TLG 4013 002 :: SIMPLICIUS :: De caelo i (interpretatio Graeca ex Kc)

SIMPLICIUS Phil.
(Atheniensis: A.D. 6)

De caelo i (interpretatio Graeca ex Kc)

Source: Heiberg, J.L. (ed.), Simplicii in Aristotelis de caelo commentaria [Commentaria in Aristotelem Graeca 7] Berlin: Reimer, 1894: 361–364.

Citation: Volume — page — (line)

7

.

361

[Κἀκεῖνο δὲ τῆς τοῦ Ἀλεξάνδρου σπουδῆς ἀνάξιον, ὡς οἶμαι, φάναι, ὡς, εἰ δυνατὸν ἦν τῷ θεῷ τὸ κακὸν ἀπολέσαι, οὐδὲν ἂν ἐβουλήθη πρὸ τούτου. καὶ διὰ τί δὴ μὴ καὶ τῶν ἄλλων τῶν γενητῶν ἕκαστον ἄφθαρ‐ τον ἐποίησεν; ἐν ἑκάστῳ γάρ, φησίν, εὔλογον ἀνεπίφθονον εἶναι τὸ θεῖον.
5ταῦτα γάρ ἐστιν ἀνδρὸς πρῶτον μὲν τὴν τοῦ θεοῦ δύναμιν τῆς βουλήσεως361

7

.

362

ἐνδεεστέραν νομίζοντος. καίτοι τί ἂν ἦν ἐμποδὼν τῇ τοῦ θεοῦ δυνάμει τοῦ πάντων τῶν ὄντων τὰς φύσεις παραγαγόντος; εἰ δ’ ἀγαθὸν ὅλως ἐνό‐ μισε μὴ εἶναι τὸ κακόν, πῶς ἂν αὐτῷ χώραν τοῦ ὑπεισελθεῖν εἰς τὰ ὄντα παρέσχεν τοιαῦτα τὰ ἔσχατα ποιήσας, ὡς τὸ κακὸν προσφύεσθαι αὐτοῖς;
5καὶ ταῦτα πρὸς Ἀλέξανδρόν φημι οὐ βουλόμενον δύο ἀρχὰς τῶν ὄντων λέγειν, ἀλλ’ ὑπ’ Ἀριστοτέλους πεπεισμένον μίαν ἀρχὴν τιθέναι βοῶντος “οὐκ ἀγαθὸν πολυκοιρανίη”· ἔπειτα παντάπασιν ἀγνοεῖν δοκεῖ τὴν δύναμιν τῶν ἐν Θεαιτήτῳ περὶ τοῦ κακοῦ εἰρημένων, δι’ ὃ καὶ τὸ συνεκτικὸν τοῦ δόγματος ἐν τῇ τοῦ δόγματος ἀναπτύξει παρέλιπεν τὸ δηλονότι “ὑπεναν‐
10τίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη”. τὸ γὰρ κείμενον οὕτως ἔχει· “ἀλλ’ οὔτε ἀπολωλέναι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη” καὶ τὰ ἑξῆς. εἰ γὰρ μέχρι τοῦ οὐρανοῦ ἐν τῇ προόδῳ τῆς ἐνεργείας ἔστη ὁ θεός, οὐκ ἂν ἔσχε τὸ κακὸν πάροδον εἰς τὰ ὄντα· ἐπεὶ δὲ πάσης ἀγαθότητος ὁ θεὸς ὑπάρχει πηγή, ταύτῃ τοι καὶ
15τὴν ἐκτὸς ἀγαθότητα οὐ παρέλιπε τὴν τῶν ὑπὸ σελήνην, ἔνθα γένεσις καὶ φθορὰ καὶ οὐ μόνον εἶδος ἀλλὰ καὶ ἡ τοῦ εἴδους στέρησις ἀναγκαίως γέ‐
γονεν, ὡς ὑπεναντίον τι τῷ ἐσχάτῳ γενέσθαι ἀγαθῷ, ὅπερ κατὰ τὴν αὐτοῦ362

7

.

363

στέρησιν θεωρεῖται. εἰ δὲ τοῦτο μὴ ἦν, καὶ οὐδὲ τὸ ἀντικείμενον αὐτῷ ἔσχατον ἀγαθὸν ἦν, οὐδ’ ὁ θεὸς ἂν ἦν πάσης ἀγαθότητος αἴτιος, ὥστε οὐδὲ βούλοιτ’ ἂν ὁ θεὸς ἀπολέσθαι τὰ κακά· βούλοιτο γὰρ ἂν καὶ τὰ ἀν‐ τικείμενα αὐτοῖς ἀγαθὰ ἀπολέσθαι καὶ ἑαυτὸν μηκέτι πάσης ἀγαθότητος
5εἶναι αἴτιον. εἰ δέ τις φαίη· τί δὲ κωλύει καὶ τὰ ἀγαθὰ τῇδε εἶναι καὶ τὰ κακὰ μὴ εἶναι; ἀγνοεῖ, ὅτι οὐκέτι ταῦτα ἦν ἂν ἀγαθά· οὐ γὰρ ἂν ἦν δικαιοσύνη ἡ ἀνθρωπίνη καὶ σωφροσύνη, εἰ μὴ δυνατὸν ἦν αὐτὰς κατα‐ τριφθείσας εἰς τὰς στερήσεις ἑαυτῶν μεταβάλλειν· οὐδ’ ἂν ἡ ὑγίεια ἦν τῶν στοιχειωτῶν ζῴων, εἰ μὴ καὶ νοσεῖν ἐδύναντο· ἀλλ’ οὐδ’ ἦσαν ἂν αἱ
10δυνάμεις τῶν ψυχῶν καὶ αἱ ἀπειρίαι τῶν ἀτόμων σωμάτων, καὶ ταύτῃ δὴ τὸ τῶν ψυχῶν καὶ τῶν σωμάτων γένος ἀποτετμημένον ἂν ἦν παντάπασιν ἀπὸ τοῦ κόσμου, καὶ ἦν ἂν ἔτι ὁ κόσμος ἀτελὴς οὐκέτι τῶν ἐσχάτων ἀγαθῶν πλήρης, καὶ τὰ πρῶτα ἀγαθὰ τῇ ἐσχάτῃ καὶ ἀπόνῳ τελειώσει τῶν πλημμελούντων ὑπὸ τῆς ὕλης ἐδόκουν ἂν διαφέρειν μηδέν. ὅρα οὖν,
15πόσων καὶ πηλίκων κακῶν αἰτία ὑπῆρξεν ἂν ἡ τῶν κακῶν ἀπώλεια· καὶ
δῆλον, ὅτι καὶ μὴ βουλόμενος αὐτὸ οὐκ ἂν ἦν ἀγαθός. ἀλλὰ καλῶς ὁ363

7

.

364

Πλάτων ἀναγκαίαν ὑπάρχουσαν τὴν τοῦ κακοῦ πρόσφυσιν διὰ τὸ ἀγαθὸν αὐτός τε οἶδεν καὶ τοῖς ὕστερον ἀπεφήνατο. ἐκ δὲ τῶν εἰρημένων δῆλον, καὶ διὰ τί μηδὲ τῶν γενητῶν καὶ φθαρτῶν ἕκαστον ἄφθαρτον ἐβουλήθη
ποιῆσαι].364