TLG 4003 001 :: MARCIANUS :: Periplus maris exteri

MARCIANUS Geogr.
(Heracleensis: A.D. 3/5)

Periplus maris exteri

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 515–562.

Citation: Book — section — (line)

1

T

ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ,
5ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ.

1

A

ΥΠΟΘΕΣΙΣ. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ Μαρκιανοῦ περίπλῳ τῷ τοῦ ἑῴου καὶ μεσημβρινοῦ ὠκεανοῦ. Προοίμιον.
5 Τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ πελάγους περίπλους. Τῶν ἀριστερῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυ‐ θρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ πελάγους περίπλους. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·
10 Τοῦ Ἀραβίου κόλπου καὶ τῶν ἀριστερῶν μερῶν τῶν παρὰ τὴν Εὐδαίμονα Ἀραβίαν περίπλους. Σουσιανῆς περίπλους. Περσίδος περίπλους. Καρμανίας περίπλους.
15 Γεδρωσίας περίπλους. Ἰνδικῆς τῆς ἐντὸς Γάγγου ποταμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων καὶ νήσων περίπλους. Ταπροβάνης νήσου περίπλους.
Τοῦ Γαγγητικοῦ κόλπου περίπλους.515
20 Ἰνδικῆς τῆς ἐκτὸς Γάγγου ποταμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων περίπλους. Σινῶν καὶ τῶν ἐν αὐτοῖς κόλπων περίπλους. Τοῦ Θηριώδους κόλπου περίπλους. Τοῦ τῶν Σινῶν κόλπου περίπλους.
25Ἀνακεφαλαίωσις τῶν προειρημένων ἁπάντων διαστημάτων.

1

P

ΠΡΟΟΙΜΙΟΝ.

1

.

1

[Τῆς μὲν ἐντὸς τῶν Ἡρακλείων στηλῶν] κειμένης θαλάσσης, ἣν ὁ περιέχων τὴν γῆν ὠκεανὸς [πρὸς] ἑσπέ‐ ρας ἐπιτελεῖ, κατὰ τὸν καλούμενον Ἡράκλειον πορ‐ θμὸν τὴν εἰσροὴν ποιούμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος
5γεωγράφος ἐν τοῖς ἕνδεκα τῆς γεωγραφίας βιβλίοις τὸν περίπλουν, ὡς ἂν ἦν μάλιστα δυνατὸν, συνέγραψεν, ἡμεῖς δὲ τῶν βιβλίων τούτων τὰς περιττὰς τοῦ μνημο‐ νευθέντος ἀνδρὸς παρεκβάσεις, προσέτι δὲ βαρβάρων Αἰθιοπικὰς πόλεις ἀφέντες, ἐν ἐπιτομῇ σαφέστατα μετ’
10ἀκριβοῦς [τῶν] ἐφευρεθέντων προσθήκης τὸν περίπλουν ἐποιησάμεθα, ὡς μηδὲν ἐνδεῖν πρὸς τελειοτάτην σαφή‐ νειαν τοῖς περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδά‐ ζουσι. Τῶν [δὲ] ὠκεανῶν ἑκατέρων τοῦ τε ἑῴου καὶ τοῦ ἑσπερίου (ὧν τὴν εἴδησιν, ἐς ὅσον ἐφικτὸν ἀνθρώ‐
15ποις, ἡ τῶν πολλῶν σπουδὴ καὶ φιλομαθία σαφῆ κατ‐ έστησεν) ἐκ τῆς γεωγραφίας τοῦ θειοτάτου καὶ σοφω‐ τάτου Πτολομαίου ἔκ τε τῆς Πρωταγόρου τῶν σταδίων ἀναμετρήσεως, ἣν τοῖς οἰκείοις τῆς γεωγραφίας βιβλίοις προστέθεικεν, ἔτι μὴν καὶ ἑτέρων πλείστων ἀρχαίων
20ἀνδρῶν, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα ἐν βιβλίοις δυσὶ, τὸν μὲν ἑῷον καὶ μεσημβρινὸν ὠκεανὸν ἐν τῷ προ‐ τέρῳ βιβλίῳ, τὸν δ’ ἑσπέριον καὶ τὸν ἀρκτῷον ἐν τῷ δευτέρῳ, ἅμα ταῖς ἐν αὐτοῖς κειμέναις μεγίσταις νήσοις, τῇ τε Ταπροβάνῃ καλουμένῃ, τῇ Παλαισιμούνδου
25λεγομένῃ πρότερον, καὶ ταῖς Πρεττανικαῖς ἀμφοτέραις νήσοις· ὧν τὴν μὲν πρώτην κατὰ [τὸ] μεσαίτατον τοῦ Ἰνδικοῦ πελάγους κεῖσθαι συνέστηκε, τὰς δ’ ἑτέρας δύο ἐν τῷ ἀρκτῴῳ ὠκεανῷ.516

1

.

2

Εἰδὼς δὲ καὶ ἑτέρους τῶν παλαιῶν περὶ τὴν τοιαύ‐ την σπουδάσαντας ὑπόθεσιν, καὶ τοὺς μὲν μερικάς τινας ποιησαμένους τὰς διηγήσεις, τοὺς δὲ καὶ πλειόνων ἁψαμένους τόπων· πολλὴν ἐθέμην φροντίδα, μηδενὸς
5τούτων ὀφθῆναι δεύτερος, τὴν ἀκρίβειαν τῶν ῥηθησο‐ μένων τῆς ἡμετέρας περὶ τοῦτο σπουδῆς ἐναργὲς ἐλπίσας ἔσεσθαι γνώρισμα. Τούτου δὴ χάριν καὶ τὴν αἰτίαν τῆς γινομένης περὶ τὴν ἀναμέτρησιν τῶν σταδίων δια‐ φωνίας ᾠήθην δεῖν παραστῆσαι τοῖς ἐντευξομένοις· τῆς
10γὰρ τοιαύτης ὑποθέσεως τὸ ἀκριβὲς οὐκ ἐν ταῖς θέσεσι τῶν τόπων μόνον καὶ πόλεων καὶ νήσων καὶ λιμένων ἐχούσης, ἀλλὰ πρό γε πάντων ἐν τοῖς σταδίοις καὶ ταῖς τῶν χω‐ ρίων διαμετρήσεσιν, ἀκόλουθον οἶμαι λόγον ἐρεῖν, καὶ τοῖς βουλομένοις κατὰ φύσιν σκοπεῖν τὴν ἐν τῷ περίπλῳ
15τῆς θαλάττης ἀναμέτρησιν ἀληθῆ φανησόμενον, καί‐ τοιγε τῶν περὶ τούτων σπουδασάντων οὐδενὸς ἐπιση‐ μηναμένου τοῦτο, ἀλλ’ ὥσπερ σχοινίῳ διαμεμετρημέ‐ νης τῆς θαλάττης, οὕτω τὸν ἀριθμὸν τῶν σταδίων ἀπαγγειλάντων. Φημὶ δὴ οὐκ ἐν ἅπασι τοῖς τῆς θα‐
20λάττης μέρεσι ῥᾴδιον εἶναι τὸν τῶν σταδίων ἀριθμὸν πρὸς τὸ ἀκριβέστατον ἀνευρεῖν· ἀλλ’ εἰ μὲν ᾐών τις εὐθεῖα τυγχάνει, μήτε κοιλότητας μήτε ἐξοχὰς ἔχουσα, τοῦ παρὰ ταύτην γινομένου πλοῦ τὴν ἀναμέτρησιν ὡς ἐπίπαν ῥᾳδίαν εἶναι· τῶν δὲ κόλπων καὶ τῶν ἀκρωτη‐
25ρίων ἤτοι χερρονήσων τὸν περίπλουν οὐ δυνατὸν ἀκριβῆ παραστῆσαι. Οὐ γὰρ καθ’ ὡμολογημένων τόπων, ὥσπερ ἐπὶ τῆς γῆς διὰ τῶν λεωφόρων τὴν ὁδοιπορίαν ποιοῦνται, οὕτω κἀπὶ τῆς θαλάσσης τὸν πλοῦν ἀνύου‐
σιν. Ὑποκείσθω γὰρ λόγου χάριν κόλπος κατὰ τὸν517
30αἰγιαλὸν αὐτὸν ἐν περιγραφῇ σταδίων ρʹ ὑπάρχων· τοῦτον εἰ μέν τις πλησίον καὶ παρ’ αὐτὴν τὴν ᾐόνα πε‐ ριπλέοι, ἐλάττονας μὲν εὑρήσει σταδίους τοῦ κατ’ αὐτὸν τὸν αἰγιαλὸν βαδίζοντος, τῆς δὲ ἀληθείας οὐ πολὺ διαμαρτήσει· εἰ δέ τις ἐνδοτέρω περιπλεύσειε τὸν αὐτὸν
35κόλπον, ἥττονας τοῦ παρὰ τὸν αἰγιαλὸν πλεύσαντος εὑρήσει σταδίους, καὶ τοῦτο τοσαυτάκις ἂν εὕροι, ὁσά‐ κις ἂν εἰς βραχύτερον περιάγοι τοῦ περίπλου τὸν κύκλον. Ὥσπερ γὰρ ἐπὶ τῶν περιφερειῶν εἴ τις μετὰ τὴν ἔξω‐ θεν γραμμὴν ἑτέραν ἔνδοθεν περιγράψειε περιφέρειαν
40τὰ αὐτὰ πέρατα ἔχουσαν, καὶ πάλιν ἄλλην καὶ μετ’ ἐκείνην ἑτέραν, ἡ δευτέρα περιφέρεια ἐλάττων εὑρε‐ θήσεται τῆς προτέρας, καὶ πάλιν ἡ τρίτη τῆς δευτέρας, ὁμοίως καὶ ἡ τετάρτη τῆς τρίτης, καὶ ἀκολούθως οὕτω γινόμεναι δεικνύοιντο ἂν, εἴ τις ἐφεξῆς τοῦτο ποιοίη·
45οὕτω καὶ ἐπὶ τῶν κόλπων, καθάπερ ἔν τινι περιγραφῇ περιφερειῶν, ἔξεστι τοῖς περιπλέουσι καὶ διὰ πλειόνων σταδίων ποιεῖσθαι τὸν πλοῦν, καὶ δι’ ἐλαττόνων. Τοῦτο δὲ καὶ ἐκ τῶν διάπλων σαφὲς ἂν κατασταίη. Εἰ γάρ τις μὴ περιπλεῖν ἐθέλοι τὸν κόλπον, ἀλλὰ δια‐

1

.

2

(50)

πλεῖν ἐπ’ εὐθείας, βραχύτατος ἂν ὁ διάπλους ὀφθείη, ὥστ’ εἰκότως ἐπὶ τῇ τῶν περιπλεόντων κεῖσθαι γνώμῃ τὸν ἀριθμὸν τῶν σταδίων ἐν τοῖς κόλποις καὶ τοῖς ἀκρω‐ τηρίοις. Διὰ δὴ τοῦτο συμβαίνει τοὺς μὲν ἄλλως ἀνα‐ μετρῆσαι, τοὺς δὲ ἑτέρως. Ἄξιον οὖν συγγνώμης τὸ
55περὶ τὸν ἀριθμὸν τῶν σταδίων εὑρισκόμενον πταῖσμα, πλὴν εἰ μή που παρὰ πολὺ τοῦτο γίνοιτο, ἐπεὶ καὶ ἄλλως παρὰ πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παλαιοῖς, ὅσοι περίπλους γεγράφασιν, ἐπὶ πασῶν τῶν θαλαττῶν τὸν τῶν σταδίων ἀριθμὸν οὐκ ἄν τις εὕροι συνᾴδοντα.
60Τῆς δὲ τοιαύτης διαφωνίας τὰς αἰτίας μακρὸν ἂν εἴη λέγειν. Οὕτω δὲ τούτων ἐχόντων, ἐθνῶν μὲν καὶ πό‐ λεων παραθαλαττίων καὶ ἐπινείων .....

1

.

3

... τὴν ἑσπέραν εἰσέχει ἀπὸ τοῦ καλουμένου Ἀτλαν‐ τικοῦ πελάγους τὴν εἰσροὴν ἔχουσα, καὶ ἐπὶ πολὺ χωρεῖ εἴσω τῆς γῆς, ὡς πρὸς τὰς ἀνατολὰς μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ὅς ἐστιν ἐν τῷ Κιλικίῳ ἔθνει. Ἔστι δ’ ὁ εἴσ‐
5πλους αὐτῆς στενώτατος κατὰ τὰς λεγομένας Ἡρακλέους στήλας ἤτοι [τὸν] Ἡράκλειον πορθμὸν, σταδίων ὑπάρ‐
χων πʹ, καὶ τοῦτό ἐστι τοῦ κόλπου τούτου ἤτοι τῆς θαλάτ‐ της τὸ στόμα· ἑτέρωθεν γὰρ οὐκ ἄν τις ἐκπλεύσειεν ἀπὸ τῆς ἔσω θαλάσσης εἰς τὸν ὠκεανὸν πλὴν διὰ τοῦ εἰρημέ‐518
10νου Ἡρακλείου πορθμοῦ. Ἐκτείνεται δὲ ἡ καθ’ ἡμᾶς αὕτη θάλασσα καὶ μέχρι τῆς Αἰγύπτου, ἥτις ὑπόκει‐ ται τῇ μεσημβρίᾳ, ὡς ἀντικεῖσθαι τῷ Ἀραβίῳ κόλπῳ τὸ καθ’ ἡμᾶς καλούμενον Αἰγύπτιον πέλαγος, καὶ γί‐ νεσθαι μέγαν ἰσθμὸν τὴν μεταξὺ γῆν τοῦ τε Ἀραβίου
15κόλπου καὶ τῆς καθ’ ἡμᾶς κατὰ τοῦτο τὸ μέρος θαλάσ‐ σης. Τὸν μὲν οὖν περίπλουν τῆς θαλάττης ταύτης διὰ τῆς ἐπιτομῆς τῶν ιαʹ βιβλίων Ἀρτεμιδώρου τοῦ γεω‐ γράφου σαφῆ κατεστήσαμεν, ὡς προείρηται· τῶν δὲ ἔξω θαλασσῶν ἤτοι ὠκεανῶν ἑῴου καὶ ἑσπερίου, οἰκεῖον
20ὑποστάντες πόνον, τὸν περίπλουν ἀναγράψαι προειλό‐ μεθα.

1

.

4

Ἐρατοσθένης μὲν ὁ Κυρηναῖος τὴν μεγίστην πε‐ ριφέρειαν τῆς (ἐγνωσμένης) ἁπάσης γῆς εἶναι λέγει στα‐ δίους Μ κεʹ καὶ ͵θς. Οὕτω δὲ καὶ Διονύσιος ὁ τοῦ Διογένους ἀναμεμέτρηκεν. Πτολομαῖος δὲ ὁ θειότατος,
5τῇ μὲν πείρᾳ καὶ ἀληθεῖ παιδεύσει πρεσβύτερος, τοῖς δὲ χρόνοις Ἐρατοσθένους νεώτερος, σταδίων Μ ιηʹ τὴν γῆν ἀπέδειξεν εἶναι, καὶ τοῦ μὲν πλάτους εἶναι τῆς γῆς συνέστηκεν πʹ μοίρας μεσημβρινὰς, τοῦ δὲ μήκους ρπʹ. Ἐν τούτῳ δὲ τῷ μέτρῳ περιέχεται ἡ οἰκουμένη
10εἰς τρεῖς διαιρεθεῖσα τομὰς ἠπείρων, εἴς τε Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην, ὥσπερ ἅπασιν ἔγνωσται. Τὴν μὲν οὖν Εὐρώπην ἀπὸ τῆς Λιβύης διορίζει τὸ κατὰ Γάδειρα στόμα τοῦ ὠκεανοῦ, ὅπερ Ἡράκλειον καλοῦσι πορθμὸν, δι’ οὗ τὴν εἰσροὴν τὸν ὠκεανὸν εἰς τὴν ἡμε‐
15τέραν ποιεῖσθαι θάλασσαν προείπομεν· καὶ πάλιν ὁ Τάναϊς ποταμὸς (ὅστις) τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας
ὁμοίως κατὰ τὸ ἀρκτῷον διορίζει μέρος, εἰς τὴν Μαιῶ‐ τιν ἐκβάλλων λίμνην, ἥτις εἰς τὸν Πόντον ἐξίησι τὸν καλούμενον Εὔξεινον. Τὴν δὲ Λιβύην σὺν τῇ Ἀσίᾳ519
20διορίζει ἀπὸ μὲν τῆς Εὐρώπης ὁ προειρημένος Ἡρά‐ κλειος πορθμὸς, ἀπὸ δὲ τῆς Ἀσίας τὸ καλούμενον Κα‐ νωβικὸν τοῦ Νείλου στόμα· τὴν δὲ Ἀσίαν πρὸς μὲν τὴν Εὐρώπην διορίζει ὁ προειρημένος Τάναϊς ποταμὸς, πρὸς δὲ τὴν Λιβύην τὸ πορρηθὲν Κανωβικὸν τοῦ Νείλου
25στόμα, καθὰ προειρήκαμεν. Ἡ τοίνυν καθ’ ἡμᾶς θάλασσα καὶ συνάπτουσα τῷ δυτικῷ ὠκεανῷ διὰ τοῦ Ἡρακλείου πορθμοῦ, περιγράφει τὰς τρεῖς ἠπείρους τόνδε τὸν τρόπον.

1

.

5

Τῆς μὲν Εὐρώπης, περιπλεομένων τῶν κατ’ αὐ‐ τὴν κόλπων ἐν τῇ καθ’ ἡμᾶς θαλάσσῃ, ἡ παράλιος χώρα τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ Τανάϊδος ποταμοῦ καὶ καταλήγει ἐπὶ τὸν Ἡράκλειον πορθμὸν καὶ τὰ Γάδειρα
5τὴν νῆσον· καὶ ἔστιν ὁ σύμπας αὐτῆς περίπλους στα‐ δίων Μ ϛʹ καὶ ͵θ. Τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως πό‐ λεως μέχρι τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος ὁ παράπλους ἐστὶ σταδίων Μ γʹ καὶ σπʹ. Τῆς δὲ Ἀσίας σὺν τῇ Αἰγύπτῳ ἀπὸ τοῦ Κανωβικοῦ τοῦ Νείλου
10στόματος μέχρι τοῦ ποταμοῦ τοῦ Τανάϊδος ὁ παράπλους ἐστὶ σταδίων Μ δʹ καὶ ρκʹ. Ἡ τοίνυν σύμπασα χώρα παράλιος τῆς θαλάσσης τῆς καθ’ ἡμᾶς ἐστιν, ἥ τε τῆς Εὐρώπης καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, στα‐ δίων Μ ιγʹ ͵θυʹ.

1

.

6

Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθ’ ἡμᾶς
5ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας· τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δὲ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ
δύσιν ἀναμεμέτρηται σταδίων Μ ζʹ, ͵ηφμεʹ· τοῦτο δέ520
10ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῶν, τοῦ ἐν Ἰνδοῖς ἀνατολικωτάτου ποταμοῦ, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν ἄκρον, τῆς δὲ Ἰβηρίας ἐστὶ τῶν Λυσιτανῶν ἔθνους. Τοῦτο δὲ Γαδείρων ἤτοι τῶν Ἡρακλέους στηλῶν δυτικώτερον
15τυγχάνει ὡς σταδίους ͵γ. Τοῦ δὲ πλάτους ἡ εὐθεῖα, ᾗ πλατυτάτη τυγχάνει οὖσα, ἀναμεμέτρηται Μ δʹ, ͵γ ξʹ· τοῦτο δέ ἐστι τὸ ἀπὸ μεσημβρίας ἐπὶ τοὺς ἄρκτους, οἷον ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης μέχρι Θούλης τῆς νήσου.

1

.

7

Τῶν δὲ μεγίστων κόλπων πρῶτος μέν ἐστιν ὁ Γαγγητικὸς, δεύτερος δὲ ὁ Περσικὸς, τρίτος δὲ ὁ κα‐ λούμενος οὕτω Μέγας, τέταρτος δὲ ὁ Ἀράβιος, πέμπτος δὲ ὁ Αἰθιοπικὸς, ἕκτος δὲ ὁ τοῦ Πόντου, ἕβδομος δὲ
5ὁ τοῦ Αἰγαίου πελάγους, ὄγδοος δὲ ὁ τῆς Μαιώτιδος λίμνης, ἔννατος δὲ ὁ Ἀδρίας ἤτοι Ἰόνιος κόλπος, δέκα‐ τος δὲ ὁ τῆς Προποντίδος.

1

.

8

Τῶν δὲ μεγίστων νήσων ἢ χερσονήσων, καὶ τῆς πρώτης τάξεως, πρώτη μὲν ἡ Ταπροβάνη νῆσος ἡ Πα‐ λαισιμούνδου καλουμένη πρότερον, νῦν δὲ Σαλική· δευτέρα δὲ τῶν Πρεττανικῶν ἡ Ἀλβίων, τρίτη δὲ ἡ
5Χρυσῆ χερσόνησος, τετάρτη δὲ τῶν Πρεττανικῶν ἡ Ἰουερνία, πέμπτη δὲ ἡ Πελοπόννησος, ἕκτη δὲ [ἡ] Σικελία, ἑβδόμη δὲ ἡ Σαρδὼ, ὀγδόη δὲ [ἡ] Κύρνος, ἐννάτη [ἡ] Κρήτη, δεκάτη [ἡ] Κύπρος. Καὶ ταῦτα
μὲν ἐπὶ τοσοῦτον· ἐπὶ δὲ τὰ προκείμενα μεταβησόμεθα.521

1

.

9

Ἀρξόμεθα δὲ τοῦ περίπλου, καθὰ προειρήκαμεν, ἀπὸ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ μυχοῦ αὐτοῦ, [τοῦ] καλουμένου Αἰλανίτου, ἔνθα μάλιστά ἐστιν, ὡς προεί‐ ρηται, καὶ τὸ στενώτατον τῆς ἠπείρου, καὶ διεῖργον τὸ
5μὴ συνάψαι τὴν καθ’ ἡμᾶς θάλασσαν τῷ Ἀραβίῳ μυχῷ. Οὗτος δὲ ὁ μυχὸς γειτνιῶν τυγχάνει τῇ τε Αἰγύπτῳ καὶ τῇ Πετραίᾳ καλουμένῃ Ἀραβίᾳ, ἥτις τῇ λεγομένῃ Ἰουδαίᾳ συνάπτει, ἧς Παλαιστίνη τὸ ἔθνος ἐστὶ πρὸς τῇ καθ’ ἡμᾶς κείμενον θαλάσσῃ. Ἔστι γὰρ ἀπὸ
10Γάζης τῆς ἐν Παλαιστίνῃ πόλεως ἐπὶ τὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, (καὶ) τὸν προειρημένον Ἀΐλαν, πεζῇ πρὸς τὴν μεσημβρίαν τῆς πορείας γινομένης, στάδια ͵ασξʹ.

1

.

10

Τῶν μὲν οὖν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τουτ‐ έστι τῆς τε Ἀραβίας τῆς Εὐδαίμονος καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μετ’ ἐκείνην τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς ἄχρι τοῦ Σινῶν (τοῦ)
5ἔθνους καὶ τοῦ πέρατος τῆς ἐγνωσμένης γῆς τὸν ἀκρι‐ βέστατον ποιησόμεθα περίπλουν καὶ τὴν τῶν σταδίων ἀναμέτρησιν. Τῶν δὲ δεξιῶν τῶν τῆς Λιβύης μερῶν μέχρι τοῦ καλουμένου Πράσου ἀκρωτηρίου καὶ τῆς Μενουθιάδος νήσου τὰς μὲν προσηγορίας τῶν πό‐
10λεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μὴν τῶν θαλασ‐ σῶν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων, καὶ τῶν νή‐ σων τὰς ὀνομασίας σημανοῦμεν· διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν. Τούτων μὲν γὰρ τῶν δεξιῶν μερῶν ἐπιδρομή ἐστιν ἃ
15τῆς ἀναμετρήσεως πεποιήμεθα σαφῆ, μιᾶς ἕνεκα τῆς θέσεως τῆς τε γῆς καὶ τῆς θαλάσσης, ἥνπερ ἔχει πρὸς τὰς ἀντιπέρα τῆς Ἀσίας χώρας, τουτέστι τῶν τε Ἀρά‐ βων καὶ τῶν Ἰνδῶν καὶ τῶν ἄλλων ἐθνῶν· τῶν δὲ ἀρι‐ στερῶν μερῶν μετὰ τῆς προειρημένης ἐπαγγελίας τὸν
20περίπλουν σπουδῇ ἐποιησάμεθα.

1

11T

ΤΩΝ ΔΕΞΙΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΕΡΙΠΛΟΥΣ.

1

.

11

Ἡ τοίνυν θέσις καὶ περιγραφὴ τῶν δεξιῶν τῆς Λιβύης μερῶν τοῦτον ἔχει τὸν τρόπον (χρὴ γὰρ πρὸ τῶν κατὰ μέρος τὰς καθόλου προσηγορίας καὶ τὴν θέσιν δηλῶσαι τῶν τόπων)· πλέοντι γὰρ τὸν Ἀραβικὸν
5κόλπον ὡς πρὸς μεσημβρίαν, μετρίως πρὸς τὴν ἕω παρ‐ επιστρέφοντι, καὶ δεξιὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ Αἴγυπτος, μέρει τινὶ γειτνιῶσα τῷ κόλπῳ
(τούτῳ δὲ παροικοῦσιν Ἀραβαιγύπτιοι Ἰχθυοφάγοι)· μετὰ δὲ ταύτην ἡ Τρωγλοδυτικὴ ἐπὶ πλεῖστον ἐκτεινο‐522
10μένη· παρήκει γὰρ παρά τε αὐτὸν τὸν Ἀράβιον κόλπον καὶ παρὰ τὴν Ἐρυθρὰν θάλασσαν· μετὰ δὲ τὸ στόμα τοῦ Ἀραβίου κόλπου ἑξῆς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. Περιπλέοντι τοίνυν ταύτην καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι ἐκδέχεται μὲν ὁ Αὐαλίτης κόλπος ἐν τοῖς
15δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς τυγχάνων θαλάσσης, παρ‐ οικοῦσι δὲ τούτῳ οἵ τε προειρημένοι Τρωγλοδύται καὶ οἱ Αὐαλῖται καὶ προσέτιγε οἱ Μόσσυλοι τὰ ἔθνη.

1

.

12

Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἠρέμα πως μετὰ τὸν κόλπον κατὰ τὸ ἀκρω‐ τήριον στενουμένην, ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος ἀναπεπταμένον ἐπὶ πολὺ καὶ τῷ μὲν μήκει διῆκον πρὸς
5τὴν ἕω καὶ τὰς ἀνατολὰς τοῦ ἡλίου μέχρι Σινῶν τοῦ ἔθνους, ὅπερ ἐπὶ τέλει τῆς οἰκουμένης τυγχάνει κείμε‐ νον κατὰ τὴν πρὸς ταῖς ἀνατολαῖς ἄγνωστον γῆν, τῷ δὲ πλάτει πρὸς μεσημβρίαν ἀναχεόμενον ἐπὶ πλεῖστον, μέχρι τῆς ἑτέρας ἀγνώστου γῆς τῆς κατὰ τὴν μεσημ‐
10βρίαν ὑπαρχούσης, καθ’ ἣν καὶ ἡ Πρασώδης καλου‐ μένη διατείνει θάλασσα παρ’ ὅλην τὴν μεσημβρινὴν ἄγνωστον γῆν μέχρι τῆς ἕω, τοῦ μὲν Ἰνδικοῦ πελάγους ὑπάρχουσα, ταύτην δὲ διὰ τὴν χροιὰν λαχοῦσα τὴν προσηγορίαν.

1

.

13

Μετὰ τὴν Ἐρυθρὰν τοίνυν θάλασσαν κάμψαντι πρὸς τὴν μεσημβρίαν καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι, τό τε ὄρος ὁ Ἐλέφας τυγχάνει κείμενον καὶ ἡ Ἀρωματοφόρος χώρα· μεθ’ ἣν ἐκδέχεται τὸ ἔθνος τὸ
5λεγόμενον Βαρβαρικὸν καὶ τὸ Βαρβαρικὸν καλούμενον πέλαγος, ἐν ᾧ κόλποι τε πλείους εἰσὶ καὶ οἱ δρόμοι τῆς καλουμένης Ἀζανίας. Καὶ πρῶτος μὲν τῶν ἐπισήμων κόλπος ἐστὶν ἐν αὐτῷ ὁ καλούμενος Ἀπόκοπα, εἶθ’ ἑξῆς μικρὸς Αἰγιαλὸς καὶ μέγας, μεθ’ οὓς ἕτερος κόλπος μέ‐
10γας μέχρι τοῦ Ῥαπτοῦ ἀκρωτηρίου. Μετὰ δὲ ταῦτα ἡ λεγομένη Βραχεῖα θάλασσα καὶ ὁ περὶ αὐτὴν μέ‐ γιστος κόλπος, ὅνπερ οἰκοῦσι βάρβαροι Ἀνθρωποφάγοι. Ἐν δὲ τῷ τέλει τοῦ κόλπου κεῖται τὸ μέγιστον ἀκρω‐ τήριον, ὃ καλεῖται Πράσον ἄκρον, καὶ ἡ Μενουθιὰς
15νῆσος οὐ πόρρω τοῦ ἀκρωτηρίου τυγχάνουσα.

1

.

14

Καὶ ἡ μὲν ὅλη θέσις καὶ περιγραφὴ τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θα‐ λάσσης καὶ προσέτιγε τοῦ Ἰνδικοῦ πελάγους τοῦ πρὸς τὴν μεσημβρίαν ἀποκλίνοντος, τοῦτον ἔχει τὸν τρόπον·
5τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει·
6N[Λείπει τὰ κατὰ μέρος.]523

1

14F

ΑΠΟΣΠΑΣΜΑΤΑ. Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν Περί‐ πλῳ πρώτῳ· «Ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπὲρ Αἴγυπτον· ἀπὸ δὲ Βαζίου ἄκρου ἐκδέχεται Πριό‐
5 νωτον ὄρος· κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη·» Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων· ἔστι καὶ ἀκρωτή‐ ριον Αἰθιοπίας τῆς κατ’ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ Περιόδων. Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν Περί‐
10 πλων αʹ. Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρ‐ κιανὸς ἐν πρώτῳ Περιόδου. Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός. Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς
15 ἐν Περίπλῳ αὐτῆς. Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν Περίπλῳ.

1

15T

ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΑΝΤΟΣ ΠΕΡΙΠΛΟΥΣ.

1

.

15

Τῶν δὲ ἀριστερῶν τῆς Ἀσίας μερῶν ἡ τῆς ἠπεί‐ ρου καὶ τῶν θαλασσῶν θέσις τοῦτόν πως διάκειται τὸν τρόπον. Χρὴ γὰρ κἀνταῦθα πρὸ τῶν κατὰ μέρος ὀνο‐
μασιῶν τὰς καθόλου δηλῶσαι προσηγορίας, καὶ τὴν524
5θέσιν σημῆναι τῶν τόπων. Πλέοντι τοίνυν τὸν Ἀρά‐ βιον κόλπον καὶ ἀριστερὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ καλουμένη Εὐδαίμων Ἀραβία παρὰ ὅλον τὸν Ἀράβιον διήκουσα κόλπον μέχρι τοῦ προρρηθέντος Ἀραβίου πορθμοῦ. Μετὰ δὲ τὰ στενὰ τοῦ Ἀραβίου
10κόλπου ἐκδέχεται ἡ Ἐρυθρὰ θάλασσα, ἣν περιπλέοντι καὶ τὴν ἤπειρον ἀριστερὰν ἔχοντι, τὸ προρρηθὲν ἔτι τῶν Ἀράβων ἔθνος ἐκδέχεται παρὰ πᾶσαν ταύτην παρ‐ οικοῦν τὴν ἤπειρον. Ἐν τούτῳ δὲ τῷ μέρει τῆς θα‐ λάσσης καὶ τὸ τῶν Ὁμηριτῶν ἔθνος τυγχάνει τῆς τῶν
15Ἀράβων ὑπάρχον γῆς, μέχρι τῆς ἀρχῆς τοῦ Ἰνδικοῦ διῆκον πελάγους. Μετὰ δὲ τὴν Ἐρυθρὰν θάλασσαν ἑξῆς ἐστι τὸ Ἰνδικὸν πέλαγος. Περιπλέοντι τοίνυν καὶ τούτου τὰ ἀριστερὰ μέρη τὰ πρὸς τὴν Ἀράβων γῆν ἀναπεπταμένα μέχρι τοῦ στόματος τοῦ Περσικοῦ κόλ‐
20που, ἐκδέχεται ὅ τε Σύαγρος τὸ ὄρος καὶ ὁ Σαχαλίτης κόλπος μέγιστος ὢν καὶ διήκων ἄχρι τοῦ στόματος τοῦ κόλπου τοῦ Περσικοῦ. Εἰσπλεύσαντι δὲ εἰς τὸν Περ‐ σικὸν κόλπον καὶ περιπλέοντι τοῦτον, ἀριστερὰν δὲ τὴν ἤπειρον ἔχοντι μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποτα‐
25μοῦ ***, ἐν αὐτῷ ἔτι τῷ Περσικῷ κόλπῳ ἡ Σουσιανὴ τὸ ἔθνος ἐκδέχεται· οὐ μὴν ἀλλὰ καὶ ἡ Περσὶς μετὰ τὴν Σουσιανὴν κειμένη τυγχάνει, μεθ’ ἣν Καρμανίας τὸ πλεῖστον μέρος ἄχρι τῶν στενῶν τοῦ αὐτοῦ Περσικοῦ κόλπου. Ἀντίκειται δὲ ὁ Περσικὸς κόλπος τῇ Κασπίᾳ
30θαλάσσῃ τῇ καὶ Ὑρκανίᾳ λεγομένῃ, καὶ στενώσας τὴν μεταξὺ γῆν ποιεῖ μέγαν ἰσθμὸν τῆς Ἀσίας.

1

.

16

Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ πρὸς τὴν ἕω τὸν πλοῦν ποιουμένῳ ἀριστεράν τε ὁμοίως τὴν ἤπειρον ἔχοντι, ἐκδέχεται πάλιν τὸ Ἰνδικὸν πέλαγος, ᾧ τὸ λει‐ πόμενον τῆς Καρμανίας ἔθνος παροικεῖ. Καὶ μετὰ
5τοῦτο τὸ τῆς Γεδρωσίας ἔθνος κείμενον τυγχάνει· ἑξῆς δὲ τούτων ἐστὶν ἡ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου ποταμοῦ κει‐ μένη, ἧς κατὰ τὸ μεσαίτατον τῆς ἠπείρου νῆσος κατ‐ αντικρὺ κεῖται μεγίστη Ταπροβάνη καλουμένη. Μετὰ δὲ ταύτην ἡ ἑτέρα ἐστὶν Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποτα‐
10μοῦ, ὅρου τυγχάνοντος ἑκατέρων τῶν Ἰνδικῶν γαιῶν. Ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ ἡ Χρυσῆ καλουμένη χερσόνησός ἐστι· μεθ’ ἣν ὁ καλούμενος Μέγας κόλπος· οὗ κατὰ τὸ μεσαίτατον οἱ ὅροι τῆς ἐκτὸς Γάγγου Ἰνδι‐ κῆς καὶ τῶν Σινῶν εἰσιν. Εἶθ’ ἑξῆς τὸ τῶν Σινῶν
15ἐστιν ἔθνος, καὶ ἡ τούτων μητρόπολις, ἥτις Θῖναι προσ‐ αγορεύεται, ὅριον τῆς ἐγνωσμένης γῆς καὶ ἀγνώστου τυγχάνουσα.525

1

.

17

Καὶ ἡ μὲν ὅλη τῶν τόπων θέσις καὶ περιγραφὴ τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τοῦ τε Ἀραβίου κόλ‐ που καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς,
5τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει.

1

17aT

ΤΟΥ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΕΥΔΑΙΜΟΝΑ ΑΡΑΒΙΑΝ ΠΕΡΙΠΛΟΥΣ.

1

.

17

Ἡ Εὐδαίμων Ἀραβία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς πλευραῖς τῆς τε Πετραίας Ἀραβίας καὶ ἔτι τῆς Ἐρήμου Ἀραβίας καὶ τῷ νοτίῳ μέρει τοῦ Περ‐ σικοῦ κόλπου μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ,
5[ἀπὸ δὲ ἀνατολῶν μέρει τε τοῦ Περσικοῦ κόλπου] καὶ μέρει τῆς Ἰνδικῆς θαλάσσης, ἀπὸ δὲ μεσημβρίας τῇ Ἐρυθρᾷ θαλάσσῃ, [ἀπὸ δὲ δύσεως τῷ Ἀραβίῳ κόλπῳ]. Τὴν δὲ θέσιν τοιαύτην τινὰ ἔχει. Προπέ‐ πτωκε πρὸς τὴν μεσημβρίαν εἰς τὴν Ἐρυθρὰν θάλασσαν
10καὶ τὸ Ἰνδικὸν πέλαγος ἐπὶ πλεῖστον, καὶ ὥσπερ χερ‐ σόνησος μεγίστη πλατυτάτῳ ἰσθμῷ προσεχομένη πε‐ ριρρεῖται τῇ θαλάσσῃ. Ἐξ ἑκατέρων δὲ αὐτῆς τοῦ ἰσθμοῦ τῶν μερῶν κόλποι δύο παραβέβληνται, καὶ τούτων ὁ μὲν ἐκ τῶν πρὸς τὴν ἑσπέραν μερῶν Ἀράβιος
15καλεῖται κόλπος ὁ προειρημένος, ὁ δὲ πρὸς τὴν ἕω νε‐ νευκὼς Περσικὸς κόλπος ὀνομάζεται· τὰ δὲ μεταξὺ πάντα ἀπὸ Ἀραβίου μυχοῦ μέχρι τοῦ προειρημένου Περσικοῦ κόλπου, καθ’ ὃ μέρος τὰς ἐκβολὰς ὁ Τίγρις ποιεῖται ποταμὸς, περιπλεῖται, χερσονησοειδὴς, ὡς προείρηται,
20τυγχάνουσα. Ἔθνη δὲ πλεῖστα καὶ μέγιστα ἐν αὐτῇ ἔχει, ὧν τὰ προσεχῆ τῇ θαλάσσῃ κατὰ τὸν περίπλουν δηλωθήσεται. Τὰ δὲ περὶ τὸν αὐχένα τῆς Εὐδαίμο‐ νος Ἀραβίας μετὰ τὴν Πετραίαν καὶ τὴν Ἔρημον Ἀραβίαν κατέχουσιν οἱ καλούμενοι Σαρακηνοὶ, πλείο‐
25νας μὲν ἔχοντες προσηγορίας, πολλὴν δὲ διακατέχοντες
ἔρημον γῆν. Γειτνιῶσι γοῦν οὗτοι τῇ Πετραίᾳ Ἀρα‐ βίᾳ καὶ τῇ Ἐρήμῳ Ἀραβίᾳ καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Περσίδι καὶ ἀκολούθως τῇ προειρημένῃ Εὐδαίμονι Ἀραβία.526
30N[Λείπει τὰ κατὰ μέρος]

1

18T

ΑΠΟΣΠΑΣΜΑΤΑ.

1

.

18

Ὄννη, ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ. Σιδηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.
5 Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν. Εἰσὶ δὲ ἔθνος τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Πε‐ ρίπλῳ αὐτῆς «Ζαδραμιτῶν (καὶ) Κιναιδοκολπιτῶν.» Τὸ ἐθνικὸν Ζαδραμαῖος. Κασσανῖται, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς
10θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· «Ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος. Μινναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θα‐ λάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν Πε‐
15ρίπλῳ αʹ. Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ.
Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰνδικὸν κόλπον καὶ527
20ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ· «Παροικεῖ αὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν· ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος [ἐπὶ ἀσκῶν πλέον]». Ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης.
25 Ἰστριανά, πόλις παρὰ τὴν Περσικὴν θάλασσαν, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Μαλλάδα, πόλις Περσική. Μαρκιανὸς ἐν Περίπλῳ τοῦ Περσικοῦ κόλπου. Ἀδαρούπολις, πόλις Περσικὴ, ὡς Μαρκιανὸς ἐν
30Περίπλῳ τοῦ Περσικοῦ κόλπου. Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν Περίπλῳ αὐτοῦ. Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν Περίπλῳ τῆς Περσικῆς θαλάσσης.
35 Λαδισακίτης (?) κόλπος ἐν τῇ Περσικῇ θα‐ λάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς. Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν Πε‐ ρίπλῳ.

1

.

19

Ἔστι δὲ τῆς Εὐδαίμονος Ἀραβίας τὸ μὲν μῆκος σταδίων ͵͵α ͵αψʹ, τὸ δὲ πλάτος σταδίων ͵ηωνʹ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νδʹ, πόλεις δὲ ἐπισήμους καὶ κώμας ρξδʹ, ὄρη ἐπίσημα ιεʹ, ποταμοὺς ἐπισή‐
5μους δʹ, λιμένας ἐπισήμους ϛʹ, κόλπους ἐπισήμους εʹ, αἰγιαλοὺς μεγάλους δύο, νήσους ἐπισήμους τὰς ἐν τῷ περίπλῳ εἰρημένας λεʹ. Οἱ πάντες ἀπὸ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Μαισανίτου κόλπου τοῦ παρὰ τὴν Εὐδαίμονα Ἀραβίαν τυγχάνοντος στάδιοι ͵ερμʹ.
10Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ τοῦ ἐν τῷ
Ἀραβίῳ κόλπῳ μέχρι τοῦ Μαισανίτου κόλπου καὶ τοῦ πρὸς τῇ Ἐρήμῳ πέρατος τοῦ Περσικοῦ κόλπου καὶ ἔτι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ τοῦ περίπλου παν‐ τὸς τῆς παραλίας τῆς τῶν Εὐδαιμόνων Ἀράβων γῆς528
15εἰσι στάδιοι ͵͵γ͵ηρνʹ

1

20T

ΣΟΥΣΙΑΝΗΣ [ΠΕΡΙΠΛΟΥΣ.]

1

.

20

Ἡ Σουσιανὴ κεῖται μὲν ἐν τῷ Περσικῷ κόλπῳ· περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Ἀσσυρίᾳ, ἀπὸ δὲ δύ‐ σεως τῇ προειρημένῃ Βαβυλωνίᾳ παρὰ τὸ τοῦ Τίγριδος ποταμοῦ μέρος τὸ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῆς
5τῇ Περσίδι, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ ἀπὸ τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τῶν εἰς τὸν Περσικὸν κόλπον τοῦ Ὀροάτιος ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος παράπλους οὕτω πως ἔχει.

1

.

21

Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος πο‐ ταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι πʹ. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέ‐
5μουσιν, ἐν ταῖς λεʹ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στά‐ διοι ψʹ. Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλ‐ πον λεγόμενον στάδιοι υʹ. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς
10Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐπὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χϙʹ. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ
15Εὐλαίου ποταμοῦ εἰς Τέναγος [ἀμμῶδες στάδιοι ριʹ. Ἀπὸ δὲ Τενάγους] ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος
ποταμοῦ ἐκβολὰς στάδιοι ͵αυνʹ.529

1

.

22

Ἔστι δὲ τῆς Σουσιανῆς τὸ μὲν μῆκος στάδιοι ͵γφʹ, τὸ δὲ πλάτος στάδιοι ͵βτνʹ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ϛʹ, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιζʹ, ποταμοὺς ἐπισήμους δʹ, Πηλώδη κόλπον, Τέναγος
5ἀμμῶδες, Ἡρακλέους στήλας. Οἱ πάντες ἀπὸ τοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ τοῦ παράπλου τῆς Σουσιανῆς χώ‐ ρας στάδιοι ͵γυλʹ.

1

23T

ΠΕΡΣΙΔΟΣ ΠΑΡΑΠΛΟΥΣ.

1

.

23

Ἡ Περσὶς κεῖται μὲν καὶ αὐτὴ ἐν τῷ Περσικῷ κόλπῳ, περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Μηδίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Σουσιανῇ, ἀπὸ δὲ ἀνα‐ τολῶν τῇ Καρμανίᾳ, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ
5κόλπῳ, [ἀπὸ] τοῦ Ὀροάτιος ἀρξαμένη ποταμοῦ, μέχρι τῶν ἐκβολῶν Βαγράδα τοῦ ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περί‐ πλους τοῦτον ἔχει τὸν τρόπον.

1

.

24

Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ ἐπὶ ἄκραν Ταόκην λεγομένην στάδιοι φʹ. Ἀπὸ δὲ ἄκρας Ταόκης ἐπὶ Ῥογομάνιος ποταμοῦ ἐκβολὰς στάδιοι ψʹ. Ἐν δὲ τῷ παράπλῳ νῆσος κεῖται Σῶφθα καλουμένη.
5Ἀπὸ δὲ Ῥογομάνιος ποταμοῦ εἰς Χερσόνησον στάδιοι φʹ. Ἐνταῦθα παράκειται νῆσος Ἀλεξάνδρου καλουμένη. Ἀπὸ δὲ τῆς Χερσονήσου εἰς Βρισοάνα ποταμοῦ ἐκβολὰς στάδιοι χνʹ. Ἀπὸ δὲ τοῦ Βρισοάνα ποταμοῦ εἰς Αὐ‐ σίνζα στάδιοι χʹ. Ἀπὸ [δὲ] Αὐσίνζων [εἰς] Βαγράδα
10ποταμοῦ ἐκβολὰς στάδια υνʹ. Ἐνταῦθα τῆς Περσίδος τοὺς ὅρους ἀποτελευτᾶν προειρήκαμεν.

1

.

25

Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι ͵δ, τὸ δὲ πλάτος ͵αυʹ. Ἔχει δὲ ἔθνη ἢ σατραπείας ιʹ, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβʹ, ποταμοὺς ἐπισή‐ μους γʹ, ἀκρωτήριον ἐπίσημον αʹ, χερσόνησον ἐπίσημον
5αʹ, νήσους ἐπισήμους βʹ. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παρά‐ πλου τῆς τῶν Περσῶν χώρας στάδιοι ͵γυʹ.

1

26T

ΚΑΡΜΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

1

.

26

Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσι‐ κὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος
[τὸ] μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύ‐530
5σεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῷ προειρημένῳ Βα‐ γράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περ‐ σικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν ὁρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ
10τοῦ Περσικοῦ κόλπου τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος πε‐ ρίπλους οὕτως ἔχει.

1

.

27

Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα πο‐ ταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τʹ. Ἐνταῦθα παρ‐ οικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκ‐
5βολὰς στάδιοι φʹ. [Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ] ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψʹ. Κατὰ τού‐ τους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υʹ. Ἀπὸ δὲ
10Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολὰς στά‐ διοι φʹ. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγά‐ νου ποταμοῦ ἐκβολὰς στάδιοι υʹ. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σʹ.
15Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμε‐ νον στάδιοι ωʹ. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψνʹ. Ἐνταῦθα παρά‐ κειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀρα‐
20βίαν τὸ Ἀσαβῶν ὄρος τε [καὶ] ἀκρωτήριον, ἅπερ ἑκά‐ τερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσι‐ κοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν
25κόλπον τυγχάνοντος στάδιοι ͵δσνʹ. Οἱ δὲ σύμπαντες τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρω‐ τηρίου [στάδιοι ͵͵α͵ϛψζʹ.531

1

.

28

Μετὰ δὲ τὴν Κάρπελλαν ἄκραν] ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος πρὸς ἀνατολὰς ἐκτεινόμενον· ᾧ τὸ λειπόμενον μέρος τῆς Καρμανίας παρήκει μέχρι Μου‐ σαρναίων γῆς. Ἐκδέχεται τοίνυν μετὰ τὴν ἄκραν τὴν
5Κάρπελλαν μέγιστος κόλπος ὁ καλούμενος Παράγων, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀλαμβα‐ τὴρ, καὶ τῆς νήσου τῆς καλουμένης Ζίβης. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Ἀπὸ Καρπέλλης ἄκρας εἰς Κανθά‐ τιν πόλιν στάδιοι ͵α. Ἐνταῦθα παροικοῦσιν οἱ καλού‐
10μενοι Πασαργάδαι, τοῦ Καρμανῶν ὄντες γένους. Ἀπὸ δὲ Κανθάτιδος πόλεως εἰς Ἄγρισαν πόλιν στάδιοι σνʹ. Ἀπὸ δὲ Ἀγρίσης πόλεως ἐπὶ Ὄμμανα ἐμπόριον τῶν ἐπισήμων στάδιοι χʹ. Ἀπὸ δὲ Ὀμμάνων ἐπὶ Ῥόγανα στάδιοι ρνʹ. Ἀπὸ δὲ Ῥογάνων εἰς Σαλάρου ποταμοῦ
15ἐκβολὰς στάδιοι ρνʹ. Ἀπὸ δὲ Σαλάρου ποταμοῦ ἐπὶ Πασίδα στάδιοι σʹ. Ἀπὸ δὲ Πασίδος εἰς Σαμυδάκην πόλιν στάδιοι σʹ. Ἐνταῦθα παροικοῦσι Χελωνοφάγοι, τῆς Καρμανίας καὶ αὐτοὶ τυγχάνοντες. Ἀπὸ δὲ Σα‐ μυδάκης πόλεως ἐπὶ Σαμυδάκου ποταμοῦ ἐκβολὰς στά‐
20διοι φʹ. Ἀπὸ δὲ Σαμυδάκου ποταμοῦ εἰς Τησὰ πόλιν στάδιοι υʹ. Ἀπὸ δὲ Τησὰ πόλεως εἰς Ὑδριάκου πο‐ ταμοῦ ἐκβολὰς στάδιοι σʹ. Ἀπὸ δὲ τοῦ Ὑδριάκου πο‐ ταμοῦ ἐκβολῶν ἐπὶ Βαγίαν ἄκραν στάδιοι υʹ. Ἀπὸ δὲ Βαγίας ἄκρας εἰς Κύϊζα λιμένα στάδιοι σνʹ. Ἀπὸ δὲ
25Κυΐζων λιμένος εἰς Ἀλαμβατὴρ ἀκρωτήριον στάδιοι υʹ. Κατὰ ταῦτα [τὰ] μέρη κεῖται νῆσος πελαγία Πόλα καλουμένη. Παράκειται δὲ τῷ Ἀλαμβατὴρ ἀκρωτη‐
ρίῳ νῆσος καλουμένη Ζίβη. Ἐνταῦθα τελευτᾶν τὸν κόλπον τὸν καλούμενον Παράγοντα προειρήκαμεν.532
30Ἔστι δὲ ὁ πᾶς περίπλους αὐτοῦ ἀπὸ Καρπέλλης ἄκρας εἰς Ἀλαμβατὴρ ἀκρωτήριον σταδίων ͵δψʹ.

1

.

29

Ἀπὸ δὲ τοῦ Ἀλαμβατὴρ ἀκρωτηρίου εἰς Δερενό‐ βιλλαν στάδιοι σνʹ. Ἐνταῦθα παράκειται νῆσος Κάρ‐ μινα καλουμένη. Ἀπὸ δὲ Δερενοβίλλης εἰς Κώφαντα λιμένα στάδιοι σνʹ. Ἀπὸ δὲ Κώφαντος λιμένος εἰς
5Ζοράμβου ποταμοῦ ἐκβολὰς στάδιοι σʹ. Ἀπὸ δὲ τοῦ Ζοράμβου ποταμοῦ εἰς Βάδαρα στάδιοι σνʹ. Ἀπὸ δὲ Βαδάρων εἰς Μουσάρνα πόλιν στάδιοι τʹ.

1

.

30

Ἔστι δὲ τῆς Καρμανίας τὸ μὲν μῆκος στάδιοι ͵ζ, τὸ δὲ πλάτος ͵αφʹ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ιʹ, πόλεις δὲ ἐπισήμους καὶ κώμας κγʹ, ὄρη ἐπίσημα γʹ, ποταμοὺς ἐπισήμους ιʹ, ἀκρωτήρια ἐπίσημα γʹ, λιμέ‐
5νας ἐπισήμους εʹ. Οἱ πάντες ἀπὸ τοῦ Καρπέλλης ἀκρωτηρίου μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου τῆς Καρμανίας τῆς παρὰ τὸ Ἰνδικὸν πέλαγος στάδιοι ͵εϡνʹ. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου πάσης τῆς τῶν
10Καρμανῶν παραλίας στάδιοι ͵͵ασʹ.

1

31T

ΓΕΔΡΩΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

1

.

31

Ἡ Γεδρωσία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ Δραγγιανῇ καὶ τῇ Ἀραχωσίᾳ, ἀπὸ δὲ δύσεως τῇ προει‐ ρημένῃ Καρμανίᾳ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῶν τῷ τῆς Ἰνδικῆς μέρει τῷ παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι
5τοῦ πρὸς τῇ μνημονευθείσῃ Ἀραχωσίᾳ ὁρίου, ἀπὸ δὲ μεσημβρίας τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη πε‐ ριγραφὴ τοιαύτη, τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.

1

.

32

Ἀπὸ Μουσάρνων πόλεως εἰς Ἀρτάβιος ποταμοῦ ἐκβολὰς στάδιοι ͵ατʹ. Ἀναπλεύσαντος δὲ τῷ ποταμῷ πόλις ἐν δεξιᾷ κατὰ τὸν ἀνάπλουν κεῖται Ἄρβις καλου‐
μένη· καὶ ἔτι ἀνώτερον ὁμοίως ἐν δεξιᾷ τοῦ ποταμοῦ,533
5πόλις Παρσὶς ἡ μητρόπολις τῆς Γεδρωσίας. Ἀπὸ δὲ τοῦ Ἀρτάβιος ποταμοῦ εἰς Ῥάπραυα πόλιν στάδιοι φνʹ. Ἀπὸ δὲ τῆς Ῥάπραυα πόλεως ἐπὶ Γυναικῶν λιμένα στάδιοι φʹ. Ἐνταῦθα κεῖνται αἱ τῶν Ἀραβιτῶν κῶ‐ μαι. Ἀπὸ δὲ Γυναικῶν λιμένος εἰς Κοίαμβα στάδιοι
10υʹ. [Ἀπὸ δὲ Κοιάμβων εἰς Ῥίζανα στάδιοι ͵αρ]. Ἐντεῦθεν ἄρχεται ἡ Παταληνὴ χώρα, ἧς τὸ πλεῖστον ὁ Ἰνδὸς ποταμὸς τοῖς στόμασιν ἐμπεριείληφε· καὶ αὐ‐ τὴν δὲ τὴν μητρόπολιν καλουμένην Πάταλα μετὰ τὸ γʹ στόμα τοῦ Ἰνδοῦ ποταμοῦ ὥσπερ νῆσον κεῖσθαι συμ‐
15βέβηκε, καὶ ἑτέρας πόλεις πλείστας.

1

.

33

Ἔστι δὲ τῆς Γεδρωσίας τὸ μὲν μῆκος σταδίων ͵ϛχʹ, τὸ δὲ πλάτος σταδίων ͵εσνʹ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ηʹ, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιβʹ, ὄρος μέγιστον αʹ, ποταμὸν μέγαν αʹ, λιμένα ἐπίσημον αʹ,
5νήσους ἐπισήμους βʹ. Οἱ πάντες ἀπὸ Μουσάρνων πό‐ λεως εἰς Ῥίζανα τῆς τῶν Γεδρωσίων παραλίας στά‐ διοι γωνʹ.

1

34T

ΙΝΔΙΚΗΣ ΤΗΣ ΕΝΤΟΣ ΓΑΓΓΟΥ ΠΟΤΑΜΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΚΟΛΠΩΝ ΚΑΙ ΝΗΣΩΝ ΠΕΡΙΠΛΟΥΣ.

1

.

34

Ἡ ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικὴ περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Ἰμάῳ ὄρει παρὰ τοὺς ὑπερκειμέ‐ νους αὐτοῦ Σογδιανοὺς καὶ Σάκας, ἀπὸ δὲ δύσεως πρὸς μὲν τῇ θαλάσσῃ τῇ προειρημένῃ Γεδρωσίᾳ, κατὰ δὲ τὴν
5μεσόγειον τῇ Ἀραχωσίᾳ καὶ ἀνωτέρω τοῖς Παροπανι‐ σάδαις, ἀπὸ δὲ ἀνατολῶν τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη πε‐ ριγραφὴ τοιαύτη· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·]
9N[Λείπει τὰ κατὰ μέρος]
10Ὁ δὲ πᾶς περίπλους ἀπὸ τοῦ Ναυστάθμου λιμένος μέ‐ χρι τοῦ Κῶρυ ἀκρωτηρίου τοῦ μέρους τοῦ προειρημέ‐ νου τῆς ἐντὸς Γάγγου Ἰνδικῆς σταδίων ͵͵β ͵αψκεʹ.534

1

35T

ΤΑΠΡΟΒΑΝΗΣ ΝΗΣΟΥ ΠΕΡΙΠΛΟΥΣ.

1

.

35

Τῷ ἀκρωτηρίῳ τῆς Ἰνδικῆς τῷ καλουμένῳ Κῶρυ ἀντίκειται τὸ τῆς Ταπροβάνης νήσου ἀκρωτήριον τὸ καλούμενον Βόρειον. Ἡ δὲ Ταπροβάνη νῆσος πρότε‐ ρον μὲν ἐκαλεῖτο Παλαισιμούνδου, νῦν δὲ Σαλική.
5Τοῦτο δὲ τὸ ἀκρωτήριον τῆς νήσου τὸ ἀντικείμενον τῷ Κῶρυ, ὅπερ ἔφαμεν καλεῖσθαι Βόρειον ἄκρον, ἀπέχει ἀπὸ μὲν τοῦ ἀνατολικοῦ ὁρίζοντος σταδίους ͵͵β ͵ϛυξʹ, ἀπὸ δὲ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους ͵͵ϛκαὶ ͵αχκϛʹ, ἀπὸ δὲ μεσημβρίας καὶ ἰσημερίας ὡς πρὸς ἄρκτους στα‐
10δίους ͵ϛτνʹ.
11N[Λείπει τὰ κατὰ μέρος]

1

35F

ΑΠΟΣΠΑΣΜΑ.
2N[Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περί‐
3Nπλῳ. Ἔστι καὶ Μαργάναι πληθυντικῶς.]
4N***********

1

.

36

Μετὰ δὲ τὸ Βόρειον τοίνυν ἀκρωτήριον ἡ ὅλη περιγραφὴ καὶ ὁ περίπλους τῆς Ταπροβάνης νήσου τὸν τρόπον ἔχει τοῦτον· κατὰ μὲν διάμετρον τῷ μήκει στά‐ διοι ͵θφʹ, τῷ δὲ πλάτει στάδιοι ͵ζφʹ. Ἔχει δὲ ἔθνη
5ἤτοι σατραπείας ιγʹ, πόλεις δὲ ἐπισήμους καὶ ἐμπόρια κβʹ, ὄρη ἐπίσημα βʹ, ποταμοὺς ἐπισήμους εʹ, ἀκρωτή‐ ρια ἐπίσημα ηʹ, λιμένας ἐπισήμους δʹ, κόλπους μεγά‐ λους βʹ, αἰγιαλὸν μέγαν αʹ. Οἱ πάντες τοῦ περίπλου τῆς Ταπροβάνης νήσου στάδιοι ͵͵β ͵ϛτπεʹ. Καὶ περὶ
10μὲν τῆς Ταπροβάνης νήσου τοσαῦτα εἰρήσθω. Πάλιν δὲ ἐπανήξομεν ἐπὶ τὸν παράπλουν τῆς ἐντὸς Γάγγου Ἰνδικῆς.
13N[Λείπει τὰ κατὰ μέρος]

1

37T

ΤΟΥ ΓΑΓΓΗΤΙΚΟΥ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.

1

.

37

Ἀπὸ τοῦ Ἀφετηρίου τούτου ἐκδέχεται ὁ Γαγγη‐
τικὸς καλούμενος κόλπος μέγιστος ὢν σφόδρα, οὗ κατὰ τὸν μυχὸν ὁ Γάγγης ἐξίησι ποταμὸς, πέντε στόμασι τὴν ἐκβολὴν ποιούμενος, ὃν ἔφαμεν ὅριον εἶναι τῆς ἐντὸς535
5Γάγγου Ἰνδικῆς καὶ τῆς ἐκτός.
6N[Λείπει τὰ κατὰ μέρος]

1

.

38

Ἔστι δὲ τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ λεγομένου Ἀντιβολὴ ἕως τοῦ Ναυστάθμου λιμένος, τοῦ ἐν τῷ Κάνθι κόλπῳ,
5σταδίων ͵͵α ͵ησϙʹ· τὸ δὲ πλάτος, ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀφετηρίου ἕως τῶν πηγῶν τοῦ Γάγγου ποταμοῦ, σταδίων ͵͵α͵γ. Ἔχει δὲ ἔθνη ἤτοι σατρα‐ πείας νδʹ, πόλεις δὲ καὶ κώμας καὶ ἐμπόρια ἐπίσημα σιϛʹ, ὄρη ἐπίσημα ϛʹ, ποταμοὺς ἐπισήμους κγʹ, ἀκρω‐
10τήρια ἐπίσημα βʹ, λιμένα ἐπίσημον αʹ, κόλπους ἐπι‐ σήμους εʹ, στόματα ἐπίσημα ποταμῶν ιβʹ, ἀφετήριον ἐπίσημον αʹ, συμβολὰς ποταμῶν ἐπισήμων ιʹ, νήσους ἐπισήμους θʹ.

1

.

39

Οἱ πάντες ἀπὸ τοῦ Ἀφετηρίου μέχρι τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ τοῦ καλουμένου Ἀντι‐ βολὴ τοῦ περίπλου τοῦ μέρους τοῦ Γαγγητικοῦ κόλπου στάδιοι ͵εχξʹ. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Ναυστάθμου
5λιμένος ἕως τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποτα‐ μοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τοῦ περίπλου παντὸς τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι ͵͵γ ͵εχϙεʹ.

1

40T

ΙΝΔΙΚΗΣ ΤΗΣ ΕΚΤΟΣ ΓΑΓΓΟΥ ΠΟΤΑΜΟΥ ΚΑΙ ΤΩΝ
ΕΝ ΑΥΤΗι ΚΟΛΠΩΝ ΠΕΡΙΠΛΟΥΣ.

1

.

40

Ἡ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ περιορίζε‐ ται ἀπὸ μὲν ἄρκτων τοῖς μέρεσι τῆς Σκυθίας καὶ τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως αὐτῷ τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σίναις μέχρι τοῦ καλουμένου Μεγάλου
5κόλπου καὶ αὐτῷ τῷ κόλπῳ, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἰνδικῷ πελάγει καὶ μέρει τῆς Πρασώδους θαλάσσης, ἥτις ἀπὸ τῆς Μενουθιάδος νήσου ἀρξαμένη διατείνει κατὰ παράλληλον γραμμὴν μέχρι τῶν ἀντικειμένων μερῶν τῷ Μεγάλῳ κόλπῳ, καθὰ προειρήκαμεν.
10N[Λείπει τὰ κατὰ μέρος.]

1

.

41

Ἔστι δὲ τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, σταδίων ͵͵α ͵αχνʹ· τὸ δὲ πλάτος, ᾗ πλατυτάτη ἐστὶ, σταδίων ͵͵α͵θ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νʹ, πόλεις δὲ καὶ κώμας ἐπι‐
5σήμους καὶ ἐμπόρια ξζʹ, ὄρη ἐπίσημα ιηʹ, ἀκρωτήρια ἐπίσημα εʹ, λιμένας ἐπισήμους γʹ, κόλπον μέγιστον αʹ, νήσους ἐπισήμους λʹ.

1

.

42

Οἱ πάντες ἀπὸ τοῦ [Μεγάλου] ἀκρωτηρίου μέχρι τοῦ πρὸς Σίνας ὁρίου τοῦ περίπλου τοῦ μέρους
τοῦ Μεγάλου κόλπου τοῦ παρὰ τὴν ἐκτὸς Γάγγου Ἰν‐ δικὴν τυγχάνοντος στάδιοι ͵͵α͵βφνʹ. Οἱ δὲ σύμπαντες536
5ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, μέχρι τῶν πρὸς τοὺς Σίνας τὸ ἔθ‐ νος ὅρων τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς στάδιοι ͵͵δ͵ετνʹ.

1

43T

ΣΙΝΩΝ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΚΟΛΠΩΝ ΠΕΡΙΠΛΟΥΣ.

1

.

43

Τὸ τῶν Σινῶν ἔθνος περιορίζεται ἀπὸ μὲν ἄρκ‐ των μέρει τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως τῇ ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῇ κατὰ τὸ προειρημένον ἐν τῷ Μεγάλῳ κόλπῳ ὅριον, ἀπὸ δὲ ἀνατολῶν ἀγνώστῳ γῇ, ἀπὸ δὲ
5μεσημβρίας τῇ τε μεσημβρινῇ θαλάττῃ καὶ τῇ μεσημ‐ βρινῇ ἀγνώστῳ γῇ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·]
8N[Λείπει τὰ κατὰ μέρος,]

1

.

44

Ἐντεῦθεν ἄρχονται παροικεῖν μέχρι τῆς μεσημ‐ βρινῆς ἀγνώστου γῆς Ἰχθυοφάγοι Σῖναι. Δύο γὰρ ἀγνώστους ὑπονοεῖν χρὴ γᾶς, τήν τε παρὰ τὴν ἀνατο‐ λὴν διήκουσαν, ᾗ παροικεῖν εἰρήκαμεν τοὺς Σίνας,
5καὶ τὴν παρὰ τὴν μεσημβρίαν, ἥτις διήκει παρὰ πᾶσαν τὴν Ἰνδικὴν θάλασσαν ἤτοι τὴν Πρασώδη καλουμένην, μέρος οὖσαν τῆς Ἰνδικῆς θαλάσσης, ὥστε συνάπτουσαν ἑκατέρας τὰς ἀγνώστους γᾶς καθάπερ τινὰ γωνίαν ἀπο‐ τελεῖν περὶ τὸν τῶν Σινῶν κόλπον. Ὑπέρκειται δὲ τῶν
10Σινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις αὐτῶν. Τὰ δὲ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνας ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις.

1

45T

ΤΟΥ ΘΗΡΙΩΔΟΥΣ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.

1

.

45

Πλέοντι τοίνυν μετὰ τὸν Μέγαν κόλπον καὶ τὸ Νότιον ἄκρον ὡς πρὸς τὴν μεσημβρίαν καὶ ἀριστερὰν ἔχοντι τήν τε τῶν Σινῶν γῆν καὶ τὴν ἀνατολὴν, ἐκδέ‐ χεται κόλπος Θηριώδης καλούμενος, διήκων μέχρι τοῦ
5ἀκρωτηρίου τοῦ καλουμένου Σατύρων ἄκρου. Οἱ πάν‐ τες ἀπὸ τοῦ Νοτίου ἄκρου μέχρι τοῦ τῶν Σατύρων ἀκρωτηρίου τοῦ περίπλου τοῦ Θηριώδους κόλπου στά‐
διοι ͵͵αφγʹ.537

1

46T

ΤΟΥ ΤΩΝ ΣΙΝΩΝ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.

1

.

46

Ἀπὸ δὲ τοῦ ἄκρου τῶν Σατύρων ἐκδέχεται κόλ‐ πος μέγιστος, καλούμενος Σινῶν κόλπος. Παρήκει δὲ οὗτος μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς, ᾗ συνάπτει τὴν τῆς ἀνατολῆς ἄγνωστον γῆν, ᾗπερ εἰρήκαμεν παρ‐
5οικεῖν τοὺς Σίνας. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοίνυν τῶν Σατύρων ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς, ὅστις ἐξίησιν ἐν τῷ τῶν Σινῶν κόλπῳ, στάδιοι ͵ασνʹ. Ἀπὸ δὲ τοῦ Κοττιάριος ποταμοῦ ἐκδέχεται Καττίγαρα, ὅρμος μὲν Σινῶν ὑπάρχων, ὅριον δὲ τῆς ἐγνωσμένης
10καὶ οἰκουμένης γῆς τῶν πρὸς τῇ μεσημβρίᾳ μερῶν. Τῶν δὲ σταδίων τοῦ περίπλου τούτου τὸν ἀριθμὸν οὐ ῥᾴδιον ἀναγράψαι. ἔσται δὲ μηδενὶ ἄλλῳ εὐμαρὲς [τὸν] ἐχόμενον περίπλουν [τὸν] μετὰ τὸν Σινῶν ὅρμον δη‐ λῶσαι σαφῶς ἢ θείῳ τινὶ γνώστῃ, μήτε τὰ πρὸς τῇ με‐
15σημβρίᾳ παρὰ τὴν ἄγνωστον διήκοντα γῆν σαφῆ κα‐ ταστῆναι τοῖς ἀνθρώποις, μήτε τὴν παρὰ τὴν ἑῴαν μετὰ τοὺς Σίνας ἄγνωστον γῆν.

1

.

47

Ἔστι δὲ τῶν Σινῶν τὸ μὲν μῆκος τὸ μέγιστον σταδίων ͵γ· τὸ δὲ πλάτος τὸ μέγιστον σταδίων ͵͵α͵ζσνʹ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας εʹ, πόλεις δὲ καὶ κώμας ἐπισήμους ζʹ, ὄρος ἐπίσημον αʹ, ποταμοὺς ἐπισήμους δʹ,
5κόλπους ἐπισήμους (τόν τε Θηριώδη καὶ τὸν τῶν Σι‐ νῶν) βʹ, ἀκρωτήρια ἐπίσημα βʹ. [Ὁμοῦ πόλεις καὶ κῶμαι τῆς ἀνατολικῆς γῆς φξʹ.]

1

.

48

Οἱ πάντες ἀπὸ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρίου τοῦ ὄντος πρὸς τῇ Ἰνδικῇ τῇ ἐκτὸς Γάγγου ποταμοῦ ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τοῦ περίπλου
παντὸς τῆς τῶν Σινῶν παραλίας στάδιοι ͵͵α͵βχνʹ.538

1

50T

ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΠΡΟΕΙΡΗΜΕΝΩΝ ΑΠΑΝΤΩΝ ΔΙΑΣΤΗΜΑΤΩΝ.

1

.

50

Καὶ τὸν μὲν ὅλον περίπλουν καὶ περιγραφὴν τῆς παραθαλασσίου χώρας τοῦ τῆς Ἀσίας μέρους, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἔτι τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους, τοῦ‐
5τον ἔχειν τὸν τρόπον συμβέβηκε· τὸ δὲ σύμπαν ἐστὶ διάστημα, τῶν κόλπων ἁπάντων περιπλεομένων ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ ἕως Κοττιάριος ποταμοῦ ἐκβο‐ λῶν τοῦ ἐν τῷ κόλπῳ Σινῶν τυγχάνοντος, σταδίων ͵͵͵ι ͵͵ε ͵γσϙεʹ.
10 Τὰ δὲ κατὰ μέρος τῆς παραλίας τῶν ἀριστερῶν μερῶν ἔχει τὸν τρόπον τοῦτον.

1

.

51

Ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, ὅθεν τὴν ἀρχὴν ἐποιησάμεθα τοῦ περίπλου [τῶν] τῆς Ἀσίας ἀριστε‐ ρῶν μερῶν, μέχρι τῶν στενῶν τοῦ Ἀραβίου κόλπου στάδιοι ͵͵α ͵αχοʹ.
5 Ἀπὸ δὲ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου τοῦ περί‐ πλου τῆς τε Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Ἰνδι‐ κοῦ πελάγους στάδιοι ͵͵β ͵αφλʹ. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Περσικοῦ κόλπου μέχρι τοῦ αὐτοῦ πάλιν στόματος, τοῦ περίπλου παντὸς τοῦ
10Περσικοῦ κόλπου [στάδιοι ͵͵α ͵ϛψϙʹ. Ἀπὸ δὲ τοῦ Περσικοῦ κόλπου] μέχρι τῶν ὅρων τῆς τῶν Καρμανῶν παραλίας στάδιοι ͵εϡνʹ. Ἀπὸ δὲ τῶν προειρημένων τῆς Καρμανίας ὅρων μέχρι Ῥίζανα πόλεως τῆς τῶν Γεδρωσίων παραλίας
15στάδιοι ͵γωνʹ. Ἀπὸ δὲ τῶν προρρηθέντων ὅρων τῆς Γεδρωσίας καὶ ἔτι τοῦ πρώτου καὶ δυσμικωτάτου στόματος τοῦ Ἰνδοῦ ποταμοῦ τοῦ λεγομένου Σάγαπα, μέχρι τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται
20Ἀντιβολὴ, τῆς παραλίας τῆς ἐντὸς Γάγγου ποταμοῦ
Ἰνδικῆς στάδιοι ͵͵γ͵εχϙεʹ. Ἀπὸ δὲ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, μέχρι τῶν ὅρων τῶν πρὸς τοὺς Σίνας, οἵτινες ἐν τῷ μεσαιτάτῳ τοῦ καλουμένου Μεγά‐539
25λου κόλπου τυγχάνουσι, τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι ͵͵δ ͵ετνʹ. Ἀπὸ δὲ τοῦ ἐν τῷ Μεγάλῳ κόλπῳ τῶν Σινῶν ὁρίου ἐπὶ Κοττιάριος ποταμοῦ ἐκβολὰς τῆς τῶν Σινῶν πα‐ ραλίας στάδιοι ͵͵α ͵βχνʹ.
30 Οἱ πάντες ἀθροίζονται τοῦ προειρημένου περίπλου παντὸς τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν ἀπὸ τοῦ Αἰ‐ λανίτου μυχοῦ μέχρι τοῦ Σινῶν ἔθνους καὶ τῶν ἐκβο‐ λῶν τοῦ Κοττιάριος ποταμοῦ στάδιοι ͵͵͵ι ͵͵ε ͵γσϙεʹ.

1

.

52

Τέλος τοίνυν ἐνθάδε τοῦ πρώτου βιβλίου ποιησό‐ μεθα, παντὸς μὲν τοῦ Ἀραβίου κόλπου, πάσης δὲ τῆς Ἐρυθρᾶς θαλάσσης, οὐ μὴν ἀλλὰ καὶ τοῦ Ἰνδικοῦ πε‐ λάγους τῶν τε δεξιῶν μερῶν, ἔτι μὴν καὶ τῶν ἀριστε‐
5ρῶν, ὅσα τῇ τῶν ἀνθρώπων ἐπιμελείᾳ καὶ φιλομαθείᾳ γέγονεν ἐφικτὰ, μέχρι τῆς ἀγνώστου γῆς καθ’ ἑκατέρας τὰς ἠπείρους, τῆς τε ἑῴας καὶ τῆς μεσημβρινῆς, τὸν περίπλουν ἀναγράψαντες. Ἀρξόμεθα δὲ τοῦ κατὰ τὸν δυτικὸν ὠκεανὸν περίπλου· τοῦτο γὰρ ἐν ἀρχῇ τοῦ βι‐
10βλίου πράξειν ὑπεσχόμεθα.
11NΜαρκιανοῦ Ἡρακλεώτου τοῦ Πόντου Περίπλους τῆς ἔξω
12Nθαλάσσης ἑῴου καὶ ἑσπερίου, καὶ τῶν ἐν αὐτῇ μεγίστων
13Nνήσων. Τῶν εἰς βʹ τὸ αʹ.

2

T

[ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.]

2

A

Τάδε ἔνεστιν ἐν τῷ βʹ Μαρκιανοῦ περίπλῳ ἑῴου καὶ ἑσπε‐ ρίου ὠκεανοῦ. Προοίμιον. Ἰβηρίας τῆς καὶ Ἱσπανίας τῶν παρὰ τὸν δυτικὸν καὶ ἀρ‐
5κτῷον ὠκεανὸν αὐτῆς μερῶν περίπλους. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Βαιτικῆς τῶν ἀπὸ τῆς Κάλπης μερῶν μέχρι τῶν τῆς Λου‐ σιτανίας ὅρων περίπλους. Λουσιτανίας περίπλους.
10 Ταρρακωνησίας περίπλους. Τῆς καλουμένης Κελτογαλατίας περίπλους. Τὰ δὲ κατὰ μέ‐ ρος οὕτως ἔχει. Ἀκυτανίας περίπλους. Λουγδουνησίας περίπλους.
15Βελγικῆς σὺν Γερμανίᾳ τῇ ἄνω καὶ [τῇ] κάτω περίπλους. Γερμανίας [τῆς] μεγάλης περίπλους. Σαρματίας τῆς ἐν Εὐρώπῃ περίπλους.
Περὶ τῶν Πρεττανικῶν νήσων. Ἰουερνίας νήσου Πρεττανικῆς περίπλους.540
20 [Ἀλβίωνος νήσου Πρεττανικῆς περίπλους.] Τῶν κατὰ τὴν Λιβύην μερῶν τῶν παρὰ τὸν δυτικὸν καὶ μεσημβρινὸν ὠκεανὸν μέχρι τῆς Αἰθιοπίας περίπλους. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Μαυριτανίας Τιγγιτανῆς περίπλους.
25 Λιβύης τῆς ἐντὸς περίπλους. Περὶ τῶν ἀπὸ Ῥώμης πρὸς τὰς ἐπισήμους τῆς οἰκουμένης πόλεις διαστάσεων.

2

P

[ΠΡΟΟΙΜΙΟΝ.]

2

.

1

Τὸ δεύτερον βιβλίον περιέξει τὸν ἀπὸ τοῦ Ἡρα‐ κλείου πορθμοῦ περίπλουν πάντα, τὸν παρὰ τῷ δυτικῷ τε καὶ ἀρκτῴῳ ὠκεανῷ μέχρι τῶν βορειοτάτων, καὶ ἔτι γε τῶν μεσημβρινῶν μερῶν, ἕως τῆς ἠγνοημένης ἑκα‐
5τέρων τῶν ἠπείρων γῆς. Ἔσται δὲ οὗτος τῶν μὲν δεξιῶν μερῶν παρὰ τὴν Ἰβηρίαν, ἥτις καὶ Ἱσπανία καλεῖται, τῶν παρὰ τὸν ὠκεανὸν κειμένων αὐτῆς τό‐ πων, καὶ ἔτι παρὰ τὴν Ἀκυτανίαν καὶ τὴν Λουγδου‐ νησίαν καὶ Βελγικὴν Γερμανίαν τε τὴν μεγάλην μέ‐541
10χρι τῆς ἐν τῇ Εὐρώπῃ Σαρματίας, μεθ’ ἣν ἡ πρὸς τοῖς ἄρκτοις ἄγνωστος ἐκδέχεται γῆ· πρὸς δὲ τούτοις καὶ τῶν δύο νήσων τῶν ἐν τῷ ἀρκτῴῳ κειμένων ὠκεανῷ, ἃς κοινῶς μὲν Πρεττανικὰς καλοῦσι, λέγεται δὲ αὐτῶν ἡ μὲν Ἰουερνία, ἡ δὲ Ἀλβίων, τῶν δὲ ἀριστερῶν
15μερῶν παρὰ τὴν Λιβύην καὶ τὸν ὠκεανὸν τὸν δυτικὸν καὶ μεσημβρινὸν, καὶ τῶν προσεχῶν τούτοις τόπων μέχρι τοῦ λεγομένου Ὑποδρόμου Αἰθιοπικοῦ, ἔνθα τὸν πρὸς τὴν μεσημβρίαν ἀναχεόμενον ὠκεανὸν τέλος ἔχειν συνέστηκε, τῆς ἀγνώστου λοιπὸν ἐκδεχομένης γῆς.

2

.

2

Τῆς μὲν γὰρ ἐντὸς Ἡρακλείων στηλῶν ἁπάσης θαλάσσης, ὥσπερ καὶ προειρήκαμεν, ἀκριβῆ τὸν περί‐ πλουν (ὥς γε οἰόμεθα) πεποιήμεθα ἐν ταῖς ἐπιτομαῖς τῶν ἕνδεκα βιβλίων Ἀρτεμιδώρου τοῦ Ἐφεσίου γεω‐
5γράφου, ὃν νομίζομεν τῆς καθ’ ἡμᾶς θαλάσσης ἐπιμε‐ λέστατον ἐν τοῖς τῆς γεωγραφίας τὸν περίπλουν πε‐ ποιῆσθαι· τῆς δὲ ἔξω θαλάσσης, ἥτις ὠκεανὸς παρὰ τῶν πλείστων καλεῖται, εἰ καὶ μετρίως τινῶν μερῶν ὁ προειρημένος ἐμνημόνευσεν Ἀρτεμίδωρος, ἀλλ’ ὅμως
10τὸν ἀκριβέστατον ταύτης περίπλουν ἐκ τῆς τοῦ θειοτά‐ του Πτολομαίου γεωγραφίας καὶ προσέτιγε τοῦ Πρω‐ ταγόρου καὶ ἑτέρων παλαιῶν ἀνδρῶν ἐξελόντες, τοῦ μὲν Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἑκα‐ τέρων τῶν ἠπείρων καὶ ἔτι γε τοῦ Ἰνδικοῦ πελάγους
15παντὸς μέχρι τῆς ἑῴας καὶ τῆς ἀγνώστου γῆς μετὰ τῆς ἐνδεχομένης ἀκολουθίας ἐν τῷ προτέρῳ βιβλίῳ διεξ‐ ήλθομεν· νυνὶ δὲ τὰ περὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπε‐ λευσόμεθα.

2

.

3

Ἀρχὴν τοίνυν ποιησόμεθα τοῦ περίπλου τῆς ἔξω θαλάσσης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ. Οὗτος δὲ ὁ πορθμὸς διορίζει τὰς ἠπείρους ἑκατέρας, τήν τε Ἰβη‐ ρίαν, [ἣν] καὶ Ἱσπανίαν προσαγορεύουσι, μέρος τῆς
5Εὐρώπης ὑπάρχουσαν, καὶ τὴν καταντικρὺ ταύτης κει‐ μένην Λιβύην. Ἐκπλέοντι γὰρ τὸν Ἡράκλειον πορθ‐ μὸν καὶ πρὸς τὸν ὠκεανὸν ἐπειγομένῳ, ἐν δεξιᾷ μὲν
τῆς Ἱσπανίας ἐστὶν ἡ Βαιτικὴ τὸ ἔθνος, ἐν ἀριστερᾷ δὲ εἰσὶ τῆς Λιβύης αἱ Μαυριτανίαι καλούμεναι. Τὸ δὲ542
10μεταξὺ τούτων [κατὰ τὴν ἐντὸς θάλασσαν πέλαγος καλεῖται] Ἰβηρικὸν (μέσον δὲ τῶν εἰρημένων ἐθνῶν κείμενον). Διεκπλεύσαντι δὲ τὸν Ἡράκλειον πορθμὸν καὶ τὸν ναὸν τῆς Ἥρας (οὗτος δὲ ἐν δεξιᾷ κατὰ τὸν ἔκπλουν τοῦ πορθμοῦ κεῖται) ἐκδέχεται μὲν ὁ ὠκεανὸς,
15ἀναπεπταμένος ἐφ’ ἑκατέρας τὰς ἠπείρους, τήν τε Ἰβη‐ ρίαν καὶ τὴν Λιβύην, καὶ ἔτι γε πρὸς τὰς δυσμὰς εἰς μέγεθος ἀπέραντον καὶ ἄγνωστον ἐκτεινόμενος.

2

.

4

Πρώτη δὲ ἡ νῆσος ἐν δεξιᾷ τὰ Γάδειρα κειμένη τυγχάνει, ἔνθα τὰς Ἡρακλείους στήλας εἶναι συνέστη‐ κεν. Οἱ μὲν γὰρ κατὰ Κάλπην τὸ ὄρος, ὅπερ ἐνδο‐ τέρω τῶν Ἡρακλείων στενῶν κεῖται, τὰς στήλας εἶναί
5φασιν· οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον, ὥσπερ καὶ Ἀρτε‐ μίδωρος ὁ γεωγράφος· κωλύει δὲ οὐδὲν ἀπὸ τῆς Κάλπης τοῦ ὄρους, ἣν οἱ πλεῖστοι στήλην Ἡρακλέους εἶναι βού‐ λονται, τὸν περίπλουν τῆς Ἰβηρίας ποιήσασθαι. Ἔστι δὲ τῆς μὲν Βαιτικῆς καλουμένης ἐπαρχίας ἡ Κάλπη,
10τέλος δὲ τοῦ ἔθνους τούτου καὶ ὅριον ὁ Ἄνας ποταμὸς ὑπάρχει, κατὰ τὸν ἑσπέριον ὠκεανὸν τὰς ἐκβολὰς ποιού‐ μενος, μεθ’ ὃν τὰ ἐχόμενα τῆς Ἱσπανίας ἔθνη κατὰ τὴν ἔξω θάλασσαν καὶ τὸν ὠκεανὸν κείμενα τυγχάνει. Ἔσται τοίνυν ὁ περίπλους τὴν ἀρχὴν ἔχων ἀπὸ τῆς ἐν
15Ἰβηρίᾳ Κάλπης καὶ [τούτου] τοῦ μέρους τῆς Βαιτικῆς ἐπαρχίας.

2

.

5

Ἐπειδὴ δὲ πολλοὶ τῶν ταῦτα τὰ μέρη περιπλευ‐ σάντων περὶ τὸν τῶν σταδίων ἀριθμὸν διεσφάλησαν, καίτοιγε τὰς αἰτίας ἡμεῖς τῆς τοιαύτης πλάνης ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· ὅμως ἕνεκεν ἀκριβείας
5μείζονος διπλοῦν ὡς ἐπίπαν τὸν ἀριθμὸν τῶν σταδίων προσγράψαι προειλόμεθα, τό τε μὴ πλεῖον καὶ τὸ μὴ ἔλαττον κατὰ γραμμὴν ὑποτείνουσαν προστιθέντες, ὥστε τὸ μεταξὺ τῶν ἀριθμῶν ἑκατέρων ὥσπερ ὅρον τινὰ τῆς ἀληθείας κεῖσθαι τοῖς τὴν ἀκρίβειαν ἐπιζη‐
10τοῦσι. Τοῦτο γὰρ σαφῶς καὶ Πρωταγόρας ἐν τῇ γεω‐ γραφίᾳ ποιήσας δοκεῖ τὴν περὶ τοὺς σταδίους πλάνην ἐκπεφευγέναι.

2

6T

ΙΒΗΡΙΑΣ ΤΗΣ ΚΑΙ ΙΣΠΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ
ΠΑΡΑ ΤΟΝ ΩΚΕΑΝΟΝ ΑΥΤΗΣ ΜΕΡΩΝ.

2

.

6

Ἡ Ἰβηρία ἥτις καὶ Ἱσπανία καλεῖται, ἄρχεται μὲν ἀπὸ τῶν Πυρηναίων ὀρῶν, διήκει δὲ ἐπὶ πλεῖστον, ὑφ’ ἑκατέρων τῶν θαλασσῶν περιεχομένη, τοῦ τε ὠκεα‐ νοῦ τοῦ ἀρκτῴου καὶ δυτικοῦ καὶ τῆς καθ’ ἡμᾶς θαλάσ‐
5σης. Ἡ δὲ Πυρήνη τὸ ὄρος ἀπὸ τῆς καθ’ ἡμᾶς ἀρξα‐ μένη θαλάσσης διατείνει μέχρι τοῦ ἀρκτῴου ὠκεανοῦ. Καὶ τὸ μὲν ἓν πέρας τοῦ ὄρους εἰς τὴν ἡμετέραν ἔκκει‐ ται θάλασσαν, τὸ δὲ ἕτερον πέρας αὐτοῦ πρὸς τὰς ἄρκ‐ τους καὶ τὸν ἀρκτῷον ὠκεανὸν προβέβληται. Διαζεύ‐543
10γνυσι δὲ καὶ διαιρεῖ τὴν Ἰβηρίαν πρὸς τὴν ἐχομένην Κελτογαλατίαν, ὡς δοκεῖν εἶναι τὴν Ἰβηρίαν μεγίστην χερσόνησον κατὰ τὸν αὐχένα τῇ Πυρήνῃ προσεχο‐ μένην. Κυρτοῦται δέ πως τὸ ὄρος ὡς ἐπὶ τὴν Ἱσπανίαν.

2

.

7

Πρότερον μὲν οὖν ἡ Ἰβηρία διῄρητο ὑπὸ Ῥω‐ μαίων εἰς ἐπαρχίας δύο, νυνὶ δὲ εἰς τρεῖς, εἰς Ἱσπα‐ νίαν Βαιτικὴν καὶ εἰς Ἱσπανίαν Λουσιτανίαν καὶ Ἱσπα‐ νίαν Ταρρακωνησίαν. Τῆς μὲν Βαιτικῆς τὸ πλεῖστον
5πρὸ τῆς καθ’ ἡμᾶς κεῖται θαλάσσης τῶν Ἡρακλείων ἐντὸς στηλῶν, μέρος δέ τι παρὰ τὸν δυτικὸν ὠκεανόν. Τῶν δὲ λειπομένων ἐθνῶν δύο ἡ μὲν Λουσιτανία πᾶσα κατὰ τὸν δυτικὸν ὠκεανὸν τυγχάνει κειμένη, ἡ δὲ Ταρ‐ ρακωνησία μέρει μὲν πλείστῳ τῷ ἀρκτῴῳ ὠκεανῷ
10πρόσκειται, μέρει δέ τινι καὶ τῇ καθ’ ἡμᾶς θαλάσσῃ, ἐφ’ ἑκατέρας ἐκ τῆς μεσημβρίας διήκουσα τὰς θαλάσσας μέχρι τῶν Πυρηναίων ὀρῶν. Γράψομεν τοίνυν τὸν περίπλουν τῶν παρὰ τὸν ὠκεανὸν τῆς Ἰβηρίας μερῶν· τοῦτο γὰρ ποιήσειν ὑπεσχόμεθα.

2

8T

ΒΑΙΤΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΑΠΟ ΤΗΣ ΚΑΛΠΗΣ ΜΕ‐ ΡΩΝ ΜΕΧΡΙ ΤΩΝ ΤΗΣ ΛΟΥΣΙΤΑΝΙΑΣ ΟΡΩΝ.

2

.

8

Ἡ Βαιτικὴ Ἱσπανία περιορίζεται ἀπὸ μὲν ἄρκτων καὶ δυσμῶν Λουσιτανίᾳ καὶ μέρει τῆς Ταρρακωνησίας ἐπαρχίας, ἀπὸ δὲ ἀνατολῶν τῷ καλουμένῳ Βαλεαρικῷ πελάγει (τοῦτο δὲ συνῆπται τῇ Ἰβηρικῇ θαλάσσῃ),
5ἀπὸ δὲ μεσημβρίας κατὰ μὲν τὴν ἐκτὸς θάλασσαν καὶ τὸν Ἡράκλειον πορθμὸν τῷ δυτικῷ ὠκεανῷ, κατὰ δὲ τὴν ἐντὸς θάλασσαν τῷ Ἰβηρικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοιαύτη, ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.

2

.

9

Ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης, ἥτις ἐστὶν ἐν ἀρχῇ τῆς ἐντὸς θαλάσσης, ἐκπλέοντι ἐπὶ τὸν πορθμὸν καὶ τὸν ὠκεανὸν, δεξιὰν τὴν ἤπειρον Ἰβηρίας ἔχοντι, εἰς Καρτηίαν στάδιοι νʹ. Ἐνταῦθα παροικεῖ τὸ ἔθνος [τῶν]
5Βαστουλῶν τῶν καλουμένων Ποινῶν. Ἀπὸ δὲ Καρ‐ τηίας εἰς Βαρβήσολα στάδιοι ρʹ. Ἀπὸ δὲ Βαρβησόλων εἰς Τρανσδοῦκτα στάδιοι οὐ πλεῖον σʹ, οὐχ ἧττον κατὰ γραμμὴν ὑποτείνουσαν σταδίων ρμεʹ. Ἀπὸ δὲ Τρανσ‐ δούκτων εἰς Μενραλίαν στάδιοι οὐ πλεῖον ριεʹ, οὐχ ἧτ‐544
10τον σταδίων ρκγʹ. Ἀπὸ δὲ Μενραλίας εἰς Βελῶνα πόλιν στάδιοι οὐ πλεῖον ρμʹ, οὐχ ἧττον σταδίων ρʹ. Ἐν‐ τεῦθεν ἄρχεται [τὸ] τῶν Τουρδούλων ἔθνος. Ἀπὸ δὲ Βε‐ λῶνος πόλεως εἰς Βελῶνος ποταμοῦ ἐκβολὰς στάδιοι οὐ πλεῖον σεʹ, οὐχ ἧττον σταδίων νʹ. Ἀπὸ δὲ Βελῶνος
15ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον, ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, στάδιοι σʹ, στάδιοι ρνʹ. (Ἐν‐ τεῦθεν οἱ στάδιοι μόνοι παρακείσονται, καὶ ὁ μὲν πρό‐ τερος ἀριθμὸς τὸ πλεῖστον δηλώσει, ὁ δὲ ἑπόμενος τὸ ἧττον, ὥστε μὴ καθ’ ἕκαστον προγράφειν τὸ πλεῖον
20καὶ ἔλαττον.) Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, πλέοντι τὸν ὠκεανὸν ὡς πρὸς τὰς ἄρκτους, καὶ ὁμοίως δεξιὰν μὲν τὴν ἤπειρον ἔχοντι, ἀρι‐ στερὰν δὲ τὸν δυτικὸν ὠκεανὸν, ἐκδέχεται Μενεσθέως λι‐ μήν. Εἰσὶ δ’ ἐπ’ αὐτὸν στάδιοι σκεʹ, στάδιοι ρξʹ. Κατὰ
25τούτους τοὺς τόπους κεῖται νῆσος ἐν τῇ ἐκτὸς θαλάσσῃ τὰ Γάδειρα, ἐν ᾗ καὶ πόλις ὁμώνυμος Γάδειρα. Ἔστι δὲ ἀπὸ τοῦ ἀκρωτηρίου, ἔνθα ὁ πορθμὸς, ἐπὶ τὰ Γά‐ δειρα τὴν νῆσον στάδιοι σοʹ, στάδιοι σμʹ. Ἀπὸ δὲ Μενεσθέως λιμένος εἰς τὴν κατὰ Ἄσταν ἀνάχυσιν στά‐
30διοι σιʹ. Ἐντεῦθεν ἄρχονται παροικεῖν Τουρδητανοί. Ἀπὸ δὲ τῆς κατὰ Ἄσταν ἀναχύσεως ἐπὶ τὸ τοῦ Βαί‐
τιος ποταμοῦ ἀνατολικώτερον στόμα στάδιοι τπεʹ, στά‐ διοι σπεʹ Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Βαίτιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ͵γτνʹ, στά‐545
35διοι ͵βυʹ. Ἀπὸ τοῦ ἀνατολικωτέρου στόματος τοῦ Βαίτιος ποταμοῦ ἐπὶ Ὀνόβα Αἰστουρίαν στάδιοι υκʹ, στάδιοι τʹ. Ἀπὸ δὲ Ὀνόβα Αἰστουρίας ἐπὶ τὰς τοῦ Ἄνα ποταμοῦ ἐκβολὰς στάδιοι σιʹ, στάδια ρνʹ. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ
40αὐτοῦ ποταμοῦ στάδιοι ͵βρμεʹ, στάδιοι ͵αφνʹ. Ἐν‐ ταῦθα πέραν ἔχει τῆς Βαιτικῆς Ἱσπανίας τὸ μέρος τὸ παρῆκον παρ’ ἑκατέρας τὰς θαλάσσας, τὰς περὶ τὸν Ἡράκλειον πορθμὸν τυγχανούσας, τήν τε καθ’ ἡμᾶς καὶ τὴν ἔξω, τουτέστι τὸν ὠκεανόν.

2

.

10

Ἔστι δὲ τῆς Βαιτικῆς πάσης τὸ μῆκος ἀρχόμε‐ νον μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ, περαιού‐ μενον δὲ ἕως τῶν πηγῶν τοῦ αὐτοῦ Ἄνα ποταμοῦ, ὡς εἶναι τοῦ μήκους κατὰ τὴν μείζονα γραμμὴν σταδίους
5͵γψθʹ. Τὸ δὲ πλάτος τῆς Βαιτικῆς ἄρχεται μὲν ἀπὸ τῶν πηγῶν τοῦ αὐτοῦ ποταμοῦ, καταλήγει δὲ πρὸς με‐ σημβρίαν ὡς ἐπὶ τὸν προειρήμενον ναὸν τῆς Ἥρας ἤτοι Βελῶνα τὴν πόλιν ἢ Πόρτον μάγνον, ὡς εἶναι τοῦ πλάτους τὸ διάστημα κατὰ τὴν μείζονα γραμμὴν στα‐
10δίους ͵αρνηʹ. Ἔστι δὲ τῆς Βαιτικῆς ὁ περιορισμὸς τῆς μεσογείας σταδίων ͵ϛψθʹ, σταδίων ͵ερμʹ. Ἔχει δὲ ἔθνη εʹ, πόλεις ἐπισήμους πεʹ, ὄρη ἐπίσημα γʹ, ποταμοὺς ἐπι‐ σήμους εʹ, ἀκρωτήρια ἐπίσημα βʹ, λιμένα ἐπίσημον αʹ.

2

.

11

Οἱ πάντες τοῦ περίπλου τῆς μὲν Βαιτικῆς πάσης ἀθροίζονται στάδιοι οὐ πλεῖον ͵δτμεʹ, [οὐχ ἧττον στα‐ δίων **]· τοῦ δὲ μέρους τῆς Βαιτικῆς, οὗ καὶ τὸν περί‐ πλουν πεποιήμεθα, ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης
5μέχρι τῶν τοῦ Ἄνα ποταμοῦ ἐκβολῶν τῆς παρὰ τὸν ὠκεανὸν αὐτῆς παραλίας, στάδιοι οὐ πλεῖον ͵βτπʹ, οὐχ ἧττον σταδίων ͵ασμεʹ.

2

12T

ΛΟΥΣΙΤΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

12

Ἡ Λουσιτανία τῶν Ἱσπανιῶν περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ Ταρρακωνησίᾳ Ἱσπανίᾳ παρὰ τὸ δυτι‐ κὸν μέρος τοῦ Δορίου ποταμοῦ, ἀπὸ δὲ τῶν ἀνατολῶν τῇ αὐτῇ Ταρρακωνησίᾳ, ἀπὸ δὲ δύσεως τῷ δυτικῷ
5ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας τῇ προειρημένῃ Βαιτικῇ, [ἥντινα προσκεῖσθαι εἴπομεν καὶ τῷ δυτικῷ ὠκεανῷ] καὶ τῇ καθ’ ἡμᾶς θαλάσσῃ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ‐
τον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.546

2

.

13

Ἀπὸ τῶν ἐκβολῶν τοῦ προειρημένου Ἄνα ποτα‐ μοῦ ἐπὶ Βάλσα στάδιοι τπʹ, [στάδιοι **], καὶ ταῦτα ἐπὶ τὰ μέρη Τουρδητανοὶ παροικοῦσιν. Ἀπὸ δὲ Βάλ‐ σων εἰς Ὀσσόνοβα στάδιοι τμʹ, στάδιοι τʹ. Ἀπὸ δὲ
5Ὀσσόνοβα ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον στάδιοι τξʹ, στά‐ διοι σξʹ. Τοῦτο ἐπὶ πολὺ (τὸ ἀκρωτήριον) εἰς τὸν ὠκεα‐ νὸν ἔκκειται, καὶ ἔστι τῶν σφόδρα ἐπισημοτάτων. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰς Καλίποδος ποταμοῦ ἐκβολὰς στάδιοι ͵ατνʹ, στάδια ϡνʹ. Ἀπὸ δὲ Καλίπο‐
10δος ποταμοῦ ἐκβολῶν εἰς Σάλακρα στάδιοι σλʹ, στάδιοι σιʹ. Ἀπὸ δὲ Σαλάκρων εἰς Καιτοβρὶξ στάδιοι ρεʹ, στά‐ διοι ϙʹ. Ἀπὸ δὲ Καιτοβρὶξ εἰς Βαρβάριον ἄκρον στά‐ διοι ρϙʹ, στάδιοι ρξʹ. Ἀπὸ δὲ Βαρβαρίου ἄκρου εἰς Ὀλιοσίπωνα στάδιοι τπʹ, στάδιοι σνʹ. Ἀπὸ δὲ Ὀλιοσί‐
15πωνος ἐπὶ τὰς τοῦ Τάγου ποταμοῦ ἐκβολὰς στάδιοι ρνεʹ, [στάδιοι **]. Εἰσὶ δὲ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ πο‐ ταμοῦ [στάδιοι **]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Τάγου ποταμοῦ ἐπὶ Σελήνης ὄρος, ἄκρον, εἰσὶ στάδιοι ρνʹ, στάδιοι ρκʹ. Ἐνταῦθα παράκειται [νῆσος] Λάνοβρις
20καλουμένη· εἰσὶ δὲ ἐπ’ αὐτὴν ἀπὸ τοῦ τῆς Σελήνης ἀκρωτηρίου στάδιοι ϡμʹ, στάδιοι χοʹ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰσὶν ἐπ’ αὐτὴν στάδιοι αφιʹ, στάδιοι ͵αρλʹ. Ἀπὸ δὲ Σελήνης ὄρους ἐπὶ Μόνδα ποταμοῦ ἐκ‐ βολὰς στάδιοι ρνʹ, στάδιοι ρκʹ. Ἀπὸ δὲ Μόνδα ποτα‐547
25μοῦ εἰς Οὐάκου ποταμοῦ ἐκβολὰς στάδιοι τπʹ, στάδιοι σοεʹ. Ἀπὸ δὲ Οὐάκου ποταμοῦ ἐκδέχονται αἱ τοῦ Δορίου ποταμοῦ ἐκβολαὶ, καθ’ ἃς τέλος ἔχειν τὴν Λου‐ σιτανίαν Ἱσπανίαν συνέστηκεν. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Δορίου ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ
30στάδιοι ͵ατοʹ. [Ἀπὸ δὲ τῶν ἐκβολῶν Οὐάκου ἐπὶ τὰς τοῦ Δορίου ποταμοῦ ἐκβολὰς στάδιοι **, στάδιοι **].

2

.

14

Ἔστι δὲ τῆς Λουσιτανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῆς δυτικῆς πλευρᾶς καὶ τοῦ Ἱεροῦ ἀκρωτηρίου, περαιούμενον δὲ πρὸς τὰς πηγὰς τοῦ Δορίου ποταμοῦ, ὡς εἶναι διὰ τῆς μεγίστης γραμμῆς τοῦ μήκους στα‐
5δίους ͵γτλεʹ. Τὸ δὲ πλάτος τῆς Λουσιτανίας ἄρχεται μὲν ἀπὸ θαλάσσης κατὰ τὴν ἀρκτῴαν πλευρὰν κατὰ τὰς ἐκβολὰς τοῦ Οὐάκου ποταμοῦ, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς Βάλσα τὴν πόλιν, ὡς εἶναι καὶ τοῦ πλάτους κατὰ τὴν μείζονα γραμμὴν σταδίους ͵αψϙγʹ.
10Ἔστι δὲ ὁ τῆς Λουσιτανίας ὁ τῆς μεσογείας περιορισ‐ μὸς σύμπας σταδίων ͵δυʹ, σταδίων ͵δʹ. Ἔχει δὲ ἔθνη δʹ, πόλεις ἐπισήμους νϛʹ, ὄρη ἐπίσημα εʹ, ποταμοὺς ἐπι‐ σήμους ϛʹ, ἀκρωτήρια ἐπίσημα βʹ.

2

.

15

Οἱ πάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Δορίου ποταμοῦ τοῦ περίπλου τῆς παραλίας Λουσιτανίας τῆς πρὸς τῷ ὠκεανῷ στά‐
διοι οὐ πλεῖον ͵δρμʹ, οὐχ ἧττον σταδίων ͵γσξεʹ.548

2

16T

ΤΑΡΡΑΚΩΝΗΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

16

Ἡ Ταρρακωνησία τῶν Ἱσπανιῶν περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Κανταβρίῳ ὠκεανῷ· ἔστι δὲ οὗτος τῶν ἀρκτῴων μερῶν· ἀπὸ δὲ ἀνατολῶν θερινῶν τῇ Πυρήνῃ πάσῃ, ἀπὸ τοῦ Οἰάσσω τῆς Πυρήνης ἀκρωτηρίου μέχρι
5τοῦ ἑτέρου ἀκρωτηρίου αὐτῆς τοῦ κειμένου κατὰ τὴν ἡμετέραν θάλασσαν, ἐφ’ οὗ ἵδρυται τὸ ἱερὸν τῆς Ἀφρο‐ δίτης, [ἀπὸ δὲ ἀνατολῶν χειμερινῶν τῷ Βαλιαρικῷ πε‐ λάγει]· ἀπὸ δὲ μεσημβρίας τῇ τε προειρημένῃ Λουσι‐ τανίᾳ καὶ [τῇ Βαιτικῇ τῇ ἐπικειμένῃ] τῇ καθ’ ἡμᾶς
10θαλάσσῃ· ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει].

2

.

17

Ἔστι δὲ τῆς Ταρρακωνησίας τὸ μῆκος ἀρχό‐ μενον μὲν ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἀπὸ τοῦ Νερίου ἀκρωτηρίου, περαιούμενον δὲ κατὰ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ ἐν τῇ καθ’ ἡμᾶς θαλάσσῃ, ἔνθα τὸ
5ἱερὸν τῆς Ἀφροδίτης, ὡς εἶναι τῆς ἐπαρχίας τὸ μῆκος κατὰ τὴν διὰ μέσου τομὴν σταδίους ͵ζσλʹ, τὸ δὲ πλά‐ τος τῆς Ταρρακωνησίας [ἄρχεται μὲν κατὰ τὴν ἀρκτῴαν πλευρὰν ἀπὸ τοῦ Κανταβρίου ὠκεανοῦ καὶ τοῦ Πυρηναίου ὄρους, καταλήγει δὲ ὡς πρὸς με‐
10σημβρίαν εἰς τὰ ἀρκτῷα μέρη τῆς Λουσιτανίας] καὶ τῆς Βαιτικῆς [καὶ εἰς Οὐρκὴν πόλιν τῆς Βαιτικῆς] ὡς εἶναι καὶ τοῦ πλάτους τὸ διάστημα κατὰ τὴν μεί‐ ζονα γραμμὴν σταδίων ͵δσνʹ. Ἔστι δὲ ὁ κατὰ γῆν αὐτῆς περιορισμὸς σταδίων ͵δφʹ, σταδίων ͵γτʹ. Ἔχει
15δὲ ἔθνη νεʹ, πόλεις ἐπισήμους σογʹ, ὄρη ἐπίσημα εʹ, ποταμοὺς ἐπισήμους κγʹ, ἀκρωτήρια ἐπίσημα ηʹ, λι‐ μένας ἐπισήμους βʹ.

2

.

18

Καὶ ὁ μὲν τῆς Ταρρακωνησίας περίπλους τῶν πρὸς τῷ ὠκεανῷ κειμένων αὐτῆς μερῶν κατὰ τὴν δυ‐
τικὴν καὶ ἀρκτῴαν πλευρὰν εἴρηται· τὸ δὲ λειπόμενον αὐτῆς μέρος παρὰ τὸ Βαλιαρικὸν πέλαγος, ἀρχόμενον549
5μὲν ἀπὸ τοῦ Πυρηναίου ὄρους καὶ τοῦ ἀκρωτηρίου αὐ‐ τοῦ, ἐφ’ οὗ τὸ [ἱερὸν τῆς] Ἀφροδίτης ἐγκεῖσθαι προει‐ ρήκαμεν, καταλῆγον δὲ εἰς Οὐρκὴν, μεθ’ ἣν ἐκδέχε‐ ται ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ
10διεξήλθομεν, [ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεω‐ γραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν]. Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτή‐ ριον τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας
15εἰσὶ στάδιοι οὐ πλεῖον ͵͵ατκζʹ, οὐκ ἔλαττον σταδίων ͵ηιβʹ. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ κειμένου μέχρι τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον
20σταδίων ͵͵α ͵ϛωμεʹ, οὐκ ἔλαττον σταδίων ͵α ͵γσπβʹ. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεα‐ νὸν τὸν δυτικὸν καὶ τὸν ἀρκτῷον τυγχάνων ἀπὸ τῆς Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ
25ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.

2

19T

ΚΕΛΤΟΓΑΛΑΤΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

19

Ἡ καλουμένη Κελτογαλατία διήκει μὲν ἐπὶ πλεῖστον καὶ κατὰ γῆν καὶ [κατὰ] θάλασσαν· διῄρη‐ ται δὲ εἰς ἐπαρχίας δʹ, Γαλλίαν Ἀκυτανίαν καὶ Γαλλίαν Λουγδουνησίαν καὶ Γαλλίαν Βελγικὴν καὶ [Γαλλίαν]
5Ναρβωνησίαν. Ἀλλ’ αἱ μὲν προειρημέναι τρεῖς ἐπαρ‐ χίαι προσοικοῦσι τῷ ὠκεανῷ πρὸς τὰς ἄρκτους ἐστραμ‐ μέναι, ἡ δὲ Ναρβωνησία ἐν τῇ καθ’ ἡμᾶς καὶ ἐντὸς
κεῖται θαλάσσῃ πρὸς τὴν μεσημβρίαν ὁρῶσα. Λέξο‐ μεν τοίνυν τὸν περίπλουν, ἀκολούθως ἀπὸ τῆς Ἀκυτα‐550
10νίας ἀρξάμενοι τῶν παρὰ τὸν ὠκεανὸν τὸν ἀρκτῷον τῆς Κελτογαλατίας παροικούντων ἐθνῶν· τοῦτον γὰρ τὸν περίπλουν ἀναγράψειν ὑπεσχόμεθα· τῆς γὰρ Ναρ‐ βωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώ‐ ρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ
15καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν [τῇ Κελτογαλατίᾳ, ὡς καὶ τῶν ἐν τῇ] Ἰβηρίᾳ ἐπαρ‐ χιῶν οὐκ ἐποιήσατο.

2

20T

ΑΚΥΤΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

20

Ἡ Ἀκυτανία περιορίζεται ἀπὸ μὲν ἄρκτων μέρει τῆς ἐχομένης Λουγδουνησίας ἐπαρχίας καὶ τῷ μετ’ ἐκείνην ὠκεανῷ ἀρκτῴῳ, ἀπὸ δὲ ἀνατολῶν ὁμοίως μέ‐ ρει τῆς Λουγδουνησίας κατὰ τὸν Λίγηρα ποταμὸν μέχρι
5τῶν πηγῶν αὐτοῦ, καὶ μέρει τῆς Ναρβωνησίας μέχρι τοῦ πρὸς τῇ Πυρήνῃ πέρατος, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυ‐ τανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Πυ‐ ρήνης κατὰ τὸ Οἰάσσω ἀκρωτήριον τῷ πρὸς τὸν ὠκεα‐ νὸν νενευκότι, καὶ μέρει τῆς Ναρβωνησίας ἐπαρχίας
10ἀπὸ τῆς κεφαλῆς τοῦ Λίγηρος μέχρι τοῦ εἰρημένου πρὸς τῇ Πυρήνῃ πέρατος. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη, τὰ δὲ κατὰ μέρος τῆς παραλίας κατὰ τὸν Ἀκυτανικὸν ὠκεανὸν οὕτως ἔχει.

2

.

21

Ἀπὸ τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης ἐκ‐ δέχονται Ἀτούριος ποταμοῦ ἐκβολαὶ, εἰσὶ δ’ ἐπ’ αὐτὰς οὐ πλείω σταδίων ͵ασνʹ, οὐχ ἧττον σταδίων ψπεʹ. Ἀπὸ δὲ Ἀτούριος ἐκβολῶν εἰς Σιγνάτιος ποταμοῦ ἐκβολὰς
5στάδιοι φʹ, [στάδιοι] υνʹ. Ἀπὸ δὲ Σιγνάτιος ποτα‐
μοῦ ἐκβολῶν εἰς Κουρίαννον ἀκρωτήριον εἰσὶ στάδιοι φʹ, στάδιοι τοʹ. Ἀπὸ δὲ Κουριάννου ἐπὶ Γαρούννα ποτα‐ μοῦ ἐκβολὰς μεγέθους ὄντος [σταδίων] νʹ, στάδιοι χʹ, [στάδιοι] υλʹ. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Γαρούννα551
10ποταμοῦ εἰσὶν ἐπὶ τὰς πηγὰς αὐτοῦ στάδιοι ϡʹ, στάδιοι χʹ. Ἀναπλεύσαντι δὲ τῷ Γαρούννᾳ ποταμῷ κεῖται πόλις τῆς Ἀκυτανίας Βουρδίγαλα. Ἐνταῦθα παροι‐ κοῦσι Σάντονες, ὧν πόλις Μεδιολάνιον ἐπὶ θαλάσσῃ κειμένη παρὰ τὸν Γαρούνναν ποταμόν. Ἀπὸ δὲ Γα‐
15ρούννα ποταμοῦ ἐκβολῶν ἐπὶ Σαντόνων ἄκρον στάδιοι υοεʹ, στάδιοι τκεʹ. Ἀπὸ δὲ Σαντόνων ἄκρου ἐπὶ Κα‐ νεντέλλου ποταμοῦ ἐκβολὰς στάδιοι φξʹ, στάδιοι φνʹ. Ἀπὸ δὲ Κανεντέλλου ποταμοῦ ἐκβολῶν ἐπὶ Πικτόνιον ἄκρον στάδιοι σιʹ, στάδιοι ρνʹ. Ἀπὸ δὲ Πικτονίου
20ἄκρου ἐπὶ Σικὸρ λιμένα στάδιοι τʹ, στάδιοι σϙʹ. Ἀπὸ δὲ Σικὸρ λιμένος ἐπὶ Λίγηρος ποταμοῦ ἐκβολὰς με‐ γίστου τυγχάνοντος καὶ ὄντος μεγέθους [σταδίων *], στάδιοι ρπεʹ, στάδιοι ρνεʹ. Παροικοῦσι δὲ τῷ ποταμῷ Σαμνῖται τὸ ἔθνος.

2

.

22

Ἔστι δὲ τῆς Ἀκυτανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῶν τοῦ Ἀτούριος ποταμοῦ ἐκβολῶν, περαιού‐ μενον δὲ εἰς Αὐαρικὸν πόλιν, ὡς εἶναι κατὰ τὴν μεγί‐ στην γραμμὴν σταδίους ͵αυηʹ. Τὸ δὲ πλάτος τῆς
5Ἀκυτανίας ἄρχεται μὲν ἀπὸ τοῦ πρὸς τῇ Πυρήνῃ πέ‐ ρατος, καταλήγει δὲ μέχρι τῆς πρὸς τὴν μεσημβρίαν ἐπιστροφῆς τοῦ Λίγηρος ποταμοῦ, ὡς γίνεσθαι στα‐
δίους βσνʹ. Ἔστι δὲ ὁ τῆς μεσογείας αὐτῆς περιο‐ ρισμὸς οὐ πλεῖον σταδίων ͵δψοʹ, οὐχ ἧττον ͵γτοʹ. Ἔχει552
10δὲ ἔθνη ιϛʹ, πόλεις ἐπισήμους ιϛʹ, ποταμοὺς ἐπισήμους εʹ, ἀκρωτήρια ἐπίσημα δʹ, λιμένα ἐπίσημον αʹ.

2

.

23

Οἱ πάντες ἀπὸ τοῦ Οἰάσσω τοῦ τῆς Πυρήνης ἀκρωτηρίου μέχρι τῶν τοῦ Λίγηρος ποταμοῦ ἐκβολῶν τοῦ περίπλου τῆς παραλίας Ἀκυτανίας εἰσὶν οὐ πλείους σταδίων δωʹ, οὐχ ἧττον σταδίων ͵γφκεʹ.

2

24T

ΛΟΥΓΔΟΥΝΗΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

24

Ἡ Λουγδουνησία Γαλλία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ Πρεττανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τῇ Βελγικῇ ἐπαρχίᾳ κατὰ τὸν Σηκοάναν ποταμὸν, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας
5μέρει τῆς Ναρβωνησίας ἐπαρχίας. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. *******].

2

.

25

Τὸ δὲ τῆς Λουγδουνησίας μῆκός [ἐστιν] ἀπὸ τοῦ Γαβαίου ἀκρωτηρίου ἀρχόμενον καὶ καταλῆγον κατὰ τὴν ἀνατολικὴν πλευρὰν, καθ’ ἣν συνῆπται τῇ Βελγικῇ κατὰ τὸν Σηκοάναν ποταμὸν, ὡς εἶναι τοῦ μή‐
5κους σταδίους ͵γτοϛʹ. Τὸ δὲ πλάτος τῆς Λουγδουνη‐ σίας ἄρχεται μὲν ἀπὸ τῆς μεσημβρίας ἀπὸ Καβυλλίνου πόλεως, καταλήγει δὲ εἰς Σηκοάνα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι καὶ τοῦ πλάτους σταδίους ͵γπʹ. Ἔστι δὲ ὁ κατὰ γῆν περίδρομος τῆς ἐπαρχίας σταδίων ͵ζσϙʹ,
10σταδίων ͵ϛυκʹ. Ἔχει δὲ ἔθνη κεʹ, πόλεις ἐπισήμους κϛʹ, ὄρος ἐπίσημον αʹ, ποταμοὺς ἐπισήμους δʹ, ἀκρω‐ τήριον ἐπίσημον αʹ, λιμένας ἐπισήμους γʹ.

2

.

26

Οἱ πάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Λίγηρος ποτα‐ μοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Σηκοάνα ποταμοῦ τοῦ περίπλου τῆς παραλίας Λουγδουνησίας στάδιοι ͵γτοʹ, στάδιοι ͵γξεʹ.

2

27T

ΒΕΛΓΙΚΗΣ ΣΥΝ ΓΕΡΜΑΝΙΑι ΤΗι ΑΝΩ ΚΛΙ ΤΗι ΚΑΤΩ
ΠΕΡΙΠΛΟΥΣ.

2

.

27

Ἡ Βελγικὴ σὺν ταῖς δύο Γερμανίαις περιορίζε‐
ται ἀπὸ μὲν ἄρκτων τῷ ἀρκτῴῳ ὠκεανῷ τῷ παρὰ τὴν Πρεττανίαν διήκοντι, ἀπὸ δὲ ἀνατολῶν τῷ Ῥήνῳ πο‐ ταμῷ, παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς553
5τοῦ ποταμοῦ, καὶ ἔτι τῷ ἀπὸ τῆς πηγῆς αὐτοῦ ἐπὶ τὰς Ἄλπεις ὄρει, ὃ καλεῖται Ἀδούλας, ἀπὸ δὲ δύσεως τῇ Λουγδουνησίᾳ ἐπαρχίᾳ καὶ τῷ προειρημένῳ Σηκοάνᾳ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῷ λοιπῷ μέρει τῆς Ναρ‐ βωνησίας. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύ‐
10τη τίς ἐστι· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·]

2

.

28

Ἡ γὰρ ἀπὸ μὲν θαλάσσης μέχρι τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ κάτω, ἡ δὲ ἀπὸ τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ ἄνω.

2

.

29

Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις τὸ μῆκος ἀπὸ τῶν τοῦ Φρούδιος ποταμοῦ ἐκβολῶν ἀρ‐ χόμενον, καὶ περαιούμενον πρὸς ἀνατολὰς τῷ Ῥήνῳ ποταμῷ τῷ παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κε‐
5φαλῆς τοῦ ποταμοῦ, ὡς εἶναι τοῦ μήκους σταδίους ͵βχπεʹ. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν ἀπὸ τοῦ Ἀδούλα ὄρους καὶ τοῦ κοινοῦ πέρατος τῶν Ἄλπεων, καταλήγει δὲ εἰς τὸ δυσμικὸν τοῦ Ῥήνου ποταμοῦ στόμα, ὡς γίνεσθαι τοῦ πλάτους σταδίους ͵δτοεʹ. Ἔστι δὲ τῆς Βελγικῆς
10[σὺν ταῖς δύο Γερμανίαις] ὁ πᾶς τῆς ἐπαρχίας κατὰ γῆν περιορισμὸς σταδίων ͵͵α ͵ερξʹ, σταδίων ͵͵α ͵βτʹ. Ἔχει δὲ ἡ Βελγικὴ σὺν ταῖς Γερμανίαις ἔθνη κδʹ, πόλεις ἐπισήμους ληʹ, ὄρη ἐπίσημα βʹ, ποταμοὺς ἐπι‐ σήμους ζʹ, ἀκρωτήριον ἐπίσημον αʹ.

2

.

30

Οἱ πάντες ἀπὸ τοῦ Σηκοάνα ποταμοῦ μέχρι τοῦ Ῥήνου ποταμοῦ, [τουτέστι] τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, τοῦ περίπλου παντὸς τῆς Βελγικῆς παραλίας σὺν Γερμανίᾳ τῇ ἄνω καὶ τῇ κάτω εἰσὶν οὐ
5πλείους σταδίων γωνʹ, οὐχ ἧττον σταδίων ͵γρπʹ.

2

31T

ΓΕΡΜΑΝΙΑΣ ΜΕΓΑΛΗΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

31

Ἡ Γερμανία ἡ μεγάλη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ καλουμένῳ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνα‐ τολῶν τοῖς Σαρματικοῖς ὄρεσι, καὶ [μέρει Σαρματίας τῷ] μετὰ τὰ ὄρη [μέχρι] τῆς κεφαλῆς τοῦ Οὐϊστούλα πο‐
5ταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ
Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει (ἔστι δὲ ὁ Δανού‐ βιος ἀρχόμενος μὲν μεγέθους αʹ, εἶτα βʹ, καὶ ἑξῆς με‐ γέθους γʹ, ἀμείβων καὶ τὸ ὄνομα καὶ Ἴστρος καλούμε‐ νος), ἀπὸ δὲ δύσεως τῷ Ῥήνῳ ποταμῷ. Καὶ ἡ μὲν554
10ὅλη περιγραφὴ τῆς χώρας οὕτως ἔχει· τὰ δὲ κατὰ μέρος λέξομεν.

2

.

32

Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου ποταμοῦ, τουτ‐ έστιν ἀπὸ τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, εἰς Οὐίδρου ποταμοῦ ἐκβολὰς στάδιοι τπʹ, [στάδιοι *]. Ἀπὸ δὲ Οὐίδρου ποταμοῦ εἰς Μαραρμανὸν λιμένα στά‐
5διοι τνʹ, στάδιοι σνʹ. Ἀπὸ δὲ Μαραρμανοῦ λιμένος εἰς Ἀμασίου ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι χνεʹ, στάδιοι υοʹ. Ἀπὸ δὲ τῶν τοῦ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ͵βτνʹ, στάδιοι ͵ατʹ. Ἀπὸ δὲ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς Οὐϊσούργιος
10ποταμοῦ ἐκβολὰς στάδιοι φξʹ, [στάδιοι *]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Οὐϊσούργιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ͵αψπʹ, στάδιοι ͵αχʹ. Ἀπὸ δὲ Οὐϊσούργιος ποταμοῦ εἰς Ἄλβιος ποταμοῦ ἐκβολὰς στά‐ διοι χκεʹ, [στάδιοι *]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄλβιος
15ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ͵ετοʹ, στάδιοι ͵γτʹ. Κατὰ τοῦτο τὸ μέρος κεῖνται νῆσοι αἱ καλούμεναι Σαξόνων. Εἰσὶ δ’ ἐπ’ αὐτὰς ἀπὸ τῆς ἐκ‐ βολῆς τοῦ Ἄλβιος ποταμοῦ στάδιοι ψνʹ, [στάδιοι *].

2

.

33

Ἀπὸ δὲ τοῦ Ἄλβιος ποταμοῦ ἐκδέχεται ἡ καλου‐
μένη Κιμβρικὴ χερσόνησος μεγίστη τυγχάνουσα. Καὶ εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχὴν τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν555
5ποταμὸν κειμένην στάδιοι φοʹ, στάδιοι υʹ. Ἀπὸ δὲ τῆς πρώτης ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι ͵αχʹ, στάδιοι ͵αρʹ. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου
10στάδιοι ͵αυνʹ, στάδιοι ͵αρνʹ. Ἀπὸ δὲ τῆς ἀρκτικωτά‐ της ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χνʹ, στάδιοι φνʹ. Ἀπὸ δὲ τῆς μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκʹ, στάδιοι φκʹ.
15Ἀπὸ δὲ τοῦ ἀνατολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ [ταύτην] τὴν ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι ͵β, στάδιοι ͵αφʹ. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τὴν πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι ͵αξʹ, στάδιοι ψνʹ. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου
20ὁ περίπλους πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν ἤπειρον τὴν πρὸς τὴν ἕω, ὡς ἀποτελεῖν καὶ κόλπον
μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου556
25περίπλους σταδίων ͵ηνʹ, σταδίων ͵εϡοʹ.

2

.

34

Κατοικεῖ δὲ τὸν μὲν αὐχένα τῆς χερσονήσου τὸ ἔθνος τῶν καλουμένων Ἀξόνων, αὐτὴν δὲ τὴν χερσόνη‐ σον ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γʹ Ἀλοκίαι καλούμεναι· εἰσὶ δ’ ἐπ’ αὐτὰς ἀπὸ τῆς
5χερσονήσου στάδιοι φνʹ, στάδιοι φʹ. Ἀπ’ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται νῆσοι δʹ αἱ καλούμεναι Σκαν‐ δίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερ‐ σονήσου εἰσὶ στάδιοι ͵β, στάδιοι ͵αψʹ, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκαν‐
10δία, κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποτα‐ μοῦ, ἀφ’ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι ͵αχʹ, στάδιοι ͵ασʹ. Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων ͵βφʹ, σταδίων ͵βʹ.

2

.

35

Ἀπὸ δὲ τῆς πρὸς ἀνατολὰς ἐπιστροφῆς τῆς χερσο‐ νήσου ἐπὶ Συήβου ποταμοῦ ἐκβολὰς στάδιοι ͵ασξʹ, [στά‐ διοι *]. Ἀπὸ [δὲ] Συήβου ποταμοῦ ἐπὶ Οὐιάδου ποταμοῦ ἐκβολὰς στάδιοι ωνʹ, [στάδιοι *]. Ἀπὸ δὲ Οὐιάδου
5ποταμοῦ ἐκβολῶν εἰς Οὐϊστούλα ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι ψʹ, [στάδιοι *]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ ποταμοῦ τοῦ Οὐϊστούλα ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ ποταμοῦ εἰσὶ στάδιοι ͵β, στάδιοι ͵αωνʹ.

2

.

36

Ἔστι δὲ τῆς Γερμανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ δύσεως καὶ Ἀσκιβουργίου πόλεως, περαιού‐ μενον δὲ εἰς Οὐϊστούλα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι τὸ πᾶν μῆκος τῆς ἐπαρχίας [σταδίων **], σταδίων ͵δτνʹ.
5Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν ἀπὸ τῆς ἐκτροπῆς τοῦ πρὸς μεσημβρίας ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀρρα‐ βὼν, καταλήγει δὲ πρὸς τὰς ἄρκτους κατὰ τὴν ἐπιμη‐
κεστέραν γραμμὴν, τουτέστι κατὰ τὴν Κιμβρικὴν χερ‐ σόνησον καὶ τὴν ἀρκτικωτάτην αὐτῆς ἐξοχήν· ὡς εἶναι557
10τοῦ πλάτους σταδίους ͵ϛσνʹ. Ἔστι δὲ τῆς μεγάλης Γερμανίας ὁ κατὰ γῆν περιορισμὸς σταδίων ͵͵α ͵βτʹ, σταδίων ͵͵α ͵ασνʹ. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη ξηʹ, πόλεις ἐπισήμους ϙδʹ, ὄρη ἐπίσημα ζʹ, ποταμοὺς ἐπισήμους ιδʹ, Κιμβρικὴν χερσόνησον, λιμένα ἐπίσημον, Ὀρκύ‐
15νιον δρυμὸν, Γαβρήταν ὕλην.

2

.

37

Οἱ πάντες ἀπὸ τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν ἀπὸ τοῦ καλουμένου δυσμικοῦ στόματος αὐτοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Οὐϊστούλα ποταμοῦ, τοῦ περίπλου τῆς παραλίας τῆς μεγάλης Γερμανίας στάδιοι ͵͵α ͵γυʹ,
5στάδιοι ͵͵αλʹ.

2

38T

ΣΑΡΜΑΤΙΑΣ ΤΗΣ ΕΝ ΕΥΡΩΠΗι ΠΕΡΙΠΛΟΥΣ.

2

.

38

Ἡ ἐν τῇ Εὐρώπῃ Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐεν‐ δικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε [ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ] ἰσθμῷ
5καὶ τῇ Βύκῃ λίμνῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊδος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ [τῷ] Τανάϊδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸ τῶν πηγῶν τοῦ Τα‐ νάϊδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν [μεσημβρινῷ]· ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐϊστούλᾳ ποταμῷ καὶ τῇ Γερ‐
10μανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν ὀρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν,
15καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας
κεφαλαιωδέστερον ἐτάξαμεν, μὴ προσθέντες τῶν στα‐ δίων τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτι‐558
20κοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλη‐ σιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωρι‐ ζομένη τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθ’ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων
25τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περιγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.

2

.

39

Μετὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ ἐκ‐ δέχονται Χρόνου τοῦ ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Χρόνου τοῦ ποταμοῦ ἑξῆς εἰσὶ Ῥουδῶνος ποταμοῦ ἐκβολαί. Οὗτοι δὲ οἱ ποταμοὶ εἰς τὸν Οὐενδικὸν κόλπον ἐξίασιν,
5ὅστις ἀπὸ τοῦ Οὐϊστούλα ποταμοῦ ἄρχεται παρήκων ἐπὶ πλεῖστον. Ἀπὸ δὲ τοῦ Ῥουδῶνος ποταμοῦ ἑξῆς εἰσὶ Τουρούντου ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Τουρούντου ποταμοῦ ἐκδέχεται Χέσυνος ποταμὸς, καὶ αἱ τούτου ἐκ‐ βολαί. Μετὰ δὲ τὸν Χέσυνον ποταμὸν ὁ ἄγνωστος
10καὶ Ὑπερβόρειος ἑξῆς ἐστὶν ὠκεανὸς συνάπτων τῇ Ὑπερ‐ βορείῳ καὶ ἀγνώστῳ γῇ. Παροικοῦσι τὸν Χέσυνον ποταμὸν οἱ Ἀγαθουρσοὶ τὸ ἔθνος τῆς ἐν Εὐρώπῃ Σαρ‐ ματίας ὄντες. Καταφέρονται δὲ ὅ τε Χέσυνος ποτα‐ μὸς καὶ ὁ Τουρούντης ἐκ τῶν ὑπερκειμένων ὀρῶν, ἅτινα
15καλεῖται Ῥίπαια ὄρη, κατὰ τὴν μεσόγειον μεταξὺ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Σαρματικοῦ ὠκεανοῦ κεί‐ μενα. Ὁ δὲ Ῥούδων ποταμὸς ἐκ τοῦ Ἀλανοῦ ὄρους φέρεται· παροικεῖ δὲ τό τε ὄρος καὶ τὴν χώραν ταύτην ἐπὶ πολὺ διῆκον τὸ τῶν Ἀλανῶν Σαρμάτων ἔθνος, παρ’
20οἷς τοῦ Βορυσθένους ποταμοῦ τοῦ εἰς τὸν Πόντον ἐξιόν‐ τος αἱ πηγαὶ τυγχάνουσι. Τὴν δὲ περὶ τὸν Βορυσθέ‐ νην χώραν παροικοῦσι μετὰ τοὺς Ἀλανοὺς οἱ καλούμε‐ νοι Χουνοὶ οἱ ἐν τῇ Εὐρώπῃ.

2

.

40

Ἔστι δὲ τὸ μῆκος τῆς Σαρματίας σταδίων ͵ζψʹ, τὸ δὲ πλάτος σταδίων ͵ζχνʹ. Ἔχει [δὲ] ἔθνη νϛʹ,
πόλεις ἐπισήμους νγʹ, ὄρη ἐπίσημα θʹ, ποταμοὺς ἐπισή‐ μους δʹ, ἀκρωτήρια ἐπίσημα γ, λιμένας ἐπισήμους γʹ,559
5κόλπους ἐπισήμους δʹ, τόν τε Οὐενδικὸν τὸν εἰρημένον κόλπον καὶ ἄλλους τρεῖς. Τῆς μὲν οὖν Εὐρώπης τῶν δεξιῶν μερῶν τὸν περίπλουν, ὥσπερ ὑπεσχόμεθα, μετὰ τῆς προσηκούσης ἐπιμελείας πεποιήμεθα· μεταβησό‐ μεθα δὲ ἐπὶ τὰς Πρεττανικὰς νήσους.

2

41T

ΠΕΡΙ ΤΩΝ ΠΡΕΤΤΑΝΙΚΩΝ ΝΗΣΩΝ.

2

.

41

Αἱ Πρεττανικαὶ νῆσοι δύο εἰσὶν, ἥ τε καλουμένη Ἀλβίων καὶ ἡ Ἰουερνία. Ἀλλ’ ἡ μὲν Ἀλβίων μεί‐ ζων κατὰ πολὺ τυγχάνει· κεῖται δὲ καταντικρὺ τῆς Κελτογαλατίας, παρά τε τὴν Λουγδουνησίαν καὶ τὴν
5Βελγικὴν μέχρι τῆς μεγάλης Γερμανίας ἐκτεινομένη. Οὐ γάρ ἐστι συνεστραμμένη, καθάπερ αἱ ἄλλαι νῆσοι, ἀλλ’ ὥσπερ διῃρημένη καὶ διεσπαρμένη, κατὰ πλεί‐ στου μέρους διήκει τοῦ ἀρκτῴου ὠκεανοῦ, δύο μάλιστα μακροτάτους ἰσθμοὺς ὥσπερ πόδας τινὰς ἔχουσα· ὧν
10ὁ μὲν μείζων [μέχρι τῆς Κιμβρικῆς Χερσονήσου], ὁ δὲ ἐλάττων μέχρι τῆς Ἀκυτανίας διήκει. Ἡ δὲ ἑτέρα νῆσος ἡ Ἰουερνία ὑπὲρ αὐτὴν κειμένη, δυτικωτέρα δὲ τυγχάνουσα, ἐλάσσων τέ ἐστι τῷ μεγέθει, καὶ τὴν ἴσην ἔχει θέσιν τῇ προειρημένῃ. Ταύτης τοίνυν τῆς
15προτέρας τὸν περίπλουν ἀναγράψομεν, εἶθ’ οὕτως ἐπὶ τὴν μείζονα ἐλευσόμεθα.

2

42T

ΙΟΥΕΡΝΙΑΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

42

Ἡ Ἰουερνία νῆσος ἡ Πρεττανικὴ περιορίζεται ἀπὸ μὲν τῶν ἄρκτων τῷ ὑπερκειμένῳ καὶ καλουμένῳ Ὑπερβορείῳ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τῷ ὠκεανῷ τῷ καλουμένῳ Ἰουερνικῷ, ἀπὸ δὲ δυσμῶν τῷ δυτικῷ ὠκεα‐
5νῷ, ἀπὸ δὲ μεσημβρίας τῷ καλουμένῳ Οὐεργιουίῳ ὠκεα‐ νῷ. Καὶ ἡ μὲν ὅλη θέσις τῆς νήσου τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει]. ****
8NStephan. B.: Αἰβοῦδαι, νῆσοι πέντε τῆς Πρεττανι‐
9Nκῆς, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.

2

.

43

Ἔστι δὲ τῆς Ἰουερνίας νήσου τῆς Πρεττανικῆς τὸ μὲν μῆκος μέγιστον ἀπὸ τοῦ Νοτίου ἀκρωτηρίου ἀρ‐ χόμενον, καὶ καταλῆγον ἐπὶ τὸ Ῥοβόγδιον ἄκρον, ὡς εἶναι τῆς νήσου τὸ μῆκος σταδίων ͵βροʹ. Τὸ δὲ πλά‐
5τος ἄρχεται μὲν ἀπὸ τοῦ Ἱεροῦ ἄκρου, περαιοῦται δὲ εἰς τὸ Ῥοβόγδιον ἄκρον, ὡς εἶναι τῆς νήσου τὸ πλάτος σταδίων ͵αωλδʹ. Τὰ δὲ ἄκρα αὐτῆς ἀπὸ τῶν ὁριζόν‐ των διέστηκε τὸν τρόπον τοῦτον· τὸ μὲν ἀρκτῷον αὐτῆς ἄκρον ἀπὸ τοῦ ἀρκτῴου ὁρίζοντος σταδίους ͵͵α ͵δσνʹ· τὸ
10δὲ δυτικὸν αὐτῆς ἄκρον [ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος
σταδίους **, τὸ δὲ νότιον ἄκρον] ἀπὸ τῆς ἰσημερίας σταδίους ͵͵γ͵ητιζʹ· τὸ δὲ ἀνατολικὸν ἀπὸ τῆς ἀνατολῆς σταδίους ͵͵δ τιζʹ. Ἔχει δὲ ἔθνη ιϛʹ, πόλεις ἐπισή‐ μους ιαʹ, ποταμοὺς ἐπισήμους ιεʹ, ἀκρωτήρια ἐπίσημα560
15εʹ, νήσους ἐπισήμους ϛʹ. Οἱ πάντες τοῦ περίπλου τῆς Ἰουερνίας οὐ πλεῖον σταδίων ͵θπεʹ, οὐχ ἧττον στα‐ δίων ͵ϛωμεʹ.

2

44T

ΑΛΒΙΩΝΟΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ.

2

.

44

Ἀκολούθως τοίνυν καὶ τῆς Ἀλβίωνος νήσου τὸν περίπλουν ἐκθήσομεν. Ἡ Ἀλβίων νῆσος ἡ Πρεττα‐ νικὴ περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ ὠκεανῷ τῷ κα‐ λουμένῳ Δουηκαληδονίῳ, ἀπὸ δὲ ἀνατολῶν τῷ Γερμα‐
5νικῷ ὠκεανῷ, ἀπὸ δὲ δύσεως τῷ τε Ἰουερνικῷ ὠκεανῷ, μεθ’ ὃν ἡ Ἰουερνία νῆσος, ἔτι μὴν καὶ τῷ Οὐεργιουίῳ ὠκεανῷ· ἀπὸ δὲ μεσημβρίας τῷ Πρεττανικῷ ὠκεανῷ καὶ ταῖς προειρημέναις τῆς Γαλλίας ἠπείροις καὶ ἔθνεσι. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τῆς νήσου τοῦτον ἔχει τὸν τρό‐
10πον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·] ***
11NSt. B. Λινδόνιον, πόλις τῆς Βρεττανίας. Μαρκιανὸς
12Nἐν Περίπλῳ αὐτῆς.

2

.

45

Ἔστι δὲ τῆς Ἀλβίωνος νήσου τῆς Πρεττανικῆς τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, περαι‐ ούμενον δὲ ἕως Ταρουεδούνου τῆς καὶ Ὀρκάδος καλου‐
5μένης ἄκρας, ὡς εἶναι τοῦ μήκους τοῦ μεγίστου σταδίους ͵εσκεʹ. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν κατὰ τὸ Δαμνό‐ νιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, καταλήγει δὲ εἰς τὴν τῶν Νεουάντων χερσόνησον καὶ τὸ ὁμώνυμον ἀκρω‐ τήριον, ὡς εἶναι τοῦ πλάτους κατὰ τὴν μεγίστην γραμ‐
10μὴν σταδίους ͵γπγʹ. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη λγʹ, πόλεις ἐπισήμους νθʹ, ποταμοὺς ἐπισήμους μʹ, ἀκρωτήρια ἐπί‐ σημα ιδʹ, χερσόνησον ἐπίσημον αʹ, κόλπους ἐπισήμους εʹ, λιμένας ἐπισήμους γʹ. Οἱ πάντες τοῦ περίπλου παντὸς τῆς νήσου τῆς Ἀλβίωνος οὐ πλεῖον σταδίων
15͵͵β ͵ηχδʹ, οὐχ ἧττον σταδίων ͵͵βφκϛʹ.561

2

.

46

Καὶ ὁ μὲν περίπλους τοῦ δυτικοῦ καὶ ἀρκτῴου ὠκεανοῦ τῶν παρὰ τὴν Εὐρώπην μερῶν καὶ τῶν ἐν αὐτῷ Πρεττανικῶν νήσων ἐνταῦθα τὸ τέλος ἔχει. Ὥσπερ δὲ ἐν τῷ προτέρῳ βιβλίῳ τῶν μὲν παρὰ τὴν Λιβύην δεξιῶν
5μερῶν τοῦ Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσ‐ σης καὶ τοῦ Ἰνδικοῦ ὠκεανοῦ τοῦ πρὸς τὴν μεσημβρίαν ὁρῶντος τὸν περίπλουν ἐπὶ κεφαλαίων ἐποιησάμεθα, σαφηνείας ἕνεκα διὰ μακροῦ τὸν τῶν σταδίων ἀριθμὸν ἀποδόντες, τῶν δὲ παρὰ τὴν Ἀσίαν ἀριστερῶν ἁπάντων
10μερῶν μέχρι Σινῶν τοῦ ἔθνους καὶ τῆς ἀγνώστου γῆς ἀκριβῆ τὸν περίπλουν ἀνεγράψαμεν, τῶν διαστημάτων ἁπάντων τοὺς σταδίους σημάναντες· οὕτω κἀνταῦθα τῶν δεξιῶν μερῶν τοῦ ὠκεανοῦ τοῦ παρὰ τὴν Εὐρώπην ὄντος ἀπὸ τῶν Ἡρακλείων στηλῶν μέχρι τῆς ἀγνώστου
15γῆς καὶ τοῦ παρ’ αὐτὴν περατουμένου Σαρματικοῦ ὠκεανοῦ καὶ προσέτιγε τῶν Πρεττανικῶν νήσων εἰς δύναμιν τὸν περίπλουν πεποιήμεθα, προσθέντες καὶ [τὸν] τῶν σταδίων ἀριθμόν· τῶν δὲ ἀριστερῶν παρὰ τὴν Λιβύην μερῶν τοῦ δυτικοῦ [καὶ μεσημβρινοῦ
20ὠκεανοῦ τὰς μὲν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπι‐ νείων δηλώσομεν, ἔτι μὴν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων καὶ τῶν νήσων τὰς ὀνομασίας σημανοῦμεν, διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν.] ***

2

.

47

St. B. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανὴ, ἡ δὲ Καισαρησία, ὡς Μαρκιανὸς ἐν τῷ Περίπλῳ.

2

.

48

Τίγγις, πόλις Μαυρουσίας. Ὁ πολίτης ἔδει Τιγγίτης, ὡς Μεμφίτης, Ζελείτης· Μαρκιανὸς δὲ Μαυριτανίαν Τιγγιτανὴν λέγει. Τιγγιτανὸς οὖν τὸ ἐθνικὸν καὶ θηλυκὸν Τιγγιτανή. —«Εἰσὶ δὲ ἀπὸ Τίγ‐
5γεως στάδιοι ὀγδοήκοντα.»

2

.

49

Βάβαι, πόλις Λιβύης. Μαρκιανὸς ἐν Περί‐ πλῳ αὐτῆς.
3TΠΕΡΙ ΤΩΝ ΑΠΟ ΡΩΜΗΣ ΠΡΟΣ ΤΑΣ ΕΠΙΣΗΜΟΥΣ
4TΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΠΟΛΕΙΣ ΔΙΑΣΤΑΣΕΩΝ.
5NSt. B. Ἄμισα, πόλις Γερμανίας. Μαρκιανὸς ἐν
6Nτοῖς ἀπὸ Ῥώμης ἐπὶ τὰς διασήμους πόλεις [διαστά‐
7Nσεσιν].562