TLG 3188 002 :: JOANNES ACTUARIUS :: De urinis JOANNES ACTUARIUS Med., Archiater, vel Joannes Zacharias De urinis
Citation: Book — chapter — section — (line) | ||
t1.1 | ΤΟ ΠΕΡΙ ΟΥΡΩΝ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ. | |
1.1.1(t1) | ΛΟΓΟΣ Α. | |
t2 | ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΟΥΡΩΝ. | |
---|---|---|
1proem1(t) | Προοίμιον. | |
1 | Πάλαι μὲν ἴσως φιλοτιμίας ἔργον τιθέμενος περὶ ἐκείνους μᾶλλον ἀναστρέφεσθαι τῶν λόγων, οἳ τὴν χάριν τῇ ἀναγνώσει συγκαταπαύουσι, διενοούμην τι πράττειν προθυμίας ἄξιον· ἐπεὶ δ’ ἐμαυτὸν τοῖς ἄλλοις παιδευόμε‐ | |
5 | νον ἔγνων ἐπὶ κενῷ σπουδάζοντα, ἀφεκτέον τε εἶναι τοιαύ‐ της λόγων σπουδῆς ἐνόμισα δεῖν, κἀκεῖνα μᾶλλον εἴ τις δύναμις γράφειν σπουδάζειν, ὅσα ἂν καὶ τίσιν ἄλλοις λυ‐ σιτελήσειεν. | |
1proem2 | Τῷ μὲν γὰρ οὕτω σπουδάζοντι γράφειν ἐπὶ κεναῖς ὑποθέσεσι, δεῖ πάντως δὴ καὶ τοῦ ἐκ τῶν λόγων ἀφθόνου κάλλους, ἵν’ ὅπως ἐκεῖνο πείθῃ τοὺς ἐντυγχά‐ νοντας καὶ ταῖς μὴ χρειώδεσι τῶν ὑποθέσεων ἐπινεύειν, | |
5 | ἡμεῖς δὲ τοσούτου δέομεν ὥστε αὐτὰ δὴ τὰ τοῦ λόγου δείξει τὰ πράγματα· ἂν δέ τις ἐπιχειροίη λόγων ἀρίσταις ὑποθέσεσι, ἄν τι καὶ τοῦ ἐκ τῶν λόγων κάλλους διαμαρ‐ τὼν ᾖ, πείθειν ὅμως οἶμαι τούτων τοὺς πλείους πειθο‐ μένους τὸ τῆς ἐπαγγελίας τοῦ λόγου χρειῶδες πάνυ, καὶ | |
10 | τοῦ ἐκ τῶν λόγων ἀκαλοῦς ἀνέχεσθαι συμφορήματος. | |
1proem3 | Καὶ δὴ πρὸς τὸ τοιοῦτον ἀπιδὼν τοῦ σκόπου, καὶ λόγων ἀλο‐ γήσας σπουδαζομένου κάλλους, ἀποσχόμενος μέντοι, καὶ τῆς κατ’ ἐμὲ δυνάμεως ἁπλοϊκώτερον ὡς οἷόν τε συνεθέ‐ | |
5 | μην τὸν λόγον, καὶ τοῖς ἀσφαλεστέροις ἴσως συνοίσοντα. | |
1proem4 | Πολυσχιδοῦς τοίνυν ὡς ἴσμεν τῆς περὶ λόγους ὑποθέ‐ σεως οὔσης, καὶ ἄλλων ἄλλα λεγόντων τε καὶ πειθόντων, | |
οὐχ ἥκιστα ἄν τις ἐπαινέσειεν, ὅσα περὶ τὴν τῶν ἀνθρω‐ πίνων σωμάτων θεωρίαν καθέστηκεν. | 3 | |
1proem5 | Εἰ γὰρ ἐκεῖνα μήτε περὶ σώματος μήτε περὶ ψυχῆς διατιθέμενα πολλοῦ γε τίθεται ἕκαστος, καὶ τὰ μέγιστα συνεισενεγκεῖν τῷ βίῳ τὸν γεγραφότα δοκεῖ, πολλῷ μᾶλλον ἂν προθείη τε καὶ | |
5 | ἀσπάσαιτο τὴν περὶ τῶν ἀνθρώπων θεωρίαν σωμάτων, ὡς ἐκείνων μᾶλλον ταύτην αὐτῷ προσήκουσαν. | |
1proem6 | Ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει, μάλιστ’ ἂν ἡδέως καὶ αὐτὸς περὶ τὰ τοιαῦτα τῷ λόγῳ ἐνδιατρίψαιμι, ἤ τι συνεισενεγκεῖν ἐθελήσαιμι τῶν μέχρις ἀκοῆς τὴν ἡδονὴν παρεσχηκότων | |
5 | λόγων. | |
1proem7 | Ποικίλης οὖν τινος οὔσης τῆς περὶ τὰ ἀνθρώ‐ πινα σώματα θεωρίας, —ἡ μὲν γὰρ περὶ στοιχείων, ἡ δὲ περὶ ἐμβρύων διαπλάσεως, καὶ περὶ ἀνατομῆς ἑτέρα, καὶ ἄλλης ἄλλη μᾶλλον πραγματείας καθέστηκεν, —αὐτὸς | |
5 | τῆς περὶ τὰ σώματα τεθεωρουμένης ἡψάμην πραγματείας, καὶ ταύτης, ἐπεὶ πολυσχιδής τις καὶ αὕτη εἶναι δοκεῖ, ὅσον ἐς διάγνωσιν καθέστηκε χρήσιμον. | |
1.1t | Κεφ. αʹ. Ὅτι χρήσιμος ἡ ἐκ τῶν οὔρων ἐπίσκεψις. | |
1.1.1 | Πολλῶν οὖν ὄντων, δι’ ὧν ἄν τις τὰ κατέχοντα τῶν νοσημάτων διαγνοίη, οὐχ ἧττον ἂν, οἶμαι, ἕλοιτο τὴν περὶ οὔρων πραγματείαν τὰ μέγιστα λυσιτελοῦσαν ἐς τὴν τῶν κατεχόντων παθῶν διάγνωσιν. | |
1.1.2 | Ταῦτά τοι καὶ αὐ‐ τὸς τῷ περὶ οὔρων ἐπικεχείρηκα πραγματείᾳ, εἴς τε τὸ ἀνεξέταστον αὐτῆς ἀπιδὼν τῶν πολλῶν, καὶ εἰς ἃ δὴ προ‐ βάλλεται ἀγαθά, καὶ τοίνυν τετραχῆ τὸν ἐπὶ ταύτῃ πάντα | |
5 | λόγον διατεμών, εἴς τε διαφορὰν δηλονότι καὶ διάγνωσιν καὶ πρὸς τούτοις αἰτίαν τε καὶ πρόγνωσιν, τῆς περὶ οὔρων πρώτως ἅπτομαι, θεοῦ διδόντος, διαφορᾶς. | |
1.2t | Κεφ. βʹ. Ὅτι οὐδεὶς τῶν παλαιῶν ἐντελῶς τῶν ἡμῖν γνωρίμων ταύτης τῆς πραγματείας ἥψατο. | |
1.2.1 | Ἐπεὶ γὰρ τοῖς πρὸ ἡμῶν περὶ τὰ τοιαῦτα σοφοῖς βραχύ τι περὶ τοῦδ’ οὐκ οἶδα ὅπως ἐμέλησεν—ὁ μὲν γὰρ σοφώτατος Ἱπποκράτης ὀλίγα τινὰ περὶ τούτων εἰρηκὼς σποράδην, ἀτελῆ τὴν θεωρίαν παρῆκε, Γαληνῷ δὲ τῷ | |
5 | δεινῷ περὶ τὰ τοιαῦτα βραχύ τι καὶ αὐτῷ μελῆσαν, ὅσον | |
δῆτα εἰκὸς ἦν πεῖσαι τοὺς πολλοὺς καὶ τὴν ἐκ τῶν οὔρων θεωρίαν λυσιτελῆ τοῖς ἀνθρωπίνοις οἴεσθαι σώμασι, τὸ λοιπὸν ἀμελεθῆναι φαίνεται τῆς περὶ ταῦτα ἐντελοῦς θεω‐ ρίας. | 4 | |
1.2.2 | Μάγνῳ δὲ καὶ Ἀλεξάνδρῳ καὶ πρὸς τούτοις ἔτι Θεοφίλῳ καί τισιν ἑτέροις περὶ τὰ τοιαῦτα ἐσπουδακόσι, πλέον τι τῶν ἄλλων εἰπεῖν δόξασι, καὶ αὐτοῖς ὁ λόγος ἀτελὴς διέμεινεν, ὥσπερ ἀπ’ ἐμπειρίας μᾶλλον ἀρχόμενος | |
5 | καὶ μήτε διαφορὰς μήτε αἴτια, μήτε ἄλλ’ ἄττα τὰ τῇ ἀρτιότητι δοκοῦντα προσήκειν ὑποθεμένοις. | |
1.2.3 | Ἔνθεν τοι ταῖς μὲν ἄλλαις ὁρῶν τὴν τέχνην σεμνυνομένην πραγ‐ ματείαις, οὐκ ὀλίγα τοῦ θ’ Ἱπποκράτους καὶ Γαληνοῦ καὶ τῶν μετ’ αὐτοὺς ἐξευρηκότων ἀνδρῶν, τὴν δὲ περὶ | |
5 | οὔρων οἷον ὑποσκάζουσαν καί τινος εἰς τοῦτο συνάρσεως δεομένην, αὐτὸς τὸ ἔργον ἀνειλόμην, ὡς οἷόν τε ἦν, καὶ θεῷ θαρρήσας, τῷ παρόχῳ τῶν λόγων, ἐπικεχείρηκα. | |
1.2.4 | Κἂν μὲν οὖν κατ’ ἀξίαν τῆς προθυμίας τε καὶ τέχνης προβαίη τοὐγχείρημα, θεῷ χάρις τῷ χορηγῷ τῆς γνώσεως· εἰ δὲ πολλῷ τῆς σπουδῆς κατόπιν, οὐκ ἄν τις [ἐμοὶ] δι‐ καίως μῶμον προσάψειε μὴ πάνυ κεκρατηκότι προθυμίας | |
5 | ἡλίκης, κἂν γάρ τι καὶ διαπεσεῖν τοῦ δέοντος γένηται, ἀνθρωπίνον μὲν τὸ πάθος, συγγνοίη δ’ ἄν τις εὖ κρίνειν εἰδώς, ἀντιπαραθεὶς ταῖς μὴ καλῶς ῥηθεῖσι τὰ δέοντα. | |
1.2.5 | Τὸ μὲν γὰρ ἕκαστον τῶν ὁτιοῦν εἰδότων, ὅση δύναμις, εἰσενεγκεῖν τι τῶν κοινῶν λυσιτελείας τινὸς ἕνεκεν, ἐπαι‐ νετῆς ἂν ὁμολογήσειέ τις προθυμίας· τὸ δὲ ῥᾳδίως οὕτω διαβάλλειν ἐθέλειν τὰς τῶν αἱρουμένων τὰ κρείττω προ‐ | |
5 | θυμίας, φαύλων μᾶλλον ἀνδρῶν καὶ τἀγαθὰ φθονούντων φήσειεν ἄν. | |
1.2.6 | Καὶ τὸ μὲν εἶξαι ταῖς τῶν συνήθων ἀξιώσεσιν (εἰσὶ γὰρ οἳ πρὸς τοῦτό με προθυμίας ἤλασαν), εἶχεν ἂν ἴσως ἀρκοῦσαν ἀπολογίαν τῷ λόγῳ. | |
1.2.7 | Ἐπεὶ δὲ καὶ ἡ τέχνη κατὰ τοῦτο ἐνδέουσά πως, ὡς ἴσμεν, ὦπται, ἀντὶ τῆς τῶν πολλῶν ἐπιτιμήσεως τοῦ λόγου ἀλογῆσαι γένηται, καὶ τῆς περὶ οὔρων ἄψασθαι καλλίστης πραγμα‐ | |
5 | τείας, τῶν ἀλογωτάτων ἂν δόξειεν, οὕτω δὴ καὶ ποιῶμεν | |
ὧδέ ποθεν ἡμμένοι τοῦ λόγου. | 5 | |
1.3t | Κεφ. γʹ. Ὅτι τρεῖς αἱ συστατικαὶ καὶ πρῶται ἀρχαὶ τοῦ σώματος. | |
1.3.1 | Τριῶν οὖν ὄντων τῶν μάλιστα τὴν ἀνθρωπίνην συνεστώντων ζωήν, καρδίας, ἥπατος καὶ ἐγκεφάλου, καὶ τῆς μὲν καρδίας ἀρχικῆς μᾶλλον οὔσης τούτων καὶ θη‐ σαυροῦ τῆς ἐμφύτου θερμότητος καὶ αὐτοῦ δὴ τοῦ ζωτι‐ | |
5 | κοῦ τόνου, καθ’ ἃς ἂν τύχῃ ταῦτα ὄντα διαθέσεις, ὑπο‐ σημαινούσης διὰ τῆς τῶν ἀρτηρίων ἀεικινησίας, οὐχ ἧττον μέντοι καὶ τἄλλα τῶν ἀξιολόγων παθῶν τῶν ἐπὶ διαφόροις τοῦ σώματος μέρεσιν γενομένων, ἅτε κοινωνοῦσιν ὡς ἀρ‐ χηγοῦ τῆς καρδίας. | |
1.3.2 | Τοῦ δ’ ἥπατος δευτέρου μὲν ἀξιώ‐ ματι πεφυκότος, ἐπικεκοινωνηκότος μέντοι καὶ αὐτοῦ τοῦ ἀπὸ τῆς καρδίας ἐμφύτου θερμοῦ, μᾶλλον τῶν ἄλλων μορίων διὰ τῆς κοίλης οὕτω καλουμένης φλεβός· ἀρχῆς δὲ | |
5 | τῶν φλεβῶν τυγχάνοντος καὶ τὴν αἱματοποιητικὴν ἐμπε‐ πιστευμένου δύναμιν παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως. | |
1.3.3 | Ἐπὶ τούτοις δὲ τρίτου τοῦ ἐγκεφάλου, τήν τε κίνησιν καὶ αἴσθησιν καὶ ἡγεμονικὴν ἐνέργειαν ἐπιχορηγοῦντος τῷ σώματι, ἐπικοινωνούντων μέντοι τῶν τριῶν καὶ τοῖς ἀλλή‐ λων συμπασχόντων πάθεσιν, ἅτε μιᾶς οὔσης ἐν πᾶσι τῆς | |
5 | συρροίας τε καὶ συμπνοίας. | |
1.3.4 | Ἡμεῖς περὶ τῆς ἐν ἥπατι μᾶλλον ἐρεῖν προυθέμεθα δυνάμεως, εἴ γε τὸ μὲν ἧπαρ τὴν αἱματοποιητικὴν κεκλήρωται δύναμιν ὑπὸ τῆς φύσεως, τὸ δ’ οὖρον αἵματος περιήθημα πέφυκεν. | |
1.3.5 | Ἀλλ’ ἵνα ὁ λόγος σαφέστερος ᾖ, δίκαιον ἂν εἴη πρῶτον φάναι περὶ τῆς τοῦ αἵματος κατασκευῆς, εἶθ’ οὕτως καὶ περὶ οὔρου, καθ’ εἱρμόν τινα τοῦ λόγου προβαίνοντος. | |
1.4t | Κεφ. δʹ. Περὶ τῆς τοῦ αἵματος καὶ τῆς τῶν λοιπῶν χυμῶν κατασκευῆς, ἐν ᾧ καὶ περὶ οὔρων γενέσεως. | |
1.4.1 | Καὶ δὴ τῆς τροφῆς ἐν γαστρὶ ἀλλοιωθείσης τε καὶ πεφθείσης, ἐπειδήπερ αἱ μεσαραϊκαὶ καλούμεναι φλέβες τὴν ἀρχὴν ἀφ’ ἥπατος λαβοῦσαι διὰ τῆς στελεχιαίας οὕτω καλουμένης φλεβὸς αὐτήν τε τὴν γαστέρα καὶ τὰ μετ’ αὐ‐ | |
5 | τὴν ἐκμυζῶσιν ἔντερα, καὶ οἷον βδάλλουσι, τὸ καθαρώτε‐ ρον ὡς δι’ ἠθμοῦ τῆς χυλοποιηθείσης τροφῆς ἐπισπώμεναι, διαπορθμεύουσαι δὲ ταύτην ἐπὶ τὰ κοῖλα τοῦ ἥπατος τῇ | |
αἱματοποιητικῇ δυνάμει παραδιδόασιν, ἐπειδὰν μηδὲν ἐμ‐ ποδὼν τυγχάνον ᾖ, εἰς αἷμα ταύτης ἠλλοιωμένης. | 6 | |
1.4.2 | Ὅσον μὲν οὖν λεπτόν τε καὶ δριμύτερον πέφυκεν, ἐκεῖ που παρὰ τὰ κυρτὰ τοῦ ἥπατος ἡ χοληδόχος κύστις ἐνιδρυσμένη ἀνιμᾶταί τε καὶ ἐφέλκεται, βραχέως πάνυ καὶ τούτου κατά | |
5 | τινα, ὡς οἶμαι, χρείαν, διαπεφευγότος τὴν ἀκριβῆ διάκρι‐ σιν. | |
1.4.3 | Εἴ τι δὲ τοῦ γεώδους τε καὶ μελαγχολικοῦ τελοίη χυμοῦ ἐν αἵματι, τοῦθ’ ὁ σπλὴν ἀντιπαρακείμενος ἐπι‐ σπᾶται, φυσικαῖς τισιν ὁλκαῖς ἑκάστου τὸ ἴδιον ἐπισπωμέ‐ νου. | |
1.4.4 | Τρίτος ἐπὶ τούτους ὁ ὀρρώδης χυμὸς ἐπιλείπεται· ἀλλ’ οὐκ αὐτοῦ που καὶ οὗτος ὁ χυμὸς ἀποκενοῦται, ἀλλ’ εἰς μεῖζόν τι καὶ χρειωδέστερον ἀπεταμιεύθη τῇ φύσει. | |
1.4.5 | Ἐπεὶ γὰρ ὅτε λόγος καὶ ἡ αἴσθησις τὸ αἷμα οἶδε πα‐ χύτερον καὶ μή ῥᾳδίως τῶν φλεβίων διαπεραιούμενον, ὁ δ’ ὀρρώδης οὗτος χυμὸς λεπτός τε καὶ εὐδίοδος πέφυκε, τὸ ἀδιάκριτον ἐπὶ τούτῳ ἡ φύσις ἔτι φυλάξασα, καὶ διὰ τῶν | |
5 | κοίλων τοῦ ἥπατος ἐπὶ τὰ κυρτὰ μεταβίβασα, καὶ τῇ κοιλῇ φλεβὶ συνάψασα ἐφηγουμένῳ τῷ ὀρρώδει χυμῷ, κἀκεῖθεν ἔτι συνημμένους μικρόν τι παραλλάξασα τοὺς χυμοὺς ἐπὶ τῷ λαβδοειδεῖ τῆς κοιλῆς φλεβὸς τὸ μὲν ὀρρῶδες τοῖς νε‐ φροῖς καθέλκειν τε καὶ διακρίνειν δίδωσιν· ὅσον δ’ αἵματος | |
10 | πέφυκε διά τε τῆς λαβδοειδοῦς καὶ τῆς εὐθὺ χωρούσης τῆς καρδίας ταῖς ἐφεξής φλεψὶ κατακερματιζόμενον διανέμει. | |
1.4.6 | Ὃ δὴ (sc. αἷμα) κἀπὶ τὰ βαθύτερα χωροῦν ἐντεῦθεν τοῦ σώματος εἰς σαρκὸς ἀλλοίωσιν κατεπείγεται, μηκέτι τὴν προτέραν διατηροῦν ἐρυθρότητα, ἀλλ’ εἰς ὑφειμένην μετα‐ πίπτον λευκότητα ὑπὸ τῆς τετάρτης οὕτω πέψεως καλου‐ | |
5 | μένης. | |
1.4.7 | Ἐπεὶ δ’ ἡ μὲν τοιαύτη τετάρτη πέψις ἐς ὑφει‐ μένην πάνυ ἐρυθρότητα τὴν τοῦ αἵματος χροιὰν μετατί‐ θησι καὶ οἵα ἡ τῆς σαρκός, ἐν ταύτῃ γὰρ τὸ τέλος τῆς τροφῆς, καὶ τῷ λοιπῷ τῶν ὁμοιομερῶν καθέστηκε κατα‐ | |
5 | λόγῳ, ὅσον μὲν ἁρμόζον καὶ ἀκραιφνὲς ἐκεῖ που προσφυὲν δροσοειδῶς ἐξομοιοῦται ἀρρήτοις οἰκονομίαις φύσεως. | |
1.4.8 | Ἐπεὶ δὲ καὶ περιττὸν εἰκὸς ἐκεῖθεν ἠθροῖσθαι τῇ ἀκρι‐ βείᾳ δηλονότι τῆς τοιαύτης πέψεως, τοῦτο λεπτότερόν τε καὶ ἀερωδέστερον πεφυκός, διὰ τῆς ἀδήλου οὕτω διαφορη‐ θὲν διαπνοῆς, ᾤχετο λαβὸν τὴν αἴσθησιν. | |
1.4.9 | Ἀλλ’ ἐπειδή | |
πέρ τι λέληθεν ἡμᾶς, καὶ τόδε προσαποδοτέον τῷ λόγῳ. | 7 | |
1.5t | Κεφ. ε. Περὶ τῶν ἐφ’ ἑκάστης τῶν πέψεων ἐκκρινομένων περιττωμάτων. | |
1.5.1 | Τεττάρων οὐσῶν ὡς οἶμαι τῶν γενικῶν πέψεων ἐν διαφόροις τόποις γεγενημένων, ἡ μὲν δὴ πρώτη κατὰ γα‐ στέρα πάντως ἐνεργεῖται, ἡ δὲ δευτέρα κατά τε τὴν στε‐ λεχιαίαν φλέβα καὶ τὰ κοῖλα τοῦ ἥπατος, ὥσπερ ἡ τρίτη | |
5 | κατά τε τὰ κυρτὰ τοῦ ἥπατος καὶ τὸ ἐφεξῆς φλεβῶδες γένος, καί μετ’ αὐτὴν ὑστάτη κατὰ τὰ περαιτέρω τοῦ σώ‐ ματος, ὅτε δὴ καὶ πρόσθεσίς τις καὶ πρόσφυσις καὶ ἐξο‐ μοίωσις γίνεται. | |
1.5.2 | Τούτων τῆς μὲν προτέρας τὰ πε‐ ριττά, ὅσα τε ἐμεῖται καὶ διὰ γαστρὸς χωρεῖ, τῆς δ’ αὖ δευτέρας οἱ ἑτεροειδεῖς χυμοί, ἐκείνης δὲ τὰ τοῖς οὔροις παρυφιστάμενα, ὑστάτης δὲ καὶ τετάρτης τά τε διὰ ἀδή‐ | |
5 | λου διαπνοῆς χωροῦντα, λεπτὰ τυγχάνοντα, καὶ τὰ ἐξαν‐ θοῦντα περὶ τὴν ἐπιφάνειαν παχύτερα γεγονότα. | |
1.5.3 | Κἂν μὲν οὖν αἱ πέψεις αὗται πᾶσαι καλῶς τὸ σφῶν αὐτῶν ἔργον διασκευάσωσι, τά τε οὖρα τὴν ἁρμόζουσαν χροιάν τε καὶ σύστασιν ὑποφαίνουσι καὶ τὰ παρυφιστάμενα τὸν | |
5 | οἰκεῖον ἔχοντα τόπον, λεῖα καὶ ὁμαλὰ ἐπιδείκνυνται. | |
1.5.4 | Οὖρον γάρ φησιν Ἱπποκράτης ἄριστον τὸ λευκὴν καὶ λείην καὶ ὁμαλὴν τὴν ὑπόστασιν ἔχον· ἄλλοι δέ τινες πρὸς ἀπαρτισμὸν τὸν ὅρον προάγοντες, οὖρον ἔφασαν ἄριστον τῷ κατὰ πάντα εὐκράτῳ ἀνθρώπῳ, τὸ τῷ πλήθει μὲν | |
5 | ἀναλόγως ἔχον τῷ πινομένῳ, χροιὰν δὲ ὑπόπυρρον ἢ ὑπό‐ ξανθον, ὑπόστασιν δὲ λευκὴν καὶ λείαν καὶ ὁμαλήν. | |
1.5.5 | Καθ’ ἃς γὰρ ἂν πέψεις τύχῃ διαμαρτὸν τὸ αἷμα τοῦ δέοντος, καὶ τὸ οὖρον σαφῶς συμμεταβάλλεται, καὶ ἐφ’ αἷς τισιν αἰτίαις δίδωσιν ἐξευρίσκειν. | |
1.5.6 | Ἐπεὶ γὰρ τοῦ διὰ παντὸς χωροῦντος χυμοῦ τοῦ σώματος τὰ περιττὰ συνεκκρινόμενα φαίνεται ταῖς ἀμίσιν, εἰκότως ἂν ἀποδεί‐ ξαιεν ταῦτα τὰ περὶ τὰς πέψεις πλημμελήματα γεγονότα. | |
1.5.7 | Ὣσπερ γὰρ ἐπὶ τῶν ἀποστημάτων, ἂν μὲν λευκὸν καὶ λεῖον καὶ βραχύ τι ἢ οὐδὲν ὄζον ὑπορρέῃ τὸ πύον καὶ μηδέ τινα ἑτεροειδῆ ἐμφερόμενα ἔχη, ἀγαθὴν τοῦ ἕλκους ὑποδείκνυσι γεγονέναι τὴν πέψιν· εἴ τι δέ που τούτων | |
5 | λέλειπται, διημαρτῆσθαι καὶ τὴν πέψιν δηλοῖ, ὥστε ἐντεῦ‐ θεν διδόναι οἴεσθαι, ἤτοι κακοηθευθῆναι τὸ ἕλκος, ἢ χρο‐ | |
νίσαι, ἢ μελανθῆναι, ἤ τι ἕτερον μεῖζον ἢ μεῖον παθεῖν ἀναλόγως τῇ διαμαρτίᾳ τῆς πέψεως· οὕτω δὴ κἀπὶ τῶν οὔρων προσήκει σκέπτεσθαι. | 8 | |
1.5.8 | Τά τε γὰρ ποσὰ τῶν οὔρων μὴ φυλάττοντα τήν ἀναλογίαν, αἵ τε συστάσεις ἐκπεφευγυῖαι τὸ σύμμετρον, τὰ δὲ χρώματα τῆς βαφῆς ἐπίτασίν τε καὶ ὕφεσιν προσλαβόντα, τὰ δὲ παρυφιστά‐ | |
5 | μενα μήτε χρῶμα μήτε σύστασιν μήτε μὴν τόπον μήτε λειότητα τηροῦντα καὶ ὁμαλότητα, εἰκότως ἂν σημάνειεν ἐκφυγόντα τὸ κατὰ φύσιν τε καὶ σύμμετρον ὁποιανδήτινα βλάβην ἐπιγεγονέναι τῷ σώματι· τάς τε χὰρ ἐπιταθείσας δυσκρασίας ὁμοιομερῶν τε καὶ ἀπεψίας καὶ τὰ λοιπὰ τῶν | |
10 | κατὰ μέρος ἀξιολόγων παθῶν αὐτὰ δὴ τὰ οὖρα σημα‐ νοῦσι ταῖς ἐξευρημέναις μεθόδοις κεχρημένῳ. | |
1.6t | Κεφ. ϛʹ. Πρὸς τοὺς ἀνόητον οἰομένους τὴν ἐκ τῶν οὔρων ἐπίσπεψιν. | |
1.6.1 | Ἐπεὶ δέ τινες ὡς ἀνόητον τὴν περὶ οὔρων ἀπο‐ στρέφονται πραγματείαν καὶ μηδ’ ὁτιοῦν εἰς διάγνωσιν ἢ πρόγνωσιν λυσιτελεῖν διατείνονται ὑῶν καὶ ἵππων καὶ κυνῶν καὶ ζῴων ἄλλων οὔροις τοὺς ἀπειροτέρους ἐξαπα‐ | |
5 | τῶντες, βραχέα ἄττα πρὸς τούτους εἰρηκότες τῶν καθεξῆς ἐχώμεθα λόγων. | |
1.6.2 | Ἐπειδὴ περιήθημα αἵματος τὸ οὖρον εἶναι λέλεκται τοῖς περὶ τὰ τοιαῦτα σοφοῖς, ἔναιμα δὲ καὶ τὰ ῥηθέντα τῶν ζῴων πέφυκε, τί καινὸν ἂν εἴη, εἰ κα‐ ταλληλίαν τινὰ τὰ οὖρα τούτων πρὸς τὰ τῶν ἀνθρώπων | |
5 | κέκτηται; | |
1.6.3 | Τοσοῦτο μέντοι διενηνοχότα ταῦτα ἀλλήλων ἔσται, καθ’ ὅσον οὐχ ἡ αὐτή τις πέψις ἐν πᾶσι πέφυκε, εἴ γε μήθ’ αἱ τροφαί, μήτε τὰ γυμνάσια, μήθ’ αἱ ἔμφυτοι δυνάμεις τε καὶ κράσεις τοῖς πᾶσιν αἱ αὐταὶ καθεστήκασι. | |
1.6.4 | Καὶ τί δεῖ λέγειν ἐπὶ τῶν διαφόρων τῷ εἴδει, ὅπου γε καὶ τῶν αὐτῶν τῷ εἴδει διάφορα ὑγιαινόντων τὰ οὖρα δείκνυται διά τε τὰς διαφορὰς τῶν τροφῶν τε καὶ τῶν κράσεων καὶ ἡλικιῶν, ἐθῶν τε καὶ τόπων, καὶ ὅτι ἄν ἀλ‐ | |
5 | λοιοῦν εἰώθει ἕτερον· ἐνίοτε γὰρ ἅπερ ὑγιαίνουσιν ἄλλοις ἐπιφαίνεται, ταῦτα νοσοῦσιν ἑτέροις ἐπιδείκνυται. | |
1.6.5 | Τά τε γὰρ τῶν γερόντων οὖρα, τοῖς νέοις ἐπιφαινόμενα, μὴ καλῶς ἔχειν παραδηλοῦσι· τά τε τῶν νέων τοῖς γέρουσι παρατετράφθαι φαίνουσι τὴν ὑγείαν· ἐπί τε τῶν νοσούν‐ | |
5 | των πολλὰς ἂν ἴδῃς οὔρων διαφορὰς κατὰ τὰς τῶν νοση‐ μάτων συμπιπτούσας ποιότητας, ὥστε δὴ καὶ συμπεσεῖν ἐνίοτε, ἀλόγων ζῴων οὔροις ἐοικέναι τὰ τῶν μὴ καλῶς ἐχόντων ἀνθρώπων, καθαπερεὶ καί φησιν ὁ σοφὸς Ἱππο‐ κράτης περὶ τῶν ἀνατεταραγμένων οὔρων, ὡς ἐοικότων | 9 |
10 | τοῖς τῶν ὑποζυγίων. | |
1.6.6 | Ἐγὼ δὲ δὴ καὶ βεβούλευμαι περὶ τῶν ἐπὶ συνήθεσι ζῴοις τεθεωρημένων διορίσασθαι οὔρων, ἵν’ ὅπως μὴ ὑπὸ τῶν τὰ τοιαῦτα ῥᾳδιουργούντων ἐξαπα‐ τώμεθα. | |
1.6.7 | Ἀλλὰ ἐπειδὴ τὸ μὲν ἀντιπαίζειν οὕτω πρὸς τοὺς κατὰ τῆς φύσεως μωραίνοντας ἀνθρώπους ἄκαιρον ἐνομίσθη πάμπαν, σχολὴ δ’ ἂν εἴη, εἴ τις πειρῶτο τὴν τέχνην δοκιμάζειν ἐντεῦθεν, καὶ ταῦτά γε συνιείς, ὡς | |
5 | ἐνδέχεται συμπεσεῖν τῷ εἴδει τὰ τῶν ἀλόγων ζῴων τοῖς ἀνθρωπίνοις οὔροις ἐφ’ οἵαις δή τισι διαθέσεσι, τὸ μὲν οὖν οὕτως ἀκαιρολογεῖν πάνυ πάρεργον ἡγησάμενος, ἀρ‐ κοῦντα δὲ προδιασημηνάμενος τοῖς πειρωμένοις παίζειν ἐν οὐ παικτοῖς, τὸν περὶ τούτων ἀφῆκα λόγον· ἑξῆς δ’ ἂν | |
10 | εἴη δέον ἐπιέναι τῷ λόγῳ. | |
1.7t | Κεφ. ζʹ. Ὅτι οὐδὲν αὐταρκὲς τῶν σημειωτικῶν ἐς τὴν καθόλου τῶν παθῶν ἐπίσκεψιν. | |
1.7.1 | Τῷ τοίνυν ἀκριβῶς διαγιγνώσκειν τε καὶ προγι‐ γνώσκειν αἱρουμένῳ τῶν παθῶν τὰ συμβαίνοντα, οὐ μό‐ νον οὔρων ἐπισκέπτεσθαι προσήκει διαφοράς, ὅπου γε καὶ αὐτῶν μόνων ἀρκούντων εἰς τὴν τῶν λυπούντων παθῶν | |
5 | ἐπίσκεψιν, ἀλλὰ καὶ σφυγμῶν αὐτῶν ἅπτεσθαι καὶ διαχω‐ ρήματα καθορᾶν καὶ κίνησιν ἀναπνοῆς, ἔτι δὲ θέσιν προσ‐ ώπου, καὶ τοῦ παντὸς κατάκλισιν σώματος, καὶ αὐτῆς δὴ τῆς γλώττης προσφοράς, ἵνα τὸ οἰκεῖον ἀμέσως ἐπιχορη‐ γοῦντος ἑκάστου, καὶ μὴ ταῖς ἀλλήλων συμπαθείαις ἐπι‐ | |
10 | κρινομένων, ἀσφαλὴς ἀποδοθείη ἥ τε πρόγνωσις καὶ ἡ διάγνωσις. | |
1.7.2 | Οἱ μὲν γὰρ σφυγμοὶ πρώτως τὸ ποσὸν τῆς τε θερμότητος καὶ ψυχρότητος σημανοῦσι· τὰ δ’ οὖρα τό τε ποσὸν καὶ τὴν ποιότητα τῶν χυμῶν, τά τε διαχωρή‐ ματα τῆς γαστρὸς τὰς πέψεις καὶ ἀπεψίας, αἱ δὲ δὴ προ‐ | |
5 | φοραὶ τοῦ λόγου τὴν ἡγεμονικὴν ἐνέργειαν, αἱ δὲ ποιαὶ κατακλίσεις τοῦ σώματος καὶ τοῦ παντὸς προσώπου δια‐ | |
θέσεις ἄλλας[οι] σημαίνουσι, καθὼς ἐξ ἄλλων βιβλίων ἐστὶ μαθεῖν. | 10 | |
1.7.3 | Οὔτε οἱ σφυγμοὶ γὰρ πάντ’ ἀκριβῶς παραγυμνῶσι τὰ πάθη, οὔ θ’ αἱ ἐπιχωρήσεις τῆς γαστρός, οὔτε τὰ οὖρα οὔτε τὰ ἄλλα, ἃ δὴ πρὸς διάγνωσιν τῶν κατεχόντων παθῶν ἐξεύρηνται· ἀλλὰ ἄλλα μᾶλλον ἑτέρων | |
5 | ἑτοιμότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν γίνεται. | |
1.7.4 | Τῷ γε μὴν λόγῳ τῆς κοινωνίας καὶ τῇ διὰ πάντων ἀφίξει τῶν χυμῶν καὶ τοῦ πνεύματος, οὐ διαλανθάνει ῥᾳδίως τῶν παθῶν τὰ γινόμενα, καὶ τοσούτῳ ἐς καθολικὴν τῶν πα‐ | |
5 | θῶν ἐπίσκεψιν ἡ τῶν οὔρων θεωρία εὕρηται μετὰ τοὺς σφυγμούς, ὅσῳ καὶ μετὰ τὸ πνεῦμα διὰ πάντων ἡ τῶν χυμῶν οὐσία διαπεφοίτηκε. | |
1.7.5 | Τοσοῦτο δὲ ἀσφαλέστερόν τε καὶ πρόχειρον ἡ ἐν τοῖς οὔροις μέθοδος τῆς ἐπὶ τοὺς σφυγμοὺς καθέστηκεν, ὅσον ὑπ’ ὄψιν μὲν αὕτη τὸ πᾶν ἐκτίθησιν, ὑπὸ ἁφὴν δὲ ἐκείνη προστίθησι. | |
1.7.6 | Τὸ μὲν οὖν ὄψει κρίνειν καὶ τὸ μὴ πάμπαν ἀκριβῆ τὴν γνῶσιν, ῥᾴδιον ἴσως, ὥστε καὶ διαγνωσθείη ἂν προχείρως τούτῳ τὰ λεγόμενα. τὸ δ’ ἁφῇ σφυγμῶν τὰ πάθη διαγινώσκειν | |
5 | ἐθέλειν νοῦ τε δεῖ καθαροῦ καὶ εὐαισθήσεως χειρὸς καὶ προσοχῆς ἴσως ἐσχάτης, ἵν’ ἀκριβῶς μετροίη τὰ τῶν κινή‐ σεων διαστήματα καὶ τοὺς τῶν ἡσυχειῶν χρόνους, καὶ τὰς τῶν παρεμπιπτόντων πυκνότητας καὶ ἄλλ’ ὅσα ἡ περὶ αὐτῶν διέξεισι πραγματεία, ἀκριβῆ μὲν ὄντα καταλη‐ | |
10 | φθέντα εἰς τὴν τῶν κατεχόντων παθῶν διάγνωσιν, δυσχερῆ δ’ ὅμως πρὸς κατάληψιν πεφυκότα. | |
1.7.7 | Καὶ τὸν μὲν ἀμ‐ φότερα εἰδότα βραχύ τι ἂν οἶμαι διαδράσῃ ἔς τε πρόγνω‐ σιν καὶ διάγνωσιν, θατέρου δὲ τῷ λειπομένῳ πολλὴ ἂν ἕποιτο ἡ διαμαρτεία, οὐχ ἧττον ἐς διάγνωσιν τῆς περὶ | |
5 | τῶν οὔρων θεωρίας τῆς περὶ τῶν σφυγμῶν συντελούσης. | |
1.7.8 | Ἀλλὰ ταῦτα μὲν ὧδε κείσθω. νῦν δὲ ἐπεὶ περὶ οὔρων διαφορᾶς εἰπεῖν προυθέμεθα, περὶ διαφορᾶς χρωμάτων πρώτως εἰπόντες καὶ περὶ τῶν λοιπῶν εἶθ’ οὕτως γενῶν ἐροῦμεν, ὅσα δῆτα τοῖς οὔροις ἐμφαίνεται. | |
1.8t | Κεφ. ηʹ. Περὶ διαφορᾶς τῶν κατὰ τὸ χῦμα χρωμάτων. | |
1.8.1 | Ὁπόσα τοίνυν εἴδη χρωμάτων τοῖς οὔροις ἐμφαί‐ νεται, καθ’ ἕκαστον μὲν οὐ ῥᾴδιόν ἐστι φάναι, ταῖς πολ‐ | |
λαῖς τῶν χυμῶν συμπλοκαῖς τε καὶ πέψεσι πολλῶν καὶ τῶν χρωμάτων ἐπιδεικνυμένων. | 11 | |
1.8.2 | Ἔνεστί γε μὴν τῶν καιριωτέρων διορισθέντων τῷ λόγῳ, ἐκ τούτων ὡς ἀπό τινων ὡρισμένων σημείων καὶ τῶν λοιπῶν καταστοχά‐ ζεσθαι χρωμάτων, μὴ διορισθέντων τῷ λόγῳ, ὀνομάτων | |
5 | οἰκείων ἀπορίᾳ. | |
1.8.3 | Τῶν οὔρων τοίνυν τὰ μὲν λευκά, τὰ δ’ ὠχρά, τὰ δὲ πυρρά, τὰ δὲ ξανθά, ἕτερα δὲ ἐρυθρά, τὰ δ’ οἰνωπὰ κυανά τε ἐπὶ τούτοις καὶ χλωρὰ καὶ μέλαινα φαίνεται, οὐκ ἐν τούτοις τῶν πάντων ἀπαρτιζομένων χρω‐ | |
5 | μάτων, ἀλλ’ ἐκ τούτων καὶ ἐμμέσων τε καὶ παραμέσων ὡς πλειόνων ἐντεῦθεν ἐπισυνηγμένων χρωμάτων. | |
1.8.4 | Τῶν οὖν λευκῶν οὔρων τὰ μὲν κρυσταλλοειδῆ, τὰ δὲ χιονοειδῆ, τὰ δὲ ὡς ἀκραιφνὲς ὕδωρ πέφυκε, καὶ ταῦτα μὲν ἐσχάτης ἂν εἴη λευκότητος. | |
1.8.5 | Ἐπεὶ δὲ τάς τε ἐπιτάσεις καὶ τὰς ὑφέσεις ἐπιδέχεται τὰ γενικὰ τῶν χρωμάτων, τὰ δὲ δὴ ῥηθέντα ἐπιτεταμένης ἂν εἴη λευκότητος, ἐπὶ τούτοις προσθῶμεν τῷ λόγῳ καὶ ὅσα δῆτα ὑφειμένης λευκότητος | |
5 | πέφυκεν. | |
1.8.6 | Ἐπειδὰν τοίνυν τῆς ἄκρας λευκότητος ὑφίη‐ ται ἡ χροία, τὸ γαλακτῶδες οὕτω καλούμενον ἀπὸ τοῦ ἐοικέναι γάλακτι παρασκευάζει κρεῖττον μὲν ὂν τοῦ τε ὑδατώδους και κρυσταλλοειδοῦς, τοῦ δ’ αὖ γλαυκοῦ τόσον | |
5 | λειπόμενον. | |
1.8.7 | Αὐτὸ γὰρ ἴσως μετὰ τὸ γαλακτῶδες, ὄσον τὸ χαρωπὸν ἐκπέφευγε τοῦ γλαυκοῦ τὴν λευκότητα, καὶ γλαυκὸν μὲν πέφυκεν οἷον τὸ διαυγές ἐστι κέρας, χα‐ ροπὸν δέ, ὃ καμήλων ὑπολεύκοις ἐρίοις ἔοικεν, εἶτ’ οὖν | |
5 | ὀνυχίτῃ οὕτω πως καλουμένῳ λίθῳ. | |
1.8.8 | Ἀλλ’ ἐπειδάν τινα βαφὴν τὰ οὖρα δέξηται τὸ πολὺ τῆς ἀπεψίας ἐκπε‐ φευγότα, ὕπωχρα μὲν τὰ πρῶτα γίνεται, προϊόντα δὲ καὶ ὠχρά, ἀλλὰ τὰ μὲν μετρίως ζεσάσης χυμένης χυλῷ ἐῴκει, | |
5 | ἐκεῖνα δ’ αὖ καὶ πάνυ ζεσάσης, εἰ δέ γε βούλοιο καὶ οἷον τὸ ἀπὸ τῆς ῥοιᾶς τοῦ φλοιοῦ τε καὶ περικάρπου ζέσαντος ἐκείνως ὑγρὸν νόμισον. | |
1.8.9 | Οὐ διοίσομαι γὰρ τῶν τε χυ‐ λῶν πολλῷ ἐοικότων καὶ τοῦ τῆς ὠχρότητος ὀνόματος, μὴ διαπεφευγότος τῇ συνηθείᾳ τοὺς πλείστους. | |
1.8.10 | Εἴ γε μὴν καὶ τῆς οὕτω πως καλουμένης ὠχρᾶς μέτριον προσ‐ εμβάλῃς χυμῷ ὀρρώδει, ὕπωχρα ποιήσεις τά χρώματα· πλέον δὲ προσεμβαλὼν τῆς ὠχρᾶς, καὶ ὠχρὰ τὰ χρώ‐ | |
5 | ματα καταστήσεις ἀφ’ ἑτέρων θάτερα προσονομασθέντα. | 12 |
1.8.11 | Ἐπειδὰν μέντοι πλείονι ἐπιχρώσῃ βαφῇ τὴν ὠχρό‐ τητα, τῆς πέψεως προχωρούσης, τὰ ὑπόπυρρα τῶν οὔρων, ἃ δὴ καὶ σύμμετρα ὁ λόγος οἶδε, κατασκευάζονται, μὴ πάμπαν ἀκιβδήλῳ προσεοικότα χρυσῷ. | |
1.8.12 | Τὸ δ’ ἐπὶ τούτοις οὖρον πυρρὸν καλούμενον μᾶλλον εὐροίζῳ καὶ καθαρῷ χρυσίῳ ἐῴκει. | |
1.8.13 | Μάθοις δ’ ἂν ἴσως τοῦτο τοῖς τῶν πλουσίων παρακόψας ταμείοις, εἰ μὴ παρά σοι χρυ‐ σὸς καθαρὸς καθέστηκεν. | |
1.8.14 | Ὑπόξανθον μετὰ ταῦτα κνίκῳ τὴν χροιὰν ἐοικός. Καὶ ἴσασιν οἱ πολλοὶ τὸ τοῦ φυτοῦ κνίκου ἄνθος, οἶμαι, ὅπερ ὡς ὑποπεπτωκός ἐστι τῇ χροιᾷ τοῦ ἄνθους τοῦ κρόκου, ὥστε ἐκεῖθεν δεῖ συλλο‐ | |
5 | γίζεσθαι περὶ ὑποξάνθου χρώματος. | |
1.8.15 | Τό γε μὴν ἀκριβῶς ξανθὸν κατὰ μηδέν τι διενηνοχὸς φαίνεται τοῦ Κωρυκείου κρόκου, τοῦ ἐπ’ ἄλλοις τόποις τούτου διενεγκό‐ τος τῇ τοῦ χρώματος ἀκριβείᾳ. | |
1.8.16 | Ἀλλ’ ἵνα μή τι πά‐ θῃς ἀνθρώπινον πολὺ διενεγκόντα τοῦτον οἰηθεὶς τῷ χρώματι τῶν λοιπῶν τῷ ξένῳ τοῦ ὀνόματος, ἐγώ σοι τὸν ἀπὸ τοῦ Ἄθω παραθήσω κομιζόμενον καὶ τῷ ἐκείνου | |
5 | στοίχει χρώματι, πλὴν οὐχὶ τοῖς φαινομένοις ἔν τε κνίκῳ καὶ κρόκῳ δεῖ σε προσέχειν χρώμασιν, ἐπεὶ πολλῷ ἂν δια‐ μάρτῃς τοῦ δέοντος ὑπερυθρὰ γὰρ καὶ ἐρυθρὰ ἤδη τὰ ἐκείνων χρώματα πέφυκεν, ἀλλὰ τοῖς ἐξ ἐκείνων ὑγρῷ λυο‐ μένων χρώμασι. | |
1.8.17 | Μετὰ ταῦτα τὸ ὑπέρυθρον καὶ ἐρυ‐ θρὸν τοῦ χρώματος πέφυκεν, οἷς δῆτα ἀρκέσει μὲν ἐς παράστασιν καὶ τὰ φαινόμενα, καθάπερ εἴρηται, χρώματα τοῦ τε κνίκου καὶ κρόκου. μάθοις δ’ ἂν τῇ τε Ἀρμενίῳ | |
5 | βώλῳ καὶ τῇ Λημνίᾳ σφραγίτιδι τὰ ὑπέρυθρα προβάλλων. | |
1.8.18 | Τὰ δ’ ἐρυθρὰ καὶ φοινικᾶ τοῦ χρώματος τῶν ὀπωρῶν ταῖς ἐρυθρὰ προβαλλομέναις χρώματα κεράσοις δηλονότι καὶ μήλοις καί τισι παραπλησίοις, ὧν τῇ τελειότητι τῆς ἐπιφανείας καὶ τῇ πέψει καὶ τὰ χρώματα διενεγκεῖν δο‐ | |
5 | κοῦσι. | |
1.8.19 | Τὸ οἰνωπὸν ἐπὶ τούτοις ἀπό τε τῶν μελαντέ‐ ρων οἴνων τοὔνομα ἐσχηκὸς καὶ οἷον πεφυκὸς τὸ χρῶμα τοῦ ἥπατος, ὥστ’ ἐντεῦθεν δεῖ τὸν συνετὸν λογιζόμενον πολλάκις μὲν ἧπαρ ἑωρακότα ζῴου ἀλόγου εἰ μὴ ἀνθρώ‐ | |
5 | που, πολλάκις δ’ ἐπιπίοντα τοιοῦτον οἶνον, εἴτ’ οὖν ἑωρα‐ | |
κότα τὸν περὶ τοῦ οἰνωποῦ χρώματος λογίζεσθαι λόγον. | 13 | |
1.8.20 | Μέμνημαι γὰρ καὶ ἔγωγε τοιοῦτον ἐν ἀγορᾷ πολλάκις ἑωρακὼς ἀπ’ ἐμπόρων κομιζόμενον οἶνον, ὃς ἐπὶ τοσούτῳ κέχρωται τῷ οἰνωπῷ τοῦ χρώματος, ὥστε τοῖς μὲν ἀγγεί‐ οις, οἷς κεκόμιστο, τοῦ οἰκείου μετεδίδου χρώματος· βρα‐ | |
5 | χὺς δὲ ὕδατι πολλῷ μιγνύμενος ἔτι ἐρυθρὸς τῷ χρώματι διεφαίνετο. | |
1.8.21 | Τό γε μὴν κυανοῦν τοῦ χρώματος ἐξ ἐπιταθέντος μὲν οἰνωποῦ γέγονεν ἴσως, μάλιστα δ’ ἐῴκει σειραίῳ, ὃ δὴ καὶ ἕψημα ὁ λόγος οἶδε. | |
1.8.22 | Τοῦτο δὲ πέφυκε τοιοῦτον, ἐπειδή τινες ἀμφιγνοήσαιεν ἂν ἔτι τοῦτο, τὸ ἀπὸ γλεύκους ἐς ἀποτρίτωσιν ἑψημένου γινόμενον. προσεπιθείης δὲ τῇ σαφηνείᾳ τοῦ χρώματος καὶ τὸ τοῦ | |
5 | κάρπου τῆς κεράσου, ὃ δὴ μάλιστα πρὸς τὸ μελάντερον ἐπινένευκεν. | |
1.8.23 | Ἐπεὶ δὲ καὶ τὸν περὶ κυανοῦ χρώματος ἱκανῶς ἔχεις λόγον, καὶ περὶ τῶν λοιπῶν νῦν μάνθανε· τὸ τοίνυν φαιὸν ἐπίδηλον οἶμαι γεγονέναι τοῖς πᾶσιν ἐξ ἀκράτου λευκοῦ καὶ μέλανος συγκραθέν. | |
1.8.24 | Εἰ δὲ καὶ τῇ αἰσθήσει τοῦτο μαθεῖν ἐθέλεις, ψιμμίθιον ἢ λευκὴν πάνυ τίτανον ἤ τι παραπλησίων μελανί τε καὶ πίσσῃ καὶ ἀσφάλτῳ καί τισιν ἀκράτοις μέλασιν ἑνώσας χρώμασιν ἰσο‐ | |
5 | στάθμοις, τὸ φαιὸν ἂν ὧδε γνοίης χρῶμα γινόμενον. | |
1.8.25 | Ἀλλὰ δὴ περὶ χλωρῶν ὧδ’ εἰρηκότες πρῶτον καὶ ἐλαίω‐ δῶν, περὶ πελιδνῶν εἶθ’ οὕτως καὶ μελανῶν ἐροῦμεν. | |
1.8.26 | Τῶν τοίνυν χλωρῶν χρωμάτων τὰ μὲν κραμβίζοντά εἰσι, τὰ δ’ αὖ χλοάζοντα, ἰώδη τε καὶ σμαραγδίζοντα, ὥστ’ ἐξ ὧν παρωνομάσθησαν, ταῦτα δὴ καὶ μανθάνειν τοῖς ἐκείνων χρώμασι, ταῦτα δὴ παραβάλλοντα. | |
1.8.27 | Ἀλλὰ δὴ καὶ τῶν ἐλαιωδῶν οὕτω κοινῷ τῷ γένει καλουμένων οὔρων τὰ μὲν ἐλαιοφανῆ, τὰ δὲ ἐλαιόχροα, τὰ δ’ ἐλαιώδη ὁμωνύ‐ μως τῷ κοινῷ λέγεται γένει. | |
1.8.28 | Τούτων δὲ τῶν τριῶν τοῦ μὲν πρώτου ἔτι ἀμφισβητεῖται τὸ χρῶμα, εἴθ’ ὑδα‐ τῶδες ἢ ἐλαιῶδες εἴη τῇ τοῦ χρωννῦντος τοῦτο λεπτότητι· τοῦ δὲ δευτέρου ἤδη ἐπίδηλον ὡς ἤδη τὴν χροιὰν ἐπιτεί‐ | |
5 | ναντος· ὃ δ’ ἐλαιῶδες ὁ λόγος ὥρισε, τῇ τοῦ ἐλαίου μάλι‐ στα προσέοικε χροιᾷ, πλὴν οὐχὶ τῶν παχέων τούτων καὶ τῷ χρώματι ἐπιτεταμένων, ἀλλὰ τῶν μάλιστα λεπτῶν. ἐκεῖνα γὰρ τοῖς ὑπὸ τὸ χλωρὸν ἁρμόζει μᾶλλον εἴδεσιν. | |
1.8.29 | Ἐπεὶ δ’ ἱκανῶς καὶ τὸν περὶ χλωρῶν καὶ ἐλαιωδῶν οὔρων ἐν διαφοραῖς ἐξεθέμεθα λόγον, ἑξῆς ἐπὶ τῶν πε‐ λιδνῶν τῷ λόγῳ ἴωμεν καὶ μελάνων φαινομένων οὔρων. | 14 |
1.8.30 | Τὸ τοίνυν πελιδνὸν τοῦ χρώματος μολιβδόχρουν μὲν ἂν εἴπῃ τις σαφηνίζων τὸν λόγον, ὥστε ἐκεῖθεν δεῖ καὶ περὶ τούτων στοχάζεσθαι. | |
1.8.31 | Τοσούτῳ δὲ προσνένευκε τῷ μέλανι χρώματι, ὅσον, οἶμαι, λέλειπται τοῦ φαιοῦ, ὥστε καὶ εἰ διπλασίῳ λόγον ἕξει, τὰ μέλανα πρὸς τὰ λευκὰ χρώματα, τῇ συνθήκῃ, ἂν πελιδνὰ ἐντεῦθεν ὀφθείῃ χρω‐ | |
5 | ματα, καὶ πελιδνὰ τοιαῦτ’ ἂν εἴη. | |
1.8.32 | Μέλανα δὲ οὐδεὶς ἂν ἀγνοήσῃ χρώματα πᾶσιν ἔκδηλα γεγονότα. προσήκει τοίνυν ἐντεῦθεν τῷ περὶ τὰ τοιαῦτα σπουδαίῳ ἐπινοῆσαι μὲν τὰ ῥηθέντα χρώματα καὶ τοῖς πλαξὶν ἐγγράψαι τῆς | |
5 | διανοίας, οὐκ ὀλίγων ἐπ’ αὐτοῖς ῥηθησομένων διαγνώσεων τε καὶ προγνώσεων. | |
1.8.33 | Προσεπινοῆσαι δὲ τῷ λόγῳ δεῖ καὶ ἃ τῶν χρωμάτων μὴ διώρισται τῷ ἐξαπορῆσαι οἰκείων ὀνομάτων, ἤτοι ἐξυδαρωθέντα ἢ ἐπιταθέντα ἀπὸ τῶν ὁρισθέντων τούτων χρωμάτων, ὥστε ἂν εἴ τις ἀκριβῶς | |
5 | ταῦτα γνοίη, ῥᾳδίως καὶ τὰ διαπεπτωκότα τῶν ὡρισμένων τούτων χρωμάτων δι’ οἱονδήτινα καταγνοίη λόγον. | |
1.8.34 | Οὐκ‐ οῦν οὐκ ἐπὶ πλέον προσανέχειν τῷ περὶ διαφορᾶς χρω‐ μάτων προσήκει λόγῳ, ἱκανῶς ἐνταῦθα πρὸς συνετοὺς τῶν πάντων διωρισμένων. | |
1.8.35 | Τοῖς γὰρ δή τοι μέρος παιδιᾶς τὰ τῇ τέχνῃ τιθεμένοις σπουδαῖα, οὐδ’ ἂν πάντα τις συνελών, πολλάκις φαίη τὰ ἐνδεχόμενα συνίστασθαι χρώματα, πρὸς ἀποχρῶσαν τούτοις διδασκαλίαν ἀρκέσειε. | |
5 | καὶ ὁ μὲν περὶ διαφορᾶς χρωμάτων οὔρων λόγος ᾧδέ πη κείσθω. ἐνταῦθα δὲ προσήκει φάναι καὶ περὶ διαφορᾶς τῶν ἐπὶ τῷ χύματι συνισταμένων συστάσεων. | |
1.9t | Κεφ. θʹ. Περὶ διαφορᾶς τῶν κατὰ τὸ χύμα συστάσεων. | |
1.9.1 | Τὰ τοίνυν οὖρα ταῖς ἀμίσι διουρηθέντα πάντα μὲν μικροῦ δεῖν λεπτὰ φαίνεται θερμὰ ἔτι ὄντα τὸ γάρ τοι φυσικὸν θερμόν, ἐπικρατοῦν ἔτι, οὐκ ἐᾷ τὸ χῦμα συνιέναι τε καὶ παχυνθῆναι δι’ οἱανδήτινα ἡγησαμένην | |
5 | πρόφασιν. | |
1.9.2 | Τοῦ θερμοῦ δ’ ἤδη διασκεδασθέντος, ἔνια μὲν αὐτῶν παχύνεται τάχιστα, ἔνια δὲ βραδέως, ὥσπέρ | |
ποτε ἔτερα παχέα διουρεῖται, ἔνια δ’ αὖ, οἷα οὐρήθη, μέ‐ νει. | 15 | |
1.9.3 | Τῶν δὲ παχυνθέντων ἔνια μὲν καθίστανται, ἔνια δ’ αὖ, οἷα ἀπ’ ἀρχῆς παχέα γέγονεν, ἀδιάκριτα μένει. | |
1.9.4 | Ἀλλὰ τῶν μὲν τοιούτων παχέων τὰ μὲν μετρίως πάνυ πεπάχυνται, θολερὰ οἷον τυγχάνοντα, τὰ δ’ ἔτι πλέον, τὰ δ’ ἔτι πλεῖστον, καὶ δεῖ καὶ τὴν ἐπὶ τούτοις συνιέναι δια‐ φοράν. | |
1.9.5 | Τῶν δὲ δὴ καθισταμένων τὰ μὲν τὸ παχύτε‐ ρον ἐπὶ τὸν πυθμένα ἐπισυναγαγόντα καὶ ταῦτα ἔτι πα‐ χέα μένει, ἢ τεθολωμένα ἢ καὶ σύμμετρα καὶ λεπτὰ γίνεται, τοῦ παντὸς ἐπὶ τὸν πυθμένα πάχους χωροῦντος, | |
5 | ὥστε δεῖ τὰς ἐπὶ τούτοις διαφορὰς ἀκριβῶς ἐκμανθάνειν, οὐκ ὀλίγα συνοισούσας τοῖς περὶ διαγνώσεώς τε καὶ προ‐ γνώσεως λόγοις. | |
1.9.6 | Ὡσαύτως δὲ δεῖ κἀπὶ τῶν λεπτῶν ἐκμανθάνειν, ὡς οὐ πάντα τῇ αὐτῇ λεπτότητι συνίσταν‐ ται, ἀλλὰ τὰ μὲν καὶ πάνυ λεπτότατα πέφυκεν, οὐδέν τι τοῦ διειδεστάτου διενεγκότα ὕδατος, τὰ δὲ τοιαύτης δια‐ | |
5 | πέπτωκε συστάσεως, ἔτι καὶ αὐτὰ λεπτὰ τυγχάνοντα, ἕτερα δὲ προσενένευκε τῷ τῇ συστάσει συμμέτρῳ οὔρῳ. | |
1.9.7 | Ἀλλ’ ὁ μὲν περὶ διαφορᾶς συστάσεως οὔρων λόγος ἱκανὸς ἂν ἐντεῦθεν νομισθείη λελέχθαι. | |
1.10t | Κεφ. ιʹ. Πρὸς τοὺς τῷ θύραθεν μόνῳ καταστήματι τὴν τοῦ πάχους τῶν οὔρων αἰτίαν προσάπτοντας. | |
1.10.1 | Ἐπεὶ δέ τινες τῶν ἀπαιδεύτων περὶ τὰς τῶν οὔ‐ ρων κρίσεις τὰ παχέα τῶν οὔρων οὐκ ἰδιότητί τινι διαθέ‐ σεων τῶν αὐτοῖς ἁρμοζουσῶν συμβαίνειν οἴονται, ἀλλὰ τῷ θύραθεν ψυχρῷ καταστήματι καὶ μάλιστα ὁπότ’ ἐνο‐ | |
5 | ρῷεν λεπτὰ μὲν διουρηθέντα, μετ’ οὐ πολὺ δὲ παχυνό‐ μενα, καὶ πρὰς αὐτοὺς τὸν λόγον τρεπτέον καὶ τήν σφων ἀπάτην ἀποδεικτέον. | |
1.10.2 | Οἵδε γὰρ τῇ τοῦ θερμοῦ ἀπο‐ χωρήσει οἴονται τὸ θύραθεν ἐπικρατοῦν ψυχρὸν ταῦτα παχύνειν. τοῦτο δὲ τοσοῦτον λείπεται εἰς ἀλήθειαν, ὥστε καὶ ἀπὸ τῶν ὁσημέραι φαινομένων ἔστι μαθεῖν αὐτῶν | |
5 | τὴν ἄγνοιαν, ἀεὶ μὲν δηλονότι τῶν οὔρων τῷ θύραθεν προσομιλούντων ψυχρῷ ἀέρι, μὴ πάντοτε δὲ παχυνομέ‐ νων. | |
1.10.3 | Ἔπειτα εἰκὸς μὲν ἐνίοτε τὰ οὖρα παχυνθῆναι, ὁπόταν δηλαδὴ τὸ μὲν περιέχον ᾖ πάνυ κρυμνῶδες, τὰ δ’ | |
οὖρα ἐν ὑπαίθρῳ διανυκτερεύσωσι, καὶ παγείη ἂν ἴσως ταῦτα μᾶλλον ἢ παχυνθείη. | 16 | |
1.10.4 | Ἔπειτα εἰ διὰ τὸ προστυ‐ χὸν κρύος παχυνθείη, διὰ θαλπωρὴν τοῦ περιέχοντος λεπτυνθείη ἄν. | |
1.10.5 | Ἀλλὰ μὴν ἔστιν ἰδεῖν κἀν χειμῶνι οὖρα λεπτότατα, κἂν μὴ τῷ θύραθεν ἐκνικώμεθα ψύχει, κἀν τῷ θέρει παχύτατα μηδὲν ἐνταῦθα τοῦ θερμοῦ δια‐ λύοντος. | |
1.10.6 | Εἶτα τί ποτ’ ἄρ’ ἂν καὶ φαῖεν οἱ σεμνοὶ τῶν οὔρων ἐπόπται, ὁπόταν νῦν μὲν οὖρον λεπτὸν θεά‐ σωνται, τὴν δὲ ἐπιοῦσαν παχυνθέν, τοῦ αὐτοῦ δὴ κἀν ἀμφοτέροις καταστήματος γεγονότος; | |
1.10.7 | Πῶς δ’ ἂν καὶ προγνοῖεν, ὅτι ποτὲ βούλεται ἡ μεταβολή, κἀπὶ ποίοις αἰτίοις γέγονεν; ἐμοὶ δοκεῖ πολλ’ ἂν σφαλεῖεν τἀληθοῦς ἀποπεπτωκότες. | |
1.10.8 | Τίσι δ’ ἂν σημείοις ἐν τοῖς οὔροις πλῆθος χυμῶν ἢ πάχος ἢ πέψεως ἀρχὴν γνοῖεν, μηδὲν ἔχοντες ἐπὶ παχέσιν οὔροις κρίνειν τὸ σύνολον; ἔπειτα τὸν σφῶν αὐτῶν λόγον συνιστᾶν πειρώμενοι θερμοῖς τισιν | |
5 | ὕδασι τὴν ἀμίδα καθιᾶσι καὶ πως ὁμιλήσασαν πρὸς βραχὺ δεικνύουσι λεπτυνθεῖσαν, μὴ συνιέναι ἔχοντες, ὡς οὐχ ἧττον τοῦ φυσικοῦ τὸ τεχνικὸν θερμὸν τὰ οὖρα δια‐ λύειν πέφυκεν, εἴ τί που πάχος σχοῖεν, ἀλλὰ οὐδὲν τοῦτο πρὸς ἀποχρῶσαν αὐτοῖς ἀπολογίαν πέφυκεν, ἔτι δυοῖν | |
10 | ἀμίδοιν τῷ αὐτῷ προσομιλουσοῖν ἀέρι καὶ τῆς μὲν παχυ‐ νομένης, τῆς δ’ ἑτέρας, ὡς εἶχεν, ἐπιφαινομένης. | |
1.10.9 | Ἔτι τίνα ἄν τις αἰτίαν ἀποδοίη, εἰ μὴ ἣν νῦν ἡμεῖς ἐροῦμεν ἐν οἰκείοις τόποις. | |
1.10.10 | Εἰ γάρ τοι τὴν τοῦ περιέχοντος ψυχρότητα αἰτιάσονται, δέδοικα μὴ ἀλῶσιν ἀπατηθέντες, τῆς ἑτέρας ἀμίδος λεπτῆς μενούσης· ἀλλ’ αὐτοῖς μὲν ἀρκούσης ἴσως τῆς ἀπαιδευσίας εἰς ἔλεγχος ἱκανὴν ἂν | |
5 | δόξῃ καὶ τὸ ῥηθέν· ἡμεῖς δὲ τῶν ἑξῆς ἐχόμενοι λέγωμεν. | |
1.10.11 | Ἐπειδὴ τοίνυν δέδεικται τὰ μὲν τῶν οὔρων διατελεῖν παχέα, τὰ δ’ αὖ λεπτά, ἐκεῖνα δὲ σύμμετρα, ἐπιδιείλομεν δὲ καὶ ταῦτα ὡς ἐνεδέχετο, νῦν ἂν προσῆκον εἴη περὶ δια‐ φορᾶς τῶν ἐν τοῖς οὔροις παρυφισταμένων φάναι. | |
1.11t | Κεφ. ιαʹ. Περὶ διαφορᾶς χρωμάτων τῶν παρυφισταμένων. | |
1.11.1 | Τῶν τοίνυν κατὰ φύσιν παρυφισταμένων, λευκῶν μὲν ὄντων καὶ ὁμαλῶν καὶ προσέτι τῇ συστάσει συμμέ‐ | |
τρων καὶ πρὸς τὸν πυθμένα χωροῦντων, ἡ κατὰ φύσιν τρίτη πέψις τελεῖται. | 17 | |
1.11.2 | Ἐπειδὰν δ’ εἴθ’ ὑπερβάλλοι ταῦτα, εἴτε ἐλλείποι τῶν κατὰ φύσιν τούτων γνωρισμά‐ των, καὶ τὴν ὑγείαν παρατετράφθαι δηλοῖ. | |
1.11.3 | Ῥητέον τοίνυν ὧδε περὶ τῶν ἐνδεχομένων τούτοις φαίνεσθαι χρω‐ μάτων, εἶθ’ οὕτως καὶ τῶν ἑξῆς κατὰ τὸν αὐτοῖς ἀνή‐ κοντα λόγον. | |
1.11.4 | Τῶν τοίνυν παρυφισταμένων τὰ χρώ‐ ματα τὰ μὲν σύμμετρα καὶ κατὰ φύσιν ὑπόλευκα, τὰ δὲ ἐκπίπτοντα τοῦ τοιούτου συμμέτρου παρυφισταμένου, ὧν τὰ μὲν ἐπιτέταται τῇ λευκότητι, τὰ δ’ ἤδη ὕπωχρα καὶ | |
5 | ὠχρὰ φαίνεται· τὰ δὲ καὶ προχωροῦντα ἔτι χρώννυται, χολώδη τε φαινόμενα καὶ ὀροβοειδῆ, ὑπέρυθρά τε καὶ ἐρυθρὰ καὶ πρὸς τούτοις δίαιμά τε καὶ ὀρφνώδη φαιά τε δὴ καὶ μέλανα. | |
1.11.5 | Ταῦτα καὶ τὰ τοιαῦτα τῶν παρυφι‐ σταμένων πέφυκε χρώματα κἀκ τούτων δεῖ σκοπεῖν καὶ περὶ τῶν μὴ ῥηθέντων, ἐμπεριεχομένων μέντοι, καθὼς ἐν τοῖς περὶ διαφορᾶς χρωμάτων προλαβόντες ἤδη ἔφημεν | |
5 | τοῦ χύματος, ἀλλ’ ὁ μὲν περὶ διαφορᾶς χρωμάτων τῶν παρυφισταμένων, ὡς ἐν βραχεῖ φάναι, λόγος δὴ τοιοῦτός ἐστι· νῦν δὲ περὶ συστάσεως ἐροῦμεν. | |
1.12t | Κεφ. ιβʹ. Περὶ διαφορᾶς συστάσεων τῶν παρυφισταμένων. | |
1.12.1 | Τὸ τοίνυν σύμμετρον τῆς τοῦ παρυφισταμένου συστάσεως ὁποῖον μέν ἐστιν ἡ πείρα δείκνυσιν· ἵνα δὲ καὶ τῷ λόγῳ εἴη διωρισμένον, οὕτως πώς φαμεν περὶ συστάσεως συμμέτρου τοῦ παρυφισταμένου. | |
1.12.2 | Τὸ σύμ‐ μετρον τῇ συστάσει παρυφιστάμενον παχύτερον μὲν πάν‐ τως πέφυκε τοῦ χύματος. | |
1.12.3 | Διὰ γὰρ τοῦτο καὶ ἐπίδηλον τῇ ὄψει ῥᾳδίως πέφυκε, μὴ ὡσαύτως αὐτὸ τῷ χύματι τῆς ὄψεως διαπεραιουμένης, ἀλλὰ πρώταις μὲν ἐπιβολαῖς αὐ‐ τοῦ ἀναπαυομένης τῇ περιοράσει δὲ καὶ τοῦτο διαπεραι‐ | |
5 | ουμένης. | |
1.12.4 | Ἐπεὶ τοίνυν τὸν περὶ συμμέτρον συστά‐ σεως τοῦ χύματος ἀκήκοας λόγον, ἔξεστί σοι ὥσπερ ἀπὸ ἀσφαλοῦς ἠργένῳ σημείου τά τε λεπτὰ καὶ τὰ παχέα ἔχειν τῶν παρυφισταμένων εἰδέναι, πλὴν ἀλλὰ καὶ ἡμῶν ῥηθείη | |
5 | ἂν ὧδε τὰ δέοντα. | |
1.12.5 | Τῶν τοίνυν λεπτῶν παρυφισταμέ‐ νων, ὅσα μᾶλλον συγκοινωνεῖ τοῦ χρώματος τῷ χύματι, | |
ἧττον διαφαίνεται τῶν ἀφισταμένων μᾶλλον τοῦ χρώμα‐ τος τοῦ χύματος, ὥστε δὴ καὶ τοῦτο δεῖ προδιωρίσθαι | 18 | |
5 | τῷ λόγῳ. | |
1.12.6 | Τούτων δὲ τὰ μὲν βραχύ τι διαπέπτωκε τοῦ συμμέτρου, τὰ δ’ ἐπὶ πλέον, ἃ δὴ καὶ οὐ ῥᾳδίως ἄν τις ὁρῴῃ, τὰ δὲ ἐπὶ πλεῖστον, ἃ μόλις ἂν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀμίδος διαβιβάσας ἴδοι. | |
1.12.7 | Τῶν δὲ ἐπὶ πάχος ἀπὸ τοῦ συμμέτρου χωρούντων παρυφισταμένων τὰ μὲν μετρίως φαίνεται παχύτερα, ὥστε μὴ ῥᾳδίως ἤδη ταῦτα τὴν ὄψιν διαπερᾶν, τὰ δ’ ἐπιπλέον, ὣστε τὴν μὲν | |
5 | ὄψιν αὐτοῖς ἀναπαύεσθαι, τῷ δὲ λόγῳ καὶ πλέον τι τούτου πάχος οἴεσθαι· τὰ δ’ αὖ ἐπὶ πλεῖστον, οὐχ ἧττον τῆς ὄψεως ἐπαναπαυομένου τοῦ λόγου. οὐ γάρ τοι οἷόν τε πλέον ἐκείνου πάχος ἐν τοῖς παρυφισταμένοις οἰηθῆναι τῷ λόγῳ, ἤδη κατὰ σύστασιν τῷ πύῳ ἐοικόσιν. | |
1.12.8 | Ἰστέον μέντοι καὶ τούτῳ τῷ λόγῳ, ὡς περὶ παντοίων νῦν φαμεν προϋφισταμένων, κἄν τε τῆς τρίτης εἴη ταῦτα δηλονότι πέψεως περιττώματα, κἄν τε χυμῶν ὠμῶν κόμματα, κἄν | |
5 | τε πύα τε καὶ τῶν ἐντὸς ἀγγείων τεμάχια. | |
1.12.9 | Τὰς γάρ τοι διαγνώσεις αὐτῶν ἐν οἰκείοις λόγοις, τοῦ θεοῦ διδόν‐ τος, ἀποδώσομεν. νῦν δὲ τῶν ἑξῆς ἐχόμενοι καθ’ εἱρμὸν λέγωμεν. | |
1.12.10 | Τοῦ τοίνυν διαστήματος τοῦ χύματος τριχῇ διῃ‐ ρημένου, εἴς τε πυθμένα δηλονότι τῆς ἀμίδος καὶ ἐπιφά‐ νειαν καὶ τὸ τῶν ἀμφοτέρων τούτων περάτων μέσον, τὰ μὲν πρὸς τὸν πυθμένα τῆς ἀμίδος χωροῦντα παρυφιστά‐ | |
5 | μενα ὑποστάσεις ἔφασαν οἱ περὶ τὰ τοιαῦτα σοφοί, ἀπὸ τοῦ ὑφίστασθαι δηλονότι, τῆς ὑπὸ προθέσεως δεδηλωκυίας τὴν κάτω σχέσιν, ὅσα δὲ χωρεῖ πρὸς τὸ τοῦ παντὸς διαστήματος μέσον, ἐναιωρήματα, ἀπὸ τῆς αἰώρας, οἶμαι, τῶν ἀμφοτέρων, ὡς ἴσμεν, ἀφεστηκυίας | |
10 | περάτων, ὅσα δ’ αὖ πρὸς αὐτὴν χωρεῖ τὴν ἐπιφάνειαν, νεφέλας καὶ ἀπογείους οὔσας, ἀνάλογον τῇ γῇ τιθέντες τὸν τῆς ἀμίδος πυθμένα, ἐπεὶ καὶ πρὸς αὐτὸν χωρεῖ τὰ βαρύτερα τὸν πυθμένα, κοινῷ δὲ ταῦτα ἅπαντα καὶ γε‐ νικῷ ὀνόματι παρυφιστάμενα λέγεται ἀπὸ τοῦ ὁπουδή‐ | |
15 | ποτε τοῦ χύματος παρυφίστασθαι, καὶ οὕτω μὲν περὶ τοῦτό που τοῦ παρυφισταμένου λόγου διεῖλον πάλαι ἰα‐ | |
τρῶν παῖδες, ἀρχὰς ὥσπερ τῶν ἐν ἰατρικῇ θεωρημάτων τιθέμενοι. Ἔξεστι δὲ και οὕτως ἐπιδιελεῖν τὸν λόγον οὐκ ὀλίγα εἴς τε πρόγνωσιν συνοίσοντα καὶ διἀγνωσιν. | 19 | |
1.13t | Κεφ. ιγʹ. Περὶ διαφορᾶς τόπων τῶν παρυφισταμένων. | |
1.13.1 | Τῶν τοίνυν ὑποστάσεων—χρηστέον γὰρ ὧδε τοῖς τεθεῖσιν ὀνόμασιν—αἱ μέν τὸν ἄμεμπτον κατειληφυῖαι τόπον οὔτε πάντῃ ἅπτονται τοῦ τῆς ἀμίδος πυθμένος, οὔτ’ αὖ ἀφίστανται· αἰ δέ γε τὸν οἰκεῖόν τε καὶ ἄμεμ‐ | |
5 | πτον ἐκλελοιπυῖαι τόπον καὶ αὗται ἑπιδιαιροῦνται τῷ λόγῳ. | |
1.13.2 | Αἱ μὲν γάρ αὐτῶν προσέχονται πρὸς τὸν πυθμένα πάντῃ, αἱ δ’ αὖ βραχύ τι τοῦ πυθμένος καὶ πλέον τοῦ προσήκοντος αὐτοῖς ἀφίστανται, φεύγειν ὥσπερ πειρώμε‐ ναι τὸν ὡρισθέντα τόπον ταῖς ὑποστάσεσι. | |
1.13.3 | Τῶν δὲ ἐναιωρημάτων ὅσα μὲν τὸν ἀκριβῶς μέσον τοῦ παντὸς ἀπείληφε διαστήματος τόπον, τὸν ἀκριβῆ τῶν ἐναιωρημά‐ των εἴληφε λόγον· ὅσα δ’ εἴθ’ ὑποβέβηκεν ἢ ὑπερῆρται, | |
5 | ἐναιωρήματα μὲν ἂν καὶ ταῦτα κληθείη τῇ τῶν ὀνομά‐ των καταχρήσει, ἐπεὶ καὶ τῶν περάτων ἀμφοτέρων ἀφ‐ έστηκεν. | |
1.13.4 | Οὐκ ὀλίγα δὲ καὶ ταῦτα εἴωθε λυσιτελεῖν τῇ περὶ οὔρων πραγματείᾳ οὕτω διοριζόμενα, ὥστε τρεῖς δεῖ καὶ τοὺς ἐπὶ τῶν ἐναιωρημάτων οἴεσθαι τόπους. | |
1.13.5 | Τῶν δὲ νεφελῶν αἱ μὲν βραχύ τι δέουσι τῆς ἐπιφανείας, αἱ δ’ αὖ ἤδη πρὸς αὐτῇ τῇ ἐπιφανείᾳ νήχονται. | |
1.13.6 | Ἐπεὶ δὲ καὶ τρίτου ταύταις τόπου ἐδέησεν, ἐπεὶ μὴ ἐνεδέχετο καὶ περαιτέρω χωρεῖν ἐπιλείποντος τοῦ χύματος—ἀνάγκης ὥσπερ ἡγησαμένης ἀντιστραφεῖσαι αὐτῷ δὴ τῷ πυθμένι | |
5 | προσεπεφύκεσαν κατὰ κράτος, οἱονεὶ πειρώμεναι καὶ τὸν μεταξὺ αὐτῶν καὶ τῆς ἐπιφανείας τοῦ τῆς ἀμίδος πυθμένος τόπον ἐξαφανίσαι, οὕτως ἀκριβῶς περάσασαι τοῦ χύματος τὸ διάστημα προίσχονται τῇ ἀμίδι, ὥσπερ τοὺς πολύποδας ἐν ταῖς πέτραις ἀκριβῶς φασιν ἔχεσθαι. | |
1.13.7 | Ἐπεὶ τοίνυν δέδεικται, τρεῖς μὲν τοὺς γενικωτέρους τόπους τῶν παρυφισταμένων τυγχάνειν, εἰς τρεῖς δὲ ἕκα‐ στον ἐπιδιείλομεν τόπους, ὡς ἐντὸς τῶν δέκα λειπομένους τυγχάνειν πάντας, τούτους δεῖ μανθάνειν ἀκριβῶς τὰ | |
5 | μάλιστα συνοίσοντας. | |
1.13.8 | Ἵνα δ’ ἀκριβῶς εἰδῇς τὸν λόγον τοῦτον, ἐπὶ παραδείγματος ὡδὶ παραθήσω. | |
1.13.9 | Νόησόν μοι διάστημα ὡσεὶ ἕνδεκα δακτύλων ἢ πήχεων ἢ παλαι‐ στῶν ἢ ὅτι καὶ βούλει καὶ τέσσαρας μὲν λόγισαι ἐπὶ τῷ ἐνδεχομένῳ τόπῳ ταῖς ὑποστάσεσιν, ἕνα δὲ ἐπὶ τῷ πέ‐ | 20 |
5 | ρατι μὲν τῶν ὑποστάσεων, ἀρχῇ δὲ τῶν ἐναιωρημάτων, ὥσπερ καὶ ἕτερον μὲν ἐπὶ τῷ πέρατι τῶν ἐναιωρημάτων, ἀρχῇ δὲ τῶν νεφελῶν· τρεῖς δ’ αὖ ἐπὶ τῷ τόπῳ τῶν ἐν‐ αιωρημάτων· δύο δ’ αὖ ἐπὶ τῶν νεφελῶν καὶ ὁ μὲν τῶν συμμέτρων νεφελῶν τόπος ὁ ὕστατός τε καὶ ἑνδέκατος | |
10 | ἔστω δάκτυλος. | |
1.13.10 | Ὁ δὲ ὑφειμένος οἷον καὶ ὑποπεπτω‐ κὼς ὁ δέκατος, ὁ δ’ ἐπὶ πλέον ὑπερῃρμένος, ὁ ἀντιστρα‐ φεὶς ἐπὶ πυθμένα πρῶτος· τῶν δὲ ὑποστάσεων καὶ ἀκρι‐ βῶς οἰκεῖον ἐχουσῶν τόπον ὁ τρίτος ἔστω δάκτυλος, ἐπαι‐ | |
5 | ρομένων δ’ αὖ ὁ τέταρτος, ὥσπερ ὑφιζανουσῶν ὁ δεύτερος. | |
1.13.11 | Κἀπὶ τῶν ἐναιωρημάτων αὖθις ὁ μὲν πάντῃ μέσος ἔστω ὁ ἔβδομος, ὥσπερ τῶν μὲν ἐπαιρομένων πλέον ὁ ὄγδοος, τῶν δὲ ὑποβαινόντων μᾶλλον ὁ ἕκτος. | |
1.13.12 | Πέμ‐ πτος γε μὴν καὶ ἔννατος οὐ κατεδέξαντο τὰ παρυφιστά‐ μενα, ὁρισμοὶ μᾶλλον ἢ τόποι γεγονότες τῶν παρυφιστα‐ μένων τοῖς οὔροις. | |
1.13.13 | Ἀλλ’ ὁ μὲν περὶ τοῦ τόπου τῶν παρυφισταμένων λόγος ἱκανῶς ῥηθεὶς ὧδέ πη κείσθω· τάχα δ’ ἄν τις αὐτὸν καὶ ἀπὸ τοῦ διαγράμματος γνοίη· | |
νῦν δ’ ἐπιθήσομεν τῷ λόγῳ τὰ λείποντα. | 21 | |
1.14t | Κεφ. ιδʹ. Περὶ λειότητος καὶ τῶν ἀντικειμένων τῶν παρυφισταμένων. | |
1.14.1 | Τῶν τοίνυν κατὰ φύσιν παρυφισταμένων πρὸς τοῖς ἄλλοις καὶ λείων εἶναι ὁριζομένων πρῶτον μὲν ῥη‐ τέον ὁποῖα εἴη τὰ λεῖα, εἶθ’ οὕτως καὶ τὰ τούτοις ἀντί‐ θετα. | |
1.14.2 | Λεῖα τοίνυν εἴη παρυφιστάμενα ὅσα συνεχῆ πρὸς ἑαυτὰ τυγχάνει καὶ ὡς ἓν οἷον συνεχὲς ἐπισυνηγμένα σῶμα, μήτε πρὸς ἑαυτὸ πάντῃ συνεπτυγμένον καὶ οἷον συνεσφηνωμένον, μήτε πως διαλελυμένον. | |
1.14.3 | Καὶ τοι‐ οῦτο μὲν ἂν εἴη τὸ κατὰ φύσιν τε καὶ λεῖον παρυφιστά‐ μενον. τῶν δὲ παρὰ τοῦτο τὰ μὲν ἐπέτεινε τὴν συνέ‐ χειαν, ὡς ἤδη ταῦτα γλίσχρα τυγχάνειν, τὰ δὲ ταύτην | |
5 | διέλυσεν, ὡς ἤδη ταύτην εἶναι τραχεῖαν. | |
1.14.4 | Καὶ τῶν μὲν γλίσχρων παρυφισταμένων τὰ μὲν μετρίως τοῦτο πέπον‐ θεν, ὥστε διακινηθείσης τῆς ἀμίδος καὶ ταῦτά πως δια‐ λύεσθαι, τὰ δ’ αὖ ἐπιπλέον, ὥστε καὶ σφόδρα κινουμένης | |
5 | τῆς ἀμίδος καὶ πάνυ μετρίως ταῦτα διαλύεσθαι. | |
1.14.5 | Τὰ | |
δ’ ἔτι γλισχρὰ οὐδ’ ἂν, εἴ τι γένοιτο, ῥᾳδίως διαλυθείη ἐχέκολλα γεγονότα ἤδη· τῶν δὲ τραχυνομένων παρυφιστα‐ μένων τὰ μὲν μετρίως τοῦτο πάσχει διακεκριμένων αὐτῶν | 22 | |
5 | τῆς ὄψεως ἀντιλαμβανομένης, τὰ δ’ αὖ ἐπιπλέον, ὡς ἤδη τὸ πλέον ἐπιλαμβάνειν τοῦ βάθους καὶ πλάτους τοῦ χύ‐ ματος, τὰ δ’ ἕτερα ἐπὶ πλεῖστον, ὡς ἤδη τὸ πᾶν αὐτὸ τοῦ πλάτους τε καὶ βάθους καὶ τὸ τοῦ μήκους πλέον ἐπι‐ λαμβάνειν, οἷον κατακερματιζόμενον. | |
1.14.6 | Καὶ τοιοῦτος μὲν ἂν εἴη ὅ τε τοῦ λείου τε καὶ χλίσχρου καὶ τραχέος λόγος· καὶ δεῖ μανθάνειν τὸν σπουδαῖον ἐντεῦθεν, οὐκ ὀλίγα τοῦ ἐπὶ τούτοις λόγου τοῖς μετὰ ταῦτα συνοίσον‐ | |
5 | τος. | |
1.14.7 | Ἐνταῦθα δὲ ῥητέον περί τε τῶν ὀροβοειδῶν καὶ πιτυροειδῶν, πεταλωδῶν τε καὶ κριμνωδῶν ὑποστάσεων. | |
1.14.8 | Ὑποστάσεις γὰρ ταύτας θέμις καλεῖν ἀεὶ τὸν τῆς ἀμί‐ δος ἐπιζητούσας πυθμένα, τὰ γὰρ εἰδῶν τοιούτων μετέ‐ χοντα ἐπινηχόμενα παρυφιστάμενα οὐκ ἀπὸ τῆς αὐτῆς ταύταις αἰτίας πέφυκεν, ὥστε οὐδὲ τὰ αὐτὰ ἂν σημάνειεν | |
5 | πάθη. | |
1.14.9 | Ἀλλὰ δὴ πρώτως περὶ τούτων εἰπόντες καὶ τῶν ἐοικότων ταύταις εἶθ’ οὔτως ἐροῦμεν. | |
1.15t | Κεφ. ιεʹ. Περὶ ὀροβοειδῶν καὶ πιτυροειδῶν, πεταλωδῶν τε καὶ κριμνωδῶν ὑποστάσεων. | |
1.15.1 | Αἱ τοίνυν ὀροβοειδεῖς τῶν ὑποστάσεων καὶ ἀπ’ αὐτοῦ μὲν τοῦ ὀνόματος δῆλαι, προσεπισαφηνίσωμεν δὲ καὶ ἡμεῖς τὸν λόγον. | |
1.15.2 | Τὸν ὄροβον οἶδε πᾶς τις τῶν χεδροπῶν ὀσπρίων τυγχάνοντα, πολλαχοῦ δὲ γεωργόμενον τῆς γῆς, ἐρυθρὸς δ’ οἷον τῷ εἴδει τυγχάνοντα. | |
1.15.3 | Ὁπό‐ ταν οὖν τούτοις παραπλήσια τὰ παρυφιστάμενα ἴδῃς τότε δὴ τότε μαθήσῃ καὶ τὰς ὀροβοειδεῖς τῇ ὄψει ὑποστάσεις. νῦν γὰρ τῷ λόγῳ μόνῳ σοι ταύτας διαζωγραφῶ. | |
1.15.4 | Οὐχ ἧττον δὲ καὶ αὗται κατὰ ἐκείνους θρομβώδεις εἰσίν, ὥστε καὶ ἀπὸ τούτου συνιέναι ἔχεις ἀσφαλέστερον τὸν περὶ τούτων λόγον. | |
1.15.5 | Πιτυροειδεῖς δ’ εἰσὶν ὑποστάσεις, αἳ δὴ πιτύροις ἐοίκασι, σίτου ἀκριβῶς ἀληλεσμένου. αὗται δὲ καὶ μῆκος διωρισμένον ἔχουσι καὶ ὡς πίτυρα ἄντικρυς φαί‐ νονται, ὥστε μανθάνειν ἐκεῖθεν ἀπὸ σφῶν προσήκει, οὕτω | |
5 | τούτων κατωνομασμένων εἰδῶν, ὥστε μηδ’ ἐπὶ πλέον τὸν | |
περὶ τούτων λόγον μηκύνειν δεῖ ἀρκοῦντα οἷον καὶ ἀπ’ αὐτοῦ τοῦ ἐπικειμένου ταύτῃ ὀνοματος. | 23 | |
1.15.6 | Πεταλώδεις δ’ οἶδεν ὑποστάσεις ὁ λόγος, αἳ δὴ πετάλοις ἐῴκεσαν, οὐ μέντοι κατὰ μῆκος. τοῦτο γὰρ πάνυ τῷ λόγῳ φαίνεται ἀπεοικός, ἀλλὰ κατ’ εἶδος. | |
1.15.7 | Πέταλα δ’ ἴσμεν ὠνο‐ μασμένα ὅσα μῆκος μὲν καὶ πλάτος ἔχει, οὐ μέντοι πρὸς τούτοις βάθος ἐπίδηλον. | |
1.15.8 | Τοιαῦτα δὲ καὶ οὕτω κεκλη‐ μένα καὶ τὰ ἐκ ταλασιουργίας ταῖς γυναιξὶν ἐξευρημένα ἐστί. | |
1.15.9 | Ἀλλὰ δὴ καὶ ὁ πεταλίτης λίθος οὕτω καλούμε‐ νος εἰς τοιαῦτα εἴδη κατατεμνόμενος φαίνεται, ὥστε ἐξ αὐτῶν δεῖ καὶ περὶ τούτων στοχάζεσθαι. | |
1.15.10 | Λείπεται δ’ ἤδη φάναι καὶ περὶ τῶν κριμνωδῶν ὑποστάσεων, ἀπ’ αὐ‐ τῶν δὴ τῶν κριμνῶν καλουμένων. κρίμνα δὲ πάντως ἴσμεν λελεγμένα, ὅσα μὴ καλῶς ἀληλεσμένων σίτων ἢ | |
5 | κριθῶν ἐπιφαίνεται πιτυρώδη· τὰ γὰρ τῶν πιτύρων ἁδρό‐ τερα κρίμνα λέγεται, οὐ κατὰ τὰ πίτυρα, ἀλλ’ ἤδη τριχῆ διαστατὰ τυγχάνοντα, καὶ κριμνώδεις μὲν διὰ ταῦτα κα‐ λοῦνται ὑποστάσεις. | |
1.15.11 | Λείπεται δ’ ἤδη φάναι καὶ περὶ τῶν συμπεπλεγμένων τε καὶ ἑτεροειδῶν παρυφισταμένων. | |
1.16t | Κεφ. ιϛʹ. Περὶ διαφορᾶς τῶν συμπεπλεγμένων καὶ παρυφισταμένων οὔρων. | |
1.16.1 | Ἀνομοιομερῆ μὲν ἄν τις καὶ ταῦτα δήπουθεν φαίη· ἐνίοτε γὰρ καὶ ταῦτα ποικίλα φαίνεται καί ποτε μὲν οἷα τὰ κρίμνα συνεμφέρεταί τινα τοῖς παρυφισταμέ‐ νοις, ποτὲ δὲ καὶ οἷα τὰ πίτυρα, ὥσπερ καὶ οἷαι αἱ πετα‐ | |
5 | λωδεῖς τε καὶ ὀροβοειδεῖς, ἔστι δ’ ὅτε οἷον τρίχες συνεπι‐ φέρεταί τινα τοῖς παρυφισταμένοις παλαιστιαῖα ἢ μείω τε καὶ μείζω, ἐνίοτέ γε μὴν καὶ οἷον ψήγματα ὑπέρυθρα βραχύτατα, καὶ ταῦτα πάντα ἢ μείω φαίνεται ἢ πλείω. | |
1.16.2 | Ὅτι δὲ τούτων ἕκαστον βούλεται, ἐν τοῖς ἰδίοις τόποις ἐροῦμεν, ὥσπερ καὶ τὰς αἰτίας ἀποδώσομεν ἐν τοῖς περὶ αἰτίας οὔρων λόγοις. νῦν δὲ εἴπωμεν περὶ τῶν ἐπινηχομέ‐ νων τῷ χύματι. | |
1.17t | Κεφ. ιζʹ. Περὶ τῶν ἐπινηχομένων τῷ χύματι. | |
1.17.1 | Ἐπινήχονται τοίνυν τῇ τῶν οὔρων ἐπιφανείᾳ πομ‐ | |
φόλυγες, αἳ δὴ καὶ λάμπαι λέγονται καί τινα συντήγματα. | 24 | |
1.17.2 | Ἀλλὰ πρῶτον εἰπόντες περὶ τῶν ἐπινηχομένων συν‐ τηγμάτων, εἶθ’ οὕτως λέξομεν καὶ περὶ τῶν ἐπιφαινομέ‐ νων πομφολύγων. | |
1.17.3 | Ἐπιφαίνεται τοῖς οὔροις τοίνυν ἐπινηχόμενα ὅτε μὲν οἷον ἀράχνια, οἷα μάλιστα τὰ συν‐ εχῆ καὶ ταῖς ὀθόναις ἐοικότα, καὶ οὐχ ὁποῖα τὰ μὴ πάντη συνεχῆ, κύκλων μὲν μειζόνων ἐπὶ μείους ἐμπεριφερομέ‐ | |
5 | νων, γραμμῶν δὲ τούτους ὀρθῶν τε καὶ λοξῶν τεμνου‐ σῶν ἀπὸ τοῦ κέντρου μὲν ἠργμένων, ἔτι τὰ πέρατα δ’ ἀφι‐ κομένων. | |
1.17.4 | Ἔστι δ’ ὅτε φέρεται καὶ οἷον στίγματα ἐλαίου μείω τε καὶ πλείω καὶ λεπτότερα καὶ παχύτερα, ὥσπερ κἀπὶ τοῖς λιπώδεσι ζωμοῖς ψυχθεῖσιν ἐπινήχεται τὸ καλού‐ μενον ὑπὸ πολλῶν γραῦς. | |
1.17.5 | Ἀλλὰ ταῦτα μὲν ἐπίδη‐ λον ἔσται τῷ ἑτεροχρόνῳ τοῦ εἴδους, ὥστε οὐ δεῖ περὶ τούτου πλείω λέγειν· ἐμφέρεται μέντοι ἐνίοτε καὶ μάλιστα περὶ τὴν στεφάνην οἷόν τινα τριχία μείω μὲν πάνυ τῶν | |
5 | ἤδη ῥηθέντων, ἁδρότερα δ’ αὖ, καὶ δεῖ ταῦτα προειδέναι τὸν σπουδαῖον, τάχα γὰρ ἂν καὶ περὶ αὐτῶν λέξομεν μετ’ οὐ πολὺ ἐν ἰδίοις λόγοις, τοῦ πράγματος ἀπαιτήσαντος. νῦν δὲ τὸν περὶ διαφορᾶς πομφολύγων ἐπιθῶμεν λόγον, καθάπερ φθάσαντες ἐπιθέμεθα. | |
1.18t | Κεφ. ιηʹ. Περὶ διαφορᾶς πομφολύγων. | |
1.18.1 | Τῶν τοίνυν πομφολύγων, τῶν μὲν πάνυ μειζόνων πεφυκυιῶν, τῶν δ’ αὖ λίαν μικρῶν, συμμέτρων δὲ τῶν ἄλλων, αἱ μὲν διὰ πάσης τῆς ἐπιφανείας ἴασι τοῦ οὔρου, αἱ δ’ αὖ διὰ μόνης τῆς στεφάνης, ἢ καὶ διὰ πάσης τῆς | |
5 | στεφάνης ἢ διὰ μέρους οἱουδήτινος αὐτῆς, ἢ διά τινων αὐτῆς μερῶν ἐνεσπαρμένων, ἢ διὰ τῆς στεφάνης καὶ τοῦ μέσου τῆς ἐπιφανείας, ἢ διὰ μέσης μόνης τῆς ἐπιφανείας, ἤ πως ἀνωμάλως ἑτέρως καὶ συμπεπλεγμένως διά τε τῆς ἐπιφανείας καὶ τῆς στεφάνης, αἱ δὲ διὰ τῆς στεφάνης | |
10 | ἰοῦσαι [μονόστιχοι] ἢ δίστιχοι ἢ τρίστιχοι ἢ πολύστιχοι πεφύκασι καὶ ἢ πᾶσαι μικροῦ δεῖν ἰσομεγέθεις ἢ μείους αἱ πρὸς τὸ μέσον μᾶλλον χωροῦσαι, ὡσαύτως δὲ καὶ κατὰ τὸ τῆς ἀμίδος ὕψωμα ἢ μονόστιχοι ἢ δίστιχοι ἢ τρίστιχοι ἢ πολύστιχοι. | |
1.18.2 | Ἐπεὶ δὲ δύο τινὰ λέληθεν ἡμᾶς μὴ | |
ἀκριβῶς διορισθέντα τῷ λόγῳ, καὶ ταῦτα νῦν ἤδη σαφη‐ νείας χάριν προσεπιθήσομεν. | 25 | |
1.18.3 | Ἓν μὲν οὖν ἐστι τῶν παραδραμόντων ἡμᾶς τὸ περὶ τῶν πομφολύγων. τάχα γὰρ ἂν δόξειέ τισιν περὶ τῶν ἅμα τῷ διουρηθῆναι τὰ οὖρα ἐπινηχομένων λέγειν, ἀλλ’ οὐκ ἔστιν οἰηθῆναι τοῦτο θέ‐ | |
5 | μις, ἀλλὰ περὶ τῶν ἀπομεινασῶν μετὰ τὴν τοῦ παντὸς ἀποψυχθέντος οὔρου κατάστασιν. | |
1.18.4 | Ἐκεῖνα τε γὰρ ἀπα‐ θεῖς δοκοῦσιν ὑπὸ τοῦ περιέχοντος τυγχάνειν καὶ τὸ μὴ παθεῖν δηλοῦσιν ὑπὸ μείζονος ἐπιγεγενῆσθαι τῆς αἰτίας· αἱ γὰρ δὴ μετ’ οὐ πολὺ συνδιαλυόμεναι τῆς ἐκκρίσεως, | |
5 | ἀφαυροτέρας ἔχουσαι τὰς αἰτίας, καὶ ῥᾳδίως λέλυνται, ὥστε περὶ τῶν ἐπιμεινασῶν ἐπὶ πολὺ δεῖ σκέπτεσθαι πομφολύγων, καὶ τὰς ἐπὶ ταύταις δεῖ μανθάνειν αἰτίας τε καὶ διαγνώσεις. | |
1.18.5 | Τό γε μὴν ἕτερον τῶν λειφθέντων πέφυκεν ὁ περὶ στεφάνης λόγος· τάχα γὰρ ἂν ἐκπλήξῃ τοὺς πολλοὺς ἀκηκοότας ἐπιφαινομένην τινὰ τοῖς οὔροις στεφάνην καὶ μὴ καταλαμβανομένην τῇ τοῦ σκοποῦ ἀγνοίᾳ. | |
1.18.6 | Στεφάνην τοίνυν ἡμεῖς φαμεν τὴν κατὰ τὸν κύκλον τῆς ἐπιφανείας τοῦ χύματος περιθέουσαν ἐσκιαγραφημέ‐ νην γραμμήν, εἴ γε δήπουθεν καὶ αἱ ἀμίδες, οὖσαι στρογ‐ γύλαι κατὰ κύκλον περιγράφουσι καὶ τὰς τῶν οὔρων ἐπι‐ | |
5 | φανείας. | |
1.18.7 | Ἀλλ’ αὗται μὲν ἐπὶ τὰ πέρατα τῶν ἐπιφα‐ νειῶν διαγραφόμεναι, κυκλοτέρων μὲν οὐσῶν καὶ τῶν ἀμίδων, εἰκότως ἂν ῥηθεῖεν στεφάναι τῇ τοῦ σχήματος οἰκειότητι. | |
1.18.8 | Τετραγώνων δὲ καὶ πολυγωνίων τῶν ἀμί‐ δων κατὰ τύχην αἱ μὲν διατρέχουσαι τὰ πέρατα πομφό‐ λυγες οὐκ ἂν δικαίως ἐπὶ στεφάνης περιθέειν λεχθεῖεν ἂν τῇ τοῦ σχήματος ἀφαιρέσει. τὰ αὐτά γε μὴν ἐκείναις κατὰ | |
5 | λόγον διαγνώσεως τε καὶ αἰτίας φαῖεν ἂν δήπουθεν. | |
1.18.9 | Ἀλλ’ ὁ μὲν περὶ διαφορᾶς πομφολύγων λόγος τοιοῦτος ἂν εἴη, ὥστε καὶ αὐτὸν ἀσκεῖν προσήκειν, οὐχὶ τὰ μέτρια συνοίσοντα τοῖς ἑξῆς λόγοις. νῦν δὲ ἐπιθῶμεν τῷ λόγῳ τὰ λείποντα. | |
1.19t | Κεφ. ιθʹ. Περὶ διαφορᾶς ἑτεροχρόων τοῦ χύματος στεφανῶν. | |
1.19.1 | Στεφάναι τοίνυν ἑτέραι πολλῷ τῶν ῥηθεισῶν ὑπαρ‐ χουσαι προσφορώτεραι τὴν ἐπιφανείαν περϊιᾶσιν τῆς ἀμί‐ | |
δος, οὐκ ἐπινηχόμεναι τῷ χύματι κατὰ τὰς πομφόλυγας, ἀλλὰ μᾶλλον οὖσαι πέρατα τῶν χυμάτων. | 26 | |
1.19.2 | Τῶν γὰρ χυμάτων οἱῳδήτινι κεχρωμένων χρώματι, αὗται περιθέου‐ σιν ἑτέρου πεφυκυῖαι χρώματος ἤτοι λευκοῦ ἢ πυρροῦ ἢ χολώδους καὶ χλωροῦ καὶ μέλανος καὶ οἱουδήτινος ἑτέρου. | |
1.19.3 | Καὶ μέντοι ταῦτα ἀκριβῶς ἐνατενίζουσι ῥᾳδίως φαίνε‐ ται, ἀλλ’ οὐχὶ μᾶλλον οἷον παραβλέπουσι, οἷον ἐπὶ τῶν ἀμυδροτέρων κομητῶν συμβαίνειν εἴωθεν. | |
1.19.4 | Ῥᾷον γὰρ αὐτῶν ἡ κόμη παραβλέπουσιν ἢ ἀτενίζουσιν φαίνεται ἀμαυρουμένων, ὥσπερ τῆς ὄψεως ἐνστηριζομένης ἢ μᾶλ‐ λον ταύτης ἐφελκομένης τῷ πλείονι τοῦ χρώματος καὶ | |
5 | τοῦ φωτός. καὶ ταῦτα μὲν ἐπὶ τῷ περὶ τῆς στεφάνης εἴρηται λόγῳ συνοίσοντα τόποις ἰδίοις· νῦν δὲ τῶν ἑξῆς ἐχόμενοι λέγωμεν. | |
1.19.5 | Ἐδόκει μοι τοίνυν καὶ τὰς ἐνδεχο‐ μένας συμπλοκὰς συνίστασθαι χρωμάτων τε καὶ συστάσεων καὶ παρυφισταμένων προσεπιθεῖναι τῷ λόγῳ. | |
1.19.6 | Ἐπειδὴ δὲ πρὸς τῷ πολυσχιδεῖ καὶ δυσδιεξίτητον ἐδόκει εἶναι τὸ πρᾶγμα καὶ ἐπεκτεινόμενον ἐπ’ οὐδενὶ δέοντι τὸ μὲν οὕτω γράφοντά με συμπλέκειν μὴ πάνυ δέον ὂν παρῆκα. | |
1.19.7 | Ἐπὶ γὰρ τῷ μὲν παρόντι λόγῳ τὰς διαφορὰς ἐκτίθημι τῶν οὔρων, οἱ δὲ μετὰ τούτους ἕξουσι τάς τε διαγνώσεις καὶ αἰτίας ἅμα καὶ προγνώσεις· ῥᾳδίως ἂν ἔχοι ὁ περὶ ταῦτα ἐσπουδακὼς προσεπιπλέκειν μὲν τοῖς χρώμασι συ‐ | |
5 | στάσεις, χρώμασι δὲ καὶ συστάσεσι παρυφιστάμενα διά‐ φορα κατά τε χρῶμα καὶ σύστασιν καὶ τόπον καὶ λειότητα καὶ ὁμαλότητα καὶ κατὰ τὰς τούτοις ἀντικειμένας διαφο‐ ράς· ῥᾳδίως δὲ καὶ διακρίνειν ἕξει ὁποῖα μὲν ἐνδέχεται τῶν συμπλακέντων συνίστασθαι, ὁποῖα δ’ αὖ μή, ὥστε καὶ | |
10 | συμβουλεύσαιμ’ ἂν αὐτὸς τῷ περὶ ταῦτα σπουδαίῳ περὶ τὰ τοιαῦτα ἐνδιατρίψαι οὐ μετρίαν πρόφασιν ἐς ἀσφαλῆ κατάληψιν ἐπιχορηγήσοντα. | |
1.19.8 | Εἰ γάρ τις προμεμαθη‐ κὼς εἰδείη, ἐπὶ ποίαις μὲν αἰτίαις ἕκαστον τῶν τε χρωμά‐ των, τῶν τε χυμάτων καὶ παρυφισταμένων καὶ ἑκάστη τῶν ἐπὶ τούτοις συστάσεων καὶ τἄλλα τῶν κατὰ μέρος, | |
5 | γνοίη δέ καὶ ὅτι ἕκαστον βούλεται, ῥᾳδίως μέντ’ ἂν συμ‐ πλέξῃ ταῦτα, προχείρως δὲ συμπλέξας καὶ τὰς ἐπ’ αὐτοῖς αἰτίας τε καὶ διαγνώσεις ἐπιθήσει τοῖς συμπλακεῖσιν. | |
1.19.9 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος τὰ νῦν ἀφείσθω, ἑξῆς δὲ ἐπὶ τούτοις προσήκει σκέπτεσθαι καὶ ἀνωμαλίας τῶν ἐμφερομένων τοῖς οὔροις χρωμάτων δηλονότι καὶ συστά‐ σεων καὶ προσέτι τῶν παρυφισταμένων καὶ τὰς ἐπὶ ταύ‐ | 27 |
5 | ταις αὖθις διαφορὰς τῶν χρωμάτων. | |
1.20t | Κεφ. κʹ. Περὶ ἀνωμαλίας χρωμάτων καὶ συστάσεων. | |
1.20.1 | Τὰ γὰρ δὴ τῶν οὔρων χρώματα ἢ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ μένει ἢ μεταβάλλεται καὶ μεταβαλλόμενα ἤτοι ἐπὶ τὰ χείρω τῶν χρωμάτων φέρεται ἢ ἐπὶ τὰ κρείττω. | |
1.20.2 | Καὶ προϊόντα ἢ ἐπὶ τὰ ἔσχατα τῶν χρωμάτων πρόεισιν ἢ μέ‐ νει πη σταθέντα τῆς ἐπὶ τὰ πρόσω ῥοπῆς, βραχύ τι ἴσως προϊέντα. | |
1.20.3 | Ἐπεὶ δ’ εἰκὸς ταῖς μείζοσι τῶν ἀλλοιώσεων τῶν χρωμάτων συμμεταβάλλεσθαι καὶ τὰ παρυφιστάμενα, συνο‐ ρᾶν δεῖ καὶ τὰς ἐν τούτοις λυομένας ἀνωμαλίας, τάς τε κατὰ τὰ χρώματα καὶ τὰς συστάσεις γενομένας καὶ προσέτι τὰς | |
5 | λειότητας καὶ τὰ τοπικὰ διαστήματα. | |
1.20.4 | Ἔπειτα καί, εἰ διὰ πλείονος ἢ μείονος ταῦτα μεταβάλλεται τοῦ χρόνου, προσήκει σκέπτεσθαι, οὐχὶ τὰ μέτρια λυσιτελούσης καὶ τῆς ἐπὶ τὰς μεταβολὰς τῶν χρόνων παρατηρήσεως. | |
1.20.5 | Ἐπεὶ δ’ εἰώθησαν ἐνίοτε συναλλοιοῦσθαι καὶ αἱ συστάσεις— οὐ γὰρ ἀεὶ δὴ τοῦτο πάσχουσι, μείζονος ἢ κατὰ τὰ χρώ‐ ματα δεόμεναι κινήσεως, —καὶ τὰς αὐτῶν χρεὼν ἂν εἴη | |
5 | ἐκμανθάνειν μεταβολὰς καὶ τοὺς ἐπ’ αὐταῖς ὡσαύτως χρό‐ νους ἐξετάζειν, καὶ εἴτε πρωϊαίτερον ἢ ὀψιαίτερον ἐπιγί‐ νονται πολυπραγμονεῖν, οὐχ ἥκιστα καὶ τούτων ἔς τε πρόγνωσιν λυσιτελούντων καὶ διάγνωσιν. | |
1.20.6 | Κἀκεῖνο δὲ θέμις εἰδέναι, ὡς αἱ μὲν τῶν ἀνωμαλιῶν πεφύκασι τε‐ ταγμέναι, αἱ δ’ αὖ ἄτακτοι, καὶ δεῖ καὶ ταύτας εἰδέναι τε καὶ σκέπτεσθαι. | |
1.20.7 | Πολλὰ γὰρ ἂν ἴσως εἰδείης καὶ ἐκ τούτων ἔς τε διάγνωσιν λυσιτελοῦντα καὶ πρόγνωσιν, καί ποτε ἴσως ὄψει τεταγμένας ἀνωμαλίας χείρους τῶν ἀτάκτων ἀνωμαλιῶν, αἳ δὴ καὶ ῥηθήσονται ὲν τοῖς αὐ‐ | |
5 | ταῖς προσήκουσι τόποις. | |
1.20.8 | Τὸ γὰρ νῦν ἔχον περὶ δια‐ φορᾶς μόνον οὔρων εἰπεῖν προὐθέμεθα· ἵνα μέντοι σα‐ φέστερον τὸν λόγον διασκεδάσωμεν, ὧδέ πως ἔτι παρα‐ | |
δείγματι τοιούτῳ χρησόμεθα. | 28 | |
1.21t | Κεφ. καʹ. Περὶ ἀνωμαλίας τῶν παρυφισταμένων. | |
1.21.1 | Αἱ τῶν χρωμάτων ἀνωμαλίαι γίνονται, ὁπόταν ἀφ’ ἑτέρου χρώματος εἰς ἕτερον γένηται ἡ μεταβολή. | |
1.21.2 | Εἰ γάρ τοι νῦν μὲν τὸ οὖρον εἴη λευκόν, ἔπειτα δὲ πυρρόν, τὴν δ’ ἐπιοῦσαν ἕτερον, ἢ τοὐναντίον, νῦν μἐν ὑπέρυθρον, τὴν δ’ ἐπιοῦσαν ὑπόπυρρον ἢ πυρρόν, ἐσαῦθις δὲ ὠχρὸν | |
5 | ἢ λευκόν, καὶ δὴ καὶ οὕτως νῦν μὲν ὑπέρυθρον, ἐσαῦθις δὲ χλωρὸν ἢ κυανοῦν ἢ μέλαν, ἢ κἀκείνως νῦν μὲν ὑπέ‐ ρυθρον, εἶθ’ οὕτως πυρρὸν καὶ χαροπόν, ἐπὶ τούτοις ἢ γαλακτῶδες ἤ πως ἑτέρως ἔχον ὡς ἂν καὶ συμπλέξαις (ἐν‐ δέχεται γὰρ ποτὲ μὲν οὕτως, ποτὲ δ’ ἐκείνως, ἐκνενικη‐ | |
10 | μένης καὶ νικώσης τῆς ζωτικῆς δυνάμεως, φαίνεσθαι) αἱ γάρ τοι διαφοραὶ τῶν πέψεων, κἄν τε φαύλως κἄν τ’ ἀγα‐ θῶς ἐνεργῶνται, ἐπὶ ταῖς τῶν οὔρων φαίνονται μεταβο‐ λαῖς—πολλὰς δ’ ἂν ἴδοις κἀπὶ ταῖς συστάσεσι τὰς ἀνω‐ μαλίας, τὸν νοῦν προσέχων τοῖς γινομένοις ἑκάστοτε. | |
1.21.3 | Ποτὲ μὲν γὰρ δι’ ὅλου παχέα γίνεται τὰ οὖρα, μηδ’ ἡντιναοῦν διάκρισιν ἔχοντα, ποτὲ δ’ αὖ ὑφιζάνει τούτοις κάτω πρὸς τὸν τῆς ἀμίδος πυθμένα τὸ παχύτερον, ἔτι τοῦ λοιποῦ παχέος τυγχάνοντος· ἐνίοτε δ’ αὖθις τὸ πᾶν | |
5 | τοῦ πάχους πρὸς τὸν πυθμένα χωρεῖ· ἔστι δ’ ὅτε παλιν‐ δρομοῦν τὸ πάχος ἀναθολοῖ τὸ χῦμα μᾶλλον ἢ ἧττον. | |
1.21.4 | Τὰ δ’ αὐτὰ κἀπὶ τῶν λοιπῶν γίνεται ποτὲ μὲν πάνυ λεπτυνομένων, ποτὲ δ’ αὖ ὀλίγως, ἤ τοι μετὰ φαύλου ἢ ἀμείνονος χρώματος· αἱ τοιαῦται δὴ συνιᾶσι συστάσεις, ὥστε κἂν ταύτας ἐπιλέξαις τοῖς χρώμασι, πλείους, οἶμαι, | |
5 | καὶ τὰς ἐξ αὐτῶν ἀνωμαλίας ποιήσαις. | |
1.21.5 | Αὗταί γε μὴν πᾶσαι ἀνωμαλίαι ἢ τεταγμένως γίνονται ἢ ἀτάκτως· εἰ γὰρ μέχρι μὲν τοσούτου χρόνου ἡ τοιαδὶ σύστασις μετὰ τοῦ τοιούτου χρώματος ἐπικρατείῃ, μετὰ τοῦτον δὲ τὸν χρό‐ | |
5 | νον εἴθ’ ἡ σύστασις, εἴτε τὰ χρώματα, εἴτ’ ἀμφότερα ἀλ‐ λοιοῦται ἐπὶ ῥητῷ χρόνῳ, εἶθ’ αὖθις τὰ πρῶτα γίνεται, καὶ τοῦτο εἴη κατὰ πολλὰς περιόδους, τεταγμένη τις ἂν εἴη ἀνωμαλία· τοὐναντίον δὲ ἄτακτος, ὁπόταν, ὅπως ἔτυχεν, ἡ μεταβολὴ τῶν τε χρωμάτων γίνεται καὶ τῶν | |
10 | συστάσεων ἐπ’ ἀτάκτοις δηλονότι περιόδοις τε καὶ χρόνοις. | |
1.21.6 | Ἵνα δὲ σαφέστερον προαγάγωμεν τὸν λόγον, ὧδ’ ἐπὶ παραδείγματι τούτῳ χρησόμεθα· εἰ τοίνυν δυοῖν μὲν ἐφε‐ ξῆς ἡμεραῖν τὰ αὐτὰ δὴ οὖρα φαίνεται, τῇ τρίτῃ δ’ αὖ ἑτεροῖα, καὶ αὖθις τῇ τετάρτῃ μὲν καὶ πέμπτῃ ὁποῖα καὶ | 29 |
5 | τῇ πρώτῃ καὶ δευτέρᾳ, τῇ δὲ ἑκτῇ ὁμοῖα τραπέντα γίνε‐ ται τοῖς ἐπὶ τῇ τρίτῃ, καὶ τοῦτο ἐπὶ πολλαῖς ἑξῆς ἡμερῶν γίνεται περιόδοις, τεταγμένη τις ἂν ὧδε ῥηθείη ἀνωμα‐ λία. | |
1.21.7 | Εἰ δὲ τυχὸν ἐφεξῆς μὲν δυοῖν ἡμέραιν τὰ αὐτὰ δὴ εἴη οὖρα, τῇ τρίτῃ δὲ μεταβάλλεται, ἀλλοῖα δ’ αὖ γίνε‐ ται τῇ τετάρτῃ, ἑτεροῖα δὲ τῇ πέμπτῃ, καὶ μὴ κατά τινας περιόδους τὰ αὐτὰ δὴ γίνονται, ἀλλ’ ὡς ἔτυχε καὶ | |
5 | ἀτάκτως, ἀνώμαλος ἂν ὡδὶ ῥηθείη ἡ ἀταξία. | |
1.21.8 | Μαθεῖν γε μὴν ἔξεστιν ἐπὶ τούτοις τὰς αἰτίας τε καὶ διαγνώσεις καὶ προγνώσεις, ὁπόταν τὸν περὶ τούτων λόγον ποιώ‐ μεθα· αἱ δ’ αὐταὶ ἂν συμβαῖεν ἀταξίαι τε καὶ ἀνωμαλίαι | |
5 | κἀπὶ τῶν παρυφισταμένων, ποτὲ μὲν χωρούντων πρὸς τὸν πυθμένα, ἐνίοτε δ’ αὖ αἰωρουμένων καὶ αὖθις μέχρι αὐ‐ τῆς ἐξικνουμένων ἐπιφανείας, καὶ ποτὲ μὲν λείων μενόν‐ των, αὖθις δὲ σκεδαννυμένων, καὶ νῦν μὲν λευκῶν, αὖθις δὲ εἰς ἕτερα μεταπιπτόντων χρώματα, καὶ ποτὲ μὲν ἐς | |
10 | λεπτότητα μεταβεβλημένων ἐκ παχύτητος, ποτὲ δ’ αὖ ἐκ λεπτότητος εἰς παχύτητα, καὶ ποτὲ μὲν ἄνωθεν κάτω τὰ παρυφιστάμενα χωροῦσι οὔροις, ποτὲ δ’ αὖ ἄνω κάτωθεν μετὰ διαφόρων δηλονότι τῶν τε χρωμάτων καὶ συστάσεων. | |
1.21.9 | Καὶ πολλὰς ἂν μάθοις κἀπὶ τούτων τἀς ἀνωμαλίας ἐζητακὼς τὸν λόγον. ἡμῖν γὰρ ἀπόχρη τὰ ῥηθέντα, ὑφαι‐ ρουμένης τῆς σπουδῆς τὴν πλείω τῶν λόγων παράτασιν. | |
1.21.10 | Ἐπεὶ τοίνυν οὐδ’ ἡμῖν καθέστηκε ῥᾴδιον, τὰ καθ’ ἕκαστα τῶν οὔρων συντιθέναι τῷ τε μακροὺς ἀποτιννύειν [φεύγειν] ἐθέλειν λόγους, καὶ τῷ ἐξεῖναι τῷ περί τὰ τοι‐ αῦτα ὀφθησομένῳ σπουδαίῳ ἐκ τῶν ῥηθέντων καὶ τὰ λεί‐ | |
5 | ποντα συλλογίσασθαι. | |
1.21.11 | Ὅ τε λόγος ἀρκοῦν δοκεῖ μῆ‐ κος ἔχειν τοῖς βραχυλογεῖν σπουδάζουσιν, ὥστε ἐνταῦθα μὲν τοῦτον καταπαυστέον ἀρκοῦν ἀπειληφότα μέτρον. | |
1.21.12 | Ἐπὶ δὲ τὸν περὶ διαγνώσεως οὔρων λόγον μετὰ τοῦτον με‐ | |
ταβῶμεν. | 30 | |
1.22t | Κεφ. κβʹ. Περὶ τάξεως καὶ ἀταξίας ἑκάστου τούτων. | |
1.22.1 | Χρεὼν γὰρ τῷ τὰ τῆς τέχνης ὄργια μυουμένῳ πρῶτον μὲν διαφορὰς οὔρων συνιέναι ἔχειν, ἵνα ἀκριβῶς εἴη μεμαθηκώς, ὁποῖά τε καὶ πόσα τοῖς οὔροις ἐπιφαίνε‐ ται χρώματα καὶ μεθ’ οἵων ἐνδέχεται συστάσεων συνανα‐ | |
5 | φανῆναι· εἶθ’ οὕτως δὲ καὶ τὰς διαγνώσεις ἐκμανθάνειν ἐπὶ προεγνωσμέναις διαφοραῖς τῶν οὔρων· τοῖς γὰρ οὕ‐ τως διδαχθεῖσι ῥᾳδίως ἂν διαγνωσθείη ὁποῖά τε θεραπευ‐ τέα, καὶ ὁποῖα ἀπαγορευτέα. | |
1.22.2 | Ἐπὶ τούτῳ δ’ ἔσται καὶ ὁ περὶ αἰτίας οὔρων λόγος διασημαίνων, ἐφ’ ὁποίαις δή τισιν αἰτίαις οἷα δήτινα τῶν οὔρων γίνεσθαι. ἴσως γὰρ ἂν καὶ εἰς πολλὰ λυσιτελήσει ὁ περὶ αἰτίας οὔρων λόγος. | |
1.22.3 | Ἔσται γε μὴν ἐπὶ τούτῳ τὸ περὶ τῆς ἐκ τῶν οὔρων προγνώσεως βιβλίον, διανοιγούσης ὥσπερ τῆς διαγνώσεως τὰς προγνώσεις. | |
1.22.4 | Τῷ γὰρ ἀκριβῶς διαγινώσκοντι καὶ τὸ ἀσφαλῶς ἐγγίνεται προγινώσκειν, καὶ τούτων μὲν ἕκα‐ στον, Θεοῦ διδόντος, λελέξεται ἐν ἰδίοις λόγοις, ἡμεῖς δὲ ἐντεῦθεν πέρας ἐπιθέντες τῷ λόγῳ ὥσπερ ἀφ’ ἑτέρας ἀρ‐ | |
5 | χῆς τῶν μετὰ τοῦτον λόγων ἁψώμεθα. | |
2.1.1(1t) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ | |
2t | ΛΟΓΟΣ Β. | |
3t | ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΟΥΡΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. | |
2proem1(t) | Προοίμιον. | |
1 | Ἐπειδὴ τὸ μανθάνειν ἐθέλειν τὰς ἐκ τῆς τῶν οὔ‐ ρων σημειώσεως τῶν ὁποιωνδήτινων τοῦ σώματος διαθέ‐ σεων διαγνώσεις ἐκ τοῦ πρῶτον εἰδέναι τὰς τῶν οὔρων διαφορὰς ἐγγίνεται, ἔφθημεν δὲ ἡμεῖς ἀνωτέρω περὶ δια‐ | |
5 | φορᾶς οὔρων λόγον ἐκθέμενοι, καὶ πᾶν αὐτῷ περάναντες τῆς μεθόδου, λείποιτ’ ἂν ἴσως ἤδη φάναι περὶ διαγνώ‐ σεως οὔρων, ὃ δὴ καὶ λυσιτελέστατον τῇ τέχνῃ κατέστη‐ κεν. | |
2proem2 | Εἰ γὰρ μὴ ῥᾳδίως ἔχοι νοῦν ἔχων ἰατρὸς διαιτᾶν [ἢ] φαρμακεύειν, ἄλλο τι θεραπευτικὸν προσάγειν τοῖς καθοτιοῦν κάμνουσι σώμασιν, εἰ μὴ αὐτίκα διαγνοίη, ὁποῖον δή τι τὸ κατέχον πάθος εἴη τυγχάνον, πάνυ ἂν | 31 |
5 | οἶμαι λυσιτελήσειν τούτῳ τὰς ὁποιασδήτινας μεθόδους τῶν διαγνώσεων ἐξευρημένας τῇ τέχνῃ. | |
2proem3 | Ἄλλαι μὲν οὖν μέθοδοι τῶν διαγνώσεων ἄλλοις μᾶλλον ἀρκοῦσι πά‐ θεσι, κοινὴ δ’ ὥσπερ καὶ διὰ πάντων μικροῦ δεῖν διαπε‐ φοίτηκεν ἡ ἐκ τῶν οὔρων διάγνωσις. | |
2proem4 | Ἐπικαίρως μὲν γὰρ ἂν φαίη, ὅσα περί τε κατὰ τὰς πρώτας φλέβας πέψεις ἐπισυμβέβηκε καὶ ἀπεψίας καὶ ὅσα περὶ τὴν τρι‐ την πέψιν, καὶ προσέτι ὅσα περί τε τοὺς νεφροὺς καὶ | |
5 | κύστιν καὶ τὰ οὐρητικὰ ἀγγεῖα, ἐπὶ τούτοις δ’ αὖ ἐρεῖ αὐξήσεις τε χυμῶν καὶ μειώσεις, ἐμφράξεις τε καιρίων πόρων καὶ ὅσα ἐπὶ τούτοις γίνεται, περὶ ὧν ἂν εἴη φάναι τοῦ λόγου προϊόντος. | |
2proem5 | Ἀλλὰ δὴ πρῶτον μὲν ὡδὶ ζη‐ τέον περὶ ἀμίδος τε καὶ τόπου καὶ χρόνου καθ’ ὃν προσ‐ ήκει τὰς τῶν οὔρων ἐπισκέψεις ποιεῖσθαι· εἶθ’ οὕτως τῶν οἰκειοτέρων ἔχεσθαι λόγων. | |
2.1t | Κεφ. αʹ. Περὶ διαφορᾶς, ἐν ᾧ καὶ περὶ τῆς μάλιστα ἐπιτηδείου. | |
2.1.1 | Αἱ τοίνυν ἀμίδες ἔστωσαν ἐκ λευκῆς μὲν πάνυ καὶ λεπτῆς ὑέλου κατεσκευασμέναι, ἵνα ἀκριβῶς τὰ χρώ‐ ματα διαφαίνηται. | |
2.1.2 | Ἐνίαι γὰρ ὑποχλωρίζουσαι, κἀν‐ τεῦθεν μὴ ἀκριβῶς διαφανεῖς τυγχάνουσαι—τῷ γὰρ λευκῷ τοῦ χρώματος ἡ διαφάνεια ἕπεται—ἀφαιροῦνταί τι τοῦ χρώματος ἴσως καὶ τῆς συστάσεως. | |
2.1.3 | Ἀλλ’ οὐδ’ ἀκριβῶς ὁρᾶται ταύταις τὰ παρυφιστάμενα, ὥστ’ ἐκεῖνα μᾶλλον προτρέπειν ἔχειν δεῖν. | |
2.1.4 | Τὰ δὲ σχήματα αὐτῶν ὄντα διάφορα τάχ’ ἄν τι καὶ λυμάνειεν τῆς ἐπ’ αὐτοῖς διαγνώσεως. | |
2.1.5 | Ἐπί τε γὰρ ταῖς πάνυ εὐρείαις, καὶ μά‐ λιστα εἰ τύχῃ πάνυ μέτριον ὂν τὸ οὖρον καὶ διαδοθὲν ἐπὶ τὸ πλάτος μόνον, βραχύ τι ἐφαψάμενον τοῦ κατὰ μῆκος διαστήματος, οὐκ ἔσται γνῶναι τὰ παρυφιστάμενα, | |
5 | ὁποῖον τόπον εἴληχε τοῦ κατὰ βάθος διαστήματος, τοῦ οὔρου βραχέος πεφυκότος. | |
2.1.6 | Ταῖς τε ἀνωμάλοις ἀμίδε‐ σιν οἷα δὴ καὶ νῦν κατασκευάζονται ἐπιμήκεσι πάνυ οὔ‐ | |
σαις καὶ τὰ μὲν κάτω εὐρύτερά πως ἐχούσαις, ἐπισυναγο‐ μέναις δέ, καθ’ ὅσον ἂν ἀνίσχωσιν ἀπὸ τοῦ πυθμένος, | 32 | |
5 | αὐτὸν δ’ ἐχούσαις τὸν πυθμένα ἐξέχοντα μέν, πάνυ δ’ ἐπισυνηγμένου, εἰς μὲν τὸ διακινῆσαι, εἴ που δέοι, τὰ οὖρα, καὶ πλείω δὲ εἴπερ εἴη ὅλα δέξασθαι—πολύχωρα γὰρ τὰ ἀγγεῖα—χρήσιμοι ἂν ἴσως εἶεν. | |
2.1.7 | Εἰς δ’ ἐπι‐ τηδειότητα ἐπιτηρήσεως οὔρων ἧττον ἂν λυσιτελεῖν τῶν λοιπῶν τῶν ἀμίδων, αἳ δὴ κατὰ τὸ σχῆμα τοῖς ὑελίνοις τούτοις ἐκπώμασιν ἐοίκασιν, οἷς δῆτα χρώμεθα οἱ πίνον‐ | |
5 | τες, ὥστε, εἰ δέοι καὶ τὰ μάλιστα λυσιτελοῦντα σχήματα τῶν ἀμίδων μανθάνειν, τὰ τοιαῦτα μᾶλλον ἂν δόξειε λυ‐ σιτελέστατα. | |
2.1.8 | Δεῖ γε μὴν τὰς ἀμίδας ταύτας μήτε ζώ‐ ναις περιδεῖν ἐξ ὑέλου ὡς ἐπιπροσθούσαις, ὥστε τοὺς πυθ‐ μένας αὐτῶν ἐπὶ πολὺ κεκτῆσθαι εἰσέχοντας, ἀλλ’ ὡς οἷόν τε ἁπλοῦς καὶ λείους. | |
2.1.9 | Ἄν τι δὲ καὶ βραχὺ μείζους εἶεν τῶν συνήθων τούτων ἐκπωμάτων, ἵνα καὶ τὰ ποσὰ τῶν οὔρων ὁλοκλήρως δέχωνται, ἀποδεκτέα ἂν εἴη. | |
2.1.10 | Ἀλλ’ ὁ μὲν περὶ σχήματος τῆς ἀμίδος λόγος τοιοῦτος· περὶ δὲ τῆς τῶν οὔρων ἐπισκέψεως οὕτω πως λέγωμεν. | |
2.2t | Κεφ. βʹ. Περὶ ἁρμόζοντος τόπου, ἐν ᾧ δεῖ τὰς τῶν οὔρων ἐπισκέψεις ποιεῖσθαι. | |
2.2.1 | Ἐπειδὴ οἵ τε σκιαυγεῖς πάνυ τῶν τόπων ἀφαι‐ ροῦνταί τι τοῦ χρώματος πρὸς τὸ ζοφῶδες τοῦτο μετατι‐ θέμενοι, οἵ τε πάνυ διαυγεῖς καὶ ἡλιώδεις τῇ πολλῇ δια‐ φανείᾳ πραΰτερα πολλῷ τὰ χρώματα ποιοῦσι φαίνεσθαι, | |
5 | δεῖ πάντως δὴ καὶ τοῦτο παρατηρεῖσθαι καὶ τὰς ἐξ ἀμ‐ φοτέρων τῶν τόπων ἐπιπροσθήσεις ἐπὶ τὰς ἀριβεῖς τῶν οὔρων ἐπισκέψεις, ἀφαιρουμένης τῆς ὀντότητος τῶν χρω‐ μάτων, πειρᾶσθαι φεύγειν καὶ τὸν μέσον τούτων τόπον ἐπιζητεῖν, ὡς μηδέν τι τῶν χρωμάτων ἀδικοῦντα. | |
2.2.2 | Κἂν μὲν οὖν διαφαίνηται σαφῶς τὰ παρυφιστάμενα, ἀρκεῖσθαι δεῖ· εἰ δέ πη πάνυ εἴη ἀμυδρὰ καὶ οὐκέτι δῆλα, τότε δὴ τότε καὶ πρὸς τὸν ἥλιον αὐτὸν προάγειν τὰ οὖρα, ὡς | |
5 | διαφανῆ καὶ τὰ λανθάνοντα ἐν ὑπαύγῳ τόπῳ· ἐκεῖνο δὲ τῶν προσφυεστάτων ἂν δόξειεν, εἰ τῷ λόγῳ προσδιο‐ | |
ρισθείη ὁ χρόνος, καθ’ ὃν μάλιστ’ ἄν τις εἰκότως τὰς τῶν οὔρων ἐπισκέψεις ποιήσαιτο, ὅθεν δὴ καὶ περὶ τού‐ του ῥητέον, ὧδε τῶν λυσιτελεστάτων ῥηθῆναι δόξαντος. | 33 | |
2.3t | Κεφ. γʹ. Περὶ χρόνου, καθ’ ὃν οἰκειότερον τὰ οὖρα ἐπισκέπτεσθαι. | |
2.3.1 | Τὰ τοίνυν οὖρα ταῖς ἀμίσι διουρηθέντα, ἔτι μὲν ὑπόθερμα τῇ ἁφῇ τυγχάνοντα, τὰ χρώματα μόνον ἀκρι‐ βῶς διδόασιν ἐνορᾶν, παρυφιστάμενα δὲ καὶ συστάσεις καὶ πρὸς τούτοις αἱ πομφόλυγες οὔπω ἀκριβῶς ἐπίδηλα πέ‐ | |
5 | φυκε. | |
2.3.2 | Τῶν γὰρ πομφολύγων αἱ μὲν τῷ διαπνεομένῳ συνδιαρρέουσι θερμῷ, αἱ δ’ αὖ συμπαραμένουσιν ἀποψυχ‐ θέντι τῷ οὔρῳ ἤτοι πᾶσαι, ἢ ἔνιαι. | |
2.3.3 | Τὰ δὲ παρυφι‐ στάμενα τὴν ἀρχὴν οὐ ῥᾳδίως φαίνεται, ἐπειδὰν δ’ ἤδη τὰ οὖρα ψύχηται, καὶ αὐτὰ δὴ συνεπιφαίνεται, καί πως τὴν ἀρχὴν ἐπινέφελα πεφυκότα, τῆς ὥρας ἐπιμετρουμέ‐ | |
5 | νης, ἤτοι αὐτόθι ἔτι μένει, ἢ περὶ τὸ μέσον προϊόντα γένηται τῆς ἀμίδος, ὥσπερ δῆτ’ ἄλλοτε πρὸς αὐτὸν γοῦν τὸν πυθμένα χωρεῖ. | |
2.3.4 | Αἱ δὲ δὴ συστάσεις, ὅσαι μὲν ὑπὸ τὴν σύμμετρον πεφύκασιν, αὐτοῖς τοῖς χρώμασι συν‐ αναφαίνονται· ὅσαι δὲ ὑπὸ τὴν παχείαν μετὰ τὴν κατά‐ στασιν τῶν παρυφισταμένων δείκνυνται, ἔτι δὲ σχολαίτε‐ | |
5 | ρον, ὅσαι τούτων αὖθις καθίστανται· ταῦτά τοι μὴ πρωϊ‐ αίτερον τοῦ διεψύχθαι ἀκριβῶς τὰ οὖρα προσήκει σκέπτεσθαι, ἢ μὴν πολλοῦ γε διαπέσοις ἂν τῆς ἀκριβοῦς, ὡς εἴρηται, διαγνώσεως, ἀλλ’ οὐδὲ διακινηθῆναι δεῖ ταῦτα σφοδρότερον πρὶν ἤ σε ἐπισκέψασθαι, ἵνα μὴ πολλὰ τῶν | |
10 | ὄντων μετατεθείη· αἵ τε γὰρ πομφόλυγες διαρρήγνυνταί τε καὶ μετατίθενται καὶ τὰ παρυφιστάμενα κλονούμενα τῇ βίᾳ φεύγει τοὺς σφῶν αὐτῶν τόπους, ὥσπερ καὶ, κατα‐ στάντων ἤδη τῶν παχέων, αὖθις τῇ συγκινήσει συγχεῖται οἷον ἡ γεγονυῖα κατάστασις. | |
2.3.5 | Καὶ τοιαῦτα μὲν δεῖ περὶ τοῦ χρόνου, καθ’ ὃν χρεὼν τὰς ἀκριβεῖς τῶν οὔρων ἐπι‐ σκέψεις ποιεῖσθαι, συνιέναι τὸν ἀκριβῆ τῆς τέχνης συνί‐ στορα. καὶ ταῦτα μὲν ῥηθέντα τάχ’ ἂν εἰκότως δόξαιεν | |
5 | λελέχθαι. | |
2.3.6 | Νυνὶ δ’ ἂν πάνυ δέον τελοίη, εἰ κατὰ μέ‐ θοδον ἐντεῦθέν ποθεν ἀρξαίμεθα τῶν περὶ διαγνώσεως οὔρων λόγον. | |
2.3.7 | Ἐπεὶ δ’ ὥσπερ ἀπό τινος στάθμης ἢ | |
κανόνος τοῦ ἐν πᾶσι συμμέτρου τε καὶ κατὰ φύσιν οὔρου τὰς τῶν παθῶν εἰδέναι διαγνώσεις διαπέφυκε, χρεὼν ἂν εἴη περὶ τοῦ κατὰ φύσιν οὔρου πρώτως εἰπεῖν καὶ συμ‐ | 34 | |
5 | μέτρως, εἶθ’ οὕτως καὶ περὶ τῶν ἀπεοικότων τῷ συμμέ‐ τρῳ, καθ’ οἷον δήτινα λόγον. | |
2.3.8 | Ἀλλ’ ἐπειδήπερ οὔτε τοῖς πᾶσιν αἱ αὐταὶ τυγχάνουσι κράσεις καὶ ἡλικίαι, οὔτε ταὐτὰ γυμνάσια καὶ τροφαί, οὔτε μὴν ὧραι καὶ χῶραι αἱ αὐταί, καὶ τἆλλα, ὅσα ἀλλοιοῦν τὸ σῶμα πεφύκασιν, ἀπο‐ | |
5 | χρῶσαν οἶμαι λαβεῖν τὸν λόγον τῆς μεθόδου συνθήκην, εἰ καὶ περὶ τούτων φαίην καθ’ ἕκαστον, καὶ ταῦτα μέντ’ ἂν ῥηθείη μετ’ οὐ πολύ, τοῦ πράγματος ἀπαιτήσαντος. | |
2.3.9 | Νυνὶ δ’ ἂν εἴη προσῆκον, τὸν ἐν πᾶσι κατασκευάσαι σύμμετρον ἄνθρωπον, εἶθ’ οὕτως ἐπιθεῖναι τοῦτο τὸ κατὰ φύσιν οὖρον. | |
2.3.10 | Τῷ γὰρ εἰδότι, ὁποῖον εἴη τὸ κατὰ φύσιν οὖρον τῷ κατὰ πάντα συμμέτρῳ ἀνθρώπῳ, ὥσπερ ἀπ’ ἐκείνου ἠργμένῳ, ἔσται καὶ τὰς ἐκεῖθεν συνιέναι τρο‐ πάς, ὥστε καὶ τὰς ἐπὶ τούτοις ῥᾳδίως ἀποφαίνεσθαι δια‐ | |
5 | γνώσεις, καθὼς ἂν ὁ λόγος προβαίνων ἐξείπῃ σαφέστατα. | |
2.3.11 | Κανὼν μὲν γὰρ καὶ στάθμη τά τε κάμπυλα καὶ λοξὰ καὶ διεστραμμένα τῶν ξύλων παριστῶσιν ἁρμοσθέντες, οὖρον δὲ ἐν πᾶσι σύμμετρον τὰς ἀπὸ τούτου κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐκτροπὰς ὑποφαίνει. | |
2.4t | Κεφ. δʹ. Περὶ διαγνώσεως τοῦ κατὰ πάντα συμμέτρου οὔρου. | |
2.4.1 | Ἔστω δὴ τοίνυν ἀνὴρ ἀκριβῶς ὑγιαίνων, ἀκμάζων τῇ ἡλικίᾳ, τῇ πάσῃ κράσει τοῦ σώματος σύμμετρος, χρώμε‐ νός τε τροφαῖς εὐχύμοις τε καὶ συμμέτροις καὶ γυμνα‐ σίοις μήτε ἐνδέουσι μήτε ὑπερβάλλουσιν, ἐν χώρᾳ τε καὶ | |
5 | ὥρᾳ συμμέτρῳ, καὶ ἁπλῶς φάναι τοῖς πᾶσιν ἔστω συμ‐ μετρία ἡ ἄμεσός τε καὶ ἄτμητος. | |
2.4.2 | Τῷ τοιούτῳ οὐροῖτ’ ἂν οὖρον τῇ μὲν χροιᾷ ὑπόπυρρον ἢ ὑπόξανθον, τῇ δὲ συστάσει σύμμετρον καὶ ἀναλογίαν ἔχον τῇ τοῦ πινομέ‐ νου ποσότητι, οὔτε πομφολύγων ἐπινηχομένων, οὔθ’ οἵων | |
5 | δήτινων ἑτέρων. | |
2.4.3 | Ὑφιζανέτω δὲ τῇ ἀμίδι, ἀλλὰ μὴ προσισχέσθω ὑπόστασις λευκὴ καὶ λεία καὶ ὁμαλή, πάντῃ ἑαυτῇ ὁμοία, μή τινων συμπεπλεγμένων ταύταις ἐμφε‐ ρομένων θριξὶ καὶ ψήγμασιν ἐοικότων καί τισι παραπλη‐ | |
5 | σίοις εἴδεσι. | |
2.4.4 | Τὸ τοιοῦτον οὖρον ἄριστόν τε καὶ κατὰ πάντα σύμμετρόν τε καὶ ὑγιές· καθ’ ὅτι δ’ ἂν τούτων ἐνδέῃ, λείποιτ’ ἂν πάντῃ καὶ τῆς ἀκραιφνοῦς ὑγείας. | 35 |
2.4.5 | Καὶ ὑγείας μὲν πολὺ πάντως ὡς ἴσμεν πλάτος καί τινα εἰκότα τῶν ἀπαγορευθέντων ἐπὶ τῷ τῶν οὔρων κα‐ νόνι ἐπὶ τοῖς τῶν ἁπλῶς ὑγιαινόντων οὔροις φαίνοιτ’ ἄν. | |
2.4.6 | Ἀλλ’ ὁ λόγος νῦν οὐ περὶ τῆς κατὰ πλάτος ἐπινοου‐ μένης ὑγείας διέξεισιν, ἀλλὰ τῆς οἷον ἀμέμπτου πάντῃ καὶ ἀκραιφνοῦς. αὐτῆς γὰρ οἷον διαζωγραφηθείσης τῷ λόγῳ, ὁπόσον τις τῆς ἀρίστης ταύτης ὑγείας λείπεται, | |
5 | γνοίης ἂν ἀσφαλέστατα. | |
2.4.7 | Ἐπεὶ οὖν δέδεικται, ὁποῖον οὖρον ἐν τοῖς εὐκράτοις καὶ κατὰ πάντα συμμέτρως ἔχουσι, προσῆκον ἂν εἴη ὥσπερ ἀπό τινος ἀσφαλοῦς σημείου ἡμᾶς ἠργμένους τοῦ ἐν πᾶσι δηλονότι συμμέτρου ἀφίστασθαι | |
5 | κατὰ βραχύ, ἵν’ ὅπως ταῖς ἀποστάσεσι τὰ μέτρα τῶν νο‐ σημάτων ἔχοιεν κρίνειν τε καὶ διαγινώσκειν δεόντως, ὅσοις ἂν ἄρα τοῦτ’ ἔργον γένηται. | |
2.5t | Κεφ. εʹ. Περὶ διαγνώσεως τῶν κατὰ γένη καὶ ἡλικίας οὔρων. | |
2.5.1 | Καὶ δὴ περί τε τῶν κατὰ τὰς ἡλικίας καὶ γένη καὶ φυσικάς τινας δυσκρασίας καὶ γυμνασία καὶ προσέτι ὥρας τε καὶ χώρας καὶ διαίτας εἰπόντες, εἶθ’ οὕτως καὶ περὶ τῶν ἑκάστῳ συμβαινόντων τῶν γενικῶν νοσημάτων | |
5 | ἐροῦμεν προσδιορισάμενοι τούτων ὅσα τά τε χρώματα καί αἱ συστάσεις καὶ τὰ παρυφιστάμενα καὶ τὰ ἐν τούτοις τεθεωρημένα βούλεται. | |
2.5.2 | Ἀνδρῶν οὖν εὐκράτως ἐχόν‐ των καὶ ἀκμαζόντων οὖρα ὑπόπυρρά τε καὶ ὑπόξανθα ἤδη καὶ συμμέτρως ἔχοντα καθ’ ὑπόστασίν τε καὶ σύστα‐ σιν, γερόντων δ’ ἤδη λεπτὰ καὶ λευκὰ καὶ βραχυτέρας | |
5 | ἔχοντα ὑποστάσεις καὶ πρὸς τὸ ὠμὸν ἰούσας. μικρῶν παί‐ δων ὀλίγον μὲν τῶν ὑποπύρρων τε καὶ ὑποξάνθων δέουσι, τῇ δὲ συστάσει μικροῦ δεῖν καὶ τῶν ἀκμαζόντων ὑπερ‐ βάλλουσιν, ἀθρόας τε τὰς ὑποστάσεις ἔχουσι. | |
2.5.3 | Καὶ ὅτῳ μὲν ταῖς ἡλικίαις οἱ παῖδες προβαίνουσι, τὰ μὲν χρώματα ἐπιτείνεται τῶν οὔρων, τῶν δὲ ὑποστάσεων ὑφαιρεῖται τὸ πλῆθος. εἰς ἀκμὴν δὲ ἰόντων τά τε χρώ‐ | |
5 | ματα προβαίνειν τοῦ ὑποπύρρου πλέον παύονται, αἱ θ’ ὑποστάσεις ἐν τῷ συμμέτρῳ ποσῷ γίνονται. | |
2.5.4 | Καθ’ ὅσον δ’ ἂν παρακμάζωσιν αἱ ἡλικίαι, καὶ ταῦτα τοῦ τοιούτου χρώματος ἀφίστανται πρὸς τὸ λευκότερον προϊόντα καὶ αἱ ὑποστάσεις μείους τε καὶ ἀμαυρότεραι γίνονται καὶ | 36 |
5 | ἡλικιῶν μὲν τοιαῦτα οὖρα συνελόντα φαίνεται φάναι. | |
2.5.5 | Γυναικῶν δὲ ἀκμαζουσῶν τε καὶ εὐκράτως ἐχουσῶν οὖρα ἐνδέοντα πολλῷ φαίνεται τοῦθ’ ὑποπύρρου καὶ ὑπο‐ ξάνθου πρὸς τὸ λευκὸν ἰόντα· ὑπόλεπτοί τε τούτοις αἱ συστάσεις, ἀθροωτέρας γε μὴν ἔχοντα φαίνεται τὰς ὑπο‐ | |
5 | στάσεις τῶν ἀνδρῶν. | |
2.5.6 | Τάς γε μὴν διαφορὰς αὐτῶν ἐπὶ ταῖς τῶν ἡλικιῶν διαφοραῖς μαθεῖν ἐστιν ἀσφαλῶς ἐκ τῶν προσεχῶς ῥηθέντων. | |
2.5.7 | Ἐπὶ τούτοις θέμις εἰπεῖν, οἷα διὰ τὰς φυσικάς τε καὶ κατὰ πάθος ἐπισυμβέβηκε δυσκρασίας. | |
2.5.8 | Καὶ δὴ δυοῖν μὲν οὔσαιν ταῖν παθητικαῖν ποιητήταιν, δυοῖν δ’ αὖ ταῖν δραστικαῖν τε καὶ ποιητικαῖν, ὑργότης μὲν καὶ ξηρότης, παθητικαὶ τελοῦσαι, πλεονάσασαι βραχύ τι ἂν ἀλλοιώσαιεν μόναι, θερμότης δὲ καὶ ψυχρότης τὰ μά‐ | |
5 | λιστα, καὶ ὑγρότης μὲν πλεονάσασα ἀμβλύνειεν ἂν τὴν κατὰ φύσιν χροιὰν τοῦ οὔρου, ἐπιτείνειε δὲ τὸ πλῆθος, τραχύνοιτο δ’ ἂν καὶ ἡ ἐπιφάνεια τούτου. | |
2.5.9 | Αἱ δ’ ὑπο‐ στάσεις πλείους τε καὶ ἐνωμότεραι φανεῖεν ἄν. ξηρότης δὲ τοῦ τε κατὰ τὸ χύμα καὶ παρυφισταμένου ὑφαιρεῖται πο‐ σοῦ καὶ διαφάνειάν τινα ὧδε πλείω καὶ στιλπνότητα κέκτη‐ | |
5 | ται τὰ χρώματα σύμμετρα πεφυκότα αἵ τε ὑποστάσεις τούτοις τἆλλα σύμμετροι καί πως παχύτεραι τῇ συστάσει. | |
2.5.10 | Καὶ θερμότης μὲν οὖ βραχύ τι μὲν ἐκστᾶσα τοῦ δέοντος ὑπόπυρρά τε καὶ ὑπόξανθα ἔτι ἀποδίδωσι ταῦτα, ἐπιταθεῖσα δ’ ἤδη πυρρά τε καὶ ξανθά, ταῖς δέ συστάσε‐ σιν ὑπερεκπίπτουσιν οἷον καὶ τὸ σύμμετρον, καί τις δ’ | |
5 | αὐτοῖς ἐπιλάμπει στιλβηδὼν μετρία, ταῖς δ’ ὑποστάσεσι συμμέτρως ἔχοντα φαίνεται τῷ λόγῳ τοῦ ποσοῦ, ἀφαι‐ ροῦνται δ’ ἔτι καὶ τῆς συνήθους λεπτότητος. | |
2.5.11 | Ψυ‐ χρότης δ’ αὖ πρός τε τὰ λευκὰ τῶν χρωμάτων ποιεῖ χω‐ ρεῖν τὰ οὖρα καὶ τῆς συμμέτρου λείπεσθαι συστάσεως, προϊούσης δὲ τῆς ψύξεως ἤτοι ἔτι λεπτύνεται ἢ τοὐναν‐ | |
5 | τίον πάσχει παχυνόμενά τε καὶ ἀναθολούμενα, τούτοις ἢ πάνυ ἀμυδραί τε καὶ βραχεῖαι αἱ ὑποστάσεις ἢ πλείους μέν, ἀνωμάλῳ μέντοι ἔνεισι καὶ ἔνωμοι. | |
2.5.12 | Καὶ οὔρων μὲν ἰδέαι τοιαῦταί τινες κατὰ τὰς ἁπλὰς πεφύκασι δυσκρα‐ σίας· σὺ δ’ ἂν ἴσως τῷ λόγῳ ποδηγούμενος ἐντεῦθεν ἐπι‐ νοήσαις ῥᾳδίως καὶ τὰ ἐκ τῶν συνδυαζομένων δυσκρασιῶν | 37 |
5 | γενόμενά τε καὶ φαινόμενα οὖρα. | |
2.5.13 | Ὁποῖα δὲ τοῖς τε πολλὰ καὶ ὑπὲρ τὴν δύναμιν γυμναζομένοις γυμνάσια ἐπιφαίνεται, καὶ οἷα δ’ αὖ τοῖς νωθρὸν καὶ ἥσυχον μετ‐ ιοῦσι βίον νῦν ἂν εἴη λέξαι καιρός. | |
2.6t | Κεφ. ϛʹ. Διάγνωσις τῶν κατὰ τὰ γυμνάσια καὶ ἀνέσεις οὔρων. | |
2.6.1 | Καὶ δὴ τοῖς μὲν πλέον κεκμηκόσιν ἢ δεῖ γυμνα‐ ζομένοις τά τε οὖρα ὑπόξανθα καὶ πρὸς τὸ ξανθὸν αὐτὸ χωροῦντα φαίνεται χρῶμα, αἱ θ’ ὑποστάσεις πάνυ τι τού‐ τοις βραχεῖαι καὶ λεπταί· ἀλλοιοῖντο δ’ ἂν ἴσως καὶ κατὰ | |
5 | τὴν χροιὰν αὗται. | |
2.6.2 | Ἐνίοτε γε μὴν καί τινα συντήγ‐ ματα ἐπινήχεται τούτοις, πάνυ τἀνθρώπου κεκμηκότος, εἴ που καί τι ἕτερον εἴη συνεργὸν αἴτιον, ἀλλὰ τοιοῦτο μὲν ὀφθέν, τάχ’ ἂν καὶ ἀρχή τις εἴη νοσήματος. | |
2.6.3 | Ἡμῖν δὲ οὐκέτι πρόσθεσις περὶ τοιούτων οὔρων φάναι· τοῖς γε μὴν ἀργὸν καὶ ἥσυχον βίον ἔχουσι τά τε οὖρα πρὸς τὸ λευκὸν χωροίη ἄν, αἱ θ’ ὑποστάσεις πλείους ἂν ὀφθεῖεν | |
5 | καὶ παχύτεραι καὶ τραχύτεραι. | |
2.6.4 | Ταῦτα μὲν ἀρκούντως ὧδ’ ἂν ἴσως ἔχοι· περὶ δὲ τῶν κατὰ τὰς ὥρας τε καὶ χω‐ ρὰς μεταβολὰς ἐπιφαινομένων τοῖς ἀνθρώποις οὔρων, ὡδὶ ἂν εἴη φάναι προσῆκον. | |
2.7t | Κεφ. ζʹ. Διάγνωσις τῶν κατὰ τὰς ὥρας καὶ χώρας οὔρων. | |
2.7.1 | Ἔαρος τοίνυν ὁπόσον ἂν ὁ καιρὸς προΐῃ ἐπὶ τὸ θερμότερον, τά τε χρώματα τῶν οὔρων τῶν ὑπώχρων καὶ ὠχρῶν ἀφιστάμενα πρὸς τὸ ὑπόπυρρον χωρεῖ καὶ ὑπόξαν‐ θον· καὶ τῆς ἀμετρίας φευγούσης τῶν συστάσεων ἀποκα‐ | |
5 | θίστανται πρὸς ὃ κατὰ φύσιν ᾖ σύμμετρον· αἵθ’ ὑποστά‐ σεις τούτοις ἀπὸ τοῦ παχεῖαι εἶναι λεπτύνεσθαί τε ἄρχον‐ ται καὶ πρὸς τὸ σύμμετρον χωροῦσι· τά γε μὴν ποσά τῶν χυμάτων καὶ πλείω τῶν ἐξ ἀναλογίας τυγχάνουσιν. | |
2.7.2 | Ἀλλ’ ἐπειδὰν θέρος μὲν ἤδη ἄρχηται, παρῴχηκε δὲ τὸ ψυχρότερον, ὑπόπυρρα καὶ ὑπόξανθα τὰ οὖρα φαίνεται | |
καὶ σύμμετρα ταῖς συστάσεσιν. αἱ δὲ ὑποστάσεις τούτοις ἤδη καὶ λεπτότεραι ἄρχονται φαίνεσθαι τοῦ συμμέτρου, | 38 | |
5 | ἔτι λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ τυγχάνουσαι. | |
2.7.3 | Προϊόν‐ τος δ’ ἔτι τοῦ θέρους καὶ πρὸς τὸ ἀκμαῖον ἤδη χωρήσαν‐ τος, μείω μὲν τῷ ἐξ ἀναλογίας χρόνῳ τὰ ποσὰ φαίνεται, αἱ δὲ ὑποστάσεις τούτοις ἂν ἤδη μὲν ἀφαιροῦνται καὶ τὴν | |
5 | κατὰ φύσιν λευκότητα πρὸς τὸ ὕπωχρον οἷον χωροῦσαι μείους τε πολλῷ καὶ λεπτότεραι φαίνονται· λεπτότης δὲ μετά τινος ἐπιλάμπει τοῖς οὔροις στιλπνότητος, ἤδη καὶ αὐτὴ πρὸς τὸ ξανθόν τε ῥέπουσα καὶ πυρρὸν. | |
2.7.4 | Ὁπό‐ ταν μέντοι τὸ φθινόπωρον ἥκῃ, τὰ μὲν χρώματα ἤδη αὖθις ἀντιστρέφεται πρὸς τὸ σύμμετρον, ἡ δὲ στιλπνότης ἔτι καὶ πρὸς τούτοις ἡ λεπτότης μένει, αἵ θ’ ὑποστάσεις | |
5 | ἀμαυραὶ μὲν ἔτι καὶ βραχεῖαι, λευκαὶ δὲ καὶ λεῖαι καὶ ὁμαλαί. | |
2.7.5 | Προϊόντος δὲ τοῦ φθινοπώρου πρὸς τὸ κατὰ πάντα σύμμετρον χωρεῖ τὰ οὖρα. | |
2.7.6 | Περὶ δὲ χειμερινὰς τροπὰς ἤδη τοῦ ἡλίου γεγονότος, κατὰ μὲν τὸ ποσὸν ἀνα‐ λογώτερον ἴσως ἀποδίδοται τὰ οὖρα· τὰ δέ γε χρώματα τούτοις ἰόντα φαίνεται πρὸς τὸ λευκὸν τοῦ χρώματος, αἵ | |
5 | θ’ ὑποστάσεις πλείους τε καὶ ἔτι σύμμετροι κατὰ τὰ ἄλλα. | |
2.7.7 | Προήκοντος δὲ τοῦ χειμῶνος αἱ μὲν συστάσεις ἀνώμα‐ λοι φαίνονται καὶ λευκὰ τὰ χρώματα ἤδη, τὰ δὲ ποσὰ τοῦ χύματος καὶ πλείω τῶν ἐξ ἀναλογίας, παρυφιστάμενα τού‐ τοις πλείω ἅμα καὶ ἔνωμα. | |
2.7.8 | Ἐπειδὰν δ’ ἤδη ἰσημερία ἐαρινὴ ᾖ, ἀνίεταί γε ταῦτα καὶ χωρεῖν ἐπείγεται πρὸς τὸ σύμμετρον. | |
2.7.9 | Καὶ περὶ μὲν τῶν κατὰ τὰς ὥρας ἐπιφαι‐ νομένων οὔρων μαθεῖν ἔστιν ἐντεῦθεν· τὰ δὲ κατὰ τὰς χώρας ἀναλόγως ἔχει ταῖς ὥραις καὶ δεῖ τὸν συνετὸν πα‐ ραβάλλοντα ἐκ τῶν κατὰ τὰς ὥρας ῥηθέντων στοχάζεσθαι | |
5 | καὶ τὰ ἐπὶ τοῖς διαφόροις τῶν τόπων ταῖς ὥραις ἀναλο‐ γοῦντα. | |
2.7.10 | Τροφαὶ δὲ καὶ δίαιται θερμότεραι ἢ ψυχρό‐ τεραι καὶ ξηρότεραι ἢ ὑγρότεραι τοιαῦτα ἂν οὖρα τῷ χρόνῳ ποιήσαιεν, οἷα καὶ αἱ ῥηθεῖσαι δυσκρασίαι, εὐ‐ πέπτων δὲ καὶ εὐχύμων τροφῶν προσφοραί, τοιαῦτ’ ἂν | |
5 | οὖρα ποιήσειεν οἷα καὶ ἐν εὐκράτοις τῇ κράσει γίνεται. | |
2.7.11 | Δυσπέπτων δὲ καὶ κακοχύμων ἀνώμαλα παντοίως καὶ μείω μὲν καὶ διάφορα ταῖς συστάσεσι τὰ ἐπὶ τοῖς κακοχύ‐ μοις σιτίοις. | |
2.7.12 | Καὶ περὶ μὲν τῶν κατὰ τὰς ἡλικίας τε καὶ γένη δυσκρασίας τε καὶ χώρας καὶ ὥρας καὶ διαίτας φαινομένων οὔρων ἱκανῶς ἂν ἔχῃς κἀκ τούτων διαγι‐ νώσκειν. | 39 |
2.8t | Κεφ. ηʹ. Διάγνωσις τῶν κατὰ τοὺς ὕπνους καὶ ἀγρυπνίας οὔρων. | |
2.8.1 | Ὑπνηλῶν γε μὴν οὖρα κατὰ πάθος καὶ μὴ κατὰ φύσιν τῷ μὲν χρώματι πρὸς τὸ λευκὸν ἀπέστραπται, τῇ δὲ συστάσει εἴς τε τὸ ὑπόλεπτον καὶ παχύ. τὰ δὲ παρ‐ υφιστάμενα τούτοις πλείω τε καὶ ἔνωμα. | |
2.8.2 | Τῶν δὲ φύ‐ σει ὑπνηλῶν ἧττον μὲν λευκά, ἤδη γὰρ ὠχρὰ τῇ συστάσει χωρεῖ πρὸς τὸ σύμμετρον, παρυφιστάμενα δὲ τούτοις πλείω τε καὶ ἀκριβῶς πεπεμμένα. | |
2.8.3 | Ἀγρυπνούντων δὲ οὖρα, φύσει μὲν τοῦτο ἐχόντων, βραχύ τι ἂν καὶ ἀσαφὲς διαλλάξαιεν· πεπονθότων δὲ ὑφ’ οἵας δήτινος αἰτίας τοῦτο, ταῖς μὲν ἀρχαῖς βραχύ τι ἂν διαλλάξαιεν τῇ τε συστάσει | |
5 | καὶ τοῖς χρώμασι καὶ τοῖς παρυφισταμένοις. | |
2.8.4 | Προϊόν‐ τος δὲ τοῦ χρόνου διασκεδασθείη τε καὶ ἔτι ἐκλείψει, τὰ παρυφιστάμενα λεπτύνοιτο δ’ αὖ κατὰ βραχὺ τὰ χύματα προχωροῦντα πρὸς τὸ λεπτότερον. | |
2.8.5 | Τὰ δὲ χρώματα ἢ πρὸς τὸ λευκὸν καὶ ὑδατῶδες τούτοις χωρήσει, ἢ πρὸς τὸ πυρρόν τε καὶ ξανθίζον, ἐλαιῶδές τε καὶ μέλαν κατὰ τὴν τῆς αἰτίας οἰκειότητα. | |
2.8.6 | Καὶ πλείω μὲν ἐδηδοκότων καὶ ἀπεπτησάντων λεπτά τε καὶ λευκὰ καί ποτε ἀνυπόστατα, χρονισάντων δὲ ταῖς ἀπεψίαις ἀνώμαλα ταῖς τε συστάσεσι καὶ τοῖς παρυφισταμένοις. | |
2.9t | Κεφ. θʹ. Διάγνωσις τῶν κατὰ τὰς ἀδδηφαγίας καὶ λιμοὺς οὔρων. | |
2.9.1 | Ἀσιτησάντων δὲ οὖρα πυρρὰ ἤδη καὶ ξανθὰ καὶ λεπτὰ φαίνεται κωὶ τὰς ὑποστάσεις ἔχοντα βραχυτέρας· λιμῷ δὲ πιεζομένων λευκὰ καὶ λεπτὰ καὶ ἀνυπόστατα μετά τινος στιλπνότητος· ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ὧδε | |
5 | κείσθω. | |
2.9.2 | Ἑξῆς δ’ ἂν εἴη θέμις φάναι περί τε τοῦ πο‐ σοῦ τοῦ χύματος καὶ τοῦ χρώματος καθ’ ἕκαστα, ἔτι δὲ συστάσεως καὶ παρυφισταμένου καὶ τῶν ἐπινηχομένων τῇ ἐπιφανείᾳ, ἵν’ ἑκάστου ῥηθέντος καὶ τίσι μάλιστα τῶν | |
5 | διαθέσεων αὐτῶν ἕκαστον ἕπεται, τὸ διαγινώσκειν ἀσφαλῶς ἐγγίνηται τοῖς περὶ τὰ τοιαῦτα σπουδαίοις. | |
2.9.3 | Καὶ πρῶτα μὲν ὧδε ῥητέον περὶ πλήθους καὶ ὀλιγότητος τοῦ χύμα‐ τος, εἶθ’ οὕτως καὶ περὶ τῶν ἐν τούτοις συμβαινουσῶν ἀλλοιώσεων. | 40 |
2.9.4 | Ἐπειδὴ γὰρ τοῖς μὲν ἀκριβῶς ὑγιαίνουσιν ἀναλογίαν τινὰ πρὸς τὰ πινόμενα σώζει τὰ διουρούμενα, ἀλλοίωσιν δέ τινα γεγονέναι τῶν ἐντὸς σημαίνει ἢ μείζω ἢ ἐλάττω, κἄν θ’ ὑπερβάλλοιεν πολλῷ τὴν ἀναλογίαν, κἄν | |
5 | τε πολλῷ ταύτης ἐνδέοιεν, χρεὼν ἂν εἴη περὶ τοῦ κατὰ τὴν ποσότητα τοῦ χύματος φάναι γένους. | |
2.10t | Κεφ. ιʹ. Διάγνωσις τῶν κατὰ τὴν ὀλιγότητα καὶ πλῆθος τοῦ χύματος. | |
2.10.1 | Καὶ δὴ πλείω ὀφθέντα οὖρα τοῖς μὲν ὑγιαίνουσι πλείω προσενέγκασθαι πόσιν δηλοῖ καὶ μάλιστα ἢν ἐξίτη‐ λος ὁ οἶνος ᾖ καὶ τὰ χρώματα πρὸς τὸ λευκότερον ὧδε μεθίσταται, καὶ αἱ συστάσεις πρὸς τὸ λεπτότερον, τὰ δὲ | |
5 | παρυφιστάμενα λεπτά τε καὶ ἀνώμαλα, καὶ οὐ λεῖα. | |
2.10.2 | Ἀλλὰ δὴ καὶ ἐγκειμένων ὠμοτέρων χυμῶν καὶ πεφθέν‐ των, ἐπιρρωσθείσης πως τῆς φύσεως πλείω τε καὶ ὑπό‐ λεπτα ἐκκρίνεται οὖρα, ἧττον μὴν τῶν ῥηθέντων λευκὰ καὶ ἀμείνω δὲ τούτοις τὰ παρυφιστάμενα. | |
2.10.3 | Πλείω γε μέντοι φαίνοιτ’ ἂν τὰ οὖρα κἀπὶ τῶν μείω διαχωρούντων διά τινα τῆς κοιλίας φυσικὴν διάθεσιν· ταῦτα δὲ τοῖς μὲν χρώμασι σύμμετρα, πλείω δὲ καὶ παχυτέραν τὴν ὑπόστα‐ | |
5 | σιν κέκτηνται, χωρήσει δ’ ἂν καὶ διὰ φάρμακα διουρητικὰ τὰ οὖρα πλείω, ἃ τὸ μὲν κατὰ φύσιν χρῶμα μᾶλλον τοῦ προτέρου τηρήσει, τὴν δὲ ὑπόστασιν λεπτοτέραν ἀποφα‐ νεῖται, στιλβηδὼν δέ τις ἐπιλάμψει τῷ χύματι. | |
2.10.4 | Καὶ ταῦτα μὲν ὡς ἐπὶ τῶν μετρίως ὑγιαινόντων εἴρηται· ἐπὶ δὲ τῶν νοσησάντων οὕτως ἔχει. | |
2.10.5 | Πλείω οὖρα πρόεισιν ἐπὶ τοῦ διψακοῦ μὲν ἀπὸ τοῦ συμβαίνοντος πάθους ὀνο‐ μαζομένου· διαβήτου δὲ καὶ διαρροίας οὔρου εἰς ἀμίδα ἀπὸ τῆς παχύτητος κενώσεως λευκὰ πέφυκε καὶ λεπτὰ καὶ | |
5 | ἀνυπόστατα. | |
2.10.6 | Κἀκεῖνο δὲ εἰδέναι χρεὼν ὡς ἐνίοτε ἐπὶ ταῖς κρίσεσι τῶν νοσημάτων οὔρων πλῆθος ἐκκρίνεται λευκοτέρων τε καὶ λεπτοτέρων καὶ μετρίας ἐχόντων τὰς ὑποστάσεις, μάλιστα παχυτέρων τε καὶ θρομβοειδῶν οὔ‐ | |
5 | ρων ἡγησαμένων. | |
2.10.7 | Τοῖς δὲ ἁλοῦσιν ὕδρωπος πάθει | |
πλείω μὲν τοῦ συμμέτρου καὶ ὑδατώδη, ὠμὰς δὲ καὶ ἀνω‐ μάλους ἔχοντα τὰς ὑποστάσεις. | 41 | |
2.10.8 | Τά γε μὴν πυρρὰ καὶ ὑπέρυθρα ἤ τισι παραπλησίοις χρώμασι καταβαφέντα καὶ πλείω ἰόντα μέμφεσθαι δεῖ καὶ μᾶλλον εἰ μὴ σὺν ἀγα‐ θοῖς παρυφισταμένοις πρόεισιν· ἂν δέ γε οἰνωπὰ καὶ | |
5 | κυανὰ κατὰ τὰ χρώματα εἴη καὶ πλείω προΐοι καὶ μάλιστα μὴ πέψεώς τινος προηγησαμένην, ἔτι χείρω καὶ νέκρωσίν τινα καὶ σύντηξιν ὑποφαίνει τῆς καθόλου διαρτίας τοῦ σώματος. | |
2.10.9 | Καὶ περὶ μὲν τῶν ὑπερβαλλόντων τῷ πλή‐ θει οὔρων τοσαῦτά ἐστιν εἰπεῖν· ἐλάττω δὲ τῶν κατ’ ἀνα‐ λογίαν συμμέτρων ἰόντα διὰ τἀναντία τούτων γενήσεται. | |
2.10.10 | Ἥ τε γὰρ ξηροτέρα δίαιτα ὀλίγα ἂν τὰ οὖρα ποιή‐ σαιεν καὶ ὑπόξανθα καὶ ἐλάττους ἔχοντα τὰς ὑποστάσεις καί πως τῶν συμμέτρων παχυτέρας· τά τε ἐμπλαστικὰ καὶ ἐμφρακτικὰ τῶν προσαρμάτων τε καὶ φαρμάκων ὀλίγα | |
5 | μὲν καὶ ταῦτα παρασκευάσει χωρῆσαι τὰ οὖρα, λεπτὰς δὲ καὶ ὀλίγας τὰς ὑποστάσεις. | |
2.10.11 | Ἃ δὲ διὰ πλείονα τοῦ συμμέτρου κένωσιν τῆς γαστρός, ἥττω τῆς ἀναλογίας φαί‐ νεται, πρὸς τὸ λευκότερον μὲν ἂν χωροίη, πάνυ δὲ ἀσα‐ φεῖς ἕξει τὰς ὑποστάσεις καὶ λεπτὰς καὶ οὐ λείας. | |
2.10.12 | Ἃ μέν τοι εἴη διὰ πάχος ἢ πλῆθος χυμῶν ἀπέπτων ὀλίγα, λευκὰ μὲν ἂν ὀφθείη καὶ λεπτὰ καὶ ἀνυπόστατα, ἔστι δ’ ὅτε καὶ παχέα, ὠμοτέρας ἔχοντα τὰς ὑποστάσεις καὶ οὐ | |
5 | λείας. | |
2.10.13 | Ὀλίγα δ’ ἂν ὑποχωρήσει καὶ διὰ τὴν τοῦ πυ‐ ρετοῦ σφοδρότητα καὶ τὰ χρώματα δ’ αὐτὰ σημανεῖ σοι τὴν τοῦ τοιούτου πυρετοῦ ποσότητα. | |
2.10.14 | Ἃ δ’ ὀλίγα ἰόντα φαίνεται διά τινα τῶν οὐρητικῶν ἀγγείων διάθεσιν, αἵ τε τοπικαὶ ὀδύναι φαῖεν ἂν καὶ τὰ ἐν τοῖς οὔροις παρ‐ υφιστάμενα, περὶ ὧν ἂν εἴποιμεν τοῦ λόγου προϊόντος· | |
5 | νῦν δὲ περὶ ἑκάστου χρώματος τὰ ἐνδεχόμενα λέξομεν. | |
2.10.15 | Τῆς τοίνυν περὶ τὰ χρώματα διαγνώσεως πολυσχεδοῦς τινος οὔσης, ἅτε μὴ πάντων τῶν φαινομένων χρωμάτων ὀνόμασί τισι διωρισμένων, ἀλλὰ τῶν μὲν γενικωτέρων διωρισμένων, τῶν δὲ μέσων τε καὶ παραμέσων καὶ ἁπλῶς | |
5 | τῶν κατὰ εἶδος ὁποιωνδήτινων ἀμοιρησάντων ὀνομάτων οἰκείων, ἔργον μὲν ἂν εἴη καθ’ ἕκαστον ἐξαγγέλλειν καινῷ δυσπερίληπτον. | |
2.10.16 | Τῷ δέ γε νοῦ μὲν τετυχηκότι ὀξέως, | |
φύσεως δὲ ἐπιμελοῦς, πείρας δέ τινος βραχυτάτης, ῥᾳ‐ δίως ἂν συμπερανθείη κἀκ τῶν ῥηθέντων καὶ τὰ μὴ λεχθέντα. | 42 | |
2.11t | Κεφ. ιαʹ. Περὶ διαγνώσεως τῶν λευκῶν οὔρων. | |
2.11.1 | Καὶ δὴ τὰ λευκὰ τῶν χρωμάτων—ἀρκτέον γὰρ ἐκ τοῦ λευκοῦ—ἐπειδήπερ τῶν ἁπλῶν τοῦτο πέφυκεν, αὐτὸ μὲν τοῦτο δείκνυσιν ὡς οὐ καταδέξαντά τινα κατα‐ βαφὴν παρ’ οἱουδήτινος χρίσματος. | |
2.11.2 | Τέτμηνται μέντοι εἰς πλείονα εἴδη τὴν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον δια‐ φορὰν εἰσδεξάμενα. | |
2.11.3 | Ἀλλὰ ὁποῖα μὲν καὶ πόσα ἐν τοῖς περὶ διαφορᾶς οὔρων λόγοις σαφέστερον εἴρηται, ὥστ’ οὐδὲ μηκύνειν αὖθις δεῖ τὸν περὶ τούτων λόγον ἱκανῶς ἐκεῖ ῥηθέντα. ἐπιθῶμεν δ’ ἤδη τῷ λόγῳ, ὅσα ταῦτα δια‐ | |
5 | φαινόμενα σημαίνει. | |
2.11.4 | Ἐπεὶ τοίνυν δέδεικται, ὁποῖον οὖρον σύμμετρον ἐν πᾶσι κατά τε χρῶμα, σύστασιν καὶ προσέτι παρυφιστάμενον, ὥσπερ ἀπό τινος ἀκριβοῦς ση‐ μείου, τὸν ἀγχίνουν χρεὼν σκοποῦντα ταῖς ἀποστάσεσι | |
5 | τούτων καταμετρεῖν τὰ νοσήματα. | |
2.11.5 | Καὶ πέψεσι μὲν οὖν ἀκριβέσι τῶν ἐν τῷ σώματι χυμῶν τὸ καθῆκον λάμ‐ πει χρῶμα τοῖς χύμασιν. ἀπεψίαις δ’ αὖ ὠχρότης τε καὶ λευκότης καὶ ὅσα τούτοις παράμεσα χρώματα, πλὴν ἀλλὰ | |
5 | διορισάμενοι τῷ λόγῳ τὰς λευκότητας ἐπιθήσομεν ἑκάστῃ τὰ δέοντα. | |
2.11.6 | Τὰ τοίνυν λευκὰ τῶν οὔρων τοῖς ὑγιαί‐ νουσιν ἅπαξ μὲν ὀφθέντα πολυποσίαν οἴνου σημαίνει καὶ μάλιστα εἰ εἴη ὁ οἶνος ἐξίτηλος, ἐπιμαρτυρήσει δὲ καὶ τὸ πλῆθος τὴν διάγνωσιν. | |
2.11.7 | Σύμμετρα δὲ εἰ τῷ ποσῷ τυγχάνει καὶ ὑπόστασιν ἀναλογοῦσαν ἔχει, ψυχράν τινα δυσκρασίαν σημανεῖ τοῦ ἥπατος· εἰ δ’ ἀμυδρά τις εἴη πάνυ καὶ ἀσαφὴς ὑπόστασις, αὐτὰ δὲ πάνυ λευκά, ἢ τὸ | |
5 | κατὰ φύσιν ἢ τὸ ἐκ νόσου γῆρας ἀποφανεῖεν ἄν, λευκὰ δ’ ὡσαύτως καὶ ἐπὶ τῶν ὑδροπιώντων προΐεται, ἀνωμάλως μέντοι καὶ ὠμὰς τὰς ὑποστάσεις ἔχοντα φαίνεται. | |
2.11.8 | Οὐχ ἧττόν γε μὴν κἀπὶ τῶν ἔμφραξίν τινα πεπονθότων τῶν ἐντὸς σπλάγχνων καὶ νεφρῶν, προαχθείη ἂν οὖρα λεπτά τε καὶ λευκά, ἃ δ’ ἐπὶ πυρέσσουσιν ὀξέως λευκὰ προΐεται, | |
5 | τοῦ χρωννῦντος τοιαῦτα φαίνεται μεταστάντος χυμοῦ. | |
2.11.9 | Σύμμετρα δὲ ταῦτα ἢ καὶ πλείω πρόεισι τοῦ προσή‐ κοντος, ὁτὲ μὲν διασκεδασμένον καὶ λεπτὸν παρυφιστάμε‐ νον ἔχοντα, ὁτὲ δ’ αὖ γονοειδὲς, καὶ φεῦγον τὸν τῆς ἀμί‐ δος αὐτῆς πυθμένα, ἐνίοτε δὲ καὶ ἐπιλέλοιπε πάντα τού‐ | 43 |
5 | του τὰ παρυφιστάμενα, οὐχ ἥκιστα δ’ αὖ καὶ τὴν ἐπὶ γαστέρα ῥοπὴν λαβὼν ὁ χρωννὺς χυμὸς σφοδροτέραν, ταῦτα δὴ λευκὰ τῇ ἀπουσίᾳ παρασκευάσει γεγονέναι. | |
2.11.10 | Καὶ τοῦτο μαθεῖν ἐστιν ἀπὸ τῶν διαχωρημάτων, ὥσπερ καὶ τοὐναντίον ἐνίοτε συμβαίνειν εἴωθε, κατακε‐ χρωσμένων μὲν τῶν οὔρων φαινομένων, ἐκ λεύκων δὲ τῶν διαχωρημάτων. | |
2.11.11 | Πολλάκις γὰρ εἰώθεσαν οἱ χυμοὶ τοιαύτης ἀφορμῆς τινος δραξάμενοι ῥοπὰς λαμβάνειν, καὶ εἰ συνελεῖν προσήκει τὸν πάντα λόγον, οὕτω πως ἐστὶ φάναι· τὰ λευκὰ τῶν οὔρων ἤτοι διὰ πάχος τε καὶ πλῆ‐ | |
5 | θος χυμῶν ὠμῶν γίνεται, ἢ δι’ ἔμφραξίν τινα τῶν πόρων, ἢ διὰ πολυποσίαν ἢ διὰ ἀπεψίαν καὶ προσέτι τοῦ χρων‐ νῦντος ἀποχώρησιν χυμοῦ, καὶ κατὰ φυσικὴν καί κατὰ πάθος ἐπὶ τούτοις ψυχρότητα καὶ ταῦτα μὲν πάνυ τε λευκὰ καὶ μετὰ λεπτῆς συνέρχεται τῆς συστάσεως, τὰ δέ | |
10 | γε μετὰ πάχους ἰόντα λευκὸν ἧττον μὲν ἐκείνων, πολὺν δ’ ἐμφαίνει τὸν ὠμὸν χυμὸν ἀκμάζειν τοῖς σώμασιν. | |
2.11.12 | Καὶ τὰ μὲν λευκὰ τῶν χρωμάτων τοιαῦτα μὲν σημή‐ νειεν, καθόσον δ’ ἐπιτέταται καὶ χείρω νομιζόμενα ᾖ τῷ τῆς ὑγείας λόγῳ. | |
2.12t | Κεφ. ιβʹ. Περὶ διαγνώσεως τῶν ὑπώχρων καὶ ὠχρῶν οὔρων. | |
2.12.1 | Τὰ δ’ ὕπωχρά τε καὶ ὠχρὰ ἐπιφαινόμενα ἧττον μὲν τῶν ῥηθέντων τὴν ἀπεψίαν δείκνυσιν, ἐπιχειροῦσαν οἷον τὴν φύσιν φαίνοντα ταῖς πέψεσιν. | |
2.12.2 | Ἄπεπτά γε μὴν καὶ ταῦτα φαίνεται παραβαλλόμενα τοῖς συμμέτροις καὶ τοσούτῳ λείπεται τῶν ὑγειῶν, ὅσῳ πεπλεονέκτηκε τῶν λευκῶν· τὰ μὲν γὰρ λευκὰ πρὸς τῷ λείπεσθαι συμμέτρου | |
5 | συστάσεως καὶ χρώματος ἀμοιρεῖ προσήκοντος. | |
2.12.3 | Τὰ δ’ αὖ βραχύ τι καὶ τοῦ χρώματος καὶ τῆς συστάσεως λείπε‐ ται, ὥστε ταῦτα μὲν ἐκ λευκῶν φαινόμενα τὴν πέψιν ἀναζωπυροῦσθαι σημαίνει· ἀπὸ δὲ συμμέτρου μᾶλλον | |
5 | πρὸς τὸ μεῖον χωρεῖν τὴν ἔμφυτον θερμότητα. | |
2.12.4 | Καὶ | |
τοιούτοις μὲν οὖσιν οὐχὶ ῥᾳδίως ἄν τι ὑποσταίη παρυφι‐ στάμενον πεπεμμένον· τοῦ γὰρ ἀπέπτου χύματος ἄπεπτα καὶ τὰ παρυφιστάμενα. | 44 | |
2.12.5 | Καὶ τὰ μὲν ὠχρὰ τῶν οὔρων οὕτω πως ἐνδεῖ τοῦ κατὰ φύσιν χρώματος καὶ [συστά‐ σεως] συμμέτρου· καταβαφέντα γε μὴν πλέον καὶ σύστα‐ σιν εἰληφότα σύμμετρον τὰ ὑπόπυρρα ποιεῖ καὶ ὑπόξανθα | |
5 | τελείας μὲν ὄντα πέψεως χρώματα, ἀσφάλειαν δ’ ὑγιεινὴν ὑπαγορεύοντα τελεῖν παντὶ τῷ σώματι. | |
2.12.6 | Οὐδὲν δ’ ἂν διενέγκῃ ἴσως εἰ δι’ εἰκότα λόγον καὶ ἀμφότερα συνιέναι πέφυκε τοῖς συμμέτροις καὶ κατὰ φύσιν οὔροις. | |
2.12.7 | Καὶ ἡ αἰτία πρόδηλος, οἶμαι. τοῖς μὲν γὰρ αἱματηροτέροις μᾶλλον κατὰ φύσιν τὰ ὑπόπυρρα πέφυκε. τοῖς δ’ αὖ ξαν‐ θοχόλοις κατὰ φύσιν τὰ ὑπόξανθα, ὥσπερ αὖ τοῖς τε με‐ | |
5 | λαγχολικοῖς καὶ φλεγματώδεσι δόξαιεν ἂν πρὸς τὸ λευκὸν ῥέπειν τὰ σύμμετρα. | |
2.12.8 | Καὶ περὶ μὲν τῶν συμμέτρων χρωμάτων οὔ μοι καιρὸς νῦν ἐπεξιέναι εἰρηκότι πρότερον ἐν τῷ περὶ τῶν οὔρων κανόνι οὐ μόνον περὶ συμμέτρου καὶ κατὰ φύσιν χρώματος, ἀλλὰ καὶ συστάσεως καὶ παρ‐ | |
5 | υφισταμένου συμμέτρων, ὥστ’ ἄρα λείπεται περὶ τῶν μετὰ τοῦτον φάναι χρωμάτων ἤδη μὲν ἀφισταμένων τοῦ συμμέτρου ὁποιανδήτινα δὲ διάθεσιν ὑπαγορευόντων. | |
2.13t | Κεφ. ιγʹ. Περὶ διαγνώσεως πυρρῶν τε καὶ ξανθῶν οὔρων. | |
2.13.1 | Πυρρὰ τοίνυν καὶ ξανθὰ δ’ ἐπὶ τοῖς ῥηθεῖσι φαί‐ νεται οὔροις ἐπίτασίν τινα τῆς παρὰ φύσιν θερμότητος ὑποφαίνοντα, ὑπόλεπτά γε μὴν ἢ καὶ τοῦ συμμέτρου παχύτερα, καὶ ἀνυπόστατα ἢ βραχύ τι πάνυ καὶ ἀσαφὲς | |
5 | τὸ παρυφιστάμενον ταῦτ’ ἔχοντα φαίνεται. | |
2.13.2 | Καὶ τὰ μὲν πυρρὰ ἐπίτασιν μᾶλλον δι’ ὕλης ποσότητα σημαίνει θερμοτάτης ἢ ταύτης δηλονότι τῆς θερμότητος ἐπίτασιν δι’ ὕλης ἔνδειαν· μᾶλλον δ’ αὖ διὰ τουναντίον γίνεται τὰ | |
5 | ξανθά. | |
2.13.3 | Τὰ μὲν γὰρ πυρρὰ διὰ πλείω προσφορὰν τρο‐ φῶν τε καὶ φαρμάκων δριμέων καὶ ζέσιν αἵματος ἐκ θυ‐ μοῦ καὶ δυσκρασίαν τινὰ ἔτι τὸ θερμότερον τῶν σπλαγχ‐ νῶν ἐπισυμβαίη ἂν καὶ διὰ παραπλησίαν τινὰ ἑτέραν διά‐ | |
5 | θεσιν, ἑκεῖνα δ’ αὖ διὰ λύπην καὶ φροντίδα καὶ ἀγρυπνίαν | |
καὶ πρὸς τούτοις κόπον καὶ ἡλιοκαΐαν καὶ ἄλλ’ ὅσα ξαν‐ θὴν μὲν ἐπισωρεύει λεπτὴν χολὴν τῷ σώματι, ἔνδειαν δέ τινα παρασκευάζει τῆς φυσικῆς ὑγρότητος. | 45 | |
2.14t | Κεφ. ιδʹ. Περὶ διαγνώσεως ὑπερύθρων καὶ ἐρυθρῶν οὔρων. | |
2.14.1 | Ὑπέρυθρον ἐπὶ τούτοις οὖρον φαίνεται παχὺ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ἔστι δ’ ὅτε καὶ λεπτὸν φαινόμενον· ἀλλὰ τὸ μὲν ἐρυθρᾶς μᾶλλον καταβαφὴν ὑπαγορεύει χο‐ λῆς καὶ οἶδεν ὅ τε λόγος καὶ ἡ πείρα τοιοῦτον εἶδος χο‐ | |
5 | λῆς, καὶ ῥηθείη ἂν ἴσως ἐν οἰκείῳ τόπῳ. | |
2.14.2 | Τὸ δ’ αὖ ὀρρώδους πλεονασμὸν αἵματος καὶ τὸ μὲν μᾶλλον σφο‐ δροτέροις συναναφαίνεται πυρετοῖς, τὸ δ’ αὖ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν ἐπ’ ἀσθενεστέροις, εἰ μή πού τις προσα‐ | |
5 | ποδοθεῖσα αἰτία κἀπὶ τούτου σφοδρότερον ἀνάψῃ τὸν πυ‐ ρετόν. | |
2.14.3 | Ὃ δ’ ἐρυθρὸν ὁ λόγος μεμάθηκεν ὑπὸ τῶν αὐτῶν μὲν οἶδε τῷ ὑπερύθρῳ χυμῶν συνίστασθαι· τοσούτῳ δ’ αὐτοὺς ἐπιταθέντας ἐδέξατο, ὅσῳ καὶ τὸ χρῶμα γέγονεν ἐπιδηλότερον. | |
2.14.4 | Κἀκείνου δὲ μεμῆσθαι χρεών, ὡς φλε‐ βός τοτε ῥαγείσης περὶ τὰ οὐρητικὰ ἀγγεῖα ἢ καὶ προσω‐ τέρω καὶ τοῦ αἵματος τοῖς οὔροις ἀνακραθέντος, τοιοῦτο δὴ τὸ χρῶμα φαίνεται, προσεπιγνωσθείη δὲ τῇ τε τοπικῇ | |
5 | ὀδύνῃ καὶ τῇ προηγησαμένῃ αἰτίᾳ, πυοποιηθείη δ’ ἂν οὕτω προϊόντος τοῦ χρόνου τὸ τραῦμα καὶ τῷ οὔρῳ συν‐ διαδοθέντος τοῦ πύου ἡ διάγνωσις ἀκριβωθείη τ’ ἂν καὶ μαρτυρηθείη, ὥσπερ αὖ κἀπὶ τῶν διϋλιζόντων τὸν ὀρρὸν ἀγγείων δι’ οἵαν δήτινα αἰτίαν ὑπὲρ τὸ δέον πεπονθότων | |
10 | ἀραίωσιν, ἀλλ’ οὐ ῥαγέντων, συνδιακρίνεται καὶ αἷμα μι‐ γὲν τοῖς οὔροις. | |
2.14.5 | Ἀλλ’ ὧδε καί τις τῶν νεφρῶν κατα‐ γνωσθείη χαυνότης, τῶν δὲ οὔρων ἕποιτ’ ἂν πλείων ἔκ‐ κρισις καὶ πλείων ἀτονία γένοιτ’ ἂν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον, εἰ μὴ τὰ ἐπὶ φλεβὸς ῥαγείσης φαίνοιτο σημεῖα, | |
5 | καὶ τὸ μὲν ὑπερυθρον καὶ ἔρυθρον τοῦ χρώματος μέτριόν τι τὸ κακὸν ὑπαγορεύει, κἂν ὑφ’ ὁποίου εἴη γεγονότα χυ‐ μοῦ, εἴπερ ὁ μὲν οἰκεῖος μᾶλλον πέφυκε τἀνθρώπῳ. | |
2.14.6 | Ὁ δ’ αὖ οὐ πάνυ πονηρὸς καθέστηκεν ἀπὸ τῆς τῶν χρωμά‐ | |
των τεκμαιρομένων ἡμῶν οἰκειότητος. | 46 | |
2.15t | Κεφ. ιεʹ. Περὶ διαγνώσεως οἰνωπῶν οὔρων. | |
2.15.1 | Τοσούτῳ γε μὴν ἐπὶ τὸ χεῖρον τὸ οἰνωπὸν τοῦ χρώματος πρόεισιν, ὅσῳ λείπεται τοῦ ἐρυθροῦ τὸ ὑπέρυ‐ θρον· ἤδη γὰρ ὀπτᾶσθαι τοῦτο σημαίνει τὸν ἀγαθὸν χυ‐ μὸν καὶ μεθίστασθαι ἤτοι πρὸς ξανθὴν ἢ μέλαιναν χο‐ | |
5 | λήν, αἳ δὴ καὶ χείρω τῶν ὑπαρχόντων πάθη τελέουσι. | |
2.15.2 | Κἂν μὲν οὖν ἐμφαίνοιτό τι τῶν ἀγαθῶν ὑποστάσεων, μέτριον ἂν οὕτω εἴη τὸ δεινὸν καί τις ἐλπὶς τὴν φύσιν τέως ἐπικρατήσειν. | |
2.15.3 | Εἰ δ’ ἤτοι δεινὰ τελεῖ τὰ παρυφι‐ στάμενα ἢ τὴν ἀρχὴν μηδοτιοῦν παρυφίσταται, σκιαυγῆ δ’ οἷον εἴη τὰ χρώματα, φαῦλα πάντως καὶ πολλῆς τῆς ῥώμης ἐπιδεόμενα πρὸς ἀνάκτησιν. | |
2.15.4 | Τό γε μὴν ἐπὶ τῶν ὑγιαινόντων ἐξουρούμενον ἐνίοτε οἰνωπὸν πολλὰ δρα‐ μόντων ἢ μακρὰν ἰόντων ἐπιφαίνεται πορίαν, καί τινα δ’ ἂν αὐτῷ τῶν ἀγαθῶν συνδράμοι σημείων. | |
2.16t | Κεφ. ιϛʹ. Περὶ διαφορᾶς κυανῶν οὔρων. | |
2.16.1 | Κυανοῦ δ’ ὁποῖον μὲν τῷ εἴδει καθέστηκε, φθά‐ σαντες εἰρήκαμεν ἐν τοῖς περὶ διαφορᾶς οὔρων· ὅ, τι δὲ βούλεται νῦν ἂν εἴη προσῆκον φάναι. | |
2.16.2 | Τὸ τοίνυν τοι‐ οῦτον οὖρόν φαμεν πολλῷ μὲν ὑποφαίνει λείπεσθαι τοῦ συμμέτρου, πολλῆς δ’ ἔτι δεῖσθαι τῆς ῥώμης ἐς ἀγαθὴν τὴν μεταβολήν. | |
2.16.3 | Καὶ ὥσπερ δῆτα τὸ οἰνωπὸν τοῦ χρώ‐ ματος ὑπηγόρευε τὸν αἱματικὸν ὀπτᾶσθαι χυμόν, οὕτω νῦν τὸ τοιοῦτον, τὸν χολώδη χυμὸν συγκάεσθαι, ὥστ’ εἰκότως ἂν καὶ ἴκτερον προδιασημανεῖται γενέσθαι τὸ τοι‐ | |
5 | οῦτον ἐπιμεῖναν οὖρον. | |
2.16.4 | Ὅτι δ’ ἂν ἐπιγένηται τῷ ἰκτέρῳ εἴτε τοῦ ζῆν αὐτοῦ διαμάρτοι, τοῦ πάθους ἐπικρα‐ τήσαντος, εἴτε καὶ νίκη τῆς φύσεως προανακρουσθεῖσα δηλονότι ἐπὶ σημείοις πέψεως, ἐκ τοῦ προγνωστικοῦ μα‐ | |
5 | θεῖν ἀκριβέστερον, ὃ δὴ μετὰ τὸ περὶ αἰτίας οὔρων γρά‐ ψομεν, τοῦ θεοῦ δίδοντος. | |
2.17t | Κεφ. ιζʹ. Περὶ διαγνώσεως χλωρῶν οὔρων. | |
2.17.1 | Τὸ δὲ χλωρὸν τοῦ χρώματος δεινὸν μὲν γεγονὸς πολλοῦ δὲ χρόνου δεόμενον ἐς ἀγαθὴν τὴν μεταβολὴν καὶ | |
τύχην ἀγαθῆς καὶ καρτερᾶς δυνάμεως, πρόχειρον δ’ αὖ ὅτι φαῦλον ἐπενεγκεῖν τῷ κάμνοντι. | 47 | |
2.17.2 | Παρακρουστικὸν γὰρ τὸ τοιοῦτον καὶ μᾶλλον εἰ ἀνατεταραγμένων εἴη, ὅτι καὶ πόρρω που τοῦ ὑγιεινοῦ καθέστηκε χρώματος· ἐπὶ τοσοῦτον γὰρ ἐμφαίνει τὴν χολώδη τῶν λοιπῶν ἐπικρα‐ | |
5 | τεῖσθαι χυμῶν, καθόσον τὸ χρῶμα τῶν λοιπῶν χρωμάτων ἐς φαυλότητα διήλλαξεν. | |
2.17.3 | Ἂν δὲ καὶ πλέον ὀπτηθῆναι τὸν τοιοῦτον γένηται χυμόν, τὸ μέλαν μὲν ἐπιγενήσεται χρῶμα· ὅ, τι δ’ ἂν κἀκεῖνο βούλοιτο μετ’ οὐ πολὺ ῥηθείη, ἐν οἷς ἂν εἴποιμεν περὶ τοῦ μέλανος χρώματος· νῦν δὲ | |
5 | τῶν λοιπῶν χρωμάτων ἁπτόμεθα. | |
2.18t | Κεφ. ιηʹ. Περὶ διαγνώσεως ἐλαιωδῶν οὔρων. | |
2.18.1 | Ἐπειδή τις ὁμοιότης τοῖς χρώμασι τοῖς ἐλαιώδεσι καὶ τῷ χλωρῷ πέφυκεν, ἐνταῦθ’ ἂν εἴη θέμις καὶ περὶ τῶν ἐλαιωδῶν οὔρων φάναι. | |
2.18.2 | Τὰ τοίνυν ἐλαιώδη τῶν οὔρων εἰς τρία μὲν ὑποδιαιροῦνται εἴδη, ἕκαστον δ’ ἂν τοῦ οἰκείου τετύχηκεν ὀνόματος. | |
2.18.3 | Τὰ μὲν γὰρ ἐλαιο‐ φανῆ, τὰ δὲ ἐλαιόχροα κέκληται, τὰ δ’ ἐπὶ τούτοις ὡσαύ‐ τως τῇ διαφορᾷ ἐλαιώδη. | |
2.18.4 | Καὶ ὁποῖα μὲν ἕκαστον τού‐ των τῷ φαινομένῳ εἴδει ἡ περὶ διαφορᾶς εἴληχε πραγμα‐ τεία τὰς δὲ διαγνώσεις νῦν χρεὼν ἐπιθεῖναι. | |
2.18.5 | Ὅτι μὲν οὖν παρὰ φύσιν ταῦτα θερμότητος σύμβολα, καὶ αὐτὰ ἂν ἐπιμαρτυρήσῃ τὰ χρώματα. | |
2.18.6 | Αἱ δέ ἐπιτάσεις τῶν πονηρῶν τούτων χρωμάτων τὰς διαφοράς σοι σημανοῦσι τῆς παρὰ φύσιν θερμότητος καὶ δὴ ἐντεῦθεν διακριτέον τῷ λόγῳ τὰ εἴδη καὶ τὰς διαγνώσεις ἀποδοτέον τοῖς θέ‐ | |
5 | λουσι. | |
2.18.7 | Τῆς τοίνυν πιμελῆς τηκομένης ὑπὸ τυφούσης ταύτην δηλονότι τῆς νόθου θερμότητος καὶ ἀρχῆς καὶ ἐπιδόσεως καὶ προσέτι ἀκμῆς ἐπιγεγενημένης τῷ πάθει τὰ τοιαδὶ τῶν οὔρων ἐπιφαίνεται· καὶ ἀρχῆς μὲν τὰ ἐλαιό‐ | |
5 | χροα. | |
2.18.8 | Οὔπω γὰρ ἀκριβῶς ὧδ’ ἐχρώσθη τὰ οὖρα βρα‐ χείας ἔτι πιμελῆς τακείσης· τὰ δ’ ἐλαιοφανῆ ἐπιδόσεων ἤδη τῆς συντήξεως μείζω χῶραν ἐχούσης. | |
2.18.9 | Ἀλλ’ ἐπει‐ δὰν ἐς τἀκριβὲς ἡ πιμελὴ συντακῇ, ἐς ἐλαιώδη μὲν χροίαν τὰ οὖρα μεθίστησιν· ἀκμάζων δ’ ὧδέ πη τὸ πάθος ὑπο‐ σημαίνει, τὸ ἐπὶ τῆ διόλου δηλαδὴ τῆς πιμελῆς συντήξει. | |
2.18.10 | Ἐκεῖνο γε μὴν οὐκ ἐπιλελῆσθαι χρεών, ὡς τὰ ῥη‐ θέντα τῶν οὔρων ἐνίοτε μὲν τῆς καθ’ ὅλον τὸ σῶμα πέ‐ φυκε πιμελῆς σύμβολον τηκομένης, ἔστι δ’ ὅτε τῶν νε‐ φρῶν αὐτῶν μόνων. | 48 |
2.18.11 | Καὶ δὴ τῷ λόγῳ τούτῳ προσ‐ διοριστέον καὶ τὴν ἐπ’ αὐτῷ διάγνωσιν ὡς οἷόν τε ἀποδοτέον, ἵνα μή τις πλανῷτο τοῖς ἀλλήλων πάθεσι ἀπατώμενος. | |
2.18.12 | Εἰ μὲν οὖν κατὰ βραχὺ τὸ χρῶμα τοῦτο προβαίνει ὡς διὰ πολλοῦ τοῦ χρόνου τὰ ἐλαιώδη ταῦτα καθίστασθαι χρώματα, τοῦ κατὰ παντὸς τοῦτο τοῦ σώματος καθέστηκε πυρετοῦ σημεῖον· εἰ δ’ ἀθρόως καὶ διὰ βραχέος ταῦτ’ ἀπο‐ | |
5 | κατασταίη τοῦ χρόνου, τῶν νεφρῶν ὑπαγορεύει τὸ πάθος, προσεπιμαρτυρήσει δὲ ταῦτα καὶ ἡ προσοῦσα θέρμη πλείων, ἐκείνως μὲν περὶ νεφροὺς ἐγειρομένη μόνους, ὧδε δ’ αὖ ἐφ’ ὅλῳ σμηχομένῳ τῷ σώματι. | |
2.18.13 | Καὶ τὰ μὲν ἐλαιώδη τῶν οὔρων ὧδέ πή τις ἂν διαγνοίη ταῖς ῥηθείσαις μεθόδοις ἑπόμενος. ἑξῆς δ’ ἂν εἴη προσῆκον φάναι καὶ περὶ τῶν λειπομένων χρωμάτων. | |
2.19t | Κεφ. ιθʹ. Περὶ διαγνώσεως φαιῶν καὶ πελιδνῶν καὶ μελάνων οὕρων. | |
2.19.1 | Φαιὰ τοίνυν καὶ πελιδνὰ καὶ μέλανα τῷ αὐτῷ μὲν κέχρωσται χρώματι, τῇ δ’ ἐπιτάσει καὶ ὑφέσει τοῦ χρων‐ νῦντος χυμοῦ διαφόρων τῶν τε εἰδῶν καὶ τῶν ὀνομάτων τετύχηκεν, ὥστε καὶ διάφορα τὰ πάθη διὰ τοῦτο σημαί‐ | |
5 | νουσιν. | |
2.19.2 | Καὶ τὰ μὲν φαιὰ τοσοῦτον λείπεται τῶν πε‐ λιδνῶν ἐς κακότητα, ὅσον τούτων τὰ μέλανα πεπλεονέκ‐ τηκε. τὰ μέλανα δ’ οὐκ εἴασεν αὐτῶν χείρω χρώματα, αὐτοῖς δὴ τοῖς χρώμασι τὴν Ἅδου πύλην παρασημαίνοντα. | |
2.19.3 | Πλὴν ἄλλ’ ἐστι καὶ τούτοις προσιτὰ μέλανα χρώματα τὸ καινότατον, περὶ ὧν ἂν εἴη λέξαι μετ’ οὐ πολύ. | |
2.19.4 | Καὶ γοῦν τὰ μὲν οὖν φαιὰ τῶν χρωμάτων ἤτοι καταβαφὴν μετρίαν τοῦ μελαγχολικοῦ χυμοῦ δεξάμενα τοιαῦτα φαίνεται, ἢ ψύξιν ἐπιτεταμένην ἢ νέκρωσίν τινα ἐνίοτε παριστᾷ. | |
2.19.5 | Τὰ δ’ αὖ πελιδνὰ καὶ ταῦτα μὲν ἔστιν ὅτε, προσεπιμαρτυρεῖ δ’ ἐνίοτε καὶ πληγὰς καὶ μάστιγας ἐπιτεθείσας τἀνθρώπῳ. καὶ ὑπόλεπτα μὲν ἂν εἴη μᾶλλον τῶν φαιῶν, τὰ δ’ ἐπι‐ | |
5 | πλοκὴν γινόμενα τοῦ μελαγχολικοῦ χυμοῦ πρὸς τὸ παχὺ δὲ ῥέποντα, τὰ διὰ ψυχρότητα πολλὴν φαινόμενα φαιά. | |
2.19.6 | Ὅσα γε μὴν διὰ νενεκρωμένην δύναμιν, ἤδη οὐκ ἔσχε πη πρότερον σημεῖα πέψεως, καὶ ἀπὸ φαύλων ἐπὶ χείρω φέρεται χρώματα. | 49 |
2.19.7 | Τοῖς δ’ αὐτοῖς δ’ ἂν διαγνοίη καὶ τῶν πελιδνῶν τὰ παραπλήσια σημαίνοντα· ὅσα γε μὴν διὰ πληγὰς καὶ μάστιγας φαίνεται, τά τε στίγματα καὶ αἱ πληγαὶ δηλώσουσί σοι τοῦ σώματος. τάχα δ’ ἂν καὶ ἕτερα | |
5 | προσεξεύρῃς σύμβολα. | |
2.19.8 | Τά γε μὴν ἄκρατα μέλανα ἔστι μὲν ὄτε ἐπὶ τὸ ἔσχατον ἐπιταθείσης θερμότητος σημεῖα πέφυκεν, ὁπόταν δηλονότι τούτων χλωρὰ ἡγήσωνται ἤ τινα παραπλήσια. ἔστι δ’ ὅτε ἄκραν διασημαίνει ψυχρό‐ | |
5 | τητα. | |
2.19.9 | Καὶ διαγνοίη ἂν οὕτω ταῦτα ἔχοντα τῷ τε πε‐ λιδνὰ ἡγήσασθαι καὶ φαιὰ τούτων. | |
2.19.10 | Ὅτι δὲ ἐς ἔσχα‐ τον ἀφικομένη οἵα δήτις ποιότης διαλύειν εἴωθε τὸ ὑπο‐ κείμενον τὴν ἀμετρίαν μὴ στέγον, εἴπερ ἐκ συμμέτρου ταῦτα πάντα συνέστηκεν· ἄλλων τε μαθεῖν ἔστι καὶ | |
5 | τῆς ἐνεργείας αὐτῆς τῶν ὁσημέραι γινομένων φθορῶν. | |
2.19.11 | Πλὴν ἵνα μὴ πάμπαν ὦμεν δεδειχότες φαῦλα τὰ τῶν οὔρων μέλανα χρώματα, καὶ τούτῳ προσδιοριστέον τῷ λόγῳ. | |
2.19.12 | Ἔστι γὰρ ἰδεῖν σωτήρια οὖρα μέλανα, παθῶν δηλονότι προηγησαμένων τἀνθρώπῳ ἀπὸ μέλανος καὶ σύ‐ στασιν εἰληφότων χυμῶν. τά τε γὰρ τῶν μελαγχολικῶν εἴδη, καὶ προσέτι ὁ τεταρταῖος διαλείπων πυρετός, μελά‐ | |
5 | νων οὔρων ἐπιφανέντων διαλύεται τάχιστα. | |
2.19.13 | Οὐ και‐ νὸν δ’ ἂν εἴη καὶ εἰ μελαγχολικῷ καὶ ὑποσπλήνῳ ἀνθρώπῳ φαρμάκου ἐπιδοθέντος ῥυπτικοῦ τε ἅμα καὶ διουρητικοῦ μεθ’ ὑγροῦ ἁρμόζοντος τοιοῦτον οὖρον ἀποδοθείη καὶ | |
5 | μάλιστα εἴ τις ἑτέρα τούτοις προσαποδοθείη αἰτία. | |
2.19.14 | Καὶ γάρ ποτε καὶ αὐτὸς τοιοῦτόν τι ἐφ’ ἡμετέρου ἑωρακὼς θε‐ ράποντος οὐκ ἂν νῦν ὀκνήσαιμι διηγήσασθαι. τάχα γὰρ ἄν τι καὶ τοῦτο λυσιτελήσει τῷ λόγῳ καὶ ἄλλως χαριὲν ὂν | |
5 | λεγόμενον. | |
2.19.15 | Ἐπί τινα θεραπείας τινὸς δεόμενον ἀφι‐ κόμην, ἕπετο δὲ καὶ ὁ θεραπὼν ἐκεῖνα νομιζόμενος τῶν φαρμάκων, ἃ δὴ λυσιτελήσειν αὐτὸς ᾠήθην τἀνθρώπῳ. | |
2.19.16 | Καὶ τοίνυν μετὰ χεῖρας αὐτὸ λαβὼν τὸ φάρμακον— τρόχισκος δὲ ἦν ὁ πικρὸς οἶμαι—προσεπέμιξα τούτῳ καὶ ὀξυμέλιτος ὅσον ἀρκεῖν ἐνόμισα, προσενέχεον δὲ καὶ ὕδατος ζέοντος, ἵνα ὑγρότερόν τε ἅμα καὶ ἐυκατάποτον | |
5 | εἴη τὸ φάρμακον καὶ τῷ θεραπευομένῳ πιεῖν παρέσχον. | 50 |
2.19.17 | Ὁ δὲ λαβὼν τὴν κύλικα καὶ τοῖς χείλεσι προσερείσας, ἐπεί τινος ᾔσθετο τοῦ φαρμάκου ἀηδείας πικροῦ μὲν αὐτοῦ καὶ δηλονότι τυγχάνοντος, ἀλλὰ δὴ καὶ τοῦ ἀνθρώπου τἆλλα μὲν ἀγερώχου καὶ ἐμβριθοῦς, πάνυ δὲ περὶ τὰς | |
5 | προσφορὰς τῶν φαρμάκων ἀγεννοῦς καὶ οὐκ εὐαγώγου, προσπαῖξαι μέν τι καὶ αὐτὸς βουλόμενος, ἐλέγξαι δὲ καὶ τὸ εὐεμὲς ἐκείνου τοῦ σοβάρου ὑπὸ χαυνότητος ψυχῆς γι‐ νόμενον. | |
2.19.18 | Ἐπισυλλογισάμενος δὲ μηδέν τι ὑποστῆναι δεινὸν τὸν ἄνθρωπον, εἰ μὴ καὶ προσεπωφεληθῆναι, πιεῖν ἐνέδωκα τῷ θεράποντι, φήσας οὐ τὰ μέτρια λυσιτελεῖν τῷ σώματι. | |
2.19.19 | Ὁ δὲ τὴν κύλικα λαβὼν ἀνὰ χεῖρας προσήγ‐ γισε τοῖς χείλεσι καὶ τὸ δέπας κενὸν ἐδείκνυεν, ἀσμένως πάνυ πεπωκὼς τὸ φάρμακον. | |
2.19.20 | Κἀκεῖθεν ἐξιόντες ἐγὼ μὲν ᾠχόμην ὅπη ἐδεόμην, τὸν δὲ θεράποντα πέμψας εἴς τινα τῶν φίλων διά τινα τότε καλοῦσαν χρείαν καὶ συν‐ τονώτερον ἀφικέσθαι φήσας. | |
2.19.21 | Ἦν γὰρ ὡσεὶ τριάκοντά που οἶμαι διάστημα σταδίων, —πειθήνιόν τε ἔσχον καὶ ταχέως παλινδρομήσαντα. | |
2.19.22 | Ἐπεὶ δὲ εἰς οὖρον αὐτὸν ἠρέθισεν ἰέναι, μέλαν δέ οἱ ἐπεφάνη, ἐμοί τε ἤγγειλε τὸ δει‐ νὸν καὶ τὴν αἰτίαν ἀγνοῶν οὐ μετρίως ἤσχαλεν. | |
2.19.23 | Ἐπ’ ἀμίδα τοίνυν φήσας αὐτὸν τὴν ἐπιοῦσαν δεῖξαι, οὕτω τε ἐποίει καὶ ἐλιπάρει το ἀποβησόμενον μαθεῖν δεδιώς, μή πη λάθῃ θανὼν αἰφνίδιον. | |
2.19.24 | Κἀγὼ μὲν ἐθαύμαζον πρῶτον ἐπιλαθόμενος τοῦ δοθέντος φαρμάκου οἱ ἔναγχος, μήτε τεταρταῖον αὐτῷ σκοπῶν ἐμφύντα μήτε μελαγχολίαν, μόνον δὲ τὴν κρᾶσιν ὁρῶν εἰς οἷον εὔκρατον ῥέπουσαν | |
5 | χυμὸν μέλανα. | |
2.19.25 | Αὐτῇ δὲ μόνῃ οὐκ ἐπίστευον τὸ γε‐ γονός, μή κέ τινος ἑτέρας προσαποδοθείσης αἰτίας. | |
2.19.26 | Ἐπειδήπερ δὲ ἀπεμνήσθην τοῦ φαρμάκου, ἐδάην τε καὶ ἐγέλασα καὶ τὸν παῖδα θαρρεῖν ἐκέλευσα, ὡς μηδενὸς αὐτῷ προσδοκωμένου δεινοῦ. | |
2.19.27 | Οὐκ ἀκριβῶς δέ οἱ τὰ οὖρα κέχρωστο τῷ μέλανι, ὅτι μὴ πλεονάκις οἶμαι τῷ φαρμάκῳ ἐχρήσατο, ἀλλὰ τὴν ἐπιοῦσαν φαιὸν φανέν, τὴν μετὰ αὐτὴν ἐνήλλακται πρὸς τὸ κατὰ φύσιν χωρῆσαν. | |
2.19.28 | Τάχα δ’ ἂν τὴν ἀρχὴν οὐκ ἐχρώσθη τὰ οὖρα, εἰ μὴ καὶ ὁ κόπος τὰ μέγιστα συνεβάλλετο, διαδοθέντος μὲν | |
οὕτω ῥᾳδίως τοῦ φαρμάκου, ἐσπασαμένου δὲ τὴν ὕλην ἀκμάζουσάν τε καὶ πλήθουσαν. | 51 | |
2.19.29 | Ταῦτά τοι δεῖ τού‐ των ἑκάστου μεμνημένον καὶ τὰ ἐπισυμβαίνοντα σκοπεῖν εἴτ’ ἐκ φαρμάκων εἴη δηλαδὴ τοιοῦτον χυμὸν κενούντων εἴτ’ ἐκ τροφῶν καὶ πωμάτων παραπλησίως χρωσθέντων | |
5 | χρώματι. | |
2.19.30 | Καὶ ταῦτα μὲν ἐφ’ ὑγιαινόντων συμβαῖεν ἂν ἀνθρώπων, καὶ μέτριον ἢ οὐδὲν δεινὸν ὀφθέντα ση‐ μανεῖται, ἐπὶ δὲ νοσούντων χρονίως μὲν καὶ μάλιστα εἰ ἀπὸ μελαγχολικῶν ἡγησαμένων χυμῶν σωτήριά τε καὶ τὰς | |
5 | νόσους λύοντα πέφυκεν· ἐπὶ δὲ τῶν ὀξέων πυρεσσόντων ἀεί τι φαῦλα καὶ θάνατον τὸ πλέον ἀγγέλλοντα. | |
2.19.31 | Ἐπεὶ τοίνυν δέδεικται, ὁποῖον μὲν ἄριστον οὖρον ἐν πᾶσι, ποῖα δὲ τίσι μάλιστα ἕπεται, ἐπὶ τούτοις δ’ αὖ ὅτι τῶν χρωμά‐ των ἕκαστον βούλεται, λείποιτ’ ἂν ἤδη· περὶ συστάσεως | |
5 | λέξαι οὔρων καὶ παρυφισταμένων, τὰς ἐφ’ ἑκάστῳ διαγνώ‐ σεως ἐπιτεθεικότι τῷ λόγῳ, ὅτι τούτων ἕκαστον διασα‐ φοῦντι βούλεται. | |
2.19.32 | Ἀλλ’ ἐπειδήπερ ἀρκοῦν ἴσως μέτρον ἐπιθήκαμεν τῷ λόγῳ καὶ οὐ χρεὼν μηκύνειν τοῦτον, ἵνα μὴ καὶ ἴλιγγον ἐπιθῶμεν τοῖς τοῦτον διεξιοῦσι, τοῦ‐ τον μὲν ὧδέ πη καταπαύσωμεν ἱκανῶς ἐν πᾶσι τοῖς ῥη‐ | |
5 | θεῖσι τὰς ἐξευρημένας ἀπειληφότα διαγνώσεις. | |
2.19.33 | Ἐπὶ δὲ τὸν ἑξῆς μετίωμεν λόγον, οὕτω τοῦ πράγματος ἐκκα‐ λουμένου ἡμᾶς· θεοῖς δ’ ἂν εἴη δῶρον ἀσφαλῶς περαίνειν τὸ σπουδαζόμενον. | |
2.19.34 | Ἡμῖν τε γὰρ τὸ ἀνέγκλητον ἕποιτ’ ἂν μὴ διαπεπτωκόσι τοῦ δέοντος καὶ τοῖς μα‐ θεῖν ἐθέλουσι τὸ ἀπλανὲς παρομαρτήσει περὶ τὰς δια‐ γνώσεις τῶν καθολικῶν τούτων ἀφορμῶν δραξαμένοις. | |
2.19.35 | Οὐκ οἶδα δ’ ὅ, τι ἂν εἴη βέλτιον τῆς ἀληθοῦς διαγνώ‐ σεως ἐπὶ κακῶς οὕτω διατεθέντος σώματος, ἣν πάντα | |
τρόπον ἀκριβῶς ἀσκεῖν προσήκει πειρᾶσθαι. | 52 | |
3.1.1(t1) | ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΟΥΡΩΝ | |
t2 | ΛΟΓΟΣ Ο ΔΕΥΤΕΡΟΣ. | |
3proem1(1t) | Προοίμιον. | |
1 | Τὸ διαγινώσκειν τῶν παθῶν τὰ κατέχοντα πεφυκὸς ἀρίστης μεθόδου καὶ μάλιστα λυσιτελούσης τῇ τέχνῃ πά‐ λαι μὲν ἐσπούδασται τοῖς περὶ τὰ τοιαῦτα σπουδαίοις ἐν διαφόροις τόποις ἐξευρημένα, τῆς δὲ ἐκ τῶν οὔρων ἐπὶ | |
5 | τούτῳ πραγματείας οὐ πολλῷ τῶν ἄλλων δεούσης, οὐκ οἶδα ὅπως οὕτως ἀμεληθείσης ἢθη μὲν ἡμεῖς ταύτης ἡψάμεθα, μήπω δὲ τὸ πᾶν τῆς διαγνώσεως πρώτῳ λόγῳ περάναντες ἤδη καὶ δευτέρου ἐδεήθημεν λόγου, ἵνα εὐ‐ κρινὲς τὸ πᾶν τῆς περὶ διαγνώσεως μεθόδου ἀποδοθείη | |
10 | τῷ λόγῳ. | |
3proem2 | Ἄν τε μὴν μηκύνειν γένηται τοὺς περὶ ταύτης λόγους, ἀπεοικὸς ἂν τοῖς ἐγκαλεῖν προχείροις δό‐ ζειε καὶ μάλιστα ἂν τἀναγκαῖά τε καὶ ἀποχρῶντα οἱ λόγοι ὑπαγορεύοιεν. | |
3proem3 | Οἵ τε γὰρ μανθάνοντες ῥᾳδίως ἂν ἐν‐ τεῦθεν γνοῖεν παντὸς ἐξηπλωμένου ἐς τὴν τοιαύτην μέ‐ θοδον ἀρκοῦντος λόγου, οἵ τε θεραπεύειν ἐπιχειροῦντες ἐντεῦθεν διδασκόμενοι ῥᾳδίως μὲν ἂν κατατολμῷεν, ὡς | |
5 | ἂν διαγνοῖεν ὡς ἐπικρατηθησομένων, προχείρως δ’ ἂν ἁπα‐ γορεύσαιεν, ὧν μὴ προσῆκον ἅπτεσθαι νικηθείσης ὑπὲρ τῆς φυσικῆς δυνάμεως. | |
3proem4 | Τὸ μὲν οὖν καθ’ ἑκάστην ἐξαγγέλλειν, ὁποῖον δή τι ἡ διάγνωσις τῇ τέχνῃ πέφυκε, τοῖς ἀπαιδεύτοις τὰ τοιαῦτα ἔργον ἂν ἴσως δόξειεν ἅπαξ καταγνωσθεῖσιν ἀπαιδευσίας, τοῖς δὲ περὶ τὰ τοιαῦτα | |
5 | σπουδαίοις ἀναμνήσεώς τινος οὐκ ἀχρήστου. | |
3proem5 | Ταῦτά τοι παλιλλογεῖν μὲν ἔργον οἰηθείς, μὴ ἀναμνῆσαι δ’ αὖ ἀλυσιτελές, ὁποῖόν τι ἡ διάγνωσις, καὶ αὖθις ἔφην, ῥυπὴν οὐχ ἧττον ποριζόμενος τοῖς λόγοις ἢ τῇ τῶν σπουδαίων | |
5 | ἡλίκῃ προθυμίᾳ. | |
3proem6 | Ἀλλὰ ταῦτα μὲν ὧδε κείσθω, μὴ πάνυ χρεὼν ὂν τὸν περὶ τούτου μηκύνων λόγον. ἡμεῖς δ’ ἐπεὶ φθάσαντες ἔφημεν περὶ τοῦ κατὰ φύσιν ἐν πᾶσιν οὔρου ἐν τῷ πρὸ τούτου λόγῳ, ἔτι γε μὴν περὶ ποσότη‐ | |
5 | τος χύματος καὶ προσέτι χρωμάτων, λείποιτ’ ἂν ἴσως ἐν‐ ταῦθα φάναι περί τε τῶν ἐν τῷ χύματι φαινομένων συ‐ στάσεων καὶ περὶ τῶν ἐν τοῖς οὔροις ὑφισταμένων καὶ προσέτι τῶν ἐν τοῖς παρυφισταμένοις διαφόρως τεθεωρη‐ μένων, ἔτι τε πομφολύγων, καὶ ἀλλοίων τινῶν τῇ ἐπιφα‐ | 53 |
10 | νείᾳ νηχομένων καὶ πρὸς τούτοις εἴ τι ἕτερον ἐζήτηται περὶ τὰ οὖρα. | |
3.1t | Κεφ. αʹ. Περὶ τῆς ἐκ τῶν κατὰ τὰ οὖρα συστάσεων διαγνώσεως. | |
3.1.1 | Πέψεως τοίνυν τῷ φλεβώδει γένει ἡγησαμένης προσηκόντως, σύμμετρος ἂν ὀφθείη ἡ σύστασις· καθ’ ὅσον δ’ ἂν αὕτη τοῦ δεόντος ἐλλείπῃ καὶ ἡ σύστασις δια‐ πεπτωκυῖα ἂν ὀφθείη τοῦ συμμέτρου. | |
3.1.2 | Ἀπεψίας γὰρ ἡγησαμένης τῷ φλεβώδει γένει αἱ διάφοροι συστάσεις γί‐ νονται. | |
3.1.3 | Ἐπεὶ δὲ ἡ τυχοῦσα ἀπεψία ἢ δι’ ἀτονίαν γί‐ νεται τῆς ἐμφύτου δυνάμεως, ὑφ’ οἱασδήτινος δυσκρασίας πεπονθυίας, ἢ διά τινα χυμῶν ἐπικράτειαν ἀμβλύνουσαν τὴν φυσικὴν θερμότητα, αἱ μὲν διὰ τὴν πρώτην ἀπεψίαν | |
5 | ἐπιδεικνόμεναι συστάσεις λεπταί που πάνυ πεφύκασι, πολ‐ λὰς δ’ ἂν ἴδῃς ἴσως ἀκριβούμενος τὸν λόγον διαφορὰς κατὰ τὸ μέτρον δηλονότι τῆς ἀποτυχίας τῆς πέψεως. | |
3.1.4 | Αἱ δ’ αὖ διὰ χυμῶν τινων ἐπικράτειαν γινόμεναι συστάσεις λεπταί που πάνυ πεφύκασι, πολλὰς δ’ ἂν ἴδῃς ἴσως ἀκρι‐ βούμενος τὸν λόγον διαφορὰς κατὰ τὸ μέτρον δηλονότι | |
5 | τῆς ἀποτυχίας τῆς πέψεως. | |
3.1.5 | Αἱ δ’ αὖ διὰ χυμῶν τινων ἐπικράτειαν γινόμεναι συστάσεις παχύτεραί πως ἀναλόγως φαίνονται ταῖς ἐπιγινομέναις τῆς πέψεως διαμαρτίαις. | |
3.1.6 | Τὰ δ’ αὐτὰ ποιήσαιεν ἂν αἵ τε ἐμφράξεις τε καὶ ἐπὶ πλέον τῶν πόρων ἀποφράξεις. ἐκεῖ μὲν γὰρ οἷον στενοχω‐ ρουμένης τῆς ὕλης ἀμπέσχεται τὰ παχύτερα, ὥστ’ ἐντεῦ‐ θεν φαίνεσθαι λεπτὰ τὰ διουρούμενα. | |
3.1.7 | Ἐνταῦθα δ’ αὖ παχύτερα φαίνεται, ἀπωθουμένης ὥσπερ τῆς φύσεως τῇ τῶν ἀγγείων εὐρύτητι καὶ τὰ καλῶς φθάσαντα μὴ πε‐ πέφθαι. | |
3.1.8 | Οὐ περιττὸν δ’ ἂν ἴσως δόξειε, καὶ εἰ ταῦτα προδιορισθείη τῷ λόγῳ· τὰ γὰρ δι’ ἔνδειαν τροφῆς λεπτὰ τυγχάνοντα ὑπόξανθα τῷ χρώματι φαίνονται καὶ βραχύ τι ἢ οὐδὲν παρυφισταμένων ἔχοντα, ὥσπερ τὰ δι’ ἄμε‐ | |
5 | τρον χρονίσασαν κένωσιν εἴτε γαστρὸς εἴθ’ αἵματος ἢ καὶ οὔρου ὥσπερ ἐπὶ διαβήτου, λευκὰ μέν ἐστιν ἰδεῖν καὶ λεπτὰ δὲ τῷ χρώματι, μικροῦ δὲ καὶ ἀνυπόστατα. τὰ πα‐ ραπλήσια γὰρ ἐπί τε τῷ ἐκ νόσου γήρᾳ καλουμένῳ καὶ τῷ κατὰ φύσιν συμβαίνοντι. | 54 |
3.1.9 | Τά γε μὴν εἰληφότα τῶν οὔρων πάχος ἤτοι τὸν πλεονάζοντα χυμὸν ὑποδείκνυσιν, ἤ τινα τῆς ἐπιφανείας ἐκ ψυχρότητος πύκνωσιν ἢ πέψεως ἀρχήν, ὡς ἐπ’ ἐνίων εἴωθε συμβαίνειν νοσημάτων, ὁπόταν | |
5 | δηλονότι λεπτὰ τούτων οὖρα ἡγήσωνται. | |
3.1.10 | Ἀλλὰ τὰ μὲν τῷ χρώματι διορίζεται, τὰ δὲ τῇ ῥαδίᾳ μεταβολῇ, τὰ δὲ τῇ τῶν παρυφισταμένων παχύτητι. | |
3.1.11 | Ἐνδέχεται δὲ καὶ δυοῖν ἢ τριῶν ἢ καὶ πλειόνων συμπλακέντων αἰτίων καὶ τὰ οὖρα δεῖξαι τὴν φύσιν συμπεπλεγμένα. ἀλλὰ ἡμῖν ὁ λόγος νῦν οὐ περὶ συνδυαζομένων φάναι πρόκειται, | |
5 | ἀλλὰ περὶ ἁπλῶν. | |
3.1.12 | Ἐκεῖνο μὲν γὰρ εἰς πολύ τε ἂν τὸν λόγον παρατείνοι καὶ δυσδιεξίτητον ἴσως δόξειε· τὸ δὲ οὐχ ἧττον πρόχειρον ἢ ῥᾴδιον καὶ τοῖς σπουδαίοις οὐκ ὀλίγας τὰς ἀφορμὰς παρέχον εὖ ἔχειν κρίνειν καὶ τὰ συμ‐ | |
5 | πεπλεγμένως φαινόμενα τῶν οὔρων. | |
3.1.13 | Ἀλλ’ ὁ μὲν περὶ διαγνώσεως συστάσεως οὔρων λόγος ἱκανῶς ἂν ὧδε διαγνωσθείη ἡμῶν τε τὰ καιριώτερα εἰρηκότων καὶ τῶν συνετῶν εὖ πεφυκότων καὶ ἀπὸ τούτων κρίνειν τὰ λεί‐ | |
5 | ποντα, εἴ τι καὶ λέλειπται. | |
3.1.14 | Τὸ γὰρ ἐπιμηκύνειν τὸν λόγον ὡς εὐδιάβλητον ὑφορώμενος ἐκπεφευγέναι δεῖν ἔκρινα· νυνὶ δὲ περὶ τῶν παρυφισταμένων προσῆκόν ἐστι σκέψασθαι. | |
3.1.15 | Καὶ πρῶτον μὲν περὶ τοῦ κατὰ ποσὸν ἐνηλλαγμένου ῥητέον, εἶθ’ οὕτως καὶ περὶ χρώματός τε καὶ συστάσεως, ἔτι τε λειότητος καὶ ὁμαλότητος καὶ εἴ τι ἕτερον συναναφαίνεται τούτοις. | |
3.2t | Κεφ. βʹ. Περὶ τῆς ἐκ τῶν κατὰ ποσότητα τῶν παρυφισταμένων διαγνώσεως. | |
3.2.1 | Τὰ τοίνυν τοῖς οὔροις παρυφιστάμενα σύμμετρα ἢ πλείω τῷ ποσῷ τελοίη ἢ ἐλάττω, ἢ πάντη σύμμετρα. καὶ συμμέτρων μὲν ὄντων, εἰ σύμμετρα μὲν εἴη τῷ ποσῷ, οὐδὲν καινόν, πλειόνων δ’ ἢ ἐλαττόνων εἰκότως ἂν καί τις | |
5 | ἐπ’ αὐτῶν ῥηθείη διάγνωσις, καὶ πλειόνων μὲν ὄντων τῷ | |
ποσῷ, συμμέτρων γε μὴν κατὰ ἄλλα πολλῇ τροφῇ κε‐ χρῆσθαι τὸν ἄνθρωπον ῥᾳδίως κατεργαζομένῃ ὑπὸ ῥώμης τῆς φυσικῆς δυνάμεως, ἀγυμνασίᾳ τε καὶ βίῳ ζῆν ῥα‐ θύμῳ καὶ ἁπλῶς δηλονότι κεχρῆσθαι, ὅσα τρέφειν καὶ πι‐ | 55 | |
10 | αίνειν εἴωθε τὸν ἄνθρωπον. | |
3.2.2 | Ἐστι δ’ ὅτε καὶ μετρία τις τῆς καθόλου διαπνοῆς ἐπίσχεσις καὶ οὐκ εὐδίοδος τῶν λοιπῶν φυσικῶν ἐκκρίσεων τρόπος· τοσαῦτα δὴ προβάλλε‐ ται τὰ παρυφιστάμενα· διὰ τἀναντία δ’ αὖ τουτων ἐλάττω | |
5 | ἂν ἐπισυμβαίη τὰ παρυφιστάμενα, ὥσπερ καὶ διὰ τὰ σύμ‐ μετρα καὶ τὰ παρυφιστάμενα σύμμετρα. | |
3.2.3 | Λεπτὰ δὲ ὄντα τῇ συστάσει τὰ παρυφιστάμενα, κἄν τε πλείω ᾖ κἄν τε ἐλάττω, κἄν τε καὶ σύμμετρα τῷ ποσῷ δηλονότι, οὕτω μαθεῖν ἐστιν, ὡς ἐνίοτε μὲν ὠμοῦ χυμοῦ λεπτυνθέντος | |
5 | πάνυ πέφυκε σύμβολον· γνοίης δ’ ἂν ἐντεῦθεν. | |
3.2.4 | Εἰ γὰρ μετρίως διακινοίης τὴν ἀμίδα, αὐτά τε μετεωρίζεται καὶ ἡ λειότης ἀπέοικεν. ἐνίοτε δ’ αὖ ἀσθενῶς ἔχουσαν ὑπὸ ψύξεως τὴν τρίτην πέψιν μὴ ῥᾳδίως ἔχειν ἐς τὴν σύμμε‐ | |
5 | τρον σύστασιν ἀγαγέσθαι τὰ παρυφιστάμενα, πολλῷ δὲ πρότερον, ὧν ταῦτα πέφυκε περιττώματα. | |
3.2.5 | Διενήνοχε δὲ ταῦτα τῶν προτέρων τῷ μὴ παχέως καθίστασθαι πρὸς τὸ σύμμετρον, χρόνου τε ἢ ῥώμης δεόμενα. ἥ γε μὴν ἐν αὐτοῖς διάφορος ποσότης τὰ μέτρια τῶν κατεργαζομένων | |
5 | χυμῶν παρίστησι. | |
3.3t | Κεφ. γʹ. Περὶ τῆς ἐκ τῶν κατὰ τὴν σύστασιν τῶν παρυφισταμένων διαγνώσεως. | |
3.3.1 | Παχέος δὲ ὄντος τοῦ παρυφισταμένου, ἢν μὴ ὄζῃ τι, καὶ ἀκριβῶς λεῖον ᾖ, πῦον μὲν οὐκέτι ἂν εἴη, ὠμοχυ‐ μίας δέ τινος περὶ τὰς φλέβας ἀπόκομμα, ὥστε καὶ κατὰ τὴν ἀναλογίαν τοῦ τε ποσοῦ καὶ τοῦ πάχους ἐπιμαρτυρή‐ | |
5 | σειε καὶ τὸν ἀκμάζοντα χυμόν. | |
3.3.2 | Ἔστι γε μὴν ὄτε καὶ κριτικῶς ἐνταῦθα τῆς φύσεως ἀποκρινούσης τὸ περὶ τὰς φλέβας περίττωμα καὶ ἀθρόως οὕτω κενουμένης τῆς ὕλης, σφόδρα ὑπερβάλλοντα τὸ σύμμετρον φαίνεται τὰ παρυφι‐ | |
5 | στάμενα, ὥστε καὶ δέος ἐπάγουσιν οὐκ ὀλίγον τοῖς ἀγνοή‐ σασι τὴν αἰτίαν. | |
3.3.3 | Προσδιορισθείη δὲ καὶ ταῦτα τῷ μὴ φαῦλα εἶναι, τότε μὴ κεκτῆσθαι χαλεπὰ τὰ χρώματα καὶ | |
τῷ μετὰ τὴν ἀκμὴν τὸ πλέον δείκνυσθαι τοῦ νοσήματος. | 56 | |
3.3.4 | Τὰ γὰρ ἐν ταῖς ἀρχαῖς καὶ ἀναβάσεσι φαινόμενα τοι‐ αῦτα τῶν πυρετῶν ὑφορᾶσθαι ὡς πονηρὰ προσήκει καὶ μάλιστα εἰ μετὰ φαύλων ἐπιφαίνεται τῶν χρωμάτων. | |
3.3.5 | Ἀλλὰ τοῦτο μὲν τῷ προγνωστικῷ ταμιευέσθω. ἐκεῖ γὰρ ἴσως εἴποιμεν ἄν, θεοῦ διδόντος, περὶ τούτων. | |
3.3.6 | Προσ‐ ἀποδοτέον δὲ κἀκεῖνο τῷ λόγῳ, ὃ δὴ τοῦ μὲν αὐτοῦ γέ‐ νους τῆς ὠμοχυμίας πέφυκε. διενήνοχε δὲ τῶν ῥηθέντων τῷ γλίσχρον εἶναι καὶ μιξῶδες, ἐξεταζόμενον οὐκ ὀλίγας | |
5 | ἔσθ’ ὅτ’ ὀδύνας ἐμποιεῖ ἀνθρώπῳ στηριχθέν που περὶ τὰ οὐρητικὰ ἀγγεῖα. | |
3.3.7 | Εἰκάσαις ἂν ἰδὼν πύῳ· διενήνοχεν ἐκείνου μέντοι τῷ τε μὴ ὄζειν καὶ πάνυ τυγχάνειν γλί‐ σχρον. | |
3.3.8 | Τό γάρ τοι πῦον καὶ αὐτό τινα γλισχρότητα κεκτημένον τῆς ἐπὶ τῷ ῥηθέντι ἤδη ὠμῷ χυμῷ λείπεται, διαγινώσκεται δ’ ἔτι τὸ πῦον τῷ τε προηγήσασθαί πη ὀδύ‐ νην καὶ αἷμα ἴσως διουρηθῆναι, ἀλλὰ δὴ καὶ τῷ ἐπ’ ἀν‐ | |
5 | θράκων ἐντιθεμένων βαρέως ὄζειν. | |
3.3.9 | Καὶ ἃ μέν ἐστι διαγνῶναι ἔκ τε τῶν πλειόνων τε καὶ ἐλαττόνων τοῦ συμ‐ μέτρου παρυφισταμένων, κἄν τε πάχος ἔχοιεν δηλαδή, κἄν τε λεπτότητα, κἄν τε καί τινα συμμετρίαν τηροῖεν, ἐντεῦ‐ | |
5 | θέν ἐστι μαθεῖν τὸν συνετὸν λογισάμενον· ἐπὶ δὲ τούτοις ῥητέον περὶ τῶν ἐνδεχομένων συναναφανῆναι τοῖς παρ‐ υφισταμένοις χρωμάτων. | |
3.4t | Κεφ. δʹ. Περὶ τῆς ἐκ τῶν λευκῶν παρυφισταμένων διαγνώσεως. | |
3.4.1 | Τὰ μὲν οὖν εὖ πεφυκότα τῶν παρυφισταμένων οὔτ’ ἐπιτεταμένως λευκά τις ἂν φαίη, οὔτ’ αὖ ὕπωχρα· ἑκατέρων γὰρ διαπέπτωκε τὴν τούτων εἰληφότα μεσότητα. | |
3.4.2 | Ὁπόταν τοίνυν τὸ παρυφιστάμενον εἴη λευκὸν ἀκρι‐ βῶς ἢ χυμοῦ τινός ἐστι φλεγματώδους τεμμάχιον, ἢ πῦον ἀκριβῶς πεφθέν, ἀπό τινος τῶν ἐντὸς μορίων πεπονθότος συνεκκριθέν, καὶ διαγνοίης ἂν ταῦτα, οἷς ἔφην διακρί‐ | |
5 | νεσθαι τά τε πῦα καί τοὺς χυμούς. | |
3.4.3 | Τὸ γὰρ ταυτολο‐ γεῖν ὡς περιττὸν οἰόμενος διαπέφευγα, οὐχ ἧττον δια‐ βάλλων ὡς ἄτοπον τοῦ τὰ δέοντα εἰρῆσθαι παραλελεῖφθαι ἐθέλοντι· τοῦτο γὰρ οὐκ ἄν τις ὡσαύτως μέμψαιτο, τοῖς | |
5 | πολλάκις ἐπ’ οὐδενὶ προσήκοντι γραφομένοις. | 57 |
3.5t | Κεφ. εʹ. Περὶ τῆς ἐκ τῶν ὑπώχρων καὶ ὠχρῶν παρυφισταμένων διαγνώσεως. | |
3.5.1 | Ἐπειδὴ τούτοις τά τε ὕπωχρα καὶ ὠχρὰ τῶν παρ‐ υφισταμένων οὐκ ἀγαθὰ μέν, ὡς ἐκπεπτωκότα τοῦ κατὰ φύσιν χρώματος, ὑπενέγκοι δ’ ἄν τις ταῦθ’ ὡς μέτρια ὑπὸ μετρίας δηλονότι χολῆς χρωννύμενα περὶ τὰ βάθη κατα‐ | |
5 | δυομένης τοῦ σώματος. | |
3.5.2 | Τὰ δὲ χολώδη τῶν παρυφι‐ σταμένων ἤδη καὶ φαῦλα πέφυκεν ἐπιταθεῖσαν τὴν ξαν‐ θὴν χολὴν ἐπὶ τῇ τρίτῃ πέψει σημήναντα, ὥσπερ ἔτι χείρω τὰ ὀρφνώδη τῶν παρυφισταμένων φαίνεται, ἐπικρα‐ | |
5 | τουμένης ἤδη τῆς ἀπωστικῆς τῶν πονηρῶν δυνάμεως. | |
3.5.3 | Εἰ μὴ γὰρ ἀκράτως ἡ δύναμις ὡς οἶμαι εἶχεν, οὐκ ἂν τοιαῦτα χρώματα χυμῶν ἀλλόκοτα κατεδέξατο πολιορκου‐ μένη ὥσπερ ὑπ’ ἐφθαρμένης ὕλης. | |
3.6t | Κεφ. ϛʹ. Περὶ τῆς ἐκ τῶν φαιῶν, πελιδνῶν καὶ μελάνων παρυφισταμένων διαγνώσεως. | |
3.6.1 | Χείρω γε μὴν τούτων εἴη ὅσα τε φαιὰ και πελιδνὰ καὶ μέλανα. τοσοῦτο δὲ κεκρατηκέναι φαίνονται τῆς φύ‐ σεως, ὅσῳ καὶ χείρω πέφυκε. | |
3.6.2 | Καί τις ἂν εἰκάζων πράγμασι τὰ παρυφιστάμενα, πόλιν μὲν ἂν θείη τὴν διὰ παντὸς ἰοῦσαν φυσικὴν τοῦ σώματος οἰκονομίαν, πολιτι‐ κὸν δὲ στρατὸν τὰς τῆς δυνάμεως ἐνεργείας, νόμους δέ | |
5 | τινας καὶ κατάστασιν τὰς γινομένας κατὰ λόγον πέψεις. | |
3.6.3 | Ἐπεὶ δὲ καὶ τῆς πόλεως τὸ μὲν εἰς πρόθυρα καὶ τὸν ἐκτὸς περίβολον διορίσθη, τὸ δ’ εἰς αὐτὸν ἐτάχθη τὸν πε‐ ρίβολον καὶ τὰς ἐπάλξεις, τὸ τρίτον δὲ καὶ ἔσχατον ὡς εἰς αὐτὴν τὴν ἀκρόπολιν, ἐπὶ τῇ εἰκόνι δεῖ τὴν φύσιν πα‐ | |
5 | ραβάλλοντας τὰ κατ’ αὐτὴν γινόμενα μανθάνειν. | |
3.6.4 | Τὰς μὲν οὖν μετρίας ἀπεψίας φαίη ἄν τις παρανομίαν, ὧν δὴ μετρίων οὐσῶν, βραχύ τι ἂν τὸ κοινὸν λυμαίνοιτο, προκοψασῶν δὲ καὶ στάσις ἂν ἐπενεχθείη· ἂν δὲ καὶ ἔτι | |
5 | μᾶλλον εἰς παντελῆ καθαίρεσιν ἡ πόλις κατασταίη ἄν, οὕτω ταῖς ἐσχάταις τε καὶ χρονιζούσαις ἀπεψίαις ἔσθ’ ὅτε κίνδυνος τῷ χρόνῳ ἕπεται τοῖς κάμνουσιν, ὅσα δὲ δι’ ἀτο‐ νίαν τῷ φυλασσόντων, ὑπ’ ἐχθρῶν τῇ πόλει γίνεται, οἱ | |
συναναδιδόμενοι φαῦλοι χυμοὶ τῷ σώματι δηλώσουσι περὶ | 58 | |
10 | τὰ βάθη ἤδη χωρήσαντες. | |
3.6.5 | Ὁπόταν γὰρ ἤδη κατακρα‐ τῶντο καὶ αὐτῆς τῆς ἀκροπόλεως κατισχύωσι, τί ἄν τις οἰκειότερον κατασκαφῆς νομίσῃ τῇ πόλει, πάσης ἤδη ἀπο‐ ρούσης δυνάμεως. | |
3.6.6 | Ταῦτ’ ἄρα καὶ θείη ἄν τις τῶν παρυφισταμένων τὰ μέλανα σημεῖα εἶναι τῶν πολεμίων ἐπικειμένων τοῖς τείχεσι καὶ τοσούτῳ ἐπὶ τὰ τῆς πόλεως ἰσχυρότερα, ὅσῳ καὶ τὰ παρυφιστάμενα πρὸς τὸν πυθ‐ | |
5 | μένα χωρεῖ. | |
3.6.7 | Οὕτως ἂν κἀκ τῆς σχεδιασθείσης σοι εἰκόνος λογίσαιο τὰ κατὰ φύσιν ἡμῖν συμβαίνοντα. ἀλλὰ ἐπαναληπτέον τὸν λόγον καὶ περὶ τῶν λειπομένων ὧδε ῥητέον χρωμάτων. | |
3.7t | Κεφ. ζʹ. Περὶ τῆς τῶν ὑπερύθρων καὶ ἐρυθρῶν παρυφισταμένων διαγνώσεως. | |
3.7.1 | Τὰ τοίνυν ὑπέρυθρα καὶ ἐρυθρὰ τῶν παρυφιστα‐ μένων ἀπεψίαν μέν τινα δεικνύουσι τῆς τρίτης πέψεως δι’ ἀγαθῆς ὑπερβολὴν ὕλης· μέτρια δὲ καὶ ἴσως ἀκίνδυνα. | |
3.7.2 | Τἆλλα μὲν γὰρ τῶν ῥηθέντων παρυφισταμένων οὐχ ἧττον ἀπέκνασε τῇ ποσότητι ἢ τῇ ποιότητι· ταῦτα δὲ τῇ ποσότητι μόνῃ τὴν δύναμιν αὐτὴν εἴωθεν ἀδικεῖν, ὧν δῆτα ὑφαιρουμένων ῥαδίως πρὸς ἑαυτὴν ἡ δύναμις ἐπαν‐ | |
5 | έρχεται. | |
3.8t | Κεφ. ηʹ. Περὶ τῆς ἐκ τῶν ὑφαίμων παρυφισταμένων διαγνώσεως. | |
3.8.1 | Ἐπὶ δὲ τούτοις αἱ ὕφαιμοι τῶν ὑποστάσεων φαί‐ νονται, αἳ χείρους μὲν τῶν ἐρυθρῶν πεφύκασι πάντως, ἀμείνους δὲ τῶν πελιδνῶν καὶ μελάνων. | |
3.8.2 | Καὶ γὰρ μηδὲ κατειργάσθαι ὅλως τὸν αἱματικὸν χυμὸν σημαίνουσιν, ἀλλ’ εἰ μὲν δια πλῆθος, ἀτονούσης τῆς δυνάμεως, τοῦτο γίνεται, ἀνεκτὸν ἂν ἴσως δόξῃ καὶ φέροι ἂν τοῦθ’ ὁ ἄν‐ | |
5 | θρωπος, χρόνου μέντοι δεηθεὶς ἐς ὑγίανσιν οὐκ ὀλί‐ γου· εἰ δὲ δι’ αὐτῆς τῆς φυσικῆς δυνάμεως ἀτονίαν καθ’ αὑτὴν συμβάσαν, τοῦτο τῶν ἐσχάτων κακῶν ἀπαγορεύειν μὲν κατηγοροῦν τὴν δύναμιν τὰ ἑαυτῆς ἐργάζεσθαι, ἀπο‐ λύειν δὲ τοὺς μάλιστα λυσιτελεῖν χυμοὺς τῷ ζῴῳ εἰωθό‐ | |
10 | τας. | |
3.8.3 | Ἀλλὰ ταῦτα μὲν διαγνοίης ἂν πρός τε τὰς προη‐ | |
γησαμένας καὶ οὔσας πέψεις ἀποσκοπήσας, πρός τε τὴν ἕξιν τε καὶ ἡλικίαν τοῦ κάμνοντος καὶ ὥραν τε καὶ δίαι‐ ταν, καὶ αὐτὴν δὴ τὴν εὐφορίαν. | 59 | |
3.8.4 | Οὐχ ἧττον γὰρ τῶν ἄλλων καὶ ταῦτα εἰώθεσαν λυσιτελεῖν ταῖς διαγνώ‐ σεσιν, ὥστε καὶ ταῦτα πειρᾶσθαι θέμις ἐκμελετᾶν τὸ ἔργον τὸ διαγνώσκειν ἀσφαλῶς ποιούμενον. | |
3.9t | Κεφ. θʹ. Περὶ τῆς ἐκ τῶν ὀροβοειδῶν, πιτυροειδῶν, πεταλωδῶν τε καὶ κριμνωδῶν ὑποστάσεων διαγνώσεως. | |
3.9.1 | Νυνὶ δ’ ἂν εἴη προσῆκον φάναι περί τε ὀροβοει‐ δῶν καὶ πιτυρώδων ὑποστάσεων, καὶ προσέτι πεταλω‐ δῶν καὶ κριμνωδῶν, ὅτι τούτων ἑκάστη διασημαίνεται. | |
3.9.2 | Ὁποῖαι τοίνυν τῷ εἴδει πεφύκασιν, ἐκ τοῖς περὶ διαφο‐ ρᾶς οὔρων ἔφθημεν εἰρηκότες· νῦν δ’ ἐπιθήσομεν τὰς διαγνώσεις οὕτω πως προαγαγόντος ἡμᾶς τοῦ λόγου. | |
3.9.3 | Αἱ τοίνυν ὀροβοειδεῖς τῶν ὑποστάσεων τοῖς οὔροις ἐπιφαίνον‐ ται, ὁπόταν ἤδη τῆς πιμελῆς τακείσης καὶ ἡ σὰρξ αὐτὸ δὴ τοῦτο πάσχειν ἄρξαιτο. | |
3.9.4 | Οὐ δεῖ δὲ λανθάνειν ὡς ἐνίοτε καὶ τῶν νεφρῶν μόνων τὸ πάθος αἱ ὀροβοειδεῖς τῶν ὑποστάσεων τοῖς οὔροις ἐπιφαίνονται, ὁπόταν ἤδη τῆς πιμελῆς τακείσης καὶ ἡ σὰρξ αὐτὸ δὴ τοῦτο πάσχειν | |
5 | ἄρξαιτο. | |
3.9.5 | Οὐ δεῖ δὲ λανθάνειν ὡς ἐνίοτε καὶ τῶν νε‐ φρῶν μόνων τὸ πάθος αἱ ὀροβοειδεῖς τῶν ὑποστάσεων διαφαίνουσι πλὴν ἀλλ’ ἔστιν ὧδέ πη διορίσασθαι τῷ λόγῳ, ἵνα μή τις ἀπάτη τοῖς ἀπειροτέροις ἐγγίνηται. | |
3.9.6 | Ἐπὶ μὲν οὖν τοῦ διόλου πυρέσσουσι καὶ τοῦ παντὸς δηλοῦσι σώματος σύντηξιν, ἐπὶ δὲ τοῖς μὴ πυρέσσουσι τῶν νε‐ φρῶν μόνον τελεῖν τὸ πάθημα. | |
3.9.7 | Προσδιορισθήσεται δὲ ταῦτα μὴ ταῖς πέψεσιν· αἱ μὲν γὰρ ἀπεψίαι τοῦ παντὸς σώματος τὴν τηκεδόνα σημαίνουσιν· αἱ συναναφαινόμε‐ ναι δὲ πέψεις τῶν νεφρῶν μόνων. | |
3.9.8 | Λοιπαὶ δὲ φαῦλαι ὑποστάσεις αἱ πιτυρώδεις οὕτω καλούμεναι, χείρους μὲν τῶν ῥηθεισῶν, ἐλλείπουσαι δὲ ἐς φαυλότητα τῶν πεταλω‐ δῶν· φαίνοιντο δ’ ἂν τοιαῦται, ὁπόταν ἐν τῷ βάθει τῶν | |
5 | ἀγγείων ὁ πυρετὸς κατασκήψῃ. | |
3.9.9 | Δεῖ γε μὴν καὶ τούτου μεμνῆσθαι, ὡς ἔστιν ὅτε καὶ μόνης τῆς κύστεως πασχού‐ σης σύμβολον γίνεται· διορισθήσεται δὲ καὶ αὕτη πέψεσί | |
τε καὶ ἀπεψίαις, ἀπυρεξίαις τε καὶ πυρετοῖς, ὥσπερ δῆτα | 60 | |
5 | κἀπὶ τῶν ὀροβοειδῶν φθάσαντες ἐξεθέμεθα. | |
3.9.10 | Τάς γε μὴν τῶν ὑποστάσεων πεταλώδεις μαθεῖν ἔστι γινομένας, ὁπόταν καὶ στερεῶν αὐτῶν ὁ πυρετὸς προοίκων ἅψηται· ἃ δ’ ἐπὶ τῶν πεταλωδῶν ὑποστάσεων εἴρηται, ταῦτα μα‐ | |
5 | θεῖν ἐστι καὶ ὧδε. | |
3.9.11 | Ἢ γάρ τοι τοῦ παντὸς τὸ πά‐ θημα νομίζεται σώματος, εἴπερ οἵ τε πυρετοὶ καὶ αἱ ἀπεψίαι ἔνεισιν, ἢ μόνης αὐτῆς τῆς κύστεως, ὁπόταν δη‐ λαδὴ ἀπυρεξία μὲν τὸν ἄνθρωπον ἔχῃ. | |
3.9.12 | Πέψις δ’ ἐν τοῖς οὔροις δείκνυται· ἐπὶ δὲ ταῖς τρισὶ ταύταις φαύλαις ὑποστάσεσι ταῖς ῥηθείσαις χειρίστη καὶ ταύταις ὑπερβάλ‐ λουσα φαίνεται ἡ κριμνώδης, τοσοῦτον διενέγκασα τούτων | |
5 | τῇ φαυλότητι, ὁπόσον αὕτη τῇ νεκρώσει προσώκειλεν. | |
3.9.13 | Ἐπὶ γὰρ τῶν τριχῇ διαστατῶν σωμάτων ὁ πυρετὸς τομὴν πεφθακὼς τὰς κριμνώδεις ταύτας ὑποστάσεις τετέ‐ λεκεν. | |
3.9.14 | Ἀλλ’ οὖν ἐστι κἀνταῦθα διορίσασθαι τὰς κριμνώδεις τῶν ὑποστάσεων τοῦ κατοπτηθέντος αἵματος. | |
3.9.15 | Εἰ μὲν δὴ λευκὰ τὰ παρυφιστάμενα εἴη, τῶν κριμνω‐ δῶν ὑποστάσεων τοῦτο σημεῖον· ἐρυθρὰ δὲ τοῦ κατοπτη‐ θέντος αἵματος σύμβολον καὶ δεῖ τὸν συνετὸν καὶ περὶ τὰ τοιαῦτα ἐπτοημένον ἀκριβῶς καταστοχάζεσθαι τῶν ῥη‐ | |
5 | θέντων, καὶ οὕτω λέγειν τε καὶ πράττειν ὅ, τι προσῆκον, καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, εἰ δίδωσιν ὁ καιρός, προ‐ διασκεψάμενον, εἰ μή πω ἡ πρώτη τοῦτο ἐπιδοίη ἔφοδος, προσεπινοοῦντα δηλονότι τὸ ἀδιάπτωτον. | |
3.9.16 | Τῷ μὲν γὰρ τἀληθοῦς διαπεπτωκότι, πρώταις ἐφόδοις κρῖναί τε καὶ πρᾶξαι σπουδάσαντι, γελὼς ἂν παρομαρτήσῃ· τάχα δ’ ἂν νοσεῖν καὶ ἄγνοιαν καταψηφισθείη. | |
3.9.17 | Τῷ δὲ προσ‐ επεσκεμένῳ καὶ ἀκριβῶς συνεωρακότι τό τε τἀληθῆ λέγειν ἕποιτ’ ἂν καὶ τὸ πείθεσθαι τοὺς κάμνοντας αὐτῷ γενή‐ σεται. | |
3.9.18 | Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ἐκ παρόδου, ἀπο‐ χρώντως οἶμαι λέλεκται. οὐ δεῖ δὲ λανθάνειν ἡμᾶς, ὡς ἐνίοτε χυμοί τινες πρὸς τὸν τῆς ἀμίδος καθιζάνοντες πυθμένα καὶ ἤδη λεπτυνθέντες τε καὶ διαστάντες ὑπὸ | |
5 | παχέος πνεύματος, κατοπτηθέντες δὲ καὶ συστάντες φαν‐ τασίαν τινὰ δεικνύουσι τῶν ῥηθεισῶν ὑποστάσεων, ἀλλὰ ταῦτα ῥᾳδίως ἂν διαγνοίης τῷ τε προηγήσασθαι πλεῖον | |
ὑποστάσεων πάχος καὶ τῷ ταύτας κατὰ βραχὺ μετεωριζο‐ μένας πέττεσθαί τε καὶ διασκεδάννυσθαι. | 61 | |
3.9.19 | Αἱ δὲ ῥη‐ θεῖσαι φαῦλαι τῶν ὑποστάσεων ἀεὶ μὲν πλῆθος καὶ πάχος ἐπικτῶνται, τὸ πλέον δὲ τὸν τῆς ἀμίδος τηροῦσι πυθμένα κατὰ μηδὲν διαλάττουσαι. | |
3.9.20 | Ἀλλὰ περὶ μὲν τῶν ῥη‐ θεισῶν ἀρκούντως ἂν ἔχῃ ὧδε· ἑπόμενον δὲ φάναι καὶ περὶ τῆς ἀνακεκραμένης ἀγαθῆς ὑποστάσεως φαύλοις τισὶ καὶ ἀπέπτοις κόμμασι χυμῶν οἵων δήτινων. | |
3.10t | Κεφ. ιʹ. Περὶ τῆς ἐκ τῶν συμμεμιγμένων παρυφισταμένων διαγνώσεως. | |
3.10.1 | Καὶ γάρ τοι ἔσθ’ ὅτε ψήγματά τινα συνεπιθεω‐ ροῦνται τοῖς παρυφισταμένοις ἤτοι πρὸς τὸ πυρρὸν ἀπε‐ στραμμένα ἢ πρὸς τὸ λευκὸν ἤ τι παραπλήσια. | |
3.10.2 | Ἀλλὰ ταῦτα πλείω μὲν ὄντα ἡμίπεπτον μὲν τὴν ὕλην δείκνυ‐ σιν, ἐκεῖνον δὲ τὸν χυμὸν ἐν τῷ βάθει πλεονάζειν τε καὶ συγκάεσθαι, οὗ ψήγματα τοῖς παρυφισταμένοις συννηχό‐ | |
5 | μενα, ἐλάττω δέ, μετριωτέραν μὲν τὴν τοιαύτην κακοχυ‐ μίαν δείκνυσι, πονηρὰν δέ τινα δίαιταν ἐπιγεννῆσαι ταῦτα. | |
3.10.3 | Ἀντέστραπται δ’ αὖ ὧδε τὸ πρᾶγμα ἐπὶ τῷ τοῦ μεγέ‐ θους λόγῳ· ὅσῳ μὲν γὰρ ᾖ μείζω τὰ τεμμάχια καὶ τὴν ἐντὸς τῶν φλεβῶν σύγκαυσιν ἐλάττω δηλοῖ, ὅσῳ δὲ ἐλάττω, καὶ τὴν θερμότητα μείζονα. | |
3.10.4 | Καθ’ ἣν ἂν ἡμεῖς αἰτίαν τοῦ λόγου προϊόντος ἀποδῶμεν· τὸ γὰρ νῦν ἔχον περὶ διαγνώσεως μόνον εἰπεῖν προὐθέμεθα· ἐνίοτέ γε μὴν καὶ οἷον τρίχες ὑπόλευκοι, παλαιστιαῖοι καὶ μείους τε καὶ μεί‐ | |
5 | ζους συναναφαίνονται τοῖς παρυφισταμένοις, αἳ δή τι πά‐ θος ὀφθεῖσαι τῶν νεφρῶν ὑπαγορεύουσι. | |
3.10.5 | Τῶν οὖν συναναφαινομένων τοῖς παρυφισταμένοις ἑτερωειδῶν σω‐ μάτων πλειόνων ὄντων καὶ διασκεδασθέντων ὑφ’ οἵας δή‐ τινος αἰτίας ἐς τὸ κύτος τοῦ χύματος, ὀδύναι λαμβάνουσι | |
5 | τὸν ἄνθρωπον ἐνεσπαρμέναι τῷ σώματι, ὥσπερ δῆτα καὶ ἡμεῖς που τεθεάμεθα ἐπί τινος γυναικὸς ἑλκώδη κόπον αὐτόματον νοσούσης, ἐφ’ ἑτέρας δὲ χρονίως τὰς ἁρμονίας ἀλγούσης. | |
3.10.6 | Ἀλλὰ τῆς μὲν προτέρας τὰ οὖρα πλείω τε καὶ παχύτερα τὰ συμφερόμενα τοῖς παρυφισταμένοις εἶχε, καὶ μικροῦ δεῖν πιτύροις ἔοικε παντὶ πλανώμενα τῷ χύ‐ ματι ἤδη καὶ αὐτῷ πυρρῷ τυγχάνοντι. | |
3.10.7 | Τῆς δὲ λεπτῆς | |
ὑπόλεπτον μὲν καὶ λευκόν, ὀλίγον τοῦ κατὰ φύσιν κατὰ σύστασίν τε καὶ χροιὰν λειπόμενον· μείω δὲ καὶ λεπτό‐ τερα ἐδόκει τῶν προτέρων εἶναι τὰ παρεμφερόμενα τῷ | 62 | |
5 | χύματι. | |
3.10.8 | Ἀλλ’ ἡ μὲν τὸν αὐτόματον τόπον νοσοῦσα ὑφ’ ἡμῶν διαιτηθεῖσα τοῦ πάθους ἀπήλλακται· ἡ δ’ ἑτέρα φάρμακον μέντοι ὑφ’ ἡμῶν πεπωκέναι πέπειστο λυσιτε‐ λῆσον τῷ πάθει. | |
3.10.9 | Ἐπεὶ δ’ οὐκ οἶδα ὅπως ἀνεβάλλετο περισχεθεῖσα δέει. οὔπω γάρ τοι ἔτυχε καὶ ὄνομα πυθο‐ μένη φαρμάκου, μή τοιγε ἐπεπώκει. | |
3.10.10 | Ἦν γὰρ ἡ γυνὴ καὶ τἆλλα ἀγροικῶς ἐσταλμένη· ἐγὼ μὲν ταύτην παρεὶς ᾠχόμην, ὅ, τι δὲ οἱ γέγονεν ἀγνοῶ, καὶ ταῦτα λέλεκται οὐχ ἵν’ ἐμπρέπων ᾖ ὁ λόγος ταῖς ἱστορίαις, ἀλλ’ ἵν’ ὑμεῖς | |
5 | εἰδῆτε, ὁπόσον εἴωθε λυσιτελεῖν ἐπίσκεψις ἀκριβὴς τῶν οὔρων. | |
3.10.11 | Ταῦτά τοι βουλευσαίμην ἂν καὶ ὑμῖν ἡδέως, ὅσοι τῇ περὶ οὔρων ἐντροφαῖς πραγματείᾳ καὶ πρὸ ταύτης τῇ εἰδήσει τῶν ὁσημέραι γινομένων ἐπ’ ἀνθρώποις κάμνουσι καὶ ταῦτα προσεπισκοπεῖν, οὐκ ὀλίγα συνεισενεγκεῖν δυνά‐ | |
5 | μενα τῇ τέχνῃ· ἐφ’ αἷς γε μὴν αἰτίαις ταῦτα γίνεται, ἐροῦμεν τοῦ θεοῦ παρεσχηκότος, ἐν οἷς ἂν λόγοις περὶ αἰτίας οὔρων γράψομεν. | |
3.10.12 | Καὶ ταῦτα μὲν περὶ τῶν συμπεπλεγμένως φαινομένων παρυφισταμένων, περὶ δὲ λειότητος ὧδέ πη φάναι θέμις. | |
3.11t | Κεφ. ιαʹ. Περὶ τῆς ἐκ τῶν κατὰ λειότητα τῶν ἀντικειμένων παρυφισταμένων διαγνώσεως. | |
3.11.1 | Λείων τοίνυν καὶ συνεχῶν μενόντων πάνυ τῶν παρυφισταμένων οὐδέν τι νεώτερον ἐπιγεγενῆσθαι δηλοῖ τἀνθρώπῳ. | |
3.11.2 | Τραχυνθέντων δὲ καὶ οἷον διασκεδασθέν‐ των, οὐκ ὀλίγη τις ταραχὴ τεκμαίρεται τῷ βάθει γεγε‐ νῆσθαι τοῦ σώματος ὑπό τινος νόθου καὶ βιαίου πνεύ‐ ματος, ὃ δὴ διακινῆσαν οὕτω τὴν ὕλην διελίκμησε κατὰ | |
5 | τὴν τοῦ πνεύματος δηλονότι σφοδρότητα, ὡς ἐντεῦθεν συμβαίνειν καὶ ὅπερ ἤδη εἴρηται. | |
3.11.3 | Ἄν τι τύχῃ πάνυ ὠμὸν συμπεπλεγμένον τοῖς παρυφισταμένοις πρὸς τὰ πέ‐ ρατα τοῦ σώματος εὐθούμενον τῇ βίᾳ τοῦ πνεύματος, τῇ τῆς παχυμεροῦς ὅλης στενοχωρίᾳ οὐκ ὀλίγην αἴσθησιν | |
5 | ἀλγηδόνος γενέσθαι καὶ καθ’ ὅσον μὲν τὰ ἀνομοιομερῆ | |
ταῖς παρυφισταμέναις συστάσεσι πεπλεονέκτηκε, καὶ ἡ τοῦ ἄλγους αἴσθησις γίνεται. | 63 | |
3.11.4 | Καθ’ ὅσον δ’ αὖ ἐπὶ πλέον διανενέμηται τῷ κύτει τοῦ χύματος, καὶ τὴν ἐπὶ πλείω μέρη τοῦ σώματος ἀλγεινὴν γνοίης ἂν αἴσθησιν. μάθοις δ’ ἂν ἴσως καὶ τὰς αἰτίας ἀκριβέστερον ἐν τοῖς περὶ αἰτίας | |
5 | οὔρων λόγοις. | |
3.11.5 | Καὶ τὰ μὲν οὕτω τραχυνόμενα τῶν παρυφισταμένων, οὕτω τυγχάνοντα διάφορα, καὶ τὰς ἐπ’ αὐτοῖς διαφόρους ἂν διαγνώσεις σχοίη, ὥσπερ καὶ τὰ συν‐ ιζάνοντα καὶ συμπιλούμενα πρὸς ἑαυτὰ τῶν παρυφιστα‐ | |
5 | μένων παχυμέρειάν τινα τῆς ὕλης ἐπισημαίνει δυσμετά‐ βλητον, τῇ τῆς γλισχρότητος ἐπιπαρτυρουμένην ποιότητι, ὥστε καί, καθ’ ὅσον ἂν τόπον ταῦτα χρονίσωσι τοῦ χύ‐ ματος, καὶ τὴν ἐπ’ ἐκείνῳ τοῦ σώματος διάθεσιν χρονίσαι φάσκουσι, καὶ μᾶλλον εἰ πολλῷ γλίσχρα ταῦτα τυγχάνοιεν | |
10 | ἐξ αὐτῆς τῆς ὕλης ἔχοντα τὸ δυσμετάβλητον. | |
3.11.6 | Ἀλλ’ ὁ μὲν περὶ λειότητος καὶ τῶν ἀντικειμένων ταύτῃ λόγος καὶ ὧδε ἂν διαγνωσθείη τῷ συνετῷ· νυνὶ δὲ λέξωμεν καὶ περὶ τῶν τοῦ παρυφισταμένου τόπων διοριζόμενοι καὶ ὅσα | |
5 | ἀπὸ τούτων ἔξεστιν εἰδέναι τῷ τὴν περὶ οὔρων θεωρίαν μυουμένῳ. | |
3.12t | Κεφ. ιβʹ. Περὶ τῆς ἐκ τῶν κατὰ τόπον παρυφισταμένων διαγνώσεως. | |
3.12.1 | Ὅτι μὲν οὖν τῶν παρυφισταμένων τὰ πρὸς τὸν πυθμένα χωροῦντα ὑποστάσεις λέγεται, τὰ δὲ ἐπαιρόμενα πρὸς τὸ τῆς ἀμίδος μέσον ἐναιωρήματα, νεφέλαι δ’ αὖ ὅσαι πρὸς αὐτὴν ἱκνεῖται τὴν περιφάνειαν, ἐν τοῖς περὶ | |
5 | διαφορᾶς οὔρων εἴρηται ἀκριβέστερον, ὥστ’ οὐ δεῖ τὸν ἐπ’ ἐκείνοις λόγον καὶ ὧδε μηκύνειν. ὅσα δ’ ἐφ’ ἑκάστῳ λέγε‐ ται τῶν τύπων, νῦν πως ἰθῦναι θέμις. | |
3.12.2 | Αἱ τοίνυν πρὸς τὸν πυθμένα ἱζάνουσαι ὑποστάσεις, ἀγαθαὶ μὲν οὖσαι καὶ σύμμετροι, οὐδέν τι καινὸν σημαίνουσιν, ὠμαὶ δ’ αὖ οὖσαι καὶ διάφοροι τῷ μὲν εἴδει φράζουσι τὴν πο‐ | |
5 | νηρίαν, τῷ δὲ τόπῳ φαίνουσι πολλὴν ῥᾳθυμίαν τῆς φύ‐ σεως μὴ διανισταμένης πρὸς τὴν τῶν λυπούντων ἀνα‐ τροπήν, ὥστε καὶ χρόνου ὧδε δεῖ σκοπεῖν καὶ ῥώμης. | |
3.12.3 | Σκοπεῖν γε μὴν χρεὼν εἰ μὴ προσίσχοιντο τῷ πυθμένι προσπεφυκυῖαι· ἄλλως δὲ λεπταὶ τυγχάνουσιν, αὗται γάρ | |
εἰσιν αἱ ῥηθεῖσαι τοῦ τρίτου τόπου τῶν ὑποστάσεων τυγχάνειν ἐν τῷ περὶ διαφορᾶς οὔρων λόγῳ· οὐ μετρίαν | 64 | |
5 | δ’ ἄρα αἱ τοιαῦται τῇ κεφαλῇ τὴν βλάβην σημαίνουσι, λόγον ἔχουσαι νεφελῶν. | |
3.12.4 | Αἱ δὲ μετεωρισθεῖσαι φαῦλαι μὲν οὖσαι μετριώτεραι τῶν ὑφιζανουσῶν πεφύκασι τῇ τόπου διαφορᾷ, τἆλλα δὲ ἀγαθαὶ τυγχάνουσαι κατὰ τὸν τόπον μόνον τοῦ τελείως ἀγαθαὶ τελεῖν λείπονται, ὑπὸ | |
5 | νόθου πνεύματος κουφιζόμεναι. | |
3.12.5 | Τῶν δ’ ἐπινεφελου‐ μένων αἱ μὲν ἀγαθαὶ πάντη διὰ τοῦτο καταπίπτουσιν οὐ μέτριον ὂν πρὸς ἀπόστασιν τοῦ κατὰ φύσιν τόπου, ὥστε δεῖ καὶ πλείονος προσδεῖν ὡδὶ τοῦ χρόνου· αἱ δ’ αὖ φαῦ‐ | |
5 | λαι τοσούτῳ μετριώτεραι δοκοῦσι τῶν λοιπῶν, ὅσῳ καὶ τοῦ τόπου τοῦ κατὰ φύσιν ταῖς κατὰ φύσιν ὑπεχώρησαν ὑποστάσεσι. | |
3.12.6 | Κοινῷ γὰρ ὧδε δεῖ λόγῳ περὶ τούτων συνιέναι, ὡς τἀγαθὰ τῶν παρυφισταμένων ἀπὸ μὲν τῶν ἄνωθεν πρὸς τὰ κάτω χωροῦντα δεῖ προσίεσθαι. τοὐναν‐ τίον δ’ αὖ, ἀποτρέπεσθαι· τὰ δὲ φαῦλα κρεῖττον ἀφί‐ | |
5 | στασθαι τοῦ πυθμένος ἢ πρὸς αὐτὸν χωρεῖν. | |
3.12.7 | Καὶ τὸ μὲν κατὰ διαφέροντας τόπους τοῦ χύματος παρεμφερόμε‐ νον παρυφιστάμενον ὧδ’ ἂν, οἶμαι, διαγνωσθείη· σκέπτε‐ σθαί γε μὴν ἀκριβῶς προσήκει τῶν παρυφισταμένων τὰς | |
5 | διαφοράς. | |
3.12.8 | Τῶν μὲν γὰρ κατὰ φύσιν ἐπὶ τὴν ἐπιφά‐ νειαν φερομένων, ἐπὶ πολλῷ τῷ πνεύματι ὠθουμένων, οὐκ ὀλίγην ἄν τις καὶ περὶ κεφαλὴν χειρίστην διαγνοίη διάθεσιν, ὥσπερ αὖ ἐπὶ τῶν ἐναιωρουμένων περὶ τὰ ἀνά‐ | |
5 | λογα τοῦ σώματος μέρη τοῦ παντὸς ἐν οὔροις διαστήμα‐ τος ἀναλογοῦντος τῷ τοῦ σώματος διαστήματι. | |
3.12.9 | Τῶν δὲ νόθων ἅμα καὶ παρὰ φύσιν παρυφισταμένων χείρω δὴ καὶ τὰ συμβαίνοντα πρὸς τὸν πυθμένα χωρούντων, ὥστ’ ἀκριβῶς προσήκει τὰς διαφορὰς μανθάνειν. | |
3.12.10 | Ἐνίοτε γὰρ ἤδη χυμοὶ πεττόμενοι καὶ πρὸς τὴν ἐπιφάνειαν αὐ‐ τὴν χωροῦντες ἔμφασιν μὲν προὐξένησαν τοῖς ἀπειροτέ‐ ροις ἀγαθῶν παρυφισταμένων. | |
3.12.11 | Οἱ δ’ ἐπιθέντες τὰς ἐπὶ τοῖς πεπεμμένοις παρυφισταμένοις προρρήσεις πολλῷ διήμαρτον τοῦ σκόπου, ἀλλὰ τοῦτο μὲν τοῦ προγνωστικοῦ μᾶλλον ἴδιον, ὥστε δεῖ τὸν λόγον ἐκεῖσε ταμιεύεσθαι. | |
5 | ἡμεῖς δ’ ὥσπερ ἀφ’ ἑτέρας ἀρχῆς ἀρξάμενοι λέγωμεν. | 65 |
3.13t | Κεφ. ιγʹ. Περὶ τῆς ἐκ τῶν κατὰ τὰ οὖρα πομφολύγων διαγνώσεως. | |
3.13.1 | Ἐπειδήπερ ἐν τοῖς οὔροις τεθεώρηνται οὐκ ὀλιγά‐ κις ἐπινηχόμεναι πομφόλυγες διάφοροι τῷ σχήματι καὶ τῷ μεγέθει καὶ τῇ ποσότητι, καθὼς περὶ διαφορᾶς οὔρων ἐξεθέμεθα, περὶ τούτων νῦν ἀκριβέστερον ἀποδοτέον καὶ | |
5 | τὰς ἐπ’ αὐτοῖς νομιζομένας διαγνώσεις, ἵν’ ὥσπερ κατ’ ἀριθμὸν τοῦ λόγου προβαίνοντος συνθήκη τις ἀποδοθείη εὔηχος. | |
3.13.2 | Ἐπεὶ δὲ καὶ μετὰ διαφόρων αὗται χρωμάτων εἰώθασι συνιέναι, μετά τε γὰρ ὑπολεύκων καὶ ὠχρῶν πυρ‐ ρῶν τε καὶ ὑπερύθρων ἴσως συναναφαίνεσθαι πεφύκασιν· οὔτε γὰρ τοῖς ἄγαν λευκοῖς συνδιαθεῖεν ἄν, οὔτε τοῖς τῶν | |
5 | ὑπερύθρων ἐπέκεινα χρώμασιν, ἅτε δηλονότι ταῖς ὑπερ‐ βολαῖς τῶν ἐπικρατουσῶν ποιοτήτων μὴ δυναμένων τοι‐ ούτων ἀποτίκτεσθαι πνευμάτων. | |
3.13.3 | Πνεύματος γὰρ αὗ‐ ται νόθου σύμβολα, καθὼς ἐν τοῖς περὶ αἰτίας οὔρων γράψομεν. | |
3.13.4 | Δεῖ που δὴ καὶ ταῦτα μανθάνειν οὐκ ὀλίγα ταῖς ἐπὶ ταῖς πομφόλυξι συντείνοντα διαγνώσεσιν. | |
3.13.5 | Αἱ μὲν οὖν περὶ στεφάνην μόνην ὁλοκλήρως περιδεδραμη‐ κυῖαι πομφόλυγες, ἄν που τύχῃ καὶ τὸ τοῦ χύματος κα‐ τακεχρῶσθαι χρῶμα, μείζω σημανοῦσί σοι τὴν διάθεσιν, | |
5 | κεφαλῆς οὐ μέτριον ἄλγος ὑπαγορεύουσαι. | |
3.13.6 | Αἱ δὲ διεσπαρμένως περιϊοῦσαι τὴν στεφάνην, ὑπ’ ἀσθενεστέρας μὲν αἰτίας γεγένηνται, τὰ παραπλήσια δὲ σημαίνουσι, καὶ τοσούτῳ μείζους φέρουσιν αὗται τῇ κεφαλῇ τὰς ἀλγηδό‐ | |
5 | νας, ὅσῳ καὶ μετὰ πυρρωδεστέρων ἐπιφαίνονται τῶν χρω‐ μάτων πολλὴν τὴν τοῦ λυποῦντος πνεύματος δριμύτητα καταγγέλλουσαι. | |
3.13.7 | Αἱ δὲ μετὰ λευκῶν χρωμάτων καὶ τῶν ἐγγὺς λευκῶν πομφόλυγες συνιστάμεναι περὶ τὴν στεφάνην βραχύ τι ἢ οὐδὲν σημαίνουσιν ὀδυνῶδες τῇ κε‐ φαλῇ, καὶ μᾶλλον, ὅσῳ λευκὰ τυγχάνουσι τὰ χρώματα. | |
3.13.8 | Κἂν μὲν οὖν λευκὰ τὰ οὖρα τότε εἴη, καὶ οὐ πεπεμ‐ μένα πάντη τὰ παρυφιστάμενα κέκτηται, τὴν τοῦ φυσικοῦ θερμοῦ ἂν ἴσως γνοίης ἀρρωστίαν τούτων πρόξενον· εἰ δὲ παχέα πάντη, τοῦ κατ’ ἐκεῖνα χυμοῦ τὰ πνεύματα | |
5 | ἔγγονα. | |
3.13.9 | Ἐπί γε μὴν τῶν λεπτῶν τε καὶ ἀνυποστάτων ἔμφραξις ἂν μᾶλλον τῶν νεφρῶν διαγνωσθείη, καὶ περὶ | |
μὲν τῶν κατὰ τὴν στεφάνην μόνον πομφολύγων τοιαῦτα ἄν τις διαγνοίη. | 66 | |
3.13.10 | Ἐπεὶ δ’ ἐνίοτε πρὸ τῆς στεφάνης καὶ περὶ τὸ μέσον τῆς ἐπιφανείας συνηγμέναι τινὲς συνίστανται πομφόλυγες, καὶ ταύτας οὕτω διαγινώσκειν προσήκει. | |
3.13.11 | Ἐπείπερ αἱ περιοῦσαι τὴν στεφάνην ἀλ‐ γεινήν τινα διάθεσιν τῇ κεφαλῇ ὑπεσήμαινον, νῦν κἀπὶ τὸ μέσον αὐτὸ χωρήσασαι ἄνεσίν τινα τῶν ἀλγεινῶν ση‐ μανοῦσιν, ὥσπερ παλινδρομησάσης τῆς τὰς ἀλγηδόνας | |
5 | προξενούσης προφάσεως. | |
3.13.12 | Αἱ δ’ ἐπὶ ταύταις ἕτεραι πομφόλυγες ἀνωμάλως διακεχυμέναι τῇ τοῦ οὔρου ἐπιφα‐ νείᾳ, τοιοῦτο μὲν οὐδέν τι σημανοῦσι, πολλὴν δ’ ἂν ἴσως καταγνοῖεν ἀρρωστίαν τῆς φύσεως, καὶ μᾶλλον ὅσῳ πλείους | |
5 | εἶεν, ἐμφράξεις τε καὶ χυμῶν ὠμῶν πλῆθος, καὶ ὅσα ἂν ἕτερα εἰκότως φαίης, καὶ ὁ περὶ προγνώσεως σοι ἀποδώσει λόγος. | |
3.13.13 | Ἐφ’ αἷς γε μὴν αἰτίαις αὗται συνίστανται, καὶ διὰ τί μὴ μετὰ πάντων τῶν χρωμάτων, ἐν τοῖς περὶ αἰτίας οὔρων ἀποδώσομεν λόγοις. | |
3.13.14 | Προσεπιθεῖναι δὲ τοῦτο μόνον δεῖ τῷ λόγῳ, ὅτι πολλάκις ἤρκεσαν ἂν τἀγα‐ θοῦ σημείου πέψεως ἐπιφανεῖσαι πομφόλυγες μὴ πρότε‐ ρον ὀφθεῖσαι, ἐπιχειρούσης ἤδη δηλονότι πέττειν τῆς φύ‐ | |
5 | σεως. | |
3.13.15 | Τοῖς γε μὴν γονορρυέσι πυκνότεραι μὲν τοῖς οὔροις ἐπιφαίνονται πομφόλυγες περὶ τὴν στεφάνην. ἐνί‐ οτε δὲ καί τινα συνεπιφέρεται ταύταις πάνυ βραχύτατα σωμάτια, θριξὶ τὸ πάχος ἐοικότα, οὐ μέντοι ἐπιμήκη, | |
5 | ἀλλ’ ὅσην ἄν τις τὴν ἐπὶ ταῖς ῥηθείσαις οἰηθείη πομφό‐ λυξι διάμετρον, καὶ βραχύ τι μείους τε καὶ μείζους εἴτε τῆς γονῆς αὐτῆς ὡς ἄν τις φαίη κόμματα καὶ τῶν νε‐ φρῶν συντήγματα. | |
3.13.16 | Ἀλλ’ ὁ μὲν ἐπὶ ταύταις λόγος ἱκανῶς ῥηθεὶς ὧδέ πη καὶ παυέσθω· ἐπεὶ δὲ τῶν περὶ στε‐ φάνην λόγων ἐμνήσθημεν, καὶ ταῦθ’ ὥς πως ἐξευρημένα τῷ λόγῳ προσαποδοτέον. | |
3.14t | Κεφ. ιδʹ. Περὶ τῆς ἐκ τῶν ἑτεροχρόων στεφανῶν διαγνώσεως. | |
3.14.1 | Ἐπεὶ γάρ ποτε καὶ διαπίπτοντες τὰ χρώματα περὶ τὴν στεφάνην διαφαίνεται τῆς ἀμίδος τοῦ παντὸς ἐν χύ‐ ματι χρώματος, ὅσα μὲν μεθίσταται πρὸς τὰ προη‐ νέστερα τῶν χρωμάτων, κἂν τὰ λοιπὰ τῶν ἀγαθῶν οὐκ | |
5 | εἴη, τούτοις ἀγαπᾶν ὡς ἀγαθοῖς σημείοις· ὅσα δ’ αὖ εἰς χείρω τῶν τοῦ χύματος, ἀποστρέφεσθαι καὶ μᾶλλον εἰ πρὸς τὰ πολλῷ χωροίη χεῖρω χρώματα. | 67 |
3.14.2 | Ἐπὶ πυρρῶν γὰρ ἤδη καὶ ἐρυθρῶν καὶ οἰνωπῶν καί τινων παραπλη‐ σίων οὔρων λευκῆς διαδραμούσης στεφάνης ἤ τινος παρα‐ πλησίας, ἀγαθὰ τοῖς οὔροις σημαίνει, ὥσπερ ἠργμένης | |
5 | ἤδη κρατεῖν τῆς φύσεως. χλωρῆς δ’ αὖ καὶ κυανῆς καὶ χείρονος διαδραμούσης τἀναντία τούτων δεῖ τεκμαίρεσθαι, κρατεῖν τῶν φαύλων πειρωμένων χυμῶν. | |
3.14.3 | Οὕτως ἔσται κἀκ τῶν περὶ τὴν στεφάνην ἐμφαντικῶς οἷον ἐνδεικνυμέ‐ νων χρωμάτων διαγινώσκειν τὰ τοῖς ἰατροῖς προσήκοντα καὶ τοῖς κάμνουσιν, ἵν’ οἱ μὲν ὀρθῶς θεραπευόμενοι τε‐ | |
5 | λοῖεν, τοῖς δὲ τὸ ἀσφαλῶς διαγινώσκειν γίνηται. | |
3.15t | Κεφ. ιεʹ. Περὶ τῆς ἐκ τῶν ἐπινηχομένων τῷ χύματι διαγνώσεως. | |
3.15.1 | Ἐπεὶ δὲ καί τινα ἑτεροειδοῦς αἰτίας ἐπινήχεται τοῖς οὔροις ἀραχνίαις τε καὶ στίγμασιν ὡς ἐξ ἐλαιῶν ἐοι‐ κότα, καὶ ταῦτα εἰδέναι θέμις σύμβολά τινος συντήξεως τυγχάνοντα, ἤτοι τῶν νεφρῶν αὐτῶν μόνων, ἢ καὶ τοῦ | |
5 | παντὸς αὐτοῦ σώματος, ἀλλὰ πρὸς ὀλίγον μὲν ὀφθέντα, ἀναλύσαντα δ’ αὖθις οὐδέν τι δεινὸν σημαίνουσι, ἐπίμο‐ νόν τινα δ’ εἰληφότα ὡς ἀρχὴν σημαίνοντα συντήξεως ταῦτ’ ἀποστρέφεσθαι προσήκει. | |
3.16t | Κεφ. ιϛʹ. Περὶ τῆς ἐκ τῶν κατὰ τὴν ὀσμὴν διαγνώσεως. | |
3.16.1 | Ἐπεὶ δὲ κἀκ τῆς δυσώδους ἀποφορᾶς τῶν οὔρων τῶν ἐντός τινα σῆψιν μερῶν ἤτοι μείζω ἢ μείω τεκμαι‐ ρόμεθα καὶ ταῦτα ὧδε χρὴ διαγινώσκειν. | |
3.16.2 | Εἰ μὲν καὶ πῦόν τι τοῖς οὔροις διαφαίνηται, πρόδηλον τὸ αἴτιον· εἰ δὲ τοῦτο οὐκ εἴη, μέτρια δ’ ἄττα πέψεως εἴη σύμβολα, τάχ’ ἄν τινος μορίου νέκρωσιν διασημαίνοιτο, ὥσπερ αὖ | |
5 | φαύλων τῶν ἐπὶ τοῖς οὔροις ὄντων σημείων, ἡ διὰ παν‐ τὸς τοῦ σώματος συνάγεται περιοῦσα νέκρωσις καὶ δεῖ κἀκ τῆς ὀσμῆς οὕτω λογίζεσθαι. | |
3.16.3 | Ἐπεὶ τοίνυν περὶ πάν‐ των τῶν τοῖς οὔροις γενικῶς παρυφισταμένων εἴρηται, καὶ αἱ ἐπ’ αὐτοῖς ὡς οἷόν τε ἐξετέθησαν διαγνώσεις, νῦν ἂν | |
εἴη χρεὼν καὶ τὰς ἐπὶ τοῖς ἀνυποστάτοις ἐπιθεῖναι τῷ | 68 | |
5 | λόγῳ διαγνώσεις τὰ μάλιστα προσήκουσας τῇ περὶ οὔρων πραγματείᾳ. | |
3.17t | Κεφ. ιζʹ. Περὶ τῆς ἐκ τῶν ἀνυποστάτων οὔρων διαγνώσεως. | |
3.17.1 | Τῶν τοίνυν ἀνυποστάτων οὔρων τὰ μὲν καὶ πάνυ πέφυκε λεπτά, τὰ δ’ αὖ σφόδρα, ἔνια δ’ ὑπερπηδήσαντα τὸ σύμμετρον τῶν μὲν συμμέτρων φαίνεται πυκνότερα· οὐ μέντοι γε παχέα ταῦτα ῥηθείη μεταξὺ τυγχάνοντα τῶν | |
5 | τε συμμέτρων καὶ τῶν μετρίως παχέων. | |
3.17.2 | Ἐπεὶ δὲ καὶ οὐ τοῖς αὐτοῖς τὰ πάντα κέχρωσται χρώματι, (τὰ μὲν γὰρ πάνυ λευκὰ καθέστηκε, τὰ δ’ αὖ μέτρια, ὠχρὰ δ’ αὖ ἕτερα καὶ ξανθὰ καὶ οἱαδήτινα ἕτερα· οὐ γὰρ δεῖ τὰ πάντα νῦν | |
5 | καταστρωννύειν τοῖς γράμμασι πολλάκις εἰρηκότα), ὥστε δεῖ ποθεν ἐντεῦθεν λέγειν ἀρξάμενον. | |
3.17.3 | Τῶν τοίνυν λεπτοτάτων οὔρων λευκῶν πάνυ καὶ ἀνυποστάτων τελούν‐ των ἤτοι ἀξιόλογός τις ἔμφραξις ἐπινοεῖται τῶν ἀγγείων ἤ τις ἐξαισία ψύξις τε καὶ ἀπεψία, μετριαζόντων δὲ καὶ | |
5 | ταῦτα συμμετριάζεται. | |
3.17.4 | Τά γε μὴν ὠχρὰ καὶ ὕπωχρα ἥττους μὲν καὶ τὰς ἐμφράξεις σημανεῖται, οὐχ ἥττους δὲ καὶ τὰς ἀπεψίας· μὴ γὰρ ἡγησαμένης πέψεως τάχ’ ἂν οὐδὲ παρυφιστάμενον ἕψοιτο περίττωμα τελοῦν τῆς γινο‐ | |
5 | μένης πέψεως. | |
3.17.5 | Τὰ δὲ πυρρά τε καὶ ξανθὰ ἥσσους μὲν φαῖεν τὰς ἐμφράξεις· ἀπεψίαι δὲ ἐμποιητικὰ τυγχά‐ νουσιν ὥσπερ ἀπομαχομένης τῇ φυσικῇ τῆς νόθου θερ‐ μότητος· ταῦτα δ’ ἂν ἴσως ἀνυπόστατα ὀφθεῖεν καὶ δι’ | |
5 | ἀμετρίαν μὲν κόπου τε γυμνασίων, οὐχ ἥκιστα δὲ καὶ δι’ ὕλης ἔνδειαν. | |
3.17.6 | Ἃ δὲ τῶν οὔρων τοῖς ἐπέκεινα τῶν ῥη‐ θέντων χρώμασι κέχρωσται, ἐρυθρὰ καὶ κυανὰ καὶ οἷα δήτινα τυγχάνοντα, τοῖς μὲν χρώμασιν ἐπιμαρτυρήσει τὴν τῶν ἐπικρατούντων χυμῶν ποιότητά τε καὶ ἰδιότητα καὶ | |
5 | λέλεκται περὶ χρωμάτων ἰδιότητος ἐν τῷ πρὸ τούτου λόγῳ. | |
3.17.7 | Τῷ δέ γε τελεῖν ταῦτα ἀνυπόστατα ἐμφράξεις μὲν οὐκ ἂν δηλοῖεν ἐπιδήλως, μάλιστά γε μὴν οὐχὶ βραχεῖάν τινα τελεῖν τὴν σηπεδόνα τε καὶ ἀπεψίαν τῷ φλεβώδει γένει, καί ποτε φλεγμονή τις ἀξιόλογος μορίων τῶν καιριοτέρων | |
5 | τοιαῦτα οὖρα ἤνεγκεν οὐκ ἀπεικότως ἐκεῖσε δήπουθεν | |
ἐφελκομένης τῆς ὕλης ὡς διὰ σικυίας τινὸς τῆς ἐπισωρευ‐ θείσης νόθου θερμότητος. | 69 | |
3.17.8 | Ἀλλὰ τοῦτο μὲν τοῦ περὶ αἰτίας οὔρων λόγου, ὥστ’ ἐκεῖσε μᾶλλον θέμις εἰπεῖν φυ‐ λάττειν. τὰ νῦν δὲ τῶν ἑξῆς ἐχόμενοι λέγωμεν. | |
3.17.9 | Καὶ δὴ τὰ ἀνυπόστατα τῶν οὔρων ἀεὶ μὲν ὡς ἴσμεν φαῦλα πέ‐ φυκε πολλῷ λειπόμενα τοῦ κατὰ φύσιν· τοσοῦτον δ’ ἀλλή‐ λων διαφέρουσιν ἐς κακίαν, ὁπόσον ἂν καὶ τὰ χρώματα | |
5 | διενέγκωσιν. | |
3.17.10 | Ἂν μέντοι τὰ μὲν χρώματα καὶ αἱ συ‐ στάσεις βραχύ τι λείπονται τοῦ συμμέτρου, ἀφανῆ δ’ εἶεν αὐτοῖς τὰ παρυφιστάμενα μέμφεσθαι χρεὼν καὶ ταῦτα νωθρότητά τινα κατηγοροῦντα τῆς φύσεως· προσίεσθαι δ’ | |
5 | ὡς μετ’ ὀλίγον ὑπόστασιν ἐπιδειξόμενα. | |
3.17.11 | Τῆς γὰρ δυ‐ νάμεως βραχύ τι τῶν σφετέρων ἔργων διαπεπτωκυίας καὶ ἡ ἀνάκτησις ῥᾳδία ἕψεται, φαίνοιντο δ’ ἂν ἀνυπόστατα καὶ δι’ ἀλγηδόνας τε καὶ ἀϋπνίας ἐπιταθείσας πάνυ· ἀξιό‐ | |
5 | χρεος γὰρ τούτων ἑκατέρα, τὴν δύναμιν ἐπὶ τοσούτῳ κα‐ ταλῦσαι, ὥστ’ ἀφελέσθαι καὶ τῶν οὔρων τὰ παρυφιστά‐ μενα. | |
3.17.12 | Ἑκάτερον γὰρ ὡς εἴρηται γεγονὸς ἀξιόλογον δι’ ἑαυτὸ ὑφ’ οἵας δήτινος αἰτίας καταλῦσαι μὲν τὴν δύ‐ ναμιν χρονίσαν δύναται, τὰ πέψεως δ’ αὖ ὑφελέσθαι σύμ‐ βολα· θατέρου γὰρ ἐνίοτε συμβαίνειν τελεῖν σύμπτωμα, | |
5 | ἀλλ’ οὐ μὲν οὖν τοῦ συμπτώματος τὸ αἴτιον τῆς ἀπο‐ λήψεως τοῦ παρυφισταμένου, ἀλλὰ τοῦ διὰ τὸ σύμπτωμα γέγονεν. | |
3.17.13 | Κἀκεῖνο γοῦν δεῖ προσεξευρίσκειν τῷ λόγῳ· ἐφ’ αἷς γε μὴν καὶ ταῦτα αἰτίαις γίνεται, ὁ περὶ αἰτίας οὔρων ἐπαποδώσει λόγος, ὥστ’ οὐ δεῖ λανθάνειν τὰς δια‐ γνώσεις τῶν ἀνυποστάτων οὔρων, ἀποδιδομένων καὶ τῶν | |
5 | αὐτῶν. | |
3.17.14 | Καί τινος δὲ δεῖ ῥοπῆς οἰκείας τῷ διαγι‐ νώσκοντι ἔς τ’ ἀγχίνοιαν καὶ στοχασμὸν ἀδιάπτωτον. | |
3.17.15 | Ἐπεὶ γὰρ οὐχὶ ποσοῖς τισιν ὡρισμένοις αἵ τε συστά‐ σεις καὶ τὰ χρώματα καὶ προσέτι τὰ παρυφιστάμενα καὶ ὅσα περὶ αὐτὰ συμβέβηκεν, ἐνδέχεται διορίσασθαι. τῆς γὰρ ἀεὶ ῥεούσης καὶ κικουμένης ὕλης οὐδεὶς ἂν θείη | |
5 | ἑστῶτα μέτρα καὶ ἀδιάπτωτα. | |
3.17.16 | Τοῦτο γάρ τῶν ὑπὸ τὴν αἴσθησιν ὡσαύτως ἐχουσῶν οὐσιῶν πέφυκεν, ἀλλὰ διορισμοῖς τισι καὶ συμβόλοις οἷον ὑποτετύπωται τὰ τῆς φύσεως ἐν κινουμένοις σώμασιν ἔργα. | |
3.17.17 | Δεῖ τινος δὴ | |
στασίμου καὶ μὴ βεβηκότος πράγματος, ᾧ τις ἂν ἐχόμε‐ νος ταῖς αἰσθήσεσιν ἐπικρίνοι ἂν τὰ τῶν κινήσεων καὶ ἀλλοιώσεων μέτρα. | 70 | |
3.17.18 | Νοῦ δ’ ἂν εἴη πάντως ἀκραιφνοῦς ἔργον τοῦτο, ἐξευρεῖν τε ὅσον εἰκὸς μέτρα μεταβολῶν ἐπὶ τῶν μὴ ἀεὶ ὡσαύτως ἐχόντων καὶ διαφορὰς αὐτοῖς ἐπι‐ θεῖναι τοὺς λόγους τούτων προδιευκρινήσας. | |
3.17.19 | Ὥστ’ ἄν τις ἔτυχέ τινος τοιαύτης ἀστειότητος, τῆς φύσεως ῥᾳ‐ δίως μὲν κἀκ τούτων ἕξει διαγινώσκειν, προχείρως δ’ αὖ καὶ τὰ τῷ λόγῳ λείποντα προσεξευρίσκειν, ἃ τοῖς καθολι‐ | |
5 | κοῖς ὡς οἶμαι προσδιορισμοῖς ἐμπεριείληπται, ταῖς δὲ κατὰ μέρος ἀπολέλειπται γραφαῖς. | |
3.17.20 | Ἀλλὰ ταῦτα, κἂν μὴ πρὸς τὸν προκείμενον ἐπὶ ταῖς διαγνώσεσι σκοπὸν συν‐ τείνῃ, ἀλλ’ οὖν οὐδ’ ἀπῳδὰ τῷ λόγῳ πάντη πέφυκεν. | |
3.17.21 | Ἡμεῖς δ’ ἐπιθέντες τὸν λόγον καὶ περὶ τῶν ἐνδεχο‐ μένων οὔρων τοῖς ὁποίοις δήτισι τῶν νοσημάτων (τοῦτο γὰρ ἤδη μόνον ἐς ἀπαρτισμὸν τῶν περὶ διαγνώσεως λό‐ γων λείπεται), τέλος ἐπιθήσομεν τοῖς περὶ διαγνώσεως | |
5 | οὔρων λόγοις. | |
3.17.22 | Καὶ ἄλλως τὸ μακροὺς ὡς εὐδιάβλητον ἀπομηκύνειν φεύγοντες λόγους, οὐ μείων δ’ ἂν εἴη πρό‐ φασις καὶ τὰ ῥηθησόμενα τῶν οὔρων τοῖς συμπεπλεγμέ‐ νως ἐξεταζομένοις οὔροις. | |
3.17.23 | Τάχα γὰρ εἰ μὴ ἐν πᾶσιν ἀλλ’ οὖν τοῖς πλείοσι μεθόδοις ταῦτ’ ἂν δοίη τοῖς σπου‐ δάζουσι διαγνώσεων. | |
3.18t | Κεφ. ιηʹ. Ὅτι ἀδύνατον τὰ κατὰ μέρη διαλαβεῖν εἰς ἀπειρίαν οἶον διαπίπτοντα. | |
3.18.1 | Εἰδέναι μέντοι πρὸ τούτων χρεών, ὡς ἡμεῖς περὶ ἁπλῶν χρωμάτων τὸν λόγον ποιούμενοι—ἐπὶ τούτοις γὰρ μόνοις ὀνομάτων ἀπορήσομεν οἰκείων τε καὶ γνωρίμων—, ἀποδείξαντες, τίσι μάλιστα τῶν χρωμάτων τίνες συνανα‐ | |
5 | φαίνονται χυμοί, περὶ τῶν συμπεπλεγμένων οἷον ἐν τοῖς χρώμασιν ἐπιφαινομένων χυμῶν, οὔθ’ ἡμῖν ῥᾳδίον κατα‐ λέξαι γέγονεν οἰκείων ἀπορήσασιν ὀνομάτων, ὑμῖν τε τοῖς περὶ ταῦτα σπουδαίοις οὐκ εὔληπτον ἂν ἔδοξεν, ἤτοι χρώ‐ μασί τινων εἰδῶν παραβαλλόντων ταῦτα ἢ καί τισι διο‐ | |
10 | ρισμοῖς ὑπογραφόντων οὐκ ἀκριβέσι, καὶ ἄλλως ἀπείρου τε καὶ δυσχεροῦς τῇ γνώσει τοῖς ἐν διαφόροις τῶν χυμῶν ποσοῖς μίξεως τυγχανούσης. | |
3.18.2 | Ἐπεὶ τοίνυν δέδεικται τὰ γενικώτερα τῶν χρωμάτων καὶ οἶδε πᾶς τις νοῦν ἔχων ταῦτα διορισμοῖς τισι καὶ ὁμοίοτησί τινων γνωρίμων πα‐ ραβληθέντα, προσῆκον ἂν εἴη τῷ συνετῷ καὶ τῶν ἐκ δια‐ | 71 |
5 | φόρων χυμῶν συνιόντων καταστοχάζεσθαι χρωμάτων καὶ τὰς ἐπὶ τούτοις ποίας μίξεις ὡς οἷόν τε ἐξετάξειν. | |
3.18.3 | Οὐ‐ δεὶς γὰρ ἂν χρόνος ἀρκέσῃ οἶμαι ἐς ἀκριβῆ κατάληψίν τε καὶ ὑπογραφὴν ἐπὶ τὴν ὁσημέραι συμπλικῶν τοῖς οὔροις φαινομένων. | |
3.18.4 | Εἰ γάρ τις τὰ χρώματα ῥηθέντα καὶ τὰς ἐπὶ τούτοις ἐπιτάσεις τε καὶ ὑφέσεις καὶ τὰ ἐκ τῆς πρὸς ἀλλήλας τῶν μίξεων ἀποτελούμενα ἴσως τε καὶ ἀνίσως λόγους τε καὶ ἀναλογίας καὶ ὅπως ἄλλως ἔτυχε, καὶ τὰς | |
5 | ἐπὶ τούτοις μικροῦ δεῖν ἀπείροις οὖσι, μεθ’ ἑκάστης τῶν ἐνδεχομένων ἑνώσει συστάσεων καὶ τὰ ἐν ἀμφοτέροις συν‐ αγόμενα τοῖς ἐνδεχομένοις φαίνεσθαι ἐπισυνάψει παρ‐ υφισταμένοις καθ’ ἕκαστα, πολυσχιδῆ ἂν οἶμαι καὶ μικροῦ δεῖ καὶ ἄπειρα ποιήσειεν. | |
3.18.5 | Ἐῶ δὲ λέγειν εἴ τις πειρῶτο λέγειν τὰ συμπλεκόμενα ἐπὶ ταῖς διαφοραῖς ἡλικιῶν καὶ κράσεων καὶ γενῶν κατὰ ἓν καὶ κατὰ δύο καὶ τρία καὶ ἄλλως πως ἐθῶν τε καὶ τροφῶν καὶ γυμνασίων, ὡρῶν καὶ | |
5 | χωρῶν καὶ ὕπνων καὶ ἀγρυπνιῶν καὶ οἵων δήτινων ἀρρω‐ στημάτων. | |
3.18.6 | Τάχα γὰρ ἂν καὶ νοῦς ἰλιγγιάσειεν ἑκάστῳ τούτων τὰ κατὰ μέρος ὑφ’ ἓν ἐπιμιγνύς· οὔτε γὰρ οἶμαι χρόνου πρὸς ἀπαρτισμὸν τοῦ βεβουλευμένου εὐπορήσει καὶ τὰ χρείω ἀπορήσας χρόνου διαφεύξεται, ὥστε μένειν ἔτι ἄπο‐ | |
5 | ρον τὸ ἄπορον. | |
3.18.7 | Ἀλλὰ τί πρὸς ταῦτα γέγονεν ἡ πρόσληψις τῆς διανοίας ἐμμεθόδως πως τὰ κατὰ τὴν θεωρίαν προσ‐ διασκεψαμένη καὶ καθολικαῖς τισι προλήψεσι τὰ κατ’ αὐτὴν συναγαγοῦσα ἠκριβωμένην μέθοδον ἐν πᾶσιν ἔθεντο τῇ | |
5 | τέχνῃ, ὅθεν καὶ τὰς ἐπ’ αὐτοῖς διαφοράς τε καὶ διαγνώ‐ σεις καὶ προσέτι αἰτίας καὶ προγνώσεις ἀκριβῶς ἐξέθετο, ὥστ’ ἐντεῦθεν καὶ τῶν μὴ εἰς προῦπτον καταστοχάζεσθαι ῥηθέντων. | |
3.18.8 | Σκεπτέον τοίνυν ἐνταῦθα καὶ περὶ τῶν λειπομένων τῷ λόγῳ, ἵν’ ὅπως πέρας εἰληφότες τοῦ προ‐ κειμένου σκοποῦ καὶ τοῦ περὶ αἰτίας οὔρων θεοῦ διδόν‐ | |
τος ἁψώμεθα. | 72 | |
3.19t | Κεφ. ιθʹ. Ὅτι οὐ ῥᾳδίως ἐντεῦθεν οἱ ἐφήμεροι διαγινώσκονται πυρετοί. | |
3.19.1 | Τῶν οὖν ἐφημέρων πυρετῶν ὅσοι ἐκ θυμοῦ καὶ λύπης, κόπου τε καὶ ἀγρυπνίας καὶ φροντίδος καὶ ἐγκαύ‐ σεως καὶ ψύξεως, ἐπ’ ἀσιτίᾳ τε καὶ ἀπεψίᾳ γινομένων καὶ τῶν λοιπῶν κατὰ εἶδος ἐξευρημένων ὀλίγην ἄν τινα δια‐ | |
5 | φορὰν ἐν οὔροις ἴδῃ τις, μή τινος ἑτέρου πάθους παρα‐ πεσόντος ἢ σήψεώς τινος χυμῶν συμπεσούσης ἐντεῦθεν. | |
3.19.2 | Ἐπεὶ γὰρ ἀλλοιωθέντος μόνου πνεύματος τὰ τοιαῦτα τῶν ἐφημέρων εἴδη γίνεται πυρετῶν, τὰ δ’ οὖρα δέδεικται τὰ περὶ τοὺς ἐν φλεψὶ χυμοὺς τελοῦντας συμβαίνοντα μαρτυρεῖν μᾶλλον, εἰκότως οὐκ ἂν ἀξιολόγως ἐπὶ τούτων | |
5 | ἀλλοιωθείη τὰ οὖρα, εἰ μή που κατὰ τὸ χρῶμα· τοῦτο γὰρ εὐπαθέστερον καὶ τοῦτο δ’ οὐκ ἐπὶ πολύ. | |
3.19.3 | Πρὶν ἢ γὰρ αἰσθέσθαι τε καὶ ἠλλοιῶσθαι τοὺς ἐν φλεψὶ χυμοὺς ὑφ’ οἱωνδήτινων ἐφημέρων πυρετῶν, ἐκεῖνοι μὲν ἔφθασαν λυθέντες καὶ μᾶλλον εἰ προσηκούσης τύχοιεν διαίτης· | |
5 | ἐκεῖνα δὲ βραχύ τι ὅσον ἀλλοιωθέντα κατὰ τὰ χρώματα, τήν τε σύστασιν μικροῦ δεῖν παρεφυλάξαντο σύμμετρον καὶ τὰ παρυφιστάμενα τὴν καθήκουσαν ἀναλογίαν προ‐ τείνοντα. | |
3.19.4 | Καὶ ἐφημέρων μὲν πυρετῶν οὕτως οἴομαι· τῶν δ’ ἀπὸ σήψεως ἀναφθέντων μαθεῖν ἐστιν ὧδε τοῦ λόγου διεξιόντος. | |
3.19.5 | Ἀλλ’ ἐπειδήπερ οἱ μὲν αὐτῶν εἰσι διαλείποντες, οἱ δὲ συνεχεῖς, περὶ τῶν διαλειπόντων πρώ‐ τως εἰπόντες καὶ περὶ τῶν συνεχῶν εἶθ’ οὕτως ἐροῦμεν. | |
3.20t | Κεφ. κʹ. Διάγνωσις τριταίου ἀκριβοῦς καὶ νόθου πυρετοῦ. | |
3.20.1 | Τριταίου τοίνυν ἀκριβοῦς ἐπιγεγονότος, οὖρα ἂν φανείη ἤδη πυρρά τι καὶ ξανθὰ τὴν σύστασιν καὶ τοῦ συμμέτρου παχυτέραν εἰληφότα· καὶ ταῖς μὲν ἀρχαῖς οὐ‐ δέν τι τούτοις παρυφίσταται σημεῖον πέψεως, τοῦ χρόνου | |
5 | δὲ προϊόντος καὶ πέψεως ἐπιφαίνεται σύμβολα καὶ τἆλλα πρὸς τὸ σύμμετρον αὐτὸ χωρεῖ κατὰ λόγον. | |
3.20.2 | Ὅ γε μὴν νόθος τριταῖος τό τε χρῶμα πολλῷ διηλλαγμένον ἐν τοῖς οὔροις δείκνυσιν ἐπὶ τὸ χολωδέστερον καὶ τὴν σύστασιν εἴληχε καὶ τἀκριβοῦς παχυτέραν. | |
3.20.3 | Καὶ πλείω δὲ τού‐ | |
τοις τῆς ἀπεψίας ἐν τοῖς παρυφισταμένοις δείκνυται σύμ‐ βολα, καὶ τριταίου μὲν ἀκριβοῦς τε καὶ νόθου τοιαῦτ’ ἂν οὖρα ὀφθείη. | 73 | |
3.21t | Κεφ. καʹ. Διάγνωσις ἀκριβοῦς τεταρταίου καὶ νόθου πυρετοῦ. | |
3.21.1 | Τεταρταίου δὲ ἀπὸ σπληνὸς εἰληφότος τὴν σύστα‐ σιν δυσπραγήσαντος λεπτὰ μὲν καὶ λευκὰ καὶ ἀνυπόστατα ἐν ταῖς ἀρχαῖς ἐμφαίνεται, τοῦ χρόνου δὲ προήκοντος ταῖς μὲν ἀνέτοις μᾶλλον τῶν ἡμερῶν καὶ ἀθρόας ἐπιφαίνεται | |
5 | τὰς ὑποστάσεις ἔχοντα, καὶ αὐτὰ δὲ τεθόλωται ἐνίοτε, τῇ δὲ τῶν παροξυσμῶν ἐχούσῃ ἔτι λεπτὰ καὶ λευκά, καί πως ἀμυδρὰν ὑπόστασιν ὑποφαίνοντα, εἴ γε πέψιν ἤδη λαμ‐ βάνει τὸ νόσημα. | |
3.21.2 | Ἐπειδὰν δ’ ἤδη καθαρῶς εἰς πέψιν τὰ τοῦ πάθους χωρήσῃ, τά τε οὖρα καθαρώτερα φαίνεται πρὸς τὸ κατὰ πάντα σύμμετρον χωροῦντα, καὶ τὰ πολλὰ τῶν συμπτωμάτων παραλύεται τῆς καθ’ αὑτὰ δυνάμεως. | |
3.21.3 | Ἔστι γε μὴν ὅτε καὶ μέλανος ἐπιρρυέντος χυμοῦ τοῖς οὔροις, ἀνεῖται λήξαντα τὰ δεινά. | |
3.21.4 | Τοῦ δ’ ἥπατος φλεγμαίνοντος καί πως ἄλλως θερμῶς διατεθέντος ἐπὶ γεγονότι τεταρταίῳ, ἐξέρυθρα ἂν καὶ σανδαραχώδη οὖρα φανείη, παχύτερα μὲν τοῦ συμμέτρου τυγχάνοντα, με‐ | |
5 | τρίας δὲ καὶ ἀνωμάλους τὰς ὑποστάσεις ἔχοντα. | |
3.21.5 | Ἔσθ’ ὅτε δὴ καὶ διὰ ὅλου ταῦτα φαίνεται παχέα καὶ ἐρυθρὰ κατὰ τὴν τῶν χυμῶν ἐπιπλοκήν τε ἅμα καὶ ἐπικράτειαν. καὶ τεταρταίων μὲν τοιαῦτ’ ἂν εἴη οὖρα. | |
3.22t | Κεφ. κβʹ. Διάγνωσις ἀμφημερινῶν πυρετῶν. | |
3.22.1 | Τοῦ δέ γε ἀμφημερινοῦ κρατοῦντος λεπτά τε καὶ λευκὰ καὶ οἷον ὑδατώδη καὶ ἀνυπόστατα ταῖς ἀρχαῖς ὥσπερ κἀπὶ τῶν τεταρταίων εἴρηται. | |
3.22.2 | Προβαίνοντα δὲ παχύ‐ νεται καί ὑποστάσεις ἀθρόας δείκνυσι καὶ παχείας, ἔγγονά τινα τελούσας τῆς τῶν χυμῶν ὠμότητος, ἔτι δὶ προβαί‐ νοντος τοῦ χρόνου, καὶ πέψεώς τινος ἀμυδρὰ σημεῖα φαί‐ | |
5 | νεται, ὁπότε δὴ τὸ πάθος εἴη κεχωρηκὸς πρὸς τὸ μηδέν. | |
3.22.3 | Τῶν γὰρ τοιούτων πυρετῶν διαλειπόντων τότε τεκμαι‐ ρόμεθα τὴν λύσιν ἔσεσθαι ἐξ ὑπογυίου, ὁπόταν δηλονότι πέψεώς τινος ὀφθῇ σημεῖα. | |
3.22.4 | Πεπλεονέκτηκε δὲ τούτων | |
τῇ παχύτητι ὁ τριταῖος διαλείπων πυρετός· τότε γὰρ ἅπαν τῆς ἐπικρατείας τούτου οὐκ ἂν ὑπάρχη τὴν δευτέραν ἑβδο‐ μάδα, εἰ μή που νόθος εἴη τριταῖος καὶ καθόσον ἂν ἡ | 74 | |
5 | πέψις προίσχῃ, καὶ τὴν λύσιν ὅσον οὔπω παραγεγενῆσθαι σημαίνει. | |
3.22.5 | Συνεχῶν δὲ ἐπὶ σήψει πυρετῶν πρώτως μὲν ἂν τὰ χρώματα ἀλλοιωθείη πρός τε τὸ πυῤῥὸν καὶ ἐρυ‐ θρὸν καὶ οἰνωπὸν καὶ κυανοῦν καὶ τὰ παραπλήσια χω‐ ροῦντα κατὰ τὴν τῶν χυμῶν ποιότητά τε καὶ ποσότητα | |
5 | καὶ αἱ συστάσεις τούτοις ἀνώμαλοι καὶ μᾶλλον πρὸς τὸ παχύτερον ῥέπουσαι· ἐνίοτε μὴν ἐπὶ τὸ λεπτότατον. | |
3.22.6 | Ὅτι δὴ καὶ τὰ χρώματα ἤτοι λευκὰ ἤ ἑτεροῖα τυγχάνει, παρυφιστάμενα δὲ ταῖς ἀρχαῖς οὐκ ἂν ὀφθείη πεπεμ‐ μένα, ἀλλ’ ἀνώμαλά τε καὶ διάφορας προχωρούσης δὲ τῆς νόσου, εἴ γε ῥᾴω τὰ πάντα γίνεται, καὶ πέψεως ἤδη φαί‐ | |
5 | νεται σύμβολα. | |
3.23t | Κεφ. κγʹ. Διάγνωσις οὔρων τῶν ἐπὶ σήψει πυρετῶν. | |
3.23.1 | Οὐ δεῖ δὲ καὶ τοῦτο λανθάνειν, ὡς ἐνίοτε μετὰ τὰς ἀκμὰς ἀθρόα τε καὶ παχέα ὑφιζάνει παρυφιστάμενα τὴν ὁρμὴν ἐκεῖσε λαβούσης τῆς ἐπὶ τῷ φλεβώδει γένει τῶν χυμῶν σήψεως. | |
3.23.2 | Καὶ τούτου μὲν ἀποδέχεσθαι δεῖ ἔγγιον ὑγείαν σημαίνοντα, ἀποστρέφεσθαι δὲ τὰ τοιαῦτα κατὰ τὰς ἀρχὰς ἐπιφαινομένας· δεῖ γὰρ ἐνταῦθα χρόνου τε καὶ ῥώμης εἰς πέψιν δυνάμεως. | |
3.23.3 | Χείρονα δ’ ἂν εἴη τούτων τἁ οὖρα, εἰ μὴ γε προχωρούσης τῆς νόσου καὶ παρυφιστάμενα φαίνεται μήτε καὶ φαινόμενα τῶν ἀμεί‐ νων ᾖ. | |
3.23.4 | Τάχα γὰρ ὧδ’ ἐπιδοθείσης τῆς νόσου καὶ τῶν δεινῶν ἐν οὔροις φαινομένων σημείων, προαφέλῃ θάνα‐ τος τῆς παρακμῆς τὸν κάμνοντα, ἀλλὰ τοῦτο τοῦ προ‐ γνωστικοῦ μέρους ὂν ἐκεῖσε δὴ καὶ ταμιευέσθω. | |
3.23.5 | Λοιπὸν οὖν ἂν εἴη φάναι καὶ περὶ τῶν ἐφ’ ἑτέροις τρόποις ἀλ‐ λοιουμένων οὔρων. | |
3.24t | Κεφ. κδʹ. Διάγνωσις οὔρων τῶν ἐπί τισι τῶν καιρίων πεπονθότων μορίων. | |
3.24.1 | Φλεγμονῆς τοίνυν καὶ ἐρυσιπέλατος καί τινος ἑτέ‐ ρας παραπλησίας διαθέσεως ἐπὶ τὸ θερμότερον ῥεπούσης | |
περί τινα τῶν καιριωτέρων γεγονότων μορίων, ἀξιολόγως ἂν καὶ τὰ οὖρα ἁλλοιωθείη. | 75 | |
3.24.2 | Τοσούτῳ γε μὴν πρὸς ἄλληλα διαφόρως ἕξει, ὅσῳ καὶ τὰ μόρια ἀλλήλων εἰς τε καιριότητα καὶ ἐγγύτητα τοῦ πρώτου θερμοῦ διενήνοχε. | |
3.24.3 | Καὶ ἥπατος μὲν καὶ πνεύμονος τοιαύτην τινὰ καυ‐ σώδη διάθεσιν ὑφ’ οἱουδήτινος ἐσχηκότων χυμοῦ, ἐξερυ‐ θρα ἂν καὶ αἱματώδη οὖρα καὶ οἰνωπὰ ὀφθείη κατὰ τὸ ποσὸν καὶ τὴν ποιότητα τῆς θερμότητος. | |
3.24.4 | Ἐλάττω τούτων δὲ ὅσα δρᾷ τε τὸν ἐγκέφαλον καὶ τὸν ὑπεζωκότα ὑμένα καὶ τὴν κοιλίαν, τοὺς τοιαῦτα πάσχοντας ἀλλοιοῦ‐ ται οὖρα· ἐπὶ σπληνὸς μέντοι φαῦλα μὲν τὰ χρώματα | |
5 | διὰ τὴν τοῦ πλεονάζοντος ἐκεῖσε χυμοῦ σκαιότητα. | |
3.24.5 | Εἴ γε τὴν ὁρμὴν ἐν οὔροις τῆς ἐκκρίσεως λάβῃ, μείω δὲ ὁ πυρετὸς τῶν ἐν τοῖς ῥηθεῖσι μορίοις, μήτρα δὲ καὶ νε‐ φρὸς καὶ κύστις, κῶλόν τε καὶ ἀρχός, ἀλλοιώσει μὲν καὶ | |
5 | ταῦτα πεπονθότα τὰ οὖρα, ἔλαττον μέντοι ἐγκεφάλου καὶ ὑπεζωκότος τοῦ αὐτοῖς ἑαλωκότων πάθεσι. | |
3.24.6 | Τά γε μὴν ἐπὶ πᾶσι τούτοις παρυφιστάμενα ἐπισημανεῖται μὲν καὶ τὰς τῆς φύσεως ἐπικρατείας καὶ ἀρρωστίας, ἐπιδηλοτέρους δὲ καὶ τοὺς πεπονθότας ἀποδείξει τόπους, ὧν τὰ μὲν | |
5 | εἴρηται, τὰ δὲ καὶ λεχθήσεται. | |
3.24.7 | Τῶν δὲ ἐκτὸς καὶ πόρ‐ ρωθεν κώλων τοιαῦτα νοσησάντων, μετρίως μὲν τὰ οὖρα καὶ οὐ πάνυ σαφῶς ἀλλοιωθείη. | |
3.24.8 | Πέψεως δὲ μᾶλλον σημεῖα δείξει, μὴ προσαναφθέντος ἀπ’ ἐκείνων δηλονότι σηπεδονώδους τινὸς πυρετοῦ, οὗ δὴ τὰ σύμβολα πρὸ βραχέος τῷ λόγῳ τούτῳ παραδεδώκαμεν. | |
3.24.9 | Ὅσα δ’ αὖ τὴν ἀρχὴν τοῦ πάθους ἀπό τινος ἐπιρρυέντος εἴληφε ψυ‐ χροῦ χυμοῦ, εἴτ’ ἐγκέφαλος εἴη, εἴθ’ ἥπαρ ἤ πνεύμων, εἴθ’ ὑπεζωκὸς ὑμήν, ἤ γαστὴρ ἤ τι ἕτερον μόριον τού‐ | |
5 | των, τὰ μὲν πόρρω τοῦ θερμοῦ μᾶλλον ἂν ἀλλοιωθείη καὶ ψυχρότητος καὶ ὠμοχυμίας ὑποδείξειεν οὖρα. | |
3.24.10 | Ἧτ‐ τον δ’ αὖ ὅσα πεπλεονέκτηκεν ἐκείνων τὴν φυσικὴν θερ‐ μότητα διά τε τῶν ἀγγείων τὰ ἀξιόλογα, καὶ διὰ τὴν τῆς καρδίας ἐγγύτητα· ἢ γὰρ τὴν ἀρχὴν οὐ καταδέχεται ἢ πα‐ | |
5 | ραδεξάμενα μετρίαν ὑποφαίνει τὴν μεταβολὴν τοῖς οὔροις γεγενημένην. | |
3.24.11 | Φαυλότερα μέντοι οὖρα κινηθέντα δεί‐ κνυσι τῶν πόρρω που τοῦ θερμοῦ πεφυκότων, εἴτε τόπῳ | |
εἴτε φυσικῇ τινι κράσει. προσδιορισθήσεται δὲ περὶ τούτων οἰκειότερον κἀν τῷ περὶ προγνώσεως οὔρων βιβλίῳ. | 76 | |
3.24.12 | Ἐπεὶ δὲ τὰ τῶν ἁπλῶν κράσεων ἐπιταθεισῶν μεμά‐ θηκας οὔρων εἴδη, οἶσθα δὲ καὶ τὰ τῶν πλεοναζόντων ἐξευρίσκειν χυμῶν ἐν οὔροις εἴδη, ῥᾳδίως ἂν καὶ τὰ ἐπὶ τοῖς κατέχουσι νοσήμασι ἐξεύροις οὖρα, ὥστ’ ἀκριβῶς καὶ | |
5 | τὰ ἐπὶ τούτοις ἐπιθεῖναι διαγνώσεις. | |
3.24.13 | Οὐ γὰρ ἐξὸν ἡμῖν καθ’ ἕκαστον ἐξαγγέλλειν, ὅσα δῆτα τοῖς κατὰ μέρος ἐπιφαίνεται νοσήμασι, τὸ μὲν τὸ πλάτος τοῦ λόγου φεύ‐ γουσι, τὸ δ’ αὖ ἀρκούσας ἀποδεδωκόσι πρὸς διάγνωσιν | |
5 | μεθόδους, ὥστε καὶ ῥᾷον ἂν δόξειεν τὸ πολὺ τοῦ λόγου συνελόντι τις σπουδαίῳ καὶ προανεγνωκότι περὶ τῆς τῶν νοσημάτων διαφορᾶς τε καὶ αἰτίας βιβλία τὸ διαγνώσκειν ἕκαστα τῶν φαινομένων οὔρων. | |
3.24.14 | Εἰ γάρ τις ταῦτα ἀκριβῶς εἰδείη καὶ ἐφ’ ὁποίοις μάθοι χυμοῖς συνίσταται τῶν ἀξιολόγων νοσημάτων ἕκαστον, ἐν ἕξει δὲ καὶ τῶν ῥηθεισῶν ἐνταῦθα μεθόδων γένηται, ῥᾷστα ἂν λογισάμε‐ | |
5 | νος ἐξεύροι, οἷά τισιν οὖρα νοσήμασιν ἐπιφαίνεται μά‐ λιστα. | |
3.24.15 | Τὰ μὲν γὰρ ἐκ προχείρου ἴσως μάθοι, ὅσα δῆτα περὶ τὸ φλεβῶδες γένος συνίσταται· ὅσα δ’ ἐπέκεινα τούτων, δυσχερὲς μὲν ἴσως, οὐ μέντοι καὶ τούτων τὰ σπουδαιότερα διαδιδράσκουσι τὸν ἀκριβεῖς τὰς ἐπισκέψεις | |
5 | ποιούμενον. | |
3.24.16 | Ὅσω καὶ γὰρ ἢ πνεύματος ἀλλοιωθέν‐ τος μόνου γίνεται, ἢ τοῦ νευρώδους πεπονθότος γένους, ῥᾳδίως ἀπὸ τῆς τῶν οὔρων οὐκ ἂν γνοίης ἐπισκέψεως, εἰ μή πως ἐπιδοθέντος τοῦ τυχόντος πάθους τὸ φλεβῶδες | |
5 | αἴσθησιν λάβῃ γένος· ἐντεῦθεν γὰρ τοῖς οὔροις ἐπίδηλα τὰ πάθη γίνεται. | |
3.25t | Κεφ. κεʹ. Ὅτι δεῖ τὸν ἀκριβῶς ἐπισκέπτεσθαι βουλόμενον καὶ τὴν περὶ σφυγμῶν πραγματείαν ἀκριβῶς ἐπίστασθαι. | |
3.25.1 | Ἀσφαλέστερον δ’ ἂν ἴσως περὶ τούτων γνοίη ὁ τὰς τῶν σφυγμῶν κινήσεις ἐξησκηκὼς κρίνειν. αἱ γάρ τοι ἀρ‐ τηρίαι νευρώδους μὲν κεκοινωνήκασιν, ὡς ἴσμεν, χιτῶνος· πνεῦμα δ’ ἐν αὐταῖς ἔμπλεον ἔχουσιν, ὥστε πρώτως ἂν | |
5 | αὗται γνῶσιν παράσχοιεν τοῖς εἰδόσι σφυγμῶν ἅπτεσθαι γεγονυῖάν τινα περὶ τὸ πνεῦμα καὶ τὸ τῶν νεύρων ἀλ‐ λοίωσιν. | |
3.25.2 | Αὐτῶν μέντοι κρεῖττον δηλώσουσι τὰ οὖρα, ὅσα περί τε χυμοὺς καὶ τὰς πέψεις καὶ ὅσα ἐπὶ τού‐ τοις συμβέβηκε, καὶ εἰ τἀληθὲς δέον εἰπεῖν, καὶ ἀμφο‐ τέρων δεῖ τῶν μαθημάτων τῷ διαγινώσκειν ὀρθῶς | 77 |
5 | σπουδάζοντι. | |
3.25.3 | Ὥσπερ γὰρ τῷ διερρωγότα οἶκον ἀνα‐ καινίσαι σπεύδοντι καὶ ἀμφοτέρων δεῖ χειρῶν, δυοῖν γὰρ θατέρας λειπομένης οὐκ ἀσφαλές ἐστι διευθετεῖν τὰ δέοντα, οὕτω τῷ τὴν τέχνην μετιόντι καὶ ἀμφοτέρων δεῖ | |
5 | τῶν πραγματειῶν. | |
3.25.4 | Ἀλλ’ ὁ μὲν περὶ διαγνώσεως οὔ‐ ρων λόγος ἀγαθὸς μὲν τοῖς ἀσκοῦσιν οὕτω φανείς, ὠφέλι‐ μος τοῖς κάμνουσι σώμασιν, ὁπόσον ἂν ἀληθείας ἅπτηται καὶ σπουδαστέος ἂν τοῖς γε νοῦν ἔχουσιν εἰκότως κρίνοιτο, | |
5 | ἡμῖν δὲ σύμμετρον ἀποδεδωκόσι τῷ λόγῳ μέτρον, δίκαιον ἂν εἴη καταπαύειν ὧδέ πη τὸν λόγον, ἵνα μὴ καὶ πολυ‐ λογεῖν ἐγκληθῶμεν. | |
3.25.5 | Ἃ δ’ ἄν τις ἐγκαλῶν τῷ λόγῳ νομίσει λείπειν τοῦτο νῦν ἡμῶν πυθόμενος παυέσθω, ἐπειδήπερ τὰ μὲν ὡς ἐκ τῶν ῥηθέντων ἐπίδηλα νο‐ μισθέντα λέλειπται, τὰ δ’ αὖ γε καὶ λεχθήσεται ἐν τοῖς | |
5 | περὶ προγνώσεως λόγοις, ἐκεῖσε μᾶλλον ἐφαρμόζειν δόξαντα. | |
3.25.6 | Κεκοινωνήκασι γὰρ ἀλλήλων πολὺ τῶν ἄλλων ταῦτα τῆς πραγματείας τὰ μέρη, ὤστε οὐ δεῖ θαυμάζειν, εἴ τι καὶ λελεῖφθαι δοκεῖ, μᾶλλον ἐκεῖσε δόξαν ἡμῖν ἁρμόσειν. | |
3.25.7 | Ἔπειτα κἄν τι καὶ λελεῖφθαι τῷ λόγῳ δόξειε, συγγνοίη δ’ ἄν τις πάθος ἐγκαλῶν ἀνθρώπινον καὶ πολλοῖς τῶν ὁσημέραι μετιόντων λόγους συμβαῖνον. | |
3.25.8 | Καὶ ταῦτα μὲν οὕτω· δίκαιον δ’ ἂν εἶναι τῷ λόγῳ δόξῃ καὶ τὰς τῶν ῥηθέντων αἰτίας τοῖς μετὰ τούτους ἐπιθεῖναι λόγοις, βραχύ τι μὲν λυσιτελούσας ἴσως τῇ τέχνῃ, ἀσφαλῇ δ’ ὅμως πα‐ | |
5 | ρασκευαζούσας τὴν ἐπὶ τῶν λεχθεισῶν μέθοδον διαγνώ‐ σεων. ἀποδοθεισῶν γάρ τοι τῶν αἰτιῶν, πιστώσαιτ’ ἄν τις μᾶλλον τὰ λελεγμένα. | |
3.25.9 | Καὶ ὁ μὲν περὶ τῆς διαγνώ‐ σεως οὔρων λόγος ἀφείσθω ἤδη ῥηθεὶς ἀρκούντως· ἐφεξῆς δ’ ἀρχέσθω ὁ περὶ αἰτίας, οὕτω τῆς ἀκολουθίας ἀπαιτού‐ σης τῆς ἐπὶ πάσης συνθήκης. ὁ θεὸς δὲ δοίη κἀκεῖνα | |
5 | συμπερᾶναι λόγοις ἀληθείας πιστούμενα. | 78 |
4.1.1(t1) | ΠΕΡΙ ΑΙΤΙΑΣ ΟΥΡΩΝ. | |
t2 | ΤΟ Αʹ. | |
4proem1 | Προοίμιον. | |
1 | Ἐπειδήπερ τῷ περί τινος αἱρουμένῳ γράφειν ζητή‐ ματος, οὔτ’ ἀναγκαῖα μόνον θέμις καταστρωννύειν τοῖς γράμμασιν, ἀλλὰ καὶ ὅσα χρήσιμα τῷ προκειμένῳ σκοπῷ πέφυκεν, οὕτω γὰρ διὰ πάντων ἰὼν ὁ λόγος τέλειος νο‐ | |
5 | μισθείη καὶ ὁ περὶ αἰτίας οὔρων δεόντως νῦν ἀποδοθείη τῇ πραγματείᾳ. | |
4proem2 | Τοῖς μὲν γὰρ πείρᾳ τὸ πλέον ἐγ‐ γυμνασθεῖσι τῇ τέχνῃ καὶ λόγων ἀλογήσασιν οἱωνδήτινων μόνος ἂν ὁ περὶ διαγνώσεως ἀρκέσῃ λόγος· τοῖς δὲ φιλο‐ σοφίᾳ τὴν τέχνην καλύνουσι καὶ προεῖσι πάντα ἢ μηδέν | |
5 | τι ἀναίτιον βούλεσθαι εἰδέναι, ἀναγκαίως ἂν καὶ ὁ περὶ αἰτίας οὔρων λόγος ἀποδοθείη· ὁ μὲν γὰρ ἀκριβῶς εἰδὼς ἐξετάζειν τὰς τῶν γινομένων αἰτίας, ῥᾳδίως ἂν καὶ τὰ διαγνωσθέντα δέξαιτο καὶ τὰ λείποντα προσθείη ἂν βου‐ ληθείς. ὁ δ’ ἀγνοήσας τοὺς περὶ αἰτίας λόγους οὐδ’ ἐπι‐ | |
10 | στημόνως ἕξει τὰς διαγνώσεις τούτων, ὥστε δίκαιον ἂν εἴη καὶ τοὺς περὶ αἰτίας οὔρων λόγους ἐπιθεῖναι τῇ πρα‐ γματείᾳ, ἵνα διὰ πάντων καλῶς καὶ τελείως ἥκων ὁ λόγος πᾶσιν ἀρκῶν ὀφθείη τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν. | |
4proem4 | Ἐπεὶ τοίνυν περὶ αἰτίας οὔρων οἱωνδήτινων φαινομέ‐ νων εἰπεῖν προυθούμεθα, χρεὼν ἂν εἴη προεπιθεῖναι τῷ λόγῳ τοὺς περὶ αἰτίας πέψεως ὥπερ ἐπαναλαβοῦσι τὸν λόγον. | |
4.1t | Κεφ. αʹ. Περὶ αἰτίας τῆς τῶν ζῴων διαμονῆς. | |
4.1.1 | Τῆς τοίνυν αὐτῆς φύσεως ἀεὶ μὲν τὸ παράμονον ταῖς τῶν εἰδῶν διαδοχαῖς τηρούσης ταῖς ἐξ ἀλλήλων δηλον‐ ότι γεννήσεσι, τοῖς δὲ καθ’ ἕκαστον δεῆσαν αὖθις διαμο‐ νῶν, ἵνα μὴ τῷ γεγενῆσθαι ἅμα διαφθείροιτο, τὴν ἐπὶ | |
5 | ταῖς τροφαῖς ἐξεῦρε μέθοδον. | |
4.1.2 | Καὶ ταύτῃ τοῦ καθ’ ἕκαστον συνεστήσατο τὴν ζωήν, προεποικοδομήσασα τρο‐ | |
φῆς ἀγγεῖα ποικίλα καὶ τούτοις ἐπιθεῖσα τὴν ζωτικὴν αὐτὴν δύναμιν. | 79 | |
4.1.3 | Ὑγρῶν οὖν καὶ ξηρῶν καὶ πνευμά‐ των ὄντων τῶν τὴν σύστασιν αὐτὴν τοῦ σώματος διειλη‐ φότων καὶ διὰ τούτων τῆς ζωῆς ἐνεργουμένης, ὁ μὲν περὶ τροφῆς ἐκ πνεύματος λόγος ἄλλοις μᾶλλον ἂν πραγμα‐ | |
5 | τείαις ἀρκέσαι, ὁ δέ γε περὶ ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δί‐ καιος ὢν λελέχθαι ἤδη που καὶ καταρχεσθω λυσιτελήσων οὐ τὰ μέτρια τῇ περὶ οὔρων πραγματείᾳ. | |
4.1.4 | Τῆς τοίνυν τροφῆς πρῶτον διαμασηθείσης καὶ προπαρασκευασθείσης εἰς πέψιν ἕτοιμον, αὐτήν τε καὶ τὰ πινόμενα ἡ γαστὴρ εἰληφυῖα καὶ περιπτυξαμένη τῷ ἐμφύτῳ ἀλλοιοῖ θερμῷ, | |
5 | μηδενός τινος ἐμποδὼν τυγχάνοντος. | |
4.1.5 | Ἐπειδὰν δὲ ταύ‐ την χυλοποιήσῃ, ὅσον μὲν λεπτότερον καὶ ἀκραιφνέστερον ταύτης, διὰ τῶν καθηκουσῶν ἀφ’ ἥπατος φλεβῶν ἐκμυζᾶ‐ ται οἷον καὶ ἀνιμᾶται πρὸς κρείττω τινὰ ταύτης μεταβο‐ | |
5 | λήν. | |
4.1.6 | Πρώτην μὲν γὰρ ἀληθῶς ἀλλοίωσιν ἡ τροφὴ περὶ τὴν γαστέρα δεξαμένη τὴν ἐν φλεψὶ καὶ ἥπατι ἐπὶ ταύτην δευτέραν λαμβάνει κρείττω μὲν τῆς προτέρας, μείω δὲ τῆς μετ’ αὐτὴν τρίτης πέψεως. | |
4.1.7 | Ἀλλ’ ἐπειδὰν ἀρκούντως, ὡς εἴρηται, ἡ περὶ τὴν γαστέρα τροφὴ πεφθῇ, καὶ τὸ μὲν ἀρχεῖον ταύτης δι’ ἐντέρων ἀποκριθῇ, τὸ δ’ ὡς χρήσιμον ἀναδοθῇ, τοῦτο ἡ ἐν ἥπατι καὶ φλεψὶ | |
5 | δεξαμένη δύναμις καὶ αὐτὴ καθ’ αὑτὴν ὑγιῶς ἔχουσα ἀλ‐ λοιοῖ τε καὶ εἰς ἐρυθρότητα μεταβάλλει αἵματος, κἀκεῖσέ που περὶ τὰ κοῖλα γεγονυίας τῆς τοῦ αἵματος διακρίσεως. | |
4.1.8 | Οὐ γὰρ ἐᾶται ἔτι πορρωτέρω βαίνειν τοῦθ’ ὡς ἔτυχεν, ἵνα μὴ οὐκ ἀκραιφνοῦς ἀποδοθείσης τῷ σώματι τροφῆς καὶ ἡ σὰρξ φαύλη κατασκευασθείη, ἐκεῖ που παρὰ τὰ κυρτὰ παραθεμένη τοῦ ἥπατος τὴν χοληδόχον κύστιν, τὸ | |
5 | μὲν λεπτότερόν τε καὶ δριμότερον τοῦ αἵματος ἐκεῖ που διὰ τοῦ καθήκοντος πόρου μεταχωρεῖν ποιεῖ· ὁπόσον δὲ γεῶδές τε καὶ παχύτερον ὁ σπλὴν πρὸς ἑαυτὸν ἐφέλκεται· | |
4.1.9 | Καὶ δὴ τοῦ μὲν ξανθηχόλου τε καὶ γεώδους οὕτω διακριθέντος χυμοῦ, λειπομένου δὲ τοῦ ὀρρώδους, ἐκεῖ μὲν αὐτὸς οὐκέτι εἰάθη διακριθῆναι, οὕτω δόξαν, καὶ τοι τῶν νεφρῶν παρακειμένων. | |
4.1.10 | Διὰ δὲ τῆς στελεχιαίας φλεβὸς καὶ τῶν κοίλων διαβιβασθέντος τοῦ ἥπατος καὶ | |
ἐπὶ τὰ κυρτὰ διαδοθέντος ἐπὶ τῇ κοίλῃ καλουμένῃ φλεβί, ἵν’ ὅπως δηλονότι καὶ τὸ αἷμα διαπορθμευεσθείη. | 80 | |
4.1.11 | Στε‐ νοχωρία γὰρ τῶν πόρων πέφυκε μεταξὺ τῶν τε κοίλων καὶ κυρτῶν τοῦ ἥπατος διὰ τοῦ ἀποσχιζομένου κατὰ τὸ λαβδοειδὲς σχῆμα καλούμενον τῆς κοίλης φλεβὸς περὶ τοὺς | |
5 | νεφροὺς διακρινόμενον χωρεῖ τὸ ὀρρῶδες οὖρον μόνον ἐκεῖθεν φερόμενον. | |
4.1.12 | Ὅσον δὲ τοῦ αἵματος πέφυκεν, ἐπ’ αὐτὴν ἤδη χωρῆσαν τὴν καρδίαν καὶ κρείττω τῆς προϋπαρχούσης δεξάμενον ἀλλοίωσιν ἐπὶ τὰ τοῦ σώματος ἐκεῖθεν διὰ τῶν φλεβῶν κατακερματίζεται μέρη, ἄρδον | |
5 | οἷον τὸν αὐχμὸν τοῦ σώματος. | |
4.1.13 | Καὶ γοῦν πρώτης μὲν πέψεως τῆς περὶ τὴν γαστέρα δηλονότι περιττώματά τε ἐμούμενα καὶ διαχωρούμενα δείκνυται· τῆς δ’ ἐν τοῖς κοίλοις τοῦ ἥπατος αἵ τε χολαὶ καὶ τὰ οὖρα. | |
4.1.14 | Λεί‐ ποιτο δ’ ἂν οὖν καὶ περὶ τῆς τρίτης ἤδη πέψεως φάναι ἐπὶ τῷ φλεβώδει μέρει ἐνεργουμένης· οὕτω γὰρ ἀποδοθέντος τοῦ λόγου ἀρκοῦσαν ἂν οἶμαι προπαρασκευὴν ἕξειν πρὸς | |
5 | τὰ ῥηθησόμενα ἐπὶ ταῖς τῶν φαινομένων αἰτίαις οὔρων. | |
4.2t | Κεφ. βʹ. Περὶ αἰτίας τῆς τῶν παρυφισταμένων γενέσεως. | |
4.2.1 | Τῆς τοίνυν τελεωτέρας τε καὶ τρίτης πέψεως γινο‐ μένης κατὰ τὸν αὐτῆς προσήκοντα λόγον καὶ τὰ ἐπ’ αὐτῇ ἐν τοῖς οὔροις φαίνεται παρυφιστάμενα περιττώματα, ὧν‐ περ δὴ τὰ λεπτότερα οἷοί θ’ ἱδρῶτες καὶ τὰ διαπνεόμενα | |
5 | πεφύκασιν ἀδήλως, καὶ καθόσον ἂν διαμαρτία κἀπὶ τῇ τοιαύτῃ τρίτῃ πέψει γίνηται, καὶ τὰ παρυφισταμένα δεί‐ ξουσιν. | |
4.2.2 | Ὁ γοῦν ταῦτα εἰδώς, ἐφ’ αἷς αἰτίαις μετα‐ βάλλεται, καὶ τὰς διαγνώσεις ἀσφαλέστατα τῷ λόγῳ ἂν ἀποδοίη, ἀλλ’ ὁ μὲν περὶ διαγνώσεως λόγος ἤδη που λέ‐ λεκται. | |
4.2.3 | Ῥηθείη δ’ ἂν νῦν εἰκότως ὁ περὶ τῆς αἰτίας οὕτω προαγάγοντος τοῦ παντὸς λόγου. | |
4.2.4 | Προδιασκεψά‐ μενοι γοῦν τὰς αἰτίας τῶν παρυφισταμένων οὕτω τῶν λοιπῶν ἁψόμεθα καθ’ εἱρμὸν προβαίνοντες τὸν προση‐ κόντα, οἷον οὖν τι συμβαίνειν εἴωθεν ἐν τοῖς ἀψοστήμασι | |
5 | καὶ οἱοισδήτισιν ἕλκεσιν· ἂν μὲν ἐπικρατοῦσα ᾖ ἡ φυ‐ σικὴ καὶ πεπτικὴ δύναμις, βραχύ τι ἢ οὐδὲν τὰ πῦα ὄζει καὶ λευκὰ καὶ λεῖα καὶ ὁμοιομερῆ πάντα τυγχάνει· κρατη‐ | |
θείσης δὲ τῆς φυσικῆς δυνάμεως, τἀναντία φαίνεται τρα‐ χέα καὶ ἀνώμαλα καὶ τοῖς χρώμασιν αὐτῶν διάφορα· ὅζει | 81 | |
10 | τε βαρέως καὶ πάντη τῶν ὑγειῶν αὐτῶν ἀπέοικε. | |
4.2.5 | Τοιοῦ‐ τόν τι κἀπὶ τῶν παρυφισταμένων ἐστὶ συνορᾷν· τὸ γὰρ μὴ φθάσαν ἐν φλεψὶν ἀλλοιωθῆναι εἰς αἷμα, εἰς ἀνάλογον μὲν τῷ πύῳ εἶδος μεταβάλλεται, ἐπικρατούσης τῆς πεπτι‐ | |
5 | κῆς δυνάμεως. | |
4.2.6 | Καθόσον δ’ ἆν αὕτη μὴ κρατοῦσα δια‐ μαρτάνῃ, καὶ ταῦτα πρὸς τὰ χείρῳ μεταβάλλεται εἴδη. | |
4.2.7 | Καὶ ταῦτα μὲν ὡς εἴρηται γέγονεν· ἑξῆς δ’ ἀναληπτέον τὸν λόγον. | |
4.3t | Κεφ. γʹ. Περὶ αἰτίας τῶν γενομένων ἀπεψιῶν. | |
4.3.1 | Αἱ τοίνυν ἀπεψίαι αἱ κατὰ γαστέρα γένοιντ’ ἂν μὲν καὶ διά τινα δυσκρασίαν αὐτῇ συμβᾶσαν, γένοιντο δ’ ἂν καὶ διά τι συμβᾶν ὀργανικὸν πάθος, ὥσπερ καὶ διὰ πάχος ἢ πλῆθος ἢ γλισχρότητα ἤ τινα ποιότητα ἀλλόκο‐ | |
5 | τον τῶν χυμῶν ἢ καὶ διά τινα τῆς τροφῆς ἰδιότητα. | |
4.3.2 | Αἱ δὲ δὴ καθ’ ἧπαρ καὶ διὰ ταῦτα μέν, ἀλλὰ καὶ διὰ τὴν τῆς πεπτικῆς καὶ αἱματοποιητικῆς δυνάμεως ἀρρω‐ στίαν. | |
4.3.3 | Διὰ δὲ τὰς αὐτὰς ἂν καὶ παραπλησίας αἰτίας καὶ ἡ τῆς τρίτης πέψεως διαμαρτηθείη ἂν ἐνέργεια. | |
4.3.4 | Καὶ δι’ ἃς μὲν ἂν τῶν πέψεων ἑκάστη ἀποτύχοι αἰτίας τοῦ προσήκοντος ἔργου, συνελόντα με φάναι αὗταί εἰσιν. | |
4.3.5 | Ἐκεῖνο δὲ θέμις εἰδέναι, ὡς κἄνθ’ ὑπερβάλοιεν τὸ σύμμετρον τὰ χρώματα κἄν τε λείποιντο τούτου, ἄπεπτ’ ἂν εἶεν εἰκότως, τῷ γενικῷ τῆς ἀπεψίας ὀνόματι καὶ οὕτω λέγειν προσήκει. | |
4.3.6 | Πῶς δ’ ἂν ἑκάτερα ῥηθεῖεν ἄπεπτα, οὐ τοῦ νῦν ἐστι λόγου, εἴτ’ ἀμαυρουμένης ὑφ’ οἱασδήτι‐ νος ψυχρότητος τῆς ἐμφύτου θερμότητος εἴτε πλεονεκτου‐ μένης ὑφ’ ὁποιασοῦν νόθου θερμότητος. | |
4.3.7 | Τῶν τε γὰρ φυσημάτων καὶ τῆς ὑδαλέας ἕξεως, ἀρθρίτιδός τε καὶ τῶν παραπλησίων ὑπ’ ἀπεψίας τῶν γινομένων διὰ οἷανδήτινα ψυχρότητα καὶ τῶν ἰκτερικῶν παθῶν ἑρπήτων τε καὶ τρι‐ | |
5 | ταίων καὶ τῶν παραπλησίων ὑπ’ ἀπεψίας ὕλης διὰ οἱασ‐ δήτινος ἐπικρατησάσης νόθου θερμότητος τῆς ἐμφύτου τε καὶ προσηνοῦς θερμότητος. | |
4.3.8 | Δικαίως ἂν πάντα τὰ ἐπὶ τούτοις οὖρα τὸ σύμμετρον ἀποφυγόντα τῶν οὔρων κληθείη ἄπεπτα. | |
4.3.9 | Ἐπεὶ γὰρ ἐπέκεινα τοῦ συμμέτρου καὶ κατὰ φύσιν οὔρου οὐκ ἔστιν εὑρεῖν ἄμεινον, πάντως, ὅς’ ἂν ἐκλείπῃ τε καὶ ὑπερβάλλῃ, ῥηθείη ἂν ἄπεπτα. | 82 |
4.3.10 | Σὺ δὲ καὶ ἄλλο εἴ τι βούλει πρόσθες ὄνομα τὸν λόγον διορίζον· οὐ γὰρ ἐγὼ διοίσομαι ἐπὶ σφῶν τινων ὀνομάτων, μόνον μὴ διαμάρτανε τοῦ σκοποῦ τῷ λόγῳ. | |
4.3.11 | Καὶ ὁ μὲν περὶ ἀπεψίας λόγος ὑφ’ οἱασδήτινος αἰτίας γίνεται, ἱκανῶς ἂν κἀκ τῶν ῥηθέντων γνωσθείη, τῆς κατὰ φύσιν πέψεως δηλονότι ὑπὸ συμμέτρου τε καὶ κατὰ φύσιν θερ‐ | |
5 | μότητός τε καὶ ὑγρότητος γεγονυίας. | |
4.3.12 | Νυνὶ δὲ πρώ‐ τως ῥητέον περὶ ποσότητος τοῦ χύματος, δι’ ἃς αἰτίας πλέον τοῦ προσήκοντος φαίνεται· εἶθ’ οὕτως καὶ περὶ τῶν ἑξῆς, καθὼς κἀν τοῖς περὶ διαφορᾶς τε καὶ διαγνώσεως | |
5 | οὔρων λόγοις ἐξεθέμεθα. | |
4.4t | Κεφ. δʹ. Περὶ τῆς κατὰ τὸ ποσὸν τοῦ χύματος αἰτίας. | |
4.4.1 | Τὰ οὖρα τοίνυν πρόεισιν πλείονα, ὁπόταν πλείονι τροφῇ καὶ μάλιστα ὑγροτέρᾳ καὶ πολυποσίᾳ οἴνου καὶ μᾶλ‐ λον εἰ ὑδαρὴς ὁ οἶνος τυγχάνει, ὧν ἂν ὁ ἄνθρωπος χρή‐ σηται. | |
4.4.2 | Ἐπεὶ οὖν ἐν ἄλλοις δέδεικται ὡς αἱ ὑγρότεραι καὶ εὔχυμοι τροφαὶ μάλιστά τε ἀναδίδονται καὶ διαρρέου‐ σιν αὖθις, τῶν μὴ τοιούτων ὁ δὲ οἶνος πλέον τῶν ἄλ‐ λων ἀναδίδοται καὶ ῥᾳδίως διαφορεῖται, εἰκότως ἂν διὰ | |
5 | ταῦτα πλείω ποθεὶς καὶ διουρηθείη ἄν, οὕτως εἰς τοῦτό πως ἐπιτηδείως ἔχοντος τοῦ ὑδαροῦς τῶν οἴνων· μὴ τῶν παχέων ὡσαύτως τούτῳ δηλονότι διουρουμένων, τάς γε μὴν καὶ ἐπὶ τούτοις αἰτίας οὐ μοι νῦν καιρὸς ἐπιπλέκειν τῷ λόγῳ, ἄλλων τε εἰπόντων περὶ τούτου ὡς οἶμαι ἀπο‐ | |
10 | χρώντως, καὶ μηδὲ τῆς νῦν τοῦτο ἀπαιτούσης πραγμα‐ τείας. | |
4.4.3 | Εἰκότως ἄρα τε καὶ πλείω καὶ λεπτότερα καὶ προσέτι ἀχρούστερα φανείη τὰ οὖρα. | |
4.4.4 | Τὸ μὲν γὰρ πο‐ σὸν τούτοις διὰ τὸν τοῦ ποσοῦ μᾶλλον ἀποδίδοται λόγον· ἡ δὲ λευκότης τε καὶ λεπτότης διὰ τὴν τῆς πέψεως ἀτο‐ νίαν μὴ ἐξικνουμένης πλείονος τοῦ προσήκοντος ἐπικρα‐ | |
5 | τῆσαι ποσοῦ. | |
4.4.5 | Εἰ γὰρ ἐπεκράτει, τάχ’ ἂν ἐπέθηκεν αὐτοῖς καὶ χρῶμα σύμμετρον καὶ σύστασιν καί τινα προσαπεδόθη δέοντα παρυφιστάμενα, πλείω δὲ μᾶλλον τοῦ πινομένου | |
ἐπὶ τῶν ἤδη πεφθέντων ὠμῶν χυμῶν οὖρα φαινόμενα. | 83 | |
4.4.6 | Διὰ τοιάνδέ τινα τὴν αἰτίαν γένοιτ’ ἂν, ἐπειδήπερ ταῖς πέψεσι καὶ θρέψις ἕπεται καὶ ἀνάδοσις πρὸ ταύτης, εἰκὸς δὲ καὶ περιττὸν ὑγρὸν ἀποδίδοσθαι τῆ πεττομένης ὕλης, δεόντως ἂν ἐπὶ τῶν ἤδη χυμῶν ὠμῶν πεφθέντων καὶ | |
5 | οὖρα φανείη. | |
4.4.7 | Καὶ τῷ μὲν οὖν ὑγραίνειν τε καὶ τρέ‐ φειν αὐτοὺς τὰ σώματα πεττομένους οὐ χρεία τις τοῦ θύραθεν ἐπιγίνεται πόματος, εἰ μή τις βραχεία τῆς συ‐ νηθείας μᾶλλον καὶ ταύτῃ βιασαμένης. | |
4.4.8 | Τῷ δὲ θεῖσθαι τὰ περιττώματα τῆς ἐκκρίσεως οἱ νεφροὶ καὶ τὰ διουρη‐ τικὰ ἀγγεῖα τοῦτ’ ὑπηρετοῦσι. | |
4.4.9 | Μαθεῖν δ’ ἔστι τοῦτο κἀπὶ τῶν ὁσημέραι γινομένων ἐπ’ ἀνθρώποις κάμνουσί τε καὶ μικρὸν ὑγιαίνουσι σώμασι. | |
4.4.10 | Διενήνοχε δὲ τούτων τὰ ἐπὶ τῷ λόγῳ κρίσεως τὰ ἐπὶ τῶν πυρεσσόντων ἐκκρι‐ νόμενα πλείω οὖρα, τῷ μὴ μόνον δι’ ὠμότητα χυμῶν πεφθεῖσαν ἐκεῖθεν τὰ περιττὰ ἐκκρίνεσθαι, ἀλλὰ καὶ τὴν | |
5 | πᾶσαν τῶν οἱωνδήτινων νοσερῶν διαφθορὰν χυμῶν ἐκεῖ‐ θεν ἀποκρίνεσθαι, διουρητικὰ δὲ φάρμακα πλείω χωρεῖν παρασκευάζει τὰ οὖρα τῇ τε φυσικῇ λεπτομερείᾳ καὶ τῇ θερμότητι· μικροῦ γὰρ πάντα τὰ τοιαῦτα διουρητικὰ κα‐ θέστηκε. | |
4.4.11 | Καὶ τῆ μὲν οὖν θερμότητι ῥᾳδίως ἀναδί‐ δοται ταῦτα· τῇ δὲ λεπτομερείᾳ τὰ προσόντα τῆς ὠμο‐ χυμίας τέμνοντά τε καὶ διαιροῦντα δι’ οὔρου μᾶλλον οἰκειότητα τῇ τῶν φαρμάκων χωρεῖν παρασκευάζουσιν. | |
4.4.12 | Ἐπὶ δὲ τοῦ διαβήτου καλουμένου πάθους δυσκρασία τις ἐπιτεταμένης θερμότητος περὶ τοὺς νεφροὺς αἰτία πέ‐ φυκεν· αὕτη γὰρ νεφροὺς οὕτω διαθεῖσα ἐπισπαστικοὺς εἰργάσατο τῆς τοῦ οὔρου οὐσίας· οἱ δ’ ἀφ’ ἥπατος καὶ τοῦ | |
5 | φλεβώδους γένους τῇ ἀνθελκῇ ταχέως ἐπισύρονται. | |
4.4.13 | Ἐπεὶ δ’ ἐντεῦθεν ἔνδειαν συμβαίνει γίνεσθαι καὶ φυσικῆς ὑγρό‐ τητος συνεπιφερομένης τῇ τοσαύτῃ τῶν ὑγρῶν ῥύμῃ, οὐκ ἀγεννὴς μὲν ἐπιγίνεται τῷ ἀνθρώπῳ δίψα· οὐ μείω δὲ | |
5 | τῆς δίψης πόματα καὶ οὔρων ἐπὶ τούτων ἐκκρίσις ἀνάλο‐ γος, αὐτῶν δὴ τῶν νεφρῶν πρὸς αὑτοὺς ἐφελκομένων τὰς ὑγρότητας. | |
4.4.14 | Διὰ ταῦτα γοῦν πολλὰ μὲν τὰ οὐρούμενα πέφυκεν, οὐ μείω δ’ αὖ τούτων τὰ πινόμενα· ὅπη δ’ οὐκ ἔστι μέλησις τις και εὐκρασία, οὐδ’ ἂν ἴσως πέψις ἕποιτο· | |
τοῖς γε μὴν ξηρὰν κατὰ φύσιν ἔχουσι τὴν γαστέρα αὐτὸ | 84 | |
5 | δὴ τοῦτο παρασκευάζει πλείω τὰ οὖρα φέρεσθαι. | |
4.4.15 | Τὰ γάρ τοι περιττώματα δέον ὂν κρίνεσθαι καὶ τῆς γαστρὸς μὴ τὰ πλείω κενούσης διὰ τὸ κατὰ φύσιν αὐτῷ συμ‐ βᾶν πάθος, ἐκεῖσε μᾶλλον τὴν ορμὴν λαβόντα φέρεται. | |
4.4.16 | Ἐπεὶ τούτοις κἀκεῖνο δεῖ προσεπιθεῖναι τῷ λόγῳ, ὃ μᾶλλον τῇ τηκεδόνι μὲν τῆς πάσης ἕξεως, τῇ δὲ νεκρώσει τῆς καθεκτικῆς ἐγγίνεται δυνάμεως. | |
4.4.17 | Ἐπειδὰν γὰρ ἀπαγορευούσης τῆς φύσεως διὰ χειρίστην τινὰ διάθεσιν οἱουδήτινος νοσήματος ἡ καθεκτικὴ τῶν χυμῶν δύναμις ὥσπερ παρεθεῖσα τούτους ἀπολύσῃ, αὐτοὶ μὲν τὴν ἔξοδον | |
5 | ἐπισπεύδοντες ἀποκρίνονται, ὅπῃ δ’ ἂν τὴν ὁρμὴν οἵδε λάβοιεν, οὐκ ἔστιν ἰδεῖν ὡσαύτως. | |
4.4.18 | Ὁτὲ μὲν γὰρ δι’ ἱδρώτων χωρήσαντες πεπληθυσμένων ὤφθησαν, ὁτὲ δ’ αὖ διὰ γαστρός, ἔστι δ’ ὅτε καὶ δι’ οὔρων ὧν νῦν τὸν λόγον ἡμεῖς προὐθέμεθα. | |
4.4.19 | Ἀλλ’ οἱ μὲν περὶ πεπληθυσμέ‐ νων ὁπωσδήποτε ἰόντων οὔρων λόγοι ὧδε κείσθωσαν, ἀρ‐ κούντως σφίσι καὶ τῆς αἰτίας ἀποδοθείσης· ἑξῆς δ’ ἂν εἴη φάναι καὶ περὶ τῶν ἐλαττόνων φερομένων οὔρων, δι’ ἅστι‐ | |
5 | νας αἰτίας μείω φέρεται. | |
4.4.20 | Εἴρηται μὲν οὖν ἐν τοῖς περὶ διαγνώσεως οὔρων λόγοις, δι’ ὅσους τρόπους ἐλάττω φαίνεται· ῥηθείη δ’ ἂν καί τινος νῦν ἀναμνήσεως ἕνεκεν, ἵν’ ὅπως καὶ τὰς ἐπὶ τούτοις αἰτίας προσαποδοίημεν τῷ | |
5 | λόγῳ. | |
4.4.21 | Ἐλάττω τοίνυν φέρεται διὰ ξηρότητα τροφῆς καὶ ὀλιγοποσίαν, γυμνάσιά τε πλείω καὶ ὅσα ξηραίνειν εἴωθε τὰ σώματα. | |
4.4.22 | Ἐπεὶ τοίνυν ἴσμεν ὡς ταῖς μὲν ξηροτέραις τροφαῖς ἡ διὰ γαστρὸς μᾶλλον ἁρμόζει ἔκκρι‐ σις, τότε δὲ καὶ τὸ θερμὸν αὐτὸ τῆς ὑγρότητος τοῦ σώ‐ ματος κατισχύον ἀναλοῖ ξηραῖνον, εἰκότως ἐπὶ τούτοις καὶ | |
5 | τὰ οὖρα ὀφθείη μείω, μὴ ἐξαρκοῦντος τοῦ ὑγροῦ πρὸς παντελῆ τοῦ σώματος ἀρδείαν, τῶν ἰσχναινόντων ὥσπερ ἀφαιρουμένων αὐτοῦ τὴν ποσότητα. | |
4.4.23 | Ἐλάττω δ’ ἂν ὀφθείη καὶ διὰ φάρμακά τε καὶ τροφὰς ἐμπλαστικὰς τοὺς πόρους ἀποκλείσαντα. | |
4.4.24 | Ἐνταῦθα γὰρ οὔτε ἀνάδοσις ῥᾳδία γένοιτο ἂν οὔτε γεγονυῖα τἀναδοθέντα ῥᾳδίως δια‐ κριθείη, ὥστε συμβαίνειν ὧδε μὴ δι’ ἔνδειαν, ἀλλὰ δι’ οἷον ἔμφραξιν τὰ οὖρα μείω φέρεσθαι. | |
4.4.25 | Τὰ παρα‐ | |
πλήσια δ’ ἂν συμβαίη διὰ πάχος καὶ γλισχρότητα τῶν χυ‐ μῶν οὐχ ἧττον τῶν ἐμπλαστικῶν τροφῶν τε καὶ φαρμά‐ κων, καὶ τούτων ἐπεχόντων τὰς προσηκούσας ἐξόδους, ὥστ’ | 85 | |
5 | ἐντὸς μὲν συμβαίνειν τόσην πλήθειν ὑγρότητα, μείω δ’ ἐκτὸς προχεῖσθαι τοῦ δέοντος. | |
4.4.26 | Ἃ δὲ διὰ γαστρὸς πλείω κένωσιν ἐλάττω φαίνεται, προδήλους ἐπιδείκνυσι τὰς αἰτίας, μήτε δεούσης ὧδ’ ἀναδόσεως γινομένης καὶ τοῦ πλείονος περιττοῦ τὴν ὁρμὴν ἐκεῖσε εἰληφότος. | |
4.4.27 | Χρεία μὲν γὰρ τῇ φύσει τὸ πᾶν ἀποκενοῦσθαι τῶν περιττωμά‐ των διὰ τῶν συνήθων πόρων· ἄν τι δὲ τύχῃ πλεονεκτή‐ σας ἅτερος ἑτέρου πόρος, ἐπὶ θατέρῳ τοὔλαττον φέρεται, | |
5 | ἐπὶ δὲ τούτοις καὶ διὰ σφοδρότητα φυρετοῦ ἐλάττω φέρε‐ ται τὰ οὖρα, καίτοι πλείω τοῦ συνήθους τοῦ κάμνοντος πίνοντος. | |
4.4.28 | Καὶ οὐδὲν ἀπεικὸς εἰς σφοδρότητα διε‐ νέγκας ὁ πυρετὸς ἅπασαν ἐμφερομένην ἀποδαπανᾷ τοῦ σώματος ὑγρότητα περιττήν, ὅπου γε καὶ πιμελῆς ἐσθ’ ὄτε καὶ τῶν στερεῶν αὐτῶν χρονίσας ἅπτεται. | |
4.4.29 | Ἃ δ’ ἤτοι τῶν νεφρῶν μόνων ἢ τῶν λοιπῶν οὐρητικῶν ἀγγείων πε‐ πονθότων μείω φαίνεται ἢ καὶ τῆς τοῦ σύμπαντος ἀπο‐ κριτικῆς δυνάμεως ἠτονηκυίας, πρόδηλον μὴν τὴν αἰτίαν | |
5 | ἔχει, ὡς ἤτοι διά τινα δυσκρασίαν ἢ πάθος ὀργανικὸν γί‐ νεται. | |
4.4.30 | Ὁ δὲ τὸ περὶ αἰτίας νοσημάτων βιβλίον ἀνεγνωκὼς γνοίη ἂν ἐκεῖθεν μαθὼν ἀσφαλέστερον. | |
4.4.31 | Καὶ ὁ μὲν περὶ ποσότητος οὔρων λόγος ἀρκούσας εἰληφὼς αἰτίας ὧδέ πη καὶ παυέσθω, λειπόμενον δ’ ἂν εἴη καὶ τὰς ἐπὶ τοῖς χρώμασιν αἰτίας ἐπιθεῖναι καὶ μετὰ ταύτας τὰς | |
5 | ἐπὶ ταῖς συστάσεσιν, εἶθ’ οὕτως καὶ τὰς ἐπὶ τοῖς παρυφι‐ σταμένοις, ἵνα διὰ πάντων ἀποδοθέντος τοῦ λόγου καὶ τῶν ἐπὶ τούτοις ἀναπτυχθεισῶν αἰτίων ῥᾳδίως μὲν ἕκα‐ στος πιστεύῃ ταῖς ῥηθείσαις διαγνώσεσι, προχείρως δ’ ἔχῃ λέγειν τε καὶ πράττειν τὰ ἐπὶ τούτοις δέοντα. | |
4.4.32 | Ὁ γὰρ οἶμαι τοὺς λόγους ἀγνοήσας τῶν γινομένων οὔτ’ ἂν ῥᾳ‐ δίως πιστεύσῃ ταῖς διαγνώσεσιν οὔτε πιστεύσας ἀντίσχῃ κατασεισθεὶς ὑφ’ ἑτέρων λόγων. | |
4.4.33 | Ταῦτά τοι αἱ μὲν αἰτίαι οὕτω γνήσιαι φανεῖσαι τῇ περὶ οὔρων πραγματείᾳ ἤδη καὶ λέγονται. | |
4.4.34 | Ὧιδ’ οὖν προσῆκον τοῦ περὶ αἰτίας λόγου χρωμάτων ἅπτεσθαι. καὶ δὴ περὶ λευκῶν πρῶτον | |
εἰπόντες, καθὼς ἐν τοῖς περὶ διαφορᾶς τε καὶ διαγνώσεως οὔρων λόγοις ἔφθημεν εἰρηκότες, οὕτω κἀπὶ τὰ λοιπὰ τῶν | 86 | |
5 | χρωμάτων προάξομεν τὸν λόγον τὴν ἐπ’ ἐκείνοις τάξιν κἀνταῦθα φυλάττοντες. | |
4.4.35 | Καὶ γοῦν, καθάπερ ὁ λόγος πρῴην ἔδοξε, τῆς ἀκριβοῦς τε καὶ συμμέτρου ἐν τοῖς σι‐ μοῖς τοῦ ἥπατος γεγονυίας πέψεώς τε καὶ διακρίσεως καὶ τοῦ μὲν γεώδους ὁλοκλήρως διαδοθέντος χυμοῦ τῷ | |
5 | σπληνί, ὡς μὴ ῥᾳδίαν τούτου τὴν ἀνάδοσιν ἔχοντος, τοῦ δ’ ὀρρώδους συμπαρομαρτοῦντος τῷ αἵματι, δι’ ἣν ἔφη‐ μεν χρείαν, τοῦ πικροχόλου τὸ μὲν πλέον καὶ μικροῦ δεῖν ἅπαν ἐκεῖ που περὶ τὴν χοληδόχον κύστιν ἀθροιζόμενον φαίνεται. | |
4.4.36 | Συνάνεισι δέ τι μέρος τούτου καὶ τῷ αἵ‐ ματι τῷ τε λεπτομερὲς τελεῖν καὶ εὐανάδοτον, τῷ τε λυ‐ σιτελεῖν τῷ ὀρρῷ τῇ τοῦ αἴματος διόδῳ. | |
4.4.37 | Τῇ γὰρ δακνώδει ποιότητι τὴν ἀποκριτικὴν ἐρεθίζον δύναμιν συν‐ έξεισι μὲν τῷ οὔρῳ ἤδη φανὲν ἀχρεῖον τῇ τρίτῃ πέψει, χρῶμα δὲ χαρίζεται μιγὲν τῷ χύματι, οἷονπερ ὁ λόγος καὶ | |
5 | ἡ αἴσθησις οἶδε τὸ σύμμετρον. | |
4.4.38 | Τοσούτῳ μέντοι κε‐ κοινώνηκεν αἵματος ἐμφάσεως τῶν οὔρων τὰ χρώματα, ὅσαπερ καὶ τὸ λαμπρὸν ὑπογελᾷ τοῖς χύμασιν ἀκτινοβο‐ λοῦν, τοῦ γάρ τοι αἵματος τοῦτ’ εἶναι τοῖς εὖ εἰδόσι κρί‐ | |
5 | νειν πιστεύεται, ἀλλ’ ὁ μὲν περὶ συμμέτρου λόγος τοιοῦ‐ τος. | |
4.4.39 | Ἐπεὶ δ’ εἰκος πλεονάζειν τε καὶ ἐλλείπειν τὸν τοιοῦτον ξανθήχολον χυμόν, ἐξυδαροῦσθαί τε καὶ κατα‐ χρώννυσθαι δι’ οἵασδήτινας αἰτίας δεόντως κατὰ τὰς ἐπ’ αὐτοῖς γινομένας διαφορᾶς, διάφορά τινα καὶ τῶν οὔρων | |
5 | χρώματα φανείη. | |
4.4.40 | Ἐπεὶ τοίνυν τῶν λευκῶν χρωμάτων καὶ μάλιστ’ ὅσα κρυσταλλοειδῆ τε καὶ ὑδατώδη, ἤτοι παν‐ τελῆ τις ἂν ἀπεψίαν διὰ ψυχρότητα καταγνοίη τῆς φύ‐ σεως, ἢ ἔμφραξιν μεγίστην τῶν τὰ οὖρα μάλιστα διακρι‐ | |
5 | νόντων πόρων, ἢ καὶ τῆς χολῆς αὐτῆς τῆς χρωννυούσης ἐπ’ ἄλλα μέρη τοῦ σώματος μετοχεύτεσιν. | |
4.4.41 | Ὅσα δ’ ὑφειμένην δείκνυσι τὴν λευκότητα καὶ μᾶλλον ἤδη πρὸς τὰ γλαυκὰ καὶ χαρωπὰ τῶν χρωμάτων χωρεῖ, διὰ μὲν με‐ τάστασιν οὐκ ἂν ῥᾳδίως γένηται τοῦ πικροχόλου χυμοῦ, | |
5 | δι’ ἀτονίαν δέ γε τῆς τ’ ἀλλοιούσης καὶ πεττούσης τοὺς | |
χυμοὺς δυνάμεως καὶ πᾶς τις νοῦν ἔχων ὁμολογήσειεν. | 87 | |
4.5t | Κεφ. εʹ. Πρὸς ὑφ’ αἵματος φάσκοντας τὰ οὖρα πάντοτε χρώννυσθαι. | |
4.5.1 | Ἐπεὶ δέ τινες ὑφ’ αἵματος τὰ οὖρα κεχρῶσθαι οἴονται πρὸς αὐτοὺς βραχύ τι λέξομεν τῆν σφῶν ἀπάτην ἀνακαθάραντες. | |
4.5.2 | Τὴν φύσιν ἴσμεν μηδέποτε, ὑγιῶς ἐχόν‐ των τῶν σωμάτων καὶ μάλιστα ἐν συμμετρίᾳ χυμῶν τυγ‐ χανόντων, ἐᾷν τινα τῶν τρέφειν εἰωθότων χυμῶν ἐκκρί‐ νεσθαι ἀεὶ τροφῆς τοιαύτης δέουσαν. | |
4.5.3 | Ἄλογον πάντη καὶ γὰρ ἐδόκει, εἰ τόσα πρὸς τροφὴν μηχανωμένην τοῦ ζῴου καὶ ἀεὶ τοῦ πλήρους λειπομένην ἀλόγως οὕτως οὐκ ὀλίγον αἷμα τοῖς οὔροις συνεξεκρίνετο. | |
4.5.4 | Ἔπειτα τοῦ αἵ‐ ματος ἐρυθροῦ τῷ χρώματι τυγχάνοντος, ὑπολευκοῦ δὲ τοῦ ὀρροῦ, ἔδει οἷον ὑπέρυθρον τὸ κατὰ φύσιν οὖρον τυγχά‐ νειν. | |
4.5.5 | Τοῦτο δὲ τοσοῦτο λέλειπται τοῦ ὑγειοῦς, ὅσῳ καὶ τοῦ ἐρυθροῦ παρέσχε χρώματος ἔμφασιν. | |
4.5.6 | Τί δ’ ἂν ἐκώλυεν ἀεὶ τοῦ αἵματος πλήθοντος μὴ πάντοτε τὰ οὖρα τοιαῦτα φαίνεσθαι, οἷα ὁ λόγος οἶδε σύμμετρα; ἔπειτα δὲ προσῆκε τοῖς ξανθὴν ἀπογεννῶσι χολὴν τῷ σώματι πλείω | |
5 | τοιαῦτα οὖρα ἐργάζεσθαι, οἷα τοῖς ἐκείνων δοξάσουσιν ὑφ’ αἵματος μᾶλλον ἔδει ηὐξημένου χρώννυσθαι. | |
4.5.7 | Τοῦτο δ’ ἒς τοὐναντίον ἔστραπται ᾗπερ ἐκείνοις ἔπεισι δοξάζειν καὶ πολλὰς ἂν ἴσως ἐμεσαιέν τε καὶ διαχωρήσαιεν χολὰς οἱ τοιαῦτα οὐροῦντες οὖρα καὶ ἐμεθεισῶν ἀποκατασταίη αὐτὰ | |
5 | συμμέτρα (καὶ πολλά τις ἂν ἐξεύροι ἕτερα τὸν νοῦν γυμνάζων πείθοντα) τὰ σύμμετρα τῶν οὔρων καὶ τὰ προσεχῆ ὑπὸ ξανθῆς χολῆς, ἀλλ’ οὐχ ὑφ’ αἵματος χρών‐ νυσθαι. Εἰ δέ τινα καὶ ὑφ’ αἵματος καὶ μελαγχολικοῦ χυ‐ μοῦ χρώννυται, ὁ μετ’ ὀλίγον δείξει λόγος. | |
4.6t | Κεφ. ϛʹ. Περὶ αἰτίας ὑπώχρων καὶ ὠχρῶν παρυφισταμένων. | |
4.6.1 | Ἐπεὶ δὲ οἶσθα ὅστις χυμὸς τὰ οὖρα μάλιστα χρωννύων πέφυκε, μεμάθηκας δὲ καί, δι’ ἃς οὐκ ἐπιτίθησι τοῖς οὔροις χρώματα, λευκὰ δὴ ταῦτα παρεὶς ῥᾳδίως ἂν ἐντεῦθεν καὶ τὰς ἐπὶ τοῖς λοιποῖς χρωματουργίαις γνοίης, | |
5 | τὴν τῶν χρωμάτων μέθοδον κατειληφώς. | |
4.6.2 | Πλὴν ἀλλ’ ἐπειδήπερ ἀμφιγνοεῖς τὸν λόγον, τὸ δὲ σαφὲς ἐν πᾶσι καὶ ἀνεπτυγμένον ἀσφαλέστερον εἰς διδασκαλίαν καθέστηκεν, | |
οὐδ’ ἂν ἡμεῖς ἐᾶσαι μέν σε δονεῖσθαι ὑφ’ οἱωνδήτινων | 88 | |
5 | τροφάσεων, ἕκαστον τῶν πρῴην ἐν ἄλλοις ἀποδειχθέντων χρωμάτων ἀποδεικνύντες, δι’ ἅς τινας αἰτίας οὕτω πως κέχρωσται. | |
4.6.3 | Πολλὰ γὰρ ἂν ἴσως, μὴ μαθών, ἀγνοήσαις. μετὰ τοίνυν τὰ λευκὰ τῶν χρωμάτων τά τε ὕπωχρα καὶ ὠχρὰ γινόμενα φαίνεται, τῆς ἀλλοιωτικῆς καὶ πεπτικῆς ἤδη τόνον λαβούσης δυνάμεως. | |
4.6.4 | Ἐπεὶ τοίνυν, ὡς πολ‐ λάκις εἴρηται, τοῦ χολώδους ἠτυχηκότος πέψεως προση‐ κούσης τὰ οὖρα φαίνεται λευκά, ἀρχὴ δὲ χρωμάτων τὰ ὕπωχρα καὶ ὠχρά, εἰκότως ἄν τις οἰηθείη πέψεως ἀρχὴν | |
5 | λαμβάνειν τὴν ἀναδιδομένην τροφὴν καὶ ἤδη ζωπυροῦσθαι φαίνεσθαι τὴν ἔμφυτον θερμότητα καί πως μετρίως πρα‐ τεῖν τῆς ὕλης, εἰ καὶ μὴ ὁλοκλήρως, ἀλλ’ οὖν μέσως πως ἐπιχειρεῖν τὴν φύσιν πέψεως. | |
4.6.5 | Ὁπόταν γὰρ ὁ ξανθή‐ χολος χυμὸς ἀρκούντως κατασκευασθείη τῇ φύσει, αὐτὸς μὲν οἵου πέφυκε χρώματος ἀπ’ αὐτοῦ δὴ μαρτυρεῖ τοῦ ὀνόματος, ἐπίτασιν δέ τινα εἰληφὼς ἐρυθρός τε καὶ ἰώδης | |
5 | καὶ ἰσατώδης, κραμβίζων τε καὶ ὑπομέλας ἤδη πρὸς τὴν μέλαιναν χολὴν μεθιστάμενος φαίνεται, ὥσπερ αὖθις ἀφι‐ στάμενος τοῦ κατὰ φύσιν χρώματος ὑπόξανθός τε καὶ ὑπόπυρρος, ὠχρός τε καὶ ὕπωχρος καὶ ἔτι τούτου φαυλό‐ τερος. | |
4.6.6 | Ἐπεὶ δὲ ταῦτ’ οὔτως ἔχει, συναγαγεῖν ὡδὶ τὸν λόγον προσήκει. | |
4.6.7 | Ὁπόταν σύμμετρος καὶ ὡς προσήκει πέψις γένηται, ξανθή τε καὶ πυρρὰ τελεῖται ἡ χολή· τὰ δ’ οὖρα ὑπόξανθά τε καὶ ὑπόπυρρα, τοῦ χρώματος ὧδε ἀμαυρωθέντος τῆς χολῆς τῇ τοῦ ὀρρώδους χυμοῦ ἐπι‐ | |
5 | μιξίᾳ, λευκοῦ που καὶ αὐτοῦ τυγχάνοντος, ὥστ’ ἂν ῥηθείη τὰ τοιαῦτα τῶν συμμέτρων οὔρων χρώματα, ξανθοῦ τε καὶ λευκοῦ μῖξις χρώματος, οὐκ ἂν σφαλείης, οἶμαι, τοῦ δεόντος. | |
4.6.8 | Τὰ τοίνυν ὕπωχρα καὶ ὠχρά—ῥητέον γὰρ ὧδε καὶ περὶ τούτων—φαυλοτέραν ἴσως ἐπιμαρτυρήσει τὴν ἀπὸ τῆς χολῆς βαφὴν διαμαρτηθείσης δηλονότι τῇ πέψει. | |
4.6.9 | Καί πως στοχαζόμενόν τινα βραχύ τι τἀλη‐ θοῦς διαπεσεῖν οἶμαι. εἰ δὲ ταῖς αὐταῖς ἀναλογίαις κἀπὶ τῶν λοιπῶν χρωμάτων χρήσαιτο καὶ τὰ μὴ ὠχρὰ τῶν οὔ‐ ρων ἐν τοῖς οὔροις φαινόμενα ἐπιμιξίαν ἄν τις εἴποι εἶναι | |
5 | ὑποξάνθου τε καὶ λευκοῦ χρώματος τοῦ ἐξ ὀρροῦ, ὥσπερ | |
ἐξ ὠχρᾶς τε καὶ ὀρροῦ τῶν οὔρων λέγεται τὰ ὕπωχρα δι’ οἱανδήτινα τῆς πέψεως ἁμαρτίαν. | 89 | |
4.6.10 | Ἀλλ’ ὁ μὲν περὶ ὠχρότητος οὔρων λόγος τοιοῦτος ἂν ἀποδοθείη· νυνὶ δὲ καὶ περὶ τῶν λοιπῶν χρωμάτων εἴπωμεν, δι’ ἃς ἕκαστον τούτων ἀποδίδοται αἰτίας καὶ τὰ μὲν σύμμετρα τῶν οὔ‐ | |
5 | ρων ἤδη που εἴρηται, δι’ οὕστινας λόγους ὑποπυρρά τε καὶ ὑπόξανθα ἀποδίδοται. ἑξῆς δὲ λέγωμεν περὶ τῶν πυρ‐ ρῶν καὶ τῶν ξανθῶν φαινομένων οὔρων. | |
4.7t | Κεφ. ζʹ. Περὶ αἰτίας πυρρῶν καὶ ξανθῶν οὔρων. | |
4.7.1 | Τὰ τοίνυν τοιαῦτα ἐν τοῖς οὔροις χρώματα αὐτὸν δὴ τὸν χολώδη χυμὸν ἢ τῇ ποσότητι ἢ τῇ ποιότητι ἐπι‐ τετᾶσθαι δίδοσιν οἴεσθαι πρός τε τὸ εὐχρούστερον κεχω‐ ρηκότα καὶ δριμύτερον. | |
4.7.2 | Ὁπόταν γὰρ ὑπὲρ τὸ ξανθόν τε καὶ πυρρὸν ἡ τῆς χολῆς χροία προΐη, τὰ δηλωθέντα τῶν οὔρων φαίνεται τῇ ἀναλόγῳ μίξει χροιῶν τῶν δια‐ φόρων. | |
4.8t | Κεφ. ηʹ. Περὶ αἰτίας ὑπερύθρων καὶ ἐρυθρῶν οὔρων. | |
4.8.1 | Τά γε μὴν ὑπέρυθρα καὶ ἐρυθρὰ τῶν οὔρων ἤτοι δι’ ἐπιμιξίαν ἐρυθρᾶς χολῆς γίνεται ἢ δι’ ἴχωρα αἵματος, ἐκεῖ που τὴν ὁρμὴν ἀπειληφότα τῆς ἐκκρίσεως. | |
4.8.2 | Ὅτι δὲ καὶ ἐρυθρὰ χολὴ ἐνίοτε διαφαίνεται, ἔστι μὲν καὶ ἰατρῶν αὐτῶν πυθέσθαι. | |
4.8.3 | Ἐγώ τε πολλάκις εἶδον χολὴν τοι‐ αύτην, ὡσπερ δὴ κἀπί τινος πρὸ βραχέος χρόνου πυρέσ‐ σοντος, ὥσπερ ἡ γαστὴρ ὑπέρυθρα διεχώρησεν, καὶ οὖρα δὲ τὰ παραπλήσια διαφαίνετο. | |
4.8.4 | Καὶ οὐ δεῖ τὸν ἐπὶ τούτου λόγον ἁπλῶς μηκύνειν ἤδη γνώριμον πεφυκότα· ἐκεῖνα δὲ μᾶλλον εἰπεῖν προσήκει, ὅσα δι’ αἵματος ἰχωρώ‐ δους ἐπιγεγονυῖαν αὔξησιν τοιαῦτα φαίνεται. | |
4.8.5 | Ἐπὰν οὖν πλεονάσαν τὸ αἷμα μὴ ῥᾳδίως ὑπὸ τοῦ φυσικοῦ τού‐ του διαπνῆται πνεύματος, στενοχωρουμένων οἷον τῶν ἀγ‐ γείων τῷ πλήθει, ἰχώρ τις ἐπιγίνεται τῷ αἵματι, οἷόν τι | |
5 | κἀπὶ τῶν ἀδιαπνευστούντων ὑγρότητός τινος ἐπικεκοινω‐ νηκότων γίνεται σωμάτων πρὸς σῆψιν ἤδη κεχωρηκότων. | |
4.8.6 | Ὁ γάρ τοι εὐρὼς μὲν παρὰ τοῖς γραμματικοῖς καλού‐ μενος, ὀμίχλη δὲ παρὰ τοῖς κοινολογοῦσι τοιαῦτα παρα‐ | |
τροπῆς μὲν σύμβολον τῆς οἱασδήτινος οὐσίας πέφυκεν, ὅσον δ’ οὔπω παραγεγενῆσθαι σῆψιν σημαίνει. | 90 | |
4.8.7 | Καὶ τοίνυν ἀπὸ τῶν ὑπερύθρων οὔρων ἰχὼρ μέν τις αἵματι ἐπιγεγενῆσθαι διαφαίνεται, οἷόν τι καὶ τοῖς ὁσημέραι φαι‐ νομένοις ὑγροτέροις σώμασιν ἡ ὀμίχλη, διαδίδοσθαι δ’ | |
5 | ἐπὶ τὴν ἔκκρισιν τῇ ἀποκριτικῇ δυνάμει τοῦτον ἀπωθού‐ μενον. | |
4.8.8 | Ἐπεὶ γὰρ ἐρυθροῦ χρώματος καθέστηκεν ὁ ἰχώρ, αἷμα γὰρ οἷον οὗτος διαφθαρέν, πάντως ἂν ἑνωθεὶς τῷ ὀρρώδει χυμῷ τότε αὐτοῦ χρῶμα ἀλλοιώσει μεταβαλὼν πρὸς τὸ σφέτερον, ἐλλείψει τε τῆς ἐντελοῦς ἐρυθρό‐ | |
5 | τητος τῷ ἐξυδαρωθῆναι οἷον ταύτην τῇ τοῦ ὀρρώδους κράσει χυμοῦ. | |
4.8.9 | Οὐ δεῖ δὲ λανθάνειν ὡς κἄν τι τοῦ χολώδους εἴη χυμοῦ χρωματίζον τὸ οὖρον καὶ τοῦτ’ ἀμαυ‐ ροῦται τῇ τοῦ ὑπερβάλλοντος ἔν τε ποσῷ καὶ χρώματι κράσει. | |
4.8.10 | Καὶ ὑπέρυθρα μὲν διὰ ταύτας ἂν ἀποδοθείη τὰς αἰτίας· ἐρυθρὰ δ’ αὖ ἤτοι διὰ ὑπερβάλλον πλῆθος χολῆς ἐρυθρᾶς ἢ δι’ ἰχῶρα πλείονα τοῦ αἵματος ἐν τοῖς οὔροις τὴν ὁρμὴν εἰληφότα πᾶσαν. | |
4.8.11 | Τῷ γάρ τοι πλή‐ θει ταῦτα ἐπικρατήσαντα βραχύ τι διαφαίνεσθαι ἐῶσι τὴν τοῦ ὀρρώδους ἐπιμιξίαν χρώματος. | |
4.8.12 | Ὁπόταν μέντοι ἀκριβῶς ἐρυθρὰ εἴη καὶ φοινικὰ τὰ οὖρα, αἵματός ποθεν ἐπιρρυέντος ἐπιδείκνυται τοιαῦτα, ἤτοι φλεβός τινος ῥα‐ γείσης τῶν περὶ τὰ οὐρητικὰ ἀγγεῖα ἢ τῶν διυλιζόντων | |
5 | περὶ τοὺς νεφροὺς τὰ οὖρα ἀγγείων, χαύνωσίς τις καὶ ὑπὲρ τὸ δέον ἀραίωσις, ὥστε συμβαίνειν ἐκεῖθεν καὶ τῆς τοῦ αἵματος οὐσίας οὐκ ὀλίγον σὺν τοῖς οὔροις φέρεσθαι καὶ χρωννύειν οὔτω τὰ οὖρα. | |
4.8.13 | Ἀλλ’ ὁ μὲν περὶ αἵμα‐ τος, ἄλλως μὲν ἐπίδηλος ὤν, περιττὸς δὲ νῦν εἰρῆσθαι— περὶ γὰρ οὔρων ἡμεῖς, ἀλλ’ οὐ περὶ ἐνουρουμένων αἱμά‐ των εἰπεῖν προὐθέμεθα—τανῦν ἀφείσθω. | |
4.9t | Κεφ. θʹ. Περὶ αἰτίας οὔρων οἰνωπῶν. | |
4.9.1 | Ἑξῆς δὲ ῥητέον περί τε τοῦ οἰνωποῦ καλουμένου χρώματος, καὶ ὅσα μετὰ τοῦτο πέφυκεν. | |
4.9.2 | Ὁποῖον μὲν οὖν πέφυκεν τὸ οἰνωπὸν καλούμενον χρῶμα, ἐν τοῖς περὶ διαφορᾶς οὔρων ἔφθημεν εἰρηκότες, ὅτι δὲ σημαίνεται, ἐν τοῖς περὶ διαγνώσεως εἴρηται. νῦν δ’ ἐπιθῶμεν τῷ λόγῳ | |
5 | καὶ τὰς αἰτίας, ἐφ’ αἷς τοῦτο γίνεται. | |
4.9.3 | Ἐπὶ μὲν οὖν τῶν πολλὰ δραμόντων καὶ κεκοπιακότων συμβαίη ἂν δι’ ὑπερόπτησιν τοῦ αἵματος. | 91 |
4.9.4 | Ἐπειδὰν γὰρ ἡ συνεχὴς καὶ σύντονος κίνησις τὸ αἷμα διαθερμάνῃ, καὶ τοῦ προσ‐ ήκοντος πλέον ἐξέκαυσέ τε καὶ διϊδρωθῆναι ἐν τοῖς διου‐ ρητικοῖς ἀγγείοις ἐποίησε καὶ τῇ ἑνώσει ἀμφοτέρων τὸ | |
5 | οἰνωπὸν τοῦ χρώματος γέγονεν καὶ οὐδὲν ἂν δόξῃ παρά‐ δοξον, ὅπου γε καὶ θρόμβοι αἵματος διαδίδονται εἰς τὴν ἐπιφάνειαν διϊδρούμενοι, κόπου τε καὶ ἡλιοκαΐας ἐνίοτε τὸν ἄνθρωπον ἐπισχόντων. | |
4.9.5 | Ἐγώ γε μὴν ἐπί τινος μείρακος τοιοῦτόν τι μέμνημαι ἰδὼν. ἀφικόμεθά ποτε περὶ Κυνὸς ἐπιτολὴν ἐντὸς τῆς πόλεως ἐπί τινα πανήγυ‐ ριν προσκυνήσοντες μὲν τὸν ἐκεῖσε ἅγιον διαφερόντως | |
5 | τιμώμενον, ἐνδιατρίψοντες δὲ καὶ τοῖς ἐκεῖσε χάριτός τινος γέμουσι. | |
4.9.6 | Καὶ οὔπω μὲν τὸ τρίτον τῆς ἡμέρας παρώ‐ χηκε καὶ ἡμεῖς ἐκεῖσε παρεγενόμεθα καὶ τὰς εὐχὰς ἀπο‐ δόντες καὶ μικρόν τι προσδιατρίψαντες, ἐπεὶ καὶ μεσημ‐ βρία ἦν, ἤδη νόστου τε ἐμνήσθημεν καὶ τῷ ἡλίῳ συγ‐ | |
5 | καόμενοι δείλης ὀψίας περὶ τὰς οἰκείας ἀφίγμεθα, μέγι‐ στον τὸν δι’ ἐκείνης τῆς ἡμέρας ἡγησάμενοι κόπον. | |
4.9.7 | Τό τε γὰρ μὴ ἔθος ἔχειν ἡμᾶς ἔτι προσταλαιπωρεῖν ὁδῷ καὶ καύμασι τό, τε ἁπαλωτέρων τυχεῖν σωμάτων οὐ μετρίως ἡμῶν ὁ καύσων καθίκετο. | |
4.9.8 | Ἀλλ’ ἐγὼ μὲν τότε δὴ τότε τῆς ἐπ’ ἐκείνης βλάβης ἀπηλλαττόμην· ὁ δ’ ἕτερος τῶν σὺν ἡμῖν ἀφιγμένων, μαλακώτερός τε ὢν καὶ εὐπαθέστε‐ ρος, ἐλεύθερος μὲν καὶ αὐτός, ὡς ἐδόκει, ἐτύγχανε τῆς | |
5 | ἀφ’ ὁδοῦ βλάβης. | |
4.9.9 | [ἡ δὲ ἐπιοῦσα ἔδειξεν αὐτὸν μεταλα‐ χόντα τινὸς ἐκ τῆς ὁδοῦ βλάβης]. | |
4.9.10 | Ἐπεὶ γὰρ αὐτὸν ἡ γαστὴρ ἔνυξεν, ἐξῄει μὲν εἰς λάσανον, ὑπόμελαν δέ οἱ ἡ γαστὴρ ὑπεχώρησε. | |
4.9.11 | Τοῦτ’ ἰδὼν ἐκεῖνος ἀπεπάγη καὶ ἐμοὶ τὸ πάθος ἐξήγγειλε καὶ ἐπυνθάνετο, ὅτι ἂν ἡ τοιαύτη βούλοιτο τοῦ διαχωρήματος μεταβολή. | |
4.9.12 | Εἰδὼς οὖν ἐκεῖνον εἰθισμένον μὲν συνεχῶς τέμνειν φλέβα, πολ‐ λοῦ δὲ τοῦ χρόνου παραρρυέντος μὴ χρησάμενον τῷ ἔθει, καὶ ἄλλως δὲ θερμὸν καὶ εὐπαθῆ γινώσκων τὸν ἀνθρω‐ | |
5 | πον, προσεπιτιθεὶς δὲ καὶ τὸν χθιζὸν περίπατον ἔγνων δὴ τότε ἀκριβῶς διϊδρωθέντος αἵματος κατὰ τὴν ἐντὸς | |
τῶν φλεβῶν ἐπιφάνειαν καὶ συγκαέντος, εἶθ’ οὕτως ἀνθ‐ ελκυσθέστος ἐπὶ γαστέρα, ἀνακραθέντος τῷ ἀποπάτῳ καὶ συνεκκριθέντος τὸ μετ’ ἐκείνην τοιοῦτον φανῆναι εἶδος | 92 | |
10 | διαχωρήματος. | |
4.9.13 | Ἐνταῦθεν οὖν καὶ τὸ περὶ τῶν οἰνω‐ πῶν συλλογισάμενος οὔρων ταῖς αὐταῖς καὶ ταῦθ’ ὑπέ‐ βαλλον αἰτίαις γίνεσθαι καὶ δεῖ τῶ λόγῳ πιστεύειν τὸν σπουδαῖον. | |
4.9.14 | Καὶ ταῦτα μὲν ὑφ’ ὑγιῶν καὶ λέγεται καὶ φαίνεται· ἐπὶ δὲ τῶν πυρετοῖς ἑαλωκότων οὐ μετρίοις τὸν μὲν ἰχῶρα πλεονάζειν ὑποδείκνυσι τοῦ αἴματος, σή‐ πεσθαι δ’ αὐτὸν ἤδη καὶ συγκάεσθαι καὶ πρὸς χολῆς ξαν‐ | |
5 | θῆς εἶδος ταύτῃ μεθίστασθαι. | |
4.9.15 | Ταῦτα τοι καὶ ἀμφο‐ τέρων μὲν τῶν χυμῶν τὰς ἀκριβεῖς τῶν χρωμάτων ἐκπέ‐ φευγεν ἰδέας μηδὲν ἔτι τελοῦν ἴδιον· τὸ δ’ οἰνωπὸν οὕτω καλούμενον κατεσκεύασε χρῶμα μεταβεβλημένου αἵματος | |
5 | εἰς χολήν. καὶ ὁ μὲν περὶ οἰνωποῦ χρώματος λόγος οὕτω πως ἀποδίδοται. | |
4.10t | Κεφ. ιʹ. Περὶ αἰτίας οὔρων κυανῶν. | |
4.10.1 | Τό δὲ κυανοῦν ἔτι πορρωτέρω τοῦ συμμέτρου πε‐ φυκὸς χρώματος καὶ μείζονος τετύχηκεν ἀλλοιώσεως. | |
4.10.2 | Τῆς γάρ τοι ξανθῆς χολῆς συμμέτρου γεγονυίας, σύμ‐ μετρ’ ἂν καὶ τὰ οὖρα προβαίη. | |
4.10.3 | Καθ’ ὅσον δ’ ἂν αὔτη ἀλλοῖα τοῦ προσήκοντος ἐκστᾶσα γένηται καὶ τὰ οὖρα δείκνυσι μεταβαλλόμενα καὶ δὴ τῆς τοιαύτης ἐξοπτωμένης χολῆς καὶ ἰώδους οἷον γεγενημένης καὶ βραχείας τινὸς τῆς | |
5 | ῥοπῆς δεομένης ἐς τὴν τοῦ μελαγχολικοῦ χυμοῦ ἰδέαν καὶ διαδραμούσης τὸ φλεβῶδες γένος, τὰ κυανὰ τοῦ χρώ‐ ματος ἀποδίδοται. | |
4.11t | Κεφ. ιαʹ. Περὶ αἰτίας οὔρων χλωρῶν. | |
4.11.1 | Τῶν δὲ χλωρῶν οὕτω καλουμένων χρωμάτων ὅσα μὲν διὰ τηκεδόνα γίνεται τῆς πιμελῆς διαφανέστερά τε καὶ πρὸς τὸ ἐλαιῶδες χρῶμα διασκεδάζεται. | |
4.11.2 | Γίνεται δὲ τοι‐ αῦτα δι’ ἐπιμιξίαν τοῦ ἀπὸ πιμελῆς συντήγματος ἐλαιώ‐ δους ἤδη γεγονότος διὰ τὸ τοῦ πυρετοῦ παριόν. | |
4.11.3 | Ὅσα δ’ αὖ πρὸς τὸ μελάντερον ἐπιρρέπει σκιαυγῆ μὲν καὶ χλω‐ ρίζοντα, πλῆθος δ’ ὑποφαίνει καὶ πάχος τῆς ἰώδους τε καὶ ἰσατώδους οὕτω καλουμένης χολῆς. | |
4.11.4 | Πάνυ μὲν γὰρ αὗ‐ ται χλωραί, βραχείας δέ τινος τῆς μεταβολῆς δεόμεναι, πρός γε τὸ μελαγχολικὸν εἶδος· ἐντεῦθεν γάρ τοι μέλανα γίνεται τῶν χρωμάτων. | 93 |
4.11.5 | Καὶ χλωρὸν μὲν ὡς εἴρηται δι’ ἐπικρατείας αἰσχίστης γίνεται χολῆς κατά τε τὸ ποσὸν καὶ τὸ ποιὸν ἐπαυξηθείσης· ἤδη δὲ καὶ πρὸς ἕτερον ἐπει‐ γομένης εἶδος χολῆς. | |
4.12t | Κεφ. ιβʹ. Περὶ φαιῶν καὶ πελιδνῶν καὶ μελάνων οὔρων. | |
4.12.1 | Τὰ δὲ φαιὰ καὶ πελιδνὰ καὶ μέλανα διά τε ψύξιν καὶ χυμὸν γινόμενα μέλανα τῇ μὲν διαφορᾷ τῇ πρὸς ἄλ‐ ληλα, καὶ τὴν ποσότητά τε καὶ τὴν ποιότητα δείκνυσι τῶν τὰ τοιαῦτα χρωννύντων χυμῶν. | |
4.12.2 | Τὴν ἑνότητα δὲ τῷ ὁμοειδεῖ—ἑνός τε γὰρ εἴδους κεκοινωνήκασι χρώμα‐ τος, καὶ οὐκ ὀλίγην ἔσχον τὴν πρὸς ἄλληλα διαφορὰν τῇ ἐπιτάσει τε καὶ ὑφέσει τοῦ χρώματος. | |
4.12.3 | Πλὴν οὖδ’ ἀεὶ ταῖς αὐταῖς τὰ πάντα γίνεται αἰτίαις, ἀλλὰ καὶ ἑτέρως. | |
4.12.4 | Τὰ μὲν γὰρ φαιὰ διὰ θερμότητα οὐκ ἂν οἶμαι τοι‐ αῦτα γένοιτ’ ἂν ὥσπερ οὐδὲ τὰ πελιδνά, ἀλλ’ ὁτὲ μὲν διὰ ψυχρότητα, ὁτὲ δ’ αὖ διὰ χυμόν τινα μέλανα. | |
4.12.5 | Τὰ δέ γε πελιδνὰ καὶ τῶν φαιῶν πεπλεονέκτηκε, τῷ καὶ διὰ πλη‐ γὰς ἐνίοτε καὶ μάστιγας ἐπιτεθείσας τἀνθρώπῳ τοιαῦτα γίνεσθαι, τὰ μέλανα δὲ τῶν χρωμάτων καὶ διὰ ψυχρό‐ | |
5 | τητα ἐπιταθεῖσαν πάνυ καὶ διὰ ὑπερβολὴν θερμότητος ἐπιρροήν τε χυμοῦ τοῦ μέλανος καὶ νέκρωσιν ἐσχάτην. | |
4.12.6 | Καὶ ταῦτα μὲν κἀν τοῖς περὶ διαγνώσεως, ὡς οἶμαι εἴρηται, νῦν δ’ ἐπιθήσομεν καὶ τὰς αὐτοῖς νομιζομένας εὐαρμόζειν αἰτίας. | |
4.12.7 | Τὰ μὲν οὖν πελιδνὰ διὰ πληγὰς γινόμενα πολλὴν κατηγορεῖ τοῦ αἵματος τὴν νέκρωσιν γε‐ γονέναι. | |
4.12.8 | Τῶν γὰρ πληγῶν διασπασασῶν καὶ νεκρωσα‐ σῶν τὸ αἷμα, εἰς ὑπόμελαν δὲ εἴωθε νεκρούμενον τὸ αἷμα μεταχωρεῖν, ὀψέ ποτε τῇ ἀποκριτικῇ δυνάμει τοῦτο διὰ γαστρὸς ὠθούμενον καὶ τῶν οὔρων τοιαῦτα καὶ τὰ οὖρα | |
5 | δείκνυσι καὶ τὰ διαχωρούμενα. | |
4.12.9 | Ἐνίοτε δὲ ἐφ’ ἑνὶ τῶν πόρων τὴν ὁρμὴν λαβών, τὸν ἕτερον ἀφῆκε καὶ δεῖ τούτῳ τῷ λόγῳ σημειοῦσθαι. | |
4.12.10 | Ἃ γὰρ οὐκ ἔσχε δεῖξαι τὰ οὖρα, ἡ γαστὴρ διαχωροῦσα ἔδειξε ὥσπερ καὶ τοὔμπαλιν, | |
ἅ μὴ ἡ γαστὴρ δεικνύειν ἔτυχε, ταῦτα τὰ οὖρα δείκνυσι. | 94 | |
4.12.11 | Καί ποτε αὐτὸς λευκά τε καὶ λεπτὰ τεθεαμένος οὖρα, χολώδη πάνυ εἶδον διαχωρήσαντα ὥσπερ καὶ λευκὰ διαχω‐ ρούσης ἄλλοτε γαστρός, οὐκ ὀλίγην εἶναι τὴν χολὴν τῷ σώματι τὰ οὖρα ὑπεδείκνυον. | |
4.12.12 | Ἀλλὰ τοῦτο μὲν τοῦ διαγνωστικοῦ μᾶλλον μέρος ὄν, ἐν ἐκείνῳ δὴ καὶ λελέχθω. ἡμεῖς δὲ τῶν ἑξῆς ἐχόμενοι λέγωμεν. | |
4.12.13 | Τὰ τοίνυν φαιὰ καὶ πελιδνὰ καὶ μέλανα κατηγοροῦσι μὲν αὐτῶν καὶ τὴν χολὴν ὡς χρώσασαν τὴν μέλαιναν, προσεπιμαρτυροῦσι δὲ καὶ ψῦξιν καθάπερ καὶ θερμότητα. | |
4.12.14 | Ἐπὶ μελάνων οὔρων μέντοι, ὅτι δὲ φύξις εἴωθε μελαίνειν τοὺς χυμοὺς καθάπερ καὶ θερμότης ἄμετρος, μαθεῖν ἐστιν ὧδε. | |
4.12.15 | Ψῦξις μὲν γὰρ τῷ συνάγειν τε καὶ πυκνοῦν, καθάπερ κἀπὶ τῶν νεφρῶν ἐστιν ἰδεῖν ὁσημέραι. | |
4.12.16 | Καθόσον γὰρ ἂν ταῦτα πύκνωσιν προσλαμβάνηται, καὶ μέλανα μᾶλλον διαφαίνεται τοῦ διαφανοῦς ἀποχωροῦντος, οἷον τῇ πυκνώ‐ σει, οὐχ ἧττόν γε μὴν καὶ διὰ νέκρωσιν ἐκ ψύξεως εἰώ‐ | |
5 | θασι μελαίνεσθαι τὰ οὖρα· οἰκεῖον γάρ τοι τοῦτο πέφυκε τὸ χρῶμα τῶν νενεκρωμένων ἤδη σωμάτων. | |
4.12.17 | Ἐπεὶ γὰρ ἀντικεῖσθαι λέγεται ζῳὴ θανάτῳ, πάντως ἂν ἀντιτεθείη τὰ τοῖς ζῶσι τοῖς νεκρωθεῖσιν ἴδια καὶ κατά τε εἴδη καὶ ποιότητα καὶ χρώματα. | |
4.12.18 | Καὶ τοίνυν εἰ ὑπόλευκά τε καὶ ὑπόπυρρα τοῖς ὑγιέσιν ἀποδίδοται, τίνα ἂν ἀποδοθείη οἰκειότερα τοῖς ἤδη νεκρουμένοις, εἰ μὴ τὰ μέλανα τὸ πάντων αἴσχιστον ὡς κληρωσάμενα χρῶμα. | |
4.12.19 | Θερμότης γε μὴν εἴωθε μελαίνειν τὰ οὖρα τῷ οἷον ἐξοπτᾶν τε καὶ συγκάειν τὴν ἐν φλεψὶν ὕλην, ὥσπερ δῆτα κἀπὶ τῶν ἐσβεσμένων ἀνθράκων φαίνεται. | |
4.12.20 | Καὶ γὰρ καὶ ταῦτα τῇ τοῦ πυρὸς ὑπερβολῇ διεμελάνθη τῇ παρὰ σφίσιν οὔσῃ ὑγρότητι ταύτην. | |
4.12.21 | Παραδεξάμενα ἴδῃς δ’ ἂν ὁσημέραι τοὺς μὲν πελιδνούς τε καὶ μέλανας ἀκροτέρους γεγονότας διὰ τὴν τῆς τοιαύτης ψύξεως ἐπικράτειαν, τοὺς δ’ ἄνθρα‐ κας οὕτω καλουμένους ἕλκη πονηρά, ῥέποντας ἤδη πρὸς | |
5 | τὸ τοῦ χρώματος μελάντερον τῇ τῆς θερμότητος ἀμετρίᾳ. | |
4.12.22 | Ἐγώ γε μὴν καί τι τοιοῦτον μέμνημαι ἰδὼν περὶ τὸ ἰατρεῖον θαμίζων. | |
4.12.23 | Ἧκέ τις ἀμίδα κομίζων, ἐν ᾗ φαιόν τε καὶ ὑπόλεπτον οὖρον ἐδείκνυτο. ὅ γε μὴν τοῦτ’ | |
ἐνουρήσας οὔτ’ ὀρθῶς βαίνειν ἴσχυε πολλῷ γε συγκοπτό‐ μενος καὶ οὐ μετρίων ᾔσθετο περὶ τοὺς νεφροὺς ἀλγηδό‐ | 95 | |
5 | νων· ἔφασκε δὲ πρότερον μετρίως πως ἀλγήσας τοὺς νε‐ φροὺς φλέβα τε τεμεῖν καὶ ἱκανῶς ῥυῆναι τοῦ αἵματος. | |
4.12.24 | Ἐκεῖθεν δὲ αἱ ὀδύναι ἐπὶ τὸ σφοδρότερον προϊοῦσαι πονηρῶς οὕτω διέθεσαν τὸν ἄνθρωπον. | |
4.12.25 | Ἦν δ’ ἄρα τῷ τότε χειμέριος μὲν ἡ ὥρα, τύχῃ δέ τινι καὶ πλέον τοῦ προσήκοντος ἐσφοδρύνετο. | |
4.12.26 | Ἐγὼ μὲν οὖν ταῦτα ἰδών τε καὶ πυθόμενος οὗ μετρίαν τινὰ τὴν ψύξιν εἶναι κατα‐ στοχασάμενος τοῖς θερμοτέροις ἔφασκον δεῖν χρήσασθαι. | |
4.12.27 | Ὑμῖν δὲ θέμις τὰ τοιαῦτα σκέπτεσθαι καὶ μανθά‐ νειν ἔχειν, ὡς ὑπερβολὴ ψυχρότητος τοιαῦτα πολλάκις οὖρα δείκνυσιν. | |
4.12.28 | Ἀλλ’ ὁ μὲν περὶ αἰτίας χρωμάτων λόγος ἀρκούντως οἶμαι ῥηθεὶς ὧδέ πη καὶ παυέσθω, καὶ ἄλλων ἐν τοῖς περὶ αἰτίας οὔρων τεθεωρημένων ζητημά‐ των καὶ ἐφ’ ἑαυτὰ τὸν λόγον ἐπισπωμένων. | |
4.12.29 | Τῶν μὲν οὖν καθ’ ἕκαστα γινομένων ἀποδιδόναι τὰς αἰτίας μακροῦ τε οἶμαι δεήσει λόγου καὶ οὐ πάνυ ὡς οἶμαι ἀκριβωμένου ἀποιήσει τῶν κατὰ μέρος μή πώ τινι διωρισμένων μέτρῳ | |
5 | καὶ ἀριθμῷ. | |
4.12.30 | Ἔπειτα δὲ καθολικοῖς τισι διορισμοῖς ὡς οἷόν τε ἦν τὰ γενικώτερα διορισαμένοις καὶ τὰς ἐπ’ αὐτὰς ἀποδιδοῦσιν αἰτίας τὰ κατὰ μέρος αὖθις ἐξετάζειν τῷ λόγῳ περιττὸν ἂν ἴσως δόξειεν, κἀκείνων ὥσπερ ἐν | |
5 | τοῖς καθολικοῖς ἐμπεριειλημένων διορισμοῖς. | |
4.12.31 | Ἐπὶ τούτοις δὲ προσήκει τοῦ περὶ συστάσεως ἁψομένῳ λόγου καὶ τὰς ἐφ’ αὐτοῖς νομιζομένας ἀποδιδόναι αἰτίας. | |
4.13t | Κεφ. ιγʹ. Περὶ αἰτίας τῶν τατὰ τὰ οὖρα συστάσεων. | |
4.13.1 | Δυοῖν τοίνυν οὔσαιν ταῖν δραστικαῖν τε καὶ ποιη‐ τικαῖν ποιοτήταιν, δυοῖν δ’ αὖ ταῖν παθητικαῖν, ἐφ’ ἑκά‐ στῃ τούτων ἤτοι ἐπικρατούσῃ ἢ ἐπικρατουμένῃ πᾶσα πέψις καὶ ἀπεψία γίνεται, ἐφ’ αἷς δηλονότι καὶ τῶν συστάσεων | |
5 | τὰ εἴδη συνίστανται. | |
4.13.2 | Πέψις γάρ τοι κατὰ τὸν εἰπόντα φιλόσοφον τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν· ταῦτα δ’ ἔστιν ἡ οἰκεία ἐν ἑκάστῳ ὕλη. | |
4.13.3 | Ὅταν γὰρ πεφθῇ, τέλειον γέγονε καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος οἰκείας συμβαίη, | |
κἂν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ. τὸ δὲ τέλος εἰς οἰκεῖόν τι καὶ ὡρισμένον εἶδος τὴν ὕλην μετα‐ | 96 | |
5 | γαγέσθαι. | |
4.13.4 | Ἀπεψία δ’ ἂν συμβαίη διὰ τἀναντία τού‐ των τῷ μὴ δηλονότι τὴν ὕλην ἐπικρατεῖσθαι τῇ φυσικῇ θερμότητι ἤτοι διὰ τὴν αὐτῆς ἢ μοχθηρίαν ἢ ὑπερβολὴν ἢ καὶ τῆς ἐμφύτου ἀτονίαν θερμότητος δι’ οἱανδήτινα ἐπι‐ | |
5 | κρατήσασαν δυσκρασίαν. | |
4.13.5 | Ἐπεὶ τοίνυν, εἰ συνελόντα με δεῖ φάναι, πέψις ἐστὶν ὑπὸ θερμότητος οἰκείας τῆς ὁποιασοῦν ὕλης εἰς οἰκεῖον τῷ πέττοντι ταύτην εἶδος ὡρισμένον μεταβολή, δῆλον ἂν εἴη ὡς ἡ ἐν συμμέτρῳ τῇ | |
5 | συστάσει τῆς ὕλης μεταβολὴ δι’ ἐπικρατείαν ἂν συμβαίη τῆς ἐμφύτου θερμότητος. | |
4.13.6 | Ὁπόταν γάρ, τῆς ὕλης οὔ‐ σης συμμέτρου, ἡ φυσικὴ ταύτης ἐπικρατήσῃ θερμότητος, ἥ τε πέψις κατὰ τὸν ἑαυτῆς ἀποδίδοται λόγον καὶ αἱ τῶν περιττωμάτων ἐκκρίσεις τὴν ἀναλόγως ἀπαιτουμένην ἀπο‐ | |
5 | λαμβάνουσι σύστασιν. | |
4.13.7 | Καὶ τοίνυν σύστασις οὔρου συμμέτρου ἐπιφαινομένη καὶ τὴν πέψιν ἀρκούντως ἐπι‐ γεγονέναι δηλοῖ. καθ’ ὅσον δ’ αὖ αὐτὴ τοῦ συμμέτρου λείποιτο καὶ τὰς πέψεις διημαρτῆσθαι τοῦ τελείας εἶναι | |
5 | δηλοῖ καθ’ οἱονδήτινα διαπεσούσας τρόπον. | |
4.13.8 | Ἐπεὶ δὲ τά τε λεπτὰ καὶ παχέα τῶν οὔρων καὶ ὅσα δηλονότι τὴν σύμμετρον ἐκπεφευγότα σύστασιν φαίνεται, οἱανδήτινα μὲν ἑτέραν εἴληφε σύστασιν, ἀπεψίαν δὲ κατηγορεῖ τῆς | |
5 | φύσεως, χρεὼν ἂν εἴη κατὰ τὴν ὁμολογίαν ἀποδεδωκέναι καὶ τὰς ἐπὶ τούτοις νομιζομένας αἰτίας. | |
4.13.9 | Ὅτι μὲν οὖν οἰκεῖα θερμότης ἐπικρατοῦσα τῶν εἰσαγομένων τροφῶν τὲ καὶ πομάτων, ἔτι τε τῶν ἐντὸς χυμῶν τὰς κατὰ λόγον πέψεις ἐργάζεσθαι πέφυκε, ἄν τι δὲ τύχῃ διαμαρτοῦσα | |
5 | καθ’ οἱονδήτινα λόγον ἀπεψία τις ἐπὶ τούτων γίνεται, ἤδη που λέλεκται. | |
4.13.10 | Καὶ τὰ μὲν λεπτὰ τῶν οὔρων ἐπιφαινόμενα, διαπεπτωκυῖαν τὴν ἔμφυτον ὑποφαίνει τοῦ προσήκοντος θερμότητα, ἤτοι δὲ τῷ κεκρατῆσθαι ὑπό τι‐ νος ἀξιολόγου ψυχρότητος ἢ τῷ τὴν νόθον καὶ φθαρτικὴν | |
5 | θερμότητα ὑφ’ οἱασδήτινος ἀναφθεῖσαν προφάσεως ἐπι‐ κρατεῖν, τὴν ἔμφυτον ταύτην καὶ φυσικὴν ἀμαυροῦσθαί τε καὶ τῆς οἰκείας ἐνεργείας ἀπείργεσθαι. | |
4.13.11 | Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, μαθεῖν ἐστι κἀπὶ τῶν ἑψημένων ἐδε‐ σμάτων. | |
4.13.12 | Ἧττον γὰρ ἑψῆται, ἃ ἂν τύχῃ ἐν ἡλίῳ βάλ‐ λόντι σφοδρότερον ἑψόμενα ὑπὸ πυρὸς ἢ ἅπερ ὑπὸ σκιερῷ καὶ ἀνηλίῳ τόπῳ, ὥσπερ οὖν καὶ ἃ ἂν τύχῃ ὑπὸ κρυμώ‐ δει πάνυ τῷ καταστήματι ἑψόμενα ἧττον ἑψεῖται τῶν ὑπὸ | 97 |
5 | θαλπωρῇ τοῦ περιέχοντος καταστάσει. | |
4.13.13 | Ἐκεῖ μὲν γὰρ ἡ τοῦ ἡλίου τὴν τοῦ πυρὸς ἐφελκομένη θερμότητα, ὧδε δ’ αὖ ἡ τοῦ σφοδροῦ ψύχους δύναμις τῇ τοῦ πυρὸς θερ‐ μότητι πολεμοῦσα ἧττον τὰ ἐν αὐτοῖς ἑψόμενα παρασκευά‐ | |
5 | ζουσιν ἑψεῖσθαι τῶν ἐν μὴ τοιούτοις τόποις ἐχομένων, ἅτε μηδενός τινος ἐμποδὼν τυγχάνοντος, ὥστε καὶ συμ‐ βαίη ἂν ἐντεῦθεν ἄνεφθα τελεῖν τὰ ὄψα ἔτι τὰ ἐν ὑπαί‐ θρῳ οὕτω καύσωνι καὶ κρυμῷ ἑψόμενα, καθ’ ὅν ἂν χρό‐ νον ἑψηθῇ τῶν τὰ ὑπὸ σκιώδει τε καὶ θερμοτέρῳ οἴκῳ. | |
4.13.14 | Μάθοις δ’ ἂν τοῦτο κἀπὶ τῶν λύχνων. ἐπειδὰν γὰρ μείζονι μείω λύχνον προσπελάσαις, ἀπομαρανθήσεται ἢ καὶ σβεσθήσεται ὁ ἐλάττων τῇ τοῦ μείζονος ἐπικρατείᾳ. | |
4.13.15 | Καὶ ὧδε μὲν τῇ ποσότητι μόνῃ τὰ φῶτα διαλλάξαντα τοῦτο πέπονθεν, ἐκεῖ δὲ καὶ τῇ διαφορᾷ τῆς ἐπ’ αὐτῷ τῷ γένει ποιότητος, ὥστε τὸ ἐξ ἀμφοτέρων δεῖ συναγόμενον συνελόντα τὸν συνετὸν ἀντεξετάζειν τοῖς ἐπὶ ταῖς διαμαρ‐ | |
5 | τίαις γινομένοις πέψεως. | |
4.13.16 | Καὶ δὴ καθόσον ἡ πεπτική τε καὶ ἀλλοιωτικὴ δύναμις ὑπό τινος τῶν ῥηθεισῶν πάθῃ δραστικῶν ποιοτήτων, καὶ αἱ συστάσεις φύγοῖεν ἂν τὴν σύμμετρον ἐπὶ τὸ λεπτότερον σύστασιν. | |
4.13.17 | Καὶ ταῦτα μὲν ἐπὶ ψυχραῖς ἐπιταθείσαις συμβαῖεν ἂν δυσκρασίαις, μᾶλλον ὁπόταν δ’ οὐχὶ διὰ ἑαυτὴν ἡ πεπτικὴ πέπονθε δύναμις ἢ ἔκ τινος δυσκρασίας, ἀλλ’ ἐξ ἐπικρατείας οἱασδή‐ | |
5 | τινος ὕλης, τότε δὴ μᾶλλον τὰ παχύτερα τῶν οὔρων ἂν φανείη ἐνουρούμενα. | |
4.13.18 | Εἰκός γε μὴν τῷ χρόνῳ ἤτοι τῆς ἐμφύτου μαραινομένης θερμότητος ἢ τοὐναντίον τῆς ὕλης ἐπιδιδούσης διάφορ’ ἄττα καὶ τὰ πάχη δείκνυσθαι. | |
4.13.19 | Κἀπειδὰν δὲ ἡ φύσις πέττειν ἐπιχειροίη τὴν ὕλην μήπω ταύτης πάμπαν ἐπικρατήσασα, τὰ οὖρα ἐκ λεπτῶν παχύτερα δείκνυσιν. | |
4.13.20 | Ὅτε μὲν γὰρ εἴθ’ ὑπὸ ψυχρό‐ τητος ἐπικρατησάσης εἴθ’ ὑπὸ νόθου δηλονότι θερμότητος οὐκ ἐφικνεῖτο πράττειν τὰ ἑαυτῆς καθότι μὴ ἐπεχείρει πλεονεκτουμένη πέττειν, λεπτά τε τὰ οὖρα ὑφίετο. | |
4.13.21 | Καὶ | |
τῆς ἐμφύτου πολλή τις κατηγορεῖτο ἀτονία δυνάμεως. | 98 | |
4.13.22 | Ὅτε δ’ αὖ κρατεῖν ἤδη τῆς ὕλης ἤρξατο εὐόριστον αὐτὴν ποιοῦσα ἢ τῷ τὴν ἐπιταθεῖσαν ἀμβλυνθῆναι νό‐ θον ποιήτητα ἢ τῷ τὴν λυποῦσαν ὕλην ὀλιγωθῆναι. | |
4.13.23 | Ἀναταράττεται μὲν ἤδη τὸ περιλειφθὲν τῆς ὕλης καὶ παχύνεται μετρίαν τινὰ λαμβάνον τὴν ἐπὶ τὰ κρείττω ῥοπήν, ἀρχὴν δὲ ἤδη πέψεως ὑποδείκνυσι. | |
4.13.24 | Τῶν γὰρ ἐξ ἀρχῆς λεπτῶν φαινομένων οὔρων ἀλλὰ μὴ διά τινα ψιλὴν δυσκρασίαν, οὐκ ἂν ἡ ἐπὶ τὸ σύμμετρον ἀποδοθείη μεταβολή, μὴ πρότερον αὐτοῖς ἐπιγεγονότος πάχους. | |
4.13.25 | Ἐκεῖνα μὲν γάρ, ὡς ἡ πεῖρά τε καὶ ὁ λόγος ἔδειξε, μεγάλην τινὰ τὴν ἀτονίαν κατηγορεῖ τῆς φύσεως καὶ μᾶλ‐ λον ὅσον ᾖ μετὰ φαυλοτέρων χρωμάτων. | |
4.13.26 | Τὰ δέ γε παχέα μάχην τινὰ τῆς φύσεως καὶ ἀγῶνα πειρωμένης ὥσπερ ἐπικρατῆσαι τῆς ὕλης καὶ ἤδη ἴσως ἐπικρατούσης, εἰ μή που καὶ αὐτοῖς τὰ πάχη ἄμετρα διαφαίνηται. ἐν‐ | |
5 | ταῦθα γὰρ εἰκὸς ὑφ’ ὕλης ἐπικρατουμένην τὴν φύσιν τοσαύτης καταβεβλῆσθαι. | |
4.13.27 | Ἐπεὶ δέ τινας εἰκὸς ἀντι‐ λέγοντας φάσκειν, ὡς εἰ τὰ λεπτὰ ἐσχάτης πέφυκεν ἀπε‐ ψίας, τὰ δὲ σύμμετρα ἀρίστης πέψεως, ἔδει τὰ ὑπόλεπτα ἀλλὰ τὰ μὴ παχέα φαίνεσθαι τῆς ἐγχειρήσεως τῆς φύσεως | |
5 | σύμβολα. | |
4.13.28 | Ῥητέον τοίνυν καὶ πρὸς ἐκείνους τὰ δέ‐ οντα καὶ τὰς ἐπὶ ταῖς συστάσεσι νομιζομένας ἀνακα‐ λυπτέον αἰτίας. | |
4.13.29 | Ἐπεὶ τοίνυν τῶν ὑπὸ νόσου κεκρα‐ τημένων ἀνθρώπων οἱ μὲν διὰ ψιλήν τινα ἐπιταθεῖσαν δυσκρασίαν πάσχουσιν, οἱ δ’ αὖ δι’ οἱασδήτινος ὕλης πλε‐ ονασμὸν τοῖς μὲν διά τινα δυσκρασίαν πάσχουσιν, ὥς γε | |
5 | εἴρηται ἤδη, τὰ λεπτὰ μᾶλλον ἐπιφαίνεται τῶν οὔρων. | |
4.13.30 | Τοῖς δ’ αὖ διά τινα πλεονασθεῖσαν ὕλην πλέον τοῦ δέοντος, ταῖς μὲν ἀρχαῖς καὶ ὧδε τῶν νοσημάτων τὸ πλέον τὰ λεπτά, ἅ δὴ καὶ προϊούσης τῆς νόσου παχύνε‐ ται, ἐνίοτε δὲ καὶ ἐκ πρώτης τοῦ λόγου ἀφετηρίας παχέα | |
5 | φαίνεται. | |
4.13.31 | Ῥητέον οὖν ἐφ’ ἑκάστῳ τούτων κατὰ τὴν ὁμολογίαν τὰ δέοντα. τῶν τοίνυν ἐπὶ ψιλὴν δυσκρασίαν καμόντων τὰ οὖρα πάνυ λεπτὰ διαφαίνεται τῆς οἱασδήτι‐ νος ἐπικρατούσης δυσκρασίας, ἧττον δ’ αὖ λεπτὰ διαφαί‐ | |
5 | νεται, ἀπομαχομένης ἔτι τῆς φύσεως, ὥσπερ δῆτα καὶ | |
σύμμετρα κατακρατούσης τῆς ὕλης, ἀλλὰ τὰ μὲν τούτων διὰ καταβολὴν ἐσχάτην τῆς φύσεως οὐκ ἐξικνουμένης τὰ ἑαυτῆς ἐργάζεσθαι καὶ λείπεσθαι μικροῦ δεῖν τὴν ὕλην ἀνενέργητον. | 99 | |
4.13.32 | Τὰ δ’ αὖ διὰ βραχείαν αὐτῆς ἀνάρρω‐ σιν ἐπιχειρούσης ἤδη, ἐκεῖνα δὲ δι’ ἐπικράτειαν μηδενός ποθεν ἐμποδὼν τυγχάνοντος, συμμαρτυρήσει δὲ καὶ τῷ λόγῳ μεταβαλλόμενα τὰ χρώματα. | |
4.13.33 | Καὶ διὰ τοιαύτας μὲν αἰτίας τῶν ἐπὶ ψιλῇ ἑαλωκότων δυσκρασίᾳ φαίνεται λεπτά τε καὶ ὑπόλεπτα τὰ οὖρα· ἐπὶ δὲ τῶν διά τινας χυμοὺς πλεονάσαντας οὐχ ὑγιῶς ἐχόντων ταῖς μὲν ἀρχαῖς | |
5 | ἔτι λεπτὰ τὰ οὖρα φαίνεται, μήπω ἐπιχειρούσης τῆς φύ‐ σεως, ἅτε δὴ ὠμοῦ τοῦ πάθους ἔτι τυγχάνοντος. καθόσον δ’ ἂν ᾖ τὰ οὖρα λεπτὰ καὶ ἡ ὠμότης καταστοχαζομένων συνάγεται. | |
4.13.34 | Ὁπόταν οὖν ὠμότης ᾖ τοσαύτη τῆς ὕλης, οὐδέν τι διαδίδοται ταύτης πρὸς ἔκκρισιν ἐπεχούσης μὲν τῆς καθεκτικῆς δυνάμεως, ταύτην ἔτι πέψιν δ’ ἐπιθήσειν πειρωμένης τῆς φυσικῆς ὡς οἷόν τε δυνάμεως. | |
4.13.35 | Ὁπό‐ ταν οὖν τοῦθ’ οὕτως ἔχῃ καὶ μήθ’ ἡ φύσις ἐξικνεῖται πέτ‐ τειν τὴν ὕλην, μήθ’ ἡ τροφὴ καὶ πόσις ἡ χορηγουμένη θύραθεν μέτροις πέψεως ἐξετάζεται, τῆς φυσικῆς δυνά‐ | |
5 | μεως ἀπομαχομένης πρὸς μείζονα, λεπτὰ μὲν διὰ τοῦτο, οὐχὶ παχέα δ’ αὖ, δι’ ἐκεῖνο τὰ οὖρα φαίνεται. | |
4.13.36 | Ἀλλ’ ἐπειδάν, τῆς φύσεως τῆς ὕλης ἐπικρατούσης, τὰ ὠμὰ γοῦν πέττηται, καὶ μάλιστα καὶ διὰ γαστρὸς καὶ οὔρων χωρεῖν μέλλει, ἤδη καὶ τὰ οὖρα δείκνυται κεκτημένα πάχος οὐ | |
5 | μέτριον. | |
4.13.37 | Ὑποβιβαζομένης γὰρ τῆς ὕλης ὡς πρὸς ἔξο‐ δον τῆς περιττῆς δι’ ἐπικράτειάν τινα τῆς πεττικῆς δυνά‐ μεως, καὶ ταῦτα δείκνυται κτησάμενα πάχος, ὥστε καὶ πολλοί τινες ἐντεῦθεν τὴν ἐπὶ τὰ κάτω ῥοπὴν στοχαζό‐ | |
5 | μενοι τῶν περιττῶν καὶ τῆς γαστρὸς διαχωρήσεις οὐ με‐ τρίας προέφασαν. | |
4.13.38 | Ἀλλὰ τοῦτο μὲν τοῦ προγνωστι‐ κοῦ μέρους· κἀκεῖσε δεῖ τηρεῖσθαι· ἡμεῖς δὲ κἀκ τῶν προ‐ δήλων ἐπιθήσομεν καὶ τόδ’ εἰς παράστασιν. | |
4.13.39 | Εἰώθεσαν ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ ὄγκοι τινὲς διάφοροι γί‐ νεσθαι. | |
4.13.40 | Τούτων οἱ μὲν οὐδέ ποτέ τι πῦον ἤ τι πα‐ ραπλήσιον ὑγρὸν ὑφ’ ἑαυτοὺς ἔχουσιν, ὥσθ’ ὁσάκις ἂν αὐτοὺς ἐπιδιέλῃς, σάρκας εὕρῃς ἀλλοκότους τυγχάνοντας. | |
4.13.41 | Οἱ δ’ ἕτεροι ἐπισπασάμενοι πρὸς ἑαυτοὺς ἀθρόαν ὕλην, τῷ χρόνῳ πέττουσί τε καὶ ἀλλοιοῦσιν εἰς πύου εἶδος, εἴθ’ οὕτως εἴτ’ αὐτομάτως εἴτε καὶ τέχνῃ τὸ περιττὸν τοῦ πύου κενώσαντες, πρὸς τὸ κατὰ φύσιν ἐπανίεσαν αὖθις. | 100 |
4.13.42 | Ἀλλὰ τούτους μὲν ταῖς ἀρχαῖς διαιρῶν, ἐπεὶ τὸ πά‐ θος ἔτι ὠμόν, οὐδὲν ἂν ὑγρὸν ἐξέλῃς, εἰ μὴ τὸ φυσικῶς τοῖς μέλεσι κατεσπαρμένον αἷμα· ἐν ταῖς ἀρχαῖς δ’ αὖ διελὼν τῶν πέψεων ὕφαιμον ὄψει πῦον. | |
4.13.43 | Ἂν δὲ κἀν ταῖς ἀκμαῖς διατηρήσας ἄτμητον τὸν ὄγκον, εἶθ’ οὕτως ἐπιδιέλῃς, ἐπιταθείσης ἤδη τῆς πέψεως, τὸ πῦον ὄψει ἀκραιφνὲς καὶ πεπεμμένον ῥέον. | |
4.13.44 | Ταῦτά σε δεῖ τοῖς οὔροις παραβολήν, ὦ βέλτιστε. κἀκείνοις γὰρ ὠμοῦ μὲν ἔτι τοῦ πάθους τυγχάνοντος, οὐδέν τι τοῖς οὔροις καὶ ταῖς λοιπαῖς ἐκκρίσεσι ἀποδίδοται, βραχὺ δέ τι ἐνακμάζοντος· | |
5 | ὁπόταν δ’ ἤδη καὶ ἡ ἄκμη παρῇ, πέψις μὲν τέλεια ταῖς ὕλαις γίνεται, πάχος δ’ ἤδη τὰ οὖρα δέχεται, τὴν ἐπὶ τὰ κάτω ῥοπὴν λαβούσης τῆς ὕλης. | |
4.13.45 | Ἀεὶ γάρ τοι τῶν ἐμπλεόντων ὁποιωνδήτινων χυμῶν γαστρί τε καὶ ἐντέροις καί που τοῖς τοῦ ἥπατος κοίλοις, σύμβολα τῶν οὔρων πέφυκε τὰ παχέα. | |
4.13.46 | Ὁπότε μέντοι ταῦτα σημαίνει ἔκ‐ κρισιν τῆς γαστρὸς, ὁπότε δέ γ’ οὐ σημαίνει, ὁ περὶ προ‐ γνώσεως ἀποδώσει λόγος. | |
4.13.47 | Εἰ συνελόντα δ’ ὧδέ με δεῖ φάναι, τὰ μὲν λεπτότατα τῶν οὔρων ἐσχάτην τινὰ καὶ τὴν ἀπεψίαν κατηγορεῖ τῆς φύσεως, ἐπὶ μείζοσι πλημμε‐ λήμασι τῆς ἐμφύτου θερμότητος, τὰ δὲ παχυνόμενα καὶ | |
5 | τοιαῦτα μένοντα ἢ καὶ καθιστάμενα ἐπιχειρεῖν μὲν ἤδη τὰ πρότερως τὴν ἔμφυτον τῇ πέψει θερμότητα, ἐπικρα‐ τεῖν δέ πως τὰ δεύτερα, μὴ μέντοι γ’ ἔτι ἐξικνεῖσθαι πέ‐ ψεως ὁλοκλήρου, εἴθ’ ὑπὸ ποσότητος ἢ ποιότητος τῶν χυ‐ μῶν, εἴθ’ ὑπὸ οἰκείας ἀμαυρουμένην χαυνότητος. | |
4.13.48 | Ἐπεὶ δὲ καὶ δι’ ἐμφράξεις εἴρηται λεπτὰ δὴ φαίνεσθαι τὰ οὖρα ἐξιόντα, καὶ τὰς ἐπὶ τούτοις ἐπιθετέον τῷ λόγῳ νομιζομέ‐ νας αἰτίας. | |
4.13.49 | Ὅταν τοίνυν ἤτοι περὶ νεφροὺς καὶ τὰ λοιπὰ τῶν οὐρητικῶν ἀγγείων ἢ περί τινα τῶν λοιπῶν μορίων τῶν ἐνδεχομένων ταῦτ’ ἀπείργειν σύμμετρα φέ‐ ρεσθαι, ἔμφραξίς τις ἀξιόλογος γένηται ὑφ’ οἱασδήτινος | |
5 | διαθέσεως, τῇ στενοχωρίᾳ διολιζόμενα τὰ οὖρα, ὡς διὰ | |
τρυγοίπου ἔξεισιν ἱκανῶς λεπτυνθέντα, καὶ οὐκ ἂν δόξειεν ἀπεοικός, ὅπου γε κἀπὶ τῶν ὁσημέραι τοῖς πολλοῖς γινο‐ μένων ἐστὶν ἰδεῖν. | 101 | |
4.13.50 | Ὁπόταν γὰρ δή τινες ἰλυώδη καὶ παχὺν οἶνον ἔχωσι, τοῦτον ἐν τρυγοίπῳ διολίσαντες πολ‐ λάκις, ἱκανῶς ἀπελέπτυναν τὸ πλέον ἀφηρηκότες τοῦ πά‐ χους τῇ δωλίσει, ὥστε καὶ διαφανέστατον αὐτὸν γενέσθαι | |
5 | κἀπὶ τῶν οὔρων τοίνυν, τοίως τότε δεῖ συλλογίζεσθαι ὥσθ’ ἃ ἂν συμβαίη δι’ οἱασδήτινας ἐμφράξεις λεπτὰ δήπουθεν φαίνεσθαι, τὰ ἐμφράττοντα μᾶλλον ἄν τις αἰτιάσαι τοὺς πόρους ἢ τὴν τῆς πεπτικῆς δυνάμεως ἀρρωστίαν. | |
4.13.51 | Ἀλλ’ ὁ μὲν περὶ πέψεώς τε καὶ ἀπεψίας καὶ προσέτι ὠμότητος λόγος ἱκανῶς ῥηθεὶς ὧδέ πη κείσθω καὶ διὰ τούτων ἴστω πᾶς τις περὶ τὰ τοιαῦτα σπουδάζων, ὡς αἱ μὲν τῶν συ‐ | |
5 | στάσεων πέψεσιν ἕπονται τῶν χυμῶν, αἱ δ’ ἀπεψίαις, ἐκεῖ‐ ναι δ’ αὖ ὠμότησι. | |
4.13.52 | Νῦν δὲ προσήκει φάναι περὶ αἰτίας τῶν ἐν τοῖς οὔροις παρυφισταμένων ὥσπερ οὖν ἐπὶ τῆς κατὰ τὴν γαστέρα καὶ τὰ σιμὰ τοῦ ἥπατος καὶ τῶν προσεχῶν ἀξιολόγων ἀγγείων πέψεως καὶ ἀπεψίας αἱ τῶν | |
5 | χυμάτων σύμβολα συστάσεις μᾶλλον πεφύκασιν, οὕτω δὴ κἀπὶ τῆς ἐν τῷ φλεβώδει γένει οὕτω καλουμένῳ πέψεως οἴεσθαι δεῖν τὰ παρυφιστάμενα· ῥητέον τοίνυν κἀπὶ τού‐ των. | |
4.13.53 | Πρῶτον μὲν περὶ τῶν συναναφαινομένων τοῖς παρυφισταμένοις χρωμάτων καὶ τὰς ἐπ’ αὐτοῖς νομιζομέ‐ νας ἀποδοτέον αἰτίας, εἶθ’ οὕτως καὶ περὶ συστάσεώς τε καὶ τῆς τοπικῆς μεταβολῆς καὶ ὅσα ἐπὶ τούτοις φαίνεται. | |
4.14t | Κεφ. ιδʹ. Περὶ αἰτίας τῶν λευκῶν παρυφισταμένων. | |
4.14.1 | Λευκὰ τοίνυν μετρίως ὄντα καὶ λεῖα καὶ ὁμαλὰ τὰ παρυφιστάμενα ὑγιᾶ τὴν ἐν τῇ τρίτῃ πέψει δύναμιν παριστᾷ. | |
4.14.2 | Καὶ γὰρ ὥσπερ ἐπὶ τοῦ ἀκριβῶς πεφθέντος αἵματος περιήθημα ὑπόπυρρόν τε καὶ ὑπόξανθον φαίνε‐ ται, ἐνδέον δηλονότι τοῦ χρώσαντος αὐτὸν χυμοῦ κατὰ χροίαν, οὕτω δεῖ σκοπεῖν κἀπὶ τῆς ἐπὶ τῷ φλεβώδει γένει | |
5 | πέψεως. | |
4.14.3 | Ἐπειδὴ γὰρ αἷμα μὲν οὐκ ἀκριβὲς ἀναδοθεί‐ σης τε καὶ ἀλλοιωθείσης περὶ αὐτὰ τὰ κοῖλα τοῦ ἥπατος τῆς χυλοποιηθείσης ἐν γαστρὶ τροφῆς γίνεται, ἀκραιφνὲς δ’ αὖ ἀλλοιωθέντος τούτου καὶ τελειωθέντος περὶ τὸ φλε‐ | |
5 | βῶδες γένος, τὸ μέν ἐκεῖσε περιττὼν καὶ ἀχρεῖον οὖρον οἶδεν ὁ λόγος, τὸ δ’ αὖ ἐνταῦθα παρυφιστάμενον ἐν τοῖς οὔροις ἀπέδειξεν, ὥσπερ δῆτα καὶ ἐπὶ τῆς ἐν γαστρί τε καὶ ἐντέροις πέψεως τὰ διαχωρούμενα πέφυκε σύμβολα, καὶ δὴ πρὸς τὸ λευκὸν ἤδη χρῶμα τοῦ ἀκριβοῦς κεχωρη‐ | 102 |
10 | κότος πύου διὰ τὴν συμμετρίαν τῆς πέψεως. | |
4.14.4 | Ἐπὶ τούτῳ γὰρ οἶδεν αἷμα μεταβαλλόμενον μεθίστασθαι τοῦ χρώματος νόμοις ἀλλοιούμενον καὶ μεταβαλλόμενον νόμῳ φύσεως, συμμαρτυρήσει δὲ καὶ γάλα καὶ γονὴ τῷ λόγῳ. | |
4.14.5 | Ἐκεῖθεν γὰρ καὶ ταῦτα μεταβληθέντα τοιαῦτα φαίνε‐ ται καὶ τὰ παρυφιστάμενα ἄρα τὴν ἀναλογίαν σώζοντα πρὸς τὰ τοιαῦτα, ὑγιοῦς ἂν εἴη σύμβολα πέψεως. | |
4.14.6 | Δέ‐ δεικται γὰρ ταῦτα τοῦ ἀκριβῶς πεφθέντος αἵματος ἐν τῷ φλεβώδει γένει περιττώματα τελεῖν· ὅσον γὰρ ἂν τύχῃ μὴ μεταμειφθὲν εἰς κρείττω μεταβολὴν καὶ ἀλλοίωσιν ὥσπερ | |
5 | ἐκτραπὲν εἰς τοῦτο μεταβάλλεται τὸ εἶδος ὑπὸ τῇ φυσικῇ κρατούσῃ δυνάμει. | |
4.14.7 | Διὰ ταῦτα τοίνυν λευκὸν ἂν δι‐ καίως ὀφθείη τε καὶ ῥηθείη τὸ παρυφιστάμενον, οὐ μὴν ἐπιτεταγμένην ἔχον γε τὴν λευκότητα, ὅτι γε μήδὲ κατὰ πῦον μεταβέβληται. | |
4.14.8 | Ἦ γὰρ ἂν καὶ τὴν αὐτοῦ σύστα‐ σιν ἀπειληφὸς ἦν, καὶ τοιοῦτος μὲν ἂν ὁ λόγος τῷ κατὰ φύσιν ἀποδοθείη χρώματι. | |
4.14.9 | Ὅσα δὲ ἐπιτέταται εἰς λευ‐ κότητα φλεγματώδων χυμῶν μᾶλλον ἔγγονα πέφυκεν ἢ αἵματος ἀτελοῦς εἰς τὸ ἀνάλογον τῷ πύῳ μεταβελημένου ἐπικρατείᾳ τῆς ἀλλοιωτικῆς δυνάμεως. | |
4.15t | Κεφ. ιεʹ. Περὶ αἰτίας τῶν ὑπώχρων καὶ ὠχρῶν καὶ χολώδων παρυφισταμένων. | |
4.15.1 | Ὅσοις δέ τοι ὕπωχρα καὶ ὠχρὰ καὶ χολώδη φαίνε‐ ται τὰ χρώματα διὰ τοιαύτας ἂν αἰτίας τούτοις ὀφθείη, ὁπόταν τις τοιοῦτος πλεονάσας χυμὸς ἤτοι τοῦ αἵματος αὐτοῦ διαφθαρέντος εἰς χολώδη τινὰ καὶ ἀλλόκοτον ποιό‐ | |
5 | τητα ἢ διὰ πλείω προσφορὰν τροφῆς ἰδίως αὐτὴν γεννώσης ἢ διὰ τοιούτους χυμοὺς ἐντὸς ἀκμάσαντας ἢ δι’ οἱανδήτινα παραπλησίαν διάθεσίν τε καὶ δίαιταν τὰ αὐτὰ τούτοις ποιοῦσαν, μὴ ῥᾳδίως δ’ ἡ φύσις ἔχῃ ἀποδιωθεῖσθαι πᾶσαν τὴν τῶν τοιούτων διαφθορὰν χυμῶν ἤτοι τῷ χρόνῳ κα‐ | |
10 | μοῦσα ἢ τῷ πλήθει νικηθεῖσα συναναδίδοται μὲν ὁ τοι‐ οῦτος τῇ τρίτῃ πέψει χυμὸς χολώδης. | 103 |
4.15.2 | Συμφθαρεὶς δὲ καὶ οὗτος τῷ αἵματι καὶ συναναδοθείς, ἐπὶ τῷ φλεβώδει γένει, ἀποκρουσθεὶς δ’ ὅσον οἷόν τε ἐκεῖθεν ἐν τοῖς οὔροις τὴν ἐπικρατοῦσαν ἐκεῖσε τῶν χυμῶν ποιότητα τοῖς παρ‐ | |
5 | υφισταμένοις δηλοῖ. | |
4.15.3 | Ἐκ γὰρ τῶν ἐκκρινομένων καὶ τὰ προσλαμβανόμενα δοκιμάζεται, ὥστε δεῖ διὰ πάντων τούτων ἰόντα τὸν ἐπόπτην τῆς φύσεως μέτρον χρωμάτων τε καὶ συστάσεων, ἔτι τε παρυφισταμένων καὶ τὸν ἐπὶ | |
5 | τούτοις καθ’ ἕκαστον ἐξετάζοντα καὶ τὰς ἀναλογίας ἀνα‐ δοῦντα οὕτω τὰς ἀποφάσεις ποιεῖσθαι καὶ μέτρια ἂν ἴσως οὕτω τις ποιῶν οὐ σφαλοίη οἶμαι τοῦ δέοντος. | |
4.16t | Κεφ. ιϛʹ. Περὶ ὑπερύθρων καὶ ἐρυθρῶν καὶ ὑφαίμων παρυφισταμένων. | |
4.16.1 | Περὶ δὲ ὑπερύθρων τε καὶ ἐρυθρῶν καὶ προσέτι ὑφαίμων παρυφισταμένων τοσαῦτά ἐστιν εἰπεῖν, ὅσα καὶ μὴ διορισαμένων ἀπ’ αὐτῆς μαθεῖν ἐστι τῆς αἰσθήσεως. | |
4.16.2 | Ἐπειδὰν γὰρ ὁ αἱματικὸς ἀναδοθεὶς οὕτω χυμὸς ἐπὶ τὴν κρείττω πέψιν, ὅσον ἂν δόξαν μὴ προσληπτέον, ἀτυ‐ χήσῃ τῆς κατὰ φύσιν μεταβολῆς τῷ μὴ κρατεῖσθαι ἤτοι διὰ πλῆθος ὑπερβάλλον τὸ σύμμετρον ἢ τῷ τὴν καθεκτι‐ | |
5 | κὴν ἐκεῖσε δύναμιν ἀτονήσασαν καὶ τοὺς βελτίστους τῶν χυμῶν ἀπολύειν, τὰ τοιαῦτα φαίνεται παρυφιστάμενα. | |
4.16.3 | Ἐπικρατούσης μὲν γὰρ τῆς ἐκεῖσε δυνάμεως, ῥᾷστ’ ἂν πάντα ἀλλοιωθείη μεταβληθέντα, κατά τι δὲ πεπονθυίας καὶ τὰ παρυφιστάμενα παρατραπέντα τοῦ ὑγιοῦς φαίνεται. | |
4.17t | Κεφ. ιζʹ. Περὶ αἰτίας ὀρφνωδῶν καὶ μελάνων οὔρων. | |
4.17.1 | Ὀρφνώδη δέ γε μὴν καὶ πελιδνὰ καὶ μέλανα δια‐ φαινόμενα ἤτοι διὰ νέκρωσιν τῆς ζωτικῆς δυνάμεως—εἰς τοιοῦτο γὰρ εἶδος ὁ νεκρωθεὶς χυμὸς μεταβάλλεται—ἢ διὰ τὸν μέλανα χυμὸν ἐκεῖσέ ποθεν ἀναδραμόντα ἢ γεν‐ | |
5 | νηθέντα, εἶθ’ οὕτως καὶ τοῖς οὔροις παρυφίστασθαι παρ‐ αρρυέντα ἢ διὰ νεκρωθέν τε καὶ μεταβληθὲν αἷμα καὶ τοῖς οὔροις συνδιαδοθέν. | |
4.17.2 | Ὁπόταν γὰρ ἤτοι συνανα‐ δοθεὶς τῷ αἵματι ὁ μελαγχολικὸς οὗτος χυμὸς τῷ τὴν | |
ἀποκριτικὴν ἀτονῆσαι δύναμιν μέχρι καὶ τῆς τρίτης χω‐ ρήσει πέψεως, ἐκεῖθεν δ’ ἀποκρουσθῇ ζωπύρου ἕτι τῆς ζω‐ | 104 | |
5 | τικῆς δυνάμεως ὄντος, συνανακραθεὶς τῷ παρυφισταμένῳ τοῦτο χρώσῃ. | |
4.17.3 | Μέτριος μὲν ὢν φαιά τε καὶ πελιδνὰ ὑποδείκνυσι χρώματα, μέλανα δ’ αὖ εἴ γε τῇ ποιότητι καὶ τῷ πλήθει ἐπιδοθείη καὶ οὕτω μὲν ἂν ὁ μελαγχολικὸς χυ‐ μὸς ἀναδοθεὶς καὶ διὰ τοιαύτην ἀποδοθεὶς αἰτίαν φαίνε‐ | |
5 | ται, ἔστι γε μὴν ὅτε, τοῦ ἀναδιδομένου αἵματος μελαγχο‐ λικοῦ τυγχάνοντος, ἤτοι τῷ ἐκ τοιοῦτον χυμὸν γεννώσης τροφῆς ἀπαρτίζεσθαι ἢ τῷ τὴν ξανθὴν χολὴν καὶ αὐτὸ τὸ αἷμα εἰς τοιοῦτον χυμὸν τῷ χρόνῳ μεταβεβλῆσθαι ὑφ’ οἱασδήτινος ἑτέρας αἰτίας οἶδε. | |
4.17.4 | Καὶ γὰρ ὅ τε λόγος καὶ ἡ πείρα τοῦτο προσλαμβάνεσθαι μὲν τούτου ὅσον ἀκραιφνὲς τῇ τρίτῃ πέψει, τὸ δὲ μεταβεβλημένον ἤδη πρὸς χολὴν μέλαιναν ἀποκρίνεσθαι τῇ ἀποχριτικῇ δυνάμει | |
5 | προσεπικείσθω δὲ καὶ τῷδε τῷ λόγῳ. | |
4.17.5 | Ἐπειδὰν γὰρ τοῦ αἵματος νεκρωθέντος καὶ πρὸς μέλαν χρῶμα κεχωρη‐ κότος ἤτοι διὰ βασάνους καὶ μάστιγας ἐπιτεθείσας ἢ διὰ τὴν τῆς δυνάμεως πάρεσίν τε καὶ νέκρωσιν, ἡ φύσις τοῦθ’ | |
5 | ὡς περιττὸν ἐκεῖθεν ἐξοχετεύει, τότε δὴ τότε καὶ τὰ οὖρα τὰ τοιαῦτα συναποκριθέντα παρυφιστάμενα πλουτεῖ. | |
4.17.6 | Καὶ ὁ μὲν περὶ αἰτίας χρωμάτων λόγος ἐπὶ τοῖς παρυφιστα‐ μένοις ὧδέ πη κείσθω, τἀναγκαῖα μόνον ἡμῶν εἰρηκότων· περὶ δὲ ποσότητος παρυφισταμένων νῦν ἂν εἴη δίκαιον | |
5 | φάναι, εἶθ’ οὕτω καὶ περὶ τῶν λοιπῶν ἐπ’ αὐτοῖς ζητη‐ μάτων. | |
4.18t | Κεφ. ιηʹ. Περὶ τῆς κατὰ τὴν ποσότητα τῶν παρυφισταμένων αἰτίας. | |
4.18.1 | Τὰ τοίνυν πλείω τῶν συμμέτρων κατὰ τὸ ποσὸν παρυφιστάμενα πλείω μὲν ὑποφαίνει τὴν τροφὴν τῷ σώ‐ ματι ἀναδιδόσθαι, ῥώμην δέ τινα τῇ ἀλλοιωτικῇ παρεῖναι δυνάμει. | |
4.18.2 | Ὁπόταν γὰρ ὕλης μὲν δεούσης ἡ φύσις ἐπι‐ τύχῃ, ῥώμη δ’ αὐτῇ παρῇ, οὐχ ὑφίεται τῆς ἐπὶ πλέον θρέψεως, ἀλλ’ ἀεὶ μὲν πρὸς φύσιν τε καὶ ἐξομοίωσιν ἐρ‐ γάζεται, ἀεὶ δ’ ἕπεται τῇ ἀναλώσει ταύτῃ καὶ περιττωμά‐ | |
5 | των πλῆθος οὐκ ἀγεννές. | |
4.18.3 | Οὐ γάρ ἐστιν οὐκ ἔστιν ἐφ’ ὁποιασοῦν ἀναδιδομένης τῷ σώματι τροφῆς μὴ καὶ περιτ‐ τώματι ἀποκρίνεσθαι. | |
4.18.4 | Τῆς τοίνυν κατεργασίας τῶν χυμών καὶ τὰ περιττώματα πλείω τελεῖν ἀνάγκη. | 105 |
4.18.5 | Οὐ δεῖ δὲ λανθάνειν, ὅτι καὶ τῆς ἀλλοιωτικῆς τε καὶ πεπτι‐ κῆς ταύτης δυνάμεως ὑφ’ οἱασδήτινος ἀμαυρωθείσης αἰτίας πλείω τὰ παρυφιστάμενα φέρεται. | |
4.18.6 | Ἀλλὰ ταῦτα μὲν ἤδη πρὸς πάχος χωρεῖ τὴν ἀκριβῆ πέψιν ἐκπεφευγότα, περὶ ὧν ἐροῦμεν μετ’ οὐ πολύ, ἐν οἷς ἂν περὶ συστάσεως παρυφισταμένων φῶμεν. | |
4.18.7 | Νυνὶ δὲ περὶ ὀλιγότητος τῶν παρυφισταμένων ῥητέον. καὶ ταῦτα γὰρ εἴρηται ἐπί τε ἐνδείαις καὶ γυμνασίοις, ἐμφράξεσί τε καὶ βραχυπεψίαις γίνεσθαι. | |
4.18.8 | Τῆς τοίνυν θρεπτικῆς δυνάμεως ὕλης μὲν ἀρκούσης ἀπορούσης, τὰ κρείττω δὲ ταύτης προσλαμβα‐ νομένης τὰ χείρω ἀπωθοῦνται, περιττὸν ὂν εἰ καὶ ταῦτα προσλαμβάνοιτο. | |
4.18.9 | Ἐπειδὰν μέντοι προσηκούσης τε καὶ ἀκραιφνοῦς δι’ ὅλου λείπηται τροφῆς, καὶ τὰ παρυφιστά‐ μενα τοῦ κατὰ ἀναλογίαν λείπεται ποσοῦ· ἔν γε μὴν τοῖς πολλοῖς γυμναζομένοις κἂν ἡ τροπὴ πλείων ᾖ, ἀλλ’ | |
5 | οὖν ταῦτ’ ἐλάττω φαίνεται τῷ κατειργάσθαι τε καὶ λε‐ λεπτύνθαι τὰ τοιαῦτα περιττώματα καὶ δι’ ἀδήλου τῆς διαπνοῆς χωρῆσαι, ὥστε βραχύ τι ταύτης λείπεσθαι στε‐ νοχωρηθὲν τὴν ἔξοδον καὶ τοῖς οὔροις συνδιαδοθέν. | |
4.18.10 | Οὐ καινὸν δ’ ἂν εἴη, εἰ τῶν πόρων ἐμφραχθέντων τὰ παρυφιστάμενα μείω φαίνεται καὶ λεπτότερα ἀπολαμβα‐ νομένου τῇ στενοχωρίᾳ τοῦ παχυτέρου. | |
4.18.11 | Κἀνταῦθα μὲν οὖν ὁ περὶ ποσότητος παρυφισταμένων παυέσθω λόγος· λεκτέον δ’ ἐφεξῆς καὶ περὶ συστάσεως δι’ ἅστινας δηλονότι αἰτίας. λεπτά τε καὶ παχέα φαίνεται τὰ παρυφιστάμενα. | |
5 | οὕτω γὰρ ἀποδοθέντος τοῦ λόγου καὶ ἡ κατὰ συνθήκην τάξις ἀποδοθείη ἄν. | |
4.19t | Κεφ. ιθʹ. Περὶ τῆς κατὰ τὴν σύστασιν τῶν παρυφισταμένων αἰτίας, ἐν οἷς καὶ περὶ ὀροβοειδῶν καὶ πιτυρωδῶν καὶ πεταλωδῶν καὶ κριμνωδῶν παρυφισταμένων αἰτίας. | |
4.19.1 | Τὰ μὲν οὖν λεπτὰ τῶν παρυφισταμένων ἀκραιφνῆ μὲν ὄντα καὶ μὴ ῥᾳδίως μετεωριζόμενα διακινουμένης τῆς ἀμίδος πολλὴν τὴν ἀτονίαν τὴν ἐπὶ τῇ τρίτῃ πέψει κατ‐ ηγορεῖ τῆς φύσεως. | |
4.19.2 | Εἰ γάρ τοι ἴσχυεν αὕτη, τάχ’ ἂν | |
τὴν σύμμετρον αὐτοῦ παρενέθηκεν σύστασιν. νυνὶ δ’ οἷόν τι περὶ τὴν πρώτην τε καὶ δευτέραν πέψιν ἀτυχήσασαν ἐπισυμβαίνει. | 106 | |
4.19.3 | Ἐπεὶ μὲν γὰρ λεπτὰ καὶ κάθυγρα τὰ διαχωρούμενα, ὧδε δ’ αὖ λευκά τε καὶ ὑδατώδη τὰ οὖρα τοιοῦτόν τι καὶ ἐπὶ τῇ τρίτῃ πέψει γίνεσθαι ἁμαρτηθείσῃ εἴωθε. | |
4.19.4 | Τὰ γάρ τοι λεπτὰ τῶν παρυφισταμένων οὐκ εὐόριστα τῷ ἐμφύτῳ γέγονε μὴ κρατηθέντα θερμῷ. | |
4.19.5 | Ἅ γε μὴν λεπτὰ φαίνεται δι’ ὠμὸν χυμὸν λεπτυνθέντα, κα‐ θὼς κἀν τοῖς περὶ διαγνώσεως οὔρων ἔφθημεν εἰρηκότες, ὑπορρωνυμένης ἤδη τῆς ἐμφύτου γίνεται δυνάμεως, ἀπο‐ | |
5 | λεπτυνούσης καὶ σκεδαννυούσης ὅσον πάχος ὕλης περὶ τὰς φλέβας καθέστηκεν ἐξ ὠμοχυμίας. ταῦτα δὲ ὁσημέραι κἀπὶ τῶν μετεωρολογουμένων δείκνυται. | |
4.19.6 | Καὶ γὰρ κἀκεῖσε τοῦ μὲν ἡλιακοῦ θερμοῦ κρατοῦντος ὅσον πάχος πέφυκεν νεφώδους οὐσίας, λεπτύνεταί τε καὶ διασκεδάννυται ἐξαε‐ ρούμενον, κρατηθέντος δ’ αὖ συνάγεταί τε καὶ παχύνεται | |
5 | καὶ πρὸς τούτοις τῇ πολλῇ μελαίνεται συμπιλήσει καὶ χείρω τοῖς ἐπὶ γῆς τὴν ἔφοδον ἀπειλεῖ. | |
4.19.7 | Ἀρκέσει δ’ ἂν τὸ παράδειγμα κἀπὶ τῶν παχέων παρυφισταμένων. τοῦ γάρ τοι ἐμφύτου θερμοῦ ἠτονηκότος καὶ μὴ ῥᾳδίως ἐν‐ τεῦθεν τῶν χυμῶν κρατουμένων τε καὶ λεπτυνομένων, | |
5 | τοῦτο γὰρ ἐπὶ τῶν χυμῶν θερμοῦ πέφυκεν ἴδιον, τοὺς μὲν λεπτοὺς καὶ οἷον ἀορίστους συνιστᾷν τε καὶ οἷον εὐορί‐ στους ποιεῖν τῇ πέψει, τοὺς δ’ ὠμοὺς τε καὶ παχεῖς ἀπο‐ λεπτύνειν τε καὶ πέττειν, τὸ πάχος ἐν τοῖς παρυφισταμέ‐ νοις συμβαίνει φαίνεσθαι. | |
4.19.8 | Ὅσα γὰρ τῶν ἀναδιδομένων μὴ φθάσῃ νικηθέντα τῇ πέψει δι’ οἱουσδήτινας λόγους, ἤτοι πάμπαν λεπτὰ φαίνεται ἢ πάχος ἔχοντα ἐκπεφευγότα δηλονότι τὸ ἐπὶ τῇ πέψει σύμμετρον. | |
4.19.9 | Ἃ δὲ τῆς φύ‐ σεως ἐκεῖσε τὰ περιττὰ ἀπωθουμένης λόγῳ κρίσεως πάχος ἔχοντα παρυφιστάμενα φαίνεται, διὰ ῥώμην μᾶλλον τῆς ἀποκριτικῆς δυνάμεως γίνεται, τὰ φαῦλα καὶ ἀρχεῖα πάνυ | |
5 | διωθουμένης ἐκεῖ που τὴν ὁρμὴν εἰληφότα. | |
4.19.10 | Ἅ γε μὴν δι’ ἀπόκρισιν πύου πάχος ἔχοντα παρυφιστάμενα φαί‐ νεται, ὅπως μὲν ἂν διαγνωσθεῖεν, ὁ περὶ διαγνώσεως ἔσχε λόγος, τὴν δὲ αἰτίαν ὁ περὶ πέψεως ἀποδώσει. | |
4.19.11 | Ὅσα μὲν γὰρ ἀκριβῶς πεφθέντα φαίνεται, τὴν σύμ‐ | |
μετρον ἀπολαμβάνει κατὰ γένος σύστασιν, ὅσα δ’ αὖ ἁμαρτηθέντα τύχῃ, ἤτοι λεπτότερα ἢ παχύτερα δείκνυται, ἔνθεν τοι κἀπὶ τῶν πυοποιουμένων σύμμετρον ἂν δόξειε | 107 | |
5 | πῦον τὸ τῇ πέψει κρατησάσῃ γινόμενον, ὃ παχύτερον μὲν παντὸς παρυφισταμένου φαίνεται, λεπτότερον δ’ αὖ πε‐ πηγότος αἵματος. | |
4.19.12 | Ἀλλὰ τὸν περὶ πύου λόγον καὶ ἄλλοτε ἂν τύχῃς μαθών, ὥσθ’ οὗτος μὲν ἀφείσθω, μὴ πάνυ χρεὼν ὂν αὐτὸν εἰρῆσθαι· ἡμεῖς δ’ ἐπεὶ περὶ συστά‐ σεως τῶν ἐν οὔροις παρυφισταμένων τὸν λόγον ποιού‐ | |
5 | μεθα, εἰκότως ἂν καὶ περὶ ὀροβοειδῶν καὶ πιτυροει‐ δῶν, πεταλωδῶν τε καὶ κριμνωδῶν φαίημεν ὑποστάσεων. | |
4.19.13 | Ὁποῖαι μὲν οὖν εἰσι τῷ εἴδει αὗται, ὁ περὶ διαφορᾶς οὔρων ἔσχε λόγος· ὅ,τι δὲ βούλονται, ἐν τοῖς περὶ διαγνώ‐ σεως εἴρηται. νυνὶ δὲ τὰς αἰτίας ἐπιθῶμεν τὸν λόγον ἀπαρτίζοντες πάντοθεν. | |
4.19.14 | Ὁπόταν τοίνυν ἐπὶ τοσοῦ‐ τον τῆς σαρκὸς καθίκηται ὁ πυρετὸς ὡς ἤδη ταύτην ἀπο‐ κναίειν τε καὶ τήκειν τῆς πιμελῆς προαναλωθείσης ὑπὸ τῷ τῆς ἀμίδος ὑφιζάνει πυθμένι, ὅσον ἂν τύχῃ τῆς σαρ‐ | |
5 | κώδους δαπανηθὲν οὐσίας· οὐ γάρ τοι οἶδε τὸ τοιοῦτον μετεωρίζεσθαί τε καὶ ἀποπλανᾶσθαι ῥᾳδίως, καθάπερ ἐπὶ τῶν παραπλησίων τῷ εἴδει τούτῳ παρυφισταμένων συμ‐ βαίνειν εἴωθεν. | |
4.19.15 | Ἀλλ’ ἀεὶ τῷ πυθμένι προπέφυκε φυσικῷ τινι προσιζάνον τῷ βάρει. καὶ ὧδε μὲν ὅτι μέρους ἀδιαπλάστου καὶ παχυμέρους ὁ πυρετὸς καθίκετο, καὶ τὰς ὑποστάσεις τοιαύτας ἀπέδωκεν. | |
4.19.16 | Ἐπί γε μὴν τῶν πι‐ τυροειδῶν ὑποστάσεων, καί τι σχῆμα διασώζεται τοῖς παρ‐ υφισταμένοις, ἀφ’ οὗ δὴ καὶ τοὔνομα γέγονεν· ἐπὰν γὰρ ἤδη καὶ τῶν στερεωτέρων ἅψηται τὸ πάθος τοῦ πυρετοῦ, | |
5 | ὥσπέρ τινων ἀποσπωμένων τεμμαχίων ὑπ’ ἀντιτύπων σω‐ μάτων ταῦτα φαίνεται. | |
4.19.17 | Τῶν γὰρ ὑπὸ πυρὸς λυομέ‐ νων τὰ μὲν τηκόμενα λύεται, τὰ δ’ αὖ θραύεταί τε καὶ διατέμνεται, ὅσα δηλονότι σκληρᾶς καὶ ἀποτόμου τετύχη‐ κεν οὐσίας ὄντα καὶ καθόσον ἂν προΐηται σκληρότητος τὰ | |
5 | σώματα, καὶ τὰ τεμμάχια μείζω γίνεται ἀντιτυπήσαντα τὸ πρῶτον πρὸς τὴν τοῦ πυρὸς ἔνστασιν, ἐνδόντα δ’ αὖθις νικηθέντα μᾶλλον τῶν ὑγρᾶς τινος κεκοινωνηκότων οὐσίας, ὥσπερ δῆτα ἐπί τε τῶν κραύρων ξύλων καὶ τῶν λίθων ὁση‐ μέραι πάρεστι θεάσασθαι. | |
4.19.18 | Ἀφίπτανταί τε γὰρ τούτων καομένων οὐκ ὀλίγα τμήματα ἐκπυρρηνιζόμενα, ἅγε μὴν τηκόμενα λύεται, πιμελὴ δ’ ἄρα τοῦτο καὶ σὰρξ στέατί τε καὶ κηρῷ καὶ τοῖς ἀναλογοῦσι παραβληθείη. | 108 |
4.19.19 | Διὰ ταῦτά τοι καθόσον ἂν ὁ πυρετὸς στερεωτέρων ἅψηται σωμάτων, μείζω τε καὶ ἐπιδηλότερα τὰ διατεμνόμενα φαίνεται κόμ‐ ματα καὶ τοῦτο μαθεῖν ἐστιν ἀπό τε τῶν πεταλωδῶν καὶ | |
5 | κριμνωδῶν ὑποστάσεων. | |
4.19.20 | Αὗται γὰρ ἐκπυρηνίσματά τινα τῶν στερεῶν μερῶν τοῦ σώματος καθεστήκασιν ὑφ’ ἑκτικοῦ πυρετοῦ καομένων. | |
4.19.21 | Καὶ τοίνυν ὥσπερ συμ‐ μέτρῳ τε καὶ οἰκείῳ θερμῷ διεπλάττετό τε καὶ ἀπηρτίζετο ἕκαστον τούτων, οὕτω νόθῳ τε καὶ ἀμέτρῳ διασπᾶταί τε καὶ συντήκεται πυρετῷ. | |
4.19.22 | Καὶ τοῦ μὲν τὰ σώματα οὕτω πως καταδαπανᾶσθαι ὁ πυρετὸς ἂν εἴη καθικνού‐ μενος τοῦ βάθους αἴτιος, τοῦ δὲ διάφορά τινα τὰ εἴδη τῶν τεμνομένων φαίνεσθαι παρὰ τῇ τῆς τηκομένης ὕλης | |
5 | διαφορᾷ συμβέβηκεν, ὥστ’ ἔχεις καὶ τὸν τῶν πιτυροειδῶν καὶ πεταλωδῶν καὶ κριμνωδῶν ὑποστάσεων λόγον ἀρκοῦντα νοῦν ἔχουσι νομιζόμενον. | |
4.20t | Κεφ. κʹ. Περὶ τῶν συμμεμιγμένων ἤτοι ἀνομοιομερῶν παρυφισταμένων αἰτίας. | |
4.20.1 | Οὐ δεῖ δὲ λανθάνειν, ὡς ἔσθ’ ὅτε καὶ χυμῶν ὠμῶν συμπηχθέντων εἰς παραπλήσια εἴδη, ἔμφασίς τις τῶν ῥη‐ θεισῶν ὑποστάσεων διαφαίνεται· οἷον γάρ τοι τοῖς ἐν τη‐ γάνῳ ἑψομένοις συμβαίνειν εἴωθεν· ὀπτώμενα γὰρ ταῦτα | |
5 | συνίσταται· καθόσον δ’ ἂν περιφλέγοιτο, καὶ μείω γίνεται, τοιοῦτόν τι δεῖ συλλογίζεσθαι. | |
4.20.2 | Καὶ καθόσον ἂν ᾖ μείω τὰ κόμματα καὶ τὸν πυρετὸν ἐπικρατέστερον τεκμαι‐ ρόμεθα. | |
4.20.3 | Ἐνίοτέ γε μὴν καὶ τοῖς ἐκτὸς τυγχάνουσι πυρετοῦ τοιαῦτα συναναφαίνεται τοῖς παρυφισταμένοις δυσκατεργάστου τινὸς χυμοῦ ἔγγονα καὶ ταῦτα μὲν τῷ χρόνῳ κατάφορα γεγονότα καὶ διαλύονται καθάπερ καὶ τοῖς | |
5 | οὔροις ἐνίοτε συνεπιφαίνονται τρίχες, ὧν τὰς διαγνώσεις ἐν οἰκείῳ τόπῳ παραδεδώκαμεν. | |
4.20.4 | Νῦν δὲ θέμις καὶ τὰς ἐπὶ τούτοις αἰτίας παραθεῖναι τῷ λόγῳ ἴσως οὐκ ἀχρείας ἀποβησομένας τοῖς περὶ τὰ τοιαῦτα σπουδάζουσιν. | |
4.20.5 | Ἐπειδὰν γάρ τινες ἐναπολειφθῶσι χυμοὶ περί τινας πόρους καὶ μήτε τύχοιεν διαλυθέντες τε καὶ διαλεπτυν‐ θέντες, μήτ’ αὖ διουρηθέντες ταχέως, ἀλλὰ τῷ χρόνῳ περὶ τοὺς πόρους ἐνδιατρίψαντες, σύμπηξίν τινα καὶ πώ‐ | 109 |
5 | ρωσιν ἐπιλάβωσιν ὑφ’ οἱασδήτινος θερμότητος εἰς τοιαῦτα εἴδη μεθίστανται, μήτε πόροι γεγονότες τελείως μήτε μὴν ἀκριβῶς χυμοὶ τυγχάνοντες, ἀλλὰ μᾶλλον ὄντες χυμοὶ πρὸς πόρον χωροῦντες. | |
4.20.6 | Τἄλλα μὲν οὖν τῶν ἐοικότων ψήγμασι καὶ πιτύροις καὶ ὅ,τι ἂν ἕτερον φαίης εἰκάζων συσταῖεν ἂν καὶ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος, ἄγε μὴν θριξὶν ἐοίκασιν ἐπὶ τοῖς ἀπὸ τῶν νεφρῶν εἰς κύστιν | |
5 | ἰοῦσιν πέφυκεν οὐρητικοῦ ἀγγείοις γίνεσθαι, καὶ καθόσον ἂν μήκους ἐν τοῖς ἐντὸς ἀγγείσις ἡ σύμπηξίς τε καὶ ὄπτη‐ σις γένηται τοῦ χυμοῦ καὶ αἱ οἷον τρίχες παρατέτανται καὶ πολλάκις τοιαῦτα ἐν ἀνθρώπων οὔροις ἑωρακὼς οὐ διήμαρτον τῆς τε διαγνώσεως καὶ προρρήσεως φάμενος μὴ | |
10 | καλῶς διατεθεῖσθαι τὸν ἄνθρωπον τοὺς νεφροὺς. | |
4.20.7 | Ἐκεῖ‐ νοί τε γὰρ τὸ πάθος ὥσπερ ἐλεγχθέντες ἀνωμολόγησαν κἀμοί τε τεθαρρηκότες τὴν θεράπειαν ἐπιστευον. ἀλλὰ τοῦτο μὲν ἄλλου τοῦ λόγου μέρος. | |
4.20.8 | Ἡμεῖς δ’ ἐπεὶ προὐθέ‐ μεθα τὰς ἐφ’ ἑκάστῳ τῶν φαινομένων ἐν τοῖς οὔροις αἰ‐ τίας ἀποδιδόναι, οὕτω δὴ καὶ πεποιήκαμεν, τάς τε δηλον‐ ότι ἐπὶ τοῖς καθ’ ἕκαστον τῶν σωμάτων ἀποδιδομένας αἰτίας, | |
5 | τάς τε ἐπὶ ταῖς συστάσεσι καὶ προσέτι τὰς ἐπὶ τοῖς τῶν παρυφισταμένων χρώμασι καὶ ποσότησι καὶ συστάσεσι πα‐ ραθέντες τῷ λόγῳ. | |
4.20.9 | Ἐπεὶ δὲ ἔδοξε μέτρον ἀρκοῦν ὁ λόγος ἀπολαβεῖν, ἐνταῦθα μὲν τούτου καταπαύσωμεν, ἵνα μὴ καὶ τοῖς σπουδάζουσιν ὑπὲρ τὸ μέτρον ἐκτεινόμενοι φαινοίμεθα. | |
4.20.10 | Τὸ μὲν γὰρ ἐν βραχέσι λόγοις ἀπαρτί‐ ζειν πολλὰς οὕτω ἐννοίας βούλεσθαι, συντομίας τ’ ἂν καὶ σπουδῆς οὐκ ἀκόμψου φαίη τις· τὸ δὲ παλιλλογεῖν ἐθέλειν καὶ παρεξιέναι ἐπ’ ἀντιθέσεις τε καὶ φιλοτιμίας κενάς, εὐ‐ | |
5 | φυοῦς μὲν ἄν τις ἴσως θεῖτο τρόπου, πλὴν ἀλλ’ οὐχὶ καὶ προσήκοντος ἀνδράσι σπουδαίοις καὶ βραχέσι λόγοις πολ‐ λὰς ὑποθέσεις συντιθέναι σπεύδουσι. | |
4.20.11 | Καὶ ὁ μὲν περὶ τούτου λόγος ὧδέ πη κείσθω καὶ ἄλλοτέ ποτε ῥηθησόμε‐ νος· ἡμῖν δ’ ὅσον λέλειπται μὴ τοῦ μέτρου συγχωρήσαν‐ τος τοῦ λόγου ἐν ἑτέρῳ προσγράψομεν. | |
4.20.12 | Κἄν τι δὲ λείπῃ τῷ λόγῳ, ἐγὼ μὲν οἶμαι τοῖς καθολικοῖς ἐμπεριέ‐ χεσθαι τοῦτο λόγοις· εἰ δ’, ὃ παθεῖν εἰκὸς ἀνθρώπους τυγχάνοντας, ὅπως ἐξευρὼν μὴ μεμφέσθω πάθος ἀνθρώ‐ | 110 |
5 | πινον, ἀλλὰ προστιθέτω τὸ πορισθὲν εἰς τὴν τοῦ δέοντος πλήρωσιν. | |
4.20.13 | Οὕτω γὰρ διὰ πλειόνων τὴν συνθήκην ἀπειληφὼς ὁ λόγος αὐτὸς μὲν ἀπολαύσοι ἂν τοῦ τέλειος εἶναι, τοῖς δὲ σπουδάζουσιν οὐκ ἀγεννὴς ἔσται μέθοδος. | |
5.1.1(1t) | Ὁ Βʹ ΠΕΡΙ ΑΙΤΙΑΣ ΟΥΡΩΝ ΛΟΓΟΣ | |
2t | ΙΩΑΝΝΟΥ ΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ. | |
5proem1(t) | Προοίμιον. | |
1 | Οἷόν τι τοῖς φιλοθεάμοσι συμβαίνειν εἴωθε, ἐπει‐ δὰν εἴς τινα περικαλλῆ εἰσίωσιν οἶκον—οὐ γὰρ τἀναγ‐ καῖα μόνον αὐτοῖς ἐξετάζειν γίνεται, βάθρα δηλονότι καὶ στόας, ὑπανέχοντας κίονας καὶ ὄροφον καὶ ὅσα ἐπὶ τού‐ | |
5 | τοις φαίνεται, ἀλλὰ καὶ εἴ τι προσαπεδόθη τῷ οἴκῳ καλ‐ λονῆς εὐπλάστου ἔκ τε διαφορᾶς σχημάτων καὶ γραφῶν καὶ διαφανοῦς καταστρώματος—τοιοῦτόν τι κἀμοὶ συμ‐ βέβηκεν οὐ μόνον περὶ τἀναγκαῖα τῇ τέχνῃ ἐσπουδακότι ἀλλὰ καὶ περὶ τὰ κάλλος οὐχ ἧττον ἢ βάσιν ἀσφαλῆ τοῖς | |
10 | ῥηθεῖσι παρεσχηκότα. | |
5proem2 | Ἔνθεν τοι δευτέρου λόγου τῇ περὶ αἰτίας οὔρων ἐδέησεν ὑποθέσει, ἵνα ὅπως ὁ ἐφ’ ἑκά‐ στοις τῶν ῥηθέντων ἐν ταῖς διαγνώσεσι λόγος καὶ τὴν ἀνήκουσαν ἀπανειληφὼς εἴη αἰτίαν. | |
5proem3 | Ἀλλὰ ὁ μὲν περὶ αἰτίας οὔρων λόγος πάλαι ποτ’, ἴσθι, τοῖς σοφοῖς ἐσπού‐ δασται, ἅτε τῇ φιλοσοφίᾳ προσκείμενον. | |
5proem4 | Νυνὶ δ’ οὐκ οἶδα, τίσιν ἂν ἀσπαστὸς ὀφθείη τῶν κατὰ ἡμᾶς ἰατρῶν πάλαι τὸ περὶ φιλοσοφίαν φιλότιμον καταλύσασι καὶ μόλις τοῖς περὶ διαφορᾶς καὶ διαγνώσεως ἐπινενευκόσι λόγοις, | |
5 | ὥστε καὶ μέχρι τινὸς ἀνεβαλλόμην τὰς ἐπὶ τοῖς οὔροις ἐξευρημένας μοι αἰτίας ἐξαγγέλλειν, πάλαι παραλειφθείσας τῇ τῶν μετιόντων τὴν τέχνην ἀπραγμοσύνῃ. | |
5proem5 | Ἐπεὶ δὲ πρὸς ἐμαυτὸν γεγονὼς τὸ μὲν ἀτελῆ τὸν λόγον ἀφεῖναι ῥαθυμίας τινὸς ἔκρινα, τὸ δὲ τὰ δέοντα προσγράψαι σπου‐ δῆς τινος οὐκ ἀγεννοῦς, ἐπικεχείρηκα τοῖς περὶ αἰτίας λό‐ | 111 |
5 | γοις, θέμενος, πολλοῖς λυσιτελήσειν τὸν λόγον, ὅσοις ἄν τι δηλονότι φιλοτιμίας λόγος μετῇ. | |
5proem6 | Ταῦτ’ ἄρα δίκαιον νομισθὲν τὸ προσγραφῆναι τῇ πραγματείᾳ τὸν περὶ αἰ‐ τίας οὔρων λόγον τὸ μὲν αὐτοῦ ἤδη λέλεκταί μοι, τὸ δ’ αὖ ῥηθήσεται, δοίη δ’ ὁ πάσης ἐπέκεινα αἰτίας καὶ τὰς ἐπὶ | |
5 | τοῖς λειπομένοις ἀσφαλῶς αἰτίας ἐπιθεῖναι, ἵνα τε ἡμῖν ὁ λόγος ῥᾴδιος προβαίη καὶ τοῖς ἐγκαλεῖν ἀεὶ τοῖς λόγοις σπουδάζουσι ἡ εἴσοδος ἀποκλεισθῇ τῆς νεμέσεως. | |
5proem7 | Ἐπεὶ τοίνυν τάς τε ἐπὶ τοῖς χρώμασι καὶ συστάσεσιν ἀποδεδώ‐ καμεν αἰτίας καὶ προσέτι τὰς ἐπὶ τοῖς παρυφισταμένοις, οὐ μέντοι ἐπὶ τούτοις πᾶσι λεγομένοις ἀπεδόθησαν αἱ | |
5 | αἰτίαι—λέλειπται γὰρ ὅσα περὶ λειότητα καὶ ἀνωμαλίαν καὶ τὴν τοπικὴν θέσιν τοῦ παρυφισταμένου πέφυκε καὶ προσέτι ὅσα περὶ πομφόλυγας καὶ εἴ τι ἕτερον ἐπινήχεται τῇ τῶν οὔρων ἐπιφανείᾳ—προσῆκον ἂν εἴη ὧδέ ποθεν ἁψαμένῳ μοι καὶ τὰς περὶ τούτων ἀποδοῦναι αἰτίας, εἶθ’ | |
10 | οὕτως δὲ καὶ περὶ τῶν ἑξῆς καθὼς ἂν ὁ λόγος προσήκων διασκευάσειεν. | |
5proem8 | Ἐπεὶ τοίνυν ἐν τοῖς κατὰ τὰ ἄλλα συμμέτροις παρυφισταμένοις τυγχάνουσι καὶ ἡ λειότης προσοῦσα, τὴν κατὰ φύσιν ὑπεσήμαινε πέψιν, κατά τι δὲ ἐννηλαχυῖαν καὶ τὴν τῆς πέψεως ἀποτυχίαν ἐδήλου. | |
5proem9 | Καὶ ἡ μὴ λειότης ἄρα, ἣν δὴ τραχύτητά τις ἂν φαίη τῷ ἀν‐ τιθετικῷ ὀνόματι, τῇ λειότητι ἀποτυχίαν ἄν τινα κατη‐ γορήσῃ τῆς πέψεως φύσεώς τινος ἑτεροειδοῦς οὐσίας ἀνα‐ | |
5 | κοψάσης τὴν τοῦ παρυφισταμένου συνέχειαν, ὥσπερ δὴ τοῦ ἐναντίου τούτου, γλίσχρον δ’ ἄν τις τοῦτο φαίη πολ‐ λὴν τὴν ἐκ τῆς παχυμεροῦς τε καὶ κολλώδους κατηγορήσει οὐσίαν, δι’ ἣν καὶ πρὸς ἑαυτὰ συνέρχεται πυκνούμενα, ὅτε τοῦτο τύχῃ, τὰ παρυφιστάμενα ὥσπερ τις ὀπὸς τὰ οἷον | |
10 | διϊστάμενα προσεπιγλισχραίνουσα ἡ τοιαύτη διεφθορυῖα τῶν χυμῶν ὕλη καὶ τὸ μὲν γλίσχρον ἐντεῦθεν ἄν τις τοῦ παρυφισταμένου λογίσαιτο. | |
5proem10 | Νυνὶ δὲ ῥητέον περὶ τοῦ τραχέος καὶ τί τὸ διαιροῦν αὐτοῦ τὴν συνέχειαν. τάχα γὰρ | |
ἐντεῦθεν καί τις ἕτερος ἀναφανείη λόγος οὐκ ἀγεννής. | 112 | |
5.1t | Κεφ. αʹ. Περὶ αἰτίας λείων καὶ τραχέων καὶ γλίσχρων παρυφισταμένων. | |
5.1.1 | Ἐπεὶ τοίνυν ἐν ταῖς ἀκριβέσι πέψεσιν οὐδέν τι μὴ κρατηθὲν φαίνεται—οἵ τε γὰρ χυμοὶ μὴ κρατηθέντες καὶ πεφθέντες ἀποχρώντως ἐκ τῶν κατὰ φύσιν ἐκκρίσεων ὑποφαίνονται, —τά τε νόθα καὶ διάφορα πνεύματα οὐδὲ | |
5 | τὴν ἀρχὴν λαμβάνουσι τῆς συστάσεως ὑπὸ τῆς φυσικῆς θερμότητος ἐκνικώμενα, δῆλον ἂν εἴη, ὡς κατά τι τούτων ἀποτυχούσης τῆς πέψεως οἵ τε χυμοὶ ἀπεπτηθέντες καὶ τὰ πνεύματα σύστασιν ἰδίαν ἀπειληφότα φανείη. | |
5.1.2 | Ἀλλ’ ὁ μὲν περὶ ὠμότητος καὶ ἀπεψίας λόγος τῶν χυμῶν πά‐ λαι τῷ πρὸ τούτου λόγῳ ἀποδέδοται, ὧδε δ’ ἂν εἴη προσ‐ ἥκον καὶ τοὺς περὶ ἐπικρατήσαντος νόθου πνεύματος | |
5 | ἀποδοῦναι λόγους, ἵν’ ὅπως διὰ πάντων ἄρτιος ὁ ἐπὶ πάσῃ τῇ πραγματείᾳ λόγος ἀφεὶς κἀν τούτῳ τὸ ἀνέγκλητον αὐτῷ περιποιήσαιτο. | |
5.2t | Κεφ. βʹ. Περὶ αἰτίας γενέσεως τῶν νόθων πνευμάτων. | |
5.2.1 | Οἷόν τι τοίνυν ἐν τοῖς περὶ ἡμᾶς καὶ φαινομένοις στοιχείοις γίνεσθαι εἰώθασι—νηνεμίαι γὰρ ἐν τοῖς σφο‐ δροτάτοις ψύχεσιν, ἔν τε ταῖς ὑπερβαλλούσαις θερμότησι— τοιοῦτόν τι κἀπὶ τῶν ἡμετέρων τούτων σωμάτων. | |
5.2.2 | Ψύ‐ ξεσι μὲν γὰρ ἑαλωκότων μεγίσταις καὶ τοῦ θερμοῦ ἠτονη‐ κότος τελείως πῆξίς τις τῶν χυμῶν ἐκ ψύξεως ἐπιγίνεται καὶ τὰ πνεύματα οὐκ ἐγείρεται μετρίας τινὸς εἰς τοῦτο | |
5 | δεόμενα τῆς θερμότητος, ὥσπερ δῆτα κἀπὶ τῶν σφοδρο‐ τάτων καύσων καὶ ἄλλως διακαῶν οἱωνδήτινων πυρετῶν ἀπαιθαλουμένης πάσης αἰτίας πνεύματος. | |
5.2.3 | Ἐπεί γε μὴν ταῖς ἤδη τοῦ θερμοῦ ἀνακλήσεσιν ὥσπερ διαμα‐ χομένης τῆς φύσεως καὶ τοὺς ψυχροὺς διαλύειν τε καὶ πέττειν χυμοὺς πειρωμένης, ἀπογεννᾶται πνεύματα διά‐ | |
5 | φορα κατά τε τὸ ποσὸν καὶ τὴν σύστασιν τὰ μὲν βρα‐ χείας τινὸς τῆς μεταβολῆς δεόμενα καὶ πέψεως, τὰ δ’ αὖ μικροῦ δεῖν τὰς πάσας διαπεφευγότα τῶν πέψεων ἔτι ἐπι‐ κρατοῦντα φαίνεται καὶ τοῦτο μαθεῖν ἐστὶ κἀπὶ τῶν ὁση‐ μέραι γινομένων ἐν ταῖς περὶ ἡμᾶς τοῦ καταστήματος | |
10 | ἀλλοιώσεσι. | |
5.2.4 | Ψύχους μὲν γὰρ προεπιγεγονότος σφοδροῦ καὶ ὑετῶν καὶ χιόνων πάμπαν μὲν κρατησάντων τά τε πνεύματα οὐκέτι φαίνεται μηδ’ ὁπόθεν οὖν ἀρχῆς κινή‐ σεως προεπιγεγονυίας πνεύματος καὶ πῆξίς τις ἐπιλαμβά‐ | 113 |
5 | νει τὰς ἐπιγεννώσας ὕλας τὰ πνεύματα. | |
5.2.5 | Ἐπειδὰν δέ τι τὸ μὲν φυσικὸν θερμὸν ἐπιλάμψῃ καὶ κρατεῖν ἤδη τῆς ὕλης ἄρχηται, ἡ δ’ ἐκ πήξεως συνέχεια λύηται, τὰ πνεύ‐ ματα τὴν σύστασιν ἀπολαμβάνειν εἴωθε κατὰ τὸ μέτρον | |
5 | τῆς ὑποκειμένης ὕλης καὶ τὸ κύτος, εἴθ’ οὕτως τοῦ παν‐ τὸς διατρέχουσι καὶ μέτρια μὲν ὄντα τοῦ θερμοῦ πάνυ κεκρατηκότος παύεται πεφθέντα, πλείω δὲ καὶ ὑπὲρ τὴν τῆς θερμότητος ἐπικράτειαν, διωσθέντα μὲν βραχύ τι ὅσον εἰκός, πρὸς ἑαυτὰ δὲ συστάντα τε καὶ πιληθέντα τῇ | |
10 | τοῦ πυρὸς ἀλλοτριότητι ἕτερον αὖ ἐπήγαγον χειμῶνα πλεί‐ ονος τῆς παρασκευῆς δεόμενον εἰς διάλυσιν. | |
5.2.6 | Καὶ οὕτως ταῖς καθ’ ἑκάστην μεταβολαῖς διάφορά τινα καὶ τὰ καταστήματα γίνεται· ὃν μὲν οὖν λόγον τὸ περιέχον τοῦτο καὶ ἡλιακὸν θερμὸν πρὸς τὰ περὶ ἡμᾶς στοιχεῖα κέκτηται, | |
5 | τὸν αὐτὸν δὴ καὶ τὸ περὶ τὴν καρδίαν ἔμφυτον πῦρ πρὸς τὰς τῶν ἐν ἡμῖν διαφόρων χυμῶν οὐσίας. | |
5.2.7 | Ἀλλ’ ἐπει‐ δήπερ ταῖς μὲν κατὰ φύσιν καὶ προσηκούσαις πέψεσι τὰ ἔμφυτα καὶ φυσικὰ ἀπογεννᾶται πνεύματα, ταῖς δ’ αὖ ἀποτυχίαις τῶν πέψεων τὰ νόθα τε καὶ λυποῦντα γίνε‐ | |
5 | ται πνεύματα, τὰ δὲ τὴν συνέχειαν τῶν παρυφισταμέ‐ νων λύοντα πνεύματά τινα ὑποπτεύεται νόθα καὶ διεφθα‐ ρότα τυγχάνειν, εἰκότως ἂν ὧδε ἡ τῆς συνεχείας ἐν τοῖς παρυφισταμένοις διάλυσις ἀτέλειάν τινα κατηγορήσει τῆς πέψεως, κἀπὶ τοσοῦτο δ’ ἂν προβαίη ἡ διάλυσις, καθ’ ὅσον | |
10 | ἂν ἐπικρατείας καὶ τὸ πνεῦμα ἐφίκηται, ὥσπερ κἀπὶ τῶν διεξασμῶν νεφῶν ὡς ὄντα πνεύματα ἐπισημειούμεθα κίνησιν. | |
5.3t | Κεφ. γʹ. Περὶ αἰτίας γεννήσεως τῶν ἐπιφαινομένων πομφολύγων. | |
5.3.1 | Ἐπεὶ δὲ τὰ διαλελυμένα καὶ μετεωριζόμενα παρ‐ υφιστάμενα καὶ οἷαι δήτινες ἐπινηχόμεναι τοῖς οὔροις πομφόλυγες διά τι πνεῦμα γίνονται νόθον, προσήκει καὶ τὰς ἐπὶ τούτοις ἀποδοῦναι αἰτίας. | |
5.3.2 | Ἐκεῖνο τοίνυν χρεὼν | |
μεμνῆσθαι, ὡς οὔτε τὰ αὐτὰ ἀεὶ ποσὰ τῶν πνευμάτων, οὔτε αἱ αὐταὶ ποιότητες. | 114 | |
5.3.3 | Τὰ μὲν γὰρ πλείω, τὰ δ’ αὖ ἐλάττω, καὶ τὰ μὲν λεπτότερα, τὰ δ’ αὖ παχύτερα, καὶ τὰ μὲν τούτων ψυχρά, τὰ δ’ αὖ θερμά, καὶ εἰ προσεπιμιγνύ‐ ναι ταῦτα χρεὼν τὰ μὲν ἔσται πολλά τε καὶ παχέα καὶ | |
5 | ψυχρά, τὰ δ’ αὖ πολλά τε καὶ παχέα καὶ θερμά, ἄλλα δ’ ὀλίγα καὶ παχέα καὶ ψυχρά, ἕτερα δ’ ὀλίγα καὶ παχέα καὶ θερμά. | |
5.3.4 | Εἴ γε μὴν ἐπιδιαιρῶν τὸν λόγον τά τε πολλὰ ἐπιδιέλοις καὶ ὀλίγα, μέτρα καὶ ὁρισμοὺς αὐτοῖς ἐπιθείς, τά τε παχέα καὶ λεπτά, καὶ πρὸς τούτοις τά τε θερμὰ καὶ ψυχρὰ πολλὰς ἂν εὕροις συμπλέκων διαφορὰς τῷ λόγῳ, | |
5 | ὥστε καὶ ποδηγούμενος ἐντεῦθεν τὰς ἐπὶ τοῖς παρυφιστα‐ μένοις μὴ τὸν οἰκεῖον τηροῦσι τόπον καὶ τὰς ἐπὶ ταῖς διαφοραῖς τῶν πομφολύγων γνοίης ἂν αἰτίας. | |
5.3.5 | Τὰ μὲν οὖν παχύτερα τῶν πνευμάτων ταῖς πομφόλυξιν ἐπιφαίνε‐ ται μᾶλλον, τὰ δὲ λεπτότερα ταῖς τῶν παρυφισταμένων διασκεδάσεσιν, ὥσπερ καὶ αἱ ποσότητες τούτων ταῖς τῶν | |
5 | πομφολύγων ἀναλογοῦσι ποσότησι καὶ ταῖς τῶν παρυφι‐ σταμένων ἀπὸ τοῦ πυθμένος ἀποστάσεσι καὶ ταῖς ἐπὶ πλέον διασκεδάσεσιν. | |
5.3.6 | Αἱ δὲ δὴ ποιότητες συνεπιμαρ‐ τυρηθεῖεν ἂν ἀπὸ τῶν ἐπὶ τοῖς χρώμασι συνεπιμαρτυρου‐ μένων ποιοτήτων. | |
5.3.7 | Καὶ γοῦν ἐπαναληπτέον ὡς οἷόν τε τὸν λόγον καὶ διασαφητέον ὡδί πως. | |
5.3.8 | Τῶν εἰσιουσῶν τροφῶν ἐν τῷ σώματι αἱ μὲν τῇ πρώτῃ καθομιλήσασαι πέψει καὶ εἴ τι πνεύματος ἐνῆν αὐταῖς ἐσκέδασται τῇ φυ‐ σικῇ ἀλλοιωθὲν θερμότητι. | |
5.3.9 | Ταῖς δ’ αὖ εἰς τοῦτο δευ‐ τέρας πέψεως ἐδέησεν, ἔτι μᾶλλον ἐναπειλημμένον κεκτη‐ μέναις τὸ πνεῦμα, ἐνίαις δ’ αὖ καὶ τῆς τρίτης πέψεως. | |
5.3.10 | Ὅσαι δῆτα πάμπαν ὠμὸν καὶ φθαρτικὸν μικροῦ δεῖν ἀπογεννῶσι χυμόν, οὕτω δὴ κἀπὶ τῶν ἐν γαστρί τε καὶ φλεψὶ καὶ πορρωτέρω ἔτι χυμῶν δεῖ σκοπεῖν. | |
5.3.11 | Ἐπει‐ δὰν οὖν τι περὶ τὴν πρώτην πέψιν γεννηθὲν πνεῦμα καὶ τὴν ἔξοδον ζητοῦν, πλανώμενον συνδιακριθῇ τοῖς οὔροις λεπτὸν μὲν ὂν καὶ μέτριον πομφόλυγάς τινας ἐπιφυσῆσαν | |
5 | τῇ τοῦ οὔρου ἐπιφανείᾳ ἅμα τῷ ψυχθῆναι τὸ οὖρον καὶ ταύτας διασκεδασθὲν διέλυσεν ἀπὸ βραχυτάτης ἀρχῆς τῆς τοῦ πνεύματος ἐπιγεγονυίας συστάσεως, παχυτέρου δὲ καὶ | |
πλείονος συνεκκριθέντος τοῦ πνεύματος καὶ τὸ ὑγρὸν κι‐ νήσαντος καὶ συστρέψαντος ἐπιτηδείως ἔχοντος, πομφόλυ‐ | 115 | |
10 | γες μὲν ἐγένοντο περὶ τὴν ἀμίδα, οὐκ ἔφθασαν δὲ διαλυ‐ θῆναι μὴ διαπνευσθέντος, ἀλλ’ ἐναπειληθέντος τῇ παχυ‐ μερείᾳ τοῦ πνεύματος. | |
5.3.12 | Καὶ αἱ μὲν πομφόλυγες τῶν κατὰ γαστέρα μᾶλλον πνευμάτων γινομένων σύμβολα, ὅσα δὲ πνεύματα περὶ τὴν δευτέραν ἐπικρατοῦντα φαίνε‐ ται πέψιν τὰ παρυφιστάμενα μετεωρίζει τοῦ πυθμένος | |
5 | κατὰ λόγον, ὥσπερ καὶ τὰ ἔτι κεχωρηκότα περὶ τὸ τοῦ σώματος βάθος διασκεδαννύει ἤδη καὶ τὰ παρυφιστάμενα κατὰ τὴν τῆς ἐπικρατείας ἀναλογίαν. | |
5.3.13 | Ἐπὶ τὸ πλεῖστόν γε μὴν ταῦτα καὶ θερμοῖς συναναφαίνεται πάθεσι· διὰ τοῦτο γὰρ καὶ διὰ βάθους μᾶλλον χωρεῖ· ἐπί γε μὴν τῶν ὠμῶν καὶ ἀπέπτων παρυφισταμένων πεττομένων μετεω‐ | |
5 | ρίζονται τὰ παρυφιστάμενα τοῦ πλείονος θερμοῦ, πλείονα μὲν διαλύοντος πεπηγυίαν ὕλην, οὐκ ὀλίγα δ’ ἀπογεν‐ νώσης πνεύματα, πλειόνων δὲ γενομένων πνευμάτων. | |
5.3.14 | Ἀλλ’ ἐπειδὰν ὑπερέχῃ μὲν ἡ ἔμφυτός τε καὶ πεπτικὴ δύναμις, ἡ δ’ ἄπεπτος ἐκείνη καὶ ὠμὴ κατακρατηθείη ὕλη, ἤδη μὲν ὑποκαταβαίνειν ἄρχεται τὰ παρυφιστάμενα τῶν πνευμάτων μειουμένων, τέλος δὲ καὶ διατμηθέντων ὑφι‐ | |
5 | ζάνει πρὸς τὸν πυθμένα. | |
5.3.15 | Οὐ καινὸν δ’ ἂν εἴη εἰ ταῖς τοπικαῖς ἐπισημασίαις καὶ τοὺς πεπονθότας τόπους ὑποσημαίνεται. | |
5.4t | Κεφ. δʹ. Περὶ αἰτίας τῶν κάτω διαφέροντος τόπου παρυφισταμένων. | |
5.4.1 | Τοῦ γάρ τοι διαστήματος τοῦ χύματος κατὰ τὴν τοῦ σώματος εἰκονιζομένου ἰδέαν, καθ’ ἃ ἂν μέρη τοῦ χύματος τὰ παρυφιστάμενα τελοίη τὸν οἰκεῖον τόπον ἐκ‐ πεφευγότα καὶ τοὺς τόπους ἐκείνους μᾶλλον τοῦ σώματος | |
5 | πεπονθέναι δηλοῖ καὶ εἰκότως. | |
5.4.2 | Τὸ γάρ τοι νόθον τοῦτο καὶ φθαρτικὸν πνεῦμα καθόσον ἂν εἴη κραταιότε‐ ρον καὶ τὴν ὕλῃν ἀπωθεῖται πορρωτέρω ἐπὶ τὰ μετέωρα τοῦ πυθμένος τῆς ἀμίδος ἀρξάμενον. | |
5.4.3 | Δέον οὖν ὑφί‐ στασθαί τε καὶ ἀποκρίνεσθαι ταύτην ὑπ’ οὐδενὸς ὠθού‐ μενον πνεύματος, καθάπερ κἀν ταῖς κατὰ πλάτος τοῦ χύματος τοῦ παρυφισταμένου διαλύσεσι, τὰς κατὰ πλάτος | |
5 | ἀλγηδόνας τοῦ σώματος ὁρῶμεν πεπλανημένας γινομένας, καθὼς ἐν τοῖς περὶ διαγνώσεως οὔρων λέλεκται. | 116 |
5.4.4 | Τοῦ γάρ τοι πνεύματος τὴν ὕλην ἀπωθουμένου καὶ μᾶλλον εἰ τύχοι τραχεῖα οὖσα καὶ ἄπεπτος καὶ διαπλανηθείη κινου‐ μένη εἰς ἅπαν τὸ σῶμα, βάρος μὲν ἐπάγεται τῷ πλήθει | |
5 | ταῖς σαρξίν, ἄλγος δὲ τῇ τε κινήσει τοῦ πνεύματος καὶ τῇ τοῦ ἐπαγομένου ἀλλοτριότητι, καθάπερ ἐπὶ τῶν πομ‐ φολύγων ἀλγηδόνας κεφαλῆς ἢ νεφρῶν δηλουσῶν καὶ προσ‐ έτι κατάρροιαν εἰς πνεύμονα καί πως ἄλλως περιουσίαν πνεύματος. | |
5.4.5 | Ἡ ποιὰ μὲν αὐτῶν θέσις τὰς διαγνώσεις ἀπέδωκεν· ὁ δὲ λόγος νῦν ἐπιθήσει καὶ τὰς αἰτίας. | |
5.4.6 | Ὅτι μὲν οὖν ἕκαστον τούτων ὑφ’ οἷου δήτινος ἀπεοικότος τῷ φυσικῷ πνεύματος ἐπιγίνεται αὐτά φησι δείξει τὰ πρά‐ γματα ὁσημέραι ὑφ’ οἵας δήτινος κινήσεως παρὰ φύσιν | |
5 | πνευμάτων γινομένων κἄν τε ζέωσιν αἱ ὑποκείμεναι ὕλαι δηλονότι κἄν τε καὶ ἄλλως κινῶσι, καὶ μαρτυρήσουσι τῷ λόγῳ τά τε ζέοντα τῶν ὑδάτων καὶ πομφόλυγας ἐντεῦθεν ποιοῦντα τά τε ψυχρὰ κινούμενα δήποθεν. | |
5.4.7 | Αἱ τοίνυν ὥσπερ στεφάνην περιδραμοῦσαι τὴν τῆς ἀμίδος ἐπιφάνειαν πομφόλυγες μικραὶ μὲν οὖσαι καὶ πρὸς ἑαυτὰς συνεπτυ‐ γμέναι ὑπὸ παχυτέρου καὶ μὴ ῥᾳδίως διαφορουμένου γί‐ | |
5 | νονται πνεύματος. | |
5.4.8 | Τῷ μὲν οὖν ἐπὶ τὴν ἐπιφάνειαν οὕτω χωρῆσαι περὶ τὴν κεφαλὴν ἀναλόγως δηλοῖ κεχωρη‐ κέναι τὸ πνεῦμα, τῷ δ’ οὕτω παχὺ καὶ γλίσχρον εἶναι, ὡς μὴ μετεωρίζειν τε καὶ μεγεθύνειν τὰς πομφόλυγας, ἀλλ’ | |
5 | ἐναπειλῆφθαι ἔτι καὶ περὶ τὴν ὕλην ἀνεστράφθαι ὡς βρα‐ χείας ἐπέγειρον μόλις πομφόλυγας. | |
5.4.9 | Ἔτι πρόσυλον εἶ‐ ναι μαρτυρεῖ τὸ πνεῦμα καὶ μὴ ῥᾳδίως διαφορούμενον, καθόσον μέντοι αἱ πομφόλυγες μετεωρίζονταί τε καὶ ἐπεκτείνονται ἐπὶ τὴν ἐπιφάνειαν, ἀφίστασθαι μὲν ἤδη | |
5 | τῆς ὕλης διαφορούμενον τὸ πνεῦμα, τὰς δὲ ἀλγηδόνας ἀμαυροῦσθαι λέγομεν, καὶ μᾶλλον εἰ ψυχρότης κατηγορεῖ‐ ται τοῦ πνεύματος. οὐ γὰρ ῥᾳδίως εἴωθεν ἐπάγειν ἄλγη τὰ ψυχρὰ τῶν πνευμάτων. | |
5.4.10 | Ἐπειδὰν μέντοι καταρ‐ ρυείσης τῆς τὰ πνεύματα ἐπεγειρούσης ὕλης τῷ πεπέφθαι ἤδη ἐπινήχονται μὲν περὶ τὰ μέσα τῆς ἐπιφανείας τῆς ἀμίδος ἐπισυνηγμέναι πομφόλυγες, ἔτι δὲ καὶ στεφάνη | |
5 | πομφολύγων ἐπινήχεται μηδέν τι ὀδυνῶδες ἔτι διασημαι‐ νομένη καταρρυείσης ἤδη τῆς ἐμπνευματουμένης ὕλης, καὶ μάλιστ’ ἂν περὶ τὸν πνεύμονα ἡ κάθοδος γένηται, τότε δὴ τότε ἡ καταρρυεῖσα ὕλη περὶ τὸν πνεύμονα συνδια‐ στραφεῖσα πνεύματι ὅτι μᾶλλον πεφύσηται. | 117 |
5.4.11 | Τῷ δὲ διωθεῖσθαι κρατησάσης ἤδη τῆς φύσεως ἐκκρίνεται μέν, ἐπιμαρτυρεῖται δὲ τῇ περὶ τὸ μέσον ἐπινηχομένῃ πομφό‐ λυγι. | |
5.4.12 | Τῆς αὐτῆς δ’ αὖ κινήσεως περὶ νεφροὺς καὶ κύστιν γινομένης ὑφ’ οἵας δή τινος συμβάσης στενοχωρίας, καὶ πνεύματά τε ἐπιγίνονται καὶ πομφόλυγες ἐπιγείρονται, οὐ μείονος δὲ κινήσεως περὶ τὰ σπερματικὰ γινομένης | |
5 | ἀγγεῖα καὶ πνεύματος ἐντεῦθεν γεγονότος καὶ συνδιαδο‐ θέντος τοῖς οὐρητικοῖς ἀγγείοις, ἀναμίγνυται μὲν αὐτὰ τοῖς οὔροις, ἐκκρινομένοις δὲ ἐπιφαίνεται πομφόλυγας πυ‐ κνοτάτας ἐγείροντα. | |
5.4.13 | Ἐπιφαίνεται μέντοι ὧδ’ ἐνίοτε καὶ οἷον τριχία ἢ τῆς γονῆς αὐτῆς ἀμαρύγματα ἢ τῶν νεφρῶν συνδιαθερμανθέντων συντήγματα. | |
5.4.14 | Καὶ δὴ καθόσον μὲν ἂν αἱ πομφόλυγες μείους τε καὶ πυκνότεραι καὶ πρὸς μόνην αὐτὴν τὴν στεφάνην περιτρέχωσι, πλείω τε καὶ κραταιότερα καὶ λεπτότερα τὰ πνεύματα ὑποδει‐ | |
5 | κνυται, ἅτε ἔτι προσισχόμενα τῇ ὕλη. | |
5.4.15 | Καθόσον δ’ ἂν τἀναντία τοῖς ῥηθεῖσι γίνηται καὶ ἡ τοῦ πνεύματος ἀδρά‐ νειά τε καὶ διαφόρησις ἑτοίμως διαγινώσκεται. | |
5.4.16 | Ἀλλ’ ὁ μὲν περὶ πνεύματος λόγος οὕτως ἀποδοθεὶς ὧδέ πη καὶ κείσθω. ἱκανὸν γὰρ κἀκ τούτων τὸν σπουδαῖον καταστο‐ χαζόμενον καὶ τὰ λείποντα προσεξευρίσκειν τῷ λόγῳ. | |
5.4.17 | Ῥητέον δ’ ἐφεξῆς τῷ λόγῳ καὶ περὶ τῶν διαφόρων περὶ τὴν στεφάνην ἑτεροειδῶν χρωμάτων. | |
5.5t | Κεφ. εʹ. Περὶ αἰτίας τῶν ἑτεροχρόων κατὰ τὴν ἐπιφάνειαν στεφανῶν. | |
5.5.1 | Ἐπεὶ τοίνυν παντὸς ὑγροῦ ἐξ ἑτεροειδῶν συστάν‐ τος οὐσιῶν τὸ παχύτερον χωρεῖν πρὸς τὸν πυθμένα πέ‐ φυκε, ἀνάγκη ἄρα τὸ λεπτότερον ἐπινήχεσθαι. | |
5.5.2 | Ἐπεὶ δ’ ἐν ἄλλοις δέδεικται τὰ λεπτότερα τελεῖν εὐπαθέστερα ῥᾳδίως μὲν ὑφ’ οἱασδήτινος αἰτίας ἀλλοιούμενα, προχείρως δ’ αὖ καὶ διάδηλα γινόμενα. | |
5.5.3 | Ἐνταῦθ’ οὖν ἀντιρρόπων μὲν τῇ δυνάμει τῶν λυπούντων πεφυκότων χυμῶν καὶ | |
ἰσοτόνως τῶν χυμῶν τὰ οὖρα χρωννύντων οὐδεμία τις ἐπίδηλος στεφάνη διαφαίνεται, νικώσης δ’ ἢ νικωμένης | 118 | |
5 | τῆς δυνάμεως καὶ τὰ χρώματα τῆς στεφάνης ἔσθ’ ὅτε ἑτεροῖα φαίνεται, ὁπόταν δηλαδὴ τὰ οὖρα προσφυῶς ἔχῃ στεφάνην παριστᾶν. Καὶ ταῦτα μὲν οὕτω. | |
5.5.4 | Ἐπεὶ δὲ καὶ τῶν οὔρων τὰ μὴ κεκτημένα παρυφιστάμενα μεγάλην μὲν τὴν ἀποτυχίαν τῆς πέψεως δείκνυσι, ἐπ’ ἀξιολόγοις δὲ ταῖς αἰτίαις δείκνυται, χρεὼν ἂν εἴη καὶ τὰς ἐπὶ τού‐ | |
5 | τοις αἰτίας ἐπιθεῖναι τῷ λόγῳ οὐκ ὀλίγα λυσιτελούσας ταῖς διαγνώσεσι. | |
5.6t | Κεφ. ϛʹ. Περὶ αἰτίας τῶν ἀνυποστάτων οὔρων. | |
5.6.1 | Τὰ τοίνυν δι’ ἐσχάτην ἀπεψίαν ἀνυπόστατα τῶν οὔρων φαινόμενα δι’ αὐτὸ μὲν τοῦτο τὸ μὴ πεπέφθαι τὴν ὕλην ἄνευ παρυφισταμένου γίνεται· συνεπιμαρτυρή‐ σει δὲ τά τε χρώματα καὶ αἱ συστάσεις. | |
5.6.2 | Ἐπεὶ γάρ τοι τὸ παρυφιστάμενον δέδεικται περίττωμά τι ὂν τῆς τρίτης πέψεως, δεόντως ἂν μὴ ὀφθὲν τὴν ἐπ’ ἐκείνῳ πέψιν ἠτυχηκέναι δηλώσῃ. | |
5.6.3 | Ὅπου μὲν γὰρ πέψις ὕλης καὶ περιττώματός τινος ἀπόκρισις γίνεται—οὐ γάρ ἐστιν οὐκ ἐστι πέψεως γινομένης μή τι καὶ περιττὸν ἀποκριθῆναι. | |
5.6.4 | Ὅπῃ δ’ ἂν ἡ πέψις μὴ ἐπιχειρήσασα ᾖ, οὐδ’ ἂν τὸ ἐπὶ τῇ πέψει περιττὸν ὀφθείη. | |
5.6.5 | Ἔμφραξις μέντοι ἀξιό‐ λογος ἀκριβέστερον διυλίζουσα τὰ οὖρα οὐκ ἀπεικότως ἂν ἐπίσχῃ τὰ παρυφιστάμενα παχύτερα τοῦ χύματος κατὰ τὸν τῆς ἀναλογίας λόγον τυγχάνοντα, ὅπου γε καὶ αὐτὰ | |
5 | τὰ χύματα τότε λεπτότερα τοῦ δέοντος προΐεται. | |
5.6.6 | Ἐπεί γε μὲν ταῖς ἐνδείαις τε καὶ ἀτροφίαις ἡ φύσις ἀποροῦσα χυμοῦ τοῦ θρέψαντος, ἐλλείπει καὶ κατὰ τὰ παρυφιστά‐ μενα, τῆς γάρ τοι θρέψεως μὴ προηγησαμένης, οὐδ’ ἂν | |
5 | τὸ ἐπ’ ἐκείνῃ περιττὸν ὀφθείη. | |
5.6.7 | Διὰ ταῦτα δὴ ταῦτα κἀπὶ ταῖς ἀξιολόγοις τῆς γαστρὸς χρονίως κενώσεσιν ἀνυ‐ πόστατα τὰ οὖρα φαίνεται, ἤτοι ἐκεῖσε τὴν ὁρμὴν τῶν περιττωμάτων τῆς ἐκκρίσεως εἰληφότων, ἢ διὰ τὴν κένω‐ | |
5 | σιν ἀτονίας τινὸς ἀκολουθησάσης τῇ πεπτικῇ δυνάμει. | |
5.6.8 | Ἐπεὶ δὲ τούτοις καὶ διαφθορὰν τῆς ὕλης πλείω, ἀφ’ ἧς μηδέν τι προσλαβέσθαι εἰκὸς τὴν φύσιν, —ὅπη μὲν | |
γὰρ ὕλη πρόσφορος καὶ θρέψις ἂν ἐπιγένοιτο, καὶ περιτ‐ τοῦ τινος περὶ ταῦτα ὡς εἴρηται ἔκκρισις, ὅπη δ’ αὖ | 119 | |
5 | ὕλης δεούσης ἐνδέοι ἢ τῷ μὴ προσεῖναι ἢ τῷ προσοῦσαν πάμπαν διεφθάρθαι τε καὶ ἠλλοιῶσθαι, οὔτ’ ἂν τραφείη τὸ ζῷον οὔτε περιττὸν τὸ ἀπὸ θρέψεως ἀποδοθὲν ἐκκρίνει, οὐχ ἧττον μέντοι καὶ διὰ συναγωγὴν παντοίας ὕλης ἔκ το φλεγμονῆς καί τινος ἑτέρας διαθέσεως ἐπὶ θερμό‐ | |
10 | τητι πλείονι ἐφελκυσθείη ἂν τὰ περιττὰ πρὸς τοῖς ἀμεί‐ νοσι χυμοῖς, ὅτε λείπεσθαι χωρὶς παρυφισταμένων τελεῖν τὰ ἐνουρούμενα. | |
5.6.9 | Ὅπη γὰρ τύχῃ πλεονεκτοῦσα θερ‐ μότης ἄμετρος, ἐκεῖ που καὶ οἱ πλείους τῶν χυμῶν ἐφέλ‐ κονται καὶ τὰ περιττὰ συνεφέλκονται. καὶ τοῦτο μαθεῖν ἐστιν ἀπὸ τῶν ὁσημέραι γινομένων σικυιῶν. | |
5.6.10 | Καὶ γάρ τοι κἀκεῖναι μετὰ μετρίας τινὸς φλογὸς ἐπιτεθεῖσαι οἱῳ‐ δήτινι μέρει τοῦ σώματος ἐπισπῶνται τά τε παρακείμενα καὶ τὰ πορρωτέρω, κἂν ὁποίας ἄρ’ ὄντα μοίρας τύχοιεν, | |
5 | τῇ ἀνθολκῇ τῆς ἐπιγεγονυίας θερμότητος. | |
5.6.11 | Εἰ τοίνυν τοσαῦτα ἐπιταθεῖσα δεδύνηται σικύα, πολλῷ ἂν οἶμαι πλείω φλεγμονή τε καὶ ἐρυσίπελας καί τις παραπλησία διάθεσις ἐφ’ ἑαυτὴν ἑλκύσειεν ὅσον εἰκός, ἄλλως τε καὶ | |
5 | τῆς φύσεως ἐκεῖ που τὰ περιττὰ διωθουμένης διὰ τὴν ἐπιγεγονυίαν τῶ μέλει ἀτονίαν ἐπὶ τῇ σωρίᾳ τοῦ πλείο‐ νος. | |
5.6.12 | Πέφυκε γάρ τοι καὶ τοῦτο δι’ οἱονδήτινα λόγον ἠσθενηκότος μορίου ἐκεῖσέ πη πᾶν ἀχρεῖον ὠθεῖσθαι. | |
5.6.13 | Ἐπεὶ γὰρ τὸ πεπονθὸς μὴ τὴν προτέραν πέφυκε κεκτῆσθαι, δύναμιν ἀποκριτικήν, τῇ τῆς ὕλης ἐπιφορᾷ βα‐ ρυνθὲν οὐ μόνον οὐκ ἀποτρέπεται τῶν ἐπιρρυέντων τὴν ὕλην, ἀλλὰ καὶ τῶν προσεπιρρεόντων ἐπιδέχεται τὴν ἀπω‐ | |
5 | στικὴν ὡς ἔοικεν ἀπαγορεύσασαν δύναμιν. | |
5.6.14 | Ἀλλ’ ὁ μὲν περὶ ἀνυποστάτων οὔρων λόγος ἀρκούντως οἶμαι ῥη‐ θεὶς τανῦν ἀφείσθω. | |
5.7t | Κεφ. ζʹ. Περὶ τῆς τῶν κατὰ τὰ γένη καὶ ἡλικίας οὔρων αἰτίας. | |
5.7.1 | Δεῖ γὰρ καὶ τὸ μὴ τοὺς λόγους ἐπιμηκύνειν πα‐ ρατηρεῖσθαι. Ἡμεῖς δ’ ὥσπερ ἀφ’ ἑτέρας ἀρχῆς ἁψάμενοι λέγομεν δι’ οἱασδήτινας δηλονότι αἰτίας ἑτεροῖα τὰ οὖρα ταῖς διαφόροις ἡλικίαις ἀποδίδονται ὥραις τε καὶ χώραις | |
5 | καὶ διαίταις καὶ τρόποις οἱοισδήτισιν ἑτέροις, καθὰ κἀν τοῖς περὶ διαγνώσεων οὔρων λέλεκται. | 120 |
5.7.2 | Οὕτω γὰρ ἀπο‐ δοθέντος τοῦ λόγου, τέλος ἂν αἴσιον οἶμαι καὶ ὁ περὶ αἰ‐ τίας οὔρων ἐπιλάβῃ λόγος καὶ αἱ ἐπ’ ἐκείνοις θέσεις ὧδ’ ἂν τὸ ἀξιόπιστον τῶν αἰτιῶν ἀποδοθεισῶν ἐπιλάβοιεν. | |
5.7.3 | Ἵν’ οὖν μὴ γρίφος τις ὁ λόγος δόξῃ καὶ δύσληπτος, προσεπιθήσομεν καὶ τὰ ἐπὶ τοῖς περὶ διαγνώσεως διο‐ ρισθέντα λόγοις κεφάλαια, ἵν’ ὅπως ἐπ’ ἐκείνοις τὰς αἰτίας κατασκευάζοντες δι’ ἀλλήλων τὰς πίστεις παράσχοιμεν τοῖς | |
5 | σπουδάζουσιν. | |
5.7.4 | Ἀνδρῶν οὖν εὐκράτως ἐχόντων οὖρα ὑπόπυρρά τε καὶ ὑπόξανθα καὶ συμμέτρως ἔχοντα κατά τε σύστασιν καὶ παρυφιστάμενον. | |
5.7.5 | Καὶ τούτου μὲν ἀπο‐ δέδοται ἡ αἰτία, τὰ καθ’ ἕκαστον ἐν τῷ πρὸ τούτου λόγῳ διορισαμένῳ μοι. ἔνεστί γε μὴν κἀνταῦθα βραχύ τι φάναι τὸν λόγον ἀναλαμβάνοντι. | |
5.7.6 | Ἐπεὶ γάρ τοι δέδεικται τοῖς συμμέτροις πέψεσι τοῦ αἵματος καὶ τὴν χολὴν συμ‐ μέτρως κατὰ χροιὰν ἀποδίδοσθαι ἤτοι ξανθὴν ἢ πυρρὰν δηλονότι, εἰκότως ἂν τῷ ἀπ’ αὐτῆς ἐκεῖσε διαδιδομένῳ χυμῷ | |
5 | ξανθῷ τῷ χρώματι τυγχάνοντι καὶ τῇ τοῦ ὀρρώδους ἐπι‐ μιξίᾳ χυμοῦ ὑπόπυρρά τε καὶ ὑπόξανθα τὰ οὖρα ἀποδο‐ θείη, σύμμετρα δὲ ταῖς συστάσεσιν ἐπ’ ἀκριβέσι ταῖς πέ‐ ψεσι. | |
5.7.7 | Λευκὰ δὲ καὶ λεῖα καὶ ὁμαλὰ καὶ πρὸς τὸν πυθμένα χωροῦντα τα παρυφιστάμενα γεγονότα καὶ τὴν ἐπὶ τῇ τρίτῃ πέψει ἀλλοίωσιν μαρτυρεῖ. | |
5.7.8 | Ἐπὶ δὲ τῶν ἀκμαζόντων τε καὶ εὐκράτως χόντων ἀνδρῶν τὰ οὖρα ὁποῖα εἴη καὶ πάλαι μὲν λέλεκται καὶ αἱ ἐφ’ αὐτοῖς ἀπεδόθησαν αἰτίαι, καὶ νῦν δ’ αὖ αὐτῶν ἐπεμνήσθημεν | |
5 | ὅσον εἰκὸς ἦν· προσῆκον ἂν εἴη καὶ τῶν λοιπῶν ἐπὶ ταῖς διαγνώσεσι ῥηθέντων ἐφάψασθαι, ἵν’ ὅπως καὶ τῶν αἰτιῶν ἀποδοθεισῶν ἄρτιος ἡμῖν ὁ λόγος ἀποδοθείη. | |
5.7.9 | Γερόν‐ των τοίνυν οὖρα πρὸς τὸ λευκὸν ἤδη χωροῦντα φαίνεται ὑπόλεπτα τὴν σύμμετρον διαφυγόντα σύστασιν καὶ μείω τὰ παρυφιστάμενα καὶ οἷον ἔνωμα ἔχοντα· παίδων δὲ κο‐ | |
5 | μιδῇ νέων τῷ μὲν χρώματι ὀλίγον τῶν τε ὑποπύρρων καὶ ὑποξάνθων δέουσι, μικροῦ δὲ δεῖν ὑπερβάλλουσι τῇ συ‐ στάσει τῶν ἀκμαζόντων, πλείω δὲ τὰ παρυφιστάμενα ἔχουσιν. | |
5.7.10 | Ὁ μὲν οὖν ἐπὶ διαγνώσει λόγος τοιοῦτος οἶ‐ μαι ἀπεδόθη, τὰς δὲ αἰτίας ὧδε καταμαθητέον. | |
5.7.11 | Ἐπεὶ τοίνυν ἡ τῶν γερόντων ἡλικία καθόσον ἂν προΐῃ ἐπὶ τὸ ψυχρότερον ῥέπῃ, εἰκότως ἄρα καὶ τὰ οὖρα λευκά τε καὶ λεπτὰ ἀποδώσει, τοῦ μὲν ἐμφύτου ἤδη μαραινομένου | 121 |
5 | θερμοῦ, τῆς δὲ πέψεως ἐλαττουμένης τε καὶ ἀμαυρουμέ‐ νης τῇ τῆς ψύξεως ἐπικρατείᾳ. | |
5.7.12 | Διὰ ταῦτ’ οὖν εἰκό‐ τως καὶ τῆς θρέψεως γινομένης βραχείας καὶ τὰ παρυφι‐ στάμενα μείω φαίνεται τῇ τῶν τρεφόντων ἀναλογοῦντα χυμῶν προσλήψει. | |
5.7.13 | Ἐπεὶ γὰρ ἐκεῖνοι μείους εἴρηνται τῷ τε τὴν ἀνάδοσιν ἀπημαυρῶσθαι, τῷ τε τὴν πέψιν ἠτο‐ νηκέναι, δεόντως ἐλάττω τε καὶ οἷον ἀπεπτούμενα φαίνε‐ ται τὰ παρυφιστάμενα. | |
5.7.14 | Τῶν γε μὴν παιδῶν πολὺ τυγχάνον τὸ φυσικὸν καὶ ἔμφυτον θερμὸν μετὰ πλείονος τῆς φυσικῆς ὑγρότητος τὰ μὲν χρώματα τῶν οὔρων ἐνδέ‐ οντά πη τῶν ἐπὶ τοῖς ἀκμάζουσι προσβάλλεται τῇ πλείονι | |
5 | ἐξυδαρούμενα ὑγρότητι, τῷ δὲ πεπλεονεκτηκέναι τὴν ἔμ‐ φυτον θερμότητα ἀμείνω καὶ τὴν σύστασιν ἀποδοθῆναι γέγονεν τῆς ἐπὶ τοῖς ἀκμάζουσιν. | |
5.7.15 | Ἡ γάρ τοι πλείων ἔμφυτος θερμότης κρείττους καὶ τὰς πέψεις ἀπεργάζεται. | |
5.7.16 | Ἡ μὲν γὰρ τῶν ἀκμαζόντων θερμότης πλείων οὖσα τῇ ποιότητι ἢ τῇ ποσότητι—ἤδη γὰρ πρὸς τὸ δριμύτερον κεχώρηκε—καὶ τὰ χρώματα τοιαῦτα, οἷα λέλεκται, ἀποδέ‐ δωκε. | |
5.7.17 | Ἡ τῶν παίδων δὲ μᾶλλον τῇ ποσότητι διενέγ‐ κασα κατὰ τὴν σύστασιν τῶν χυμῶν πεπλεονέκτηκεν. οὐ θαῦμα δὲ εἰ πλείω τὰ παρυφιστάμενα φαίνεται, πλείονος καὶ τῆς τῶν χυμῶν κατεργασίας γενομένης. | |
5.7.18 | Ἐπεὶ γὰρ καὶ ἄλλως μὲν ἀδδηφαγοῦσιν οἱ παῖδες, ὥστε συμ‐ βαίνειν ἐντεῦθεν πλείω τὰ περιττώματα γίνεσθαι· οὐ μείω δὲ καὶ διὰ τὴν τῆς θρέψεως ἐνέργειαν ἐπιτεινομένην | |
5 | τῇ χρείᾳ. | |
5.7.19 | Δεῖ γὰρ ὕλης ἔς τε τροφὴν τῷ θερμῷ, καὶ ἐς τὴν τῶν μελῶν ἐπίδοσιν, πλείω καὶ τὰ παρυφιστάμενα φαίνεται τῶν γερόντων τε καὶ ἀκμαζόντων. | |
5.7.20 | Καὶ ὁ μὲν κατὰ τὰς ἡλικίας λόγος ὧδέ πη κείσθω ἱκανῶς ῥηθείς νῦν δὲ καὶ περὶ τῶν λοιπῶν ῥητέον. — | |
5.7.21 | Γυναικῶν οὖν οὖρα ἀκμαζουσῶν καὶ ἐν τοῖς πᾶσιν ἐχουσῶν συμμέ‐ τρως ἐνδέοντά πως τοῦ τε ὑποπύρρου καὶ ὑποξάνθου καὶ διαφανέστερά πως τῇ συστάσει φαίνεται, πλείω γε μὴν τὰ | |
5 | παρυφιστάμενα τῶν ἀνδρῶν ἔχοντα. | |
5.7.22 | Τοιαύταις μὲν οὖν διαγνώσεσι τὰ οὖρα τῶν γυναικῶν δοκιμάζεται· αἱ δὲ αἰτίαι πως τεθεῖσαι βεβαιώσουσι τὴν διάγνωσιν. | 122 |
5.7.23 | Τὸ τοίνυν φῦλον τῶν γυναικῶν οἰκουροῦν καὶ βραχέσι γυμνα‐ σίοις χρώμενον, ἔτι τε ὑφειμένην ἔχον τὴν φυσικὴν θερ‐ μότητα τῇ τῶν ἀνδρῶν παραβαλλομένην, ἀσθενεῖς μὲν | |
5 | τὰς πέψεις ποιεῖται, ἀβληχρὸν δὲ τὸ φυσικὸν κέκτηται πῦρ. | |
5.7.24 | Ταῦτά τοι καὶ ὑπόλεπτα μὲν τὰ οὖρα προβάλ‐ λεται καὶ ὑπόλευκα μὴ ἀκριβῆ καὶ ἴσην τῇ τῶν ἀνδρῶν πέψει δεχόμενα, πλείω δὲ τὰ παρυφιστάμενα διὰ δύο αἰτίας οἶμαι συνιούσας. | |
5.7.25 | Τῇ γὰρ περιουσίᾳ φυσικῆς ὑγρότητος, τῇ τε ἐκ τῆς ἀσθενοῦς πέψεως τῶν περιττωμάτων πλησμο‐ νῆς πλείω καὶ τὰ παρυφιστάμενα φαίνεται, ὥστε ἐντεῦ‐ θεν ἄν τις σκοπήσας δέξαιτο τὸν λόγον ὡς ἀληθῆ τὸν | |
5 | περὶ διαγνώσεως. | |
5.8t | Κεφ. ηʹ. Περὶ αἰτίας τῶν κατὰ τὰς ἁπλὰς δυσκρασίας οὔρων. | |
5.8.1 | Περὶ δὲ τῶν κατὰ τὰς ἁπλὰς δυσκρασίας ἐπιταθεί‐ σας μεταβολῶν ἐν ταῖς οὔροις ὧδ’ ἂν εἴη προσῆκον φάναι. | |
5.8.2 | Καὶ τοίνυν θερμότης βραχὺ μὲν ἐκστᾶσα τοῦ δέοντος ὑπόπυρρά τε καὶ ὑπόξανθα ἔτι τὰ οὖρα ἀποδίδωσιν, ἐπὶ πλέον μέντοι ἐπιταθεῖσα ἤδη πυρρὰ καὶ ξανθά, ταῖς δὲ συστάσεσι ὑπερεκπίπτουσι ταῦτα τὸ σύμμετρον καί τις | |
5 | αὐτοῖς ἐπιφαίνεται στιλπνότης. | |
5.8.3 | Τὰ δέ γε παρυφιστά‐ μενα τούτοις σύμμετρα μὲν καὶ αὐτά, ἤδη δὲ καὶ τὸ λευ‐ κόν, ὃ δὴ κατὰ φύσιν τε καὶ σύμμετρον ἔφημεν αὐτοῖς τελεῖν, ὑποφεύγουσι, τἀναντία δὲ δὴ τούτων ἡ ψυχρότης | |
5 | προβάλλεται. | |
5.8.4 | Ἐφ’ ὅσον γὰρ ἂν ἡ ψύξις ἐπιτείνηται, λευκαίνεται καὶ τὰ χρώματα καί πως τῆς συμμέτρου συ‐ στάσεως λείπεται, τραχυτέραν τήν τε ἐπιφάνειαν καὶ τὰ παρυφιστάμενα μείω καὶ ἔνωμα. | |
5.8.5 | Ἐνίοτε δ’ αὖ παχύ‐ νεται διόλου καὶ ἀναθολοῦται τὰ οὖρα, ὑγρότης δ’ ἀμβλύ‐ νοι ἂν τὴν κατὰ φύσιν τοῦ οὔρου χροιὰν ἐξυδαρωθεῖσαν, τραχύνοιτο δ’ ἂν καὶ ἡ ἐπιφάνεια τούτου. | |
5.8.6 | Πλείω δὲ καὶ ἡ ὠμότης τῶν παρυφισταμένων, ἐνδέοιεν δ’ ἂν ὧδε καὶ κατὰ σύστασιν τὰ οὖρα. | |
5.8.7 | Ξηρότης δ’ αὖ ἀφαιρεῖται τοῦ τε κατὰ τὸ χῦμα καὶ τοῦ παρυφισταμένου ποσοῦ, διαφάνειαν δέ τινα καὶ στιλπνότητα πλείω ποιεῖ. | |
5.8.8 | Τά γε μὴν χρώματα τούτοις οἷα τὰ κατὰ φύσιν καὶ αἱ συ‐ στάσεις σύμμετροι, εἰ μή γε τῇ τῆς τρεφούσης ὑγρότητος ἐνδείᾳ δριμύτερα γένοιτο τῇ ἐπιταθείσῃ τοῦ θερμοῦ ποιό‐ | 123 |
5 | τητι. | |
5.8.9 | Τοιαῦτα τὰ κατὰ τὰς δυσκρασίας οὖρα πέφυκε. νῦν δὲ ἐπιθῶμεν καὶ τὰς αἰτίας, τὰς διαγνώσεις ὧδε πι‐ στούμενοι. | |
5.8.10 | Ἐπεὶ τοίνυν ἐπιτεινομένης θερμότητος εἴρηται μεταβάλλεσθαι καὶ τὰ χρώματα τῶν οὔρων, εἰκό‐ τως ἄρα κἀπὶ τῶν δυσκρασίᾳ ἤδη ἑαλωκότων θερμῇ, με‐ τρίᾳ μὲν οὔσῃ, ὑπόπυρρά τε καὶ ὑποξανθα ὀφθείη ἂν, | |
5 | πλείονι δὲ γεγενημένῃ ἤδη ξανθὰ καὶ πυρρά, τῆς ἐπιγε‐ γονυίας δηλονότι θερμότητος τὴν μὲν χολὴν δριμυτέραν ποιούσης, τὴν δ’ ἐξυδαροῦσαν ταύτην ὑπεξαιρουμένην ὑγρότητα. ταῦτά τοι καὶ τὰ χρώματα τοιαῦτα ἀποδίδοται. | |
5.8.11 | Ἐπεὶ δὲ καὶ ταῖς ἐπικρατείαις εἴρηται τῆς θερμότη‐ τος συμμέτρους καὶ τὰς πέψεις γίνεσθαι, ὥστε καὶ τὰς τῶν οὔρων ἐντεῦθεν συστάσεις συμμέτρους φαίνεσθαι, εἰκότως ἂν πλεονασάσαις, μήπω δὲ καταλυσάσαις τὴν ὑγί‐ | |
5 | ειαν καὶ τὴν ὑπὲρ τὸ σύμμετρον τὰ οὖρα σύστασιν ἀνα‐ λάβωσιν. | |
5.8.12 | Οὐ θαῦμα δέ, εἰ καὶ ἡ ἐπιφάνεια στίλ‐ βει τῇ τοῦ χρωννύντος κατὰ ποιότητα ἐπιτάσει χυμοῦ. | |
5.8.13 | Τῆς γάρ τοι ἐπιταθείσης δριμύτητος ἀναλισκούσης τὴν τραχύνουσαν ὑγρότητα ἡ στιλβηδὼν διαφαίνεται, σύμ‐ μετρα δὲ κατὰ τἆλλα τὰ παρυφιστάμενα πεφυκότα οὐ καινὸν ἂν εἴη, εἰ μὴ διὰ τὴν ἐπὶ θερμότητα ἐπιταθεῖσαν | |
5 | δυσκρασίαν παρεῖταί τι καὶ τῆς λευκότητος, καταβαφῆς τινος ἀπὸ τῆς χολῆς ἐπιδόσεως συναναδιδομένης τε καὶ χρωννυούσης τὰ παρυφιστάμενα. | |
5.8.14 | Ἐπί γε μὴν τῶν ψυχρᾷ ἑαλωκότων δυσκρασίᾳ καθόσον ἂν ἐπὶ τὸ ψυχρότε‐ ρον προΐωσι, καὶ τὰ χρώματα λευκότερα ἐπιδείκνυται. | |
5.8.15 | Ἐπεὶ γάρ τοι δέδεικται ξανθήχολος μὲν ὢν ὁ χρωννὺς τὰ σύμμετρα τῶν οὔρων χυμός, οὗτος δὲ ἐπὶ συμμετρίᾳ τε καὶ ἀκριβέσι πέψεσιν ἐπιγίνεται, εἰκότως ἂν ἀποτυχού‐ σης τῆς ἀκριβοῦς πέψεως διὰ ψυχράν τινα διάθεσιν, ὁ | |
5 | ξανθὸς οὐκ ἀπολάβῃ τὸ οἰκεῖον χρῶμα χυμὸς ὠχρὸν ἢ ὕπωχρον κατὰ τὸ τῆς ἀποτυχίας μέτρον χρῶμα δεξάμενος, ὥστ’ ἂν εἰκότως τῇ τοῦ ὀρρώδους ἐπιμιξίᾳ χυμοῦ διάφοροι | |
καὶ αἱ ἐπὶ τὸ λευκὸν χωροῦσαι χροιαὶ φανεῖεν κατὰ τὸ μέτρον δηλονότι τῆς ἀποτυχίας τῆς πέψεως, ἔνθεν τοι | 124 | |
10 | καὶ πρὸς τὸ λεπτότερον κατὰ τὴν συστάσιν χωρεῖ τὰ χύ‐ ματα, μὴ ῥᾳδίως τῇ ἐμφύτῳ κρατούμενά τε καὶ πεττό‐ μενα θερμότητι. | |
5.8.16 | Διὰ τὰ αὐτὰ δ’ ἂν καὶ ἡ ἐπιφάνεια τραχυτέρα ὀφθείη τοῦ στιλβηδόνα παρέχοντος ἠτυχηκότος κατὰ τὴν πέψιν τοῦ χυμοῦ. μείω γε μὴν καὶ ἔνωμα τὰ παρυφιστάμενα τούτοις. | |
5.8.17 | Τῷ μὲν γὰρ ἠλαττῶσθαι τὸ θερμὸν καὶ ἡ ἀνάδοσις ἐλάττων, ἐλάττω δ’ ἂν εἰκότως εἴη καὶ τά ἀπ’ ἐλάττονος τῶν χυμῶν ἀναλήψεως· ταῖς δὲ δι’ ἀτονίαν τοῦ θερμοῦ φαύλαις καὶ ἀσθενέσι πέψεσι καὶ τὰ | |
5 | παρυφιστάμενα ἐνωμότερα φαίνεται. | |
5.8.18 | Οὐ θαῦμα δέ, εἰ ἀναθολοῦνταί τε καὶ παχύνονται ἤδη τῆς ὠμοχυμίας κρατούσης διὰ τὴν τοῦ πέττοντός τε καὶ ἀλλοιοῦντος θερ‐ μοῦ ἀσθενείαν. | |
5.8.19 | Ὅπου μὲν γὰρ θερμότης φυσικὴ τῆς ὕλης κατακρατοῦσα ᾖ, τὰ μὲν λεπτὰ τῶν χυμῶν παχύνε‐ ται πεττόμενα, τὰ δ’ αὖ γε ἑτέρωθεν παχυνόμενα, ταύτῃ λεπτύνεταί τε καὶ διακρίνεται. | |
5.8.20 | Ταῦτά τοι καὶ ἀμφο‐ τέρας οἶδε τὰς συστάσεις διαφόρους αἰτίας ἡ κατὰ ψυχρό‐ τητα προξενεῖν δυσκρασία. | |
5.8.21 | Τὰ μὲν γὰρ λεπτὰ διὰ τὴν ἑαυτῆς μᾶλλον ψιλὴν δυσκρασίαν, ἐκεῖνα δ’ αὖ διὰ τὴν δι’ αὐτὴν ἐπιγεγονυῖαν τῶν χυμῶν ὠμότητα, ὑγρότης γε μὴν ἐπιμαρτυρηθείη μέντ’ ἂν καὶ τῷ ποσῷ τῆς ἐκκρί‐ | |
5 | σεως, συνεπιμαρτυρήσει δὲ καὶ ἡ ἀμαύρωσις τῆς ἀποδιδο‐ μένης χροιᾶς. | |
5.8.22 | Τῆς γὰρ πέψεως οὐκ ἀκριβοῦς γινο‐ μένης τῇ τῆς ὑγρότητος περιουσίᾳ καὶ τὸ σύμμετρον ἐκ‐ πεφευγυίας, ἐπιθεῖναι ταύτῃ τῆς συστάσεως ὑπόλεπτα μὲν ἴσως φαίνεται, ἐπιλείποντα δὲ τῇ χροιᾷ τῇ τοῦ πλείονος | |
5 | ἐπιμιξίᾳ ὀρρώδους χυμοῦ, οὐ θαῦμα δ’ εἰ καὶ πλείω τε καὶ ἐνωμότερα τὰ παρυφιστάμενα φαίνεται. | |
5.8.23 | Τῇ μὲν γὰρ ὑγρότητι τῶν χυμῶν, ῥᾳδία ἡ ἀνάδοσις γίνεται, ὥστε καὶ πλείω κατὰ τὴν κατεργασίαν εἶναι εἰκός, συμβαίνῃ δ’ ἂν ἴσως, πλείονος ὄντος τοῦ ἀναδιδομένου ὑγροῦ, μὴ | |
5 | ἀκριβῆ τὴν τῶν ὑγρῶν κατεργασίαν γίνεσθαι, ὥστ’ ἐντεῦ‐ θεν συμβαίνειν πλείω μέν, ἐνωμότερα δ’ ἐνίοτε τὰ παρ‐ υφιστάμενα δείκνυσθαι. | |
5.8.24 | Ἐπεὶ δὲ ξηρὰ τῷ σώματι γεγονυῖα δυσκρασία μείω μὲν τὰ χύματα τῶν οὔρων φαί‐ | |
νεται διὰ τὴν τῆς ὑγρότητος ὀλιγότητα, τὰ χρώματα δ’ οἷα τὰ κατὰ φύσιν ἐν τοῖς ἀκμάζουσίν τε καὶ γυμναζομέ‐ | 125 | |
5 | νοις ἀνθρώποις, ἐπιτεινομένης δὲ καὶ ταῦτ’ ἂν ἐπιταθείη, αἵ τε συστάσεις ὅμοιαι τοῖς ὑγιέσι τε καὶ συμμέτροις, ἐνίοτε δὲ καὶ προσεπιτείνονται. | |
5.8.25 | Τὰ μὲν οὖν χρώματα τοιαῦτα μένει μηδέν τι τοῦ χρωννύντος πεπονθότος χυ‐ μοῦ, μάλιστά γε μὴν καὶ ἐπιδιδόντος, καὶ τὰ χρώματα ἐπι‐ διδόασιν. | |
5.8.26 | Ὥσπερ δὲ ἐπὶ ταῖς τῆς ὑγρότητος ὑπερβολαῖς οὐκ ἐκράτει ῥᾳδίως ἡ πεπτικὴ δύναμις, οὕτω νῦν ἐπὶ ταῖς ξῃραῖς ῥᾷστα δυσκρασίαις κρατοῦσα οὐ μόνον ἀποδίδωσι τὴν σύμμετρον σύστασιν, ἀλλ’ ἐνίοτε καί τι πάχος προσ‐ | |
5 | ἐπιτίθησι, στιλπνότης δέ τις καὶ λειότης ἐπιλάμπει τὴν ἐπιφάνειαν διὰ τὴν τοῦ χρωννύντος χυμοῦ αὐτάρκειαν. | |
5.8.27 | Τά γε μὴν παρυφιστάμενα μείω μὲν ὀλίγης οὔσης καὶ τῆς ἀναδιδομένης ὑγρότητος, σύμμετρα δὲ ταῖς ὑπο‐ στάσεσι, καὶ ἀκριβῶς πεπεμμένα τῷ κεκρατῆσθαι ταῦτα ῥᾳδίως ὑπὸ τῆς πεττούσης θερμότητος. | |
5.8.28 | Καὶ ὁ μὲν περὶ αἰτίας οὔρων λόγος ἐν τοῖς κατὰ δυσκρασίαν ἁπλὴν φαινομένοις οὔροις οὕτω πως ἀποδιδόσθω· οὐ μέντοι χρεὼν λανθάνειν, ὡς ἐπὶ μιᾷ τἀνθρώπου δυσκράτως ἔχον‐ | |
5 | τος ποιότητι λέλεκται ταῦτα, τῶν ἄλλων ὅσον εἰκὸς συμ‐ μέτρων πεφυκυιῶν. | |
5.8.29 | Ἐπεὶ δ’ ἀκριβῶς ὁ λόγος τὰς ἐπὶ ταῖς ἁπλαῖς δυσκρασίαις διωρίσατο αἰτίας, ἔξεσται τῷ σπου‐ δαίῳ κἀκ τούτων τὰς συμπεπλεγμένας ἐξευρίσκειν ἐπιτε‐ θείσας ποιότητας. | |
5.9t | Κεφ. θʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς γυμναζομένους καὶ ῥαθύμως βιοῦντας οὔρων. | |
5.9.1 | Πρὸς τούτοις ἐν τοῖς περὶ διαγνώσεως εἴρηται, ὡς τοῖς μὲν συμμέτρως γυμναζομένοις καὶ τὰ οὖρα σύμμε‐ τρα ἀποδίδοται, οἷα καὶ ἐπὶ τῶν ἀκμαζόντων τε καὶ γυμναζομένων εἴρηται. | |
5.9.2 | Τῶν δ’ ὑπὲρ τὸ δέον κεκμη‐ κότων τε καὶ γυμναζομένων τὰ οὖρα ἤδη μὲν πρὸς τὸ πυρρόν τε καὶ ξανθὸν χωρεῖ, αἵ θ’ ὑποστάσεις τούτων βραχεῖαί τε καὶ λεπταὶ ἀλλοιοῖντο δ’ ἂν καὶ κατὰ χροιάν· | |
5 | ἐνίοτέ γε μὴν καὶ συντήγματα ἐπινήχεται τούτοις. | |
5.9.3 | Τῶν δὲ νωθρὸν καὶ ἥσυχον μετιόντων βίον τά τε οὖρα πρὸς | |
τὸ λευκὸν χωροίη ἄν καὶ τὰ παρυφιστάμενα πλείω τε καὶ ὠμότερα. | 126 | |
5.9.4 | Αἱ μὲν οὖν ἐπὶ συμμέτροις γυμνασίοις αἰ‐ τίαι τῶν οὔρων πάλαι ἀποδέδονται τῷ λόγῳ ἐπὶ τοῦ κατὰ πάντα συμμέτρου τε καὶ ἀκμαίου ἀνθρώπου. | |
5.9.5 | Νυνὶ δὲ ἐπιθῶμεν τῷ λόγῳ καὶ τὰς ἐπ’ ἀμέτροις γυμνασίοις τῶν οὔρων αἰτίας, εἶθ’ οὕτως τὰς ἐπι νωθρότησι καὶ ἡσυ‐ χίαις. | |
5.9.6 | Ἐπειδὰν τοίνυν πλείων τοῦ προσήκοντος ἡ τοῦ θερμοῦ γένηται κίνησις ἐξαφθεῖσα ὑπὸ τῶν ἐκτὸς γυμνα‐ σίων πλειόνων τοῦ προσήκοντος πεφυκότων, ἤδη μὲν ὁ χολώδης ἐπιτείνεται χυμὸς συγκαόμενος ὑπὸ τῆς ἐπιγε‐ | |
5 | γονυίας θερμότητος, ἤδη δὲ διὰ τὴν τοιαύτην ἔξαψιν καὶ τὰ χρώματα τῶν οὔρων πρός τε τὸ πυρρὸν καὶ ξανθὸν ἐπιρρέπει, τοῦ μὲν κατακεραννύντος ὀρρώδους χυμοῦ μειω‐ θέντος, τὴν δὲ ποιότητα τοῦ χολώδους ἐπιταθέντος χυμοῦ, | |
5.9.7 | Τά γε μὴν παρυφιστάμενα λεπτά τε καὶ βραχέα φαί‐ νεται, τι ὅτε πλείονι θερμότητι καταλελέπτυνται καὶ δια‐ πεφόρηνται συνδιαπνευσθέντα εἴθ’ ἱδρῶσιν ἢ καὶ τῇ ἀδήλῳ διαπνοῇ ἐξαραιωθέντος ἐπὶ τόσοις γυμνασίοις τοῦ δέρμα‐ | |
5 | τος, εἰκός γε μὴν ἐπιταθέντων τῶν τοιούτων γυμνα‐ σίων καί τινα συντήγματα ἐπινήχεσθκι ἀπό τε τῶν νεφρῶν δηλονότι καὶ ἄλλων τινῶν ἴσως μερῶν τοῦ σώματος, τῇ τῆς πλείονος μετακινήσεως θερμότητι καὶ τῆς πιμελῆς συντηξάσης. | |
5.9.8 | Ἐπί γε μὴν τῶν ἥσυχον καὶ ἀγύμναστον μετιόντων βίον τά τε οὖρα τοῦ συμμέτρου ἀφιστάμενα χρώματος χωροίη ἂν πρὸς τὰ λευκὰ βραχυτάτην τοῦ θερ‐ μοῦ τὴν κίνησιν ἔχοντος καὶ πρὸς ἑαυτὸ ἐπινεύοντος καὶ | |
5 | τῆ ἀκινησίᾳ οἷον ἀπομαραινομένου. | |
5.9.9 | Οἷον γάρ τοι ταῖς πυρκαϊαῖς συμβαίνειν εἴωθεν ἀρκούσης ὕλης ἐπισωρευθεί‐ σης. ἂν μὲν γὰρ καί τις ἔξωθεν ἐπισυνεργήσῃ κίνησις, ῥᾳδίως τε ἐξάπτεται καὶ κατεμπίπραται ἡ ὕλη, προχείρως | |
5 | δὲ καὶ τὰ προσεπεμβαλλόμενα καταδαπανᾶται, μήτινος δ’ ἔξωθεν ἐπιγεγονυίας κινήσεως, δυσχερὲς μὲν τὸ κατακαίειν τὴν ἀποδοθεῖσαν ὕλην. | |
5.9.10 | Δέος δὲ οὐχὶ μικρὸν μὴ καὶ ἀπομαρανθῇ προσεπιβληθείσης καὶ πλείονος ἑτέρας ὕλης. | |
5.9.11 | Τοιοῦτόν τι κἀπὶ τῶν γυμναζομένων τε καὶ ἀγυμνα‐ στούντων συμβαίνειν εἴωθε. διὰ ταῦτό τοι πρὸς μὲν τὸ λευκὸν ἤδη χωρεῖ τὰ τῶν οὔρων χρώματα ἐπὶ τῶν νωθρὸν καὶ ἥσυχον μετιόντων βίον. | |
5.9.12 | Τὰ παρυφιστάμενα δὲ πλείω τε καὶ ἐνωμότερα τούτοις εἰκότως ἐπιφαίνεται. τῇ μὲν γὰρ ἡσύχῳ διαγνωσῇ ῥᾳδία ἡ ἀνάδοσις γένοιτ’ ἂν καὶ ἡ ἀλλοίωσις, ἡ δὲ πέψις κατὰ τὴν τοῦ θερμοῦ ἐπικρά‐ | 127 |
5 | τειαν. | |
5.9.13 | Ἐπεὶ δὲ καὶ τοῦτο δέδεικται, ὡς μὴ κινου‐ μένη ἀπομαραίνεσθαι τῷ χρόνῳ εἴωθεν ἡ θερμότης, εἰκό‐ τως ἂν πλείω μὲν ἐπὶ τῶν ῥᾳθυμοτέρων ἐπισυμβαίη τὰ παρυφιστάμενα, ὠμότερα δὲ τῆς ἀκριβοῦς ἠτυχηκότα πέ‐ | |
5 | ψεως. | |
5.9.14 | Καὶ ὧδε μὲν ἐπὶ τῶν γυμναζομένων τε καὶ ῥαθυμούντων κατὰ τὰ οὖρα παυέσθω λόγος. μετιτέον δ’ ἐφεξῆς ἐπὶ τῶν κατὰ τὰς ὥρας τε καὶ χώρας ἠλλοιωμέ‐ νων οὔρων. | |
5.10t | Κεφ. ιʹ. Περὶ αἰτίας τῶν κατὰ τὰς ὥρας τε καὶ χῶρας οὔρων. | |
5.10.1 | Ἔαρος τοίνυν ἀρχομένου ἔτι τὰ μὲν χρώματα λευκά τε καὶ ὠχρὰ καί ποτε καὶ παχύνεται, τὰ ποσὰ δὲ τῶν χυ‐ μάτων πλείω τῶν ἐξ ἀναλογίας ἀποσιτουμένων, τὰ δὲ παρ‐ υφιστάμενα πλείω τε καὶ παχύτερα. | |
5.10.2 | Προϊόντος δὲ τοῦ χρόνου ἐπὶ τὸ θερμότερον, τά τε χρώματα πρὸς τὸ σύμ‐ μετρον ἤδη χωρεῖ καὶ τὰ παρυφιστάμενα ἤδη δὲ θέρους ἠργμένου ὑπόπυρρα μὲν καὶ ὑπόξανθα τὰ οὖρα, λεπτό‐ | |
5 | τερα δὲ τὰ παρυφιστάμενα τούτοις φαίνεται. | |
5.10.3 | Ἀκμά‐ σαντος δὲ τοῦ θέρους μείω μὲν τῷ ἐξ ἀναλογίας ποσῷ τὰ χύματα καὶ πρὸς τὸ πυρρὸν ἤδη καὶ ξανθὸν χωρεῖ τοῦ χρώματος. | |
5.10.4 | Αἱ δὲ συστάσεις αὐτῶν βραχύ τι τοῦ συμμέτρου λεπτότεραι, καί τις ἐπιλάμπει αὐτοῖς στιλπνό‐ της· τὰ δέ γε παρυφιστάμενα λεπτότερα μὲν καὶ μείω, ἤδη δὲ καὶ αὐτὰ ἐπιχρωννύμενα τὴν λευκότητα. | |
5.10.5 | Παρ‐ ακμάσαντος δ’ ἤδη καὶ φθινοπώρου ἀρχομένου, ὑποχα‐ λᾶται μὲν τά τε χρώματα τῶν τε χυμάτων καὶ τῶν παρ‐ υφισταμένων, λεπτὰ δ’ ἔτι μένει. | |
5.10.6 | Προϊόντος δὲ πρὸς τὸ ψυχρότερον ἔτι τὰ σύμμετρα χρώματα ἀποδίδονται· χει‐ μερινῆς δ’ ἐπιγεγονυίας τροπῆς κατὰ μὲν τὸ ποσὸν ἤδη πρὸς τὸ σύμμετρον χωρεῖ, κατὰ δὲ τὰ χρώματα πρὸς τὸ | |
5 | λευκόν, τὰ δὲ παρυφιστάμενα ἤδη πλείω, αἱ δὲ συστάσεις σύμμετροι. | |
5.10.7 | Ἀκμάσαντος δ’ ἤδη τοῦ χειμῶμος τὰ μὲν χρώματα τῶν λευκῶν γίνεται, αἱ δὲ συστάσεις ἀνώμαλοι | |
ποτὲ μὲν παχεῖαι ποτὲ δὲ λεπτυνόμεναι φαινόμεναι, τὰ δὲ ποσὰ καὶ τῶν ἐξ ἀναλογίας συμμέτρων πλείω τά τε | 128 | |
5 | παρυφιστάμενα τούτοις πλείω τε καὶ ἔνωμα ἐπὶ τὸ πλεῖ‐ στον φαίνεται. | |
5.10.8 | Καὶ τὰ μὲν κατὰ διαφορὰς τῶν ὡρῶν ἀλλοιούμενα οὖρα τοιαῦθ’, ὡς ἐν βραχεῖ φᾶναι, λέγεται· λοιπὸν δ’ ἂν εἴη καὶ τὰς ἐπὶ τούτοις ἐπιθεῖναι τῷ λόγῳ ἐξευρημένας αἰτίας. | |
5.10.9 | Οὕτω γὰρ ἀποδοθέντος τοῦ λόγου καὶ τὰς ἐπὶ ταῖς ἀναλογούσαις ταῖς ὥραις χώρας προσα‐ ποδώσεις ῥᾳδίως, ἀλλ’ ἐπαναληπτέον ἤδη τὸν λόγον καὶ τὰς καθ’ ἕκαστον τούτων νομιζομένας ἀποδοτέον αἰτίας. | |
5.10.10 | Ἔαρος τοίνυν ἠργμένου καὶ τοῦ ἡλίου πρὸς ἡμᾶς ἀναβαίνοντος, ὁπόταν τοίνυν καὶ αἱ Πλειάδες ἀκρόνυχοι ἔτι φαίνωνται, τὰ μὲν χρώματα τῶν οὔρων ἔτι λευκά τε καὶ ὠχρὰ ἐπιφαίνεται καὶ ταῖς συστάσεσιν ἀνώμαλα, πλείω | |
5 | δὲ τῷ ἐξ ἀναλογίας ποσῷ καὶ τά γε παρυφιστάμενα τού‐ τοις πλείω τε καὶ ἔνωμα. | |
5.10.11 | Ἔτι μὲν γὰρ τοῦ ψύχους κυριεύοντος, νικᾶται μὲν ἡ ἔμφυτος θερμότης τῷ περιέ‐ χοντι. | |
5.10.12 | Ἀποτυχίαι δὲ τῆς πέψεως ἐπιγίνονται κατά τε τὰ χρώματα καὶ τὰς συστάσεις. | |
5.10.13 | Ὅτε δὲ καὶ τὰ προσ‐ φερόμενα πλείω, τῶν δὲ πολλῶν τροφῶν καὶ τὰ περιττώ‐ ματα πλείω καὶ τὰ παρυφιστάμενα τούτοις πλείω φαίνε‐ ται καὶ ἔνωμα, μὴ προσηκόντως τῶν χυμῶν κατεργασμέ‐ | |
5 | νων. | |
5.10.14 | Ἐπὶ δὴ τούτοις πλείω τῷ ποσῷ τὰ οὖρα φαίνεται διὰ τὴν ἐκ τοῦ παντὸς χειμῶνος ἐπισωρευθεῖσαν ὑγρό‐ τητα τῶν χυμῶν τῷ σώματι. | |
5.10.15 | Τοῦ γάρ τοι χειμῶνος πλειόνων μὲν τῶν προσαγομένων οὐσῶν τροφῶν, πλειό‐ νων δὲ καὶ τῶν ὕπνων καὶ προσέτι τῆς τοῦ περιέχοντος κράσεως ὑγρᾶς τε καὶ ψυχρᾶς τυγχανούσης, χυμῶν ὠμῶν | |
5 | οὐκ ὀλίγη ποσότης ἀθροίζεται, ἀλλὰ χειμῶνος μὲν ἔτι ὄντος, πεπηγυῖα ἡ τοιαύτη ὕλη ἴσως βραχύ τι πλείων τοῦ ἐξ ἀναλογίας συμμέτρου πρόεισιν. | |
5.10.16 | Ἔαρος δ’ ἐπιλάμ‐ ψαντος καὶ τῆς καταστάσεως ἔτι ὑγρᾶς τελούσης, τῶν χυ‐ μῶν ἤδη πεττομένων κρειττόνως καὶ λυομένων, πολλῷ ἂν ἴδῃς πλείω τῶν προσφερομένων τὰ ἐξουρούμενα. | |
5.10.17 | Προϊ‐ όντος δὲ τοῦ χρόνου, ὅτε δὴ καὶ Ὑάδες ἑῷαι φαίνονται, τά τε χρώματα καὶ αἱ συστάσεις πρὸς τοῖς παρυφισταμέ‐ νοις πρὸς τὸ σύμμετρον χωρεῖ. | |
5.10.18 | Ἤδη γὰρ τοῦ περιέ‐ | |
χοντος καθισταμένου πρὸς τὸ σύμμετρον καί, ὅσα διὰ τὴν προγεγονυῖαν ἠλλοιοῦντο κατάστασιν, ἐπαγάγεται πρὸς τὸ σύμμετρον. | 129 | |
5.10.19 | Ἐπὰν γὰρ ἡ τοῦ περιέχοντος κρᾶσις μήτε ψυχρὰ εἴη πάνυ, ὥστ’ ἀδικεῖν τὴν ἔμφυτον θερμό‐ τητα, μήτ’ αὖ ἐπιτεταμένως θερμή, ὡς διαφορεῖσθαι ἤδη καὶ τὴν ἐν ἡμῖν θερμότητα, αἱ φυσικαὶ δυνάμεις τὰς φυ‐ | |
5 | σικὰς ἐν ἡμῖν ἐνεργείας πρὸς τὸ κατὰ φύσιν τε καὶ σύμ‐ μετρον διεγείρουσιν, οὐδενός τινος θύραθεν ἐμποδὼν προσισταμένου. | |
5.10.20 | Ὁπόταν δὲ ἑῷος μὲν Ὠρίων ἄρχη‐ ται ἐπιτέλλειν, θεριναὶ δ’ ἤδη τροπαὶ τυγχάνωσιν, ὑπό‐ πυρρα μὲν καὶ ὑπόξανθα τὰ οὖρα φαίνηται, λεπτότερα δὲ τῶν συμμέτρων τὰ παρυφιστάμενα καὶ εἰκότως. | |
5.10.21 | Τοῦ γάρ τοι θερμοῦ καθαρῶς ἐν τῷ παντὶ διαχυθέντος σώ‐ ματι καὶ τῆς εὑρισκομένης ὕλης κατακρατοῦντος, καὶ πέ‐ ψεως ἐπιγινομένης πρεπούσης, καὶ οὖρα ἀποδίδοται τὸ | |
5 | σύμμετρον ἔχοντα χρῶμα, λεπτότερα δ’ οἷον αὐτοῖς τὰ παρυφιστάμενα τῷ εἴδει τούτων τὰ πλείω λεπτύνεσθαί τε καὶ τῷ περιέχοντι διαφορεῖσθαι θερμῷ. | |
5.10.22 | Ἀκμάζοντος δ’ ἤδη θέρους, ὁπότε καὶ Προκύων ἑῷος ἐπιτέλλει, μείω μὲν τὰ οὖρα τῷ ἐξ ἀναλογίας ἀποδιδομένῳ φαίνεται ποσῷ, ἤδη δὲ πρὸς τὸ πυρρὸν καὶ ξανθὸν χωρεῖ τὰ χρώματα | |
5 | καὶ αἱ συστάσεις λεπτότεραι τῶν συμμέτρων, τὰ δὲ παρ‐ υφιστάμενα μείω τε καὶ λεπτότερα καί πως ἐπιχρωννύ‐ μενα τὴν λευκότητα. | |
5.10.23 | Τοῦ γάρ τοι περὶ ἡμᾶς θερ‐ μοῦ ἀκμαίου μὲν ἤδη γεγονότος, ἐφελκομένου δὲ πρὸς ἑαυτό, τὸ ἡμέτερον τοῦτο φυσικὸν πῦρ καὶ τῇ ποιότητι ἐπιτείνοντος, πλείων μὲν χρεία προσφορᾶς γίνεται πόμα‐ | |
5 | τος, μείων δ’ ἡ ἐξ ἀναλογίας ἔκκρισις εἴς θ’ ἱδρῶτας καὶ τὴν ἄδηλον, διαφορουμένη διαπνοήν. | |
5.10.24 | Τῇ γε μὴν διὰ τὸ περιέχον τῆς χολῆς ἐπιδόσει καὶ τὰ χρώματα τοιαῦτα φαίνεται. ὅτι δὲ τοῦ φυσικοῦ συνδιαφορουμένου θερμοῦ αἱ κατὰ φύσιν πέψεις ἀποτυγχάνουσι, καὶ τὰ οὖρα τὴν | |
5 | σύστασιν λεπτότερα ἐπιφαίνεται. | |
5.10.25 | Τὰ δέ γε παρυφι‐ στάμενα χρώννυται μὲν ἤδη τῇ τῆς χολῆς περιουσίᾳ, μείω δὲ καὶ λεπτότερα φαίνεται τῷ τε διαφορεῖσθαι καὶ λεπτύνεσθαι τὰ πλείω τούτων καὶ τὰς πέψεις ἀσθενεστέ‐ | |
5 | ρας γίνεσθαι, τῷ θύραθεν ἐκκρινομένου δηλονότι τοῦ φυσικοῦ θερμοῦ. | |
5.10.26 | Ἤδη δ’ ἀρχομένου φθινοπώρου, ὅτε δὴ καὶ Ἀρκτοῦρος ἐπιτέλλει, ὑποχαλᾶται μὲν τὰ χρώ‐ ματα τῶν τε χυμάτων καὶ τῶν παρυφισταμένων πρὸς τὸ σύμμετρον χωροῦντα, λεπτὰ δ’ ἔτι μένει καὶ διαφανῆ καὶ | 130 |
5 | μείω. | |
5.10.27 | Τοῦ γάρ τοι σφοδροῦ παρηκμακότος θερμοῦ καὶ τὰ δι’ ἐκεῖνο χρώματα ὑπενδιδόναι ἄρχεται, καθόσον ἂν ἀπολήγειν ἡ θερμότης φαίνηται. | |
5.10.28 | Διά γε μὴν τὴν ἔτι τοῦ περιέχοντος ἐπικρατοῦσαν ξηρότητα μείω καὶ δια‐ φανῆ τά τε χύματα καὶ τὰ παρυφιστάμενα φαίνεται. | |
5.10.29 | Προήκοντος δ’ ἔτι τοῦ φθινοπώρου, ὁπότε δὴ καὶ Πλειάδες δύνουσιν, ἤδη μὲν σύμμετρα τά τε χρώματα καὶ τὰ παρυφιστάμενα τῶν πέψεων ἀμεινόνων δηλονότι, γινομένων, τῆς ὑπὲρ τὸ δέον διαπνοῆς ἐκ τῆς τοῦ περιέ‐ | |
5 | χοντος θερμότητος ἐπισχομένης. | |
5.10.30 | Ψυχρῶν γὰρ ἤδη πνευμάτων ἐπιπνευσάντων, τόνον μὲν ἡ ἔμφυτος ἀπο‐ λαμβάνει θερμότης, τὴν ἐν πᾶσι δὲ συμμετρίας ταῖς πέ‐ ψεσιν ἀποδίδωσιν. | |
5.10.31 | Ἀλλ’ ἤδη χειμερινῆς τροπῆς γινο‐ μένης, αἴξ τότε ἑῷα δύνει, τὰ μὲν χρώματα τοῦ συμμέ‐ τρου ἀφίστανται, ἤδη λεπταὶ δὲ αἱ συστάσεις, ἔτι καὶ τὰ παρυφιστάμενα πλείω μέν, ἔτι δ’ ἴσως τηροῦνται σύμμε‐ | |
5 | τρα. | |
5.10.32 | Τοῦ γὰρ περιέχοντος γινομένου ψυχροτέρου, συναλλοιοῦταί πως καὶ ἡ ἐντὸς θερμότης, ἐπιδίδωσι δὲ καὶ ὁ φλεγματικὸς τότε χυμός, ὥστε συμβαίνειν ᾧδ’ εἰκό‐ τως καὶ τὸν ἐν ἡμῖν χρωννύντα χυμὸν ἀπημαυρῶσθαι | |
5 | ἠτονηκότα. | |
5.10.33 | Ὅτι δ’ αἱ προσφοραὶ τῶν τροφῶν πλείους, ἐνεργέστεραι δ’ αἱ πέψεις τῷ τε ἤδη τὸ θερμὸν ἐρρῶσθαι καὶ τοὺς ὕπνους πλείους εἶναι, ταῖς πέψεσιν οὐκ ὀλίγα λυσιτελοῦντας, καὶ τὰ παρυφιστάμενα πλείω φαίνεται. | |
5.10.34 | Ἀκμάσαντος δ’ ἤδη, ὁπόταν καὶ ζέφυρος πνεῖν ἄρχη‐ ται, τὰ μὲν χύματα τῶν οὔρων πλείω μὲν τοῦ ἐξ ἀναλο‐ γίας ποσοῦ, ἤδη δὲ καὶ λευκὰ φαίνεται. | |
5.10.35 | Καὶ τὰς τῶν συστάσεων ἀπωθεῖ ἀμετρίας, τὰ δέ γε παρυφιστάμενα τούτοις πλείω τε καὶ ὠμότερα πρόεισι. | |
5.10.36 | Τοῦ γάρ τοι περιέχοντος ψύχους ἐπὶ τοσοῦτον ἐπιταθέντος, ὡς ἤδη μὲν τὴν ἔμφυτον ἀδικεῖσθαι θερμότητα καὶ τοῦ χολώδους δὲ τότε πάντη μαραινομένου χυμοῦ, τοῦ δὲ φλεγματώδους | |
5 | καὶ ἀκμάζοντος, λευκὰ μὲν ἀποδίδοται τὰ οὖρα. | |
5.10.37 | Διά‐ | |
φορα δὲ ταῖς συστάσεσιν ἤτοι δηλονότι λεπτὰ δι’ ἀποτυ‐ χίαν τῆς πέψεως ἐξ ἐπικρατείας συμβᾶσαν τῆς τοῦ περιέ‐ χοντος ψύξεως ἢ παχέα καὶ ἀνατεταραγμένα, τοῦ ὠμοῦ | 131 | |
5 | καλουμένου οὕτω χυμοῦ κατὰ τὸν ἴδιον καιρὸν ἐπακμά‐ σαντος. | |
5.10.38 | Τῷ τε μὴ δεδονῆσθαι κρατεῖν καὶ πέττειν πλείω τὰ προσφερόμενα τελοῦντα τὴν ἔμφυτον θερμό‐ τητα, καὶ τῷ τὸ ψῦχος ἴδιον ἔχειν συνιστᾶν τὰς ὕλας, διὰ ταῦτά τοι καὶ τὰ παρυφιστάμενα ὧδε πλείω διὰ τὴν πλείω | |
5 | τῆς τροφῆς κατεργασίαν, ὠμὰ δὲ καὶ παχύτερα ἐνίοτε ἢ διὰ ψυχρότητα ἀπομαραίνουσαν τὴν ἔμφυτον θερμότητα, ἢ διὰ τὸ πλείω τὴν αναδοθεῖσαν ὕλην τῆς κατὰ τὴν θερ‐ μότητα τελεῖν δυνάμεως. | |
5.10.39 | Αἱ μὲν οὖν τοῖς κατὰ τὰς ὥρας μεταβεβλημένοις οὔροις ἀποδιδόμεναι αἰτίαι τοσαῦ‐ ται ἂν ἀποδοθεῖεν τοῖς τὰ τοιαῦτα σπουδάζουσιν· ἐντεῦ‐ θεν δ’ ἄν τις σκοπῶν καὶ τὰς ἐπὶ ταῖς χώραις ἐξεταζομέ‐ | |
5 | ναις ἀποδώσει αἰτίας. | |
5.10.40 | Αἱ δὲ ἐπὶ ταῖς διαίταις μετα‐ βεβλημέναις ἀναλόγως ἕξουσι ταῖς ἐπὶ ταῖς δυσκρασίαις ῥηθείσαις. | |
5.11t | Κεφ. ιαʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς εὐχύμους τε καὶ κακοχύμους τροφὰς οὔρων. | |
5.11.1 | Οὐ καινὸν δ’ ἂν εἴη, εἰ ἐπὶ τῶν εὐχύμων τε καὶ εὐπέπτων τροφῶν ῥᾴδιαι μὲν αἱ πέψεις, ἀκίβδηλα δὲ τὰ παρυφιστάμενα. | |
5.11.2 | Τοῖς γάρ τοι φυσικῆς θερμότητος ῥᾳδίως μὲν τὰ εὔπεπτα ἀλλοιούσης, προχείρως δὲ τῆς πέ‐ ψεως ἐπὶ τοῖς εὐχύμοις ἐνεργουμένης ἑτοίμως πάντα γίνε‐ ται, σύμμετρκ δ’ ἐν πᾶσι τὰ τοῖς οὔροις τεθεωρημένα | |
5 | φαίνεται. | |
5.11.3 | Ὥσπερ δῆτα τοὐναντίον ἐπὶ προσφοραῖς δυσπέπτων τε καὶ κακοχύμων σιτίων, δυσχερῶς μὲν αἱ πέψεις γίνονται, διεφθαρότα τε καὶ ποικίλα τὰ παρυφι‐ στάμενα φαίνεται, μὴ παραδεχομένης τῆς πεπτικῆς δυ‐ | |
5 | νάμεως τοὺς ἀτροφοῦντας τῶν χυμῶν, ἀλλὰ κἂν τύχοιεν ἀναδοθέντες ἀπωθουμένης. | |
5.11.4 | Αἱ μὲν γὰρ ἀπεψίαι γί‐ νονται καὶ διὰ τὴν τῶν προσφερομένων ἀνεπιτηδειότητα. | |
5.11.5 | Ἤτοι γὰρ διὰ ποιότητα τῶν προσφερομένων ἡ πεπτικὴ πάσχειν εἴωθε δύναμις, ἢ διὰ ὑπερβάλλουσαν ποσότητα. | |
5.11.6 | Τά τε γὰρ πλείω καὶ ὑπὲρ τὴν δύναμιν οὐ ῥᾳδίως κρα‐ | |
τεῖται τῇ φυσικῇ θερμότητι, τὰ δὲ τῇ ποιότητι χείρω οὐδὲ τὴν ἀρχὴν προσλαμβάνεται τῆς ἑλκτικῆς δυνάμεως τὰ οἰ‐ κεῖα μόνα ἐπισπωμένης. | 132 | |
5.11.7 | Κἂν τύχοιεν δὲ προσλη‐ φθέντα, τῇ ἀποκριτικῇ δυνάμει ἐκκρίνεται· γένοιτο δ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως οἰκείαν βλάβην καθ’ οἱανδή‐ τινα διάθεσιν ἐπιγεγονυῖαν. [καὶ ταῦτα μὲν ὧδε.] | |
5.12t | Κεφ. ιβʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς ὑπνηλούς τε καὶ ἀύπνους οὔρων. | |
5.12.1 | Ὑπνηλῶν δὲ οὖρα εἴρηται ὅσα χρώματι μὲν πρὸς τὸ λευκὸν ἀπέστραπται, συστάσει δὲ ἢ μετρίως λεπτὰ ἢ παχέα ἐν παρυφισταμένοις δὲ πλουτεῖ ὠμοῖς τε καὶ πλείο‐ σιν. | |
5.12.2 | Ἀϋπνούντων δὲ μάλιστα κατὰ πάθος τὰ οὖρα τοιαῦτα εἴρηται ταῖς μὲν συστάσεσι λεπτά, τοῖς δὲ χρώ‐ μασι διάφορα. | |
5.12.3 | Ποτὲ μὲν γὰρ λευκὰ πάνυ πέφυκε, ποτὲ δὲ ξανθά τε καὶ πυρρά, ἐλαιώδη τε καὶ μέλανα, τοῖς δὲ παρυφισταμένοις ἔτι μᾶλλον ἀλλόκοτα· ἤτοι γὰρ ἐπι‐ λείπει καὶ ταῦτα ἢ προσόντα μετέωρά τε καὶ τραχέα καὶ | |
5 | τοῖς χρώμασιν οὐκ ἀγαθὰ πέφυκε. | |
5.12.4 | Καὶ ὁ μὲν ἐπὶ δια‐ γνώσει λόγος τοιοῦτος· νῦν δὲ καὶ τὰς αἰτίας ὧδε προσ‐ θετέον. | |
5.12.5 | Τὸν οὖν ὕπνον ἴσμεν γεγενημένον κατὰ φύ‐ σιν μὲν ὑγιῶς τοῦ ἀνθρώπου ἔχοντος, ἐπί τε προσηνεῖ ὑγρότητι καὶ μετρίᾳ φυσικῇ θερμότητι, διατεθέντος δέ πως ἑτέρως, ἐπί τε πολλῇ ὑγρότητι καὶ μάλιστα φλεγμα‐ | |
5 | τώδει καὶ ἐπὶ τροφαῖς τε καὶ φαρμάκοις ψυχροτέροις, τὰς δ’ ἀϋπνίας ἴσμεν γεγενημένας τὸ μὲν πλέον ἐπὶ ξηρότη‐ σιν, ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ θερμότησι πλείοσιν. | |
5.12.6 | Ἐπεὶ τοίνυν ἐπὶ τοῖς οὕτως ἢ ἐκείνως διατεθεῖσιν ὕπνοι τε καὶ ἀϋπνίαι γίνονται κατ’ εἰκότα λόγον καὶ τὰ τοιαῦτα οὖρα ἀποδίδοται. | |
5.12.7 | Δέδεικται μὲν γὰρ ὡς τὰ πρὸς τὸ λευκὸν τοῦ χρώματος οὖρα χωροῦντα καὶ τὴν πέψιν διημαρτημέ‐ νην δείκνυσιν. | |
5.12.8 | Οὐ μεῖον δὲ τούτων δείκνυσι τὰς ἀπε‐ ψίας καὶ αἱ τῶν συστάσεων ἀπὸ τῆς συμμέτρου διαπτώ‐ σεως καὶ πρὸς τούτοις τῶν παρυφισταμένων τὰ ἔνωμά τε καὶ πλείω. | |
5.12.9 | Ὅπῃ δὴ τοίνυν τοιαῦται ἀπεψίαι γίνονται μέτριαι μὲν οὖσαι αἰσθητὴν μὲν βλάβην οὐκ ἐπάγουσι τοῖς παθοῦσι, φιλυπνεῖν τούτους πείθουσι. | |
5.12.10 | Τῆς γὰρ ὠμοχυμίας ἡσυχῆ θερμαινομένης τε καὶ λυομένης, πολλοὶ | |
μὲν οἱ ἐκεῖθεν ὑγροὶ ἀτμοὶ γίνονται, πολὺ δὲ καὶ ὁ ἐγκέ‐ φαλος τῆς ἀπ’ ἐκείνων ἀπολαύει τροφῆς. | 133 | |
5.12.11 | Ἐπεὶ δ’ οὐκ ἐπιλείπουσιν οἱ χυμοὶ τούτοις ῥᾳδίως, οὐδ’ οἱ ἐπὶ τούτοις ἀτμοὶ ἂν ἐπιλείψαιεν, ὥστε συμβαίνειν ᾧδε πλησμένως οὕτω τὸν ἐγκέφαλον ὑγραινόμενον καὶ τοὺς ὕπνους πλεί‐ | |
5 | ους ἐργάζεσθαι. | |
5.12.12 | Ὕπνος γὰρ οἶμαι γίνεται τῆς ἀνα‐ δοθείσης ἐν ἐγκεφάλῳ ἀγαθῆς τροφῆς πεττομένης· καθ’ ὅσον δ’ ἂν αὕτη πέττηται καὶ αἱ αἰσθήσεις ἐναπολαμβά‐ νονται τοῦ ζῴου, τῆς μείζονος τὰς μείους ἀπειργούσας | |
5 | δυνάμεις τε καὶ ἐνεργείας. | |
5.12.13 | Ἐπειδὰν δὲ τύχῃ ἡ προσ‐ ληφθεῖσα τροφὴ πεφθεῖσα, λύεται μὲν τοῦ δεσμοῦ ἡ αἴσθησις, ἐγρήγορσις δὲ οὕτως τοῖς ζῴοις ἕπεται. | |
5.12.14 | Ἀλλ’ ὁ μὲν περὶ ὕπνου λόγος ἄλλοις ῥηθεὶς ἀρκούντως τανῦν ἡμῖν ἀφείσθω, ἐφεξῆς δ’ ἰτέον τῷ λόγῳ. | |
5.12.15 | Τῶν μὲν οὖν ὑπνηλῶν διὰ τοιαύτας αἰτίας τὰ οὖρα τοιαῦτα πέφυ‐ κεν, ἀΰπνων δὲ τἀναντία διὰ τὰς ἐναντίας αἰτίας οἶμαι. | |
5.12.16 | Ἐπεὶ γάρ, ὅσα ξηραίνειν εἴωθε, τὰς ἀϋπνίας πέφυκε προξενεῖν, εἰκότως ἂν καὶ αἰ ξανθαὶ χολαὶ διαλεπτυνθεῖ‐ σαι οὕτω καὶ ἐπὶ τὸν ἐγκέφαλον αὐτὸν διαδοθεῖσαι οὐ μό‐ νον οὐκ ἀποδώσουσιν αὐτῷ τροφὴν ὑγραίνουσαν, ἀλλὰ | |
5 | ἀφαιρήσουσι καὶ τὴν ὑπάρχουσαν, ὡς ἀϋπνεῖν ἐντεῦθεν τὸν ἄνθρωπον. | |
5.12.17 | Τὰ γὰρ τοιαῦτα χρώματα δέδεικται χολῆς μᾶλλον ξανθῆς οἰκεῖα ὄντα. | |
5.12.18 | Ἐπεὶ δὲ καὶ τὰ παρυφιστάμενα λέλεκται τυγχάνειν πέψεως σύμβολα, πέ‐ ψις δ’ οὐκ ἂν ῥᾳδίως γένοιτο ἤτοι δυσκρασίας τινὸς ἐπι‐ ταθείσης ἢ τἀνθρώπου ἐγρηγορότος, εἰκότως οὖν καὶ τῶν | |
5 | παρυφισταμένων ἐντεῦθεν γένοιτο ἀνωμαλία καὶ σύγχυσις πλείστη. | |
5.12.19 | Τὰ δ’ ἀκριβῶς λεπτὰ τῶν οὔρων καὶ λευκὰ ἤτοι διὰ τὴν τῆς χολῆς ἐπὶ τὸν ἐγκέφαλον ἀναδρομὴν μεί‐ ναντα τοιαῦτα τὴν ἀπ’ ἐκείνης ὁμιλούσης τῷ ἐγκεφάλῳ δηλώσει ἀγρυπνίαν ἢ διὰ μελαγχολίας εἶδος. | |
5.12.20 | Τοιαῦτα γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τὰ τῶν μελαγχολούντων οὖρα. | |
5.12.21 | Ἐλαιώδη γε μὴν καὶ μέλανα θάνατον ἀπειλοῦντα τὸ πλέον οὐδὲν ἴσως καινόν, εἰ ἀγρυπνίαν φέρει καὶ παρα‐ κοπήν, ἀλλὰ τὰς ἐπὶ τούτοις ἔχεις κἀν ἄλλοις ῥηθείσας αἰτίας, ὥστε φευκτέον τὸ παλιλλογεῖν οὕτως ἀκαίρως. ἰτέον | |
5 | δ’ ἐφεξῆς τῷ λόγῳ. | 134 |
5.13t | Κεφ. ιγʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς ἀπεπτοῦντας ἐκ πλησμονής καὶ λιμώττοντος οὔρων. | |
5.13.1 | Πλείω γοῦν ποτε ἐδηδοκότων καὶ ἀπεπτησάντων λεπτά τε καὶ λευκὰ καί πως ἀνυπόστατα φαίνεται· ἐγχρο‐ νιζόντων δὲ ταῖς ἀπεψίαις ἀνώμαλα ταῖς συστάσεσι καὶ τοῖς παρυφισταμένοις, ὥσπερ καὶ ἀσιτησάντων πρώτως | |
5 | μὲν πυρρά τε καὶ ξανθὰ καὶ ταῖς συστάσεσιν ἐπιφαίνεται λεπτά, λιμῷ δ’ ἤδη πιεζομένων λευκά τε καὶ λεπτὰ καὶ ἀνυπόστατα φαίνεται. | |
5.13.2 | Καί ποτε καὶ πρὸς πονηρά τινα μεθίσταται χρώματα, ἀλλά γε κἀν τούτοις ὡς οἷόν τε ἀποδοτέον τὰς αἰτίας τοῖς χρήζουσιν οὐκ ἀγενεῖς ἴσως ὀφθησομένας τοῖς ἀκριβέσι τῶν λόγων ἐξετασταῖς. | |
5.13.3 | Ἐπεὶ τοίνυν πέψις εἴωθε γίνεσθαι τῶν ἐπεισιουσῶν κρατουμέ‐ νων τροφῶν, ἀπεψία δὲ ὑπερβαλλουσῶν τὸ μέτρον πολλή, ὥσπερ αὖ ὠμότης ἧττον ὑπερβαλλουσῶν τὸ σύμμετρον, | |
5 | εἰκότως ἂν ὧδε τἀνθρώπου καταβαρύναντος αὐτὸν πλείοσι τροφαῖς, διαμαρτία παντελὴς τῆς πέψεως γένοιτ’ ἄν. | |
5.13.4 | Φαίνεται γὰρ βραχύ τι ἢ οὐδὲν ἐνταῦθ’ ἡ φύσις ἐνερ‐ γήσασα ταῖς τροφαῖς μήτε χρῶμα μήτε σύστασιν ἀποδοῦσα σύμμετρον, ὑφελομένη δὲ καὶ τὰ παρυφιστάμενα τῇ πολλῇ ἀποστάσει τῆς πέψεως. | |
5.13.5 | Ἀφ’ ὧν γε μὴν ἧττον μὲν τοῦ δέοντος διαπίπτει, τῷ χρόνῳ δὲ βιαζομένη πείθεται στέγειν τὰς διαμαρτίας ταύτας ἡμιπέπτους ἀποδίδωσι καὶ τὰς ἐνεργείας ἡ δύναμις. | |
5.13.6 | Ὧδε δὲ καὶ περὶ τῶν ἀσι‐ τούντων ῥητέον. ἐπειδὴ γοῦν ἀεὶ τῷ φυσικῷ τούτῳ θερμῷ ὑπεκκαυμάτων χρεία, ἵνα τε αὐτὸ συνίσταιτο καὶ τὰ μό‐ ρια τρέφηται, ἀρκούσης μὲν ἐπισωρευομένης ὕλης καὶ τὰ | |
5 | δέοντα γίνεται. | |
5.13.7 | Ἐπειδὰν δ’ αὕτη ἐπιλίπῃ, πρὸς ἑαυτὸ μὲν τοῦτο ἐπινεύει· εἴ τις δὲ ὑγρότης καταδαπανᾷ ταύ‐ την καὶ δριμύτερον ὑφαιρουμένης ταύτης γίνεται. | |
5.13.8 | Καὶ ὁ ξανθήχολος ὧδε χυμὸς ἐπιδίδωσι ξηραῖς τε καὶ θερμαῖς αὐξάνων διαθέσεσι καὶ τὰ οὖρα κατ’ ἐκεῖνο τοῦ θερμοῦ τῆς διαθέσεως γίνεται, μείω δὲ καὶ τὰ παρυφιστάμενα | |
5 | φαίνεται. | |
5.13.9 | Ἐπιλιπούσης τῆς τροφῆς τἀνθρώπῳ, ἣ δὴ πεττομένη τε καὶ τρέφουσα ταῦθ’ ὑφίησι σύμβολα τῆς τρο‐ φῆς. | |
5.13.10 | Ἀλλ’ ἐπειδὰν ἐνστᾶν ὡς οἷόν τε τὸ θερμὸν | |
αὖθις ἀποροῦν τροφῆς ἐνδῷ, ἤδη μὲν αὐτὸ καταμαραίνε‐ ται. | 135 | |
5.13.11 | Ἤδη δὲ ἡ ἕξις πέφυκε χωρεῖν μαραινομένου του θερμοῦ πρὸς τὸ ψυχρότερον καὶ τὰ λευκὰ καὶ φαῦλα, εἶθ’ οὕτως ἐπὶ τὸ χεῖρον ἀποδίδωσι προχωροῦσα χρώματα καὶ συστάσεις δὲ τοῖς χρώμασι κατ’ ἀλλήλους. | |
5.13.12 | Ἀλλ’ ὁ μὲν περὶ τούτων καὶ τοιούτων λόγος ἀρκούντως οἶμαι ῥηθεὶς ἀφείσθω ἤδη, μήπως καὶ λάθωμεν τῇ ἐπὶ τούτοις πλείονι διατριβῇ τὸ σύμμετρον ἀποδεδωκότες μέτρον τῷ λόγῳ. | |
5.13.13 | Ὥστε καὶ ἅλλου ἐπὶ τοῖς λειπομένοις δεηθῆναι λόγου καὶ παθεῖν τὸ τῶν ἀπειροτέρων, οἳ διὰ βραχυτέρας ὁδοῦ τὸ σπουδαζόμενον καταλαβεῖν ἐφιέμενοι διά τινας ἑτέρας ἐκτοπισθέντας διατριβὰς ἐπὶ μακρὰς ἑαυτοὺς περιόδους | |
5 | ἐμβάλλουσιν, ὥστε δίκαιον ἂν εἴη ὧδέ ποθεν ὡς ἀφ’ ἑτέ‐ ρας ἀρχῆς τῶν ἐπὶ τοῖς λειπομένοις ἐξευρημένων ἅπτεσθαι αἰτιῶν. | |
5.13.14 | Οὕτω γὰρ ἡμῖν ῥᾴδιόν τε καὶ συντετμημένον ἀποδοθείη τοὐγχείρημα· πρόχειρον δὲ τοῖς ἐν βραχέσι λόγοις πολλὰς ἀφορμὰς μαθεῖν σπουδάζουσι μαθημάτων. | |
5.13.15 | Ῥητέον τοίνυν κἀνταῦθα περὶ τῶν ἐν τοῖς γενικοῖς τῶν νοσημάτων ἀναφαινομένων οὔρων καὶ τὰς τούτων προσαποδοτέον αἰτίας. | |
5.13.16 | Οὕτω γὰρ προσήκουσαν μὲν τὴν ἐκ τῶν κεφαλαίων ὁ λόγος ἀπολαύει συνθήκην, πέρας δ’ αἴσιον ἀποδοθῇ παντὶ τῷ λόγῳ. | |
5.14t | Κεφ. ιδʹ. Περὶ αἰτίας τῶν κατὰ τὰ γενικὰ τῶν νοσημάτων οὔρων. | |
5.14.1 | Εἴρηται τοίνυν ἐν τοῖς περὶ διαγνώσεως οὔρων λό‐ γοις, ὡς ἐπὶ τῶν ἐφημέρων πυρετῶν ψιλῶν τελούντων καὶ οὐχ ἑτέρας προσεπιδούσης αἰτίας, οὐκ ἀξιολόγως ἄν τις ἴδῃ τὰ οὖρα μεταβληθέντα. καθὸ γὰρ ἂν τύχῃ μεταβληθέν, | |
5 | βραχέως πάνυ καὶ ἀσαφῶς μεταβάλλεται. | |
5.14.2 | Τῶν γάρ τοι ἐφημέρων πυρετῶν διὰ πνεύματος μόνου ἐπὶ τὸ θερ‐ μότερον διατεθέντος ἀλλοίωσιν γεγονότων, δικαίως οὐδὲ πάνυ ἐπίδηλος ἐν τοῖς οὔροις γίνεται ἀλλοίωσις. | |
5.14.3 | Ἀπὸ μὲν τῶν μικρῶν προφάσεων βραχέων καὶ τῶν κινημάτων γινομένων, μειζόνων δ’ ἀπὸ τῶν ἀξιολογοτέρων. | |
5.14.4 | Ἐπειδὴ γὰρ τὰ οὖρα τὴν ἀλλοίωσιν τῶν χυμῶν δεικνύουσιν, οἱ δ’ ἐφήμεροι τῶν πυρετῶν ἐπὶ ταῖς τοῦ πνεύματος, ὡς εἴρη‐ ται, μεταβολαῖς ἐπὶ τὸ θερμότερον γίνονται, οὐκ ἀξιόλο‐ | |
5 | γόν τι ἂν ἀλλοιωθῶσι τὰ οὖρα. | |
5.14.5 | Πρὶν ἢ γὰρ τὴν τῶν χυμῶν αἰσθέσθαι ὕλην τῆς ἐπιγεγενημένης ἀλλοιώσεως τῷ φυσικῷ πνεύματι, οὗτοι προσηκούσης ἐλύθησαν τετυχηκό‐ τες διαίτης. | 136 |
5.14.6 | Ἀλλ’ ἐπὶ μὲν τῶν ἐφημέρων πυρετῶν βραχείας τινὸς τῆς μεταβολῆς γεγενημένης, μέτριαι καὶ αἱ τῶν οὔρων φαίνοιντ’ ἂν ἀλλοιώσεις. | |
5.14.7 | Ἄν τις δὲ προσ‐ οῦσα ὕλη τύχῃ τῷ σώματι διεφθαρμένη ἐπιτηδεία μὲν εἰς ἔξαψιν, βραχείας δέ τινος τῆς κινήσεως δεομένη, ῥᾳδίως ἐντεῦθεν ἐξάπτεταί τε καὶ καταπίμπραται, τοὺς ἐπὶ σήψει | |
5 | μὲν ἀνεγείρουσα πυρετούς, οὖρα δὲ οἷα οἱ ἐπὶ σήψει χυ‐ μῶν προβάλλονται πυρετοὶ ἐπιδείξασθαι, περὶ ὧν νῦν ἐροῦμεν. | |
5.14.8 | Τῶν τοίνυν ἐπὶ σήψει χυμῶν γεγενημένων πυρετῶν ὅσοι μὲν ἂν ὦσι διαλείποντες, ἀλλοῖα οὖρα προ‐ βάλλονται, ὅσοι δ’ αὖ συνεχεῖς ἑτεροῖα διά τε τὴν διεφθα‐ ρότων χυμῶν διαφορὰν καὶ τὴν ἐπὶ τούτοις συνέχειάν τε | |
5 | καὶ διάλειψιν. | |
5.14.9 | Ῥητέον τοίνυν ἡμῖν πρώτως μὲν περὶ τῶν διαλειπόντων γινομένων πυρετῶν τὰς αἰτίας τούτων ἀποδιδοῦσιν, εἴθ’ οὕτως καὶ περὶ τῶν ἑξῆς καθὼς ἂν ὁ λόγος ἀποδώσει προβαίνων. | |
5.15t | Κεφ. ιεʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς τριταίους ἀμφοτέρους οὔρων. | |
5.15.1 | Τῶν ἀκριβῶς οὖν τριταίων τὰ οὖρα πρός τε τὸ πυρρὸν καὶ ξανθόν, ὡς εἴρηται, χωρεῖ τῶν χρωμάτων, σύστασις δ’ αὐτῶν καὶ τοῦ συμμέτρου δείκνυται παχυτέρα, καὶ ταῖς μὲν ἀρχαῖς οὐδέν τι προβάλλεται παρυφιστάμε‐ | |
5 | νον, τοῦ χρόνου δὲ προϊόντος τά τε παρυφιστάμενα φαί‐ νεται καὶ τὰ χρώματα χωροῦντα πρὸς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν καὶ αἱ τοῦ κατέχοντος νοσήματος λύσεις διὰ ταχέως ἥξειν ἐλπίζονται ταῖς πέψεσιν ἐπιμαρτυρηθεῖ‐ σαι. | |
5.15.2 | Τοιαύτη τις ἡ τῶν τριταίων ἐπὶ σέψει διαλειπόν‐ των πυρετῶν διάγνωσις ἐκ τῶν οὔρων φαίνεται· νῦν δ’ ἂν εἴη χρεὼν καὶ τὰς ἐπὶ τούτοις δεδωκέναι αἰτίας. | |
5.15.3 | Τῆς τοίνυν ξανθῆς χολῆς αὐξηθείσης δι’ οἱασδήτινας αἰτίας ταύτην ἀπογεννώσας καὶ τῶν φλεβωδῶν ἀγγείων ἀποπλα‐ νωμένης ἐκτός, οἱ τριταῖοι μὲν οὕτω καλούμενοι γίνονται | |
5 | πυρετοί, εἰς διαλείματα δὲ καθίστανται, ἅτε μὴ τῶν φλε‐ βῶν ἐντὸς τῆς πλείονος οὕσης ὕλης. | |
5.15.4 | Κεκοινωνήκασι | |
μὲν γὰρ καὶ αὗται τοῦ τοιούτου χυμοῦ διὰ τε τὴν ἐγγύ‐ τητα καὶ τὴν τοῦ χολώδους χυμοῦ πληθώραν, ἀλλ’ οὐχ ὥστε κατακερασθῆναι τὴν τοῦ αἵματος γλυκύτητα. ἦ γὰρ | 137 | |
5 | ἂν καὶ συνεχεῖς ἦσαν οὕτω πυρετοί. | |
5.15.5 | Ἐπεὶ τοίνυν τῶν μὲν ἀγγείων ἐκτὸς καθέστηκεν ὁ τοιοῦτος χολώδης χυμός, σέσηπται δέ πως, διὰ τοῦτο τήν τε σηπεδόνα καὶ τὰ δια‐ λείμματα δείξει. χρωσθείη δ’ ἂν τὰ οὖρα κατὰ τὴν τῆς | |
5 | χολῆς ἐπίδοσιν. | |
5.15.6 | Ἐπεὶ δὲ καὶ πάνυ μὴ διαφθαρεὶς ὁ χολώδης οὗτος χυμὸς ἐν τοῖς τριταίοις δέδεικται πυρετοῖς, τὰ μὲν χρώματα οἷα δὴ καὶ λέλεκται, δείκνυται, διὰ δὲ τὸ πλῆθος καὶ σύμμετρον τῆς χολῆς πάχος διὰ τῶν οὔρων | |
5 | ἀποκρινόμενον. | |
5.15.7 | Συμβαίνει καὶ τῆς συμμέτρου φαί‐ νέσθαι τὴν σύστασιν παχυτέραν, ἐπιλείπεται δὲ τὰ παρ‐ υφιστάμενα ταῖς ἀρχαῖς τῷ τῆς ἀπεψίας καὶ ἐμφράξεώς τινος λόγῳ. | |
5.15.8 | Ἐπεὶ γὰρ οὕτω πέφθακεν ἡ φύσις κατα‐ κρατῆσαι τῆς ὕλης, οὐγὲ πέψεσιν ὁλοσχερῶς ἐπεχείρησεν, ὥστε οὐδὲ παρυφιστάμενα διὰ τοῦτο φαίνεται σύμβολα καθεστηκότα τῆς πέψεως. | |
5.15.9 | Ἐπειδὰν μέντοι ἑαυτὴν ἐπισυνάγηται καὶ ῥώσῃ, ἀπώσηται δὲ τὰ περιττὰ προσπα‐ ραλαβόμενα τὰ δέοντα, καὶ καλῶς καὶ κατὰ κόσμον δια‐ θείη τὰ κατὰ τὸν λυποῦντα χυμόν, ἤδη μὲν πέφεως ἐπι‐ | |
5 | φαίνονται σημεῖα τὰ παρυφιστάμενα δηλονότι, πρὸς τὸ σύμμετρον δὲ τά τε χύματα καὶ αἱ συστάσεις χωροῦσιν. | |
5.15.10 | Ἀλλ’ ὁ μὲν περὶ τῶν ἐπὶ τριταίοις ἀκριβέσιν οὔρων λόγος τοιοῦτος ἄν, ὡς ἐν βραχεῖ φάναι ῥηθείη. | |
5.15.11 | Νό‐ θων δὲ τριταίων οὖρα καὶ τὸ πυρρὸν μὲν ὑπερβάλλει τοῦ χρώματος, ἤδη δέ ποτε καὶ οἰνωπὸν προβάλλεται· τῇ δὲ συστάσει ταῦτα καὶ τῶν ἐπὶ τοῦ ἀκριβοῦς τριταίου παχύ‐ | |
5 | τερα, τὰ δὲ παρυφιστάμενα τούτοις ἤτοι μείω τε καὶ φαῦλα ἢ τὴν ἀρχὴν οὐδ’ ὅλως φαίνονται. | |
5.15.12 | Δεόντως οὖν ἄν τις τὸν τοιοῦτον νόθον τριταῖον πλήθει τε καὶ ποιότητι χολῆς τὸν ἀκριβῆ τριταῖον ὑπερβάλλεσθαι, ὥστε καὶ πλείονος διὰ τοῦτο ἐς πέψιν δεηθῆναι χρόνου. | |
5.15.13 | Καὶ γὰρ τὰ τοιαῦτα οὖρα καὶ πάλαι λέλεκται ἐν τοῖς περὶ διαγνώσεώς τε καὶ αἰτίας χρωμάτων λόγοις ὐπὸ πλεί‐ ονός τε καὶ φαυλοτέρας γίνεσθαι χολῆς. | |
5.15.14 | Οὐ θαῦμα δ’ ἂν εἴη, εἰ πλείονος ἐς πέψιν χρόνου τοῦτο δεήσει, πολ‐ | |
λῆς μὲν οὔσης τῆς διασαπείσης ὕλης, πλείονος δὲ χρόνου δεομένης ἐς πέψιν, κραταιᾶς δὲ τῆς δυνάμεως. | 138 | |
5.15.15 | Τάχα δ’ ἄν τι κἀν τοῖς περὶ προγνώσεως περὶ τούτου ῥηθείη. νῦν δὲ ἐφ’ ἕτερον ὁ λόγος μεταβαινέτω κεφάλαιον ἀρκούν‐ τως ὁμιλήσας ἐν τοῖσδε. | |
5.16t | Κεφ. ιϛʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς τεταρταίους οὔρων. | |
5.16.1 | Τεταρταίων τοὶνυν ἀπὸ σπληνὸς μᾶλλον τὴν ἀρ‐ χὴν εἰληφότων τῆς συστάσεως λεπτὰ μὲν καὶ λευκὰ ταῖς ἀρχαῖς τὰ οὖρα διαφαίνεται· τοῦ χρόνου δὲ προϊόντος ταῖς ἀνέταις μᾶλλον τῶν ἡμερῶν ἀθρόα καὶ ὠμὰ δείκνυται τού‐ | |
5 | τοις τὰ παρυφιστάμενα. | |
5.16.2 | Καί ποτε δι’ ὅλου ἀναθολοῦται τὰ χύματα, ταῖς δὲ τὸν παροξυσμὸν ἐχούσαις ἔτι που λεπτὰ καὶ τὰ παρυφιστάμενα μέτριά τε καὶ λεπτὰ προ‐ βάλλεται, πρὸς λύσιν ἤδη κεχωρηκότος τοῦ πάθους. | |
5.16.3 | Ἐνίοτέ γε μὴν καὶ μέλανα φαίνεται οὖρα τὴν τοῦ κατέχοντος ὑπαγορεύσοντα πάθους ἀπόλυσιν· ὅσοι γε μὴν διὰ τετάρτης παροξυνόμενοι πυρετοὶ ἔμφασιν μὲν παρέ‐ χουσι τοῦ ῥηθέντος τεταρταίου πυρετοῦ, πολλῷ δέ γε λεί‐ | |
5 | πονται, διὰ τὸ μᾶλλον ἐπὶ θερμῇ τοῦ ἥπατος γίνεσθαι δυσκρασίᾳ, ὑπέρυθρα μὲν καὶ ἐρυθρὰ καὶ οἷα ἡ σανδα‐ ράχη οὖρα προβάλλονται. | |
5.16.4 | Λεπταὶ δὲ τούτοις αἱ συ‐ στάσεις πρώτως, ἐνίοτε δὲ καὶ παχύνονται, τά γε μὴν παρυφιστάμενα. | |
5.16.5 | Καὶ ταῦτα μὲν οὐκ ἄμοιρα χρωμάτων πυρρῶν καθέστηκεν, ἔσθ’ ὅτε δὲ καὶ ἀνώμαλα τούτοις τὰ παρυφιστάμενα φαίνεται, ὥσπερ καὶ τῶν χυμάτων τὰ χρώματα. | |
5.16.6 | Δέδεικται μὲν οὖν ἐν ἄλλοις ὡς ὁ τεταρταῖος διαλείπων πυρετὸς ἐπὶ διαίτῃ ψυχρᾷ τε καὶ ξηρᾷ τῇ τὸν μελαγχολικὸν ἀπογεννώσῃ χυμὸν συνίσταται. | |
5.16.7 | Ὁπόταν τοίνυν ὁ τοιοῦτος αὐξηθῇ χυμὸς καὶ κατὰ τὸ τοῦ σπλη‐ νὸς ἀπερεισθῇ σπλάγχνον, τοὺς διὰ τετάρτης ἐπάγει πα‐ ροξυσμούς, λευκὰ δὲ καὶ λεπτὰ τὰ οὖρα προβάλλεται. | |
5.16.8 | Τοῦ γὰρ τοιούτου χυμοῦ παχέος μένοντος καὶ διὰ τοῦτο ἐμπράττοντος, καὶ ἄλλως δὲ ψυχροῦ τυγχάνοντος, καὶ τὴν ἔμφυτον, ὡς ἴσμεν, ἀδικοῦντος θερμότητα, φαῦ‐ λαι μὲν αἱ πέψεις γίνονται, λεπτὰ δὲ καὶ λευκὰ τὰ οὖρα | |
5 | φαίνεται, οὐχ ἧττον διὰ τὴν ἐκ τῆς τοῦ χυμοῦ ψυχρότη‐ | |
τος ἀδικίαν, ἢ διὰ τὴν αὐτοῦ ἐπὶ τοὺς πόρους οἷον ἐπι‐ πωμάτισιν. | 139 | |
5.16.9 | Ἐπιφράξας γὰρ τοὺς πόρους ὁ αὐξηθεὶς χυμὸς διὰ τὴν παχύτητα ἔτι καὶ τῶν διὰ ψιλὴν πυχρό‐ τητα λεπτῶν λεπτότερα προιέναι ποιεί. | |
5.16.10 | Τοῦ γε μὴν χρόνου προήκοντος καὶ τῷ χρόνῳ τοῦ χυμοῦ λεπτυνομέ‐ νου, εὐδίοδος μὲν ἡ ὕλη ἤδη γίνεται τοῖς οὐρητικοῖς ἀγ‐ γείοις, ἀθρόαι δ’ ὑποστάσεις ἐπιφαίνονται, ἦ μὴν καὶ δι’ | |
5 | ὅλου ἀνατεταραγμένα τὰ οὖρα, ἀλλὰ τὰ μὲν πάχη τε καὶ τὰ παρυφιστάμενα διὰ τὴν ἐπιγεγονυῖαν ἤδη λέπτυνσιν ἐπιφαίνεται τῶν χυμῶν. | |
5.16.11 | Αἱ δὲ δὴ λευκότητες διὰ τὴν ἐκ τοῦ χυμοῦ ψυχρότητα ἢ τὴν πέψιν οἷον ἀπείργουσα σύμμετρον οὐκ ἐᾷ σύστασιν τοῖς οὔροις χαρίζεσθαι. | |
5.16.12 | Οὐ θαῦμα δ’, εἰ καὶ μελάνων οὔρων διαχωρούντων λύσιν τεκμαιρόμεθα τοῦ τεταρταίου. | |
5.16.13 | Αὐτὸς γὰρ οἷον ἀρχὴ καὶ ῥίζα πέφυκεν ὁ μελαγχολικὸς χυμὸς τοῦ τεταρταίου δὴ πυρετοῦ, ὅς ἐκκρινόμενος ἤδη ἀφεῖσθαι δείκνυσι τὸν ἄνθρωπον τοῦ νοσήματος, οὐκ οἶδα δ’ ὁποίου φύτου ῥί‐ | |
5 | ζης ἀποτμηθείσης ἢ πρὸς τοὐμπανὲς χωρησάσης οὐχὶ καὶ τὰ μετ’ αὐτὴν ὡς τὴν ἀρχὴν ἀπολελωκότα διαφθαρείη τε καὶ μαρανθείη. | |
5.16.14 | Ὁδ’ ἐφ’ ἥπατι κακῶς διατεθέντι λε‐ γόμενος τεταρταῖος κατ’ εἰκότα λόγον τοιαῦτα οὖρα προ‐ βάλλεται. | |
5.16.15 | Αὐτοῦ γὰρ δὴ τοῦ σπλάγχνου φλεγμαίνον‐ τος ἤδη καὶ ἄλλως δὲ ἐπιτεταμένως θερμανθέντος δι’ ἐπιρροήν τινα θερμοτέρας ὕλης, συνδιαθερμαίνεται μὲν τὸ φλεβῶδες γένος, ἐπιζεῖ δὲ τὸ αἷμα, ἡ δὲ χολὴ προσεπι‐ | |
5 | δοθεῖσα συνδιατίθησιν οὕτω τὸ σῶμα, ὥστε συμβαίνειν καὶ τὰ οὖρα διὰ ταῦτα εἰς τοιοῦτον χρώματος εἶδος μεθί‐ στασθαι. | |
5.16.16 | Ἀνώμαλά γε μὴν ἔσθ’ ὅτε τὴ χρώματα τούτοις φαίνεται διά τε τὰς ἐμφράξεις καὶ μὴ προσηκού‐ σας διαίτας, ἤτοι τοῦ χρωννύντος ἐπιφραττομένου χυμοῦ, ἢ καὶ μεθισταμένου ἐφ’ ἕτερα τοῦ σώματος μέρη. | |
5.16.17 | Εἴ γε μὴν καὶ σφυγμῶν ἄψασθαι δεῖ, οὐδ’ ἀκριβῶς ἐντεῦθεν ἂν στοχάσαις τοῦτον διαλείποντα τελεῖν πυρετόν, ὥστε καὶ συνεχῆ μᾶλλον ἄν τις φαίη διὰ τετάρτης παροξυνόμενον. | |
5.16.18 | Ἐπεὶ δέ τοι καὶ ταῖς ἐπικρατούσαις ἔσθ’ ὅτε συνη‐ θείαις τῶν ὀνομάτων εἴκειν χρεών, ἁπλῶς καὶ οὗτος τε‐ | |
ταρταῖος καλείσθω, δόξαν οὕτω τοῖς πλείοσιν. | 140 | |
5.17t | Κεφ. ιζʹ. Περὶ αἰτίας τῶν κατὰ τοὺς ἀφημερινοὺς πυρετοὺς οὔρων. | |
5.17.1 | Ἀφημερινοῦ γε μὴν οὖρα λευκὰ καὶ λεπτὰ καὶ ὑδατώδη πρώτως, τοῦ χρόνου δὲ προϊόντος καὶ παχύνον‐ ται καὶ ἀθρόας δείκνυσιν ὑποστάσεις ἥπατι τοῦ χυμοῦ πεττομένου. | |
5.17.2 | Καὶ ὁ τοιοῦτος πυρετός, ὡς εἴρηται, ἀπὸ ψυχρῶν τε καὶ ὑγρῶν τροφῶν, παραπλησίους χυμοὺς διαί‐ της ἀπογεννώσης, συνίσταται, ὥστε καὶ διὰ ταῦτα πάντα τὸν ὠμὸν οὕτω καὶ φλεγματώδη ηὐξημένον χυμὸν φαῖεν | |
5 | ἂν ἀδικεῖν τὴν ἔμφυτον θερμότητα τῇ περϊουσίᾳ τῆς ψύ‐ ξεως, ἀποκλείειν δὲ τοὺς πόρους, ὥστε λεπτά τε καὶ λευκὰ καὶ ἀνυπόστατα διὰ ταῦτα τὰ οὖρα φαίνεται καὶ τοῦ μέν, ὡς εἴρηται, φυσικοῦ κατακρατοῦντος θερμοῦ ἀλλοίωσις τις καὶ πέψις καὶ θρέψις γίνεται. | |
5.17.3 | Τούτου δὲ τοῦ οἰκείου τόνου διαπεπτωκότος καὶ τὰ οὖρα διημαρτηκότα φαίνεται τοῦ προσήκοντος. | |
5.17.4 | Ἀναρρωσθείσης μέντοι τῆς ἐμφύτου θερμότητος λεπτύνεται μὲν τὸ πολὺ τῆς παχύτητος, δια‐ κρίνεται δὲ τὸ περιττὸν τῆς ὠμότητος. | |
5.17.5 | Ἀλλ’ ὁ μὲν περὶ διαλειπόντων πυρετῶν λόγος ἀρκούσας ἀποδεδωκὼς ἐς αἰτιολογίας προφάσεις ὧδέ πη καὶ παυέσθω. | |
5.17.6 | Ἑξῆς δ’ ἁπτέσθω τῶν ἐπὶ σήψει συνόχων τε καὶ συνεχῶν καὶ τῶν ὑφ’ οἱασδήτινος ἀμέτρου γεγενημένων θερμότητος, εἶθ’ οὕτως καὶ ἐπὶ των ἀπὸ ψυχρότητος οἱασδήτινος, ἵν’ | |
5 | ὅπως καὶ τὰς ἐπ’ αῦτοῖς αἰτίας ἀπολαβὼν ὁ λόγος καὶ αὐτὸς εἷθ’ οὕτως συμπερανθείη. | |
5.18t | Κεφ. ιηʹ. Περὶ αἰτίας τῶν ἐπὶ σήψει συνεχεῖ πυρετῶν οὔρων. | |
5.18.1 | Τῶν τοίνυν ἐπὶ σήψει συνόχων τε καὶ συνεχῶν πυρετῶν ἐπὶ τὸ χείρον μὲν τὰ χρώματα πρόεισι τῶν οὔ‐ ρων, φαῦλα δὲ καὶ τὰ παρυφιστάμενα τούτοις φαίνεται καὶ ποικίλα κατὰ τὴν τῶν ἐπικρατούντων χυμῶν ποιότητα. | |
5.18.2 | Τῶν γάρ τοι ἐπὶ σήψει πυρετῶν ἤτοι ὑπὸ ἀκραιφνοῦς γεγενημένων διασαπείσης χολῆς ἢ ὑπὸ αἵματος ἢ χυμοῦ φλεγματώδους ἢ μελαγχολικοῦ ἢ καὶ ἐκ πάντων συμμε‐ μιγμένων ὥσπερ καὶ ἐκ δυοῖν ἢ τριῶν χυμῶν συμπεπλε‐ | |
5 | γμένων διαφόρως. | |
5.18.3 | Τῶν μὲν ἐφ’ ἁπλοῖς χυμοῖς γεγε‐ νημένων πυρετῶν ῥᾷστα ἄν τις εὕρῃ τὰς διαγνώσεις καὶ τὰς αἰτίας, εἶθ’ οὕτως ἀποδῴη. | |
5.18.4 | Τῶν δὲ συμπεπλεγμέ‐ νων δυσχερὴς μὲν ἡ ἀκριβὴς διάγνωσις καὶ ἡ ἐξαγγελία ὀνομάτων ἠμοίρησεν οἰκείων. | 141 |
5.18.5 | Ἔνθεν τοι τῶν μὲν ἁπλῶν ὡς εὐλήπτων ἐπιμνησθῶμεν καὶ πάλαι διασαφή‐ σαντες περὶ τούτων ἐν τοῖς περὶ διαγνώσεως οὔρων λόγοις. | |
5.18.6 | Τὰ δὲ συμπεπλεγμένα ἐπείπερ ὀνομάτων οἰκείων ἠμοί‐ ρησεν, ἐάσωμεν τοὺς περὶ τὰ τοιαῦτα σπουδαίους ταῖς ἐπινοίαις μανθάνειν. | |
5.18.7 | Τῶν οὖν ἐπὶ σήψει αἵματος πυ‐ ρετῶν τὰ οὖρα ὑπέρυθρα μὲν καὶ ἐρυθρὰ καὶ οἰνωπὰ προϊόντα, μετ’ οὐ πολὺ δὲ καὶ παχύνεται καὶ παραπλήσια προβάλλεται τὰ παρυφιστάμενα. | |
5.18.8 | Ἐπεὶ τοίνυν ἐπὶ τού‐ τοις αἵματος ἐπίδοσις ἐν ταῖς φλεψὶν ἐπιφαίνεται, ὅπου δὲ ἐπίδοσις τὸ μέτρον ὑπερβάλλουσα τὸ προσῆκον καί τις ἕπεται διαφθορά, εἰκότως ἂν ὧδε τῷ μὴ κρατεῖσθαι διὰ | |
5 | πλῆθος τὸν αἱματικὸν τοῦτον χυμόν, ὅσον ἀχρεῖον τού‐ του καὶ περιττὸν ἐν οὔροις ἀποδίδοται καὶ τὰ τοιαῦτα ἀπο‐ δίδωσι χρώματα. | |
5.18.9 | Εἴωθέ γε μὴν ταχύτερον τῶν λοιπῶν παχύνεσθαι οὔρων τὰ τοιαῦτα διὰ τὴν τοῦ μαρτυρημένου οἰκειότητα χυμοῦ. | |
5.18.10 | Βραχείας γάρ τινος οὗτος ἐπιδεῖται ῥοπῆς εἰς πέψιν, ὅτι δ’ ἡ πεπτικὴ κατακρατεῖται, δύναμις τῷ πλήθει καὶ τὰ παρυφιστάμενα δείκνυσι μὴ τὸ κατὰ φύσιν ἀπολαβόντα χρῶμα. | |
5.18.11 | Χολῆς δ’ ἐπικρατούσης καὶ συσσαπείσης ἐν τῷ φλεβώδει γένει, μετρίως μὲν ξανθὰ καὶ ἐρυθρὰ, πλειόνως δὲ κυανά τε καὶ χλωρὰ καὶ ἤδη μέ‐ λανα, χολώδη δὲ καὶ πάνυ φαῦλα, εἴ γε πάρεισι τὰ παρ‐ | |
5 | υφιστάμενα τούτοις. | |
5.18.12 | Τοῦ γὰρ τοιούτου κεκρατηκότος χυμοῦ καὶ τὸν αἱματικὸν τῇ κοινωνίᾳ διαφθείροντος χυ‐ μόν, τῷ δέ γε πλήθει καὶ τῇ ποιότητι καταβαλόντος τὴν δύναμιν, συναναδιδομένου δὲ καὶ τοῖς τρέφουσι χυμοῖς, | |
5 | δεινὰ μὲν τὰ παρυφιστάμενα δείκνυται, φαῦλα δὲ καὶ τὰ χύματα. | |
5.18.13 | Ἐπὶ δὲ τῶν φλέγματος συσσαπέντος οἷον συνεχῶν πυρετῶν ὑπόλευκα μὲν καὶ παχέα οἷα τὰ γλαυκά τε καὶ χαρωπά. | |
5.18.14 | Τῷ γὰρ χρώματι διασημαίνει τὴν τοῦ χρωννύντος χυμοῦ ποιότητα, ὠμότερα δὲ καὶ τούτοις τὰ παρυφιστάμενα διὰ τὸ τοῦ χυμοῦ δυσκατέργαστον ἤτοι τῷ πλήθει τούτου κατακρατοῦντος τῆς ἐμφύτου δυνάμεως, ἢ | |
5 | τῆς δυνάμεως διὰ ἑαυτὴν πασχούσης καὶ ὑπ’ ὀλίγων χυ‐ μῶν ῥᾳδίως καταπονουμένης. | |
5.18.15 | Μελαγχολικὸς δ’ εἴ ποτε διασαπεὶς τε καὶ διαδραμῶν τὸ σῶμα χυμὸς πυρετὸν ποι‐ ήσειεν, ἀγεννὴς καὶ οὗτος κατὰ τὸν ἐπὶ τῷ φλεγματώδει ηὐξημένον χυμῷ. | 142 |
5.18.16 | Λευκὰ μέντοι ἴσως καὶ λεπτὰ πρώ‐ τως ποιήσει τὰ οὖρα, συγκατικὼν δ’ ὡς πρὸς ἔξοδον φαιά τε καὶ μέλανα. | |
5.18.17 | Τὰ μὲν οὖν πρῶτα διά τε τὴν ἐπι‐ πωμάτησιν τοῦ χυμοῦ καὶ τὴν ἐπὶ τὰ ἄνω ῥοπήν, τὰ δεύ‐ τερα δὲ διά τε τὴν ἀπόφραξιν καὶ τὴν ἐπὶ τὰ κάτω ῥοπήν. | |
5.18.18 | Καὶ ταῦτα μὲν σπάνια· δεῖ μέντοι γε εἰδέναι. περὶ γὰρ τῶν ἐνδεχομένων, ἀλλ’ οὐχὶ τῶν ὡς ἐπὶ τὸ πολὺ φαι‐ νομένων ἡμεῖς εἰπεῖν προὐθέμεθα, περὶ δὲ τῶν κατὰ τὰς φλεγμονὰς καὶ ἐρυσιπέλατα κατὰ τοὺς ἐντὸς πεπονθέτας | |
5 | τόπους οὔρων εἴρηται μὲν ἐν τοῖς περὶ διαγνώσεως οὔρων ἀρκούντως. νῦν δὲ τὰς αἰτίας ἀποδοτέον. | |
5.19t | Κεφ. ιθʹ. Περὶ αἰτίας οὔρων τῶν κατὰ θερμὴν διάθεσιν καιρίων πεπονθότων μορίων. | |
5.19.1 | Καὶ γοῦν τὰ μὲν ἐγγυτέρω τῆς τοῦ θερμοῦ πηγῆς τῇ τε ἐγγύτητι καὶ καιριότητι μᾶλλον τὰ οὖρα χρώννυσι διὰ τὴν τῶν μορίων δηλονότι εὐπάθειαν, λεπτὰ δὲ πρώ‐ τως φαίνεται καὶ παρυφισταμένων παρὲξ ἔσθ’ ὅτε διὰ τὸ | |
5 | μήπω τὴν ἐπισωρευθεῖσαν ὕλην τῇ τῆς παρὰ φύσιν θερ‐ μότητος ὁλκῇ πεπέφθαι καὶ διὰ τὸ τὴν φύσιν ἀεὶ περὶ τὰ κατεπείγοντα διατρίβειν. | |
5.19.2 | Οὐ γάρ ἐστιν οὐκ ἔστι καὶ τῶν φαυλοτέρων ταύτην ἐπιλαθέσθαι τῶν οἰκονόμων τούτων πολλῷ γε συμπαθεστέραν πεφυκυῖαν. | |
5.19.3 | Τοῦτο δὲ ἢ τῷ τὴν ὕλην ὑπερβαλεῖν ἢ τῷ τὴν δύναμιν αὐτὴν προαποκαμεῖν τοῦ ἀγῶνος γίνεται. | |
5.19.4 | Πεφθείσης δ’ ἤδη τῆς φλεγμονῆς παχύνεται μὲν τὰ οὖρα καὶ ὑποχαλᾶται τῆς ἐπιτεταμένης χραιᾶς. ἀθρόας δὲ καὶ διεφθορυίας τὰς ὑποστάσεις ἔχει ἐκεῖθεν ἀποκρινομένου τοῦ περιττοῦ. | |
5.19.5 | Ἔστι γε μὴν ὅτε καὶ πῦον ὑφιζάνει διουρηθὲν ἀπὸ τοῦ πεπονθότος πόπου. | |
5.20t | Κεφ. κʹ. Περὶ αἰτίας οὔρων τῶν κατὰ ψυχρὸν διάθεσιν καιρίων πεπονθότων μορίων. | |
5.20.1 | Τῶν γε μὴν ἐπὶ ψυχρότητα πεπονθότων τόπων | |
λεπτὰ μὲν καὶ λευκὰ ὡς εἴρηται τὰ οὖρα φαίνεται καὶ ἀνυπόστατα τὸ πλέον, ἔσθ’ ὅτε δὲ καὶ παχέα, μετὰ παρ‐ υφισταμένων ὠμῶν τε καὶ φλεγματωδῶν. | 143 | |
5.20.2 | Πολλοῦ τοί‐ νυν τοῦ κατὰ τὸ λευκὸν πλάτους τεθεωρημένου, κατὰ τὰ μέτρα τῆς ψυχρότητος καὶ ταῦτα μεταβάλλεται. | |
5.20.3 | Ἐπει‐ δὰν γάρ τοι μέρος τοῦ σώματος διατεθῇ ἐς μείω τε καὶ πλείω ψυχρότητα, κατὰ μὲν τὴν τῆς ψυχρότητος ποσό‐ τητα καὶ τὰ οὖρα συμμεταβάλλεται. | |
5.20.4 | Ἐπὰν γὰρ ἡ ἐπι‐ κρατήσασα ψυχρότης προιοῦσα καὶ μέχρις αὐτῆς τῆς καρ‐ δίας ἀφίκηται, κατασείει μὲν τὸν τῆς καρδίας τόνον, ὡς οἷόν τε, ἀσθενέστερον δὲ τὸ θερμὸν ποιεῖ. | |
5.20.5 | Καθόσον δ’ ἂν αὐτὸ μαλακισθέν ἀπαγορεύσῃ τὴν οἰκείαν ἐνέργειαν, ἀσθενέστεραι μὲν αἱ πέψεις γίνονται· πέψεων δὲ ἀσθενῶν οὖρα φαίνονται. | |
5.20.6 | Καὶ ταῦτα μὲν οὖν κἀν τοῖς περὶ διαγνώσεως οὔρων εἴρηται, ὥστε οὐ δεῖ τὸν περὶ τούτων ἔτι μηκύνειν λόγον. | |
5.20.7 | Ἐπεὶ δὲ καὶ ὁ πᾶς περὶ αἰτίας λόγος ὧδ’ ἱκανῶς ἀποδοθεὶς ἔχει, καὶ τοῦ πορρωτέρω βαί‐ νειν ληγέτω, καί τοι πολλῶν ἑτέρων βιαζομένων τὸν λό‐ γον εἰς ἐπίδοσιν, ὥστ’ ἂν μή τις νόμος ἡμᾶς ἀπεῖργε | |
5 | βραχυλογίας, ἐπεθήκαμεν ἂν τῷ λόγῳ καὶ ἕτερον τὸ περὶ τὰς ἀφορμὰς τῶν διαγνώσεων. | |
5.20.8 | Τοῦ θεωρητικοῦ τῆς τέχνης ἐνδεικνύμενοι τὸ φιλότιμον ἀποχρῶσαν δ’ ἂν ὁ λό‐ γος τὴν ἐν πᾶσι σχοίη συνθήκην, εἰ μετὰ τοὺς περὶ αἰτίας λόγους τοὺς περὶ προγνώσεως θείημεν, χρειώδεις μὲν τῇ | |
5 | τέχνῃ τυγχάνοντας, προφητὰς δ’ οἷον τῶν τῆς φύσεως κι‐ νημάτων τοὺς περὶ τὰ τοιαῦτα σπουδαίους ἀπεργαζομέ‐ νους. | |
5.20.9 | Θεοῦ δ’ ἂν εἴη καὶ τοῦτο δῶρον, εἰ κατὰ θυμὸν καὶ ταῦδε τοῦ λόγου τὸ μέρος προβαίη, δόξαν μὲν οὐκ εὐδιάβλητον περιποιούμενον τοῖς μετιοῦσι λυσιτέλειαν δ’ οὐκ ἀγεννῆ τοῖς κάμνουσιν, ὥστε διὰ ταῦτα πέρας μοι | |
5 | ὁ περὶ αἰτίας οὔρων λόγος ὧδ’ ἐχέτω· ἐναρκτέον δ’ ἤδη | |
καὶ τοῦ περὶ προγνώσεως οὔρων. | 144 | |
6.1.1(1t) | ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΟΥΡΩΝ | |
2t | ΤΟ Α. | |
6proem1(t) | Προοίμιον. | |
1 | Ἐδόκει τισὶ τῶν τὰς προγνώσεις διαβάλλειν προ‐ χείρων, μὴ οἷόν τ’ εἶναί τινα περὶ τῶν ἀποβησομένων προειδέναι ἐν τοῖς κατ’ ἀκολουθίαν φύσεως γινομένοις πράγμασιν, ἐποίει δὲ τοῦτ’ αὐτοὺς λέγειν τε καὶ διαβάλ‐ | |
5 | λειν ἥ τε σφᾶς κατέχουσα τῶν γινομένων κατὰ φύσιν ἄγνοια καὶ ἡ περὶ τὰ καλὰ τῶν μαθημάτων ζηλοτυπία, ὥστε καὶ δέος οὐκ ὀλίγον ἐνεποίει τοῖς κατὰ λόγον ἐπι‐ στήμης τὸ προειδέναι μετιοῦσιν ἡ τῶν προχείρων τὰς προγνώσεις διαβάλλειν αὐθάδεια. | |
6proem2 | Οἵ τε γὰρ οἱουσδή‐ τινας σχηματισμοὺς ἀστέρων καὶ ποιότητας ἐξετάζοντες συνόδους τε καὶ οἰκοδεσποτείας καὶ ἄλλ’ ὅσα ἐπὶ τούτοις λέγεταί τε καὶ γράφεται, καὶ πρὸς τούτοις τὰς περὶ στοιχεῖα | |
5 | ἀλλοιώσεις οἱασδήτινας προεπιγινώσκοντες τῇ θεωρίᾳ τῆς ἐπιστήμης εὐλαβοῦνται τὸ τῶν πολλῶν ὡς εἰς διαβολὴν πρόχειρον καὶ σιωπᾶν ἄμεινον τίθενται. | |
6proem3 | Εἰσὶ γὰρ οἳ καὶ τερθρείαις ταῦτα καὶ ὁμιλίαις μᾶλλον δαιμονίων προσ‐ άπτουσι, τὴν σφῶν αὐτῶν ἐντεῦθεν περὶ τὰς κατὰ φύσιν ἀλλοιώσεις γινομένας ἄγνοιαν ἐξελέγχοντες, οἵ τε ὀνει‐ | |
5 | ροσκοπίαις καί τισι παραπλησίαις φυσικαῖς ἀρχαῖς τῶν καθ’ ἡμᾶς πραγμάτων προορώμενοι τὸ ἀποβησόμενον λανθά‐ νειν μὲν πειρῶνται διὰ τὸ τῶν πολλῶν ἀπρόοπτον. | |
6proem4 | Κιν‐ δυνεύει δὲ οὕτω τὰ καλὰ μαραίνεσθαι τῷ χρόνῳ. | |
6proem5 | Οἵ γε μὴν τοιοῦτοι θαυμάζοιντ’ ἂν μᾶλλον τοῖς σοφοῖς ἢ διαβάλλοιντο, ἐπόπται πεφυκότες τῶν κατὰ φύσιν γινομέ‐ νων πραγμάτων. | |
6proem6 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ἄλ‐ λοις ἂν μᾶλλον ἁρμόσειεν, ὅσοις δῆτα τὸ μετιέναι ταῦτα εὐκταῖον ἔργον καθέστηκεν, ἡμῖν δὲ ἰατρικὴν μὲν τέχνην μετιοῦσι, τὰς δ’ ἐξ αὐτῆς προγνώσεις περὶ τἀνθρώπινα | |
5 | σπουδάζουσι σώματα τοῦτο μᾶλλον ἐκείνων ἔργον καθέ‐ στηκεν. | |
6proem7 | Ὁπόσα τοίνυν προειδέναι θέμις εἰς τὴν τοῦ | |
προγινώσκειν ἐντελέχειαν πέφυκεν, ὅλαι βίβλοι διδάσκουσι προεκτεθεῖσαι τοῖς περὶ τὰ τοιαῦτα σπουδάσασι. | 145 | |
6proem8 | Δεῖ γάρ τοι δὴ τὸν προγινώσκειν σπουδάζοντα τούς τε στοι‐ χειώδεις χυμοὺς εἰδέναι καὶ ταῦτα τὰ φυσικὰ πνεύματα, κράσεις τε καὶ ἀλλοιώσεις καὶ μεταβολὰς ἑκάστου, καιριό‐ | |
5 | τητάς τε καὶ ἰδιότητας, συμπαθείας τε καὶ ἀντιπαθείας τε καὶ ἄλλα ὅσα ἐξεύρηταί τε καὶ δέδοται τοῖς μαθεῖν ἐθέ‐ λουσι φυσικὰς κινήσεις τοῦ σώματος. | |
6proem9 | Τῷ γάρ τοι ταῦτα προεξησκηκότι ῥᾴδιον μὲν τὸ διαγνῶναι, πρόχειρον δὲ τὸ προγινώσκειν καθέστηκεν τοῖς φυσικοῖς ἀκολουθοῦντι τῶν χυμῶν κινήμασι. | |
6.1t | Κεφ. αʹ. Ὅτι μετὰ τοὺς σφυγμοὺς τὰ οὖρα συντείνει εἰς τὴν πρόγνωσιν. | |
6.1.1 | Πολλῶν οὖν ἐξευρημένων μεθόδων τοῦ ἐπὶ σοφίᾳ διενέγκασι τοὺς πολλοὺς εἴς τε πρόγνωσιν καὶ διάγνωσιν τῶν ἐν τοῖς σώματι γινομένων μεταβολῶν, τούτων τὸ προῦχον ἔχειν ἔδοξεν ἡ περὶ σφυγμῶν πραγματεία. ἐκεῖ‐ | |
5 | θεν γὰρ τοῖς μετιοῦσιν ἀκριβῶς τὰ πλείω τῶν προγνώ‐ σεων ἐπιγίνεται. | |
6.1.2 | Ταῖς γὰρ μεταβολαῖς τοῦ σώματος πρώτου τοῦ πνεύματος ἠλλοιωμένου τε καὶ ᾐσθημένου, ἀρτηρίαι δ’ ἄρα πνεύματος ἀγγεῖα μᾶλλον ἢ αἵματος πε‐ φύκασιν, εἰκότως καὶ αἱ ἐπὶ σφυγμοῖς προγνώσεις ἀδιά‐ | |
5 | πτωτοι γένοιντ’ ἄν. | |
6.1.3 | Ἐπεὶ δὲ δεύτεροι μετὰ τὸ πνεῦμα οἱ χυμοὶ ἀλλοιωθέντες τὴν αἴσθησιν τοῖς οὔροις διδόασιν ἀκραιφνεστέραν τὴν ἐν αὐτοῖς ἀλλοίωσιν τούτοις ὑποση‐ μαίνοντες. τῶν γὰρ χυμῶν τὸ οὖρον περιήθημα πέφυκεν. | |
6.1.4 | Ἀποχρῶσαν ἂν οἶμαι κἀν ταῖς προγνώσεσιν ἀποδοθῆ‐ ναι τῷ λόγῳ μέθοδον, ταῖς οἱαισδήτισι μεταβολαῖς τῶν χυμῶν μεταβαλλομένων τῶν οὔρων. | |
6.1.5 | Ἐπεὶ δ’ ὥς πη καὶ πρῴην εἴρηται κοινωνεῖ ἡ πρόγνωσις τῶν διαγνώσεων, ἄν τινος τῶν ἐκεῖσε ῥηθέντων ὡδὶ προσεπιμνησθῶμεν ἐντελῆ τὴν πραγματείαν ποιούμενοι, μηδεὶς ἡμᾶς αἰτι‐ | |
5 | άσθω παλιλλογήσαντας, εἴ πού γε τοῦτο συμβαίη τἀσφαλὲς προκρίνων τοῦ περιττοῦ. | |
6.1.6 | Ἡ μὲν γὰρ δευτερολογία τὸ ἐντελές τε δοίη ἂν καὶ ἀδιάπτωτον οἶμαι, τῇ δὲ φυγῇ τῆς κοινωνίας τῶν λόγων πολλὰ ἂν οἶμαι ὧν ῥηθῆναι χρεὼν προαπολεῖται τῷ λόγῳ. | |
6.1.7 | Ἀλλὰ τοῦτο μὲν οὐχὶ βραχύ τι ἂν ἁμάρτημα προσάψῃ τῷ λόγῳ· ἐκεῖνο δὲ κἄν τις ἐπαινέσειε μᾶλλον ἀναμνήσεώς τε καὶ σαφηνείας ἔργον πεφυκὸς ἤ τινος ἀκαιρολογίας, ὡς ἄν τινες τῶν διαβάλλειν | 146 |
5 | οἰηθῶσι προχείρων. | |
6.1.8 | Ἡμεῖς δ’ ὥσπερ κἀν τοῖς ἄλλοις πεποιήκαμεν προεκτιθέμενοι χρώματα καὶ συστάσεις, εἶθ’ οὕτως παρυφιστάμενα, καὶ ὅσα ἐπ’ αὐτοῖς τεθεώρηται, οὕτω δὴ καὶ νῦν ποιῶμεν καὶ τὴν ἐπὶ τοῖς κεφαλαίοις | |
5 | τάξιν ὡς ἀμείνω τῆς ἀταξίας προκρίναντες. | |
6.1.9 | Προσμι‐ χθήσεται δὲ τῶν ῥηθησομένων ἑκάστῳ καὶ ἡ ἀνωμαλία, οὐχ ἧττον δι’ αὐτῆς ἢ δι’ ἐκείνων συναγομένης τῆς προ‐ γνώσεως. οὕτω δὴ καὶ ποιῶμεν ἐντεῦθέν ποθεν σὺν θεῷ | |
5 | τοῦ λόγου ἀρξάμενοι. | |
6.2t | Κεφ. βʹ. Περὶ τῆς ἐκ τῶν λευκῶν οὔρων προγνώσεως. | |
6.2.1 | Ἐπεὶ τοίνυν δέδεικται τὰ λευκὰ τῶν οὔρων εἰς πλείω διαιρούμενα εἴδη καθὼς κἀν τοῖς περὶ διαφορᾶς οὔρων εἴρηται, χρεὼν ἂν εἴη περὶ αὐτῶν σκεπτομένους ἐπιδιελεῖν ταῦτα τῷ λόγῳ, καὶ τὰς ἐπ’ αὐτοῖς ὡς οἷόν τε | |
5 | προγνώσεις ἐπιθεῖναι. | |
6.2.2 | Τῶν οὖν λευκῶν μὲν τῷ χρώ‐ ματι κρυσταλλοειδῶν δὲ καὶ ὑδατωδῶν τῷ εἴδει ἀεὶ μὲν λεπτῶν τελούντων, ἐκεῖνα δὲ δηλούντων, ἃ κἀν τοῖς περὶ διαγνώσεως εἴρηται καὶ ταῦθ’ ὧδε προσεπιθεῖναι δεῖ τῷ | |
5 | λόγῳ. | |
6.2.3 | Πυρρῶν οὖν καὶ ἐρυθρῶν καὶ οἰνωπῶν καὶ οἱῳ‐ δήτινι κεχρωσμένων χρώματι ἡγησαμένων οὔρων ἐπὶ πυ‐ ρετῷ κρατίστῳ, εἰ ἐπὶ τὰ τοιαῦτα τῶν λευκῶν χρωμάτων μεταβληθείη τὰ οὖρα, ἔτι τῆς τοῦ πυρετοῦ μενούσης σφο‐ | |
5 | δρότητος καὶ μήπω τινὸς ἀξιολόγου κρίσεως σημείου γε‐ γονότος, εἰκότως ἂν γνοίης ἐσομένην φρενῖτιν, καὶ το‐ σούτῳ χείρω, ὅσῳ καὶ τὰ προϋποδεδειγμένα χρώματα χείρω καθέστηκε. | |
6.2.4 | Διαψεύσῃ δ’ οὐδόλως πάλιν ἐπιχρωσθέν‐ των τῶν οὔρων, εἰ καὶ τὴν φρενῖτιν ἐπιλελύσθαι φαίης. | |
6.2.5 | Ἐκεῖνα μὲν γὰρ τὴν τὸ οὖρον χρωννύουσαν μετεω‐ ρισθῆναι δείκνυσιν ἐπὶ κεφαλὴν χολήν, ἢ δὴ καὶ χρονί‐ σασα προσθήκην ἂν προσενέγκαι τῷ πάθει θάνατον, τὰ μέντοι προσεπιχρωσθέντα τῶν οὔρων αὖθις καὶ τὸ δεινὸν | |
5 | λελύσθαι τοῦ παροτρύναντος τὴν πρώτην αἴσθησιν φάσκει, ἀντιστραφείσης αὖθις τῆς χολῆς πρὸς τὰ κάτω. | |
6.2.6 | Τῶν γε μὴν μετὰ παχείας συστάσεως ἡγησαμένων τοιούτων οὔρων μετὰ θρομβοειδῶν τῶν ὑποστάσεων ἐν ἀσθενεστέ‐ ροις πυρετοῖς, πλήθει δὲ καὶ τῷ λευκῷ διαλλαξάντων χρώ‐ | 147 |
5 | ματι μετὰ τὴν τοῦ νοσήματος ἀκμήν, ὅσον οὔπω λυθῆ‐ ναι προγινώσκεται ὁ πυρετός. | |
6.2.7 | Τῆς γάρ τοι φύσεως κρατησάσης μὲν τῆς ὕλης, πεψάσης δὲ καὶ προσλαβούσης, ὅσον ἂν χρειῶδες δόξειε, τὸ περιττόν τε καὶ ἀχρεῖον οὕτω δι’ οὔρων ἀπωθεῖται μὴ χρεὼν ὂν ἐπέχεσθαι νομισθὲν. | |
6.2.8 | Ἐπί γε μὴν τοῦ διαβήτου μήτε χρωννύμενον μήτε συνιστάμενον καὶ μειούμενον οὐκ εἰς καλὸν προβῆναι τὴν εἰς ἀμίδα φάσκει διάρροιαν. | |
6.2.9 | Τῆς γάρ τοι φύσεως προαποκαμούσης δέος οὐκ ὀλίγον, μὴ καὶ τὴν ζωὴν ὁ κάμνων ζημιωθείη. | |
6.2.10 | Οὐ δεῖ δὲ λανθάνειν, ὡς τὰ τοι‐ αῦτα χρώματα τῶν οὔρων γέρουσι μέτριά τινα τὰ κακὰ σημήνειε· νέοις δὲ καὶ ἀκμάζουσιν ἐπιφαινόμενα πονηρό‐ τερα καὶ μᾶλλον εἰ μηδὲ παρυφιστάμενα τούτοις φαίνηται | |
5 | καὶ φαινόμενα ᾖ φαῦλα καὶ οὐ προσήκοντα. | |
6.2.11 | Ἐπὶ γὰρ ἐσχάταις ταῦτα ἀπεψίαις καὶ ψύξεσι καὶ μακραῖς τισιν ἀρρωστίαις γίνεται καὶ πρὸς τούτοις οὐ μετρίαις ἐμφρά‐ ξεσι. | |
6.2.12 | Καὶ ἐπανιόντων μὲν εἰς τὸ σύμμετρον αὖθις, βραχύ τι ἂν τὰ σώματα λυπηθείη καὶ τὰ φθάσαντα λυ‐ μανθῆναι ῥᾳδίως ἂν ἡ δύναμις ἀνακαλέσαιτο ἤδη τὴν αὐτῆς ἀναλαμβάνουσα ῥώμην. | |
6.2.13 | Ἐπὶ τοῖς αὐτοῖς δὲ εἴδεσι μένοντα δυσθυμίας μὲν καὶ σκοτοδίνας, ἴλιγγάς τε καὶ ἐπιληψίας ἐποίσει, σιτίων τε ἀποστροφὰς καὶ φαύλων ἔσθ’ ὅτε ἐπιθυμίας βρωμάτων, καὶ κυνώδεις ὀρέξεις, ἄρ‐ | |
5 | θρων τε ὀδύναι παρέσονται καὶ δυσκινησίαι νεύρων, νε‐ φρίτιδές τε καὶ κεφαλῆς διάφορα πάθη, κώλου τ’ ἀλγειναὶ αἰσθήσεις καὶ μαρασμῶδες ἐκ νόσου γῆρας. | |
6.2.14 | Τοιαῦτ’ ἂν προγνοίης τὰς διαφορὰς μεμαθηκὼς τῶν ἐπὶ τῆς περὶ διαγνώσεως ῥηθέντων οὔρων λευκῶν, προανεγνωκὼς δὲ καὶ τὸ περὶ τῶν συμπτωμάτων συγγραφὲν τῷ Γαλήνῳ βίβλιον. | |
6.2.15 | Τὰ μὲν γὰρ τούτων ἀπεψίαις μάλιστα ἕπεται συνε‐ χέσι, τὰ δ’ αὖ ψύξεσιν ἐφ’ οἱασδήτινος ἐπιγεγενημέναις αἰτίας· ἐκεῖνα δὲ ἐμφράξεσιν ἢ χυμῶν μεταστάσεσι. | |
6.2.16 | Σκοπεῖν δὲ δεῖ πρὸς τοῦτοις τὸν ἀληθεῖς τὰς ψήφους | |
ἐπιθεῖναι σπουδάζοντα ἡλικίας τε καὶ κράσεις, ἔθη τε καὶ γένη καὶ ὥρας καὶ τὰς προγεγενημένας ἔσθ’ ὅτε διαίτας. | 148 | |
6.2.17 | Τῷ γὰρ ταῦτα ἐπιμετρήσαντι καὶ τῇ ἐπινοίᾳ τὸ κατὰ φύσιν τἀνθρώπῳ λογισαμένῳ οὖρον καὶ τούτῳ τὸ φαινό‐ μενον παραβάλλοντι ῥᾳδίως μέντ’ ἂν ἡ διαμαρτία, ὁπόση εἴη, ὀφθείη, πρόχειρος δὲ ἡ ἐπὶ τῷ φανέντι πρόγνωσις | |
5 | ἀποδοθείη, προεπεσκεμμένης δηλονότι καὶ τῆς ἐπὶ τῷ νοσοῦντι εὐαισθησίας τε καὶ εὐπαθείας τῶν μορίων. | |
6.2.18 | Τὰ μάλιστα γὰρ καὶ αὗται λυσιτελεῖν πως εἰώθεσαν ταῖς προρρήσεσι, μὴ πάντων ἐπὶ ταῖς αὐταῖς ὡσαύτως ᾐσθημένων διαθέσεσιν. | |
6.2.19 | Ἐπὶ μὲν τῶν οὕτως ἐπιτε‐ ταμένων λευκῶν τοιαύτας ἄν τις ἀποδοίη τὰς προγνώσεις, εὖ κρίνειν μεμαθηκώς· ἐπὶ δὲ τῶν ὑφειμένως λευκῶν γα‐ λακτοειδῶν δηλονότι καὶ γλαυκῶν καὶ χαροπῶν καὶ τῶν | |
5 | τοιούτων, τοιαύτας τινὰς προειδείη τὰς ἐπισημασίας, ἐν μὲν ταῖς ἀρχαῖς τε καὶ ἐπιδόσεσι τῶν πυρετῶν πονηρὰ καὶ ταῦτα καὶ μᾶλλον ὅσον οἱ πυρετοὶ κρατύνονται. | |
6.2.20 | Πλῆθος γὰρ ἐνταῦθα τῆς ὠμῆς ἀκμάζειν συσσαπεί‐ σης ὕλης φαίνεται, παρακμασάντων δὲ τῶν πυρετῶν σω‐ τήρια καὶ μᾶλλον, εἰ τῷ πλήθει ὑπερβάλλει. | |
6.2.21 | Ἐκεῖνο μὲν γὰρ ἤτοι πλῆθος ἐπισεσωρεῦσθαι τῆς τοιαύτης ἀνα‐ φθείσης ὠμοχυμίας δηλοῖ ἢ τοῦ χρωννύντος χυμοῦ καὶ τἄλλα μέρη τοῦ σώματος ῥοπήν, τὰ δ’ ὕστατα παρακμὴν | |
5 | μὲν τοῦ πυρετοῦ, πυρρωδεστέρων οὔρων δηλονότι ἡγησα‐ μένων, ἀπόκρισιν δὲ τῶν πυρετῶν ὑπορρωσθεῖσαν τῇ ἀπο‐ κριτικῇ δυνάμει. | |
6.2.22 | Ταῦτ’ ἅρα διὰ μὲν τῶν πρώτως καὶ ἐν ἀρχαῖς φαινομένων κακοήθειαν μὲν ἂν προγνοίης τοῦ νοσήματος, χρόνου δ’ ἐς πέψιν πλείονος δεῖσθαι τὴν τοι‐ αύτην φαίης ὠμότητα. | |
6.2.23 | Ἐπεὶ δὲ μήπω διάδηλον ἐν τοῖς τοιούτοις οὔροις τὸ μέγεθος τοῦ πυρετοῦ καθίστα‐ ται—ἦ γὰρ ἂν οὐδὲ κακοήθης νενόμιστο ἀπὸ σφυγμῶν— ἁψάμενον τό τε μέγεθος ἐπισκοπεῖν προσήκει τῶν πυρε‐ | |
5 | τῶν καὶ τὸν τῆς δυνάμεως τόνον, συμμαρτυρήσειε δ’ ἂν καὶ διαχωρήματα καὶ χροιὰ προσώπου καὶ ὅσα συμπτώ‐ ματα λέγεται καὶ φαίνεται. | |
6.2.24 | Ἐπὰν οὖν ἄλλοθεν τὸ μέγεθος ἀναμάθῃς τοῦ πυρετοῦ, γνοίης δὲ καὶ τὸν τῆς φυσικῆς δυνάμεως τόνον, ἐπισκοπήσῃς δὲ καὶ τὸ μέτρον | |
τῆς ἀπεψίας, ἐνταῦθα δεῖ σε καὶ σαυτοῦ φανῆναι σκοπι‐ | 149 | |
5 | μώτερον, ὥσθ’ ἑκάστῳ στοχαστικῶς μέν, ἠκριβωμένως δ’ ἐπιθεῖναι τὰ μέτρα. | |
6.2.25 | Ἂν μὲν οὖν πλείω μὲν τὰ τῆς ἀπεψίας πέφυκε σύμβολα, ἐπὶ συχναῖς δ’ ἡμέραις παρα‐ τείνει ταῦτα, πολὺ δὲ τὸ πυρετοῦ μέγεθος, ὁ δὲ δὴ τόνος μείων τε καὶ ἀσθενὴς καταλαμβάνεται, ἀπαγορεῦσαι μὲν | |
5 | ἐνταῦθ’ εἰκὸς τὴν φύσιν, λύσιν δὲ τῶν κακῶν τὸν θάνα‐ τον ἐπιγεγενῆσθαι προγνοίης, καθ’ ἃς ἂν μᾶλλον τῶν ἡμερῶν στοχάσαις τὴν δύναμιν ἀπειρηκυῖαν παύσασθαι. | |
6.2.26 | Ἂν δὲ ἐκεῖνα μὲν ἔχῃ, ὥσπερ δῆτα καὶ λέλεκται, ἡ δὲ δὴ ῥώμη κρατύνηται, ἐλπὶς μὲν διὰ χρόνου περιγεγε‐ νῆσθαι τῶν ἀνιαρῶν τὸν κάμνοντα, ἀσφαλοῦς τετυχηκότα δταίτης. πολλὰ δ’ ἂν μεταξὺ συμβαίη φαῦλα συμπτώματα. | |
6.2.27 | Εἰ δὲ ταῦτα μὲν μείω, ἡ δὲ τοῦ σώματος ῥώμη φυ‐ σικὴ ἀμείνων, περιγενήσεται μὲν ὁ ἄνθρωπος οὕτως, μέ‐ τρια δὲ προσέσται τῶν συμπτωμάτων τὰ φαῦλα. | |
6.2.28 | Ἐπὶ οὖν πυρέσσουσιν ἀνθρώποις καὶ τοιαῦτα οὖρα προϊεμέ‐ νοις δίψαι μὲν μείους τῶν κατὰ τὴν ἀναλογίαν τῶν πυ‐ ρετῶν προσδοκωμένων ἔσονται, πλείω δ’ ἴσως τὰ οὖρα καὶ | |
5 | τὰ κατὰ γαστέρα ξηρότερα καὶ κεφαλῆς βάρη καὶ ἀλγηδό‐ νες ἀλλόκοτοι, ἴλιγγοί τε καὶ κατὰ γαστέρα στρόφοι, ἐνίοτε καὶ ὑδατώχολα τούτοις ἡ γαστὴρ διαχωρεῖ, ἐκ δὲ τοῦ χρό‐ νου τῶν μεταβολῶν τῶν οὔρων τὴν λύσιν ἀποσκοπήσαις ἂν τοῦ πυρετοῦ, ὥσπερ δῆτα καὶ ἐκ τῶν πέψεων τὰς τῶν | |
10 | κρίσεων ποιότητας. | |
6.2.29 | Ἀλλ’ ἡ μὲν ἐπὶ τοῖς ὑφειμένως λευκοῖς οὔροις πρόγνωσις ἐπὶ τοῖς πυρέσσουσιν ἀνθρώποις τοιαύτη τις ἂν ἀποδοθείη· τοῖς γε μὴν ὑγιαίνουσι τοι‐ αῦτά ποτε φαινόμενα μετρίαν μὲν τὴν ἐπὶ τῆς ψύξεως | |
5 | βλάβην δηλοῖ. | |
6.2.30 | Προλέγειν δὲ κἀνταῦθα χρεών, ἃ ἂν τῶν παθῶν τε καὶ τῶν συμπτωμάτων διὰ μετριωτέρας ψύξεις ἐπάγεσθαι οἰηθῇς. | |
6.2.31 | Πρὸς τούτοις δὲ κἀκεῖνο προειδέναι θέμις, ὡς ὅσα δῆτα τῶν συμπτωμάτων ἡμεῖς τῷ λόγῳ προτίθεμεν, οὔθ’ ὡς κατ’ ἀνάγκην ἑπόμενα λέγο‐ μεν, οὔτε μὴν σπανίως φαίνεσθαι. | |
6.2.32 | Ὥσπερ οὔθ’ ὅλα οὔτε τὰ πλείω ἢ ἐλάττω, ἀλλ’ ὡς ἐνδεχόμενα ἀεὶ συνανα‐ φαίνεσθαι τοιούτοις ἀρρωστημάτων εἴδεσιν, ἢ πάντα ἢ τὰ πλείω ἢ ἐλάττω κατά τε τὸ τῶν παθῶν μέγεθος καὶ | |
5 | τὴν εὐπάθειάν τε καὶ εὐαισθησίαν τἀνθρώπου. | |
6.2.33 | Δεῖ δὲ πάντως ὧδε καὶ ἀγχινοίας τε καὶ πείρας καὶ μαθήσεως τὸν τὰ τοιαῦτα σκοπήσαντα. | 150 |
6.3t | Κεφ. γʹ. Περὶ τῆς ἐκ τῶν ὑπώχρων καὶ ὠχρῶν οὔρων προγνώσεως. | |
6.3.1 | Ὕπωχρα δὲ καὶ ὠχρὰ ἐπὶ πυρετοῖς μὲν οὐκ ἂν ὀφθεῖεν, κἂν τύχοιεν δ’ ἐπὶ τούτοις ὄντες πυρετοὶ ἀβλη‐ χροί τε πάνυ καὶ εὔλυτοι τῶν ἐφημέρων τινὲς τυγχάνον‐ τες, πυρρωδεστέρων μέντοι προηγησαμένων ταῦτ’ ἐπιφα‐ | |
5 | νέντα τὸν μὲν πυρετὸν ἐπιλελύσθαι δηλοῖ, ἐπὶ τὸ ψυχρό‐ τερον δ’ ἤδη κεχωρηκέναι τὴν ἕξιν. | |
6.3.2 | Ἀλλ’ αὕτη μὲν βραχείας τινὸς ῥοπῆς τῆς ἀπὸ προσηκούσης ἐπιτυχοῦσα διαίτης ἐπιρρώννυταί τε καὶ διορθοῦται καὶ τὰ σύμμετρα ἐντεῦθεν ἕπεται τῶν οὔρων φαινόμενα, περὶ ὧν ἂν εἴη | |
5 | νῦν προσῆκον φάναι. | |
6.4t | Κεφ. δʹ. Περὶ τῆς ἐκ τῶν ὑποπύρρων καὶ ὑποξάνθων οὔρων προγνώσεως. | |
6.4.1 | Τὰ τοίνυν ὑπόπυρρά τε καὶ ὑπόξανθα τῶν οὔρων οὐκ οἶδα ὅτι ἂν πλέον ὑγείας διασημάνουσιν ἐν νέοις τε καὶ ἀκμάζουσι σώμασιν. | |
6.4.2 | Ἐπὶ γάρ τοι τῶν διὰ ψυχράν τινα δυσκρασίαν φυσικῶς αὐτοῖς συμβᾶσαν γερόντων τε καὶ γυναικῶν καὶ τῶν ὅσοις πρὸς τὸ λευκότερον τὰ οὖρα φαίνεται, ῥέποντα καθ’ οἱονδήτινα λόγον, καθὼς ἐν ἄλ‐ | |
5 | λοις τούτων ἀρκούντως ἔφημεν, ταῦτα ἐπιφαινόμενα ἐπὶ τὸ δριμύτερον τὴν ἕξιν ἀπεστράφθαι δηλοῖ, εἴτε διὰ συν‐ εχεῖς τινας δριμυφαγίας ἢ διὰ γυμνάσια τὸ σύμμετρον ὑπερβάλλοντα. | |
6.4.3 | Θερμότητας γάρ τινος ἐμποιητικαὶ δί‐ αιται ἐπὶ τούτοις τὰ τοιαῦτα οὖρα προὐξένησαν, ἀλλὰ ταῦτα μὲν πάνυ μέτρια ὄντα καὶ μετρίας ἂν τὰς βλάβας ἐπαγάγοι καὶ ῥᾳδίως ἂν διορθοῖτο. | |
6.4.4 | Τά γε μὴν πυρρά τε ἤδη καὶ ξανθὰ ἐπὶ μείζοσι μὲν προφάσεσιν ἐπιφαίνεται τούτοις, ἐπὶ μείοσι δὲ τοῖς ἀκμάζουσιν, ὥστε τοῖς πόρρω τῶν κατὰ φύσιν τε καὶ κρᾶσιν ἔχουσι ταῦτα μείζους μὲν | |
5 | τὰς προγεγενημένας αἰτίας δείκνυσιν, ἤδη δὲ καὶ πυρετοῖς τούτους κατέχεσθαι χολῆς ξανθῆς διαχυθείσης τῷ σώματι, ὅσα μὲν ἐκ τοῦ καιροῦ εἴης στοχαζόμενος αἴτια, θερμό‐ | |
τητα, φαίης ἂν ὡς προξενήσασαν τὴν χολὴν αὔξειν, καὶ μάλιστα εἰ προειδὼς εἴης τήν τε δίαιταν καὶ τὴν καθόλου | 151 | |
10 | διαγωγήν. | |
6.4.5 | Ἐποίσεις δ’ εἶθ’ οὕτως τῷ λόγῳ καὶ τὰ τῆς χολῆς ἐν σώματι διασπαρείσης συμπτώματα. | |
6.4.6 | Οἵ τε γὰρ σκοτόδινοι ἐπὶ τούτοις συνίστασθαι εἰώθασι καὶ αἱ τῆς κεφαλῆς ἀλγηδόνες, πικρότητές τε τοῦ στόματος καὶ τῶν σιτίων ἀποστροφαὶ καὶ δίψαι ἱκαναί. | |
6.4.7 | Τούς γε μὴν ἀκμάζοντας καὶ θερμοτέρους τῇ κράσει τοιαῦτ’ οὖρα προ‐ βαλλομένους φαίης ἂν εἰκότως καὶ αὐτοὺς ἐπί τε παρα‐ πλησίαις διαίταις καὶ γυμνασίοις πλείοσιν εἰς τοῦτο ἐνε‐ | |
5 | χθῆναι τῆς καταστάσεως, μείους δὲ τῶν προρρηθεισῶν τὰς ταῦτα προξενησάσας προφάσεις, ἀσθενέστερα δὲ καὶ τὰ συμπτώματα φαίης ἂν καὶ πλείονος μὲν ἐκείνους εἰς ἀπό‐ λυσιν τοῦ πάθους ἐπιδεήσεσθαι χρόνου, μείονος δ’ αὖ ὅσοι κατὰ φύσιν τοῖς οὔροις παρακείμενα ταῦτ’ ἔχοντες | |
10 | χρώματα. | |
6.5t | Κεφ. εʹ. Περὶ τῆς ἐκ τῶν ὑπερύθρων καὶ ἐρυθρῶν οὔρων προγνώσεως. | |
6.5.1 | Ἐνταυθὶ δὲ καὶ περὶ ὑπερύθρων τε καὶ ἐρυθρῶν προσήκει φάναι χρωμάτων. | |
6.5.2 | Καὶ νέοις μὲν καὶ ἀκμά‐ ζουσιν ἀνθρώποις ἐπιφαινόμενα τῇ τοῦ χρωννύντος οἰκειό‐ τητι χυμοῦ οὐκ ἄγαν ἐπιταθῆναι δηλοῖ τὴν βλάβην, γέ‐ ρουσι δὲ καὶ πάλαι τὸ φυσικὸν ἀποβεβληκόσι θερμὸν | |
5 | χείριστα μὲν φαινόμενα, πάνυ δ’ ἐς τὴν κατὰ φύσιν ἀπο‐ κατάστασιν πλείστου χρόνου δεόμενα ὅπου γε καὶ οὐκ ὀλίγον δέος, μὴ προαποκαμούσης τῆς ζωτικῆς δυνάμεως λύσις τοῦ πάθους ὁ θάνατος ἐπιγένηται. | |
6.5.3 | Ἐν μὲν γὰρ τοῖς νέοις καὶ ἀκμάζουσι ταῦτα δὴ τὰ χρώματα φαινόμενα ὑπαγορεύει μὲν τὸν αἱματικὸν ηὐξῆσθαι χυμόν, καθὼς τοῖς περὶ διαγνώσεως οὔρων ἔφθημεν εἰρηκότες. | |
6.5.4 | Σὺ δ’ ἂν πρόρρησιν ἀψευδῆ τῷ λόγῳ ἐπιθείης, ὡς ἤτοι διαίταις ταῖς τὸν τοιοῦτον χυμὸν ἀπογεννώσαις ὁ κάμνων ἐχρή‐ σατο ἢ συνήθους αἵματος ἐκκρίσεως ἐπίσχεσις γέγονεν, | |
5 | ἤτοι φύσει ἢ τέχνῃ κεκενωμένου. | |
6.5.5 | Γέρουσι δὲ σπανίως ἂν ταῦτα συμβαίη, ὅσοις δηλονότι αἱ φυσικαὶ δυνάμεις ἔτι ἔρρωνται, καὶ τὰ γυμνάσια καὶ αἱ δίαιταί εἰσι προσ‐ ήκοντα. | |
6.5.6 | Χρόνου γε μὴν τούτους δεήσει πλείονος εἰς | |
ὑγίαν τό γε μὴν ἐπὶ πλεῖστον αὐτοῖς συμβαῖνον ἤτοι θάνατος ἢ μακρονοσία καθέστηκεν. | 152 | |
6.5.7 | Ἐπὶ γὰρ ἀρρω‐ στίᾳ μάλιστα τῆς καθεκτικῆς τε καὶ διακριτικῆς δυνάμεως γίνονται μηκέτι ἰσχυούσης τὸν οἰκεῖον ἔχειν χυμόν, ἀλλ’ ἤδη μαραινομένης, ὥστ’ αὐτὸν ἀπολύειν. | |
6.5.8 | Τὰ γὰρ δι’ αὔξησιν λόγον τοῦ τοιούτου χυμοῦ πάνυ βραχέα τε καὶ ἀσαφῆ τοῖς γέρουσι πέφυκε, κἀν καὶ διὰ πυρετοῦ μέγεθος τοιαῦτα τοῖς γέρουσι φαίνεται, ἡλίκον ὅσον μεταλαμβάνε‐ | |
5 | ται τὸ τοῦ πυρετοῦ μέγεθος. | |
6.5.9 | Διὰ μὲν γὰρ τὴν ἀπὸ τοῦ κατὰ φύσιν χρώματος ἀπόστασιν τὸ μέγεθος τοῦ πυ‐ ρετοῦ καταλαμβάνεται, διὰ δὲ τὸ τῆς ἡλικίας ἀνοίκειον ἡ πονηρία τοῦ πυρετοῦ, διὰ δὲ τὴν τῆς φυσικῆς δυνάμεως | |
5 | ἀτονίαν ὁ κίνδυνος ὑποπτεύεται. | |
6.5.10 | Ἐπεὶ δὲ καὶ δι’ ἐρυθρᾶς χολῆς αὔξησιν τοιαῦτ’ ἐνίοτε ἀποδίδοται οὖρα, εἰκότως ἄν στοχάσαιο διὰ τῶν τὴν χολὴν γεννώντων ταύ‐ την ηὐξῆσθαι. | |
6.5.11 | Ἤδη ἀκμάζουσιν ἐπιφαίνεται μάλιστα, χείρω δὲ ποιεῖ συμπτώματα τῶν ἐξ αὐξήσεως αἵματος, ὅσῳ καὶ δριμύτερος καὶ κουφότερος ὁ χυμὸς οὗτος πέ‐ φυκε, μετριώτερος δὲ τῶν ξανθῶν τε καὶ προσχολῶν πέ‐ | |
5 | φυκεν. | |
6.5.12 | Ἐκεῖ μὲν γὰρ αἵ τε δίψαι πάνυ μέτριαι καὶ οἱ ὕπνοι οὐ πάνυ θορυβώδεις. | |
6.5.13 | Τἀναντία δ’ αὖ ὧδε ὅσα καὶ εἰς ξηρότητα μετὰ δριμύτητος ὁ χολώδης αἱμα‐ τικοῦ πεπλεονέκτηκε χυμοῦ καὶ ταῖς μὲν πέψεσί τε καὶ ἀπεψίαις. | |
6.5.14 | Αἱ οἱαιδήτινες ἐπιγίνονται κρίσεις, τῇ δὲ βραδύτητί τε καὶ παχύτητι τῶν κινήσεών τε καὶ μεταβο‐ λῶν ὁ χρόνος τῆς παρατάσεως ἐξευρίσκεται. | |
6.5.15 | Ταῖς μὲν γὰρ ὀξείαις τοῦ νοσήματος κινήσεσι μετὰ ῥώμης τῆς ἐμφύ‐ του δυνάμεως ῥᾴδιαι μὲν αἱ ἐπὶ τὸ κρεῖττον μεταβολαί, βραχεῖαι δ’ ἕπονται τῶν νοσημάτων αἱ λύσεις. | |
6.5.16 | Ταῖς δὲ δὴ νώθραις κινήσεσι τοῦ σώματος καὶ ὁ χρόνος ἐπὶ πλεῖον ἐκτέταται. | |
6.5.17 | Δεῖ γε μὴν ἐν πᾶσι ῥώμης δυνά‐ μεως, ἵνα μὴ προαποκαμούσης ταύτης ἐπὶ τὸ χεῖρον προ‐ βαίη τὰ τοῦ νοσήματος. | |
6.5.18 | Κἂν οὖν μετὰ τὴν κατὰ πλάτος ἀρχὴν καὶ ἐπίδοσιν αὖθις ἐπὶ τὰ φαῦλα καὶ χολω‐ δέστερα τὰ χρώματα προχωρείη, εὐλαβεῖσθαι δεῖ καὶ δε‐ διέναι, μή πως πάμπαν τὸ φυσικὸν καταπνιγείη θερμὸν | |
5 | ὑπὸ τῆς νόθου ταύτης καὶ διεφθορυίας θερμότητος. | |
6.5.19 | Ἂν δ’ αὖ τοὐναντίον τά τε χρώματα πρὸς τὸ κατὰ φύσιν ἐπιστρέφηται χωροῦντα, καὶ αἱ πέψεις ἤδη διαφαί‐ νονται τοῖς οὔροις, ἀποδέχεσθαι θέμις, καὶ θαρσύνειν τοὺς κάμνοντας. | 153 |
6.6t | Κεφ. ϛʹ. Περὶ τῆς ἐκ τῶν οἰνωπῶν οὔρων προγνώσεως. | |
6.6.1 | Τὰ δ’ οἰνωπὰ τῶν χρωμάτων χείρω μὲν ὡς ἔοικε τῶν ὑπερύθρων τε καὶ ἐρυθρῶν· ἐπιχολωθέντος δ’ αἵμα‐ τος εἴωθε ταῦτα συνίστασθαι. | |
6.6.2 | Ὁπόταν γάρ τοι τοῦτο εἰς χολὴν μεταβληθείη μετρίως ἰδίαν ὑφ’ οἱασδήτινος αἰ‐ τίας τὰ τοιαῦτα τῶν χρωμάτων ἀποδίδοται, ὥστ’ οὐ θαῦμα, εἰ χολῆς οὕτω κατακρατούσης δίψαι μὲν οὐ μέτριαι ἐπιγί‐ | |
5 | νονται, ὕπνοι δὲ θορυβώδεις καὶ ξηρότητες στόματος, καὶ πυρετῶν ὀξύτητι ληροί τε καὶ βῆχες, ἤδη συναλγοῦντος τοῦ ἥπατος. | |
6.6.3 | Ἀλλὰ καὶ ταῦτα ταῖς μὲν μεταβολαῖς τῶν χρωμάτων κρίνεται, εἴ τε φαῦλα τελοίη, ἢ καὶ σωτή‐ ρια. ταῖς δὲ δὴ κατὰ μέρος πέψεσι τῆν ταχυτῆτα κρίνο‐ μεν τῆς ἀπολύσεως. | |
6.6.4 | Ἀλλὰ τούτων μὲν πέρι καὶ ἄλ‐ λοτέ ποτε ἔσται φάναι καθαρώτερον. νῦν δὲ φῶμεν καὶ περὶ τῶν κυανῶν οὕτω καλουμένων χρωμάτων. | |
6.7t | Κεφ. ζʹ. Περὶ τῆς ἐκ τῶν κυανῶν οὔρων προγνώσεως. | |
6.7.1 | Ταῦτα δὲ μετὰ πλήθους τε καὶ πάχους καὶ δια‐ φθορᾶς τῷ ἥπατι ἐπισωρευθείσης φαίνεται χολῆς, ἀφ’ ἧς δὴ καὶ τοὺς ἰκτέρους ἴσμεν μᾶλλον γεγενημένους, ὥστ’ οὐκ ἂν ἁμάρτοις τοιαῦτα οὖρα ἑωρακώς, φάμενος ἴκτερον | |
5 | ἐπιγενήσεσθαι τἀνθρώπῳ. | |
6.7.2 | Ἀλλὰ μήπω μὲν ἐξαφθεί‐ σης τῆς ὕλης, φθασάσης δηλονότι τῆς ἐκκρίσεως τὴν ἔξα‐ ψιν, βραχεῖς τινες καὶ ἀσαφεῖς οἱ πυρετοὶ ἐπιγίνονται καὶ δίψαι πάνυ μέτριαι, ἐφ’ οἷς οἱ πλείους ἐξαπατώμενοι | |
5 | συμπτώμασι καὶ διαιτηθέντες ἁδρότερον ἐξέκαυσαν μὲν τὸ πολὺ τῆς ὕλης, σφοδρότατον δ’ ἤγειραν πυρετόν, θο‐ ρύβους δὲ καὶ ἀϋπνίας καὶ ἐξαισίους δίψας ἐπήγαγον. | |
6.7.3 | Καί ποτε αὐτὸς ἐπί τινος γνωρίμου τὰ παραπλήσια ἑωρακὼς νῦν ἂν διηγησαίμην κατὰ καιρόν. | |
6.7.4 | Ὥρα μὲν ἦν χειμῶνος καὶ ὁ ῥηθεὶς ἡμέτερος γνώριμος τὰ μέγιστα ὑπό τινος ἀδικούμενος ἐθάμιζε μὲν πρὸ δείλης ἑῴας ἐγει‐ | |
ρόμενος περὶ τὰ βασιλεῖα, λύσιν εὑρεῖν ζητῶν τοῦ ἀδική‐ | 154 | |
5 | ματος. | |
6.7.5 | Τὰς πλείους δ’ ἂσιτος διημέρευε, κἄν ποτε αὐ‐ τὸν ἐδέησεν ἅψασθαι βρώματος, τῶν δριμυτέρων ἢ ταρί‐ χων τὸ πλέον ἐτύγχανεν. | |
6.7.6 | Ἔστεγε δ’ ἐφ’ ἱκανὸν τὸ σῶμα τὰς τοιαύτας τῶν βρωμάτων προσφορὰς διὰ τὴν τοῦ περιέχοντος κατάστασιν· εἰκὸς δ’ ἐκεῖνον διαμάχεσθαι μὲν πρὸς τοὺς ἐναντίους, ἀδημονεῖν δ’ ἐφ’ ἑαυτοῦ ὡς τὰ | |
5 | μέγιστα ζημιωθῆναι δεδιότα. | |
6.7.7 | Ἠγρύπνει οὖν διὰ ταῦτα καὶ ἄλλως δέ οἱ τὸ σῶμα αὐχμηρὸν ἐτύγχανεν καὶ βραχύ‐ υπνον. | |
6.7.8 | Εἰκός γε μὴν καὶ πρότερον φαύλων αὐτὸν βρωμάτων χρήσασθαι προσφοραῖς, ὡς ἐδίδου οἴεσθαι· ἐτύγχανε γὰρ ὁ ἄνθρωπος κίμβιξ τε καὶ τὴν οὐσίαν μὴ ἀναλῶσαι φειδόμενος. | |
6.7.9 | Ταῦτα δὴ ταῦτα πάντα τὸν χολώδη χυμὸν ἐκεῖνον συνήθροισαν ἤδη δὲ καὶ δι’ οὔρου οὗτος ἐξεκενοῦτο. | |
6.7.10 | Ἐπεὶ δ’ ἐκεῖνος τύχῃ τινὶ τὰ οὖρα ἑωράκει μὴ κατὰ φύσιν ἰόντα τῷ χρώματι, καί τινος βρα‐ χείας τῆς ἀνωμαλίας ᾔσθετο, ἐμοί τε τὸ πρᾶγμα ἐξήγ‐ γειλε, καὶ τὴν αἰτίαν μαθεῖν ἐπυνθάνετο. | |
6.7.11 | Ἐγὼ δὲ τὸ μὲν τοιαῦτα οὖρα προΐεσθαι ἐξαίφνης αὐτὸν μὲν ὁρῶν ἔτι ὑγιῆ περιϊόντα, ἐκεῖνα δ’ εἰδὼς ἐπὶ χειρίστοις νοσήμασι φαινόμενα, καὶ δὴ λέξας ἐπ’ ἀμίδος τὴν ἐπιοῦσαν δείξειν | |
5 | τὸ οὖρον, ἐγὼ μὲν ἀπηλλαττόμην, αὐτὸς δὲ καὶ εἰσαῦθις περὶ τὰ οἰκεῖα διέτριβε διημερεύσας ἄσιτος. | |
6.7.12 | Ἐπεὶ δὲ νυκτὸς μὲν ἧκε, βραχέος δὲ τοῦ σιτίου γευσάμενος ἔκειτο, κομίζει μὲν ἡμῖν ἕωθεν ἀμίδα κυανᾶ οὖρα ἔχουσαν καὶ οἷα τὰ τῶν ἰκτερώντων, αὐτὸς δὲ ᾤετο ἔτι ἀπύρεκτος τε‐ | |
5 | λεῖν. | |
6.7.13 | Πρόρρησις, εἰ μὴ φυλάξαιτο ἰκτέρῳ περιπεσεῖν. ὁ δὲ τὴν πρώτην φυλαττόμενος ἀτάραχος ἔμενεν ἡσυχῇ τοῦ πάθους κεκινημένου. | |
6.7.14 | Τὴν μετ’ αὐτὴν δὲ σκοπῶν ἑαυτὸν μηδέν τι δεινὸν πάσχοντα (οὔτε γὰρ ἀξιόλογός τις δίψα οἱ οὖσα ἐτύγχανεν, οὔτ’ αἰσθητὸς πυρετός, οὔτ’ ἄλλο τι τῶν ἐπὶ νοσοῦσι σαφέστερον σύμβολον), ἡμᾶς μὲν εἴα‐ | |
5 | σεν ὡς μηδὲν δῆθεν εἰδότας φάμενος, αὐτὸς δὲ ἐγεύσατο μὲν τροφῆς παχυτέρας, οἶνον δ’ ἀσθενῆ ἐπέπιε, καὶ οὔπω νὺξ ἦν καὶ ὁ χυμὸς ἐκεκίνητο καὶ διετεθέρμαστο καὶ τα‐ ραχή τις οὐκ ὀλίγη τὸν ἄνθρωπον κατέσχε καὶ ἡμᾶς τότε συνεὶς εὖ κρίνοντας μετεκαλεῖτό τε καὶ τὴν σωτηρίαν ἐπί‐ | |
10 | στευεν. | |
6.7.15 | Ἐγὼ δὲ ἐκεῖνον μὲν λόγοις ὡς ἐδόκουν παι‐ δεύσας μὴ ἀπιστεῖν ἰατροῖς προστάσσουσι, συνεὶς δὲ μὴ ἐπὶ πολὺ ἐξῆφθαι τὸν χολώδη χυμὸν τοῦτον παραφυλά‐ ξασθαι μὲν ἔφην τὰ παχύτερα βρώματα καὶ τὸν οἶνον. | 155 |
6.7.16 | Διαιτήσας δὲ λεπτοτέρᾳ διαίτῃ, ὑγιᾶ μὲν αὐτὸν ἀπέ‐ δειξα στοιχήσαντα τῇ διαίτῃ. ἡ χροιὰ δέ οἱ κατὰ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἰκτερώδη διεφαίνετο. | |
6.7.17 | Καὶ τοῦ νοσή‐ ματος ἀπαλλαγέντος ὥσθ’ οἷόν τε καὶ μὴ πάνυ λεπτῇ δι‐ αίτῃ κεχρημένου τἀνθρώπου τὸν τοιοῦτον ἀνωδύνως ἀπο‐ κριθῆναι χυμὸν χολώδη, καὶ μᾶλλον εἰ μήτε τι τῶν προσ‐ | |
5 | φερομένων ἢ τοῦ περιέχοντος εἰς ἔξαψιν ἐρεθίζει τὸν ἄνθρωπον. | |
6.7.18 | Παχεῖα γὰρ οὖσα ἡ τοιαύτη χολὴ σχολῇ μὲν ἐξάπτεται, ἀναφθεῖσα δὲ οὐχὶ ῥᾳδίως σβέννυται. καὶ τούτων μὲν ἅλις. ἑξῆς δὲ ἰτέον τῷ λόγῳ καὶ περὶ τῶν ἐλαιωδῶν ῥητέον χρωμάτων. | |
6.8t | Κεφ. ηʹ. Περὶ τῆς ἐκ τῶν ἐλαιωδῶν οὔρων προγνώσεως. | |
6.8.1 | Τῶν τοίνυν χλωρῶν χρωμάτων διαφόρων μὲν ὄν‐ των, ἐν δυσὶ δ’ οἷον γένεσι τεθεωρημένων τῶν τε ἐλαιω‐ δῶν δηλονότι καὶ τῶν ὁμωνύμως τῷ γένει κεκλημένων χλωρῶν, καθὰ κἀν τοῖς περὶ διαφορᾶς οὔρων εἴρηται. | |
6.8.2 | Ὅσα μέν εἰσιν ἐλαιώδη, διὰ σύντηξιν τῆς πιμελῆς γί‐ νεται, ἑκτικὸν δ’ ὑπαγορεύει τὸν πυρετὸν τελεῖν, καθὼς κἀν τοῖς περὶ διαγνώσεως οὔρων λέλεκται. | |
6.8.3 | Ὅσα δὲ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν χλωρίζοντα μέν, οὐ μείω δὲ εἰς φαυλότητα τῶν ἐλαιωδῶν τυγχάνει, προσήκει τοίνυν ὡδὶ προσέχειν τῷ λόγῳ. | |
6.8.4 | Ἂν μὲν γὰρ αὖθις κατὰ βραχὺ παλινδρομοῦντα τὰ ῥηθέντα ἐλαιώδη χρώματα πρὸς τὰ κατὰ φύσιν ἴωσι, προλέγειν δήπουθεν χρεὼν τὴν τῶν πε‐ ριστοιχούντων συμπτωμάτων ἀπόλυσιν. | |
6.8.5 | Ἂν δέ τι τοῦ πυρετοῦ ἔτι τὴν ὑγείαν λυμαινομένου, χείρω καὶ τὰ οὖρα φαίνοιτο προβαίνοντα, προλέγειν μὲν προσήκει τὸν ἐπηρ‐ τημένον κίνδυνον, μετ’ εὐλαβείας δὲ προσίεσθαι τῷ κά‐ | |
5 | μνοντι κινδυνεύοντι, ἵνα μὴ καὶ πρόφασιν κατηγορίας δοίης τοῖς ἐγκαλεῖν προχείροις ἀφυλάκτως τὴν νόσον ἐξερχόμε‐ νος. | |
6.8.6 | Ὁπόταν γάρ τοι τοῦ δεινοῦ προκόψαντος καὶ τὰ παρυφιστάμενα χείρω φαίνηται, καθὼς μετ’ οὐ πολὺ ῥη‐ | |
θήσεται, ἐν οἷς ἂν φῶμεν περὶ προγνώσεως παρυφιστα‐ μένων, ἔτι μᾶλλον ἀσφαλεστέραν ἐπιθήσεις τῷ λόγῳ πρόρ‐ | 156 | |
5 | ρησιν διὰ πασῶν τῶν πέψεων τὴν διαμαρτίαν συνιεὶς τῆς φύσεως. | |
6.9t | Κεφ. θʹ. Περὶ τῆς ἐκ τῶν χλωρῶν οὔρων προγνώσεως. | |
6.9.1 | Ἅ γε μὴν ὁ λόγος οἶδε χλωρὰ χρώματα, οὐκ οἶδα εἰ ἐπὶ φαυλότητι τὰ ἐλαιώδη ὑπερέβαλλε καὶ ἀμφοτέρων ἀντιφιλοτιμουμένων, ὁποῖον ἂν ἑτοιμότερον ἀνέλῃ τὸν κάμνοντα. | |
6.9.2 | Ὁπόσον μὲν οὖν ἡ χολὴ τοὺς ἄλλους ὑπερ‐ βάλλουσα χυμοὺς ἐπεκράτησε, δείκνυσι μὲν καὶ ἀπὸ τῶν χρωμάτων τῶν οὔρων· εἰδείης δ’ ἂν καὶ προείπῃς μαθὼν τὰ συμπτώματα. | |
6.9.3 | Παρακοπαὶ μὲν γὰρ συνεχεῖς καὶ διαλείπουσαι καταλαμβάνουσι τοὺς κάμνοντας, ἔμετοί τε καὶ διαχωρήσεις ἐνίοτε χολῶν ἀκράτων, ἰωδῶν τε καὶ συγκε‐ καυμένων δίψαι τε συνεχεῖς καὶ καῦσοι, γλῶσσαί τε κεκαυ‐ | |
5 | μέναι καὶ ἐπῃρμένα ἐνίοτε ὑποχόνδρια. | |
6.9.4 | Ταῦτα καὶ τὰ τοιαῦτα τῶν χλωρῶν συμπτώματα πέφυκεν, ἀλλ’ ἂν μὲν ἐρρωμένη ἡ δύναμις ᾖ, ὑποχαλᾶται δὲ καὶ μεταβάλληται ἐπὶ τὸ προσηνὲς τὰ χύματα, ἐλπὶς μὲν σεσῶσθαι τὸν ἄν‐ | |
5 | θρωπον καὶ θαρρεῖν δέον· μηδενὸς δὲ τῶν ῥηθέντων ὄν‐ των, εἰ ἐπιμείνῃ τὰ τοιαῦτα οὖρα, δέος οὐκ ὀλίγον, μή πως τῷ ἀπὸ ξηρότητός τε καὶ καύσεως σπασμῷ περιπεπτω‐ κότι τῷ κάμνοντι ὕπνος τις ἀνέγερτος αὐτὸν διαδέξηται. | |
6.9.5 | Καὶ δεῖ γοῦν οὕτω πως ταῖς καθ’ ἑκάστην μεταβολαῖς πέψεσί τε καὶ ἀπεψίαις τὰς προρρήσεις ἐπάγειν ἀκριβῶς στοχαζόμενων. | |
6.10t | Κεφ. ιʹ. Περὶ τῆς ἐκ τῶν φαιῶν καὶ πελιδνῶν καὶ μελάνων οὔρων προγνώσεως. | |
6.10.1 | Φαιὰ ἐπὶ τούτοις καὶ πελιδνὰ καὶ μέλανα χρώματα τῷ μελαγχολικῷ μὲν ἐπὶ τὸ πλεῖστον χυμῷ χρωννύμενα, οὐχ ἧττον δὲ καὶ δι’ ἑτέρας αἰτίας τοιαῦτα φαινόμενα κα‐ θὼς κἀν τοῖς περὶ διαγνώσεως οὔρων λέλεκται. | |
6.10.2 | Νῦν δ’ ἐπιθῶμεν τῷ λόγῳ, ὅσον μὲν εἰς πρόγνωσιν ἀσφαλές, λέλειπται δ’ ἐν τοῖς περὶ διαγνώσεως οὔρων λόγοις. | |
6.10.3 | Ὅσα | |
τοίνυν ἐπιφαίνεται τοιαῦτα οὖρα, ἤτοι λευκῶν ἢ παραπλη‐ σίων ἑτέρων προηγησαμένων χρωμάτων, καὶ μάλιστα ἤτοι μελαγχολίας προηγησαμένης ἢ τεταρταίου πυρετοῦ, καὶ | 157 | |
5 | πρὸς τούτοις σπληνὸς ἐξῳδηκότος καὶ τοιούτου χυμοῦ ὑπόπλεω, λύσιν ἀποκενούμενα τοιαῦτα οὖρα τῶν ἤδη ῥη‐ θέντων μαρτυροῦσι παθῶν, ὥστε δεῖ καὶ πεπεισμένως προλέγειν. | |
6.10.4 | Εἰ γὰρ ταῦτα ἐπὶ μελαγχολικῷ χυμῷ παρ‐ οξύνεσθαι εἴωθε, πάντως ἂν διαλυθείη τοῦ παροξύνον‐ τος ἐκκενωθέντος χυμοῦ, ὥστε καὶ κατὰ βραχὺ προϊόντα πρὸς τὸ κατὰ φύσιν μετασταίη ἂν. | |
6.10.5 | Ἐπί γε μὴν τῶν χλωρῶν καὶ πελιδνῶν προηγησαμένων, εἰ μέλανα φανείη, ἀπαγορευειν μὲν ἤδη χρεὼν τὴν θεράπειαν, εἰς ἄκρον τῆς φαυλότητος ἐληλακότων τῶν παθῶν. | |
6.10.6 | Εἰ τὸ μὲν ἐπι‐ τεταμένης πέφυκε θερμότητος, ἐκεῖνο δὲ τῆς ἀντιρρόπου ψυχρότητος—αἱ γὰρ εἰς ἄκρον ἰοῦσαι ποιότητες λύειν εἰώθασι τὴν τοῦ σώματος συνέχειαν, μὴ στεγούσης τὴν | |
5 | ἀμετρίαν τῆς φυσικῆς δυνάμεως, ἔπειτα καὶ ἄλλως ἐν πυρετοῖς μετρίοις οὖσι καὶ τῆς δυνάμεως ἐρρωμένης— τάχ’ ἂν ὀφθέντα ἐν μὴ κρισίμοις ἡμέραις ἀπειλήσουσι μὲν θάνατον, οὐκ ἰσχύσουσι δὲ δυοῖν ἀγαθῶν ἑνὶ μαχομένων φαύλῳ σημείῳ, ὀξέως δὲ τοῦ πυρετοῦ τυγχάνοντος, προσ‐ | |
10 | δοκητέος ὁ θάνατος καὶ μάλιστα εἰ κρίσιμος ἡ μαρτυρή‐ σασα πέφυκεν. | |
6.10.7 | Ἀλλὰ περὶ μὲν τῶν κρισίμων ἐν ἄλλοις εἴρηται τῷ σοφῷ Γαλήνῳ. | |
6.10.8 | Ἐξέστω δὲ καὶ ἡμῖν ὧδέ πως προϊόντος φάναι τοῦ λόγου, ὅσον ἂν ἀνήκειν δόξῃ τῇ περὶ οὔρων πραγματείᾳ. | |
6.10.9 | Τοῖς γὰρ μαθεῖν σπουδάζου‐ σιν, ἀσφαλέστερον ἡ Γαλήνῳ γραφεῖσα πραγματεία συνοί‐ σει, τῆς κατὰ τὴν σύστασιν προγνώσεως, ἡμῖν δ’, ἐπεὶ περὶ τῶν ἐν χρώμασι τεθεωρημένων προγνώσεων εἴρηται, δί‐ | |
5 | καιον ἂν εἴη ἐνταῦθα μὲν τὸν περὶ τούτου καταπαύειν λόγον, ἑξῆς δὲ τοῦ περὶ τῶν συστάσεων ἅψασθαι, καθὼς κἀν τοῖς ἄλλοις ἔφαμεν λόγοις, εἶθ’ οὕτως καὶ περὶ τῶν | |
παρυφισταμένων καὶ τῶν ἐν τούτοις τεθεωρημένων. | 158 | |
6.11t | Κεφ. ιαʹ. Περὶ τῆς κατὰ τὴν σύστασιν προγνώσεως ὅτι καθ’ ὅσον ἂν χρωσθείη τὰ οὖρα ἀφαιρεῖται τῆς ἑνούσης λεπτότητος τὸ πλέον τῇ φαντασίᾳ. | |
6.11.1 | Τῶν τοίνυν ἐν τοῖς οὔροις τεθεωρημένων συστά‐ σεων, πολλῶν μὲν οὐσῶν καὶ διαφόρων, τῶν πλειόνων δὲ ὡς παραμέσων ἀπορησασῶν οἰκείων ὀνομάτων, ἀκριβέστε‐ ρον δὲ περὶ τούτων ἐν τοῖς περὶ διαφορᾶς οὔρων διορι‐ | |
5 | σαμένων τῷ λόγῳ, νῦν ἂν εἴη προσῆκον καὶ τὰς ἐπ’ αὐτοῖς ἐπιθεῖναι προγνώσεις, οὐχ ἧττον τῶν ῥηθέντων λυσιτε‐ λούσας τῇ περὶ οὔρων θεωρία. | |
6.11.2 | Ὅσαι μὲν οὖν τῶν συστάσεων παραπεπήγασι τῇ συμμέτρῳ, ῥᾳδίως τ’ ἂν ἴσως λύοιντο πρὸς τὸ σύμμετρον χωροῦσαι καί πως ἔτι τὴν δύναμιν ἐρρῶσθαι σημαίνουσι τῷ λόγῳ τούτῳ. | |
6.11.3 | Καθ’ ὅσον δ’ ἂν ἀποσταῖεν πρὸς ἀμετρίαν τὸ σύμμετρον ἐκκλί‐ νουσαι, τὴν δύναμιν πολλῷ καταβεβλῆσθαι σημαίνουσι καὶ τὴν ἐν τῷ σώματι τῶν χυμῶν οὐσίαν διηλλάχθαι τοῦ | |
5 | κατὰ φύσιν, κατά τε ποσότητα καὶ ποιότητα· ἀλλ’ ἐναρ‐ κτέον ὧδε τοῦ λόγου καὶ καθ’ ἕκαστα περὶ τῶν φαινομέ‐ νων διασαφητέον συστάσεων. | |
6.11.4 | Αἱ τοίνυν λεπταὶ συστά‐ σεις φαινόμεναι, δι’ ἃς μὲν αἰτίας καὶ ὅ,τι βούλονται, ἐν τοῖς προρρηθεῖσιν εἴρηται λόγοις. νῦν δὲ προσαποδοθήσε‐ ται τῷ λόγῳ καὶ τὰ λείποντα. | |
6.11.5 | Αἱ μὲν ἐπὶ τὸ αὐτὸ χρονίσασαι συστάσεις λεπταὶ τὰ τῶν κατεχόντων παθῶν συμπτώματα μένειν τε καὶ ἐπιτείνεσθαι ἴσως σημαίνου‐ σιν, ὡς μήπω διανισταμένης τῆς φύσεως πρὸς τὴν τῶν | |
5 | λυπούντων ἀμύναν. | |
6.11.6 | Εἰκότως γὰρ ἂν καὶ ἐπιτείνοιτο, τοῦ μὲν κατέχοντος προσισταμένου πάθους, τῆς δὲ φυσι‐ κῆς κατὰ βραχὺ δυνάμεως ἀπαγορευούσης. | |
6.11.7 | Ταῖς μὲν γὰρ ἀρχαῖς καὶ μάλιστα εὐτόνως ἀντίσχουσα αὕτη φαίνε‐ ται. | |
6.11.8 | Ἄν δέ γε τὰ ἀντίσχοντα μείζω τῆς κατ’ αὐτὴν δυνάμεως ᾖ, βραχύ τι ὅσον εἰκὸς διαναστᾶσα τοῦ λοιποῦ ἀπαγορεύει τὴν ἧτταν ἀπειληφυῖα, ὥστε καὶ χείρω προσ‐ αποδοθείη ἂν διὰ τοῦτο τοῖς λεπτοῖς οὔροις χρώματα καὶ | |
5 | διαφανέστεραι γένοιντ’ ἂν αἱ ἀπεψίαι. | |
6.11.9 | Ἐντεῦθεν οὖν στοχαζόμενος φαίης ἂν ἤτοι πλείονος ἐπιδεήσασθαι χρό‐ νου τὴν φύσιν εἰς ὑγίειαν, εἴπει ἔτι τὰ τῆς δυνάμεως ἔρ‐ | |
ρωται, ἢ ταύτης ἀπειπούσης, τῷ μὴ τοσούτῳ χρόνῳ τὴν | 159 | |
5 | μάχην ἐξικνεῖσθαι φέρειν, ζημίαν ὑπενεγκεῖν τὸν κάμνοντα τῆς ζωῆς. | |
6.11.10 | Ἂν μέντοι αἱ ἅμετροι λεπτότητες ὑποχα‐ λῶσιν ὑπενδιδοῦσαι, τά τε φαῦλα τῶν συμπτωμάτων ὑπο‐ μεινοῖντ’ ἂν καὶ ἡ δύναμις ὥσπερ ἀναρρωνυμένη τὰς πέ‐ ψεις ἐπιθήσει προβαίνουσα, ὥστε καὶ τὴν σωτηρίαν ἐν‐ | |
5 | τεῦθεν συνιέντα προσῆκον ἐξαγγέλλειν τοῖς κάμνουσιν. | |
6.11.11 | Οὐ δεῖ δὲ λανθάνειν ὡς ὑφαιρεῖταί τι τῇ φαντασίᾳ τῆς λεπτότητος, τὰ ταῖς λεπταῖς συστάσεσιν ἐπιμιγνύμενα χρώματα, ὥσπερ δῆτα τὸ πολὺ τοῦ χρώματος ἀφαιρεῖται τὸ πάχος. | |
6.11.12 | Δίκαιον δ’ ἂν εἴη ἐνταῦθα περὶ τούτων φάναι, καί τι καὶ ταύτης λυσιτελούσης τῆς θεωρίας, ὥστε ἐντεῦθεν ὡς εἰκὸς τὸν περὶ τούτου λόγον σκεπτέον. | |
6.11.13 | Ἀφαιροῦνται τοίνυν τῶν λεπτῶν συστάσεων τὰ χύ‐ ματα τῇ φαντασίᾳ, καθ’ ὅσον ἂν τὰ χρώματα τοῦ λευκοῦ διαπίπτῃ τρόπῳ τοιῷδε. | |
6.11.14 | Ἐπειδὴ τοῦτο λέλεκται λεπτὸν ἐν οὔροις, ὅπερ ἂν ᾖ διαφανέστατον, τὰ δὲ λευκὰ τῶν χρωμάτων μᾶλλον ἐν αὐτοῖς τῶν ἄλλων τὸ διαφανὲς ἐκληρώσαντο τῷ μεταλαχεῖν τῆς ἀερώδους μᾶλλον οὐσίας, | |
5 | εἰκότως ἂν ἀμφοτέρων συνιόντων ἐν διαφανεστάτῳ σώ‐ ματι τῇ ἀμίδι, ῥᾳδίως ἡ ὄψις πάντα διαπερῴη, μηδενὸς ἧττον διαφανοῦς ἀντίσχοντος σώματος. | |
6.11.15 | Ἐπεὶ γὰρ ἡ ὄψις τότε δὴ ἐντελεχεία ὄψις ἐστίν, ὁπόταν ἀπερεισθείη ἐπὶ συνεστηκότος σώματος—ἐν γὰρ τοῖς λεπτοῖς καὶ ἀερώδεσιν οὐκ ἂν ἀπερεισθείη διαδήλως οὖσι λεπτοῖς τε | |
5 | καὶ διαφανέσιν, εἰκότως ἂν κἀνταῦθα τῷ τῆς ἀναλογίας λόγῳ μᾶλλον τὰ μετὰ λευκοῦ διαπεράσῃ χρώματα λεπτά, ἢ τὰ μεθ’ ἑτέρου χρώματος ὥσπερ ἐνδιατριβούσης μᾶλλον τῆς ὄψεως τῷ ἧττον διαφανεῖ καὶ μὴ ῥᾳδίως διαπεραιου‐ μένης, ὥσπερ ἐπὶ τῶν λευκῶν, ὥστ’ ἐντεῦθεν συνάγεσθαι, | |
10 | ἧττον ἐκείνων ταῦτα λεπτὰ τυγχάνειν τῇ ἐπὶ πλείονι χρόνῳ περὶ τὰ χρώματα διατριβῇ τῆς ὄψεως. | |
6.11.16 | Τοσούτῳ μέντοι ἀλλήλων τὰ χρώματα διενήνοχεν εἰς τὴν τοῦ ὄντος λεπτοῦ κατὰ φαντασίαν ἀφαίρεσιν, ὅσον ἡ τοῦ λευκοῦ διαπέπτωκε χρώματος, καὶ δῆλον ἂν εἴη ἀπὸ τῶν λεπτῶν | |
5 | μὲν τῇ συστάσει, μελάνων δὲ τῷ χρώματι, μὴ ῥᾳδίως οὕτως διαφαινομένων ἐν ταῖς ἀμίσιν. | |
6.11.17 | Ἐπεὶ γὰρ ταῦτα | |
μικροῦ δεῖν πάσης νομιζομένης ἠμοίρησε διαφανείας τῇ πρὸς τὰ λευκὰ ἐπιτεταμένως ὄντα διαφανεῖ ἀντιθέσει· τῷ γεωδεστέρας μᾶλλον κεκοινωνηκέναι φύσεως, εἰκότως καὶ | 160 | |
5 | τῆς ἐπ’ ἐκεῖνα διαπέπτωκε διαφανείας κατὰ τὸ μέτρον ἀναλόγως τῆς ἀποστάσεως. | |
6.11.18 | Ἐπί γε μὴν τῶν ἀφαι‐ ρούντων τῷ πάχει τὰ χρώματα τοιοῦτος ἂν ὁ λόγος ἀπο‐ δοθείη. | |
6.12t | Κεφ. ιβʹ. Ὅτι καθόσον ἂν παχυνθείη τὰ οὖρα ἀφαιρεῖται τοῦ ἐνόντος πρὶν ἢ παχυνθῆναι χρώματος. | |
6.12.1 | Ἐπειδὴ τὰ τῆς αὐτῆς οὐσίας τυγχάνοντα σώματα διαφανῆ καθόσον ἂν ἥκῃ λεπτότητος, διαφανέστερα γίνε‐ ται (τὰ γὰρ μᾶλλον διαφανῆ καθαρώτερον καὶ τὰ οἰκεῖα δείκνυσι χρώματα, ῥᾳδίως μὲν τῆς ὄψεως περαιουμένης | |
5 | τὰ λεπτύτερα, ῥᾳδίως δὲ καὶ ἀντιλαμβανομένης τῶν ἐν αὐτῇ χρωμάτων), εἰκότως ἂν ἀφαιραῖτο ὧδε τὰ χρώματα τῷ τε ἐπιγεγενημένῳ πάχει, καὶ τῷ τὴν ὄψιν ταῖς ἐπιφα‐ νείαις ἀναπαυομένην μὴ περαιοῦσθαι. | |
6.12.2 | Ἔπειτα καὶ τῆς λειότητος πολλῷ διενεγκούσης τῆς τραχύτητος, εἰς τὴν τῆς ὄψεως ἀντίληψιν, τὰ δὲ παχέα τοῖς τραχυνομένοις ἐῴκει μᾶλλον σώμασιν. | |
6.12.3 | Εἰκότως ἂν ἀφέληται τούτων τὸ πά‐ χος τὸ πολὺ τοῦ χρώματος, ὥσπερ δῆτα καὶ φρίσσουσα θάλαττα, τῷ τῆς τραχύτητος λόγῳ τοῦ καθεστηκότος ἀφῄρηται χρώματος, κἀπὶ τῶν διαφάνειαν δέ τινα κεκτη‐ | |
5 | μένων λίθων ἔστιν ὁσημέραι μαθεῖν τοῦτο. | |
6.12.4 | Τῶν γὰρ λείων δηλονότι γεγονότων τῇ τέχνῃ, τὰ χρώματα ἐπιδηλό‐ τερα φαίνεται τῶν ἔτι τραχέων μενόντων. | |
6.12.5 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος τὰ νῦν ἀφείσθω ἀρκούντως, οἶμαι, ῥηθείς. ἑξῆς δὲ περὶ τῶν ἐπὶ ταῖς παχείαις νομιζομένων συστάσεσι ῥητέον. περὶ γὰρ τῶν λεπτῶν ἱκανῶς εἴρηται. | |
6.12.6 | Τὰ τοίνυν παχέα τῶν οὔρων, εἰ μὲν ἐπὶ πυρετῶν λεπτῶν τε καὶ διαφανῶν ἡγησαμένων οὔρων ὀφθείη προ‐ ιόντος τοῦ νοσήματος, ἀποδέχεσθαι χρὴ καὶ προλέγειν ὅσον οὕτω τὴν ἄνεσιν ἐσομένην. | |
6.12.7 | Ὑποφαίνεται γὰρ ἐνταῦθα τὴν φύσιν ἤδη τῆς ὕλης κατακρατεῖν, καὶ ταύτην πειρᾶσθαι πέττειν, ὥστε καὶ διαχωρήσεις γαστρὸς ὧδε γέ‐ νοιντ’ ἂν ὑποβιαζομένης ἤδη καὶ πεττομένης τῆς ὕλης. | |
6.12.8 | Τοσούτῳ δ’ ἂν ἀμείνω τε καὶ ἀσφαλέστερα εἴη, ὅσον καὶ προιαίτερον ἤτοι τὸ πλέον ὑφίστησι τοῦ πάχους καὶ τὸ πᾶν μείζονος δηλαδὴ τῆς διακρίσεως γινομένης, ἐντεῦ‐ θεν δ’ ἂν εἰκότως κατὰ βραχὺ τοῦ πάχους ἀφαιρουμένου, | 161 |
5 | ἅτε πεττομένης τε καὶ μειουμένης τῆς λυπούσης ὕλης. | |
6.12.9 | Τά τε προσόντα συμπτώματα διαλύοιντ’ ἂν τῶν φυ‐ σικῶν ἐκκρίσεων ἐπὶ ταῖς πέψεσιν ηὐξημένων, καὶ τὰ οὖρα πρὸς τὸ οἰκεῖον ἂν χωροίη χρῶμα. | |
6.12.10 | Εἰ δ’ ἅμα τῇ προσβολῇ τοῦ πυρετοῦ παχέα φαίνεται, καὶ μήτε προϊόν‐ τος καθίσταιτο μήτε καθιστάμενα λεπτύνοιτο, ἀεὶ δ’ ἤτοι τῷ πάχει ἐπιδιδοῦσι ταῦτα ἢ καὶ μὴ ἐπιδιδοῦντα οὔτε | |
5 | λεπτύνεται οὔτε ἐπὶ τὰ κρείττω τῶν χρωμάτων μετα‐ βάλλεται, μανθάνειν μὲν ἔξεστιν ὧδε τὴν τῆς δυνά‐ μεως ἀτονίαν, τὸ πλῆθος δ’ οὐκ ὀλίγον καταστοχάζεσθαι τῶν χυμῶν, ὥστε καὶ δέος οὐχὶ βραχύ, μὴ ἀπειποῦσαν ἤδη τὴν φύσιν τῶν αὐτῆς πάμπαν ἐνεργειῶν λαθέσθαι, | |
10 | οὗ τι ἂν εἴη χεῖρον σώματι τῇ ταύτης ἐνεργείᾳ συνιστα‐ μένῳ, οἷόν τι κἀπί τινος οὐ πάνυ πρῴην ἑώρακα μειρα‐ κίου. | |
6.12.11 | Εὖ μὲν γὰρ οὗτος εἶχεν ῥώμης τε καὶ μεγέ‐ θους σώματος, πλείοσι δὲ καὶ διαφόροις χρώμενος βρώμα‐ σιν ἀδιαιτήτως. | |
6.12.12 | Τῶν ἀδδηφάγων καὶ γὰρ ἦν ὁ μεί‐ ραξ, συνεχῶς ἡλίσκετο πυρετοῖς καὶ γαστρορροίαις ἐπὶ τούτοις περιπίπτων, ἀπηλλάττετο τοῦ δεινοῦ. | |
6.12.13 | Ἀλλά ποτε περιπεσὼν πυρετῷ ὑπ’ ἐξαισίας ἀναφθέντι σήψεως ἐμέ τε μετεκαλεῖτο καὶ τὴν θεραπείαν ἐπίστευε. | |
6.12.14 | Τρίτη μὲν οὖν ἦν ἐκείνῳ, καθ’ ἣν ἐγὼ μετακληθεὶς εἰσήκειν καὶ ὁ κάμνων οὐ μετρίως εἶχε. | |
6.12.15 | Σφυγμοῦ οὖν ἡψάμην καὶ οὐκ ὀλίγον πυρετὸν διέγνων ἐπὶ τῇ σήψει τῶν χυμῶν γεγενημένον. | |
6.12.16 | Ἐπὶ τούτοις ἀμίδα ἑωρακὼς πολὺ μὲν τὸ πάχος ἔχουσαν καὶ ὅσον μὴ οἷόν τε πλέον ὑπολαβεῖν, καὶ τὸ χρῶμα ποίκιλόν τε καὶ ἀλλόκοτον. | |
6.12.17 | Οὔτε γὰρ ἀκριβῶς ἐδόκει λευκόν, οὔτε κιρρόν, οὔτε μέλαν, οὔτε πυρ‐ ρόν, τῶν πάντων τούτων καί τοι γε τῶν χρωμάτων ὧδε διαφαινομένων, οὔτε ἀκριβῶς διακεκριμένων τε καὶ ὡρισμέ‐ | |
5 | νων ἰδίοις τόποις, οὔτ’ αὐ ἀνακεκραμένων πάνυ, ἀλλὰ μέσως πως κειμένων. | |
6.12.18 | Τὸ οὖν ἀλλόκοτον τοῦ εἴδους, τοῦ τοιούτου οὔρου πάνυ τε ἰδών, ἐθαύμασα καὶ πολλὴν | |
τὴν τῶν χυμῶν διαφθορὰν ὑπονοεῖν ἐπῄει μοι, ἢ τό γε ἀληθέστερον ἀναστοιχείωσίν τινα τῶν χυμῶν εἶπέ τις ἰδὼν | 162 | |
5 | τὰ οὖρα γεγενῆσθαι. | |
6.12.19 | Τά γε μὴν ἐπὶ τούτοις γαστρὸς ὑποχωρήσεις ἄμετροί τε καὶ βαρέως ὄζουσαι ἦσαν, τὴν ἐπὶ τὰ κάτω ῥοπὴν τῶν διεφθαρότων εἰληφότων χυμῶν. | |
6.12.20 | Καί τις δ’ ἔκλυσις τούτῳ τοῦ παντὸς καθίκετο σώμα‐ τος τῇ τε τοῦ πυρετοῦ σφοδρότητι καὶ τῇ τῶν κενουμέ‐ νων πλησμιότητι καταβεβλημένης τῆς δυνάμεως. | |
6.12.21 | Ἄκρα‐ τοι γὰρ καὶ οἷον ὑδατώδεις τούτῳ χολαὶ προΐεσαν, πλήθει τε καὶ συνεχέσιν ἐξαναστάσεσιν ὑπερβάλλουσαι τὸ σύμ‐ μετρον, καὶ ταύτην μὲν οὕτω πονήρως εἶχεν. | |
6.12.22 | Ἡ δὲ ἐπιοῦσα καὶ τὴν τῶν οὔρων ἔσχεν ἀπόκρισιν τῷ τε τὴν πᾶσαν ὁρμὴν τῆς ὕλης ἐπὶ τὴν γαστέρα χωρῆσαι καὶ τῷ τῇ τοῦ πυρετοῦ δριμύτητι διεξηράνθαι τὸν περὶ τὸν τρά‐ | |
5 | χηλον τῆς κύστεως τὰ οὖρα ἀωρὶ συνέχοντα φέρεσθαι νῦν. | |
6.12.23 | Ἐπὶ τοσούτῳ δὲ ἡ καθεκτικὴ τούτῳ παρεῖτο δύναμις τῇ ἀξιολόγῳ τῆς ὕλης ἐπὶ τὰ κάτω ῥοπῇ, ὡς νενεκρῶσθαι ἤδη ταύτην, αἵματος δὲ τεμμάχια ἤδη νενεκρωθέντος διά τε τοῦ μυκτῆρος πέμπεσθαι καὶ διὰ τοῦ φάρυγγος ἐξω‐ | |
5 | θεῖσθαι, ἀλλὰ τοῦτο μὲν ἰδών τις τῶν ἐκεῖσε θαμιζόντων ἰατρῶν φλέβα ἔτεμεν μηδὲν ὂν προσῆκον, οἰηθεὶς τῷ πλήθει διωχλεῖσθαι τοῦ αἵματος. | |
6.12.24 | Ἐπεὶ δὲ ἤδη τε‐ τάρτη μὲν ἦν, ἀφ’ ἧς τὰ οὖρα ἐπέσχετο, ἡ δὲ κύστις ἐξῴ‐ δηκε, πλείονος ἀθροισθέντος οὔρου καὶ μὴ χώραν εἰς ἔξο‐ δον ἔχοντος, ἕκτη τε ἤδη ἦν καὶ σπασμὸς ἐξαίσιος ἐντεῦθεν | |
5 | εἶχε τὸν κάμνοντα, καὶ οὕτω ῥᾳδίως καταβληθείσης τῆς λειπομένης δυνάμεως, συναπῄει τῷ συμπτώματι ὁ ἄν‐ θρωπος. | |
6.12.25 | Καὶ τοῦτο μὲν εἴρηται μὴ πάνυ δέον ὂν τοῦ παχέος οὔρου τὸν λόγον ἐφελκυσαμένου. | |
6.12.26 | Ἐπεὶ δέ τινας εἰκὸς ποθεῖν εἰδέναι καὶ τοιαύτην ἱστορίαν ἑτέ‐ ραν, καὶ ταῦτα προσεπιθήσω τῷ λόγῳ διὰ παραπλήσια ῥηθησόμενα οὖρα. | |
6.12.27 | Τοῦ γάρ τοι σκοποῦ μὴ ἐκβεβλη‐ μένῳ καὶ ταῦτ’ εἰ λέγοιτο, μετρίως ἂν ἴσως λυποίη τὸν περὶ τὰ τοιαῦτα σπουδαῖον. | |
6.12.28 | Ἧκέ τις ἀγρόθεν εἰς ἡμᾶς ἀμίδα φέρων οὖρα πάνυ παχέα ἔχουσαν καὶ ποι‐ κίλα καὶ μικροῦ οἷα τὰ τοῦ ῥηθέντος πρὸ βραχέος. | |
6.12.29 | Ἐλέ‐ λειπτο μέντοι τοῦ συναναφαινομένου κείνοις πυρροῦ χρώ‐ | |
ματος καὶ εἰ δεῖ παραδειγματίσαι τὸν λόγον νέφεσιν ἐῴ‐ κεσαν, ἃ μήτε πάμπαν ἀπεστραμμένου τοῦ ἡλίου μήτε | 163 | |
5 | καταφωτιζομένου, πυκνὰ δὲ καθ’ αὑτὰ πεφυκότα καὶ τῇ χροιᾷ ἀνώμαλα φαίνεται. | |
6.12.30 | Οὗτος δ’ αὖ ὁ τὴν ἀμίδα ἔχων ὑδάλεος ἦν καὶ ἐξωδηκώς, ἔφασκε δὲ προνενοσηκέναι νόσον οὐ μετρίαν, ἀφ’ ἧσπερ ἀνακληθεὶς εἰς τοῦτο τοῦ πάθους γέγονεν. | |
6.12.31 | Ἔδοξε οὖν ἡμῖν ἐπὶ ἀρρώστῳ ἔτι τῇ πεπτικῇ δυνάμει ἐκδεδιητῆσθαι τὸν ἄνθρωπον, ὥστ’ ἐντεῦθεν εἰς ἐκεῖνο τοῦ πάθους περιπεσεῖν πολλῆς ὠμο‐ χυμίας συναθροισθείσης τῷ σώματι. | |
6.12.32 | Καὶ δὴ τότε μὲν ᾗ κεχρῆσθαι ἐχρῆν διαίτῃ πυθόμενος ᾤχετο. οὐκ οἶδα δὲ τοῦ λοιποῦ ὅτι καὶ γέγονεν, εἰ μὴ καὶ αὖθις ἐπανιόντι. | |
6.12.33 | Σύ γε μὴν ὁ περὶ τὰ τοιαῦτα σπουδαῖος οὕτω πάνυ φαῦλα συνιὼν τὰ σφόδρα παχέα οὖρα καὶ τὰς ἐπὶ τούτοις ὡς εἰκὸς ἐπιτίθει προρρήσεις εἴς τε τὴν φυσικὴν ἀφορῶν δύναμιν καὶ εἰς τὴν τῶν συστάσεών τε καὶ χρωμάτων | |
5 | μεταβολήν. | |
6.12.34 | Κατὰ μὲν ἤτοι λεπτυνόμενα καὶ χρώ‐ ματα ἀμείνω δεχόμενα ἀποδέχεσθαί τε καὶ τὴν τῶν λυ‐ πούντων ἄνεσιν ὡς ὑφιζομένην ἀποδέχεσθαι, τὰ δ’ αὖ ἐπὶ τἀναντία χωροῦντα μέμφεσθαί τε καὶ ἀποστρέφεσθαι, | |
5 | πολλὴν μὲν τῆς δυνάμεως ἀτονίαν κατηγοροῦντα, πολλὴν δ’ αὖ τὴν τῆς κακοχυμίας πληθώραν. | |
6.12.35 | Ἀλλ’ ὁ μὲν περὶ συστάσεως λόγος ὧδέ πη κείσθω ἱκανῶς, ὡς οἶμαι, ῥηθείς, εἴ γε τοῖς συνετοῖς καὶ τὰ μέτρια λόγῳ μόνον ἀληθείας ἐχόμενα πολλὰς ὀρέγει τὰς ἀφορμὰς εἰς τὴν τῶν | |
5 | νοσημάτων πρόγνωσιν. | |
6.12.36 | Ἐνταῦθα δὲ προσῆκον ἂν εἴη καὶ περὶ παρυφισταμένων φάναι οὕτω τῆς συνθήκης ἀπαιτούσης τοῦ λόγου. | |
6.13t | Κεφ. ιγʹ. Περὶ τῆς ἐκ τῆς διαφορᾶς τῶν τόπων τῶν παρυφισταμένων προγνώσεως. | |
6.13.1 | Ὅτι μὲν οὖν τὰ παρυφιστάμενα λευκά τε ὄντα καὶ λεῖα καὶ ὁμαλὰ παρ’ ἅπαντα τὸν χρόνον ἀσφάλειάν τε καὶ ὑγίαν σημαίνει, ὁ Ἱπποκράτης προλαβὼν ἔφη καὶ ἡ πείρα πρὸς τῷ λόγῳ διδάσκει. | |
6.13.2 | Καθ’ ὅτι δ’ ἂν λείποιτο ταῦτα τούτων καὶ ἡ ἀκριβὴς ὑγίεια λείπεται κατὰ τὸ μέτρον δη‐ λονότι τῆς ἐκ τοῦ κατὰ φύσιν διαπτώσεως τοῦ παρυφιστα‐ μένου. | |
6.13.3 | Καὶ δὴ τἄλλα μὲν ἔχοντος τοῦ παρυφισταμένου κατὰ φύσιν τε καὶ κόσμον, ἐκλελοιπότος δὲ τὸν οἰκεῖον τόπον, καθόσον ἂν ἀποσταίη τοῦτο τοῦ τῆς ἀμίδος πυθ‐ μένος ἐπὶ τὰ μετέωρα, πλείω μὲν τὴν τοῦ κουφίζοντος | 164 |
5 | πνεύματος κατηγορεῖ οὐσίαν, ἐκείνους δὲ τῶν τόπων τοῦ σώματος μὴ καλῶς διακεῖσθαι, καθ’ οὕς ἂν τύχῃ ἐμφερό‐ μενα τὰ παρυφιστάμενα. | |
6.13.4 | Καὶ χρονίζοντα μὲν ἐπὶ τοῦ αὐτοῦ, μείζους καὶ τὰς βλάβας σημαίνει μετ’ ἀρρωστίας τῆς δυνάμεως, κατὰ βραχὺ δὲ καθιστάμενα μετριώτερα τούτων πέφυκε. | |
6.13.5 | Τοιοῦτον δέ τι καὶ αὐτός ποτε μέμνημαι ἰδὼν ἐπί τινος γυναικός, ἣ παρά τινος Σύρου πιοῦσα φάρ‐ μακον καθαῖρον, ἐπεὶ δριμύτερόν πως ἐκεῖνο ὂν ἐτύγχανε, πρὸς βραχὺ μὲν ἐκάθηρε τὰ προσήκοντα, τῇ δὲ δριμύτητι | |
5 | προϊὸν καὶ τῶν ἐντέρων καθήψατο. | |
6.13.6 | Αἱματώδη οὖν ἐπὶ τούτοις ἐφέρετο καὶ ὀδύναι ἐν τῇ ἄνω γαστρὶ καὶ τοῖς ἐν‐ τέροις παρείποντο. | |
6.13.7 | Τοῦτο ἑωρακὼς ὅ τε ἰατρὸς καὶ οἱ περὶ τὴν κάμνουσαν ἄνθρωποι ἱστᾶν τε ἐπεχείρησαν τὰ αἱματώδη ἐκεῖνα καὶ τοῖς ἐπέχουσι πάνυ πολὺ κατεχρή‐ σαντο. | |
6.13.8 | Ἀλλ’ αὕτη μὲν οὕτω καταστᾶσα τότε μὲν ἔδοξε ὑγιὴς τυγχάνειν. οὐ πολλαὶ δ’ ἡμέραι καὶ περὶ τὰ ὑποχόν‐ δρια βάρους τε καὶ ἀλγηδόνος ᾔσθετο, ἀποσιτίαι ἐπὶ τού‐ τοις μέτριαι καὶ δίψαι ἦσαν. | |
6.13.9 | Οὖρα ταύτῃ ὁτὲ μὲν θερμὰ καὶ παχέα καὶ τῷ ἐκτὸς πυρὶ διαλεπτυνόμενα, τὰ παρυφιστάμενα δὲ τὸν μέσον εἶχεν ἀπολαβόντα τόπον τοῦ χύματος, ἐνίοτε δ’ αὖ καὶ μὴ παχυνομένων καὶ αὖθις | |
5 | ἐπὶ τοῦ αὐτοῦ τὰ παρυφιστάμενα ᾐώρηται τόπου. | |
6.13.10 | Ἐγὼ μὲν οὖν ταῦθ’ ὁρῶν ἐστοχαζόμην ἀπό γε τοῦ δοθέντος ἔναγχος φαρμάκου ταύτῃ οὐ μετρίαν ὕλην ἀποσπασθεῖσαν τῶν βαρυτέρων τοῦ σώματος ἐκεῖ που ἐναπολελεῖφθαι τῶν | |
5 | στυφόντων καταχρήσει φαρμάκων, προσεμφράξαι δὲ καὶ τὰς τροφὰς ᾠόμην μετὰ στυφόντων οὕτω προσαγομένων εἰδῶν καὶ μὴ κλύσματά τε καὶ βαλάνους ἐνιέναι δεῖν φάσκων ἐμαυτόν τε ἑώρων ἀκριβῶς ἐστοχασμένον καὶ τὴν κάμνουσαν ἀνίεσθαί τε τῶν ἀλγεινῶν ἐποίουν. | |
6.13.11 | Οὐ μέντοι ταῦτα οἷά τε ἦσαν καὶ τοῦ παντελοῦς ἀπαλλάξαι πάθους τὴν ἄνθρωπον, καὶ μείζονος οὖν ἢ κατὰ κλύσμα δεῖσθαι ταύτην καθάρσεως οὔτ’ ἔπειθον δέος οὐκ ὀλίγον | |
5 | ἔχουσαν διὰ τὰ πρῶτά οἱ συμβᾶντα, οὔτε ἀπαγορεύουσαν ἑώρων πάνυ παιδευομένην ταῖς μετριωτέραις κενώσεσι, καὶ ἐμοὶ μὲν οὐχ ὑπεῖξε τότε ὑποθεμένῳ τῷ ῥηθέντι δέει, συνεχομένη. | 165 |
6.13.12 | Ἐπεὶ δὲ μετ’ οὐ πολύν τινα τὸν χρόνον ἐπὶ τὰ χείρω φερομένη τῶν ἀξιολογωτέρων τινὰ τῇ τέχνῃ μετεκαλεῖτο ἄνθρωπον, κἀκεῖνος εἴξαις ταῖς ἀξιώσεσιν καὶ ἀφικόμενος ᾠήθη εἰς ὑποχονδρισμοῦ περιπεσεῖν τὴν κάμνου‐ | |
5 | σαν πάθος. | |
6.13.13 | Τὸ δ’ οὐκέτι μὲν τοιοῦτον ἦν, ὥς γε ἐμοὶ ἐδόκει εἰκὸς δὲ ἦν ἔσεσθαι μετὰ οὐ πολὺ τοιοῦτον, τὴν τοῦ καθαρτηρίου ἔπειθε προσφορὰν φαρμάκου, καὶ μὴ ἂν ἄλλως ἔφασκεν ἀπηλλάχθαι τὸν κατεχόντων ἀλγεινῶν, εἰ | |
5 | μὴ ταῖς ὑποθήκαις ἐνδοίη τῶν εὖ κρίνειν εἰδότων νοσή‐ ματα. | |
6.13.14 | Ἐπεὶ δὲ καὶ μικρά τις ῥοπὴ ἐνίοτε τὰ μεγάλα δύναται—ἐτύχομεν γὰρ καὶ ἡμεῖς τὸν λόγον τἀνδρὸς ἐπαινέσαντες—ἐπείσθη τε ἡ κάμνουσα καὶ μετρίως κα‐ θαῖρον ἐπιπιοῦσα φάρμακον τῶν λυπούντων αὐτὴν δεινῶν | |
5 | ἀπηλλάττετο. | |
6.13.15 | Οὕτως ἡ ἐφ’ ἕτερα τοῦ πυθμένος δια‐ τριβὴ χρονία τοῦ παρυφισταμένου τοὺς κατ’ ἀναλογίαν πεπονθότας τόπους τοῦ σώματος δείκνυσι. | |
6.13.16 | Τῶν γάρ τοι περιττῶν ὑγιαίνοντος τοῦ σώματος φύσει κάτω διω‐ θουμένων πρὸς ἔκκρισιν, ἂν ἐπὶ τἀναντία ταῦτα φέρηται ἀντωθούμενα ἐκεῖσέ πη ἐπισωρεύεσθαι εἴωθε καὶ τῷ χρόνῳ | |
5 | λυπεῖν τὸν κάμνοντα καὶ τὰ μὲν αἰωρούμενα ἐπὶ τὸ μέ‐ σον χύματος μᾶλλον ὑποχονδρίων τε καὶ σπλάγχνων ἅπτε‐ σθαι δοκεῖ. | |
6.13.17 | Καὶ ἔτι θώρακος, τὰ δ’ ὡς νεφέλαι ἐπι‐ νηχόμενα τῶν περὶ τὴν κεφαλὴν καθέστηκεν ἀλγεινῶν σύμβολα καὶ προσθήσω κἀπὶ τούτων ἱστορίαν ἑτέραν σα‐ φηνείας τινὰ τῶν λεγομένων ἕνεκεν. | |
6.13.18 | Ἔκειτό τις τῶν ἡμῖν γνωρίμων οὐ μετρίως πυρέσσων καὶ δι’ ὅλου μὲν αὐτοῦ τὰ παρυφιστάμενα τῶν οὔρων μετεωριζόμενα προὐ‐ χώρει καὶ προϊόντα ἐπινέφελα ἦν. | |
6.13.19 | Ὁ κάμνων ἐπὶ τούτοις παρελήρει καὶ ἀνεπαισθήτως ἐπὶ κλίνης τὰς φυσι‐ κὰς ἀνάγκας ἐπλήρου. | |
6.13.20 | Ἑνδεκάτῃ ἐπὶ τῇ ἐπιφανείᾳ τὸ παρυφιστάμενον ἐνήχετο λευκὸν μέν, ὑπόγλισχρον δὲ καὶ οἷον εἴρηται ἐν τοῖς περὶ διαφορᾶς οὔρων τὸ ἀντίθετον τῷ τραχεῖ τυγχάνειν. | |
6.13.21 | Ἐῴκει γὰρ τοῦ κατὰ φύσιν εἶ‐ ναι παχύτερον καὶ οἷον ἂν φαίης εἶναι τὸ γονοειδές, τὴν | |
μετ’ αὐτὴν δὲ καὶ ἑτέραν οἶμαι οὐδέν πη ὤφθη τοῖς οὔροις παρυφιστάμενον. | 166 | |
6.13.22 | Ἀνείθη μετ’ οὐ πολὺ τὴν παρα‐ φροσύνην ὁ ἄνθρωπος, ἐρράϊσε πάντη, ἐτέθραπτο. | |
6.13.23 | Οὔπω ἀκριβῶς εἰς τὴν προτέραν ἧκεν ὑγίειαν, καὶ παρωτίδες ἑκατέρωθέν οἱ ἐξεπεφύκεσαν. καὶ αὗται δὲ πεπανθεῖσαί τε καὶ ἀναστομωθεῖσαι ὑγίανται. | |
6.13.24 | Ἐδόκει οὖν τὸ δι’ ὅλου ἐπινέφελον παρυφιστάμενον τὴν ἐπ’ ἐκεῖνα ῥοπὴν τῆς ὕλης ἐπισημαίνειν. | |
6.13.25 | Ταῦτ’ ἄρα καὶ ὑμῖν προσῆκον, ὅσοι δῆτα περὶ τὰ τοιαῦτα σπουδάζετε ἐκμανθάνειν τε καὶ προλέγειν τὰ δέοντα. | |
6.13.26 | Καὶ ταῦτα μὲν τὰ παρυφιστάμενα λευκά τε ὄντα καὶ ἀμιγῆ, σωμάτων ἑτεροειδῶν τῷ τόπῳ μόνῳ διαλλάξαντα τοσαῦτα λυπεῖν εἴωθεν. | |
6.13.27 | Ἂν μέντοι καί τινα αὐτοῖς ἐπιφέρηται ἑτεροειδῆ, ἀπὸ μὲν τοῦ χρώματος τὸν χυμὸν καταγγέλει. | |
6.13.28 | Εἰ δὲ καὶ διαξαίνοιντο δι’ ὅλου τὰ τοιαῦτα παρυφιστάμενα καὶ τὸ κατὰ πλάτος τοῦ χύ‐ ματος καταλαμβάνοιεν διάστημα κατ’ ἀναλογίαν καὶ τὰς ἀλγεινὰς αἰσθήσεις τοῖς κάμνουσιν ἐπεγείρει, ἐπὶ τὰ μέρη | |
5 | ταῦτα τῆς ὕλης διωθουμένης τῷ προσισταμένῳ νόθῳ πνεύματι. | |
6.13.29 | Καὶ λέλεκται περὶ τούτων κἀν τοῖς περὶ διαγνώσεως οὔρων λόγοις. | |
6.14t | Κεφ. ιδʹ. Περὶ τῆς ἐκ τῶν ἀνομοιομερῶν παρυφισταμένων προγνώσεως. | |
6.14.1 | Τά γε μὴν φαῦλα τῶν παρυφισταμένων τῷ χρώ‐ ματι τοσούτῳ χείρω καταγγελεῖ τῷ σώματι ὅσῳ καὶ πρὸς τὸν πυθμένα τοῖς κατὰ φύσιν ὡσαύτως παρυφισταμένοις χωρεῖ. | |
6.14.2 | Μέλανα γὰρ ἐναιωρήματα κάτω ἰόντα μὲν εἰς ὑπερβολὴν πονηρίας ἥκειν δηλοῖ τὴν νόσον· καθόσον δ’ ἂν ἐπινεφελοῦται, καὶ τὸν κάμνοντα περιέσεσθαί ποτε δηλοῖ, τῆς φυσικῆς δυνάμεως ἰσχυούσης. | |
6.14.3 | Ἐκεῖνα μὲν γὰρ τὴν φύσιν οἷον καταδέξασθαι νικηθεῖσαν ὑπαγορεύει, ταῦτα δέ πως ἔτι ἀντίσχουσαν ἀπωθεῖσθαι, ἀντεστραμμέ‐ νως τούτου συμβαίνοντος τοῖς κατὰ φύσιν παρυφισταμέ‐ | |
5 | νοις. | |
6.14.4 | Αἱ δὲ χολώδεις τε καὶ δίαιμοι καὶ ἐρυθραὶ τὸν μέσον τῶν τε πάνυ πονηρῶν καὶ ὑγειῶν ἀνειληφυῖαι λό‐ γον καὶ τὴν ἐπὶ τῇ κρίσει μεσότητα ἀνειλήφασι, δέοιντο δ’ ἂν καὶ αὗται πλείονος εἰς πέψιν χρόνου, ὥστε δεῖ καὶ | |
5 | τῆς δυνάμεως αὐτῆς καταστοχαζόμενον ἀναλόγως καὶ τὰς προγνώσεις ἐπισυνάγειν. | |
6.14.5 | Περὶ δὲ τῶν ἀθρόων καὶ τὸ πλέον τῆς ἀμίδος παρυφισταμένων ἐχόντων καὶ διενεγκόν‐ των πάχει τὰ σύμμετρα ὧδέ πη μαθεῖν ἐστιν ἀκριβέστε‐ ρον. | 167 |
6.14.6 | Ἐν μὲν ταῖς ἀρχαῖς τε καὶ ἐπιδόσεσι τῶν νοση‐ μάτων φαινόμενα καὶ μάλιστα εἰ ἀξιόλογος εἴη ὁ πυρετός, περιουσίαν μέν ἐξαγγέλλειν τῶν χυμῶν, ῥώμης δὲ καὶ χρό‐ νου εἰς πέψιν δεῖσθαι καὶ τύχης ἀγαθῆς οἶμα, ὥστε καὶ | |
5 | στενοχωρίαν τινὰ ἐντεῦθεν περὶ τὸν θώρακα στοχάσαιο, τῷ πλήθει οἷον στενοχωρουμένου τοῦ διαφράγματος. | |
6.14.7 | Ἀκμαζόντων δ’ ἤδη καὶ παρακμαζόντων τῶν πυρετῶν, σωτήριά τε καὶ ἀγαθὰ ἐπ’ ἐκεῖνα τὴν ὁρμὴν ἀπειληφότων τῶν περιττῶν. | |
6.14.8 | Ὁ δὲ περὶ ὀροβοειδῶν τε καὶ πιτυροει‐ δῶν, πεταλωδῶν τε καὶ κριμνωδῶν ὑποστάσεων λόγος πά‐ λαι μὲν ὡς ἔδει ἐν τοῖς περὶ διαγνώσεως οὔρων εἴρηται. | |
6.14.9 | Νυνὶ δὲ τοσοῦτόν ἐστιν ἐπιθεῖναι, ὡς, ἂν μὲν ἐπὶ τὰ χείρω καὶ πλείω ταῦτα προΐῃ, μέμφεσθαι καὶ ἀπαγορεύ‐ ειν, ὡς τὴν ἕξιν φθείροντα θέμις. | |
6.14.10 | Τοὐναντίον δ’ αὖ μειούμενά τε καὶ ἐπὶ τὰ ἧττον πονηρὰ χωροῦντα, προσ‐ ΐεσθαί τε καὶ μὴ ἀπελπίζειν τὴν σωτηρίαν τοῦ κάμνον‐ τος. | |
6.14.11 | Ἔχεις καὶ τὸν περὶ τῶν παρυφισταμένων λόγον ἱκανῶς ἐκτεθειμένον, οἶμαι, τοῖς τὸ βραχυλογεῖν ἀσπαζο‐ μένοις καὶ τοῖς διὰ μετριωτέρων τὰ πλείω μανθάνειν ἐθέλουσιν. ἑξῆς οὖν ἴωμεν τῷ λόγῳ. | |
6.15t | Κεφ. ιεʹ. Περὶ τῆς ἐκ τῶν πομφολύγων προγνώσεως. | |
6.15.1 | Ἐπεὶ τοίνυν ὁ περὶ πομφολύγων λογος οἶδέ τι λυσιτελεῖν εἰς διάγνωσιν, καθὰ καὶ περὶ τούτου ἐκεῖ που ἔφαμεν, καὶ νῦν ἐπιθῶμεν τῷ λόγῳ ὅσον ἀποχρήσειν δόξῃ εἰς πρόγνωσιν. | |
6.15.2 | Ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ἐπινη‐ χόμεναι τοῖς οὔροις ψυχρῶν πνευμάτων περιουσίας σύμ‐ βολα νομίζοιντ’ ἄν, καὶ μάλιστα εἰ μείζους τε καὶ διακε‐ χυμέναι φαίνοιντο ἀνωμάλως. | |
6.15.3 | Ἐπὶ δὲ πυρεσσόντων μήπω μὲν πρότερον ὀφθεῖσαι κρίσιν ὅσον οὔπω τοῦ πυ‐ ρετοῦ σημαίνουσιν. | |
6.15.4 | Ἤρκεσαν γάρ ποτε φανεῖσαι πεί‐ σαι παρηκμακότα τὸν πυρετὸν οἴεσθαι, ὥσπερ ἀμυδρὰ τυγχάνουσαι πέψεως σύμβολα καὶ ἄγγελοι παρυφισταμέ‐ νων τότε πεπεμμένων νομίζονται, καὶ ἀντ’ ἐκείνων ἐνίοτε | |
5 | μὴ φαινομένων ἀποχρῶσιν αἱ λάμπαι, συναναφαινόμεναι δὲ καὶ συμπροϊοῦσαι πυρετοῖς, ἄλγη μὲν ἐπάγουσιν οὐ μέτρια κεφαλῆς. | 168 |
6.15.5 | Οὐ μέντοι καὶ κινδυνώδη, καὶ μά‐ λιστα εἰ μετὰ λεπτῆς συστάσεως ὡς στεφάνη ἐπινήχονται, μετὰ δὲ παχείας ὡς μετριωτέρας οὔσης καὶ αὗται μετριώ‐ τερα φαινόμεναι σημαίνουσιν. | |
6.15.6 | Ὃ δ’ ἐκεῖ μὲν εἴρηται καταρροίας σύμβολον, εἰς πνεύμονα δὲ εἶναι ἐπιπροηγη‐ σαμένης κεφαλαλγίας ὤφθη, τοιοῦτόν τι πέφυκεν. | |
6.15.7 | Ἐπει‐ δὰν θέρους ὥρα ᾖ—τότε γὰρ μάλιστα συμβαίνειν εἴω‐ θεν—ἢ καὶ ἄλλως πως ἐπὶ τὸ θερμότερον διατεθεὶς ὁ ἄνθρωπος, δίψα δ’ αὐτὸν ἔχει, προσενέγκηται δὲ τοῦ δέ‐ | |
5 | οντος πλείω πόματα, τότε δὴ τότε ἡ κεφαλὴ αὐχμῶσα ἐπεσπάσατο τὸ πολὺ τῆς ὑγρότητος καὶ πλήρης γέγονε. | |
6.15.8 | Μετ’ οὐ πολὺ δὲ ὀδύνη ἔσχεν αὐτὴν καὶ βάρος μέτριον, ἐπισπασαμένην μὲν τοῦ προσήκοντος πλέον ὡς εἴρηται διὰ τὴν ἐπιγεγονυῖαν αὐτῇ θερμὴν κατάστασιν, ἐξαποροῦσα δὲ τὴν τοσαύτην πέψαι ὑγρότητα, ἀφ’ ἡς καὶ αἱ ὀδύναι | |
5 | γίνονται μὴ κρατουμένης. | |
6.15.9 | Ἀλλ’ ἐπειδὰν ἡ κεφαλὴ βαρυνομένη τὸ μὲν προσλάβηται, τὸ δὲ ἕτερον ἀπολύσῃ, τοῦτο κατενεχθὲν καὶ τῇ λεπτότητι παραρρυὲν εἰς τὸν πνεύμονα, βῆχα μὲν ἠρέθισε, κοιλίαν δ’ ᾔδη ὑποκατιὸν | |
5 | βραχύ τι ὅσον ἐτάραξεν. | |
6.15.10 | Καὶ ὑγιαίνουσι μὲν καὶ νο‐ σοῦσι τοιαῦτα φανέντα οὖρα τὰ παραπλήσια ἂν σημάνειεν. | |
6.15.11 | Οὐ μέντοι ἐπὶ νοσούντων ἢ πολλοῦ πόματος προσφο‐ ρὰν ἢ αὐχμὸν ἐκ κόπου καὶ ἄλλα ὅσα αἴτια διενηνοχότα ᾖ, τῷ τῆς τοιαύτης θήσεις μέρει προγνώσεως. | |
6.15.12 | Αἵ γε μὴν τὴν τῆς κεφαλῆς ὀδύνην ἐσήμαινον, κατὰ βραχὺ μὲν διαλυόμεναι καὶ τὰς ἀλγηδόνας μειοῦσθαι σημαίνουσι, πάμπαν δὲ πολλαὶ καὶ μείζους καὶ ἀνώμαλοι διὰ κακοχυ‐ | |
5 | μίαν ἐπὶ τῆς ἀμίδος ἐπιλελύσθαι ἤδη τὰς ἡγησαμένας ὀδύνας. | |
6.15.13 | Ὅτι δὲ καὶ τῶν σημαινουσῶν ὀδύνην πομ‐ φολύγων αἱ μὲν διὰ πάσης τῆς στεφάνης καὶ τῆς ὅλης κεφαλῆς σημαίνουσι τὴν ὀδύνην, αἱ δ’ ἡμιτόμοι τῆς ἡμι‐ σείας καὶ αἱ λοιπαὶ ἀναλόγως, καὶ τοῦτο μαθεῖν ἐστιν | |
5 | ἐντεῦθεν. | 169 |
6.16t | Κεφ. ιϛʹ. Περὶ προγνώσεως τῆς ἐκ τῶν κατὰ τὴν στεφάνην ἑτεροειδῶν χρωμάτων. | |
6.16.1 | Περὶ δὲ τῶν κατὰ τὴν στεφάνην ἑτεροειδῶν χρω‐ μάτων οὕτω δεῖ οἴεσθαι, ὡς τὰ μὲν χείρω χρώματα τῶν κατὰ τὸ λοιπὸν χύμα μέμφεσθαι δεῖ καὶ τοσούτῳ μᾶλλον ὅσῳ καὶ χείρω διαφαίνεται. | |
6.16.2 | Τὰ δὲ ἀμείνω δὲ προσ‐ ΐεσθαι ἀρχῆς τυγχάνοντα ἐπικρατείας τῆς φύσεως. | |
6.16.3 | Ἐκεῖ‐ θεν γὰρ ὥσπερ ἀπ’ ἀρχῆς τινος ἠργμένης τῆς φύσεως ἢ κρατεῖν ἢ κρατεῖσθαι κατὰ τὴν ἀπὸ τῶν περὶ τὴν στεφά‐ νην χρωμάτων διάγνωσιν ἔστιν ὡς εἰκὸς εἰδέναι σωτηρίαν | |
5 | καὶ θάνατον. | |
6.16.4 | Ἀλλ’ αὗται δὴ αἱ στεφάναι τὸ μὲν πλέον ὁμόχροοι τυγχάνουσαι τῷ λοιπῷ τοῦ χύματος χρώματι οὔτε διαφέρονται, καὶ ἀπὸ τοῦ παντός ἐστιν ὧδε χρώμα‐ τος συλλογίζεσθαι. | |
6.16.5 | Ὁπόταν δὲ τύχοιεν διαφέρουσαι τῷ χρώματι, ἐπίδηλοι μὲν ἤδη τοῖς νοῦν ἔχουσιν. ἐκεῖθεν δὲ δεῖ τεκμαίρεσθαι τὰς οἱασδήτινας κινήσεις τοῦ σώμα‐ τος. | |
6.16.6 | Καὶ περὶ μὲν τῶν κατὰ τὴν στεφάνην εἴρηται καὶ πρότερον κἀν τοῖς περὶ διαγνώσεως, ὥστε καὶ τὸ νῦν ῥηθὲν πρὸς ἐκείνῳ ἀρκοῦν δόξει τοῖς ἐκ βραχέων συλλογι‐ ζομένοις καὶ πλείονα. | |
6.16.7 | Νῦν δὲ προσεπιμνησθέντες καὶ τῶν, εἴ τι λέλειπται, τὸν περὶ προγνώσεως ὧδέ πη καταπαύ‐ σωμεν τὸν πρῶτον λόγον. | |
6.16.8 | Τὰ τοίνυν ὄζοντα τῶν οὔ‐ ρων μετὰ φαύλων μὲν χυμάτων καὶ παρυφισταμένων φαι‐ νόμενα τὴν ὅλην ἕξιν νενεκρῶσθαι διαφαίνει τοῦ σώματος, ὥστε ἐγγὺς ἤδη τελεῖν τὸν θάνατον οἴεσθαι καὶ προσήκειν | |
5 | καὶ προλέγειν, ἑτέρως δὲ ἔχοντα καὶ μάλιστα εἰ πῦον ὑφί‐ ζον, κἀκεῖνό γε τὸ ὄζον, καί που τὴν ἐντὸς σημαίνει πλη‐ γήν. | |
6.16.9 | Κἂν μὲν ἐπὶ προήκοντι τῷ χρόνῳ μείω τῆς ὀδμῆς καὶ τοῦ ὄγκου φαίνηται, τάχ’ ἂν ἐπικρατεῖν τὴν φύσιν λογίσαιο, ἐκεῖνο δ’ αὖ εἰ τἀναντία. | |
6.16.10 | Ἀλλὰ δὴ καὶ τὰ συνεχῶς ἐπινηχόμενα συντήγματα καὶ οἷον ἀράχνια φαῦλά τε καὶ προλέγειν χρή, ἢ νεφροὺς πεπονθέναι ἢ τὸ σῶμα ἀτροφεῖν συντήξεως γινομένης. καὶ ταῦτα μὲν ὧδε κείσθω. | |
6.16.11 | Ἐπεὶ δὲ μέτρον ἀρκοῦν ἤδη τῷ λόγῳ τούτῳ τεθήκα‐ μεν, ἐνταῦθα μὲν τοῦτον καταπαύωμεν διεξιόντες ὅσα ἔν τε χρώμασι καὶ συστάσεσι παρυφισταμένοις τε καὶ [ὅσα | |
ἐν αὐτοῖς τεθεώρηται, στεφάναις τε καὶ] πομφόλυξιν, | 170 | |
5 | ὀδμαῖς τε καὶ τοῖς ἐπινηχομένοις συντήγμασιν ἐς πρόγνω‐ σιν εἴωθε λυσιτελεῖν, ὅσα δὲ λέλειπται, ὁ μετὰ τοῦτον ἕξει λόγος. | |
6.16.12 | Τὰχα γὰρ ἂν ἐν ἐκείνῳ καὶ τὸ πᾶν τῆς πραγματείας περάνωμεν. | |
6.16.13 | Εἴη δὲ κἀκεῖ τὰ δέοντά τε καὶ λείποντα φάναι, κἄν τι δὲ καὶ διαμαρτεῖν γένηται ἀν‐ θρώπους ὄντας, καί τοί γε πολλὰς ἐν ἄλλοις ἀφορμὰς εἰρηκότων συγγνοίη μὲν ἂν ὁ συνετὸς πρὸς τὸ οὐκ εὐεπῄ‐ | |
5 | βολον τῆς πγαγματείας ἑωρακώς, προσθείη δ’ ἂν ὁ προσ‐ εξευρὼν τὸ ἐπὶ πᾶσι κάμνουσί τε καὶ ὑγιαίνουσι τῆς πρα‐ γματείας σκοπήσας χρήσιμον. | |
7.1.1(1t) | ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΟΥΡΩΝ | |
2t | ΛΟΓΟΣ Β. | |
7proem1(t) | Προοίμιον. | |
1 | Τὸ τὴν πρόγνωσιν ἀσκεῖν τε καὶ ἐπιτηδεύειν πά‐ λαι μὲν Ἱπποκράτῃ τῷ σοφῷ διὰ σπουδῆς γέγονεν, ὥστε καὶ προγνωστικὸν κατέλιπε σύγγραμμα καὶ μετ’ αὐτὸν δὲ τῷ δεινῷ τὴν τέχνην Περγαμηνῷ Γαληνῷ. | |
7proem2 | Ἀλλὰ δὴ καὶ εἴ τις ἕτερος κατ’ αὐτοὺς ἢ καί τι ἐλλείπων πολλὴν τὴν περὶ τούτου πρόνοιαν ἐποιεῖτο, τὸ μὲν ἀλογίστως θε‐ ραπεύοντά τινα ἐπιτυγχάνειν, τύχης μᾶλλον ἄν τις ἢ τέχ‐ | |
5 | νης θείη. | |
7proem3 | Τὸ δὲ λόγῳ μὲν ἐπιχειρεῖν τοῖς νοσήμασι, προλέγειν τά τε ὄντα καὶ συμβησόμενα καὶ τὰ προγεγο‐ νότα πρὸς τούτοις, τοῦτο μὲν ἀξιέραστον τῆς τέχνης μέ‐ ρος καθέστηκεν, οὐκ ὀλίγην δέ τινα πειθὼ καὶ δόξαν ἐπι‐ | |
5 | τίθησι τοῖς ἀσκήσασιν. | |
7proem4 | Οἵ τε γὰρ κάμνοντες πυθόμενοι ἃ πάσχουσι, πρὶν ἢ φάναι, ἑτοίμως ἑαυτῶν τὴν σωτηρίαν τούτοις πιστεύουσι, καὶ οἱ δ’ αὖ μετ’ ἀσφαλείας καὶ βεβη‐ κότος φρονήματος λέγουσί τε καὶ πράττουσι τὰ δέοντα, | |
5 | φήμη δ’ ἀγαθὴ περιρρεῖ τοὺς πολλοὺς τῆς ἐπὶ τοὺς κάμνον‐ τας προγνώσεως τὸ ἀξιόπιστον παρεσχηκυίας τοῖς ἀσκή‐ σασι. | 171 |
7proem5 | Πολλῶν οὖν ὄντων, ἐξ ὧν ἄν τις ἀσκήσας ἐπι‐ τηδεύοι πρόγνωσιν, οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀπὸ τῶν οὔρων πέφυκε πρόγνωσις. | |
7proem6 | Ὁ γὰρ δὴ ταύτην ἀσκήσας βραχύ τι ἂν οἶμαι τῆς ἐπὶ πᾶσι γινομένοις τοῖς ἀνθρωπί‐ νοις πάθεσι διαπέσει προγνώσεως. | |
7proem7 | Ἐπεὶ τοίνυν ἔφθη‐ μεν εἰρηκότες ἐν τῷ πρὸ τούτου λόγῳ, ὅσα προσήκειν ἔδοξε ἐπί τε χρώμασι καὶ συστάσεσιν καὶ παρυφισταμένοις καὶ εἴ τι ἕτερον, νῦν ἂν προφρόνως ἐπιθείημεν καὶ τὰ | |
5 | λείποντα τῷ λόγῳ. | |
7proem8 | Ἐπεὶ οὖν καὶ τὰ ἀνυπόστατα τῶν οὔρων λυσιτελεῖν εἰς πρόγνωσιν εἰώθασι, περὶ τούτων πρῶ‐ τον εἰρηκότες, εἶθ’ οὕτω καὶ περὶ τῶν λειπομένων ἐροῦ‐ μεν, ὅσα δηλονότι ἐπί τε διαφοραῖς πυρετῶν λέγεται καὶ | |
5 | πεπονθόσι τόποις καὶ πρὸς τούτοις ὅσα ἔν τε τοῖς κρισί‐ μοις καὶ μὴ τῶν ἡμερῶν ταῦτα δύνανται. | |
7.1t | Κεφ. αʹ. Περὶ τῆς ἐκ τῶν ἀνυποστάτων οὔρων προγνώσεως. | |
7.1.1 | Τὰ μὲν οὖν ἀνυπόστατα τῶν οὔρων δεινὰ μὲν ὅσα εἰκός, οὐκ ὀλίγην δὲ τὴν ἐν αὐτοῖς διαφορὰν ἐκληρώσατο. | |
7.1.2 | Ἐν μὲν γὰρ τοῖς ὀξέσι πυρετοῖς κατά τε τὰς ἀρχὰς καὶ ἐπιδόσεις μὴ φαινόμενα παρυφιστάμενα οὐ μετρίαν τινὰ τὴν ἀρρωστίαν τῆς δυνάμεως ἐξαγγέλλει. | |
7.1.3 | Ἐπεὶ γὰρ ἐπὶ τοσοῦτον ἧκεν ἀτονίας αὕτη, ὣς καὶ τῶν ἀναγκαίων αὐ‐ τῶν ἐπιλαθέσθαι διὰ σφοδρῶς λυποῦντα αἴτια, τί ἄν τις φαίη ἢ μὴ ἐξικέσθαι καὶ μέχρις αὐτῆς ἀκμῆς τὸ νόσημα, | |
5 | προαπειρηκυίας ὥσπερ τῆς φύσεως, καὶ πολλαὶ μὲν τού‐ τοις ἀϋπνίαι γένοιντ’ ἄν, οὐ μέτριοι δὲ θόρυβοι, καὶ πα‐ ραφροσύναι, ἀλυσμοί τε καὶ ὅτι χεῖρον τούτων θάνατον ἀπειλούσης τῆς νόσου. | |
7.1.4 | Ἂν μέντοι μέτριος ὁ πυρετὸς τούτοις εἴη καὶ τοιαῦτα φαίνηται ἐν ἀρχαῖς τε καὶ ἐπιδό‐ σεσι τὰ οὖρα, συμβαῖεν μὲν ἂν καὶ οὕτω παραπλήσια συμπτώματα, πάνυ γε μὴν μετριώτερα, καθόσον ἂν δῆ‐ | |
5 | λον ὅτι ἥ τε δύναμις ἔρρωται καὶ ὁ πυρετὸς πραΰτερος φαίνηται. | |
7.1.5 | Εἰκὸς γὰρ ἑαυτήν ποτε ἀνακαλέσασθαι τὴν δύναμιν, μὴ πάνυ ὑπὸ νοσερῶν πολεμουμένην αἰτιῶν, καὶ πέψεσιν ἐπιχειρῆσαι καὶ παρυφιστάμενα δεῖξαι, πέψεώς τινος τυγχάνοντα σύμβολα. | |
7.1.6 | Συμβαίνει γε μὴν ἐνίοτε ἐπὶ τοῖς ἀνυποστάτοις τῶν οὔρων λεπτοῖς τυγχάνουσι μετὰ πραϋτέρων τῶν πυρετῶν εἴ γε καὶ ἕτερά τινα συνεργὰ αἴτια εἴη, ἀπόστασιν γενέσθαι πη τοῦ σώματος, ἐκεῖσε δη‐ | 172 |
5 | λονότι συναθροιζομένου τοῦ περιττοῦ. | |
7.1.7 | Εἴῃ δ’ ἂν αἰτία σύνεργος χειμερινὴ μὲν τοῦ περιέχοντος κατάστασις, ἀκρί‐ σια δὲ καὶ πεπλανημένη κίνησις τοῦ νοσήματος καὶ αὐτοῦ δὴ τοῦ νοσοῦντος μετρίως ἄρρωστος δύναμις. | |
7.1.8 | Καὶ ταῖς μὲν ἀρχαῖς τε καὶ ἐπιδόσεσι τῶν νοσημάτων φαινο‐ μένων ἀνυποστάτων οὔρων τοιαῦτ’ ἂν ἴσως προγνοίης, παρακμάσαντος δὲ τοιαῦτα ἐπιφανέντα οὐ πάνυ μέμφε‐ | |
5 | σθαι δεῖ. | |
7.1.9 | Ἐπεὶ γάρ, ὃ σπουδαζόμενον ἦν, περιγεγε‐ νῆσθαι δηλονότι τἀρρωστήματος τὴν φύσιν γέγονεν, ἀκμά‐ σαντός τε καὶ παρακμάσαντος τοῦ νοσήματος, οὐδὲν ἂν εἴη τοῦτο ξένον, εἰ ὥσπερ κεκμηκυῖα ἡ φύσις ἑαυτὴν μὲν | |
5 | ἀνακαλεῖται πρότερον, εἶθ’ οὕτως δὲ καὶ τὰ ἑαυτῆς θρέ‐ ψεις μὲν ποιοῦσα τῷ σώματι, παρυφιστάμενα δὲ τοῖς οὔροις δεικνύουσα. | |
7.1.10 | Τῷ μὲν γὰρ τῆς συναγωγῆς τε καὶ ἀναρρώσεως χρόνῳ βραχέα τινὰ ἐπισπωμένη, ὡς μὴ ἐκλίπῃ τούτοις, ἀρκεῖται. | |
7.1.11 | Ἐπισυναχθεῖσα δ’ αὖθις πλείω μὲν ἐπισπᾶται θρέψουσαν ὕλην, ἐπίδηλα δ’ ἤδη καὶ τὰ παρυφιστάμενα γίνεται, ὡς οἶμαι καὶ ἐπὶ θηριομαχή‐ σασι συμβαίη ἂν ἀνδράσιν, οἳ πολλὴν μὲν ἀγῶνα ὡς πε‐ | |
5 | ριγένωνται, ποιοῦνται, περιγενόμενοι δὲ πρῶτον μὲν ἑαυ‐ τῶν ἀνακαλοῦνται κεκμηκυῖαν τὴν δύναμιν, εἶθ’ οὕτως δὲ τὰ σφῶν αὐτῶν ἐπιτελοῦσιν ἐπιτηδεύματα. | |
7.1.12 | Ἐνίοτέ γε μήν, ὥς που καὶ πρῴην εἴρηται, πομφόλυγες ἐπιφα‐ νεῖσαι ἤρκεσαν ἀντὶ παρυφισταμένου μὴ πρῴην φανεῖσαι. | |
7.1.13 | Καὶ δι’ ἀπεψίας μὲν καὶ ἐμφράξεις συμβαῖεν ἂν ἀνυ‐ πόστατα οὖρα καὶ τοῖς ὑγιαίνουσιν, ἀλλὰ πρὸς βραχὺ μὲν ὀφθέντων τάχ’ ἂν ἀντίσχῃ ὑγιαίνων ὁ ἄνθρωπος. | |
7.1.14 | Χρο‐ νίζοντος δὲ τοῦ δεινοῦ, ῥᾳδίως μὲν ἂν ἁλῷ νοσήματι, προχείρως δὲ καὶ αὐτὸς προγνοίης, εἰδὼς ὁποῖα ἐπὶ ποίαις διαθέσεσι μάλιστα νοσήματα εἴωθε γίνεσθαι, οὐ μεῖον | |
5 | τῆς τε ἡλικίας καὶ διαίτης καὶ τῆς τοῦ περιέχοντος κατα‐ στάσεως, τῶν τε ἐν αὐτοῖς λοιπῶν τοῖς ουροις τεθεωρη‐ μένων, καθάπερ πρότερον ἔφημεν, εἰς τὴν τῶν τοιούτων πρόγνωσιν συντεινόντων. | |
7.1.15 | Ἀλλ’ ὁ μὲν περὶ τῶν ἀνυ‐ ποστάτων ὡς ἐν βραχεῖ φάναι λόγος τοιοῦτος ἂν ἀποδο‐ θείη. ἑξῆς δ’ ἂν εἴη χρεὼν καὶ τῶν ἐπὶ διαφόροις πυρετῶν εἴδεσιν ἀπὸ τῶν οὔρων προγινωσκομένων φάναι. | 173 |
7.2t | Κεφ. βʹ. Περὶ τῆς ἐκ τῶν ἐπὶ διαλείπουσι πυρετοῖς οὔρων προγνώσεως. | |
7.2.1 | Τῶν τοίνυν διαλειπόντων πυρετῶν τριταίου φημὶ καὶ τεταρταίου καὶ προσέτι ἀφημερινοῦ δι’ ἐμφράξεις τε καὶ ἀπεψίας καὶ προσέτι ἐπιδόσεις τῶν αὐτοὺς παροξυνόν‐ των χυμῶν γεγενημένων, ἐν ἀρχαῖς δ’ ὡς ἐπὶ τὸ πλεῖστον | |
5 | ἀνυπόστατα τὰ οὖρα προϊεμένων, καθά που καὶ πρότερον διωρίσαμεν, ἐντεῦθεν ἂν στοχαζόμενος προγνοίης τὸν τῆς παρατάσεως χρόνον. | |
7.2.2 | Ἐπεὶ γὰρ μήπω κρατησάσης τῆς ἐμφύτου θερμότητος τῆς οἱασδήτινος ὕλης καὶ πεψάσης, οἵ τε παροξυσμοὶ καὶ οἱ ἐπὶ τούτοις γίνονται πυρετοί, ὥσπερ διαμαχομένης ἔτι τῆς φύσεως εἰς τὴν τῶν λυπούν‐ | |
5 | των πέψιν τε καὶ ἀπόκρισιν, εἰκότως ἄρα καθόσον μὲν ἂν χρόνον ἀμοιροῦντα φαίνεται τὰ οὖρα πέψεως, καὶ οἱ κατέ‐ χοντες παροξυσμοὶ ἐπιμείνοιεν λυποῦντες τὸν κάμνοντα. | |
7.2.3 | Ἐπειδὰν δὲ βραχύ τι πέψεως διαγνωσθείη σύμβολον, ἐλπὶς μὲν περιγεγενῆσθαι τὸν ἄνθρωπον τοῦ νοσήματος, ἐπικρατῆσαι δ’ ἤδη πάμπαν τῶν νοσερῶν τὴν δύναμιν. | |
7.2.4 | Ἐπεὶ γὰρ τοῖς καθ’ ἕκαστον παροξυσμοῖς βραχύ τι ἀλ‐ λοιοῖ καὶ πέττει οὐκ ἐπίδηλον ὂν αἰσθήσει μὴ κατακρατεῖν τοῦ πάθους νομίζεται τοῦ πλείονος ἀπέπτου καὶ προσισχο‐ μένου τυγχάνοντος. | |
7.2.5 | Ἐπειδὰν δ’ ἐπὶ τοσοῦτον ἐπικρα‐ τείας ἥκῃ τοῦ λυποῦντος χυμοῦ, πέψεως μὲν ἐπίδηλα τοῖς οὔροις παρυφιστάμενα φαίνεται, ὅσον δ’ οὔπω, καὶ πᾶν τὸ περιττὸν ἀπώσασθαι τὴν φύσιν πέψασαν μαρτυρεῖ, | |
5 | πεπλεονέκτηκε δὲ ἐπὶ τῶν διαλειπόντων πυρετῶν ὁ τρι‐ ταῖος, ὅτε καὶ νεφέλη μόνη ἐπὶ τούτοις τοῖς οὔροις ὀφθεῖσα ἤρκεσε τὴν λύσιν ἐπισημήνασθαι. | |
7.2.6 | Τοῦ γάρ τοι λεπτοῦ τε καὶ εὐδιαφορήτου χυμοῦ ῥᾳδίαι μὲν αἱ πέψεις τε καὶ ἀποφράξεις, ῥᾳδίως δ’ ἐπιχειρούσης τῆς φύσεως τὰ ἐπὶ τούτῳ συμπτώματα λύεται, ὥστε δεῖ σε τὸν συνετὸν | |
5 | διὰ ταῦτα τοῖς μὲν χρόνοις τῶν ἀπεψιῶν, τὴν βραδυτῆτα καταστοχάζεσθαι τῆς ἀνέσεως, τῇ δ’ ἀρχῇ τῆς πέψεως, καὶ τὴν παχύτητα καταστοχάζεσθαι τῆς κρίσεως. | |
7.2.7 | Καὶ περὶ μὲν τοιούτων χρόνων εἴρηται τῷ σοφῷ Γαληνῷ, ἐν οἷς περὶ κρίσεως διατίθεται, τάχα δ’ ἂν καὶ ἡμῖν ῥηθείη ὧδε μετρίως, ὅσον ἂν δηλονότι δόξῃ τῇ περὶ οὔρων ἀνήκειν | 174 |
5 | πραγματείᾳ. | |
7.2.8 | Ἑξῆς τοίνυν καὶ περὶ τῶν ἐπὶ συνεχέσι πυρετοῖς φαινομένων οὔρων διορισάμενοι ὅσα δῆτα εἰς πρόγνωσιν ἀρκεῖν νομίζουσιν οἱ καθ’ ἡμᾶς λόγοι, εἶθ’ οὕ‐ τως καὶ περὶ τῶν λειπομένων ἐροῦμεν. | |
7.3t | Κεφ. γʹ. Περὶ τῆς ἐκ τῶν ἐπὶ συνεχῶν πυρετῶν οὔρων προγνώσεως. | |
7.3.1 | Οἱ τοίνυν συνεχεῖς πυρετοὶ ἐπὶ σήψει γεγενημένοι χυμῶν, ὁποῖοι μὲν ἄν τινες ὦσιν, εἴθ’ ἁπλοὶ εἴτε δὴ καὶ συμπεπλεγμένοι, ἀπὸ τῶν ἐμφερομένων δηλώσουσι χρω‐ μάτων. | |
7.3.2 | Τὸ δὲ δὴ ποσὸν τῆς πέψεως καὶ τὴν ποιότητα τῶν χυμῶν αἵ τε συστάσεις καὶ τὰ παρυφιστάμενα καὶ λέλεκται περὶ τούτων πρότερον ἀσφαλέστερον. | |
7.3.3 | Νῦν δὲ τοσαῦτά ἐστιν ἐπιθεῖναι τῷ λόγῳ, ὅς’ ἂν εἰς πρόγνωσιν ἀρκέσειν δόξῃ, ὥστε ῥητέον γὰρ ἐντεῦθεν ῥᾳδίως μὲν πετ‐ τομένων τῶν οὔρων, διὰ βραχέος δὲ τοῦ χρόνου πρὸς τὸ | |
5 | κατὰ φύσιν ἐπειγομένων, ὀξεῖαν μὲν τὴν τοῦ νοσήματος κίνησιν εἶναι νομίζομεν, ἐρρωμένην δ’ αὖ γε τὴν δύναμιν. | |
7.3.4 | Βραδέως δ’ αὖ τὰ οὖρα πεττόμενα καὶ διὰ χρονοῦ μᾶλ‐ λον εἰ πονηρότερον εἴη ταῦτα καὶ πόρρω τῶν συμμέτρων πεφυκότα ὀξεῖαν μὲν τὴν κίνησιν τῶν νοσημάτων δηλοῖ. | |
7.3.5 | Ἄρρωστον δ’ ἱκανῶς τὴν δύναμιν, ὥστ’ οὐκ ὀλίγον ὑποπτεύεται δέος ἐντεῦθεν μὴ οὐχὶ φθάσῃ ἐξικέσθαι ταῦτα πέψαι προαπορήσασα ἡ δύναμις. | |
7.3.6 | Ἂν μέντοι μετρίως μὲν φαῦλα τὰ οὖρα ᾖ, διὰ χρόνου δὲ καθίσταται πρὸς τὸ σύμμετρον, οὔτε τὴν δύναμιν ἐρρῶσθαι δίδωσιν ἐννοεῖν καὶ τὴν τοῦ νοσήματος ἠρέμα πως ἐμφαίνει κινεῖσθαι κί‐ | |
5 | νησιν. | |
7.3.7 | Εἰ δὲ τὰ μὲν οὖρα τάχιστ’ ἀλλοιοῦται μετα‐ βαλλόμενα, οὐ πολλῷ δὲ λείπεται τῶν συμμέτρων, ῥώμην μέν τινα τῆς δυνάμεως καταγγέλλει, οὐ μέντοι τοῦ νοσή‐ ματος κακοήθειαν. | |
7.3.8 | Ἀλλ’ ὁ μὲν περὶ ποιότητος νοσή‐ ματος καὶ διαθέσεως λόγος ἐντεῦθεν συναγόμενος φαίνε‐ ται καὶ δεῖ τὰς τούτων ἀκριβῶς παρατηρεῖσθαι μεταβολὰς καὶ ἀπὸ ποίων ἐπὶ ποῖα μεταβάλλεται ἐννοεῖν, καὶ εἰ τοῖς | |
5 | οὔροις ἡ τοῦ νοσήματος εὐήθειά τε καὶ κακοήθεια διαφαί‐ νεται. | 175 |
7.3.9 | Τὰ γὰρ ὑπεναντίως ἔχοντα ὕπουλά τε καὶ πο‐ νηρά. πρὸς τούτοις γε μὴν καὶ τοὺς ἐπὶ ταῖς μεταβολαῖς χρόνους θέμις σκοπεῖν, ἐκ τούτων δ’ ἂν καὶ τὰς ἐσομένας κρίσεις, εἴτε δηλονότι βραδύτεραι εἴτε ὀξύτεραι στοχάσαιο, | |
5 | περὶ ὧν μετ’ οὐ πολὺ λέξομεν. | |
7.3.10 | Νῦν δ’ ὥσπερ ἀφ’ ἑτέρας ἀρχῆς ἀρξάμενοι λέγωμεν περὶ τῶν ἑκάστοις τῶν καιρίων συμβαινόντων μορίοις. | |
7.4t | Κεφ. δʹ. Περὶ προγνώσεως τῶν καθ’ οἱανδήτινα διάθεσιν τῆς καρδίας οὔρων. | |
7.4.1 | Ὁπόταν οὖν ἤ τις ἀξίολογος δυσκρασία καταλάβη τῶν καιριωτέρων ἔνια μορίων ἢ χυμὸς ἐπιρρυῇ τινι τού‐ των οὐ τὰ μέτρια λυπῶν κατὰ τοῦτο ἂν ἀλλοιωθείη τὰ οὖρα, καθόσον καὶ τὸ μόριον μειζόνων ἐπικεκοινώνηκε | |
5 | φλεβῶν τε καὶ ἀρτηριῶν· τῶν γάρ τοι τοιούτων φλεβωδῶν ἀγγείων ῥᾳδίως αἰσθομένων τῆς ἐπὶ τῇ καρδίᾳ ἀλλοιώ‐ σεως. | |
7.4.2 | Οὐ γὰρ ἐφ’ ὁποιουδήτινος τῶν καιριωτέρων κα‐ κῶς διατεθέντος αὕτη ἀμετάβλητος μένει, ἀλλὰ καθ’ ὅσον ἂν ἐφ’ ἕτερά τινα μόρια γένηται ἡ ἀλλοίωσις, καὶ αὕτη μεταβάλλεται ἤτοι θερμοτέρα γεγενημένη ἢ ψυχροτέρα, | |
5 | κἄπειθ’ οὕτως καὶ τῶν λοιπῶν τῷ χρόνῳ συνδιατεθειμέ‐ νων μερῶν ἐπιδηλότερον οἵ τε σφυγμοὶ καὶ τὰ οὖρα φαί‐ νεται εἰκόνες τῆς ἐντὸς τυγχάνοντα διαθέσεως. | |
7.4.3 | Ἀλλ’ ὁ μὲν περὶ σφυγμῶν λόγος κάλλιστά τε καὶ ὑψηλότατα πάλαι τῷ σοφωτάτῳ ἀποδίδοται Γαληνῷ καὶ μαθεῖν ἔξεστιν ἐκεῖθεν τῷ βουλομένῳ· νῦν δ’ ἡμεῖς ἐπιθῶμεν τῷ λόγῳ, | |
5 | ὅσα ἂν οἰόμεθα τῇ πραγματείᾳ λυσιτελήσειν. | |
7.4.4 | Τῆς καρδίας τοίνυν ἑαυτῇ τὴν κατὰ θερμότητα ἐπιδεξαμένη δυσκρασίαν, τά τε οὖρα ἀλλοιωθείη ἂν δριμύτερά τε καὶ λεπτότερα γεγενημένα καὶ τοῦ πυρετοῦ ἐπινεμομένου ἤδη, | |
5 | μέτρια μὲν ἐξ ἀρχῆς ὀφθείη ἂν τὰ συντήγματα, προβαί‐ νοντος δὲ τοῦ δεινοῦ, ἤδη μὲν ἐλαιοφανῆ καὶ ἐλαιόχροα καὶ ἐλαιώδη γίνεται. | |
7.4.5 | Κἂν ἤδη δὲ τὴν πιμελὴν ἐπινε‐ μηθὲν τὸ τοιαῦτον νόθον πῦρ τῆς σαρκός τε ἤδη καὶ τῶν στερεωτέρων ἅπτηται σωμάτων, ἐκεῖναι τῶν ὑποστάσεων φανοῦνται, ἃς ἐπὶ ἑκτικοῖς ἤδη καὶ μαρασμώδεσιν ἔφαμεν | |
5 | συνίστασθαι πυρετοῖς. | |
7.4.6 | Ὀροβοειδεῖς δὲ ὁ λόγος οἶδε καὶ πιτυρώδεις καὶ πεταλώδεις τε καὶ κριμνώδεις. | 176 |
7.4.7 | Ψυ‐ χρὰν δὲ δυσκρασίαν δεξαμένης τῆς καρδίας μετρίως μὲν ἀλλοιωθείη ἂν τὰ οὖρα πρὸς τὸ λευκότερον χωροῦντα, ἔνωμα δὲ καὶ μέτρια τούτοις τὰ παρυφιστάμενα ἔσται. | |
7.4.8 | Τὰ μὲν γὰρ χρώματα ἀλλοιοῖντ’ ἂν ἴσως μετρίως, μήπω πάνυ συμπαθήσαντος τοῦ ἥπατος, τὰ δὲ παρυφιστάμενα ὠμά τε ἔσται καὶ μέτρία, τῆς ἐμφύτου μᾶλλον θερμότη‐ τος, ἥ δὴ καὶ πέττειν τε καὶ ἀλλοιοῦν πεπίστευται, μαραι‐ | |
5 | νομένης τῇ γενομένῃ ψυχρότητι. | |
7.4.9 | Ἐπιταθείσης δ’ ἤδη τῆς ἐν αὐτῇ ψυχρότητος ἤδη μὲν μαραίνοιτ’ ἂν ἡ φυσική τε καὶ ἔμφυτος θερμότης, λευκὰ δὲ ἐπὶ τούτοις ἔσται καὶ λεπτὰ τὰ οὖρα καὶ ἀνυπόστατα, τοῦ δὲ δεινοῦ πάνυ κε‐ | |
5 | κρατηκότος πελιδνά τε καὶ μέλανα τούτοις ἂν ἀποδοθείη τὰ παρυφιστάμενα, ἴσως δ’ ἂν καὶ δι’ ὅλου οὖρα μέλανα ὀφθείη, ἤτοι τοῦ μελαγχολικοῦ ἐκεῖσε διαδοθέντος χυμοῦ δι’ ἐσχάτην ἀτονίαν τῆς ἐμφύτου δυνάμεως, ἢ τῆς ψύξεως νέκρωσίν τινα παρεσχηκυίας. | |
7.4.10 | Μέλανα δ’ ἐπιθήσεις τοῖς οὔροις τῆς νεκρώσεως χρώματα. ἐνδέχεται γὰρ καὶ θάτερον ἐπιγεγονέναι. | |
7.4.11 | Τὸ μὲν γὰρ ἔσται τῇ τῆς ἀποκριτικῆς δυνάμεως ἐσχάτῃ ἀρρωστίᾳ, ἐπιρρεούσης ἐκεῖσε τῆς με‐ λαίνας χολῆς, ὅτε δὴ καὶ φόβοι καὶ δυσθυμίαι γένοιντ’ ἂν τἀνθρώπῳ καὶ θροῦς οὐ μέτριος· ἐκεῖνο δ’ αὖ τῆς ἄγαν | |
5 | ψυχρότητος ἐπισυναγούσης τὰ ὑγρὰ καὶ μέλανα ποιούσης καὶ μάλισθ’ ὅταν ἀποστραφεῖσα ᾖ ἡ λαμπρύνουσα τὰ οὖρα χροιά. | |
7.4.12 | Τοῦτο δὲ μαθεῖν ἔστι κἀπὶ τῶν ὁσημέραι φαι‐ νομένων νεφῶν. καὶ γὰρ ταῦτα κεκραμμένα μὲν ὄντα με‐ τρίως τὰ οἰκεῖα δείκνυσι χρώματα φωτιζόμενα, ἄγαν δὲ πυκνωθέντα μελαίνεται σκιερὰ μὲν πρώτως γινόμενα, τῇ | |
5 | ἐπιταθείσῃ δὲ τραχύτητι ἤδη καὶ μέλανα τοῦ χρόνου προ‐ ήκοντος. | |
7.4.13 | Καὶ ταῦτα μὲν οὕτως τῆς καρδίας διατε‐ θείσης γίνεται. | |
7.5t | Κεφ. εʹ. Περὶ τῆς ἐκ τῶν οὔρων προγνώσεως τῆς κατὰ τὸν πνεύμονα ἀλλοιώσεως. | |
7.5.1 | Ἐπεὶ δὲ ὁ πνεύμων μετὰ τὴν καρδίαν ἑτοιμότε‐ ρον ἀλλοιοῦται καὶ τὰ οὖρα μεταβάλλει καθ’ οἱανδήτινα | |
διατεθεὶς δυσκρασίαν, περὶ τούτου πρῶτον εἰπόντες καὶ περὶ τῶν λοιπῶν εἶθ’ οὕτως ἐροῦμεν. | 177 | |
7.5.2 | Καὶ δὴ κατὰ θερμὴν διατεθέντος δυσκρασίαν, μεταβληθείη μὲν ἂν ἀπὸ τῶν κατὰ φύσιν πρὸς τὸ πυρρὸν χωροῦντα, ἐπιταθείσης δὲ τῆς θερμότητος, προσεπιδοθείη ἂν καὶ τὰ χρώματα, | |
5 | ἐρυθρά τε καὶ οἰνωπὰ γινόμενα, μαρτυρήσουσι δ’ ἀπὸ τῶν ἐκτὸς αἵ τε δύσπνοιαι, καὶ αἱ δίψαι, καὶ αὐτῆς τῆς γλώτ‐ της ξηρότης τε καὶ μελανία. | |
7.5.3 | Κατὰ ψυχρὰν δὲ διατε‐ θέντος δυσκρασίαν, βραδύτεραι μὲν αἱ ἀναπνοαί, ὕστερον δὲ καὶ μικρότεραι καὶ ἄδιψοι οἱ κάμνοντες καὶ ψυχρὸν αἰσθόμενοι τὸν ἐπεισπνεόμενον ἀέρα καὶ βῆχα τούτοις | |
5 | μικρὰ ἐρεθίζουσι. | |
7.5.4 | Τὰ δ’ οὖρα τούτων πρὸς τὸ λευκὸν χωροῦντα, οὐ μέντοι ἐπιτεταμένως· θερμὸν γὰρ ὂν ἄλλως τὸ μόριον κἂν ἐπὶ βραχὺ τὰ οὖρα ἀλλοιώσῃ, πολλὴν τὴν ἐπιγεγονυῖαν ψύξιν δηλοῖ. | |
7.6t | Κεφ. ϛʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὸ ἥπαρ διαθέσεως. | |
7.6.1 | Ἥπατος δ’ ἐπὶ θερμῇ ἑαλωκότος δυσκρασίᾳ πυρρὰ μὲν καὶ ὑπέρυθρα ἤδη, ἐπιταθείσῃ δὲ λίαν οἰνωπά τε καὶ κυανά, καὶ βῆχες μᾶλλον ἐρεθίζουσι καὶ δίψαι τῶν κυρ‐ τῶν ἤδη φλεγμαίνοντος τοῦ ἥπατος, ὥσπερ ἔμετοι τῶν | |
5 | κοιλῶν κακῶς διατεθέντων τοῦ ἥπατος. | |
7.6.2 | Ψυχρὰ δ’ αὖ μετρίως μὲν ὠχρά τε καὶ ὕπωχρα, ἐπιτεινομένῃ δὲ καὶ λευκὰ καὶ παχέα δὲ τούτοις ἐνίοτε μετὰ λευκότητος δια‐ φαίνεται. | |
7.7t | Κεφ. ζʹ. Περὶ προγνώσεως τῆς κατὰ τὸν ἐγκέφαλον διαθέσεως. | |
7.7.1 | Ἐγκεφάλου δὲ μετρίως μὲν θερμῶς διατεθέντος, πυρρά τε καὶ ὑπόξανθα πρὸς πλείονος δὲ καὶ ὥστε φλε‐ γμονὴν μελετᾶσθαι, οἰνωπά τε καὶ ὕφαιμα, τἀναντία δ’ αὖ ἑαλωκότι ψυχρότητι. | |
7.8t | Κεφ. ηʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὴν γαστέρα διαθέσεως. | |
7.8.1 | Γαστρὸς δὲ ἧττον αἱ μεταβολαὶ καὶ στομάχου τοῖς οὔροις περιπεπτωκότων δυσκρασίᾳ θερμῇ, ψυχρὰ μὲν ἑα‐ λωκότων δυσκρασία καὶ πάνυ λευκὰ γίνεται κατὰ τὸ μέ‐ τρον αὐτῆς, θερμότερα δ’ αὖ πυρρά τε καὶ ξανθά, ἐφ’ οἷς | |
5 | καρδιαλγίαι γένοιντ’ ἂν καὶ δίψαι καὶ χολῆς ἐνίοτε λεπτῆς τε καὶ ξανθῆς ἔμετοι, ἀποσιτίαι τε καὶ πικρότητες στόματος καὶ κεφαλῆς οὐ μέτριά τινα ἄλγη, ὥσπερ ἐπὶ τῇ ψυχρᾷ διαθέσει εὐόρεκτοι μὲν καὶ ἄδιψοι μετρίᾳ οὔσῃ, ἐπιτα‐ θείσῃ δὲ καὶ σκοτοδινιῶσι καὶ ἀκρατεῖς ἑαυτῶν γίνονται, | 178 |
10 | ὥσπερ λειποψυχοῦντες καὶ παλμῶν αἰσθόμενοι τῆς καρ‐ δίας βρώματά τε καὶ πόματα ἀποστεφόμενοι. | |
7.8.2 | Ταῦτα μὲν οὖν ἐπὶ ψιλαῖς μᾶλλον ταῖς δυσκρασίαις εἴρηνται· ἂν δὲ καί τις ἐπιρρυεῖσα ὕλη τούτοις πᾶσι τοῖς ῥηθεῖσι ταῦτα ποιῇ, παχύνεται ὧδε τὰ οὖρα προϊόντα, καὶ τὰ παρυφι‐ | |
5 | στάμενα δὲ τούτοις ἀθροώτερα φαίνεται, καὶ χρονιώτεραι δὲ αἱ ἐπὶ τούτοις νόσοι γίνονται, πέψεσι τῶν χυμῶν ἀπο‐ λυομένης τῆς νόσου. | |
7.8.3 | Ἀλλὰ ταῦτα μὲν αἵ τε πέψεις καὶ ἀπεψίαι καὶ οἱαιδήτινες μεταβολαὶ τῶν οὔρων διασαφη‐ νίσουσιν· ἡμεῖς δ’ ἑξῆς ἴωμεν τῷ λόγῳ. | |
7.9t | Κεφ. θʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὴν πλευρίτιν ἀκριβῆ καὶ νόθον. | |
7.9.1 | Πλευρίτιδος τοίνυν οὖρα ἐξ ἀρχῆς μὲν ὑπέρυθρα, προϊόντα δὲ καὶ ἐρυθρὰ καὶ οἰνωπὰ γίνονται καὶ παχύ‐ νονται καὶ ταῖς μεταβολαῖς δείκνυσι τὰ ἀποβησόμενα. | |
7.9.2 | Ψυχρῶν δὲ χυμῶν τὸ διάφραγμα διακναιόντων καὶ με‐ τρίαν μὲν πάνυ τὴν ὀδύνην ποιούντων, βραχυτάτην δὲ τὴν δύσπνοιαν τῷ τὸν θώρακα βαρύνεσθαι ὑπ’ αὐτῶν λευκά τε καὶ λεπτὰ καὶ αὖθις ἀναθολούμενά τε καὶ πα‐ | |
5 | χυνόμενα. | |
7.10t | Κεφ. ιʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὸν σπλῆνα διαθέσεως. | |
7.10.1 | Σπλὴν δ’ ὑφ’ ὁποίας ἂν ἁλῷ δυσκρασίας καὶ τὰ ἐπ’ ἐκείνῃ χρώματα τῶν οὔρων δείκνυσι καὶ ῥᾳδίως μὲν ὑπὸ ψυχρῶν ἁλίσκεταί τε καὶ διαφαίνει ταῦτα, χρονίως δὲ ὑπὸ θερμῶν καὶ οὔπω λίαν διαφαίνει ταῦτα. | |
7.11t | Κεφ. ιαʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τοὺς νεφροὺς καὶ κύστιν διαθέσεως. | |
7.11.1 | Νεφρῶν δὲ καὶ κύστεως τὰ παραπλήσια συμβαίη ἄν. | |
7.11.2 | Εἴρηταί γε μὴν καὶ περὶ τούτων ἐν τοῖς περὶ διαγνώσεως οὔρων λόγοις ἀκριβέστερον, καὶ τἄλλα δ’ ὅσα συμβαίνειν αὐτοῖς εἴωθεν, ἐκ τῶν ἤδη ῥηθέντων μανθά‐ νειν δεῖ. | 179 |
7.11.3 | Ἐπεὶ δὲ ταῦτ’ οὐρητικὰ ἀγγεῖα τετύχηκεν ὄντα, ῥᾳδίως κἄν τι αὐτοῖς συμβαίη δείξωσιν, ἐκ προχεί‐ ρου τὸν τρόπον ἔχοντα τῆς ἀποδείξεως. | |
7.11.4 | Τὰ μὲν γὰρ ἄλλα τῶν μορίων μόνον ἀλλοιώσαντα σφοδρότερον τῇ οἰ‐ κείᾳ διαθέσει τὰ οὖρα οὐδέν τι ἕτερον διάδηλον ἐπιδεικνύ‐ ουσι σύμβολον, ὥστε κἄν τι ἀδρανὲς αὐτοῖς ἐπισυμβαίη | |
5 | πάθος, οὐκ ἂν προχείρως ἐν τοῖς οὔροις ὀφθείη. | |
7.11.5 | Ταῦτα δ’ ἐπείπερ ὕστατα τῶν ἄλλων ὄντα τὸν ἐπισυναγόμενον ὀρρὸν ὑποδέχονται καὶ τὰ αὐτῶν κἂν μέτρια ᾖ, ἐνίοτε ὑποδεικνύουσιν οἷόν τινα μισθὸν τοῦτο πλέον τῶν ἄλ‐ | |
5 | λων ἀπειληφότα μορίων ὑπὲρ τῆς τοιαύτης διακονίας τῆς φύσεως. | |
7.12t | Κεφ. ιβʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὸ κῶλον καὶ τὰ ἔντερα διαθέσεως. | |
7.12.1 | Κώλου γε μὴν φλεγμαίνοντος καὶ ἐντέρων κατ’ ἐκεῖνα ἂν ἐπιχρωσθείη, ὅσα τῷ φυσικῷ θερμῷ δηλαδὴ μᾶλλον ἐπικεκοινώνηκε, ψυχρῇ δ’ ἑαλωκότων δυσκρασίᾳ καὶ τοιούτου αὐτοῖς ἐπιρρυέντος χυμοῦ, λευκὰ καὶ ὑδα‐ | |
5 | τώδη, καὶ εἴ τις εἴη ἔμφραξις ἐπὶ κώλῳ ἀνυπόστατα. | |
7.12.2 | Ἐπὶ δ’ ἐντέρων παχύνεται πολλάκις γάλακτι ἐοικότα καὶ τοῦ δεινοῦ προβαίνοντος καὶ διαχωρήματα πλείω πρό‐ εισι καὶ ὠμότερα· νυνὶ δὲ λείπεται καὶ περὶ μήτρας φάναι. | |
7.13t | Κεφ. ιγʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὴν μήτραν καὶ τὸν ἀρχὸν διαθέσεως. | |
7.13.1 | Τῆς τοίνυν μήτρας, καιρίου μὲν οὐ πάνυ ὄντος μορίου, τὰ μάλιστα δ’ ἀλλοιοῦντος τὸ ἅπαν σῶμα τῷ ἑα‐ λωκέναι τινὶ δυσκρασίᾳ παραπλήσια γοῦν καὶ ὧδε τὰ οὖρα τῷ χρόνῳ ἐπισυμβαίη ἂν ταῖς μὴ κατὰ τὰ λοιπὰ τῶν μὴ | |
5 | πάνυ καιρίων μορίων δυσκρασίαις. | |
7.13.2 | Πύου δ’ ἐν αὐτῇ γεγονότος ὑφ’ οἱασδήτινος αἰτίας πάνυ μὲν μετρίου ὄντος οὐδ’ ἐπίδηλον τοῦτο ἔσται τοῖς οὔροις, πλησιάσαντος δὲ συνδιαδίδοται μὲν τῇ κύστει τὸ πῦον. | |
7.13.3 | Ἐπιφαίνεται δ’ | |
ὑφιζάνον τῇ ἀμίδι, ὃ δὴ δῆλον ἔσται ἀπό τε τοῦ εἴδους καὶ τῆς ὀδμῆς καὶ πρὶν μὲν ἢ φάναι τὴν κάμνουσαν ἐρεῖς τὴν διάθεσιν. | 180 | |
7.13.4 | Διαγνοίης δ’ ἂν εἰ μὴ μᾶλλον κύστεως εἴη, ἔν τε τῷ ῥᾳδίως προΐεσθαι τὸ οὖρον καὶ μηδοτιοῦν τὴν κύστιν ἀλγεῖν. | |
7.13.5 | Τῶν γε μὴν ἐπιμηνίων ἐπισχεθέν‐ των ἀλόγως, ἑνὸς μὲν ἤδη μηνὸς παρωχηκότος συνεπι‐ φαίνεται τοῖς παρυφισταμένοις καί τινα συνεπινηχόμενα ἐρυθρὰ ψήγματα, προϊούσης δὲ τῆς ἐπισχέσεως καὶ ταῦτα | |
5 | πλείω φαίνεται καὶ παχύτερα. | |
7.13.6 | Ἀλλ’ ἐπειδὰν ἤδη καὶ τρίτος ᾖ μήν, ταῦτά γε πλείω καὶ ἁδρότερα φαίνεται καὶ τὸ χρῶμα ἤδη τοῦ οὔρου πρός γε τὸ ὑπέρυθρον καὶ ἔτι τὸ ἐρυθρὸν πρόεισιν. | |
7.13.7 | Ἀλλ’ ἵνα τῷ μὲν λόγῳ χάρις τις ᾖ μεταβαλλομένῳ, πίστις δ’ οὐκ ὀλίγη τῶν λεγομένων, καὶ ταύτην ἐπιθήσωμεν τὴν ἱστορίαν τῷ λόγῳ λυσιτελοῦσαν οἶμαι τοῖς περὶ τὰ τοιαῦτα σπουδαίοις. | |
7.13.8 | Γυνή τις τῶν μαλακῶν καὶ πλουσίων, παῖδας τρεῖς ἢ τέτταρας τετοκυῖα καὶ τῶν τριῶν κομιδῇ νηπίων ἀποιχομένων, ἑνὸς παιδὸς ἠκούετο μήτηρ καὶ χρόνων μὲν παραρρυέντων συχνῶν, | |
5 | αὐτῆς δὲ κινδυνευούσης ὑφ’ ἑνὶ μόνῳ παιδὶ τὰς ἐλπίδας ἐν ἀπρούπτῳ σαλεύειν. | |
7.13.9 | Ἐδεδίει γὰρ μή πως καὶ αὐτῷ θανάτου κοινωνήσαντι ἀλλοτρίοις ἡ οὐσία διαδοθείη. | |
7.13.10 | Ἦν γὰρ καὶ ἑτέρους, ὡς εἴρηται, προαποβεβληκυῖα, ἐζήτει τρόπον πῶς ἂν ἕτερον τέκῃ παῖδα καὶ τὰς ἐλπίδας σώῃ κινδυνευούσας διαρρυῆναι. | |
7.13.11 | Οἷα τοίνυν εἰκὸς γυ‐ ναιξὶ τὸ πάθος ὁμολογοῦσα καὶ τὴν λύσιν ἐπιζητοῦσα ἔφασκόν τινες ταύτην. | |
7.13.12 | Εἴ τις ἐπιγένηται τῶν ἐπιμη‐ νίων ἐπίσχεσις—ἦν γὰρ αὐτῇ καὶ πλείω τοῦ δέοντος ἰόντα ταῦτα—εἴτε οὖν τέχνῃ εἴτε καὶ τύχῃ, τοῦτο γὰρ οὐκ ἐπυθόμην ἀκριβῶς, ἐπεσχέθη αὐτῆς τὰ ἐπιμὴνια καὶ | |
5 | τοκετοῦ αὐτὴν ἐλπὶς ὑπέσαινε. | |
7.13.13 | Δεύτερος μὲν οὖν μὴν καὶ ἡ γυνὴ μετρίως πως ἐταράττετο, ἀθροιζομένου μὲν περὶ τὴν μήτραν τοῦ αἵματος, μήπω δὲ χώραν εἰς τὴν ἔξοδον ἔχοντος, ἡ δ’ ᾤετο τὰ συμβαίνοντα τοῦ τοκετοῦ | |
5 | τυγχάνειν, ὡς ἐῴκει, σύμβολα, ἐπεὶ κἀν ταῖς ἀρχαῖς τῶν τοκετῶν τὰ παραπλήσια συμβαίνειν εἴωθε. | |
7.13.14 | Τρίτος ἤδη μὴν καὶ τὰ δεινὰ προυχώρει. | |
7.13.15 | Ἐπεὶ δὲ καὶ τέ‐ ταρτος ἧκε μήν, ὅτε ταῖς τετοκυίαις, κἄν τι προσῇ λυπη‐ | |
ρόν, ἀνίεται, ταύτῃ μᾶλλον ἡ γαστὴρ ἐξῴδηκε καὶ χείρω τὰ συμπτώματα γέγονε. | 181 | |
7.13.16 | Περί που τοίνυν τὸν πέμ‐ πτον μῆνα πυθόμενος τὸ τὴν γυναῖκα κατέχον πάθος— ἦν δὲ τῶν πάνυ γνωρίμων—ἐκεῖσε δὴ καὶ ᾠχόμην καὶ ὑπτίαν εἰσιὼν αὐτὴν ἑώρακα ἐπὶ κλίνης κειμένην. | |
7.13.17 | Προσ‐ αγορεύσας δ’ ἠρόμην τε ὅπως ἔχει καὶ τοῦ σφυγμοῦ ἡπτό‐ μην. ἡ δ’ ὑπισχνᾷ μὲν καὶ λεπτῇ πάνυ τῇ φωνῇ ἀπεκρί‐ νατο. | |
7.13.18 | Σφυγμοὶ δέ οἱ πάνυ λεπτοὶ καὶ ἀνώμαλοι ἦσαν, ἤδη νικωμένης τῆς ἐμφύτου δυνάμεως. χροιὰ δὲ σιδιοειδὴς καὶ πρὸς τὸ τῶν ἰκτεριώντων οἷον ἀπεστραμμένη χρῶμα, ἰσχνὰ δὲ πάνυ, ὅσα περὶ τὸ πρόσωπον καὶ τὰς χεῖρας καὶ | |
5 | αὐτοὺς τοὺς ὤμους ἐτύγχανε μέχρις αὐτοῦ τοῦ στήθους. ἡ δὲ γαστὴρ αὐτῆς καὶ μάλα ἐξωδηκυῖα ἦν. | |
7.13.19 | Ἐπεὶ δ’ ἐδέησε καὶ οὖρα ὄψεσθαι, λεπτὰ μὲν ταῦτα καὶ μετρίως μοι διεφαίνετο ὕφαιμα, παρυφιστάμενα δ’ ὑφίζανεν αὐ‐ τοῖς πρὸς τῷ πυθμένι τῆς ἀμίδος πάνυ ἐρυθρὰ καὶ οἷον | |
5 | κριμνώδη. | |
7.13.20 | Καὶ τότε μὲν οὐχ οἷός τε ἦν ῥᾳδίως δια‐ γνῶναι τὸ πάθος πάνυ προσομιλήσας βραχείαις βίβλοις ἰατρῶν καὶ ταῦτα μηδὲ τῶν ἐκεῖσε θαμιζόντων τινὸς συν‐ ιέντος τοῦ πάθους, ὕδρωπα δ’ οἰομένων. | |
7.13.21 | Ἐπεὶ δὲ περὶ γυναικείων παθῶν μετὰ οὐ πολὺ βίβλους ἀναγνοὺς ἐπαιδευόμην ὅσον κακὸν ἐπέχεσθαι τὰ ἐπιμήνια πέφυκε, προακηκοὼς δὲ τῇ γυναικὶ ταύτῃ ἐπισχεθέντα τὰ ἐπιμή‐ | |
5 | νια, εἶθ’ οὕτως καὶ τὰ οὖρα συνελογιζόμην, ἐκεῖνα κατὰ λόγον εἰκότα τοιαῦτα ἀποδοθῆναι, τῇ μὲν τοσαύτῃ τοῦ αἵματος δηλονότι ἐπὶ τὴν μήτραν συναγωγῇ, ὄγκου ἐπι‐ γεγονότος τοσούτου, τῇ δ’ ἐγγύτητι τῆς κύστεως συνδιαδι‐ δομένου τοῖς οὔροις τοῦ αἵματος, ὥστ’ ἐντεῦθεν τὰ οὖρα | |
10 | συμβαίνειν χρώννυσθαι, τῇ δ’ ἐξοπτήσει τοῦ αἵματος, κριμνωδῶν τε καὶ ἐρυθρῶν τῶν παρυφισταμένων διαφαι‐ νομένων, οὕτως ἐκ τῆς ἀμέτρου τῶν καταμηνίων ἐπισχέ‐ σεως καὶ μᾶλλον εἰ φύσει πρῶτον πλείω πρόεισι, τὰ οὖρα ἀλλοιοῦται καὶ συμμεταβάλλεται τῷ χρόνῳ, πλὴν ἵνα τὴν | |
15 | πᾶσαν ἱστορίαν περάνωμεν, ἐπιθῶμεν καὶ τὰ λείποντα τῷ λόγῳ. | |
7.13.22 | Ἕκτος μὴν ἦν ταύτῃ καὶ ἤδη περὶ λαγόνα ἐξώδηκέ τι ἀποκορυφούμενον καὶ ἐμαλάσσετο τῷ χρόνῳ προήκοντι. | |
7.13.23 | Ἐπεὶ δὲ καὶ ἕβδομος ἦν μήν, ἐμαλάχθη | |
μὲν πάντη ἰατρῶν ἐπιθέμασιν, ἀνεστομοῦτο δ’ εἶθ’ οὕτως καὶ ὕφαιμον τοῦ λοιποῦ ἐκεῖθεν ὑπερρύη πῦον. | 182 | |
7.13.24 | Ἡ δὲ γαστὴρ ἐντεῦθεν ὑπεκενοῦτο καὶ πολλή τις ἐλπὶς ὑγίας τῷ τε αὐτῆς ἀνδρὶ ἐτρέφετο καὶ τοῖς θαμίζουσιν ἰατροῖς. | |
7.13.25 | Τῇ δ’ οὐχ οὕτως εἶχεν. ἀλλ’ ἄρδην μετὰ οὐ πολὺ συνέχει τὰς ἐλπίδας ἡ κένωσις. μετὰ γὰρ τέτταρας ἡμέ‐ ρας, οἶμαι, τῆς ἐπιγεγονυίας ἀναστομώσεως ἥ τε γαστὴρ ἐξεκενώθη τοῦ λυποῦντος καὶ τεταπείνωται καὶ ἡ ἄνθρω‐ | |
5 | πος ὥσπερ λιποψυχήσασα ἀμαχεὶ τὸ ζῆν ἀπεβάλλετο. | |
7.13.26 | Τὰ μὲν οὖν τῆς ἱστορίας οὕτως πως εἶχε· σὺ δ’ ἀκρι‐ βῶς ἐντεῦθεν πυθόμενος ἴσθι σαφῶς, ὡς λόγῳ τῆς ἐγγύ‐ τητος μετέδωκε τοῦ χρώματος τὸ περὶ τὴν μήτραν ἀθροι‐ σθὲν τόσον αἷμα τοῖς οὔροις. | |
7.13.27 | Καὶ μετρίου μὲν τοῦ ἀθροισθέντος αἵματος ὄντος τὰ παρυφιστάμενα κατὰ βραχύ τι ἂν ἀλλοιωθείη, πλεονάζοντος δὲ καὶ ἡ ἀλλοίωσις πλείων, εἰ δ’ ἐπὶ τοσούτῳ, πλείω καὶ τὴν γαστέρα ἐξοιδαίνεσθαι | |
5 | καὶ τὰ χρώματα μεταβάλλεσθαι, πρῶτον μὲν εἰς τὸ ὑπέρυ‐ θρον, εἶθ’ οὕτως δὲ καὶ εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον. | |
7.13.28 | Καὶ τὰ παρυφιστάμενα δὲ τότε τραχύτερα φαίνεται· τὰ παραπλήσια δ’ ἂν συμβαίη ἀρχοῦ φλεγμαίνοντος χρο‐ νίως καὶ αἱμορροΐδος ἀλόγως ἐπισχεθείσης καὶ μάλιστα, εἰ πρότερον χρονίσει τῇ ἐκκρίσει, ἄλλως τε καὶ εἰ πολύαιμος | |
5 | ὁ ἄνθρωπος ᾖ καὶ μὴ ἑτέρωθεν ἀποκενοίη τὸ αἷμα ἐπι‐ γεννώμενον. | |
7.13.29 | Τοσούτῳ μέντοι διαλλάξει τῶν κατὰ μήτραν ἐπισχέσεων, ὅσον καὶ τὰ κατὰ πάθος τῶν κατὰ φύσιν διαπέπτωκεν. | |
7.13.30 | Ἐκείνη μὲν γὰρ τῷ μακρῷ πα‐ γειωθεῖσα χρόνῳ εἰς φύσιν ἤδη μεθίστασθαι πειρᾶται τῆς δ’ ἀπὸ μήτρας ἐκκρίσεως κατὰ φύσιν γεγονυίας μείζω ἂν καὶ αἱ ἐπισχέσεις ἀλλοίωσιν ἔν τε τῷ σώματι καὶ τοῖς | |
5 | οὔροις ποιήσαιεν ἄν, ὥσθ’ οἷα ἂν μηνὸς ἐπίσχεσις ἢ δυοῖν καταμηνίων οὖρα ποιήσῃ, ταῦθ’ αἱμορροῒς ἐπισχεσθεῖσα πολυπλασίου χρόνου. | |
7.13.31 | Τῷ δ’ αὐτῷ ἂν λόγῳ, κἄν τι ἕτερον ᾖ παρὰ φύσιν ταῖς μήτραις διαδοθὲν τοῖς οὔροις σημασίαν τινὰ τοῦ πάθους παραστήσῃ, τοῖς περὶ τὰ τοι‐ αῦτα σπουδάζουσιν. | |
7.13.32 | Ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδέ πη κείσθω· ῥητέον δ’ ἐφεξῆς καὶ περὶ τῶν λειπομέ‐ | |
νων, εἴ τι λέλειπται. | 183 | |
7.14t | Κεφ. ιδʹ. Περὶ προγνώσεως οὔρων τῆς κατὰ τὰ ἄλλα τῶν κώλων διαθέσεως. | |
7.14.1 | Τῶν τοίνυν χειρῶν ἢ ποδῶν πεπονθότων ἤτοι ὑπὸ ψυχρᾶς πάνυ δυσκρασίας ἢ καὶ τοιούτου χυμοῦ ἢ ὑπὸ θερμῆς δυσκρασίας ἢ καὶ θερμῆς ἐπιρρυείσης ὕλης, ἂν καὶ τὸ λοιπὸν σῶμα συννοσοῦν ᾖ, ἐπίδηλοι κἀν τοῖς οὔ‐ | |
5 | ροις αἱ ποιοῦσαι διαθέσεις φαίνονται, ὥστε καθ’ ὅσον ἂν ἥ τε ποιότης καὶ ποσότης τῶν λυπούντων ἐπιταθείη χυ‐ μῶν καὶ τὰ οὖρα μεταβληθείη ἂν τῶν κατὰ φύσιν ἀφι‐ στάμενα. | |
7.14.2 | Ἂν δὲ τὸ μὲν λοιπὸν ὑγιῶς καθ’ αὑτὸ ἔχῃ σῶμα, ἐπισκηψάσης δέ τινος λυπούσης αἰτίας τοῖς τοῦ σώματος κώλοις, ταῦτα κακῶς διατεθείη, μετρίως μὲν οὐκ ἂν ἀλλοιωθείη τὰ οὖρα, πλησμίως δ’ αὖ καὶ ταῦτ’ ἂν μέ‐ | |
5 | τρίως ἀλλοιωθείη, συνδιαδοθέντος μόλις τὴν καρδίαν τοῦ πάθους. | |
7.14.3 | Αἵ γε μὴν διαφοραὶ τῶν χρώματων τε καὶ τῶν παρυφισταμένων τάς τε ποιότητας καὶ ποσότητας παραδηλώσουσι τῶν χυμῶν, αἱ πέψεις δὲ καὶ ἀπεψίαι τότε ἦθος τοῦ νοσήματος καί τὴν τῆς δυνάμεως ῥώμην, ὥσπερ | |
5 | καὶ τὸ διάστημα τοῦ χρόνου αἱ ταχεῖαί τε καὶ βραδεῖαι μεταβολαὶ τῶν οὔρων. εἰδέναι μέντοι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις χρεών. | |
7.15t | Κεφ. ιεʹ. Περὶ τοῦ προγνῶναι ἐκ τῶν οὔρων εἴτε τάχιον εἴτε βραδύτερον λυθήσεται τὸ νόσημα. | |
7.15.1 | Ἐπειδὴ διαφορὰς πρὸς ἄλληλα τὰ τοῦ σώματος μόρια οὐ μετρίας ἐκληρώσαντο—ἄλλως γὰρ ἂν διαθερ‐ μανθεὶς ποῦς ἀλλοιώσειε καὶ ἄλλως κύστις, ἑτέρως δ’ αὖ μήτρα, καὶ ἑτέρως νεφροί, καὶ ἄλλως μὲν σπλήν, ἑτέρως | |
5 | δὲ ὑπεζωκὼς ὑμήν, ὥσπερ δ’ ἐκείνως μὲν κεφαλή, οὕτως δ’ ἧπαρ ἢ πνεύμων—τὰ μὲν γὰρ πλέον ἐκεκοινωνήκει τοῦ θερμοῦ—ἢ τῇ φυσικῇ ἰδιότητι καὶ τοῖς ἐν αὐτοῖς ἀγγείοις ἢ τῇ τοῦ πρώτου θερμοῦ ἐγγύτητι ἢ τῇ τῆς αἰσθήσεως δαψιλείᾳ, δεῖ τῶν μορίων ἑκάστου τὰς δυνά‐ | |
10 | μεις τε καὶ ἰδιότητας ἐκμανθάνοντα τὰ οἰκεῖα μέτρα ἑκά‐ στῳ ἐπιθεῖναι, τῆς τε μετρίως δηλονότι ἐπιταθείσης θερ‐ μότητος, τῆς τε ἤδη φθειρούσης τῇ ὑπερβολῇ τὸ ὑποκεί‐ | |
μενον, ὥσπερ δῆτα τοὐναντίον τῆς μετρίως τε καὶ ἀμέ‐ τρως ψυχούσης ποιότητος. | 184 | |
7.15.2 | Τὰ μὲν γὰρ θερμότερα τῶν μορίων ῥᾳδίως ὑπὸ θερμῶν αἰτιῶν ἀλλοιοῦνταί τε καὶ ἐλέγχονται, χρονίως δ’ αὖ ὑπὸ τῶν ψυχρῶν, ὥσπερ δῆτα καὶ τὰ ψυχρὰ τῶν μορίων χρονίως μὲν ὑπὸ θερμῶν | |
5 | ἀλλοιοῦνται, τάχιστα δ’ ὑπὸ τῶν ψυχρῶν. | |
7.15.3 | Τῇ γὰρ ἐγ‐ γυτέρᾳ ποιότητι, τῆ φυσικῇ τε κράσει καὶ ἰδιότητι ἕκαστον ἀλλοιοῦται ταχέως. | |
7.15.4 | Ἵνα δὲ σαφέστερον τὸν λόγον εἰδῇς, ἔστιν μαθεῖν ἐντεῦθεν ὡς ἐπὶ παραδείγματος, μετρίως εἰς θερμότητα διατεθέντος τοῦ ἥπατος, πυρρὰ ἂν τὰ οὖρα καὶ ξανθὰ συμβαίη γίνεσθαι. | |
7.15.5 | Τοιαῦτα δ’ ἐπὶ κώλῳ ὀδυνωμένῳ φανέντα μείζους τε πολλῷ τὰς ἀλγηδόνας ἐποίησαν καὶ φλεγμαίνειν ἀντικρὺς οἰηθείη ἄν τις τὸ μό‐ ριον. | |
7.15.6 | Εἰ δὲ καὶ ποῦς ἢ χεὶρ εἴη τὰ πεπονθότα, καὶ τοιαύτην ἀλλοίωσιν τοῖς οὔροις ἐπιθήσει, διαρρήγνυσθαι ὑπ’ ἀλγηδόνος καὶ συγκάεσθαι φήσαις ἂν τὸν κάμνοντα. | |
7.15.7 | Καθόσον γὰρ ἀφιστάμενα τοῦ πρώτου θερμοῦ τὰ μό‐ ρια τυγχάνῃ, κατὰ τοσοῦτον ἧττον ἀλλοιοῖντ’ ἂν θερμῷ. | |
7.15.8 | Τὸν αὐτὸν δὲ λόγον ἕξει καὶ ἐπὶ ψυχρότητος. τοῦ μὲν γὰρ ἥπατος ψυχρᾷ τινι ἑαλωκότος δυσκρασίᾳ, ἤδη ἂν ὑπό‐ λευκα τὰ οὖρα ὀφθείη, ἑτέρου δέ τινος πορρωτέρου μο‐ ρίου, οὐκ ἂν οὕτως ῥᾳδίως μεταβληθείη. | |
7.15.9 | Καὶ τὰ μὲν οὕτω καίρια τῶν μορίων ἐφ’ οἱῳδήτινι κρατηθέντα πάθει ῥᾳδίως ἂν τὰ οὖρα ἀλλοιώσει τῇ καιριότητι, τὰ δέ γε πορ‐ ρωτέρω, κἂν τὰ χείριστα πάθῃ, μετρίως τε καὶ διὰ χρό‐ | |
5 | νου, ὥστ’ ἐντεῦθεν συλλογίζεσθαι δεῖν, χείρους τὰς δια‐ θέσεις ἐπὶ τοῖς αὐτοῖς τελεῖν οὔροις ἐν τοῖς μάλιστα πορρωτέρω τῇ τε θέσει καὶ οἰκειότητι τῆς ἀρχῆς κειμένοις μορίοις. | |
7.15.10 | Καὶ δεῖ τὸν συνετὸν οὕτω προσεσχηκότα τοῖς οὔροις τάς τε οἰκειότητας τῶν μορίων ἀκριβῶς ἐξε‐ τάζειν καὶ τὰς ἐπὶ τούτοις ἐκ τῶν φαινομένων τοῖς οὔροις διαθέσεις συλλογίζεσθαί τε καὶ προλέγειν. | |
7.15.11 | Δύναται δὲ τὰ μέγιστα συνεισενεγκεῖν εἰς τοῦτο καὶ ἀκριβής τις εἴδη‐ σις τῆς διαφορᾶς τῶν νευρωδῶν καὶ φλεβωδῶν μορίων, ἐπειδὴ τούτοις ὅσα οἰκεῖα ταῖς ὥραις καὶ ταῖς ἡλικίαις καὶ | |
5 | κράσεσι καὶ ταῖς τῶν νοσημάτων καταστάσεσι φαίνεται μετριώτερα δεῖ νομίζειν ἢ τυγχάνοντ’ ἀλλότρια, ἔπειτα | |
ὅσα μὲν ῥᾳδίως πέττεται καὶ μεταβάλλεται, τήν τε φύσιν ἐρρῶσθαι δηλοῖ καὶ τοὺς χυμοὺς πεφθήσεσθαι καὶ ἀλλοιω‐ θήσεσθαι τάχιστα. | 185 | |
7.15.12 | Ὅσα δ’ αὖ διὰ χρόνου μεταβάλ‐ λεται ἢ καὶ μεταβαλλόμενα ἐπὶ τὰ χείρω μάλιστα πρόεισιν, ἐκεῖνα μέμφεσθαι δεῖν καὶ βραχείας τινὸς εἰς διαφθορὰν τὸ ζῷον δεῖσθαι ῥοπῆς οἴεσθαι, ἀλλὰ κἀνταῦθα θεὶς τῷ | |
5 | λόγῳ ἱστορίαν προσήκουσαν ἐφ’ ἕτερα τῷ λόγῳ τρέψομαι. | |
7.15.13 | Γέρων τις ἡμέτερος γνώριμος ἐπύρεσσέ τε καὶ κακῶς εἶχεν. ἐπεὶ δὲ τοῦτο ἐπυθόμην—ἑνδεκάτην μὲν αὐτὸς εἰχεν—ἐγὼ δ’ ἰδεῖν αὐτὸν ἀφικόμην, γείτονά τε ὄντα καὶ ἄλλως ἀγαθὸν τὸν ἄνθρωπον τυγχάνοντα. | |
7.15.14 | Εὗρον οὖν αὐτὸν ὕπτιόν τε κείμενον καὶ ὑποβήσσοντα καὶ παχέα πτύελα ἀποχρεμπτόμενον, λῆμμαι δέ οἱ περὶ τοὺς ὀφθαλ‐ μοὺς οὐκ ὀλίγαι ἐπεφύκεσαν. | |
7.15.15 | Τὰ μὲν οὖν πτύελα οὐ πάνυ ἦν δεινά, εἰ μὴ ὅτι προϊόντα καὶ εἰς γαστέρα κα‐ τιόντα, ταύτην ἐμάλασσε τοῦ προσήκοντος πλέον, σφυγμοὶ τούτῳ ἀκριβῶς πυρέσσοντον τἀνθρώπου, τἄλλα δ’ ἀμυδροὶ | |
5 | ἐτύγχανον, οὖρα ὑπέρυθρα καὶ μετὰ ταῦτα ἐρυθρὰ διε‐ φαίνοντο. | |
7.15.16 | Ἑκκαιδεκάτῃ μικρόν τι διαλλάξαντα τὰ οὖρα ἐπὶ τὸ μετριώτερον αὖθις παχέα τε ἐγένετο καὶ ἐρυ‐ θρὰ καὶ ὕφαιμα κατὰ τὰ παρυφιστάμενα, γαστὴρ πλείω διαχωροῦσα οὐδὲν ὤνησεν. | |
7.15.17 | Ἐπὶ τούτοις οὖν διὰ γα‐ στρὸς ἅμα τοῖς διαχωρήμασι μέτριόν τι αἷμα ἐξεκενοῦτο. ἐδόκει οὖν ἐκ τούτων ὁ ἄνθρωπος ἀποθανεῖσθαι. | |
7.15.18 | Κἀγὼ μὲν οὐκέτι ἀφικόμην, ἀνάγκης τινὸς ἐφ’ ἕτερα βιασαμέ‐ νης, πέπεισμαι δέ, μετὰ τρεῖς που ἡμέρας τὸν ἄνθρωπον τεθνηκέναι. | |
7.15.19 | Ἐδόκει τοίνυν ἐκεῖνον πλείονα ἢ κατὰ γέροντα ἔχειν τὸν πυρετὸν καὶ ταῦτα τότε χειμῶνος τυγχάνοντος. | |
7.15.20 | Ὁπότε δὲ δὴ τοιοῦτον συμβαίη, οὐ μετρίως κατασείειν εἴωθεν τὴν ἔμφυτον καταπεπτωκυῖαν δύναμιν ὑπὸ μικρῷ τῷ χρόνῳ. | |
7.15.21 | Διεφαίνετο δὲ καὶ ἀπὸ τοῦ συνεχοῦς δίψους ἡ τοῦ πυρετοῦ σφοδρότης, οὐ με‐ τρίως δὲ καὶ ὁ βὴξ ἠνία τὸν ἄνθρωπον. | |
7.15.22 | Ἐπεὶ δὲ καὶ μὴ κρατεῖν ἐφαίνετο τὴν φύσιν ῥᾳδίως τῆς ὕλης αἱ ἐπὶ τοσαύταις ἡμέραις ἀπεψίαι τῶν οὔρων ἐσήμαινον. | |
7.15.23 | Ἔδει γὰρ πολλαπλασίου χρόνου, εἴπερ προὐχώρει τὰ τῆς ὑγείας ἐντεῦθεν ἀρξάμενα πρὸς τὸ κατὰ φύσιν χωρῆσαι. | |
7.15.24 | Τὸ | |
δὲ τοσοῦτον ἐδέησεν, ὥστε καὶ προϊόντος τοῦ χρόνου χείρω τά τε χρώματα καὶ τὰ παρυφιστάμενα διεφαίνετο. | 186 | |
7.15.25 | Τί οὖν ἄν τις ἐνταῦθ’ ἐνόμισεν, ἢ μὴ περιέσεσθαι τὸν ἄν‐ θρωπον προαποκαμούσης τῆς δυνάμεως. οὕτω δεῖ τὸν νουνεχῆ καταμαντευόμενον προσορᾶσθαι τὸ μέλλον. | |
7.16t | Κεφ. ιϛʹ. Περὶ τοῦ προγνῶναι ἐκ τῶν οὔρων εἴτε θανάσιμον εἴτε σωτήριον. | |
7.16.1 | Καὶ τὰς μὲν ἐπ’ ἀγαθὰ μεταβολὰς τῶν οὔρων χα‐ ριέντως προλέγειν τε καὶ ἀσπάζεσθαι, ἀπαγορεύειν δ’ αὖ τὰς ἐπὶ φαῦλα ῥοπὰς καὶ τὰς μὲν διὰ χρόνου πλείονος γεγενημένας πολὺν καὶ τὸν τοῦ νοσήματος ἀποβῆναι χρό‐ | |
5 | νον, διὰ βραχυτέρου δ’ αὖ τὰς προσιαίτερον γινομένας. | |
7.16.2 | Κἂν μὲν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πεπεμμένα φαίνεται τὰ οὖρα, διὰ τρίτης ἢ τετάρτης λυθήσεσθαι τὸ νόσημα φήσαις ἄν, εἰ δὲ διὰ δευτέρας ἢ τρίτης ἀφίξεσθαι καὶ μέχρις αὐτῆς ἑβδόμης. | |
7.16.3 | Ἂν δὲ ἡ τετάρτη ἔτι ἄπεπτα τὰ οὖρα δεικνύῃ, οὐδ’ ἂν εἴ τι γένοιτο ἡ ἑβδόμη κρίσιν τοῖς νοσήμασιν ἐπιτιθήσῃ. | |
7.16.4 | Τὰς γὰρ ἐκεῖσε με‐ λετωμένας κρίσεις αὕτη μᾶλλον προδιασαφεῖ τε καὶ μαρ‐ τυρεῖ βραχέαι ἄττα πέψεως προϋποδείξασα σύμβολα. | |
7.16.5 | Ὥσπερ αὖ εἰ πάλιν φαῦλα ἀντιστραφεῖσα δείξει τὰ σύμβολα, θάνατον τῇ ἑβδόμῃ ἐποίσει, ὥσπερ δῆτα καὶ τῆς ἑνδεκάτης ἡ ὀγδόη ἐπίδηλος, ἑνδεκάτη δ’ αὖ τῆς τεσ‐ σαρεσκαιδεκάτης, καὶ ἄλλη ἄλλης, καθὼς κἀν τῇ περὶ κρί‐ | |
5 | σεων ὁ σοφώτατος ἐξέθετο Γαληνός. | |
7.16.6 | Καὶ τὰς μὲν τῶν χρόνων παρατάσεις οὕτως ἂν εὑρήσεις στοχαζόμενος ἐς τριπλασίους καὶ τετραπλασίους περιοδεύων τὸν πάντα τοῦ νοσήματος χρόνον, καθ’ ὃν ἂν ἡ κατὰ πλάτος ἀρχὴ λεγο‐ | |
5 | μένη ἐπιμετρηθῇ. | |
7.16.7 | Τῶν μὲν οὖν ὀξυτέρων κινουμένων νοσημάτων τάχ’ ἄν τι καὶ προλάβῃ, ὑστερήσῃ δ’ αὖ τῇ ἐπὶ τῶν κεκινημένων βραχύτερον, ἐπί τε τῶν σωθησομέ‐ νων δηλονότι καὶ τῶν τεθνηξομένων ἀνθρώπων. | |
7.16.8 | Εἰ γάρ τι ὡς ἐπὶ παραδείγματος ἐν τῇ τετάρτῃ γένοιτό τι πέψεως ἀκριβοῦς σημεῖον, ὀξέως μὲν πάνυ τοῦ νοσήμα‐ τος κινουμένου, οὔπω καθαρῶς ἠργμένης ἑβδόμης, ἕποιτ’ | |
5 | ἂν ἡ κρίσις, εἰ τύχει προεκπηδώσης οἷον τῇ ταχύτητι τῆς ὕλης. | |
7.16.9 | Ἂν δὲ νωθρότερον, μόλις ἂν καὶ ταύτης συμ‐ πληρουμένης ἡ κρίσις ἀποδοθείη, ὥστε καὶ μέσης ὀγδόης ἤδη ἔτι κρίνεσθαι, τοὐναντίον δ’ αὖ, ἀξιολόγου φαύλου σημείου τὴν ἐπίδηλον ὀφθέντος ἡμέραν πάνυ μὲν ὀξέως | 187 |
5 | κεκινημένου τοῦ νοσήματος, ἡ ἕκτη προανελοῦσα ἕξει τὸν ἄνθρωπον, ὥσπερ οὖν ἡ ὀγδόη, νωθρῶς τοῦ νοσήματος κεκινημένου. | |
7.16.10 | Ἀλλ’ ὁ μὲν περὶ κρίσεως λόγος καὶ τῆς τῶν ἡμερῶν παρατάσεως ἀριθμὸς ἐντεῦθεν ἄν διαγνω‐ σθείη. | |
7.16.11 | Ἔξεστι δὲ τῷ καθαρώτερον ἀσκεῖν σπουδά‐ ζοντι ἐκείνην ἀνελομένῳ τὴν βίβλον μανθάνειν, καθ’ ἥν δῆτα περὶ κρίσεως τῷ Γαληνῷ ἐκτέθειται. | |
7.16.12 | Ἐπὶ δὲ τούτοις κἀκεῖνο δεῖ μανθάνειν ὡς ἐν τοῖς παροξύνουσι καιροῖς ἐνουρήσαντος τοῦ κάμνοντος πολλῷ ἂν χείρω φα‐ νείη τὰ οὖρα τῶν ἐπὶ τοῖς ἀνεσίμοις τῶν χρόνων καὶ εἰ‐ | |
5 | κότως· ἐκεῖνα γὰρ τοιαῦτα φαίνεται, ἐπ’ ἄλλα τῆς πετ‐ τούσης διατριβούσης θερμότητος. | |
7.16.13 | Κἂν γάρ τι καὶ ἄπεπτον εἴη τούτοις, τῆς ἐφ’ ἕτερα τοῦτο ῥοπῆς τῆς φυ‐ σικῆς θερμότητος σύμβολον. | |
7.16.14 | Ὁπόταν γὰρ πρὸς μείζω τε καὶ λυποῦντα σφοδρότερον τὸν τόνον ἅπαντα ἐπισυνά‐ γουσα ἔχῃ ἡ φυσικὴ δύναμις, τότ’ οὔτ’ ἂν θρέψει ῥᾳδίως οὔτε ἀλλοιώσει τε καὶ πέψει, ἐπισυνιεῖσα, οἷον τὰ εἰς ἀμ‐ | |
5 | φότερα διατετμῆσθαι φαῦλον καθέστηκε. μηδ’ ἑτέραν γὰρ τῶν ἐνεργειῶν τελείαν οἴεται καταστήσεσθαι. | |
7.16.15 | Εἰ γὰρ ἐφ’ ἑνὶ προσταλαιπωρούμενος οὐχὶ ῥᾳδίως τὰ προσήκοντα ποιεῖ, πολλῷ ἂν διημαρτηκυῖα ἁλῶ πλείοσιν ἐπικειρήσασα ἔργοις. | |
7.16.16 | Ὁπηνίκα μέντοι τῶν χυμῶν ἧκε κεκρατηκυῖα πέψιν αὐτοῖς ἐπιθεῖσα, ἤδη μὲν ἀμείνω τά τε χρώματα καὶ τὰς συστάσεις δείκνυσι τῶν ἐπὶ τοῖς παροξυσμοῖς· ἤδη δὲ προβάλλεται καὶ παρυφιστάμενα κατὰ τὴν ἀναλογίαν | |
5 | τῆς πέψεως. | |
7.16.17 | Ἂν μέντοι ἐπιχειροῦσα καὶ παροξυνο‐ μένη ἡ φύσις μήτ’ αὖ τῶν καθηκόντων τι ἀνύει, καὶ παραπλήσια τὰ οὖρα ἔν τε τοῖς παροξυσμοῖς καὶ ταῖς ἀνέσεσι φαίνεται, ὧδε μὲν οὐκ ἐπικρατεῖν τῆς ὕλης τὴν | |
5 | φυσικὴν σημαίνει θερμότητα καὶ δεῖν οὕτω ἐπισυναγα‐ γόντα καταστοχάζεσθαι. | |
7.16.18 | Ἂν μὲν γὰρ ὀξέως τὰ τῆς νόσου κεκινημένα ᾖ, ἡ δὲ φύσις πέψει οὐκ ἀποδίδωσι, πρόεισι δὲ οὕτως ὁ χρόνος, δέος οὐκ ὀλίγον εἴη, μὴ ἀπα‐ | |
γορεύουσα ἡ δύναμις προίηται τὴν αὑτῆς ἐνέργειαν, οὗ | 188 | |
5 | τί ἂν εἴη χεῖρον θανάτου τούτοις ἐπιφυέντος, ὥστε δεῖ προλέγειν ἀκριβῶς ὑφ’ ἕν τῶν κατὰ τὸν κάμνοντα στοχα‐ ζόμενον. | |
7.16.19 | Ἄν δέ τοι βραδύτερον μὲν τὰ τῆς νοσοῦ κινῆται, μετριώτερον δέ πως φαίνωνται οἱ παροξυντικοὶ καιροί, θαρρεῖν κελεύειν, ὡς διὰ χρόνου λυθησομένου τοῦ πάθους, εἰ τὰ τῆς δυνάμεως ἔρρωται. | |
7.16.20 | Τῆς γάρ τοι φύσεως ἐν μὲν ταῖς ἀρχαῖς ἀξιολόγῳ προσπαλαιούσης πλή‐ θει καὶ μήπω κατακρατούσης, καὶ αἱ ἀπεψίαι ἀξιόλογοι φαίνοιντ’ ἄν, ἠργμένης δ’ ἤδη τῷ χρόνῳ πέττειν καὶ κατὰ | |
5 | βραχὺ τῆς ὕλης κατακρατεῖν, ῥᾳδίως τε τοὺς παροξυσμοὺς ὁ κάμνων φέρει καὶ τὰ τῆς πέψεως ἤδη σύμβολα φαίνε‐ ται. | |
7.16.21 | Ἀλλ’ ὁ μὲν περὶ προγνώσεως οἶμαι οὔρων λόγος πέρας ὧδε ἀπειληφὼς ἐνταῦθά πη καὶ τὸν πάντα περὶ οὔρων λόγον ἀποκλειέτω. | |
7.16.22 | Οὐ γὰρ ἔτι χρεὼν μηκύνειν τὸν λόγον καὶ περὶ τὰ τοιαῦτα ὡσαύτως κυλινδεῖσθαι καὶ ἀναστρέφεσθαι. | |
7.16.23 | Ἐπεὶ γὰρ τούς τε περὶ διαφορᾶς καὶ διαγνώσεως οὔρων ἐξεθέμεθα λόγους καὶ πρὸς τούτοις τοὺς περὶ αἰτίας οὔρων, ὥσπερ καὶ νῦν τοὺς περὶ προ‐ γνώσεως, ἔδοξε δὲ ἡμῖν μηδὲν δέον ὂν εἰρῆσθαι λελεῖφθαι, | |
5 | ἐν πᾶσι κατὰ μέθοδον ἁψαμένοις τοῦ λόγου, ὅσα δηλον‐ ότι ἐν τοῖς χρώμασί τε καὶ συστάσεσι ποσότησί τε τῶν χυμάτων καὶ παρυφισταμένοις καὶ ὅσα ἐπὶ τοῖς παρυφι‐ σταμένοις λέγεταί τε καὶ φαίνεται, διορισαμένους κατά τε χροιὰν καὶ σύστασιν καὶ ποσὸν μεταβεβλημένοις καὶ λειό‐ | |
10 | τητα καὶ τραχύτητα καὶ τὴν κατὰ τὸ διάστημα τοῦ χύ‐ ματος διάθεσιν, καὶ ὅσα ἐπὶ ταῖς πομφόλυξι λέγεται ὀδμαῖς τε καὶ τοῖς ἐπινηχομένοις συντήγμασι, καὶ πρὸς τούτοις ἐπιθεῖσι τῷ λόγῳ τὰς ἐντεῦθεν συναγομένας συμ‐ παθείας τε καὶ πρωτοπαθείας τῶν μορίων, δυσκρασίας τε | |
15 | καὶ πέψεις καὶ ἀπεψίας, γένη τε καὶ εἴδη πυρετῶν, μα‐ κρονοσίας τε καὶ βραχυνοσίας, καὶ ὅσα κατά τε θάνατον καὶ ζῳὴν τὰ μὲν ἐπιδήλως ἐκτεθεικόσι, τὰ δ’ αὖ ἐν τού‐ τοις περιεχόμενα ἐφιεῖσιν ἐντεῦθεν προσεξευρίσκειν καὶ ὅσα ἐπὶ τούτοις τῷ τὴν βίβλον μετιόντι ἐκμανθάνειν | |
20 | ἔξεστι, δίκαιόν τε καὶ ὅσιον ἔδοξεν ὧδέ πη καὶ τὸν πάντα περὶ τούτου καταπαύειν λόγον βραχύ τι πρὸς τοὺς ὁμι‐ | |
λήσαντας τοῖς λόγοις ἀξιώσαντι, ἵν’ αὐτοί τε μὴ πρόχει‐ ροι ὦσιν ἐγκαλεῖν καὶ ἡμῖν τὸ ἀνέγκλητον περιάψωσι. | 189 | |
7.16.24 | Κἄν τι δὲ προσεπιμνησθῶμεν τῶν ἐν ἀρχῇ τῆς πραγματείας εἰρημένων, τῇ ῥοπῇ τοῦ λόγου προσαπτέον καὶ τοῦτο. | |
7.17t | Κεφ. ιζʹ. Ἐπανάληψις ὡς ἐν βραχεῖ τῶν κεφαλαίων τῆς ὅλης πραγμα‐ τείας ὅπως εἰς τοῦτο τῆς πραγματείας προήχθημεν. | |
7.17.1 | Πάλαι μὲν τοίνυν τῷ φυσικῷ τῆς φιλοσοφίας μέ‐ ρει προσνενευκότι καὶ τούτου ὡς οἷόν τε ἦν μοι ἐξεχο‐ μένῳ, ἐπί με καί τις ἐρωτῆς ἰατρικῆς περιέσχεν ἡψάμην μὲν καὶ τῆς ἐπ’ αὐτῆς θεωρίας καὶ ταύτης ὅλος, ὡς εἰκός, | |
5 | ἐγενόμην, εἴς τε τὸ φιλάνθρωπον αὐτῆς καὶ θεραπευτικὸν ἀπιδὼν καὶ εἰς τὸ πρὸς φιλοσοφίαν κοινωνικόν, ὤκνουν τε ἀεὶ ἐπὶ τοῖς νοσοῦσιν ἐπιχειρεῖν σώμασιν εἰ μὴ καὶ λογικῶς ἐξετάζων ἦν τὰ τῶν νοσούντων παθήματα, ὥστε καὶ ἀφεκτέον μὲν ἐδόκουν ἰσχυρᾶς τινος κινήσεως, ἐφ’ ὧν | |
10 | μὴ ἔφθην πάντη λογικῶς ἐπισκεψάμενος, ἀπρὶξ δ’ εἰχό‐ μην τε καὶ ἐπεχείρουν, ὡς εἰκός, τῶν λογικαῖς ἐφόδοις ἐπισημειουμένων παθῶν. | |
7.17.2 | Τὸ μὲν γὰρ οὕτως ἀπρο‐ όπτως θεραπεύειν οὐκ ἀσφαλὲς ᾠόμην, τὸ δὲ δὴ μετὰ λογικῆς ἐπιστασίας ἀσφαλές τε ἅμα καὶ ῥᾴδιον. | |
7.17.3 | Ἐπεὶ δὲ τῷ χρόνῳ προβαίνων καί τι συνεισενεγκεῖν τῇ τέχνῃ ἐπειρώμην, ἵν’ ὅπως πρόφασις μαθήσεως περὶ τὴν τέχνην ᾖ καὶ πᾶσαν μὲν ἀφορμὴν λόγων εἰς ἰατρικὴν λυσιτελοῦ‐ | |
5 | σαν καθορῶν πλήρη λόγων τε καὶ παιδεύσεως, καὶ μά‐ λιστα οἷς ὁ περιλάλητος σοφίᾳ τε καὶ τέχνῃ Γαληνὸς ἐνέ‐ κοψε, τὴν δὲ περὶ οὔρων πραγματείαν ζητῶν μὲν ὅπως ἂν ἀσκήσαιμι καὶ αὐτός, ἀπορῶν δὲ βραχέα τινὰ οὐκ οἶδ’ ὅπως σποράδην περὶ τούτου διορισαμένων τῶν τῆς τοιαύ‐ | |
10 | της τέχνης ἐξεταστῶν, αὐτὸς μὲν τοῖς καθ’ ἑκάστην ὁρω‐ μένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων, βραχέων δὲ πάνυ προσεπιλαβόμενος ἀρχῶν προσέχων τε καὶ τοῖς λόγοις ἀντεξετάζων καὶ τὰς νομιζομένας ἀποδιδοὺς αἰτίας, κατὰ βραχύ τε προυχώρουν καὶ οἷός τε ἦν ἤδη καθαρώ‐ | |
15 | τερον ἀπὸ τῆς τῶν οὔρων ἐπισημασίας κρῖναι. | |
7.17.4 | Ἐπεὶ δὲ τῷ χρόνῳ τὰς εὑρήσεις ἀληθευούσας πάνυ ἑώρων ἔγνων | |
τε τὰς αἰτίας ἀδιαπτώτους ἐξευρῆσθαι καὶ τοῦ λοῖποῦ ὥσπερ ἀπ’ ἀγαθῶν τινων προυχώρουν ἀρχῶν, ἐπί τε τὰς | 190 | |
5 | διαγνώσεις καὶ προγνώσεις, οὐκ ὀλίγα τῆς τε περὶ σφυγμῶν εἰς τοῦτο λυσιτελουσάσης πραγματείας καὶ τῶν λοιπῶν εἴς τε διάγνωσιν καὶ πρόγνωσιν τοῖς παλαιοῖς ἐγγεγραμμένων ἀνδράσιν, ὅθεν δὴ συνεισενεγκεῖν τι προθέμενος, ὡς εἴ‐ ρηται τῇ τέχνῃ, ἐπεὶ κατὰ τοῦτο μᾶλλον ἐνδέουσαν τὴν | |
10 | ἰατρικὴν ἑώρων, ἐπικεχείρηκά τε καὶ θεοῦ διδόντος εἰς πέρας ἤγαγον. | |
7.18t | Κεφ. ιηʹ. Ἐπίλογος ἐν ᾧ καί τις ἀξίωσις πρὸς τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ ταύτῃ. | |
7.18.1 | Κἂν μὲν οὖν λυσιτελεῖν δόξῃ ὁ λόγος κάμνουσί τε καὶ ὑγιαίνουσι ἀνθρώποις ὡς τῆς ἀληθείας ἐχόμενος, θεῷ ἡ χάρις τῷ τῶν ἀγαθῶν παροχεῖ καὶ ἡμῖν οὐκ ἂν εἰκότως ἔγκλημά τι ἀπαιδευσίας προσάψειεν. | |
7.18.2 | Εἰ δ’, ὃ παθεῖν ἐνδέχεται, καί τι τοῦ προσήκοντος διημάρτομεν, αὐτὸς ὁ τὴν τοῦ λόγου ἐξευρηκὼς ἁμαρτίαν παριὼν δειξάτω καὶ ἀποδειξάτω καὶ στέρξαιμεν ἂν ἡδέως περὶ τὰ μέγιστα | |
5 | ὀφθέντες διαπεπτωκότες τοῦ δέοντος. | |
7.18.3 | Τάχα δ’ ἂν καὶ χάριν δοίημεν, εἰ ἡμῖν τὰ βέλτιστα προμηθευομένοις ὑποσκάζων πη ὁ λόγος καὶ ἡμῖν προσάπτων οὐκ ὀλίγον ἔγκλημα εἰς γνῶσίν τε ἔλθῃ καὶ τὴν ἀνήκουσαν ἀπολάβῃ | |
5 | διόρθωσιν. | |
7.18.4 | Καὶ τὸ μὲν οὖν τὰ πάντα γράφειν καθ’ ἕκαστον ἡμῖν τε δυσχερὲς ἐνομίσθη καὶ ἄλλοις οὐκ ἂν ὀφθείη ῥᾴδιον. | |
7.18.5 | Ἀλλ’ οὐχ ὅτι ἡμεῖς τὸ πᾶν τῆς τέχνης συνελόντες ἔσχομεν. | |
7.18.6 | Πολλοῦ γὰρ πάνυ τοῦτο ἦν ἡμῖν ἄξιον καὶ ταῦθ’ ὧν εὐχόμεθα τυγχάνειν ἀκροαταὶ μικροῦ τὸ πᾶν περὶ τὴν τέχνην οὐκ ἐμπεριειληφότων, ἀλλ’ ὅτι τὰ μὲν καθόλου βραχυτέροις λόγοις ἐμπεριεχόμενα | |
5 | ῥᾴδιά τε ἐξελθεῖν καὶ πρόχειρα ἐξαγγεῖλαι. | |
7.18.7 | Κἄν τι καὶ ὑποδιαιροῦντας ἐξετάζειν δέῃ, μέχρι μὲν ἄν τινος ὁ λόγος ἀβιάστως προβαίη. | |
7.18.8 | Ἐπειδὰν δ’ εἰς τὰ εἰδικώτατα καὶ μερικὰ καταντήσῃ, τοῦ περαιτέρω βαίνειν ἀπέχεται, αὐ‐ τῶν μὲν τῷ τοῦ ἀπείρου λόγῳ συνδιανεμομένων, τοῦ νοῦ δ’ ἐξαποροῦντος ἐντεῦθεν καὶ περαιτέρω βαίνειν, ὥς ἔοι‐ | |
5 | κεν. | |
7.18.9 | Ὡς ἡμεῖς μέν, ὅσα δῆτα ἐνεδέχετο φάναι, περί | |
τε χυμάτων καὶ παρυφισταμένων εἰρήκαμεν ἐν πᾶσι τὴν ἀληθείαν ὡς οἶμαι σπουδάζοντες. | 191 | |
7.18.10 | Κἄν τι δὲ δόξῃ τῶν ἀξίων λόγου εἰς προῦπτον λελεῖφθαι καὶ τοῦτο οἶμαι τῇ δυνάμει ἐμπεριέχεσθαι. | |
7.18.11 | Ἐπεὶ δ’ ὁ λόγος πρὸς συνετοὺς ἐκδέδοται, τάχ’ ἂν καὶ οὗτοι τοὺς ἐφ’ ἐκάστης λόγους ἐντεῦθεν ἐξησκηκότες, ῥᾳδίως μὲν ἂν γνοῖεν, ὅσα τε συμπλέκεσθαι δύναται καὶ ὅσα μή, ῥᾳδίως δὲ ἐκ τού‐ | |
5 | των ὥσπερ χειραγωγούμενοι καὶ τὰς ἐπὶ τοῖς συμπεπλεγμέ‐ νοις ἀποδιδόναι πρόχειροι γένοιντ’ ἂν διαγνώσεις τε καὶ προγνώσεις. | |
7.18.12 | Ἐμοὶ γὰρ ἔργον ἔδοξεν αὖθις τὸν λόγον ἀναλαμβάνοντι τὰ δέοντα συμπλέκειν καὶ τοὺς ἐπὶ τού‐ τοις λόγους ἀποδιδόναι. | |
7.18.13 | Καὶ ὁ μὲν παρὼν λόγος ὡς ἀπαρχή τις ἔστω τῇ τέχνῃ, τοῖς δ’ αὐτὸν ἀσκήσουσιν εἴη τινὸς ἐντεῦθεν ὠφελείας ἀπόνασθαι. | |
7.18.14 | Τῷ δὲ πρὸς τὸ φιλάνθρωπον ἀφεωρακότι τῆς τέχνης καὶ τὰ λυσιτελήσειν δόξαντα συνεισενεγκόντι (τῶν μὲν ἐκ τῆς τέχνης καλῶν ἀπολαύσαι, συνεισενεγκόντι), καὶ εἴ τι ἕτερον δοκοίη λεί‐ | |
5 | πεσθαι, καὶ ὃ τὰ μάλιστα λυσιτελεῖν πέφυκε διά τε πρό‐ γνωσιν καὶ θεραπείαν τῶν ἐπ’ ἀνθρωπίνοις συμβαινόντων σώμασι κάμνουσι, τῶν δὲ πάντα μὲν ἑαυτοῖς περιποιου‐ μένων εἰδέναι, ζηλοτυπούντων δέ, εἴ τι δόξῃ τις συνεισ‐ ενεγκεῖν τῷ βίῳ χρήσιμον τὰς ἐκτόπους διαφυγεῖν γλωσ‐ | |
10 | σαλγίας. | |
7.18.15 | Εἴη δὲ καὶ φάρμακον ἐξευρεῖν ἀντιπαθοῦν τοιούτοις πάθεσιν, ἵνα μὴ καὶ γλώσσαις ἄλλων ἐκλαβώ‐ μεθα κινδυνεύειν. | |
7.18.16 | Τάχα δ’ αὖ καιριώτατόν τε καὶ φαρμακωδέστατον ὀφθείη πρὸς ταῦτα φάρμακον πρὸς θεὸν μὲν οὐκ ἀγεννὴς πεποίθησις, πρὸς δὲ τοὺς ἐντυγχάνοντας τῶν ἀνθρώπων μετριότης φρονήματος, αὐτῶν δὲ τῶν λό‐ | |
5 | γων ἀκριβής τις ἐπίσκεψις. | 192 |