TLG 4015 005 :: JOANNES PHILOPONUS :: In Aristotelis meteorologicorum librum primum commentarium JOANNES PHILOPONUS Phil., Discipulus Ammonii filii Hermiae
Neoplatonicus, vel Philoponus
vel Joannes Grammaticus In Aristotelis meteorologicorum librum primum commentarium Citation: Volume — page — (line) | ||
In Mete.14,11(1T) | ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΤΩΝ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ | |
2T | ΤΩΝ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΕΞΗΓΗΤΙΚΩΝ ΤΩΝ ΕΙΣ | |
---|---|---|
3T | ΤΑ ΤΡΙΑ ΤΟ ΠΡΩΤΟΝ. | |
4 | Εἴρηται μὲν ἤδη καὶ πρότερον ἡμῖν ὡς εἰκότως τὴν εἰς δύο τομὴν | |
5 | ἡ φιλοσοφία δέχεται, εἴς τε τὸ πρακτικὸν καὶ εἰς τὸ θεωρητικόν, διότι καὶ αἱ τῆς ἡμετέρας ψυχῆς δυνάμεις ὑπάρχουσι δύο, ζωτική τε καὶ θεωρητική, ἃς ἡ φιλοσοφία κοσμεῖν ἐθέλει καὶ τελειοῦν, τὴν μὲν δι’ ἀρετῆς, τὴν δὲ διὰ τῆς τῶν ὄντων γνώσεως· τελειοῦται γὰρ ἕκαστον τὸ ἑαυτοῦ τέλος ἀπολαμ‐ βάνον δι’ ὃ γέγονεν. ὅθεν καὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἡ φιλο‐ | |
10 | σοφία εἶναι λέγεται· καὶ γὰρ τῶν θείων ἐνεργειῶν αἱ μὲν ἁπάντων εἰσὶ γνωστικαὶ τῶν ὄντων, αἱ δὲ δημιουργικαὶ τούτων καὶ προνοητικαί. τῶν δ’ ἐνεργειῶν ἡμῶν ἑκατέραν, θεωρίαν φημὶ καὶ πρᾶξιν, ὑποδύεταί τις φαυλότης, τὴν μὲν θεωρίαν τὸ ψεῦδος, τὴν δὲ πρᾶξιν ἡ κακία. ἐδέησεν οὖν ὀργάνου τινὸς διαιρετικοῦ τῇ φιλοσοφίᾳ, ἐν μὲν τῇ θεωρίᾳ τοῦ τὸ ψεῦδος διακρί‐ | |
15 | νοντος τῆς ἀληθείας, ἐν δὲ τῇ πράξει τὴν κακίαν τῆς ἀρετῆς, ὡς ἀμέλει καὶ τῷ τέκτονι στάθμη τε καὶ κανὼν ἐπινενόηται, δι’ οὗ τὸ εὐθὺ τῶν ξύλων διακρίνει καὶ τὸ καμπύλον. τοῦτο δ’ ἐστὶν ἡ καλουμένη λογικὴ πραγματεία, ἣν Ἀριστοτέλης ἐν πλείοσιν ἡμᾶς βιβλίοις ἐδίδαξεν, ἐξ ἧς τὴν ἀποδεικτικὴν ἐπιστήμην ἐπαιδεύθημεν. εἰς τρία δὲ τοῦ θεωρητικοῦ μέρους | |
20 | τῆς φιλοσοφίας διαιρουμένου, εἴς τε τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν, τῶν ἄλλων μᾶλλον τὸ φυσιολογικὸν ὁ φιλόσοφος μετεχειρίσατο ὡς σύστοιχον ἡμῖν καὶ συγγενέστερον, οὗ τὴν διαίρεσιν ἐν ἄλλοις ἀκριβῶς ἐξεθέμην, ὑφ’ ὃ καὶ ἡ προκειμένη τελεῖ πραγματεία. ἣν διεξιέναι μέλλοντες ἀναγκαίως αὐτῆς τὸν σκοπὸν διηγούμεθα πρότερον. βούλεται γὰρ ἡμᾶς ὁ | |
25 | φιλόσοφος ἐν αὐτῇ διδάξαι πάντα τὰ μεταξὺ γῆς τε καὶ οὐρανοῦ συμβαί‐ νοντα πάθη, ἐν ἀέρι φημὶ καὶ τῷ ὑπεκκαύματι, ἐκ τῶν δύο καλουμένων | |
ἀναθυμιάσεων συνιστάμενα, τῆς τε ἀτμιδώδους καὶ τῆς ξηρᾶς, ὧν ἡ μὲν | 1 | |
In Mete.14,12 | ἐκ τῶν ὑγρῶν, ἡ δὲ ἐκ τῶν ξηρῶν ἀναθυμιᾶται σωμάτων, οἷον περὶ ὑετῶν, χαλάζης, χιόνος, βροντῶν, ἀστραπῶν, ἀνέμων, διᾳττόντων, κεραυνῶν, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, ὧν τὰ μὲν ἐκ θατέρας καὶ μόνης, τὰ δ’ ἐξ ἀμφοῖν ἔχει τὴν γένεσιν· καὶ ὅτι τινὰ μὲν τῶν τοιούτων ὕπαρξιν ἔχει καὶ | |
5 | ἔστιν ἀληθῶς οἷά περ φαίνεται, ὡς τὰ προειρημένα, τὰ δὲ μόνην ἔμφασιν ἔχει καὶ ὄψεων ἀπάτην οὐκ ὄντα καθ’ ὕπαρξιν οἷα φαίνεται, ὡς ἶρις καὶ ἅλως καὶ ῥάβδοι καὶ τὰ παρήλια καὶ εἴ τι τοιοῦτον. ἐπειδὴ δὲ ἐκ τῶν εἰρημένων δύο ἀναθυμιάσεων καὶ ὑπὸ γῆν τινα γίνονται, οἷον σεισμοὶ καὶ μέταλλα καὶ ὑδάτων διαφοραί, τοῖς μετεώροις αὐτὰ συναριθμῶν καὶ περὶ | |
10 | τούτων διδάξει. τὸ δὲ χρήσιμον τῆς πραγματείας παντὶ δῆλον, εἴπερ ἡ γνῶσις τῶν ὄντων χρήσιμος τῇ ψυχῇ κοσμοῦσα ταύτην καὶ εἰς τελείωσιν ἄγουσα τὴν κατὰ φύσιν. ἀλλ’ οὐδὲ τὸ γνήσιον διημφισβήτηται. τὸ προ‐ οίμιον γὰρ αὐτὸ τοῦτο διδάξει· τὴν γὰρ συνέχειαν αὐτοῦ καὶ τὴν τάξιν πρὸς τἆλλα ἑαυτοῦ συγγράμματα διδάσκων τὰς φυσικὰς ἑαυτοῦ πραγματείας | |
15 | ἀνακεφαλαιοῦται καὶ δείκνυσιν ὡς ἀκόλουθός ἐστιν ἐκείναις αὐτὴ καὶ ὡς συνεχὴς ταῖς μετ’ αὐτήν· ἐξ ὧν καὶ τὸ γνήσιον καὶ ἡ τάξις ἐστὶ πρόδηλα. πρώτην μὲν γὰρ εἴληχε τάξιν πασῶν τῶν φυσικῶν αὐτοῦ πραγματειῶν ἡ ἰδικώτερον Φυσικὴ καλουμένη ἀκρόασις, δευτέραν δὲ μετ’ αὐτὴν ἡ Περὶ οὐρανοῦ καὶ τρίτην ἡ Περὶ γενέσεως καὶ φθορᾶς καὶ μετ’ αὐτὴν ἡ προκει‐ | |
20 | μένη· ὧν τὰς αἰτίας τὴν λέξιν ἐξηγούμενοι λέξομεν. ἐπιγέγραπται δὲ Μετεωρολογικά, ἐπειδήπερ τὰ περὶ ὧν ἐν τούτοις ποιεῖται τὴν θεωρίαν ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ τόπῳ συμβαίνουσι. κἂν γὰρ περί τινων περὶ γῆν ἢ ὑπὸ γῆν συνισταμένων ἐν τούτοις διδάσκῃ, ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ πλείονος τὴν προσηγορίαν τῇ προκειμένῃ τίθησι πραγματείᾳ, δεύτερον ὅτι | |
25 | καὶ τούτοις ἡ αὐτὴ ὑπόκειται ὕλη, φημὶ δὴ τὴν ἀτμιδώδη καὶ τὴν κα‐ πνώδη ἀναθυμίασιν, ἥτις ἀναθέουσα μέν, διὸ καὶ ἀναθυμίασις ὠνομάσθη, τὰ ἐν τῷ μετεώρῳ πάθη γεννᾷ, ἐναποκλειομένη δὲ κάτω τὰ ὑπὸ γῆν. διεῖλε δὲ τὴν προκειμένην ὑπόθεσιν εἰς τμήματα τέσσαρα. ὧν ἐν μὲν τῷ πρώτῳ διδάξας περὶ τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ σωμάτων ὅτι τὰ μετὰ | |
30 | τὴν γῆν καὶ τὸ ὕδωρ ὁ ἀήρ ἐστι καὶ τὸ ὑπέκκαυμα, ἐν οἷς πάντα τὰ ἐν τῷ μετεώρῳ συμβαίνουσι, ζητήσας δὲ καὶ εἰ μὴ τῆς τοῦ πυ‐ ρὸς οὐσίας ἐστὶν ὁ ἥλιος, πόθεν ἡ ἐξ αὐτοῦ τοῖς τῇδε γινομένη θερ‐ μότης, καὶ ὡς ἐξ ὕδατος καὶ γῆς διακρινομένων τῇ ἐξ ἡλίου θερμότητι δύο γεννῶνταί τινες ἀναθυμιάσεις, ἐκ μὲν τῶν ὑδάτων ἡ ἀτμιδώδης, ἐκ δὲ | |
35 | τῆς γῆς ξηρά τε καὶ καπνώδης, ἐξ ὧν πάντα τὰ ἐν τοῖς μετεώροις γινόμενα πάθη συμβαίνουσι, ταῦτα προειρηκὼς ὡς συντελοῦντα τοῖς ἑξῆς ἐπ’ αὐτὴν ἤδη τὴν διδασκαλίαν τῶν ἄνω συνισταμένων παθημάτων προ‐ έρχεται. καὶ πρῶτον περὶ τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀναθυμιάσεως διδάσκει, καὶ ἐπειδὴ τούτων τὰ μέν ἐστιν ὀλιγοχρόνια, τὰ δὲ πλείονα χρόνον | |
40 | ὑπομένοντα φαίνεται, πρῶτον περὶ τῶν ὀλιγοχρονίων ποιεῖται τὸν λόγον, ταῦτα δέ ἐστιν αἱ καλούμεναι φλόγες καὶ οἱ διαθέοντες ἀστέρες αἶγές τε | |
καὶ δαλοὶ χάσματά τε καὶ βόθυνοι, μετὰ δὲ ταῦτα περὶ τῶν πολυχρονίων, | 2 | |
In Mete.14,13 | κομητῶν τε καὶ τοῦ καλουμένου γάλακτος, εἶτα μέτεισιν ἐντεῦθεν περὶ τῶν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως γινομένων, νεφῶν λέγω καὶ ὁμίχλης ψεκάδων τε καὶ ὑετοῦ, δρόσου καὶ πάχνης χαλάζης τε καὶ χιόνος καὶ κρυστάλλου, καὶ τέλος περὶ ποταμῶν διδάξας (καὶ αὐτοὶ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσι) | |
5 | τὸν πρῶτον καταπαύει λόγον. ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς θαλάσσης εἰπὼν μέτεισι πάλιν ἐπὶ τὰ λοιπὰ πάθη τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀνα‐ θυμιάσεως, τουτέστιν ἀνέμων καὶ σεισμῶν βροντῶν τε καὶ ἀστραπῶν, καὶ ἐν τούτῳ τὸ δεύτερον περαιοῦται βιβλίον. ἐν δὲ τῷ τρίτῳ περί τε τῶν λοιπῶν παθῶν τῶν συμβαινόντων τοῖς πνεύμασι, τίς τε ὁ ἐκνεφίας ἐστὶν | |
10 | ἄνεμος καὶ οἱ τυφῶνες καὶ οἱ πρηστῆρες, καὶ πῶς τούτων ἕκαστος γίνεται, περί τε κεραυνῶν βροντῶν τε καὶ ἀστραπῶν, εἶτα περὶ ἅλω καὶ ἴριδος καὶ παρηλίων καὶ ῥάβδων. τοσαῦτα μὲν οὖν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τὴν γῆν ἐκ τῶν δύο συμβαίνουσιν ἀναθυμιάσεων, τῆς ἀτμιδώδους τε καὶ τῆς καπνώδους, περὶ ὧν ἐν τοῖς τρισὶ διδάσκει λόγοις. ἐν δὲ τῷ τετάρτῳ | |
15 | ὅσα ὑπὸ τῶν αὐτῶν πάλιν ἐγκατακλειομένων γίνεται τῇ γῇ, ὧν τὰ μέν ἐστιν ὀρυκτὰ τὰ δὲ μεταλλικά, διδάσκει. ὡς τὸ σύμπαν τῆς μετεωρο‐ λογικῆς πραγματείας εἶναι συγγενὲς περὶ τῶν συμβαινόντων ὑπὸ τῶν δύο ἀναθυμιάσεων εἴτε ἐναποκλειομένων τῇ γῇ εἴτε ὑπὲρ αὐτὴν ἀναθεουσῶν· ἐξ οὗ καὶ μετεωρολογικὴν τὴν πραγματείαν ὠνόμασε. τούτων ἱκανῶς | |
20 | εἰρημένων ἡμῖν ἐπ’ αὐτὴν δὴ τῆς πραγματείας χωρήσωμεν τὴν ἐξέτασιν. p. 338a20 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματι‐ κῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ | |
25 | γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. Εὐθὺς ἐν ἀρχῇ τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀπαριθμεῖται, ὅσαι τῶν μετεωρολογικῶν ἐν τάξει φυσικῇ προηγήσαντο, πρώτην μὲν εἶναι λέγων τὴν Φυσικὴν καλουμένην ἀκρόασιν τὸ κοινὸν ὄνομα τῶν φυσικῶν ὡς ἴδιον ἀποκληρωθεῖσαν διὰ τὸ περὶ τῶν κοινῶν ἀρχῶν τῶν φυσικῶν ἁπάντων δι‐ | |
30 | δάσκειν, ὅθεν καὶ πασῶν προηγεῖται, δευτέραν τὴν Περὶ οὐρανοῦ. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον ὀνομάζειν ἔθος, ὡς καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν” ἐν Τιμαίῳ φησί. δευτέραν δὲ τάξιν εἰκότως εἴληφεν· ἐκείνης γὰρ καὶ περὶ τῶν ἀρχῶν τῶν πρώτων διαλα‐ βούσης ὕλης καὶ εἴδους ἡ Περὶ οὐρανοῦ περὶ τῶν προσεχῶς ἐκ τούτων | |
35 | συντεθέντων διαλαμβάνει σωμάτων, ἐκ τούτων μὲν ὡς ἐκ πρωτίστων στοι‐ χείων συντεθέντων, ἁπλῶν δὲ ὄντων ὡς ἐν σώματι. καὶ τὰ οὐράνια γὰρ | |
ἐξ ὕλης εἰσὶ κατ’ αὐτὸν τοῦ πέμπτου σώματος κοινῶς τοῖς οὐρανίοις ὑπο‐ | 3 | |
In Mete.14,14 | κειμένου πᾶσι καὶ τοῦ ἐπιτεθέντος εἴδους αὐτοῖς, ἐξ ὧν γέγονεν ἥλιος, σελήνη, τῶν ἀστέρων ἕκαστος καὶ τοῦ χύματος αὐτοῦ τῶν σφαιρῶν ἡ οὐσία. διδάσκει δὲ καὶ περὶ τῶν τεσσάρων στοιχείων· ἁπλᾶ γὰρ ὡς ἐν σώματι καὶ ταῦτα προσεχῶς ἐξ ὕλης καὶ εἴδους συγκείμενα, τὰ δὲ ἐκ τούτων συν‐ | |
5 | τεθέντα λοιπὸν ζῷα καὶ φυτὰ καὶ μέταλλα ὑστερογενῆ τὴν φύσιν καὶ μερικω‐ τέραν κεκλήρωται. καὶ ἄλλως ἐπειδὴ καὶ τὰ γινόμενα καὶ φθειρόμενα τῇ εἰς ἄλληλα μεταβολῇ τῶν μὴ οὕτως ἐχόντων δεύτερά τέ ἐστι καὶ ἀτι‐ μότερα, δικαίως οὖν τῶν ἄλλων ἁπάντων τὴν Περὶ οὐρανοῦ προτέταχε πραγματείαν, ἐν ᾗ περὶ τῶν κυκλοφορουμένων σωμάτων ἐδίδαξεν, ἐν οἷς | |
10 | οὐδὲ φθορά τις οὐδὲ γένεσις οὐδὲ μεταβολὴ τούτων εἰς ἄλληλα φαίνεται. τρίτη μετὰ ταύτην ἡ Περὶ γενέσεώς ἐστι καὶ φθορᾶς, μερικωτέρα μὲν ἢ κατὰ τὰς προειρημένας, καθολικωτέρα δὲ τῶν ἑξῆς ἁπασῶν· ἐν ταύτῃ γὰρ περὶ πάσης ἁπλῶς γενέσεως διδάσκει καὶ φθορᾶς, τίς τέ ἐστι καὶ τί τῶν ἄλλων μεταβολῶν διενήνοχε, καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα. τετάρτην | |
15 | ἐπὶ ταύταις τὴν τῶν Μετεώρων τέταχεν· ἐπειδὴ γὰρ καὶ ταῦτα τῶν γινο‐ μένων ἐστὶ καὶ φθειρομένων, εἰκότως ὑστέρα μὲν τῆς περὶ γενέσεως ἁπάσης καὶ φθορᾶς διδασκούσης τετάξεται, προηγήσεται δὲ τῶν λοιπῶν ἁπασῶν, τῆς περὶ ζῴων λέγω καὶ φυτῶν καὶ μετάλλων. εἰ γὰρ ἡ περὶ τῶν οὐρανίων διδάσκουσα σωμάτων προτέτακται δικαίως, ἀκόλουθον ἦν τῆς | |
20 | περὶ ζῴων καὶ φυτῶν τὰ μετεωρολογικὰ προηγεῖσθαι ὡς ὑπερανεστηκότα μὲν τῶν ἐπὶ γῆς, τοῖς οὐρανίοις δὲ τῷ τόπῳ πλησιάζοντα. ἡ μὲν οὖν τῶν εἰρημένων φυσικῶν πραγματειῶν συνέχειά τε καὶ τάξις συντόμως εἰπεῖν τοιαύτη καὶ οὕτως ἔχουσα· ἴδωμεν δὲ καὶ τῆς λέξεως τὴν ἀκρίβειαν. τῶν πρώτων μὲν οὖν αἰτίων φησὶ τῆς φύσεως, ἐπειδὴ πρώτιστα τῶν | |
25 | φυσικῶν αἴτια πάντων ὕλη καὶ εἶδος. ἔστι γὰρ καὶ ἄλλα προσεχέστερα τῶν φυσικῶν αἴτια, κοινὰ μὲν τῶν συνθέτων ἁπάντων 〈τὰ〉 τέσσαρα στοιχεῖα, προσεχέστερα δὲ καὶ εἰδικώτερά τινων τὸ σπέρμα μὲν ἐν τοῖς ἐκ σπέρ‐ ματος τὴν γένεσιν ἔχουσι, τὸ δὲ τούτῳ πάντως ἀνάλογον ἐν τοῖς λοιποῖς. καὶ τὰ συναίτια δέ, χρόνον καὶ τόπον καὶ κίνησιν, ἐν τῇ αὐτῇ παρέδωκε | |
30 | πραγματείᾳ. καὶ περὶ πάσης δὲ κινήσεως φυσικῆς ἐν τοῖς ὑστέροις αὐτῆς τέσσαρσι λόγοις διείλεκται, τῆς τε ἐπ’ εὐθείας λέγω καὶ τῆς κύκλῳ. φυσικῆς δέ φησι διὰ τὰς ψυχικὰς καὶ προαιρετικὰς κινήσεις, οἷαί πέρ εἰσιν αἱ τῶν ζῴων, τάς τε ὑπὸ τέχνης ἢ βίας τινὸς γινομένας. p. 338a25 Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεω‐ | |
35 | ρητέον, ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν· ταῦτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως, περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, περί τε | |
γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων | 4 | |
In Mete.14,15 | φασμάτων, ὅσα τε θείημεν ἂν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος. Τῆς φυσικῆς μεθόδου λοιπὸν εἶναι μέρος φησὶ τὸ μετεωρολογικόν, ὡς πρὸς τὴν ἀκολουθίαν τῶν ἤδη προειρημένων ὕστερον μὲν ἐκείνων τῇ τάξει, | |
5 | οὐ μέντοι πάντων ἔσχατον ὑπάρχον· καὶ γὰρ μετὰ τοῦτο λείπεται τῇ φυσικῇ μεθόδῳ ἡ περὶ ζῴων καὶ φυτῶν καὶ μετάλλων πραγματεία. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ συμβαίνοντα, προστίθησι γενικώτερον· ὅσα συμ‐ βαίνει, φησί, κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως. πρῶτον δὲ στοιχεῖον τῶν σωμά‐ | |
10 | των φησὶ τὸ πέμπτον, ἐξ οὗ τὰ κατ’ οὐρανὸν ἅπαντα συνεστάναι βούλεται· στοιχεῖον γὰρ οὐ τῶν συνθέτων αὐτό φησι σωμάτων, ἀλλὰ τοῦ κόσμου παντὸς ὡς ὅλου. πάντα γὰρ εἶναι λέγεται τοῦ κόσμου παντὸς τὰ στοιχεῖα τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, τὸ δὲ πέμπτον τῶν οὐρανίων. τὸ δὲ ἑξῆς οὕτως ἀναγνωστέον ‘ὅσα συμβαίνει περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ | |
15 | φορᾷ τῶν ἄστρων, ἅπερ συμβαίνει [μὲν] κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεωσ‘. τὸ δὲ ἀτακτοτέραν οὐ συγκριτικῶς νοητέον, ἀλλὰ μόνως ἄτακτον· οὐδὲν γὰρ ἐν τοῖς οὐρανοῖς ἐστιν ἄτακτον, ἵνα τούτων ἀτακτότερον τὰ ἐν τοῖς μετεώροις γίνεσθαι λέ‐ γωμεν. ἡ γὰρ ἐν τοῖς οὐρανοῖς τάξις ἀπαράβατός ἐστι καὶ ἀεὶ ὡσαύτως | |
20 | ἔχουσα, καὶ τοσοῦτον ὡς προλέγειν τοὺς ἀστρονόμους τὰ μετὰ πολλοὺς ἐνιαυτοὺς ἐν ἐκείνοις ἐσόμενα, ἡλίου φημὶ καὶ σελήνης συνόδους ἐκλείψεις τε τούτων ἑκατέρου, φάσεις τε τῶν πλανωμένων καὶ στηριγμούς, προποδι‐ σμούς τε καὶ ὑποποδισμοὺς καὶ εἰς ταὐτὸ συνεμπτώσεις αὐτῶν, καὶ ὅσα πρὸς ἀλλήλους ποιοῦνται σχήματα, καὶ τοὺς χρόνους ἑκάστου τούτων ἀκρι‐ | |
25 | βῶς προαποφαίνονται καὶ τὰς ὥρας μέχρι καὶ τοῦ λεπτοτάτου σχεδὸν καὶ ἀμεροῦς, ἐν ᾧ τῶν εἰρημένων ἕκαστον γίνεται. δυνατὸν δὲ τὸ ἀτακτο‐ τέραν μὴ ἐξακούειν πρὸς τὰ οὐράνια συγκριτικῶς, ἀλλ’ αὐτὰ πρὸς αὑτὰ τὰ ἐν τοῖς μετεώροις συμβαίνοντα. ἔχει μὲν γὰρ καὶ ταῦτα τάξιν ὁλικω‐ τέραν τινά, οἷον πότε γίνεται χειμὼν ἔαρ τε καὶ θέρος καὶ μετόπωρον, | |
30 | καὶ πόθεν ἄρχεται καὶ ποῖ τελευτᾷ τούτων ἕκαστον, καὶ ὡς ἐν μὲν χει‐ μῶνι ὑετὸς γίνεται καὶ χάλαζα καὶ χιών, ἐν θέρει δὲ καύσων, καὶ ἐν τῷδε μὲν τῷ καιρῷ νότια πνεύματα, ἐν ἄλλῳ δὲ βόρεια, καὶ περὶ τῶν ἄλλων ὁμοίως· ἀλλ’ οὐκ ἀπαράβατος ἡ τούτων τάξις, ἀλλ’ ἀτακτότερον καὶ ταῦτα συμβαίνουσι. δυνατὸν γὰρ ἐν χειμῶνι μὲν καῦμα γίνεσθαι καὶ αὐχμόν, ἐν | |
35 | θέρει δὲ ψῦχος καὶ ὑετὸν καὶ τοὺς καιροὺς ἐναλλάσσειν τὰ πνεύματα. καλῶς δὲ προσέθηκε περὶ τὸν γειτνιῶντα τόπον τῇ φορᾷ τῶν ἄστρων, τουτέστι τὸν πλησιάζοντα τοῖς οὐρανοῖς μᾶλλον τῆς γῆς καὶ τοῦ ὕδατος· τὴν μεγίστην γὰρ ἐξ οὐρανοῦ διέστηκε τὰ βαρέα τῶν σωμάτων. καὶ τοῦτο δικαίως ἐπι‐ σημειοῦται· πολλοῖς γὰρ τῶν ἰδιωτικωτέρων ἐν οὐρανῷ δοκεῖ ταῦτα τὰ πάθη | |
40 | γίνεσθαι. ὅτι δὲ πλεῖστον διέστηκε ταῦτα τοῦ οὐρανοῦ καὶ μᾶλλον ἡμῖν | 5 |
In Mete.14,16 | ἢ ἐκείνῳ πλησιάζουσιν, ἡ τούτων δηλώσει κίνησις· ταχύτερα γὰρ δοκοῦσι τῶν οὐρανίων, ἡλίου λέγω καὶ σελήνης καὶ αὐτῆς τῆς ἀπλανοῦς, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησίν τε καὶ φαντασίαν. δύο γάρ τινων ἰσοταχῶς κινου‐ μένων τὸ ἐγγυτέρω θᾶττον δοκεῖ τοῦ λοιποῦ κινεῖσθαι, διὰ τὸ καὶ θᾶττον | |
5 | τὰς ἡμετέρας ὄψεις παραλλάττειν, κἂν βραδύτερον δὲ τὸ ἐγγυτέρω κινῆται, τὸ αὐτὸ γίνεται. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ γινόμενα, ὡς ἐν ὑπο‐ δείγματι τούτων τινὰ τίθησι. περὶ τοῦ γάλακτός φησι, τουτέστι περὶ τοῦ γαλαξίου, ὅς ἐστι τῷ χρώματι λευκός, διὸ καὶ οὕτως ὠνόμασται, ὡς καὶ Ἄρατος αὐτὸν ὀνομάζει· “κεῖνο περιγληνὲς τροχαλόν· γάλα μιν καλέουσι”. | |
10 | τῶν τοιούτων εἰσὶ καὶ οἱ κομῆται. ἐκπυρουμένων δέ φησι καὶ κινου‐ μένων φασμάτων τοὺς ἐν ταῖς νυξὶ φαινομένους διᾴττοντας. ἐκπύρωσις γὰρ ὕλης ὑπάρχουσί τινος· ταύτην δὲ τίς ἐστι, μαθησόμεθα. πῶς δὲ φάσματα εἶναί φησι τοὺς διᾴττοντας; καίτοι γε οὐσιώδη τὴν ὕπαρξιν ἔχουσι καὶ οὐ μέχρι δοκήσεώς εἰσι καὶ μόνης. μήποτε οὖν ἐπειδὴ δοκοῦσι τοῖς | |
15 | πολλοῖς ἀστέρες εἶναι, τὴν ἐκείνων ὑπόνοιαν ἐξηγούμενος φάσματα αὐτοὺς ὠνόμασεν. ἢ πρὸς τὸ κινουμένων φάσματα εἶναί φησιν· οὐ γὰρ κινοῦν‐ ταί τινες αὐτῶν κατὰ ἀλήθειαν, ὕλης δέ τινος ἄλλοτε ἄλλης κατὰ μέρος ἐκπυρουμένης συνεχῶς γίνονται καὶ φαντασίαν παρέχουσι κινήσεως. ἀέρος δὲ κοινὰ πάθη φησὶ καὶ ὕδατος, ὅσα μόνον ἔχει φαντασίαν χωρὶς ὑπάρ‐ | |
20 | ξεως, οἷόν ἐστιν ἅλως, ἶρις, ῥάβδοι, παρήλια. πῶς δέ ἐστι κοινὰ ὕδατός τε καὶ ἀέρος, εἰσόμεθα· χωρὶς γὰρ διύγρων νεφῶν φαντασία τούτων οὐ γί‐ νεται, ἅπερ κατά τι μὲν ἀέρος ἐστὶ διὰ τὴν ἀτμίδα, κατά τι δὲ ὕδατος, ὅταν παχέα ἤδη καὶ ἐγγὺς ὕδατος. p. 338b25 Ἔτι τε γῆς ὅσα μέρη. καὶ εἴδη καὶ πάθη τῶν μερῶν, | |
25 | ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἂν τὰς αἰτίας. ‘Μέρη γῆς ἴσως λέγει, φησὶν ὁ Ἀλέξανδρος, τὰ πρὸς ἕω καὶ δύσιν ἄρκτον τε καὶ μεσημβρίαν (διαιρεῖν γὰρ κατὰ ταῦτα τὰ κέντρα τὴν γῆν εἰώθασιν)· εἴδη δὲ τὸ ταύτης τὴν μὲν εἶναι ὕπαντρον καὶ χαύνην, τὴν δὲ στερεάν τε | |
30 | καὶ πεπιλημένην, καὶ εἴ τινες ἄλλαι τοιαῦταί εἰσι παραπλήσιοι διαφοραί. πάθη δὲ λέγοι ἄν, φησί, τὰς ἀναθυμιάσεις τὰς γινομένας ἀπ’ αὐτῆς καὶ τὰς ἐναπολήψεις ὕδατός τε καὶ πνεύματος. ὧν αἱ μὲν ἀναθυμιάσεις νεφῶν τε καὶ ὑετῶν εἰσιν ἀρχαί, ἔτι δὲ χαλάζης τε καὶ δρόσου βροντῶν τε καὶ ἀστραπῶν ἀνέμων τε καὶ τῆς τῶν πνευμάτων διαφορᾶς· κατὰ γὰρ τὰς τῶν | |
35 | μερῶν τῆς γῆς διαφορὰς καὶ αἱ τῶν ἀνέμων γίνονται διαφοραί· αἱ δ’ ἐν‐ απολήψεις αἱ μὲν τοῦ ὕδατος πηγῶν αἴτιαι, αἱ δὲ τοῦ πνεύματος σεισμῶν.‘ | |
ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. οἶμαι δὲ μὴ καλῶς εἴδη λέγειν τῆς γῆς | 6 | |
In Mete.14,17 | τὴν ὕπαντρον τήν τε χαύνην καὶ τὴν στερέμνιον· πάθη γὰρ ἂν εἶεν αὐτῆς, οὐκ εἴδη ταῦτα. παθοῦσα γάρ τι καὶ πυκνουμένη πιλεῖται, καὶ τἀναντία ὑπομένει πάθη μανουμένη καὶ διακρινομένη· μάνωσις δὲ καὶ πύκνωσις ποι‐ ότητές εἰσι καὶ πάθη, καθ’ ἃς καὶ αἱ τῶν στοιχείων γίνονται μεταβολαί. | |
5 | πάθη δὲ αὐτῆς καὶ τὸ νιτρῶδες, θειῶδες καὶ ἀσφαλτῶδες καὶ ὅσα τοιαῦτα ἄλλα. καὶ αἱ ἀναθυμιάσεις ὅμοιαι ταῖς διαφοραῖς εἰσι τῶν ἡμετέρων σω‐ μάτων, αἱ δὲ τῶν ὑδάτων καὶ τῶν πνευμάτων ἐναπολήψεις ταῖς ἐμφράξεσιν ἡμῶν ταῖς ἐκ τῶν παρὰ φύσιν γινομέναις χυμῶν. ἐξ ὧν πηγὰς γίνεσθαί φησι καὶ σεισμούς· σεισμοὶ δὲ πάθη τῆς γῆς εἰσι βρασσομένης τε καὶ | |
10 | ῥηγνυμένης, αἱ δὲ ἐκ τῶν ὑδάτων γινόμεναι πηγαὶ καὶ τὰ ἐκ τῶν ἀναθυ‐ μιάσεων ἐν τῷ ἀέρι συμβαίνοντα οὐδὲν ἐργάζεται περὶ αὐτὴν πάθος. εἰ δὲ τὰ ἀντρώδη τῆς γῆς λιθώδη τὴν φύσιν εἰσὶ καὶ πετρώδη, δῆλον ὡς οὐδὲ καθαρᾶς εἰσι ταῦτα γῆς, ἀλλ’ εἰς ἑτέραν φύσιν μεταλλοιωθείσης. ζητητέον οὖν, τίνα λέγει τῆς γῆς εἴδη, καὶ εἰ κυρίως εἴδη φησὶν αὐτὰ ἢ | |
15 | καταχρώμενος. καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τούτων. τὰς τούτων κινήσεις ἀκουστέον ἢ πρὸς τὸ προσεχὲς πνευμάτων καὶ σεισμῶν ἢ τῶν μερῶν καὶ τῶν εἰδῶν καὶ τῶν παθῶν. τοῦτο μὲν οὖν ἀδύνατον· ποίαν γὰρ ἔχει τὰ μέρη κίνησιν ὡς μέρη, τὸ ἀνατολικὸν λέγω καὶ τὸ δυτικὸν καὶ τὰ λοιπά, ποίαν δὲ τὰ εἴδη, τὸ ἀντρῶδες καὶ τὸ | |
20 | μανὸν καὶ τὸ στερέμνιον καὶ πεπιλημένον καὶ ᾗ τι τοιοῦτόν ἐστιν ἕκαστον, οὐδὲ πλάσαι ῥᾴδιον. ὁμοίως καὶ περὶ τῶν παθῶν ἐροῦμεν. λείπεται οὖν τὰς ἐκ τῶν πνευμάτων κινήσεις ἀκούειν καὶ τῶν σεισμῶν, οἷον ἐπὶ μὲν τῶν σεισμῶν τοὺς βρασμοὺς τῆς γῆς, τοὺς τρόμους, τὰς διαστάσεις, τὸ τὴν βιαίαν διέξοδον τοῦ πνεύματος πλήττειν τὸν ἀέρα καὶ κτύπους καὶ | |
25 | οἱονεὶ μυκηθμοὺς ἀποτελεῖν καὶ συναναρριπτεῖν τὴν ἐν τῷ βάθει ψάμμον καὶ λίθους πολλάκις καὶ σύστασιν βορβορώδη τινά, τὸ πηγὰς τὰς πάλαι κρυ‐ πτομένας ῥηγνυμένης τῆς γῆς ἀναδείκνυσθαι. καὶ κατὰ τὰς κινήσεις δὲ τῶν πνευμάτων παράδοξά τινα γίνονται· λίθους γὰρ ἀνασπῶντες πολλάκις πάλιν αὐτοὺς ἀφιᾶσι. καὶ τὸν καικίαν ἄνεμον οὕτω καλούμενον τἀναντία | |
30 | τοῖς ἄλλοις ἀνέμοις ποιεῖν· τῶν γὰρ ἄλλων εἰς τὸ ἀντικείμενον τῷ ἐξ οὗ φαίνονται διωθουμένων τὰ νέφη, τοὔμπαλιν οὗτος εἰς ἑαυτὸν ἕλκει ταῦτα, ὃ καὶ εἰς παροιμίαν ἐξῆλθεν “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”. p. 339a2 Ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον. | |
35 | Φιλόσοφον τοῦ Ἀριστοτέλους τὸ ἦθος καὶ φιλάληθες· οὐ γὰρ ἀπαυθα‐ | |
διάζεται τούτων ἑκάστου τὰς αἰτίας ἀποδείξειν ἐπαγγελλόμενος, ἀλλὰ περί | 7 | |
In Mete.14,18 | τινων μὲν ἀπορήσομεν, φησί, καὶ μόνον, λέγειν σὺν ἀποδείξει τὰς αἰτίας οὐκ ἔχοντες· εἰ γὰρ καὶ ἐπιστῆσαι ταύταις οὐκ ἔχομεν, ἀλλ’ οὐκ ἄχρηστον περὶ αὐτῶν ἀπορεῖν. ὁδὸς γὰρ εἰς εὐπορίαν τῶν ζητουμένων ἡ περὶ αὐτῶν ἀπορία· αὐτὸ γὰρ τὸ τοῖς ἀμφισβητουμένοις ἐφιστάνειν ἤτοι ἀρχὴν τῆς | |
5 | εὑρέσεως δίδωσιν ἢ αὐτό γε τοῦτο τὸ γινώσκειν ὡς οὐκ ἴσμεν τὸ προκεί‐ μενον ἐξεπαίδευσε καὶ τὴν διπλῆν νοσεῖν οὐ συνεχώρησεν ἄγνοιαν. μέχρι γὰρ νῦν πολλῶν ἐν τοῖς μετεώροις συμβαινόντων τὰς αἰτίας εὑρεῖν ἀκριβῶς οὐκ ἔστιν, οἷον πῶς ἶρις γίνεται, πόθεν ἡ ἐπὶ τὰ πλάγια τῶν ἀνέμων κίνησις, πόθεν τὸ τοῦ γαλαξίου χρῶμα· καὶ ταῦτα δείξομεν ἐκεῖσε γινόμενοι. | |
10 | τῶν δέ, φησίν, ἐφαπτόμεθά τινα τρόπον, τουτέστι τὸν περὶ αὐτῶν εὐθίκτως λόγον ἀποδίδομεν, οἱονεὶ τῆς οὐσίας αὐτῶν θιγγάνοντες, ὅσα ἐστὶ τὰ περὶ τῆς τῶν νεφῶν συστάσεως, περὶ ὑετῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ χαλάζης καὶ τῶν τοιούτων. ἐγὼ δ’ οἶμαι καὶ τοῦτο μετριάζων εἴρηκεν ἐφαπτόμεθά τινα τρόπον λέγων, τουτέστιν οὐ διὰ βάθους χωροῦμεν, | |
15 | ἀλλ’ οἷον ἐπιπολῆς αὐτῶν ἁπτόμεθα. καὶ γὰρ εἰ μὴ τὸ ἀκριβὲς περὶ τού‐ των λέγειν ἐνδέχεται, ἀλλ’ οὐκ ἀνεννόητοι παντελῶς αὐτῶν ἐσόμεθα τῆς γενέσεως ἐπιπολῆς αὐτῶν ἁπτόμενοι. p. 339a3 Ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρη‐ στήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει | |
20 | πάθη τῶν αὐτῶν σωμάτων τούτων. Ζητήσει γάρ, τί τούτων ἐστὶν ἕκαστον καὶ τὰς διαφορὰς αὐτῶν καὶ τῆς γενέσεως τὰς αἰτίας. πτώσεως δὲ κεραυνῶν φησιν, ἐπειδὴ βίαιος αὐτῶν ἡ κάτω φορὰ καὶ οἱονεὶ τῆς κατὰ φύσιν ὀλισθανόντων ἕδρας. καὶ τῶν ἄλλων, φησί, τῶν ἐγκυκλίων, τουτέστι τῶν κατὰ κύκλον ἐτήσιον | |
25 | γινομένων, ἃ διὰ πῆξιν γίνεται, φησί, τῶν αὐτῶν τούτων σωμάτων, περὶ ὧν δηλονότι προσεχῶς εἶπεν, ὕδατος καὶ ἀέρος. οὐ τοὺς κεραυνοὺς δέ φησι καὶ τυφῶνας καὶ πρηστῆρας πήξει γενέσθαι, ἀλλὰ τῶν ἄλλων ἐγκυκλίων, ὅσα διὰ πῆξιν γίνεται· διασταλτέον γὰρ ἐκείνων ταῦτα. τινὰ γὰρ τῶν ἐγκυκλίων διὰ πῆξιν γίνεται, ἀέρος μὲν χιὼν πάχνη, ὕδατος | |
30 | δὲ χάλαζα κρύσταλλος. εἰ μὲν γὰρ ἐν τῷ μετεώρῳ παγείη τὸ ὕδωρ, χάλαζα γίνεται, εἰ δὲ κάτω, κρύσταλλος· πάλιν ὁ ἀὴρ ἄνω μὲν πηγνύμενος χιὼν γίνεται, κάτω δὲ πάχνη. p. 339a5 Διελθόντες δὲ περὶ τούτων θεωρήσομεν εἴ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, | |
35 | καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως ἁπάσης. | |
Μετὰ γὰρ τὰ μετεωρολογικὰ ἡ περὶ ζῴων καὶ φυτῶν λείπεται θεωρία· | 8 | |
In Mete.14,19 | περὶ γὰρ μετάλλων ἐν τῷ τετάρτῳ τῶν προκειμένων ἐδίδαξε· καὶ οὕτω λοιπὸν ὁ προτεθεὶς ἡμῖν περὶ τῆς τῶν φυσικῶν θεωρίας σκοπὸς τέλος εἴληφε. διδάξομεν δὲ καὶ περὶ τούτων, φησί, κατὰ τὸν ὑφηγημένον τρόπον. ὁ μὲν οὖν Ἀλέξανδρος ὑφηγημένον φησὶ τρόπον, ὅτι μὴ ἱστορίαν | |
5 | τινὰ παρέδωκεν ἐν τοῖς πρὸ τούτου ψιλήν, ἀλλὰ μετὰ τοῦ τὰς οἰκείας αἰτίας ἑκάστου τῶν λεγομένων πιστοῦσθαι καὶ μετὰ ἀποδείξεως τὴν περὶ αὐτῶν ποιεῖσθαι θεωρίαν. οὕτως οὖν ἀξιοῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸν περὶ τῶν ῥηθησομένων γίνεσθαι λόγον. ἐγὼ δὲ νομίζω κατὰ τὸν ὑφηγη‐ μένον λέγειν τρόπον, ὃν ἀρτίως ὑφηγήσατο, τὸν ἐπιεικῆ καὶ φιλόσοφον, “ἐν | |
10 | οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. τῷ γὰρ περὶ τούτων θεωρήσομεν προστεθὲν τὸ εἴ τι δυνάμεθα τοῦτο μᾶλλον ἐμφαίνει. περὶ ζῴων καὶ φυτῶν καθόλου τε καὶ χωρὶς ἐπαγγέλ‐ λεται διδάσκειν· κοινὴν μὲν γὰρ ἔχει περὶ ζῴων θεωρίαν ἡ Περὶ ζῴων ἱστορίας αὐτοῦ πραγματεία, ἡ Περὶ ζῴων γενέσεως, ἡ Περὶ ζῴων μορίων | |
15 | πορείας τε τούτων καὶ κινήσεως, ἡ Περὶ ψυχῆς, ἡ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἡ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἰδία δὲ καὶ κεχωρισμένη ἡ Περὶ μνήμης καὶ ἀναμνήσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς· ταῦτα γὰρ ἀνθρώποις ἁρμόζει καὶ μόνοις. p. 339a9 Ὧδε οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον. ἐπειδὴ | |
20 | γὰρ διώρισται πρότερον ἡμῖν μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, καὶ τὰ ἑξῆς. Ἀφορισάμενος τὸν σκοπὸν τῆς παρούσης πραγματείας, πρὶν εἰς τὴν περὶ αὐτῶν τῶν ζητουμένων ἐμβάλῃ θεωρίαν, ὑπομιμνήσκει πρότερον ἡμᾶς | |
25 | τῶν ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων [ἃ] καὶ ἀρχὰς ἐκεῖνα ποιεῖται τῶν λεχθῆναι μελλόντων. εὑρήσει γὰρ δι’ αὐτῶν τήν τε ὕλην τῶν ἐν τοῖς μετεώροις παθῶν καὶ τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἐν τῇ προκειμένῃ θεωρίᾳ χρῄζει καὶ μόνων. τίνα οὖν ἐστι τὰ ἐν ἐκείνοις προειλημμένα; ὅτι πέντε εἰσὶ τοῦ κόσμου παντὸς τὰ στοιχεῖα, | |
30 | τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, πῦρ, ἀήρ, ὕδωρ καὶ γῆ, ἕτερον δὲ παρὰ ταῦτα τὸ πέμπτον τῶν οὐρανίων. ἁπλᾶ γὰρ ἐκεῖνα πάντα τὴν φύσιν εἶναι βούλεται τὴν σύνθεσιν ἐξ ἀσωμάτων ὕλης καὶ εἴδους ἔχοντα, † εἰ καὶ μηδὲ | |
τὰ τοιαῦτα· ὑπόκειται μὲν γὰρ αὐτοῖς τὸ πέμπτον στοιχεῖον, εἴδη δὲ τούτῳ | 9 | |
In Mete.14,110 | συνιόντα διάφορα κατ’ ἄλλο καὶ ἄλλο μέρος αὐτοῦ τὴν τῶν ἐγκυκλίων σωμάτων διαφορὰν ἀπειργάσατο, σελήνης, ἡλίου καὶ τῶν λοιπῶν. περὶ δὲ τῶν στοιχείων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ὅτι τέσσαρα μόνα ἐστὶ καὶ οὔτε πλείονα τούτων οὔτε ἐλάττονα, ἐκ τῶν τεσσάρων ἀρχῶν θερμοῦ | |
5 | τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ (αὗται γὰρ τῶν στοιχείων αἱ ἀρχαί) ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς συνελογίσατο, ὅτι ἡ τούτων τῶν τεσσά‐ ρων ἀρχῶν συμπλοκὴ τέσσαρα καὶ μόνα γεγέννηκεν. ὅτι δὲ τῶν τεσσάρων διπλῆ ἡ κίνησις, ἥ τε ἀπὸ τοῦ μέσου καὶ ἡ ἐπὶ τὸ μέσον, καὶ τοῦτο λαμ‐ βάνει νῦν ὁμολογούμενον, ὡς ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένον· καὶ ὅτι | |
10 | πᾶσι μὲν ἐπιπολάζει τὸ πάντων κουφότατον, ὑφίσταται δὲ πᾶσιν ἡ γῆ τὸ πάντων βαρύτατον, μέσα δὲ τούτων τὰ λοιπὰ δύο, ὕδωρ μὲν τῇ γῇ πλη‐ σιάζον ὡς ἧττον αὐτῆς βαρύ, ἀὴρ δὲ τῷ πυρὶ ὡς ἧττον αὐτοῦ κοῦφος. καὶ ἐπειδὴ δέδεικται μηδὲν εἶναι κενόν, δῆλον ὡς ἅπτεται τοῦ κυκλοφορου‐ μένου σώματος ἡ τοῦ πυρὸς οὐσία, τοῦ δὲ πυρὸς ὁ ἀὴρ καὶ τούτου τὸ | |
15 | ὕδωρ καὶ τοῦ ὕδατος ἡ γῆ, κενοῦ μηδενὸς ἀπολειφθέντος ἐν μέσῳ. τὰ οὖν ἐν τούτῳ τῷ ὑπὸ σελήνην κόσμῳ γινόμενα πάθη πόθεν συμβαίνουσι, τὸ προκείμενον ζητεῖ βιβλίον, τήν τε ὕλην αὐτῶν καὶ τὸ ποιητικὸν αἴτιον. p. 339a21 Ἔστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνωθεν φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· | |
20 | ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην. Ὅτι μὲν οὖν οὐδὲν διαλαμβάνει κενὸν μεταξὺ τὰ πέντε σώματα, ἐξ ὧν ἀπεδείχθη καθόλου μηδὲν εἶναι κενὸν ὡμολόγηται. εἰπὼν δὲ συν‐ εχὴς ἀναγκαίως προσέθηκε τὸ πῶς ἀόριστον, συνεχής πως, καὶ τά γε | |
25 | ἀκριβέστερα τῶν ἀντιγράφων οὕτως ἔχει, διότι συνεχῆ μὲν οὐκ ἔστι κυρίως τὰ ὑπὸ τὴν σελήνην τοῖς οὐρανίοις, ἅπτεται δὲ μόνον αὐτῶν. συνεχῆ γάρ ἐστιν ὧν τὰ πέρατα ἕν, ὥσπερ τὰ μέρη τῆς ἀτμήτου εὐθείας καὶ παντὸς ἄλλου μὴ διῃρημένου σώματος· δυνάμει γάρ ἐστι μόνον νοούμενα τὰ μέρη τούτων. ἁπτόμενα δέ ἐστιν, ὧν τὰ πέρατα διάφορα κατ’ ἐνέργειαν, | |
30 | εἰ καὶ ἐφαρμόζει πως ἀλλήλοις τῇ ἁφῇ καὶ ἵν’ οὕτως εἴπω δυνάμει γίνεται συνεχῆ. δείξας δ’ ὅτι συνεχής ἐστιν ὁ ὑπὸ σελήνην κόσμος τοῖς οὐρανίοις, τούτου τὴν αἰτίαν ἀποδίδωσιν. ὥστε, φησί, πᾶσαν τοῦ ὑπὸ σελήνην κόσμου τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν. ἡ γὰρ τῶν ἀστέρων καὶ καθόλου τῶν οὐρανίων περιφορὰ τῆς τῶν ἔνδον ἁπάντων σωμάτων διοική‐ | |
35 | σεώς ἐστιν αἰτία· ἡ γὰρ ποιὰ κίνησις αὐτῶν τροπὰς ποιεῖ τοῖς τῇδε καὶ μεταβολάς, ἐξ ὧν χειμὼν καὶ θέρος καὶ ἡ τῶν ἄλλων καιρῶν ὕπαρξις, ἐξ | |
ὧν γένεσις καρπῶν καὶ φυτῶν, ἀφ’ ὧν τρέφεται τὰ ζῷα καὶ γίνεται τὴν | 10 | |
In Mete.14,111 | ὕλην ἐξ αὐτῶν χορηγούμενα. εἰ οὖν ἐκεῖθεν κυβερνᾶται τὰ ὑπὸ σελήνην, σώματα δὲ ποιεῖν εἰς ἕτερα σώματα χωρὶς ἁφῆς ἐστιν ἀδύνατον, ἀνάγκη ἄρα συνεχῆ τὸν κάτω κόσμον εἶναι τοῖς οὐρανίοις, ἵνα διὰ τῆς ἁφῆς τὰ μὲν ποιῇ, τὰ δὲ πάσχῃ. ὅτι δὲ κυβερνᾶται ἐκεῖθεν κατασκευάζων ἐπήγαγεν | |
5 | ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην. εἰ γὰρ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν ἐστιν αἴτιον, δέδεικται δὲ ὅτι τοῖς ἐντὸς ἡ ἀρχὴ τῆς κινήσεως ἐκεῖθέν ἐστι, τοῦτο ἂν εἴη τὸ ποιητικὸν αὐτῶν ὡς ἐν σώματι πρῶτον αἴτιον· δῆλον γὰρ ὅτι τὸ ἐξῃρημένον αἴτιον κυρίω ἐστὶ πρῶτον αἴτιον, τὸ καὶ τοῖς κύκλῳ τοῦ κινεῖ‐ | |
10 | σθαι οὕτως ὑπάρχον αἴτιον. πρῶτον οὖν ἐστι τὸ συντεταγμένον αἴτιον ὁ οὐρανός· καὶ γὰρ ὁ ὑετὸς αἴτιος τῶν καρπῶν καὶ ὁ γεωργὸς καὶ ἡ τῶν ἀέρων εὐκρασία, καὶ τῶν ζῴων τὸ σπέρμα καὶ ὁ σπείρας αὐτὸ καὶ ἄλλα πλεῖστα, ἀλλὰ τούτων ἁπάντων πρῶτον αἴτιον ἡ τῶν οὐρανίων περιφορά. εἰ οὖν ἁπάντων τῶν γινομένων τοῦτό ἐστι πρῶτον αἴτιον, οὐκοῦν καὶ τῶν | |
15 | ἐν τῷ μετεώρῳ συνισταμένων ἔσται αἴτιον πρῶτον, περὶ ὧν ἡμῖν ἡ ζήτησις. p. 339a24 Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλ’ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀπ’ ἀλλήλων. Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοῦ πρῶτον αἴτιον εἶναι τῆς τῶν ἐντὸς μετα‐ | |
20 | βολῆς καὶ κινήσεως τὰ κύκλῳ κινούμενα. τοῦ γὰρ γινομένου καὶ φθειρομένου τὸ μήτε γινόμενον μήτε φθειρόμενον αἴτιόν ἐστι καὶ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ [τε] ἀεὶ ὡσαύτως ἔχον τοῦ μὴ τοιούτου. τέλειος δὲ ἡ κύκλῳ καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀρχὴν ἔχει καὶ τέλος καὶ ἠρεμίᾳ διαλαμβάνεται. τῆς γὰρ τῶν ὄντων φύσεως ἐν τάξει προϊούσης | |
25 | μεταξὺ τῶν ἀσωμάτων καὶ νοητῶν καὶ παντάπασιν ἀμεταβλήτων καὶ τῶν ἀεὶ γινομένων καὶ φθειρομένων μέσα πως τὰ οὐράνια τέτακται σώματα· τῷ μὲν 〈γὰρ〉 σώματα εἶναι καὶ τῷ μὴ παντελῶς ἀκίνητα καὶ ἀμετάβλητα (μεταβάλλει γὰρ κατὰ τόπον) καὶ ὑφεῖται τῶν πρώτων καὶ ἠλάττωται· τῶν δὲ κατὰ πάντα μεταβαλλόντων, οὐσίᾳ τε καὶ ποιότητι καὶ τόπῳ, οἷά | |
30 | ἐστι τὰ ὑπὸ σελήνην, προσεχῶς ὑπερανέστηκε τὰ κατὰ τόπον κινούμενα καὶ μόνον. ἀλλὰ καὶ τῷ συνεχεῖ καὶ ἀδιακόπῳ τῆς κινήσεως ἕστηκε τῷ ἀεὶ κινεῖσθαι καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα καὶ τῷ τὴν ὁλότητα τοῦ οὐρανοῦ τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχειν καὶ μὴ μεταβαίνειν ἐξ ἑτέρου εἰς ἕτερον. μεσότης οὖν τῶν τε πρώτων ἐστὶ καὶ τῶν ἐσχάτων ὁ | |
35 | οὐρανός, οὔθ’ ὡς ἐκεῖνα τὸ ἀμετάβλητον ἔχων οὔθ’ ὡς ταῦτα τὸ πάντῃ μεταβάλλειν, καὶ ὡς ἐξ ἐκείνων ἔχει τὸ ἀμετάβλητον ἐν κινήσει, οὕτω τοῖς μετ’ αὐτὸν τὸ ἀεὶ μεταβάλλεσθαι διὰ τῆς ἀεικινησίας τῆς ἑαυτοῦ δίδωσι. τέλος γὰρ οὐκ ἔχει, φησί, τῷ τόπῳ τῆς κινήσεως, τουτέστι τῆς κατὰ | |
τόπον κινήσεως· οὐ γάρ ἐστι τόπος, ἐφ’ ᾧ ἐλθὼν ὁ οὐρανὸς στήσεται, | 11 | |
In Mete.14,112 | ὥσπερ τὰ ἐπ’ εὐθείας κινούμενα τὰ κοῦφα μὲν ἀρχὴν ἀπὸ τοῦ μέσου ποι‐ ούμενα τῆς κινήσεως, εἰς δὲ τὸ ἄνω τῆς εὐθείας ἐλθόντα πέρας ἵσταται, τὴν κοίλην ἐπιφάνειαν λέγω τῆς σεληνιακῆς σφαίρας, καὶ τὰ βαρέα τοὔμ‐ παλιν ἐκεῖθεν ἀρξάμενα φέρεσθαι κάτω τὸ μέσον τοῦ παντὸς ἵσταται κατ‐ | |
5 | ειληφότα. εἰπὼν δὲ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἵνα μήτις διὰ τούτου νομίσειεν αὐτὸν ἀτελῆ εἶναι τὴν κύκλῳ λέγειν, ἐπήγαγεν ἀλλ’ ἀεὶ ἐν τέλει ἐστί, τουτέστι τὸ τέλειον ἔχει τῆς κινήσεως ἀεί· οὐ γὰρ ὥσπερ ἡ ἐπ’ εὐθείας ἄρχεται μὲν ἀπό τινος σημείου, λήγει δὲ εἰς ἕτερον, οὕτω καὶ ἡ κύκλῳ, οἷον ἄρχεται μὲν τυχὸν ἀπὸ κριοῦ, λήγει δὲ εἰς ἰχθύας, | |
10 | ἀλλ’ ἕκαστον σημεῖον καὶ ἀρχὴν καὶ πέρας ἔχει καὶ μεσότητα, πρὸς μὲν τὸν ἤδη διηνυσμένον αὐτῇ κύκλον τέλος, πρὸς δὲ τὸν διανυσθησόμενον αὖθις κατὰ συνέχειαν στάσεως καὶ ἠρεμίας χωρὶς ἀρχήν, καὶ πρὸς ἄλλο τι σημεῖον μεσότητα, ἐν ᾧ τοῦ τεθέντος κατ’ ἐπίνοιαν κύκλου τὸ ἥμισυ διή‐ νυσεν ἀκριβῶς. ἀλλ’ οὐδ’ ἔστιν εἰπεῖν ὡς ἀνατολὴ μὲν ἀρχὴ τῆς τοιαύτης | |
15 | ἐστὶ κινήσεως ἢ δύσις ἢ τὸ μεσουράνημα, ἢ τέλος τούτων τι ἢ πάλιν μεσότης· ἡ γὰρ ἡμῖν ἀνατολὴ παρ’ ἑτέροις ἐστὶ μεσουράνημα καὶ δύσις παρ’ ἄλλοις· καὶ ἐπὶ ἑκάστου τῶν κύκλῳ σημείων τὸ αὐτό. ὥστε εἰ ἐν οἱῳδήποτε σημείῳ τὸ κινούμενον λάβοις, ἐκεῖ πάντως τὸ τέλειον ἔχει καὶ ἀρχὴν καὶ τέλος ἅμα καὶ μεσότητα συνειλημμένα, οἷς τὸ τέλειόν τινες | |
20 | ὁρίζουσι. κἀκεῖνο δὲ προστίθεμεν ὡς οὐδέν ἐστιν ἐνεργείᾳ σημεῖον ἐν τῷ οὐρανῷ, ἀλλὰ μόνῃ δυνάμει· συνεχὴς γὰρ ὅλος ἐστὶ δι’ ὅλου. εἰ οὖν μήτε σημεῖόν ἐστιν ἐκεῖ ἐνεργείᾳ μήτε στάσις τῶν κινουμένων, ἀλλὰ συν‐ εχὴς καὶ ἀδιάκοπός ἐστιν αὐτῶν ἡ κίνησις, ἀδύνατον ἄρα ἢ ἀρχὴν κινήσεως ἐν αὐτοῖς ἢ πέρας εὑρεῖν. διὰ τί δὲ κύκλῳ κινεῖται; φησὶν ὁ Πλωτῖνος· | |
25 | ὅτι νοῦν μιμεῖται. ὡς γὰρ ὁ θεῖος νοῦς καὶ δημιουργικὸς εἰς ἑαυτὸν ἐπι‐ στρεφόμενος θεωρεῖ πάντα καὶ ἑαυτὸν ἐν ἐκείνοις, οὕτω κατὰ τὸ δυνατόν, φησί, μιμούμενα τοῦτον τὰ κατ’ οὐρανὸν εἰς ἑαυτὰ τὴν ἐπιστροφὴν ποιεῖται· καὶ ὡς ἐκεῖνος οὐδαμοῦ μέν ἐστι τῇ οὐσίᾳ, πανταχοῦ δὲ ταῖς ἐνεργείαις, οὕτω καὶ οὐρανὸς ἅμα πανταχοῦ εἶναι σῶμά γε ὢν μὴ δυνάμενος κατὰ | |
30 | μέρη πανταχοῦ γίνεται· καὶ ὅτι τῇ οὐσίᾳ τῶν ἐντὸς ἐξῃρημένος κυβερνᾷ πάντα ταῖς ἑαυτοῦ ἐνεργείαις. τοιαύτη μὲν οὖν ἡ κύκλῳ, τῶν ἄλλων δὲ κινήσεων οὐδεμία. ἐπειδὴ γὰρ ἄπειρος, εὐθεῖα οὐκ ἔστι· δέδεικται γὰρ 〈ὅτι〉 ἐπειδὰν τὰ εὐθυπορικὰ ἐπὶ τὸ πέρας ἀφίκηται τῆς εὐθείας ἐφ’ ἧς κινοῦνται, ἵσταται πάντως κατειληφότα τὸ οἰκεῖον τέλος, εἰς ὃ γενέσθαι | |
35 | κατὰ φύσιν διὰ τῆς κινήσεως ἠπείγοντο· ὥστε ἀδύνατον τελείαν ἢ ἀίδιον εἶναι τὴν ἐπ’ εὐθείας κίνησιν, ἀλλ’ ἀτελῆ καὶ ἀρχὴν ἔχουσαν πάντως καὶ πέρας. p. 339a27 Ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν | |
καὶ τὰ συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γινομένων αἴτια | 12 | |
In Mete.14,113 | χρὴ νομίζειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγο‐ ρεύομεν τὸν τρόπον), τὸ δ’ οὕτως αἴτιον, ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν. Τίνος ἕνεκεν ἐμνήσθη τῶν πρότερον εἰρημένων ἐν τοῖς Περὶ οὐρανοῦ | |
5 | καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, διδάσκει νῦν· ἵνα δείξῃ, τίς μὲν ἡ τῶν γινομένων καὶ φθειρομένων ἁπάντων ὕλη, ὅτι τὰ τέσσαρα στοιχεῖα, τί δὲ τὸ πρώτως ποιητικὸν αἴτιον αὐτῶν, ὅτι τὰ κύκλῳ κινούμενα. τὸ γὰρ ὅθεν ἡ ἀρχὴ τῆς τινων κινήσεως τὸ ποιητικὸν αὐτῶν ἐστιν αἴτιον· δῆλον οὖν ὅτι τὰ αὐτὰ ταῦτα καὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων πα‐ | |
10 | θῶν ἐστιν αἴτια. συγγενῆ δὲ τῷ πυρὶ καὶ τῇ γῇ τὸν ἀέρα φησὶ καὶ τὸ ὕδωρ. περὶ αὐτὸν δὲ λέγει τὸν περὶ τὴν γῆν δηλονότι κόσμον, τουτέστι τὸν ὑπὸ σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. εἰπὼν δὲ ὡς ἐν ὕλης εἴδει σαφηνίζει τὸ εἰρημένον, ὡς μὴ λίαν ἔτι γνωρίμου τοῦ τῆς ὕλης ὄντος ὀνόματος· ὅτι γὰρ ἄν, φησίν, ὑπόκειταί τινι εἰς τὸ καταδέξα‐ | |
15 | σθαι παθεῖν ἅπερ ἂν ἐκεῖνο ποιῇ, ὕλην τοῦτο προσαγορεύομεν, ὡς τὸν χαλκὸν ὕλην ὑποκεῖσθαι τῷ ἀνδριαντοποιῷ φαμεν εἰς τὸ ποιῆσαι καὶ ἐν‐ θεῖναι τούτῳ τὸ τοῦ ἀνδριάντος εἶδος· αὐτὸ δὲ τὸ ποιοῦν καλοῦμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸν ἀνδριαντοποιόν. τῶν δὲ φυσικῶν τὸ πρῶτον αἴτιόν ἐστιν ὡς ἐν σώμασι τὰ κύκλῳ κινούμενα καὶ ἡ ἀπ’ αὐτῶν ἐγγινο‐ | |
20 | μένη δύναμις εἰς τὰ γειτνιάζοντα σώματα καὶ τούτων ἁπτόμενα. ταύτην δὲ τὴν δύναμιν, φησὶν ὁ Ἀλέξανδρος, εὐλόγως ἄν τις ὀνομάζοι φύσιν, αἰτίαν οὖσαν πάντων τῶν φύσει καὶ κατὰ φύσιν γίνεσθαι πιστευομένων. τὸ δὲ ὡς ἐν ὕλης εἴδει φησίν, ὅτι ἡ κυρίως ὕλη ἐστὶ τὸ εἰς ὃ ἔσχατον ἀνα‐ λύεται τὰ σώματα, ὃ καὶ ἀμετάβλητόν ἐστι, τὰ δὲ στοιχεῖα μεταβάλλει εἰς | |
25 | ἄλληλα. μετὰ δὲ ταῦτα πάλιν ἀναλαμβάνει τὰ πρότερον εἰρημένα περὶ τῶν τεσσάρων στοιχείων, ὡς ἐξ ἀλλήλων ἔχει τὴν γένεσιν καὶ ἐν ἑκάστῳ δυνάμει ἐστὶ τὰ λοιπὰ τρία, μιᾶς αὐτοῖς ὑποκειμένης ὕλης· οὐ γὰρ ἂν εἰς ἄλληλα μετέβαλλον μὴ οὕτως ἔχοντα. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ὅσα ποιεῖται τὴν εἰς ἄλληλα μεταβολήν, οἷον χαλκοῦς ἵππος εἰ εἰς ἀνδρείκελον μεταβάλοι | |
30 | σχῆμα, μίαν καὶ τὴν αὐτὴν ὕλην τὸν χαλκὸν ἔχουσιν ὑποκείμενον. ὁμοίως καὶ ἐπὶ τῶν ἐκ χρυσοῦ συνεστώτων καὶ κηροῦ καὶ τῶν τοιούτων· τὸ γὰρ χρυσοῦν πινάκιον γένοιτ’ ἂν ξέστης χρυσοῦς καὶ οὗτος εἰς κρατῆρα μετα‐ βάλοι, καὶ ὁ κήρινος κύβος γένοιτ’ ἂν κηρίνη σφαῖρα. τὸ δὲ εἰς ὃ ἀνα‐ λύεται ἔσχατόν φησι, διότι τὸ ζῷον φέρε πρῶτον ἀναλύεται εἰς τὰ | |
35 | ὁμοιομερῆ, καὶ ταῦτα πάλιν εἰς τοὺς τέσσαρας χυμούς, τὰ δὲ στοιχεῖα εἰς ἔσχατον τὴν ὕλην καὶ τὸ εἶδος. τούτων δὲ ἡμᾶς ὑπέμνησεν, ἵνα τὴν μνήμην αὐτῶν ἔναυλον ἔχοντες τοῖς λεχθησομένοις ῥᾷον δυναίμεθα παρ‐ | |
ακολουθεῖν. | 13 | |
In Mete.14,114 | p. 339b2 Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις περὶ τὸν καλού‐ μενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περι‐ έχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τὰ ἄλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων. | |
5 | Διδάξας καθόλου περὶ τῶν τοῦ κόσμου στοιχείων ὅτι πέντε τὸν ἀρι‐ θμόν εἰσιν, ἓν μὲν τὸ τῶν κυκλοφορουμένων, τὰ δὲ λοιπὰ τέσσαρα τῶν ὑπὸ σελήνην, ἐν οἷς πᾶσα γένεσις θεωρεῖται καὶ φθορά (ταῦτα γὰρ εἶπε τὰς ἐξ ἀρχῆς θέσεις, ἃς δεῖ προχείρους ἔχειν πρὶν εἰσβαλεῖν εἰς τὸ προκείμενον), ἀπορίαν τινὰ χρησιμεύουσαν εἰς τὰ λεχθησόμενα προαπορεῖ τε καὶ ἐπι‐ | |
10 | λύεται, ποίων σωμάτων ὁ ἀπὸ γῆς τόπος μέχρι τῆς ἐσχάτης ἐπιφανείας τῆς ἀπλανοῦς πεπλήρωται, πότερον ἑνὸς ἢ πλειόνων, καὶ εἰ πλειόνων, πόσων τε καὶ τίνων καὶ ποίαν ἐχόντων τάξιν πρὸς ἄλληλα. περιεχομένης γὰρ τῆς γῆς ὑπὸ τῶν οὐρανίων καὶ τῆς τοῦ πυρὸς οὐσίας καὶ τοῦ ἀέρος, τῆς δὲ αἰσθήσεως ἡμῶν ἀέρος ἀντιλαμβανομένης καὶ μόνου, ζητήσειεν ἄν | |
15 | τις εἰκότως, τίς ἡ τούτου τοῦ ἀέρος περὶ τἆλλα φύσις καὶ τίς ἡ πρὸς τὰ λοιπὰ τούτου τάξις καὶ μέχρι τίνος διήκει. καλῶς δὲ εἶπε τὰ λεγόμενα στοιχεῖα· οὐ γάρ ἐστι ταῦτα στοιχεῖα κυρίως, ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἐξ ὧν ἁπλῶν ὄντων συνετέθη ταῦτα. τὸ δὲ τίνα χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν οἶμαι μὴ περὶ τῆς οὐσίας αὐτοῦ τίς ποτέ ἐστι, λέγειν (οὐδὲ | |
20 | γὰρ φαίνεται τοῦτο νῦν ζητῶν ἐν τῷ Περὶ γενέσεως ἤδη καὶ φθορᾶς εἰρη‐ μένον) ἀλλὰ περὶ τοῦ ποσοῦ τοῦ μεγέθους αὐτοῦ, καὶ μέχρι τίνος ἀφι‐ κνεῖται, ὡς τὸ συνεχὲς τῆς διδασκαλίας συμβαίνει. αὐτὸς γὰρ ἤδη τὰ δο‐ κοῦντα περὶ τούτων ἐδίδαξεν, ὡς πέντε μέν εἰσι τοῦ παντὸς κόσμου τὰ στοιχεῖα, καὶ τίς ἡ φύσις αὐτῶν καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα τάξεως· | |
25 | ἐπειδὴ δὲ ἄλλως περὶ αὐτῶν τινες δοξάζουσιν, εὔλογον ἡγεῖται τὰς ἐκείνων πρότερον ὑπονοίας ἐλέγξαι. ἐκ διαιρέσεως δὲ πρόεισιν ὁ λόγος αὐτῷ. ὁ μὲν γὰρ τῆς γῆς ὄγκος, φησί, δῆλος ὑπάρχει καὶ τὸ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεῦσαν ὕδωρ, ἐξ ὧν ἁπτομένων εἷς ὄγκος γίνεται ἐξ ἀμφοῖν σφαιρο‐ ειδὴς τὸ τοῦ παντὸς ἐπέχων μέσον. τὸ δὲ μετὰ τοῦτο λοιπὸν ἕως τοῦ | |
30 | ἐσχάτου οὐρανοῦ ἢ πῦρ εἶναι καὶ μόνον ἀνάγκη ἢ ἀέρα μόνον ἢ ἀμφότερα ἀέρα καὶ πῦρ, ἢ τὸ λειπόμενον καὶ αὐτῷ δοκοῦν ἐξ ἀέρος τε καὶ πυρὸς καὶ τρίτου τινὸς ἑτέρου, τοῦ πέμπτου σώματος. ταύτης οὖν οὕτως ἐχούσης τῆς διαιρέσεως δείξει προϊὼν ὡς οὔτε ἐκ μόνου πυρὸς ἀπὸ τῆς γῆς συν‐ έστηκεν οὔτε ἐξ ἀέρος μόνου οὔτε ἐκ μόνων τῶν δύο πυρὸς καὶ ἀέρος, | |
35 | ἀλλὰ τὸν μὲν ἀέρα καὶ τὴν τοῦ πυρὸς ἐφεξῆς οὐσίαν, πῦρ δὲ τὸ στοιχει‐ ῶδές φημι, μέχρι σελήνης διήκειν, τὸ δὲ λοιπὸν διάστημα τὸ μέχρι τῶν ἄστρων, ἐκ τοῦ πέμπτου συνεστηκέναι σώματος. τὰ δὲ καθ’ ἕκαστα τῶν | |
ἀποδείξεων τὴν λέξιν ἐπιόντες εἰσόμεθα. | 14 | |
In Mete.14,115 | p. 339b6 Ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρο‐ λογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάσσων ἐστί. | |
5 | Πρὸς μὲν τὸν πάντα οὐρανὸν σημείου καὶ κέντρου λόγον ἔχουσα δέδει‐ κται. καὶ τὴν περίμετρον αὐτῆς εὗρον· δύο γὰρ ἀστέρας μετριάζον ἀπ‐ έχοντας ἀλλήλων διάστημα λαβόντες καὶ τὴν ὑποτείνουσαν τούτους γραμ‐ μὴν ἐν τῇ γῇ μετρήσαντες πεντακοσίων σταδίων ἔχουσαν ταύτην εὗρον διάστημα· τοῦ μεγίστου δὲ κύκλου εἰς τριακοσίας ἑξήκοντα μοίρας διαιρουμένου | |
10 | ταύτας ἐπὶ τοὺς πεντακοσίους σταδίους πολυπλασιάσαντες δέκα ὀκτὼ μυρι‐ άδων σταδίων τὴν πᾶσαν αὐτῆς περίμετρον εὗρον ὑπάρχουσαν, δηλονότι συναπειλημμένου καὶ τοῦ παντὸς ὕδατος συνερρυηκότος ἐν τοῖς αὐτῆς κοι‐ λώμασιν. Ἀρριανὸς δὲ ἐν τῷ Περὶ μετεώρων φησὶν ὡς Ἐρατοσθένης ὁ Κυρηναῖος ἰσχυρίζεται εἴκοσι καὶ πέντε μυριάδας σταδίων ἔχειν τὴν περί‐ | |
15 | μετρον τοῦ μεγίστου τῆς γῆς κύκλου. εὑρεθείσης δὲ τῆς περιμέτρου καὶ ἡ διάμετρος αὐτῆς ἐστιν δήλη· κύκλου γὰρ παντὸς ἡ περίμετρος τρι‐ πλασιεφέβδομός ἐστι τῆς διαμέτρου. ἐξ ὧν καὶ τὸ στερεὸν αὐτῆς ἅπαν κατείληπται. ἀλλ’ ὅμως τηλικαύτη οὖσα μόνου τοῦ ἡλίου πολλῷ λίαν ἐλάτ‐ των ὑπάρχουσα δέδεικται καί τινων ἀστέρων τοῦ κυνός, φασί, καὶ τοῦ | |
20 | Κανώβου καὶ εἴ τινες εἶεν ἕτεροι τοῦ μεγέθους αὐτοῦ, οὐ μὴν ἁπάντων ἐλάττων. τῆς γοῦν σελήνης μείζων φαίνεται· εἰς τὸ σκίασμα γὰρ τῆς γῆς ἐμπίπτει πᾶσα καὶ χρόνον ἐν ταῖς ἐκλείψεσιν ἐν αὐτῷ τινα ποιεῖται, μέχρις ἂν αὐτὸ παραλλάξῃ. εἶπον δὲ ἤδη ὅτι συμπεριείληφε τοῖς κοιλώμασιν ἑαυτῆς τὴν οὐσίαν ὅλην τοῦ ὕδατος· ἀφωρισμένον γὰρ ὕδωρ καὶ καθ’ | |
25 | ἑαυτὸ συνεστὸς ἔξω τοῦ κέντρου οὔτε ἔστιν οὔτε εἶναι τῶν ἐνδεχομένων ἐστί· δεῖται γὰρ στερεμνίου τοῦ συνέχοντος, οὐδὲν δὲ τοιοῦτόν ἐστιν ἕτερον παρὰ τὴν γῆν. ὡς ἓν οὖν τι σῶμα καὶ ὄγκος εἷς τὸ συναμφότερον ἐμετρήθη. p. 339b13 Τὸ δὲ δὴ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων | |
30 | πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, καὶ εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις; Δήλου φανέντος, φησί, τοῦ ὄγκου τῆς γῆς μετὰ τοῦ συναπειλημμένου ὕδατος, τὸ ἐντεῦθεν μέχρι τῶν ἐσχάτων ἄστρων διάστημα ζητοῦμεν, τίνων πεπλήρωται σωμάτων. ἐσχάτων δὲ ἄστρων ὁ μὲν Ἀλέξανδρος ἀκούει | |
35 | τῶν πρὸς ἡμᾶς ἐσχάτων, τουτέστι τῆς σεληνιακῆς σφαίρας. τοῦτο δὲ οὐκ | 15 |
In Mete.14,116 | ἔστιν ἀληθές· καὶ περὶ αὐτῶν γὰρ τῶν οὐρανίων ἐζήτησεν, εἴτε ὅλα συν‐ έστηκεν ἐκ πυρὸς εἴτε τὰ ἄστρα μόνα. ἐσχάτων οὖν ἄστρων ἀκουστέον τὸ μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς ἀπλανοῦς. τὸ δὲ καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις φησίν, ὡς εἰ πλείω εἴη, ζητητέον μέχρι τίνος | |
5 | ἕκαστον αὐτῶν τοῖς τόποις διώρισται. p. 339b21 Ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσ‐ ηγορίαν, ὃν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι· κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισε, τοῦτο μὲν ὀρθῶς | |
10 | νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοί‐ κασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρ’ ἡμῖν τὸ αὐτό. Εἰπὼν ὡσαύτως πάντα τὸν περὶ τὴν ἄνω φορὰν κόσμον τῶν παρ’ ἡμῖν μὲν εἶναι τὸν αὐτὸν οὐδενί, ἑτέρας δέ τινος οὐσίας τῆς κυκλοφορου‐ | |
15 | μένης, καὶ ὅτι ἡ ὑπόληψις αὕτη καὶ τῶν προτέρων γέγονεν ἀνθρώπων, αὐτό γε τοῦτο διὰ τῶν προκειμένων κατασκευάζειν ἐπιχειρεῖ διὰ τῆς ἑτερότητος τοῦ ὀνόματος αὐτοῦ πρὸς τὰ λοιπά. ἀποδέχεται δὲ καὶ Ἀνα‐ ξαγόραν οὕτως αὐτὸν ὀνομάζοντα, μέμφεται δὲ ὅτι παρὰ τὸ αἴθειν, τουτ‐ έστι καίειν, αἰθέρα καλεῖσθαι νενόμικε· τὰ γὰρ ἄνω, τουτέστι τὰ οὐράνια, | |
20 | πλήρη πυρὸς εἶναι λέγει. καίτοι γε οὐ μόνος αὐτός, ἀλλὰ καὶ Πλάτων ταύτης ἐστὶ τῆς ὑπολήψεως ἐκ πυρὸς μὲν εἶναι τὰ ἄστρα λέγων, τὸν δὲ ὅλον οὐρανὸν ἐκ πλείστου μὲν πυρός, ὀλίγων δὲ τῶν ἄλλων. καὶ Ἡρά‐ κλειτος δὲ τῆς τοιαύτης ὑπολήψεως ἦν· οὐδεὶς δὲ τῶν πρὸ Ἀριστοτέλους ἑτέρας οὐσίας εἶναι σώματος τὸν οὐρανὸν εἰρηκὼς φαίνεται. τὴν αὐτῷ | |
25 | οὖν καινοτομηθεῖσαν δόξαν τοῖς πρὸ αὐτοῦ περιτίθησι μάτην. ἔστι δὲ μὴ παρὰ τὸ αἴθειν· καίτοι γε τὰ τῆς ἐτυμολογίας ἐγγίζει μᾶλλον ἐκείνῳ. τοῦτο δέ πως ἕτερον αὐτὸν δείκνυσι τῶν παρ’ ἡμῖν· οὐ γὰρ ἀπὸ τῆς οὐσίας ἡ τοῦ ὀνόματος θέσις, ἀλλ’ ἀπὸ τοῦ ἀεὶ κινεῖσθαι γέγονεν. οὐκ ἀναγκαίως οὖν ἐκ τοῦ ὀνόματος ἕτερον εἶναι τὸν οὐρανὸν τῶν παρ’ ἡμῖν | |
30 | ὑπονοεῖν αὐτοὺς κατεσκεύασε. τὰς δὲ ἀπὸ τῆς κυκλοφορίας ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ διεσκευασμένας ἐπιχειρήσεις αὐτῷ τοῦ πέμπτης εἶναι σωμάτων οὐσίας τὸν οὐρανὸν ἐν ἑτέροις διελευσόμεθα. p. 339b27 Οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδ’ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ | |
35 | ἀπειράκις. | |
Συμφώνως μὲν τοῦτο τῇ αὐτοῦ δόξῃ γέγραφεν ἄναρχον εἶναι τὸ πᾶν | 16 | |
In Mete.14,117 | καὶ ἀγένητον ὑποτιθέμενος, οὐκ ᾔσθετο δὲ τοῖς ἑαυτοῦ περιπίπτων δικτύοις. εἰ γὰρ ἀπειράκις διὰ τὸ ἀρχὴν τοῦ εἶναι μὴ ἔχειν τὸν κόσμον αἱ αὐταὶ γίνονται δόξαι, καὶ οὐκ ἀπειράκις μόνον, ἀλλὰ καὶ τοῦ ἀπείρου πολλαπλασιόνως τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας ἀνάγκη. οὐ γὰρ μέχρις | |
5 | Ἀριστοτέλους ἀπειράκις αἱ αὐταὶ δόξαι ἀνεκυκλήθησαν, ἀλλὰ καὶ πρὸ αὐτοῦ λίαν χρόνον πολὺν ἀπειράκις ἦσαν ἀνακυκληθεῖσαι· εἰ γὰρ μὴ ἀπειράκις, ἀρχὴν ἔσχε τὸ πᾶν. εἰ δὲ ἔσχεν ἀρχήν, ὁποῖον ἂν χρόνου μόριον τοῦ παρεληλυθότος λάβοις ἀναποδίζων, ἐπ’ ἄπειρον τὰς αὐτὰς ἀνάγκη πάντως ἀπειράκις ἀνακυκληθῆναι μέχρις ἐκείνου δόξας, οὐ μόνον | |
10 | ὅτι ἄναρχος, ἀλλ’ ὅτι καὶ ἀρχὴν ἔσχεν ὁ κόσμος· καὶ οὕτως ὁ ἑκάτερον δοξάζων ὁμοίως ἐκ τοῦ χρόνου τὸ ἀξιόπιστον ἕξει. δεύτερον, εἰ ἄπειρον τὸ παρῳχημένον, προστιθεμένων τῶν ἐφεξῆς αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μηδέποτε λήγειν αὐξόμενον τοῦ χρόνου προϊόντος ἐπ’ ἄπειρον. εἰ οὖν καὶ αὐτὸ μόνον τὸ γεγονέναι τὸ ἄπειρον ἀδύνατον, ὡς αὐτὸς ἔδειξε, πολλῷ | |
15 | μᾶλλον ἀδυνατώτερον τοῦ ἀπείρου μεῖζόν τι γίνεσθαι καὶ ἀπειρότερον. εἰ οὖν ἀδύνατον ἀπειράκις τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας, οὐδεὶς δὲ τῶν πρὸ αὐτοῦ τὴν δόξαν φαίνεται ταύτην προϋποθέμενος, πρῶτος ἄρα ταύτης Ἀριστοτέλης κατήρξατο. ὅτι μὲν οὖν ἑαυτῷ περιπέπτωκεν ἐναργῶς ἐδείχθη· διὰ τούτων δ’ ὅμως ὡς ἀρχαιοτέρα ἐστὶ δόξα τὸ ἑτέρας οὐσίας εἶναι τῶν | |
20 | ὑπὸ σελήνην τὸν οὐρανὸν καὶ ὥς ἐστιν ἀίδιος συλλογίσασθαι βούλεται. τοῦτο γὰρ περὶ αὐτοῦ φησιν· οἱ πρὸ ἡμῶν ὑπολαμβάνοντες αἰθέρα τοῦτο τὸ σῶμα προσαγορεύουσιν ἐκ τοῦ ἀεὶ θέειν καὶ παῦλαν τῆς κινήσεως μὴ ἔχειν καὶ θεῖον εἶναι οὕτως αὐτὸν ὀνομάσαντες, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην ἁρμόζει, τὸ ἀεὶ καὶ ἀπαύστως κινεῖσθαι. ταύτης δὲ χρόνῳ, φησί, | |
25 | τῆς δόξης ἀφανισθείσης τὸ ὄνομα μεμένηκεν ἐπ’ ἄλλην σημασίαν, τὸ αἴθειν, ὑπὸ τῶν ὕστερον γενομένων μετενεχθέν, ὡς πῦρ ὄντα τὴν οὐσίαν. οὐ γὰρ μόνον πόλεις τε καὶ ἔθνη, φησίν, ἀρχὰς καὶ τέλη λαμβάνουσιν, ὡς εἰς παντελῆ λήθην ἐκπεσεῖν, ἀλλὰ καὶ δόξαι καὶ τέχναι καὶ ἐπιστῆμαι τοῦτο πάσχουσιν, ἃς συμβαίνει πάλιν ἀνακυκλεῖσθαι τῷ μακρῷ χρόνῳ. καὶ γὰρ | |
30 | ἡ μουσικὴ καὶ ἡ ἀνδριαντοπλαστικὴ καὶ ἕτεραί τινες εὕρηνται μὲν ὑπὸ τῶν πρὸ ἡμῶν, ἠμβλύνθησαν δὲ νῦν καὶ τῷ χρόνῳ πάλιν ἴσως ἀκμά‐ σουσιν· εἰκὸς οὖν καὶ τὰς περὶ τῶν πραγμάτων δόξας τὸ αὐτὸ πάσχειν. λέγουσι δὲ καὶ Ἀλέξανδρον ἐξ Ἰνδῶν Ἀριστοτέλει γράψαι, ὡς ἕτεροί φασιν, ἐκ Βαβυλῶνος ὡς καὶ οἱ ἐνταῦθα σοφοὶ σώματος ἑτέρου φασὶν εἶναι τὸν | |
35 | οὐρανόν. τοῦτο μὲν οὖν ὅπως ἀληθείας ἔχει, λέγειν οὐκ ἔχω· παρ’ Ἕλλησι δὲ τοῦτο φρονῶν φαίνεται τῶν πρὸ Ἀριστοτέλους οὐδείς. ὁ Πλάτων ἐν τῷ Κρατύλῳ περὶ ὀρθότητος ὀνομάτων διαλεγόμενος τὸν αἰθέρα παρὰ τὸ ἀεὶ θεῖν ἠτυμολόγηκε. τοὺς γὰρ μετὰ τὸν κατακλυσμόν φησιν ὑπο‐ | |
λειφθέντας ἐν τοῖς ὑψηλοτάτοις διάγειν ὄρεσι καὶ τέως βοσκηματώδη βίον | 17 | |
In Mete.14,118 | ζῆν καὶ περὶ τὴν συλλογὴν ἐνασχολεῖσθαι καὶ μόνον τῶν τροφῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, ἀνανήψαντας δὲ τῷ χρόνῳ μικρὸν ἐκ τῆς τοῦ κατακλυσμοῦ ταραχῆς εἰς ἔννοιαν ἐλθεῖν τοῦ εἶναί τι τῶν φαινο‐ μένων αἴτιον· κατανοήσαντες δὲ τὰ οὐράνια καὶ ἀεὶ ταῦτα κινούμενα βλέ‐ | |
5 | ποντες αἰθέρα καὶ θεὸν αὐτὰ ὠνόμασαν, τὸ μὲν παρὰ τὸ αἴθειν, τὸ δὲ παρὰ τὸ ἀεὶ θέειν. καὶ ἐπειδὴ τοῦτον μὲν ἑώρων μήτε γινόμενον μήτε φθειρόμενον, τῇ κινήσει δὲ αὐτοῦ τὰ ἐντὸς μεταβάλλοντα, αἴτιον εἶναι τού‐ των καὶ δημιουργὸν ὑπετόπασαν. εἶτα τοῦ λόγου κατὰ μέρος προϊόντος ἐπὶ τὸ λεπτότερόν τε καὶ ζητητικώτερον καὶ αὐτοῦ λοιπὸν τοῦ οὐρανοῦ τὸ | |
10 | αἴτιον τῆς τοιᾶσδε κινήσεώς τε καὶ διαμονῆς περιεργαζόμενοι ἐπὶ τὴν ἀφανῆ καὶ ἀσώματον μετῆλθον αἰτίαν· μηδὲ γὰρ ἂν διαρκεῖν ἐς ἀεὶ σῶμα ὄντα πεπερασμένον μένειν τε καὶ κινεῖσθαι μὴ ὑπὸ δυνάμεως ἀπείρου συν‐ εχόμενον ἀσωμάτου πάντως, οὐχ ὁρωμένης μέν, ἐκ δὲ τῶν ἔργων αὐτῆς νοουμένης· μὴ γὰρ εἶναι δύναμιν ἐν σώμασιν ἄπειρον· καὶ οὕτως ἀν‐ | |
15 | έδραμον ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν κἀκείνην τῷ ὀνόματι τοῦ τῶν φαινομένων κρείττονος θεῖον ὠνόμασαν. p. 339b30 Ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων | |
20 | ἱκανῶς ἴσως ἂν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν ἐντεῦθεν οὕτως. Ὅτι μὴ ἐκ πυρὸς μόνου συνέστηκε τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἀπλα‐ νοῦς, διὰ τῶν ἐν ἀστρονομίᾳ δειχθέντων παρίστησιν. εἰ γάρ τις ἐννοήσειε, | |
25 | φησί, τὴν ὑπερβολὴν τῶν περιεχόντων τὴν γῆν σωμάτων, ῥᾳδίως ἂν συλ‐ λογίσαιτο μὴ δύνασθαι πυρὸς ἅπαν εἶναι τὸ περιέχον αὐτήν, ἀσυμμέτρου πρὸς αὐτὴν οὔσης τῆς ὑπερβολῆς τοῦ μεγέθους τῶν περιεχόντων αὐτήν. ὅτι γὰρ βραχυτάτη ἐστὶ καὶ τὸ μηδὲν σχεδὸν πρὸς τὸν ἔσχατον οὐρανόν, δείκνυται μὲν διὰ τῶν ἀστρονομικῶν ἐναργῶς μεθόδων, οὐχ ἥκιστα δὲ καὶ | |
30 | ἐκ τοῦ μικρὰ τῆς γῆς διαστήματα μεγάλας ἡμῖν πρὸς τὰ φαινόμενα τὰς διαφορὰς ποιεῖν. οἱ γὰρ ἐν Βυζαντίῳ φέρε τῶν ἀστέρων ἀφανεῖς ἐν Ἀλεξανδρείᾳ φαίνονται, ὡς ὁ καλούμενος Κάνωβος ὑπὸ ποσὶν Ὠρίωνος ὤν, πρὸς αὐτῷ κείμενος τῷ νοτίῳ ὁρίζοντι. λαμπρότατος δ’ ἐστὶ καὶ τοῦ κυνὸς μείζων τε καὶ φανότερος, καὶ ταῦτα περὶ αὐτὸν ὢν τὸν ὁρίζοντα καὶ | |
35 | δι’ ὁμιχλώδους ἀέρος φαινόμενος, ἀλλ’ ὅμως τῇ ὑπερβολῇ τῆς λαμπρό‐ | |
τητος ἀμφήριστός ἐστι τῷ κυνί. ἐξ οὗ δῆλον ὡς ἐν Ἑλλάδι ὢν ἠγνόησε | 18 | |
In Mete.14,119 | τοῦτον ὁ ποιητὴς περὶ τοῦ κυνὸς εἰπὼν “ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι· λαμπρότατος μὲν ὅ γ’ ἐστί.” πάλιν ἡ ἄρκτος ἐν Βυζαντίῳ φαινομένη μετέωρος λίαν, ὡς δοκεῖν σχεδὸν μεσουρανεῖν, ἐν Ἀλεξανδρείᾳ μὲν παραξέει τὸν ὁρίζοντα, ἐν δὲ τῇ Διοσπόλει πολλοὶ ταύτης ἀστέρες | |
5 | δύνουσιν· ὅπερ οὐκ ἂν συνέβαινεν, εἰ μὴ μικρόν τι τὸ τῆς γῆς μέγεθος ἦν. καὶ τί λέγω μέγεθος, ὅτε πρὸς τὴν ὑπερβολὴν τοῦ μεγέθους τῆς ἐξωτάτω σφαίρας σημείου καὶ κέντρου λόγον ἔχουσα δείκνυται πρὸς αὐτήν; ἔστω γὰρ κύκλος ὁ ΑΒΓ, κέντρον δὲ αὐτοῦ τὸ Δ καὶ διάμετρος ἡ ΑΕ. αὕτη πάντως εἰς δύο τὸν κύκλον ἴσα τέμνει ἡμικύκλια. καὶ ἄλλος δὲ | |
10 | κύκλος περὶ τὸ αὐτὸ κέντρον γραφέσθω ἐλάσσων τοῦ ἐκτὸς δηλονότι. ἔστω δὲ ὁ μὲν ἐκτὸς ἡ ἀπλανής, ὁ δὲ ἐντὸς ἡ γῆ † τῇ ἐπιφανείᾳ τῆς γῆς οὔσης. εἰ ἐξ αὐτῆς εὐθεῖαν ἐξαγάγῃς ἐπί τε τὸν ἀνατολικὸν ὁρίζοντα καὶ ἐπὶ τὸν δυτικὸν τὴν ΖΗ, διαιρήσει [καὶ γὰρ] τὴν ἀπλανῆ εἰς δύο τμήματα ἄνισα, ἔλατ‐ τον μὲν ἡμικυκλίου τὸ ὑπὲρ γῆν, εἰ τύχοι, ζῳδίων πέντε, μεῖζον δὲ τὸ ὑπὸ | |
15 | γῆν οἷον ἑπτά, ἢ ὅπως ἂν τύχοιεν, τὸ μὲν ὑπὲρ γῆν τὸ ΖΒΗ, τὸ δὲ ὑπὸ γῆν τὸ ΖΓΗ. ἡ μὲν οὖν διὰ τοῦ κέντρου, ἐπειδὴ μηδένα λόγον ἔχει τὸ ἀμερὲς πρὸς τὸ μέγεθος, εἰς δύο ἴσα διεῖλε τὸν ἔξωθεν κύκλον, ἡ δὲ διὰ τῆς ἐπιφανείας τοῦ ἐντὸς ἀχθεῖσα κύκλου εἰς ἄνισα. οὐκοῦν εἰ ἐν λόγῳ τινὶ τὸ μέγεθος ὑπῆρχε τῆς γῆς πρὸς τὴν ἀπλανῆ, πᾶσα ἦν ἀνάγκη ἔλαττον | |
20 | εἶναι ἡμικυκλίου τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ καὶ ὑφ’ ἡμῶν ὁρώμενον. εἰ δὲ ἐν παντὶ καιρῷ ἓξ ὁρῶμεν ἀκριβῶς ζῴδια ὑπὲρ γῆν, δῆλόν ἐστιν ὅτι ὥσπερ οὐδένα λόγον ἔχει τὸ κέντρον πρὸς τὴν ἀπλανῆ, οὕτως οὐδὲ ἡ γῆ πρὸς αὐτὴν ἔχει, καίτοι μεγίστη οὖσα καὶ διὰ τὸ μέγεθος ἤπειρος οἱονεὶ ἄπειρος ὀνομαζομένη, οἷόν ἐστι τὸ “ἤπειρον εἰς ἄπειρον εἰσεπλεύσαμεν”. | |
25 | ὅθεν οὐδὲν ἀποκρύπτει τῆς ἀπλανοῦς, ὡς οὐδὲ τὸ ἀμερὲς σημεῖον· εἰ γὰρ εἶχε λόγον τινὰ τὸ μέγεθος πρὸς τὴν ἀπλανῆ, ἔλαττον τὸ ὑπὲρ γῆν ἡμι‐ κυκλίου ὁρᾶν ἐμέλλομεν, τοῦ λοιποῦ μορίου τοῦ τὸ ἄνω πληροῦντος ἡμι‐ κύκλιον ὑπὸ τοῦ μεγέθους τῆς γῆς καλυπτομένου, οἷόν ἐστιν ἐπὶ τῶν κατα‐ γραφέντων κύκλων ἐν μὲν τῷ ἀνατολικῷ ὁρίζοντι τὸ ἀπὸ τοῦ Α ἕως τοῦ | |
30 | Ζ, ἐν δὲ τῷ δυτικῷ τὸ ἀπὸ τοῦ Ε ἕως τοῦ Η. εἰ οὖν τὸ μηδὲν ἡ γῆ πρὸς τὸν ἔξωθέν ἐστιν οὐρανόν, οὐκ εὔλογον τὸ ζητεῖν, εἴ τινων ἀστέρων ἐστὶν ἐλάττων, ἀλλ’ εἴ τινων ὅλως ἐστὶ μείζων. ὁ γοῦν ἥλιος ἑκατοντα‐ εβδομηκονταπλασίων αὐτῆς εἶναι δείκνυται παρὰ τοῖς μαθηματικοῖς. καὶ τὸν κύνα δέ φασιν αὐτῆς ὑπάρχειν μείζονα, διὰ δὲ τὴν ὑπερβολὴν τοῦ | |
35 | ἀποστήματος μικρὸν οὕτω φαίνεσθαι, ὡς καὶ ἡ τοῦ ἡλίου διάμετρος ποδιαία τις εἶναι σχεδὸν τοῖς ὁρῶσι δοκεῖ, καὶ ταῦτα τῆς ἡλιακῆς σφαίρας πολλῷ κατωτέρω τῆς ἀπλανοῦς ὑπαρχούσης. δείκνυται γάρ, φασί, διὰ τῶν μαθη‐ | |
μάτων τοῦ διαστήματος τοῦ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κυρτῆς | 19 | |
In Mete.14,120 | ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον ἔλαττον μὲν εἶναι ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὥστε τὸ ὅλον στερεὸν τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τῆς σελήνης μέχρι τῆς γῆς, ὃν ἔχει τὰ ὀκτακισ‐ | |
5 | χίλια πρὸς τὸ ἕν. μετρεῖται γὰρ πᾶν στερεὸν τοῦ μήκους ἐπὶ τὸ πλάτος πολυπλασιασθέντος καὶ τοῦ γενομένου ἀριθμοῦ ἐπὶ τὸ βάθος πάλιν πολυ‐ πλασιαζομένου. οἷον ὡς ἐπὶ κύβου, εἰ δύο πήχεων ἡ πλευρὰ εἴη τούτου, δύο ἐπὶ δύο πολυπλασιάζων ποιεῖς τέσσαρα, καὶ τὰ τέσσαρα πάλιν ἐπὶ τὸ βάθος καὶ αὐτὸ δύο πήχεων ὑπάρχον, καὶ γίνεται ὁ κύβος ὅλος ὀκτὼ | |
10 | πήχεων στερεῶν. ἐπεὶ οὖν ἑνός τινός ἐστι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, καὶ τὸ ὅλον αὐτοῦ στερεὸν ἑνὸς ἔσται· ἅπαξ γὰρ ἓν πάλιν γίνεται ἕν, καὶ τοῦτο ἐπὶ τὸ βάθος ἑνὸς ὂν πάλιν ὁμοίως γίνεται ἓν τῷ βάθει. τὸ δὲ ἀπὸ σελήνης μέχρις ἡλίου ἐπειδὴ τοσούτων ἐστὶν εἴκοσιν, εἰκοσάκις τὰ εἴκοσι τετρακόσια γίνεται, καὶ ταῦτα ἐπὶ τὰ εἴκοσι τοῦ βάθους | |
15 | πολυπλασιαζόμενα ποιεῖ τὰ ὀκτακισχίλια. οὐκοῦν ὃν λόγον ἔχει τὰ ὀκτακισ‐ χίλια πρὸς τὸ ἕν, τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς σελήνης τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου. τούτων οὕ‐ τως ἐχόντων τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τῆς ἀπλανοῦς εἰς ἄπειρον ἀνάγκη σχεδὸν ἐκτείνεσθαι μέγεθος, ὅπερ διὰ τὴν ὑπερβολὴν οὐδὲ μετρηθῆναι ὑπὸ | |
20 | τῶν ἀστρονομικῶν δεδύνηται μεθόδων. ὅτι δὲ πολλῷ μείζων τῆς γῆς ἐστιν ὁ ἥλιος, ὡς ἂν εἴη δυνατὸν δίχα τῶν μαθηματικῶν μεθόδων, δεικνύειν πειράσομαι. προδεικνύσθω δὲ συντόμως ἡμῖν ὅτι σφαιροειδὲς ἡ γῆ τὸ σχῆμα ἔχει τὸν τρόπον τοῦτον· ἡ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς· ἐν ᾧ γὰρ ἂν μέρει τῆς γῆς τὰς ἀκτῖνας ὁ ἥλιος προσβάλῃ, κατὰ τὸ ἀντι‐ | |
25 | κείμενον τοῦ φωτίζοντος μέρος ἡ σκιὰ γίνεται. καὶ τοῦτο καὶ ἐκ τοῦ λυ‐ χνιαίου φωτὸς καὶ ἐκ τῆς σκιᾶς τῶν σωμάτων ὁρᾶν πάρεστιν ἐναργῶς. οὐδὲν δὲ σῶμα φωτιζόμενον κυκλοτερῆ πανταχόθεν ποιεῖ τὴν σκιάν, εἰ μὴ τὸ σφαιροειδὲς καὶ μόνον. προσπίπτουσαι γὰρ αἱ ἀκτῖνες τοῦ φωτίζοντος ταῖς τοῦ φωτιζομένου πλευραῖς ὁμοιόσχημον αὐτῷ τὴν σκιὰν ἀποτελοῦσιν. διὸ | |
30 | καὶ κυλίνδρου τὸ φωτιζόμενον, εἰ μὲν ἐκ τῆς βάσεως προσείη τὸ φῶς, κυκλοτερῆ σκιὰν ἀποτελεῖ διὰ τὸ κυκλοτερὲς εἶναι τῶν περάτων ἑκάτερον· εἰ δὲ ἐκ τῶν πλαγίων ἐπὶ τὸ μῆκος προσίοι τὸ φῶς τοῦ κυλίνδρου, παρ‐ αλληλόγραμμον ποιεῖ τὴν σκιὰν ὑπὸ παραλλήλων εὐθειῶν περιγραφομένην· κατὰ μίαν γὰρ εὐθεῖαν τοῦ κυλίνδρου προσπιπτουσῶν τῶν ἀκτίνων ἁπασῶν, | |
35 | ἀνάγκη καὶ τὴν ἀντικειμένην τῷ φωτιζομένῳ σκιὰν ὑπ’ εὐθειῶν περιέχε‐ σθαι. μόνον οὖν, ὡς εἴρηται, τὸ σφαιρικὸν σχῆμα κατὰ πᾶν μέρος αὐτοῦ κυκλοτερῆ τὴν σκιὰν ἀποτελεῖ. τοιαύτη δ’ ἐστὶν ἡ ἀπὸ τῆς γῆς ἀποτελουμένη | |
σκιά, διόπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἡ σελήνη, ἀφ’ οἱουδήποτε μέρους | 20 | |
In Mete.14,121 | ἐκλείπειν ἄρξεται, εἴτε ἐκ τοῦ ἀνατολικοῦ εἴτε ἐκ τοῦ δυτικοῦ εἴτε ἐξ ὁτου‐ οῦν ἄλλου, κατὰ κυκλοτερῆ γραμμὴν ἐκλιμπάνουσα φαίνεται, ὡς ὅτε μηνο‐ ειδὴς γίνεται, καὶ οὐδαμοῦ κατ’ εὐθεῖαν, οἵα ἐστὶν ἐν τῇ διχοτόμῳ, ὡς πανταχόθεν τῆς σκιᾶς οὔσης κυκλοτεροῦς. οὐδέποτε γάρ, ὡς εἶπον, τὸ γι‐ | |
5 | νόμενον αὐτῆς μέρος ἀφώτιστον ἐκ τῆς ἐμπτώσεως τῆς εἰς τὸ σκίασμα τῆς γῆς κατ’ εὐθεῖαν γραμμὴν ἐκ τοῦ πεφωτισμένου τεμνόμενον φαίνεται. δῆλον οὖν ὡς ἡ τὸ σκίασμα ποιοῦσα γῆ σφαιροειδὲς ἔχει τὸ σχῆμα. τού‐ του δεδειγμένου προειλήφθω κἀκεῖνο ὡς ὅταν σφαῖρα ὑπὸ σφαίρας φωτί‐ ζηται, εἰ μὲν ἴση εἴη ἡ φωτιζομένη τῇ φωτιζούσῃ, κυλινδροειδὴς ἡ σκιὰ | |
10 | γίνεται, τῶν ἀκτίνων κατ’ εὐθείας ἀπαρεγκλίτους προσπιπτουσῶν τῷ φωτι‐ ζομένῳ, ὡς μήτε συννεύειν προϊούσας μήτε τοὔμπαλιν ὑπτιάζεσθαι· διόπερ κύλινδρος ἡ σκιά. εἰ δὲ ἔλαττον εἴη τοῦ φωτιζομένου τὸ φωτίζον, τῶν ἀκτίνων ἐξωθουμένων ὑπὸ τοῦ φωτιζομένου καὶ κλωμένων ὑπτίων ἐφ’ ἑκάτερα καὶ οὕτως ἐπὶ τὸ πρόσω φερομένων καὶ διὰ τὴν κλάσιν πρόσω | |
15 | προϊοῦσαν εὐρυνομένων, καὶ εἰς μείζονα τὴν μεταξὺ διάστασιν ἀεὶ χωρούσης αὐτῶν τῆς σχίσεως μέχρι τῆς αὐτῶν συνεμπτώσεως, συμβαίνει καλαθο‐ ειδὲς τῆς σκιᾶς γίνεσθαι τὸ σχῆμα ἐκ μικροτέρου πυθμένος εὐρυνομένης μέχρι τῆς τῶν ἀκτίνων συμπτώσεως. εἰ δὲ τοὔμπαλιν τὸ φωτίζον μεῖζον εἴη τοῦ φωτιζομένου, τῶν ἀκτίνων ῥεουσῶν ὑπὲρ τὸ φωτιζόμενον καὶ κατὰ | |
20 | μικρόν, ὅσον προβαίνουσι, συμβαινουσῶν εἰς ἀλλήλας, ἕως ἂν τελείως συμ‐ πέσωσι, κῶνος ἡ σκιὰ γίνεται. ὁ δὲ κῶνος κυκλοτερῆ μὲν ἔχει τὴν βάσιν, ἐκ ταύτης δὲ πρόεισιν εἰς ὕψος κατὰ μικρὸν δι’ ἀναλογίας ἐν τῇ προόδῳ στενούμενος, ἄχρις ἂν εἰς σημεῖον τὴν ἑαυτοῦ κορυφὴν ἀποτελευτήσῃ. ὅτι δὲ κωνοειδές ἐστι τὸ σκίασμα τῆς γῆς, πάλιν αἱ τῆς σελήνης δεικνύουσιν | |
25 | ἐκλείψεις. εἰ μὲν γὰρ περιγειοτέρα οὖσα τελείως ἐκλίποι, πλείονα χρόνον τελείως ἀφώτιστος μένει, ὡς εὐρυτέρῳ μέρει τοῦ κώνου προσπίπτουσα, εἰ δὲ ἀπόγειος, ἐλάττονα· ὡς γὰρ στενωτέρᾳ προσβαλοῦσα τῇ σκιᾷ θᾶττον αὐτὴν παραλλάττει. ἔχει γὰρ ὁ τῆς σκιᾶς δηλονότι κῶνος τὴν μὲν βάσιν πρὸς αὐτῇ τῇ γῇ, ὑπερεκπίπτων δὲ τὴν σεληνιακὴν σφαῖραν τὴν κορυφὴν | |
30 | αὐτοῦ τῇ Ἑρμαϊκῇ προσβάλλουσαν ἔχει· εἰ μὴ γὰρ ὑπερέπιπτε τὴν σελη‐ νιακήν, οὐκ ἔμελλεν εἰς αὐτὸν ἐμπίπτειν ἡ σελήνη πᾶσα καὶ χρόνον δια‐ τρίβειν ἀφώτιστος, διὰ τὸ τῆς σκιᾶς πλάτος τοῦ λεπτοτάτου μέρους τοῦ κώνου περαιτέρω ταύτης κεχωρηκότος. εἰ οὖν κῶνός ἐστιν ἡ σκιὰ τῆς γῆς, πολλῷ ἄρα ἐστὶ τοῦ ἡλίου ἐλάττων ἡ γῆ. τίς οὖν ἂν εἴη τῷ ἔξωθεν | |
35 | οὐρανῷ παραβαλλομένη, εἰ μὴ τῷ ὄντι σημείῳ; διὰ μὲν οὖν τούτων ἡ τοῦ μεγέθους τῶν περιεχόντων σωμάτων ὑπερβολὴ πρὸς τὴν ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος ἀποτελουμένην σφαῖραν ἐδείχθη. τί δέ ἐστι τὸ ἐκ τούτου τῷ φιλοσόφῳ συγκατασκευαζόμενον, ἴδωμεν τὴν λέξιν αὐτοῦ πάλιν ὑπομνήσαντες· ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ | |
40 | φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, | |
θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς | 21 | |
In Mete.14,122 | ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσι τῶν φερομένων εἶναι ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. ὁ μὲν Ἀλέξανδρος ζητεῖν ἐνταῦθά φησι τὸν φιλόσοφον, εἰ τὰ οὐράνια πάντα πυρός εἰσι κα‐ | |
5 | θαροῦ καὶ μὴ τὰ ἄστρα μόνον (τὰ γὰρ φερόμενα σώματα λέγειν τὰ ἄστρα), ἀλλὰ καὶ τὰ μεταξὺ τῶν ἄστρων διαστήματα· τοῖς γὰρ τοῦτο λέγουσιν ἕπε‐ σθαι τὸ πάντα τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ μέχρι τῆς σφαίρας τῆς σελη‐ νιακῆς ἀέρα λέγειν. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο δηλοῦν ἡ λέξις, ἀλλὰ τὸ μετὰ τὴν γῆν ὅλον συνειλημμένου δηλονότι τοῦ ὕδατος μέχρι τοῦ ἐσχάτου | |
10 | οὐρανοῦ. τί γάρ φησι; καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τουτέστι πάντα τὰ κυκλοφορούμενα (κυκλοφορεῖται δὲ καὶ τὰ ἄστρα καὶ ὁ πᾶς οὐρανός), ἀλλὰ καὶ τὸν μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, ὡς τοῦ ἀέρος δηλονότι τοῦ μεταξὺ μὴ κυκλοφορουμένου. ψυχρὰ δὲ λίαν ἡ ὑπόθεσις τὸ νομίζειν ἐν μέσῳ διαιτᾶσθαι πυρὸς τὰ χερσαῖα ζῷα καὶ τὰ | |
15 | φυτά. οἱ τοῦτο οὖν ὑποθέμενοι, φησίν, εἴπερ τὰ δεδειγμένα διὰ τῶν μαθη‐ μάτων ἐθεώρησαν, ἐπαύσαντο ἂν ἴσως τῆς παιδικῆς ταύτης ὑπονοίας, τοῦ νομίζειν μικρὸν εἶναι τῷ μεγέθει τῶν φερομένων ἕκαστον, ὡς ἐκείνων ἴσως οἰομένων ὅτι κἂν ἐκ πυρὸς εἴη τὰ ἄστρα, οὐ λυμαίνεσθαι τὰ τῇδε διὰ τὴν τοῦ μεγέθους μικρότητα. τί οὖν ἂν εἴποιεν περὶ αὐτῶν τῶν σφαιρῶν, καὶ | |
20 | εἰ μικρὰ ἦν ἐκεῖνα, καὶ ἔτι τοῦ μεταξὺ τῆς γῆς ἀέρος καὶ τῆς σελήνης; ἡ λύσις οὖν τῆς ἀπορίας ἀπὸ μόνων γέγονε τῶν ἄστρων, καὶ ἴσως ἐντεῦθεν ὁ Ἀλέξανδρος οὐ περὶ πάντων τῶν μεταξὺ σωμάτων τὴν ἀπορίαν γινομένην ἐξείληφε. τὸ δὲ ἱκανῶς πρὸς τὸ δεδειγμένα φησίν, ἱκανῶς δεδειγμένα, ἢ πρὸς τὸ θεωρήσαντες, ἱκανῶς θεωρήσαντες, καὶ μὴ παρέργως δηλονότι καὶ | |
25 | ἀτημελῶς. πάλαι γὰρ ἂν κατεφλέχθη, φησί, τὰ μεταξὺ καὶ οὐδ’ ὑπο‐ στῆναι τὴν ἀρχὴν ἠδύναντο. καὶ ἡ αἴσθησις δὲ λίαν αὐτοὺς ἐντρέ‐ πειν ὤφειλε· πυρὸς γὰρ οὐδὲ τὴν τυχοῦσαν φέρομεν προσβολήν. ταῦτα δέ φησι καὶ ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασιν εἰρῆσθαι, τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ. | |
30 | p. 340a3 Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν ᾧ συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, | |
35 | πρὸς τὸ περιέχον μέγεθος. Ἀνελὼν ὅτι μὴ πυρός ἐστι περιέχοντα τὴν γῆν καὶ τὸ ὕδωρ σώματα, | |
μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι μηδὲ μόνου ἀέρος ἅπαντα δυνατὸν εἶναι· πρῶτον | 22 | |
In Mete.14,123 | μὲν οὖν, ὅτι χωλεύσει τὸ πᾶν μὴ ἔχον τὸ κάλλιστον καὶ ζῳογονικώτατον τῶν στοιχείων, λέγω τὸ πῦρ. τὸ γὰρ θερμὸν τῆς ζωῆς ἁπάντων ζῴων τε καὶ φυτῶν αἴτιον φαίνεται· πόθεν οὖν ἡ τοιαύτη φύσις ἐν ἡμῖν, εἰ μὴ τοῦ παντὸς ἦν καὶ τοῦτο στοιχεῖον, ὡς καὶ τῆς τῶν λοιπῶν μετειλήφαμεν | |
5 | ἰδιότητος; οὐ γὰρ ἐν τοῖς ἀτόμοις μὲν τὸ στοιχειῶδες εἶναί τις λέξειε πῦρ, ἐν τῷ παντὶ δὲ μηκέτι. εἰ γὰρ γῆς ὕδατός τε καὶ ἀέρος ὑπάρχουσιν ὁλότητες, πῶς οὐκ ἀνάγκη καὶ τοῦ στοιχειώδους εἶναι πυρὸς ὁλότητα; ποῦ γὰρ αἱ ξηραὶ καὶ καπνώδεις χωρήσουσιν ἀναθυμιάσεις; εἰ γὰρ τῶν ἄλλων ἕκαστον στοιχείων ἐκ τῶν ἀτόμων διακρινόμενον εἰς τὴν ὁλότητα | |
10 | χωρεῖ τὴν αὐτοῦ, ἡ μὲν γεώδης ὡς ἡ τέφρα εἰς γῆν καὶ ἡ ἀτμὶς εἰς τὸ ὕδωρ, δῆλον ὅτι καὶ αἱ ξηραὶ καὶ καπνώδεις ἀναθυμιάσεις, οἷαί εἰσιν αἱ ἐκ θυμιωμένων ἀναδιδόμεναι καὶ τῶν καιομένων ξύλων καὶ λίθων εἰς ὁλότητά τινα χωροῦσι πυρός. εἰ οὖν περὶ γῆν ὁλότης πυρὸς οὐ φαίνεται, λείπεται πάντως μετὰ τὴν τοῦ ἀέρος αὐτὴν συνεστάναι. τὸ γὰρ παρ’ ἡμῖν πῦρ | |
15 | οὐ στοιχειῶδες, ἀλλ’ ὡς ὁ κρύσταλλός ἐστιν ὑπερβολὴ ψυχροῦ καὶ ἡ τέφρα ξηροῦ πάλιν ἐστὶν ὑπερβολή, οὕτω τὸ διακονικὸν πῦρ, τὴν φλόγα λέγω τὴν παρ’ ἡμῖν, ὑπερβολὴ τοῦ στοιχειώδους ἐστὶ θερμοῦ. δεῖ οὖν πάντως ὁλότητα τοῦ στοιχείου εἶναι τούτου, ἥτις ἐστὶ τὸ ὑπέκκαυμα, καὶ ὥσπερ δύο βαρέων ὄντων, ὕδατός τε καὶ γῆς, τὸ βαρύτερον ὑπεχώρησε τῷ ἧττον | |
20 | τοιούτῳ, οὕτω καὶ δύο κούφων ὄντων, ἀέρος τε καὶ πυρός, τὸ κουφότερον τῷ ἧττον ἐπεπόλασε τοιούτῳ. πᾶσα οὖν ἀνάγκη μετὰ τὸν ἀέρα τὴν τοῦ στοιχειώδους πυρὸς ὑπάρχειν ὁλότητα. οὕτω μὲν οὖν ἡμεῖς· ὁ δ’ Ἀρι‐ στοτέλης ἐκ τοῦ μηδεμίαν εἶναι συμμετρίαν πρὸς τὰ λοιπὰ τοῦ ἀέρος, εἰ οὕτως ἔχει, ποιεῖται τὸν ἔλεγχον. οὐδεμίαν γὰρ ἰσότητα σχήσει πρὸς αὐτά, | |
25 | φησίν, εἴπερ ἡ πᾶσα γῆ μετὰ τοῦ συνειλημμένου ὕδατος σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται πρὸς τὸ πᾶν· ὥστε ὑπερβάλλει τὴν συμ‐ μετρίαν τῶν ἄλλων ὁ ἀήρ, ὅπερ ἄτοπον· τὸ πᾶν γὰρ οὕτως ἀπολεῖται, μᾶλλον δὲ οὐδὲ συστήσεται τὴν ἀρχήν. ἡ γὰρ τῶν στοιχείων συμμετρία καὶ τοῦ γενέσθαι καὶ τοῦ τὰ γενόμενα σώζεσθαι ὡς ὕλη αἰτία ἐστίν, ὡς | |
30 | καὶ τὰ ἐξ αὐτῶν συνεστῶτα δηλοῖ σώματα· εἰ γὰρ ὑπερβάλοι τούτων ὁτιοῦν ἐν ἡμῖν, λύσις εὐθὺς τοῦ συνεστῶτος γίνεται· νόσοι γὰρ ἐντεῦθεν ἡμῖν παρακολουθοῦσι καὶ θάνατοι. τὸ αὐτὸ δ’ ἂν ἄτοπον συμβαίνοι, φησί, καὶ εἰ ἐκ δύο στοιχείων ἀέρος καὶ πυρὸς εἴη τὸ διάστημα τὸ μετὰ τὴν γῆν ἄχρι τοῦ ἐσχάτου οὐρανοῦ. οὐδὲν γὰρ ἧττον ἡ ἀσυμμετρία τούτῳ πρὸς | |
35 | τὰ λοιπὰ δύο γῆν καὶ ὕδωρ δειχθήσεται· μεταβαλεῖ γὰρ ἅπαν τὸ ὑπερ‐ έχον πρὸς ἑαυτὸ τὰ λοιπά, καὶ οὕτως ὁ κόσμος φροῦδος ἔσται. μεταξὺ δὲ γῆς καὶ οὐρανοῦ τόπον εἶπε, φησὶν ὁ Ἀλέξανδρος λέγων καλῶς, τὸν | |
μεταξὺ τῆς γῆς καὶ τῆς ἐξωτάτω περιφορᾶς· οὐρανὸν γὰρ τὴν ἀπλανῆ | 23 | |
In Mete.14,124 | σφαῖραν ὠνόμασεν. οὐκοῦν καὶ ὅτε ἐζήτει, εἰ πῦρ καθαρὸν εἴη τὸ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων, οὐ τὸν μέχρι τῆς σελήνης ἔλεγεν, ἀλλὰ τὸν ἀπὸ γῆς μέχρι τῆς ἀπλανοῦς. δῆλον δέ φησιν ὁ Ἀλέξανδρος ὅτι ἀέρος καὶ πυρὸς ὑποτιθέμενος εἶναι τοῦτο τὸ διάστημα τὴν ἀπλανῆ σφαῖραν | |
5 | προσνέμοι ἂν τῷ πυρί· οὕτω δ’ ἂν καὶ τὰ λοιπὰ τῷ ἀέρι προσάψειεν. ἀλλ’ οὐδ’ εἰ αἱ σφαῖραι μὲν ἐξ ἀέρος ἦσαν μόνου καὶ τὸ λοιπὸν τὸ μέχρι τῆς γῆς, μόνα δὲ τὰ ἄστρα ἐκ πυρός, ἐνεδέχετο ἂν τὴν πρὸς τὰ λοιπὰ σώζεσθαι συμμετρίαν· ἀπειροπλασίων γὰρ ὕδατος καὶ γῆς ὁ τοῦ πυρὸς ὑπῆρχεν ὄγκος, εἴ γε μόνος ὁ ἥλιος ἑκατονταεβδομηκονταπλασίων ἐστὶ τῆς | |
10 | γῆς. τί ἂν οὖν ἔδρασε μετὰ τῶν λοιπῶν ἄστρων, εἰ πύριος ἦν; p. 340a8 Ὁρῶμεν δὲ οὐκ ἐν τοσούτῳ μεγέθει γινομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος. ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσόνδε καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον ἀέρα, καὶ | |
15 | τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ. Εἰπὼν ὡς οὐκ ἐνδέχεταί τι τῶν στοιχείων τὴν πρὸς τὰ λοιπὰ συμ‐ μετρίαν ὑπερβαλεῖν, εἰ δέοι σωθῆναι δηλονότι τὸ πᾶν καὶ μένειν ὡς ἔχει φύσεως, αὐτό γε τοῦτο ἐπ’ αὐτῶν δείκνυσι τῶν στοιχείων διὰ τῆς κατὰ μόρια τούτων εἰς ἄλληλα μεταβολῆς. εὔλογον γάρ, φησίν, οἶμαι δὲ καὶ | |
20 | ἀναγκαῖον, ὃν ἔχει λόγον κατὰ τὸν ὄγκον ὁ ἐξ ὕδατός τινος ἐν τῇ μετα‐ βολῇ γενόμενος ἀήρ, τὸν αὐτὸν ἔχειν καὶ τὸν ὅλον ἀέρα πρὸς τὸ ὕδωρ ἅπαν, οἷον εἰ κυαθιαῖον ὕδωρ εἰς δεκαπλασίονα τυχὸν ἀέρος ὄγκον μετα‐ βάλοι, καὶ τὸν ὅλον ἀέρα δεκαπλασίονα τοῦ παντὸς εἶναι ὕδατος. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀέρος καὶ πυρός· εἰ γὰρ ὁ ξεστιαῖος ἀὴρ μεταβαλὼν εἰς πῦρ | |
25 | εἰκοσαπλασίονα φέρε πυρὸς ὄγκον ποιήσει, καὶ τὸ πῦρ ὅλον ἀνάγκη τοῦ ἀέρος εἰκοσαπλάσιον εἶναι. καὶ ἐπὶ πάσης αὐτῶν τῆς εἰς ἄλληλα μετα‐ βολῆς ὁμοίως· τὰ παχύτερα γὰρ ἐν τῇ διακρίσει καὶ μανώσει αὐτῶν εἰς λεπτότερα ποιούμενα τὴν μεταβολὴν πάντως μὲν ὄγκον ἀποτελεῖ μείζονα, λόγον δέ τινα καὶ συμμετρίαν πρὸς τὸν ἐξ οὗ μετέβαλεν ἔχοντα, ὡς | |
30 | αὐτὴ τούτων ἡ πρὸς ἄλληλα μεταβολὴ δέδειχεν. εἰ γὰρ τὸ κυαθιαῖον ὕδωρ δεκαπλασίονα πεποίηκεν ἀέρα, δῆλον ὡς εἰ καὶ τὸ ὅλον ὕδωρ οἷόν τε ἦν εἰς ἀέρα μεταβαλεῖν, ἐν τῷ δεκαπλασίονι πάντως ἂν ὄγκῳ μετέβαλεν. οὐκοῦν καὶ ἡ πρώτη γένεσις αὐτῶν ἐν ὄγκῳ τοσούτῳ τὴν ὑπεροχὴν ἔσχε πρὸς ἄλληλα. ἀλλὰ μὴν ὁ τῆς γῆς ἅμα καὶ τοῦ ὕδατος ὄγκος ἐν οὐδενὶ | |
35 | λόγῳ σχεδὸν πρὸς τὸ περιέχον ἐστίν. οὐδενὸς ἄρα στοιχείου τὸ μετὰ τὴν γῆν ἅπαν διάστημα οὐδὲ δύο καὶ μόνων εἶναι πλῆρες δυνατόν· ὡς ἐν‐ τεῦθεν λοιπὸν συνάγειν ἀέρος μὲν καὶ πυρὸς πλῆρες εἶναι μέχρι σελήνης, | |
τρίτου δέ τινος τὸ μετὰ τοῦτο. περὶ δὲ τούτων ἁπάντων ἑτέρωθι τὰ δο‐ | 24 | |
In Mete.14,125 | κοῦντα ἡμῖν εἴρηται, καὶ γνῶναι πρόκειται τοῖς ἐθέλουσιν, ἵνα μὴ πολλὰς τὰς παρεκβάσεις νῦν ποιώμεθα. p. 340a13 Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· καὶ τοῦτον γὰρ | |
5 | τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κἂν εἰ γενόμενα ἐξ ἀλλήλων ὑπῆρχε. Πρὸς Ἐμπεδοκλέα νένευκεν αὐτῷ τὰ λεγόμενα· ἐκεῖνος γὰρ ἀμετά‐ βλητα μὲν εἰς ἄλληλα τὰ στοιχεῖα μένειν ἔλεγεν, ὡς ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως ἐλέγχων αὐτοῦ τὴν δόξαν ὁ φιλόσοφος ἔγραψεν, ἴσα μέντοι | |
10 | εἶναι κατὰ τὰς δυνάμεις ἀλλήλοις ἅπαντα. ἐπεὶ οὖν αὐτὸς ἐκ τῆς εἰς ἄλληλα τούτων μεταβολῆς τὴν προκειμένην ὑπόθεσιν ἤλεγξεν, Ἐμπεδοκλῆς δὲ οὐ μεταβάλλειν εἰς ἄλληλα ταῦτα βούλεται, οὐδὲν διαφέρειν τοῦτό φησι πρὸς τὸν ἔλεγχον τῶν ὑποθέσεων, ἐν ὅσῳ τὰ τῆς δυνάμεως αὐτῶν ἴσα φησὶν εἶναι, δηλονότι καὶ τῶν ὄγκων αὐτῶν ἀναλογίαν ἐχόντων πρὸς ἀλλή‐ | |
15 | λους. εἰ οὖν κατὰ τὴν ὑπόθεσιν ἑνὸς ἢ δύο στοιχείων τὸ μετὰ τὴν γῆν εἴη μέχρι τῆς ἀπλανοῦς, οὐχ ἕξει συμμετρίαν πρὸς τὴν γῆν ὁ τοῦ ἑνὸς ἢ τῶν δύο στοιχείων ὄγκος, ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξο‐ μένων. ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ κέραμον ὕδατος ἐκ τῆς Μαιώ‐ τιδος λίμνης ἀρύσαις, ἀνάγκη τοῦ ἀρυσθέντος ὕδατος τοσοῦτον ταῖς δυνά‐ | |
20 | μεσιν ὑπερέχειν, τῇ ὑγρᾷ λέγω καὶ τῇ ψυχρᾷ, τὸ τῆς λίμνης ἅπαν ὕδωρ, ὅσον καὶ τῷ ὄγκῳ τοῦ μεγέθους ὑπερβέβηκεν· οὐδὲ εἰ δαλὸν ἕνα πορκαϊᾶς ἀφέλῃς μεγίστης, δεῖ τοσοῦτον αὐτοῦ θερμοτέραν εἶναι τὴν ὅλην πυρκαϊάν, ὅσον ἐστὶ τῷ μεγέθει μεῖζον τοῦ ἀφαιρεθέντος. ὁμοίως καὶ ἐπὶ ὄξους φέρε καὶ οἴνου λευκοῦ τε σώματος ἢ μέλανος καὶ τῶν παραπλησίων ἁπάν‐ | |
25 | των· ἐν οὐδενὶ γὰρ τούτων τοῦ ἀφαιρεθέντος ἐξ αὐτῶν μορίου ἀνάγκη μεῖζον εἶναι τὸ ὅλον ταῖς δυνάμεσι τοσοῦτον, ὅσον καὶ τῷ ὄγκῳ μεῖζόν ἐστι τὸ ὅλον τοῦ μέρους. p. 340a17 Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰ‐ | |
30 | πεῖν, πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δ’ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρότερον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν. | |
35 | Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν, πρῶτον μὲν ἐκ ποίων | |
καὶ ἐκ πόσων σωμάτων ὁ τόπος ὁ μεταξὺ τῆς γῆς καὶ τῆς κυρτῆς ἐπι‐ | 25 | |
In Mete.14,126 | φανείας τῆς ἀπλανοῦς συμπεπλήρωται, πότερον ἐκ μόνου πυρὸς ἢ ἀέρος μόνου ἢ ἐξ ἀμφοῖν ἢ μετὰ τούτων καὶ ἐκ τρίτου τινὸς ἑτέρου, δεύτερον δὲ ποίαν ἔχουσι τάξιν πρὸς ἄλληλα τὰ μεταξὺ σώματα ταῦτα (τὴν γὰρ τῆς γῆς καὶ τοῦ ὕδατος οὐσίαν καὶ τὸν ἐξ ἀμφοῖν ἕνα συντελούμενον ὄγκον ἐξ | |
5 | αὐτῆς ὁμολογούμενον ἔχομεν τῆς αἰσθήσεως), καὶ ὅτι οὔτε ἐκ μόνου πυρὸς οὔτε ἐκ μόνου ἀέρος οὔτε ἐκ τῶν δύο μόνων, ἀλλ’ ἐκ τούτων τῶν δύο καὶ τρίτου μετὰ ταῦτα, καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβὼν τοῖς ἐλέγχοις, καὶ ὡς οὐχὶ τὰ μὲν ἄστρα ἐκ μόνου πυρός, αὐτὰ δὲ τὰ χύματα τῶν σφαιρῶν ἐξ ἀέρος, ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν. ἐπειδὴ | |
10 | γὰρ ἔδειξεν ὅτι τὸ οὐράνιον ἅπαν οὔτε πῦρ ἐστιν οὔτε ἀήρ, εἰκότως ζητεῖ, πῶς ἔχουσι πρὸς τοῦτο τάξεως τὰ λοιπὰ δύο πῦρ καὶ ἀήρ, καὶ εἰ μὴ πύριά ἐστι τὰ οὐράνια σώματα, πόθεν ἡ ἐξ αὐτῶν εἰς τὰ τῇδε γενομένη θερμασία. πρῶτον δὲ τὸν περὶ τοῦ δευτέρου ποιεῖται λόγον ἐντεῦθεν ἀρχόμενος. | |
15 | p. 340a24 Εἰ δὴ γίνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτὲ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσ‐ ῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρό‐ τερος διὰ τὸ μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύ‐ | |
20 | ουσι πλησίον τῆς γῆς συνίστασθαι νέφη διακρίνουσαι τῇ θερμό‐ τητι τὰς συστάσεις. Πρὶν διδάξαι ποίαν ἔχουσι τάξιν ὁ ἀήρ τε καὶ τὸ πῦρ, τὴν προκει‐ μένην ἐκίνησεν ἀπορίαν ὡς εἰς τὸ ζητούμενον αὐτῷ χρησιμεύουσαν· ἅμα γὰρ τῇ λύσει ταύτης καὶ ἡ τάξις εὐθὺς τῶν εἰρημένων δύο στοιχείων | |
25 | συναναφαίνεται. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· εἰ δέδεικται, φησίν, ὡς εἰς ἄλληλα τὰ τέσσαρα μεταβάλλει στοιχεῖα (δέδεικται γὰρ ἐν τοῖς Περὶ γενέ‐ σεως καὶ φθορᾶς), καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ μανούμενον ἀὴρ γίνεται καὶ τοὔμπαλιν πυκνούμενος ὁ ἀὴρ γίνεται ὕδωρ, καὶ οὐχὶ τινὰ μὲν αὐτῶν μόρια τοῦτο πάσχει τινὰ δὲ οὔ, ἀλλ’ ὁτιοῦν ἂν αὐτῶν ληφθείη μέρος | |
30 | πέφυκε μεταβάλλειν εἰς θάτερον, διὰ τί μὴ συνίσταται νέφη ἐν τῷ πολὺ τῆς γῆς ὑπερανεστηκότι τόπῳ; ὅτι γὰρ οὐ συνίσταται, ἐκ τῆς μακρᾶς ἱστορίας ἐστὶ δῆλον. τὰ γὰρ ὑψηλότατα τῶν ὀρῶν ὑπερνεφῆ τέ ἐστι καὶ ὑπερήνεμα. τέφραν γὰρ ἔν τισι τούτων ἀποθέμενοί τινες ἢ καὶ ἐκ θυσιῶν τῶν ἐν ἐκείνοις γινομένων ἀπολελοιπότες, μετὰ πλείστους ἐνιαυτοὺς περι‐ | |
35 | εργασάμενοι κειμένην εὗρον αὐτὴν οὕτως ὡς ἔθεσαν. καὶ ἐν Κυλλήνῃ δέ, φασίν (Ἀρκαδίας δ’ ὄρος ἐστὶ τοῦτο λίαν ὑψηλόν) θύσαντές τινες ἐν τῷ | |
ἐπιόντι θέρει πάλιν θῦσαι ἀνελθόντες ἔτι τὴν τέφραν τῶν ἱερείων οὕτω | 26 | |
In Mete.14,127 | κειμένην εὗρον μήτε ὑπ’ ὄμβρων κατακλυσθεῖσαν μήτε ὑπὸ πνευμάτων διεσκεδασμένην. ἱστορεῖ δὲ Πλούταρχος καὶ γράμματα μεῖναι εἰς ἑτέραν τῶν ἱερείων ἀνάβασιν ἐκ τῆς προτέρας ἐν τῷ Ὀλύμπῳ τῷ Μακεδονικῷ. ἀλλὰ καὶ οἱ τὰ τοιαῦτα τῶν ὀρῶν διοδεύοντες, ὡς καὶ ἐμοί τις τὸν Ὄλυμπον | |
5 | διοδεύσας ἔλεγε, κατωτέρω τῆς πορείας αὐτῶν τὰς τῶν νεφῶν γινομένας συστάσεις καὶ ὑετὸν συνιστάμενον ἀστραπῶν τε ἐλλάμψεις καὶ κτύπου βρον‐ τῶν ἤκουον φερομένου κάτωθεν, καὶ ἁπλῶς ὅσα συμβαίνουσιν ἐκ τῆς τῶν νεφῶν συγκρίσεως καὶ ἡμῖν ἄνω γινόμενα φαίνεται, ἐκείνων κατωτέρω συν‐ ίστανται. καίτοι γε οὐδὲ πολύ τι τῆς γῆς τὰ ὑψηλότατα τῶν ὀρῶν ὑπερ‐ | |
10 | ῆρται· οἱ γὰρ τῆς μηχανικῆς ἐπιστήμονες τέχνης διὰ τῶν ὀργάνων, δι’ ὧν τὰ ὄρη μετρεῖν εἰώθασιν, εὑρόντες τούτων τὰ ὕψη τὰ μέγιστά φασι τῶν ὀρῶν δέκα καὶ δύο σταδίων ἔχειν τὴν κάθετον. τίς οὖν ἀποκλήρωσις τινὰ μὲν τοῦ ἀέρος μόρια μεταβάλλειν εἰς ὕδωρ, τινὰ δὲ μή; εἰ γὰρ πᾶν μόριον ὕδατος εἰς ἀέρα μεταβάλλειν ἐξατμιζόμενον δύναται, καὶ πᾶν ἄρα μόριον | |
15 | ἀέρος πυκνούμενον γενήσεται ὕδωρ. ἴσα γὰρ ἀνάγκη ταῖς δυνάμεσιν εἶναι τὰ στοιχεῖα· ὑπερβάλλοντος γὰρ τῶν ἐναντίων θατέρου τὸ λοιπὸν ἅπαν εἰς αὐτὸ μεταβαλεῖ τῷ χρόνῳ, καὶ τὸ πᾶν οἰχήσεται, ἑνὸς τῶν ἐξ ὧν ἔχει τὸ εἶναι λυομένου. καίτοι, φησί, προσῆκον ἦν μᾶλλον ἐν τῷ τόπῳ τούτῳ τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν ὡς ψυχροτέρῳ τοῦ τε ὑπερκειμένου αὐ‐ | |
20 | τῶν ἀέρος τοῦ πλησιάζοντος τοῖς ἄστροις καὶ τοῦ περὶ τὴν γῆν αὐτήν, οὔτε τῶν ἄστρων ἐγγὺς ὄντων θερμῶν ὄντων, ὥς τισιν ἔδοξε, καὶ τῇ θερ‐ μότητι διαλυόντων τὴν σύστασιν οὔτε πλησίον τῶν ἀπὸ τῆς γῆς ἀνακλω‐ μένων ἀκτίνων, αἵτινες κωλύουσι περὶ τὴν γῆν νέφη συνίστασθαι. ὡς γὰρ ἐν κέντρῳ τινὶ συνελθοῦσαι τῇ γῇ πλείονες ἀκτῖνες, εἶτα πάλιν ἀνα‐ | |
25 | κλώμεναι μᾶλλον ἀλλήλαις πλησιάζουσι καὶ τὸν ἐναπειλημμένον καθ’ ἑκάστην κλάσιν ἀέρα τῇ κινήσει θερμαίνουσι καὶ συστῆναι κωλύουσιν εἰς νέφη· εἴ τι γὰρ καὶ συμπιληθείη τούτου, ῥᾳδίως αὐτὸ διακρίνουσι τῇ παρατρίψει θερμαίνουσαι. ὅτι γὰρ ἡ κίνησις θερμαίνει, προφανὲς ἅπασι. διὸ καὶ τῶν βελῶν τῶν μετὰ πολλῆς ῥύμης ἐκπεμπομένων ὁ μόλιβδος ὁ τὰς ἀκίδας | |
30 | συνέχων τακεὶς ἢ ἁπλῶς ἡ κόλλα διαπίπτειν αὐτὰς ποιεῖ, εἰ μὴ νεύροις εἶεν συνδεδεμέναι. ἐκεῖ γὰρ τὰ νέφη συνίστανται, φησίν, ἐν ᾧ προϊούσης τῆς ἀνακλάσεως εἰς ἀχανὲς αἱ ἀκτῖνες ἀλλήλων διίστανται πλεῖστον ἀέρα μεταξὺ διαλαμβάνουσαι καὶ διὰ τοῦτο δυσπαθῆ τῷ θερμῷ. εἰκὸς οὖν ἐκεῖ τὰ νέφη συνίστασθαι· δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς ὅτι αἱ τῶν | |
35 | ἀκτίνων κλάσεις κατ’ ἴσας τὰς ἑκατέρωθεν γίνονται γωνίας, διόπερ ἐξαπλοῦ‐ σθαι συμβαίνει προϊούσας τὰς ἀνακλωμένας. ἀλλὰ καὶ ἐν τοῖς κατόπτροις αἱ προσπίπτουσαι τῶν ὄψεων ἀκτῖνες καὶ διὰ τὸ λεῖον ἐξ αὐτῶν ἀνακλώ‐ μεναι παλινδρομοῦσιν ὅθεν ἐξεληλύθασι· διόπερ ἑαυτοὺς ὁρῶντες ἄλλο τι | |
ὁρᾶν ἐν τοῖς κατόπτροις νομίζομεν, τῆς κρίσεως τῶν ὁρατῶν κατ’ αὐτὴν | 27 | |
In Mete.14,128 | γινομένης τὴν ἐκ τῆς κλάσεως ἐν τῷ ἐσόπτρῳ συνισταμένην γωνίαν, καὶ διὰ τοῦτο τὸ ἔξω φανὲν εἴδωλον ἔνδον ἐν τῷ κατόπτρῳ εἶναι δοκεῖ. καὶ ἐπειδὴ κατ’ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἡ κλάσις γίνεται, εἰ μὲν τὰ ὑπὲρ κεφαλῆς ἡμῶν ἰδεῖν ἐθέλοιμεν, πρὸ ποδῶν τὸ κάτοπτρον ὕπτιον θέντες καὶ | |
5 | ἀποβλέψαντες εἰς αὐτὸ τὴν ὀροφὴν ὁρῶμεν, τῶν ἀκτίνων τῆς ὄψεως κατ’ ἀμβλείας τὰς ἑκατέρωθεν κλωμένων γωνίας, ὀξεῖαν δὲ τὴν μεταξὺ ποιου‐ σῶν καὶ οὕτως εἰς ὕψος ἀναφερομένων διὰ τὸ τὴν κλάσιν μὴ χωρεῖν ἐφ’ ἑκατέρα πλατυνομένην· εἰ δὲ τὰ κοῖλα καὶ κάτω βουληθείημεν ἰδεῖν, εἰς ὕψος τὸ κάτοπτρον ἀνατείναντες ἀποβλέπομεν εἰς αὐτό· κλώμεναι δὲ πάλιν | |
10 | αἱ ὄψεις ὁμοίως ταῖς πρώταις ἐπὶ τὸ κάτω χωροῦσιν, ὡς καὶ τὰ ἐν βάθει κατ‐ οπτεύειν ἡμᾶς ἐν τῷ ἐνόπτρῳ δοκοῦντα φαίνεσθαι. εἰ δὲ ὕπτιον ὡς ἀπὸ τῆς ὄψεως νεῦον ἐπὶ τὸ ἔδαφος τὸν νῶτον σχηματισθείη τὸ κάτοπτρον, ἀνακλωμένων τῶν ὄψεων καὶ ὀξείας τὰς ἑκατέρωθε ποιουσῶν, εἰς ἀμβλεῖαν δὲ τὴν μέσην εὐρυνομένων ἐν τῇ προόδῳ τῶν ἀκτίνων ἑκατέρωθεν, τὰ | |
15 | κατωτέρω μὲν ὀλίγον ἡμῶν, ἐφ’ ἑκάτερα δὲ καὶ ἔμπροσθεν κείμενα βλέ‐ πομεν. τούτων τὰς αἰτίας ἐγνωκότες οἱ τῶν τοιούτων ἐπιστήμονες πολλὰς ἰδέας κατόπτρων ἐπινενοήκασι, δεξιοφανῆ τε καὶ ἐξωφανῆ καὶ τήν † τε συν‐ αντίστροφον δεικνύντα τῇ κεφαλῇ, καὶ ἕτερα πλεῖστα· πρὸς γὰρ τὰς ποι‐ κίλας τῶν ὄψεων ἀνακλάσεις τὰ κάτοπτρα τῇ διαπλάσει σχηματίσαντες τὰ | |
20 | τοιαῦτα δοκοῦσι θαυματουργεῖν. ἀλλὰ περὶ μὲν τούτων λεγόντων οἱ περὶ τὰ τοιαῦτα· πρὸς δὲ τὴν παροῦσαν χρείαν αὐτάρκως εἴρηται τὴν αἰτίαν δείξασι δι’ ἣν οὔτε ἐν τοῖς περιγειοτέροις οὔτε ἐν τοῖς πολὺ διεστῶσι τῆς γῆς νέφη συνίστανται. p. 340a32 Ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίνε‐ | |
25 | σθαι, ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ. Ὡς ἐν ἀπορίᾳ δείξας ὅτι μὴ ἐκ παντὸς ἀέρος αἱ τῶν νεφῶν γίνονται συστάσεις, ὅπερ ἄν τις εἶπε προχείρως ὑπαντῶν πρὸς τὰ εἰρημένα, τοῦτο τίθησι καὶ διελέγχει. εἴποι γὰρ ἄν τις, ὡς εἰ μὴ πανταχῇ συνίστανται | |
30 | τὰ νέφη, οὐ πᾶς ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ. τοῦτο δὲ ἀποκλη‐ ρωτικόν τε καὶ ἄλογον καὶ ἐν τοῖς ἔμπροσθεν ἐληλεγμένον θήσει· ὁμοίως γὰρ ἐκ παντὸς ὕδωρ γενέσθαι δυνατὸν διὰ τὸ μίαν εἶναι τοῦ παντὸς ἀέρος τὴν φύσιν, ἢ οὐκ ἔστι καθαρὸς ὁ περὶ τὴν γῆν ἀήρ, ἐν ᾧ τὰ νέφη συν‐ ίσταται, οὐδὲ τοιοῦτος οἷος ὁ ἀνωτάτω, ἐν ᾧ μὴ γίνεται νέφη, ἀλλ’ οἷον | |
35 | ἀτμίς, ἐξ ἧς τὰ νέφη συνίσταται, καὶ τὸ ὅλον τοῦτο ὑδατώδης ἀήρ. μέση γάρ ἐστιν ἀέρος καὶ ὕδατος ἡ ἀτμίς, ὁδὸς οὖσα καὶ οἷον γένεσις ἐκ θατέρου εἰς θάτερον, ἐξ ἀέρος μὲν εἰς ὕδωρ παχυνομένου (τοῦτο δ’ ἔστιν | |
ἡ ἀτμίς, παχὺς ἀήρ) ἐξ ὕδατος δὲ πάλιν εἰς ἀέρα λεπτυνομένου· ἡ γὰρ | 28 | |
In Mete.14,129 | ἀτμὶς ὕδατος μέν ἐστι λεπτοτέρα, ἀέρος δὲ παχυτέρα. διὰ τί δὲ ὁ τῆς γῆς αὐτῆς κατὰ συνέχειαν ἁπτόμενος οὐκ ἐκνεφοῦται, καίτοι γε καὶ αὐτὸς ἀτμιδώδης ὤν, ἔφθασε τὴν αἰτίαν ἀποδοὺς τὴν ἐκεῖ γινομένην τῶν ἀκτίνων ἀνάκλασίν τε καὶ πύκνωσιν ἐκθερμαίνουσαν αὐτὸν καὶ διαλύουσαν. ταύτην | |
5 | δὲ τὴν ἐπίλυσιν πάλιν ἐλέγχων οὕτω γέγραφεν. p. 340a35 Ἀλλὰ μὴν εἰ τοσοῦτος ὢν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λεί‐ | |
10 | πεται δ’ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστι. Καλῶς ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος ἐνδεῖν τῷ ἅπας ὁ ἀὴρ τὸ ὁ περὶ τὴν γῆν, ἵν’ ᾖ ἅπας ὁ περὶ τὴν γῆν ἀήρ· περὶ τούτου γὰρ εἶπεν. ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς· ἐντεῦθεν γὰρ καὶ ἡ ἀπορία | |
15 | προῆλθε, διὰ τί μὴ ἐν ἑκάστῳ μέρει τοῦ ἀέρος νέφη συνίστανται, ἀλλ’ ἐν μόνῳ τῷ περὶ τὴν γῆν. εἰ οὖν ὁ μὲν περὶ τὴν γῆν ἅπας ἀτμίς ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὕδωρ λεπτομερὲς καὶ οὐ διακεκριμένον, ὁ δὲ ὑπὲρ τοῦτον καθαρὸς ἀήρ, πρὸς τούτῳ δὲ καὶ τὸ μεταξὺ τῶν ἄστρων σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ τῶν ὀκτὼ σφαιρῶν ἅπαν διάστημα πάλιν ἐστὶν ἀήρ (πῦρ γὰρ | |
20 | εἶναι τοῦτο τῶν ἀδυνάτων ἐδείχθη· κατεφλέχθη γὰρ ἂν ἤδη πάντα τῇ τοῦ μεγέθους ἀσυμμετρίᾳ) τούτων οὕτως ἐχόντων ὑπερβάλλει τὴν πρὸς τὰ λοιπὰ τρία συμμετρίαν ὁ ἀήρ τε καὶ τὸ ὕδωρ. ἀὴρ μὲν γὰρ τό τε ὑπὲρ τὰ νέφη πᾶν ἐστι καὶ τὸ τῶν σφαιρῶν σῶμα πᾶν· τὸ δὲ ὕδωρ οὐχ ἅπαντα ὑπερβάλλει, ἀλλὰ μόνην τὴν γῆν, ἐπεὶ καὶ τὸ ἀπὸ τῶν νεφῶν μέχρι τῆς | |
25 | γῆς ὕδωρ ἐστὶ λεπτομερές (τοιοῦτον γὰρ ἡ ἀτμίς) καὶ τὸ ἐν τοῖς κοιλώ‐ μασιν αὐτῆς ἐναπειλημμένον. τοσοῦτον ὑπάρχον ὕδωρ ὑπερβάλλει τῇ δυ‐ νάμει τε καὶ τῷ ὄγκῳ τὴν γῆν· τὸ γὰρ πῦρ οὐχ ὑπερέξει, εἴπερ ἅπαντα εἴη τὰ ἄστρα πυρός. οὐκοῦν ὁ μὲν ἀὴρ ὑπερβάλλει πάντα, τὸ δὲ ὕδωρ μόνην τὴν γῆν, τὸ δὲ πῦρ οὐ πρὸς μόνην ἀσύμμετρον ἔσται τὴν γῆν, εἴπερ | |
30 | καὶ μόνος ὁ ἥλιος αὐτῆς ἐστιν ἑκατονταεβδομηκονταπλασίων, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀσύμμετρον ἔσται· τί γὰρ ἂν εἴη τὸ μέχρι τῆς τῶν νεφῶν συστά‐ σεως ὕδωρ μετὰ τοῦ ἐναπειλημμένου τῇ γῇ πρὸς τὰ τηλικαῦτα καὶ τοσαῦτα μεγέθη τῶν ἄστρων, εἴπερ καὶ τῶν ἄλλων τινὰ τῆς γῆς ἅμα καὶ τοῦ συν‐ απειλημμένου ὕδατος ἐδείχθη μείζονα; καὶ τοῦτο οὖν διαλυσάμενος ἐπὶ τὰ | |
35 | δοκοῦντα αὐτῷ μέτεισιν ἐντεῦθεν. ἡ δὲ λύσις τῆς προκειμένης ἀπορίας οὐ μόνον αὐτὸ τοῦτο διαρθρώσει τὸ πρόβλημα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα | |
λέγεσθαι φανεῖται χρήσιμος. | 29 | |
In Mete.14,130 | p. 340b4 Περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· ἡμεῖς δὲ λέγωμεν ἅμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε | |
5 | τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσμον. Πάλιν τῶν ἤδη λεχθέντων ἡμᾶς ὑπομιμνήσκει, λέγω δὴ τίς τῶν οὐρανίων ἐστὶν ἡ οὐσία· τοῦτο γὰρ λαβὼν ἐξ αὐτοῦ συνάγει καὶ τὰ περὶ | |
10 | τῆς τάξεως τοῦ πυρός τε καὶ τοῦ ἀέρος, ἅπερ ἐδείχθη μετὰ τὸ κυκλοφο‐ ρούμενον ἐφεξῆς ὄντα. ἡμεῖς γάρ, φησί, τὸ ἀπὸ τῆς ἀπλανοῦς μέχρι τῆς σελήνης (ἐσχάτη γὰρ αὕτη τῶν κυκλοφορουμένων, ὅθεν ἐπιπροσθεῖ τοῖς ἄλλοις ἅπασιν ὑποτρέχουσα τούτων ἕκαστον, τὸν τῆς Ἀφροδίτης, τὸν τοῦ Ἑρμοῦ, τὸν ἥλιον αὐτὸν καὶ τοὺς λοιπούς) τοῦτο οὖν ἅπαν τὸ κυκλοφο‐ | |
15 | ρούμενον σῶμα οὔτε πύριον εἶναί φαμεν οὔτε ἀέριον, ἀλλ’ ἑτέρας παρὰ ταῦτα κυκλοφορικῆς σώματος οὐσίας, ὡς δέδεικται μὲν ἤδη, ὑπομιμνήσκομεν δὲ καὶ νῦν. ἀλλ’ ἐν αὐτῷ γε τούτῳ, φησί, διαφορὰς πλείους εὑρίσκομεν. καὶ γὰρ τὰ ὑπὸ σελήνην μιᾶς μέν εἰσι τῆς ἰθυφορικῆς οὐσίας, διαφοραὶ δὲ τούτοις ἐπιγενόμεναι τὰ μὲν ἀνώφορα τὰ δὲ κατώφορα πεποιήκασι, καὶ ἐν | |
20 | αὐτοῖς τούτοις τὰ μὲν θᾶττον τὴν αὐτὴν τὰ δὲ βραδύτερον κινεῖται· ἄνω μὲν πῦρ ἀέρος ἐστὶ ταχύτερον, κάτω δὲ τοῦ ὕδατος ἡ γῆ, καὶ ταῦτα οὐκ ἄνευ φυσικῆς γέγονε διαφορᾶς. οὕτως οὖν καὶ ἐπὶ τῶν οὐρανίων, εἰ καὶ πᾶσι τὸ κυκλοφορούμενον ὑπόκειται σῶμα, ἀλλὰ πάλιν διαφοραί τινες οὐσι‐ ώδεις ἄλλοις ἄλλαι προσελθοῦσαι ἐποίησαν τὰ μὲν τὴν ἐπὶ τὰ ἡγούμενα | |
25 | κινεῖσθαι, τὰ δὲ τὴν ἐπὶ τὰ ἑπόμενα, καὶ ταύτην τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον· πάλιν τὰ μὲν αὐτῶν λαμπρότερά τέ ἐστι καὶ εἰλικρινέστερα, τὰ δὲ ἧττόν ἐστι τοιαῦτα. μάλιστα δέ, φησίν, ἡ μείωσις τούτων γίνεται ἐν τοῖς καταλήγουσιν εἰς τὸν ἀέρα καὶ τὸν περὶ γῆν κόσμον, ἀέρα καλῶν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν πᾶν τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς | |
30 | σελήνης, ὅτι μὴ διακρίνειν τῇ ὄψει τούτου δυνάμεθα τὰς διαφοράς, καὶ ὅτι μήπω δέδειχε νῦν ἣν ἔχουσι πρὸς ἄλληλα τάξιν καὶ πρὸς τὸ ἄνω σῶμα τὸ πῦρ τε καὶ ὁ ἀήρ. καὶ τοῦτο λίαν ἀκολούθως τοῖς οὐρανίοις ὑπάρχειν εὔλογον· ὡς γὰρ τῆς γῆς ἐσχάτης οὔσης τὸ μετ’ αὐτὴν ὕδωρ εὐειδέστερόν ἐστιν αὐτῆς καὶ καθαρώτερον, καὶ τούτου πάλιν ὁ ἀήρ, καὶ τοῦ ἀέρος τὸ | |
35 | ὑπέκκαυμα, εὔλογον ἐκ τούτων ἀνιόντας καὶ ἐπὶ τῶν οὐρανίων τὴν αὐτὴν νομίζειν γίνεσθαι πρόοδον ἐπὶ τὸ εἰλικρινέστερον τῶν ἄνω χωρούντων ἀεὶ καὶ θειότερον. καὶ τοῦτο καὶ ἐκ τῆς σελήνης τεκμαίρεσθαι μάλιστα δεῖ, ἥτις οὐδὲ τὸ φῶς ἴδιον ἔχει, ἀλλ’ ἐξ ἡλίου πᾶν ἄλλοτε κατ’ ἄλλο τι μέρος αὐτῆς ἐρανιζόμενον· τὸ γὰρ οἰκεῖον αὐτῆς καὶ οὐσιῶδες φῶς ἐν ταῖς ἐκ‐ | |
40 | λείψεσιν ὁρᾶται λίαν ἀμυδρόν τι καὶ ἀνθρακῶδες καὶ τῶν ἄστρων πάντων | 30 |
In Mete.14,131 | ἔλαττον, ὡς ἐν αὐτῇ τῶν οὐρανίων ἀποπερατουμένων. ὅτι δὲ καὶ τῶν ἀστέρων ἄλλος διενήνοχεν ἄλλου μεγέθει τε καὶ φωτὶ καὶ τόποις, φανερόν. εἰ οὖν μὴ κατὰ συμβεβηκὸς γέγονε ταῦτα, δῆλον ὡς ἐκ τῆς οὐσιώδους αὐτῶν ὑπῆρξε διαφορᾶς. Πλατωνικὸς μὲν οὖν ἴσως τις ἀνὴρ ἐκ τῶν τεσ‐ | |
5 | σάρων συγκεῖσθαι νομίζων καὶ τὰ οὐράνια τὴν διάφορον τῶν τοιούτων αἰτιάσεται κρᾶσιν καὶ τὸ ἑκάστῃ τῶν κράσεων φυσικῶς ἐπιγενόμενον εἶδος· ὁ δὲ Ἀλέξανδρος Ἀριστοτελικὸς ὑπάρχων τὸ ἧττον εἰλικρινές φησι καὶ τὰς ἐν αὐτοῖς διαφορὰς οὐ τῷ μεμῖχθαί τι καὶ θνητῆς οὐσίας ἐκείνοις γίνεσθαι, ἀλλὰ διαφορὰς εἶναι ταύτας τοῦ ἁπλοῦ σώματος. καὶ γὰρ ἐπὶ τῶν τεσ‐ | |
10 | σάρων στοιχείων μᾶλλον τὸ ψυχρὸν ἐν ὕδατί ἐστιν ἤπερ ἐν γῇ, καὶ μᾶλλον μὲν τοῦ πυρὸς ξηρά ἐστιν ἡ γῆ, ἀλλ’ οὐχ ὑγρότητος μίξει τὸ πῦρ ἧττόν ἐστι ξηρόν· καὶ μᾶλλον μὲν τοῦ ἀέρος θερμόν ἐστι τὸ πῦρ, ἀλλ’ οὐ μίξει ψυχροῦ ἧττόν ἐστι θερμὸς ὁ ἀήρ· καὶ μᾶλλον μὲν ὑγρὸς ὁ ἀὴρ τοῦ ὕδατος, ἀλλ’ οὐ ξηροῦ μίξει τὸ ὕδωρ ἧττόν ἐστιν ὑγρὸν τοῦ ἀέρος. ἁπλᾶ γάρ ἐστι | |
15 | ταῦτα σώματα μὴ ἐξ ἄλλων συγκείμενα σωμάτων, συνιόντα δὲ πρὸς ἄλλων αὐτὰ γένεσιν ὡς στοιχεῖα. p. 340b10 Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώ‐ ματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερ‐ | |
20 | μότητα. Ἐντεῦθεν λοιπὸν αὐτὸς οἴκοθεν τὸ ἠπορημένον λύει, ὅτι μὴ συνίστα‐ ται νέφη ἐν τοῖς ὑπὲρ τὴν γῆν καὶ πρὸς τὴν σελήνην τόποις. διὰ τί γὰρ κάτω πρὸς αὐτὴν οὐ συνίσταται, δέδειχεν ἤδη διά τε τὸ τὰς ἀκτῖνας ἁπάσας ἐν μικρῷ τόπῳ συννευούσας (κέντρον γὰρ ἡ γῆ τοῦ παντός) θερ‐ | |
25 | μαίνειν τὸν ἀέρα, καὶ διὰ τὰς ἐξ αὐτῆς τῶν ἀκτίνων ἀνακλάσεις μᾶλλον τῶν ἀκλάστων θερμαινούσας τὸν ἀπειλημμένον μεταξὺ αὐτῶν ἀέρα καὶ ἀεὶ τὴν συνισταμένην ἀτμίδα διακρινούσας. τοῦ δὲ μὴ ἄνω γίνεσθαι τὰ νέφη νῦν ἀποδίδωσι τὴν αἰτίαν. τοῦ γὰρ πρώτου στοιχείου, φησί, τουτέστι τοῦ πέμπτου κάτωθεν, ἄνωθεν δὲ πρώτου, καὶ τῶν ἐν αὐτῷ ἄστρων κυκλο‐ | |
30 | φορουμένων συνεχῶς ἁπάντων, τὸ προσεχὲς τῷ αἰθέρι τοῦ κάτω κόσμου σῶμα, καὶ ὅσον τῆς ἐσχάτης αὐτῶν ἐπιφανείας ἅπτεται, τῇ συνεχείᾳ τῆς ἐκείνου κινήσεως συγκινούμενον αὐτῷ καὶ συγκυκλιζόμενον καὶ ταύτῃ δια‐ κριθὲν λεπτύνεται· μηδεμιᾶς οὖν ἐν αὐτῷ μενούσης παχύτητος θερμαίνε‐ ται ταύτῃ καὶ ἐκπυροῦται. πῶς οὖν ἐν τῷ τοιούτῳ τόπῳ σύστασιν νέφους | |
35 | γίνεσθαι ἦν ἐνδεχόμενον; εἰ οὖν ἐκπυροῦται πάσης ἐν αὐτῷ δαπανωμένης ἰκμάδος, οὐ μόνον θερμὸν ἔσται, ἀλλὰ καὶ ξηρόν· τοιαύτη δὲ ἡ τοῦ πυρὸς οὐσία. συνανεφάνη ἄρα καὶ τὰ τῆς τάξεως καὶ αὕτη τοῦ πυρὸς ἡ οὐσία | |
προσεχὴς οὖσα τοῖς ἄνω σώμασι. μετ’ αὐτὴν ἄρα τὸ ἀέριον ἔσται σῶμα, | 31 | |
In Mete.14,132 | μετρίως μὲν θερμὸν ὡς πλησιάζον τῷ πυρί, οὐκέτι δὲ καὶ ξηρὸν ὡς προσ‐ εχὲς κάτωθεν ὑπάρχον τῷ ὕδατι. τὸν δὲ λόγον τοῦτον ἐφεξῆς ἀναλαμ‐ βάνει σαφέστερον λέγων οὕτως. p. 340b14 Δεῖ δὲ νοεῖν οὕτω καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ | |
5 | ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον. Ὑπὸ μὲν οὖν τὴν ἄνω φησὶ περιφορὰν τὸ ὑπὸ σελήνην ἅπαν, | |
10 | τουτέστι τὰ τέσσαρα στοιχεῖα. τοῦτο οὖν ἅπαν τὸ σῶμα παθητὸν ὄν (γίνεται γὰρ καὶ φθείρεται) οἷον ὕλη τις ἐκείνοις πρὸς γένεσίν ἐστιν ὑποκείμενον τοῖς ἐξ αὐτῶν γινομένοις, καὶ τούτων ἕκαστον τοῖς λοιποῖς, ὡς τὰ ξύλα τῷ τέκτονι καὶ τὰ ἔρια τῷ ὑφάντῃ. διδάσκων δὲ πῶς ἐστιν οἷον ὕλη φησὶ καὶ δυνάμει ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ καὶ ὑγρά· τὸ γὰρ ταῖς | |
15 | ποιότησιν ὑποκείμενον καὶ πάντων ἔχον τὴν δύναμιν, τοῦτό ἐστιν ὕλη. τοι‐ οῦτον δὲ τὸ ὑπὸ σελήνην ἅπαν εἰς ἑκάστην τῶν ἐναντίων ποιοτήτων μετα‐ βάλλον καὶ ὅσα ταύταις ἀκολουθεῖν ἐδείχθη πάθη ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ἐστὶ μανότης πυκνότης, σκληρότης μαλα‐ κότης, λειότης τραχύτης, καὶ ἁπλῶς ὅσα ἐν ἐκείνοις κατηρίθμηται. τὸ | |
20 | γὰρ ἕν τι τῶν ἐναντίων ἔχον ἐνεργείᾳ οἷον ψῦξιν δυνάμει θερμόν ἐστι, καὶ τὸ ξηρὸν ἐνεργείᾳ δυνάμει ἐστὶν ὑγρόν, καὶ ἐπὶ πάντων ὁμοίως. πῶς οὖν γίνεται κατ’ ἐνέργειαν ὅπερ ἐστὶ δυνάμει; ὑπὸ κινήσεως, φησί, καὶ ἀκινησίας· γινόμενα μὲν γὰρ καὶ μεταβάλλοντα κινεῖται, γενόμενα δ’ ἤδη καὶ τὸ τέλειον εἰληφότα εἶδος ἠρεμεῖ λοιπὸν ἐν αὐτῷ· ὥστε ἡ μὲν εἰς τὸ | |
25 | γενέσθαι, ἡ δὲ εἰς τὸ εἶναι τοῦτο ὃ γέγονε συντελεῖ. τῆς δὲ κινήσεως αὐτῶν καὶ μεταβολῆς ἡ περιφορὰ τῶν οὐρανίων ἐστὶν αἰτία ποιητική, αὐτὰ δὲ ταῦτα ὡς ὕλη, τέλος δὲ ἡ τοῦ παντὸς τελειότης. ὥστε μὴ μόνον τὰ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἶναι, ἀλλὰ καὶ τὰ γινόμενα καὶ φθειρόμενα. τὸ γὰρ πᾶν, ᾗ φησι Πλάτων, ἀτελὲς τούτων μὴ ὄντων, καὶ οὐδὲ πᾶν οὐδ’ | |
30 | ὅλον ἐστὶ μὴ συμπεπληρωμένον ἐκ τούτων, οἷς οὐκ ἦν τὸ εἶναι ἀδύνατον. τούτων οὕτως ἐχόντων ἀπορήσειεν ἄν τις, εἰ διὰ τὴν θερμότητα τοῦ ἀνω‐ τάτω ἀέρος οὐ συνίσταται ἐκεῖ νέφη, τί δήποτε ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι χιὼν καταφέρεται πολλὴ καὶ ἐπὶ πλεῖστον διαρκεῖ χρόνον ἤπερ ἐν τῇ πεδιάδι καὶ μέχρι τοῦ θέρους αὐτοῦ παρατείνει. τοῦτο δ’ ἔφθημεν ἤδη προεπιλυ‐ | |
35 | σάμενοι, ὡς ὁ μεταξὺ τόπος τοῦ περὶ τὴν γῆν καὶ τοῦ ἀνωτάτω ἀέρος κατέψυκται μᾶλλον διὰ τὸ καὶ τοῦ ὑπεκκαύματος ἄνωθεν ἀφεστηκέναι καὶ | |
τῆς κάτω γινομένης τῶν ἀκτίνων πυκνώσεως καὶ ἀνακλάσεως εἰς ἀχανὲς | 32 | |
In Mete.14,133 | ἐκεῖ ληγουσῶν καὶ μὴ δυναμένων ἔτι δρᾶν ἐπὶ τὸν μεταξὺ αὐτῶν ἀέρα ἐν‐ απειλημμένον, πολὺν ὄντα. ἐν οἷς οὖν ἡ χιὼν συνίσταται ψυχροῖς οὖσι, συσταίη ἂν καὶ νέφη μάλιστα. κἀκεῖνο δ’ ἂν ζητήσειέ τις, εἰ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀήρ, ὃν ὑπερνεφῆ τε καὶ ὑπερήνεμον εἶναί | |
5 | φαμεν, τοῖς κυκλοφορουμένοις συμπεριάγεται σώμασι, πῶς ἐλέγομεν τὴν ἐκεῖσε κειμένην τέφραν ἐπὶ πολὺν μεῖναι χρόνον, ὡς εἶχεν ἐξ ἀρχῆς θέσεως. πῶς γὰρ ὁ ἀὴρ περιφερόμενος οὐ διασκεδαννύειν ἔμελλε ταύτην; πρὸς ὃ ῥητέον ὡς οὐκ ἔστιν ἐκείνη ῥαγδαία τοῦ ἀέρος ἡ κίνησις οὐδ’ ἄτακτος, ἀλλ’ ὁμαλὴ καὶ λεία, καὶ λεπτομερὴς ὁ ἀήρ, εἰς δὲ τὸ κινεῖσθαι | |
10 | τὴν κειμένην τέφραν καὶ μάλιστα πεπιλημένην ὡς εἰκὸς ἐκ τῆς τῶν θυσιῶν ἰκμάδος τραχυτέρας δεήσει καὶ ἀτάκτου κινήσεως καὶ παχυτέρου τοῦ κινου‐ μένου σώματος, οἵα τῶν ἀνέμων ἐστὶν ἥ τε κίνησις καὶ αὐτὸ τὸ κινού‐ μενον σῶμα, ὡς ἐκμοχλεύειν καὶ μεθιστάνειν τὰ ὑποκείμενα δύνασθαι. καὶ τὴν θάλασσαν γοῦν κορυφοῖ καὶ δένδρα καταβάλλει τὰ τῶν ἀνέμων | |
15 | πνεύματα καὶ τὴν ὅλην ἐν τοῖς σεισμοῖς ἀναρρήγνυσι γῆν. λεπτομερὴς δ’ ὁ ἀὴρ ἐκεῖνος· διὸ καὶ κατέψυκται μὲν λίαν ὡς εὐπαθής, οὐ συγκρίνεται δὲ εἰς ὕδωρ διὰ τὴν λεπτομέρειαν, καὶ ἡ κίνησις αὐτοῦ λεία καὶ ὁμαλή, ὡς εἰρήκαμεν. p. 340b19 Ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτα‐ | |
20 | τόν ἐστι καὶ ψυχρότατον ἀποκεκριμένον, γῆ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ. Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεώς τε καὶ τάξεως διδάσκει τῶν δύο | |
25 | στοιχείων καὶ συνάγει πάλιν ἐκ ταύτης ὅτι μὴ δυνατὸν ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ νέφη συνίστασθαι, ὡς δι’ ἑκατέρου συναποδείκνυσθαι θάτερον, διὰ μὲν τοῦ μὴ συνίστασθαι νέφη κατὰ τὸν τόπον ἐκεῖνον ὡς θερμόν, ὅτι τὸ πύριον σῶμα τοῦ ἀέρος ὑπερανέστηκεν, ὡς ἤδη πρότερον καὶ ἡμεῖς ἐμνη‐ μονεύσαμεν, διὰ δὲ τῆς τάξεως αὐτῶν ἣν παραδίδωσιν νῦν, ὅτι μὴ συνί‐ | |
30 | σταται νέφη καὶ ὕδωρ ἐκεῖ. τίνα οὖν ἔχει τὰ προκείμενα τὴν διάνοιαν; τῶν τεσσάρων, φησί, στοιχείων ὅτι μὲν ἂν εἴη βαρύτατον καὶ ψυχρότατον, τοιοῦτον δὲ γῆ καὶ ὕδωρ, τῶν ἄλλων ἀποκριθέντα κούφων ὄντων τὸν μέσον τοῦ παντὸς κατειλήφασι τόπον. τὸ δὲ ταύτας διαπεφευγὸς τὰς ποιότητας, ὁ ἀὴρ δὲ τοιοῦτόν ἐστι καὶ τὸ πῦρ, ἐξ ἀνάγκης τούτων ὑπερανέστηκε. τὰ | |
35 | γὰρ ἐναντία ταῖς δυνάμεσι τοὺς ἐναντίους κατειληφέναι τόπους ἀκόλουθον· ἐναντίον δὲ καθάπερ τῷ βαρεῖ τὸ κοῦφον καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὕτω καὶ τῷ κάτω τὸ ἄνω· κάτω δὲ τὸ μέσον, ἄνω δὲ τὸ πέριξ. ἀλλ’ ὥσπερ | |
βαρυτέρα τοῦ ὕδατος οὖσα ἡ γῆ ὑποχωρεῖ τούτῳ καὶ ὑφιζάνει, οὕτω καὶ | 33 | |
In Mete.14,134 | τὸ πῦρ κουφότερον τοῦ ἀέρος ὂν ἐπιπολάζει αὐτῷ καὶ τὴν ἐσχάτην τῶν τεσσάρων ἐπὶ τὸ ἄνω χώραν εἴληφε. συνεχὲς οὖν τῇ γῇ μὲν τὸ ὕδωρ, τούτῳ δὲ πάλιν ἐφεξῆς ὁ ἀήρ, ᾗ μὲν ὑγρός ἐστι, τῷ ὕδατι γειτνιάζων, ᾗ δὲ θερμός, τῷ μετ’ αὐτὸν πυρὶ συναπτόμενος, ὅπερ, φησίν, ἡ συνήθεια | |
5 | μὲν πῦρ ὀνομάζει, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν πῦρ. ἡ γὰρ φλὸξ ἡ παρ’ ἡμῖν πῦρ ἐστι κυρίως, ἥτις ὑπερβολὴ τοῦ κατὰ φύσιν ἐστὶ θερμοῦ, ὡς καὶ ἡ χιὼν καὶ ὁ κρύσταλλος οὐκ ἔστι τὸ στοιχειῶδες ψυχρόν, ἀλλ’ ὑπερ‐ βολὴ τούτου· τὸ μὲν γὰρ στοιχειῶδες ψυχρὸν καὶ θερμὸν σωστικὰ τῶν ἐξ αὐτῶν συγκειμένων ὑπάρχουσι, τὰ δὲ εἰρημένα φθοροποιὰ τοὐναντίον ἐστίν, | |
10 | ὅθεν οὐδὲ συνίσταταί τι τῶν συνθέτων ἐκ τούτων. τί οὖν ἐστι τὸ στοι‐ χειῶδες θερμόν, ὃ μετὰ τὸν ἀέρα τὴν θέσιν εἴληφε; διδάσκει δὲ τοῦτο κατὰ συνέχειαν προϊών· ἡμεῖς δὲ τὰ εἰρημένα τέως σκοπήσωμεν. ὅτι οὖν τὰ βαρέα τὴν ἐπὶ τὸ μέσον τοῦ παντός, τὸ κέντρον φημί, ῥοπὴν κεκλήρω‐ ται, δείκνυται μὲν ἐν τῷ τὰ πανταχόθεν τοῦ κόσμου ἀπὸ τοῦ πέριξ ἐπὶ | |
15 | τὴν γῆν καταφερόμενα βάρη καὶ τὸ τῶν ὑετῶν ὕδωρ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἀποτελεῖν· τοῦτο δὲ οὐκ ἂν συνέβαινεν, εἰ μὴ πρὸς τὸ κέντρον αὐτὸ τοῦ παντὸς τὴν ῥοπὴν ἔσχον καὶ τέλος αὐτοῖς τοῦτο τῆς κινήσεως ἦν. νοήσεις δὲ τὸ λεγόμενον ἐντεῦθεν· σφαιρικοῦ γὰρ ὄντος τοῦ οὐρανίου σώματος, καὶ τῆς γῆς ἐντὸς οὔσης καὶ ἀποδεδειγμένης σφαιροειδοῦς, ἐὰν | |
20 | δύο κύκλους γράψῃς, τὸν μὲν ἔξωθεν καὶ περιέχοντα τὸν δ’ ἐντὸς καὶ περι‐ εχόμενον ὑπ’ αὐτοῦ, ἐκ δὲ τοῦ μείζονός τε καὶ ἔξωθεν ἐπὶ τὸν ἐντὸς παντα‐ χόθεν ἐκβάλῃς εὐθείας, ὅσαι μὲν αὐτῶν ἐπὶ τὸ κέντρον φέρονται, ἴσας τὰς ἑκατέρωθεν ποιοῦσι γωνίας, ὅσαι δὲ τοῦ κέντρου διαπίπτουσιν, ἀνίσους, τὴν μὲν ὀξεῖαν τὴν δὲ τοὐναντίον ἀμβλεῖαν. μόναι οὖν αἱ ἐπὶ τὸ κέντρον | |
25 | φερόμεναι πρὸς ἴσας τὰς ἑκατέρωθεν γωνίας ἤχθησαν, καὶ αἱ πρὸς ἴσας φερόμεναι πρὸς αὐτὸ νεύουσιν. εἰ γὰρ παρακλιθεῖσαί τινες ἔξω τοῦ κέντρου πέσοιεν, τὴν ἐπὶ τὸ πέριξ τῶν κούφων φέρονται κίνησιν, καὶ οὐ τὴν ἰδίαν τὴν τῶν βαρέων, ἅπερ ἀνάγκη πάντα μίαν τὴν ἐπὶ τὸ κέντρον φέρεσθαι κάθετον οὖσαν. τούτων οὕτως ἐν τοῖς μαθήμασι δεδειγμένων, ὑποκείσθω | |
30 | τῶν κύκλων ὁ μὲν ἔξωθεν ὁ τὴν γῆν περιέχων ἀήρ, ὁ δ’ ἐντὸς ἡ γῆ. εἰ οὖν τὰ πανταχόθεν ἐπὶ τὴν γῆν φερόμενα βάρη πρὸς ἴσας ἐπ’ αὐτὴν ἅπαντα γωνίας φέρεται, ** μόνα τὰ πρὸς αὐτὸ τὸ κέντρον τὴν ῥοπὴν ἔχοντα, δῆλον ὡς καὶ ἡ γῆ τὸ μέσον τοῦ παντός, τουτέστι τὸ κέντρον περιείληφεν. εἰ γὰρ ἔξω τοῦ κέντρου τὴν θέσιν εἶχεν ἡ γῆ, οὐδὲν τῶν ἐκ τοῦ πέριξ | |
35 | εἰς αὐτὴν φερομένων βαρῶν ἴσας ἑκατέρωθεν ἐποίει γωνίας, ἀλλὰ τὴν μὲν αὐτῶν ἀμβλεῖαν, θατέραν δὲ πάντως ὀξεῖαν, ὅπερ οὐδαμοῦ φαίνεται γινό‐ μενον. εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή, πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα τὸ πέρας κατειληφότα τὸ ἑαυτῶν ἵσταται λοιπὸν ἐν τούτῳ καὶ ἠρεμεῖ, ὡς ἄνω μὲν τὸ πῦρ, κάτω δὲ τὰ βαρέα, ὡς καὶ ἐπὶ | |
40 | τῶν κατὰ ποιότητα καὶ ποσότητα κινήσεων γίνεται (τὸ γὰρ κινηθὲν ἐπὶ | |
λευκότητα ἢ θερμότητα καὶ τὰ αὐξόμενα πάντα τὸ τέλος κατειληφότα τῆς | 34 | |
In Mete.14,135 | ἑαυτῶν κινήσεως ἵσταται λοιπὸν ἐκεῖ, ὡς τὸ τὶ γενόμενον, φέρε λευκόν, ἐν τῇ λευκότητι καὶ τὸ θερμὸν ἐν τῇ θερμότητι, καὶ τὸ κατειληφὸς τὸ τέλειον μέγεθος οὐκέτι αὔξεται), εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ. | |
5 | οὐκοῦν καὶ ἡ γῆ περὶ τὸ κέντρον ἱδρυμένη τοῦ παντὸς οὐ δεῖται βίας, ἵνα μένῃ μετέωρος ἐν αὐτῷ· τοὐναντίον δὲ μᾶλλον, ἵνα ἐκστῇ τούτου καὶ ὁτιοῦν αὐτῆς μέρος, βίας δεήσεται. καὶ τὰ ἐπικείμενα δὲ τῇ γῇ βάρη εἰ χώραν εὕροιεν καὶ τὸ ἀνέχον ἀφαιρεθείη, φέροιντο ἂν εὐθὺ ἐπ’ αὐτὸ τὸ κέντρον, καὶ ἐκεῖ γενόμενα στήσονται. τούτων εἰρημένων τὴν λέξιν σκοπή‐ | |
10 | σωμεν. εἰπὼν γὰρ ἐπὶ τοῦ μέσου ἀναγκαίως καὶ περὶ τὸ μέσον προσ‐ έθηκεν, ἵνα μή τις τὸν κάτω τόπον, ὅπου τὰ βαρέα κινεῖται, μέσον εἰρῆσθαι νομίσειε· τὸ γὰρ ἀκριβῶς μέσον, τὸ κέντρον φημί, τόπος οὐκ ἔστιν· ἀμερὲς γάρ ἐστι καὶ ἀδιάστατον, ὁ δὲ τόπος τῶν σωμάτων διάστημά ἐστι. τόπος οὖν ἐστι τῶν βαρέων ὁ περὶ τὸ κέντρον· τοῦτο γάρ ἐστι τὸ μέσον. τού‐ | |
15 | του οὖν ἀληθοῦς ὄντος οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον· οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περι‐ έχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ τριχῇ διεστὸς ἀσώματον. περὶ δὲ τούτου ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως σχολικοῖς ἡμῶν συγγράμμασιν αὐτάρκως εἴρηται· νῦν | |
20 | δὲ μόνον ἐπεσημειωσάμην τὸ εἰρημένον Ἀριστοτέλει, τῆς φύσεως αὐτὸν τῶν πραγμάτων εἰς τοῦτο περιαγούσης. δυνατὸν δὲ ἐν μὲν τῷ μέσῳ τὴν γῆν ἀκούειν, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ. ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου καὶ καλουμένου ὑφ’ ἡμῶν ἀέρος τὸ | |
25 | μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἐπειδήπερ οἱ πολλοὶ τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης ἀέρα καλοῦσι, τῆς αἰσθήσεως μόνης λόγου χωρὶς τὰ τούτου μέρη δια‐ κρίνειν οὐ δυναμένης, διὰ τοῦτο εἶπε τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. | |
30 | τούτου γάρ, φησί, τὸ μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι καὶ θερμόν, ὅπερ ἐστὶν ὁ κυρίως ἀήρ. ὑγρὸν μὲν οὖν ἐστιν ὡς ἀτμίζον· ὁρῶνται γὰρ οἱ ἀτμοὶ φερόμενοι ἐξ αὐτοῦ, ἡ δὲ ἀτμὶς ἀπὸ τῶν ὑγρῶν φέρεται σωμάτων, ὡς δηλοῖ τὸ ὑποκαιόμενον ἐν λέβησιν ὕδωρ· θερμὸν δὲ πρὸς τούτῳ, φησίν, ἐστί, διότι καὶ ἀναθυμίασιν ἔχει τινά· μέμικται γὰρ ἐν αὐτῷ ἀμφότερα. | |
35 | τί δὲ διαφέρουσιν ἀλλήλων ἡ ἀναθυμίασις καὶ ἡ ἀτμίς, λέξει. τὸ δὲ ὑπὲρ τοῦτο τὸ μέρος τοῦ καλουμένου ἀέρος θερμόν ἐστι καὶ ξηρόν. ὅσῳ γὰρ τῶν ψυχρῶν καὶ ὑγρῶν σωμάτων ὑπερανέστηκε, τοσοῦτον ἐπιτείνει τὸ θερμόν | |
(καὶ γὰρ ὁ ἀὴρ θερμὸς ἦν μετὰ τὸ ψυχρὸν τεταγμένος), τὸ δὲ ὑγρὸν ἀπο‐ | 35 | |
In Mete.14,136 | τίθεται πᾶν καὶ λοιπὸν γίνεται ξηρόν· ἡ γὰρ θατέρου τῶν ἐναντίων στέ‐ ρησις γένεσίς ἐστι τοῦ λοιποῦ. τῆς γὰρ ἐνούσης ἀναθυμιάσεως τῷ ἀέρι τῇ ἐπὶ τὸ ἄνω προόδῳ ἀπὸ τῆς ἀτμίδος χωριζομένης, ἥτις ἐστὶν ὑγρόν, τὸ λει‐ πόμενον ξηρόν ἐστι καὶ θερμὸν μετ’ ἀνάγκης, ὅπερ καλεῖ μὲν ἡ συνήθεια | |
5 | πῦρ οὐ κυρίως, ὁ δὲ Ἀριστοτέλης ὑπέκκαυμα τοῦτο προσηκόντως ὠνόμασεν, ὡς ἕτοιμον εἰς ἔξαψιν ἤδη καὶ ἐκφλόγωσιν ἐπιτεινομένων τοῦ ξηροῦ τε καὶ τοῦ θερμοῦ. p. 340b27 Ἔστι γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀνα‐ θυμιάσεως δὲ ξηρὸν καὶ θερμόν· καὶ ἔστιν ἀτμὶς δυνάμει οἷον | |
10 | ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ. Νῦν μὲν τὴν καπνώδη φύσιν ἐξαιρέτως ἀναθυμίασιν ἐκάλεσε, προελθὼν δὲ κοινῶς ἀμφότερα ἀναθυμιάσεις καλεῖ. ἀλλὰ καὶ ἔφθη περὶ τῆς ἀτμίδος εἰπὼν τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς. τὴν μὲν οὖν ἀτμίδα ὕδωρ εἶναί φησι δυ‐ | |
15 | νάμει· παχυνομένη γὰρ αὕτη τὸ μὲν θερμὸν ἀποτίθεται καὶ τὸ κοῦφον, προσλαμβάνει δὲ τἀναντία τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ γίνεται ὕδωρ· τὴν δὲ καπνώδη δυνάμει πῦρ, τὴν φλόγα δή φημι· ἐπιτεινομένης γὰρ ἑκατέρας τῶν ἐν αὐτῇ ποιοτήτων γίνεται φλόξ. πῶς οὖν οἷόν τε ἦν ἐν τούτῳ τῷ τόπῳ ἢ καὶ τῷ λίαν αὐτῷ πλησιάζοντι συστῆναι ὕδωρ ἢ νέφος ἁπλῶς; οὐ | |
20 | γάρ ἐστι, φησίν, ἀὴρ μόνον τὸ ἐνταῦθα σῶμα, ἀλλὰ καὶ μᾶλλον οἷον πῦρ· ξηρὸν γάρ ἐστι καὶ θερμόν, οἵα ἐστὶ τοῦ πυρὸς ἡ φύσις, ἀλλὰ ἀνειμένας ἔχει ταύτας καὶ οὐκ ἐπιτεταμένας, ὡς τὸ πῦρ. p. 340b32 Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν γὰρ ἀναγκαῖον | |
25 | ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνε‐ ται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν. Οὐ μόνον, φησίν, ὡς ξηρὸς καὶ θερμὸς ὁ ἐκεῖσε ἀὴρ οὐ συγκρίνεται εἰς νέφη, ἀλλ’ ὅτι καὶ κύκλῳ τοῖς οὐρανίοις συμπεριάγεται οἱονεὶ περιρρέων. ἡ συνεχὴς οὖν κίνησις συγκρίνεσθαι αὐτὸν οὐκ ἐᾷ, ἀλλ’ εἰ καὶ ἀτμιδῶδές | |
30 | τι συμβαίνει τυχεῖν ἐν αὐτῷ, διαλύει τοῦτο εὐθὺς ἡ κίνησις. δύο γὰρ περιφερεῖς ἐπιφάνειαι νοοῦνται τῆς γῆς, ἡ μὲν ἐκβαλλομένη διὰ τῆς πεδι‐ άδος, ἧς ὑπερανέστηκε τὰ ὄρη, ἡ δὲ διὰ τῆς κορυφῆς τῶν ὀρῶν, ἧς αἱ πεδιάδες κατωτέρω εἰσὶ καὶ κοιλότεραι. φησὶν οὖν τὸν μὲν ἐντὸς ἀέρα τῆς ἔξωθεν περιφερείας τῆς ἀπὸ τῶν ὀρῶν ἐκβαλλομένης μεταξὺ τούτων | |
35 | ἐναπειλημμένον καὶ οἱονεὶ λιμνάζοντα μὴ τοῖς οὐρανίοις συμπεριάγεσθαι, | |
ἀλλ’ οἱονεί τινα λίμνην μεταξὺ τούτων οὖσαν ἀκίνητον (τοιαῦτα γὰρ τὰ | 36 | |
In Mete.14,137 | λιμναῖα τῶν ὑδάτων), τὸν δὲ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀέρα καὶ τὸ ὑπὲρ τοῦτον ὑπέκκαυμα τῇ τοῦ κυκλοφορικοῦ σώματος κινήσει συνεφέλκεσθαι. τοῖς μὲν γὰρ οὐρανίοις προσεχές ἐστι τὸ ὑπέκκαυμα, τούτῳ δὲ πάλιν ὁ ὑπ’ αὐτὸ ἀήρ· ὥστε τὸ μὲν τοῖς οὐρανίοις, τὸν δὲ τῷ ὑπεκ‐ | |
5 | καύματι συνεφέλκεσθαι καὶ διὰ τοῦτο μὴ συγκρίνεσθαι τοῦτον εἰς νέφη. ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν. καὶ οὐκ ἔστιν ἀκριβῶς ἡ γῆ σφαῖρα· καὶ κοιλότητας γὰρ ἔχει βαθείας, εἰς ἃς τὸ ὕδωρ συνερρύη καὶ ἀνεπλήρωσε | |
10 | ταύτας, καὶ ὀρῶν ἀνατάσεις καὶ φάραγγας. πάλιν οὖν ὁ μεταξὺ τούτων ἐναπειλημμένος ἀὴρ ἀναπληρῶν αὐτὰς μίαν ἀποτελεῖ τῆς γῆς σφαῖραν ἐκ‐ βαλλομένης διὰ τῶν κορυφῶν τῶν ὀρῶν περιφερείας τινὸς ἐσχάτης, ὥστε εἶναι πᾶσαν σφαιροειδῆ μετὰ τοῦ ἐναπειλημμένου ὕδατος καὶ τοῦ μεταξὺ τῶν ὀρῶν καὶ τῶν φαράγγων ἀέρος. οὕτως οὖν ὁ ὑπὲρ τὴν περιφέρειαν | |
15 | ταύτην ἀὴρ ἐξ ἀνάγκης ἔξωθεν περιρρεῖ τῇ περιφορᾷ τῶν οὐρανίων συν‐ εφελκόμενος ἅμα τῷ ὑπεκκαύματι, οὐ φυσικὴν ἔχων κατ’ Ἀριστοτέλην ταύτην τὴν κίνησιν, ἀλλ’ ἐκ τῆς ἔξωθεν τοῦ κυκλοφορικοῦ σώματος ἀνάγκης. ἰστέον δ’ ὅτι τοῖς Πλατωνικοῖς οὐ συνεφέλκεσθαι δοκεῖ τῷ οὐρανῷ τό τε ὑπέκκαυμα καὶ ὁ προσεχὴς ἀήρ, ἀλλὰ φυσικὴν ἔχειν τὴν τοιαύτην κίνησιν· | |
20 | τῶν γὰρ ὁλοτήτων αἱ μέν εἰσιν ἀκίνητοι, φασίν, ὡς ἡ τῆς γῆς καὶ τοῦ ὕδατος, αἱ δὲ κύκλῳ κινοῦνται, ὡς ἡ τοῦ ἀέρος καὶ ἡ τοῦ ὑπεκκαύματος· ἐπ’ εὐθείας γὰρ οὐδεμία τῶν ὁλοτήτων κινεῖται. περὶ δὲ τούτων οὐ τοῦ παρόντος γυμνάζειν καιροῦ· διηγώνισται γὰρ ἡμῖν ἐντελῶς ἐν ἑτέροις. p. 340b36 Φαίνεται γὰρ καὶ νῦν οὖσα ἡ τῶν ἀνέμων γένεσις ἐν | |
25 | τοῖς λιμνάζουσι τόποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύ‐ ματα τῶν ὑψηλοτάτων ὀρῶν. Ὅτι αἱ τῶν νεφῶν συστάσεις ἐν τῷ λιμνάζοντι ἀέρι μεταξὺ τῶν ὀρῶν γίνονται, καὶ διὰ τῆς τῶν ἀνέμων κατασκευάζει γενέσεως· καὶ οὗτοι γὰρ ἐν τοῖς αὐτοῖς συνίστανται τόποις, οὐκ ἐν τῷ συνεφελκομένῳ ἀέρι τοῖς πέριξ. | |
30 | εἰ γὰρ ἐκεῖ συνίσταντο, μίαν καὶ τὴν αὐτὴν ἐκείνῳ πάντες ἐκινοῦντο· νῦν δὲ ἀπὸ παντὸς τόπου καὶ τῶν ἐναντίων ῥέουσι, δύσεως ἀνατολῆς, ἄρκτου μεσημβρίας, καὶ τῶν μεταξὺ τούτων, ὥστε πολλάκις καὶ ἀντιπνέειν ἀλλή‐ λοις τῆς ὕλης αὐτῶν ἐκ τῶν ἐναντίων κινουμένης τόπων. καὶ ἄλλως ἐδεί‐ ξαμεν ὥς ἐστιν ὑπερνεφῆ τὰ ὄρη καὶ ὑπερήνεμα. | |
35 | p. 341a2 Τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ ἀὴρ συνεχής ἐστι. | |
Τῇ συνηθείᾳ πάλιν ἑπόμενος πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· τοῦτο μὲν | 37 | |
In Mete.14,138 | οὖν, φησί, συνεχές ἐστι τῷ ἄνω στοιχείῳ, τουτέστι τῷ οὐρανίῳ. εἴπομεν δὲ καὶ πρὸ τούτου ὅτι συνεχὲς ὠνόμασε τὸ προσεχὲς αὐτῶν καὶ ἁπτόμενον· ὁ δὲ ἀὴρ τῷ ὑπεκκαύματι συνεχής ἐστι κατ’ ἀλήθειαν. ἑνὸς γὰρ καὶ πρότερον εἶπεν ἀέρος τοῦ ἀπὸ τῆς γῆς μέχρι σελήνης τὸ μὲν τῶν μερῶν | |
5 | εἶναι θερμὸν καὶ ὑγρόν, τὸ δὲ θερμὸν καὶ ξηρόν· ὥστε καὶ τὸ ὑπ’ αὐτοῦ καλούμενον ὑπέκκαυμα καλεῖσθαι ἀέρα θερμὸν καὶ ξηρόν. καὶ Πλάτων γοῦν τὸν αἰθέρα τοῦ ἀέρος εἶναί φησι τὸ εὐαγέστατον. p. 341a5 Ἀλλ’ ἀεὶ ὅτι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει | |
10 | συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶς τὸ μὲν ἀέρος διατελεῖ πλῆρες ὄν, τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεται ἕκαστον αὐτῶν. Ἐπειδὴ εἶπεν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη μηδὲ τὴν εἰς ὕδωρ γίνεσθαι μεταβολήν, τούτου δ’ οὕτως ἔχοντος συνέβαινεν ἐκεῖνο τὸ | |
15 | σῶμα μένειν ἀεὶ τὸ αὐτό, μήτε γινόμενόν ποτε μήτε φθειρόμενον, τοῦτο δὲ παρὰ τὰ ἐναργῆ καὶ βλεπόμενα (φαίνεται γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γινόμενά τε καὶ φθειρόμενα καὶ τὴν εἰς ἄλληλα μεταβολὴν ὑπομένοντα), πρὸς ταύτην τὴν ὑπόνοιαν ὑπαντῶν τὰ νῦν παρέθετο. εἴ τι γάρ, φησίν, ἐν ἐκείνῳ τῷ τόπῳ γένηται βαρύ τε καὶ ὑγρὸν διὰ τὸ παθεῖν ὑπὸ τῶν | |
20 | παρακειμένων, ἢ εἰ καί τι συνανενεχθείη τῇ ἀναθυμιάσει τῇ καπνώδει τοι‐ οῦτον, εὐθὺς φέρεται κάτω ἐκεῖ μένειν ἐν τῷ τόπῳ τῷ παρὰ φύσιν οὐκ ἀνεχόμενον, ὡς καὶ τοὐναντίον εἴ τι τῶν κάτω πυρωθὲν γένηται κοῦφον, εἰ καὶ συγκατενεχθείη τῷ ἄνωθεν διὰ τὸ βάρος κατενεχθέντι, εὐθὺς ἄνω φέρεται. συμπεπλεγμένων γὰρ τῶν ἀναθυμιάσεων ἀμφοτέρων τῆς ξηρᾶς | |
25 | τε καὶ τῆς ὑγρᾶς, τῆς δὲ ξηρᾶς ἄνωθεν οὔσης, συναναφέρεται πολλάκις καὶ τὸ συναπειλημμένον αὐτῇ τῆς ὑγρᾶς· καὶ ἔμπαλιν εἴ τι συναπείλη‐ πται τῇ ὑγρᾷ τῆς ξηρᾶς, κάτω φερομένης συνεφέλκεται πολλάκις αὐτῇ ἡ ξηρά. ἀλλ’ εἰ μὲν κρατήσει τὸ πλεονάζον, μεταβάλλει τὸ λοιπὸν εἰς ἑαυτό· εἰ δὲ μὴ κρατήσει, ἐπὶ τὸν οἰκεῖον εὐθὺς μεταχωρεῖ τόπον τὸ μὴ κρατηθέν, | |
30 | τὸ ξηρὸν μὲν ἄνω, τὸ ὑγρὸν δὲ κάτω. καὶ ἄλλως ἁπτομένων ἀλλήλων καὶ συνεχῶν ὄντων τῶν δύο σωμάτων ἀέρος τε καὶ τοῦ ὑπεκκαύματος, πάσχειν εἰκὸς ὑπ’ ἀλλήλων κατὰ μέρη τὸ κρατηθὲν ὑπὸ τοῦ κρατήσαντος, καὶ τὸ μὲν κρατηθὲν μόριον ὑπὸ τοῦ ἀνωτέρω καὶ γινόμενον ξηρὸν εὐθὺς ἐπ’ αὐτὸ φέρεται, τὸ δ’ αὖ πάλιν ὑπὸ τοῦ κάτω κεκρατημένον καὶ γενόμενον | |
35 | ὑγρὸν βρίθει κάτω πρὸς τὸ κρατῆσαν· καὶ οὕτως ἀμοιβαδὸν τῆς εἰς ἄλληλα κατὰ μέρη γινομένης μεταβολῆς ἑκάτερος μὲν τῶν τόπων τῆς ἐν αὐτῷ πεφυκυίας εἶναι πλήρης ἐστὶν οὐσίας, οὐκ ἀεὶ δὲ τῆς αὐτῆς ἀριθμῷ, | |
ἄλλοτε δ’ ἄλλης ἀπὸ μέρους εἰς αὐτὸν μεταχωρούσης. οὕτω μὲν οὖν ἡ | 38 | |
In Mete.14,139 | τῶν στοιχείων ἐξίσωσις γίνεται. ἔστι δὲ ἡ λέξις ἀσαφὴς οὕτως ἔχουσα ἀλλ’ ἀεὶ ὅτι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται. τοῦτο δὲ οὕτως ὁ Ἀλέξαν‐ δρος ἐξηγήσατο κατὰ λέξιν “ὅτι δ’ ἂν ἐν αὐτῷ ὑγρότερόν τε καὶ βαρύ‐ | |
5 | τερον μόριον ἢ γένηται ἢ συνανενεχθῇ, τοῦτο κάτω φέρεται ἐκθλιβομένου ἐν τῇ κινήσει τε καὶ περιφορᾷ τοῦ ἀναφέροντος αὐτὸ θερμοῦ εἰς τὸ ἄνω.” ἀλλ’ οὐ περὶ τοῦ ἀναφερομένου βαρέος τε καὶ ὑγροῦ τῷ Ἀριστοτέλει λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ ἐν αὐτῷ τῷ ὑπεκκαύματι γινομένου καὶ μεταβάλλοντος. ὅτι γὰρ ἄν, φησί, βαρύνηται μόριον αὐτοῦ δηλονότι τοῦ ὑπεκκαύ‐ | |
10 | ματος, ἢ εἴ τι μεταβάλοι μόριον καὶ γένηται βαρύ· ὥστε οὐ περὶ τοῦ συν‐ αναφερομένου τῷ κούφῳ βαρέος καὶ ὑγροῦ φησιν, ἀλλὰ περὶ τοῦ ἄνω γινομένου βαρέος καὶ ὑγροῦ. τὸ λεγόμενον οὖν ἐστι τοιοῦτον· ὅταν τι μέρος τοῦ ὑπεκκαύματος βαρὺ γένηται καὶ ὑγρόν, ἐπειδὴ τοῦτο συνέχεται ὑπό τινων μορίων τοῦ ὑπεκκαύματος θερμοῦ καὶ κούφου, ὃ κωλύει φέρεσθαι | |
15 | κάτω τὸ βαρύ, συνθλιβόμενον ὑπὸ τοῦ βαρέος καὶ τῇ πιλήσει ἐκθλιβόμενον εἰς αὐτὸν τὸν ἄνω τόπον, ἐν ᾧ τὸ βαρὺ γέγονεν, ἅτε δὴ τοῦ βιαζομένου καὶ συνέχοντος ἐλευθερωθὲν τὸ βαρὺ καὶ ἀποκεκριμένον εὐθὺς κάτω φέρεται. p. 341a12 Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ | |
20 | ἥλιος, μᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθή‐ σεως προσήκει λέγειν· πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστι· διὰ τίνα δ’ αἰτίαν γίνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν. Δύο τὴν ἀρχὴν προβλήματα ζητῆσαι προὔθετο, πρῶτον μὲν ποίου | |
25 | σώματος τὸ μεταξὺ τῶν ἄστρων καὶ τῆς γῆς πεπλήρωται διάστημα, πό‐ τερον ἑνὸς ἢ πλειόνων, καὶ εἰ πλειόνων, ποίων τούτων καὶ τίνα πρὸς ἄλληλα τάξιν ἐχόντων· δεύτερον πῶς τὰ ἄστρα καὶ ὁ ἥλιος θερμαίνουσι τὰ ὑπὸ σελήνην αὐτὰ μὴ ὄντα θερμά. διδάξας τοίνυν αὐτάρκως τὸ πρότερον, πρόεισιν νῦν ἐπὶ τὸ δεύτερον, εἰπὼν μὲν περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ | |
30 | τῆς Περὶ οὐρανοῦ, χρησίμως δὲ καὶ νῦν τοὺς αὐτοὺς πάλιν λόγους ἀνακινῶν. φησὶ τοίνυν ὡς ὁ περὶ θερμότητος λόγος καθ’ αὑτὸν μὲν καὶ ἀκριβέστερον πρέποι ἂν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ. τὸ γὰρ θερμὸν αἰσθήσεώς ἐστι πάθος, ἡ δὲ αἴσθησις αἰσθητοῦ αἴσθησις, καὶ ἔμπαλιν τὸ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν· ταῦτα δὲ πρός τι, τὰ δὲ πρός τι τῶν | |
35 | ἀντικειμένων, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἡ ἐπιστήμη καὶ θάτερον τοῦ λοιποῦ χωρὶς γνῶναι προσηκόντως ἀδύνατον. οὐκοῦν ὁ περὶ αἰσθητῶν δια‐ | |
λεγόμενος (αἰσθητὸν δὲ τὸ θερμόν) καὶ περὶ αἰσθήσεως διαλέξεται, καὶ | 39 | |
In Mete.14,140 | ἔμπαλιν ὁ περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πάντως. καλῶς ἄρα εἴπομεν ὅτι ὁ περὶ τοῦ θερμοῦ λόγος τῇ Περὶ αἰσθήσεως προσήκων ἂν εἴη πραγμα‐ τείᾳ· πλὴν ἐπειδὴ μὴ ἁπλῶς ὡς περὶ αἰσθητοῦ τοῦ θερμοῦ τὸν λόγον ποιούμεθα νῦν, ἀλλὰ μόνον πῶς, εἰ μὴ θερμός ἐστι τὴν φύσιν ὁ ἥλιος, | |
5 | θερμαίνει τὰ τῇδε, χρήσιμος ἂν εἴη τῇ περὶ τῶν μετεώρων θεωρίᾳ καὶ ἡ περὶ τούτου διάσκεψις. p. 341a17 Ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα | |
10 | ἱκανή ἐστι παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχεῖάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι, καὶ τὰ ἑξῆς. Ὅτι δύναται μὴ θερμὸς ὢν ὁ ἥλιος τῇ ταχείᾳ μόνῃ κινήσει θερ‐ μαίνειν τὰ τῇδε, δεικνύει ἐξ ἐναργοῦς τινος λήμματος, τοῦ τὴν κίνησιν θερμαίνειν διακρίνουσαν τὸν ἀέρα καὶ μανοῦσαν, δι’ οὗ γίνεται. τούτου δὲ | |
15 | λαμβάνει τεκμήριον τὸ πολλάκις τήκεσθαι τὰ δι’ αὐτοῦ φερόμενα σφοδρῶς τῶν τήκεσθαι πεφυκότων, ὡς ὁ μόλιβδος ὁ τὴν ἀκίδα τοῦ βέλους τῷ ξύλῳ συνέχων· ἐκπυρουμένου γὰρ τῇ σφοδρᾷ κινήσει τοῦ ἀέρος τοῦ ὁμι‐ λοῦντος αὐτοῖς ἐν τῇ παρόδῳ ἡ τῆξις γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, καὶ τὸ μᾶλλον ἄρα κινούμενον μᾶλλον θερμαίνει τὸν δι’ οὗ κινεῖται ἀέρα | |
20 | καὶ τὸ πλησιαίτερον τοῦ θερμαινομένου μᾶλλον θερμαίνει. οἱ μὲν οὖν ἀπλανεῖς ταχυτέραν μὲν πάντων τὴν κίνησιν ἔχουσιν, ἀλλὰ πορρωτάτω δι‐ εστήκασι λίαν τῶν ὑπὸ σελήνην· ἡ δὲ σελήνη ἐγγυτάτω μὲν αὐτῶν ἐστιν, ἀλλὰ βραδυτέραν ἔχει τὴν κίνησιν· δεῖ δὲ καὶ τάχους καὶ τοῦ πλησιάζειν τῷ θερμαίνεσθαι μέλλοντι τὸ κινούμενον. μόνος οὖν ὁ ἥλιος οὔτε τοσοῦτον | |
25 | ἡμῶν ἀφέστηκεν ὅσον ἡ ἀπλανής, καὶ ταχυτέραν πολλῷ τῆς σελήνης ἔχει τὴν κίνησιν. τοῦτο δὲ τοῖς ἐναργέσι δοκεῖ μάχεσθαι· εἰ γὰρ τὸν ὅλον κύκλον ἡ μὲν σελήνη διὰ μηνὸς ἀνύει, ὁ δὲ ἥλιος δι’ ἐνιαυτοῦ, πῶς λέγει τὸν ἥλιον τῆς σελήνης κινεῖσθαι ταχύτερον; φημὶ τοίνυν ὡς διττὴ τῶν πλανωμένων ἐστὶν ἡ κίνησις, ἡ μὲν τῇ ἀπλανεῖ συνεπαγομένων αὐτῶν | |
30 | ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν, ἡ δὲ τοὔμπαλιν ἐκ δυσμῶν ἐπ’ ἀνατολάς, ἣν αὐτοὶ κινοῦνται καθ’ αὑτοὺς ἢ μᾶλλον αἱ σφαῖραι τούτων. κατὰ μὲν οὖν τὴν ἰδίαν αὐτῆς ἡ σελήνη κίνησιν τοῦ ἡλίου ἐστὶ ταχυτέρα, κατὰ δὲ τὴν ἅμα τῷ παντὶ συμπεριφοράν, περὶ ἧς καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησι, πολλῷ τοῦ ἡλίου ἐστὶ βραδυτέρα. τοῦ γὰρ ἡλίου μείζονα κινουμένου κύκλον, | |
35 | τῆς δὲ σελήνης ἐλάττονα, ὅμως ἐν ἴσῳ χρόνῳ συναποκαθίστανται· τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ ταχύτερον ὁ τὸν μείζονα κύκλον ἐπέχων ἐκινεῖτο, | |
καὶ τοσοῦτον ταχύτερον, ὅσον καὶ ὁ κύκλος τοῦ κύκλου μείζων ἐστίν. εἰ | 40 | |
In Mete.14,141 | δὲ τὴν ἀπὸ τῆς γῆς ἀπόστασιν ὁ ἥλιος ἐγγὺς εἰκοσαπλασίονα διέστηκε τῆς σελήνης, ὡς καὶ πρότερον εἴπομεν, οὐκοῦν καὶ τὸν κύκλον ἐφ’ οὗ ὁ ἥλιος τοῦ κύκλου τοῦ ἐφ’ οὗ ἡ σελήνη τοσοῦτον ὑπερέχειν ἀνάγκη· ὡς γὰρ ἡ διάμετρος ἔχει πρὸς τὴν περίμετρον. τοῦτο καὶ Ἄρατος εἶπεν ἐπὶ τοῦ | |
5 | κριοῦ καὶ τῆς κυνοσούρας, τοῦ μὲν ἐν μεγίστῳ κύκλῳ ὄντος τῷ ἰσημερινῷ, τῆς δὲ ἐν ἐλαχίστῳ, ἅμα δὲ ὅμως ἀποκαθισταμένων· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου. | |
10 | καὶ ἄλλως διὰ τὸ τὴν ἰδίαν κίνησιν ταχυτέραν τοῦ ἡλίου ποιεῖσθαι τὴν σε‐ λήνην, διὰ τοῦτο μετὰ τοῦ παντὸς βραδυτέραν ἔχει. ἐν μὲν γὰρ τῇ κινήσει τῆς ἀπλανοῦς αὐτῆς καθ’ αὑτὴν κατὰ τὴν ἰδίαν κίνησιν τῆς σελήνης ὑπονο‐ στούσης εἰς τοὔμπαλιν ἀνάγκη πάντως συνανατέλλουσαν τῷ ἡλίῳ μὴ συν‐ δύνειν αὐτῷ, ἀλλ’ ὑστερεῖν μέχρις ἂν ὃ ὑπενόστησε διάστημα κατὰ τὴν | |
15 | ἰδίαν κίνησιν συμπεριενεχθῇ τῇ ἀπλανεῖ μέχρι τῆς δύσεως. ἀλλ’ εἰ ἡ κίνησις, ἐρεῖ τις, τῶν οὐρανίων θερμαίνει, διὰ τί μὴ καὶ ἐν νυκτὶ θερμαί‐ νεται τὰ ἐνταῦθα, οὐδὲν ἧττον καὶ τότε τῶν σφαιρῶν κινουμένων, ἀλλὰ μόνην τὴν τοῦ ἡλίου κίνησιν αἰτιώμεθα; καὶ τοῦτο δὲ διέλυσεν ὁ Ἀριστο‐ τέλης εἰπὼν μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν, | |
20 | τὸν ἀέρα δηλονότι, στερεὸν λέγων τό τε τοῦ ἡλίου σῶμα καὶ τῶν ἄλλων ἀστέρων. καὶ γὰρ λίθος κινούμενος θερμαίνει τὸν ἀέρα μᾶλλον ἢ φύλλον τυχὸν ἢ ἔριον ἤ τι τοιοῦτον· εἰκότως οὖν καὶ ὁ ἥλιος στερεὸς ὢν τῇ ἑαυτοῦ κινήσει θερμαίνει μᾶλλον ἡμᾶς τῶν λοιπῶν. τὰ μὲν οὖν Ἀριστο‐ τέλους καὶ τῶν ὑπ’ αὐτὸν τοιαῦτα· δεῖ δὲ καὶ ἡμᾶς τὰ πρὸς ἕκαστον ἐν‐ | |
25 | ιστάμενα λέγειν ὑπὲρ ἀληθείας τὸν λόγον ποιουμένους. πρῶτον μὲν οὖν τί καλεῖ νῦν στερεόν, ζητητέον, πότερον τὸ τριχῇ διαστατόν, ὃ πρὸς ἀντι‐ διαστολὴν λέγεται τῶν ἐπιπέδων στερεόν, ἢ τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ ὑπεῖκον, ὡς καὶ Πλάτων· στερεὰ γὰρ εἶναι τὰ οὐράνιά φησιν ὡς μετ‐ έχοντα γῆς· μόνην γὰρ τῶν στοιχείων εἶναι τὴν γῆν στερεὸν σῶμα. τὸ | |
30 | μὲν οὖν πρότερον ἀδύνατον· πάντα γὰρ τὰ οὐράνια σώματα τριχῇ διέστη. λείπεται οὖν τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ εἶκον καλεῖσθαι νῦν στερεόν, ὡς καὶ τὴν γῆν στερεὰν εἶναί φαμεν, οὐκέτι δὲ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἢ τὸ πῦρ ὡς εἴκοντα τῇ ἁφῇ καὶ ῥευστά. εἰ οὖν τοῦτο καλεῖ νῦν στερεόν, τὸ σκληρὸν καὶ ἀντίτυπον, ταύτας δὲ πάσας τὰς ἀντιθέσεις ἐν τῷ Περὶ | |
35 | γενέσεως καὶ φθορᾶς ὑπὸ τὸ θερμὸν τέταχε καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν, πρῶτον μὲν ἀνάγκη καὶ τὰ οὐράνια τῶν δύο τούτων μετέχειν ἀντι‐ θέσεων, ὧν καὶ τὰ ὑπὸ σελήνην πάντα μετέχει, θερμοῦ καὶ ψυχροῦ, | |
ξηροῦ καὶ ὑγροῦ· καὶ λέληθεν ἑαυτὸν ὁ Ἀριστοτέλης τοῖς ἐκ τῶν τεσσάρων | 41 | |
In Mete.14,142 | ἐκεῖνα συντιθεῖσι συμφωνῶν, ἐκ πλείστου δὲ τὰ ἄστρα πυρός. δεύτερον εἰ ἑκάστη τῶν σφαιρῶν καὶ τῶν ἄστρων ἕκαστον ἰδίῳ σχήματι τῷ σφαιρικῷ περιγράφεται, δῆλον ὡς ἀνάγκη στερεὸν εἶναι καὶ ἀντίτυπον τῶν οὐρανίων ἕκαστον· σφαιρικὰ γάρ ἐστι πάντα. εἰ γὰρ μὴ τοιοῦτον, οὐκ ἐφύλαττεν ἐν | |
5 | τῇ οὕτως ὀξείᾳ κινήσει τὸ ἴδιον σχῆμα. τὰ γὰρ μὴ ἀντίτυπα, μαλακὰ δὲ τὴν φύσιν καὶ ὑγρὰ καὶ τοῖς ἁπτομένοις ῥᾳδίως εἴκοντα σχῆμα οὐκ ἔχουσιν ἴδιον, δυσόριστα μὲν ἰδίῳ ὅρῳ τὴν φύσιν ὄντα, ἀλλοτρίῳ δὲ καὶ τῷ τοῦ περιέχοντος ὁριζόμενα σχήματι, οἷός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ. εἰ οὖν ἑκάστη τῶν οὐρανίων σφαιρῶν καὶ τῶν ἀστέρων ἕκαστος ἰδίῳ περιγράφεται | |
10 | σχήματι καὶ τοῦτο ἔχει μηδενὶ τῶν ἀντιβαινόντων μηδὲ τῇ τοσαύτῃ ῥύμῃ παρατρεπόμενον, στερεαί που πάντως εἰσὶ καὶ αὐταὶ αἱ σφαῖραι καὶ οἱ ἀστέρες οἷα ἀντίτυποι. τούτου δὲ οὕτως ἔχοντος, εἰ τὸ στερεὸν τῆς οὐσίας τοῦ ἡλίου αἴτιον εἶναι νομίζει τοῦ τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα θερ‐ μαίνειν, πολλῷ μᾶλλον ἔδει τὰς σφαίρας τοῦτο ποιεῖν, ὅσῳ καὶ τοῦ ἡλίου | |
15 | ἀπείρῳ μεγέθει σχεδὸν ὑπερβάλλουσι, καὶ τὴν σελήνην ὁμοίως μᾶλλον τῶν ἄλλων πλησιάζουσαν τοῖς ὑπ’ αὐτὴν σώμασι καὶ ἁπτομένην αὐτῶν. ὁ γὰρ ἥλιος τὴν μέσην ἐπέχων ζώνην οὐδ’ ὅλως τῶν ὑπὸ σελήνην ἅπτεται σω‐ μάτων, τρεῖς ἔχων σφαίρας τῶν πλανωμένων μετ’ αὐτόν, τὴν Ἑρμαϊκήν, τὴν τοῦ στίλβοντος, τὴν τῆς σελήνης· οὐδὲν δὲ τῶν φύσει ποιούντων ἄνευ | |
20 | ἁφῆς εἰς ἕτερον δρᾷ. ποιεῖ μὲν γὰρ εἰς ἡμᾶς τὸ πῦρ ἐν τοῖς βαλανείοις οὐκ ἀμέσως, ἀλλὰ πρῶτον τὰς παρακειμένας αὐτῷ θερμαῖνον πλίνθους· αὗται δὲ τὸν μετ’ αὐτὰς ἀέρα θερμαίνουσι προσεχῆ ὄντα, κἀκεῖνος πάλιν ἡμᾶς. ὥστε εἰ τῇ κινήσει μόνῃ καὶ μὴ τῇ ποιότητι διὰ μέσου τῶν ἑξῆς σφαιρῶν τὰ ὑπὸ σελήνην ὁ ἥλιος θερμαίνει, πρῶτον ἄρα τὰς μετ’ αὐτὸν | |
25 | σφαίρας θερμαίνει, ἵν’ οὕτω θερμανθεῖσαι καὶ αὗται τὸν ἀέρα θερμάνωσι. παθηταὶ οὖν ἔσονται. εἰ δ’ ἀπαθεῖς κατ’ αὐτὸν ἐκεῖναί εἰσιν, οὐ θερμαίνει τὰ μεταξύ, ἵνα δι’ αὐτῶν τὸν ἀέρα θερμάνῃ, εἴ γε καὶ Ἀριστοτέλει δοκεῖ τὰ φυ‐ σικὰ σώματα μὴ ἄνευ τῆς ἁφῆς ποιεῖν εἰς ἄλληλα. οὐκ ἄρα τὴν τοῦ ἡλίου κίνησιν αἰτιατέον τῆς ἐνταῦθα γινομένης θερμότητος, ἀλλ’ ἢ τὰς τῶν σφαιρῶν | |
30 | ὅλων κινήσεις, ἢ εἰ τοῦτο προφανές ἐστι ψεῦδος (φαίνεται γὰρ ὁ ἥλιος θερμαίνων τὰ πλησιάζοντα) πᾶσά πως ἀνάγκη φύσει θερμὸν ὄντα ποιότητι δρᾶν εἰς τὰ ὑποκείμενα, ὡς καὶ τὸ πῦρ. κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις σκοπῆσαι δίκαιον, εἰ στερεὰ μὲν πάντα τὰ ἄστρα, δεῖ δὲ μετὰ τοῦ στερεοῦ πρὸς τὸ θερμᾶναι καὶ τάχους κινήσεως, ὁ δὲ ἥλιος ὀξύτερον ἤπερ ἡ σελήνη | |
35 | κινεῖται καθ’ ὃν ὑπεθέμεθα τρόπον, καὶ διὰ τοῦτο τῆς ἐνταῦθα γινομένης ἐκ τῶν οὐρανίων θερμότητος τὴν τοῦ ἡλίου κίνησιν αἰτίαν εἶναί φησι καὶ οὐχὶ τὴν τῆς σελήνης· ἀλλ’ ἐπειδὴ μετὰ τοῦ στερεοῦ καὶ τοῦ τάχους καὶ πλησίον εἶναι δεῖ τὸ κινούμενον τοῦ κινοῦντος, καὶ ὁ μὲν ἥλιος μεγίστην | |
ἐξ ἡμῶν ἀφέστηκε διάστασιν, ἡ δὲ σελήνη συνεχής ἐστι τῷ ὑπ’ αὐτὴν | 42 | |
In Mete.14,143 | ἀέρι, ἔστι δὲ ἡ μὲν τοῦ ἡλίου ἀπόστασις εἰκοσαπλασίων τῆς σελήνης, ὡς ἔμπροσθεν εἴπομεν, ὅπερ δὲ ὑπολείπεται τοῦ ἡλίου παλινδρομοῦσα κατὰ τὴν αὐτὴν κίνησιν κατὰ μίαν ἡμέραν συμπεριαγομένη τῇ ἀπλανεῖ, μικρόν τι ζῳδίου μέρος ἐστίν, οὐδὲν ἄρα τὸ βραχὺ τοῦτο τοῦ τάχους ὃ ὑπολείπεται | |
5 | τοῦ ἡλίου ἡ σελήνη, ἐμποδίζειν ἦν δυνατὸν πρὸς τὸ τὰ τῇδε θερμαίνεσθαι ὑπὸ τῆς σεληνιακῆς κινήσεως συνεχῆ ὄντα ταύτῃ, ὅσον ἡ ἀσύμμετρος πρὸς τὸ ** τοῦ ἡλίου ἀπόστασις. προσθήσω δέ, καθάπερ ἔφθην εἰπών, ὅτι καὶ ἅπτεσθαι δοκεῖ πάντως τὸ φυσικῶς ἐνεργοῦν τοῦ πάσχοντος, ὅπερ τῶν ἄστρων μόνῃ πρόσεστι τῇ σελήνῃ. εἰ οὖν ἐν νυκτὶ πανσέληνος οὖσα μὴ | |
10 | θερμαίνει ἡμᾶς τοσοῦτον ὅσον ὁ ἥλιος, οὐκ ἄρα ἡ κίνησις αὐτοῦ αἰτία ἐστι τῆς ἐνταῦθα γινομένης θερμότητος. εἰ γὰρ καὶ θερμαίνει ποτὲ ἡ σελήνη, ἀλλ’ οὐχὶ διὰ τὴν κίνησιν αὐτῆς τοῦτο γίνεται, ἐπεὶ καὶ ἀφώτιστον οὖσαν θερμαίνειν ἐχρῆν, ἀλλὰ διὰ τὸ φῶς· πανσέληνος γὰρ ἢ ἐγγὺς οὖσα μόνον αὕτη θερμαίνει· τὸ φῶς ἄρα μόνον αὐτῆς θερμαίνει καὶ οὐχ ἡ κίνησις. | |
15 | τὸ δὲ φῶς ἐξ ἡλίου δέχεται· καὶ ἡ τοῦ ἡλίου ἄρα θέρμη ἐκ τοῦ φωτὸς αὐτοῦ τοῖς τῇδε συμβαίνει. καὶ ἐπειδὴ μὴ καθαρὸν καὶ εἰλικρινὲς δέχεται τοῦ ἡλίου τὸ φῶς, ἀλλ’ ἀμυδρὸν καὶ ὅσον ἴνδαλμα τούτου ὡς ἐξ ἀνακλά‐ σεως ἀκτίνων αὐτοῦ τινων τὸ φῶς δεχομένη δίκην ἐσόπτρου, εἰκότως καὶ ἡ ἐκ τοῦ φωτὸς τῆς σελήνης τοῖς τῇδε γινομένη θερμότης ἀμυδρά τέ ἐστι | |
20 | καὶ ἀσθενής. εἰ οὖν τὸ ἐξ ἀνακλάσεως ἐν αὐτῇ γενόμενον φῶς τὸν ἀέρα θερμαίνει, πολλῷ μᾶλλον τὸ εἰλικρινὲς τοῦ ἡλίου φῶς τῆς ἐνταῦθα θέρμης αἴτιόν ἐστι, καὶ οὐχ ἡ σὺν τῇ ἀπλανεῖ τούτου περιφορά. συμπέφυκε δὲ τῷ φωτὶ τὸ θερμόν· καὶ γὰρ τῷ πυρὶ σύνεστι. δέδεικται γὰρ διὰ τού‐ των ὅτι ποιότητι καὶ οὐ τῷ τάχει τῆς κινήσεως ὁ ἥλιος θερμαίνει τὰ | |
25 | παρ’ ἡμῖν. εἰ δὲ καὶ αἱ τῶν ἀκτίνων ἀνακλάσεις τοῦ ἡλίου σφοδροτέραν τὴν ἐξ αὐτοῦ γινομένην ἡμῖν ποιοῦσι θερμότητα, οὐκ ἀπάλλαξις τοῦτο τοῦ καὶ αὐτὴν θερμαίνειν ἡμᾶς κατὰ ποιότητα, ἐπεὶ καὶ τοῦ πυρὸς ἀκτῖνες τοῖς λίθοις προσπίπτουσαι ἢ σώμασιν, ἐσόπτροις φέρε καὶ ἀργύρῳ κεκαθαρ‐ μένῳ καὶ ὕδασιν, ὁμοίως ἐξ αὐτῶν ἀνακλώμεναι πρὸς ἡμᾶς λίαν ἡμᾶς | |
30 | ἀνιῶσιν ἐκφλέγουσαι, ἀλλ’ οὐ διὰ τοῦτο τοῦ θερμαίνειν καὶ χωρὶς ἀνακλά‐ σεως τὸ πῦρ ἀφαιρήσομεν. τί οὖν θαυμαστὸν καὶ ἐπὶ τοῦ ἡλίου ταὐτὸ τοῦτο συμβαίνειν καὶ τὴν ἐξ αὐτοῦ γινομένην τῇ ποιότητι θερμασίαν ἐπι‐ τείνεσθαι διὰ τῆς τῶν ἀκτίνων ἀνακλάσεως. ἐπειδὴ δὲ παραλόγως τινὲς στερεὸν εἶναί φασι τὸν ἥλιον Ἀριστοτέλη λέγειν τὸν μὴ διαφανῆ (αἱ μὲν | |
35 | γὰρ σφαῖραι διαφανεῖς, τῶν δὲ ἄστρων οὐδέν· ἐπιπροσθεῖ γοῦν τὰ ὑπο‐ κάτω τοῖς ἐπάνω, ὅταν ὑπὸ μίαν αὐτοῖς γένωνται κάθετον, ὡς καὶ ὁ ἥλιος ἐκλείπει τῆς σελήνης αὐτὸν ὑποτρεχούσης), ἐροῦμεν καὶ ἡμεῖς ὡς πρῶτον μὲν παρακέχρηνται τοῖς ὀνόμασιν ἐφ’ ἑτέρας αὐτὰ σημασίας μετάγοντες, ἀντὶ τοῦ στερεοῦ τὸ μὴ διαφανὲς ἀκούοντες καὶ τὸ διαφανὲς οὐ στερεὸν | |
40 | εἶναι λέγοντες. ἔπειτα πολλοὶ τῶν στερεμνιωτάτων λίθων εἰσὶ διαφανέστατοι | 43 |
In Mete.14,144 | καὶ ἡ ὕελος· οὐκοῦν οὐ θερμαίνουσι ταῦτα τὸν ἀέρα δι’ αὐτοῦ κινούμενα, διότι οὕτως ἐστὶ στερεὰ διαφανῆ ὄντα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ὁρᾶ‐ ται γὰρ τὰ ἐκ τούτων τριβόμενα καὶ μάλιστα τὰ ἐξ ὑέλου σχεδὸν ἐκπυ‐ ρούμενα τῇ θερμότητι. στερεὸν ἄρα καὶ Ἀριστοτέλης εἴρηκε τὸ σκληρὸν | |
5 | καὶ ἀντίτυπον καὶ τοῖς ἀντιβαίνουσιν οὐχ ὑπεῖκον· τὰ γὰρ τοιαῦτα τῇ κι‐ νήσει θερμαίνει συνθλίβοντα τὸν ἐναπολαμβανόμενον ἀέρα. διὰ τοῦτο γοῦν οὐδ’ οἱ τυχόντες τῶν λίθων τριβόμενοι πῦρ ἅπτουσι· θερμαίνουσι μὲν γὰρ πάντες παρατριβόμενοι, ἐξάπτουσι δὲ πῦρ οἱ πυκνότατοι μόνοι καὶ στερε‐ ώτατοι. καὶ ἐπὶ σιδήρου πάλιν ὁμοίως· εἰ μὴ γὰρ ᾖ λίαν πυκνὸς καὶ | |
10 | κατεσκληκὼς σίδηρος οὐχὶ ἅπτει πῦρ τριβόμενος· τοῦτο δὲ ἵνα μὴ φεύγῃ διὰ τῶν πόρων ὁ ἐναπειλημμένος τοῖς παρατριβομένοις λίθοις ἀὴρ καὶ κι‐ νούμενος ἐξ αὐτῶν, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς μένων ἐξάπτηται τῇ συνεχεῖ κι‐ νήσει. ἐν γὰρ τοῖς μανωτέροις ἄλλου μὲν διὰ τῶν πόρων ἐξιόντος ἀέρος, ἄλλου δὲ πάλιν ἐναπολαμβανομένου συμβαίνει μὴ ἕνα καὶ τὸν αὐτὸν κατὰ | |
15 | συνέχειαν τρίβεσθαι, ἄλλοτε δ’ ἄλλον, τοῦ προτέρου διὰ τῶν πόρων, ὡς εἶπον, φεύγοντος ἀεὶ τὸ κινοῦν καὶ συνεξιόντος πρὶν ἐξαφθῆναι τὴν συν‐ έχειαν τῆς κινήσεως. διότι τοιοῦτον εἶναι βούλεται καὶ τὸν ἥλιον ὁ Ἀρι‐ στοτέλης, ἵνα τῇ κινήσει τὸν αὐτὸν ἀέρα κινῶν ἀεὶ θερμαίνῃ. ἀλλ’ εἰ παράτριψις γίνεται διὰ τῆς ἁφῆς τοῦ τρίβοντος, ἀδύνατον δὲ τὸν ἥλιον ἅψα‐ | |
20 | σθαι τοῦ ἀέρος τοσούτοις μεταξὺ σώμασιν αὐτοῦ διειργόμενον, οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις τῆς ἐνταῦθα θερμότητός ἐστιν αἰτία. εἰ οὖν θερμαίνει φανερῶς, μόνῃ ἄρα θερμαίνει ποιότητι, εἰ μή τινες μυθικῶς εἰς ἄλλας αἰτίας ἀφανεῖς καὶ ἀγνώστους ἡμᾶς ἀναπέμποιεν καινότητας, οἵας καὶ ὁ Δαμάσκιος εἰς Ἀλέξανδρον ἀναφέρει. εἶναι γὰρ τὰς ἐν τῷ οὐρανῷ δυνά‐ | |
25 | μεις ἰδιοτρόπους ποιητικὰς τῶν κάτω παθῶν, τὰ δὲ κάτω σώματα δέχε‐ σθαι αὐτὰς εὐπαθῶς· τὴν μὲν τοῦ Κρόνου συνεκτικὴν εἰς ψυχρότητα ἀπο‐ τελευτᾶν, τὴν δὲ Ἄρεος διακριτικὴν εἰς πυρὸς ἀσύμμετρον ζέσιν, τὴν Διὸς εἴς τινα συμμετρίαν τῶν ἄκρων, τὴν ἡλίου εἰς παθητικοῦ φωτὸς ἀναφλό‐ γωσιν, καὶ τὴν μὲν σελήνην εἰς διάχυσιν ὑγροτέραν, τῆς δὲ Ἀφροδίτης | |
30 | ἰδιότητα εἰς σύνοδον μονιμωτέραν, τὴν δὲ Ἑρμοῦ εἰς κοινωνίαν τῶν ἄκρων. καὶ οὐκ αἰδοῦνται οἱ ταῦτα λογοποιοῦντες τὰ μὲν οὕτως ἐναργῆ διαγραφό‐ μενοι τῇ θερμότητι τῇ ἰδίᾳ τὸν ἥλιον δρᾶν (τὰ γοῦν πλησιάζοντα αὐτῷ ἐκφλογώσας ἀοίκητα πεποίηκε, τὰ δὲ λίαν διεστῶτα καὶ τῆς ἀλέας αὐτοῦ στερόμενα τῇ ψύξει νενεκρωμένα ἄγονα καὶ ἔρημα καταλέλοιπεν), εἰς μύθους | |
35 | δὲ τραπόμενοι ἠγνόησαν κἀκεῖνο λίαν ἄτοπον, ὅτι περὶ φυσικῶν πραγμάτων | |
ζητοῦντες φυσικὰς ἀποδιδόναι τὰς αἰτίας ὀφείλομεν. | 44 | |
In Mete.14,145 | p. 341a23 Τὸ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερ‐ μότητα εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρ’ ἡμῖν γινο‐ μένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίνεται θερμός. καὶ τοῦτο εὐλόγως συμβαίνει· μάλιστα | |
5 | γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν. Ἅμα τῷ ἡλίῳ, τουτέστιν ἅμα τῷ ἀνατεῖλαι αὐτόν. ὅσον μὲν οὖν ἐπὶ τῇ περιφορᾷ τῶν οὐρανίων ἐχρῆν καὶ ἐν νυκτὶ θερμαίνεσθαι τὰ ὑπὸ σελήνην ἅπαντα· κινεῖ γὰρ τὸν ἀέρα καὶ ὑπὸ γῆν ὁ ἥλιος ὤν. ἀλλ’ ὥσπερ, φησίν, ἐν τοῖς ἐνταῦθα βίᾳ φερομένοις, οἷον λίθοις ῥηγνυμένοις ἢ δόρασι, | |
10 | καὶ τοῖς παρατριβομένοις τῶν λίθων, ἐξ ὧν τὸ πῦρ ἅπτεται, ὁ πλησιάζων αὐτοῖς ἀὴρ θερμαίνεται μάλιστα, οὕτω δήπου καὶ ἐπὶ τοῦ ἡλίου γίνεται· στερεὸς γὰρ ὢν τὰ πλησιάζοντα αὐτῷ μάλιστα κινουμένῳ θερμαίνει. νύκτωρ μὲν οὖν τὸν ὑπὸ γῆν θερμαίνει ἀέρα, ἐν ἡμέρᾳ δὲ τὸν παρ’ ἡμῖν. εἰ δὲ ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ἡλίου γίνε‐ | |
15 | σθαι βούλεται, τί τοῦ πυρὸς ἐναργέστερον ἅμα τῷ φανῆναι θερμαίνοντος τὰ πλησιάζοντα; ἀλλὰ τὰ φανερὰ φεύγων ἐπὶ τοὺς ἀφανεῖς καταφεύγει μάρτυρας. θερμαίνει μὲν γὰρ ἡ κίνησις τῶν στερεῶν· εἰ δὲ ἐντεῦθεν 〈τὰ〉 παρ’ ἡμῖν ἐθερμαίνετο, ἡ παντὸς τοῦ οὐρανίου σώματος κίνησις στερεωτάτου ὄντος ἀεὶ τὰ παρ’ ἡμῖν ἐθέρμαινε καὶ ἐν καιρῷ παντί, ὅπερ οὐ γίνεται. | |
20 | ποιότητι ἄρα τοῦ ἡλίου καὶ μόνῃ τὸ πάθος ὑφίσταται. p. 341a28 Διά τε ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρ‐ ραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι κάτω βίᾳ. Δευτέραν αἰτίαν ἀποδίδωσι τοῦ θερμαίνεσθαι τὸν παρ’ ἡμῖν ἀέρα· ἡ γὰρ | |
25 | τοῦτον περιέχουσα τοῦ ὑπεκκαύματος σφαῖρα, ἣν πάλαι συνήθως ὠνόμασε πῦρ, ὑπὸ τῆς τῶν οὐρανίων περιφορᾶς συνεφελκομένη βιαίως διαρραίνεται, φησί, τῇ κινήσει, τουτέστι μόριά τινα βιαίως αὐτῆς ἐξακοντίζεται κάτω, καὶ τὸν ἀέρα θερμαίνουσιν εἰς ὃν φέρονται, ὡς εἰ λεκάνην ὕδατος κινήσειέ τις βιαιότερον, καὶ μόρια τούτου τῇ κινήσει, ὅπῃ καὶ τύχῃ, διαρραίνοιτο | |
30 | ἀλλαχοῦ. τοῦτο δὲ δῆλον ὡς οὐκ ἀεὶ συμβήσεται οὐδὲ ἐν τοῖς αὐτοῖς τόποις, ἀλλ’ ὡς ἂν τύχοιεν, οὐκ ἐν ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν νυκτί. τέτα‐ κται δὲ χειμὼν καὶ θέρος τῇ ἀποστάσει τοῦ ἡλίου καὶ τῷ πλησιάζειν ἡμῖν συνιστάμενα. διὰ τί δὲ καὶ τὰ περὶ τοὺς πόλους ἀεὶ κατέψυκται καὶ μὴ ἐκ τοῦ ὑπεκκαύματος θερμαίνεται; τὴν τοιαύτην οὖν θερμασίαν οὐδενὶ ἄλλῳ | |
35 | παρέχειν ἐνδέχεται εἰ μὴ [ἐν] τῷ ἡλίῳ καὶ μόνῳ. | 45 |
In Mete.14,146 | p. 341a31 Σημεῖον δ’ ἱκανὸν ὅτι ὁ ἄνω τόπος οὐκ ἔστι θερμὸς οὐδ’ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίνονται, κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον ἐκπυροῦται θᾶττον. | |
5 | Ἀστέρων διαδρομὰς λέγει τοὺς καλουμένους διᾴττοντας ἐκ τοῦ διᾴττειν ὠνομασμένους, ἀποχρώμενος τῇ τῶν πολλῶν περὶ τοὔνομα συνηθείᾳ. ὅτι μὲν οὖν οὐκ ἔστι πύρια τὰ οὐράνια σώματα, σημείῳ νῦν χρῆται τῷ μὴ φαίνεσθαι διᾴττοντας ἐκεῖ γενομένους. καίτοι, φησίν, εἴπερ ἦν ἐκ πυρὸς ἐκεῖνα, μᾶλλον ἐχρῆν ἐκεῖ τὰ πάθη γίνεσθαι ταῦτα, τῆς ὀξυτάτης αὐτοῦ | |
10 | κινήσεως ἐκπυροῦν ἱκανῆς οὔσης τὰ παραπίπτοντα, εἴπερ τοιαύτης φύσεως ἦν τὰ κινούμενα. πρὸς ταῦτα δὲ λέγειν δυνατὸν ὅτι στερεά ἐστι πάντα ἐκεῖνα τὰ σώματα, γῆς μετέχοντα κατὰ Πλάτωνα, τοῦ στερεμνιωτάτου τῶν στοιχείων· διὸ καὶ ἰδίῳ πάντα περιγράφεται σχήματι, καθὰ καὶ πρὸ τού‐ του δέδεικται. εἰ γὰρ καὶ πλεονάζει τὸ πῦρ ἐν αὐτοῖς, ὡς δοκεῖ Πλάτωνι, | |
15 | ἀλλὰ συμπεπίληται τὸ ὅλον διὰ τὴν σύνθεσιν, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῶν στοιχείων συγκείμενα· οὐδὲν γὰρ αὐτῶν ῥυτὴν ἔχει τὴν σύστασιν, κἂν θερμότατα ᾖ, ὡς τὸ καστόριον καὶ τὸ εὐφόρβιον πέπερί τε καὶ σίνηπι καὶ εἴ τι τοιοῦτον· διόπερ οὐδὲν αὐτῶν ἀποσπινθηρίζει, κἂν λίαν αὐτὰ κινήσειέ τις. τὸ δὲ ὑπέκκαυμα καὶ ὁ μετὰ τοῦτον ἀὴρ καὶ τὸ ὕδωρ οὐ συμπεπί‐ | |
20 | ληται μέν, εὐδιαίρετα δέ ἐστιν ἀπὸ τῆς τυχούσης αἰτίας σκεδαννύμενα· ὅθεν ἴδιον μὲν ὅρον οὐδὲ σχῆμα τούτων οὐδὲν ἔχει, τῷ περιέχοντι δὲ συ‐ σχηματίζονται, καὶ τὰ μόρια δὲ τούτων ἐν τῷ ὅλῳ τοὺς τόπους ἀμείβει τῆς τυχούσης αὐτῶν γινομένης κινήσεως. ὅθεν ἐκ τῆς παραπιπτούσης αἰτίας ὑπομένει τὰ εἰρημένα πάθη ψυχόμενα, θερμαινόμενα, πηγνύμενα, μέρη | |
25 | τινὰ ἑαυτῶν ἀποβάλλοντα, καὶ τῶν γειτνιαζόντων μόρια προσλαμβάνοντα. οὐκ ἀναγκαῖον ἄρα πρὸς τὸ μὴ εἶναι πύρια τὰ κατ’ οὐρανὸν τὸ προκεί‐ μενον ἐπιχείρημα· σύνθετα γάρ ἐστι καὶ οὐχ ἁπλᾶ. ὅτι δὲ μὴ ἀστέρες εἰσὶν οἱ διατρέχοντες, δῆλον μὲν τῷ καὶ σμικρὸν ἐπιστῆσαι τοῖς γινομένοις δυναμένῳ· οὐκ ἄχρηστον δ’ ὅμως καὶ βραχέα ἡμᾶς εἰπεῖν. πρῶτον μὲν | |
30 | γὰρ ἀνεγράφησαν τοῖς ἀστρονόμοις οἱ ἐπιφανέστεροι τῶν ἀστέρων μέχρις ἕκτου μεγέθους, καὶ οἱ αὐτοὶ ἀεὶ ἐν τοῖς αὐτοῖς εὑρίσκονται τόποις, ἀρι‐ θμόν τε τὸν αὐτὸν καὶ τάξιν φυλάττοντες μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ εἴ τι ἄλλο περὶ αὐτοὺς τεθεώρηται. εἰ δὲ καὶ δοκοῦσιν ὡς ἀπό τινων ἀστέρων ἐξιόντες ποτὲ διαΐσσειν, ἀλλὰ πλάνη τοῦτο τῆς ὄψεώς ἐστιν· ὑπο‐ | |
35 | τρέχοντα γάρ τινας ἀστέρας καὶ τὰ καθ’ ἕτερον εὑρισκόμενα τούτων τὰ ἐκ‐ πυρούμενα μέρη τοῦ ὑπεκκαύματος, ἐπειδὰν αἰφνίδιον ἐκφλογωθῇ καὶ δια‐ | |
δράμῃ, δόκησιν τοῖς πολλοῖς παρέχεται τοῦ ἐξ ἐκείνου τοῦ ἀστέρος ᾧ κατὰ | 46 | |
In Mete.14,147 | κάθετον ἦσαν, διαδραμεῖν. κατανοήσας οὖν μετὰ τὴν διαδρομὴν ὄψει μη‐ δὲν ἐν τῷ ἀστέρι πάθος γενόμενον, ἀλλὰ καὶ περὶ ἡμᾶς ὄντα κάτω τὸν διᾴττοντα, καθὰ καὶ ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει † ὡς καὶ ἡ τοῦ τάχους αὐτῶν ὀξυτέρα κινεῖσθαι τῆς ἀπλανοῦς· κάτω γὰρ περὶ ἡμᾶς ὄντες καὶ ἐκ | |
5 | μικροῦ κινούμενοι διαστήματος θᾶττον ἡμᾶς διαλλάττουσι. καὶ γὰρ εἰ δύο πτηνὰ φέροιντο τὸ μὲν ὑψηλότατον οἷον ἀετός, τὸ δὲ χθαμαλώτατον οἷον κολοιὸς ἢ κορώνη, ὧν τὸ μὲν ὀξυτάτην ἔχει τὴν κίνησιν τὸ δὲ βραδυτάτην, τὸ κατώτερον θᾶττον τοῦ ἄνω κινεῖσθαι παρέξει ὑπόνοιαν, ὡς ἐπὶ περιφερείας ἐλάττονος κινούμενον. | |
10 | p. 341a35 Πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλ’ οὐ πυρώδης ὤν. Ἔοικε διὰ τούτων ταῖς χροιαῖς τὰς τῶν σωμάτων κράσεις τεκμαίρεσθαι, ὅπερ οὐκ ἔστιν ἀληθές. ἰδοὺ γὰρ ἐρυθρόν ἐστι τὸ αἷμα καὶ τὸ ῥόδον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν. πάλιν τὸ γάλα λευκόν ἐστι καὶ | |
15 | τὸ ψιμμύθιον, ἀλλὰ καὶ οἶνός ἐστι λευκὸς καὶ τῶν πράσων αἱ κεφαλαὶ σκόροδά τέ τινα καὶ κρόμυα, ἀλλὰ τὰ μέν ἐστι ψυχρὰ τὰ δὲ θερμά. πέπερι μέλαν ἐστὶ καὶ ἴον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμότατον τὸ δὲ ψυχρότατον. ἀλλ’ οὐδὲ λευκὸς ὁ ἥλιος φαίνεται, οἷόν ἐστι τὸ τῶν πολλῶν ἀστέρων χρῶμα· ξανθὸς γὰρ ὁρᾶται προδήλως, οἷον τὸ τῆς φλογὸς τῆς ἀπὸ ξηρᾶς ὕλης καὶ | |
20 | λεπτομεροῦς γινόμενον· ἀλλ’ οὐδ’ εἰ χροιᾷ λευκὸς ἦν, τοῦτο τεκμήριόν ἐστι τοῦ μὴ εἶναι πυρός. πρὸς γὰρ τὴν ποιὰν ὕλην τὸ χρῶμα τοῦ πυρὸς ἐξαλλάτ‐ τεται. καὶ γὰρ οἱ διᾴττοντες καὶ οἱ κεραυνοὶ λευκοί εἰσιν, οἷόν ἐστι τῶν ἀστέρων τὸ χρῶμα, διὸ καὶ ἀστέρες ὀνομάζονται, καὶ ὁ ποιητὴς ἀργῆτα κεραυνὸν ἔγνωκεν. ὁμοίως δὲ καὶ οἱ κομῆται λευκοί εἰσι, καὶ ὅμως πῦρ εἰσι | |
25 | προφανῶς. καὶ αὐτὸς δὲ ὁ ἥλιος περὶ τὸν ὁρίζοντα ξανθότερος φαίνεται, ἔσθ’ ὅτε δὲ καὶ ἐρυθρός. οὐκ ἀναγκαῖος ἄρα οὐδ’ ἀπὸ τοῦ χρώματος λόγος τοῦ μὴ πυρὸς εἶναι τὸν ἥλιον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορεῖ δ’ ὁ Ἀλέξανδρος, εἰ ἡ τοῦ ἡλίου κίνησις ἐκπυροῖ καὶ θερμαίνει τὸν ἀέρα οὐχ ἁπτόμενον αὐτοῦ (μέση γὰρ αὐτῶν, φησίν, ἡ τῆς σελήνης ἐστὶ σφαῖρα, | |
30 | καὶ ἡμεῖς δὲ εἰπόντες ἔφθημεν ὅτι τὰ ποιοῦντα φυσικῶς ἁπτόμενα τοῦ πάσχοντος ἢ ἀμέσως εἰς αὐτὸ δρᾷ ἢ διὰ μέσου τινὸς προτέρου τῇ ἁφῇ τὸ αὐτὸ πάσχοντος καὶ αὐτοῦ τὸ πάθος εἰς ἐκεῖνο παραπέμποντος, ὡς ἐπὶ τοῦ τῶν βαλανείων ἐδείξαμεν ὑποδείγματος), εἰ οὖν ἀπαθεῖς ὑπάρχουσιν αἱ διὰ μέσου σφαῖραι, πῶς ὁ ἥλιος μήτε ἁπτόμενος τοῦ ἀέρος μήτε ποιῶν | |
35 | ἐς τὰ μεταξὺ θερμότητα τὸν παρ’ ἡμῖν ἀέρα θερμαίνει. ταύτην δὲ παρα‐ | |
μυθεῖται τὴν ἀπορίαν, ὡς αὐτὸς εἶπεν· οὐδὲ γὰρ ἔλυσεν ἔλεγχον οὖσαν | 47 | |
In Mete.14,148 | τοῦ δόγματος. κατὰ πρώτην μὲν ἐπιβολὴν οὕτως· πολλά, φησί, τῶν διὰ μέσου πασχόντων αὐτὰ μὲν οὐκ ἀμέσως ὑπὸ τοῦ ποιοῦντος πάσχει, τὸ δὲ μέσον δι’ οὗ τὸ πάθος εἰς αὐτὰ διαβιβάζεται, οὐδὲν τοιοῦτον ὑπομένει πάθος, οἷον αὐτὸ πρὸς τὰ ἑξῆς διεβίβασε. διὰ γὰρ ἄγγους ὑελίνου ψυχροῦ ὕδατος | |
5 | πεπληρωμένου ὁ ἥλιος ὄνθον ἐξάπτει ἤ τι τοιοῦτον, οὐ προσθερμανθέντος τοῦ ἄγγους ἢ τοῦ ἐν αὐτῷ ὕδατος. ἀλλ’ εἴ τι καὶ πάθοι ταῦτα, φησίν, ἀλλ’ οὐχ οὕτω θερμαίνεται ὥστε καὶ ἐξαφθῆναι. καὶ οἱ σαγηνευταὶ δὲ πάλιν ἢ ἁπλῶς οἱ ἁλιεῖς, ἐπειδὰν ἐνσχεθῇ νάρκη τοῖς δικτύοις ἢ τῷ ἀγκίστρῳ, προαισθάνονται τῆς ἄγρας τοῦ ὁμωνύμου τῷ ἰχθύι πάθους αὐτὴν | |
10 | προμηνύοντος, μήτε τῆς σαγήνης μήτε τῶν καλωδίων μήτε τοῦ καλάμου μήτε τῆς ὁρμιᾶς τὸ τῆς νάρκης ὑπομεινάντων πάθος. τί οὖν θαυμαστόν, φησίν, εἰ καὶ τῶν μεταξὺ σφαιρῶν μενουσῶν ἀπαθῶν τὸ ἐκ τοῦ ἡλίου πάθος δι’ αὐτῶν ἐπὶ τὸν ἀέρα διαβιβάζοιτο; ἡ μὲν οὖν πρώτη ἐπιβολὴ τοιαύτη· τὶ δὲ καὶ ἡμεῖς πρὸς αὐτὴν λέγειν ἔχομεν. τὸ μὲν οὖν δεύτερον τῶν ὑπο‐ | |
15 | δειγμάτων λίαν τοῖς προκειμένοις ἀσύμφωνον· οὐ γὰρ μόνον ποιότητι δρῶσαι αἱ νάρκαι, θερμαίνουσαι τυχὸν ἢ ξηραίνουσαι ἢ τἀναντία τούτοις ἐργαζό‐ μεναι πάθη, ἀλλὰ τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει τῇ τοιᾷδε κράσει τῶν ἁπλῶν τὸ πάθος ἐργάζονται. ὅσα γὰρ τῶν συνθέτων θερμαίνει μόνον ἢ ψύχει μόνον ἢ ξηραίνει τε καὶ ὑγραίνει, ταῖς ἐκ τῶν στοιχείων ἐγγενομέναις | |
20 | αὐτοῖς ποιότησι ταῦτα δρᾷ, καὶ ἔμπαλιν ὅσα τοῖς συνθέτοις γίνεται πάθη τῶν ἁπλῶν ποιοτήτων, θερμασία ψῦξις, ὑγρότης ξηρότης, ταῖς ἀπὸ τῶν στοιχείων ἁπλαῖς ποιότησι γίνονται· ὄρεξις δὲ καὶ ἕλξις, πέψις τε καὶ ἀπό‐ κρισις, ἡ ἐπὶ τὰ πλάγια κίνησις, ὕπνος ἐγρήγορσις, μνήμη καὶ τῶν φυτῶν καὶ τῶν λίθων αἱ παράδοξοι δυνάμεις ἐκ τοῦ ἐπιγενομένου τοῖς συνθέτοις | |
25 | εἴδους συμβαίνουσιν. εἰ οὖν θερμασία ἐστὶ καὶ μόνη τὸ ἐξ ἡλίου τῷ ἀέρι γενόμενον πάθος, ἐξ ἁπλῆς ἄρα καὶ στοιχειώδους ποιότητος γέγονεν. ὅπερ γὰρ εἶπεν, εὔλογον ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ αὐτὸ κἀπὶ τοῦ ἡλίου νομίζειν γίνεσθαι. εἰ οὖν τὸ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὰ πάσχοντα, μόνῃ δὲ τῇ ποιότητι καὶ τῇ συμπαρουσίᾳ καὶ τῇ ἁφῇ, οὕτως ἄρα καὶ τὸν | |
30 | ἥλιον θερμαίνειν εὔλογον. τὸ δὲ τῆς νάρκης πάθος οὐκ ἐξ ἁπλῆς ποιότητος γέγονεν, ἀλλ’ ὡς ἔφθην εἰπών, ἐκ τοῦ ἐπιγινομένου συνθέτου εἴδους αὐτῇ. οὐδὲν οὖν ἔχει συγγενὲς τὸ ὑπόδειγμα πρὸς τὸ ζητούμενον. ἔστω δὲ καὶ ποιότητι δρᾶν αὐτὴν θερμαίνουσαν τυχὸν ἢ ψύχουσαν, ξηραίνουσάν τε ἢ ὑγραίνουσαν· πόθεν ὅτι μὴ καὶ τὰ μεταξὺ διέθηκεν οὕτω; τὸ γὰρ ἐκ τοῦ | |
35 | μὴ συναίσθησιν τοῦ πάθους λαμβάνειν τὸ καλώδιον ἢ τὴν ὁρμιὰν καὶ αὐτὸ τὸ πάθος ἀναιρεῖν πάνυ γελοῖον· ἄψυχα γάρ ἐστι τοῦ πάθους οὐκ ἔχοντα συναίσθησιν. οὕτω δὲ μὴ θερμαίνεσθαι λεγέτω τις τὸν λίθον ἢ τὸ ξύλον ἢ τὸν σίδηρον ἢ ψύχεσθαι, διότι τοῦ πάθους οὐ συναισθάνονται. ἀλλ’ | |
οὐδ’ ἡμᾶς τοῦ ἐγγενομένου πάθους ὑπὸ τῆς νάρκης τοῖς μεταξὺ συναισθά‐ | 48 | |
In Mete.14,149 | νεσθαί ἐστιν ἀνάγκη· οὐδὲ γὰρ ἄλλοι τοῦ ἡμετέρου. τοῦτο μὲν οὖν οὕτω λελύσθω· ἐπὶ δὲ τὸ ἕτερον τῶν ὑποδειγμάτων μετέλθωμεν. οὐ διηκόνησε, φημί, τὸ πάθος ἡ ὕελος καὶ τὸ ὕδωρ τὸ γενόμενον τῇ ἐξαφθείσῃ ὕλῃ· οὐδὲ γὰρ διὰ τοῦ βάθους τῆς ὑέλου καὶ τοῦ ὕδατος αἱ ἀκτῖνες χωρήσασαι | |
5 | τῷ ὄνθῳ προσέπεσον, ἀλλὰ πρὸς μόνην τὴν ἐπιφάνειαν τῆς ὑέλου, ἐξ ἧς ἀνεκλάσθησαν. καὶ δῆλον ἐξ ὧν καὶ τὴν πρὸς τὸν ὄνθον νεύουσαν τοῦ ἄγ‐ γους ἐπιφάνειαν τῷ ἡλίῳ σχηματίζομεν ἀντιπρόσωπον. καὶ τοῦτο δὲ δῆλον ἅπασιν ὡς ἐκ τῶν λείων σωμάτων καὶ στιλπνῶν αἱ τῶν ἀκτίνων ἀνακλάσεις γί‐ νονται· οὕτω γοῦν καὶ ἐκ τῶν πυρίων ἀνακλῶνται λείας αὐτῶν τῆς ἐπιφανείας | |
10 | ἀκριβῶς γενομένης καὶ τῶν πόρων ἀποφραχθέντων τοῦ χαλκοῦ διὰ τῆς ἀναπεπλασμένης αὐτῶν Μαγνησίας. οὐ γὰρ διὰ τοῦ βάθους τοῦ χαλκοῦ χωροῦσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐκ μόνης ἀνακλασθεῖσαι τῆς ἐπιφανείας παλιν‐ δρομοῦσιν ἐπὶ τὸ πάσχον, καὶ δὴ ἀμέσως εἰς αὐτὸ δρῶσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ὕδατος τὸ ὑέλινον ἀγγεῖον πληροῦται, ἵνα τῆς ὑέλου τοὺς | |
15 | πόρους ἀποφράξῃ, καὶ μὴ δι’ αὐτῶν ὑπεξέλθωσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐξ ἀνάγκης διόδου μὴ οὔσης ἀνακλασθῶσιν· ἣν γὰρ ἡ Μαγνησία τῇ χαλκῷ χρείαν παρέσχετο, ταύτην τὸ ὕδωρ τῇ ὑέλῳ δίδωσιν. οὕτω μὲν οὖν ἐπὶ τούτων· ἐπὶ δὲ τοῦ ζητουμένου, εἰ ἡ τοῦ ἡλίου περιφορὰ τῇ κινήσει τὸν ἀέρα θερμαίνει τὸν παρ’ ἡμῖν, πῶς αἱ μεταξὺ σφαῖραι ταύτην εἰς αὐτὸν δια‐ | |
20 | βιβάζουσι, λέγειν οὐχ ἕξει τις. οὐδὲ γὰρ ἡ τοῦ ἡλίου κίνησις τὰς κατω‐ τέρας σφαίρας κινεῖ, οὔθ’ ἣν κινοῦνται μετὰ τῆς ἀπλανοῦς κίνησιν οὔτε τὴν ἰδίαν ἑκάστης. εἰ οὖν ἡ τοῦ ἡλίου περιφορὰ τῆς θέρμης ἦν αἰτία τῆς παρ’ ἡμῖν, μᾶλλον 〈ἂν ἡ τῆσ〉 ἀπλανοῦς ἤπερ ἄλλη τις (συμπεριάγει γὰρ ἑαυτῇ τὰς ὑπ’ αὐτῆς σφαίρας) διὰ μέσου τῆς ἐσχάτης ἐθέρμανε κινοῦσα τὸν ἀέρα. | |
25 | εἰ δὲ τοῦτο ἦν ἀληθές, τὸ αὐτὸ ἂν ἐποίει καὶ ἐν νυκτί· μία γάρ ἐστι καὶ συνεχὴς ἀεὶ καὶ ἡ αὐτὴ ταύτης ἡ κίνησις. τούτου δὲ μὴ γινομένου, ἀλλ’ ἅμα τῷ ἡλίῳ θερμαινομένου τοῦ ἀέρος, οὐχ ἡ τοῦ ἡλίου ἄρα κίνησις οὐδὲ ἡ τῶν σφαιρῶν τῆς θέρμης ἐστὶν αἰτία ἀλλ’ ἡ φυσικὴ ποιότης αὐτοῦ (τοῦτο γὰρ λείπεται) καθάπερ καὶ ἡ τοῦ πυρός. εἰ γὰρ τὰ παρ’ ἡμῖν καὶ αὐτὸς τε‐ | |
30 | κμήρια τῶν ἐκεῖ γινομένων εἴληφε, τὸ δὲ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὸν ἀέρα, ἀλλὰ μόνῃ ποιότητι, τὸ αὐτὸ ἄρα καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι νομίζειν εὔλογον, καὶ μὴ διὰ τὸ σώζειν τὰς ἰδίας ὑποθέσεις τὸν Ἀριστοτέλη βούλε‐ σθαι, ὅτι ἐστὶν ἀπαθῆ τὰ οὐράνια σώματα, τοῖς φαινομένοις καὶ αὐτῇ πο‐ λεμεῖν τῇ αἰσθήσει. τούτου γοῦν καὶ ὁ Ἀλέξανδρος συναισθόμενος ὁμόσε | |
35 | ἐχώρει τῷ πράγματι καὶ τοῖς φαινομένοις, καὶ οὐκ ἀπαθῆ τὰ σώματα τῶν οὐρανίων ὁμολογεῖ, καὶ τὸν Ἀριστοτέλη τοῦτο βούλεσθαί φησι, ταῦτα γράφων | |
ἐπὶ λέξεως· “ἴσως δὲ οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα· οὐδὲ γὰρ ἐν | 49 | |
In Mete.14,150 | τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προ‐ θέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναύξητον, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμην, ἔθος τε αὐτῷ λέγειν τὸ θεῖον σῶμα οὐχ | |
5 | ἁπλῶς ἀπαθές, ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα 〈τὰ〉 πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους. ἥ τε γὰρ κίνησις πάθος τι, ἧς οὐκ ἀνε‐ πίδεκτα· ἀλλὰ καὶ εἰ τὸ φῶς ἀλλότριον λαμβάνειν πάσχειν τί ἐστιν, ἡ | |
10 | σελήνη εἴη ἂν πάσχουσά τι ἀπὸ τοῦ ἡλίου, εἴ γε παρ’ ἐκείνου τὸ φῶς αὐτῇ. οὐδὲν οὖν ἄτοπον καὶ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως πάσχειν τι τὸ γειτνιῶν αὐτῷ τοῦ θείου σώματος, οὐ μὴν οὕτω πάσχειν, ὥστε κατ’ εἶδός τε μεταβάλλειν καὶ ἐκπυροῦσθαι, 〈ἀλλὰ〉 διακονεῖσθαι διὰ τούτου τοῦ πάθους τῷ ὑπ’ αὐτὸ σώματι, ὡς θερμαίνεσθαί τε ὑπ’ αὐτῆς καὶ ἐκπυροῦσθαι. | |
15 | ἄλλως τε ἐπεὶ καὶ ἧττον ἤδη τὸ σῶμα τοῦτο εἰλικρινές τε καὶ καθαρόν, ὡς πρὸ ὀλίγου εἴρηκε δι’ ὧν εἶπε “τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι, τὸ δὲ ἧττον εἰλικρινὲς καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ γῆν κόσμον.” | |
20 | ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν ἐκεῖνο τὸ σῶμα μηδ’ ἀναλλοίωτον, ἀλλοίωσις δὲ σώματος οὐδὲν ἕτερόν ἐστιν ἢ μεταβολὴ κατὰ ποιότητα, πάσης δὲ σωματικῆς ποιότητος αἱ πρῶται δύο τῶν ἀντιθέσεων ἐξάρχουσιν ἡ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ τοῦ ξηροῦ τε καὶ ὑγροῦ, καὶ ἔστιν ἀδύνατον τῶν ἄλλων μετέχειν τινὸς τὸν μὴ τούτων | |
25 | μετέχοντα πρότερον (πάσας γὰρ Ἀριστοτέλης ἔδειξε τὰς ἄλλας ὑπ’ ἐκείνας ἀναγομένας), εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει τὸ θεῖον σῶμα, πάντως ἀνάγκη κατά τινα τῶν εἰρημένων τεσσάρων ποιοτήτων προηγουμένως ἀλλοιοῦσθαι, καθὰ δοκεῖ καὶ Πλάτωνι. εἰ δὲ κατ’ αὐτὰς ἀλλοιοῦται, ἐξ αὐτῶν ἄρα καὶ τὴν σύνθεσιν ἔχει καὶ κατὰ τὸ πλεονάζον αὐτῶν ἡ ἀλλοίωσις γίνεται, ὡς | |
30 | καὶ ἐν τοῖς ἡμετέροις σώμασι γίνεται. τὸ γὰρ θερμαινόμενον ἐκ ψυχρο‐ τέρου μεταβάλλει πρὸς τὸ θερμότερον, καὶ τὸ ὑγραινόμενον ξηρότερον ἦν, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστης ὁμοίως. εἰ γὰρ μὴ ἐκ τούτων εἶχε τὴν σύστασιν, οὐδ’ ἀλλοιοῦσθαι κατ’ αὐτὰς ἔμελλεν· ἑτέραν γὰρ παρὰ ταύτας ἀλλοίωσιν σῶμα φυσικὸν ὑπομένειν οὐδὲ πλάσασθαι ῥᾴδιον. ἐν τίνι δ’ ὅλως | |
35 | τὰ ἔσχατα τῶν οὐρανίων σώματα καὶ τοῖς παρ’ ἡμῖν πλησιάζοντα ἧττόν ἐστι καθαρὰ καὶ εἰλικρινῆ τῶν ἀνωτέρω, εἰ μία καὶ ἁπλῆ τῶν οὐρανίων ὑπῆρχεν ἡ ὕλη τὸ πέμπτον σῶμα πάσης ἀνεπίμικτον ἐναντιώσεως, εἰ μὴ τὰ | |
μὲν ἀνωτέρω τῆς καθαρωτάτης καὶ εἰλικρινοῦς μετεῖχε τῶν στοιχείων | 50 | |
In Mete.14,151 | μοίρας, τὰ δὲ κάτω καὶ πλησιάζοντα τῷ περὶ γῆν κόσμῳ τῆς ἧττον καθαρᾶς καὶ ἧττον εἰλικρινοῦς; καὶ γὰρ τῶν ὑπὸ σελήνην τὰ μὲν καθαρωτέρας τῶν ἁπλῶν ἔτυχε μοίρας, τὰ δὲ τῆς ὑποστάθμης αὐτῶν καὶ οἱονεὶ τρυγός. τί δὲ καὶ πάσχον ὑπὸ τοῦ ἡλίου τὸ ἔσχατον σῶμα τῶν οὐρανίων ἀλλοιοῦται | |
5 | καὶ τοῦ ἰδίου μεταδίδωσι τῷ ὑπ’ αὐτὸν ἀέρι πάθους; τί δ’ ἄλλο γε ἢ θερ‐ μαινόμενον ἐξ αὐτοῦ; οὐ γὰρ δή γε ὑπὸ τοῦ ἡλίου ἡ σεληνιακὴ σφαῖρα κινεῖται, οὔτε τὴν ἰδίαν κίνησιν τὴν ἐπ’ ἀνατολήν, 〈ἣν〉 τὰ πλανώμενα πάντα κινεῖται, οὔτε ἣν συνεφέλκεται τῇ ἀπλανεῖ. τί οὖν ἂν εἴη τὸ ἐξ ἡλίου πάθος αὐτῇ γινόμενον πλὴν τῆς θερμότητος ἧς μεταδίδωσιν ἀμέσως τῷ | |
10 | μετ’ αὐτὴν ἀέρι, ὡς καὶ ὁ ἀὴρ τοῖς μετ’ αὐτόν, ὕδατί τε καὶ γῆ; δεῖ δὲ καὶ τὴν παρατήρησιν ἐπισημειοῦσθαι τὴν Ἀλεξάνδρου. “ἴσως” γάρ φησιν, “οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα. οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ἀγένη‐ τον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναυξές, ἀναλλοίωτον δὲ | |
15 | οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνά‐ μεθα”. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. διὰ τί δὲ προὔθετο δεῖξαι ὁ Ἀρι‐ στοτέλης ἀναλλοίωτον ἐκεῖνο τὸ σῶμα, εἰ καὶ μὴ δεῖξαι δεδύνηται; ἢ ἵνα παντελῶς αὐτὸ δείξῃ ἀπαθὲς καὶ διὰ τούτου πάλιν ἄφθαρτον. τὰ γὰρ κατὰ ποιότητα γινόμενα πάθη τοῖς σώμασι, τὸ [δὲ] θερμαίνεσθαι ἢ ψύχεσθαι καὶ | |
20 | τὰ τούτοις συγγενῆ, μέτρια μὲν ὄντα καὶ τὴν κατὰ φύσιν συμμετρίαν τῶν ὑποκειμένων οὐ παντελῶς ὑπερβαίνοντα, πάθη τότε καὶ ἔστι καὶ λέγεται· ἐπειδὰν δὲ τῆς συμμετρίας ὅλης ὑπερεκπέσῃ τοῦ σώματος, φθορά ἐστι λοιπὸν καὶ τοῦ συνεστῶτος εἴδους διάλυσις. τοῦτο οὖν Ἀριστοτέλης εἰδὼς καὶ βουλόμενος ἄφθαρτα δεῖξαι τὰ κύκλῳ κινούμενα προὔθετο μὲν ἀναλ‐ | |
25 | λοίωτα δεῖξαι· εἶχε γὰρ ἐξ ἀνάγκης ἑπόμενον ὅτι καὶ ἀπαθῆ ἄλλως οὐκ ἔδειξεν, οὐκοῦν οὐδ’ ὅτι ἄφθαρτα δέδεικται. ἀλλ’ “ἔθος αὐτῷ λέγειν”, φησὶν ὁ Ἀλέξανδρος, “τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, προστιθέναι δὲ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα τὰ πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους | |
30 | ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους”. τίς οὖν ἐστιν ἡ θνητὴ δυσχέρεια ἡ συνεστῶτος ἔτι τοῦ ζῴου γινομένη, λεγέτω· τί δὲ ἄλλο γε ἢ τὸ θερμαίνεσθαι τῆς κατὰ φύσιν πλέον θερμότητος, ψύχεσθαί τε καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, καὶ ὅσα τούτοις ἐστὶν ἑπόμενα, δυσχέ‐ ρειαν τοῖς ἔχουσι τῷ παρὰ φύσιν διατιθέναι τὸ σῶμα παρέχοντα καὶ λύσεως | |
35 | ἐλπίδα, καὶ ταύτῃ τὴν ἑπομένην παντελῆ τοῦ εἴδους φθοράν ** τὰ φθαρτὰ τὴν φύσιν κρίνεται καὶ τὰ μὴ τοιαῦτα. εἰ οὖν ἀπαθὲς παντελῶς | |
οὐκ ἔστιν ἐκεῖνο τὸ σῶμα, οὐδὲ Ἀριστοτέλης τοῦτο δέδειχε, μάτην αὐτῷ | 51 | |
In Mete.14,152 | τὸ πάσης θνητῆς δυσχερείας προσθεὶς χαρίζεται τὸ μὴ προσόν. εἰ γὰρ ὅλως θερμότερον αὐτὸ ἑαυτοῦ ἐξ ἡλίου γίνεται καὶ τοῦτο τὸ πάθος μετα‐ δίδωσι τῷ μετ’ αὐτὸν ἀέρι, τῆς δυσχερείας ἄρα τῆς θνητῆς οὐκ ἀπήλλα‐ κται· ἄλλο γάρ τι τοῦ θείου σώματος πάθος τὸν ἀέρα θερμαῖνον δεικνύειν | |
5 | ἕξουσιν οὐδὲ μέχρι τοῦ πλάσασθαι. Ἐζήτει δὲ καὶ τοῦτο καλῶς ὁ Ἀλέξανδρος, ὡς εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως ἡ θερμότης ἐνταῦθα γίνεται, πῶς οὐκ ἔστιν ἡ ἀπ’ αὐτοῦ θερμότης ἐν ταῖς σκιαῖς, καίτοι γε καὶ τοῦ σκιαζομένου ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος. ἢ ἐπειδή, φησίν, ἄλλος | |
10 | ἐξ ἄλλου θερμαίνεται τῇ συνεχείᾳ τε καὶ τῇ ἁφῇ, τὸ δ’ ἐπισκοτῆσαν ἅμα καὶ τὴν συνέχειαν καὶ τὴν ἁφὴν ἐνεπόδισε τὴν κατὰ τοῦτο τοῦ θερμαίνοντος ἀέρος· οὐχ ὁμοίως γὰρ ἁπτόμενος ὁ ἐπεσκοτημένος τοῦ ἀνεπισκιάστου οὐδ’ ὁμοίως θερμός ἐστι. ταῦτα δὲ καλῶς ἂν ἔλεγεν ὁ Ἀλέξανδρος, εἰ μὴ τὴν τοῦ ἡλίου κίνησιν ἀλλὰ ποιότητα καὶ μόνην ὡς ἐπὶ πυρὸς θερμαίνειν ἔλεγε | |
15 | τὸν ἀέρα. τὸ γὰρ πρῶτον αὐτοῦ μόριον καὶ τῷ πυρὶ πλησιάζον ἐξ αὐτοῦ θερμανθὲν τὸ μετ’ αὐτὸ θερμαίνει, καὶ τοῦτο τὸ ἑξῆς, μέχρις ἂν ἀμυδρο‐ τέρα γινομένη ἡ κατὰ μέρος θερμασία διὰ τὴν ἐκ τοῦ πυρὸς ἀπόστασιν ἀποσβεσθείη παντάπασιν. εἰ δὲ κατὰ Ἀριστοτέλη μόνῃ τῇ κινήσει τοῦ ἡλίου, μᾶλλον δὲ τῆς ἡλιακῆς σφαίρας θερμαίνεται ὁ ἀήρ, συνεχὴς δὲ ὅλος | |
20 | ἐστὶ πλὴν εἰ μὴ πᾶν τι μόριον αὐτοῦ καθειργμένον ὑπὸ γῆν ὑπάρχον ἢ ὑπό τινος πανταχόθεν οἰκοδομήματος τοιούτου τινὸς ὑποθώμεθα, καὶ τὴν αὐτὴν ἐν ἑκάστῳ θερμασίαν ἐχρῆν ὑπάρχειν. ἔστω δὲ τὸν τοιοῦτον ἀέρα μὴ κινεῖσθαι μηδὲ θερμαίνεσθαι· ἀλλὰ ὑπὸ τῶν τειχίων ἢ πετρῶν τινων σκιαζόμενος ἀὴρ συνεχὴς ὢν πανταχόθεν τῷ φωτιζομένῳ πλὴν ἐκ μόνης τῆς | |
25 | διακοπείσης πλευρᾶς ὑπὸ τοῦ ἐπιπροσθήσαντος, διὰ τί μὴ τῆς αὐτῆς μετέχει θερμότητος τοῖς συνεχέσιν αὐτῷ μέρεσι τοῦ ἀέρος καὶ τὸ φῶς δεχομένοις, τῆς αὐτῆς μετέχον τοῦ ἡλίου κινήσεως; δῆλον οὖν οἶμαι κἀντεῦθεν ὡς οὐχ ἡ τοῦ ἡλίου κίνησις, ἥτις οὐχ ἅπτεται τοῦ ἀέρος, ἀλλ’ ἡ τούτου ποιότης ὡς ἐπὶ πυρὸς θερμαίνει τὸν ἀέρα, καὶ διὰ τοῦτο τὰ ἐπιπροσθού‐ | |
30 | μενα τούτου μέρη μὴ διαβιβαζομένης ἐπ’ αὐτὰ τῆς ποιότητος τοῦ ἡλίου διὰ τὸ ἐπιπροσθοῦν οὐχ ὁμοίως τοῖς ἄλλοις θερμαίνεται, μετρίας μόνης αὐτοῖς ἐκ τῶν γειτνιαζόντων μεταδιδομένης θερμότητος, καὶ οὐ τοσαύτης ὅση γίνεται τοῖς ἀμέσως τοῦ ἡλίου δεχομένοις τὰς ἀκτῖνας. ἐξ ὧν δῆλον ὡς τῷ ἡλιακῷ φωτὶ θερμασία συμπαρομαρτεῖ πάντως, ὡς καὶ ἐπὶ τοῦ | |
35 | πυρὸς γινόμενον φαίνεται, συνεζευγμένης αὐτῶν τῷ φωτὶ τῆς θερμότητος. ποιότητι οὖν καὶ οὐ τῇ κινήσει θερμαίνει ὁ ἥλιος οὔτε τῇ ἑαυτοῦ, εἴ τινα ἔχει ἰδίαν κίνησιν, οὔτε τῆς ἡλιακῆς σφαίρας. εἰ γὰρ οὕτως ἐθέρμαινεν, | |
οὐδὲν ἧττον καὶ ὑπὸ σκιὰν καὶ ἐν χειμῶνι τὴν αὐτὴν θερμασίαν ὁμοίως | 52 | |
In Mete.14,153 | ἀεὶ παρεῖχεν ἅπασι, μιᾶς καὶ τῆς αὐτῆς ἀεὶ κινήσεως οὔσης τῆς τε ἀπλα‐ νοῦς καὶ τῶν πλανωμένων ἰδίᾳ ἑκάστης. ἀλλ’ εἰ πύριος ἦν, φασί, καὶ θερ‐ μότητι τῇ αὐτοῦ τὰ ὑπὸ σελήνην ἐθέρμαινε, διὰ τί μεσουρανῶν μᾶλλον θερμαίνει καὶ μὴ περὶ τοὺς ὁρίζοντας ὤν; οὐδὲ γὰρ τὰ ἐκ πλαγίου κείμενα | |
5 | τῷ πυρί, ἀλλὰ τὰ ἐπικείμενα τούτῳ μᾶλλον θερμαίνεται, ὡς τὰ ἑψόμενα καὶ τὰ χωνευόμενα. μάλιστα μὲν οὖν πολλὰ τῶν τηκτῶν ὡς καὶ ὁ μό‐ λιβδος ὑποκείμενα τῷ πυρὶ τήκεται· ὡς γὰρ τὸ φῶς πανταχοῦ, εἰ μή τι κωλύοι, φέρεται, οὕτω καὶ ἡ συμπαρομαρτοῦσα τούτῳ θερμότης. εἶτα καὶ ἡ αἰτία δήλη· πρὸς τῷ ὁρίζοντι γὰρ ὁ ἥλιος οὐ πάσας αὐτοῦ τὰς ἀκτῖνας | |
10 | εἰς ἡμᾶς πέμπει, ἀλλὰ τὰς μὲν ὑπὸ γῆν, τὰς δὲ ὑπὲρ ἡμᾶς, ἐν τῷ μεσου‐ ρανήματι δὲ γενόμενος εἰς ἅπαντα τὸν περὶ ἡμᾶς ἀέρα πέμπων τὰς ἀκτῖνας ὅλον θερμαίνει. ἔπειτα πολλή ἐστιν ἡ περὶ γῆν ἀχλύς, δι’ ἧς αἱ ἀκτῖνες φερόμεναι τοῦ ἡλίου ὄντος ἐν τῷ ὁρίζοντι τὸ φῶς ἀμβλύτερον ἔχουσι· διὸ καὶ αὐτὸς ἐρυθρὸς τότε φαίνεται, οἷον καὶ τὸ ἐκ τῶν ὑγρῶν ξύλων γινόμενον | |
15 | πῦρ· ὑψούμενος δὲ καὶ πλείονα χρόνον μένων ὑπὲρ γῆν λύει τὴν ἀτμίδα. εἰ γὰρ καὶ τῆς γῆς, ὥς φασιν, ἑκατονταεβδομηκονταπλασίων ἐστίν, ἀλλ’ οὐ παντὸς τοῦ μέχρι τῆς σελήνης σώματος. διόπερ ὅσα μὲν αὐτῷ πλησιάζει, ὡς τὰ ὑπὸ τὸν ἰσημερινόν, ἐκκέκαυται λίαν, ὅσα δὲ τούτου μᾶλλον ἀφέστηκε, μᾶλλον κατέψυκται, ὡς τὰ περὶ τοὺς πόλους διὰ τὴν μεγίστην ἀπόστασιν | |
20 | κατεψυγμένα λίαν ἐστὶ καὶ ἀοίκητα, ὡς καὶ τὰ ὑπὸ τὸν ἰσημερινὸν διὰ τὴν ἐκπύρωσιν. οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις αἰτία ἐστὶ τοῦ τὰ ὑπὸ σελήνην θερμαίνεσθαι· ὁμοίως γὰρ ἐν παντὶ χρόνῳ πάντα ἂν ἐθερμαίνετο· ἀλλ’ ἡ τοῦ ἡλίου πυρώδης οὖσα φύσις τὰς μὲν οἰκουμένας δύο ζώνας τήν τε βορειοτέραν τοῦ θερινοῦ τροπικοῦ καὶ τὴν τοῦ χειμερινοῦ νοτιωτέραν συμ‐ | |
25 | μέτρως θερμαίνουσα εὐκράτους ποιεῖ, τὰς δὲ λοιπὰς τρεῖς διὰ τὴν ἐπὶ τἀναντία πάλιν ὑπερβολὴν ἀοικήτους ἐργάζεται. ἱκανῶς δὲ τούτων εἰρη‐ μένων τὴν ἀκοὴν ἀναπαύοντες, ἐνταῦθα τῷ πρώτῳ τμήματι δίδομεν πέρας. p. 341b1 Τούτων δὲ διωρισμένων λέγωμεν διὰ τίνα αἰτίαν αἵ τε φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ δια‐ | |
30 | θέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες· ταῦτα γὰρ πάντα ἐστὶ τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, δια‐ φέρει δὲ τῷ μᾶλλον καὶ ἧττον. Ἐπεξελθὼν ὡς ἐν προοιμίοις ὅσα προδιδάξαι τῆς τῶν μετεώρων θεω‐ ρίας χρήσιμον ἦν, τουτέστι τόν τε σκοπὸν τῆς προκειμένης ἀφορισάμενος | |
35 | πραγματείας καὶ τὴν τάξιν, ἣν ἐν τοῖς φυσικοῖς αὐτοῦ συγγράμμασιν εἴληχε, τίνα τε διδάξαι πρὸ αὐτῆς ὡς προηγούμενα φυσικῶς ἀκόλουθον ἦν, καὶ | |
τίνα μετ’ αὐτὴν ὡς ἑπόμενα μέλλει διδάσκειν, εἶτα καὶ περὶ τῶν στοιχείων | 53 | |
In Mete.14,154 | τοῦ κόσμου παντὸς ἀναμνήσας ὡς πέντε τὸν ἀριθμόν εἰσι, τέσσαρα μὲν τῶν ὑπὸ σελήνην ἁπάντων, ἄλλο δὲ παρὰ ταῦτα πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνέστηκε σώματα, καὶ ὡς οὔτε μόνον πῦρ ἐστι τὸ μετὰ τὴν γῆν ἅπαν ἕως τῶν ἐσχάτων ἀστέρων οὔτε μόνος ἀὴρ οὔτε τὰ δύο καὶ μόνα συμπε‐ | |
5 | πλήρωκε τὸ διάστημα τοῦτο πᾶν, καὶ περὶ τῆς τούτων τάξεως εἰπὼν ὅτι μέση μὲν ἁπάντων ἡ γῆ μετὰ τοῦ συναπειλημμένου τοῖς κοιλώμασιν αὐτῆς ὕδατος, ἀὴρ δὲ μετ’ αὐτήν, καὶ μετὰ τοῦτον ἡ τοῦ πυρὸς οὐσία, ὅπερ οὐ πῦρ ἐστιν ἀλλὰ πυρὸς ὑπέκκαυμα, εἶτα πάντων ἔσχατον τὸ πέμπτον στοι‐ χεῖον, ὅπερ ὕλη τῶν κυκλοφορουμένων ἐστὶν ἁπάντων, καὶ ὅτι τὰ μὲν ἐν‐ | |
10 | τὸς τῆς σελήνης στοιχεῖα ὕλη τῶν γινομένων καὶ φθειρομένων εἰσί, τὸ δ’ ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τουτέστιν ἡ ποιητικὴ τούτων αἰτία τὸ κυκλο‐ φορούμενον, εἰπὼν δὲ καὶ ὡς εἰς ἄλληλα μεταβάλλει τὰ τέσσαρα (συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὸν σκοπὸν τῆς ὑποκειμένης ὑποθέσεως) ἀκολούθως ἐζήτησε, διὰ τί μὴ συνίσταται νέφη μήτε κάτω περὶ αὐτὴν τὴν γῆν μήτε | |
15 | μὴν ἐν τῷ ἀνωτάτῳ καὶ πλησίον τοῦ ὑπεκκαύματος, καὶ τούτων τὴν αἰτίαν εἰρηκὼς ἔσχατον ἐζήτησε πάντων ὡς εἰ μὴ πύριά ἐστι τὰ οὐράνια, πόθεν ἅμα τῷ φανῆναι τὸν ἥλιον θερμαίνεται ὁ ὑπὸ σελήνην ἀήρ. καὶ τοῦτο δὲ συμπεράνας ἔρχεται λοιπὸν εἰς ὃ καὶ προὔκειτο, τὰς αἰτίας εἰπεῖν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, καὶ πρό γε τῶν ἄλλων τίνες εἰσὶν | |
20 | αἱ περὶ τὸν οὐρανὸν φαινόμεναι φλόγες καὶ οἱ διαθέοντες ἀστέρες, οὓς ἐκ τῆς κινήσεως διᾴττοντας ὀνομάζουσι, δαλοί τε καὶ αἶγες καὶ εἴ τι τούτοις ἐστὶ συγγενὲς ἐκεῖ συνιστάμενον. κοινῶς δὲ περὶ τούτων ἅμα προὔθετο δι‐ δάσκειν, ἐπειδήπερ καὶ τὸ ὑλικὸν αὐτῶν αἴτιον ἕν ἐστιν, αἱ ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ὡς δειχθήσεται, καὶ τὸ ποιητικὸν ὁμοίως ἡ τῶν οὐρανίων | |
25 | περιφορά. τίς δὲ καὶ ἡ τούτων ἑκάστη διαφορά, προϊὼν διδάξει. τὰ δὲ τοιαῦτα περὶ τὸν οὐρανὸν γενέσθαι φησίν, οὐρανὸν εἰπὼν ἢ κατὰ τὴν τῶν πολλῶν δόξαν οἰομένων ἐν τῷ οὐρανῷ ταῦτα γίνεσθαι, ἢ καθ’ Ὅμηρον οὐρανὸν ἐκάλεσε τὸν ἀέρα· “Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν·” ἢ μᾶλλον ἀκριβῶς εἶπεν οὐκ ἐν οὐρανῷ, ἀλλὰ περὶ τὸν | |
30 | οὐρανόν, τουτέστι περὶ τὸν πλησιάζοντα τόπον αὐτῷ. τὸ αὐτὸ δ’ εἶναί φησιν ἅπαντα κατὰ τὸ ὑλικὸν αἴτιον καὶ διὰ τὴν αὐτὴν αἰτίαν τὴν ποιητικήν. p. 341b5 Ἀρχὴ δ’ ἐστὶ καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε. θερ‐ μαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγ‐ καῖον γίνεσθαι μὴ ἁπλῆν, ὥς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν | |
35 | μὲν ἀτμιδωδεστέραν, τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δὲ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος. | |
Τὰ νῦν ῥηθησόμενα οὐ μόνον τῶν ἀπηριθμημένων ἐστὶν ἀρχή, ἀλλὰ | 54 | |
In Mete.14,155 | καὶ πάντων τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, κομητῶν, κε‐ ραυνῶν, ἀστραπῶν, βροντῶν. ἤδη μὲν οὖν τὸ ὑλικὸν αἴτιον πάντων τῶν γινομένων καὶ φθειρομένων ὅτι 〈τὰ〉 τέσσαρα στοιχεῖά ἐστιν ἐδίδαξεν. ἐπειδὴ δὲ νῦν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων τὰς αἰτίας διδάξαι βούλεται (εἰ | |
5 | γὰρ καὶ κοινὰ πάντων τῶν γινομένων, ὡς εἶπον, ἐκεῖνά ἐστιν, ἀλλ’ ἔστι καὶ τῶν κατὰ γένος διαφερόντων ἑκάστῳ καὶ τῶν κατ’ εἶδος ὕλη τις ἰδιά‐ ζουσα· τοῖς εἴδεσι γὰρ τῶν συνθέτων καὶ ἡ ὕλη συνεξαλλάττεται) ἀνάγκη καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων ἁπάντων εἶναί τινα κοινοτέραν ὕλην, ἥτις τῶν ἐν γενέσει πάντων ἐστὶ καὶ φθορᾷ, καὶ ἰδικωτέραν τούτων αὐτῶν | |
10 | ἄλλην, ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων. τέως οὖν τὴν κοινὴν ἁπάν‐ των τῶν ἐν τῷ μετεώρῳ γενικώτερον τίς ἐστι διδάσκει τὸν τρόπον τοῦτον. δύο γὰρ ὄντων, φησί, τῶν ἐν τῷ μέσῳ τοῦ παντὸς στοιχείων, ὕδατός τε καὶ γῆς, καὶ τούτων ὑπὸ τοῦ ἡλίου τὸν εἰρημένον τρόπον θερμαινομένων, διττὰς ἐξ αὐτῶν ἀνάγκη γίνεσθαι καὶ τὰς ἀναθυμιάσεις, καὶ τὴν μὲν ἐκ | |
15 | τοῦ ὕδατος ὑγράν, οἷός ἐστι καὶ ὁ ἐκ τῶν λεβήτων ἀτμὸς θερμαινομένου τοῦ ἐν αὐτοῖς ὕδατος, τὴν δὲ ἐκ τῆς γῆς ξηράν, οἵα πάλιν ἐκ τῶν καιο‐ μένων ξύλων ἀναδιδομένη φαίνεται καὶ τῶν θυμιαμάτων· ἑκατέρα μέντοι τούτων ἐστὶ θερμή. ἐπειδὴ γὰρ ἐξ ἡλίου τὰ δύο ταῦτα στοιχεῖα γῆ καὶ ὕδωρ θερμαινόμενα τὴν τοιαύτην ὑπομένει μεταβολήν, δῆλον ὅτι κατὰ μόνον | |
20 | τὸ ἐν αὐτοῖς ἑκάτερον μεταβάλλει ψυχρόν· τὸ δὲ ἐκ ψυχροῦ μεταβαλὸν ἐξ ἀνάγκης γίνεται θερμόν. μήτε οὖν τῆς γῆς κατὰ τὸ ἐν αὐτῇ μεταβαλλού‐ σης ξηρὸν μήτε τοῦ ὕδατος κατὰ τὸ ὑγρόν, ἀλλὰ μόνον κατὰ τὸ ἐν αὐτοῖς ψυχρὸν ὑπὸ τοῦ θερμοῦ νικώμενον εἰκότως ἑκατέρα τῶν ἀναθυμιάσεών ἐστι θερμή, μένοντος ἐν θατέρᾳ μὲν τοῦ ξηροῦ, ἐν τῇ λοιπῇ δὲ τοῦ ὑγροῦ. | |
25 | οὐκοῦν ἡ μὲν ἐξ ὕδατος ὑγρά ἐστι καὶ θερμή, ἡ δὲ ἐκ τῆς γῆς ξηρὰ καὶ θερμή. καλεῖ δὲ τὴν μὲν ἀτμίδα, τὴν δὲ καπνώδη καὶ πνευματώδη· καὶ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν. αὗται τοίνυν τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἁπάντων κοινῶς ὑλικὸν ὑπάρχουσιν αἴτιον, ποιητικὸν δὲ ἡ τῶν οὐρανίων περιφορὰ σωμάτων. θερμῆς τοίνυν ἑκατέρας ἀναθυμιάσεως ὑπαρχούσης | |
30 | εἰκότως εἰσὶν ἀνώφοροι· ἀλλ’ ἡ μὲν καπνώδης μᾶλλόν ἐστι κούφη, τὸ ξηρὸν ἔχουσα τοῦ τάχους συναίτιον, τῆς δὲ λοιπῆς τὸ ὑγρὸν ὑποτέμνει τὸ τάχος, ὡς ἐν ἑτέροις ἀκριβῶς ταῦτα δεδείχαμεν. οὐκοῦν ἡ μὲν ἐξ ὕδατός ἐστι περιγειοτέρα τῷ τόπῳ ὡς ἧττον κούφη, ἡ δὲ ἐκ γῆς ἐπιπολάζει ταύτῃ καὶ μᾶλλόν ἐστι μετέωρος ὡς κουφοτέρα· καὶ ἡ μὲν τὰ περὶ τὸν ἀέρα | |
35 | πάθη γεννᾷ, ὁμίχλην, ὑετόν, χιόνα, χάλαζαν καὶ τὰ τούτοις συγγενῆ, ἡ δὲ ξηρὰ πρὸς τὸ συγγενὲς ἄνω χωροῦσα τὰ περὶ τὸ ὑπέκκαυμα συνίστησιν, ὧν ἐστι καὶ τὰ προκείμενα, φλόγες καὶ δαλοὶ καὶ αἶγες καὶ ὅσα κατηρι‐ θμήσατο· πυρώδη γάρ ἐστι τὴν φύσιν ἅπαντα. τὴν δὲ διαφορὰν αὐτῶν προϊόντες αὐτοῦ λέγοντος εἰσόμεθα. τὸ δὲ καὶ ἐν τῇ γῇ φησι καὶ ἐπὶ | |
40 | τῇ γῇ ἢ ὅτι τὸ μέν ἐστιν ἐν τοῖς κοιλώμασιν αὐτῆς, τὸ δὲ καὶ ἐπιπολάζει, | 55 |
In Mete.14,156 | ἢ καὶ καθ’ ἑνὸς τοῦ αὐτοῦ· καὶ γὰρ τῷ ἐν τοῖς κοιλώμασιν ὕδατι ὑπό‐ κειται γῆ. p. 341b12 Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται τὸ πέριξ· πρῶτον γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστι τὸ θερμὸν | |
5 | καὶ ξηρόν. ὃ λέγομεν πῦρ· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτον ἐκκαίεσθαι τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν. Ἐδιδάξαμεν ἤδη, τίς ἡ τῶν πέντε τοῦ κόσμου στοιχείων ἐστὶ πρὸς | |
10 | ἄλληλα θέσις τε καὶ τάξις. τὸ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἐκ τῶν νῦν δε‐ δειγμένων περὶ τῆς γενέσεως τῶν δύο τούτων ἀναθυμιάσεων συλλογίζεται. ὡς γὰρ ἔφθη προειπών, εἰδέναι δέον ἐστὶν ὡς ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ μέρη τῶν στοιχείων ἐν τῇ εἰς ἄλληλα μεταβολῇ, τοῦτον ἔχειν καὶ τὰς ὁλότητας αὐτῶν πρὸς ἀλλήλας ἀνάγκη. πρῶτον μὲν γάρ ἐστι καὶ ἐξώτα‐ | |
15 | τον πάντων τὸ ἐγκύκλιον σῶμα. ἐπειδὴ γὰρ τῇ τούτου κινήσει τὰ ἐντὸς μεταβάλλει, πᾶν δὲ σῶμα ποιοῦν εἰς ἕτερον ἁπτόμενον αὐτοῦ ποιεῖ, ἀνάγκη τὸ κυκλοφορούμενον εἰς πάντα τὰ λοιπὰ ποιεῖν μέλλον περιέχειν ἐντὸς ἅπαντα, ἵνα καὶ εἰς αὐτὰ δρῴη πανταχόθεν αὐτῶν ἁπτόμενον, κἀκεῖνα μὴ διαφεύγῃ τὸ ἐξ αὐτοῦ πάθος. κἂν γὰρ μὴ ἀμέσως πάντων ἅπτηται, | |
20 | ἀλλὰ διὰ τῶν προσεχεστέρων εἰς τὰ ἐφεξῆς ποιεῖ. τούτου δεύτερον ἐφεξῆς ἐστι τὸ θερμὸν σῶμα καὶ ξηρόν, οἷον ἔφαμεν εἶναι καὶ τὸ ἐκ τῆς γῆς ἀναθυμιώμενον· διὰ γὰρ τὴν κουφότητα πᾶσά ἐστιν ἀνάγκη τῶν ἄλλων αὐτὸ τριῶν ὑπεράλλεσθαι. τοῦτο δέ, φησί, πῦρ ὀνομάζομεν· καίτοι πῦρ οὐκ ἔστιν, ὡς καὶ πρότερον εἶπε· κυρίως γάρ ἐστι πῦρ, ὅταν ὑπερεξαφθῇ | |
25 | καὶ γένηται φλόξ. ἀλλ’ ἐπειδὴ τὸ θερμὸν καὶ ξηρὸν κοινόν ἐστιν ἐπὶ τῶν τοιούτων ἁπάντων, τοιαύτη δὲ καὶ ἡ φλὸξ καὶ τὸ πνεῦμα καὶ ἡ καπνώδης ἀναθυμίασις καὶ ταύτης αἱ ποικίλαι διαφοραὶ ποσότητι διακρινόμεναι καὶ τάξει τῶν μερῶν, ἐξ ὧν καὶ τὰ διάφορα πάθη τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων γίνεται, τούτοις δὲ πᾶσι κοινὸν οὐ κεῖται ὄνομα, διὰ τοῦτο | |
30 | τὸ γένος ὀνομάζειν εἰώθασιν ἐκ τοῦ γνωριμωτέρου ἡμῖν τὸ τοιοῦτον ὅλον προσαγορεύοντες σύστημα· ἢ ὅτι καὶ δυνάμει πῦρ ἐστι τὸ ὑπέκκαυμα· μικρᾶς γὰρ αἰτίας τυχὸν εὐθὺς ἐκκαίεται. ὁ δὲ Ἀριστοτέλης κυριωτέραν τῷ κοινῷ τούτῳ τῷ μήπω ἐκφλογωθέντι θερμῷ καὶ ξηρῷ προσηγορίαν ἐπενόησε πρέπουσαν, ὑπέκκαυμα καλέσας αὐτὸ ὡς ἐπιτήδειον ἀπὸ μικρᾶς | |
35 | αἰτίας ῥᾳδίως ἐκκαίεσθαι, καὶ ταύτην ἐκ τῶν παρ’ ἡμῖν τὴν προσηγορίαν λαβών· ὑπεκκαύματα γὰρ καλοῦμεν ἡμεῖς τὰ λεπτὰ καὶ φρυγανώδη καὶ ὅσα πρὸς ῥᾳδίαν ἔξαψίν ἐστιν ἐπιτήδεια. ἐπεὶ οὖν καὶ ἡ καπνώδης αὕτη καὶ πνευματώδης ἀναθυμίασις καὶ ὅλον ἐκεῖνο τὸ πρὸς τῇ σελήνῃ τοιοῦτόν | |
ἐστιν, εἰκότως αὐτὸ ὑπέκκαυμα προσηγόρευσεν. | 56 | |
In Mete.14,157 | p. 341b18 Δεῖ δὲ νοῆσαι τὸ ὑπέκκαυμα τοῦτο, ὃ νῦν εἴπομεν πῦρ, περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ἐὰν οὖν μάλιστα εὐ‐ | |
5 | καίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κι‐ νηθῇ πως, ἐκκαίεται. Τοῦτο, φησί, τὸ κοινότερον ὅπερ ἡμεῖς ὑπέκκαυμα προσηγορεύσαμεν διὰ τὸ μὴ εὑρεῖν αὐτῷ παρὰ τοῖς παλαιοῖς κείμενον ὄνομα (πῦρ γὰρ μόνην τὴν φλόγα προσαγορεύουσι), δεῖ νοεῖν ἔσχατον περιτετάσθαι πάσης τῆς | |
10 | περὶ γῆν σφαίρας· αὕτη δέ ἐστιν ὅλον τὸ μετὰ τὴν σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. μία γὰρ ἐκ τῶν τεσσάρων στοιχείων ναστὴ γίνεται σφαῖρα· ἐν μὲν γὰρ τοῖς κοιλώμασι τῆς γῆς συνερρυηκὸς τὸ ὕδωρ μίαν ἅμα τοῖς πέρασιν αὐτῆς ἐποίησεν ἐπιφάνειαν, μετὰ δὲ ταύτην ὁ μεταξὺ τῆς τῶν ὀρῶν ἐπαναστάσεως λιμνάζων ἀὴρ πάλιν ἑτέραν ἅμα ταῖς κορυφαῖς | |
15 | αὐτῶν ἀπετέλεσεν ἐπιφάνειαν· τὸ δὲ μετὰ τοῦτο πᾶν ἔκ τε τοῦ λοιποῦ ἀέρος συνεστὸς καὶ τοῦ ὑπεκκαύματος συσχηματιζόμενον τῇ κοίλῃ τῆς σεληνιακῆς σφαίρας ἐπιφανείᾳ μίαν τῶν ἐντὸς ἁπάντων σωμάτων ναστὴν σφαῖραν εἰργάσατο, καὶ δῆλον ὡς ἁπτομένων τῶν μορίων αὐτῆς καὶ μίαν ἐχόν‐ των συνέχειαν. τοῦτο οὖν τὸ ἔσχατον τῆς σφαίρας ταύτης, ὃ καλοῦμεν ὑπέκ‐ | |
20 | καυμα, περιτεταμένον ἅπασι τοῖς ἐντὸς καὶ τῶν κυκλοφορουμένων ἀμέσως ἁπτόμενον σωμάτων εἰ μικρᾶς ἀπὸ τῆς κινήσεως αὐτῶν αἰτίας τύχοι, εὐθὺς ἐξάπτεται καὶ γίνεται πῦρ. καὶ τούτου τὸν καπνὸν πίστιν ἐπάγεται· καὶ γὰρ οὗτος ξηρὸς ὢν καὶ θερμὸς εἰ πυρὸς τύχοι γειτνιάζοντος, ῥᾳδίως ἐξ‐ άπτεται. εἰ γὰρ λύχνον ἐσβεσμένον καὶ ἔτι καπνίζοντα ὑποθείης ἄλλῳ | |
25 | καιομένῳ οὕτως, ὡς τὸν ἀνιόντα καπνὸν ὁμιλεῖν τῇ φλογὶ τοῦ καιομένου λύχνου, ὄψει τὸν καπνὸν ἐξαπτόμενον ἄνωθεν καὶ τὴν φλόγα κατὰ συνέχειαν δι’ αὐτοῦ κάτω φερομένην, μέχρις ἂν αὐτὴν ἐξάψῃ τὴν θρυαλλίδα τοῦ σβεσθέντος λύχνου. καὶ δαλὸν δὲ καπνίζοντα εἰ μικρὸν ἐγγυτέρω θείης πυρὸς οὕτως, ὥστε τὸν καπνὸν ἐπὶ τὴν φλόγα παρακλίνειν, τὸ αὐτὸ πάλιν | |
30 | ὄψει γινόμενον, καὶ τὸν καπνὸν ἐξαπτόμενον καὶ τὸν δαλὸν συνεξάπτοντα. ἀλλ’ εἰ καὶ τὸν δαλὸν περιστρέφων κινήσαις, σφοδρότερον τὸ αὐτὸ περι‐ σταίη τῇ κινήσει τοῦ πνεύματος ἐξαπτόμενος. εἰ οὖν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως συνέστηκε τὸ ὑπέκκαυμα, πῶς οὐκ ἀνάγκη καὶ τοῦτο δι’ ἡντιναοῦν αἰτίαν κινήσεως τυχὸν τοῦ συνήθους σφοδροτέρας ἐξάπτεσθαι; ἔστι | |
35 | γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. εἰ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν, τοιαύτη δὲ καὶ ἡ φλὸξ ἐπιτεταμένας ταύτας ἔχουσα τὰς ποιότητας, εἰκότως ἐξ οἵας δή ποτε ἐμπιπτούσης αἰτίας ἐκζέσειε τὸ πνεῦμα, φλὸξ γίνε‐ | |
ται. ὥστε ὑπέκκαυμα τοῦ πυρός ἐστι τὸ πνεῦμα, ταὐτὸν δ’ εἰπεῖν ἡ | 57 | |
In Mete.14,158 | καπνώδης ἀναθυμίασις. [τὸ δὲ κῶλον ἰάμβου μέτρον ἐπλήρωσεν.] ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται. ἀντιπίπτοντος λύσις ἐστὶ τὸ προ‐ κείμενον. ἠπόρησε γὰρ ἄν τις, εἰ ὅλον τῆς αὐτῆς φύσεώς ἐστι τὸ ὑπέκ‐ | |
5 | καυμα (πνεῦμα γάρ ἐστι θερμὸν καὶ ξηρὸν ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἐστὶν ὕλη πυρός), ἀλλὰ καὶ τὸ ποιητικὸν ἕν ἐστι καὶ ταὐτὸν ἡ τῶν οὐρανίων κίνησις, καὶ μία ἐστὶν αὕτη καὶ ὁμαλὴ ἀεί, διὰ τί τὸ μὲν ἐξάπτεται τοῦ ὑπεκκαύματος μόριον, τὸ δὲ οὔ, καὶ ἄλλοτε ἄλλο τοῦτο πάσχει. φησὶν οὖν ὡς οὐ παρὰ τὸ ποιητικὸν αἴτιον τὴν κυκλοφορίαν ἡ ἀνωμαλία τούτων ἐστίν, | |
10 | ἀλλὰ παρὰ τὸ ὑλικόν· ὃ γὰρ ἂν τούτου μόριον ἐπιτηδείως ἔχῃ πρὸς ἔκ‐ καυσιν, τοῦτο τῇ κινήσει τοῦ περιέχοντος ἐκφλογοῦται· οὐδὲ γὰρ ἀπαθὲς τὸ ὑπέκκαυμα οὐδ’ ἀναλλοίωτόν ἐστιν, ἀλλὰ καὶ λίαν εὐπαθὲς διὰ τὴν λεπτομέρειαν. καὶ γὰρ τῶν ἡμετέρων μορίων ἄλλοτε ἄλλο θερμαίνεται, καὶ τὸ μὲν ἀσθενῆσαν δι’ ὁτιοῦν ἐπιρρεῖ τε καὶ φλεγμαίνει, τὸ δὲ ἐρρω‐ | |
15 | μένον καὶ τὸ ἐπιὸν ἀπωθεῖται ῥεῦμα. τί οὖν ξένον, εἰ καὶ τὰ τοῦ ὑπεκ‐ καύματος μόρια τὸ αὐτὸ τοῦτο πάσχει, καὶ ἄλλοτε ἄλλο τούτου μέρος ἐκ‐ φλογοῦται διὰ τὰς ἐκ τῆς γῆς ἀναθυμιάσεις πλείους ποτὲ γινομένας ἢ διὰ τὸ μανοῦσθαι τυχὸν ἢ πυκνοῦσθαι μᾶλλον, ἢ διὰ τὸ τῇ κινήσει πολλάκις ἀπορραγέν τι μόριον τῆς συνεχείας τοῦ ὅλου καὶ οἷον ἐξακοντιζόμενον ἐκ‐ | |
20 | φλογοῦσθαι ἢ διά τινας ἑτέρας τοιαύτας αἰτίας. καὶ μάνωσις γὰρ ἔσθ’ ὅτε καὶ πύκνωσις τὰ ὑποκείμενα ποιεῖ πρὸς ἔξαψιν ἐπιτήδεια. πυκνοῦται δὲ τὸ ὑπέκκαυμα ἢ διὰ τὴν ὑγρότητα τοῦ ὑποκειμένου ἀέρος ἢ διὰ τὸ πολλὴν γίνεσθαι κάτωθεν ἀναθυμίασιν πιλούμενον, ἢ διὰ τὴν τοῦ ἡλίου ἀπόστασιν ἄλλοτε ἐξ ἄλλου μέρους αὐτοῦ γινομένην. ἀλλὰ καὶ μανότερον ἔσθ’ ὅτε | |
25 | γίνεται ἤτοι πάλιν διὰ τὴν τοῦ πέριξ κίνησιν θερμαινόμενον ἔτι ἢ διὰ τὸ πλησιάζειν αὐτῷ τὸν ἥλιον. οὔτε δὲ τὰ κατάξηρα λίαν ἐξάπτεται, οἷά ἐστι τὰ σεσηπότα τῶν ξύλων, οὔτε τὰ λίαν ὑγρά, ὡς τὰ νεωστὶ τετμημένα. καὶ ἡ πυκνότης δὲ πολλάκις οὐ ῥᾳδίαν ποιεῖ τὴν ἔξαψιν καὶ τοὐναντίον ἡ μανό‐ της οὖσα πολλή. οὔτε γὰρ σπόγγος ἐξάπτεται ῥᾳδίως οὔτε φελλὸς οὔτε | |
30 | ἔβενος ἢ ἐλέφας, τὰ μὲν διὰ τὴν πύκνωσιν, τὰ δὲ διὰ τὴν μάνωσιν πολλὴν οὖσαν. πάσχει δὲ τοῦτο τὰ συμμέτρως καθ’ ἑκάστην τούτων ἔχοντα τῶν ποιοτήτων πρὸς ἔξαψιν. αὕτη μὲν οὖν ἡ αἰτία τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων παθημάτων· τὰς δὲ τούτων διαφορὰς αὐτὸς ἐφεξῆς διδάσκει, λέγω δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων. | |
35 | p. 341b24 Διαφέρει δ’ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἐὰν μὲν γὰρ πλάτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομένης | |
καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ | 58 | |
In Mete.14,159 | αἶγες καὶ ἀστέρες. ἐὰν μὲν οὖν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιό‐ μενον (τοῦτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ) αἲξ καλεῖται, ὅταν δ’ ἄνευ τούτου τοῦ | |
5 | πάθους, δαλός. Δῆλον ἐκ τῶν προκειμένων· ὅτι μὴ τὸ ποιητικὸν αἴτιον, τουτέστιν ἡ κυκλοφορία τῶν οὐρανίων, αἰτία ἐστὶ τῆς διαφορᾶς τῶν ἐν τῷ ὑπεκκαύματι γινομένων παθῶν (μία γάρ ἐστιν αὕτη καὶ ἀπαράλλακτος ἀεί), ἀλλ’ ἡ ὕλη καὶ τὸ ὑποκείμενον, τουτέστιν ἡ ἐκεῖσε ἀναφερομένη ἀναθυμίασις καὶ ταύτης | |
10 | τό τε πλῆθος καὶ ἡ σμικρότης καὶ τὸ συνεχὲς αὐτῆς ἢ διεσπασμένον ἥ τε κατὰ μῆκος θέσις ἢ πλάτος ἢ βάθος καὶ ἡ πρὸς ἄλληλα τούτων σχέσις. μῆκος μὲν οὖν τινες λέγειν αὐτὸν ἀκηκόασι τὴν ἐξ ἀνατολῶν ἐπὶ δύσιν αὐτῆς διάστασιν, πλάτος δὲ τὴν ἐπὶ βορρᾶν καὶ νότον. ἀκόλουθον δ’ ἂν εἴη τούτοις καὶ βάθος εἶναι τὴν ἐπὶ τὸ ἄνω καὶ κάτω θέσιν αὐτῆς, τουτ‐ | |
15 | έστι τὴν ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’ ἐπειδήπερ οὔτε Ἀριστοτέλης φαίνεται τῇ διαστολῇ ταύτῃ χρώμενος οὔτε Ἀλέξανδρος, μήποτε δυνατὸν μῆκος μὲν ἀκούειν τὴν μείζονα διάστασιν ἁπλῶς, ὅπως ἂν ἔχῃ θέσεως, εἴτε ἐπὶ νότον εἴη καὶ βορρᾶν εἴτε ἐπ’ ἀνατολὴν καὶ δύσιν, εἴτε ἐπὶ τὸ ἄνω καὶ κάτω εἴτε ὁπωσοῦν ἔχει πρὸς ταῦτα λελοξωμένη τὰ διαστήματα. καὶ | |
20 | γὰρ λίθων καὶ ξύλων καὶ ὕδατος, ὡς ἐπὶ ποταμῶν, καὶ πάντων ἁπλῶς ὅσα μὴ φυσικῷ μεμόρφωται σχήματι ἢ τεχνητῷ, τὴν μὲν μείζονα διάστασιν μῆκος λέγομεν, τὴν δὲ παρ’ ἑκάτερα τῆς ἐπιφανείας τοῦ μήκους ἐπὶ δεξιά τε καὶ ἀριστερὰ πλάτος, τὰ δὲ λοιπὰ βάθος, ἥτις οὐδὲ ταῖς ὄψεσιν ἡμῶν ὑποπέπτωκε πάντως, εἰ μὴ διαφανὲς εἴη τὸ σῶμα. εἰ γὰρ μῆκος ἀκουσό‐ | |
25 | μεθα τὸ ἐπὶ δύσιν καὶ ἀνατολὴν διάστημα, τὸ ἐπὶ νότον καὶ βορρᾶν πλάτος, ἐνδεχόμενον δέ ἐστι μείζονα εἶναι ταύτην τῆς ἑτέρας, καὶ τὴν κατὰ βάθος τῶν λοιπῶν δύο, τὴν δὲ κατὰ τὸ μῆκος μείζονα διάστασιν δαλὸν ὀνομάζει, ἔδει καὶ τῇ κατὰ πλάτος μείζονι ἕτερον ὄνομα θεῖναι καὶ τῇ κατὰ βάθος πάλιν ἄλλο. νῦν δὲ τοιοῦτον εἶπεν οὐδέν· μῆκος ἄρα τὴν μείζονα διάστασιν | |
30 | ἀκουστέον, ὅπως ἂν ἔχῃ θέσεως. τί οὖν περὶ τούτων φησίν; ὡς ὅταν κατά τε μῆκος καὶ πλάτος πολλή τις οὖσα ἡ ἀναθυμίασις ἐξαφθῇ, τοῦτο καλεῖται φλόξ· ἔοικε γὰρ ἐν ἀρούρᾳ καιομένῃ καλάμῃ πανταχόθεν ἢ σωρείᾳ ξύλων ἢ ἕλει πανταχόθεν ἐμπιπρωμένοις. ἐὰν δὲ μῆκος μὲν ἔχῃ πολύ, τὸ πλάτος δὲ ὀλίγον, δαλὸς ὀνομάζεται, φησίν· ἔοικε γὰρ δαλῷ ἑνὸς καὶ μόνου ξύλου | |
35 | καθ’ ὅλον αὐτοῦ τὸ μῆκος· καὶ τούτου γὰρ τὸ μὲν μῆκος πολύ, τὸ δὲ πλάτος ὀλίγον. ἐὰν δὲ ὁ δαλὸς οὗτος καὶ ἀποσπινθηρίζῃ, τῶν σπινθήρων, | |
τουτέστι τῶν παρ’ ἑκάτερα μικρῶν ἐκπυρώσεων αὐτοῦ μὲν ἐξημμένων καὶ | 59 | |
In Mete.14,160 | οἷον ἐκκρεμῶν οὐσῶν αὐτοῦ, ἀλλήλων δὲ διακεκριμένων καὶ μὴ συνεχῶν, ὡς ἐπὶ κλάδου φοίνικος ἔχουσιν οἱ θαλλοί (τοῦτο γάρ ἐστι τὸ παρεκ‐ πυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ, τουτέστι συνημμένως τῇ ἀρχῇ) αἲξ τὸ τοιοῦτον σχῆμα τῆς ἀναθυμιάσεως τῆς καιομένης καλεῖται. | |
5 | καὶ γὰρ οἱ τῆς αἰγὸς μαλλοὶ διεστηκότες ἀλλήλων ἐκκρεμεῖς εἰσι καὶ ἀπῃωρημένοι τῆς αἰγός. τοῦτο δὲ γίνεται, φησίν, ὅταν ἑκατέρωθεν τῆς κατὰ τὸ μῆκος ἐκτεταμένης ἀναθυμιάσεως μικραί τινες πλησίον αὐτῆς, ἀλλὰ καὶ ἀλλαχοῦ παρεσπαρμέναι τύχοιεν ἀναθυμιάσεις τοιαῦται. καιο‐ μένου γὰρ τοῦ δαλοῦ, καὶ τούτων διὰ τὴν πλησιότητα κατὰ μέρος ἐξαπτο‐ | |
10 | μένων, οἷον ἀποσπινθηρίζειν δοκεῖ ὁ δαλός, καὶ ἀπῃωρημένας ἔχειν αὐτὰς διὰ τὸ μὴ ἀλλήλαις εἶναι συνεχεῖς· ἐξ οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχε τῆς αἰγός. ἆρ’ οὖν ἐπὶ τὸ δυτικὸν μὲν καὶ ἀνατολικὸν ἐκτετάσθαι τὴν ἀνα‐ θυμίασιν δυνατόν, ἐπὶ δὲ τὸ βόρειον καὶ νότιον οὐκέτι; οὐδὲ τὰς παρεσπαρ‐ μένας ἑκατέρωθεν αὐτῆς ἐπ’ ἀνατολὴν εἶναι καὶ δύσιν, ἐπὶ τὸ βόρειον δὲ | |
15 | καὶ νότιον οὐδέποτε; ἀλλ’ ἀποκληρωτικὸν τοῦτο καὶ παντελῶς ἄλογον, ἀτάκτου τῆς ὕλης ταύτης οὔσης καὶ ἄλλοτε ἄλλως ἀναφερομένης. μῆκος ἄρα λέγει τὸ μεῖζον καὶ μόνον, ὅπως ἂν ἔχῃ, τῆς ἀναθυμιάσεως διάστημα, καθάπερ εἰπόντες ἔφθημεν. p. 341b32 Ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ | |
20 | πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ κατὰ βάθος, οἱ δοκοῦντες ἀστέρες διᾴττειν γίνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά, ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψῦξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον | |
25 | αὐτῶν, ἀλλ’ οὐκ ἐκκαύσει. Περὶ τῆς τῶν διᾳττόντων ἐν τούτοις ὁ λόγος γενέσεως. τὴν μὲν οὖν ὑλικὴν αἰτίαν αὐτῶν νῦν ἀπήγγειλεν, ὡς δεῖ τὴν ἀναθυμίασιν ἐξ ἧς γίνονται μὴ εἶναι συνεχῆ, ἀλλὰ κατὰ μικρὰ διεσπασμένην κατὰ μῆκος καὶ πλάτος καὶ βάθος, τουτέστι κατὰ πᾶσαν τοῦ τόπου διάστασιν, ἐν ᾧ γίνονται. τὸν | |
30 | δὲ τρόπον τῆς γενέσεως αὐτῶν εἶναί φησι διττόν, τὸν μὲν κατὰ ἔκκαυσιν τῆς τοιαύτης ὕλης ἐκ τῆς περιφορᾶς δηλονότι τῶν οὐρανίων γινομένην, τὸν δὲ κατ’ ἔκθλιψιν αὐτῆς καὶ ἐκπυρήνισιν οἱονεὶ ῥιπτομένης. ἵνα δὲ σαφῆ τὰ λεγόμενα γένοιτο, θεωρητέον οὕτω τὸ συμβαῖνον. ἀνάγκη τὴν ξηρὰν ἀναθυμίασιν κάτωθεν ἄνω φερομένην ἢ μέχρι τῆς ἰδίας ὁλότητος, λέγω | |
35 | τοῦ ὑπεκκαύματος, ἀφικνεῖσθαι (τοῦτο γὰρ αὐτῇ τῆς κινήσεως πέρας) ἢ κατωτέρω μένειν κωλυομένην εἰς τὸ πρόσω χωρεῖν, ψυχροῦ καὶ διὰ τοῦτο | |
πεπυκνωμένου προϋπαντῶντος ἀέρος καὶ δίοδον αὐτῇ μηδεμίαν ἐπὶ τὸ ἀνω‐ | 60 | |
In Mete.14,161 | τέρω παρέχοντος. ἡ μὲν οὖν μέχρι τοῦ ὑπεκκαύματος φερομένη καὶ κατὰ μικρὰ διεσπασμένη, καθάπερ Ἀριστοτέλης ὑπέθετο, τοὺς κατ’ ἔκκαυσιν ποιεῖ διᾴττοντας, οὐδέποτε δὲ τοὺς κατ’ ἔκθλιψιν· μανότερον γὰρ αὐτῆς ἐστι τὸ ὑπέκκαυμα, διόπερ οὐδὲ βίᾳ καὶ παρὰ φύσιν συνέχεται ὑπ’ αὐτοῦ, | |
5 | ὡς διὰ τὴν θλῖψιν ἐκπυρηνίζεσθαι· ἡ δὲ κάτω καὶ ἐν τῷ ἀέρι διὰ τὴν εἰρημένην αἰτίαν ὑπομένουσα τοὺς κατ’ ἔκθλιψιν καὶ ἐκπυρήνισιν γινομένους ποιεῖ διᾴττοντας. πρῶτον δὲ πῶς οἱ κατ’ ἔκκαυσιν γίνονται τεχνολογή‐ σαντες, ὕστερον καὶ περὶ τῶν λοιπῶν ἐροῦμεν. τῆς γὰρ ἐν τῷ ὑπεκκαύ‐ ματι γενομένης καπνώδους ἀναθυμιάσεως διεσπασμένης, ὡς εἴρηται, κατὰ | |
10 | μικρὰ μέρη καὶ μὴ οὔσης συνεχοῦς, ἐπειδὰν ἡ τοῦ παντὸς περιφορὰ τὸ ἐπιτηδείως ἔχον αὐτῆς τῇ κινήσει θερμαινόμενον ἐξάψῃ, τοῦτο τὸ ἐξαφθὲν τῷ πλησιάζοντι μεταδίδωσι καὶ ἐκκαίει αὐτό, κἀκεῖνο τὸ μετ’ αὐτό, καὶ οὕτως ἐφεξῆς, τοῦ ἐξάψαντος ἀεὶ σβεννυμένου, ἕως ἂν μηκέτι ᾖ τὸ ἐπιτη‐ δείως ἔχον ἐκκαίεσθαι· καὶ οὕτω τὴν φαντασίαν ποιεῖ τῆς διαδρομῆς. | |
15 | οὐδὲ γὰρ μία φλόξ ἐστι κινουμένη, ἀλλ’ ὅπερ ἐπὶ τῶν λύχνων συμβαίνει, καθάπερ ἔφθημεν εἰπόντες, ὅταν ὑποθῶμεν τὸν ἄρτι σβεσθέντα καὶ καπνί‐ ζοντα τῷ καιομένῳ, ἡ μέχρι τῆς φλογὸς φερομένη λιγνὺς κατὰ μέρος ἐξ‐ άπτεται καὶ τὸ συνεχὲς αὐτῇ τοῦ καπνοῦ μόριον ἐξάπτει, σβεννυμένης ἀεὶ τῆς πρώτης καὶ ἀπομαραινομένης διὰ τὴν λεπτότητα, κἀκεῖνο τὸ μετ’ αὐτὸ | |
20 | ἐξάπτει οὕτω, καὶ ἐφεξῆς τοῦτο γίνεται μέχρι τῆς θρυαλλίδος, καὶ πρόδηλον ὡς οὐκ ἔστι μία φλὸξ καὶ ἡ αὐτὴ ἄνωθεν φερομένη κάτω, ἀλλ’ ὡς εἶπον, ἄλλοτε ἄλλο τοῦ καπνοῦ μέρος ἐξάπτεται, τοῦ ἐξάπτοντος εὐθὺς ἀποσβεννυ‐ μένου διὰ τὴν τοῦ καπνοῦ μανότητα στέγειν ἐπὶ πολὺ τὴν φλόγα μὴ δυναμένου, δυομένου δὲ παντελῶς, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ | |
25 | τοῦ διᾴττοντος γίνεται, ὡς εἶπον· καὶ διὰ τοῦτο ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης τὸ πρῶτον ἐξ ἀμφοῖν μεταδίδωσι τῷ μετ’ αὐτὸ καὶ ἀπο‐ σβέννυται λυομένης αὐτοῦ τῆς ὕλης, καὶ τὸ δεύτερον ὁμοίως τὸ μετ’ αὐτὸ τρίτον ἐξάπτον ἀπομαραίνεται· καὶ τοῦτο γίνεται κατὰ συνέχειαν, ἕως ἂν μηκέτι μόριον τῆς ἀναθυμιάσεως εὑρεθῇ πρὸς ἐκφλόγωσιν ἐπιτήδειον. συν‐ | |
30 | εχῶς οὖν τοῦ μὲν ἀποσβεννυμένου τοῦ δὲ ἐξαπτομένου, μία καὶ ἡ αὐτὴ φλὸξ διατρέχειν δοκεῖ. τὸ αὐτὸ γίνεται καὶ εἰ χάρτου ἰνάριον λεπτὸν καὶ μακρὸν θεωρήσειας ἐξαπτόμενον ἢ στυπεῖον ὁμοίως λεπτὸν ἐπὶ μῆκος κεί‐ μενον ἤ τι τοιοῦτον ἕτερον· καὶ ἐπὶ τούτων γὰρ οὐ μία φλόξ ἐστιν ἀπ’ ἀρχῆς μέχρι τέλους διήκουσα, κατὰ μέρος δὲ τοῦ μὲν ἐξαπτομένου τοῦ | |
35 | δὲ σβεννυμένου μία εἶναι δοκεῖ· διὰ 〈δὲ〉 τὴν ἐξ ἄλλου μορίου εἰς ἄλλο μετάβασιν τῆς ἐξάψεως διατρέχειν ἡ μία δοκεῖ. ἀλλ’ ἐπὶ μὲν τῶν ὑπο‐ δειγμάτων πλησίον ὄντων ὁρᾶται σαφῶς τὸ γινόμενον, ἐπὶ δὲ τῶν διᾳττόν‐ των ἡ πολλὴ τῆς ὕλης ἐξ ἡμῶν ἀπόστασις κρίνειν ἀκριβῶς τὸ συμβαῖνον | |
κωλύει τὴν αἴσθησιν, ὁ δὲ λόγος τοῦτο θηρεύσας ἐξεῦρε. πῶς μὲν οὖν αἱ | 61 | |
In Mete.14,162 | δοκοῦσαι διαδρομαὶ τῶν κατ’ ἔκκαυσιν γινομένων διᾳττόντων συμβαίνουσιν, εἴρηται ἱκανῶς. ἡ δὲ ἀπ’ ἄλλων ἐπ’ ἄλλα διαστήματα κίνησις οὕτω γίνεται τῆς ἀναθυμιάσεως πανταχῇ διεσπαρμένης, ὡς εἴρηται· εἰ μὲν κατὰ βάθος εἴη τὰ μόρια ταύτης κείμενα ἐφεξῆς ἀλλήλοις, τὸ δὲ ἄνω μέρος αὐτῆς | |
5 | ἐξαφθείη πρῶτον, ἄνωθεν ἡ φλὸξ φέρεσθαι κάτω δοκεῖ· εἰ δὲ τὸ κάτω πρῶτον ἐξαφθείη, τοὐναντίον κάτωθεν ἄνω. εἰ δὲ ἐπ’ ἀνατολὴν καὶ δύσιν, τὸ δ’ ἀπ’ ἀνατολῆς μόριον πρῶτον ἐξαφθείη πρότερον, ἐκ τούτου πρὸς δύσιν ἡ φορὰ γίνεται· ὁμοίως καὶ ἐπὶ βορρᾶν καὶ νότον, καὶ ὅπως ἂν εἴη λε‐ λοξωμένη πρὸς ταῦτα τῶν μορίων τῆς ἀναθυμιάσεως ἡ θέσις. οἱ μὲν οὖν | |
10 | κατὰ ἔκκαυσιν γινόμενοι διᾴττοντες ὅτι τε ἐν τῷ ὑπεκκαύματι γίνονται καὶ τίς ὁ τρόπος τῆς γενέσεως αὐτῶν, εἴρηται. οἱ δὲ κατὰ ἔκκρισιν καὶ οἷον ῥῖψιν γινόμενοι ὕλην μὲν ἔχουσι τὴν ἐν τῷ ἀέρι δι’ ἣν εἶπον αἰτίαν ἐν‐ απομείνασαν καπνώδη ἀναθυμίασιν· ὁ δὲ τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν τοιοῦτος. εἴρηται ὡς αἱ δύο ἀναθυμιάσεις συμπεπλεγμέναι πως ἀλλήλαις | |
15 | ἀνέρχονται, ἥ τε ἐκ τῶν ὑδάτων ἡ ἀτμιδώδης καὶ ἡ ἀπὸ τῆς γῆς ἡ καπ‐ νώδης. ὅταν οὖν πολλῆς ἐκ τῶν ὑγρῶν σωμάτων ἀναδιδομένης ἀτμίδος ὁ ἀὴρ ψυχθεὶς πυκνωθῇ (εἰ γὰρ καὶ τὴν ἀτμιδώδη θερμὴν εἰρήκαμεν, ἀλλὰ τοῦ ἀέρος ἐστὶ ψυχροτέρα ὡς ἐξ ὕδατος ἀνιοῦσα, καὶ ἄλλως εἴπερ ὁδός ἐστιν ἡ ἀτμὶς καὶ οἷον μεταίχμιον τῆς ἐξ ὕδατος εἰς ἀέρα | |
20 | μεταβολῆς, καὶ οὔτε καθαρὸς ἀήρ ἐστιν οὔτε ὕδωρ ἔμεινεν εἰλικρινές, διὰ δὲ θερμότητος ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γίνεται, ἀνάγκη οὖν τὸ τού‐ των μεταίχμιον μήτε ψυχρὸν ὡς τὸ ὕδωρ μήτε θερμὸν ὑπάρχειν, ὡς ὁ ἀήρ· τὸ δ’ ἧττον θερμὸν τῷ μᾶλλον τοιούτῳ μιγνύμενον κολάζει τὴν τούτου θερμότητα) ὅπερ οὖν εἶπον, ὅταν ἐκ τῆς ἀπὸ τῶν ὑδάτων πολλῆς ἀναδιδο‐ | |
25 | μένης ἀτμίδος ψυχθεὶς ὁ ἀὴρ πυκνωθῇ καὶ πρὸς τούτῳ καὶ ἐξ αὐτῆς τῆς τοῦ ὕδατος γειτνιάσεως συναπολαμβάνῃ τι τῆς συναναδιδομένης καπνώδους μοίρας ἐντός, εἰς ἓν οὖν αὕτη διὰ τὴν τοῦ ἀέρος πανταχόθεν πύκνωσιν ἔνδον συναγομένη καὶ ἠρεμεῖν, θερμή τις οὖσα καὶ πνευματώδης, οὐκ ἔχουσα τῇ θλίψει τοῦ περιέχοντος ἐξακοντίζεται, καθάπερ οἱ ἐκ τῶν δακτύ‐ | |
30 | λων ἡμῶν ἐκθλιβόμενοι πυρῆνες· εἶτα τῇ βιαίᾳ καὶ ἀθρόᾳ κινήσει συνθλι‐ βόμενόν τε καὶ συνωθούμενον λοιπὸν ἐξάπτεται. ἀλλὰ διὰ τί κάτω μὲν ἄνωθεν ὡς τὰ πολλὰ ῥιπτουμένη φαίνεται, ὡς καὶ εἰς γῆν τοὺς διᾴττοντας πίπτειν καὶ εἰς θάλασσαν, τοὔμπαλιν δὲ κάτωθεν ἄνω σπανιώτερον; φημὶ τοίνυν ὡς ἐδείχθη τὰ ἀνωτέρω μέρη τοῦ περὶ τὴν γῆν ἀέρος μᾶλλον ψυχό‐ | |
35 | μενα διὰ τὸ εἰς ἀχανὲς ἐκεῖ τὰς ἀνακλωμένας τῶν ἀκτίνων διεστάναι· τὸν δὲ περὶ γῆν ἐναπολαμβάνουσαι μεταξὺ διὰ τὴν πύκνωσιν τῇ κινήσει τε καὶ παρατρίψει θερμαίνουσιν. ἀνάγκη γοῦν ἄνωθεν γινομένης τῆς πιλήσεως διὰ τὴν ψῦξιν τὴν ἐντὸς ἀπειλημμένην πυρώδη οὐσίαν ἄνωθεν ὠθεῖσθαι κάτω κἀκεῖθεν ὡς διὰ μανοτέρων ἐκκρίνεσθαι. ὥσπερ ἀμέλει τοὐναντίον οἱ | |
40 | ἐκ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες κάτωθεν πυκνουμένων τῶν δακτύλων | 62 |
In Mete.14,163 | ἐπὶ τὸ ἄνω χωροῦσι διεστώτων ἐκεῖ μᾶλλον. ἐπὶ οὖν τῆς ἀναθυμιάσεως ἄνω‐ θεν τῆς ἐκθλίψεως διὰ τὴν πύκνωσιν τοῦ ἀέρος γινομένης ἀνάγκη πᾶσα κάτω ταύτην ἐκπυρηνίζεσθαι. διὸ καὶ εἰς γῆν, ὡς εἴπομεν, οἱ διᾴττοντες καὶ εἰς θάλασσαν φαίνονται πίπτοντες, ἀλλὰ διὰ τὴν λεπτομέρειαν τῆς | |
5 | οὐσίας αὐτῶν εὐθὺς ἀποσβέννυνται. οὐκ ἀδύνατον δὲ καὶ τοῦ κάτω μέρους μᾶλλον πυκνωθέντος ἄνω ῥίπτεσθαι τὴν ἐναπειλημμένην ἀναθυμίασιν· τοῦτο δὲ σπανιώτερον γίνεται διὰ τὴν εἰρημένην αἰτίαν. τίνος δὲ χάριν ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὰ πλάγια ῥιπτούμενοι φαίνονται, τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα. | |
10 | p. 342a3 Ἀπορήσειε γὰρ ἄν τις, πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστι καὶ ὁμοία ῥίψει, ἀλλ’ οὐχ ὡς ἄλλου καὶ ἄλλου γινομένου πυρός) ἢ ῥίψεις τοῦ αὐτοῦ σώματός εἰσιν αἱ διαδρομαί. ἔοικε δὴ δι’ ἄμφω. | |
15 | Τοὺς δύο τρόπους διδάξαι βούλεται τῆς τῶν διᾳττόντων κινήσεως, οὓς εἰπόντες ἔφθημεν. διὰ δὲ τῆς ἀπορίας ταύτης ὡς ἑκάτερόν ἐστι δυνατὸν πιστοῦται τοῖς ὑποδείγμασι· καὶ τοῦ μὲν κατὰ ἔκκαυσιν γινομένου πίστιν τὸ τῶν λύχνων ὑπόδειγμα τίθησιν. ἡ γὰρ ἔξαψις αὕτη διὰ τὴν ταχυτῆτα τοῦ καπνοῦ τῆς ἐκκαύσεως ῥίψει πως ἔοικεν, ἀλλ’ οὐκ ἔστι ῥῖψις· ἡ γὰρ | |
20 | ῥῖψις ἑνός ἐστι πυρὸς κίνησις, ὡς εἴ τις λαμπάδα ῥίψειεν, οὐκ ἄλλου καὶ ἄλλου πυρός ἐστιν ἔξαψις, ὅπερ ἐπὶ τῶν λύχνων γινόμενον φαίνεται. τῶν δὲ κατὰ ῥῖψιν διατρεχόντων ἀστέρων ὑπόδειγμα τίθησι τοὺς ἐκ τῶν δακτύλων ἐκθλιβομένους πυρῆνας. ἐπικρίνει δὲ τὸ ἑκάτερον ἀληθὲς εἶναι τῆς ἀπορίας μέρος, ὡς τοὺς μὲν τῶν διᾳττόντων κατ’ ἔκκαυσιν γίνεσθαι, τοὺς δὲ κατὰ | |
25 | ῥῖψιν. ὁ δὲ ἤ σύνδεσμος διαζευκτικός ἐστι· πότερον τῶν διᾳττόντων ἡ κίνησις τοιαύτη τίς ἐστιν, οἵα καὶ τοῦ πυρὸς ἔξαψις ἄλλης καὶ ἄλλης ὕλης κατὰ τὸ συνεχὲς ἐξαπτομένης, ὡς ἔχει τὸ κατὰ τοὺς λύχνους ὑπόδειγμα, ἢ οὐ τοῦτο, ῥῖψις δέ, φησί, μᾶλλόν ἐστι πυρὸς ἄνωθεν ῥιπτουμένου κάτω. δείκνυσιν οὖν, καθάπερ εἶπον, ὡς ἀμφότερόν ἐστιν ἀληθές. | |
30 | p. 342a12 Κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν. διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν, τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν. Ζητεῖ πῶς οἱ κατὰ ῥῖψιν γινόμενοι διᾴττοντες καὶ οἱ κεραυνοὶ κάτω φέρονται. τί οὖν τὸ αἴτιον; ἡ ἀτμὶς διὰ τὴν ψῦξιν πεπυκνωμένη καὶ τὴν | |
35 | συνανιοῦσαν αὐτῇ ξηρὰν ἀναθυμίασιν ἐναποκλείουσα, εἰ μὲν τὸ κάτω μέρος | |
αὐτῆς μᾶλλον εἴη πεπυκνωμένον, κάτωθεν ἄνω καὶ ἐπὶ τὸ κατὰ φύσιν ἐκ‐ | 63 | |
In Mete.14,164 | πυρηνίζει τὸ πῦρ· καὶ τοῦτο θαυμαστὸν οὐδὲν οὐδὲ ζήτησιν ἔχον διὰ τὸ τὴν κατὰ φύσιν τοῦ πυρὸς κίνησιν ταύτην εἶναι· εἰ δὲ τὸ ἄνω μέρος τῆς ἀτμίδος μᾶλλον πεπύκνωται, ἐκθλῖβον τῇ πυκνώσει τὸ ἐναποκείμενον θερμὸν εἰς τὸ κάτω πάντως αὐτὸ βιαίως ἐξακοντίζει, διὸ καὶ εἰς γῆν καὶ εἰς θά‐ | |
5 | λασσαν τὰ τοιαῦτα πυρὰ πίπτοντα φαίνεται. τὸ οὖν διὰ τὸ τὴν πύκνω‐ σιν εἰς τὸ κάτω ῥέπειν ἢ τοῦτό φησιν, εἰς τὸ κάτω παρὰ φύσιν ποιεῖ ῥέπειν τὸ ἐξακοντιζόμενον πῦρ, ἢ ὅτι αὐτὴ διὰ τὴν πύκνωσιν ἡ ἀτμὶς βαρυτέρα γινομένη τοῦ ἀέρος καὶ διὰ τοῦτο κάτω ῥέπουσα συνωθεῖ τὸ ἐν‐ απειλημμένον πῦρ ὡς λεπτομερὲς καὶ εὐκίνητον ἐπὶ τὸ κάτω. καὶ γὰρ | |
10 | ἐφεξῆς περὶ αὐτῆς τῆς ἀτμίδος οὕτω φησίν “αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν θλῖψιν”. p. 342a14 Πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλ’ ἔκ‐ κρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν. | |
15 | Τούτων πάντων, τῶν διᾳττόντων δηλονότι τῶν κάτω ῥιπτουμένων εἰς τὴν γῆν καὶ εἰς τὴν θάλασσαν καὶ τῶν κεραυνῶν ὁμοίως· οὐδὲν γὰρ τού‐ των κατ’ ἔκκαυσιν γίνεται, φησίν, ἀλλ’ ἐκθλιβομένου τοῦ θερμοῦ διὰ τὴν πύκνωσιν, ὡς εἴρηται. καίτοι καὶ αὕτη ἡ ἀναθυμίασις τῇ ἐκ τῆς πυκνώ‐ σεως παρατρίψει θερμαίνεται καὶ ἐκπυροῦται. πῶς οὖν φησιν οὐκ ἔκ‐ | |
20 | καυσις; λέγω τοίνυν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων διᾳττόντων, οἵτινες τὴν φαινομένην κίνησιν οὐ κατὰ ῥῖψιν ἔχουσι γινομένην, ἀλλὰ κατ’ ἔκκαυσιν ἄλλοτε ἄλλης ὕλης τὴν δόκησιν ποιοῦνται τῆς κινήσεως. ἡ δὲ τῶν κατ’ ἔκθλιψιν ῥιπτομένων κίνησις ἀληθής ἐστι, καὶ οὐχ ὡς ἡ προτέρα ἡ κατ’ ἔκκαυσιν φαντασίαν ποιεῖται κινήσεως, ἀλλὰ κατὰ ῥῖψιν καὶ ἐξώθησιν ὑπὸ | |
25 | τῆς πυκνώσεως τῆς ψυχομένης ἀτμίδος τῆς περιεχούσης αὐτὴν γινομένη καὶ ἀληθῶς κινουμένη. διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν ταῦτα φέρεται, ὅπερ ἐστὶ τῆς ἀληθοῦς αὐτῶν κινήσεως ἀπόδειξις. p. 342a16 Ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκ‐ | |
30 | κρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυ‐ μίασιν, καὶ τὰ ἑξῆς. Ποῖοι μὲν τῶν διατρεχόντων ἀστέρων ἐκκαύσει γίνονται, ποῖοι δὲ ῥίψει, διαστέλλει νῦν. λαμβάνεται δὲ τούτων ἡ διαφορὰ πενταχῶς, ἐκ τοῦ τόπου ἐν ᾧ γίνονται, ἐκ τῆς ποιητικῆς αἰτίας, ἐκ τοῦ τρόπου τῆς γενέσεως, ἐκ | |
35 | τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἐκ τῆς κινήσεως τῆς κατὰ τόπον. ἐκ μὲν οὖν | 64 |
In Mete.14,165 | τοῦ τόπου, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν ἐν τῷ ὑπεκκαύματι συνίστανται, οἱ δὲ κατὰ ῥῖψιν ἐν τῷ ὑποκάτω τοῦ ὑπεκκαύματος ἀέρι· ἐκ δὲ τοῦ ποιητικοῦ αἰτίου, ὅτι οἱ μὲν ἐκ τῆς τῶν οὐρανίων ἐξάπτονται κινήσεως, οἱ δὲ ἐκ τῆς πυκνώσεως τοῦ κατεψυγμένου ἀέρος παρατριβομένης τῆς ξηρᾶς ἀναθυμιά‐ | |
5 | σεως· ἐκ δὲ τοῦ τρόπου τῆς γενέσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν τῆς κα‐ πνώδους ἀναθυμιάσεως, οἱ δὲ κατ’ ἔκθλιψιν καὶ ῥῖψιν γίνονται ταύτης· ἐκ δὲ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ὅτι οἱ μὲν κατ’ ἔκθλιψιν ἐκ μιᾶς ἀναθυμιά‐ σεως οὐ διεσπασμένης συνίστανται, οἱ δὲ κατὰ ἔκκαυσιν ἐκ πολλῶν καὶ διῃρημένων καὶ ἄλλης μετ’ ἄλλην ὕλης ἐκκαιομένης· ἐκ δὲ τοῦ τρόπου | |
10 | τῆς κινήσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν σπανίως κάτωθεν ἄνω κινοῦνται, τὰς δὲ λοιπὰς κινήσεις συχνότερον, οἱ δὲ κατ’ ἔκθλιψιν κατὰ πάντα τρόπον κινοῦνται, ὡς δείξει προϊών, καὶ ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν δόκησιν ἔχουσι κινήσεως, οἱ δ’ ἄλλοι κινοῦνται κατ’ ἀλήθειαν. p. 342a21 Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἂν τύχῃ | |
15 | κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρε‐ σθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δὲ ἄνω· πάντα γὰρ τὴν διά‐ μετρον φέρεται τὰ τοιαῦτα. διὸ δαὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίνεται φορά. | |
20 | Τὴν θέσιν τῆς ἀναθυμιάσεως ὁ Ἀλέξανδρος οὐ τῆς καπνώδους, ἀλλὰ τῆς ψυχρᾶς ἀκούει. ὡς γὰρ ἂν ἔχῃ θέσεως, φησίν, ἡ ψυχομένη ἀναθυ‐ μίασις πυκνουμένη, καὶ ἐφ’ ἃ τέτραπται, ἐπὶ ταῦτα καὶ φέρεται τὸ ἐκκρι‐ νόμενον ἐξ αὐτῆς πῦρ. εἰ γὰρ εἰς τὸ ἄνω ἡ ἔκκρισις τοῦ θερμοῦ, κάτω‐ θέν ἐστιν ἡ πύκνωσις· εἰ δὲ εἰς τὸ κάτω ἡ ἔκκρισις, τὸ ἄνω μέρος πεπύ‐ | |
25 | κνωται. πάλιν εἰ ἐπὶ βορρᾶν ἐκκριθείη, ἐν τῷ νότῳ ἡ πύκνωσις, εἰ δ’ ἐπὶ νότον, ἐν τῷ βορείῳ. τὸ αὐτὸ καὶ ἐπὶ δύσεως καὶ ἀνατολῆς καὶ τῆς λοιπῆς πάσης θέσεως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατ’ ἔκκαυσιν συμβαίνειν ἐνδέχεται, ὡς καὶ φθάσαντες εἴπομεν· εἰ μὲν γὰρ ἐπ’ ἀνατολὴν εἴη διε‐ σπαρμένη καὶ δύσιν ἡ καπνώδης, ἐξ ἀνατολῆς δὲ ἡ ἔκκαυσις ἄρξηται, ἐπὶ | |
30 | δύσιν ἡ δόκησις γίνεται τῆς κινήσεως, εἰ δ’ ἀπὸ δύσεως ἐξαφθείη, ἡ φαν‐ τασία γίνεται τῆς φορᾶς ἐπ’ ἀνατολήν· τὸ αὐτὸ καὶ ἐπὶ βορρᾶ καὶ νότου καὶ τῆς λοιπῆς θέσεως. διὰ τί δὲ οἱ κατ’ ἔκθλιψιν διᾴττοντες ἐπὶ τὰ πλάγια φέρονται, μάλιστα σαφῶς ἐδίδαξεν εἰπὼν διὰ τὸ δύο ἐναντίας ἅμα φέρεσθαι κινήσεις τὴν ἀναθυμίασιν τὴν ἐκκρινομένην, μίαν μὲν κατὰ φύσιν | |
35 | ἐπὶ τὸ ἄνω (πυρὶ γὰρ αὕτη κατὰ φύσιν), ἑτέραν δὲ βίᾳ καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐκθλίψεως γινομένην τὴν ἐπὶ τὸ κάτω. γίνεται οὖν ἐξ ἀμφοῖν μικτὴ κίνησις ἡ ἐπὶ τὰ πλάγια, ὥσπερ εἰ νοήσαις ἐπὶ στερεοῦ τινος δύο | |
μύρμηκας ἀντιπροσώπους γινομένους ἰσοσθενεῖς· ἀπὸ γὰρ τῶν ἐναντίων | 65 | |
In Mete.14,166 | τόπων συνιόντες οὗτοι καὶ ὑπαντῶντες καὶ ἀλλήλων ἁπτόμενοι καὶ ἀντω‐ θοῦντες ἀλλήλους ἐπ’ εὐθείας μὲν τῆς πρὶν οὐκέτι φέρονται, λοξὴν δέ τινα καὶ πλαγίαν τῇ συνώσει φορὰν οἰσθήσονται. πάντα γάρ, φησί, τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. ἡ γὰρ διάμετρος τῶν τετραγώνων | |
5 | [Omitted graphic marker] πλαγία ἐστὶν ὡς πρὸς τὰς πλευρὰς ἐξ ὧν συνέστηκε τὸ τετράγωνον· ἀπεικάζει οὖν τὴν ἐπὶ τὰ πλάγια τῶν διᾳττόντων ἔκκρισιν τῇ τῆς διαμέτρου κινήσει τῶν πρότερον μὲν ἐπὶ τὰς πλευρὰς τοῦ τετραγώνου κινου‐ μένων, ἐξωθουμένων δὲ κατὰ τὰς γωνίας ὑπ’ | |
10 | ἀλλήλων τῷ ἀντωθεῖν ἀλλήλας καὶ ἐπὶ τῆς δια‐ μέτρου λοξῶς φερομένων. ὑποκείσθω γὰρ τετράγωνον τὸ Α Β Γ Δ, διάμετρος δὲ αὐτοῦ, ταὐτὸν δ’ εἰπεῖν δια‐ γώνιος ἡ Α Δ, κινείσθωσαν δὲ δύο μύρμηκες ἰσοσθενεῖς ὁ μὲν ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, ὁ δὲ ἀπὸ τοῦ Β πάλιν ἐπὶ τὸ Α· ἐπειδὰν οὖν ἐν τῷ Α γένωνται | |
15 | καὶ μηδέτερος θατέρου περιγίνηται ὠθοῦντες ἀλλήλους, τῶν πλευρῶν μὲν ἐξωθοῦνται τοῦ τετραγώνου, λοξωθέντες δὲ τὴν διάμετρον ἐνεχθήσονται τὴν Α Δ. p. 342a30 Πάντα δὲ κάτω ταῦτα σελήνης γίνεται. σημεῖον δ’ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφ’ ἡμῶν ῥιπτου‐ | |
20 | μένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην. Τὴν παιδικὴν ὑπόνοιαν τῶν οἰομένων κατ’ ἀλήθειαν ἀστέρων διαδρομὰς τὰς τῶν διαϊσσόντων κινήσεις ἔστι μὲν ἐλέγξαι καὶ ἐκ τοῦ πάντας ἀναγεγρά‐ φθαι τοὺς διαφανεῖς τῶν ἀπλανῶν ἀστέρων ὑπὸ τῶν ἀστρονόμων, τῶν | |
25 | ἀπὸ πρώτου μέχρις ἕκτου μεγέθους, καὶ ἀεὶ τοὺς αὐτοὺς καὶ ὡσαύτως ἔχοντας καὶ ἐν τοῖς αὐτοῖς τόποις μένοντας ὁρᾶσθαι διηνεκῶς· αὐτὸς δὲ νῦν διὰ τοῦ φαινομένου τάχους τῆς κινήσεως αὐτῶν τοῦτο δείκνυσιν. ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτόμενα, φησίν, οἷον λίθοι, βέλη, ἀκόντια, διὰ τὸ πλησίον ἡμῶν ὑπάρχειν θᾶττον ἡμῖν δοκεῖ καὶ αὐτῶν κινεῖσθαι τῶν ἀστέρων, | |
30 | οὐδ’ εἰπεῖν ἔστιν ὅσῳ βραδυτέραν τὴν κίνησιν ἔχοντα, οὕτω καὶ οἱ διᾴτ‐ τοντες διὰ τὸ κάτω πολὺ τῆς σελήνης καὶ πλησίον ἡμῶν διατρέχειν ταχύ‐ τερον δοκοῦσι τῶν ἄστρων κινεῖσθαι τῷ θᾶττον τὰς ὄψεις ἡμῶν παραλ‐ λάττειν. ὡς γὰρ ἀπὸ σημείου τινὸς τῆς κόρης τῶν ὄψεων ἡμῶν κωνοειδῶς ἐξιουσῶν, ὁπόσον περαιτέρω προΐασιν αἱ ἀκτῖνες τῶν ὀφθαλμῶν, τοσούτῳ | |
35 | κατὰ τὸ μέσον διίστανται μᾶλλον καὶ τὸν κῶνον εὐρύνουσι. τὰ μὲν οὖν ἐγγύτερον ἡμῶν κινούμενα διὰ μικροτέρας τῆς μεταξὺ τῶν ἀκτίνων δια‐ στάσεως φερόμενα θᾶττον τὴν ἐξ αὐτῶν ἀποτελουμένην παραλλάττουσι | |
γωνίαν, ἐν ᾗ τῶν ὁρατῶν ἡ κρίσις γίνεται, διὸ ταχυκίνητα εἶναι δοκεῖ· | 66 | |
In Mete.14,167 | τὰ δὲ πορρωτέρω μείζονα τὴν μεταξὺ τῶν ὄψεων διάστασιν φέρονται, καὶ ὅσῳ πορρώτερον ὄντα τυγχάνουσι, τοσούτῳ μείζονα, κἀντεῦθεν ἐν πλείονι χρόνῳ τὴν γωνίαν τὴν ἐκ τῶν ὄψεων γινομένην παραλλάττουσιν. ἐπεὶ οὖν κατὰ τὴν γωνίαν ταύτην, ὡς εἶπον, αἱ τῶν ὁρατῶν γίνονται κρίσεις, | |
5 | τὰ μὲν θᾶττον τὴν μεταξὺ τῶν ὄψεων διάστασιν παραλλάσσοντα ταχύτερα εἶναι δοκεῖ, τὰ δὲ ἄλλως βραδύτερα. ἀεὶ δὲ αἱ πορρωτέρω τῶν ὀφθαλμῶν διαστάσεις τὴν μεταξὺ τῶν ἐκβαλλομένων ὄψεων διάστασιν ποιοῦσι μείζονα, διὸ καὶ πλείονος, ὡς εἶπον, χρόνου δεῖ τῷ κινουμένῳ τὴν μείζονα διελθεῖν. εἰκότως ἄρα τὰ μὲν πορρωτέρω τῶν ὄψεων κινούμενα βραδύτερα φαίνεται, | |
10 | τὰ δὲ ἐγγυτέρω ταχύτερα. διὸ τὰ λίαν ἀφεστῶτα σχεδὸν οὐδὲ [τὰ] κινού‐ μενα φαίνεται· τὰ γοῦν ἀπλανῆ τὰ πάντων ὀξύτατα ἠρεμεῖν τοῖς ὁρῶσι δοκεῖ διὰ τὴν ὑπερβολὴν τῆς ἐξ ἡμῶν ἀποστάσεως. μέχρι δὲ τῶν ἐν‐ ταῦθα συμπεράνας τὴν περὶ τῶν διᾳττόντων ἀστέρων διδασκαλίαν ἐφ’ ἕτερα τῶν συμβαινόντων ἐν τοῖς μετεώροις παθῶν μετέρχεται. | |
15 | p. 342a34 Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αἱματώδη χρώματα. αἴτιον δὲ καὶ ἐπὶ τούτων τὸ αὐτό. ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστε ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίνεσθαι ὥστε φλόγα | |
20 | δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον, εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστά‐ μενος παντοδαπὰς χρόας. Ἀποδοὺς τῶν προτεθέντων τὰς αἰτίας ἁπάντων, φημὶ δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων καὶ τῆς διαφόρου τούτων κινήσεως, | |
25 | μέτεισιν ἐφ’ ἕτερα συγγενῆ τούτοις, ἅπερ καὶ πρόκειται, χάσματα λέγω καὶ βοθύνους καὶ χρωμάτων διαφοράς. φαίνεται γὰρ χρωματιζόμενος ὁ ἀὴρ ποτὲ μὲν αἱματώδης, ποτὲ δὲ πορφύρεος ἢ φοινικοῦς ἢ ὁπωσοῦν ἄλλως, καὶ βόθυνοί τινες ἐν αὐτῷ καὶ χάσματα εἶναι δοκεῖ, ὧν οὐδέν ἐστι καθ’ ὕπαρξιν οἷον φαίνεται. διὰ τί δὲ συνῆψε ταῦτα τοῖς προλαβοῦσιν, αὐτὸς | |
30 | εἴρηκεν· αἴτιον γάρ, φησί, τούτων ἁπάντων ἐστὶ τὸ αὐτό. ἔχουσι μὲν γὰρ καὶ κοινωνίαν πρὸς ἄλληλα φανερῶς, ἔχουσι δὲ καὶ διαφορὰν ἐξ ἀνάγκης, ἐπεὶ οὐδ’ ἂν ἦσαν ἕτερα. τὰ μὲν γὰρ πρότερα καθ’ ὕπαρξίν ἐστι τοιαῦτα, οἷα καὶ φαίνεται, τὰ δὲ προκείμενα μέχρι μόνης φαντασίας καὶ τοῦ δοκεῖν ἐστι τοιαῦτα· οὐδὲ γὰρ χρωμάτων ἐν ἀέρι γίνονται διαφοραί, οὐδὲ ὅλως | |
35 | κεχρωμάτισται ὁ ἀήρ, οὐδὲ χάσματα ἐν αὐτῷ καὶ βόθυνοι γίνονται· εἷς γάρ ἐστι καὶ συνεχὴς διάστασιν ἐν τοῖς αὐτοῦ μέρεσιν ἔχων οὐδεμίαν, ἐπεὶ | |
μηδὲ κενὸν εἶναι τῶν ἐνδεχομένων ἐδείχθη. ἡ μὲν οὖν διαφορὰ τούτων | 67 | |
In Mete.14,168 | τε κἀκείνων τοιαύτη· κοινωνοῦσι δὲ πάλιν ἀλλήλοις, διότι νεφῶν τε συστά‐ σεις καὶ ἀέρος ἐκπυρώσεις τούτων ἁπάντων ἐστὶν αἴτιον. ἀλλὰ καὶ τῇ τοῦ χρόνου βραχύτητι τοῖς εἰρημένοις ἐστὶ κοινωνία· καὶ ταῦτα γὰρ κἀκεῖνα διὰ τὴν λεπτομέρειαν τῆς ὑποκειμένης ὕλης σύντομον ἔχουσι τὴν διάλυσιν. | |
5 | βόθυνον δὲ καὶ χάσματα διαφέρειν τινὲς ἐκ τοῦ πλάτους ἐνόμισαν· εὐρύτερον μὲν γὰρ εἶναι τὸ χάσμα, στενώτερον δὲ τὸν βόθυνον. τοῦτο δ’ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ῥημάτων δείξομεν ὅτι κατὰ βάθος τούτων ἐστὶν ἡ διαφορά· τὸ μὲν 〈γὰρ〉 χάσμα πολὺ τὸ βάθος ἔχει, ὁ δὲ βόθυνος μικρόν. καὶ ἡ κοινὴ δὲ συνήθεια καὶ ἡ τῶν παλαιῶν χρῆσις | |
10 | τοῦτο βούλεται· περὶ γὰρ τοῦ χάους φησὶν Ἡσίοδος “χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο.” καὶ περὶ τοῦ Ἀλεξάνδρου ὁ ποιητὴς “ὥς κέ οἱ αὖθι γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα.” τὸν δ’ ἕτερον “βόθρον ὄρυξεν ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα.” καὶ πάλιν “πήχυιον δ’ ἄρ’ | |
15 | ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας” ὁ τὰ Ἀργοναυτικά. ὅτι δὲ τὸ αὐτὸ τούτων ἁπάντων ἐστὶν αἴτιον, δῆλόν φησιν ἐκ τῶν ὁμολογουμένων. εἰ γὰρ φανερῶς ὁ ἄνω ἀὴρ ἐκπυροῦται, τουτέστι τὸ ὑπέκκαυμα, καὶ τὸ διάφορον τῆς ἐκπυρώσεως τὰς εἰρημένας ἐποίει διαφοράς, φλόγας, δαλοὺς καὶ τὰ λοιπά, τί θαυμαστόν, εἰ διὰ τὴν αὐτὴν ἐκπύρωσιν καὶ χρωματίζεται ποικί‐ | |
20 | λως ὁ ἀήρ; μᾶλλον δὲ δοκεῖ χρωματίζεσθαι τῆς ἀχλύος καὶ τῆς πυρώδους συστάσεως ἐν ταῖς ἡμετέραις ὄψεσι μιγνυμένης, ὡς δείξομεν, διόπερ ἐν νυκτὶ μόνῃ τὰ τοιαῦτα. μεθ’ ἡμέραν γὰρ τὸ τοῦ ἡλίου φῶς τήν τε σύστασιν ἐπικαλύπτει καὶ τὸν ἀχλυώδη φωτίζει ἀέρα, μᾶλλον δὲ καὶ δια‐ λύει τὴν ἀχλὺν κατὰ τὸ πλεῖστον. ἀλλὰ καὶ αἰθρίας δεῖ, φησί, πρὸς τὴν | |
25 | τῶν τοιούτων χρωμάτων φαντασίαν, τουτέστι νηνεμίας· ἡ γὰρ τῶν ἀνέμων κίνησις διασκεδάννυσι τὴν ἀχλὺν ἔσθ’ ὅτε καὶ διαλύει καὶ τὰ εἰρημένα πάθη καὶ συστῆναι οὐ συγχωρεῖ. τὸ δὲ ἐν τῷ οὐρανῷ πάλιν ὁμοίως ἀκουσόμεθα περὶ τὸν οὐρανόν, τουτέστιν ἐν τῷ ὑπεκκαύματι· πρὸς γὰρ τὴν τῶν πολλῶν εἴρηται δόξαν ἐν τῷ οὐρανῷ συνίστασθαι τὰ τοιαῦτα πάθη | |
30 | νομίζουσαν. p. 342b5 Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπι‐ | |
35 | προσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, | |
ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα | 68 | |
In Mete.14,169 | δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα. Τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ συνισταμένων τὰ μέν εἰσιν ὑποστάσεις ἀληθεῖς, οἷα φαίνεται, τοιαῦτα καὶ τὴν οὐσίαν ὑπάρχοντα, φλόγες φημὶ καὶ | |
5 | αἶγες καὶ δαλοὶ χιόνες τε καὶ χάλαζαι καὶ ὑετοί, περὶ ὧν ἤδη προείρηκε, τὰ δὲ μόνον ἐμφάσεις καὶ εἰδωλοποιίαι ψευδεῖς, οὐ τοιαῦτα τὴν φύσιν ὄντα, οἷα καὶ φαίνεται, ἅπερ ἐστὶ χάσματα καὶ βόθυνοι καὶ τὰ ἐν τῷ ἀέρι δο‐ κοῦντα συνίστασθαι χρώματα, περὶ ὧν διδάξαι προτίθεται νῦν· τοιαῦτα δὲ καὶ παρ’ ἡμῖν ἐστι τὰ εἴδωλα, ἐμφάσεις ὄντα καὶ μόνον· τὰ δὲ μικτά πως | |
10 | κατά τι μὲν ὑποστάσεις, κατά τι δὲ πάλιν ἐμφάσεις, οἷοίπερ εἰσὶν οἱ κατ’ ἔξαψιν γινόμενοι διᾴττοντες· τὸ μὲν γὰρ πυρῶδες αὐτῶν ἀληθής ἐστιν ὑπόστασις, ἡ δὲ κίνησις τούτων ἡ τοπικὴ δόκησίς ἐστι καὶ μόνη, καθὰ φθάσαντες ἀπεδείξαμεν. ἔστι δὲ καὶ παρ’ ἡμῖν τοιαῦτα, οἷον ἡ ἐν ὕδατι βρεχομένη κώπη κεκλάσθαι δοκοῦσα· τοῦτο μὲν γὰρ ἔμφασις, τὸ δὲ ὑπὸ | |
15 | τὸ ὕδωρ αὐτὴν φαίνεσθαι ὕπαρξις ἀληθείας. καὶ γραφαὶ δέ τινές εἰσι τοιαῦται, ὧν τὰ μὲν ἐν βάθει εἶναι δοκεῖ, τὰ δὲ προπετῆ καὶ ἔξω νεύοντα, πάντων ἐν μιᾷ ὄντων ἐπιφανείᾳ. ἡ μὲν οὖν γραφὴ τούτων ἐστὶν ὑπό‐ στασις ἀληθής, τὸ δ’ ἐν βάθει τινὰ τούτων εἶναι δοκεῖν ἢ ἔξω νεύειν ἔμ‐ φασις καὶ μόνη. εἰπὼν οὖν ἐν τοῖς προλαβοῦσι περὶ τῶν ὑπόστασιν ἐχόν‐ | |
20 | των ἀληθῆ καὶ τῶν μικτῶν νῦν περὶ τῶν μέχρι μόνου τοῦ δοκεῖν ὁρω‐ μένων διδάξαι προτίθεται. τούτων δὲ διχῇ διαιρουμένων τὰ μὲν καλοῦνται διαφάσεις, ὅσα διὰ τῆς τῶν νεφῶν διαφανείας εἰδωλοποιεῖται, ὡς τὰ ἐν ἀέρι διάφορα χρώματα, τὰ δὲ ὁμωνύμως τῷ γένει καλοῦνται ἐμφάσεις, ὅσα κατὰ τὴν ἀπὸ τῶν ἐσόπτρων ἀνάκλασιν τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον | |
25 | ἐμπιπτουσῶν ἢ τὴν σελήνην ἤ τινα τῶν ἀστέρων ἢ τὰς ἐν ἀέρι πυρώδεις γινομένας συστάσεις ὁρῶνται φαντάσματα, ὡς ἅλως καὶ ἶρις καὶ παρήλια. δύο οὖν εἰσι τὰ τούτων ἁπάντων αἴτια, ἥ τε τῶν νεφῶν διαφάνεια, ὅταν πυρώδης σύστασις ἄνωθεν κατὰ κάθετον αὐτοῖς συσταίη, ἑτέρα δὲ ἡ ἐκ τῶν πυκνοτέρων νεφῶν ἀντανάκλασις τῶν ἡμετέρων ὄψεων ἐπὶ τὴν ἐκ | |
30 | πλαγίου τῶν νεφῶν πυρώδη γενομένην σύστασιν ἢ τὸν ἥλιον αὐτὸν ἢ ἕτερόν τινα τῶν ἀστέρων. τὸ μὲν οὖν πρῶτον, τὰ κατὰ διαφάνειαν λέγω φαινό‐ μενα, τοῦτον γίνεται τὸν τρόπον· νέφους γὰρ ὑποτρέχοντος πυρώδη τινὰ σύστασιν ἐν τῷ ὑπεκκαύματι γενομένην μὴ πυκνοῦ λίαν, ἀλλὰ μανοτέρου καὶ διαφάνειαν βραχεῖαν ἔχοντος καὶ τοσαύτην, ὥστε τὸ χρῶμα μόνον τῆς | |
35 | κατὰ κάθετον τῷ νέφει κειμένης ἐκπυρώσεως φαίνεσθαι, μηκέτι δὲ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῆς, ποικίλα δοκεῖ συνίστασθαι χρώματα. δεῖ δὲ καὶ τὴν ἐκπύρωσιν μετρίαν εἶναι· πολλῆς γὰρ οὔσης διαλύεσθαι συμβαίνει τὸ νέφος. τούτων οὖν οὕτως ἐχόντων συστάσεώς τε καὶ πρὸς ἄλληλα | |
θέσεως, τοῦ νέφους λέγω καὶ τῆς ἐκπυρώσεως, δι’ ἀμφοῖν ἡ ὄψις ἡμῶν | 69 | |
In Mete.14,170 | φερομένη καὶ ἐν αὑτῇ τό τε μέλαν τοῦ νέφους καὶ τὸ λαμπρὸν μιγνῦσα τῆς ἐκπυρώσεως τὴν αἱματώδη τε καὶ ἐρυθρὰν ἢ φοινικῆν ἢ πορφυρᾶν καὶ τὴν τῶν ἄλλων χρωμάτων παρέχεται φαντασίαν, πρὸς τὴν διαφορὰν τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων δια‐ | |
5 | φόρου καὶ τῆς μίξεως ἐξ αὐτῶν ταῖς ἡμετέραις γινομένης ὄψεσιν, ἡ ποικίλη τῶν χρωμάτων συμβαίνει διαφορά. οἷόν τι γίνεται καὶ ἐν τῇ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῇ τῶν ἄλλων ἀστέρων ἀνατολῇ τε καὶ δύσει, ὅταν ὁμιχλώδης ὁ περὶ τὸν ὁρίζοντα γένηται ἀήρ· διαφόρων γὰρ καὶ τότε χρωμάτων φαντασία γίνεται, ποτὲ μὲν ἐρυθρά τε καὶ αἱματώδης, ὁπηνίκα | |
10 | ἥ τε ἀχλὺς εἴη παχυτέρα καὶ τὸ πυρῶδες εἰλικρινέστερον, ποτὲ δὲ ξανθή τε καὶ οἱονεὶ χρυσοειδής, ὅτε λεπτοτέρα ἡ ἀχλύς, καὶ ἄλλοτε ἄλλη πρός τε τὸ ποσὸν τῆς πυκνώσεως τοῦ ἀέρος καὶ τῆς ἐκπυρώσεως τὸ μέτρον καὶ τὴν πρὸς ἄλληλα τούτων σχέσιν· μετρῆσαι γὰρ τὴν τοιαύτην μῖξιν, ἐξ ἧς τὰ διάφορα γίνεται χρώματα, δυσχερὲς ἡμῖν καὶ ἀδύνατον. ὅτι δὲ τῇ μίξει | |
15 | τῶν ἐναντίων ταῦτα γίνεται, δῆλον ἐξ ὧν καὶ οἱ ζωγράφοι τῇ μίξει τούτων πολλὰς ἐργάζονται χρωμάτων διαφοράς. καὶ ἡ ἐξ ὑγροτέρων δὲ ξύλων ἐξ‐ απτομένη φλὸξ ἐρυθρὰ φαίνεται διὰ τὴν τοῦ καπνοῦ παχύτητα καὶ μελανίαν τῷ λαμπρῷ τοῦ πυρὸς μιγνυμένην. ἐκ δὲ τῶν ξηρῶν ξύλων ὅ τε καπνὸς λεπτότερος γίνεται καὶ τὸ χρῶμα τὸ ἐκ τῆς μίξεως αὐτοῦ καὶ τοῦ λαμπροῦ | |
20 | τοῦ πυρὸς ξανθότερον. δεύτερός ἐστι τρόπος τῆς τοιαύτης τῶν χρωμάτων ἐν τῷ ἀέρι φαντασίας ὁ κατ’ ἔμφασιν ἐξ ἀνακλάσεως τῶν ἡμετέρων γενόμενος ὄψεων. οὕτω δὲ δεῖ παχεῖαν εἶναι καὶ μὴ διαφανῆ τοῦ νέφους τὴν σύστασιν μηδ’ ἡνωμένην καὶ πάλιν συνεχῆ, διεσπασμένην δὲ κατὰ μικρὰς ἀτμίδας, οἷαι καὶ αἱ τῶν ὑετῶν λεπταὶ ψεκάδες, καὶ τὴν ἐκπύρωσιν μὴ κατὰ κάθετον | |
25 | ἀλλ’ ἐκ πλαγίων τοῦ νέφους εἶναι, καὶ οὕτω θέσεως ἔχειν ταῦτα πρὸς ἄλληλα, ὡς τὰς ὄψεις ἡμῶν τὰς εἰς τὸ νέφος ἐμπιπτούσας ἐπὶ τὴν ἐκ‐ πύρωσιν ἀνακλωμένας φέρεσθαι ἢ ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην. ἀπὸ μικρῶν οὖν τοῦ νέφους ἐνόπτρων ἐπί τι τῶν εἰρημένων γινομένης τῆς ἀνακλάσεως, τὸ χρῶμα μὲν τούτων ὁρᾶν ἐν τοῖς ἐνόπτροις δοκοῦμεν, τὸ σχῆμα δὲ καὶ | |
30 | τὸ μέγεθος οὐκέτι διὰ τὴν τούτων μικρότητα· οἷόν τι κἀπὶ τῶν ψεκάδων τοῦ ὑετοῦ φαίνεται συμβαῖνον, ὅταν ὁ ἥλιος ἐν καθαρῷ διαλείμματι φαίνηται τῶν ἀστέρων νύκτωρ καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ ὁμοίως εἰς μικρὰ τεμνομένου τοῦ ὕδατος. τῶν γὰρ εἰς ταύτας ἐμπιπτουσῶν ὄψεων καὶ ἀνα‐ κλωμένων ἐπὶ τὰ ἄστρα τὸ χρῶμα μόνον ὁρῶμεν, τὸ σχῆμα δὲ καὶ τὸ | |
35 | μέγεθος οὐκέτι διὰ τῆς ὕδατος μικρότητος. καὶ ἐπὶ τῶν ἐνόπτρων δὲ τῶν παρ’ ἡμῖν τῶν λίαν σμικρῶν τὸ αὐτὸ γίνεται. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὴν ἶριν γινομένην ἐν τῷ τρίτῳ τῆς πραγματείας δείκνυσι ταύτης, νέφους μὲν συνισταμένου παχέος πρὸς αὐτῷ τῷ ὁρίζοντι, κατὰ θάτερον δὲ μέρος αὐτοῦ | |
φαινομένου τοῦ ἡλίου ἐν καθαρῷ διαλείμματι, καὶ τῶν ὄψεων ἡμῶν ἐκ | 70 | |
In Mete.14,171 | τοῦ νέφους ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τὴν τῶν χρωμάτων τῆς ἴριδος ποιουσῶν φαντασίαν. τὸν δὲ ἀριθμὸν τῶν χρωμάτων αὐτῆς καὶ τὴν δια‐ φορὰν καὶ τῶν κύκλων τὸ μέγεθος ἐκεῖσε τοῦ φιλοσόφου λέγοντος ἀκουσό‐ μεθα. νῦν δὲ τέως ἐπὶ τὴν ἐξέτασιν χωρῶμεν τῆς λέξεως. | |
5 | Διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς καὶ ἀνά‐ κλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιεῖ. τοὺς δύο τρόπους τοὺς προειρημένους τῆς τῶν φαινομένων χρωμάτων ἀπαγγέλλει φαντασίας, τὸν μὲν τῆς διαφάσεως ἐν οἷς ἔφη διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς, πρὸς τὸν ἀέρα· οὐδὲ γὰρ πυκνοτέρου νέφους | |
10 | (δεῖν γὰρ ἔφαμεν μετρίαν ἔχειν τὸ νέφος διαφάνειαν, ἵνα δι’ αὐτῆς τὸ φῶς διέλθοι τῆς ἐκπυρώσεως), ἀλλὰ πυκνοτέρου ὡς πρὸς τὴν τοῦ ἀέρος δια‐ φάνειαν. καλῶς δὲ εἶπε τὸ ἔλαττον φῶς· εἰ γὰρ πολὺ εἴη, πάντως ἐπι‐ κρατεῖ τοῦ νέφους καὶ λύει τὴν σύστασιν αὐτοῦ, καὶ τὸ πάθος οὐ συν‐ ίσταται. τὸν δὲ δεύτερον δηλοῖ τρόπον ἐν οἷς πάλιν εἶπε καὶ ἀνάκλασιν | |
15 | δεχόμενος ὁ ἀήρ. ἀνάκλασιν δὲ τὸν ἀέρα δέχεσθαί φησι τὴν τῶν ὄψεων δηλονότι τῶν ἡμετέρων, οὐκ αὐτῆς τοῦ ἀέρος τῆς οὐσίας ἀνακλωμένης. μάλιστα δὲ τὸ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπι‐ προσθήσεις, οὐ τοῦ λευκοῦ καὶ πυρώδους ἀλλήλοις μιγνυμένων, ἀλλὰ | |
20 | τούτων ἑκατέρου τῷ μέλανι. τὸ μὲν γὰρ λευκὸν τῷ μέλανι μιγνύμενον φαιὸν γίνεται· ἵνα δὲ φοινικοῦν γένηται, καὶ τὸ πυρῶδες μίγνυσθαι τοῖς εἰρημένοις προσήκει. πῶς οὖν φησιν ὁ φιλόσοφος; μάλιστα δέ φησι τὸ φοινικοῦν ἢ πορφυροῦν μιγνύμενον φαίνεσθαι, διότι μετριώτερον ὑπάρχον τὸ μέλαν ἐν τῇ μίξει τὸ φοινικοῦν ποιεῖ, βαθύτερον δὲ τὸ πορφυροῦν. συν‐ | |
25 | αριθμείσθω δὲ τῷ μέλανι τὸ κυανοῦν ἐκλάμπειν ποιοῦν τὸ ἐκ τῆς μίξεως τῆς εἰρημένης ἀποτελούμενον. πυρῶδες δὲ ἐν τῇ μίξει τῶν χρωμάτων ἐστὶ τὸ ἐρυθρόν. καὶ οἱ ζωγράφοι δὲ τῇ τοιαύτῃ μίξει χρώμενοι τὰ εἰρη‐ μένα ποιοῦσι χρώματα. ἡ δὲ μῖξις αὕτη γίνεται, φησί, κατὰ τὰς ἐπι‐ προσθήσεις, τουτέστιν οὐκ αὐτῆς τοῦ νέφους τῆς μελανίας καὶ τῆς τῶν | |
30 | ἄστρων λευκότητος μιγνυμένων ἢ πάλιν τοῦ πυρώδους χρώματος καὶ τῆς μελανίας τοῦ νέφους, ἀλλ’ ἐν ταῖς ἐπιπροσθήσεσι ταῖς ὑπὸ τοῦ νέφους τῶν ὄψεων ἡμῶν ἡ μῖξις γίνεται τῶν διὰ τοῦ ἀέρος εἰς ἡμᾶς φαινομένων χρω‐ μάτων, τοῦ μεταξὺ δηλονότι μὴ πάσχοντος, ἐν δὲ τῇ τούτων ἀντιλήψει τε καὶ αἰσθήσει μιγνυμένων συνίσταται τὸ πάθος. ἐπιπρόσθησιν δὲ ταύτην | |
35 | εἶπεν, ἐπειδὴ μὴ καθαρῶς ἀντιλαμβανόμεθα τῶν χρωμάτων, ἀλλὰ μετ’ ἐπιπροσθήσεως τῆς ἀπὸ τοῦ νέφους ἀμυδρὰ γίνεται αὐτῶν ἡ ἀντίληψις, ἐν ᾗ μίγνυνται. ὅτι γὰρ 〈οὐ〉 πάσχει ὑπὸ τῶν χρωμάτων ὁ διακονῶν αὐτοῖς | |
ἀήρ, δῆλον ἐκ τῶν ἀκτίνων τῶν διὰ τῆς χρωματισθείσης ὑέλου φερομένων· | 71 | |
In Mete.14,172 | ἐν μὲν γὰρ τῷ ἀέρι δι’ οὗ φαίνονται αἱ ἀκτῖνες οὐ φαίνεται τὸ τῆς ὑέλου χρῶμα, ἐν δὲ τῷ στερεῷ ἐν ᾧ προσπίπτουσι διαφαίνεται, εἴτε ἐν τοίχῳ πέσοιεν εἴτε ἐν τῇ γῇ εἴτε ἐν ὁτῳοῦν ἄλλῳ. οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνε‐ | |
5 | ται. ἐὰν ᾖ καῦμα, φησί, τουτέστι κατάστημα νότιον· περὶ γὰρ τὸν ὁρί‐ ζοντα ἀχλυωδέστερος γίνεται ὁ ἀήρ. καυματώδης γὰρ ὁ νότος ὢν ἀναλύει μὲν ἀτμίδα πολλήν, διαφορῆσαι δὲ ταύτην οὐκ ἰσχύων διὰ τὸ βληχρὸν τοῦ θερμοῦ ἀχλυώδη τὸν ἀέρα ποιεῖ καὶ παχύν· δι’ οὗ τὰ ἄστρα φαινόμενα φοινίκια φαίνεται, ὡς καὶ ἡ διὰ τοῦ καπνοῦ τῶν ὑγρῶν ξύλων φαινομένη | |
10 | φλόξ. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι. οὗτός ἐστιν ὁ δεύτε‐ ρος τρόπος. ἐὰν γὰρ μικρόν τι μόριον ἐνόπτρου τις λάβῃ καὶ πρὸς τὸν ἥλιον ἀντιπρόσωπον θείη, τὸ μὲν σχῆμα τούτου καὶ τὸ μέγεθος ἐν τῷ ἐνόπτρῳ οὐ φαίνεται, τὸ δὲ χρῶμα μόνον αὐτοῦ καὶ τὸ φῶς· ἀλλὰ κἂν κατὰ μικρὰ | |
15 | τεθραυσμένον εἴη τὸ ἔνοπτρον, ὁμοίως τὸ χρῶμα μόνον διὰ πάντων τῶν θραυσμάτων αὐτοῦ φαίνεται, οἷον καὶ ἐπὶ τῶν ψεκάδων εἴπομεν τοῦ ὑετοῦ γίνεσθαι. τοιοῦτον οὖν συμβαίνει καὶ ἐν τοῖς νέφεσιν, ὡς τὰ μόρια διεσπάσθαι κατὰ μικρά, καὶ μάλιστα ὅταν ἐπιτήδειον ἤδη πρὸς ὕδατος ὑπάρχῃ γένεσιν, ὅτε καὶ τὰς τοιαύτας φαντασίας παρέχεται· διόπερ οὔτε | |
20 | τὸ σχῆμα τῶν ἐκπυρώσεων οὔτε τὸ μέγεθος δεικνύουσι, μόνου δὲ τοῦ χρώματος τὴν φαντασίαν παρέχονται. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν τοῦτο ἡ σύστασις αἰτία ταχεῖα οὖσα. ὥσπερ γὰρ πάπυρος ἢ στυπεῖον λεπτὸν καὶ ξηρὸν ταχέως ἐξάπτεται καὶ ἐπ’ ὀλίγον χρόνον στέγει τὴν φλόγα θᾶττον τῆς ὕλης δαπανωμένης (τοῦτο γὰρ δηλοῖ τὸ ταχεῖα | |
25 | οὖσα), δρῦς δ’ ἐπειδὰν ἐξαφθῇ, πολὺν διαμένει χρόνον διὰ τὴν παχύτητα, οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ἐκπυρώσεων καὶ τῶν ἀστραπῶν· λε‐ πτομερὴς γὰρ αὐτῶν οὖσα ἡ ὕλη καὶ ταχέως ἐκδαπανωμένη σβέννυται. οἱ δὲ κομῆται παχυτέρας ὕλης ὄντες, πλείονα χρόνον τὰς ἐκπυρώσεις φυλάσσουσιν. | |
30 | p. 342b14 Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς ἐκ κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν. πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα δοκεῖ. Ἡ μὲν οὖν τῶν αἱματωδῶν καὶ τῶν τοιούτων φαντασία χρωμάτων ἢ | |
35 | κατὰ διαφάνειαν τῶν νεφῶν ἢ κατὰ ἀνάκλασιν τὴν ἐξ αὐτῶν ἐγίνετο τῶν ὄψεων ἡμῶν· ἡ δὲ τῶν βοθύνων καὶ τῶν χασμάτων οὐχ οὕτως, ἐπιπρο‐ | |
σθουμένου δὲ κατὰ τὸ μέσον τοῦ φωτὸς ὑπὸ τῆς τοῦ νέφους παχύτητος· | 72 | |
In Mete.14,173 | λίαν γὰρ εἶναι δεῖ παχὺ τὸ νέφος καὶ μηδ’ ὅλως διαφανὲς τὸ ἐπιπροσθοῦν κατὰ μέσον τῷ φωτί· οὕτω γὰρ κοιλότητος ποιεῖ φαντασίαν. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λαμπρὸν ὀξεῖαν ἔχοντα τὴν ἐνέργειαν διακριτικὰ τῶν ὄψεων ἡμῶν ὑπάρχει, διὸ καὶ ταχὺ τὸ πάθος ἐν αὐταῖς ἐργαζόμενα ταχεῖαν καὶ | |
5 | τὴν ἀντίληψιν τοῦ πάθους ἔχουσι· τὸ γὰρ θᾶττον πάσχον καὶ θᾶττον τοῦ πάθους ἀντιλαμβάνεται. τὸ δὲ μέλαν ἔμπαλιν συγκριτικὸν ὑπάρχον τῶν ὄψεων βραδυκινησίας αὐταῖς αἴτιόν ἐστι (τοῖς γὰρ ἐναντίοις τὰ ἐναντία συμβαίνειν ἀνάγκη) καὶ διὰ τοῦτο καὶ ἡ τοῦ πάθους ἀντίληψίς ἐστι βραδυ‐ τέρα. ὅταν οὖν ἐκπυρώσεώς τινος συστάσης νέφος τι παχὺ καὶ μὴ δια‐ | |
10 | φανὲς ἐν τῷ μέσῳ τῆς ἐκπυρώσεως γίνηται, ὡς μὴ πάσῃ ἐπιπροσθεῖν, ἀλλὰ μόνῳ τῷ μέσῳ αὐτῆς ἀέρι, ἐν ᾧ καὶ συνέστη τὸ νέφος, τῶν ἑκατέρω‐ θεν τῆς ἐκπυρώσεως μερῶν καθαρῶν ὄντων καὶ οὐκ ἐπιπροσθουμένων τῷ νέφει, συμβαίνει τότε τῷ μὴ ὁρᾶσθαι τὸ μέσον αὐτῆς διὰ τὸ μέλαν κοιλό‐ τητος διδόναι φαντασίαν. διὸ καὶ τὰ πόρρωθεν ὁρώμενα μέλανα φαίνεται, | |
15 | οὐκ ἐφικνουμένης αὐτῶν ἱκανῶς τῆς ἡμετέρας ὄψεως. καὶ γὰρ εἰ ἐν τῷ αὐτῷ ἐπιπέδῳ λευκὸν θείης καὶ μέλαν καὶ πόρρωθεν αὐτὰ θεωρήσειας, ἐγγύτερον εἶναι δόξει τὸ λευκόν, τὸ δὲ μέλαν πορρώτερον. τοῦτο καὶ οἱ γραφεῖς εἰδότες, ὅταν κοῖλον εἶναί τι δοκεῖν ἐθέλωσιν, οἷον πηγὴν ἢ δε‐ ξαμενὴν ἢ βόθυνον ἢ ἄντρον ἤ τι τοιοῦτον, μέλανι καταχρίουσι τοῦτο ἢ | |
20 | κυανῷ, καὶ τοὔμπαλιν ὅσα προπετῆ φαίνεσθαι βούλονται, οἱονεὶ μαζοὺς κόρης ἢ χεῖρα τεινομένην ἢ πόδας ἵππου, τὰ ἑκατέρωθεν τοῦ μορίου τούτου μελαίνουσιν, ἵνα τούτων κοίλων εἶναι δοκούντων τὸ μεταξὺ αὐτῶν γραφὲν ἐξέχειν νομίζηται. εἰ μὲν οὖν ἧττον εἴη πεπυκνωμένον τὸ νέφος, βόθυνος εἶναι δοκεῖ, εἰ δὲ λίαν εἴη πυκνὸν καὶ διὰ τοῦτο μελάντερον, χάσμα, καὶ | |
25 | ὅσῳ πλέον μελαίνεται, τοσούτῳ καὶ τὸ βάθος μεῖζον εἶναι δοκεῖ. τὸ δὲ ἀναρρηγνυμένου τοῦ φωτὸς εἴρηκε, τουτέστιν ὑπὸ τοῦ νέφους σχιζο‐ μένου, καὶ τῆς συνεχείας διακοπτομένης διὰ τὴν τοῦ μέλανος ἢ κυανοῦ κατὰ τὸ μέσον ἐπιπρόσθησιν. πολλάκις δὲ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα | |
30 | δοκεῖ. ἐκ τῶν ποίων; τῶν εἰρημένων συστάσεων, ἐν οἷς οἱ βόθυνοι καὶ τὰ χάσματα φαίνεται. ὅταν γὰρ τὸ νέφος τοῦτο συγκριθῇ μᾶλλον καὶ ἐν‐ αποληφθείη μεταξὺ τούτου μέρος τι τῆς ἐκπυρώσεως, συνθλιβόμενον τοῦτο τῇ βίᾳ τῆς πυκνώσεως ἐκπυρηνίζεται καὶ φέρεται κάτω. εἰ δὲ ἐπὶ πλεῖον συνέλθοι, φησί, χάσμα δοκεῖ γίνεσθαι. εἰ οὖν τὸ μέλαν τοῦ νέφους τὸ | |
35 | μεταξὺ τῆς πυρώδους συστάσεως τὴν δόκησιν ἐποίει τοῦ βοθύνου, ἔτι δὲ συνιὸν ἐπὶ πλεῖον μελαίνεται, τὸ δὲ μᾶλλον μέλαν πλείονος βάθους δίδωσι φαντασίαν, τοῦτο δὲ χάσμα ὠνόμασε, τὸ ἄρα χάσμα τῷ μᾶλλον εἶναι βαθύ‐ | |
τερον τοῦ βοθύνου διέστειλεν. | 73 | |
In Mete.14,174 | p. 342b18 Ὅλως δ’ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικι‐ λίας, οἷον ἡ φλὸξ ἐν τῷ καπνῷ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει, νυκτὸς δ’ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα δι’ ὁμόχροιαν οὐ φαίνεται. Τὸ λευκόν, φησί, καὶ τὸ μέλαν (λευκὸν δὲ νῦν λέγεται τὸ λαμπρόν) | |
5 | ἐν τῇ ποιᾷ μίξει πολλὰς ποιεῖ χρωμάτων διαφορὰς κατὰ τὴν ἑκατέρου τούτων πρὸς τὸ λοιπὸν ἄνεσίν τε καὶ ἐπίτασιν, οἷον τὸ φοινικοῦν, τὸ πράσινον, τὸ ἁλουργόν, τὸ ἐρυθρὸν καὶ εἴ τι τοιοῦτον ἕτερον, ὧν ὁ λόγος τῆς συμμετρίας ἄρρητος. παράδειγμα τούτων δίδωσι τὸ διὰ τοῦ καπνοῦ φαινόμενον πῦρ πολλὰς ἐμφαῖνον χρωμάτων διαφορὰς ἄλλοτε ἄλλας πρὸς τὴν | |
10 | τοῦ καπνοῦ ποιότητα τὴν ἐκ τῆς διαφόρου τῶν καιομένων ὕλης γινομένην. τούτων οὖν, φησί, τῶν διαφόρων χρωμάτων ὅσα μέν ἐστι πυρώδη, ἐν ἡμέρᾳ οὐ διαφαίνεται διὰ τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα συγκαλυπτόμενα ὑπ’ αὐτοῦ, ὅσα δὲ νένευκε πρὸς τὸ μέλαν, φανερὰ πᾶσίν ἐστιν· ἐν νυκτὶ δὲ τοὐναντίον ὅσα μέν ἐστι λευκὰ καὶ πυρώδη, διαλάμπει, ὅσα δὲ πρὸς τῷ μέλανι, πάντα | |
15 | κρύπτεται, τὸ ἁλουργόν, τὸ πορφυροῦν, τὸ πράσινον, τὸ κυανοῦν. μόνον δέ, φησί, τὸ φοινικοῦν διαφαίνεται· πλεονάζει γὰρ ἐν αὐτῷ τὸ λευκόν, ὡς ἐν τοῖς ἄλλοις τὸ μέλαν. ὁρῶμεν γὰρ καὶ τοῦ ἡλίου ἄρτι δεδυκότος περὶ τὸν ὁρίζοντα φοινικοῦν χρῶμα φαινόμενον, ὅτι ὁ ἀὴρ ἐκεῖνος ἠρέμα πως ἀχλυ‐ ώδης ἐστί, τῶν ὄψεων ἡμῶν ἐκ τῆς ἀχλύος ἀνακλωμένων ἐπὶ τὸν ἥλιον | |
20 | καὶ τῇ μίξει τῶν χρωμάτων τὰς τοιαύτας ποιουσῶν φαντασίας. διὸ καὶ ἡ μὲν ἀπὸ μέλανος γραφὴ ἐν λευκοῖς τοῖς ὑποδεχομένοις γίνεται, ἡ δὲ λευκογραφία καὶ χρυσογραφία τοὐναντίον ἐν μέλανι· τὸ γὰρ ἐναντίον ἐν τῷ ἀντικειμένῳ διαφανέστερον, τὸ δ’ ὅμοιον ἐν τῷ ὁμοίῳ δυσδιάκριτον, οἷον εἰ ἐν λευκῷ τινι σώματι λευκογραφήσεις ἢ ἐν μέλανι διὰ μέλανος γράψειας. | |
25 | ὅθεν καὶ οἱ ἐν νυκτὶ μελανειμονοῦντες μᾶλλόν εἰσι τῶν λευχειμονούντων δυσδιάκριτοι, καὶ ἐν ἡμέρᾳ τοὔμπαλιν οἱ λευχειμονοῦντες, [ἢ] εἰ ἐν ἡλίῳ μάλιστα τύχοιεν, ἀμυδρὰν ἔχουσι τὴν ἀντίληψιν. p. 342b21 Περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκ‐ πυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων, ὅσα | |
30 | ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας. Συμπεραίνεται πάντα τὰ ἐξ ἀρχῆς εἰρημένα καὶ τὴν κοινωνίαν αὐτῶν ἀπήγγειλε, δι’ ἣν καὶ κατὰ συνέχειαν περὶ τούτων ἐδίδαξε πάντων, τὸ ταχείας τὰ εἰρημένα πάντα ποιεῖσθαι τὰς μεταβολάς, τουτέστι μὴ ἐπὶ πολὺν | |
35 | μένειν χρόνον, ὡς οἱ κομῆται, ἀλλ’ ἐν ὀλίγῳ διαλύεσθαι. τούτων οὖν τῆς γενέσεως τὰς αἰτίας δεῖ νομίζειν τὰς εἰρημένας παρ’ ἡμῶν. τῷ δὲ κοινῶς περὶ | |
πάντων εἰπεῖν τῶν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς | 74 | |
In Mete.14,175 | φαντασίας, ἔοικεν ἅπαντα λέγειν εἶναι φαντάσματα. ἢ οὖν [οὐ] κοινότερον ἁπλῶς τὰ φαινόμενα φάσματα προσηγόρευσεν, ἢ ὅτι κἂν ὕπαρξιν ἔχωσιν οἱ διᾴττοντες, ἀλλὰ συμπέπλεκταί τι καὶ φαντασίας αὐτοῖς, ὡς εἴπομεν. τῶν γὰρ μὴ κατὰ ῥῖψιν ἀλλ’ ἔξαψιν γινομένων διᾳττόντων ἡ κίνησις δοκοῦσά | |
5 | ἐστι κίνησις, οὐχ ὑπάρχουσα· οὐ γὰρ ἓν ἦν τὸ κινούμενον, ἀλλ’ ὕλη τις ἄλλοτε ἄλλη μεταλαμβάνουσα τῆς ἐξάψεως. ἀλλὰ καὶ ἐν ταῖς αἰξὶν αἱ παρεκπυρώσεις, ἐξ ὧν ἡ τῶν τριχῶν ἐγίνετο φαντασία, δοκοῦσαν εἶχον, οὐ πάντως ἀληθῆ συνέχειαν πρὸς τὴν ὅλην ἐκπύρωσιν. p. 342b25 Περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέ‐ | |
10 | γωμεν διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. Εἰπὼν πρὸ τούτων περὶ τῶν ταχείας ποιούντων τὰς μεταβολάς, τῶν τε καθ’ ὕπαρξιν φαινομένων ἀληθῆ καὶ τῶν κατὰ μόνην φαντασίαν καὶ τῶν ἐξ ἀμφοῖν, ὑπάρξεώς τε καὶ φαντασίας, λέγει νῦν περὶ τῶν ἐπὶ πλείονα μενόντων χρόνον, ἅπερ οὐκ ἔστι φάσματα· τὰ γὰρ κατὰ μόνην φαντασίαν | |
15 | καὶ δόκησιν ὁρώμενα θᾶττον διαλύεται. τὰ περὶ ἅλω καὶ ἴριδος, καὶ αὐτῶν ὄντων ἐμφάσεων ἐργώδη τὴν διδασκαλίαν ἐχόντων, ἐν τῷ τρίτῳ δι‐ δάσκει λόγῳ. ἔστι δὲ τὰ περὶ ὧν διδάσκει νῦν οἵ τε κομῆται καὶ ὁ κα‐ λούμενος γαλαξίας κύκλος. ὅπερ δὲ τῷ φιλοσόφῳ ποιεῖν ἔθος ἐπὶ τῶν φυσικῶν ζητημάτων ἑκάστου, τοῦτο ποιεῖ καὶ νῦν τὰς τῶν παλαιοτέρων | |
20 | περὶ τοῦ προκειμένου δόξας προϊστορῶν καὶ τὰς οὐ καλῶς ἐχούσας ἐλέγχων πρῶτον, εἶτα τὴν οἰκείαν περὶ τοῦ ζητουμένου διδάσκων ὑπόληψιν. Ἀναξα‐ γόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανητῶν ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων, τῶν πέντε πλανωμένων ἅμα δηλονότι. οὗτοι δ’ εἰσὶν ὅ τε τοῦ Κρόνου | |
25 | καλούμενος καὶ ὁ τοῦ Διὸς καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης· οὐ γὰρ δὴ καὶ τὸν ἥλιον συνηρίθμουν καὶ τὴν σελήνην· δῆλον γὰρ εἶχε τὸν ἔλεγχον. ὅταν οὖν, φασίν, εἰς τοῦτο πλησιάσωσιν οὗτοι καὶ θιγγάνειν ἀλλήλων δόξωσιν (οὐ γὰρ δή γε θιγγάνουσιν ἐν τῷ αὐτῷ μὴ ὄντες ἐπιπέδῳ) μέγεθος ἀποτελοῦσι καὶ μίαν ἐργάζονται σύμφασιν, τουτέστιν | |
30 | ἓν φῶς ἐκ πάντων συμπεφορημένον φαίνεται. καὶ οἶμαί γε, εἴ τις αὐτοὺς ἠρώτησε, τί δήποτε οὖν ποτὲ μὲν μείζων ὁ κομήτης ποτὲ δ’ ἐλάττων φαίνεται, εἶπον ἂν ὡς ὁπηνίκα πυκνοτέραν πρὸς ἀλλήλους τὴν θέσιν ἔχοιεν, ἐλάττονα φαίνεσθαι τὸν κομήτην, ὁπότε δὲ διεστήκοιέν πως καὶ μὴ λίαν ἐγγὺς εἴησαν, μείζονα εἶναι δοκεῖν, καὶ μάλιστα ὅταν καὶ τῶν ἀπλανῶν | |
35 | τινες αὐτοῖς πλησιάσαντες μίαν ἅμα τούτοις ποιήσωνται σύμφασιν. εἰ δὲ καὶ τῶν ἄλλοτε ἄλλων αὐτοῦ σχημάτων τὴν αἰτίαν ζητοῦμεν, εἰπεῖν ἂν πάλιν τὴν διάφορον αὐτῶν πρὸς ἀλλήλους θέσιν τε καὶ σχέσιν τούτων | |
αἰτίαν εἶναι, τῶν μὲν ἐπ’ εὐθείας κειμένων τῶν δ’ ἐκ πλαγίου, νοτιωτέρων | 75 | |
In Mete.14,176 | ὄντων ἢ βορειοτέρων, ἢ ὁπωσοῦν ἄλλως δυνατὸν εἴη θέσεως αὐτοὺς ἔχειν πρὸς ἀλλήλους ἢ σχέσεως. p. 342b29 Τῶν δ’ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθα‐ γορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανητῶν ἀστέρων, | |
5 | ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ. Ἰταλικῶν καὶ Πυθαγορείων τῶν αὐτῶν, ὡς εἰ ἔλεγεν Ἰταλικῶν τῶν | |
10 | καὶ Πυθαγορείων· ἐν Ἰταλίᾳ γὰρ ὁ Πυθαγόρας τῆς ἑαυτοῦ φιλοσοφίας τὰ διδασκαλεῖα συνεστήσατο. τούτων οὖν τινες μετὰ τοὺς πλανωμένους πέντε, ὧν ἀρτίως ἐμνήσθημεν, ἕκτον ἀστέρα πλανώμενον ὑπετίθεντο τὸν κομήτην· σύνδρομον δὲ τῷ ἡλίῳ ὄντα καὶ ὑπὸ τῶν αὐγῶν αὐτοῦ καλυπτόμενον βραδέως φαίνεσθαι, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ ἀστέρος ὁρῶμεν γινόμενον· | |
15 | καὶ οὗτος γὰρ ἐπ’ ὀλίγον τοῦ ἡλίου διιστάμενος σπανίως φαίνεται. διὰ τί δὲ καὶ οὗτος ὁ κομήτης ποτὲ μὲν μείζων φαίνεται ποτὲ δὲ ἐλάττων, αἰτιά‐ σονται τὴν ἅμα αὐτῷ τῶν ἀπλανῶν σύμφασιν· ὅταν μὲν γὰρ ἐνταῦθα γίνηται ἐν ᾧ πλείονές εἰσι τῶν ἀπλανῶν ἢ μείζους, καὶ αὐτὸν μείζονα φαίνεσθαι, ἡνίκα δὲ μετ’ ἐλαττόνων ἢ ἀμυδροτέρων τῷ μεγέθει, μικρό‐ | |
20 | τερον γίνεσθαι. καὶ τῶν διαφόρων δὲ σχημάτων καὶ οὗτοι τὴν διάφορον μετὰ τῶν ἀπλανῶν σχέσιν αἰτιάσονται· εἰ γὰρ μὴ ταῦτα λέγοιεν, ἐξ αὐτῆς ἔχουσι τὸν ἔλεγχον τῆς αἰσθήσεως. καὶ τοῦ σπανίως δὲ φαίνεσθαι τὴν αὐτὴν λέγουσιν αἰτίαν, τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ τὸν κομήτην καὶ διὰ πολλοῦ χρόνου παραλλάττειν αὐτόν· τοῦτο γὰρ ἐδήλωσεν Ἀριστοτέλης εἰπὼν | |
25 | καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, τουτέστι τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐπὶ μικρὸν ποιεῖσθαι διάστημα, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ γίνεται· διὰ γὰρ τὸ μικρὸν αὐτὸν ἐπαναβαίνειν φησὶ πολλὰς ἐκλείπειν φάσεις, τουτέστι διὰ τὸ μικρὸν ἀποχωρεῖν τοῦ ἡλίου τὰς πολλὰς ἐκλείπειν φάσεις, τουτέστιν οὐ φαίνεται πολλάκις. φάσιν γὰρ καλοῦσι τῶν ἀστέρων τὴν μετὰ τὴν | |
30 | κρύψιν τοῦ ἡλίου πρώτην αὐτῶν γινομένην ἐξ αὐτοῦ παράλλαξιν, ἐν ᾗ φανερὸς ἡμῖν γίνεται. ὀλίγον οὖν ὁ τοῦ Ἑρμοῦ παραλλάττων τὸν ἥλιον λανθάνει τὴν ἡμετέραν αἴσθησιν οὐ συνεχῶς φαινόμενος διὰ τὴν ἐγγύτητα· εἰς γὰρ τὸ θεαθῆναι τοῦτον δεῖ καὶ τὴν μεγίστην αὐτὸν διαστῆναι τοῦ ἡλίου διάστασιν, ἧς οὐ διίσταται μείζονα [τε], καὶ καθαρὰν αἰθρίαν εἶναι, | |
35 | καὶ ἐν ὕψει ἑστῶτα πολλῷ κατοπτεύειν αὐτόν. ἐντεῦθεν οὖν, ὡς εἶπον, | |
αἱ πολλαὶ τούτου διαστάσεις ἀπὸ τοῦ ἡλίου λανθάνουσιν ἡμᾶς. τοῦτό ἐστιν | 76 | |
In Mete.14,177 | ὅπερ εἶπε πολλὰς ἐκλείπει φάσεις· δέον γὰρ φανῆναι πολλάκις δια‐ στάντα τῶν αὐγῶν τοῦ ἡλίου διὰ τὴν μικρὰν ἀπόστασιν οὐ φαίνεται. p. 342b35 Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο· πλὴν τήν | |
5 | γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν, τῆς ἡμετέρας ὄψεως ἀνακλωμένης ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον. Ἱπποκράτης ὁ Χῖος, φησίν (μαθηματικὸς δὲ ὑπῆρχεν οὗτος, οὗ καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς διὰ τῶν μηνίσκων εἶναι λέγεται) καὶ ὁ τούτου | |
10 | μαθητὴς Αἰσχύλος τοῖς Πυθαγορείοις παραπλησίως ἕκτον πλανήτην ἀστέρα τὸν κομήτην εἶναι λέγουσι, τὴν δὲ κόμην οὐκ οἴκοθεν ἔχειν αὐτόν, ὡς οἱ Πυθαγόρειοι βούλονται. ἐκεῖνοι γὰρ τοῦ ἀστέρος εἶναι μέρος τὴν κόμην ἔλεγον, Ἱπποκράτης δὲ ἔξωθεν αὐτῷ φησι τὴν κόμην προσγίνεσθαι, τούτου πίστιν ἐπαγόμενος τὸ μὴ ἐν παντὶ τόπῳ κόμην ἔχειν αὐτὸν δύνασθαι· οὔτε | |
15 | γὰρ ἐν τοῖς νοτίοις μέρεσιν οὔτε τῶν τροπικῶν μεταξὺ καὶ ὑπὸ τὸν ἰση‐ μερινὸν δι’ ἣν ἐρεῖ προϊὼν αἰτίαν, ἀλλ’ ἐν τοῖς βορείοις καὶ μόνοις, ἐν οἷς συνέλκειν διὰ τὴν πολλὴν ὑγρότητα εἰς ἑαυτὸν ἀτμίδα δύναται. τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλει δοκεῖ τὸ συνέλκειν ἀτμίδα τοὺς ἀστέρας πρὸς ἑαυτούς, ὡς προϊόντες εἰσόμεθα. εἰς τὴν ἀτμίδα οὖν ταύτην φασὶν, ἣν ὁ | |
20 | κομήτης ἕλκει πρὸς ἑαυτόν, τὰς ἡμετέρας ὄψεις ἐμπιπτούσας καὶ ἀνακλω‐ μένας ἐξ αὐτῆς πρὸς τὸν ἥλιον ὡς ἐν ἐσόπτρῳ τῇ ἀτμίδι τὸ φῶς αὐτοῦ βλέπειν καὶ κόμην ταύτην τοῦ ἀστέρος εἶναι δοκεῖν. ὥσπερ γὰρ ἐπὶ τῶν ἐνόπτρων ἐδείκνυμεν ὅτι κάτω μὲν τούτου κειμένου τὰ ἐν ὕψει φαίνεται, ὑπεράνω δὲ ἡμῶν ὄντος τὰ ὑποκείμενα ἀνακλῶνται (ὅθεν καὶ πρὸ τῆς | |
25 | ἀνατολῆς τοῦ ἡλίου μικρὸν καὶ ἄρτι δύναντος ἐκ τῶν περὶ τὸν ὁρίζοντα νεφῶν αἱ ὄψεις αἱ ἐμφερόμεναι κάτω πρὸς τὸν ἥλιον ὀλίγον ὄντα ὑπὸ γῆν τὸ φῶς αὐτοῦ τρόπον ἐνόπτρου βλέπουσιν ἐν τῷ νέφει), κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς αὐτῆς ἀτμίδος ὑπὸ τὸν ἀστέρα ἐν ὕψει κειμένης αἱ ἐπ’ αὐτὴν ἐμπίπτουσαι ἡμῶν ὄψεις ἀνακλώμεναι καὶ φερόμεναι κάτω πρὸς τὸν | |
30 | ἥλιον καὶ ἐν τῷ νέφει τὸ πυρῶδες αὐτοῦ φανταζόμεναι κόμην ἐν τῷ ἀστέρι δοκοῦσιν ὁρᾶν. διὰ τοῦτο οὖν οἱ περὶ τὸν Ἱπποκράτην οὐκ ἐν παντὶ τόπῳ πλανώμενον τὸν ἀστέρα τοῦτον κόμην ἔλεγον λαμβάνειν· οὔτε γὰρ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν ἢ τούτου πλησίον γινόμενον (διακέκαυται γὰρ τὰ ὑπὸ τὸν ἰσημερινὸν καὶ κατεξήρανται καὶ οὐκ ἔστιν | |
35 | ἐκεῖσε ὕδωρ, ὅπερ ἐξατμίζων ἑλκύσειε τὴν γινομένην ἀτμίδα) οὔτ’ αὖ πάλιν εἰ τὴν μεγίστην ἀλλήλων διεστήκοιεν ὁ ἀστὴρ καὶ ὁ ἥλιος, κόμην λαμβάνειν ἔλεγον τὸν ἀστέρα, τοῦ ἡλίου μὲν ὄντος ἐν ταῖς θεριναῖς, εἰ οὕτω | |
τύχοι, τροπαῖς ἢ περὶ ταύτας, αὐτοῦ δὲ ἐν ταῖς χειμεριναῖς. εἴτε γὰρ ἐν | 77 | |
In Mete.14,178 | ταῖς θεριναῖς ὁ ἀστὴρ εἴτε ἐν ταῖς χειμεριναῖς, τοῦ ἡλίου τὴν ἑτέραν ἔχοντος, πολλῆς ἐν ἑκατέρῳ μέρει τῆς ὑγρότητος οὔσης ἕλκειν μὲν ὁ ἀστὴρ ἀτμίδα δύναται, οὐ γίνεται δὲ κομήτης οὕτως ἔχων· αἱ γὰρ πρὸς τὴν ἀτ‐ μίδα φερόμεναι ἡμῶν ὄψεις καὶ ἀνακλώμεναι οὐκ ἀφικνοῦνται πρὸς τὸν | |
5 | ἥλιον διὰ τὴν μεγίστην αὐτοῦ ἀπόστασιν· τῆς γὰρ κατὰ πλάτος τῶν πλανω‐ μένων κινήσεως μεγίστη ἐστὶν αὕτη διάστασις ἡ μεταξὺ τῶν τροπικῶν. ἀλλ’ οὐδ’ εἰ ἀμφότεροι ἐν ταῖς χειμεριναῖς εἶεν τροπαῖς ἢ τούτων πλησίον, κόμη περὶ τὸν ἀστέρα συνίσταται, τοῦ ἡλίου ὑπὸ γῆν ὄντος καὶ πλείστην ἀφεστῶτος διάστασιν· δῆλον γὰρ ὡς ἐν ταῖς νυξὶν ὁ ἀστὴρ οὗτος φαίνεται. | |
10 | ἐπειδὴ γὰρ οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς κύκλοι τὸ κέντρον ὑπὸ γῆν ἔχουσι, μεῖζον μέν ἐστιν ἡμικυκλίου τὸ ὑπὸ γῆν αὐτῶν μέρος, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν τοσαύτην ἔχον τὴν μείωσιν, ὅσην ἐκεῖνο τὴν πρόσθεσιν· διὸ καὶ μείζους ἔσθ’ ὅτε τῶν ἡμερῶν εἰσιν αἱ νύκτες. αἱ οὖν πρὸς τὴν ἀτμίδα φερόμεναι ὄψεις ἡμῶν καὶ ἐξ αὐτῆς τοὔμπαλιν ἀνακλώμεναι καὶ κάτω | |
15 | φερόμεναι οὐκ ἐξικνοῦνται πρὸς τὸν ἥλιον διὰ τὸ τὴν μείζονα τοῦ κύκλου περιφέρειαν τὴν ὑπὸ γῆν αὐτὸν διιέναι. εἰ δὲ ἐν ταῖς θεριναῖς τροπαῖς ἀμφότεροι γένοιντο ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, ἐπειδὴ τῶν ἐνταῦθα κύκλων ἔμπαλιν ὑπὲρ γῆν ὄντος τοῦ κέντρου μείζονα μὲν ἡμικυκλίου τὰ ὑπὲρ γῆν ἐστι μέρη τῶν κύκλων, ἐλάττονα δὲ τὰ ὑπὸ γῆν, διὸ καὶ μικραὶ μὲν αἱ | |
20 | νύκτες εἰσί, μείζους δὲ τοὔμπαλιν αἱ ἡμέραι, δύνανται τῇ ἀτμίδι προσπε‐ σοῦσαι ἡμῶν αἱ ὄψεις ἄνω κειμένῃ καὶ ἐξ αὐτῆς ἀνακλώμεναι φέρεσθαι κάτω πρὸς τὸν ἥλιον τὴν μικρὰν περιφέρειαν τοῦ κύκλου τὴν ὑπὸ γῆν διερχόμενον. δεῖ οὖν κατὰ τούτους εἰς τὸ γενέσθαι τὸν ἀστέρα κομήτην καὶ ἐν ὑγροτέροις αὐτὸν εἶναι τόποις καὶ τὸν ἥλιον τοιαύτην πρὸς αὐτὸν | |
25 | ἔχειν σχέσιν ὑπὸ γῆν ὄντα, ὡς δύνασθαι τὰς ὄψεις ἡμῶν ἐκ τῆς ὑπ’ αὐτὸν ἀτμίδος ἀνακλωμένας ἐπὶ τὸν ἥλιον φέρεσθαι· ὡς εἰ θάτερον τούτων λείψειεν, οὐ γίνεται κομήτης ὁ ἀστήρ. καὶ οὗτοι δὲ τοῖς Πυθαγορείοις ὁμοίως τὸν ἀστέρα τοῦτον σύνδρομον εἶναι τῷ ἡλίῳ φασὶ καὶ σπανίως αὐτοῦ διίστασθαι· διόπερ ὑπὸ τῶν αὐγῶν αὐτοῦ σκεπόμενον ἐπὶ πλεῖστον ὀλιγάκις | |
30 | ἔλεγον φαίνεσθαι κατὰ τὴν εἰρημένην ὑπόθεσιν· τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸν τοῦ Ἑρμοῦ πάσχειν διὰ τὴν αὐτὴν αἰτίαν, ὡς φθάσαντες εἴπομεν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη. λοιπὸν τὴν λέξιν σκοπήσωμεν. p. 343a4 Διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλεί‐ στου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων. | |
35 | Τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ ὁ Ἀλέξανδρος ἐξηγού‐ μενος βραδυτάτῳ χρόνῳ ὑπολείπεται, φησί, τουτέστι τὸν ἑαυτοῦ περίεισι κύκλον. ὑπολείπεσθαι γὰρ οἱ πλανῆται λέγονται ἣν αὐτοὶ καθ’ αὑτοὺς κι‐ νοῦνται κίνησιν, ἀνάπαλιν οὖσαν ἢ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται. λέγονται | |
δὲ ὑπολείπεσθαι, ὅτι διὰ ταύτην τὴν κίνησιν ὑστερίζοντες φαίνονται τῶν | 78 | |
In Mete.14,179 | ἄλλων πλανητῶν μὴ οὕτω βραδέως ὑπολειπομένων. ταῦτα μὲν οὖν ἐπὶ λέξεως ὁ Ἀλέξανδρος. ἀσαφῆ δὲ οὖσαν τὴν Ἀριστοτέλους λέξιν ἀσαφε‐ στέραν ἐποίησε καὶ τοὔμπαλιν ἤπερ ἡ λέξις βούλεται ταύτην ἡρμήνευσεν. ἐκεῖνοι μὲν γὰρ αἰτίαν ἀποδοῦναι βουλόμενοι τοῦ διὰ πλείστου χρόνου φαί‐ | |
5 | νεσθαι τὸν κομήτην, 〈ὃν〉 ἕνα τῶν πλανωμένων εἶναι βούλονται, διὰ τὸ ὑπο‐ λείπεσθαί φασι τοῦτον βραδυτάτῳ χρόνῳ, τούτου χάριν διὰ πλείστου φαί‐ νεσθαι χρόνου. τὸ δὲ ὑπολείπεσθαι τί ἐστιν ἑρμηνεύων ὁ Ἀλέξανδρος τὸ ἐκπεριιέναι φησὶ τὸν ἴδιον κύκλον. καὶ πῶς αἴτιόν ἐστι τοῦτο τοῦ βραδυ‐ τάτῳ χρόνῳ φαίνεσθαι τὸν κομήτην; τοὐναντίον γὰρ μᾶλλον ὅσῳ ἐχρῆν | |
10 | βραδύτατα καὶ διὰ πλείστου χρόνου τὸν ἑαυτοῦ κύκλον ἐκπεριέρχεσθαι, το‐ σούτῳ μᾶλλον αὐτὸν ἀφεστηκότα τοῦ ἡλίου πολλάκις μὲν φαίνεσθαι, ὀλιγάκις δὲ γίνεσθαι ἀφανῆ. τοῦ γὰρ ἡλίου δι’ ἐνιαυτοῦ τὸν ἴδιον κύκλον περιιόντος, διὰ πλείστου δὲ λίαν τοῦ κομήτου, ἀνάγκη πάντως παραλλάττειν αὐτοῦ τὸν ἥλιον καὶ πλεῖστον διίστασθαι, καὶ διὰ τοῦτο τὸν κομήτην διαφεύγοντα τοῦ | |
15 | ἡλίου τὸ φῶς πλεονάκις φαίνεσθαι. οἷον ὑποκείσθω τὸν κομήτην ἐν ἔτεσιν ἑξήκοντα διανύειν τὸν ἑαυτοῦ κύκλον, τουτέστι κατὰ πέντε ἔτη κινεῖσθαι ζῴδιον ἕν, κατὰ δὲ ἐνιαυτὸν μοίρας ἕξ, κατὰ μῆνα μοίρας ἥμισυ· πάλιν ὑποκείσθω τὸν κομήτην καὶ τὸν ἥλιον ἐν κριῷ εἶναι κατὰ τὸ αὐτὸ σημεῖον· τοῦ οὖν ἡλίου ἐν μηνὶ τὸν κριὸν ἐξερχομένου κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν, | |
20 | ἐν τούτῳ τὸν κομήτην κατὰ τὴν εἰρημένην ὑπόθεσιν ἥμισυ μοίρας τοῦ κριοῦ κεκινῆσθαι. δῆλον 〈οὖν〉 ὅτι τὰς αὐγὰς ἀποφυγὼν τοῦ ἡλίου φανήσεται πάντως, τοσοῦτον καὶ μόνον ὑπ’ αὐτὰς κρυπτόμενος, ἕως ἂν ὁ ἥλιος ζῴδιον αὐτὸν καὶ τρίτον ἑτέρου παραδράμῃ κατὰ τὸν Ἡσίοδον περὶ τῶν Πληϊάδων λέγοντα “αἳ δ’ ἤτοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται”. τὸν | |
25 | οὖν λοιπὸν ἅπαντα χρόνον ἀνάγκη φαίνεσθαι τὸν κομήτην, καὶ τοῦτο κατ’ ἐνιαυτὸν συμβαίνειν· καὶ γὰρ ὁ Κρόνος τῶν λοιπῶν σπανιώτερον κρύπτεται βραδύτατος ὤν. τοῦτο δὲ πᾶν τοὐναντίον ἐστὶν οὗπερ ἐκεῖνοι βούλονται· ὡς γὰρ ὁ Ἑρμαϊκός φασιν ἀστὴρ ἰσόδρομος ὢν τῷ ἡλίῳ καὶ ὀλίγον αὐτοῦ ποτε παραλλάττων σπανίως φαίνεται, οὕτως ἔχειν καὶ τὸν κομήτην· ὥστε | |
30 | τοὐναντίον οὗ βούλονται τὴν λέξιν ὁ Ἀλέξανδρος ἐξηγήσατο. τίς οὖν ἡ τῆς λέξεως Ἀριστοτέλους διάνοια; φημὶ τοίνυν τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ φησὶ τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον· σύνδρομος γὰρ ὢν αὐτῷ, καθὰ βούλονται, διὰ πλείστου χρόνου τοῦτον ἀπολιμπάνει, ὅτε καὶ τὰς αὐγὰς αὐτοῦ διαφυγὼν εἰκότως ἡμῖν ἐμφανὴς διὰ πλείστου γίνεται | |
35 | χρόνου· καὶ ταύτῃ τῇ ἐξηγήσει καὶ τὸ ἀπεικάζειν αὐτὸν τῷ Ἑρμαϊκῷ | |
ἀστέρι συμφωνεῖ. | 79 | |
In Mete.14,180 | p. 343a6 Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυ‐ τοῦ κύκλον. Ἐπισημειοῦσθαι δεῖ ὡς εἰπὼν ἐν τοῖς προκειμένοις “διὰ δὲ τὸ ὑπο‐ λείπεσθαι βραδυτάτῳ χρόνῳ” καὶ μὴ προσθεὶς τὸν ἑαυτοῦ κύκλον νῦν | |
5 | φησιν ὡς ὅταν ἐκ τοῦ αὐτοῦ φανῇ, ὑπολελειμμένος ἂν εἴη τὸν ἑαυτοῦ κύκλον, ὡς πρότερον μὲν τοῦ ἡλίου σπανίως αὐτὸν βουλόμενος ὑπολείπεσθαι (διὸ καὶ διὰ πολλοῦ φαίνεσθαι χρόνου) νυνὶ δὲ τὸν ἑαυτοῦ κύκλον ὑπολεί‐ πεσθαι λέγων. τί οὖν ἐστι τὸ νῦν λεγόμενον; ὡς ἐπειδὰν ἐκ τοῦ αὐτοῦ ση‐ μείου φανῇ, ἐξ οὗ καὶ πρότερον ὤφθη, ὅλον τὸν ἑαυτοῦ κύκλον ὑπολείπεται, | |
10 | τουτέστιν ὅλον ἐξήνυσε καὶ περιῆλθε τὸν ἑαυτοῦ κύκλον. τὸ μὲν οὖν ὅλως φαίνεσθαι τὸν ἀστέρα τοῦτον κατ’ αὐτοὺς ἐκ τοῦ πλεῖον ἀπολιμπάνειν ποτὲ γίνεται, τὸ δὲ εἰς τὸ αὐτὸ σημεῖον φαίνεσθαι, ἐξ οὗ καὶ πρὸ πολλοῦ χρόνου ἐφάνη, τοῦ περιελθεῖν ὅλον τὸν ἑαυτοῦ κύκλον αἴτιόν ἐστιν. p. 343a7 Ὑπολείπεσθαι δ’ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον. | |
15 | Ὑπολείπεται τοῦ ἡλίου, φησίν, ὁ κομήτης ποτὲ μὲν πρὸς ἄρκτον, ποτὲ δὲ πρὸς νότον· θέλει γὰρ διὰ τούτων διδάξαι, πότε ποιεῖ κόμην κατ’ ἐκείνους καὶ πότε οὔ. ὥστε καὶ ὅτε ἔλεγε “διὰ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ” τοῦ ἡλίου ἔλεγεν ὑπολείπεσθαι. p. 343a10 Πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν ἔχειν τῆς τοι‐ | |
20 | αύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ γῆν τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολυπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου. Ἐν μὲν οὖν τοῖς ὑπὸ τὸν ἰσημερινὸν τόποις καὶ τοῖς τούτῳ πλησιά‐ | |
25 | ζουσιν οὐκ ἴσχει κόμην διὰ τὴν ὑπερβολὴν τῆς ἐκεῖθεν θερμασίας καὶ τῆς ξηρότητος. ὑπερβὰς δὲ τοὺς τόπους τούτους καὶ φερόμενος ἐπὶ τοὺς τροπι‐ κοὺς καὶ μέχρις αὐτῶν δαψίλειαν μὲν ὑδάτων ἔχει καὶ πολλὴν ἐκ τούτων ἀτμίδα συνέλκει, ἀλλ’ ἐν μὲν τοῖς νοτίοις, φησί, τοῦ πλείστου μέρους τῶν κύκλων ὑπὸ γῆν ὄντος, ὅπερ ὁ ἥλιος ἐν ταῖς νυξὶ διέρχεται, συμβαίνει τὰς | |
30 | ἐκ τῆς ἀτμίδος ἀνακλωμένας ὄψεις μὴ ἀφικνεῖσθαι κάτω πρὸς τὸν ἥλιον διὰ τὴν πολλὴν αὐτοῦ ἀπὸ τοῦ ὁρίζοντος ἀπόστασιν τὴν ὑπὸ γῆν. ἐν δὲ | |
τῷ βορείῳ διὰ τὸ μικρὰν εἶναι τὴν ὑπὸ γῆν ἐκείνων τῶν κύκλων περιφέ‐ | 80 | |
In Mete.14,181 | ρειαν ἀφικνοῦνται πρὸς τὸν ἥλιον. μήποτε δὲ εἴ τις ὑποθοῖτο ἐν τοῖς θερινοῖς κύκλοις ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ μὴ πολλὴν μοῖραν τῆς ὑπὸ γῆν διεληλυθέναι περιφερείας μηδὲ τῆς ἀπὸ τοῦ κέντρου φερομένης ἐπὶ ταύτην γραμμῆς ἅψασθαι, τότε δύνασθαι τὰς ὄψεις ἐπ’ αὐτὸν ἀνακλᾶσθαι | |
5 | τὸν ἥλιον, καὶ τοὐναντίον ἐν τοῖς χειμερινοῖς, ἐπεὶ πολὺ τοῦ ὑπὸ γῆν ὁ ἥλιος διέλθοι τμήματος, ὡς ἐν τῷ ὑπὸ γῆν τούτου γενέσθαι μεσουρανήματι ἢ καί τι ὑπερβῆναι τούτου μικρόν, τότε μὴ δύνασθαι τὰς ἀνακλωμένας ὄψεις πρὸς τοῦτον φέρεσθαι· οὔτε οὖν ἐν τοῖς βορείοις ὄντος τοῦ κομήτου ἀεὶ ἕξει κόμην οὔτε ἐν τοῖς νοτίοις οὐδέποτε [οὐχ] ἕξει κατὰ τὴν εἰρημένην | |
10 | ὑπόθεσιν. p. 343a20 Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς. Ἐντεῦθεν λοιπὸν ἐπὶ τὸν ἔλεγχον τῶν εἰρημένων ὑποθέσεων τρέπεται. τῶν δὲ παρακολουθούντων ταῖς ὑποθέσεσι ταύταις ἀτόπων, φησί, τὰ μὲν | |
15 | ὁμοῦ πάσαις ἐστὶ κοινά, τὰ δὲ καὶ ἴδια ἑκάστῃ. καὶ τέως τὰ κοινῇ πάσαις ἑπόμενα τίθησι, καὶ τοῖς σύμφασιν ἁπάντων ἅμα τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγουσιν καὶ τοῖς ἕνα τούτων ἢ ἕτερόν τινα πλανώμενον ἀστέρα παρὰ τοὺς πέντε τοὺς ἐγνωσμένους ἡμῖν, τοῖς τε οἰκείαν ἔχειν τὴν κόμην καὶ τοῖς ἔξωθεν αὐτὴν γινομένην ὑποτιθεμένοις. | |
20 | p. 343a22 Πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἷς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωρα‐ μένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς ἅμα γεγέ‐ νηνται πολλάκις. | |
25 | Τὸ προκείμενον ἐπιχείρημα κοινός ἐστιν ἔλεγχος καὶ τῶν σύμφασιν μίαν τῶν πέντε πλανωμένων εἶναι λεγόντων τὸν κομήτην, ἢ εἰ καὶ ἕνα λέγοι τις αὐτὸν καὶ ἄλλον εἶναι τοῦτον παρὰ τοὺς συνεγνωσμένους ἡμῖν πέντε πλανώμενον καὶ αὐτόν. οἱ μὲν γὰρ πλανώμενοι, φησί, πέντε τὸν ζῳδιακὸν ἐπέχουσι κύκλον, κἀν τούτῳ δὴ κινοῦνται μηδαμῇ παρεξιόντες | |
30 | αὐτὸν ἐπὶ βορρᾶν ἢ ἐπὶ νότον, οἱ δὲ λεγόμενοι κομῆται ἄλλοτε μὲν τοῦ ζῳδιακοῦ βορειότεροι, ἄλλοτε δὲ νοτιώτεροι φαίνονται. ἔτι πλείονες ἑνὸς ἅμα πολλάκις ὤφθησαν κομῆται, ὡς περὶ ἑνὸς δὲ πάντες οἱ παλαιοὶ κομήτου τεχνολογοῦσι. καὶ ἄλλως κομήτου φανέντος ἑνὸς ἢ πλειόνων τοὺς πλανω‐ μένους ἔστιν ἀπαριθμήσασθαι πάντας καὶ ἰδεῖν ἐν τῷ τόπῳ τῷ οἰκείῳ | |
35 | φαινόμενον ἕκαστον. οὔτε οὖν πάντων ἅμα σύμφασις οὔτε εἷς ἐξ αὐτῶν | 81 |
In Mete.14,182 | ἐστιν ὁ κομήτης. ἀλλ’ οὐδὲ παρὰ τούτους ἕτερος ὑπάρχει πλανώμενος καὶ τὸν ζῳδιακὸν παραλλάσσων, πρῶτον μὲν ὅτι πάντες οἱ τὴν ἐναντίαν τῇ ἀπλανεῖ φερόμενοι, οὓς διὰ τοῦτο πλανήτας λέγομεν, τὸν ζῳδιακὸν οὐ παρ‐ εξίασιν· ἔπειτα τίνος ἕνεκα διὰ πολλοῦ χρόνου φαίνεσθαί φασι κομήτην; οὐ διὰ | |
5 | τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ καὶ ὑπὸ τῶν αὐγῶν τῶν ἐκείνου καλύπτεσθαι; οὐκοῦν ἅμα τῷ ἡλίῳ καὶ αὐτὸς τὸν ζῳδιακὸν ἐπέχει κύκλον· οὔτε γὰρ οἱ βορειότατοι οὔτε οἱ νοτιώτατοι ὑπ’ αὐτοῦ κρύπτονται. πῶς οὖν οἱ κομῆ‐ ται καὶ τοῦτον φαίνονται παρεξιόντες; μήποτε δὲ πρὸς τὸ πλῆθος τῶν κο‐ μητῶν οἱ σύμφασιν εἶναι λέγοντες πιθανολογούμενοι φήσουσιν ὡς δυνατόν | |
10 | ἐστι τρεῖς μὲν τυχὸν συνιέναι πλανήτας ἀλλήλοις καὶ μίαν ποιεῖσθαι σύμ‐ φασιν, τοὺς δὲ λοιποὺς δύο πάλιν ἑτέραν, ὥστε δύο γίνεσθαι κομήτας. τί οὖν ἐροῦσιν, εἰ καὶ τρεῖς ἢ πλείους φανεῖεν, καὶ οὗτοι τὸν ζῳδιακὸν παρ‐ αλλάσσοντες, τῶν συνεγνωσμένων ἡμῖν πέντε φαινομένων καὶ μὴ συνελ‐ θόντων ἀλλήλοις, ἀλλὰ καὶ διεστώτων πολλάκις πλεῖστον ἀλλήλων; καὶ | |
15 | ἄλλως κατὰ μέρος οἱ κομῆται δυόμενοι φαίνονται καὶ ὡς ἐπὶ πυρὸς ἐνδείᾳ τῆς ὕλης δαπανωμένου κατὰ μικρόν. ἀλλὰ καὶ τὰ σχήματα μεταλλάττουσι πολλάκις, ὅπερ ἡμεῖς τεθεάμεθα. τοῦτο δὲ ὑπομένει τῶν ἀστέρων οὐδεὶς οὔτε ἀπλανὴς οὔτε πλανώμενος. p. 343a26 Πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην | |
20 | ἔχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπο‐ λέλειπται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας. Τοῦτο πρὸς Ἱπποκράτην φησὶ καὶ μόνον καὶ τὸν αὐτοῦ μαθητὴν | |
25 | Αἰσχύλον. εἰ γὰρ ἐξ ἀνακλάσεως ἡ φαντασία κατ’ αὐτοὺς τῆς κόμης γί‐ νεται, οὐ πανταχοῦ δὲ δυνατὸν ἀπὸ τῆς ἀτμίδος ἐπὶ τὸν ἥλιον ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, οὐκ ἀεὶ κόμην ὁ ἀστὴρ οὗτος ἕξει· ἔδει οὖν αὐτόν, φησίν, ἑτέρωσέ ποι καὶ ἄνευ κόμης ποτὲ φαίνεσθαι. εἰ γὰρ καὶ ἐν ἄλλοις ὑπο‐ λείπεται τόποις, ἐν οἷς αὐτόν, ὥς φασιν, οὐχ οἷόν τε τὴν κόμην ἔχειν διὰ | |
30 | τὸ μηδὲ ἀνακλᾶσθαι πανταχοῦ δύνασθαι τὰς ὄψεις ἡμῶν ἐπὶ τὸν ἥλιον, διὰ τί μὴ φαίνεται ὁ ἀστὴρ οὗτος ὁ πλανώμενος ἐν ἄλλοις τόποις κόμης χωρίς, ἀστὴρ ὢν ἁπλῶς καὶ μόνον; νῦν δέ, φησί, παρὰ τοὺς πέντε τοὺς πλανωμένους οὐδεὶς οὐδαμοῦ φαίνεται πλανώμενος ἀστήρ. ταῦτα μὲν οὖν πρὸς τούτους. πρὸς δὲ τοὺς λέγοντας οἴκοθεν ἔχειν τὴν κόμην οὐδὲν ἀντ‐ | |
35 | εῖπεν Ἀριστοτέλης, ὡς προφανοῦς ἀτοπίας οὔσης· ἀποκληρωτικὸς γὰρ ὁ λόγος ἐστί. παρὰ τοὺς πέντε διὰ τί μόνος ἔχει κόμην; εἰ δὲ εἷς τῶν πέντε, πῶς οὐδὲ εἷς αὐτῶν φαίνεται κόμην ἔχων; εἰ δὲ ἐκ τῆς πάντων συμφά‐ σεως γίνεται μηδενὸς τούτων κόμην ἔχοντος, πόθεν ἐν τῷ γενομένῳ ἐκ τῆς | |
αὐτῶν συνόδου γέγονεν ἡ κόμη; εἰ δὲ τῷ ἀποσπινθηρίζειν τὴν κόμην αὐ‐ | 82 | |
In Mete.14,183 | τὸν ἐροῦσιν ἔχειν (φαίνονται γὰρ οἱ λαμπρότατοι τῶν ἀστέρων τοιοῦτοί τινες, ὡς ὁ τοῦ κυνός, ὁ τῆς Ἀφροδίτης, ἀκτῖνας πανταχόθεν ἐκπέμποντες, αἵτινες οἷόν τις αὐτοῖς κόμη περίκεινται) ἀλλὰ πλάνη δηλονότι τῆς ὄψεως ἡμῶν ἐστι τὸ τοιοῦτον πάθος, καὶ οὐκ αὐτῶν ἀπῃώρηται πανταχόθεν τινὰ | |
5 | σωμάτια. καὶ γὰρ ἐπὶ λύχνου τοῖς ἀσθενεστέροις τὰς ὄψεις καὶ ὑγροτέρου ὄντος τοῦ ἀέρος φαντασία τοιαύτη γίνεται· οὐκ αὐτῶν οὖν ἡ τοιαύτη κόμη. p. 343a31 Οὗτοι δὲ πολλάκις ἅμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος. καὶ φανερῶν δ’ ὄντων αὐτῶν ἁπάντων καὶ μὴ φαινομένων πάντων ἀλλ’ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν | |
10 | ἧττον κομῆται φαίνονται γινόμενοι πολλάκις. Οὗτος ὁ λόγος ἁρμόζει μάλιστα πρὸς τοὺς σύμφασιν τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγοντας. εἰ γὰρ σύνοδος εἰς ταὐτὸ πάντων καὶ σύμ‐ φασις ὁ κομήτης ἐστίν, ἔδει κομήτου γινομένου μηδαμοῦ λοιπὸν ἑτέρωσε φαίνεσθαι τῶν πλανωμένων μηδένα μηδ’ ὑπὸ γῆν τούτων εἶναί τινα. νῦν | |
15 | δὲ καὶ πάντων ὑπὲρ γῆν ὄντων καὶ ὁρωμένων καὶ πάντων ὑπὸ γῆν, καὶ τινῶν μὲν ὑπὲρ γῆν, τινῶν δὲ ὑπὸ γῆν, καὶ πάντων ἐγγὺς ὄντων καὶ ἄλλων ἀλλαχοῦ διεστώτων ὅμως κομῆται φαίνονται μηδενὶ τῶν πλανωμένων πλη‐ σιάζοντες. τούτου δ’ ἀληθοῦς ὄντος οὐκ ἄρα σύμφασις τῶν πλανωμένων ἐστὶν ὁ κομήτης, οὐδ’ ἅμα πάντων οὐδέ τινων. | |
20 | p. 343a35 Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχε, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν. | |
25 | Πάλιν πρὸς τοὺς περὶ Ἱπποκράτην μετάγει τὸν ἔλεγχον ἐν μόνοις λέ‐ γοντας τοῖς βορείοις μέρεσι τὸν κομήτην γενέσθαι, ὅτε καὶ ὁ ἥλιος τοὺς τόπους ἐπέχει τοὺς αὐτούς, διὰ τὸ καὶ ἀτμίδα πολλὴν ἐκεῖσε δύνασθαι τὸν κομήτην συνέλκειν εἰς ἑαυτόν, ὑγρῶν ὄντων τῶν τόπων, καὶ τὰς ὄψεις ἡμῶν προσπιπτούσας αὐτῇ καὶ ἀνακλωμένας φέρεσθαι πρὸς τὸν ἥλιον διὰ | |
30 | τὸ μικρὸν εἶναι τὸ ὑπὸ γῆν τοῦ κύκλου μέρος· οὔτε δὲ μεταξὺ τῶν τροπι‐ κῶν ὑπὸ τὸν ἰσημερινὸν διὰ τὸ κατεξηράνθαι τοὺς τόπους οὔτε ἐν τοῖς νοτίοις διὰ τὸ μείζονα εἶναι τὰ ὑπὸ γῆν τῶν κύκλων τμήματα τῶν ὑπὲρ γῆν καὶ τὰς ὄψεις ἀνακλωμένας μὴ ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον· ἀλλὰ μηδὲ εἰ ὁ ἥλιος ἐν ταῖς θεριναῖς εἴη τροπαῖς, τῆς ὄψεως πάλιν ἡμῶν διὰ | |
35 | τὴν πολλὴν διάστασιν οὐκ ἐξισχυούσης δὴ ἀπὸ τῶν χειμερινῶν τροπῶν ἐπὶ τὰς θερινὰς ἀνακλωμένης φέρεσθαι. ὁ οὖν Ἀριστοτέλης ἐκ τῆς ἱστορίας | |
καὶ τῶν φανέντων πολλάκις τὰς ὑποθέσεις ταύτας ἐλέγχει ψευδομένας. | 83 | |
In Mete.14,184 | τούτων δὲ ἐλεγχομένων καὶ ἡ αἰτία ἡ ἐξ αὐτῶν ἀποδεδομένη τῆς συστά‐ σεως τοῦ κομήτου συνελέγχεται. τοῦ γὰρ ἡλίου, φησίν, ὄντος περὶ τὰς θερινὰς τροπὰς ὁ φανεὶς τότε μέγας κομήτης ἐκ δυσμῶν ἀνέσχε τῶν ἰση‐ μερινῶν, ὥστε καὶ τοῦ ἡλίου τοσοῦτον διεστῶτος μεταξὺ τῶν τροπικῶν ὑπ’ | |
5 | αὐτὸν τὸν ἰσημερινὸν ὁ κομήτης συνέστη. ἀναγκαίως δὲ καὶ τὸ μέγιστον εἶναι τὸν κομήτην ἐπισημειοῦται, καὶ τοσοῦτον μέγεθος ἦν, ὡς διὰ τὴν πολλὴν τότε ὕλην, ἐξ ἧς ὁ Ἀριστοτέλης τοὺς κομήτας καὶ τοὺς σεισμοὺς καὶ τοὺς ἀνέμους γίνεσθαι δείκνυσι, πολλὰς τῶν Ἀχαϊκῶν πόλεων ὑπὸ τοῦ τότε γινομένου σεισμοῦ κατενεχθῆναι καὶ κύματος γενέσθαι κατὰ τῆς γῆς | |
10 | ἔφοδον ἐξ ἀντικειμένων συνισταμένην πνευμάτων, ὡς δείξει. εἰ δὲ καθ’ Ἱπποκράτην τὸν Χῖον ἐκ τῆς ὑπὸ τὸν ἀστέρα ἑλκομένης ἀτμίδος τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἀνακλωμένων ὁ κομήτης συνίστατο, τὸ πυρῶδες τοῦ ἡλίου χρῶμα ἐν τῷ ἐνόπτρῳ ἀτονούσης ὁρᾶν τῆς ὄψεως, πολλὴ ἄρα ὑπὸ τὸν ἰσημερινὸν ἡ ἀτμὶς συνεστήκει. εἰ οὖν οὐδ’ αὐτοῖς δοκεῖ μεταξὺ τῶν | |
15 | τροπικῶν ἀτμίδα συνίστασθαι, ἐκεῖσε δ’ ὁ τηλικοῦτος συνέστη κομήτης, ψευδὴς ἄρα ἡ παρὰ τῶν περὶ τὸν Ἱπποκράτην ἀποδοθεῖσα τῆς γενέσεως τῶν κομητῶν αἰτία. πάλιν δὲ τὸ ἱστορῆσαι καὶ πρὸς νότον πολλοὺς γεγονέναι κομήτας ψευδόμενον ἤλεγξε τὸν ἐν μόνοις τοῖς βορείοις τόποις συνίστασθαι κομήτην λέγοντα. καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς δὲ χρόνων ὑπὸ τοὺς πόδας | |
20 | τοῦ Ὠρίωνος συνέστη κομήτης 〈ἐν τόποισ〉 νοτίοις οὖσι καὶ τοῦ ζῳδιακοῦ διεστηκόσιν. p. 343b4 Ἐπὶ δὲ ἄρχοντος Ἀθήνῃσιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλα‐ | |
25 | σθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασιν. Ἡ μὲν τοῦ μεγάλου κομήτου ἱστορία τὴν ὑπόθεσιν ἤλεγξεν Ἱππο‐ κράτους τὴν λέγουσαν ἐν μόνοις τοῖς βορείοις τόποις κομήτην συνίστασθαι, ἡ δὲ νῦν τὴν λέγουσαν δεῖν πλησιάζειν τῷ κομήτῃ τὸν ἥλιον, καὶ μὴ τὸν μὲν εἶναι βορειότατον, τὸν δὲ νοτιώτατον· μηδὲ γὰρ τοσοῦτον ἀνακλασθῆναι | |
30 | τὰς ὄψεις τῶν ἐνδεχομένων ὑπάρχειν. ἰδοὺ γοῦν ὁ φανεὶς ἐπὶ τοῦ εἰρη‐ μένου ἄρχοντος κομήτης αὐτὸς μὲν πρὸς ἄρκτον ἐφάνη, ὁ δὲ ἥλιος πρὸς ταῖς χειμεριναῖς ὑπῆρχε τροπαῖς· τὴν μεγίστην ἄρα κατὰ πλάτος διεστή‐ κεισαν ἀλλήλων ὅ τε κομήτης καὶ ὁ ἥλιος. εἰ οὖν καὶ αὐτοῖς ἀδύνατον εἶναι δοκεῖ, ἐπὶ τοσοῦτον ἀνακλωμένας διάστημα φέρεσθαι τὰς ὄψεις, κἀν‐ | |
35 | τεῦθεν ἄρα ψευδὴς οὖσα δέδεικται ἡ ἀποδοθεῖσα παρ’ αὐτῶν τῆς γενέσεως | |
τῶν κομητῶν αἰτία. | 84 | |
In Mete.14,185 | p. 343b8 Κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτο οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ (καίτοι κἀκεῖνοί φασιν) ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ὄντων ἐν τῷ ἰσχίῳ τοῦ | |
5 | κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσι μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγένετο τὸ φέγγος, παραβλέπουσι δ’ ἠρέμα τὴν ὄψιν πλεῖον. Καὶ κοινῶς ἀντειρηκὼς πρὸς τὰς εἰρημένας τῶν παλαιῶν ὑποθέσεις ἁπάσας καὶ τὰ ἰδίᾳ ἑκάστῃ αὐτῶν παρακολουθοῦντα προσθεὶς ἄτοπα, νῦν | |
10 | πάλιν κοινοὺς ἐλέγχους ἐπιτίθησι καὶ τοῖς σύμφασιν τῶν πέντε πλανω‐ μένων τὸν κομήτην εἶναι λέγουσι καὶ τοῖς ἕνα τῶν πλανωμένων ἕκτον ἀστέρα. τούτων δ’ οἱ μὲν αὐτῷ συμπεφυκέναι τὴν κόμην ἔλεγον, οἱ δὲ ταύτην ἔξωθεν λαμβάνειν, μᾶλλον δὲ κόμης φαντασίαν εἶναι ἐκ τῆς τῶν ὄψεων ἀνακλάσεως ἀπὸ τῆς ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον γινομένης. εἰ γάρ, | |
15 | φησί, καὶ τῶν ἀπλανῶν κόμην λαμβάνουσί τινες, ὡς ἥ τε παλαιοτέρα τῶν Αἰγυπτίων ἱστορία βούλεται καὶ αὐτὸς Ἀριστοτέλης ἱστορηκέναι φησί τινα ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς τοῦτο παθόντα, οὐκ ἄρα ἰδιάζουσά τις ἀστέρος κο‐ μήτου φύσις ἐστὶν ἑνὸς ὄντος καὶ αὐτοῦ τῶν πλανωμένων, οὐδὲ σύμφασις ἅμα πάντων, ἐπεὶ οὐκ ἂν καὶ τῶν ἀπλανῶν τινες τοῦτο ἔπασχον πρότερον | |
20 | οὐκ ἔχοντες κόμην· ἔδει γὰρ καὶ τὸν παρ’ αὐτοῖς λεγόμενον κομήτην ἀστέρα, εἴπερ ἀστὴρ ἦν κατ’ ἀλήθειαν, πρότερον φαίνεσθαι κόμης ἐκτός. τίνος δὲ χάριν ἀτενὲς μὲν εἰς τὴν κόμην τοῦ ἀστέρος ὁρώντων ἀμυδρό‐ τερον τὸ φῶς τῆς κόμης ἐφαίνετο, εἰ δέ τι παραβλέψαιεν ὑπολοξοῦντες τὰς ὄψεις, πλεῖον ἐδόκει τὸ φῶς εἶναι; πρὸς τοῦτο τῶν ὀπτικῶν τινες ἔφασαν | |
25 | ὡς τοῦ κώνου τῶν ἐκ τῆς κόρης ἐξιουσῶν ὄψεων (κωνοειδῶς γὰρ ἐξίασιν, ὡς καὶ πρότερον εἶπον) ὅσαι μὲν τῷ ἄξονι τοῦ κώνου πλησιάζουσι (μέσος δὲ δηλονότι πασῶν ὁ ἄξων ἐστίν) ἰσχυρότεραι τῶν ἄλλων εἰσὶ καὶ δυσπα‐ θέστεραι, ὅσαι δὲ τούτων πορρωτέρω διεστήκασιν, ἀσθενέστεραι καὶ διὰ τοῦτο μᾶλλον εὐπαθεῖς θᾶττον διακρινόμεναι. διὸ καὶ μᾶλλον τοῦ αἰσθητοῦ | |
30 | ἀντιλαμβάνονται· τὸ γὰρ μᾶλλον πάσχον μᾶλλον τοῦ ποιοῦντος ἀντιλαμβά‐ νεται. ἐναντιοῦσθαι δὲ τούτῳ δοκεῖ τὸ μᾶλλον διακρίνεσθαι τὰς ὄψεις τοὺς ἀτενὲς τῷ ἡλίῳ προσέχοντας ἢ τοὺς λοξότερον αὐτῷ τοῖς ὄμμασιν ἐπιβλέ‐ ποντας. ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι δι’ ἀμετρίαν τοῦ ἡλιακοῦ φωτὸς πρὸς τὰς ἡμετέρας ὄψεις τοῦτο συμβαίνει· ἡ γὰρ ὑπερβολὴ τοῦ | |
35 | δρῶντος εἰς φθορὰν ἄγειν τὸ πάσχον κινδυνεύουσα καὶ αὐτῆς τοῦ πάθους ἀφαιρεῖται τῆς ἀντιλήψεως. μήποτε οὖν αὐτό γε τοῦτο καὶ ἐπὶ τοῦ ζητου‐ μένου συμβέβηκεν. ἀτενὲς γὰρ εἰς τὸ τῆς κόμης καὶ εἰς τὸ τοῦ ἀστέρος φῶς ἀποβλέπουσιν ἅμα τό τε πάθος ἐγίνετο μεῖζον καὶ ἀσθενουσῶν διὰ τοῦτο τῶν ὄψεων ἡ κρίσις ἦν ἀμυδροτέρα· ὑποκλινομένων δὲ τῶν ὀφθαλ‐ | |
40 | μῶν καὶ λοξῶς ὁρώντων σύμμετρος ἡ τῶν ὄψεων ἐγίνετο διάκρισις καὶ ἡ | |
ἀντίληψις ἀκριβεστέρα. σκόπει δὲ καὶ ἄλλως· εἰ δύο λύχνους θείης ἐπὶ | 85 | |
In Mete.14,186 | μιᾶς εὐθείας, τὸν μὲν ἀνωτέρω τὸν δὲ ὑποκείμενον αὐτῷ, εἶτα εἰς τούτους ἀποβλέψειας, ἀνθελκομένων ὑφ’ ἑκατέρου φωτὸς τῶν ὄψεων διασπᾶται ἡ κρίσις τῶν ὁρατῶν, κἀντεῦθεν τὸ φῶς ἀμυδρότερον εἶναι δοκεῖ· εἰ δὲ θά‐ τερον αὐτῶν ὑφέλοιο, μηκέτι τοῦ εἰρημένου πάθους γενομένου ἀκριβεστέρα | |
5 | τοῦ λυχνιαίου φωτὸς ἡ ἀντίληψις γίνεται. ἐπεὶ οὖν ἡ κόμη κατωτέρω τοῦ ἀπλανοῦς ὑπῆρχεν ἀστέρος, αἱ πρὸς ταῦτα φερόμεναι ὄψεις τὸ ἐπὶ τῶν λύχνων πάθος ὑπέμενον· λοξουμένων δὲ τῶν ὀφθαλμῶν οὕτως ὡς μηκέθ’ ὁμοίως ἐπ’ ἄμφω φέρεσθαι (ὁ γὰρ λοξῶν πάντως ὡς ἐπὶ τὴν κόμην τὰς ὄψεις ποιεῖ νεύειν ταύτην ἐθέλων ὁρᾶν) μηκέτι οὖν διασπωμένων τῶν ὄψεων | |
10 | ἀκριβεστέρα τοῦ φωτὸς τῆς κόμης ἐγίνετο ἡ ἀντίληψις. p. 343b14 Πρὸς δὲ τούτοις ἅπαντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαραν‐ θέντες κατὰ μικρὸν οὕτως, ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολει‐ φθῆναι σῶμα μήτε πλειόνων. | |
15 | Καὶ τοῦτο μέγιστον σημεῖον τοῦ τὸν κομήτην μήτε ἕνα τῶν πλανω‐ μένων ἀστέρων ὑπάρχειν μήτε σύμφασιν ἅμα πάντων. πάντες γάρ, φησίν, οἱ ἐφ’ ἡμῶν ὀφθέντες κομῆται ὑπὲρ γῆν ὄντες κατὰ μικρὸν διελύθησαν καὶ λυθέντες οὐδένα καταλελοίπασιν ἀστέρα. καὶ ἐπὶ τῶν ἡμετέρων δὲ χρόνων πολλοὺς οὕτω τεθεάμεθα λυθέντας καὶ πρὸς τῆς λύσεως εἰς σχήματα | |
20 | μεταβαλόντας διάφορα. καίτοι γε εἰ ἀληθεῖς ἦσαν αἱ προειρημέναι περὶ τοῦ κομήτου δόξαι, τουτέστιν εἴτε εἷς ἦν οὗτος ἀστήρ, ἔδει λυθείσης τῆς κόμης αὐτὸν ὁρᾶσθαι, εἴτε σύμφασις πάντων ἅμα τῶν πλανωμένων εἰς ταὐτὸ συνεληλυθότων, πάλιν ἔδει τοῦ κομήτου λυθέντος φαίνεσθαι τοὺς πλανωμένους ἅπαντας ἀπ’ ἀλλήλων διεστηκότας, μᾶλλον δὲ τῇ διαστάσει | |
25 | τούτων ἐκεῖνον λύεσθαι, καὶ οὐδὲν ἕτερον εἶναι τοῦ κομήτου τὴν λύσιν ἢ τὴν ἐκείνων ἀπ’ ἀλλήλων διάστασιν. εἰ γὰρ ἡ σύνοδος αὐτῶν τὸν κομήτην ἐργάζεται, πάντως που φθείρεσθαι τοῦτον ἀνάγκη διισταμένων ἐκείνων. εἰ οὖν διαλελυμένων τῶν κομητῶν, καὶ οὓς Ἀριστοτέλης τεθέαται καὶ οὓς ἡμεῖς καὶ πάντες ἁπαξαπλῶς, οὔτε εἷς ὑπολειπόμενος ἀστὴρ ἐφάνη οὔτε | |
30 | πλείους, διαφέρον τε σχῆμα μεταλαμβάνειν τοὺς ἀστέρας ἀμήχανον ἦν, ψευδὴς ἄρα ἐστὶ τῶν ὑποθέσεων ἑκατέρα. καλῶς δὲ καὶ τὸ ὑπὲρ γῆν ὄντας ἀπομαρανθῆναι τούτους ἐπεσημήνατο· εἰ γὰρ ὑπὸ γῆν αὐτῶν ἡ λύσις ἐγένετο, οὐκ ἦν δῆλον, εἴτε ὑπολέλειπται μετὰ τοῦ κομήτου λύσιν ἀστὴρ | |
εἴτε μή. | 86 | |
In Mete.14,187 | p. 343b17 Ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν, ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίας ἀφ’ ἑσπέρας ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δ’ ὑστεραίᾳ ὤφθη ὅσον ἐνδέχεται· καὶ γὰρ ἐλά‐ | |
5 | χιστον ὑπελείφθη καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα, διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος καὶ ἐνταῦθα διελύθη. Καὶ ἐκ τῶν περὶ τὸν μέγαν κομήτην συμβεβηκότων, ἐφ’ οὗ καὶ ὁ | |
10 | σεισμὸς καὶ ἡ τοῦ κύματος ἔφοδος γέγονε, τὴν αὐτὴν πίστιν ἐπάγεται τοῦ μήτε ἕνα τῶν πλανωμένων ἀστέρων εἶναι τὸν κομήτην μήτε σύνοδον καὶ σύμφασιν ἅμα πάντων. ὡς ἔθος δὲ τοῖς παλαιοῖς ἐπισημειοῦσθαι τὰ τοιαῦτα πάθη, καὶ αὐτὸς τὰ περὶ τὸν κομήτην ἐκεῖνον ἱστορεῖ γενόμενα. ὀφθῆναι μὲν γὰρ αὐτόν φησιν ἑσπέρας χειμῶνος ὄντος πάγων τε καὶ αἰθρίας, | |
15 | καὶ τῇ μὲν πρώτῃ, φησίν, οὐκ ὤφθη δηλονότι καθ’ ἣν συνέστη, ὡς τοῦ ἡλίου προδεδυκὼς ἢ συγκαταδὺς αὐτῷ δηλονότι. καθ’ ἣν δὲ ἑσπέραν ὤφθη, δευτέρα μὲν ἦν τῆς συστάσεως αὐτοῦ, πρώτη δὲ τῆς φάσεως. ἐν ταύτῃ οὖν ὀφθῆναί φησιν αὐτὸν ὑπὲρ τὸν ὁρίζοντα χρόνον ἐλάχιστον· πρὸς δυσμαῖς γὰρ ἦν, διὸ καταδύντι τῷ ἡλίῳ μετ’ ὀλίγον ἐπικατέδυ. συγκι‐ | |
20 | νοῦνται γὰρ οἱ κομῆται τῷ ὑπεκκαύματι καὶ τῷ ὑπ’ αὐτὸ ἀέρι, ὅσος μὴ λιμνάζει μεταξὺ τῶν ὀρῶν, ταῦτα δὲ τῷ οὐρανῷ. ἀλλ’ εἰ καὶ κατέδυ, φησίν, ἀλλ’ οὖν τὸ φέγγος αὐτοῦ ὑπερήλατο τὸν ὁρίζοντα τοσοῦτον, ὥστε τὸ τρίτον τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου καταυγάσας οἱονεὶ τῷ ὑδροχόῳ συν‐ έδυνε, καὶ τὸ φῶς αὐτοῦ δύο ζῴδια διικνεῖτο, τοὺς ἰχθῦς τε καὶ τὸν κριόν· | |
25 | τοῦτο γάρ ἐστι τὸ τρίτον τοῦ ὑπὲρ γῆν μετὰ τῶν ἑκατέρωθεν παρανατελλόντων αὐτοῖς· οὕτω πολὺς ἦν τῷ μεγέθει τε καὶ τῇ δυνάμει. πόθεν δὲ ὅτι τῇ προτέρᾳ τῆς φάσεως αὐτοῦ συνέστη; ἐτεκμήρατο καλῶς ἐκ τοῦ τὴν αὐγὴν αὐτοῦ καταδεδυκότος ἤδη τοσοῦτον ὑπεράλλεσθαι, ὡς τὸ τρίτον καταυγάσαι τοῦ ὑπὲρ γῆν οὐρανοῦ· τῷ οὖν μὴ πρὸ ταύτης τῆς ἡμέρας τὴν αὐγὴν αὐ‐ | |
30 | τοῦ τὸν ὁρίζοντα ὑπεράλλεσθαι τεκμαίρεται πρὸ μιᾶς τῆς φάσεως αὐτὸν συ‐ στῆναι. κατ’ ὀλίγον γὰρ καὶ οὐκ ἀθρόα τούτων ἡ ἔξαψις γίνεται· προϋ‐ πέστη ἄρα τῆς φάσεως, ἀλλ’ οὐκ ἐφαίνετο μήπω παραλλάξας τὸν ἥλιον μηδὲ τοσοῦτός πως γενόμενος ἴσως. τὸ δ’ οἷον ἅλμα φησί, τουτέστιν τοσαύτη γέγονεν ἡ ταχυτὴς τῆς κινήσεως τῶν αὐγῶν αὐτοῦ, ὡς ἅλματι ἐοι‐ | |
35 | κέναι· διὸ καὶ ἐκλήθη, φησίν, ὁδὸς τὸ φῶς αὐτοῦ τὸ διοδεῦσαν τὸ εἰρη‐ μένον διάστημα, ἢ διὰ τὴν ταχυτῆτα τῆς κινήσεως οὕτω κληθὲν ἢ διὰ τὸ | |
δίκην ὁδοῦ λευκανθῆναι τὸν τόπον ἐκεῖνον, ᾗ φησιν ὁ τὰ Ἀργοναυτικά | 87 | |
In Mete.14,188 | “μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο”. εἰ δὲ ἐν χειμῶνι καὶ πάγοις ὁ κομήτης ἐφάνη καὶ τῷ ἡλίῳ συγκατέδυ, ἐν χειμεριναῖς ἄρα τροπαῖς ἢ περὶ ταύτας ὁ ἥλιος ἦν, καὶ σύνδρομος αὐτῷ ὁ κομήτης. εἰ οὖν ἐν αἰγοκέρωτι φέρε τὸν ἥλιον ὑπο‐ | |
5 | θώμεθα δύναντός τε αὐτοῦ τὸ πρῶτον ὁ κομήτης ἐφάνη, δῆλόν ἐστιν ὡς ἐν ὑδροχόῳ τότε ὑπῆρχεν ἢ περὶ τοὺς ἰχθῦς. ἐπανῆλθε δέ, φησί, μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, τουτέστι παρήλλαξε τὸν ἥλιον ὑπο‐ λελειμμένος αὐτοῦ τρία καὶ πλέον ζῴδια, ἰχθῦς, κριόν, ταῦρον καὶ τῶν δι‐ δύμων τι μέρος· ὑπὸ τούτους γάρ ἐστιν ἡ ζώνη τοῦ Ὠρίωνος, ὑφ’ ἣν γε‐ | |
10 | νόμενος ὁ κομήτης ἐλύθη. ἐν αὐτῷ δὲ κεῖται τῷ χειμερινῷ τροπικῷ ἡ τοῦ Ὠρίωνος ζώνη· οὐκοῦν ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ὁ κομήτης συνέστη. εἰ γὰρ καὶ συγκινοῦνται τοῖς οὐρανίοις ὅ τε ἀὴρ καὶ τὸ ὑπέκκαυμα, ἐν ᾧ γίνεσθαι τοὺς κομήτας ἀνάγκη, ἀλλ’ οὐ πάντως ἰσοδυναμοῦσιν αὐτοῖς· διὸ παρήλλαξε τὸν ἥλιον ὁ κομήτης μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος ὑπολειφθείς. | |
15 | p. 343b25 Καίτοι Δημόκριτός γε προσπεφιλοπόνηκε τῇ δόξῃ τῇ ἑαυτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς. τοῦτο δ’ οὐχ ὁτὲ μὲν ἔδει γίνεσθαι ὁτὲ δ’ οὔ, ἀλλ’ ἀεί. Ἐπειδὴ τῶν νῦν Ἀριστοτέλους ἐλέγχων εἷς ἦν τὸ διαλυομένων τῶν κομητῶν ὑπολειπόμενον ἀστέρα μὴ φαίνεσθαι, καίτοι γε, φησίν, αὐτό γε | |
20 | τοῦτο Δημόκριτος ἑωρακέναι λέγει γενόμενον τῇ ἰδίᾳ προσφιλοπονῶν δόξῃ. ἀλλ’ ἔδει, φησὶν Ἀριστοτέλης, ἀεὶ τοῦτο γίνεσθαι, εἴπερ τῶν πλανωμένων ἀστέρων ὁ κομήτης ἦν· νῦν δὲ πολλῶν γενομένων κομητῶν καὶ πολλάκις οὐδέποτε τοῦτο γινόμενον τεθεάμεθα. ἔστι δὲ καὶ ἄλλως πρὸς αὐτὸν ὑπαντῆσαι, ὡς εἰ καὶ τοῦτο Δημόκριτος ἔδοξεν ἑωρακέναι, ἵνα μὴ παντελῶς | |
25 | αὐτοῦ τῇ αἰσθήσει διαμαχώμεθα, πεπλανῆσθαί φημι τὸν ἄνθρωπον. εἰκὸς γὰρ ὑπὸ τοῦ κομήτου δίκην νέφους ἐπιπροσθουμένους τῶν ἀστέρων τινάς, ὡς ὁ κομήτης διελύθη, φανῆναι τούτους, ὡς καὶ νέφους διαχεομένου οἱ πρὶν ὑπ’ αὐτοῦ κρυπτόμενοι φαίνονται ἀστέρες, καὶ τῷ γενομένῳ τὸν Δημόκριτον οὐκ ἐπιστήσαντα διαλυθῆναι τὸν κομήτην εἰς ἀστέρας νομίσαι. οἶμαι δὲ | |
30 | καὶ ἀπλανεῖς ἦσαν οἱ φανέντες αὐτῷ πρότερον ἐπιπροσθούμενοι· εἰ γὰρ τῶν πλανωμένων ἦσαν, ἔλεγεν ἂν καὶ τίνες ὑπῆρχον, τὴν ἑαυτοῦ δόξαν πιστούμενος. p. 343b28 Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοί φασι καὶ τῶν πλανη‐ τῶν καὶ πρὸς αὐτοὺς καὶ πρὸς τοὺς ἀπλανεῖς γίνεσθαι συνόδους, | |
35 | καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύ‐ | 88 |
In Mete.14,189 | μοις ὑπελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλ’ οὐ κομήτην γενόμενον. Πάλιν ἐξ ἱστορίας ὅτι μὴ σύνοδος ἀστέρων ἐστὶν ὁ κομήτης ἐλέγχει. παρατετηρηκέναι γὰρ Αἰγυπτίους φησὶ καὶ ἑαυτὸν ἑωρακέναι τῶν πλανήτων | |
5 | τινὰς συνελθόντας ποτὲ μὲν πλανωμένοις ποτὲ δὲ ἀπλανέσιν, ὡς καὶ ἐπι‐ προσθεῖν αὐτοῖς καὶ ἀφανεῖς ποιῆσαι, καὶ ὅμως κομήτης ἐκ τούτων οὐ γέγονεν. οὐκ ἄρα σύνοδος καὶ σύμφασις ἀστέρων ἐστὶν ὁ κομήτης. p. 343b32 Ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλ’ ὅμως ἀδιαίρετοί γε | |
10 | καθ’ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἂν ἐποίησαν μέγεθος μεῖζον, οὕτω καὶ ἐπειδὴ οὔκ εἰσι μὲν φαίνονται δὲ ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους τὸ μέγεθος ὄντες. Ἔσχατον ἔλεγχον τίθησι τοῦτον τῶν σύνοδον καὶ σύμφασιν ἀστέρων | |
15 | τὸν κομήτην ὑποτιθεμένων· ἀλλ’ οὐκ ἐξ ἱστορίας ὁ ἔλεγχος, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλ’ ἐκ τοῦ λόγου καὶ τῆς κατὰ τοῦτον ἀποδείξεως. εἰ γὰρ καὶ τῶν ἀστέρων οἱ μὲν ἐλάττους, φησίν, οἱ δὲ μείζους φαίνονται, ἀλλ’ ὅμως καθ’ αὑτὸν ἕκαστος θεωρούμενος ἀδιαίρετος σχεδὸν εἶναι δοκεῖ ὡς πρὸς αἴσθησιν· οὕτω μικροὶ φαίνονται. ὥσπερ οὖν τὰ φύσει ἀδιαίρετα, λέγω δὲ | |
20 | τὰ σημεῖα, συνελθόντα μέγεθος οὐ ποιεῖ, οὕτω δήπου καὶ τὰ κατ’ αἴσθησιν ἀδιαίρετα δοκοῦντα εἶναι διὰ τὴν μικρότητα, οἷοίπερ εἰσὶν οἱ ἀστέρες, κἂν συνέλθωσιν, οὐ ποιοῦσι μέγεθος αἰσθητόν. εἰ δὲ καὶ ἀδιαίρετοι τοῖς ὁρῶσι φανεῖεν, οὐδ’ οὕτω συνερχόμενοι τοσοῦτον ποιῆσαι δύνανται μέγεθος, ὅσον ἔχοντες οἱ κομῆται φαίνονται· τινὲς γὰρ αὐτῶν οὐχ ἕν, ἀλλὰ καὶ δεύτερον | |
25 | πολλάκις ὑποτρέχοντες ζῴδιον ὤφθησαν. μέχρι δὲ τῶν ἐνταῦθα τὰς περὶ τῶν κομητῶν ὑπονοίας τῶν πρὸ αὐτοῦ διελέγξας, ἐντεῦθεν λοιπὸν τὰ αὐτῷ δοκοῦντα περὶ τούτων διδάσκει. p. 344a5 Ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, | |
30 | ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι ἄν τις ὧδε περὶ τούτων μάλιστα συμβαίνειν. Λοιπὸν μέτεισιν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν τῆς γενέσεως τῶν κομητῶν | |
αἰτίαν, καὶ τίνα τρόπον μετιτέον τὴν περὶ αὐτῶν διδασκαλίαν, ἀπαγγέλλει. | 89 | |
In Mete.14,190 | ἐπειδὴ γὰρ ἄδηλός ἐστι τῇ αἰσθήσει ἡμῶν ἡ περὶ τῆς γενέσεως αὐτῶν αἰτία, δεῖ, φησί, καὶ περὶ αὐτῶν καὶ περὶ πάντων ποιουμένους λόγον τῶν τοιούτων καὶ φυσιολογεῖν αὐτὰ βουλομένους τοιούτους ἀποδιδόναι λόγους περὶ αὐτῶν, ὡς μηδὲν αὐτοῖς ἀδύνατον ἕπεσθαι μηδὲ τοῖς φαινομένοις μαχόμενον. τοῦτο | |
5 | δὲ ὅ φησίν ἐστιν· ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν ὅσον ἐκ τῶν φαινο‐ μένων τοὺς περὶ αὐτῶν λόγους, καὶ μηδὲν αὐτοῖς ἀδύνατον ἕποιτο, οἷα συν‐ έβη τοῖς ὑπὸ τῶν πρὸ ἡμῶν περὶ τῶν κομητῶν εἰρημένοις, τοὐναντίον δὲ συμφώνους ἀποδώσομεν καὶ ὁμολογοῦντας τοῖς πράγμασιν, εἰ οὖν τοῦτο γένοιτο, συμβαίνοντα τοῖς φαινομένοις λέξομεν. | |
10 | p. 344a8 Ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυ‐ μίασιν ξηρὰν καὶ θερμήν. Εἴρηκεν ἤδη πρότερον ὅτι διτταὶ κάτωθεν ἀναθυμιάσεις ἀνέρχονται, μία μὲν ἐκ τῶν ὑγρῶν σωμάτων ἡ ἀτμιδώδης, ἑτέρα δὲ ἐκ τῶν ξηρῶν ἡ | |
15 | καπνώδης, ἣν ὑπέκκαυμα προσηγόρευσεν ὡς ἐπιτηδείαν εἰς ἔξαψιν. περὶ μὲν οὖν τῆς ἀτμιδώδους λόγος οὐδεὶς ἐν τοῖς προκειμένοις οὐδὲ ἐν τοῖς ἤδη προειρημένοις· μόνη γὰρ ἡ καπνώδης τούτων ἁπάντων αἰτία ἐστὶν ὡς ὕλη. αὕτη τοίνυν ἡ ἀναθυμίασις, τουτέστι τὸ ὑπέκκαυμα, καὶ πολὺ μέρος τοῦ μετ’ αὐτὴν ἀέρος τὸ διῆκον μέχρι τῆς κορυφῆς ἄνωθεν τῶν ὑψηλο‐ | |
20 | τάτων ὀρῶν τῇ περιφορᾷ τῶν οὐρανίων συνεφέλκονται κυκλικὴν καὶ αὐτὰ συγκινούμενα κίνησιν. ὅτι δ’ ἡ κίνησις θερμαίνει, καὶ τοῦτο προείρηκεν. ὅταν οὖν ἡ ἀναθυμίασις ἡ ξηρὰ τοιαύτης εὑρεθείη συστάσεως, ὡς μήτε λεπτὴ λίαν καὶ ἀσθενὴς εἶναι καὶ εὐδιάλυτος μήτε πυκνὴ καὶ παχεῖα το‐ σοῦτον ὡς εἶναι δυσέξαπτος, ἀλλὰ μέση πως ἀμφοτέρων καὶ εὔκρατος, ἡ | |
25 | τοιαύτη, φησί, τῇ κινήσει καὶ τῇ συμπεριαγωγῇ τῶν πέριξ σωμάτων θερ‐ μαινομένη πλέον τῆς ἐκ φύσεως αὐτῇ προσούσης θερμασίας ἐξάπτεται καὶ ποιεῖ τὸν κομήτην. εἰ μὲν γὰρ λεπτοτέρα εἴη, θᾶττον μὲν ἐξάπτεται, εὐθὺς δὲ ἀποσβέννυται στυπείου λεπτοῦ δίκην· εἰ δὲ πυκνοτέρα τύχοι τῆς πρὸς γένεσιν κομήτου συστάσεως, οὐκ ἐξαρκεῖ πρὸς ἔξαψιν ταύτης ἡ κίνησις· | |
30 | οὐδὲ γὰρ τὰ πυκνότερα τῶν ξύλων εὐέξαπτα, καὶ τὰ φρυγανώδη ῥᾷον ἐξ‐ αφθέντα δαπανᾶται θᾶττον καὶ ἡ φλὸξ οἴχεται. δεῖ δὲ καὶ τὴν ἔξαψιν αὐτὴν ἤτοι τὴν αἰτίαν ταύτης εἶναι σύμμετρον, ὡς μήτε τῇ σφοδρότητι δαπανᾶν τὴν ὕλην εὐθὺς μήτε τῇ ἀμυδρότητι δρᾶν εἰς αὐτὴν μὴ δύνασθαι μηδὲ δι’ ὅλου ταύτης ἐπικρατεῖν. ὁ δὲ κομήτης ἐξαφθεὶς στέγει χρόνον | |
35 | τινὰ τὴν φλόγα μὴ δαπανώμενος· ταύτῃ γὰρ τῶν τε προειρημένων πυρώ‐ σεων καὶ φλογῶν καὶ δαλῶν καὶ διᾳττόντων οἱ κομῆται διενηνόχασιν, ὅτι πολυχρόνιοι μὲν οὗτοι, ἐκεῖνοι δ’ ἐπὶ μικρὸν ἐξαφθέντες εὐθὺς ἀποσβέν‐ | |
νυνται. τῆς οὖν ἐπιμονῆς καὶ ἡ πύκνωσις αἰτία τῆς ὕλης καὶ ἡ κάτωθεν | 90 | |
In Mete.14,191 | προστιθεμένη τῷ κομήτῃ ἀναθυμίασις, ὡς εἰ ξύλα πυρὶ προσάγων ἢ λύχνῳ ἔλαιον διατηροίη τὴν φλόγα, μέχρις ἂν ἡ χορηγία τῆς ὕλης ἐπιλίποι. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος διδάσκαλος ἑωρακέναι κομήτην, οὗ τὰ μὲν ἦν ἀμυδρὰ καὶ ἧττον ἐκπεπυρωμένα, τὰ δὲ λίαν ἐκλάμποντα· ταῦτα δὲ διαλυ‐ | |
5 | θῆναι θᾶττον δηλονότι διὰ τὸ σφοδρότερον τῆς ἐκκαύσεως, τὰ δ’ ἀμυδρὰ πλείονα διαρκέσαι χρόνον μαλακωτέρας οὔσης τῆς ἐκπυρώσεως. ὑπό‐ κειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγ‐ κύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν. ταῦτα γὰρ ἤδη προείληφεν, ὅτε περὶ τῆς τάξεως τῶν πέντε | |
10 | στοιχείων ἐδίδασκεν, ὅτι μετὰ τὰ ἐγκύκλια σώματα εὐθύς ἐστι τὸ ὑπέκ‐ καυμα, καὶ μετὰ τοῦτο τρίτος ὁ ἀήρ, μεθ’ ὃν τὸ ὕδωρ, καὶ πάντων ἔσχατον ὡς ἐπὶ τὸ μέσον ἡ γῆ. p. 344a11 Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς | |
15 | κινήσεως. Ἐπὶ πολύ φησι τοῦ ἀέρος τὸν διατείνοντα λέγων ἀέρα μέχρι τῆς κορυφῆς τῶν ὑψηλοτάτων ὀρῶν, ὃς λιμνάζων οὐ συνεφέλκεται τοῖς κυκλο‐ φορουμένοις ὑπὸ τῶν περιεχόντων ὀρῶν κωλυόμενος. βίαιον οὖν τὴν περι‐ φορὰν τῶν δύο τούτων σωμάτων εἶναι βούλεται. καὶ πῶς τὸ βίᾳ καὶ παρὰ | |
20 | φύσιν διηνεκές; ἑτέρωθι δὲ περὶ τούτων εἰρήκαμεν ἱκανῶς. τὸ δὲ περὶ τὴν γῆν συμπεριάγεσθαι ὡς περὶ κέντρον βουλομένου ἐστὶ τὴν γῆν· κέντρου γὰρ λόγον ἔχειν τὴν γῆν μετὰ τοῦ συναπειλημμένου ὕδατος καὶ τοῦ λιμνά‐ ζοντος ἀέρος πρὸς τὴν ἀπλανῆ δέδεικται. p. 344a13 Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾗ ἂν | |
25 | τύχοι εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται, διό φαμεν γίνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς. Φερομένη, φησίν, ἡ ἀναθυμίασις ἡ ξηρὰ τὸν τρόπον τοῦτον, τουτέστι τοῖς οὐρανίοις συμπεριαγομένη, ὅπου δήποτε τύχῃ εὔκρατος οὖσα, τουτέστιν ἐπιτηδεία πρὸς ἔξαψιν, ὡς μήτε λίαν εἶναι λεπτὴν καὶ ἀραιὰν μήτε τοὔμ‐ | |
30 | παλιν παχεῖαν καὶ πυκνήν, πάντως ἐκπυροῦται. ἐκ ταύτης δὲ γίνεσθαι καὶ τοὺς διατρέχοντας ἀστέρας ἀπέδειξεν, οὓς διᾴττοντας ὀνομάζουσιν. p. 344a16 Ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθ’ οὕτως ἀσθενὴς ὥστε ἀποσβε‐ | |
35 | σθῆναι ταχύ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμ‐ | 91 |
In Mete.14,192 | πίπτει ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίνεται κομήτης, ὅπως ἂν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐὰν μὲν γὰρ πάντῃ ὁμοίως, κομήτης, ἐὰν δ’ ἐπὶ μῆκος, καλεῖται πωγωνίας. | |
5 | Εἰρηκὼς ποίαν ἔχειν δεῖ συμμετρίαν τὴν ὕλην ἐξάπτεσθαι μέλλουσαν εἰς κομήτου γένεσιν λέγει νῦν καὶ τὴν ποιητικὴν αἰτίαν ὁποίαν εἶναι χρεών, ἣν ἀρχὴν ἐκάλεσε πυρώδη, ὅτι σύμμετρον καὶ αὐτήν, ὡς μήτε θᾶττον ἐκδαπανῆσαι τὴν ὕλην διὰ τὴν σφοδρότητα μήτε ὑπ’ αὐτῆς ἀποσβεσθῆναι διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ ἀμυδρότητα. δῆλον οὖν ὅτι ἀρχὴν λέγει τὸ | |
10 | πρῶτον ἐξαφθὲν τῆς ἀναθυμιάσεως μόριον. πόθεν δὲ ἡ πυρώδης αὕτη γίνεται ἀρχή, πολλάκις εἶπεν, ὅτι διὰ τὴν ἄνωθεν κίνησιν. εἴτε γὰρ πολλὴ λίαν εἴη καὶ σφοδρά τις ἡ ἔξαψις, ταχέως ἐκκαίει τὴν ὕλην καὶ ἐκδαπανᾶται καὶ ἐπὶ πολὺ διάστημα χωρεῖ καίουσα ταύτην· τοῦτο δὲ φλόγας, οὐ κομή‐ την ποιεῖ, περὶ ὧν ἤδη γέγραφεν ὅμοιον ὡς εἰ μεγίστη φλὸξ εἰς κλημα‐ | |
15 | τίδας ὀλίγας ἢ λεπτὸν ἐμπέσῃ στυπεῖον· θᾶττον γὰρ ἐκδαπανήσει ταῦτα· εἴτε ἀσθενὴς ἡ πυρώδης ἀρχὴ εἴη, τοὔμπαλιν ὑπὸ τῆς ὕλης αὕτη πνιγο‐ μένη σβέννυται πάσχουσα μᾶλλον ὑπὸ τῆς ὕλης καὶ οὐκ εἰς αὐτὴν δυνα‐ μένη μέγα τι δρᾶν, ὡς εἰ μικρὰ φλὸξ εἰς ἔλαιον ἐμπέσοι πολὺ ἢ πλῆθος ξύλων ἢ μέγεθος ἢ πυκνότητα· δυσκατέργαστα γάρ ἐστι τὰ τοιαῦτα. δεῖ | |
20 | οὖν καὶ αὐτὴν ἐκφεύγουσαν τῶν ἀμετριῶν τούτων ἑκατέραν μέσην πως εἶναι, μήτε νικωμένην ὑπὸ τῆς ὕλης μήτε λίαν αὐτὴν ὑπερβάλλουσαν· οὕτω γὰρ ἔχουσα τὸν κομήτην ποιήσει. δεῖ δέ, φησί, καὶ κάτωθεν ἄλλην ὕλην ἐπαναβαίνειν εὔκρατον, τουτέστιν ἐπιτηδείαν εἰς ἔξαψιν, ὡς ἀναπληροῦν τὴν δαπανωμένην τοῦ κομήτου ὕλην καὶ τῇ ποιητικῇ δυνάμει χορηγίαν | |
25 | παρέχειν εἰς ἐργασίαν, ἵν’ οὕτω πλείονα χρόνον διαμείνῃ τὸ πάθος. τοι‐ αύτη τις ἡ τῶν κομητῶν ὑπάρχει σύστασις. κοινότερον μὲν οὖν ὅλον τὸ τοιοῦτον γένος κομήτας ἐπονομάζουσιν· ἀρχόμενος γοῦν ὁ Ἀριστοτέλης τοῦ λόγου περὶ αὐτῶν οὕτως εἴρηκεν “περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλου‐ μένου γάλακτος”· εἰδικώτερον δὲ καὶ τούτων ἕκαστος τῷ σχήματι τῆς ἀνα‐ | |
30 | θυμιάσεως πρέπον εἴληφεν ὄνομα. εἰ μὲν γὰρ σφαιροειδὴς ἡ ἀναθυμίασις οὖσα τύχῃ μικρῶν αὐτῇ παρηρτημένων ἔξωθεν τοιούτων συστάσεων, εἰ‐ δικώτερον τὸ σχῆμα τοῦτο καλεῖται κομήτης, ἐπειδὴ κόμῃ προσέοικεν, ἐξ οὗ πλεονάζοντος καὶ πάντας οὕτω καλοῦσιν· ἐὰν δὲ ἐπιμήκης εἴη καὶ μόνον, δοκίας καλεῖται, τριγωνίζουσα δὲ πωγωνίας ὠνόμασται, πιθίας δέ | |
35 | τις ἕτερος καὶ ἄλλος ἄλλοθεν ἄλλο τι συμφώνως τῷ σχήματι. p. 344a23 Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω | |
καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι. παραπλήσιον γὰρ | 92 | |
In Mete.14,193 | τὸ γινόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν. φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυΐαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ | |
5 | μὴ καταμαρανθείη διελθὸν ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν. Τὴν πρὸς ἄλληλα διαφορὰν τῶν κομητῶν καὶ τῶν διᾳττόντων διδάσκει | |
10 | καὶ νῦν. ὥσπερ γάρ, φησίν, ἡ φορὰ τῆς τοιαύτης ἀναθυμιάσεως καθ’ ὃν εἴρηται γινομένη τε καὶ ἐξαπτομένη τρόπον ἀστέρος εἶναι δοκεῖ διαδρομή τε καὶ κίνησις, ὅπερ ἐκαλεῖτο διᾴττων, οὕτω καὶ ἡ μονὴ τῆς ἐξάψεως τῆς τοιαύτης ἔδοξε τοῖς ὁρῶσιν ἀστέρος εἶναι μονή· τοῦτο δέ εἰσιν οἱ κομῆται γενικώτερον οὕτω καλούμενοι. πάλιν δὲ τὸ γινόμενον διδάσκει πάθος δι’ | |
15 | ὑποδείγματος. ὡς γὰρ 〈εἰ〉 εἰς ἀχύρων, φησί, θημῶνα δαλὸν ὠθήσειέ τις ἢ μικρά τις ἀρχὴ τούτῳ πυρὸς ἐμπέσοι, οἷον σπινθήρ, 〈καὶ〉 βραχύ τι τούτων ἐξάψειε, τὸ πρῶτον ἐξαφθὲν τῶν ἀχύρων μέρος τῷ ἑξῆς μετα‐ δίδωσι, καὶ τοῦτο τῷ μετ’ αὐτό, τοῦ πρῶτον ἐξαφθέντος σβεννυμένου διὰ τὴν λεπτότητα τῆς ὕλης, καὶ οὕτως ἐφεξῆς, ἕως ἂν ἐξαφθῇ τὸ ἐπιτήδειον | |
20 | ἅπαν καὶ λοιπὸν μηκέτι εἴη τὸ ἐξαπτόμενον, τοῦτο δὲ τοῖς μὲν πλησιά‐ ζουσι δῆλόν ἐστι πῶς γίνεται, τοῖς δὲ πόρρωθεν βλέπουσι μιᾶς φλογὸς κίνησις εἶναι δοκεῖ καὶ διαδρομή, τοῦτο καὶ ἐπὶ τῶν διᾳττόντων συμβαίνει· διὰ γὰρ τὴν εὐφυΐαν, φησί, τοῦ ὑπεκκαύματος, τουτέστι τὴν ἐπιτηδειότητα τὴν πρὸς ἔξαψιν, ἄλλο μετ’ ἄλλο τούτου μέρος ἐξαπτόμενον κατὰ συνέχειαν, | |
25 | τοῦ τε προεξαφθέντος σβεννυμένου διὰ τὸ ῥᾳδίως δαπανᾶσθαι εἷς ἀστὴρ ἐπί τι μῆκος διατρέχειν δοκεῖ. ἀρχὴ μὲν οὖν ἐστι τῆς δοκούσης κινήσεως τὸ ὅθεν ἤρξατο καίεσθαι, τέλος δὲ τὸ ὅπῃ παύεται διὰ τὸ μὴ εἶναι λοιπὸν ἐπιτηδείαν ὕλην πρὸς ἔξαψιν. εἰ δὲ ἐν τῷ διατρέχειν τὴν φλόγα ἐμπέσῃ πυκνοτέρα τις καὶ παχεῖα ὕλη καὶ στέγειν δυναμένη τὸ τοῦ πυρὸς εἶδος, τοῦ | |
30 | μὲν διαΐσσοντός ἐστι τοῦτο πέρας, τοῦ κομήτου δ’ ἀρχή· μένει γὰρ ἡ φλὸξ ἐν τούτῳ λοιπὸν ἐπὶ χρόνον τινὰ διά τε τὸ πλῆθος τῆς ὕλης καὶ τὴν πυκνότητα καὶ διὰ τὴν ἐπὶ πολὺ κάτωθεν χορηγουμένην ἀναθυμίασιν τῷ κομήτῃ καὶ προστιθεμένην αὐτῷ δίκην τροφῆς καὶ ἀναπληροῦσαν τὸ δια‐ πεφορημένον τῆς προεξαφθείσης ὕλης αὐτοῦ. τὸ δὲ γένοιτ’ ἂν ἀρχὴ | |
35 | τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς, τὸ τέλος, φησί, τῆς τοῦ διᾴττοντος διαδρομῆς (τέλος ἔσχεν ἔνθα πυκνότητος ὑπήντησεν ὕλης) ἀρχὴ τῆς φορᾶς ἐστι τοῦ κομήτου, τουτέστι τοῦ καίεσθαι τὴν ὕλην αὐτοῦ ἀρχή | |
ἐστι· καὶ ἐπὶ τούτου γὰρ ἐπινέμεται τὴν ἐφεξῆς ἡ προλαβοῦσα καὶ φερο‐ | 93 | |
In Mete.14,194 | μένη τὸ ἐπιτήδειον ἐξάπτει, ἀλλὰ διὰ τὴν παχύτητα τῆς ὕλης οὔτε τὸ ἐφεξῆς ῥᾳδίως ἐξάπτεται 〈οὔτε〉 τὸ προλαβὸν ἑτοίμως ἀπομαραίνεται, διόπερ οὐδὲ κινήσεως φαντασία τις ἡμῖν ὑποπίπτει. ἡ οὖν ἀρχὴ τῆς φορᾶς εἶπεν, ἤτοι τῆς κινήσεως τοῦ κομήτου μετὰ τοῦ παντὸς ἀρχὴ ἢ ἁπλῶς τῆς | |
5 | ὑπάρξεως· αὐτοῦ καὶ εὐπορίας τῆς ὕλης ἀρχή. τὸ γὰρ πολλοὺς γεγονέναι καρποὺς φορὰν καρπῶν λέγομεν, καὶ ἐπὶ τῶν χειρόνων ὁμοίως. Μένανδρος “φορὰ γὰρ νῦν τούτου γέγονε καλὴ δι’ ὁτιδήποτε”. συμπεραίνων δὲ τὰ εἰρημένα φησὶ τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ δια‐ δρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ τὸ πέρας καὶ ἀρχήν. ὁ κομήτης, | |
10 | φησίν, ἀστὴρ οἷον ἀστέρος ἐστὶ διαδρομή, τουτέστι διᾴττων ἐστὶ τὴν ἀρχὴν ἔχων καὶ τὸ πέρας ἐν ἑαυτῷ τῆς ἐκκαύσεως μένον ἐν αὐτῷ καὶ μὴ σβεν‐ νύμενον· ἐπὶ γὰρ τοῦ διᾴττοντος ἐξαπτόμενον εὐθὺς σβέννυται. τὰ γὰρ ἐν κινήσει τὸ εἶναι ἔχοντά ἐστι τοιαῦτα, οὔτε τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς οὔτε τὸ πέρας ἔχοντα· ἐν τῷ γίνεσθαι γὰρ καὶ φθείρεσθαι πᾶσα | |
15 | ἡ κίνησις ἔχει τὸ εἶναι, μένον δέ τι μόριον αὐτῆς παντελῶς ἐστιν οὐδὲν ὡς οὐδὲ τοῦ χρόνου οὐδὲ τῆς φθορᾶς. ὁ δὲ κομήτης ἐν ἑαυτῷ ἔχει καὶ τὸ πρῶτον ἐξαφθὲν καὶ τὸ ἔσχατον μένοντα καὶ σωζόμενα. οὐκοῦν ὁ κομή‐ της διᾴττων ἐστὶν οὐ κινούμενος ἀλλὰ μένων καὶ τὴν ἀρχὴν καὶ τὸ πέρας τῆς ἐξάψεως ἔχων ἐν ἑαυτῷ. | |
20 | p. 344a33 Ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστά‐ σεως ᾖ, καθ’ αὑτὸν φαίνεται κομήτης· ὅταν δὲ ὑπὸ τῶν ἀστέρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνι‐ στῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλ’ ὥσπερ αἱ ἅλῳ | |
25 | περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν ᾖ πεπυκνωμένος οὕτως ὁ ἀήρ, ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἷον ἅλως ἐστί. πλὴν ἡ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δ’ ἐπ’ αὐτῶν τὸ χρῶμα | |
30 | φαινόμενόν ἐστιν. Ἐπειδὴ κομῆται γίνονται καὶ χωρὶς ἀστέρων καὶ τῶν ἀστέρων τινὲς οὐ μόνον τῶν πλανωμένων ἀλλὰ καὶ τῶν ἀπλανῶν, τὴν διαφορὰν αὐτῶν ἐν τούτοις παραδίδωσιν. ὅταν μὲν οὖν, φησίν, ἡ εἰρημένη ἀναθυμίασις ἐν τῷ κάτω τόπῳ συστῇ μὴ πλησιάζουσα τοῖς ἄστροις, αὐτὴ καθ’ αὑτὴν χωρὶς ἀστέρος | |
35 | τὸν εἰρημένον τρόπον γίνεται κομήτης· ἀλλ’ ἐπειδὴ καὶ οἱ ἀστέρες τῇ κινήσει τῇ ἑαυτῶν ἀναθυμίασιν εἰς ἑαυτοὺς ἕλκουσι τοιαύτην, ὅταν συμβῇ | |
ταύτην τὴν ἀναθυμίασιν διὰ τὰς εἰρημένας αἰτίας ἐξάπτεσθαι, κομήτης ὁ | 94 | |
In Mete.14,195 | ἀστὴρ γεγονέναι δοκεῖ. δυνατὸν δὲ καὶ πλησίον μὲν τοῦ ἄνω σώματος συστῆναι ὕλην, μὴ ἔχειν δὲ κατὰ κάθετον αὐτὴν τῶν ἀστέρων τινά, καὶ πάλιν καθ’ αὑτὸν γενέσθαι κομήτην. εἰ δὲ ὑποκαίοιτό τινι τῶν ἀστέρων ὑπὸ μίαν κάθετον ἡ τοιαύτη ἀναθυμίασις, οὐκ ἐξισχύουσα ἡ ὄψις ἡμῶν | |
5 | τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος ἐπιβαλεῖν τῷ μεταξὺ διαστήματι ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐπιπέδῳ τὸν ἀστέρα καὶ τὴν κόμην εἶναι νομίζει· διὸ κομήτην τὴν ἀστέρα γεγονέναι φαντάζεται. τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλὰ κατωτέρω μὲν πολύ, ὑπ’ αὐτὰ δ’ ὅμως. καὶ τούτου τίθησιν ὑπόδειγμα τὴν ἅλω | |
10 | τὴν συνισταμένην περὶ τὸν ἥλιον καὶ τὴν σελήνην, καίτοι μηδέπω τοῦτο δείξας ὅπως ἔχει. ὥσπερ οὖν αἱ ἅλῳ δοκοῦσι μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι τῷ ἡλίῳ τυχὸν ἢ τῇ σελήνῃ, οὐκ ἐν τούτοις δ’ εἰσὶν ἀλλ’ ὑπ’ αὐτοῖς, οὕτω καὶ ἐπὶ τῆς κόμης τῆς συνισταμένης ὑπό τινα τῶν ἀστέρων γίνεται. μία μὲν οὖν αὕτη κοινωνία ἐστὶν ἀμφοτέρων, τῆς ἅλω τε καὶ τῆς κόμης· | |
15 | καὶ ἑτέραν δὲ λέγει διότι συγκινοῦνται καὶ αἱ ἅλῳ τῷ ἡλίῳ καὶ τῇ σε‐ λήνῃ καὶ ἡ κόμη τοῖς ἄστροις. διαφέρουσι δὲ ὅτι ἡ μὲν ἅλως ἐξ ἀνα‐ κλάσεως τῶν ὄψεων ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην γενομένη οὐχ ὕπαρξιν ἀλλ’ ἔμφασιν ἔχει καὶ μόνην τοῦ χρώματος, ἡ δὲ κόμη τοι‐ οῦτον ἔχει τὸ χρῶμα, οἷον καὶ φαίνεται· τῆς γὰρ ὑποκειμένης ὕλης ἐστὶν | |
20 | ἔξαψις. τί δὲ τὸ αἴτιον τοῦ συμμεθίστασθαι δοκεῖν καὶ τὴν ἅλω τῇ σε‐ λήνῃ τε καὶ τῷ ἡλίῳ καὶ τὴν κόμην τῷ ἀστέρι τούτῳ οὗπέρ ἐστι κόμη; τὸ πεπυκνῶσθαι, φησίν, ὁμοίως τὸν ἀέρα πανταχοῦ, καὶ διὰ τοῦτο ἐξ ἑκάστου μέρους αὐτοῦ τὴν ἴσην ἀνάκλασιν τὰς ὄψεις ἡμῶν δυνατὸν ποιεῖσθαι. καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ | |
25 | ἡλίου πορείαν, ὅπερ καὶ ἐπὶ τῆς κόμης. εἴπερ γὰρ ἡ ἀναθυμίασις ὁμαλὴς ἦν καὶ πανταχοῦ, οὐδὲν κωλύει σβέννυσθαι μὲν ἀφ’ ἧς ὁ ἀστὴρ μετέστη, ἐξάπτεσθαι δὲ ἄλλην τῇ κινήσει αὐτοῦ εἰς ἣν μεταβέβηκεν, εἰ ἀληθεύει λέγων ὑπὸ τῆς κινήσεως τῶν ἀπλανῶν τινος ἢ τῶν πλανωμένων συνίστασθαι τὴν ἀναθυμίασιν. μήποτε οὖν ἐκεῖνό ἐστιν ἀληθὲς ὡς εἰ τοῖς | |
30 | οὐρανίοις συμπεριάγεται τὸ ὑπέκκαυμα καὶ πολὺ τοῦ ὑπ’ αὐτὸ ἀέρος, ὁ δὲ κομήτης ὑπόστασίς ἐστι καὶ πάθος τοῦ συγκινουμένου τῷ παντὶ ἀέρος, εἰκότως συμπεριάγεται τοῖς σώμασιν ὧν ἐστι πάθος, οὐ κινεῖται· καὶ ὁ ἀστὴρ οὐ συνεφέλκει τὴν κόμην, ἀλλ’ ἡ ἀπλανὴς τὸ ὑπέκκαυμα καὶ μετὰ τοῦ συστάντος ἐν αὐτοῖς πάθους καὶ αὐτὸν συνεφέλκει τὸν ἀέρα. | |
35 | p. 344b8 Ὅταν μὲν οὖν κατ’ ἀστέρα γένηται ἡ τοιαύτη σύγ‐ κρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν | |
κομήτην, ἥνπερ φέρεται ὁ ἀστήρ· ὅταν δὲ συστῇ καθ’ αὑτόν, | 95 | |
In Mete.14,196 | τότε δὴ ὑπολειπόμενοι φαίνονται. τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ | |
5 | Ἱπποκράτην πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ’ ἑαυτὸν γίνεται κομή‐ της πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. Ἔτι τὴν διαφορὰν τῶν κομητῶν ἀπαγγέλλει, τῶν τε καθ’ αὑτοὺς γινομένων καὶ τῶν ὑπό τινα τῶν ἀστέρων συνισταμένων καὶ αὐτὸν τὸν | |
10 | ἀστέρα ποιούντων κομήτην. οὗτοι μὲν οὖν, φησί, τὴν αὐτὴν φέρονται τῷ ἀστέρι φορὰν καὶ οὐχ ὑπολείπονται τούτου ποτέ. οἱ δὲ καθ’ αὑτοὺς ἀστέρος χωρὶς συνιστάμενοι κομῆται ὑπολείπονται τῆς τῶν οὐρανίων κινήσεως. καὶ τὴν αἰτίαν φησὶν ὁ Ἀλέξανδρος, ὅτι μὴ ἰσοδρομεῖ τοῖς οὐρανίοις ὁ περὶ τὴν γῆν κόσμος οὐδ’ ὁμαλῶς αὐτοῖς ἕπεται, οὐδὲ κατὰ φύσιν οὕτω κινεῖται | |
15 | ἀλλὰ δηλονότι παρὰ φύσιν ὑποσυρόμενος βίᾳ διὰ τὴν τοῦ ἕλκοντος ὑπερ‐ βάλλουσαν δύναμιν. ὅπερ καὶ τὸν μέγιστον ὑπομεῖναι κομήτην ἱστόρησεν Ἀριστοτέλης· ὑποθεμένων γὰρ ἡμῶν ὅσον ἐκ τῶν εἰρημένων αὐτῷ τὸν ἥλιον τότε εἶναι ἐν αἰγοκέρωτι, συνόντα δ’ αὐτῷ τὸν κομήτην πρὶν ὀφθῆναι, ὅτε δὲ πρῶτον ἐφάνη, ὑπολελεῖφθαι αὐτὸν ἐν ὑδροχόῳ ἐπὶ τὰ ἑπό‐ | |
20 | μενα (πῶς γὰρ ἂν ἐφάνη μὴ τοῦ ἡλίου ὑπολελειμμένος;) πάλιν δ’ εἰπόντος Ἀριστοτέλους ὅτι ἐπανῆλθε μέχρι ζώνης Ὠρίωνος, ἥτις ὑπὸ τοὺς διδύμους ἐστί, κἀνταῦθα γενόμενος ἐλύθη, συνηγάγομεν ἡμεῖς ὑπολειφθῆναι αὐτὸν ζῴδια τέσσαρα, ὑδροχόον, ἰχθῦς, κριόν, ταῦρον. τοσαῦτα οὖν δηλονότι καὶ τῆς κινήσεως ὑπελείφθη τοῦ παντὸς οὐρανοῦ βραδύτερον κινηθείς, ἅτε δὴ | |
25 | βιαίως συνεφελκομένου τῷ οὐρανῷ τοῦ ὑπεκκαύματος, ἐν ᾧπερ ὁ κομήτης ὑπέστη. οὐ γὰρ ἄν τις εἴποι φυσικὸς ἀνήρ “πόθεν γὰρ δῆλον, εἰ μὴ θᾶττον κινηθεὶς ὁ κομήτης τὸν ἥλιον ὑπέδραμεν ἐπὶ τὰ ἡγούμενα ζῴδια ὀκτώ, αἰγόκερων, τοξότην, σκορπίον, ἰχθύας, παρθένον, λέοντα, καρκίνον, διδύ‐ μους;” πρῶτον μὲν οὖν ὅτι καταγέλαστος ἡ τοσαύτη τοῦ κομήτου ταχυ‐ | |
30 | τὴς τῇ ἀπλανεῖ συνεφελκομένου ἅμα τῷ ὑπεκκαύματι· δεύτερον ὅτι παλιν‐ δρομῶν ὁ κομήτης ἐν αἰγοκέρωτι ἀφανὴς ἔμελλε γίνεσθαι τῷ ἡλίῳ συνών, παραλλάσσων δὲ τὸν ἥλιον καὶ μετιὼν τὸν τοξότην καὶ σκορπίον περὶ τὴν ἕω φαίνεσθαι μόνην εἰκὸς ἦν· νῦν δὲ μετὰ δύσιν ἡλίου τὸ πρῶτον φανεὶς ἐν ὑδροχόῳ δηλονότι ὢν καὶ μέχρι δύσεως τελείας φαινόμενος μετὰ δύσιν | |
35 | ἔμενεν, ἕως ὑπὸ τὴν ζώνην τοῦ Ὠρίωνος φθάσας ἐλύθη. πρὸς τούτοις τὰ βίᾳ συνεφελκόμενά τινι θᾶττον μὲν κινεῖσθαι τοῦ συνεφέλκοντος ἀδύνατον (οὐδεμίαν γὰρ ἔχει κίνησιν ἰδίαν), ἀλλ’ ἢ ἰσοδρομεῖ τούτῳ, εἰ μηδὲν ἀντι‐ | |
πράττει, ἢ ὑπολείπεται πάντως συνέπεσθαι κατὰ συνέχειαν τῷ ἕλκοντι | 96 | |
In Mete.14,197 | μὴ δυνάμενον, ὅπερ οἶμαι καὶ ἐπὶ τοῦ εἰρημένου κομήτου γέγονεν. εἰ δ’ ὅλως συνεφέλκεται τῷ οὐρανῷ βιαίως ὁ περὶ γῆν κόσμος, ἀκόλουθον οἶμαι πάντως αὐτὸν καὶ στάσει διαλαμβάνεσθαι καὶ τῇ κινήσει λειπόμενον. τοῦτο μὲν οὖν προφανές· εἰ δὲ κατὰ τοὺς Πλατωνικοὺς τῇ τῶν στοιχείων ὁλότητι | |
5 | κατὰ φύσιν ἐστὶν ἢ τὸ μένειν ἢ τὸ κύκλῳ κινεῖσθαι, καὶ διὰ τοῦτο τὸ ὑπέκκαυμα κατὰ φύσιν καὶ οὐ βίᾳ κύκλῳ φέρεται, τὸ ἄρα ὑπολείπεσθαι τὸ ὑπέκκαυμα τῆς ἀπλανοῦς ἀπὸ τῆς ἰδίας ἔχει φύσεως βραδύτερον αὐτῆς κινούμενον, ὥσπερ καὶ τῶν οὐρανίων οὐκ ἔστιν ἴσα τὰ τάχη, ἄλλα δ’ ἄλλων τὰ μὲν θᾶττον κινεῖται τὰ δὲ βραδύτερον. μήποτε καὶ ὁ Ἀριστοτέλης ἐμ‐ | |
10 | φαίνει τι τοιοῦτον, ἐν οἷς φησι τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, τουτέστι τοῦ ὑπεκκαύματος καὶ τοῦ μὴ λιμνάζοντος ἀέρος, τὸ μὴ ἰσοδρομεῖν τῷ οὐρανῷ ἀλλ’ ὑπολείπεσθαι. ὥστε οὐ διὰ τὸ συνεφέλ‐ κεσθαι βίᾳ τὸ ὑπέκκαυμα τῶν οὐρανίων ὑπολείπεται, ἀλλ’ ὅτι τοιαύτην ἔχει τὴν φύσιν, ἐπείπερ εἰ βίᾳ καὶ παρὰ φύσιν οὕτως ἐκινεῖτο, τὸν πάντα | |
15 | χρόνον ἐν τῷ παρὰ φύσιν ἔμελλεν εἶναι καὶ τοῦ κατὰ φύσιν οὐδέποτε τεύξε‐ σθαι, ὅπερ ἀδύνατον. τοῦτο οὖν ἐστι τὸ αἴτιον καὶ τοῦ ὑπολείπεσθαι τῆς τῶν οὐρανίων κινήσεως τοὺς κομήτας. οὐδὲ γὰρ καθ’ ἑαυτοὺς κινοῦνται· πάθος γάρ ἐστι τοῦ ἀέρος ἢ τοῦ ὑπεκκαύματος· τῷ οὖν τὸ ὑποκείμενον αὐτοῖς ὑπολείπεσθαι τῶν οὐρανίων πᾶσα ἀνάγκη καὶ αὐτοὺς ὑπολείπεσθαι. | |
20 | ἐξ οὗ δῆλον ὅτι μηδὲ ὑπὲρ φύσιν αὐτοῖς ἡ κίνησις, ὡς ἑτέρωθί πού φησι Δαμάσκιος, ὅπερ ἠλέγξαμεν· οὐ γὰρ ἂν ἦν οὕτως εὐπαθής. τοῦτο μὲν οὖν ἱκανῶς εἴρηται· διὰ τί δὲ οἱ κατὰ ἀστέρα τῶν κομητῶν συνιστάμενοι ἰσοδρομοῦσι τῷ ἀστέρι καὶ οὐχ ὑπολείπονται αὐτοῦ, οὔτ’ Ἀριστοτέλης εἴρηκεν οὔτ’ Ἀλέξανδρος, πλὴν ὅτι προσέρριψεν αὐτὸς ἁπλῶς ὁ Ἀλέξαν‐ | |
25 | δρος εἰπὼν ”〈ὡς ἂν ἐκείνου〉 τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχοντος”. ἔδει οὖν αὐτὸν εἰπεῖν πῶς τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχει· ὁ γὰρ Ἀριστο‐ τέλης οὐδὲν εἴρηκεν. ἐντεῦθεν οἶμαί τινα κινούμενον εἰπεῖν ὡς ὁ μὲν κάτω συνιστάμενος κομήτης παχυτέρας ἐστὶν ὕλης ὡς ἐπιμεμιγμένης τοῖς κάτω σώμασιν, ὁ δὲ παρὰ τοῖς ἄστροις γινόμενος ἐκ λεπτοτέρας καὶ πυρώ‐ | |
30 | δους ὡς πλησιάζων τοῖς ἄνω· εἰκότως οὖν ὁ μὲν ὑπολείπεται διὰ τὸ βάρος τῆς ὕλης καὶ ἀντιβατικὸν τῷ συνέλκοντι, ὁ δὲ συνέπεται διὰ τὴν λεπτο‐ μέρειαν, μηδενὸς ἀντιβαίνοντος τῇ συνώσει τοῦ ἕλκοντος. τοῦτο δὲ πιθανὸν μὲν ἄγαν, ἐπισκοποῦσι δὲ τῶν ὑποκειμένων τὴν φύσιν οὐκ ἀληθὲς εὑρε‐ θήσεται. συνεχῆ γὰρ ὄντα τό τε ὑπέκκαυμα καὶ ὁ μὴ λιμνάζων ἀὴρ καὶ | |
35 | οὐ διεσπασμένην κατὰ μέρη μίαν καὶ συνεχῆ ποιεῖται κίνησιν, εἴτε καθ’ αὑτὸ κινεῖται ἢ ἐν τοῖς οὐρανοῖς συνέλκεται. διὸ καὶ αὐτὰ κυκλίζεται τὰ πάθη, καθὰ καὶ οἱ κομῆται δηλοῦσι, δύνοντές τε καὶ ἀνατέλλοντες | |
πολλάκις ὁμοίως τοῖς ἄστροις. εἰ οὖν οἱ κομῆται πάθος εἰσὶ τοῦ | 97 | |
In Mete.14,198 | ὑπεκκαύματος, ἄλλοι κατ’ ἄλλο τῶν αὐτοῦ μερῶν συνεχῶν ὄντων γινόμενοι, πῶς οἷόν τε τοῦ ὅλου συνεχοῦς τε ὄντος καὶ μίαν ποιουμένου κίνησιν τὸ μὲν αὐτοῦ μέρος ἰσοδρομεῖν τοῖς οὐρανίοις, τὸ δὲ ὑπολείπεσθαι; ἐπεὶ τοίνυν οὔτε οἱ εἰρημένοι φιλόσοφοι τὸ φαινόμενον ᾐτιολόγησαν οὔτε ὅλως εὑρεῖν | |
5 | τινα τούτου αἰτίαν δεδύνηνται, οἶμαι δεῖν ἐπιτηρῆσαι τὰ πάντα ταῦτα πολ‐ λάκις, εἰ οὕτως ὡς ὁ Ἀριστοτέλης εἴρηκεν ἔχει, καὶ εἰ τοῦτο φανείη, πάλιν σκοπεῖν, μήποτε δόκησίς ἐστι καὶ πλάνη τῆς ὄψεως, οὐκ ἀλήθεια τὸ συμ‐ βαῖνον· ἴσως γὰρ οἱ τῶν ἀστέρων ὄντες ἐγγὺς κομῆται διὰ τὸ ἐν μεγάλῃ περιφερείᾳ κινεῖσθαι οὐ πολλὴν οὐδὲ διάδηλον ποιούμενοι τὴν ἀπὸ τῶν | |
10 | ἀστέρων κίνησιν ἰσοδρομεῖν αὐτοῖς νομίζονται, οἱ δὲ κάτω τοὐναντίον ἐν μικρᾷ περιφερείᾳ κινούμενοι θᾶττον τοὺς ἀστέρας παραλλάττειν δοκοῦσιν, οἷς πρότερον κατὰ μίαν ὑπῆρχον κάθετον. τοιοῦτο δέ τι τοῖς ἐπιτηροῦσι καὶ ἐπὶ τῶν ἀπλανῶν φαινόμενον ἔστιν ἰδεῖν, τό τε ἐν μείζονι περιφερείᾳ καὶ τὸ ἐν ἐλάττονι κινούμενον. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι | |
15 | ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ’ ἑαυτὸν γίνεται κο‐ μήτης καὶ πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. ἐπειδήπερ Ἱπποκράτης ὡς τὴν ἅλω κατὰ ἀνάκλασιν τῶν | |
20 | ὄψεων εἰς τὸν ἥλιον γινομένην, οὕτως ἔλεγε καὶ τοὺς ἀστέρας γίνεσθαι κομήτας ἐκ τῆς ἀναθυμιάσεως ἐπ’ αὐτοὺς ἀνακλωμένης ἡμῶν τῆς ὄψεως, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῆς κόμης διαλεγόμενος ὑπόδειγμα τὴν ἅλω παρήγαγεν, ἵνα μήτις ἐντεῦθεν ἀληθεύειν Ἱπποκράτην νομίσειεν, ὡς τὴν ἅλω ἐξ ἀνακλάσεως τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον, οὕτω καὶ τὴν | |
25 | κόμην ἐπὶ τὸν ἀστέρα γίνεσθαι, ἐξ αὐτῶν τῶν νῦν εἰρημένων τὴν ὑπόνοιαν ταύτην ἐλέγχει, λέγω δὲ τοῦ τε ὑπολείπειν τὸν κομήτην πολλάκις καὶ συν‐ ίστασθαι καθ’ αὑτὸν ὡς ἐπὶ τὸ πλεῖστον, σπανιώτερον δὲ μετὰ ἀστέρος. εἰ γὰρ ἡ κόμη κατ’ ἀνάκλασιν τῶν 〈ὄψεων〉 ἐπί τινα τῶν ἀστέρων ἐγίνετο, καθάπερ ἅλως ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ἀδύνατον ἦν συστῆναί ποτε | |
30 | καθ’ αὑτὸν ἀστέρος χωρίς, ὡς οὐδ’ ἅλω καθ’ αὑτὴν ἡλίου ἢ σελήνης ἐκτός· νυνὶ δὲ πλεονάκις τοῦτο γίνεται. ἔπειτα ἡ μὲν ἅλως ἐν ἀχλυώδει ἀέρι γίνεται, ᾧ προσπίπτουσαι ἡμῶν αἱ ὄψεις ἐπὶ τὸν ἥλιον ἢ τὴν σελή‐ νην ἀνακλῶνται· οἱ δὲ κομῆται ἐν καθαρῷ γίνονται τῷ ὑπεκκαύματι, ὅθεν οὔκ ἔστι γενέσθαι ἀνάκλασιν. πάλιν ἡ ἅλως οὐκ ἀπολιμπάνει τὸν ἥλιον | |
35 | ἢ τὴν σελήνην, ἀλλὰ σύνδρομός ἐστιν ὑφ’ ὅνπερ ἂν αὐτὸν συσταίη, οἱ δὲ κομῆται καὶ ἀπολείπονται. οὐχ ὡς ἡ ἅλως ἄρα κατὰ ἀνάκλασιν, οὕτω καὶ ἡ κόμη γίνεται. εἰ δὲ ἐκ τοῦ μὴ ὑπολείπεσθαι τὴν ἅλω, τὸν δὲ κο‐ μήτην ὑπολείπεσθαι τὸ μὴ εἶναι τὸ αὐτὸ πάθος τὴν ἅλω καὶ τὴν κόμην | |
συνήγαγεν, ἀλλ’ ἐπείπερ τὸν ὑπό τινα τῶν ἀστέρων γινόμενον κομήτην | 98 | |
In Mete.14,199 | οὐχ ὑπολείπεσθαι τοῦ ἀστέρος εἴρηκεν, συνάξειεν ἄν τις τοὐναντίον ἐν‐ τεῦθεν ὡς ἓν κατ’ αὐτὸν εἴη πάθος ἡ κόμη τε καὶ ἡ ἅλως. εἰ δὲ τοῦτο ψευδές, οὐκ ἀληθὲς ἂν εἴη τὸ μὴ ὑπολείπεσθαι τοῦ ἀστέρος τὴν γενομένην αὐτῷ κόμην. τὴν λέξιν Ἀριστοτέλους καθ’ ὑπέρθεσιν οὕτως ἀναγνωστέον· | |
5 | τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην πρὸς αὐ‐ τὸν τὸν ἀστέρα γινομένην, ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, ὡς καὶ ἡ ἅλως ἐν ὑπεκκαύματι καθαρῷ πρὸς τὸν ἥλιον· καὶ δῆλον ὅτι πλεονάζει τὸ μή ἐπίρρημα μετὰ τοῦ καί συνδέσμου· ποῖον δὲ τοῦτο, διδάσκων ἐπήγαγεν, ὅτι, φησί, καὶ καθ’ ἑαυτὸν γίνεται πολλάκις κομήτης καὶ πλεονάκις ἢ περὶ | |
10 | τῶν ὡρισμένων τινὰς ἀστέρων, ὑποστιζόντων εἰς τὸ πολλάκις, ἵν’ ᾖ τὸ νοούμενον τοιοῦτον· πλεονάκις καθ’ ἑαυτοὺς κομῆται γίνονται ἤπερ περί τινας τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων ἀστέρων, ὡς εἶπε πρότερον. ὡρι‐ σμένους δὲ τούτους ἐκάλεσεν ὡς πρὸς τοὺς κομήτας, ἀστέρας μὲν καὶ αὐ‐ τοὺς καλουμένους. | |
15 | p. 344b17 Περὶ μὲν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν· περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γινόμενοι πλείους πνεύματα καὶ αὐχμούς· δῆλον γὰρ ὅτι γίνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι τὸ | |
20 | διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ. Ἐπειδὴ ξηρὰν εἶναι καὶ θερμὴν τὴν ὕλην τῶν κομητῶν εἴρηκε πρό‐ τερον, εἰκότως νῦν μετὰ τὸ πληρῶσαι τὸν περὶ τῆς γενέσεως αὐτῶν λόγον δείκνυσιν ὅπερ ὁμολογούμενον ἤδη προσείληφεν, ὡς πυρώδης ἐστὶν ἡ τῶν | |
25 | κομητῶν ὑλικὴ σύστασις· ὅτε γὰρ πλείους κομῆται φανεῖεν, αὐχμηρὸς καὶ πνευματώδης ὁ ἐνιαυτὸς ἐκεῖνος γίνεται. δῆλον γὰρ ὡς οἱ πολλοὶ κομῆται διὰ τὸ πολλὴν αὐτῶν γεγονέναι τὴν ὕλην συνέστησαν, ἥτις ξηρὰ οὖσα καὶ θερμὴ τὴν ἑτέραν ἀναθυμίασιν τὴν ὑγράν, ἐξ ἧς ὑετοὶ γίνονται καὶ χάλαζαι καὶ χιόνες, ἐξατμίζει καὶ διαφορεῖ πᾶσαν καὶ εἰς ἑαυτὴν μεταβάλλει· θα‐ | |
30 | τέρου γὰρ τῶν ἐναντίων ἐπικρατοῦντος τὸ λοιπὸν γίνεται ὅπερ τὸ ἐπικρα‐ τοῦν. εἰκότως οὖν αὐχμηρὸς ὁ ἐνιαυτὸς ἐκεῖνός ἐστι διὰ τὴν τοιαύτην, φησίν, ἔκκρισιν, τουτέστι τὴν ξηρὰν ἀναθυμίασιν· θερμαινομένης γὰρ τῆς γῆς τὸ λεπτοποιούμενον ἐκ τῆς θερμασίας ἐκκρίνεται ἐξ αὐτῆς καὶ ἄνω φέρεται. ἐπειδὴ δὲ καὶ πνευμάτων ἡ αὐτὴ ὕλη αἰτία ἐστίν, ὡς δείξει | |
35 | προϊών, εὐλόγως καὶ πνευματῶδες τὸ ἔτος γίνεται. τοῦτο δὲ καὶ Ἄρατος | |
ἐν ταῖς Διοσημείαις εἴρηκεν οὕτως· | 99 | |
In Mete.14,1100 | μηδ’ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί, μήθ’ εἷς μήτε δύω μήτε πλέονες κομόωντες· πολλοὶ γὰρ κομόωσιν ἐπ’ αὐχμηρῷ ἐνιαυτῷ. ἐπειδὴ τῆς αὐτῆς ὕλης εἰσὶ καὶ οἱ διᾴττοντες, καθὰ φθάσαντες εἴπομεν, | |
5 | καὶ τούτων τὸ πλῆθος πνευμάτων ἐστὶ πάλιν τεκμήριον, ὡς καὶ τοῦτο πάλιν Ἄρατος ἐπισημαίνεται· καὶ διὰ νύκτα μέλαιναν ὅτ’ ἀστέρες ἀίσσωσι ταρφέα, τοῖς δ’ ὄπιθεν ῥυμοὶ ἐπιλευκαίνονται, δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοισι | |
10 | πνεύματος· εἰ δέ κεν ἄλλοι ἐναντίοι ἀίσσωσιν ἄλλοι δ’ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο παντοίων ἀνέμων, οἵ τ’ ἄκριτοί εἰσι μάλιστα. εἰ οὖν ἀληθῶς ταῦτα λέγεται, δῆλον οἶμαι λοιπὸν ὡς ὅσῳ πλείονες καὶ συνεχεῖς κομῆται γίνονται, τοσούτῳ καὶ οἱ ἐνιαυτοὶ πάντως αὐχμηρό‐ | |
15 | τεροι καὶ πνευματώδεις ὑπάρχουσιν. εἰ δὲ ἐλάττους καὶ μικρότεροι τὸ μέγεθος καὶ σπανιώτεροι γένωνται, ἀναλόγως καὶ τὸ ἔτος ἐκεῖνο τοιοῦτον ἔσται τοῦ προτέρου μὲν ἔλαττον, πνεύματος δ’ ὅμως ὑπερβολὴν ἔχον, φησίν, ἢ μεγέθει ἢ χρόνῳ· ἢ γὰρ ἐπὶ πλεῖστον πνέει χρόνον διὰ τὸ πλῆθος τῆς ὕλης ἢ σφοδρὰ γίνεται τὰ πνεύματα καὶ ῥαγδαῖα διὰ τὴν ἀθρόαν αὐτῆς | |
20 | κίνησιν. πάλιν δὲ τὴν ἱστορίαν τοῦ λόγου ποιεῖται μάρτυρα, τόν τε λίθον τὸν ὑπὸ τῆς βίας τοῦ πνεύματος μετεωρισθέντα *** τῷ ἐμφύτῳ βάρει ἐν Αἰγὸς ποταμοῖς, δηλονότι τοῦ πνεύματος ἐνδεδωκότος καὶ μηκέτι τὴν λίθον ἀνέχειν ἐπὶ πολὺ δυνηθέντος, καὶ προσέτι τὸν σεισμὸν τὸν ἐπὶ τοῦ μεγάλου κομήτου γενόμενον καὶ τὴν τοῦ κύματος ἔφοδον ἐξ ἐναντίων γινομένην πνευ‐ | |
25 | μάτων, ὡς ἐν τῷ περὶ σεισμῶν δειχθήσεται. p. 344b36 Ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας. Ὅτι δὲ ἡ τῶν ἐπικλυσμῶν αἰτία ἐστί, πάλιν ἐν τῷ περὶ αὐτῶν δι‐ δάξει λόγῳ. | |
30 | p. 345a5 Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἴτιος ἥ τε τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον. μάλιστα δ’ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν. | |
35 | Καὶ καθόλου ζητεῖ, διὰ τί μὴ συνεχῶς γίνονται κομῆται, καὶ ἰδικώτερον | 100 |
In Mete.14,1101 | τίνος ἕνεκεν οἱ γινόμενοι μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς γίνονται. μία δὲ καὶ ἡ αὐτὴ τούτων αἰτία ἐστίν· οὐ μόνον γὰρ ἡ τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις θερμαίνουσα τὰ ὑπὸ σελήνην γεννᾷ τὴν εἰρημένην ἀνα‐ θυμίασιν, ἀλλὰ καὶ αὐτὴν ταύτην ἀραιοῖ τῇ ἐπιτάσει τοῦ θερμοῦ καὶ | |
5 | λεπτύνει καὶ διαφορεῖ παντελῶς. εἴπομεν δὲ ὡς πυκνοτέρας ἀναθυμιά‐ σεως χρεία πρὸς κομήτου γένεσιν. εἰ δὲ τοῦτο αἴτιον τοῦ μὴ συνεχῶς ἐκτὸς τροπικῶν γίνεσθαι κομήτας, πολλῷ μᾶλλον μεταξὺ τῶν τροπικῶν οὐ γενήσονται διὰ τὸ δυναστεύειν ἐκεῖ τὸν ἥλιόν τε καὶ τοὺς πλανωμένους. ὅθεν καὶ διακαίεται καὶ ἀοίκητός ἐστιν ἡ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἡ παρ’ ἑκά‐ | |
10 | τερα γῆ. προστίθησι δὲ καὶ ἄλλην αἰτίαν, ὅτι πολύ, φησί, τῆς τοιαύτης ὕλης εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν. εἴτε δὲ καλῶς εἴρηται τοῦτο εἴτε μὴ καλῶς, ἐν τῷ περὶ αὐτοῦ λόγῳ δείξομεν· ἐπειδὴ δὲ ὅλως οἴεται πολὺ τῆς ὕλης τῶν κομητῶν εἰς τὴν τοῦ γάλακτος ἀθροίζεσθαι χώραν, ὡς ὁμοΰλων ἀμφοῖν ὄντων, εἰκότως ἐντεῦθεν ἐγνωσμένης αὐτοῦ τῆς ὕλης | |
15 | ἐπὶ τὸν περὶ αὐτοῦ τοῦ γαλαξίου μέτεισι λόγον ζητῶν, ὅπως τε γίνεται καὶ διὰ τίν’ αἰτίαν, καὶ τί ἐστι τὸ γάλα. συνήθως δὲ πάλιν τὰς τῶν παλαιοτέρων περὶ αὐτοῦ δόξας γυμνάζει πρῶτον· τέσσαρας δ’ εἶναι τὰς περὶ τούτου τῶν παλαιῶν φησιν ὑποθέσεις, ὧν ἑκάστην ἐκτίθεται. p. 345a13 Τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί. τινες | |
20 | ὁδὸν εἶναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτοῦ. Αἱ προκείμεναι δύο δόξαι μυθώδεις οὖσαι καὶ ὑπὸ ποιητῶν ἀναπεπλα‐ | |
25 | σμέναι τοῖς ἄλλοις εἰσὶ τῶν Πυθαγορείων μύθοις ἀκόλουθοι. τὸ μὲν οὖν κατὰ τὸν Φαέθοντα πλάσμα πολλαχοῦ διαβεβόηται τῆς ποιήσεως, ὡς νέος ὢν καὶ τοῦ πατρὸς Ἡλίου τὸ ἅρμα διφρηλατεῖν ἐπιθυμήσας οὗτος καὶ τυχὼν τούτου νεανικώτερον ἢ σοφώτερον ἐλαύνων οὐδὲ νόῳ κατὰ τὸν ποιητὴν ἐπιβάλλων ἱμάσθλην πολὺ τοῦ κόσμου μέρος κατέφλεξεν· ὧν καὶ ἡ | |
30 | διακεκαυμένη ζώνη ἐστὶ καὶ κατὰ τοὺς Πυθαγορείους ὁ γαλαξίας ἐμφαίνων ἔτι νῦν χρῶμα τῆς ἐκεῖθεν γενομένης πυρώσεως καὶ τῶν ἐνταῦθα πεσόν‐ των ἀστέρων. ἕτεροι δὲ τῶν Πυθαγορείων πάλιν τὸν ἥλιόν φασί ποτε τοῦτον ἐκπεριιέναι κύκλον, οὐ τὸν ζῳδιακόν, ὃν νῦν δίεισιν, ἀλλὰ τὸν τοῦ γάλακτος, ὅθεν ἐκπυρωθέντα τοῦτο ποιῆσαι τὸ χρῶμα. καὶ οἶμαί γε καὶ | |
35 | τούτους ἑτέρῳ μύθῳ κατακολουθῆσαι τῷ περὶ τὸν Ἀτρέα πεπλασμένῳ, | |
ὅτι ἐστράφη ἐπ’ αὐτοῦ ἡ τοῦ ἡλίου κίνησις εἰς τοὔμπαλιν ἢ φέρεται νῦν. | 101 | |
In Mete.14,1102 | “τὸ γὰρ πτερωτὸν ἀελίου”, φησὶν Εὐριπίδης, “μετέβαλεν ἅρμα, τὰν πρὸς ἑσπέραν κέλευθον οὐρανοῦ προσαρμόσασα μονόπωλον ἐς Ἀῶ, ἑπταπόρου τε δρόμημα Πλειάδος εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει.” πρὸς μὲν οὖν τὴν προτέραν μυθολογίαν Ἀριστοτέλης οὐδ’ ἀντειπεῖν ἀξιοῖ· | |
5 | πρὸς δὲ τὴν δευτέραν σύντομον ἐπάγει τὸν ἔλεγχον ὁπωσδήποτε φυσιολο‐ γίας ἡμμένην, ὅτι δι’ ὧν φέρεται τόπων θερμὸς ὢν καὶ πυρώδης ὁ ἥλιος, δεῖ τι παθεῖν ὑπ’ αὐτοῦ τούτους. τίς οὖν ὁ ἔλεγχος; ὡς ἔδει καὶ τὸν ζῳδιακὸν κύκλον δι’ οὗ φέρεται νῦν ὁ ἥλιος, τὸ αὐτὸ πεπονθέναι πάθος καὶ τῷ γάλακτι κεχρῶσθαι ὁμοίως, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μετὰ τοῦ | |
10 | ἡλίου καὶ οἱ πέντε τῶν πλανωμένων καὶ ἡ σελήνη δι’ αὐτοῦ φέρεται. ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται πεπονθώς· καίτοι γε καθ’ ἕκαστον τῆς νυκτὸς μέρος ἡμικύκλιον ὁρῶμεν αὐτοῦ, καὶ τοιοῦτον πάθος οὐδὲν ἐν αὐτῷ θεω‐ ρεῖται γενόμενον, πλήν, φησίν, εἴ τι συνάπτει πρὸς τὸν τοῦ γάλακτος κύκλον μόριον αὐτοῦ· συνάπτει δ’ αὐτὸ κατὰ τοὺς διδύμους καὶ τὸν τοξότην. εἰ | |
15 | δὲ τοῦ ζῳδιακοῦ τὸ πάθος ἦν διὰ τὴν τοῦ ἡλίου δι’ αὐτοῦ γινομένην κίνησιν, ἔδει τὸν ὅλον κύκλον τοῦτο πεπονθέναι. τὸν μὲν οὖν κατὰ τὸν Ἀτρέα μῦθον λύουσί τινες οὕτως· ἀστρονόμος, φασίν, ὑπάρχων ὁ Ἀτρεὺς ἔδειξε τοῖς ἀνθρώποις πρῶτος ὡς ἡ τῶν πλανωμένων κίνησις τῶν ἑπτὰ τὴν ἐναντίαν φέρεται τῷ παντί, κἀντεῦθεν ὁ μῦθος πάροδον ἔσχεν ὡς διὰ | |
20 | τὸν Ἀτρέα ὁ θεὸς μετέβαλεν εἰς τοὐναντίον τὴν κίνησιν τοῦ οὐρανοῦ. οἶμαι δὲ καὶ τὸ “ἑπταπόρου δρόμημα Πλειάδος” διὰ τοὺς ἑπτὰ πλανω‐ μένους εἰρῆσθαι· αἱ γὰρ λεγόμεναι Πλειάδες ἕξ εἰσι καὶ μόναι, καθάπερ Ἄρατος εἴρηκε, καὶ τοῦτο τοῖς εἰς αὐτὰ ἀποβλέπουσι φαίνεται. ὁ δὲ τοῦ Φαέθοντος μῦθος ἵνα προσφόρως τῇ θεωρίᾳ τῶν μετεώρων αὐτὸν ἀνα‐ | |
25 | πτύξωμεν, σύστασιν αἰνίττεσθαί μοι κομήτου δοκεῖ γενομένην ποτέ, ὃν ἡλίου φασὶν εἶναι παῖδα· ἐκ γὰρ πυρώδους ὕλης ἀναθυμιωμένης ὑπὸ ἡλίου τὴν γένεσιν ἔχει· ἐπιθυμῆσαι δὲ τὸ ἅρμα τοῦ πατρὸς ἐλάσαι, διότι τὴν αὐτὴν τῷ ἡλίῳ φέρεται. ἡ δὲ ἄτακτος αὐτοῦ κίνησις καὶ τὸ μὴ ἰσοδρομῆσαι τῷ πατρὶ τὸ μὴ ἰσοταχῶς κινεῖσθαι τῷ ἡλίῳ τὸν κομήτην μηδὲ τὸ τεταγμένον | |
30 | τῆς αὐτοῦ φυλάττειν κινήσεως δηλοῖ, διὰ τὸ ὑπολείπεσθαι τοῦ ἡλίου τοὺς κομήτας καὶ τὸ ἄτακτον τῆς ὕλης τῶν ὑπὸ σελήνην, ἐν οἷς ἀδύνατον τὴν τῶν οὐρανίων εὐταξίαν φαίνεσθαι. τὸ δὲ καταφλέξαι μέρη τοῦ κόσμου τινὰ δι’ ὧν ἡ κίνησις αὐτοῦ γέγονε, σύμφωνον τοῖς περὶ κομητῶν εἰρη‐ μένοις ὅτι αὐχμῶν καὶ ἐκπυρώσεως τοῦ ὑπὸ σελήνην ἀέρος εἰσὶ τεκμήρια. | |
35 | εἰκὸς δὲ καὶ πλείονας τότε συστῆναι κομήτας καὶ διᾴττοντας καὶ φλόγας, | |
ἐξ ὧν ὁ μῦθος οὐκ ἀπιθάνως ἔσχε τὴν γένεσιν. | 102 | |
In Mete.14,1103 | p. 345a25 Οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερό‐ μενον οὐχ ὁρᾶν ἔνια τῶν ἄστρων. ὅσα μὲν οὖν ὁρᾶται ὑπ’ αὐτοῦ, τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς· κωλύεσθαι 〈γὰρ〉 παρὰ τῶν | |
5 | τοῦ ἡλίου ἀκτίνων· ὅσοις δ’ ἀντιφράττει ἡ γῆ, ὥστε μὴ ὁρᾶ‐ σθαι ὑπὸ τοῦ ἡλίου, τούτων οἰκεῖον εἶναι φῶς τὸ γάλα. Τρίτην περὶ τοῦ γάλακτος λέγει δόξαν οὕτως ἔχουσαν· ὅτε, φησίν, ὑπὸ γῆν ἐστι νύκτωρ ὁ ἥλιος, ἐπί τινα τῶν ἄστρων δηλονότι τὰ ὑπὲρ γῆν οὐκ ἀφικνεῖται τὸ φῶς αὐτοῦ, ἐπί τινα δὲ ἀφικνεῖται. ὅσων μὲν οὖν ἐφι‐ | |
10 | κνεῖται, κρύπτει ταῦτα τῷ μείζονι φωτὶ καὶ οὐχ ὁρᾶται, ὡς ἀμέλει καὶ ἐν ἡμέρᾳ πάντα τὰ ὑπὲρ γῆν ἄστρα καλύπτει, διὸ τούτων ὁρῶμεν οὐδέν· ὅσων δὲ διὰ τὴν ἀντίφραξιν τῆς γῆς μὴ ἐφικνοῦνται αὐτοῦ αἱ ἀκτῖνες, τού‐ των οὐ καλύπτει τὸ φῶς ὁ ἥλιος, καὶ τοῦτό ἐστι τὸ φῶς τὸ καλούμενον γάλα. τούτου δὲ τὸν ἔλεγχον ἐπιφέρει λέγων οὕτως· | |
15 | p. 345a31 Φανερὸν δὲ ὅτι καὶ τοῦτο ἀδύνατον. τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ. ἔδει οὖν μεθισταμένου τοῦ ἡλίου μεθίστασθαι καὶ τὸ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γινόμενον. | |
20 | Εἰ φῶς ἦν τῶν ἀστέρων, φησί, τῶν μὴ καλυπτομένων νύκτωρ ὑπὸ τοῦ ἡλίου τὸ γάλα διὰ τὸ ὑπὸ τῆς γῆς αὐτοὺς ἀντιφράττεσθαι, ἐπειδήπερ οἱ μὲν ἀπλανεῖς ἀστέρες τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχουσιν, ὁ δ’ ἥλιος κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν ἄλλοις ἄλλοτε πλησιάζει τῶν ἀστέρων καὶ ἄλλων ἀφί‐ σταται, οὔτε τοὺς αὐτοὺς ἀεὶ καλύψει τῷ ἰδίῳ φωτὶ οὔτε μὴν οἱ αὐτοὶ | |
25 | διηνεκῶς ὑπὸ τῆς γῆς ἀντιφραχθήσονται. ἡ μὲν γὰρ σκιὰ εἰς τὰ ἀντι‐ κείμενα συνίσταται τοῖς φωτίζουσιν· εἰ δὲ διὰ τὴν τοῦ ἡλίου μετάβασιν ἄλλοτε ἐπ’ ἄλλα ζῴδια γινομένην οὐκ ἀεὶ τὸ αὐτὸ τῆς γῆς φωτίζεται μέρος, πᾶσά πως ἀνάγκη καὶ τὰ σκιαζόμενα τῶν ἀπλανῶν μὴ τὰ αὐτὰ διηνεκῶς εἶναι, ἄλλοτε δ’ ἄλλα. κινουμένου γὰρ τοῦ ἡλίου πάντοτε οὐ | |
30 | τὴν μετὰ τῆς ἀπλανοῦς, ἀλλὰ καὶ τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἀνάγκη πᾶσα καὶ τὸν τῆς σκιᾶς κῶνον ἄλλον ἄλλοτε γίνεσθαι καὶ διὰ τοῦτο μὴ τὴν αὐ‐ τὴν ἀεὶ πρὸς τὰ ἀπλανῆ τῶν ἀστέρων σχέσιν λαμβάνειν, ὡς οὐδὲ αὐτὸν τὸν ἥλιον. νῦν δὲ τὸν γαλαξίαν ἀεὶ τὸν αὐτὸν ὑπὸ τοῖς αὐτοῖς ἄστροις ἀεὶ καὶ ἐν τοῖς αὐτοῖς ὄντα τόποις ὁρῶμεν, ἀλλὰ καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον | |
35 | ὁμοίως ἔχον ἀεὶ φαίνεται, καὶ ἔνθα μέν ἐστιν ἀμυδρός, οὐδέποτε [δὲ] γίνεται λαμπρότερος, οὐδὲ ἔνθα λαμπρός ἐστι, ἀμυδρότερος γίνεται, ὅπου τέ ἐστιν | |
ἁπλοῦς καὶ ὅπου τινὰς ἔχων ἀναδιπλώσεις, τοιοῦτος ἀεὶ φαίνεται, μηδεμίαν | 103 | |
In Mete.14,1104 | ἐκ τῆς τοῦ ἡλίου μεταβάσεως ἀλλοίωσιν ὑπομένων. ὁ μὲν οὖν πρῶτος τῶν ἐλέγχων τοιοῦτός ἐστιν· ἐπιφέρει δὲ καὶ ἕτερον. p. 345a36 Πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασιν, οὕτως ἔχει, καὶ τό τε τοῦ ἡλίου μέγε‐ | |
5 | θος μεῖζόν ἐστιν ἢ τὸ τῆς γῆς καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ 〈τὸ τοῦ ἡλίου〉 καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης, οὐκ ἂν πόρρω που ἀπὸ τῆς γῆς ὁ κῶνος ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας, οὐδ’ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ, | |
10 | ἀλλ’ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν, καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν. Κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν τὴν προκειμένην ὑπόθεσιν ἤλεγξε, πρῶτον μὲν τῇ ἀντιπαραστάσει χρησάμενος καὶ συγχωρήσας τινὰ τῶν ἄστρων ὑπὸ τῆς γῆς ἀντιφράττεσθαι, ὡς τοῦ κώνου τῆς σκιᾶς μέχρι τῆς | |
15 | ἀπλανοῦς κατ’ αὐτοὺς διατείνοντος καὶ εἰς αὐτὸν ἄστρων τινῶν ἐμπιπτόν‐ των, ὡς καὶ ἐπὶ τῶν σεληνιακῶν ἐκλείψεων γίνεται, τῆς σελήνης εἰς αὐτὸν τὸν κῶνον ἐμπιπτούσης καὶ διὰ τοῦτο τῶν αὐγῶν τότε τῶν ἡλιακῶν οὐ μετεχούσης· διὸ καὶ ἐκλείπειν. νυνὶ δὲ τῇ ἐνστάσει χρώμενος ἄγνοιαν τῶν ἀστρονομικῶν θεωρημάτων κατηγορεῖ τῶν οἰομένων μέχρι τῆς ἀπλανοῦς τὸ | |
20 | σκίασμα διήκειν τῆς γῆς, ὡς καί τινα τῶν ἄστρων ὑπ’ αὐτοῦ ἀντιφράττε‐ σθαι καὶ τῶν ἡλιακῶν διὰ τοῦτο μὴ μετέχειν ἀκτίνων. δείκνυται γὰρ ἐν τοῖς ἀστρονομικοῖς θεωρήμασι πρῶτον μὲν ὅτι ἑκατονταπλασίων ἐστὶ τῆς γῆς ὁ ἥλιος ἢ ἁπλῶς πολλῷ μείζων, καὶ διὰ τοῦτο κωνοειδὲς γίνεται τὸ σκίασμα τῆς γῆς. συμβαίνει γὰρ οὕτως, ὅταν ἐλάττων σφαῖρα φωτίζηται | |
25 | ὑπὸ μείζονος, τῶν ἀκτίνων τοῦ ἡλίου τῶν ὑπερεκπιπτουσῶν τὴν γῆν κατὰ μικρὸν συνιουσῶν· τοσούτῳ γὰρ προΐασιν, ἕως ἂν εἰς ἓν συνελθοῦσαι ση‐ μεῖον τὴν σκιὰν λύσωσι. διικνεῖσθαι οὖν φασι τὸν κῶνον τοῦτον μέχρι μόνης τῆς Ἑρμαϊκῆς σφαίρας καὶ ταύτην οὐχ ὑπερεκπίπτειν, ὥστε τῶν ἀνωτέρω ταύτης μηδὲν σκιάζεσθαι, πάντα δὲ τῶν ἡλιακῶν ἀεὶ μετέχειν | |
30 | αὐγῶν. καὶ τοῦτο πάλιν δείκνυται ὅτι ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς διάστημα, τοσοῦτόν ἐστιν ἑξηκοντάκις τὸ ἀπὸ τοῦ κέντρου διῆκον ἐπὶ τὴν σεληνιακὴν σφαῖραν. ὁ δὲ ἥλιος ἀπὸ τῆς γῆς διέστηκε τοσοῦτον χιλιάκις καὶ διακοσιάκις καὶ δεκάκις. ἐὰν οὖν τούτων ἀφέλῃς ἀπὸ τοῦ κέντρου μέχρι σελήνης ἑξήκοντα, περιλείπεται χίλια ἑκατὸν | |
35 | πεντήκοντα, ἅπερ ἀφέστηκεν ἀπὸ σελήνης ὁ ἥλιος. γίνεται οὖν τὸ ἀπὸ σελήνης ἐπὶ τὸν ἥλιον, ὅπερ ἦν χιλίων ἑκατὸν πεντήκοντα, τοῦ ἀπὸ τοῦ | |
κέντρου ἐπὶ τὴν σελήνην, ὅπερ ἦν ἑξήκοντα, ἔλαττον μὲν ἢ εἰκοσαπλάσιον, | 104 | |
In Mete.14,1105 | μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὁ δὲ τῆς γῆς σκιᾶς κῶνος διήκει μέχρι μόνων διακοσίων ἑξήκοντα ὀκτὼ τοσούτων διαστημάτων, ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς. ὑφαιρουμένων τοίνυν ἀπὸ τῶν χιλίων ἑκατὸν πεντήκοντα τῶν διακοσίων ἑξήκοντα ὀκτώ, τὸ λειπόμενον | |
5 | ἔσται ὀκτακόσια καὶ ὀγδοήκοντα καὶ δύο, ἅπερ διέστηκε τοῦ πέρατος τῆς ἀπὸ τῆς γῆς σκιᾶς ὁ ἥλιος. πόσον οὖν εἰκὸς εἶναι τὸ μέχρι τῆς ἀπλανοῦς ἄλλαις τρισὶ μεσολαβουμένης σφαίραις, τῇ τε Ἄρεος καλουμένῃ καὶ τῇ Διὸς καὶ τῇ τοῦ Κρόνου, ὅπερ οὐδὲ λογίσασθαι διὰ τὴν ἄφατον ὑπερβολὴν αἱ ἀστρολογικαὶ δεδύνηνται μέθοδοι; οὐδὲν οὖν τῶν μετὰ τὴν Ἑρμαϊκὴν σκιά‐ | |
10 | ζεται παντελῶς. πολλῷ οὖν μᾶλλον ἡ ἀπλανὴς τούτου κεχώρισται, ἀλλὰ πᾶσαι διὰ παντὸς τῶν ἡλιακῶν ἀκτίνων μετέχουσι. πάντα γάρ, φησί, τὰ ἄστρα ὁ ἥλιος ἐξ ἀνάγκης περιορᾷ, καὶ οὐδὲν αὐτὸν ἀποκέκρυπται· ὥστε οἱ λέγοντες ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς τῶν ἀπλανῶν τινας εὐήθεις εἰσὶ καὶ τῶν ἀστρονομικῶν μεθόδων παντάπασιν ἀνεννόητοι. | |
15 | p. 345b9 Ἔτι δ’ ἐστὶ τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσι γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. ἀδύνατον δὲ καὶ τοῦτο. εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἅπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ ἂν | |
20 | φαίνοιτο μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρε‐ μοῦν, πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδὲ ἐν τῷ αὐτῷ 〈ἀεὶ〉 δια‐ στήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου, καὶ τὰ ἑξῆς. | |
25 | Ἄλλοι, φησίν, ἀνάκλασιν εἶναι λέγουσι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, καὶ τὸ μὲν ἀνακλώμενον εἶναι τὰς ὄψεις ἡμῶν, τὸ δ’ ἐφ’ ὃ γίνεται ἡ ἀνάκλασις τὸν ἥλιον· τὸ δ’ ἀφ’ οὗ ἡ ἀνάκλασις ὅτι μὲν ὁ γαλαξίας κύκλος ἐστί, πρόδηλον, τί δὲ λέγουσι τὸ τῷ χρώματι τούτῳ ὑπο‐ κείμενον, οὐκ εἶπεν ὁ Ἀλέξανδρος. ποτὲ μὲν ἀναθυμίασιν εἶναι τοῦτό φησι, | |
30 | λέγων οὕτως “τρίτην δέ φησι δόξαν εἶναι περὶ τοῦ γάλακτος τὴν λέγουσαν ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως ἀπό τινος ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον ἔνοπτρον γενόμενον”. καίτοι γε ἐπὶ πάντων τὸ ἀφ’ οὗ ἀνα‐ | |
κλῶνται αἱ ὄψεις ἔνοπτρόν ἐστιν, οὐ τὸ ἐφ’ ὃ ἀνακλώμεναι φέρονται, λέγω | 105 | |
In Mete.14,1106 | δὴ τὸ ὁρώμενον καὶ ἐν τῷ ἐνόπτρῳ τὴν ἑαυτοῦ φαντασίαν παρέχον. εἰ οὖν τὸ χρῶμα τοῦ ἡλίου ἐστὶ τὸ ἐν τῷ ἐνόπτρῳ, τουτέστι τῇ ἀναθυμιάσει, φαινόμενον καὶ τὸ γάλα ποιοῦν, οὐκ ἔστιν ἄρα τὸ ἔνοπτρον ὁ ἥλιος, ἀλλὰ τὸ ὁρώμενον. πάλιν δὲ περὶ τὸ πέρας τῶν ἐλέγχων τῆς ὑποθέσεως ταύ‐ | |
5 | της ὁ Ἀλέξανδρος τοὺς ἀπλανεῖς ἀστέρας εἶναί φησι τὸ ἔνοπτρον, ὅσοι περὶ τὸν γαλαξίαν εἰσίν, οὕτω λέγων “τὰ δ’ ἄστρα 〈τὰ〉 ἐν τῷ τοῦ γάλακτος κύκλῳ ὄντα κινεῖται, ἅπερ ὡς κάτοπτρον λαμβάνουσι, κινεῖται δὲ καὶ ὁ ἥλιος, ὃν ὁρᾶσθαι λέγουσιν ἐν τῷ τοῦ γάλακτος κύκλῳ ἐπ’ αὐτὸν γινο‐ μένης τῆς ἀνακλάσεως”. καὶ ὁ ἡμέτερος δὲ διδάσκαλος Ἀμμώνιος Ἑρμείου | |
10 | οὕτως ἐξείληφε· καὶ γὰρ ἐπὶ τῆς σελήνης ἐξ ἡλίου δεχομένης τὸ φῶς οὐκ οἰκεῖον αὐτῆς ἐστι τὸ ὁρώμενον, ἀλλ’ ἐν αὐτῇ ὡς ἐν ἐσόπτρῳ τὸ τοῦ ἡλίου φαντάζεται φῶς· ἐν γὰρ ταῖς ἐκλείψεσιν αὐτῆς τὸ οἰκεῖον αὐτῆς φῶς ἀνθρακοειδὲς φαίνεται. ταύτην δὲ τετάρτην οὖσαν ὑπόθεσιν, τρίτην Ἀρι‐ στοτέλης ἔθηκεν, ἤτοι τὰς δύο τὰς πρώτας ὡς τῶν Πυθαγορείων οὔσας | |
15 | εἰς μίαν συνάγων, ἢ ὅτι μηδ’ ἀντιλογίας τὴν προτέραν ἠξίωσεν· εἰκότως οὖν τὰς λοιπὰς ἠρίθμησε τρεῖς. ἔστι δὲ πρὸς τὴν ὑπόθεσιν ταύτην προ‐ χείρως εἰπεῖν ὡς οἱ περὶ τὸν γαλαξίαν ἀστέρες οὐκ ἔνοπτρόν εἰσιν, ἀλλ’ οὐδ’ ὁ ἥλιος, οὐδ’ ἐν αὐτοῖς τὸ τοῦ γαλαξίου φαίνεται χρῶμα· διακεκρι‐ μένοι γὰρ τοῦ γάλακτος προφανῶς ὑπάρχουσιν. καὶ ὁ Ἀριστοτέλης δὲ ὡς | |
20 | πρὸς ἔνοπτρον τοὺς ἀστέρας ὑποτιθεμένους τὸν ἔλεγχον πεποίηται τῆς προ‐ κειμένης ὑποθέσεως, ἀδύνατον εἶναι λέγων καὶ ταύτην τὴν ὑπόθεσιν. τῶν γὰρ κατὰ ἀνάκλασιν ὁρωμένων εἰ διηνεκῶς τὰ αὐτὰ φαίνοιτο εἴδωλα μὴ μετατιθέμενα παντελῶς, δεῖ καὶ τὰ αἴτια τούτων εἶναι πάντα ἀκίνητα, λέγω δὴ τό τε ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον, ἐξ οὗ ἡ ὄψις ἀνα‐ | |
25 | κλωμένη ἐπὶ τὸ ὁρατὸν φέρεται. εἰ δέ τι τούτων μετακινηθείη ἢ καί τινα ἢ καὶ ἅμα, καὶ τὸ εἴδωλον εὐθὺς ἄλλοτε ἄλλῳ μέρει τοῦ ἐνόπτρου μετα‐ κινούμενον φαίνεται. εἰ δὲ ἰσοταχῶς πάντα κινεῖται 〈καὶ〉 τὴν αὐτὴν πρὸς ἄλληλα σχέσιν φυλάσσοντα μένει, πάλιν ὁμοίως ἡ ἔμφασις γίνεται. καὶ εἰ μὲν πορρωτέρω τοῦ κατόπτρου τὸ ὁρατὸν χωροίη κατὰ μίαν διισταμένου | |
30 | κάθετον, ἐν τῷ βάθει τοῦ κατόπτρου τὸ εἴδωλον φαίνεται· εἰ δὲ πλησι‐ έστερον γένοιτο, μᾶλλον ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τοῦ κατόπτρου δόξει τὸ εἴδωλον. καὶ τούτων ἡ πεῖρα πρόχειρος ἅπασι. τούτων οὖν οὕτως ἀλη‐ θείας ἐχομένων μετέλθωμεν ἐπὶ τὸ προκείμενον. ἡ μὲν γὰρ ὄψις ἡμῶν σχεδόν ἐστιν ἀκίνητος· κέντρου γὰρ ἡ γῆ πᾶσα καὶ σημείου λόγον ἔχει, ἐφ’ | |
35 | ἧς ἑστήκαμεν, ὡς πρὸς τὴν ἀπλανῆ, ὑφ’ ἧς τὰ οὐράνια κυκλοφορεῖται. ἴσον δὲ τοῦ κέντρου τὰ πέριξ ἀφέστηκεν ἅπαντα· ἴσον ἄρα καὶ τῆς ἡμε‐ τέρας ἀφέστηκεν ὄψεως τὰ ἄστρα. οὔτε δὲ τὸ ἔνοπτρον οἱ ἀστέρες οὔτε τὸ ὁρώμενον ὁ ἥλιος, ἐφ’ ὃν ἡ ἀνάκλασις, ἀκίνητοι μένουσιν, οὐδὲ τὴν αὐτὴν | |
οἱ ἀστέρες ἀεὶ πρὸς τὸν ἥλιον σχέσιν φυλάσσουσιν, εἰ καὶ πρὸς ἡμᾶς | 106 | |
In Mete.14,1107 | ὁμοίως ἔχουσιν. οὐκοῦν οὐδ’ ὁ γαλαξίας ἡμῖν ὁμοίως ἔχων ἐφαίνετο ἂν καὶ ἐν τῷ αὐτῷ τόπῳ μένων ἀκίνητος, συνεκινεῖτο δὲ τῷ τε ἐσόπτρῳ καὶ τῷ ὁρωμένῳ. νῦν δὲ τοὐναντίον ἅπαν οὐδεμίαν περὶ αὐτὸν μεταβολὴν γινομένην ὁρῶμεν, οὐ κατὰ τόπον, οὐ κατὰ ποσόν, οὐ κατὰ ποιόν, οὐκ | |
5 | ἄλλην οὐδεμίαν ἔχων ὁρᾶται ἀλλοιοτέραν διάθεσιν· οὐδ’ ἄρα ἐξ ἀνακλά‐ σεως τῶν ὄψεων ἔσχε τὸ γάλα τὴν ὕπαρξιν. p. 345b15 Εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν | |
10 | αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου. Κινεῖ μὲν τὸ ἔνοπτρον, οἷον τοὺς ἀπλανεῖς, καὶ τὸ ὁρώμενον, λέγω τὸν ἥλιον, οὐκ ἰσοταχῶς οὐδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι· πρὸς δὲ τὸ ὁρῶν, τουτέστιν ἡμᾶς, τὴν αὐτὴν ἀπόστασιν ἔχον τίθησι τούτων ἑκάτερον, τούς τε ἀπλανεῖς καὶ τὸν ἥλιον, οὐκ ἰσοταχῶς δὲ κινεῖσθαί φησιν αὐτοὺς | |
15 | τὴν κίνησιν, ἣν ἕκαστος καθ’ αὑτὸν κινεῖται. ταχύτερος γὰρ τῶν ἄλλων ὁ ἥλιος τὴν ἰδίαν· ἀνάγκη οὖν διὰ τὴν ἰδίαν κίνησιν ὑπολείπεσθαι τὸν ἥλιον τῶν ἀπλανῶν καὶ ἄλλοτε ἄλλοις ἐν τόποις εἶναι παρ’ ἐκείνους· διόπερ οὔτε τὴν αὐτὴν ἀπόστασιν ἑκάστῳ τούτων ἀεὶ ἔχει οὔτ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένει τόπῳ. οὐκοῦν ἀλλήλων μὲν οὐκ ἴσην διεστήκασιν ὁ ἥλιος καὶ | |
20 | οἱ ἀπλανεῖς, τῶν δὲ ὁρώντων ἡμῶν διὰ τὸ εἶναι ἡμᾶς ἐν τῷ τοῦ παντὸς κέντρῳ τῇ γῇ τὸ ἴσον ἀπέχουσιν ἀμφότεροι διάστημα. τοῦτο δ’ αὐτὸ δεικνὺς ἐπήγαγεν· p. 345b22 Ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δ’ ἕωθεν, τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ. | |
25 | καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις. Ὅτι οὐκ ἰσοταχῶς οἱ ἀπλανεῖς τῷ ἡλίῳ κινοῦνται δι’ ἑνὸς τῶν ἀπλανῶν δείκνυσι τοῦ δελφῖνος· οὗτος γὰρ ποτὲ μὲν μεσονυκτίου ἀνατέλλει, τοῦ ἡλίου δηλονότι τὸ ὑπὸ γῆν ἔχοντος μεσουράνημα, ποτὲ δ’ ἕωθεν, ἐπ‐ | |
30 | ανατέλλοντος εὐθὺς αὐτῷ δηλονότι τοῦ ἡλίου· ἄλλοτε δύνοντος ἡλίου ἐκεῖνος ἀνατέλλει τὴν μεγίστην αὐτοῦ διεστηκὼς τὴν ὅλην τοῦ παντὸς διάμετρον. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ ἑκάστου γίνεται τῶν ἀπλανῶν. δῆλον οὖν ἐκ τούτων ὅτι μὴ ἰσοταχῶς τὰ ἀπλανῆ τῷ ἡλίῳ κινεῖται· εἰ γὰρ τοῦτο ἦν, καθ’ ἕνα καιρὸν ἀνέτελλεν ἀεὶ τῶν ἀπλανῶν ἕκαστος, μεσονυκτίου τυχὸν ἢ | |
35 | ἕωθεν ἢ δυομένου ἡλίου ἢ ὁπωσοῦν ἄλλως· εἰ δὲ διαφόρους τὰς ἀπὸ τοῦ ἡλίου ποιοῦνται διαστάσεις καὶ τοὺς πλησιασμούς, ἀνώμαλος ἄρα πρὸς τὸν ἥλιον ἡ τῶν ἀπλανῶν ἐστι κίνησις. ἀλλ’ ὅμως ἐν ἑκάστῳ καιρῷ τὸ γάλα | |
διαφορὰν οὐδεμίαν ἔχον οὐδέποτε πρὸς ἑαυτὸ φαίνεται, ἣν πάντως εἶχεν | 107 | |
In Mete.14,1108 | ἄν, εἴπερ ἦν ἔμφασις. εἰ οὖν οὐκ ἔστιν ἔμφασις, πάθος ἄρα ἐστὶ τὸ γάλα τῶν τόπων ἐκείνων, ἐν οἷς ὑπάρχον ὁρᾶται. p. 345b25 Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι | |
5 | πρὸς τὸν ἥλιον πῶς δυνατόν; Ἔσχατος ἔλεγχος καὶ λίαν ἐναργὴς οὗτος τῶν ἔμφασιν εἶναι τὸ γάλα λεγόντων καὶ μὴ πάθος αὐτὸ καθ’ ὕπαρξιν ἰδίαν τοῦ ὑποκειμένου σώματος. νύκτωρ γὰρ ἀποβλέψαντες εἰς ὕδωρ τὸν γαλαξίαν τεθεωρήκαμεν ἐν αὐτῷ, μᾶλλον δὲ ἔμφασιν αὐτοῦ καὶ εἴδωλον, ὡς καὶ ἄλλους ἀστέρας οὕτω τεθεά‐ | |
10 | μεθα, τῶν ὄψεων ἡμῶν ἐκ τοῦ ὕδατος ἐπ’ αὐτοὺς ἀνακλωμένων. ἄλογον γὰρ καὶ ἀδύνατον τὸ λέγειν ἢ ἐπὶ τὸν ἥλιον ἐκ τοῦ ὕδατος ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, ἢ πρῶτον μὲν ἐπὶ τὰ ἄστρα, πάλιν δὲ ἐξ αὐτῶν ἄλλην ἐπὶ τὸν ἥλιον ἀνάκλασιν γίνεσθαι. ἐξησθένουν γὰρ ἂν οὕτως αἱ ὄψεις τῷ τε μεγέθει τῶν διαστημάτων καὶ τῷ ποσῷ τῶν ἀνακλάσεων, μᾶλλον δὲ οὐδὲ | |
15 | χωρεῖν ἐπ’ αὐτὸν ἠδύναντο, καὶ μάλιστα εἰ ὑπὸ γῆν μεσουρανοίη. δῆλον οὖν ὡς οὐκ ἔστιν ἔμφασις ἀλλ’ ὑπόστασις. ὅθεν ὡς ἐπὶ τοὺς ἄλλους ἀστέρας ἐκ τοῦ ὕδατος, οὕτω καὶ ἐπὶ τὸν γαλαξίαν ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις τὴν ἔμφασιν αὐτοῦ καὶ τὸ εἴδωλον βλέπουσιν ἐν τῷ ὕδατι. οὕτω τὰς περὶ τοῦ γάλακτος ὑποθέσεις τῶν προγενεστέρων ἐλέγξας τὴν οἰκείαν αὐτὸς | |
20 | ἐκτίθεται. p. 345b31 Ἡμεῖς δὲ λέγομεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγο‐ μένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τὴν τοιαύτην σύστασιν, οἵαν καὶ τοὺς | |
25 | κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον δὴ δεῖ νοῆσαι γινόμενον ὅπερ ἐπ’ ἐκείνων, ὅταν μὴ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων· τότε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρα‐ κολουθεῖν αὐτῶν τῇ φορᾷ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγ‐ | |
30 | κρισιν, ἀφ’ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ. Τὴν ἑαυτοῦ δόξαν ἐντεῦθεν περὶ τοῦ γαλαξίου διδάξαι βουλόμενος ἀνα‐ λαμβάνει πάλιν τὰ περὶ τῆς καπνώδους ἀναθυμιάσεως εἰρημένα πρότερον, ὅτι τοῦ λεγομένου ἀέρος διήκοντος ἀπὸ γῆς μέχρι τῆς κοίλης ἐπιφανείας | |
35 | τῆς σεληνιακῆς σφαίρας (ἀέρα γὰρ ἡ συνήθεια τὸ ὅλον τοῦτο καλεῖ) τὸ | |
ἔσχατον αὐτοῦ καὶ πρὸς αὐτῇ τῇ σελήνῃ ξηρόν ἐστι καὶ θερμὸν καὶ πρὸς | 108 | |
In Mete.14,1109 | ἔξαψιν ἐπιτήδειον, διὸ καὶ ὑπέκκαυμα προσηγόρευται. ἐκ τούτου δὲ τῆς κύκλῳ τῶν οὐρανίων κινήσεως ἀποκρινούσης συστάσεις τινὰς τὸ παχύτερον ἐξ αὐτῶν τῆς κινήσεως ἐπὶ πλέον θερμαινόμενον καὶ ταύτῃ χρωννύμενον κόμη τις γίνεται. ἢ οὖν τοῦτό φησι τὸ ἀποκρίνεσθαι τοῦ ἀέρος τοιαύτην | |
5 | σύστασιν, ἢ ὅτι συναναφερομένων τῶν δύο ἀναθυμιάσεων συμβαίνει τῇ κινήσει τοῦ ἀέρος διακρίνεσθαι τὴν ἀτμιδώδη, καὶ λοιπὸν τὴν θερμὴν καὶ ξηρὰν μετεωριζομένην ὕλην τῶν κομητῶν καὶ τοῦ γαλαξίου γίνεσθαι. τῶν δὲ κομητῶν τοὺς μὲν καθ’ ἑαυτοὺς ἀστέρος χωρὶς ἔφαμεν συνίστασθαι, τοὺς δὲ καὶ ὑπό τινας τῶν ἀπλανῶν ἑλκόντων τὴν τοιαύτην ὕλην ἐφ’ ἑαυ‐ | |
10 | τούς, ἐξ ἧς τὴν κόμην ἴσχουσιν ἐπὶ τοσοῦτον διαμένουσαν, ἐφ’ ὅσον τε διαρκοῦσι διὰ παχύτητα τὴν φλόγα στέγειν, καὶ ἐφ’ ὅσον αὐτοῖς κάτωθεν ἡ χορηγία τῆς τοιαύτης ἀναθυμιάσεως προστίθεται. ὅπερ οὖν ἐπὶ τῶν καθ’ ἕκαστον ἀπλανῶν γίνεται τῆς κόμης συνισταμένης ὑπ’ αὐτοὺς καθ’ ὃν ὑπεθέμεθα τρόπον, οὕτως ἀναγκαῖον καὶ ἐπὶ πολλῶν ἀστέρων ἅμα τὸ | |
15 | αὐτὸ συμβαίνειν, καὶ περὶ κύκλον ὅλον ἀστέρων τὴν κόμην συνίστασθαι, ὅπερ ἐστὶν ὁ γαλαξίας. μεγάλη τις οὖν οὗτός ἐστι κόμη πολλοὺς ἀστέρας ὑποτρέχουσα. ὥσπερ γάρ, φησίν, ἐκ τῆς ὑποτρεχούσης τὸν ἥλιον ἢ τὴν σελήνην ἀχλύος ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις ἐπ’ αὐτοὺς τὴν ἔμφασιν τῆς ἅλω ποιοῦσιν, οὕτω καὶ ἡ εἰρημένη σύστασις ξηρὰ καὶ θερμὴ κύκλον ὅλον | |
20 | ἀστέρων ὑποδραμοῦσα τὸν γαλαξίαν ἐποίησεν, πλὴν οὐκ ἔμφασιν ὡς τὴν ἅλω, ἀλλ’ ὑπόστασιν τοιούτου χρώματος, ὡς ἐδείξαμεν. καὶ ἐπειδὴ συμ‐ περιάγεται τῷ κύκλῳ κινουμένῳ τὸ ὑπέκκαυμα, εἰκότως καὶ ὁ γαλαξίας πάθος ὢν τοῦ ὑπεκκαύματος συγκινεῖται τῷ παντί, ἐπεὶ καὶ ἡ κατὰ ἀστέρα γινομένη κόμη συμπεριφερομένη τῷ ἀστέρι κόμη τούτου εἶναι δοκεῖ. ταὐτὸ | |
25 | δὲ καὶ ἐπὶ τῆς ἅλω γίνεται· ὅταν 〈γὰρ〉 ὁ ἀὴρ ὑποκείμενος ἡλίῳ καὶ σελήνῃ τοιαύτης εἴη κράσεως ὅλος, ὡς ἐκ παντὸς μορίου δύνασθαι τὴν ἀνάκλασιν τῶν ὄψεων γίνεσθαι, διὰ τὸ συνεχὲς τῆς ἀνακλάσεως μία τις ἅλως εἶναι δοκεῖ καὶ τῷ ἡλίῳ συμπεριάγεσθαι. ἐπιστῆσαι δὲ τῇ λέξει τοῦ Ἀριστο‐ τέλους ἐν τούτοις εὔλογον, ἐν οἷς φησιν ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ | |
30 | τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων, ἐνδεδεμένους λέγων τοὺς ἀπλα‐ νεῖς. οὐδὲ γὰρ Ἀριστοτέλης κατὰ τὸν Πτολεμαῖον καὶ αὐτοὺς τοὺς ἀστέρας περὶ τὸ ἴδιον κέντρον κυκλοφορεῖσθαι βούλεται, ἀλλὰ ταῖς ἰδίαις ἐνδεδεμένους σφαίραις παντελῶς ἀκινητεῖν καθ’ αὑτούς. τοῦτο γὰρ αὐτὸ καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ πραγματείας γέγραφεν οὕτως “ἐπεὶ | |
35 | τοίνυν οὔτ’ ἀμφότερα κινεῖσθαι εὔλογον οὔτε τὸ ἄστρον μόνον, λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα μένειν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι”. εἰ οὖν τοὺς ἀπλανεῖς ἐνδεδέσθαι καὶ μένειν ἐν ταῖς ἰδίαις βούλεται σφαίραις ὑπ’ αὐτῶν φερομένους, πῶς τοῖς ἐνδεδεμένοις | |
τοὺς πλανωμένους ἀντιδιέστειλεν, ὡς αὐτῶν μὴ ἐνδεδεμένων ἐν ταῖς ἑαυ‐ | 109 | |
In Mete.14,1110 | τῶν σφαίραις, ἀλλὰ καθ’ αὑτοὺς κινουμένων; ἀδύνατον γὰρ ἀμφότερα εἴρηκε κινεῖσθαι, καὶ τοὺς κύκλους καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας. εἰ οὖν καὶ τῶν πλανωμένων αἱ σφαῖραι κινοῦνται, ἀνάγκη καὶ αὐτοὺς ἐνδεδέσθαι ταύταις καὶ ὑπ’ αὐτῶν φέρεσθαι μὴ κινουμένους ἰδίαν κίνησιν. τούτου δ’ | |
5 | οὕτως ἔχοντος, οὐκ εὐλόγως τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδι‐ έστειλε, καὶ αὐτῶν ταῖς ἰδίαις σφαίραις ὁμοίως ἐνδεδεμένων. p. 346a6 Ὃ δὴ καθ’ ἕνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν ἄλλων | |
10 | ἁπάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν. Οὐρανὸν ἐνταῦθα, φησὶν ὁ Ἀλέξανδρος, τὴν ἀπλανῆ σφαῖραν Ἀρι‐ στοτέλης ὠνόμασε· τοῦτο γάρ, φησίν, ἐδήλωσεν εἰπὼν καὶ τὴν ἄνω φορὰν ἅπασαν· ἐγὼ δὲ τὴν προσθήκην οἶμαι πᾶσαν δηλοῦν τὴν κυκλοφορουμένην οὐσίαν, λέγω τὴν ὅλην ὀκτάσφαιρον ἢ ἐννεάσφαιρον, ὡς Πτολεμαίῳ δοκεῖ. | |
15 | τὸ γὰρ ἅπασαν εἰπεῖν τὴν ἄνω φορὰν τούτου μᾶλλον ὑπάρχει δηλωτικόν, καὶ προσέτι τὸ πρὸ τούτων εἰρημένον “ἀλλ’ ὑπό τινος τῶν ἀστέρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων” πᾶσαν ἐκείνην τὴν οὐσίαν συμπεριείληφεν· οὐ γὰρ τοὺς ἀπλανεῖς, ἀλλὰ καὶ τοὺς πλανωμένους ἕλκειν τοιαύτην ἀνα‐ θυμίασιν βούλεται. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον καλεῖν | |
20 | ἔθος, ὡς καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”, καὶ τὴν Περὶ οὐρανοῦ πραγματείαν οὕτως Ἀριστοτέλης ὠνόμασε περὶ τοῦ κόσμου παντὸς διαλαμβάνουσαν· καὶ ἰδικώτερον πάλιν οὐρανὸν τὸ ὀκτάσφαιρον ὁμοῦ ἢ ἐννεάσφαιρον καλοῦσι, καὶ πρὸς τούτοις ἰδικώτατα μόνην τὴν ἀπλανῆ. τὸ οὖν ἐντεῦθεν συναγόμενόν ἐστιν ὅτι τὸ περὶ ἕνα γινόμενον ἀστέρα πάθος, | |
25 | τουτέστι τὸ ἕλκειν εἰς ἑαυτὸν τὴν εἰρημένην ἀναθυμίασιν καὶ δι’ αὐτὴν γίνεσθαι κομήτην, εὔλογον καὶ περὶ πάντα συμβαίνειν καὶ μίαν κόμην ὅλῳ περικεῖσθαι κύκλῳ, ἑκάστου ἀστέρος τὴν ὑποκειμένην ὕλην ἐπισπωμένου, καὶ διὰ τὴν συνέχειαν τῆς ἀναθυμιάσεως μίαν κόμην γίνεσθαι πᾶσιν, ἣν γαλαξίαν διὰ τὸ χρῶμα προσαγορεύομεν. εἰ γὰρ ἡ ἑνὸς ἀστέρος κίνησις | |
30 | ἐκριπίζει καὶ ἀνάπτει τοιαύτην ὕλην, πόσῳ μᾶλλον πολλοὺς ἅμα δύνασθαι τοῦτο ποιεῖν ἀστέρας; p. 346a10 Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα, καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων. Καὶ τοῦτο τεκμήριον ποιεῖται τοῦ κομήτην εἶναι τὸν γαλαξίαν ἐκ τῆς | |
35 | ἀναθυμιάσεως τῆς εἰρημένης ὡς ἐξ ὑλικοῦ αἰτίου γενόμενον· καθ’ ὃν γὰρ | |
τόπον αὐτοῦ μέγιστά τέ ἐστιν ἄστρα καὶ πυκνότατα, κατὰ τοῦτον μάλιστα | 110 | |
In Mete.14,1111 | πολὺ τὸ γάλα καὶ λαμπρότατον φαίνεται, καὶ ὁ τούτου κύκλος ἐπαναδι‐ πλοῦται· διὰ γὰρ τὴν ἀπὸ τῶν ἀστέρων θερμασίαν ἀναθυμίασις ἐκεῖ πολλὴ ἀθροίζεται, ἐξ ἧς οἱ κομῆται συνεστᾶσιν. ἐν ᾧ δὲ μήτε μεγάλα ἐστὶν ἄστρα μήτε πολλὰ καὶ πυκνά, ἐν τούτῳ καὶ τὸ φῶς ἔλαττον καὶ ἀμυδρό‐ | |
5 | τερον, καὶ διπλόην ὁ κύκλος οὐδεμίαν ἔχει. p. 346a11 Ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν, διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν. ἔτι δὲ οὔτε περὶ τὸν ἥλιον οὔτε περὶ τὴν σελήνην γίνεται κόμη· θᾶττον γὰρ | |
10 | διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν. Ἐπειδὴ περὶ τοῦ γάλακτος πρὸ τούτων ἔλεγεν “ὃ δὴ καθ’ ἕνα τῶν ἀστέρων συμβαίνει, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν”, ἕνα δὲ καὶ μόνον ὁ γαλαξίας κύκλον ἀποτελεῖ, ὅπερ ἄν τις ἠπόρησε, τοῦτο λύει νῦν· διὰ τί γὰρ ἐν ἑκάστῳ μέρει τοῦ | |
15 | οὐρανοῦ, ἐν ᾧ λαμπρὰ συνέστηκεν ἄστρα, μὴ γίνεται γαλαξίας. λέγει οὖν ὡς ἐν τῷ ζῳδιακῷ, ἐν ᾧ τῶν ἀστέρων οἱ πλανώμενοι κινοῦνται σελήνη τε καὶ ἥλιος, οὐ δυνατὸν συστῆναι κόμην ἢ γάλα· ἡ γὰρ πολλὴ θερμασία λεπτύνει τὴν ὕλην καὶ διαφορεῖ παντελῶς. εἴρηται γὰρ ὡς καὶ πάχους συμμέτρου δεῖ τῆς ὕλης πρὸς ἔξαψιν· οὔτε γὰρ ἡ ἄγαν λεπτὴ οὔτε ἡ λίαν | |
20 | παχυτάτη πρὸς ἔξαψίν ἐστιν ἐπιτήδειος. ἡ μὲν γὰρ πρὶν ἐξαφθῆναι κατα‐ δαπανᾶται, τῆς δὲ οὐκ ἐφικνεῖται τὸ ποιοῦν. τεκμήριον δὲ τούτου τὸ μηδὲ περὶ τὸν ἥλιον μηδὲ περὶ τὴν σελήνην κόμην συνίστασθαι. εὐλόγως οὖν οὐδὲ ὑπὸ τὸν κύκλον ἐν ᾧ οὗτοι κινοῦνται. p. 346a16 Οὗτος δ’ ὁ κύκλος, ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσι, | |
25 | μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶ τῶν τε μεγίστων καὶ λαμπροτάτων, ἔτι καὶ τῶν σποράδων καλουμένων (τοῦτο δ’ ἐστὶ καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροί‐ | |
30 | ζεσθαι τὴν σύγκρισιν. Διὰ τί μὲν ὑπὸ τὸν ζῳδιακὸν τὸ γάλα μὴ γίνεται, δέδειχεν ἤδη, τίνος δὲ χάριν ἐν τούτῳ συνίσταται, διδάσκει νῦν· ὅτι τε μέγιστος, φησίν, οὗτος ὁ κύκλος ἐστὶ τὴν σφαῖραν διχοτομῶν, καὶ ὅτι τοὺς τροπικοὺς ὑπερ‐ βάλλει πολύ, τουτέστιν ἔξω τούτων πέπτωκε, κἀντεῦθεν οὐ ταὐτὸ τῷ | |
35 | ζῳδιακῷ πάσχει πάθος. τῷ γὰρ μηδένα τῶν πλανωμένων δι’ αὐτοῦ φέρε‐ | |
σθαι μήτε τὸν ἥλιον μήτε τὴν σελήνην ἡ ἐκεῖ φερομένη ἀναθυμίασις οὐ | 111 | |
In Mete.14,1112 | διαλύεται. καὶ πρὸς τούτῳ πλήρης ἐστὶν ἄστρων μεγίστων τε καὶ λαμπρο‐ τάτων, ὡς πολλὴν μὲν ἐξ αὐτῶν ἀναθυμίασιν ἕλκεσθαι, μὴ παντελῶς δὲ διαφορεῖσθαι ταύτην. οὐ γὰρ οὕτως ὑπερβάλλει τὸ θερμὸν ἐν τούτοις ὡς ἐν τῷ ζῳδιακῷ, διὸ καὶ ἡ ὑπὸ τοῦτον ζώνη τῆς γῆς διακέκαυται καὶ ἀοί‐ | |
5 | κητός ἐστι. ταῦτα μὲν οὖν πιθανὰ λίαν· τί δὲ πρὸς τοῦτο λυσιτελεῖ καὶ τὸ μέγιστον εἶναι τὸν τοῦ γάλακτος κύκλον; τηλικοῦτος γάρ ἐστι καὶ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ πᾶς διχοτομῶν τὴν σφαῖραν. φημὶ τοίνυν ὡς τὰ ἐπὶ τῶν μεγίστων κύκλων ἄστρα φερόμενα θᾶττον κινεῖται συμπερι‐ αγόμενα τούτοις ἤπερ τὰ ἐν σμικροῖς ὄντα κύκλοις. μιᾶς γὰρ οὔσης τοῦ | |
10 | παντὸς οὐρανοῦ τῆς περιφορᾶς, καὶ ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐν αὐτῷ κύκλων πάντων ἅμα ἀποκαθισταμένων μειζόνων τε καὶ ἐλαττόνων, ἀνάγκη πᾶσα τοὺς μείζονας κύκλους θᾶττον κινεῖσθαι τῶν ἐλαττόνων, καὶ ὅσον ὑπερβάλλουσι τῷ μεγέθει, τοσοῦτον καὶ ἡ ταχυτὴς αὐτῶν τῆς κινήσεως αὔξεται, ἵν’ οὕτως ἅμα πάντων ἡ ἀποκατάστασις γένηται. τοῦτο δὲ καὶ | |
15 | Ἄρατος περὶ τῶν ἄστρων τῶν ἐν τῷ ἰσημερινῷ κειμένων εἴρηκε μεγίστῳ ὄντι· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου. τουτέστιν οὐχ ὑπολείπεται ὁ κριὸς διὰ τὸ μέγεθος τοῦ ἰδίου κύκλου ἐν τῇ | |
20 | ἀποκαταστάσει τῆς τοῦ παντὸς κινήσεως τῆς ἐν τῷ ἐλαχίστῳ κύκλῳ κει‐ μένης κυνοσούρας, ἀλλ’ ἰσοχρόνως ἀποκαθίστανται. τοῦτο δὲ διὰ τὸ τάχος τῆς κινήσεως τοῦ κριοῦ δηλονότι γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, ἡ δὲ θερμότης ἕλκει τὴν ἀναθυμίασιν, καὶ ἡ ταχυτέρα κίνησις δηλονότι μᾶλλον θερμαίνει, ἡ δὲ μείζων θερμασία πλείονα ποιεῖ ἀναθυμίασιν. ὅταν δὲ εἴπω | |
25 | τοὺς ἐν τοῖς μείζοσι κύκλοις ἀστέρας θᾶττον κινεῖσθαι τῶν ἐν τοῖς ἐλάτ‐ τοσι, τοὺς κύκλους οἷς συμπεριάγονται λέγω. οἱ γὰρ ἐπὶ τοῦ ζῳδιακοῦ κείμενοι ἀστέρες οὐ πάντων τῶν ἄλλων ταχύτερον κινοῦνται (καίτοι μέγιστός ἐστιν οὗτος ὁ κύκλος), διότι μὴ διὰ τούτου μέσου πάντων τούτων ἡ κίνησις. οἱ γοῦν τοῖς σημείοις τοῖς τροπικοῖς πλησιάζοντες, ὅ τε καρκίνος καὶ ὁ αἰγό‐ | |
30 | κερως τῶν ἄλλων εἰσὶ πάντων βραδύτεροι τῶν ὅσοι τοῦ ἰσημερινοῦ τυγχά‐ νουσιν ὄντες πλησιέστεροι· ἐπὶ μειζόνων γὰρ παραλλήλων οὗτοι κινοῦνται, οἱ δὲ ἐν τοῖς τροπικοῖς σημείοις ἐπ’ ἐλαττόνων. εἰπὼν δὲ ὡς ὁ τοῦ γαλαξίου τόπος τῶν μεγίστων ἄστρων πλήρης ἐστὶ καὶ λαμπροτάτων, ἐπήγαγεν ἔτι καὶ τῶν σποράδων καλουμένων, ὡς ἐκείνων μὲν οὐκ ὄντων σποράδων, | |
35 | ἀλλ’ εἰδωλοπεποιημένων, τούτων δὲ κατὰ τὸ ἐπιτυχὸν διεσπαρμένων καὶ οὐκ ἀποτυπούντων εἴδωλα. οὕτω δὲ τοὺς τοιούτους καὶ Ἄρατος ὀνομάζει· ἄλλοι δὲ σποράδην ὑποκείμενοι ὑδροχοῆϊ κήτεος αἰθερίοιο καὶ ἰχθύος ἠερέθονται | |
μέσσοι. | 112 | |
In Mete.14,1113 | σημεῖον δὲ καὶ τοῦτο ποιεῖται τοῦ καλῶς ἀποδεδόσθαι τὸν περὶ τοῦ γάλα‐ κτος λόγον· ὅλος μὲν γὰρ ὁ κύκλος οὗτος, φησί, μεγίστων καὶ λαμπρο‐ τάτων ἀστέρων πλήρης, τῶν τε ἄλλων καὶ τῶν καλουμένων σποράδων, καὶ αὐτοῦ δὲ τούτου τὸ μὲν ἕτερον ἡμικύκλιον, ἐν ᾧ πλεῖόν ἐστι τὸ φῶς τοῦ | |
5 | γάλακτος καὶ λαμπρότερον καὶ ἀναδιπλώσεις ἔχον, ἐν τούτῳ πυκνότερα τοῦ λοιποῦ καὶ μείζονά ἐστι τὰ ἄστρα καὶ λαμπρότερα, ἐν δὲ τῷ λοιπῷ, ἐν ᾧ μὴ τοιαῦτά ἐστι μηδὲ τοσαῦτα μηδ’ οὕτω πεπύκνωται τὰ ἄστρα, ἐν τούτῳ καὶ τὸ γάλα ἧττον ὑπάρχει καὶ ἀμυδρότερον καὶ ἀναδιπλώσεις οὐκ ἔχον. δῆλον οὖν ὅτι τὰ ἄστρα τοῦ γάλακτός ἐστιν αἴτια. | |
10 | p. 346a31 Θεωρείσθω δὲ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς. τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηδεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῷ κύκλῳ τὰ μεταξὺ πλήρη τοιούτων | |
15 | ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς. ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑπολη‐ πτέον τρόπον ἔχειν. Καὶ διὰ καταγραφῆς τῇ ὄψει τὰ εἰρημένα παρίστησιν, οὕτως αὐτὸν | |
20 | ὡς ἐν τῷ οὐρανῷ κεῖται τὸν γαλαξίαν ὑπογράφων, ἐν οἷς τε ἁπλοῦς ἐστι καὶ ἐν οἷς ἀναδίπλωσιν ἔχει, καὶ τὰ ἐν ἑκάστῳ τούτου μέρει τῶν ἄστρων εἰδωλοπεποιημένα. ἐπειδὴ δὲ μεταξὺ τούτων καί τινα τῶν σποράδων ἐστίν, ἃ καταγράφειν οὐκ ἦν εὐμαρὲς διὰ τὴν ἄτακτον αὐτῶν θέσιν, τούτους, φησί, θεωρητέον οὐκ ἐν τῷ διαγράμματι, ἀλλ’ εἰς αὐτὸν ἀναβλέποντας τὸν | |
25 | οὐρανόν. ὄψει γὰρ μεταξὺ τούτων κατεστηριγμένους πολλοὺς τῶν σπορά‐ δων, οὓς εἰδωλοποιῆσαι τοῖς παλαιοῖς οὐ γέγονεν εὔκολον. ἅπαντα γάρ, φησί, τὰ μεταξὺ τῶν εἰδωλοπεποιημένων ἄστρων ἐν τῷ γαλαξίᾳ πλήρη τῶν σποράδων ἐστὶν ἄστρων· ἐν δὲ τοῖς ἄλλοις κύκλοις πολλὰ μεταξὺ φαίνεται κενὰ καὶ ἄστρων χωρίς. ταῦτα εἰπὼν συμπεραίνει τὸν λόγον καί φησιν | |
30 | ὡς εἰ τὴν εἰρημένην περὶ τῶν κομητῶν αἰτίαν ἀποδεχόμεθα τὴν αὐτὴν εἶναι ταύτην καὶ περὶ τοῦ γάλακτος εὔλογον ὑπολαμβάνειν. ὡς εἴ τις ὁρίσειε, φησί, τὸν γαλαξίαν, εἴποι ἂν ‘γαλαξίας ἐστὶν ἡ τοῦ μεγάλου κύκλου κόμη διὰ τὴν εἰρημένην ἀναθυμίασιν ὑφισταμένη.‘ τὰ μὲν οὖν Ἀριστοτέλει περὶ τοῦ γαλαξίου δοκοῦντά ἐστι τοιαῦτα· ἄτοπα δὲ πολλὰ τῷ λόγῳ καὶ | |
35 | ἀδύνατα συμβαίνει καὶ ἀποκλήρωσιν ἔχοντα μόνην. εἰ γὰρ ὡς ὁ κομήτης | 113 |
In Mete.14,1114 | οὕτω καὶ ὁ γαλαξίας πάθος ἦν τοῦ ἀέρος, πῶς ὁ αὐτός ἐστιν ἀεὶ καὶ ὡσαύ‐ τως ἔχων, οὔτε καθόλου οὔτε κατά τι τῶν αὐτοῦ μερῶν ἀλλοιότερός ποτε γινόμενος, οὐ τὸ μῆκος, οὐ τὸ πλάτος αὐξήσας, οὐ μειώσας, οὐ τὴν θέσιν, οὐ τὸ σχῆμα μεταβαλών, οὐχ ὅπῃ ἀναδεδίπλωται γενόμενος ἁπλοῦς ἢ | |
5 | ἔμπαλιν ἐν οἷς ἁπλοῦς ἐστι, διπλόην ἔσχε, πλείονος ὕλης ἢ ἐλάττονος ἄλλοτε ἐν ἄλλοις μέρεσιν αὐτοῦ συνισταμένης, ὃ καὶ ἐπὶ τῶν κομητῶν, καθά φησι, συμβαῖνον φαίνεται ὁμοΰλων ὄντων αὐτοῦ; καὶ καθόλου γὰρ μυρίας ἐν τῷ ἀέρι μεταβολὰς ἐν χρόνῳ βραχεῖ γινομένας ὁρῶμεν, καὶ ἐν τοῖς ἀλεεινοτέροις τῶν τόπων ψῦχος πολὺ καὶ ἐν τοῖς ψυχροτέροις τὸ θερμὸν πολλάκις ἐπι‐ | |
10 | κρατοῦν. πῶς οὖν ἐν οὕτως ἀστάτῳ πράγματι τῇ ἀναθυμιάσει τὴν αὐτὴν εἰκὸς ἦν ἐν μόνῳ τῷ γαλαξίᾳ γίνεσθαι διηνεκῶς, μηδεμιᾶς μηδέποτε γινο‐ μένης διαφορᾶς, ἀλλὰ ἡ αὐτὴ καὶ ποσῷ καὶ ποιῷ φαίνεται ἀναθυμίασις, καὶ τῇ θέσει ὁμοίως ἔχουσα καὶ τῇ τάξει τῶν ἄστρων, μηδεμιᾶς. μηδα‐ μόθεν γινομένης αὐτῇ μεταβολῆς, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην φαίνεται | |
15 | συμβαῖνον, οὐδ’ ἐπ’ αὐτῶν τῶν κομητῶν, περὶ ὧν ὁ λόγος· οὔτε γὰρ ἐν τοῖς αὐτοῖς τόποις ἀεὶ γίνονται οὔτε μεγέθεσιν οὔτε σχήμασιν οὐ τῇ θέσει τῶν μορίων εἰσὶν οἱ αὐτοί. εἰ δὲ διὰ τὸ πλῆθος τῶν ἀστέρων τῶν ἐν τοξότῃ καὶ διδύμοις ὁ γαλαξίας ἐστὶν ἐκεῖ διαφανέστερος, διὰ τί μὴ καὶ ὑπὸ τὸν Ὠρίωνα τὸ αὐτὸ γίνεται, πολλῶν ὄντων ἀστέρων ἐκεῖ καὶ μεγίστων, ἢ | |
20 | καὶ ὑπὸ τὰς ἄρκτους; πῶς δὲ μετακινουμένων ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν πλανήτων καὶ ἄλλοτε ἐν ἄλλοις γινομένων μέρεσι τοῦ ζῳδια‐ κοῦ μηδέποτε ἐν μηδενὶ μέρει τοῦ γαλαξίου βορειοτέρῳ τυχὸν ἢ νοτιωτέρῳ διαφορά τις ἐγένετο; καίτοι γε ἡ τοῦ ἡλίου μετάθεσις ἐπὶ τὰ νότιά τε καὶ ἐπὶ τὰ βόρεια μεγίστην περὶ τὸν ἀέρα ποιεῖ διαφορὰν τῷ ἀφεστηκέναι | |
25 | τινῶν αὐτοῦ μερῶν καὶ πλησιάζειν ἑτέροις. πῶς οὖν οὐδὲ τὴν τυχοῦσαν μεταβολὴν περὶ μόνα τὰ τοῦ γαλαξίου ποιεῖται μέρη πλησιάζων ὁ ἥλιος αὐτοῖς ἢ πάλιν αὐτῶν ἀφιστάμενος, ἀλλ’ ἡ αὐτὴ περὶ ἕκαστον τῶν αὐτοῦ μερῶν ἀναθυμίασις ἀεὶ γίνεται ποσῷ τε καὶ ποιῷ καὶ τῷ χρώματι; τὸ γὰρ ἀεὶ μένον καὶ ὡσαύτως ἔχον τῶν μὲν ὑπὸ σελήνην παντελῶς σώματι οὐδενί, | |
30 | μόνοις δὲ τοῖς οὐρανίοις, εἴπερ ἄρα καὶ τούτοις, ὑπάρχον φαίνεται. καὶ ἄλλως δὲ δεικνύειν εὐχερὲς ὡς οὐκ ἔστι τοῦ ἀέρος τὸ γάλα πάθος, ὑπέρ‐ κειται δὲ τούτων πολὺ καὶ αὐτοῦ τοῦ σώματός ἐστι τῆς ἀπλανοῦς ἡ τοιαύτη ποιότης· εἰ γὰρ ἦν τοῦ ἀέρος πάθος, κρύψεις τινὰς καὶ παραλλάξεις ἀστέρων, οὓς ὑποτρέχει, ποιεῖν ἔμελλεν, οἷόν τι λέγω, ὅταν νέφος ὑποδράμῃ τὸν | |
35 | ἥλιον, τοῖς μὲν τῶν ἀνθρώπων ἐπιπροσθεῖ καὶ κωλύει τοῦτον ὁρᾶν, τοῖς δὲ ἐνδοτέρους οἰκοῦσι τόπους οὐκ ἐπιπροσθεῖ παντελῶς, ἀλλ’ ὁρῶσιν ὅλον αὐτὸν ἐναργῶς πρὸς τὴν ποιὰν σχέσιν, ἣν ποιεῖται τὸ νέφος πρός τε τὰς ὄψεις ἡμῶν καὶ πρὸς αὐτὸν τὸν ἥλιον. τὸ αὐτὸ καὶ περὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, οὓς ὑποτρέχει νέφος, συμβαίνει. καὶ ἐπὶ τῶν ἡλιακῶν δὲ | |
40 | ὁμοίως ἐκλείψεων τοῦτο [δὲ ὁμοίως] γίνεται, τῆς ἐπιπροσθούσης τῷ ἡλίῳ | 114 |
In Mete.14,1115 | σελήνης κατωτέρω κειμένης. οὐδὲ γὰρ πάντως πᾶσιν ἐπιπροσθεῖ πανταχοῦ οὐδὲ τὴν αὐτὴν οἷς ἐπιπροσθεῖ ποιεῖται. σχέσιν, ἀλλὰ καὶ κατὰ τοὺς δια‐ φόρους τόπους, ἐν οἷς ἐπιπροσθεῖ, ποιεῖται διαφοράν, καὶ τοῖς μὲν ὅλος ὁ ἥλιος σκεπόμενος ὑπὸ τῆς σελήνης φαίνεται, τοῖς δὲ οὐχ ὅλος. ἔστι δὲ | |
5 | οἷς τὰ μὲν ἐπιπροσθεῖ μόνα τούτου, ἡ δὲ ἔξωθεν περιφέρεια κρικοειδὴς ὁρᾶται περιγείου τῆς σελήνης οὔσης. εἰ τοίνυν καὶ ὁ γαλαξίας κατωτέρω τῶν ἄστρων ἦν, πάθος ὑπάρχων τοῦ ὑπεκκαύματος, παραλλάξεις ἔμελλε περὶ τὰ ἄστρα ποιεῖν καὶ τοῖς μὲν ἡμῶν τινα τούτων ἐπικαλύπτειν, τοῖς δὲ μή, καὶ καθόλου εἰπεῖν, εἰ κατωτέρω τῶν ἀστέρων ἦν ἢ τῶν ἀπλανῶν | |
10 | ἢ τῶν πλανωμένων, ἐπειδὴ τὰ σημεῖα, καθ’ ἃ τέμνουσιν ἀλλήλους ὅ τε ζῳδιακὸς καὶ ὁ γαλαξίας, ὁ τοξότης ἐστὶ καὶ οἱ δίδυμοι, ἔδει τῶν πλανω‐ μένων ἕκαστον ἐκεῖσε γινόμενον ὑπὸ τοῦ γάλακτος χρωματίζεσθαι· ἀλλὰ καὶ τῶν ἀπλανῶν πάλιν ἕκαστον τῶν ὄντων κατὰ κάθετόν τινι τῶν τοῦ γαλαξίου μερῶν τὸ αὐτὸ πάσχειν ἢ καὶ παντελῶς ἐπικρύπτεσθαι ὑπ’ αὐτοῦ. | |
15 | ὡς γὰρ ὁλοκλήρου τινὸς ἀστέρων κύκλου ὁ γαλαξίας ἐστὶ κόμη, εὔλογον καὶ ἑκάστου τῶν ἀποτελούντων τὸν κύκλον τοῦτον *** ἡγούμεθα τὸν μῦθον τῷ ἐκ τοῦ γάλακτος τῆς Ἥρας φάσκοντι τοῦτον συστῆναι τὸν κύκλον, ὅτε τοῦ Ἡρακλέους ἀγνοούσης βίᾳ τὸ γάλα ταύτης ἐκμύζοντος (Ἀθηνᾶ γὰρ ὑπέβαλε, φησίν, αὐτὸν κοιμωμένῃ, ἵνα πιὼν ἀθάνατος γένοιτο), τὴν Ἥραν | |
20 | ὀδυνομένην ἀθρόον ἐκσπάσαι τὸν μαζόν, καὶ τοῦ γάλακτος ἐξακοντισθέντος τοῦτον γενέσθαι τὸν κύκλον. οὔτε γὰρ τὸ γάλα διηνεκῶς ἐξακοντίζεται οὔτε ὁ αὐτὸς ἀεὶ τῶν ψυχῶν ἀριθμὸς ἄνεισί τε καὶ κάτεισιν, ἵνα καὶ τὰ αὐγο‐ ειδῆ σώματα αὐτῶν τὸν αὐτὸν τόπον ἀναπληροῖ μήτε λείψαντα μήτε πλεο‐ νάσαντα πώποτε. τῶν μύθων δὲ τούτων οὐδὲν ἧττον καὶ ἡ Ἀριστοτέλους | |
25 | φυσιολογία τὸ μυθῶδες ἔχει, ἀίδιον πάθος ἐν τῷ ὑπεκκαύματι γίνεσθαι ὑποτιθεμένη μήτε ἀρξάμενον τοῦ εἶναι μήτε παυσόμενον, ὅπερ ἐν οὐδενὶ τῶν στοιχείων ὁρᾶται συμβαῖνον, ἐπεὶ καὶ ἡ οὐσία τούτων κατὰ μέρος γί‐ νεταί τε καὶ φθείρεται. εἰ οὖν μηδὲν στοιχείου μέρος ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, πῶς ὁ γαλαξίας ἐστὶ τοιοῦτος ἐν βραχεῖ μέρει τοῦ ὑπεκκαύ‐ | |
30 | ματος ὤν, εἴπερ ἀίδιος κατὰ τὸν Σταγειρίτην ὁ κόσμος ἐστίν. εἰ δὲ λέγει ὅτι καὶ τούτου τὸ μὲν γίνεται τὸ δὲ φθείρεται, ὡς καὶ ἐπὶ τῆς ὕλης τῶν κομητῶν εἴπομεν καὶ ἐπὶ τῶν τρεφομένων γίνεται, καὶ τὸ διαφορούμενον ἀναπληροῦται ὑπὸ τοῦ ἐπεισιόντος, ἀλλὰ τῶν τοιούτων οὐδὲν ὡσαύτως ἔχον ἀεὶ φαίνεται οὐδὲ ἑστάναι πάθους ἔστιν ἐκτός, ἀλλὰ πλείστας ἀλλοι‐ | |
35 | ώσεις καὶ διαφορὰς ὑπομένει μειώσεις τε καὶ αὐξήσεις, ὅπερ ἐπὶ τοῦ γά‐ λακτος οὐ συμβαίνει. εἴρηται δὲ τῷ φιλοσόφῳ καλῶς μηδένα μηδενὶ λέγοντι συγχωρεῖν, ὃ μὴ ἐπὶ πάντων ἢ ἐπὶ τῶν πλειόνων οὕτως ἔχον ἢ γιγνόμενον φαίνοιτο. εἰ οὖν μηδὲν τῶν φερομένων ὡσαύτως ἔχον ἀεὶ | |
διαμένει, μεταβολὰς δὲ ποιεῖται μυρίας, τὸ δὲ γάλα μεταβολὴν οὐδεμίαν | 115 | |
In Mete.14,1116 | ἔσχεν οὐδὲ σχήσει ποτέ, ἕως ἂν ᾖ τὸ πᾶν, οὐκ ἄρα ἐστὶ τοῦ ἀέρος πάθος οὐδὲ τοῦ ὑπεκκαύματος ἐκ τῆς ξηρᾶς συμβαῖνον ἀναθυμιάσεως. τὰ γὰρ ἐκ ταύτης γινόμενα πάντα, φλόγες, διᾴττοντες, δαλοί, κομῆται, κεραυνοί, πνεύματα καὶ ὅσα ἐν τοῖς μετεώροις ἁπλῶς συμβαίνει, ῥᾳδίαν τε ἔχει τὴν | |
5 | μεταβολὴν καὶ γίνεται φανερῶς καὶ φθείρεται, ὧν οὐδὲν ὑπομένει τὸ γάλα. ἔοικεν ἄρα πάθος οὐσιῶδες εἶναι τοῦ οὐρανίου σώματος ἀχώριστον αὐτοῦ, καὶ ὥσπερ οὐκ ἔστιν αἴτιον εἰπεῖν τῆς διαφορᾶς τῶν ἄστρων κατά τε μέγεθος καὶ χροιὰν καὶ θέσιν αὐτῶν καὶ πρὸς ἄλληλα σχέσιν τε καὶ τάξιν, οὐδὲ τῆς διαφόρου τῶν σφαιρῶν κινήσεως, τίνος ἕνεκεν αἱ μὲν ἐπὶ τὰ | |
10 | ἑπόμενα, αἱ δὲ ἐπὶ τὰ ἡγούμενα φέρονται, ἢ τούτων αἱ μὲν θᾶττον, αἱ δὲ βραδύτερον, οὕτως οὐδὲ τοῦ γάλακτος τὴν αἰτίαν ἔστιν εἰπεῖν, τίνος ἕνεκεν ἐν μέρει τῆς οὐσίας συμβέβηκε τοῦτο ἐκείνης καθ’ αὑτό. μηδεμιᾶς γὰρ ἐν αὐτῷ μήτε οὔσης μήτε γινομένης διαφορᾶς, ψευδὲς τὸ τῇ κινήσει τὰ ἄστρα θερμαίνοντα τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα τὴν ὕλην τῶν κομητῶν | |
15 | ἐκεῖθεν καὶ τοῦ γάλακτος εἰς ἑαυτὰ συνέλκειν. ἀνωμάλου γὰρ οὔσης τῆς τοιαύτης ἐκκρίσεως ἀδύνατον ἦν μὴ καὶ τὸν γαλαξίαν ἀνωμαλίαν ἔχειν πολλὴν ποιότητι καὶ ποσότητι, αὐτῆς τῆς ἀναφερομένης κάτωθεν ὕλης ἀνω‐ μάλου οὔσης. πῶς δὲ ἡ τοσαύτη τῶν ἄστρων ἀπόστασις οὐδὲ λόγῳ ῥητὴ δρᾶν ἔμελλεν εἰς τὰ ὑπὸ σελήνην, ὡς τοσαύτην ὕλην διηνεκῶς ἀναφέρεσθαι | |
20 | καὶ τὴν αὐτὴν ἀεὶ χειμῶνος καὶ θέρους μετοπώρου τε καὶ ἔαρος, μηδε‐ μιᾶς μηδὲ σμικροτάτης γινομένης ἐν τῷ γάλακτι διαφορᾶς, ὅπερ ἐν σώμασι θνητοῖς ἐστιν ἀδύνατον, ὡς δεικνύουσι τοῦτο καὶ οἱ κομῆται τῆς αὐτῆς ὕλης ὄντες τῷ γάλακτι κατ’ Ἀριστοτέλη. καίτοι πρότερον αὐτὸς ζητῶν, πόθεν ἐκ τῶν οὐρανίων τὰ ὑπὸ σελήνην θερμαίνεται, μόνην τοῦ ἡλίου τὴν | |
25 | κίνησιν αἰτίαν ταύτης ἔλεγεν εἶναι, καὶ οὔτε τὰ ἀπλανῆ οὔτε ἄλλο τι τῶν οὐρανίων. πῶς οὖν αἴτια τῆς ὕλης τῶν μετεώρων τὰ ἄστρα φησὶ τῇ θερ‐ μότητι τοσαύτην εἰς ἑαυτὰ ἐκ τῶν ὑπὸ σελήνην ἕλκοντα ὕλην, ὡς μὴ μόνον τοὺς κομήτας ποιεῖν, ἀλλὰ καὶ τὸν γαλαξίαν; ἢ πῶς ἐκείνους μέν ποτε ποιεῖ καὶ ἄλλοτε ἄλλους, τὸν δὲ γαλαξίαν ἀεὶ τὸν αὐτὸν μήτε ἀρχὴν μήτε | |
30 | πέρας ἔχοντα μήτε τινὰ μεταβολὴν μικρὰν ἢ μείζονα πάσχοντα, εἴ τινα ὅλως καὶ κίνησιν ἰδίαν αὐτοῖς παράσχωμεν, δι’ ἧς τὸν ἀέρα καὶ τὸ ὑπέκ‐ καυμα θερμαίνουσιν. εἰ δ’ ὅλως καὶ συγχωρηθεῖεν θερμαίνειν ποιότητι μόνῃ καὶ ἄλλῳ δρῶσιν οὐδενί, καθάπερ καὶ ἐπὶ τοῦ ἡλίου δεδείχαμεν, καὶ οὕτω κατὰ Πλάτωνα 〈ἐκ〉 στοιχειώδους τοῦ πυρὸς οὐσίας κατὰ τὸ πλεῖστον τὰ ἄστρα | |
35 | τὴν σύστασιν ἔχουσι, καὶ ὁ τοῦ φιλοσόφου λόγος αὐτὸς ἑαυτὸν συμπεπόδικεν. Καὶ Δαμάσκιος δὲ τῆς Ἀριστοτέλους περὶ τοῦ γάλακτος κατέγνωκεν ὑποθέσεως· μήτε γὰρ ἀναθυμίασιν εἶναι τὴν ὕλην αὐτοῦ μήτε ἐν τῷ ὑπὸ σελήνην τόπῳ συνίστασθαι. οὐδὲν γὰρ τῶν ἐξ ἀναθυμιάσεως ἐν τῷ ἀέρι καὶ τῷ ὑπεκκαύματι γινομένων παθῶν ἀεὶ τὸ αὐτὸ φαίνεται ἢ ἐν | |
40 | τῷ αὐτῷ τόπῳ συνίσταται ἀεί, μυρίας δὲ μεταβολὰς ὑπομένει καὶ ἄλλοτε | 116 |
In Mete.14,1117 | ἐν ἄλλοις συνίσταται τόποις· ὁ δὲ γαλαξίας ἀεί ἐστιν ὁ αὐτὸς καὶ τὴν αὐτὴν ἀπαράβατον ἔχει θέσιν, τέμνων τὸν ζῳδιακὸν κατὰ τοξότην καὶ δι‐ δύμους· οὐκ ἂν δὲ οὕτως ἔχων ἐφαίνετο, εἰ περὶ γῆν εἶχε τὴν σύστασιν καὶ μὴ τῶν οὐρανίων ὑπῆρχε σωμάτων. καὶ ἄλλως εἰ ἐν τῷ αἰθέρι τὴν | |
5 | σύστασιν εἶχεν, ὁ δὲ αἰθὴρ ἐν τῇ κινήσει τῆς τῶν οὐρανίων ὑπολείπεται κινήσεως, ὑπελείπετο ἂν ταύτης καὶ ὁ γαλαξίας ἐξ ἀνάγκης· νῦν δὲ κατ’ οὐδὲν παντελῶς αὐτῶν ὑπολείπεται· οὐκ ἄρα ἐν τῷ αἰθέρι συνέστηκεν, ἀλλὰ τῶν οὐρανίων ἐστὶ σωμάτων. τούτοις καὶ τοῖς τοιούτοις τὴν περὶ τοῦ γάλακτος ὑπόθεσιν Ἀριστοτέλους ἀνελὼν καλῶς ὁ Δαμάσκιος τὴν Ἐμπε‐ | |
10 | δοτίμου περὶ τοῦ γάλακτος οἰκειοῦται, ἔργον αὐτὴν οὐ μῦθον καλῶν. φησὶ γὰρ ἐκεῖνος ὁδὸν εἶναι ψυχῶν τὸ γάλα τῶν τὸν Ἅιδην τὸν ἐν οὐρανῷ διαπορευομένων. καὶ οὐ θαυμαστόν, φησὶν ὁ Δαμάσκιος, εἰ καὶ ψυχαὶ καθαίρονται ἐν τούτῳ τῷ κύκλῳ τῆς ἐν οὐρανῷ γενέσεως. αὐτὸν δὲ τὸν κύκλον οὐράνιον εἶναι θεῶν διακόσμησιν ὁμολογητέον, εἴτε κατὰ τὸ γάλα | |
15 | τῆς Ἥρας ὑποστᾶσαν, ὥς φησιν ὁ μῦθος (διὸ καὶ πρὸς τὴν ἀναγωγὴν τῶν ψυχῶν οἰκείως ἔχειν, καὶ τοῦτο εἶναι τὸ μυθευόμενον ὡς οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ σπῶσα τοῦ Ἡραίου γάλακτος, ὅ ἐστιν εἰ μὴ τύχῃ τῆς ἐν τῷ γάλακτι τούτῳ κεχυμένης προνοίας αὐτῆς τῆς θεοῦ), εἴτε καὶ ἄλλον τρόπον διακοσμηθεῖσαν τὸν θεοῖς ἐγνωσμένον. εἶναι δ’ οὖν τοῦ | |
20 | οὐρανοῦ τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλα‐ κτίζουσαν. ψυχῶν δὲ ὀχήματα, φησί, λέγειν οὐκ εὔλογον τῆς συστάσεως αὐτοῦ λαμπρᾶς οὕτω καὶ ἀστροειδοῦς φαινομένης, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. διὰ τί δὲ μὴ μᾶλλον δαιμονίων ψυχῶν, διὰ τί δὲ μὴ πρῶτον θεῶν; ἀπὸ θεῶν γὰρ ἄρχεσθαι δεῖ καὶ ταύτην τὴν ἰδιότητα. | |
25 | ἄλλως τε εἰ ἐδείχθη μέρος ὢν τοῦ οὐρανοῦ, πῶς οὐκ ἂν εἴη θεὸς καὶ θεῶν πλήρης, ἅτε τὸν ὁρώμενον συμπληρῶν οὐρανόν; ταῦτα πρὸς λέξιν Δαμάσκιος τὸν Ἐμπεδοτίμου μῦθον ὡς λόγον κυρῶν ἀληθῆ. ὃν ἐχρῆν ὥσπερ τὰ ἀντικείμενα τῇ Ἀριστοτέλους ὑποθέσει συνιδεῖν καλῶς, οὕτω καὶ τῶν ἐν τῷ μύθῳ τούτῳ σκοπεῖν ἕκαστον, εἰ συμβαίνει τῇ φύσει τῶν ὄντων· | |
30 | φυσικῶν γὰρ πραγμάτων, περὶ ὧν πρόκειται, φυσικὰς δεῖ καὶ τὰς αἰτίας ἀποδιδόναι. ὁ δέ φησιν “ὁδός ἐστι τὸ γάλα ψυχῶν τῶν διαπορευομένων τὸν ἐν οὐρανῷ Ἅιδην”. εἰ οὖν τὸν γαλαξίαν διαπορεύονται, οὗτος ἂν εἴη ὁ ἐν τῷ οὐρανῷ Ἅιδης. καὶ πῶς Ἅιδης ὁ οὕτω φωτεινός; καὶ εἰ καθαίρονται ἐκεῖ ψυχαί, δηλονότι μὴ κεκαθαρμέναι ἀνῆλθον. οὐκοῦν μετὰ τῶν θνητῶν | |
35 | ὀχημάτων· ἀλλ’ ἀδύνατον ἐκείνοις θνητὸν συνεῖναι σῶμα, εἴπερ εἰσὶν ἄφθαρτα. καὶ σὺ γοῦν ἔφης ‘οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ πιοῦσα τοῦ Ἡραίου γάλακτος, τουτέστι τῆς ἐκκεχυμένης ἐν αὐτῷ τῆς θεοῦ προνοίασ‘. καὶ τίς αὕτη παρὰ τὴν τῶν λοιπῶν θεῶν, διαστέλλειν ἐχρῆν, | |
καὶ μὴ φωναῖς ἀσήμοις θεολογεῖν, φενακίζειν δὲ μᾶλλον. καίτοι γε Πλάτων | 117 | |
In Mete.14,1118 | οὐδὲν εἶναι τὴν Ἥραν 〈ἢ〉 τὸν ἀέρα βούλεται. εἰ γὰρ συνεχῶς, φησίν, ἐπισυνάψεις τὸ Ἥρα, ἐπικαταλαμβάνοντος τοῦ Α τὴν ἀρχὴν τοῦ ὀνό‐ ματος, τὸ Ἥρα γίνεται ἀήρ, εἰ καὶ συντομώτερον ἐν ὑπερθέσει τοῦ Α τὸ Ἥρα γίνεται ἀήρ. διὸ καὶ τὸν Ἥφαιστον παρατριβόμενος ὁ ἀὴρ γεννᾷ, | |
5 | τουτέστι τὸ πῦρ, 〈καὶ〉 μήτηρ Ἡφαίστου ἡ Ἥρα. πῶς δὲ οὐκ ἄτοπον αἰσθητοῦ ὄντος τοῦ γαλαξίου καὶ τούτου τὴν φυσικὴν αἰτίαν ζητούντων εἰς ἀλλη‐ γορίαν τρέπεσθαι, δέον τὴν ἄγνοιαν μὴ ἐρυθριᾶν ὁμολογεῖν; καὶ αὐτὸς γοῦν τοῦ πλάσματος τῆς ἀτόπου θεολογίας αἰσθόμενος ἐπὶ φυσικὴν ἐτρά‐ πετο αἰτίαν ἀπίθανον καὶ αὐτήν· εἶναι γάρ φησι τὸν γαλαξίαν τοῦ οὐρανοῦ | |
10 | τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλακτίζουσαν. ἀλλὰ τὸ φῶς τοῦ γάλακτος πολλῷ καὶ οὐ τῶν τυχόντων ἀστέρων ἐστὶ λαμπρότερον, καὶ οὐκ ἂν ἔλαθεν ἡμᾶς αὐτῶν καὶ τὸ σχῆμα. ἀλλ’ ὡς αὐτὸς τοῦτο ἔχον οὕτως ἀποδείξας μέμφεται τοὺς λέγοντας ὀχήματα εἶναι ψυχῶν τὸ γάλα· λαμπρὰ γάρ, φησί, καὶ ἀστεροειδὴς ἡ σύστασις αὐτοῦ. τοῦτο | |
15 | δὲ οὐκ ἀναγκαῖον· καὶ γὰρ οἱ ὀχήματα τῶν ἡμετέρων ψυχῶν ὑποτιθέμενοι τὸ γάλα τῆς οὐσίας τῶν οὐρανίων αὐτά φασι, διόπερ ἀστροειδῆ καὶ αὐγο‐ ειδῆ ταῦτα καλοῦσιν, ἀιδίως τῶν ἡμετέρων ἐξημμένα ψυχῶν συνανιόντα τε αὐταῖς καὶ συγκατιόντα. εἰ δὲ καὶ ψυχῶν ἐστι κατ’ αὐτὸν δίοδος πάντως που μετὰ τῶν ἰδίων ὀχημάτων διατρεχουσῶν, οὐκ οἶδα δι’ ἥντινα | |
20 | αἰτίαν τὴν ὁδὸν ἐκείνην τρίβουσι. καὶ αὐτὸ δέ σου τὸ διαστασιαζόμενον “διὰ τί δὲ ἀνθρωπίνων καὶ μὴ δαιμονίων ψυχῶν ὁδός, διὰ τί δὲ μὴ πρῶτον θεῶν;” τεκμήριον τοῦ μηδὲν τούτων εἰδότα λέγειν, ἀλλὰ μόνον τὸ ὑπο‐ πῖπτον τῇ φαντασίᾳ τοῦ μὴ δοκεῖν ἀγνοεῖν. καίτοι γε 〈τὸ〉 τῷ Ἀριστοτέλει καλῶς ἐν τοῖς προοιμίοις εἰρημένον φυλάττειν εὔλογον· “ἐν οἷς τὰ μὲν ἀπο‐ | |
25 | ροῦμεν”, φησί, “τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. διὸ καὶ ἡμεῖς ἐνταῦθα πέρας τῷ λόγῳ τούτῳ δεδωκότες τοῖς ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς ἐπίωμεν. p. 346b10 Περὶ μὲν οὖν τῶν γινομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἀστέρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομη‐ | |
30 | τῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γὰρ τοσαῦτά εἰσι τὰ πάθη τὰ φαινόμενα περὶ τὸν τόπον τοῦτον. Δύο φέρεσθαι κάτωθεν ἀναθυμιάσεις ἐδίδαξε πολλάκις ἤδη πρότερον, τῶν ὑπὸ σελήνην σωμάτων εἰς αὐτὰς διακρινομένων ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, καὶ μάλιστα τῆς τοῦ ἡλίου κινήσεως, ἐκ τῶν ξηρῶν μὲν τὴν | |
35 | καπνώδη θερμὴν οὖσαν καὶ ξηράν, ἐκ τῶν ὑγρῶν δὲ τὴν ἀτμιδώδη, μετρίως | |
μὲν καὶ αὐτὴν οὖσαν θερμὴν ὡς ἐξ ὕδατος ἀναλυθεῖσαν διὰ θερμότητα, | 118 | |
In Mete.14,1119 | ὑγρὰν δ’ ὅμως ἔτι καὶ κατὰ τοῦτο μάλιστα μαχομένην θατέρᾳ· καὶ τὴν μὲν προτέραν ὡς πυρώδη μᾶλλον μετεωρίζεσθαι καὶ τοῖς κυκλοφορουμένοις συνάπτειν σώμασιν, ἐξ ἧς ἴσχει τὴν γένεσιν τὸ ὑπέκκαυμα, τὴν δὲ λοιπὴν ὡς βαρυτέραν ὑφίστασθαι ταύτῃ κατωτέρω τοῦ ὑπεκκαύματος. εἰπὼν οὖν | |
5 | περὶ τῶν ἐκ τῆς προτέρας γινομένων παθῶν τῷ ὑπεκκαύματι, διᾳττόντων λέγω, φλογῶν, κομητῶν καὶ τοῦ γάλακτος, μέτεισι νῦν διδάξων τὰ ἐκ τῆς ἑτέρας ἐν τῷ τόπῳ συμβαίνοντα τῷ μετὰ τὸ ὑπέκκαυμα, τουτέστιν ἐν αὐτῷ τῷ ἀέρι, ὑετῶν, χαλάζης, χιόνος, δρόσου, πάχνης. εἰπὼν δὲ τῶν γινο‐ μένων ἐν τῷ κόσμῳ τῷ περὶ τὴν γῆν, ἐπειδὴ μὴ περὶ πάντων τῶν | |
10 | ὑπὸ σελήνην τέως ἐδίδαξεν, ἀλλὰ περὶ μόνων τῶν ἐν τῷ ὑπεκκαύματι παθῶν, καλῶς προσέθηκε τῷ συνεχεῖ ταῖς φοραῖς, τουτέστι τοῖς κυκλο‐ φορουμένοις σώμασιν, οὕτω καλέσας αὐτὰ διὰ τὸ συνεχὲς αὐτῶν καὶ ἀδιά‐ κοπον τῆς κινήσεως, ἐπεὶ καὶ τῶν ὑπὸ σελήνην φέρεται τὰ κοῦφα μὲν ἄνω, τὰ βαρέα δὲ κάτω, ἀλλ’ οὐ συνεχῶς οὕτως, ὥστε διαλείπειν μηδένα χρόνον· | |
15 | ἔχουσι γὰρ καὶ ἠρεμίαν, ὅταν ἕκαστον ἀπολάβῃ τὸν ἴδιον τόπον. σχεδὸν δὲ εἶπε τοσαῦτα εἶναι τὰ πάθη ὡς πρὸς τὰς ἐκ τῶν σχημάτων γινομένας ἔν τε κομήταις καὶ ἐν ταῖς ἐκπυρώσεσι· δαλῶν μὲν γὰρ ἐπὶ ταύταις ἐμνήσθη καὶ αἰγῶν, εἰκὸς δὲ πρὸς τὴν θέσιν τῆς ἐξαπτομένης ἀναθυμι‐ άσεως καὶ ἕτερα πλείονα γίνεσθαι σχήματα, καὶ ἐπὶ κομητῶν ὁμοίως. | |
20 | p. 346b16 Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ. Ὅλος γὰρ ὁ μετὰ τὸ ὑπέκκαυμα τόπος μέχρι γῆς κοινός ἐστιν ἀέρος | |
25 | τε καὶ ὕδατος. καὶ γὰρ ἐν μὲν ἀέρι συνίσταται ὕδωρ ὡς ὑετὸς καὶ ἐν ὕδασιν ἀήρ, ὡς αἱ ἐν τούτοις γινόμεναι δηλοῦσι πομφόλυγες, καὶ μέχρι τῶν ἐπιφανειῶν τῆς τε γῆς καὶ τοῦ ὕδατος ὁ ἀὴρ διατέταται. διδάξει δὲ καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ συμβαίνοντα πάθη, καὶ ἔτι περὶ γῆν καὶ ὑπὸ γῆν. ἀλλ’ ἐπειδὴ νῦν περὶ μόνων τῶν ἐν ἀέρι γινομένων ἐστὶν | |
30 | ἡ πρόθεσις, ἀναγκαίως προσέθηκε καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ· ὑετοὶ γὰρ καὶ χιόνες καὶ χάλαζαι καὶ δρόσοι καὶ πάχναι, περὶ ὧν ἐδίδαξε νῦν, ἐν τοῖς μέρεσι τοῦ ἀέρος τοῖς μετεωρο‐ τέροις συμβαίνουσιν· ὧν τὰς ἀρχὰς καὶ τὰς αἰτίας διδάξαι βούλεται. p. 346b20 Ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν | |
35 | ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι. | |
Κινοῦσαν αἰτίαν καὶ ἀρχὴν εἴωθε λέγειν τὴν ποιητικήν· ταύτην δὲ | 119 | |
In Mete.14,1120 | εἶναι τὸν κύκλον. καὶ κύκλον δὲ λέγοι ἂν ἢ καθόλου τὴν τῶν οὐρανίων κυκλοφορίαν ἢ κύκλον τὸν ζῳδιακόν, ὡς καὶ τὸ ἐπαγόμενον ἐδήλωσεν· ἐν ᾧ, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα τὰ ὑπὸ σελήνην σώματα καὶ συγκρίνουσα. πλησιάζων μὲν γὰρ θερμαίνει τὰ οἷς ἐπλησίασε, | |
5 | καὶ τῇ θερμότητι διακρίνει πάντως ἐκ παχυτέρων λεπτύνουσα, οὐ τὰ ὑγρὰ μόνον εἰς ἀτμούς, ὡς καὶ ἐπὶ τῶν ἑψομένων ὑγρῶν ὁρῶμεν γινόμενον, ἀλλὰ καὶ τὰ ξηρά, λέγω τὴν γῆν, ἀναθυμιῶσα· καὶ τοῦτο πάλιν ἐπὶ τῶν θυμιωμένων ἁπάντων φαίνεται συμβαῖνον· ἀφιστάμενος δὲ τοὐναντίον ψύχει καὶ συγκρίνει τὰ διακεκριμένα καὶ εἰς παχύτερα μεταβάλλει, παλινδρομούσης | |
10 | αὐτῶν τῆς μεταβολῆς ὁμοίως τῇ κινήσει τοῦ μεταβάλλοντος. καλῶς δὲ κυρίαν καὶ πρώτην εἶπεν ἐκείνην· προσεχὴς γὰρ καὶ δευτέρα τῶν μὲν ἐν τῷ ἀέρι θερμότης ἐκ τοῦ πλησιάζειν τὸν ἥλιον γινομένη, τῶν δὲ ἡ ψῦξις ἐκ τοῦ πάλιν αὐτὸν διεστάναι τούτων καὶ ἣν ἔδωκε παρὼν ἀφαιρεῖσθαι θερμότητα. ἐπεὶ οὖν καὶ τῶν προσεχεστέρων αἰτιῶν ἡ κυκλοφορία ἐστὶν | |
15 | αἴτιον, εἰκότως πρώτην αὐτὴν τῶν ἀρχῶν εἴρηκεν. ἢ πρώτην ἁπλῶς ἀκουστέον ὡς ποιητικήν, ἐπεὶ καὶ ἡ ὕλη αἰτία ἐστὶ καὶ ἀρχή, ἀλλ’ οὐ πρώτη ἀλλὰ δευτέρα ὡς συναιτία. καὶ γὰρ τῆς γενέσεως τοῦ οἴκου φέρε καὶ ἡ ὕλη αἰτία, λίθοι καὶ ξύλα καὶ τὰ σὺν αὐτοῖς, καὶ ὁ οἰκοδόμος, ἀλλὰ πρώτη ὁ οἰκοδόμος, ἐκεῖνα δ’ ὡς συναίτια δεύτερα. καὶ αὐτὴν γὰρ τὴν | |
20 | ὕλην τὸ ποιητικὸν αἴτιον προπαρασκευάζει· οὐ γὰρ ἁπλῶς λίθοι καὶ ξύλα τῆς οἰκίας εἰσὶν ὕλη, ἀλλὰ τὰ τοιῶσδε παρασκευασθέντα. οὕτως οὖν καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων οὐχ ὕλη προσεχὴς τὰ ὑγρὰ καὶ ξηρὰ σώ‐ ματα, ἀλλὰ τὰ τοιῶσδε συγκρινόμενα τούτων ἢ διακρινόμενα. συγκρίσεως δὲ καὶ διακρίσεως θερμότης αἴτιον καὶ ψῦξις, τούτων δὲ πλησιάζων ὁ ἥλιος | |
25 | καὶ ἀφιστάμενος, τοῦ δὲ πλησιάζειν τὸν ἥλιον καὶ ἀφίστασθαι καὶ ἡ ἐπὶ τοῦ ζῳδιακοῦ φορὰ τούτου καὶ κίνησις. πρῶτον οὖν αἴτιον ὁ κύκλος, πρῶτον δὲ ὡς ἐν φυσικοῖς δηλονότι· εἰ γάρ τις καὶ ἐπὶ τὴν αἰτίαν τῆς κύκλῳ κινήσεως ἀναδράμοι, τὸ ἐξῃρημένον αἴτιον ζητεῖ καὶ οὐ φυσικόν· φυσικοῦ δὲ φυσικὰς αἰτίας ἀποδιδόναι. εἰπὼν δὲ πάλιν ἡ τοῦ ἡλίου φορὰ δια‐ | |
30 | κρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον, καὶ ὀφείλων ἐπαγαγεῖν αἰτία τῶν ἐν τοῖς μετεώροις ἐστὶ παθῶν, περὶ ὧν καὶ ἡ προκειμένη φυσιολογία, ἐπὶ τὸ καθολικώτερον ἀναδραμών φησιν αἰτία τῆς γενέσεώς ἐστι καὶ τῆς φθορᾶς· οὐ γὰρ μόνον τούτων περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ πάσης γενέσεως ἁπλῶς καὶ πάσης φθορᾶς | |
35 | ἐστιν αἰτία. πλησιάζων μὲν γὰρ τῆς γενέσεώς ἐστιν αἴτιος· ἡ γὰρ τῶν καρπῶν γένεσις τότε πλήθει καὶ τὸ οἰκεῖον ἀπολαμβάνει τέλος, λέγω δὴ τὸ εἶδος, ἕκαστον τὸ ἑαυτοῦ (καὶ τὰ ζῷα γὰρ τότε μάλιστα ζῳογονεῖ) ἢ ὅτι ἐκ τῶν καρπῶν τροφαί, ἐκ δὲ τούτων ζωή, καὶ τὸ σπέρμα τὸ τῆς διαδοχῆς αἴτιον· ἀφιστάμενος δὲ φθορὰν ποιεῖ· φθίνει γὰρ τότε πάντα | |
40 | σχεδὸν καὶ τῆς βλάστης καὶ τῆς γενέσεως παύεται. ὡς γὰρ τὸ θερμὸν ζωῆς, οὕτω τὸ ψυχρὸν φθορᾶς ἐστιν αἴτιον. εἰ δὲ βούλει καθολικώτερον | |
καὶ ἀνενδοίαστον ποιῆσαι τὸν λόγον, λέγε τὸν ἥλιον πλησιάζοντα μὲν γενέ‐ | 120 | |
In Mete.14,1121 | σεως αἴτιον, διότι τὰ παχύτερα τότε καὶ βαρύτερα σώματα εἰς λεπτότερα μεταβάλλει καὶ κοῦφα, ἀφιστάμενον δὲ φθορᾶς· τοὐναντίον γὰρ εἰς παχύ‐ τερα καὶ βαρέα τὰ λεπτομερῆ καὶ κοῦφα μεταποιεῖ. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτὰ ἔξωθεν περιεκτικά ἐστι τῶν βαρέων καὶ οἷον συνέχει ταῦτα, τὸ | |
5 | δὲ συνέχον καὶ κοσμοῦν εἶδός ἐστι, τὸ δὲ συνεχόμενον ὕλη· γένεσις δέ ἐστιν ἐπὶ τὸ εἶδος ἐκ τῆς ὕλης μεταβολή, φθορὰ δ’ ἡ ἐκ τοῦ εἰδοπεποιημένου εἰς τὴν ὕλην ἀνάλυσις. διόπερ ἡ μὲν ἀπὸ τῶν βαρυτέρων ἐπὶ τὰ κουφό‐ τερα μεταβολὴ ἀνάλογόν ἐστι γενέσει, ἡ δὲ τοὔμπαλιν τῶν κουφοτέρων εἰς τὰ βαρύτερα φθορᾷ. δυνατὸν δὲ τὸ αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς | |
10 | διὰ τὸ ἄρθρον μὴ καθολικῶς ἀκούειν πάσης γενέσεως καὶ φθορᾶς, ἀλλὰ ὑετοῦ, χιόνος καὶ τῶν λοιπῶν. τοῦτο δὲ οἶμαι καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν εἰπών· p. 346b23 Μενούσης δὲ τῆς γῆς τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμι‐ | |
15 | δούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολειπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν | |
20 | τόπον, καὶ γίνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ φέρεται πάλιν πρὸς τὴν γῆν. Ἐπειδὴ τὴν τοῦ ἡλίου φορὰν αἰτίαν τῆς γενέσεως καὶ τῆς φθορᾶς εἴρηκε τῶν ἐν τῷ ἀέρι γινομένων παθῶν περὶ ὧν ὁ λόγος, πῶς αἰτία ἐστί, λέγει νῦν. εἰ δὲ ἐν τοῖς ἔμπροσθεν καὶ τὴν γῆν εἶπεν ὑπὸ τῆς | |
25 | θερμότητος διακρινομένην τὴν ξηρὰν γεννᾶν ἀναθυμίασιν, πῶς ἐνταῦθά φησι μενούσης δὲ τῆς γῆς τὸ περὶ αὐτὴν ὕδωρ ἀτμιδούμενον φέρεσθαι ἄνω, ὡς αὐτῆς μὴ διακρινομένης καὶ φερομένης ἄνω; εἰ γὰρ τὸ μενούσης ἀκούσειέ τις κατὰ τὴν ὁλότητα, καὶ τὸ ὕδωρ οὐδὲν ἧττον κατὰ τὴν ὁλό‐ τητα μένει τὴν αὐτοῦ. μήποτε οὖν ἐπειδὴ φθάσας ἐδίδαξε περὶ τῶν ἐκ | |
30 | τῆς ξηρᾶς ἀναθυμιάσεως γινομένων παθῶν, νῦν δὲ 〈περὶ〉 τῶν ἀπὸ τῆς ὑγρᾶς μόνης συμβαινόντων διδάξαι βούλεται, διὰ τοῦτο τὴν γῆν ὑπέστειλε τοῦ λόγου. μενούσης οὖν τῆς γῆς ἀκουστέον οἱονεὶ τῷ λόγῳ καὶ ἐν ὑποθέσει νῦν μενούσης ἀμεταβλήτου. τὸ οὖν περὶ τὴν γῆν ὑγρόν, φησίν, ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται | |
35 | ἄνω. πῶς μὲν ἡ ἐκ τῶν ἀκτίνων γίνεται θερμότης, ἐδίδαξεν, ὅτι ὁ ἐναπο‐ | |
λαμβανόμενος μεταξὺ τῆς ἀνακλάσεως αὐτῶν ἀὴρ τῇ ἐξ αὐτῶν κινήσει τε | 121 | |
In Mete.14,1122 | καὶ παρατρίψει θερμαίνεται, οἷόν τι πάσχει καὶ ὁ ἐν τοῖς λίθοις, ἐξ ὧν ἅπτουσι τὸ πῦρ, ἐναπολαμβανόμενος ὑπ’ αὐτῶν καὶ τῇ ἐξ αὐτῶν παρα‐ τρίψει λεπτυνόμενος, καὶ ὁ μεταξὺ πάλιν τῶν ἀνακλωμένων ἀκτίνων ἐξ ὕδατος ἢ τῶν πυρίων ἢ ἄλλων τινῶν λείων καὶ στεατίνων σωμάτων. | |
5 | ποίαν δὲ ἄλλην ἄνωθεν θερμότητά φησιν ἢ τὴν κατὰ ποιότητα τοῖς ἐφεξῆς σώμασιν ἐξ ἡλίου καὶ τῶν ἄστρων μεταδιδομένην; καὶ γὰρ ἐκ πυρὸς μετα‐ δίδοται θερμότης τοῖς ἐφεξῆς σώμασιν, ὡς ἐπὶ τῶν ἑψομένων πρῶτον τῷ λέβητι, εἶτα ἐκ τούτου τοῖς μετ’ αὐτὸν ὑγροῖς ἢ ξηροῖς, καὶ ἐπὶ τῶν βαλα‐ νείων πρῶτον ταῖς πλίνθοις, εἶτα τῷ μετ’ αὐτὰς ἀέρι κἀκ τούτου τοῖς ὑπ’ | |
10 | αὐτοῦ περιεχομένοις σώμασι. τοῦτο δὲ θερμῆς ἄντικρυς οὐσίας τὸν ἥλιον καὶ τὰ ἄστρα δείκνυσι, καὶ διὰ τοῦτο τῆς τοῦ πυρὸς οὐσίας κατὰ Πλάτωνα καὶ οὐ πέμπτης, ὡς Ἀριστοτέλει δοκεῖ, εἰ μή τις ἄνωθεν λέγοι θερμότητα τὴν ἀπὸ τοῦ ὑπεκκαύματος τῷ ἀέρι μεταδιδομένην· καὶ γὰρ ἐξ ὕδατος καὶ γῆς κάτωθεν ψύξεως μεταλαγχάνει. μετὰ οὖν τὸ ἀπενεχθῆναι, φησί, τὴν | |
15 | ἀτμίδα καὶ πόρρω γενέσθαι τῆς γῆς ἀπολιμπάνει αὐτὴν ἡ θερμότης καὶ ψύχεται, ἀπολιμπάνει δὲ κατὰ δύο τρόπους. ἡ μὲν γὰρ αὐτῆς διακρινο‐ μένη τῆς συναναφερομένης ὑδατώδους οὐσίας βαρείας οὔσης σκεδάννυται καὶ ἀκωλύτως τῇ ἐμφύτῳ κουφότητι ἐπὶ τὴν ἑαυτῆς ὁλότητα φέρεται τὸ ὑπέκκαυμα, ἡ δὲ ὑπολειπομένη βραχεῖα οὖσα δηλονότι καὶ ἄτονος διὰ τὸ | |
20 | μετεωρισθῆναι πόρρω τῆς γῆς ὡς ἐν ψυχρῷ γινομένη τόπῳ σβέννυται παν‐ τελῶς. ὁ γὰρ τόπος ἐκεῖνος, ὡς εἶπεν ἤδη καὶ μετ’ ὀλίγον ἐρεῖ, ψυχρός ἐστιν, εἰς ἀχανὲς τῶν ἀνακλασθεισῶν ἀκτίνων διισταμένων καὶ θερμαίνειν τὸν μεταξὺ ἀέρα πολὺν ὄντα τῇ κινήσει τε καὶ παρατρίψει μηκέτι δυνα‐ μένων. καὶ διὰ τὴν ἀπόλειψιν οὖν τοῦ θερμοῦ καὶ διὰ τὸν τόπον ἐκεῖνον | |
25 | ἡ ἀτμὶς ψυχομένη γίνεται πάλιν ὕδωρ ἐξ ἀέρος, καὶ τὸ γενόμενον κάτω φέρεται. ὡς γὰρ διὰ τὴν θερμότητα ὁ ἐξ ὕδατος μανωθέντος ἀτμὸς ἥλατο πρὸς τὸ μετέωρον, οὕτως ἔμπαλιν ἡ ἀτμὶς ἄνω ψυχθεῖσα καὶ πε‐ πυκνωμένη παλινδρομεῖ πρὸς τὰ βαρέα τῶν σωμάτων, τὴν γῆν καὶ τὸ ὕδωρ. p. 346b32 Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δὲ ἐξ | |
30 | ἀέρος εἰς ὕδωρ νέφος. Ἀπορήσειεν ἄν τις εἰκότως ἐν τούτοις, εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἰς ἄλληλα μεταβάλλουσι, διὰ τί μὴ τὸ μεταξὺ τούτων ἕν ἐστι καὶ ἡ ὁδὸς 〈ἡ〉 αὐτὴ καὶ μία, ἀλλ’ εἰ μὲν τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει, διὰ μέσης μετα‐ βάλλει τῆς ἀτμίδος (δεῖν γὰρ αὐτό φησι πρότερον λεπτυνόμενον ἀτμίδα | |
35 | γενέσθαι, εἶθ’ οὕτως ἐκ ταύτης ἀέρα), εἰ δὲ τοὔμπαλιν ὁ ἀὴρ γένοιτο ὕδωρ, οὐκ ἀτμὶς πρότερον ὁ ἀὴρ ἀλλὰ νέφος γίνεται. μίαν γὰρ εἶναι δεῖ τὴν μεταξὺ τῶν ἐναντίων ὁδὸν τῶν μεταχωρούντων εἰς ἄλληλα. οἷον εἰ τὸ | |
θερμὸν εἰς ψυχρὸν μεταβάλοι, οὐκ ἀθρόον ἐκ τοῦ ἄκρως θερμοῦ γίνεται | 122 | |
In Mete.14,1123 | ψυχρόν, ἀλλὰ δεῖ πρῶτον αὐτὸ γενέσθαι χλιαρόν, εἶτα ἐκ τούτου ψυχρὸν εἰλικρινές· ὁμοίως καὶ εἴ τι ψυχρὸν γίνοιτο θερμόν, πρότερον γίνεται χλια‐ ρόν. πάλιν εἰ τὸ λευκὸν καὶ τὸ μέλαν ἀντιμεταβάλλοιεν εἰς ἄλληλα, δεῖ τὸ μεταξὺ τῆς ἑκατέρου μεταβολῆς εἰς θάτερον τὸ αὐτὸ εἶναι χρῶμα, οἷον | |
5 | τὸ φαιόν. καὶ εἰ τὸ ἄνω καὶ τὸ κάτω τοὺς τόπους ἀντιπαραχωροῖεν ἀλ‐ λήλοις, διὰ τοῦ μέσου τοὺς ἀλλήλων ἀντιμεταλήψονται τόπους. πῶς οὖν ἐπὶ τῆς εἰς ἄλληλα μεταβολῆς ἀέρος τε καὶ ὕδατος οὐχ ἓν τὸ μεταξύ, ἀλλ’ ὕδωρ μὲν εἰς ἀέρα μεταβάλλον διὰ μέσης ἀτμίδος, ἀλλὰ διὰ νέφους μέσου γίνεται ὕδωρ; πρὸς ταῦτα τοίνυν ἐροῦμεν ὡς καὶ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μετα‐ | |
10 | βολὴ πρῶτον ἀτμίδα ποιεῖ παχυνομένου τοῦ ἀέρος μετρίως, καὶ ἡ ἀτμὶς ἐπὶ πλεῖον παχυνομένη γίνεται ὕδωρ, τὸ δὲ νέφος οὐχ ἑτέρας οὐσίας ἐστὶ γένεσις, ἀλλὰ πολλῆς ἀτμίδος σύγκρισίς τε καὶ σύστασις. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ἡ γενομένη ἀτμὶς εἰς νέφος συγκρίνεται πρότερον, ἀλλ’ εὐθὺς ἐξαεροῦται λεπτυνομένη; φημὶ τοίνυν ὡς | |
15 | ἡ ἐξ ὕδατος κάτω γινομένη ἀτμὶς κατὰ βραχὺ γινομένη κάτω μένειν οὐκ ἀνέχεται, ἕως ἂν πολλῆς γενομένης ἀτμίδος ἅπασα συγκριθῇ καὶ γένηται νέφος, ἀλλ’ εὐθέως μετεωρίζεται. *** p. 348a20 Συμβαίνει δ’ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίνεσθαι χάλαζαν· καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς | |
20 | ὑψηλοῖς μάλιστα γινομένην. Ἐντεῦθεν λοιπὸν τῆς Ἀναξαγορείου δόξης ὁ ἔλεγχος, καὶ τέως ὅτι τοῖς φαινομένοις ἡ ὑπόθεσις μάχεται. οὐδὲ γὰρ ἐν τοῖς ὑψηλοτάτοις τόποις ὦπται γινομένη χάλαζα. καίτοι γε εἰ ἠλήθευεν Ἀναξαγόρας, ἐκεῖ μᾶλλον αὐτὴν ἔδει συνίστασθαι, ἔνθα καὶ τὸ νέφος ὠθεῖτο· καὶ γὰρ ἡ χιὼν ἐκ | |
25 | τῶν ὑψηλοτέρων ὀρέων κατιοῦσα φαίνεται. ψευδὴς ἄρα ἡ Ἀναξαγόρου ὑπόθεσις καὶ τοῖς φαινομένοις ἀσύμφωνος. p. 348a23 Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα σὺν ψόφῳ πολλῷ παρ’ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσι καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος. ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοι‐ | |
30 | ούτων ὀφθέντων νεφῶν χάλαζα γίνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς γῆς γενομένης τῆς πήξεως. | |
Καὶ ταῦτα πρὸς ἔνδειξιν τοῦ μὴ πόρρω τῆς γῆς, ὡς Ἀναξαγόρᾳ δοκεῖ, | 123 | |
In Mete.14,1124 | τὴν χάλαζαν γίνεσθαι. ὤφθη γάρ, φησί, πολλάκις περιγειότατα νέφη μετὰ πολλοῦ κτύπου φερόμενα, δηλονότι βροντῶν ἐξαισίων γινομένων, ὡς ἐκδει‐ ματῶσαι τοὺς ἀκούοντας καὶ ἐλπίδας ὑποθεῖναι διὰ τὸ δέος ὡς χαλεπῶν τινων ἐσομένων. καὶ χωρὶς δὲ κτύπου τῶν τοιούτων νεφῶν ὀφθέντων | |
5 | περὶ τὴν γῆν ἐπηκολούθησεν εὐθέως χάλαζα τηλικαύτη τὸ μέγεθος, ὡς ἄπιστον εἶναι τοῖς ἀκούουσι, καὶ τὸ σχῆμα ταύτης οὐ στρογγύλον. ταῦτα δὲ πάντα σημεῖα τοῦ πλησίον τῆς γῆς αὐτὴν συστῆναι· ὁ γὰρ πολὺς κτύπος τὴν ἐγγύτητα σημαίνει τοῦ νέφους. πόρρωθεν γὰρ τῆς πρώτης γινομένης πληγῆς καὶ τῆς διαδόσεως κατὰ μέρος φερομένης πρὸς ἡμᾶς ἐκλύεται τῷ | |
10 | διαστήματι τὸ μέγεθος τοῦ ψόφου, ὡς καὶ τῶν ὁρατῶν ἡ ἀντίληψις διὰ πολλοῦ γινομένη τοῦ μεταξὺ διαφανοῦς ἀμβλύνεται προϊοῦσα· οὔτε γὰρ τὸ διαφανὲς ἐπὶ πολὺ διαβιβάζειν τὰ χρώματα δύναται οὔτε τὸ διηχὲς τοὺς ψόφους. καὶ τὸ μέγεθος δὲ καὶ τὸ μὴ στρογγύλον ἔχειν τὸ σχῆμα τὴν περὶ τὴν γῆν αὐτῆς σημαίνει γένεσιν. ῥᾳδία γὰρ αὐτῆς ἡ διάλυσις, ἅτε | |
15 | δὴ καὶ θερμοτέρου τοῦ καιροῦ ἢ τῆς χώρας οὔσης· εἰ μὲν οὖν πόρρωθεν φέροιτο, εἰκὸς αὐτῆς τινα μέρη τὰ ἐξέχοντα παραναλίσκεσθαι, καὶ τῆς ἐξ ἀρχῆς συστάσεως ἐλάττονα γίνεσθαι, ἐξ ὀλίγου δὲ τοῦ διαστήματος ἄθραυ‐ στος μένουσα μείζων φαίνεται. τὸ αὐτὸ καὶ τοῦ μὴ στρογγύλην ὑπάρχειν αἴτιόν ἐστι. πόρρωθεν γὰρ πολλὴν ὁδὸν διανύουσα, τῶν ἄκρων αὐτῆς τῇ | |
20 | πρὸς τὸν ἀέρα τρίψει θραυομένων, σφαιροῦται ὡς ὁ ἐξ ὄρους κορυφῆς ὠθούμενος ὑφ’ ὁτουοῦν λίθος καὶ τῇ φορᾷ τὰ ἄκρα πάντοθεν περιθραυ‐ σθεὶς καὶ γενόμενος καθ’ Ὅμηρον ὀλοοίτροχος, καὶ οἱ ἐν θαλάσσῃ ταῖς παλιρροίαις φερόμενοι λίθοι· ἐξ ὀλίγου δὲ κινηθεῖσα μένει ἀπαθὴς ὡς συνέστη τὴν ἀρχήν, μὴ γενομένη περιφερής. καὶ αὐτὴ δὲ τῆς ὄψεως | |
25 | ἡμῶν ἡ ἀντίληψις κρίνειν τὰ περιγειότερα τῶν νεφῶν οὐκ ἀδύνατος, ὅτε καὶ τούτων ἄλλα ἄλλοις τὰ μὲν ἐπικείμενα, τὰ δὲ ὑποτρέχοντα φαίνεται, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοί φασιν. p. 348a30 Ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστα αἰτίου τῆς πήξεως μεγίστας γίνεσθαι χαλάζας. | |
30 | Ἐδείχθη διὰ τῶν εἰρημένων ὅτι πλησίον τῆς γῆς ἡ τῆς χαλάζης γίνεται σύστασις καὶ οὐχ, ὡς οἱ περὶ Ἀναξαγόραν, εἰς τὸν ἄνω τόπον. εἰ γὰρ ὁ ἄνω τόπος ὡς ψυχρότερος ἐποίει χάλαζαν, ἐχρῆν ἐκ τοῦ μᾶλλον ἄνω πολλήν τε καὶ μείζονα γίνεσθαι· ὅσῳ γὰρ τῷ αἰτίῳ καὶ ποιητικῷ τὸ γινόμενον πλησιάζει, τοσούτῳ γίνεται μᾶλλον. νῦν δὲ τοὐναντίον φαί‐ | |
35 | νεται συμβαῖνον· ἐκ γὰρ τῶν περιγειοτέρων πλείους τε καὶ μείζους γίνονται χάλαζαι καὶ οὐ στρογγύλαι, διὰ τὸ μὴ περιθραύεσθαι κατιούσας· τοῦτο δὲ διὰ τὸ μὴ πολλὴν διάστασιν φέρεσθαι. οὕτως ἐλέγξας τὴν Ἀναξαγόρου | |
δόξαν αὐτὸς λοιπὸν τὰ αὐτῷ περὶ τούτων δοκοῦντα διδάσκει. | 124 | |
In Mete.14,1125 | p. 348b2 Ἀλλ’ ἐπειδὴ ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις, διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις, τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστε ἐν ταῖς ἀλεεινοτέραις ὥραις | |
5 | ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ, ὁτὲ δὲ χάλαζαν. διὸ καὶ αἱ ψεκάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ γίνεται, ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως. | |
10 | Ἀξίωμά τι προείληφε τῆς αἰτίας τῶν συμβαινόντων ἐπὶ χαλάζης γνώ‐ ριμόν τε καὶ αὐτῷ πολλάκις εἰρημένον. ἐν γὰρ τοῖς ὑπὸ σελήνην τόποις ἐμπολιτευομένων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, συμβαίνει ταῦτα διὰ τὴν μάχην ἀλλήλοις ἀντιπεριίστασθαι· ἅμα γὰρ εἶναι τὰ ἐναντία οὐκ ἐνδέχεται, διόπερ ἀντιπαραχωρεῖν τοὺς τόπους ἀλλήλοις εἰώθασιν. ἐν μὲν γὰρ τῷ | |
15 | θέρει τοῦ περιέχοντος θερμαινομένου τὸ ψυχρὸν εἰς τὸ βάθος τῆς γῆς ὑποχωρεῖ, ὅθεν τὰ σπήλαια καὶ τὸ ἐν βάθει ὕδωρ λίαν ἐστὶ τότε ψυχρά, ἐν χειμῶνι δὲ τοὐναντίον κατεψυγμένου τοῦ περιέχοντος ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ θερμότερα γίνεται. καὶ ὁ σοφώτατος ποιητὴς τοῖς φαινομένοις ὁμολογῶν περὶ τοῦ ἐν βάθει φησὶν ὕδατος “τὸ μέν ποθι δυομένῃσι θέρ‐ | |
20 | μετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.” καὶ οὐχ ὡς ἄν τις ὑποτοπήσειε, πρὸς τὴν ἡμετέραν αἴσθησιν ταῦθ’ οὕτως ἔχειν νομίζεται· ὁμοίως γὰρ ἐχόντων ἐκείνων, φαίη τις ἄν, θέρους τε καὶ χειμῶνος, τῷ μὲν θέρει διὰ τὸ λίαν ἡμᾶς ἐκ τοῦ περι‐ έχοντος τεθερμάνθαι ψυχρὰ εἶναι δοκεῖ τὰ ὑπὸ γῆν, ἐν δὲ τῷ χειμῶνι | |
25 | διὰ τὸ λίαν κατεψῦχθαι ἧττον ψυχρὰ εἶναι φαίνεται, ὡς ὁμοίως ἐχόντων ἐκείνων ἐν θέρει τε καὶ ἐν χειμῶνι, ἡμῶν δὲ διὰ τὰ ἐκ τοῦ περιέχοντος ἡμῖν ἐγγινόμενα πάθη περὶ τὴν ἐκείνων πλανωμένων διάκρισιν. τί οὖν φαμεν; ὡς ψευδὴς μὲν ἡ τοιαύτη ὑπόνοια, ἀληθὴς δὲ λίαν ἡ ἀντιμετά‐ στασις τοῦ θερμοῦ τε καὶ τοῦ ψυχροῦ. ὁρῶμεν γὰρ ἐν χειμῶνι τὰ σπή‐ | |
30 | λαια καὶ τὰ βαθέα τῶν φρεάτων ἀτμίζοντα φανερῶς, τοῦ ἐν βάθει θερμοῦ τὸ ἐκεῖσε ὑγρὸν ἐξατμίζοντος. πόθεν γὰρ ἡ τῶν ἀτμῶν ἀνάδοσις, εἰ μὴ τὸ ἐναποκεκλεισμένον ἐκεῖ θερμὸν αἴτιον ἦν τοῦ γινομένου. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων θέρους μὲν τὰ ἔνδον ἐστὶ ψυχρά, χειμῶνος δὲ μᾶλλον θερμό‐ τερα, διόπερ ἐν θέρει μὲν ἥττονα τροφὴν προσφερόμεθα καὶ βραδύτερον | |
35 | αὐτὴν πέττομεν καὶ πλημμελέστερον, χειμῶνος δὲ καὶ τροφῇ πλείονι χρώ‐ | 125 |
In Mete.14,1126 | μεθα καὶ πέττομεν αὐτὴν κατὰ λόγον. ἐντεῦθεν καὶ τὰ βόρεια σώματα μείζονά τέ ἐστι καὶ ἀκμαιότερα, ἐναποκλειομένου τοῦ ἐμφύτου θερμοῦ διὰ τὴν ἐκ τοῦ ψυχροῦ γινομένην τῆς ἐπιφανείας τοῦ σώματος αὐτῶν πύκνωσιν, καὶ πλείονα τὴν πέψιν τῆς τροφῆς καὶ τὴν πρόσθεσιν ποιοῦντος καὶ τὴν | |
5 | εἰς μέγεθος ἐπίδοσιν. ἐν ἀκμῇ μὲν οὖν τῆς ἡλικίας ἐρρωμένα λίαν ἐστίν· ἐπειδὰν δὲ καὶ παρακμάσῃ καὶ ῥέπῃ πρὸς γῆρας, καὶ τὸ ἔμφυτον αὐτῶν διὰ τοῦτο μειωθείη θερμόν, πολλῆς γινομένης παρ’ αὐτοῖς ἐν τῷ χειμῶνι τῆς ψόξεως σβέννυται ῥᾶον, καὶ διὰ τοῦτο ταχέως αὐτῶν καταπίπτει τὰ σώματα καὶ ἀπόλλυται, καὶ καταγηρῶντας λίαν ἐν αὐτοῖς ἐστι σπάνιον εὑρεῖν. | |
10 | ὅθεν καὶ παροιμία τις ἐπιχωριάζει παρ’ ἡμῖν ἐπὶ τῶν οὐκ ἀγαθὸν κτη‐ σαμένων τὸ † πέρας “τὰ πρὸς ἐσχάτην Γότθου πεποίηκε”· Γότθους γὰρ τοὺς βορείους πάντας βαρβάρους προσαγορεύειν εἰώθασιν. οὕτω δὲ ἐν χειμῶνι τὸ βάθος ἡμῶν ἐστι θερμότερον, ὥστε καὶ πολλοὺς ἔνδοθεν διὰ τοῦ στόματος ἡμῶν ἐξιόντας τοὺς ἀτμοὺς ὁρῶμεν καὶ ἐκ τῶν διαχωρημάτων | |
15 | καπνὸς ἀναδίδοται πολύς, ὅπερ ἐν θέρει μὴ γίνεται. οὐκοῦν παναληθές ἐστι τὸ ἀντιπεριίστασθαι τὸ ψυχρὸν ἀλλήλοις καὶ τὸ θερμόν. ἄξιον δὲ καὶ τεχνικώτερον ταύτην θεωρῆσαι τὴν ἀντιπερίστασιν, καὶ τί τὸ γινόμενον συν‐ ιδεῖν καὶ ὅπως γίνεται. οὐ δεῖ νομίζειν ὡς τὸ ἐν τῷ βάθει θερμὸν αὐτό, λέγω τὸ τῷ ὑπὸ γῆν ἱδρυμένον σώματι, ἐν θέρει τὸ ἴδιον ὑποκείμενον | |
20 | ἐᾶσαν ἔξω γίνεται καὶ θερμαίνει τὸ περιέχον, τὸ δὲ ἔξω πάλιν ψυχρὸν εἴσω χωρεῖ καὶ ψύχε τὰ ἐν τῷ βάθει σώματα, καὶ ἐν χειμῶνι τοὔμπαλιν τὸ μὲν ἔξωθεν θερμὸν ἐν τῷ βάθει μέτεισι, τὸ δὲ ἐν βάθει ψυχρὸν ἔξεισι καὶ ψύχει τὸν ἐκτὸς ἀέρα. τοῦτο γὰρ τῶν ἀδυνάτων ἐστὶ τὰς ἀχωρίστους τῶν σωμάτων ποιότητας ἐξ ἑτέρων εἰς ἕτερα μεταβαίνειν ὑποκείμενα· χωρι‐ | |
25 | στὴν γὰρ αὐτῶν τὴν οὐσίαν ἕξουσιν. ἐν τοῖς ἰδίοις γὰρ ὑποκειμένοις ὑφι‐ στάμενα ἀνεπιτηδείου τούτου γινομένου φθείρεται. τὸ γινόμενον τοίνυν ἐστὶ τοιοῦτον· ἐν χειμῶνι πεπυκνωμένου τοῦ τε ἔξωθεν ἀέρος καὶ τῆς ἐπιφανείας τῆς γῆς, τὸ γενόμενον ἐν τῷ βάθει θερμὸν διὰ τὴν συνεχῆ πρὸς ἄλληλα τῶν στοιχείων ἀντιμεταβολὴν μὴ διαφορούμενον διὰ τὴν τῶν περιεχόντων | |
30 | πύκνωσιν ἀθροίζεται μᾶλλον ἔνδον καὶ πλεῖον γινόμενον θερμαίνει τὸν ὑπὸ γῆν ἀέρα καὶ τὸ ὕδωρ· ἐν δὲ τῷ θέρει τοὐναντίον ἠραιωμένων τῶν πόρων τῆς γῆς διὰ τὴν ἐξ ἡλίου θερμότητα, τὸ ἐν τῷ βάθει γινόμενον διαφορεῖται θερμὸν φύσει τὴν ἄνω διῶκον φοράν, τούτου δὲ γινομένου τὸ ὑπολειφθὲν ἐξ ἀνάγκης ψύχεται. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐν τοῖς ἡμετέροις γίνεται | |
35 | σώμασιν· ἐν χειμῶνι γὰρ τὸ ἔμφυτον θερμὸν ἔνδον ἀποκλειόμενον διὰ τὴν ἔξωθεν γινομένην ἐκ τοῦ ψύχους τοῖς σώμασι πύκνωσιν καὶ πλεῖον ἀεὶ διὰ τοῦτο γινόμενον θερμαίνει τὸ βάθος, καὶ τὰς ἐνεργείας οὕτω τὸ θερμὸν ἀμέμπτως ἀποδίδωσι τὰς ἑαυτοῦ· ἐν δὲ τῷ θέρει διὰ τὴν μάνωσιν τῶν | |
σωμάτων διαφόρητον γίνεται, διὸ τὸ βάθος τῇ ἐνδείᾳ τῇ τούτου ψύχεται ἢ | 126 | |
In Mete.14,1127 | ἀκριβέστερον εἰπεῖν ἧττον γίνεται θερμόν. ταῦτα μὲν οὖν περὶ τοῦ βάθους· ἐν δὲ τοῖς ἔξωθεν τοῦ βάθους τῆς γῆς σώμασι τὸ γινόμενόν ἐστι δῆλον ἅπασιν. ἐν θέρει μὲν γὰρ πλησιάζων ὁ ἥλιος θερμαίνει τὰ περιέχοντα, ἐν χειμῶνι δὲ πλεῖστον αὐτῶν διεστηκὼς οὐδὲ τῆς ἰδίας μεταδίδωσιν αὐτάρκως | |
5 | θερμότητος, καὶ τὰ ψυχρὰ σώματα γῆ τε καὶ ὕδωρ ἐκ τῶν ἀτμῶν τῶν ἐξ αὐτῶν τὸν ἀέρα καταψύχει· καὶ ψυχθεὶς λίαν ὡς λεπτομερὴς ἀντιψύχει τὰ ψύξαντα, καὶ ταῦτα πάλιν τὸν ἀέρα, καὶ οὕτως ἀλλήλων ἀντεπιτείνουσι τὴν ψῦξιν καθ’ ὃν τρόπον ἐν τοῖς ἤδη φθάσασιν ἀπεδείξαμεν. τοιαύτην εἶναι τὴν λεγομένην ἀντιπερίστασιν τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ δεῖ νομίζειν, | |
10 | διότι τῶν ἔξω θερμαινομένων τὰ ἔνδοθεν ψύχεται καὶ τοὔμπαλιν ψυχομένων τῶν ἔξω τὰ ἐν τῷ βάθει θερμαίνεται. ταύτην οὖν, φησί, τὴν ἀντιπερί‐ στασιν τοῦ θερμοῦ καὶ ψυχροῦ νομιστέον καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ἐν ᾧ τὰ νέφη συνίσταται, τῆς χώρας ἀλεεινοτέρας οὔσης ἢ τοῦ καιροῦ· τῇ γὰρ ἀλέᾳ τοῦ περιέχοντος ἡ ἐν τῷ νέφει ψῦξις ἀντιπεριισταμένη πρὸς | |
15 | τὸ βάθος αὐτοῦ χωρεῖ, καὶ οὕτως ἔνδον ἀθροωτέρα γινομένη τὴν ἐντὸς ἀτμίδα τοῦ νέφους εἰς ὕδωρ ἀθροώτερον μεταβάλλει. διὸ καὶ ἐν ταῖς τοι‐ αύταις ὥραις ἢ χώραις ὄμβροι γινόμενοι θᾶττον γίνονται διὰ τὴν ἀθρόαν τοῦ νέφους πύκνωσιν, καὶ αἱ ψεκάδες μείζους διὰ τὸ πολλὴν ὁμοῦ μετα‐ βάλλειν ἀτμίδα, καὶ ῥᾳδία τούτων ἡ κίνησις, ἐπεὶ καὶ ἡ ῥοπὴ μείζων διὰ | |
20 | τὸ μέγεθος. οὕτω τοίνυν γινομένου τοῦ ὕδατος καὶ τῇ ἐμφύτῳ ῥοπῇ φερο‐ μένου κάτω, ἡ τὴν ἀτμίδα μεταβάλλουσα ψῦξις εἰς ὕδωρ ἔτι αὐτῷ πολλὴ ἐνυπάρχουσα ταχύτερον αὐτὸ πήγνυσι τῆς ἐπὶ τὸ κάτω φερούσης ῥοπῆς· καταφερόμενον οὖν ἅμα τὸ ὕδωρ πήγνυται καὶ ποιεῖ χάλαζαν. καὶ τοῦτό ἐστιν ὅ φησιν ὁτὲ μὲν ταχὺ ὕδωρ ποιεῖ, ὁτὲ δὲ χάλαζαν· ἔνδον μὲν | |
25 | τοῦ νέφους ὕδωρ ποιεῖ πυκνοῦσα τὴν ἀτμίδα ταχέως, ἔξω δὲ καταφερόμενον ἢ καὶ ἔνδον ἔτι τὸ ὕδωρ ὂν καὶ πηγνύμενον χάλαζαν. p. 348b12 Τοῦτο δὲ γίνεται αὐτὸ τοὐναντίον ἢ ὡς ὁ Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπανέλθῃ, φησί, τοῦτο πάσχει, ἡμεῖς δὲ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν | |
30 | μάλιστα. ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξε καὶ γίνεται χάλαζα. Τἀναντία τῷ Ἀναξαγόρᾳ, φησίν, ὁ ἡμέτερος ὑποτίθεται λόγος· ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὡς ἐν τῷ ἄνω γινόμενον τόπῳ τῷ κατεψυγμένῳ τὸ νέφος γίνεται χάλαζα, ἡμεῖς δὲ τοὐναντίον, ὅταν ἐν τῷ κάτω γίνηται τόπῳ τῷ | |
35 | θερμῷ, τότε γίνεται χάλαζα, καὶ ὅταν μᾶλλον ὄντος θερμοῦ τοῦ περι‐ έχοντος μᾶλλον αὐτὸ τὸ ψυχρὸν ἀντιπεριστῇ, ὡς ἐν τῷ βάθει πολὺ γενέ‐ | |
σθαι συνωθούμενον ὑπὸ τῆς ἔξωθεν ἀλέας, μᾶλλον γίνεται ὕδωρ, ἐπιτεινο‐ | 127 | |
In Mete.14,1128 | μένης δὲ μᾶλλον ὑπὸ τοῦ ψύχους τῆς πιλήσεως, ἅμα τὸ ὕδωρ καὶ χάλαζα πηγνύμενον γέγονεν. p. 348b17 Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, | |
5 | ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι χρόνῳ ἔπηξεν, οὐδὲν κωλύει μετέωρον ὂν παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίνηται χρόνῳ τῆς κάτω φορᾶς. Ἐκεῖνο τὸ ἠπορημένον λύει διὰ τούτων ὡς εἴπερ ἡ χάλαζα ὕδωρ ἐστὶ πεπηγός, πῶς ἐν τῷ μετεώρῳ πήγνυται. εἰ μὲν γὰρ πρὶν γένηται ὕδωρ, | |
10 | ἡ πῆξις γέγονε, χιὼν ἦν οὐ χάλαζα τὸ γενόμενον· εἰ δὲ μετὰ τὸ γενέσθαι ὕδωρ ἐπάγη, πόσον ἐστὶ χρόνον τὸ ὕδωρ μετέωρον, ἕως ἂν παγείη; λέγει οὖν πῶς τοῦτο γενέσθαι δυνατόν. προδήλου ὄντος ὅτι καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ ὕδατος χρόνῳ γίνεται καὶ ἡ πῆξις αὐτοῦ ἡ ὑπὸ τῆς ψύξεως, ὅταν οὖν ὁ χρόνος τῆς ἐπὶ τὸ κάτω φορᾶς τοῦ ὕδατος μείζων ᾖ τοῦ χρόνου | |
15 | καθ’ ὃν πήγνυται, πήγνυται τὸ ὕδωρ καὶ γίνεται χάλαζα. οἷον 〈εἰ〉 ἡ μὲν ἐπὶ τὸ κάτω φορὰ τριῶν ὡρῶν δέοιτο, ἡ δὲ πῆξις μιᾶς διὰ τὸ σφοδρὸν τῆς πηγνυούσης αὐτὸ ψύξεως, συμβαίνει τὸ ὕδωρ καταφερόμενον ἐν ὅσῳ μίαν ὥραν κεκίνηται, παγῆναι καὶ γενέσθαι χάλαζαν, ἐν δὲ ταῖς λοιπαῖς δύο ὥραις τὴν γενομένην κινεῖσθαι χάλαζαν, καὶ οὕτως οὐδὲν τῶν ἠπορημένων ἀντικεί‐ | |
20 | σεται τῇ γενέσει αὐτῆς. κἀντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ περὶ γῆν τόπῳ τὸ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται, ὥσπερ τῷ μὲν ὑετῷ ἡ δρόσος, τῇ δὲ χιόνι ἡ πάχνη· οὐδὲ γὰρ οἷόν τε ἦν θᾶττον γενέσθαι τὴν πῆξιν τῆς δρόσου τῆς ἐπὶ τὸ κάτω φορᾶς αὐτῆς, ἵνα γένηται κρύσταλλος, ὀλίγου ὄντος τοῦ διαστήματος, ἀλλὰ φθάνει πρὶν παγῆναι ἐνεχθεῖσα ἡ δρόσος. ἀπο‐ | |
25 | ρήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς ἀρξάμενον φέρεσθαι τὸ ὕδωρ πήγνυται, πότερον ἐν τῷ νέφει περιεχόμενον ἔτι ἢ παραμεῖψαν αὐτὸ καὶ ἔξω γινόμενον ἐπάγη. ἀλλ’ ὑπόκειται θερμότερος ὁ ἔξω ἀήρ, διόπερ καὶ ἡ ψῦξις ἐν τῷ βάθει τοῦ νέφους ἠθροίσθη ἀντιπεριστᾶσα τῷ ἔξω θερμῷ καὶ τὴν ἀτμίδα τὴν ἐν τῷ νέφει πυκνώσασα εἰς ὕδωρ. εἰ δὲ ἐν τῷ νέφει | |
30 | ὑπάρχον ἔτι δευτέραν τὴν εἰς χάλαζαν παγὲν ποιεῖται μεταβολήν, πρῶτον μὲν πῶς ἔμεινεν ἐν τῷ νέφει χρόνον τὸ ὕδωρ, ἵνα παγῇ, καὶ οὐκ εὐθὺς ἠνέχθη κάτω τῷ ἐμφύτῳ βάρει; δεύτερον πῶς ἔξω τοῦ νέφους γενομένη ἡ χάλαζα οὐκ εὐθὺς ἐτάκη ὑπὸ τοῦ θερμοῦ ἀέρος τοῦ περιέχοντος, δι’ οὗ φέρεται κάτω; ῥητέον οὖν ὡς οὐκ ἔστιν ἀβαθὲς τὸ νέφος, ἀλλ’ ἔχει τι | |
35 | βάθος οὐκ ὀλίγον, διὸ καὶ τῷ ἡλίῳ ἐπιπροσθεῖ καὶ βρονταὶ καταρρήγνυνται | |
καὶ πολὺς ὁ ὑετός. τοῦτο οὖν τὸ βάθος διερχόμενον τὸ ὕδωρ εἰ | 128 | |
In Mete.14,1129 | καὶ μετὰ τὸ νέφος ὑπὸ τῆς ἐν αὐτῷ ψύξεως πολλῆς ἔτι οὔσης ἐπάγη, οὐ τήκεται δὲ παγὲν εὐθὺς ὑπὸ τοῦ περιέχοντος θερμοῦ διὰ τὸ βραχὺ τοῦ διαστήματος. διόπερ εἰ καὶ θερμοτέρῳ ὁμιλήσειεν ἀέρι, μένει παγέν· φθάνει γὰρ κατενεχθῆναι, πρὶν τακῇ· χρόνου γὰρ δεῖται τοῦ συμμέτρου | |
5 | πᾶσα μεταβολή. πρὶν οὖν ὑπὸ τοῦ ἀέρος πάθῃ τι, καταφέρεται. ἰσχυρο‐ τάτης οὖν πήξεως ἡ χιὼν τυχοῦσα καὶ ὅλον πολλάκις τὸν τοῦ θέρους διαρκεῖ χρόνον οὐδὲ θερμοτάτῳ ἀέρι ὁμιλοῦσα ῥᾳδίως τήκεται, κρύσταλλος δέ τις καὶ ἀπολιθοῦται παντελῶς· ἡ δὲ χάλαζα μαλακωτέραν ἔχουσα τὴν πῆξιν εὐθὺς κατενεχθεῖσα τήκεται. οὐδὲν δέ ἐστιν ἀπεικὸς καὶ καταφερο‐ | |
10 | μένην ἔτι τακῆναι ἢ πᾶσαν ἢ μέρη τινὰ ταύτης τὰ ἐπιτηδειότερα, διόπερ οὐχ ὁμοία τῷ μεγέθει πᾶσά ἐστι, καὶ ὕδωρ δὲ πολλάκις ἐκ τῆς τακείσης τῇ χαλάζῃ συγκαταφέρεται. κἀκεῖνο δὲ πάλιν τις ἀπορήσειεν, πῶς ὑπὸ τῆς εἰς βάθος τῇ ἀντιπεριστάσει συνελαθείσης [τῆς] ψύξεως οὐκ εὐθὺς ἡ ἀτμὶς πήγνυται καὶ γίνεται χιών, ἀλλὰ πρῶτον μὲν πήγνυται καὶ μεταβάλλει εἰς | |
15 | ὕδωρ, εἶτα τὸ ὕδωρ πήγνυται καὶ γίνεται χάλαζα; λέγομεν τοίνυν ὡς εἰ καὶ πολλή τίς ἐστιν ἡ ψῦξις ἐν τῷ νέφει, ἀλλ’ οὐ πάντως τῆς ἐν τῷ χειμῶνι πηγνυούσης τὴν ἀτμίδα 〈καὶ〉 χιόνα ποιούσης· σφοδρᾶς γὰρ λίαν ψύξεως δεῖ πρὸς τὸ τὴν ἀτμίδα θερμὴν οὖσαν παγῆναι πρὸ τῆς εἰς τὸ ὕδωρ πυκνώσεως. καὶ τὸ προτεθερμάνθαι δὲ τὸ τῆς χαλάζης ὕδωρ ἐκ τῆς τοῦ | |
20 | περιέχοντος βίας ἑτοιμότερον πρὸς πῆξιν αὐτὸ ποιεῖ· εὔψυκτα γάρ ἐστι λίαν τῶν ὑδάτων τὰ προθερμαινόμενα. p. 348b22 Καὶ ὅσῳ δ’ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίνεται καὶ αἱ ψεκάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον. καὶ οὐ πυκναὶ | |
25 | αἱ ψεκάδες αἱ μεγάλαι πίπτουσι διὰ τὴν αὐτὴν αἰτίαν. Ὅταν, φησίν, ἡ ψῦξις ἰσχυρά τις ᾖ καὶ ὁ τόπος ἐν ᾧ γίνεται πλησίον τῆς γῆς, διὰ μὲν τὸ σφοδρὸν τῆς ψύξεως ἡ τῆς ἀτμίδος πύκνωσις ἀθροωτέρα γίνεται· διὸ καὶ αἱ ψεκάδες μείζους, λαβρότερα δὲ τὰ ὕδατα δι’ αὐτὸ τὸ τῶν ψεκάδων μέγεθος θᾶττον κινουμένων· αἱ γὰρ μικραὶ ψεκάδες, οἷαί | |
30 | εἰσιν αἱ ἐν χειμῶνι γινόμεναι, ὡς ἧττον βαρεῖαι τὴν κίνησιν ἠρεμαιοτέραν ἔχουσι. καὶ οὐ διὰ τοῦτο μόνον εἰσὶν αἱ ψεκάδες 〈μείζους, ἀλλ’〉 ὅτι καὶ ὀλίγον διάστημα καταφερόμεναι οὐ σκεδάννυνται· πρὶν γὰρ τοῦτο παθεῖν φθάνουσι κάτω. αἱ γὰρ ἐξ ὕψους φερόμεναι ἐν τῷ μεταξὺ σκεδάννυνται διαστήματι· εἰ γοῦν λεκάνην ὕδατος ἐξ ὕψους κενώσειας, εὐθὺς διασπᾶται | |
35 | τὸ ὕδωρ καὶ κατὰ μικρὰ φέρεται κάτω, εἰ δὲ ἐξ ὀλίγου διαστήματος ἐκ‐ | |
χέοις, ἀθροώτερον κάτεισι καὶ κατὰ μεγάλα μέρη τὸ ὕδωρ. ἀλλὰ διὰ τί | 129 | |
In Mete.14,1130 | καὶ χάλαζαι μέγισται; πρότερον μὲν διὰ τὸ τὰς ψεκάδας εἶναι μεγάλας, αἵ‐ τινες πηγνύμεναι ποιοῦσι τὴν χάλαζαν, ἔπειτα καὶ τῷ μὴ καταθραύεσθαι φερομένας ἐκ πλείονος ὕψους μηδὲ τήκεσθαι χρόνον πολὺν ὁμιλούσας ἀέρι θερμῷ, ὃ γίνεται ἐπὶ τῶν ἐξ ὕψους καταφερομένων. διὰ τί δὲ οὐ πυκναὶ | |
5 | αἱ ψεκάδες, ἀραιαὶ δὲ μᾶλλον; ἢ ὅτι μεγάλαι πολλῶν ἀτμίδων ἀθρόως εἰς ἓν πυκνουμένων, ἢ καὶ διὰ τὸ μὴ πόρρω μεταβάλλειν τῆς γῆς· τὸ γὰρ ἀεὶ γινόμενον ὕδωρ εὐθὺς καταφέρεται, πρὶν ἕτερον μεταβάλῃ. εἰ γὰρ ἐν ὕψει γένηται ἡ μεταβολή, ἐν ὅσῳ τὸ πρῶτον γενόμενον ὕδωρ κάτεισιν, ἐπακολουθεῖ τὸ μεταβαλὸν μετὰ τοῦτο, καὶ τούτῳ πάλιν εὐθὺς ἕτερον | |
10 | ἕψεται, καὶ οὕτως ἐφεξῆς, ὅθεν ἡσυχία γίνεται. p. 348b26 Ἧττον δὲ τοῦ θέρους γίνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους, ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται. γί‐ νονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ | |
15 | τὴν αὐτὴν αἰτίαν. Ὅπερ ἄν τις ἠπόρησε πρὸς τὴν ἀποδοθεῖσαν τῆς χαλάζης αἰτίαν ὑπ’ αὐτοῦ, λέγω τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ, αὐτὸς προσαπορεῖ καὶ ἐπιλύεται. διὰ τί γὰρ μὴ ἐν θέρει γίνονται χάλαζαι θερμότητος οὔσης, δι’ ἣν ἡ ἀντιπερίστασις τοῦ ψυχροῦ γίνεται; ὅτι τὸ ὑλικὸν αἴτιον ἡ ὑγρότης | |
20 | ἐπιλείπει τότε, ἐξ ἧς αἱ ἀναθυμιάσεις γίνονται. πάντων γὰρ τῶν καιρῶν ξηρότερόν ἐστι τὸ θέρος καὶ θερμότερον, τὸ δὲ ἔαρ ὑγρόν ἐστι καὶ θερμόν, τὸ μὲν ὡς τὸν χειμῶνα διαδεξάμενον, τὸ δὲ ὡς πλησιάζον τῷ θέρει· ἀμ‐ φοῖν δὲ τούτοιν δεῖ πρὸς χαλάζης γένεσιν. τὸ δὲ μετόπωρον εἰ καὶ τῷ ξηρῷ καὶ ψυχρῷ χαρακτηρίζεται τὸ μὲν ἐκ τοῦ θέρους ἔχον, τὸ δὲ ἐκ τοῦ | |
25 | πλησιάζοντος χειμῶνος ἐπὶ θύραις ὄντος, ἀλλ’ οὐ θερμότητος ἀπήλλακται παντελῶς· τὸ θέρος γὰρ διεδέξατο. ὁ δὲ χειμὼν τὴν ὑλικὴν μὲν αἰτίαν ἔχει πολλὴν τῷ ὑγρῷ, ἐκλείπει δὲ τῷ θερμῷ, ὅπερ τῆς ἀντιπεριστάσεως ἦν αἴτιον τῷ ψυχρῷ. καὶ τῆς ὀπώρας δέ, φησί, χάλαζαι γίνονταί ποτε, ὅπερ τοῦ θερμοῦ ἐστι τέλος, ἔτι μὲν αὐτῷ τῆς τοῦ θέρους ἐπιμενούσης | |
30 | θερμότητος, εἰ καὶ μὴ οὕτως ἀκμαίως, οὐκ ἀπηλλαγμένου δὲ τοῦ καιροῦ τούτου παντελῶς ὑγρότητος, ὡς καὶ ὑετοὺς ἐν αὐτῷ πολλάκις γίνεσθαι. μεταδιδοὺς γὰρ ὁ καιρὸς οὗτος τῷ μετοπώρῳ θερμότητος ὑγρότητος ἐξ αὐτοῦ μεταλαμβάνει μετρίας· διόπερ σπανίως, γίνονται δ’ ὅμως καὶ ἐν αὐτῷ | |
χάλαζαι. | 130 | |
In Mete.14,1131 | p. 348b30 Συμβάλλεται δ’ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται. διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον. | |
5 | Ὅτι τὰ προθερμανθέντα μᾶλλον ψύχεται, μάρτυρα τὴν κοινὴν ἁπάντων ἐπικαλεῖται πεῖραν. τὸ δὲ αἴτιον ὅτι οὐδὲν ποιεῖν εἰς τὸ ὅμοιον οὐδὲ πάσχειν ὑπὸ τοῦ ὁμοίου πέφυκε· τὰ ἐναντία γάρ ἐστι τὰ εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα ὑπ’ ἀλλήλων. προθερμανθὲν δὲ ἠρέμα τὸ ὕδωρ καὶ ἐν ἀέρι ψυχρῷ τιθέμενον ὡς ὑπὸ τοῦ ἐναντίου τοῦ ψυχροῦ πάσχει μᾶλλον, ἤπερ | |
10 | 〈εἰ〉 μὴ ἐθερμάνθη. καὶ ἄλλως τὸ θερμὸν λεπτύνει τὰ θερμαινόμενα καὶ | |
μανότερα ποιεῖ. *** | 131 |