητα μεταβάλλει, τὰ δὲ κατ’ ἄμφω ἐναντία βραδύτερον ἐξ ἀλλή‐ λων γίνεται· δυσχερέστερον γὰρ ἀμφότεραι αἱ ποιότητες μεταβάλλουσι τῆς μιᾶς. καθόλου τοίνυν πάντα εἰς ἄλληλα μεταβάλλει, ἀλλὰ τὰ μὲν συγγέ‐ νειάν τινα κατὰ μίαν τῶν ἐναντιώσεων 〈ἔχοντα〉 ῥᾷον, τὰ δὲ ἐναντία πάντῃ
15βραδύτερον. p. 331b11 Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δὲ ἑκα‐ τέρου θάτερον φθαρῇ, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ τούτων μετάβασις. Εἰπὼν περὶ τῆς μεταβολῆς τῶν σύμβολα ἐχόντων πρὸς ἄλληλα καὶ
20σύνεγγυς ὄντων, ἣν καὶ ῥᾴστην εἶπεν, ἔτι τε περὶ τῆς τῶν ἐναντίων, ἥτις γίνεται κατ’ ἄμφω μεταβαλλόντων, ἣν καὶ χαλεπωτέραν φησὶν εἶναι, νῦν ἐκτίθεται τρίτην διαφορὰν μεταβολῆς, καθ’ ἣν ἐκ δύο τινῶν τῶν ἐναντίων ἕν τι τρίτον ἀποτελεῖται, ἑκατέρου κατὰ τὴν ἑτέραν ποιότητα μεταβάλλον‐ τος, οἷον ἐκ πυρὸς καὶ ὕδατος ἐναντίων ὄντων γίνεται ποτὲ μὲν ἀὴρ ποτὲ
25δὲ γῆ. ὅταν μὲν γὰρ τὸ πῦρ μεταβάλλῃ κατὰ τὸ ξηρὸν τὸ δὲ ὕδωρ κατὰ τὸ ψυχρόν, μένει τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν, ὅπερ εἰδοποιεῖ τὸν ἀέρα· ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρὸν φθαρείη, μένει τὸ ψυχρὸν καὶ ξηρὸν ἀποτελεστικὰ ὄντα τῆς γῆς.
οὕτω δὲ κἀπὶ ἀέρος καὶ γῆς συμβαίνει. ποτὲ μὲν γὰρ ὕδωρ ἔσται, ὅταν233
In GC
.

14,2

234

τοῦ μὲν ἀέρος τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρὸν φθαρῇ· μένει γὰρ τὸ θερ‐ μὸν καὶ ξηρόν, ἅπερ εἰδοποιεῖ τὸ πῦρ. τοῦτο μὲν οὖν τὸ ἐκ δύο μετα‐ βαλλόντων στοιχείων ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα ἐπὶ τῶν ἐναντίων συμβαίνει στοιχείων, ἐπὶ δὲ τῶν ἐφεξῆς οὐκέτι· οὔτε γὰρ πυρὸς
5καὶ ἀέρος μεταβαλλόντων δυνατὸν ἄλλο τι τρίτον ἀποτελεσθῆναι, οὔτε ἀέρος καὶ ὕδατος, οὔτε ὕδατος καὶ γῆς. καὶ σαφηνείας ἕνεκεν γυμναζέσθω ὡς ἐπὶ πυρὸς καὶ ἀέρος. φημὶ δὴ ταῦτα μὴ δύνασθαι μεταβαλόντα κατὰ τὴν ἑτέραν τῶν ποιοτήτων ἕν τι ἀποτελέσαι παρὰ ταῦτα. ἀνάγκη δὴ ἢ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ἀέρος τὸ ὑγρὸν φθαρῆναι, καὶ ὑπολειφθήσεται τοῦ μὲν
10πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμὸν ὅπερ τὸ πῦρ εἰδοποιεῖ, καὶ οὐκ ἔσται ἄλλο τι παρὰ ταῦτα· ἢ ἔμπαλιν τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν, καὶ ἔσται τὸ ὑπολιμπανόμενον θερμὸν καὶ ὑγρὸν ταὐτὸν τῷ ἀέρι· ἢ τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ ὑγρόν, καὶ καταλεί‐ πεται δύο θερμὰ μηδὲν εἰδοποιοῦντα· ἢ καὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ
15θερμὸν φθαρήσεται, καὶ ἔσται λοιπὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἐναντία ὑπάρ‐ χοντα ἃ μὴ συνδυάζεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς ὁ αὐτὸς λόγος. ᾧ δῆλον ὅτι κατ’ οὐδένα τρόπον δύναται ἐκ τῶν ἐφεξῆς μετα‐ βαλλόντων ἕν τι τρίτον ἀποτελεσθῆναι. Ἡ μὲν οὖν τοῦ ῥητοῦ πᾶσα ἔννοια τοιαύτη τις ὑπάρχει, ἐνδέχεται
20δὲ διαφόρως ἐκλαβεῖν τὸ εἰρημένον. ὁ μὲν γὰρ Ἀλέξανδρος ἁπλούστε‐ ρον, καθάπερ καὶ φαίνεται λέγων Ἀριστοτέλης, οὕτως ἐξηγήσατο, φάσκων τὰ ἐναντία στοιχεῖα δύνασθαι ἕν τι κατὰ ἀριθμὸν ἀποτελέσαι, ἑκατέρου αὐτῶν τὴν μὲν ἑτέραν τῶν ποιοτήτων μεταβάλλοντος, τὴν δὲ ἑτέραν φυλάξαντος. ἡ γὰρ γῆ καὶ ὁ ἀὴρ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ ἀποτε‐
25λοῦσιν. εἰ γὰρ φθαρείη τοῦ μὲν ἀέρος τὸ ὑγρὸν καὶ μένει τὸ θερμόν, τῆς δὲ γῆς τὸ ψυχρὸν ὡς ὑπολειφθῆναι τὸ ξηρόν, τὸ πῦρ ἀποτελεσθήσε‐ ται· καὶ ὕδωρ δὲ πάλιν ἔσται τοῦ μὲν θερμοῦ καὶ ξηροῦ φθαρέντος, ὑπο‐ λειφθέντος δὲ τοῦ ὑγροῦ καὶ ψυχροῦ. καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, εἴρηκεν ταύτην τὴν μεταβολὴν ῥᾷον γίνεσθαι τῆς ἐξ ἐναντίας ἐναντίον ἓν
30ἐξ ἑνὸς ποιούσης, διότι, φησίν, ἐν μὲν τῷ γίνεσθαι πῦρ ἐξ ὕδατος δύο φθείρονται ποιότητες, τὸ θερμὸν καὶ ξηρόν, καὶ ἕτεραι δύο γεννῶνται, τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἐκ δύο ἓν ἀποτελεῖται τρίτον, δύο μὲν φθείρονται, οὐ γεννῶνται δὲ ἕτεραι. οὕτως μὲν ὁ Ἀλέξανδρος. δυνατὸν δὲ λέγειν ὅτι Ἀριστοτέλης ἕν φησιν ἀποτε‐
35λεῖσθαι ἐκ δύο, οὐ κατὰ ἀριθμὸν ἕν, ἀλλὰ τῷ εἴδει. οὐδὲ γὰρ δυνατὸν234
In GC
.

14,2

235

τῆσδέ τινος τῆς ποιότητος φθαρείσης μὴ οὐ τὴν ἐναντίαν γενέσθαι, οἷον, φησίν, ἐκ πυρὸς καὶ ὕδατος μεταβαλλόντων ἀὴρ ἀποτελεῖται, οὐχ εἷς κατ’ ἀριθμόν, ἀλλ’ ἄλλος μὲν ἐκ πυρὸς ἕτερος δὲ ἐξ ὕδατος. φθειρομένης γὰρ τῆς τοῦ πυρὸς ξηρότητος ἐπιγίνεται πάντως ὑγρότης, καὶ ἀποτελεῖται ὁ
5ἀήρ· καὶ τὸ ὕδωρ ὡσαύτως ἀποβάλλον τὴν ψύξιν προσκτᾶται θερμότητα καὶ ἀὴρ ἀποτελεῖται. καὶ ἴσως τις ἐρεῖ· εἰ δύο μὲν φθείρεσθαι λέγοιμεν ποιότητας δύο δὲ γίνεσθαι, πῶς ἂν εὐχερεστέρα λέγοιτο ἡ μεταβολὴ αὕτη τῆς εἰς τἀναντία μεταβολῆς, εἴ γε ἐφ’ ἑκατέρας μεταβολῆς δύο ποιοτήτων γένεσις καὶ δύο φθορὰ θεωρεῖται; πρὸς ὃν εὐλόγως ἐροῦμεν ὅτι τοῦ μὲν
10ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλλοντος περὶ τὸ αὐτὸ θεωρεῖται ἡ πᾶσα μεταβολή, τουτέστιν ἡ γένεσις τῶν δύο καὶ ἡ φθορὰ τῶν ἄλλων δύο ποιο‐ τήτων, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἓν ἐκ δύο ἀποτελεῖται, περὶ δύο θεωρεῖται ἡ τῶν δύο ποιοτήτων μεταβολὴ ἑκατέρου κατὰ μίαν μεταβάλλοντος ποιότητα, τοῦ μὲν πυρὸς κατὰ τὴν ξηρότητα μεταβάλλοντος
15τοῦ δὲ ὕδατος κατὰ τὴν ψυχρότητα. αὕτη δὲ ῥᾴστη ἐστὶν ἡ μεταβολὴ μηδὲν διαφέρουσα τῆς πρώτης παρ’ αὐτοῦ εἰρημένης, καθ’ ἣν ἓν εἰς ἓν μεταβάλλει τῶν ἐφεξῆς ἀλλήλων καὶ σύμβολα ἐχόντων πρὸς ἄλληλα, ἣν καὶ εὐχερεστέραν πασῶν εἶναι ἀπεφήνατο. p. 331b24 Ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γέ‐
20νεσις· μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ’ ἐστὶ καπνὸς καιόμενος. Εἰπὼν ὅτι ἐκ γῆς καὶ ἀέρος ἕν τι ἀποτελεῖται, ποτὲ μὲν πῦρ ποτὲ δὲ ὕδωρ, φησὶν ὅτι ἐπὶ πυρὸς ἔστι φανερὰν ἰδεῖν τὴν τοιαύτην γένεσιν. ἡ γὰρ φλόξ, φησί, πῦρ τυγχάνουσα οὐδὲν ἕτερόν ἐστιν ἢ καπνὸς καιόμενος, ὁ δὲ
25καπνὸς μῖγμά ἐστιν ἀέρος καὶ γῆς· ἡ γὰρ ἀπὸ τῆς ὑγρότητος ἀναθυμίασις ἔχουσα σὺν αὑτῇ μεμιγμένον τι γεῶδες συνίστησι τὸν καπνόν, μεταβαλλόν‐ των δὲ τῆς μὲν γῆς κατὰ τὸ ψυχρὸν τοῦ δ’ ἀέρος κατὰ τὸ ὑγρὸν ἡ φλὸξ γίνεται, ἔχουσα τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν. p. 331b26 Ἐν δὲ τοῖς ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἐν ἑκα‐
30τέρῳ θατέρου. Καὶ τοῦτο τὸ ῥητὸν ὡσαύτως τῷ προτέρῳ διττῶς ἐνδέχεται ἐξη‐ γήσασθαι, κατὰ μὲν Ἀλέξανδρον λέγοντας [ὅτι] τὰ ἐφεξῆς ἀλλήλων μὴ
δύνασθαι ἕν τι ἀπογεννῆσαι· εἰ γὰρ ὑποθώμεθα ἐξ ἑκατέρου μίαν φθειρο‐235
In GC
.

14,2

236

μένην ποιότητα, αἱ ὑπολειπόμεναι ἢ ἐναντίαι εὑρεθήσονται ἢ αἱ αὐταί, οὐ δύναται δὲ οὐδὲ ἐξ ἐναντίων οὐδ’ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ποιότητος ἀπο‐ τελεσθῆναι τρίτον, καθάπερ πρότερον σαφέστατα ἐδείξαμεν. κατὰ μὲν Ἀλέξανδρον οὕτως. κατὰ δὲ τοὺς λέγοντας μὴ δύνασθαι φθαρείσης ποιό‐
5τητος μὴ ἐπιγενέσθαι τὴν ἐναντίαν, οὐκ ἔσται ἀληθὲς τὸ λέγειν ἐκ τῶν ἐφεξῆς μεταβαλλόντων μὴ δύνασθαι τρίτον τι ἀποτελεσθῆναι· ἐκ γὰρ τοῦ πυρὸς καὶ ἀέρος, μεταβάλλοντος κατὰ μίαν ποιότητα ἑκατέρου, ἔσονται. ἀλλ’ εἰ μὲν ἑκάτερον μεταβάλλοι κατὰ θερμότητα, ἔσται γῆ καὶ ὕδωρ, ἐκ μὲν πυρὸς γῆ ἐξ ἀέρος δὲ ὕδωρ· *** καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πῶς
10οὖν δυνατὸν κατὰ ταύτην τὴν ἐξήγησιν ἀληθῆ σῴζειν τὴν Ἀριστοτελικὴν ἔννοιαν; ἢ λέγοντα ὅτι λόγῳ μόνῳ θεωρήσας ἐξ ἑκατέρου μίαν ποιότητα ὑπολειπομένην ἔφη ταύτας μὴ δύνασθαι συνδυασθείσας ἀποτελέσαι τρίτον τι ἕτερον, τῆς τῶν πραγμάτων φύσεως μὴ ἐχούσης οὕτως; οὐδὲ γὰρ δυνατὸν τοῦ πυρὸς φθαρείσης τῆς θερμότητος μὴ οὐχὶ ἐπιγενέσθαι ψύξιν,
15οὐδὲ ἐπὶ τῶν ἄλλων οὐδενός. ὥστε κατ’ ἐπίνοιαν χρὴ μόνον λαβεῖν τὸ εἰρη‐ μένον σῳζόμενον, ὅτι ἐὰν ἀφελόντες τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν λάβω‐ μεν τὰς ὑπολειπομένας, τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος τὴν ὑγρό‐ τητα, οὐδενὸς ἔσονται αὗται συστατικαί, ὡς ἂν ἐναντίαι οὖσαι καὶ τῷ αὐτῷ μὴ δυνάμεναι ὑπάρχειν. ἀλλ’ οὐδὲ εἰ τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ
20δ’ ἀέρος τὴν ὑγρότητα ἀφέλωμεν, δυνατὸν ἐκ τοῦ κατὰ τὸ πῦρ καὶ τὸν ἀέρα θερμοῦ συστῆσαι στοιχεῖον· κατὰ συζυγίαν γὰρ τούτων ἕκαστον εἰδο‐ ποιεῖται. p. 331b33 Ἐν ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸν τὸ δὲ ἐναντίον.
25 Σαφῶς αὐτὸς ἐδίδαξε διὰ τί ἐκ τῶν ἐφεξῆς ἑκατέρου μίαν ὑπολιπόν‐ τες ποιότητα οὐ γεννᾶταί τι· ταῦτα γάρ, φησί, τὴν μὲν ἑτέραν τῶν ποιο‐ τήτων κοινὴν ἔχουσι, τὴν δὲ ἑτέραν ἐναντίαν, οὔτε δὲ τῶν ἐναντίων ὑπο‐ λειφθεισῶν οὔτε τῆς αὐτῆς ποιότητος δυνατὸν γενέσθαι τι ἕτερον. p. 331b35 Ὥσθ’ ἅμα δῆλον ὅτι τὰ μὲν ἐξ ἑνὸς εἰς ἓν μετα‐
30βαίνοντα. Συμπεραινόμενος τὸν λόγον ἀναλαμβάνει τὰ εἰρημένα, ὅτι ὅταν μὲν ἐξ
ἑνὸς γίνηται, μιᾶς φθαρείσης ποιότητος, ἀποτελεῖταί τι, ὡς ἐπὶ τῶν ἐχόν‐236
In GC
.

14,2

237

των πρὸς ἄλληλα σύμβολα· ὅταν δὲ ἐκ δύο ἓν γίνηται, δύο φθείρονται ποιότητες. ὡσαύτως δὲ καὶ ὅταν τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνηται· καὶ τότε γὰρ δύο φθείρονται ποιότητες, ὡς εἴρηται. p. 332a3 Οὐ μὴν ἀλλ’ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν.
5 Δείξας ὅτι τέσσαρα τὰ στοιχεῖα καὶ πάντα εἰς ἄλληλα μεταβάλλει, ἔτι τε διδάξας τὸν τρόπον τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν, νῦν προτίθε‐ ται οἷον ἀρχήν τινα ποιησάμενος ἄλλης ἐφάψασθαι θεωρίας τῇ περὶ τῶν στοιχείων σκέψει προσηκούσης. τίς δ’ αὕτη ῥητέον. ἐπειδὴ ἀρχόμενος τοῦ βιβλίου ἐξέθετό τινας τῶν παλαιοτέρων δόξας περὶ τῶν ἀρχῶν γενο‐
10μένας καὶ διελέχθη οὐ πρὸς πάσας, ἀλλὰ μόνην τὴν Ἀναξιμάνδρου ἤλεγξεν ἐπὶ βραχύ, καὶ πρὸς Τίμαιον διαλεχθεὶς ὡς οὐ σαφῶς περὶ τῆς ὕλης διορίζοντα, νῦν μετὰ τὴν τῶν στοιχείων ἅπερ αὐτὸς ἔθετο ἀπόδειξιν ἐκτί‐ θεται πάσας τὰς περὶ στοιχείων δόξας, ὅσας τε οἱ παλαιότεροι ἐδόξασαν καὶ ὅσας δυνατὸν τῇ διαιρέσει ἑπόμενον ὑποθέσθαι, καὶ πάσας ἐλέγχων
15τὰς ἄλλας καταλείπει τὴν παρ’ αὐτοῦ εἰρημένην ὡς ἀληθῆ. ἔστι δὲ καὶ οὕτως τὸν σκοπὸν τῶν προκειμένων ἀφορίσαι. εἰπὼν τρεῖς ἀρχὰς εἶναι, τὴν ὕλην τὴν ἐναντίωσιν τὰ στοιχεῖα, εἶτα διδάξας περὶ τῶν ἐναντιώσεων, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ ξηροῦ καὶ ὑγροῦ, καὶ προσέτι περὶ τῶν στοιχείων, νῦν βούλεται καὶ περὶ τῆς ὕλης τῆς ὑποκειμένης τοῖς στοιχείοις
20διδάξαι, εἴτε ἓν τούτων πᾶσιν ὑπόκειται εἴτ’ ἄλλο τι παρὰ ταῦτα. ἵν’ οὖν τοῖς κατὰ μέρος παραδιδομένοις ῥᾳδίως παρακολουθῶμεν, προσληπτέον διαίρεσιν ἐν ᾗ πάντα τὰ μέλλοντα λέγεσθαι ἐμπεριέχεται. ἀνάγκη γὰρ τὸν ἀρχὰς σωματικὰς τῶν ὄντων ὑποτιθέμενον ἤτοι μίαν λέγειν ἢ πλείους· καὶ εἰ μίαν, ἤτοι ἑτέραν οὖσαν τῶν τεσσάρων, ὡς Ἀναξίμανδρος ἔλεγεν, ἢ ἓν
25τῶν τεσσάρων, ὡς Ἡράκλειτος καὶ Θαλῆς καὶ οἱ ἄλλοι· καὶ εἰ ἓν τῶν τεσσάρων, ἤτοι ὡς ἀμετάβλητον ἢ ὡς μεταβλητικόν· καὶ εἰ ἀμετάβλητον, ἤτοι ὡς ὕλης τάξιν ἐπέχον πρὸς τὰ λοιπὰ τρία καὶ τὰ ἐκ τούτων σύνθετα, ὡς ἔφασκον οἱ ἀέρα ἢ πῦρ ἀρχὴν τῶν ὄντων ὑποτιθέμενοι, ἢ ὡς μηδὲ ὕλης λόγον ἐπέχον πρὸς τὰ ἄλλα, ὅπερ οὐδεὶς ὑπέθετο. εἰ δὲ ἓν καὶ
30μεταβλητικὸν φαίη τις, ὡς μὲν ὕλην οὐκέτι δυνατὸν ἀρχὴν τοῦτο ὑπο‐237
In GC
.

14,2

238

θέσθαι, κατ’ ἄλλον δὲ τρόπον δυνατὸν ἴσως ἀρχὴν τοῦτο λέγειν, οἱονεὶ προσεχεστέραν ὕλην, ὡς ἂν μηδενὸς ἐκ τῆς πρώτης ὕλης γενέσθαι δυνα‐ μένου μὴ πρῶτον πυρὸς γενομένου, εἰ πῦρ εἴη ἡ ἀρχή, καὶ διὰ τούτου εἰς τὴν τῶν ἄλλων φύσιν μεταβάλλοντος, λέγω δὲ ἀέρος καὶ ὕδατος καὶ
5γῆς, ὡς δέον τὸ γινόμενον ἀέρα πῦρ πρότερον γενέσθαι, ὡσαύτως δὲ καὶ τὸ ὕδωρ διὰ πυρὸς πρότερον ὁδεῦσαν γενέσθαι ὕδωρ, κἀπὶ τῶν ἄλλων ὡσαύτως. ταῦτα μὲν οὖν εἰ μία εἴη ἡ ἀρχή. εἰ δὲ πλείους, ἤτοι ἐλάττους ἔσονται τῶν τεσσάρων ἢ πάντα τὰ τέσσαρα· πλεῖον γὰρ οὐδεὶς ὑπέθετο. εἰ μὲν οὖν τινὰ τῶν τεσσάρων ἀρχὰς θώμεθα, ἀνάγκη πάλιν ταῦτα ἢ
10ἀμετάβλητα ἢ μεταβλητικὰ λέγειν· καὶ εἰ ἀμετάβλητα, ἢ ὡς ὕλην ὑπο‐ κείμενα τοῖς ἄλλοις ἢ οὔ· καὶ πάντα ἁπλῶς ὅσα περὶ τοῦ ἑνὸς εἴρηται, τὰ αὐτὰ δυνατὸν λέγεσθαι κἀπὶ τῶν πλειόνων μὲν ἔλαττον δὲ τῶν τεσσά‐ ρων. εἰ δὲ τὰ τέσσαρα εἴη, ἤτοι ἀμετάβλητα, ὡς Ἐμπεδοκλῆς, ἐροῦμεν, ἢ μεταβλητικά· καὶ εἰ μεταβλητικά, ἢ πάντα, ὡς αὐτῷ δοκεῖ, ἢ τὰ μὲν
15τὰ δ’ οὔ, ὥσπερ ὁ Πλάτων ἔφασκε, τὴν γῆν ἀμετάβλητον οἰόμενος εἶναι. ἡ μὲν οὖν πᾶσα διαίρεσις τοιαύτη τις. ἀποτείνεται δὲ πρότερον πρὸς τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως, τὸ λέγον ἓν τῶν τεσσάρων ἀμετάβλητον ὑπάρχον ἀρχὴν ὑλικὴν εἶναι τῶν ἄλλων, εἶτα τοῦτο ἐλέγξας ἐρεῖ τινα καὶ πρὸς τὴν Ἀναξιμάνδρου δόξαν, ἣν ἤλεγξε μὲν κἀν τοῖς προλαβοῦσιν, ἐλέγ‐
20χει δὲ καὶ νῦν δι’ ἑτέρων τινῶν λόγων, καὶ μετὰ ταῦτα τρέπεται ἐπὶ τὸ τέταρτον τμῆμα, τὸ ἓν τῶν τεσσάρων μεταβλητικὸν ὑποτιθέμενον. τὸ γὰρ τρίτον οὐδὲ λόγου ἀξιοῖ, τὸ φάσκον ἕν τι τῶν τεσσάρων ἀρχὴν εἶναι ἀμετά‐ βλητον ὂν καὶ ἐν ὕλης τάξει μὴ ὑποκείμενον, ὡς εὔηθες· εἰ γὰρ ἀμετά‐ βλητόν ἐστι καὶ ὡς ὕλη μὴ ὑπόκειται, πῶς ἔσται ἀρχὴ τῶν ἄλλων μηδε‐
25μίαν ἔχουσα σχέσιν πρὸς ταῦτα; οἷς δὲ τὰ προειρημένα τμήματα λόγοις ἐλέγχεται, τοῖς αὐτοῖς καὶ ἡ τινὰ τῶν τεσσάρων ἀρχὰς λαμβάνουσα ὑπό‐ θεσις ἐλέγχεται. καὶ γὰρ καὶ αὐτὴ ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ ὑπο‐ τίθεται, καὶ ἢ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ ἄλλα ἢ μή· ὥστε καὶ οἱ ἔλεγχοι κοινοὶ ἔσονται, ὡς προϊόντος τοῦ λόγου δείκνυμεν.
30p. 332a4 Εἰ γάρ ἐστί τι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα. Νῦν ἐλέγχει τὸ τμῆμα τὸ φάσκον ἕν τι τῶν φυσικῶν καὶ ἁπλῶν
σωμάτων ὕλην εἶναι τῶν ἄλλων.238
In GC
.

14,2

239

p. 332a5 Ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω. Εἰπὼν ὅτι ἀνάγκη τὸν ὑποτιθέμενον ἀρχὴν τῶν ἄλλων ὡς ἀμετά‐ βλητον καὶ ὕλης λόγον ἐπέχον ἤτοι ἕν τι τῶν τεσσάρων ὑποτίθεσθαι ἢ δύο ἢ πλείω, ἐφεξῆς ὡς ἐπὶ ἑνὸς γυμνάζει τὸν λόγον, φάσκων ἓν μὲν
5δὴ πάντα οὐχ οἷόν τε εἶναι· δι’ ὧν γὰρ δείκνυμεν ἀδύνατον ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ δύο δυνατὸν οὐδὲ τρία. διόπερ ὡς ἐπὶ ἑνὸς ποιεῖται τὸν λόγον. p. 332a7 Εἴπερ ἡ μεταβολὴ εἰς τἀναντία. Ὡμολογημένου, φησί, τοῦ τὴν μεταβολὴν εἰς τἀναντία γίνεσθαι, ἀδύ‐
10νατον τὸν ἀέρα ἢ τὸ ὕδωρ ὕλην εἶναι τῶν λοιπῶν· τούτῳ γὰρ χρώμενος ἐφεξῆς δείκνυσι τὸ ἀδύνατον, ὡς μαθησόμεθα. p. 332a8 Εἰ γὰρ εἴη ἀήρ, εἰ μὲν ὑπομένει. Εἰπὼν τὸ εἰ μὲν ὑπομένει εἴασε τὸ ἕτερον προσυπακούεσθαι, ἔστι δὲ τοῦτο ‘εἰ δὲ μὴ ὑπομένει ἀλλὰ μεταβάλλει‘· τοῦτο γάρ ἐστι τὸ ἀντι‐
15διαιρούμενον, ὅπερ ἐν τοῖς ἐφεξῆς ἐξετάζει, τέταρτον ὂν τμῆμα τῆς παρα‐ δεδομένης διαιρέσεως. ὅπως δὲ τέως τὸ παρὸν ἐλέγχει, τὸ μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην ἀμετάβλητον εἶναι τῶν λοιπῶν, θεωρητέον. p. 332a8 Εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλ’ οὐ γένεσις. ἅμα δὲ οὐδὲ οὕτως δοκεῖ, ὥσθ’ ὕδωρ ἅμα εἶναι καὶ ἀέρα.
20 Εἰ ἐξ ἑνός, φησί, τῶν τεσσάρων μὴ μεταβάλλοντος ἀλλ’ ἐν ὕλης τάξει ὑποκειμένου καὶ ὑπομένοντος τἆλλα ἀποτελοῦνται, πρῶτον μέν, φησίν, οὐκέτι ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις (ἡ γὰρ περὶ εἰδοπεποιημένον γινο‐ μένη κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσίς ἐστιν, εἰδοπεποιημένα δὲ πάντα τὰ στοιχεῖα, ὧν ἕν τι πρόκειται ὑπομένον ποιεῖν τἆλλα), ἔπειτα, φησίν,
25εἰ μένων ὁ ἀὴρ (ὑποκείσθω γὰρ τοῦτο ὂν ἀρχή) πῦρ γίνεται, ἔσται τὸ αὐτὸ πῦρ καὶ ἀήρ, ὅπερ μάχεταί τε τοῖς φαινομένοις καὶ τἀναντία ἐν τῷ
αὐτῷ εἰσάξει ὑπάρχοντα. εἰ γάρ, ὡς ἡ ὑπόθεσις, ὁ ἀὴρ ὑπομένων γέγονε239
In GC
.

14,2

240

πῦρ, ἐπειδὴ ἀνάγκη τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως ἁπτῆς οὔσης τὴν ἑτέραν εἶναι ἐν τῷ πυρί, κείσθω θερμὸν ὄν. ἔσται οὖν ὁ ἀὴρ ὁ πῦρ γενόμενος οὐδὲν ἄλλο ἢ θερμὸς ἀήρ, καὶ ταύτῃ ἀληθὲς ἂν εἴη τὸ μὴ εἶναι γένεσιν ἀλλὰ ἀλλοίωσιν τὸ γινόμενον. ἔπειτα καὶ τὰ ἐναντία ἐν
5τῷ αὐτῷ ἐξ ἀνάγκης ἕξει. εἰ γὰρ πῦρ ὁ ἀὴρ γενόμενος θερμὸς ἀπετε‐ λέσθη, δῆλον ὅτι πρότερον οὐκ ἦν θερμός· εἰ γὰρ ἦν θερμός, πῶς γέ‐ γονε θερμός; εἰ δὲ μὴ εἶχε τὴν θερμότητα, τῇ ἐναντίᾳ πάντως κατείχετο ποιότητι. ἡ γὰρ μεταβολὴ ἐξ ἐναντίων, καὶ προείληπται ὅτι αἱ ἐναντιώ‐ σεις κοιναί εἰσιν ὑπὸ πάντων κατεχόμεναι. εἰ γὰρ ὁ ἀὴρ μὴ ὢν θερμὸς
10γέγονε θερμὸς εἰς πῦρ μεταβαλών, ψυχρὸς ἦν δήπου. ἀλλὰ καὶ νῦν πῦρ ὢν ἐφύλαξε τὴν τοῦ ἀέρος φύσιν· ἐν τῷ αὐτῷ ἄρα ἕξει ψύξιν μὲν ὡς ἀήρ, θερμότητα δὲ ὡς πῦρ. τὸ αὐτὸ καὶ εἰ μένων ὁ ἀὴρ καὶ εἰς πῦρ μεταβάλλων ξηρὸς γέγονεν· ἦν γὰρ καὶ ὑγρός· ἅμα ἄρα ξηρὸς καὶ ὑγρὸς ἔσται. δείκνυσι δὲ τοῦτο καὶ ἔμπαλιν. ἀνακάμπτον γάρ, φησί, τὸ πῦρ
15εἰς τὴν τοῦ ἀέρος οὐσίαν ἀποβάλλει τὴν θερμότητα, ταύτην δὲ ἀποβάλλον ψύξιν ἐξ ἀνάγκης προσκτᾶται, διὰ τὸ προσληφθὲν ἀξίωμα· εἰ δὲ ψυχρὸς ὁ ἀὴρ κατὰ φύσιν γεγονὼς πῦρ καὶ μὴ μεταβάλλων (τοῦτο γὰρ ὑπόκειται), ἐν τῷ αὐτῷ ἄρα θερμότητα καὶ ψύξιν ἐκτήσατο, ὅπερ ἀδύνατον. τὸν δὲ ἀέρα ψυχρὸν εἶπεν καθ’ ὑπόθεσιν προαγαγὼν τὸν λόγον· κατὰ γὰρ τὸ
20ἀληθὲς κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν μεταβολὴ γίνεται ἐν τῇ ἐξ ἀέρος εἰς πῦρ γενέσει. p. 332a13 Ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ θερμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται. ὑπάρξει ἄρα τοῦτο τῷ ἀέρι.
25 Οὐκ ἀναγκαία μοι δοκεῖ ἡ ἀντιστροφή. οὐδὲ γὰρ ὑπόκειται μένον πῦρ καὶ γενόμενον ἀήρ, ἀλλὰ μεταβάλλον· εἰ δὲ τοῦτο, οὐχ ὡς θερμὸν μεταβάλλει ἵνα γένηται ἀήρ, ἀλλ’ ὡς ξηρόν. τάχα δὲ οὐδὲ τὸ πρότερον ἀναγκαῖον. μένων γὰρ ὁ ἀὴρ γινέσθω πῦρ καὶ ἀλλοιούσθω· ἀλλ’ οὐ κατὰ τὸ θερμὸν ἀνάγκη ἀλλοιοῦσθαι, ἵνα ἅμα ψυχρὸς ᾖ καὶ θερμός (ἔστι
30γὰρ θερμός), ἀλλὰ κατὰ τὸ ξηρόν, καὶ τὸ ἄτοπον τὸ ὑγρὸν εἶναι ἅμα καὶ
ξηρόν, οὐ μὴν ψυχρὸν καὶ θερμόν.240
In GC
.

14,2

241

p. 332a17 Ἄλλο τι ἄρα ἀμφότερα τὸ αὐτὸ ἔσται. Εἰ μὴ δυνατόν, φησί, τὸν ἀέρα ὑπομένοντα ἀμετάβλητον ποιῆσαι τὸ πῦρ, δῆλον ὅτι ἄλλο τι ὑποκείμενον τὸ αὐτὸ μένον ἀμφότερα ἔσται καὶ πῦρ καὶ ἀήρ, ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο γινόμενον, ὅπερ ἐστὶν
5ἡ ὕλη. p. 332a20 Οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ ταῦτα. Ἐκ τῶν εἰρημένων, φησί, δῆλον ὅτι οὐδὲν τῶν τεσσάρων δύναται ὕλη τῶν λοιπῶν εἶναι, ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα ὂν καὶ ὑφεστὼς παρὰ τὰ τέσσαρα δύναται ὕλη εἶναι τῶν τεσσάρων. καὶ τρέπεται ἐνταῦθα πρὸς τὴν
10Ἀναξιμάνδρου δόξαν ὑποτιθεμένην σῶμά τι ὑφεστὼς μέσον ἀέρος καὶ πυρὸς ἢ ὕδατος καὶ ἀέρος, ἣν ἤλεγξε καὶ πρῶτον, ἐλέγχει δὲ καὶ νῦν δι’ ἑτέ‐ ρων ἐγχειρήσεων. p. 332a22 Ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως. Τὸ μεταξύ, φησί, κατὰ Ἀναξίμανδρον εἰ ὑφεστηκὸς ὂν σῶμα ὑπο‐
15μένει ἐν τῇ παρ’ ἑκάτερα μεταβολῇ, ἐναντίωσιν ἕξει πρὸς ἑκάτερον ἐξ ἀνάγκης, καὶ ἔσται κατὰ τὸ αὐτὸ θερμὸν καὶ ψυχρόν. εἰ γὰρ ὡμολόγη‐ ται ὅτι τὸ μεταβάλλον ἐξ ἐναντίου μεταβάλλει εἰς ἐναντίον, δῆλον ὅτι τοῦτο κατὰ Ἀναξίμανδρον σῶμα γινόμενον θερμὸν ἐν τῇ εἰς πῦρ μεταβολῇ ἐκ ψυχροῦ γίνεται θερμόν. ἔστιν οὖν ἐν αὐτῷ ψύξις ἐνθεωρουμένη κατὰ
20οὐσίαν. εἰ δὲ ὑπομεῖναν τοῦτο γέγονε πῦρ, δῆλον ὅτι μὴ ἀποβάλλον τὴν ψύξιν γέγονε θερμόν. ἐν τῷ αὐτῷ ἄρα ἕξει τὸ ἐναντίον. ᾗ μὲν γὰρ θερμὸν γέγονε, δῆλον ὅτι ἐκ ψυχροῦ, τῷ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολήν, ταύτῃ ψύξιν ἀποτιθέμεθα ἐν τῷ σώματι τῷ μεταξύ· ᾗ δὲ πάλιν φαμὲν αὐτὸ ὑπομένον ποιεῖν τὸ πῦρ, ταύτῃ ἀναγκαζόμεθα κατὰ τὸ
25αὐτὸ τῇ θερμότητι καὶ ψύξιν λέγειν ἐν τῷ ὑποκειμένῳ ὑπάρχειν, ὅπερ ἀδύνα‐ τον. ἄμεινον δὲ τοῦτον τὸν τρόπον κατασκευάζειν τὸ προκείμενον. εἰ τοῦτο τὸ μεταξύ, ὃ λέγουσι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ μανότερον, κατὰ μηδὲν
διαφέρει τοῦ πυρὸς ἢ κατὰ τὴν πύκνωσιν, ὡς μάνωσιν μόνον προσλαβὸν241
In GC
.

14,2

242

ποιεῖν τὸ πῦρ, δῆλον ὅτι τἆλλα τὰ ἐν τῷ πυρὶ θεωρούμενα ὑπῆρχεν ἐν αὐτῷ. ἦν οὖν ξηρὸν τοῦτο φύσει· πυκνώσει γὰρ καὶ μανώσει γεννῶσι τἆλλα ἐξ αὐτοῦ. ὡσαύτως δὲ εἰ πύκνωσιν μόνον προσλαβὸν γέγονεν ἀήρ, τὰ ἄλλα ὅσα ἐστὶν ἐν ἀέρι ὑπῆρχεν αὐτῷ. ἓν δέ ἐστι τούτων ἡ ὑγρότης
5τῶν ὑπαρχόντων τῷ ἀέρι· ἦν ἄρα ὑγρότης ἐν τῷ μεταξὺ σώματι. προϋ‐ πεθέμεθα δὲ καὶ ξηρότητα· τὸ αὐτὸ ἄρα καὶ ξηρὸν καὶ ὑγρὸν ὑπάρχει, ὅπερ ἀδύνατον. ἢ ἐκ τρίτου καὶ συντομώτερον οὕτω. εἰ τὸ μέσον τοῦτο πυρὸς καὶ ἀέρος ἑκάτερον γίνεται, πᾶσα δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ πῦρ θερμόν ἐστι, ψυχρὸν ἄρα ἦν. μεταβάλλον δὲ πάλιν
10εἰς ὕδωρ γίνεται ψυχρόν· θερμὸν ἄρα ἦν. ἅμα οὖν ψυχρὸν ἔσται καὶ θερμόν. τὸ αὐτὸ ἔσται καὶ ἐπὶ ξηροῦ καὶ ὑγροῦ. μεταβάλλον γὰρ εἰς πῦρ κατὰ τὸ ξηρὸν ὑγρὸν ἔσται, εἰς δὲ ἀέρα κατὰ τὸ ὑγρὸν ξηρὸν ἔσται· ἅμα οὖν ἔσται ξηρὸν καὶ ὑγρόν. καὶ τοῦτό ἐστιν ἔσται ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως.
15p. 332a23 Ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. Ὥσπερ αὔξων τὸ ἀδύνατον τοῦτο ἐπιφέρει. εἰ γὰρ ἀδύνατον ὡμολό‐ γηται εἶναι τὸ ἐν ταὐτῷ τὴν στέρησιν καὶ τὴν ἕξιν ὑπάρχειν, ἀδύνατον καὶ τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. καὶ γὰρ καὶ τῶν ἐναντίων τὸ μὲν ἕτερον τῷ εἴδει, τὸ κρεῖττον, τὸ δὲ ἕτερον τῇ στερήσει ἀναλογεῖ. εἴρηται
20γὰρ κἀν τοῖς προλαβοῦσιν, ὅτι τὸ κρεῖττον τῶν ἐναντίων εἴδει ἀναλο‐ γεῖ, οἷον λευκοῦ καὶ μέλανος τὸ μὲν λευκὸν τῷ εἴδει, τὸ δὲ μέλαν τῇ στερήσει. p. 332a24 Ὥστε οὐκ ἐνδέχεται μονοῦσθαι. Μονοῦσθαί φησι τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι· ἐκ τῶν εἰρημένων
25οὖν φησι δῆλον γεγενῆσθαι ὅτι οὐκ ἔστι παρὰ τὰ τέσσαρα στοιχεῖα σῶμά τι ἕτερον ὑφεστηκός. ἤγουν μονοῦσθαι τὸ ἐκτὸς ποιότητός τινος τῶν ἄλλων ὑπάρχειν, οἷον θερμότητος ἢ ψυχρότητος. ἐδείχθη δὲ ὅτι ἀνάγκη
ταύτας ὑποτίθεσθαι ἐν σώματι ὑπάρχοντι καθ’ αὑτό, καθὼς ἐκεῖνοί φασιν.242
In GC
.

14,2

243

p. 332a25 Ὁμοίως ἄρα ὁτιοῦν τούτων ἢ οὐδέν. εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα. Δείξας ὅτι οὐ δύναται ἕν τι τῶν τεσσάρων ὕλη εἶναι τῶν λοιπῶν, προσθεὶς δὲ καὶ τὰς πρὸς Ἀναξίμανδρον ἀντιρρήσεις, νῦν συμπεραινόμενός
5φησιν ὅτι ὁμοτίμου τάξεως οὔσης ἑκάστου τῶν τεσσάρων στοιχείων ἀνάγκη ἢ ἕκαστον αὐτῶν ὕλην εἶναι καὶ ἀρχὴν σωματικὴν ἢ μηδὲν αὐτῶν. εἴπερ οὖν ἐπὶ ἑνὸς δεδείχαμεν μὴ δύνασθαι ὕλης τάξιν ἐπέχειν πρὸς τὰ ἄλλα, δῆλον ὅτι οὐδὲν αὐτῶν ἔσται ὕλη τῶν λοιπῶν· ἐδείξαμεν δὲ ὅτι οὐδὲ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα κατὰ Ἀναξίμανδρον γεννήσει ὡς ὕλη τὰ
10ἄλλα. δι’ ὧν δὲ λόγων ἀπεδείξαμεν μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δειχθήσεται ὅτι οὐδὲ δύο ἐξ αὐ‐ τῶν, οἷον τὸ πῦρ καὶ ἡ γῆ, καθάπερ Παρμενίδης ἔφασκεν, ὕλη ἔσται τῶν λοιπῶν, ἀέρος καὶ ὕδατος. καὶ γὰρ ὑπομένον καὶ μὴ μεταβάλλον τὸ πῦρ καὶ ἡ γῆ ποιεῖ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἥξουσιν οἱ πρότερον εἰρημένοι
15λόγοι. ὁμοίως δὲ οὐδὲ τρία ἔσται ὕλη τοῦ λοιποῦ. εἰ τοίνυν μηδ’ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα ἀρχὴ ὑλική ἐστι τῶν ὄντων μηδὲ τῶν τεσσά‐ ρων ἕν τι μηδέ τινα τῶν τεσσάρων δύο ἢ τρία, ἀνάγκη δὲ εἶναι ἀρχὴν σωματικὴν τῶν ὄντων, ταῦτα ἂν εἴη, φησί, πάντα τὰ τέσσαρα ἀρχὴ σωματική, οὐκ ἀλλήλων (τοῦτο γὰρ ἐδείχθη ἀδύνατον), ἀλλὰ τῶν συνθέ‐
20των. τούτων δὲ ἡ ὕλη οὐκ ἔστι σωματική, ἀλλ’ ἀσώματος καὶ ἀνείδεος. ταῦτα δὲ πάντα τὰ τέσσαρα ὕλη ἐστὶ τῶν ἐφεξῆς τῶν συνθέτων. ἀλλ’ εἰ ἀρχή ἐστι πάντα καὶ ὕλη τῶν συνθέτων, ἆρα, φησίν, ὡς ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, ἢ ὡς μεταβλητικὰ εἰς ἄλληλα; καὶ εἰ μεταβάλλει εἰς ἄλληλα, ἆρα τὰ μὲν μεταβάλλει τὰ δ’ οὔ, ὥσπερ Πλάτων ἔλεγε τὴν γῆν ἀμετά‐
25βλητον ὑποτιθέμενος, ἢ πάντα εἰς ἄλληλα μεταβάλλει, καθάπερ ἐδείξα‐ μεν, διότι καὶ πάντα ἐναντίωσιν ἔχει πρὸς ἄλληλα; p. 332a30 Ὅτι μὲν τοίνυν ἀνάγκη μεταβάλλειν εἰς ἄλληλα, εἴρηται πρότερον. Ὑπομιμνῄσκει τῶν πρότερον εἰρημένων, ἀναλαμβάνων τὸν λόγον ὅτι
30πάντα εἰς ἄλληλα μεταβάλλει διὰ τὸ πάντα ἔχειν πρὸς ἄλληλα ἐναντίωσιν,243
In GC
.

14,2

244

καὶ ὅτι τὰ μὲν ῥᾷον μεταβάλλει ὅσα ἔχει πρὸς ἄλληλα τινὰ κοινωνίαν, τὰ δὲ βραδύτερον ὅσα μηδεμίαν ἔχει πρὸς ἄλληλα συγγένειαν, καὶ ὅτι ἀνάγκη τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα διὰ τὸ δύο εἶναι ἐναντιώσεις καθ’ ἃς μεταβάλλουσιν εἰς ἄλληλα, τήν τε τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ
5ὑγροῦ. τῶν δὲ δύο ἐναντιώσεων συμπλεκομένων ἀλλήλαις ἓξ γίνονται συζυγίαι, ὧν αἱ μὲν δύο ἀσύστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι εἰδοποιοῦσι τὰ τέσσαρα στοιχεῖα. p. 332a34 Εἰ μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθ’ ἣν μετα‐ βάλλουσιν, ἀνάγκη δύο εἶναι.
10 Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἰ μὲν μία ἐστὶν ἡ ἐναντιότης καθ’ ἣν μεταβάλλει τὰ στοιχεῖα, οἷον ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, δύο ἂν ἦν μόνα τὰ στοιχεῖα, τὸ μὲν θερμὸν τὸ δὲ ψυχρόν· ἡ γὰρ ὕλη, φησίν, οὐ ποιεῖ τρίτον τι, διότι μέση ἐστί, τουτέστιν ὑποκειμένη τῇ ἐναντιώσει καὶ παρὰ μέρος τὸ ἕτερον τῶν ἐναντίων δεχομένη, αὐτὴ ἀναίσθητος οὖσα καὶ
15ἀνείδεος καὶ καθ’ αὑτὴν μηδέποτε ὑφισταμένη. p. 332b5 Περὶ μὲν οὖν τούτων εἴρηται πρότερον. ὅτι δὲ ἐπειδὴ μεταβάλλουσιν εἰς ἄλληλα, ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν. Δείξας ὅτι οὐ δυνατὸν ἕν τι τῶν τεσσάρων ἀμετάβλητον μένον ἀρχὴν εἶναι τῶν ἄλλων, νῦν δείκνυσιν ὅτι οὐδὲ μεταβλητικὸν ὑπάρχον ἀρχῆς
20λόγον ἐφέξει πρὸς τὰ ἄλλα, ἵνα ᾖ δεδειγμένον ὅτι οὐδὲ ὡς ἀμετάβλητον οὐδὲ ὡς μεταβλητικὸν δυνατὸν ὑποθέσθαι ἕν τι ἀρχὴν εἶναι τῶν ἄλλων. ἔστι δὲ τὸ νῦν γυμναζόμενον τέταρτον τμῆμα τῆς ἐκτεθείσης ἐν ἀρχῇ διαιρέσεως, τὸ φάσκον ἕν τι τῶν τεσσάρων μεταβλητικὸν ὂν ἀρχὴν εἶναι τῶν ἄλλων.
25 Ἰστέον δέ, καθάπερ καὶ πρόσθεν ἐλέγομεν, ὅτι οἱ μεταβλητικὸν τοῦτο ὑποτιθέμενοι οὐ δύνανται τὴν τῆς πρώτης καὶ ὄντως ἀρχῆς ἔννοιαν φυλά‐ ξαι· δεῖ γὰρ τὴν ἀρχὴν ἀμετάβλητον μένειν, ἐπεὶ οὐκέτ’ ἂν εἴη ἀρχή. ἔπειτα ὑπὸ τίνος μεταβάλλουσα τἆλλα ποιεῖ, οὐκ ἔστι λαβεῖν μιᾶς αὐτῆς ὑποκειμένης· τὸ γὰρ αὐτὴν ὑφ’ ἑαυτῆς λέγειν μεταβάλλειν ἀδύνατον. ἀλλ’
30εἴποιεν ἂν οὕτως ἀρχὴν εἶναι ἕν τι τῶν ἄλλων, ὡς διὰ τούτου τῶν ἄλλων244
In GC
.

14,2

245

ὁδευόντων, τουτέστιν ὡς ἐκ τούτου μεταβαλλόντων πάντων καὶ εἰς τοῦτο ἀναλυομένων, οἷον ὡς εἰ λέγοιεν τὸ πῦρ τῶν ἄλλων ἀρχὴν ὡς ἂν μηδενὸς τῶν ἄλλων εἶναι δυναμένου μὴ ἐκ τούτου μεταβάλλοντος, ἀλλὰ καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς ἐκ πυρὸς γινομένων καὶ εἰς τοῦτο ἀνα‐
5λυομένων, καὶ μήτε ἀέρα γίνεσθαί τι μὴ πῦρ πρῶτον γενόμενον μήτε ὕδωρ πάλιν, ὡς ἂν τούτου κατὰ τὴν τάξιν ἐν τῇ γενέσει προτεταγμένου καὶ τούτου πρώτου ἐκ τῆς ἀνειδέου ὕλης, εἰ οὕτως τύχοι, γινομένου καὶ τῶν ἄλλων δὲ ἐξ αὐτοῦ τε γινομένων καὶ εἰς αὐτὸ ἀναλυομένων. ἡ μὲν οὖν ὑπόθεσις τοιαύτη τις εἶναι δύναται, ἴδωμεν δὲ ὅπως πρὸς ταύτην
10ἀπαντᾷ ὁ Ἀριστοτέλης. p. 332b7 Ἐπὶ μὲν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ τὰ πάντα. Οὔτε τῶν ἄκρων, φησίν, οὔτε τῶν μέσων τι δύναται ὡς μεταβάλλον ἀρχὴ εἶναι τῶν ἄλλων. λέγει δὲ ἄκρα μὲν πῦρ καὶ γῆν, μέσα δὲ ἀέρα
15καὶ ὕδωρ. καὶ πρῶτον δείκνυσιν ὅτι οὐ δύναται τῶν ἄκρων τι εἶναι ἀρχή· εἰ γάρ, φησίν, ὑποθώμεθα τὸ πῦρ ἀρχὴν ἢ τὴν γῆν, ἔσται τὰ πάντα πῦρ ἢ γῆ. Καὶ ζητοῦμεν πῶς ποτε ἐκ τοῦ λέγειν ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γίνεσθαι συμπεραίνεται τὸ πάντα πῦρ εἶναι. εἰ γὰρ μεταβάλλον καὶ οὐχ
20ὑπομένον τὸ πῦρ ποιεῖ τὸν ἀέρα καὶ τῶν ἄλλων ἕκαστον, πῶς ἂν ἔτι δικαίως πῦρ ἂν εἴη ὁ ἀὴρ ἢ τῶν ἄλλων ἕκαστον; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι εἰ καὶ μεταβάλλει, ἀλλ’ οὐ τὴν πᾶσαν μεθίστησι φύσιν, καθάπερ κἀπὶ τῶν τεσσάρων στοχείων φαμέν. εἰ γὰρ καὶ μεταβάλλοντα εἰς ἄλληλα καὶ κιρ‐ νώμενα ποιεῖ τὰ σύνθετα, ἀλλ’ οὐ τελείως φθείρεται, ἀλλὰ τὸ μὲν εἰλικρινὲς
25ἀπόλλυται, οὐ μὴν ἡ πᾶσα αὐτῶν φύσις μεθίσταται. πρὸς οὖν τὸν οὕτω φάσκοντα μεταβάλλον τὸ πῦρ ποιεῖν τἆλλα, καὶ συμπεραινόμενον ὡς ἔσται πάντα πῦρ, ῥητέον ὡς ἡνίκα μὲν σύνθετόν τι ἐκ τῶν ἁπλῶν ἀποτελεῖται, λόγον ἔχει τὸ μὴ τελέως τῆς οἰκείας μεθίστασθαι φύσεως τῆς κατὰ τὰς ποιότητας αἷς χαρακτηρίζονται τὰ ἁπλᾶ, ὅταν δὲ τὰ ἁπλᾶ ἐξ ἀλλήλων
30γίνηται, ἀδύνατον τοῦτο ὑποθέσθαι· ἕκαστον γὰρ τῶν ἁπλῶν ἄκρας ἔχει τὰς ποιότητας καὶ ἀκράτους καὶ οὐχὶ κεκολασμένας τῇ ἐπιμιξίᾳ τῶν ἐναν‐ τίων ὥσπερ τὰ σύνθετα. πῶς γὰρ οἷόν τέ ἐστι τὸ πῦρ ξηρὸν ὑπάρχον μεῖνάν πως ἐπὶ τῆς οἰκείας φύσεως ποιῆσαι τὸν ἀέρα ὑγρὸν ὄντα; οὐ γὰρ μέσον ὑγροῦ καὶ ξηροῦ ὁ ἀήρ, ἀλλ’ ἄκρως ὑγρόν, ὥσπερ καὶ τὸ πῦρ ἄκρως
35ξηρόν. ἀνάγκη ἄρα τὴν πᾶσαν φύσιν τοῦ πυρὸς μεταβάλλειν ἵνα γένηται245
In GC
.

14,2

246

ἀήρ, εἴπερ μὴ τἀναντία ἐν τῷ αὐτῷ ὑποθώμεθα, ὅπερ ἀδύνατον. κατὰ ταύτην μὲν οὖν τὴν ἔννοιαν οὐκ εὔλογον συμπεραίνεσθαι ὡς ὅτι πῦρ ἔσται τὰ πάντα τοῦ πυρὸς ἀρχῆς ὑποτεθέντος, φαίνεται δὲ μᾶλλον ἡ λέξις ἄλλο τι αἰνιττομένη· ὁ αὐτὸς γάρ, φησί, λόγος τῷ φάναι ἐκ πυρὸς ἢ ἐξ
5ἀέρος εἶναι πάντα, τουτέστι λέγοντες ἐκ πυρὸς μεταβάλλοντος τὰ πάντα γίνεσθαι πύρια πάντα ὑποτιθέμεθα διὰ τὸ ἐκ τούτου μεταβάλλοντος γίνε‐ σθαι πάντα, ὥσπερ ἂν καὶ εἰ ἐξ ὕλης τοῦ πυρὸς ἐλέγομεν γίνεσθαι. ἀλλ’ οὐδὲ οὕτως ἄτοπόν τι ἀκολουθήσει. τί γὰρ ἄτοπον πῦρ λέγειν κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ὥσπερ καὶ ὕλην εἶναι κατὰ τὸ ὑποκείμενον τὰ
10πάντα, ἢ τριχῇ διαστατά; καὶ ἁπλῶς εἰπεῖν, ὥσπερ οὐκ ἄτοπον τὸ φά‐ σκειν πάντα τὰ γενητὰ τὰ αὐτὰ εἶναι κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, οὕτως οὐκ ἄτοπον, ὅσον ἐπὶ τοῖς νῦν λόγοις, τὸ πάντα πῦρ κατὰ τὴν ὕλην ὑποτιθέμενον θεωρεῖν κατὰ τὸ εἶδος μόνον τὴν διαφοράν. εἰ δὲ μὴ ἔστιν ἄτοπον τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς τὰ πάντα λέγειν, εἴπερ δύναιτο ὅλως
15ὕλη ὑπάρχον διαφόρους ἰδέας δέχεσθαι, δῆλον ὅτι οὐδὲ τὸ ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γεννᾶν καὶ ταύτῃ λέγειν πάντα πῦρ ἔσται ἄτοπον. ὁμοίως γάρ, φησίν, ἄτοπον τό τε τοῦ πυρὸς μεταβάλλοντος τἆλλα λέγειν γίνεσθαι καὶ τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς φάσκειν πάντα τὰ λοιπὰ γίνεσθαι. ὅσον μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις, δοκοῦσι μὴ πάνυ τὸ ἀναγκαῖον ἔχειν οἱ
20ἔλεγχοι. ἔνεστι δὲ καθόλου ἑνὶ λόγῳ, ὥσπερ καὶ αὐτὸς ἐφεξῆς προϊὼν ποιήσει, ἀνελεῖν τὸ ἓν ὁτιοῦν τῶν τεσσάρων ἀρχὴν ὑποθέσθαι τῶν λοι‐ πῶν. εἰ γὰρ πάντα πρὸς ἄλληλα ἔχει ἐναντίωσιν, δέδεικται δὲ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλοντα εἰς ἄλληλα, δῆλον ὅτι πάντα μετα‐ βάλλει εἰς ἄλληλα. εἰ δὲ πάντα μεταβάλλει εἰς ἄλληλα, οὐκ ἔσται τὸ
25μὲν πρῶτον τὸ δὲ δεύτερον, οὐδὲ τὸ μὲν ἀρχὴ τὸ δὲ ἐκ τῆς ἀρχῆς. πρὸς μὲν οὖν τὸ μηδὲν τῶν ἄκρων ἀρχὴν εἶναι τοσαῦτα μόνον εἰπών, ὅτι πῦρ ἔσται πάντα, ἠρκέσθη· ὅτι δὲ οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, διὰ πλειόνων κατασκευάζει. p. 332b10 Ὅτι δ’ οὐδὲ μέσον, οἷον δοκεῖ τισιν ἀὴρ μὲν καὶ
30εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εἰς γῆν. Νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, ὥσπερ τινὲς ἐδόξασαν, εὔλογον νομίσαντες ἕν τι τούτων ἀρχὴν ὑποθέσθαι μᾶλλον, διότι
ἑκάτερον αὐτῶν ἐφ’ ἑκάτερα καὶ εἰς ἐναντία μεταβάλλει, ὅπερ ἐστὶν ἴδιον246
In GC
.

14,2

247

ἀρχῆς, τὸ εἰς τὰ ἐναντία μεταβάλλειν, τῶν ἄκρων μὴ πεφυκότων κατ’ ἐκείνους ἐφ’ ἑκάτερα μεταβάλλειν. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἐξετασθήσε‐ ται, νυνὶ δὲ ῥητέον ὡς εἰ τὰ ἐφ’ ἑκάτερα μεταβάλλοντα εὔλογον ἀρχὴν ὑποτίθεσθαι, οὐδὲν μᾶλλον τόδε τὸ μέσον ἢ τόδε χρὴ ὑποθέσθαι, ἀλλ’
5ὁμοίως ἄμφω. πῶς οὖν ἕν τι τῶν λοιπῶν ἀρχὴν λέγουσιν εἶναι; ἔπειτα οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι, καὶ τοῦτον λέγοντες εἰς πῦρ καὶ ὕδωρ μετα‐ βάλλειν, καὶ ταῦτα εἰς τὸν ἀέρα, καὶ διὰ τούτου εἰς ἄλληλα, τὸ δὲ πῦρ καὶ τὴν γῆν καὶ αὐτὰ ἀμέσως μὲν μὴ μεταβάλλειν εἰς ἄλληλα ἀλλὰ διὰ μέσου τοῦ ἀέρος, διὸ καὶ ἀρχὴν εἶναι, τῷ πάντα ἐξ αὐτοῦ μεταβάλλειν
10πρῶτον δι’ αὐτοῦ διιόντα καὶ εἰς αὐτὸν πάντα ἀναλύεσθαι, οἱ τοίνυν ταῦτα λέγοντες τί ἂν εἴποιεν περὶ τῆς τοῦ ὕδατος εἰς γῆν μεταβολῆς; αὕτη γὰρ ἀμέσως γίνεται διὰ τοῦ ἀέρος μὴ διελθοῦσα, ὅπερ ἐχρῆν γενέσθαι, εἴπερ ἀρχῆς λόγον ἐπέχει ὁ ἀὴρ πρὸς πᾶσαν μεταβολήν. ὡσαύτως δὲ καὶ πρὸς τοὺς ὕδωρ ἀρχὴν λέγοντας εἶναι ἀπορητέον περὶ τῆς ἐξ ἀέρος εἰς πῦρ
15καὶ ἐκ πυρὸς εἰς ἀέρα μεταβολῆς· καὶ αὗται γὰρ ἀμέσως ἔσονται μὴ διο‐ δεύσασαι διὰ τοῦ ὕδατος. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἔξωθεν ῥητέον πρὸς τὴν ὑπόθεσιν, ἴδωμεν δὲ ἐφεξῆς ὅπως τέ φασιν τὰ ἔσχατα μὴ μεταβάλλειν εἰς ἄλληλα, καὶ ὅπως χρὴ τὸ παρ’ αὐτῶν λεγόμενον ἀνα‐ σκευάζειν.
20p. 332b12 Τὰ δὲ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ’ εὐθείας. Τὰ ἔσχατα, φασὶν ἐκεῖνοι, οὐκέτι μεταβάλλουσιν εἰς ἄλληλα. ὡς γὰρ ἔσχατα ὄντα οὐκέτι ἔχουσι εἰς ὅ τι μεταβάλλωσιν, ἀλλὰ πάλιν ἀνακάμπτου‐ σιν εἰς ἀέρα καὶ ὕδωρ· εἰ γάρ, φασὶν ἐκεῖνοι, τὰ ἔσχατα μὴ ἀντικάμψει
25ἀλλὰ μεταβάλλει πάλιν, ἐπ’ ἄπειρον ἔσται ἡ μεταβολή. δεδιότες τοίνυν τὸ ἐπ’ ἄπειρον ὑποτίθεσθαι τὴν μεταβολήν, καὶ μὴ δυνάμενοι συνιδεῖν ὅτι κύκλῳ ἡ γένεσις ἀποτελεῖται ἐξ οὗ ἤρξατο εἰς τοῦτο τελευτῶσα· ἐκ πυρὸς γὰρ ἀήρ, καὶ οὕτως ὕδωρ εἶτα γῆ καὶ πάλιν πῦρ τῆς μεταβολῆς ἀεὶ ἐφεξῆς γινομένης καὶ οὐκ εἰς ἄπειρα ἰούσης διὰ τὸ μὴ ἐπ’ εὐθείας
30γίνεσθαι ἀλλ’ ἀνακυκλεῖσθαι· ὅπερ ἐκεῖνοι, ὡς ἔφαμεν, μὴ συνεωρακότες ἐφοβήθησαν τὰ ἔσχατα ὑποθέσθαι μεταβάλλοντα εἰς ἄλληλα· μέχρι γὰρ αὐτῶν ἐνόμισαν δεῖν στῆσαι τὴν μεταβολήν, ἵνα μὴ ἐπ’ ἄπειρον γίνηται. διόπερ πρὸς αὐτοὺς ἀποτεινόμενός φησιν ὁ Ἀριστοτέλης δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ’ εὐθείας ἐφ’ ἑκάτερα·
35ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται. τὸ μὲν μὴ εἰς247
In GC
.

14,2

248

ἄπειρον, φησί, γίνεσθαι τὴν μεταβολὴν οὕτως ὡς ἐπ’ εὐθείας ἰοῦσαν, χρὴ ἀποδέχεσθαι. εἰ γὰρ καὶ ἐπ’ ἄπειρον γίνεται ἡ μεταβολή, ἀλλ’ οὐκ ἐπ’ εὐθείας, ἀλλὰ τῇ ἀντικυκλήσει τῶν αὐτῶν εἰς τὰ αὐτά· ἡ γὰρ ἐπ’ εὐ‐ θείας μέχρι τῶν ἐσχάτων ἵσταται. διὰ τοῦτο τοίνυν οὐκ ἀδύνατος ἡ εἰς
5ἄλληλα τῶν ἐσχάτων μεταβολή, ἀλλὰ καὶ ἀναγκαία, ἵνα κύκλος σῴζηται τῆς γενέσεως. καὶ ὅτι μὲν οὐ δυνατὸν εἰς ἄπειρον ἐπ’ εὐθείας ἰέναι τὴν μεταβολήν, ἐφεξῆς μέλλων γυμνάζειν ἀνεβάλλετο νῦν, τὸ ἑπόμενον ἄτοπον αἰνιξάμενος τὸ ἀπείρους ἐπὶ τοῦ ἑνὸς ἐναντιότητας λέγειν ἀναγκάζε‐ σθαι. δείκνυσι δὲ ἐφεξῆς ὅτι καὶ τὰ ἔσχατα μεταβάλλει εἰς ἄλληλα.
10δείκνυσι δ’ αὐτὸ ἐκ τοῦ τῷ προειρημένῳ προσχρήσασθαι, ὅτι τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα πάντα μεταβάλλει, δείκνυσι δὲ ὅτι ἕκαστον πρὸς τὰ λοιπὰ ἔχει ἐναντίωσιν, ὥστε καθόλου, ὅπερ ἐλέγομεν, δείκνυσθαι ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, οὐ μόνον τὰ μέσα ἀλλὰ καὶ τὰ ἔσχατα. καὶ ἴσως ἐπειδὴ οὐκ ἀκριβεῖς τέθεικεν ἐλέγχους τῆς προλαβούσης δόξης,
15τῆς ἕν τι τῶν ἄκρων ἀρχὴν ὑποτιθεμένης, διὰ τοῦτο νῦν κοινόν τινα ἐκ‐ τίθεται ἔλεγχον τοῦ μηδὲν τῶν τεσσάρων ἀρχὴν εἶναι τῶν λοιπῶν. ἐὰν γὰρ δείξῃ ὅτι πάντα ἔχει πρὸς ἄλληλα ἐναντίωσιν, δῆλον ὅτι πάντα μετα‐ βάλλει εἰς ἄλληλα. εἰ δὲ τοῦτο, οὐκ ἔσται τι αὐτῶν ἀφωρισμένον πρῶτον οὐδὲ ἀρχή, οὐδὲ τῶν ἄκρων οὐδὲ τῶν μέσων, ἀλλὰ πάντα ὁμοίως εἰς
20ἄλληλα μεταβάλλει, καὶ τὰ ἄκρα καὶ τὰ ἐναντία καὶ τὰ ἐφεξῆς ἀλλήλων κείμενα. ὁ δὲ τῆς δείξεως τρόπος τοιοῦτός ἐστί τις. ὑποκείσθω, φησί, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ὧνπερ ἕκαστον δηλοῖ διὰ τοῦ στοιχείου τοῦ ἐν ἀρχῇ τοῦ ὀνόματος. εἰ οὖν λέγεις τὸν ἀέρα μέσον ὄντα μετα‐ βάλλειν καὶ εἰς πῦρ καὶ εἰς ὕδωρ, οὐ δήπου κατὰ τὴν αὐτὴν ἀντίθεσιν
25μεταβάλλει εἴς τε τὸ πῦρ καὶ τὸ ὕδωρ. ἔσται γὰρ οὕτως τὸ πῦρ τῷ ὕδατι ταὐτόν. εἰ γὰρ καθ’ ὃ μεταβάλλων ὁ ἀὴρ γέγονε πῦρ, κατὰ τοῦτο καὶ εἰς ὕδωρ μεθιστάμενος μεταβάλλει, καθ’ ὃ ἄρα διαφέρει τοῦ ὕδατος, κατὰ τοῦτο καὶ τοῦ πυρὸς διαστήσεται. εἰ δὲ κατὰ τὸ αὐτὸ τοῦ αὐτοῦ, οἷον τοῦ ἀέρος, διοίσει τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐξ ἀνάγκης ταὐτὰ ἔσονται
30ἀλλήλοις τὸ ὕδωρ καὶ τὸ πῦρ, ὅπερ ἄτοπον. οὐκ ἄρα κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἰς πῦρ καὶ ὕδωρ ὁ ἀήρ. κατ’ ἄλλην ἄρα καὶ ἄλλην. καὶ ὑποκείσθω εἰς μὲν πῦρ κατὰ τὸ λευκὸν καὶ μέλαν μεταβάλλων, ὡς εἶναι μέλαν μὲν τὸ πῦρ λευκὸν δὲ τὸν ἀέρα, εἰς δὲ τὸ ὕδωρ κατὰ ἑτέραν ἀντίθεσιν τοῦ ὑγροῦ φέρε καὶ ξηροῦ, ὡς εἶναι τὸν μὲν ἀέρα ξηρὸν τὸ δὲ
35ὕδωρ ὑγρόν. ἀλλά, φησί, μεταβαλὼν εἰς ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν248
In GC
.

14,2

249

δύναται καὶ φυλάξαι τὴν λευκότητα, δύναται δὲ καὶ μεταβαλεῖν καὶ αὐτήν. καὶ ὑποκείσθω φυλάξας. ἔστω οὖν ὁ μὲν ἀὴρ λευκὸς καὶ ξηρός, τὸ δὲ ὕδωρ λευκὸν καὶ ὑγρόν. ἔσται οὖν ἐναντιότης τῷ ὕδατι καὶ πρὸς τὸ πῦρ, εἴπερ ὁ μὲν λευκὸς τὸ δὲ μέλαν κατὰ τὴν ὑπόθεσιν. ὥστε καὶ μεταβάλλου‐
5σιν εἰς ἄλληλα. προϋπόκειται γὰρ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ὁ αὐτὸς δ’ ἔστω λόγος πάλιν κἀπὶ τοῦ ὕδατος. εἰ γὰρ μεταβάλλει καὶ εἰς ἀέρα καὶ εἰς γῆν, οὐ κατὰ τὸ αὐτὸ μεταβάλλει εἰς ἑκάτερον, ἐπεὶ ἔσται τὸ αὐτὸ ἀὴρ καὶ γῆ· ὥστε κατ’ ἄλλο μὲν εἰς ἀέρα κατ’ ἄλλο δὲ εἰς γῆν. εἰς μὲν οὖν ἀέρα κατὰ ὑγρότητα καὶ ξηρό‐
10τητα μεταβάλλει, εἰς δὲ γῆν λείπεται κατὰ τὸ μέλαν καὶ λευκὸν μεταβαλεῖν, εἴπερ δύο μόναι εἰσὶν ἀντιθέσεις. τοῦτο δέδοται ἐκ τοῦ ὁμολογεῖσθαι τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα· τεσσάρων γὰρ ὄντων σωμάτων ἀνάγκη δύο θεωρεῖσθαι ἀντιθέσεις. ὄντος τοίνυν τοῦ ὕδατος λευκοῦ καὶ ὑγροῦ, ὁ μὲν ἀὴρ ἔσται, καθάπερ προείρηται, λευκὸς καὶ ξηρός (διαφορὰ γὰρ τούτου
15πρὸς τὸ ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν), ἡ δὲ γῆ μέλαν καὶ ὑγρόν, εἴπερ κατὰ τὸ μέλαν μετέβαλεν εἰς ταύτην τὸ ὕδωρ. ἔσται οὖν ἐναντίωσις τῷ ἀέρι πρὸς γῆν, καὶ μεταβάλλει εἰς ταύτην. Ἡ μὲν οὖν τοῦ λόγου δεῖξις τοιαύτη τις. ζητεῖ δὲ ὁ Ἀλέξανδρος ὅπως ποτὲ προθέμενος δεῖξαι τὰ ἔσχατα μεταβάλλοντα εἰς ἄλληλα, τοῦτο
20μὲν οὐ φαίνεται δεικνύων, ὅτι δὲ τἀναντία εἰς ἄλληλα μεταβάλλει, τοῦτο μᾶλλον ἀποδείκνυσι. καί φησι· μήποτε καὶ ἐξ ἀρχῆς ἔσχατα ἐκάλει τὰ ἐναντία, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἐκ τῶν παρατεθέντων ἔδει‐ ξεν ὅτι πάντα πρὸς ἄλληλα ἔχει ἐναντιότητα· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ μεταβαλεῖ πάντα εἰς ἄλληλα. ὅτι δὲ ἔδειξε τὰ ἔσχατα ἐναντίωσιν ἔχοντα
25πρὸς ἄλληλα, λέγω δὲ τὴν γῆν καὶ τὸ πῦρ, πρόδηλον, εἴ γε τέθεικε τὸ μὲν πῦρ μέλαν εἶναι καὶ ξηρὸν τὴν δὲ γῆν μέλαν καὶ ὑγρόν. μεταβάλλει ἄρα ἡ γῆ εἰς πῦρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν τούτῳ τῷ λόγῳ. ἔχομεν οὖν ἐκ τῶν δεδειγμένων, ὅτι οὐ μόνον οὐδὲν τῶν μέσων ἐστὶν ἀρχή, ἀλλ’ ὅτι οὐδὲ τῶν ἄκρων· εἰ γὰρ ὁμοτίμως καὶ τὰ ἄκρα καὶ ἁπλῶς πάντα εἰς
30ἄλληλα μεταβάλλει, οὐδὲν μᾶλλον τόδε τι ἔσται ἀρχὴ ἢ τόδε. p. 332b30 Ὅτι δὲ εἰς ἄπειρον οὐχ οἷόν τ’ ἰέναι, ὅπερ μελλή‐ σαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν. Δείξας ὅτι μὴ ὑποκειμένης ἐπ’ εὐθείας εἰς ἄπειρον γίνεσθαι τῆς
γενέσεως ἀνάγκη πάντα εἰς ἄπειρα μεταβάλλειν, ἐπειδὴ καὶ πάντα δείκνυ‐249
In GC
.

14,2

250

ται πρὸς ἄλληλα ἔχοντα ἐναντίωσιν, νῦν αὐτὸ τοῦτο διεξέρχεται ὅτι ἀδύ‐ νατον ἐπ’ ἄπειρον γίνεσθαι τὴν μεταβολήν, αἰνιξάμενος καὶ πρότερον τὸ ἀδύνατον ἐν τῷ λέγειν “ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται”, ὥστε τούτου ἐλεγχομένου δῆλον γίνεσθαι τὰ πάντα εἰς ἄλληλα μεταβάλλειν.
5καὶ ἴσως ἀντερεῖ τις ὅτι κἂν εἰς ἄπειρον ὑποθώμεθα γινομένην τὴν μετα‐ βολήν, οὐ μόνον ἐπ’ εὐθείας τῶν ἐφεξῆς ἀλλήλων ἔσται ἡ μεταβολή, ἀλλὰ καὶ τὰ πόρρω ἀλλήλων μεταβαλεῖ εἰς ἄλληλα, εἴ γε ὡς ὡμολογη‐ μένον λάβωμεν τὸ πάντα τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ἀλλ’ ἰστέον ὅτι αὐτὸ τοῦτο γυμνάζει νῦν ὅτι εἰ ἄπειρά τις
10ὑποθείη τὰ στοιχεῖα, ἄλλου εἰς ἄλλο μεταβάλλοντος ἐπ’ εὐθείας εἰς τοὐ‐ ναντίον περιτρέπεται τὰ τῆς ὑποθέσεως, ὅτι οὐδὲν τῶν στοιχείων εἴς τι τῶν λοιπῶν μεταβαλεῖ, οὔτε τὰ πόρρω εἰς ἄλληλα οὔτε τὰ σύνεγγυς, ὥστε παντελῶς ἀδύνατον εἶναι τὴν ὑπόθεσιν. εἰ γάρ, φησίν, ὑποθώμεθα ἕν τι τῶν ἄκρων ἢ τὸ πῦρ ἢ τὴν γῆν μὴ ἀνακάμπτειν ἀνακυκλουμένην, ἀλλ’
15ἐπ’ εὐθείας εἰς ἄλλο τι πέμπτον ἐφεξῆς μεταβάλλειν, ἔσται τις ἐναντίω‐ σις καθ’ ἣν μετέβαλεν ἑτέρα οὖσα παρὰ τὰς ἄλλας καθ’ ἃς τὰ τέσσαρα μετέβαλεν ἐφεξῆς. καὶ ὑποκείσθω, φησί, τὸ πῦρ μήτε ἀνακάμπτον καὶ εἰς ἀέρα μεταβάλλον μήτε κύκλῳ εἰς γῆν, ἀλλ’ εἰς ἄλλο τι πέμπτον, οἷον ἐφ’ ᾧ τὸ Ψ. ἔσται οὖν τις ἐναντίωσις καθ’ ἣν μετέβαλλε τὸ Π εἰς τὸ
20Ψ. καὶ ὑποκείσθω ἡ τοῦ Φ καὶ Κ, καθ’ ἣν οὐδὲν τῶν ἄλλων τῶν Α Υ Γ μετέβαλεν, ἀλλ’ ἢ μόνον τὸ Π καὶ Ψ. οὐκοῦν ὑπάρξει τὸ μὲν ἕτερον τῆς ἀντιθέσεως τῷ Ψ, οἷον τὸ ἐφ’ ᾧ Φ, ὅπερ ἔστω φαῦλον, τῷ δὲ πυρὶ καὶ πᾶσι τοῖς ἄλλοις τὸ Κ, ὅπερ ὀνομαζέσθω καλόν· τοιαῦται γὰρ εἰλήφθωσαν ἐναντιότητες ὑπὸ πάντων μετεχόμεναι. οὕτως δὲ πάλιν
25ἐφεξῆς εἰ μεταβάλλοι τὸ Ψ εἰς ἄλλο τι, προστεθήσεται ἑτέρα ἐναντιότης· κἂν πάλιν ἐκεῖνο εἰς ἄλλο, τρίτη προστεθήσεται ἐναντιότης· κἂν ἐπ’ ἄπειρον τοῦτο γένοιτο ἐφεξῆς, ἄπειροι ἔσονται ἐναντιότητες. πρῶτον μὲν οὖν ἄτοπον τὸ ἐνεργείᾳ τὸ ἄπειρον ὑποτίθεσθαι, ἔπειτα εἰ αἱ ἐναντιότητες ἄπειροι τῶν δὲ ἐναντιοτήτων διπλασίους εἰσὶν αἱ ποιότητες (καθ’ ἑκάστην
30γὰρ ἐναντίωσιν δύο εἰσὶ ποιότητες), ἔσται τοῦ ἀπείρου διπλάσιον. τούτων δέ, φησίν, ὑποτεθέντων οὐδὲ ὁρίσασθαι δυνατόν τι τούτων καὶ λόγῳ περι‐ λαβεῖν τὰ ἄπειρα, οὐδ’ ὅλως ὑποστῆναι ἢ γενέσθαι αὐτὰ ἐξ ἀλλήλων δυνατόν, ἀλλ’ ἀναιρεθήσεται παντελῶς ἡ εἰς ἄλληλα μεταβολή· ἕψεται δέ, φησί, καὶ τὸ πάντα τὰ αὐτὰ εἶναι. ἀλλ’ ὅπως μὲν τούτων ἕκαστον
35δείκνυται, ἐφεξῆς κατὰ τὴν λέξιν ἐπισκεψόμεθα.250
In GC
.

14,2

251

Ἐκεῖνο δὲ ζητήσεως ἄξιον, πῶς καθ’ ἕκαστον στοιχεῖον μία ἐναντιό‐ της προστίθεται. ὅτι μὲν γὰρ ἀπείρων ὄντων τῶν στοιχείων ἀνάγκη καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι, πρόδηλον. εἰ γὰρ πεπερασμέναι εἶεν αἱ ἐναντιότητες, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν συμπλοκὰς καὶ συζυγίας, εἰ καὶ
5πολλῷ πλείους εἶεν αὐτῶν τῶν ἐναντιώσεων, πεπερασμένας ὅμως ὑπάρχειν. ὥσπερ γὰρ μεθόδῳ περιλαβεῖν δυνατὸν ἐκ δύο ἐναντιώσεων πόσαι γίνονται συζυγίαι, ὅτι τέσσαρες, οὕτως καὶ παντὸς οὑτινοσοῦν πλήθους ἐναντιώσεων ἀριθμητοῦ τε καὶ ῥητοῦ ὑπάρχοντος ἀνάγκη τὰς συζυγίας ἀριθμητὰς εἶναι καὶ πεπερασμένας. ὅτι δὲ εἰ ἄπειρα εἴη τὰ στοιχεῖα, οὐκ ἔσονται
10αἱ ἐναντιότητες πεπερασμέναι, πρόδηλον. ἀλλ’ οὐ τοῦτο ζητεῖ ὁ λόγος, ἀλλ’ εἰ καθ’ ἕκαστον στοιχεῖον προστιθέμενον καὶ ἐναντίωσις μία προσ‐ τίθεται, ὅπερ οὐκέτι ἐστὶν ἀληθές. μιᾶς γὰρ ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα· δύο γὰρ οὐσῶν ἐναντιώσεων οὐ δύο μόνον ἔσονται στοιχεῖα, ἀλλὰ τέσσαρα· εἰ δὲ τρεῖς εἶεν αἱ ἐναντιώσεις, ὀκτὼ
15δύνανται εἶναι στοιχεῖα· καὶ οὕτως ἀεὶ μιᾶς προστιθεμένης ἐναντιώσεως πολλῷ πλείονα ἔσται τὰ στοιχεῖα. πρὸς τοῦτο τοίνυν ῥητέον, ὅτι εἰ καὶ μιᾶς ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα, οὐ κωλύεται συμπερανθῆναι τὰ προκείμενα. δεδειγμένου γὰρ τοῦ ἀπείρους εἶναι ἐναν‐ τιώσεις ἐν ἑκάστῳ ἀπείρων ὄντων τῶν στοιχείων, συμπεραίνεται ὁμοίως
20τὸ ἀδύνατον, εἴτε καθ’ ἑκάστην ἐναντίωσιν ἓν προστίθεται στοιχεῖον εἴτε πλείονα. τῷ γὰρ ἀπείρους εἶναι τὰς ἐναντιώσεις προσχρώμενος δείκνυσι τὸ ἀδύνατον τῆς ὑποθέσεως, καθὼς προείρηται. τὸ δὲ λέγειν καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθεσθαι ἐναντίωσιν, οὔτε ἀληθὲς οὔτε ἀναγκαῖον. οὐδὲ γὰρ ἐπειδὴ λόγου χάριν ὁ ἀὴρ εἰς πῦρ μόνον μεταβάλλει κατὰ τὸ ὑγρὸν
25καὶ ξηρὸν εἰς ἄλλο δὲ τῶν στοιχείων οὐδέν, ἤδη ἀναγκαῖόν ἐστι τὸ μηδὲν ἄλλο κατὰ τὴν ἐναντίωσιν τοῦ ὑγροῦ καὶ ξηροῦ μεταβάλλειν· τὸ γὰρ ὕδωρ καὶ ἡ γῆ κατὰ ταῦτα μεταβάλλει. διὰ τί οὖν κατὰ στοιχεῖον μίαν ἐναν‐ τίωσιν προστίθησιν ὁ Ἀριστοτέλης; φημὶ τοίνυν ὡς ἀκολουθῶν τῇ ὑπο‐ θέσει τῶν λεγόντων ἐπ’ εὐθείας καὶ μόνον εἶναι τὴν τῶν στοιχείων μετα‐
30βολήν· τούτου γὰρ ὑποκειμένου ἀδύνατον κατὰ τὴν αὐτὴν ἀντίθεσιν δύο γενέσθαι μεταβολάς, ὥσπερ φέρε κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ὅ τε ἀὴρ εἰς πῦρ μεταβάλλει καὶ τὸ ὕδωρ εἰς γῆν. ἐπ’ εὐθείας οὖν καὶ μόνον ὑποκειμένης τῆς τῶν στοιχείων μεταβολῆς ἀνάγκη πᾶσα προστιθεμένου στοιχείου καὶ ἐναντίωσιν πάντως προστίθεσθαι, καθ’ ἣν τὸ προηγούμενον
35στοιχεῖον εἰς τὸ ἐφεξῆς μεταβάλλει. ὅτι δὲ πρὸς τὴν ὑπόθεσιν τοῦ μὴ
ἀνακάμπτειν τὴν γένεσιν καὶ ὁ Ἀριστοτέλης καθ’ ἕκαστον στοιχεῖον μίαν251
In GC
.

14,2

252

προστίθησιν ἀντίθεσιν, δῆλον ἐντεῦθεν. εἰπὼν γὰρ τὸ Π εἰς τὸ Ψ μετα‐ βάλλει κατὰ τὴν τοῦ Κ καὶ Φ ἐναντίωσιν, τοῦ καλοῦ φέρε καὶ τοῦ φαύ‐ λου, καὶ τοῦ μὲν Κ τῷ Π καὶ τοῖς ὑπ’ αὐτὸ πᾶσιν ὑπάρχοντος, τοῦ δὲ Φ τῷ Ψ καὶ πᾶσι τοῖς μετ’ αὐτό, ὅμως τὸ Π μόνον ὑποτίθεται εἰς τὸ
5Ψ μεταβάλλον, τῶν δὲ ἄλλων οὐδέν. ὥστε ἀνάγκη καθ’ ἑκάστην στοιχείου προσθήκην καὶ ἐναντίωσιν πάντως προστίθεσθαι. p. 332b32 Εἰ γὰρ πάλιν τὸ πῦρ, ἐφ’ ᾧ τὸ Π, μεταβάλλει καὶ μὴ ἀνακάμψει, οἷον εἰς τὸ Ψ. Εἰ τὸ πῦρ, φησί, μὴ ἀνακάμψῃ, εἰς ἀέρα τυχὸν μεταβάλλον ἢ γῆν
10ἢ ὕδωρ, ἀλλ’ εἰς ἕτερον παρὰ ταῦτα τὸ Ψ μεταβάλλοι, ἀνάγκη πάντως παρὰ τὰς δύο ἐναντιότητας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, τρίτην ὑποτίθεσθαι, οἷον φέρε τὴν τοῦ λευκοῦ καὶ μέλανος, καθ’ ἣν τὸ Π εἰς τὸ Ψ μεταβάλλει· ἕτερον γὰρ ὑπόκειται τὸ Ψ τῶν τεσσάρων στοιχείων.
15p. 333a1 Ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ Ψ τὸ Φ· τὸ δὴ Κ πᾶσιν ὑπάρξει τοῖς ΓΥΑΠ. Τὸ Π, φησίν, μεταβάλλον εἰς τὸ Ψ κατὰ ἐναντίωσιν τοῦ Φ καὶ Κ μεταβαλλέτω καθ’ ἣν οὐδὲν τῶν πρὸ τοῦ Π μετέβαλεν. ὥστε εἰ τῷ μὲν Ψ ὑπάρχει τὸ Φ τῷ δὲ Π τὸ Κ, τοῦτο αὐτὸ τὸ Κ, ὅπερ ὑπάρχει τῷ
20πυρί, ὑπάρξει καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι καὶ τῇ γῇ, διότι οὐδὲν τούτων διέφερε τοῦ πυρὸς κατὰ ταύτην τὴν ἐναντίωσιν, ἀλλὰ κατ’ ἄλλην, οἷον τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. ἐκείνῳ δὲ ἐπιστῆσαι χρὴ ὅτι τῇ μὲν Ἀριστοτέλους ὑποθέσει, λεγούσῃ κατὰ ἑκάστην ἀντίθεσιν μίαν γίνεσθαι μεταβολήν, ἕπεται τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ Π ὑπάρχειν. οὐδὲν
25γὰρ οὔπω κατὰ τοῦτο μετέβαλε, πρὶν τὸ Π εἰς Ψ μεταβάλλῃ. πόθεν οὖν ἐστιν ἐν τῷ πυρὶ τὸ Κ, εἰ μὴ ἐξ ἐκείνων; ὡσαύτως δὲ καὶ τοῖς μετὰ τὸ Ψ πᾶσι τὸ Φ, ἐπειδὴ οὐκέτι οὐδὲν μεταβάλλει μετὰ τὸ Ψ κατὰ ταύτην τὴν
ἀντίθεσιν. εἰ μέντοι δῶμεν, καθὼς προείρηται, πλείονα γίνεσθαι στοιχεῖα252
In GC
.

14,2

253

μιᾶς προστεθείσης ἐναντιώσεως καὶ κατὰ μίαν ἐναντίωσιν διάφορα μετα‐ βάλλειν, οὐκέτι ἀνάγκη τὸ Κ τῷ Π ὑπάρχον ἤδη καὶ τοῖς πρὸ αὐτοῦ πᾶσιν ὑπάρχειν. τί γάρ; ὅτι καὶ ἄλλο μετέβαλε κατὰ ταύτην τὴν ἐναντί‐ ωσιν, ὥσπερ ἔχει ἐπὶ τοῦ πυρὸς καὶ ἀέρος. ὁ γὰρ ἀὴρ μετέβαλεν κατὰ
5τὸ ὑγρὸν καὶ ξηρὸν εἰς τὸ πῦρ. καὶ οὐκ ἐπειδὴ ἔχει αὐτὸς τὴν ὑγρό‐ τητα, ἤδη καὶ τὰ πρὸ αὐτοῦ πάντα· ἡ γὰρ γῆ ξηρά. αἰτία δὲ τούτου, διότι οὐ μόνον ἀὴρ εἰς πῦρ κατὰ ταύτην τὴν ἐναντίωσιν μετέβαλεν, ἀλλὰ καὶ ἡ γῆ εἰς ὕδωρ. ὥστε ὁ Ἀριστοτέλης, ὡς ἔφθην εἰπών, ἑπόμενος τῇ ὑποθέσει τῇ μόνον εἰς τὸ ἐφεξῆς ποιουμένῃ τὴν μεταβολήν, λαβὼν τὸ
10καθ’ ἕκαστον στοιχεῖον ἐναντίωσιν προστίθεσθαι, ὀρθῶς φησι τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ὑπάρχειν, εἴ γε, φησίν, εἰς αὐτὸ μεταβάλλουσιν. εἰ γὰρ ἔχει [τὸ πῦρ] τὸ Π τὸ ἕτερον τῆς κατὰ τὸ Φ καὶ Κ ἐναντιώσεως, λέγω τὸ Κ, ἀνάγκη καὶ τὰ πρὸ τοῦ πυρὸς ἔχειν τὸ Κ, εἴπερ ἐξ αὐτῶν γέγονε τὸ πῦρ καὶ μετέβαλεν ἐκεῖνα εἰς τοῦτο. εἰ γὰρ μὴ ἔχοι τὰ πρὸ
15τοῦ πυρὸς τὸ Κ, πόθεν ἐστὶν ἐν τῷ πυρὶ τὸ Κ; οὐδὲν γὰρ ἐκείνων κατὰ τὸ Κ διέφερε τοῦ πυρὸς, καθὰ προείρηται. ἀλλὰ τοῦτο, φησί, τὸ μετα‐ βάλλειν τὰ τέσσαρα στοιχεῖα εἰς ἄλληλα ἔστω μήπω δεδειγμένον ὡς πρὸς τὴν νῦν γυμναζομένην ὑπόθεσιν, ἐπειδὴ εἰ λέγοιμεν πάντα εἰς ἄλληλα μεταβάλλειν τὰ τέσσαρα, κύκλῳ εἰσάξομεν γίνεσθαι τὴν γένεσιν, ὅπερ ἀναι‐
20ρεῖ ἡ νῦν προκειμένη ὑπόθεσις, ἐπ’ εὐθείας καὶ ἐφεξῆς μόνον φάσκουσα γίνεσθαι τὴν μεταβολήν. διὸ κείσθω ὡς μήπω δεδειγμένον. εἰδέναι μέν‐ τοι χρὴ ὅτι οὗπερ δεόμεθα εἰς τὸ δεῖξαι τὸ Κ τῷ Π καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ὑπάρχον, τοῦτο οὐκ ἀναιρεῖται οὐδὲ κωλύεται ὑπὸ τῆς ὑποθέσεως τῆς λεγούσης ‘ἔστω μὴ πάντα μεταβάλλειν εἰς ἄλληλα‘. ἀρκεῖ γὰρ ἡ
25εἰς τὸ ἐφεξῆς ἑκάστου μεταβολὴ γινομένη τῶν τεσσάρων καὶ τελευτῶσα εἰς τὸ πῦρ, δεῖξαι ὅτι ὑπάρχει πᾶσι τοῖς πρὸ τοῦ Π τὸ Κ, ἐξ ὧν μετα‐ βαλλόντων ἐφεξῆς τὸ πῦρ γεγένηται· εἰ γὰρ μὴ ὑπῆρχεν αὐτοῖς τὸ Κ, οὐκ ἂν ἐγεγόνει ἐξ αὐτῶν τὸ πῦρ ἔχον τὸ Κ. ὅτι μὲν οὖν ὑπάρχει τοῖς Α Υ Γ τῆς κατὰ τὸ Κ καὶ Φ ἐναντιώσεως τὸ ἕτερον τῶν μορίων τὸ Κ,
30ἐντεῦθεν δείκνυται, οὐκ ἐκ τοῦ πάντα εἰς πάντα μεταβάλλειν· ὅτι δὲ τὸ Κ αὐτοῖς ὑπάρχει καὶ τὸ Φ, δείκνυται ἐκ τοῦ μηδὲν τῶν ἄλλων κατὰ ταύτην μεταβεβληκέναι τὴν ἀντίθεσιν πλὴν τοῦ Π Ψ. ὥστε οὐδὲν κατὰ
ταύτην διέφερε τὸ Π τῶν πρὸ αὐτοῦ. κοινὸν ἄρα αὐτοῖς ὑπάρχει τὸ Κ.253
In GC
.

14,2

254

p. 333a3 Ἀλλ’ ἐκεῖνο δῆλον, ὅτι εἰ πάλιν τὸ Ψ εἰς ἄλλο, ἄλλη ἐναντιότης καὶ τῷ Ψ ὑπάρξει καὶ τῷ πυρὶ τῷ Π. Τουτέστιν εἰ προσθῶμεν ἄλλο στοιχεῖον μετὰ τὸ Ψ, οἷον τὸ Β, καὶ μεταβάλοι τὸ Ψ εἰς τὸ Β, ἄλλης δεῖ πάλιν ἐναντιώσεως, καθ’ ἣν ἡ
5μεταβολὴ γίνεται, παρὰ τὴν ἐν τῷ Π καὶ τῷ Ψ. ὁμοίως ἕξει καὶ ὅσα ἂν ἄλλα προσθῶμεν στοιχεῖα. p. 333a6 Ὥστε εἰ ἄπειρα, καὶ ἐναντιότητες ἄπειροι. Νῦν τὸ συναγόμενον ἄτοπον συμπεραίνεται. εἰ γὰρ κατὰ στοιχεῖον ἐναντιότης προστίθεται, ἄπειρα δὲ τὰ στοιχεῖα, ἄπειροι ἔσονται αἱ ἐναν‐
10τιότητες καὶ ἐν ἑκάστῳ στοιχείῳ ἀπείρων ἐναντιώσεων τὰ ἕτερα μόρια ὑπάρξει καὶ αὐτὰ τὸν ἀριθμὸν ἄπειρα ὄντα. εἰ δὲ ἄπειροι ἐν ἑκάστῳ ὑπάρχουσιν, ὅρα τί ἕψεται. οὐδὲ γὰρ ἔσται, φησίν, οὐδὲν ὁρίσασθαι οὐδὲ γενέσθαι. καὶ ὅτι μὲν οὐ περιορισθήσεται τὰ ἄπειρα, πρόδηλον, οὐδὲ ὑποστήσεται· πῶς δὲ οὐδὲ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων φησί, σκεπτέον.
15p. 333a8 Δεήσει γάρ, εἰ ἔσται ἄλλο ἐξ ἄλλου, τοσαύτας διεξελ‐ θεῖν ἐναντιότητας καὶ ἔτι πλείους. Εἰ ἄπειροι, φησίν, ἐν ἑκάστῳ ἐναντιότητες, δεήσει τὸ γινόμενον τοσαύ‐ τας ὅσας ἔχει ἕκαστον (ἔχει δὲ ἀπείρους) διεξελθεῖν ἐναντιότητας. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. ἐπειδὴ δὲ εἶπε τοσαύτας,
20δοκεῖ δὲ τοῦτο ὡρισμένου ἀριθμοῦ εἶναι σημαντικόν, τὸ δὲ ἄπειρον παν‐ τὸς τοῦ λαμβανομένου ἀεὶ μεῖζον ἢ πλέον ἐστί, διὰ τοῦτο ὥσπερ ἀκριβολο‐ γούμενος προστέθεικε τὸ καὶ ἔτι πλείους. πῶς δὲ ἀνάγκη τὸ γινό‐ μενον ἀπείρους διεξελθεῖν ἐναντιότητας, σκεπτέον. ἔνια γὰρ τῶν μέσων εἰ λάβοιμεν μεταβάλλοντα ἐφεξῆς, ἵνα φθάσῃ τὰ ἔσχατα καὶ μεταβάλῃ
25εἰς ταῦτα, δεήσει διὰ ἀπείρων αὐτὰ διεξελθεῖν, ἵνα μεταβάλλῃ εἰς τὸ
ἔσχατον. τοῦτο δὲ ἀδύνατον. ὥστε οὐδέποτε εἰς ἐκεῖνο μεταβαλεῖ οὐδὲ254
In GC
.

14,2

255

ἀφίξεταί ποτε εἰς αὐτό, εἴπερ ἄπειρον τὸ μεταξὺ τοῦ μεταβάλλοντος μέχρι τοῦ ἐσχάτου διάστημα. ὥσπερ δὲ τὸ μέσον εἰς τὸ ἔσχατον οὐ μεταβάλλει διὰ τὸ μηδὲ ἀφικνεῖσθαί ποτε εἰς αὐτό, οὔτε ἄλλο τι οὐδέποτε εἰς τὸ μέσον μεταβαλεῖ, οἷον τὸ ἐν ἀρχῇ, ὅπερ οὐδὲ λαβεῖν ἔστιν (οὐκ ἔστι γὰρ
5ἀρχὴ τοῦ ἀπείρου), ὁμοίως οὐδὲ τοῦτο ἐπὶ τὸ μεταξὺ ὁποιονοῦν ἀφίξεται, διὰ τὸ ἄπειρον εἶναι τὸ ἐκ τοῦ μέσου ἐπὶ τὴν ἀρχὴν διάστημα. ὅτι μὲν οὖν οὐδὲν τῶν λαμβανομένων ἐν μέσῳ μεταβάλλει εἰς τὰ ἔσχατα, πρόδη‐ λον. φησὶ δὲ αὐτὸς ὅτι οὐδὲ τὰ ἐφεξῆς ἀλλήλων μεταβάλλει εἰς ἄλληλα· ἔτι γάρ, φησίν, οὐδὲ ἐξ ἀέρος εἰς πῦρ ἔσται ἡ μεταβολή, εἰ ἄπειροι αἱ
10ἐναντιότητες. τοῦτο δὲ πῶς ποτέ φησιν, ζητήσεως ἄξιον. οὐ γὰρ πάσας διέξεισι τὰς ἀπείρους ἐναντιώσεις, ἵνα γένηται ἐξ ἀέρος πῦρ, ἀλλὰ κατὰ μίαν μόνην μεταβάλλων ἐναντίωσιν γίνεται τῶν λοιπῶν τῶν αὐτῶν μενου‐ σῶν. μήποτε οὖν τῷ κοινῷ λόγῳ, διότι τὸ ἄπειρον ἀδύνατον ὑποστῆναι, διὰ τοῦτο οὐκ ἂν γένοιτό τις τῶν ἀπείρους ἐχόντων ἐναντιώσεις. ἀλλ’
15ἴσως τις φαίη ὅτι ὑφεστηκότα αὐτὰ ὑποτιθέμενος σκόπει εἰ δύναται ἐξ ἀλλήλων γενέσθαι· δύναται δέ, εἴπερ κατὰ μιᾶς ἐναντιώσεως μεταβολὴν θεωρεῖται ἡ τῶν ἐφεξῆς ἐξ ἀλλήλων γένεσις. βέλτιον τοίνυν, καθάπερ φησὶν Ἀλέξανδρος, πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον. δείκνυσι δὲ ἐφεξῆς ὅτι πάντα τὰ στοιχεῖα τὰ αὐτὰ ἔσονται ἀλλήλοις. εἰ δὲ τὰ αὐτὰ
20πάντα, οὐδ’ ἂν γένοιτο ἐξ ἀλλήλων οὐδὲ ἔσται μεταβολὴ οὐδενὸς εἰς οὐδέν· οὐδὲν γὰρ γίνεται ὅπερ ἤδη ἐστίν. ἐμοὶ δοκεῖ τὸ προκείμενον οὕτως ἐκλαμβάνειν· εἰ ἐπ’ εὐθείας ἡ μεταβολὴ τῶν στοιχείων ἀπείρων ὄντων, ἐδείξαμεν δὲ ὡς ἔνια οὐ μεταβάλλει εἴς τινα τῶν μέσων, διότι δεῖ μὲν ἄπειρα διεξελθεῖν, τὸ δὲ ἄπειρον ἀδιεξίτητον· ἔστω δὴ τὸ μέσον ὁ ἀήρ.
25οὐδ’ ἄρα εἰς πῦρ μεταβαλεῖ· ἵνα γὰρ ἐκ τούτου ἡ μεταβολὴ καταντήσῃ, ἀπείρων δεήσει μεταβολῶν, τοῦτο δ’ ἀδύνατον. εἰ οὖν εἰς αὐτὴν φθάσαι τὴν μεταβολὴν τὴν εἰς ἀέρα ἀδύνατον, οὐδ’ ἄρα εἰς τὸ ἐφεξῆς αὐτοῦ τὸ πῦρ μεταβαλεῖ ὁ ἀήρ. p. 333a13 Γίνονται δὲ καὶ πάντα ἕν· ἀνάγκη γὰρ ὑπάρχειν τοῖς μὲν
30κάτωθεν τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν.
Πρόκειται μὲν αὐτῷ δεῖξαι ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ εἰς255
In GC
.

14,2

256

ἄπειρον ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολὴν τὸ πάντα τὰ αὐτὰ γίνεσθαι· πᾶσι γάρ, φησί, τοῖς κάτωθεν καὶ ἄνωθεν τοῦ Π αἱ αὐταὶ ἐναντιότητες ὑπάρχουσιν. ὅτι μὲν οὖν εἰ πάντα τὰ πρὸ τοῦ Π στοιχεῖα τὰς αὐτὰς τοῖς μετὰ τὸ Π πᾶσιν ἐναντιώσεις ἔχει, συμβαίνει πάντα τὰ αὐτὰ εἶναι,
5πρόδηλον. εἰ γὰρ τὰς αὐτὰς ἔχει ἐναντιώσεις πάντα τὰ ἐφ’ ἑκάτερα τοῦ Π, τὰ αὐτὰ ἀλλήλοις ἔσονται τά τε ἀπὸ τοῦ Ψ καὶ ἄνω χωροῦντα καὶ τὰ ἀπὸ τοῦ Α [τοῦ ἀέρος] μέχρι τῶν κάτω. ὥστε τὸ αὐτὸ ἔσται τὸ Α, ὅ ἐστιν ἀήρ, τῷ Ψ, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐπάνω τοῖς ὑποκάτω. οὕτως δὲ πάλιν εἰ λάβωμεν τὰ ἐφ’ ἑκάτερα τοῦ Α τῷ αὐτῷ λόγῳ τὰ
10αὐτὰ ὄντα ἀλλήλοις, ἔσται τὸ Π τῷ Ψ ταὐτὸν καὶ πᾶσι τοῖς ἐπάνω. οὕτως δὲ πάλιν δείξας τὰ ἐφ’ ἑκάτερα τοῦ Ψ τὰ αὐτὰ ἀλλήλοις, ταὐτὸν ἀποφαίνει τὸ πῦρ τῷ ἀέρι. ὥστε καὶ πᾶσι τοῖς μετ’ αὐτό. ἐδείχθη δὲ διὰ τῶν προλαβόντων ὅτι καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι, τὰ δὲ πρὸ τοῦ ἀέρος πάντα τοῖς μετ’ αὐτὸ πᾶσι τὰ αὐτά· ὥστε δῆλον ἐκ τούτων ὅτι καὶ τὸ
15πῦρ καὶ τὰ ἐφ’ ἑκάτερα τοῦ πυρὸς πάντα τὰ αὐτὰ ἀλλήλοις ἔσονται. ὅτι μὲν εἰ δῶμεν πάντα τὰ ὑπάρχοντα τοῖς ἐπάνω τὰ αὐτὰ εἶναι τοῖς ὑπάρ‐ χουσι τοῖς ὑποκάτω, συμπερανθήσεται τὸ τὰ αὐτὰ εἶναι ἀλλήλοις ἅπαντα, πρόδηλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες, οὐκέτι ἐστὶν ἀληθὲς ὡς ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ ἐφεξῆς καὶ ἐπ’
20εὐθείας γίνεσθαι τὴν μεταβολήν. καὶ τοῦτο δῆλον ἐκ τῶν παρ’ αὐτοῦ προειρημένων ἐξηγουμένου τὴν ὑπόθεσιν † εἴ γε τὸ Π εἰς Ψ μεταβάλλει, φησί, κατ’ ἐναντίωσιν μεταβάλλει καθ’ ἣν οὐδὲν ἕτερον μετέβαλεν, οἷον τὴν κατὰ τὸ Φ καὶ Κ, καὶ ὑπάρξει τὸ μὲν Φ τῷ Ψ, τῷ δὲ πυρὶ καὶ τοῖς ὑποκάτω πᾶσι τὸ Κ. πάλιν δὲ τοῦ Ψ κατ’ ἄλλο μεταβάλλοντος εἰς τὰ
25μετ’ αὐτὸ κοινὸν μένει τὸ Φ ἐν πᾶσι τοῖς μετὰ τὸ Ψ. ὥστε πάντα τὰ μετὰ τὸ πῦρ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ἠναντίωται κατὰ τὸ Κ καὶ Φ. καὶ πάλιν τοῦ Ψ εἰς ἄλλο μεταβάλλοντος κατὰ ἄλλην ἐναντίωσιν, ἔσται πάλιν τοῖς μετὰ τὸ Ψ ἐναντίωσις πρὸς τὰ πρὸ τοῦ Ψ. δῆλον τοίνυν ἐκ τούτων ὡς οὐ ταὐτὰ ἔσται πάντα, ἀλλὰ πᾶν τοὐναντίον πάντα πρὸς πάντα ἔχειν
30ἐναντίωσιν. Ζητητέον οὖν πῶς τοῦτο τίθεται ὡς ἀληθὲς ὁ Ἀριστοτέλης. μήποτε οὖν ἐκ τοῦ ἀπείρους εἶναι τὰς ἐν ἑκάστῳ ἐναντιώσεις τοῦτο κατασκευάζει.
εἰ γὰρ ἀπείρους λέγεις ἔχειν ἕκαστον ἐναντιώσεις, τοῦ δὲ ἀπείρου οὐκ ἔστι256
In GC
.

14,2

257

πλέον λαβεῖν, οὐκ ἔσται τις ἐναντίωσις ἥτις οὐχ ὑπάρξει ἑνὶ ἑκάστῳ· ὥστε ταὐτὰ πάντα ἔσονται. ἀλλ’ οὐδὲ τοῦτο ἔχει λόγον· ὁ γὰρ ἀπείρους ὑποθέμενος ἐναντιώσεις, διπλασίους τοῦ ἀπείρου ποιεῖ τὰς ποιότητας. ὥστε ἡνίκα ἂν λέγηται ἕκαστον ἀπείρους ἔχειν ἐναντιώσεις, οὐχ ὡς ἀμφότερα
5τὰ μέρη τῶν ἐναντιώσεων ἔχον λέγεται, ἀλλὰ τὸ ἕτερον μέρος τῆς ἐναν‐ τιώσεως καὶ μόνον. ὥστε οὐκ ἄτοπον ἐν τούτοις μὲν τὰ ἕτερα τῶν ἐναν‐ τιώσεων θεωρεῖν, ἐν δὲ τοῖς ἄλλοις θάτερα. ἄμεινον δὲ κατὰ τοῦτον τὸν τρόπον ἀκούειν τοῦ λόγου, αὐτὸ καθ’ αὑτὸ ἐξετάζοντα ἐπὶ τῆς οἰκείας φύσεως τὸ θεώρημα, καὶ οὐχ ὡς συνεχὲς πρὸς τὰ προειρημένα. εἰ γὰρ
10τὸ Π εἰς τὸ Ψ λέγεις μεταβάλλειν, τὸ δὲ Ψ μηκέτι εἰς τὸ Π ἀνακάμπτειν μηδὲ μεταβάλλειν, οὐκ ἔσται ἐναντίωσις τῷ Ψ πρὸς τὸ Π· εἰ γὰρ ἦν, καὶ μετέβαλεν ἂν τὸ Ψ εἰς τὸ Π· τὸ αὐτὸ ἄρα ἔσται. καὶ οὕτως ἐφεξῆς διεξιὼν πάντα δείξεις τὰ αὐτὰ ὄντα ἀλλήλοις. εἰ δέ τις λέγοι ὅτι αὐτὸ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμην, ἔχειν αὐτὰ πρὸς ἄλληλα ἐναντίωσιν τὸ Π καὶ
15Ψ, ὅτε τὸ Π ὑπεθέμην εἰς τὸ Ψ μεταβάλλον, ἐρῶ πρὸς τοῦτον ὅτι ταύτην αὐτὴν ἣν ὑπέθου ἐναντίωσιν σὺ αὐτὸς ἀναιρεῖς, λέγων μηκέτι τὸ Ψ εἰς τὸ Π μεταβάλλειν. οὕτως δὲ καθόλου τὰ ἐπάνω ὑποτιθέμενος εἰς τὰ κάτω μὴ μεταβάλλοντα ἀναιρεῖς αὐτῶν τὴν ἐναντίωσιν ἣν ὑπέθου ἐν τῇ ἑκάστου πρὸς τὸ ἐφεξῆς μεταβολῇ· ἀναιρουμένης δὲ τῆς ἐναντιώσεως, τὰ
20αὐτὰ πάντα ἀλλήλοις ἔσονται, ὅπερ εὐλόγως συνήγαγεν. p. 333a16 Θαυμάσειε δ’ ἄν τις τῶν λεγόντων πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα. Δείξας ὅτι οὐ δύναται ἓν τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων οὔτε ὡς ἀμετάβλητον οὔτε ὡς μεταβλητικόν, δεικνυμένου τε διὰ τῶν αὐτῶν
25λόγων ὅτι οὐδέ τινα ἐξ αὐτῶν στοιχεῖά ἐστι τῶν λοιπῶν, ἐφεξῆς ὑπο‐ λείπεται ζητῆσαι εἰ τὰ τέσσαρα στοιχεῖά ἐστι πάντα· εἴρηται γὰρ πρὸς αὐτοῦ ἀνωτέρω, ὅτι “εἰ μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα”. ἐπειδὴ τοίνυν ἀνάγκη ταῦτα ἢ ὡς ἀμετάβλητα ἢ ὡς μεταβλητικὰ στοιχεῖα εἶναι τῶν ἄλλων, πρόκειται αὐτῷ ἐν τῷ παρόντι δεῖξαι ὅτι οὐκ
30ἔστιν ἀμετάβλητα, ὥστε τούτου ἐλεγχθέντος ὑπολειφθῆναι τὴν ἀληθῆ δόξαν, τὴν λέγουσαν τὰ πάντα εἶναι στοιχεῖα ὡς μεταβλητικὰ εἰς ἄλληλα. ἐπειδὴ δὲ τῆς προκειμένης εἰς ἔλεγχον δόξης Ἐμπεδοκλῆς ἐστιν ὁ προ‐
στάτης, πρὸς τοῦτον ἀποτείνεται, δεικνὺς ὅτι οὔτε γένεσιν καὶ φθορὰν τὴν257
In GC
.

14,2

258

κατὰ φύσιν οἷόν τε εἶναι κατ’ αὐτὸν οὔτε αὔξησιν οὔτε κίνησιν τὴν κατὰ φύσιν. πρὶν δὲ αὐτοῦ τὴν δόξαν ἐλέγξαι τὴν περὶ τῶν στοιχείων, δείκνυσιν ἀσύμφωνα αὐτὸν αὑτῷ λέγοντα· ἀμετάβλητα γὰρ αὐτὰ ὑποθέμενος εἶναι, συμβλητὰ αὐτά φησι γράφων “ταῦτα γὰρ ἶσά τε πάντα”. πρῶτον οὖν
5ἀποδείκνυσιν ὅτι ἀδύνατόν ἐστι τῷ Ἐμπεδοκλεῖ ἀμετάβλητα ὑποτιθεμένῳ τὰ στοιχεῖα συμβλητὰ αὐτὰ φάσκειν εἶναι. εἰ γὰρ συμβάλλοιντο ἀλλήλοις, ἤτοι κατὰ μέγεθος ἀνάγκη αὐτὰ συμβαλέσθαι ἀλλήλοις, ὡς λέγειν τὸ πῦρ ἴσον εἶναι τῷ ἀέρι, ἢ κατὰ τὴν δύναμιν καὶ ποιότητα· ποιότητα δὲ ἤτοι τὴν αὐτήν, ὡς ὅταν εἴπω ὅμοιον εἶναι τὸ πῦρ τῷ ἀέρι, διότι ὡς τὸ
10πῦρ θερμὸν οὕτως καὶ ὁ ἀήρ, ἤγουν κατ’ ἄλλην καὶ ἄλλην ποιότητα τῆς συγκρίσεως γινομένης παραβολῆς· καὶ κατ’ ἄλλην ἤτοι τὴν ἐναντίαν, ὡς ὅταν εἴπω ὡς τὸ πῦρ θερμὸν οὕτως τὸ ὕδωρ ψυχρόν, ἢ οὐκ ἐναντίαν ἀλλ’ ἑτέραν τῷ γένει, ὡς ὅταν εἴπω ὡς τόδε θερμὸν οὕτω τόδε λευκόν, κατὰ ἀναλογίαν τῆς παραθέσεως γινομένης.
15 Δείκνυσιν οὖν ὅτι πρῶτον οὐ δυνατὸν κατὰ μέγεθος τὴν συμβολὴν αὐτῶν θεωρεῖν ἀμεταβλήτων ὑπαρχόντων. τὸ μὲν γὰρ οὕτως θεωρεῖν τὴν ἰσότητα αὐτῶν, ὡς τῶν ὁλοτήτων ἰσομεγεθῶν ἀλλήλαις ὑπαρχουσῶν, εὔηθες. τὰ μὲν γὰρ καὶ φαίνεται ἐναργῶς μὴ οὕτως ἔχοντα, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, εἴπερ ἐν τοῖς τῆς γῆς κοιλώμασι τὸ ὕδωρ θεωρεῖται, καὶ
20ἀμφοῖν ὁ ἀὴρ μείζων· τὰ δὲ ἄλλα ἀφανῆ ἔχει τὴν ἀπόδειξιν ἰσότητος, οἷον ὁ ἀὴρ καὶ τὸ πῦρ καὶ πρὸς ἑκάτερον παραβαλλόμενον τὸ ὕδωρ. οὕτως μὲν οὖν οὐ δυνατὸν ἴσα λέγειν ἀλλήλοις εἶναι τὰ στοιχεῖα. ἀλλ’ εἰ ἄρα συμβλητὰ αὐτὰ εἶναι λέγει κατὰ μέγεθος, οὕτως ἂν αὐτὰ λέγοι, ὡς ἂν μεταβάλλοντα αὐτὰ εἰς ἄλληλα τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκει‐
25μένης· οἷον ὡς εἰ λέγοιμεν τὸ ὅλον ὕδωρ ἴσον εἶναι τῷ ὅλῳ ἀέρι, διὰ τὸ τὴν ἴσην καὶ τὴν αὐτὴν ὕλην εἶναι ἐν ἑκατέρῳ, ἥτις δύναται ἐκτεινο‐ μένη τε ποιεῖν τὸν ἀέρα καὶ πάλιν συστελλομένη τὸ ὕδωρ. τοῦτο δὲ ἀδύνατον αὐτῷ θεωρεῖν, εἰ μὴ ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς. ἐπειδὴ γὰρ ὁρῶμεν τὸ ξεστιαῖον φέρε ὕδωρ εἰς δεκαξεστιαῖον ἀέρα μετα‐
30βάλλον, εἰ οὕτως τύχοι, φαμὲν ταύτῃ ἴσον εἶναι τῷ ξεστιαίῳ ὕδατι τὸν δεκαξεστιαῖον ἀέρα, τῷ ἐκ τῆς αὐτῆς ὕλης ἄμφω εἶναι μανουμένης τε καὶ πυκνουμένης, καὶ ταύτην κἀπὶ τῶν ὁλοτήτων σῴζεσθαι τὴν ἀναλογίαν τῆς ὑπεροχῆς, ἥτις ἐπὶ τῶν μερῶν θεωρεῖται. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν
τοῖς Μετεώροις τὴν ἀναλογίαν τοῦ ὕδατος πρὸς τὸν ἀέρα ἔλαβεν ἐκ τῆς258
In GC
.

14,2

259

τῶν μερῶν μεταβολῆς· ἣν γάρ, φησίν, ἔχει τὸ ὕδωρ τὸ τοσόνδε ἀνα‐ λογίαν πρὸς τὸν ἀέρα τὸν ἐξ αὐτοῦ γινόμενον, ταύτην εἰκὸς καὶ τὸν ὅλον ἀέρα πρὸς τὴν ὁλότητα τοῦ ὕδατος ἔχειν. ὅτι μὲν οὖν οὐ δυνατόν ἐστι κατὰ μέγεθος συμβλητὰ εἶναι ἄλλως ἢ τῷ ἔχειν ἴσην τὴν ὕλην δυνα‐
5μένην τὸ μέγεθος ἑκατέρου τῶν συμβλητῶν δέχεσθαι, καὶ ὅτι ἡ τοιαύτη ἀντιπαράθεσις ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς ἐξ ἀνάγκης θεω‐ ρεῖται, ἱκανῶς εἴρηται. ὥστε ἀσύμφωνον τὸ συμβλητὰ εἶναι λέγειν τὰ στοιχεῖα κατὰ μέγεθος τῷ ἀμετάβλητα φυλάττοντι αὐτά. ἐπισκεψώμεθα οὖν μὴ ἄρα κατὰ τὰς δυνάμεις οἷόν τε αὐτὰ συμβλητὰ εἶναι λέγειν, οἷον
10ὡς τὸ ξεστιαῖον πῦρ φέρε θερμόν ἐστιν, οὕτω καὶ ὁ δεκαξεστιαῖος ἀήρ, κατὰ τὴν αὐτὴν δύναμιν τῆς παραβολῆς θεωρουμένης. ἀλλ’ οὐδὲ ταύτην θεωρεῖν δυνατὸν ἀμεταβλήτων ὄντων τῶν στοιχείων· τῆς γὰρ αὐτῆς ποιό‐ τητος μία καὶ ἡ αὐτὴ 〈ἡ〉 ὑποκειμένη ὕλη. ὥστε εἰ λέγεις τὸν δεκαπλάσιον ἀέρα ἴσην ἔχειν δύναμιν τῷ δεκάτῳ μέρει τοῦ πυρός, ἀνειμένην θεωρεῖς
15τὴν τοῦ ἀέρος δύναμιν, τὴν δὲ τοῦ πυρὸς ἐπιτεταμένην. μιᾶς δὲ οὔσης καὶ τῆς αὐτῆς ὕλης τῆς ὑποκειμένης τήν τε ἀνειμένην δύναμιν ἐπιταθῆναι δυνατὸν καὶ τὴν ἐπιτεταμένην ἀνεθῆναι· ἀνάγκη γὰρ μιᾶς οὔσης καὶ κοινῆς ἀμφοῖν τῆς ὕλης δυνάμει ἐν αὐτῇ θεωρεῖσθαι ὅπερ ἑκάτερον. ὁ αὐτὸς δὲ πάλιν ἔσται λόγος τῆς παραθέσεως κατὰ τὰς ἐναντίας δυνάμεις λαμβανο‐
20μένης, λεγόντων ἡμῶν ὡς τὸ πῦρ ξηρὸν οὕτως ὁ ἀὴρ ὑγρός, ἢ ὡς τὸ πῦρ θερμὸν οὕτω τὸ ὕδωρ ψυχρόν. ὁ γὰρ ἐναντίας εἰπὼν δυνάμεις καὶ μίαν ἀμφοῖν τὴν ὕλην, τὸ τριχῇ διαστατόν, καὶ μεταβολὴν ἀνάγκη θεωρεῖν· τὰ γὰρ ἐναντία ἀνάγκη δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἐπεὶ οὐδὲ ἐναντία λέγοιτ’ ἂν εἶναι.
25 Εἰ τοίνυν μήτε κατὰ μέγεθος μήτε κατὰ δύναμιν ἢ τὴν αὐτὴν ἢ τὴν ἐναντίαν οἷόν τέ ἐστι παράθεσιν θεωρεῖν τῶν στοιχείων ἀμεταβλήτων αὐ‐ τῶν φυλαττομένων, ζητητέον μὴ ἄρα κατὰ τὸν τρίτον 〈τρόπον〉 δύναται ὁ Ἐμπεδοκλῆς θεωρεῖν τὴν τῶν στοιχείων σύγκρισιν, τὸν κατὰ ἀναλογίαν τῶν ἑτερογενῶν δυνάμεων, ἵνα εἴποι ὡς τόδε θερμὸν τόδε λευκόν. φησὶ δὲ ὁ
30Ἀριστοτέλης, ὅτι κατὰ τοῦτον μόνον τὸν τρόπον δυνατὸν αὐτῷ συμβλητὰ λέγειν τὰ στοιχεῖα ἀμετάβλητα αὐτὰ ὑποτιθεμένῳ· οὐδὲ γὰρ δυνατὸν λέγειν τὰς ἑτερογενεῖς δυνάμεις δρᾶν ἢ ὅλως μεταβάλλειν εἰς ἀλλήλας, οἷον τὴν λευκότητα εἰς γλυκύτητα. ὅσον μὲν οὖν πρὸς τὸ μὴ ἀνατρέπειν τὴν περὶ τῶν ἀμεταβλήτων στοιχείων ὑπόθεσιν ὀρθῶς ἂν ἔχοι ἡ κατὰ τοῦτον τὸν
35τρόπον θεωρουμένη παράθεσις, τῷ μὴ εἰσάγειν καθάπερ αἱ ἄλλαι μετα‐
βολὴν τῶν στοιχείων· πλὴν αὐτὴ καθ’ αὑτὴν ἐξεταζομένη ἡ δόξα οὐκ259
In GC
.

14,2

260

ἀνέλεγκτος ὑπάρχει, εἰ μὴ τὴν ἑτέραν μόνην δύναμιν τῆς συστοιχίας θεω‐ ρήσειέ τις ἐν τοῖς στοιχείοις ὑπάρχουσαν, τὴν δὲ ἑτέραν μηκέτι, οἷον εἰ τὴν λευκότητα λέγοι ὑπάρχειν τοῖς στοιχείοις, τὴν μελανότητα δὲ μηκέτι, καὶ γλυκύτητος μὲν φαίη αὐτὰ μετέχειν, πικρότητος δὲ μηδαμῶς· οὕτω δὲ
5κἀπὶ θερμοῦ καὶ ψυχροῦ. πρῶτον ἀποκληρωτικὸν τοῦτο, τὸ ταύτας μὲν ὑπάρχειν, τὰς ἀντιστοίχους δὲ μηκέτι, ἔπειτα καὶ μάτην ἔσονται μὴ ἔχουσαι εἰς ὅ τι δράσουσιν ἢ πρὸς οὗ πείσονται. εἰ δὲ εἶεν μὲν αἱ ἐναν‐ τίαι, τὴν ἀντιπαράθεσιν δὲ φαίη κατὰ τὰς ἑτερογενεῖς θεωρεῖσθαι καὶ μόνον, ἥξουσιν οἱ προειρημένοι λόγοι. ὅπου γὰρ ἐναντιότης, ἐκεῖσε καὶ
10πάθος ἐξ ἀνάγκης καὶ μεταβολή· ἐπεὶ οὐκ ἂν εἴη ἐναντία τὰ μὴ μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα. p. 333a20 Εἰ μὲν οὖν κατὰ ποσόν, ἀνάγκη τὸ αὐτὸ εἶναι ὑπάρχον ἅπασι τοῖς συμβλητοῖς ᾧ μετροῦνται. Ὅτι κατὰ τὰ μεγέθη καὶ τοὺς ὄγκους οὐ δύνανται συμβλητὰ εἶναι
15δείκνυσιν. ὡμολόγηται γὰρ ἐκ τῆς αἰσθήσεως ὅτι οὐ πάντα ἐστὶ τοῖς ὄγκοις ἴσα. ὁ γὰρ ἀὴρ μείζων ἐστὶ τῆς γῆς καὶ τοῦ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεύσαντος ὕδατος, ἄδηλος δὲ καὶ ἡ τοῦ πυρὸς καὶ ἡ τοῦ ἀέρος πρὸς ἄλληλα κατὰ ποσὸν συμβολή, ἵνα μὴ λέγω ὅτι τὸ ὑπέκκαυμα περιέχον τὸν ἀέρα εὔλογον εἶναι μεῖζον τοῦ ἀέρος καὶ τῶν ἐντὸς ἁπάντων. ὥστε
20ἀδύνατον τοῖς ὄγκοις τὴν ἰσότητα λαμβάνειν. λέγοιντ’ ἂν οὖν ἴσα τοῖς ὄγκοις ὡς ἐξ ἴσου τοῦ ὑποκειμένου τῆς ἐφ’ ἑκάτερον γενομένης μεταβολῆς, ὅτι τοσοῦτον ὑποκείμενον μανούμενον μὲν ποιεῖ δεκαπλασίονα τυχὸν ἀέρα, πυκ‐ νούμενον δὲ τὸ δέκατον τούτου κατὰ τὸν ὄγκον ὕδατος· τοῦτο γὰρ αὐτῷ δηλοῖ καὶ τὸ ᾧ μετροῦνται, τουτέστι καθ’ ὃ ἴσα ἐστὶ τῷ ὑποκειμένῳ.
25τούτου δὲ οὕτως ἔχοντος οὐκ ἂν εἶεν ἀμετάβλητα τὰ στοιχεῖα, ὄντος αὐτοῖς κοινοῦ τοῦ ὑποκειμένου, ὃ συστελλόμενον μὲν ποιεῖ τὸ ὕδωρ, ἐκ‐
τεινόμενον δὲ τῇ μανώσει τὸν ἀέρα· τοῦτο δὲ μεταβολή ἐστι.260
In GC
.

14,2

261

p. 333a23 Εἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ ποσοῦ, ἀλλ’ ὅσον δύναται. Ἐπὶ τὴν ἐν ταῖς δυνάμεσιν ἐκ τῶν ὄγκων μετῆλθεν ἰσότητα. εἰ γὰρ μὴ κατὰ ποσόν, φησίν, ἴσα λέγοιεν, τῷ ἐξ ἴσου τινὸς ὑποκειμένου καὶ τὸ
5μεῖζον αὐτῶν καὶ τὸ ἔλαττον γενέσθαι, ὡς πρότερον ἐλέγομεν, λείπεται κατὰ τὰς δυνάμεις λέγειν αὐτὰ συμβλητὰ εἶναι, ὅτι ἐξισοῦνται αἱ δυνάμεις αὐτῶν κατὰ τὴν τοῦ ποσοῦ ἀναλογίαν. καὶ τέως ἡ αὐτὴ δύναμις ὑπο‐ κείσθω, ἵνα ἡ ἐν τῷ δεκαπλασίῳ τυχὸν ἀέρι θερμότης ἴση γένοιτο ἐν δεκάτῳ κατὰ τὸν ὄγκον μέρει τοῦ πυρός. τὸ δὲ μὴ ὡς ποσὸν ἐκ ποσοῦ
10δηλωτικόν ἐστι τοῦ μὴ ἔκ τινος ἴσου ποσοῦ μεταβάλλειν καὶ εἰς τὸ μεῖζον καὶ εἰς τὸ ἔλαττον τῇ πυκνώσει καὶ τῇ μανώσει, ἀλλὰ κατὰ δύναμιν ἡ ἰσότης εἰλήφθω. πρὶν δὲ εἰπεῖν τὰ ταύτῃ τῇ ὑποθέσει παρακολουθοῦντα ἄτοπα, μέτεισιν ἐπὶ τὴν κατ’ ἀναλογίαν ἰσότητα τῶν δυνάμεων, ἐν ᾗ λαμ‐ βάνει τὰ τῷ γένει διαφέροντα, οἷον λευκὸν καὶ θερμόν, ὁμοιότητά τινα
15καὶ ἀναλογίαν κατὰ τὰς δυνάμεις τῶν ποιοτήτων ἔχοντα πρὸς ἄλληλα, ἵνα λέγωμεν ὅτι ὅσον ἐστὶ τόδε τὸ πῦρ θερμὸν τοσοῦτόν ἐστι τόδε τὸ ὕδωρ λευκόν. μόνως γὰρ οὕτως συμβλητὰ λέγειν αὐτὰ δύναται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων. οὐ γὰρ μεταβάλλει τὸ λευκὸν εἰς τὸ θερμὸν ἢ ἔμπα‐ λιν· ἀμετάβλητα γὰρ εἰς ἄλληλα τὰ ἑτερογενῆ.
20p. 333a29 Τὸ δὲ ὡς τόδε σημαίνει τὸ ὅμοιον, ἐν δὲ τῷ ποσῷ τὸ ἴσον. Εἰ μὴ κατὰ ποσὸν συμβλητά ἐστι τὰ στοιχεῖα, ἀλλὰ κατὰ τὴν εἰρη‐ μένην ἀναλογίαν, κακῶς ὁ Ἐμπεδοκλῆς ἔλεγε “ταῦτα γὰρ ἶσα τε πάντα”· τὸ μὲν γὰρ ἴσον ἐν ποσότητι, τὸ δὲ ὅμοιον ἐν ποιότητι. ἔδει οὖν ὅμοια
25εἰπεῖν καὶ μὴ ἴσα. p. 333a30 Ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων.
Εἴπερ ἄρα, φησί, συμβλητὰ εἶναι λέγει τὰ στοιχεῖα ὁ Ἐμπεδοκλῆς261
In GC
.

14,2

262

ἀμετάβλητα λέγων, ἀδύνατον αὐτὰ μέτρῳ τῶν δυνάμεων συμβλητὰ εἶναι λέγειν, οἷον ὡς τόδε τὸ ὕδωρ ψυχρὸν οὕτω φέρε καὶ ὁ δεκαπλασίων αὐτοῦ ἀήρ. τὸ γὰρ τὰ διαφέροντα κατὰ ποσὸν ἴσον δύνασθαι λέγειν ταῖς δυνά‐ μεσι ταῖς αὐταῖς οὐκ ἔστιν αὐτὰ τηροῦντος ἀμετάβλητα, ὡς ἔφθημεν
5δείξαντες· τὸ γὰρ πλέον κατὰ τὴν αὐτὴν δύναμιν καὶ ἔλαττον οὐκ ἄλλως ἐστὶν ἢ τῷ ἐκ τῆς αὐτῆς ὕλης 〈εἶναι〉, τοῦτο δὲ ἐπιτάσει καὶ ἀνέσει τῶν δυνάμεων συμβαίνει· τοῦτο δὲ μεταβολή ἐστι. μόνως οὖν τῇ τῶν ἑτερο‐ γενῶν δυνάμεων καὶ διὰ τοῦτο μὴ μεταβαλλουσῶν εἰς ἀλλήλας ἀναλογίᾳ συμβλητὰ λέγειν Ἐμπεδοκλῆς δύναται τὰ στοιχεῖα.
10p. 333a32 Καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὁμοίως πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον. Ἐπειδὴ εἶπεν ἴσον θερμόν, τὸ δὲ ἴσον τοῦ ποσοῦ, μετέβαλεν εὐθὺς εἰς τὸ ὅμοιον εἰπὼν ἢ ὁμοίως πυρὸς τοσονδί. πῶς δὲ δυνατὸν ἐν ὀλίγῳ ὄγκῳ ἀέρος καὶ ἐν ἐλάττονι πυρὸς τὴν ὁμοίαν εἶναι θερμότητα,
15δείκνυσιν ἐπαγαγὼν τὸ γὰρ αὐτὸ πλέον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον, τὸ αὐτὸ μὲν ἐπὶ τῆς δυνάμεως εἰληφώς (ὑπόκειται γὰρ καὶ ὁ ἀὴρ θερμὸς καὶ τὸ πῦρ), τὸ δὲ πλέον ἐπὶ τῶν ὄγκων· ὑπό‐ κειται γὰρ πολλαπλασίων ὁ ἀὴρ τοῦ πυρὸς τῷ ὄγκῳ, κατὰ δὲ τὴν θερμό‐ τητα ἴσος αὐτῷ. ἀδύνατον δὲ τὴν αὐτὴν δύναμιν ἐν διαφόροις εἶναι μεγέ‐
20θεσι, μὴ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ἀμφοῖν ὕλης. εἰ δὲ οἱ ἄνισοι ὄγκοι πυρὸς καὶ ἀέρος ὁμοίως εἰσὶ θερμοί, ἐὰν ἄρα λάβω τὸν ἴσον τῷ πυρὶ τοῦ ἀέρος ὄγκον, ἐλάττων ἔσται ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πυρί. ὥστε ἀνέσει καὶ ἐπιτάσει τὸ αὐτὸ ὑποκείμενον μᾶλλον θερμὸν γίνεται καὶ ἧττον· τοῦτο δὲ μεταβολή ἐστιν· οὐκ ἄρα ἀμετάβλητα τὰ
25στοιχεῖα φυλαχθήσεται. p. 333a35 Ἀλλὰ μὴν οὐδ’ αὔξησις ἂν εἴη κατ’ Ἐμπεδοκλέα, ἀλλ’ ἢ κατὰ πρόσθεσιν. Δείξας ὡς ἀσύμφωνα αὐτὸς ἑαυτῷ ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀμετά‐ βλητα λέγων τὰ στοιχεῖα καὶ συμβλητὰ εἶναι πρὸς ἄλληλα, δείκνυσι νῦν
30ὅτι οὔτε αὔξησίς ἐστι κατ’ αὐτὸν οὔτε γένεσις ἡ κατὰ φύσιν, εἰ ἀμετά‐
βλητα εἴη τὰ στοιχεῖα· καὶ τέως ὅτι αὔξησις οὐκ ἔστιν, εἰ μὴ ὁμωνύμως262
In GC
.

14,2

263

ἡ κατὰ πρόσθεσιν λεγομένη. καὶ γὰρ εἴ τις ὕδωρ ἐπιπροσθείη ὕδατι καὶ ποιήσει πλεῖον, εἰώθαμεν λέγειν ‘ηὔξηται τὸ ὕδωρ‘. ὁμοίως ἐπὶ οἰκοδομή‐ ματος ἢ πλαστουργήματος προσθήκης ἔξωθεν γινομένης. ἀλλ’ οὐκ αὔξη‐ σις τοῦτό ἐστιν, ἀλλὰ τοῦ ὁμοίου πρόσθεσις. τίς γὰρ ἡ κατὰ φύσιν αὔξη‐
5σις, ἔφθη δείξας ἐν τῷ πρώτῳ λόγῳ, ὅτι ἀλλοιουμένης τῆς ὕλης τῆς αὐξούσης, λέγω τῆς τροφῆς, καὶ προστιθεμένης τοῖς μορίοις καὶ ὑπὸ τῆς ἐν αὐτοῖς ἀλλοιωτικῆς δυνάμεως ἐξομοιουμένης αὐτοῖς, καὶ τοῦ αὐξομένου κατὰ πάσας τὰς διαστάσεις ἐπιδόντος. p. 333b3 Πολὺ δὲ χαλεπώτερον ἀποδοῦναι περὶ γενέσεως τῆς
10κατὰ φύσιν. Κατὰ φύσιν εἶπε, διότι γίνεταί τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν καὶ κατὰ τύχην. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς συνιόντων φησὶ τῶν στοιχείων ὅπως ἂν τύχοιεν ἄλλοτε ἄλλα γίνεσθαι· τοῦτο γὰρ καὶ Ἀρι‐ στοτέλης ἐδήλωσεν εἰπὼν ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν
15γίνεται, καθὰ ἐκεῖνός φησιν. ἀλλὰ τὰ μὲν ὑπὸ τύχης γινόμενα καὶ ὑπὸ τοῦ αὐτομάτου σπάνια, τὰ δὲ ὑπὸ λόγου καὶ φύσεως ἀεὶ ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πλεῖστον· ἀεὶ γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος καὶ ἐξ ἀμπέλου ἄμπελος. εἰ γὰρ ἡ τύχη ἐπὶ τῶν σπανίων, τὰ ἄρα μὴ σπανίως ἀλλ’ ἀεὶ γινόμενα ἢ ὡς ἐπὶ τὸ πλεῖστον, οὐκ ἀπὸ τύχης ἀλλ’ ὑπὸ λόγου καὶ
20φύσεως γίνεται. καὶ ἄλλως εἰ ἀπαθῆ τὰ στοιχεῖα, γένεσις οὐδενὸς ἔσται, “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. τοῦτο δὲ οὐ φαίνεται οὕτως ἔχον· πόθεν γὰρ τὰ ποικίλα τῶν συνθέτων εἴδη καὶ τῶν ἐμψύχων ἡ διοργάνωσις; ἡ γὰρ μίξις μεσότητα τῶν συνελθόντων ποιεῖ μόνην, οὐ μεταβολὴν οὐσίας καὶ ὀργάνων διάπλασιν.
25 Ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τιν· τί οὖν τούτου αἴτιον; οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ. εἰ μὴ ἡ τυχοῦσα μίξις ὀστοῦν ποιεῖ ἢ νεῦρον ἢ σάρκα ἢ ὅπερ ἔτυχεν, ἀλλ’ ἐν λόγῳ τῆς καθ’ ἕκαστον μόριον γινομένης μίξεως, τί τῆς κατὰ λόγον καὶ ἐν τάξει τινὶ γενέσεως αἴτιον; οὐ γὰρ δή γε, φησίν,
30ἡ γῆ, τουτέστιν ἡ τῶν στοιχείων σύνοδος· ὡς γὰρ εἶπον, κρᾶσίν τινα καὶ
μεσότητα δυνάμεων συνιόντα ποιεῖ τὰ στοιχεῖα, οὐ μὴν οὐσίαν ὀστοῦ ἢ263
In GC
.

14,2

264

νεύρου ἢ φλεβὸς ἢ τῶν ἄλλων ὁμοιομερῶν ἢ ὀργανικῶν τινος. ἀνάγκη οὖν λόγον καὶ φύσιν αἰτιᾶσθαι τὴν τούτων ποιητικήν, ἣν ἐκεῖνος οὐκ ἀπο‐ δίδωσιν. p. 333b12 Ἀλλὰ μὴν οὐδ’ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως
5γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον. τοῦτο δ’ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου, ἀλλ’ οὐ μόνον “μίξις τε διάλλαξίς τε μιγέντων”, ὥσπερ ἐκεῖνός φησι. Οὐδὲ ἡ φιλία, φησ, καὶ τὸ νεῖκος τῆς κατὰ λόγον γενέσεως αἴτια· μόνης γὰρ ἡ φιλία συγκρίσεως κατ’ αὐτὸν καὶ τὸ νεῖκος διακρίσεως
10αἴτιον. τί οὖν τὸ ποιοῦν τὴν ἐν λόγῳ μίξιν; καὶ γὰρ ἐπὶ τῆς τεχνητῆς μίξεως αἱ μὲν δυνάμεις τῶν συνελθόντων τῆς ἁπλῆς μίξεως αἴτιαι, τῆς δὲ κατὰ λόγον συνόδου καὶ ἐπὶ ποσὸν συγκρίσεως ἡ τέχνη αἰτία. ὥστε ἄλλο τι παρὰ τὴν φιλίαν αἰτιατέον τῆς ἐν λόγῳ μίξεως, τοῦτο δέ ἐστιν ἣν καλοῦμεν φύσιν, ὅπερ ἐστὶν ἡ ἑκάστου οὐσία. ὁ δὲ Ἐμπεδοκλῆς αὐτὸ
15τοῦτο μόνον τὴν ὑπὸ τῆς φιλίας γινομένην μίξιν καὶ τὴν ὑπὸ τοῦ νείκους διάκρισιν φύσιν ὀνομάζεσθαί φησιν· οὕτω δὲ κατ’ αὐτὸν καὶ τὰ ὡς ἔτυχε μιγνύμενα χωρὶς λόγου παντὸς φύσιν ἔδει καλεῖν, ὁμοίως δὲ καὶ τὰ δια‐ κρινόμενα. εἰ οὖν ἐστὶν ἐν τούτοις καὶ τὸ παρὰ φύσιν, οὐκ ἄρα ἡ τυχοῦσα μίξις οὐδ’ αὖ πάλιν ἡ διάκρισις φύσις ἂν δικαίως καλοῖτο, ἀλλ’ ἡ κατὰ
20λόγον, περὶ ἧς Ἐμπεδοκλῆς οὐδὲν εἴρηκεν. p. 333b19 Ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ τὸ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον ἐπαινεῖ. Ἡ κατὰ λόγον, φησί, μίξις, καθ’ ἣν ἡ ἑκάστου χαρακτηρίζεται οὐσία, τὸ ἑκάστου εὖ καὶ τὸ ἀγαθόν ἐστιν· ἑκάστῳ γὰρ ἀγαθὸν τὸ κατὰ φύσιν,
25τοῦτο δὲ τὸ κατὰ λόγον. ἀλλ’ ὁ Ἐμπεδοκλῆς τοῦτο καταλιπὼν τὴν μίξιν [καὶ] μόνον ἐπαινεῖ. καίτοι εἰ μὴ κατὰ λόγον γίνοιτο, ψόγου μᾶλλον ἀξία ἐστί· φθορᾶς γὰρ αἰτία γίνεται. p. 333b20 Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ’ ἡ φιλία τὰ φύσει πρότερον τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα.
30Ἐμπεδοκλῆς θεὸν καλῶν τὸν σφαῖρον τὴν μὲν φιλίαν ἐπαινεῖ ὡς264
In GC
.

14,2

265

αἰτίαν τούτου τῇ πάντων συγκρίσει, τὸ δὲ νεῖκος ψέγει ὡς διακριτικὸν τοῦ θεοῦ· πρῶτα γὰρ ὄντα τὰ στοιχεῖα τοῦ σφαίρου ὑπὸ τῆς φιλίας συγκρι‐ θέντα πεποίηκεν αὐτόν. ὁ οὖν Ἀριστοτέλης εἰς τοὐναντίον περιτρέπει τὸν Ἐμπεδοκλέα, ὅτι μᾶλλον διακρίσεώς ἐστιν αἴτιον κατ’ αὐτὸν ἡ φιλία. εἰ
5γὰρ ἐκ τῶν στοιχείων ὁ σφαῖρος γέγονεν, οὐ δήπου μενόντων ὡς ἔχουσι φύσεως. οὐκοῦν διέκρινεν ἀπ’ αὐτῶν τὰς ἕκαστον πρὸ τοῦ σφαίρου χαρα‐ κτηριζούσας ποιότητας ἀπὸ τῶν ὑποκειμένων αὐταῖς· οὐ γὰρ ἂν ἄλλως ἓν εἶδος ἐλάμβανε πάντα, τὸ τοῦ σφαίρου. εἰ οὖν διάκρισίς ἐστιν ὡς τοῦ εἴδους ἀπὸ τῆς ὕλης χωρισμός, τοῦτο δὲ πεποίηκεν ἡ φιλία, διακρίσεως
10ἄρα μᾶλλόν ἐστιν αἰτία. τὸ δὲ θεοὶ δὲ καὶ ταῦτα, τουτέστι τὰ στοι‐ χεῖα καὶ οὐ μόνον ὁ σφαῖρος θεός. μήποτε δὲ τοῦτο εἶπεν δηλῶν ὡς οὐ μᾶλλον ἐπαινετὴ ἡ φιλία ὡς ποιοῦσα τὸν σφαῖρον θεὸν ὄντα ὡς ψεκτὴ διακρίνουσα τὰ στοιχεῖα καὶ φθείρουσα· θεοὶ γὰρ καὶ ταῦτα. ἤτοι δὲ ὡς Ἐμπεδοκλέους θεοὺς καὶ ταῦτα λέγοντος, ἢ μᾶλλον ὡς ἑπόμενον τῇ ὑπο‐
15θέσει· εἰ γὰρ πρῶτά ἐστι τοῦ σφαίρου καὶ ἀμετάβλητα, πῶς οὐκ ἀκόλου‐ θον καὶ ταῦτα λέγειν θεούς; p. 333b22 Ἔτι δὲ περὶ κινήσεως ἁπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτο εἴη φιλίᾳ εἶναι τὸ κινήσει τοιᾷδε, νείκει δὲ τὸ τοιᾷδε.
20 Οὐδέν, φησί, διορισάμενος περὶ κινήσεως, τίς τέ ἐστι καὶ τίνων, ἁπλῶς οὑτωσὶ τὴν φιλίαν λέγει κινεῖν καὶ τὸ νεῖκος, τὸ μὲν διακρῖνον καὶ διαχωρίζον ἀπ’ ἀλλήλων τὰ στοιχεῖα, τὴν δὲ συνάπτουσαν ἐκ διεστώτων. ἔδει οὖν, φησί, πρότερον ἢ διορίσασθαι τὰ περὶ τῆς κινήσεως ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι· ταῦτα γὰρ ἐπιστήμης ἔργα. τὰς μὲν γὰρ ἀρχὰς ὑποτίθεν‐
25ται καὶ ὁρίζονται, οἷον ὅτι τὸ σημεῖον ἀμερές, ὅτι τριγώνων εἴδη τρία (τὸ ἰσόπλευρον, τὸ ἰσοσκελές, τὸ σκαληνόν), ὅτι ὁ κύκλος σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἐφ’ ἣν αἱ ἀπὸ τοῦ μέσου προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν· τὰ δὲ μετὰ τὰς ἀρχὰς ἀποδεικνύουσιν. εἰ μὴ ἄρα, φησίν, αὐτοκίνησίς ἐστιν ἡ φιλία, καὶ τὸ νεῖκος ὁμοίως. ἀλλ’ οὐ τοῦτό φησιν ὁ
30Ἐμπεδοκλῆς, ἀλλὰ κινήσεως αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν. ὥστε οὐδὲν
περὶ κινήσεως εἴρηκεν.265
In GC
.

14,2

266

p. 333b26 Ἔτι δὲ ἐπεὶ φαίνονται καὶ βίᾳ καὶ παρὰ φύσιν κινού‐ μενα τὰ σώματα. Ἐμπεδοκλέους τὴν μὲν φιλίαν ἐπαινοῦντος ὡς τῆς κατὰ φύσιν αἰτίαν κινήσεως, τὸ δὲ νεῖκος ψέγοντος ὡς τῆς ἐναντίας (φησὶ γὰρ “ὡς
5καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος”), εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει, δεικνὺς ὅτι κατὰ τὰς αὐτοῦ ὑποθέσεις ἡ μὲν φιλία τῆς παρὰ φύσιν τὸ δὲ νεῖκος τῆς κατὰ φύσιν κινήσεώς ἐστιν αἴτιον. τούτων δὲ πρότερον δείκνυσιν ὅτι ἐστὶ καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κίνησις. δείξας γὰρ ὅτι ἐστὶ βίαιος
10κίνησις, ὡς ἡ τοῦ πυρὸς ἐπὶ τὸ κάτω καὶ τῆς βώλου ἐπὶ τὸ ἄνω, καὶ πάλιν ἡ μὴ βίαιος, τοῦ πυρὸς μὲν ἐπὶ τὸ ἄνω τῆς βώλου δὲ ἐπὶ τὸ κάτω, ταῦτα δὲ ἐναντία, ἡ δὲ βίαιος παρὰ φύσιν, ἡ ἄρα οὐ βίαιος κατὰ φύσιν. εἰ οὖν τὸ νεῖκος διακρίσεως αἴτιον, διακριθέντα δὲ ἐκ τοῦ σφαίρου τὰ στοιχεῖα ἠνέχθη καὶ κεκίνηται, γῆ μὲν κάτω καὶ ἐπὶ τὸ μέσον πῦρ δὲ
15ἄνω καὶ ἐπὶ τὸ πέριξ, αὗται δὲ τούτων κατὰ φύσιν εἰσὶν αἱ κινήσεις, τὸ ἄρα νεῖκος τῆς κατὰ φύσιν τῶν στοιχείων κινήσεώς ἐστιν αἴτιον, ἡ δὲ φιλία συγκρίνουσα ταῦτα καὶ εἰς ἓν ἄγουσα τὴν μὲν γῆν ἀποστήσει τοῦ μέσου τὸ δὲ πῦρ τοῦ πέριξ, ἵνα εἰς ταὐτὸν ἄμφω συναγάγῃ· τοῦτο δὲ παρὰ φύσιν ἐστὶ κινῆσαι τὸ πῦρ καὶ τὴν γῆν, ἐξιστῶσαν αὐτὰ τῶν κατὰ
20φύσιν τόπων. οὐκοῦν ὡς ἔχουσιν αἱ κινήσεις, ἕξουσι καὶ τὰ κινοῦντα. οὕτω δὲ ἡ μὲν φιλία παρὰ φύσιν ἔσται, τὸ δὲ νεῖκος κατὰ φύσιν. p. 333b33 Ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή. ἀλλ’ ἄτοπον. Κατὰ τὸν Ἐμπεδοκλέα, φησίν, ἀναιρεθήσεται παντελῶς ἡ κατὰ φύσιν
25κίνησις καὶ ἡ μονή. εἰ μὲν γὰρ καὶ μὴ οὔσης τῆς φιλίας καὶ τοῦ νείκους ἀφ’ ἑαυτῶν κινοῦνται τὰ στοιχεῖα, οὐκ ἂν εἶεν τῆς κινήσεως αὐτῶν ἡ φιλία καὶ τὸ νεῖκος αἴτια· εἰ δὲ ταῦτα μόνα τῆς κινήσεως αὐτῶν ἐστιν αἴτια, ἀφαιρήσομεν αὐτῶν τὴν κατὰ φύσιν κίνησιν· ἡ γὰρ ἐξ ἄλλου καὶ μὴ ἐξ αὑτοῦ παρὰ φύσιν ἐστὶ τῷ κινουμένῳ. ἀλλ’ εἰ ἔστιν ἡ παρὰ
30φύσιν, πάντως ἔσται καὶ ἡ κατὰ φύσιν· πρὸς ἄλληλα γὰρ τὸ κατὰ φύσιν
καὶ τὸ παρὰ φύσιν.266
In GC
.

14,2

267

p. 333b35 Ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δὲ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους. Εἰ καὶ αὐτός, φησί, μὴ δίδωσιν αὐτοῖς τὴν ἐξ ἑαυτῶν κίνησιν μηδὲ ἐπέστησε τούτῳ, ἀλλ’ οὖν τὸ μὲν νεῖκος, φησί, διέκρινε μόνον ἀπὸ τοῦ
5σφαίρου τὰ στοιχεῖα, διακριθέντων δὲ ἡ μὲν ἠνέχθη κατὰ φύσιν κάτω, τὸ δὲ πῦρ ἄνω. ἔχουσιν ἄρα καὶ τὴν ἐξ ἑαυτῶν καὶ κατὰ φύσιν κίνησιν. ὥστε οὐδὲ ταῖς ἰδίαις ὑποθέσεσιν ἐπέστησεν ὁ Ἐμπεδοκλῆς. p. 334a2 Ἀλλ’ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης “οὕτω γὰρ συνέ‐ κυρσε θέων τότε, πολλάκι δ’ ἄλλως”, ὁτὲ δέ φησιν πεφυκέναι
10τὸ πῦρ ἄνω φέρεσθαι, ὁ δὲ αἰθήρ, φησίν, “μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις”. Λέγων ὑπὸ τοῦ νείκους καὶ τῆς φιλίας κινεῖσθαι τὰ στοιχεῖα, ὥσπερ οὐκ ἐφιστάνων οἷς λέγει, ποτὲ μὲν κατὰ τύχην ποτὲ δὲ κατὰ φύσιν αὐτὰ φέρεσθαί φησιν. ὥστε ἐκ τῶν νῦν παρατεθέντων αὐτοῦ ῥημάτων δίδωσιν
15αὐτοῖς καὶ τὴν ἐξ αὑτῶν κίνησιν. οὐδὲν ἄρα διωρισμένον καὶ σαφὲς ἢ περὶ κινήσεως ἁπλῶς ἢ περὶ τῆς τῶν στοιχείων κινήσεως εἴρηκεν ὁ Ἐμ‐ πεδοκλῆς. p. 334a5 Ἅμα δὲ καὶ τὸν κόσμον ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας.
20 Ἄλλο πάλιν ἄτοπον ταῖς Ἐμπεδοκλέους ὑποθέσεσιν ἐπιφέρει. ὁμοίως γὰρ ἔχειν τὸν κόσμον καὶ κινεῖσθαι ἔλεγεν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας. εἰ οὖν ἡ μὲν φιλία καὶ τὸ νεῖκος ἑτέρας κινοῦσι κινήσεις καὶ ἐναντίας, ἡ μὲν διακρίνουσα τὸν σφαῖρον ἡ δὲ συγκρί‐ νουσα τὰ στοιχεῖα, ὁ δὲ κόσμος ὡσαύτως ἔχει νῦν τε καὶ πρότερον, ἑτέραν
25ἄρα κινεῖται 〈κίνησιν〉 ἐξ αὑτοῦ καὶ ἀίδιον, οὔτε τοῦ νείκους αὐτὸν κινοῦν‐ τος οὔτε τῆς φιλίας. ἔσται οὖν τι παρὰ ταῦτα τῆς κινήσεως τοῦ κόσμου αἴτιον. τοῦτο οὖν ἔσται ἀρχὴ ὡς ἀίδιον, καὶ οὔτε τὸ νεῖκος οὔτε ἡ φιλία·
ποτὲ γὰρ κινεῖ τούτων ἑκάτερον.267
In GC
.

14,2

268

Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ὁμοίως ἔχειν τὸν κόσμον λέγει νῦν τε καὶ πρότερον ἢ ἄλλον καὶ ἄλλον. ἔοικε δέ, φησίν, ὁ αὐτὸς εἶναι κόσμος ὑπ’ αὐτοῦ λέγεσθαι. εἰ γάρ τις λέγοι, φησίν, εἶναι κόσμον καὶ τὴν ἐπὶ τοῦ νείκους γινομένην διάκρισιν καὶ τὴν ἐπὶ τῆς φιλίας σύγκρισιν, πῶς ἂν
5ἔτι ἄλλο εἴη παρὰ τὸ νεῖκος καὶ τὴν φιλίαν τοῦ κόσμου κινητικόν; εἰ δὲ κόσμον λέγοι, φησί, τὸ φυσικὸν σῶμα, συγκριθήσεται μὲν τοῦτο καὶ διακριθή‐ σεται ὑποκείμενον ὑπάρχον καὶ τοῖς στοιχείοις καὶ τῷ σφαίρῳ, ἔσται δέ που καὶ οἰκείαν κινούμενον κίνησιν ὡς φυσικὸν σῶμα. ἢ ὁμοίως, φησί, κόσμος κατ’ αὐτόν ἐστι καὶ κινεῖται ἐπί τε τοῦ νείκους νῦν καὶ ἐπὶ τῆς φιλίας πρό‐
10τερον, ἐν δὲ τοῖς μεταξὺ διαλείμμασι τῶν ὑπ’ ἐκείνων γινομένων κινήσεων, πρότερόν τε ὅτε ἐκ τοῦ νείκους ἐπεκράτησεν ἡ φιλία καὶ νῦν ὅτε ἐκ τῆς φιλίας τὸ νεῖκος, κόσμος ἐστὶν ἄλλην τινὰ κινούμενος κίνησιν καὶ οὐχ ἃς ἡ φιλία καὶ τὸ νεῖκος κινοῦσιν. p. 334a9 Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι
15αὐτῶν. Πάντα ἐκ τῶν τεσσάρων γεννῶν ὁ Ἐμπεδοκλῆς καὶ τὴν ψυχὴν ἐκ τούτων ἐγέννα·
γαίῃ μὲν γάρ, φησί, γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
αἰθέρι δ’ αἰθέρα δῖον· ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
20
στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ. εἰ οὖν ἐκ τῶν στοιχείων ἡ ψυχή, τὰ αὐτὰ ἕξει πάθη ἅπερ ἔχει καὶ τὰ στοιχεῖα· οὐδὲν δὲ σωματικὸν ἔχει πάθος ἡ ψυχή, οἷον ὑπομένει γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀήρ. τὸ γὰρ μουσικὸν καὶ ἄμουσον, ἡ μνήμη καὶ ἡ λήθη, αἱ τέχναι τε καὶ ἐπιστῆμαι οὐδενὶ τῶν στοιχείων συμβαίνουσιν· οὐ
25γάρ ἐστι σωματικὰ πάθη ταῦτα οὐδ’ αἰσθητά. ἀλλ’ οὐδὲ τὰ τῶν στοιχείων τῇ ψυχῇ, μάνωσις πύκνωσις θερμότης ψύξις κουφότης βαρύτης ἤ τι τῶν περὶ τὰ σώματα θεωρουμένων. καὶ ἄλλως εἰ τὰ στοιχεῖα μὲν ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, μεταβάλλει δὲ ἡ ψυχὴ κατὰ γνῶσιν καὶ ἄγνοιαν ἀρετήν τε καὶ κακίαν, οὐκ ἂν εἴη ἐκ τῶν στοιχείων. ὑπερτίθεται δὲ τοὺς τοιού‐
30τους λόγους εἰς τὴν Περὶ ψυχῆς πραγματείαν εἰκότως. p. 334a15 Περὶ δὲ τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν. Συμπληρώσας τοὺς πρὸς Ἐμπεδοκλέα λόγους, καὶ ἅπασιν ἐπεξελθὼν
τοῖς τμήμασι τῆς προεκτεθείσης διαιρέσεως, καὶ τὰ μὲν ἄλλα ἐλέγξας268
In GC
.

14,2

269

μόνον δὲ καταλιπὼν τὸ φάσκον τμῆμα τὰ τέσσαρα ἀρχὰς εἶναι ὡς μετα‐ βλητικά, πάλιν ἐπανιὼν εἰς τὴν περὶ αὐτῶν διδασκαλίαν φησὶν ὅτι ὅσοι μεταβλητικὰ αὐτὰ ὑποτίθενται, ἀκολούθως καὶ κοινὴν ὕλην αὐτοῖς ὑπο‐ κεῖσθαί φασιν, καὶ ἔμπαλιν ὅσοι κοινὴν ὕλην ὑπέθεντο, καὶ μεταβάλλειν
5αὐτὰ εἰς ἄλληλα ἔφασαν· ἀκολουθεῖ γὰρ ἀλλήλοις τῷ λέγειν κοινὸν ὑπο‐ κείμενον τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν, καὶ τῷ μεταβλητικὰ αὐτὰ λέγοντι τὸ κοινὴν ὕλην ὑποτίθεσθαι. ὅσοι δὲ ἀμετάβλητα αὐτὰ ὑποτιθέ‐ μενοί φασιν ἐξ αὐτῶν γίνεσθαι τἆλλα, ὥσπερ ἐκ λίθων καὶ ξύλων τοιῶσδε συντεθέντων τὴν οἰκίαν, ἀτόποις περιπίπτουσι, μὴ δυνάμενοι εἰπεῖν πόθεν
10τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἀποτετέλεσται ἢ τῶν ἄλλων ἑκάστου. ἔχει δὲ τοῦτο, φησίν, ἀπορίαν καὶ πρὸς τοὺς μεταβλητικὰ εἶναι αὐτὰ φάσκοντας. εἰπὼν δὲ τοῦτο, πρῶτον ἐκτίθεται πῶς οἱ ἀμετάβλητα τὰ στοιχεῖα ὑποτιθέμενοι οὐ δύνανται σῴζειν τὴν τῶν συνθέτων γένεσιν. εἰ γὰρ τὰ στοιχεῖα, φησίν, ἀμετάβλητα μείναντα καὶ μόνον ἀλλήλοις παρατε‐
15θέντα κατὰ τήνδε τὴν σύνθεσιν ἐποίησε τὴν σάρκα, ὥσπερ λίθοι καὶ πλίν‐ θοι καὶ ξύλα τὴν οἰκίαν, οὐκ ἔσται ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πῦρ καὶ ὕδωρ γενέσθαι καὶ τἆλλα, ὥσπερ οὐδ’ ἐξ ὁτουοῦν μέρους τῆς οἰκίας δυνα‐ τὸν ἐκκρῖναι πάντα· οὐδὲ γὰρ ἐκ τῶν λίθων ἐκκριθεῖεν ἂν πλίνθοι καὶ ξύλα. ὡσαύτως δὲ καὶ κατ’ ἐκείνους οὐκ ἔσται ἔκκρισις πάντων ἐκ τῆς
20σαρκός. νῦν δὲ τοῦτο ἐναργῶς, φησίν, ὁρῶμεν, ὅτι ἐξ ὁτουοῦν 〈μέρουσ〉 τῆς σαρκὸς καὶ τοῦ ὀστοῦ ἐκκρίνεται ὕδωρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον· δυνατὸν γὰρ τὸ αὐτὸ σαρκίον καύσαντα ἐκπυρῶσαι ἢ ἐξαερῶσαι, καὶ σή‐ ψαντα γῆν ποιῆσαι, καὶ διαλῦσαι δὲ δυνατὸν εἰς ὕδωρ ὑπὸ τῆς ὑγρᾶς οὐσίας ἐπικρατούμενον. ὥστε ψευδὴς καὶ μαχομένη τοῖς φαινομένοις
25αὐτῶν ἡ ὑπόθεσις. ἴσως δὲ πρὸς ταῦτα φαῖεν ἂν ἐκεῖνοι, ὅτι ἐκ πάσης μὲν σαρκός φαμεν πάντα τὰ στοιχεῖα ἐκκρίνεσθαι, διότι σάρκα φαμὲν τὴν σύνθεσιν τῶν πάντων, οὐ μὴν συγχωροῦμεν τὸ ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πάντα ἐκκρίνεσθαι. εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον δοκεῖ ἐξ ὁτουοῦν μέρους αὐτῆς ἐκκρίνεσθαι πάντα, οὐκ ἔστιν ἀληθές. ἔστι γάρ τι ἐν αὐτῇ ὃ
30μόνον ἐστὶ πῦρ καὶ ὃ μόνον ἐστὶν ὕδωρ, δοκεῖ δὲ τῇ αἰσθήσει ἐξ ὁτουοῦν πάντα γίνεσθαι, διότι κατὰ λεπτὸν ἕκαστον τῶν τὴν σύνθεσιν ποιούντων δι’ ὅλης παρέσπαρται τῆς σαρκός, ὡς μὴ εἶναι λαβεῖν τῇ αἰσθήσει ἀποκεκριμένα αὐτὰ ἐξ ἀλλήλων, ὡς ἐπὶ τῶν ξηρίων ἔχει τῶν ἐκ πολλῶν συμπεφορημένων, τοῦ τετραείδου τυχὸν ἢ ἑξαείδου. οὕτω μὲν οὖν ἴσως ἐκεῖνοι ὑπεραπολο‐
35γούμενοι εἴποιεν. εἰ δέ τις λέγοι πρὸς αὐτοὺς ὅτι ἀναιροῦσι τὴν τῶν269
In GC
.

14,2

270

ὁμοιομερῶν φύσιν μὴ λέγοντες πᾶν ὁτιοῦν μέρος τῆς σαρκὸς σάρκα εἶναι (τοῦτο γὰρ ὁμοιομερές, οὗ τὰ μέρη τῷ ὅλῳ ὅμοια καὶ ἀλλήλοις), φήσουσι πρὸς αὐτὸν ὅτι καθόλου μὲν τὴν τῶν ὁμοιομερῶν φύσιν οὐκ ἀναιροῦμεν (τὰ γὰρ τέσσαρα στοιχεῖα ὁμοιομερῆ φαμεν εἶναι), τὴν δὲ σάρκα καὶ τὸ
5ὀστοῦν οὐ τιθέμεθα ὁμοιομερῆ ὑπάρχειν. Οὕτως μὲν οὖν δείκνυσιν ἀδύνατον εἶναι ἐξ ἀμεταβλήτων ὄντων τῶν στοιχείων ποιεῖν σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. φησὶ δὲ ἄπορον εἶναι τὸν λόγον καὶ τοῖς μεταβάλλειν αὐτὰ λέγουσιν εἰς ἄλληλα, πῶς ποτε ἅμα τὸ εἶδος τῆς σαρκὸς ἢ τοῦ ὀστοῦ ἢ τῶν ἄλλων τινὸς ὁμοιο‐
10μερῶν. εἰ γάρ φασι μὴ σῴζεσθαι αὐτὰ ἐν τῇ μίξει, ἤτοι ἑνὸς φθαρέντος τῶν ἐναντίων, οἷον τοῦ πυρός, ἔσται τὸ πᾶν ὕδωρ, ἢ ἀμφοτέρων φθαρέν‐ των ἡ ὕλη ὑπολειφθήσεται, ἐπειδὴ καί φασιν αὐτὸ τοῦτο τὸ σύνθετον μεταξὺ εἶναι τῶν ἁπλῶν, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν, ταῦτα δὲ πάντα τῇ ὕλῃ ἁρμόζει ὀνομάζεσθαι· καὶ γὰρ μεταξὺ αὕτη καλεῖται, καὶ
15δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν. Τίθησι δὲ τὴν λύσιν τῆς φερομένης πρὸς τὴν οἰκείαν δόξαν ἀπορίας. οἰκεία δὲ Ἀριστοτέλους δόξα τὸ μεταβάλλειν εἰς ἄλληλα τὰ στοιχεῖα, ἐπι‐ λύεται δὲ φάσκων ἅπερ κἀν τῷ περὶ μίξεως λόγῳ εἴρηται πρότερον. ἐν γὰρ τῷ συνθέτῳ εἰ καί φαμεν τὸ εἰλικρινὲς τοῦ πυρὸς εἶδος ἐφθάρθαι,
20ἀλλ’ οὐ τὸ θερμὸν παντελῶς λέγομεν ἐφθάρθαι· ἔτι γὰρ θερμὸν εἶναι τὸ σύνθετον, εἰ καὶ μὴ εἰλικρινὲς πῦρ εἴη. οὐ γὰρ πᾶν θερμὸν πῦρ ἐστιν, ἀλλ’ ἔστι τὸ μὲν εἰλικρινὲς πῦρ ἄκρως θερμόν, τὸ δὲ σύνθετον οὐκ ἄκρως, ἀλλ’ ὡς πρὸς μὲν τὸ ἄκρως θερμόν, ψυχρόν, ὡς δὲ πρὸς τὸ ἄκρως ψυχρόν, θερμόν. οὕτως δὲ κἀπὶ τοῦ ψυχροῦ ἐρεῖς, ὅτι τὸ μὲν ἄκρως ψυχρὸν
25ἔφθαρται, καὶ οὐκέτι ἐστὶν ὕδωρ καθαρὸν ἐν τῷ συνθέτῳ πλὴν δυνάμει, οὐ μέντοι παντελῶς ἔφθαρται· εἶναι γὰρ ἔτι ψυχρὸν ὡς πρὸς τὸ ἄκρως θερμόν. ὥστε λέγοντες τοῦ θερμοῦ καὶ ψυχροῦ ἐφθάρθαι τὰς ἀκρότητας, γίνεσθαι δὲ τὸ σύνθετον πρὸς μὲν τὸ ἄκρως θερμὸν ψυχρὸν ὑπάρχον, πρὸς δὲ τὸ ἄκρως ψυχρὸν θερμόν, οὔτε σῴζεσθαι ἔτι φαμὲν τὰ ἄκρα ἐντελε‐
30χείᾳ οὔτε τὴν ὕλην εἰσάξομεν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ ὑγροῦ καὶ ξηροῦ. ἐνεργείᾳ μὲν γάρ φαμεν αὐτὸ ξηρὸν καὶ ὑγρὸν εἶναι, οὐκ ἄκρως, ἀλλ’ ὡς πρός τι, ξηρὸν μὲν ὡς πρὸς τὸ ἄκρως ὑγρόν, ὑγρὸν δὲ ὡς πρὸς τὸ ἄκρως ξηρόν. πάλιν τε δυνάμει αὐτό φαμεν ξηρὸν εἶναι καὶ ὑγρόν, καὶ οὐκ ἐντε‐ λεχείᾳ τὸ ἄκρως ξηρὸν καὶ ὑγρόν, διότι τὸ μὲν ἄκρως ξηρὸν καὶ ὑγρὸν
35ἐν τοῖς στοιχείοις θεωρεῖται, ταῦτα δὲ ἔφθαρται καὶ οὐκ ἔστιν ἐν τῷ συν‐270
In GC
.

14,2

271

θέτῳ πλὴν δυνάμει· δυνάμει γὰρ ἐν τῷ συνθέτῳ ἐστὶ τὰ ἁπλᾶ καὶ οὐκ ἐντελεχείᾳ. ἀλλ’ οὐ κατὰ τὸ πρῶτον δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει ἑκάτερον εἶναι τῶν ἐναντίων· ἡ μὲν γὰρ ὕλη παντελῶς ἐστέρηται καὶ οὐδὲν ἔχει τοῦ πυρίου εἴδους ἢ τοῦ ὕδατος, ἃ λέγεται δυνάμει εἶναι,
5τὸ δὲ σύνθετον εἰ καὶ μὴ εἰλικρινῶς, ὅμως ἔχει τὸ τοῦ πυρὸς εἶδος κεκο‐ λασμένον, καὶ τὸ ὅλον τοῦτο πῦρ οὐ καθαρόν, ἀλλ’, ὡς εἶπον, κεκολα‐ σμένον. ἀλλ’ ἆρα μὴ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ σημαινόμενον λέγεται δυνάμει οἰκοδόμος ὁ ἔχων τὴν ἐπιστήμην τὴν οἰκο‐ δομικὴν καὶ τὴν ἕξιν, μὴ προχειριζόμενος δὲ ταύτην διά τι ἐμπόδιον, ἢ
10καθεύδων ἢ ὕλης μὴ εὐπορῶν; ἀλλ’ οὐδὲ κατὰ τοῦτο φαίνεται λέγεσθαι. οὐ γὰρ ἔχομεν εἰπεῖν ὅτι τὸ σύνθετον ἔχει μὲν ἕξιν καὶ δύναμιν τοῦ εἰλι‐ κρινοῦς πυρός, οὐ προχειρίζεται δὲ ταύτην· οὐ γὰρ ἔχει δύναμιν πυρός. εἰ γὰρ εἶχε, καὶ ἐνήργει κατ’ αὐτὴν ὕλης παρούσης· νῦν δὲ οὐχ ὁρᾶται ἐνεργοῦν. ἔστιν οὖν καὶ ἕτερόν τι τοῦ δυνάμει σημαινόμενον παρὰ τὰ
15συνήθη ταῦτα, οὗ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς μεμνημένος. ὅτι γὰρ ἔστι καὶ ἕτερον τοῦ δυνάμει σημαινόμενον δῆλον ἐντεῦθεν· τὸ μὲν γὰρ κατὰ τὴν ἐπιτηδειότητα καὶ τὸ κατὰ τὴν ἕξιν ἄκρα ἐστί, τὸ δὲ μεταξὺ τούτων ἅπαν, οἷον ἡ ἐν τῇ γενέσει τῆς οἰκίας μετα‐ βολή, ἕτερον. οὐδὲ γὰρ οὕτως ἐστὶν ἡ οἰκοδομουμένη οἰκία δυνάμει ὡς
20οἱ λίθοι εἰσὶ καὶ τὰ ξύλα δυνάμει οἰκία, οὐδὲ ὡς τὸ σπέρμα δυνάμει ἄν‐ θρωπος οὕτω καὶ τὸ γινόμενον ἔμβρυον, οὐδὲ ὡς ὁ ἀρτιγενὴς παῖς δυνάμει ἐστὶ γραμματικὸς οὕτως καὶ ὁ καιρὸν τῆς μαθήσεως ἔχων, ἀλλ’ οὐδὲ οὗτος ὡς 〈ὁ〉 ἤδη λοιπὸν διδασκόμενος. καὶ ἐν αὐτῷ τούτῳ τὸ πλάτος πολύ· τὸ μὲν γὰρ ἐγγύτερον τοῦ εἴδους, τὸ δὲ πορρώτερον.
25 Τοῦτο μὲν οὖν προφανές, ἐκεῖνο δὲ πάλιν ἰστέον ὅπερ ἐπιστάσεώς ἐστιν ἄξιον. ἴσως γάρ τις ἐρεῖ ὅτι εἰ λέγομεν τὸ εἰλικρινὲς θερμὸν ὡς μὲν θερμὸν μὴ ἐφθάρθαι ὡς δὲ εἰλικρινὲς θερμὸν ἐφθάρθαι, οὐκέτι δυνά‐ μεθα καὶ τὸ πῦρ λέγειν ὡς μὲν εἰλικρινὲς πῦρ ἐφθάρθαι ὡς δὲ πῦρ ἁπλῶς μὴ ἐφθάρθαι. εἰ γὰρ τὸ πῦρ ᾗ πῦρ ἐστι κατὰ τὸ ἄκρον καὶ εἰλικρινὲς
30θερμὸν θεωρεῖται (οὐ γάρ ἐστι τὸ πῦρ ᾗ πῦρ πρὸς ἄλλο μὲν θερμὸν πρὸς ἄλλο δὲ ψυχρόν, ἀλλ’ ἄκρως θερμόν), εἰ τοίνυν λέγεις τὸ ἄκρον θερμὸν ὡς ἄκρον θερμὸν ἐφθάρθαι, ἔστι δὲ τὸ πῦρ ᾗ πῦρ ἄκρον θερμόν, δῆλον ὅτι τὸ πῦρ ᾗ πῦρ ἐστιν ἔφθαρται ἐν τῷ συνθέτῳ· καὶ ἔσται ἀλη‐ θὲς τὸ λέγειν τὸ μὲν πῦρ ᾗ πῦρ ἐστι καθάπαξ ἐφθάρθαι, τὸ δὲ θερμὸν
35ᾗ μὲν θερμὸν ἁπλῶς μὴ ἐφθάρθαι, ᾗ δὲ ἄκρον θερμὸν ἐφθάρθαι. καὶ271
In GC
.

14,2

272

τοῦτο εὐλόγως. οὐ γὰρ ταὐτὸν θερμὸν εἰπεῖν καὶ πῦρ· οὐ γὰρ εἴ τι θερμόν, τοῦτο πῦρ ἐστιν, ἀλλ’ εἴ τι ἄκρως θερμόν, τοῦτό ἐστι πῦρ, καὶ εἴ τι πῦρ ἐστι, τοῦτο ἄκρως ἐστὶ θερμόν. εἰ δὲ καθάπαξ τὸ πῦρ ᾗ πῦρ ἔφθαρ‐ ται, δῆλον ὅτι τὸ σύνθετον δυνάμει ἔσται πῦρ κατὰ τὸ πρῶτον σημαινό‐
5μενον τοῦ δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει εἶναι πῦρ· οὐδὲν γὰρ τοῦ πυρὸς καθ’ ὃ πῦρ ἐστιν ἔχει τὸ σύνθετον. ἐπὶ μέντοι τοῦ θερμοῦ σῴζεται ἀληθῆ τὰ προειρημένα. ἐπειδὴ γὰρ ὡς μὲν ἄκρον θερμὸν ἔφθαρται ὡς δὲ ἁπλῶς θερμὸν οὐκ ἔφθαρται, εὔλογον μὴ κατὰ τὸ πρῶτον σημαινό‐ μενον τοῦ δυνάμει λέγεσθαι τὸ σύνθετον δυνάμει εἶναι ἄκρως θερμόν, ἀλλὰ
10λεχθήσεται κατὰ τὰ ἀνωτέρω διωρισμένα. Ταῦτα μὲν ἐπὶ τοσοῦτον εἰρήσθω πέρα τῆς προκειμένης θεωρίας μηκυνθέντα, ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. δείξας γὰρ ὅτι οὐκ ἀναγκά‐ ζεται τὴν ὕλην εἰσαγαγεῖν ἐκ τοῦ λέγειν μηδέτερον τῶν ἄκρων σῴζεσθαι ἐν τῷ συνθέτῳ, διότι, φησί, τὰ ἄκρα τὰς ὑπεροχὰς ἀπολέσαντα ἐν τῇ
15μίξει μέσον τι ἀμφοῖν τῶν ἄκρων ἀποτελοῦσιν, ἵνα μή τις εἴπῃ ὅτι ‘εἰ ἀεὶ ἐν τῇ μίξει μέσον τι τῶν ἄκρων ἀποτελεῖται, πόθεν ἡ τοσαύτη δια‐ φορὰ τῶν συνθέτων, σαρκὸς καὶ ὀστοῦ καὶ μυελοῦ καὶ τῶν ἄλλων;‘, αὐτῷ τούτῳ ἐφιστάνει καὶ τοῦ εἶναι διαφορὰς ἐν τοῖς συνθέτοις τὴν αἰτίαν ἀπο‐ δίδωσιν ἐκ τῆς διαφόρου μίξεως. εἰ γὰρ καὶ ἕκαστον τῶν συνθέτων πάν‐
20των μετέχει, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὰ μὲν μᾶλλον θερμοῦ μετέχει τὰ δὲ μᾶλλον ψυχροῦ. κἀκεῖθεν καὶ τὰ σύνθετα, εἰ καὶ πάντα δυνάμει ἐστὶ τὰ ἄκρα, ἀλλὰ τὸ μὲν μᾶλλόν ἐστι δυνάμει θερμὸν τὸ δὲ ἧττον· μᾶλλον γὰρ δυνάμει θερμὸν ὅπερ ῥᾴδιον μεταβάλλει, ἧττον δ’ ὅπερ βραδύτερον, ῥᾷον δὲ εἰς πῦρ μεταβάλλει τὸ μᾶλλον πυρὸς μετέχον, βραδύ‐
25τερον δὲ τὸ ἐλάττονος μετέχον πυρός. εἰδέναι γὰρ χρὴ ὅτι εἰ καὶ λέγομεν μὴ ἐξισαζόντων μὲν τῶν στοιχείων τὴν εἰς ἄλληλα αὐτῶν γίνεσθαι μετα‐ βολήν, κρατουμένων τῶν ἀσθενεστέρων κατὰ τὰς δυνάμεις καὶ μεταβαλ‐ λόντων εἰς τὴν τῶν ἰσχυροτέρων φύσιν ὡς πάντα πῦρ γενέσθαι ἢ ὕδωρ, ἰσαζόντων δὲ τὰ σύνθετα ἀποτελεῖσθαι, οὐ τὴν ἀκριβῆ ἰσότητα λαμβά‐
30νομεν. ὡσαύτως δὲ οὐδ’ ὅταν ἐν τῷ συνθέτῳ φαμὲν τὰ ἄκρα μέσον τι ἀποτελεῖν, τὸ ἄτοπον λαμβάνομεν καὶ ἀδιαίρετον, οἷόν ἐστι τὸ ἀκριβὲς μέσον, ἀλλὰ τὸ εἰς πολλὰ διαιρούμενον καὶ πολλὰς ἔχον διαφορὰς παρὰ τὸ
μᾶλλον καὶ ἧττον.272
In GC
.

14,2

273

p. 334a16 Ὅσοις μὲν δοκεῖ εἶναι τὸ κοινὸν ἢ μεταβάλλειν εἰς ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν. Εἴτε γὰρ ὕλην τις ὑπόθοιτο, πάντως καὶ περὶ ταύτην τὰ στοιχεῖα μεταβαλεῖ, ἐπεὶ μάτην τὸ κοινὸν ὑποκείμενον· εἴτε τὰ στοιχεῖα εἰς ἄλληλα
5μεταβάλλει, ἕξει τι πάντως κοινὸν ὑποκείμενον, περὶ ὃ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. ἡ γὰρ τῶν ἐναντίων μάχη περί τινος ἀμφοῖν κοινοῦ γίνεται, τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος. p. 334a18 Ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ’ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους.
10 Ὅσοι, φησί, μὴ λέγουσιν ἐξ ἀλλήλων γένεσιν ἔχειν τὰ στοιχεῖα, ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι, ἀλλ’ ἐκκρίνεσθαι αὐτὰ ἐνυπάρχοντα ἐνεργείᾳ, ὡς ἐκ τοίχου πλίνθους, οὗτοι, φησίν, οὐ δύνανται σάρκα καὶ ὀστοῦν ἐξ αὐτῶν ποιεῖν, δι’ ἃ ἐπιφέρει ἄτοπα ἐφεξῆς. p. 334a21 Ἔχει δὲ τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων
15〈γεννῶσιν〉. Καὶ οἱ μεταβλητικὰ φάσκοντες, φησίν, εἶναι τὰ στοιχεῖα καὶ λέγοντες πῦρ καὶ ὕδωρ ἐξ ἀλλήλων γίνεσθαι διὰ τὸ κοινὸν ὑποκείμενον, ἐξ ἀμφοῖν δὲ συνελθόντων ὀστοῦν γίνεσθαι καὶ νεῦρον καὶ τὰ λοιπά, καὶ αὐτοὶ ἀπο‐ ρήσουσι πῶς ποτε χρὴ λέγειν ἐκ τῶν ἁπλῶν μεταβαλλόντων γίνεσθαι
20σάρκα καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον. τὰ μὲν γὰρ ἁπλᾶ, φησίν, ἔστω γίνεσθαι ἐξ ἀλλήλων· πῶς δὲ ἐκ τῶν ἁπλῶν συνιόντων τὰ σύνθετα, οὐκ εὐμαρὲς ἀποδοῦναι. εἶτα τοῦτο εἰπὼν πρῶτον ἐκτίθεται τὰ ἑπόμενα ἄτοπα τοῖς ἀμετάβλητα αὐτὰ ὑποτιθεμένοις, καὶ οὕτω τίθησι καὶ τὰς φερομένας ἐνστάσεις πρὸς τοὺς μεταβλητικὰ εἶναι φάσκοντας.
25p. 334a32 Ὥσπερ ἐκ κηροῦ γένοιτο ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δὲ ἐξ ἄλλου. Εἰπὼν τὸ ἑπόμενον ἄτοπον τοῖς φάσκουσι τὰ στοιχεῖα ἀμετάβλητα μένοντα κατά τινα σύνθεσιν ποιεῖν σάρκα καὶ ὀστοῦν, τὸ μὴ δύνασθαι
αὐτοὺς ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς ποιεῖν πῦρ καὶ γῆν καὶ τἆλλα, ἐκ273
In GC
.

14,2

274

τοῦ παραδείγματος τοῦ ἐπὶ τοῦ κηροῦ σαφηνίζει πῶς ποτέ φησι τὸ ἐξ ὁτουοῦν πάντα γίνεσθαι. ὥσπερ γὰρ ἐπὶ τοῦ κηροῦ, εἰ καὶ λάβωμεν τόδε μὲν τὸ μέρος σφαῖραν ποιοῦν τόδε δὲ πυραμίδα, ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι, κἂν μὴ ἐγένετο, κἀκ τοῦ τὴν
5σφαῖραν πυραμίδα, κατὰ τὸν αὐτὸν τρόπον, φησί, τοῦτο δὴ τὸ ἐξ ὁτουοῦν μορίου ἄμφω γενέσθαι κἀπὶ τῆς σαρκὸς συμβαίνει. εἰ γὰρ κἀκ τοῦδε μὲν τοῦ μορίου τῆς σαρκὸς ὕδωρ γίνοιτο ἐξ ἄλλου δὲ πῦρ, ὅμως δυνατὸν ἐξ ἑκατέρου μορίου τῆς σαρκὸς ὁμοίως καὶ ὕδωρ γενέσθαι καὶ πῦρ· τὸ γὰρ μεταβάλλον εἰς πῦρ ἐδύνατο καὶ εἰς ἀέρα μεταβαλεῖν, ὅπερ ἐκεῖνοι μὲν
10οὐ δύνανται ὑποθέσθαι, φαίνεται δὲ οὕτως ἔχον. p. 334b4 Εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων. Νῦν τὴν φερομένην ἀπορίαν πρὸς τοὺς μεταβλητικὰ εἶναι λέγοντας τὰ στοιχεῖα ἐκτίθεται. εἰ γὰρ λέγουσι τὴν σάρκα, φησίν, ἐξ ἀμφοτέρων εἶναι, μηδετέρῳ τῶν ἐξ ὧν ἐστι τὴν αὐτὴν οὖσαν, μὴ μὴν μηδὲ σύν‐
15θεσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων, λείπεται μηδὲν εἶναι τὸ ἐξ ἐκείνων γενόμενον πλὴν τὴν ὕλην· φθαρέντος γὰρ τοῦ ἐναντίου ἢ τὸ ἐναντίον γενήσεται ἢ ὕλη. εἰ οὖν μήτε ἄμφω λέγουσι σῴζεσθαι μηδὲ τὸ ἕτερον, ὕλη ἔσται. p. 334b8 Ἆρα οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ
20ψυχρόν. Νῦν λύει τὴν πρὸς τὴν οἰκείαν δόξαν ἐνεχθεῖσαν ἀπορίαν. ἔστι δὲ ὃ βούλεται εἰπεῖν τοῦτο. ἐπειδή ἐστι τὸ θερμὸν καὶ ψυχρὸν τὸ μὲν κατὰ τὸ μᾶλλον καὶ ἧττον λεγόμενον, ὃ καὶ πρὸς ἕτερον λέγομεν θερμὸν εἶναι καὶ ψυχρόν, τὸ δὲ ὡς ἄκρον καὶ ἁπλῶς λέγεται καὶ ἄνευ προσθήκης
25θερμόν, μὴ παραβαλλόμενον ἑτέρῳ· ὅταν μὲν ἁπλῶς ᾖ θερμὸν ἢ ψυχρὸν ἐνεργείᾳ, δυνάμει ἐστὶ τὸ ἐναντίον, ὅταν δὲ μὴ τὸ ἁπλῶς ᾖ θερμὸν ἀλλὰ τὸ πρὸς ἕτερον (ὅπερ ὡς μὲν πρὸς τὸ ἄκρως θερμὸν ψυχρόν ἐστιν, ὡς δὲ πρὸς τὸ ψυχρὸν θερμόν, διὰ τὸ τὰς ὑπεροχὰς τῶν ἄκρων ἐν τῇ μίξει κολάζεσθαι), τότε, φησίν, οὔτε τὸ ἕτερον τῶν ἐναντίων ἐνεργείᾳ ἔσται,
30ἀλλὰ δυνάμει ἀμφότερα, οὔτε ἡ ὕλη εἰσάγεται· φθαρεισῶν γὰρ τῶν ἐν τοῖς ἄκροις ὑπεροχῶν ἄλλο τι εἶδος μέσον ἐπιγίνεται. εἰ δέ τις ζητεῖ
πῶς τοῦτο τὸ μικτὸν δυνάμει ἑκάτερον τῶν ἐναντίων λέγομεν καὶ μεταξύ274
In GC
.

14,2

275

(ταύτας γὰρ τῇ ὕλῃ προσήκειν τὰς προσηγορίας), ἴστω ὅτι εἰ καὶ δυνάμει ἐστὶν ἑκάτερον τῶν ἄκρων καὶ ἐναντίων, οὐχὶ δὴ ὕλη ἔσται ἡ κυρίως πρώτη καὶ ἀνείδεος. καὶ γὰρ καὶ τὸ πῦρ λέγομεν δυνάμει ὕδωρ, οὐχ ὡς τοῦ πυρὸς ὕλης ὄντος τῆς ἁπλῆς καὶ κυρίως λεγομένης ὕλης, ὅπερ βού‐
5λονται οἱ ἀποροῦντες· εἰδοπεποίηται γὰρ τὸ πῦρ. ἄλλως τε καὶ διώρισται πρότερον κατὰ ποῖον μὲν σημαινόμενον λέγεται ἡ ὕλη δυνάμει ἑκάτερον τῶν ἐναντίων, κατὰ ποῖον δὲ τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ· καὶ ἁπλῶς δὲ ὁ Ἀριστοτέλης ἐφεξῆς τοῦτο διορίζει. p. 334b14 Κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ
10τοὐναντίον. Ἐπειδὴ εἶπεν ἐκ τῆς μίξεως γίνεσθαί τι μεταξὺ τῶν ἄκρων, ἐπειδὴ τοῦτο τὸ μεταξὺ οὐκ ἔστιν ἄτομον ἀλλ’ ἔχει διαφοράς, τοῦτο αὐτὸ ἐπιση‐ μαίνεται τὴν αἰτίαν λέγων. καθ’ ὃ γάρ, φησί, λέγεταί τι δυνάμει 〈μᾶλλον〉 εἶναι θερμὸν ἤπερ ψυχρὸν καὶ ἔχειν ὑπερέχον τὸ θερμόν, καὶ μᾶλλον
15εἶναι ψυχρὸν ἤπερ θερμόν, κατὰ τοῦτον αὐτὸν τὸν λόγον τῆς ὑπεροχῆς ἤτοι διπλασίως ἔσται θερμὸν ἢ τριπλασίως· ἡ γὰρ ὑπεροχὴ ἐν λόγῳ πάντως ἔσται ἢ διπλασίῳ ἢ ἡμιολίῳ ἢ τριπλασίῳ ἢ τοιούτῳ τινί. τοῦτο δὲ εἰπὼν διὰ μέσου, ἐφεξῆς φησιν ὅτι κἀκ τῶν ἁπλῶν καὶ ἐναντίων μιχ‐ θέντων ἔσται τὰ σύνθετα. τἆλλα γὰρ εἶπεν ἀντὶ τοῦ τὰ σύνθετα, καὶ τὰ
20στοιχεῖα πάλιν τὰ ἁπλᾶ, ἐξ ἐκείνων τῶν συνθέτων, δυνάμει ὄντων ὅπερ ἐστὶ τὰ ἁπλᾶ. εἰπὼν δὲ ἐκ τῶν ἐναντίων προσέθηκεν ἢ τῶν στοιχείων, διότι ἐναντία ἐστὶν οὐκ αὐτὰ τὰ στοιχεῖα, οἷον τὸ πῦρ τῷ ὕδατι, ἀλλὰ καθ’ ἃ εἰδοποιοῦνται, εἰδοποιοῦνται δὲ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν, ἃ καὶ ἔστι κυρίως ἐναντία· ταῦτα δὲ οὐδὲ
25ἔστιν ἄνευ ὑποκειμένου τινὸς οὔτε μίγνυται. εἰκότως οὖν ἐπήγαγε τὸ ἢ 〈τῶν〉 στοιχείων· ἐκ τούτων γὰρ ἡ μίξις. ἴσως δὲ δυνατὸν καὶ τὸ ἢ κατ’ ἄλλον τρόπον τοιοῦτον συνάψαι τῷ ἔσται δὴ μιχθέντων τὰ ἄλλα ἐκ τῶν ἐναντίων. p. 334b18 Οὐχ οὕτως δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον τρόπον·
30καὶ ἔστι τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον.
Εἰπὼν ὅτι τὰ ἁπλᾶ ἐκ τῶν συνθέτων γίνεται δυνάμει ὄντων ὅπερ275
In GC
.

14,2

276

τὰ ἁπλᾶ, ἐπιφέρει λέγων ὅτι οὐχ οὕτως ἐστὶ τὰ σύνθετα δυνάμει τὰ ἁπλᾶ ὥσπερ ἡ ὕλη. τίς οὖν ἡ διαφορά; ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ στοιχεῖα αὐτὴ καθ’ ἑαυτὴν μὴ ὑφεστηκυῖα, τὸ δὲ σύνθετον εἰδοπεποιη‐ μένον ὑπάρχον καὶ ἐνεργείᾳ ὂν ἄλλο τι παρὰ τὰ ἁπλᾶ δυνάμει λέγεται
5εἶναι τὰ ἁπλᾶ. ὥστε καθ’ ἡμᾶς μὲν καὶ τὸν ἡμέτερον λόγον ἐκ τῶν ἁπλῶν στοιχείων φθαρείσης τῆς ἐν ἑκατέρῳ ὑπεροχῆς μίξις ἐστὶ τὸ γινό‐ μενον, κατὰ δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας παντελῶς φθείρεσθαι ἐν τῷ συνθέτῳ τὰ εἴδη τῶν στοιχείων ὕλη ἐστὶν ἀνείδεος τὸ ἀποτελούμενον. ὥστε εἰ καὶ καθ’ ἡμᾶς καὶ καθὼς ἡ ἀπορία ἐβούλετο τὸ ἀποτελούμενον
10δυνάμει ἐστὶ τὰ ἁπλᾶ, ἀλλ’ οὐ τὸ αὐτό ἐστι τοῦτο, ἀλλ’ ὡς μὲν ἡμεῖς λέγομεν μίξις, ὡς δὲ ἐκεῖνοι ὕλη τὸ γινόμενον. προσφυέστερον δὲ ἴσως τὸ ‘οὐχ οὕτως τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ ὡς ἡ ὕλη‘ ἐξηγήσεταί τις λέγων ταύτην τὴν διαφορὰν τῶν σημαινομένων, ἣν καὶ ἄνω προειρήκαμεν κατὰ τὴν θεωρίαν. ἡ δὲ διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν ὕλη δυνάμει λέγε‐
15ται εἶναι τὰ ἁπλᾶ μηδὲν ἴχνος ἔχουσα τοῦ εἴδους αὐτῶν, ὅπερ ἐστὶ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, τὸ δὲ σύνθετον οὐχ οὕτως· ἔχει γὰρ τοῦτό τι τοῦ εἴδους τῶν ἁπλῶν, εἰ καὶ τὸ εἰλικρινὲς αὐτῶν ἔφθαρται, ὅπερ οὐ δύναται εἶναι κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει. καὶ χρὴ ἐκεῖνο ἐπισημαίνεσθαι ὡς, ἐὰν τοῦτο λέγῃ ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ
20τὸ αὐτὸ σημαινόμενον τοῦ δυνάμει ἥ τε ὕλη δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, ἐξ ἀνάγκης τὸ πῦρ καὶ τἆλλα οὐκ οἴεται καθὸ πῦρ τελέως ἐφθάρθαι ἐν τῷ συνθέτῳ, ἀλλὰ καθὸ εἰλικρινὲς πῦρ, τῷ δὲ πρὸς ἕτερον θερμῷ τὸ κεκολασμένον πῦρ ταὐτόν. προσφυέστερον δὲ εἰρήκαμεν ταύτην τὴν νῦν εἰρημένην ἐξήγησιν, διότι τὸ λέγειν τὸ μὲν σύνθετον ἐνεργείᾳ
25ὑπάρχειν καὶ αὐθυπόστατον εἶναι, τὴν δὲ ὕλην μηκέτι, οὐκ ἔστι διαφορὰν ἀποδεδωκέναι τῆς κατὰ τὸ δυνάμει σημασίας, ὅπερ αἰνίττεται ὁ Ἀριστο‐ τέλης λέγων μὴ κατὰ τὸν αὐτὸν τρόπον τὸ σύνθετον καὶ τὴν ὕλην λέγεσθαι δυνάμει εἶναι τὰ ἁπλᾶ. τὸ δὲ τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον ὡσαύτως νοητέον κατὰ ἀμφοτέρας τὰς ἐξηγήσεις, ὡς προειρή‐
30καμεν. p. 334b20 Ἐπειδὴ καὶ πάσχει τὰ ἐναντία κατὰ τὸν ἐν τοῖς πρώ‐ τοις διορισμόν. Τὸ μὲν προκείμενον αὐτῷ ἐστι διδάξαι πότε μὲν ἐξ ἀλλήλων τὰ στοι‐
χεῖα κατὰ μεταβολὴν γίνεται, πότε δὲ τὰ σύνθετα ἀποτελεῖται, ὅτι ἡνίκα276
In GC
.

14,2

277

μὲν ὑπερέχει τὸ ἕτερον τοῦ ἑτέρου ἐπὶ πλεῖον, μεταβάλλει τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος κρατούμενον καὶ γίνεται τὸ πᾶν οἷον ἐκεῖνο, ὅταν δὲ ἰσάζῃ τἀναντία, τηνικαῦτα τὸ σύνθετον ἀποτελεῖται ἑκατέρου εἰς τὸ ἕτερον δρῶντος καὶ πάσχοντος, ὡς φθαρῆναι μὲν τὰς ὑπερβολὰς γενέσθαι δὲ μέσον τι.
5ἡ μὲν διάνοια αὕτη, ἡ δὲ τῆς λέξεως ἐξήγησις τοιαύτη. ἐπειδή, φησί, πέφυκε πάσχειν ὑπ’ ἀλλήλων τἀναντία, καθάπερ ἐν τῷ περὶ τοῦ ποιεῖν καὶ πάσχειν προδιώρισται, διότι τὸ ἐναντίον δυνάμει ἐστὶν ὅπερ τὸ ἐναν‐ τίον, οἷον τὸ θερμὸν δυνάμει ἐστὶ ψυχρόν, ἀνάγκη πᾶσα, ὅταν ἐπικρα‐ τέστερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, μεταβάλλειν εἰς αὐτὸ τὸ ἀσθενέστερον.
10ὁμοίως δὲ κἀπὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν λοιπῶν. p. 334b24 Καὶ πρῶτόν γε οὕτως τὰ στοιχεῖα μεταβάλλει, ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα. Ὅ φησι τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἡνίκα τύχῃ ἐξισάζοντα δρᾶν εἰς ἄλληλα, τὴν μὲν πρώτην ὁρμὴν τῆς μετα‐
15βολῆς ἑκάτερον ὡς εἰς τὸ ἐναντίον ποιεῖται, ἀλλὰ διὰ τὸ ἐξισάζειν τὰς δυνάμεις καὶ μηδέτερον τοῦ ἑτέρου κατακρατεῖν γίνεται μεταξύ τι, τῆς ἀκρότητος ἑκατέρου κολαζομένης· ἐπειδὴ δὲ τὸ μεταξὺ τοῦτο οὐκ ἔστιν ἄτομόν τι ἀλλ’ ἐν πλάτει θεωρεῖται, ἔνθεν οὐκ ἔστιν ἕν τι εἶδος τοῦ με‐ ταξύ, ἀλλὰ πλείονα τὰ σύνθετα, σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα.
20 Ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ 〈καὶ τὰ τοιαῦτα〉. ἐκ τούτων, φησί, τῶν ἁπλῶν κολαζομένων ὑπ’ ἀλλήλων κατὰ τὰς ἀκρότητας γίνεται τὰ μεταξύ. p. 334b27 Ἐνταῦθα γὰρ οὐδέτερον. Ἐν τῇ τοιαύτῃ, φησί, μεταβολῇ τὸ γινόμενον οὐδέτερόν ἐστι τῶν
25ἄκρων, ἀλλὰ μῖγμα ἐξ ἀμφοῖν. p. 334b29 Καὶ τἆλλα [πάντα] τὰ τοιαῦτα. Εἰπὼν ὅτι ἡ θερμότης καὶ ἡ ψύξις καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης κατὰ μεσότητα ποιοῦσι τὰ σύνθετα, προσέθηκε τὸ καὶ τἆλλα τὰ τοι‐
αῦτα, διότι καὶ αἱ ἄλλαι δυνάμεις, οἷον γλυκύτης καὶ στρυφνότης, εἰ καὶ277
In GC
.

14,2

278

μὴ εἰδοποιοὶ τυγχάνουσιν οὖσαι, ἀλλ’ οὖν καὶ αὗται μεσότητά τινα ἀποτε‐ λοῦσιν ἐν τοῖς συνθέτοις. p. 334b31 Πάντα δὲ τὰ μικτὰ σώματα, ὅσα περὶ τὸν τοῦ μέσου τόπον ἐστίν.
5 Τὸ προκείμενον αὐτῷ ἐν τούτοις δεῖξαι, ὅτι πάντα τὰ φυσικὰ σύνθετα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν. ἐπεὶ γὰρ ἐλέγχων τοὺς ἐξ ἀμεταβλήτων τῶν στοιχείων συγκεῖσθαι λέγοντας τὰ σώματα ἔλαβεν ὡς ἐκ παντὸς μορίου τῶν συνθέτων, οἷον σαρκός, πᾶν ἐκκρίνεται στοιχεῖον, εἰκότως αὐτὸ τοῦτο νῦν προτίθεται δεῖξαι, ὅτι πᾶν σύνθετον ἐκ τῶν τεσσά‐
10ρων συνέστηκεν. τὸ δὲ ὅσα περὶ τὸν τοῦ μέσου τόπον εἴρηκεν οὐ πρὸς ἀντιδιαστολὴν ὡς ὄντων τινῶν μικτῶν μὴ περὶ τὸν μέσον τόπον, οἵαν ἔνιοί φασι τὴν σύνοδον τῆς ὑγρᾶς καὶ ξηρᾶς ἀναθυμιάσεως, ἃς ἐν τοῖς Μετεωρολογικοῖς λέγει συμπεπλεγμένας ἀνιέναι (αὗται δὲ οὐκ εἰσὶ μικταὶ φύσει, οὐδὲ ἕν τι σύνθετον ἀποτελοῦσιν, ἀλλὰ κατὰ παράθεσιν
15ἀλλήλαις παράκεινται), ἀλλ’ ἔστι τὸ λεγόμενον ἐν ἴσῳ τῷ ‘πάντα δὲ τὰ μικτά, ὅσα καὶ περὶ τὸν τοῦ μέσου τόπον ἐστίν‘· ὑπάρχει γὰρ τοῖς μικ‐ τοῖς τὸ περὶ τὸν τοῦ μέσου τόπον εἶναι. ταῦτα οὖν, φησίν, ἐξ ἁπάντων σύγκειται τῶν στοιχείων, καὶ τὰς ἀποδείξεις ἐφεξῆς ἐπιφέρει. p. 334b32 Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσιν διὰ τὸ ἕκαστον εἶναι
20μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ. Πρῶτον δείκνυσιν ὅτι γῆς πάντα μετέχει τὰ σύνθετα. ἡ δὲ κατασκευὴ τοιαύτη. εἰ ἕκαστον, φησί, περὶ τὸν οἰκεῖον τόπον μάλιστα πλεονάζει, δῆλον ὅτι τοῖς συνθέτοις ἐν τῷ τῆς γῆς τόπῳ οὖσι (τόπος γὰρ τῆς γῆς τὸ μέσον) πλεῖστον ὑπάρξει τῆς γῆς. ὅτι δὲ ἀνάγκη καὶ ὕδατος αὐτὰ μετέχειν,
25σαφῶς ἐφεξῆς δείκνυσιν ἐκ τοῦ μὴ δύνασθαι τὴν γῆν καθ’ αὑτὴν συμμένειν καὶ περιορισθῆναι μὴ δεθεῖσαν οἷον κόλλῃ τινὶ τῇ συμπλοκῇ τοῦ ὕδατος. p. 334b35 Μόνον δὲ εἶναι τῶν ἄλλων εὐόριστον τὸ ὕδωρ. Μόνον φησὶν εὐόριστον τῶν ἄλλων εἶναι τὸ ὕδωρ, καίτοι τοῦ ἀέρος
εὐοριστοτέρου δοκοῦντος εἶναι, διὰ τὸ καὶ ὑγρότερον εἶναι. εὐόριστον278
In GC
.

14,2

279

οὖν ἀκουστέον ἀντὶ τοῦ ὁριστικόν, ὡς πρὸς σύνθεσιν τῆς γῆς, ὡς ἂν ταύτης ἐκ τῆς τοῦ ὕδατος μίξεως μόνου γινομένης εὐορίστου. καὶ δηλοῖ ὁ πηλὸς οὐ διὰ τὸν ἀέρα ἀλλὰ διὰ τὸ ὕδωρ εὐόριστος γινόμενος. τὸ γὰρ ὕδωρ ἀναπληστικώτερον ὑπάρχον τοῦ ἀέρος προσιζάνει καὶ ἑνοῦται ταύτῃ·
5ὁ γὰρ ἀὴρ διὰ τὴν κουφότητα καὶ τὴν λεπτομέρειαν διαδιδράσκει ῥᾳδίως καὶ τὴν μίξιν διολισθαίνει, τὸ δὲ ὕδωρ καὶ ὡς βαρὺ καὶ ὡς παχυμερέ‐ στερον τοῦ ἀέρος συμπλέκεται μᾶλλον αὐτῇ καὶ προσιζάνει. p. 335a4 Ἀὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι. Δείξας ὑπάρχειν ὕδωρ καὶ γῆν τοῖς συνθέτοις, νῦν δείκνυσιν ὅτι καὶ
10πῦρ καὶ ἀέρα ἀνάγκη ἐν τούτοις εἶναι. εἰ γὰρ μικτά φαμεν εἶναι τὰ σύν‐ θετα, μίγνυται δὲ οὐ τὰ τυχόντα τοῖς τυχοῦσιν ἀλλ’ ὅσα πέφυκε πάσχειν ὑπ’ ἀλλήλων, πάσχει δὲ τἀναντία, δῆλον ὅτι γῆς καὶ ὕδατος ὄντων ἀνάγκη καὶ τἀναντία τούτων εἶναι. ἔστι δὲ γῇ μὲν ἐναντίον ἀὴρ ὕδατι δὲ πῦρ. ὥστε εἰ ἔστι ξηρὸν ἐν τῷ συνθέτῳ καὶ ψυχρὸν διὰ τῆς γῆς, δεῖ καὶ ἀέρα
15εἶναι ὑγρὸν ὄντα καὶ θερμόν, ἵνα τῶν ἐναντίων μίξις γένηται. ὡσαύτως δὲ εἰ ἔστι ψύξις ἡ κατὰ τὸ ὕδωρ, καὶ ὑγρότης ἔσται καὶ θερμότης ὁμοῦ καὶ ξηρότης διὰ τὸ πῦρ. εἰπὼν δὲ ὅτι τὸ πῦρ καὶ ὁ ἀὴρ ἐναντία ἐστὶν ὕδατι καὶ γῇ, ἀναγκαίως προστέθεικεν τὸ ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι· οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ μόνον κατὰ τὰς
20εἰδοποιοὺς δυνάμεις, λέγω δὲ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν. κατὰ ταῦτα γὰρ τὰ στοιχεῖα ἐναντία ἐστὶν ἀλλήλοις, κατὰ τὸ ὑποκείμενον κοινωνοῦντα· κοινὸν γάρ ἐστι πάντων. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ θερμότης καὶ ξηρότης εἶδός ἐστι τοῦ πυρός· τὸ δὲ εἶδος οὐσία ἐστίν· ὥστε ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει ἐναντίον. πῶς οὖν αὐτὸς ἐν ταῖς Κατηγορίαις
25εἶπε μηδεμίαν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι; ἢ δῆλον ὅτι ἐν ταῖς Κατηγορίαις περὶ τῶν συνθέτων οὐσιῶν ἦν αὐτῷ ὁ λόγος; ἔχεις δὲ κἀνταῦθα σαφῶς ὅπως φησὶ πῦρ ὕδατι ἐναντίον εἶναι, ὁσάκις ἂν εἴποι ὅτι οὐ καθ’ ὅλον, ἀλλὰ κατὰ τὰς ἐν αὐτοῖς δυνάμεις. p. 335a9 Μαρτυρεῖν δὲ ἔοικε καὶ ἡ τροφὴ ἡ ἑκάστων.
30 Νῦν καὶ ἐκ τῆς τροφῆς συλλογίζεται ὅτι τὰ μικτὰ ἐκ τῶν τεσσάρων ἐστίν. ἐπειδὴ γάρ, φησίν, ἕκαστον ἐξ ὧν σύγκειται ἐκ τούτων καὶ τρέφε‐
ται, οὐδὲν δὲ ἐξ ἁπλοῦ τινος τρέφεται ἀλλ’ ἐκ τῶν συνθέτων, δῆλον ὅτι279
In GC
.

14,2

280

οὐδὲν τῶν λεγομένων μικτῶν ἁπλοῦν ἐστιν, ἀλλ’ ἐκ τῶν τεσσάρων πάντα συνέστηκεν. ὅπερ δὲ δοκεῖ ἀντιπίπτειν ἐπὶ τῶν φυτῶν, τῷ ὕδατι μόνῳ ταῦτα τρέφεσθαι, τοῦτο τίθησι καὶ ἐλέγχει λέγων ὅτι μέμικται τῷ ὕδατι ᾧ τρέφονται καὶ γῆ. ὥστε εἰ ἐξ ὧν τρέφονται ἐκ τούτων καὶ συνέστηκεν,
5ἐκ γῆς ἄρα καὶ ὕδατος συνέστηκεν. εἰ δὲ ἐκ γῆς καὶ ὕδατος, ἐξ ἀνάγκης καὶ 〈ἐκ〉 τῶν ἐναντίων διὰ τὸν προειρημένον λόγον. μετέχουσιν ἄρα καὶ πυρὸς καὶ ἀέρος. ἀνάγκη οὖν καὶ τῇ τροφῇ αὐτῶν ταῦτα εἶναι, καὶ διὰ τοῦτο οὐ τὴν τυχοῦσαν γῆν μιγνύουσιν οἱ γεωργοί, ἀλλὰ τὴν κοπρώδη, ἥτις καὶ πυρώδους καὶ ἀερώδους μετέχει οὐσίας, ἥν φησι μίξαντας τοὺς
10γεωργοὺς οὕτω χρήσασθαι τῇ ἀρδείᾳ. p. 335a14 Ἐπειδή ἐστιν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφό‐ μενον τὸ συνειλημμένον. Νῦν ὡς πρὸς χρῆσίν τινα καὶ ῥῆσιν ποιητικὴν αἰτίαν ζητῶν τί δή‐ ποτε πάντων τῶν στοιχείων εἰς ἄλληλα μεταβαλλόντων τὸ πῦρ μόνον
15φασί τινες τρέφεσθαι (οὕτως γὰρ καὶ ὁ ποιητὴς εἶπεν “τοὺς ἅμα σοὶ πάν‐ τας πῦρ ἐσθίει”), φησὶν οὖν ὅτι ἐπειδὴ ἡ μὲν τροφὴ ὕλη ἐστὶ τοῦ τρε‐ φομένου, τὸ δὲ τρεφόμενον τὸ εἶδός ἐστι τὸ συνειλημμένον καὶ συμπε‐ πλεγμένον τῇ ὕλῃ (τοῦτο γάρ ἐστι καὶ τὸ ὑπομένον), εὔλογον τὸ πῦρ μόνον λέγειν τῶν ἁπλῶν τρέφεσθαι, διότι τοῦτο μᾶλλον τῶν ἁπλῶν εἶδος.
20ὅτι δὲ τὸ πῦρ εἶδος, κατασκευάζει τοῦτον τὸν τρόπον. εἰ γὰρ ὁρῶμεν τὸ πῦρ κατὰ φύσιν ἐπὶ τὸν ὅρον φερόμενον, ὅρος δέ ἐστιν ὃ πέρας ἐστί τινος καὶ περιέχον, ἕκαστον δὲ κατὰ φύσιν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, δῆλον ὅτι τόπος οἰκεῖός ἐστι τοῦ πυρὸς ὁ ὅρος, τουτέστι τὸ πέρας καὶ τὸ περιέ‐ χον τἆλλα. ἐπειδὴ τοίνυν τὸ εἶδος ἑκάστου ἐν τῷ ὅρῳ ἐστίν, εἶδος δὲ
25λέγει οὐ τὸ κατὰ τὸν οὐσιώδη λόγον, ἀλλὰ τὸ κατὰ τὴν μορφήν (τοῦτο γὰρ ἐν τῇ ἐπιφανείᾳ θεωρεῖται), συμβαίνει, ὅταν ἐν τῷ ὅρῳ τὸ πῦρ ὑπάρχῃ, ἐκείνου αὐτοῦ εἶδος εἶναι· ὑπάρχει δὲ ἐν τῷ ὅρῳ τῶν ἄλλων στοιχείων καὶ τῷ πέρατι τῷ περιέχοντι αὐτά· δῆλον ἄρα ὅτι εἶδός ἐστι τῶν ἄλλων.
εἰκότως οὖν μόνον τῶν ἄλλων λέγεται τρέφεσθαι.280
In GC
.

14,2

281

p. 335a22 Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε τῶν ἁπλῶν, εἴρηται. Εἰπὼν ἐν τοῖς προλαβοῦσι τί ποτέ ἐστιν ἡ γένεσις καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει, εἶτα ἐν μέσῳ πολὺν κατατείνας λόγον περὶ τῆς καθόλου
5εἰς ἄλληλα τῶν στοιχείων μεταβολῆς, μέλλων ἐν τοῖς ἐφεξῆς περὶ τῆς καθ’ ἕκαστα γενέσεως εἰπεῖν, καὶ περὶ τῆς ἰδικωτέρας τῶν στοιχείων μεταβολῆς κατὰ τὴν τῶν Μετεώρων πραγματείαν μέλλων διδάξαι, ἀναλαμβάνει τὸν περὶ τῆς καθόλου γενέσεως λόγον, ζητῶν πόσαι ποτέ εἰσιν ἀρχαὶ καθόλου τῶν γινομένων καὶ φθειρομένων καὶ ποῖαι. ἐκ τούτων γὰρ καὶ τὰς τῶν
10καθ’ ἕκαστα γενέσεων ἀρχὰς εἰσόμεθα· ὅσαι γὰρ τῶν καθόλου γενέσεων, τοσαῦται καὶ τῶν κατὰ μέρος ἀρχαὶ ἔσονται. φησὶν οὖν ὅτι τοσαῦται τὸν ἀριθμόν εἰσι τῶν γενητῶν καὶ φθαρτῶν ἀρχαί, ὅσαι καὶ τῶν ἀιδίων, καὶ τῷ γένει αἱ αὐταί. ὕλη τε γὰρ ἐν ἀμφοτέροις ἐστὶν ὑποκειμένη, καὶ εἶδος ὡσαύτως ἔν τε τούτοις καὶ ἐν ἐκείνοις θεωρεῖται, ἀλλ’ ἡ μὲν ἐν
15τοῖς γενητοῖς ὕλη κατὰ τὸ δυνάμει θεωρεῖται (δυνάμει γάρ ἐστιν ἑκάτερον τῶν ἐναντίων), ἐπὶ δὲ τῶν ἀιδίων οὐ κατὰ τὸ δυνάμει θεωρεῖται, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστὶν εἰδοπεποιημένη, καὶ οὐ ποτὲ μὲν προσκτᾶται τὸ εἶδος ποτὲ δὲ στερεῖται τούτου, διότι ἐκεῖ μὲν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ εἶδος καὶ μὴ ἔχον ἐναντίον, ἐνταῦθα δὲ γενητὸν καὶ φθαρτόν, διότι ἐναντιότης
20περὶ τοῦτο θεωρεῖται. ἔστι δέ, φησί, καὶ τρίτον αἴτιον ποιητικόν, ἐν μὲν τοῖς γενητοῖς καὶ φθαρτοῖς αἴτιον τῆς γενέσεως, ἐν δὲ τοῖς ἀιδίοις τὸ ποιητικὸν αἴτιον οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τοῦ εἶναι καὶ τῆς διαμονῆς. τοσούτων τοίνυν οὐσῶν τῶν ἀρχῶν τῆς γενέσεως τὸ μὲν ὑλικὸν καὶ εἰδικόν, φησίν, ἅπαντες ἔγνωσαν, τὸ δὲ ποιητικὸν ὠνείρωξαν μὲν διήρθρωσε δὲ
25οὐδείς. οἱ μὲν γὰρ ποιητικὸν αἴτιον ἀποδεδώκασι τὸ εἶδος, καθάπερ Πλάτων ἐν τῷ Φαίδωνι· οὗτος γὰρ ἐπιτιμήσας τοῖς ἄλλοις ὡς μηδεμίαν ἔννοιαν λαβοῦσι τοῦ ποιητικοῦ αἰτίου, ἔνθα καὶ τὸν Ἀναξαγόραν ὑπεδέξατο εἰπόντα τὸν νοῦν ποιητικὸν αἴτιον, εἰ καὶ ὅτι οὐδ’ ἐκεῖνος ἐχρήσατο αὐτῷ ἐν τῇ γενέσει τῶν γενητῶν, αὐτὸς ὑποκατιών φησι τὸ εἶδος ποιεῖν τῇ πα‐
30ρουσίᾳ αὑτοῦ τὸ εἰδοπεποιημένον. μέμφεται δὲ αὐτὸν φάσκων ὅτι οὐχ ἱκανὸν τὸ εἶδος ὑπάρχον ποιῆσαι· οὐδὲ γὰρ ἡ εἰκὼν ποιεῖν λέγεται τὸ πρὸς αὐτὴν γινόμενον ἀλλ’ ὁ τεχνίτης, οὐδὲ ἡ ὑγεία τὸν νοσοῦντα ὑγιάζει μὴ ὄντος τοῦ ἰατροῦ. ἔπειτα, φησίν, εἰ εἰσὶν αἱ ἰδέαι (ταύτας γάρ φησιν εἴδη ὁ Πλάτων), διὰ τί ὄντος τοῦ μεθεκτικοῦ οὐκ εὐθέως γίνεται; οἷον τοῦ
35εἴδους τῆς ὑγείας 〈ὄντοσ〉, ὄντος δὲ καὶ τοῦ κάμνοντος, διὰ τί μὴ εὐθέως μετα‐281
In GC
.

14,2

282

βαλὼν ὁ κάμνων ἐκ νόσου ὑγιαίνει, ἀλλὰ χρεία ἐστὶ δηλονότι τοῦ ἰατροῦ; οὕτως μὲν οὖν ἐλέγχει τοὺς λέγοντας τὰ εἴδη εἶναι τὰ ποιοῦντα. ἄλλοι δέ, φησί, τὴν ὕλην ᾐτιάσαντο λέγοντες αὐτὴν τρεπομένην ποιεῖν. ταύτης δὲ τῆς δόξης εἶεν ἂν καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποθέμενοι. καί φησιν
5ὅτι καθ’ ὅσον μὲν τοῖς πάθεσι καὶ τῇ κινήσει προσεσχηκότες ποιητικὸν αὐτὴν αἴτιον εἰρήκασι, φυσικώτερον ἀπεφήναντο (ποιητικὸν γὰρ αἴτιόν φαμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως), καὶ κατὰ τοῦτο ἀποδοχῆς μᾶλλόν εἰσιν ἄξιοι τῶν τὰ εἴδη εἰρηκότων ἀκίνητα ὄντα· καθ’ ὅσον δὲ οὐκ ἄλλο τι τῆς κινήσεως τῆς ἐν τῇ ὕλῃ ἔλεγον εἶναι αἴτιον, κατὰ τοῦτο μέμψεως
10ἄξιοι· ἡ γὰρ ὕλη οὐ τοῦ ποιεῖν καὶ κινεῖν φαίνεται τὴν ἀρχὴν ἔχουσα, ἀλλὰ τοῦ κινεῖσθαι καὶ πάσχειν ὑπ’ ἄλλου. ἄλλοι δέ τινες τὰς ποιητικὰς αἰτίας ἀποδιδόασι ταῖς δυνάμεσι τῶν σωμάτων, θερμότητι καὶ ψυχρότητι, αἵτινες ὄργανά εἰσι τῆς ποιητικῆς αἰτίας, οὐκ αὐταὶ ποιητικαὶ αἰτίαι· διὰ τούτων γὰρ ἡ φύσις ὡς δι’ ὀργάνων ποιεῖ. δείκνυσι δὲ ὅτι καὶ χεῖρον ἢ
15κατ’ ὄργανον ταῦτα ἐνεργοῦσιν, εἴ γε τὰ μὲν ὄργανα μὴ ἐπιστατούσης τέχνης οὐδὲν δρᾷ περὶ τὴν ὕλην, τὸ δὲ θερμὸν καὶ ψυχρόν, εἰ μὴ ὑπὸ φύσεως ἢ τέχνης μετρηθῇ, φθείρει τὸ ὑποκείμενον. ταῦτα εἰπὼν τὴν οἰκείαν δόξαν περὶ τῆς ποιητικῆς αἰτίας ἐκτίθεται. Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε
20τῶν ἁπλῶν. ἅπαντά φησι τὰ σύνθετα· τὰ γὰρ ἁπλᾶ οὐ συνέστηκεν ἐξ ἁπλῶν, ἐπεὶ οὐκ ἂν ἦν ἁπλᾶ. p. 335a24 Ἐπειδή ἐστιν ἔνια γενητὰ καὶ φθαρτά. Τὸ ἔνια οὐ πρὸς τὸ ἄνω φησίν· οὐ γὰρ τοῦτό φησιν ὅτι ἔνια τῶν σωμάτων τῶν συνεστηκότων ἐξ ἁπάντων τῶν στοιχείων γενητά ἐστι καὶ
25φθαρτά (τὰ γὰρ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων γενητά ἐστι καὶ φθαρτά), ἀλλ’ ἐπειδὴ τῶν ἁπάντων σωμάτων τὰ μέν ἐστιν ἀίδια τὰ δὲ γενητὰ καὶ φθαρτά, διὰ τοῦτό φησιν ‘ὄντων τινῶν γενητῶν καὶ φθαρ‐ τῶν, ἅπερ περὶ τὸ μέσον τοῦ παντὸς συνέστηκε, ζητητέον πόσαι καὶ τίνες αὐτῶν αἱ ἀρχαὶ τῆς γενέσεωσ‘.
30p. 335a28 Καὶ τῷ γένει αἱ αὐταί, αἵπερ ἐν τοῖς ἀιδίοις τε καὶ πρώτοις· ἡ μὲν γὰρ ὡς ὕλη.
Ὁμογενεῖς φησιν εἶναι τὰς ἀρχὰς τῶν τε γενητῶν καὶ τῶν ἀιδίων.282
In GC
.

14,2

283

καὶ γὰρ ὕλη, φησίν, ἐπὶ ἀμφοτέρων θεωρεῖται τῶν γενητῶν καὶ τῶν ἀιδίων, ὕλην δὲ σκοπεῖ ἐνταῦθα τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην. διὸ εἰκότως ὁμογενεῖς αὐτάς φησιν εἶναι· τὸ γὰρ ὑποκείμενον κοινῶς ἐπ’ ἀμφοτέρων θεωρεῖται τῶν τε ἀιδίων καὶ τῶν γενητῶν. εἰ γὰρ καὶ εἴη ἡ
5μὲν κρείττων ἡ δὲ χείρων, οὐδὲν ἧττον ὁμογενεῖς ἔσονται, ἐπειδὴ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ζῷον ταύτην πρὸς ἄλληλα τὴν διαφορὰν 〈ἔχοντα〉, τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, ὅμως ὁμογενῆ ἐστι. κρείττων δὲ ἐκείνη καθὸ ἐνεργείᾳ ἀεὶ οὖσα οὐδέποτε δυνάμει ἐστίν, ἡ δὲ τῶν γενητῶν ὕλη δυνάμει τὰ ἐναντία οὖσα ἀεὶ ἔχει τὸ δυνάμει εἶναι τὸ ἐναντίον τοῦ ἐν
10αὐτῇ ὄντος εἴδους. καὶ ἴσως ἄν τις ὑποπτεύσειεν οὐ διὰ τὴν φύσιν τῆς ὕλης, ἀλλὰ διὰ τὰ εἴδη ταύτην προσιέναι τὴν διαφοράν. διότι γὰρ τὸ τῶν οὐρανίων εἶδος οὐκ ἔχει ἐναντίον, ἀλλ’ ἐστὶν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχει, διὰ τοῦτο ἡ τούτου ὕλη ἀεὶ ἐνεργείᾳ ἐστίν· ἡ δὲ τῶν γενητῶν ἐνερ‐ γείᾳ οὖσα καὶ αὐτὴ καὶ μηδέποτε ἀνείδεος μένουσα, διὰ τὸ ἐναντιότητα
15εἶναι περὶ τὸ εἶδος συμβαίνει αὐτὴν ἀεὶ τὸ δυνάμει ἔχειν. εἰδέναι μέντοι χρὴ ὅτι οὐ μόνον διὰ τὸ εἶδος, ἀλλὰ καὶ δι’ αὐτὴν τῆς ὕλης τὴν φύσιν ἡ διαφορὰ προσέρχεται. ἥ τε γὰρ τῶν γενητῶν ὕλη οὐκ ἂν τὸ ἐναντίον ἐδέξατο ἀποβάλλουσα τὸ πρότερον, εἰ μὴ ὑπῆρχεν ἔχουσα τὸ δυνάμει· οὕτως δὲ καὶ ἡ τῶν ἀιδίων, εἴπερ εἶχε δύναμιν τοῦ ἀποβάλλειν τὸ εἶδος,
20κἂν ἀπέβαλλεν εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως. μεμνῆσθαι δὲ χρή, καθάπερ προλαβόντες εἰρήκαμεν, ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα ὕλην καλεῖ τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην καὶ οὐχὶ τὴν κατὰ τὸ δυνάμει εἶναι νοουμένην· εἰ γὰρ τὴν κατὰ τὸ δυνάμει λάβωμεν παρ’ αὐτοῦ λεγο‐ μένην ἐνταῦθα ὕλην, οὐκέτι ἔσται ὁμογενὴς ἡ τῶν γενητῶν τῇ τῶν ἀιδίων,
25ἐπειδὴ ἐν ἐκείνῃ οὐκ ἔστι τὸ δυνάμει. p. 335a31 Οὐ γὰρ ἱκαναὶ γεννῆσαι αἱ δύο. Ἀλλαχοῦ αὐτὸς εἴρηκεν ὅτι ἡνίκα ἐπιτηδεία γένηται ἡ ὕλη πρὸς τὸ καταδέξασθαι τὸ εἶδος, οὐ χρεία τρίτου τινὸς τοῦ δέοντος αὐτῇ τὸ εἶδος,
ἀλλ’ αὐτοφυῶς καὶ αὐτομάτως αὐτὸ δέχεται. πῶς οὖν ἐνταῦθα φαίνεται283
In GC
.

14,2

284

λέγων μὴ ἱκανὰς εἶναι τὰς δύο ἀρχάς, ἀλλὰ δεῖσθαι τὸ γινόμενον καὶ τοῦ ποιητικοῦ αἰτίου; πρὸς ὅ φαμεν ὅτι ἡ ὕλη τὸ ἐπιτηδεία γενέσθαι οὐκ ἀφ’ ἑαυτῆς ἀλλ’ ἐκ τοῦ ποιητικοῦ αἰτίου ἔχει· καὶ πρὸς τοῦτο χρεία τοῦ ποιητικοῦ αἰτίου, πρὸς τὸ ποιῆσαι τὴν ὕλην ἐπιτηδείαν ἐργάσασθαι. ταύτῃ
5γὰρ ὁ ἀγαλματοποιὸς τὸ εἶδος ποιεῖν λέγεται, τῷ τὸ ἐμποδὼν τῷ εἴδει ἐξαίρειν ἐκ τῆς ὕλης· οὐ γὰρ τῷ τὸ εἶδος ἔξωθεν ἐπιτιθέναι. ἡ δὲ ὕλη ἅμα τε τὴν ἐπιτηδειότητα ἔλαβε καὶ τὸ εἶδος προσεκτήσατο. p. 335a32 Καθάπερ οὐδὲ ἐν τοῖς πρώτοις. Οὐδ’ ἐν τοῖς πρώτοις, φησίν, ἱκανὸν τὸ εἶδος καὶ ἡ ὕλη, ἀλλὰ δεῖ
10καὶ τοῦ ποιητικοῦ αἰτίου τούτοις· ἀλλ’ οὐ πρὸς τὸ γενέσθαι, ἀλλὰ πρὸς τὸ εἶναί τε καὶ διαμεῖναι. p. 335a32 Ὡς μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστιν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι. Τῶν γενητῶν, φησίν, ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστι τὸ δυνάμει ὄν,
15ὅπερ δύναται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐπειδὴ γάρ, φησί, τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀίδια, ἅπερ καὶ ἀδύνατον μὴ εἶναί φησι, τὰ δὲ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἅπερ καὶ ἀδύνατον εἶναι λέγει, οἷον τὰ μηδαμῇ μηδαμῶς ἐν ὑπάρξει ὄντα πλὴν ἢ κατὰ ψιλὴν ἐπίνοιαν, οἷον ὁ τραγέλαφος, τὰ δέ, φησί, καὶ εἶναι καὶ μὴ εἶναι δύναται, ὥσπερ
20τὰ γενητὰ καὶ φθαρτά, εἰκότως, φησί, καὶ τὸ ὑποκείμενον αὐτῶν δύναται καὶ εἶναι τόδε τὸ εἶδος καὶ μὴ εἶναι. p. 335a35 Τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ εἶναι. Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, τῶν ἐξ ἀνάγκης ὄντων καὶ ἐξ ἀνάγκης οὐκ ὄντων, τὰ μὲν ἀδύνατον μὴ εἶναι, τὰ ἀίδια δηλονότι, τὰ
25δὲ ἀδύνατον εἶναι, ἃ μηδέποτε εἰς γένεσιν ἔρχεται, οἷον ὁ ἱπποκένταυρος. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τὸ μὴ ἐνδέχεσθαι, φησί, παρὰ τὸ ἀναγκαῖον ἄλλως ἔχειν· τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγ‐ κης οὐκ ἔστι. διὰ τοῦτο οὖν τὰ μὲν αὐτῶν ἀδύνατον εἶναι, τὰ δὲ ἀδύνατον μὴ εἶναι. οὐκοῦν ἡ γένεσίς ἐστι καὶ ἡ φθορὰ περὶ τὸ δυνατὸν
30εἶναι καὶ μὴ εἶναι.284
In GC
.

14,2

285

p. 335b6 Ὡς δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος. Εἰπὼν περὶ τοῦ ὑλικοῦ αἰτίου νῦν περὶ τοῦ εἴδους διαλαμβάνει, φάσκων εἶδος εἶναι τὸν λόγον τῆς ἑκάστου οὐσίας. οὗ δὲ ἕνεκεν αὐτὸ ἐκάλεσεν δηλῶν ὅτι εἰς ταὐτὸν συντρέχει τὸ εἰδικὸν αἴτιον τῷ τελικῷ, καθάπερ καὶ
5ἐν τῇ Φυσικῇ εἶπεν. καὶ γὰρ καὶ σκοπὸν τίθεται καὶ τέλος ἡ φύσις τὸ ἑκάστου εἶδος ἐν τῇ ὕλῃ ποιῆσαι, καὶ τὸ ἀποτελούμενον καὶ τῇ ὕλῃ ἐπι‐ γινόμενον αὐτὸ τυγχάνει τὸ εἶδος. p. 335b7 Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνει‐ ρώττουσι, λέγει δ’ οὐδείς.
10 Τὴν ποιητικὴν λέγει αἰτίαν. αἰνίττεται δὲ καὶ πρὸς Ἀναξαγόραν καὶ πρὸς Πλάτωνα. Ἀναξαγόρας μὲν γὰρ ποιητικὸν τὸν νοῦν εἰπὼν οὐ χρῆται αὐτῷ ἐν τῇ γενέσει τῶν πραγμάτων, ἀλλὰ καὶ Πλάτων ἐν Τιμαίῳ τῆς ποιητικῆς αἰτίας μνησθεὶς ἐν τῷ Φαίδωνι τοῖς εἴδεσι τὴν ποιητικὴν αἰτίαν ἀπέδωκεν, εἰπὼν “ἀλλ’ ἐάν τις μοι λέγῃ δι’ ὅ τι καλόν ἐστιν ὁτιοῦν, ἢ ὅτι
15χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τἆλλα χαίρειν ἐῶ· ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι, τοῦτο δὲ ἁπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη· οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι.” ὥστε οὐχ οἷός τε
20γέγονεν ὁ Πλάτων τὴν προσεχῆ ποιητικὴν αἰτίαν τῶν γινομένων ἀποδοῦναι, ἀλλ’ ἐπὶ τὰς ἰδέας κατέφυγεν. p. 335b9 Ἀλλ’ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γενέσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης.
25 Πρὸς Πλάτωνα νῦν ἀποτείνεται λέγοντα τὰ εἴδη ποιητικὸν αἴτιον εἶναι καὶ ἀρκεῖν αὐτὰ ποιεῖν τὰ γινόμενα. φησὶ γὰρ τὸ μὲν εἶναι ἔχειν ἕκαστον κατὰ τὰ εἴδη τὰ ὄντα, τὸ δὲ γενέσθαι κατὰ τὸ τούτων μεταλαμβάνειν,
ὥσπερ τὸ φθείρεσθαι κατὰ τὴν ἀποβολὴν τὴν τούτων. ὥστε ἐκ τῶν εἰδῶν285
In GC
.

14,2

286

τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔλεγεν ὑπάρχειν τοῖς οὖσιν. ἀπολογούμενοι δέ τινες ὑπὲρ Πλάτωνός φασιν ὅτι τὰ δημιουργικὰ εἴδη ἔλεγεν ὁ Πλάτων αἴτια εἶναι ποιητικά, ὧν κατὰ μετάληψιν γίνεσθαι τὰ γινόμενα, καὶ κατὰ ἀποβολὴν τούτων φθείρεσθαι. εἰ δὲ τὰ δημιουργικὰ εἴδη ὑποτίθεται, δῆλον
5ὅτι καὶ αὐτὸς ποιητικὸν αἴτιον οἶδεν ταῦτα τῶν ἐν τοῖς γενητοῖς εἰδῶν· ὁ γὰρ δημιουργικὰ αἴτια εἰπὼν εὐθὺς οἶμαι εἰς ἐπίνοιαν ἄγει τῶν ποιητι‐ κῶν. ἴσως οὖν φαίη τις ἂν τὸν Ἀριστοτέλην διὰ τοῦτο αὐτῷ μέμφεσθαι τῷ Πλάτωνι, διότι τὰ εἴδη αὐτά φησι ποιεῖν, μὴ αἰτιασάμενος τὸν ἀφο‐ ρῶντα τοῖς εἴδεσι δημιουργὸν καὶ πρὸς αὐτὰ καθ’ ὁμοιότητα τὰ τῇδε παρά‐
10γοντα. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ἀντιλέγων φησὶν ὅτι οὔσης ὑγείας καὶ ἐπιστήμης, τουτέστι τῶν λόγων τῆς ὑγείας καὶ τῆς ἐπιστήμης ὄντων, ὄντων δὲ καὶ τῶν μεθεκτικῶν τῆς ὑγείας καὶ τῆς ἐπιστήμης, ὅμως χρεία ἐστὶ καὶ ἄλλου αἰτίου ποιητικοῦ, οἷον τοῦ ἰατροῦ καὶ τοῦ ἐπιστήμονος. εἰ μὴ γὰρ οὗτοι ποιήσωσιν, οὔτ’ ἂν ὁ νοσῶν ὑγιάνῃ, οὔτε ὁ ἀνεπιστήμων μεταβάλοι
15εἰς ἐπιστήμην. ἐπεὶ εἰ αὔταρκες ἦν τὸ εἶδος ὄντος τοῦ μεθεκτικοῦ ποιῆσαι, τί δήποτε οὐκ ἀεὶ ὁ νοσῶν ὑγιαίνει καὶ ὁ ἀνεπιστήμων γίνεται ἐπιστήμων; p. 335b16 Οἱ δὲ αὖ τὴν ὕλην· ὑπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν. Εἰπὼν πῶς ὁ Πλάτων φησὶ τὰ εἴδη ποιητικὰ αἴτια, ἐν μέσῳ φησὶν ὅτι ἕτεροι τὴν ὕλην ᾠήθησαν ποιεῖν, ὑπὸ τῆς ἐν αὐτῇ τροπῆς καὶ κινή‐
20σεως ἀπατηθέντες. εἶτα οὕτως τρέπεται ἐπὶ τοὺς ἐλέγχους τῆς Πλά‐ τωνος δόξης, ἐφεξῆς δὲ καὶ τοὺς τὴν ὕλην λέγοντας αἰτίαν εἶναι ὡς ποιη‐ τικὸν ἐλέγχει. p. 335b23 Ὡσαύτως δὲ κἀπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πρατ‐ τομένων.
25 Τουτέστιν ὁ αὐτὸς λόγος ἐπὶ πάντων τῶν καθ’ ἕξιν πραττομένων, οἷόν περ εἰρήκαμεν ἐπὶ ἰατρικῆς καὶ ἐπιστήμης. p. 335b24 Εἰ δὲ τὴν ὕλην φήσει τις γεννᾶν διὰ τὴν κίνησιν. Ὅσοι, φησί, τὴν ὕλην ποιητικὴν ἀρχὴν ὑπέθεντο, τῇ κινήσει καὶ τῇ
τροπῇ αὐτῆς ἀπιδόντες, δοκοῦσι φυσικώτερον ἀποδεδωκέναι αἴτιον, διότι τὸ286
In GC
.

14,2

287

κυριώτερον τοῦ γεννᾶν αἴτιόν ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οὕτως δὲ ὁρίζειν εἰώθαμεν τὸ ποιητικὸν αἴτιον), πλήν, φησίν, ἠγνόησαν οὗτοι ὅτι τὴν κίνησιν οὐκ ἀφ’ ἑαυτῆς ἔχει ἡ ὕλη. οὐ γὰρ ἀφ’ ἑαυτοῦ τὸ ὕδωρ ποιεῖ ζῷα οὐδὲ τὸ ξύλον κλίνην, ἀλλὰ ὑπὸ τέχνης καὶ φύσεως ποιητικῶν
5αἰτίων γίνονται· τῆς γὰρ ὕλης ἴδιον οὐ τὸ κινεῖν, ἀλλὰ τὸ κινεῖσθαι. p. 335b34 Καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν· ἐξαι‐ ροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν. Ἤτοι ὡς παραλιπόντας καὶ τὸ εἶδος πρὸς τῷ ποιητικῷ αἰτίῳ μέμ‐ φεται, ἤγουν τὸ ποιητικὸν αἴτιον εἶδος καὶ μορφὴν ἐκάλεσεν, ὥς φησιν ὁ
10Ἀλέξανδρος, διότι τὸ ποιοῦν ἐνεργείᾳ ὂν ποιεῖ, τὸ δὲ ἐνεργείᾳ ὂν τοιοῦτόν ἐστι κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· ἕκαστον γὰρ τὸ εἶναι ἔχει κατὰ τὸ εἶδος. πιθανώτερον δὲ λέγειν τὸ τελικὸν αἴτιον λέγειν αὐτόν, ὅπερ ἀναι‐ ροῦσι τὴν ὑλικὴν αἰτίαν αἰτιώμενοι τῆς γενέσεως, καὶ μήτε νοῦν μήτε φύσιν ὑποτιθέμενοι προεπινοοῦντα τὸ τέλος, ἀλλ’ ἐκ συντυχίας γίνεσθαι
15τὰ γινόμενα p. 336a1 Ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι’ ἃς γεννῶσι, λίαν ὀργανικάς. Ἔτι ὁ λόγος αὐτῷ πρὸς τοὺς τὴν ὕλην αἰτίαν θεμένους τοῦ γεννᾶν, ἐγκαλεῖ δὲ αὐτοῖς διότι δυνάμεις ὑπέθεντο αἰτίας τοῦ γεννᾶν πάσας ὀργα‐
20νικάς, παρέντες τὴν κατὰ τὸ εἶδος αἰτίαν· εἶδος δὲ προφανῶς τὴν ποιη‐ τικὴν αἰτίαν λέγει ἐνταῦθα. ποίας δὲ δυνάμεις ὑπετίθεντο; τὸ θερμὸν καὶ τὸ ψυχρόν· τοῦ γὰρ θερμοῦ διακρίνοντος καὶ τοῦ ψυχροῦ συνιστῶντος λέγουσι τὰ ἄλλα γίνεσθαι. ἡμεῖς δὲ ὁμολογοῦμεν ταύτας ἕκαστον τῶν φύσει γινομένων ἔχειν ὑποκειμένας τῷ κινοῦντι· ἄλλο γάρ ἐστιν ὅπερ
25ταύταις χρώμενον ὡς ὀργάνῳ αἴτιόν ἐστι γενέσεως καὶ φθορᾶς. φησὶ δὲ ὁ Ἀλέξανδρος τοὺς περὶ Παρμενίδην τοιαύτης γεγονέναι δόξης. p. 336a6 Φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον. Τὸ πῦρ, φησίν, ὃ μάλιστα δραστικώτερον λέγουσι, φαίνεται καὶ αὐτὸ ἀλλοιούμενον καὶ πάσχον, τὸ δὲ ποιητικὸν αἴτιον τὸ κυρίως οὐ πάσχει.
30ἀμέλει τὴν φύσιν οὐκ ἂν φαίημεν πάσχειν ποιητικὸν αἴτιον οὖσαν, ἀλλ’ εἰ287
In GC
.

14,2

288

ἄρα τὸ ὑποκείμενον αὐτῆς· αὕτη δὲ ἀεὶ κινεῖ. τὸ δὲ πῦρ οὐ μόνον κινεῖ, ἀλλὰ καὶ πάσχει, ἔπειτα δὲ καὶ κινούμενον οὐ κινεῖται ὥστε ποιῆσαι, ἀλλ’ ἐν ὀργάνου τάξει, ὡς ὁ πρίων· εἰ γὰρ καὶ πρίζοντος αὐτοῦ γίνεται τὸ γινόμενον, ἀλλ’ οὐκ ἔστιν αὐτὸ τὸ ποιοῦν. οὕτω δὲ ἔχει καὶ τὸ πῦρ,
5μᾶλλον δὲ καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα, μὴ κυβερνώμενον ὑπὸ τέχνης, δι’ ἣν εἴπομεν αἰτίαν. εἰ δέ τις ζητεῖ πῶς ὀργανικὸν αἴτιον οὐχ ὑπο‐ τίθεται τῶν φυσικῶν. εἴπερ ὅλως οἶδε τὰς τοιαύτας δυνάμεις ὀργανικοῦ αἰτίου λόγον ἐπεχούσας, ἴστω ὅτι τῇ ὕλῃ ταύτας συγκατατάττει· προσεχὴς γὰρ ὕλη τὰ τοιαῦτα.
10p. 336a13 Ἡμῖν δὲ καθόλου τὸ πρότερον εἴρηται περὶ τῶν αἰτίων, καὶ νῦν διώρισται. Εἰπὼν ὅπως οἱ ἄλλοι ἐσφάλησαν περὶ τὴν τοῦ ποιητικοῦ αἰτίου ἀπό‐ δοσιν, οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος αἰτιασάμενοι, καὶ δείξας μηδέτερον τούτων δυνάμενον μήτε τὴν ὕλην μήτε τὸ εἶδος ποιητικοῦ αἰτίου λόγον
15ἐπέχειν, φησὶ νῦν ὅτι ἤδη μὲν ἡμῖν πρότερον ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν αἰτίων διῄρηται καθόλου, ἐν οἷς καὶ περὶ τοῦ ποιητικοῦ λόγον ἐποιησάμεθα, καὶ κατὰ τὸ παρὸν δὲ περὶ μὲν τῆς ὕλης ἤδη εἴρηται καὶ τοῦ εἴδους, περὶ δὲ τοῦ ποιητικοῦ ἐντεῦθεν διδάσκει, καί φησιν ὅπερ κἀν τῇ Φυσικῇ πρὸς αὐτοῦ λέλεκται, ὅτι ἡ κυκλοφορία τοῦ οὐρανοῦ ποιη‐
20τικὴ αἰτία ἐστὶ τῶν γινομένων καὶ φθειρομένων. ἐξ ἐκείνης γὰρ ἡ τροπὴ τῶν ὡρῶν, ταῖς δὲ ὥραις συμμεταβάλλει τὰ στοιχεῖα καὶ ἡ τῶν καρπῶν γένεσις. ὁρῶμεν γὰρ ὅτι προσιόντος ἡμῖν τοῦ ἡλίου τά τε φυτὰ θάλλει καὶ οἱ καρποὶ γεννῶνται καὶ τὰ πολλὰ τῶν ζῴων, ἀποχωροῦντος δὲ αὐτοῦ τἀναντία συμβαίνει. καὶ καλῶς ἔχει λέγειν τὴν ἐκ τῶν οὐρανίων ἐπιρρέ‐
25ουσαν ζωὴν πρὸς τὰ τῇδε αὐτὴν εἶναι τὴν φύσιν καθ’ ἣν γεννῶνται τὰ γεννώμενα. ἐντεῦθεν, φησί, δῆλον ὅτι καλῶς ἐν τῇ Φυσικῇ ἡμῖν εἴρηται ἀκροάσει, ὅτι πρώτη τῶν μεταβολῶν ἐστιν ἡ κατὰ τόπον καὶ αὐτῆς τῆς γενέσεως· καὶ γὰρ τῆς γενέσεως αὕτη ἐστὶν αἰτία, οὐχ ἡ γένεσις τῆς κινή‐ σεως. εἰ γὰρ τὸ γινόμενον οὔπω ἐστὶν ἐν ὅσῳ γίνεται, τὸ δὲ κατὰ τόπον
30μεταβάλλον ὑπάρχον ἤδη κινεῖται, εὔλογον τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον λέγειν, οὐ τὸ μὴ ὄν, τουτέστι τὸ γινόμενον, αἴτιον φάσκειν εἶναι τοῦ ἤδη ὄντος καὶ κατὰ τόπον κινουμένου. Ταῦτα εἰρηκὼς ἐφεξῆς ἀπορεῖ πῶς φαμεν τὴν κύκλῳ φορὰν αἰτίαν εἶναι γενέσεως καὶ φθορᾶς. ἐπεὶ γὰρ αὗται δύο εἰσὶ μεταβολαὶ ἐναντίαι
35ἀλλήλαις, τί ποτέ ἐστι τὸ τούτων αἴτιον; οὐ γὰρ δυνατὸν ἓν καὶ ταὐτὸν288
In GC
.

14,2

289

ἐναντίων μεταβολῶν εἶναι αἴτιον· τῶν γὰρ ἐναντίων καὶ τὰ ποιητικά, τὰ φύσει λέγω ποιοῦντα, ἐναντία εἶναι δεῖ. ὥστε εἰ ἡ κατὰ τόπον κίνησις αἰτία γενέσεώς ἐστι καὶ φθορᾶς, ἀνάγκη καὶ τὰς τῶν ποιητικῶν αἰτίων κινήσεις καὶ αὐτὰς ἐναντίας εἶναι ἢ τῇ φορᾷ ἤγουν τῇ ἀνωμαλίᾳ· τῇ
5μὲν φορᾷ ὥστε δύο εἶναι φορὰς ἐναντίας, τὴν μὲν γένεσιν ποιοῦσαν τὴν δὲ φθοράν, τῇ δὲ ἀνωμαλίᾳ ὥστε μίαν μὲν εἶναι φοράν, διὰ δὲ τὸ μὴ ὁμοίως ἔχειν ἀεὶ πρὸς ἡμᾶς τὸ κινούμενον, ἀλλὰ ποτὲ μὲν ἐγγίζειν ἡμῖν ποτὲ δὲ ἀφίστασθαι, προσιόντος μὲν ποιεῖν γένεσιν ἀπιόντος δὲ φθοράν. εἰδέναι οὖν χρὴ ὅτι ἀμφότερα συμβέβηκε. καὶ γὰρ καὶ αἱ φοραὶ δύο, ἡ
10μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δυσμάς, ὡς 〈ἡ〉 τῶν ἀπλανῶν, ἡ δὲ ἔμπαλιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ὡς ἡ τῶν πλανωμένων, διὰ τὸ ἐπὶ λοξοῦ γίνεσθαι κύκλου ἀνώμαλον ἐν σχέσει τῇ πρὸς ἡμᾶς ποιεῖται τὴν κίνησιν τοῦ ἡλίου, ποτὲ μὲν πλησίον γινομένου ποτὲ δὲ πόρρω. ἐχούσης οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ τὸ μὴ ἐπιλείπειν καὶ τὸ ἐναντίας εἶναι ἀλλήλαις, τὸ
15μὲν συνείρειν καὶ μὴ ἐπιλείπειν ἐκ τῆς ἀεικινησίας τῶν οὐρανίων αὐταῖς ἐφήκει καὶ τοῖς γενητοῖς καὶ φθαρτοῖς, τὸ δὲ ἐναντίον ἐκ τῆς ἀνωμαλίας τῆς κατὰ τὸν λοξὸν κύκλον. διὸ τὰς δύο φοράς, τήν τε ἀπλανῆ καὶ τὴν πλανωμένην, αἰτιατέον τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχοῦς μετα‐ βολῆς. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὸν λοξὸν μόνον κύκλον αἰτία ἑκατέρου.
20διότι τε γὰρ ἀεὶ κινεῖται, οὐκ ἐπιλείπει ἡ τῶν τῇδε μεταβολή· διότι δὲ ἀνωμάλως ὡς πρὸς ἡμᾶς κινεῖται, διὰ τοῦτο ἐναντίαι μεταβολαὶ κατὰ γένεσιν καὶ φθοράν. ἀλλ’ οὐκ ἂν ἡ τοιαύτη τάξις καὶ κόσμος ἦν ἄν, εἰ μὴ ἦν ἡ τῶν ἀπλανῶν φορά· ἐκεῖθεν γὰρ ἐφ’ ἑκάστης ἡμέρα τε καὶ νὺξ τεταγ‐ μένως ἀλλήλας διαδέχονται. εἰ δὲ μὴ οὔσης ταύτης κατὰ ἐπίνοιαν ἐπὶ
25λοξοῦ μόνου κύκλου ὁ ἥλιος ἐκινεῖτο, ἦν ἂν ὁ πᾶς χειμὼν νὺξ μία εἰ οὕτως ἔτυχε, καὶ τὸ θέρος ἡμέρα μία, καὶ ἁπλῶς εἰπεῖν ἦν ὁ πᾶς ἐνιαυτὸς ἓν ἡμερονύκτιον. τούτων οὕτως εἰρημένων, εἴ τις ζητεῖ τί δήποτε τὴν μὲν ἀπόστασιν τοῦ ἡλίου φθορὰν λέγομεν ποιεῖν, τὴν δὲ προσέλευσιν γένε‐ σιν, καίτοι καὶ θέρους οὐ μόνης γενέσεως οὔσης ἀλλὰ καὶ φθορᾶς, καὶ
30χειμῶνος ὡσαύτως οὐ μόνον φθειρομένων τινῶν ἀλλὰ καὶ γινομένων, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄλλου γενέσεως ἄλλου οὔσης φθορᾶς, εἴ τις λέγοι πῶς ἐν ἄλλῳ μὲν χρόνῳ φησὶ τὴν γένεσιν ἐν ἄλλῳ δὲ τὴν φθορὰν συμβαίνειν, γινωσκέτω ὡς τὴν τῆς κρείττονος οὐσίας γένεσιν, ταύτην γένεσιν ἐκάλεσεν
Ἀριστοτέλης πανταχοῦ, τὴν δὲ τῆς χείρονος φθοράν, καὶ ἡ χρῆσις ὁμοίως.289
In GC
.

14,2

290

ἐπειδὴ τοίνυν ὡς ἐπίπαν προσιόντος τοῦ ἡλίου αἱ τῶν κρειττόνων γενέσεις ἀκολουθοῦσι, καρπῶν καὶ ζῴων, καὶ τῶν κρειττόνων στοιχείων, πυρὸς καὶ ἀέρος, καὶ τῶν ἄλλων ἁπάντων ἅπερ τῷ λόγῳ διεξελθεῖν οὐ ῥᾴδιον, ἀπιόντος δὲ ταῦτα φθίνει πάντα, διὰ τοῦτο τῇ μὲν προσόδῳ τοῦ ἡλίου τὴν
5γένεσιν ἀφορίζομεν, τῇ δὲ ἀποστάσει τὴν φθοράν. ὁ γὰρ ἥλιός ἐστιν ὅ γε ἡγεμονικὴν ἐπέχων τάξιν πρὸς τὴν γένεσιν, εἴ γε καὶ διὰ τοῦτον θέρος καὶ χειμὼν καὶ αἱ ἄλλαι τροπαί. p. 336a15 Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀίδιος.
10 Ἤδη μὲν κἀν τοῖς προτέροις, φησὶ δὲ ἐν τῇ Φυσικῇ, εἴρηται περὶ τῶν αἰτίων καθόλου ἔνθα καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἔτι δὲ καὶ νῦν ῥητέον ὅτι αἰτία ποιητικὴ τῆς ἀειγενεσίας ἡ κύκλῳ φορὰ ἀίδιος οὖσα καὶ τὸ γεννητικὸν προσάγουσα καὶ ἀπάγουσα. γεννητικὸν δέ φησι τὸν ἥλιον. p. 336a18 Ἅμα δὲ δῆλον ὅτι καὶ τὰ πρότερον καλῶς εἴρηται.
15 Νῦν δείκνυσιν ὅτι εἰκότως ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν κατὰ τόπον κίνησιν καὶ ταύτης τὴν κύκλῳ πρώτην εἴρηκεν εἶναι πάσης μεταβολῆς. εἰ γὰρ αὐτὴ γενέσεως καὶ φθορᾶς αἰτία οὖσα ἐδείχθη, εἰκότως ἄρα πρώτη ἐστὶ πασῶν. ὅτι δὲ γενέσεως αἰτία καὶ τῶν γινομένων, δείκ‐ νυσιν οὕτως· τὸ φερόμενον κατὰ τόπον ἤδη ἐστί, τὸ γινόμενον οὔπω
20ἐστίν, εὔλογον οὖν τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον εἶναι, οὐκ ἔμπαλιν τὸ μὴ ὂν τοῦ ὄντος. p. 336a23 Ἐπεὶ δ’ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι γένεσις καὶ φθορά. Ἐπειδή, φησίν, δέδεικται συνεχὴς ἡ γένεσις ὑπάρχουσα καὶ ἡ φθορὰ
25τοῖς πράγμασι, δέδεικται δὲ διὰ τὴν κύκλῳ κίνησιν ἀίδιον οὖσαν *** ἡ μὲν σύνταξις τῆς λέξεως τοιαύτη. ζητεῖ δὲ πῶς τὴν φοράν φαμεν αἰτίαν εἶναι μεταβολῶν ἐναντίων. δύο γὰρ οὐσῶν, φησί, μεταβολῶν, γενέσεως καὶ φθορᾶς, οὐχ οἷόν τε μίαν κίνησιν ἀμφοτέρων αἰτίαν ὑποθέσθαι. ἀνάγκη
ἢ δύο λέγειν εἶναι κινήσεις κατὰ δύο φορὰς ἐναντίας, ἢ μίαν μὲν τὴν290
In GC
.

14,2

291

φορὰν διάφορον δὲ διὰ τὴν τῆς κινήσεως ἀνωμαλίαν. ἡ δὲ ἀνωμαλία ὡς πρὸς ἡμᾶς, διὰ τὸ ἐπὶ λοξοῦ κύκλου γίνεσθαι τὴν τῶν πλανωμένων κίνη‐ σιν, καὶ διὰ τοῦτο τὴν πρὸς ἡμᾶς σχέσιν ἄλλοτε ἄλλην ποιεῖσθαι τὸ κινού‐ μενον, ποτὲ μὲν ἐγγίζον ποτὲ δὲ ἀφιστάμενον, ὅπερ καί φησιν ἀληθὲς
5εἶναι. ἡ γὰρ τῶν ἀπλανῶν φορὰ οὐκ ἂν εἴη αἰτία γενέσεως καὶ φθορᾶς μία οὖσα καὶ ἡ αὐτὴ καὶ μηδεμίαν ὡς πρὸς ἡμᾶς ποιουμένη διαφοράν, ἀλλ’ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔχουσα καὶ τὸ ἀίδιον καὶ τὸ ἀνώμαλον τῇ μὲν ἀνωμαλίᾳ τῶν ἐναντίων μεταβολῶν αἰτία γίνεται, φθορᾶς λέγω καὶ γενέσεως, τῇ δὲ ἀιδιότητι τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχείας
10αἰτία ἐστίν. εἰδέναι δὲ χρὴ ὅτι ἡ ἀπλανής, εἰ καὶ μὴ τὴν γένεσιν ποιεῖ καὶ τὴν φθοράν, ἀλλ’ οὖν τὴν τάξιν καὶ τὸν τοιοῦτον κόσμον αὕτη ἐπιτί‐ θησι τῆς ἡμέρας καὶ τῆς νυκτός· ὅπερ εἰ μὴ ὑπῆρχεν, ἀλλ’ ἡ ἐπὶ λοξοῦ μόνου κύκλου ἦν ὡς ἓν νυχθήμερον γίνεσθαι τὸν πάντα ἐνιαυτόν, οὐκ ἂν ἡ τοιαύτη τάξις τῶν γενέσεων ἐφυλάττετο, ὡς δηλοῖ τὰ [τοιαῦτα] μέρη τῆς
15γῆς ἀοίκητα ὄντα. τοιαῦτα δ’ ἐστὶ τὰ ὑπὸ τοὺς πόλους τοῦ παντός, ἐν οἷς μυλοειδὴς ἡ τοῦ οὐρανοῦ γίνεται κίνησις. p. 336b2 Τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία. Οὐ λέγει τὴν τοῦ ὅλου φορὰν τὴν τῆς ἀπλανοῦς κίνησιν, ὥσπερ Ἀλέξανδρος ἐξηγήσατο (αὐτὸς γὰρ ἀνωτέρω τῷ λοξῷ κύκλῳ τὴν αἰτίαν
20ἀνέθηκεν τῆς συνεχείας τῆς κατὰ τὴν γένεσιν καὶ φθοράν), ἀλλ’ ὅ φησι τοῦτό ἐστι· δείξας γὰρ ὅτι ἡ κατὰ τὸν λοξὸν κύκλον φορὰ αἰτία ἐστὶ τοῦ συνεχῆ εἶναι γένεσιν καὶ φθοράν, διότι ἔχει καὶ τὸ συνεχὲς ὅπερ ἐστὶ τῆς ἀειγενεσίας αἴτιον, ἔχει δὲ καὶ τὸ ἀνώμαλον ἐξ οὗ ἐναντίαι αἱ μεταβολαί, νῦν φησι πῶς ἑκάτερον τούτων ἔχει ἡ τῶν πλανήτων φορά. καί φησιν
25ὅτι τὸ μὲν συνεχὲς ταύτῃ ἐστὶ διὰ τὴν ὅλην τοῦ ἡλίου σφαῖραν ἀιδίως κινουμένην, τὸ δὲ προσιέναι, φησί, καὶ ἀπιέναι, ὅπερ ἡ ἀνωμαλία, διὰ τὴν ἔγκλισιν τοῦ λοξοῦ κύκλου· διὰ ταύτην γὰρ συμβαίνει αὐτὸν ποτὲ μὲν προσεγγίζειν ποτὲ δὲ ἀφίστασθαι. p. 336b5 Ἀνίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ
30κίνησις. Πῶς ἀνώμαλος ἡ τοῦ λοξοῦ κύκλου κίνησίς ἐστι διδάσκει, ὅτι τῷ μᾶλλον πλησίον ἡμῶν ποιεῖν τὸν ἥλιον ἢ τοῦτον διιστάναι ἡμῶν. ὥστε
οὐκ αὐτὴ [ἡ] ἀνώμαλος, ἀλλ’ ἡ πρὸς ἡμᾶς τοῦ ἡλίου σχέσις ἀνώμαλος·291
In GC
.

14,2

292

τῷ γὰρ γεννητικὸν προσάγειν ἡμῖν ἢ ἀπάγειν ἡμῶν ἡ δοκοῦσα ἀνωμαλία συμβαίνει τῆς κινήσεως. p. 336b8 Καὶ εἰ τῷ πολλάκις προσελθεῖν γεννᾷ, καὶ τῷ πολ‐ λάκις ἀπελθεῖν φθείρει.
5 Γένεσιν ἐνταῦθα λέγει οὐ τὴν ἐκ μὴ ὄντος εἰς τὸ ὂν πάροδον, ἀλλὰ τὴν αὔξησιν καὶ τὴν μέχρι τῆς ἀκμῆς πρόοδον· ὡσαύτως δὲ καὶ φθορὰν τὴν ἐκ τῆς ἀκμῆς ἐπὶ τὴν τελείαν φθορὰν ὁδόν, τὴν φθίσιν φημὶ καὶ τὴν παρακμήν. φησὶν οὖν ὅτι τοῖς μὲν μία περίοδος τοῦ ἡλίου πρὸς τελείωσιν τοῦ εἴδους ἀρκεῖ, οἷοί εἰσιν οἱ ἐπέτειοι καρποὶ καὶ ἡ τῶν στοιχείων μετα‐
10βολή, τοῖς δέ, φησί, πλειόνων δεῖ περιόδων, ὡς ἔχει ἐπὶ τῶν πολλῶν ζῴων. περίοδον δὲ λέγει τὴν προσέλευσιν καὶ ἀποχώρησιν τοῦ ἡλίου. εἰ τοίνυν διὰ πολλῶν προσελεύσεων τοῦ τελείου εἴδους τύχοι, διὰ πολλῶν ἀποχωρήσεων, φησί, τοῦτο παρακμάζει. ἀποδέδωκε δὲ τὴν μὲν γένεσιν τῇ προσελεύσει τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει, καίτοι διὰ πολλῶν περιό‐
15δων φήσας καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, ὡς εἶναι δηλονότι ἐπὶ τῆς γενέσεως μὴ μόνον προσέλευσιν τοῦ ἡλίου ἀλλὰ καὶ ἀποχώρησιν, καὶ ἐπὶ φθορᾶς δὲ μὴ μόνον ἀποχωρεῖν τὸν ἥλιον ἀλλὰ καὶ προσεγγίζειν. πρὸς τοῦτο ῥητέον ὅτι εἰ καὶ ἐπὶ ἑκατέρας διαθέσεως ὁμοίως καὶ πρό‐ σοδος καὶ ἄφοδος τοῦ ἡλίου θεωρεῖται, αὐτὸς τὴν μὲν γένεσιν τῇ προσε‐
20λεύσει τοῦ ἡλίου, τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει ἀνέθηκεν εὐλόγως ἴσως, διότι ἐρρωμένη μὲν ἡ φύσις μᾶλλον ἀπολαύει τῆς προσόδου τοῦ ἡλίου καὶ γεννᾷ καὶ αὔξεται, ἠσθενηκυῖα δὲ μᾶλλον ὑπὸ τῆς ἀποστάσεως πάσχει ἤπερ ὑπὸ τῆς προσελεύσεως, ὥσπερ ἔχει ἐπὶ τῆς ἀπορροῆς καὶ τῆς προσθή‐ κης· ἐπί τε γὰρ τῆς αὐξήσεως κἀπὶ τῆς φθίσεως καὶ ἀπορροή ἐστι καὶ
25προσθήκη τῆς τροφῆς, ἀλλ’ ἔτι μὲν ἐρρωμένου τοῦ σώματος καὶ αὐξομένου ἡ προσθήκη γίνεται πλείων τῆς ἀπορροῆς, παρακμάζοντος δὲ τοῦ σώματος ἐλάττων ἡ προσθήκη τῆς ἀπορροῆς. πρὸς τοῦτο ἴσως τις εὐλόγως ἂν φαίη, ὅτι αὐξομένου τοῦ σώματος καὶ πρὸς τὸ τέλειον ὁδεύοντος οὐκ ἔστι μᾶλλον τὴν προσέλευσιν δρᾶν, καὶ διὰ τοῦτο τοῦ ἐκ τῆς ἀποχωρήσεως
30πάθους μὴ γίνεσθαι συναίσθησιν, διότι καὶ αὐτὴ ἡ ἀποχώρησις οὐδὲν ἔλαττον συμβάλλεται εἰς τὴν αὔξησιν καὶ διαμονὴν τῶν σωμάτων. χειμῶνος
γοῦν αἱ πέψεις καλλίους καὶ αἱ ἐνέργειαι εὔτονοι· καὶ οὐκ ἂν ὅλως διήρκεσε292
In GC
.

14,2

293

τὰ τῶν ζῴων σώματα καὶ φυτῶν, ἀλλὰ ῥᾷστα ἂν ἐφθάρη, εἴπερ διὰ παντὸς προσήγγιζεν ὁ ἥλιος ὡς διὰ παντὸς θέρος εἶναι, ὡς δηλοῖ ἡ κεκαυ‐ μένη ζώνη πλησίον ἀεὶ τὸν ἥλιον ἔχουσα καὶ ἀοίκητος οὖσα. τοσοῦτον οὖν ῥητέον, ὅτι ἀφώρισε τῇ μὲν προσελεύσει τοῦ ἡλίου τὴν αὔξησιν τῇ
5δὲ ἀποχωρήσει τὴν φθίσιν, οὐκ ἀκριβῶς ἑκατέρῳ θάτερον ἀπονείμας· ἀλλ’ ἐπειδή, καθάπερ φθάνομεν προειρηκότες, εἰ καὶ ἑκάτερον ἀμφότερα ποιεῖ, καὶ γένεσιν καὶ φθοράν, ἀλλὰ μᾶλλον μὲν γένεσιν ἡ πρόσοδος τοῦ ἡλίου, φθορὰν δὲ μᾶλλον ἡ ἀποχώρησις. p. 336b9 Καὶ ἐν ἴσῳ χρόνῳ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ
10φύσιν. Εἰπὼν ὅτι εἰ διὰ πολλῶν περιόδων τὴν γένεσιν ἴσχοι τι, διὰ πολλῶν περιόδων καὶ τὴν φθορὰν ὑπομενεῖ, καὶ ὅτι ἴσος ἐστὶν ὁ χρόνος τῆς γενέ‐ σεως καὶ τῆς φθορᾶς, τουτέστι τῆς αὐξήσεως καὶ τῆς φθίσεως (οὕτως γὰρ ἠξιώσαμεν ἐξ ἀρχῆς ἀκούειν), ἀναγκαίως προσέθηκε τὸ ἡ κατὰ
15φύσιν, ἵνα μὴ τὴν τυχοῦσαν φθορὰν λάβῃς ἰσοχρόνιον οὖσαν τῇ γενέσει, ἀλλὰ τὴν κατὰ νόμους φυσικοὺς γινομένην διὰ τῆς παρακμῆς ἐπὶ τὸ τέλος ὁδεύσαντος τοῦ ζῴου. εἰ γάρ τις βιαία γένοιτο φθορά, οὐκέτι διὰ ἴσου χρόνου ἐπὶ τὸ τέλος ἀφικνεῖται δι’ ὅσου τὴν γένεσιν ἔσχε. βιαίους δὲ χρὴ λέγειν φθορὰς οὐ μόνον τὰς διά τι τῶν ἔξωθεν προσπιπτόντων, οἷον
20τομὰς καὶ πτώσεις καὶ καύσεις καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ τὰς διὰ πλημ‐ μέλειαν καὶ ἀταξίαν τῆς τροφῆς γινομένας. ὅπερ δὲ καὶ τούτων οὕτως προσδιωρισμένων ὑπολείπεται ἄπορον, ἐκεῖνό ἐστιν ὅτι τοῦ βίου εἰ τύχοι τοῦ ἀνθρωπίνου μέχρι ρκʹ ἐτῶν προϊόντος ἡ ἀκμὴ πολλάκις τὸ μέγιστον μέχρι μʹ ἐτῶν μόνον πρόεισιν, ὡς εἶναι τὴν φθορὰν κατὰ τοῦτον τὸν
25λόγον πολλῷ χρονιωτέραν τῆς γενέσεως καὶ μηκέτι ἐν ἴσῳ χρόνῳ γίνεσθαι· πολλοὶ μὲν γὰρ μέχρι ρκʹ ἐτῶν προῆλθον κατὰ τὴν ζωήν, οὐδεὶς δὲ μέχρι ξʹ ἐτῶν τὴν αὔξησιν ἔσχε καὶ τὴν ἐπὶ τὸ τελειότερον προκοπήν. εἰ δὲ γένεσιν μὴ τὴν πρόοδον τὴν ἐπὶ τὸ τέλειον εἶδος ἄγουσαν λάβοιμεν, ἀλλὰ τὴν κυρίως γένεσιν καὶ φθοράν, τὸ μὲν ἐν ἴσῳ χρόνῳ ἀμφότερα συμβαίνειν
30ἀληθὲς ἔσται (ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ δηλονότι· δι’ ὅσου γάρ293
In GC
.

14,2

294

τι γίνεται, διὰ τοσούτου φθείρεται ἄλλο), ἀλλ’ οὐκέτι τοῦ αὐτοῦ γένεσιν καὶ φθορὰν λαμβάνομεν, ὅπερ φαίνεται λέγων ὁ Ἀριστοτέλης. ἀλλ’ οὐδὲ τό, εἰ διὰ πλειόνων περιόδων γίνοιτό τι, διὰ πλειόνων καὶ φθείρεσθαι σύμφωνον τῇ τοιαύτῃ ἐξηγήσει· τὴν γὰρ κυρίως λεγομένην γένεσιν διὰ
5πλειόνων περιόδων γινομένην οὐ ῥᾴδιον οὐδ’ ἐπινοῆσαι. εἰ γάρ τις λέγοι τὴν κύησιν λέγειν αὐτὸν γένεσιν, καὶ τὴν κυρίως δι’ αὐτῆς σημαίνειν γένεσιν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προάγουσαν, καὶ ὑποθώμεθά τι ζῷον, καθάπερ τὸν ἐλέφαντα, διὰ πλειόνων περιόδων κυΐσκεσθαι, καὶ οὕτως ἀδιανόητον τὸ λέγειν ὅτι δι’ ὅσου χρόνου κυΐσκεται, διὰ τοσούτου καὶ
10φθείρεται· ποίαν γὰρ καὶ χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει, οὐ ῥᾴδιόν ἐστιν. p. 336b10 Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται. Ἐπειδὴ τάξις ἐστὶν ἐν τοῖς γινομένοις, μεμετρημένου ὄντος τοῦ ἑκάστου
15εἴδους τῇ φύσει συμβαίνει ἕκαστον δι’ ὡρισμένου χρόνου ἐπὶ τὸ τέλειον ἑαυτοῦ εἶδος ἀφικνεῖσθαι. ἴσου δὲ ὄντος τοῦ χρόνου τοῦ ἀπὸ γενέσεως μέχρι τοῦ τελείου εἴδους καὶ τῆς ἀκμῆς τῷ ἀπὸ τῆς ἀκμῆς ἐπὶ τὴν κατὰ φύσιν φθορὰν ἄγοντι, δῆλον ὅτι ὁ πᾶς βίος ἑκάστου ὡρισμένος ἐστὶ κατὰ τὸν ἀριθμὸν ὡς τούτῳ διορίζεσθαι τὰ εἴδη ἐξ ἀλλήλων. ἄλλος μὲν γὰρ
20βίος ἀνθρώπου ἄλλος δὲ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου ὡσαύτως, πλὴν ὅμως ἑκάστου εἴδους ὡρισμένος ὁ χρόνος· τοῦ γὰρ εἴδους τοῦ ἀν‐ θρωπείου ὥρισταί τις βίος ὃν οὐ δυνατὸν ὑπερβῆναι, τῶν δὲ καθ’ ἕκαστα οὐκέτι ὥρισται ὁ χρόνος, πολλῶν καὶ ἐνδοτέρω τοῦ τεταγμένου χρόνου τελευτώντων. ὥστε τοῦ μὲν εἴδους ὥρισται ὁ χρόνος ὃν οὐ δυνατὸν ὑπερ‐
25βῆναί τινα τῶν καθ’ ἕκαστα, οὐχ ὁ αὐτὸς δὲ ἑκάστου τῶν καθ’ ἕκαστα βίος, ἀλλ’ ἄλλος ἄλλου, πολλῶν μὲν ἐνδοτέρω τοῦ χρόνου ἀπολλυμένων οὐδενὸς δὲ τοῦτον ὑπερβαίνοντος. p. 336b15 Φαίνεται δὲ καὶ κατὰ τὴν αἴσθησιν ὁμολογούμενα τοῖς παρ’ ἡμῶν λόγοις.
30 Εἰπὼν ἐξ ἀρχῆς ὅτι ἴσος ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς τῆς κατὰ φύσιν, νῦν τὴν πίστιν τούτου παρατίθεται ἐκ τῶν καθ’ ἑκάστην
περίοδον τοῦ ἡλίου γινομένων γενέσεων καὶ φθορῶν. καθὼς γὰρ προειρή‐294
In GC
.

14,2

295

καμεν, ὁρῶμεν προσιόντος μὲν τοῦ ἡλίου γένεσιν ἀπιόντος δὲ φθορὰν ἐπα‐ κολουθοῦσαν, ἔστι δὲ ἡ προσέλευσις τοῦ ἡλίου ἰσόχρονος τῇ ἀποχωρήσει. καλῶς δὲ κἀνταῦθα φθορὰν εἰπὼν τὴν κατὰ φύσιν προστέθεικεν· ἔστι γὰρ κἀπὶ ζῴων κἀπὶ τῶν ἐπετείων καρπῶν φθορὰν βιαίαν νοῆσαι γινο‐
5μένην. p. 336b20 Ἀλλὰ συμβαίνει πολλάκις ἐν ἐλάττονι φθείρεσθαι διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν. Τοῦτο οὐ πρὸς τὸ προσεχὲς ἀκουστέον, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρη‐ μένον. εἰπὼν γὰρ ὅτι οἱ βίοι καὶ οἱ χρόνοι τεταγμένοι εἰσὶν εἴδους
10ἑκάστου, ἐνταῦθά φησιν ὅτι συμβαίνει πολλάκις ἐν ἐλάττονι χρόνῳ τοῦ τεταγμένου ἀπόλλυσθαι. καὶ τούτου αὐτοῦ πρόκειται αὐτῷ τὴν αἰτίαν ζητῆσαι, τί δήποτε ἔνια τῶν καθ’ ἕκαστα προαπόλλυται μὴ πληρώσαντα τὴν φυσικὴν περίοδον. φησὶν οὖν τοῦτο συμβαίνειν διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν ἢ σύγκρουσιν· γέγραπται γὰρ διττῶς. εἰ μὲν ἔχοι σύγ‐
15κρασιν, εἴη ἂν τὴν τῶν στοιχείων αἰτιώμενος ἀμετρίαν καὶ ἀκρασίαν· πολλάκις γὰρ ἡ ὕλη διὰ τὴν ἀνεπιτηδειότητα καὶ τὸ ἀνάρμοστον ἑαυτῆς οὐ καταδέχεται τελείως τὸν ἄνωθεν κόσμον, ὡς διαλυθῆναι θᾶττον τὸ ζῷον διὰ τὸ ἀσθενὲς τῆς συμπήξεως, μὴ διαρκούσης ἐπὶ πολλῶν τῆς κατὰ τὴν ὕλην συγκράσεως ἐπὶ πολὺ τὴν χορηγουμένην ζωὴν καταδέξασθαι.
20εἰ δὲ ἔχει σύγκρουσιν, δηλοῖ τὴν πρὸς ἄλληλα τῶν αἰτίων συντυχίαν, φημὶ δὲ τοῦ τε ὑλικοῦ καὶ τοῦ ποιητικοῦ τοῦ τε προσεχοῦς καὶ τοῦ πρώτου. αἴτιον γὰρ ποιητικὸν προσεχὲς μὲν ὁ πατήρ, πόρρω δὲ καὶ πρῶτον τὰ οὐράνια· καὶ ἡ ὕλη δὲ καὶ ἡ τοιάδε προαίρεσις καὶ δίαιτα αἰτία τῆς τοιᾶσδε συμπήξεως τῷ σώματι. ἐὰν οὖν συντύχῃ τοιόνδε μὲν εἶναι
25τὸ παρὰ τοῦ πατρὸς σπέρμα καὶ τὸ παρὰ τῆς μητρὸς σπέρμα καὶ αἷμα τοιόνδε [μὲν] (τὸ μὲν 〈γὰρ〉 αἷμα ὕλης λόγον ἐπέχειν φασί, τὸ δὲ σπέρμα ποιητικοῦ αἰτίου), τύχῃ δὲ καὶ ἡ κατὰ τὴν κύησιν δίαιτα τῆς μητρὸς τοία ἢ τοία, ἢ καὶ τὸ περιέχον δυσκράτως ἔχον ἄγαν, ὡς ἐκ τούτων τινὸς ἐμποδισθῆναι τὴν τῶν οὐρανίων κίνησιν τὴν τελεωτάτην ἐνέργειαν ἐπι‐
30δείξασθαι περὶ τὸ γεννώμενον καὶ κόσμον ἐναποθέσθαι τὸν προσήκοντα, τηνικαῦτα φθορὰ ἀκολουθεῖ πρὸ τοῦ τεταγμένου χρόνου, διὰ τὸ συγκλω‐
σθῆναι τὴν τοιάνδε ὕλην καὶ τἆλλα αἴτια τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων,295
In GC
.

14,2

296

τῆς ὕλης τὴν αἰτίαν τῆς ἀνωμαλίας, καθὼς προείρηται, ἐχούσης· ὥσπερ εἰ ἄτακτόν τι καὶ ἀνάρμοστον γένοιτο περὶ θρόνον ἢ ἀβάκιον διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα μηδὲν ἁμαρτόντος τοῦ τεχνίτου. δύναιτο δὲ τὸ τῆς συγκρούσεως λαμβάνεσθαι καὶ ἐπὶ τῶν οὐρανίων μόνων. ἐπειδὴ γὰρ οὐ
5μόνος ὁ ἥλιος, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες καὶ οἱ ἀπλανεῖς δέ, καὶ εἰ μὴ τοσοῦτον, ἐνεργοῦσι γοῦν καὶ αὐτοὶ περὶ τὰς γενέσεις, τὴν τοιάνδε αὐτῶν συνδρομὴν τῶν σχημάτων, ἣν καλεῖ σύγκρουσιν, αἰτίαν φησὶν εἶναι ἄλλης ἄλλῳ προθεσμίας τοῦ βίου· πολλάκις γὰρ διὰ τὴν τοιάνδε πρὸς ἄλληλα αὐτῶν συμπλοκήν, εὐδιάλυτον γίνεσθαι συμβαίνει τὸ ἐξ αὐτῶν δια‐
10πλαττόμενον σῶμα καὶ τὸν τῆς ζωῆς χρόνον ὀλίγον. p. 336b25 Ἀεὶ δ’, ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὐδέποτε ὑπολείψει δι’ ἣν εἴπομεν αἰτίαν. τοῦτο δ’ εὐλόγως συμβέβηκεν. Ἀποδεδωκὼς τὴν αἰτίαν δι’ ἣν ἀεί ἐστι γένεσις, τήν τε ὑλικὴν καὶ
15τὴν ποιητικήν, καὶ ὑλικὴν μὲν εἰπὼν τῆς ἀειγενεσίας αἰτίαν τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν, ποιητικὴν δὲ τὴν ἀίδιον κίνησιν τῶν οὐρανίων (τῷ γὰρ ἐκεῖνα ἀιδίως κινεῖσθαι οὐδέποτε ἡ γένεσις ἐπιλείπει), νῦν τὴν τελικὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν ἀεί ἐστι γένεσις, καί φησιν αἰτίαν εἶναι τὸ πάντα αὐτοφυῶς τοῦ ἀγαθοῦ ἐφίεσθαι. ἡ γὰρ ἀρχὴ πάντων τὸ ἀγαθόν
20ἐστι, πάντα δὲ τῆς οἰκείας ἀρχῆς ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ ἐστὶ τὸ εἶναι οὐχὶ τὸ μὴ εἶναι, πάντα ἄρα αὐτοφυῶς τοῦ εἶναι ἐφίεται. ἐπειδὴ οὖν πᾶν τοῦ εἶναι ἐφίεται καὶ τοῦ βελτίονος, ἃ μὲν ἐγγυτέρω ἐστὶ τῆς ἀρχῆς τῆς πρώτης, ταῦτα μετασχεῖν ἐδυνήθη τῆς ἀιδιότητος καὶ τοῦ ἀεὶ εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, οἷα τὰ οὐράνια, πλὴν μετὰ ὑφέσεως (μετὰ γὰρ
25διαστάσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), ὅσα δὲ πορρωτέρω ἐστί, μὴ δυνηθέντα διὰ τὸ ἀφεστηκέναι τῆς πρώτης ἀρχῆς, ἐξ ἧς τὸ εἶναι πᾶσι, κατ’ ἀριθμὸν εἶναι τὰ αὐτά, τὴν κατὰ τὸ εἶδος αἰδιότητα ἔλαχεν, ἑκάστου διὰ τὸ ἀεὶ εἶναι ἐφίεσθαι, μὴ δύνασθαι δὲ τῷ πόρρω ἀφεστηκέναι τῆς ἀρχῆς, γεννῶντος ἄλλο οἷον αὐτὸ καὶ ταύτῃ τὴν φθορὰν ὑποκλέπτοντος.
30καὶ αὐτὴν δὲ ἣν εἴληχε κατὰ τὸ εἶδος ἀιδιότητα, τῷ μιμεῖσθαι τὴν κυκλικὴν κίνησιν τῶν οὐρανίων ἐκτήσατο· διὰ κύκλου γὰρ τὰ γεννώμενα
εἰς τὸ αὐτὸ ἀποκαθίσταται ὅθεν ἤρξατο. ἵνα γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου296
In GC
.

14,2

297

γένηται, κύκλος ἀποτελεῖται· σπέρμα γὰρ πρῶτον, κἀκ τούτου ἔμβρυον, εἶτα παῖς καὶ μειράκιον καὶ ἀνήρ, καὶ πάλιν σπέρμα καὶ ἔμβρυον. δῆλον ἄρα ὅτι ἡ τοῦ εἴδους διαδοχὴ ἐπ’ εὐθείας οὖσα τῷ μιμεῖσθαι τὴν κύκλῳ φορὰν τὴν ἀιδιότητα ἔχει.
5p. 336b29 Τὸ δὲ εἶναι ποσαχῶς λέγεται, ἐν ἄλλοις εἴρηται. Τὸ εἶναι διττῶς λέγεται, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ἕκαστον γὰρ εἶναι λέγεται ἢ τῷ εἶδος αὐτοῦ φυλάττεσθαι ἢ τῷ τὸν ἀριθμόν· τὰ μὲν γὰρ οὐράνια λέγεται εἶναι τῷ κατ’ ἀριθμὸν μένειν τὰ αὐτά, τὰ δὲ γενητὰ καὶ φθαρτὰ κατ’ εἶδος ἔχει τὸ ἀεὶ εἶναι. ταῦτα οὖν ἐστιν ἅ φησιν ἀλλαχοῦ διῃρῆσθαι
10σημαινόμενα τοῦ εἶναι. διὰ μέσου δὲ παρεμβέβληται τοῦτο τὸ ῥησείδιον. ὥστε αὐτὸ σιωπήσαντα συνάπτειν χρὴ ὅλον τὸ ῥητόν· ‘ἐπειδὴ ἑκάστου φύσις τοῦ βελτίονος ὀρέγεται, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ 〈εἶναι, τὸ δὲ εἶναι κατ’ ἀριθμὸν ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρῳ τῆς ἀρχῆς ἀφίστασθαι, διὰ τοῦτο, φησί, τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλή‐
15ρωσεν ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν.‘ καὶ ἐντεῦθεν δῆλον ὅτι καὶ τῶν ἀιδίων πάντων αἴτιον οἴεται εἶναι τὴν πρώτην ἀρχὴν ὁ Ἀριστοτέλης. ὡς γὰρ τοῦ θεοῦ ποιήσαντος καὶ τὰ ἀίδια καὶ πάντῃ ἀμετάβλητα, ποιήσαντος δὲ καὶ τὰ ἀίδια μὲν κατ’ οὐσίαν σωματοειδῆ δὲ καὶ διαστατὰ καὶ τὴν κατὰ τόπον ἔχοντα μεταβολήν, ἐπήγαγε τὸ τῷ λειπομένῳ τρόπῳ ἀνε‐
20πλήρωσεν τὸ ὅλον ὁ θεός· ἵνα γὰρ τέλειος ᾖ ὁ κόσμος, ἔλιπεν ἄλλος τρόπος δημιουργίας, τῶν ἀίδιον μὲν τὸ εἶδος ἐχόντων τῇ διαδοχῇ, κατ’ ἀριθμὸν δὲ γενητῶν ὄντων καὶ φθαρτῶν. τῇ τούτων οὖν προόδῳ ἀνε‐ πλήρωσε τὸν ὅλον ὑπ’ αὐτοῦ δεδημιουργημένον κόσμον, ἐνδελεχῆ καὶ ἀδιάκοπον ποιήσας τὴν γένεσιν.
25p. 336b32 Οὕτως γὰρ ἂν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύ‐ τατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν. Οὕτω γὰρ ἄν, φησί, τὸ εἶναι καὶ ἡ ὕπαρξις τῶν ὄντων εἱρμὸν ἂν
ἔχοι καὶ τεταγμένην πρόοδον τῆς ὑποστάσεως, εἰ μετὰ τὰ κατ’ ἀριθμὸν297
In GC
.

14,2

298

ἀίδια [δὲ] μένοντα εἴη τὰ κατὰ τὸ εἶδος ἀίδια κατ’ ἀριθμὸν δὲ γενητὰ καὶ φθαρτά. ἐγγὺς γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ τὸ μὲν γίνεσθαι τῷ εἶναι (τὸ δὲ εἶναι πανταχοῦ τὸ κυρίως καὶ ἀεὶ ὡσαύτως ἔχειν νόει), τῇ δὲ ἀιδιότητι ἡ παλιγγενεσία. ἑκάτερον γὰρ τῷ ἑτέρῳ ἀντέθηκεν, τῷ μὲν
5εἶναι τὸ γίνεσθαι, τῇ δὲ ἀιδιότητι τὴν ἀεὶ γένεσιν, ὅπερ διὰ τοῦ ἀεὶ γίνεσθαι ἐσήμανεν. ὥστε ἐγγύτατά ἐστι ταῖς οὐσίαις ἀλλήλων τὰ ὄντα καὶ ἀίδια τοῖς γενητοῖς καὶ ἀειγενεσίαν εἰληχόσιν εἰκότως ἐφεξῆς ἀλλήλων ἴσχουσι τὴν πρόοδον. p. 337a2 Κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις.
10 Ἢ ἐκ παραλλήλου τὸ αὐτό, ἢ δυνάμεις μὲν τὰς ῥοπὰς αὐτῶν φησι, καθ’ ἃς αἱ κινήσεις, πάθη δὲ τὴν θερμότητα καὶ ψυχρότητα καὶ τὰς λοιπὰς ποιότητας· ἤγουν δυνάμεις μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάθη δὲ τὸ ὑγρὸν καὶ ξηρόν. p. 337a7 Ἅμα δὲ δῆλον ἐκ τούτων ὅ τινες ἀποροῦσι.
15 Ἐκ τῶν προειρημένων περὶ τῶν στοιχείων, ὅτι μεταβάλλοντα εἰς ἄλληλα εἰς ταὐτὸ ἀνακυκλεῖται, κατὰ κύκλον τινὰ τῆς γενέσεως προϊούσης, πόρισμα εὑρίσκει εἰς λύσιν τινὸς ἀπορίας ἐπιφερομένης. ἔστι δὲ ἡ ἀπορία, πῶς ἑκάστου τῶν ἁπλῶν σωμάτων τὸν οἰκεῖον τόπον καταλαβεῖν σπεύδοντος μὴ ἐκ πολλοῦ τὰ στοιχεῖα διεκρίθησαν, ἑκάστου τὸν οἰκεῖον τόπον κατα‐
20λαβόντος, ὡς μηκέτι μήτε ἄνω ὕδωρ ἢ γῆν εἶναι μήτε πῦρ κάτω. ἐπι‐ λύεται δὲ τὴν ἀπορίαν ἐκ τῶν προειρημένων. εἰ μὲν γάρ, φησίν, ἀμετά‐ βλητα ἦν τὰ στοιχεῖα, εἰκότως τοῦτο ἄπορον ᾤοντο οἱ οὕτως λέγοντες· ἐπειδὴ δὲ μεταβάλλουσιν ἀεὶ εἰς ἄλληλα, εἰ καὶ τόδε τὸ πῦρ ἐκ τοῦ κάτω τόπου διεκρίθη, ἕτερον γίνεται ἐξ ἀνάγκης, καὶ ἀεὶ ἔσται καὶ κάτω πῦρ
25καὶ ἄνω γῆ καὶ ὕδωρ, μὴ ἀποκεκριμένης ἑκάστῳ χώρας· τοῦτο γὰρ ἂν ἦν ἀμεταβλήτων ὄντων. p. 337a12 Μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν.
Διπλῆν φησι φορὰν ἢ τὴν κατὰ τὸν λοξὸν κύκλον τῇ προσόδῳ καὶ298
In GC
.

14,2

299

ἀφόδω, ἤγουν διπλῆν, διότι κινοῦνται τὴν μὲν τῇ ἀπλανεῖ ἑπόμε‐ νοι ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, τὴν δὲ ἰδίαν ἔμπαλιν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς. p. 337a15 Διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίνα
5αἰτίαν, καὶ τί τὸ γενητὸν καὶ φθαρτόν. Ὅτι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ ἔδειξε, καὶ ὅπως ἔδειξεν εἴρηται ἡμῖν πρότερον, καὶ διὰ τίνα δὲ αἰτίαν ἔστι γένεσις καὶ φθορὰ δέδεικται, ἐκ τοῦ τὴν ὕλην δυνάμει εἶναι τὰ ἐναντία· οὖσα γὰρ πῦρ ἐνεργείᾳ δυνάμει ἐστὶν ὕδωρ, ἐνεργείᾳ δὲ ὕδατος γινομένης φθείρεται τὸ πῦρ. καὶ
10τί τὸ γενητὸν καὶ φθαρτόν· ὅτι ὃ δύναται εἶναι καὶ μὴ εἶναι. p. 337a17 Ἐπειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται. Ὥσπερ ἐν ταῖς ἄλλαις πραγματείαις ἐποίησε, μὴ καταμείνας μέχρι τῶν φυσικῶν αἰτίων, ἀλλ’ ἀναγαγὼν ἑαυτὸν ἐπὶ τὰ ἐξῃρημένα αἴτια (ἐν γοῦν τῇ Φυσικῇ διαλεχθεὶς περὶ φυσικῆς κινήσεως ὕστερον ἐν τῷ ὀγδόῳ
15λόγῳ ἀνήγαγεν ἑαυτὸν ἐπί τι ἐξῃρημένον πάσης φυσικῆς κινήσεως αἴτιον ἀκίνητόν τε ὂν καὶ ἀίδιον, εἰπὼν ‘ἐκ τοιαύτης ἄρα ἀρχῆς ἀνήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμοσ‘, καὶ ἐν τῷ Περὶ ψυχῆς δὲ ὡσαύτως ἐκ τῶν περὶ ψυχῆς λόγων ἐπὶ τὸν νοῦν ἀναδραμών), οὕτως δὲ κἀνταῦθα εἰπὼν τῆς ἀειγενεσίας ποιητικὸν αἴτιον εἶναι τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, νῦν δείκ‐
20νυσιν ὅτι καὶ τῆς κυκλοφορίας ἐστί τι ἐξῃρημένον αἴτιον ἀιδίως κινοῦν, ὃ ἀκίνητόν τέ ἐστι καὶ ἀίδιον καὶ ἀναλλοίωτον καὶ ἓν κατ’ ἀριθμόν. εἰ γάρ, φησίν, ἔστι τι κινούμενον ἀίδιον κίνησιν καὶ συνεχῆ, ἀνάγκη εἶναί τι καὶ τὸ ἀιδίως κινοῦν ἀκίνητον ὂν καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, συνεχῆ γε κινοῦν κίνησιν. καὶ εἰ πολλά γε εἴη, φησί, τὰ κινούμενα τοιαύτην
25κίνησιν, ἀίδιόν φημι καὶ συνεχῆ, ἀνάγκη καὶ τὰ κινοῦντα πολλὰ εἶναι, ἑνὸς ὄντος καθ’ ἑκάστην κίνησιν τοῦ ἀιδίως κινοῦντος. καὶ ταῦτα δὲ τὰ πολλά, εἴπερ εἴη συντεταγμένα καὶ μὴ ἀπηρτημένα ἀλλήλων, ἀνάγκη μιᾶς ἠρτῆσθαι ἀρχῆς ἐξ ἧς καὶ τὴν τάξιν ἔχουσι. δῆλον ἄρα ὅτι μία ἐστὶν ἀρχὴ τῆς πάντων κινήσεως ἀίδιός τε καὶ ἀκίνητος.
30Ἐπειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται, ὥσπερ
εἴρηται πρότερον ἐν ἑτέροις. ὁ μὲν σύμπας λόγος εἴη ἂν τελείως299
In GC
.

14,2

300

προφερόμενος τοιῶσδε· ἐπειδὴ ἀνάγκη οὔσης ἀιδίου κινήσεως καὶ συνεχοῦς εἶναί τι τὸ ἀιδίως κινοῦν ἓν καὶ ταὐτὸ τῷ ἀριθμῷ, ἔστι δὲ ἀίδιος κίνησις καὶ συνεχής, ἔστιν ἄρα τὸ ἀιδίως κινοῦν ἓν τῷ ἀριθμῷ καὶ ἀκίνητον καὶ ἀναλλοίωτον. ὁ μὲν πᾶς λόγος τοιοῦτός ἐστι, δοκεῖ δὲ ἐλλιπῶς προ‐
5ενηνέχθαι παρὰ τοῦ Ἀριστοτέλους, διὰ τὸ παραλελοιπέναι τὴν πρόσληψιν καὶ τὸ συμπέρασμα ὑποθετικοῦ ὄντος τοῦ τρόπου. ὅτι μὲν γάρ, εἰ ἔστιν ἀίδιος κίνησις, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως κινοῦν εἴρηκεν (ἐδείχθη γὰρ ὅτι πᾶν κινούμενον ὑπὸ κινοῦντος κινεῖται), ὅτι δὲ ὅλως ἐστὶν ἀίδιος κίνησις οὐ τέθεικε διὰ προσλήψεως, ὅτι δὲ καὶ ἀκίνητον ἔσται ἔλαβεν ὡς προα‐
10ποδεδειγμένον (δέδεικται γὰρ ὅτι καὶ τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν), ὡσαύτως δὲ καὶ τὸ συνεχοῦς οὔσης τῆς κινήσεως ἓν εἶναι καὶ ταὐτὸν τῷ ἀριθμῷ, καὶ τοῦτο δέδεικται ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς· εἰ γὰρ διά‐ φορα εἴη κατὰ διαδοχὴν τὰ κινοῦντα, ἀδύνατον συνεχῆ γίνεσθαι τὴν κίνησιν. καὶ τὸ ἐν ἑτέροις δὲ εἴρηται πρότερον περὶ τῶν ἐν τῇ
15Φυσικῇ δεδειγμένων εἴη ἂν λέγων. p. 337a20 Καὶ εἰ πλείους αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ὑπὸ μίαν ἀρχήν. Εἰ πλείους εἶεν, φησίν, αἱ κύκλῳ κινήσεις, καὶ αἱ κινοῦσαι αἰτίαι πλείους ἂν εἶεν, ἀλλὰ καὶ εἰ πλείους εἶεν, ἀνάγκη πάσας ὑπὸ μίαν εἶναι. τὸ δέ
20πως προστέθεικε διὰ τὸ τὸ ‘ὑπό‘ ἐπὶ τῶν κατὰ τόπον περιεχόντων κυρίως λέγεσθαι. p. 337a22 Συνεχοῦς δὲ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι. Τεθεικὼς κατὰ τὴν ἀρχὴν τῇ δυνάμει, εἰ καὶ μὴ φανερῶς, ὅτι ἔστι
25συνεχὴς κίνησις, καὶ τὸ ἑπόμενον τούτῳ δείξας, ὅτι τὸ κινοῦν ταύτην τὴν κίνησιν ἀίδιόν ἐστι καὶ ἀκίνητον καὶ ἓν τῷ ἀριθμῷ, νῦν τὴν πρόσληψιν τὴν δυνάμει τεθεῖσαν κατασκευῆς ἀξιοῖ, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ χρόνου. ἐπειδὴ γὰρ συνεχὴς ὁ χρόνος, ἀνάγκη καὶ τὴν κίνησιν συνεχῆ εἶναι· μέτρον γὰρ κινήσεως ὁ χρόνος, καὶ κινήσεως
30δηλονότι τῆς συνεχοῦς. ἔστι δὲ τοιαύτη ἡ κύκλῳ μόνη. ὁ τοίνυν χρόνος
μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως.300
In GC
.

14,2

301

p. 337a25 Καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη. Τοὺς ἐν ἀρχῇ λόγους φησὶ τοὺς τῆς Φυσικῆς ἀκροάσεως· αὕτη γὰρ ἄρχει καὶ προηγεῖται τῆς φυσικῆς θεωρίας. p. 337a25 Συνεχὴς δ’ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον
5συνεχὲς εἶναι ἢ τὸ ἐν ᾧ κινεῖται; Λαβὼν ὅτι ἔστι κίνησις συνεχὴς ἧς μέτρον ἐστὶν ὁ χρόνος, καὶ ὅτι αὕτη ἐστὶν ἡ τοῦ κυκλοφορικοῦ σώματος, νῦν ζητεῖ πόθεν τὸ συνεχὲς τῇ κινήσει, πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ συνεχὲς εἶναι τὸ ἐν ᾧ ἡ κίνησις. τὸ δὲ ἐν ᾧ καὶ καθ’ ὃ ἡ κίνησις, πάθος ἐστὶ καὶ
10τόπος. τὸ μὲν οὖν πάθος οὐκ ἂν λέγοιτο συνεχὲς πλὴν ἢ κατὰ συμβεβη‐ κός, τῷ τὸ πρᾶγμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές. τὸ γὰρ λευκὸν λέγο‐ μεν εἶναι συνεχὲς τῷ τὸ σῶμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές· τὸ γὰρ συνεχὲς τοῦ ποσοῦ ἐστι καὶ περὶ τοῦτο θεωρεῖται. εἰ δέ τις λέγοι ὅτι τὸ αὐξόμενον μεγέθους προσθήκῃ αὔξεται, καὶ ταύτῃ εὐλόγως τὴν αὔξησιν
15συνεχῆ λέγεσθαι, φαμὲν ὅτι συνεχὲς νῦν φησιν ὁ Ἀριστοτέλης οὗ ἔστι τινὰ ἀεὶ ἐφεξῆς λαβεῖν, τῆς δὲ αὐξήσεως οὐκ ἔστιν ἀεὶ ἐφεξῆς λαβεῖν· οὐ γὰρ ἐπ’ ἄπειρον αὔξεται τὸ αὐξόμενον. ὥστε τὸ πάθος οὐκ ἂν εἴη συνεχές. εἰ οὖν ὑπάρξει τινὶ τῶν ἐν ᾧ ἡ κίνησις τὸ συνεχές, τῷ τόπῳ μόνῳ ὑπάρξει· μέγεθος γάρ τί ἐστιν ὁ τόπος. καὶ τούτῳ δὲ οὐ παντὶ ὑπάρχει
20τὸ συνεχές, ἀλλὰ μόνῳ τῷ κύκλῳ· ἐπὶ τούτου γὰρ ἔστιν ἀεί τι ἐφεξῆς λαβεῖν, τῷ μὴ εἶναι ἀρχὴν μηδὲ πέρας. ἆρ’ οὖν ἐπειδὴ ὑπάρχει τῷ κύκλῳ τόπῳ τὸ συνεχές, διὰ τὸν τόπον φαμὲν τὴν κίνησιν ἔχειν τὸ συνε‐ χές; ὅπερ αὐτὸς μηκέτι ζητήσας ἀλλὰ παραλιπών, περὶ τοῦ κινουμένου ποιεῖται τὸν λόγον λέγων ὅτι τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές,
25καὶ ἐφεξῆς αὐτὸ αἰτιᾶται τῆς συνεχοῦς κινήσεως. καὶ τοῦτο εἰκότως. εἰ γὰρ καὶ ἔχει τὸ συνεχὲς ὁ τόπος, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τοῦ σώματος τοῦ ἐν αὐτῷ. οὐ γὰρ ἔχει καθ’ ἑαυτὸν ὕπαρξιν ὁ τόπος κατὰ Ἀριστο‐ τέλην, ἀλλὰ τῷ σώματι συνυφίσταται τῷ οὗ ἐστι τόπος· σχέσις γάρ τίς ἐστι τοῦ περιέχοντος πρὸς τὸ περιεχόμενον. ὥστε τῷ τὸ σῶμα εἶναι
30συνεχὲς καὶ ὁ τόπος συνεχής. εἰκότως ἄρα τὸ αἴτιον τῆς συνεχείας τῆς
κατὰ τὴν κίνησιν τῷ κινουμένῳ ἀποδίδωσι.301
In GC
.

14,2

302

p. 337a30 Τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές. Τούτου μέν φησι τοῦ μεγέθους. ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐξ ἀρχῆς εἰπὼν “δῆλον δὴ τῷ τὸ κινούμενον”, τουτέστι τῷ τὸ κινούμενον συνεχὲς εἶναι καὶ ἡ κίνησις συνεχής, εἶτα διὰ μέσου περὶ τοῦ τόπου εἰπών, ἐπήγαγε τὸ
5τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, οὐκέτι περὶ τοῦ τόπου, ἀλλὰ περὶ τοῦ κινουμένου σώματος· τὸ γὰρ κυκλοτερὲς σῶμα αὐτὸ ἑαυτῷ συνεχές ἐστι, τουτέστιν ἑαυτῷ συναπτόμενον καὶ οὐ πρὸς ἄλλο ἔχον συνέχειαν. ἐκ τούτου δέ, φησί, τοῦ συνεχοῦς μεγέθους καὶ ἡ κίνησις ἔχει τὴν συνέχειαν, ἐκ δὲ τῆς κινήσεως ὁ χρόνος. ὥστε τὸ μὲν μέγεθος τῇ
10κινήσει, ἡ δὲ κίνησις τῷ χρόνῳ αἴτιον τῆς συνεχείας. p. 337a34 Ἐπεὶ δ’ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινό‐ μενον τόδε μετὰ τόδε. Δείξας ἐν τοῖς προλαβοῦσιν ὅτι ὑπάρχει τῇ γενέσει τὸ συνεχές, ἐπειδὴ
15τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἐστὶ τὸ ἐφεξῆς καὶ τὸ γίνεσθαι τὸ δεύτερον μετὰ τὸ πρότερον, ζητεῖ εἰ ἔστι τὸ ἐξ ἀνάγκης ἐν τοῖς γινομέ‐ νοις ὡς ἀνάγκῃ ἀκολουθεῖν τῷ προτέρῳ τὸ δεύτερον, ἢ οὐδέν ἐστιν ἀνάγκῃ γινόμενον, ἀλλὰ πάντα ἐνδεχόμενα, ὡς ἐνδέχεσθαι καὶ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἀλλ’ ὅτι μέν, φησίν, ἔνια ἐνδεχομένην ἔχει τὴν ἔκβασιν, πρό‐
20δηλον, ἀλλ’ εἰ μὴ πάντα ἐστὶ τοιαῦτα ζητητέον. ὅτι οὖν οὐ πάντα ἐνδε‐ χομένην ἔχει τὴν ἐπὶ τοῖς προτέροις ἀκολούθησιν, ἀλλ’ ἔνια καὶ τὸ ἐξ ἀνάγκης ἔχει, ἐφ’ ὧν ἀδύνατον τὸ μὴ ἀκολουθεῖν τοῖς προτέροις τὰ δεύ‐ τερα, δείκνυσι διχῶς, ἔκ τε τῆς χρήσεως τῶν ὀνομάτων καὶ ἐξ αὐτῶν τῶν πραγμάτων. ἀπὸ μὲν τῆς χρήσεως, διότι ἐπὶ τῶν μηδέπω ὄντων, ἀλλ’
25εἰς τὸν μέλλοντα χρόνον ἔσεσθαι δυναμένων, εἰώθαμεν τῷ ‘μέλλει‘ καὶ τῷ ‘ἔσται‘ κεχρῆσθαι, τὸ μὲν ἔσται ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων τάττοντες (ἀληθοῦς γὰρ ὄντος τοῦ ἔσται, ἀνάγκη εἶναί ποτε ὅπερ ἔφαμεν ἔσεσθαι), τὸ δὲ μέλλει ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ γενέσθαι· ἀληθοῦς γὰρ ὄντος τοῦ μέλλει, δύναται καὶ μὴ ἐκβῆναι ὅπερ ἔφαμεν μέλλειν. καὶ μὴ ἐκβε‐
30βηκότος οὐκ ἐψεύσατο ὁ μέλλειν εἰπών· τὸ γὰρ μέλλει ἐν ἴσῳ ἐστὶ τῷ ἐνδέχεται, τὸ δὲ δύνασθαι καὶ ἐνδέχεσθαι οὐ πρὸς τὴν ἔκβασιν κρίνεται,
ἀλλὰ πρὸς τὴν ἀκώλυτον ἐπιτηδειότητα. δύναται γὰρ τὸ ξύλον καυθῆναι302
In GC
.

14,2

303

κἂν μηδέποτε καυθῇ, καὶ ἡ παρθένος δύναται συνελθεῖν ἀνδρὶ κἂν μηδέ‐ ποτε συνέλθῃ. οὕτως τοίνυν εἰ μὲν φαίημεν ὅτι μετὰ τὸ ἔαρ ἔσται θέρος, καὶ ἀνάγκη εἶναί ποτε τὸ θέρος *** λέγομεν τοῦ σπέρματος καταβλη‐ θέντος ὅτι μέλλει φῦναι στάχυς καὶ δυνατὸν φῦναι, ἀληθοῦς οὔσης τῆς
5ἀποφάνσεως ἐνδέχεται μὴ φῦναι, διότι ἐνδεχομένη ἦν ἡ ἔκβασις. τοῦτον μὲν οὖν τὸν τρόπον ἐκ τῆς χρήσεως πιστοῦται τὸ προκείμενον, ἐκ δὲ τῶν πραγμάτων τῆς διαφορᾶς οὕτως. ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατον αὐτὰ μὴ εἶναι, τὰ δὲ δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι, τὸν αὐτὸν τρόπον ἕξει κἀπὶ τῶν γινομένων, ὡς τὰ μὲν ἐξ ἀνάγκης γίνεσθαι
10τὰ δὲ ἐνδεχομένως· εἴ τι μὲν γὰρ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, τοῦτο καὶ τὴν γένεσιν ἐξ ἀνάγκης ἔχει. οἷον ὁ ἥλιος ἐν Κριῷ ὢν ἐξ ἀνάγκης τὸ εἶναι ἔχει· οὐ γὰρ δυνατὸν ἦν μὴ εἶναι αὐτὸν ἐκεῖσε δηλονότι, καὶ ὅταν μήπω ἦν, ἐξ ἀνάγκης ἐκεῖ γενήσεται, καὶ ἀδύνατον μὴ γενέσθαι ἐκεῖ. ὡσαύτως δὲ ὅπερ ἐνδεχομένως ἔχει τὸ εἶναι, ἐνδεχομένην ἕξει καὶ τὴν
15γένεσιν, ἅτε δὴ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι. οἷον εἰ τὸ εἶναι τὴν οἰκίαν ἢ γραμματικὸν εἶναι ἢ τέκτονα ἐνδεχομένως ἐστί, καὶ ἡ τούτων γένεσις ἐνδεχομένη ἐστί· δυνατὸν γὰρ ἦν καὶ μὴ εἶναι μηδὲ γενέσθαι τούτων ἕκαστον. καὶ εἰ μὴ ἀναγκαῖον ἔχει τὸ εἶναι ὅδε τις ὁ στάχυς, ἀλλ’ ἐνεδέχετο καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ ἡ τούτου γένεσις οὐκ ἀναγκαίως ἠκολούθησε
20τῇ τοῦ σπέρματος εἰς γῆν καταβολῇ, ἀλλ’ ἐνεδέχετο καὶ μὴ ἀκολουθῆσαι. Ἆρ’ οὖν οὐδαμῶς, φησίν, ἐπὶ τούτων τὸ ἐξ ἀνάγκης ἐστί, λέγω δὴ τῶν ἐνδεχομένων εἶναι καὶ μὴ εἶναι; ἢ ἔστι πως κἀν τούτοις τὸ ἀναγκαῖον, καθ’ ὅ φαμεν τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης προηγήσατο τὸ πρότερον; καρπῶν γὰρ γενομένων ἐξ ἀνάγκης προκατεβλήθη τὸ σπέρμα. ὅπερ ἐξ
25ὑποθέσεως ἀναγκαῖον ὀνομάζει. χρὴ γὰρ εἰδέναι ὅτι διττοῦ ὄντος τοῦ ἀναγκαίου, τοῦ μὲν ἁπλῶς λεγομένου ἀναγκαίου καθ’ ὅ φαμεν τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖν, τοῦ δὲ ἐξ ὑποθέσεως καθ’ ὃ τοῦ δευ‐ τέρου ἐκβεβηκότος ἐξ ἀνάγκης τὸ πρότερον ὑπέστη, κατὰ μὲν τὸ ἐξ ὑπο‐ θέσεως ἀναγκαῖον πάντα τὰ ὄντα καὶ γινόμενα ἀλλήλοις κοινωνεῖ (πάντα
30γὰρ κοινῶς μετέχει τούτου καὶ ἐν πᾶσι θεωρεῖται καὶ ἔστιν ἀναγκαῖα), κατὰ δὲ τὸ ἁπλῶς ἀναγκαῖον οὐκέτι κοινωνεῖ ἀλλήλοις πάντα· οὐ γὰρ ἕκαστον τῶν ἐξ ἀνάγκης ἐστίν, ἀλλὰ πολλὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέχεται. δῆλον τοίνυν ὡς ἐφ’ ὧν μέν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, οὐ πάντως ἐστὶ τὸ ἁπλῶς ἀναγκαῖον· ἐφ’ ὧν δὲ τὸ ἁπλῶς ἀναγκαῖον, ἐπὶ τούτων
35καὶ τὸ ἐξ ὑποθέσεως ὑπάρξει ἀναγκαῖον, ὡς ἀντιστρέφειν καὶ τοῦ δευτέρου303
In GC
.

14,2

304

ὄντος εἶναι τὸ πρότερον ἐξ ἀνάγκης καὶ τοῦ προτέρου ὄντος ἐξ ἀνάγκης ἀκολουθεῖν καὶ τὸ δεύτερον. ἀλλ’ οὐ διὰ τὸ πρότερον, φησίν, ἀλλὰ δι’ ἑαυτό. ὅταν γὰρ τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἕπηται, οὐ διὰ τὸ πρότερον ἕπεται, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν, διότι τοιοῦτόν
5ἐστι φύσει ὡς ἀδύνατον εἶναι μὴ γενέσθαι. διὸ καὶ ἁπλῶς ἀναγκαῖον αὐτὸ εἰκότως ὠνόμασεν, διότι ἐξ ἑαυτοῦ τὸ ἀναγκαῖον ἔχει καὶ φύσει ἐστὶν ἀναγκαῖον, τοῦ ἑτέρου κατὰ ὑπόθεσιν οὐ κατὰ φύσιν ἔχοντος τὸ ἀναγκαῖον, ἀλλὰ μετὰ τὴν ἀπόβασιν λεγομένου τὸ ἐξ ἀνάγκης ἔχειν· ὑποθέμενοι γὰρ τὸ δεύτερον ἐκβεβηκός, ἐξ ἀνάγκης φαμὲν τὸ πρότερον
10προϋπάρξαι. Ταῦτα οὕτως εἰρηκὼς δείκνυσιν ἐφεξῆς ὅτι τὸ ἁπλῶς ἀναγκαῖον τοῖς κύκλῳ κινουμένοις μόνον ὑπάρχει, καὶ οὐ τοῖς ἐπ’ εὐθείας. ὅτι δὲ ἀδύ‐ νατον τοῖς ἐπ’ εὐθείας ὑπάρχειν τὸ ἁπλῶς ἀναγκαῖον, κατασκευάζει ἐκ διαιρέσεως. τὸ γὰρ ἐπ’ εὐθείας, φησί, κινούμενον ἤτοι ἐπ’ ἀπείρου ἢ ἐπὶ
15πεπερασμένης εὐθείας κινεῖται· οὔτε δὲ τοῖς ἐπ’ ἀπείρου εὐθείας κινου‐ μένοις ὑπάρξει τὸ ἁπλῶς ἀναγκαῖον, οὔτε τοῖς ἐπὶ πεπερασμένης. τοῖς μὲν ἐπ’ ἀπείρου εὐθείας κινουμένοις οὐχ ὑπάρξει τὸ ἁπλῶς ἀναγκαῖον διότι τὸ ἁπλῶς ἀναγκαῖον ἐλέγομεν εἶναι ἔνθα τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, ἐπὶ δὲ τοῦ ἀπείρου οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον·
20ἄναρχον γὰρ καὶ ἀπεράτωτον. οὐδὲ γὰρ ἐπὶ τῶν γεγονότων δυνατὸν τὸ ἐξ ἀνάγκης ἁπλῶς λαβεῖν, ὥστε λέγειν διὰ τὸ πρότερον ἠκολουθηκέναι τὸ γεγονὸς δεύτερον· ὅλως γὰρ οὐκ ἔστιν ἀρχὴν λαβεῖν οὔτε πρῶτον τοῦ ἀπείρου. εἰ δὲ μὴ ἔστι τὸ πρῶτον λαβεῖν, οὐδὲ τὸ δεύτερον ἔσται. οὐ‐ κοῦν οὐδὲ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔσται. ὅλως γὰρ οὐδὲ γενέσθαι τι
25δυνατὸν ἐπὶ τοῦ ἀπείρου. ἕκαστον γὰρ τῶν λαμβανομένων ὡς γεγονὸς ἄπειρον ἔχει τὸ διάστημα τὸ μέχρι τῆς ἀρχῆς, ὅπερ ἀδύνατον ἦν διεξελθὸν καταντῆσαι ἐν ᾧ γέγονεν. οὕτως μὲν οὖν ἐπὶ τῶν γεγονότων, ὡσαύτως δὲ κἀπὶ τῶν γενησομένων ἀδύνατον ἐπὶ τοῦ ἀπείρου τὸ ἁπλῶς ἀναγκαῖον· οὐδὲ γάρ ἐστι τὸ ὕστερον ἐν τῷ ἀπείρῳ. οὐχ ἕξει ἄρα χώραν εἰπεῖν
30ὅτι εἰ τόδε γέγονε, καὶ τὸ ὕστερον ἕψεται. ὅτι μὲν οὖν τοῖς κατ’ εὐθεῖαν ἐπ’ ἄπειρον κινουμένοις οὐχ ὑπάρχει τὸ ἁπλῶς ἀναγκαῖον, ἐκ τούτων δῆλον· ὅτι δὲ οὐδὲ τοῖς ἐπὶ πεπερασμένης εὐθείας, δείκνυσι τοῦτον τὸν τρόπον. τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαι τοῦτό ἐστιν, ὃ ἀδύ‐ νατόν ἐστι μὴ γίνεσθαι· ὃ δὲ ἀδύνατόν ἐστι μὴ γίνεσθαι, ἀεὶ γίνεται·
35τὸ δὲ ἀεὶ γίνεσθαι ἐπὶ πεπερασμένης εὐθείας ἀδύνατον. τοῦ γὰρ ἀεὶ γίνεσθαι διχῶς νοουμένου, ἢ κατὰ τὸ συνεχῆ καὶ μίαν ἀεὶ τὴν γένεσιν
εἶναι ἢ κατὰ τὸ πάλιν καὶ πάλιν γίνεσθαι (ὡς ὅταν φῶμεν τὸν ἥλιον ἐξ304
In GC
.

14,2

305

ἀνάγκης ἐν Κριῷ γίνεσθαι καὶ ἀεὶ ἐν Κριῷ γίνεσθαι, οὐ τῷ διὰ παντὸς ἐν Κριῷ κατὰ τὸ συνεχὲς γίνεσθαι, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, καὶ τοῦτ’ ἀεί), εἰ μὲν τὸ ἐξ ἀνάγκης γίνεσθαι ἐπὶ τῆς πεπερασμένης εὐθείας τοιοῦτον λάβῃς, ὡς συνεχῆ καὶ μίαν εἶναι τὴν γένεσιν, ἀδύνατον. συμβήσεται
5γάρ, φησίν, ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι· τὸ γὰρ ἐπὶ πεπερασμένης εὐθείας κινούμενον περανθείσης τῆς εὐθείας παύεται τῆς κινήσεως καὶ οὐκέτι κινηθήσεται. ὅπερ οὖν ἀδύνατον ἀεὶ κινεῖσθαι, ἐξ ἀνάγκης ἀεὶ κινούμενον ὑποτίθενται οἱ φάσκοντες ἐξ ἀνάγκης ἐπὶ πεπερασμένης εὐθείας ἀεὶ κινεῖσθαι. εἰ δέ τις τὸ ἀεὶ κινεῖσθαι ὑπό‐
10θοιτο κατὰ τὸ πάλιν καὶ πάλιν κινεῖσθαι, ἀίδιόν τινα ἀνάκαμψιν εἰσάξει, ἥτις τῇ ἀνακυκλήσει μόνως ὑπάρχει· ἐπὶ γὰρ εὐθείας οὐκ ἔστιν ἀνάκαμψις ἀιδίως γινομένη. καὶ δῆλον μὲν πρῶτον ἐκ τῆς ἐναργείας, τῷ μηδὲν εἶναι τοιοῦτον ὃ ἐπ’ εὐθείας ἀιδίως ἀνάκαμψιν ποιεῖται· ἔπειτα εἰ τὸ ἀιδίως κινούμενον ἀίδιόν ἐστι, τὸ δὲ ἀίδιον ἀιδίαν ἔχον τὴν δύναμιν οὐ
15ποτὲ μὲν κινηθήσεται ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ κατὰ τὸ συνεχές, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀνακάμπτουσα οὐ μένει συνεχὴς ἀλλ’ ἐν μέσῳ ἡσυχίᾳ διαλαμβάνεται, ἀδύνατον ἄρα ἀιδίως κατὰ συνέχειαν ἐπὶ πεπερασμένης εὐθείας κινηθῆναι. καὶ ἄλλως οὐδὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἀίδιόν ἐστιν, ἀλλὰ πάντα γενητά ἐστι καὶ φθαρτά. εἰ τοίνυν δέδεικται μήτε τοῖς
20ἐπ’ ἀπείρου μήτε τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινουμένοις τὸ ἁπλῶς ἀναγκαῖον ὑπάρχον, δῆλον ὅτι τοῖς ἐπ’ εὐθείας ὅλως κινουμένοις μὴ ὑπάρξει. τῇ κύκλῳ ἄρα· μόνη γὰρ ἡ κύκλῳ φορὰ τὸ ἁπλῶς ἀναγκαῖον ἔχει, ἐπειδὴ καὶ μόνη ἡ κύκλῳ κίνησις ἀίδιος, μία οὖσα καὶ συνεχὴς κίνησις. τὰ δὲ μέρη τῆς κινήσεως αὐτῆς τῷ μὲν ἀριθμῷ διάφορά ἐστι, τῷ εἴδει δὲ τὰ
25αὐτά· ἡ γὰρ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησις τῇ ἀπὸ Ταύρου ἐπὶ Διδύμους τῷ μὲν ἀριθμῷ οὐχ ἡ αὐτὴ εἴδει δὲ ἡ αὐτή, καὶ αἱ περίοδοι δὲ τῶν ἀποκαταστάσεων εἴδει μὲν αἱ αὐταὶ διάφοροι δὲ τῷ ἀριθμῷ. μόνῃ ἄρα τῇ ἀνακυκλήσει ὑπάρχει τὸ ἐξ ἀνάγκης καὶ ἀιδίως πάλιν καὶ πάλιν γίνεσθαι, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἐν Κριῷ ἐξ ἀνάγκης γίνεσθαι, διότι οὐδέποτε
30διαλείπει κατὰ ἐνιαυσιαίαν περίοδον ἐν Κριῷ γινόμενος. ὥστε δέδεικται ἐκ τῶν λελεγμένων ὅτι τὸ ἀναγκαῖον, εἴτε τὸ κατὰ τὴν συνεχῆ καὶ ἀδιά‐ κοπον κίνησιν θεωρούμενον εἴτε τὸ κατὰ τὸ πάλιν καὶ πάλιν τῇ ἀνακυ‐
κλήσει νοούμενον λάβωμεν, μόνως τοῖς κύκλῳ κινουμένοις ὑπάρξει.305
In GC
.

14,2

306

Ἐπεὶ δὲ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολήν. ἐπειδὴ ἡ γένεσις κίνησις μὲν οὐχ ἁπλῶς, ἔστι δὲ κατὰ τὴν γένεσιν κίνησίς τις (οὐδὲ γὰρ ἄνευ κινή‐ σεως ἡ γένεσις), εἰκότως εἶπεν ἐν τοῖς κινουμένοις κατὰ
5γένεσιν. p. 337b3 Ὅτι μὲν γὰρ ἔνια, δῆλον καὶ εὐθύς· τὸ γὰρ ἔσται καὶ τὸ μέλλον. Ζητήσας εἰ ἐν τοῖς συνεχῶς γινομένοις ἐστὶ τὸ ἀναγκαῖον ἢ οὐκ ἔστιν πάντων ἐνδεχομένην ἐχόντων τὴν γένεσιν, ὅτι μὲν ἔνια ἐνδεχομένην ἔχει
10τὴν γένεσιν ὁμολογούμενον λαμβάνει, ὅτι δὲ οὐ πάντα, ἀλλ’ ἔστιν ἔνια ἐξ ἀνάγκης γινόμενα, ἐφεξῆς κατασκευάζει διὰ τῆς χρήσεως τοῦ ἔσται καὶ τοῦ μέλλει. p. 337b7 Ὅλως τε ἐπειδὴ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι.
15 Δευτέρα κατασκευὴ τοῦ τὰ μὲν ἐνδεχομένην ἔχειν τὴν γένεσιν τὰ δὲ ἀναγκαίαν, ἐκ τῆς τῶν πραγμάτων φύσεως εἰλημμένη. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι, τὰ δὲ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατόν ἐστιν αὐτὰ μὴ εἶναι, τὸν αὐτὸν τρόπον, φησί, κατὰ τὴν γένεσιν ἕξει· τὰ γὰρ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, ταῦτα καὶ
20τὴν γένεσιν ἐνδεχομένην ἔχει. ἐπειδὴ δὲ οὐ πάντα ἐστὶ τοιαῦτα, ἀλλ’ ἔστιν ἃ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, καὶ ἡ γένεσις τούτων ἀναγκαία ἔσται. οἷον ἐπὶ τῶν τροπῶν· θέρος γὰρ καὶ χειμὼν ἀναγκαίαν ἔχει τὴν γένεσιν· οὐ γὰρ ἐνδέχεται μὴ εἶναι ταῦτα. p. 337b14 Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον,
25ἔσται, οἷον εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν. ἆρ’ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι;
Ὅ φησι τοιοῦτόν ἐστιν· ἆρα ἐφ’ ὧν ἐστι τὸ κατὰ ὑπόθεσιν ἀναγ‐306
In GC
.

14,2

307

καῖον, ἐπὶ τούτων καὶ τὸ ἁπλῶς ἀναγκαῖον θεωρηθήσεται; οἷον εἰ τῆς οἰκίας γινομένης ἀνάγκη καὶ τὸν θεμέλιον γεγονέναι καὶ πρὸ τούτου πηλόν, ἆρα καὶ ἔμπαλιν τοῦ θεμελίου γεγονότος ἀνάγκη οἰκίαν γενέσθαι; ἢ οὐκέτι τοῦτο ἀνάγκη, εἰ μὴ ἄρα πέφυκε τῷ πρώτῳ τὸ δεύτερον ἀκολουθεῖν ἐξ
5ἀνάγκης ἁπλῶς· ὅταν δὲ τοιοῦτον ᾖ τὸ δεύτερον ὡς ἐξ ἀνάγκης ὑπάρχειν, τηνικαῦτα ἀντιστρέφει· καὶ ὥσπερ τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης τὸ πρῶτον ἔσται, οὕτως καὶ τοῦ πρώτου ὄντος ἐξ ἀνάγκης ἔσται τὸ δεύτερον, ὅπερ ἐστὶ τὸ ἁπλῶς ἀναγκαῖον. p. 337b18 Οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστε
10εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον. Ἡ ἀκολουθία, φησί, τοῦ προτέρου πρὸς τὸ ὕστερον τοιαύτη τις ἦν, ὥστε εἰ τὸ ὕστερον ἔσται, ἀνάγκη εἶναι καὶ τὸ πρότερον. εἴπερ οὖν καὶ ἡ τοῦ δευτέρου πρὸς τὸ πρῶτον ἀκολουθία ἡ αὐτὴ εἴη, ὥστε τοῦ προ‐ τέρου ὄντος εἶναι πάντως τὸ δεύτερον, ἐπὶ τούτων ἀδιάφορος ἡ ἀντιστροφή.
15p. 337b16 Ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς. Τουτέστιν οὐ πάντως τῷ θεμελίῳ ἀκολουθεῖ ἡ οἰκία, εἰ μὴ αὐτὴ ἡ οἰκία τὸ ἐξ ἀνάγκης εἶναι ἕξει. εἰ οὖν μὴ ἐξ ἀνάγκης, οὐδὲ γενομένου θεμελίου ἀνάγκη εἶναι οἰκίαν. p. 337b20 Εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρό‐
20τερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον 〈τοίνυν〉 ἀνάγκη. Τουτέστιν ἐφ’ ὧν τὸ ὕστερον δι’ ἑαυτὸ τὸ ἀναγκαῖον ἔχει, ἐπὶ τούτων τὰ τῆς ἀντιστροφῆς ἐξισάζει, καὶ οὐ μόνον τῷ ὑστέρῳ τὸ πρότερον, ἀλλὰ καὶ τῷ προτέρῳ τὸ ὕστερον ἕπεται.
25Καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη. ὑπερ‐
βατῶς ἀναγνωστέον ‘καὶ εἰ τὸ πρότερον τοίνυν, καὶ τὸ ὕστερον ἀνάγκη‘.307
In GC
.

14,2

308

p. 337b22 Ἀλλ’ οὐ δι’ ἐκεῖνο, ἀλλ’ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον. Ἐπὶ τοῦ ἁπλῶς ἀναγκαίου, φησίν, ἕπεται τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τὸ πρῶτον, φησίν, ἀλλὰ διὰ τὴν ἰδίαν φύσιν, διότι αὐτὸ
5τῶν ἐξ ἀνάγκης γινομένων ἐστί, τουτέστι τῶν ἀιδίων· τοῦτο γάρ ἐστι τὸ ἐξ αὑτοῦ ἀναγκαίαν ἔχον τὴν γένεσιν, ὅπερ ἀίδιον ἔχει τὴν γένεσιν. καὶ ἰστέον ὅτι τούτῳ αὐτῷ χρώμενος ὡς ὁμολογουμένῳ, τῷ ‘τὸ ἐξ ἀνάγκης ἑπό‐ μενον τῷ πρώτῳ καθ’ αὑτὸ καὶ μὴ δι’ ἄλλο ἀναγκαίαν ἔχει τὴν γένεσιν‘, ἐφεξῆς ἀποδείκνυσιν ὅτι οὐχ οἷόν τε ἐπὶ πεπερασμένης εὐθείας τὸ ἁπλῶς
10ἀναγκαῖον κατὰ τὴν γένεσιν θεωρεῖσθαι, ὡς ἂν μὴ δυναμένης ἐπινοεῖσθαι ἀιδίου γενέσεως ἐπ’ εὐθείας πεπερασμένης. τὸ γὰρ ἀναγκαῖον ἐπὶ τοῦ ἀιδίου φέρει· τὸ γὰρ ἐξ αὑτοῦ ἔχον καὶ μὴ δι’ ἄλλο τὸ ἀναγκαῖον τῆς γενέσεως τοιοῦτον. δόξει δὲ πολλὰ ἀντιπίπτειν τοῖς πρὸς Ἀριστοτέλους λεγομένοις. ὁρῶμεν γὰρ πολλὰ ἐν τοῖς φυσικοῖς, τοῖς γενητοῖς καὶ φθαρτοῖς,
15τῶν ἑπομένων ἐξ ἀνάγκης τισὶ προηγησαμένοις τὸ ἀναγκαῖον τῆς γενέσεως οὐ δι’ ἑαυτὰ ἔχοντα, ἀλλὰ διὰ τὰ προηγησάμενα, οἷον τῇ ἀτροφίᾳ ἡ ἴσχνανσις ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐχ ὅτι αὐτὴ καθ’ αὑτὴν ἀναγκαίαν ἔχει τὴν γένεσιν, ἀλλὰ διὰ τὴν προηγησαμένην ἀτροφίαν· οὐ γὰρ ἐξ ἀνάγκης δι’ ἑαυτὴν ἡ ἴσχνανσις γίνεται, ἀλλ’ ὅταν ἀτροφία προηγήσηται. οὕτως δὲ
20καὶ πολλῶν καὶ ὑπὲρ δύναμιν ἐδηδεσμένων ἀκολουθήσει βραδυπεψία οὐ δι’ ἑαυτήν, καὶ τῇ πληγῇ δὲ τῇ κατὰ σαρκώδους μορίου ἀκολουθήσει μώλωψ οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὴν πληγήν, καὶ ὕδατι κατὰ γῆς χεομένῳ πηλὸς ἐξ ἀνάγκης ἕπεται οὐ δι’ ἑαυτόν. καὶ πολλά ἐστιν ἄλλα, ἐφ’ ὧν τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὸ πρό‐
25τερον. καὶ οὐδὲ πάντως ἀντιστρέφει· οὐδὲ γὰρ εἰ βραδυπεψία, πάντως ἐδήδεσται πλείονα, ἀλλὰ συμβαίνει καὶ διὰ φροντίδας γενέσθαι καὶ δι’ ἀγρυπνίαν καὶ ἑτέρας αἰτίας· καὶ τῇ μὲν σφαγῇ ἐξ ἀνάγκης ἕπεται θά‐ νατος, οὐ μὴν εἰ θάνατος, καὶ σφαγὴ προηγήσατο. p. 337b25 Εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται
30ἀνάγκη τὸ ὕστερον τοδὶ γενέσθαι ἁπλῶς.
Λαβὼν διττὸν σημαινόμενον τοῦ ἐξ ἀνάγκης, τὸ μὲν ἁπλῶς τὸ δὲ308
In GC
.

14,2

309

ἐξ ὑποθέσεως καὶ ἐνδεχομένως τὸ ἀναγκαῖον ἔχον, καὶ δείξας ἐπὶ μὲν τῶν ἐξ ἀνάγκης ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ τε γὰρ ὑστέρου γεγο‐ νότος χρὴ καὶ τὸ πρότερον γεγενῆσθαι, καὶ τοῦ πρώτου γενομένου χρὴ καὶ τὸ ὕστερον ἀκολουθῆσαι), ἐπὶ δὲ τῶν ἐνδεχομένων μηκέτι ἀντιστρέ‐
5φουσαν τὴν ἀκολουθίαν (τοῦ μὲν γὰρ ὑστέρου ὄντος ἐπὶ τούτων ἀνάγκη τὸ πρῶτον γενέσθαι, τοῦ δὲ πρώτου ὄντος οὐκέτι ἀνάγκη τὸ ὕστερον γενέσθαι), βούλεται νῦν διδάξαι ὅτι τὸ ἁπλῶς ἀναγκαῖον ἐν μόνοις ἐστὶ τοῖς κύκλῳ κινουμένοις, οὐδενὶ δὲ τῶν ἐπ’ εὐθείας τοῦτο ὑπάρξει· εἴτε γὰρ ἄπειρος ἡ εὐθεῖα εἴτε πεπερασμένη ὑποκέοιτο, οὐχ ἕψεται τὸ ἁπλῶς
10ἀναγκαῖον. καὶ νῦν τέως δείκνυσιν ὅτι εἰ ὑποκέοιτο εὐθεῖα ἄπειρος, εἶτα ἐπὶ τῆς αὐτῆς τινὰ κινούμενα ἢ μεταβάλλοντα, ἀδύνατον τούτοις ὑπάρξαι τὸ ἁπλῶς ἀναγκαῖον. εἰ γὰρ τοῦτό ἐστι τὸ ἁπλῶς ἀναγκαῖον, ὅταν τῷ πρώτῳ ὄντι τὸ ὕστερον ἐξ ἀνάγκης ἀκολουθῇ διὰ τὴν ἑαυτοῦ φύσιν ἔχον τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ἀπείρῳ οὐκ ἔστι πρῶτον καὶ ὕστερον λαβεῖν, πρό‐
15δηλον ὡς οὐκ ἔσται ἐπὶ τούτων τὸ ἁπλῶς ἀναγκαῖον. ἀλλ’ οὐδὲ τὸ ἐξ ὑποθέσεως, ὡς λέγει, ὅπερ ἦν ‘εἰ τὸ ὕστερον, καὶ τὸ πρότερον ἐξ ἀνάγ‐ κησ‘. εἰ οὖν μὴ ἔστιν ἐν τῇ ἀπείρῳ εὐθείᾳ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐ μόνον τὸ ἁπλῶς ἀναγκαῖον οὐκ ἔστιν ἐν αὐτῇ, ἀλλ’ οὐδὲ τὸ ἐξ ὑπο‐ θέσεως διὰ τὴν αὐτὴν αἰτίαν.
20 Ἰστέον δὲ ὡς δοκεῖ μὴ κατωρθωμένον εἶναι τὸ τοιοῦτον ἐπιχείρημα. εἰ μὲν γὰρ ἐθέλοι τις ἀνελεῖν τὴν ἄπειρον εὐθεῖαν, καὶ λέγοι μηδὲν γίνεσθαι δύνασθαι ἐπ’ ἀπείρου εὐθείας, εἴπερ πᾶν μὲν γινόμενον ἕνεκά τινος τέλους γίνεται, πᾶν δὲ ἄπειρον ἀτελεύτητον εἶναι, ἀληθῆ τε ἐρεῖ καὶ ἀνέλεγκτα (οὐδὲ γὰρ ὅλως εἶναι ἄπειρον εὐθεῖαν ἐνδέχεται)· εἰ δὲ ὑπόθοιτο μὲν τὴν ἄπειρον
25εὐθεῖαν, ἐπειδὴ δὲ ἄναρχον καὶ ἀπεράτωτον τὸ ἄπειρον, μὴ δύνασθαι λέγοι ἐπ’ αὐτῆς ἐξ ἀνάγκης ἕπεσθαι τῷ πρώτῳ τὸ δεύτερον, οὐκ εὔλογα λέξει· εἰ γὰρ καὶ μὴ ἔστιν ἀρχὴ καὶ τέλος, ἀλλ’ οὖν ἔστι τὸ ἐφεξῆς καὶ τὸ τόδε μετὰ τόδε γίνεσθαι. οὕτως γοῦν τὸν χρόνον λέγων ὁ Ἀριστοτέλης μὴ ἔχειν ἀρχὴν μηδὲ τέλος, ὅμως φησὶν ἐν αὐτῷ τὸ ἐφεξῆς θεωρεῖσθαι
30καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. ὥστε ὅσον ἐπὶ τοῖς παρὰ Ἀριστοτέλους
λεγομένοις οὐκ ἀναιρεθήσεται τὸ ἀναγκαῖον.309
In GC
.

14,2

310

Ἐκεῖνο δὲ πάλιν ἴσως ἀπορήσειέ τις πρὸς τὰ εἰρημένα, ὅτι ἐπὶ τῆς γενέσεως ἀπείρου οὔσης καὶ κατ’ εὐθεῖαν τῇ διαδοχῇ ἐστι τὸ ἐξ ἀνάγκης ἁπλῶς· ἀνάγκη γὰρ ἐξ ἀνθρώπου πάντως γίνεσθαι ἄνθρωπον, καὶ οὐκ ἐνδεχόμενον μὴ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον. πρὸς τοῦτον δὲ ἐκεῖνο
5ῥητέον, ὅτι ἡ μὲν κατ’ εἶδος διαδοχή, καθ’ ἣν ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, κατὰ κύκλον γίνεται, τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθί‐ στασθαι, τοῦτο δὲ κύκλου ἴδιον· πρῶτον γὰρ ἄνθρωπος, εἶθ’ οὕτως σπέρμα, καὶ τότε ἔμβρυον καὶ παῖς καὶ πάλιν ἄνθρωπος καὶ πάλιν σπέρμα. εἰ δέ τις λέγοι ὅτι κἀπὶ τῆς εὐθείας γίνεται ἀντίκαμψις ἀπὸ τοῦ αὐτοῦ
10εἰς τὸ αὐτό, γινωσκέτω ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν ἀντικάμψεως εἰς ὃ τελευταῖον ἦλθε τὸ κινούμενον, εἰς τοῦτο παλινδρομοῦν πρῶτον ἐκ τοῦ πέρατος ἀντικάμπτον ἔρχεται, οἷον εἰς τὸν ἔσχατον βαθμὸν τῆς κλίμακος ὑποστρέφων ἀπὸ τοῦ ἐδάφους πρῶτον ἀνακάμπτεις· ἐπὶ δὲ τῆς ἀνακυκλή‐ σεως ἐξ οὗ προσεχῶς ἀπέστη, οἷον φέρε τῶν Ἰχθύων, εἰς τοῦτο τελευ‐
15ταῖον ἀνακυκλούμενον ἔρχεται· ἐκ τῶν Ἰχθύων γὰρ ἀποχωρήσας ὁ ἥλιος καὶ ἄλλης ἀνακυκλήσεως ἀρχόμενος οὐκ ἐπὶ τοὺς Ἰχθύας παλινδρομεῖ κατὰ συνέχειαν, ἀλλ’ ἐπὶ Ταῦρον φέρεται πρῶτον, ὕστερον δὲ πάντων ἐπὶ Ἰχθύας. εἰ τοίνυν δέδεικται κατὰ κύκλον γινομένη ἡ τῶν εἰδῶν διαδοχή, οὐκ ἄπορον πῶς ταύτῃ τὸ ἀναγκαῖον ὑπάρχει, ὅτι κατὰ κύκλον· προεί‐
20ρηται γὰρ ὅτι ἐν μόνῃ τῇ κατὰ κύκλον κινήσει τὸ ἀναγκαῖον ἐστίν. ἡ γοῦν διαδοχὴ ἡ μὴ κατὰ κύκλον γινομένη ἀλλ’ ἐπ’ εὐθείας, τοιαύτη δέ ἐστιν ἡ τῶν καθ’ ἕκαστα, καθ’ ἓν ἐκ Ταντάλου Πέλοψ κἀκ τούτου Ἀτρεύς, αὕτη οὐκέτι τὸ ἀναγκαῖον ἔχει· οὐδὲ γὰρ εἰ Τάνταλος, πάντως Πέλοψ, οὐδὲ εἰ Σωφρονίσκος, ἤδη καὶ Σωκράτης ἀνάγκῃ.
25p. 337b32 Ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γενέσθαι. Δείξας ὅτι ἐπ’ ἀπείρου εὐθείας ἀδύνατον τὸ ἁπλῶς ἀναγκαῖον ὑπο‐ θέσθαι, νῦν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ πεπερασμένης δυνατόν. εἰ γὰρ τὸ ἐξ ἀνάγκης γινόμενον τοῦτό ἐστιν ὃ ἀεὶ γίνεσθαι ἀνάγκη, τὸ δὲ ἐπ’ εὐθείας πεπερασμένης γινόμενον οὐκ ἀεὶ γίνεται, συμβήσεται, φησίν, ἀεὶ γίνεσθαι
30τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι, ὅπερ ἄτοπον. p. 337b35 Τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα.
Τουτέστι τὸ ἐξ ἀνάγκης γινόμενον τῷ ἀεὶ γινομένῳ ταὐτόν· τὸ γὰρ310
In GC
.

14,2

311

ἅμα τὸ ταὐτὸν σημαίνει. ἐπεὶ οὖν τὸ ἐπὶ πεπερασμένης εὐθείας γινό‐ μενον οὐκ ἀεί ἐστιν (ἔχει γὰρ πέρας ἐφ’ οὗ οὐκέτι ἐστίν), εἴ τις φαίη ἐπὶ ταύτης τὸ ἐξ ἀνάγκης, ὅπερ ταὐτόν ἐστι τῷ ἀεί, τῷ προειρημένῳ ἀτόπῳ περιπεσεῖται· φήσει γὰρ ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ εἶναι. εἰ οὖν ἐξ
5ἀνάγκης ἡ γένεσις, καὶ ἀεὶ ἔσται· εἰ δὲ ἀεί, ἀδύνατον αὐτὴν ἐπ’ εὐθείας εἶναι. p. 338a4 Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἁπλῶς ἡ γένεσις, ἀνακυκλεῖν ἀνάγκη καὶ ἀνακάμπτειν. Νῦν ἀνακεφαλαιούμενος ἐν βραχεῖ τὰ προειρημένα ἐπάγει τὸ συμ‐ πέρασμα. ἐπειδὴ γάρ, φησίν, ἀνάγκη ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ μὴ
10ἔχειν, οὐκ ἔχει δέ (πῶς γὰρ ἂν εἴη ἀίδιος πέρας ἔχουσα;), ἤτοι ἐπ’ εὐθείας ἔσται ἢ κατὰ κύκλον· ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας ἐδείχθη ἀδύνατον (οὔτε γὰρ ἐπ’ ἀπείρου οὔτε ἐπὶ πεπερασμένης δυνατὸν συστῆναι τὸ ἐξ ἀνάγκης, διὰ τὸ μὴ εἶναι τὸ πρῶτον καὶ ὕστερον· οὔτε γὰρ ἐπὶ τῶν γεγο‐ νότων οὔτε ἐπὶ τῶν ἐσομένων· ἐν ἑκατέρῳ γὰρ δι’ ἀπείρου γενέσθαι
15τὴν κίνησιν ἀνάγκη)· λείπεται ἄρα τῇ κατὰ κύκλον κινήσει μόνῃ ὑπάρχειν τὴν ἀναγκαίαν γένεσιν καὶ ἀίδιον. p. 338a9 Ἀνάγκη δὲ εἶναι ἀρχήν, μήτε πεπερασμένης οὔσης, καὶ ἀίδιον εἶναι. Ἡ ἀναγκαία γένεσις, φησί, καὶ ἀεί ἐστι καὶ ἀρχὴν ἔχει· ἀίδιον γὰρ
20οὐ τὴν μίαν τῷ ἀριθμῷ καὶ συνεχῆ φαμεν, ἀλλὰ τὴν ἐπ’ ἄπειρον τὴν αὐτήν. εἰ οὖν ἀρχὴν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπείρου λαβεῖν οὐδὲ ἐπὶ τῆς πεπερασμένης τὸ ἀεί, ὅλως ἄρα ἐπ’ εὐθείας οὐκ ἔστιν ἡ ἐξ ἀνάγκης γένεσις. ἡ κύκλῳ ἄρα μόνη τὸ ἀναγκαῖον ἕξει, ἐφ’ ἧς καὶ ἀντιστρέφει ἐξ ἀνάγκης. εἰ γὰρ τὸ πρῶτον, καὶ τὸ δεύτερον πάντως· καὶ εἰ τὸ δεύ‐
25τερον, καὶ τὸ πρῶτον, ὡς ἤδη δέδεικται. p. 338a13 Καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ διαφέρει λέγειν διὰ δύο ἢ πλειόνων. Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κυκλικῇ μόνῃ κινήσει ὑπάρχει, διότι ἐν
τοῖς ἀιδίοις καὶ ἀρχὴν ἔχουσι συνίσταται, ὧν τὸ μὲν ἀίδιον οὐχ ὑπάρχει311
In GC
.

14,2

312

τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινοῦσι, τὸ δὲ ἀρχὴν ἔχειν περὶ τὴν ἄπειρον εὐθεῖαν οὐ θεωρεῖται, ὡς ὑπολείπεσθαι τὴν κύκλῳ κίνησιν μόνην ἔχειν τὸ ἀναγκαῖον καὶ ἐν ταύτῃ μόνῃ ἀναγκαίαν εἶναι τὴν ἀντιστροφὴν 〈ἣν〉 περὶ δύο τινὰ ἐθεώρησεν, ἐπισημαίνεται λέγων ὅτι κατὰ τὸ συνεχὲς ἀεὶ ἀναγ‐
5καίως καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὸ τέταρτον ἕπεται· οὐδὲν γὰρ διαφέρει, φησί, διὰ δύο ἢ πλειόνων θεωρεῖν τὴν ἀντιστροφὴν γινομένην καὶ τὴν ἐξ ἀνάγκης ἀκολούθησιν. p. 338a15 Καὶ εἴτε κύκλῳ, ἕκαστον ἀνάγκη γίνεσθαι καὶ γεγο‐ νέναι, καὶ εἰ ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ.
10 Νῦν τὸν πάντα λόγον συμπεραινόμενός φησιν ὅτι εἴ τι εἴη κύκλῳ γινόμενον, ἀναγκαίαν ἔχει τοῦτο τὴν γένεσιν, καὶ εἴ τι ἀναγκαίως γίνεται, καὶ κύκλῳ γίνεται. p. 338a17 Ταῦτα μὲν δὴ εὐλόγως, ἐπειδὴ ἀίδιος καὶ ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ.
15 Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κύκλῳ μόνῃ κινήσει συμβέβηκεν, φησὶν ὅτι εὐλόγως ταῦτα συμβέβηκεν, συνῳδὰ ὑπάρχοντα τοῖς ἀλλαχοῦ ἀπο‐ δεδειγμένοις· ἀποδέδεικται δὲ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἡ κύκλῳ κίνησις μόνη ἀίδιος ὑπάρχουσα. εἴπερ οὖν τὸ ἁπλῶς ἀναγκαῖον τοῖς ἀιδίοις ὑπάρχει, ὡς δέδεικται πρότερον, εὐλόγως τῇ κύκλῳ κινήσει
20μόνῃ ὑπάρχει· μόνη γὰρ ἡ κύκλῳ κίνησις τῶν οὐρανίων ἀίδιος, δι’ αὐτὴν δὲ καὶ ἄλλαι ἀίδιοι ὅσαι ὑπ’ αὐτῆς ἐπιτελοῦνται. διότι μὲν γὰρ ἡ τῶν ἀπλανῶν ἀίδιός ἐστι κίνησις, διὰ τοῦτο καὶ τῶν πλανήτων, ὥστε καὶ τοῦ ἡλίου· διότι δὲ ἡ τοῦ ἡλίου ἀιδίως ἐπὶ τοῦ λοξοῦ κύκλου γίνεται κίνησις, διὰ τοῦτο καὶ ἡ τῶν ὡρῶν ἀνακύκλησις ἀίδιος, θέρους λέγω καὶ χειμῶνος
25καὶ τῶν λοιπῶν· διότι δὲ αἱ ὧραι κύκλῳ ἀνακάμπτουσι, διὰ τοῦτο ἡ γένεσις καὶ ἡ φθορὰ ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων κύκλῳ τε γίνεται καὶ τὴν ἀιδιότητα κέκτηται· ὑπὸ γὰρ τῆς τῶν ὡρῶν ἐναλλαγῆς ἡ γένεσις καὶ
ἡ φθορά.312
In GC
.

14,2

313

p. 338b5 Τί οὖν δήποτε τὰ μὲν οὕτως φαίνονται, οἷον ὕδωρ καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος, δεῖ καὶ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμ‐ πτουσιν εἰς ἑαυτούς.
5 Ἀπορίαν τινὰ προτίθεται νῦν, τί δήποτε ἐπὶ μὲν ἀέρος καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων καὶ ἀναγκαία τέ ἐστιν ἡ κύκλῳ γένεσις καὶ ἀντι‐ στρέφει. καὶ γὰρ νέφους, φησίν, ὄντος ἔσται ὕδωρ, καὶ ὕδατος γεγονότος νέφος προϋπῆρχεν, ἐπὶ δὲ τῶν καθ’ ἕκαστα, φησίν, οὐκέτι οὕτως ἔχει· Σωκράτους μὲν γὰρ ὄντος προϋπῆρχεν ὁ Σωφρονίσκος, Σωφρονίσκου δὲ
10ὄντος οὐκ ἐξ ἀνάγκης ἡ Σωκράτους γένεσις ἕψεται. ἐπιλύεται δὲ τὴν ἀπορίαν φάσκων εἰς εὐθὺ τὴν τῶν καθ’ ἕκαστα γένεσιν εἶναι, τουτέστιν ἐπ’ εὐθείας· οὐ γὰρ ὁ Σωφρονίσκος ἀνακάμπτει, ὅπερ ἂν ὑπῆρχε κατὰ κύκλον τῆς γενέσεως οὔσης τῶν καθ’ ἕκαστα. εἰ οὖν μὴ κατὰ κύκλον ἡ τῶν καθ’ ἕκαστα γένεσις, εἰκότως οὔτε τὸ ἀναγκαῖον οὔτε τὸ ἀντιστρέφειν
15ἔχει. τί δήποτε οὖν τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀνακάμπτει; διότι οὐ κατ’ ἀριθ‐ μὸν αὐτῶν γίνεται ἡ ἀνάκαμψις, ἀλλὰ κατὰ τὸ εἶδος. οὐ γὰρ ὁ αὐτὸς ἀὴρ κατ’ ἀριθμὸν φυλάττεται ἐν τῇ ἀνακάμψει καὶ τῇ ἐξ ὕδατος εἰς ἀέρα μετα‐ βολῇ, πλὴν κἀπὶ τῶν ζῴων γένεσις δείκνυταί πως ἀνακάμπτουσα καὶ κυ‐ κλικῶς γινομένη, ὡς ἔφθημεν δείξαντες. ἀλλ’ ἴσως τις ἀπορήσειε τί
20δήποτε ἐνίων μὲν κατ’ ἀριθμὸν τῶν αὐτῶν μενόντων ἡ ἀνάκαμψις γίνεται, ἐνίων δὲ κατὰ μὲν τὸν ἀριθμὸν φθειρομένων κατὰ τὸ εἶδος δὲ μόνον φυλαττομένων. καὶ διὰ τοῦτο ἐπιφέρει φάσκων ἀρχὴ δὲ τῆς σκέψεως αὕτη, πότερον ὁμοίως πάντα ἀνακάμπτει, αὐτὸ τοῦτο ζητῶν τὸ προ‐ ειρημένον. εἰ γὰρ ἐκ τῆς κύκλῳ κινήσεως τὴν ἀνάκαμψιν ἔχουσι, τί
25δήποτε τῶν κύκλῳ κινουμένων τὰ μὲν κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένοντα τὴν ἀνάκαμψιν ποιεῖται, τὰ δὲ κατ’ ἀριθμὸν φθειρόμενα κατ’ εἶδος φυλάττει τὴν διαδοχήν; καί φησιν ὅτι σύμφωνα ταῦτα τοῖς πολλαχοῦ εἰρημένοις, ὅτι ὅσα μὲν ἄφθαρτα ὄντα κινεῖται κύκλῳ, ταῦτα κατ’ ἀριθμὸν τὰ αὐτὰ μένοντα ἀνακάμπτει (ὁ γὰρ αὐτὸς κατ’ ἀριθμὸν ἥλιος πάλιν καὶ πάλιν
30κατὰ τὸ αὐτὸ κινούμενος γίνεται), ὅσων δὲ ἡ οὐσία φθαρτή ἐστι, ταῦτα ἀριθμῷ μὲν οὐ μένει τὰ αὐτά, τὸ δὲ εἶδος φυλάττει ἐν τῇ ἀνακάμψει·
οὕτως ἔχει ἐπὶ ζῴων καὶ φυτῶν καὶ τῆς τῶν στοιχείων μεταβολῆς.313
In GC
.

14,2

314

p. 338b18 Εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ’ οὐχ ὧν ἡ οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι. Δείξας ὅτι ἡ τῶν στοιχείων γένεσις ἀποτελεῖται ἑκάστου αὐτῶν κατ’ ἀριθμὸν μὲν φθειρομένου, κατ’ εἶδος δὲ τοῦ αὐτοῦ μένοντος, φησὶ νῦν ὅτι
5εἰ λέγοι τις καὶ αὐτὰ ταῦτα, τὰ στοιχεῖά φημι, κατ’ ἀριθμὸν τὰ αὐτὰ μένειν *** ὧν ἦν Ἐμπεδοκλῆς, ῥητέον ὅτι ὁ τοιοῦτος ἀγένητα φήσει εἶναι τὰ στοιχεῖα, οὐχ ὡς ἡμεῖς γενητὴν τὴν οὐσίαν ὑποτιθέμενος καὶ τοιαύτην ὡς ἐνδέχεσθαι καὶ μὴ εἶναι. Ἀπορήσειε δ’ ἄν τις, ὥς φησιν Ἀλέξανδρος, πρὸς Ἀριστοτέλην· εἰ
10γὰρ ἡ ὕλη ἡ αὐτὴ ἀεὶ διαμένει, ἔστι δὲ καὶ τὸ ποιητικὸν αἴτιον τὸ αὐτὸ ἀεί, διὰ ποίαν αἰτίαν οὐχὶ κατὰ περίοδόν τινα πλείονος χρόνου ἐκ τῆς αὐτῆς ὕλης τὰ αὐτὰ πάλιν κατ’ ἀριθμὸν ὑπὸ τῶν αὐτῶν ἔσται; ὅπερ τινές φασι κατὰ τὴν παλιγγενεσίαν καὶ τὸν μέγαν ἐνιαυτὸν συμβαίνειν, ἐν ᾧ πάντων τῶν αὐτῶν ἀποκατάστασις γίνεται. τούτου δ’ ὄντος εἴη ἂν καὶ
15ἐπὶ τῶν καθ’ ἕκαστα, ὧν φθαρτὴ ἡ οὐσία, παλιγγενεσία καὶ κατ’ ἀριθμὸν ἀνάκαμψις. πρὸς τοῦτο δὲ ῥητέον ὅτι εἰ καὶ δοθείη πάλιν Σωκράτης γίνεσθαι, οὐ τῷ ἀριθμῷ ὁ αὐτὸς ἂν εἴη τῷ πρώτῳ γενομένῳ Σωκράτει ὁ ὕστερος γεγονὼς καὶ εἷς. οὐ γὰρ οἷόν τε ἓν καὶ ταὐτὸ κατ’ ἀριθμὸν διαλείπειν· οὐ γὰρ τῷ ἐκ τῶν αὐτῶν εἶναι ἓν κατ’ ἀριθμὸν γίνεται,
20ἀλλὰ τῷ τὸ αὐτὸ διαμένειν πρότερον καὶ ὕστερον ὄν. διὸ ἥλιος μὲν ὁ αὐτὸς κατ’ ἀριθμόν, Σωκράτης δέ, ὡς εἶπεν, οὐχ ὁ αὐτὸς κατ’ ἀριθμόν·
οὐ γὰρ μένει τὸ ἄτομον εἶδος, εἰ καὶ ἡ ὕλη μένει.314