TLG 4001 001 :: AENEAS :: Theophrastus sive de animarum immortalitate et corporum resurrectione dialogus

AENEAS Phil. Rhet.
(Gazaeus: A.D. 6)

Theophrastus sive de animarum immortalitate et corporum resurrectione dialogus

Source: Colonna, M.E. (ed.), Enea di Gaza. Teofrasto. Naples: Iodice, 1958: 1–68.

Citation: Page — (line)

1

(1t)

Αἰνείου σοφιστοῦ διάλογος, Θεόφραστος·
2tὅτι οὐκ ἔστιν ἀνθρώπων προβιοτὴ καὶ ὅτι
3tἀθάνατος ἡ ψυχή.
4Τὰ κεφάλαια τοῦ διαλόγου·
5Ὅτι οὐκ ἔστιν ἀνθρώπων προβιοτή· ἔλεγχος τῆς παρ’ Ἕλλησι λογο‐ μαχίας· Ὅτι οὐ μεταβαίνει εἰς ἄλλους ἀνθρώπους καὶ ἄλογα ζῷα ἡ ἀνθρωπεία ψυχή· Καὶ περὶ προνοίας· διὰ τί τῶν τικτομένων τὰ πάθη·
10Ὅτι χρήσιμον τῆς τελευτῆς τὸ διάφορον· Καὶ ὅτι γίγνονται καὶ ἀθάνατοι αἱ τῶν ἀνθρώπων ψυχαί· Ὅτι πεπερασμέναι καὶ οὐκ ἀπέραντοι· Καὶ περὶ κόσμου γενέσεως καὶ τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς· Καὶ ὅτι οὐ πολλὰ σώματα τῆς μιᾶς ψυχῆς, ἀλλ’ ἓν ὃ καὶ ἀνίσταται
15καὶ ἀθανασίας μεταλαμβάνει· Διὰ τί μὴ καὶ τῶν ἀλόγων ἀνάστασις γίγνεται· Ὅτι κἀν τῷδε τῷ βίῳ γέγονε πολλάκις νεκρῶν ἀνάστασις πρὸς ἀπό‐ δειξιν τῆς μελλούσης. Τοῦ διαλόγου πρόσωπα· Αἴγυπτος Ἀλεξανδρεύς, Εὐξίθεος Σύρος, Θεό‐
20φραστος Ἀθηναῖος.1

2

Αἴγυπτος Ποῖ δὴ καὶ πόθεν, Εὐξίθεε; Εὐξίθεος Παρὰ τῶν Σύρων πρὸς Ἀθηναίους, ὦ Αἴγυπτε· σκαιὸς δέ τις ἄνεμος
5τὴν ναῦν ἐκβιάζεται καὶ προκαταλύει τὸν πλοῦν· καὶ ἰδού σοι πάρειμι τὸν Νεῖλον οὐ τὸν Ἰλισόν, τὴν δὲ Φάρον οὐ τὸν Πειραιᾶ θεώμενος. Αἴγυπτος Ἦ πολλὴν χάριν οἶδα τῷ πνεύματι, ὅτι σε παρὰ φίλους καταίρειν ἐκβιάζεται· ἢ οὐ μέμνησαι τῆς τοῦ Ἱεροκλέους φιλοσοφίας, παρ’ ᾧ φι‐
10λοσοφοῦντες ἐκ παιδὸς καὶ ἀλλήλων ἐρῶντες, πολλοὺς εἴχομεν τοὺς ἐραστάς· ἔγωγ’ οὖν οὐκ οἶδα τοσοῦτον ἀλγήσας ὡς ὅτε παρ’ ἡμῶν ἀπῆρας, ποι‐ κίλης σοφίας σαυτὸν γεμίσας τοῖς Σύροις. Καὶ συχνὸς μὲν ὁ χρόνος, οὕπω δὲ κατέλυσε τὸν ἔρωτα, ἀλλ’ ὁμοίως ἀκμάζει, ὥσπερ ἂν εἰ χθὲς ἀπῆρας, καίτοι πολλῶν ἐτῶν οὐκ εἶδον οὐδὲ ᾤμην ὄψεσθαι. Ἀλλά μοι τύχη τις
15συναγωνιζομένη τὸν ποτούμενον παρ’ ἐλπίδα θηρεύει. Εὐξίθεος Νῦν τῇ τύχῃ συνήδομαι. Καὶ οὐκ ἄρα σκαιὸς ἦν ὁ ἄνεμος, ἀλλ’ εὔ‐ χαρίς τε καὶ τῷ ἔρωτι φίλος, εἴγε τῷ ἐραστῇ παραπέμπει τὸν ἐρώμενον. Ἀλλ’ εἰπέ μοι, ἔτι παρ’ ὑμῖν εἰσὶν οἱ τῆς φιλοσοφίας δεικνύντες τὰς
20τελετάς, οἷος ἦν Ἱεροκλῆς ὁ διδάσκαλος; Ἔτι δὲ φοιτῶσι νέοι καλοὶ2

3

κἀγαθοὶ οἷος ἦν Πρωταγόρας ἐκεῖνος ὁ Λύκιος ὁ ἐμὸς μὲν ἡλικιώτης, κάλλει δὲ καὶ εὐφυΐᾳ προήκων; Αἴγυπτος Πάλαι μὲν ἦν τὰ καλά, νῦν δὲ οἴχεται καὶ διαλέλυται. Ὁ μὲν γὰρ
5οὐκ ἐθέλει μανθάνειν εἰς τοὺς μαθητὰς ἐγγεγραμμένος, ὁ δὲ διδάσκειν οὐκ οἶδε τὸν μυσταγωγὸν ὑποκρινόμενος. Καὶ ὀρχήστρα μὲν εὐθηνεῖ καὶ ἱπποδρομία, φιλοσοφία δὲ καὶ τὰ μουσεῖα εἰς δεινὴν ἠρεμίαν ἀφῖκται. Εὐξίθεος
10 Ταῦτα καὶ αὐτὸς ὑποπτεύων, τὴν Αἴγυπτον παραδραμὼν τὰς Ἀθήνας ἐζήτουν, εἴ τίς που σοφὸς παρ’ Ἀθηναίοις ὑπολείπεται. Βούλομαι γὰρ πυθέσθαι παρ’ αὐτοῦ ὃ τοῖς τε πάλαι καὶ τοῖς νῦν πολλὴν παρέχει τὴν ἀπορίαν, ὡς ἄλλοτε ἄλλα περὶ αὐτοῦ διαλέγεσθαι. Αἴγυπτος
15 Ἔχεις, ὦ φιλότης, τὰ Ἀθήνας· εἰ γὰρ μήτε τὴν Ἀκρόπολιν μήτε τὰ Προπύλαια μήτε τὰ νεώρια βούλει θεωρεῖν ἀλλ’ ἄνδρα σοφόν, κα‐ τῆρεν ἡμῖν τὸ μέγα κλέος τῶν Ἀθηναίων ὁ Θεόφραστος καὶ τρίτην ἄγει ταύτην ἡμέραν. Ἀλλὰ παρ’ αὐτὸν ἴωμεν· παρ’ ἐκείνου μάθοις ἂν ὅ τι ζητεῖς ἢ μάθοις ἂν ὡς οὐδὲ παρ’ ἀνθρώπων τοῦτο προσήκει ζητεῖν. Οὐ
20γὰρ ἔστιν οὔτε παρ’ Ἀθηναίοις οὔτε παρ’ ἄλλοις Θεοφράστου σοφω‐ τέρῳ περιτυχεῖν. Εὐξίθεος Ἕρμαιον λέγεις, εἰ παρὰ τὸν Νεῖλον εὕροιμ’ ἂν τὴν τῶν Ἀθηναίων φιλοσοφίαν, ὡς μήτε πελάγη μεγάλα διατέμνειν καὶ ταῦτα μανθάνειν.
25Ἀλλ’ ἴωμεν· ἤδη γάρ με Θεοφράστου πεποίηκας ἐραστήν.3

4

Αἴγυπτος Ἥκω σοι τὸν Εὐξίθεον ἄγων ἀντεραστήν, ὦ Θεόφραστε· ἐρᾷ γὰρ καὶ αὐτὸς φιλοσοφίας. Θεόφραστος
5 Ἦ μάλα μοι παλαιὸς φίλος ὁ Εὐξίθεος, εἴγε φιλοσοφίας ἐραστής. Καλὸν γὰρ καὶ σπάνιον τὸ χρῆμα, ἐπεὶ καὶ παρ’ Ἀθηναίοις, ἔνθα μά‐ λιστα διεφάνη φιλοσοφία, παντελῶς ἐξελήλαται καὶ ἐς τὸ μηδὲν ἀπέρριπται. Εὐξίθεος Μάτην ἄρα πρὸς Ἀθηναίους ἐκομιζόμην, εἰ μηδένα φὴς καταλιπεῖν
10ἀξιόχρεων τὸ ἐρωτώμενον ἀποκρίνεσθαι· οὐ μάτην δὲ προκατέλυσα τὸν πλοῦν, εἰ κατά τι θεῖον τὸν φιλοσοφίᾳ προήκοντα καὶ τῶν Ἀθηναίων τὸν κράτιστον παρὰ τὸν Νεῖλον εὑρίσκω. Ἀλλ’ εἰπέ μοι· λέγει γὰρ ὁ Αἴγυπτος ὡς οὐκ ἔστιν ἄλλοθεν ἢ παρά σου μανθάνειν· ἔξεστιν ἐρωτᾶν ὅ τι καὶ βούλομαι;
15Θεόφραστος Ἐρώτα δή, εἴπερ μοι βούλει χαρίζεσθαι· οὐδεὶς γάρ με πολλῶν ἐτῶν ἠρώτηκε καινὸν οὐδέν. Εὐξίθεος Εὐτυχοῦμεν, εἴγε μανθάνειν ἔξεστι καὶ τῷ ἐκδιδάσκοντί τι χαρί‐
20ζεσθαι. Πότερον ἐνταῦθα προβεβίωκεν ἡ ψυχὴ καὶ πάλιν βιώσεται ἢ
τὸν παρόντα βίον βεβιωκυῖα τῶν τῇδε πραγμάτων ἀπηλλάγη;4

5

Θεόφραστος Προβεβίωκε καὶ βιώσεται· τουτὶ γάρ με διδάσκειν ἐθέλουσιν οἱ πάλαι σοφοί. Εὐξίθεος
5 Λέγεις ὡς πολλάκις ἡ αὐτὴ ψυχὴ κάτεισιν εἰς τόνδε τὸν βίον; Θεόφραστος Λέγω μὲν οὖν, εἰ μή τι σοφώτερον λέγεις. Εὐξίθεος Ἥξει δὲ αὖθις ἑκοῦσα ἢ ἐξ ἀνάγκης;
10Θεόφραστος Ἐγώ σοι διανοίγειν ὥσπερ ἐν ἱεροῖς πειράσομαι τὰ τῶν παλαιῶν ἀπόρρητα. Ὁ μὲν γὰρ Ἡράκλειτος διαδοχὴν ἀναγκαίαν τιθέμενος ἄνω καὶ κάτω τῆς ψυχῆς τὴν πορείαν ἔφη γίγνεσθαι· ἐπεὶ κάματος αὐτῇ τῷ δημιουργῷ συνέπεσθαι καὶ ἄνω μετὰ τοῦ θεοῦ τόδε τὸ πᾶν συμπεριπολεῖν
15καὶ ὑπ’ ἐκείνῳ τετάχθαι καὶ ἄρχεσθαι, διὰ τοῦτο τῇ τοῦ ἠρεμεῖν ἐπι‐ θυμίᾳ καὶ ἀρχῆς ἐλπίδι κάτω φησὶ τὴν ψυχὴν φέρεσθαι. Ὁ δὲ Ἐμπε‐ δοκλῆς ἐκφοβεῖ νόμον εἶναι λέγων ταῖς ψυχαῖς ἁμαρτούσαις ἐνταῦθα πεσεῖν· ὑπὸ δὲ σοφίας τὴν ἀεικίνητον καὶ αὐτοκίνητον ἐκεῖνος ψυχὴν
εἰς φυτὸν ἐρρίζωσε· λέγει γοῦν, εἰς καιρὸν γὰρ τοῦ ἔπους μέμνημαι,5

6

Αὐτὰρ ἐγὼ γενόμην κούρη τε κοῦρός τε θάμνος τ’ οἰωνός τε, ὑποδεικνὺς ἠρέμα ὃ καὶ Πυθαγόρας ᾐνίττετο. Ὁ δὲ δὴ Πλάτων ὁ ἡμέτερος πρόγονος πολλά τε καὶ καλὰ ψυχῆς πέρι διαλέγεται περί τε τῆς πορείας
5καὶ πολλαχῆ λέγων οὐ ταὐτὰ πανταχῆ λέγει· ἀλλὰ νῦν μὲν ὁ ἐν Φαί‐ δωνι Σωκράτης αὐτῷ, τὸ αἰσθητὸν ἅπαν ἀτιμάσας καὶ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κοινωνίαν μεμψάμενος, ὡς δεσμῷ τινι καὶ οἷον ἐν σήματι τῷ σώματι θαπτομένην τὴν ψυχὴν ὀλοφύρεται καὶ τὸν ἐν ἀπορρήτοις λόγον ἀποθαυμάζει λέγοντα ὡς ἔν τινι φρουρᾷ, ἐπειδὴ ἀφικόμεθα, γεγόναμεν·
10καὶ τόδε τὸ πᾶν Ἐμπεδοκλῆς μὲν ἄντρον πεποίηκεν, ἐν Πολιτείᾳ δὲ Πλάτων μεταβάλλων σπήλαιον ὀνομάζει· ἀμέλει καὶ τῶν δεσμῶν λύσιν καὶ τοῦ σπηλαίου φυγὴν τὴν ἐντεῦθεν τῆς ψυχῆς ἔφη πορείαν· ἄλλοτε δὲ ὁ τοῦ Φαίδρου Σωκράτης τὰς κατιούσας ψυχὰς τῶν πτερῶν ἐψιλω‐ μένας φησὶ θεωρεῖν· τὴν γὰρ πτερορρυήσασαν βαρύνεσθαι καὶ φέρεσθαι
15κάτω, ἕως ἂν στῇ σώματι προσπελάσασα καί, ἐπειδὰν ὁ τῆς κάκης ἵππος βρίθῃ, ἄνω μένειν καὶ ἐποχεῖσθαι βεβαίως οὐ δύναται· καὶ αὕτη τῆς ἀφίξεως αἰτία· καὶ περίοδοι πάλιν ἀνελθοῦσαν αὐτὴν αὖθις τῇδε φέρουσι καὶ κρίσει καὶ δίκῃ καταπέμπουσιν· ἀλλὰ καὶ κλῆροι καὶ τύχαι καὶ ἀνάγ‐
και καθέλκουσιν.6

7

Οὕτω πανταχοῦ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κάθοδον μεμψάμενος, τὸν Τίμαιον συντιθείς, μεταβαλλόμενος τὴν ἄφιξιν ἐπαινεῖ καὶ τόνδε τὸν κόσμον ἀποθαυμάζει, θεὸν εὐδαίμονα προσονομάζων, καὶ τὴν ψυχὴν ἐνταῦθα φανεῖσαν ἀσπάζεται. Παρ’ ἀγαθοῦ γὰρ αὐτὴν δημιουργοῦ δε‐
5δόσθαι πείθεται καὶ τοὺς ἄλλους πείθειν παρασκευάζεται· ἔδει γὰρ ἔννουν εἶναι τόδε τὸ πᾶν, ἄνευ δὲ ψυχῆς οὐχ οἷόν τε ἦν γενέσθαι, ἀλλὰ καὶ τέλειον· τοῦτο δὲ ἡ ἑκάστου ψυχὴ δίδωσι τῷ παντί, τὸ αἰσθητὸν ἐγεί‐ ρουσα καὶ συνέχουσα καὶ κοσμοῦσα καὶ τάττουσα, ὥστε ἑκοῦσαν ἑκόντι τῷ Δημιουργῷ διακονεῖν πρὸς τὸ μὴ ἀτελὲς διαμένειν τόδε τὸ καλὸν αὐτοῦ
10ποίημα· ἠβούλετο γὰρ ἐν τῷ αἰσθητῷ κόσμῳ δεικνύναι ὅσαπερ ἐν τῷ νοητῷ προϋπάρχει. Ταῦτα μὲν ὁ πρόγονος. Ὁ δὲ τούτου μαθητὴς Ἀριστοτέλης οὐ ταῦτα, ἀλλ’ ἐντελέχειαν ὀνοματοποιῶν εἶναι τὴν ψυχήν, οἷον τῇ ὕλῃ τὸ τέλειον ἐπεισάγουσαν καὶ εἶδος οὖσαν οὐκ ἀθάνατον, ἀλλὰ τὸν θύραθεν νοῦν, οὕτω γὰρ ὀνομάζει, μόνον ἀθάνατον εἶναι, καὶ τὴν
15ψυχὴν ἔξωθεν· οὐ γὰρ οἴκοθεν ἔχει καθάπερ ἀκτῖνι τῷ νῷ τῇδε κατα‐ λάμπεσθαι. Εὐξίθεος Εὐδαίμων εἶ, ὦ Θεόφραστε, ὅτι πολλῶν ὄντων καὶ ποικίλων τῶν πάλαι λεγομένων οὐδέν σε διέλαθεν, ἀλλὰ πάντα διδάσκεις σαφῶς, ὡς αὐ‐
20τὸς ἐξευρών, οὐ τὰ τῶν παλαιῶν διεξιών. Μνημονικὸς δὲ τοῦ Ἱππίου μᾶλλον ἐφάνης καὶ οὐκ ἀμελέτητος. Ἀλλὰ τί δράσω ἀμφίβολος ἔτι δια‐
μένω καὶ οὐκ ἔχω τίς γένωμαι, οὐκ εἰδὼς ὅτῳ χρὴ μᾶλλον συνέπεσθαι,7

8

πότερον Ἡρακλείτῳ, ᾧ δοκεῖ τῶν ἄνω πόνων τῆς ψυχῆς ἀνάπαυλαν εἶναι τὴν εἰς τόνδε τὸν βίον φυγήν, ἢ τῷ Ἐμπεδοκλεῖ, ὃς κατὰ τίσιν ὑπὲρ ὧν ἥμαρτεν ἐνταῦθα τὴν ψυχὴν ἀπέρριψεν, ἢ τῷ Πλάτωνι μᾶλλον, ὃς νῦν μὲν κατὰ τίσιν, νῦν δὲ πρὸς τὸ τέλειον εἶναι τόδε τὸ πᾶν, καὶ νῦν μὲν
5ἄκουσαν, νῦν δὲ ἑκοῦσαν, καὶ ἐνίοτε μὲν πρὸς βίαν, ἐνίοτε δὲ αὐτοκινή‐ τως ὅπη βούλεται τὴν ψυχὴν ἐκπέμπεσθαι· τὸν γὰρ Ἀριστοτέλην σιω‐ πήσομαι, ὃς δι’ ὑπερβολὴν σοφίας τὴν τῆς ψυχῆς ἀθανασίαν ἀφείλετο, τὰ ἀλλήλων ἕκαστοι καταλύοντες καὶ τοῖς ἄλλοις καὶ αὑτοῖς τἀναντία φιλοσοφοῦντες.
10Θεόφραστος Βούλονται μὲν οἱ ἐξ Ἀκαδημίας πείθειν ὡς διαφωνεῖ Πλάτων αὐτὸς ἑαυτῷ, νοήματα καὶ ὀνόματα ὡς ἂν ἐθέλωσι μετατιθέντες, ὥσπερ οἱ τοὺς χρησμοὺς πρὸς τὴν ἑαυτῶν βούλησιν ἑρμηνεύοντες. Δοκοῦσι δέ μοι παντε‐ λῶς ἐκβιάζεσθαι· οὔτε γὰρ γέγονεν οὔτ’ ἂν γένοιτο μᾶλλον τοῦ Πλάτωνος
15ἱκανὸς ἑρμηνεῦσαι σαφῶς πᾶν ὅ τι ἂν ἐθέλῃ. Οἱ δὲ αἰσχυνόμενοι τὸ δοκεῖν διαφωνεῖν, ἑτέραν ἐξ ἀπολογίας αὐτῷ κατηγορίαν ἐφέλκονται· ἢ γὰρ ἀσαφὴς διδάσκαλος ὁ φιλόσοφος ἢ φθόνῳ τὴν διάνοιαν ἀποκρύπτει. Οὐδέτερον δὲ πέπονθεν ὁ Πλάτων, ἀλλὰ τοὺς τἀκείνου σοφιζομένους λέληθε, τὴν τῶν Χαλδαίων καὶ Αἰγυπτίων φιλοσοφίαν εἰσφέρων τῇ Ἑλ‐
20λάδι καὶ τὰ Πυθαγόρου καὶ Ἡρακλείτου καὶ Ἐμπεδοκλέους ἐπιδεικνύς· ὅθεν ἄλλοτε ἄλλων λόγων ἐστίν, ὡς ἂν μηδὲν τῶν πανταχοῦ σοφῶς εὑρη‐ μένων διαλάθῃ τοὺς ἐν Ἀκαδημίᾳ φιλοσοφοῦντας. Οἶον καὶ περὶ τῆς ὕλης πῇ μὲν γεγενῆσθαι, πῇ δὲ ἀγένητον αὐτὴν ὑποφαίνει. Οἱ δ’ ὕστεροι τὸ γλαφυρὸν καὶ ποικίλον τῆς Πλάτωνος γνώσεως ἀγνοήσαντες καὶ ὀρεγό‐
25μενοι τοῦ πρῶτος ἕκαστος ἐπινοεῖν τι καινόν, ἐν σφίσιν αὐτοῖς συνεταράχ‐
θησαν καὶ διασκεδασθέντες οὔτε τῷ Πλάτωνι οὔτε ἀλλήλοις συνέπονται.8

9

Εὐξίθεος Ἃ πολλάς μοι παρεῖχε τὰς ὠδῖνας, τίκτεις οὐκ ἀγεννῶς. Ἐγὼ δὲ πρὸς ταύτην ἰλλιγιάσας τὴν ἀπορίαν, πατρίδος καὶ φιλτάτων ἐπιλελησμέ‐ νος, ἔπλεον Ἀθήναζε. Νῦν δέ σοι περιτυχὼν καὶ τὴν ἔν σοι σοφίαν θαυ‐
5μάζων, ἔτι μᾶλλον τεθαύμακα, εἰ ταῦτα καταμαθὼν ἔτι Πυθαγόρᾳ καὶ Πλάτωνι, Χαλδαίοις τε καὶ Αἰγυπτίοις ἄνω κάτω συμπαραχθῇς, οἵγε μὴ ταὐτὰ περὶ τῶν αὐτῶν λέγουσιν ἅπαντες, μηδὲ τὰ αὐτὰ ἕκαστοι. Ἀπει‐ ρίας δὲ τἀναντία λέγειν οὐκ ἐπιστήμης καί, ὡς ἔοικε, τούτου τοῦ δόγ‐ ματος οὐ Θεὸς ἦν ἡγεμών, ἦ γὰρ ἂν ταὐτὸ πᾶσιν ἐδόκει, ἀλλ’ ἀνθρω‐
10πίνη τις οἴησις, ἐν ᾗ πολλά τε καὶ ἐναντία ποικίλλεται. Θεόφραστος Οἶδα, ὦγαθέ· ἀλλὰ καὶ Πλάτωνι συνδοκεῖ τοῖς αὐτοῦ πείθεσθαι, ἕως ἂν θειότερος ἄνθρωπος ἀναφανεὶς αὐτὸ τ’ ἀληθὲς ἐκδιδάσκῃ, ᾧ προσήκει πάλιν συνέπεσθαι.
15Εὐξίθεος Ἦ καλῶς λέγεις. Ἀλλ’ εἰπέ μοι, εἰ δή ποτε διενοήθης καὶ τοῦτο, ἐμὲ γὰρ ἐκταράττει τῶν πάλαι φιλοσοφούντων ἡ ταραχή, οἱ μὲν γὰρ εἰς
ἀνθρώπους αὖθις, οἱ δὲ εἰς θηρία τὴν ψυχὴν ἀπέρριψαν.9

10

Θεόφραστος Εἰ πάντα εἰδείης, θαυμάσαις ἂν ὅση τῶν λεγόντων ἡ μάχη. Ἐγὼ γὰρ κατ’ ἐμαυτὸν στὰς
ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ
5οἷον ἐκ περιωπῆς τῆς μάχης τὴν ποικιλίαν ἐθεώρουν· καί σοι ταύτην, φιλήκοος γὰρ εἶ καὶ φιλομαθής, ἐθέλω συγγράφειν. Αἰγυπτίοις μὲν γὰρ δοκεῖ τὴν αὐτὴν ψυχὴν καὶ ἄνθρωπον καὶ βοῦν καὶ κύνα καὶ ὄρνεον καὶ ἰχθὺν μεταμπίσχεσθαι· καὶ νῦν μὲν αὐτοῖς οἷόν τι θηρίον μύρμηξ ἢ κάμηλος τὴν γῆν νέμεται, νῦν δὲ εἰς ἰχθὺν ὀλισθήσασα κῆτος ἢ
10ἀφύα γενομένη τὴν θάλατταν ἔδυ, αὖθις δὲ εἰς ὀρνέου φύσιν μετατιθε‐ μένη κολοιὸς ἢ ἀηδὼν ὀφθεῖσα εἰς ἀέρα διέπτη, ἄλλοτε ἄλλο δεικνῦσα τῶν ζῴων, ἕως ἂν ἅπαντα διεξελθοῦσα πάλιν ἀναδράμοι, ὅθεν τὸ πρῶ‐ τον κατέβη. Αἴγυπτος
15 Φεῦ τῆς τερατολογίας. Εὐδαιμονοίην ἂν, εἰ κάμηλος ἢ κῆτος ἢ κολοιὸς ἐγενόμην. Εὐξίθεος Σὺ μέν, Αἴγυπτε, καταγελᾷς· ἐγὼ δὲ τὸν Θεόφραστον ἐκπέπληγμαι,
εἰ ταῦτα εἰδὼς ἔτι τοῖς Αἰγυπτίοις συμφύρεται.10

11

Θεόφραστος Αὐτὸς ὁ Ἀπόλλων καὶ ὁ τούτου παῖς ὁ Πλάτων ὁμογνώμονες τοῖς Αἰγυπτίοις γεγόνασιν· ὁ μὲν οὕτω πως χρησμῳδῶν ὁ Ἀπόλλων καὶ κε‐ λεύων τοῖς τῶν Αἰγυπτίων εὑρήμασι πανταχοῦ πείθεσθαι· ὁ δὲ δὴ Πλάτων,
5τὸν Τίμαιον ἐπιδεικνύς, τὰς τῶν ἀνδρῶν ἔφη ψυχὰς ἐν τῷδε τῷ βίῳ θη‐ λυνομένας εἰς γυναῖκας ἀναβιῶναι, κακίας δὲ ἐμπεπλησμένας εἰς θηρία καταβαίνειν καὶ τοῖς μὲν χερσαίοις συνδιαιτᾶσθαι τοῖς τε πτηνοῖς συμ‐ πέτεσθαι καὶ τοῖς ἐνύδροις συναγελάζεσθαι· τὴν δὲ πρὸς Φαίδωνα Σω‐ κράτους συνουσίαν διεξιών, τοὺς ὑπὸ πλεονεξίας ἐπαιρομένους καὶ πρὸς
10ἁρπαγὰς ἑτοίμους εἰς ἰκτίνους καὶ λύκους μεταβάλλει, τὸν δὲ ὑπὸ ἐπιθυ‐ μιῶν δεδουλωμένον εἰς τοὺς ὄνους ἀπελαύνει· τὴν δὲ εὐδαίμονα πόλιν οἰκίζων, ἐκεῖ που λέγει τὸν Ὀρφέα τὸν τῆς Καλλιόπης, ἐπειδὴ παρὰ γυναικῶν διασπασθεὶς τόνδε τὸν βίον ἐτελεύτησε, τὸν ἄνθρωπον φεύ‐ γοντα, κύκνον γενόμενον οἷα μουσικὸν ὄντα τὴν μουσικὴν ἐργάζεσθαι.
15Ὁ δὲ Θερσίτης, ὃς πάντων αἴσχιστος ἦν ὅσοι ὑπὸ Ἴλιον ἦλθον, τὸν Ἀχιλλέα οὐ πολεμοῦντα ἀλλὰ ὀνειδίζοντα τῷ Ἀγαμέμνονι μιμούμενος, εἰς πίθηκον μετασχηματίζεται καὶ ἐκμιμεῖται τὰ τῶν ἀνθρώπων πράγ‐ ματα, τὸ εἶδος οὐ τὸ ἦθος αὐτῶν μεταβαλών. Εὐξίθεος
20 Τί οὖν, ὦ φιλότης, οἱ τῶν Πλάτωνος ὀργίων μυσταγωγοὶ οὐδὲν ἐν τούτοις ὥσπερ ἐν τοῖς ἄλλοις σοφίζονται, οὐδὲ τὸν πλατὺν γέλωτα συγ‐
καλύπτουσιν, ὀνόματα μετακινοῦντες καὶ νοήματα συγχέοντες;11

12

Θεόφραστος Οἱ μὲν παλαιοὶ μυσταγωγοὶ τῶν λεγομένων μετεκίνησαν οὐδέν, εὖ εἰδότες ὅτι τῶν Αἰγυπτίων ὁ Πλάτων τὴν παιδείαν δεδιδαχὼς καὶ παρ’ ἐκείνων διατεθρυλλημένος τὰ ὦτα, ὡς ἡ τῶν ἀνθρώπων ψυχὴ πάντα τὰ
5ζῷα μεταβαίνει, πανταχοῦ τῶν λόγων διασπείρει τὸ δόγμα. Πλωτῖνος γοῦν καὶ Ἁρποκρατίων, ἀμέλει καὶ Βοηθὸς καὶ Νουμήνιος τὸν τοῦ Πλά‐ τωνος ἰκτῖνον παραλαβόντες, ἰκτῖνον παραδιδόασι καὶ τὸν λύκον λύκον καὶ ὄνον τὸν ὄνον· καὶ ὁ πίθηκος αὐτοῖς οὐκ ἄλλο ἢ τοῦτο καὶ ὁ κύ‐ κνος οὐκ ἄλλο ἢ κύκνος νομίζεται καὶ πρὸ τοῦ σώματος κακίας ἐμ‐
10πίπλασθαι τὴν ψυχὴν δυνατὸν εἶναι λέγουσι καὶ τοῖς ἀλόγοις ἐξεικάζεσθαι· ᾧ γοῦν ὡμοιώθη, κατὰ τοῦτο φέρεται, ἄλλη ἄλλο ζῷον ὑποδῦσα. Ἐπι‐ γενόμενοι δὲ Πορφύριός τε καὶ Ἰάμβλιχος, ὁ μὲν πολυμαθής, ὁ δὲ ἔνθους γενόμενος, καὶ τοὺς πρὸ αὐτῶν σοφίᾳ περιφρονοῦντες καὶ ἐρυ‐ θριῶντες τὸν Πλάτωνος ὄνον καὶ λύκον καὶ ἰκτῖνον καὶ κατανοήσαντες
15ὡς ἄλλη μὲν λογικῆς ψυχῆς ἡ οὐσία, ἄλλη δ’ ἀλόγου καὶ ὅτι οὐ μετανίστανται, ἀλλ’ ὡσαύτως ἔχουσιν αἱ οὐσίαι, οἷαι τὸ πρῶτον προῆλθον· οὐ γὰρ τὸ λογικὸν τῇ ψυχῇ συμβεβηκὸς ὡς μεταχωρεῖν, ἀλλ’ οὐσίας διαφορὰ βεβαίως ἱδρυμένης καὶ ὅλως ἀδύνατον τὸν λόγον εἰς ἀλογίαν μετατίθεσθαι, εἰ μὴ καὶ τὸ ἄλογον φήσουσιν ὑφαρπάζειν τοῦ λόγου τὴν
20φύσιν· ταῦτα ὀψέ ποτε διαλογισάμενοι, ὑπερπηδήσαντες τὰ ἄλωγα τῶν ζῴων, μεταβάλλοντες, οὐκ εἰς ὄνον φασὶν ἀλλ’ εἰς ὀνώδη ἄνθρωπον ἀναβιῶναι τὸν ἄνθρωπον, οὐδ’ εἰς λέοντα ἀλλ’ εἰς λεοντώδη ἄνθρωπον· οὐ γὰρ τὴν φύσιν ἀλλὰ τὴν τῶν σωμάτων μορφὴν μεταμπίσχεσθαι, ὥσπερ ἐπὶ σκηνῆς οἱ τῆς τραγῳδίας ὑποκριταί, οἳ νῦν μὲν τὸν Ἀλκμαίωνα,
25νῦν δὲ τὸν Ὀρέστην ὑποκρίνονται.12

13

Εὐξίθεος Λίνον λίνῳ συνάπτουσι, τὸ τοῦ λόγου, Θεόφραστε, καὶ κακῷ τὸ κακὸν ἰάσαντο. Τί γὰρ ἔδει σώματος τὴν ψυχὴν ἀπαλλάττεσθαι, εἰ πάλιν εἰς σῶμα καταπέμπεται; Περίεργος ἡ τελευτή· ἔδει γὰρ τῶν πονηρο‐
5τάτων ἐπεκτείνειν τὸν βίον, εἰς ὅσον δὴ τὴν τιμωρίαν παρατείνεσθαι. Καὶ ἄλλως, εἰ πρὸς ἀκολασίαν ἐκπέσοι ψυχὴ ὑπὸ μυρίων ἐπιθυμιῶν ὥσπερ δεσποινῶν ἐν τῷδε τῷ βίῳ κρατουμένη καὶ αἰσχρῶς δουλεύουσα, διὰ τοῦτο πάλιν ὑπὸ τὴς δίκης ἐκπεμπομένη εἰς ὀνώδη ἄνθρωπον ἀναβιῶναι ὡς ἂν ἔτι μᾶλλον ἐπιθυμίαις δουλεύοι, κακίας χορηγίαν τὴν τιμωρίαν ἐδέξατο·
10καὶ γίγνεται τῆς ἀκολασίας οὐκ ἀφαίρεσις ἡ τίσις, ἀλλὰ βεβαιοτέρα προσθήκη. Καὶ μὴν ἡ δίκη τῶν παθημάτων ἰατρικὴ νομίζεται, συστέλ‐ λουσά τε καὶ κολοβοῦσα καὶ διατέμνουσα καὶ ὅλως ἐκκόπτουσα, ἀλλ’ οὐ διεγείρουσα οὐδὲ παροξύνουσα οὐδ’ ἑτέραν ἐπινοοῦσα τῷ πάθει τὴν ὕλην· εἰ γὰρ τοῦτο ἦν, παραπλήσιον ἦν ὥσπερ ἂν εἴ τις δικαστὴς λαβὼν
15ἄνθρωπον κλοπῆς ἑαλωκότα οὐ παθεῖν τι κελεύοι, ἀλλ’ εἰς ἱερὰ φοιτῶντα λαμβάνειν ὅ τι βούλοιτο, ὡς ἂν τῆς πλεονεξίας ἀφθόνως ἔχοι καὶ αὐτῷ παρέχοι τῶν ἀναθημάτων ἀδεῶς ἅπτεσθαι, ἐπειδὴ κλοπῆς ἑάλωκε. Νῦν ὁ δεῖνα τῶν ἀγρίων ἐστὶ καὶ τῶν νέων διαφθείρει τὴν ὥραν, αὖθις γι‐ γνέσθω νέος καλός, ὡς ἂν καὶ αὐτὸς ταῦτα πάθοι· ἕτερος, μοιχός, εἰς
20γυναῖκα μεταβαλλέσθω, ὡς ἂν ὑπὸ μοιχείας ὑβρίζοιτο. Αἴγυπτος
Ἰού, ἰού, τῆς ἀτοπίας. Προαγωγὸς ἡ δίκη γίγνεται.13

14

Εὐξίθεος Κελεύει γάρ, ὦ Αἴγυπτε, ὁ πολυμαθὴς Πορφύριος καὶ ὁ ἔνθους Ἰάμβλιχος τὸ ἐφ’ ἡμῖν τοῖς ἐν Ἅιδου δικασταῖς ἀνατιθέντες καὶ τῶν ἀν‐ θρωπίνων πταισμάτων τὴν δίκην αἰτιώμενοι. Τούτοις ἀκολουθεῖν ἡμᾶς
5Θεόφραστος βούλεται. Θεόφραστος Οὐκ ἂν ἔτι βουλοίμην, Εὐξίθεε. Οὔτε γὰρ Συριανὸς οὔτε ὁ Πρόκλος ἐκείνοις συνέπονται, ἀλλ’ ἴδιόν τι καὶ καινὸν εὑρήκασιν. Εὐξίθεος
10 Τί τοῦτο, ὦ Θεόφραστε; Θεόφραστος Τὴν πρὸς ἁρπαγὴν παρεσκευασμένης ψυχὴν οὐκ εἰς ἰκτῖνον μεταβάλ‐ λουσιν, ἄλογον γὰρ εἰς ἄλογον τὴν λογικὴν μετατίθεσθαι, οὐδ’ εἰς ἰκτινώ‐ δη ἄνθρωπον ἐκπέμπουσιν, ἄτοπον γὰρ εἰ πλεονεξίας αἰτία γίγνεται κόλα‐
15σις, ἀλλὰ τὸν μὲν ἰκτῖνον λέγουσι τὴν ἑαυτοῦ ψυχὴν ἔχειν τὴν ἄλογον, τὴν δὲ ἀνθρωπείαν ταύτῃ συνδεδέσθαι καὶ παραμένειν καὶ συμπέτεσθαι· καὶ οὗτος τῆς τιμωρίας ὁ τρόπος. Εὐξίθεος Καινότερον μὲν τὸ εὕρημα, ἀλλ’ ἔτι μᾶλλον καταγέλαστον· εἰ μύρ‐
20μηκι μὲν Ὀδυσσεὺς συνέπεται, οἰκονόμω γὰρ ἄμφω καὶ πολλοὺς πό‐ νους ἀνατλῆναι δυναμένω, σφηκὶ δὲ ὁ Ἕκτωρ συνδέδεται, κορυθαιόλω γὰρ ἄμφω καὶ μαχιμωτάτω, ὁ δὲ δὴ βάτραχος καὶ Κλέων ἦν, θαμὰ γὰρ βοῶσιν ἀμφότεροι, μυῖά τε Ὑπέρβολον ἕλκει, ἀναίδεια γὰρ ἑκατέρου τὸ
γνώρισμα. Καὶ διπλοῦς τις ὢν ὁ μύρμηξ, ὁ σφήξ, ὁ βάτραχος, ἡ μυῖα14

15

διελάνθανεν. Οὐ γὰρ ἄνευ σώματος οὔτ’ Ὀδυσσεὺς οὔτ’ ἄλλος οὐδεὶς συνέπεται, εἴπερ συνέπεται· οὐ γὰρ παντελῶς φὴς τοῦ σώματος ἀπαλ‐ λάττεσθαι τὸν ἔτι τῆς τιμωρίας δεόμενον. Θεόφραστος
5 Οὔμενουν. Εὐξίθεος Πότερον οὖν ἐντὸς τοῦ μύρμηκος Ὀδυσσεὺς ἀποκρύπτεται ἢ τοῦ ποδὸς ἐξήρτηται, καθάπερ τοῦ κριοῦ παρὰ τῷ Κύκλωπι, καὶ ἐπισύρεται, ὅποι ἂν τῷ μύρμηκι δοκῇ; Τί τοῦτο γελᾷς, ὦ Αἴγυπτε;
10Αἴγυπτος Οὐ γὰρ καταγέλαστον μυθολογίας ὑπὸ ἀλαζονείας μηδὲν ἐπαι‐ σθάνεσθαι; Εὐξίθεος Φέρε γάρ, ὦ Θεόφραστε· εἰ ψαρῶν ἀγέλην ἢ γεράνων κλαγγηδὸν πε‐
15τομένων κατίδοις, ἴσως ἂν φαίης τοὺς ἐπὶ στρατιᾶς ἢ σκηνῆς διαταράτ‐ τοντας καὶ ὑβριστὰς καὶ θορυβοῦντας καὶ ἀσελγαίνοντας, τελευτήσαντας, τούτοις τοῖς ὀρνέοις συνδεδέσθαι καὶ βοᾶν οἷάπερ ἐκεῖνα καὶ παν‐ ταχοῦ συνέπεσθαι· εἰ δὲ ἁλόντα τὰ ὄρνεα θύοιτο, τῶν δεσμωτῶν γίγνεται φυγὴ ἡ τῶν ὀρνίθων σφαγή· λύονται γὰρ ἀφανιζομένης τῆς
20ψυχῆς ᾗ συνεδέθησαν· οὐ γὰρ ἀθάνατον τὴν ἄλογον ψυχὴν εἶναι φήσουσι. Τί δέ; Εἰ ταῖς ἀφύαις συνδεθεῖεν αἱ τῶν ἀνθρώπων ψυχαί, εὖ πράττοι δὲ τῶν ἀσπαλιευτῶν ἡ σαγήνη, ἄλλο τι ἢ λυθεῖσαι τῆς τιμωρίας κατα‐ γελάσουσιν; Ὁ γὰρ τῶν ἰχθύων δεσμὸς τῶν ψυχῶν λύσις ἐστι καὶ τῶν
ἀφύων ἡ θήρα ταῖς ἀνθρωπίναις ψυχαῖς ἐλευθερία γίγνεται. Ἤδη δὲ15

16

μελιττουργοὶ τῆς μελίττης ἀπολιπούσης μηχανῶνται τοιόνδε· εἰς οἰκίσκον βοῦν εἰσελάσαντες, παίουσι ξύλοις, ἕως ἂν ἀπείποι· καὶ ὁ μὲν οὕτω πεσὼν προτίθεται· οἱ δὲ τὰς θύρας ἀκριβῶς συγκλείσαντες, ὡς ἂν μηδαμόθεν εἰσδύνοιτο πνεῦμα, τότε μὲν ἀπῆλθον· ἀριθμήσαντες δὲ ἡμέρας τεσσαρά‐
5κοντα καὶ ὕστερον διανοίξαντες, σεσηπότα μὲν τὸν βοῦν εὑρίσκουσι, μυρία δὲ ἀνθ’ ἑνὸς ζῷα περιιπτάμενα· μελιττῶν γοῦν ἐξαίφνης πλήρης ὁ οἶκος ἐφάνη, αἳ τοῦ βοὸς ἐξεγένοντο καὶ τραφεῖσαι βοτρυδὸν τοῖς πτεροῖς ἐχρήσαντο· ταύτας οἱ μελιττουργοὶ παραλαβόντες καὶ θεραπεύσαντες, τὴν τοῦ μέλιτος ἐργασίαν εὖ πράττειν ἐποίησαν. Ἄρ’ οὖν ἡ μία ψυχὴ κερ‐
10ματισθεῖσα εἰς τὰς μυρίας διεσκέδασται, ἃς συλλέξας ὁ βοῦς μόνος κα‐ τεῖχεν, ἢ τὰς πολλὰς ἐκείνας προσκαλεσαμένη τὰς τῶν μελιττῶν ἀγέλας συνέταττε; Ταῦτά μοι καταγέλαστα διαφαίνεταί, σοι δὲ οὐχ οὕτως; Τάχα δὲ ἥξουσι καὶ τέταρτον νεωτεροποιοῦντες. ἀλλ’ ὅση τῶν λόγων ἡ μάχη, τοσαύτη τῶν δογμάτων ἡ πλάνη. Ποῖ φέρεσθε, ὦ Ἀθηναῖοι, ὁτῳοῦν μυ‐
15θολογοῦντι πειθόμενοι; Ὁρᾷς γὰρ ὡς αὐτὸς ἑαυτῷ προστριβόμενος ὁ λόγος, οἷον οἱ πυρφόροι τῶν λίθων, φῶς ἐξέλαμψε καὶ τὰ ἐν σκότει τέως λανθά‐ νοντα διελέγχει καὶ οὐκ ἔτι συγχωρεῖ προβεβιωκέναι τὴν ψυχὴν ἰσχυ‐ ρίζεσθαι. Θεόφραστος
20 Ταῦτά μοι καὶ πρότερον ἐφιζάνοντα πολλάκις ἔστρεφε τὴν διά‐ νοιαν· τῶν δὲ πατρίων αἰδὼς καὶ συμμαχοῦντος ἀπορία κατείργουσα ἐπεῖχεν. Εὐξίθεος Ἐκεῖνο δέ σε πρὸ τῶν ἄλλων οὐκ εἰσῄει; Εἰ προβεβίωκεν ἡ ψυχή,
25ἐμέμνητο ἂν ἢ ἀνεμιμνήσκετο· καὶ γὰρ τὰς μαθήσεις ἀναμνήσεις ἀμέλει16

17

καλοῦσιν οἱ παλαιοί. Εἶτα τοῦ μὲν δημιουργοῦ καὶ τοῦ νοητοῦ κάλλους ἀναμιμνήσκεται, ὅθεν μακρόν τινα χρόνον ἀπέστη, τοῦ δὲ προτέρου βίου καὶ ἐπιτηδευμάτων καὶ παθημάτων καὶ πατρίδος καὶ γονέων παντελῶς ἐπιλέλησται, ὅθεν χθὲς μετῳκίζετο. Καίτοι τίνα λόγον ἔχει τῶν μὲν
5καλῶν ἀναμιμνήσκεσθαι, τῶν δὲ ὀδυνηρῶν ἐπιλελῆσθαι, ὧν μᾶλλον ἐν‐ δύεται καὶ ἐντυποῦται μνήμη; Ἐγὼ μὲν οὖν τὸν υἱὸν ἢ τὸν οἰκέτην ἐφ’ οἷς ἥμαρτε κολάζων, πρὸ τῆς τιμωρίας τὴν αἰτίαν τῆς τιμωρίας πολ‐ λάκις προλέγω ἀξιῶ τε μεμνῆσθαι ὡς μηκέτι τοῖς αὐτοῖς προσπταίειν· ὁ δὲ Θεός, τὰ ἔσχατα καταγνοὺς ἐπιτίμια, οὐκ ἐκδιδάσκει τοὺς πάσχοντας
10ἐφ’ οἷς τὰ ἐπιτίμια, ἀλλ’ ἀφαιρεῖται τῶν ἁμαρτημάτων τὴν μνήμην, ἀκριβῆ τὴν αἴσθησιν τῆς τιμωρίας ἐπάγων; Τί οὖν ὠφέλησε τιμωρία τὴν ἁμαρ‐ τίαν ἀποκρύπτουσα; Τοὐναντίον μὲν οὖν καὶ παροξύνει καὶ εἰς ἀπόνοιαν ἐπαίρει· ῥᾳδίως τε καὶ δικαίως κακίζει τὸν δικαστὴν ἐκεῖνος, εἰ φαῦλον μηδὲν αὐτὸς αὐτῷ συνειδὼς ὑπομένει τὴν τιμωρίαν. Αὐτὸς δὲ ἡμῖν, ὦ
15Θεόφραστε, τοσούτων θεωρημάτων ἀναμνησθείς, σαυτοῦ μόνου ἀμνημονεῖς καὶ οὐκ ἂν ἔχοις εἰπεῖν οὔτε εἰ στρατιώτης ἢ φιλόσοφος γέγονας οὔτε εἰ λαγὼς ἢ λέων οὔτε εἰ κύκνῳ ἢ ἰκτίνῳ συνηκολούθεις; Θεόφραστος Λέγεται Πυθαγόρας ἀναμνησθῆναι ὡς εἴη ποτὲ Εὔφορβος ὁ ἐν Τροίᾳ.
20Εὐξίθεος Ταῦτα λέγων ἠλαζονεύετο, μηχανώμενος πείθειν ὅπερ ἐδίδασκεν, ὡς προβεβίωκεν ἡ ψυχή· ἀπὸ δὲ τῆς αὐτῆς διανοίας ἐν ὀρύγματι λαθὼν ὑπὸ γῆν ἔτη δέκα, ἐξ Ἅιδου δῆθεν ἀνέβη καὶ παρὰ τοῦ Πλούτωνος ἀκηκοέναι λέγων ὡς ἀθάνατος ἡ ψυχὴ διεπιστεύετο. Ταύτης τῆς ἀλα‐
25ζονείας ὕστερον Ἀπολλώνιος ὁ Καππαδόκης ἐραστὴς γενόμενος πρὸς τοὺς Ἕλληνας ἐμυθολόγει περὶ τῶν ἐν Ἰνδοῖς σοφῶν ὡς ἴσασιν οἵτινές ποτε γεγόνασιν, εἰς μάρτυρας ἔξω τῆς οἰκουμένης καταφεύγων· ἀλλ’ ὅμως
ἐλέγχεται· οὔτε γὰρ Κτησίας, πολλὰ καὶ μυθώδη περὶ τῶν Ἰνδῶν συν‐17

18

τιθείς, οὐδαμοῦ τοῦτο μυθολογεῖ, οὔτε Ἀρριανός, ἐπὶ τὸ ἀληθέστερον μᾶλλον ἢ μυθωδέστερον συγγράφων, τοῦ δόγματος ἐμνήσθη, καίτοι τὴν τῶν Βραχμάνων πρὸς Ἀλέξανδρον συνουσίαν ἐκδιδάσκων, ἐν ᾗ παραι‐ νοῦσιν Ἀλεξάνδρῳ πλεονεξίας ἀπέχεσθαι· καὶ ὁ καιρὸς ἀπῄτει τὸ πλάσμα,
5ὡς ἂν τὸν Ἀλέξανδρον, ἐπειδὴ τῶν φαινομένων κατέπληττεν οὐδέν, ἀφανεῖς φόβους ἀναπλάττοντες καταπλήξωσι. Τότε γὰρ ἔδει μᾶλλον δεικνύναι τῆς φιλοσοφίας τὴν ὑπερβολήν, ὅτε περὶ ἀνδραποδισμοῦ καὶ ἀναστάσεως ἐκινδύνευον οἱ ὁμόφυλοι· ἀλλ’ ὅμως οὔτε πρὸς Ἀλέξανδρον τοιοῦτον οὐδὲν ἐπεδείξαντο οὔτε ὕστερον τοῖς Ἕλλησιν ἐπιστέλλοντες καὶ τὴν τῶν
10Ἑλλήνων φιλοσοφίαν διαβάλλοντες καὶ τὴν ἑαυτῶν ἀποσεμνύνοντες οὐδαμοῦ τοῦτο τῆς ἀλαζονείας τὸ εἶδος τῇ ἐπιστολῇ προσέρριψαν. Εἰ τοίνυν μήτε τῶν προτέρων μήτε τῶν ὕστερον μηδεὶς τῷ λόγῳ συμμαρ‐ τυρεῖ, μόνος ὁ Ἀπολλώνιος τὰ ψευδῆ λέγων ἐλέγχεται. Ὁ Ἱερο‐ κλῆς δ’ οὐχ ὁ διδάσκαλος, ἀλλ’ ὁ προβαλλόμενος τὰ θαυμάσια,
15ἄπιστον καὶ τοῦτο προσέθηκεν· ὅτι νέος ἡταιρηκώς, Κερκυραῖος δὲ ὁ νέος, μετὰ ἐραστοῦ Μύρωνος ἔπλει, καθορμισθείσης δὲ τῆς νηὸς εἴς τινα χῶρον ἔρημον, ἀποχωρήσας ὀλοφύρεται ἀναμνησθεὶς ὅτιπερ ἐκεῖ τῶν ἐραστῶν τις ἐν τῷ πρὸ τοῦ βίῳ τῆς ὥρας τοῦ νέου διαμαρτὼν ἀπεπνίγη καὶ δακρύει ὅτι μὴ αὐτῷ πρότερον ἐχαρίσατο. Οὔκουν γελοῖον εἰ ὁ μὲν
20ἡταιρηκὼς ἀναμιμνήσκεται, Σωκράτης δὲ ἂν ἀμνημονεῖ καὶ Πλάτων καὶ οὐδὲν εἰδέναι τῶν πρόσθεν ἀλαζονεύονται; Καὶ μὴν παρὰ Χαλδαίοις καὶ Αἰγυπτίοις καὶ Ἕλλησιν οἱ τὰς τελετὰς ἀγείροντες καὶ γοητεύειν τῶν πάλαι τελευτησάντων τὰς ψυχὰς ἐπαγγελλόμενοι καὶ ταῖς ἐπῳδαῖς ἄγειν τε καὶ ἕλκειν ὅποι ἂν ἐθέλωσιν, εἰ τὴν Ὁμήρου ψυχὴν ἐθέλοις καλεῖν,
25εἰ τὴν Ὀρφέως, εἰ τὴν Φορωνέως, εἰ τὴν τοῦ Κέκροπος, ἀλεκτρυόνας18

19

θύοντες καὶ χαρακτῆρας ὑπογράφοντες, λέγουσι προκαλεῖσθαι καὶ δει‐ κνύναι. Καίτοι εἰ ὁ μὲν ἀηδών, ὁ δὲ κύκνος, ὁ δὲ ἄνθρωπος, ὁ δὲ λέων ἐγένετο, πῶς ἥξουσι καλούμενοι, εἰ μὴ τὸ ὄρνεον καὶ τὸ θηρίον καὶ τὸν ἄνθρωπον ἄψυχον ἀπολιπόντες ἥξουσι; Πῶς δὲ ὁ κύκνος εἴσεται ἢ λέων
5ὅτι ἄνθρωπός ποτε ἐγένετο, ὅτε οὐδὲ ὁ ἄνθρωπος εἴσεται; Καίτοι κἀκεῖνοι ταῖς τελεταῖς σοφίζονται· οὐ γὰρ τὸν σὸν πατέρα οὐδὲ τὸ γύναιον ἔδει‐ ξαν, ἀλλὰ χαλεπόν τινα δαίμονα τὸν πατέρα καὶ τὸ γύναιον ὑποκρινό‐ μενον· ἅμα γοῦν ἀνέσχεν ὁ ἥλιος καὶ τὸ φάσμα διαλύεται. Οὕτω γραὸς μυθολογία τὸ θρυλλούμενον καὶ πιθανὸν οὐδέν.
10Θεόφραστος Εὖ λέγειν μοι δοκεῖς καὶ οὐκ ἀγεννῶς ἀντιτετάχθαι. Ἀλλ’ εἰ παν‐ τελῶς τὸν πρότερον τῆς ψυχῆς βίον ἀνέλοιμεν, ἀταξία δοκεῖ τὸ γιγνό‐ μενον, εἰ κακοὶ μὲν εὖ πράττουσιν, ἀτυχοῦσιν δ’ ἀγαθοί. Εὐξίθεος
15 Ἀποκρινοῦμαι, εἴ σοι ἥδιον. Ἀλλ’ εἰπέ μοι τίνα φὴς ἀτυχίαν; Ἢ νόσον λέγεις καὶ πενίαν καὶ τὸ στρεβλοῦσθαι παρὰ τῶν μοχθηρῶν καὶ παίεσθαι καὶ τὸ ὅλον ἀναιρεῖσθαι; Θεόφραστος
Ταῦτά φημι.19

20

Εὐξίθεος Ἀλλὰ τοῖς μὲν πρὸς πλοῦτον καὶ δυνάστειαν καὶ ἡδονὴν ἐπτοη‐ μένοις ἥρμοττεν ὁ λόγος, Θεοφράστῳ δὲ οὐκέτι. Οὐ γὰρ ἀμνημονεῖς ὅτι πενία καὶ νόσος καὶ θάνατος οὔτε αἰσχρὰ οὔτε κακὰ Σωκράτει καὶ
5φιλοσοφίᾳ δοκεῖ, εἴγε πολλοὺς πολλάκις ὠφέλησεν. Αὐτὸς μὲν οὖν ὁ Σω‐ κράτης ἐπὶ πενίᾳ μέγα φρονεῖ καὶ πλοῦτον αὐτὴν ὀνομάζει καὶ φιλοσοφίας φυλακήν, ὥσπερ καὶ τὴν νόσον τῷ Θεάγει μέγα πρὸς φιλοσοφίαν ἔφη συμβαλέσθαι, οὕτως λέγων, εἴ τί που μέμνημαι· «Ἀλλὰ μὴν καὶ Θεάγει τῷ ἡμετέρῳ ἑταίρῳ πάντα συμβάλλεται πρὸς τὸ ἐκπεσεῖν φιλοσοφίας, ἡ
10δὲ νοσοτροφία κατείργουσα ἐπέχει». Ὁ δὲ δὴ Πλάτων, ἔρρωτο γάρ, νοσῶδες χωρίον καταλαβὼν ἐνδιέτριβε, τῆς ὑγιείας τὸ πλέον ἀφαιρούμενος καὶ σωφροσύνην τῆς ῥώμης ἀντικαταλλαττόμενος· τὸν δὲ θάνατον κακῶν ἐλευθερίαν καὶ λύσιν μάλα σεμνῶς ὀνομάζει, διδάσκων ὡς ὁ θεὸς ἐλεήσας τὸν ἄνθρωπον θνητὰ καὶ τὰ αὐτοῦ δεσμὰ πεποίηκεν. Εἰ τοίνυν ἀγαθῶν
15αἴτια, πῶς ἂν εἴη κακά; Ἀκολασία δὲ καὶ πλεονεξία καὶ ἄνοια καὶ δειλία τὰ αἴσχιστα τῶν κακῶν ἔστι τε καὶ λέγεται, ὧν οὐδὲν μέτεστι τοῖς ἀγαθοῖς, ἀεὶ δὲ πάρεστιν εὐδαιμονία καὶ οὐ θέμις ἀφίστασθαι, εἴγε σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ φρόνησις ἀληθὴς εὐδαιμονία, ὧν οὐδὲν ἀπολείπει τοὺς ἀγαθούς. Οὐδ’ ἀφαιρήσεται τούτων ὁ ἀδικεῖν προῃρημέ‐
20νος· οὐ γὰρ δύναται· ἀλλὰ τὸ μὲν βαλάντιον περικόπτειν καὶ τὸ σῶμα20

21

διατέμνειν δύναται, παρασπάσαι δέ τι τῆς εὐδαιμονίας ἀδύνατος· ἀλλὰ τῶν μὲν ἄλλων ἐπικρατεῖ, ἀρετὴ δὲ ἀδέσποτον καὶ τὸ αὐτεξούσιον ψυχῆς λογικῆς κάλλιστον ἀξίωμα, αὕτη πρώτη πρὸς ἡμᾶς καὶ μεγίστη τοῦ Δημιουργοῦ δωρεά, ἣν ἐγὼ παντὸς μᾶλλον ἀσπάζομαι καὶ πλείστην οἶδα
5τῷ δεδωκότι τὴν χάριν. Τί γὰρ ἐλευθερίας σεμνότερον, ἣ παραλαβοῦσα θεὸν τὸν ἄνθρωπον ἀπεργάζεται; Θεόφραστος Ἆρ’ οὖν οὐκ ἄμεινον ἦν ἀγαθοὺς ἀνάγκῃ γενέσθαι ἢ ἐλευθερίας ὀνόματι ἐξεῖναι κακίαν ἀναιρεῖσθαι;
10Εὐξίθεος Καὶ τίς αὕτη γένοιτο ἂν ἀρετὴ δουλεύειν ἠναγκασμένῃ ψυχῇ; Βίαιον γὰρ οὐδὲν κάλλιστον μάθημα οὐδ’ ἀνάγκῃ τι γιγνόμενον πρὸς εὐφη‐ μίαν ἐπιτήδειον. Πῶς δ’ ἀμείνων ὁ ἄνθρωπος ἦν, εἰ λίθος ἦν ὅποι βού‐ λοιτο ὁ τεχνίτης περιφερόμενος ἤ τινα φθόγγον ἀφ’ ἑαυτοῦ παρεχόμενος,
15ὃν εἰς τὴν ὅλην ἁρμονίαν ὁ Δημιουργὸς συντάττει καλῶς; Θεόφραστος Ἀλλὰ θαυμάζω, ὅτι μὴ τὴν τῶν φαυλοτέρων μισήσας κακίαν καὶ τῶν ἐπιεικῶν συγκαταλύει τὴν ἐξουσίαν. Εὐξίθεος
20 Τί δέ; Οὐ χαριέστερον ἀγαθῶν ἕνεκα τῆς τῶν κακῶν ἀπειθείας ἀνέχεσθαι ἢ διὰ τὴν τῶν φαύλων ἀκοσμίαν τῶν κρειττόνων τὸν κόσμον ἀποσείεσθαι; Φέρε γάρ· εἴ τις γεωργεῖν ταχθείς, καὶ γεωργὸς ὀνομα‐
ζόμενος, τὰς ἀμπέλους ἀποδράς, εἰς ἄστυ δραμών, ἑταίραν ἐξαίφνης κα‐21

22

ταμαθὼν κάλλει καὶ χρυσῷ διαλάμπουσαν μύρου τε ὄζουσαν καὶ προσπαί‐ ζουσαν εὐφυῶς καὶ αἱμύλα φθεγγομένην, ἐκπλαγεὶς ταύτῃ συνέποιτο τῶν βοτρύων ἐπιλελησμένος· ὁ δὲ τῆς γεωργίας αὐτῷ κοινωνῶν, πυθόμενος τοῦ ἑταίρου τὸν ἔρωτα, νεανικώτερον τῶν ἔργων ἀντέχοιτο καὶ τὰς ἀμ‐
5πέλους ἔτι μᾶλλον θεραπεύοι, ὥστε τοῦ ἀτακτοῦντος ἐκπληρῶσαι τὴν χρείαν· εἰ σὺ τῶν ἀγρῶν δεσπότης ἐτύγχανες, ἆρα τὸν σωφρονοῦντα καὶ ἐργαζόμενον διὰ τὸν ἐρῶντα καὶ ἐν ἄστει μεθύοντα τῆς οἰκίας ἂν ἐξέκλειες; Θεόφραστος
10 Οὔμενουν. Δεινῶς γὰρ ἄν μοι τὸ χωρίον ἐξηγρίωτο. Εὐξίθεος Οὔκουν τὸν γεωργοῦντα μᾶλλον ἐπαινεῖς, ὅτι ἐξὸν εἰς ἄστυ βαδίζειν καὶ τῷ ἐρῶντι συμπίνειν, ὁ δὲ καλοὺς ἱδρῶτας ἡδονῆς ἀντικαταλλάττεται; Θεόφραστος
15 Πάνυ μὲν οὖν, εἴπερ ἐθέλω μοι τοὺς βότρυς εὖ πράττειν. Ἀλλ’ ἔ‐ δει τοὺς μὲν ἀγαθοὺς διασῴζειν, τοὺς δ’ αὖ φαυλοτέρους ἢ τὴν ἀρχὴν μὴ ποιεῖν ἢ γενομένους εὐθὺς διαφθείρειν. Εὐξίθεος Εἶθ’ ὁ μὲν τοῦ Σόλωνος νόμος οὐκ ἐᾷ νόμον ἐπ’ ἀνδρὶ τιθέναι, ἀλλ’ ἢ
20τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις· σὺ δὲ οὐκ ἐᾷς κοινὸν εἶναι τοῦ με‐ γάλου νομοθέτου τὸν νόμον οὐδὲ συγχωρεῖς τὸν αὐτὸν ἐπὶ πᾶσιν ἀν‐ θρώποις τίθεσθαι, ἀλλ’ εἰσὶν οὓς ἀφορίζεις, κελεύων τοὺς μὲν κατασπεί‐
ρειν καὶ τρέφειν, τῶν δὲ πρεσβυτέραν εἶναι τοῦ τόκου τὴν τελευτήν.22

23

Οὐκοῦν μηδὲ ὁ ἥλιος ἅπαντας θερμαινέτω μηδ’ ἡ γῆ καρπὸν ἅπασι φερέτω. Ἢ τοῦτο μὲν λέγειν περίεργον, ἐθέλεις δὲ τὸν ἄνθρωπον ἅπαντα κατορθοῦν καὶ μηδὲν διαμαρτεῖν; Σφόδρα θαυμάζεις τὸν ἄνθρωπον, διὸ θαυμάζεις, εἴ τι διήμαρτεν. Ἀλλ’ ἔστιν οὐ τῆς πρώτης λογικῆς μερίδος,
5ἀλλὰ τῆς ἐσχάτης ὁ ἄνθρωπος, ὃς ψυχῆς μὲν ἀθανασίᾳ καὶ λόγῳ τῶν ἀλόγων ἐπικρατεῖ, φθορᾷ δὲ σώματος καὶ τροφῆς ἐνδείᾳ τῶν ἄνω λογικῶν οὐσιῶν ἀπολείπεται. Οὐκ ἄρα παράδοξον τῶν γιγνομένων οὐδέν. Εἰ μὲν γὰρ μονωθεῖσα τοῦ σώματος ἡ ψυχὴ πρὸς ἐπιθυμίαν καὶ ὀργὴν ἐξήγετο, θαυμαστὸν ἦν· νῦν δὲ μετὰ σώματος ἔδει τῶν τῇδε σωμάτων ἐπιμελεῖσθαι,
10ὃ τροφὴ διασῴζεται. Οὐκοῦν ἐπιθυμείτω καλῶς καὶ μετρίως, φησὶν ὁ Δημιουργός. Ἢ πόθεν τὸ παιδίον ἄρτι γενόμενον τοῦ γάλακτος ἐφίεται καὶ πρὸς τὸ λυποῦν ὀργίζεται ἢ ἵνα τὸ μὲν προσιέμενον, τὸ δὲ ἀμυνόμενον σωθείη; Τὸ μὲν οὖν κατὰ φύσιν ζῆν καλὸν καὶ διασῴζεται, τὸ δὲ παρὰ φύσιν αἰσχρὸν καὶ κολάζεται, τὸ δὲ ὑπὲρ τὴν φύσιν μέγα καὶ τιμῆς ἄξιον.
15Εἰ δὲ τὰ ἔσχατα ὅτι μὴ πρῶτα διαγράψοιμεν, οὐκ ἂν φθάνοιμεν πᾶσαν τάξιν διαλύοντες; Φέρε γάρ, εἰ τὸν λίθον ἐκβάλλειν ἐθέλοιμεν, ὅτι μὴ καρποὺς οἷα τὰ φυτὰ δίδωσι, τὰ δὲ φυτὰ διαβάλλειν, ὅτι μὴ τὴν γῆν οἷα βοῦς ἐργάζεται, τὸν δὲ βοῦν κακίζειν, οὐ γὰρ τῷ γεωργῷ παραπλη‐ σίως βούλεται, ὁ δὲ γεωργὸς αὐτὸς ἀπελαυνέσθω, ὅτι μὴ ταῖς ἄνω δυ‐
20νάμεσιν ἐξ ἴσου τροφῆς ἠμέλησεν· εἶθ’ ὑπ’ ἀλόγου σοφίας μέχρι τῶν θείων ἀναβαίνοι τις, ὡς οὐδὲ αἱ ἄνω δυνάμεις δημιουργεῖν, ἀλλὰ τῷ Δημιουργῷ διακονεῖν ἐτάχθησαν· εἰ ταῦτα ποιοῖμεν, τί τῶν ὄντων κατὰ χώραν ἑστάναι καταλείψομεν; Ἀλλ’ εὐμενὴς μὲν ὁ Δημιουργὸς εἴη, πάντα δὲ κατὰ τάξιν μενέτω. Σμικρὸν γὰρ τῶν γενομένων οὐδέν, ἀλλὰ
25πάντα καλὰ καὶ μεγάλα καὶ τεταγμένα· καὶ ὁ λίθος καλός, εἰ λίθος, καὶ τὸ δένδρον, εἰ δένδρον· καὶ ὁ λέων καλός, κἂν ἐπίοι κατὰ λόγον τῆς ἀλόγου ζωῆς· οὐ γὰρ ἦν ἐπ’ αὐτῷ τῆς ἀλογίας κρεῖττον
οὐδέν, διόπερ ἀνεύθυνος, ὅ τι ἂν παράλογον ποιοῖ. Ἐσπουδασμένον δέ23

24

τι χρῆμα καὶ χάριεν ἄνθρωπος, ὅταν ἄνθρωπος ἦ, μέχρι τοῦ ἀγαθοῦ καὶ τῆς τοῦ ἀγαθοῦ σοφίας ἀναβαίνων, ἀλλὰ καὶ τροφῆς ἐφίεται καὶ τῶν λυπούντων αἰσθάνεται· ἀμφότερα γὰρ ὁ ἄνθρωπος· νοῦς ἀγαθὸς ἀλόγῳ σώματι χρώμενος, αὐτοκράτωρ δὲ γενόμενος, κατ’ ἐξουσίαν ἄνω καὶ κάτω
5μεταχωρεῖ, ἕτερον αἱρούμενος πρὸ ἑτέρου· τοῦτο γὰρ ἡ ἀνθρώπου προαί‐ ρεσις δύναται. Καὶ τεταγμένη μὲν ἡ τοῦ λόγου δύναμις καὶ ἀρχή, ἄτα‐ κτος δὲ φορὰ ἡ τοῦ ἀλόγου σπουδή, εἰ μὴ λόγῳ ῥυθμίζοιτο. Κἂν ὁ λόγος ἀργήσῃ διὰ ῥαθυμίαν καὶ ὄκνον ἢ δι’ ἀπαιδευσίαν καὶ τὴν κάτω σχολὴν καὶ τὴν τῶν ἄνω λήθην, ἐπιθυμία καὶ θυμός, οἷον ἵππων ζεῦγος ἐκ‐
10πεσόντος τοῦ ἡνιόχου, συνταράττεται· ἀλλ’ οὐκ ἀνεύθυνον τὸ πρᾶγμα· ὁ γὰρ ἀγωνοθέτης προϋπέδειξε τὰ γυμνάσια καὶ ὅσα δεῖ τὸν ἀγωνιστὴν ἀσκεῖν προεκήρυξεν· ὧν ἀμελήσας, ὁ λόγος δίδωσι δίκας οὐχ ὧν ἐποίησεν, ἀλλ’ ὧν μὴ ἐποίησεν, οὐδ’ ὧν ἔδρασεν, ἀλλ’ ὧν περιεῖδεν. Ὁ γὰρ τοῦ ἀλόγου τὴν ἀταξίαν παῦσαι δυνάμενος λόγος, περιορῶν δέ, ἀληθέστερον
15αὐτὸ διαπράττεται. Οὐκ ἄρα τῷ ἐν ἡμῖν παιδὶ τὴν ἀρχὴν ἐπιτρεπτέον ἢ μὴ θαυμάζειν εἰ πάντα ἄνω κάτω γένοιτ’ ἂν τὰ ἡμέτερα· πολλῶν γὰρ ὁ παῖς ἐπιθυμεῖ, ἀλλ’ ἀρίστη διάνοια καὶ θυμὸς ταύτῃ συμμαχῶν κωλύει καὶ συστέλλει τὰς μυρίας ἐπιθυμίας. Εἰ δὲ ἀγριαίνει ἡ τοῦ χείρονος δυ‐ ναστεία, τοῦ ἀμείνονος γίγνεται ταραχή, ἣν θεραπεύειν ἔστι· πολλὰ γὰρ
20τὰ φάρμακα, ἀγαθὴ τροφὴ καὶ παιδεία καὶ λόγος καὶ νόμος καὶ ἡ τῶν καλῶν μελέτη καὶ συνήθεια καὶ ἐπιστήμη καὶ ἡ τοῦ παντὸς τάξις. Καὶ μὲν δὴ τῶν ἐπιρρεόντων ἡ μετάστασις ἱκανὸν διδασκάλιον σωφροσύνης τοῖς ὁρῶσίν ἐστιν· οἷον εὐθὺς συχναὶ τῶν χρημάτων αἱ μεταβολαί, αἳ τοὺς μὲν πλεονεκτεῖν ἐφιεμένους ἐκδιδάσκουσιν, ὡς οὐδὲν βέβαιον πολλῷ
25ῥεύσαντες ἱδρῶτι προσεκτήσαντο, τοὺς δὲ γυμνωθέντας παρεμυθήσαντο,24

25

ὡς ἀπίστου καὶ ἀφυλάκτου πράγματος ἀπηλλάγησαν. Ὁ δὲ μηδὲν τούτων διανοηθείς, ἡσυχίαν ἄγειν οὐ δύναται, ἀλλὰ συνταραχθεὶς εἰκῇ φέρεται καὶ οἷον ἐν σκότῳ προσπταίων λοιδορεῖται, οὐδὲν εἰδὼς τῶν ἐν μέσῳ προκειμένων καλῶς, ἀλλ’ αὐτὴν ἀμαθῶς ἀγνοήσας τὴν ἄγνοιαν δι‐
5πλάσιον νοσεῖ, οὔτ’ αὐτὸς θεωρῶν καὶ τὰ ἐν ποσὶ διαβάλλων καὶ οὐκ ἐθέλων τὸ γιγνόμενον, ἀλλ’ ὅπερ ἂν αὐτῷ δοκῇ τοῦτο καλὸν καὶ χρήσιμον ὑπολαμβάνων. Ὥστε ἂν ἀδικήσῃ μὲν τὸν ἀγαθὸν ὁ φαῦλος, αὐτὸς ἐξ ἀλογίας παρωξυμμένος, Θεὸς ἀναίτιος· ἀδικήσῃ δὲ τὸν προσπε‐ σόντα, οἷον τοξότου βάλλοντος ἀνάγκη τὸν προστυχόντα τρωθῆναι, ὁποῖός
10ποτ’ ἂν ᾖ. Ἀλλ’ ὁ μὲν πλεονέκτης οὐ κατὰ τάξιν χωρεῖ· ὁ δὲ Θεὸς τῆς πλεονεξίας τὴν ἀταξίαν εἰς τάξιν ἄγει, οἷον ἄριστος τεχνίτης πρὸς τὸ κοινὸν τῆς ἐργασίας καλῶς τῷ φανέντι χρησάμενος καὶ τὸ ἀπερριμμένον εἰκῇ καὶ τοῖς ἄλλοις ἄχρηστον ἐκκαθαίρων καὶ συναρμόζειν ἀναγκάζων καὶ πρὸς τὸ ὅλον συντάττων. Ὥστε τὸ γιγνόμενον ἀδίκημα τῷ μὲν ποιή‐
15σαντι κακὸν καὶ ἀδίκημα καὶ οὐκ ἂν ἀφεθείη τῆς αἰτίας ὁ δράσας οὐδὲ ἀποδιδράσκει τὴν δίκην· τῷ δὲ παθόντι οὐ κακὸν ἀλλὰ χρήσιμον, εἴγε προσθήκην εὐδαιμονίας αὐτῷ τὸ πάθος προυξένησε καὶ εἰς ὄφελος τῷ κοινῷ συντάττεται, ἐπεὶ παράκλησις ἱκανὴ τοῖς εὖ φρονοῦσι πρὸς ἀρετὴν τὸ μὴ φόβῳ θανάτου τὸν ἀγαθὸν φεύγειν ἀρετήν. Διὰ τοῦτο γὰρ αὐτὴν
20ὁ Θεὸς περιουσίας καὶ δυναστείας καὶ ἡδονῆς γυμνὴν ἔστησεν, ὥστε τοὺς ἀγαθοὺς ἀγωνιστὰς μὴ ἕνεκά του τὴν ἀρετὴν αἱρεῖσθαι, ἀλλ’ αὐτῆς ἕνεκα, ὡς ἂν μὴ συνταράξωσι πάθει τὴν ἀρετήν· καὶ τὰ ἀλγεινὰ τῶν καλῶν ἡγεῖσθαι συγχωρεῖ οἷον ἀγωνοθετῶν καὶ βουλόμενος ὅλην τῆς ψυχῆς ἀνακινῆσαι τὴν δύναμιν, ὡς ὑπὲρ τοῦ καλοῦ τηλικοῦτον κίν‐
25δυνον ἀνατλῆναι δύναται, ὥστε τῆς ἰσχύος οὐκ ἀσθενείας ἐπίδειξις ἡ
συμφορὰ γίγνεται. Καὶ ἄλλως, εἰ ἀγαθὸς ὁ παθών, εἰς ἀγαθὸν ἡ τελευτὴ25

26

τούτῳ συμβαίνει· ἔστι γὰρ ἔστι καὶ τελευτήσαντα ζῆν ὡς ἀληθῶς καὶ μέχρι τῆς πρώτης ἀρχῆς ἀναβαίνειν καὶ μηκέτι δεδιέναι μεταβολήν, ἀλλ’ ἀθάνατον ἔχειν εὐδαιμονίαν καὶ τρυφὴν ἐμπρέπουσαν ψυχῇ καθαρᾷ. Ταῦτα γὰρ ἀρετῆς ἆθλα νομίζεται, οὐ τυραννὶς οὐδὲ πλούτου πε‐
5ριουσία, ἃ πολλοὺς πολλάκις μεταβέβληκε δεσπότας καὶ οὔτε ἀγαθὰ ταῦτα, εἴπερ καὶ κακῶν αἴτια, οὔτε ἀθάνατα, ἀλλὰ σκιοειδῆ φαντάσματα καὶ ἐφήμερα. Ἐνίοτε σπεύδει μὲν πρὸς ἀρετὴν ὁ ἄνθρωπος, ὤλισθε δὲ καί τι παράνομον ἢ διεπράξατο ἢ διενοήθη· καὶ ἡμῖν μὲν εὖ ἔχειν δοκεῖ· τὰ γὰρ ἡμέτερα προκαλύμματα καὶ τὰ ἐκείνου ἐμποδὼν γίγνεται σαφῶς
10τὰ ἔνδον θεωρεῖν καὶ θαυμάζομεν ἤν τι πάθῃ τῇ τῆς αἰτίας ἀγνοίᾳ· τῷ δὲ δικαστῇ γυμνὰ πάντα καὶ κατιδὼν τὸν ἄνθρωπον τὰ μὲν ἄλλα πράττοντα καλῶς, μικρὸν δέ τι αὐτοῦ λελωβημένον, ἰάσιμον δὲ φαρμάκῳ, ἐνταῦθα συγχωρεῖ παθεῖν τι αὐτὸν καὶ ἀποτίσαι, ὥστε καθαρὸν γενό‐ μενον τῶν ἐκεῖ καλῶν καθαρῶς ἀπολαύειν. Εἰ δέ τις ἀδικῶν ἄλλον
15παρ’ ἄλλου πάθοι κακῶς, αὐτὸς μὲν πέπονθε δικαίως, ὁ δὲ δράσας ἀδίκως ἐπέθετο καὶ οὐ μή ποτε ἐκφύγοι. Θεὸς δὲ ἀμφότερα συνέταξε καὶ τὸν πεισόμενον τῷ ἐπιτηδείῳ ποιῆσαι τοῦτο ὃ παθεῖν ἐχρῆν ἐκεῖνον εἰς ταὐτὸν συνήγαγε καὶ ἑκάστου οἷον φθόγγου ἀφ’ ἑαυτοῦ τὴν φωνὴν ἀφιέντος, τὴν μὲν βελτίω, τὴν δὲ χείρω, καὶ τοῦ μὲν ποιοῦντος, τοῦ δὲ
20φάσκοντος, μίαν ἐπ’ αὐτοῖς ὅμως ἁρμονίαν συνεστήσατο. Καὶ οὐ διὰ τοῦτο κακὸν ἐγένετο ὡς ἂν συνταχθείη, ἀλλ’ ἐπειδὴ ἐγένετο παρ’ ἡμῶν ἀπὸ τῆς Προνοίας συνετάττετο. Δύναμις δὲ καὶ τοῦτο μεγάλη, καλῶς καὶ τοῖς κακοῖς χρήσασθαι καὶ τοῖς ἐξ ἡμῶν ἀμόρφοις γενομένοις εἰς μορφὰς ἑτέρας συντελεῖν δύνασθαι. Οὕτω δὴ ταῖς ψυχαῖς τὸ κατ’ ἀξίαν συλλέ‐
25γεται καὶ τὸ πεπονηκὸς θεραπεύεται καὶ τὸ κοινὸν διασῴζεται. Πλουτείτω26

27

δὲ καὶ ὑγιαινέτω τέως ὁ πονηρός, φησὶν ἡ τῆς Προνοίας φιλανθρωπία· ἢ γὰρ τῇ θεραπείᾳ γένοιτ’ ἂν βελτίων, καθάπερ οἱ παῖδες ἡδονῇ τινι πρὸς τέχνην παρακαλούμενοι, ἢ ἐξελεγχθεὶς καὶ πᾶν ὅ τι τῆς ψυχῆς ὕπουλον γυμνώσας καὶ ὅλον ἑαυτὸν ἐπιδειξάμενος, αὐτὸς ἑαυτῷ προευ‐
5τρεπίζει τὴν φλόγα, πολλὴν ὕλην ἐπηρμένος, κἀνταῦθα πεσὼν οὐδεμίαν ἕξει παραίτησιν οὐδὲ συγγνώμην. Οὐ γὰρ ἂν ἔχοι σκήπτεσθαι ὅτι δι’ ἀ‐ πορίαν χρημάτων οὐκ ἐβοήθει τοῖς εὖ παθεῖν δεομένοις, ἐπλούτει γάρ, οὐδ’ ὅτι δυναστείας ἐνδείᾳ περιεώρα ἀδικουμένους, ἐτυράννει γάρ, οὐδ’ ὅτι ἀρρωστίᾳ τοῦ δύνασθαι ἡττήθη τῶν ἡδονῶν, ῥώμη γὰρ σώματος
10προσῆν. Βούλεται γὰρ ὁ δικαστὴς δι’ ὑπερβολὴν δικαιοσύνης οὐκ ἀμ‐ φίβολον εἶναι τὴν κρίσιν, ἀλλ’ ὥστε τὸν ἑαλωκότα καὶ πάσχειν καὶ τοῦ δικαστοῦ θαυμάζειν τὴν ψῆφον. Εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, καλῶς ἂν ἠπόρουν, εἴ τις πονηρὸς ὢν ἐν τυραννίδι τὸν βίον ἐτελεύτησε· νῦν δέ, ἐπείπερ ἀθάνατος ἡ ψυχή, οὐδὲ εἰς Ἅιδου μεταχω‐
15ρήσασα φεύγει τὴν δίκην, ἀλλ’ ἐκεῖ μάλιστα τῆς τιμωρίας αἰσθάνεται, εἰς Τάρταρον πεσοῦσα ὅθεν οὔποτε ἐκβήσεται· ὥστε ἕρμαιον τοῖς κακοῖς ἐνταῦθα νοσεῖν τε καὶ ἀπορεῖν καὶ δουλεύειν. Ἤδη γάρ τις ἐν τῷ ἰδιω‐ τεύειν μικρὰ διαμαρτών, τῆς τῶν μελῶν ἁρμονίας αὐτῷ διαλυθείσης, τὴν αἰτίαν μαθὼν καὶ ταύτην ἐκδακρύσας, τῆς ἐν Ἅιδου τιμωρίας ἀπηλ‐
20λάγη· ἕτερος δὲ ἐκκοπεὶς τὼ ὀφθαλμὼ καὶ παράδειγμα τῆς δίκης τῇδε γενόμενος, μισήσας τὴν τοῦ πάθους ὑπόθεσιν, ἐλεύθερος ἀφείθη. Θεόφραστος Καλῶς, ὦ γενναῖε, τὰ ἀπόρρητα δημηγορεῖς. Ἀλλ’ ἐκεῖνος μέν,
ἠδίκει γάρ, τῶν ὀφθαλμῶν ἀφῄρηται, τὸ δὲ παιδίον τυφλὸν ἄρτι τεχθέν,27

28

εἰ μὴ προβεβίωκεν, οὐδὲ προδιήμαρτε. Πῶς γάρ; Πόθεν οὖν, εἰπέ μοι, τῶν ὀφθαλμῶν ἡ νόσος; Εὐξίθεος Τούτων ἔγωγε τὰ πολλὰ σώματος συντυχίαν, οὐ ψυχῆς τιμωρίαν
5εἶναι λογίζομαι· τῆς γὰρ ἀρχῆς μὴ ἀρχούσης, ἀνάγκη τὰ ἑπόμενα συμ‐ φύρεσθαι. Τί γὰρ ἂν συνέχοι, διαλυθέντος ἐκείνου ἐξ οὗ τὸ ὅλον ἐξήρ‐ τηται; Ἢν μὲν οὖν ἡ τοῦ σπέρματος ἀρχὴ καὶ δύναμις τῆς ὕλης ἐπι‐ κρατῇ, συνιστάμενον ὑπὸ τοῦ δημιουργοῦντος καὶ σχηματιζόμενον καὶ διακοσμούμενον καλὸν τὸ κύημα καὶ οἷον ἔμψυχον ἄγαλμα γίγνεται· τῆς
10δὲ γονῆς μαραινομένης θερμότητος ἐνδείᾳ καὶ τῆς ὕλης ἐπανισταμένης ὑγρότητος περιουσίᾳ, τὸ εἶδος ἐπικλύζεται καὶ μᾶλλον ὀλισθαίνει καὶ ὅλως κατέδυ καὶ εἰς τοὐναντίον ἀνάγκη τὸ φυόμενον μεταβάλλειν· ἐναν‐ τίον δὲ δυνάμει μὲν ἀδυναμία, τῷ δὲ ἐρρωμένῳ τὸ διεφθαρμένον, τῷ δὲ ὑγιεινῷ τὸ νοσερόν. Καὶ ταύτῃ μᾶλλον τὰ ἀσθενῆ καὶ τερατώδη καὶ
15λελωβημένα τῶν παίδων γίγνεται· ἐντεῦθεν τοῦ μὲν περιττὸς δάκτυλος ἐξήρτηται, τοῦ δὲ ἀφῄρηται, καὶ τὸ μὲν παρῆλθε τὴν φύσιν, τὸ δὲ κατό‐ πιν ἐγένετο, καὶ ὁ μὲν ἐκ γένους τι φθινῶδες ἐπισύρεται, τοῦ δὲ ἀτελὴς ὁ ὀφθαλμὸς διέμεινεν, ὁ μὲν τοὺς πόδας διέστραπται, ὁ δὲ συνεσταλμένην εὗρε τὴν δεξιάν. Καὶ τούτων οἱ μὲν εἰς ἄκρον φιλοσοφίας ἀνέβησαν καὶ
20οὐδὲν ἐμποδὼν ἐγένετο παρακεκομμένον τὸ σῶμα, οἱ δὲ εἰς κακίαν ἐκ‐ πεπτωκότες οὐ πράττουσιν ὅσον ἐθέλουσι καὶ γίγνεται ψυχῆς αὐτοῖς φυλακὴ ἡ τοῦ σώματος βλάβη, καὶ σωτηρία μᾶλλον οὐ τιμωρία τὸ πά‐ θος τοῖς ὁρῶσιν ἐφάνη. Οἱ δὲ οἷον ἐν σκότει πλανηθέντες καὶ τῆς αὑτῶν ψυχῆς τὸ ὄμμα πεπηρωμένον καὶ ἀτελὲς καταλιπόντες, τοῦ τυφλοῦ τὴν
25ψυχὴν ὥσπερ ἐν Ἅιδου τιμωρουμένην ἤδη κακίζουσιν. Ἔχω δέ σοι καὶ28

29

ἕτερον λόγον ἀπόρρητον διεξιέναι. Οὐ τὸ παρὸν μόνον βλέπει τῆς Προ‐ νοίας ὁ νόμος, ἀλλὰ καὶ τὸ μέλλον γίγνεσθαι, καὶ οἷς προσήκει τὴν ἀξίαν ἐκεῖθεν τάττει· τὸν μὲν γενέσθαι δοῦλον ἀφῆκε, χαλεπὸς γὰρ ἂν δεσπότης ἐφάνη, τὸν δὲ πένητα καταλέλοιπε, κακῶς γὰρ ἂν ἐχρήσατο
5πλούτῳ· ὁ δέ, ἤμελλε γὰρ ἐξαπατᾶν καὶ κολακεύειν καὶ ὀξέως τὸν προσ‐ πεσόντα θηρεύειν, συνεθλάσθη τὴν κεφαλήν, ἔνθα μάλιστα τῆς ψυχῆς ἡ ἐνέργεια, καὶ ὁ λόγος ἤργησε καὶ ἀνόητος διέμεινεν οὗτος ὁ ἄνθρω‐ πος· οἱονεί τις πρὸς φόνον ἕτοιμος γενόμενος, ἀναινομένης αὐτῷ τῆς δεξιᾶς, ἡσυχίαν ἄγειν ἠγάπησεν. Ἡκέτω δὲ ἡμῖν εἰς μέσον τυφλὸς ὁ
10παῖς περὶ οὗ ὁ λόγος, χειραγωγούμενος τῷ λόγῳ. Οὗτος ἀκολάστοις ὀ‐ φθαλμοῖς χρήσεται, εἰ χρήσεται· διὸ συγκεκλεῖσθαι συνεχώρησεν. Τοῦτο τῷ πεπονθότι συνήνεγκε καὶ ὁ τυφλὸς ἐκεῖνος τοῦ Λυγκέως εὐδαιμονέ‐ στερος, εἰ δικαιότερος γένοιτο. Οὐ πολλοῖς δὲ τοῦτο συμβαίνει· οὐ γὰρ ἔδει πολλὰ παρὰ φύσιν συγχωρεῖν γίγνεσθαι, ὡς ἂν μὴ συνταράττοιτο
15φύσις, ἣν αὐτὸς ἔταξεν· ἀεὶ δὲ συγχωρεῖ γίγνεσθαι, ὡς ἂν μάθοιμεν τῇ τοῦ ἀμόρφου παραθέσει οἷον τὸ κάλλος καὶ ὅθεν ἀφῖκται τῇ φύσει τοῦ κάλλους ἡ χορηγία· ἀκριβεστέρα δὲ τοῦ καλοῦ γνῶσις ἡ τοῦ κακοῦ γί‐ γνεται πεῖρα. Τὸ δὲ χαριέστατον, οὐχ εἷς τῆς θεραπείας ὁ τρόπος· οὐ γὰρ ἑνὶ φαρμάκῳ ἡ τῆς Προνοίας ἰατρικὴ χρήσαιτ’ ἄν, ἄλλο ἄλλῳ
20προσφέρει, ἅπασι δὲ προσφέρει. Ποικίλη γὰρ ἡ τέχνη, ἐπεὶ καὶ τὰ πάθη ποικίλλεται· ὁ μὲν τῷ μὴ ὁρᾶν τοῦ κακῶς ὁρᾶν ἀπηλλάγη, ὁ δὲ καὶ τούτου καταφρονήσας τοῦ ὀξέως ὁρῶντος ὀξύτερος πρὸς ἡδονὰς ἀνε‐ φάνη καὶ φάρμακον ἕτερον ἐπιζητεῖ· ἐνίοτε δὲ καὶ πῦρ ἀναμένει καὶ σίδηρον· τῷ δὲ πρὸς σωφροσύνην ἤρκεσεν ἡ τῶν χρημάτων ἀπορία,
25ἄλλῳ ἄλλο συμφέρει καὶ οὐ ταὐτὸ ἅπασι. Καὶ ἑκάστου πάθους συχνὰ τὰ φάρμακα, ὅθεν ἡ τέχνη καλλωπίζεται. Ἀλλ’ ὁ τῆς ἰατρικῆς ἄπειρος,
εἰ κατίδοι φάρμακον ὅπερ ἠγνόησε, τὸν ἰατρὸν ἐλοιδόρησεν· ὁ δ’ ἄνευ29

30

λόγου καὶ ἐπιστήμης ἐπεμβαίνων τῇ τέχνῃ, ἓν μαθὼν φάρμακον, ταὐτὸν πᾶσιν ἐπάγει τοῖς κάμνουσιν, οὐδὲν διορίζων, οὐ φύσιν, οὐ κρᾶσιν, οὐ χώραν, οὐχ ἡλικίαν, οὐ πάθος, ὧν οὐδὲν τὸν τεχνικώτατον παρέδραμεν. Ὅλως δὲ πενία καὶ νόσος καὶ τὰ λεγόμενα κακὰ τοῖς
5μὲν ἀγαθοῖς οὐδέν, οὐ γὰρ εἰς πλοῦτον ἢ σώματος ῥώμην ἢ κάλλος αὐτοῖς ἡ παρασκευή, τοῖς δὲ φαυλοτάτοις συμφορὰ νομίζεται, ἀλλ’ ὅ‐ μως κἀκείνοις ἔτι μᾶλλον συνήνεγκε. Πᾶσαν γὰρ δὴ κακίαν ἡδονὴ μὲν ὥσπερ ἔλαιον φλόγα διεγείρει· λύπη δὲ καθάπερ ὁ μανδραγόρας κοιμίζει. Οὐ γὰρ μόνον ἐν τοῖς σώμασιν, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὰ ἐναν‐
10τία τῶν ἐναντίων ἰάματα γίγνεται. Οὐκ ἀεὶ δὲ μέλλουσα κακία νόσῳ προαναστέλλεται· οὐ γὰρ ἔδει τὴν Πρόνοιαν οὕτως εἶναι, ὡς μηδὲν ἡμᾶς εἶναι· πάντα γὰρ οὔσης Προνοίας, οὐδὲν ἂν εἴη· τίνος γὰρ ἂν εἴη, εἰ μόνον εἴη τὸ θεῖον; Διὸ δὴ καὶ πατέρας τῆς τῶν τικτομένων ἀσθενείας αἰτιατέον· γίγνονται δὲ καὶ ἐκ φαλακρῶν φαλακροὶ καὶ ἐκ νοσωδέων
15νοσώδεις, ὡς Ἱπποκράτης βούλεται καὶ ὁ ἀληθὴς λόγος· καὶ ἀκολασία καὶ μέθη τὸ σπειρόμενον κατέβλαψε, χεῖρον παρεχομένη τὸ σπέρμα καὶ ἐξίτηλον, ὡς μὴ ῥᾳδίως ὑπομένειν τὴν ἀπὸ τοῦ λόγου μορφὴν οἷον ἄργυρος κίβδηλος δι’ ἀσθένειαν ἀποφεύγει τοῦ δημιουργοῦ τὴν τέχνην καὶ τὸ εἶδος ἀναίνεται. Ἐντεῦθεν τὰ πολλὰ τέρατα καὶ παθήματα τί‐
20κτεται. Καὶ οὐδὲ ταῦτα παντελῶς ἄχρηστα τῷ παντί· ἔλεγχος γὰρ ἀκο‐ λασίας γίγνεται καὶ ἐγείρει καὶ ἐγρηγορέναι τοὺς ἄλλους ἀναπείθει, ὥστε νήφοντας εἰς παιδοποιίαν ἰέναι· ἐπεὶ καὶ τῶν Ἑβραίων τὸν νόμον
προσίεμαι, ὃς τοῦ λελωβημένου τὸν πατέρα κατέλευσεν, ὅτι δι’ ἀκρασίαν30

31

τὴν κάθαρσιν τῆς γυναικὸς οὐκ ἀνέμεινεν, ὅθεν ἡ τῆς ὕλης πλεονεξία καὶ αἰσχίστη τοῦ παιδὸς νόσος. Καὶ ὁ τῶν Λακεδαιμονίων νομοθέτης εὖ ἐβουλεύσατο οὐδὲ ταῖς γυναιξὶν ἀργεῖν συγχωρῶν, ἀμφοτέρων γὰρ ὄντων ἐρρωμενεστέρων, ἐρρωμενέστερα καὶ τὰ τικτόμενα φιλεῖ γίγνεσθαι. Οὗτος
5τῆς Προνοίας ὁ λόγος, ὃν οὐδεὶς μέμφεται πλὴν ἀλογίᾳ χρώμενος, ὥσπερ οἱ τῆς γραφικῆς ἄπειροι τὰ ποικίλα καὶ γλαφυρὰ καὶ χαρίεντα τῆς τέχνης κακίζουσιν. Θεόφραστος Εἶτ’ οὐκ ἀνώμαλον τὸν μὲν παρὰ τὴν γένεσιν τεθνάναι, τὸν δὲ
10ἐπὶ γήραος οὐδῷ. Εὐξίθεος Θεὸς ἐπ’ ὠφελείαις συστέλλει καὶ ἐπὶ μακρότατον προάγει τὸν βίον. Εἰ μὲν γὰρ ἡ ψυχὴ θᾶττον ἀπέλθοι, διεκόσμησε μὲν τὴν ὕλην ᾗ τὸ εἶδος ἐπέθηκεν, αὐτὴ δὲ πρὸ τῆς ὕλης ἀπῆλθε καὶ προσεκέρδανε τῆς
15γενέσεως τὴν πεῖραν καὶ τῇ παραθέσει τοῦ θνητοῦ σώματος τὸ ἀθάνατον ἄμεινον ἔγνω καὶ τὸ μέγιστον τῷ θνητῷ σώματι τῆς ἀθανασίας τὸν λόγον κατέσπειρε καὶ τοὺς ζῶντας ἐκδιδάσκει μὴ πάντα τῇ φύσει πι‐ στεύειν· οὐ γὰρ αὐτὴ τοῦ ζῆν ἔχει τὸ κῦρος· ἦ γὰρ ἂν ἐπὶ ῥητοῖς προὔ‐ βαινε καὶ τὸν χρόνον διώριζε καὶ ταὐτὸν ἅπασιν ἐχορήγει, οὐδὲν περι‐
20σκοποῦσα εἴτε ἄμεινον εἴτε μή· Προνοίας γάρ, οὐ φύσεως τοῦτο. Διόπερ αὐτῇ πρὸς τὸ λυσιτελοῦν τὸ διάφορον ἴσχει καὶ μετατίθεται, ὡς ἂν τῷ ἐπιστατοῦντι τῶν ὅλων δοκῇ. Εἰ δέ τις εἰς γῆρας ἀφίκοιτο, κίνδυνος μέν, μειζόνων δὲ τῶν ἄθλων ἀπέλαυσεν, εἰ τὰ προειρημένα μαθὼν καὶ
ποιήσας, πᾶσάν τε σοφίαν καὶ τέχνην εἰσαγαγὼν τῷ βίῳ καὶ μὴ31

32

μόνον ἑαυτόν, ἀλλὰ τὴν γῆν ἅπασαν διακοσμήσας ἀπέλθοι. Οὐ γὰρ ἔδει τὸν αὐτὸν χρόνον ἅπασι διορίζεσθαι· ἦ γὰρ ἂν ἀσελγείᾳ συνακμά‐ σαντες ἄνθρωποι σωφροσύνῃ παρὰ τὴν πολιὰν ἐπηρείδοντο καὶ ἐν ἡλικίᾳ τοῖς ἀλλοτρίοις ἐντρυφήσαντες τοῦ γήρως τὴν δικαιοσύνην προὐβάλλοντο.
5Εἰ γὰρ νῦν ἀκολασίαν καὶ πλεονεξίαν οὕτω ῥᾷστα διώκουσιν οὐκ εἰδότες εἰ μέχρι τῆς ἑσπέρας βιώσονται, τί ἂν ἔδρασαν εὖ εἰδότες ὡς εἰς γῆρας ἀφίξονται; Μὴ δή τις φιλοχρηματείτω παίδων ἕνεκα, ἄδηλον νομίζων εἰ πρὶν ἐπὶ τὸν κλῆρον ἐλθεῖν διαφθαρήσονται. Καὶ μὲν δὴ θεῖος καὶ οὗτος ὁ νόμος πρὸ τῆς ὥρας ἐνίους ἀπελθεῖν καὶ πέρα ὅρου
10βιῶναι τὸν ἄριστον, εἰ καιρὸς καλοίη καὶ χρεία· Προνοίας γὰρ πρὸς τὸ καλὸν τιθέναι καὶ πρὸς τὸ κάλλιστον μετατιθέναι, εἰ δὲ παγίως ὁ ὅρος ἵδρυτο, ἀνάγκης οὐ Προνοίας ἐδόκει. Νῦν δὲ τοῦτον ἐᾷ παραβαίνεσθαι, τοὺς συνιέναι δυναμένους ἐκδιδάσκουσα ὅτι πρὸς ἐξουσίαν, οὐ πρὸς ἀνάγ‐ κην εἰς τάξιν ἕκαστα τίθησι καὶ πρὸς τὸ βέλτιστον μετατίθησι· καὶ
15κατὰ νοῦν, οὐ μάτην, καὶ πρὸς διδασκαλίαν, οὐ πρὸς βίαν, ἀφίησι καὶ οὐκ ἀφίησι· ταῦτα δὲ δυνάμεως, οὐκ ἀσθενείας, καὶ ἐπιμελείας, οὐκ ἀργίας σύμβολα γίνεται. Μηδὲ θαυμαζέτω μηδεὶς εἰ τῶν σωμάτων μυρία τὰ συμπτώματα γίγνεται· οὐ γὰρ μάτην ἐπιγίνεται, ἀλλὰ πολλάκις μὲν ἀδυνατήσασα ἡ ὕλη ἕπεσθαι ψυχῇ, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, κατέ‐
20πεσεν. Ἔγνωσαν δὲ οἱ τῷ Δημιουργῷ τὴν ὕλην ἅμα συνεισφέροντες καὶ ἰσόρροπον ἄγοντες, ὡς ἔσχατον, οὐκ ἀρχή, καὶ ὡς ἀσθενής, οὐκ ἀντίπαλος, καὶ ὡς ἔξωθεν, οὐ παρ’ ἑαυτῆς, τῆς ζωῆς ἀπέλαυσεν. Ἤδη δὲ καὶ δια‐ κόσμησις τοῦ σώματος συνταράττεται καὶ διαλύεται· ἢ γὰρ ἐπιθέμενον θηρίον διεσπάραξεν ἢ λίθος ἐμπεσὼν ἐπάταξεν· ἐνίοτε δὲ πολλὰ πεπωκὼς
25ἄνθρωπος ἀπεπνίγη καὶ οὐδὲν πεπωκὼς ἀπεῖπε· πλησμονή τε καὶ λιμὸς
ταὐτὸν ἔδρασαν· καὶ μὴν καὶ πολέμιος εἰσβαλὼν τὸν προσπεσόντα κα‐32

33

τέσφαξε καὶ κατέκλυσε θάλαττα καὶ σεισμὸς κατέχωσε καὶ σκηπτὸς ἠ‐ φάνισε. Καὶ οὐ παράδοξον εἰ τοσούτων ἐν μέσῳ συμπτωμάτων ἁλώσεται, ἀλλ’ εἰ πάντα διαφεύξεται· ἐναντίον μὲν γὰρ ἄλλο ἄλλῳ, τῷ δὲ παντὶ οὐδέν· ἁρμονίας γὰρ καὶ τοῦτο καὶ ἐξ ἐναντίων τῶν φθόγγων μίαν τὴν
5μελῳδίαν ἐργάζεσθαι. Εἰ μὲν οὖν ἄδικος ὁ τοῦ διεφθαρμένου πατήρ, ἵνα μᾶλλον ἀλγήσας ἔσται μετριώτερος, οὐ διεκωλύθη τὸ σύμπτωμα, εἰ δ’ αὖ δίκαιος, εἰς λαμπροτέραν δοκιμασίαν ἀπέβη. Ἤδη γὰρ ὁ γεγηρακώς, τῷ πάθει νεανικῶς ἀνταγωνιζόμενος, ἀντὶ τοῦ παιδὸς καλλίω φήμην ἐκτή‐ σατο καὶ ζῇ μετὰ καλῆς ἐλπίδος ᾗ ἐποχούμενος ῥᾷον φέρει τὸ γῆρας,
10τὸ πάθος τῆς πρὸ τῆς ὥρας τοῦ παιδὸς τελευτῆς· οὐδὲν γὰρ σεμνόν, οὐδὲν νεανικὸν ἔμελλεν ὁ παῖς ἐκεῖνος ἐπιδείκνυσθαι· ἦ γὰρ ἂν ἐκ πα‐ ραδόξου καὶ κρεῖττον εὐχῆς διεσώθη, οἷα δὴ πολλὰ γέγονε πολλάκις. Λέγεται οὖν Πελίας τε καὶ Τήλεφος καὶ Κῦρος ἄρτι τεχθέντες ἐρρίφθαι τῶν θηρίων ἐν μέσῳ, ἀλλ’ ὅμως ὑπὸ τούτων τρέφεσθαι, ἃ τρέφειν ἐξε‐
15τέθησαν· ἤμελλον γὰρ μεγάλα ἔργα καὶ θαυμαστὰ ἐργάζεσθαι· ὥσπερ καὶ Ἡρακλῆς ᾄδεται, διαρραγείσης αὐτῷ τῆς νεὼς ἐφ’ ἧς ἔπλει, ὑπὸ κήτους ἁλῶναι καὶ ἐντὸς γενόμενος διασῴζεσθαι. Ἐπιρρεῖ δὲ πλῆθος ἡρώων εἰς μέγιστον κίνδυνον ἐμπεπτωκότων καὶ κατὰ θεῖον οὐ κατ’ ἐλ‐ πίδα διαφυγόντων. Οἱ δὲ πολλοὶ τῷ συμβεβηκότι παρατυχόντες ἁλί‐
20σκονται, πάντες δὲ ἐπ’ ὠφελείᾳ αὐτῶν τε καὶ τῶν θεωμένων· τοῖς μὲν γὰρ ἔστη τῆς διανοίας ἡ νόσος, τοῖς δὲ φοβερὸν ἡ νόσος. Πάθοι δ’ ἂν καὶ ὁ κεκτημένος τὴν ἀρετήν, ὡς μήτε αὐτὸν ἐπαρθέντα τὴν ἀρετὴν ὑβρίζειν, μήτε τοὺς παρ’ αὐτοῦ πολλάκις διασωθέντας τῆς φύσεως ἐπιλαθομένους θεὸν οὐκ ἄνθρωπον ἀναγορεύειν τὸν ἄνθρωπον· ὃ δὴ
25πολλοὶ τῶν Ἑλλήνων καὶ Θρᾳκῶν καὶ Αἰγυπτίων καὶ Ἰταλῶν πεπόν‐33

34

θασι, τοὺς ἑαυτῶν εὐεργέτας ἢ ὅλως ἄρχοντας οὐχ ἥρωας ἀλλὰ θεοὺς νομίζοντες καὶ προσκυνοῦντες καὶ οἷα θεοῖς τελούμενοι καὶ θύοντες· τὸν γοῦν Μενέλεων καὶ νὴ Δία τὴν Ἑλένην, μετὰ τὸν Ἀλέξανδρον, μετὰ τὸν Δηΐφοβον, ἐν Θεράπναις τῆς Λακωνικῆς τοῖς θεοῖς συναριθμοῦντες,
5μετ’ ἐκείνων ᾄδουσι, θυσίαις τε καὶ ἀναθήμασι θεραπεύοντες. Τὸν δὲ τῆς Σεμέλης Διόνυσον καὶ τὸν τῆς Ἀλκμήνης Ἡρακλέα μέχρι τῶν Ἡρακλέους στηλῶν θεοὺς εἶναι πάντες ἐπιφημίζουσιν, οὓς ἐξελέγχει θνητοὺς γενομένους ὁ Πορφύριος· τοὺς γὰρ δαίμονας διαγράφων τῷ λόγῳ λέγει που τοὺς φαυλοτάτους δαίμονας τοῖς ἀγαθοῖς ἀνδράσι λόχους καὶ
10ἐνέδρας καθίζειν καὶ ἐξαίφνης ἐπιτίθεσθαι, καθάπερ ἡ Ἥρα Διονύσῳ καὶ Ἡρακλεῖ. Οἰκοῦσι τὴν Θρᾴκην οἱ Γέται ποταμῷ τῷ Ἴστρῳ παροι‐ κοῦντες, οἳ τὸν τοῦ Πυθαγόρου θεράποντα, Ζάλμοξις ἦν, φυγάδα γενό‐ μενον καὶ τὴν τοῦ δεσπότου φιλοσοφίαν ὑποκρινόμενον, μόνον θεὸν ἄγουσι καὶ τοὺς καλοὺς καὶ βελτίστους ἀποσφάττοντες αὐτῷ ἀθανατίζουσιν, ὡς
15οἴονται. Καὶ ὁ Πρωτεὺς θεὸς εἷναι τοῖς Αἰγυπτίοις νομίζεται καὶ ἡ Ἑλένη τῶν ἱερῶν αὐτῷ κοινωνεῖ, ἣν Ξένην Ἀφροδίτην ὀνομάζουσιν οἱ τελού‐ μενοι· καὶ Ἰταλοὶ θεοῖς συναριθμοῦσι τοὺς βασιλεῖς ἅπαντας καταλέ‐ γοντες. Ὁ δὲ Ἀλέξανδρος τρεισκαιδέκατος θεὸς παρ’ Ἀθηναίοις ἀνη‐ γορεύετο, ἀλλὰ πολλάκις τραυματίας γενόμενος καὶ νοσήσας, ἐπειδὴ
20ἀπέθανεν, ἐγνώσθη τὴν φύσιν θνητὸς ὑπάρχων ὁ τέως εἰς τοὺς θεοὺς ἀναγεγραμμένος. Οὕτω καλὰ τοῖς ἀνθρώποις μαθήματα τὰ τῶν καλῶν παθήματα γίγνεται. Καὶ τὸ ὅλον, ἢ γὰρ πρὸς ἐπίδειξιν ἀρετῆς πάθοι
ἂν κακῶς ὁ ἄνθρωπος ἢ πρὸς παῦλαν κακίας· εἰ δὲ οὐ παύεται, πρὸς34

35

παράδειγμα τοῖς ἄλλοις ἡ τιμωρία. Καὶ σεισμοὶ καὶ αὐχμοὶ καὶ ἐπικλύσεις καὶ ἡ λοιμώδης νόσος καὶ ἀήθεις ἀστέρες καὶ καρπῶν ἀφορίαι καὶ κεραυνῶν φοραὶ ἀνθρώπων κακίαν ἐκχεομένην ἐξείργουσιν· τὴν γὰρ πάνδημον ὕβριν δημοσία μάστιξ παιδευέτω, τὸ μέρος ἐκτέμνουσα, ὡς ἂν
5τὸ ὅλον σωθῇ, οἷον ἰατρὸς ἄριστος, τοῦ πάθους ἐπιβρίσαντος καὶ ἐπι‐ νεμομένου, τὸ σκέλος τοῖς διακόπτειν τεταγμένοις παραδίδωσιν, ὡς ἂν τῷ λοιπῷ σώματι ὑγιὴς ὁ ἄνθρωπος ᾖ. Σὺ δὲ τὸν ἰατρὸν οὐ τὴν νόσον κακίζεις, ἣν δι’ ἀπιστίαν καὶ λήθην ὧν ὁ ἰατρὸς προηγόρευε συνέβη γενέσθαι.
10Θεόφραστος Εὖ λέγειν μοι δοκεῖς καὶ καλόν, ὡς ἔοικε, μετατίθεσθαι. Οὐ γὰρ ἔτι με τῶν ἐνταῦθα γινομένων οὐδὲν ἐκβιάζεται προβεβιωκέναι τὴν ψυχὴν ὁμολογεῖν. Εὐξίθεος
15 Καλῶς γε ποιεῖς, ὦ ἑταῖρε· οὐ γὰρ θελήσει ἡ λόγῳ χρωμένη ψυχὴ μετὰ τὴν πεῖραν τοσοῦτον κίνδυνον αὗθις ἀνατλῆναι, οὐδὲ ἔξεστιν ἡμῖν δεύτερον ἀγωνίζεσθαι· ἱκανὸς γὰρ ὁ παρὼν βίος πρὸς ἐπίδειξιν. Εὐθύς τε γὰρ ἐκ παιδὸς ἡ τῆς ψυχῆς δύναμις τῷ ἀγωνοθετοῦντι διαδείκνυται, εὐεξία τε καὶ καχεξία πρὸ τῶν παλαισμάτων γνωρίζεται, τὰ δὲ ὕστερον
20ἐπιτηδεύματα καὶ προαιρέσεις καὶ πράξεις οὐδὲ τοὺς θεατὰς λανθάνει, μή τί γε τὸν κριτήν. Διόπερ οὐκ ἀναμένει δεύτερον βίον οὐδ’ ἑτέραν δοκιμασίαν, ὥσπερ οἱ τὰ παρόντα μὴ διαγιγνώσκοντες, μηδὲ τὰ μέλλοντα προγιγνώσκοντες· ἀλλὰ τὴν μὲν διακοσμήσασαν τόνδε τὸν ἀγῶνα καὶ εὐεξίαν καὶ τέχνην ἐπιδειξαμένην καὶ πᾶσιν δὲ τοῖς αὐτοῦ νόμοις ἐμ‐
25μένουσαν ὡς νικῶσαν ἐστεφάνωσε, νέκταρός τε καὶ τιμῆς καὶ τῆς ἄνω
χορείας ἠξίωσεν, ὅθεν ἐκπίπτειν οὐ θέμις· τὴν δὲ ἄνανδρον καὶ ῥάθυμον35

36

καὶ ἀνόητον καὶ λάλον καὶ διαταράττουσαν μὲν τὸ θέατρον, τοὺς δὲ νόμους συγχέουσαν μισήσας, εὐθὺ τῆς φρουρᾶς εἰς τὸ τῆς τίσεως δεσμωτήριον ἀπέπεμψεν, ὅθεν ἀποδιδράσκειν οὐ θέμις. Θεόφραστος
5 Πόθεν οὖν εἰσκαλεῖται τοὺς πολλοὺς τούτους ἀγωνιστάς, τοσούτων ἐν τῷ μακρῷ χρόνῳ προεξεληλυθότων; Οὐ γὰρ τοὺς αὐτοὺς λέγεις. Εὐξίθεος Οὐμενοῦν. Θεόφραστος
10 Πόθεν; Οὐκοῦν εἰπέ μοι. Εὐξίθεος Θεὸς μένων ὅπερ ἐστὶ ποιεῖ τὰ γιγνόμενα· οὐ γὰρ ἄλλα ποιῶν ἐλαττοῦται, οὐδὲ πολλὰ προβαλλόμενος ἀναλίσκεται, ἀλλ’ ἔτι μᾶλλον ὅλος μένει, ὅσῳ μᾶλλον πλῆθος ἐργάζεται· οὐ γὰρ ἐκ τῶν καθ’ ἕκαστον
15γιγνομένων, ἀλλὰ παρ’ ἑαυτοῦ δημιουργὸς ὁ Δημιουργός· ἐπεὶ καὶ παρὰ ἀνθρώποις οὐχ ὁ τεκτονικὸς εἰς ἃ δημιουργεῖ διαμεμέρισται, οὐδέ τι τῆς ψυχῆς οὐδὲ τῆς ὅλης ἐπιστήμης ἀφῄρηται, εἰ νῦν μὲν ἱερά, νῦν δὲ οἰκίας, νῦν δὲ νεώρια τεκταίνεται· ἀλλὰ πρῶτος μὲν ὁ Δημιουργός, μένει δὲ τὰ παρ’ αὐτοῦ γιγνόμενα τῆς παρ’ αὐτοῦ Προνοίας δεόμενα. Ἀναθέμενος
20οὖν τὸ πόθεν, περὶ ἐμὲ γὰρ καὶ σὲ τοῦτο, ταῖς δὲ γυναιξὶ πειθόμενος36

37

ὅτι τῷ Δημιουργῷ τῶν ὅλων οὐδὲν τῶν ὅλων ἀδύνατον, μὴ ζήτει τοὺς ἀεὶ καταβαίνοντας ἀγωνιστὰς ὅθεν ἐπεισέρχονται· αὐτὸς γὰρ ὁ τὸν ἀγῶνα τιθεὶς εἰσκαλεῖται καὶ τὸ κήρυγμα φύσις γίγνεται. Οὕτω βουληθεὶς τὰς νοερὰς δυνάμεις ὑπέστησε καὶ οὐδεμία πόθεν ἐρωτᾶν ἐπήρθη· οὕτω τὸν
5οὐρανὸν καὶ τὴν γῆν ἐποίει καὶ τὸν μὲν τοῖς ἄστροις, τὴν δὲ τοῖς φυτοῖς διεκόσμει. Ὁρᾷς δέ που καὶ τὰ φυτὰ νῦν μὲν ἤδη βρίθοντα τοῖς καρποῖς, τοὺς δὲ μήπω γενομένους ὠδίνοντα· ὅταν δὲ πάλιν καιρὸς καλῇ, πεί‐ θεται τῷ κηρύγματι καὶ ἐξάγει καὶ ὑπεκφαίνει καὶ ὅλως τελέους ἀπο‐ δίδωσι τοὺς καρπούς, τῆς δυνάμεως δι’ ἧς τὸ πρῶτον ἀπεγέννησεν ἔνδον
10μενούσης· καὶ πάλιν πολλάκις τῶν καρπῶν ἀφθονία· τῆς δὲ ῥίζης οὐδὲν ἀναλίσκεται ὅτι καὶ βεβαιοτέρα γίγνεται. Τί οὖν ἔτι θαυμάζομεν, εἰ ὁ Δημιουργὸς πάντα περιείληφε τὰ γενόμενα καὶ τὰ γιγνόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ἕκαστον δὲ οἷον ἐθέλει καὶ ὅτε προσήκει καὶ ὡς ἂν κάλλιστα ἔχοι σοφίᾳ ἀεὶ καὶ τέχνῃ προφέρει;
15Θεόφραστος Ἀλλὰ τί δήποτε τὰς μὲν ἄλλας λογικὰς δυνάμεις καὶ προϋπέστησεν ὁ Θεὸς καὶ διώρισε, τὰς δὲ τῶν ἀνθρώπων ψυχὰς λογικὰς οὔσας ἔτι καὶ νῦν προβάλλεται; Εὐξίθεος
20 Ἀγαθὸς νομοθέτης ἐπιστήμῃ οὐκ ἐμπειρίᾳ προγιγνώσκει τῶν ἀν‐ θρώπων τὰ πάθη καὶ οὐκ ἀναμένει πάντα γενέσθαι· δικαστοῦ γὰρ ἤδη τοῦτό γε· ἀλλὰ μηδὲ τὴν ἀρχὴν γενέσθαι προλέγει, ἐπεὶ καὶ τὰς πόας καὶ τὰ πολλὰ φάρμακα καὶ ἰάσεις πρὸ τῶν νοσημάτων τῇ γῇ προευτρεπίζειν κελεύει. Καὶ νῦν προεῖδεν ὁ Θεὸς ὅτι τὰς λογικὰς δυνά‐
25μεις θαυμάσαντες ἄνθρωποι, ἀνάρχους τε καὶ ἀγενήτους νομίσαντες καὶ
πολλὰς ἀρχὰς καὶ μυρίους θεοὺς ποιοῦντες, δημοκρατίαν ἄτακτον ἀντὶ37

38

τῆς τεταγμένης μοναρχίας εἰσοίσουσιν, οἳ καὶ τὸν αἰσθητὸν κόσμον ἐπαι‐ νέσαντες καὶ ἐν αὐτῷ στάντες Θεὸν ἄναρχον καὶ ἀγένητον εἶναι ἔφασαν καὶ οἱ πάνυ φιλοσοφίαν σφριγῶντες εἰς φαντασίαν ἄλογον ἐξώκειλαν. Διά τοι τοῦτο τὰς ἡμετέρας ψυχὰς λογικὰς οὔσας ἔτι καὶ νῦν προβάλ‐
5λεται, παράδειγμα τῆς αὐτοῦ δυνάμεως καὶ διδασκαλίαν τῶν προϋφεστώ‐ των, ὡς ἐξ ἑνὸς Δημιουργοῦ πάντα καὶ ἐκ μιᾶς ἀρχῆς πᾶσα λογικὴ καὶ νοερὰ δύναμις καὶ οὐσία προῆλθε καὶ ἔτι πρόεισι. Μὴ ἀπιστήσητε εἰς ὑμᾶς αὐτοὺς νεωστὶ φυομένους ἀποβλέποντες, οἳ ταῖς προϋπηργμέναις οὐσίαις ὁμοίως ὑπὲρ τὸν οὐρανὸν βαδίζετε καὶ μέχρι τῆς πρώτης ἀρχῆς
10ἀναβαίνετε, οἷον ἀμέλει κἀν τοῖς οὐρανίοις σώμασι πεποίηκε· τὴν σελή‐ νην μόνην ἀστέρων παρῆκε φθίνειν καὶ ἀφιέναι τὸ φῶς καὶ πάλιν ἄρ‐ χεσθαι καὶ νεωτέραν γίγνεσθαι, ὡς ἂν μηδὲν τῶν ἄνω σωμάτων ἀγέ‐ νητον ὑπονοήσαντες ὑπὸ ἀλογίας τι πάθοιμεν. Ὥσπερ οὖν ἐκ τοῦ ἐσχά‐ του τῶν ἀστέρων ἄρτι φανέντος καὶ ἀφανιζομένου καὶ τοὺς ἀνωτέρω
15γενέσθαι παιδευόμεθα, οὕτως ἐκ τῆς τελευταίας λογικῆς οὐσίας τῆς ἀν‐ θρωπείας ψυχῆς νεωστὶ προβαλλομένης καὶ τὰς πρὸ αὐτῆς λογικὰς δυ‐ νάμεις ἐκ τοῦ Δημιουργοῦ τὴν ἀρχὴν εἰληφέναι καλῶς ὁ λόγος κατεί‐ ληφεν· οὐδὲν γὰρ ἀργόν, οὐδὲ περιττόν, οὐδὲ μάτην ἐργάζεται. Εἰ δ’ ἑ‐ νὸς ὄντος τοῦ ἀνθρώπου, τὴν μὲν ψυχὴν προϋπάρχειν, πολλῷ δ’ ὕστερον
20τὸ σῶμα συμπεπλᾶσθαι φήσομεν, ἀργή τις ἦν πρὶν καταβῆναι καὶ περιττὴ χρόνον τοσοῦτον ἡ ψυχὴ καὶ οὐκ ἔδειξεν ἐνεργείας τὴν δύναμιν, οὐδ’ ἔγνω ὅπερ εἶχε, ταῦτα γὰρ κατιοῦσα κερδαίνει, ἀργοτέρα δὲ μᾶλλον ἡ ἀρίστη, ἣν ὑμεῖς ἀδιάφθορον καὶ νεοτελῆ καλεῖτε, εἰ μὴ προτέρου ἐπει‐ ράθη σώματος, ἀλλὰ πρώτην γένεσιν τῇδε βιοτεύει· οἷα περὶ τοῦ Διο‐
25νύσου καὶ Ἡρακλέους ἐν Θήβαις λέγεται γενέσθαι· εἰ δ’ ἄνω τι διω‐
ρισμένον αὐτῇ προειργάζετο, ὕστερον ἐπειδὴ κατέβη κενὴν καὶ ἔρημον38

39

καὶ ἐν ἀργίᾳ τὴν ἑαυτῆς χώραν καταλέλοιπεν. Αἱ μὲν γὰρ ἄλλαι δυ‐ νάμεις ἅμα τε προῆλθον καὶ ἐτάχθησαν οὗ δεῖ ἑκάστην καὶ ὅτι χρὴ λειτουργεῖν καὶ διακονεῖν καὶ ὑπηρετεῖν καὶ φυλάττειν· τὴν δὲ ἀνθρω‐ πίνην ψυχὴν μακρόν τινα χρόνον ἐν ἀργίᾳ καθίσαντες, ὀψέ ποτε δεσμῶ‐
5τιν εἰς σῆμα τὸ σῶμα πέμπουσι. Καίτοι τὴν γῆν διακοσμεῖν αὐτῇ προσ‐ τέτακται, ἐπεὶ οὐδ’ ἀνθρώπου εἴη, κἀν ταύτῃ τὰ τοῦ Θεοῦ κηρύττειν ὄργια, ὡς μηδένα τόπον ἄθεον παρεωρᾶσθαι. Οὐκοῦν ἄμεινον ἅμα τῷ προελθεῖν τὸ προσταττόμενον ἐκτελεῖν ἢ ἄγονον καὶ ἀτελῆ τοσοῦτον διαμένειν καὶ τῷ μηδὲν τὴν ἀρχὴν ἐνεργεῖν τὴν ἑαυτῆς δύναμιν παν‐
10τελῶς ἀγνοεῖν· ἐπίδειξις γὰρ καὶ γνῶσις δυνάμεως ἡ ἐνέργεια. Θεόφραστος Ἀλλ’ εἰ χρόνῳ προέρχεται, πῶς ἀθάνατος; Εὐξίθεος Οὐκ ἄλλος τὰς ἄνω δυνάμεις, ἄλλος δὲ τὴν τοῦ ἀνθρώπου ψυχὴν
15δημιουργεῖ, ἀλλ’ ὁ αὐτὸς ἐκείνας τε καὶ ταύτην προβάλλεται. Εἰ δὲ ὁ αὐτός, καινὸν οὐδὲν εἰ μία δύναμις καὶ ἐπιστήμη μία τότε καὶ νῦν ταύτην ἐργάζεται· οὐ γὰρ χρόνῳ τοῦ Δημιουργοῦ δύναμις ἀπομαραίνεται, οὐδ’ ἐ‐ πιστήμη μέχρι τοῦ διορίζεται. Ἢ τοίνυν μηδ’ ἐκείνας ἀθανάτους εἷναι συγχωρήσωμεν ἢ καὶ ταύτην ἀνάγκη τοιαύτην εἶναι πείθεσθαι· ἀναβαίνει
20γὰρ μέχρι τῆς πρώτης ἀρχῆς, ὥσπερ ἐκεῖναι. Οὐδεμίαν γὰρ λογικὴν οὐσίαν θνητὴν πεποίηκε· πῶς οὖν τὴν ἡμετέραν ψυχὴν δημιουργῶν τὸν ἑαυτοῦ παρέβαινε νόμον, ἣν ἐκ μὲν τῆς ἰδίας οὐσίας οὐ πεποίηκεν, ὁμοίαν δὲ καὶ οἷον εἰκόνα καὶ τῇ φιλοσοφίᾳ τῷ Θεῷ προσεικάζεσθαι; Τὸ δὲ τῷ ἀθανάτῳ προσόμοιον καὶ ἀθάνατον· τὸ γὰρ θνητὸν τῷ ἀθανάτῳ
25οὐχ ὅμοιον, ἀλλ’ ἐναντίον. Σὺ δὲ ὁ τὸν Πλάτωνα καταπιὼν39

40

λέγεις πᾶν γενόμενον πάντως εἶναι θνητὸν καὶ φθείρεσθαι καὶ διαλύε‐ σθαι. Ἀναμνήσω δέ σε Τιμαίου καὶ τῆς τοῦ δημιουργοῦ δημηγορίας, ἧς τὸ προοίμιον, ὡς ἐγὼ μέμνημαι· «Θεοὶ θεῶν, ὧν ἐγὼ πατήρ τε καὶ δημιουργός, ἀθάνατοι μὲν πάμπαν οὐκ ἐστέ, ἐπείπερ ἐγένεσθε· οὔ τί
5γε μὴν λυθήσεσθε, τῆς ἐμῆς βουλήσεως κρείττονος θανάτου λαχόντες». Ἀμφότερα γοῦν ἅμα συνάγει καὶ πεποιῆσθαι καὶ μὴ διαλύεσθαι καὶ γενέσθαι καὶ τοῦ θανάτου κρείττους γίνεσθαι. Τοιαύτη προῆλθεν ἡ ἀνθρώπου ψυχή, οὐσία λογική, ἀεικίνητος καὶ αὐτεξούσιος, ζωὴν ἐξ αὑτῆς ἔχουσα καὶ ὀργανικῷ σώματι χορηγεῖν δυναμένη, ἃ θνητὸν οὐδὲν ἔλαχεν,
10ἀλλὰ πάντα ταῦτα τῆς ἀθανασίας ἀτεχνῶς γνωρίσματα. Καὶ θαυμάσαις ἂν τὴν ἔνδον τῆς ψυχῆς δύναμιν ἀπὸ τῆς ποικιλίας τῶν ἔξω καταμαθών· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καὶ πρᾶξις καὶ θεωρία ἱκανὸν τὸ τῆς ψυχῆς ἑρμηνεύει ἀθάνατον. Ὁ γὰρ τὸ εἶναι δοὺς καὶ τὸ ἀεὶ τὰς ἡμε‐ τέρας ψυχὰς εἶναι δῶρον παρέσχε· καὶ τὸ δῶρον φύσις ἦν. Πλάτωνι
15δὲ δοκεῖ καὶ τὸν ὅλον κόσμον τοῦτον καὶ γενέσθαι καὶ θνητὸν εἶναι καὶ ἀθάνατον διασῴζεσθαι· οὐ γὰρ τὸ ἐνδεχόμενον καίεσθαι, πάντως που καίεται. Εἶτα Πλάτωνα μὲν ἐπαινοῦσι, κἂν λέγοι τὰ σώματα γενέσθαι καὶ μὴ διόλλυσθαι, ταῖς δὲ ψυχαῖς οὐκ ἐθέλουσι συγχωρεῖν ἃ τοῖς σώμασι ῥᾳδίως χαρίζονται.
20Θεόφραστος Οὐκ ἔστι μὴ οὐχὶ τούτοις συνέπεσθαι. Ἓν δὲ ἡμᾶς παρέδραμεν, ὅτι τὰς μὲν ἄλλας νοερὰς καὶ λογικὰς οὐσίας μέτρῳ διωρίσθαι λέγομεν, τὰς δὲ ἀνθρωπίνας εἰς ἀμετρίαν ἐξάγεσθαι, εἰ μὴ τὴν αὐτὴν ψυχὴν ἐπὶ
πολλὰ σώματα μεταβαίνειν συνεχώρησεν ὁ λόγος.40

41

Εὐξίθεος Τῶν ἀνθρωπίνων ψυχῶν τὸ πλῆθος πρὸς ἡμᾶς μὲν ἄπειρον, τῷ δὲ Δημιουργῷ πεπερασμένον, ὥσπερ καὶ ἄλλαι τῶν λογικῶν οὐσίαι, ἃς σὺ μὲν οὐκ ἀριθμήσεις, Θεὸς δὲ ἠρίθμησεν. Ὅσα τε περιείληφεν, ἡμῖν
5μὲν ἀόριστα, τῷ δὲ περιλαβόντι διωρισμένα, καὶ αὐτὸς αὐτοῖς μέτρον γί‐ νεται ᾧ περιέλαβεν. Ἐν δὲ ταῖς ἀΰλοις καὶ λογικαῖς οὐσίαις οὐ στενο‐ χωρία τὸ πλῆθος, ἓν γὰρ τὰ πάντα καὶ ἕκαστον ὅλον ἐπλήρωσε καὶ πάντα τὸ ὅλον ὑποδέχεται καὶ οὐκ ἐμπόδιον ἄλλο ἄλλῳ, καθάπερ τὰ ἔνυλα σώματα. Ἐπεὶ κἀν τοῖς φυτοῖς τῶν νῦν λεγομένων εἴδωλα φαί‐
10νεται, ἐξ ἑνὸς δένδρου βλαστήματα μυρία τέμνεται, ἕκαστον δὲ τῶν ἀποτεμνομένων τὸ ὅλον τῆς ζωῆς ἔχει, ὡς τῇ γῇ δοθὲν βλαστάνειν καὶ τῆς ζωῆς τὸ ὅλον τῷ μεγάλῳ δένδρῳ ὁμοίως ἐμμεμένηκε καὶ ἐξ ἑνὸς ἄπειρα τὰ γιγνόμενα, καὶ ἓν πάντα καὶ τῶν ἐξ αὐτοῦ γενομένων οὐδὲν ἀπεοικὸς ἐκείνῳ ἐξ οὗ τὰ γενόμενα· καὶ εἰς ἀπειρίαν ἡμῖν προβαίνειν
15δοκεῖ καὶ ἀόριστον οὐδέν. Πρὸς δὲ τούτοις πᾶν ἐξ ἀνομοίων σύνθετον χρόνῳ ποτὲ καὶ διαλύεται. Τοιοῦτος καὶ ὁ αἰσθητὸς κόσμος καὶ οὗ τὰ μέρη φθείρεται ἐξ ὧν τὸ ὅλον, ἀνάγκη τὸ ὅλον τοῖς μέρεσιν ἐξ ὧν συνετέθη ταὐτὰ πείσεσθαι, ἕως ἂν τὸ ἀθάνατον καθαρῶς λάβοι. Πᾶς δὲ χρόνος Θεῷ μὲν βραχύς, θνητοῖς δὲ μακρότατος·
20οὐκοῦν εἰ μέχρι τοῦ τὰ θνητὰ σώματα διορίζεται, οὐκ εἰς ἀπειρίαν τὰς ψυχὰς ἐξάγομεν, ἀλλὰ στήσεται τῶν ψυχῶν ἡ φορά, ὅταν στῇ τὸ δεόμενον ὥστε μέτρον ταῖς ψυχαῖς ἡ χρεία καὶ τὸ μέτρον ἐν δέοντι διορίζεται. Ἢ Ἀπόλλων μὲν τῆς ψάμμου πάσης τὸν ἀριθμὸν εἰδέναι ἐπαγγέλλεται, αὐτὸς δ’ ὁ Δημιουργὸς ἀγνοήσει τῶν ψυχῶν τὸν
25ἀριθμὸν ὃν αὐτὸς προβάλλεται; Καὶ μὴν νοερῶν δυνάμεων μεστὸς μὲν
ὅλος ὁ οὐρανός, μεστὸς δὲ ὁ αἰθὴρ ἀγγέλων τε καὶ δαιμόνων, πλήρης41

42

μὲν ὁ ἀήρ, πλήρης δὲ καὶ γῆ καὶ θάλαττα καὶ τὰ ὑπὸ γῆν πάντα καί, ὡς ἔφη τις τῶν παρ’ ὑμῖν σοφῶν, κενὸν οὐδὲν οὐδ’ ὅσον ἀθέρα καὶ τρίχα βαλεῖν· ὥστε κἂν ἐθελήσειεν εἰς μυρία ἔτη τὸν βίον ἀνθρώποις ἐπεκτείνειν οὐκ ἂν οἶμαι τῇ τῶν ἀγγέλων καὶ δαι‐
5μόνων πολυπληθείᾳ τῶν ἀνθρώπων αἱ ψυχαὶ γένοιντ’ ἂν ἰσάριθμοι. Ὡς δὲ νῦν λέγεται, παντελὴς ψυχῶν ἐπίλειψις γένοιτ’ ἂν τῷδε τῷ βίῳ· εἰ γὰρ αὐτὸς ἀεὶ τοιοῦτος διαμένει καὶ οἱ μὲν ἀγαθοὶ εἰς τὸ Ἠλύ‐ σιον ἀναδραμόντες ἀθάνατα συμποσιάσουσιν, ἀεὶ τοῦ νέκταρος ἐμπι‐ πλάμενοι, νόμος γὰρ καὶ οὗτος τῆς Πλάτωνος Πολιτείας, οἱ δὲ κακοὶ
10εἰς Τάρταρον ἐμπεσόντες ὅθεν οὔ ποτε ἐκβήσονται, αὐτοὶ μὲν οὐκ ἔτι ὀνίνανται, παραδείγματα δὲ γενόμενοι τῆς δίκης ἐς ἀεὶ κείσονται, ταῦτα γὰρ ἐν Φαίδωνι καὶ Γοργίᾳ Σωκράτης ἰσχυρίζεται, ἐκ τοῦ μέτρου το‐ σούτων ἀφῃρημένων, λάθοιεν ἂν παντελῶς ἔρημον τῶν ἀνθρώπων τὸν βίον καταλιπόντες. Καὶ οὐ φήσεις ὡς τόνδε τὸν βίον αὖθις ἡ ψυχὴ βιώ‐
15σεται· ταῦτα γὰρ ἐξελήλεγκται καί, εἰ νεανικὸν εἰπεῖν, ἀδαμαντίνοις δεσμοῖς δέδεται. Εἰ δὲ ἐν χιλίοις ἔτεσιν ἅπαξ φησὶν ὁ τοῦ Φαίδρου Σω‐ κράτης ψυχὴν ἑκάστην σώματι κοινωνεῖν καὶ εἰς μυριοστὴν περίοδον τῶν ψυχῶν τὸ μέτρον ἐξαρκεῖν λέγεται, ἡμεῖς ἐλαττόνων ψυχῶν δεησό‐ μεθα· οὐ γὰρ εἰς τοσοῦτον χρόνον τὰ θνητὰ σώματά φαμεν παρατείνε‐
20σθαι, ὥστε παρ’ ἐμοὶ μᾶλλον ἢ παρά σοι μέτρῳ τὰς ψυχὰς διορίζεσθαι. Θεόφραστος Ψυχῆς μὲν οὖν περὶ οὐδὲν ἀμφισβητήσιμον ἀπολείπεις, Εὐξίθεε· οἴει
δὲ τόνδε τὸν κόσμον χρόνῳ ποτὲ διαλύεσθαι;42

43

Εὐξίθεος Εἴπερ ἔνυλον γέγονεν, ὦ ἑταῖρε, καὶ μὴ αὐτόματον τὸ τουτὶ καλὸν θέαμα. Θεόφραστος
5 Πῶς λέγεις; Εὐξίθεος Ἡ τῶν σωμάτων γένεσις, οἷα δὴ κίνησις οὖσα, μένειν οὐκ ἐθέλει· ποία γὰρ κίνησις μένειν ἐθέλει; ἀεὶ δὲ τοῦ τελείου καὶ ἑνὸς ὅθεν προῆλ‐ θεν ὀρέγεται καὶ πρὸς ἐκεῖνο σπεύδει καὶ ἐπείγεται· οὐ γὰρ μάτην ἡ
10κίνησις, οὐδέ ποτε ἄρα στήσεται, ἕως ἂν τὸ ποθούμενον εὕροι· εὑρήσει δὲ ὅταν ὁ Δημιουργὸς αὐτὸς βούληται· βουλήσεται δὲ ὅταν ἐπιτήδειον ᾖ. Μετὰ γὰρ τὴν τῶν ψυχῶν δοκιμασίαν καὶ τὸν προφανῆ τῆς κακίας ἔλεγχον τὸ αἰσθητὸν ὅλον ἐπὶ τὸ ἀθάνατον μεταλλάξει, ὥστε συνᾴδειν τῇ τῶν ἀνθρώπων ἀθανασίᾳ καὶ πάλιν οἰκεῖον γενέσθαι
15τὸν τόπον τῇ τῶν ἐνοικούντων εὐδαιμονίᾳ· ἔδει γὰρ θνητῷ κόσμῳ θνητὸν ζῷον ἐνδιαιτᾶσθαι, ἀθανάτῳ δὲ τὸ ἀθάνατον· μία γὰρ τοῦ παντὸς σύμπνοια καὶ ἄτακτον οὐδὲν οὐδὲ ἀσύμφωνον, ἀλλ’ ἕκαστον ἑκάστῳ φίλιόν τε καὶ ἐπιτήδειον καὶ τὴν τοῦ Δημιουργοῦ βούλησιν πεποίηται φύσιν. Σοφοῦ δὲ οἶμαι καὶ δυνατοῦ τὰ αὐτὰ θνητὰ καὶ ἀθάνατα μετα‐
20ποιεῖν. Ἢ πόσης σοφίας καὶ δυνάμεως μήτε τὸ θνητὸν ἡμᾶς ἀγνοεῖν, μήτε ἐν αὐτῷ διαμένειν; Θεόφραστος Τί δέ; Οὐκ ἀγένητος ὁ κόσμος καὶ ἄναρχος; Ἢ πῶς δημιουργὸς
ὁ Δημιουργός, εἰ χρόνος ἦν ὅτε μὴ τὰ ἑαυτοῦ εἰργάζετο;43

44

Εὐξίθεος Ἄκουε δή, φασί, μάλα καλοῦ λόγου. Ὁ πάντων βασιλεύς, ἐξ οὖ τὰ πάντα, ἡ τῶν ὄντων ἀρχὴ καὶ πηγή, οὐ γὰρ ἄγονος πηγή, αὐτὸ τὸ ἀγαθόν, ὁ τῆς Σοφίας Πατὴρ καὶ τῶν ὅλων Δημιουργός, οὐ χρόνῳ τῆς
5τοῦ τόκου δυνάμεως καὶ ἐνεργείας ἤρξατο, ἀεὶ γὰρ τοῦ Λόγου καὶ Σοφίας Πατήρ, οὐ πάθει γεννήσας, οὐ γὰρ ἐξ ἀνάγκης, οὐδὲ συναίτιον τῆς γεν‐ νήσεως παραλαβών, οὐ γὰρ ἦν ἄλλο, οὐδὲ ἑαυτὸν τῆς δυνάμεως κενώ‐ σας, ἀεὶ γὰρ ἐν ἑαυτῷ ὃν τέτοκεν ἔχει, ὅλον ἐν ὅλῳ, πληροῦντα καὶ πληρούμενον· μόνου γάρ, Πατὴρ εἶναι μόνος ἠβούλετο. Καὶ οὐ περιτ‐
10τὸν τὸ γέννημα, οὐ γὰρ ἂν εἶχεν ἐν ἑαυτῷ, καὶ τῆς αὐτῆς οὐσίας, οὐ γὰρ σύνθεσις ἐν αὐτῷ. Διὰ τοῦτο τὸν Λόγον οὐσιωδῶς τέτοκεν, ἵνα τὴν ὑπόστασιν καὶ τὴν τοῦ Πατρὸς δύναμιν διηγήσεται, αὐτολόγος, αὐ‐ τονοῦς καὶ τῷ νοεῖν ἅπαντα συναθροίσας, πάντα δι’ αὐτοῦ ὁ Πατὴρ δημιουργεῖ. Σοφία γὰρ ἐδεῖτο τόδε τὸ πᾶν ἐξεργάζεσθαι· καὶ ἅμα τῷ
15Τόκῳ τῆς αὐτῆς οὐσίας ἅγιον Πνεῦμα προήγαγεν, οὐ βίᾳ φύσεως, ἀλλ’ ἐξουσίᾳ δυνάμεως· διὸ δὴ καὶ τέτοκε βουλόμενος καὶ προήγαγε δυνά‐ μενος. Καὶ τούτῳ τῷ Πνεύματι τά τε νοητὰ καὶ τὰ αἰσθητὰ ἐμπνέων δυνάμεως πληροῖ καὶ συνέχει καὶ πρὸς ἑαυτὸν ἕλκει· ἐπιστρέφει γὰρ ἀεὶ πρὸς τὸν Πατέρα τὸ Πνεῦμα καὶ πᾶν ἀνέλκει, οὗ ἂν ἐφάψηται. Οὕτως
20ἄχρονος ἡ μεγάλη τοῦ Πατρὸς σοφία καὶ δύναμις, ἡ Μονάς, ἡ θεία Τριάς, οὐ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένη· οὐσία γὰρ μία καὶ τὰς νοερὰς οὐσίας πρὸ τοῦ χρόνου πεποίηκε καὶ συνέττατεν· ἠβούλετο γὰρ ἔχειν οὐσίαν εὖ ποιῇ, διὰ τοῦτο τὰς ἄνω δυνάμεις προβάλλεται τοῦ ἀγαθοῦ καὶ τῆς πρώτης εὐεργεσίας ἱκανὰς ἀπολαύειν· ἀγαθῷ γὰρ οὐδεὶς
25περὶ οὐδενὸς φθόνος. Οὕτως οὐκ ἐν ἀργίᾳ πρὸ τῶν αἰσθητῶν διέμεινεν·44

45

οὐρανὸν δέ, ὅθεν ὁ χρόνος ἄρχεται, καὶ γῆν ἀέρα τε καὶ θάλατταν μετὰ τὰ πρῶτα δημιουργεῖ· ἄλλοτε γὰρ ἄλλο κατ’ ἐξουσίαν ἐργάζεται, ἀεὶ δὲ ἐργάζεται αὐτός, καὶ τὴν ὕλην χορηγεῖ τῷ παντί, ἐγείρει τε καὶ συν‐ αρμόζει καὶ τάττει καὶ διακοσμεῖ. Οὐ γὰρ ἀγέννητος, οὐδὲ ἄναρχος ἡ
5ὕλη· τοῦτό σε καὶ Χαλδαῖοι διδάσκουσι· καὶ ὁ Πορφύριος ἐπιγράφει δὲ καθόλου τὸ βιβλίον, ὃ εἰς μέσον προάγει, «τῶν Χαλδαίων τὰ λόγια», ἐν οἷς γεγονέναι τὴν ὕλην ἰσχυρίζεται καί, τὸ Πλωτίνου διανοίγων βιβλίον «Ὅθεν τὰ κακά», φησί που λέγων μὴ ἀγέννητον δὴ εἶναι τὴν ὕλην καὶ τὸ ἐν ἀρχαῖς τιθέναι ὡς ἄθεον δόγμα παραιτητέον. Εἰ τοίνυν ἡ ὕλη
10γενητὴ καὶ οὐκ ἀρχή, ἀλλ’ ἔσχατος, πῶς ὁ αἰσθητὸς κόσμος ἀγέννητος, ἢ ἄναρχος, ἢ πρὸ τοῦ χρόνου; Οὐ γὰρ πρὸ τῆς ὕλης τὸ ἐκ τῆς ὕλης ποίημα. Αὐτὸς δὲ ἡμῖν ὁ Πλάτων, μέμνησαι γάρ, ἐν Τιμαίῳ πῶς οὐδὲν σχηματιζόμενος ἀποφαίνεται, πρότερον ἐρωτῶν πότερον γεγόνεν ὁ κόσμος ἢ οὐ γέγονεν· εἶθ’ ἡ αἰτία προσγέγραπται· ὁρατός τε γάρ ἐστιν ἁπτός
15τέ ἐστι. Τοῦ οὐρανοῦ τὸ χαριέστατον οἱ ἀστέρες, ἀλλ’ ὅμως καὶ οὗτοι γεγόνασιν· αἵ τε γὰρ μετοικήσεις καὶ δρόμοι καὶ ὑποστροφαὶ καὶ αἱ πρὸς τὸ βόρειον ἀναβάσεις καὶ αἱ πρὸς τὸν νότον κάθοδοι, ἡλίου τε καὶ σε‐ λήνης ἐκλείψεις αἰσθητὰ πάντα, ἃ γίγνεσθαι μὲν δοκεῖ Πλάτωνι, εἶναι δὲ βεβαίως οὐδέποτε.
20Θεόφραστος Οἱ τοῦ Πλάτωνος μυσταγωγοὶ τὸ γέγονεν οὐ γέγονεν λέγουσιν, ἀλλὰ κατ’ αἰτίαν ἐγένετο, οἷον τῆς ἐμῆς σκιᾶς αἴτιον τοὐμὸν σῶμα, ἀλλ’ οὐκ
πεποίηκεν αὐτήν, ἀλλ’ ἐκείνη τούτῳ συνηκολούθησεν.45

46

Εὐξίθεος Οὐκ ἄρα δημιουργὸς ὁ Δημιουργός, εἰ μὴ βουλόμενος ὃ πεποίηκεν δημιουργεῖ· ἀλλ’ αὐτόματον τόδε τὸ πᾶν, εἰ μὴ γέγονεν. Ἀντιστατοῦν γὰρ τῷ ἡλίῳ τὸ σῶμα οὐ συγχωρεῖ κατόπιν γενέσθαι τὴν λαμπηδόνα
5καὶ τοῦτο ἡ σκιά· ὅθεν οἷον τὸ σῶμα, τοιαύτη διαγράφεται. Ὁ δὲ Δη‐ μιουργὸς ἀσώματος, ἀόριστος, αὐτὸ τὸ φῶς ὑπάρχων. Πῶς οὖν ἢ πόθεν συμ‐ βέβηκεν ἡ σκιά; Πῶς δὲ ἀμείνων ἦν καὶ ὡς ἀληθῶς Δημιουργός, αὐτὸς ποιῶν καὶ συναρμόζων ᾗ βούλοιτο ἢ σκιᾶς ἐξ ἀνάγκης ἑπομένης; Τίς δ’ ἂν τὴν ἑαυτοῦ σκιὰν κοσμεῖν ἢ καθαίρειν βούλοιτο; Οὐκοῦν καὶ τὴν
10Πρόνοιαν ὁ τῶν ἀνοήτων λόγος συνανεῖλεν· οὐ γὰρ ἂν γένοιτο σκιᾶς ἐπιμέλεια. Ἔτι δὲ ἅμα τῷ σώματι σκιὰ παραφαίνεται· ἀλλ’ ἀδύνατον ἅμα τῷ Δημιουργῷ παραλαμβάνειν τὴν ὕλην. Καὶ τοῦτο Πλωτῖνος πε‐ ριεργαζόμενος τὴν ὕλην σαφῶς πάνυ προλέγει καὶ τὸν Ἀναξαγόραν κωμῳδεῖ ὅτι μὴ προλέγει, ἀλλ’ ἅμα τὸν Δημιουργὸν καὶ τὴν ὕλην εἰσ‐
15ήγαγεν· ἀδύνατον δὲ ἅμα, δεῖ γὰρ εἶναι πρεσβύτερον τοῦ ποιήματος τὸν ποιητήν. Ὁ δὲ πολὺς Ἀττικός, ὁ τοῦ Πλάτωνος ἐραστής, τὰ τῷ ἐρω‐ μένῳ δοκοῦντα διεξιών, ἔφη που τοῦ κόσμου τὴν φύσιν καὶ τάξιν ἐπι‐ ζητεῖν, τοιοῦτον δ’ αὐτὸν ὄντα οὐκ ἀγέννητον οὐδ’ ἀΐδιον εἶναι, ἀλ‐ λ’ ὑπὸ τοῦ μείζονος τὴν δύναμιν καὶ τελειοτέρου, Θεοῦ τοῦ πρεσβυτάτου
20καὶ νοητοῦ γεγονέναι· ὁρατὸν γὰρ ὄντα καὶ ἁπτὸν καὶ πάντη σωματοειδῆ, ἀμήχανον ἦν ἀγένητον εἶναι· ὧν γὰρ ἡ οὐσία βοηθείας δεῖται τῆς πα‐ ρ’ ἑτέρου πρὸς τὸ εἶναι. Πῶς ταῦτα μὴ ὁμολογοῦμεν γεγονέναι τε καὶ ὑπὸ
τοῦ ποιήσαντος διασῴζεσθαι; Τὸν δὲ Ἀριστοτέλη καὶ γελοῖον ἀποκαλεῖ,46

47

ὁμολογοῦντα μὲν τόδε τὸ πᾶν ὁρατὸν εἷναι καὶ ἁπτὸν καὶ σωματοειδές, ἀγένητον δὲ καὶ ἄφθαρτον εἶναι φιλονεικοῦντα. Ἢ πῶς οὐ καταγέλαστος ἐκεῖνος, εἰ μηδὲ τοῖς τῶν Αἰγυπτίων προφήταις ἐθέλει συνέπεσθαι, οἳ τοῦδε τοῦ παντὸς ἀρχὴν καὶ γένεσιν λέγοντες ἐπέστησαν καρκίνῳ τοῦ
5κόσμου τὴν ὥραν; Ἀλλὰ καὶ Ἀπόλλων ποτὲ χρησμῳδῶν γενέσθαι καὶ τοὺς δαίμονας ᾄδει καὶ πρὸ τοῦ ἀνθρώπου γενέσθαι καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς καὶ πρὸς χρείαν ἀνθρώπου τῷ Δημιουργῷ διακονεῖν· ὁ δὲ χρησμός· «Ἐκτίσθη πρὸ ὑμῶν, θείας τοῦ κόσμου γονῆς, ἄφθαρτα πνεύματα εἰς ὑμῶν χρείας». Πῶς οὗν οἱ τοῦ Πλάτωνος μυσταγωγοὶ τά
10τε νοητὰ καὶ αἰσθητὰ ἅμα πάντα παράγοντες, οὐκ ἐναντία σοφίζονται τῷ Ἀπόλλωνι καὶ τῷ Πλάτωνι; Οὐ γὰρ ἅμα δὴ πάντα· νῦν τοῦ θέρους ἡ ὥρα καὶ τὰ φυτὰ τοῖς καρποῖς ἐγκαλλωπίζεται, οὔπω δὲ χειμὼν κα‐ ταρρήγνυται· ἆρ’ οὗν τοῦ μὲν θέρους ἐστὶ ποιητὴς ὁ ποιητής, τοῦ δὲ χειμῶνος οὐκέτι; Οὐδ’ αὐτὸς ὕει, οὐδ’ εἰς καρπογονίαν προευτρεπίζει
15τὴν γῆν, ὅτι μὴ τὸ θέρος ἅμα τῷ χειμῶνι συμφέρεται; Ἀλλ’ οὐκ ἀσθε‐ νείας οὐδ’ ἀταξίας, ἀλλὰ τάξεως καὶ δυνάμεως τοῦτο σημεῖον. Ἡ σιωπὴ τοῦ Πυθαγόρου τὸ δόγμα, ἀλλ’ ὅμως λογικὸν ἦν, εἰ καὶ τότε σιωπᾶν ἐγνώκει· ἡ δὲ ἀγαλματοποιΐα τοῦ Φειδίου τέχνη, ἀλλ’ ὅμως δημιουργὸς ἦν, εἰ καὶ μή πω τὸ ἐν Ἀκροπόλει καὶ ἐν Ὀλυμπίᾳ πεποίηκεν ἄγαλμα.
20Θεόφραστος Πότερον οὖν κακῶς τόδε τὸ πᾶν συνετέθη; Εὐξίθεος
Οὔμενουν ἦν ἄμεινον.47

48

Θεόφραστος Πῶς οὖν λυθήσεται; Εὐξίθεος Ὅτι τὸ συνδεθὲν οὐχ ἁπλοῦν, ἀλλὰ γὰρ ἄλλῳ συμπέπλεκται. Τὸ
5δὲ ἐκ πολλῶν καὶ ἀνομοίων καὶ ἐναντίων συντεθὲν εὐδιάλυτον τῇ δυ‐ νάμει· τὸ δὲ δύναμιν πρὸς διάλυσιν ἔχον ἐπιτηδείαν ἐνεργήσει ποτὲ τοῦτο ὅπερ ἡ δύναμις ὤδινε. Θεόφραστος Τί δέ; Τὸ καλῶς συνδεθὲν καὶ ἁρμοσθὲν λύειν σοφίας εἶναί σοι
10δοκεῖ; Εὐξίθεος Εἰ τὰ μέρη θνητὰ καταλέλοιπε καὶ τὸ ὅλον διαλύειν προδιώρισεν· ἐξ ἐκείνων γὰρ τοῦτο. Εἰ ὀφθαλμὸς καὶ δάκτυλος καὶ μέρος ἕκαστον παθεῖν δύναται, οὐκ ἀπαθὲς τὸ σῶμα, ἀλλὰ τὸ ὅλον τοῖς μέρεσι ταὐτὸ
15πείσεται. Ἔπειτα εἰ μὲν ἡ λύσις φθορὰν εἰσῆγε τῷ παντί, λύειν ἀνόη‐ τον ἦν· εἰ δὲ τὴν φθορὰν αὐτὴν ἡ λύσις καταλύσει, μεγάλης σοφίας καὶ ἀφάτου δυνάμεως τὰ θνητὰ ποιεῖν ἀθάνατα. Θεόφραστος Τί οὖν μὴ τὴν ἀρχὴν πεποίηκε; Πότερον οὐκ ἠδύνατο, ἢ οὐκ
20ἠβούλετο;48

49

Εὐξίθεος Τῆς τοῦ Θεοῦ βουλήσεως οὐκ ἀπολείπεται δύναμις· βουληθεὶς γοῦν τὰ νοητὰ πεποίηκεν ἀθάνατα, τὰ δὲ αἰσθητὰ οἷα καὶ μετατίθεσθαι. Θεόφραστος
5 Διὰ φθόνον ἢ τί; Εὐξίθεος Ἀγαθῷ περὶ οὐδενὸς φθόνος οὐδείς· ἀλλ’ εἰ πάντα ὅμοια ἦν, οὐδὲ ἦν, ἓν γὰρ ἦν. Νῦν δὲ λογικὰς καὶ νοερὰς οὐσίας καὶ ἁπλῶς τὸν νοητὸν κόσμον ὅλον ἀθάνατον προυβάλετο, καὶ φθόνος οὐδείς, δεύτερα δὲ τὰ
10αἰσθητὰ προσέθηκε, καλὰ μὲν ὄντα καὶ μεγάλα, τῶν δὲ πρώτων ἐλάτ‐ τονα· οὐκ ἄρα τὰ δεύτερα προσθεῖναι φθονοῦντος ἦν, ἀλλά τι τῶν κα‐ λῶν μὴ παραλείπειν ὧν ποιεῖν ἠδύνατο· καὶ τὸ δημιουργεῖν οὐχ ὁρω‐ μένην καὶ ὁρωμένην εὐταξίαν αἴτια δυνάμεως ἦν, οὐκ ἀσθενείας. Τελείου γὰρ Λόγου καὶ Δημιουργοῦ μὴ μόνον διάφορα ποιεῖν, ἀλλὰ
15καὶ ἀλλήλοις ἐναντία, οἷον λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρὸν καὶ ἀθάνατα καὶ θνητά, ἃ δι’ ὑπερβολὴν δυνάμεως ἀθάνατα μεταποιήσει. Διὸ δὴ προκατέσπειρε καὶ τοῖς θνητοῖς τὸ ἀθάνατον, ὃ καὶ βλαστήσει ποτὲ καὶ κρατήσει καὶ τὸ ἔλαττον ἐκτρίψει καὶ πρὸς ἑαυτὸ μετασκευάσει καὶ ἀειθαλεῖς ἕξει τοὺς καρπούς. Καὶ παράδειγμα τοῦδε τοῦ λόγου
20οὐκ ἐλάχιστόν ἐστι, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸ ἀκραιφνέστατον ἀθά‐
νατον καὶ νῦν διασῴζεται, ὃ δὴ Ὄλυμπόν τε καὶ Μακάρων Νήσους καὶ49

50

Ἠλύσιον πολλάκις ὀνομάζει τὰ λόγια, εἰς ἀπόδειξιν ὅτι τὸ ὅλον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται τοιοῦτον· οὐδὲν γὰρ παρὰ τοῦ Δημιουργοῦ γενόμενον παντελῶς θνητόν· οὔκουν διαμένει θνητόν. Συγχωρεῖ δὲ τὸ αἰσθητὸν καὶ ἔνυλον χρόνον τινὰ γένεσιν καὶ φθορὰν ὑποδέχεσθαι,
5μεῖζον ἀγαθὸν προνοούμενος, ἅμα μὲν ταῖς ἰδέαις καὶ τῷ ποικίλῳ τῶν εἰδῶν κάλλει χώραν διδούς, ὥστε τῇ φθορᾷ καὶ γενέσει πολλάκις ἐντυ‐ ποῦσθαι καὶ τῇ συνεχείᾳ τῆς μεταβολῆς τὰ καλὰ τῆς μορφῆς σχήματα ἐν τῇ ὕλῃ γυμνάζεσθαι καὶ τοὺς περὶ τῶν εἰδῶν λόγους μελέτῃ βεβαι‐ οῦσθαι καὶ τῇ κινήσει διαδείκνυσθαι, ὥστε τῇ ποικιλίᾳ τῶν ἔξω θαυμά‐
10ζειν τὰς περὶ τῶν ἔνδον νοήσεις· οἱονεί τις ζωγράφος, καλοῦ γε ὄντος τοῦ ἀρχετύπου, πολλὰς τοῦ αὐτοῦ εἰκόνας ἐξεργάσαιτο, ὡς μηδὲν τοῦ κάλλους διαλαθεῖν καὶ πανταχοῦ διαφαίνεσθαι καὶ σεμνοτέραν δεικνύναι τὴν τέχνην· ἅμα δὲ καὶ ταῖς λογικαῖς οὐσίαις ἐνδεικνύμενος, ὅτι μὴ δι’ ἀνάγκην, ἀλλὰ κατὰ δωρεὰν τὴν ἀθανασίαν αὐταῖς χαρίζεται καὶ ἐν
15τοῖς πρώτοις ἑκὼν τίθησιν οὐ τῶν δευτέρων ἀπορίᾳ καὶ ὡς δεῖ τὰ πρῶτα τῶν δευτέρων ἐπιμελεῖσθαι καὶ μηδὲν ἐξ αὐτῶν ἐμπίπλασθαι, ἀλλὰ τῶν ἐσχάτων ἐφάπτεσθαι καὶ τῆς ἀρχῆς ἐξηρτῆσθαι καὶ πρὸς αὐτὴν ἀεὶ βλέπειν καὶ ποιεῖν τὸ κελευόμενον καὶ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν βού‐ λεσθαι· ἐλευθερία γὰρ καὶ ὡς ἀληθῶς δύναμις τῷ ἀγαθῷ δουλεύειν
20ἐφίεσθαι. Δεῖ τοίνυν τοὺς λογικὴν οὐσίαν μεταλαχόντας ἑκόντας ἄρχεσθαι σεμνῶς, εἰ μέλλουσι τῷ αὐτεξουσίῳ κεχρῆσθαι καλῶς, ὃ δὴ μέγιστον παρὰ τοῦ Δημιουργοῦ τῆς ἀθανασίας ἔχουσι σύμβολον. Εἰ δὲ ὑπηρετεῖν τῷ πρώτῳ βαρύνονται, καὶ ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος γέγονε, δυσχεραίνει καὶ τυραννίδος ὀρέγεται καὶ παρανομεῖν ἄρχεται τῆς τάξεως ἀποσπα‐
25σθέντες εἰς ἀταξίαν πεσοῦνται καὶ τῆς τοῦ βασιλέως ἀστραπῆς ἀποστάν‐
τες θνητοὶ μὲν οὐκ ἔσονται, ἀθάνατοι παρ’ αὐτοῦ τὸ πρῶτον γενόμενοι,50

51

ἀλλ’ οἷον ἐν σκότει τῶν θνητῶν αἰσθήσονται καὶ ὥσπερ εἰς ποταμὸν ἐμπεσόντες τῇ καὶ τῇ φέρονται κρατούμενοι μᾶλλον ἢ κρατοῦντες. Ταῦτα προγνοὺς ὁ Δημιουργὸς προσεξηῦρεν ὅπως παύσῃ τοῦτο γιγνόμενον καὶ οὔτε τὸ αὐτεξούσιον τῶν ἀρχομένων διὰ τοὺς ἀφισταμένους ἐξεῖλε καὶ
5τὴν τῶν ἀφισταμένων ἀσθένειαν τοῖς ἐνύλοις ἐξελέγχει, ὅτι μεμονωμένοι διαφθείρειν οὐ σῴζειν ἐπίστανται, καὶ τοῦτο ἐλεήσας οὐκ ἐᾷ νοσεῖν ἅτε θνητὸν ποιήσας οὗ τὸ πλέον ἀπολαύειν ὀρέγονται, οὖ λυθέντος καὶ ἡ τυραννὶς συνδιαλύεται· καὶ μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἀθάνα‐ τον αὖθις ποιήσει τὸ μέρος, ὃ δι’ ἐκείνους θνητὸν τὸ πρῶτον ἀφῆκε.
10Καὶ τοῦτο συνήνεγκεν εἰς δέλεαρ καὶ ἔλεγχον καὶ λύσιν τῆς τυραννίδος, εἰς ἐπίδειξιν δὲ τῆς τοῦ Δημιουργοῦ δυνάμεως καὶ δικαιοσύνης καὶ πραό‐ τητος καὶ φιλανθρωπίας. Οἶδε τὴν φθορὰν ταύτην ὁ Πλάτων, εἰ καὶ τὴν μέλλουσαν ἀθανασίαν ἠγνόησεν· οὐ γὰρ τῆς γῆς μόνον, ἀλλὰ καὶ τοῦ οὐρανοῦ φθορὰν ἐπεισάγει Τιμαίῳ, λέγων ἐκ τῆς οἰκείας φθορᾶς
15τὸν οὐρανὸν τρέφεσθαι. Εἰ τοίνυν τροφὴ καὶ φθορὰ ποῦ τὸ ἀθάνατον, εἰ μὴ τὴν φθορὰν ὁ Δημιουργὸς μεταλλάξει τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὸ ὅλον εἰς ἀθανασίαν ἀναδησάμενος, μεθ’ ἣν οὐκέτι τελευτὴ οὐδὲ κακίας ἐπανάστασις οὐδὲ θνητὸν οὐδέν; Τοῖς δὲ ἀπὸ τῆς Στοᾶς ἐδόκει πολλάκις μὲν φθείρεσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, πολλάκις δὲ ἀνα‐
20νεοῦσθαι. Ἀλλ’ εἰ πάλιν φθείρεσθαι μέλλοι, μεταλλάττειν περίεργον. Οὐκοῦν ἄμεινον ἡ εἰς ἅπαξ μεταβολή, μεθ’ ἣν οὐκέτι μεταβολή, καὶ ὁ ἄνθρωπος ἀναβιώσεται οὐχ ὥστε πάλιν τεθνάναι· οὐδὲν γὰρ ἔσται θνητόν, ἀλλὰ πάντα καινὰ καὶ ἀθάνατα καὶ ὁ πᾶς οὗτος κόσμος καὶ ὁ ἄνθρωπος. Θεόφραστος
25Πότερον δὲ μετὰ τοῦ σώματος ὁ ἄνθρωπος ἀναβιώσεται ἢ οὐ;51

52

Εὐξίθεος Μετὰ τοῦ σώματος, εἴπερ ὁ ἄνθρωπος ψυχὴ λογικὴ ὀργανικῷ σώ‐ ματι χρωμένη. Θεόφραστος
5 Ποίου δὲ σώματος; Τοῦ αὐγοειδοῦς ἢ τοῦ ἀερώδους ἢ τοῦ ὀστρεώ‐ δους; Τοιούτων γὰρ καὶ τοσούτων ἡ ψυχὴ σωμάτων ἐμπίπλαται, δι’ ὅσων καὶ οἵων χωρίων παρέρχεται. Εὐξίθεος Ποικίλων σωμάτων φορτίον λέγεις τὴν ψυχὴν περιφέρειν. Καὶ ὥσπερ
10τὰ μικρὰ ζῷα τοῖς ἀραχνίοις ἐμπεσόντα εὐθὺς περιβάλλεται καὶ τεθή‐ ραται, οὕτως ὡς ἔοικεν ἡ ἀνθρωπεία ψυχὴ προσπελάζουσα σώμασι, κἂν διάφορα ᾖ, ταχέως ἐνδύεται καὶ ἁλίσκεται, κἂν τὸν οὐρανὸν δια‐ βαίη, οὐράνιον τὸ σῶμα παρεσπάσατο, εἰ δὲ διὰ τῶν ἄστρων, ἀστρο‐ ειδές, εἰ δὲ διὰ αἰθέρος ἡ πάροδος ᾖ, αἰθερίῳ σώματι περιστοιχίζεται,
15κἂν εἰς ἀέρα καταβῇ, τῷ ἀερώδει περιρρεῖται, εἰ δὲ ἐπὶ τῆς γῆς ὀφθείη, γήϊνον αὐτῇ τὸ σῶμα συμπήγνυται. Εἰ τοίνυν τῶν ἄλλων στοιχείων οὕτω ῥᾳδίως ἐμπίπλαται, τί κωλύει, κἂν εἰς πῦρ ἐμπέσοι, πυρίνῳ σώματι περιλαμβάνεσθαι, κἂν ὑπὸ θαλάττης κατακλύζοιτο, ὑδά‐ τινον ἀνιμᾶσθαι τὸ σῶμα; Βούλει τῶν τοιούτων σωμάτων πεῖραν λαμ‐
20βάνειν, ὦ Αἴγυπτε; Αἴγυπτος
Οὐκ ἔστι μοι σχολὴ κατακαίεσθαι οὐδὲ ὕδατι ἀποπνίγεσθαι.52

53

Εὐξίθεος Ἀλλὰ πᾶν σῶμά φησιν ὁ Θεόφραστος ἁρμόδιον εἶναι ψυχῇ καθά‐ περ ἱμάτιον· καὶ τριπλοῦς τις ὢν καὶ τετραπλοῦς ἡμᾶς ἐλάνθανε. Θεόφραστος
5 Παίζεις, Εὐξίθεε, τὰ τῶν παλαιῶν ἀπόρρητα. Εὐξίθεος Σὺ δὲ σπουδάζεις, ὦ Θεόφραστε, καὶ οὐ γελοῖον εἶναί σοι δοκεῖ τὸ ἀσώματον ὁτῳοῦν σώματι ῥᾳδίως συμπλέκεσθαι καὶ ἐπισυνάπτειν καὶ συρράπτειν ἄλλο ἄλλῳ καὶ πολλὰ ἅμα σώματα ἐπενδύεσθαι; Εἰ δὲ καὶ
10ἔμψυχα τὰ σώματα, πάντως δὲ ἔμψυχα, ψυχῆς γὰρ τὰ σώματα, πολλὰ ζῷα τὴν μίαν ψυχὴν ὥσπερ ἀγέλην συμπεφυκότων βοσκημάτων φὴς ἐλαύνειν καὶ ὁρμαθὸν ἀλλήλοις ἐμβεβηκότων ζῴων συνείρειν. Θεόφραστος Ἔοικε μὲν ἄτοπα ταῦτα εἶναι καὶ οὐδὲν ἐᾷς ἀνέλεγκτον. Ἀλλ’
15ἀκούεις οἷα τὰ περὶ τὰ μνήματα σκιοειδῆ φαντάσματα; Ταῦτά ἐστι τὰ ἀερώδη τῶν ψυχῶν σώματα, ἃ δὴ εἴδωλα καλεῖται. Εὐξίθεος Οὔπω μεμάθηκας ὁ πάντα μαθὼν ὡς δαιμόνια κακοεργὰ καὶ ἔνυλα τὰς ἀνθρωπείας ψυχὰς ὑποκρίνεται καὶ οἱ γοητεύειν σοφιζόμενοι καὶ τὸν
20πάλαι τεθνηκότα καλεῖν ἐπαγγελλόμενοι οὐκ ἄνθρωπον ταῖς ἐπῳδαῖς
ἕλκουσιν ἀλλὰ τὸ δαιμόνιον, ὃ τοῦ ἀνθρώπου τὴν εἰκόνα, τὸ εἴδωλον,53

54

σχηματίζεται καί τι πρὸς ἀπάτην τερατεύεται καὶ φθέγγεται; Ἀλλ’ ὁ ἥλιος ἄνω προσελαύνων τὴν κάτω σκηνὴν διαλύει· εἰ δὲ ἦν ἀνθρωπίνη ψυχή, καὶ ἐν ἡμέρᾳ τοῖς φιλτάτοις μάλα ἡδέως προσδιελέγετο καὶ συν‐ διῆγεν. Ὁ γοῦν Πυθαγόρας οὐχ ὁ Σάμιος, ἀλλ’ ὁ Ῥόδιος, μέλλων ψυ‐
5χομαντείαν παραδιδόναι, τίνες οἱ καλούμενοι τὸ πρῶτον ἐπιζητεῖ, πό‐ τερον θεοὶ ἢ δαίμονες ἢ τούτων ἀπόρροιαι καὶ πότερον δαίμων εἷς, ἄλ‐ λοτε ἄλλος εἶναι δοκῶν, ἢ πολλοὶ καὶ σφῶν αὐτῶν διαφέροντες, οἱ μὲν ἥμεροι, οἱ δ’ ἄγριοι καὶ οἱ μὲν ἐνίοτε τἀληθῆ λέγοντες, οἱ δ’ ὅλως κί‐ βδηλοι, καὶ πολλὴν τῶν παλαιῶν καὶ τῶν ὕστερον ταραχὴν ὑπογράφων,
10τέλος προΐεται δαίμονος ἀπόρροιαν εἶναι τὸ φάσμα. Θεόφραστος Πῶς οὖν ἀλγήσει ψυχὴ τιμωρουμένη, εἰ τὸ ἀέριον ἀνέλοιμεν σῶμα; Οὐ γὰρ ἄνευ σώματος ἀλγήσει. Εὐξίθεος
15 Ἦ καλῶς λέγεις, οὐκ ἄνευ σώματος. Ἀλλὰ τὸ οἰκεῖον ἀναλήψεται καὶ ᾧ φανερῶς ἐχρήσατο, ὅταν ὁ τεταγμένος τῆς κρίσεως χρόνος καλοίη· οὐ γὰρ ἄλλο μὲν ἥσθη, ἄλλο δὲ ἀλγήσει, οὐδ’ ἄλλο μὲν διηκόνει, ἄλλο δὲ πρὸς κρίσιν ἀπάγεται. Θεόφραστος
20 Τὸ γήινον λέγεις; Μέγα θαῦμα. Καὶ μὴν καὶ διαλέλυται καὶ διε‐ σκέδασται καὶ τὸ μὲν ὑπὸ τῶν ἰχθύων διατέμνεται, τὸ δὲ ὑπὸ τῶν ὀρνέων διασπαράττεται καὶ ταῦτα ὑφ’ ἑτέρων ἁλίσκεται καὶ διόλλυται, ὡς μηδὲν
εἶναι τοῦ ἀνθρωπίνου σώματος γνώρισμα.54

55

Εὐξίθεος Μορμολύττῃ, ὧ γενναῖε· μαθὼν δέ, ἡμερώτερος ἔσῃ. Ἀλλὰ ἀπόκρι‐ νε, τὸ ἀνθρώπινον σῶμα πότερον ἁπλοῦν ἢ σύνθετον; Θεόφραστος
5 Δηλονότι σύνθετον. Εὐξίθεος Ἐκ τίνων δὲ ἡ σύνθεσις; ἐκ τῶν τεττάρων φὴς στοιχείων; Θεόφραστος Φημί.
10Εὐξίθεος Διαλυόμενον δὲ τὸ σύνθετον οὐκ εἰς ταῦτα πάλιν ἀναχωρεῖ ἐξ ὧν συνετέθη; Θεόφραστος Πάνυ μὲν οὖν
15Εὐξίθεος Οὐκοῦν τοῦ ἀνθρώπου τὸ σῶμα καὶ ὁ ἰχθὺς καὶ τὸ ὄρνεον καὶ τὸ θηρίον εἰς τὰ στοιχεῖα πάλιν ἀνέδραμε καὶ ἕκαστον ὅθεν συνῆλθεν εἰς
ἐκεῖνο διαλύεται.55

56

(3)

Εὐξίθεος Εἰ τοίνυν τὰ στοιχεῖα διασῴζεται, καὶ ἡ τοῦ ἡμετέρου σώματος
5ἀφορμὴ διασῴζεται καί, ὅταν ὁ Δημιουργὸς καλῇ, πανταχόθεν συλλέ‐ γεται. Εἰ γὰρ τὴν ἀρχὴν ἡ μικρά τις καὶ ἀνείδεος ὑγρότης ὅλον ἄν‐ θρωπον ἀπεκύησεν, οὐκ ἂν ἔτι θαυμάσαιμι εἰ ὅλον τοῦ ἀνθρώπου τὸ σῶμα τοῖς στοιχείοις κατασπαρὲν οὐ πλέον ἀλλ’ αὐτὸ τὸ μέτρον ἀπέδωκεν. Εἶδον ἔγωγε πολλήν τε καὶ καλὴν ἀμφιλαφῆ τε καὶ σύσκιον ἄμπελον,
10ἣ τὴν ἐμὴν οἰκίαν διεκόσμει, οὐχ ὑπὸ γεωργοῦ πεφυτευμένην οὐδ’ ὑπὸ βλαστήματος ἀνατεθραμμένην, ἀλλὰ γίγαρτον κατασαπὲν ὅλην ἐχορή‐ γησεν. Ποῦ τοίνυν τὸ στέλεχος ἐκρύπτετο; Ποῦ δὲ τὰ μυρία φύλλα; Ὁ δὲ καρπὸς ποῦ διελάνθανεν; Οἱ δὲ γεωργεῖν δεινοί, σῦκον σχοινίῳ προσ‐ τρίψαντες καὶ κεγχραμίδων ἐμπλήσαντες, κατέχωσαν τὸ σχοινίον· χρόνος
15βραχὺς καὶ πρὸς μέτρον τῶν κεγχραμίδων συκαῖ κατὰ στίχον κείμεναι διεφάνησαν· καίτοι μικρόν τι καὶ ἄτομον καὶ οἷον σημεῖον ἡ κεγχραμίς, ἀλλ’ ὅμως προδιαφθαρεῖσα τὸ μέγα δένδρον ὠδίνει. Καὶ τὸ δένδρον ὁ φοῖνιξ εἰς ἀέρα μετεωρίζεται, ἀλλ’ ὀστέον ἀπεσκληκὸς τῆς γενέσεως ἡ πρόφασις. Ἔστι δὲ καὶ ἀνθρωπεία τέχνη, ἧς καὶ πρότερον ἐμνήσθημεν,
20ἣ μελίσσας ἐργάζεται. Ταῦρον ἀνελόντες οἱ τῶν μελισσῶν ἐρασταὶ καὶ νεκρὸν ἐν οἴκῳ καταχώσαντες μετρίως καὶ συγκλείσαντες ἀκριβῶς, ἐῶσι διαφθείρεσθαι καὶ κατασήπεσθαι· καὶ τὸ παράδοξον, ἡ τοῦ ἑνὸς ἀναί‐ ρεσις καὶ φθορὰ μυρίων μελισσῶν γένεσις καὶ ζωὴ καὶ βίος ἐγένετο. Καὶ ἐπιρρεῖ πλῆθος ζῴων ἐκ φθορᾶς λαχόντων τὴν γένεσιν. Ἀλλὰ
25τούτων μὲν οὐδὲν ὁ Θεόφραστος θαυμάζει· εἰ δ’ ἀναβιῴη τοῦ ἀνθρώπου56

57

τὸ σῶμα, τοῦτο τεθαύμακε καὶ ἀπιστεῖ, ὁ τοὺς προγόνους Ἀθηναίους αὐτόχθονας εἶναι πειθόμενος. Καὶ μὴν ταύτην τὴν ἀπιστίαν προανελὼν ὁ Δημιουργὸς τοσαῦτα θεάματα παραπλήσια δίδωσιν, ὡς ἂν μηδὲ ἐκεῖνο ὕστερον ἄπιστον ὀφθείη, καὶ τὴν γῆν ἐξάγειν κελεύει πολλὰ μὲν ζῷα,
5πολλὰ δὲ φυτά, μυρία δὲ σπέρματα, προγυμνάζων εἰς τόκον, ὡς ἂν μὴ κενὸν αὐτῇ δόξῃ τὸ πρόσταγμα. Εἰ γὰρ ζῶντα σώματα καὶ ἔμψυχα δί‐ δωσιν, οὐκ ἂν ἔτι ξένον ὀφθείη αὐτὰ μόνα τῶν ἀνθρώπων ἀποδιδόναι τὰ σώματα. Θεόφραστος
10 Ἔστιν ἢ πείθεις. Ἀλλ’ εἰ μὲν τὸ σῶμα μεμορφωμένον διέμεινεν, οὐκ ἀπίθανον ἦν αὖθις ὥσπερ εἰς ἄγαλμα τὴν ψυχὴν ὑποδῦναι· εἰ δὲ πολλῶν ἐτῶν ἡ τοῦ σώματος ἁρμονία λέλυται, πῶς ἂν ὕστερον αὐτῷ χρήσεται; Αἴγυπτος
15 Ἦ που ἄρα τὰ παρ’ ἡμῖν σώματα ῥᾳδίως ἀναβιώσεται, κεῖται γὰρ τεταριχευμένα καὶ πρὸς ὑποδοχὴν ψυχῆς ἕτοιμα. Εὐξίθεος Ὡς εὔχαρις ὁ Αἴγυπτος. Ὁ δὲ Θεόφραστος οὔπω κατενόησεν ὡς οὐδὲν διαφέρει νεκρὸς διαχυθεὶς καὶ ἔτι συμπεπηγώς· ὁμοίως γὰρ ἐν ἀμ‐
20φοτέροις ἡ ἁρμονία διαλέλυται. Οὐ γὰρ ἂν ἀποσταίη σώματος ἡ ψυχή, μὴ τῆς ἁρμονίας λυθείσης, ὥστε τοῦ γεγραμμένου ὁ νεκρὸς ἄνθρωπος οὐδὲν ἀμείνων, ὅτι μὴ καὶ ἀσθενέστερος· ὁ μὲν γὰρ εὔχρους τε καὶ ἐν
ὥρᾳ, ὁ δὲ ἀπηνθηκὼς καὶ ὅλως ἔξωρος. Ἢ τοίνυν τὰ χρώματα καὶ τοὺς57

58

εἰργασμένους λίθους εἰς ὑποδοχὴν ψυχῆς νεκροῦ σώματος χρὴ προτιμᾶν ἢ οὐδὲν διαφέρειν ὁμολογεῖν εἰς κοινωνίαν ψυχῆς τὸ συνεστηκὸς σῶμα τοῦ διεσκεδασμένου, ἐπεὶ καὶ νῦν ἀφικνουμένη οὐ τέλεον εὑρίσκει τὸ σῶμα, ἀλλ’ ἄμορφον τὸ σπέρμα, ἀλλ’ οὐ τὸ φαινόμενον ἰσχυρόν, ἀλ‐
5λ’ ἡ ἔνδον λανθάνουσα δύναμις. Θεόφραστος Πῶς οὖν ἑκάστη ψυχὴ τὸ ἑαυτῆς ἀναλήψεται σῶμα; Εὐξίθεος Ἐξ ὕλης καὶ εἴδους τὸ σῶμα· ἡ μὲν οὖν ὕλη φθείρεται καὶ δια‐
10λύεται, μένει δὲ σῶος καὶ αὐτὸς τοῦ εἴδους ὁ λόγος. Ἢ οὐχ ὁρᾷς ὅτι καὶ ὁ σῖτος, ὅταν αὐτὸν οἱ ἄνθρωποι σπείραντες γῇ κρύψωσιν, αὐτὸς μὲν ἐφθάρη καὶ ἐξεχύθη καὶ τέθνηκεν, ὁ δὲ δημιουργικὸς αὐτοῦ λόγος, πε‐ πηγὼς καὶ συγκεκροτημένος καὶ οἷον ἀθάνατος καὶ ἐρρωμένος διαμένων καὶ τὴν ἐν κύκλῳ τοῦ σπέρματος γῆν συλλέγων καὶ τὸ περικεχυμένον
15ὑγρὸν ἐφέλκων καὶ τῇ θέρμῃ περιθάλπων, ἀναζωπυρεῖ κατασβεσθέντα τὸν σῖτον καὶ ῥίζας ἐγκατέπηξε καὶ φύλλον ἐξέφυσε καὶ τὴν καλάμην διήγειρε καὶ τοὺς στάχυας ἐξέθρεψε καὶ ἁπλῶς ἄνω τὸν κάτω σῖτον αὖθις βιῶναι πεποίηκε; Καὶ ὁ τῶν ὀλυρῶν λόγος ὀλύρας διέσωσε καὶ ὁ τῶν κυάμων κυάμους, καὶ ἄπιστον τούτων οὐδέν· εἰ δὲ δέοι τὸν ἄνθρωπον ἀνασωθῆναι,
20φθόνος δαιμόνων καὶ ἀνθρώπων ἀπιστία. Εἰ τοίνυν ἐν τοῖς θνητοῖς ὁ τοῦ εἴδους λόγος ἀθάνατος, ἦ πού γε τῆς ἀθανάτου ψυχῆς ἀθάνατος ὁ λόγος καὶ
οὔ ποτε χρόνῳ διόλλυται, ἀλλ’ ἐν ἑαυτῷ μένων, ὅταν ἡ προθεσμία παρῇ,58

59

ἐγείρει τὴν ὕλην καὶ κοσμεῖ κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸν ἀρχαῖον τρόπον, ὥστε τῇ ψυχῇ γνωριμώτατον εἶναι τὸ εἶδος, καὶ αὐτὸς ὁ συγκα‐ λῶν Θεὸς ἑκάστην ψυχὴν πρὸς τὸ οἰκεῖον ἐκπέμπει καὶ διαχωρίζει καὶ διανέμει, καθάπερ οἱ παρ’ ἡμῖν οἱ ἀγαθοὶ νομεῖς οἳ μυρίων ὄντων τῶν
5βοσκημάτων διακρίνουσι ῥᾳδίως ᾗ χρὴ ἕκαστα καὶ οὐ δέος μή ποτε συν‐ ταραχθείη. Καὶ νῦν ὕει μὲν ὁ Θεός· μυρία δὲ καὶ δένδρα καὶ φυτὰ καὶ βοτάναι, ἓν δὲ τὸ ὕδωρ, ἀλλ’ ὅμως ὁ ἑκάστου λόγος ὁ τὸ ὕδωρ ἕλκων πρὸς τὸ οἰκεῖον μετέβαλεν εἶδος καὶ σχῆμα καὶ χρῶμα καὶ μέγεθος καὶ ἡδὺ καὶ πικρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ εὐῶδες καὶ οὐκ εὐῶδες. Καὶ
10ἀεὶ μὲν παράδοξον τὸ γιγνόμενον, ἀλλ’ ὅμως οὐ διετάραξε τοὺς σοφούς· εἰ δὲ τοῦ Δημιουργοῦ προῆλθε τὸ κήρυγμα καὶ ἡ ἀθάνατος ψυχὴ με‐ μνημένη τὸ οἰκεῖον εἶδος ἐπέγνω καὶ ἀνέλαβε, πρὸς τοῦτο μόνον ἀπο‐ ροῦσι καὶ διαμάχονται. Τὸ μὲν οὖν εἶδος οἷον τὸ πρῶτον προῆλθε, τοιοῦτο διέμεινεν, ἡ δὲ ὕλη, ὑπόκειται γὰρ πάσῃ ποιότητι, δεξαμενή τις οὖσα
15μεταβολὴν ὑποδέχεται· οἷον εἰ Ἀχιλλεὺς σταίη χαλκοῦς, λυθείη δὲ τῷ χρόνῳ οὗτος ὁ Ἀχιλλεὺς καί τινες, τὸν χαλκὸν ἠμελημένον λαβόντες καὶ κατακερματίσαντες, πανταχοῦ διασπείρωσι, ὁ δὲ σοφὸς ἤδη δημιουργός, ἐπαινέσας τοῦ χαλκοῦ τὴν ὕλην ὡς ἐπιτηδείαν τῇ τέχνῃ καταχαλκοῦν συλλέγων τὸ ὅλον ἐξεύροι, εἶτα συγχωνεύσας καὶ ἐκκαθάρας καὶ σοφίᾳ
20τινὶ καὶ δυνάμει τὸν χαλκὸν εἰς χρυσὸν μεταβαλών, τοῦ Ἀχιλλέως ἐπάγοι τὸ εἶδος· ὀφθείη ἂν χρυσοῦς ὁ πάλαι χαλκοῦς Ἀχιλλεύς, Ἀχιλλεὺς μέν‐ τοι. Οὕτω τῶν σωμάτων ἡ ὕλη τὸ βαρὺ καὶ κεχυμένον καὶ θνητὸν δια‐ φυγοῦσα τῇ τοῦ Δημιουργοῦ φιλοτιμίᾳ καὶ τέχνῃ καθαρὰ καὶ κούφη καὶ ἀθάνατος γίγνεται. Ἔδει γὰρ αὐτὴν πρὸς τὸ ἀθάνατον τῆς ψυχῆς
25κοινωνίαν πεποιημένην ἀθανασίας ποτὲ μεταλαγχάνειν, ἦς καὶ τὸ πρῶτον59

60

ἀπέλαυσεν ἄν, εἰ μὴ δι’ ὅ, πολλάκις εἴρηται, χρόνον τινὰ τεθνάναι συν‐ εχωρήθη καὶ ὡς ἂν ἡ κακία διακοπείῃ καὶ αὐτὴ ἑαυτῇ τὴν τιμωρίαν ἐξεύροι. Εἰ γὰρ εἰς τὸ μηδὲν τὰ σώματα διελύετο, τί ποτε ἄρα τοσοῦτον ἰσχύος αὐτοῖς ἐναπέμενεν, ὥστε μεῖζον ἰσχύειν ἐν θήκαις καθιδρυμένα
5ἢ ὅτε πανταχοῦ γῆς ᾔει σεμνῶς; Ἀκούεις τὸν Οἰδίπουν ὡς ἐν Κολωνῷ κείμενος ἐν καιρῷ κεῖσθαι τοῖς Ἀθηναίοις ἐδόκει. Λέγεται δὲ Ἀθηναίοις ἐπειδὴ ἐνόσουν τὸν Ἀπόλλω χρῆσαι Θησέα τὸν Αἰγέως ἐπὶ τὰς Ἀθή‐ νας μεταβιβάζειν, ἐν Σκύρῳ δὲ κατωρώρυκτο, ἐκεῖ γὰρ δολοφονηθεὶς ἐτελεύτησεν, ὑπειπόντα οὐκ εἶναι τῶν παθημάτων λύσιν, πρὶν ἂν τοῖς
10Ἀθηναίοις καὶ τεθνηκὼς ὁ Θησεὺς συνοικισθείη· ἅμα τε τῆς Ἀττικῆς τοῦ Θησέως τὸ λειπόμενον ἐπέβη καὶ ὁ λοιμὸς οὐκ ἔτ’ ἦν. Ἢ οὔπω με‐ μάθηκας ὡς ὅλος Ὀρέστης ἐν σορῷ παρὰ τοῖς Ἀρκάσιν ἐκρύπτετο, συχνῷ δὲ χρόνῳ μετὰ τὴν Ὀρέστου τελευτὴν οἱ Λακεδαιμόνιοι, τοὺς ἄλλους πολέμους εὖ πράττοντες, ἀπὸ τῶν Ἀρκάδων οὐχ ὡς ἤθελον
15ἀπηλλάττοντο; Ὡς δὲ οὐκ εἶχον οἵτινες γένωνται, ὅ τι χρὴ ποιεῖν ἐρω‐ τῶσι τὸν Ἀπόλλω, ὁ δὲ αὐτοῖς ἀνεῖλεν οὐχ ὁπλίτας παρακαλεῖν οὐδὲ ἱππέας συλλέγειν, ἀλλ’ ἕνα νεκρὸν ἄνθρωπον εἰς συμμαχίαν ἐξευρίσκειν καὶ ἐδίδασκεν ἀσαφῶς μέν, ἀλλ’ ὅμως ἐδίδασκεν, ὡς ἐν χαλκείῳ τοῦ Ἀγαμέμνονος ὁ παῖς κέοιτο καὶ ὡς τοῦτον ὑποκλέψαντες μεταθήσουσι
20μετ’ ἐκείνου τὴν νίκην. Εὑρίσκουσι τὸν Ὀρέστην καὶ ὑποκλέπτουσι καὶ τὸ λοιπὸν ἐνίκων. Εἰ τοίνυν Οἰδίπους ὁ τῇ μητρὶ συγγενόμενος καὶ Ὀρέ‐ στης ὁ τὴν μητέρα ἀπεκτονὼς καὶ Θησεὺς ὁ σωφρονοῦντα τὸν παῖδα ταῖς ἀραῖς κατασύρων ὑπὸ γῆν ὄντες τὴν γῆν διασῴζειν λέγονται, ἦ πού γε ἄνδρες τὸν βίον ὅλον ταῖς ἀρεταῖς συμμετρήσαντες καὶ τὴν τε‐
25λευτὴν αὐτὴν ὑπὲρ εὐσεβείας λαμπρῶς ἀναδεξάμενοι, ὡς ἐγὼ κατανενόηκα ἀνδρῶν ἀγαθῶν συχνὰ σώματα τοσοῦτον ἐκδειματοῦντα τῶν δαιμόνων τὰς φάλαγγας, ὅσον ἐκεῖνοι τὸν τεθηραμένον ἄνθρωπον, καὶ τὰ μυρία
νοσήματα, ἐν οἷς τῶν ἰατρῶν ἠσθένησεν ἡ τέχνη, ῥᾳδίως χαλῶντα καὶ60

61

ἐκκαθαίροντα καὶ ὅλως ἐκκόπτοντα. Εἰ δὲ μελλούσης ἀθανασίας τὰ σώ‐ ματα παντελῶς ἄμοιρα ἦν, ἀσθενῆ τε καὶ περιττὰ κείμενα ἦν καὶ μά‐ την ἡμῖν ὁ Πλάτων παρακαλεύεται τῆς αὑτοῦ πόλεως τοὺς φύλακας τελευτῶντας τιμᾶν καὶ τῶν σωμάτων τὰς θήκας προσκυνεῖν· σὺ γὰρ
5τούτων ἔμπειρος. Καὶ ἄλλως εἰ τοὺς πονηροὺς ἀνάγκη μετὰ σώματος ὁποτέρου βούλεσθε εἰς τὸ τῆς τίσεως ἰέναι δεσμωτήριον, πῶς οὐ δίκαιον τῶν τῆς ψυχῆς καλῶν ἀπολαύειν τὸ σῶμα, εἴπερ ἐν ταῖς συμφοραῖς οὐκ ἀποδιδράσκει τὴν κοινωνίαν; Σοφὸν δὲ τὸ μηχάνημα τὴν ψυχὴν τοῦ σώματος ἀπανίστασθαι, ὡς ἂν τὸ πάθημα μάθημα γένοιτο ὅση μὲν ἡ
10τῆς ψυχῆς δύναμις, οἵα δὲ τοῦ σώματος ἡ ἀσθένεια· νόμος δὲ αὖθις ἀναβιῶναι· οὐ γὰρ ἔδει τὸ σῶμα ἐς ἀεὶ μάτην ἐρρίφθαι, ἐπειδὴ τὸ πρῶτον ψυχῆς ἀθανασίας ἐγεύσατο· ἀλλ’ οὐκ εἰς τόνδε τὸν βίον ἀναβιῶναι· ἱκανὴ γὰρ ἡ πρώτη γένεσις τοῦ παρόντος ἀγῶνος ἐκδιδάξαι τὴν πεῖραν. Καὶ ἄλλως περίεργος ἡ τελευτή, εἰ πρὸς τὸν αὐτὸν αὖθις ὑπέστρεφε βίον.
15Ἦ ταῦτα μὲν μυθολογία, ὡς καὶ πρότερον ἡμῖν ἀποδέδεικται· οὐ γὰρ ἐπιλέλησαι, μνημονικώτατος ὤν. Τὸ δὲ ἀληθέστερον, εἰς ἀθάνατον ἀνα‐ βιώσεται βίον, τοῖς μὲν ἀγαθοῖς πάλαι ποθούμενον, φοβερὸν δὲ τοῖς οὐ πρότερον πεφοβημένοις κακίαν. Θεόφραστος
20 Οὐκ ἀγεννῶς ἐπεξέρχῃ τῷ λόγῳ. Ἀλλ’ εἰ τὰ σώματα διὰ τὴν τῆς ψυχῆς κοινωνίαν ἀπαθανατίζεται καὶ τὰ τῶν ἀλόγων ζῴων ἔσται τοιαῦτα,
μετέσχε γὰρ κἀκεῖνα ψυχῆς.61

62

Εὐξίθεος Ἀλλ’ ἀλόγου καὶ θνητῆς, ὦ σοφώτατε, ἣ τῷ σώματι συνδιελύετο. Εἰ τοίνυν ἐκλέλοιπεν ἡ ψυχή, περιέργον διεγείρειν τὸ σῶμα· οὐ γὰρ ἑαυ‐ τῶν ἕνεκα, ἀλλὰ πρὸς χάριν τῆς ψυχῆς τὰ σώματα διανίσταται. Τοῖς
5μὲν οὖν ἀλόγοις οὐδὲν ἀθάνατον ἐγκατέσπαρται, ἐπεὶ καὶ τῆς ἐκείνων ψυχῆς κρείττων ὁ θάνατος· ἡ δὲ ἡμετέρα ψυχή, ἀθάνατος γάρ, εἰς ἓν ἐλθοῦσα τῷ σώματι, ἀθανασίας αὐτῷ σπέρμα καταλέλοιπε καὶ τὸ μέ‐ γιστον ὁ ἄνθρωπος αὐτοῦ τοῦ Δημιουργοῦ οἷον γέννημα καὶ ποίημα· οὐδὲν οὖν τῆς ἀνθρωπίνης οὐσίας παντελῶς θνητὸν διαμένειν ἠδύνατο.
10Τῶν δὲ ἀλόγων ζῴων τὴν γένεσιν τοῖς στοιχείοις ἐξάγειν προσέταττεν· καὶ τὸ πρόσταγμα φύσις ἦν καὶ δύναμις. Οἷα δὴ ἐκ τοιούτων πατέρων προελθόντα, ἐκεῖνα μὲν παντελῶς διαλύεται· οὐ γὰρ τῆς ἀθανασίας ἐγεύ‐ σατο· τὸ δὲ ἀνθρώπειον σῶμα ψυχῇ συνεργαζόμενον ἀθανάτῳ παρετρέ‐ φετο καὶ πρὸς πάσαν τέχνην ἐπιτηδείως καὶ μάλα χαριέντως συγκι‐
15νούμενον ἀθανασίας τι παρεσπάσατο καὶ τοῦ νέκταρος οὐ παντελῶς ἄγευστον οὐκ ἄρα πεσὸν εἰς ἀεὶ κείσεται. Εἰ γὰρ ἡλίου προσπίπτοντος ὕδατι ψυχρῷ θέρμη τε ἐπεγένετο καὶ ἀπὸ τοῦ ὕδατος πῦρ ἀνῆκε καὶ φλόγα, τίς ἂν ἀπιστήσειεν εἰ τοῦ ἀνθρώπου τὸ σῶμα, ψυχὴν ὅλην ἀθά‐ νατον εἰσδεξάμενον, δύναμιν καὶ ἀκτῖνα τῆς ἀθανασίας ἐκτήσατο; Οἷον
20γῆ πυρωθεῖσα τὸ θεῖον, ἣ τέως μὲν κεῖται ψυχρὰ τῷ ἁπτομένῳ καὶ ἄτυ‐ φος, ἐπειδὰν δὲ πυρὸς ἐγγὺς γένοιτο, τοῦτο ῥᾳδίως ἀνήρπασε πρὸς ὃ τὸ πρῶτον ἐπιτηδείως ἐλάνθανεν ἔχουσα καὶ ταχέως ἐξήφθη καὶ ἐνεργείᾳ δύναμιν ἔδειξε καὶ εἰς τὴν τοῦ πυρὸς τάξιν ἐπείγεται. Οὕτω δὴ τῶν ἀν‐ θρώπων τὰ σώματα, τῇ τῆς ψυχῆς ἀθανασίᾳ συμμίξαντα, τὸν μὲν ἄλ‐
25λον χρόνον ψυχρὰ καὶ ἀκίνητα παντελῶς ἀπέρριπται· ψυχῇ δὲ κοινωνεῖν ἐπιτήδεια, κἄν ποτε αὖθις συμμίξῃ, ἑτοίμως περιθάλπεται καὶ διανίστα‐ ται καὶ ἡδέως συνέπεται καὶ πρὸς ἀθανασίαν ἀνέδραμε. Καὶ οὐκ ἀπί‐ θανος ἡ πρὸς τὸ κρεῖττον τῆς ὕλης μεταβολή, ἐπεὶ καὶ παρ’ ἡμῖν οἱ
περὶ τὴν ὕλην σοφοί, ἄργυρον καὶ καττίτερον παραλαβόντες καὶ τὸ εἶδος62

63

ἀφανίσαντες καὶ συγχωνεύσαντες καὶ χρώσαντες, ἐπὶ τὸ σεμνότερον με‐ ταβαλόντες τὴν ὕλην, χρυσὸν κάλλιστον ἐποίησαν. Καὶ ἡ ψάμμος διε‐ σκέδασται καὶ τὸ νίτρον διακέχυται, ἀλλ’ ἀνθρωπεία τέχνη καινήν τινα καὶ διαφανῆ τὴν ὕαλον ἐκ τούτων ἐπενόησε. Τὴν δὲ τῶν φυτῶν μετα‐
5βολὴν ᾄδουσι τῶν γεωργῶν οἱ παῖδες. Τί οὖν ἀνθρώπων τὸν ἀνθρώπων Δημιουργὸν ἀσθενέστερον καὶ ἀπειρότερον ὑπειλήφατε καὶ οὐδὲ τῶν καθ’ ἑκάστην ἡμέραν γιγνομένων ἡ πίστις τὴν περὶ τῶν μελλόντων ἀπι‐ στίαν ἐξήλασεν; Ἀλλὰ πολλὰ μὲν πρὸ τοῦ ἀγῶνος τὰ γυμνάσια, πρὸς δὲ τὸν ἀγῶνα πάντων ἐπιλελησμένοι διαλύεσθε. Εἰ γέγονεν ὁ κόσμος,
10ὥσπερ οὖν γέγονε, γηγενὴς κατὰ τὸ σῶμα τὸ πρῶτον ὁ ἄνθρωπος· πό‐ θεν γὰρ ἄλλοθεν; Οὐκοῦν κατὰ φύσιν ἀπὸ τῆς γῆς ὕστερον γενέσθαι τὸν ἄνθρωπον. Τί οὖν πρὸς τὰ ἀληθὴ καὶ τὰ ὁμολογούμενα νεανικῶς ἀντιμάχεσθε, οἱ τὰ ἀφανῆ καὶ τὰ ἄτοπα μάλα ἡδέως προσιέμενοι; Ὑμεῖς γάρ, εἰ τὸν Γλαῦκον τὸν Μίνωος ἀποπνιγέντα τῷ μέλιτι Πολύειδος ὁ
15μάντις ἐξ Ἄργους εἰς Κρήτην ἀφικόμενος ἀναστῆσαι λέγοιτο παρὰ τοῦ Δράκοντος μαθὼν τὴν πόαν, ἀβασανίστως δέχεσθε· καὶ ὅτι τὸν Ἱππό‐ λυτον ὁ Ἀσκληπιὸς ἢ τὸν Τυνδάρεων, λέγεται γὰρ καὶ τοῦτο, καὶ ὡς τὴν Ἄλκηστιν Ἡρακλῆς καὶ τὸν Θησέα καὶ Τύμωνα Λυδὸν καὶ Τιμο‐ σθένην τὸν Ἀθηναῖον Εὐδόξῳ τὰ τοιαῦτα συγγράφοντι πείθεσθε. Πίνδαρος
20δὲ ὁ Θηβαῖος καὶ Ἡρόδοτος ὁ Ἀλικαρνασσεὺς Ἀριστέαν φασὶ τὸν Προ‐ κοννήσιον εἰσελθόντα παρὰ τὸν κναφέα ἐν Προκοννήσῳ ἐκεῖ καὶ τε‐ θνάναι καὶ ἀφανισθέντα Κυζικηνοῖς φανηρῶς διαλέγεσθαι καὶ διακοσίοις ὕστερον ἔτεσι καὶ τεσσαράκοντα ἐν Ἰταλίᾳ Μεταποντίνοις ὀφθῆναι καὶ κελεύειν ἑαυτὸν θυσίαις τιμᾶν καὶ τὸν Ἀπόλλω· «Συνέπομαι γάρ, ἔφη,
25τῷ Ἀπόλλωνι τότε κόραξ ὑπάρχων ὁ νῦν Ἀριστέας»· καὶ τοὺς Μετα‐ ποντίνους πέμψαντας εἰς Δελφοὺς ἐπερωτᾶν τὸν Ἀπόλλω εἰ χρὴ τῷ Ἀρι‐
στέᾳ πείθεσθαι καὶ τὴν Πυθίαν χρῆσαι ὡς πειθομένοις ἄμεινον ἔσται.63

64

Καὶ νῦν ἀνδριὰς ἕστηκεν ἐπωνυμίαν Ἀριστέας παρ’ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος καὶ ὡς θεοῖς ἀμφοτέροις ἡ θυσία κοινὴ νομίζεται. Καὶ τούτοις ἀπερισκέπτως συνέπεσθε, καθάπερ πρὸς θαλλὸν τὰ θρέμματα, καὶ ἀλλήλοις συνήδεσθε κορυβαντιῶντες. Οὐδεὶς γοῦν τἀναντία γράφειν
5ἀνταίρει· εἰ δὲ αὐτὸς ὁ Δημιουργὸς ἀθανάτῳ ψυχῇ ἀθάνατον αὐτῆς καὶ τὸ σῶμα ποιεῖν ἐπαγγέλλεται, πρὸς τοῦτον ἄσπονδον πόλεμον καὶ ἀκή‐ ρυκτον διεγείρειν ἀλλήλοις παρακελεύεσθε. Καίτοι καὶ Πλάτων τῷ σώ‐ ματι Ἁρμόνιον ἐξ Ἅιδου πρὸς τοὺς ζῶντας ἀνάγει· ὁ δὲ Ζωροάστρης προλέγει ὡς ἔσται ποτὲ χρόνος ἐν ᾧ πάντων νεκρῶν ἀνάστασις
10ἔσται· οἶδεν ὁ Θεόπομπος ὃ λέγω καὶ τοὺς ἄλλους αὐτὸς ἐκδιδάσκει. Ἀλλὰ γὰρ πρὸς ἐκείνους μὲν τῶν πάλαι σοφῶν ἀντεῖπεν οὐδείς, οἱ δὲ νέοι θρασύνονται καὶ θείῳ Λόγῳ πολεμεῖν ἐπαίρονται, οἳ δὴ θείας μοίρας ἀφεστηκότες καὶ πολὺ τὸ ἄλογον ἐπισύροντες οὐ μόνον τὸ σῶμα θνητὸν εἰς ἀεὶ καταλείπουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑπ’ ἀλογίας τεθνάναι
15προσαναγκάζουσι· θάνατος γὰρ ψυχῆς ἡ τῆς ἀρετῆς ἄγνοια. Τὰ δὲ τῶν Ἑβραίων λόγια, ἃ τὰ τοῦ Ἀπόλλωνος ἀνύμνησε λόγια, πανταχοῦ προ‐ λέγει οὐ τοῦ ἀνθρώπου τι μέρος, ἀλλ’ ὅλον ἀναβιῶναι τὸν ἄνθρωπον. Εἰσὶ γοῦν οἱ ἄνθρωποι, ἐκ παιδὸς εἰς γῆρας σεσωφρονηκότες καὶ τὴν ψυχὴν πρὸς τὰ νοητὰ μετεωρίσαντες καὶ τὸ σῶμα δουλεύειν αὐτῇ κἀν
20τοῖς ὕπνοις ἀναπείσαντες καὶ πράξει καὶ θεωρίᾳ φιλοσοφίας εἰς ἄκρον ἀφικόμενοι τὴν τοῦ Θεοῦ δεικνύντες συγγένειαν καὶ αὐτὸν καθαρῶς προσκαλούμενοι, νεκροὺς ἀναβιῶναι πεποιήκασι, ταύτην ἱκανὴν ἀπόδειξιν τοῦ δόγματος προεισφέροντες. Οὐδὲν γὰρ παρ’ αὐτοῖς δόγμα μέχρι τῶν λόγων ἵσταται, ἀλλ’ ἀπὸ ἔργων εὐθὺς λαμβάνει τὴν πίστιν, καὶ ὁ τοῦ
25θαύματος θεατὴς ἀπῆλθε τοῦ δόγματος οὐκ ἀμφίβολος ἀκροατής. Καὶ οὐ μῦθος τὸ λεγόμενον, οὐδὲ πάλαι τὸ θαῦμα γενόμενον χρόνῳ διακό‐ πτεται, ἀλλὰ εἶδον ἔγωγε πρεσβύτην μάλα καλὸν καὶ τὸ ὅλον Θεῷ κε‐
χαρισμένον τούτῳ συνήθης ἦν γεωργός, ἁπλοῦς ἀνὴρ καὶ ἑνὸς παιδαρίου64

65

πατήρ. Οὗτος μετὰ τοῦ παιδὸς θαμὰ παρὰ τὸν πρεσβύτην ἐφοίτα, χρηστόν τι μαθεῖν καὶ ποιεῖν βουλόμενος καὶ τῶν καρπῶν τὰς ἀπαρχὰς ὥσπερ εἰς ἱερὸν ἐκεῖ διεκόμιζε. Χρόνος βραχὺς καὶ ὁ παῖς νοσήσας τελευτᾷ τὸν βίον καὶ ἐπειδὴ ἀπέθανεν οὐ γῇ κρύπτει, καθάπερ ὁ νόμος κελεύει,
5ἀλλὰ σπυρίδι καταθεὶς ὁ πατὴρ τοῖς φύλλοις συγκαλύπτει καὶ ἐπὶ τῶν ὤμων ἀράμενος παρὰ τὸν πρεσβύτην εἰσέρχεται καὶ τὸ φορτίον ἀποθέ‐ μενος καὶ οἷον εἰώθει προσειπὼν καὶ πεπηγόσι τοῖς ὀφθαλμοῖς καθή‐ μενος, μικρὰ εἰπὼν καὶ ἀκούσας, αὖθις ἀπῆλθε, τὸ παιδίον ὡς εἶχε καταλιπὼν ὡς τῶν βοτρύων τὰς ἀπαρχάς. Ὡς οὖν ὁ ἥλιος ἔδυ καὶ ὁ
10πρεσβύτης προσευξάμενος ἤμελλε τῶν καρπῶν ἅπτεσθαι καὶ τὰ φύλλα μετακινῶν οὐ βότρυς, ἀλλὰ νεκρὸν εὑρίσκει τὸν παῖδα. Ἐθαύμασεν ὁ γέρων ἡλίκον ὁ πατὴρ ἤλπισε καὶ πρὸς τὸ Θεῖον μετεωρίσας τὸν νοῦν, ἐπὶ τὸν παῖδα καταπεσών, οὐ πρότερον ἔστη εἰ μὴ τὸ παιδάριον ἀνέστη. Οὕτω δὴ τὸν μὲν ἀποστέλλει παρὰ τὸν φύσαντα, αὐτὸς δὲ φυγὰς ἀπαλ‐
15λάττεται, ὡς ἂν μὴ ἐνοχλοῖεν θαυμάζοντες ἄνθρωποι. Οὕτω τὸ ἔργον συνᾴδει τῷ λόγῳ· καὶ οὐκ ἂν τοσοῦτον ἐκεῖνος εἰργάσατο, εἰ δόξαν ψευδῆ παρεδέξατο· ἀλλὰ παρὰ Θεοῦ τὸν λόγον μαθών, εἰς ἔργον μετὰ τοῦ Θεοῦ προφέρει τὸν λόγον. Τουτὶ δὲ μέγιστον εἶδος ἐλέγχου, ποιεῖν ἐκεῖνο ὅπερ ὑπισχνῇ δυνατὸν εἶναι γενέσθαι.
20Θεόφραστος Παράδοξον μέν· ἀληθεῖ δὲ θεατῇ ῥᾳδίως ἀπιστεῖν οὐ θέμις. Εὐξίθεος Ἔχω δέ σοι καὶ ἕτερον λέγειν· ἀλλ’ ἄκουε ὅπερ ἐγὼ τεθέαμαι. Ἀνδρὸς ἀγαθοῦ μαθητὴς οὐ φαῦλος ὑπῆρχεν, ἀλλὰ τῆς ψυχῆς κάλλος ἔχων
25τῶν ὀφθαλμῶν ἐστήρετο. Ἐπειδὴ δὲ τὸν βίον μεταλλάττειν ἤμελλεν ὁ διδάσκαλος, παρεστὼς ὁ τυφλὸς ἐδεῖτο βοηθεῖν αὐτῷ ὅ τι ἔχοι. Ὁ δὲ ἔφη· «Εἰ ἀληθὴς ἐμοὶ δόξα, εἰ Θεὸς εὐμενής, ἑβδόμῃ ἡμέρᾳ τῆς ἀχλύος
διαλυθείσης τουτονὶ θεωρήσεις τὸν ἥλιον».65

66

Τοσοῦτον εἰπὼν ὁ γέρων ἀπέπνευσε. Καὶ οὐκ ἀπέβη ἄλλως αὐτῷ· ἀλλ’ ἡμέραι μὲν ἑπτά, ὁ δὲ τυφλὸς ἐκεῖνος τέως χειραγωγούμενος ἐξαί‐ φνης ἐθαύμασε τοῦ ἡλίου τὴν ἀκτῖνα καί, ἀναλαβὼν τὰ λόγια καὶ ἀνα‐ γνοὺς δημοσίᾳ, καταπλήττει τὸν θεατὴν καὶ πείθει φιλόνεικον ἀκροατὴν
5καὶ ὡς ἀθάνατος ἡ ψυχὴ καὶ ὅτι μετὰ καλῆς τροφῆς καὶ παιδείας ἀπελ‐ θοῦσα τὸ τεθνηκὸς τοῦ σώματος διανίστησιν. Θεόφραστος Εὐδαίμων εἶ καί σοι τοῦ λόγου καὶ τῆς θέας συνήδομαι. Εὐξίθεος
10 Ταῦτα μὲν παρ’ ἡμῖν γέγονε καὶ ἄλλοθι τοιαῦτα καὶ γενήσεται· τὸ δὲ χθὲς καὶ πρώην γενόμενον καὶ αὐτός, οἶμαι, τεθέασαι. Θεόφραστος Τὸ ποῖον δὴ λέγεις; Εὐξίθεος
15 Τὴν μεγάλην Λιβύην πικρὰ κατέχει τυραννίς. Ἄπιστον δὲ τυραν‐ νίδι φιλανθρωπία καὶ ἀληθεῖς δόξαι, ὁ γοῦν τύραννος ἔγκλημα ποιεῖται τὴν τῶν ἀρχομένων εὐσέβειαν καὶ τουτὶ τὸ καλὸν δόγμα τοὺς ἱερέας ἀρ‐ νεῖσθαι κελεύει· οὐ πειθομένων δέ, ὢ τῆς ἀσεβείας, θεοφιλῆ γλῶτταν ἐκτέμνει, καθάπερ ὁ τοῦ μύθου Τηρεὺς βεβιασμένης παρθένου προα‐
20νελεῖν κατηγορίαν οἰόμενος τὴν γλῶτταν ἀπέκειρεν. Ἀλλ’ ἡ μὲν κόρη
ἐνυφαίνει τῷ πέπλῳ τὸ δρᾶμα καὶ ἑρμηνεύει τῇ τέχνῃ· οὐ γὰρ ἔτι λαλεῖν66

67

παρέσχεν ἡ φύσις. Οἱ δὲ πέπλου καὶ τέχνης οὐδὲν δεηθέντες τὸν τῆς φύσεως καλοῦσι Δημιουργόν· ὁ δὲ νεωτέραν αὐτοῖς φύσιν ἡμέρᾳ τῇ τρίτῃ χαρίζεται, οὐ γλῶτταν ἑτέραν διδούς, ἀλλ’ ἄνευ γλώττης σαφέ‐ στερον ἢ πρότερον διαλέγεσθαι. Ἐγὼ δ’ ἐπειθόμην ὡς ἀδύνατον αὐλητὴν
5ἐν ἀπορίᾳ τῶν αὐλῶν αὐλητικὴν ἐπιδείκνυσθαι, ἀδύνατον δὲ κιθαρῳδὸν ἐν ἀπορίᾳ τῆς κιθάρας μουσικὴν ἐργάζεσθαι· νῦν δὲ τουτὶ τὸ καινὸν θέαμα ἀναγκάζει μετανοεῖν καὶ μηδὲν τῶν ὁρωμένων πεπηγέναι νομί‐ ζειν, εἰ Θεὸς ἐθέλοι μετακινεῖν. Εἶδον ἔγωγε τοὺς ἄνδρας καὶ λαλούν‐ των ἤκουσα καὶ τῆς φωνῆς τὸ ἔναρθρον θαυμάζων, τὸ τῆς φωνῆς ὄργανον
10ἐζήτουν καὶ τοῖς ὠσὶν ἀπιστῶν τοῖς ὀφθαλμοῖς ἐπιτρέπω τὴν κρίσιν καὶ τὸ στόμα διανοίγων ὅλην ἐκ ῥιζῶν ἀνασπασθεῖσαν ἐθεώρουν τὴν γλῶτταν καὶ ἐκπλαγεὶς ἐθαύμαζον οὐχ ὅπως τὸν λόγον συνήρμοσαν, ἀλλ’ ὅπως ἐσώθησαν. Τοῦτο καὶ τοῦ ἀγνώμονος λυέτω τὴν ἀπιστίαν, εἰ σώματα πεσόντα διανίσταται. Ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὄντων ἡ τῶν σωμάτων ἀνά‐
15στασις, ἐνταῦθα δὲ ἐξ οὐκ ὄντων ἡ τῆς φωνῆς ἁρμονία. Εἰ ταῦτα δρῶσι, τίς οὕτως ἠλίθιος ὥστε μὴ οἷς ἐκεῖνοι γιγνώσκουσιν ἀκολουθεῖν; Θεόφραστος Οὐδείς, ὧ φιλότης. Ἀλλ’ εἰπέ μοι, πόθεν οἱ σοφοὶ μαθόντες ἀνα‐ πείθουσι τοῖς ἔργοις ἃ τοῖς λόγοις προδιδάσκουσι;
20Εὐξίθεος Μηδεὶς περὶ Θεοῦ διαλεγέσθω, μὴ παρὰ Θεοῦ τοῦτο μαθών. Τού‐ τους γοῦν ἀμέλει τοὺς σοφοὺς ταῦτα ποιεῖν καὶ λέγειν οὐκ Ἰταλὸς ἀνὴρ ἐκδιδάσκει οὐδ’ Ἕλλην οὐδὲ Χαλδαῖος οὐδὲ Αἰγύπτιος, ἀλλὰ Θεός, ὦ γενναῖε, Θεός, μείνας ὅπερ ἦν, διὰ φιλανθρωπίαν ἄνθρωπος γενόμενος,
25τὴν τοῦ λόγου σοφίαν καὶ τοῦ ἔργου δύναμιν τοῖς ἐπιτηδείοις ἐνέπνευσε καὶ αὐτὸς πρῶτος οἷα Θεὸς ἀναστήσας τὸ ἑαυτοῦ σῶμα πρὸς ἀθανασίαν κοινὴν τὴν δωρεὰν ἅπασιν ἐπαγγέλλεται· ψευδολογίας δὲ ἁλῶναι οὐδ’
ἄνδρα σοφὸν θέμις, μήτι γε Θεόν. Καὶ ὁ τοῖς ἐκείνου νόμοις πειθόμενος67

68

θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός, ὥστε τῆς ἀθανασίας μεταλαχόντα ταῖς νοεραῖς οὐσίαις ταὐτὸν ἐργάζεσθαι καὶ σεμνῶς ἤδη τῷ μεγάλῳ βασιλεῖ παρεστάναι καὶ βεβαίως πανταχοῦ συνέπεσθαι. Θεόφραστος
5 Πείθομαι· ἤδη γὰρ τῆς εὐμενείας αἰσθάνομαι τοῦ Θεοῦ. Ἀλλὰ χαι‐ ρέτω μὲν Ἀκαδημία, πρὸς ἐκεῖνον δὲ ἴωμεν. Αὐτὸς γὰρ ὁ Πλάτων μέχρι τούτου κελεύει πείθεσθαι Πλάτωνι, ἕως ἂν αὐτοῦ σοφώτερος ἀναφανῇ. Θεοῦ δὲ σοφώτερον οὐδέν. Εὐξίθεος
10 Ἀλλ’ ἐπειδὴ πεπείκαμεν χαριστήρια τῷ Θεῷ θύσωμεν, οὐχ ἑκα‐ τόμβην ὡς παρ’ Ἀθηναίοις τῇ Ἀθηνᾷ, οὐδὲ μύρμηκα ὥσπερ ἐν Ἰσθμῷ Ἡλίῳ καὶ Ποσειδῶνι, οὐδὲ τὸν υἱὸν καθάπερ ὁ Κρέων Μενοικέα, οὐ‐ δὲ τὴν παῖδα καθάπερ ὁ Λεὼς τὴν Πραξιθέαν, οὐδ’ ὅλως ἄνθρωπον ὥσπερ ἐν Ἀρκαδίᾳ τῷ Κρόνῳ, ἀλλὰ τὸν νοῦν ἐκκαθαίροντες, ὡς αὐτῷ
15τῷ Θεῷ προσεικάζεσθαι. Μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτασθαι οὐ θε‐ μιτὸν εἶναι νομίζεται. Ὧ Βασιλεῦ καὶ Πάτερ καὶ Δημιουργὲ τῶν ὅλων, ὦ πρώτη Σοφία τοῦ Πατρὸς καὶ Λόγε, δι’ οὗ τὰ πάντα προήγαγε· τίνι γὰρ ὁ Θεὸς ἢ Σοφίᾳ καὶ Λόγῳ δημιουργεῖ; Ὦ Πνεῦμα Ἅγιον, δι’ οὗ Θεὸς ἅπασιν ἐμπνέων συνέχει καὶ διασῴζει καὶ ἐπὶ τὸ τέλειον ἀνάγει,
20ὦ θεία Τριὰς καὶ Μονὰς ἁγία, δοίης ἡμῖν τοῦ ἄνω κάλλους τὴν μνήμην,
δοίης δὲ τῷ παντὶ τὴν ἀθανασίαν. Ἱκανῶς ἡμῖν ηὖκται. Ἀλλ’ ἴωμεν.68