TLG 4003 003 :: MARCIANUS :: Artemidori geographia (epitome Marciani) MARCIANUS Geogr. Artemidori geographia (epitome Marciani) Citation: Fragment — (line) | ||
T | ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΩΝ ΕΝΔΕΚΑ ΤΗΣ ΑΡΤΕΜΙΔΩΡΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ | |
5 | ΓΕΩΓΡΑΦΙΑΣ ΒΙΒΛΙΩΝ ΕΠΙΤΟΜΗ. | |
---|---|---|
1T | ΕΥΡΩΠΗ. ΒΙΒΛ. Α. | |
1 | St. B.: Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς· Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· ἀπὸ Λιγύρου ποταμοῦ. | |
2 | Δερτών, πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Τὴν καλουμένην Δερτῶνα πόλιν.» Τὸ ἐθνικὸν Δερτώνιος, ὡς Ἀντρώνιος. | |
3 | Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν ἕνδεκα. | |
4 | Marcian. II, 19: Τῆς γὰρ Ναρβωνησίας τὸν πε‐ ρίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημέ‐ νος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν [τῇ Κελτογαλα‐ | |
5 | τίᾳ ὡς καὶ τῶν ἐν τῇ] Ἰβηρίᾳ ἐπαρχιῶν οὐκ ἐποιήσατο. | |
5 | St. B.: Νάρβων, ἐμπόριον καὶ πόλις Κελτι‐ | |
κή. Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησιν. | 574 | |
6T | ΒΙΒΛ. Βʹ. Γʹ. | |
6 | Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν βʹ τῶν Ἐπιτομῶν Ἀρτεμιδώρου. | |
7 | Marc. I, 4: Οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον (τὰς Ἡρακλείους στήλας εἶναί φασιν), ὥσπερ καὶ Ἀρτεμί‐ δωρος ὁ γεωγράφος. | |
8 | Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ· «ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς.» | |
9T | ΒΙΒΛ. Δʹ. | |
9 | Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, [ἀπὸ Τεγέστρου]. Ἀρτεμίδωρος δ’ ἐν Ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν· «Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν | |
5 | Ἀδρίαν στάδιοι ͵εκεʹ.» | |
10 | Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται.» | |
11 | Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρ‐ τοι. (Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, | |
5 | Ἄψυρτος πρότερον λεγόμενος.) Ἀρτεμίδωρος ἐν Ἐπι‐ τομῇ καὶ πόλιν [καὶ] νῆσον Ἄψυρτον ἱστορεῖ. | |
12T | ΒΙΒΛ. Εʹ ϛʹ. | |
12 | Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτε‐ μίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Κωθώ‐ | |
νιος, ὡς Σιδώνιος. | 575 | |
13 | Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτε‐ μίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης. | |
14 | Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν Ἐπι‐ τομῇ τῶν ἕνδεκα. | |
15 | Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· «Καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. Τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φί‐ | |
5 | λιππος Φιλίππους ὠνόμασεν.» Ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής. | |
16T | ΛΙΒΥΗ. ΒΙΒΛ. Ζʹ. | |
16 | Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπι‐ τομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Ξουχίτης. | |
17 | Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτε‐ μίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Ἐκαλεῖτο δὲ [καὶ] Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης. | |
18T | ΑΣΙΑ. ΒΙΒΛ. Θʹ. | |
18 | Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· «Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖ‐ ται.» ... Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Συνεχῶς δ’ ἐστὶ Στράτωνος πύρ‐ | |
5 | γος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμε‐ νον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου.» Καὶ ἐν θʹ Γεωγραφουμένων τὸ αὐτό. | |
19T | ΒΙΒΛ. Ιʹ. | |
19 | Πάλτος, πόλις Συρίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ. | |
20 | Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπι‐ τομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· «Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.» | |
21 | Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδω‐ ρος ἐν Ἐπιτομῇ. | |
22T | ΒΙΒΛ. ΙΑʹ. | |
22 | Sch. Ap. Rh. III, 859: Περὶ τῆς Κασπίας θα‐ λάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν Γεω‐ γραφουμένων. Ἔστι δὲ πλησίον τοῦ ὠκεανοῦ· ᾗ παρά‐ | |
κειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις. | 576 |