TLG 3188 003 :: JOANNES ACTUARIUS :: De diagnosi JOANNES ACTUARIUS Med., Archiater, vel Joannes Zacharias De diagnosi
Citation: Book — chapter — (line) | ||
t1 | [Τῷ παρακοιμωμένῳ τῷ Ἀποκαύχῳ τῷ καὶ ὕστερον χρηματίσαντι μεγάλῳ δουκί.] ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ ΚΥΡΙΟΥ ΙΩΑΝΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ | |
5 | ΠΑΘΩΝ ΛΟΓΟΣ Αʹ. | |
---|---|---|
1proem(t) | Α. | |
1 | Ἐπειδή σοι εἰς τὴν ὑπὲρ τοῦ γένους ἡμῶν στελλο‐ μένῳ πρεσβείαν ἐπὶ τοὺς ὑπερβορείους Σκύθας, οὕτω δὴ τοῦ παντ’ ἀρίστου καὶ θείου καὶ σοφοῦ ἡμῶν αὐτοκράτορος κρίναντος, μηδὲ τῆς ἀφ’ ἡμῶν σοι δεῖν ἐδόκει ἐπικουρίας | |
5 | λείπεσθαι, ἀλλά τι καὶ τῆς ἡμετέρας σοι συναφικέσθαι τέχνης, ὡς ἂν εἴ τι τῶν ἐκ τοῦ πεφυκότος συναντῴη ἀνι‐ αρὸν εἰς ὑγίειαν, ἔχῃς παραμυθεῖσθαι, προσέχων τοῖς τῆς βραχυσυλλάβου ταυτησὶ δέλτου γράμμασιν, ἔργον μὲν ἐδό‐ κει μοι ῥᾳδίως οὕτω καὶ ἐπὶ βραχέσι ῥήμασιν αὐτὴν δὴ | |
10 | τὴν μεγίστην καὶ ἀρίστην ὑποσχεδιάζειν σοι τέχνην, ὡς εἴ τις καὶ τὸν τῶν ἀνθρώπων πάντων βίον τε καὶ δίαιταν, ἐπὶ βραχέσι νομιδῆ ταῖς λέξεσι, τοῖς ἀγνοοῦσι ὑφηγεῖσθαι πειρῷτο· ὥστε καὶ ἀφεκτέον ἐδόκει μοι μᾶλλον δεῖν λόγων τοιούτων, καὶ μὴ καθυβρίζειν τὴν τέχνην, τῷ οὕτω βρα‐ | |
15 | χέσι γράμμασιν ἀποπειρᾶσθαι ταύτην συγκλείειν. ταῦτά τοι ὡς οἶσθα καὶ σύ, φίλων ἄριστε, ἀνεβαλλόμην πολλά‐ κις ἀξιωθεὶς τὸν λόγον, καὶ ἀπεσχόμην δ’ ἂν τελέως, εἰ | |
μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίᾳ εἴκειν, κἂν δέῃ συγκατιέναι | 353 | |
20 | τὴν τέχνην ἐπὶ ταῖς ἀξιώσεσι, μηδ’ αὐτοῦ τούτου φείδεσθαι, καὶ μάλιστα ὁπόταν ἐνορῴῃ τις ἐντεῦθεν ἔσεσθαί τινα ταῖς ἀξιώσεσι λυσιτέλειαν, ἀμέλει καὶ ἔδοξέ μοι τουτὶ τὸ βιβλίον συντάξασθαι καὶ ὡς ἐν ὑποθήκης τρόπῳ ἐκδοῦναί σοι, ἵν’ εἰ μὲν ὃ δή μοι εἴη συνεύξασθαί σοι μετὰ τῆς αὐτῆς ἡμῖν | |
25 | ἐπανήξειν ὑγείας, μηδενός σοι τῶν ἀνιαρῶν συναντήσαν‐ τος, μόνον εἴη τουτὶ τὸ γράμμα ἀκριβοῦς φιλίας ὑπόμνημα· εἰ δέ τι καὶ τῶν οἷα εἰκὸς συμβαίνειν γένηται, ἔχοις ἐπα‐ μύνειν ταῖς ἀφ’ ἡμῶν ὑποθήκαις. ἀλλὰ τί ἄν τις καὶ φαίη πρὸς οὕτω πολυσχιδές τε καὶ ποικίλον πρᾶγμα. δέος γὰρ | |
30 | οὐχὶ σμικρὸν ἔπεισι, μήπως ὑφηγήσασθαί σοι ᾑρημένος τὰ δέοντα, μᾶλλον ἐπαπορεῖν σε ποιήσω, τὰ μὲν ἐῶν ὧν θέμις εἰπεῖν, ὑποτεμνομένης ταῦτα τῆς βιαζομένης βρα‐ χυλογίας, τὰ δ’ ἀσαφῶς καὶ οὐκ ἀριδήλως ἐγγράφων, τῆς αὐτῆς δὴ ταύτης αἰτίας ἐμποδὼν ἱσταμένης. ταῦτά τοι | |
35 | καὶ ἀφεκτέον αὖθις ἐδόκει μοι λόγων τοιούτων, καὶ ἄμει‐ νον σιωπᾶν, κἂν ἐπεπαύμην τελέως, εἰ μή τις ἄρα ἐπεισ‐ ιοῦσα ἔννοια, γράφειν καὶ μὴ ἐνδοιάζειν περὶ τοὺς λόγους αὖθις προυτρέψατο. καὶ γὰρ ἐπειδή σοι πολλάκις ὡμιλη‐ κότα οὐκ ἀκόμψως ἐδόκει μοι περὶ τὰ τῆς τέχνης θεωρή‐ | |
40 | ματα ἐπιβάλλειν, οἶσθα δὲ καὶ ὡς πολλάκις τὰ τῆς τέχνης προὐτρεψάμην μυηθῆναι ὄργια, οὕτως εὐφυῶς ἔχοντά σε περὶ ταύτην καταμαθών, οὐκ ἐπιλέλησαι δὲ πάντως, καὶ ὧν πολλάκις περὶ τὴν τέχνην καλῶν εἰς λόγους κατέστη‐ μεν, αὐτὰ δὴ ταῦτα κατὰ καιρὸν εἰς νοῦν μοι ἐπιόντα, | |
45 | μὴ ἀσχάλειν μηδ’ ἀδημονεῖν πεποίηκεν, εἴ τι μὴ κατ’ ἀξίαν ὧν ἂν εἴη θέμις ῥηθῆναι δοκεῖ. ἔχειν γάρ σε καλῶς ὑπε‐ τόπασα προαποκειμένας τῆς τέχνης ὑποθήκας ἐν νῷ, καὶ οὐχὶ βραχείας τινὰς ἀπὸ ταύτης ἀρχὰς ἐπὶ τὸ συνιέναι τῶν λεγομένων τὸν νοῦν, ὥστε καὶ τοῦ τοιούτου διαλυ‐ | |
1proem(50) | θέντος ἀπόρου, εἴη ἂν προσῆκον, ἐντεῦθέν ποθεν τῆς ὑπο‐ θέσεως σὺν θεῷ ἅψασθαι. | |
1.1(t) | αʹ. Περὶ τοῦ ποῖα χρὴ προεπίστασθαι τὸν ἰατρόν. | |
1 | Ἐπεὶ τῷ βουλομένῳ διαγινώσκειν εἴδη νοσημάτων, ὅσα | |
τε εἰς κακοήθειαν καὶ θάνατον ἄγει, καὶ ὅσα εἰς ὑγίειαν ἀποτελευτῶσι, χρεών ἐστιν ἐπιγινώσκειν, τίνα μέν ἐστιν ὑγιεινὰ σημεῖα, τίνα δὲ καὶ μή, καὶ ποία ἡ κατὰ φύσιν | 354 | |
5 | τοῦ ζῴου δύναμις, καὶ ὁποῖα σημεῖα πέψεων. τούτων γὰρ ὡς θέμις διαγιγνωσκομένων, ἔξεσται καὶ συμβουλεύειν καὶ πράττειν καλῶς τῷ περὶ ταῦτα ἐσπουδακότι. προσῆκον ἂν οὖν εἴη φάναι περὶ ἑκάστου τούτων· ἔπειθ’ οὕτως ἅττ’ ἂν εἴη θέμις ἐπιφέρειν ἑκάστῳ τῶν διαγνωσθέντων πα‐ | |
10 | θῶν, φάρμακά τε καὶ ἐπιθέματα, καὶ αἷς τισι τροφαῖς κεχρῆσθαι δέον. οὕτω γὰρ προβάντος τοῦ λόγου, τέλος ἂν τῆς κατ’ αὐτὴν ὑποθέσεως ἂν ἡ ὑπόθεσις σχοίη. τῷ τοί‐ νυν ἀκριβῶς διαγινώσκειν ἐθέλοντι, ἐπὶ πᾶσι τοῖς ἀνθρω‐ πίνοις σώμασι προσήκει ἐπίστασθαι τὰς κατὰ φύσιν αὐτῶν | |
15 | ἐνεργείας, ὑγιῶς ἔχουσιν. ἐντεῦθεν γὰρ συνορῶντι ἔξεσται τὰς ἐκ τοῦ κατὰ φύσιν ἐκτροπὰς αὐτῶν, καθ’ ὅσον λεί‐ πονται τοῦ ὑγιοῦς, ἐξευρίσκειν. ἐπεὶ δὲ τὰς ἑκάστου λέγειν ἀμήχανον, χρεὼν ἂν εἴη ἡμῖν προστησαμένοις τινά, ὥσπερ ἐπὶ κανόνι τούτῳ βλέπειν, καὶ τὰς τῶν λοιπῶν κρίνειν τε | |
20 | καὶ κατευθύνειν ὧδε ὑγείας. καὶ ὁ μὲν κανὼν τῆς ὑγείας ἐν ταῖς κατὰ φύσιν ἡμῶν ἐνεργείαις ἐμφαίνεται, αἱ δὲ ἐνέργειαι διά τε τὴν διάφορον δύναμιν διά τε τὴν ποιὰν θέσιν καὶ φάσιν τῶν ὁμοιομερῶν καὶ ὀργανικῶν μορίων, ὁποῖαι δή τινες φαίνονται. συχνὸν δὲ ἄρα τὸ τῆς ὑγείας | |
25 | πλάτος ταῖς κατὰ μέρος ἐξεταζόμενον καταστάσεσιν. οὐκ ὀλίγων δὲ οὐσῶν καὶ τῶν κατὰ μέρος κράσεων, μία τις ἡ ἀρίστη καὶ σύμμετρος εἶναι νομίζεται. οὐκοῦν περὶ τῶν κατὰ μέρος πρότερον ἐκτεθεικότες κράσεων, εἶθ’ οὕτως περὶ τῶν κατὰ φύσιν τε καὶ μὴ ἐνεργειῶν, ἐροῦμεν. | |
1.2(t) | βʹ. Περὶ διαφοροῖς κράσεων τῶν καθόλου καὶ κατὰ μέρος σωμάτων. | |
1 | Ἐπὶ τοίνυν τὰ μὲν πρώτως τε καὶ ἄκρως λέγεται θερμὰ τυγχάνειν ἢ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, ὡς τὴν καθ’ ἣν φαίνεται ταῦτα ποιότητα, τὴν ἄκραν εἰληχότα ἀπόστα‐ σιν, τὰ δὲ δευτέρως καὶ ὑφειμένως, καὶ μετοχῇ τῶν πρώ‐ | |
5 | των καὶ ἁπλῶν σωμάτων, στοιχεῖα μὲν τὰ πρῶτα καὶ τῶν μετ’ αὐτὰ ἀρχαὶ καλοῖντ’ ἂν εἰκότως. ὧν οὐ πάνυ τοι προσήκων ὅδε ὁ λόγος. ἐπεὶ δὲ περὶ τῶν πρώτων στοι‐ | |
χείων ἡ ὑπόθεσις γίνεται, σύνθετα δὲ σώματα τὰ μετ’ αὐτά, ἔμψυχά τε καὶ ἄψυχα πεφυκότα, ἢ κατ’ ἀμφοτέρας | 355 | |
10 | ποιότητας ἐπιτέταται, ἢ κατὰ τὰς αὐτὰς αὖθις τοῦ ἐπιτε‐ τάσθαι λείπεται, ἢ τό γε τρίτον, καθ’ ὁποιανοῦν τῶν συ‐ στοίχων ποιοτήτων, ἐπίτασίν τινα φυσικὴν εἰληχότα, ἢ κατὰ τὴν ἑτέραν τῆς ἄκρας ἐνίοτε ἀποστάσεως λείπεται. ἐπεὶ δὲ μὴ πάντα οἰόν τ’ ἦν τὰ ἐξ ἐκείνων, ἴσοις μέτροις | |
15 | κράσεως συνίστασθαι· ἦ γὰρ ἂν ὁμοιοειδῆ καὶ ὁμοιότροπα, τὰ ἐξ ὁμοίων τε καὶ ἴσων ἦν συγκείμενα, εἰς μυρίας δια‐ φορὰς εἰδῶν καὶ κράσεων τὰ ἐκ τῶν πρώτων τὴν τοῦ εἶναι εἰληχότα σύστασιν, πανσόφως κατεμερίσθη, οὔτε τῆς ἐξ ὧν ταῦτα συνέστη οὐσίας οὔτε τῆς ἐξ αὐτῶν ποιότητος, | |
20 | δυοῖν ἐφεξῆς εἴδεσι ζῴων ἢ φυτῶν, ἢ ὅτι ἕτερον σύνθε‐ τον, τῆς αὐτῆς θεωρουμένης, ἀεὶ δέ, ἢ τῆς διαφόρου κρά‐ σεως καὶ συνθέσεως ἐξαλλαττούσης τὸ εἶδος, ἢ τῆς τῶν εἰδῶν διαφορᾶς ἑκάστοτε ἀντεφελκομένης τὴν ἀναλογοῦσαν κρᾶσίν τε καὶ σύνθεσιν· ἐπειδὴ ταῦθ’ οὕτω γέγονε καὶ | |
25 | εἰς μυρία εἴδη ἔσχισται τὰ ἐκ τῶν πρώτων στοιχείων σύν‐ θετα, κράσει τε καὶ τῇ τῶν πρώτων προσλήψει σωμάτων, ἀλλήλων διαλλάττοντα, φέρε τι καὶ περὶ τῶν κατὰ μέρος εἴπωμεν κράσεων, ὡς ἂν ἐκ προσαγωγῆς τῶν ἀπωτέρων, καὶ περὶ τοῦ σκοπιμωτάτου ὦμεν διειληφότες. πρώτως οὖν | |
30 | θερμὸν καὶ ἄκρως τὸ πῦρ λέγομεν, ὅτι οὐδέν τι κατ’ αὐτὸ ἕτερον οὕτως ἀναλωτικὸν καὶ πυρῶδες, τῶν εἰς τὴν ἡμε‐ τέραν ἰόντων αἴσθησιν. ὅσα δὴ μᾶλλον αὐτοῦ μετέχοντα βλέπομεν, ἐν τοῖς καθ’ ἡμᾶς τούτοις συνθέτοις σώμασι, δευτέρως ὄντα θερμά, τῶ πρώτῳ τούτῳ θερμῷ παραβαλ‐ | |
35 | λόμενα, τῇ καθ’ ἡμᾶς αἰσθήσει πρώτως τε καὶ ἄκρως θερμὰ καλοῦμεν, ὡς ἤδη τὴν αἴσθησιν διαλύοντα. καὶ ἐν μὲν τοῖς φυτοῖς, σκόροδον καὶ σίνηπι, ἐφόλβιόν τε καὶ πύρεθρον καὶ ὄτι τοιοῦτον, ἤδη φθεῖρον τῇ ἐπιτάσει τῆς ποιότητος τὴν αἴσθησιν, ἐν ζῴοις δέ, ὅσα πυρώδη καὶ | |
40 | ἀναλωτικὰ τῶν ἰσχυροτέρων σιτίων, θυμοειδῆ τε καὶ ἀτί‐ θασσα· λέων δὲ ταῦτα καὶ πάρδαλις, καὶ τῶν πτηνῶν τὰ πλείω· ψυχρὸν δὲ πρώτως, ἐν μὲν στοιχείοις ὕδωρ, ἐν δὲ φυτοῖς, μήκων τε καὶ θριδακίναι καὶ κώνειον· ἐν δὲ τοῖς ζῴοις, ἰχθύες, καὶ μᾶλλον τούτων τὰ μαλάκια, καὶ ὅσα | |
45 | μαλακόσαρκά τε καὶ ὀστρακόδερμα. ὥσπερ καὶ ὑγρὸν ἀτρά‐ φαξυς δ’ ἐν φυτοῖς καὶ θριδακίναι, καὶ σικυοί, τὰ δευτέ‐ ρως καὶ μετοχῇ τῶν πρώτων ὑγρά. ἐν δὲ τοῖς ζῴοις, οἵ τε πλείους τῶν ἰχθύων, κοχλίαι τε καὶ τὰ τῆς γῆς καλούμενα ἔντερα. ξηρὸν δὲ πρώτως, τὸ πῦρ ἄν τις εἰκότως φαίη· | 356 |
1.2(50) | πέπερι δὲ ἐν φυτοῖς, καὶ κώνειον, καὶ εἴ τι ἐπιτεταμένως ξηραῖνον πεπίστευται. ἐν δὲ τοῖς ζῴοις, κύνες τε καὶ λα‐ γωοί, καὶ ὅσα τῶν ἐντόμων ζῴων. καὶ ταῦτα μὲν ἀλλή‐ λοις, καὶ τῷ ἐκ τούτων συμμέτρῳ παραβαλλόμενα, ἤτοι θερμὰ ἢ ψυχρὰ λέγεται καὶ ἢ ξηρὰ ἢ ὑγρά, κᾀκεῖ μὲν ἐπι‐ | |
55 | τεταμένως, ᾧδε δὲ ὑφειμένως. πάντα δ’ ἐκ τεττάρων πέ‐ φυκεν. ἄλλη μὲν γὰρ ἐντόμων ξηρότης, τῇ τῶν ἐντέρων τῆς γῆς παραβαλλομένη, ἑτέρα δὲ κυνὸς ἢ ἵππου, ὥσπερ ἑτέρα ὑγρότης ἰχθύων, παραβαλλομένη ἰκτίνων τε καὶ γυ‐ πῶν ὑγρότησιν. ἐπεὶ δὲ πάντα ἀλλήλων μετέχει, ἅτ’ ἐκ | |
60 | τῶν κοινῶν συνεστηκότα ποιοτήτων, ἕκαστον δὲ οἰκείοις ὅροις κράσεων ὁρίζεται, καὶ ἄλλα μὲν ἄλλοις ἀντεξεταζό‐ μενα, τοιάδε ἢ τοιάδε λέγεται, πάντα δὲ πρὸς τὸ ἐκ πάν‐ των σύμμετρον ἀφορᾷ. ἤτοι γὰρ μετοχῇ πάντα τοιάδε λέγεται, ὧν μετέχει, ἢ τῇ παραθέσει πρὸς ἃ ἂν τύχῃ ἐξε‐ | |
65 | ταζόμενα, καὶ τῇ μὲν μετοχῇ πρὸς τὰ πρῶτα σώματα ἀφορῶντα, τῇ παραθέσει δέ, πρὸς τὰ μετὰ τὰ πρῶτα ἤτοι ἐλλείποντα, ἢ ὑπερβάλλοντα κατὰ τὸν τῆς κράσεως λόγον φαίνεται. πάντων δὲ συμμετρότατον ἐξετάζουσιν, ἄνθρω‐ πος, καὶ κανών τις ὅδε συμμέτρου κράσεως ἐν ἑτεροειδέσι | |
70 | συνθέτοις σώμασιν. | |
1.3(t) | γʹ. Περὶ τῶν κατὰ τὸν ἄνθρωπον κράσεων. | |
1 | Ταῦτά τοι καὶ πολυειδὲς καὶ ποικίλον κατὰ τὴν γνῶ‐ σιν, ὅσον εἰς κρᾶσιν ἥκει ὁ ἄνθρωπος, ἅτε ἐκ τοῦ συμ‐ μέτρου τε καὶ μέσου προχείρως ἀποκλίνων ἐφ’ ἑκάτερα τῶν ἀντικειμένων θέσεων καὶ κράσεων. ὁποῖος οὖν ἐν ζῴ‐ | |
5 | οις ἄνθρωπος, τοιοῦτον δὴ καὶ τὸν ἐν ἀνθρώποις αὖθις νόει μοι τῇ κράσει σύμμετρον· ὥσπερ γὰρ ἐν τοῖς ὁμοει‐ δέσι τῶν ζῴων ἄλλο ἄλλου θερμότερον καὶ ψυχρότερον, καὶ ξηρότερον καὶ ὑγρότερόν φαμεν, διά τε ἡλικίαν καὶ κρᾶσιν καὶ δίαιταν καὶ γυμνάσια, κἂν ἐν οἰκείοις ὅροις | |
10 | ἕκαστον τῶν κατ’ εἶδος ζῴων ἐμπεριέχηται, οὒτω δὴ καὶ τῶν ἐν οἰκείοις ὅροις κράσεων θεωρουμένων, ἄλλος ἐξ ἄλ‐ λου τῇ κράσει διενήνοχε, ψυχρότερος, θερμότερος, ὑγρό‐ τερος, ξηρότερος λεγόμενος, ὥσπερ καὶ εἰ λευκότερος ἢ μελάντερος, ἢ εὐσαρκότερος ἢ ἰσχυρότερος, μείζων τε καὶ | 357 |
15 | μείων τῷ μεγέθει, τῷ κατὰ πάντα συμμέτρῳ παραβαλλό‐ μενος λέγεται. κἂν γὰρ λόγῳ μᾶλλον καὶ διανοίᾳ ἢ αἰσθή‐ σει ὁ κατὰ πάντα καταλαμβάνηται σύμμετρος ἄνθρωπος, ἀλλὰ πρὸς τοῦτον ἀφορῶν ὁ λόγος, τοιούσδε ἢ τοιούσδε τοὺς ἑτέρους φησίν. ὥσπερ οὖν κανόνος τοῦ κατὰ πάντα | |
20 | συμμέτρου θεωρουμένου ἀνθρώπου, τοὺς ἐφ’ ἑκάτερα ἀπο‐ κλίναντας τῆς τοιαύτης συμμέτρου τῶν κράσεων, δυσκρά‐ τους φαμέν, καὶ δυσκρασίας τὰς κατ’ ἐκείνους ποιότητας· μιᾶς οὖν τῆς εὐκράτου θεωρουμένης, τῆς μέσης δηλαδὴ καὶ ἀπαρεγκλίτου, ὅσοι μὲν τὴν συμμετρίαν ταύτην ἐκ‐ | |
25 | πεφεύγασιν, ἢ θερμότεροι λέγονται, ἢ ψυχρότεροι, ὥσπερ καὶ ξηρότεροι ἢ ὑγρότεροι, ἱκανοῦ καὶ τοῦ κατὰ τούτους πλάτους θεωρουμένου. τῶν γάρ τοι θερμοτέρων τοῦ συμ‐ μέτρου ἢ ὑγροτέρων, καὶ τῶν ἀντικειμένων τούτοις, ἄλλος ἄλλου μᾶλλον πέφυκεν, ἤτοι κατὰ μίαν ποιότητα μόνην | |
30 | ὑπερβάλλων τὸ σύμμετρον, τῆς λοιπῆς τε καὶ συστοίχου συμμέτρου θεωρουμένης, ἢ κατ’ ἀμφοτέρας τὴν συμμε‐ τρίαν ἐκπεφευγώς, ὡς τέτταρας μὲν εἶναι τὰς ἁπλᾶς δυσ‐ κρασίας, ψυχρότητα, θερμότητα, ξηρότητα, ὑγρότητα, τέτ‐ ταρας δὲ τὰς συμπεπλεγμένας, θερμότητα μετὰ ξηρότητος, | |
35 | καὶ αὖ μετὰ ὑγρότητος, μεθ’ ἑκατέρας δὲ αὐτῶν, τὴν ψυχρότητα, ἐνάτην δὲ ἐπὶ πάσαις εἶναι, τὴν σύμμετρόν τε καὶ εὔκρατον. ὥσπερ οὖν κατὰ τὴν πρώτην σύμπηξιν ἐπὶ τοιᾷδε κράσει πήγνυται ὁ ἄνθρωπος διά τε ὑλικὰς καὶ εἰδικὰς αἰτίας, οὕτω δὴ καὶ κατὰ τῶν ἡλικιῶν καὶ δι‐ | |
40 | αιτῶν μεταβολάς, μεταμείβει ταύτην, ἐπιτάσει τε καὶ ἀνέ‐ σει, ἔσθ’ ὅτε δὲ καὶ εἰς τὰ ἀντικείμενα μεταβάλλει. οὐ μὴν οὐδ’ ἐκεῖνο θέμις ἀγνοεῖν, ὡς ἤτοι ὁμαλῶς ὁ ἄνθρω‐ πος καὶ διὰ πάντων τῶν μερῶν ὁμοίως κέκραται, ἢ τοῖς μὲν τῶν μορίων εὐκράτως, ἄλλοις καὶ δυσκράτως, ἑτέροις | |
45 | δὲ καὶ ἀντικειμένως πρὸς τὸ πλεονεκτοῦν τῆς ἄλλης κρά‐ σεως διατίθεται. ὁ μὲν γὰρ θερμοῦ τυχὼν τοῦ λοιποῦ | |
σώματος, ψυχρὰν εἴληχε τὴν κεφαλήν. ἄλλος δὲ ὑγρὸς μὲν τὸν ἐγκέφαλον, ξηρὸς δὲ εἰ τύχοι τὴν γαστέρα, ὥσπερ καὶ ψυχρὸς μὲν τοῦτο τυχὼν τὸ μέρος, θερμὸς δὲ κατ’ ἄλλο. | 358 | |
1.3(50) | ἕκαστον δὲ αὐτῶν ἐκ τῆς κατ’ αὐτὸ διαγινώσκεται ἐνερ‐ γείας κατὰ τὸ μέτρον τῆς ἀποστάσεως. ἐμφαίνονται δέ γε αἱ ἐπικράτειαι, τοῖς τε ἐναντίοις βοηθούμεναι καὶ ἐνοχλού‐ μεναι τοῖς ὁμοίοις, ὁπόταν ὦσι νοσώδεις, ὥσπερ δῆτα τοῖς μὲν ὁμοίοις αὔξονται, κολάζονται δὲ τοῖς ἐναντίοις | |
55 | αἱ κατὰ φύσιν τε καὶ πρώτην διάπλασιν ποιαὶ δυσκρασίαι. καὶ τὸν μὲν περὶ κράσεων λόγον ὧδ’ ἂν ἔχοις εἰδώς, τὰς ἀρχὰς τῶν ἐπὶ ταύταις θεωρημάτων καταμαθών. | |
1.4(t) | δʹ. Περὶ τῶν κατὰ φύσιν καὶ μὴ ἐνεργειῶν τοῦ ἀνθρώπου. | |
1 | Σκοπεῖν δὲ ἐντεῦθεν εἰκὸς καὶ τὰς ἐξ ὁποιωνοῦν κρά‐ σεων ὁποιασδήτινας ἐνεργείας. ἄλλοι γὰρ ἄλλαις ἐνεργείαις ἐπιτηδειότεροί τε καὶ οἰκειότεροι φυσικαῖς τισι πεφύκασι κράσεσιν. ὑπογραφεισῶν δ’ ἤδη τῶν κατὰ τὸν σύμμετρον | |
5 | ἄνθρωπον φυσικῶν ἐνεργειῶν, ἔξεσται καὶ τῶν δυσκράτως κατεσκευασμένων, ἢ καθ’ ὅλον, ἢ κατά τινα μέρη, τὰς ἀναλογούσας αὐτοῖς ἐνεργείας καταστοχάζεσθαι, οὐκ ἐώσης τῆς ἐπὶ τῷ λόγῳ βραχυλογίας πάντα κατὰ μέρος ἐπεξιέναι. καὶ δῆτα νόει μοι ἄνθρωπον συμμέτρως μὲν ἔχοντα κρά‐ | |
10 | σεώς τε καὶ διαίτης, καὶ ἐπὶ συμμέτρως ἔχοντι κράσεως χωρίῳ οἰκοῦντα, καὶ ἡλικίας ἐν ἀκμῇ τυγχάνοντα· τῷ τοι‐ ούτῳ μηδενός τινος ἐνοχλήσαντος ἔξωθεν, ἀγαθαὶ μὲν αἱ ὀρέξεις καὶ πᾶσαι αἱ φυσικαὶ ἐνέργειαι, ἀγαθοὶ δὲ καὶ οἱ ὕπνοι καὶ αἱ κατὰ τοὺς ὕπνους κατακλίσεις, καὶ αἱ πέψεις, | |
15 | καὶ αἱ ἐπὶ ταύταις ἐκκρίσεις, ἀκραιφνεῖς δὲ καὶ αἱ τῶν αἰσθητηρίων ἐνέργειαι, καὶ πρό γε τούτων, αἱ ἡγεμονικαί, γενικώτεραι τούτων οὖσαι, καὶ ἔτι αἱ προαιρετικαὶ καὶ καθ’ ὁρμὴν κινήσεις. παραπλήσιοι δὲ καὶ αἱ τῶν παρομοίως αὐτῷ κεκραμένων διαθέσεις, καὶ τοσούτῳ τούτου λειπόμε‐ | |
20 | ναι, ὅσῳ καὶ αἱ κράσεις τῶν σωμάτων καὶ τῶν τόπων καὶ ἡλικιῶν, ἔτι τε διαιτημάτων καὶ ὡρῶν διενηνόχασιν ἀπ’ ἀλλήλων. αἱ μέντοι ἀλλόκοτοι ὀρέξεις, καὶ αἱ πλημμελεῖς ἐνέργειαι τῶν φυσικῶν δυνάμεων, καὶ οἱ θορυβώδεις τε καὶ μὴ καθεστηκότες ὕπνοι, καὶ αἱ μὴ συνήθεις κατακλί‐ | |
25 | σεις, καὶ αἱ ἀποτυχίαι τῶν πέψεων, καὶ αἱ διάφοροι χροιαί τε καὶ συστάσεις τῶν ἐκκρινομένων, καὶ αἱ κατὰ τὸ ψυχι‐ κὸν πνεῦμα οὐκ ἀσφαλεῖς ἐνέργειαι, ἢ διὰ παγιωθεῖσάν τινα μορίου τινὸς δυσκρασίαν, ὡς διὰ ταύτην καὶ τὴν τοιάνδε πλημμελῆ συσκευασθῆναι διάθεσίν τε καὶ ἐνέρ‐ | 359 |
30 | γειαν, ἢ ὅσον οὔπω ἐσομένην βλάβην δηλοῖ ταῦτα τῷ σώ‐ ματι, κατὰ τὴν ἀναλογίαν δηλονότι τῶν ἀτυχημάτων, τῆς διὰ πάντων ἰούσης ἐνεργείας τῆς φύσεως. τούτοις δὲ ὡς εἴρηται συνεργοῦσί τε καὶ ἀποσυνεργοῦσι κράσεις τε καὶ ὧραι καὶ χῶραι καὶ ἡλικίαι, δίαιταί τε καί τινα ἔξωθεν | |
35 | συναντήματα, ὧν τὰ κατὰ μέρος λέγειν, οὐ τοῦ παρόντος μοι δοκεῖ τυγχάνειν καιροῦ. ἐκεῖνο δὲ μόνον ἐπίστασθαι χρή, ὡς ὅ,τι ἂν τοῦ κατὰ φύσιν ἐφ’ ἑκάστῳ τῶν ἀνθρώπων ἐκβαίη, κατ’ ἐκεῖνο δὴ καὶ πλημμελεῖν ἐκείνῳ συμβαίνει. ἀλλὰ γὰρ ῥητέον πρῶτον, ὅπως ἄν τις καὶ δι’ ὧν διαγι‐ | |
40 | γνώσκοι τὰ τῶν κατεχόντων νοσημάτων σημεῖα. ἔπειθ’ οὕτως ἐκθετέον καὶ αὐτὰ δὴ τὰ νοσήματα, καὶ αἷς τισι κεχρῆσθαι δέον ἐπὶ τούτοις διαίταις. οὕτω γὰρ τοῦ κατ’ αὐτὰ συντεθειμένου λόγου, ἀσφαλέστερον περὶ ἑκάστου τούτων εἰσόμεθα. | |
1.5(t) | εʹ. Περὶ τῶν ἀξιολογωτάτων τοῦ ἀνθρώπου δυνάμεων. | |
1 | Τριῶν δὲ οὐσῶν τῶν κατὰ τὸ σῶμα ἀξιολόγων δυνά‐ μεων, τῆς ζωτικῆς δηλαδὴ καὶ ἐμφύτου θερμότητος, καὶ τῆς ἡγεμονικῆς τε καὶ αἰσθητικῆς καὶ κινητικῆς καὶ προσ‐ έτι τῆς θρεπτικῆς τε καὶ ἀλλοιωτικῆς καὶ αὐξητικῆς, ἑκά‐ | |
5 | στη τούτων τὸν οἰκεῖον εἴληχε τόπον, ὧν ἡ μὲν πρώτη, καρδίαν τε καὶ ἀρτηρίας, δι’ ὧν ὡς ἔκ τινων ὀχετῶν εἰς ἅπαν τὸ τοῦ ζῴου σῶμα ἡ ἔμφυτος καὶ ζωτικὴ θερμότης διαπορθμεύεται· ἡ δὲ ἐπὶ ταύτῃ δευτέρα, ἐγκέφαλόν τε καὶ νωτιαῖον καὶ τὰ ἀπὸ τούτων νεῦρα, δι’ ὡν αἱ ἡγεμο‐ | |
10 | νικαὶ ἐνέργειαι, αἴσθησίς τε πᾶσα καὶ προαιρετικὴ τελεῖ‐ ται κίνησις. τρίτη δὲ καὶ ὑστάτη ἐπὶ ταύταις, ὅση τε ἐν ἥπατι καὶ φλεψί, δι’ ὧν αἱμάτωσίς τε καὶ θρέψις ἀπο‐ | |
τελεῖται. | 360 | |
1.6(t) | ϛʹ. Περὶ τῶν φυσικῶν δυνάμεων. | |
1 | Καὶ κοινῆ μὲν ταῦτα, καὶ τὰ λοιπὰ ὀργανικά τε καὶ ἀνομοιομερῆ, καὶ προσέτι τὰ ὁμοιομερῆ ταῖς φυσικαῖς οἰ‐ κονομεῖται δυνάμεσιν, ἑλκτικῇ φημι καὶ καθεκτικῇ, ἀλλοι‐ ωτικῇ τε καὶ ἀποκριτικῇ. ἕκαστον γὰρ τῶν ἁπλῶν τε καὶ | |
5 | πρώτων μορίων, τὸ οἰκεῖον ἕλκον ἀπὸ τῆς οἰκονομηθεί‐ σης τροφῆς, κατέχει μὲν πρώτως, εἶθ’ οὕτως δὲ καὶ ἀλ‐ λοιοῖ, καὶ τῷ μὲν ἑκάστῳ προσῆκον τῆς τοιαύτης τροφῆς προστίθεται τῷ τυχόντι μορίῳ, τὸ δ’ ὡς ἀλλότριον ἀπο‐ δοκιμασθὲν ἀποκρίνεται, τό γε μὴν φθάσαν προστεθῆναι | |
10 | ἤδη, καὶ προσφύεται καὶ τῷ χρόνῳ ἐξομοιοῦται καὶ εἰς οἰκείαν θρέψιν τε καὶ αὔξησιν τοῦ τυχόντος μορίου γίνε‐ ται. τοσούτων ἡμῖν διοικουσῶν δυνάμεων, πόσας οἴει πλημ‐ μελείας γίνεσθαι κατὰ τὰς σφῶν αὐτῶν διαμαρτίας, νῦν μὲν πλημμελῶς αὐτῶν ἑκάστης ἐνεργούσης, νῦν δὲ καὶ | |
15 | ἀποκαμούσης, ἤτοι δυσκρασίας τινὸς προσισταμένης, ἢ χυ‐ μῶν ἐπιτεταμένης ποιότητος ἢ ποσότητος ἀμετρίας, ἢ καὶ τῆς πρώτης αὐτῶν δυνάμεως, ὧν αὗται κατεμερίσθησαν, ἀπαγορευούσης ἤδη διά τινα φυσικὰ πάθη καὶ ἀπαραί‐ τητα συναντήματα. καὶ ταῦτα μὲν ὡς εἴρηται κοινὰ τῶν | |
20 | ὅλων μορίων, πάθη τε καὶ ἐνέργειαι, τῇ καιριότητι μόνῃ τῶν πεπονθότων ἀλλήλων διαλλάττοντα. | |
1.7(t) | ζʹ. Περὶ τῶν ἰδίων παθῶν ἑκάστου τῶν ὀργανικῶν μορίων. | |
1 | Ἴδια δὲ ἑκάστου, καρδίας μὲν ψύξεις τε καὶ θερμό‐ τητες ἑκτικαὶ πρώτως αὐτῇ γινόμεναι, καὶ αἱ καθ’ ἡντι‐ ναοῦν διάθεσιν μορίων ἄλλων προπεπονθότων ἐπιγινόμε‐ ναι αὐτῇ ποιαὶ ἕξεις τε καὶ διαθέσεις, ὥσπερ δῆτ’ ἀθυ‐ | |
5 | μίαι τε καὶ φόβοι ἄλογοι, παλμοί τε καὶ συγκοπαί, καὶ ὅτι πρώτως ἐκεῖσε ἀναφέρεται· ἐγκεφάλου δὲ καὶ νωτιαίου καὶ τῶν ἐξ αὐτῶν νεύρων, ἀναισθησίαι τε καὶ δυσαισθησίαι, καὶ παραφροσύναι, ἐπιληψίαι τε καὶ μελαγχολίαι, καὶ φρε‐ νίτιδες καὶ λήθαργοι, καταλήψεις τε καὶ ἀγρυπνίαι, καὶ | |
10 | κώματα, ἀκινησίαι τε καὶ δυσκινησίαι, σπασμοί τε καὶ τρόμοι, καὶ τέτανοι καὶ παραλύσεις καὶ ὅτι τοιοῦτον ἕτε‐ ρον· ἥπατός γε μὴν καὶ τῶν ἀπ’ αὐτοῦ φλεβῶν, πέψεών | |
τε καὶ αἱματώσεων τῶν κατ’ αὐτὸ καὶ τοῦ φλεβώδους γέ‐ νους ἀποτυχίαι, ποικίλα εἴδη νοσημάτων ἀπογεννῶσαι, | 361 | |
15 | ὥσπερ δῆτα καὶ τῶν ὑπ’ αὐτό, γαστρός τε καὶ ἐντέρων δηλαδή, αἱ πρῶται τῶν σιτίων ἀπεψίαι καὶ αἱ κατ’ αὐτὰς διάφοροι διαμαρτίαι, οὐκ εὐαρίθμητα εἴδη νοσημάτων ἐπά‐ γουσαι. τούτων οὖν ἕκαστον, οἰκείοις τεκμηρίοις κατα‐ λαμβάνεται. | |
1.8(t) | ηʹ. Περὶ τοῦ πῶς διαγινώσκεται ἕκαστον τῶν ὁργανικῶν μορίων πεπονθός. | |
1 | Καὶ ὁμιλίαις μέν καὶ ἐνεργείαις αἰσθήσεών τε καὶ κι‐ νήσεων, ἐκεῖνα διασημαίνεται, ὅσα κατὰ τὸν ἐγκέφαλον καὶ νωτιαῖον, καὶ τὰ ἐξ αὐτῶν νεῦρα συνίσταται. ταῖς ζῳώδεσι δὲ τῶν δυνάμεων, καὶ ταῖς τῶν σφυγμῶν διαφο‐ | |
5 | ραῖς, αἱ κατὰ τὴν καρδίαν καταλαμβάνοντι διαθέσεις, ὥσπερ δῆτα τὰ καθ’ ἧπάρ τε καὶ τὸ φλεβῶδες γένος, τὰ φαινόμενα τῶν οὔρων διασημαίνει· τὰ δ’ ἐμούμενα καὶ διὰ γαστρὸς φερόμενα, ὅσα συμβαίνειν εἴωθε περὶ τὸ στόμα τῆς γαστρός, καὶ αὐτὴν δὴ τὴν γαστέρα, καὶ τὰ | |
10 | ἐφεξῆς ἔντερα διασημαίνει. καταλαμβάνεται δ’ οὐχ ἧττον καὶ τὰ κατὰ τὸν θώρακα, τοῖς διὰ βηχὸς ἀναγομένοις, καὶ αὐτοῖς τοῖς τῆς ἀναπνοῆς εἴδεσιν· οὐ μὴν οὐδὲ ἀγνοεῖν προσήκει, ὥς ἕκαστον αὐτῶν καθ’ ὁποιονοῦν διατεθὲν πάθος, καὶ μάλιστα ἤν τε τὸ πάθος ἀξιόλογον ᾖ καὶ καί‐ | |
15 | ριον τὸ πεπονθὸς μόριον, συμμεταβάλλει τε καὶ ἀλλοιοῖ καὶ τῶν λοιπῶν μορίων τὰ ἐγγύτατα ἢ τῷ τόπῳ ἢ τῇ καιριότητι· πάντα γὰρ σύμπνοά τε καὶ ξυμπαθῆ, καὶ ὑπ’ ἀλλήλων πάσχει τε καὶ μεταβάλλεται. ἐπεὶ δὲ ἕκαστα μὲν οἰκείοις τεκμηρίοις ὡς εἴρηται γνωρίζεται, συνεπιμαρτυρεῖ | |
20 | δὲ καὶ τὰ ἕτερα ἐπιταθέντων τῶν δεινῶν, πρώτως περὶ τῶν οἰκείων ἑκάστου διειληφότες γνωρισμάτων, καὶ τῆς ἐξ ἁπάν‐ των εἶθ’ οὕτως συμπαθείας ἐροῦμεν, ὡς μήτις σύγχυσις ἐπακολουθοίη τῷ σκέμματι. | |
1.9(t) | θʹ. Περὶ τῆς κατὰ τοὺς σφυγμοὺς θεωρίας. | |
1 | Τούτων οὖν τῆς καιριωτάτης καὶ ἀναγκαιοτάτης εἰς ζωὴν τελούσης τῆς ἐκ τῆς καρδίας δυνάμεως, προσῆκον ἂν | |
εἴη περὶ ταύτης πρῶτον διαλαβεῖν, ὡς ἂν εἰδέναι ἔχωμεν τοῦ ζωτικοῦ τόνου τὰ μέτρα, τὰ μέγιστα λυσιτελήσοντα | 362 | |
5 | εἴς τε διάγνωσιν καὶ πρόγνωσιν τῶν κατεχόντων παθῶν, εἶθ’ οὕτως καὶ περὶ τῶν ἐφεξῆς ἐρεῖν δυνάμεων. τῆς οὖν ποιᾶς κινήσεως τοῦ σφυγμοῦ καταγγελλούσης πρώτως μὲν τὰς καθ’ αὑτὸν τῆς καρδίας διαθέσεις, εἶθ’ οὕτως δὲ καὶ τὰς ἐξ ἑτέρων μορίων πεπονθότων εἰς αὐτὴν διαθέσεις, | |
10 | αὐτὰς τὰς κινήσεις ἀσκητέον πρώτως διαγινώσκειν τῶν σφυγμῶν, εἶθ’ οὕτως καὶ τὰς κατ’ αὐτοὺς διαφοράς. | |
1.10(t) | ιʹ. Περὶ τῆς τῶν σφυγμῶν χρείας. | |
1 | Οὐδὲν οὖν ἕτερον τοῦ σφυγμοῦ πεφυκότος ἢ διαστο‐ λῆς καὶ συστολῆς τῆς ἀρτηρίας καὶ τῆς μεταξὺ αὐτῶν ἠρε‐ μίας, καὶ διαστολῆς μὲν οὔσης τῆς ἀπὸ τῶν ἐντὸς ἐπὶ τὰ ἐκτὸς κινήσεως ἐπὶ τοῦ σπάσασθαι τοῦ θύραθεν ἀέρος | |
5 | καὶ τὴν ἔμφυτον θρέψαι τε καὶ ἀναψύξαι θέρμην, τῆς δὲ συστολῆς ἀπὸ τῶν ἐκτὸς ἐπὶ τὰ ἐντὸς κινήσεως οὔσης ἐπὶ τῷ ἀπώσασθαι τὰ λιγνυώδη καὶ περιττὰ τοῦ ζωτικοῦ τού‐ του πνεύματος, ταύτας δεῖ σε ἱκανῶς ἐπισκεπτόμενον ἐξευρίσκειν, καὶ τὰ τάχη τῶν κατ’ αὐτὰς κινήσεων, ἔτι τε | |
10 | τὰς τῶν διαστημάτων διαφοράς, καὶ τοὺς ἐπὶ ταύταις χρό‐ νους, αὐτῶν τε τῶν κρουσμάτων τὰς σφοδρότητας, καὶ τὴν τῆς ἀρτηρίας σύστασιν, καὶ προσέτι τὰς ἐπὶ τῷ πέρατι τῆς συστολῆς καὶ ἀρχῇ τῆς διαστολῆς, ἠρεμίας τε καὶ τοὺς κατ’ αὐτας χρόνους, καὶ ὅσον ἀλλήλων οἱ χρόνοι διαφέ‐ | |
15 | ρουσιν. ἐντεῦθεν γὰρ πάντα σοι ῥᾴδιον διαγνωσθήσεται. | |
1.11(t) | ιαʹ. Περὶ συμμέτρου σφυγμοῦ. | |
1 | Καὶ γοῦν μή τινος ἔξωθεν ἢ ἔσωθεν ἐνοχλοῦντος οἵου τε ὄντος ἀξιολόγου τὸν σφυγμὸν ἀλλοιοῦν, εὕροις ἂν τοῦ‐ τον ἁπτόμενος, σύμμετρον μὲν κατὰ μέγεθος καὶ σφο‐ δρόν, ὡς μὴ ῥᾳδίως εἴκοντα τῇ ἁφῇ, καὶ οὐ σκληρὸν καὶ | |
5 | ὁμαλὸν ἐν ταῖς ἐφεξῆς κινήσεσιν· εἰ δέ τι ἐνοχλοῦν εἴη, καὶ αὐτὸς αὐτίκα τραπήσεται. | |
1.12(t) | ιβʹ. Περὶ τῆς κατὰ μέγεθος τῶν σφυγμῶν διαφορᾶς. | |
1 | Θέρμης μὲν γὰρ ηὐξημένης, εἰ μή τις σκληρότης τῆς | |
ἀρτηρίας ἀντέχει, πρῶτον μὲν εἰς μέγεθος ἐπιδίδωσιν ὁ σφυγμός, εἶθ’ οὕτω μὴ ἐν τούτῳ τῆς χρείας πληρουμέ‐ νης, καὶ τάχος ἐπιδίδοται τῷ μεγέθει, κἂν μὴ ἐπὶ τούτοις | 363 | |
5 | ἀρκοῖτο ἡ ἐπιταθεῖσα θερμότης, προσεπικτᾶται καὶ τὴν πυκνότητα, καὶ μάλιστα εἴ τις ἐνοῦσα ταῖς ἀρτηρίαις σκληρότης ἀπείργοι τὸ ἐπὶ τῇ χρείᾳ μέγεθος. τἀναντία δὲ τούτων ἐπάγει ψῦξις ἐπιταθεῖσα, καὶ πρῶτον μὲν ἀραιό‐ της ἄρχεται ἐπιφαίνεσθαι, εἶθ’ οὕτως δὲ ἡ βραδύτης, καὶ | |
10 | ἐπὶ ταύτῃ ὑστάτη μικρότης. ξηρότης δὲ ἢ ὑγρότης χρονί‐ σασαι, ἡ μὲν σκληρόν, ἡ δ’ ὑγρόν τε καὶ διάβροχον τὸν τῆς ἀρτηρίας χιτῶνα ἐναπεργάζονται. προσεπιπλακεῖσαι δὲ ταῖς δραστικαῖς ποιότησι, καὶ τοὺς ἐπ’ ἐκείναις συναπο‐ δεικνύουσι σφυγμούς· κἂν μὲν οὖν αἱ ἐφεξῆς κινήσεις | |
15 | ὁμαλῶς προΐενται, οὐδὲν τούτων ἐπισημαίνουσιν νεώτεροι. | |
1.13(t) | ιγʹ. Περὶ διαλείποντος καὶ παρεμπίπτοντος σφυγμοῦ. | |
1 | Εἰ δέ τι διαλείποιεν μείονα χρόνον μιᾶς κινήσεως ἢ μικρῷ πλείονα, ἀπαλλαγοῖεν ἂν ἴσως τοῦ δεινοῦ οἱ τοιού‐ τους σφυγμοὺς ἀτυχήσαντες ὡς δυεῖν ἐφεξῆς κινήσεων ἴσον εἶναι χρόνον τὸν τῆς ἀκινησίας, οὐδ’ ἄν ποτέ τινα | |
5 | διασωθέντα θεάσαιο, καὶ μάλιστα ἢν ἀκμάζων ὁ νοσῶν ᾖ. τοῖς γάρ τοι γέρουσι τάχ’ ἄν ποτε καὶ διαφυγεῖν γένηται, κατὰ πάντα ἐνδεέστερον ἐνεργούσης αὐτοῖς τῆς φύσεως θέρμης ὀλιγότητι. εἰ δὲ δὴ παρεμπίπτοιεν ἕτεροι, ταῖς ἐφεξῆς καὶ ἴσαις κινήσεσι, πολλῷ μὲν ἥττους εἰς κακίαν, | |
10 | ἀμείνους δὲ τῶν διαλειπόντων κριθεῖεν ἄν. εἰ γὰρ καί τινα χρείαν ἐλλείπουσαν ἀναπληροῦσθαι σημαίνουσιν, ἀλλὰ καὶ ῥώμην ὑποφαίνουσι τῆς δυνάμεως, ὥσπερ ἀτονίαν καὶ ἀναβολὴν οἱ διαλείποντες τῆς δυνάμεως καὶ ὅσῳ χείρων ἀσφυξία λειπόντων σφυγμῶν, τοσούτῳ τούτων ἥττους εἰς | |
15 | κακίαν οἱ παρεμπίπτοντες· οἱ δ’ ἐκ πολλῶν εἰδῶν σφυγμῶν διάφορον τὴν ἀνωμαλίαν ποιούμενοι, κατὰ τὰς ἐπικρατείας αὐτῶν καὶ τὰς ἀποβάσεις σημαίνουσιν. ἵνα δὲ μὴ πάνυ ἀσαφῆ τὸν λόγον ποιήσωμεν, ἕκαστον τῶν σφυγμῶν ὁρι‐ σάμενοι, δείξομέν σοι τὴν ἀπὸ τούτων συναγομένην τῆς | |
20 | καρδίας δύναμιν, καὶ τὴν τῆς θέρμης αὔξησίν τε καὶ μεί‐ ωσιν, καὶ εἴ τις ἔμφραξίς τε καὶ φλεγμονὴ ἐπὶ καιρίοις | |
μορίοις εἴη, καὶ ὅπως πέψεις τῶν χυμῶν καὶ πλῆθος ἐπι‐ κρατεῖν νομίζονται. οὐδὲν οὖν ἄλλο τοῦ σφυγμοῦ τυγχά‐ νοντος ὡς εἴρηται ἢ κινήσεως τῶν ἀρτηριῶν, ἀπὸ μὲν τῶν | 364 | |
25 | ἐντὸς εἰς τὸ ἐκτός, ὃ δὴ καὶ διαστολὴ καλεῖται, ἀπὸ δὲ τῶν ἐκτὸς εἰς τὸ ἐντός, ὃ συστολὴ καλεῖται. χρεία μὲν τῆς διαστολῆς κατὰ τὴν ἀναλογίαν τῆς θέρμης, ἐπισπᾶσθαι τοῦ ἐκτὸς ἀέρος πρὸς εὐκρασίαν, τῆς δὲ συστολῆς τοῦ ἀπώσασθαι τὰ λιγνυώδη καὶ καπνώδη περιττώματα. | |
1.14(t) | ιδʹ. Περὶ διαφορᾶς ἑκάστου τῶν κατ’ εἶδος σφυγμῶν. | |
1 | Κἂν μὲν οὖν πολλῷ γε εἴη τὰ τῆς χρείας ἐπείγοντα, μέγεθος μὲν πρῶτον, εἶθ’ οὕτως δὲ καὶ τάχος γίνεται τοῖς σφυγμοῖς, καὶ μέγεθος μὲν διαστολῆς, τῆς εἰς τὰς τρεῖς τῶν σφυγμῶν διαστάσεις ἐπιδίδωσι, μῆκος δηλαδὴ καὶ βά‐ | |
5 | θος καὶ πλάτος· τάχος δέ, τὴν δι’ ὀλίγου χρόνου τῆς δια‐ στολῆς ἀπὸ τῶν ἐκτὸς ἐπὶ τὰ ἐντός, καὶ ἀπὸ τῶν ἐντὸς ἐπὶ τὰ ἐκτὸς τῆς συστολῆς ἀποκατάστασιν. ὥσπερ τἀναν‐ τία τούτων, ὥσπερ τῆς μὲν κατὰ τὰς τρεῖς διαστάσεις τοῦ συμμέτρου ἐλλείπουσα λέγεται. βραδυτὴς μὲν ἡ διὰ πολ‐ | |
10 | λοῦ χρόνου τὴν τῆς ἀρτηρίας κίνησιν ἀποκαθιστῶσα, σκλη‐ ρὸν δέ, τὸν ἐν τῷ πλήττειν οἱονεὶ θλίβοντα τὴν ἁφήν φαμεν, ὥσπερ δῆτα καὶ μαλακὸν, τὸν οἷον δίυγρον, καὶ ἡδέως τῇ ἁφῇ προσβάλλοντα· σφοδρὸν δὲ τὸν μετά προσ‐ ηνοῦς ἁφῆς ἀντιβαίνοντα τοῖς ἐπαφωμένοις δακτύλοις· τὸν | |
15 | ἐναντίον δὲ τούτῳ, ἀμυδρόν φαμεν, τὸν εἴκοντα δηλαδὴ ῥᾳδίως τῇ τῶν δακτύλων ἁφῇ, ὥσπερ δὴ καὶ πυκνὸν μέν φαμεν τὸν συνεχίζοντα τὰς κινήσεις· ἀραιὸν δέ, τὸν διὰ χρόνου ταύτας ποιούμενον. | |
1.15(t) | ιεʹ. Περὶ διαφορᾶς συστηματικῆς ἀνωμαλίας καὶ τῆς καθ’ | |
u | ἕνα | |
v | σφυγμὸν συνισταμένης. | |
1 | Ἀνώμαλον δέ φαμεν τὸν ἐκ δυεῖν ἢ τριῶν ἢ πλειό‐ νων εἰδῶν σφυγμῶν συγκείμενον, ὁτὲ μὲν καθ’ ἕνα σφυ‐ γμὸν τῆς τοιαύτης ἀνωμαλίας συνισταμένης, ὁτὲ δὲ καὶ διὰ πλειόνων. καὶ καθ’ ἕνα μὲν σφυγμὸν ἀνωμαλίαν φα‐ | |
5 | μέν, ὁπόταν τῶν τεττάρων ἡμῶν δακτύλων τοῦ σφυγμοῦ ἐφαπτομένων, καθ’ ἕκαστον δάκτυλον διαφόρως κινουμέ‐ | |
νου τοῦ σφυγμοῦ αἰσθανόμεθα, ἔσθ’ ὅτε δὲ καὶ ἀλλοίου μὲν αὐτοῦ αἰσθανόμεθα κινουμένου τοῖς δυσὶ δακτύλοις, ἀλλοίου δὲ τοῖς ἑτέροις δυσίν, ὥσπερ καὶ ἑτεροίου μὲν τῷ | 365 | |
10 | ἑνί, ἑτεροίου δ’ αὖ τοῖς τρισὶ καὶ ἤτοι κατὰ τὴν ἁπλῆν καὶ προκειμένην θέσιν τῶν δακτύλων τῆς τοιαύτης φαινο‐ μένης ἀνωμαλίας, ἢ κατὰ τὴν τὸ ὑπερβατὸν σχῆμα θέ‐ σιν· οἱ μὲν γὰρ τῶν δακτύλων αἰσθάνονται τῆς ἀρτηρίας κινουμένης ταχύτερον, οἱ δὲ βραδύτερον, καὶ οἱ μὲν πυ‐ | |
15 | κνότερον, οἱ δὲ ἀραιότερον, καὶ οἱ μὲν μείζονος αἰσθά‐ νονται τῆς διαστολῆς, οἱ δὲ μείονος, ὥσπερ καὶ οἱ μὲν σκληροτέρου τοῦδε τοῦ μέρους εἰ τύχοι, οἱ δὲ μαλακωτέ‐ ρου. καὶ ταῦτα φαίνεται ἐπὶ μιᾷ διαστολῇ, μιᾶ τοῦ ὅλου σώματος τῆς ἀρτηρίας γινόμενα, μετά τινος τάξεως ἢ | |
20 | ἀταξίας. εἰ μὲν γὰρ καὶ αἱ ἐφεξῆς κινήσεις ὡσαύτως ἔχουσι, τάξις τις ἂν ὧδε ῥηθείη. εἰ δ’ οὐχ ὡσαύτως, ἀταξία λέγε‐ ται. ὡσαύτως δὲ τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ, καὶ ἡ κατὰ τὴν συστηματικὴν ἀνωμαλίαν διαφορὰ γινομένη φαί‐ νεται, ὁτὲ μὲν μείονος ἢ μείζονος φαινομένου, ὁτὲ δε τα‐ | |
25 | χυτέρου ἢ βραδυτέρου, ἢ ἄλλως συνισταμένου τοῦ σφυ‐ γμοῦ κατὰ τὰ ἐμφαινόμενα τοῖς σφυγμοῖς εἴδη, τάξιν δέ τινα καὶ ἀταξίαν ἐπὶ τούτοις τηροῦντος. | |
1.16(t) | ιϛʹ. Περὶ τῆς ἐκ τῶν τοιούτων σφυγμῶν διαγνώσεως. | |
1 | Καὶ ὁ μὲν σφοδρὸς σφυγμός, ἀχώριστον σημεῖον ῥώ‐ μης ἐμφύτου καὶ ζωτικῆς δυνάμεως· δεύτερος δ’ ἐπὶ τούτῳ ὁ ταχύς, ὁ δὲ μέγας οὐ πάντοτε. οἱ δὲ ἐναντίοι τούτων, ἔκλυσίν τε καὶ ἀδυναμίαν τοῦ ζωτικοῦ σημαίνουσι τόνου, | |
5 | ὥστε ἐντεῦθεν ἐξέσται σοι καὶ τὰς ἐκ τῶν ἀνωμάλων συν‐ ιέναι σφυγμῶν ἀποβάσεις. μεγάλων μὲν γὰρ ἢ σφοδρῶν ἢ παχέων ἐπικρατούντων, ἐρρῶσθαι ἔτι λέγει τὴν ζωτικὴν δύναμιν. βραδέων δ’ αὖ τε καὶ μικρῶν καὶ ἀμυδρῶν, κα‐ ταλύεσθαι, ὡς ἐντεῦθεν ἔχειν σε εἰδέναι, ὅπου ἀποπερα‐ | |
10 | τοῦσθαι τὴν νόσον εἰκός. ὅτι δ’ ἐπ’ ἐμφράξεσι τῶν και‐ ριωτέρων μορίων οἱ ἀνώμαλοι τῶν σφυγμῶν συνίστανται, δηλώσουσιν αἱ ἐπὶ τούτοις ἐκκρίσεις, τούτους ἀποκαθιστῶ‐ σαι, ἤν γε νικῴη τὰ τῆς δυνάμεως. τάξις δὲ ἀμείνων ἀτα‐ ξίας, καὶ μάλιστα ἢν νικῷεν οἱ ἀμείνους τῶν σφυγμῶν, | |
15 | ἢν δὲ μὴ νικῷεν, αἱ ἀταξίαι ἀμείνους τῶν τάξεων· αἱ μὲν γὰρ τάξεις ἐπιμονήν τινα σημαίνουσι τῆς φύσεως εἰς ἐκεῖνο τὸ εἶδος τῶν σφυγμῶν, διὰ τὸ τὸν λυποῦντα χυ‐ μὸν ἐν οἱῳδήποτε μορίῳ ἐστηρίχθαι, αἱ δ’ ἀταξίαι πλά‐ νην τινὰ τῶν ἐνοχλούντων χυμῶν καὶ διαμάχην τῆς δυνά‐ | 366 |
20 | μεως, καὶ διὰ τοῦτο ἄμεινον μὴ δεδεγμένην αὐτὴν φαί‐ νεσθαι τὰ χείρω τῶν σφυγμῶν, ἢ καταδεδεγμένην ἀνάγκη ὄλλυσθαι. οἵ γε μὴν σκληροὶ σφυγμοί, ἴδιοι τοῦ σώματος τῆς ἀρτηρίας τυγχάνοντες, ὁτὲ μὲν ταῖς ἔξωθεν ξηρότησιν ἕπονται, ὁτὲ δὲ καὶ ταῖς ἐντός, ὡς ἐν ἑκτικοῖς καὶ μα‐ | |
25 | ρασμώδεσι πυρετοῖς, φλεγμοναῖς τε νευρωδῶν μορίων μά‐ λιστα, καὶ πυρετοῖς αὐχμώδεσι, καὶ σφοδραῖς πήξεσιν ἐκ ψύξεως. ὥσπερ δὲ τάχος καὶ μέγεθος διαστολῆς τὴν χρείαν σημαίνουσιν, οὕτω δὴ καὶ ἐπὶ τῆς συστολῆς τὸ αὐτὸ σκό‐ πει. εἰ γὰρ δὲ καὶ αὕτη ἐπὶ μέγεθός τε καὶ τάχος ἐπιδι‐ | |
30 | δοίη, τὴν κατ’ αὐτὴν χρείαν σημαίνει, τό,τε πλῆθος δη‐ λαδὴ τῶν ἐπὶ σήψει χυμῶν, καὶ τὸ ἐπὶ τούτοις τῶν λιγνυω‐ δῶν περιττωμάτων συμφόρημα. γνοίης δ’ ἄν, εἰ μὴ ἑτέ‐ ρωθεν τὸ τῆς συστολῆς μέγεθός τε καὶ τάχος, τάς τε κινήσεις καὶ τοὺς ἐπὶ ταύταις χρόνους τῆς διαστολῆς, τοῖς | |
35 | χρόνοις τοῖς ἐπὶ ταῖς δοκούσαις ἠρεμίαις τῆς συστολῆς παραβάλλων. ἐντεῦθεν δὲ ἄρα ἕξεις ἀφορμὰς εἰδέναι πέ‐ ψεις τε καὶ ἀπεψίας χυμῶν, καὶ τὰς ἐπὶ ταύταις κρίσεις, ὁποῖαι ἂν καὶ ἀποβαῖεν. ἀμέλει καὶ ἐν ταῖς τῶν παροξυ‐ σμῶν ἐπισημασίαις, τάχος τε καὶ μέγεθος αἱ συστολαὶ μᾶλ‐ | |
40 | λον τῶν διαστολῶν προσλαμβάνουσιν, ἐπειγομένης οἷον τῆς ἐπὶ ταῖς συστολαῖς ἐκκριτικῆς δυνάμεως, ἀπώσασθαι ὅσον λιγνυῶδες δηλαδὴ καὶ ἄχρηστον, ὑπὸ τὸ βάθος ὑπο‐ τρέφεται τοῦ σώματος. ταῦτά τοι καὶ σμικρότεροί τε καὶ βραδύτεροι κατὰ τὰς διαστολὰς τότε φαίνονται, μήπω τῆς | |
45 | χρείας ἐπειγούσης. ἀλλ’ ἐπειδάν γε τὸ μὲν αἰθαλῶδές τε καὶ λιγνυῶδες διαπνευσθῇ ἐκεῖνο, ἡ δ’ ἔμφυτος καὶ φυ‐ σικὴ ἐπαναφθῇ θερμότης, τῆς χρείας ἐπειγούσης ἤδη, μέ‐ γεθός τε καὶ τάχος ἡ διαστολὴ λαμβάνει, κολουομένης ἤδη τῆς συστολῆς ταχυτῆτος, τότε δὴ καὶ αἱ ἐπιγενόμεναι | |
1.16(50) | κρίσεις ἀμείνους φαίνονται. αἵ γε μὴν ἠργμέναι γίνεσθαι, πολυχρονιωτέρας τῆς συστολῆς πρὸς τὴν διαστολὴν φαινο‐ | |
μένης, ἀτελῆ τε καὶ φιλυπόστροφα τὰ ἀρρωστήματα προ‐ σημαίνουσιν, ἅτε ὑποτυφομένης ἔτι ἔνδον ἡμιπέπτου τι‐ νὸς ὕλης. | 367 | |
1.17(1t) | ιζʹ. Περὶ τῶν λοιπῶν κατ’ εἶδος καἱ τῆς κατ’ αὐτοὺς αἰτίας | |
2t | καὶ προγνώσεως. | |
1 | Εἴ τινος δὲ ἀκούεις κυματώδους τε καὶ σκωληκίζοντος καὶ μυρμηκίζοντος σφυγμοῦ, σπασμώδους τε καὶ κλονώ‐ δους, καὶ δικρότου καὶ δορκαδίζοντος, καὶ τούτων τὰς αἰ‐ τίας καὶ διαγνώσεις, ὧδε μάνθανε. καὶ δῆτα κυματώδης | |
5 | μέν, ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος ἅμα δυνά‐ μει καμούσῃ μετρίως. εὑρίσκεται δ’ ἐν ὑγροῖς καὶ φλεγμα‐ τικοῖς πάθεσιν, ληθάργοις τε καὶ ἀφημερινοῖς, ὑδέροις τε τοῖς ἀνὰ σάρκας, καὶ μάλιστα, εἰ μὴ διὰ φλεγμονὴν ἢ σκίρρον τινὸς σπλάγχνου οἵδε γεγόνασιν. εἰ δέ γε τόνον | |
10 | πλείονα καὶ ὕψος ἐπικτήσονται, καὶ ὅσον οὔπω ἐσομένους ἱδρῶτάς σοι σημανοῦσι, καὶ μάλιστα ἢν πέψεως προηγη‐ σαμένης σημεῖα ὁρῴῃς. εἴρηται δὲ κυματώδης τῷ οἷον πε‐ ριγραφάς τινας κυμάτων ἐν ταῖς διαστολαῖς ποιεῖσθαι, ὥσπέρ γε καὶ σκωληκίζων, τῷ πολλῷ βραχυτέρας τὰς οἷον | |
15 | κυματώδεις διαστολὰς ποιεῖσθαι, σκώληκός τινος ἀπομι‐ μούμενος κίνησιν. οὗτος ἕπεται μὲν ἀρτηριῶν μαλακότησι καὶ ἱκανῶς ἀρρωστία δυνάμεως. συμβαίνει δὲ ἐπὶ λαύραις κενώσεσιν, αἱμορραγίαις τε καὶ διαρροίαις καὶ χολέραις, αἱμορροΐσι τε καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ, καὶ μο‐ | |
20 | χθηροῖς ἱδρῶσιν, οὐχ ἧττον δὲ καὶ τοῖς ὑγρότητι πολλῇ διασαπεῖσι τὸν πνεύμονα, εἰ μή τις εἴη φλεγμονὴ τὴν ἀρ‐ τηρίαν σκληρύνουσα. Μυρμηκίζοντα δέ φασιν, ἔκ τε τῆς μικρότητος καὶ τῆς πυκνότητος τοῦ ζῴου, καὶ τῆς δοκού‐ σης τεκμαιρόμενοι ταχυτῆτος. ὅσων δὲ χείρων κυματώδους | |
25 | ὁ σκωληκίζων, τοσούτῳ ὁ μυρμηκίζων τοῦ σκωληκίζοντος, ἐσχάτην ἀρρωστίαν τοῦ ζωτικοῦ τόνου σημαίνων. ὁ δὲ σπασμώδης οὕτω καλούμενος σφυγμός, ταῖς ἐντεταμέναις καὶ ὑποκινουμέναις χορδαῖς ἔοικεν, ὥσπερ σπωμένων πρὸς τά ἑαυτῶν πέρατα τῶν ἀρτηριῶν. οἵδε δὲ συνίστανται ἔν | |
30 | τε τοῖς σπασμώδεσι πάθεσι, καὶ κατὰ τὰς φλεγμονὰς τῶν νευρωδῶν μορίων. σκληροὶ δὲ οὗτοι, καὶ οὐχὶ μείζους διὰ | |
τὴν σκληρότητα, ταχεῖς δὲ καὶ πυκνοί, καὶ μάλισθ’ ὅσον ἡ χρεία ἐπείγει. κλονώδης δὲ πέφυκε συνίστασθαι, ὅταν ἡ μὲν δύναμις ἔρρωται, ἡ δέ γε χρεία εἴη ἐπείγουσα, οὐχ | 368 | |
35 | ὑπείκει δὲ ἡ ἀρτηρία διὰ σκληρότητα. καὶ χρεία μὲν ἢ πλεονεξία ἕπεται θερμότητος, ἢ δαπάνη τοῦ ψυχικοῦ συν‐ αύξεται πνεύματος, οὐχ ὑπείκει δὲ ῥᾳδίως τὰ ὄργανα, ἐμφράξεων καὶ θλίψεων καὶ σκληροτήτων ἡγησαμένων. αἵ γε μὴν σκληρότητες, ἢ φλεγμαινόντων ἢ σκιρρουμένων, ἢ | |
40 | τεινομένων τῶν ὀργάνων γίνονται. δίκροτος δὲ γίνεται, ὅταν ἐξορμήσας καὶ βραχύτερον κινηθεὶς ἐπισχεθῇ μέν, αὖθις δὲ τὸ λεῖπον τῆς κινήσεως ἐκπεράνῃ. δεῖ γὰρ οὕτω πλήττεσθαι τὴν ἁφὴν ἐν μιᾷ διαστολῇ, τοῦ κλονώδους οὐδὲν πλέον ἔχοντος τοῦ κραδαίνεσθαι καὶ κατὰ πάντα τὰ | |
45 | μόρια διασείεσθαι. ὁ μέντοι δορκαδίζων κοινωνίαν ἔχων ἐν τῷ δικρότῳ κατὰ τὸ δὶς παίειν, οὐχ ὑπὸ τῆς αὐτῆς αἰ‐ τίας συνίσταται, μήτε σκληρότητος οὔσης ὀργάνων ὧδε, μήτε μὴν δυσκρασίας τινὰς ὑποφαίνεται, ἀλλ’ ὅταν τῆς δυνάμεως ὅσον ἐφ’ ἑαυτῇ τὸν οἰκεῖον σωζούσης τόνον, | |
1.17(50) | ἴσχηται τῆς κινήσεως ἡ ἀρτηρία διὰ πλῆθος ἢ θλίψιν ἢ ἔμφραξιν τῶν ὀργάνων. ἡσυχία γὰρ τηνικαῦτα διακόπτει τὴν διαστολήν. ταῦτά τοι καὶ ἑαυτὴν οἶον ἐπισυνάξασα, σφοδροτέραν πολλῷ ποιεῖται τὴν δευτέραν πληγήν, οἱονεὶ τὰ ἅλματα μιμουμένη τῶν δορκάδων, αἳ τῷ παύειν δόξαι | |
55 | τῆς κινήσεως ἐφάλλονται πολλῷ σφοδρότερον αὖθις τοῦ προτέρου ἅλματος. Τοὺς δὲ δὴ μειούρους καὶ ἀπ’ αὐτοῦ ἂν ἔχοις μαθεῖν τοῦ ὀνόματος, ὅσον δὴ προβαίνουσιν εἰς πέρας αὐτῶν μικροτέρους φαινομένους, μηκέτι ἰσοτόνως ὧδε διαστέλλειν τῆς δυνάμεως τὰς ἀρτηρίας δυναμένης, ὡς | |
60 | ἐντεῦθεν τῆς ἀτονίας τῆς δυνάμεως καταγιγνωσκομένης ἤτοι διά τινα δυσκρασίαν, ἢ διὰ πλῆθος ἐνοχλούντων χυ‐ μῶν· ἐν πᾶσι δὲ τοῦτο ἐπίστασθαι χρή, ὡς τοῦ μὲν ζω‐ τικοῦ ἰσχύοντος τόνου, ἀεὶ σφοδρότης ἕπεται τοῖς σφυ‐ γμοῖς, ἀμυδρότης δὲ κατηγορεῖ δυνάμεως ἀρρωστίαν. ἃ | |
65 | γὰρ ἔξωθεν αὐτὴν βαρύνει καὶ διακόπτει τὴν δύναμιν, ταῦτα ἐν ταῖς καθ’ ἕνα τε σφυγμὸν κἀν ταῖς συστηματι‐ καῖς καλουμέναις ἀνωμαλίαις, οὐ πάνυ τοι διακόπτει τοῦ σφοδροῦ σφυγμοῦ τὴν ἔνδειξιν, κἂν μὴ ὡσαύτως ἐν ἁπά‐ | |
σαις φαίνηται ταῖς κινήσεσιν. εἰ μή που γε τῷ πλήθει ἢ | 369 | |
70 | τῷ πάχει, ἢ ταῖς ἀξιολόγοις ἐμφράξεσιν, εἰς ἑαυτὴν τὸ πά‐ θος καταδεξαμένη ἡ δύναμις, ἄρρωστος ἤδη γένηται, καὶ εἰς ἀμυδρότητα τὸ πᾶν ἐκτρέψῃ τῶν σφυγμῶν. τότε γάρ, ὡς ἤδη ἀπαγορευούσης τῆς δυνάμεως, τί ἕτερον ἢ θάνα‐ τον δεῖ προσδοκᾷν; σφοδρότης μὲν γὰρ σφυγμοῦ, ἀχώρι‐ | |
75 | στον σημεῖον δυνάμεως, καὶ ἀμυδρότης μὲν ἀεὶ κακή, ὥσπερ καὶ σφοδρότης πάντοτε ἀγαθή. δευτέρα δὲ μετὰ ἀμυδρότητα, βραδυτής, καὶ τρίτη ἡ σμικρότης, εἶτα καὶ ἀραιότης ἐπὶ πλεῖστον ἐπιταθεῖσαι. ἧττον δὲ σφοδρότητος ἀγαθαὶ ἐπιταθεῖσαι, ταχυτὴς πρῶτον, εἶτα μέγεθος, εἰ | |
80 | μὴ μετὰ νοσώδους ὑγρότητος εἴη. | |
1.18(t) | ιηʹ. Περὶ τῶν κατὰ γένος σφυγμῶν. | |
1 | Ἵνα δὲ μὴ παραβλάπτῃ ἐν ταῖς διαγνώσεσί τε καὶ ἐξετάσεσι ταῖς δι’ αὐτῶν θεωρουμένας διά τε τὰς ἡλικίας καὶ τὰς κράσεις καί τινα συνήθη τε καὶ κατὰ φύσιν συν‐ αντήματα, παραθήσομαί σοι καὶ τούτων ὅσα μοι δοκεῖ | |
5 | λυσιτελήσειν ἐν τῇ περὶ αὐτῶν θεωρίᾳ. καὶ δῆτα ἴσθι, ὡς ἄνδρες γυναικῶν μείζονα πολλῷ καὶ σφοδρότερον καὶ βρα‐ δύτερον ὀλίγον, καὶ ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυ‐ γμόν, τῶν οἰκείων διαιτημάτων ἑκάστῳ γένει σωζομένων. τῶν γάρ τοι ἀνδρῶν γυμναστικωτέρων, καὶ ἄλλως φύσει | |
10 | θερμοτέρων τυγχανόντων, καὶ διὰ τοῦτο καὶ ἰσχυροτέρων, εἰκὸς ἐπιδίδοσθαι αὐτοῖς, διὰ μὲν τὴν χρείαν εἰς μέγεθος, διὰ δὲ τὴν ῥώμην εἰς σφοδρότητα τοὺς σφυγμούς. τῶν δὲ γυναικῶν ψυχροτέρων οὐσῶν, καὶ ἄλλως οἰκουρουσῶν, ἐκ‐ λελῦσθαι τὰ τῆς χρείας αὐταῖς εἰκός, συνητονηκέναι δὲ | |
15 | καὶ τὰ τῆς ῥώμης, ὥστε τῆς τε σφοδρότητος καὶ τοῦ με‐ γέθους λείπεσθαι. ἀλλ’ ἐπειδήπερ ἔδοξε πλέον τῆς χρείας ὧδε λείπεσθαι τὸ μέγεθος, προστέθειται αὐταῖς τὸ τάχος καὶ ἡ πυκνότης. τῶν δὲ φύσει θερμοτέρων, μείζονας καὶ ὠκυτέρους καὶ πολλῷ πυκνοτέρους ἐσόψει τοὺς σφυγμούς, | |
20 | οὐ μὲν πολλῷ γε σφοδροτέρους. ἐκεῖνα μὲν αὐξηθέντα χρείαν εἶχέ τινα καὶ ἐπείγουσαν σφοδρότητα. καὶ οὐκ ἦν εἰκὸς οὕτως ἐπιδεδωκέναι, ὡς μὴ συναυξανομένης τῇ θερ‐ μότητι τῆς δυνάμεως, ἀλλ’ ἐκ συμμετρίας χυμῶν καὶ κρά‐ | |
σεων συνισταμένης· οἱ δ’ ἰσχνοὶ μείζονα μὲν πολλῷ καὶ | 370 | |
25 | ἀραιότερον πολλῷ, σφοδρότερον δὲ ὀλίγῳ τὸν σφυγμὸν ἔχουσι. μὴ διατειχιζούσης γὰρ τῆς πολυσαρκίας τὴν ἀρτη‐ ρίαν, εἴς τε μέγεθος ἡ ἀρτηρία ἐπαίρεται, καὶ ἀριδηλότε‐ ρον πρὸς τῇ ἁφῇ προσπίπτει· καὶ ὡς ἐν τῷδε ἀρκουμένης τῆς χρείας, ἀφαιρεῖταί τι τῆς πυκνότητος αὐτῆς. τοσούτῳ | |
30 | δὲ δοκεῖ σφοδρότερος ὧδε ὁ σφυγμός, ὅσον ἐπὶ γυμνοτέρᾳ ἡ ἁφὴ προσπίπτει τῇ ἀρτηρίᾳ. | |
1.19(t) | ιθʹ. Περὶ τῶν κατὰ τὰς ἡλικίας καὶ ὣρας σφυγμῶν. | |
1 | Ὡσαύτως δὲ τάχιστος ὁ τοῦ παιδίου καὶ νεανίσκου, βραδύτερος δ’ ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ· πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ | |
5 | σφοδρότητα καὶ μέγεθος διαφορᾷ, μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δὲ ὁ τῶν γερόν‐ των, μέσος δ’ αὐτῶν ὁ τῶν παιδίων βραχύ μείζων, καὶ σφοδρότερος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δὲ ὁ τῶν γερόντων, μέσος δ’ αὐτῶν ὁ τῶν παιδίων. ἐπεὶ δὲ | |
10 | εἴρηται, δι’ ἃς μὲν αἰτίας οἱ σφυγμοὶ ἡλλοίωνται, καὶ τὰς ὡς ἐν ἡλικίαις τῶν ἀνθρώπων οἷσθα κρίσεις, εἰκὸς ἐντεῦ‐ θεν στοχαζόμενον, καὶ τὰς αἰτίας αὐτῶν ἐξευρίσκειν. κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα, μεγίστους καὶ σφοδροτά‐ τους ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους. | |
15 | ὡσαύτως δὲ καὶ φθινοπώρου, τὰ μέσα. ἡνίκα δ’ ἐπιλάβοι τὸ θέρος, ἀμυδροὶ καὶ συχνοὶ καὶ ταχεῖς καὶ πυκνοὶ γί‐ νονται. τὸ δὲ φθινόπωρον προϊόν, ἁπάντων ἀφαιρεῖται, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα, καὶ | |
20 | βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἐπεὶ δὲ καὶ τὰς ὥρας οἶσθα, ὅπως ἡμὰς ἀλλοιοῦσι ταῖς μεταβολαῖς τῶν κράσεων, εἰκός σε καὶ τῶν κατ’ αὐτὰς σφυγμῶν ἀνερευ‐ νᾷν τὰς αἰτίας, προεκτεθειμένων σοι τῶν ἐπ’ αὐτοὺς αἰ‐ τιῶν, ὥστε ἐκεῖθεν δεῖ σε τὰς ἀφορμὰς λαβόντα, τὸν νοῦν | |
25 | γυμνάζειν οὐκ ἄχαρι γυμνάσιον. | 371 |
1.20(t) | κ. Περὶ τῶν κατὰ τοὺς ὕπνους σφυγμῶν. | |
1 | Εἶεν δ’ ἂν εἴπερ τι ἄλλο καὶ οἱ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ οὗτοι τοὺς σφυγμούς, καὶ ἀρχόμενοι μὲν μι‐ κροτέρους καὶ ἀμυδροτέρους καὶ ἀραιοτέρους ἐργάζονται, ἐπειδήπερ εἴσω τρέπεται τὸ θερμὸν ᾧδε, καὶ ἡ δύναμις | |
5 | βαρύνεται, καὶ τῷ πλήθει τῶν τροφῶν ἡ φυσικὴ δοκεῖ μαραίνεσθαι θέρμη. προϊόντος δὲ τοῦ χρόνου, βραδυτῆτα μὲν ἐπιτείνουσι καὶ ἀραιότητα, καὶ μάλιστα μετὰ τὴν τρο‐ φήν. μείζους δ’ εἰς ὕστερον γίνονται και σφοδρότεροι· τῷ μὲν γὰρ ἤδη τετράφθαι τὸ ζῷον, καὶ περιγενέσθαι τῆς | |
10 | τροφῆς τὴν θέρμην, ἀνερρώσθη μὲν ἡ δύναμις, ηὔξηται δέ πως ἡ θερμότης· τῷ δὲ μὴ πάνυ τὴν χρείαν ἐπείγειν, καὶ ἄλλως τὸ τὴν συστολὴν ἐπὶ τὰ εἴσω μᾶλλον σπεύδειν, ὡς διωθεῖν τὰ περιττὰ τῆς κατεργαζομένης τροφῆς, δοκεῖ ἐπιτετάσθαι τῆς διαστολῆς τὴν βραδυτῆτα καὶ ἀραιότητα. | |
15 | χρονίσαντές γε μὴν οἱ ὕπνοι, τρέπουσι μᾶλλον εἰς ἀμυ‐ δρότητα τοὺς σφυγμούς, καὶ εἰκότως. ἐπεὶ γὰρ ἡ ἐπὶ μα‐ κρὸν ἐπὶ τὰ εἴσω τοῦ θερμοῦ ῥοπὴ συμπνίγειν εἴωθε τὸν τῆς καρδίας τόνον, οὐκ ἀπεικός, χρονίζοντός τινος ἐν τοῖς ὕπνοις καὶ τοῦ προσήκοντος πέρα, καὶ αὐτὸν δὴ τὸν τῆς | |
20 | καρδίας τόνον ἐκλύεσθαι. τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκό‐ των εἰς ἐγρήγορσιν, ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοί, καί τινα τόνον ἔχοντες οἱ σφυγμοί, μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται. ἐπὶ γὰρ ταῖς αἰφνιδίοις μεταβολαῖς, καὶ ταῦτα εἰκὸς συμβαίνειν, | |
25 | πολλῆς μὲν ἐξαφθείσης ἐντὸς τῆς θέρμης, πολλῶν δ’ ἐν ταῖς διόδοις τῶν τε τῆς τροφῆς καὶ τῶν τοῦ πνεύματος ἀγγείων τῶν ἀτμῶν ἠθροισμένων, οὓς ἐν ταῖς βιαίαις καὶ ἀθρόαις κινήσεσιν ἴσμεν ἐξωθουμένους ῥᾳδίως. ταῦτά τοι τοῦ μὲν θερμοῦ ηὐξημένου, τῆς δὲ δυνάμεως ἀναρρω‐ | |
30 | σθείσης, τοιοῦτοι κατὰ τὰς ἐξ ὕπνων ἐγρηγόρσεις γίνονται οἱ σφυγμοί, καὶ μικρόν τι διαμείναντες, ἐπὶ τὸ σύμμε‐ τρόν τε καὶ κατὰ φύσιν αὖθις τρέπονται. | |
1.21(t) | καʹ. Περὶ τῶν κατὰ τὰ γυμνάσια καὶ λουτρὰ σφυγμῶν. | |
1 | Γυμνάσια δὲ μέχρι μὲν τοῦ μετρίου μεγάλους καὶ | |
σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐργάζονται. πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος, μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐσχάτως. τὰ μὲν γὰρ πρῶτα, τῇ | 372 | |
5 | τε τοῦ πνεύματος δαπάνῃ, καὶ τῇ τῆς θέρμης αὐξήσει, μεγάλοι τε καὶ ταχεῖς, καὶ πυκνότητα ἴσχει, σφοδρότητα δὲ τῇ τῆς δυνάμεως διεγέρσει· τὰ δὲ δεύτερα, τῇ ἐπὶ πλέον τοῦ θερμοῦ διαφορήσει, καὶ τῇ τῆς δυνάμεως ἐκλύ‐ σει, ἀμυδρούς τε καὶ μικροὺς ἀπογεννᾷ τοὺς σφυγμούς. | |
10 | λουτρὰ δὲ θερμὰ μέν, μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ βραχὺ σφοδροτέρους, ἔστ’ ἂν ᾖ σύμμετρα. τὰ δ’ ἄμε‐ τρα, μικροὺς καὶ ἀμυδρούς. ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιούς, ὕστε‐ ρον δὲ ναρκάσαντα μὲν καὶ ψύξαντα, μικροὺς καὶ ἀμυ‐ | |
15 | δροὺς καὶ βραδεῖς. ἐκθερμάναντα δὲ καὶ ῥώσαντα, μεγά‐ λους τε καὶ σφοδρούς, τάχει δὲ καὶ σφοδρότητι συμμέτρους. σιτία δὲ τὰ μὲν πολλά, ὥστε βαρύναι τὴν δύναμιν, ἀνω‐ μάλους καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζονται. τὰ δὲ σύμμετρα μεγάλους καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνούς. | |
20 | τὰ δὲ ἐλάττω ἢ ὥστε τρέφειν αὐτάρκως, ὁμοίως τοῖς συμ‐ μέτροις, ἆλλ’ ἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ μέχρι χρόνου βραχέος. | |
1.22(t) | κβʹ. Περὶ τῶν κατὰ τὸν οἶνον καὶ τὰς λοιπὰς τροφᾶς σφυγμῶν. | |
1 | Οἶνος δὲ τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμούς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροφὴν ἐργάζεσθαι, καὶ προτέραν τὴν ἀπ’ οἴνου παύεσθαι τῆς ἀπὸ σιτίων, καὶ τὸ τάχος ἐπαύξειν καὶ τὸ μέγεθος, ἤπερ τὴν | |
5 | σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ ὅσῳ σφοδροτέραν καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος τροφὴ παρέχει τοῖς σφυγμοῖς, τοσούτῳ τὸ μέγεθος αὐτῶν ὁ οἶνος ἐξαίρει. | |
1.23(t) | κγʹ. Περὶ τῶν κατὰ τὰ ψυχικὰ πάθη σφυγμῶν. | |
1 | Ἡδονῆς δέ, μέγας καὶ ἀραιὸς καὶ βραδύς, οὐ μὴν σφοδρότητι διάφορος. διαχεῖται γὰρ ἡ θέρμη εἰς ἅπαν τὸ σῶμα, καὶ ἡ εἰς τὰ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ καὶ | |
τοῖς λυπουμένοις ἐντός. λύπης δέ, μικρὸς καὶ βραδὺς καὶ | 373 | |
5 | ἀραιός. φόβου δὲ τοῦ μὲν ὑπογύου καὶ σφοδροῦ, ταχὺς καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου, οἷον ὁ τῆς λύπης. | |
1.24(t) | κδʹ. Περὶ τῶν κατὰ τὰς ὀδύνας καὶ φλεγμονὰς σφυγμῶν. | |
1 | Ἄλγημα δὲ σφοδρὸν ἢ ἐν καιρίοις μορίοις ἀρχόμενον μέν, μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότε‐ ρον τὸν σφυγμὸν ἐργάζεται. αὐξηθὲν δέ, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ἀμυδρότερον καὶ τα‐ | |
5 | χὺν καὶ πυκνόν. τὸ δὲ ἤδη διαλύον τὴν δύναμιν, εἰς ἀμυ‐ δρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν καὶ ὑπερβάλλουσαν πυκνότητα, τὴν τροπὴν ἐργάζεται. φλε‐ γμονῆς δὲ ἁπάσης ὁ μὲν κοινὸς οἷον ἐμπρίων ἐστίν, ὡς δοκεῖν, τὸ μέν τοι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δέ, μή, | |
10 | σκληροτέρας φαινομένης δηλονότι αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες ὁ σφυγμὸς οὗτος, καὶ ταχὺς μέν ἐστι καὶ πυ‐ κνός, οὐκ ἀεὶ δὲ μέγας, καὶ ἀρχόμενος μέν, μείζων τοῦ κατὰ φύσιν, καὶ σφοδρότερος, καὶ ὠκύτερος καὶ πυκνότε‐ ρος, αὐξανομένης δ’ ἔτι, ταῦτα προσαύξει πάντα, καὶ σα‐ | |
15 | φῶς σκληρότερός ἐστι καὶ κλονωδέστερος. τῆς δ’ ἀκμαζού‐ σης, σκληρότερος μὲν καὶ κλονωδέστερος, οὐ μὴν πυκνό‐ τερος γίνεται καὶ ταχύς. εἰ δ’ ἱκανῶς χρονίζοι, καὶ ἤδη σκληρύνοιτο σκιρρωδῶς, τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ πυκνότης προσγίνεται. ταῦτα ἐπὶ τὸν τῆς ἐν ὅλῳ τῷ | |
20 | ζῴῳ τρεπούσης φλεγμονῆς σφυγμόν, διὰ μέγεθος ἢ διὰ τὸ καίριον τοῦ μέρους, ἐν ᾧ συνέστη. | |
1.25(4) | κεʹ. Περὶ τῶν κατὰ τὰς διαφορὰς τῶν μορίων ἀλλοιουμένων σφυγμῶν. | |
1 | Ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον τὸ ποσὸν τῆς φλεγμονῆς καὶ παρὰ τὴν αὐτοῦ τοῦ φλε‐ γμήναντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη, σκληροτέρους ἐργάζεται καὶ μικροτέρους καὶ μᾶλλον ἐμ‐ | |
5 | πρίοντας, τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα, τοὺς ἐναντίους. αὐτῶν δὲ τούτων μείζων, ὁ ἐν ἀρτηριώδεσι, καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γινόμενος. δῆλον οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμός, ὁποῖος ἔσται, | |
καὶ ὁ τῶν τὸν σπλῆνα καὶ νεφροὺς καὶ κύστιν, κῶλόν τε | 374 | |
10 | καὶ γαστέρα, καὶ ὁ τῶν πλευριτικῶν καὶ περιπνευμονικῶν, καὶ πάντων ἁπλῶς, ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμούς, τὰ δ’ ἀναισθητότερα, κατὰ τὴν διάθεσιν μόνην. ἀλλ’ ἐπειδή σοι καὶ τὴν περὶ τῶν σφυ‐ | |
15 | γμῶν, ὡς οἷόν τε διὰ βραχέων ἐξεθέμεθα μέθοδον, ἔχοις γὰρ ἂν ἐντεῦθεν καὶ τὰ μὴ ῥηθέντα συνιδεῖν, ἀγχίνους ὢν καὶ περὶ τοιαύτην θεωρίαν δεικνύμενος σχετικῶς, δέον ἂν εἴη ἐπιθεῖναί σοι μετὰ τοῦτο τὸν περὶ τῶν οὔρων λό‐ γον, τὰ μέγιστά σοι συνοίσοντα. | |
1.26(t) | κϛʹ. Περὶ τῶν ἀπὸ τῶν οὔρων σημαινομένων. | |
1 | Ἐπειδὴ γὰρ τὸ μὲν ἧπαρ δέδεικται ὄργανον αἱματώ‐ σεως, ὡς ἐκ πηγῆς δ’ αὐτοῦ οἷά τινες ὀχετοὶ τὸ τῶν φλε‐ βῶν γένος κατακερματίζουσιν εἰς ἅπαν τὸ ζῷον τὸ αἷμα, περιήθημα δὲ αἵματος τὸ οὖρον πέφυκεν, εἰκότως ἂν τὰς | |
5 | ἐκεῖ που γενομένας πέψεις καταγνοίης καὶ ἀπεψίας, ἐν‐ δείας τε καὶ πλεονασμοὺς καὶ δυσκρασίας καὶ ἐπικρατείας χυμῶν, σήψεις τε καὶ διαφθορὰς καὶ πᾶν ὅ,τι περὶ τὸ ἧπαρ καὶ τὸ φλεβῶδες γένος συνίστασθαι πέφυκεν, οὐχ ἧττον δὲ καὶ ὅσα τῇ κοινωνίᾳ τούτου γνωρίζεται. ὥσπερ | |
10 | γὰρ αἱ τῶν ἀρτηριῶν κινήσεις τὰς τῆς καρδίας αὐτῆς δια‐ θέσεις, καὶ τὰς ἀφ’ ἑτέρων προπεπονθότων ταύτης δευ‐ τέρας διαθέσεις ἐσήμαινον. οὐ γὰρ ἄν μεταβληθεῖεν αἱ ἀρτηρίαι, μὴ πρότερον τῆς καρδίας μεταβληθείσης· οὕτω δὴ καὶ τὰ οὖρα. πρώτως μὲν τὰς καθ’ ἧπάρ τε καὶ φλέ‐ | |
15 | βας διαθέσεις καὶ τὰς κατ’ αὐτὰς πέψεις σημαίνουσι. τῇ κοινωνίᾳ δὲ καὶ συμπαθείᾳ, οὐκ ὀλίγαι διαθέσεις καὶ ἑτέ‐ ρων μορίων ὀργανικῶν, ᾧδε διαφαίνονται, ἰδίᾳ δὲ τὰ ἥπα‐ τος πάθη. | |
1.27(t) | κζʹ. Περὶ τῶν τοῦ ἥπατος παθῶν. | |
1 | Ῥητέον δὲ περὶ τούτου πρότερον. τὰ μὲν πρῶτα καὶ κοινὰ τοῖς ἄλλοις, δυσκρασίαι καὶ ἐμφράξεις τῶν πόρων, ἀπό τινων ἐνσκηψάντων χυμῶν, καὶ ἐμπνευματώσεις, φλε‐ γμοναί τε καὶ σκίρροι μετὰ φλεγμονῆς, τὰ μέγιστα λυ‐ | |
5 | μαινόμενοι· τὰ δὲ ἴδια, ἵκτεροι καὶ εἴ τι ἕτερον περί τὴν χοληδόχον κύστιν γινόμενον, ὥσπερ ἡ ἡπατίτις, καὶ αὐτὴ τοῖς πολλοῖς δυσεντερία ἡπατίτις καλουμένη, καὶ προσέτι ὁ διαβήτης, ὃς καὶ εἰς οὖρα διάρροια λέγεται. κἂν συν‐ επικοινωνῶσι τῷ ἥπατι τοῦ πάθους οἱ νεφροί, καὶ ψύξις | 375 |
10 | μὲν τοῦ ἥπατος, ἀσθενεστέραν τὴν ἐξαιμάτωσιν ἂν πα‐ ρασκευάσειεν, ὑφ’ οὗ αἱ ὑδαλεώδεις ἕξεις τε καὶ καχεκτικαὶ γίνονται, θέρμη δὲ πλεονεκτήσασα, ἤδη πυρετοὺς ἐγείρει, καὶ τὴν ἐν αὐτῇ χολὴν ἐκκαίει, κἂν μὲν ἄνω ἢ κάτω φέ‐ ροιτο αὕτη, ῥᾷόν τε ὁ κάμνων ἀπαλλάττεται, καὶ οὐδεὶς | |
15 | ἐσύστερον ἀπαντᾷ κίνδυνος. ἢν δ’ εἰς αὐτὰ κίνδυνος φλέ‐ βας τε καὶ μέχρις αὐτοῦ τοῦ δέρματος ἀναχυθῇ, ἴκτερος μὲν τοδὶ τὸ πάθος λέγεται. κρίνεται δέ, ἐπὶ προηγησαμέ‐ ναις πέψεσιν. ἢν μὲν γὰρ ὦσι πέψεις προηγησάμεναι, τὸ πλέον λόγῳ κρίσεως ταῦτα γίνεται. εἰ δ’ οὖν, ἤτοι πλήθει | |
20 | ἐκνικήσας ὁ χυμὸς καὶ βαρύνας ἴσχυσεν, ἢ τῆς καθεκτικῆς δυνάμεως ἠτονηκυίας, ἡ τῆς χολῆς ἀνάχυσις σύμβολον. κἂν μὲν οὖν ἐπικρατοῦσα ἔτι ἡ φυσικὴ τελοίη δύναμις, ἐλπὶς τοῦ πάθους ἀπαλλαγῆναι τὸν κάμνοντα. εἰ δ’ ὡς ἠτονηκυία καὶ αὕτη φαίνεται, τί χρὴ προσδοκᾷν ἢ τὰ | |
25 | χείριστα; ἐνίοις γε μὴν ὁ τοιοῦτος ὑπεραυξηθεὶς χυμὸς διά τινα εἰς τοῦτο συντελοῦσαν δίαιταν, καὶ μὴ τὴν κατὰ φύσιν εὐθυπορήσας ἔξοδον, ὡσαύτως τὸν ἄνευ ἐπιδήλου πυρετοῦ ἐπάγει ἴκτερον, ὃς δὴ καὶ ῥᾷόν τε καὶ ἀκινδύνως λύεται, καλῶς τοῦ ἀνθρώπου διαιτηθέντος. ἤν γε μὴν εἰς | |
30 | φλεγμονὴν τὸ ἧπαρ παρατραπείη, τῶν μὲν κυρτῶν αὐτοῦ τὸ πάθος καταδεδεγμένων, βηχία μᾶλλον ἐρεθίζουσι ξηρά, καὶ πλείων ὧδε θέρμης αἴσθησις, ἔσθ’ ὅτε καὶ ὀδύνης. τῶν δὲ σιμῶν τοῦ ἥπατος φλεγμαινόντων, μᾶλλον ᾧδε ἔμετοι ἐρεθίζουσι, φλεγμάτιά τινα μετὰ χολῆς τὸ πρότερον | |
35 | ἀνάγοντες ἐς ὕστερον δέ, ὅ,τι καὶ λόγου ἄξιον, καὶ πολλῷ ἧττον οἵδε τῶν προτέρων διψώδεις. εἰς σκίρρον δὲ τῆς φλεγμονῆς τραπείσης, βραχεῖαί τινες ἐλπίδες σωτηρίας, κἂν μὴ τάχιον ὁ θάνατος αὐτοῖς ἐπιγένηται. φθάσαν γὰρ ἤδη σκιρρωθῆναι τὸ ἧπαρ, τὸ μὲν εἰς ὑγίειαν ἐπανελθεῖν, | |
40 | τῶν δυσχερεστάτων τῇ φύσει δοκεῖ, αἱμάτωσιν δ’ ἀγαθὴν ἀφ’ οὕτω καιρίου μορίου καμόντος οὐκ ἔστι γενέσθαι. λεί‐ | |
πεται τοίνυν, ὑδαλέου τοῦ αἵματος καὶ ἀτελοῦς γενομέ‐ νου, ὑπὸ τοιούτου μὲν ἀναφερομένου δῆθεν, τρέφεσθαι τὸ σῶμα, ὑδέρους δ’ ᾧδε τοὺς ἀνὰ σάρκα μᾶλλον ἀποτε‐ | 376 | |
45 | λεῖσθαι, ἀναδιδομένου μέν, μὴ προσφυομένου δὲ τοῦ μο‐ χθηροῦ τούτου καὶ ὑδαροῦς αἵματος, ὥστε καὶ τῶν ἄλλων μᾶλλον τούτους ὡς ἀπὸ τοιαύτης αἰτίας συστάντας, οἴεσθαι δεῖν ἀψύκτους ὑδέρους· ἐμφράξεις δὲ οὐκ ἀγεν‐ νεῖς τοῦ ἥπατος διά τινας ἐκεῖ ἐπιρρυέντας χυμούς, καὶ | |
1.27(50) | μύσεις τῶν πόρων διά τινας ἡγησαμένας ξηρότητας, τὰ μὲν πρῶτα τὰς ἀναδόσεις ἐλλιπεῖς ποιοῦσιν. ἐς ὕστερον δὲ καὶ μᾶλλον αἱ ἐμφράξεις εἰς σκιρρώδεις διαθέσεις καθι‐ στῶσι τὸ σπλάγχνον. Τὰ παραπλήσια δὲ καὶ ὁ σπλὴν πάσχων, ἧττον τῶν προτέρων βαρύνει καὶ λυπεῖ τὸν πά‐ | |
55 | σχοντα. καὶ ἄμεινον οἱ τοῖς τούτου πάθεσιν ἁλόντες ἀπαλλάσσονται. ὑπεραυξηθέντων δὲ τῶν κατ’ αὐτὸν πα‐ θῶν, τότε ἧπαρ ἀντιπαρακείμενον, τῆς ἐξ αὐτοῦ μετα‐ λαμβάνει κακίας, καὶ τῷ χρόνῳ εἰς αὐτὸ τὸ ἧπαρ τὰ τοῦ κινδύνου περιΐσταται. ὁποῖον δὲ κατὰ τὸ ἧπαρ ὁ ἴκτερος | |
60 | εἴρηται συμβαίνειν, παραπλήσιός τις καὶ ὁ ἐπὶ τοῦ σπλη‐ νὸς παθόντος, μελαντέρου τοῦ χρώματος φαινομένου, γί‐ νεται, τοῦ ἐν αὐτῷ ἀναχεομένου χυμοῦ καθ’ ὅλου τοῦ σώματος, μὴ τυχόντος δὲ οἰκείου τοῦ πάθους ὀνόματος· οἱ μὲν οὖν αὐτῶν πρός τι ὕπωχρον, οἱ δὲ πρὸς τὸ χλω‐ | |
65 | ρόν, ἄλλοι δὲ πρὸς τὸ πελιδνὸν ἢ μελάντερον τρέπονται, κατὰ τὴν τοῦ τυχόντος χυμοῦ χροιὰν καὶ ποιότητα. πάν‐ τες δ’ ἕτεροι τῶν ἰκτεριώντων φαίνονται, καὶ τὸν νοῦν ἐπιστήσας ἐπὶ διαφόροις σπληνώδεσιν ἀνθρώποις, εἴσῃ τὰ λεγόμενα. καὶ ταῦτα μὲν οὕτω. νυνὶ δ’ ἐπανιτέον ἐπὶ τὰ | |
70 | πρότερα. | |
1.28(t) | κηʹ. Περὶ τῆς κατὰ τὸ ἧπαρ οἰκονομίας τῆς τροφῆς. | |
1 | Καὶ δὴ τοῦ ἥπατος διὰ τῶν ἐξ αὐτοῦ καθηκουσῶν ἐπί τε τὴν γαστέρα καὶ τὰ ἔντερα φλεβῶν, ἐπισπωμένου τε καὶ οἱονεὶ βδάλλοντος, ὅσον ἐν αὐτοῖς χυμῶδες καὶ εὔ‐ χρηστον, δευτέρα τις αὖθις παρὰ τὰ κοῖλα γίνεται τοῦ | |
5 | ἥπατος διάκρισις· τὸ μὲν γὰρ οἷον ἄνθος καὶ κουφότερον, τῆς ἐπὶ τὰ κυρτὰ τοῦ ἥπατος ἐπισπωμένης κύστεως, ἣν | |
δὴ καὶ χοληδόχον φαμέν. ὅσον δὲ τρυγῶδές τε καὶ δυσδιεξ‐ ίτητον, ἀνθέλκει τε καὶ ἀνιμᾶται ὁ σπλήν. τὸ δ’ ἀκραι‐ φνὲς καὶ εἰς τροφὴν λοιπὸν ἐπιτήδειον, ἔτι συνημμένον | 377 | |
10 | ὂν τῷ ὀρρώδει τούτῳ χυμῷ, διὰ τῶν κοίλων ἐπὶ τὰ κυρτὰ τοῦ ἥπατος, ὥσπερ προοδοποιῷ αὐτῷ δὴ χρώμενον τῷ ὀρρῷ, ἐπεὶ μηδ’ ἄλλως ἐνὸν ἐφαίνετο τὸ αἷμα διὰ στενῶν καὶ δυσδιεξιτήτων πόρων καὶ φλεβῶν χωρεῖν, παχύ τε ἱκανῶς ὂν καὶ στάσιμον, ἀλλὰ γὰρ ἐπὶ τὰ κυρτὰ χωρῆσαν | |
15 | ἤδη καὶ τῆς κοίλης φλεβὸς ἁψάμενον, κατὰ μὲν τὴν λαμ‐ βδοειδῆ διασχιζόμενον ἐκεῖ που παρακειμένην, καὶ συν‐ επισπωμένων τὸν ὀρρὸν τῶν νεφρῶν, τὸ μὲν ἐπὶ τὰ κάτω χωροῖ τοῦ σώματος θρέψον, τὸ δ’ αὖ ἐκεῖθεν εἰς τὴν καρ‐ δίαν φέρεται, καὶ ὡς ἐκ πηγῆς ἑτέρας ἐπὶ τὰ λοιπὰ τοῦ | |
20 | σώματος χωρεῖ μέλη καὶ μέρη. οὐδὲν οὖν ἀπεικὸς ἀφ’ οὕτω χρονίσαντος καὶ συνδιατρίψαντος τῷ αἵματι χυμοῦ πολλά τινα καταμανθάνειν, ὥσπερ ἔκ τινος ἡμῖν σπου‐ δαζομένου χωρίου ἀψευδοῦς τινος ἐπανιόντος ἀγγέλου. εἰ δὲ καὶ τούτου πλέον παραμείνας ἕτερος ἐπανήξει ἄγγελος, | |
25 | ὑπ’ αὐτὴν δηλαδὴ τὴν τοῦ αἵματος εἰς τὸ ἑξῆς μεταβο‐ λήν, ὅ δὴ καὶ ὑπόστασιν ἐν οὔροις φαμέν, ὀλίγα ἂν ἴσως τῶν ἐπὶ ταῖς πέψεσι γενομένων λάθῃ τὸν τοῖς γεγραμμένοις προσέχοντα τὸν νοῦν. καὶ τοίνυν ὥσπερ ἀπό τινος κανό‐ νος τοῦ συμμέτρου οὔρου τῆς ὑποθέσεως ἡμμένοι, οὕτω | |
30 | καὶ ἐπὶ τὰ πόρρω τοῦ συμμέτρου τε καὶ κατὰ φύσιν χω‐ ρῶμεν. | |
1.29(t) | κθʹ. Περὶ τοῦ συμμέτρου καὶ κατὰ φύσιν οὔρου. | |
1 | Οὖρον τοίνυν ἄριστον τῷ κατὰ πάντα συμμέτρῳ ἀν‐ θρώπῳ, ὑπόξανθον ἢ ὑπόπυρρον, καὶ τῇ συστάσει σύμ‐ μετρον, ἀναλόγως ἔχον καὶ τὸ ποσὸν τοῦ πινομένου, ὑπόστασίς τε τούτῳ λευκὴ καὶ λεία καὶ ὁμαλή. οὗτος ὁ | |
5 | κανὼν τῆς θεωρίας νῦν προκείσθω τῶν οὔρων. ἀλλ’ ἐπειδὴ περὶ ποσοῦ καὶ χρώματος καὶ συστάσεως καὶ παρυφιστα‐ μένου ὑφηγεῖται ὁ ὅρος, χρεὼν περὶ ἑκάστου φάναι πλα‐ | |
τύτερον, καὶ δὴ περὶ χρωμάτων ῥητέον πρότερον. | 378 | |
1.30(t) | λʹ. Περὶ τῶν κατὰ τὰ οὖρα χρωμάτων καὶ τῆς ἐξ αὐτῶν διαγνώσεως. | |
1 | Πολυειδῶς οὖν ὑποχρωννυμένων τῶν οὔρων, διά τε τοὺς χυμοὺς αὐτοὺς καὶ τὰς ἐπιπλοκὰς αὐτῶν καὶ τὰς διαφόρους πέψεις, ἕν σοι διὰ πάντων ἐν μνήμῃ ἔστω, ὡς ὅσα ἂν ἐγγύτερον τοῦ κατὰ φύσιν ᾖ, ἐκεῖνα οἴου καὶ | |
5 | ἀσφαλέστερα, συνεξακολουθοῦντα δηλαδὴ τοῖς ὑγιεινοῖς μὴ μόνον χρώμασιν, ἀλλὰ καὶ συστάσει, καὶ παρυφιστα‐ μένοις συμμέτροις. εἰ γὰρ ἄλλως πολλῷ ταῦτα λείποιτο, μόνοις χρώμασιν οὐ δεῖ πιστεύειν. καὶ δὴ τὰ μὲν ἀπὸ τοῦ συμμέτρου ἐπὶ τὸ ὑφειμένον χωροῦντα τοῦ χρώμα‐ | |
10 | τος, ὠχρὰ καὶ ὕπωχρα ἂν εἴη, χαροπά τε καὶ λευκά, οἷον τὰ ὑδατώδη καὶ γαλακτώδη, ἃ δὴ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τὴν διαμαρτίαν ἐπισημαίνει τῆς πέψεως· ὠχρὰ μὲν γὰρ ἧττον διαπεφευγέναι δηλοῖ τὴν πέψιν, μᾶλλον δὲ τὰ ὕπωχρα, ἐφεξῆς δὲ τούτοις τὰ χαροπά. τὰ δέ γε λευκὰ καὶ | |
15 | οἷον ὑδατώδη, μικροῦ δεῖν μηδ’ ἐγχειρῆσαι δηλοῖ τὴν φύ‐ σιν τῇ πέψει τῶν χυμῶν. καὶ ταῦτα μὲν ἐπικρατούσης γίνεται ψύξεως ἤτοι διὰ κράσιν ἢ δίαιταν ἢ ἡλικίαν ἢ ἐπὶ ψυχρὸν ἀρρώστημα· ἔσθ’ ὅτε γε μὴν ἐπὶ φρενίτισιν ὀλε‐ θρίαις, καὶ λοιμώδεσί τισιν ἀρρωστήμασι, καὶ ἀξιολόγοις | |
20 | τισὶν ἐμφράξεσι, λευκά τισιν ἐπιφαίνεται οὖρα, καὶ τὰ μὲν ὡς ἄνω τρέχοντος τοῦ χρωννύντος χυμοῦ, τὰ δ’ ὡς διϋλιζόμενα. ἐκεῖνα δ’ ὡς ἐπ’ ὠμοτέροις λέγομεν συνί‐ στασθαι χυμοῖς, συσσαπεῖσι καὶ μηκέτι διακριθεῖσι συν‐ αναφαινόμενα· οἷς δεῖ σε παρηκολουθηκότα μὴ κατὰ τοὺς | |
25 | πολλοὺς ἀπατᾶσθαι. καὶ τὰ μὲν ἐπὶ τὸ λευκὸν ἀπὸ τοῦ συμμέτρου ἀποχωροῦντα οὖρα, τοιαῦτα ἂν εἴῃ, καὶ διὰ τοιαύτης γένοιτ’ ἂν αἰτίας. ἃ δ’ ἐπὶ τὸ πλέον τῆς βαφῆς χωρεῖ, πρῶτα μὲν ἂν εἴῃ πυρρά τε καὶ ξανθά, ἐφεξῆς δὲ ὑπέρυθρά τε καὶ ἐρυθρά, εἶτα οἰνωπά τε καὶ κυανά, χλωρά | |
30 | τε ἐπὶ τούτοις καὶ πελιδνά, εἶθ’ οὕτως μέλανα. καὶ τὰ μὲν πυρρά τε καὶ ξανθά, γένοιτ’ ἂν καὶ διά τινα μέτριον πυρετόν, καὶ οἷοι οἱ ἐφήμεροι, καὶ διὰ κόπον τε καὶ ἀγρυ‐ πνίαν καὶ θερμοτέραν δίαιταν, καὶ ὅ,τι ἂν τοιοῦτον λογί‐ σαιο, μετρίως τὴν θέρμην ἐπιτεῖναι δυνάμενον· ὑπέρυ‐ | |
35 | θρα δὲ καὶ ἐρυθρὰ τί ἂν ἕτερον ὑποδείξαιεν, ἢ θέρμην | |
ἤτοι οὖσαν ἢ ὅσον οὔπω ἐσομένην, ὲπὶ πλήθει μήπω κα‐ λῶς κατεργασθέντος αἵματος. ἐντεῦθεν δὲ ἄρα τοὺς συν‐ όχους φασὶ τῶν πυρετῶν τὰς ἀφορμὰς λαμβάνειν. τά γε μὴν οἰνωπά τε καὶ κυανὰ καὶ χλωρά, ἢδη μὲν ἐπ’ ἄλλο | 379 | |
40 | εἶδος μοχθηρίας χυμῶν τὸ αἷμα διασημαίνει τετράφθαι, οὐχ ἧττον δὲ τοὺς χολώδεις συσσαπέντας χυμοὺς ἀκμά‐ ζειν, πολυειδεῖς καὶ αὐτοὺς τυγχάνοντας, ὠχροὺς καὶ ξαν‐ θούς, ἰατώδεις δέ τινας, καὶ ἰώδεις, πρασοειδεῖς τε καὶ ἐρυθροὺς καὶ μέλανας. τὰ γε μὴν μέλανα τῶν χρωμάτων | |
45 | ἔτι χείρονα καὶ τούτων τυγχάνει. σημαίνει δὲ ψύξιν μὲν ἐπιτεταμένην, πελιδνῶν δηλαδὴ προηγησαμένων οὔρων· οὐχ ἧττον δὲ ἀπὸ μεγίστης θέρμης τῶν χυμῶν δι’ ὑπερ‐ όπτησιν, τοιαῦτα γίνεται. διακρίνεται δὲ τῶν προρρηθέν‐ των ταῦτα, τῷ οἰνωπά τε καὶ κυανὰ καὶ χλωρὰ τῶν τοι‐ | |
1.30(50) | ούτων προηγήσασθαι οὔρων, ὥστε καὶ ὡς εἰς ἄκρον κακίας ἥκοντα, θάνατον τὸ πλέον προσημαίνει. τοὺς γάρ τοι χρονίοις τεταρταίοις καὶ μελαγχολίαις ἁλόντας, μόνους οἶδα σωζομένους ἐπὶ τοιούτοις οὔροις, ἅτε δὴ τοῦ ἐνο‐ χλοῦντος λόγῳ κρίσεως, ἐνθένδε ἀποκρινομένου χυμοῦ, καὶ | |
55 | χλωρὰ μέν, μοχθηρᾶς τινος καὶ διεφθορυίας χολῆς σημαί‐ νει ἐξόπτησιν. τὰ δὲ ἐλαιόχροα καὶ ἐλαιοφανῆ καὶ ἐλαιώδη, τὸ πλέον ἐπὶ ταῖς ἀρχαῖς τῶν ἑκτικῶν συνίστασθαι πέ‐ φυκε πυρετῶν, συντηκομένης ἤδη τῆς πιμελῆς, ὧν τὰ μὲν ἐλαιόχροα καὶ ἐλαιοφανῆ, ἀρχομένης ἤδη τήκεσθαι τῆς | |
60 | πιμελῆς τεκμήρια, τὰ ἐλαιώδη, καὶ κατατηκομένης· καὶ ὁ μὲν περὶ χρωμάτων λόγος τοιούτος ἂν εἴη, ὡς ἐν βρα‐ χεῖ γοῦν φάναι. ἑξῆς δὲ περὶ συστάσεως ῥητέον τοῦ χύ‐ ματος. | |
1.31(t) | λαʹ. Περὶ τῆς ἐκ τῶν συστάσεων τῶν οὔρων διαγνώσεως. | |
1 | Ὥσπερ οὖν ἐν ἄλλοις ἡ τῶν ἀκροτήτων μεσότης προ‐ τέτακται, οὕτω δὴ καὶ ἐνταῦθα ἡ σύμμετρος τῶν συστά‐ σεων. τάτε γὰρ πάνυ λεπτὰ φεύγειν χρή, ὡς ἀπεψίαν ἐσχάτην σημαίνοντα, καὶ τὰ πάνυ παχέα οὐχ ἧττον φαῦλα | |
5 | λογίζεσθαι· τὰ μὲν γὰρ πρῶτα, μὴ ἐπιχειρεῖν τῇ πέψει δηλοῖ τὴν φύσιν διὰ ποιότητά τινα μᾶλλον ἐπιταθεῖσαν ἁπλῆν, ἢ τινῶν χυμῶν ποσότητα. τὰ δεύτερα δέ γε, διὰ | |
ποσότητα μᾶλλον ἢ ποιότητα· ταῦτά τοι καὶ στίλβοντα μὲν ἐκεῖνα καὶ πάνυ διαφανῆ, ταῦτα δ’ ἀνατεταραγμένα | 380 | |
10 | καὶ θολερά. διδάξουσι δὲ τοὺς χυμοὺς καὶ τὰς κατὰ πο‐ σὸν κακίας αὐτῶν τὰ συναναφαινόμενα ταῖς συστάσεσι χρώματα. ἀμείνους δὲ τῶν λεπτῶν συστάσεων αἱ μετὰ τῶν ἐγγὺς τοῦ ὑποπύρρου τε καὶ ὑποξάνθου συνιστάμε‐ ναι χρωμάτων· τῶν παχυτέρων δὲ αἱ τὰς λεπτὰς διαδεξά‐ | |
15 | μεναι, καὶ τούτων αἱ τάχιον διακρινόμεναί τε καὶ καθι‐ στάμεναι. αἱ γὰρ ἐξ ἀρχῆς παχεῖαί τε καὶ μὴ διακρινόμε‐ ναι, χείρους, πλῆθός τε καὶ ἀδυναμίαν τῆς πεπτικῆς δυνάμεως ὑπεμφαίνουσαι, καὶ αἱ μὲν πάνυ λεπταί, συ‐ στάσεις μετὰ τῶν καταλλήλων χρωμάτων, ψύξεως ἀμε‐ | |
20 | τρίας καὶ ξηρότητος, καί τινας ἀμέτρους ἐμφράξεις καὶ ἀτονίας σπλάγχνων, διά τινας δυσκρασίας τὸ πλέον ση‐ μαίνουσιν, οὐχ ἧττον δὲ καὶ θερμότητα μετὰ ξηρότητος, συνεπιμαρτυρουσῶν εἰς τοῦτο καὶ τῶν συμπαραμιγνυμέ‐ νων ταῖς συστάσεσι χροιῶν. ταῦτά τοι καὶ ἀγρυπνίαι μᾶλ‐ | |
25 | λον καὶ σκοτόδινοι, σιτίων τε ἀποστροφαί καὶ δίψαι, καί τινα τοιαῦτα ἕπεται συναντήματα, τὰ δ’ ἔνωμα καὶ θο‐ λερὰ καὶ παχέα τῶν οὔρων, ἀκμάζειν μὲν σημαίνει τοὺς χυμούς, οὓς ὑπεμφαίνει τὰ χρώματα· ἀδίψους τε τοὺς πάσχοντας ὧδε τὸ πλέον ἐστὶν ἰδεῖν, ὥστε ἀτμῶν πλειό‐ | |
30 | νων ᾧδε ἐπὶ πλήθεσιν ἀναγομένων χυμῶν, βάρη τε καὶ κεφαλῆς ὁδύναι ἕπονται, οὐχ ἧττον δὲ καὶ οἵδε τῶν πρώ‐ των ἀποστρέφονται τὰ σιτία, κἂν μὴ ἐπὶ ταῖς αὐταῖς αἰ‐ τίαις συμβέβηκεν. ἐκεῖ μὲν γάρ, ξηρότητος ἐπικρατούσης, ἀλογεῖν ξηρᾶς τροφῆς τὴν φύσιν γίνεται, μᾶλλον δεομέ‐ | |
35 | νην τέγγοντος. ᾧδε δ’ ἔξεστιν αὐτῇ πλειόνων, ὡς παρα‐ κειμένων ἐπαπολαύειν χυμῶν, ὥστε μὴ τῶν θύραθεν εἰσ‐ αγομένων δεῖσθαι. ἀλλ’ ὁ μὲν περὶ συστάσεως τοῦ χύμα‐ τος λόγος, ἱκανῶς ᾧδε ἔχει ῥηθεὶς βραχυλογεῖν σπουδά‐ ζουσιν. λείποιτο δ’ ἂν ἤδη καὶ περὶ παρυφισταμένων ἐρεῖν. | |
1.32(t) | λβʹ. Περὶ τῆς ἐκ τῶν παρυφισταμένων διαγνώσεως. | |
1 | Ἐπεὶ τοίνυν ὑγιᾶ καὶ κατὰ φύσιν ἔφαμεν τελεῖν τὴν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν, εἰκότως ἂν λογί‐ σαιο, τὰς μὴ τοιαύτας οὐκ ἀγαθάς· τοσοῦτο δ’ ἐπὶ τὸ πο‐ | |
νηρότερον προηγμένας, ὁπόσον δηλαδὴ καὶ τὴν κατὰ φύ‐ | 381 | |
5 | σιν τε καὶ σύμμετρον ἐκπεφεύγασιν, ἥτις ἔν τε χρώμασι καὶ συστάσει, θέσει τε καὶ ὁμαλότητι καὶ λειότητι φαί‐ νεσθαι πέφυκεν. ἀλλ’ ὁ μὲν περὶ χρωμάτων λόγος, τῶν παρυφισταμένων τοιαῦτ’ ἂν ὑπεμφήνειεν, ὁποῖα δηλονότι ἔφαμεν καὶ ἐν τοῖς χύμασι δείκνυσθαι. παρὰ τοσοῦτον δ’ | |
10 | οἴου ταῦτα μοχθηρότερα τῶν ἐπὶ τῶν χυμάτων, παρ’ ὅσον καὶ λευκὰ τὰ κατὰ φύσιν φαίνεται τῶν ὑποστάσεων χρώ‐ ματα, εἰ δ’ ὅτι καὶ ἀπὸ τῶν βαθυτέρων ἔρχεται μερῶν τοῦ σώματος σκοποίης, ἱκανὸν μοχθηρίας γνοίης ἂν ἔχειν ἀπόδειξιν. ταῦτα ἄν εἰκότως λογίσαιο. οὐ δεῖ δὲ πάντως | |
15 | λανθάνειν, ὡς ὠμοί τινες καὶ δύστμητοι καὶ γλίσχροί, τοῖς οὔροις παρυφιστάμενοι χυμοί, ψευδῆ τινα φαντασίαν δι‐ δόασι χρηστῆς τινος ὑποστάσεως. ἀλλ’ οἵδε καὶ ἄλλως μὲν ἐλέγχονται, οὐχ ἥκιστα δὲ καὶ τῷ κατὰ βραχὺ πέττεσθαί τε καὶ διαλύεσθαι. καὶ ὠχραὶ μὲν οὖν καὶ πυρραὶ ὑπο‐ | |
20 | στάσεις, συναναμιγνύμενόν τινα χολώδη σημανοῦσι χυ‐ μὸν τῷ αἵματι. ὑπέρυθροι δὲ καὶ ἐρυθραί, τὸν αἱματικὸν αὐτὸν ἀκμάζειν χυμόν, ὥσπερ δὴ καὶ πελιδναὶ καὶ μέλαι‐ ναι, ὁποῖα καὶ τὰ τῶν χυμάτων ἔφασκον χρώματα. αἵ γε μὴν ὀροβοειδεῖς καὶ πιτυρώδεις, πεταλώδεις τε καὶ κριμνώ‐ | |
25 | δεις τῶν ὑποστάσεων, σαρκῶν τε καὶ τῶν στερεῶν αὐτῶν σημαίνουσιν ἔκτηξιν, καὶ μετὰ τῶν καθόλου μὲν τοῦ σώ‐ ματος πυρετῶν, τοῦ παντὸς σημαίνουσι σώματος ἔκτηξιν. μὴ ὄντος δέ τινος τῶν ἑκτικῶν πυρετῶν, αὐτῶν δὴ μό‐ νων τῶν νεφρῶν σημαίνουσι καὶ τῆς κύστεως πάθη. καὶ | |
30 | ἀρχόμενα μὲν τὰ πάθη, τὰς ὀροβοειδεῖς ὑπεμφαίνει τῶν ὑποστάσεων, προβαίνοντα δέ, τὰς πιτυρώδεις, προ‐ ιόντα δὲ ἐπὶ τὸ χεῖρον καὶ αὐτῶν τῶν στερεῶν καθαψά‐ μενα, τὰς πεταλώδεις τε καὶ κιριμνώδεις ἐφ’ ἁδροτέροις δη‐ λαδὴ τεμμαχίοις συνισταμένας, αἳ δὴ καὶ τὰ χείριστα τοῖς | |
35 | κάμνουσιν ἀεὶ προσημαίνουσι. καθόλου τοίνυν ἐπίστασθαι χρή, ὡς αἱ μὲν παχεῖαι τῶν ὑποστάσεων μήπω κεκρατη‐ κέναι τὴν πεπτικὴν δύναμιν προσημαίνουσι, ἤτοι δι’ οἰ‐ κείαν αὐτῆς ἀρρωστίαν ἢ πάχος ἢ πλῆθος χυμῶν, αἱ δὲ λεπταὶ κεκρατηκυίας ἤδη δυνάμεως. κἀκεῖνο δὲ μὴ διαφεύ‐ | |
40 | γειν σε δεῖ, ὡς τοῦ πυθμένος τῆς ἀτμίδος οἰκείας οὔσης | |
ἕδρας τῇ κατὰ φύσιν ὑποστάσει, ἂν ἐπὶ τὰ μέσα τε καὶ ἄνω αὕτη χωρῇ, ἐναιωρήματά τινα καὶ τὰς καλουμένας νεφέλας ἀπεργάζεται, πνεύματός τινος ἐνθέρμου ταύτας ἀναρριπίζοντος, ὥστ’ εἰκὸς καὶ βεβαρεῖσθαι ἐντεῦθεν οἴ‐ | 382 | |
45 | εσθαι, καὶ πεπλῆχθαι, οἷται τὴν κεφαλήν, ἀνακυμῶντος τοὺς περὶ τὰ σπλάγχνα χυμοὺς καὶ ἀναρριπίζοντος κατὰ τὴν ἀναλογίαν τῆς τοῦ παρυφισταμένου θέσεως. ἀλλ’ ἐπει‐ δὰν τύχοιεν τὰ ἐνοχλοῦντα αἴτια διαφορηθῆναι, καὶ αὗται ἐπανήκουσιν ἐπὶ τοὺς κατὰ φύσιν σφίσι τόπους. ἀντέ‐ | |
1.32(50) | στραπται δὲ τῷ τόπῳ πρὸς τὰς κατὰ φύσιν ἢ ἐγγὺς τοῦ κατὰ φύσιν ὑποστάσεις, ἡ ἐξ ὠμῶν καὶ ἀλλοκότων συνι‐ σταμένη χυμῶν ὑπόστασις. λεγέσθω γὰρ καὶ ἡ τοιαύτη κοινῷ ὀνόματι ὑπόστασις. τοὺς μὲν γὰρ πυθμένας κατὰ τὰς προτέρας καὶ κατὰ φύσιν ἔχουσα, μακράν τινα τῆς | |
55 | πεπτικῆς καὶ ἀλλοιωτικῆς δυνάμεως ἐπισημαίνει ἀτονίαν· ἐπὶ τὰ μέσα δὲ καὶ ὑψηλότερα χωροῦσα τῆς ἀμίδος, ἐπι‐ κεχειρηκέναι δεῖ νομίζειν τὴν φύσιν τῇ πέψει, καὶ μᾶλλον ὅσον ἐπινέφελος γίνεται. ἐσόψει γὰρ μετὰ μικρὸν τὸν νοῦν ἐπιστήσας, λευκὴν καὶ λεπτὴν ὑπόστασιν ἐπὶ τὸν πυ‐ | |
60 | θμένα χωροῦσαν. διὰ πάντων τοίνυν προσήκει σε, τὰ μέ‐ τρα καὶ τὰς διαφορὰς λογίζεσθαι τῶν πέψεων, ὅσαι τε ἐν χρώματί τοῦ χύματος δηλαδή, καὶ ὅσαι ἐν ταῖς συστάσε‐ σιν· οὐχ ἧττον δὲ καὶ ὅσαι ἀπ’ αὐτῶν τῶν παρυφισταμέ‐ νων φαίνονται. ἢν οὖν ἀκριβῶς ἀσκήσαις σαυτόν, ἀπὸ | |
65 | τῶν τοιούτων τὰς διαφορὰς τῶν πέψεων καὶ τῶν χυμῶν ἐξευρίσκειν, τὰ μέγιστά σοι προξενῆσαι ἔχει ἡτοι αύτη μέθ‐ οδος, κρῖναι τὰ παρόντα καὶ μέλλοντα ταῖς καθ’ ἑκάστην δηλαδὴ τούτων ὑφέσεσί τε καὶ ἐπιδόσεσιν, αὐτῆς ἐξακρι‐ βούμενον τῆς πεπτικῆς δυνάμεως τὴν ἐνέργειαν. ἀλλ’ ὁ | |
70 | μὲν περὶ οὔρων λόγος, καὶ ὧδε ἱκανῶς ἂν ἔχοι ῥηθείς, καὶ εἴ σοι μέλλοι καὶ πλείονος καὶ ἐξεταστικωτέρας περὶ ταῦτα ἐπιστασίας, ἔξεστί σοι ἀναλαβομένῳ, ὃ δῆτα ἡμεῖς ἰδίᾳ συντετάχαμεν ἐν ἑπτὰ λόγοις βιβλίον, περὶ θεωρίας οὔρων, ἐκεῖθεν διδάσκεσθαί σε, τὰ μάλιστά σοι συνοί‐ | |
75 | σοντα εἰς τὴν τῶν νοσημάτων ἐπίσκεψιν. ἐκεῖ μὲν γὰρ διαφορὰς καὶ διαγνώσεις οὔρων ἀκριβῶς ἐσόψει ἐκτεθειμέ‐ νας ἰδίᾳ, οὐχ ἧττον δὲ αὖ προσγεγραμμένας τὰς αἰτίας | |
τε καὶ τὰς προγνώσεις. ὡδὶ καὶ διὰ βραχυλογίας ὑπο‐ τεμνομένης τὸν λόγον, μόναι αἱ ἀρχαὶ καὶ τὰ κεφάλαια | 383 | |
80 | τῆς ὑποθέσεως λέλεκται. συνετωτάτῳ δ’ ἀνδρί καὶ οἷος σύ, καὶ ταῦτα μόνα ἱκανὰ ἂν εἴη ἐς εἴδησιν. | |
1.33(t) | λγʹ. Περὶ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ νωτιαῖον παθῶν. | |
1 | Ἐπεὶ δὲ καὶ εἰς αὐτὸν κατέστημεν τὸν ἐγκέφαλον, φέρε τι καὶ περὶ τῶν κατ’ αὐτὸν ἐνεργειῶν καὶ παθῶν, τὰ δέοντα ἐξαγγείλωμεν, ὡς διὰ πάντων ὁ λόγος ἔχοι τὸ ἄρτιόν τε καὶ ἀσφαλές, εἰ καὶ ἄλλως ἡ συντομία ἀφαιρεῖ‐ | |
5 | ται τὸ εὐκρινές. Ὁ τοίνυν ἐγκέφαλος ἀρχή τις ὢν καὶ πηγὴ αἰσθή‐ σεως καὶ κινήσεως, οὐκ ὀλίγας ἀποφύσεις καὶ κινήσεις νεύρων ποιεῖται, νῦν μὲν ὀφθαλμοῖν κινήσεων, ἢ αἴσθη‐ σιν αὐτοῖν χαρισάμενος, νῦν δ’ αὖ, αἴσθησιν ἢ κίνησιν | |
10 | παντί τε τῷ προσώπῳ καὶ τῇ γλώττῃ παρέχων φαίνεται. ἐπεὶ δὲ μηκέτι οἷόν τε ἦν εὐπαθῆ οὕτω νεῦρα καὶ ἀπω‐ τάτω χωρεῖν μέλλοντα, χωρίς τινος ἀσφαλείας παραπέμ‐ πειν τὸν ἐγκέφαλον, αἴσθησιν ἢ κίνησίν τινα παρέξοντα, τὸν νωτιαῖον ἐξέφυσε, τῆς αὐτῆς αὐτῷ τυγχάνοντα φύ‐ | |
15 | σεως, διὰ τῶν σπονδύλων τοῦ τραχήλου, ῥάχεώς τε καὶ τῶν ἐφεξῆς ἰόντα. ἀμέλει καὶ κατὰ διαστήματά τινα νεύ‐ ρων ἀποφύει τινὰς συζυγίας, αἴσθησιν ἢ κίνησιν τοῖς καθεξῆς κώλοις παρέξοντα. ἐπειδὴ δὲ τὰ νεῦρα δέδωκε πᾶσι κινήσεως τε καὶ αἰσθήσεως ὄργανα, ὡς δι’ αὐτῶν | |
20 | τοῦ ψυχικοῦ προϊεμένου πνεύματος, ὅ δὴ τὴν ἀρχὴν καὶ γένεσιν ἀπ’ ἐγκεφάλου ἔσχηκε, μηδενὸς μέν τινος προσ‐ ισταμένου, ἀπλανῶς αἱ κατὰ φύσιν γίνονται κινήσεις τε καὶ αἰσθήσεις τῶν μελῶν· ἤτοι δὲ τῶν νεύρων πεπονθό‐ των καθ’ ὁποιανοῦν δυσκρασίαν, ἢ διακοπήν τινα τῆς | |
25 | ἑαυτῶν οὐσίας, ἢ διὰ χυμῶν τινων ἔμφραξιν, τὰ μετὰ ταῦτα ὀργανικὰ τελοῦντα μόρια τήν τε κίνησιν καὶ τὴν αἴσθησιν ἀφαιροῦνται, ἢ πάντως γε δυοῖν θάτερον· ἐπειδὴ τὰ μὲν τῶν νεύρων αἰσθήσεως, τὰ δ’ αὖ κινήσεως χορηγά, οὐχ ἧττον δὲ σπασμοὶ καὶ τρόμοι δι’ αὐτὰ τοῖς μέλεσιν | |
30 | ἐπιγίνονται, ἐκεῖ μὲν εἰς τὰς αὐτῶν ἀρχὰς σπωμένων τῶν νεύρων διά τινας πληρώσεις ἢ πληγὰς ἢ ξηρότητας, ὧν δὴ | |
πολλῷ χείρω τὰ διὰ ξηρότητά τινα ἢ πληγὴν σπώμενα. ὧδε δ’ οὐκ ἐξικνουμένων τὸ τυχὸν κατέχειν κῶλον δι’ ἀτο‐ νίαν τῆς δυνάμεως, ἤτοι βραχυτέρου ἐπιρρέοντος διὰ τοῦ | 384 | |
35 | νεύρου πνεύματος, ἢ αὐτοῦ τοῦ νεύρου πεπονθότος, ὡς μηκέτ’ ἰσχύος ἔχειν, ἀκραιφνῶς διαπορθμεύειν τὴν ἀπ’ ἐγκεφάλου εἰς ταῦτα ἰοῦσαν δύναμιν. ταῦτά τοι κἀπειδάν τινος χεῖρα ἢ σκέλος ἤ τινα τῶν μικροτέρων μερῶν, πα‐ θόντας ἤδη εἰς κίνησιν καὶ αἴσθησιν, ἐκεῖνα τῶν νεύρων | |
40 | οἴου τότε ἀτυχεῖν, ἃ δὴ τοῖς πεπονθόσι μέρεσι τὴν αἴσθη‐ σίν τε καὶ τὴν κίνησιν ἐχορήγει. ὥσπερ και εἴ τινά γε σπώμενα καὶ τρέμοντα, νικώσης τε καὶ νικωμένης ἐκ μέ‐ ρους ταῦτα τίθεσο τῆς δυνάμεως ταῦτα. τῶν μὲν βαρέων φυσικῷ τῷ λόγῳ ἐπὶ τὰ κάτω χωρούντων, ἀντιβαινούσης | |
45 | δὲ τούτοις τῆς μετεωριζούσης ταῦτα δυνάμεως, ἰσοπαλῶν δ’ οἷον οὐσῶν τῶν ἀπομαχομένων τε καὶ ἀντιβαινουσῶν δυνάμεων, ὁ τρόμος ἔνδειξις τοῦ πάθους γίνεται. ἐκεῖνο δὲ εἰδέναι θέμις, ὡς ὁποῖόν τι τοῖς κατὰ μέρος νεύροις ἕπεται παθοῦσι, τοιαῦτά τινα καὶ ὁ νωτιαῖος πεπονθὼς | |
1.33(50) | ἐπάγει συμπτώματα, δευτέρα τις μετὰ τὸν ἐγκέφαλον ἀρχὴ τυγχάνων νεύρων, ἀμέλει τέτανοι σπωμένων τούτων γίνονται. κἂν μὲν ἰσόρροπός τις ὁ σπασμὸς δοκεῖ τυγχά‐ νειν, ἰθυτενεῖς τε καὶ ἀπαρέγκλιτοι οἱ κάμνοντες διατε‐ λοῦσιν, ἀνδριάντων δίκην, καὶ τέτανος ἰδίως τουτὶ τὸ | |
55 | εἶδος λέγεται τοῦ πάθους, ἐμπροσθότονός γε μὴν εἰς τὸ ἔμπροσθεν τὴν ῥοπὴν λαβόντος τοῦ σπασμοῦ, ὥσπερ ὀπισθότονος ῥηθείη ἄν, εἰς τοὔπισθεν τοῦ σπασμοῦ ῥέ‐ ποντος. πληγαὶ δὲ τούτων κατὰ τοῦ νωτιαίου τὰ αἴτια, καὶ ψύξεις καί τινες τοιοῦτοι συρρυέντες ἐκεῖ χυμοί. οἵδε | |
60 | δὲ πάντες κακῶς ἔχοντες, κατά τε τὸ σχῆμα διατελοῦσι τὸ αὐτὸ σπασθέντες, καὶ ἀνοιγνύναι τὸ στόμα οὐ δύνανται ἢ ἄλλως πως κινηθῆναι, ἢ ἐπὶ πάντων μὲν τούτων, εἰκό‐ τως ἂν τῶν νεύρων εἶναι πάθη στοχάσαις. αὐτοῦ δὲ τοῦ ἐγκεφάλου πρωτοπαθοῦντος, καὶ ταῦτα μὲν καὶ τὰ τοι‐ | |
65 | αῦτα τεκμήρια λογίσαιο ἄν, εἰ καθόλου εἴη τοῦ σώματος, οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν ὁμιλιῶν πάσχων ὁ ἐγκέφαλος καταλαμβάνεται, ἢν μὴ τὰ αὐτὰ δηλαδὴ τοῖς ὑγιαίνουσι τὰς φρένας οἱ πάσχοντες φθέγγωνται, καὶ ἢν ἡ γλῶσσα | |
ἐπέχηται, καὶ τὰ λοιπὰ τῶν αἰσθητηρίων μαραίνηται, καὶ | 385 | |
70 | ἔτι δὲ μᾶλλον ἢν παραληρῇ καὶ μαίνηται ὁ ἄνθρωπος, εἴτ’ οὖν καὶ μόλις πρὸς τὰς ἐρωτήσεις καὶ βραδέως ἀπαντᾷ, καὶ εἰ κωματώδης τε καὶ μύων, εἴτ’ οὖν ἄγρυπνος καὶ πλέον ἐπεγρηγορῶν τοῦ δέοντος, ἐξαίφνης τε ὡς ἐπιστάν‐ τος τινὸς φοβεροῦ σπώμενος, ἀμνημονῶν τε καὶ ἀλλό‐ | |
75 | κοτα φανταζόμενος. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐπιφαινό‐ μενα, τοῦ ἐγκεφάλου πάθη οἴου ἐπισημαίνειν. εἰ δέ τινα αὐτῶν ἀφ’ ἑτέρων μερῶν τὴν τῆς τάσεως ἀρχὴν εἴληχεν, ἀλλ’ οὖν ὡς ἐκ κακωθέντος που τῇ συμπαθείᾳ τοῦ ἐγκε‐ φάλου, ταῦτα διαφαίνεται· καὶ μωρώσεις μὲν καὶ κάρους | |
80 | καὶ ληθάργους ὕπνους τε τοὺς κωματώδεις καὶ νωθροτά‐ τους, ψυχροὶ ἂν ἢ ὑγροὶ χυμοὶ ἢ ἀτμοὶ ποιήσαιεν ἂν αὐτά, ἤ τινες τοιαῦται δυσκρασίαι ἁπλαῖ, ἢ καὶ ἀμφότερα. κἂν συσσαπῶσι δὲ οἱ τοιοῦτοι χυμοί, μετ’ ἀβληχρῶν καὶ ταῦτ’ ἂν πυρετῶν συστήσαιεν. ἀγρυπνίαι δὲ ἄμετροι καὶ | |
85 | φρενίτιδες, θερμότητος ἂν ἢ ξηρότητος εἶεν ἐγγονα, ἢ καὶ τοῖν ἀμφοῖν ποιοτήτοιν, ἤτοι κατὰ ψιλήν τινα δυσκρασίαν συνισταμέναιν, ἢ μετὰ τοιούτων χυμῶν ἢ ἀτμῶν. τὰ μὲν γὰρ ἐξικμάζει τε τὸ μόριον, καὶ διὰ τοῦτο ποιεῖ τὸ πνεῦμα εὐκίνητον τῶν ῥηθέντων, τὰ δ’ αὖ τέγγει τε καὶ διαβρέ‐ | |
90 | χει, πλεόν τοῦ δέοντος, καὶ διὰ τοῦτο καὶ βραδυκινητότε‐ ρον ἀπεργάζεται. | |
1.34(t) | λδʹ. Περὶ μανίας καὶ μελαγχολίας. | |
1 | Μανίαι δέ γε καὶ μελαγχολίαι, χωρὶς μὲν ὡς ἐπίπαν πυρετοῦ συνίστασθαι πεφύκασιν, αἷμα δὲ τὸ πρῶτον τῶν παθῶν τούτων ὑπέκκαυμα ὀπτηθέν, τὸ μετ’ αὐτὸ δέ, χολὴ μέλαινα. εἰ δέ γε τὴν ἀρχὴν καὶ σύστασιν ἀπὸ ξαν‐ | |
5 | θῆς χολῆς ἡ μέλαινα εἰληφυῖα ᾖ, τὰς θηριώδεις τε καὶ φοβερὰς ποιεῖ μανίας, αἳ μηδὲ σαρκῶν οἰκείων φείδεσθαι τοὺς πάσχοντας παραθήγουσιν· ἐπιληψίαι δ’ ἥτοι διὰ φλε‐ γματικὸν ἐκεῖ που χυμὸν περὶ τὰς τοῦ πνεύματος ἐξόδους ἐπισκήψαντα ἢ μελαγχολικὸν γινόμεναι, σπασμοὺς τοῦ | |
10 | ὅλου σώματος καὶ ἀναισθησίας ἐπάγουσι κατὰ τοὺς παρ‐ οξυσμούς. ληγόντων δὲ μετ’ οὐ πολὺ τῶν συμπτωμά‐ των, μηδὲν ἀνιαρὸν τοῖς κάμνουσι συμβῆναι νομίζεται. | |
καὶ αἵδε γίνονται, καὶ αὐτοῦ μὲν τοῦ ἐγκεφάλου πρωτο‐ παθοῦντος, χυμῶν τινων ἀήθων δηλονότι καὶ παχυτέρων | 386 | |
15 | ἀτμῶν τὰς τοῦ πνεύματος ἐξόδους ἐπιφραττόντων· κἀν‐ τεῦθεν τῆς μὲν αἰσθητικῆς δυνάμεως μὴ ἐξοχετευομένης τῷ προσίστασθαι τοὺς τυχόντας χυμούς, τῇ διαμάχῃ τε καὶ πάλῃ τῶν χυμῶν τε καὶ τοῦ πνεύματος, ἀκολουθούν‐ των τῶν σπασμῶν, οἷς ἕπονται καὶ ἀφροὶ ἐκρέοντες τοῦ | |
20 | στόματος, μῖγμα χυμῶν καὶ πνεύματος πεφυκότες, ἐπὶ καιρίοις μέρεσιν ἐγγινομένης δηλαδὴ τῆς ἐμφράξεως, οὐχ ἧττον δὲ καὶ τῷ τῆς συμπαθείας λόγῳ, αὐτοῦ δὴ τοῦ στομάχου μοχθηρούς τε καὶ διεφθορότας ἀναπέμποντος χυμούς τε καὶ ἀτμούς, ἐπιληψία τις γίνεται ἑτέρα. ἕτερόν | |
25 | γε μὴν τούτων εἶδος ἐπιληψίας συνίστασθαι πέφυκε, κώ‐ λου τινὸς αὖράν τινα ἐκεῖθεν ψυχράν τε καὶ διεφθορυῖαν κατὰ τοὺς τῶν ἰοβόλων ἰοὺς εἰς αὐτὴν τὴν κεφαλὴν ἀνα‐ πέμποντος, ἤδη ἐκεῖ συστάντος ὀλεθρίου χυμοῦ. τοσοῦτο δὲ τῶν ἄλλων οἵδε διενηνόχασιν, ὡς αἴσθησιν ἤδη τινὰ | |
30 | κινουμένης καὶ ἀναγομένης τῆς φθαρτικῆς ἐκείνης αὔρας λαμβάνειν τοὺς πάσχοντας, πρὸ αἰσθήσεως τοιαύτης δη‐ λονότι, τοῦ κατὰ τὸν ἐγκέφαλον αὐτὸν πρωτοπαθοῦντα γινομένου τοῦ πάθους· ὥσπερ δ’ ἐν μεταιχμίῳ οἱ ἀπὸ τοῦ στομάχου πάσχοντες πεφύκασι, μήτε πάνυ ἀναισθή‐ | |
35 | τως ἔχοντες τὴν ἀρχήν, μήτε κατὰ τοὺς ὑστάτους τού‐ τους αἰσθανόμενοι ῥᾳδίως οὕτω κινουμένου τοῦ πάθους καὶ ταῦτα μὲν ἐπιληψίας εἴδη. | |
1.35(t) | λεʹ. Περὶ μελαγχολικῶν παθῶν. | |
1 | Τὸ δὲ τῶν ἐνθεαστικῶν, μελαγχολίας ἄν τις θείη εἶδος. οἵδε γὰρ δοκοῦσιν ὑπὸ μείζονός τινος ἐφορᾶσθαι δυνάμεως, καὶ προλέγειν οἷον πειρῶνται τὰ ἐσόμενα, κα‐ θαπερεί τινες ἐνθεάζοντες, ὥσπερ ἕτεροι φοβοῦνται τὰ | |
5 | μὴ φόβου ἄξια, καὶ σπῶνται παραλόγως, ἀθυμοῦσί τε καὶ ὁμιλίας φεύγουσιν ἀνθρώπων, καὶ ἤτοι γέλωτες, ἢ ἀγριό‐ τητες αὐτοῖς, τὸ τέλος τοῦ ἀρρωστήματος, ὧν τὸ μὲν μα‐ νία λέγεται τὸ δ’ αὖ μελαγχολία. Ταύτης δέ γε εἶδος καὶ ἡ λυκανθρωπία καλουμένη, | |
10 | ἀναπείθουσα τοὺς ἁλόντας μέσον νυκτῶν ὧδε κἀκεῖσε πε‐ | |
ριϊέναι, ἔν τε μνήμασι καὶ ἐρημίαις κατὰ τοὺς λύκους, μεθ’ ἡμέραν δὲ ἐπιστρέφειν τε καὶ πρὸς ἑαυτοὺς γίνεσθαι, καὶ οἴκοι διατρίβειν. ἀλλ’ οἵδε μέν, τούς τε πόδας καὶ τὰς κνήμας ἔχουσιν ἡμαγμένους τῷ προσπταίειν τοῖς λίθοις | 387 | |
15 | καὶ ταῖς ἀκάνθαις, καὶ ξηροὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν καὶ διψώδεις, καὶ ἀδρανὲς βλέπουσιν. ἐῶ δὲ λέγειν ὅσα πάσχουσιν ἕτεροι, ὧν οἱ μὲν ἀεὶ τὸν θάνατον φο‐ βούμενοι διατελοῦσιν, οἱ δ’ αὖ τούτου ἐπιθυμοῦντες, ὥσπερ ἕτεροι τὰς τῶν πολλῶν ὁμιλίας φεύγουσι, καὶ ἄκραν σιω‐ | |
20 | πὴν ἀσκοῦσιν, αὖθις δὲ ἕτεροι, ἢν μὴ ὁμιλῶσιν ἄλλοις καὶ διαχεόμενοι ὦσι, θορυβούμενοί τε καὶ ἐκθαμβούμενοι. καὶ ταῦτα γίνεται παρὰ τὸ ποιὸν τοῦ ἐνοχλοῦντος χυμοῦ, ἔτι τε τὸν τόπον, ὃν ἐγγίσας ἐρεθίζει καὶ διανιστᾷ τὴν κατ’ ἐκείνον τῆς ψυχῆς ἐνέργειαν. | |
25 | Ὁ δὲ ἐφιάλτης οὕτω καλούμενος, πάθος ὢν κατὰ τοὺς ὕπνους συμβαίνων, οὐ πάνυ μὲν καθ’ αὑτὸν κακός, μεγάλα δέ τινα προσημαίνει κακά. ἐπιληψιῶν γὰρ καὶ με‐ λαγχολιῶν εἴδη, ἔτι τε ἀποπληξίαι καὶ ὅ,τι σύνεγγυς, αὐ‐ τοῦ θαμίζοντος τοῦ ἐφιάλτου, προσημαίνεται. λέγεται δὲ | |
30 | ἀπὸ τοῦ δοκεῖν ἐφάλλεσθαί τινα τοῖς πάσχουσιν· ὥς τινος γὰρ αὐτοῖς ἐπικειμένου καὶ οἷον πνίγοντος αἰσθάνονται οἱ τῷ τοιούτῳ κάτοχοι πάθει, μηδ’ ὁτιοῦν μέλος αὐτῶν κινῆ‐ σαι δυνάμενοι. φεύγειν δέ φασιν αὐτούς, τῶν δακτύλων σωρευθέντων. καὶ τοῦτο μὲν συνεχέσιν ἀπεψίαις ἕπεται, | |
35 | καὶ ἐφθαρμένοις τισὶ καὶ ἀλλοκότοις χυμοῖς περὶ τὸν στό‐ μαχον ἠθροισμένοις. δεῖ οὖν κἀνταῦθα προφυλάττεσθαι μετὰ τῶν ἄλλων καὶ ἀπεψίας τοὺς πάσχοντας. Τὸ σκοτωματικὸν δὲ πάθος, καὶ αὐτὸ τῆς κεφαλῆς ὄν, οὔτε δίνας οὔτε τροχοὺς ἐᾷ τοὺς πάσχοντας καθορᾷν, | |
40 | ὡς συγκινουμένης αὐτῶν τῆς ὄψεως, κἀντεῦθεν σκοτου‐ μένης. καὶ ὅταν ἀθροώτερον κινηθῶσιν οἵδε, τὰ παρα‐ πλήσια πάσχουσιν. ἀτμοὶ δὲ ἄρα ἢ χυμοὶ τὰ αἴτια, ἀνα‐ δοθέντες περὶ τὰς ἐμπροσθίους κοιλίας τοῦ ἐγκεφάλου, οἳ ταράττουσί τε καὶ κλονοῦσι τὸ ἐκεῖθεν προϊὸν ψυχικὸν | |
45 | πνεῦμα. ὅτι δὲ ἐκ τῆς διαφορᾶς τῶν τεσσάρων χυμῶν διάφορα καὶ τὰ ψυχικὰ πάθη γίνονται, δῆλον ἐκ τῶν κατὰ μέρος αὐτῶν ἐπικρατούντων χυμῶν. ὥσπερ γὰρ ἰδίως τὸ | |
μὲν αἷμα τὴν μανίαν συνίστησι κατὰ τὴν ποιὰν αὐτοῦ τροπὴν καὶ θέσιν περὶ τὸν ἐγκέφαλον, ἡ δὲ μέλαινα χολὴ | 388 | |
1.35(50) | τὰς μελαγχολίας, τὰς δὲ φρενίτιδας ἡ ξανθὴ χολή, οὕτω δὴ καὶ τὰ κώματα καὶ τὰς μωρώσεις, ἔτι τε ληθάργους καὶ δυσαισθησίας, ποιαί τινες συστάσεις καὶ ἀναδρομαὶ τῆς φλεγματώδους οὐσίας. συνεπιμίγνυνταί γε μὴν τὸ πλέον οἱ χυμοὶ καὶ συνεπιδείκνυνται τοῖς ἐξ αὐτῶν συμ‐ | |
55 | πτώμασι τὰς ἐν ταῖς μίξεσι πλεονεξίας. οὐ δεῖ δέ σε διὰ ταύτας ἀγνοεῖν σοὺς μᾶλλον τῶν χυμῶν ἐπικρατοῦντας, ἅπαξ ἐγνωσμένης σοι τῆς κατ’ αὐτοὺς ἰδιότητος, καὶ ὅσα ἑκάστου τούτων γνωρίσματα· κἀκεῖνο δέ σε εἰδέναι θέμις, ὡς μνήμης μὲν ἀπώλεια, τῆς ὀπισθίου κοιλίας πεπον‐ | |
60 | θυίας τοῦ ἐγκεφάλου ἕπεται, ἤτοι ποιᾶς τινος δυσκρασίας, ἤ τινος χυμοῦ ἐκεῖ που συρρυέντος, αὐτήν τε καὶ τὴν ἀμφ’ αὐτὸν λωβησαμένων ἐνέργειαν. φαντασίας δέ, τῆς ἔμπροσθεν τοῦ ἐγκεφάλου κοιλίας, ὥσπερ καὶ τῆς μεταξὺ αὐτοῦ κοιλίας πεπονθυίας, τὸ λογιστικὸν μάλιστα σφάλλε‐ | |
65 | ται. καὶ τούτου μὲν τοῖς πάθεσι κᾀκεῖνα συνεπάγεται τὸ πλέον, οὐκ ἐξ ἀνάγκης δὲ θατέρου τούτων πεπονθότος, τὸ λογικὸν συμφύρεται. ἐν πᾶσι γὰρ εἰδέναι δεῖ, ὡς τῶν καιριωτέρων μὲν πασχόντων, συμπάσχει καὶ μετ’ αὐτά, καὶ μάλιστα ἢν τοπικήν τινα ἔχῃ ἐγγύτητα. οὐκ ἐξ ἀναγ‐ | |
70 | κης καὶ τοῖς ἀκυρωτέροις τὰ καιριώτατα συνυπάγεται. ἐκεῖ μὲν γὰρ καὶ μετρίως τοῦ πάθους ἐνοχλήσαντος, συνυπά‐ γεται καὶ τὰ ἐγγύτητά τινα ἔχοντα. ὡδὶ δέ, πολλῷ ἂν ἐπὶ τὸ φαῦλον ἐπιταθείη τὰ πάσχοντα τῶν μορίων, εἰ συνυ‐ παχθείη, τὰ κυριώτερα τοῖς συνεγγίζουσι σφίσι πεπονθό‐ | |
75 | σιν· ἀλλ’ ὁ μὲν περὶ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ νω‐ τιαῖον παθῶν λόγος, ὧδέ πη καὶ ληγέτω· ἑξῆς δ’ ἰτέον τῷ λόγῳ. | |
1.36(t) | λϛʹ. Περὶ τῶν κατὰ τὸν πνεύμονα καὶ θώρακα παθῶν. | |
1 | Ἐπεὶ δὲ μετὰ τὰς ἀρχὰς τὰς πρώτας αὖθις γεγόνα‐ σιν ἕτεραι, ἀξιώματι μὲν δεύτεραι, οὐχ ἧττον δὲ ἐκείνων συνιστᾷν πεφυκυῖαι τὴν ζωήν, πνεύμων δὲ καὶ θώραξ ταῦτα, καὶ προσέτι γαστὴρ καὶ τὰ ὑπὸ γαστέρα, δίκαιον | |
5 | ἂν εἴη φάναι καὶ περὶ τούτων τὰ δέοντα. | |
Καὶ δὴ τοῦ θώρακος τὰ μεταξὺ τοῦ φάρυγγός τε καὶ διαφράγματος, στήθους τε καὶ τῶν μεταφρένων, καὶ τῶν παρ’ ἑκάτερα τὰ μέρη πλευρῶν τοῦ σώματος διειληφότος, καὶ διὰ τῶν ἀπὸ τοῦ τραχήλου καθιεμένων εἰς αὐτὸν νεύ‐ | 389 | |
10 | ρων τὴν οἰκείαν εἰληφότος κίνησιν, συγκινεῖται μὲν αὐτῷ καὶ ὁ πνεύμων, καὶ ὁ ὑπεζωκὼς χιτών, μύες τε οἱ μεσο‐ πλεύριοι καὶ πᾶν ὅτι ἄλλο τῷ τοῦ θώρακος ὅρῳ συμπερι‐ είληπται· εἴσεισι δ’ ἐν μὲν ταῖς ἐμπνοαῖς διὰ τοῦ λάρυγ‐ γος καὶ τῆς τραχείας ἀρτηρίας ὁ ἀήρ, ἐμψύξων τε καὶ | |
15 | θρέψων καὶ ἀναζωπυρήσων τὸ ἐν τῇ καρδίᾳ πῦρ· ταῖς δ’ ἐκπνοαῖς ἐκκρίνεται πᾶν ὅτι πέφυκε καπνῶδές τε καὶ λι‐ γνυῶδες. ταῦτά τοι ὑγιῶς μὲν αὐτοῦ ἔχοντος, καὶ ἡ ἀνα‐ πνοὴ σύμμετρος τὰ πάντα πέφυκεν· ἀξιολόγως δ’ ἀλλοιω‐ θέντος, τάχιστα καὶ αὐτὴ συμμετατίθεται, καὶ θέρμης | |
20 | μὲν ἐπαυξηθείσης, μέγισται καὶ τάχισται ἀναπνοαὶ τε‐ λοῦσι. τοὐναντίον δέ, πολλῆς ἡγησαμένης ψύξεως· ὥσπερ οὖν μικράς τε καὶ πυκνὰς ἀναπνοάς, τῶν ὁτιοῦν σφοδρό‐ τερον ὀδυνωμένων τῶν μερῶν τοῦ σώματος, εἰκὸς συμ‐ βαίνειν. μεγάλας δὲ καὶ ἀραιάς, παραφρονούντων ἔσθ’ ὅτε, | |
25 | καὶ αὗται μὲν αἱ ἀλλοιώσεις τῷ κοινῷ δὴ λόγῳ γίνονται, τοῦ παντὸς ἀλλοιωθέντος σώματος. αὐτοῦ δὲ τοῦ θώρα‐ κος πολλά τε καὶ διάφορα πάθη πάσχοντος, καὶ ἄλλοις μὲν τρόποις, ἁπάντων δὲ πάλιστα ταῖς ἀναπνοαῖς, καὶ ἄμεινον τὰ κατ’ αὐτὸν δοκιμάζεται πάθη, καὶ ἄπνοιαι μὲν | |
30 | καὶ κακόπνοιαι τῶν προτέρων νεύρων, ἃ δὴ πέφυκε κινεῖν τὸν θώρακα, πάθη τυγχάνουσιν· ὁποῖαι κἀν ταῖς ἀποπλη‐ ξίαις τε καὶ ἡμιπληξίαις συμβαίνειν εἰώθασι, καὶ ταῖς ὑστερικαῖς πνιϛίν. Δύσπνοιαι δὲ διά τινα κακῶς διατεθέντα τῶν περὶ | |
35 | τὸ θώρακα μερῶν προσγίνονται· ἤτοι γὰρ χυμῶν τινων ἐπίρροια τὰς ὁδοὺς τοῦ πνεύματος ἐπιφράττουσα τὴν δύσ‐ πνοιαν ἐπάγει, ἤ τινα τῶν περὶ τὸν θώρακα μερῶν φλε‐ γμαίνοντα ἢ σκιρρωθέντα, συνεχεῖς τε καὶ πυκνὰς τὰς ἀναπνοὰς παρασκευάζει γίνεσθαι, ὁποῖα ἔν τε ταῖς κατὰ | |
40 | τὸ μεσαίτατον, καὶ ταῖς κατὰ τὸ διάφραγμα καὶ τὸν ὑπε‐ ζωκότα ὑμένα φλεγμοναῖς καὶ σκίρροις, καὶ ὁποιαισδήτισιν ὀδύναις, διά τινα συμβαίνοντα ἄνωθεν. καὶ γὰρ ἐπεὶ μὴ | |
ἔχει ἱκανῶς ὁ θώραξ ὧδε διαστέλλεσθαι, ἐμποδὼν προσ‐ ισταμένου τινὸς πάθους, ἡ χρεία δ’ ἐπείγει, ταῖς συνεχέσι | 390 | |
45 | καὶ μικραῖς διαστολαῖς ἀναπληροῦται τὸ λεῖπον, ὁποῖόν τι κἀν τοῖς μικροῖς σφυγμοῖς συμβαίνειν ἔφαμεν· προσαυ‐ ξομένης τῆς πυκνότητος, ἐπὰν ἡ χρεία ἐπείγῃ. ἀλλὰ μὴν καὶ ἃ μὲν καθ’ αὑτὸν ὁ πνεύμων ὑφίστασθαι πέφυκε πάθη, ῥήξεις τέ εἰσι τῶν κατ’ αὐτὸν φλεβῶν, καὶ ἀρτη‐ | |
1.36(50) | ριῶν ἐμπυήματα, καὶ φθόαι, ἃ δὴ τῷ μὲν βιάζεσθαι τὴν ἔξοδον τῶν κατ’ αὐτὸν ὑγρῶν, βῆχας ἐρεθιζούσας ἐπεγεί‐ ρει, τῷ δὲ τὰς ὁδοὺς ἔσθ’ ὅτε ἐπιφράττεσθαι τοῦ πνεύ‐ ματος, δύσπνοιαί τινες ἐπιγίνονται, καὶ ὧδε μὲν ὡς κατ’ αὐτὸν νοσήσαντος ἀεικινήτου μέρους, βραχεῖαι πάνυ τῆς | |
55 | σωτηρίας ἐλπίδες φαίνονται. ἀντίκειται γὰρ παντὸς μορίου φλεγμονῇ μεθ’ ἕλκους κίνησις, καὶ ἄλλως δὲ δυσκάθαρτον τὸ μέρος τοῦτο πέφυκε, καὶ φθάνει πρὶν ἢ ἀκριβῶς ἐκ‐ καθαρθῆναι τὸ λυποῦν, τῇ νομῇ τοῦ ἕλκους ἐπιλυμαί‐ νεσθαι ῥᾳδίως τὰ συνεχῆ, τῆς πλείονός τε καὶ νοσώδους | |
60 | θερμότητος οἰκειότητά τινα ἐχούσης τοῦ σήπειν τὰ σύν‐ εγγυς. εἰ δ’ ἀφ’ ἑτέρων εἰς αὐτὸν μερῶν παραρρυεὶς χυ‐ μός τις τὰς ὁδοὺς ἐμφράξειε τοῦ πνεύματος, δύσπνοιαι μὲν ἕπονται ὧδε, ἀναλογοῦσαι τοῖς μεγέθεσι τῶν ἐμφρά‐ ξεων· οὐκ ἀεὶ δ’ ὁ πνεύμων ἐξ αὐτῶν εἰς τὴν αὐτοῦ οὐ‐ | |
65 | σίαν πάσχειν πέφυκε. Ἐὰν μὲν οὖν ἀπὸ τῆς κεφαλῆς τὸ ῥεῦμα ἴσχῃ τὴν ἀρχήν, ἀθρόον δὲ καὶ φλεγματῶδες ᾖ, τὰς οὕτω πως ἰδίως καλουμένας δυσπνοίας ἀπεργάζεται, αἷς ἐπιταθείσαις, εἰς ὀρθόπνοιαν τὸ πάθος ἀποτελευτᾷ, ἀπὸ τοῦ σχήματος τοῦ | |
70 | πάσχοντος τὴν ἐπωνυμίαν τοῦ πάθους ἀπειληφότος, καὶ ὧδε μὲν ἀξιολόγως δυσπνοεῖν ὁ ἄνθρωπος, ἀθρόου τε καὶ γλίσχρου φλέγματος εἰς τὰ τοῦ πνεύμονος ἀγγεῖα ἐμπί‐ πτοντος, οὐχ ἧττον δὲ δυσπνοήσειεν ὁ ἄνθρωπος, κἂν τῶν θερμοτέρων ῥευμάτων τὸ ἀπὸ τῆς κεφαλῆς ἰὸν τύχῃ, | |
75 | ὁποῖον κἀν τοῖς περιπνευμονικοῖς συμβαίνειν εἴωθεν· ἐπὶ φάρυγγα μὲν ἔσθ’ ὅτε καὶ γαργαρεῶνα, καὶ τὰς ἀντιάδας, ἐνστηριζομένου πρότερον τοῦ χυμοῦ, ὅτε καὶ τὰ κυναγ‐ χικὰ πάθη συνίστανται, αὖθις δ’ ἐπιφερομένου τῷ πνεύ‐ μονι, καὶ οἵδε μὲν σπανίως ἀπαλλάττουσι, φθάνοντες τὸν | |
80 | χρόνον τῆς πέψεως, τῆς ἐπὶ τῇ νόσῳ ὀξύτητος. οὐχ ἧττον δέ γε τούτου εἰς κακίαν περιπνευμονίας εἶδος ἕτερον, ὁπο‐ ταν τῶν μεσοπλευρίων μυῶν τοῦ τε διαφράγματος καὶ τοῦ ὑπεζωκότος φλεγμονήν τινα καὶ ἀπόστασιν ἐσχηκότων, αἴφνης ἐπιστῇ τὸ πᾶν τοῦ ῥεύματος ἐπὶ τὸν πνεύμονα. | 391 |
85 | προκεκμηκυίας γὰρ ἤδη τῆς δυνάμεως, ὡς ἀπ’ ἀρχῆς ἑτέ‐ ρας ὁ πνεύμων τὸ πάθος δεξάμενος, οὐκέτι ἰσχύει ἀπώ‐ σασθαι τὸ λυποῦν. φθάνει γὰρ ἤδη προαποκαμὼν ὁ κά‐ μνων τῆς πτώσεως, ὥστε καὶ ὀλίγους πάνυ ἐσόψει ῥᾳδίως οὕτω δύο χαλεπὰ διαφυγόντας πάθη. ἐπεὶ δὲ καὶ φλεγμο‐ | |
90 | ναὶ καὶ σκίρροι καὶ ὁποιαιδήτινες ὀδύναι διά τε ἡγησαμέ‐ νας αἰτίας τῶν κατὰ τὸν θώρακα μερῶν, ἧττον αὐτὸν ἐῶσι διαστέλλεσθαι τῆς χρείας, λείπεται ταῖς πυκνότησι τὸ ἐνδέον ἀνασώσασθαι, ὡς δυσπνοεῖν ἐντεῦθεν κινδυνεύειν τὸν ἄνθρωπον. τὸ πλέον γάρ τοι τῆς διαστολῆς τοῦ θώρακος, | |
95 | κωλύει ἥ τε τῆς ὀδύνης αἴσθησις, καὶ εἴ τις ὄγκος τε καὶ σκίρρος εἴη προσιστάμενος. ταῦτ’ ἄρα τοὺς τοιούτους ἅπαν‐ τας κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον δυσπνοοῦντας ἐσόψει, κατὰ τὸ τοῦ πάθους μέγεθος, καὶ τὴν τῶν κινούντων μυῶν ἐγγύτητα, εἰ μή που γε τὸ πεπονθὸς τῶν πορρω‐ | |
1.36(100) | τέρων μερῶν ὄν, ταῖς μείζοσι ἀπελέγχεται τῶν εἰσπνοῶν, ἄλλως δ’ οὐκ ἐνοχλοῦν τὸν ἄνθρωπον ᾖ. ἐπὶ πάντων δὲ τῶν δυσπνοούντων, ἢ κατὰ μικρὰς καὶ συνεχεῖς εἰσπνοάς, ἢ κατὰ τὰς μεγίστας μόνον εἰσπνοάς, καὶ ὀδυνωμένων καὶ βιαζομένων, ὡς μηκέτι οἵων τε ὄντων μετὰ ῥαστώνης | |
105 | τοῦ θύραθεν ἀπολαύειν ἀέρος· κοινῷ γὰρ δὴ ὀνόματι, πάντα ταῦτα δυσπνοίας εἴδη ῥητέον· ἓν τὸ μέγιστον βοή‐ θημα, τὸ τῶν συνεχόντων αἰτίων ῥᾳδίως αὐτοὺς ἀπαλ‐ λάττεσθαι. ἄλλως δὲ ἀδύνατόν τινα τὸν κίνδυνον διαφυ‐ γεῖν. οὐ γὰρ ἐπὶ πολὺ τὸ δυσπνοεῖν ἡ φύσις στέγει, εἴ | |
110 | τινος ἑτέρου καὶ τοῦ πνεύμονος χρῄζουσα διὰ τὴν καρ‐ δίαν. τῷ συνεγγίζειν αὐτήν, ῥᾳδίως τῶν ἀπ’ αὐτοῦ καὶ αὐτὴ μεταλαμβάνει παθῶν, καὶ δῆτα ἀπαλλάσσεται μὲν ὁ πάσχων, πεπαινομένων ταχέως τῶν φλεγμονῶν, ἀνα‐ βηττομένων δὲ ῥᾳδίως τῶν ὑγρῶν· καὶ αὐτῶν δὴ τούτων | |
115 | ταῖς χροιαῖς καὶ ταῖς συστάσεσιν ἐπισημαινομένων τὴν εἰς ὑγίειαν ῥοπὴν τῆς φύσεως, ὧν οὐ δεῖ πάμπαν ἀλογεῖν, τὰ | |
μέγιστα λυσιτελούντων εἰς τὴν τῶν κατεχόντων παθῶν τὸν θώρακα διάγνωσιν. καὶ τῶν μὲν ἰδίως δυσπνοϊκῶν καὶ ἀναφορικῶν οὕτω καλουμένων, ἀφρώδη τε καὶ δίυγρα | 392 | |
120 | καὶ γλίσχρα καὶ παχέα ἐσύστερον τὰ ἀναπτυόμενα, ἃ δὴ τὸ τάχος τῆς ἀπαλλαγῆς τῷ τῆς βηχός τε καὶ τῆς πτύ‐ σεως, ῥᾳδίως ἐπισημαίνεται. βραδέως δὲ καὶ διὰ συνεχῶν βηχῶν μόλις πτυόμενα, ἤτοι πάχος ἢ γλισχρότητα, ἢ πλῆ‐ θος ὑγρῶν ἢ ἀπεψίαν ἢ τινα ἀδυναμίαν τῆς φύσεως ἐπι‐ | |
125 | σημαίνει. καὶ τοῦτο κοινὸν ἐπὶ παντὸς βηχὸς ἀναγομένου ὑγροῦ οἴου. Οὐ δεῖ δέ σε λανθάνειν, ὡς ἐπὶ μόνων τούτων τῶν ἀναφορικῶν τε καὶ δυσπνοϊκῶν, ἤτοι ἡ γαστὴρ ἐκμαλα‐ χθεῖσα ἢ ἀθρόα διακριθέντα οὖρα, τὴν ἀπαλλαγὴν τῆς | |
130 | νόσου πεποίηκεν ἐξαίφνης, δηλονότι τῶν ὑγρῶν ἐκεῖ που καταρρυέντων. Ἐπί τοι γε ἐπὶ πλευρίτιδος καὶ περιπνευμονίας, φθί‐ σεώς τε καὶ τῶν λοιπῶν τῶν κατὰ τὸν θώρακα μερῶν ἀποστημάτων, τὸ μὲν διὰ βηχὸς ῥᾳδίως τὰ ὑγρὰ ἀνάγεσθαι, | |
135 | σωτήριόν πως καὶ ἀσφαλές. τὸ δ’ ἐφ’ οὕτως ἐπικρατοῦσι πάθεσι τὴν γαστέρα ἐκταράττεσθαι, τῶν οὐκ ἀκινδύνων τὸ πλέον πέφυκε. ταῖς γάρ τοι συνεχέσι τῆς γαστρὸς ἐκ‐ κρίσεσιν ἐκλυομένης τῆς δυνάμεως, σχολαίτερον διὰ βηχὸς ἀνάγεται τὰ ὑγρά. φθάνει μὲν γὰρ συρρεῖν ἐπὶ τὴν ἄνω | |
140 | ἔξοδον τὰ τοιαῦτα ὑγρά, εἰς τὰς κοιλίας ῥέοντα τοῦ πνεύ‐ μονος. οὐκέτι δ’ ἰσχύει διὰ βηχὸς ἀνάγεσθαι, ἀδυναμίᾳ νικωμένου τοῦ κάμνοντος, ὡς κινδυνεύειν ἤδη τῶν εἰσ‐ πνοῶν τὰς ὁδοὺς συγκλείεσθαι ἐντεῦθεν, καὶ τὸ τῆς καρ‐ δίας πῦρ συμπνίγεσθαι, τὰ δὲ πτύσματα μὴ ῥᾳδίως ἀνα‐ | |
145 | γεσθαι, μηδὲ πέψιν ἤδη ἴσχειν. ἐπὶ δὲ πλευρίτιδός τε καὶ περιπνευμονίας σύστασίν τινα ἐκ πέψεως εἰληφότα, φαί‐ νεταί τε καὶ ὑπόλευκα ὕφαιμα. τἀναντία δέ γε τούτων, πρασώδη καὶ μέλανα καὶ γλίσχρα ὄντα, καὶ μὴ ῥᾳδίως ἀναγόμενα, καὶ ὀψέ ποτε τῆς νόσου ἐπιφαινόμενα. σὺν | |
1.36(150) | μὲν γὰρ ἰσχυρᾷ δυνάμει, μῆκος νόσου σημαίνει, σὺν ἀσθενεῖ δέ, τὸ πλεῖστον θάνατον. χεῖρον δὲ καὶ τὸ μὴ πρὸς βῆχα διερεθίζεσθαι τὸν πάσχοντα, κἄν που τύχῃ, μηδὲν ἄξιον λόγου πτύῃ· ταῦτα γὰρ δὴ πάντα, κακοή‐ | |
θειαν μὲν τῆς νόσου, ἀτονίαν δὲ ἐπισημαίνει δυνάμεως. | 393 | |
155 | Ἐπὶ δὲ τῶν αἷμα μόνον ἀναγόντων, δύσπνοια μὲν οὐδεμία τις ἕπεται, εἰ μὴ ὁπόταν περὶ τὰς ὁδοὺς τοῦ πνεύματος τὸ αἷμα ῥέῃ, φλεβός τινος ἢ ἀρτηρίας δι’ ὁποι‐ ανδήτινα ῥαγείσης αἰτίαν. ἤτοι γὰρ διὰ πτῶμα ἢ πληγήν, ἢ βιαίαν τε καὶ ἰσχυρὰν φωνήν, ἢ διάβρωσίν τινα καὶ | |
160 | ἀναστόμωσιν, αὗται πάσχουσι, καὶ τὰ μὲν ἄλλα, δι’ ἐπι‐ δήλους αἰτίας γίνονται· διάβρωσις δέ, διά τινας ἐκεῖ που συρρυέντας δριμεῖς καὶ διαβρωτικοὺς χυμούς, οἱ χρονίσαν‐ τες ἐν ἁπαλοῖς μορίοις τῆς κατ’ αὐτοὺς κακίας τοῖς σύν‐ εγγυς μεταδιδόασι· τὴν δ’ ἀναστόμωσιν, καὶ δι’ ἀτονίαν | |
165 | μὲν εἰκὸς τῆς καθεκτικῆς δυνάμεως γίνεσθαι· οὐχ ἧττον δὲ καὶ διά τινα λεπτὰ καὶ δριμέα ῥεύματα, τὴν ἀναστό‐ μωσιν ἐρεθίζοντα· ἔτι δὲ καὶ διὰ πλῆθος βιασάμενον. καὶ τὰ μὲν λεπτά τε καὶ ξανθὰ καὶ ὕπαφρα ὄντα, τῆς ἀρτη‐ ρίας μᾶλλον τίθεσο ῥαγείσης σύμβολα. τὰ δὲ πορφύρεά | |
170 | τε καὶ παχύτερα τῶν φλεβῶν. τὸ δὲ ποσὸν τοῦ αἵματος, τὸ τοῦ ἀγγείου μέγεθος καταγγέλλει, καὶ τὰ μὲν πάνυ εὔχροα καὶ διειδῆ, τοὺς ὑψηλοτέρους τόπους τοῦ θώρα‐ κος· τὰ δ’ ἤδη μελανίζοντα καὶ πελιδνά, τὴν ἀπὸ βάθους ἀναγωγὴν σημαίνει. ὥσπερ καὶ τὰ μὲν ἀπὸ τοῦ πνεύμο‐ | |
175 | νος, ἀφρώδη τὸ πλέον φαίνεται, τὰ δ’ ἀφ’ ἑτέρων μερῶν, οὐχ οὕτω. κοινὸν δὲ πάντων τῶν ἀπὸ τοῦ θώρακος ἀνα‐ γομένων, τὸ μετὰ βηχὸς τὴν ἀναγωγὴν αὐτῶν γίνεσθαι, ὥσπερ ἔμετος σύμπτωμα τῶν ἀναγομένων διὰ οἰσοφάγου. διάγνωσις δὲ τοῦ πεπονθότος τόπου, τὸ κατὰ τὸν θώρακα | |
180 | βάρος, ἢ ὀδύνης που αἰσθάνεσθαι, ἤτοι ἐν ταῖς μείοσι ἢ ἐν ταῖς μείζοσι τῶν ἀναπνοῶν κατὰ τὸ πεπονθὸς μόριον. ἴδιον δὲ καὶ μάλιστα ἐπὶ τῶν μήπω ῥαγέντων ἀποστημά‐ των, ἐπ’ ἐκείνου μᾶλλον τοῦ μέρους ᾧ ἐμπέφυκε τὸ ἀπο‐ στημα, ῥᾷον κατακλίνεσθαι τοὺς πάσχοντας ἢ ἐπὶ τοῦ | |
185 | ἀντικειμένου. ὥσπερ τινὸς ἐκκρεμαμένου καὶ βαρύνοντος, καὶ τὴν ἀναπνοὴν συγχέοντος ταῖς ἀντικειμέναις ἀνακλί‐ σεσι. ταῦτά γε μὴν καὶ τὰ τοιαῦτα, ἢ ἄνω γε ῥαγέντα χωρεῖ ἢ κάτω, ἢ ἅμα τοῖς περιέχουσι ταῦτα χιτῶσιν, ὅ δὴ καὶ εἰς ἀσφάλειαν ἄμεινον. οὐ γὰρ δὴ αὖθις ἐκεῖ που τὰ | |
190 | αὐτὰ συνίσταται, ἢ μετὰ τὴν τοῦ ὑγροῦ ἐξαγωγήν, ὕστα‐ | |
τοι καὶ οἱ ὑμένες διαλυθέντες ἐξίασιν. οὐ γὰρ μικρόν τι δέος μὴ τῶν ὑμένων ἐξιόντων, αὖθις ἐπισυστῆναι τὴν ἀπόστασιν, ὥσπερ ὀποῦ τινος τοῦ λείποντος, τῆς ὅσον οὔπω ἐσομένης ἀποστάσεως γεγονότος. δεῖ δὲ καὶ τούτων | 394 | |
195 | τὰ ὑγρὰ συρρηγνυμένων, λεῖα φαίνεσθαι τὴν ἀρχήν, καὶ μεθ’ αἵματος, καὶ τὴν ἐπὶ τῇ πέψει σύστασιν ἐμφαίνειν, καὶ τὸ πλέον, ὁμοιοειδῆ τυγχάνειν καὶ μὴ βαρέως ὄζειν, ῥᾳδίως τε ἀνάγεσθαι, καὶ εὐφορίαν ἔχειν ὧδε τὸν πά‐ σχοντα. τὰ γὰρ μὴ τοιαῦτα μῆκός τε καὶ κακοήθειαν ἐπι‐ | |
1.36(200) | σημαίνει τῆς νόσου. | |
1.37(t) | λζʹ. Περὶ τῶν κατὰ τὴν γαστέρα παθῶν διάγνωσις. | |
1 | Ἐπεὶ δὲ περὶ τῶν τοῦ πνεύματος ὀργάνων τὰ εἰκότα εἴρηται, νυνὶ καὶ περὶ τῶν τῆς τροφῆς λεκτέον ὀργάνων, ὅπως τε καὶ ὑφ’ οἵων αἰτίων πάσχει καὶ ἅτινα τὰ ἐξ αὐ‐ τῶν ἐπϊόντα ἢ ἀναγόμενα ἐπισημαίνεται. οὕτω γὰρ ἀπο‐ | |
5 | δοθέντος τοῦ λόγου καὶ ἡ κατὰ τῆς τροφῆς τὰ ἀγγεῖα ὑπόθεσις, τὸν ἄρτιον ἀπειληφυῖα ἔσται λόγον. καὶ δὴ καὶ μήτε τῷ ποσῷ τῆς τροφῆς τὸν στόμαχον βαρυνούσης, μήτε τινὶ ποιότητι δακνούσης καὶ ἀλλοιούσης αὐτόν, ὑγιῶς δὲ καὶ αὐτοῦ τοῦ στομάχου καὶ τῆς γαστρὸς κατὰ τὴν | |
10 | ἑαυτῶν οὐσίαν τε καὶ δύναμιν ἐχόντων, εὐφορία μὲν ἐπὶ τῇ πέψει ἕπεται, οὐδαμῶς δὲ ἢ βραχεῖαι καὶ ἄπονοι γί‐ νονται ἐρυγαί. τά,τε ἔντερα μετὰ τὴν πέψιν τῆς γαστρός, αὐτὴν διαδεξάμενα τὴν τροφὴν καὶ κατ’ οὐδὲν βαρυνθέντα, ὅσον τε χυμῶδες ἐν αὐτῇ προσειληφότα, μεθ’ ἱκανὸν τὸν | |
15 | χρόνον, ῥᾳδίως τε καὶ ἀλύπως τὸ περιττὸν ἐκκρίνει. λεῖόν τε καὶ μαλθακὸν καὶ ἱκανῶς ὠχρόν, ἤτοι οὖν ὑπόξανθον φαινόμενον, εἰ μή τις ἀποκαταβαφῆς τινος τροφῆς ἑτέρα χροιὰ ἐπιγένηται ἀναλογίαν μέντοι δεῖ τινα πρὸς τὴν τῆς τροφῆς ἀποσώζειν ποσότητα τὰ κενούμενα· ἂν δ’ ἤτοι | |
20 | τῷ ποσῷ ἢ τῷ ποιῷ τὰ προσφερόμενα τοῦ συμμέτρου ἐξήλακται, ἤ τις δυσκρασία ᾖ, ἢ χυμοί τινες ἀλλόκοτοι ἐμπεπλεγμένοι τὰ τῆς τροφῆς λυμαίνονται ὄργανα, πολλά τε καὶ ποικίλα ἀναφαίνεται πάθη. Καὶ τῷ μὲν ποσῷ βαρύνουσα ἥ τε τροφὴ καὶ ἡ πό‐ | |
25 | σις ἤτοι ἐμέτους τε καὶ διαρροίας εἰώθασιν ἐπάγειν, ἢ μὴ | |
ἐμεθέντα ἢ διαρροΐσαντα βραδυπεψίας τε καὶ ἀπεψίας. εἰ δέ κατὰ ποιότητα πολλῷ γε τοῦ συμμέτρου ἐξαλλάττοιντο, θερμῆς μὲν τῆς ἐπικρατούσης οὔσης ποιότητος, δηγμοὶ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα νύσσοντες, κεφαλαλ‐ | 395 | |
30 | γίαι τε καὶ ἐρυγαί, κνισσώδεις τε καὶ ἀηδεῖς. ψυχρᾶς δὲ φύσαι σύνεισι καὶ ἐρυγαὶ ὀξώδεις, ἢ καὶ ἕτεραι αὐτὴν δὴ ταύτην ἐμφαίνουσαι τὴν τῆς τροφῆς ποιότητα, στρόφοι τε καὶ κλύδωνες. καὶ ταῦτα μὲν ἐμέτοις ἢ ὑπεξαγωγαῖς σκυ‐ βάλων, βραχείαις ἅμα καὶ καθαραῖς τροφαῖς ἀποκαθίσταν‐ | |
35 | ται· αἱ δυσκρασίαι δὲ ταῖς ὁμοίαις μὲν εἰκότως παροξύ‐ νονται τροφαῖς, ταῖς δ’ ἐναντίαις ῥαΐζουσι, καὶ οὐδέν γε ἴσως ἄτοπον, εἰ τὰ μὲν ὅμοια αὐξητικὰ ἀλλήλων ᾖ, ἐξ ἐναντιωτάτων δὲ κιρνᾶται σύμμετρον· ὅπου γε τὸν λόγον φθάνουσα ἡμᾶς διδάσκει ἡ αἴσθησις. ἀμέλει τὸν μὲν ξη‐ | |
40 | ραῖς ἠλλοιωμένον ἢ θερμαῖς ποιότησιν, ὄρεξις τῶν ὑγρῶν ἢ τῶν ψυχρῶν ὀχλοίη ἂν μάλιστα· τῶν δ’ ἐναντίων ἡ ψυχρά τε καὶ ὑγρὰ ἐφίεται δυσκρασία, καὶ ὧδε μὲν ποιό‐ τητος τινὸς ἐπικρατούσης, ταῦτα γίνεται. εἰ δέ τις εἴη καὶ χυμῶν διεφθορότων ἐπικράτησις, ὅσα δεινὰ συμβαίνειν | |
45 | εἰκός. ψυχρῶν μὲν γὰρ καὶ γλίσχρων καὶ ὠμῶν χυμῶν ἐμπεπλασμένων τῇ γαστρί, βραδυπεψίαι μὲν καὶ δυσπεψίαι ἕπονται, οὐχ ἧττον δὲ καὶ ἴλιγγοι, ὀξυρεγμίαι τε καὶ ἄλογοι ὀρέξεις, καὶ ἄδιψοι τὸ πλέον οἵδε μένουσιν, εἰ μή τις αὐτοὺς νιτρώδης τε καὶ ἁλυκὸς χυμὸς λυποίη. τότε γὰρ καὶ δίψος | |
1.37(50) | αὐτοῖς ἀξιόλογον ἕπεται, εἰ δὲ χολώδεις τε καὶ σεσηπότες ἕτεροι διενοχλοῦντες ὦσι χυμοί, ὅσης ἀηδίας ἐμπίπλασθαι τοὺς πεπονθότας εἰκός; οἱ μὲν γὰρ αὐτῶν πικρότητος μόνης ἔχουσιν αἴσθησιν, οἱ δ’ αὖ ἀρρήτου τινὸς ἀηδίας, ὥσπερ ἔνιοι βρωμώδους τε καὶ ἰχθυώδους αἰσθάνονται | |
55 | ποιότητος, καὶ ἄλλος ἄλλης. πάντες δ’ ἀηδοῦς καὶ πεφυ‐ κυίας ἐκταράττειν τοὺς πάσχοντας. ἅπαντες δ’ οὗτοι ἐπὶ διαφθοραῖς τε καὶ σήψεσι πολυειδῶν χυμῶν, οὕτως ἀηδῶς διάκεινται. οὐ θαῦμα δ’ εἰ ἀπόσιτοι καὶ δίψους μᾶλλον ἥττους ὅσοις ἀηδεῖς καὶ σεσηπότες οὕτω χυμοὶ πρὸς τῇ | |
60 | γαστρί τε καὶ αὐτῆς τῷ στόματι ἐγκάθηνται, τὴν μὲν τῶν καθηκόντων ἀπὸ τοῦ ἐγκεφάλου νεύρων ἐπὶ τὸ τῆς γαστρὸς στόμα ἐπὶ τῇ πείνῃ αἴσθησιν τῆς τῶν ἀηδῶν χυ‐ | |
μῶν ἀπαμβλυνάσης ἐπικλύσεως. τῆς δὲ ξηρότητος αὐτῶν συνδιατιθείσης τὸ τῆς γαστρὸς στόμα καὶ διερεθιζούσης | 396 | |
65 | τὴν ἐπὶ τὸ πάθος αἴσθησιν. καὶ οἵδε μὲν οὖν ἅπαντες οἱ ἐνοχλούμενοι τοιούτοις πάθεσι, ῥυπτικοῖς τε καὶ τμητι‐ κοῖς φαρμάκοις τισίν, ἐμέτοις τε χρησάμενοι καὶ ταῖς συμ‐ φερούσαις καθάρσεσιν, ἐπὶ τὸ ὑγιὲς αὖθις καθίστανται. ἐπεὶ δ’ εἰκὸς ἐνίους ἁλίσκεσθαι ἐμέτοις τε καὶ διαρροίαις | |
70 | καὶ χολέραις, τεινεσμοῖς τε καὶ δυσεντερίαις, ἔτι τε λειεν‐ τερίαις, στρόφοις τε καὶ κλύδωσι γαστρός, ἀλγήμασί τε κώλου καί τισι τοιούτοις, φέρε τι καὶ περὶ τούτων τὰ εἰκότα λέξωμεν ὡς ἂν μηδὲ τούτων εἴης ἄπειρος, καὶ πρῶ‐ τον μὲν περὶ τῶν ἐμουμενών λέξωμεν, εἶθ’ οὕτως δὲ καὶ | |
75 | περὶ τῶν διὰ γαστρὸς χωρούντων. | |
1.38(t) | ληʹ. Περὶ διαγνώσεως ἐμουμένων. | |
1 | Ἐν πᾶσιν οὖν τοῦτό σε δεῖ προεπίστασθαι, ὡς συ‐ νηθείας μὲν τὰ πρῶτα δεῖ χαρίζεσθαι, εἶθ’ οὕτως ἐπὶ πᾶσι τοῖς ἐκκρινομένοις τὰς ἀποφάσεις ποιεῖσθαι. ἐνίοις γὰρ τοσούτῳ φαίνεται χείρω τὰ ἐμούμενα, καὶ διὰ γαστρὸς | |
5 | χωροῦντα, συνήθεσί τε τῆς φύσεως ἐκκρίσεσιν, ὡς ἀγνοῶν μὲν διαμάρτοις ἂν πολλῷ τοῦ δέοντος. καταμαθὼν δὲ ἀμείνων ἔσῃ διαγνώμων. καὶ δῆτα τῆς τροφῆς καὶ πόσεως τὴν συμμετρίαν τηρούσης, εἴ γέ τινες ἕποιντο ἐπ’ αὐταῖς ἔμετοι, ἤτοι ἐψύχθαι δι’ ἀήθη προσβολὴν ψυχροῦ, ἀπό γε | |
10 | τῶν ἐκτὸς ἢ τῶν ἐντὸς λυπήσαντος, ἢ τεθερμάνθαι καὶ διηρεθίσθαι φαίνεται τὴν γαστέρα, διά τινα δριμεῖάν τε καὶ δάκνουσαν προσισχομένην τῇ γαστρὶ χολήν. καὶ ἥδε μὲν ἤτοι συνεξεμεθείη ἂν πᾶσα τοῖς βρώμασιν, ἢ τό γε δεύτερον, ψιλήν τινα τῆς κατ’ αὐτὴν αἴσθησιν δοίη ἂν | |
15 | ποιότητος, πικρότητός τινος τοῦ κάμνοντος ἠσθημένου. εἰ δὲ δὴ ἐπισυμβάσης τινὸς ψύξεως, ἀκολουθοίη ἔμετος, αὐτὴ ἂν μόνη ἡ τροφὴ ἐξεμεθείη, ἢ καὶ μετά τινος βρα‐ χέος φλέγματος, οὐδέν τι δ’ ἄξιον ἀκολουθήσει λόγου βλά‐ βος, εἰ μή που συνδιαδοθείσης τῇ γαστρὶ καὶ τοῖς ἐντέ‐ | |
20 | ροις τῆς βλάβης, διάρροιά τις ἐπιγένοιτο, ἢ δὴ τῷ ποσῷ ἂν μόνῳ ἐνοχλήσειε· καὶ ἴσως ἄν γε περὶ τούτου προϊόν‐ τες φαίημεν. νυνὶ δὲ περὶ τῶν ἐξῆς, ὡς δι’ ἐμέτου φερο‐ | |
μένων, εἴπωμεν. εἰ μὲν οὖν οὐδεμιᾶς αἰτίας ἔξωθεν βια‐ σαμένης ἐξεμοῦντες ἤτοι φλεγματώδεις τινὰς χυμοὺς ἐξά‐ | 397 | |
25 | γουσιν ἀποίους ἢ ὀξώδεις ἢ γλυκάζοντας ἤ ἁλυκοὺς ἢ καὶ μετά τινος ἀναμεμιγμένης ποιότητος πικρᾶς, ἤτοι αὐτῷ τῷ πλήθει βαρύνοντας καὶ ἐμουμένους διὰ τοῦτο, ἤ τινος ἐμφωλευούσης καὶ διερεθιζούσης χολῆς τούτους, ἣ δὴ καὶ ὑστάτη μετὰ τούτους ἐνίοτε συνεξάγεται. ταῦτά τοι καὶ | |
30 | πυνθάνεσθαι ὧδε χρή, εἴ τινος ἐπὶ τοῖς ἐμουμένοις αἴ‐ σθοιντο πικρότητος. οἱ δὲ δὴ μόνας χολὰς ἀνάγοντες ἤτοι ὠχρὰς ἢ ξανθὰς ἢ πρασοειδεῖς τε καὶ ἰώδεις ἀνάγουσιν, ἢ ἀκραιφνεῖς καὶ καθαράς, ἢ μετ’ ἀλλήλων μεμιγμένας, ἢ καὶ μετά τινος φλέγματος, καὶ ἢ παχείας καὶ θρομβώδεις, | |
35 | ἢ λεπτὰς καὶ λείας, καὶ ἤ τις εὐφορία ἕπεται, προηγησα‐ μένης δυσφορίας, ἢ μᾶλλον δυσφορίαι καὶ ἀθυμίαι καὶ λειποψυχίαι ἕπονται. καὶ εὐφορίαι μὲν ἐπὶ δεούσαις ἕπον‐ ται ἐκκρίσεσιν. ἀνάπαλιν δὲ ἐπὶ ἐνδεούσαις, δι’ οἱασδήτι‐ νας προφάσεις, ἃς ἐν ἰδίοις τόποις λέξομεν. τὰ χρώματα | |
40 | δὲ τῶν χολῶν, ὁπόσον ἂν τοῦ κατὰ φύσιν, τοῦ ὠχροῦ φημι καὶ τοῦ ξανθοῦ ἐκβαίη, τοσούτῳ χείρω φαίνεται, καὶ δυσφορίαι ὧδε πλείους ἕπονται. ἀμείνους δὲ τῶν ἐμουμέ‐ νων χολῶν, αἱ μετὰ φλέγματος. δεύτεραι δὲ αἱ ὑγρότεραι, ἥκιστα δὲ αἱ θρομβώδεις. πᾶσαι δὲ ἡγησαμένων πέψεων | |
45 | καὶ τὴς φυσικῆς συνδραμούσης ῥώμης, κἂν διαφέρωσιν ἀλλήλων ἐπὶ μοχθηρίᾳ, ἀλλ’ οὖν εἰς ἀγαθὸν τείνουσι τέ‐ λος. τἀναντία δὲ ἕπεται, μὴ προφανείσης πέψεως, καὶ μά‐ λιστα ἢν μὴ ὁ ζωτικὸς συνεξακολουθοίη τόνος. τοῦτο δὲ κοινὸν καὶ ἐπὶ τῶν λοιπῶν οἴεσθαι δεῖν ἐκκρίσεων. οὐ δεῖ | |
1.38(50) | δὲ τῷ ποσῷ τεκμαίρεσθαι, ἀλλ’ ἢν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται καὶ ὅπως. ἐντεῦθεν γάρ σοι τὸ διαγινώσκειν ἔσται ἄμεινον. περὶ δὲ χολῆς μελαίνης ἐμουμένης, οὐκ οἶδα ὅτι ἂν καὶ φῶ, ἀεὶ τὰ χείριστα προσημαινούσης τοῖς ἐμέσασι. διαγνωσθείη ἄν σοι αὕτη, εἰ κατὰ σποδοῦ χε‐ | |
55 | θεῖσα ὑπερζέσει, οἷόν τι κἀν τοῖς δριμέσιν ὀξέσι συμβαί‐ νειν εἴωθε· κἄν που ἔροιο τὸν κάμνοντα, ὀξέος πάνυ ἐρεῖ σοι αἰσθάνεσθαι καὶ στρυφνοῦ τοῦ ἐμουμένου χυμοῦ. εἴ‐ ρηται δὲ ὡς διὰ τούτων εἴη σοι διαγιγνώσκειν τοῦτον, καὶ μὴ ῥᾳδίως ὑφ’ ὁμοίων ἐξαπατᾶσθαι χυμῶν. ἡ γὰρ ἰώδης | |
60 | τε καὶ ἰσατώδης ἐπὶ μᾶλλον χρονίσασαι καὶ συσσαπεῖσαι, τοιαῦται μὲν φαίνονται ἐνίοτε τῷ χρώματι. πικρὰν δὲ ἀεὶ παρέχουσι τὴν αἴσθησιν· αἷμα δέ ποθεν εἰς τὴν γαστέρα ῥυὲν καὶ παραμεῖναν, μέλαν γίνεται, οὐχὶ τοιαύτης δὲ τε‐ λοῦν ποιότητος ἐξελέγχεται. | 398 |
1.39(t) | λθʹ. Περὶ ἐμουμένου αἳματος. | |
1 | Ἐπεὶ δὲ εἰς τὸν περὶ αἵματος λόγον κατέστημεν, προσεπιθῶμεν καὶ τὸν περὶ τούτου λόγον. ἐνίοις γὰρ αἷμα ἀναφέρεται ἐμούμενον, ἢ καθαρὸν ἢ μελαινόμενον ἤδη, καὶ ἢ ἐπὶ προηγησαμένοις πτώμασιν, ἢ πληγαῖς, ἤ τισιν | |
5 | ἑτέραις ἔξωθεν αἰτίαις, ἢ τὸ δοκεῖν, ἐξ αὐτομάτου. καὶ ἐπὶ μὲν ταῖς ἔξωθεν δήλαις οὔσαις, οὐ πολυπραγμονεῖν θέμις. ταῖς δὲ ἐντὸς ἀγνοουμέναις, διαφύγοι ἂν καὶ εἴ τις ἐπ’ αὐταῖς βοήθεια νομίζοιτο. ἢ τοίνυν πλήθους προηγη‐ σαμένου καὶ βαρύνοντος, καὶ τὴν ἔξοδον σπεύδοντος, ἢ | |
10 | τῆς καθεκτικῆς δυνάμεως τῶν φλεβῶν καὶ τοῦ ἥπατος ἀτονούσης, σφοδρότερον δὲ διὰ τυχοῦσαν ἔνδειαν τῆς γα‐ στρὸς ἑλκτικῆς δυνάμεως ἐνεργησάσης τῇ ἀνθολκῇ, μετή‐ χθη τὸ αἷμα ἐπὶ γαστέρα. ἅπαξ δὲ ῥοπὴν τοιαύτην εἰλη‐ φὸς δυνάμεων, διαφόρων μορίων ἀρρωστίᾳ τε καὶ ἰσχύϊ, | |
15 | ἤδη εἰς συνήθειαν τῷ χρόνῳ τὸ πάθος περιέστη, ὑφ’ ᾗ καὶ ὁ τοῦ αἵματος ἔμετος ἐνιοις ἕπεται, καὶ μάλιστα ἐπὶ πλέον νηστεύσασι. τισὶ δὲ ῥῆξίς τε καὶ ἀναστόμωσις ἀγ‐ γείων γίνεται διά τινα διάβρωσιν, ἢ πλῆθος ἡγησάμενον, ἢ πληγήν, ἢ πτῶμα· καὶ ἄχροα μὲν τὰ ἐξ ἐπιπολῆς, με‐ | |
20 | λαινόμενα δ’ ἤδη τὰ ἀπὸ βάθους ἀναγόμενα. καὶ ὧδε μὲν ὁ περὶ ἐμέτων ἀποληγέτω λόγος. ἑξῆς δ’ ἂν εἴη φάναι περὶ τῶν διὰ γαστρὸς χωρούντων. | |
1.40(t) | μʹ. Περὶ διαγνώσεως ἐκκρινομένων. | |
1 | Καὶ τοίνυν τῆς τροφῆς πλεονεκτούσης τῷ ποσῷ, καὶ μὴ κρατουμένης τῇ πέψει, ὑπόλευκά τε καὶ ὑγρὰ διαχωρεῖ ἀθρόα, καί ποτε καὶ διαρροίας εἴδη τούτοις ἕπεται. καὶ τὰ μὲν αὐτῶν, οἷα τὴν ἀρχὴν ἐφάνη, παραμένει. τὰ δ’ αὖ | |
5 | εἰς ἕτερα μεθίσταται χρώματα, καὶ ἢ εἰς ἀμείνω τε καὶ πεπεμμένα, ἢ εἰς ξανθά τε καὶ ὑγρά, καὶ οἷα τὰ ἀπὸ χο‐ | |
λῆς ἐκκρίνεται. καὶ οὔπω ἀπεικός. καὶ γὰρ ἐνίοτε ὀργώ‐ σης τῆς ἐκκριτικῆς δυνάμεως, ἐπὶ τῷ τοὺς λυποῦντας τῶν χυμῶν ἀπώσασθαι, πρόφασις ἡ διάρροια εὑρεθεῖσα, συν‐ | 399 | |
10 | εξήγαγε τοῖς ἀπεπτηθεῖσι τὰ δεόντα. ἀμέλει προσέχειν ἀκριβῶς δεῖ ἐνταῦθα, μήπως ἀπροόπτως ἀποπειρώμενος τὴν ἐπὶ διαρροίαις ἐπισχεῖν φοράν, λάθῃς ἐπισχὼν τὴν ὁρμὴν τοῦ δέοντος ἐκκρίνεσθαι χυμοῦ. οὐκ ἀγνοεῖν δὲ δεῖ, ὡς ἔσθ’ ὅτε καὶ εἰς χολέρας εἴδη ταῦτα μεθίσταται, καὶ | |
15 | ὁτὲ μὲν ἄνω τε καὶ κάτω, ὁτὲ δὲ κάτω μόνον φέρεται, καὶ ὑδατόχολα μὲν λέγεται καὶ φαίνεται τὰ ἐκκρινόμενα· ἀτονίας δὲ καὶ ἀθυμίας, ἔτι τε συγκοπὰς καὶ καταψύξεις ἐπιφέρει ὕστερον πλεονάσαντα, καὶ μὴ βοηθούμενα. καὶ τὰ μὲν ὑπόλευκα καὶ γαλακτώδη, καὶ ἀσύστατα τῶν ἐκ‐ | |
20 | κρινομένων, οὐχὶ μικράν τινα κατηγορεῖ τὴν ἀτονίαν τῆς πεπτικῆς καὶ ἀλλοιωτικῆς δυνάμεως διά τινα ἐπικρατήσα‐ σαν ψύξιν. ὥσπερ δὴ τὰ πυρρά τε καὶ ξανθά, χολώδους πλεονάζοντος χυμοῦ διατελεῖ ἔκγονα, διά τινα πλεονεκτή‐ σασαν θερμότητα, ἔσθ’ ὅτε δὲ ἐνίοις λευκὰ καὶ μᾶλλον | |
25 | συνιστάμενα, καὶ οἷον τῶν κυνῶν αἱ κόπροι φέρονται, καὶ οὐκ ἀθρόα, οὐδὲ συχνάκις, ὁποῖα καὶ ἐπὶ διαρροίαις. καὶ διασημαίνει ταῦτα, μᾶλλον τὸν ἐξοχετεύοντα ἐπὶ γαστέρα τῆς χολῆς πόρον ἐμπεφράχθαι. ταῦτά τοι καὶ χολώδη τὰ οὖρα τὸ πλέον αὐτοῖς φαίνονται, ὧδε τῆς πλείονος μετο‐ | |
30 | χετευομένης χολῆς, ἢ καὶ ἄνω συνήθως ἐμουμένης. τὸ πλέον δὲ ἰκτέροις ταῦτα ἐπιγίνεται, τοῦ χρωννῦντος ἐπὶ τὸ δέρμα συνεξορμῶντος χυμοῦ. καὶ τὰ μὲν ξανθά τε καὶ πυρρά, ὡς εἴρηται, καὶ οἷον ἐρυθρὰ ὑποχωρήματα, ἀπό τε τῆς ξανθῆς καὶ ἐρυθρᾶς χολῆς χρώννυται. ὥσπερ δῆτα τὰ | |
35 | πρασώδη καὶ ἰώδη καὶ κραμβίζοντα, τοιούτων ἔκγονα χυ‐ μῶν. τὰ δέ γε μέλανα, ὁτὲ μὲν ἐξοπτηθέντος τε καὶ ἐκ‐ κριθέντος αἵματος, τοιαύτη φαντασία γέγονεν, ὁτὲ δὲ αὐ‐ τῆς ἐστι τῆς ἀναιρούσης χολῆς ἔκκρισις, ἔσθ’ ὅτε μήν, ποικίλα τε καὶ ἀναμεμιγμένα φαίνεται χρώματα, τῶν προ‐ | |
40 | τέρων χείρονα, ὅτε καὶ τοὺς ἀκμάζοντας πλέον διασημαί‐ νει χυμούς· καὶ οἵδε μὲν ἅπαντες οἱ χυμοί, οὓς ἐξεθέμην τῷ λόγῳ, ῥᾳδίως τε καὶ ἀλύπως, καὶ ἐπὶ κρισίμοις ἐκκρι‐ νόμενοι ἡμέραις, καὶ πέψεως ἡγησαμένης, καί τινα εὐφο‐ | |
ρίαν συνεπάγοντες ταῖς ἐκκρίσεσιν, πάντως ἂν εἶεν ἀγα‐ | 400 | |
45 | θοὶ φαινόμενοι. τἀναντία δὲ αὐτῆς πέφυκεν ἐπὶ τοῖς ἐναν‐ τίως γινομένοις συμβαίνειν. λειποψυχίαι γὰρ καὶ ἀθυμίαι, ἔτι τε ἀναισθησίαι καὶ παραφροσύναι, ῥιπτασμοὶ καὶ θά‐ νατοι ἔσθ’ ὅτε ἐξαπιναῖοι ἕπονται. προσκείσθω δὲ τῷ λόγῳ καὶ τὰ ἀπὸ τῶν δυσκρασιῶν τῆς γαστρὸς κοιλιακὰ | |
1.40(50) | πάθη καλούμενα. καὶ γὰρ ψυχθείσης καὶ θερμανθείσης σφοδρότερον, ξηρανθείσης τε καἱ ὑγρανθείσης, καὶ εἰς ἕξιν ἤδη καταδεξαμένης τὴν δυσκρασίαν, αἱ ἀπ’ αὐτῆς κοιλιακαὶ καλούμεναι γίνονται διαθέσεις. καὶ τούτων τοὺς μὲν διψώδεις τε ἐσόψει καὶ ἀβληχρῶς πυρέσσοντας, ξανθά | |
55 | τε καὶ πυρρὰ διαχωροῦντας, καὶ προσαγωγῇ ψυχρῶν ὠφε‐ λουμένους, τοὺς δ’ αὖ βραδυπεπτοῦντας καὶ ἀδίψους τὸ πλέον καὶ ἔνωμα διαχωροῦντας, ὥσπερ τοὺς δι’ ὑγρότητα, ἀσώδεις τε καὶ ὑγρότερα καὶ ὕπωχρα ἀποπατοῦντας· τοῖς δὲ τῆς ξηρότητος τῷ πάθει εἰλημμένοις ὀλίγα μὲν προΐε‐ | |
60 | ται μετὰ συντηγμάτων. διψῶσι δὲ πλέον οὗτοι, καὶ δυσ‐ ιατώτεροι καὶ μᾶλλον ἐκτετηγμένοι, ἐκδαπανηθείσης αὐ‐ τῶν ἤδη τῆς φυσικῆς ἰκμάδος τοῦ σώματος. καὶ ἔμετοι μὲν καὶ γαστρόρροιαι ἀδικοῖεν ἂν τῇ τῶν φερομένων κα‐ κίᾳ, οὐχ ἥκιστα δὲ καὶ τῷ τῶν ἐκκρινομένων ποσῷ, ἐπει‐ | |
65 | δὰν καὶ πλείω εἴη τοῦ δέοντος τὰ κενούμενα, συνεξατμι‐ ζομένου μὲν ταῖς ἐκκρίσεσι τοῦ θερμοῦ, ξηραινομένου δὲ καὶ ἀτροφοῦντος ἤδη τῇ πλείονι κενώσει τοῦ σώματος. | |
1.41(t) | μαʹ. Περὶ διαγνώσεων τεινεσμῶν. | |
1 | Τεινεσμοὶ δὲ καὶ δυσεντερίαι, καὶ ἡπατίτιδες οὕτω τοῖς πολλοῖς δυσεντερίαι λεγόμεναι καὶ λειεντερίαι, οὐ μᾶλλον τῷ ποσῷ ἤ τῇ κακίᾳ φθείρουσι. καὶ γὰρ ὁπόταν αἱ χολαὶ πάνυ τοι δριμεῖαι καὶ καυσώδεις ὦσιν, εὐπαθῆ | |
5 | δὲ τὰ ἔντερα ᾖ, φθάνουσι τῷ ἐξιέναι ἀμύσσειν τε καὶ ξύειν τὰ ἔντερα. κἂν μὲν οὖν ἐν τῷ ἀπηνθυσμένῳ γένη‐ ται, τεινεσμὸς τὸ πάθος λέγεται, τῷ τὸ μόριον ὃ πέπον‐ θεν, ἐκτείνεσθαί τε καὶ πρὸς ἔκκρισιν βιάζεσθαι. καὶ οὐ‐ δὲν οὖν ὅ τι καὶ ἄξιον λόγου ὧδε φέρεται ἐπὶ ταῖς συνέχεσί | |
10 | τε καὶ μετὰ βίας ἐκκρίσεσιν, εἰ μὴ μυξώδη τε καὶ ὕφαιμά τινα ὑγρά, γλίσχρα τε καὶ δυσαπόσπαστα, ὥστε μᾶλλον ἂν | |
καταλυθείη ὧδε τῷ συνεχεῖ τῶν ἐξαναστάσεων ἡ δύναμις, καὶ τῷ διατείνεσθαί τε καὶ ἐρεθίζεσθαι σφοδρότερον τὸν κάμνοντα, ἔτι τε, ἢ τῷ τῶν ἐκκρινομένων ποσῷ· εἰ δὲ | 401 | |
15 | προσίσχεταί που τῶν ἐντέρων ὁ δακνώδης χυμὸς οὗτος, ξύει τε καὶ ἐρεθίζει πρὸς ἔκκρισιν, καὶ δυσεντερία μὲν τὸ πάθος καλεῖται. ἐπισημαίνει δὲ τὸν πεπονθότα τόπον ἡ συνεδρεύουσα ἀεὶ τῶ κάμνοντι ὀδύνη, καὶ τὰ μὲν κάτω‐ θεν τοῦ ὀμφαλοῦ ὀδυνωμένου τοῦ κάμνοντος, τὰ παχέα | |
20 | τῶν ἐντέρων νομίζεται καταδέχεσθαι τὸ πάθος. τὰ δὲ ὑψηλότερα, τοῖς λεπτοῖς τῶν ἐντέρων ἐπαπειλεῖται τὸ πά‐ θος. κἂν μὲν οὖν μὴ πάνυ πονηραὶ αἱ ἐκκρινόμεναι χο‐ λαί εἰσιν, ὁποῖαι αἱ πρασώδεις καὶ αἱ ἰώδεις (αἱ γὰρ ἀπὸ μελαίνης ἀρχόμεναι δυσεντερίαι, θανατώδεις), μηδὲ ὁ πυ‐ | |
25 | ρετὸς σφοδρός, μήτε πλήρης σεσημμένων χυμῶν τὸ σῶμα ᾖ, οὐ πάνυ τοι φοβεῖσθαι δεῖ. καὶ μάλιστα ἢν εἰς τὰ κάτω τοῦ ὀμφαλοῦ τὸ πάθος ἐνστηριχθείη, ἢν δὲ τὰ χείρω ἐπικρατοῦντα ᾖ, οὐχὶ μικρὸν τὸ δέος πέφυκεν, ἀπολέσθαι τὸν ἄνθρωπον. καὶ οἱ μὲν πρὸς τῷ ἀπηνθυσμένῳ τὸ | |
30 | πάθος ἔχοντες, ἰδίᾳ μὲν ἐκκρίνουσι τὰ ἀπὸ τροφῆς περιτ‐ τώματα. ἰδίᾳ δέ, τὰ ἀπὸ τοῦ πεπονθότος τόπου ξυόμενα. ἐπὶ δὲ τοῖς ὑψηλοτέροις πεπονθόσι μέρεσιν, ἡνῶσθαι φθάνει τοῖς ἀπὸ τῆς τροφῆς τὰ αὐτοῦ τοῦ πάθους ξύ‐ σματα, καὶ μάλισθ’ ὅσον ἀφ’ ὑψηλοτέρων μερῶν ταῦτα | |
35 | ἔρχεται. κἂν μὲν οὖν τὰ τῶν σκυβάλων χρώματα, καὶ αἱ συστάσεις, πρὸς τὸ κατὰ φύσιν ἤδη χωρῇ, φορητότεραι καὶ αἱ ὀδύναι γίνονται, καὶ τὰ ἀπὸ τῆς πληγῆς φερόμενα ἀμείνω τε καὶ μείω διὰ πλείονος φερόμενα τοῦ χρόνου. καὶ χρὴ τόν θεραπεύοντα τἀμείνω προσδοκᾶν περὶ τοῦ | |
40 | κάμνοντος, ὡς ἐκφευξομένου τὸν κίνδυνον. τάναντία δέ, ἐπὶ τὰ χείρω δηλοῖ τετράφθαι τἀρρώστημα, καὶ μετρίως μὲν τοῦ πάθους ἔχοντος, ὀλίγα τε τὰ ξύσματα καὶ ὕφαιμα καὶ μυξώδη, καὶ ἀνιᾶσιν αἱ ὀδύναι, καὶ διὰ μειζόνων δια‐ λειμμάτων αἱ ἐξαναστάσεις. ἐπιτεινομένου δέ, καὶ αἱμα‐ | |
45 | τώδη πλέον ἔνεστι τὰ ἐκκρινόμενα, εἰ δ’ ἐπὶ πλέον αὔξοιτο τὸ κακόν, καὶ εἰς νομὴν τὸ ἕλκος χωροίη, τὰ πρῶτα μὲν ἀθρόον αἷμα φέρεται· εἶθ’ οὕτως δὲ καὶ κρεώδη ξύσματα· τοσούτῳ δὲ μείζω ὅσῳ καὶ χείρω, δυσώδη τε, καὶ ὅσον | |
οὕπω μελαινόμενα. φαῦλον δὲ πρὸς τοῖς ἄλλοις, καὶ τὸ | 402 | |
1.41(50) | ἀπόσιτον τελεῖν τὸν ἄνθρωπον. καὶ ταύτῃ μὲν εἰ μὴ κα‐ κόηθες, ἢ μή, τὸ νόσημα διασημαίνεται. | |
1.42(t) | μβʹ. Περὶ διαγνώσεως λειεντερίας. | |
1 | Λειεντερία δ’ ἐκ μεταπτώσεως τὸ πλέον γινομένη, χρονισάσης διαρροίας ἢ δυσεντερίας, τοσούτῳ χαλεπωτέρα, ὅσῳ καὶ ἐπὶ προητονηκυίᾳ τῇ δυνάμει γίνεται. ἐπισημαί‐ νεται δὲ τὸ πάθος, ἀπ’ αὐτοῦ δὴ τοῦ ὀνόματος, λείων τε | |
5 | καὶ οἷον ὀλισθηρῶν γεγονότων τῶν ἐντέρων, καὶ μηδ’ ἐπὶ βραχύ τι χρόνου παρακατέχειν τὴν τροφὴν δυναμένων· ὁμοίου τοῦ συμβαίνοντος ὄντος τοῖς ὑπτιασμὸν παθοῦσι τοῦ στομάχου, οἳ μηδέν τι διακαρτερήσαντες, αὖθις τὰ καταποθέντα ἀνάγουσιν. ὀξυρεγμίαι δέ τινες ἔτι γεγενημέ‐ | |
10 | ναι ἐλπίδας τινὰς ὑγείας ὑποτρέφουσιν, ἤδη πρὸς ἑαυ‐ τὴν τῆς καθεκτικῆς καὶ πεκτικῆς δυνάμεως ἐπανερχομέ‐ νης, καὶ οἷον ἀποπειρωμένης ἐπιτιθέναι πέψιν τοῖς προσ‐ ληφθεῖσιν. | |
1.43(t) | μγʹ. Περὶ διαγνώσεως αἵματος διαχωρουμένου. | |
1 | Περὶ δὲ αἵματος φερομένου δεῖ ἐκεῖνο νοεῖν· ἄνω μὲν ἰόν, ἀεὶ κακόν, κάτω δ’ οὐκ ἀεί· τοῖς μὲν γὰρ καὶ ἀπ’ αὐ‐ τομάτου πλεονάσαν, διὰ τῶν ἐντέρων κάτω ῥεῖ, τοῖς δὲ καὶ διὰ τῶν αἱμορροΐδων. ἀλλὰ τὸ μὲν αὐτῶν μελαινόμε‐ | |
5 | νον ἤδη, ὡς ἀφ’ ὑψηλοτέρου τόπου ἐξιόν, καὶ χρόνον τινὰ ἐγκατατρίψαν. τὸ δ’ ἀκραιφνὲς καὶ καθαρὸν καὶ οἷον τὸ τῶν νεοσφαγῶν ζῴων, τὸ γὰρ ἀφ’ ἥπατος ἰόν, ἄλλο ὂν παρὰ ταῦτα, πλύμασι κρεῶν νεοσφαγῶν μᾶλλον ἔοικε, καὶ τὸ μὲν ὡς περιττὸν καὶ πλεονάσαν, ἐκρυὲν ἀθρόον τε, | |
10 | καὶ δι’ ὀλίγων ἐκφανὲν ἐξαναστάσεων, βάρους τε καὶ πυ‐ ρετοῦ ἔσθ’ ὅτε τὸν νοσήσαντα ἀπήλλαξε. τὸ δὲ δι’ ἀτο‐ νίαν τε καὶ θέρμην τοῦ ἥπατος ἐκκρινόμενον, δίδωσι τοῖς ἁπλουστέροις οἴεσθαι δυσεντερίᾳ ἔχεσθαι τὸν κάμνοντα· τὸ δ’ οὐχ οὕτως ἔχει. οὔτε γὰρ ἄλγος ἐντέρων ὧδε, οὔτε | |
15 | συνεχεῖς ἐξαναστάσεις τε καὶ τεινεσμοί· ἀλλ’ οὐδὲ κατὰ βραχὺ ἐκκρίνεται. εἰ γάρ τι ἄλγος τε καὶ βάρος εἴη, πρὸς τὸ ἧπαρ μᾶλλον ἂν εὕροις ζητήσας, ὥστε ἐν ἐκείνῳ δεῖ | |
προσάγειν τὰ βοηθήματα. ῥᾳδίως δὲ καὶ οὗτοι ἀπαλλάτ‐ τονται, τῆς προσηκούσης ἐπικουρίας τυχόντες. τό γε μὴν | 403 | |
20 | ἀφ’ αἱμορροΐδων ἐξιόν, πολλῶν παθῶν ὑποπτευομένων, ἀπαλλάσσει τοὺς ἔχοντας. μανίαις γάρ τοι καὶ μελαγχολί‐ αις, περιπνευμονίαις τε καὶ πλευρίτισι, καὶ φθόαις καὶ ἀναστομώσεσιν αἵματος οὐκ ἂν ἁλοίη ὁ συμμέτρως δι’ αὐτῶν ἐκκαθαιρόμενος. ἀλλ’ ἐπειδὰν συνήθει. ἤδη γεγο‐ | |
25 | νυῖαι τῷ χρόνῳ, αὖθις τύχοιεν ἐπισχεθεῖσαι, πρὸς τῷ μὴ ῥύεσθαι παθῶν ὡς ἔφην, βάρη τε καὶ ὄκνους πρῶτον ἐπιφέρουσιν, εἶτα σκοτοδυνίας τε καὶ ἀμβλυωπίας, καὶ ἀποστοφὰς σιτίων, κἄπειθ’ οὕτως ἐπάρσεις τε καὶ βάρη σπλάγχνων, ἔσθ’ ὅτε δὲ καὶ φλεγμονὰς ἢ σκίρρους, καὶ | |
30 | ὑδερικάς τινας παρεγχύσεις καὶ σκοτώματα. εἰ δέ γε τύχοι ἐπὶ τὰ κάτω ἐξορμῆσαν, τὸ δι’ αὐτῶν συνήθως πάλαι ἐκ‐ κρινόμενον αἷμα, καὶ ποδαλγίας τὰς ἀφ’ αἵματος ποιεῖ, ὥσπερ ἐπὶ τὸ δέρμα, ἐξανθήματα πολλά τε καὶ διάφορα. ἢν δ’ ἀμέτρως τύχοι κινηθὲν διὰ τῶν συνήθων πόρων, | |
35 | ἀπεψίας τε καὶ καχεξίας καὶ ὑδερικὰς οὐχ ἧττον παρεγχύ‐ σεις ἐπάγει, ὑποψυχομένου ἤδη τοῦ ἥπατος, καὶ τοῦ παν‐ τὸς ὁμοῦ σώματος. τὴν ἀρχὴν δ’ αἱμορροΐδες συμβαίνουσι τοῖς τε καταλύσασιν ἀπὸ συνήθων γυμνασίων, καὶ τοῖς ἐπὶ τὸ ἁδρότερον τὴν δίαιταν ἐξαλλάξασι, καὶ τοῖς ἐπισχεθεῖσι | |
40 | συνήθεις ἐκκρίσεις ἀπὸ ῥινὸς ἢ μήτρας, ὡς ἐπὶ γυναι‐ κῶν, ἢ ἔθος φλέβα τέμνειν, ἢ ἄλλως πως αἷμα κενοῦν, καὶ μηκέτι κεχρημένοις τῇ συνηθείᾳ, ὡς διὰ πάντων ἥκειν, πλῆθός τε καὶ ἀτονίαν εἶναι τὸ αἴτιον. | |
1.44(t) | μδʹ. Περὶ βουλίμου. | |
1 | Ἀντιπεπόνθασι δὲ πᾶσι τούτοις τοῖς προρρηθεῖσιν οἵ τε κωλικαῖς ὀδύναις καὶ εἰλεοῖς ἁλόντες, στρόφοις τε καὶ τῷ βουλίμῳ πάθει. καὶ βούλιμος μὲν στομάχου πά‐ θος, πάντη ἀποστραφέντος τὴν προσαγωγὴν τῶν σιτίων, | |
5 | μέγαν λιμὸν τοῦ πάθους σημαίνοντος. κακοήθων δέ τινων χυμῶν τὴν αἰσθητικὴν τῆς πείνης κακωσάντων δύναμιν, ἤ τινος ἁπλῆς ἐπιταθείσης δυσκρασίας, καθάπερ ὀξωδῶν τε καὶ στρυφνῶν ἐρεθιζόντων τὴν τοῦ στομάχου δύναμιν, αἱ ἄλογοί τε καὶ δακνώδεις ὀρέξεις γίνονται, ὥσπερ ἀλλο‐ | |
10 | κότων δή τινων χυμῶν, ἐν ἄλλοις ἐπισωρεύσεις κατὰ τὸ τῆς γαστρὸς στόμα, διαφόρων δή τινων εἰδῶν καὶ ἀλλο‐ κότων ὀρέξεις ἐπάγουσιν, ὡς μηδὲ πηλοῦ τε καὶ ἀνθρά‐ κων καὶ ὀστράκων φείδεσθαι τοὺς οὕτως ἀθλίως ἔχοντας. καὶ τοῦτο δῆλόν σοι καὶ ἀπὸ τοῦ τῶν κυουσῶν γυναικῶν | 404 |
15 | πάθους, ὃ δὴ κίσσαν φάσκουσι. καὶ τὰς μὲν ἀλλοκότους τε καὶ παραλόγους ταύτας τῶν τροφῶν ὀρέξεις, τάχ’ ἄν τις καὶ ἰάσαιτο προσαγωγαῖς φαρμάκων ἁρμαζόντων. τὰς δ’ ἀποστροφὰς πάντων ὡς εἰπεῖν τῶν σιτίων, τῶν συνιστᾶν τὸ ζῷον πεφυκότων, σχολῇ γ’ ἄν τις ἐξιῷτο, νεκρουμένης | |
20 | ἤδη τῆς αἰσθητικῆς δυνάμεως, καὶ οἷς μὲν δέον ἐπὶ τῶν τοιούτων κεχρῆσθαι, τάχ’ ἂν καὶ ἑξῆς προσγράψαιμεν. νῦν δὲ περὶ ὧν προυθέμεθα εἴπωμεν. | |
1.45(t) | μεʹ. Περὶ διαγνώσεως ἐπισχέσεως γαστρός. | |
1 | Αἱ τοίνυν ἐπισχέσεις τῆς γαστρὸς ἢ δι’ ὀλιγότητα σι‐ τίων ἢ διά τινα αὐτῶν ποιότητα γίνονται, ἢ διὰ μετοχέ‐ τευσιν ἐπ’ ἄλλα τῶν περιττῶν. οὖρα δὲ ταῦτα πλείω καὶ ἱδρῶτες, καὶ ἄδηλοι διαφορήσεις πλείους. καὶ οἵδε μὲν οὐ‐ | |
5 | δὲν δεινὸν πάσχουσι, δι’ ἄλλων πόρων ἐξοχετευομένων τῶν περιττῶν, οἳ καὶ αὖθις ἐπανέρχονται ἐπὶ τὴν συνήθη ἔκ‐ κρισιν. οἷς δ’ ἐπίσχεσις μὲν γίνεται γαστρός, καὶ μὴ ἀφ’ ἑτέρων πόρων τὰ περιττὰ ἐκκρίνεται τούτοις ἄλγη τε καὶ δυσφορίαι διάφοροι. ἢ γάρ τοι τῶν προηγουμένων ἐξικμα‐ | |
10 | σθέντων τε καὶ σκληρυνθέντων σκυβάλων, καὶ μετὰ γλί‐ σχρων τε καὶ κολλωδῶν φλεγμάτων προσπλασθέντων τοῖς ἐντέροις, ἡ φυσικὴ ἐπίσχεται ἔξοδος, ἢ καὶ φλεγμηνάντων τῶν ἐντέρων, ἢ διὰ πληγήν, ἢ χυμῶν τινων ἐπιρροήν, ὡς ἀτονεῖν κατὰ μικρὸν ἐντεῦθεν τὴν ἐκκριτικὴν τῶν ἐντέρων | |
15 | δύναμιν. ἐντεῦθεν οὖν ἀποσιτίαι τε καὶ ἄλγη τῶν ἐντέρων γίνονται, καὶ ἐρυγαὶ μέτριαι μετρίως τὴν ἀρχὴν κουφίζου‐ σαι. προβαίνοντος δὲ τοῦ δεινοῦ, τὰ κάτω μὲν ἄρχονται ψύ‐ χεσθαι, τὰ δ’ ἄνω μᾶλλον θερμότερα γίνεσθαι, πρὸς ἑαυτὸ συστελλομένου τοῦ θερμοῦ. εἶθ’ οὕτως καὶ βρωμώδεις | |
20 | τε καὶ ἀηδεῖς ἐρυγαὶ γίνονται, μηκέτ’ οὕτω κουφίζουσαι. | |
1.46(t) | μϛʹ. Περὶ διαγνώσεως εἰλεοῦ. | |
1 | Καὶ πρῶτα μὲν χυμῶν τε καὶ τροφῶν ἀκολουθοῦσιν | |
ἔμετοι, μηδὲ βραχέος πνεύματος κάτω που διαφορουμέ‐ νου, εἶθ’ οὕτως ὥσπερ κολοφὼν τῶν κακῶν ἐστι, κόπρος διὰ στόματος ἐμεθεῖσα, ὅτε καὶ ἄφυκτος λοιπὸν τὸ πλέον | 405 | |
5 | ὁ θάνατος νομίζεται. καὶ τὸ μὲν πάθος εἰλεὸς ὠνόμασται, διὰ τὸ τὰς τῶν ἐντέρων ἕλικας εἰλεῖσθαι ὑφ’ ὧν αἰτίων εἴπομεν. | |
1.47(t) | μζʹ. Περὶ κωλικῆς ὀδύνης. | |
1 | Κώλου δὲ ἀλγήματα, ἐμπνευματώσεις τε καὶ στρόφοι ἐπὶ προηγουμέναις μὲν ἐμφράξεσι γίνονται, οὐχ ἧττον δὲ καὶ ἐπὶ καταχρήσεσι ψυχρῶν τε καὶ ὑγρῶν ἐδεσμάτων. τῆς γὰρ ψυχρᾶς διαίτης ἐπισωρευσάσης πολλὰ φλεγμάτια καὶ | |
5 | καταδεδεγμένων ταῦτα τῶν ἐντέρων, καὶ μάλιστα τοῦ κώ‐ λου, οὕτως ἐπιτηδείως ἔχοντος αὐτοῦ τῇ φυσικῇ διαθέσει, ἢ διαπλάσει, καὶ πλήθει μὲν βαρύνοντα, λυποῦντα δὲ ποιότητι, καὶ μὴ συγχωρούμενα ῥᾳδίως τὴν ἔξοδον τῷ προσίσχεσθαι τῇ γλισχρότητι, διατείνει μὲν τὸ κῶλον, πε‐ | |
10 | ριζωννύει δὲ ταῖς ὀδύναις τὸν ἄνθρωπον, καὶ ἄνω μὲν ἐμέτους ἐρεθίζει χυμῶν, καὶ τῆς τροφῆς ἔσθ’ ὅτε, κάτω δ’ οὐδὲν ῥᾳδίως ὑπέξεισι. κἄν τύχῃ κλύσμασιν ὁ ἄνθρωπος βοηθούμενος, ἤ τισιν ἄλλοις φαρμάκοις φλέγμα ἐκκρίναι ἀθρόον, τῆς ὀδύνης ἀνίεται. ἂν δὲ μὴ τύχῃ ἐξιὸν τὸ λυ‐ | |
15 | ποῦν ἐκεῖνο φλέγμα, ἤτοι δὲ πρὸς ἰσχία ἢ τὴν κύστιν αὐ‐ τὴν χωρήσῃ, τοὺς ἰσχιαδικοὺς καὶ δυσουροῦντας ὧδε γινο‐ μένους ὁρῶμεν. ἢν δὲ πρὸς τὰ σκέλη τε καὶ τοὺς πόδας χωρήσαιεν οἱ λυποῦντες χυμοί, τοὺς ἐξ αὐτῶν πόδας ἐρ‐ γάζονται. κἀπειδὰν τύχοιεν οὕτως ῥᾳδίαν ἑαυτοῖς ποιησά‐ | |
20 | μενοι τὴν ὁδόν, εἰς συνήθειαν ἤδη τὸ πάθος καθίσταται, καὶ ῥᾳδίως ἐπὶ ταῖς τυχούσαις αἰτίαις οἱ κάμνοντες ἁλί‐ σκονται. ὅτι μὲν οὖν διὰ τοὺς λοιποὺς χυμοὺς ἀκμάσαν‐ τας, καὶ μήτε τέχνῃ μήτε τύχῃ ἀγαθῇ διαφορηθέντας, ἢ ἐκκριθέντας, ἐπὶ τὰς χεῖρας καὶ τοὺς πόδας χωροῦντας, | |
25 | τὰς ἐξ αὐτῶν χειράγρας καὶ ποδάγρας οἱ κάμνοντες ὑφί‐ στανται, ἰδεῖν ἐστι γινόμενον ἀπό τε ἁπλῶν καὶ συμπε‐ πλεγμένων αὐτῶν τῶν χυμῶν. τὸ πλεονάζον δὲ καὶ μά‐ λιστα καὶ ἐπισυνιστῶν ποδάγρας τε καὶ ἀρθρίτιδας, ἡ ἐκ συνεχῶν ἀπεψιῶν συνισταμένη ὠμοχυμία πέφυκε. ταῖς γὰρ | |
30 | ἑκάστοτε πλημμελείαις ἐφ’ ὠμοῖς δηλονότι ἔτι τοῖς σιτίοις ἑτέρων σιτίων προσφοραῖς, ὁ ὠμὸς ἐπισυναγόμενος χυμὸς καὶ μήτε δι’ ἐμέτων τύχῃ τινὶ καὶ τέχνῃ ἀναγόμενος, μήτ’ αὖ διὰ γαστρὸς χωρῶν, ὁτὲ μὲν ἐπὶ κώλου στηριχθείς, τὰς ἐκεῖθεν καλουμένας ἐπεγείρει κωλικὰς ὀδύνας, ὁτὲ δ’ | 406 |
35 | αὖ εἰς ἰσχίον καὶ τοὺς ἰσχιαδικοὺς οὕτω πως καλουμένους ἀπὸ τοῦ πάθους συνίστησιν, ἐνίοτε δ’ εἰς κύστιν ἐξορμή‐ σας, τὰς ἐξ αὐτῶν συνίστησι δυσουρίας, μηδενὶ δὲ τού‐ των ἐνστηριχθείς, ἀλλ’ ἢ ἐπὶ χεῖράς τε καὶ πόδας σκεδα‐ σθείς, τὰς ἐξ αὐτῶν χειράγρας τε καὶ ποδάγρας, ἔτι τε | |
40 | καὶ ἀρθρίτιδας συνίστησι· καὶ οἵδε μέν, καὶ οἱ λοιποὶ χυ‐ μοὶ ἀπό τε τῆς προηγησαμένης διαίτης καὶ τῆς κράσεως καὶ ἡλικίας τοῦ κάμνοντος διαγιγνώσκονται, οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν ἐξανθούντων τοῖς κώλοις χρωμάτων. ὑπέρυ‐ θρα μὲν γὰρ τὰ ἀφ’ αἵματος ἐνσκήψαντος ὀδυνώμενα | |
45 | κῶλα. ὠχρὰ δὲ μᾶλλον τὰ ἀπὸ ξανθῆς χολῆς, καὶ ὑπο‐ πέλιδνα μᾶλλον τὰ ἀπὸ μελαίνης, ὥσπερ καὶ ὑπόλευκα τὰ ἀπὸ φλέγματος. συμπλέκεται δὲ καὶ τὰ χρώματα ἐπὶ τοῖς συμπεπλεγμένοις χυμοῖς, καὶ ἀναλόγως φαίνεται. ῥᾷον δ’ οἱ θερμότεροί τε καὶ λεπτότεροι διαφοροῦνται χυ‐ | |
1.47(50) | μοί, ὥσπερ καὶ σχολαιότερον αἱ παχύτεροι· πάντες δὲ βοηθούμενοι, ἄμεινον ἀπαλλάττουσιν. ἐκεῖνο δὲ πρὸς τού‐ τοις θέμις εἰδέναι, ὡς ἐπειδὰν τύχῃ ἀθρόον φλέγμα περὶ τὴν γαστέρα καὶ τὰ ἔντερα ἀθροισθέν, εἶθ’ οὕτως με‐ τρίως κατὰ τὴν ὁποιανδήτινα θέρμην, παχέα τε καὶ ὁμι‐ | |
55 | χλώδη καὶ δυσδιέξοδα ἐγείρει πνεύματα, ἃ δὴ στενοχω‐ ρούμενα ταῖς τῶν ἐντέρων ἕλιξι, τοὺς στρόφους τε καὶ τὰς ἐμπνευματώσεις ἀπεργάζεται μὴ βοηθούμενα· τῷ χρόνῳ δὲ καὶ τὸν μεταξὺ τοῦ περιτοναίου τε καὶ τῶν ἐν‐ τέρων διειληφότα τόπον, τοὺς τυμπανίας διατείνει ὕδρω‐ | |
60 | πας, τυμπάνου δίκην δηλαδὴ συνεξογκοῦντος ἐν ταῖς κρούσεσι τοῦ ἐπιγαστρίου τοῦ κάμνοντος. καὶ ὧδε μὲν τὰ ἐξ ἐπισχέσεως γαστρός τε καὶ ἐντέρων διαγιγνώσκε‐ ται πάθη. | |
1.48(t) | μηʹ. Περὶ διαγνώσεως ἑλμίνθων. | |
1 | Ἐπεὶ δὲ καὶ ἔλμινθες καὶ ἀσκαρίδες καὶ πλατεῖαι | |
οὕτω καλούμεναι ἕλμινθες ἐν τοῖς ἐντέροις τε καὶ τῇ γα‐ στρὶ φέρονται, βραχέαττα καὶ περὶ τούτων εἰπόντες, ἐπὶ τὰ ἑξῆς τὸν λόγον προάξομεν. ὤσπερ οὖν ἐπὶ τῶν ἐκτὸς | 407 | |
5 | τούτων, ὑγρότητός τινος συσσαπείσης ὑπὸ μετρίας τῆς θέρμης, μυῖαί τε καὶ σκώληκες, καὶ πολλά γε τῶν ἐντό‐ μων φαίνεται ζῳογονούμενα, οὕτω καὶ ἐπὶ γαστρὸς καὶ τῶν ἐντέρων νόει. καὶ τὰς μὲν πρὸς τῷ ἀπηνθυσμένῳ γινομένας, καὶ μηδέποτε ἐπὶ τὰ ἄνω χωρούσας, μικρὰς | |
10 | ἐσόψει καὶ λεπτάς, ἀεὶ δ’ ἐρεθιζούσας καὶ γαργαλιζούσας τὸν κάμνοντα. ἀσκαρίδες δ’ αὐταῖς τοὔνομα. αἱ δὲ λοιπαί, ἃς ἕλμινθας οὕτω φασὶν ἁπλῷ ὀνόματι, οὐχ ἕνα καὶ τὸν αὐτὸν τόπον ἔχουσιν, ἀλλ’ ἔντερά τε καὶ γαστέρα διέρ‐ χονται, καὶ ἐς αὐτὸ τὸ στόμα ἀποτελευτῶσιν ἀνιοῦσαι. αἱ | |
15 | μὲν οὖν αὐτῶν μείζους, αἱ δὲ μείους, καὶ αἱ μέν ὑπό‐ λευκοι, αἱ δὲ ὑπέρυθροι. ἔσθ’ ὅτε δὲ καὶ πρὶν ἢ φθάσαι ζῳογονηθῆναι ἀκριβῶς, καὶ ἀπ’ ἀλλήλων διακριθῆναι, φθάνουσιν ὡς σφαῖραι δή τινες λεπτῶν σχοινίων ἐκκρινό‐ μεναι. ὅτι μὲν οὖν ἀεὶ σήψεσι τῶν ἐν τοῖς ἐντέροις τε | |
20 | καὶ τῇ γαστρὶ χυμῶν, τὸ πλέον δὲ καὶ μετὰ πυρετῶν εἰώ‐ θασιν ἀναφαίνεσθαι, τοῖς πᾶσιν οἶμαι δῆλον. ὅτι δὲ καὶ χαλεπὰ καὶ φοβερὰ εἰώθασιν ἀπογεννᾶν συμπτώματα, κἂν μὴ ἀκόλουθα τὸ πλεόν τὰ ἀποβάματα τοῖς συμπτώμασιν ᾖ, καὶ τοῦτο δῆλον. σπασμοὶ γὰρ καὶ λυγμοί, λειποψυχίαι | |
25 | τε καὶ ῥιπτασμοί, ἀναισθησίαι τε καὶ ἔμετοι, καὶ ὀφθαλ‐ μῶν κοιλότητες, καὶ μετρίως κεχηνὸς στόμα καὶ ἄλλα τοι‐ αῦτα, ἢ πάντα ἤγουν ἔνια συμβαίνουσι τοῖς ὑποτρέφουσιν ἕλμινθας· χείρους δὲ τούτων αἵ τε ὑπέρυθροι καὶ αἱ ἐν ἀρχαῖς τῶν νόσων ἐπιφαινόμεναι· ἑκάτεροι δὲ αὐτῶν τὴν | |
30 | ὕλην τῆς σήψεως ὅθεν ὑπέστησαν ὑποσημαίνουσιν. αἱ μὲν γὰρ ὑπόλευκοι, ἐξ ἀπεψιῶν συνεχῶν σιτίων σιτωδῶν τὸ πλέον φαίνονται γινόμεναι· αἱ δὲ λοιπαὶ ἀπό τε μὴ δια‐ κριθείσης ἀκριβῶς τροφῆς εἰς αἷμα καὶ συσσαπείσης ἤδη, καί τινων λοιπῶν τροφῶν ἐνδέρμων. ἔοικε δὲ ἰσχυρότερα | |
35 | τελεῖν τὰ ἀπὸ ἰσχυροτέρας ὕλης συσσαπείσης συνιστά‐ μενα. ὅτι δὲ ἀεὶ τὰ προεξορμῶντα τῆς νενομισμένης κρί‐ σεως, ἢ πλήθει φαίνονται βαρύνοντα, ἢ ἀτονίαν τῆς καθ‐ εκτικῆς δυνάμεως δηλοῖ, καὶ ἐφεξῆς ἂν εἴποιμεν σαφέ‐ | |
στερον. ἕλμινς δὲ πλατεῖα μία ἐν τοῖς ἐντέροις γίνεται, | 408 | |
40 | γλίσχρου δή τινος καὶ ὑποθέρμου χυμοῦ τῶν ἐντέρων τὴν ἐντὸς ὑπαλείφοντος ἐπιφάνειαν, ζῳογονηθέντος δ’ ὑφ’ οἱασδήτινος θέρμης, καὶ ὁτὲ μὲν εἰς τὰ πλείω τῶν ἐντέ‐ ρων αὕτη ἐπεκτείνεται, ἔσθ’ ὅτε δὲ καὶ διὰ τῶν ὅλων ἥκει, βάρος μὲν καὶ ὄγκον δή τινα κατὰ τὴν γαστέρα | |
45 | ποιοῦσα, ῥᾳδίως δ’ ἀναπίνουσα τὴν ἐδηδεσμένην τοῦ στο‐ μάχου τροφήν. ταῦτά τοι, καὶ οὐδὲ ῥᾳδίως φέρουσι νη‐ στείαν, οἱ ταύτην ὑποτρέφοντες. συνεκκρίνονται δέ σφισι διὰ γαστρός, οἷα τὰ κολοκύνθης σπέρματα. καὶ τοῦτ’ ἀχώριστος διὰ γαστρὸς πλατείας ἕλμινθος ἔνδειξις. ἐκκρί‐ | |
1.48(50) | νεται δὲ αὕτη, ποτὲ μὲν ἐπισωρευθεῖσα ὡς σφαῖρα, καὶ μίαν ἔχει τὴν συνέχειαν, ποτὲ δ’ εἰς πηχυαῖα καὶ μείζω τε καὶ μείω διαιρεθεῖσα τμήματα. καὶ ἥδε μὲν οὕτω χα‐ λεπὸν θηρίον. σπανίως δὲ καὶ οὐκ εἰσαῦθις ἄν τινι γέ‐ νοιτο, ὁλοκλήρως ἐξαιρεθεῖσα. αἱ δὲ λοιπαὶ καὶ πλείους | |
55 | γινόμεναι ἕλμινθες, μικροῦ καὶ πᾶσι καὶ πάντοτε γίνον‐ ται, τοσοῦτον ἥττους εἰς κακίαν οὖσαι πλατείας ἕλμινθος, ὅσον ἀσκαρίδες τούτων πεφύκασιν· ἀλλ’ ὁ μὲν περὶ τού‐ των λόγος ὧδέ πη ληγέτω. λείπεται δ’ ἐφεξῆς καὶ περὶ τῶν γεννητικῶν εἰπεῖν μορίων, καὶ ὅσα ἐν αὐτοῖς παθή‐ | |
60 | ματα συνίστασθαι πέφυκε. ῥητέον οὖν πρότερον περὶ τῶν κοινῶν ἀνδράσι τε καὶ γυναιξίν, ἔπειθ’ οὕτως καὶ περὶ τῶν ἰδίων ἑκάστου. | |
1.49(t) | μθʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὰ γεννητικὰ μόρια παθῶν. | |
1 | Αἵματα οὖν καὶ πύα, ψήγματά τε καὶ λίθοι, διὰ τῶν οὐρητικῶν ἀγγείων φέρονται, ἰσχουρίαι τε καὶ δυσουρίαι καὶ αἱ εἰς ἀμίδα διάρροιαι συμβαίνουσι. καὶ αἵματα μὲν φέρεται, ῥήξεως ἢ διαβρώσεως, ἀναστομώσεώς τε καὶ δι‐ | |
5 | ιδρώσεως τῶν περὶ τοὺς νεφροὺς φλεβῶν γινομένης. ἔσθ’ ὅτε δὲ καὶ ἀπ’ αὐτῆς τῆς κύστεως καὶ τοῦ τραχήλου αὐ‐ τῆς τὸ αἷμα φέρεται. καὶ ταῦτα μὲν ὅθεν φέρεται διαση‐ μάνοιεν ἂν ἥ τε ὀδύνη τοῦ πεπονθότος μορίου, καὶ τὸ βάρος. οὐχ ἥκιστα δὲ καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν τοῦ | |
10 | αἵματος, καθὼς κἀν τοῖς περὶ τοῦ θώρακος λέγοντες, φθάσαντες διειλήφαμεν. Πύα δὲ φέρεται, ἀποστημάτων | |
καὶ φυμάτων καὶ πληγῶν ἐκ διαφόρων αἰτιῶν γεγονότων περὶ τὰ αὐτὰ μόρια. τῆν γὰρ ἑτέρωθι συστᾶσαν ἀπόστα‐ σιν δι’ οὔρων ἐκκριθῆναι τῶν γινομένων μέν, σπανίως | 409 | |
15 | δέ καὶ οἵδε νεφρὰ μὲν ἢ κύστιν οὐκ ὀδυνῶνται, εἰ μή που γε τῷ ἀλλοτρίαν αὐτοῖς ἐπιδημῆσαι ὕλην. καὶ τοῦτο οὐκ ἐπὶ πολύ, εἴ που γε μὴν ἤλγουν μόριον πρότερων, τοῦτ’ οὐκέτ’ ἀλγοῦσιν, ἐκκριθέντος ἤδη τοῦ τὴν ὀδύνην ἐπάγοντος. οἱ λίθοι δ’ ἤτοι περὶ τοὺς νεφροὺς συνέστησαν | |
20 | τὴν ἀρχήν, ἢ κύστιν, ἐπισωρευθέντων ἱκανῶν ψηγμάτων. καὶ γὰρ δὴ πόρων ἐξ ὁποιωνοῦν χυμῶν συστάντων τε καὶ ὀπτηθέντων ὑπὸ θέρμης, καὶ ἀεὶ προσισχομένων τῶν ἐπιρρεόντων ψαμμίων, καὶ συγκολλωμένων γλίσχροις τισὶ χυμοῖς, εἰς λίθου σύστασιν τὰ συναγόμενα γίνονται. | |
1.50(t) | νʹ. Περὶ διαγνώσεως λιθιάσεως πρὸς κωλικὴν ὀδύνην. | |
1 | Καὶ ἀπὸ νεφρῶν μὲν ἐπὶ ἔξοδον χωρῶν ὁ λίθος, κω‐ λικῆς ὀδύνης φαντασίαν δίδωσιν. ἐκείνης μέντοι αὕτη διαστέλλεται τῷ μὴ κατ’ ἐκείνην ταύτην διαζωννύειν τὸ ἐπιγάστριον, ἀλλ’ ἐπὶ τὸ ἐφήβαιόν τε καὶ πρὸς τὴν κύστιν | |
5 | αὐτήν, ἔσθ’ ὅτε δὲ καὶ τοὺς διδύμους ἀποτείνειν μᾶλλον τὸ ἄλγος. ψήγματά τε τούτοις ἐπιφέρεται ἐν ταῖς ἀμίσι. καὶ οὐχὶ ῥᾳδίως ἔσθ’ ὅτε χωρεῖ τὰ οὖρα, ἀλλ’ οὐδὲ ἡ γα‐ στὴρ ἐπέχεται καὶ ὑπιοῦσα οὐχ ὑφίησι τῆς ὀδύνης. ἐσύ‐ στερον δὲ διαδοθεὶς ὁ λίθος εἰς κύστιν, πάντων ἀνίησι | |
10 | τῶν δεινῶν· κἂν μὲν εὐθυπορῆσαν τύχῃ πᾶν τὸ ἐξιόν, πολλῶν ἀπήλλαξε τὸν κάμνοντα ὀδυνῶν· εἰ δ’ αὐτοῦ που παραμένει, ἔτι τε προσαύξεται τῷ χρόνῳ, καὶ τὸν τῆς κύστεως ἐπιπωματίζων τράχηλον, ἰσχουρίαν τε καὶ δυσου‐ ρίαν ἀπεργάζεται. ἔσθ’ ὅτε δὲ τῷ φέρεσθαι ὧδέ τε κά‐ | |
15 | κεῖσε τῆς κύστεως, ἀμύσσει τε τοὺς τοποὺς καὶ πληγὰς ἐντίθησιν, ἢν γωνιώδης ᾖ, ὥστ’ ἤδη αἷμά τε καὶ πύον συνεξάγεσθαι τοῖς οὔροις. καὶ οὕτω μὲν νεφρίτιδας καὶ τὰς ἀπὸ τῶν λίθων δυσουρίας διαγνοίης ἄν. ἔσθ’ ὅτε δὲ παχέων καὶ γλίσχρων ἐνσκηψάντων χυμῶν τῇ κύστει, καί | |
20 | πως ἐπιφραγνύντων τὸν ἐξοχετεύοντα τὰ οὖρα τῆς κύ‐ στεως τράχηλον, παρόμοιοι δυσουρίαι γίνονται. διακρίνον‐ ταὶ δὲ πρὸς τῷ μὴ τὰ τῶν λίθων σημεῖα φαίνεσθαι, καὶ | |
τῷ τεμάχιά τινα τοῦ ἐνοχλοῦντος χυμοῦ ἐν ταῖς ἀμίσιν ἐφιζάνοντα φαίνεσθαι πύοις ἐοικότα, τῇ ὀδμῇ δὲ διαλλάτ‐ | 410 | |
25 | τοντα· καὶ ταῦτα μὲν κοινὰ ἀνδρῶν καὶ γυναικῶν πάθη. | |
1.51(t) | ναʹ. Περὶ διαβήτου. | |
1 | Ὥσπερ καὶ ἡ εἰς ἀμίδα διάρροια, θέρμης τῶν νε‐ φρῶν ἡγησαμένης καὶ τοῦ ἥπατος οἱ μὲν γὰρ ἕλκοντες ἀπὸ τῶν φλεβῶν καὶ τοῦ ἥπατος εἰς κύστιν τὸν ὀρρὸν πέμπουσι. τὸ δ’ αὖ, ἀπὸ γαστρός, ἡ δέ γε τὴν πόσιν θύ‐ | |
5 | ραθεν. ταῦτά τοι καὶ δίψαι τούτοις γίνονται. λεπτὰ δὲ τούτοις πάνυ καὶ λευκὰ τὰ οὖρα ὧδε καὶ πολλά. τὸ γὰρ δὴ συχνάκις τε καὶ κατ’ ὀλίγον ἐξουρούμενον, ἄλλης δια‐ θέσεως. καὶ ἀτονίαν δή τινα μᾶλλον τῆς τῶν νεφρῶν καθεκτικῆς δυνάμεως σημαίνει. | |
1.52(t) | νβʹ. Περὶ γονορροίας. | |
1 | Γονόρροια δὲ καὶ πριαπισμὸς καὶ καυλοῦ πάρεσις ἀν‐ δρῶν ἴδια πάθη. καὶ γονόρροια μὲν οὕτε μετ’ ἐντάσεως τοῦ καυλοῦ γίνεται οὔτε μετ’ αὐτῆς τῆς ἐπὶ τοῖς ὑγιαί‐ νουσιν ἡδονῆς, ἀλλ’ ὥς τινος ἐκκρινομένου περιττοῦ, ὁ | |
5 | κάμνων ἀναισθήτως ἔχει. εἰ δὲ χρονίσαν τύχοι τὸ πάθος, εἰς ἔκτηξιν ἀνάγκη προχωρεῖν τὸν κάμνοντα, καὶ ὄλλυσθαι, τοῦ πιοτέρου τῶν χυμῶν ἐκκρινομένου, οὐκ ὀλίγου δὲ τοῦ ζωτικοῦ συνεκρέοντος πνεύματος. αἰτίαι δὲ ἤτοι εὔροια τῶν σπερματικῶν ἀγγείων ἢ ἀκράτεια, ἢ διά τινα συμβᾶ‐ | |
10 | σαν δυσκρασίαν, ἤ τις χυμὸς δακνώδης ἐρεθίζει, ἐκεῖ που πλεονάσας. | |
1.53(t) | νγʹ. Περὶ πριαπισμοῦ. | |
1 | Πριαπισμὸς δέ ἐστιν ἐπίμονος τοῦ καυλοῦ ἔντασις. εἴληφε δὲ τοὔνομα ἀπό τινος Πριάπου, σεβομένου θεοῦ τοῖς Ἕλλησιν, ὃς τῷ ἀκρατέστατος εἶναι, ἐντεταμένος τοῖς πίναξι τὸ αἰδοῖον ἐγράφετο. συμβαίνει δὲ τὸ πάθος, ἐν‐ | |
5 | θέρμου τε καὶ παχέος ἐν τῷ καυλῷ ἐνσκήψαντος πνεύ‐ ματος, ὃ δὴ μὴ ῥᾳδίως συγχωρούμενον τὴν ἔξοδον, τὴν τοῦ αἰδοίου ἔντασιν βιάζεται. καὶ οἵδε μὲν βραχύ τι ἢ οὐ‐ δὲν γονῆς προΐασιν. αἴσθονται δὲ συνεκκρινομένου μᾶλ‐ | |
λον τοῦ πνεύματος. καί πως δοξάσαντες ῥαΐσαι, αὖθις | 411 | |
10 | τοῖς αὐτοῖς ἐνέχονται, μέχρις ἂν ἀναιρεθεῖσα τύχῃ ἡ αἰ‐ τία τῆς ἐντάσεως. | |
1.54(t) | νδʹ. Περὶ παρέσεως καυλοῦ. | |
1 | Πάρεσις δὲ τοῦ καυλοῦ ἢ τῶν κατ’ αὐτὸν ἠτονηκό‐ των νεύρων γίνεται διά τινα δυσκρασίαν, ἢ τοῦ εἰς αὐτὸν ἐπιλείποντος πνεύματος, ὥσπερ καὶ ἐμφράξεσί τε καὶ δια‐ κοπαῖς τῶν πόρων γίνεται. | |
1.55(t) | νεʹ. Περὶ ἐντεροκηλῶν, ὑδροκηλῶν καὶ τῶν λοιπῶν. | |
1 | Οὐχ ἧττον δὲ ἀνδρῶν πάθος ἐντεροκῆλαί τε καὶ ἐπι‐ πλοκῆλαι καὶ ὑδροκῆλαι, ὧν χεῖρον μὲν αἱ ἐντεροκῆλαι, μεῖον δὲ αἱ ἐπιπλοκῆλαι. αἱ ὑδροκῆλαι, ῥᾴους. καὶ ἐντερο‐ κῆλαι μὲν συμβαίνουσι, διαρραγέντος τοῦ περιτοναίου, καὶ | |
5 | προπεπτωκότων τῶν ἐντέρων. εἶθ’ οὕτω δὲ καὶ εἰς ὄσχεον καταρρυέντων, ἐκ κρημνοῦ καὶ ἅλματος σφοδροῦ, καὶ γε‐ γονοτέρας φωνῆς, ἔτι τε ἀπὸ γῆς ἀρθέντος φορτίου, καί τινων τοιούτων προηγησαμένων σημείων, καὶ προσέτι συν‐ τονωτέρου δρόμου. ἐπὶ τῆς αὐτῆς δ’ αἰτίας καὶ τὸ ἐπί‐ | |
10 | πλοον προσπίπτει, διασχὸν καὶ τὸ περιτόναιον, καὶ εἰς τὸ κάτω χωρῆσαν. αἱ δ’ ὑδροκῆλαι οὐδὲν ἕτερον ἢ χυμοί τινες γλίσχροι τε καὶ παχεῖς ἐπὶ τὸν ἐλυτροειδῆ χιτῶνα κατα‐ σκήψαντες, ἢ καὶ αὐτὸ τὸ ὄσχεον, φαντασίαν κήλης ἀπερ‐ γάζονται, καὶ ὧδε μὲν ἀνδρῶν ἴδια πάθη. | |
1.56(t) | νϛʹ. Περὶ τῶν κατὰ τὴν μήτραν παθῶν. | |
1 | Γυναῖκες δὲ πλεονεκτοῦσι τοῖς ἀπὸ τῆς μήτρας πά‐ θεσι. καὶ δυσκρασίαι μὲν κοινὸν πάθος πᾶσι μορίοις τοῦ σώματος. θερμαίνονται γὰρ καὶ ψύχονται, ξηραίνονταί τε καὶ ὑγραίνονται ὑφ’ οἱασδήτινος αἰτίας. αἱ μείζους δὲ | |
5 | ταῖς μήτραις βλάβαι ἕπονται, τῷ τε ἐπίσχεσθαι καὶ ἀμέ‐ τρως τὰς καθάρσεις φέρεσθαι. καὶ ἐπίσχεσις μὲν ἐμφρά‐ ξεσι ἀκολουθεῖ δῆλον μύσεσι τῶν πόρων, ἔτι τε πλαγια‐ σμοῖς αὐτῆς, καὶ καταχρήσεσι φαρμάκων ἐπεχόντων, καὶ οῦ αἵματος ἐπ’ ἄλλα μέρη μετοχετεύσεσι, καὶ προσέτι | |
10 | μακραῖς νόσοις καὶ ἀσιτίαις καὶ γυμνασίοις πλείοσιν, οὐχ | |
ἧττον δὲ καὶ διὰ φλεγμονῆς γλισχρότητα, μύσις δέ, διὰ ξηρότητα. αἱ πλείους δὲ φοραὶ καὶ διὰ πλῆθος μὲν εἰώ‐ θασιν αἵματος γίνεσθαι, οὐχ ἧττον δὲ καὶ διὰ φάρμακα ἀναστομώσαντα, καὶ δι’ ἐπισχέσεις ἄλλων ἐκκρίσεων συν‐ | 412 | |
15 | ήθων, ἢ καὶ διὰ δακνώδεις ἐρεθίζοντας χυμούς, καὶ δια‐ λήξαντα γυμνάσια συνήθη. φθάνουσι δὲ ἢ ὑστεροῦσι τὸν καιρὸν νοσοῦσαι μῆτραι, καὶ οὐχὶ τὸν αὐτὸν τῶν ἡμερῶν ἀριθμὸν φυλάττουσιν ἐν ταῖς περιόδοις τῶν καθάρσεων. καὶ αἷς μὲν πλείους αἱ καθάρσεις γίνονται, τὸ πλέον αἵδε | |
20 | προσλαμβάνουσιν. ὑστεροῦσι δέ, αἷς ἐλάττους. ἤτοι δ’ ἀκραιφνὲς ἐμφέρεται τὸ ἐπιμήνιον αἷμα, ἢ χυμοῖς τισιν ἀναμεμιγμένον, χολώδεσί τε καὶ φλεγματώδεσι. τοίνυν ἐπὶ ταῖς ἐπισχέσεσιν αὐτῶν, δυοῖν μὲν ἤδη παρωχηκότων μη‐ νῶν, βάρος τε εἰς ὅλον τὸ σῶμα, καὶ μάλιστα εἰς τοὺς | |
25 | νεφροὺς καὶ τὰς λαγόνας καὶ εἰς τοὺς μηροὺς ἐγγίνεται, καὶ κεφαλήν· ἢ καὶ τεττάρων παρεκμετρηθέντων μηνῶν, καὶ ταῦτα μὲν ἐπιτείνεται, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς γα‐ στρὸς ὄγκος αἴρεται, καὶ ὕδρωπός τινος φαντασίαν δίδω‐ σιν. καὶ ἐπὶ μᾶλλον αὔξει τὸ κακόν μηνὶ τῷ πέμπτῳ καὶ | |
30 | ἕκτῳ. κἂν μὲν τύχοιεν τὰ ἐπισχεθέντα καταρραγέντα, πάντῃ ἄνεσις τῶν δυσχερῶν συμβαίνει· εἰ δ’ οὐ, χρονίσαντα μετ’ ἀλλοτρίας θερμότητος διαπυΐσκει. καί που τῆς λαγόνος ἀποκορυφουμένης τῆς μήτρας, ἔκρηξις ἐκεῖθεν τῶν λυ‐ πούντων γίνεται ἐνίαις. συνεκρήγνυται δὲ τὸ πλέον καὶ ἡ | |
35 | ψυχὴ τῷ πάθει. οὐ γὰρ δὴ οἷά τε ῥᾳδίως προαποκαμοῦσα ἡ δύναμις ὑπενεγκεῖν ἀθρόαν κένωσιν, καὶ καιρίου τε καὶ εὐαισθήτου μορίου διαπύησιν. ταύταις ἀποσιτίαι μὲν καὶ πυρετοὶ πλάνητες καὶ ἀβληχροὶ γίνονται, καὶ ἀηδὴς τῆς ἐκπνοῆς αἴσθησις, καὶ τὰ ἄνω μᾶλλον ἰσχνά, καὶ χρώ‐ | |
40 | ματα οἷον ἰκτερώδη, οὖρα ταύταις ἐρυθρά, καὶ μᾶλλον τὰ παρυφιστάμενα, ἅτε δϊυλιζομένου ἐν ταῖς κύστεσι τοῦ πλεονάζοντος ἐν ταῖς μήτραις. ταῖς δ’ ἀμετρότερον ἐκκα‐ θαιρομέναις, τὰ πρῶτα μὲν ἔκλυσις στομάχου γίνεται, συνεξιόντος τοῦ θερμοῦ τῷ αἵματι. εἶθ’ οὕτως δὲ καὶ κα‐ | |
45 | χεξίαι ἕπονται. διάφορα δ’ αὐταῖς ἐστι χροιᾷ τε καὶ συ‐ στάσει τὰ ἐκκρινόμενα. ὧδε δὲ ὁ ἐρυθρὸς καὶ ὁ λευκὸς ῥοῦς λεγόμενος γίνεται, τὸν ἐπικρατοῦντα ἕκαστος τῶν | |
χυμῶν σημαίνων. καὶ χολώδη δ’ ἔσθ’ ὅτε ἐκκρίνεται καὶ ποικίλα. εἰ δ’ ἐπὶ πλέον πρόεισι τὸ κακόν, ἰσχναὶ μὲν τὸ | 413 | |
1.56(50) | πρῶτον καὶ ἄχροοι· οἰδίσκονται δ’ ἔπειθ’ οὕτως, κατα‐ ψυχθέντος τοῦ ἤπατος, καὶ ὁ ἐπὶ ταῖς ἀμέτροις ἕπεται κενώσεσι καὶ ὧδε ὕδερος, τῶν παραπλησίων κατὰ τὰ φαι‐ νόμενα σφίσι συμβαινόντων ἔν τε ταῖς ἐποχαῖς τῶν συν‐ ήθων καὶ ταῖς ἀμέτροις κενώσεσι. κἂν διάφοροι καὶ αἱ | |
55 | ποιήσασαι αἰτίαι, τὰ παρακολουθοῦντα σφίσι συμπτώ‐ ματα. φλεγμοναὶ δὲ καὶ σκίρροι καὶ ἐρυσιπέλατα, πληγαί τε καὶ ἀποστήματα, ὡσαύτως τοῖς ἄλλοις μέλεσι καὶ τὴν μήτραν ἐνοχλεῖ, τοσούτῳ διαφέροντα ἀλλήλων, ὅσον ἡ αἴσθησίς τε καὶ ἡ καιριότης διαφέρει τῶν μορίων. καὶ | |
60 | ταῦτα μὲν ὀδύναις τε καὶ ἐπαφαῖς δακτύλων καὶ τοῖς ἐκεῖθεν φερομένοις διαγινώσκεται. Ἡ δὲ μύλη, ἕτερόν τι παρὰ ταῦτα οὖσα, ἀλλοίας δεῖ‐ ται διαγνώσεως. ὄγκος γάρ τις αὕτη πέφυκε σαρκώδης ἐμ‐ πλέων ταῖς μήτραις, τὴν μὲν ἀρχὴν καὶ τὴν σύστασιν τὸ | |
65 | πλέον· ἀπὸ ἀγόνου εἰληφυῖα σπέρματος. ἔσθ’ ὅτε δὲ καὶ κατ’ αὐτὴν ἡ μήτρα τοιαῦτα συνίστησι πάθη, ἐπαύξει δὲ κατὰ τὰ ἔμβρυα, καὶ τοῦ μὲν συνήθους αἵματος ἐκεῖσε ἀναλισκομένου, οὐδέν τι ἐπιφαίνεται. τοῦ δὲ χρόνου προσ‐ θήκην τε αὐτῇ καὶ ὄγκον τῇ γαστρὶ ἐπάγοντος, πλάνη τις | |
70 | ταῖς ἀφελεστέραις γίνεται κυήσεως. τῷ γὰρ ἐμπλέειν τῇ μήτρᾳ καί τινα ψευδῆ φαντασίαν δίδωσι κινήσεως. κἂν μὲν οὖν τύχῃ βαρύνουσα ῥῆξαι τὴν μήτραν καὶ ἐξιέναι, πλάνης ἤδη καὶ πάθους ἀπήλλαξε τὰς ἐχούσας. ἂν δ’ ὑπερβῇ τὸν ἐννεάμηνον χρόνον, πλάνης μέν ὧδε ἀπήλ‐ | |
75 | λαξεν, οὐκέτι δὲ πάθους τὴν πάσχουσαν. καὶ αὕτη μὲν διαγιγνώσκεται τῇ ἐπαφῇ τῶν δακτύλων. οὐ γὰρ ἂν εὔρῃς κατὰ τὰς κυούσας ἔχον τὸ τῆς μήτρας στόμα, ἀλλ’ ἢ φλεγμαῖνον ἢ σκιρρούμενον ἢ πλαγιάζον. καὶ ἡ δοκοῦσα δὲ κίνησις, οὐδέποτε ἡσυχαζούσαις γινομένη φαίνεται, | |
80 | ἀλλ’ ἐφ’ ὁποῖα ἂν μέρη ἔχουσα τὸ πάθος κατακλιθῇ, ἐπ’ ἐκεῖνο καὶ τὸ ἐμπλέον φέρεται, μὴ τούτου συμβαίνον‐ τος ἐπὶ ταῖς ἀληθῶς κυούσαις· καὶ ἡ γαστὴρ δ’ οὐκ εὐα‐ φής, καὶ ἆσαί τε καὶ ἀηδίαι πολλαὶ περὶ τὴν πάσχουσαν. Πρόπτωσις δὲ μήτρας γίνεται πληγαῖς τε κατὰ τῶν | |
85 | νεφρῶν καὶ κρημνοῖς καὶ ἀμέτροις ἐξωθήσεσιν ἐπὶ τῷ κύειν τε καὶ τῶν μυῶν τῶν ἐξαρτώντων ταύτην ῥαγέν‐ των, ἤ χαλασθέντων νεύρων. καὶ τοῦτο μὲν ταῖς μήτραις ἔοικε τῶν γυναικῶν. Ὑδροκῆλαι δέ τινες ἐγγίνονται τοῖς προφανέσι τοῦ | 414 |
90 | αἰδοίου μέρεσι, παχέων τε καὶ γλίσχρων ἐνσκηψάντων χυ‐ μῶν. Ὑστερικὴ δὲ πνὶξ τὸ πλεόν ἕπεται ταῖς στειρευού‐ σαις τῶν γυναικῶν, οὐ μὴν ἀλλὰ καὶ ταῖς χηρευούσαις. αἰτία δὲ τοῦ πάθους ἡ γυναικεία γονὴ ἢ τὸ μεμυκέναι τὸν σπερματικὸν αὐτῆς πόρον. αὕτη τοίνυν ἡ γονὴ τῷ | |
95 | τε πλήθει βαρύνουσα καὶ τῷ χρόνῳ διαφορουμένης ἢν ἔχῃ θέρμην, μικροῦ δεῖν εἰς δηλητηρίου κρᾶσιν ἐνίαις μεθ‐ ίσταται. ἐπειδὰν οὖν εἰς ἔκκρισιν κινηθεῖσα μὴ τύχῃ, παλίνδρομός τε γίνεται καὶ ἐπὶ τὰ ἄνω χωρεῖ. συναντι‐ σπᾶται δὲ καὶ ἡ μήτρα ὧδε, καὶ τοῖς σπλάγχνοις αὐτοῖς | |
1.56(100) | προσπίπτει. κἂν μὲν οὖν εὐθὺ τῆς καρδίας τύχῃ ἐξορμή‐ σασα, καὶ τοὺς φθαρτικοὺς ἀτμοὺς ἐκεῖ που παραπέμ‐ ψασα, ψύξιν τε καὶ ἄπνοιαν ἐφ’ ἱκαναῖς ταῖς ὥραις καὶ ἀσφυξίαν ἢ κακοσφυξίαν ἐπάγει, καὶ δυσαισθησίαν ἢ ἀναι‐ σθησίαν τελείαν· εἰ δ’ ἐφ’ ἧπαρ ἢ γαστέρα ἢ σπλῆνα, | |
105 | μετριώτερα μὲν πολλῷ τῶν πρώτων τὰ συμβαίνοντα κατὰ τὴν ἀναλογίαν τῆς καιριότητος τῶν δεδεγμένων ταύτῃ μορίων καὶ τῆς πρὸς τὴν καρδίαν ἐγγύτητος, ἐπειδὴ καὶ ἐκ τῆς τῶν ἰδιωμάτων συμπαθείας ἑκάστου ἐφ’ οἷστισι τόποις ἡ ὁρμὴ τῆς μήτρας καταλαμβάνεται. ἐπαίρεταί τε | |
110 | γὰρ καὶ βαρύνεται ἐκεῖνα τῶν σπλάγχνων καὶ δυσπνοεῖ ἡ ἄνθρωπος, καθίσταται δὲ αὖθις ταῦτα, τῷ εἰς τὴν οἰ‐ κείαν ἕδραν ἐπανήκειν κατασπωμένην τὴν μήτραν, βορ‐ βορυγμοῦ τινος ἡγησαμένου. οὐχ ἧττον δὲ κἀν τοῖς ἰσχί‐ οις ἢ ταῖς λαγόσιν ἐμπίπτει, ἔτι τε τῷ ἀρχῷ καὶ τῇ κύ‐ | |
115 | στει, ἃ δὴ βαρυνόμενα, καὶ τὰ οἰκεῖα ποιεῖν ἐμποδιζό‐ μενα, τὸν ὃν κατέχει τόπον ἡ μήτρα, ἤδη διδάσκουσι. χωλότητες γὰρ ἐντεῦθεν καὶ ἐπισχέσεις γαστρὸς καὶ δυσ‐ ουρίαι ἢ στραγγουρίαι ἕπονται, κατὰ τὰς ἐπιθέσεις δηλαδὴ τῆς μήτρας· ἀνίεται δὲ τούτων ἔκαστον, παλινδρομούσης | |
120 | ἤδη τῆς μήτρας ἐπὶ τοὺς οἰκείους αὐτῆς τόπους. ἔχεις καὶ τὸν περὶ τῶν γεννητικῶν μορίων λόγον ἱκανῶς ἐκτε‐ | |
θειμένον βραχυλογεῖν σπουδάζουσιν. Ἐπεὶ δὲ φθάσαντες καὶ περὶ τῶν ἐκκρινομένων τὰ προσήκοντα διειλήφαμεν, λέλειπται δὲ ὁ περὶ τῶν ἱδρώ‐ | 415 | |
125 | των λόγος, προσῆκον ἂν εἴη καὶ αὐτοῦ μνησθῆναι καὶ τούτῳ συμπερᾶναι τὸν λόγον, ἱκανὸν μέτρον ἀπειληφότα. | |
1.57(t) | νζʹ. Περὶ ἱδρώτων. | |
1 | Ἐν πᾶσιν οὖν, τοῦ σώματος ὑγιαίνοντος, οὐκ ἄν ποτε ἱδρῶτας ἐσόψει. μετρίως δὲ γυμνασθέντος ἢ ἀραιω‐ θέντος ἢ βιασαμένου πλήθους ἢ κατεπειγούσης τῆς ὥρας, ἱδρῶτες τὸ πλέον γίνονται. καὶ οἵδε μὲν ἐφ’ ὑγιαίνουσιν | |
5 | ἔτι γινόμενοι, οὐδὲν ἔτι ξένον σημαίνουσιν· ἐπί γε μὴν πυρέσσουσιν ἤδη καὶ βαρουμένοις ὁτιοῦν τοῦ σώματος, ἱδρῶτες ἔσθ’ ὅτε γινόμενοι, τὴν ἐπ’ ἐκεῖνα ῥοπὴν τῆς ὕλης διασημαίνουσιν. καὶ πάντες μὲν ἱδρῶτες ἀγαθοί, ἡγησα‐ μένης πέψεως. φαῦλοι δέ, οἱ μή. οἱ δὲ ψυχροὶ καὶ οἱ κολ‐ | |
10 | λώδεις καὶ μὴ διὰ παντὸς γινόμενοι τοῦ σώματος, καὶ οἱ μὴ θρομβώδεις, ἀλλ’ ὡς μικροὶ φαινόμενοι κέγχροι, καὶ οἱ μὴ ῥαΐζοντες, ἀλλὰ παροξύνοντες μᾶλλον, μακρονοσίαν τε καὶ μορίων ὀδύνας τε καὶ ἐμφράξεις, πλῆθός τε ἀπε‐ ψίας καὶ θάνατον ἔσθ’ ὅτε σημαίνουσιν. οἱ μὲν γὰρ ψυ‐ | |
15 | χροὶ σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν πρᾳοτέρῳ δὲ μῆκος νόσου σημαίνουσιν· οἱ δὲ κολλώδεις ἀπεψίαν καὶ γλισχρότητα χυμῶν, ὥσπερ καὶ οἱ κατά τινα μέρη τοῦ σώματος, κατ’ ἐκεῖνων καὶ τὰς νόσους σημαίνουσι. καὶ οἱ κεγχρώδεις δέ στενοχωρίαν τε τῶν πόρων καὶ νωθρότητα | |
20 | τῆς ἀποκριτικῆς δυνάμεως. οἱ δὲ ἐπιπαροξύνοντες, πλῆ‐ θος οὐχὶ μέτριον τῶν ἀκμαζόντων χυμῶν. ὥσπερ δὲ ἐμ‐ ποδιζόμενοι πολλά γε ἀδικεῖν εἰώθασιν ἱδρῶτες, οὕτω δὴ καὶ σφοδρότερον ὁρμήσαντες, πρῶτον μὲν τὴν δύναμιν ἐκλύουσι καὶ τὴν φυσικὴν διαφοροῦσι θερμότητα· εἶθ’ | |
25 | οὕτως δὲ ἐπιταθέντες καὶ συγκοπὰς ἐπάγουσι καὶ κατα‐ ψύξεις, ὡς καὶ ἀπ’ αὐτῶν ἐστι καταμαθεῖν τῶν κατ’ αὐ‐ τοὺς σφυγμῶν. καὶ τὰ μὲν λεπτότερα τῶν περιττωμά‐ των οὕτω διὰ τοῦ δέρματος χωρεῖ, ἀναλωθέντα εἰς ἱδρῶ‐ τας· ἃ δὲ παχύτερα τῶν περιττῶν, καὶ διὰ τοῦτο δυσδι‐ | |
30 | εξίτητα δοκεῖ, αὐτοῦ που παρὰ τὸ δέρμα ὑποφαινόμενα, | |
κατὰ βραχὺ λαμβάνει τὴν διαχώρησιν· ἐντεῦθεν γὰρ αἵ τε κνησμοναὶ καὶ αἱ ψωρώδεις διαθέσεις καὶ τὰ πολλά τε καὶ διάφορα ἐξανθήματα. τοῖς μὲν γὰρ οἷον ὑπὸ κνίδης ἢ κωνώπων δηχθεῖσι κατὰ τὸ δέρμα φαίνεταί τινα ἐξαν‐ | 416 | |
35 | θήματα, ἃ δή ποτε μὲν παραμένει, ποτὲ δ’ αὖ ὑποστρέ‐ φει, ἢ πάχος ἢ πλῆθος ἢ ἀδυναμίαν τῆς ἀπωστικῆς δυ‐ νάμεως ὑποφαίνεται. ἐνίοις δὲ ἐρυθρά τινα ἢ πορφύρεα καὶ ἔτι μέλανα ὑποφαίνετκι, ὁποῖα καὶ κατὰ τὰ δήγματα τῶν ψυλλῶν τε καὶ κόρεων ἑκάστοτε ἡμῖν ἐπιφαίνεται. ταῦτα | |
40 | δ’ οὐχὶ ῥᾳδίως ὑποστρέφει, λεπτοτέρας τε καὶ μείονος ὕλης πεφυκότα. καὶ τῶν μὲν ἐρυθρῶν χείρω τὰ πορφύ‐ ρεα· πάντων δὲ χείριστα τὰ μέλανα, τὸ πλέον θάνατον ὑποφαίνοντα. ἢν δ’ ἀναμεμιγμένα ᾖ ἀπό τε τῶν πλεονα‐ ζόντων καὶ τῆς ἄλλης δεῖ τεκμαίρεσθαι τῶν φυσικῶν δυ‐ | |
45 | νάμεων καταστάσεως· ἐνίοις δὲ καὶ ὥσπερ ἵδρωα ἐπιφαί‐ νεται, καὶ οὐδέν τι χεῖρον διασημαίνει. ὀργώσης δὲ ὕλης ἐπὶ τὸ δέρμα, καὶ ταῦτα φορᾷ ἁλμώδους ἢ δακνώδους μετέ‐ χοντα ποιότητος, ἤδη τυχόντα ὕλης, καὶ νύσσει τε καὶ διερεθίζει τὴν αἴσθησιν, τὴν διαφόρησιν ἐπισπεύδοντα· | |
1.57(50) | κνησμονὰς δὲ ὧδε διαφόρους ποιεῖ. τούτων δὲ τὰ μὲν κνηθόμενα αἷμα χωρεῖ, τὰ δ’ αὖ ὑπόλευκον ἢ ὕπωχρον ὑγρόν, ὡς ἐντεῦθεν τὸν ἀκμάζοντα χυμὸν ὑποφαίνεσθαι, ἐπεὶ τὸ μὲν ἁλμυροῦ τινος δοκεῖ φλέγματος ἀναμεμιγμένα ᾖ ἀπό τε τὸ δ’ αὖ ξανθῆς χολῆς. τὸ πρῶτον δὲ μᾶλλον αἵμα‐ | |
55 | τος δριμυτέρου. ἔνια δὲ εἰς ψωρώδεις μεθίσταται διαθέσεις, καὶ ἑλκώσεις ἐπάγει τοῖς ἐξανθήμασιν. ἀμέλει καὶ μείζους τε καὶ ἐρεθιστικώτεραι ὧδε αἱ κνησμοναὶ γίνονται, παχυτέρας τε καὶ δυσδιεξιτήτου πεφυκυίας τῆς ὕλης. ἀλλ’ ὁ μὲν περὶ τῶν ἱδρώτων τε καὶ ἐξανθημάτων λόγος ὧδέ πῃ καὶ ληγέτω. | |
60 | Ἐπεὶ δὲ νότος τε ἤδη πνεῖ καὶ καιρός σοι ἀπιέναι, σὲ μὲν εἴη καλῶς κατὰ θάλασσαν καὶ ἤπειρον διελθεῖν, καὶ μή τινος ἀνιαροῦ πειραθῆναι, καὶ ἀγαθῶν πρέσβιν ἡμῖν ἐπαν‐ ήξειν. ἡμῖν δὲ ἱκανὸν ἤδη μέτρον ἐπιτεθεικόσι τῷ λόγῳ, ὧδε λῆξαι εἰκός. ἐπανήξαντι δέ σοι, ἤν γε καὶ ἡμῖν τῷ περιϊέναι | |
65 | ἔσται τοῦ Θεοῦ εὐδοκοῦντος, καὶ τὸ λοιπὸν τῆς ὑποθέσεως ἐκπερανθὲν ἀποφληθήσεται, ἆθλον πρεσβείας καὶ ἡδείας ἀφίξεως τὴν βίβλον ἀποτιννύσι. τὸ δὲ νῦν ἔχον, ἐπ’ ἄλλα | |
τὴν σπουδὴν τρέψωμεν. | 417 | |
2.1(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΠΑΘΩΝ | |
2t | ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. | |
2proem | Οὐ κατ’ ἐκείνους τῶν φίλων ἡμεῖς, οἳ παρόντας μέν, οἷς ἂν φιλίαν συστήσαιεν, στέργουσί τε καὶ πάνθ’ ὑπ‐ ισχνεῖσθαι πρόχειροι, ἐπειδὰν δέ τις ἀνάγκη τὰς συνεχεῖς σφῶν αὐτῶν διαστήσειεν ὁμιλίας, ἤδη φθάνουσιν ὑποκλε‐ | |
5 | πτόμενοι τὰς ἐπὶ φιλίᾳ συνθήκας ὑπεκκρουομένου τῆς μνήμης τοῦ τῆς φιλίας καλοῦ, ἀλλ’ οἷά τινος ὑπόχρεω φίλοι, ἤδη σοι ἡμεῖς, καὶ τὸ λοιπὸν ὡδὶ τῆς ὑποσχέσεως ἐκπεραίνοντες. ἐπειδὴ καὶ γὰρ ἀγαθῇ τινι τύχῃ νότου πνεύσαντος, εἰς ἣν ἐστέλλου πρεσβεῖαν ἄρας ἱστία ἔπλεες, | |
10 | οὔπω δ’ ἔτυχε πέρας λαβεῖν ἡ ὑπόσχεσις, ἡμεῖς μὲν τοῦ πρόσω βαίνειν ἐλήγομεν, σοὶ τὴν χάριν ἀποταμιευόμενοι, καὶ ἦρος ἤδη ἀρχομένου, τὴν σὴν προσεδοκῶμεν ἐπιδη‐ μίαν. ἐδεδίειν γὰρ ἵνα τἀληθὲς ἐρῶ σοι τὴν χάριν τοῦ βιβλίου προμνηστευσάμενος, μήπω πέρας εἰληφὸς τὸ βι‐ | |
15 | βλίον λάθῃ χερσὶν ἑτέρων προεμπεσόν, καὶ δεύτερος τῶν ἄλλων, τῶν τοῦ βιβλίου καλῶν ἀπολαύοις. ἀμέλει τῷ θειο‐ τάτῳ φίλῳ καὶ πατρὶ ἡμῶν καὶ σοφωτάτῳ καὶ ἀλήπτῳ ἐν τοῖς ὑπὸ τὴν αἴσθησιν πράγμασι, τῷ τὸ τῆς φιλοσοφίας ἀξίωμα μετὰ λόγου καὶ ἀρετῆς ὑποδείξαντι, ὅσον τῷ ἐπὶ | |
20 | τόν νοητὸν διάκοσμον ἀνατρέχοντι, τῇ τιμίᾳ μοι κεφαλῇ, τὸν κάλλιστον οἶδ’ ὅτι οἴει Ἰωσήφ, ἀξιώσαντί με ἐκδοῦναί οἱ βιβλίον περὶ τῆς κατὰ τὸ ψυχικὸν πνεῦμα διαίτης, τὸ μὲν ὑπεῖξαι καὶ παρασχεῖν ἐκείνῳ τὰ ὑπεσχημένα, ἕτοιμος αὐτὸς ἐγεγόνειν· εἰ μή τι ἕτερον, τό γε μὴν εἴκειν φιλίαις | |
25 | πρόχειρος ὤν. δεῆσαν δ’ ἐπιμνησθῆναι ἐν τῷ πρὸς ἐκεῖ‐ | |
νον βιβλίῳ καὶ τοῦ πρὸς σὲ τουτουῒ βιβλίου, γραφῆναι εἰσ‐ πραττόμενοι, οὐκέτι πρόχειρος ἐγεγόνειν ἐκείνῳ, σοὶ τὴν πρώτην χάριν ἀποταμιευόμενος. ἔφθην γε μὴν ὑποσχέ‐ σθαι ἐπανήξαντί σοι καὶ τέλειον τὸ βιβλίον ἀπειληφότι, | 418 | |
30 | ἐκείνῳ πρώτως παρασχεῖν τὰ ἀντίγραφα. χαρίζεται καὶ γὰρ ἡμῖν οὐκ οἶδ’ ὅπως εἴτε φιλίᾳ εἴκων, εἴτε τι κἀν ἡμῖν ἄξιον ἐκείνου εὑρήσειν οἰόμενος. καὶ ἐθέλει μηδὲ τουτὶ τὸ βιβλίον λελεῖφθαι τῆς κατ’ αὐτὸν προθυμίας, ἀλλ’ ἔχειν ἅμα τῷ προεκδοθέντι οἱ βιβλίῳ, ὡς αὐτὸς φιλίαν τε καὶ | |
35 | ἰατρικὴν τιμῶν διϊσχυρίζεται, τῆς εἰς ἡμᾶς αὐτοῦ ἀκραι‐ φνοῦς φιλίας ταῦθ’ ὑπόμνημα εἶναι διατεινόμενος. Ἐπεὶ τοίνυν ὁ κάλλιστος ἡμῶν ἐπανῆκες φίλος, ἤδη σοι καὶ ἡμεῖς κατὰ τὰ ὑπεσχημένα, καὶ τὸ λεῖπον τοῦ βιβλίου προστίθεμεν τῷ προτέρῳ, κἀκείνῳ παρασχεῖν ἕτοιμοι τὰ | |
40 | ὑπεσχημένα, οὐκ ἔλαττον καὶ τῆς ἐπ’ ἐκείνῳ χάριτος ἀνα‐ πειθούσης, τάχιον εἴ τις δύναμις ἐκδοθῆναι τὸ βιβλίον. καὶ μή τις ἔστω κἀν ταῖς ἀκραιφνέσι φιλίαις φθόνος, σοῦ γε πυθομένου, ὡς κἀκείνῳ χάριν τινὰ ἐντεῦθεν ἀποτιν‐ νύντες ἐσόμεθα, τάχιον τὸ βιβλίον προσαποδόντες. ἀλλ’ | |
45 | ὃ δὴ καὶ αὐτὸς περὶ σαυτοῦ οἴομοι τοῖς ἀμείνοσιν εἴκον‐ τος, τοῦτ’ αὐτὸς ἀποφαίνου τοῖς ἔργοις. μᾶλλον δὲ αὐτὸς πρὸ τῶν ἄλλων οἶδά σε ἀμείνοσιν εἴκοντα, καὶ διαφερόν‐ τως τὴν ἀρετήν τε καὶ φιλοσοφίαν τιμῶντα. καὶ οὔ τί μοι δέος, ἄλλως διατεθῆναί σε ἢ ὡς αὐτὸς οἶμαι, πάλαι ἀκρι‐ | |
2proem(50) | βῶς σε εἰδώς· ἀλλὰ ταῦτα μὲν παίζοντες μᾶλλον ἢ σπου‐ δάζοντες, ὡς καὶ αὐτὸς οἶσθα, τῷ λόγῳ προσενείραμεν· νυνὶ δ’ ἐντεῦθέν ποθεν χρεών, τῆς προκειμένης ἐφάψα‐ σθαι ὑποθέσεως. ἐπεὶ δ’ ἐν τῷ πρὸ τούτου λόγῳ περί τε κρίσεων καὶ φυσικῶν διείληπται δυνάμεων, ἔτι τε παθῶν | |
55 | τῶν ὀργανικῶν καὶ καιρίων μορίων τὰ προσήκοντα, καὶ προσέτι σφυγμῶν καὶ οὔρων καὶ τῶν ἄλλων, ἃ δι’ ἐκκρί‐ σεως φαίνεται, λείπεται ἐν τῷ παρόντι φάναι περί τε πυ‐ ρετῶν καὶ τῶν κατὰ τὴν ἐκτὸς τοῦ σώματος ἐπιφάνειαν συνισταμένων παθῶν, εἶθ’ οὕτως περὶ τῆς κατ’ αὐτὰ θε‐ | |
60 | ραπευτικῆς μεθόδου διεξιέναι. οὕτω γὰρ ἂν καθ’ εἱρμὸν προβαίη τοὐγχείρημα, καὶ τῶν μὲν ἀπὸ φλεγμονῆς τῶν προρρηθέντων καιρίων μορίων ἤ τινος ἐπιταθείσης σφίσι | |
δυσκρασίας ἀναπτομένων πυρετῶν, τὴν αἰτίαν ἐκείνοις ἀποδοτέον, ἃ φθάσαντα θερμῶς οὕτω διατεθῆναι, μέχρις | 419 | |
65 | αὐτῆς καρδίας τὸ πάθος παρέπεμψαν καὶ πυρετὸν ἐντεῦ‐ θεν ἐπήγαγον. Νυνὶ δὲ περὶ τῶν καθόλου μᾶλλον πυ‐ ρετῶν ῥητέον, ὡς ἂν ἁπάντων ἔχοις τὰς αἰτίας καὶ τὰς διαγνώσεις εἰδέναι. | |
2.1(t) | αʹ. Περὶ διαγνώσεως πυρετῶν. Ὅρος πυρετοῦ. | |
1 | Οὐδὲν οὖν ἕτερον ὁ πυρετὸς πεφυκὼς ἢ ἐπίδοσις θέρ‐ μης ἀλλοτρίας διά τινας προηγησαμένας αἰτίας, πολλά τε καὶ διάφορα τῶν κατὰ μέρος πυρετῶν ἐπάγει εἴδη. οἱ μὲν γὰρ αὐτῶν τῶν πυρετῶν ἐφήμεροι λέγονται, οἱ δὲ συνε‐ | |
5 | χεῖς τε καὶ σύνοχοι, οἱ δὲ διαλείποντες, ἕτεροι δὲ ἑκτικοί. καὶ οἱ μὲν ἐφήμεροι ἐπὶ μόνῳ τῷ πνεύματι διαθερμαν‐ θέντι συνίστανται. οἱ δὲ συνεχεῖς τε καὶ διαλείποντες, ἐπὶ χυμοῖς τισι συσσαπεῖσιν, ὥσπερ οἱ ἑκτικοί, εἰς ἕξιν ἤδη τῆς καρδίας δεξαμένης τὸ πάθος τῶν πυρετῶν. τούτων | |
10 | ἁπάντων μετριώτατοι οἱ ἐφήμεροι καλούμενοι, ἅτε ἀπὸ μετρίας γεγενημένοι προφάσεως. οἱ μὲν γὰρ αὐτῶν διά τινα τοῦ περιέχοντος ψύξιν ἢ θέρμην συνίστανται· οἱ δὲ αὖ διὰ θυμὸν ἢ λύπην ἢ φροντίδα, ὥσπερ ἕτεροι δι’ ἀπε‐ ψίαν ἢ κόπον ἤ τι τοιοῦτον ἕτερον· καὶ οἵδε μὲν ἐφήμε‐ | |
15 | ροι λέγονται, ἅτ’ ἐπὶ μιᾷ τὸ πλέον ἡμέρᾳ λυόμενοι. εἰσὶ δ’ αὐτῶν, οἳ καὶ μέχρις αὐτῆς ἐνίοτε τῆς τετάρτης ἐκτεί‐ νονται. καὶ ταῦτα γίνονται, καθαροῦ τελοῦντος τοῦ σώ‐ ματος. εἰ δέ τις εἴη κακοχυμία ἐμφολεύουσα καί τις εὔ‐ πρηστος ὕλη, ὡς ἀρχῆς τινος δραξαμένη τῆς ἐπὶ τῷ ἐφη‐ | |
20 | μέρῳ θέρμης, εἰς τὸν ἐπὶ σήψει συνιστάμενον πυρετὸν μετήγαγε τὴν διάθεσιν, καὶ οὐκέτι κατ’ ἐφήμερον, ἀλλὰ τὸν ἐπὶ σήψει πυρετὸν ἡ διάθεσις. καὶ οὔπω θαυμαστόν, ὅπου γε καὶ εἰς ἑκτικὰ ἔνιοι τῶν ἐφημέρων μετέπεσον, καθὼς ἑξῆς προϊόντες ἐροῦμεν. καὶ τοὺς μὲν ἐφημέρους | |
25 | τῶν πυρετῶν ῥᾷόν τε διαγνώσῃ, καὶ ῥᾷστ’ ἂν θεραπεύ‐ σαις· τοὺς δ’ ἐπὶ σήψει, οὐχ οὕτω ῥᾴδιον. μαθήσῃ δὲ καὶ τούτων τὰς διαγνώσεις, προϊόντος τοῦ λόγου. τῶν οὖν ἐφημέρων οἱ πλείους, προδήλους ἔχουσι καὶ τὰς αἰτίας, ψύχους ἢ θέρμης ἡγησαμένων θύραθεν, ἢ λύπης ἢ θυ‐ | |
30 | μοῦ ἢ κόπου καὶ ὅσα τοιαῦτα εἴρηται. τά τε οὖρα ὡδὶ τὸ πλέον πέψεως ὑποφαίνει σημεῖα, καὶ οἱ σφυγμοὶ δέ, τα‐ χεῖς διαστελλόμενοι, καὶ οὐχὶ τὴν ἔσω σπεύδοντες κίνη‐ σιν, ἀλλήλων μέντοι διαφέροντες κατὰ τὰ προηγησάμενα αἴτια, ὧν τὰς ἀρχὰς εἰδώς, καὶ καθ’ ὅσους τρόπους ἀλ‐ | 420 |
35 | λοιοῦσθαι σφυγμοὶ εἰώθασιν, ἔχοις ἂν ἁπτόμενος ἐπικρί‐ νειν τὰ δέοντα. καὶ ἡ λοιπὴ δ’ εὐφορία τοῦ κάμνοντος παραστήσει σοι τῆς λύσεως τὸ τάχος τῶν ἐφημέρων. τῶν δ’ ἐπὶ σήψει συνισταμένων πυρετῶν, οἱ μὲν συνεχεῖς τε καὶ σύνοχοι λεγόμενοι, οἱ δὲ διαλείποντες. καὶ τῶν μὲν | |
40 | προτέρων, οἱ μὲν ἰσότονοί τε καὶ ἀκμαστικοὶ καλοῦνται, ἅτ’ ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς τελοῦντες τοῦ πυρετοῦ δυνά‐ μεως, οἱ δ’ ἐπακμαστικοί, ὡς ἔτι προβαίνοντες τῇ τοῦ πυρετοῦ δυνάμει μέχρι λύσεως· οἱ δὲ παρακμαστικοί, ὡς τῆς κατ’ αὐτοὺς δυνάμεως προβαίνοντες, ὑφιέντες κατ’ | |
45 | ὀλίγον μέχρι λήξεως. καὶ συνόχους μὲν ἰδίως καλοῦμεν τοὺς ἐπὶ ὑπερζέσει τοῦ αἵματος ἀναπτομένους πυρετούς, συνεχεῖς δὲ τοὺς μᾶλλον ἐπὶ σήψει διαφόρων συνισταμέ‐ νους χυμῶν. τῶν δὲ διαλειπόντων οἱ μὲν ἑκάστοτε παρ‐ οξύνουσιν, οἱ δὲ διὰ τρίτης, οἱ δὲ διὰ τετάρτης, ὥσπερ | |
2.1(50) | ἕτεροι διὰ πέμπτης ἢ ἑβδόμης λέγονται παροξύνειν· ἔνιοι δὲ ἀτάκτως, οὓς καὶ πλάνητάς φασι. καὶ οἱ μὲν ἐκάστοτε παροξύνοντες ἀμφημερινοὶ καλοῦνται, ἐπὶ φλέγματι συνι‐ στάμενοι ἔξω φλεβῶν σαπέντι· ἐπὶ τούτων τὰ οὖρα κατὰ τὰς ἀρχὰς ὠμά, ὑπόλευκα ἢ ἀνατεταραγμένα τυγχάνοντα, | |
55 | καὶ οἱ σφυγμοὶ τῷ τάχει τῆς συστολῆς τὴν ὑποτυφομέ‐ νην ὕλην ὑποσημαίνοντες. ῥῖγος οὖν τούτους πρώτως ὑποφαίνει, καὶ σφυγμῶν ἀνωμαλία καὶ λεπτότης· εἶθ’ οὕ‐ τως ὑπανάπτεται πυρετός, καὶ μέχρις ὀκτὼ πρὸς ταῖς δέκα ὥραις ἢ βραχύ τι πλέον ἢ ἕλαττον πρόεισιν, ἐπ’ οὐ‐ | |
60 | δεμιᾷ τὸ πλέον αἰσθητῇ λήγων κρίσει. οἱ δὲ διὰ τρίτης παροξύνοντες, ἀπὸ χολῆς μὲν καὶ αὐτοὶ ξανθῆς ἔξω τῶν φλεβῶν πλανωμένης συνίστανται. μετὰ φρίκης δὲ τούτοις ἡ εἰσβολὴ τὸ πλέον. καὶ πυρετὸς μετὰ τοῦτο μέχρις ὡρῶν δύο που πρὸς ταῖς δέκα παρατείνων. ἐνίοτε δὲ καὶ πλέον | |
65 | ἢ ἔλαττον τῶν ῥηθεισῶν ὡρῶν, κατὰ τὸ πάχος δηλαδὴ καὶ τὸ πλῆθος καὶ τὴν ῥώμην τοῦ κάμνοντος, καὶ προσ‐ | |
έτι τοῦ δέρματος τὸ εὐδιαφόρητον. οὔτε δὲ ἐν τοῖς οὔ‐ ροις πέψεις ὧδε κατὰ τὰς ἀρχὰς φαίνονται, καὶ τὰ χρώ‐ ματα αὐτῶν ξανθά τε και πυρρά, καὶ ἔτι τούτων θερμό‐ | 421 | |
70 | τερα φαίνονται τῇ πλείονι καταβαφῇ. καί τινες δὲ ἱδρῶτες λήγοντος τοῦ πυρετοῦ ἐφέπονται, ἐνίοις δὲ καὶ ἔμετοι ξανθῆς χολῆς, καὶ διὰ γαστρὸς αὐτῆς ὑποχωρήσεις, καί τινες ἀπὸ ῥινὸς αἱμορραγίαι. οὐχ οὕτω δὲ ἐν ταῖς εἰσβο‐ λαῖς μικροί τε καὶ ἀνώμαλοι, ὡς ἐν τοῖς ἀφημερινοῖς | |
75 | ἐφαίνοντο οἱ σφυγμοί. οἵ γε μὴν διὰ τετάρτης παροξύ‐ νοντες, τεταρταῖοι μὲν καλοῦνται, ἐπὶ μελαγχολικῷ δὲ οἵδε χυμῷ συνίστανται. καὶ τούτοις περίψυξις μὲν τῶν ἄκρων γίνεται πρῶτον, καὶ πυρετὸς δῆθ’ οὕτως μέχρις ὡρῶν εἴ‐ κοσιν ἐπεκτεινόμενος, ὠμὰ δὲ καὶ λεπτὰ τὰ οὖρα ὧδε | |
80 | φαίνεται καὶ λευκά, ὕστερον δὲ ἀναθολούμενα, καὶ οἱ σφυγμοὶ τοῖς ἐπί τῶν ἐφημέρων παραπλήσιοι. ἐπιγινώ‐ σκεται δὲ τούτων ἕκαστος ἀπό τε τῆς ὥρας, καὶ τοῦ τό‐ που, ἔτι τε τῆς κράσεως καὶ τῆς διαίτης καὶ τῆς ἡλικίας, κἀκείνων ὅσα αὔξειν ἕκαστον τῶν χυμῶν εἴωθεν. ἀπό τε | |
85 | γὰρ τούτων καὶ τῶν συνεδρευόντων καταστοχαζόμενον συμπτωμάτων, βραχέαττα ἢ οὐδὲν οἶμαι τῆς ἀκριβοῦς σε διαφυγεῖν διαγνώσεως. καὶ ταῦτα μὲν ἁπλῶς διαλειπόν‐ των πυρετῶν τεκμήρια. οὐκ ἀγνοεῖν δὲ δεῖ, ὡς ἔνιοι αὐ‐ τῶν, ἢ μεθ’ ἑαυτῶν ἢ μεθ’ ἑτέρων συμπλεκόμενοι, πολ‐ | |
90 | λὰς διαφορὰς διαλειπόντων πυρετῶν ποιοῦσιν. οἱ μὲν γὰρ διὰ τρίτης παροξύνοντες διπλασιασθέντες ψευδῆ τινα φαν‐ τασίαν ἀφημερινοῦ παρέχουσιν, ἑκάστοτε παροξύνοντες. διαγνώσκονται δὲ τοῖς εὖ εἰδόσι κρίνειν ἀπό τε τοῦ εἴδους τῶν παροξυσμῶν καὶ τῶν συνεδρευόντων συμπτωμάτων. | |
95 | ὁ γάρ τοι ἀκριβῶς εἰδὼς κρίνειν ἁπλοῦν τριταῖον, ῥᾳδίως ἂν καὶ τὸν διπλοῦν κρίνοι. οἱ δὲ διὰ τετάρτης παροξύ‐ νοντες διπλασιασθέντες μέν, δυοῖν ἐφεξῆς ἡμέραις ἐπά‐ γουσι τὸν παροξυσμόν, μία δ’ αὐτῶν ἡ διαλείπουσα. ὥσπερ αὖθις εἰ τύχοι τινὶ προσαυξηθεὶς ὁ τεταρταῖος καὶ | |
2.1(100) | τριπλοῦς ἀνθ’ ἁπλοῦ γενόμενος, κατὰ τοὺς ἀφημερινοὺς ἑκάστοτε τοὺς παροξυσμοὺς ἐπάγει· καὶ τούτων μὲν ἕκα‐ στος ἀκριβῶς εἰδότα τὸν ἁπλοῦν κρίνειν, οὐκ ἄν σε λάθῃ καὶ διπλοῦς ἢ τριπλοῦς γενόμενος. εἴ τινας δ’ ἀκούεις | |
πεμπταίους καὶ ἑκταίους καὶ ἑβδομαίους καί τινας τοιούτους, | 422 | |
105 | καὶ προσέτι πλάνητας, μηδὲ τούτους οἴου οὐχ οἵους τε ὄντας συστῆναι. τέτταρες μὲν γὰρ ἐν ἡμῖν χυμοί, ἀλλ’ ἕκαστος αὐτῶν τραπείς, πολλά τε καὶ ποικίλα εἴδη χυμῶν διεφθο‐ ρότων συνίστησιν. ἀμέλει καὶ κατὰ τὴν τοῦ διεφθορότος χυμοῦ τυχοῦσαν ἐπικράτειαν καὶ οἱ παροξυσμοὶ συνίσταν‐ | |
110 | ται· οἱ δέ γε πλάνητες, ὀργώσης μὲν ὕλης ἔκγονοι, κολα‐ ζομένης δὲ καὶ αὐξομένης, ἀλλ’ ἐπ’ ἀλλήλοις καὶ ἀτάκτοις διαίταις. ὥσπερ δὲ πρὸς ἑαυτοὺς διπλούμενοι διαφορὰς ἐποίουν πυρετῶν, οὕτω δὴ καὶ μετ’ ἀλλήλων μιγνύμενοι, ἕτερα εἴδη πυρετῶν ἐπάγουσιν. καὶ νῦν μὲν μετὰ τοῦ τρι‐ | |
115 | ταίου μίγνυται ὁ ἀφημερινός, αὖθις δὲ μετὰ τοῦ τεταρ‐ ταίου, ὡς τρεῖς εἶναι τὰς συνισταμένας συζυγίας, ἑκάστου δηλαδὴ τῶν πλεονασάντων ἐν τῷ σώματι χυμῶν τὸν ἴδιον αὐτοῦ ἀπογεννῶντος παροξυσμόν. καὶ ταῦτα μὲν ἐν δια‐ λείπουσι συνίσταται πυρετοῖς. ἑτέρα δ’ αὖθις συμπλοκὴ | |
120 | συνεχῶν τε καὶ διαλειπόντων ὧδε φαίνεται πυρετῶν· ἔνιοι γάρ τοι τῶν συνεχῶς ἐπιπαροξυνομένων πυρετῶν ἤτοι ἑκάστοτε, ὁπόταν δηλαδὴ ἐντὸς ᾖ τῶν φλεβῶν διεφθορὸς καὶ σεσημμένον φλέγμα, ἢ διὰ τρίτης, ὅτι πλουτοῦσι τὸν χολώδη χυμὸν αἱ φλέβες, ὥσπερ καὶ διὰ τετάρτης ἐντὸς | |
125 | ἐπακμάσαντος τῶν φλεβῶν τοῦ μελαγχολικοῦ χυμοῦ, τοῖς προρρηθεῖσι διαλείπουσι συμφλεκομένου, διαφορὰς ἑτέρας πυρετῶν ποιοῦσι. νῦν μὲν τοῦ καθ’ ἑκάστην παροξύνον‐ τος συνεχοῦς τῷ διαλείποντι ἀφημερινῷ συμπλεκυμένου, αὖθις δὲ τῷ διὰ τρίτης διαλείποντι, ὃν καὶ ἡμιτριταῖόν | |
130 | φασιν ἰδίως, ἔτι τε τῷ διὰ τετάρτης διαλείποντι, ὥσπερ καὶ τῷ διὰ τρίτης παροξυνομένῳ συνεχεῖ, ὁτὲ μὲν ὁ ἀφη‐ μερινός, ὁτὲ δ’ αὖ ὁ τριταῖος. ἔστι δ’ ὅτε ὁ τεταρταῖος καὶ οἱ διαλείποντες ἐπιμίγνυνται, οὐχ ἧττον δὲ καὶ ὁ διὰ τετάρτης παροξύνων συνεχής, τοῖς τρισὶ τούτοις διαλεί‐ | |
135 | πουσιν ἐπιμίγνυται, ὧν τοὺς κατὰ μέρος καὶ ἁπλοῦς εἰ‐ δώς, οὐδέ τινος τῶν συμπεπλεγμένων διαμάρτοις ἄν. εἴ τινας δὲ ἀκούεις καύσους πυρετοὺς καὶ ἠπιάλους καὶ λει‐ πυρίας, καὶ τούτων τὰς αἰτίας καὶ τὰς διαφορὰς οὕτω μάνθανε. Καὶ καῦσος μὲν ἐπὶ χολῇ ὑπερζεσάσῃ, ἔστι δ’ | |
140 | ὅτε καὶ αἵματι συνίσταται ζέσαντι, καὶ σφοδροτάτην μὲν | |
ἐπεγείρει τὴν θέρμην. τάχιστα δὲ πρὸς ὃ ἂν τύχῃ νεύει, οὐχὶ στεγούσης τόσην ἔγκαυσιν τῆς φύσεως. ἢ γὰρ κρίσεσί τισιν ἀποδιοπομπεῖται τὰ λυποῦντα αἴτια ἢ ἀπαγορεύει πρὸς τοσαύτην ἔνστασιν ἡ φύσις ἀλλοτρίας θερμότητος. | 423 | |
145 | ἠπίαλοι δὲ ἀπὸ τοῦ ἠπίως καὶ πρᾴως ἀλεαίνειν εἴρηνται. οὐδὲ γὰρ σφοδρὸν οἵδ’ ἀνάπτουσι πυρετόν· ῥῖγος μὲν γὰρ ἐπίδηλον αὐτοῖς γίνεται. οὐκ ἀναλόγως δὲ τῷ ῥίγει ἕπεται ὁ πυρετός. ἐνίοτε δὲ καὶ ἀμφοτέρων ἅμα γίνεται αἴσθη‐ σις, ῥίγους δηλονότι καὶ θερμότητος. ψυχροὶ δὲ ἄρα καὶ | |
2.1(150) | γλίσχροι χυμοὶ τοῦ πάθους αἴτιοι, μετρίως συσσαπέντες· ὁ λειπυρίας δὲ ἱκανὸν ἐπάγων ῥῖγος, οὐκ ἔκδηλον ἐπάγει καὶ τὴν ἐπ’ αὐτῷ θέρμην, ὡς ἔστι καὶ ἐξ αὐτοῦ εἰδέναι τοῦ ὀνόματος. λείπεται γὰρ πυρὸς ἤτοι θέρμης. πάνυ γὰρ ψυχρὸς χυμὸς ἐπιπολάσας, τῇ μὲν ἐκκριτικῇ δυνάμει διω‐ | |
155 | θεῖται κατὰ τὰς παροξυσμῶν ἐπισημασίας. ἀμέλει καὶ ῥῖγος ἐπισυμβαίνει ὧδε, θέρμη δ’ οὐδεμία ἕπεται, ὅτι μηδὲ σῆψίς τις αὐτῷ προσγέγονεν, ἱκανῶς δυσφθάρτῳ πεφυκότι. καὶ ταῦτα μὲν διαλειπόντων τε καὶ μή, πεφύ‐ κασι πυρετῶν εἴδη. | |
160 | Ἕτερον δὲ παρὰ ταῦτα πυρετῶν γένος οἱ ἑκτικοὶ πε‐ φύκασι πυρετοί, χείρους μὲν πάντων, μικροῦ δὲ πάντες ἀνίατοι. ἑκτικοὶ δὲ εἴρηνται, τῷ εἰς ἕξιν ἤδη τούτους τὴν καρδίαν καταδεδέχθαι. ἐπειδὴ γὰρ διάθεσις μέν, ποιά τις συνοικείωσις τοῦ διατιθεμένου πρὸς τὸ διατεθὲν λέγεται, | |
165 | ῥᾳδίως ἔχουσα μεταβάλλεσθαι, ἕξις δ’ ἔμμονός τις καὶ δυσαπόνιπτος διάθεσις, εἰκότως ὅσοι μὲν τῶν πυρετῶν ἑαυτοῖς συνδιατιθέασι τὴν καρδίαν κατὰ διάθεσιν, ῥη‐ θεῖεν ἂν τὴν τῆς καρδίας μεταβεβληκέναι θέρμην. ὅσοι δ’ αὖ εἰς ἕξιν ταύτην καταδεδέχθαι πεφύκασιν, ἑκτικοὶ | |
170 | καλοῖντ’ ἂν τοῖς εὖ εἰδόσι. γίνονται δ’ οὗτοι ὁτὲ μὲν ἐκ διαδοχῆς τῶν ἐφημέρων, σφοδρότερον δηλονότι ἡμῶν θυ‐ μουμένων, ἢ ἐμμόνως λυπουμένων ἢ φροντισάντων. καὶ τούσδε μὲν ἐξ ἀρχῆς προσχών, ῥᾷστ’ ἂν καὶ θεραπεύσαις. ὅσαι δ’ ἐπὶ καιρίων μορίων φλεγμοναῖς καὶ σκίρροις γί‐ | |
175 | νονται, φθόαις τε καὶ λοιποῖς ἀξιολόγοις πάθεσιν, οὗτοι δὴ πάντων χείριστοι, οὐκ ἐξικνουμένης ἀπομάχεσθαι τῆς φύσεως πρὸς δύο πάθη χαλεπώτατα. οὐχ ἧττον δὲ καὶ | |
ἐπὶ χρονίσασι καὶ κακοηθευθεῖσι πυρετοῖς συνίστανται, ἤδη καταδεξαμένης τῆς καρδίας τὸ πάθος ἐπὶ προηγησα‐ | 424 | |
180 | μένῃ τῆς δυνάμεως καταλύσει. χείρους δ’ αὖ τούτων, ὅσοι ἑκτικοὶ καλοῦνται καὶ μαρασμώδεις, εἰς μαρασμὸν ἤδη μεθισταμένης τῆς ζωτικῆς δυνάμεως, ὅτε δηλαδὴ καὶ ἄφυκτον τὸ πάθος νομίζεται. πᾶσιν οὖν ἑκτικοῖς πυρε‐ τοῖς, δι’ ὅλου ἔνεστιν ὑποτυφομένη θερμότης τοῦ σώμα‐ | |
185 | τος. ἀνεπαίσθητός γε μὴν τὸ πλέον τοῖς κάμνουσι καὶ οὐδέποτε διαλείπουσα. ἐπειδάν γε μὴν τροφῆς μετασχόν‐ τες ἢ ἄλλως διεγερθέντες οἱ κάμνοντες, περί τι σπουδά‐ ζοντες τύχωσιν, αἰσθάνονται μὲν θερμοτέρων ἑαυτῶν, βραχύ τι δὲ προσεπιδυσφορήσαντες αὖθις καθίστανται. | |
190 | μικροὺς δ’ ἀεὶ καὶ πυκνοὺς καὶ σκληροὺς τὸ πλέον τοὺς σφυγμοὺς ἔχουσιν. οὖρα δὲ σφίσιν ὁποῖα καὶ εἴρηται ἐπὶ τῶν ἑκτικῶν, κατὰ τὴν ἀναλογίαν τοῦ εἴδους τε καὶ τὴν ἐπικράτειαν τοῦ πάθους. τοῦ δὲ δεινοῦ προβαίνοντος, κοι‐ λαίνονται μὲν σφίσιν οἱ ὀφθαλμοί, καὶ οἱ κρόταφοι συμ‐ | |
195 | πεπτωκότες, καὶ τὸ μέτωπον καρφαλέον καὶ βραδέως αἴ‐ ρουσι τὰ βλέφαρα, καὶ λημμῶσι, φθίνουσι δὲ καὶ ὑπορ‐ ρέουσι. καὶ τέλος ἐν αὐταῖς ταῖς ὁμιλίαις ἢ ἄλλαις τισὶ μετρίαις ταῖς κατὰ τὸν βίον ἐνεργείαις, ὥσπερ λειποψυ‐ χήσαντες ἀποθνήσκουσιν. εἰδέναι δ’ ἐπὶ πᾶσι κἀκεῖνο δέον, | |
2.1(200) | ὡς ἑκτικῶς πυρέσσουσιν ἀνθρώποις, διαφόρως ἐνίοτε, καὶ οἱ ἐπὶ σήψει συμπλέκονται πυρετοί. ἑκάστου δὲ τὰ γνω‐ ρίσματα, διακρίνει τῶν πυρετῶν τὰ εἴδη. ἕκαστα δὲ προ‐ εκτεθειμένα σοι, περιττὸν ἂν εἴη αὖθις ἐπισυμπλέκειν τῷ λόγῳ, ἄλλως τε μηδὲ τῆς ἐπὶ τῷ λόγῳ βραχυλογίας τοῦτο | |
205 | ἀναπειθούσης· ἀμέλει τοίνυν τὸν περὶ πυρετῶν λόγον ὧδ’ ἂν ἔχῃς ἱκανῶς ἐκτεθειμένον· ἐφεξῆς δὲ προσῆκον ἀπο‐ δοῦναι τῷ λόγῳ τὰ δέοντα. Ἐπεὶ τοίνυν κρίσεσι τὰ πλείω τῶν παθῶν ἀπολύεται, ἑπόμενον ἂν εἴη μετὰ τὸν περὶ τῶν ἀξιολόγων παθῶν | |
210 | κατάλογον, καὶ ἔτι τῶν πυρετῶν, διεξιέναι περί τε ἀσφα‐ λῶν καὶ μὴ κρίσεων, καὶ τῶν ἐπ’ αὐταῖς δυνάμεων τῶν | |
κρινουσῶν ἡμερῶν. | 425 | |
2.2(t) | βʹ. Περὶ διαγνώσεως κρίσεων. | |
1 | Οὐδενὸς οὖν ἑτέρου τῆς κρίσεως πεφυκυίας, ἢ διεγέρ‐ σεως τῆς ἐκκριτικῆς δυνάμεως ἐπὶ τὸ τὰ λυποῦντα ἀπώ‐ σασθαι, ὅσαι μὲν τῶν κρίσεων ἐπὶ προηγησαμέναις πέ‐ ψεσι γίνονται καὶ ἐν ἐπιδήλοις ἡμέραις, ἄνεσιν δυσχερῶν | |
5 | προξενοῦσι τοῖς κρινομένοις, ὅσαι δ’ οὐχ οὕτως, ὑποτρο‐ πιασμοὺς ἢ δυσφορίας ἢ μακρονοσίας ἢ τὸ πάντων χείρι‐ στον, θανάτους ἐπάγουσι. κρίνονται τοίνυν οἱ κάμνοντες ἢ ἐμέτοις ἢ γαστρὸς ὑποχωρήσεσιν ἢ οὔροις ἢ ὑπεξαγω‐ γαῖς ἑλμίνθων ἢ ἱδρῶσιν ἢ αἱμορραγίαις διὰ μυκτήρων | |
10 | καὶ ταῖς διὰ γαστρὸς ἢ αἱμορροΐδων, ὥσπερ καὶ ταῖς διὰ μήτρας, ὡς ἐπὶ γυναικῶν. ἐπ’ ἐνίων δὲ καὶ παρωτίδες καὶ λοιπὰ ἀποσκήματα, κρίσεως ἐσχήκασι δύναμιν, καὶ πτύσ‐ ματα διὰ βηχός· καὶ ὕπνοι δ’ ἔσθ’ ὅτε τὸ μετριώτατόν, μὴ πρότερον ὄντες, ἄνεσιν τῶν δυσχερῶν ἐπιγεγονότες | |
15 | ἐπήνεγκαν. οὐ πᾶσι δὲ πάντα οἰκεῖα, ἀλλὰ κατὰ τὸ τοῦ ἀρρωστήματος εἶδος, καὶ τὴν τοῦ κάμνοντος ἕξιν, ἔτι τε τὴν ὥραν καὶ τὸ ἔθος καὶ τὴν ἡλικίαν, ταῦτ’ ἐπισυμβαί‐ νει. ἐνίοις μὲν γὰρ ἕν που ἢ δύο ἐν ταῖς κρίσεσι γίνεται, τισὶ δὲ καὶ πλείω. πάντα δὲ οἰκείως ἐπὶ τῶν μετ’ ἀσφα‐ | |
20 | λείας σωζομένων γινόμενα. ἵν’ οὖν μὴ ὥσπερ ἐν σκοτο‐ μήνῃ διάγοντες ἀλλην ἄλλως δοκῶμεν ταῦτα λέγειν, φέρε τῷ τῆς εὐκρινείας φωτὶ τὸν λόγον διασκευάσαντες, περὶ τῶν κατὰ μέρος εἴπωμεν κρίσεων, ὡς ἂν τὰ ἴδια ἑκάστης εἰδὼς κρίσεως καὶ αἷστισι μᾶλλον αὐτῶν ἑκάστη ἕπεται | |
25 | διάθεσις, οὕτω κἀπὶ τοῖς συμπεπλεγμένοις κρίνῃς, καὶ ῥᾴδιόν σοι τὸ πᾶν τῆς κρίσεως γένηται. καὶ δῆτα τῶν δι’ ἐμέτου ἢ γαστρὸς φορᾶς κρινομένων, πρώτη μὲν ἔνδειξις τὸ μὴ μέχρις αὐτῶν φλεβῶν διαβεβηκέναι τὴν τὸν πυρε‐ τὸν ἀνάψασαν ὕλην, ἀλλ’ αὐτοῦ που πρὸς τῇ γαστρί τε | |
30 | καὶ τοῖς ἐντέροις σαπεῖσάν τε καὶ ἀναφθεῖσαν, μέχρι μὲν αὐτῆς καρδίας τὴν ἀλλοτρίαν ἀναπέμπειν θέρμην, ἣ δὴ τῷ χρόνῳ μετεωριζομένη δι’ ὄχλου μὲν τἀνθρώπῳ γίνε‐ ται, κολούει δὲ τῇ δυναστείᾳ τὴν τοῦ φυσικοῦ καὶ ζωτι‐ κοῦ θερμοῦ δύναμιν. | |
35 | Δευτέρα δέ, τὸ μᾶλλον ὧδε τὰ βάρη καὶ τοὺς νυ‐ | |
γμοὺς καὶ τοὺς βορβορυγμοὺς διαφαίνεσθαι, καὶ μὴ ἀξιο‐ λόγως τούς τε σφυγμοὺς καὶ τὰ οὖρα ἀλλοιοῦσθαι, ἀλλ’ ἐπειδάν γε πρὸς ἑαυτὴν ἡ ἐν ἡμῖν σωστικὴ δύναμις γέ‐ νηται, καὶ πέψιν μὲν ἐπιθῇ τοῖς ἀπέπτοις, προσλάβηται | 426 | |
40 | δὲ τῶν πεφθέντων ἤδη τὰ δέοντα, πᾶν ὅσον ἤδη περιτ‐ τὸν καὶ ἀχρεῖον ὥσπερ διαναστάσα, ἄνω τε καὶ κάτω κατὰ τὴν ἐγγύτητα καὶ τὴν ῥοπὴν τῆς ὕλης, ἐξάγει τὰ περιττά. μὴ γὰρ δὴ προφανείσης πέψεως, μᾶλλον ἂν μὴ κεκρατηκέναι νομισθείη τὴν δύναμιν τοῦ ἀνθρώπου τῆς | |
45 | ἐν αὐτῷ ὀργώσης ὕλης. καὶ τοῦτο πάνυ χείριστον, ἁπει‐ ρηκυῖαν οἷον διασημαῖνον, εἰ μή τις δάκνουσα ποιότης προδιερεθίσασα, πρὸ τῆς προσηκούσης πέψεως ἀπολῦσαι τοὺς διενοχλοῦντας χυμοὺς παρασκευάσειε. προγνώσῃ δὲ εἰ ὧδε κριθήσεται, ἤν τε τὸ εἶδος αὐτοῦ τοῦ νοσήματος | |
2.2(50) | καταγγέλοι ὡδί, μᾶλλον τοὺς λυποῦντας ἀκμάζειν χυμούς, καὶ ἢν ῥᾴδιος ᾖ ἐμεῖν ἢ τὴν γαστέρα λύεσθαι ὁ κάμνων, καὶ ἢν μὴ ἄλλων κρίσεων σημεῖα φαίνηται, καθὼς ἑξῆς ἐροῦμεν. ἴδια δ’ αὐτῶν τῶν δι’ ἐμέτου κρινομένων, τὸ ὥσπερ ἀνεσπασμένα φαίνεσθαι σφίσι τὰ σπλάγχνα καὶ | |
55 | τό, τὸ κάτω χεῖλος κινεῖν καὶ ἰλιγγιᾷν, ὀρφνώδη τέ τινα πρὸ τῶν ὀφθαλμῶν βλέπειν, καὶ ξανθὰ καὶ ὠχρὰ καὶ ποι‐ κίλα. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα προφαινόμενα, τὰς δι’ ἐμέτων κρίσεις ἐπισημαίνει, ὥσπερ τὰ διὰ γαστρός, τὰ βάρη της γαστρὸς καὶ τῶν ἐντέρων, ἔτι τε οἱ βορβορυ‐ | |
60 | γμοὶ καὶ οἱ νυγμοὶ τῶν ἐντέρων διαΐσσοντες. Αἱ δὲ δι’ αἱμορραγιῶν κρίσεις πρῶτον μὲν καταλαμ‐ βάνονται, τῷ τὸν τοιοῦτον χυμὸν ἀκμάζοντα φαίνεσθαι ἀπό τε τῆς ὥρας καὶ διαίτης, ἔτι τε ἡλικίας καὶ τοῦ ἔθους τοῦ κάμνοντος, ἀπ’ αὐτῶν τε τῶν σφυγμῶν καὶ τῶν οὔ‐ | |
65 | ρων· καὶ ἐπὶ μὲν ταῖς διὰ μυκτήρων, ἀνεσπασμένα δοκεῖ τὰ σπλάγχνα, ὥσπερ κἀπὶ τῶν ἐμέτων εἴρηται. μαρμαρυ‐ γαὶ δέ τινες πρὸ τῶν ὀφθαλμῶν φαίνονται. καὶ τοῦ δεξιοῦ μὲν ἐπαιρομένου σπλάγχνου, διὰ τοῦ δεξιοῦ μᾶλλον μυ‐ κτῆρος τὸ αἷμα ῥεῖ, διὰ τοῦ ἀντικειμένου δέ, τοῦ εὐωνύ‐ | |
70 | μου σπλάγχνου ἐπαιρομένου· ἐπὶ δὲ ταῖς δι’ αἱμορροΐδων ἢν οἵ τε οἱ νεφροὶ βάρος ἔχωσι, καὶ αὗται αἱ αἱμορροΐδες ὑποφλεγμαίνωνται ἢ δάκνωνται, οἷον γαργαλιζόμεναι καὶ | |
μάλιστα εἰ συνήθης ὁ κάμνων· καὶ ἢν μὴ ἄλλα σημεῖα προφαίνηται, ὀργᾷ δὲ ἡ ὕλη. ἐπὶ δὲ τῶν ἐμμήνων καθάρ‐ | 427 | |
75 | σεων, ἀπό τε τῶν παραπλησίων, καὶ ἀπ’ αὐτῆς τῆς τῶν ἡμερῶν περιόδου, διαγνοίης ἂν τὰ ἐσόμενα. ὑπέρυθρα δὲ καὶ ἐρυθρὰ καὶ οἷον αἱματώδη τούτοις, τὸ πλέον τὰ οὖρα, ἐκεῖσε τοῦ αἵματος συρρυέντος καὶ σύμμετρα διδόντος τοῦ κατ’ αὐτὸ χρώματος. Ἱδρῶτες δ’ ἐπιγίνονται ἐπὶ πλεο‐ | |
80 | νασμοῖς τῶν περιττῶν τῆς τρίτης πέψεως. ταῦτά τοι καὶ τοῖς οὔροις ὧδε προεπιφαίνονται ἀθρόαι τε καὶ πεπεμμέ‐ ναι ὑποστάσεις ἐναιωρούμεναι, καὶ κυματώδης τούτοις ὁ σφυγμός, καὶ ἀτμώδης τις προσβάλλει αἴσθησις, εἰ καθ‐ εὶς ἐν κόλπῳ τὴν χεῖρα κατασκοποίης, τοῦ λεπτοτέρου | |
85 | δηλαδὴ προδιαφορουμένου. εὔχροια προσώπου μᾶλλον μὲν ταῖς διὰ μυκτήρων αἱμορραγίαις, δεύτερον δέ, ἐπὶ ταῖς δι’ ἱδρώτων φαίνεται κρίσεσι. τοῦ γε μὴν ὀρρώδους χυμοῦ κατὰ τὰς φλέβας πλεονάσαντος, καὶ συσσαπέντος καὶ τὸν κατ’ αὐτὸν πυρετὸν ἐγείραντος, παχέα μὲν καὶ ἀνατε‐ | |
90 | ταραγμένα τὸ πλέον ὧδε τὰ οὖρα. ἤδη δ’ ἐπὶ κρίσιν ἐξορμώσης τῆς φύσεως, λεπτά τε καὶ πολλὰ καὶ ταῦτα φέρεται, πολλῷ μὴν ὑπερβάλλοντα τὸ τοῦ πινομένου μέ‐ τρον· καὶ δι’ οὔρων τοῦτο λέγεται κρίσις. ὁπόταν δὲ ὠμὸς τυγχάνῃ ὁ χυμός, ἀπείργῃ δὲ ἡ ὥρα, ἡ δὲ προωστικὴ ἀπο‐ | |
95 | διοπομπεῖ δύναμις τὸ περιττόν, εἰς κεφαλὴν μὲν τοῦ λυ‐ ποῦντος χυμοῦ τυγχάνοντος καὶ ἔξω ῥέποντος, αἱ κατ’ αὐτὴν γίνονται παρωτίδες, ὥσπερ καὶ τὰ ἐρυσιπέλατα καὶ τὰ ὑπὸ τὸν τράχηλον ἐπαναστήματα ἐπὶ χολωδῶν ἢ ἄλ‐ λων διεφθορότων χυμῶν γίνεται, ἐπὶ τὰ κάτω δέ, τὰ ἀπο‐ | |
2.2(100) | σκήματα λεγόμενα, ὥσπερ ταύτης ἐντὸς τραπείσης τῆς ἐνοχλούσης ὕλης, τὰ ἀποστήματα συνίστανται, ἃ δὴ πάντα αὖθις ἑτέρας ἐπὶ τῷ πεπανθῆναί τε καὶ ἐκκριθῆναι δεῖται κρίσεως. καὶ τά μὲν ἐκτὸς τρέχοντα, ἀμείνω τε καὶ ῥᾴω βοηθούμενα· τὰ δ’ εἴσω χείρω τε καὶ πλείονος τῆς σπου‐ | |
105 | δῆς δεῖται καὶ ἀγαθῆς τύχης. μὴ γὰρ συρρηγνύμενα ἢ κάτω ὑπιόντα ἤτοι δι’ οὔρων ἢ γαστρὸς ἢ διὰ βηχὸς ἀνα‐ γόμενα, ὡς τὰ κατὰ τὸν θώρακα, δεύτερα μὲν τῷ χρόνῳ πέφυκε, χείρω δ’ ἔσθ’ ὅτε τῶν πρότερον ἡγησαμένων πα‐ θῶν νομίζεται. κρίσις δὲ κἀν τούτοις τὸ συρραγῆναί τε | |
110 | καὶ ῥᾴδιον ἐξιέναι τὰ πύα. ῎Υπνοι δ’ ἐν φρενίτισι καὶ παρομοίοις πάθεσιν, ἤρκεσαν ἐνίοτε ἐπιφανέντες, οὐχ ἡ τυχοῦσα κρίσις νομισθῆναι. ἀμέλει ἐφ’ ἑκάστῳ τῶν πα‐ θῶν προσήκει σκέπτεσθαι, ὑφ’ οἵου τε χυμοῦ συνίσταται καὶ ὅπῃ οὗτος ῥέπει, καὶ ποῖα δὲ τῶν κρίσεων ἑκάστῳ οἰ‐ | 428 |
115 | κειότερα, καὶ οὕτω δὴ καταστοχάζεσθαι τῶν κρίσεων. ἄλλοι μὲν γὰρ ἱδροῦν ἐπιτηδειότεροι, ἕτεροι δὲ λαπάττεσθαι τὴν γαστέρα· οἱ δ’ αἱμορραγίαις ἁλίσκεσθαι, κατά τε τὰς ἡλι‐ κίας καὶ τὰς ὥρας καὶ τὰς διαίτας, ἔτι τε τὰ ἔθνη καὶ τὰ διαιτήματα, ὡς εἴρηται. συμπεπλεγμένων δὲ ὄντων τῶν | |
120 | χυμῶν καὶ ὧδέ τε κἀκεῖσε ἐνορμώντων, οὐκ ἀπεικὸς ποι‐ κίλας καὶ τὰς κρίσεις γίνεσθαι, ἃς ἀπὸ τῶν ἁπλῶν ῥᾳδίως ἂν εὑρίσκοις, ὡς ἀγχίνους, καταστοχαζόμενος τοῦ εἴδους τε καὶ τοῦ κινήματος τἀρρωστήματος. ἐν πᾶσιν οὖν τοῖς κρινομένοις τρία ταῦτα δεῖ σε προσεξετάζοντα ἐξευρίσκειν, | |
125 | τὴν ῥώμην τοῦ κάμνοντος, τὴν πέψιν τῶν ὀργώντων χυ‐ μῶν, καὶ εἰ ἀναλογίαν ἀποσώζει τὰ ἀπὸ τῶν κρίσεων φαι‐ νόμενα κατά τε τὸ ποσὸν καὶ τὸ ποιὸν πρὸς τοὺς ἀκμά‐ ζειν δοκοῦντας χυμούς. τῆς τε γὰρ δυνάμεως ἀπαγορευ‐ ούσης, τὰ πάντα χείρω λογιστέον, καὶ πέψεως μὴ προη‐ | |
130 | γησαμένης ἐν ταῖς φαινομέναις κρίσεσιν, ἀκράτειά τις ἢ πλῆθος χυμῶν, ἢ διὰ ταῦτά τε καὶ τὰ παραπλήσια, κα‐ κοήθειά τις τοῦ νοσήματος νομίζεται, ὥστε ἤτοι ἄλγη, ἢ λειποψυχίας καὶ ἀναισθησίας καὶ παραφροσύνας, καὶ αὖ‐ θις αὐτῶν ὑποστροφάς, καὶ ὅ,τι χείριστον συντεκμαίρεσθαι. | |
135 | ἔτι γε μὴν χείριστον, καὶ εἰ ἄλλα φέρεται ἀντ’ ἄλλων, καὶ μείονα τῷ ποσῷ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἀεὶ προση‐ μαίνεται χείρονα. ἀμέλει δεῖ σε καὶ ἐπὶ τὸν κάμνοντα εἰσιόντα καὶ πρὶν ἢ ψαῦσαι αὐτοῦ, τό,τε εἶδος αὐτοῦ καὶ τὴν κατάκλισιν ὁρᾷν, ἔτι τὴν εὔπνοιαν, καὶ ἢν μὴ ῥέγχῃ | |
140 | ἢ μὴ ἀλύῃ ἢ παραληρῇ ἢ ἄλλα φθέγγηται ἀντ’ ἄλλων, ἢ βήττῃ καὶ οὐδέν τι ἄξιον λόγου ἀνάγῃ, ἢ ὅτι ἕτερον, πρὶν ἢ αὐτοῦ καὶ τῶν ἑτέρων πυθέσθαι, φαίνηται. εἶθ’ οὕτως ἐπανερόμενον, ὅτι εἴη ὁ πάσχων, ταῦτα παραβάλ‐ λειν, οἷς δῆτα καὶ πρὶν ἢ ἐκεῖνον φάναι, κατεστοχάσω, | |
145 | εἶθ’ οὕτως καὶ ἐφαψάμενον τοῦ σφυγμοῦ, τόν τε ζωτικὸν τόνον ὧδε κατανοεῖν, καὶ ἢν τὸ εἶδος τῶν σφυγμῶν σύμ‐ | |
φωνον τοῖς λεγομένοις καὶ φαινομένοις ᾖ, εἶθ’ οὕτως, καὶ εἴ τινα οὖρα εἴη ἢ διαχωρήματα ἢ πτύσματα, προσήκει κατασκοπεῖν, καὶ τὴν ἐν αὐτοῖς πέψιν ἢ ἀπεψίαν, ἢ ἄλ‐ | 429 | |
2.2(150) | λην ὁποιανδήτινα εὐστάθειαν ἢ μοχθηρίαν ὑφορώμενον, ἐπί τε τοῦ ποσοῦ τῶν ἡμερῶν, ἀπὸ τῆς ἀρχῆς τῆς κατα‐ κλίσεως πυνθάνεσθαι, καὶ εἴ τινες προεφάνησαν κρίσεις, κἄπειθ’ οὕτω διὰ πάντων συνάγοντα ἀποφαίνεσθαι, ὅσα τε εἰς δίαιταν καὶ ὅσα εἰς διάγνωσίν τε καὶ πρόγνωσιν τοῦ | |
155 | ἀρρωστήματος ἀναφαίνονται. διὰ τοιαύτης γὰρ ἀναγόμε‐ νος τῆς μεθόδου βραχύ τι ἢ οὐδὲν ἂν διαμάρτοις τοῦ ἀσφαλοῦς. ἵνα δ’ ἀκραιφνεστέραν τε καὶ διαυγεστέραν τὴν ἐπὶ τοῖς τυχοῦσι νοσῄμασι διάγνωσιν ἔχοις, παραθήσομαί σοι, ὅσα τε ἀγαθὰ καὶ ὅσα φαῦλα σημεῖα, καὶ τὰς κατ’ | |
160 | αὐτὰ διαφορὰς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. οὕτω γὰρ διευκρινηθέντος τοῦ λόγου, πάντ’ εὐχερῆ καὶ ῥᾴδιά σοι φανήσεται. Ἀμείνων οὖν πασῶν κατάκλισις, ἡ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερά· αἵ δὲ ἄλλαι, ἢν μὴ συνήθεις ὦσι, χείρους. τὴν | |
165 | μὲν γὰρ τῶν ὑπτίων διά τινα ἀδυναμίαν μᾶλλον λογι‐ στέον· τὴν δὲ τῶν πρηνῶν, δι’ ὀδύνην τῶν περὶ τὴν γα‐ στέρα καὶ τὰ ἔντερα καὶ διά τινα παραφροσύνην. ῥιπτά‐ ζεσθαι δὲ καὶ ἀλύειν, ἢν μὴ διά τινα προσδοκωμένην εἴη ταῦτα κρίσιν, χείρω τῶν προτέρων. τὸ δ’ ἐπὶ πόδας φέ‐ | |
170 | ρεσθαι, καὶ τούτους δὲ ἔξω τῶν ἱματίων προβάλλειν, καὶ ταῦτα μὴ πάνυ τοι θερμοὺς φαινομένους, χεῖρόν τ’ ἂν εἴη καὶ ἔκλυσίν τε καὶ ἀδυναμίαν τοῦ κάμνοντος σημαί‐ νει. σκοπεῖν δ’ ἔπειθ’ οὕτω προσήκει καὶ τὰ κατὰ τὸ πρόσ‐ ωπον. ὀφθαλμοὶ γὰρ κοῖλοι, κρόταφοι συμπεπτωκότες, | |
175 | ῥὶς ὀξεῖα, καρφαλέον μέτωπον, ἢν μὴ καλῶς ἀκούῃ ἢ ἐνορώῃ, καὶ ἢν οἱ λωβοὶ τῶν ὤτων ὦσι συνεσταλμένοι, καὶ ἢν οἱ ὀφθαλμοὶ δακρύωσιν ἀκουσίως, καὶ ἡ γλῶττα δὲ βραδέως στρέφηται καὶ προσπταίῃ, καὶ ἢ ἀλλοφρονέῃ ὁ κάμνων, καὶ ἢν κωματώδης ἢ ἄγρυπνος ᾖ, καὶ ἢν αἱ‐ | |
180 | μωποὶ οἱ ὀφθαλμοί, καὶ ἢν ἀστατῶσι καὶ κραδαίνωνται, ἢ ἐπὶ τοῦ αὐτοῦ ἵστανται, καὶ ἢν μύοντες μὴ πάντη συμφύωνται, φαίνωνται δὲ σφίσι τὰ λευκά, μὴ διὰ πλείω τῆς γαστρὸς φοράν, καὶ ἢν στένωσι, καὶ ταῦτα μηδεμιᾶς | |
οὔσης ἐγνωσμένης ὀδύνης, καὶ ἢν ὀξύτερον φθέγγωνται | 430 | |
185 | καὶ κλαγγῶδες, καὶ ἢν ἡ ὀφρὺς ἀνέσπασται ἢ κεχάλασται, καὶ ἢν κεχηνότες καθεύδωσιν, ἢ πρίζωσι τοὺς ὀδόντας, καὶ ἢν ἐπηρμένα ἔχωσι καὶ σκληρὰ τὰ ὑποχόνδρια καὶ οὐχὶ τὴν ἐπαφὴν ῥᾳδίως φέροντα τῶν δακτύλων. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, χείριστα τοῖς νοσοῦσιν ἐπιφαινόμενα, | |
190 | καὶ μάλιστα ἢν μὴ διὰ προσδοκωμένην κρίσιν τοιαῦτά τινα γένηται, ἢ διά τινα ἐπισυμβᾶσαν ὑπόγυον πλημμέ‐ λειαν, ἥτις μεθ’ ἡμέραν πάντων τῶν τοιούτων πονηρῶν σημείων ἀνίησιν, ἢ μὴ μεγίστη εἴη πλημμέλεια· καὶ ἀλ‐ λήλων μὲν ταῦτα διαλλάττῃ ἐπὶ πονηρίᾳ. πάντα δὲ φαῦλα. | |
195 | εἰκὸς μὲν γὰρ ἓν χείριστον πολλῶν ἧττον φαύλων, πλέον δύνασθαι, ὥσπερ καὶ ἕν που ἢ δύο ἀγαθὰ ἐπιφαινόμενα πολλῶν κακῶν, εἰ καὶ παραλύειν τὴν δύναμιν. οἶσθα δὲ πάντως τῇ παραθέσει τῶν φαύλων, οἷα τἀγαθὰ νομίζεται κρίνειν. ὕπνοι γὰρ σύμμετροι καὶ κατακλίσεις συνήθεις, | |
2.2(200) | καὶ σφυγμοὶ σύμμετροι ἢ τούτων ἐγγύς, μηδεμίαν τινὰ ἀνωμαλίαν ἢ σκληρότητα ἢ διαλείμματα τινα ἔχοντες, εἴτε τι τῶν λοιπῶν φαύλων· κἄν τι δέ γε ᾖ, τοῖς πλείοσι τῶν ἀγαθῶν ἐκνικώμενον, ἔτι τε οὖρα πέψεως σημεῖα ἔχοντα, καὶ παραπλήσια διαχωρήματα, εὔπνοιά τε καὶ | |
205 | μάλιστα ἐν τοῖς περὶ τὸν θώρακα πάθεσι, καὶ τὰ κατὰ τὸν ἐγκέφαλον μὴ παρακεκινημένα. ταῦτα γὰρ καὶ τὰ τοι‐ αῦτα, πολλά γε δύνασθαι ἐν τοῖς κάμνουσι πέφυκεν, ὥσθ’ ὁπόταν ὦσι πέψεις τινὲς ἡγησάμεναι, καὶ λοιπή τις εὐ‐ φορία περὶ τὸν κάμνοντα, αἴφνης δ’ ἐπιστῇ ῥῖγος καὶ πυ‐ | |
210 | ρετὸς ἐξαίσιος, καὶ παραφροσύνη δ’ ἔσθ’ ὅτε καὶ λειποψυ‐ χίαι καὶ ῥιπτασμοὶ καὶ δυσφορίαι ποικίλαι, οὐ πάνυ τοι δεῖ φοβεῖσθαι. οὐ γὰρ τῆς κακοηθείας τοσούτῳ ταῦτα, ὅσον τῆς ὅσον σὔπω ἐσομένης κρίσεως τοῦ νοσήματος. ἤδη γὰρ τῶν λυπούντων χυμῶν ἡ δύναμις κατισχύσασα, | |
215 | καὶ τούτοις ἐπιθεῖσα πέψιν προσήκουσαν, φθάνει πᾶν ὅ,τι ἄχρηστον αὐτῶν ἀποκρίνουσα. ἀμέλει ἱδρῶσί τε καὶ αἱ‐ μορραγίαις, ἐμέτοις τε καὶ γαστρὸς κενώσεσι, καὶ τοῖς τοι‐ ούτοις ἐπιφανεῖσι, μετ’ οὐ πολὺ τὴν ὑγείαν τῷ ἀνθρώπῳ ἡ φύσις ἀποκαθίστησι, καὶ ταῦτα μὲν ἐν ταῖς τελείαις γί‐ | |
220 | νεται κρίσεσι. προσημαίνεται δὲ ἐν ταῖς ἐπιδήλοις, ὅτι | |
προὔργου τῇ φύσει δράσαι ἐν ταῖς ῥηταῖς κρίσεσι, τοῦτο τῇ πρὸ ταύτης ἐπιδήλῳ προανακρούεται. ἀμέλει, ἢ βρα‐ χεῖς ἱδρῶτες ἢ στάξεις ἀπὸ ῥινὸς αἵματος, ἢ βραχέα πε‐ πεμμένα πτύσματα ἀνάγονται, καὶ ἢ μικρὸν ἢ μεῖζόν τι | 431 | |
225 | προεπιφαίνεται, εἰ μή πού γε τῆς μὲν ὕλης ὀργώσης, τοῦ κάμνοντος δ’ ἰσχύοντος φθάσῃ τὰς προεπισημασίας ἡ κρί‐ σις, ὥσπερ ἐν ἄλλοις διὰ τἀναντία κατὰ βραχὺ πέττεταί τε καὶ ἀποκρίνεται τὸ λυποῦν, ἐν συχναῖς περιόδοις κρί‐ σεων. οἷς δ’ οὔθ’ ἡ φύσις διεγείρηται πρὸς ἔκκρισιν τῶν | |
230 | λυπούντων, πολλαὶ δὲ ἀπεψίαι τῶν βαρυνόντων χυμῶν, καὶ ὁ ζωτικὸς τόνος ἀνίεται, τί χρὴ προσδοκᾷν ἢ τὰ χεί‐ ριστα; τὰ πλείω γὰρ ὧδε παρακολουθεῖ τῶν φαύλων σημείων, κἄν τι τύχῃ ἀποκριθὲν ἐν οὕτω καταστάσεως ἔχοντι νοσήματι, τὸ πλέον ἀκράτειά τε καὶ ἀδυναμία τῆς | |
235 | καθεκτικῆς δυνάμεως γίνεται, καὶ ἔνωμα καὶ πονηρὰ τὰ ἐκκρινόμενα ὧδε φαίνεται. ἐπεὶ τοίνυν ἔγνως, ποῖα μὲν σημεῖα πέψεως, ποῖα δ’ ἀπεψίας, καὶ πῶς ἐστι τὴν φυσι‐ κὴν ἡμῶν εἰδέναι δύναμιν, ἔγνως δὲ ποῖα φαῦλά τε καὶ μὴ σημεῖα, προσήκει τὰ κατὰ μέρος σκεπτόμενόν σε, εἶθ’ | |
240 | οὕτως τὰς ἀποφάσεις ποιεῖσθαι. καὶ ἐπὶ στομάχου μὲν καὶ γαστρὸς καὶ τῶν μετ’ αὐτὴν ἐντέρων, τὰ τ’ ἐμούμενα καὶ τὰ διαχωρούμενα σκοπεῖν δεῖ πρῶτον, εἶθ’ οὕτως καὶ ἀφ’ ἑτέρων ἐπισημειοῦσθαι. ἐπὶ δὲ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος παθῶν, τὴν ἀναπνοὴν καὶ τὰ διὰ βηχὸς ἀνα‐ | |
245 | γόμενα ὁρᾷν προσήκει, καὶ τὰς κατ’ αὐτὰ πέψεις, εἶθ’ οὕτως καὶ ἀπὸ τῶν ἄλλων συντεκμαίρεσθαι, ὥσπερ καὶ τὰ κατὰ τὸν ἐγκέφαλον, αἵ θ’ ὁμιλίαι καὶ ὕπνοι καὶ αἱ ἐγρη‐ γόρσεις, ἄμετρα γινόμενα, ἀναισθησίαι τε καὶ δυσαισθη‐ σίαι καὶ ὅ,τι ἕτερον διασημαίνει τὴν κατὰ τὸν ἐγκέφαλον | |
2.2(250) | διάθεσιν. τῶν δ’ ἐν ταῖς φλεψὶν ἀκμαζόντων χυμῶν, τὰ οὖρα πρῶτα γνωρίσματα. εἰ γὰρ πρώτως μὲν ἀπὸ τῶν οἰκείων κρίνοις γνωρισμάτων ἐφ’ ἑκάστῳ τῶν πεπονθότων μερῶν, εἶθ’ οὕτως καὶ τὰς ἀπὸ τῶν λοιπῶν μορίων συμ‐ παθείας ἐξετάζοις, πρὸ πάντων δὲ καὶ τὰ τοῦ ζωτικοῦ | |
255 | τόνου σκοποίης μέτρα, ὡς πάντων τῶν παθῶν ἐκεῖ συν‐ απαρτιζομένων, κἀκεῖθεν τὰς σωτηρίας καὶ ἀπαγορείας λαμβανόντων, ὡς ἀπό τινος ἀποφαινομένου κριτοῦ, ὡς | |
νικώσης ἢ νικωμένης δηλαδὴ τῆς ζωτικῆς δυνάμεως βραχύ τι ἢ οὐδέν σε διαφεύξεται τῶν εἰς διάγνωσίν τε καὶ πρόγνω‐ | 432 | |
260 | σιν ἡκόντων τῶν συνεχόντων παθημάτων, ὅπου δῆτα καὶ λήξουσιν. | |
2.3(t) | γʹ. Περὶ διαγνώσεως κρισίμων ἡμερῶν. | |
1 | Ἐπεὶ δὲ τῷ περὶ κρίσεως λόγῳ καὶ ὁ περὶ κρισίμων ἡμερῶν ἕπεται, φέρε καὶ περὶ τούτων εἴπωμεν διὰ βρα‐ χέων τὰ δέοντα, ὡς ἂν μηδὲ κατὰ τοῦτο τὸ μέρος λείπη‐ ται ἡ ὑπόθεσις. Ὅτι μὲν γὰρ ἐν ῥηταῖς τισιν ἡμέραις | |
5 | αἱ κρίσεις πεφύκασι γίνεσθαι, οὐχὶ ταῖς αὐταῖς δ’ ἅπασαι, οὐδὲ τὰ αὐτὰ αἱ πᾶσαι τῶν κρισίμων ἡμερῶν δύνανται, παντί που δῆλον, αὐταῖς αἰσθήσεσιν ἑκάστοτε γνωριζόμε‐ ναι. δι’ ὁποίας δὲ ταῦτ’ αἰτίας οὕτω γινόμενα φαίνεται, νυνὶ ἐροῦμεν, καὶ μάλα γε πεπεισμένοι τοῖς τῶν συμπα‐ | |
10 | θειῶν λόγοις τῶν οὐρανίων τούτων σωμάτων, καὶ ταῖς φυσικαῖς αὐτῶν καὶ ἀεικινήτοις φοραῖς, καὶ τοῖς πρὸς ἄλ‐ ληλα αὐτῶν σχηματισμοῖς, καὶ ταῖς ἑκάστων αὐτῶν ἰδιό‐ τησι, τὰ μέγιστα τὸν περίγειον τοῦτον ἀέρα καὶ τὰ ἐν αὐτῷ ἀλλοιούντων σώματα, καθ’ οὓς λόγους ἐκ πρώτης | |
15 | καταβολῆς ὁ δημιουργὸς λόγος ταῦτ’ ἐνηρμόσατο. Ἄλλο μὲν γὰρ ἄλλου μᾶλλον καὶ κατ’ ἀλλοίας μετα‐ βολὰς ἀλλοιοῦν πέφυκε· πάντα δὲ κατὰ τὴν ἐνοῦσαν αὐ‐ τοῖς δύναμιν, ἀλλοιοῖ καὶ μετασκευάζει, ὄργανα θείας προνοίας τυγχάνοντα· καὶ κατὰ τοὺς ἅπαξ αὐτοῖς δοθέν‐ | |
20 | τας λόγους, πάντα τὰ καθ’ ἡμᾶς σώματα μετακεραννύει τε καὶ μεταβάλλει, ἐκδηλοτέρας δὲ εἰς αἴσθησιν τὰς σφῶν αὐτῶν ἐνεργείας εἰς ἡμᾶς δείκνυσιν ὅ,τε ἥλιος καὶ ἡ σε‐ λήνη· ὁ μὲν γὰρ τάσθ’ ὥρας καὶ τὰ ἐν ταῖς ὥραις δια‐ πλάττει, νῦν μὲν ψύχος ποιῶν, καὶ πυκνότητας ἐντεῦθεν | |
25 | τῶν καθ’ ἡμᾶς σωμάτων, ὥστ’ ἐν μὲν ἀέρι ὄμβρους καὶ νιφετοὺς καὶ ὅσα περὶ τὸν ἀέρα τελεσιουργεῖται, φαί‐ νεται ποιῶν· ἐν μὲν ζῴοις καὶ φυτοῖς παλινόρμητον τὸ φυσικὸν καὶ ζῳογόνον θερμόν, ὡς στομωθείη τε καὶ κατ‐ εργάσαιτο τοὺς ἐντὸς χυμούς, καὶ εἰς θρέψιν μετ’ οὐ | |
30 | πολὺ παρασκευάσει ἐπιτηδείους. νῦν δὲ πρὸς ἡμᾶς ἀνα‐ βαίνων καὶ τὸ συνεστὼς κατὰ τὸν ἀέρα ἀνιεὶς κρυμῶδες, | |
ἀναπεταννὺς δὲ καὶ τοὺς φθάσαντας τῷ ψύχει καταπυ‐ κνωθῆναι τῶν πόρων, τὰς τῶν φυτῶν μὲν βλάστας πα‐ ρασκευάζει, πρὸς ἑαυτὸν ἐφελκόμενος τὴν παγεῖσαν ἰκμάδα, | 433 | |
35 | ἧς μὴ συνεχώρει πρότερον τὴν βλάστην τῇ ἀπωθήσει ἐπὶ τὰ βάθη τοῦ ζωογόνου θερμοῦ. ἡμῶν δὲ πᾶν τὸ περὶ τὸ βάθος αὐτῷ οἰκεῖον καὶ συγγενὲς θερμὸν εἰς τὴν ἐπιφά‐ νειαν. πολλὰ δὲ καὶ ποικίλα διὰ τὴν τοιαύτην τοῦ θερ‐ μοῦ ῥοπὴν τῆς ἐγκαθημένης ἔτι ὕλης, ὧδ’ ἀναφαίνεσθαι | |
40 | παρασκευάζει εἴδη, κατὰ τὴν τοῦ παντὸς ἐπιφάνειαν σώ‐ ματος. ἐξανθήματα δὲ ἄρα ταῦτα παντοῖα καὶ ἵδρωα, καὶ αὐτοὶ δὲ οἱ συνήθως γινόμενοι ἱδρῶτες· ἤδη δὲ σφοδρυ‐ νομένου τοῦ ἡλιακοῦ θερμοῦ, ζέσις μὲν ἐν τοῖς ἐν ἡμῖν χυμοῖς, καὶ τῶν ἤδη ῥηθέντων ἐπίτασις γίνεται. αὐχμὸς | |
45 | δὲ τὸν ἐπιλιμνάζοντα τοῦτον ἀέρα ἐξικμάζει, πέπανσις δὲ τοῖς ὡραίοις ὡραία, πῇ μὲν πεπαινομένης, πῇ δ’ ἐκβοσκο‐ μένης τῆς περιττῆς ὑγρότητος· φθάνοντος δ’ ὑποστρέφειν ἤδη ἀπὸ τῆς καθ’ ἡμᾶς οἰκήσεως τοῦ ἡλίου, καὶ βορρὰν καταβαίνοντος, αὐχμηρά πως καὶ διατεθερμασμένα ἔτι | |
2.3(50) | λείπεται ἡμῶν τὰ σώματα. τῆς ὥρας δ’ ὑποτρεχούσης, καὶ νότου ἀναβαίνοντος, καὶ αὐξανομένου τοῦ ψύχους, ἤδη φθάνουσιν οἱ πόροι συμμύοντες, καὶ τὸ λεῖπον τοῦ θερ‐ μοῦ ἐναπολαμβάνοντες, ῥοπὴν λαβὸν τὴν ἐπὶ τὸ θύρα‐ θεν, τά τε φυτὰ παραπλήσια πάσχει καὶ φυλλορροεῖ ἐν‐ | |
55 | τεῦθεν, ὥσπερ αὖ γεγονότα τῷ ἐξικμασθῆναι τὸ πολὺ τῆς ἐν αὐτοῖς ὑγρότητος, καὶ πρὸς ἑαυτὰ λοιπὸν συνέχεται, καὶ τὸ λειπόμενον τῆς φυσικῆς δυνάμεως αὖθις ἀναλαμ‐ βάνει καὶ ἀναζωπυρεῖ, καὶ ἑτέραν αὖθις ἀποθησαυρίζει τῆς γῆς ἰκμάδα καὶ τὴν ἐς νέωτα ἀναμένει ἀλέαν. πάλαι | |
60 | δ’ ἂν ἀπεμαραίνετο ἥ,τε τῶν ζῴων καὶ τῶν φυτῶν οὐσία, εἰ μὴ τὰς θαυμασίας ταύτας τῶν ὡρῶν μεταβολὰς ὁ ἥλιος ἐπεποίητο· νῦν δὲ ἄλλα ἄλλοις προκατασκευάζων καὶ διοικῶν, ὄργανον οἷον τῷ δημιουργῷ γενέσεως τε καὶ φθορᾶς ἐτελέσθη. ἐῶ δὲ τὰς κατὰ μέρος αὐτοῦ λέγειν | |
65 | ἐνεργείας, ἐπεὶ μηδὲ τοῦθ’ ἡμῖν πρόθεσις. πλέα μὲν γὰρ γῆ, πλέα δὲ θάλασσα τῶν ἐξ αὐτοῦ δυνάμεων· τοιοῦτο θαυμαστὸν ὁ ἥλιος ὄργανον ἐπὶ τοῖς μεταβαλλομένοις | |
τούτοις σώμασι τῷ δημιουργῷ κατεσκευάσθη. Καὶ ταῖς αὐξομειώσεσι δὲ ἡ σελήνη, τὰς τῶν ὡρῶν | 434 | |
70 | ἀπομιμεῖται μεταβολάς, καὶ μέχρι μὲν διχοτόμου ἀπὸ συν‐ όδου, τὴν ἐαρινὴν ἀποδεικνύει ὥραν. ἀπὸ δὲ ταύτης ἐπὶ πανσέληνον ἰοῦσα, τὴν τῆς θερινῆς ὑποσημαίνει ὥρας κατάστασιν· τῇ δ’ αὖ μετ’ αὐτὴν δευτέρᾳ διχοτόμῳ, τὴν φθινοπωρινὴν ἀπομιμεῖται ὥραν, ὥσπερ κατὰ τὴν ὑστά‐ | |
75 | την αὐτῆς ἑβδομάδα, χειμῶνος ὥρᾳ παρείκασται. κἂν γὰρ ταῖς πάντων ταῦτα αἰσθήσεσιν ἀριδήλως οὐ καταλαμβά‐ νονται, οὐκ ἀναιρεῖ τοῦτον τὸν λόγον. τίς γὰρ ἂν εἴη ἰσχὺς σελήνης, ἀπαμβλῦναι τὴν ἀπὸ τοῦ ἡλίου ῥοπήν, ὡς ἤδη δῆλον εἶναι πάσαις αἰσθήσεσι καὶ μάλιστα ἢν τὰς | |
80 | ἀντικειμένας ὥρας κατασκευάζωσι τὰ φῶτα. ἐπί γε μὴν τῶν εὐπαθεστέρων, καὶ οἷς μικρά τις ἐπιτεθεῖσα ῥοπὴ μεγάλα δύναται, ὧδε καὶ αἱ ἀπ’ αὐτῶν αἰσθήσει κατα‐ λαμβάνονται ἀλλοιώσεις· καὶ οὕτω μὲν διὰ βραχέος αὕτη τὸν ζωδιακὸν διερχομένη κύκλον, —ἐγγὺς γὰρ τέτταρες | |
85 | ἑβδομάδες ἡμερῶν μέρους τινὸς λείποντος ἀναμετροῦνται τῇ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ταύτης ἀποκαταστάσει τάσθ’ ὥρας ὑπογράφει καὶ πολλά τινα θαύματος ἄξια ταῖς περιόδοις αὐτῆς, ἐν τοῖς καθ’ ἡμᾶς τούτοις καὶ τρεπτοῖς συνδιατίθησι σώμασι. τῷ τε γὰρ προσγειοτέραν τῶν ἄλλων | |
90 | εἶναι καὶ τῷ μεγάλας κατ’ αὐτὴν ὑφίστασθαι μεταβολάς, ἐν ταῖς αὐξομειώσεσι καὶ ῥᾳδίως τὰ καθ’ ἡμᾶς συμμετα‐ βάλλεται σώματα, ἀλλ’ ὅπως μὲν αὐτή τε καὶ οἱ λοιποὶ τῶν ἀπλανῶν τε καὶ πλανητῶν· κατὰ τὰς σφῶν αὐτῶν δυνάμεις καὶ περιόδους, φάσεις τε καὶ κρύψεις, φυσικοῖς | |
95 | τισι λόγοις, οὓς ἀπὸ τοῦ δημιουργοῦ εἰλήχασιν, ἐν τοῖς ἀστάτοις τούτοις καὶ μεταρρέουσιν ἐνεργοῦσι σώμασιν, ἄλ‐ λης τοῦτο σκέψεως, καὶ ἡμῖν οὐ πρόθεσις ταῦτα διεξιέναι τῷ λόγῳ. νυνὶ δὲ περὶ κρισίμων ἡμερῶν εἰπεῖν προτεθυ‐ μημένοις, περὶ τούτου δὴ καὶ ῥητέον, ἀπ’ αὐτῶν δὴ τῶν | |
2.3(100) | τῆς σελήνης περιόδων εἰληφόσι τὰς ἀφορμάς. τεττάρων οὖν ὡς εἴρηται τῶν μεγίστων μεταβολῶν ἐν τῷ τῆς σε‐ λήνης γινομένων σώματι, ὡς καθ’ ἑβδομάδα ἑκάστης αὐ‐ τῶν μετρουμένης, βραχέος τινὸς μορίου λείποντος, τετρα‐ γωνικὴν δ’ ἑκάστης ἑβδομάδος περιεχούσης πλευράν, εἰκὸς | |
105 | τόν τε τοιοῦτον σχηματισμὸν ἔχειν τινὰ δύναμιν, καὶ τὸν ἐπ’ αὐτῷ δὲ οὐχ ἥκιστα μετρούμενον ἑβδοματικὸν ἀριθμόν. κατὰ τοῦτον γὰρ τὸν σχηματισμὸν ὁρῶμεν καὶ τὸν ἥλιον τὰς μεταβολὰς τῶν ὡρῶν ποιούμενον. εἰ τοίνυν τοσοῦτο τετραγωνισμὸς ἀστέρων δύναται, ἑβδομὰς δ’ ἡμερῶν βρα‐ | 435 |
110 | χέος τινὸς λείποντος ἀριθμοῦ, τῇ μιᾷ τῶν πλευρῶν ἀνα‐ μετρεῖται, εἰκὸς ἂν εἴη ἔχειν τὸν ἑβδοματικὸν τοῦτον ἀριθμὸν μεγίστην τινὰ δύναμιν ἐν τοῖς μεταβαλλομένοις σώμασι τούτοις, καὶ μάλιστα ἢν ταλαντευόμενα καὶ ζυ‐ γοστατούμενα τύχῃ μεγίσταις τισὶ κινήσεσι. τότε γὰρ καὶ | |
115 | αἱ ἐκεῖθεν ῥοπαὶ τὰ μέγιστα πεφύκασι συμμεταβάλλεσθαι. ἐπεὶ δὲ τὰς ἑκάστων ἐν τοῖς γινομένοις ἀποβάσεις κινου‐ μένων, ὁποῖαι ἂν καὶ ἀποβαῖεν, ἀγνοοῦμεν κατὰ τὰς ἀρ‐ χὰς τὸ πλέον, μεσοῦντος δ’ ἤδη τοῦ κατ’ αὐτὰς χρόνου, οὐκ ὀλίγα προεξορμᾷ τῆς ἀποβάσεως τεκμήρια, ἐξευρίσκο‐ | |
120 | μεν δὲ αὐτίκα συμπαθοῦσαν τὴν μεσότητα ταῖς αἰτίαις τοῦ ἀποβάματος, ὡς ἐντεῦθεν δηλονότι προαναφωνεῖσθαι οἷόν τε, καὶ προεξάλλεσθαι ὅπως δήποτε τὰς ἀποβάσεις τῶν κινουμένων, εἶεν καὶ αἱ μεσότητες τῶν ἑβδομάδων, τὰ δεύτερα μεθ’ ἑβδομάδας δυνάμεναι, ποτὲ μὲν τελείως καὶ | |
125 | καθ’ αὑτὰς κρίνουσαι, ποτὲ δ’ αὖ προδηλοῦσαι τῶν μετ’ αὐτὰς ἑβδομάδων τὰς κρίσεις, οὐχ οὕτω δηλαδὴ καὶ τῶν καθ’ ἑβδομάδας ἀπαντουσῶν κρίσεων, ἀεὶ δὲ τελείων γι‐ νομένων, εἰ μή τι βραχύ τι λείψανον περιλειφθὲν δι’ ὁποίας δήτινος αἰτίας τῆς τελείας κρίσεως, τῇ μετ’ αὐτὴν | |
130 | κρισίμῳ ἀποδοθείη. ταῦτ’ ἄρα, τετάρτην μὲν πρώτην, ἢ κρίνειν ἢ ἐπίδηλον τῆς μετ’ αὐτὴν ἑβδόμης εἷναί φαμεν, εἶτα μετ’ αὐτήν, τελείως τὴν ἑβδόμην εἶναι κρίνειν. εἶθ’ οὕτως ἑνδεκάτην, τεσσαρεσκαιδεκάτην δὲ μετ’ αὐτήν, εἶθ’ ἑπτακαιδεκάτην, κἄπειθ’ οὕτως εἰκοστήν, καὶ εἰκοστὴν τε‐ | |
135 | τάρτην μετ’ αὐτήν, ὑστάτην δὲ τὴν εἰκοστὴν ἑβδόμην, τετάρτης ἀεὶ διαδεχομένης τὴν ἑβδόμην· ἐπεὶ δὲ σύ τε καί τινες τῶν μετὰ σὲ ἐπαπορήσαιεν, πῶς ποτε τὰς μὲν προτέρας ἑβδομάδας καὶ τετράδας ἐν τελείαις ἀπέδομεν ἡμέραις, τὰς δὲ μετ’ αὐτὰς ἐν ἀτελείοις, καὶ τοῦτ’ ἂν εἰ‐ | |
140 | κότως ἐπιλύσαιμεν, ὡς μὴ δοκῶμεν ἀπροόπτως τὰς κρισί‐ | |
μους καταριθμοῦντες ἡμέρας. Ὅτι μὲν οὖν ἑβδόμη καὶ τεσσαρεσκαιδεκάτη, εἰκοστή τε καὶ εἰκοστοεβδόμη ὁσημέραι φαίνονται κρίνουσαι, ἐναρ‐ γῶς ἐστι καὶ ἀπὸ τῶν καμνόντων μαθεῖν· ὅτι δ’ ἐνίοτε | 436 | |
145 | καὶ ἡ εἰκοστὴ πρώτη κρίνει, οὐδὲ τοῦτο λέληθε τοὺς ἀκρι‐ βῶς προσέχοντας. ἡ δ’ αἰτία ἐκ τοῦ προσεχοῦς ἀναφαίνε‐ ται. ἐπεὶ γὰρ ὡς εἴρηται ἐν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις καί τινι μορίῳ ἡμέρας, ὁ ἀποκαταστατικὸς τῆς σελήνης χρό‐ νος ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ φαίνεται, βραχέος δέ τι‐ | |
2.3(150) | νος δεῖ ἐς ἀπαρίθμησιν ἑκάστης τελείας ἑβδομάδος, τέσ‐ σαρσιν ἑβδομάσιν μεριζομένου τοῦ ἀριθμοῦ ἐν μὲν τῇ πρώτῃ ἑβδομάδι, βραχέος τινὸς ὄντος τοῦ λείποντος, οὔθ’ ἡ τετάρτη, οὔθ’ ἡ ἑβδομὰς κωλύεται. ἐν δέ γε τῇ δευτέρᾳ ἑβδομάδι, πλείονος μὲν ἢ κατὰ τὴν πρώτην ἑβδομάδα | |
155 | ὄντος τοῦ λείποντος, οὐκέτι δ’ οἵου τε ὄντος ὁλόκληρον ἀφελέσθαι ἡμέραν, κατὰ τὴν πρώτην καὶ αὐτὴ μετρία κατ‐ ετρήθη· ἤδη δ’ ἐκδήλου ὄντος τοῦ λείποντος, κολούεται ἡ τρίτη ἑβδομὰς εἰς τὴν εἰκοστὴν ἀποπεραιουμένης, οὐ‐ κέτι δ’ ἡ ὀκτωκαιδεκάτη, ἀλλ’ ἡ πρὸ αὐτῆς τῆς τρίτης | |
160 | ἑβδομάδος τετάρτη ἐπιλογίζεται, αὐτὴν δὴ τὴν τεσσαρεσ‐ καιδεκάτην ἀρχὴν ἔχουσα, ὅτι κἀκείνη ἐδόκει ἀριδηλότερον τῆς πρὸ αὐτῆς ἑβδομάδος λείπεσθαι. ὅτι δ’ ἡ τρίτη ἑβδο‐ μὰς καί τι μόριον ἐπιλαμβάνει τῆς εἰκοστῆς πρώτης, διὰ τοῦτο καὶ αὐτὴ ἐνίοτε τὸ κρίνειν πιστῶς πιστεύεται. | |
165 | ἐφεξῆς δὲ μετ’ αὐτὰς κρίνειν πιστεύονται τριακοστὴ πρώτη, εἶτα λδʹ, καὶ μετ’ αὐτὰς ἡ τεσσαρακοστή, δευτέρα οὖσα εἰκοντα. αἱ αὐταὶ γὰρ τῶν περιοδικῶν κρίσεων ἀπὸ εἰκο‐ στῆς μέχρι τῶν μʹ, οἷαί περ καὶ αἱ ἀπὸ πρώτης μέχρι εἰκοστῆς. καὶ δῆτα μέχρι μὲν τεσσαράκοντα τὸ μακρότα‐ | |
170 | τον, τῶν ὀξέων νοσημάτων αἱ κρίσεις γίνονται. τὰ μετ’ αὐτὴν δὲ ἤδη χρόνια ἄρχονται λέγεσθαι, καὶ οὐκέτι καθ’ ἑβδομάδας, ἀλλὰ κατὰ εἰκάδας, καὶ τεσσαρακοντάδας αἱ κρίσεις γίνονται. μετὰ γὰρ τὴν τεσσαρακοστήν, ἡ ἑξηκο‐ στή, εἶτα ἡ ὀγδοηκοστή, εἶτα ἑκατοστὴ εἰκοστή, καὶ μετ’ | |
175 | αὐτὰς ἑκατοστὴ ὀγδοηκοστή. ἢ γὰρ ἐν ταῖς μεταβολαῖς ἑκάστης τῶν ὡρῶν ταῦτα λύεται, ἢ ἐν ταῖς μεταθέσεσιν, ἢ τό γε ὕστατον, ἐν ταῖς εἰς τὰς ἀντικειμένας μεταπτώ‐ | |
σεσιν, ἢ κατὰ τὴν εἰς τὸ αὐτὸ τοῦ χρόνου περίοδον. τὰ μετὰ τοῦτο δέ, καὶ κατὰ τὰς μεθηλικιώσεις κρίνονται, | 437 | |
180 | ἀνίατα δ’ ὅσα καὶ ταύτας διαπέφευγεν, ἀπειρηκυίας ἤδη τῆς ἀπὸ τῶν καιρῶν καὶ χρόνων μεταβολῆς προσδοκωμέ‐ νης βοηθείας τἀνθρώπῳ. ἐπεὶ δ’ ἔφθημέν τινας ἑκόντας καταλιπεῖν τῶν ἐνίοτε κρινουσῶν ἡμερῶν, ἀποδοτέον κἀ‐ κείναις τὸν λόγον, ὡς κατὰ μηδὲν ἐλλείποντες ὦμεν. | |
185 | Τρίτη τοίνυν καὶ πέμπτη, ἔτι τε ἕκτη καὶ ἐνάτη φαί‐ νονται πρὸς ταῖς ἀνωτέρω ῥηθείσαις κρίνουσαι, τρίτη μὲν καὶ πέμπτη, μὴ συνεγγίζουσαι τῇ κατὰ τὴν τετραγωνικὴν πλευρὰν ἀριθμουμένῃ ἑβδομάδι, τὰς τῆς ἥττονός τε τῇ δυνάμει καὶ πρώτως συμπαθούσης τῆς τελείας κρινούσης | |
190 | τετράδος ἀποκαταστατικὰς ἐνεργείας ἐν τοῖς χυμοῖς, ἡ μὲν προεξορμῶσα, ἡ δὲ διαδεχομένη κρίνουσιν, ὥσπερ παρα‐ λαβοῦσαι τῇ ἐγγύτητι τὸ δύνασθαι. ταῦτά τοι, οὐδὲ φαύ‐ λας τὰς τοιαύτας φαμὲν κρίσεις, τὸ πλέον ἀγαθὰ τέλη ἐπιφερούσας. εἰ δ’ ὅτι καὶ κατὰ μὲν τὴν τρίτην ἤδη τὸ σε‐ | |
195 | ληναῖον καταυγάζει φῶς, ἐντὸς δὲ τῆς πέμπτης ἡ ἑξαγω‐ νικὴ πλευρὰ θεωρεῖται, δέδεικται δὲ καὶ ταῦτα δύναμιν ἀξιόλογον ἔχοντα, μᾶλλον ἂν ἔχοιεν τὸ ἀξιόπιστον κρί‐ νειν, τῶν ἡμερῶν αἱ ῥηθεῖσαι. ἡ δὲ μετ’ αὐτὰς ἕκτη πάν‐ των ὧν ἴσμεν ἡ χειρίστη κρίνουσα, ἅτε προεξορμῶσα τῆς | |
2.3(200) | πασῶν δυναμικωτατης ἡμέρας. εἰ γὰρ δὴ τὰς τετράδας διὰ τὴν πρὸς τὰς ἑβδομάδας συμπάθειαν ἰσχὺν ἔχειν κρί‐ νειν φαμέν, ᾗπου δυναμικώταται ἂν εἶεν αἱ ἑβδόμαι. προεξορμώσης δὲ τῆς ὕλης, τῆς κατὰ τὴν ἑβδόμην συμ‐ παθητικῆς πρὸς τὸ πᾶν κρίσεως, εἰκότως ἂν φαῦλαί τε | |
205 | καὶ κακοήθεις καὶ μὴ τελείως κρίνουσαι ἀπαντήσωσιν αἱ κατὰ τὴν ἕκτην κρίσεις. ἀμέλει ἀεὶ κατὰ τὴν ἕκτην ἢ θά‐ νατοι ἢ μακρονοσίαι ἢ τῶν αὐτῶν ὑποστροφαὶ γίνονται. ἐν αὐταῖς δὲ ταῖς κρίσεσιν, ἀναισθησίαι τε καὶ παραφρο‐ σύναι καὶ λειποψυχίαι καὶ πᾶν ὅ,τι χείριστον ἐν συμπτώ‐ | |
210 | μασι. ταῦτα δ’ ἐνίοτε πονηρὰ οὕτως ἐσόμενα, οὐχ ἧττον τῶν ἐπὶ τῆς ἑβδόμης ἡ τετάρτη διασαφεῖ. ἥ γε μὴν ἐνάτη μετ’ αὐτὰς κρίνουσα, καὶ τριγωνικὴν πλευρὰν ἀποσώζουσα, διὰ τοιαύτην ἂν μᾶλλον ῥηθείη δύναμιν τὰς κρίσεις πι‐ στεύεσθαι, ἱκανοῦ καὶ τοῦ τοιούτου ὄντος σχήματος με‐ | |
215 | ταβολὴν ἐνθεῖναι τοῖς κάμνουσι. καί γε ἴσασι περὶ σχη‐ ματισμῶν δυνάμεως, οἷς μέτεστι μαθηματικῆς ἐπιστή‐ μης. ὅπως δ’ ἐν μὲν τῇ πρώτῃ ἑβδομάδι πλείους αἱ κρί‐ νουσαι, οὐχ οὕτω δ’ ἐν ταῖς ἐφεξῆς, οὐ δεῖ θαυμάζειν. οἵ τε γὰρ ἐντὸς ταύτης κρινόμενοι, πλέον ὀργῶντας τοὺς | 438 |
220 | χυμοὺς ἔχουσι, καὶ ἡ δύναμις ὧδε ἔρρωται. αἱ μετ’ αὐτὴν δὲ καθόλου ἂν καὶ προβαῖεν, ἀνίενται τῆς σφοδροτέρας ὁρμῆς. καὶ τὰ μὲν ὀξύτατα πάνυ τῶν νοσημάτων μέχρι τετάρτης, ἢ τό γε δεύτερον, μέχρι ἑβδόμης κρίνεται. τὰ δ’ ἁπλῶς ὀξέα μέχρι ιδηςʹ ἢ εἰκοστῆς, ἃ δὴ μέχρι μῆςʹ προ‐ | |
225 | βαίνει, τοῖς μετ’ αὐτὴν κρινομένοις ἀντεξεταζόμενα, λέ‐ γεται ὀξέα. πάντα γε μὴν ταῦτα ἐπιδήλοις ἐν κρίσεσι κρίνεται. μὴ γὰρ οὕτω λυόμενα, αὖθις ὑποστρέφει. κἂν μὴ ἐν ταῖς κρινούσαις τὰ κρίσιμα γένωνται, οὐδὲν ἧττον ὑποστρέφουσι τἀρρωστήματα. ταῦτά τοι. μηδὲ προπετῶς | |
230 | τρέφειν, μὴ κατὰ λόγον γινομένων τῶν κρινομένων, ἀλλὰ τῶν τελείων κρίσεων καταστοχαζόμενον, τοὺς καιρούς, εἶθ’ οὕτως καὶ τὴν δίαιταν ἐξαλλάττειν· μὴ κρίνουσαι δὲ νο‐ μίζονται ἐντὸς τῆς κηςʹ αʹ, βʹ, ηʹ, ιʹ, ιβʹ, ιγʹ, ιεʹ, ιϛʹ, ιηʹ, ιθʹ. αὗται γὰρ ἢ οὐδ’ ὅλως κρίνουσιν ἤ τι δοκοῦσιν κρί‐ | |
235 | νειν, οὐ καθ’ αὑτάς, ἀλλ’ ἀπὸ τῶν πρὸ αὐτῶν ἢ μετ’ αὐ‐ τὰς κρινουσῶν. καὶ αὗται ῥοπὴν δεξάμεναι ἀπὸ τῶν γινο‐ μένων κρίσεων, δοκοῦσί τι τοῖς ἀφελεστέροις κρίνειν, αὐ‐ τῶν καθ’ αὑτὰς μήποτε κρινουσῶν. ἀλλ’ ὁ μὲν περὶ κρινουσῶν ἡμερῶν λόγος, ὡς ἐν βραχεῖ φάναι, τοιοῦτος. | |
240 | προσήκει δὲ σκεπτόμενον τὰς τῶν ἡμερῶν δυνάμεις καὶ τὰς τῶν χυμῶν πέψεις, ἔτι τε τὴν ῥώμην τοῦ κάμνοντος, καὶ τὰ συνεδρεύοντα συμπτώματα, ἔτι τε τὰς κινήσεις τἀρρωστήματος καὶ τὰς ἐπὶ ταῖς κινήσεσιν αὐτοῦ προ‐ γνώσεις ἐπάγειν. ἢν μὲν γὰρ ἐν τῇ πρώτῃ ἢ δευτέρᾳ ση‐ | |
245 | μεῖα πέψεως φαίνηται, ὀξέως μὲν κινουμένου τἀρρωστή‐ ματος, ἰσχύοντος δὲ τοῦ κάμνοντος, κατὰ τὴν τετάρτην προσδοκητέον τἀρρώστημα κρίνεσθαι, μήτε δὲ ὀξέως πάνυ τἀρρωστήματος κινουμένου, μήθ’ ὑπεικούσης τῆς δυνά‐ μεως μέχρις ἑβδόμης ἀφίξεσθαι. τῆς τρίτης δὲ ἢ τετάρτης | |
2.3(250) | τὰ τῆς πέψεως ὑποδειξάσης, σὺν μὲν ἰσχυρᾷ δυνάμει μέ‐ χρις ἑβδόμης, σὺν δὲ μετριωτέρᾳ μέχρις ἑνδεκάτης καὶ | |
τεσσαρεσκαιδεκάτης ἀφίξεσθαι. οὕτω δὲ προδιανοούμενος τά τε μέτρα τῆς διαίτης ἐξευρήσεις, καὶ εἴτε ἰσχύσει, εἴτε καὶ προαπανδήσει τῆς νόσου ὁ κάμνων, εἴσῃ. εἰ γὰρ ἕκα‐ | 439 | |
255 | στον αὐτῶν ἀκριβῶς μάθῃς διαγινώσκειν, καὶ τὴν διὰ πάντων αὐτῶν συναγομένην σοι πρόγνωσιν ἐκμαθήσῃ. καὶ ταῦτα μὲν ὧδέ πῃ καὶ ληγέτω, ἱκανῶς ῥηθέντα τοῖς τε βραχυλογεῖν ἐθέλουσι καὶ τοῖς ἀπὸ μετρίων πλείω κα‐ ταλαμβάνουσιν. | |
260 | Ἐπεὶ δὲ περὶ τῶν ἐντὸς παθῶν πρότερον ἔφθημεν εἰρηκότες, ὅσα δηλαδὴ κατά τε τὰ ὀργανικὰ καὶ ὁμοιο‐ μερῆ γίνεται, καὶ μέχρις αὐτῆς ἐπιφανείας ἔληξεν, ἱδρώ‐ των τε καί τινων ἐξανθημάτων ἐπιμνησθεὶς ὁ λόγος, λεί‐ πεται ὥσπερ ἄλλην ὁδὸν ἀναλαβόντας ἡμᾶς, ὧδε περὶ | |
265 | τῶν ἐφεξῆς ἐρεῖν, ὅσα δηλαδὴ κατὰ τὴν ἐπιφάνειαν τοῦ σώματος γινόμενα φαίνεται, εἶθ’ οὕτως τῶν θεραπευτι‐ κῶν μεθόδων ἐφάψασθαι. | |
2.4(t) | δʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὸ δέρμα παθῶν. | |
1 | Ἐπεὶ δὲ τοῖς κατὰ τὴν ἐπιφάνειαν τοῦ σώματος γι‐ νομένοις, καὶ ὁ περὶ τῶν κατὰ τὰ αἰσθητήρια παθῶν λό‐ γος συνεισάγεται, οὐδὲ γὰρ ἔφθημεν πρότερον περὶ τού‐ των διαλαβόντες, ἐνταῦθα καὶ τὰ κατ’ αὐτὰ πάθη ἀπο‐ | |
5 | ταμιευόμενοι, μηδὲ τὸν περὶ τούτων λόγον λελεῖφθαι δίκαιον, ἀλλ’ ὥσπερ ἡ κεφαλὴ πάντων τῶν τοῦ σώματος μερῶν ὑπέρκειται, οὕτω δὴ καὶ τῶν κατ’ αὐτὴν γινομέ‐ νων πρῶτον ἐπιμνησθῆναι παθῶν, ὅσα εἰς ὄψιν ἥκει. περὶ γὰρ τῶν ἐντὸς εἴρηται, εἶτα καὶ περὶ τῶν κατὰ τὰ | |
10 | λοιπὰ μέρη, ὑστάτως δὲ περὶ τῶν ἐπικοίνως γινομένων παθῶν τοῖς μέλεσι. | |
2.5(t) | εʹ. Περὶ πιτυριάσεως. | |
1 | Πιτυρίασις οὖν καὶ φαλάκρωσις, ὀφίασίς τε καὶ ἀλω‐ πεκία, πάθη μὲν κεφαλῆς, διάφορα δὲ ἐκ διαφόρων αἰτίων γινόμενα. καὶ ἡ μὲν πιτυρίασις κακοχυμίας τινὸς ἀνενε‐ χθείσης καὶ διαφορηθείσης διὰ τοῦ τῆς κεφαλῆς δέρμα‐ | |
5 | τος. ἴσασι δ’ ἄρα πάντες αὐτήν. κνηθομένων γὰρ τὴν κεφαλὴν ἀποπίπτει ὥσπερ τινὰ λεπτὰ πίτυρα, ἀφ’ ὧν δὴ | |
καὶ τοὔνομα εἴληφεν. ἄμεινον γὰρ ταύτην φέρεσθαι ἢ ἐπέχεσθαι. τὸ μὲν γὰρ ἀνακόπτει τὴν ἐπ’ ἄλλα ῥοπὴν τῆς ὕλης· τὸ δ’ αὖ, ῥᾳδίαν ἐπάγει τοῖς ὀφθαλμοῖς ἢ τοῖς | 440 | |
10 | ὀδοῦσιν ἢ τοῖς ὠσὶν ἢ τοῖς αὐτῶν οὖσιν ἔγγιστα βλάβην. Φαλάκρωσις δὲ γένοιτ’ ἂν μέν ποτε καὶ δι’ ὑγρότητα πλή‐ θουσαν, οὐχ ἥκιστα δὲ καὶ διὰ σφοδρὰν ξηρότητα, καί γε αὐτὸς οἶσθα, ὡς οὔτ’ ἐν τοῖς τέλμασι βοτάναι φύονται, οὔτ’ ἐν ἀμμώδεσί τε καὶ ἀποξήροις χωρίοις. ἣν οὖν ἐκεί‐ | |
15 | νους αἰτίαν οἴει, κἀνταῦθα μετάγαγε. μᾶλλον δὲ ἐπὶ μιᾷ λύσει καὶ ἀμφοτέρων τὰς ἀπορίας μάνθανε. οὔτε τοίνυν ὑγρὰ οὐσία πάνυ ἐπικρατήσασα δυνηθείη ἂν φῦσαι καὶ θρέψαι τὰ μετ’ οὐ πολὺ αὖ γενησόμενα, οὔτ’ αὖ ξηρότης ἐπιταθεῖσα, γῆς τὰ ἐπαυξηθησόμενα, ἀλλ’ ἡ ἐξ ἀμφοῖν | |
20 | συμμετρία. ὑγρότητι μὲν γὰρ πρόσφυσις καὶ πρόσθεσις τοῖς τρεφομένοις ἐγγίνεται. ξηρότης δὲ σύστασίν τε καὶ στεγανότητα, καὶ τὸ μὴ ῥᾳδίως διαρρεῖν ποιεῖ τὰ τρεφό‐ μενα. ἀμέλει κἀνταῦθα τῆς μὲν ὑγρότητος διαβρεχούσης τὰς τῶν τριχῶν ῥίζας, αἵ τ’ οὖσαι ῥέουσι, μὴ τὸ συνιστᾷν | |
25 | ἐχούσης ἀπὸ τῆς ξηρότητος, τῆς πολλῆς ὑγρότητος, καὶ ἕτεραι οὐκ ἀναφύονται, ὑπὸ συμμετρίας ἀτμῶν τῶν τρι‐ χῶν γινομένων· τῆς δέ γε ξηρότητος αὖθις ἐπικρατούσης, οὔθ’ ὅθεν ἔχουσι τραφήσονται καὶ ἐπαυξήσουσιν ἰοῦσαι, οὔτ’ αὖ τῶν ῥεουσῶν ἔστιν ἑτέρας φυῆναι, ἐπιλειπούσης | |
30 | τῆς ἐνταῦθα ἀτμώδους ὑγρότητος, καὶ ἄλλως ὑπὸ ξηρό‐ τητος οἱ πόροι συμμύουσιν. ἑτέρα δὲ ὑγρότης ποικίλη τε καὶ διεφθορυῖα, τήν τε ὀφίασιν καὶ τὴν ἀλωπεκίαν ἐναπ‐ εργάζεται, τὰς ῥίζας διαβιβρώσκουσα τῶν τριχῶν, καὶ ταύτας ἐκβοσκομένη οὐχ ὁμαλῶς. καὶ ἡ μὲν ὀφίασις καὶ | |
35 | ἀπὸ τοῦ γινομένου πάθους καλοῖτ’ ἂν εἰκότως, κατὰ τὰς σπείρας ἐπεκτεινομένη τοῦ ὄφεως κατὰ τοῦ τῆς κεφαλῆς δέρματος. Ἀλωπεκία δ’ εἴρηται διὰ τὸ συνεχῶς αὐτὴν ἐν ταῖς ἀλώπηξι γίνεσθαι. γνοίης δ’ ἂν τοὺς ἐνοχλοῦντας χυ‐ μοὺς καὶ ἀπὸ τῶν καθολικῶν καὶ συνεκτικῶν αἰτίων, οὐχ | |
40 | ἧττον δὲ καὶ ἀπὸ τοῦ εἴδους τοῦ χρώματος τοῦ τριχορ‐ ρυήσαντος τόπου. ἐνίοτε δὲ τούτοις ἀναφυόμεναι τρίχες οὐχ ὅμοιαι, ἀλλὰ διάφοροι κατὰ τὰ χρώματα, ἅτε καὶ τῶν χυμῶν συμπεφυκότων καὶ συμπεπλεγμένων. καὶ ταῦτα | |
μὲν οὕτω. | 441 | |
45 | Γίνεται δ’ ἐν τῇ κεφαλῇ ἑλκύδρια μικρά τε καὶ πυκνὰ καὶ ἐρυθρά, μικραῖς θηλαῖς παραπλήσια, ἀφ’ ὧν ἰχῶρες ἀπορρέουσι. καὶ ὁ καλούμενος δὲ ἰχὼρ λεπτοῖς πάνυ τρή‐ μασι τὸ δέρμα κατατιτρᾷ, ὅθεν ἰχὼρ ἀποδίδοται γλίσχρος. καὶ ὃ δὲ καλοῦσι κηρίον, φαίνεται καὶ ἐν ἄλλοις τόποις | |
2.5(50) | παραπλήσιον. μείζους δ’ ἔχει τὰς κατατρήσεις, ὑγρότητος μελιτώδους περιεκτικάς. ὠνόμασται δ’ ἀπὸ τοῦ κηρίοις ἐοι‐ κέναι τῶν μελισσῶν. Σῦκα δὲ ὀνομάζουσι βλαστήματά τινα στρογγύλα ἑλκώδη, ὑπόσκληρα, ἐνερευθῆ, οἷς ἀκο‐ λουθεῖ ὀδύνη. φύονται δ’ ἐν ἄλλοις τόποις τοιαῦτα. ταῦτα | |
55 | δ’ ἄρα καὶ τὰ τοιαῦτα, παχέων, γλίσχρων, διεφθορότων χυμῶν ἔκγονα· φαίνεται δὲ γινόμενα ἢ κατὰ τὸ πᾶν σῶμα ἢ κατὰ μόνην τὴν κεφαλὴν ἀκμαζόντων τῶν χυμῶν, καὶ ταῦτα μὲν οὕτω. Νυνὶ δὲ περὶ τῶν αἰσθητηρίων ῥητέον. ὥσπερ οὖν | |
60 | ἀκοὴ γίνεται διά τε τὸ αἰσθητικὸν εἰς τὸ οὖς ἰὸν νεῦρον καὶ διὰ τὴν ἐν αὐτῷ κοιλότητα, καὶ τὸν ἐγκατῳκοδομημέ‐ νον ἀέρα, οὕτω δὴ διά τινας μετρίας ἢ καὶ μείζους βλά‐ βας τῶν τοιούτων, κωφώσεις καὶ δυσηκοΐαι, ἦχοί τε καὶ τὰ λοιπὰ πάθη γίνεται. ᾧ τοίνυν ἐξεγένετο τὰς πρῶτας | |
65 | τῶν παθῶν ἐξευρίσκειν αἰτίας, τούτῳ καὶ τὰ μετὰ τὰς πρώτας, ῥᾴδιον. κοινὰ μὲν οὖν καὶ πρῶτα πάθη, δυσκρα‐ σίαι δήτινες, καὶ ὁποιωνδήτινων χυμῶν ἐπίρροιαι, ἔτι τε συνεχείας διαιρέσεις καὶ τῶν αἰσθητικῶν διακοπαὶ πνευ‐ μάτων, διά τινας ἐμφράξεις ἢ μύσεις ἢ τομὰς τῶν ἐξο‐ | |
70 | χετευόντων ταῦτα νεύρων. δεύτερα δὲ μετ’ αὐτὰ καὶ οὐχ ἧττω τῶν προτέρων, καὶ τοῖς ἄλλοις κοινά, φλεγμοναί τε καὶ ἀποστήματα καὶ ἐμφράξεις. ἴδια δ’ ὡς εἴρηται, κωφώ‐ σεις καὶ δυσηκοΐαι καὶ ἦχοι. καὶ περὶ μὲν τῶν κοινῶν ἰδίᾳ ῥηθήσεται. | |
2.6(t) | ϛʹ. Περὶ κωφώσεως. | |
1 | Κώφωσις δὲ γίνεται ἢ διὰ πρωτοπάθειαν τοῦ κατ’ ἐκεῖνο τὸ μέρος ἐγκεφάλου, ὅθεν τὰ ἀκουστικὰ ἐκφύεται νεῦρα, ἢ διὰ τὸ ἐξ αὐτοῦ νεῦρον. καὶ ταῦτα δὲ ἤτοι διά τινα δυσκρασίαν, ἢ διὰ χυμῶν ἐπιρροήν, ἦχοι δὲ ἢ διά | |
5 | τινας αὐτοῦ που συστάντας χυμούς, ὧν λυομένων εἰς πνεύματα οἵδ’ ἕπονται, ἢ κάτωθεν ἀνηνεγμένων πνευ‐ μάτων διὰ παραπλησίους χυμούς· ἐνίοτε δὲ καὶ πάνυ λεπτὰ καὶ βραχέα πνεύματα δι’ ἀκρίβειαν αἰσθήσεως, δι‐ όχλου γίνεται τῇ ἀκοῇ. καὶ τὰ μὲν κάτωθεν ἀνιόντα, | 442 |
10 | μᾶλλον καὶ ἧττον γινόμενα, οὐχ ὡσαύτως ἀεὶ ἀνιᾷ. δα‐ κνώδη μὲν γὰρ ὄντα συναποκαθίσταταί που ταῖς τροφαῖς. παχέα δέ γε καὶ ὀμιχλώδη, ἢν μὴ διαίταις ᾖ βοηθούμενα, κατὰ τὰς ἀναδόσεις καὶ αὐτὰ τῶν τροφῶν μᾶλλον ἐνο‐ χλεῖ. τὰ δ’ αὐτοῦ που περὶ τὴν ἀκοὴν συνιστάμενα, τὸ | |
15 | πλέον ἐπὶ τοῦ αὐτοῦ παραμένει, ῥαΐζει δέ πως καὶ ἐπιδί‐ δωσι καὶ αὐτά, κατὰ τὰς τῶν τροφῶν οἰκειότητας· καὶ τὰ μὲν παχύτερα καὶ ὁμιχλώδη, βομβώδεις μᾶλλον δοκεῖ τοὺς ἤχους ποιεῖν, τὰ δὲ λεπτότερα καὶ ὀξύτερα, νυγματώδεις καὶ ὀξυτέρους. πάντα δὲ ταῖς τε καθ’ ὅλον τὸ σῶμα καὶ | |
20 | ταῖς κατὰ μέρος κράσεσι καὶ διαίταις καὶ ἡλικίαις κατα‐ λαμβάνεται, καθὼς ἔχεις ἀνωτέρω καὶ περὶ τούτων μα‐ θών. αἵ γε μὴν ὀδύναι, κοιναὶ τοῖς ἄλλοις οὖσαι μορίοις, οὐ δίκαιαι τῷ περὶ τῶν παθῶν τῆς ἀκοῆς προσενείρεσθαι λόγῴ. ἐκεῖνο δὲ μόνον εἰπεῖν ἀρκέσει, ὡς τοσοῦτον ὧδε | |
25 | σφοδρότεραί τε καὶ ἀνιαρώτεραι ὀδύναι γίνονται, ὅσον καὶ ἐγγύτεραι τοῦ ἐγκεφάλου συνίστανται, καὶ ἐπὶ γυμνοῖς καὶ εὐαισθήτοις νεύροις. δηλοῖ δὲ τό,τε ἀκάθεκτον τῶν πασχόντων, ἢν τὰ τῆς ὀδύνης ἐπιταθῇ, καὶ αἱ ἐφεπό‐ μεναι τούτοις ἐνίοτε παραφροσύναι διὰ τὴν τοῦ ἐγκεφά‐ | |
30 | λου συμπάθειαν. Καὶ ἐπὶ τῶν ὀφθαλμῶν δὲ τὰ αὐτὰ τοῖς ὠσὶν οἴου πρῶτα αἴτια. τά,τε γὰρ ἀπ’ ἐγκεφάλου προϊόντων νεῦρα καὶ τὸ δι’ αὐτῶν φερόμενον αὐγοειδὲς πνεῦμα, πρῶτα τοῦ ὁρᾷν αἴτια. ταῦτα δὲ καὶ πεπονθότα διά τινα δυσ‐ | |
35 | κρασίαν ἢ ἔμφραξιν ἢ συνεχείας λύσιν, τοῦ μὴ ὁρᾷν ἢ κακῶς ἡμᾶς ὁρᾷν αἴτια γίνεται. οὐχ ἥκιστα δὲ καὶ τοῦ κατ’ ἐκεῖνο τὸ μέρος ἐγκεφάλου πρωτοπαθήσαντος. ἃ δὲ ἐν αὐτοῖς συνίσταται τοῖς τῆς ὄψεως ὀργάνοις, ἤδη | |
ἐροῦμεν. | 443 | |
2.7(t) | ζ. Περὶ διαγνώσεως ὀφθαλμίας. | |
1 | Τῶν ὀφθαλμῶν οὖν πάθη τάραξις καὶ ὀφθαλμία, καὶ φλεγμονὴ καὶ ῥεύματος ἐπιφορά. καὶ ταῦτα μὲν με‐ τριώτερα τῶν ἄλλων δοκεῖ. τἄλλα δὲ καὶ χείρω, καὶ πλείο‐ νος τοῦ χρόνου δεόμενα εἰς ὑγίειαν. καὶ τάραξις μέν ἐστιν, | |
5 | ὅταν ἐκθλίψεως ἢ τρίψεως ἢ ὁμιλίας καπνοῦ καί τινος λυποῦντος τοιούτου, ἀνατεθολωμένα φαίνεται. ὀφθαλμία δὲ πλέον τούτου πέφυκε· ἤτοι δὲ ὡς ἐπιδήμιον ἀρρώ‐ στημα αὕτη κρίνεται, ἢ διὰ τὴν τοῦ αἰσθητηρίου ἀδυνα‐ μίαν καὶ τὴν ὕλης ἐπιφοράν. ἀμέλει καὶ δοκεῖ τὸ πάθος | |
10 | διαδίδοσθαι τοῖς εὐπαθεστέροις. λεπτὸν δὲ πάνυ καὶ δριμὺ ῥεῦμα, τοῦ πάθους αἴτιον. τὸ πλέον δὲ οἱ τοιοῦτοι τεθο‐ λωμένους τοὺς ὀφθαλμοὺς ἔχουσι καὶ ὑφαίμους. φλεγμονὴ δὲ γίνεται μὲν καὶ διὰ πληγήν τινα ἔξωθεν, οὐχ ἧττον δὲ καὶ διὰ ῥεῦμα δριμύ· διενήνοχε δὲ τοῦ ἰδίως καλου‐ | |
15 | μένου ῥεύματος τῷ τὸ μὲν ῥεῦμα ἐκ διαφόρων χυμῶν γί‐ νεσθαι, τὴν δὲ φλεγμονήν, ἐκ μόνων θερμοτέρων ὑλῶν. αἱματώδεις δὲ ἀεὶ οἱ φλεγμονώδεις ὀφθαλμοί. οὗτοι δὲ τὴν μὲν ἀρχήν, λεπτόν τι δάκρυον προχέουσι καὶ δάκνον. εἰς πέψιν δ’ ἰόντος τοῦ πάθους, καὶ αὐτὸ συνίσταται καὶ | |
20 | παχύνεται. καὶ λῆμαι ὧδε πλείους. Τοῦ ῥεύματος τὰ εἴδη τόσα, ὅσα καὶ οἱ ῥευματίζοντες χυμοὶ καὶ αἱ ἐξ αὐ‐ τῶν συμπλοκαὶ ποιοῦσιν. ἢ γὰρ μόνου αἵματος ἢ μόνης χολῆς ἢ φλέγματος, καὶ τούτων ἢ ὀξέος ἢ ἁλυκοῦ ἢ ὁποι‐ ουδήτινος ἄλλου, ἢ ἐκ διαφόρων καὶ συμπεπλεγμένων, | |
25 | τὸ ῥεῦμα γίνεται, ἔνθεν τοι οἱ μὲν αἱμωπούς, οἱ δ’ ὠχρούς, ἄλλοι δ’ ἀλλοίους ἔχουσι τοὺς ὀφθαλμούς, καὶ οἱ μὲν πλείω, οἱ δὲ μείω προχέουσι δάκρυα, καὶ οἱ μὲν δα‐ κνωδῶν, οἱ δὲ ψυχρῶν αὐτῶν αἰσθάνονται, καὶ τοῖς μὲν παχύτερα, τοῖς δὲ λεπτότερα τὰ προχεόμενα. πάντα δὲ | |
30 | ταῦτα ἢ συμπασχούσης τῆς κεφαλῆς ἀκολουθεῖ, ἢ μόνοις αὐτοῖς τὰ πάθη ταῦτα καταδεδεγμένοις φαίνεται. τεκμή‐ ρια δὲ τῶν ὀργώντων χυμῶν ὅσα μὲν καὶ ἀπὸ τῆς καθό‐ λου ἕξεως καὶ ὥρας καὶ διαίτης καὶ ἡλικίας συνάγεται. οὐχ ἧττον δὲ καὶ ὅσα ἀπὸ τῶν συνεδρευόντων συμπτω‐ | |
35 | μάτων ἀναφαίνεται, καὶ παραπλησίων αἰτίων· διὰ πάν‐ | |
των οὖν ἰοῦσά σοι ἡ διαγνωστικὴ μέθοδος, ἐπικρινέτω καθ’ ἕκαστα, καὶ ἡ διὰ μειζόνων καὶ πλειόνων, εἶθ’ οὕ‐ τως συναγομένη διάγνωσις ἀποφαινέσθω. καὶ ταῦτα μέν, ἀρχαὶ καὶ πρῶτα πάθη τῶν ὀφθαλμῶν. Χύμωσιν δέ φα‐ | 444 | |
40 | σιν, ὅταν ὑπὸ φλεγμονῆς ἰσχυρᾶς καὶ ἀμφότερα τὰ βλέ‐ φαρα ἐκτραπῇ, ὡς μόλις ὑπ’ αὐτῶν καλύπτεσθαι τοὺς ὀφθαλμούς, καὶ τὸ λευκὸν δὲ τοῦ ὀφθαλμοῦ μετεωρότε‐ ρον τοῦ μέλανος γένηται καὶ ἐρυθρόν, καὶ πολὺ μέρος ἐπιλάβῃ τοῦ μέλανος. —Τὸ δὲ καλούμενον ὑπόσφαγμα | |
45 | ἐκ πληγῆς μὲν τὴν ἀρχὴν ἔχει· ῥῆξις δὲ ὧδε γίνεται τῶν φλεβιδίων, ὅσα περὶ τὸν ἐπιπεφυκότα διατέτανται, καὶ αἱ‐ ματώδης καὶ ὑποφλεγμαίνων ὁ ὀφθαλμὸς φαίνεται. Τὰ δὲ οἰδήματα τῶν ἐμφυσημάτων διενήνοχε τῷ τὰ μὲν ἀπὸ πληγῆς μᾶλλον καὶ περὶ τὰ βλέφαρα γίνεσθαι, τὰ δ’ ἐμ‐ | |
2.7(50) | φυσήματα ὑπὸ παχέος πνεύματος κατ’ αὐτὰ τὰ βλέφαρα συνίστασθαι, ὄγκοι τε ὄντες οἰδηματώδεις, ὥσπερ καὶ ἡ ψωροφθαλμία τῆς ξηροφθαλμίας διαφέρει. ἡ μὲν γὰρ ψω‐ ρίασις κνησμώδης τοῦ βλεφάρου αἴσθησις δι’ ἁλμυρὸν γι‐ νομένη φλέγμα, δάκνουσά τε καὶ κνησμὸν ἐρεθίζουσα. ἡ | |
55 | δὲ ξηροφθαλμία δυσκινησία τῶν ὀφθαλμῶν μετὰ πόνου χωρίς τινος ὑγρότητος ἐκρεούσης. Τὸ δὲ ἐκτρόπιον δι’ ὑπερσάρκωσιν ἢ οὐλὴν τοῦ βλεφάρου γίνεται, μὴ καλῶς θεραπευθέντος. πρὸς ἑαυτὸ γὰρ τὸ πεπονθὸς τὰ πέρατα τῶν βλεφάρων ἐπισπώμενον, ἐλλιπῆ τὴν σύμφυσιν παρα‐ | |
60 | σκευάζει. Αἰγίλωψ δὲ ἀπόστημά τι μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς ῥινὸς ῥηγνύμενον· τοῦτο δὲ πρὶν ἢ ῥα‐ γῆναι, αἰγίλωψ λέγεται. ἀμεληθὲν μέντοι μετὰ τὸ ῥαγῆ‐ ναι, συριγγοῦται καὶ μέχρις αὐτοῦ ὀστέου διαβαίνει, καὶ δυσχερέστερον θεραπεύεται. Τὸ δὲ τράχωμα τραχύτης | |
65 | τῶν ἔνδον τοῦ βλεφάρου μερῶν. ἐπιταθὲν δέ, ὡς καὶ ἐν‐ τομὰς δοκεῖν ἔχειν, σύκωσις καλεῖται. ἐγχρονίσασα δὲ καὶ αὐτή, ὥστε καὶ τυλωθῆναι, τύλος ὀνομάζεται. τούτων δὲ διαφέρει τὸ χαλάζιον, ὑγροῦ τινος σύστασις ὂν κατὰ τὸ βλέφαρον. τὴν δὲ οὕτω καλουμένην κριθὴν πάντως οὐκ | |
70 | ἀγνοεῖς ἀπόστημά τι οὖσαν ἐπίμηκες κατὰ τὸν τοῦ βλε‐ φάρου ταρσὸν γινόμενον. Ὅτι δὲ φθειριῶσι τὰ βλέφαρα, καὶ τὸ ἐξ αὐτῶν πάθος διασημαίνει, φθειρίασις λεγόμε‐ | |
νον. καὶ αὗται δὲ τοῖς ἀκριβῶς ὁρῶσι ζῶσαί τε καὶ κινού‐ μεναι φαίνονται. Μαδάρωσις δ’ ἢ μίλφωσίς ἐστιν αὐτῶν | 445 | |
75 | τῶν τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις, διά τινα διαβρωτι‐ κὸν χυμὸν ἢ καθ’ ὅλον τὸ σῶμα συνιστάμενον, ἢ κατὰ μόνην τὴν κεφαλήν, ἢ τό γε ὕστατον, κατ’ αὐτοὺς μό‐ νους τοὺς ὀφθαλμούς. ἕκαστον δ’ ἂν διαγνοίης αὐτῶν ἀπὸ τῶν οἰκείων αὐτοῦ παρακολουθημάτων ἥ γε μὴν | |
80 | πτίλωσις, παχύτης οὖσα βλεφάρων, τυλώδης ἐνερευθής, ἀπὸ παχυτέρων καὶ πλέον διεφθορότων χυμῶν γινομένη, ἐνίοτε καὶ τὰς βλεφαρίδας τρίχας διαφθείρει. τοῦ πάθους δὲ θεραπευομένου, καὶ αὗται αὖθις ἀναφύονται. ὀχληρὸν δὲ πάθος ἡ τρίχωσις. ἔνιαι γὰρ τῶν βλεφαρίδων τριχῶν, | |
85 | οὐκ ἐκτὸς κατὰ τὰς λοιπάς, ἀλλ’ ἐντὸς ἀποκλίνουσαι, δι’ ὄχλου γίνονται τῷ ὀφθαλμῷ, ἀεὶ τοῦτον πλήττουσαι καὶ διὰ τοῦτο καὶ ταράτττουσαι. ἀρθεῖσαι δὲ καὶ τοῦ διενο‐ χλεῖν λήγουσι. Ἐγκανθὶς δὲ καὶ ῥοιάς, δυὸ πάθη ἀντι‐ κείμενα, κατὰ τὸν αὐτὸν καὶ ἕνα τόπον γινόμενα. ὁπό‐ | |
90 | ταν μὲν γὰρ τύχῃ ὑπερσαρκούμενος ὁ πρὸς τῇ ῥινὶ τοῦ ὀφθαλμοῦ κανθός, ἐγκανθὶς τὸ πάθος λέγεται· φθίνων δὲ καὶ ἀπομαραινόμενος, ῥοιάς. βοηθεῖται δὲ ἕκαστον οἰ‐ κείαις ἐπιμελείαις. Τῶν δ’ ἐν ὀφθαλμοῖς ἑλκῶν, τὸ μὲν ἐν τῷ κερατοειδεῖ κοῖλον καὶ στενὸν καὶ καθαρὸν ἕλκος, | |
95 | βόθριον ἐπονομάζεται. τὸ δὲ πλατύτερον τοῦ βορίου, ἧσσον δὲ βαθύ, κοίλωμα. ἄργεμον δ’ ἔφαμεν τὸ ἐπὶ τὸν τῆς ἴρεως κύκλον γινόμενον, ἐπιλαμβάνον τι καὶ τοῦ πέ‐ ριξ, ὥστε κατὰ μὲν τὸ ἔξω τῆς ἴρεως, ἐνερευθὲς φαίνε‐ σθαι, κατὰ δὲ τὸ ἔνδον λευκόν. τὸ δ’ ἐπίκαυμα ἕλκος ῥυ‐ | |
2.7(100) | παρόν ἐστι καὶ ἀκάθαρτον καὶ ἐσχαρῶδες, οὗπερ ἀνακα‐ θαιρομένου, πολλάκις ἐκρεῖ τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρά. οἷς δὲ καὶ ταῦτα βοηθητέον, ἐν τοῖς μετὰ ταῦτα λόγοις ῥη‐ θήσεται. Πρόπτωσις δ’ ἐστὶ προπέτεια τοῦ ῥαγοειδοῦς χιτῶνος, ἐκ διαβρώσεως ἢ ῥήξεως τοῦ κερατοειδοῦς γινο‐ | |
105 | μένη, ἥτις ἐν διαφόροις μεγέθεσι θεωρουμένη, διάφορα καὶ τὰ ὀνόματα κατασκευάζει, ἐξ ὧν αὐτῶν εἰκάζεται πα‐ ρωνομασμένον τιθεῖσα. μικρὰ μὲν οὖσα, μυιοκέφαλον ὀνομάζεται, ἀπὸ τοῦ ἐοικέναι μυίας κεφαλῇ. ἐπαυξηθεῖσα δὲ πλέον, ὡς ἐοικέναι ῥαγὶ σταφυλῆς, σταφύλωμα λέγεται· | |
110 | ὥσπερ εἰ ἐπὶ πλεῖστον ἐκπίπτει, ὡς τῶν βλεφάρων προ‐ πεπτωκυῖα φαίνεσθαι, μῆλον παρονομάζεται. ἔτι δὲ τού‐ των φθάσει τυφλωθῆναι, ἧλος προσαγορεύεται. ὑπόπυος δὲ ὁ κερατοειδὴς ἐνίοτε γίνεται, ποτὲ μὲν διὰ βάθους, ποτὲ δ’ ἐπιπολῆς, ὄνυχα τὸ πάθος προσαγορεύουσιν ἔνιοι. | 446 |
115 | τὰς δ’ ἐπιπολῆς ἐν τοῖς ὀφθαλμοῖς οὐλάς, οἱ μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐλάς φασιν, οἱ δὲ νεφέλιον, τὰ δὲ διὰ βάθους, λευκώματα. ἕκαστον δ’ οἰκείοις βοηθήμασι θερα‐ πεύεται. τοῖς τῶν ὀφθαλμῶν δὲ πάθεσι καὶ τὸ πτερύγιον συγκαταλεγόμενον, τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχὴ νευ‐ | |
120 | ρώδης ἐστίν, ἣ ἀπὸ τοῦ κανθοῦ ἰοῦσα μέχρις αὐτῆς στε‐ φάνης χωρεῖ, ἄν γε μὴ ὑπεραυξηθὲν τὸ πτερύγιον τύχῃ, καὶ τὴν κόρην αὐτὴν ἐπικαλύπτοι καὶ τοῦ ὁρᾷν κωλύει. Ἀνθρακώσεις δὲ καὶ καρκινώματα, χείριστα τῶν ἐν ὀφθαλ‐ μοῖς παθῶν. πάθος οὖν τὸ καρκίνωμα τοῦ κερατοειδοῦς | |
125 | χιτῶνος, ὀδύνην καὶ διάτασιν μέχρις αὐτῶν κροτάφων ἐπεγγεῖρον τοῖς ἁλοῦσι, καὶ μᾶλλον ἐὰν σεισθῶσιν, ἀνο‐ ρεκτοῦσιν οἱ τοιοῦτοι, καὶ πρὸς τῶν τυχόντων δριμέων παροξύνονται. δοκεῖ δὲ τῶν ἀνιάτων διὰ σφοδρότητα. βοη‐ θητέον μέντοι καὶ τούτοις κατὰ τὴν παρηγορητικὴν δύνα‐ | |
130 | μιν. ὅταν δ’ ἡ μὲν κόρη τῷ χρώματι μηδὲν ἀλλοτρία φαίνηται, πλατυτέρα δὲ πολλῷ τοῦ κατὰ φύσιν, ποτὲ μὲν ὁλοσχερῶς ὁρᾷν ἐμποδίζεται, ποτὲ δὲ ἐπὶ πολύ, καὶ τὰ ὁρώμενα δὲ πάντα αὐτῷ δοκεῖ μείζω, μικρότερα ὄντα. καὶ τὸ μὲν πάθος μυδρίασις λέγεται. αἰτία δ’ αὐτοῦ ὑγρότης | |
135 | περιττωματικὴ συρρεύσασα· φθίσις δὲ πάθος ἐστὶ τῆς κό‐ ρης, στενουμένης μὲν καὶ ἀμαυροτέρας καὶ ῥυπωτέρας γινομένης. τὰ δὲ ὁρώμενα ταύτῃ μείζω φαίνεται. αἰτία δέ, πύκνωσις ὑπὸ ξηρότητος μᾶλλον γινομένη. διαφέρει δ’ ἡ φθίσις τῆς ἀτροφίας, τῷ τὴν μὲν φθίσιν στενοτέραν | |
140 | ποιεῖν, τὴν κόρην, τὴν δ’ ἀτροφίαν ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον. Νυκτάλωπας δ’ ἐαρινούς φασιν, οἵ ὑπὲρ γῆν μὲν ὄντος τοῦ φωτὸς βλέπουσι· δυο‐ μένου δέ, ἀμβλυώττουσι· νυκτὸς δ’ ἤδη καταλαβούσης, οὐδὲν ὁρῶσι. λεπτῶν δ’ ἄρα τοῦτο ὑγρῶν σύστημα, ὅ τὴν | |
145 | μὲν ἡμέραν τῇ τοῦ φωτὸς περιουσίᾳ δυναστεύεται, νυκτὸς | |
δὲ συνεπισκοτεῖ τὴν ὄψιν. Γλαύκωμα δὲ καὶ ὑπόχυμα, οἱ μὲν τὸ αὐτὸ καὶ ἕν πάθος ἔφασαν, οἱ δ’ ἀκριβέστεροι ἄμεινον ποιοῦντες, ταῦτα διαστέλλουσιν ἀλλήλων. καὶ γλαύκωμα μέν φασι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ πάθημα | 447 | |
2.7(150) | εἶναι ὑφ’ ὁποιασοῦν ὑγρότητος μεταβαλλομένου ἐπὶ τὸ γλαυκόν. τὰ δ’ ὑποχύματα, ὑγρῶν τινῶν παράχυσιν πη‐ γνυμένων μεταξὺ τοῦ κερατοειδοῦς χιτῶνος καὶ τοῦ κρυ‐ σταλλοειδοῦς. διάφορα δὲ τά τε ὑγρὰ καὶ πήξεις αὐτῶν φαίνονται. εἰσὶ δὲ τὰ πλείω αὐτῶν ἴασιμα, ὥσπερ δῆτα | |
155 | τὰ γλαυκώματα, πάντα ἀνίατα, ἅτε κατὰ τὴν ἑαυτοῦ οὐ‐ σίαν ὑπ’ ἀλλοτρίας ὑγρότητος, ἀλλοιωθέντος τοῦ κρυσταλ‐ λοειδοῦς. ἥ γε μὴν ἀμαύρωσις, παντελής ἐστι τοῦ ὁρᾷν ἐμποδισμὸς χωρίς τινος πάθους φανεροῦ περὶ τὸν ὀφθαλ‐ μόν, ὥσπερ καὶ ἡ ἀμβλυωπία, ἀμαυρότης περὶ τὸ ὁρᾷν. | |
160 | οὐχ ὑπ’ ἀδήλου δὲ αὕτη αἰτίας γινομένη, οὐ μὴν ὄψει καταλαμβανομένης. εἰ γὰρ δὴ μήθ’ οἱ χιτῶνες ἀλλοῖοι τῶν ὀφθαλμῶν φαίνονται, μήτε τά ἐν αὐτῇ ὑγρά, δῆλον ὡς διὰ τὸ ὀπτικὸν ταύτης πνεῦμα γίνεται, βραχύ τι ἢ οὐδὲν ἐξοχετευόμενον, διά τινας προηγησαμένας μύσεις ἢ ἐμφρά‐ | |
165 | ξεις τοῦ φωταγωγοῦ νεύρου, ἦ μὴν καὶ διά τινας τοῦ ἐγκεφάλου κατ’ ἐκεῖνο τὸ μέρος βλάβας. πάντα δ’ ἱκανὰ τὴν τοῦ πνεύματος φορὰν ἐπισχεῖν, ὡς ἐοικέναι τὸ λοιπὸν τοὺς ὀφθαλμοὺς λύχνοις, οἵ πάντα μὲν πληρέστατοι καὶ ἐπιτήδειοι τελοῦσι, φωτὸς δὲ τοῦ περιλάμψοντες στερισκό‐ | |
170 | μενοι. Ὁ δὲ στραβισμὸς γένοιτ’ ἂν καὶ τοῖς προήκουσι μὲν τῷ χρόνῳ, διά τινα σπασμώδη ἀνθολκὴν τῶν κινούντων μυῶν τοὺς βολβούς. οὐχ ἥκιστα δὲ νηπίοις συμβαίνει. ἔτι γὰρ πάντα ἁπαλοῖς οὖσιν, ἢν ἐκ πλαγίου τις αὐτοῖς αἰωρῇ | |
175 | λίχνον ἀνημμένον, ἢ ἄλλως αὐγὴ φωτὸς προσβάλλει, ἀν‐ θέλκοντος τοῦ φωτὸς τὴν ὄψιν. καὶ τούτου ἐπὶ πολὺ γι‐ νομένου, ἔτι τῶν κινούντων μυῶν ἁπαλῶν τελούντων, τῷ χρόνῳ εἰς πάθος στραβισμοῦ ἡ τῆς ὄψεως διάθεσις με‐ θίσταται, τοῦ μὲν τῶν κινούντων μυῶν συνιζηκότος, τοῦ | |
180 | δ’ ἀντισπασθέντος κατὰ τὴν διάθεσιν δηλονότι τῶν πε‐ πονθότων μυῶν, ἐπεὶ μὴ πᾶσιν ὡσαύτως ὁ στραβισμὸς γίνεται. ὅσαι δὲ ἐκ γενετῆς στραβώσεις γίνονται, τῆς δια‐ | |
πλαττούσης ταῦτα διαμαρτία φύσεως. καὶ ὁ ἐκπιεσμὸς δέ, πάθος ὢν τοῖς ὀφθαλμοῖς σύνηθες, δι’ ἀθρόον τε καὶ | 448 | |
185 | παχὺ ῥεῦμα γίνεται, καὶ ἐξίστησι τοὺς ὀφθαλμοὺς τῆς οἰκείας ἕδρας, ὥστε τοιούτους διαμένειν ἐξελθόντας. βοη‐ θητέον δὲ αὐτοῖς καθὼς ἂν ἰδίᾳ περὶ ἑκάστων παθῶν εἴπωμεν. Περὶ δὲ μυωπίας ταῦτ’ ἔνεστιν εἰπεῖν, ὡς ὁρᾷν ἐκεῖνοι λέγονται μυωπίαι, οἷς τὰ μὲν ἐγγὺς ῥᾴδιον, τοι‐ | |
190 | ούτοις οὖσιν ἐκ γενετῆς, τὰ πόρρω δ’ οὔ. ἀνίατος δὲ ἡ τοιαύτη διάθεσις, διὰ τὴν τοῦ πνεύματος γινομένην ἀσθέ‐ νειαν. βραχὺ γὰρ ὂν καὶ ἀσθενὲς τὸ ἐπιρρέον ὧδε πνεῦμα, οὐκ ἐξικνεῖται μέχρις ἱκανοῦ φέρεσθαι διαστήματος. ἔχεις καὶ τὸν κατὰ τοὺς ὀφθαλμοὺς παθῶν λόγον ἐκτεθειμένον | |
195 | ἱκανῶς βραχυλογεῖν ἐθέλουσι. κἄν τι καὶ λέλειπται, ἔνεστι κἀκεῖνο ἀπὸ τῶν ἤδη ῥηθέντων συνιέναι, τῶν τε διαγνώ‐ σεων καὶ τῶν κατ’ αὐτοὺς παθῶν ἱκανῶς ἐκτεθειμένων. | |
2.8(t) | ηʹ. Περὶ ὀσφρήσεως. | |
1 | Ὀσφρήσεως δὲ κοινὰ τοῖς ἄλλοις αἰσθητηρίοις πάθη, ὅσα διά τε τὸ μέρος τοῦ ἐγκεφάλου καθ’ ὃ τὸ αἰσθητικὸν νεῦρον ἀποφύεται, καὶ ὅσα δι’ αὐτὸ τὸ νεῦρον καὶ τὸ δι’ αὐτοῦ ἰὸν πνεῦμα. διὰ δέ, πολύπους τε καὶ ὄζαινα. | |
2.9(t) | θʹ. Περὶ πολύποδος. | |
1 | Καὶ πολύπους μέν ἐστι ἡ τῶν ἠθμοειδῶν πόρων ἔμφραξις διά τε ὑπερσάρκωμα δυσαποσπάστως ἐχόμενον. ἀποφύεται γὰρ συχνὰ βλαστήματα, τῶν πέριξ πόρων τῆς ῥινὸς ἐχόμενα κατὰ τοὺς πολύποδας. τούτοις ἥτε εἰσπνοὴ | |
5 | καὶ ἐκπνοὴ προσέχεται, κἄν τι ἄνωθεν ἰὸν βλεννῶδες ἢ μυξῶδες τύχῃ, οὐχὶ ῥᾳδίως πέμπεται, προσισχομένου τοῦ πολύποδος. | |
2.10(t) | ιʹ. Περὶ ὀζαίνης. | |
1 | Ἡ δ’ ὄζαινα καὶ ἀπ’ αὐτοῦ δὴ τοῦ ὀνόματος μαρτυ‐ ρεῖται, σεσημμένων δηλονότι καὶ διεφθορότων χυμῶν, περὶ τοὺς ἠθμοειδεῖς ἐπακμασάντων πόρους, καὶ μεταδό‐ των μὲν τῆς σφῶν κακίας τοῖς σύνεγγυς μορίοις, οὐχ ἧτ‐ | |
5 | τον δὲ τῶν ἐπιρρεόντων, τῶν καταδεδεγμένων τούτους | |
ὀδωδότων. ἀμέλει καὶ κατὰ πᾶσαν μὲν ὥραν, μάλιστα δὲ κατὰ τὰς μεγίστας ἐκπνοὰς ὄζουσιν, ἐπιχρωννυμένου του πνεύματος ἀπὸ τῶν ἐκεῖθεν ὀδμῶν, ἔτι δὲ καὶ παρὰ ταῦτα βλεννωδῶν χυμῶν ἐνταῦθ’ ἐπισκηψάντων καὶ μὴ ῥᾳδίως | 449 | |
10 | ἐξιόντων, ἥτ’ εἰσπνοὴ ῥᾳδίως ἐνίοτε παραβλάπτεται, καὶ οὐδέν τι ἄξιον λόγου ἔξεισιν, ὃ ὁσημέραι μέν ἐστιν ἰδεῖν γινόμενον, ἐξαπατᾷ δὲ τοὺς πολλοὺς ὥσπερ πολύπους ὄν τουτί, ἢ ὄζαινα, καὶ μάλιστα ἢν ἐκ μετρίας σήψεως προσ‐ οζέσωσιν οἱ χυμοί. σὺ δ’ ἀλλ’ ἀπὸ τῆς τῶν συμπτωμάτων | |
15 | διαφορᾶς ῥᾳδίως ἂν ἔχοις γνῶναι τὸ διάφορον, ἄλλως τε καὶ διὰ χρόνου μὲν ἐκείνων συνισταμένων καὶ μὴ ῥᾳδίως ἀπολυομένων, τῶνδε δὲ καὶ ταῖς τυχούσαις εἰκόντων βοη‐ θείαις, καὶ πάντη φαινομένων μετρίων. | |
2.11(t) | ιαʹ. Περὶ τῆς ἀπὸ ῥινῶν αἱμορραγίας. | |
1 | Οἷς δὲ καὶ αἷμα ὧδε φαίνεται διὰ τὴν τῶν ἀγγείων ἀναστόμωσιν, κοινὸν τοῖς ἄλλοις μορίοις τοῦτο πάθημα, κἂν ὧδε μάλιστα οὐ συμβαίνῃ. κοινῇ δὲ περὶ παντὸς ἀμέ‐ τρου αἵματος διαληψόμεθα ἐν ταῖς θεραπευτικαῖς μεθό‐ | |
5 | δοις. ἐξ ἐκείνων οὖν δεῖ καταλαμβάνειν ἕκαστον, οἷς ἐφε‐ κτέον ῥύσιν ἀμέτρου αἵματος. νυνὶ δ’ ἐπ’ ἄλλα τοῦ λόγου ἰτέον. πρῶτον δ’ ἀναμνηστέον, τῶν κατὰ τὸ πρόσωπον γινομένων παθῶν. | |
2.12(t) | ιβʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὸ πρόσωπον γινομένων παθῶν. | |
1 | Ὑπώπια οὖν καὶ πελιώματα ἐγγύς τῶν ὀφθαλμῶν γι‐ νόμενα, διά τινας πληγὰς τὰ μὲν ἐξεπιπολῆς, ῥᾳδίως δια‐ φορούμενα ἰᾶται. τὰ δὲ δι’ ἱκανοῦ βάθους διαβαίνοντα, πλείονος τοῦ χρόνου καὶ τῆς ἐπιμελείας δεῖται. αἵματος | |
5 | δὲ ἄρα παρεγχύματα ταῦτα, τῇ βίᾳ τῆς πληγῆς ὑπεκχυ‐ θέντος τῶν ἀγγείων. ἔφηλις δὲ καὶ φακὸς οἷά τινα χρώ‐ ματα περὶ τὸ πρόσωπον φαίνεται, ἀλλοχροοῦντα πρὸς τὸ λοι‐ πὸν τοῦ προσώπου χρῶμα· διά τινα δὲ χυμὸν ἐπιπολάσαντα φαίνεται καὶ τὸ μὲν εἶδος τοῦ χυμοῦ καὶ αὐτὰ τὰ χρώματα | |
10 | δείκνυσιν. οὐ μέντοι γε ἀνάγκη κἀκεῖνον τὸν χυμὸν ἀεὶ ἀκμάζειν, μέχρις ὅπου καὶ ταῦτα φαίνεται. ἐνίοτε μὲν γὰρ ὁ γεννήσας χυμὸς ἀπέσβη, αὐτὰ δ’ ὥσπερ τινὰ λείψανα, | |
μὴ τυχόντα τῆς ἀκριβοῦς διαφορήσεως ἔτι προφαίνεται. | 450 | |
2.13(t) | ιγʹ. Περὶ ἰόνθων. | |
1 | Ἴονθοί γε μήν, ἕτεροι παρὰ ταῦτα ὄντες, ὄγκοι μι‐ κροί τινες καὶ σκληροὶ τυγχάνουσιν, οἳ διαπυήσαντες παύ‐ ουσι. τὸ πλέον δὲ τοῖς γενειῶσι γίνονται, καὶ τοῖς συνήθως ἔχουσι διὰ ῥινὸς αἷμα προχεῖν, εἶτ’ ἀλόγως τοῦτ’ ἐπισχε‐ | |
5 | θεῖσι. γίνονται δὲ καὶ γυναιξὶ τὸ πλέον, ἢ κυούσαις ἢ μὴ καλῶς καθαιρομέναις. ῥυτίδες δὲ καὶ μελανίαι περὶ τὸ πρόσωπον γινόμεναι εἰς μὲν εὐπρέπειαν, καὶ μάλιστα ἐπὶ νεαζουσῶν γυναικῶν αἶσχός τι πεφύκασι προσάπτειν, ἄλλο δ’ οὐδέν τι παραβλάπτουσι. ῥηθήσεται δ’ ἐν τοῖς περὶ | |
10 | θεραπείας λόγοις βραχύ τι καὶ περὶ τούτου. ὅσον τοῦ μὴ λυπῆσαι χάριν, τὰς σπουδὴν καὶ τὴν τοῦ κάλλους ἐπιμέ‐ λειαν ποιουμένας. | |
2.14(t) | ιδʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὸ στόμα παθῶν. | |
1 | Ἐπεὶ δὲ τὰ κατὰ τὸ στόμα φαίνεται καὶ εἰς ὄψιν ἥκει, καὶ τῶν κατ’ αὐτὸ παθῶν ἐπιμνηστέον ὡς εἰκός. παρ‐ ουλὶς οὖν καὶ ἐπουλίς, πάθη τῶν οὔλων, ὧν ἡ μὲν παρ‐ ουλὶς ἀπόστημά τι κατὰ τὰ οὖλα γινόμενον, ἡ δὲ ἐπουλὶς | |
5 | φλεγμονή τις κατὰ τὰ πλησίον τῶν γομφίων ὀδόντων οὖλα, ὑπερανεστηκυῖα ὡς ὑπερσάρκωμα. αὕτη ἔσθ’ ὅτε καὶ πυρετοὺς μικροὺς ἐπάγει. καθίστανται δὲ ῥᾳδίως καὶ αὗ‐ ται, βοηθούμεναι ἄμφω. οὐδὲ γὰρ ἐπ’ ἀξιολόγοις αἰτίαις τὰ τοιαῦτα συνίστανται. | |
2.15(t) | ιεʹ. Περὶ παθῶν τῶν ὀδόντων. | |
1 | Ὀδόντων δὲ πάθη διά τε ψιλὴν δυσκρασίαν συνίσταν‐ ται διά τινας ἐκεῖ που χυμοὺς ἐνσκήψαντας. οὐ μετρίας δ’ ἔχουσι τὰς ὀδύνας οἱ ὀδόντες, ἅτε νεύρων ἀξιολόγων ἐμπεφυκότων τοῖς φαινώμασιν αὐτῶν· καὶ ψυχρᾶς μὲν | |
5 | οὔσης τῆς ἐνοχλούσης δυσκρασίας, μετριώτερα τὰ ἄλγη. ὥσπερ δ’ αἱμωδία τις συνεδρεύει, καὶ ὑπὸ τῶν τυχόντων ψυχρῶν ἐνοχλοῦνται. συντεκμαίροιο δ’ ἂν καὶ ἀπὸ τῶν λοιπῶν τεκμηρίων, ὅσα κατά τε κρᾶσιν δηλαδὴ καὶ ἡλι‐ κίαν, ἔτι τε ὥραν καὶ δίαιταν, ἀναφαίνεται. θερμῆς δὲ | |
10 | δυσκρασίας ἐνοχλούσης, μείζους τε καὶ ὀξύτεραι αἱ ὀδύναν | |
καὶ ἡ ἀπὸ τῶν κατὰ μέρος δὲ αἰτίων διάγνωσις παρίστησι τὴν ἐνοχλοῦσαν δυσκρασίαν. ὑγρότης δὲ ἢ ξηρότης κατ’ αὐτὰς, βραχύ τι ἢ οὐδέν. μετὰ δὲ τῶν δραστικῶν ποιοτή‐ των μάλιστ’ ἂν ἐνοχλήσαιεν. χυμῶν δέ τινων ἐνσκηπτόντων | 451 | |
15 | περὶ τοὺς ὀδόντας, κατὰ τὸ ποσὸν καὶ τὸ ποιὸν αῦτῶν καὶ τὰ συμπτώματα ἐπεγείρεται. καὶ οἱ μὲν θερμότεροι, δραστικώτεροι ἂν ῥηθεῖεν. οἱ δὲ τῷ ποσῷ διαφθείροντες, ἀναλόγως καὶ τὸν τῆς παραιτήσεως χρόνον ἐπὶ τῇ νόσῳ μαρτυροῦσι. κἂν μὲν οὖν ἐς αὐτὰς τὰς ῥίζας τῶν ὀδόντων | |
20 | οἱ χυμοὶ στηρίζωνται, τάς τε ὀδύνας σφοδροτέρας ἐπά‐ γουσι καὶ αὐτοὺς δὴ τοὺς ὀδόντας τῆς οἰκείας παρασα‐ λεύουσιν ἕδρας, ἐνίοτε μὴν ὑψηλοτέρους τῶν ἄλλων δο‐ κοῦντας, ἐνίοτε δὲ καὶ κατασειομένους. καὶ ταῦτα μὲν καθ‐ ίσταται, τῶν ἐνοχλούντων διαφορουμένων χυμῶν. εἰ δὲ | |
25 | καὶ φθάσαιεν οἱ ἐνοχλοῦντες χυμοὶ εἰς τὰς παρειὰς καὶ τὸ λοιπὸν μεταχυθέντες πρόσωπον, αἵ τε ὀδύναι ῥαΐζουσι καὶ οἱ ἐπαναστάντες ὄγκοι, καὶ τὰ κατ’ αὐτοὺς χρώματα, τὸ, τε ποσὸν και τὸ ποιὸν διασημαίνουσι τῶν ἐνοχλούντων χυμῶν. καὶ ταῦτα μὲν οὕτως ἂν διαγνοίης. οὐ μὴν δὲ | |
30 | κἀκεῖνο ἀγνοεῖν προσήκει, ὡς διαβρωτικοί τινες χυμοὶ καὶ σεσηπότες κατὰ τὴν οὐσίαν τῶν ὀδόντων ἐπισκήψαντες, τούτους θρύπτουσι καὶ διαβιβρώσκουσι. καὶ περὶ μὲν τού‐ των ἱκανὰ καὶ ταῦτα. | |
2.16(t) | ιϛʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὴν γλῶτταν παθῶν. | |
1 | Περὶ δὲ τὴν γλῶτταν γίνεται πάθη, ὧν τὸ μὲν ὑπὸ τὸ κάτω μέρος αὐτῆς γίνεται, καὶ μάλιστα παιδίοις. βά‐ τραχος δὲ λέγεται. τὸ δ’ εἰς τὴν οὐσίαν αὐτῆς, ὃ μὴ οἰ‐ κεῖον λαχὼν ὄνομα, τῷ μεγέθει ταύτης διασημαίνεται. | |
5 | ἐνίοις γὰρ διά τινα χυμὸν ἐνσκήπτοντα ὑπεραύξει αἴφνης, καὶ δυσκόλως στρέφεται, καὶ τὰ αὐτῆς οὐχὶ ῥᾳδίως ἐκπλη‐ ροῖ. καθίσταται δ’ αὖθις βοηθουμένη. ὅσα δὲ διὰ προη‐ γούμενον πάσχει πυρετόν, ἀλλόχρουσά τε καὶ ῥηγνυμένη καὶ ξηραινομένη, καὶ οὐ ῥᾳδίως κινουμένη, τῶν συνεχόν‐ | |
10 | των νοσημάτων ταῦτα συμπτώματα. | 452 |
2.17(t) | ιζʹ. Περὶ τῶν κατὰ τὴν ὑπερώαν παθῶν. | |
1 | Κατά δὲ τὴν ὑπερώαν πολλὰ μὲν καὶ διάφορα γίνεται ἐξανθήματα, κατὰ διαφόρους χυμοὺς ἐνσκήπτοντας. ἀμοι‐ ρεῖ δὲ πάντα ὀνομάτων οἰκείων. ἄφθαι γε μὴν περὶ τὸν τόπον συνιστάμεναι, οἰκείου ἔτυχον ὀνόματος, μάλιστα | |
5 | τοῖς βρέφεσιν ἐπιγινόμεναι. τούτων αἱ μὲν ὑπόλευκοι, με‐ τριώτεραι τῶν ἄλλων, χείρους δὲ αἱ ὑπέρυθροι· αἱ δὲ μέλαι‐ ναι, πασῶν χείρισται. καὶ ταῦτα μὲν τῶν παθῶν εἰς προὖ‐ πτον γινόμενα, ῥᾳδίως τε φαίνεται καὶ ἄμεινον βοηθεῖται. τὰ μετ’ αὐτὰ δέ, δυσχερέστερον καὶ φαίνεται καὶ βοηθεῖ‐ | |
10 | ται. περὶ δὲ τῶν κατὰ γαργαρεῶνα παθῶν ὧδε ῥητέον. | |
2.18(t) | ιηʹ. Περὶ τῶν κατὰ γαργαρεῶνα παθῶν. | |
1 | Οὗτος τοίνυν ἐκ διαφόρων πάσχων ῥευμάτων, διαφό‐ ρους μὲν καὶ τὰς ἰδέας ἔχει. διαφόρων δὲ καὶ ὀνομάτων κατὰ τὰς τῶν παθῶν ἰδέας τετύχηκε. καὶ κιονὶς μέν λέ‐ γεται, ὅταν ἐκ ῥευματικῆς τινος διαθέσεως ἁποφλεγμαί‐ | |
5 | νων, ἰσοπαχὴς τῇ ὄψει φαίνηται. | |
2.19(t) | ιθʹ. Περὶ σταφυλῆς. | |
1 | Σταφυλὴ δ’ ὅταν τῷ πλείονι ῥευματισμῷ καὶ τῷ με‐ γέθει τῆς φλεγμονῆς, ῥαγὶ σταφυλῆς ἐοικὼς φαίνεται, ὣσπερ δῆτα καὶ ἱμάντωσις λέγεται, ὁπόταν ἰσχνὸς μὲν ἄλλως, ἐπιμήκης δὲ καὶ τοῦ συνήθους πλέον, ὡς ἐπιψαύ‐ | |
5 | ειν τῆς γλώττης, ἐκ τοῦ τοῖς ἱμάσιν ἐοικέναι τὴν προσηγο‐ ρίαν προσειληφώς. καὶ ταῦτα μὲν διαφόρων ὀνομάτων τε‐ τύχηκε, τῷ διαφόρους ἐπιδείκνυσθαι ἰδέας. | |
2.20(t) | κʹ. Περὶ τῶν κατὰ φάρυγγα παθῶν. | |
1 | Ἐπεὶ δὲ τῷ τε φάρυγγι καὶ τῷ λάρυγγι μύες ὑπηρε‐ τοῦντες προσπεφύκασι, καὶ τούτοις πάθη προσεδρεύει ποι‐ κίλα, ἐνστηριζομένων αὐτοῖς χυμῶν, καὶ μάλιστα θερμοτέ‐ ρων, οἳ δὴ τὸ πλέον καὶ φλεγμονὰς ἐργάζονται. | |
2.21(t) | καʹ. Περὶ συνάγχης καὶ παρασυνάγχης καὶ κυνάγχης. | |
1 | Τῶν μὲν ἐντὸς τοῦ φάρυγγος μυῶν φλεγμαινόντων, | |
συνάγχη λέγεται τὸ πάθος, τῶν δὲ ἐκτός, παρασυνάγχη. ὥσπερ δῆτα καὶ κυνάγχη μὲν τῶν ἐντὸς τοῦ λάρυγγος φλεγμαινόντων μυῶν, παρακυνάγχη δὲ τῶν ἐκτός, ἀπὸ | 453 | |
5 | τῶν κυνῶν τοῦ πάθους τὴν ἐπωνυμίαν ἀπειληφότος, ἅτ’ ἐκείνοις τούτου μᾶλλον συμβαίνοντος. παρέπεται δὲ τοῖς ἁλοῦσιν ὀρθόπνοια καὶ δύσπνοια καὶ πόνος, ἔτι τε ἔρευ‐ θος προσώπου, καὶ τὸ στόμα τούτων διανεωγὸς τὸ πλέον φαίνεται, καὶ καταπίνειν οὐ δύνανται. κἂν βιάσαιντο, διὰ | |
10 | τῶν μυκτήρων ἀναφερόμενον ἐκρεῖ τὸ πινόμενον, καὶ ἤτοι ὧδε παραμείνασα ἡ φλεγμονὴ ἀνεῖλε τὸν ἄνθρωπον, ἢ ἐπὶ τὸν πνεύμονα μεταστάντος τοῦ ῥεύματος, περιπνευ‐ μονία τὸν κάμνοντα ἀπέκτανε. τὰ γὰρ δύο μέγιστα καὶ χείριστα διαφυγεῖν τὸν ἄνθρωπον νοσήματα, τῶν δυσχε‐ | |
15 | ρεστάτων δοκεῖ καὶ τύχης ὧδε ἀγαθῆς δεῖ. καί πού τις ὦπται ἡμῖν τοιοῦτος, διαφυγὼν τὸν ὄλεθρον, τῶν ἄλλων ἁπάντων ἀπολωλότων. μάλιστα δὲ τῶν ἄλλων σώζονται, οἷς περὶ τὴν ἐπιφάνειαν τοῦ τραχήλου ὄγκοι τινὲς καὶ ἐξ‐ ανθήματα ἐπανίστανται. ἀλλὰ γὰρ ἡ συνέχεια τῶν κατὰ | |
20 | τὸ στόμα παθῶν, κἀπὶ τὰ βαθύτερα τὸν λόγον μετήγα‐ γεν. ἡμῖν δ’ ἱκανῶς περὶ αὐτῶν ἐν τῷ προτέρῳ λόγῳ δι‐ εξιοῦσιν, ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν ἔξωθεν παθῶν τῷ λόγῳ ἰέναι, καὶ περὶ αὐτῶν διεξιέναι τὰ δέοντα. ῥητέον οὖν πρῶτον περὶ τοῦ μεγίστου καὶ χειρίστου νοσήματος | |
25 | τῶν κατὰ τὴν ἐπιφάνειαν τοῦ σώματος φαινομένων, εἶθ’ οὕτως καὶ περὶ τῶν κατὰ μέρος φαινομένων παθῶν. οὕτω γὰρ ἂν μετ’ εὐταξίας τινὸς ἐκβαίη ὁ λόγος, καὶ τοῖς δι‐ εξιοῦσι πρόχειρον εἰδέναι τὰ κατὰ μέρος ἔσται. | |
2.22(t) | κβʹ. Περὶ ἐλέφαντος. | |
1 | Ὁ τοίνυν ἐλέφας, καρκίνος ὢν ὁλοσώματος, τὴν πᾶ‐ σαν ἐπινέμεται σάρκα, καὶ ἐς τὸ ἀνίατον καθίστησι τὸν νοσήσαντα. οὗτος ἀπὸ μελαίνης χολῆς ἀρχὴν τῆς συστά‐ σεως ἔσχε. κἂν μὲν οὖν αὕτη ὑφ’ αἵματος διαφθαρέντος | |
5 | καὶ εἰς τὸ μελαγχολικὸν τραπέντος συστᾶσα τύχῃ, ὑπερύ‐ θρους τε καὶ ἧττον κακοήθεις ποιεῖ. εἰ δ’ ἀπὸ ξανθῆς τραπείσης χολῆς ἡ γένεσις τῷ μελαγχολικῷ χυμῷ, τοὺς χειρίστους καὶ διαβρωτικοὺς ὧδε ἐσόψει ἐλέφαντας, πάντα | |
δίκην πυρὸς νεμομένους. προηγοῦνται δὲ τοῦ πάθους | 454 | |
10 | ὀφρύων τε καὶ τῶν κατὰ τὴν γένυν τριχῶν ἐκπτώσεις, ὀχθώ‐ δεις τε ἐπαναστάσεις κατὰ τὸ πρόσωπον, καὶ οἱ ὀφθαλ‐ μοὶ τούτοις ἀλλοχροοῦσι, καὶ ἡ φωνὴ δασύνεται, αἵθ’ ὑπὸ τὴν γλῶτταν φλέβες πλήρεις τε καὶ μέλαιναι, μήπω πρό‐ τερον τοιαῦται οὖσαι. τοῦ χρόνου δὲ προβαίνοντος, ταῦτά | |
15 | τε ἐπιδίδωσι καί ἐξανθήματά τινα ἀναφαίνεται, δυσχερῶς ἐπουλούμενα. εἶθ’ οὕτως ἐκρήγνυται ὁ χυμός, καὶ πᾶσαν μηχανὴν φορμάνων, ὡς οὐκ ὠφελήσουσαν ἀποστρέφεται. | |
2.23(t) | κγʹ. Περὶ λέπρας, ψώρας καὶ λειχήνων. | |
1 | Ἧττον δ’ εἰς κακίαν μετὰ τὸν ἐλέφαντα, λέπρα, μεθ’ ἣν ἡ ψώρα, εἶτα λειχῆνες· ἀλλ’ ἡ μὲν λέπρα, διά τε βά‐ θους χωρεῖ, καὶ κυκλοτερῆ τὰ ἐξανθήματα ποιεῖ, καί τινες συντήξεις σαρκὸς λεπίδας τε ἀφίησιν, ἀφ’ ὧν δὴ καὶ τοὔ‐ | |
5 | νομα εἴληχε, μήθ’ οὕτως διὰ βάθους τῆς ψώρας χωρού‐ σης, καὶ διαφόρως σχηματιζομένης, καὶ μηδὲ πιτυρώδη τινὰ ἀφιείσης σώματα. κἀκεῖ μὲν τοῦ μελαγχολικοῦ χυμοῦ ἔργον ἡ λέπρα· ὡδὶ δὲ διάφοροι καὶ διαφόρων χυμῶν μίξεις ψώρας ἀπεργάζονται. κοινὸν δ’ ἀμφοῖν ὅ, τε τραχισμὸς | |
10 | καὶ ὁ κνησμὸς τοῦ δέρματος, μιχθέντων δὲ λεπτῶν καὶ δριμέων ἰχώρων ἑτέροις παχυχύμοις οἱ λειχῆνες ἐπιγίνονται, καὶ ῥᾳδίως εἰς ψώραν τε καὶ λέπραν μὴ βοηθούμενοι μεθ‐ ίστανται. τούς γε μὴν λοιποὺς κνησμούς, ὅσοι διὰ δρι‐ μύτερον χυμὸν εἰς τὸ δέρμα ἐξώρμησαν, ἢ διά τινα ἁλυ‐ | |
15 | κὸν χυμὸν γίνονται, διαγνώσῃ μὲν ἀπὸ τε τῆς ἡλικίας καὶ κράσεως καὶ διαίτης. ἰάσῃ δὲ μᾶλλον τοὺς ἐν τοῖς νέοις τε καὶ ἀκμάζουσι συνισταμένους. οἱ γὰρ δὲ τοῖς γέρουσιν ἐπιγινόμενοι δυσίατοι πεφύκασι, μήτ’ ἰσχυρῶν φαρμάκων ὧδε βοηθούντων, τῷ μὴ τοιούτων δεῖσθαι τοὺς γέροντας. | |
20 | παρηκμακυίας ἤδη τῆς δυνάμεως, μήτε τοῦ ῥεύματος ῥᾳ‐ δίως διαφορουμένου, σκληροῦ ἤδη γεγονότος καὶ συμμυ‐ σάντων τῶν πόρων. ἐπὶ πάντων δὲ ἤτοι οὐδὲν κνηθομέ‐ νων προΐεται, ἤ τις ὑγρότης διάφορος τῷ τε χρώματι καὶ τῇ συστάσει, ἀφ’ ὧν οὐχ ἧττον ἢ ἐπὶ τῶν προρρηθέντων, | |
25 | τὸν ἐπικρατοῦντα διαγνώσῃ χυμόν. | 455 |
2.24(t) | κδʹ. Περὶ λεύκης. | |
1 | Λεῦκαι δὲ πρὸς τοὺς ἀφλοὺς τὸν αὐτὸν ἔχουσι λόγον, ὃν αἱ λέπραι πρὸς τὰς ψώρας. αἱ μὲν γὰρ λεῦκαι τὸ πλέον διὰ βάθους χωροῦσι, καὶ τὰς ἐκεῖθεν τρίχας τοιαύτας προ‐ βάλλονται. | |
2.25(t) | κεʹ. Περὶ ἀλφῶν. | |
1 | Οἱ δ’ ἀλφοὶ ἐξεπιπολῆς εἰσιν. ἔσθ’ ὅτε δὲ καὶ οὗτοι προβαίνοντες διὰ βάθους χωροῦσιν, ὡς καὶ τὰς κατ’ αὐ‐ τοὺς τρίχας ὁμοειδεῖς φαίνεσθαι. δοκιμάζεται δέ, εἰ μὴ διὰ βάθους χωρεῖ, ἡ λεύκη, μετρίως κεντουμένη βελόνῃ, ὥστε | |
5 | δηλονότι μὴ πλέον ταύτην τοῦ δέρματος χωρῆσαι. κἂν μὲν οὖν αἷμα ῥεύσῃ, ἰάσιμον τὸ πάθος· εἰ δ’ ὑγρότης γαλακτώδης, οὐκ ἰάσιμον, ἤδη τῆς κατ’ αὐτὴν μεταβλη‐ θείσης σαρκὸς εἰς εἶδος ἕτερον. ἔνιοι δὲ καὶ τραχέσι ῥά‐ κεσι τρίψαντες, εἰ μὲν ἐρυθραινόμενον τὸν τόπον ἴδωσι, | |
10 | χρηστὰς ἔχουσι τὰς ἐλπίδας· εἰ δ’ ἐπὶ τοῦ αὐτοῦ μένοντα, ἀπαγορεύουσι βοηθεῖν· χείρους δὲ καὶ ὁπόταν πλείονας καταλάβωσι τόπους τοῦ σώματος, ὥσπερ καὶ αἱ πολυχρο‐ νιώτεραι τῶν μὴ τοιούτων. οἱ δὲ ἀλφοὶ τὸ πλέον μετριώ‐ τεροι τῶν λευκῶν πεφυσότες, καὶ μετριωτέροις φαρμάκοις | |
15 | εἴκουσι. χρονίσαντες δὲ τοῖς αὐτοῖς τοῖς ἐπὶ ταῖς λύκαις ἄγονται, εἰς τὴν ἐκείνων διάθεσιν μεθιστάμενοι. πεφύκασι δ’ αὐτῶν οἱ μὲν λευκοί, οἱ δὲ μέλανες, τὸν ἐπικρατοῦντα χυμὸν τοῖς χρώμασιν ἐπισημαίνοντες. τά γε μὴν στίγματα τῷ εἴδει ἐοικότα τοῖς μέλασιν ἀλφοῖς, ἄλλη ἄγεται θερα‐ | |
20 | πεία, ὑπὸ πληγῶν καὶ θλάσεών τινων τὴν ἀρχὴν τῆς σφῶν αὐτῶν συστάσεως εἰληχότα. | |
2.26(t) | κϛʹ. Περὶ ἐξανθημάτων. | |
1 | Τὰ δὲ ἰδίως καλούμενα ἐξανθήματα ἀπὸ παχέων χυ‐ μῶν ἐν τῷ δέρματι τὸ πλέον σφηνωθέντων, τῆς ἐπιδερ‐ ματίδος πυκνῆς οὔσης συνίστανται. ἤτοι δὲ τὸ ἅπαν σῶμα τοιούτου πλήθει χυμοῦ, ἢ μόνον αὐτὸ τὸ δέρμα. κρίνεται | |
5 | δ’ ἕκαστον τῇ τε τοῦ πάθους σφοδρότητι καὶ τοῖς ἐκκρινο‐ μένοις καὶ ταῖς προηγησαμέναις διαίταις, ἐπάγεται δ’ ἀνα‐ | |
λόγως ταῖς διαγνώσεσι καὶ ἡ προσήκουσα θεραπεία. | 456 | |
2.27(t) | κζʹ. Περὶ ἐπινυκτίδων. | |
1 | Ἐπινυκτίδες εἰσὶν ἑλκύδρια ἀπὸ ταὐτομάτου ἐξαν‐ θοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα, ὧν ἐκρηγνυμένων, ἰχὼρ ὕφαιμος ἀπορρεῖ. αὗται δὲ μᾶλλον κατὰ τὰς νύκτας ἢ μεθ’ ἡμέραν ἐνοχλοῦσιν, ὅθεν καὶ τοὔνομα εἰλήφασιν. | |
2.28(t) | κηʹ. Περὶ μυρμηκυίας. | |
1 | Μυρμηκία δὲ καὶ ἀκροχορδών, ἐπανάστασίς ἐστι τοῦ δέρματος, μικρά τε καὶ τυλώδης, περιφερὴς τὸ πλέον, ἀλλ’ ἡ μὲν μυρμηκία πλατείαν ἐχει τὴν βάσιν, καὶ πρὸς τὰς ἀποσφίγξεις ὀμοίαν ποιεῖται τὴν αἴσθησιν τοῖς τῶν μυρ‐ | |
5 | μήκων δήγμασιν. ὁ δὲ ἀκροχορδὼν στενὴν ἔχει τὴν βάσιν, ὡς δοκεῖν ἐκκρέμασθαι ἄκρῳ χορδῆς ὁμοιουμένη. | |
2.29(t) | κθʹ. Περὶ γαγγλίου. | |
1 | Γαγγλίον δέ ἐστι συστροφή τις νεύρου ἐκ πληγῆς ἢ κόπου γινόμενον. πέφυκε δὲ τοῦτο μάλιστα συνίστασθαι κατά τε τὰς χεῖρας καὶ τοὺς πόδας, ἅτε πλειόνων τε καὶ προφανῶν ὧδε τῶν νεύρων πεφυκότων, καὶ τούτων μᾶλλον | |
5 | τῶν ἄλλων μορίων γυμναζομένων. καὶ ταῦτα μὲν μέτρια καὶ ἐπὶ μετρίαις αἰτίαις γινόμενα βραχύ τι ἢ οὐδὲν λυ‐ μαίνεται ἢ ὀδυνᾷ. ὅσα δὲ διά τινα χυμὸν ἐπιρρέοντα συν‐ ίστανται, καὶ στενοχωρεῖ τοὺς τόπους, ταῦτα μᾶλλόν τε λυπεῖ καὶ τὴν τυχοῦσαν τοῦ μορίου ἀπείργει ἐνέργειαν. | |
2.30(t) | λʹ. Περὶ διαγνώσεως φλεγμονῆς. | |
1 | Ἐπεὶ δὲ πολλοί τινες οἱ ῥευματίζοντες χυμοί, καί πως συμπλεκόμενοι ἐνίοτε φαίνονται, φέρε καὶ τὰς κατὰ μέρος τούτων βλάβας ἐξείπωμεν, ὡς ἂν ἔχοις διαγινώσκειν ἕκαστα. Αἵματος τοίνυν χρηστοῦ καὶ συμμέτρου τῷ πάχει | |
5 | ῥυέντος εἴς τι μόριον ἀθρόως, καὶ διὰ πλῆθος σφηνωθέν‐ τος, ἡ ἰδίως προσαγορευομένη γίνεται φλεγμονή, ἐρύθη‐ μάτε καὶ ζέσιν μετά τινος ἐπαναστήματος τῷ κάμνοντι μορίῳ ἐπάγουσα. χολῆς γε μὴν ξανθῆς οὕτω τυχὸν διατι‐ θείσης μόριον, τὸ οὕτω πως λεγόμενον ἐρυσίπελας | |
10 | γίνεται, οὐχ οὕτω μὲν ὂν ἐρυθρόν, ὡς τὸ πρότερον, | |
οὐχ ἥκιστα δὲ φλέγον, ὕπωχρον ὄν. κἂν τύχοιεν οἱ ῥηθέντες συμπλακέντες χυμοί, καὶ τὸ ἐξ αὐτῶν πάθος ἐπισυμπεπλεγμένῳ αὐχοῦσιν ὀνόματι. καὶ πλεονάζοντος μὲν τοῦ αἵματος, φλεγμονὴ γίνεται ἐρυσιπελατώδης, τῆς | 457 | |
15 | δὲ χολῆς, ἐρυσίπελας φλεγμονῶδες. οἴδημα δέ ἐστιν ὄγκος λευκός, ἀνώδυνος, ἐπὶ φλέγματι συνιστάμενος, ὥσπερ καὶ τὸ ἐμφύσημα ἐπὶ ψυχρῷ καὶ παχυτέρῳ συνίσταται πνεύ‐ ματι. ῥᾴδιον γνωρίζειν τοῦτο τῇ ἁφῇ. ῥᾴδιως γὰρ ὑπείκει τὰ οἰδήματα, μήτε ζέοντα, μήτ’ ὀδυνῶντα, μήτ’ ἠλλοιω‐ | |
20 | μένα ὄντα τῷ χρώματι. τὰ δὲ ἐμφυσήματα, ἀντίτυπα, τὸ δέρμα τοῦ πνεύματος διατείνοντος. γνωριμώτερον δὲ τοῦτο ἐπὶ τῶν τυμπανίων ὑδέρων. ὧδε δὲ καὶ ὑπηχεῖ κρουόμε‐ νον τὸ ἐπιγάστριον, τυμπάνου δίκην, ἀκριβῶς διατεινομέ‐ νου τοῦ δέρματος ὑπὸ παχέος πνεύματος· ἐνίαις γε μὴν | |
25 | τῶν φλεγμονῶν, καὶ μάλισθ’ ὅσαις μὴ ῥᾴδιον ἐς πύον μεταβληθῆναι, καὶ ἄλλως πως διαφορηθῆναι, πρόχειρον τὸ μεταπεσεῖν εἰς γάγγραιναν ἢ σφάκελον. | |
2.31(t) | λαʹ. Περὶ γαγγραίνης. | |
1 | Καὶ γάγγραιναν μέν φαμεν τὴν διὰ μέγεθος φλε‐ γμονῆς τοῦ τυχόντος μορίου νέκρωσιν, οὐκ ἤδη δηλονότι γεγενημένην, ἀλλ’ ἔτι γιγνομένην. τὴν γὰρ ἤδη καταστᾶ‐ σαν, σφάκελον ὀνομάζομεν. οὗτος γὰρ πέρας γαγγραίνης. | |
5 | συμβαίνει δὲ τοῦτο τὸ πάθος καὶ τοῖς ὀστέοις, ὅταν δη‐ λονότι ἡ ὑπερκειμένη σάρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεν‐ νῶσα, διαβρέχῃ τούτοις ταῦτα καὶ διασήπῃ. καὶ ταῦτα μὲν οὕτω χαλεπὰ πάθη τυγχάνοντα διαφθείρει, οἷς ἂν μορίοις ἐνσκήψειεν. ἡ δὲ παχεῖα τὴν σύστασιν χολή καὶ μᾶλλον | |
10 | δριμεῖα μέχρι τῆς ὑποκειμένης σαρκὸς τὸ δέρμα ἑλκοῖ καὶ καλεῖται τὸ πάθος ἕρπης. | |
2.32(t) | λβʹ. Περὶ ἕρπητος. | |
1 | Ἡ δὲ λεπτὴ καί ἧττον δριμεῖα καὶ θερμὴ φλυκταίνας μικρὰς ἐξεπιπολῆς τοῦ δέρματος ἐγείρει, κέγχροις ἐοικυίας, καὶ κεγχρίτης ἕρπης ἐκ τῆς ὁμοιότητος τὸ πάθος ὀνομά‐ ζεται. ἔνιοι δέ φασι τοῦτον μετ’ ἐπιμιξίας συνίστασθαι | |
5 | φλέγματος. εἴρηται δὲ ἕρπης τῷ δοκεῖν ἕρπειν κατὰ τῆς | |
ἐπιφανείας τοῦ δέρματος, νῦν μὲν τόδε τὸ μέρος ἐπέχων, αὖθις δὲ τὸ μετ’ αὐτό, ἀεὶ τοῦ σύνεγγυς ἀναδεχομένου τὸ πάθος, ἐξιωμένου δὲ τοῦ πρώτου πάσχοντος, ὥσπερ τινὸς φλογὸς ἀεὶ μὲν τὰ σύνεγγυς νεμομένης, ἀεὶ δὲ τῶν | 458 | |
10 | προανημμένων καὶ προαπεσβεννυμένων, τῆς ἐπιτηδεἵας ὕλης ἤδη ἀπολειπούσης. | |
2.33(t) | λγʹ. Περὶ βουβῶνος. | |
1 | Βουβὼν δὲ καὶ φῦμα καὶ φύγεθλον, ἀδένων εἰσὶ πά‐ θη· καὶ φῦμα μὲν ἡ φλεγμονή. βουβὼν δὲ ἡ πρὸς ἐκπύη‐ σιν ἐπειγομένη φλεγμονὴ τοῦ ἀδένος, ὥσπερ δῆτα τοῦ αὐτοῦ ἀδένος τὸ φλεγμονῶδες, φύγεθλον λέγεται. | |
2.34(t) | λδʹ. Περὶ δοθιῆνος. | |
1 | Περὶ δὲ δοθιῆνος ταῦτ’ εἰπεῖν ἔνεστιν, ὡς οὗτος ὄγκος ἐστὶν ἀποστηματώδης ἐκ παχέων χυμῶν, ἐν τοῖς σαρκώδεσι τόποις συνιστάμενος, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δέ, ὅταν ἐκ πλείο‐ | |
5 | νος ἀνίσχῃ βάθους. διαγνώσῃ δὲ τούτους τῇ τε ὄψει καὶ τῇ ἁφῇ, τοῦ πέριξ τόπου τοῦ δοθιῆνος ἐπαφώμενος. | |
2.35(t) | λεʹ. Περὶ τερμίνθου. | |
1 | Τὴν τίρμινθον δέ φασιν εἶδος φύματος εἶναι, ἐπι‐ κεῖσθαι δὲ αὐτῷ ἄνω καὶ κάτω φλυκταῖναν μέλαιναν, ἧς ἐκραγείσης τὰ ὑποκάτω ἀποσεσυρμένα φαίνεται. τούτου δὲ διαιρεθέντος, πύον εὑρίσκεσθαι. ἕτεροι δέ φασιν, ὡς τέρ‐ | |
5 | μινθοί εἰσιν ὑπεροχαὶ ἐπὶ τοῦ χρωτὸς συνιστάμεναι, στρογ‐ γύλαι, μελαγχολικαί, τερεβίνθου καρποῖς. | |
2.36(t) | λϛʹ. Περὶ ἀνθράκων. | |
1 | Τοῦ γε μὴν αἵματος μελαγχολικωτέρου γενομένου καὶ ζέσαντος, ἐνσκήψαντος μορίῳ τινί, συμραίνει τοὺς ὀνο‐ μαζομένους ἄνθρακας γίνεσθαι, οἵπέρ εἰσί χαρακώδη ἕλκη, τὸ πλέον μὲν ἀπὸ φλυκταίνης ἀρχόμενα, τοῖς πυρικαύστοις | |
5 | ἐμφερῶς. ἐνίοτε δὲ καὶ χωρὶς ταύτης. καὶ κνῶνταί γε παν‐ τελῶς ἐν ἀρχῇ τὸ μόριον. εἶτά ποτε μὲν μείους φλυκταῖ‐ ναι, ποτὲ δὲ πλείους ἐπανίστανται, λεπταὶ καθάπερ κέγ‐ | |
χροι τινές, ὧν ἐκρηγνυμένων, ἐσχαρῶδες ἕλκος γίνεται, παραπλήσιον τοῖς ὑπὸ καυστήρων γινομένοις, ποτὲ μὲν | 459 | |
10 | τεφρώδους τῆς ἐσχάρας φαινομένης, ποτὲ δὲ μελαίνης, σὺν τῷ προσέχεσθαι τῇ βάσει, καὶ τρόπον τινὰ προσηλῶσθαι μετὰ νομῆς, ἡ δὲ πέριξ σάρξ φλεγμονώδης ἰσχυρῶς καὶ μέλαινα τῇ χροιᾷ γίνεται, καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίσσῃ. τοιαύτῃ δέ ἐστιν ἡ ἀκριβῶς μέλαινα | |
15 | χολή, καὶ μέλανας ἄνθρακας τοὺς ἀπὸ ταύτης γινομένους φαμέν. ἀλλ’ οἱ μὲν παρὰ τῇ σαρκὶ συνιστάμενοι ἄνθρακες, συντόμως περιγράφονται. οἱ δὲ κατὰ τῶν ὑμένων ἢ τῶν ἄκρων γινόμενοι μέχρι πολλοῦ παραμένουσι καὶ τῆς συμ‐ παθείας τοῖς ὑποκειμένοις μεταδιδόασι τόποις, ὥστε καὶ | |
20 | φλεγμονὴν ἐρυσιπελατώδη αὐτοῖς γίνεσθαι, οὐκ ὀλίγοις δὲ καὶ εἰς διαπύησιν ἐτράπη. τοῖς δὲ πλείστοις καὶ πυρετοὶ συνεδρεύουσι. γίγνονται δὲ καὶ κατά τινας ἐπιδημίους αἰ‐ τίας οἱ ἄνθρακες. καὶ τούτοις μὲν οὕτω διαγνούς, καθὼς ἑξῆς ἐροῦμεν, οὕτω καὶ θεραπεύσεις. | |
2.37(t) | λζʹ. Περὶ καρκίνου. | |
1 | Ὁ καρκίνος δὲ ἐν τοῖς πλείοσι τοῦ σώματος μέρεσι πέφυκε γίνεσθαι. ἔν τε γὰρ ὀφθαλμοῖς καὶ ὑστέραις καὶ ἄλλοις πλείοσι μέρεσιν, οὐχ ἥκιστα δέ καὶ κατὰ τοὺς τιτ‐ θοὺς τῶν γυναικῶν, ἅτε χαύνους ὄντας καὶ ἐτοίμως ἔχον‐ | |
5 | τας δέχεσθαι τὴν παχυτάτην ὓλην. ἐκ γὰρ μελαίνης χολῆς ζεούσης οἱ καρκίνοι πεφύκασι συνίστασθαι, καὶ εἰ δριμύ‐ τερόν τι τύχῃ, καὶ διαφορητικὸν τῇ μελαίνῃ συνιὸν χολῇ, μεθ’ ἑλκώσεως καρκίνους ἐπεγείρει. καὶ κατὰ μὲν τὴν χρόαν μελάντεροι τῶν λοιπῶν φλεγμονῶν οἵδε εἰσί, καὶ | |
10 | ἧττον θερμοί. αἱ φλέβες δὲ πληροῦνται καὶ τείνονται πέριξ, παραπλησίως τοῖς τοῦ καρκίνου ζῴου ποσίν, ὅθεν καὶ τῆς ὀνομασίας τοῦτο τὸ πάθος τετύχηκε. τινὲς δέ φασι διὰ τὸ δυσαπολύτως ἔχεσθαι τῶν μορίων, ὧν ἂν λάβη‐ ται, καρκίνου δὶκην· διά γε μὴν τὸ πάχος τοῦ τοιούτου | |
15 | χυμοῦ, καὶ ἀνίατος ὁ καρκίνος ἐστί, μήτε ἀποκρουσθῆναι δυνάμενος, μὴτε διαφορηθῆναι, μὴτε ταῖς τοῦ ὅλου σώ‐ ματος εἴκειν καθάρσεσιν, ἀεί τῶν μὲν πρᾳοτέρων φαρμά‐ κων τῶν ἐπιτιθεμένων καταφρονοῦντος τοῦ πάθους, ὑπὸ | |
δὲ τῶν σφοδροτέρων παροξυνομένου. τούς γε μὴν ἀρχο‐ | 460 | |
20 | μένους δυνατὸν καθαίροντας ἀπείργειν τοῦ πρόσω βαίνειν, καὶ μάλιστα ἢν μὴ τῷ πεπονθότι μορίῳ τύχῃ, ἐνστηριχθεὶς ὁ χυμός. ἔτι γὰρ πλανώμενον, δυνατὸν αὐτὸν μετοχετευ‐ θῆναι· τῆς δὲ σαρκὸς θλασθείσης ὑπό τινος ἐμπεσόντος βαρέος, καὶ τῶν ἐν αὐτῷ μικρῶν φλεβίων διαιρεθέντων, | |
25 | αἷμα προχεῖται κατὰ διαπήδησιν, ὅθεν καὶ ἀθροιζομένου ὑπὸ τὸ δέρμα τὸ καλούμενον ποιεῖ ἐκχύμωμα, ὃ διαιρε‐ θέντος τοῦ δέρματος, ὥσπερ ὄγκος εὐαφὴς εἴκων φαίνεται, ἀνώδυνος τὰ πολλά. εἴδη δὲ τοῦ ἐκχυμώματός εἰσι καὶ τὰ καλούμενα ὑπώπια καὶ ὑποσφάγματα, καὶ προσέτι ἡ κατὰ | |
30 | τοὺς ὄνυχας ἀποδρομὴ τοῦ αἵματος ἐκ πληγῆς γινομένη. τὰ ῥήγματα δὲ σὺν ἐκχυμώσει μὲν γίνονται πάντως, ἤτοι δὲ ἐπιπολῆς ἢ διὰ βάθους ταῦτα γίνεται. κἂν μὲν οὖν ῥᾳδίως ὧδε διαφορηθῇ τὸ ὅλον ἐκχύμωνα, συμφύεται ῥᾳ‐ δίως ἡ διαστᾶσα σὰρξ. ἐὰν δὲ χρονίσῃ καὶ ῥύπος ὑποτραφῇ | |
35 | συμφυῆναι τῷ ζήγματι, τὸ λοιπὸν ἀδύνατον. κἂν γὰρ παρατεθῶσι μόνον ἀλλήλοις τὰ χείλη, ἀλλ’ οὖν μικρά τις παρεμπεσοῦσα πρόφασις, ῥᾳδίως αὐτὰ διϊστᾷ, ὡς ἐμπίπλα‐ σθαι τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος ἀλλοτρίας, καὶ τρόπον τινὰ συνεχὲς ἐκχύμωμα γίνεσθαι, παραπλήσιον | |
40 | τῷ κατ’ ἀρχὰς συνισταμένῳ ἐξ αἵματος. τό γε μὴν σπάσμα γίνεται, διασπωμένων τινῶν ἰνῶν. ταύτας δ’ ἅπαξ δια‐ σπασθείσας, κολληθῆναι οὐ δυνατόν, μόνης δὲ παραμυθίας τῆς ἀπὸ τῶν βοηθημάτων δεῖσθαι μέχρις ἀνωδυνίας. | |
2.38(t) | ληʹ. Περὶ σκίρρου. | |
1 | Ὁ δὲ ἀκριβὴς σκίρρος ὄγκος ἐστὶ παρὰ φύσιν σκλη‐ ρός τε καὶ ἀναίσθητος. ἐκπέφευγε δὲ τὸν ἀκριβῆ ὁ μετρίως αἰσθανόμενος· ἀλλ’ ὁ μὲν ἀναίσθητος, ἤδη καὶ ἀνίατος. ᾧ γὰρ μὴ ἐπαΐειν τῶν ἐπιτιθεμένων φαρμάκων πέφυκε, | |
5 | τίς ἂν ἐκεῖθεν βοηθείας προσδοκηθείη ἐλπίς; κατὰ το‐ σοῦτον δὲ ἐλπιστέοι οἱ αἰσθανόμενοι, καθ’ ὅσον μετειλή‐ φασι καὶ αἰσθήσεως. γίνονται δ’ ἅπαντες ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ, δυσαποσπάστως ἐμπλαττομένου τοῖς σκιρρουμένοις μορίοις. συνίστανται δὲ τὴν ἀρχήν, ἐνίοτε | |
10 | μὲν ἐξ αὐτομάτου τοιούτου τινὸς χυμοῦ τῷ τυχόντι προσ‐ | |
ερεισθέντος μορίῳ· πολλάκις δὲ καὶ ὑπ’ ἀμαθίας ἰατρῶν κατασκευάζεται, ψυξάντων καὶ στυψάντων φλεγμονάς τε καὶ ἐρυσιπέλατα τοῦ προσήκοντος πέρα. | 461 | |
2.39(t) | λθʹ. Περὶ χοιράδων. | |
1 | Αἱ δὲ δὴ χοιράδες ἀδένες εἰσὶν ἐσκιρρωμένοι, κατά τε τράχηλον καὶ μασχάλας καὶ βουβῶνας μάλιστα συνιστά‐ μεναι. κοινῶς δὲ τῇ τῶν σκίρρων ἐπάγονται θεραπείᾳ· εἴρηται δὲ χοιράδες τῷ τοῖς χοίροις τοιοῦτον πάθος συμ‐ | |
5 | βαίνειν, ὥς φασι καὶ τὸ πολυγόνους δοκεῖν, ἀφ’ ἑνὸς ὄγκου προφανέντος ἐνίοτε καὶ ἑτέρων συναναφαινομένων· τινὲς δὲ χειρουργίᾳ τούτους ἰῶνται, καθὼς ἑξῆς ἐροῦμεν. νυνὶ δὲ οὐ πρόκειται θεραπευτικὰς μεδόδους ἐγγράφειν ταῖς διαγνωστικαῖς ὑποθήκαις. | |
2.40(t) | μʹ. Περὶ στεατωμάτων καὶ μελικηρίδων. | |
1 | Στεάτωμα δὲ καὶ ἀθέρωμα καὶ μελικηρίς, ἰδίας προσ‐ ηγορίας αὐτῶν τετύχηκεν ἕκαστον ἀπὸ τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς ὄγκους. ἡ μὲν γὰρ αὐτῶν στέατι ἔοικε, μέλιτι δ’ ἡ ἑτέρα, ὥσπερ οὖν γε ἡ τρίτη | |
5 | ἀθέρᾳ παραπλησίως ἔχει. ἕκαστον δ’ αὐτῶν ἀπὸ τῆς περι‐ εχομένης οὐσίας τῇ ἁφῇ δοκιμάζεται. αἱ γὰρ παχύτεραι τῶν οὐσιῶν, καὶ πλείονος ἀντιτυπίας μετέχουσιν. ἕτερον δὲ παρὰ ταῦτα τὸ κηρίον οὕτω καλούμενον πέφυκεν, ὄγκος τις ὢν περὶ τὸ δέρμα κατατρήσεις ἔχων, δι’ ὧν μελιτῶδες | |
10 | ὑγρὸν ἐκκρίνεται. ἔσχε δ’ ἀπὸ τῆς ὁμοιότητος τοὔνομα. | |
2.41(t) | μαʹ. Περὶ ἑλκῶν. | |
1 | Τῶν δ’ ἑλκῶν, —ῥητέον γὰρ ὑστάτως καὶ περὶ τού‐ των, —τὰ μὲν ἰσόπεδα, τὰ δ’ αὖ κοῖλα πέφυκεν, ἕτερα δ’ ὑπερσαρκοῦντα. καὶ τὰ μὲν λεπτὸν ἰχῶρα ἐκρεῖ· τὰ δ’ αὖ σύμμετρον τῇ συστάσει τὸ πύον ἔχει, καὶ τὰ μὲν πέ‐ | |
5 | ριξ ὑπέρωρα καὶ ὑποφλεγμαίνοντα, τὰ δ’ αὖ οἰδηματώδη. καὶ τὰ μὲν πλαδαρὰν τὴν σάρκα ἀναφύει, τὰ δ’ αὖ τρα‐ χυτέραν, καὶ μάλιστα κατὰ τὰ χείλη. καὶ τὰ μὲν αὐτοῦ που στηριχθέντα μελαίνεται καὶ νεκροῦται. τὰ δ’ αὖ ἐπι‐ νέμεται καὶ τὰ σύνεγγυς. καὶ τὰ μὲν ἰσόπεδα καὶ ἐρυθρὰ | |
10 | ἢ ἐγγὺς τοῦ ἐρυθρὰ εἶναι τυγχάνοντα, συνεξομοιουμένης τῆς τρεφομένης τῇ λοιπῇ σαρκί, τὴν ὅσον οὔτω ἐσομένην ὑγίειαν ὑποσημαίνει· ῥυπαρᾶς δὲ ἢ πλαδαρᾶς τελούσης, οὐ δεῖ πιστεύειν, ἀλλὰ ταύτην μὲν ἀναιρεῖν καθὼς ἐροῦ‐ μεν, ἀγαθὴν δὲ πειρᾶσθαι τρέφειν σάρκα, καθὼς ἰδίᾳ περὶ | 462 |
15 | τῶν τοιούτων ἐροῦμεν, ὥσπερ δῆτα καὶ κοίλους πεφυκότος τοῦ ἕλκους. καθαιρετέον δὲ τοῖς ἰσχυροτέροις τὰ ὑπερσαρ‐ κοῦντα, καὶ τὰ μὲν λεπτὸν ἰχῶρα ἀφιέντα, τὴν κατ’ ἐκεῖνα ἀπεψίαν σημαίνει. καὶ μήκους ὧδε δεῖ χρόνου ἐς ὑγίειαν. τὰ σύμμετρα δὲ καὶ παχέα πύα, ἀμείνω καὶ μάλιστα ἢν | |
20 | μὴ βαρέως ὄζῃ· ὅσα δὲ πέριξ ὑπέρυθρα, ἢν κεκοπῶσθαι δηλοῖ τὸ μέλος, ἢ θερμοτέροις χρήσασθαι τὸν ἄνθρωπον, ἢ τό γε ὕστατον, φαρμάκοις ἠρεθίσθαι θερμοτέροις, ὥσπερ δῆτα καὶ οἰδηματώδη διὰ καχεκτικήν τινα συνίστανται διάθεσιν. μελαίνεται δὲ καὶ νεκροῦται καὶ νέμεται ἢ διὰ | |
25 | μέγεθος ἢ διὰ πλήθουσαν ὕλην ἐκεῖ που ἐνσκήψασαν, μὴ κρατουμένην, ἢ δι’ ἀτονίαν τῆς ὅλης δυνάμεως ἐπισυμ‐ βᾶσαν δι’ ἕτερόν τι ἀρρώστημα. ἀμέλει καὶ τοὺς ὅσον οὔπω τεθνηξομένους ὁρῶμεν, εἴπου βραχύ τι ἕλκους ἔχουσι, καὶ τοῦτο πρῶτον νεκρουμένους, ἅτε τοῦτο μᾶλλον τῶν | |
30 | ἄλλων νενοσηκότας μερῶν. καί γε ἱκανὴν καὶ τὰ τοιαῦτα ἔνδειξιν εἰς πρόγνωσιν παρέχεται. ἀλλ’ ὁ μὲν περὶ τῶν ἕλκων λόγος ὧδὲ πῃ καὶ ληγέτω. Ἐπεὶ δὲ ἱκανὸν τῷ λόγῳ μέτρον περιεθήκαμεν, τοῦτο μέν οὖν ὧδε καταπαύειν ἄμεινον, τῇ συνήθει κεχρημένους | |
35 | βραχυλογίᾳ, ἑξῆς δὲ περὶ θεραπευτικῶν διεξιέναι μεθόδων. οὕτω γὰρ ἐσόμεθα τὸ πᾶν ἀποτιννύντες τῆς ὑποσχέσεως. εἴπου δέ τι τῶν δεόντων ῥηθῆναι ἐξετάζων εὕροις λεῖπον τοῦ γράμματος, ἤτοι τὴν βραχυλογίαν οἴου ταῦτ’ ἀφῃρη‐ κέναι ἤ πως κἀκεῖνο τοῖς ῥηθεῖσι συνεξακούεσθαι πολλά | |
40 | γε μὴν ἐνίοτε τῶν δεόντων ὑπὸ λήθης βυθῷ κρύπτεται. καὶ τοῦθ’ ἑκάστοτε πάσχομεν, ὥστ’ οὐ δεῖ θαυμάζειν, εἴ τι καὶ λέλειπται τῶν δεόντων, ἀλλ’ ὅπως ἐν οὕτω κομιδῆ βραχέσι ῥήμασι τάς τε διαγνώσεις καὶ αἰτίας μικροῦ δεῖν παντὸς ἀρρωστήματος ἐξεθέμεθα. εἴη δέ, σὲ μὲν ἀπόνα‐ | |
45 | σθαι τοῦ γράμματος, ἡμᾶς δὲ λέγειν τὰ δέοντα. | 463 |