TLG 4003 002 :: MARCIANUS :: Menippi periplus maris interni (epitome Marciani) MARCIANUS Geogr. Menippi periplus maris interni (epitome Marciani) Citation: Section — (line) | ||
T | ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ | |
5 | ΠΕΡΙΠΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΛΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ. | |
---|---|---|
A | ΥΠΟΘΕΣΙΣ. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῆς Ἐπιτομῆς βιβλίῳ· Προοίμιον. Πόντου Εὐξείνου ἑκατέρων τῶν ἠπείρων, τῶν τε | |
5 | παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ τὴν Εὐρώπην τό‐ πων περίπλους. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Τῶν ἐν τῇ Ἀσίᾳ μερῶν τοῦ Πόντου περίπλους. Βιθυνίας περίπλους ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου. | |
10 | Παφλαγονίας περίπλους. Πόντων τῶν δύο περίπλους. *********** Τῶν ἐν τῇ Εὐρώπῃ μερῶν τοῦ Πόντου περίπλους. *********** | |
15 | Τοῦ Θρᾳκίου Βοσπόρου καὶ τῆς Προποντίδος καὶ τοῦ Ἑλλησπόντου ἑκατέρων τῶν ἠπείρων πε‐ ρίπλους. | |
Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Τῶν ἐν τῇ Ἀσίᾳ μερῶν περίπλους ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου. | 563 | |
20 | *********** Τῶν ἐν τῇ Εὐρώπῃ μερῶν περίπλους *********** Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῆς Ἐπιτομῆς βιβλίῳ. Τῶν λειπομένων τῆς Εὐρώπης μερῶν περίπλους | |
25 | ἀπὸ τοῦ Ἑλλησπόντου μέχρι τοῦ Ἡρακλείου πορθμοῦ καὶ Γαδείρων τῆς νήσου. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· *********** Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τῆς Ἐπιτομῆς βιβλίῳ· | |
30 | Λιβύης περίπλους ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· ********* Ἀσίας περίπλους ἀπὸ τῶν τῆς Λιβύης ὅρων μέ‐ χρι τοῦ προρηθέντος Ἑλλησπόντου. | |
35 | Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· *********** [Ἀ]πὸ Κάννων ἤτοι Αἰγαίας μέχρι Ἀδραμυτίου παράπλους. Πόλεων κατὰ γῆν διαστήματα. Ἀπὸ Ἀδραμυτίου μέχρι Λεκτοῦ παράπλους. | |
40 | Τρωάδος μέχρι Σιγείου περίπλους. | |
P | [ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. ΠΡΟΟΙΜΙΟΝ] Μαρκιανὸς τῷ ἑταίρῳ Ἀμφιθαλίῳ εὖ πράττειν. | |
1 | Οἱ τοῖς συγγράμμασι τῶν παλαιῶν ἀβασανίστως ἐν‐ τυγχάνοντες ἢ μὴ διαγινώσκειν ἐπιστάμενοι λόγου τε ἀρετὴν καὶ νοημάτων ἀκολουθίαν, πολλὴν παρέσχον, ὡς ἔοικεν, ἄδειαν τοῖς συγγράφειν ἁπλῶς καὶ ὡς ἔτυχε | |
5 | βουλομένοις. Τοὺς μὲν οὖν ἄλλους ἑτέροις ἐξετάζειν καταλιμπάνω, οἳ τῆς ἡμετέρας κρίσεως δι’ ἀκριβῆ παίδευσιν πλέον τοῦτο ποιεῖν ἐπίστανται· οἱ δὲ τοὺς | |
περίπλους προχείρως γράψαντες, καὶ τοὺς ἐντυγχάνον‐ τας πείθειν ἐθέλοντες, τόπων τε προσηγορίας καὶ στα‐ | 564 | |
10 | δίων ἀριθμὸν διεξιόντες, καὶ ταῦτα ἐπὶ χωρίων ἢ ἐθνῶν βαρβάρων, ὧν οὐδὲ τὰς προσηγορίας εἰπεῖν δύναιτο ἄν τις, αὐτόν μοι δοκοῦσι τὸν Βεργαῖον Ἀντιφάνη νενι‐ κηκέναι τῷ ψεύδει. Ὅσοι μὲν γὰρ μερικάς τινας ἐποιήσαντο περίπλων διηγήσεις, ὧν καὶ τὰ χωρία σα‐ | |
15 | φῶς ἐγίνωσκον, καὶ τὴν ἀναμέτρησιν τῆς θαλάττης οὐκ ἠγνόουν, καὶ πόλεις καὶ λιμένας καὶ τὰ διαστήματα τούτων καταμαθόντες, οὗτοι δοκοῦσιν ἢ πάντα ἢ τά γε πλεῖστα μετὰ τῆς ἐνδεχομένης ἀληθείας ἐγγεγραφέναι· ὅσοι δὲ ἢ τοῖς ἀπαγγείλασιν ἅπερ οὐκ ἐθεάσαντο πι‐ | |
20 | στεύσαντες, ἢ τοῖς συγγράψασιν ἅπερ ἀκριβῶς οὐκ ἔγνωσαν ἀκολουθήσαντες, ἐκλογάς τινας περίπλων τῆς οἰκουμένης ἐποιήσαντο, οὗτοι δῆλον ὡς οὐχ ἑαυτοὺς μόνους ἠπάτησαν, ἀλλὰ καὶ τοὺς πεισθέντας τοῖς ὑπ’ αὐτῶν συγγραφεῖσι. | |
2 | Γράφω δὲ ταῦτα πολλοῖς μὲν ἐντυχὼν περίπλοις, πολὺν δὲ περὶ τὴν τούτων εἴδησιν ἀναλώσας χρόνον. Χρὴ τοίνυν ὅσοι παιδεύσεως ἐντὸς κατέστησαν, τούτων ἐξετάζειν τὰς τοιαύτας φιλομαθίας ὡς μήτε προχείρως | |
5 | πιστεύειν τοῖς λεγομένοις, μήτε ἄπιστον τὴν οἰκείαν γνώ‐ μην ἔμπροσθεν τῆς ἐκείνων φροντίδος ποιουμένους. Τούτους δὴ ἀκριβέστερον ἐπισκοπήσομεν. Οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι, Τιμοσθένης ὁ Ῥόδιός ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολε‐ | |
10 | μαίου γεγονὼς, καὶ μετ’ ἐκεῖνον Ἐρατοσθένης, ὃν Βῆτα ἐκάλεσαν οἱ τοῦ Μουσείου προστάντες, πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης καὶ Ἰσίδωρος ὁ Χαρακη‐ νὸς καὶ Σώσανδρος ὁ κυβερνήτης, τὰ κατὰ τὴν Ἰν‐ δικὴν γράψας, Σιμμέας τε ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν | |
15 | περίπλουν· ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος καὶ Εὐθυ‐ μένης ὁ Μασσαλιώτης καὶ Φιλέας ὁ Ἀθηναῖος καὶ Ἀνδροσθένης ὁ Θάσιος καὶ Κλέων ὁ Σικελιώτης, Εὔ‐ δοξός τε ὁ Ῥόδιος καὶ Ἄννων ὁ Καρχηδόνιος, οἱ μὲν μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ | |
20 | τῆς ἐκτὸς περίπλουν ἀναγράψαντες· οὐ μὴν ἀλλὰ καὶ | |
Σκύλαξ ὁ Καρυανδεὺς καὶ Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ δια‐ στήματα τῆς θαλάσσης ἐδήλωσαν. Καὶ ἕτεροι δὲ πλείους εἰσὶν, οὓς περιττὸν οἶμαι καταριθμεῖν. | 565 | |
3 | Μετὰ δὴ τούτων τοὺς πλείστους Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος καὶ Στράβων, γεωγραφίαν ὁμοῦ καὶ περίπλουν συντεθεικότες, Μένιππός τε ὁ Περγαμη‐ νὸς διάπλους γράψας, ἀκριβέστεροι δοκοῦσι πάντων | |
5 | τῶν προειρημένων τυγχάνειν. Περὶ ὧν διελθεῖν ἀναγ‐ καῖον, ὡς ἂν μηδὲν ἀγνοήσαιεν οἱ περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζοντες. Τιμοσθένης μὲν γὰρ, ἔτι τῶν πλείστων τῆς θαλάσσης ἀγνοουμένων μερῶν, τῷ Ῥωμαίους μηδέπω πολέμῳ κεκρατηκέναι τούτων, | |
10 | περὶ λιμένων συγγράψας βιβλία, οὐ πᾶσιν ἀκριβῶς ἐπεξῆλθε τοῖς ἔθνεσι τοῖς τῇ καθ’ ἡμᾶς παροικοῦσι θα‐ λάττῃ. Ἀμέλει τῆς μὲν Εὐρώπης τὸ Τυρρηνικὸν πέ‐ λαγος ἀτελῶς περιέπλευσε, τὰ δὲ περὶ τὸν Ἡράκλειον πορθμὸν οὔτε τῆς καθ’ ἡμᾶς οὔτε τῆς ἔξω θαλάττης | |
15 | ἴσχυσε γνῶναι. Ταὐτὰ δὲ καὶ κατὰ τὴν Λιβύην πέ‐ πονθεν, ἀπὸ τῆς Καρχηδόνος πάντας τοὺς ἐπέκεινα περὶ τὸν Ἡράκλειον πορθμὸν περί τε τὴν ἔξω θάλασ‐ σαν ἀγνοήσας τόπους. Τούτων δὲ τῶν ιʹ βιβλίων ἐπι‐ τομὴν ἐν ἑνὶ πεποίηται βιβλίῳ· εἶτ’ ἐν ἑτέρῳ πάλιν ἑνὶ | |
20 | τῶν καλουμένων σταδιασμῶν ἐπιδρομήν τινα συνέγρα‐ ψεν. Ἐν ἅπασι δὲ τούτοις οὐδὲν τέλειον οὐδὲ σαφὲς ἀπαγγεῖλαι δεδύνηται. Ἐρατοσθένης δὲ ὁ Κυρηναῖος, οὐκ οἶδα τί παθὼν, τὸ Τιμοσθένους μετέγραψε βιβλίον, βραχέα τινὰ προσθεὶς, ὡς μηδὲ τοῦ προοιμίου τοῦ μνη‐ | |
25 | μονευθέντος ἀποσχέσθαι, ἀλλ’ αὐταῖς λέξεσι κἀκεῖνο τοῦ οἰκείου προθεῖναι συγγράμματος. Ὅμοια δὲ τού‐ τοις καὶ οἱ ἄλλοι πεπόνθασιν, ἀσαφεῖς καὶ πεπλανημέ‐ νας τὰς ἐκδόσεις ποιησάμενοι. Ἀρτεμίδωρος δὲ ὁ Ἐφέ‐ σιος γεωγράφος κατὰ τὴν ἑκατοστὴν ἑξακοστὴν ἐννάτην | |
30 | Ὀλυμπιάδα γεγονὼς, τὸ δὲ πλεῖστον μέρος τῆς ἐντὸς καὶ καθ’ ἡμᾶς τυγχανούσης θαλάττης ἐκπεριπλεύσας, θεασάμενος δὲ καὶ τὴν νῆσον τὰ Γάδειρα καὶ μέρη τινὰ τῆς ἐκτὸς θαλάττης, ἣν ὠκεανὸν καλοῦσι, τῆς μὲν ἀκριβοῦς γεωγραφίας λείπεται, τὸν δὲ περίπλουν τῆς | |
35 | ἐντὸς Ἡρακλείου πορθμοῦ θαλάσσης καὶ τὴν ἀναμέ‐ τρησιν ταύτης μετὰ τῆς προσηκούσης ἐπιμελείας ἐν ἕνδεκα διεξῆλθε βιβλίοις, ὡς σαφέστατον καὶ ἀκριβέ‐ στατον περίπλουν τῆς καθ’ ἡμᾶς ἀναγράψαι θαλάττης. Μένιππος δὲ ὁ Περγαμηνὸς, [ὃς] καὶ αὐτὸς τῆς ἐντὸς θα‐ | |
40 | λάττης περίπλουν ἐν τρισὶν ἤθροισε βιβλίοις, ἱστορικήν | |
τινα καὶ γεωγραφικὴν ἐποιήσατο τὴν ἐπαγγελίαν. | 566 | |
4 | Ἐγὼ τοίνυν πάντων τῶν μνημονευθέντων προ‐ κρίνας Ἀρτεμίδωρον τὸν Ἐφέσιον, ἐπιτομὴν τῶν ἕν‐ δεκα βιβλίων τοῦ μνημονευθέντος ἐποιησάμην, προσθεὶς καὶ ἐξ ἑτέρων παλαιῶν τὰ ἐλλείποντα, καὶ τὴν διαί‐ | |
5 | ρεσιν τῶν ιαʹ βιβλίων φυλάξας, ὡς μετρίαν μὲν γεω‐ γραφίαν, τελειότατον δὲ περίπλουν ἀπεργάσασθαι. Θεασάμενος δὲ τοὺς πλείστους τῶν παλαιῶν ἢ μηδ’ ὅλως ἢ ἐπ’ ὀλίγον τῆς ἔξω θαλάσσης μνήμην ποιησα‐ μένους, καὶ ταύτην ἀμυδρὰν καὶ τῆς ἀληθείας ἀπᾴ‐ | |
10 | δουσαν, ἰδίαν ἐμαυτοῦ φροντίδα θέμενος τοῦ ὠκεανοῦ τοῦ ἑῴου τε καὶ μεσημβρινοῦ παντὸς ἑκατέρων τῶν ἠπείρων τῆς τε Λιβύης καὶ τῆς Ἀσίας, ἀπὸ τοῦ Ἀρα‐ βίου κόλπου μέχρι τῶν Σινῶν τοῦ ἔθνους, οὐ μὴν ἀλλὰ καὶ τοῦ ἑσπερίου τε καὶ ἀρκτῴου ὠκεανοῦ τῶν τε τῆς | |
15 | Εὐρώπης τῶν τε τῆς Λιβύης μερῶν τὸν περίπλουν ἐν δυσὶ βιβλίοις συνέγραψα. Καταμαθὼν δὲ καὶ Μένιπ‐ πον μετρίαν μέν τινα τοῖς ἐντυγχάνουσιν ἐκ τῶν οἰκείων βιβλίων παρεχόμενον εἴδησιν, μὴ πᾶσι δὲ ἀκριβῶς ἐπεξελθόντα, τὰ ἐλλείποντα πλεῖστα ὄντα προσθεὶς, καὶ | |
20 | προσέτιγε τὴν περὶ [τοὺς] τόπους καὶ τὰς διαιρέσεις τῶν ἐθνῶν σαφήνειαν, ἥτις τὸ τέλειον τῆς γνώσεως τοῖς ἐντυγχάνουσι παρέχειν εἴωθε, τὴν ἔκδοσιν τῶν τριῶν βιβλίων ἐποιησάμην, οὐκ ἀφελόμενος τῆς προ‐ σηγορίας τὸν πατέρα τούτων, οὐδὲ εἰς ἐμαυτὸν μετα‐ | |
25 | στήσας τοὺς ἀλλοτρίους πόνους, ὥσπερ οὐδὲ τοῦ πᾶσι πεφροντισμένως ἐπεξελθόντος Ἀρτεμιδώρου, ἀλλὰ τὰς μὲν ἐκείνων προσηγορίας ἐπιγράψας τοῖς βιβλίοις, ὡς ἂν μηδὲν εἰς τοὺς λογίους ἁμαρτάνειν δοκοίην θεοὺς, τὰς δὲ τούτων ἐπιτομὰς καὶ διορθώσεις τῶν ἐμαυτοῦ | |
30 | ποιησάμενος πόνων ἐναργὲς γνώρισμα, ὥστε τοὺς ἐν‐ τυγχάνοντας μηδὲν μήτε τῶν παρ’ ἐκείνων συγγραφέν‐ των, μήτε τῶν παρ’ ἡμῶν προστεθέντων ἢ διορθώσεως ἐπιμελοῦς ἀξιωθέντων ἀγνοῆσαι. | |
5 | Περὶ δὲ τῆς διαφωνίας τῶν σταδίων εἴρηται μέν μοι καὶ ἐν τῷ προτέρῳ βιβλίῳ, ἐν ᾧ τὸν περίπλουν τοῦ ἑῴου παντὸς ὠκεανοῦ πεποίημαι· κωλύει δὲ οὐδὲν καὶ νῦν ἐπὶ κεφαλαίων διεξελθεῖν. Πάντες, ὡς εἰπεῖν, | |
5 | ὅσοι περίπλους ἔγραψαν, περὶ μὲν τὰς πόλεις καὶ τὰ χωρία καὶ λιμένας καὶ νήσους ἢ οὐδὲν ὅλως ἢ βραχέα τινὰ καὶ ῥᾳδίας τῆς διορθώσεως ἀξιωθῆναι δυνάμενα διεφώνησαν· περὶ δὲ τὸν ἀριθμὸν τῶν σταδίων τῶν αὐτῶν πόλεων καὶ νήσων καὶ λιμένων πολλήν τινα δια‐ | |
10 | φορὰν ἐποιήσαντο. Τῶν μὲν οὖν κόλπων καὶ τῶν ἀκρωτηρίων ἡ διαφωνία σαφής· οἱ μὲν γὰρ πλησίον τῆς ἠπείρου τοὺς κόλπους καὶ τὰ ἀκρωτήρια περιέπλευ‐ σαν, οἱ δὲ πορρωτέρω, καὶ διὰ τοῦτο ἢ πλέονας | |
ἢ ἐλάττονας περιέπλευσαν σταδίους· τοῦ δὲ ἐπ’ εὐθείας | 567 | |
15 | γινομένου πλοῦ οὐκ ἄν τις ῥᾳδίως εἴποι τὰς αἰτίας, εἰ μὴ ἄρα τῷ τάχει τοῦ σκάφους ἢ τῷ βράδει ἀναθῆναι τὸ πταῖσμα βουληθείη. Ὡμολογημένον γὰρ τοῦθ’ ὅτι ἑπτακοσίους οὐριοδρομοῦσα ναῦς διὰ μιᾶς ἀνύει (τῆς) ἡμέρας, εὕροι [δέ] τις ἂν καὶ ἐννακοσίους σταδίους | |
20 | διαδραμοῦσαν ναῦν ἐκ τῆς τοῦ κατασκευάσαντος τέχνης τὸ τάχος προσλαβοῦσαν, καὶ ἑτέραν μόλις πεντακο‐ σίους διανύσασαν, διὰ τὴν ἐναντίαν τῆς τέχνης αἰτίαν. Ἀλλ’ ὅμως συγγνώμης ἀξιοῦν χρὴ τὰ τοιαῦτα πταί‐ σματα. Οὐ γὰρ ἐν ἠπείρῳ χωρίων τινῶν τὴν διαμέ‐ | |
25 | τρησιν ἐποιήσαντο, ἀλλ’ ἐν ὕδατι καὶ πελάγεσιν ἐκ τῆς συνηθείας πλέον ἢ ἐξ ἑτέρας τινὸς ἐπιτεχνήσεως τὸν ἀριθμὸν τῶν σταδίων εὑρόντες. | |
6 | Διῄρηκε δὲ ὁ Μένιππος τὸν περίπλουν τῶν τριῶν ἠπείρων, Ἀσίας τε καὶ Εὐρώπης καὶ Λιβύης, τὸν τρό‐ πον τοῦτον· τὸν Ἑλλήσποντον καὶ Προποντίδα ἅμα τῷ Θρᾳκίῳ Βοσπόρῳ καὶ προσέτιγε τὸν Εὔξεινον Πόντον | |
5 | ἑκατέρων τῶν ἠπείρων, τῆς τε Ἀσίας καὶ τῆς Εὐρώ‐ πης, ἀφελὼν ἰδίᾳ περιέπλευσε, πρότερον μὲν τὸν Πόν‐ τον, μετ’ ἐκεῖνον δὲ τὸν Θρᾴκιον Βόσπορον καὶ τὴν Προποντίδα ἅμα τῷ Ἑλλησπόντῳ, ἀπὸ τοῦ ἱεροῦ τοῦ καλουμένου Διὸς Οὐρίου, ὅπερ ἐπ’ αὐτοῦ κεῖται τοῦ | |
10 | στόματος τοῦ Πόντου, τοῦ περίπλου τὴν ἀρχὴν ἑκα‐ τέρων τῶν ἠπείρων ποιησάμενος. Μετὰ δὲ ταῦτα ἀπὸ τῶν λειπομένων τῆς Εὐρώπης μερῶν ἀρξάμενος, περιπλεῖ πᾶσαν αὐτὴν μέχρι τοῦ Ἡρακλείου πορθμοῦ καὶ τῶν Γαδείρων τῆς νήσου. Εἶθ’ οὕτως εἰς τὴν ἀν‐ | |
15 | τιπέραν διαβὰς γῆν κατὰ τὸν Ἡράκλειον πορθμὸν, τοῦτ’ ἔστιν εἰς τὴς Λιβύην, ταύτην τε αὐτὴν περιπλεῖ, καὶ συνάπτει ταύτῃ τὸν τῆς Ἀσίας περίπλουν μέχρι τοῦ προρρηθέντος Ἑλλησπόντου. Καὶ ἡ μὲν ὅλη τάξις τοῦ περίπλου τοῦτον ἔχει τὸν τρόπον, τὰ δὲ | |
20 | κατὰ μέρος ἑξῆς ἐκβήσεται, σαφεστέρας, ὡς προείρη‐ ται, τυχόντα τῆς διορθώσεως. | |
7T | ΠΟΝΤΟΥ ΕΥΞΕΙΝΟΥ ΠΕΡΙΠΛΟΥΣ | |
1N | ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ | |
2N | τὴν Εὐρώπην τόπων. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· | |
3 | ΤΩΝ ΕΝ ΤΗι ΑΣΙΑι ΜΕΡΩΝ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙ‐ ΠΛΟΥΣ. | |
7 | Κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἄπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον Ἱερὸν | |
καλούμενον, ἐν ᾧ νεώς ἐστι Διὸς Οὐρίου προσαγορευό‐ | 568 | |
5 | μενος. Τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους, τὸ πρὸς τῷ Πόντῳ κείμε‐ νον, ὁ περίπλους οὕτως ἔχει. | |
8T | ΒΙΘΥΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ. | |
8 | Ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς Ῥήβαν ποταμὸν εἰσὶ στάδιοι ϙʹ. Ἀπὸ δὲ Ῥήβα ἐπὶ Μέλαιναν ἄκραν στά‐ διοι ρνʹ. [Ἀπὸ Μελαίνης ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρνʹ]· ἔχει δὲ καὶ λιμένιον πορθμίοις, | |
5 | παράκειται δὲ καὶ νησίον ὃ σκεπάζει τὸν λιμένα. Ἀπὸ Ἀρτάνου ποταμοῦ εἰς Ψίλλιον ποταμὸν καὶ χωρίον στάδιοι ρμʹ. [Ἀπὸ Ψιλλίου ποταμοῦ εἰς Κάλπαν λι‐ μένα καὶ ποταμὸν στάδιοι σιʹ·] τοῦτο δὲ τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν, καὶ ποταμὸν ἔχει καὶ λιμένα κα‐ | |
10 | λόν. Ἀπὸ Κάλπα ποταμοῦ εἰς Θυνιάδα νῆσον στά‐ διοι ξʹ. Ἀπὸ Θυνιάδος νήσου εἰς Σαγγάριον ποταμὸν πλωτὸν στάδιοι σʹ. Ἀπὸ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδιοι ρπʹ. Ἀπὸ Ὑπίου ποταμοῦ εἰς Δίαν πόλιν στάδιοι ξʹ· ἔχει δὲ καὶ ὕφορμον. Ἀπὸ Δίας πό‐ | |
15 | λεως εἰς Ἔλαιον ποταμὸν καὶ ἐμπόριον στάδιοι ϙʹ. Ἀπὸ Ἐλαίου ποταμοῦ ἐπὶ τὸν Κάλητα ποταμὸν καὶ ἐμπόριον στάδιοι ρκʹ. Ἀπὸ τοῦ Κάλητος ποταμοῦ εἰς Ἡλάκλειαν πόλιν μεγίστην στάδιοι πʹ. Ἀπὸ δὲ τῆς Ἡρακλείας εἰς πόλιν Ἀπολλωνίαν, τὴν ἐν τῇ Εὐρώπῃ | |
20 | ἐν τῷ Θρᾳκῶν ἔθνει καταντικρὺ κειμένην, στάδιοι ͵α. Οἱ πάντες ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς πόλιν Ἡράκλειαν εἰσὶ [στάδιοι] ͵αφλʹ· ἐπ’ εὐθείας δὲ πλέοντι ἀπὸ | |
τοῦ Ἱεροῦ εἰς Ἡράκλειαν πόλιν στάδιοι ͵ασʹ. Ἀπὸ Ἡρακλείας εἰς Ποσείδειον, σάλος ἐνταῦθα, στάδιοι ριʹ. | 569 | |
25 | Ἀπὸ τοῦ Ποσειδείου εἰς Ὀξίνην ποταμὸν στάδιοι ϙʹ· ὅρμος πορθμίοις. Ἀπὸ τοῦ Ὀξίνου εἰς Σανδαράκην στάδιοι μʹ· ὅρμος πλοίοις. Ἀπὸ Σανδαράκης εἰς Κρη‐ νίδας στάδιοι κʹ· ὅρμος συμμέτροις ναυσίν. Ἀπὸ Κρη‐ νίδων εἰς Ψύλλαν χωρίον στάδιοι κʹ. Ἀπὸ Ψύλλης | |
30 | χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι ϙʹ. Οὗτος ὁ ποταμὸς ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Πα‐ φλαγονίας ἐστί. Τινὲς δὲ τὸν Παρθένιον ποταμὸν ὅριον Βιθυνῶν καὶ Παφλαγόνων εἶναι βούλονται. Οἱ πάντες ἀπὸ Ἡρακλείας εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον | |
35 | στάδιοι τοʹ. | |
9T | ΠΑΦΛΑΓΟΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ. | |
9 | Τῆς Παφλαγονίας τὰ παραθαλάσσια πάντα μέρη πρὸς τῷ Πόντῳ κείμενα τυγχάνει· τῆς δὲ Βιθυνίας τὰ μὲν προειρημένα πρὸς τῷ Πόντῳ, τὰ δὲ τούτου προη‐ γούμενα κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸν Ἀστακη‐ | |
5 | νὸν κόλπον καὶ ἔτι τὴν Προποντίδα μέχρι τοῦ Ῥυνδάκου ποταμοῦ. Ἀπὸ Τίου εἰς Ψίλιδα ποταμὸν στάδιοι ξʹ. Ἀπὸ Ψίλιδος εἰς Παρθένιον ποταμὸν στάδιοι οʹ. Ἀπὸ Παρθενίου εἰς Ἄμαστριν πόλιν καὶ ποταμὸν στάδιοι ϙʹ. Οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ. Ἀπὸ | |
10 | Ἀμάστριδος εἰς Κρώμναν χωρίον στάδιοι ρνʹ. Ἀπὸ Κρώμνης εἰς Κύτωρον χωρίον στάδιοι ϙʹ· ἐνταῦθα σά‐ λος. [Ἀπὸ Κυτώρου εἰς Αἰγιαλὸν στάδιοι ξʹ.] Ἀπὸ Αἰγιαλοῦ εἰς Κλίμακα πόλιν στάδιοι νʹ. Ἀπὸ τῆς Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδιοι ξʹ. Ἀπὸ Τι‐ | |
15 | μολαΐου χωρίου ἐπὶ Κάραμβιν ἀκρωτήριον ὑψηλὸν καὶ μέγα στάδιοι ρʹ. Καταντικρὺ δὲ τῆς Καράμβιδος ἄκρας ἐν τῇ Εὐρώπῃ κεῖται μέγιστον ἀκρωτήριον τὸ καλούμενον Κριοῦ μέτωπον. Ἀπὸ Καράμβιδος ἄκρας εἰς κώμην Καλλιστρατίαν στάδιοι κʹ. Ἀπὸ Καλλι‐ | |
20 | στρατίας εἰς Γάριον τόπον στάδιοι πʹ. Ἀπὸ Γαρίου τόπου εἰς πόλιν Ἀβώνου τεῖχος, τὴν νῦν Ἰωνόπολιν | |
λεγομένην, στάδιοι ρκʹ. Ἀπὸ Ἀβώνου τείχους ἐπὶ Αἰγινήτην πολίχνιον καὶ ποταμὸν στάδιοι ρξʹ. Ἀπὸ Αἰγινήτου ἐπὶ Κίνωλιν κώμην καὶ ποταμὸν (ἔχει δὲ | 570 | |
25 | καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικίνωλιν) στάδιοι ξʹ. Ἀπὸ Κινώλιδος εἰς Στεφάνην κώμην στάδιοι ρνʹ· ὅρμος ἐνθάδε. Ἀπὸ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδιοι ρκʹ· ἔστι δὲ εἴσπλους εἰς Ποταμοὺς πορθμίοις. Ἀπὸ Ποταμῶν χωρίου εἰς Συριάδα ἄκραν λεπτὴν στά‐ | |
30 | διοι ρκʹ. Ἀπὸ Συριάδος ἄκρας κόλπος ἐνδέχεται. Εἰσπλεύσαντι δὲ εἰς αὐτὸν εἰς Ἀρμένην κώμην καὶ λι‐ μένα μέγαν εἰσὶ στάδιοι νʹ. Ἔστι δὲ παρὰ τὸν λιμένα ποταμὸς Ὀχοσβάνης ὄνομα. Ἀπὸ Ἀρμένης εἰς Σινώ‐ πην πόλιν στάδιοι νʹ. Κεῖται δὲ ἐπὶ τῶν ἄκρων νησίον | |
35 | ὃ καλεῖται Σκόπελος. Ἔχει δὲ διέκπλουν τοῖς ἐλάτ‐ τοσι πλοίοις, τὰ δὲ μείζονα περιπλεῖν δεῖ, καὶ οὕτω κα‐ ταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περιπλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μʹ. Ἀπὸ δὲ Καράμβιδος ἄκρας πλέοντι ἐπ’ εὐθείας εἰς Σινώπην στάδιοι ψʹ. Οἱ | |
40 | πάντες ἀπὸ Ἀμάστριδος εἰς Σινώπην στάδιοι ͵αυνʹ. Ἀπὸ δὲ Ἡρακλείας εἰς Σινώπην ͵βμʹ. Ἀπὸ δὲ Ἱεροῦ εἰς Σινώπην εἰσὶ στάδιοι ͵γφοʹ. Ἀπὸ Σινώπης εἰς Εὔ‐ αρχον ποταμὸν στάδιοι πʹ· οὗτος ὁ ποταμὸς ὁρίζει Πα‐ φλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν. Οἱ πα‐ | |
45 | λαιοὶ γὰρ τὴν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινὲς [δὲ] αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν Βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διῄρηται δὲ εἰς ἐπαρχίας δύο. | |
10T | ΠΟΝΤΩΝ ΤΩΝ Βʹ ΠΕΡΙΠΛΟΥΣ. | |
10 | Ἀπὸ Εὐάρχου ποταμοῦ εἰς Κάρουσαν χωρίον στάδιοι οʹ· ἔχει δὲ καὶ λιμένα τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις. Ἀπὸ Καρούσης χωρίου εἰς Ζάγωρον χωρίον στάδιοι ρκʹ. Ἀπὸ Ζαγώρου χωρίου εἰς Ζάληκον ποταμὸν καὶ | |
5 | κώμην ἀλίμενον στάδιοι ρκʹ. Ἀπὸ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδιοι ρνʹ. Ἀπὸ Ἅλυος ποταμοῦ εἰς λίμνην καὶ τὸν ὑπὲρ αὐτῆς σάλον, ὃς κα‐ λεῖται Ναύσταθμος, στάδιοι ρκʹ. Ἀπὸ Ναυστάθμου εἰς ἑτέραν λίμνην καλουμένην Κωνώπιον ἀλίμενον στά‐ | |
10 | διοι ρκʹ. Ἀπὸ Κωνωπίου εἰς Ἀμισὸν πόλιν στάδιοι ρνʹ. Οἱ πάντες ἀπὸ Σινώπης εἰς Ἀμισὸν στάδιοι ϡνʹ. Ἀπὸ δὲ Ἱεροῦ εἰς Ἀμισὸν εἰσὶ στάδιοι δφκʹ. Ἀπὸ Ἀμισοῦ ἐπὶ τὸν Λύκαστον ποταμὸν στάδιοι κʹ. Ἀπὸ τοῦ Λυ‐ κάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδιοι ρνʹ. | 571 |
15 | [Ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδιοι ρʹ.] ..... | |
16N | Λείπει. | 572 |