TLG 4015 003 :: JOANNES PHILOPONUS :: In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL)

JOANNES PHILOPONUS Phil., Discipulus Ammonii filii Hermiae Neoplatonicus, vel Philoponus vel Joannes Grammaticus
(Alexandrinus: A.D. 6)

In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL)

Source: Wallies, M. (ed.), Ioannis Philoponi in Aristotelis analytica posteriora commentaria cum Anonymo in librum ii [Commentaria in Aristotelem Graeca 13.3] Berlin: Reimer, 1909: xxvii–xxx.

Citation: Volume — page — (line)

13,3

xxvii

Ἵνα τῷ σκοπῷ τοῦ προκειμένου βιβλίου παρακολουθήσωμεν καὶ τῇ γριφώδει ταύτῃ τοῦ ῥητοῦ ἀπαγγελίᾳ, φέρε ὥσπερ κοινὰ θεμέλια τῆς τοῦ ῥητοῦ ἐξηγήσεως προλάβωμεν τὰ περὶ τῶν δʹ διαλεκτικῶν. τέσσαρα γάρ ἐστι τὰ προπαρακείμενα ἀλλήλοις, τί ἐστιν, εἰ ἔστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι· ταῦτα γὰρ ἐπὶ τῆς
5τελείας τοῦ διδασκομένου διδασκαλίας προπαραλαμβάνεται, οἷον εἰ ἔστιν ἡ λογικὴ ψυχὴ καὶ τί ἐστι. τούτων δὲ τῶν τεσσάρων προβλημάτων ἁπλούστερα τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, συνθετώτερα δὲ τὸ διὰ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστιν. ἢ γὰρ ὅρου ἐστὶν ἡ ζήτησις ἢ προτάσεως. καὶ ἐν μὲν τῷ εἴ ἐστι καὶ τῷ τί ἐστιν ὅρος ἐστὶν ὁ ζητούμενος, ἐν δὲ τῷ ὁποῖόν τι ἐστι καὶ τῷ διὰ τί ἐστι πρότασις.
10οἷον τί λέγω; τί ἐστιν ἡ ψυχή; ὅτι ἀθάνατος· ὅρος ὁ ζητούμενος. ὁμοίως δὲ καὶ ἐν τῷ εἰ ἔστι· ζητοῦμεν γὰρ εἰ ὅλως ἔστιν ἡ ψυχή. ἐν δὲ τῷ ὁποῖόν τί ἐστι καὶ τῷ διὰ τί ἐστιν οὐχ ὅρου ἐστὶν ἡ ζήτησις ἀλλὰ προτάσεως· ζητοῦμεν γὰρ ἐν τούτοις ὁποῖόν τί ἐστιν ἡ ψυχή, καὶ διὰ τί ἐστιν ἡ ψυχή. καὶ ἔστι συνθετώ‐ τερον τοῦ μὲν εἰ ἔστι τὸ τί ἐστιν· ἐν γὰρ τούτῳ ἐμπεριέχεται· τοῦ δὲ ὁποῖόν
15τί ἐστι τὸ διὰ τί ἐστι· τὸ γὰρ ὁποῖον τί ἐστιν ἐν τῷ διὰ τί ἐστιν ἐμπεριέχεται. αὐτὸ δὲ τὸ τί ἐστι διττόν· τὸ γὰρ τί ἐστιν ὁρισμοῦ ἐστι ζήτησις· τῶν δὲ ὁρισμῶν οἱ μέν εἰσιν ἀπὸ τῆς ὕλης οἱ δὲ ἀπὸ τοῦ εἴδους. οἷον τί ἐστι σελήνης ἔκλειψις; εἰ μὲν οὖν εἴπω ‘γῆς ἀντίφραξισ‘, ἀπὸ τῆς ὕλης λέγεται ὁ τοιοῦτος ὁρισμός. εἰ δὲ εἴπω ‘στέρησις φωτόσ‘, ὁ τοιοῦτος ἀπὸ τοῦ εἴδους. εἰ δέ γε συνθεὶς ἀμφότερα
20εἴπω ‘ἔκλειψις σελήνης ἐστὶ στέρησις φωτὸς ἡλιακοῦ διὰ τὴν τῆς γῆς ἀντίφραξιν‘, οὗτος καλεῖται ἀπὸ τοῦ συναμφοτέρου ὁρισμός. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἷον τί ἐστι βροντή; φημὶ ὅτι ψόφος νεφῶν· οὗτος ἀπὸ τῆς ὕλης ὁρισμός· ὑπόκειται γὰρ τὰ νέφη τῇ βροντῇ καὶ ὕλης λόγον ἐπέχει πρὸς αὐτήν. εἰ δέ γε εἴπω ὅτι
βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἀπὸ τοῦ εἴδους ἐστὶν ὁ τοιοῦτος ὁρισμός.

13,3

xxviii

εἰ δὲ συνθεὶς ἀμφότερα εἴπω ὅτι βροντή ἐστι νεφῶν ψόφος διὰ πυρὸς ἀπόσβεσιν, οὗτος λέγεται ἀπὸ τοῦ συναμφοτέρου ὁρισμός, τὸ μὲν ἔχων ἀπὸ τῆς ὕλης τὸ δὲ ἀπὸ τοῦ εἴδους. καὶ γὰρ ἐπὶ τῆς βροντῆς προηγεῖται ἡ πληγὴ τῆς τοῦ πυρὸς ἀποσβέσεως· μετὰ γὰρ τὴν πληγὴν τῶν νεφῶν ἡ ἀστραπὴ ἐπιγίνεται· ἀλλ’ ἡ
5ὄψις ὡς ἀξιωματικωτέρα οὖσα τῆς ἀκοῆς καὶ ἀχρόνως ἐνεργοῦσα τῆς ἀκοῆς προλαμβάνει τὰ δίκαια· πρῶτον μὲν γὰρ ὁρῶμεν τὴν ἀστραπήν, εἶθ’ οὕτως ἡ ἀκοὴ τῆς πληγῆς τῶν νεφῶν ἀντιλαμβάνεται. οὕτως δ’ ἔχει καὶ ἐπὶ τοῦ ὁρισμοῦ τοῦ θυμοῦ· ἐρωτώμενοι γὰρ τί ἐστι θυμός, φαμὲν ‘ξέσις τοῦ περὶ καρδίαν αἵματοσ‘· καὶ γὰρ ἑπόμενόν ἐστι τῷ θυμῷ ἡ ξέσις τοῦ περὶ καρδίαν αἵματος.
10εἰ δέ γε εἴπω ‘θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεωσ‘, ἀπὸ τοῦ εἴδους ἐστὶν ὁ τοιοῦτος ὁρισμός· σκοπὸς γὰρ τοῦ θυμουμένου ἀντιλυπῆσαι τὸν ἀδικήσαντα· διὰ τοῦτο γὰρ θυμούμεθα. εἰ δέ γε εἴπω ‘θυμός ἐστι ξέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεωσ‘, ἀπὸ τοῦ συναμφοτέρου ὁ τοιοῦτος ὁρισμός. ὥστε οὖν τὸ τί ἐστι διττόν, ἢ ἀπὸ τῆς ὕλης ἢ ἀπὸ τοῦ εἴδους. καὶ ἐν τούτοις ἡ προκειμένη
15πέρας ἀπείληφε θεωρία. Ἐπειδὴ μεμαθήκαμεν τὰ περὶ τῶν τεσσάρων προβλημάτων, φημὶ δὴ τοῦ εἰ ἔστι, τοῦ τί ἐστι, τοῦ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, φέρε δὴ ἀκολούθως καὶ τὸν σκοπὸν τοῦ βιβλίου ζητήσωμεν. σκοπὸς γὰρ τοῦ βιβλίου περὶ ὁρισμοῦ· τοῦτο δέ, διότι περὶ ἀποδείξεως ὁ σκοπός, αἱ δὲ κυρίως ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὰ
20τοῖς πράγμασιν ὑπαρχόντων λαμβάνονται. δύο δέ εἰσι τοῦ καθ’ αὑτὸ οἱ τρόποι, ὡς εἴρηται, ἢ ὅτε ἐν τῷ ὅρῳ τὸ ὑποκείμενον συμπαραλαμβάνεται (ὁριζόμενοι γὰρ τὴν σιμότητά φαμεν κοίλανσιν ἐν ῥινί, καὶ τὸ ὑποκείμενον τῇ σιμότητι, φημὶ δὴ τὴν ῥῖνα, ἐν τῷ ὁρισμῷ συμπαραλαμβάνομεν), ἢ ὅτε αὐτὸ τὸ γένος ἐν τῷ ὁρισμῷ εἰσάγεται. ὥσπερ τυχὸν ὁριζόμενοι τὸ ἄρτιόν φαμεν ἄρτιον ἀριθμὸν
25εἶναι τὸν δίχα διαιρούμενον· ἰδοὺ γὰρ σκοπὸν ἔχοντες τὸ ἄρτιον ὁρίσασθαι παρελάβομεν τὸ τοῦ ἀρτίου γένος, τὸν ἀριθμόν. διότι οὖν ἀποδεικτικὴ ἡ πραγ‐ ματεία, αἱ δὲ κυρίως ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπαρχόντων λαμβάνονται, δύο δὲ τοῦ καθ’ αὑτὸ τρόποι καὶ ἐν ἑκατέρῳ σημαινομένῳ ὁρισμοῦ δεόμεθα, τούτου χάριν νῦν περὶ ὁρισμῶν διαλέγεται. χρειώδης γάρ ἐστιν ἡ
30ὁριστικὴ πρὸς τὴν ἀπόδειξιν, οὐ τοῦτό μου λέγοντος, ὅτι ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις. οὐδὲ γὰρ ἐπὶ πάντων συντρέχει τοῦτο· οὐδὲ γάρ, εἰ βουληθείην δεῖξαι τοῦ τριγώνου τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας, τοῦτο διὰ τοῦ ὁρισμοῦ δεί‐ κνυται τοῦ τριγώνου. οὗτος οὖν ἐστιν ὁ σκοπὸς τοῦ βιβλίου, τὸ περὶ ὁρισμοῦ δια‐ λαβεῖν, οὐ κατὰ πρῶτον λόγον τῆς προθέσεως ταύτης, φημὶ δὴ τῆς περὶ ὁρισμοῦ,
35προκειμένης. ἐν γὰρ τῷ ζʹ τῆς Μετὰ τὰ φυσικὰ κατὰ πρῶτον λόγον περὶ ὁρισμῶν
διαλέγεται, καὶ καταδαπανᾶται ὅλον τὸ βιβλίον ἐν τῇ περὶ ὁρισμῶν διδασκαλίᾳ.

13,3

xxix

τρία οὖν ταῦτα ζητεῖ περὶ ὁρισμῶν· πρῶτον μὲν εἰ ἔστιν ὁρισμοῦ ἀπόδειξις, δεύτερον δὲ εἰ ἔστιν ὁρισμὸς ὁρισμοῦ, τρίτον τίνων μὲν εἰσὶν ὅροι, τίνων δὲ οὐκ εἰσί. δείκνυσι γὰρ ὅτι οὔτε τῶν γενικωτάτων γενῶν εἰσὶν ὁρισμοὶ οὔτε τῶν ἀτόμων ἀλλὰ μόνων τῶν ὑπαλλήλων. τῶν μὲν γὰρ γενικωτάτων γένος οὐκ ἔστι,
5καὶ διὰ τοῦτο οὐδὲ ὁρισμός· οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν λαμβάνονται. τοῦ δὲ ἀτόμου ὁρισμὸς οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ γένος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι τοῦ Πλάτωνος γένος, ἀλλ’ εἶδός ἐστιν εἰδικώτατον· οὐδὲ γὰρ κατὰ διαφερόντων τῷ εἴδει κατηγορεῖται ὁ ἄνθρωπος ἀλλὰ κατὰ διαφερόντων τῷ ἀριθμῷ. περὶ μὲν οὖν τῶν τριῶν τούτων προβλημάτων διαλέγεται ἐν τῷ προκειμένῳ βιβλίῳ. καὶ
10ἐπειδὴ αἱ προτάσεις αἴτιαι τῶν συμπερασμάτων εἰσίν, ἀνάγκη τρέχειν εἰκότως καὶ ἐπὶ τὰ τῶν προτάσεων αἴτια. καὶ συγκρίνει ταῦτα δεικνὺς ὅτι ποτὲ καὶ ἀντι‐ πεπονθότως ἔχει πρὸς ἄλληλα ταῦτα τὰ αἴτια, ὥσπερ τὸ ποιητικὸν αἴτιον τῷ τελικῷ αἰτίῳ. τὸ μὲν γὰρ ποιητικὸν προηγεῖται, ὡς καὶ ἐπὶ τῶν τεχνητῶν ὁρῶμεν· οἷον ὁ οἰκοδόμος τῆς οἰκίας προηγεῖται. τὸ δὲ τελικὸν αἴτιον ἐπακολουθεῖ· τῷ
15γὰρ γάμῳ ἐπακολουθοῦσιν οἱ παῖδες. οὐκ ἀπεικὸς δέ ἐστι τοῦ αὐτοῦ ποτε ποιητικὴν καὶ τελικὴν αἰτίαν ἀποδιδόναι· οἷον τῆς οἰκίας ποιητικὴ αἰτία ὁ οἰκοδόμος, τελικὴ δὲ διότι αὕτη σκέπασμά ἐστιν ὄμβρων κωλυτικόν. ποτὲ δέ, φησί, καὶ ὑλικὴν καὶ τελικὴν αἰτίαν ἐξὸν ἅμα τοῦ αὐτοῦ ἀποδιδόναι ἐπὶ τῶν συμπερασμάτων. τοῦτο γὰρ καὶ ἐπὶ τῶν φυσικῶν ὁρῶμεν, ὥσπερ ἐπὶ τῶν ὀδόντων, ὅτι τοὺς μὲν ἐποίησεν ἡ φύσις
20ὀξεῖς, οἷον τοὺς ἐμπροσθίους, τοὺς δὲ ἀμβλεῖς, οἷον τοὺς λεγομένους κυνώδοντας. ἐξὸν οὖν τῆς τοιαύτης φυσικῆς δημιουργίας ὑλικὴν μὲν αἰτίαν ἀποδιδόναι, ὅτι οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς εἰσι διὰ τὸ ὀλίγην εἶναι τὴν ὑποκειμένην ὕλην (φατνία γὰρ λέγεται τὰ περὶ αὐτοὺς περισσώματα), οἱ δὲ κυνώδοντες ἀμβλεῖς διὰ τὴν ὑποκει‐ μένην ὕλην πλείονα οὖσαν τῆς κατὰ τοὺς ἐμπροσθίους. ἐξὸν δὲ καὶ τελικὴν αἰτίαν
25εἰπεῖν, ὅτι τοὺς μὲν ἐποίησεν ἡ φύσις πρὸς τὸ κατατέμνειν, οἷον τοὺς ἐμπροσθίους, διὸ καὶ ὀξεῖς λέγονται, τοὺς δὲ πρὸς τὸ καταλεαίνειν τὰ σιτία, οἷον τοὺς λεγο‐ μένους κυνώδοντας. καὶ ταῦτα μὲν ἐν τούτοις. ἀλλ’ ἐπειδὴ τεσσάρων προβλη‐ μάτων ὄντων, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήκαμεν δὲ ὅτι τὰ μὲν δύο πρῶτα, τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, περὶ ὅρων ζήτησιν καταγίνονται,
30τὰ δὲ τελευταῖα περὶ προτάσεων, ἐνίστανταί τινες μήποτε καὶ τὰ πρῶτα δύο προτάσεών εἰσι ζητητικά· ζητοῦμεν γὰρ εἰ τῶν ὄντων ἐστὶν ἡ ψυχὴ καὶ τί ἐστιν ἡ ψυχὴ καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν. εἰ ἕκαστον οὖν, φασί, τούτων προ‐ τάσεώς ἐστι ζητητικόν, τίς ἂν εἴη τούτων ἡ διαφορά; ῥητέον τοίνυν ὅτι τὸ μὲν εἰ ἔστιν ὑποκειμένου ἐστὶ ζήτησις, τὸ δὲ τί ἐστι κατηγορουμένου, οἷον ὅτι
35ἀθάνατος, ὅπερ ἐστὶ κατηγορούμενον· περὶ κατηγορουμένου γὰρ ἔχει τὴν ζήτησιν·
τὸ γὰρ ἀθάνατον τῆς ψυχῆς κατηγορεῖται ὡς καθολικώτερον. τὸ δὲ διὰ τί

13,3

xxx

ἐστι ζητεῖ τὸν προσκατηγορούμενον· διὰ τί γὰρ ἀθάνατος ἡ ψυχή; ἐπειδὴ ἀει‐ κίνητος καὶ αὐτοκίνητος· αὐτοκίνητος δὲ ὡς αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέ‐ φουσα καὶ νοοῦσα αὐτὴ ἑαυτήν. ἐξὸν οὖν τῇ λεχθείσῃ διακρίσει ἀπ’ ἀλλήλων αὐτὰ διακρῖναι. τούτων δὲ τῶν τεσσάρων δύο μέν ἐστιν ἁπλᾶ, τὸ εἰ ἔστι καὶ
5τί ἐστι, δύο δὲ συνθετώτερα, τὸ διὰ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστι. καὶ ὃν ἔχει τὸ τί ἐστι πρὸς τὸ εἰ ἔστι, τοῦτον ἔχει τὸν λόγον τὸ διὰ τί ἐστι πρὸς τὸ ὁποῖόν τί ἐστι· συνθετώτερον γὰρ τὸ μὲν τί ἐστι τοῦ εἰ ἔστι, τὸ δὲ διὰ τί ἐστι τοῦ ὁποῖόν τί ἐστι. καὶ ἐν τούτοις ἡ προκειμένη περαιούσθω θεωρία. p. 89b23. Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμόν.
10 Τὸ προοίμιον περὶ τῶν τεσσάρων διαλέγεται προβλημάτων· τοσαῦτα γάρ, φησίν, ἐστὶν ἃ ζητοῦμεν, ὅσαπερ γινώσκοντες ἐπιστάμεθα. καλῶς δὲ οὕτως ἐχρήσατο καὶ οὐκ ἔφη ἐκ τοῦ ἐναντίου ‘ὅσαπερ ἐπιστάμεθα, τοσαῦτά ἐστι καὶ ἃ ζητοῦμεν‘· τοὐναντίον γὰρ τοσαῦτά ἐστιν ἃ ζητοῦμεν, ὅσαπερ γινώσκοντες ἐπι‐ στάμεθα. τέσσαρα δέ ἐστιν ἃ ζητοῦμεν· τέσσαρα ἄρα ἐστὶ καὶ ἃ γινώσκοντες
15ἐπιστάμεθα. τοῦτο μὲν οὖν κοινὸν τῶν τεσσάρων. διάφορον δὲ πρῶτον μὲν τὸ τούτων τὰ μὲν εἶναι ἁπλούστερα, τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, τὰ δὲ συνθετώτερα, τὸ ὁποῖον τί ἐστι καὶ τὸ διὰ τί ἐστι. καὶ ἐν μὲν τοῖς ἁπλοῖς ἁπλούστερον τὸ εἰ ἔστι τοῦ τί ἐστι, ἐν δὲ τοῖς συνθέτοις συνθετώτερον τὸ διὰ τί ἐστι τοῦ ὁποῖόν τί ἐστιν. εἶτα ὅτι τὰ μὲν περὶ οὐσιῶν ποιεῖται τὴν ζήτησιν ὡς ἐπὶ τὸ πολύ,
20οἷον τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι· τὸ γὰρ εἰ ἔστιν αὐτόθεν ζητεῖ 〈εἰ〉 ἐνυφίσταται τὸ περὶ οὗ ὁ λόγος· τὸ δὲ τί ἐστιν αὐτὴν τὴν τοῦ πράγματος οὐσίαν ζητεῖ. τὰ δέ γε λοιπὰ δύο τὰ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχοντα ἐπισκέπτεται, οἷον ὁποῖόν τι ἡ ψυχή, δηλαδὴ ἀθάνατος, καὶ διὰ τί ἀθάνατος. ἐξὸν δὲ πρὸς ταύταις καὶ ἄλλης ἐπικρίσεως προσευπορῆσαι, διότι τούτων τὰ μέν ἐστι διαλεκτικὰ τὰ δὲ πυσματικά.
25οἷον τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστι διαλεκτικά· μόνῳ γὰρ ἀρκεῖται τῷ ναὶ ἢ οὔ· τὸ δὲ ὁποῖόν τι καὶ τὸ διὰ τί πυσματικά· οὐ γὰρ ἀρκεῖται τῷ ναὶ ἢ οὔ, ἀλλὰ
λόγων πλειόνων δεῖται κατασκευαστικῶν.