TLG 3188 001 :: JOANNES ACTUARIUS :: De spiritu animali JOANNES ACTUARIUS Med., Archiater, vel Joannes Zacharias De spiritu animali
Citation: Book — chapter — setion — (line) | ||
t1.1 | ΙΟΑΝΝΟΥ ΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ ΠΕΡΙ ΕΝΕΡΓΕΙΩΝ ΚΑΙ ΠΑΘΩΝ ΤΟΥ ΨΥΧΙΚΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΙ ΤΗΣ ΚΑΤ’ ΑΥΤΟ ΔΙΑΙΤΗΣ ΛΟΓΟΙ Β. | |
1proem1(t) | ΛΟΓΟΣ Α. | |
u | ||
---|---|---|
1 | Ἐπειδή σου ταῖς ἔναγχός τε καὶ πρότριτα ἐπὶ φι‐ λοσόφοις θεωρήμασι συνουσίαις ἀνακαθῄρας τὴν περικεχυ‐ μένην ἡμῖν περὶ τὸ διανοητικὸν ἀχλύν, ἀνενέγκαι, καὶ πρὸς ἑαυτοὺς συστραφῆναί τε καὶ κατιδεῖν, ὅτι ἐν ἡμῖν θεῖον | |
5 | καὶ νοερὸν πνεῦμα πέπεικας, ὃ δὴ διαλάμπον ἐπὶ τῷ ψυ‐ χικῷ τούτῳ καὶ διανοητικῷ πνεύματι τὰς ἐν ἡμῖν ἀποπλη‐ ροῖ ἐνεργείας, προσετίθης δὲ τοῖς λόγοις, ἀξιῶν βιβλίον ἐκδοθῆναί σοι περὶ τοῦ ἐν ἡμῖν ψυχικοῦ πνεύματος, ὅπερ ἂν καθαρὸν διατελοίη ἐπικουρίᾳ τέχνης, καὶ αἷς τισι κε‐ | |
10 | χρῆσθαι δέον ἐπὶ τούτῳ διαίταις, οὐκ ἄν γε δίκαια δρά‐ σαιμεν, μὴ ὑπείξαντές σου ταῖς ἀξιώσεσι· καὶ ἐν ὑποθή‐ κης μέρει τουτί σοι τὸ βιβλίον συντάξαντες, ὡς ἂν ἔχοις ἐκ τοῦ προχείρου εἰδέναι, αἷς τισί σε δέον κεχρῆσθαι διαί‐ ταις, τῷ τε σώματι τὴν ὑγίειαν, καὶ τῷ ψυχικῷ δὴ τούτῳ | |
15 | πνεύματι χαριζομέναις ἀκραιφνῆ τὴν διάνοιαν. | |
1proem2 | Ἐπειδή τοι τῶν ἄλλων τούτου μᾶλλον μεμέληκεν, ἵνα ὑπὸ δεξιῷ δηλαδὴ ὀργάνῳ ὁ νοῦς σοι τὰ θεωρήματα ταῖς ἐφεξῆς ἐλ‐ λάμπῃ δυνάμεσι τῆς ψυχῆς· καὶ τὸ εὐδαιμονεῖν σε ἐν‐ | |
5 | τεῦθεν εἴη, ἐν γαλήνῃ τε καὶ καταστάσει τοῦ πνεύματος· καὶ πάλαι δ’ ἔμοιγε χρέος ἀποτιννῦναί σοι ὧν ἂν ἡμῶν ἐν χρείᾳ γένοιο τῆς τέχνης καλῶν, ἀμέλει καὶ ὑπείκειν καὶ | |
ἐγχειρεῖν προσῆκον ἔδοξε τοῖς ἀρίστοις τε καὶ τελεωτάτοις τῆς τέχνης θεωρήμασι, καὶ τῷ τηλικούτῳ χαρίζεσθαί σοι | ||
10 | φίλῳ καὶ θείῳ πατρί. | |
1proem3 | Ὅτι μὲν γὰρ τῶν ἐν ἰατρικῇ θεω‐ ρημάτων πέρας, ἡ τοῦ ἐν ἡμῖν ψυχικοῦ πνεύματος θεωρία, ᾧ δὴ πνεύματι αἱ τῆς λογικῆς ψυχῆς δυνάμεις ἐλλάμπου‐ σιν· ἀρχὴ δὲ αὖθις τοῦτο καὶ οἷον ὑποβάθρα τῶν κατὰ | |
5 | τὸν νοητὸν διάκοσμον πολιτευομένων ἀνδρῶν, αὐτός τ’ ἂν ἀκριβῶς εἰδείης, καὶ ἱκανῶς γε περὶ τούτων ἡμῖν, ὡς οἶσθα, πεφιλοσόφηται ἔναγχος. | |
1proem4 | Ὅτι δὲ καὶ κλίμαξί τισι καὶ γεφύραις αἱ κατὰ τὴν φιλοσοφίαν θεωρίαι ἐοίκασιν, ἀπὸ τῶν ταπεινοτέρων ἐπὶ τὰ τιμιώτερα τὸν νοῦν ἐπαναγου‐ σαι, δέονται δ’ ὅμως καὶ τῆς ἀπ’ ἀλλήλων ἐπικουρίας, | |
5 | κἀντεῦθεν ἂν εἴη δῆλον· νοῦς μὲν γὰρ καὶ ὅσαι περὶ αὐ‐ τὸν ψυχῆς ἐνέργειαι, οἷς ἂν τὰς καθ’ αὑτὰ δυνάμεις ἐκ‐ πέμψαιεν, ταῦτα διαφανῆ τε καὶ εὐτύπωτα διατελεῖν ἐθέ‐ λουσι. | |
1proem5 | Ταῦτα δ’ οὐκ ἂν ἀπὸ τῆς τέχνης ἐπανασώσαιεν τὸν αὑτοῖς προσήκοντα λόγον, ὅσος ἔν τε κράσει καὶ ποιό‐ τητι καὶ ποσότητι θεωρεῖται, μὴ ἐπιστατικῶς τοῦ νοῦ ἐξ‐ ευρηκότος, οἷς τισι διαιτήμασι καὶ φαρμάκοις δέον κεχρῆ‐ | |
5 | σθαι. οἷς δῆτα προῦργον δίνεται, ἐπὶ μὴ πᾶσι τοῦτο γί‐ νεται. | |
1proem6 | Ἐπεὶ δὲ ταῦτα οὕτως ἔχει, φαίης δ’ ἂν ἡμῶν ἄμεινον κατανεύσας καὶ περὶ τούτων, χρεὼν ἂν εἴη ἐν‐ τεῦθεν προαναλαβόντας ἡμᾶς τὸν λόγον, προδιασαφῆσαι ἅττ’ ἂν εἴη προσῆκον εἰδέναι τὸν ἐντευξόμενον τῷ βιβλίῳ, | |
5 | ὡς μὴ ἀπατῷτο τῆς περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀγνοῶν τοὺς λόγους· εἰκὸς γὰρ καὶ ἑτέροις ἐμπεσεῖν τὸ βιβλίον· οἷς μὴ κατὰ τὴν σὴν ἕξιν ἐς φιλοσοφίαν διατεθεῖσι δόξειεν ἄν τι λόγου ἄξιον ἔχειν καὶ τὰ πρὸ τῆς ὑποθέσεως ῥηθη‐ σόμενα. | |
1proem7 | Οὐδενὸς οὖν εἰκῆ οὐδ’ ὡς ἔτυχε γινομένου ἐπὶ τοῖς κατὰ φύσιν ἐνεργουμένοις πράγμασι, καὶ τούτου ὡς μεγίστου τε καὶ ἀμεταθέτου κειμένου ἀξιώματος, οὐ δίκαιον ἀγνοουμένων τῶν λόγων, ἐφ’ οἷς δὴ ταῦτα γίνεται, | |
5 | δι’ ἁμαρτίας δή τινας καὶ ἀκαιρίας καταιτιᾶσθαι τῶν γενο‐ μένων· ἀλλ’ ἀπὸ τῶν ἐγνωσμένων κἀπὶ τὰ μὴ ἐγνωσμένα χωρεῖν, καὶ τὴν αὐτῶν ποιεῖσθαι συζήτησιν· οὕτω γὰρ ἂν πολλὰ καὶ τῶν μὴ φαινομένων ἀναφανείη τῷ περὶ ταῦτα ἐσπουδακότι νῷ· φύσει μὲν γὰρ καὶ ὁμοιότητι τὰ κατ’ αὐ‐ | |
10 | τὸν καὶ περὶ αὐτόν, ὑπεροχῇ δὲ τὰ μετ’ αὐτὸν οἶδε νοῦς. μετουσίᾳ δὲ καὶ ἀλλοιώσει καὶ συγγενείᾳ τὰ ὑπὲρ αὐτόν. εἰ δὲ μὴ πάντες ταῦτα διανοεῖσθαι ἱκανοὶ πεφύκαμεν, τὸ ἀπεστράφθαι ἡμᾶς ἐκεῖθεν καὶ κεχηνέναι περὶ τὴν ὕλην, τὸ αἴτιον. | |
1proem8 | Ἵν’ οὖν μὴ εἰς μακρὸν τὸν λόγον ἀποτείνων ἐκβεβηκέναι δόξω τῆς ὑποθέσεως, ἀπ’ αὐτοῦ δὴ τοῦ ζη‐ τουμένου πράγματος τὴν ἀρχὴν τῆς ὑποθέσεως θήσομαι, βραχέ’ ἄττα προδιαλαβὼν τῷ λόγῳ περὶ ψυχῆς, οὕτω βια‐ | |
5 | σαμένης τῆς περὶ τὸν λόγον μεθόδου. | |
1.1t | Κεφ. αʹ. Ἀπόδειξις ἐκ τῶν κατὰ μέρος ἰδιοτήτων τῶν ἀλόγων ζῴων, ὅτι ἐν ἡμῖν θεία τις οὐσία. | |
1.1.1 | Ὅτι μὲν οὖν ἐξ ἑτεροειδῶν εἰς ταὐτὸ συνιόντων, ψυχῆς λέγω καὶ σώματος, ὁ ἄνθρωπος συνίστασθαι πέφυκε, σοί τε πρὸ τῶν πολλῶν ἀποδεικτικαῖς μεθόδοις, καὶ τοῖς πολλοῖς αὐτῇ τῇ ἐξ αἰσθήσεως πίστει δῆλον καθίσταται. | |
5 | καὶ τῷ μὲν εἰς αἴσθησιν βλέποντι κἀκ τῶν τεθνεώτων οὐχ ἧττον ἂν ἐποφθείη. ἐκστάντος γάρ τινος πάντα νεκρὰ φαί‐ νεται. | |
1.1.2 | Ἀλλὰ τοῦτο μὲν καὶ περὶ τὰ λοιπὰ τῶν ζῴων φαινόμενον, οὐκέτι δῆλον τὸ διάφορον ἡμῶν πρὸς τὰ τῶν ἀλόγων εἴδη ἐμποιεῖ. τῷ λόγῳ δὲ τὸ μεταξὺ ἀλόγου τε καὶ λογικῆς ψυχῆς, ῥαδίως ἀναφαίνεται· ἕκαστον μὲν γὰρ τῶν | |
5 | ἀλόγων ζῴων τὰ συστατικὰ ἐκ φύσεως πλεονεκτήματα καὶ πρὶν ἢ δόξαι μαθεῖν προβαλλόμενον, τούτοις δὴ ἀπαρα‐ τυπώτως χρῆται, μήθ’ ὅπως εἰς τοῦτο γέγονε συνιέναι ἔχον, μήθ’ ὅπως ἂν ἐφ’ ἕτερον μετασταίη εἶδος ἐπιτηδεύματος. | |
1.1.3 | Ἀεὶ δὲ τοῖς αὐτοῖς ἕκαστον κέχρηται· μέλιττα μὲν γὰρ ἀεὶ τοῖς αὐτοῖς σχήμασιν ἐπὶ τοῦ σίμβλου κέγρηται. καί‐ τοι γε ἐξὸν καὶ ἐφ’ ἕτέροις σχήμασι τὴν αὐτὴν ἀσφάλειαν ἐπιδείξασθαι. τῇ αὐτῇ δ’ ἀεὶ κέχρηται ἐργασίᾳ, καὶ οὔτ’ ἄν | |
5 | ποτε παύσαις αὐτὴν ἐργάζεσθαι· οὔτε παύσας, ἐφ’ ἑτέραν ἐργασίαν αὐτὴν ἐσόψει τραπεῖσαν. κἂν ἤδη ἐς τὸ ζῷον εἶναι παραχθεῖσαν μεταστήσῃς τῶν γεννησάντων, καὶ ταῦτα μήπω τὴν τοῦ μέλιτος ὅθεν τε καὶ ὅπως διδαχθεῖσαν οἰκο‐ νομίαν, ἀφεὶς δὲ ταύτην ᾗ ἂν βούλοιτο φέρεσθαι, αὐτὰ | |
10 | δὴ ταῦτα ἃ καὶ ἡ γεννησαμένη ποιήσῃ. καὶ οὔτ’ ἂν τῆς ἐργασίας ἐλλείψοι τῷ μὴ φθάσαι μυηθῆναι παρὰ τῶν φυ‐ | |
σάντων, οὔτ’ ἂν πολλὰ κάμῃ, πλέον τι δυνήσεται τῶν λοι‐ πῶν ἐξευρεῖν. | ||
1.1.4 | Μύρμηκες δὲ σίτου μὲν καὶ τῶν λοιπῶν δημητρίων καρπῶν γεγήθασι σωροῖς, καὶ ταῦτα καιρῷ θέ‐ ρους μᾶλλον συλλέγουσι· χειμῶνος δ’ ὥρᾳ ἀπρόϊτοι, καὶ οὔτ’ ἀνθῶν αὐτοῖς μέλει, οὔτε δροσου λεπτῆς κατὰ τὰς | |
5 | μελίττας. | |
1.1.5 | Τοῖς αὐτοῖς δ’ ἀεὶ καὶ σφίσιν οἰκείοις ἐγκε‐ κύφασιν ἔργοις. καὶ οὔτ’ ἂν ἐν σίμβλοις παραχειμάσαιεν, οὔτε κατὰ τοὺς κατοικιδίους μῦς ἐν ὀρόφοις τε καὶ ταῖς τῶν τοίχων ὀπαῖς· ἀεὶ δ’ ὑπὸ γῆν αὐτῶν ἕκαστος χωρεῖ, | |
5 | καὶ τὴν ἐς νέωτα ἀλέαν ἀναμένει ἐγκαρτερῶν. | |
1.1.6 | Ἀράχνης δὲ πλέκει δίκτυα, κἀκεῖθεν αὐτῷ τὸ ζῆν ἐπιγίνεται. κἂν ἐπὶ βραχυτάτης αὐτὸν στενοχωρήσῃς ὀπῆς, οὐκ ἄν γε παύ‐ σαις μὴ διατείνειν σπαρτία, καὶ ἐνεδρεύειν κώνωπα ἀλώ‐ | |
5 | μενον, ἢ μυῖαν, ἤ τι τῶν ἐντόμων τε καὶ εὐχειρώτων ζῴων. | |
1.1.7 | Καὶ ἄλλα δὲ ἄλλοις, σφίσι δὲ οἰκείοις γέγηθεν ἐπιτηδεύ‐ μασι· λέων μὲν γὰρ ἐπὶ θήραν, καὶ τὸ τῶν λοιπῶν κατ‐ ωρύεσθαι πρόεισι. κἂν πάνυ τοῦτον δουλώσαις, οὔποτ’ ἂν ἀφεὶς ἄλλα ποιοῦντα κατίδοις. | |
1.1.8 | Λαγωοὶ δὲ κατεπτηχότες τὸν ἀεὶ χρόνον διατελοῦσι· κυσὶ δὲ μᾶλλον τὸ φιλοδέσπο‐ τον ἔνεστι, καὶ ἄλλοις ἄλλο τι πλεονέκτημα φύσεως, καὶ ὑφ’ ἓν εἰπεῖν, οὐδέν τι τῶν ζῴων ἐσόψει, ὃ μὴ πλεονεκτεῖν | |
5 | κατά τι τῶν ἄλλων πέφυκε. | |
1.1.9 | Πάντα δὲ ἀλλήλων λείπε‐ ται· ὥστε οὐ μόνον ἡμιτελὲς ἂν ἐντεῦθεν ἕκαστον τῶν κατ’ εἶδος ζῴων ῥηθείη, ἀλλὰ καὶ σχολῇ γ’ ἂν εἰ συγχωρη‐ θείη, βραχύ τι ἀπόπτωμα ἤ τινα ἀπόρροιαν τοῦ ἐν ἡμῖν | |
5 | λογικοῦ ταῦτα ἔχειν, θαυμασίως ὧδε τοῦ δημιουργικοῦ οἰκονομοῦντος λόγου, ἵνα δηλαδὴ τῇ μὲν δοκούσῃ κοινω‐ νίᾳ πρὸς τὸ συγγενὲς τὰ ἄλογα τῶν ζῴων ἐπιστρέφηται, τῷ διαφόρῳ δὲ καὶ ὑπερέχοντι ὑπείκῃ τε καὶ δουλαγωγῆται ῥαδίως. | |
1.1.10 | Καθ’ ἃ δὴ καὶ ἐν ἡμῖν ἐμπιστευθεῖσι νοερὰν οὐσίαν, πρὸς τὸν ὑπὲρ νοῦν τε καὶ οὐσίαν, νοῦν μόνον ἅγιον, ἐπιστρέφειν καὶ ἀνάγειν ἑαυτοὺς προστέτακται· κἂν ἀποσφαλέντες τοῦ δέοντος, ἡμεῖς τ’ ἐκεῖθεν ἀπέστημεν καὶ | |
5 | ἴσοις μέτροις τὰ θηρία τε καὶ ἑρπετὰ ἡμῶν διέστησαν. | |
1.1.11 | Καὶ τοῦτο δῆλον ἐκ τῆς ἐσαῦθις πρὸς τὸν θεὸν ἡμῶν ἐπιστροφῆς· ὑπείκει γὰρ ἤδη καὶ δουλαγωγεῖται τὰ ἀτί‐ θασσα καὶ ἰοβόλα ζῷα, καὶ χειροήθη γίνεται τοῖς κατὰ τὸ δοθὲν ἡμῖν νοερὸν ἀξίωμα πολιτευομένος. | |
1.1.12 | Καὶ τού‐ των μὲν πέρι, μᾶλλον ἄν σου πυθοίμεθα περὶ νοερὰν ἐσπουδακότος ἐργασίαν· καὶ τἄλλα πάντα τούτου τιθεμέ‐ νου δεύτερα. ἡμῖν δὲ ἐπεὶ ταῦθ’ οὕτως ἔχειν πεπίστευται, | |
5 | συχνὸν ἂν εἴη τὸ μεταξὺ ἀνθρώπων καὶ ἀλόγων ζῴων, καθὼς ἂν ἔτι προϊὼν ὁ λόγος κατασκευάσειεν. | |
1.2t | Κεφ. βʹ. Ὅτι οὐδέν τι ζῷον ἑτέρου ἐπιφέρεται πλεονέκτημα, ἄνθρωπος δὲ τὰ πάντων προβάλλεται πλεονεκτήματα, καὶ ἄμεινον αὐτοῖς κέχρηται, λόγῳ τε καὶ διανοίᾳ χρώμενος. | |
1.2.1 | Εἰ μὲν οὖν ὥσπερ ἔνια ἐνίων φρονιμώτερα φαίνε‐ ται ταῖς φυσικαῖς ἰδιότησιν, οὕτω δὴ ἐπεκοινώνει κατὰ πλείους τινὰς τρόπους τοῦ τῶν ἀνθρώπων γένους, εἰκότως ἄν τις ἔφη, ὡς τῆς αὐτῆς ἢ τό γε δεύτερον ὁμοίας ψυχῇς | |
5 | ἄνθρωπος τοῖς ἀλόγοις ἐπικοινωνεῖ. | |
1.2.2 | Νυνὶ δὲ τοσούτῳ ζῷα ἄλογα τῶν λογικῶν λείπεται, ὡς μηδ’ ἄν ποτε ζῷον ἄλογον ἑτέρου ἐπιδέξασθαι ἐπιτήδευμα, ἤτοι τέχνῃ ἢ βίᾳ νικώμενον· ὡσαύτως δ’ ἀεὶ τὰ φρονιμώτερα τὰ σφῶν αὐ‐ | |
5 | τῶν ἔργα ἐπιδείκνυται, ὥσπερ αὖ γε τὰ ἀσφαλέστερα, τὰ ἑαυτῶν· καὶ ἀλλήλοις μὲν τοιαῦτα παραβαλλόμενα δείκνυ‐ ται. ἕκαστον δὲ ἐν τοῖς οἰκείοις ὅροις καὶ ἤθεσι διατελοῦν γιγνώσκεται. | |
1.2.3 | Ἄνθρωπός γε μὴν τὸ λογικὸν ζῷον πολλῷ τ’ ἀμείνονος καὶ ὑψηλοτέρας δημιουργίας ἐπιτυχὼν τοσούτῳ τῶν λοιπῶν ἀλόγων διαφέρει, ὅσῳ, εἰ μὴ μικρὸν εἰπεῖν, ταῦτα φυτῶν. | |
1.2.4 | Ὥσπερ δὲ κἀν τοῖς φαυλοτάτοις τῶν ζῴων ἔνεστι τὴν πᾶσαν τῶν φυτῶν οἰκονομίαν κατιδεῖν, θρέψιν δηλαδὴ καὶ αὔξησιν καὶ καρποῦ φορὰν καὶ πᾶν ὅ,τι φυτῶν ἴδιον, οὐδενὸς δ’ ἂν ἴδοις ζῴων αἴσθησιν ἢ | |
5 | κίνησιν ἐν τούτοις, μή τί γε ἤθη ἢ ἐπιτηδεύματα, οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων φυσικὴν πλεονεξίαν κατὰ τῶν λοιπῶν ἀλόγων ζῴων σκοπεῖν προσήκει. | |
1.2.5 | Καὶ πρῶτον μὲν ἄνθρωπος ἀνθρώπου φρονιμώτερος καὶ ἐπιτηδειότερος ἕτερος ἑτέρου φαίνεται· ἕκαστος δὲ αὐτῶν πολλὰς μετα‐ μείβει τέχνας, καὶ ἤθη καὶ τρόπους μυρίους ἐπιδείκνυται. | |
1.2.6 | Καὶ σχεδὸν εἰπεῖν, οὔκ ἐστιν οὐδὲν ἴδιόν τι ἐν ζῴοις πλεονέκτημα ἢ ἦθος ἢ δίαιτα, ὃ μὴ καὶ τοῖς ἀνθρώποις ἐπιφαίνεται, ἐκ τῶν ὁμοίων ἀεὶ τοῦ λόγου τὰ ὅμοια ἐξ‐ | |
ευρίσκοντες. τοσούτῳ δὲ διαφέροντα φαίνεται τὰ ἡμέτερα | ||
5 | τῶν ὅθεν δήπου προῆλθεν ἐς μίαν μίμησιν ὅσῳ γε καὶ μετὰ λογικῆς ταῦτα γέγονεν ἐπισκέψεως. | |
1.2.7 | Εἰ δὲ καὶ καθ’ ἕκαστα ταῦτ’ ἐθέλεις ὁρᾶν, μάλιστα ἐσόψει τὸ τῶν ἀνθρώπων διάφορον· ἐνταῦθα μὲν γὰρ θηρίων ἀγριότη‐ τας ἐσόψει καὶ δειλίας· ἐκεῖ δὲ ἐπιμιξίας καὶ μονώσεις· | |
5 | σωφροσύνας δ’ ἐν ἄλλοις ἢ καὶ ἀκολασίας, ἐπιστήμας τε μεταβολῶν ἀέρος καὶ ἰατρικὰς τέχνας· καὶ πᾶν ὅ,τι χαρίεν τε καὶ φαῦλον ἐπὶ τῷ τῶν ἀνθρώπων ἀναφαίνεται βίῳ. | |
1.2.8 | Ἔτι γε μὴν οὐ μόνον κατὰ τὰς μελίττας ἀποθήκας μέλιτος, ἀλλά γε καὶ διαφόρων χυμῶν τε καὶ χυλῶν καὶ ὀπῶν οἰκονομίας καὶ καρπῶν ἀποθήκας κατὰ τοὺς μύρ‐ μηκας· καὶ πᾶν ὅ,τι μετὰ λόγου τε καὶ ἐπιστημονικῆς | |
5 | ἐξευρισκόμενον κρίσεως τῷ τῶν ἀνθρώπων βίῳ λυσιτελεῖν πιστεύεται. | |
1.2.9 | Ἰξευτὴς δὲ οἶδεν ἀραχνῶν ἄμεινον καὶ ἁλιεὺς πλέκειν δίκτυα· ἰατρῶν δὲ παῖδες σωτήρια καὶ ἀναι‐ ροῦντα φάρμακα. | |
1.2.10 | Καὶ τούτων ἕκαστος ἱκανὸς τοὺς λόγους ἀποδιδόναι· ζῷα δὲ ἄλογα οὔτε οἶδεν οἷς κέχρηται ὅπως κέχρηται, οὔτε ἐφ’ ἕτερα μεταβῆναι δύναται· ὥστε μάλιστα ἄν τις θαυμάσειε, τῶν μέχρις ἀλόγων τὸ τῆς ψυχῆς | |
5 | ἡμῶν βιασαμένων νοερὸν τίσι τρόποις ἢ συλλογισμοῖς πε‐ πεισμένοι τοῦτ’ ἔφασαν. ὅπου γε μηδὲ τὰ πονηρότατα τῶν πνευμάτων. οἰκείως ἔχειν νομίζεται, ἐπὶ ἀλόγων χωρεῖν σώματα, καὶ ταῦτα ἐπὶ ἀνθρώπων ὁσημέραι χωροῦντα. | |
1.2.11 | Ἀλλ’ ὅτι μὲν τὸ μεταξὺ ἀλόγων τε καὶ λογικῶν διά‐ φορον μέγιστόν τι καθέστηκε, μάτην ἄν τις ἐμπομπεύοι τῷ λόγῳ μηκύνων, αὐταῖς αἰσθήσεσι γινωσκόμενον. | |
1.3t | Κεφ. γʹ. Ὅτι θεἶον καὶ νοερὸν ἐκ τῶν κατ’ αὐτὴν ἐνεργειῶν ἡ ἐν ἡμῖν ψυχὴ συνάγεται. | |
1.3.1 | Ὅτι δὲ ἐκεῖνο μὲν συνδιαρρεῖ τοῖς σώμασι μὴ πα‐ ραμένον, ἀθάνατον δέ γε τὸ ἐν ἡμῖν καὶ θεῖον, ἔνεστιν ἰδεῖν καὶ ἐξ ὧν αὐτὸ τῷ τῶν ἀλόγων παραβάλλοντες ἐξ‐ ευρίσκομεν βουλευόμενον, κρῖνον, συλλογιζόμενον, προ‐ | |
5 | τρεπόμενόν τε καὶ ἀποτρέπον, ποτὲ μὲν οὕτως, ποτὲ δ’ αὖ ἐκείνως, ἀεὶ δ’ ἐφ’ ἡσυχάζοντος τοῦ σώματος, πολλά τε καὶ θαύματος ἄξια δι’ ὀνείρων ἐξηγούμενον. | |
1.3.2 | Καὶ τί | |
δεῖ περὶ ἐνυπνίων φάσκειν; ὅπου γε καὶ οἷς κεκαθαρμέ‐ νον τὸ ψυχικὸν τουτὶ πνεῦμα καὶ ὁ βίος ἐπὶ θεωρίαν τῶν ὄντων ἔστραπται, πάντα δῆλα γίνεται, ἃ τὴν αἴσθησιν | ||
5 | ἡμῶν διαφεύγειν φύσιν ἔσχηκε. | |
1.3.3 | Τίνες γὰρ ἂν χυμοί, ἢ πνευμάτων ἀπόρροιαι, ἢ δυνάμεις ἄλογοι, ῥαδίως οὕτω ποτὲ μὲν ἐπὶ ἀκαριαίῳ τμήματι ὥρας διελθόντα τὴν οἰ‐ κουμένην κατίδοιεν τὰ γιγνόμενα, ποτὲ δὲ ταῦτ’ ἀφέντα | |
5 | καὶ ἐπὶ τὰ θειότερα χωρήσαντα τῶν οὔπω γεγονότων φαῖεν ἂν τὰς ἀποβάσεις; ἢ δηλονότι τῶν λογικῶν τοῦτο ζῴων τὸ πλεονέκτημα; τὸ μὴ ἐπιστρέφεσθαι δὲ ἡμᾶς εἰς τοῦτο, ποιεῖ ἀμφιγνοεῖν ὅτι ἐν ἡμῖν θεῖόν τι καὶ ἀθάνατον. | |
1.3.4 | Τὴν ἀρχὴν δὲ οὐκ ἂν ᾔδειμεν, ὅτι θεία τις καὶ νοερὰ ἐν κόσμῳ οὐσία, εἰ μή τις κἀν ἡμῖν τοιαύτη τις οὐσία ἐνῆν. τῇ κοινωνίᾳ γὰρ τῶν φύσεων ἕκαστον τῶν αἰσθητι‐ κῶν καὶ νοερῶν ἐπιγινώσκει. οὕτω τὸ τῆς ψυχῆς ἡμῶν | |
5 | θεῖον καὶ νοερὸν ἐκ τῶν κατ’ αὐτὸ ἐνεργειῶν καταλαμ‐ βάνεται. | |
1.3.5 | Πλείους δ’ ἄν τις καὶ ἀριδηλοτέρους τούτων λογισμοὺς ἐξεύροι τῷ λόγῳ, ὑπόθεσιν τὴν λογικὴν ψυχὴν τοῦ λόγου ποιούμενος· ἡμῖν γὰρ οὐ περὶ ταύτης φᾶναι πρόθεσις ἔνεστι· τῇ κοινωνίᾳ δὲ τοῦ λόγου καὶ ταῦτ’ εἴρη‐ | |
5 | ται. | |
1.3.6 | Ὅτι δὲ ἁπλοῦν τὸ λογικὸν τοῦτο καὶ νοερὸν πνεῦμα καὶ αὐτοκίνητον, ἐκ πολλῶν ἄν τις συλλογίσαιτο. Ὅτι δὲ καὶ ἀθάνατον, καὶ ἀπὸ τῶν καθ’ ἡμᾶς τούτων καὶ ὑπὸ αἴσθησιν. | |
1.3.7 | Εἰ γὰρ καθ’ Ἱπποκράτην, εἰ ἓν ἦν, ὁ ἄν‐ θρωπος οὐκ ἂν ἤλγει (οὐ γὰρ ἂν εἶχεν ὑφ’ ὅτου ἂν ἔπασχε πνεῦμα νοερὸν καὶ ἀσώματον), πῶς ἂν ὑποσταίη φθοράν, μὴ ἔχον ὑφ’ ὅτου ἂν πάθοι; | |
1.3.8 | Εἰ δὲ δὴ λογικὸν τὸ ἐν ἡμῖν θεῖον καὶ ἀθάνατον, τὰ καθ’ ἡμᾶς δὲ ταῦτα σώ‐ ματα τὸν ἀεὶ χρόνον διαρρέοντα καὶ ἀναίσθητα, ζητητέον οἷς τισι ψυχὴ πρώτως συνάπτεται σώματι καὶ δι’ ὧν τὰς | |
5 | ἑαυτῆς τῷ σώματι ἐπιλάμπει δυνάμεις· τούτου γὰρ δήλου γεγονότος, ἐξέσται ἡμῖν καὶ τοῖς ἀπὸ τῆς τέχνης βοηθή‐ μασιν ἀμείνονα τὰ πρώτως αὐτῇ κοινωνοῦντα κατασκευά‐ ζειν· ὥσπερ γὰρ μοχθηρία διαίτης νωθροτέρους ἡμᾶς καὶ ἀμβλεῖς τὸν νοῦν ἀπεργάζεται, τὸν αὐτὸν αὖθις τρόπον | |
10 | ἐπιτετευγμένη ὀξυτέρους τε καὶ ἐπιτηδειοτέρους ἐς νόησιν. | |
1.3.9 | Τοῦτο δ’ ἂν ἕκαστος καταμάθοι ζητήσας, καὶ πρὶν ἢ | |
κατὰ σκοπὸν ἐπιχειρῆσαι διαίταις, ὁτὲ μὲν ἀμβλύτερον, ὁτὲ δ’ αὖ ὀξύτερον αὐτὸν ἑαυτοῦ ἐπὶ ταῖς τυχούσαις ἐνερ‐ γείαις καταμανθάνων. | ||
1.3.10 | Ἀλλὰ ὅτι μὲν ἁπλοῦν τε καὶ πολυδύναμον, καὶ οἰκείοις ὅροις ἐμπεριγραφόμενον, ἀσώ‐ ματόν τε καὶ ἀμόρφωτον τὸ ἐν ἡμῖν θεῖον πέφυκεν, ἐκ τῶν κατ’ αὐτὸ ἐνεργειῶν ὁ λόγος δίδωσιν ἐννοεῖν. ὅτι δὲ | |
5 | καὶ διὰ τοῦ ἐν ἡμῖν πνεύματος ὡς δι’ ὀργάνου τὰς ἑαυτοῦ χορηγεῖ ἐνεργείας, καὶ ἐπιὼν ὁ λόγος διδάξειεν ἄν. | |
1.4t | Κεφ. δʹ. Ὅτι ἁπλῆ τις οὖσα καὶ μία τῷ ἀριθμῷ ἡ ψυχῄ, πολυειδὴς τὴν δύναμιν φαίνεται. | |
1.4.1 | Ἡ τοίνυν ψυχή, ὡς εἴρηται, μία μὲν καὶ ἁπλῆ τῇ οὐσίᾳ τελοῦσα, ποικίλη δὲ καὶ διάφορος τῇ δυνάμει, τισὶ τῶν ἐξ αὐτῆς δυνάμεων, τῷ ἡμετέρῳ τούτῳ συνάπτεται σώματι. | |
1.4.2 | Ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐν αὐτῇ δυνάμεων θειό‐ τεραί τε καὶ ἀκραιφνέστεραι, αἱ δ’ αὖ γε ταῖς πρώταις παραβαλλόμεναι ταπεινότεραί τε καὶ ἐνεργεῖς ἐν σώματι, διὰ τῶν δευτέρων ἂν εἰκότως φαίημεν δυνάμεων, οἰκείως | |
5 | ἔχειν ταύτην τῷ ἐν ἡμῖν συνάπτεσθαι πνεύματι. | |
1.4.3 | Καὶ μή μοι διαπίστει λέγοντι, ἱκανῶς ἔχοντι καὶ ἀπὸ τῶν καθ’ ἡμᾶς τούτων καὶ αἰσθητῶν τὰς πίστεις ἐπισυνάγειν. ἓν γάρ που ἢ δύο ῥηθέντα παραδείγματα ἱκανὰ ἔσται | |
5 | τοὺς μὴ φιλονεικεῖν ἐθέλοντας πεῖσαι, ὡς ἁπλοῦν τι καὶ πολυδύναμον ἡ ψυχή. | |
1.4.4 | Τῶν ἁπλῶν οὖν ἔνια φαρ‐ μάκων, δύο που ἢ τρεῖς ποιότητας ἔχοντα, οὐδεμία τού‐ των παραλυμαίνεται τὴν ἑτέραν, οὔτε κατὰ τὴν αἴσθη‐ σιν οὔτε κατὰ τὴν δύναμιν, ἀλλ’ ᾗ ἂν αὐτῶν οἰκείως | |
5 | ἔχῃ τὸ πεπονθός, ταύτης ἄρα καὶ ἀπολαύει οἰκειότητί τινι τῆς ἐν αὐτοῖς δραστικῆς ποιότητος ἐνεργούσης ἐν τοῖς ἀντιπεπονθόσι μέρεσι. | |
1.4.5 | Καὶ γὰρ ἀλόης καταπίων τις τοὺς ἐνοχλοῦντας τῷ τῆς κοιλίας στόματι ἐσόψεται κα‐ θαιρομένους χυμούς, τῇ ῥυπτικῇ ταύτης δηλυνότι δυνά‐ μει. ἀτμοῖς δὲ ταύτης ἢ ἐπιχρίσεσι τὰ ἐπισκοτοῦντα ταῖς | |
5 | κόραις λύεται· αὖθις δὲ ἐκλελυμένον στόμα γαστρὸς τονώ‐ σαις ἂν τῇ στυφότητι ἔξωθεν ἐπιθείς. ὅμφαλον δὲ ἐπι‐ χρίσας καὶ ἐπιγάστριον, κτείναις ἂν τὰς ἐντὸς ἕλμινθας· καὶ ταῦτα γίνεται, ἑκάστης αὐτῆς ποιότητος ἐνεργούσης ἐν ἀντιπεπονθόσι μέρεσι. | |
1.4.6 | Κάππαρις δὲ ἄλλῃ μὲν τονοῦν δυνάμει τὸν στόμαχον λέγεται, ἑτέρᾳ δὲ ῥύπτειν ἐγκαθη‐ μένους τῷδε χυμούς, ἄλλῃ δὲ τέμνειν καὶ ἀποφράττειν σπλάγχνα. | |
1.4.7 | Καὶ πολλὰ τοιαῦτα ἔργα φύσεως ἐσόψει ἐγ‐ καταμεμιγμένας τε καὶ πολυχρήστους δυνάμεις ἔχοντα. | |
1.4.8 | Εἰ δὲ ἁπλᾶ οὕτω φάρμακα ἀκατακεράστους μικροῦ δεῖν καὶ ἀνεπιμίκτους ἔχει ποιότητας, καὶ διαφόρας δι’ αὐτῶν ἐν ἡμῖν ἐνεργεῖ κατὰ τὰς ἀντιπεπονθυίας διαθέσεις, οὐσία θεία τε καὶ νοερὰ πῶς οὐκ ἂν κατὰ τὰς ἐν αὐτῇ δυνά‐ | |
5 | μεις ἐνεργήσειε τὰ ἀνήκοντα; | |
1.5t | Κεφ. εʹ. Περὶ ἰδίων ἐνεργειῶν τῶν κατὰ τὴν ψυχὴν δυνάμεων. | |
1.5.1 | Καὶ νοῦς μὲν βραχύ τι ἢ οὐδὲν καθ’ αὑτὸν ἐπι‐ κοινώνηκε τοῦ ἐν ἡμῖν πνεύματος. | |
1.5.2 | Πρώτη γὰρ οὖν οὗτος καὶ ἀκραιφνεστάτη δύναμις τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερᾶς οὐσίας ἐν τοῖς ὁμοίοις γέγηθεν ἀνατρέχων, κἀκεῖ‐ θεν αὐτῷ πᾶσα νοερὰ ἔννοια· τότε δὲ καὶ ἀνεπιστρόφως | |
5 | αὐτὸν ἔχειν πρὸς τὰς περὶ τὴν αἴσθησιν δυνάμεις γίνεται, ἀντιρρόπου οὔσης τῆς κατ’ αὐτὸ ἐνεργείας, τῇ καθ’ ἡμᾶς αἰσθήσει, ὅτε ταύτῃ μόνῃ ζῶμεν τρόπον βοσκηματώδη. εἰ μὴ καὶ τὸ πλέον ἐκείνῳ τις χαρίσαιτο. | |
1.5.3 | Ὅτι ἀξίᾳ τε καὶ ἐνεργείᾳ καὶ ἐφ’ οἷς ᾠκείωται, πολλῷ γε τῶν ὑπὸ αἴ‐ σθησιν διενήνοχεν, ἀμέλει πρὸς τὰς ὑπ’ αὐτὸν δυνάμεις καὶ τὰ μετ’ αὐτὰς ὄργανα, ἢν ἀπλανῆ καὶ καθαρὰ ᾖ, ῥο‐ | |
5 | πὴν λαβών, πολλὰ τῶν ἀμεινόνων θεαμάτων μέχρις αὐτῆς αἰσθήσεως παραπέμπει· καθ’ ὅσον δ’ ἂν ταῦτα τύχοιεν πλημμελήσαντα, καὶ αἱ ἐκεῖθεν ἔννοιαι παρατυπωτικῶς προΐενται. | |
1.5.4 | Διάνοιά γε μὴν μετὰ νοῦν δευτέρα οὖσα τῷ ἀξιώματι, οἵα τις γέφυρα μεταβιβάζει διαπλάττουσα ἀπὸ τοῦ νοῦ ἐπὶ τὰς ἐφεξῆς δυνάμεις, τὰ ἄποσά τε καὶ ἀμεγέθη καὶ ἀχρωμάτιστα θεάματα. | |
1.5.5 | Ταῦτα δὲ δόξα παραδεξαμένη, ἀμφιρρεπής τις οὖσα δύναμις τῆς ψυχῆς, ἅτε μετασχηματιζομένη ταῖς τε ἀπλανέσι ἐννοίαις καὶ ταῖς μὴ τοιαύταις φαντασίαις, τῇ φαντασίᾳ ἐγκατατίθησιν. | |
1.5.6 | Ἡ δὲ ὥσπερ λέγεται παθητικὸς οὖσα νοῦς καὶ χρώματα καὶ τύ‐ πους καὶ σχήματα ποιότητάς τε καὶ θέσεις καὶ πᾶν ὅ,τι τοιοῦτον τοῖς παραπεμφθεῖσιν ἐντίθησι. | |
1.5.7 | Τούτῳ δὴ τῷ | |
μέρει τῆς ψυχῆς καὶ πολλοὺς πυνθάνομαι τῶν ἐπιδοῦναι ἑαυτοὺς θεωρίᾳ βεβουλημένων, ἀποσυληθέντας τὸν νοῦν, ἀνάξιόν τι παθεῖν τῆς ἑαυτῶν προθέσεως, καὶ μάτην ἐγ‐ | ||
5 | κατατρίψαι τὸν χρόνον. | |
1.5.8 | Βίαιον γὰρ πάνυ τουτὶ τὸ μέρος καὶ ἀντιπεπονθὸς ταῖς τοῦ νοῦ ἐνεργείαις· ὅσον γὰρ ἐκείνῳ δυσχερὲς ἐνταῦθα τὸ νόημα διαβιβάσαι καὶ ὑπὸ αἴσθησιν ἀγαγεῖν, τοσούτῳ δὴ τῇ φαντασίᾳ τῶν ὧν ἡ | |
5 | αἴσθησις δίδωσι παθῶν ὑπεκστῆναι· ἀνάπαυμα γάρ τι καὶ οἷον ταμιεῖον αἰσθήσεων ἡ φαντασία τοῖς ζῴοις φαίνεται· καὶ τοῖς μὲν ἀλόγοις αὐτὸ δὴ τοῦτο τὸ ἡγεμωνικώτατον, ἡμῖν δὲ τοῦτ’ ἀρχὴ μετὰ τὴν αἴσθησιν τῶν ψυχικῶν δυνά‐ μεων. | |
1.5.9 | Ἀλλὰ γὰρ ἐπειδὴ ἡμᾶς αὐτοὺς ὁρῶμεν πάσχον‐ τας, ἐνίοτε μὲν μίαν ἢ δύο που τῶν αἰσθήσεων (ἔστι δ’ ὅτε πάσας ἢ τὰς πλείους), οὐχ ἧττον δὲ πάσχον ἴσμεν τό,τε φανταστικὸν καὶ λογιστικὸν καὶ μνημονευτικόν, φέρε | |
5 | δὴ σκεψώμεθα, ὅπως τε ταῦτα πάσχει καὶ ὑφ’ οἵων αἰτίων, καὶ πῶς ἂν μὴ ῥᾳδίως ἁλίσκοιτό τις τούτων τοῖς πάθεσι διαιτώμενος, ὡς ἂν δὴ πέρας ἡ ἐπὶ τῷ λόγῳ σχοίη ὑπό‐ σχεσις. | |
1.5.10 | Ὅτι μὲν οὖν καθ’ αὑτὴν ἀπαθὴς ἡ ψυχὴ πε‐ φυκεν, ἐπικοινωνεῖ δὲ τῶν ἐν ἡμῖν παθῶν διὰ τοῦ ἐν ἡμῖν ψυχικοῦ πνεύματος, ὥσπερ ὄχημά τι τοῦτο ἔχουσα, καὶ δι’ αὐτοῦ τὰς ἑαυτῆς ἐπιτελεῖ ἐνεργείας, τὸ μὲν ἤδη δέ‐ | |
5 | δεικται, τὸ δ’ αὖ ῥηθήσεται· ὅτι δὲ κατὰ τὰς ἀλλοιώσεις αὐτοῦ καὶ μεταβολὰς μετρίας οὔσας ἔστιν ὅτε μεγάλα ἐπα‐ κολουθεῖ τοῖς σώμασι συμπτώματα, καὶ τοῦτ’ ἂν προϊὼν ὁ λόγος διδάξειε. | |
1.6t | Κεφ. ϛ. Περὶ τῆς κατὰ τὴν τροφὴν οἰκονομίας, ἐν ᾧ καὶ περὶ διαφορᾶς πνευμάτων γενομένων κατά τε τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἔτι δὲ τὴν καρδίαν καὶ τὸν ἐγκέφαλον· καὶ ὅπως τούτοις οἶον ὀχήμασιν αἱ ψυχικαὶ δυνάμεις κέχρηνται. | |
1.6.1 | Καὶ δὴ τέλους ὡς ἄν τις φαίη τῆς ἐν ἡμῖν οἰκο‐ νομίας τοῦ ψυχικοῦ τούτου τελοῦντος καὶ οὔ ποτε παυο‐ μένου, ἀεὶ δ’ ἐπιρρέοντός τε καὶ ἀπορρέοντος, προσήκει σκέψασθαι, ὅθεν δὴ τὴν γένεσιν ἔχει καὶ ὅπως ἂν ἀκραιφνὲς | |
5 | τηροῖτο. | |
1.6.2 | Ἐπεὶ δὲ τοῦτο μὲν ὥσπερ ἀρχή τε καὶ πρῶ‐ τον τῆς ὑποθέσεως κεφάλαιον, οὐκ ὀλίγα δέ οἱ συμβάλλε‐ | |
ται, καὶ ὁ περὶ τῶν λοιπῶν ἐν ἡμῖν πνευμάτων λόγος, καὶ ἄλλως δὲ ἐντελέστερον ἂν οὕτω διασκευασθείη ὁ λόγος, | ||
5 | φέρε περί τε τῶν χυμῶν, οἳ δὴ ἐν ἡμῖν στοιχεῖα πρῶτα διατελοῦσι, καὶ τῶν ἐξ αὐτῶν πνευμάτων, καὶ πρό γε τού‐ των περὶ τῆς κατὰ τὴν τροφὴν οἰκονομίας καὶ τῶν ἐξ αὐ‐ τῆς πνευμάτων διασαφήσωμεν, ὡς μὴ ἐλλεῖπόν τι τῷ λόγῳ ὑποσχάζειν τὴν ὑπόθεσιν ἐμποιῇ. | |
1.6.3 | Τῆς τοίνυν τροφῆς διαμασηθείσης καὶ ἐπὶ πέψιν τὴν ἐπὶ τῇ κοιλίᾳ χωρησάσης, εὐχύμου μὲν καὶ εὐπέπτου οὔσης καὶ μάλιστα ἀφύσου, ὑγιαι‐ νούσης δὲ καὶ τῆς γαστρός, καὶ μή τινος αὐτῇ ἐμπεπλασμέ‐ | |
5 | νου χυμοῦ, ὡραία μὲν ἡ πέψις τε καὶ ἡ ἀλλοίωσις γίνεται ἐν αὐτῇ, βραχὺ δὲ ἢ οὐδὲν ἄνω ἢ κάτω πνεῦμα ὑπέξεισιν· ἀτμοειδὴς δ’ ἐκεῖθεν ἐπὶ τὴν κεφαλὴν ἀναδοθεῖσα ἀναθυ‐ μίασις, τέγγει μὲν τὰ αὐχμῶντα, διευρύνει δὲ οἷον τῇ ἠπίᾳ προσβολῇ τοὺς ἐν αὐτῇ πόρους καὶ χαλᾷ τὸ συντεταμένον | |
10 | τῶν αἰσθήσεων καὶ ἐπὶ ἠρεμίαν ἤδη μεταβιάζεται τὴν ἐπὶ τὸ ἐγρηγορέναι κίνησιν, εἶθ’ οὕτως λήγειν τῆς ἀναπεμπού‐ σης αὐτὴν τροφῆς διοικηθείσης ἤδη τῇ γαστρὶ καὶ ὑπο‐ χαλασθείσης. | |
1.6.4 | Εἰ δ’ ἀγαθὰ μὲν εἴη τὰ σιτία, ἤτοι δὲ κατά τινα δυσκρασίαν ἢ χυμῶν τινων ἐμπεπλασμένων, ἡ γαστὴρ νοσεῖ, αἵ τε πέψεις ἀτελεῖς ᾧδε καὶ οἱ ἐκεῖθεν ἀτμοὶ ἢ παχεῖς τε καὶ ὁμιχλώδεις, ἢ καπνώδεις τε καὶ λιγνυώδεις· | |
5 | ἱκανοὶ δὲ πάντες οἵδε χρονίσαντες παχῦναί τε καὶ θορυ‐ βῆσαι τὸ ἐν ἡμῖν πνεῦμα. | |
1.6.5 | Ἢν δὲ φαῦλα μὲν ᾖ τὰ σιτία, ἐπικρατῇ δὲ ποιότησί τισιν ἀλλοτρίαις κακόχυμα ὄντα, ἔστιν ὅτε δὲ καὶ δύσπεπτα, τὰ παραπλήσια τοῖς προτέροις συμβαίη ἄν· καὶ ὧδε μὲν ἤτοι ταῖς ποιότησιν ἢ ταῖς ποσό‐ | |
5 | τησι λυμαινομένων τῶν τροφῶν. | |
1.6.6 | Τῶν δὲ ὀργάνων ἢ δυσκρασίᾳ ἁλόντων, ἢ ἐμπεπλασμένους ἐχόντων χυμούς τινας τοῖς ἐκεῖθεν ἀναφερομένοις ἀτμοῖς, ὁποῖαι δή τινες ἀλλοιώσεις περὶ τουτὶ τὸ πνεῦμα γίνονται· μέτριαι μὲν | |
5 | ἐπὶ μετρίοις πλημμελήμασιν, οὐκ ἀγεννεῖς δὲ ἐπὶ μεγίστοις. | |
1.6.7 | Ἀλλ’ ἐπειδάν γε τῆς τροφῆς οἰκονομηθείσης καὶ διακρι‐ θείσης κατὰ τοὺς στοιχειώδεις τούτους χυμούς, καὶ κατὰ τὴν ἐνοῦσαν ἑκάστῳ τῶν σπλάγχνων δύναμιν, ἐπὶ τἀκρι‐ βέστερον ἕκαστος τῶν προληφθέντων χυμῶν τῷ προσ‐ | |
5 | λαβόντι ἐξομοιωθῇ, ἀναφέρονται μὲν ἐπὶ τὴν κεφαλὴν | |
ἀλλοιουμένων τε καὶ πεπτομένων ἀτμοί, οὐ πάνυ τι δὲ οὐδ’ οὗτοι θορυβεῖν πεφυκότες, εἰ μή που πάνυ ἐπικρα‐ τήσαιεν. | ||
1.6.8 | Ὅ γε μὴν ἀμείνων πάντων χυμός, ὃς δὴ καὶ ὕλη καὶ ἀρχὴ τοῖς ἐν ἡμῖν γίνεται πνεύμασιν, ἐπὶ τὸ ἧπαρ ἤδη χωρήσας καὶ ἐξομοιωθεὶς τῷ σπλάγχνῳ, τὸ φυ‐ σικὸν δὴ τοῦτο πνεῦμα πρώτως ἀπογεννᾷ, ᾧ δὴ καὶ τὸ | |
5 | ἐπιθυμητικὸν τῆς ἐν ἡμῖν ψυχῆς ἐπιφαίνεται· τούτῳ γὰρ ὀργάνῳ, ὡς ἄν τις εἴποι ἐπιθυμίας τε καὶ ἀλόγων ὀρέξεων, ἡ ἐν αὐτῷ ψυχικὴ δύναμις κέχρηται. | |
1.6.9 | Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον ἂν εἴη ἐκ τοῦ πεπονθότος τουτουῒ τοῦ σπλάγχνου καὶ τοῦ ἐν αὐτῷ διαφθαρέντος χυμοῦ, ἀποσί‐ τους τε ἡμᾶς καὶ πάντα ἀηδῆ λογιζομένους φαίνεσθαι, | |
5 | καὶ πάντῃ ἀνεπαφροδίτους εἴς τε πικρίαν καὶ ὀργὴν καὶ τὰ τοιαῦτα μεταπίπτοντας πάθη κατὰ τὴν ἐπικρατήσασαν ποιότητα τοῦ ἐν αὐτῷ συμφθειρομένου πνεύματος. | |
1.6.10 | Τὰ γὰρ δὴ κατὰ συμπάθειαν τῆς γαστρός, ἐφθαρμένους πλου‐ τούσης χυμούς, πολλῷ γε μέτρια καὶ ῥᾷόν ἐστι βοηθεῖν. ἀποτροφεῖ δὲ ὧδε καὶ ἀπορρεῖ τὸ σῶμα, ἐπειδὴ φυτῶν ἐνέρ‐ | |
5 | γειαν τουτὶ τὸ σπλάγχνον πεπίστευται, καὶ διὰ τοῦ ἐν αὐτῷ πνεύματος ἡ διοικοῦσα δύναμις τῆς ψυχῆς προβάλλει τὰ ἀνήκοντα. | |
1.6.11 | Ὅτι δὲ κἀν τῇ γαστρὶ πνεῦμά τι ἕτερον διάφορον πρὸς ταῦτα φαίνεται γεννώμενον, καὶ διὰ τούτου τὰς κατὰ μέρος πάσχομεν αἰσθήσεις ἐπὶ τοῖς ὀρεκτοῖς, νῦν μὲν τούτων, αὖθις δ’ ἐκείνων, ἄλλοτε δ’ ἄλλων φαύ‐ | |
5 | λων τε καὶ ἀγαθῶν ὀρέξεις σιτίων ἔχοντες, ὁσημέραι ἰδεῖν ἐστὶν ἡμᾶς οὕτω διατιθεμένους καὶ ποτὲ μὲν τῶν ὁμοίων ὀρεγομένους κατὰ τοὺς ἐπικρατοῦντας χυμούς, ποτὲ δὲ τῶν ἐναντίων τῶν ἐπικρατούντων ἐπὶ τὸ κολάσαι τὴν ἀμε‐ τρίαν. | |
1.6.12 | Καὶ τοῦτο μὲν ἤδη ψυχρόν τε καὶ ὑγρὸν τὸ πνεῦμα, τοῖς μετ’ αὐτὸ προβαλλόμενον· ὄχημα δέ τι τῆς ἐν ἡμῖν τῶν κατὰ μέρος σιτίων ἑκάστοτε ὀρεκτικῆς δυνά‐ μεως. ἐκδέχεται δὲ αὐτὴν ἡ ἐπὶ τὸ ἧπαρ, γεννικωτέρα οἷον | |
5 | οὖσα καὶ περιεκτικωτέρα, καὶ ἀρχὴ μειζόνων ὀρέξεων καὶ ἐπιθυμιῶν· | |
1.6.13 | Καὶ οὔπω θαυμαστόν, εἰ μία τις οὖσα τῷ ἀριθμῷ ἡ ἐν ἡμῖν ψυχὴ ποικίλας ἀποδίδωσιν ἐνεργείας κατὰ τὰς τῶν ὀργάνων ἐπιτηδειότητας, πολυδύναμός τε οὖσα καὶ τῷ παντὶ ἐνηρμοσμένη σώματι κατά τινας οἰ‐ | |
5 | κειότητας. | |
1.6.14 | Ἀλλὰ ταῦτα μὲν ὧδε· οὐ γὰρ δὴ καὶ πε‐ ραιτέρω χρὴ προβαίνειν ἡμᾶς ἐκβαίνοντας τὴν ὑπόσχεσιν. | |
1.6.15 | Τὸ τοίνυν φυσικὸν τουτί, ὡς εἴρηται πνεῦμα, λεπτό‐ τερον μὲν ὂν πολλῷ καὶ καθαρώτερον καὶ θερμότερον τοῦ ἀπὸ τῆς κοιλίας ἐν ταῖς πέψεσι τῶν τροφῶν ἐπιγεννωμέ‐ νου, ὑγρότερον δὲ τοῦ μετ’ αὐτό, πολλῷ ἐλλεῖπον τῇ λεπτό‐ | |
5 | τητι καὶ τῇ θερμότητι φαίνεται. | |
1.6.16 | Καὶ γὰρ μετὰ τὴν ἐπὶ τὰ κυρτὰ τοῦ ἥπατος ἀνάδοσιν, κατὰ τὴν λαμβδοειδῆ οὕτω καλουμένην φλέβα ἀποσχιζομένου τοῦ αἵματος, τὸ μὲν ἐπὶ τὰ κάτω μέρη, τὸ δ’ αὖ εὐθὺ καρδίας χωροῦν φαί‐ | |
5 | νεται, καὶ διὰ τῆς δεξιᾶς ἐπὶ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας διέξεισι. | |
1.6.17 | Καὶ πλείονα κατεργασίαν δεξάμενον διὰ τῶν ἀρτηριῶν ἄνω τε καὶ κάτω χωρεῖ, καὶ τὸ ζωτικὸν ὧδε καλούμενον γεννᾶται πνεῦμα, ὥσπερ ἀπό τινος πηγῆς τῆς καρδίας διὰ τῶν ἀρτηριῶν ἐφ’ ὅλον χωροῦν τὸ σῶμα, | |
5 | ὄργανον ζωῆς τῇ φύσει γινόμενον. | |
1.6.18 | Οὐ γὰρ εἰκὸς ἦν τῇ διαπλαττούσῃ ταῦτα δυνάμει ὄργανον πεποιημένῃ φυ‐ σικόν, δι’ οὗ τρέφει καὶ αὔξει τὰ μεταβατικὰ ταῦτα σώ‐ ματα μὴ οὐχὶ ζωῆς ποιῆσαι πρότερον· εἰ γὰρ δὴ διὰ τὸ | |
5 | μεταβαίνειν τοῦ ἡγεμονικοῦ ἐδέησε, πρώτου τῶν ἄλλων ὄντος τῷ ἀξιώματι, μᾶλλον ἂν ἔδει προσειληφέναι τοῦτο τὸ ζωτικόν· ζῶντα μὲν γὰρ ἔνια οὐ μεταβατικῆς δυνάμεως εἴληχε, τῶν μεταβαινόντων δ’ οὐδέν, ὂ μὴ καὶ ζωῆς μετεί‐ ληφεν. | |
1.6.19 | Εἰ δὲ καὶ τῇ ὑλικῇ αἰτίᾳ προσέχειν τις ἐθέλει, τῷ ζωτικῷ μᾶλλον εὐχερὲς τοῦ φυσικοῦ πνεύματος μετα‐ βεβλῆσθαι, ἐς ψυχικοῦ καὶ ἡγεμονικοῦ πνεύματος ἰδέαν. | |
1.6.20 | Καὶ τῇ μὲν ἀνάγκῃ τῆς χρείας ζωτικὸν μὲν μετὰ τὸ φυσικόν, εἶθ’ οὕτω ψυχικὸν γέγονεν. οὐχ ὥσπερ δὲ προ‐ βαῖνον ἀπὸ γαστρὸς ἠργμένον λεπτότερον γίνεται, οὕτω δὴ ἀεὶ καὶ θερμότερον· ἀλλὰ μέχρι μὲν αὐτῆς τῆς καρδίας | |
5 | ὡσαύτως τῇ λεπτότητι καὶ ἡ θερμότης προβαίνει. | |
1.6.21 | Ὑφαι‐ ρεῖται δὴ ἀεὶ τὸ πλέον τῆς ὑγρότητος· μετὰ δὲ τοῦτο τῆς μὲν θερμότητος ἱκανῶς ἀνίεται· τῇ δὲ λεπτότητι ἀεὶ τὸ πνεῦμα προβαίνει, ἐλλεῖπον ἤδη καὶ καθ’ ὑγρότητα· ἀρ‐ | |
5 | τηριῶν γὰρ ὧδε καὶ φλεβῶν ἀνηνεγμένων καὶ κατακεκερ‐ ματισμένων εἰς ἀγγεῖα βραχύτατα, τὸ δικτυοειδὲς ἐντεῦθεν γίνεται πλέγμα, κάτωθεν διὰ τῆς λεπτῆς καλουμένης μή‐ | |
νιγγος, αὐτὸ τὸ σπλάγχνον διαλαμβάνον τοῦ ἐγκεφάλου. | ||
1.6.22 | Ἐντεῦθεν δὲ τοῦ ἐγκεφάλου τρεφομένου τὸ ψυχικὸν εἶθ’ οὔτως γίνεται πνεῦμα κατὰ τὰς αὐτοῦ κοιλίας καὶ τὰς τῆς ψυχῆς ἡμῶν ἐνεργείας πιστεύεται· ὄργανον πρῶ‐ τόν τε τῷ ἀξιώματι καὶ οἰκεῖον γινόμενον τῇ λεπτότητι. | |
1.6.23 | Ἀλλὰ γὰρ ἐπειδὴ περὶ τὸ σκοπιμώτατον ἡμῖν ὁ λόγος γέγονε, πλείονος δεῖ καὶ τῆς σκέψεως, ὡς μήτι τῶν δεόν‐ των ῥηθῆναι, τύχῃ διαφυγόν. οὕτω γὰρ ἂν ἄρτιος ὁ λόγος τῇ καθ’ αὑτὸν οἰκονομίᾳ ἀποδοθείη. | |
1.7t | Κεφ. ζʹ. Περὶ τῆς κατὰ τὸν ἐγκέφαλον διαπλάσεως καὶ τῆς κατ’ αὐτὸν φαινομένης διαφορᾶς τοῦ ψυχικοῦ πνεύματος. | |
1.7.1 | Τοῦ τοίνυν ψυχικοῦ τούτου πνεύματος, ἐπὶ τῷ σπλάγχνῳ ἀποτελουμένου τοῦ ἐγκεφάλου, οὐκ ὀλίγα θαύ‐ ματα γίνεται τῆς φύσεως, ἐφ’ οἷς ἀπορεῖν ἔστιν. | |
1.7.2 | Ἐπὶ μὲν γὰρ τῶν ἄλλων σπλάγχνων, ὅπη τὸ ζωτικὸν καὶ φυ‐ σικὸν τελεσιουργεῖται πνεῦμα, ᾗ ἂν αὐτῶν ἑκάτερον δια‐ δοθείη τοῦ σώματος, τὰς αὐτὰς ἰδεῖν ἔστιν αὐτῶν ἐνερ‐ | |
5 | γείας. κἂν εἴ τι καὶ διαλλάξαιεν, βραχύ τι τοῦτο καὶ οὐκ ἄξιον λόγου. | |
1.7.3 | Ὡδὶ δ’ οὐχ οὕτως, ἀλλ’ ὧδε μὲν ἑτέρας ἐνεργείας, ἐκεῖ δ’ ἑτέρας, ἀλλοίας δ’ ἐν ἄλλῳ μέρει, καὶ ὑφ’ ἓν εἰπεῖν ποικίλας τε καὶ πολυειδεῖς τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς σπλάγχνου πνεῦμα ἐνεργείας οἰκονομεῖ· ὥστε καὶ ἀπο‐ | |
5 | ρεῖν ἔστι, πότερον κατὰ τὰς τῶν μορίων τοῦ σπλάγχνου διαφορὰς διάφορον καὶ αὐτὸ γινόμενον, οὐχ ὅμοιον ἑαυτῷ πάντῃ ἐστὶ τουτὶ τὸ πνεῦμα, ἢ τὸ αὐτὸ διόλου ὂν ἑτε‐ ροῖον κατὰ τὰς τοῦ σπλάγχνου οὐσιώδεις διαφοράς, καὶ ἔτι τὰς ἀπονευρώσεις ἢ ἀποφύσεις φαίνεται, ἢ δηλονότι τὸ | |
10 | δεύτερον μᾶλλον ἄν τις ἕλοιτο. | |
1.7.4 | Καὶ γὰρ ἐπειδὴ τὸ τοιοῦτον τοῦ ἐγκεφάλου ὄργανον ἐν βραχεῖ τόπῳ περιγρα‐ φόμενον, ἔμπροσθεν μὲν εἰς δύο διῄρηται κοιλίας· προσ‐ πέφυκε δ’ αὐτῇ ἑτέρα βραχύ τι ὄπισθεν, ἣν παρεγκεφα‐ | |
5 | λίδα ἔφασαν· συντέτρηται δὲ καὶ τὸ μεταξὺ τῶν κοιλιῶν, ὡς μὴ ἐμποδὼν εἶναι χωρεῖν τὸ πνεῦμα ὅπη ἂν ὁρμήσοι· κεκένωται δὲ καὶ πρὸ τῶν ῥηθεισῶν δύο κοιλιῶν ἔμπροσθεν τὸ κρανίον ὑπὸ τὴν παχεῖαν μήνιγγα, ὡς κἀνταῦθα τὸ ψυχικὸν τουτὶ πνεῦμα διαρρεῖν· οὐκ ἔστιν ἄλλως εἰπεῖν, | |
10 | οὐκ ἔστιν ἢ ὡς πάνυ λεπτόν τε καὶ διαφανὲς ὄν, καθ’ οὓς ἂν τόπους κινηθείη τοῦ ἐγκεφάλου, μεταβάλλεται ἀλλοι‐ ούμενον, εἰ μὴ γελοῖον εἰπεῖν, κατὰ τοὺς πολύποδας. | |
1.7.5 | Ὅτι δ’ οὐ πάνυ τι ἀκριβῶς τουτὶ τὸ σπλάγχνον ὁμοιο‐ μερές, τῷ λόγῳ δείκνυται, εἰ καὶ μικροῦ τὴν αἴσθησιν διαπέφευγεν· ἐκ γὰρ τῶν κατ’ αὐτὸ ἔστι τοῦτο μαθεῖν ἀπο‐ φύσεων. | |
1.7.6 | Τὰ μὲν γὰρ ἔμπροσθὲν οἱ, ἁπαλωτέρας τὰς ἀποφύσεις ἔχει, ἰσχυροτέρας δέ γε τὰ ὄπισθεν· καὶ δὲ οὕτω τῆς χρείας καλούσης ταῦτα γίνεται, ἀλλ’ οὖν τὸ ὑλικὸν αἴτιον ὧδε πρότερον. τὰ μὲν γὰρ ὄπισθεν κινῆσαί τε καὶ | |
5 | μεταγαγεῖν καὶ ἕλξαι καὶ πᾶν ὅ,τι δράσαι βίαιον ἱκανά· τὰ δ’ ἔμπροσθεν ἀποφυόμενα νεῦρα αἰσθάνεσθαί τε καὶ ἀλλοιοῦσθαι ῥᾷον, ἐπιτήδεια γέγονεν. | |
1.7.7 | Εἰ τοίνυν ἐκ τῶν ἐξ αὐτοῦ ἀποφύσεων μὴ ἑαυτῷ πάντῃ ὁμοίως διαφαίνηται, τὸ πνεῦμα δὲ διὰ παντὸς τοῦ σπλάγχνου χωρεῖ, εἰκότως ἂν ῥηθείη, ὡς κατὰ τὰς τῶν μορίων ἐξαλλαγὰς καὶ τὸ πνεῦμα | |
5 | μεταβαλλόμενον, λεπτὸν πάνυ καὶ εὐαλλοίωτον ὄν, ὧδε μὲν ἄλλας, ἐκεῖ δ’ ἑτέρας ἐνεργείας ἀποπληροῖ. | |
1.7.8 | Καὶ καθάπερ διὰ τῶν φωταγωγῶν θυρίδων ὑέλους διαφόρων παραπετάσαντες χρωμάτων τὰς ἐκεῖθεν δι’ αὐτῶν εἰσαγο‐ μένας τοῦ φωτὸς ἀκτῖνας τὰς ποιότητας τῶν ἐπανθούντων | |
5 | ταῖς ὑέλοις ἐπιφερομένας ὁρῶμεν χρωμάτων, αὐταὶ δὲ καθ’ αὑτὰς ὁμοειδεῖς τελοῦσι καὶ ἀχρωμάτιστοι, οὕτω δὴ κἀν‐ ταῦθα σκοπεῖν δεῖ. | |
1.7.9 | Καὶ γὰρ τοῦ ἐγκεφάλου πᾶσι τοῖς αἰσθητηρίοις ὀργάνοις ἀποφύσεις αἰσθητικῶν νεύρων ἐκ‐ πέμψαντος, οὔτ’ ἐκ τῶν αὐτῶν πᾶσαι τόπων πεφύκασιν, οὔτε εἴδει ἀλλήλοις ἐοίκασιν, ἀλλ’ ἀναλόγως τοῖς ὀργάνοις | |
5 | τοῖς παραδεξαμένοις καὶ αἱ ἀποφύσεις τῶν νεύρων γεγό‐ νασι τῇ μὲν παχύτεραι τῇ δὲ λεπτότεραι. καὶ πυκνότερα μὲν ᾧδε ἢ ἀραιότερα τὰ ἀποφυόμενα νεῦρα φαινόμενα, μα‐ λακώτερα δ’ ἐν ἄλλοις ἢ σκληρότερα γινόμενα. | |
1.7.10 | Ὥσπερ δῆτα καὶ ἑτέρωθι μὲν ἐκδηλοτέρους ἔχοντα τοὺς πόρους, ἑτέρωθι δὲ ἀφανεῖς, διαφόρους καὶ τὰς ἀντιλήψεις ποιεῖται. ἕκαστον γὰρ αὐτῶν καθὼς ἂν ἔχῃ οἰκειότητος πρὸς ἡντι‐ | |
5 | ναοῦν ἐνέργειαν ταῖς αὐτοῦ ποιαῖς κατασκευαῖς καὶ τουτὶ | |
τὸ πνεῦμα συμμεταφορούμενον δείκνυσι. | ||
1.8t | Κεφ. ηʹ. Περὶ τῆς κατὰ τοὺς ὀφθαλμοὺς ἐνεργείας τοῦ ψυχικοῦ πνεύματος καὶ τῶν λοιπῶν αἰσθητηρίων. | |
1.8.1 | Καὶ τοίνυν διὰ τῆς λεπτῆς μήνιγγος ὑπὸ τὰς ἐμ‐ προσθίους κοιλίας τοῦ ἐγκεφάλου ἀποφυέντα νεῦρα ἐπὶ τοὺς ὀφθαλμοὺς χωρεῖ. καὶ ἐμπεριειληφότα ὧδε τὰ δια‐ φανῆ ὑγρά, ὥστε τὸν ἀμφιβληστροειδῆ ἐντεῦθεν συνεξ‐ | |
5 | υφάνθαι χιτῶνα, τὴν κατ’ αἴσθησιν ἀλλοίωσιν ἐνταυθοῖ γίνεσθαι παρασκευάζει διὰ τοῦ αὐγοειδοῦς πνεύματος. οὐ γὰρ δὴ κατ’ οὐσίαν ταῦτ’ ἀλλοιοῦσθαί τις ἂν φαίη δικαίως. | |
1.8.2 | Ὁποῖον οὖν τι ὁ ἀὴρ ὑπὸ τοῦ ἡλίου πάσχει φωτιζόμε‐ νος, τοιοῦτο δὴ καὶ τὰ διαφανῆ ταῦτα σώματα ὑπὸ τοῦ αὐγοειδοῦς ἡμῶν πνεύματος. | |
1.8.3 | Ἐνεργείᾳ τοίνυν διαφα‐ νοῦς τοῦ ὀφθαλμοῦ γεγονότος καὶ αἰσθητικοῦ, καὶ ἅπαξ τὴν ἀρχὴν τοῦ δρᾶν εἰς τὸ οἰκείως ἔχον πείσεσθαι τουτοῒ τοῦ πνεύματος εἰληφότος, καὶ αὐτὸς ἤδη ὁ πέριξ ἀὴρ κατὰ | |
5 | τὸ ἐκτὸς τοῦτο φῶς μεταβάλλεται ἀλλοιούμενος μέχρις ἱκα‐ νοῦ διαστήματος, ὁμοίου τοῦ συμβαίνοντος ὄντος ταῖς ψεκάσιν, αἳ καταφερόμεναι μέχρι τινὸς διαστήματος κίνη‐ σίν τινα τοῖς ὑπ’ αὐτῶν πληττομένοις ὕδασι παρέχουσιν. | |
1.8.4 | Ἤδη γὰρ κατηυγασμένος ὢν ὑπὸ τοῦ θύραθεν φωτὸς βραχείας τινὸς δεῖται τῆς ἐπικινήσεως, ὥστε ἱκανὸν δοκεῖν ἤδη καὶ τὸ ἀφ’ ἡμῶν αὐγοειδὲς πνεῦμα τοῦτον ἀλλοιοῦν, ἐνεργείᾳ ἤδη ὄντα διαφανῆ. ἀσθενὲς γὰρ ὂν δεῖται καὶ | |
5 | ἐπικουρίας τῆς ἔξωθεν. | |
1.8.5 | Ἐνίοις μέντοι τῶν ἀλόγων ζῴων τοσούτῳ διενήνοχε τὸ πνεῦμα τοῦτο τοῦ ἡμετέρου, ὡς ἀρκεῖσθαι τούτῳ μέχρις ἱκανοῦ διαστήματος τὴν ὄψιν ἐν τοῖς νυκτερινοῖς θεάμασιν. ἀποπάλλεται δὲ καί τις αὐγὴ | |
5 | ἐκεῖθεν ἱταμήτερον ἐνορῶσι τῇ πλείονι τοῦ πνεύματος ῥύμῃ καταυγαζομένων τοῦ τ’ ὀφθαλμοῦ καὶ τοῦ σύνεγγυς ἀέρος· καὶ πολλάκις ἡμῖν ἐν διαφόροις ζῴοις ταῦτ’ ἐνῶπται. | |
1.8.6 | Ἑνὸς οὖν ὥσπερ διαφανοῦς σώματος τοῦ τ’ ὀφθαλμοῦ καὶ τοῦ πέριξ πεφωτισμένου γεγονότος ἀέρος, ἡ αἰσθητικὴ δύναμις ὥσπερ ἐποχουμένη τοῖς ἐνεργείῳ διαφανέσι σώμασι, πρώ‐ | |
5 | τως μὲν τῶν οἰκείων αὐτῇ αἰσθάνεται ἅπερ εἰσὶ χρώματα· εἶθ’ οὕτως καὶ μεγεθῶν, τῷ συνεῖναι μεγέθη τοῖς χρώ‐ μασι. | |
1.8.7 | Καὶ ὀφθαλμοὶ μὲν οὕτω δὴ τῷ μόνον ἀτενίσαι | |
ἐνεργείᾳ διαφανεῖς γινόμενοι, διὰ τοῦ εἰς αὐτοὺς αὐγοειδοῦς καταρρέοντος πνεύματος καὶ τοῦ θύραθεν ἐνεργείᾳ δια‐ φανοῦς τυχόντες. καὶ δυοῖν φωτοῖν κράσεως γεγονότοιν, | ||
5 | καὶ τῆς ἐπ’ ἀλλήλων μεταλαμβανόντοιν δυνάμεως ὥσπερ ἑνὸς ἤδη διαφανοῦς τε καὶ αἰσθητικοῦ γεγονότος σώματος, τὰ ἀμφὶ τὰ αἰσθητὰ δῆλα ἡμῖν ποιοῦσι. | |
1.8.8 | Τὸ γὰρ ἤτοι κώνους ἐξιόντας τῶν ὀφθαλμῶν ἐν ἀκαρεῖ τῆς ὥρας μέχρις αὐτῶν ἀντύγων τοῦ οὐρανοῦ ἐξικνεῖσθαι οἴεσθαι, ἢ μὴν τῶν αἰσθητῶν τούτων μέχρις αὐτῆς αἰσθήσεως ἐγγίζειν | |
5 | εἴδωλα, τῶν ἀδυνάτων δοκεῖ τῷ λόγῳ. | |
1.8.9 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος [οὐ πάνυ τοι ἁρμόζων λέγεσθαι, ὧδέ πῃ καὶ ληγέτω. | |
1.9t | Κεφ. θʹ. Περὶ τοῦ ὅπως ἀπὸ τῆς αἰσθήσεως ἐπὶ τὴν φαντασίαν διαβαίνει τὰ αἰσθητὰ καὶ τῶν κατὰ τὴν φαντασίαν ἐνεργειῶν. | |
1.9.1 | Ὅτι μὲν] γἀρ αἰσθητικόν τε καὶ αὐγοειδὲς πνεῦμα διά τινων συντετρημένων νεύρων ἀποφυέντων τοῦ ἐγκεφά‐ λου ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεται, κἀκεῖνο τοῦ ὁρᾶν ἡμᾶς πρῶτον αἴτιον, οἵ τε ἀγωγοὶ τοῦ πνεύματος ἐκ τῶν ἀνα‐ | |
5 | τομῶν δεικνύμενοι πείθουσι, καὶ ἐκ τοῦ παραπιέσαι τῶν κανθῶν ἑκάτερον δῆλον κἀκ τῶν αἰφνιδίων ἐνίοτε κατὰ τοὺς ὀφθαλμοὺς παθῶν, πληγῶν, μαρμαρυγῶν τινων καὶ λαμπηδόνων προδεικνυμένων, καὶ ἔτι ἐκ τοῦ συγκλείσαντά τινα τῶν ὀφθαλμῶν τὸν ἕτερον, τὴν λοιπὴν εὐρύνεσθαι | |
10 | τῶν ὀφθαλμῶν κόρην, ὃ μὴ συμβαίνειν πέφυκεν ἐπὶ τῶν ὑπόχυμα παθόντων, ἐπιπροσθοῦντος ἀλλοτρίου τῷ πνεύ‐ ματι σώματος. | |
1.9.2 | Εἰ τοίνυν αὐγοειδὲς μὲν πνεῦμα ἐν ὀφθαλμοῖς ὂν δείκνυται, ἀερῶδες δ’ ἐν ἀκοῇ (δεῖ γὰρ καὶ περὶ τῶν λοιπῶν αἰσθήσεων ἐπιμνησθῆναι τῷ λόγῳ), δίυγρον δὲ καὶ χυμῶδες ἐν γλώττῃ, ἐν τῷ μεταξὺ δὲ γεύσεως καὶ | |
5 | ἀκοῆς τὸ τῶν ὀσμῶν ἀντιλαμβανόμενον πνεῦμα, ἀτμῶδες οἷον πεφυκός, γεῶδες δὲ τὸ κατὰ τὴν ἁφήν, θαυμάσαι ἄξιον, ὅπως ποτέ, τοῦ αὐτοῦ δὴ πνεύματος πεφυκότος, δια‐ φοραὶ αἰσθητικῶν πνευμάτων ταῖς ἀναλογίαις τῶν αἰσθη‐ τηρίων γίνονται. | |
1.9.3 | Ἢ δηλονότι καὶ τοῦτο τῆς ἐν ἡμῖν σοφῆς δημιουργίας οὐδέτερον, τοῖς αἰσθητοῖς ἀεὶ ἀνάλογα προβαλλομένης τὰ αἰσθητήρια· τῷ μὲν γὰρ ῥᾳδίως αἰσθά‐ | |
νεσθαι τῶν ἔξωθεν, πνεύματος ἔδει (τοῦτο γάρ τοι τῶν | ||
5 | ἐν ἡμῖν λεπτότατόν τε καὶ εὐαλλοίωτον), τῶ δ’ οἰκειώσε‐ σθαί τε καὶ ἀντιλήψεσθαι τῶν προσηκόντων αἰσθητῶν, ἀνα‐ λογίαν ἔχειν τὰ αἰσθητὰ ἐπὶ τῶν αἰσθητηρίων παρεσκεύασε. | |
1.9.4 | Καὶ ἐν ὀφθαλμοῖς μὲν αὐγοειδὲς τοῦτ’ εἶναι πεποίηκεν· οὕτω γὰρ εἶκὸς ἦν αἰσθέσθαι χρωμάτων τε καὶ μεγεθῶν διὰ μέσου φωτὸς τοῦ θύραθεν. | |
1.9.5 | Εἰς ἀερῶδες δὲ τὸ τῆς ἀκοῆς ἡμῶν μετέπλασεν αἰσθητικὸν πνεῦμα, ὥσπερ εἰς χυμῶδες τὸ τῶν γευστῶν διακριτικόν. ἐν τῷ μεταξὺ δὲ τούτων, τὰ τῶν ὀσμῶν, ἀτμῶν ἵν’ αἴσθοιτο. | |
1.9.6 | Καὶ τὸ τῆς ἁφῆς δὲ γεῶδες, ὡς τῶν παχυτέρων καὶ σωματωδεστέ‐ ρων λαμβάνῃ τὴν αἴσθησιν. ὃ δὴ καὶ ὁ σοφὸς Ἐμπεδο‐ κλῆς αἰνίσσεται λέγων· | |
5 | γαίῃ μὲν [γὰρ] γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον. | |
1.9.7 | Καὶ μή τις θαυμαζέτω πῶς ποτε τὸ αὐτὸ καὶ ἓν πνεῦμα ἐν διαφόροις ὀχετοῖς ῥέον διαφόρων αἰσθάνεται ἀλλοιούμε‐ νον· τοῦ μὲν γὰρ ἠλλοιῶσθαί τε καί ποίαν σχεῖν ἰδέαν πρὸς ὃ ἂν τὴν αἴσθησιν ποιήσαιτο, ἐκεῖνο δὴ τὸ μόριον | |
5 | αἴτιον ᾧ μεταβληθὲν ᾠκείωται· ἄλλαι γὰρ ἄλλων ἀποφύ‐ σεις τοῦ ἐγκεφάλου καιριώτεραί τε καὶ ἁπαλώτεραι. ἀμέλει καὶ τὸ ἐξοχετευόμενον τοῦ ἐγκεφάλου νεῦμα, τὸ αὐτὸ τῃ πρώτῃ ὂν προόδῳ, ἄλλο ἄλλου μᾶλλον ἀκραιφνέστερον φέ‐ ρεται. | |
1.9.8 | Ὅπως δ’ οὕτω τῆς ἀρχῆς ἀπορρεῦσαν ῥᾳδίως ἐν ταῖς κατὰ μέρος ποιότησι μεταβάλλεται, μάθοις ἂν ἀπὸ τῶν φυτῶν, τοῦ αὐτοῦ μὲν χυμοῦ ταῖς ῥίζαις ἀναληφθέν‐ τος, διαφόρου δὲ χροιαῖς τε καὶ ποιότησιν ἔν τε πτόρθοις | |
5 | καὶ φύλλοις καὶ ἄνθεσι καὶ τοῖς μετὰ ταῦτα φαινομένου καρποῖς. εἰ δὲ ταῦτα μὲν ῥᾳδίως, τῷ μακρῷ δ’ ἐκεῖνα γί‐ νεται χρόνῳ. Σκόπει μοι καὶ τὴν τοῦ πνεύματος ὅση πρὸς τὴν τῶν χυμῶν ἐστιν ἡ διαφορά. | |
1.10t | Κεφ. ιʹ. Περὶ τῶν κατὰ τὸ μνημονευτικὸν ἐνεργειῶν. | |
1.10.1 | Ὅτι δὲ κοινόν τι ταμεῖον αἰσθητηρίων ἡ αἴσθησις καὶ ἐν ἐκείνῃ τὰ τῶν αἰσθητηρίων συνάγεται, δῆλον μὲν ὧδε· ἔξεστι δ’ ἐντεῦθεν συνιέναι καὶ ὡς τὸ αὐτὸ καὶ ἕν ἐστι τὸ τῆς αἰσθητικῆς ἡμῶν δυνάμεως πνεῦμα. ᾧ δὴ καὶ | |
5 | ἡ τῆς ψυχῆς ἡμῶν αἰσθητικὴ ἐπαναπαύεται δύναμις, ἀφ’ ἧς δηλαδὴ τῷ τῆς μετοχῆς λόγῳ καὶ τὸ πνεῦμα τοῦτο αἰσθητικὸν εἴληχε λέγεσθαι· οὐ γὰρ δὴ οἴκοθέν τινα τοιαύ‐ την πλουτεῖν πέφυκε δύναμιν. | |
1.10.2 | Πάντα δὲ ἀπὸ τῆς ψυχῆς δι’ αὐτοῦ ἐπὶ τὸ σῶμα τοῦτο χωρεῖ. καὶ τὰ μὲν ἐκτὸς δὴ ταῦτα, ὅσα ὑπὸ αἴσθησιν τῷ πρώτῳ αἰσθητικῷ ἐκκρίνεται, ἀναλόγως ἕκαστον ὅπως ἔχει χρώματός τε καὶ μεγέθους, | |
5 | ψόφου τε καὶ φωνῆς καὶ ῥυθμοῦ, ὀδμῆς τε καὶ γευστῆς ποιότητος, ἔτι δὲ θερμότητος καὶ ὑγρότητος, καὶ τῶν ἀντι‐ κειμένων παθῶν, σκληρότητός τε καὶ μαλακότητος, καὶ ὅσα λοιπὰ ὑπὸ τὴν αἴσθησιν· οὐκ ἐπὶ τὴν αἴσθησιν δὲ ταῦτα μόνον διαβάντα παραμένει, ἢ καὶ μέχρις αὐτῆς τῆς | |
10 | φαντασίας χωρεῖ. | |
1.10.3 | Τῷ γὰρ ἀναλόγῳ τοῦτο κεχρημένον ζωῇ, ἐπειδὴ καὶ τέλος τῆς κατ’ αὐτὰ οἰκονομίας ἡ φαντα‐ σία φαίνεται. ἀλλὰ καὶ περαιτέρω προβαίνει ἄνθρωπος· καὶ γὰρ ἐπιστατοῦντα λόγον ἔχων, τούτῳ δὴ καὶ λογίζεται | |
5 | καὶ ἀναπτύσσει ἔνδον τὰ αἰσθητὰ λαβών. | |
1.10.4 | Ἐπεὶ γὰρ μὴ οἰκειότητα φύσεως ἡ πρώτη αἴσθησις ἔσχηκεν, ὥστε παρακατέχειν, ὧν ᾔσθετο πρότερον, τοὺς τύπους, ἑτέρων δ’ αὖθις ἐπαισθάνεσθαι (σωματοδεστέρα γὰρ οὖσα ἥδε ἡ | |
5 | δύναμις οὐκ ἐφικνεῖται ἐπὶ πλείω κατακερματίζεσθαι), τοὺς τύπους τῶν αἰσθημάτων ἡ φαντασία παραδεξαμένη, μυω‐ πιζομένη οἷον ὑπὸ τοῦ λογιστικοῦ τῆς ψυχῆς μέρους, ἀνα‐ διφᾷ τε καὶ ἐπεξεργάζεται, νῦν μὲν ὧν τοὺς τύπους παρ‐ έλαβεν ἀπὸ τῆς αἰσθήσεως, αὖθις δ’ ὧν αὐτὴ ἀνέγραψεν, | |
10 | αὐτονομίᾳ κεχρημένη μᾶλλον τῶν ἄλλων δυνάμεων, ἐπὶ τὸ διαπλάττειν ἅττ’ ἂν οἰηθείη· τοσαύτῃ γὰρ αὐθαδείᾳ καὶ ἀπάτῃ κέχρηται φαντασία, ὡς ἅττ’ ἂν μὴ ἐγχωρεῖ εἰς ἔργον ἀγαγεῖν τὴν φύσιν, ἥδε μετὰ πολλῆς ἀδείας ὑπο‐ τίθεται, καὶ τάχ’ ἂν ἡμᾶς ἐπὶ τὰς αἰσχίστας ἀπήγαγεν | |
15 | ἀτοπίας, εἰ μὴ οἷά τις ἐπόπτης ὥσπερ ἀπό τινος σκοπιᾶς ταῖς ταύτης ἀλογίστοις ὁρμαῖς ἐμβριμώμενος ὁ λόγος τὰς ἀμετρίας ἐκόλαζε, καὶ ἥδε μὲν τῶν παχυτέρων τούτων ἤδη μεταστᾶσα καὶ αἰσθητῶν, ἐπ’ ἄλλον ἠργμένη μεταβαίνειν διάκοσμον, κατὰ τοὺς νεοττοὺς τῶν στρουθίων πτερυγίζει | |
20 | τε καὶ ἐξορμᾷ, γῆς μὲν ἀφίπτασθαι, ἀέρος δ’ ἐπιβαίνειν. | |
1.10.5 | Ἀλᾶται δὲ μάτην διαπονουμένη· φθάνει γε μὴν ὁ λό‐ | |
γος ἔνια ὧν ἂν αὐτῆς ἐν χρείᾳ γένηται, τούτων ἐγκατα‐ θεὶς τῇ μνήμῃ τὰ ἰνδάλματα. ἡ δ’ ὥσπερ ταμεῖον ἄσυλον ὧν παρεδέξατο διὰ τοῦ λόγου ἀπό τε φαντασίας καὶ τῆς | ||
5 | αἰσθήσεως διακρατοῦσα τοὺς τύπους, οὐκ ἄν ποτε προεῖτο, τί μὴ παθοῦσα. καὶ νῦν μὲν ἐξεταζομένη ἐκ τοῦ προχεί‐ ρου δίδωσιν ἅττ’ ἂν εἰσπράττηται· αὖθις δὲ μετ’ οὐ πολὺ ἀναλεξαμένη ἐκτίθησι, τοὺς σοφοὺς ἀπομιμουμένη τῶν ταμειῶν, οἵ ποτε μὲν ἐκ τοῦ προχείρου τὰ ἀπαιτούμενα | |
10 | παρὰ τῶν δεσποτῶν παρέχουσιν, ἐνίοτε δ’ ἀναδιφῶντες καὶ ἐξ ἄλλων εἰς ἄλλα μεταβαίνοντες, ὀψὲ γοῦν ἐξευρίσκουσι τὸ ζητούμενον. Καὶ ταῦτα μὲν οὕτω. | |
1.11t | Κεφ. ιαʹ. Περὶ τῶν λοιπῶν ἐνεργειῶν τῆς ψυχικῆς δυνάμεως. | |
1.11.1 | Ἐπεὶ δὲ καὶ περαιτέρω προβαίνειν ἀνάγκη τῷ λόγῳ, δεῖ προαναλαβόντας ὧδε τοῦτον ἐκθέσθαι. | |
1.11.2 | Νοῦς οὖν καὶ αἴσθησις, ἄκρα πέρατα δυνάμεων λογικῆς ψυχῆς ὄντα, τὰς μεταξὺ αὐτῶν δυνάμεις ἐφιᾶσιν, ὅπη ἂν ἐθέλωσι νε‐ νευκέναι. συνεπισύρεται δὲ ἕκαστον πρὸς ἑαυτὸ νικῶν τὸ | |
5 | ἕτερον· οὐδὲ γὰρ ἀξίᾳ ὧδε τὸ πλέον, ἀλλὰ δυνάμει τε καὶ ῥοπῇ νενέμηται, ὥσπερ ἐπὶ τρυτάνης πολυπλαστίγγου συν‐ επισπωμένης ἀεὶ τῆς ἐπιβριθούσης πλάστιγγος τὰς κουφο‐ τέρας, κἂν ἐκ τιμιωτέρων κατεσκευασμέναι ὦσι καὶ φαυ‐ λοτέρων μετάλλων αἱ πλάστιγγες. | |
1.11.3 | Ὥσπερ οὖν ἀπὸ αἰ‐ σθήσεως τὰς ἀρχὰς ἡ φαντασία παραλαβοῦσα πτερύσσεται μὲν καὶ μεταιωρίζεται, οὐκ ἐκτὸς δὲ ποιοτήτων τὰς ἑαυτῆς ἐπισημαίνεται ἐνεργείας, οὕτω δὴ καὶ ὁ νοῦς τῇ διανοίᾳ | |
5 | ἀμεγέθη τε καὶ ἄποια καὶ ἀνείδεα τὰ καθ’ ἑαυτὸν παρα‐ πέμπων, τῷ ἀνελίσσειν τε καὶ ἐξετάζειν ταῦτα τὴν διά‐ νοιαν, συνεισέρχεταί τι ταύτῃ, ὧν μὴ παρέλαβεν, ἐφ’ οἷς διανενόηται, μὴ ταῖς αὐταῖς ἁπλαῖς ἐπιβολαῖς ἐξικνουμέ‐ νης τῆς διανοίας τῶν νοητῶν ἐφάπτεσθαι. | |
1.11.4 | Ὥσπερ γὰρ ἁπλαῖς ἐπιβολαῖς ἡ αἴσθησις ἐφαπτομένη τῶν αἰσθητῶν, τὰς ἰδέας τούτων τῇ φαντασίᾳ παρακατατίθησιν, ἥδ’ ἐπι‐ τίθησί τε τοῖς αἰσθηθεῖσι καὶ ἀφαιρεῖται ἅττ’ ἂν ἐθέλῃ | |
5 | περιουσίᾳ δυνάμεως, καὶ πραγμάτων ἔξω ἔνια φαντάζεται· οὕτω δὴ καὶ ἡ διάνοια ταῖς οἰκείαις τοῦ νοῦ ἐλλάμψεσι κατὰ τὸν ἐναντίον τῆς φαντασίας πρὸς αἴσθησιν λόγον, | |
οὐκ ἐκτός τινος ποιᾶς ἰδέας τὰ νοηθέντα δέχεται, ἀλλ’ ὥσπερ τινὰ ἰνδάλματα τῶν τῆς φαντασίας παθῶν δανεισαμένη, | ||
10 | ἐν αὐταῖς σκιαγραφεῖ τὰ τοῦ νοῦ θεάματα. | |
1.11.5 | Ἐν τῷ μεταξὺ δὲ δυοῖν δυάδοιν τὸ τῆς ψυχῆς δοξαστικὸν ἤρτη‐ ται, ἐλευθερίαν ἔχον φύσεως ὅπη ἂν ἐθέλῃ νεύειν, ταῖς ἀντιπνοίαις τῶν παρ’ ἑκάτερα δυνάμεων συμμετατιθέμενον. | |
1.11.6 | Νῦν μὲν γὰρ ταῖς ἀπὸ τῆς διανοίας προηγμέναις κρί‐ σεσι προστίθεται καὶ δοξάζειν ὀρθῶς τότε λέγεται· ἐσαῦθις δ’ ἐπὶ φαντασίαν καὶ αἴσθησιν ῥέπουσα ταῖς πλάναις τού‐ των συνεπισύρεται. | |
1.11.7 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος οὐ πάνυ τοι προσήκων ὢν ὧδε λέγεσθαι, ἤδη καὶ λεγέτω ἱκα‐ νῶς τῇ κοινωνίᾳ τοῦ λόγου ῥηθείς· ἐφεξῆς δ’ ἂν εἴη προσ‐ ῆκον περὶ τῶν κατ’ αὐτὰ παθῶν ἐξειπεῖν· τοῦτο γὰρ ἡμῖν | |
5 | προὔργου καὶ τῆς ὑποθέσεως πρόθεσις. | |
1.12t | Κεφ. ιβʹ. Περὶ διαφορᾶς παθῶν τῶν κατὰ τὴν ὄψιν καὶ τὰ λοιπὰ αἰσθητήρια. | |
1.12.1 | Τῆς τοίνυν αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς τῷ ψυχικῷ, ὡς εἴρηται, συναπτομένης πνεύματι, τοῦ δὲ δὴ πνεύματος διὰ τῶν οἰκείων αὐτῷ ὀργάνων τὰς ἐπαφὰς ποιοῦντος τῶν αἰσθητῶν, ἤτοι τὸ πρῶτον εἰκὸς ὄργανον | |
5 | πεπονθέναι, κατά τινα διάθεσιν ὅθεν τὸ πνεῦμα πρώτως φέρεται, ἢ αὐτὸ δὴ τὸ πνεῦμα ἠλλοιῶσθαι καὶ τῆς συμ‐ μετρίας ἐκτετράφθαι, ἤ τινος τῶν μετὰ τὴν ἀρχὴν ὀργά‐ νων πεπονθότος καθ’ οἵαν δή τινα δυσκρασίαν, ἢ καί τινος ἐπιπροσθοῦντος χυμοῦ, καὶ αὐτοῦ δ’ ἔσθ’ ὅτε τοῦ αἰσθη‐ | |
10 | τηρίου παθόντος, οὐχ ἧττον πήρωσις αἰσθήσεως γίνεται. | |
1.12.2 | Καὶ γοῦν ἐπὶ μὲν ὄψεως (ἀρκτέον γὰρ ἐντεῦθεν) δυσ‐ κρασίαν μέν τινα τοῦ ἐγκεφάλου πεπονθότος κατ’ ἐκείνου δὴ τοῦ μέρους, ὅθεν δὴ τὰ ἀποφυόμενα τοῦ ἐγκεφάλου νεῦρα ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεται, ἤ τινος κατ’ αὐτὰ | |
5 | ἐπιρρυέντος χυμοῦ, τὸ βλέπειν ἀπολείπει τὸν κάμνοντα. | |
1.12.3 | Αὐτῶν δὲ τῶν ὀφθαλμῶν πεπονθότων, ὅσα μὲν διὰ πληγὴν ἢ φύματα συστάντα, τὴν ὄψιν διαλυμαίνεται, τῶν μὲν ἐντὸς ὑγρῶν τε καὶ χιτώνων πεπονθότων, οὐχ ἥττων ὁ κίνδυνος τοῦ προτέρου. | |
1.12.4 | Τοῦ δ’ ἐπιπεφυκότος, οὐκ ἐξ ἀνάγκης, καὶ μάλιστα εἰ μὴ τῆς κόρης ἐγγὺς συσταίη | |
τὸ πάθος, ὑποδραμούσης δέ τινος οὐσίας ἀλλοτρίας τὸν κερατοειδῆ χιτῶνα, ἤ τινος οἷον ὑμένος ἐπαναφυέντος, ὑπό‐ | ||
5 | χυμα μὲν ἐκεῖνο λέγεται καὶ σχολαίτερον θεραπεύεται, πτε‐ ρύγιον δὲ τὸ ἕτερον καὶ ῥᾷον θεραπευόμενον. | |
1.12.5 | Καὶ ταῦτα μὲν τὴν ὄψιν λυμαίνεται τῇ τοῦ ὀργάνου βλάβῃ· ἔνια δὲ τῷ τῆς συμπαθείας λόγῳ συνίσταται, καθάπερ κἀπὶ τῶν ἐξ ἀναθυμιάσεως λιγνυωδῶν περιττωμάτων ἀπὸ τοῦ | |
5 | τῆς γαστρὸς στόματος δοκεῖ τισι πρὸ τῶν ὀφθαλμῶν φέ‐ ρεσθαί τινα, οἷον κώνωπες ἢ τρίχες ἢ μυῖαι ἤ τινα τοι‐ αῦτα, ἐπιπροσθούντων δηλονότι τῶν τοιούτων περιττωμά‐ των τῷ αὐγοειδεῖ πνεύματι. | |
1.12.6 | Καὶ ταῦτα μὲν τῷ μᾶλ‐ λόν τε καὶ ἧττον γίνεσθαι καὶ τῷ τῇ τοῦ στομάχου συν‐ αποκαθίστασθαι ὑγείᾳ διαγινώσκεται τῷ τῆς συμπαθείας λόγῳ γινόμενα. | |
1.12.7 | Οἶσθα δὲ καὶ αὐτὸς ὡς τῷ τοιούτῳ πάθει ἁλοὺς καὶ πρὸ τῶν ὀφθαλμῶν τοιαῦτ’ ἄττα ἐνορῶν φαινόμενα, ἐδεδίεις μὲν πρότερον, ὡς μὴ ᾖ ὑπόχυμα, ἅτ’ ἐπὶ τοῖς ὁμοίοις κἀκείνου τοῦ πάθους σημαινομένου συμ‐ | |
5 | πτώμασι· παρεμύθου δ’ ὑφ’ ὑμῶν τῷ τε συχνὸν ἤδη χρό‐ νον ἐκμετρηθῆναι διὰ ταχέως ἐκείνου συνισταμένου, καὶ τῷ ποτὲ μὲν ἄμεινον ποτὲ δὲ φαυλότερόν σε ὧδε διάγειν. | |
1.12.8 | Χρώματα δὲ πρὸ τῶν ὀφθαλμῶν φαίνεται, ὠχρὰ μὲν καὶ ὑπόξανθα ἐπὶ τῶν ἰκτεριώντων, ὁποῖα καὶ τὸ πάθος δίδωσιν, ἅτε καὶ διὰ τοῦ κερατοειδοῦς χιτῶνος τῆς χολῆς ἀναχυθείσης, ὑπέρυθρα δὲ ἐπὶ τῶν ὑπόσφαγμα πεπονθό‐ | |
5 | των, ἐφ’ οἵᾳ δή τινι πληγῇ αἵματός τινος ὑπορρεύσαντος. | |
1.12.9 | Αἱ δὲ δὴ μαρμαρυγαὶ δοκοῦσι πρὸ τῶν ὀφθαλμῶν φαί‐ νεσθαι, αἵματος ὀργῶντος πρὸς τῶν μυκτήρων φέρεσθαι· τὸ πλέον δ’ ἐπὶ ταῖς διὰ μυκτήρων κριτικαῖς αἱμορραγίαις τοῦτο γίνεται, ὥσπερ καὶ τὰ διάφορα χρώματα πρὸ τῶν | |
5 | ὀφθαλμῶν φαινόμενα ἐπὶ ταῖς ἀναδρομαῖς τῆς χολῆς φαί‐ νεται καὶ ἐπισημαίνει τὴν δι’ ἐμέτου ταύτης ἐνίοτε ἔκκρισιν. | |
1.12.10 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ἑτέρας ἴσως ἀνάγκης· ἐπεὶ μηδὲ περὶ παθῶν ἡμῖν πρόθεσις παντοίων ἐξαγγέλλειν. | |
1.13t | Κεφ. ιγʹ. Περὶ διαγνώσεως καὶ θεραπείας τῶν κατὰ τὰ λοιπὰ αἰσθητήρια παθῶν. | |
1.13.1 | Ἀκοὴ δὲ πεπονθέναι δοκεῖ ὡσαύτως τοῖς ὀφθαλμοῖς, | |
ἤτοι τοῦ μέρους ἐκείνου τοῦ ἐγκεφάλου κατά τινα δυσκρα‐ σίαν πεπονθότος, ἢ τοῦ ἀκουστικοῦ νεύρου, ἤ τινος ἀλλο‐ τρίας οὐσίας ἐμφραττούσης τὴν τοῦ ψυχικοῦ πνεύματος | ||
5 | δίοδον. | |
1.13.2 | Καὶ ταῦτα μὲν τὸ πλέον πήρωσιν τῆς ἀκοῆς ἐργάζεσθαι πέφυκεν, ἐνοχλεῖσθαι δὲ ἡ ἀκοὴ εἴωθεν ἤτοι χυμοῦ τινος ἢ πύου συστάντος περὶ τὸν ἀκουστικὸν πό‐ ρον, ἤ τινος παρεισρυέντος ἐξωθεν, ἢ φύματος ἐπιπροσ‐ | |
5 | θοῦντος. | |
1.13.3 | Καθαιρόμενα δὲ καὶ ταῦτα καὶ ἐξαγόμενα τὴν ὑγίειαν τῷ αἰσθητηρίῳ ἀποκαθίστησιν. ἐνίοτέ γε μὴν ἀτμῶν φυσωδῶν τε καὶ παχυτέρων ἀπό τε τοῦ στομάχου καὶ τῶν λοιπῶν σπλάγχνων ἀναγομένων ἐκ διαφόρων αἰτίων οὐχ | |
5 | ἧττον ἦχοι περὶ τὴν ἀκοὴν συνίστασαι πεφύκασι καὶ οἵδε μὲν ἐπιμελείαις μᾶλλον τοῦ στομάχου καὶ τῶν λοιπῶν σπλάγχνων συναποκαθίστανται. | |
1.13.4 | Δι’ ἀκριβείαν δ’ ἔσθ’ ὅτε τοῦ αἰσθητηρίου ὀργάνου, ἦχοί τινες λεπτοὶ δι’ ὄχλου τἀνθρώπῳ γίνεται· οὐχ ὡς τῆς συνεστώσης αὐτοὺς αἰτίας οὔσης ἀξιολόγου, ἀλλ’ ὡς τῆς ἀκριβοῦς αἰσθήσεως καὶ τοὺς | |
5 | φαυλοτάτους ἐπαισθανομένης τῶν ἠχῶν· καὶ τούτους μὲν ἰατρῶν παῖδες παύουσιν, οὐκ ἄλλως οἵους τε ὄντας λῆξαι, τοῖς κολαστικοῖς φαρμάκοις τὸ πολὺ τῆς αἰσθήσεως κολά‐ ζοντες, καθὼς ἂν φαίημεν προϊόντες. | |
1.13.5 | Ὀσφρήσεως δ’ αἰ‐ σθητηρίου πάθη πρῶτα μὲν ὅσα δι’ ἐγκέφαλον καὶ τὰ ἐκεῖθεν νεῦρα γίνεται, ὥσπερ δῆτα καὶ ἐπὶ γλώττης. ἴδια δ’ αὐτῶν, ἐκεῖ μὲν δυσωδῶν ἐμπεπλασμένων χυμῶν ὡς ἐντεῦθεν | |
5 | τοιαύτης ὀσμῆς αἰσθάνεσθαι, ὡδὶ δὲ παραπλησίων ποιοτή‐ των ὧν ἂν αἴσθοιτο γλῶττα, ἐγκαθημένων χυμῶν. | |
1.13.6 | Ἥτοι δὲ αὐτοῦ που περὶ τὰ αἰσθητήρια ταῦτα πέφυκε συνίστα‐ σθαι, ἢ ἐν ἄλλοις τόποις ἐπισυστάντα τῷ τῆς συμπαθείας λόγῳ, οὐχ ἧττον ἐνοχλεῖν τοῖς αἰσθητηρίοις εἴωθεν. | |
1.13.7 | Ὅτι δὲ κοινῷ μὲν λόγῳ πᾶσα δυσκρασία οὐ μόνον πλημμελῶς αἰσθάνεσθαι τὰ αἰσθητήρια δίδωσιν, ἀλλὰ καὶ φθείρεσθαι ἤδη, οὐχ ἥκιστα δέ, ἢν τἀναντία ἡ δυσκρασία τῆς οἰκειό‐ | |
5 | τητος τοῦ αἰσθητηρίου βιάσηται, καὶ ὧδε δῆλον. | |
1.13.8 | Μᾶλ‐ λον μὲν γὰρ ὑφ’ ὑγρότητος ἢ ξηρότητος ἀκοὴ πάσχειν εἴωθε· ξηρότης δὲ μάλιστα ἀνιαρὸν γλώττῃ πάθος, οὐχ ὡσαύτως τῆς ὑγρότητος ἐνοχλούσης. καὶ ἄλλαι ἄλλαις μᾶλλόν τε καὶ | |
5 | ῥᾷον ποιότησι φθείρονται· κοινῇ δὲ πᾶσαι πάσαις ἐπιτα‐ θείσαις. | |
1.13.9 | Ἁφῆς δὲ πάθη (περὶ ταύτης γὰρ εἰπεῖν λείπε‐ ται) κατὰ μέρος μὲν νάρκαι τε καὶ δυσαισθησίαι καὶ ἀναι‐ σθησίαι γίνονται, ἤτοι διά τινας τῶν νεύρων δυσκρασίας ἢ διακοπάς, ἢ χυμῶν τινων ἐπιρροάς, ὡς τῶν αἰσθητικῶν | |
5 | ὡδὶ πνευμάτων ἀποκλείεσθαι τὰς διόδους. | |
1.13.10 | Διόλου δὲ παθεῖν ἁφὴν οὐκ ἔστι, μὴ καὶ τῆς κοινῆς παθούσης αἰ‐ σθήσεως. ταύτης ἀνῃρημένης, τίς ἂν ἁφῆς αἴσθησις γέ‐ νοιτο; ἡ κοινὴ δὲ αἴσθησις καταλαμβάνεσθαι πέφυκεν, | |
5 | ἤτοι διὰ ψύξιν ἢ ὑγρότητα ἐπικρατήσασαν, ἢ διά τινας ἐκεῖ που ἐπιρρυέντας χυμούς, ὡς ἀποκλεῖσαι ἤδη τὴν τοῦ πνεύματος ἔξοδον. | |
1.13.11 | Εἰ δὲ καὶ δι’ ἀναδόσεις ἀναθυμιά‐ σεων ἀλλοκότων τοιαῦτά τινα γίνεται τῷ τῆς συμπαθείας μὲν λόγῳ, ῥᾷον δ’ ἀποκαθίσταται βοηθούμενα· καὶ οὐδὲν θαυμαστόν. εἴ γε καὶ τῶν ἠπίων τούτων καὶ ὁσημέραι | |
5 | ἀναφερομένων ἀτμῶν τεγγόντων ἤδη καὶ χαλώντων τὸ τῆς αἰσθήσεως συντεταμένον ἀναίσθητά τε καὶ ἀκίνητα τὰ ζῷα κεῖται τῷ φυσικῷ τούτῳ πεδηθέντα πάθει τῷ ὕπνῳ. | |
1.13.12 | Ἀλλ’ ὁ μὲν περὶ αἰσθητηρίων ὀργάνων λόγος, ὡς ἐν βραχεῖ γοῦν φᾶναι, ἱκανῶς ἂν ἔχοι ὧδε ῥηθείς· προσήκει δ’ ἐφεξῆς ἀναλαβόντας τὸν λόγον περὶ τῶν κατὰ μέρος αὐτῶν διεξιέναι διαγνώσεων. | |
1.13.13 | Ἐπεὶ τοίνυν ἤτοι διὰ μὴ προσήκουσαν καὶ ἀναλόγως ἔχουσαν διάπλασιν καὶ στοι‐ χειώδη χυμῶν δυσκρασίαν, καὶ ἔτι δι’ ἐπικρατήσασαν δυσ‐ κρασίαν ἐκ πλημμελοῦς διαίτης, ἢ χυμοὺς ἀκμάσαντας, | |
5 | πολλαί τινες περὶ τὴν ἡγεμονικὴν ἐνέργειαν αἱ πλημμέλειαι ἀναφαίνονται τῶν μὲν διὰ φυσικήν τινα διάπλασιν πεπον‐ θότων, τῶν δὲ δι’ οὐκ ἀγαθὴν τὴν πρώτην στοιχείωσιν, σχολῇ γ’ ἄν τις μετρίως μακρᾶς ἐπικουρίας ἐπιτυχων διορ‐ θωθείη. | |
1.13.14 | Πρόχειρα δὲ τοῖς ἐσκεμμένως μετιοῦσι τὴν τέχνην ὅσα διά τε ἐπισυμβᾶσαν δυσκρασίαν καὶ ἐπικρατή‐ σαντας χυμοὺς γίνεται. | |
1.13.15 | Περὶ τούτων τοίνυν καὶ ἡμῖν ῥητέον· καὶ διαληπτέον καθ’ ὅσους τρόπους καὶ οἵους εἰκὸς ἐσφάλθαι ἡμῶν τὰς ψυχικὰς ἐνεργείας. ἐντεῦθεν γὰρ ῥᾴ‐ διον τό,τε διαγινώσκειν καὶ θεραπεύειν ἔσται. ἐπεὶ δὲ αὗται | |
5 | τῷ ψυχικῷ τούτῳ πνεύματι συμμεταβαλλόμεναι φαίνον‐ ται, περὶ τούτου πρώτως ῥητέον. | |
1.13.16 | Ὁ οὖν ἐγκέφαλος κατὰ τὰς αὐτοῦ κοιλίας τὸ τοιοῦτον ἀπογεννῶν πνεῦμα | |
κἀκεῖθεν ὡς ἀπὸ πηγῆς τινος τοῦτο κατακερματίζων ἐπί τε τὰ αἰσθητήρια καὶ τὸ λοιπὸν σῶμα, ἀξιολόγως μὲν πα‐ | ||
5 | θὼν τάχ’ ἄν που φθείρει τὰ αἰσθητήρια. καθ’ ὃν δηλαδὴ τόπον ἄρχεται τὰ τῶν αἰσθητηρίων ἀποφύεσθαι νεῦρα, τοῦ πάθους ἐπιγεγονότος. | |
1.13.17 | Συμβαίνει δὲ τὸ πάθος ἢ διά τινα χυμὸν ἐπιρρυέντα ἐκεῖ ἢ ψιλὴν δυσκρασίαν. ἔσθ’ ὅτε δὲ καὶ συμπαθείαις ἄλλων πρωτοπαθούντων μορίων τὰ τοιαῦτα γίνεται. | |
1.13.18 | Καὶ τῆς μὲν κοινῆς αἰσθήσεως πάθη, ἀποπληξίαι καὶ ἐπιληψίαι, κώματά τε καὶ καταλήψεις κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐνοχλοῦντα τὸν ἄνθρωπον. ἀεὶ δ’ ἀλλοτρίας ἐπιρρεούσης ὕλης ταῦτα συνίστασθαι εἴωθε | |
5 | κατὰ τὰς διεξόδους τοῦ πνεύματος· ὥστε καὶ μειζόνων ὧδε δεῖ τῶν βοηθημάτων, ἐπὶ χαλεπωτέροις τοῖς ἀρρωστή‐ μασι τέμνοντας, λεπτύνοντας, ἀποφράττοντας, καθαίρον‐ τας, ἀντισπῶντας, μετοχετεύοντας, καθὼς ἂν τὸ πάθος καὶ οἱ ἐπικρατοῦντες χυμοὶ ὑπαγορεύοιεν. καὶ ταῦτα μὲν ἐπὶ | |
10 | κοινῆς αἰσθήσεως. | |
1.13.19 | Τῶν δὲ κατὰ μέρος αἰσθητηρίων, ὀφθαλμοὺς μὲν μὴ κατὰ συνήθειαν ὁρῶν, ἀλλ’ ἤτοι λιμώτ‐ των ἢ ἀναθολούμενος καὶ ἐκταραττόμενος, ἢ ὡς δι’ ἀχλύος ὁρῶν, ἢ καὶ προφαίνεσθαί οἱ δοκῶν οἷον μυίας καὶ κώνω‐ | |
5 | πας καὶ τρίχας. ἤτοι δὲ τῆς κεφαλῆς πασχούσης, μέχρις ὀφθαλμῶν τὰ πάθη ταῦτα διαβαίνοντα φαίνονται, ἢ μό‐ νοις αὐτοῖς τὸ πάθος ἐπιφύεται. | |
1.13.20 | Κἂν μὲν ἡ κεφαλὴ πρωτοπαθῇ, σκεπτέον ἡμῖν τὰ τῆς διαίτης, καὶ ἐπὶ τἄμει‐ νον διοικητέον τὴν πᾶσαν δίαιταν, κἀκείνοις πρώτως ἀπο‐ δοτέον τὰ βοηθήματα, οἷς δηλονότι πρώτως ἐνέφυ τὸ πά‐ | |
5 | θος, πῆ μὲν διαίταις, πῆ δὲ φαρμάκοις, ἀποδιδοῦσι τὰ δέοντα. | |
1.13.21 | Καὶ λῆμαι μὲν ὑγρότητος περιττῆς σύμβολα, ἣν ἀντισπαστέον μὲν τοῖς ἐρρίνοις καὶ μετοχευτέον, ἀναξη‐ ραντέον δὲ ἄλλως ταῖς δεούσαις διαίταις. | |
1.13.22 | Ἀχλύες δὲ παχυτέρων ἀναθυμιάσεων ἔκγονα, ὥσπερ ὀρφνώδη τε καὶ πολύχροά τινα προφαινόμενα δακνωδῶν μᾶλλον χυμῶν. καὶ τὰ μὲν πρῶτα μετρίως θερμῶν διαιτημάτων δεῖται, | |
5 | καθαρῶν δὲ καὶ ἀφύσων τροφῶν, καὶ τονοῦν ὧδε τὸ τῆς κοιλίας στόμα δεῖ. δακνώδεις δὲ καθαίρονται χυμοὶ προσ‐ ήκουσι φαρμάκοις καὶ κατακεραστικαῖς τροφαῖς μεταβάλ‐ λονται. | |
1.13.23 | Ἃ δὲ πρὸ τῶν ὀφθαλμῶν οἷον κώνωπες ἢ | |
τρίχες φαίνονται, τὰ μὲν ὑπόχυσιν προσημαίνοντα, πρὶν ἢ συσταίη, καθαίρουσι τὸ ὅλον σῶμα φαρμάκοις, καὶ ἔτι τὴν κεφαλὴν βοηθεῖται. | ||
1.13.24 | Μέτρια δέ, ὅσα ἔκγονα τῶν λιγνυωδῶν περιττωμάτων ἐπὶ τοὺς ὀπτικοὺς ἀναδιδομένων πόρων. καθίσταται δὲ καὶ ταῦτα ἐπ’ εὐχύμοις τε καὶ εὐ‐ πέπτοις σιτίοις, καὶ καθαίρεται τοῖς δι’ ἀλόης καταποτίοις, | |
5 | καθὰ περὶ τῶν δεόντων ὧδε φαρμάκων, τὸ πᾶν τῆς ὑπο‐ θέσεως συμπεράναντες ἐκθησόμεθα. | |
1.13.25 | Αἱματώδεσι δὲ ἤδη καὶ ὑποφλεγμαίνουσι καὶ δακνωδῶν πάνυ τῶν ἐκρεόν‐ των αἰσθανομένοις δακρύων, αἵματός τε κενώσεσι βοη‐ θητέον, καὶ τοῖς ἐναντίοις διαιτητέον τῶν ἐπικρατούντων | |
5 | χυμῶν· ἐν γὰρ τοῖς τοιούτοις τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. | |
1.13.26 | Ἀκοῇ δ’ οἰκεῖα πάθη, ἦχοι καὶ κωφότητες· καὶ κωφότης μὲν ἤδη διὰ τὸ πρῶτον αἰσθητικὸν νεῦρον καὶ τὸ ἐκεῖ τοῦ ἐγκεφάλου μέρος ἀπό τινος δυσκρασίας ἢ χυμοῦ τινος ἐνοχλήσαντος, ἢ διά τινα συστάντα ὄγκον κατὰ | |
5 | τὸν ἀκουστικὸν πόρον, ἤ τινα οὐσίαν ἐμφράττουσαν ἀλ‐ λοτρίαν. καὶ τὰ μὲν πρῶτα δυσχερῶς πάνυ βοηθούμενα φαίνεται· τὰ δεύτερα δὲ ῥᾴδιον, ἀναιρουμένου τοῦ ἐνοχλοῦν‐ τος. | |
1.13.27 | Ἦχοι δὲ συνίστανται μὲν καὶ διὰ μετρίας τινὰς ἐμφράξεις καὶ ἀλλοτρίας ὑγρότητας. οὐχ ἧττον δὲ καὶ κά‐ τωθεν ἀναφερομένων τοιούτων ἀτμῶν, οἱ παχεῖς τε καὶ ὁμιχλώδεις καὶ δυσδιεξίτητοι ὄντες δι’ ὄχλου τῷ αἰσθητη‐ | |
5 | ρίῳ γίνονται. | |
1.13.28 | Καὶ τοὺς μὲν γεννῶντας τὰ πνεύματα χυμοὺς πῆ μὲν καθαίρων πῆ δὲ καὶ μετακεραννὺς διασκε‐ δάσαις ἂν καὶ τὰ ἐκεῖ που συνιστάμενα πνεύματα· κἂν ἐν αὐτῇ συστῶσιν ἤδη τῇ ἀκοῇ, οὐχ ἧττον τοῖς τοπικοῖς | |
5 | χρήσῃ φαρμάκοις, τέμνων καὶ λεπτύνων καὶ ἐκκαθαίρων τοὺς ἐνοχλοῦντας χυμούς. | |
1.13.29 | Οὐ δεῖ δὲ λανθάνειν ὡς ἐνίοτε δριμύτεροί τινες περὶ τὴν ἀκοὴν ἀτμοὶ ἀναδιδόμενοι οὐκ ἀπαξιολόγου ὕλης σφοδρότερον ἐνοχλοῦσι τῷ πάσχοντι· λεπτοὶ γὰρ ὄντες καὶ ἱκανῶς δηκτικοὶ μᾶλλον τὸ αἰσθητι‐ | |
5 | κὸν διερεθίζουσι νεῦρον· οὓς μὴ ῥᾳδίως ἄλλαις βοηθου‐ μένους διαίταις, ἐνίοτε ναρκωτικοῖς φαρμάκοις τὸ ἀκριβὲς κολάζοντες τῆς αἰσθήσεως θεραπεύομεν. | |
1.13.30 | Εὐωδῶν δὲ καὶ δυσωδῶν μὴ αἰσθάνεσθαι, ὀσφραντικῆς τὸ πάθος δυνά‐ μεως· καὶ ἥδε ποτὲ μὲν κατὰ τὰ λοιπὰ τῶν αἰσθητηρίων | |
διά τινα δυσκρασίαν τοῦ ἐγκεφάλου καὶ ἔμφραξιν τοῦ αἰ‐ | ||
5 | σθητικοῦ πνεύματος, ἀπόλλυται· μάλιστα δὲ καὶ ὁσημέραι ἐν καταρροϊκοῖς πάθεσι βλέννης τε καὶ κορύζης ἐμπιπλα‐ σῶν τοὺς ἠθμοειδεῖς πόρους, ἀφανιζομένην τῶν ἔξωθεν ἀτμῶν τὴν αἴσθησιν βλέπομεν· ὥσπερ αὖθις συσσαπέν‐ των τοιούτων χυμῶν δυσωδίας ταῖς εἰσπνοαῖς αἰσθάνον‐ | |
10 | ται οἱ κατειλημμένοι τῷ πάθει. οὐχ ἧττον δὲ κἀν τῇ γαστρὶ διεφθορότων ὄντων χυμῶν, ἰχθυώδους καὶ ἰλυώδους καὶ ἀλλοκότου ὀδμῆς αἴσθησις τοῖς ἑαλωκόσι γίνεται. | |
1.13.31 | Καὶ ταῦτα μὲν μυρίσμασι καὶ ἐρρίνοις ἀποκαθίσταται βοηθού‐ μενα, καθὼς ἂν ἐν οἰκείοις τόποις δηλώσαιμεν· τὰ δ’ ἄλ‐ λοθεν αὐτοῦ που τὴν αἴσθησιν παραπέμποντα, καθαιρό‐ | |
5 | μενα συναναιρεῖ καὶ τὴν ἐξ αὐτῶν αἴσθησιν. | |
1.13.32 | Γλῶττα δὲ σπανιώτατ’ ἂν αὐτὴ καθ’ αὑτὴν οὕτω διατεθείη, ὡς ἀλλοκότων ποιοτήτων αἰσθέσθαι. ἀεὶ δὲ τῶν ποιοτήτων τῶν κατὰ τὸ στόμα τῆς γαστρὸς χυμῶν, συνεπαισθάνεται | |
5 | τοῦ ὑπαλείφοντος αὐτὴν χιτῶνος μέχρις αὐτῆς γαστρὸς διαβαίνοντος. | |
1.13.33 | Πικρῶν οὖν καὶ ἁλυκῶν, ὀξωδῶν τε καὶ στρυφνῶν, καὶ ἔτι γλυκέων λαμβάνει αἴσθησιν. ἔσθ’ ὅτε δὲ καί τινος ἀλλοκότου καὶ ἀρρήτου ποιότητος, κατὰ τὰς ποιότητας δηλαδὴ τῶν ἐπὶ στόματι τῆς γαστρὸς ἐνσκηψάν‐ | |
5 | των χυμῶν, καὶ τούτους μὲν λεπτυντικοῖς καὶ τμητικοῖς καὶ ῥυπτικοῖς φαρμάκοις ἰατέον· καθὼς ἂν ἕκαστος ὑπα‐ γορεύοι χυμός. ἐντεῦθεν γὰρ ἂν καὶ αἱ ἀναγόμεναι ἀνα‐ θυμιάσεις λήξαιεν, αἳ τῇ κεφαλῇ δι’ ὄχλου γίνεται ἐνίοτε. | |
1.13.34 | Ἐνίοις μὲν γάρ, ὃ ὧδε συμπάσχει· ἄλλοις τὸ ἥμισυ· καὶ ἑτέροις βρέγμα ἢ κρόταφοι. καὶ ταῦτα λήγει καὶ συν‐ αποκαθίσταται ταῖς κατακεράσεσι καὶ καθάρσεσι τῶν χυμῶν. ἐν πᾶσι δὲ τούτοις προσαγωγῇ χρηστέον εὐχύμων τροφῶν. | |
1.13.35 | Νάρκαι δὲ καὶ δυσαισθησίαι διά τε ψύξεις καὶ ἐμφράξεις τῶν πόρων τῶν αἰσθητικῶν νεύρων μᾶλλον γίνονται· ἃς ἀναιρετέον, θερμαίνοντας μὲν τὰ ἐψυγμένα, λεπτύνοντας δὲ τοὺς χυμούς, καὶ ἀναπεταννύντας τοῖς ἀποφρακτικοῖς | |
5 | καὶ ἀραιωτικοῖς τοὺς πόρους. ὧδε γὰρ προσήκει μᾶλλον δίαιτα λεπτύνουσα. | |
1.13.36 | Ἐπεὶ δ’ αὐτάρκως περὶ διαγνώ‐ σεως παθῶν τῆς τε κοινῆς αἰσθήσεως καὶ τῶν κατὰ μέρος αἰσθητηρίων εἴρηται βραχυλογεῖν ἐθέλουσιν, ἐφεξῆς ῥητέον | |
περὶ διαφορᾶς τῶν ἀναφαινομένων ἐν ἠμῖν μερῶν τε καὶ | ||
5 | δυνάμεων τῆς ψυχῆς, καὶ ὅπως οὐχὶ πᾶσι ταῦτα φαίνεται. Ἀλλὰ μικροῦ δεῖν τοῖς κατ’ ἀριθμὸν ἀνθρώποις ἐπιμερί‐ ζονται· οὕτω γὰρ ἂν ὁ λόγος ἄμεινον διασκευασθείη. | |
1.14t | Κεφ. ιδʹ. Περὶ τοῦ ὅπως διαφόρων τε ὀρεγόμεθα καὶ ὅπως οὐχὶ πάντες ταῖς αὐταῖς ψυχικαῖς ἐνεργείαις ὡσαύτως κεχρήμεθα. | |
1.14.1 | Ὥσπερ οὖν ὁ πυρὶ ἡμᾶς οὗτος ἀὴρ εἷς καὶ ὁ αὐτὸς ὢν οἰκείᾳ θεωρούμενος ποιότητι, διαφόρως δέχεται τὰς κατὰ μέρος διαφοράς, ψυχρότερος, θερμότερος, ὑγρότερος, ξηρότερος, ἀχλυώδης, διειδής, διεφθαρμένος καὶ ὅ,τι ἕτερον | |
5 | φαινόμενος, οὐχ ἧττον δὲ ταῦτα πάσχων καὶ ἀλλοιούμενος ἀήρ τε λέγεται καὶ τὰ ἀέρος δρᾷ μὴ κατ’ ἴσην δύναμιν, οὕτω καὶ τὸ καθ’ ἡμᾶς τουτὶ σκοπεῖν αἷμα δεῖ τὰς τοιαύ‐ τας μεταβολὰς δεχόμενον. | |
1.14.2 | Οὐ μόνον γὰρ κατὰ τὴν πρώτην καὶ φυσικὴν διάπλασιν ψυχροτέρου ἢ θερμοτέρου τοῦ συμμέτρου, ἢ ξηροτέρου ἢ ὑγροτέρου, ἢ παχυτέρου ἢ λεπτοτέρου γεγονότος, ἐπ’ ἐκεῖνα καὶ τὰς ἔξωθεν ἐπισιού‐ | |
5 | σας τροφὰς ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἐξομοιωτικὴ ἐπείγε‐ ται μεταβάλλειν. | |
1.14.3 | Ἀλλὰ κἀκείνοις χαίρειν τε καὶ ἥδεσθαι τῶν σιτίων μᾶλλον πεφύκαμεν, ἃ δὴ ἑτοιμότερα κατὰ τὸ ἐν ἡμῖν τοιόνδε ἀπογεννᾶν αἷμα, εἰ μή τις ἄλογος ἐπι‐ συστᾶσα κατὰ καιρὸν ὄρεξις ἐπισκοτεῖ τῇ κατὰ φύσιν ἡμῶν | |
5 | καὶ ἀπλανεῖ τῶν ἁρμοζόντων ὀρέξει. | |
1.14.4 | Εἰ δὲ τοσαῦται διαφοραὶ πεφύκασιν αἵματος τὴν σύμμετρον ἐκπεφευγυῖαι κρᾶσιν, ἀνίενται δὲ καὶ ἐπιτείνονται ἡλικίαις τε καὶ ὥραις καὶ διαίταις, καὶ τοῖς ἐπικρατήσασι χυμοῖς, καὶ τόποι δὲ | |
5 | καὶ ἤθη καὶ μύρια ἕτερα τοῦτ’ ἀλλοιοῦσι, πῶς οὐκ ἄν τις οἰηθῇ δικαίως, ὡς οὐ μόνον οὐ πᾶσι ταὐτὸ τυγχάνει τὸ αἷμα, ἀλλ’ οὐδὲ δυοῖν ἐφεξῆς ἀνθρώποιν, ὅπου γε μηδὲ ταὐτὸν τῷ αὐτῷ καὶ ἑνὶ τῷ ἀριθμῷ ἀνθρώπῳ παραμένει, ὑπὸ συχνῶν αἰτίων μεταβαλλόμενον. | |
1.14.5 | Εἰ τοίνυν τοῦθ’ οὕτως ἔχει, ἔτι δὲ πολλῷ πλείους μεταβολὰς καὶ ἀλλοιώσεις δέχεται κατὰ τε τὴν καρδίαν αὐτήν, καὶ τὸ φλεβῶδές τε καὶ ἀρτηριῶδες γένος, κατά τε αὐτὸ τὸ ὕστατον ἀνιὸν | |
5 | σπλάγχνον. εἰκὸς γὰρ καὶ αὐτὰ τὰ σπλάγχνα μὴ ὁμαλῶς κεκρᾶσθαι, ἀλλὰ καθ’ ἡντιναοῦν τῶν δυσκρασιῶν ἐλλείπειν | |
ἢ ὑπερβάλλειν. οὐχ ἧττον δὲ καὶ ὁ κατὰ τὴν διάπλασιν συντελεῖν πέφυκε λόγος. | ||
1.14.6 | Πάντα δ’ ἱκανὰ μεταβαλεῖν καὶ ἀλλοιῶσαι κρᾶσιν, πῶς οὐκ ἂν εἰκότως φαίη τις κατὰ τοὺς τῆς μεταβολῆς καὶ κράσεως καὶ ποιότητος τρόπους καὶ τὰ ἐξ αὐτοῦ ἀπογεννώμενα μεταβεβλῆσθαι πνεύματα· | |
5 | οἷς δὴ πνεύμασιν ὡς ὀργάνοις εἴτουν ὀχήμασιν αἱ ψυχι‐ καὶ δυνάμεις εἴτουν ἐνέργειαι ἐπιβαίνουσαι, μυρία ἤθη τε καὶ εἴδη γνώσεων ἀποτελοῦσιν ἐν ἀνθρώποις· ὥσπερ ἐπὶ πολλῶν τε καὶ ποικίλων αὐλῶν ἐν διαφόροις ἡρμοσμένων ῥυθμοῖς, ἓν καὶ τὸ αὐτὸ ἐμπνέον πνεῦμα, κατὰ τοὺς εἱρ‐ | |
10 | μοὺς ἐκείνων, καὶ τὰς δεκτικὰς τοῦ πνεύματος ἐπιτηδειό‐ τητας, ποικίλα καὶ ἀσύμφωνα πρὸς ἄλληλα τὰ μέλη ἀπο‐ δίδωσιν. | |
1.14.7 | Ἀλλ’ ἐνταῦθα δεῖ τινος ἐπιστήμην ἔχοντος μουσικῆς τοιαύτης, καὶ καθ’ ἃς ἂν ἴδῃ χορδὰς τὸ μέλος ὑποσχάζον ἢ ἀντιβαῖνον, ταύταις τὸν ἀναλογοῦντα τόπον χαρίζεσθαι, καὶ μὴ ἐᾶν τὸν ἐφιστάμενον τοιούτῳ θαυμαστῷ | |
5 | ὀργάνῳ, ἐκρύθμοις τε καὶ ἀσυμφώνοις κεχρῆσθαι μέλεσιν. | |
1.14.8 | Ἐπεὶ δὲ τὰ μὲν πρὸς ἡδονὴν ἀποκλίνειν λέγεται τῶν μελῶν κρουόμενα, τὰ δ’ αὖ εἰς θυμὸν καὶ πόλεμον διε‐ γείρειν, εἰσὶ δ’ ἃ καὶ πρὸς ἑαυτὴν ἡμῶν συστρέφει τὴν ψυχὴν καὶ κατανύσσει καὶ ἡμεροῖ προσέχουσαν, τοῖς καθ’ | |
5 | ἡμᾶς εἰκότως ἄν τις ταῦτ’ ἐναρμόσειε πνεύμασιν. ἃ δὴ καθ’ ἧπάρ τε καὶ τὴν καρδίαν καὶ αὐτὸν ἀπογεννᾶται τὸν ἐγκέφαλον. | |
1.14.9 | Καὶ περὶ μὲν τῶν καθ’ ἧπάρ τε καὶ τὴν καρδίαν γεννωμένων, βραχέος ἡμῖν δεῖ τοῦ λόγου, τοῦ τρί‐ του ἡμῖν προὔργου πεφυκότος. ἐπιμνησθῆναι δ’ ἂν εἴη προσῆκον καὶ τῶν τοιούτων τῇ τοῦ λόγου κοινωνίᾳ, ἵν’ | |
5 | ἔχοιεν καὶ ἕτεροι περὶ τούτων εἰδέναι, εἴπου τισὶ τῆς τού‐ των μέλει εἰδήσεως, ἀξιολόγου μὲν καὶ τῆς κατ’ αὐτὰ θεω‐ ρίας οὔσης, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ ταῖς καθ’ ὑγίειαν λυσι‐ τελούσαις διαγνώσεσι τοῦ σώματος. | |
1.15t | Κεφ. ιεʹ. Περὶ ἐνεργειῶν τοῦ φυσικοῦ πνεύματος. | |
1.15.1 | Καὶ τοίνυν τοῦ φυσικοῦ τούτου πνεύματος κατὰ τὸ ἧπαρ μὲν πρώτως, ἐφεξῆς δὲ κατὰ τὸ φλεβῶδες ἀπο‐ τελουμένου γένος, τούτῳ μὲν ἡδόμεθα· καὶ ὀρεγόμεθά τε φυσικὰς ἡμῖν ορέξεις ὀργάνῳ τῆς φυσικῆς δυνάμεως τῆς | |
5 | ψυχῆς ἡμῶν τυγχάνοντι. | |
1.15.2 | Τούτῳ δὲ καὶ τρεφόμεθα, καὶ ὅμοια γεννῶμεν πρώτως, κἂν ἐπικοινωνῇ καὶ τὰ λοιπὰ πνεύματα. καὶ αἱ φυσικαὶ δὲ ὧδε γίνονται δυνάμεις. καὶ ὅ,τι ἂν ᾖ κατὰ τὴν τῶν φυτῶν τελεσιουργούμενον ἐντελέ‐ | |
5 | χειαν κατὰ τὴν καθ’ ἧπαρ ὁρῶμεν ἐπιτελούμενον δύναμιν. | |
1.15.3 | Ἐπεὶ δ’, ὡς εἴρηται, διαφόρως ἡμῶν κέκραταί τε καὶ πεποίωται τὸ καθ’ ἧπαρ ἀποτελούμενον αἷμα δι’ ἃς δὴ πρότερον ἔφθημεν εἰρηκότες αἰτίας, εἰκὸς ἂν εἴη καὶ ἡμῶν τὸ αἷμα συμμεταβάλλεσθαι· καὶ ἄλλον ἄλλαις μᾶλλον | |
5 | ὀρέξεσιν ἁλίσκεσθαι, καὶ τοῖσδε μὲν τοιόνδε ἐφήδεσθαι, ἐκεί‐ νοις δ’ ἕτερον καὶ ἄλλον ἄλλου μᾶλλον εὐκατάφορον γί‐ νεσθαι πρὸς τὰς ὁποιασοῦν ὀρέξεις· ἐντεῦθεν δὲ καὶ πρὸς τὰ πρῶτα καὶ στοιχειώδη ὑλικὰ αἴτια καὶ τὰ ἐπεισαγό‐ μενα ἐξομοιούμενα, χροιῶν τε καὶ εἰδῶν διαφορὰς ἐμποιεῖ. | |
1.15.4 | Εἰ δὲ καὶ τὰς καθ’ ἧπαρ ἔν τε κράσει καὶ διαπλάσει διαφορὰς σκοποίης, εὐρύτητάς τε καὶ στενοχωρίας τοῦ φλεβώδους γένους, πολλὰ ἂν αἰτιάσαιο τὸ φυσικὸν τοῦτο πνεῦμα ὀρέξεσι καὶ θρέψεσι καὶ ὅσα φυτῶν οἰκεῖα χα‐ | |
5 | ριζόμενον. | |
1.15.5 | Μᾶλλόν γε μὴν δι’ αὐτοῦ τῶν ἐπὶ τουτῳ φυσικῶν τῆς ψυχῆς ἡμῶν δυνάμεων ἐνεργουσῶν· κἂν μὲν ἐπὶ συμμετρίαν κράσεως τοῦτ’ ἄγοιτο διαίταις ἰσχύον τε καὶ ἀντιβαῖνον τοῖς ἄλλοις φαίνεται πνεύμασι, καὶ μάλιστα | |
5 | ἢν μὴ καλῶς κἀκεῖνα ταῖς διαίταις τε καὶ φυσικαῖς οἰκο‐ νομῆται κράσεσιν. | |
1.15.6 | Εἰ δ’ ἀρρωστήμασί τισι καὶ ἐκβε‐ βηκυίαις διαίταις καὶ δυσκρασίαις καὶ ὁποίοις δή τισι πλημ‐ μελήμασιν ἀπεοικὸς καὶ οὐχ ὡς δεῖ γεννᾶται τουτὶ τὸ πνεῦμα ὡς ἀσήμῳ τε καὶ ἀκαλλεῖ ὀχήματι. | |
1.15.7 | Ἡ κατ’ αὐτὸ δὴ τῆς ψυχῆς κεχρημένη δύναμις, καὶ τὰς κατ’ αὐτὸ νωθρὰς καὶ ἀτελεῖς ποιεῖ ἐνεργείας. | |
1.15.8 | Καὶ τούτου μὲν δι’ ἀρετῆς ἀμελήσαντι, τὸ πρόσαντες καὶ ἀντιβαῖνον λέ‐ λυται, νηστείᾳ τε καὶ νήφοντι λογισμῷ τὸ τεθηλὸς ἐν ἥπατι πνεῦμα ὑπομαράναντι μὴ εἰρημένῳ σοι ζῆν ἐν σώ‐ | |
5 | ματι. οἷς δὲ καὶ τούτου μεμέληκεν, ὑγρά τε καὶ θερμὴ ἡ προσήκουσα δίαιτα, εἴ γε καὶ τὸ τεθηλέναι τοῖς φυτοῖς τῶν ἄλλων ποιοτήτων ταῦτα μᾶλλον αἴτια. | |
1.15.9 | Ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ἱκανῶς ὡς εἴρηται ῥηθεὶς ἐπὶ τὸ μετὰ | |
τοῦτο πνεῦμα μεταβαινέτω. | ||
1.16t | Κεφ. ιϛʹ. Περὶ ἐνεργειῶν τοῦ ζωτικοῦ πνεύματος. | |
1.16.1 | Καὶ τοίνυν τῆς κοιλῆς φλεβὸς ἀποσχισθείσης καὶ ἐπὶ τὴν δεξιὰν εἰσδύσης τῆς καρδίας κοιλίαν καὶ τὸ ἐν αὐτῇ ἐρευγομένης αἷμα διὰ λεπτῶν τινων συντρήσεων, ἡ ἐφεξῆς αὐτῇ ἀριστερὰ κοιλία τοῦτο δέχεται, λεπτότερον μὲν | |
5 | ἑαυτοῦ τῇ διυλίσει οἷον δὴ τῇ διὰ τῶν τρημάτων γινόμενον, οὐχ ἧττον δὲ καὶ τῇ ἀεικινησίᾳ τε καὶ θέρμῃ τοῦ σιλάγχνου. | |
1.16.2 | Ἄπαξ οὖν ἐκστὰν τῆς ἑαυτοῦ κράσεως, θερμότερόν τε ἱκανῶς γεγονὸς καὶ λεπτότερον, καὶ οὐχ οὕτως ὂν ὑγρόν, ὡς πρότερον, καὶ τοῦ γεννᾶν τοιοῦτο πνεῦμα ὁποῖον τὸ πρὸ αὐτοῦ ἐξίσταται. | |
1.16.3 | Καὶ ὥσπερ δὴ ἐκεῖ διαφορὰν αἱμάτων ὁ λόγος ἐδίδου, δι’ ἃς δὴ πρότερον εἰπάντες ἔφθημεν αἰ‐ τίας, οὕτω κἀνταῦθα συνιδεῖν ἔξεστι, διαφόρως μὲν τοῖς πᾶσι κεκραμένου τοῦ σπλάγχνου, διαφόρου δὲ καὶ τῆς κατ’ | |
5 | αὐτὸ τελούσης διαπλάσεως, οὐκ ἀεὶ δὲ ταῖς αὐταῖς σχο‐ λάζοντος πέψεσιν, ἄλλων ἄλλα νικώντων καὶ βιαζομένων. | |
1.16.4 | Εἰ δ’ οὐχ ἥττους αἱ διαφοραὶ κἀνταῦθα τῶν ἐπὶ τὰ λοιπὰ σπλάγχνα, πῶς ἂν τὸ ἐντεῦθεν ζωτικὸν γεννώμε‐ νον πνεῦμα ἓν καὶ τὸ αὐτὸ τοῖς πᾶσιν ἔσται, μήτε ταῖς αὐταῖς ἀεὶ κινήσεσι πάντων τῆς καρδίας κεχρημένων, | |
5 | μήθ’ ὡσαύτως θυμουμένων τε καὶ δειλιώντων, ἀλλὰ καθ’ ἃς ἂν τύχῃ τουτὶ τὸ πνεῦμα ποιωθὲν ἐπιτηδειότητας εἰς πα‐ θητικάς τε καὶ ἀλόγους διαθέσεις κινούμενόν τε καὶ ἐν‐ εργοῦν ὑπὸ τῆς ἐπιτραπείσης τοῦτο ψυχικῆς δυνάμεως. | |
1.16.5 | Ὥσπερ οὖν ἔφημεν ἐν ἥπατι φυσικὰς ὀρέξεις τε καὶ δυνάμεις ἱδρύσθαι, οὕτω δὴ κἀνταῦθα δεῖ νοεῖν ἐκείνας τὰς δυνάμεις, ὅσαι δηλαδὴ ζωώδεις τε καὶ ἄλογοι καὶ ἐν ἀλόγοις ζῴοις ἐμφαίνονται. | |
1.16.6 | Τοῦ οὖν τοιούτου πνεύ‐ ματος κατισχύοντος καὶ μὴ τοῦ λογικοῦ κατέχειν τὴν ῥοπὴν αὐτοῦ ἐξικνουμένου, ἄλογοι θυμοί τε καὶ δειλίαι γίνονται καὶ πάθη διάφορα, ὥσπερ αὖθις λύπαι τε καὶ ἀθυμίαι, | |
5 | ἐνθυμίαι καὶ ἱλαρότητες, καὶ ταῦτα μηδενός τινος θύρα‐ θεν οὕτω διατιθέντος τὸν ἄνθρωπον. | |
1.16.7 | Αὐτοῦ δὲ μό‐ νου ποιάν τινα κατάστασιν εἰς τοῦτο ἐσχηκότος τοῦ πνεύ‐ ματος, καὶ μηδεὶς ἀγνοῶν δημιουργίας λόγους, ὡς ἄπορον τουτὶ παραιτείσθω. | |
1.16.8 | Ἐκεῖνο τοῦτο προμαθών, ὡς τοῦ | |
δημιουργοῦ ταῖς λογικαῖς ἡμῶν ψυχαῖς πολλάς τε καὶ ἀξιο‐ λόγους ἐνθέντος δυνάμεις, αὐτῶν ἑκάστη κατὰ τὴν εὐ‐ πορίαν τε καὶ εὐτονίαν τοῦ καθ’ αὑτὴν ὀργάνου ἐνεργεῖν | ||
5 | πιστεύεται. | |
1.16.9 | Εἰ δέ τις λέγειν δίκαια οἴεται τοῖς ἀλόγοις πάθεσιν ἀγόμενος, συνεὶς ἐντεῦθεν, ὡς φυσικαῖς ἀνάγκαις ταῦθ’ ἕπεται, ὡδὶ μαθὼν παυέσθω τῆς ματαίας οἰήσεως· ἀνέγκλητος γὰρ ἦν πᾶς ὅστις αὐτομολεῖ πρὸς τὰς ἀλόγους | |
5 | ῥοπάς, εἰ μή τις ἄνωθεν ἐπιστατῶν λόγος, τὰ μὲν ποιεῖν προὐτρέπετο, τὰ δ’ ἀπηγόρευε· νυνὶ δὲ τοῦδε τὰ καθ’ ἡμᾶς διεξάγειν ὡς δεῖ φύσιν ἔχοντος εἰ τὰ τῆς ἀρχῆς αὐτῷ ἐπιτρέποιμεν, οὐκ ἄν τι τῶν ἀπεικότων ἀπαντήσειεν. ἄλλοις δὲ χαριζόμενοι τὰ τῆς ἀρχῆς ὥσπερ αἴσχιστον ἀνδράποδον | |
10 | τὸν νοῦν περιάγομεν, καταγοητευθέντες ἀλόγοις ὀρέξεσιν. | |
1.16.10 | [Ὅτι μὲν γὰρ ἄλλων ἄλλοι μᾶλλον εὐκατάφοροι πρὸς τὰς ἀλόγους ὀργὰς δι’ ὁποιασδή τινας κράσεις, καὶ ἐπικρα‐ σεις, καὶ ἐπικρατεῖς τῶν ἐν ἡμῖν πνευμάτων, παντὶ δῆλον αὐταῖς αἰσθήσεσι γινωσκόμενον· ὅτι δὲ πάντων ἰχυ** καθ’ | |
5 | αὑτὸν ὑφ’ ὠμῶν *νοῦ μὲν αὐτοῦ τὸ περιὸν τῇ περὶ τἄλλα ἡμῶν ῥοπῇ, ἴσασιν οἷς πάντα δεύτερα γέγονε τὰ ὑπὸ αἴ‐ σθησιν **κότος αὐτοῦ τοῦ νοῦ τὴν οἰκείαν καὶ φυσικὴν ἄνοδον.] | |
1.16.11 | Πεφύκασι δὲ ἄρα αἱ ἐπίμονοι διατριβαὶ τῆς ψυχῆς ἐφ’ ὁτιοῦν τῶν ἐν ἡμῖν ὀρεκτῶν, ἐκεῖ που τῆν φυ‐ σικὴν πᾶσαν ἀνάγκην ἐφέλκεσθαι, τοιούτου τινὸς συμβαί‐ νοντος, ὥσπερ ἂν εἴ τις ὑπηλάτοις ἢ ἱδρωτικοῖς φαρμά‐ | |
5 | κοις καταχρησάμενος, ἐκεῖ που ῥέπειν τῇ ὅλῃ δίδωσιν ὕλῃ, καὶ ταῦτα λήξας ἔσθ’ ὅτε τῆς ἐπὶ τοῦτο τῶν φαρμάκων σπουδῆς· ὥστε κἂν μὴ τοῖς ἐαντίοις χρήσηται, οὐκ ἄν τις ῥᾳδίως ἐπανασώσαιτο τὴν ὑγίειαν. | |
1.16.12 | Καὶ τοῦτο μὲν ὡς ἐκ παρόδου ῥηθὲν τὰ νῦν ἀφείσθω. εἴη δ’ ἄμεινον καὶ περὶ τούτου διανοεῖσθαί τε καὶ διαπράττεσθαι. | |
1.16.13 | Οὐκ ἀγνοεῖν γε μὴν δεῖ, ὡς κἀνταῦθα ταῖς ἀναλόγοις τοῦ σπλάγχνου κεχρῆσθαι προσήκει κράσεσι, τῷ βουλομένῳ σώ‐ ζειν τὰς κατ’ αὐτὸ δυνάμεις· τοῖς ἐναντίοις δὲ καθαίρειν. | |
1.16.14 | Θερμὸν μὲν γὰρ τῶν ἄλλων μᾶλλον τουτὶ τὸ σπλάγχνον· ἠδὲ δὲ καὶ ξηρόν, καὶ τοιούτοις γέγηθε διαιτήμασι· τοῖς ἐναντίοις δ’ ἀπομαραίνεται, καὶ τὸ κατ’ αὐτὸ πνεῦμα συμ‐ μεταβάλλεται. | |
1.16.15 | Οἷς δὲ γνωρίσμασιν ἑκάστου φυσικὴ | |
κρᾶσις γνωρίζεται, καὶ ἀφ’ ἑτέρων ἔστι μαθεῖν· τὸ γὰρ δὴ καὶ περὶ τούτων διεξιέναι τῷ λόγῳ, εἰς μῆκος ἄγει τὴν πραγματείαν. | ||
1.16.16 | Ἐπεὶ δ’ ἱκανῶς καὶ περὶ τούτων εἴρηται, ῥητέον ἥδη καὶ περὶ τοῦ σκοπιμωτάτου τῆς κατ’ ἄνθρωπον δημιουργίας, τοῦ ψυχικοῦ λέγω τούτου καὶ ἡγεμονικοῦ πνεύματος. ἐν τούτῳ γὰρ τὰ μέγιστά τε καὶ θαυμαστὰ | |
5 | τῆς κατ’ ἄνθρωπον οἰκονομίας ἐμφαίνεται μυστήρια. | |
1.17t | Κεφ. ιζʹ. Περὶ ἐνεργειῶν τοῦ ψυχικοῦ πνεύματος καὶ τῆς κατ’ αὐτὸ διαφορᾶς τῶν φρονήσεων. | |
1.17.1 | Τοῦ τοίνυν ἐγκεφάλου ὑπὸ τοῦ κατὰ τὰς φλέβας καὶ ἀρτηρίας τρεφομένου αἵματος, καὶ ταῖς κοιναῖς τε καὶ κατὰ μέρος αὐτοῦ ἰδιότησι διαφορὰς παντοίας ἐμποιοῦν‐ τος, τῷ λόγῳ μὲν δήλας, διαφευγούσας δ’ ἤδη τὴν αἴσθη‐ | |
5 | σιν, εἰκὸς ἂν εἴη οἴεσθαι καὶ τὸ ἐντεῦθεν πνεῦμα μορίας καθ’ αὑτὸ διαφορὰς προβάλλεσθαι ἐν τῷ τῆς ὑγιείας τε καὶ ἐνεργείας πλάτει. | |
1.17.2 | Ἐντεῦθεν γὰρ φρονήσεων δια‐ φοραὶ ἐμφαίνονται ἀγχίνοιαί τε καὶ ὀξύτητες, μνῆμαί τε καὶ ἀναμνήσεις καὶ εὐτύπωται φαντασιῶν ἐνέργειαι, καὶ ὅσα περὶ τὸν ψυχικὸν τοῦτον διάκοσμον ὁσημέραι φαίνον‐ | |
5 | ται ἐνεργούμενα τοῖς ἀνθρώποις. | |
1.17.3 | Ὥσπερ οὖν ἐπὶ τῶν ἐκτὸς καὶ ἐγκοσμίων τούτων πνευμάτων διαφορὰς ὁρῶμεν πλείονας καὶ ταῦτα μιᾶς τῆς κατ’ αὐτὰ τελούσης ὕλης (τὰ μὲν γὰρ αὐτῶν θερμότερα, τὰ δ’ αὖ ψυχρότερα καὶ ὑγρό‐ | |
5 | τερα δὲ καὶ ξηρότερα, λεπτότερά τε καὶ παχύτερά φαμεν, καὶ πολλὰ ἂν πλάτη ἐφ’ ἑκάστης τούτων ἴδοις ποιότητος, καὶ ἀξιολόγως δὲ δρᾷ χρονίσαντα ἐν τοῖς ἡμῶν σώμασιν), οὕτω δεῖ καὶ περὶ τοῦ ψυχικοῦ τούτου διανοεῖσθαι πνεύ‐ ματος. | |
1.17.4 | Ἀμέλει τὸ καθ’ ἡμᾶς τουτὸ πνεῦμα, πλήθει μὲν διαφέρον, διαρκεστέρας δείκνυσι τὰς κατ’ αὐτὸ τῆς ψυχῆς ὁποιασδήτινας ἐνεργείας· τῇ δὲ λεπτότητι, ὀξυτεράς τε καὶ διαβατικὰς ἐφ’ ἃ ἂν ὁρμήσαιμεν, ὥσπερ τὸ παχύ‐ | |
5 | τερον σχολαιτέρας καὶ βραδυτέρας δείκνυσι τὰς κατ’ αὐτὸ κινήσεις. | |
1.17.5 | Καὶ θερμότης, μετρία μέν τις ἐνοῦσα, μυω‐ πίζειν τοῦτο πέφυκε καὶ διεγείρειν· ἐπιταθεῖσα δὲ ὀξύτερον μὲν ἴσως δίδωσιν αὐτὸ κινηθῆναι, ἀστατεῖν δὲ μᾶλλον καὶ μεταρρέειν ὧδε κἀκεῖσε τῇ βιαζομένῃ θερμότητι. | |
1.17.6 | Ψύ‐ | |
ξις δὲ μετρίως μὲν ἐπικρατήσασα τῷ τόπῳ τούτῳ στασί‐ μους μὲν καὶ βεβηκότας δείκνυσι ἐν τοῖς πρακτέοις, οὐχ οὕτω δ’ ὀξεῖς· ἐπιταθεῖσα δὲ νωθρούς τε καὶ δυσδιεργέ‐ | ||
5 | τους ἐφ’ ἃς ἂν πράξει ἐξορμήσωσιν. | |
1.17.7 | Ὑγρότης δὲ με‐ τρία μὲν εὐτύπωτα τὰ κατ’ αὐτὴν τελούμενα δείκνυσιν, ἐπιταθεῖσα δὲ διαρρέοντά τε καὶ ἀφανιζόμενα, ὥσπερ κἀπὶ ταῖς σφοδραῖς ξηρότησιν· ἡ γὰρ δὴ μετρία ξηρότης ὧδε | |
5 | εὐκίνητόν τε καὶ κοῦφον τὸ πνεῦμα δείκνυσιν. | |
1.17.8 | Ἃ δ’ ἐν τοῖς πλάτεσι καὶ συμπλοκαῖς τοσούτων ποιοτήτων ἀναφαί‐ νεται, μακρὸν ἂν εἴη καθ’ ἕκαστα διεξιέναι τῷ λόγῳ. καὶ τὰ μὲν ἑκάστης ἐπικρατησάσης ἐν ἐγκεφάλῳ ποιότητος γνω‐ | |
5 | ρίσματα ἔχεις ἑτέρωθεν μαθεῖν· τὰς δ’ ἀπὸ τῶν συμπλο‐ κῶν τῶν ῥηθεισῶν ποιοτήτων ἀναφαινομένας διαφορὰς τῶν φρονήσεων ἔχεις καὶ ἀπὸ τῶν ῥηθέντων ἤδη τεκμαίρεσθαι, καὶ μετασκευάζειν τε καὶ μετακεραννύειν προσηκούσαις διαίταις τὰ λείποντα. | |
1.17.9 | Δεῖ γε μὴν ἕκαστον τῶν περὶ τοῦτο ἐσπουδακότων τὴν καθ’ αὑτὸν σκοπήσαντα φυσικὴν συμμετρίαν, ὁποία τις ἐν ἐγκεφάλῳ ἔνεστι, πρὸς ταύτην καὶ τὴν κατ’ αὐτὸν ἀποτείνειν δίαιταν, εἰδότα, ὡς τοῖς μὲν | |
5 | ὁμοίοις διατηροῦνται αἱ κράσεις, κολάζονται δὲ τοῖς ἐναν‐ τίοις. | |
1.17.10 | Οὐ δεῖ δὲ λεληθέναι ὡς καὶ τὰς φυσικὰς τοῦ ἐγκεφάλου ἐκροὰς ἀεὶ ἀναστομοῦν προσήκει, οὐ μετρίως ἐνοχλούντων τῶν ὀφειλόντων καθαίρεσθαι ταῖς τοῦ πνεύ‐ ματος προόδοις· οὐχ ἧττον δὲ καὶ τὰς ἐφεξῆς λοιπὰς παν‐ | |
5 | τὸς τοῦ σώματος συνήθεις ἐκκρίσεις, ἐπεὶ καὶ αὗται ἐνοχλεῖν ἀτμίζουσαι πεφύκασι τῷ πνεύματι. | |
1.17.11 | Οἷς δὲ καὶ ταῦτα εἴωθε φαρμάκοις βοηεῖσθαι, προϊόντες ἰδίᾳ γράψομεν. αὖθις δ’ ἐπὶ τὰς κατὰ μέρος ψυχικὰς δυνάμεις καὶ τὰ κατ’ αὐτὰς πάθη τῷ λόγῳ ἐπανέλθωμεν. | |
1.18t | Κεφ. ιηʹ. Περὶ τῶν κατὰ τὴν αἴσθησιν παθῶν. | |
1.18.1 | Καὶ τοίνυν τοῦ καθ’ ὃν ἐνεργεῖται ἡ κοινὴ αἴσθησις τόπου πεπονθότος, ἤτοι παντελὴς κατάληψις τῶν αἰσθη‐ τηρίων γίνεται, ἢ πλημμελής, ἢ διά τινας ἐκεῖ που ἐπιρ‐ ρυέντας χυμούς, ἢ ἀποδοθέντας ἀτμούς. καὶ ταύτῃ μὲν | |
5 | τῶν λυπούντων ἢ ἐγχωρῇ καθαιρομένων ἡ αἴσθησις ἐπ‐ ανέρχεται. | |
1.18.2 | Ὥσπερ δὲ τῷ πλήθει καὶ τῇ ποιότητι τῶν | |
ἐνοχλούντων χυμῶν καὶ ἀτμῶν κατάληψις αἰσθήσεων γί‐ νεται, οὕτω δὴ δυσαισθησίαι, μετρίων ὄντων τῶν λυπούν‐ των. | ||
1.18.3 | Ἀλλ’ ὧδε δεῖ τὸν λυποῦντα χυμὸν τεκμαιρόμε‐ νον ἀπό τε τῶν συνεδρευόντων συμπτωμάτων καὶ τῆς προηγησαμένης διαίτης, καὶ τῆς ἡλικίας καὶ ὥρας, καὶ κα‐ θόλου κράσεως, τὰ ἀτμίζοντα ἢ ἐπιρρέοντα καταστέλλειν | |
5 | καὶ κατακεραννύειν τοῖς ἐναντίοις· καὶ καθαίρειν ὁπότε δεῖ, καθὼς ἑξῆς ἐροῦμεν. | |
1.18.4 | Καὶ αἴσθησις μὲν οὐ φιλεῖ πάσχουσα συνεχῶς ἀνέχεσθαι, σωματώδης οἷον οὖσα τῆς ψυχῆς δύναμις, καὶ μεγίστην κοινωνίαν πρὸς τὸ σῶμα ἔχουσα, ἀμέλει μήτε ῥᾳδίως τοὺς καταλαμβανομένους ταύ‐ | |
5 | την ἐπανέρχεσθαι, μήτ’ ἐπανερχομένους πολλάκις τοῦθ’ ὑπο‐ μένειν. | |
1.18.5 | Καὶ εἴρηται περὶ ταύτης καὶ πρότερον. αἱ δ’ ἐφεξῆς ταύτῃ μὴ πάνυ τι κοινωνοῦσαι τοῦ πάχους τοῦ σώματος μᾶλλον ταύτης τῶν λυπούντων ἀνέχονται, ὥστε μηδὲ ῥᾳδίως ὧδε τὸ ζῷον φθείρεσθαι, καὶ μάλιστα ἢν | |
5 | δυσκρασία ᾖ ψιλὴ τὸ ἐνοχλοῦν. | |
1.19t | Κεφ. ιθʹ. Περὶ διαγνώσεως καὶ θεραπείας τῶν κατὰ τὸ φανταστικὸν καὶ μνημονευτικὸν καὶ λογιστικὸν παθῶν. | |
1.19.1 | Καὶ δὴ τοῦ φανταστικοῦ πάθος, τὸ μὲν ἤδη κατα‐ κυριεῦσαν καὶ περισχόν, τὸ μὴ ἐπιγινώσκειν τοὺς πάσχον‐ τας, ἃ πολλάκις τεθέανται, αὐτῷ δηλονότι προδιαβιβλος τῆς κοινῆς αἰσθήσεως· μήπω δὲ κατακυριεῦσαν τὸ παθος, | |
5 | ὀψὲ γοῦν τούτους ἀναπείθει τὰ συνήθη σφίῦν θεάματα ἐπιγινώσκειν. | |
1.19.2 | Προκαταβολαὶ δὲ τοῦ πάθους καὶ ἄλλως οὐχ ὑγιῶς τῆς κατὰ τοῦτο ἐνεργούσης δυνάμους, τό,τε τὰ ᾐσθηθέντα μὴ ῥᾳδίως βουλομένους ἀνατυποῦν καὶ τὸ τὰ καθ’ ὕπνων θεάματα θορυβώδη τε καὶ ἀσυνάρτητα φαί‐ | |
5 | νεσθαι, ἀλλόκοτά τε καὶ τῶν συνήθων ἀπεοικότα. | |
1.19.3 | Καὶ ταῦτα μὲν μολυνομένου γίνεται τοῦ πνεύματος, ἤτοι δυσ‐ κρασίᾳ τινί, ἢ διεφθορότων τινῶν ὧδε ἀτμιζόντων χυμῶν. | |
1.19.4 | Καὶ τοὺς μὲν ἐπικρατοῦντας χυμοὺς εχοις ἂν ἑτέρωθεν μαθεῖν· αἷς δ’ ἂν διαίταις προϊόντος μαθήσῃ τοῦ λόγου. | |
1.19.5 | Ἀντιπαράκειται δὲ τῇ φαντασίᾳ μνήμη, ταμεῖον οὖσα ὧν ἂν αὐτὴ τῆς φαντασίας παραλάβῃ τύπων. | |
1.19.6 | Πάσχει δὲ καὶ ἥδε, ἤτοι δυσκρασίας καταλαβούσης τινός, ἢ χυμοῦ | |
ἐπισκήψαντος. καὶ πάνυ μὲν καταληφθείσης τῆς μνήμης, ἐς ἀμνηστίαν χωροῦσιν ἄνθρωποι, ὧν πάλαι ἐν γνώσει | ||
5 | γεγόνασι. μέτρια δ’ ἐπὶ μετρίοις πάθεσι γίνονται τὰ συμ‐ πτώματα. | |
1.19.7 | Εἰ δέ τισιν ἔξωθέν τε καὶ ἔσωθεν στροβού‐ μενός τις περιστάσεσιν, οὐχὶ ῥᾳδίως εἰς μνήμην ὧν ἂν δέηται ἔρχεται, τῆς πλεονεκτούσης ταῦτ’ οἴου φροντίδος εἶναι· ὑπεξισταμένης ἀεὶ τῆς ἀσθενεστέρας τῇ ἰσχυροτέρᾳ | |
5 | τῆς ψυχῆς δυνάμεως ἐνεργείᾳ· καθάπερ κἀπὶ τῶν αἰσθη‐ τῶν τούτων ἰδεῖν ἐστὶ συμβαῖνον ἐκνικῶντος τὴν ἐφ’ ἕτερα αἴσθησιν τοῦ φθάσαντος τῶν κοιλούντων πρὸς ἑαυτὸν τὴν αἴσθησιν ἐπισπάσασθαι. | |
1.19.8 | Καὶ μνήμης μὲν παθούσης, ἀπαθὴς ἂν ἔτι τηροῖτο φαντασία· ὥσπερ δὴ καὶ φαντασίας παθουμένης, ἔτι ἂν τηροίη μνήμη τὴν ἑαυτῆς ἐνέργειαν. | |
1.19.9 | Τοῦ μεταξὺ δὲ τούτων τόπου καταδεδεγμένου τὸ πάθος, ἐφ’ ᾧ δὴ τὸ λογιστικὸν ἡμῶν ἱδρύσθαι φασίν, οὐκ ἂν καὶ ταῦτα ἔξω τῆς συμπαθείας γένοιντο. ὥσπερ γάρ τινος ἐπόπτου καὶ διεξαγωγέως τοῦ λογιστικοῦ ἐπὶ τὰς μετ’ αὐτὸ | |
5 | τελοῦντας δυνάμεις, αὐτοῦ μὲν ἀπαθοῦς ὄντος, αὐτῷ τε καὶ τοῖς ἔξωθεν τὰ τῶν λοιπῶν πάθη ῥᾴδιον γνωρίζεται, αὐτοῦ δὲ πεπονθότος, ἥ τε μνήμη καὶ ἡ φαντασία ἀπό‐ λωλεν. | |
1.19.10 | Ἔνθα γὰρ ὁ πρύτανίς ἐστιν ὁ πεπονθώς, πῶς οἴει τοὺς ὑπ’ αὐτὸν διοικετὰς διατεθεῖσθαι; ἑνὸς δὲ μόνου τοῦτων πεπονθότος, εἰκὸς τὸν πρύτανιν ὑγιαίνοντα ταῖς ἄλλου κεχρῆσθαι δυνάμεσι. | |
1.19.11 | Καὶ ταῦτα μέν, ὡς εἴρη‐ ται, χυμοῖς ἢ τοῖς ἐξ αὐτῶν ἀτμοῖς πάσχειν εἴωθεν· ἃ δεῖ μετακεραννύοντας καὶ καθαίροντας τὸ ἀσφαλὲς τοῖς κάμνου‐ σιν οὕτω χαρίζεσθαι. | |
1.20t | Κεφ. κʹ. Περὶ αἰτίας τῶν κατὰ τὸ δοξαστικόν τε καὶ διανοητικὸν παθῶν. | |
1.20.1 | Περὶ δὲ τοῦ δοξαστικοῦ τῆς ψυχῆς καὶ ἔτι τοῦ δια‐ νοητικοῦ ἀπορεῖν εἰκός, πῶς ποτε καὶ ταῦτα πάσχει, μήτ’ οἰκείας ἕδρας αὐτοῖς ἀποδιδομένης τῷ λόγῳ, μήθ’ οὕτω κοινωνοῦσι τῆς ὕλης· τὸ μὲν γὰρ φανταστικὸν τὸν ἔμ‐ | |
5 | προσθεν εἴληχε τύπον, μνήμη δέ γε τὸν ἀντικείμενον· ὥσ‐ περ αὖ τὸν μεταξὺ τούτων τὸ λογιστικὸν τῆς ψυχῆς. δόξης δὲ καὶ διανοίας ἀγνοοῦμεν τὸν τόπον. | |
1.20.2 | Ἢ δῆλον ὡς | |
ταῖς μὲν ἡ ψύχη τῶν δυνάμεων καθ’ αὑτὴν οὖσα κέχρη‐ ται καὶ ἐνεργεῖ, ταῖς δ’ αὖ ἐπικοινωνοῦσα τοῦ σώματος; καὶ ὁπόταν μὲν ᾖ, τὰς ἀπ’ αἰσθήσεως τε καὶ φαντασίας | ||
5 | ἀναληξαμένη ἐνεργείας ἢ μηδεμιᾶς τινος οὔσης βλάβης τῷ ᾧ συνάπτεται πνεύματι, οὐδέν τι δέος ἐπισημαίνει τἀν‐ θρώπῳ. | |
1.20.3 | Ἐπειδὰν δ’ ἤτοι χρωσθῆναι ἢ ψυχθῆναι ἢ ξηρανθῆναι ἢ ἄλλως πως ἀλλοιωθῆναι τούτῳ συμβῇ, αὐτὴ μὲν οὔτω καθ’ αὑτὴν πάσχει, φθάνει δὲ ὑποσημαίνουσα τοῖς αἰσθητοῖς τὰ δόξαντα παραδειγματίζουσα· ἃ γὰρ ἂν | |
5 | τύχῃ παραδεξαμένη, τὴν ἀρχὴν ἀπ’ αἰσθήσεως εἰληχότα, ταῦτ’ οἴεσθαι δίδωσι τὸν κάμνοντα πάσχειν. | |
1.20.4 | Ξηρότη‐ τος μὲν γὰρ καταλαβούσης, ὡς ὀστράκινός τις ὤν, δέδοικε προσβαλεῖν τινι σκληροτέρῳ, ὡς μὴ προσαραχθείη. ἔσθ’ ὅτε δὲ φεύγει τὸ ὕδωρ ἀγνοουμένου ἤδη τοῦ ὑγροῦ τἀνθρώπῳ | |
5 | τῇ σφοδρᾷ τοῦ πνεύματος ξηρότητι, καθάπερ ἐπὶ τῶν ὑδρο‐ φοβικῶν ἰδεῖν ἔστιν. | |
1.20.5 | Ὑγρότητος δὲ πλημμυρούσης, δέ‐ δοικέ τις διὰ τάφρων καὶ γεφυρῶν χωρεῖν, ἄλλως μηδέν τι πάσχων κακόν· ψύξεως δέ, τὸ πάντας φεύγειν καὶ δειλαί‐ νειν πρὸς τὰς ἀπαντήσεις. τὸ δ’ ἐξορμᾶν καὶ ἅλλεσθαι | |
5 | καὶ ἀστατεῖν, θερμότητος δακνώδους. | |
1.20.6 | Καθ’ ὅσον δ’ ἂν καὶ αἵδε αἱ ποιότητες ἀπὸ χειρόνων καὶ ἐπὶ μᾶλλον διεφθο‐ ρότων χυμῶν συνίστανται, τό,τε πνεῦμα χειρόνως πάσχει, καὶ ἡ κατ’ αὐτὸ δοξαστικὴ τῆς ψυχῆς δύναμις ἀτοπώτερα | |
5 | δίδωσιν οἴεσθαι. | |
1.20.7 | Καὶ σχολῇ γ’ ἂν εἴ τις οὐκ ὀρθῶς κρί‐ νειεν ἁλοὺς ὡς οὐ καλῶς ἡ δόξα οἴεται. ἀπὸ παθῶν γάρ τινων κατὰ τὸ σῶμα συστάντων, ψευδεῖς τινας παραλα‐ βοῦσα προτάξεις ἡ δόξα, ἀπάτην συμπεραίνει τἀνθρώπῳ· | |
5 | καὶ σχολῇ γ’ ἄν τις διακρίνειε τὰς ἀπάτας περιουσίᾳ συν‐ έσεως. | |
1.20.8 | Καθά φασι καὶ τὸν εἰπόντα φιλόσοφον, τί κοι‐ νὸν κυνὶ καὶ βαλανείῳ; ἐκ τῶν εἰκότων τουτὶ συλλογισάμε‐ νον· καὶ τοῦ ὑδροφοβικοῦ ἀπαλλαγέντα νοσήματος, θερ‐ μοῖς χρησάμενον ὕδασι κατὰ κεφαλῆς καὶ τοῦ λοιποῦ σώ‐ | |
5 | ματος. | |
1.20.9 | Σύ τε αὐτὸς οἶσθα, ὡς ἔναγχος αὐτὸς σαυτοῦ μᾶλλον ἐπὶ ταῖς τυχούσαις ταραττόμενος οἶσθα προφάσε‐ σιν, οὐκέτι ἡδὺς καὶ εὐπρόσιτος ὤν, καθὰ δὴ τὸν ἅπαντα διετέλεις χρόνον, καὶ τὴν αἰτίαν ἐζήτεις. φλέβα δὲ τεμὼν | |
5 | δι’ ὃ κατήπειγε τότε πάθος, ἐπεὶ διεφθορὸς αἷμα τεθέα‐ | |
σαι, ἦ τὴν αἰτίαν ἐμάνθανες, καὶ κοινὸν ἡμῖν ἐποιοῦ τὸν λόγον· καὶ τοῦδ’ ἕνεκα οὐκ ὀλίγα, ὡς οἶσθα, διειλέγμεθα. καὶ τὸ μάλιστά σε πεῖσαν, τοῦτ’ οἶμαι ἀξιῶσαί με τουτὶ τὸ βιβλίον ἐκδοῦναί σοι, ἅτε περιόντος τοῦ ἀξιώματος, ὡς | ||
10 | ταῖς τοῦ σώματος κράσεσι τὰ τῆς ψυχῆς ἤθη συμμετατίθε‐ ται· οὐκ αὐτῆς δηλονότι κατὰ τὴν ἑαυτῆς ἀλλοιουμένης οὐσίαν, ἀλλὰ ταῖς ἐξ αὐτῆς μᾶλλον εἰς τὸ σῶμα δυνάμεσι γνωριζομένης τῆς ποιᾶς ἡμῶν κατὰ τοὺς χυμοὺς καταστά‐ σεως. | |
1.20.10 | Εἰ δὲ δυοῖν ἀνθελκόντοιν, νοῦ δηλαδὴ καὶ κρά‐ σεως, ἐφ’ ὃ ἂν ῥέποιμεν καὶ τὸ λοιπὸν συνεφέλκεται, οὐκ ἀναιρεῖ τὸν λόγον τοῦτο τῆς κράσεως· τῷ γάρ τοι χρόνῳ εἰκὸς τὴν κρᾶσιν συμμεταβάλλεσθαι τῇ ἀμείμονι βιαζομένην | |
5 | ἕξει, ὥσπερ αὖθις καὶ τἀναντία ταῖς ἀντικειμέναις ῥοπαῖς γί‐ νεται. | |
1.20.11 | Καὶ τὸν μὲν περὶ ἠθῶν μεταβαλλομένων ταῖς τοῦ σώματος κράσεσι λόγον, οὐ πάνυ τοι ὧδε προσήκοντα λέ‐ γεσθαι, ἐν ἄλλῃ σκέψει ἀποταμιεύεσθαι ἄμεινον. εἴη δ’ ἄν ποτε ἰδίᾳ περί τε ψυχῆς καὶ τῶν κατ’ αὐτὴν ἠθῶν φᾶναι, ἔτι | |
5 | δὲ ἐνεργειῶν καὶ κοινωνιῶν πρός τε τὸν αἰσθητὸν καὶ νοη‐ τὸν διάκοσμον· τὸ δὲ νῦν ἔχον, ἐς ἄλλο τείνοντος τοῦ σκο‐ ποῦ, ἐκείνῳ καὶ τὸν λόγον ἀποδοτέον. | |
1.20.12 | Ἀλλ’ ἐπειδὴ πέρας τῆς κατ’ αὐτὸν προθέσεως εἰλήφει ὁ λόγος, ἱκανόν τε μέτρον αὐτῷ περιεθήκαμεν καὶ ὅσον εἰκὸς ἦν εἰς θεωρίαν καὶ λογι‐ κὴν ἐπίσκεψιν τῷ λόγῳ ἐνδιατρίψαμεν, ὧδέ πη καὶ καταπαύ‐ | |
5 | σωμεν. | |
1.20.13 | Τῷ μετὰ τοῦτον δὲ λόγῳ προσαποδώσομεν, ὅσον ἔς τε δίαιταν καὶ φαρμακείαν προσήκει, ὡς ἂν τῇ κατ’ αὐτὸν ἀγόμενος ὑφηγήσει τὴν θ’ ὑγίειαν ἀκραιφνῆ διατηροίης καὶ τὸ ψυχικόν σοι πνεῦμα διαυγέστερόν τε καὶ λεπτότερον ᾖ. | |
5 | καὶ τὰς κατ’ αὐτὸ ἐμφάσεις ἀπὸ τοῦ νοῦ προηγμένας ἀκραι‐ φνεστέρας δεχόμενος καὶ μέχρις ἡμῶν τἀμείνω διαβιβάζοις θεάματα, ἵν’ ὥσπερ τῶν ἄλλων σοῦ καλῶν οὕτω καὶ τῆς κατά σε κοινονήσωμεν θεωρίας. καὶ ταῦτα μὲν ἄγοιτο κατὰ τὸ τῷ θεῷ δοκοῦν ἐπὶ τἄμεινον. | |
1.20.14 | Ἡμῖν δ’ εἴη ταῖς σαῖς ἀγο‐ μέναις εὐχαῖς ὀψέ ποτε καὶ περὶ τοιαύτην ἀσχοληθῆναι ἐπίσκεψιν. τὸ γὰρ νῦν ἔχον πλεονεκτεῖν δοκοῦσιν αἱ ἐπ’ ἄλ‐ λας ῥοπαὶ τῶν ψυχικῶν δυνάμεων. θείου δ’ ἐπιπνεύσαντος | |
5 | πνεύματος, πείθομαι ῥᾷστα μετασκευασθήσεσθαι τὸ πρόσ‐ υλον τοῦτο καὶ χαμερπὲς ἡμῶν φρόνημα. καὶ τὸν νοῦν ἡμῶν | |
μεταιωρισθήσεσθαι καὶ ἐφέψεσθαί σοι χειραγωγούμενον. | ||
2.1.1(t) | ΛΟΓΟΣ Β. | |
2proem1(t) | Προοίμιον. | |
u | ||
1 | Ὁποῖόν τι ἐν ταῖς κατὰ τὸν βίον ἡμῶν χρήσεσι προδιανοούμενοι δρῶμεν, πρῶτον μὲν διανοίᾳ τὰ δέοντα συλλογιζόμενοι καὶ τοὺς λόγους τούτων καὶ τὰς αἰτίας ἐξ‐ ευρίσκοντες, εἶθ’ οὕτως τὰς εἰκόνας τούτων τῇ φαντασίᾳ | |
5 | διαγράφοντες, ὀψέ ποτε τοῖς ἔργοις ἐπιχειροῦμεν (μὴ γὰρ ἄλλως οἷόν τ’ ἐστί, δεόντως προαχθῆναι τὰ ἐγχειρούμενα), τοιοῦτόν τι κἀνταῦθα δεῖ διαπράξασθαι. | |
2proem2 | Τοῦ γὰρ δὴ λόγου περὶ τὴν ἐνισταμένην ὑπόθεσιν μεθόδους ἐξευρηκό‐ τος, διὰ τίνος ἡ ψυχὴ συνάπτεται τῷ σώματι, καὶ ὅπως δι’ αὐτοῦ τὰς καθ’ αὑτὴν ἡμῖν ἐνεργείας ἐνίησι, καὶ ὧν | |
5 | σφαλέντων οὐκ ἀκριβεῖς ἡμῖν ἀποδίδονται αἱ ἐνέργειαι, λοι‐ πὸν προσήκει σκέψασθαι, αἷς τισι δέον κεχρῆσθαι διαίταις, καὶ δι’ ὧν φαρμάκων τὰ πεπονθότα ἰῷτο ἄν τις. οὕτω γὰρ προβάσης τῆς ὑποθέσεως τέλος ἂν αἴσιον ἡ κατ’ αὐτὴν ὑπόθεσις σχοίη. | |
2proem3 | Ἐπεὶ τοίνυν, ὡς καὶ πρότερον εἴρηται, κατὰ τὰς πέψεις τε καὶ τὰς τῶν χυμῶν ἐπικρατείας ὁ λόγος οἶδε καὶ τὸ ἐν ἡμῖν πνεῦμα συμμεταβαλλόμενον, σκεπτέον, ὅπως ἂν αἵ τε πέψεις γίνοιντο κατὰ λόγον καὶ αἱ τῶν χυ‐ | |
5 | μῶν κολάζοιντο ἀμετρίαι. οὕτω γὰρ πρὸς τῇ τοῦ πνεύμα‐ τος καθαρότητι συμπαρομαρτοίη ἂν καὶ ἡ τοῦ ὅλου ὑγεία σώματος. | |
2.1t | Κεφ. αʹ. Περὶ τῶν κατὰ τὴν πέψιν γινομένων παθῶν. | |
2.1.1 | Καὶ ἀπεψίαι μὲν γίνονται ἤτοι τῷ ποσῷ βαρύνου‐ σαι τὴν κοιλίαν, ἢ τῇ ποιότητι ἐπικρατοῦσαι, ἢ αὐτῇ τῇ τῶν τροφῶν ἰδιότητι, ἢ χυμῶν ἀλλοκότων ἐγκαθημένων τῷ στόματι τῆς γαστρός, ἢ συνήθων γυμνασίων, ἢ ἐκκρί‐ | |
5 | σεων ἐπεσχημένων, ἤ τινος παραπλησίου ἐμποδὼν προσ‐ ισταμένου τῇ ἀλλοιωτικῇ δυνάμει. | |
2.1.2 | Καὶ τὰ μὲν τῷ ποσῷ λυποῦντα πρόδηλον καὶ τὴν αἰτίαν ἔχει, ἐκνικωμένου τοῦ πέττοντος θερμοῦ τῇ ποσότητι τῆς ὑπ’ αὐτοῦ πεττομένης τροφῆς. | |
2.1.3 | Θεραπεία δέ, τὸ παλινδρομῆσαι εἰς τοὔλαττον τοῦ ποσοῦ τῆς τροφῆς καὶ θερμοῖς μετρίως προσάρμασι καὶ τονωτικοῖς ἐπαναλαβεῖν καμοῦσαν τὴν δύναμιν. | |
2.1.4 | Τὰ δὲ τῇ ποιότητι ἀδικοῦντά ἐστιν ὅσα σφοδρότερον ἢ ψύχει ἢ θερμαίνει ἢ ἄλλως λυπεῖ τὴν γαστέρα. ἡ γὰρ κατὰ φύ‐ σιν πέψις μετρίᾳ ἐνεργεῖται θερμότητι καὶ ὑγρότητι. ἂν | |
5 | δέ γε αὗται αἱ ποιότητες κολάζωνται ἢ ἐπιτείνωνται, εἰκὸς ἐνταῦθα τὴν πέψιν διαμαρτάνειν. | |
2.2t | Κεφ. βʹ. Περὶ διαγνώσεως τῶν κατὰ τὴν γαστέρα πλεοανσάντων χυμῶν. | |
2.2.1 | Καὶ ἑκάστη μὲν φυσικὴ κρᾶσις γαστρὸς οἰκείοις γέγηθε διαιτήμασι, τοῖς δ’ ἐναντίοις κολάζεται· παθοῦσα δέ τινα δυσκρασίαν ἡ γαστὴρ τοῖς ἐναντίοις ἐπανασώζει τὴν δύναμιν. | |
2.2.2 | Κἂν μὲν ἐπὶ πολὺ καὶ πλέον δηλαδὴ τοῦ συνήθους χρόνου τῇ γαστρὶ τὰ σιτία ἐνδιατρίψῃ καὶ βαρύνῃ ταύτην, ἐρυγαί τε ὦσί τινες ὀξώδεις, ἢ καὶ αὐτὴν ἁπλῆν τὴν τῶν σιτίων ποιότητα ὑπεμφαίνωσι, πάρεξ ὁποιασοῦν | |
5 | ἑτέρας ποιότητος ψύξιν ἐπικρατεῖν ὧδέ φαμεν. | |
2.2.3 | Ἰλίγ‐ γου δὲ ταράττοντος, καὶ συχνῶν ἀναβραττομένων πτυσμά‐ των μεθ’ ὑγρότητος ταύτην ὁρίζομεν εἶναι. ξηρότητος δὲ ἐν τῇ γλώττῃ οὔσης, καὶ ἐπιθυμίας ποτοῦ μετά τινος | |
5 | αὐχμοῦ καθ’ ὅλον τὸ σῶμα, ξηρότης τὸ ἐπικρατοῦν ἐν‐ ταῦθα. καὶ ὧδε μὲν τοῖς ἐναντίοις ἰάσῃ τὴν δυσκρασίαν. | |
2.2.4 | Θερμότητος δὲ ἐπικρατούσης, ἔσθ’ ὅτε μὲν δίψαι συν‐ εδρεύουσι, καὶ μάλιστα, ἢν μετὰ ξηρότητος ᾖ τὸ πάθος. αἴσθησις δὲ θέρμης περὶ τὸ σπλάγχνον, καὶ ἐρυγαὶ τὸ πλέον ἔνθερμοί τε καὶ κνισσώδει ἀναφέρονται, καὶ ξηρό‐ | |
5 | της περὶ τὸ στόμα, καὶ ἐπιθυμία ψυχρῶν. καὶ ἁπλᾶ μὲν ἐφ’ ἁπλαῖς ποιότησι τὰ συμπτώματα, συμπεπλεγμένα δὲ ἐπὶ συμπεπλεγμέναις ἀποδίδονται. | |
2.2.5 | Περὶ δὲ τῶν τρο‐ φῶν ὧδε σκεπτέον· ἢν τὰ προσαγόμενα πάνυ ψυχρὰ ἢ θερμὰ ᾖ, ἢ δύσπεπτα, ἢ κακοστόμαχα, οὐχ ἧττον τῶν προτέρων τῆς συνήθους πέψεως ἐξιστῶσι τῆν γαστέρα. | |
2.2.6 | Καὶ δύσπεπτα μέν, ὅσα νευρώδη καὶ ἰνώδη καὶ κητώδη ἐν ἰχθύσιν, ἔτι δὲ σκληρὰ καὶ κατεσκληρότα, καὶ τὰ πλείω δὲ τῶν ταρίχων, καὶ ὅσα κεφαλόρριζα ἐν λαχάνοις, καὶ ὑφ’ ἓν εἰπεῖν, πάντα τὰ γεώδη καὶ ἀντίτυπα. κἄν που τύχῃ | |
5 | ταῦτα καλῶς πεττόμενα, οὐ τὴν φύσιν ἐξηλλάχθαι τούτων ὧδέ φαμεν, ἀλλὰ τῇ ἐπικρατούσῃ ἐν αὐτοῖς ποιότητι σύγ‐ κρασίν τινα πρὸς τὴν τῆς γαστρὸς γενέσθαι. | |
2.2.7 | Ἀεὶ δὲ συμμετρίᾳ κράσεων ἄμεινον ἀκολουθεῖν αἱ πέψεις πεφύ‐ κασιν· ἃ δ’ ὡς κακοστόμαχα ἠπεπτῆσθαι λέγομεν, τῷ ἐκ‐ λύειν ταῦτα τὸ τῆς κοιλίας στόμα φαμέν. εἰσὶ δ’ ὅσα | |
5 | λιπώδη τε καὶ ἐλαιώδη, χαλαστικὰ τὴν φύσιν πάντα τυγχά‐ νοντα. | |
2.2.8 | Ἀντίκειται δὲ τούτοις τὰ στύφοντα, ἅτε το‐ νοῦντα καὶ ῥωννύντα τὸ τῆς γαστρὸς στόμα. πέψις γὰρ ῥᾳδίως ἂν ἁμαρτηθείη, μὴ πρὸς ἑαυτὴν περιπτυχθείσης τῆς γαστρὸς καὶ συνθλιψάσης τὴν ἐναπειλημμένην τροφήν. | |
5 | ταῦτα δέ, ὡς εἴρηται, χαλῶντα τὸν τοιοῦτον τόνον τῆς γα‐ στρὸς καὶ ἀπεπτεῖν ταύτην παρασκευάζει. | |
2.2.9 | Ἄλλον δὲ τρόπον οἱ ἐγκαθήμενοι χυμοὶ τῇ γαστρὶ προσίστανται ταῖς πέψεσι, τῷ μὴ ἀμέσως δηλαδὴ ταῖς προσληφθείσαις τρο‐ φαῖς ὁμιλεῖν τὴν γαστέρα. καθόσον γὰρ ἂν διαφύγοιεν τὴν | |
5 | ταύτης ὁμιλίαν τὰ προσαγόμενα, κατὰ τοσοῦτον εἰκὸς καὶ τὴν πέψιν αὐτῶν διημαρτῆσθαι. | |
2.2.10 | Εἰ δὲ καὶ πάνυ μοχθηροὶ εἶεν οἱ ἐγκαθήμενοι χυμοί, μείζους καὶ αἱ ἀπε‐ ψίαι καὶ τὰ συνεδρεύοντα συμπτώματα φαίνονται. γνοίης δ’ ἂν τούτους τῷ τε βάρει τῆς γαστρὸς καὶ τῶν λοιπῶν | |
5 | σπλάγχνων, ἔσθ’ ὅτε δὲ καὶ ταῖς ἐμφαινομέναις τῇ γλώττῃ ποιότησι τεκμαιρόμενος. | |
2.2.11 | Ὀξύτητες γὰρ καὶ στυφνό‐ τητες, ἁλυκότητές τε καὶ πικρότητες καὶ ἀνώμαλοι ἀηδίαι καὶ παραπλήσιοι ἐρυγαί, ἰχθυώδεις τε καὶ ἰλυώδεις καὶ βρω‐ μώδεις καὶ ἀλλόκοτοι ποιοτήτων αἰσθήσεις περὶ τὸν ἄν‐ | |
5 | θρωπον, δήξεις τε τοῦ τῆς γαστρὸς στόματος, καὶ νυγμοὶ καὶ βάρη καί τινα παραπλήσια συμπτώματα, ἃ δὴ τοὺς ἐπικρατοῦντας ὧδε χυμοὺς σημαίνει. | |
2.2.12 | Ὅσα δὲ βάρη κεφαλῆς ἐντεῦθεν ἀναφαίνεται, καὶ ἴλιγγοι καὶ ἀγρυπνίαι καὶ ὕπνοι μᾶλλον τοῦ δέοντος, ἦχοί τε περὶ τὴν κεφαλὴν καὶ μᾶλλον τὰ ὦτα, σκοτόδινοί τε καὶ θορυβώδεις καὶ κω‐ | |
5 | ματώδεις ὕπνοι, καὶ ἀλλόκοτα ἐνύπνια, μακρὸν ἂν εἴη ἐπ‐ εξιέναι τῷ λόγῳ, πλὴν ὅσον δι’ αὐτῶν σημᾶναι τοὺς ἐπι‐ κρατοῦντας χυμούς. | |
2.2.13 | Καὶ ἴλιγγοι μὲν καὶ ὀξώδεις ποι‐ ότητες, τό,τε ἄδιψον καὶ οἱ κωματώδεις τῶν ὕπνων, βάρη τε κεφαλῆς καὶ βομβωδεις ἦχοι, ἔσθ’ ὅτε δὲ καὶ ἄλογοι | |
ὀρέξεις, τὸν φλεγματώδη χυμὸν ἐπικρατεῖν σημαίνουσιν. | ||
2.2.14 | Ὁ δὲ ἁλυκὸς χυμός, φλεγματώδης καὶ αὐτὸς τυγχάνων καὶ τῇ ἐξ αὐτοῦ ποιότητι τὴν γλῶτταν διατιθεὶς πλεονεκτεῖ τῷ δίψαν ἐμποιεῖν τοῖς ἔχουσιν, οἳ δὴ καὶ πίνοντες ἀκαί‐ ρως οὐχ ἧττον τῶν προτέρων βλάπτονται. | |
2.2.15 | Στρυφνό‐ τητος δὲ περὶ τὴν γλῶτταν αἴσθησις, καὶ ξηρότητες περὶ τὸ ἅπαν σῶμα, καὶ θορυβώδεις ὕπνοι, καὶ φοβερὰ ἐνύπνια, ἀθυμίαι τε καὶ φόβοι, καὶ λύπαι ἐξ οὐδεμιᾶς ἀξιολόγου | |
5 | αἰτίας, τοῦ μελαγγολικοῦ χυμοῦ μᾶλλον ταῦτα τεκμήρια. | |
2.2.16 | Δήξεις δὲ καὶ νυγμοί, καὶ καρδιαλγίαι, καὶ πικρότητες, καὶ σκοτόδινοι, ἔτι δὲ ἀγρυπνίαι καὶ ὀξεῖς περὶ τὴν κεφα‐ λὴν καὶ τὰ ὦτα ἦχοι, τοῦ πικροχόλου ταῦτα χυμοῦ. | |
2.2.17 | Οὐκ ἀγνοεῖν δὲ δεῖ, ὡς τούτων συμπλεκομένων συνείρεται καὶ τὰ ἐξ αὐτῶν συμπτώματα. ἔξεστί γε μὴν ἀπὸ τῶν ἁπλου‐ στέρων, καὶ περὶ τῶν συντεθειμένων τεκμαίρεσθαι. εἰ δὲ | |
5 | καὶ εἰς ἀλλοκότους οἵδε κράσεις καὶ ποιότητας καὶ διαφθο‐ ρὰς μυρίας ἐκτραπεῖεν, ὁποίας τε καὶ ὅσας οἴει συμπτω‐ μάτων συνεστάναι ἰδέας, ὥστε καὶ τὸ πνεῦμα τουτὶ τὸ ψυχικὸν θορυβούμενον ἐκταράττεσθαι. | |
2.2.18 | Ἐῶ γὰρ περὶ τῶν λοιπῶν νῦν λέγειν πνευμάτων, καὶ ταῦτα καὶ αὐτῶν συναλλοιουμένων, καὶ τὰς ἀπλανεῖς τῆς ψυχῆς κρίσεις καὶ διαθέσεις πλημμελῶς ἐξαγγέλλειν, ὥσπερ εἴ τινα τὴν ἀκοὴν | |
5 | κακῶς διατεθέντα καὶ παρυτυπωτικῶς ἀκούοντα, ὧν ἂν ὁ κύριος αὐτῷ ἐπιτάττῃ, διαφεύγει τε τὰ πλείω καὶ ἄλλα δρᾷ ἀντ’ ἄλλων, ἅτε πάσχων τὸ αἰσθητήριον. | |
2.2.19 | Ἀλλὰ τοὺς μὲν τοιούτους χυμοὺς οὕτως ἐγκαθημένους διαγνοὺς περὶ τὴν γαστέρα ἰάσῃ, καθὼς ἂν φαίημεν ἑξῆς προϊόντος τοῦ λόγου. | |
2.2.20 | Ἤν γε μὴν καὶ περαιτέρω χωρήσωσι καὶ μέχρις αὐτῶν τῶν σπλάγχνων ἀφίκωνται καὶ ὧδε στηριχθῶσι, χεῖ‐ ρον μέν τ’ ἂν εἴη τὸ πάθος, μάλιστα δὲ ἢν οἱ παχύτεροί τε καὶ γεωδέστεροι ὧδε ἐναπειλημμένοι ὦσι χυμοί. | |
2.2.21 | Ἐν‐ τεῦθεν γὰρ τὸ ὑποχονδριακὸν οὕτω καλούμενον πάθος ἄρχεται ἀναφύεσθαι, χείρους καὶ σφοδροτέρας τὰς ἀθυμίας ἐμποιοῦν, βάρους ἐγκειμένου περὶ τὰ σπλάγχνα. καὶ ὕπνοι | |
5 | δὲ θορυβώδεις ὧδε καὶ ἐνύπνια ἄγρια ὡς ἐπὶ μελαγχολίας μελετωμένης. Καὶ ταῦτα μὲν ἰάσαιο ἂν ταῖς ἐκτεθεισο‐ | |
μένοις σοι μεθόδοις. | ||
2.3t | Κεφ. γʹ. Περὶ τῶν κατὰ τὸ αἷμα παθῶν. | |
2.3.1 | Αἷμα δὲ τῷ πλήθει μὲν ἀδικοῦν νωθρούς τε καὶ ὑπνώδεις, ἀποσίτους τε καὶ ἀδίψους ποιεῖ, ἔσθ’ ὅτε δὲ καὶ ἀλόγως ἱδροῦντας· καὶ ὀλιγοτρόφοις δὲ οἵδε σιτίοις χαί‐ ρουσι μᾶλλον, οὓς κενοῦν τοῦ αἵματος ἄμεινον, ἵνα πάλιν | |
5 | ἀρχὴν θρέψεως λαμβάνῃ τὸ σῶμα. πᾶν γὰρ τὸ πολύ φασι τῇ φύσει πολέμιον. | |
2.3.2 | Ἢν δὲ τύχῃ διαφθαρέν, ἢ συσσα‐ πὲν ἀπό τινος νόθου θερμότητος, ἢ κακοχύμων ἐδεσμά‐ των, μετρίως μὲν τοῦτο παθόν, μετρίας τινὰς καὶ τὰς ἀνωμαλίας ποιεῖται. ταῦτά τοι καὶ κενοῦν ὧδε προσήκει | |
5 | τὸ μοχθηρόν, καὶ εὐχύμοις ἀναλαμβάνειν τὴν δύναμιν τροφαῖς. | |
2.3.3 | Εἰ δ’ ἐπ’ ἄλλο τραπείη εἶδος, καὶ τῆς οἰκείας ἐκσταίη ποιότητος, ἐκεῖνα τῶν παθῶν ὑποβάλλει, εἰς ἃ δὴ πλεονάσαντες οἱ μεταβεβλημένοι ἀφ’ αἵματος χυμοὶ τοὺς ἁλόντας διατιθέασι. | |
2.3.4 | Τοῦ γὰρ δὴ αἵματος ἤδη μετα‐ βεβλημένου εἰς ἀλλοῖον χυμόν, καὶ τὸ ἐξ αὐτοῦ πνεῦμα μολύνεται, καὶ μελαγχολίας ὧδε πάθη συνίσταται, μέτρια μὲν ἐπὶ μετρίαις μεταβολαῖς, χείρω δ’ ἐπὶ μείζοσι. | |
2.3.5 | Φό‐ βοι δὲ ἄρα ταῦτα καὶ ἀθυμίαι, λύπαι καὶ παρανοήσεις, βάρη τε καὶ νωθρότητες, καὶ ἐκλύσεις, ἄλογοί τε προθυ‐ μίαι καὶ ἐξαναστάσεις καὶ δειλίαι, καὶ ἀστασίαι λόγων τε | |
5 | καὶ πράξεων, καὶ αὐτῶν ἔσθ’ ὅτε τῶν μερῶν τοῦ σώματος ὥσπερ σπωμένων, καὶ πᾶν δὲ ὅ,τι ἀνιαρὸν καὶ ἀηδὲς περὶ τὸ γνωστικὸν καὶ ἡγεμονικὸν ἡμῶν ὧδ’ ἄρχεται ἀναφαί‐ νεσθαι. | |
2.3.6 | Καὶ τὰ μὲν ἐκ συμπαθείας συστάντα, μετριώ‐ τερά τε καὶ προηγησάμενα ἔχει τὰ ἐπὶ τὰ σπλάγχνα βάρη, καὶ ὅσαι περὶ τὴν γλῶτταν ἀηδίαι καὶ ποικίλαι ποιότητες, καὶ οὐχ ὡσαύτως δὲ ὧδε τὰ πάθη ἐνοχλεῖ, ἐπιτεινόμενά | |
5 | τε καὶ κολαζόμενα ῥᾳδίως ταῖς τυχούσαις διαίταις. | |
2.3.7 | Ὅσοι δὲ πρωτοπαθοῦντος τοῦ ἐγκεφάλου πάσχουσιν, ἤτοι τοῦ παντὸς αἵματος αὐτοῖς εἰς τὸ μελαγχολικὸν μεταβολὴ γί‐ νεται, ἢ τοῦ κατὰ τὸν ἐγκέφαλον δικτυοειδοῦς πλέγματος | |
5 | τοιαύτην καταδεδεγμένου ποιότητα, τὰ τοιαῦτα τῶν παθῶν συνίσταται. Ὅτε γὰρ ἐγκέφαλος ἐντεῦθεν τρέφεται, καὶ τὸ ἐξ αὐτοῦ πνεῦμα τοιοῦτον εἰκὸς γίνεσθαι. εἰς ἕξιν οὖν ἤδη τὸ πάθος μεταστὰν χαλεπώτατον ἰάσασθαι. | |
2.3.8 | Καὶ εἰ μὲν | |
ὁ μελαγχολικὸς χυμὸς τραπέντος αἵματος συσταίη μελαγχο‐ λίας εἴδη ποιεῖ πολλῷ γε μετριώτερα τῶν ἀπ’ ἀκριβοῦς με‐ λαίνης χολῆς συστάντων. εἰ δὲ ξανθῆς τραπείσης χολῆς ὁ | ||
5 | μελαγχολικὸς χυμὸς τὴν γένεσιν σχοίη, αἱ θηριώδεις ὧδε καὶ ἄγριοι παραφροσύναι γίνονται. | |
2.3.9 | Τὸ γάρ τοι δακνῶ‐ δες τῆς ξανθῆς χολῆς ἔτι περιὸν τῷ γεννηθέντι μελαγχο‐ λικῷ χυμῷ ἐρεθίζον τε καὶ διεγεῖρον τὴν αἴσθησιν, ἀκαθ‐ έκτους τε καὶ χαλεπὰς ἐπάγει τὰς διαθέσεις, μὴ πάνυ δὲ | |
5 | τραπέντος τοῦ αἵματος εἰς μέλαιναν χολήν, μανίαι μᾶλ‐ λον συνίστασθαι εἰώθασι. καὶ μετὰ γέλωτος ὧδε τὸ πλέον αἱ παραφροσύναι γίνονται. | |
2.3.10 | Καὶ ταῦτα μὲν τῶν πα‐ θῶν αἵματος ἀφαιρέσεσι καὶ δραστηρίοις καθαίρουσι φαρ‐ μάκοις, καὶ δεούσαις διαίταις καταστέλλεται τῷ μακρῷ χρόνῳ ἐπικουρίας ἀπολαύοντα τέχνης. | |
2.3.11 | Περὶ ὧν κατὰ μέρος ἐπεξιέναι μακρόν τ’ ἂν εἴη καὶ τὴν ὑπόσχεσιν διαφεύγει. οὐ γὰρ δὴ περὶ παντὸς πάθους καὶ θεραπείας πάσης εἰ‐ πεῖν προὐθέμεθα, ὥστ’ ἀρκούντως ἂν ἔχῃ τὰ ῥηθέντα. | |
2.3.12 | Ἔξεστι δὲ τῷ τοῖς ῥηθεῖσι προσέχοντι καὶ ἀπὸ τῶν ἤδη ῥηθέντων καὶ περὶ τῶν μήπω φθασάντων ῥηθῆναι, τεκμαίρεσθαι. | |
2.4t | Κεφ. δʹ. Περὶ διαφορᾶς ποιοτήτων καὶ τῶν κατ’ αὐτὰς δυνάμεων. | |
2.4.1 | Ἐφεξῆς δ’ ἂν εἴη προσῆκον προσθεῖναι τῷ λόγῳ περί τε διαφορᾶς ποιοτήτων καὶ δυνάμεως τροφῶν, ἔτι δὲ γυμνασίων καὶ λοιπῶν διαιτημάτων, καὶ ὅσα φαρμάκων ἔχει λόγον, ἤτοι τῷ ἀλλοιοῦν καὶ μεταβάλλειν τὰς ἐν ἡμῖν | |
5 | ποιότητας, ἢ τῷ ἀποφράττειν τε καὶ καθαίρειν, ἢ τῷ συν‐ ιστᾶν τε καὶ παχύνειν τοὺς ἐν ἡμῖν χυμούς· οὕτω γὰρ ἀποδοθέντος τοῦ λόγου, τέλος ἂν ἡ κατ’ αὐτὸν ὑπόθεσις σχοίη. | |
2.4.2 | Ἀλλὰ γὰρ προδιαληπτέον περὶ τῶν ἀναφαινο‐ μένων ποιοτήτων ταῖς τε τροφαῖς καὶ τοῖς φαρμάκοις, ὁποίας ἑκάστη αὐτῶν δυνάμεως πέφυκεν· εἶθ’ οὕτως περὶ τῶν κατὰ μέρος τροφῶν καὶ φαρμάκων καὶ λοιπῶν διαιτη‐ | |
5 | μάτων καθὼς ἂν ὁ λόγος προϊὼν διασκευάσειε. | |
2.4.3 | Τῶν μὲν οὖν ποιοτήτων αἱ μὲν ἁπλαῖ φαίνονται ἐν τοῖς κατὰ μέρος εἴδεσι τῶν τροφῶν καὶ φαρμάκων· αἱ δ’ αὖ συμπε‐ πλεγμέναι καὶ αἱ μὲν ἐπιτεταμέναι, αἱ δ’ ὑφείμεναι. καὶ | |
5 | αἱ μὲ εἰς τὸ αὐτὸ τῆς δραστικῆς ποιότητος κεκραμέναι ἀποτείνονται, αἱ δ’ εἰς τὰ ἀντικείμενα· καὶ πολλὰς ἂν ἴδοις διαφορὰς αὐτῶν τὰς κατὰ μέρος ἐξετάζων ποιότητας. | |
2.4.4 | Ἡ μὲν οὖν τῶν ποιοτήτων γλυκεῖα, ἡ δὲ λιπαρά, ἡ δ’ ὀξώδης, στύφουσα δὲ ἑτέρα, καὶ ἁλμυρὰ ἄλλη, καὶ μετ’ αὐτὴν πι‐ κρά, εἶτα δριμεῖα. καὶ αὗται μὲν ὡς γενικαί τινες ποιό‐ | |
5 | τητες κατὰ τὴν ἡμετέραν αἴσθησίν εἰσι, κἄν τινες δ’ ὦσιν ἕτεραι μὴ δοκοῦσαι τοῖαιδε, ἀλλ’ οὖν τῷ κοινῷ λόγῳ κἀ‐ κεῖναι ταύταις συνεισάγονται. | |
2.4.5 | Αἱ μὲν γὰρ ὑδατώδεις γλυκύτητες, τῷ κοινῷ λόγῳ τῶν γλυκέων συγκαταλέγονται· αἱ δ’ ἐλαιώδεις ποιότητες τοῖς λιπαροῖς συννοοῦνται. ὥσπερ ὑπὸ τὴν στύφουσαν ποιότητα τά τε αὐστηρὰ καὶ στρυφνὰ | |
5 | εἴδη ἔνεστι τῇ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον διαφορᾷ φαι‐ νόμενα. | |
2.4.6 | Ἔξω μέντοι τῶν ἠριθμημένων ποιοτήτων ῥη‐ θεῖεν ἂν ἥ θ’ ὑδατώδης καὶ ἡ σιτώδης ἐμφανῆ τινα ἀλ‐ λοίωσιν μὴ διδοῦσα τῇ γλώττῃ. οἰκεῖαι δὲ καὶ αὗται τὸ πλέον ἡμῖν φαινόμεναι καὶ ἐν πολλῷ τῷ πλάτει θεωρού‐ | |
5 | μεναι. | |
2.4.7 | Τὴν δὲ οἰνώδη κρᾶμά τις ἂν φαίη ποιοτήτων διαφόρως συνερχομένων, μυρίας δὲ δεχομένην διαφοράς, καὶ ἐπὶ ταύτην ἢ ἐκείνην τῶν ποιοτήτων ἐκκλίνουσαν. | |
2.4.8 | Καὶ σιτώδη μέν φαμεν, ἥτις ἔν τε δημητρείοις καρποῖς καὶ χεδροποῖς καὶ τοῖς ὁμοίοις ἀναφαίνεται· ὑδατώδη δὲ ὁποία ἐν λαχάνοις καὶ βοτάναις καί τισι καρποῖς ἢ ῥίζαις ἀναφαίνεται, κατὰ μηδὲν τὴν αἴσθησιν ἀλλοιοῦσα. | |
2.4.9 | Καὶ ταύτην μὲν τὴν ποιότητα πρὸς τὴν ἡμετέραν σύμμετρόν τε καὶ εὔκρατον ἀντεξεταζομένην ψυχρὰν ἤδη φαμέν, ἐπὶ συχνῷ τῷ πλάτει θεωρουμένην. | |
2.4.10 | Ἡ μετ’ αὐτὴν δέ, ἥν φαμεν ὑδατώδη γλυκύτητα, κατὰ τοσοῦτον ἐκπεφευγέ‐ ναι δοκεῖ τὴν ψύξιν τῆς ἁπλῆς ὑδατώδους ποιότητος, καθό‐ σον ἂν οἰηθῇς προσλαβέσθαι ταύτην γλυκύτητος. τῇ δὲ | |
5 | συμμέτρῳ καὶ αὐτὴ κράσει θεωρουμένη, ψυχρά πως με‐ τρίως εἶναι λέγεται ἀμφότεραί γε μὴν ὑγρότεραι τοῦ συμ‐ μέτρου. | |
2.4.11 | Ἡ δ’ ἀκριβῶς γλυκεῖα σύμμετρος μὲν τῇ κράσει, καθόσον δ’ ἂν τύχῃ ἐπιταθεῖσα, προσκτᾶται μέν τινα μᾶλλον τοῦ συμμέτρου θερμότητα, ὑφαιρεῖται δέ τι τῆς συμμέτρου ὑγρότητος. | |
2.4.12 | Τὰ δέ γε λιπαρά τε καὶ ἐλαιώδη, καὶ αὐτὰ σύμμετρά τε καὶ ἡδέα τῇ φύσει ὄντα, | |
τό,τε χαλᾶν καὶ ἀνιέναι τὰ συντεταμένα δύναμιν ἔχει. πλεονεκτεῖν δέ πως τῶν γλυκέων δοκεῖ, ἀκριβεστέρας ἐπ’ | ||
5 | αὐτοῖς τῆς πέψεως γεγονυίας· ἀμφότερα δὲ παλαιούμενα προσκτᾶται μὲν πλείω θέρμην, ὑφαιρεῖται δέ τὶ πλέον τῆς ὑγρότητος. | |
2.4.13 | Καὶ τὰ μὲν ἀκριβῶς γλυκέα, προϊόντα πι‐ κροῦται εἰς τὴν ἀντικειμένην μεταπεσόντα ποιότητα, ἐπεὶ μὴ ἔχει ἐπίτασιν δέξασθαι. | |
2.4.14 | Τὰ λιπαρὰ δὲ εἰς τὴν κνισσώδη τε καὶ οὐκ οἷδ’ ὅ,τι ἂν εἰπὼν δικαίως φαίην τῆς κατ’ αὐτὰ αἰσθήσεως, οἰκείου μὴ ἐπικειμένου ταύτῃ ὀνό‐ ματος. τὰ παραπλήσια δὲ πάσχει καὶ τῷ ἐξωθεν πυρὶ ἐπὶ | |
5 | πολὺ ἑψόμενα, οὐχ ἧττον δὲ καὶ τῷ ἐμφύτῳ θερμῷ ἐν‐ διατρίψαντα, καὶ μάλιστα ἢν πρὸς τὸ δριμύτερον αὐτὸ ἀποκλίνῃ. | |
2.4.15 | Ὀξώδης δὲ ποιότης λεπτομερὴς οὖσα ἐν ψυχραῖς ποιότησιν, ἔχει μὲν τὸ τέμνειν τε καὶ μετρίως λεπτύνειν. ξηραίνειν δὲ οὐκ ἔλαττον πέφυκε. | |
2.4.16 | Τὰ αὐ‐ στηρὰ δὲ μετρίως μὲν στύφει καὶ συνάγει καὶ παχύνει τὴν ὕλην, καὶ τονοῦν ἤδη τὰ κεχαλασμένα πέφυκε, παχυμερῆ τε ὄντα ἤδη καὶ ψύχοντα καὶ ξηραίνοντα. | |
2.4.17 | Ἐπιταθείσης δὲ τῆς κατ’ αὐτὰ ποιότητος τὰ στρυφνὰ ἀναφαίνεται μᾶλ‐ λον ὄντα παχυμερῆ καὶ σφοδρότερον ξηραίνοντα. | |
2.4.18 | Τὰ δέ γε ἁλυκὰ θερμότερα τῶν τε γλυκέων καὶ τῶν λιπα‐ ρῶν τυγχάνοντα μὴ πολλῷ ξηρότερα, καί πως λεπτομερῆ καὶ ἰσχναντικὰ τὰς ἐμπλεούσας ἀναπίνοντα ὑγρότητας. | |
2.4.19 | Ἐπιτεταμένα δ’ οἷον ἁλυκὰ τὰ πικρά, θερμὰ μὲν καὶ αὐτὰ καὶ ξηρὰ τυγχάνοντα, κατὰ τὸ ῥύπτειν δὲ τῶν ἁλυ‐ κῶν πλεονεκτοῦντα· ὥσπερ αὖ τὰ δριμέα πάντων μὲν μά‐ λιστα θερμὰ καὶ ξηρά, οὐχ ἧττον λεπτομερῆ δὲ καὶ εἰς τὸ | |
5 | βάθος ῥᾳδίως διαβαίνοντα καὶ τέμνοντα καὶ λεπτύνοντα καὶ ἀποφράττοντα καὶ ἐκπυροῦντα. | |
2.4.20 | Ἀλλ’ ὁ μὲν κοινὸς λόγος περὶ ποιοτήτων ἁπλῶν ὧδέ πη συμπληρούσθω. ἐξεστι δὲ τῷ βουλομένῳ ἀπὸ τῶν ἁπλῶν καὶ περὶ τῶν συντεθει‐ μένων ἔχειν διαγινώσκειν. εἰσὶ γὰρ [εἰσὶ] μυρία ἐναντίας | |
5 | τε καὶ διαφόρους ἐν αὑτοῖς ποιότητας ἔχοντα, ἅπερ εἴ τις μετ’ ἐπιστασίας σκοποίη, εἰς καιρὸν ἂν χρήσαιτο, καὶ τοῖς ὑπ’ ἐναντίων πάσχουσι βοηθῶν. | |
2.4.21 | Καὶ τοῦτ’ ἰδοῦσα ἡ πάντα ἀρίστη τέχνη μιμεῖται συμπλοκὰς καὶ κράσεις μη‐ χανωμένη ποιοτήτων, κατὰ τὰς φαινομένας εἴ τε πόαις | |
καὶ καρποῖς καὶ τοῖς λοιποῖς ἁπλοῖς σώμασιν, ὡς ἂν ἰῷτο | ||
5 | τὰ ποικίλα τε καὶ συμπεπλεγμένα τῶν παθῶν. | |
2.4.22 | Τά γε μὴν σιτώδη καὶ ὅσα ἐν τροφῆς ἁπλῆς λόγῳ φέρεται οὐ κατὰ τὰς ποιότητας θεωρεῖται, εἰ μή που τύχοι καὶ τὸ τοιοῦτόν τι ταύταις συναναφαινόμενον· τῇ δὲ κατεργασίᾳ | |
5 | καὶ ἑψήσει καὶ τῷ πάχει καὶ λεπτότητι ἕκαστον δοκιμάζε‐ ται. | |
2.4.23 | Τὰ μὲν γὰρ ἐλλείπει ταῖς ἑψήσεσι καὶ τῇ ἀρτύ‐ σει ὡς ἀηδῆ ἐντεῦθεν ἢ σκληρὰ τῷ τρεφομένῳ φαίνεσθαι, καὶ χρόνου πλείονος εἰς πέψιν δέεσθαι. | |
2.4.24 | Ὅσα δὴ ζω‐ ώδη, τὰ μὲν μείζω τε καὶ σκληρότερα καὶ γεωδέστερα, τὰ δ’ αὖ οὐχ οὕτως· καὶ αὐτὰ δ’ αὐτῶν ταῖς τε εὐσαρκίαις καὶ ἡλικίαις διενήνοχεν, ἔτι δὲ διαίταις καὶ γυμνασίοις. τὰ | |
5 | πάντα δὲ ταῖς οἰκειότησι τῶν κράσεων δοκιμάζεται, ὡς μὴ τοῖς πᾶσι τὰ αὐτὰ δοκοῦντα πρόσφορα, ἄλλα δ’ ἄλλοις ἀναλογίᾳ κράσεων καὶ γυμνασίων ἐφαρμόζοντα φαίνεται· ὥστε εἰ μή τις τὰς κατὰ μέρος αὐτῶν διαφορὰς εἰδείη καὶ τὰς ἐφ’ ἃς ἁρμόζουσι κράσεις, μάτην ἂν ἐπιχειροίη διαιτᾶν. | |
2.4.25 | Ἵν’ οὖν μηδὲ κατὰ τοῦτο τὸ μέρος εἴη ἐλλείπων ὁ λό‐ γος, προσαποδοθήσεται καὶ τοῦτων τὰ δέοντα. τάχα γὰρ ἂν καὶ ἑτέροις ἐντυχοῦσι λυσιτελήσαι ἡ πραγματεία. | |
2.4.26 | Ἀμέ‐ λει μηδ’ ὅσον ἐπὶ τοῦθ’ ἥκει τὸ μέρος, μέμφεσθαί σε δί‐ καιον ἡμῖν, εἴ τι καὶ περὶ κρεῶν ἐροῦμεν τῇ κοινωνίᾳ τοῦ λόγου, πάλαι σε τοιαύτης ἀποσχόμενον τροφῆς τῷ τοῦ σχή‐ | |
5 | ματος ἀξιώματι. τάχα γὰρ ἂν καὶ ἑτέροις ὑποθοῖο τὰ συνοί‐ σαντα τῇ περὶ ταῦτα μεθόδῳ, πρόνοιαν μὲν ἀεὶ ποιούμενος διαίτης βίου εὐσχήμονος, καὶ ἀρετῆς ψυχῆς, οἷς ἂν εἰς ὁμι‐ λίαν γένοιο, οὐκ ἀπαναινόμενος δὲ καὶ ὅσα ἂν δοκοίη ἐς ὑγίειαν λυσιτελεῖν ἀνθρώποις ὑποτίθεσθαι· ταῦτά τοι εἰκὸς | |
10 | μηδ’ ἐν τῷ μέρει τούτῳ ἄκαιρόν σοι τὸν ἡμέτερον λόγον φαίνεσθαι. | |
2.4.27 | Ἐπεὶ δὲ καὶ πολλαί τε καὶ ποικίλαι ἡμῶν πεφύκασιν αἱ τροφαί, διαφόρως δὲ σκευαζόμεναι ἔτι πλείους αὐτῶν δοκοῦσι, πόθεν ἂν εἴη προσῆκον μᾶλλον ἐνάρξασθαι, ἢ ὅθεν ἄμεινον; ἄμεινον δὲ ἀπὸ τῶν κοινοτέρων, καὶ οἷς | |
5 | μικροῦ δεῖν πάντες ἄνθρωποι κέχρηνται. | |
2.5t | Κεφ. εʹ. Περὶ σιτωδῶν τροφῶν καὶ ὀσπρίων καὶ τῆς κατ’ αὐτὰ διαφορᾶς | |
2.5.1 | Σῖτος τοίνυν (αὕτη γὰρ ἡ κοινὴ τοῖς πλείοσι τῶν | |
ἀνθρώπων τροφὴ) εἷς ὢν καὶ ὁ αὐτὸς τῷ εἴδει, οὐκ ἀεὶ ὁ αὐτὸς φαίνεται τῇ δυνάμει. ὁ μὲν γὰρ αὐτῶν πυρ‐ ρὸς ἢ ναστὸς ἢ ἀμφότερα φαίνεται, ὁ δ’ αὖ λευκὸς καὶ | ||
5 | κουφός, καὶ ἢ ῥυσσὸς ἢ πλήρης. | |
2.5.2 | Οὐκ ὀλίγας δ’ ἔχεις ἐντεῦθεν καταμαθεῖν διαφοράς· οἱ μὲν γὰρ πυρρότεροι καὶ θερμότεροι δοκοῦσι (καὶ τοῦτ’ εἰδέναι θέμις, ὡς ἐν τοῖς ὁμοειδέσι θερμότερα δοκεῖ τὰ πυρρότερα), οἱ δὲ | |
5 | ναστότεροι, δυσκατεργαστότεροι καὶ πολυτροφώτεροι, ὥσ‐ περ οἱ ῥυσσοί τε καὶ ἰσχνοὶ δι’ ἁμαρτίαν μᾶλλον τῆς κατ’ αὐτοὺς δυνάμεως γίνονται. | |
2.5.3 | Καὶ τοῖς μὲν γυμνα‐ στικοῖς μᾶλλον οἱ ναστότεροι αἱρετέοι, ἀεὶ διαφορουμέ‐ νοις σφοδρότερον καὶ στερεωτέρας διὰ τοῦτο τροφῆς χρή‐ ζουσιν. ὅσοις δὲ ἡ δίαιτα ἐν ἀγυμνάστῳ καὶ ἀταλαιπώρῳ | |
5 | βίῳ, οἵ τε κουφότεροι καὶ οἱ μηδὲν διημαρτημένον ἐν τῇ κατ’ αὐτοὺς πεπάνσει ἔχοντες. ἀσθενεῖς γὰρ οἷον οἵδε καὶ ἀτελεῖς. | |
2.5.4 | Ἄμεινον δὲ μήτ’ ὀσμῆς τινος ἀλλοτρίας μετέ‐ χειν τούτους, οἷα εἰκὸς συμβαίνειν ἐκ τῶν κατ’ αὐτοὺς μεταλαμβάνειν ἀποθηκῶν, μήτ’ ἐγκαταμεμῖχθαι τούτοις ἀλλότρια σπέρματα. | |
2.5.5 | Ἐπεὶ δέ σοι ὁ κοῦφος σῖτος μᾶλ‐ λον αἱρετέος δοκεῖ, καὶ τοῦτο ἐπὶ πᾶσιν ὡσαύτως κείσθω. τοῖς μὲν γὰρ γυμναστικωτέροις τὰ παχύτερα δοτέον καὶ πολυτροφώτερα· τὰ κουφότερα δὲ καὶ ὀλιγοτροφώτερα τοῖς | |
5 | ἀταλαιπώρως βιοῦσι. | |
2.5.6 | Δεῖ δέ σε λοιπὸν καὶ περὶ τῶν κατὰ μέρος ἐπ’ αὐτοῦ λεγομένων ἀκοῦσαι. καὶ χλωροῦ μὲν ἔτι ὄντος, εἴ τις αὐτοῦ σπάσαι, μετρίου μὲν μετρίως ἂν καὶ βλαβείη. ἔτι γὰρ ὑγρότερος ὢν οὐκ ἐφίσταται τοῖς | |
5 | σπλάγχνοις, ἀλλ’ ὕπεισι, μηδὲν κακὸν διαθείς· πλεονάσας δὲ ἀδικεῖ, μείζονος κατεργασίας δεόμενος. μετρίως δ’ ἑφθοῦ εἴ τις συνεχῶς μεταλαμβάνει, μεγίστοις ἂν ἁλοίη πάθεσιν, ἀταλαιπώρου βίου τυχών. τὸ πλέον γὰρ ὠμός τε καὶ ἀκατ‐ έργαστος ὤν, ἐναπομένει τοῖς σπλάγχνοις. ἐκεῖθεν δ’ ὥσπερ | |
10 | ἀηδὴς πηγὴ ἐπὶ τὰ λοιπὰ τοῦ σώματος ἡ τῶν χυμῶν ὠμότης μερισθεῖσα οὐ μετρίως ἀνιᾷ τὸν πάσχοντα. | |
2.5.7 | Ἑπτισμέ‐ νος δὲ ὢν καὶ ἀκριβῶς ἡψημένος, ὁποῖον μετ’ ἐλαίου ἢ στέατος σκευάζοντες ἐσθίομεν, πολλῷ γ’ ἀμείνων. | |
2.5.8 | Ἀκρι‐ βῶς δὲ σίτου ἀληλεσμένου, τὸ μὲν αὐτοῦ λεπτότατόν ἐστιν, ὃ δὴ καὶ παιπάλην καλοῦσι, τὸ δ’ αὖ παχύτατον, ὃ καὶ | |
πιτυρῶδές φασιν· ἐν τῷ μεταξὺ δ’ ἀμφοῖν τό τ’ ἄλευρον | ||
5 | οὕτω καλούμενον, καὶ ἡ σεμίδαλις, ἁδρομερεστέρα μὲν ἀλ‐ φίτων οὖσα, καθαρωτέρα δέ. | |
2.5.9 | Καὶ τὸ μὲν ἐξ ὅλων κα‐ θαρώτερον τοὺς σιλιγνίτας οὕτω καλουμένους ἄρτους ποιεῖ. τοὺς δ’ ἐξ αὐτῆς ὠνομασμένους σεμιδαλίτας σεμίδαλις, ὥσ‐ περ πιτυρίας τοὺς ἀφῃρημένους τὸ καθαρώτερον, συγκομι‐ | |
5 | στοὺς δὲ τοὺς μόνον τὸ πιτυρῶδες ἀφῃρημένους. | |
2.5.10 | Οἵδε δὲ πάντες ἤτοι μεθ’ ἁλῶν καὶ ζύμης σκευάζονται, ἢ χωρὶς τούτων· καὶ ἢ ἐν ἰπνοῖς καὶ κριβάνοις, ἢ ἐν σποδῷ. ὧν τοὺς μὲν ἰπνίτας ἢ κριβανίτας φασί, τοὺς δ’ ἐγκρυφίας | |
5 | ἅτε τῇ σποδῷ ἐγκεκρυμμένους κατὰ τὴν ἕψησιν. | |
2.5.11 | Ἀμεί‐ νους δὲ τῶν μὲν σκευαζομένων οἱ μεθ’ ἁλὸς καὶ ζύμης, τῶν δ’ ἑψομένων ἰπνῖταί τε καὶ κριβανῖται. ἀμιγεῖς γὰρ ὄντες σποδοῦ καὶ τοιαύτης τινὸς ῥυπαρίας πολλῷ γ’ ἀμεί‐ | |
5 | νους κρίνονται. | |
2.5.12 | Ζύμη δὲ καὶ ἅλες τὰ μάλιστα λυσι‐ τελεῖν πεφύκασιν, ὅτι μὲν ἐν αὐτοῖς περιττωματικὸν ἐκ‐ δαπανῶντες, πέψιν δέ τινα ἐντιθέντες καὶ κατεργασίαν καλλίω τοῖς προσπεφυραμένοις ἀλεύροις. τὰ γὰρ χωρὶς ἁλῶν | |
5 | ἢ ζύμης γινόμενα πλείονος ἰσχύος δεόμενα ἐπὶ τῷ πεφθῆ‐ ναι καὶ γυμναστικοῦ τινος σώματος οὐχ αἱρετέα σοι ἐξηλ‐ λαγμένῳ τὴν πᾶσαν δίαιταν. | |
2.5.13 | Ἀμείνους οὖν πάντων ἄρτων οἱ σιλιγνῖται, τροφιμώτατοι ὄντες· δεύτεροι δὲ οἱ συγκομιστοί· ἐν τῷ μεταξὺ δ’ αὐτῶν οἱ σεμιδαλῖται. φαυ‐ λότατοι δὲ οἱ πιτυρίαι πάνυ μὲν βραχεῖαν τροφὴν τῷ σώ‐ | |
5 | ματι διδόντες, ῥᾳδίως δ’ ὑπερχόμενοι, εἰς μελαγχολικὸν δὲ χυμὸν ἑτοίμως τρεπόμενοι. | |
2.5.14 | Οἱ δὲ δὴ σιλιγνῖται τὸ καθαρώτατον ὄντες τοῦ σίτου καὶ καθαρωτάτην τροφὴν τῷ σώματι παρέχουσι. σεμιδαλῖται δὲ ἁδρομερεῖς τυγχάνον‐ τες, κᾂν ὦσι καθαροῦ καὶ οἵδε αἵματος γεννητικοί, ἀλλ’ οὖν | |
5 | κατεργασίας πλείονος εἰς πέψιν δέονται. ἐν τῷ μεταξὺ δ’ αὐτῶν εἰς ἐπιτηδειότητα χρήσεως καὶ ἀλυπότερος ὁ συγκο‐ μιστὸς λεγόμενος ἄρτος. οὔτε γὰρ κατὰ τὸν σεμιδαλίτην δύσπεπτος, οὔτε κατὰ τὸν σιλιγνίτην πολύτροφός τε καὶ ἐμπλαστικός. | |
2.5.15 | Οὐκ ἀγνοεῖν δὲ δεῖ ὡς ἐξοπτηθέντες ἄρ‐ τοι ἢ ἔνωμοι τυγχάνοντες κατὰ τὸ μέτρον τῆς ἀποτυχίας καὶ τῆς ἀρετῆς αὐτῶν λείπονται. τοῦτο δὲ καὶ ἐπὶ παντὸς ἄλλου ἐδέσματος δεομένου ἕψεσθαι συνυπακούεσθαι χρή. | |
2.5.16 | Ἃ δ’ ἐξ ἀλεύρου ὕδατι πεφυραμένου ἅμ’ ἐλαίῳ ἐν τηγάνῳ ἕψοντες σκευάζουσιν ἄνθρωποι, πολύτροφα μὲν καὶ στερεὰν τροφὴν διδόασι, πάνυ δὲ ἰσχυροῦ στομάχου δέονται. καὶ γυμναστικοῖς μᾶλλον ταῦθ’ ἁρμόζει σώμασιν, | |
5 | ἐν ἄλλοις τὸν ὠμὸν ῥᾳδίως γεννῶντα χυμόν. | |
2.5.17 | Καὶ τὸν μὲν περὶ σίτου καὶ τῶν ἐξ αὐτοῦ κατασκευαζομένων λόγον ὧδ’ ἂν ἔχοις μαθών. μετὰ δὲ σῖτον κριθή· ἀγαθὴ γάρ φησί τις μάζα μετ’ ἄρτον. | |
2.5.18 | Ἧττον οὖν τρέφει, μᾶλ‐ λον δὲ ῥύπτει κριθή. καὶ ψυχρὰ ἤδη πέφυκε καὶ τῶν ἄλλων σιτωδῶν καρπῶν ἀμείνων. ὁ δ’ ἐξ αὐτῆς χυλὸς σκευαζόμε‐ νος καὶ πάνυ εὔχρηστος ὑγιαίνουσί τι, ἢν δριμύτεροι ὦσι, | |
5 | καὶ πυρέττουσι, ψύχων τε καὶ ὑγραίνων. | |
2.5.19 | Σὺ δὲ χρή‐ σαιο ἐν ὥρᾳ θέρους πτίσσας τε καὶ ἀκριβῶς ἑψήσας, καθὰ καὶ τὴν ἀθάραν σκευάζομεν. εἰ δὲ καὶ τὸν ἐκ τῶν ἀμυγδά‐ λων προσεπιβάλοις χυλόν, ἄμεινον ἂν οὔτω ποιήσαις ἔδεσμα, | |
5 | κοῦφόν τε ὂν καὶ εὔχυμον καὶ εὔπεπτον, λεπτυντικόν τε καὶ ῥυπτικὸν καὶ ὅλως χρήσιμον. ἀμείνους δὲ κριθαὶ αἱ λευ‐ κότεραι καὶ εὐτραφέστεραι καὶ μή τινος ὄζουσαι. | |
2.5.20 | Ζειὰ δὲ κοῦφον μὲν καὶ αὐτὴ ἔδεσμα, πτισσομένη τε καὶ ἑψο‐ μένη κατὰ τὴν ἀθάραν, οὔτε δὲ ἀκραιφνὲς πάνυ γεννᾶν αἷμα πέφυκεν οὔθ’ ἱκανῶς τρέφειν. ἀμέλει οὐδ’ ἰσχύν τινα | |
5 | τῷ σώματι ἐντίθησι. χρήσαιο δ’ ἄν ποτε καὶ αὐτῇ κού‐ φου χρῄζων ἐδέσματος. | |
2.5.21 | Κέγχρος δὲ κατὰ ζειὰν οὖσα ὀλιγότροφος, πλεονεκτεῖ τῷ μᾶλλον στάσιμόν τι ἔχειν καὶ γεννᾶν πνεύματα, ἧς τὴν χρῆσιν φεύγειν σε δίκαιον, εἰ μή που τῶν ἀμεινόνων σπάνις κατέχει. | |
2.5.22 | Κύαμοι δὲ αἷμα παχὺ γεννῶντες καὶ πνεύματα τοιαῦτα ἀπέστωσαν τῆς κατά σε διαίτης, κἂν ἄλλως ῥυπτικοὶ δοκῶσι καὶ τρό‐ φιμοι. εἰ δέ που δεήσει χρήσασθαί σε τούτοις τὸ ἐξ αὐτῶν | |
5 | ἔτνος ἄμεινον, μᾶλλόν τε ῥυπτὸν καὶ τὸ πλέον τοῦ πνεύ‐ ματος ἐν τῇ ἑψήσει διαφοροῦν· εἰ δὲ προσεπιμίξειας αὐτῷ καί τινα τῶν ἀφύσων καλουμένων σπερμάτων, ἔτι δὲ μέ‐ λιτος, μάλιστ’ ἂν τὴν ἐξ αὐτῶν κολάσειας βλάβην. | |
2.5.23 | Χεί‐ ρους δ’ αὐτῶν οἱ φάσηλοι, θερμοί τε ἤδη ὄντες καὶ γεώ‐ δεις καὶ ἐκταρακτικοί, ὥς φασι, τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος, καὶ δυσόνειροι. | |
2.5.24 | Ἐρέβινθοι δὲ ἰσχυροτέραν μὲν τροφὴν τῷ σώματι παρέχουσι καὶ καθαρὰν μετρίως, | |
φυσώδεις δὲ ἄλλως καὶ πλείονος ἰσχύος στομάχου δεόμενοι. ὁ δ’ ἐξ αὐτῶν ζωμὸς ἀμείνων, ῥυπτικὸς ὢν καὶ διουρη‐ | ||
5 | τικὸς τῷ μετέχειν τινὸς ἁλμώδους ποιότητος, ὥστε τούτῳ μᾶλλον τῆς οὐσίας αὐτῶν χρηστέον. | |
2.5.25 | Ὄρυζα δὲ θερ‐ μὸν μετρίως καὶ ξηρὸν ἔδεσμα τροφιμόν τε καὶ ἐμπλαστι‐ κόν. διὰ χρόνου δὲ λαμβανόμενον οὐδὲν ἂν ἀνιαρὸν τῷ σώματι ἐπαγάγοι. | |
2.5.26 | Φακὴ δὲ χείριστον ἐν ὀσπρίοις ἔδεσμα, παχύ τε καὶ γεῶδες καὶ μελαγχολικὸν γεννῶσα αἷμα· ἐπέχει τε τὴν γαστέρα δὶς ἢ τρὶς καὶ πλέον ζεσθεῖσα καὶ ἐκχυ‐ θεῖσα τὸν ζωμόν· μὴ γὰρ οὕτω σκευασθεῖσαν λαπάττειν | |
5 | μᾶλλον τὴν γαστέρα φασι. | |
2.5.27 | Καὶ τούτου μὲν ἀφεκτέον ὡς χειρίστου ἐδέσματος, καὶ ἀγρόταις μᾶλλον προσήκοντος· ἐπ’ ἄλλα δὲ τὸν λόγον τρεπτέον ἱκανῶς ἐνδιατρίψαντα τῷ περὶ σιτωδῶν καὶ χεδροπῶν λόγῳ. | |
2.5.28 | Ἔξεστι δὲ ἀπὸ τῶν ῥηθέντων καὶ περὶ τῶν μὴ διαληφθέντων διαγινώσκειν. ἐν πᾶσι δὲ ἀμείνω τὰ χλωρὰ ἔτι πραεῖαν ἔχοντα ὑγρότητα. τῷ χρόνῳ γὰρ καὶ ταύτην ἀποβάλλοντα, παχυμερέστερά τε | |
5 | γίνεται καὶ γεωδέστερα. ὥσπερ δ’ ἀμείνω τῶν ξηρῶν τὰ ἔνικμα, οὕτω καὶ τῶν ὠμῶν τὰ ἑφθά, καὶ τὰ πεπασμένα τῶν μὴ τοιούτων. | |
2.5.29 | Ἐπεὶ δὲ τῶν ἀπὸ γῆς τούτων καὶ αὐτοσχεδίων ἐδεσμάτων καὶ ἁπλῶν σοι μέλει λιτὸν ἀνῃρη‐ μένῳ βίον ἐφεξῆς μετὰ τὸν τῶν ὀσπρίων λόγον περὶ λαχά‐ νων καὶ ἀκροδρύων καὶ ὀπωρῶν εἴπωμεν· εἶθ’ οὕτως περὶ | |
5 | ζῴων καὶ τῆς ἐξ αὐτῶν χρήσεως. | |
2.6t | Κεφ. ϛʹ. Περὶ λαχάνων καὶ ὀπωρῶν καὶ τῆς κατ’ αὐτὰ διαφορᾶς· | |
2.6.1 | Καθόλου τοίνυν ἐπίστασθαι χρὴ ὡς ἅπαν λάχανον λεπτὸν καὶ ὑδατῶδες αἷμα γεννᾶν πέφυκε, τοῖς ἀπὸ τῶν παχυτέρων δηλονότι ἐδεσμάτων αἵμασι παραβαλλόμενον. ἄλλο δ’ ἄλλου διενήνοχε κατά τε ποιότητα καὶ εὐχυμίαν | |
5 | καί τινα πλεονεκτοῦσαν ἰδιότητα. | |
2.6.2 | Καὶ κράμβη μὲν ὡς ἐν λαχάνοις ἐξεταζομένη μετρίως θερμὸν ἔδεσμα, μᾶλλον δὲ ξηρόν. αὕτη ζεσθεῖσα καὶ μὴ ἐκχυθεῖσα λαπάττει τὴν γαστέρα. τετράκις δὲ ἢ καὶ πλέον ἐκχυθεῖσα τὸν ἐν αὐτῇ | |
5 | χυλὸν κἄπειθ’ οὕτως βρωθεῖσα μᾶλλον ἐπέχει τὴν γαστέρα. καὶ οὐδὲν θαυμαστόν, τοῦ μὲν χυλοῦ ῥυπτικὴν ἔχοντος δύ‐ ναμιν, τῆς δ’ οὐσίας αὐτῆς στασίμου τυγχανούσης ἐδέσμα‐ | |
τος. μελαγχολικὸν δὲ τὸ πλέον ἥδε γεννᾷ χυμόν, ὥστε μηδὲ ταύτῃ σε κεχρῆσθαι θέμις, εἰ μὴ λιμὸς βιάσαιτο. | ||
2.6.3 | Τεῦτλον δὲ πολλῷ γ’ ἄμεινον κράμβης. οὔτε γὰρ με‐ λαγχολικὸν ἀπογεννᾷ χυμὸν κατὰ τὴν κράμβην, καὶ τὴν γαστέρα λαπάττει τῷ ἐνόντι ταύτῃ νιτρώδει χυμῷ· μετρίως δὲ καὶ τοῦτο θερμὸν λάχανον. | |
2.6.4 | Αἱ δ’ ὑπέρυθροί τε καὶ ἐρυθραὶ ῥίζαι τοῦ τεύτλου τροφιμώτεραί τε καὶ παχύτερον αἷμα πολλῷ τῶν φύλλων γεννῶσι, πλεονεκτοῦσι δὲ τῷ φύ‐ σαν ἐμποιεῖν· ἄλλως δὲ ῥᾳδίως ὑπεξέρχονται, καὶ διὰ τοῦτο | |
5 | καὶ αὐταῖς χρηστέον ἐνίοτε. | |
2.6.5 | Ἀνδράχνη δὲ καὶ ἀτράφαξυς ψυχρὸν καὶ ὑγρὸν λάχανον θερμαῖς κράσεσι καὶ ὥραις χρή‐ σιμον, λεπτὸν δὲ καὶ ὑδατῶδες αἷμα ἀπογεννᾷ. ψυχροῖς δὲ σώμασιν ἄθετον. | |
2.6.6 | Σέρρις δὲ καὶ αὐτὴ ψυχρὸν ἔδεσμα καὶ τοῖς θερμαῖς λυσιτελοῦν κράσεσιν. αἷμα δὲ καὶ αὕτη λεπτόν, καθαρώτερον δὲ ἀτραφάξυος γεννᾷ. εὐστόμαχον δὲ ἄλλως λάχανον καὶ τονωτικὸν τοῦ ἥπατος, δι’ ἣν μετρίως | |
5 | ἔχει στυφότητα. | |
2.6.7 | Θριδακίνη δὲ πολλῷ γε ψυχροτέρα καὶ ὑγροτέρα, λεπτὸν δὲ καὶ αὐτὴ καλῶς πεφθεῖσα καὶ καθα‐ ρὸν γεννᾷ αἷμα, ὕπνον τε ῥᾳδίως ἐμποιεῖ, ψύχει τε καὶ ὑγραίνει τὸν ἐγκέφαλον. οὐ δεῖ δὲ ταύτῃ κατακεχρῆσθαι | |
5 | πλέον ὑγραινούσῃ τε καὶ ψυχούσῃ τὸν ἐγκέφαλον καὶ διὰ τοῦτο τὸ συντεταμένον τῶν κατ’ αὐτὸν ἐνεργειῶν χαλώσῃ. | |
2.6.8 | Ῥαφανὶς δὲ ἡ μὲν ἀγρία δριμυτέρα καὶ διὰ τοῦτο φαρ‐ μακώδης, τέμνουσα καὶ λεπτύνουσα τοὺς ἐν τῷ στομάχῳ καὶ τοῖς σπλάγχνοις χυμούς, ἄλλως δὲ δύσπεπτον ἕδεσμα. κατὰ πάντα δὲ μετριωτέρα ἡ κηπευομένη, ὥστε οὐδὲ ταύτῃ | |
5 | δέον κεχρῆσθαι κατὰ τὰ λοιπὰ δριμέα, ἐξοπτώσῃ καὶ δρι‐ μυττούσῃ τὸ αἷμα, εἰ μή που ὡς ἐν φαρμάκου λόγῳ χρή‐ σαιτ’ ἄν τις αὐτῇ. | |
2.6.9 | Σέλινα δὲ καὶ μάραθρα καὶ εἴ τι τοιοῦτο, θερμὰ μὲν καὶ ξηρά, διουρητικὰ δὲ καὶ ἀπο‐ φρακτικά, ἄλλως δὲ δύσπεπτα, ὥστ’ εἰ δέοι καὶ τούτοις ὡς ἐν φαρμάκου λόγῳ χρηστέον. | |
2.6.10 | Πράσα δὲ ἀμείνω μὲν κρομμύων καὶ σκορόδων ἑφθὰ ἐσθιόμενα. ἀποβάλλει γὰρ ταῖς ἑψήσεσι τὸ πλέον τῆς κακοχυμίας καὶ δριμύτητος. δύσπεπτα δέ πως καὶ αὐτὰ δοκεῖ διὰ τὰ ἐνόντα ἰνώδη, κἂν | |
5 | ἄλλως εὐανάγωγα τὰ ἐν τοῖς στήθεσιν ὑγρὰ συστάντα ποιῇ τῇ ἐνούσῃ γλισχρότητι. διουρητικὰ δὲ μετρίως τυγχάνει. | |
2.6.11 | Σίκυοι δὲ ὠμοὶ τί ἄλλο εἰσίν, ἢ ὃ λέγονται; τὸν ὠμὸν γὰρ γεννῶσι χυμόν ψυχροὶ καὶ ὑγροὶ ἱκανῶς τυγχάνοντες καὶ δύσπεπτοι. οἱ πέπονες δὲ ὡς πέπανσιν λαβόντες πολλῷ γ’ ἀμείνους· πεφύκασι δὲ καὶ οἵδε μὴ καλῶς πεττόμενοι, | |
5 | ἢ μὴ ῥᾳδίως ὑπεξερχόμενοι προστίθεσθαι καὶ συμφθείρε‐ σθαι οἷς ἂν κατὰ γαστέρα χυμοῖς ἐντύχωσι. ῥαδίως δ’ ἐξερ‐ χόμενοι, τῷ ῥύπτειν συνεξάγουσιν ἐνίοτε καί τινα τῶν λυ‐ πούντων· λεπτὸν δὲ καὶ οἵδε καὶ ὑδατῶδες αἷμα γεννῶσι καλῶς πεφθέντες. | |
2.6.12 | Κολοκύντη δ’ ἐν τῷ μεταξὺ ὠμοῦ καὶ πέπονος σικύου. ἑψομένη δὲ ἀμείνων γίνεται, ψυχρὸν καὶ ὑγρὸν οὖσα ἔδεσμα, καὶ ὡς ἐν φαρμάκου χρήσει τὸ πλέον λαμβανομένη· ἄλλως δὲ ἄθετος, πάνυ τε ὀλιγότρο‐ | |
5 | φος οὖσα καὶ ὑδατώδη χυμὸν ἀπογεννῶσα καὶ μάλιστα ψυχροτέρᾳ ἐμπεσοῦσα γαστρί. | |
2.6.13 | Ἀμανῖται δὲ καὶ ὕδνα ψυχρά τε καὶ ὑγρά, καὶ παχέων καὶ ὠμῶν χυμῶν γεννη‐ τικά, θερμαῖς τε καὶ ξηραῖς ἀρμόζοντα κράσεσιν. | |
2.6.14 | Ἀσπά‐ ραγγοι δὲ πάντων λαχάνων ἀμείνους. κοῦφοι μὲν γὰρ ἐν ταῖς πέψεσι, μετρίως δ’ ὄντες θερμοὶ καὶ λεπτομερεῖς, καθαροῦ γεννητικοὶ τελοῦσιν αἵματος. διουρητικοὶ δέ, εἴπερ | |
5 | τι ἕτερον ἔδεσμα, ὥστε βουλοίμην ἂν μὴ μόνον ἔαρος ὥρᾳ τούτοις κεχρῆσθαί σε, ὁπότε δηλαδὴ ἀκμάζουσιν, ἀλλὰ καὶ ἀποτιθέμενον ἔχειν σε τούτους διὰ πάσης ὥρας τρέ‐ φοντάς τε καὶ καθαίροντας τὸ αἷμα, οὐχ ἥκιστα δὲ καὶ τὰ σπλάγχνα ἀποφράττοντας καὶ τοὺς ἐν αὐτοῖς λεπτύνον‐ | |
10 | τας χυμούς. καὶ περὶ μὲν τούτων ἅλις· ῥητέον δ’ ἐφεξῆς καὶ περὶ τῶν ὀπωρῶν. | |
2.6.15 | Κέρασοι τοίνυν ψυχροὶ καὶ ὑγροὶ τυγχάνοντες, οἱ μὲν γλυκεῖς καὶ χαῦνοι τὴν σύστασιν, οἱ δ’ αὖ σκληρότεροι καὶ στυφότεροι· ὧν τοὺς πρώτους αἱρε‐ τέον, ἄμεινον πεττομένους καὶ ῥᾷον ὑπεξαγομένους. οἱ | |
5 | δ’ ἕτεροι μᾶλλον ἂν τοῖς τὴν γαστέρα χολουμένοις λυσι‐ τελήσαιεν, δύσφθαρτοί πως ὄντες, καὶ τῷ στύφειν το‐ νοῦντες τὴν γαστέρα. καταχρώμενοι δέ, εἰ μὴ συμφθα‐ ρεῖεν τοῖς ἐνοῦσι χυμοῖς, τὸν ὑδατώδη χυμὸν γεν‐ νῶσι. | |
2.6.16 | Τῶν μήλων δὲ τὰ μὲν βασιλικὰ καλούμενα τῶν ἄλλων ἀμείνω, ψυχρὰ καὶ αὐτὰ τυγχάνοντα. εὐκάρδια δὲ λέγεται τῷ τοὺς ἀναφερομένους ἀτμοὺς ἐπὶ τὴν καρ‐ δίαν λιγνυώδεις τε καὶ καπνώδεις ὄντας καταστέλλειν, οὐχ | |
5 | ἧττον δὲ καὶ τοὺς εἰς κεφαλὴν ἀναφερομένους· ἀμέλει δὲ καὶ τὰς ἀπὸ τῶν οἴνων βλάβας ἐπὶ τὴν κεφαλὴν καθιστᾶ‐ σιν· ἅπτονται δὲ νεύρων, καὶ τὸ μνημονευτικὸν ἀμβλύ‐ νειν πεπίστευνται, καὶ μάλιστ’ αὐτῶν ὅσα ὀξώδη πέφυκε ψυχρότερά τε ὄντα ἱκανῶς, καὶ τῷ λεπτομερεῖ τῆς οὐσίας | |
10 | διὰ βάθους ἤδη χωροῦντα. | |
2.6.17 | Ἀμείνω δὲ τῶν μήλων τὰ εἰς ἀπόθεσιν χειμῶνος ὥρᾳ τηρούμενα γλυκέα ὄντα· πλείω γὰρ τὴν πέψιν προσλαμβάνοντα τῷ χρόνῳ λυσιτελέστερα ταῖς προσηκούσαις χρήσεσι γίνεται καὶ οὐχὶ ῥᾳδίως συμ‐ | |
5 | φθείρεται. | |
2.6.18 | Περσικὰ δὲ μῆλα καὶ Ἀρμενιακά, καὶ αὐτὰ ψυχρὰ καὶ ὑγρὰ τὴν κρᾶσιν τυγχάνοντα, λεπτὸν καὶ ὑδα‐ τῶδες αἷμα ἀπογεννῶσι καλῶς πεφθέντα. πεφύκασι δὲ καὶ ταῦτα μὴ ῥᾳδίως ὑπιόντα φθείρεσθαί τε καὶ συμμεταβάλ‐ | |
5 | λεσθαι, οἷς ἂν χυμοῖς ἐντύχωσιν, ὥστε μηδὲ τὴν ἀρχὴν ἅπτεσθαι τούτων συμβουλεύσαιμ’ ἄν, οἷς ἂν μὴ ῥᾳδίως ὑπεξίωσιν, εἰ μή που τῇ τῆς κράσεως ἰδιότητι τοιαύταις χαίρειν τροφαῖς τὸ σῶμά τις φαίη. ἀμείνω δ’ αὐτῶν τὰ κοκκόμηλα, ἣν πάνυ ῥᾳδίως ὑπεξέρχηται. συμφθείρεται γὰρ | |
10 | καὶ ταῦτα ἐνίοις μὴ ταχέως ἐκκρινόμενα. | |
2.6.19 | Ῥοιαὶ δὲ κοῦφον ἔδεσμα ἐν ὀπώραις καὶ λεπτοῦ γεννητικαὶ τελοῦσιν αἵματος, εὐστόμαχοί τε καὶ παύουσαι τοὺς δηκτικοὺς ἀτμούς τε καὶ χυμούς, ὥστε καὶ ταύταις χρήσῃ κατὰ καιρὸν ἐπι‐ | |
5 | κρατούσης δηλαδὴ θέρμης ἐν τῷ σώματι, ἢ τῆς ὥρας πλεονεκτούσης. ἄλλως δὲ περιττὸν κεχρῆσθαι τοῖς ὡς ἐν φαρμάκου λόγῳ λαμβανομένοις ἐδέσμασι, καὶ μάλιστα ἢν τἀναντία ἡ κρᾶσις ὑποτιθῆται, ὧν ἄλογος ὄρεξίς τε καὶ χρῆσις ἐθέλουσι. | |
2.6.20 | Κυδώνια δὲ τῶν στυφόντων ἐν ὀπώ‐ ραις ἐδεσμάτων εἰσίν, ἀμέλει καὶ γαστρὸς ἐφεκτικά. πέ‐ φυκε δ’ ἐνίοις πρὸ μὲν τῆς τροφῆς λαμβανόμενα μᾶλλον ἐπέχειν τὴν γαστέρα, μετὰ δὲ τὴν τροφὴν προτρέπειν. καὶ | |
5 | θαῦμά γ’ οὐδέν, εἴγε τὸ στόμα τῆς γαστρὸς πιέζοντα τῇ στυφότητι κάτω τὴν τροφὴν βιάζεται, ὥσπερ καὶ διὰ χει‐ ρῶν ἐν ἀσκοῖς καὶ κύστεσιν αὐτὸ δὴ τοῦτο πράττοντες ῥᾳ‐ δίως ὑπεξάγομεν τὰ ἐναπειλημμένα, καὶ μάλιστα ἢν πλήρη μὲν τὰ ἀγγεῖα ᾖ, σφοδρότερον δὲ τὰ ἄνω μέρη πιέσωμεν. | |
2.6.21 | Οὖα δὲ πάνυ στύφοντα ἐν ὀπώραις. καὶ κράνια καὶ μέσπιλα ἐν φαρμάκου μὲν λόγῳ λαμβανόμενα πάνυ χρή‐ | |
σιμα, καὶ ἄλλως δὲ τῷ στύφειν εὐστόμαχα. ὡς τροφαὶ δὲ οὐκ ἀγαθὸν αἷμα γεννᾶν πέφυκε· καὶ τὴν γαστέρα δὲ ἐπ‐ | ||
5 | έχοντα, μᾶλλον τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα βλάπτει. | |
2.6.22 | Σῦκα δὲ καὶ σταφυλαὶ ἀμείνω ἐν τροφῆς λόγῳ τῶν λοιπῶν ὀπωρῶν. αἷμά τε γὰρ ἄμεινον τῶν ἄλλων γεννᾶν καὶ τρέφειν τὸ σῶμα πέφυκε, κἂν ἄλλως φυσώδη ᾖ, καὶ οὐ στερεὰν γεννᾷ σάρκα. ἄθετα δὲ ἐν σπλάγχνοις σκιρρουμέ‐ | |
5 | νοις ἢ ἐμπεφραγμένοις. πλεονεκτεῖ δὲ τὰ σῦκα καθαίροντα τὰ ἐν νεφροῖς ψήγματα. ἀμφότερα δὲ γαστρὸς ὑπαγωγά, ἐφεκτικὰ δὲ τὰ γίγαρτα. παλαιούμενα δ’ ἀποτίθεται τὸ πολὺ τῆς περιττωματικῆς ὑγρότητος. | |
2.6.23 | Τῶν ἀκροδρύων δέ, δρυὸς μὲν βάλανοι ψυχροὶ καὶ ξηροὶ καὶ μετρίως στύ‐ φοντες, φυσώδεις δὲ πάνυ· τρέφειν δὲ καὶ οἵδε πεπίστευν‐ ται. ἑψηθέντες δὲ ἀποβάλλουσι τὸ πλέον τῆς ἐν αὐτοῖς | |
5 | πνευματώδους ποιότητος. βραδύποροι δὲ ἄλλως καὶ δύσ‐ πεπτοι. | |
2.6.24 | Κῶνοι δὲ θερμοὶ μὲν μετρίως, καὶ τοῖς ἐν τῷ στήθει πάθεσιν ἁρμόζοντες, κακοστόμαχοι δὲ καὶ κε‐ φαλαλγεῖς τοῖς καταχρωμένοις. | |
2.6.25 | Κάρυα δὲ τὰ μὲν βα‐ σιλικά, ταῦτα καὶ κοινὰ καλούμενα, θερμὰ μὲν καὶ ξηρά, ἅπτονται δὲ κεφαλῆς τῶν συνεχῶς χρωμένων τούτοις. καὶ κακοστόμαχα δὲ ἄλλως καὶ δύσπεπτα, ἀμείνω δὲ μετὰ σύκων | |
5 | ἐσθιόμενα τάχιον συνεξαγόμενα. | |
2.6.26 | Τὰ δὲ Ποντικὰ κα‐ λούμενα κάρυα, τῷ στύφειν μὲν εὐστόμαχα ἂν ῥηθείη, δύσπεπτα δ’ οὐχ ἥκιστα στεγανωτέρας οὐσίας πεφυκότα, καὶ γαστρὸς μᾶλλον ἐφεκτικά. Ἀμύγδαλα δὲ τούτων | |
5 | ἀμείνω, καὶ μάλιστα ὅ τε ἐξ αὐτῶν χυλὸς καὶ τὸ ἔλαιον. τὸ μὲν γὰρ λεαίνειν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ εὐανάγωγα ποιεῖν τὰ ἐν τῷ στήθει ὑγρὰ πεπίστευται. ὁ δὲ χυλὸς αὐτῶν ἑψόμενος ἄριστον ῥόφημα, τρέφων τε καὶ λεπτύνων καὶ νεφροῖς βοηθῶν, καὶ σπλάγχνα καθαίρων | |
10 | καὶ θώρακα, οὐ πάνυ δὲ εὐστόμαχος. | |
2.6.27 | Ὁλόκληρα δὲ λαμβανόμενα τὰ ἀμύγδαλα δύσπεπτα πέφυκε. τόν γε μὴν χυλὸν αὐτῶν εἰ παραμιγνύων ἐπτισμένῃ καὶ ἡψημένῃ κρίθῃ ἐσθίεις, ἤ τινι τοιούτῳ ἐδέσματι, μάλιστα δὲ τῷ ἀμύλῳ | |
5 | (τοῦτο γὰρ πάντων ἄμεινον, κουφότατόν τε ὂν καὶ εὔ‐ πεπτον καὶ εὔχυμον καὶ καθαροῦ καὶ λεπτοῦ γεννητικὸν αἵματος), ἄριστον ἂν ποιήσαις ἔδεσμα. | |
2.6.28 | Καὶ τὸν μὲν | |
περὶ τούτων λόγον ἱκανὸν ὄντα βραχυλογεῖν ἐθέλοντες ὧδέ πῃ καταπαύσωμεν· ἐφεξῆς δὲ περὶ τῶν λοιπῶν τροφῶν διαλάβωμεν. εἰ δέ πῃ τῇ κοινωνίᾳ τοῦ λόγου καὶ ὧν μὴ | ||
5 | μεταληπτέον σοι μνημονεύσομεν, συγγνοίης ἂν ἄλλοις τοῦτ’ ἐθέλουσι συγχωρήσας. | |
2.7t | Κεφ. ζʹ. Περὶ ζῴων χερσαίων καὶ ἐνύδρων καὶ πτηνῶν καὶ τῆς κατ’ αὐτὰ διαφορᾶς. | |
2.7.1 | Τῶν ζῴων οὖν πολυειδῶν τελούντων τὰ μὲν αὐτῶν χερσαῖα λέγεται, τὰ δὲ πτηνά, τὰ δὲ ἔνυδρα. ἕκαστα δ’ αὐ‐ τῶν εἰς μεγάλα τε καὶ μείω τῇ κατ’ εἶδος διαφορᾷ μερίζε‐ ται. καὶ τούτων ἕκαστον εἰς τὰς καθ’ ἡλικίαν διαφορὰς | |
5 | νεκρά τε καὶ ἀκμάζοντα καὶ γεγηρακότα φαινόμενα, ἔτι δὲ αὐτῶν τὰ μὲν χειροήθη τε καὶ ἥμερα, τὰ δ’ ἄγριά εἰσι καὶ τὰ μὲν μᾶλλον γυμνάζεται, τὰ δ’ ἧττον. | |
2.7.2 | Ἀεὶ τοί‐ νυν, ἄνωθεν γὰρ ῥητέον, τὰ μὲν χερσαῖα καὶ πεζὰ λεγό‐ μενα θερμότερά τε καὶ πολυτροφώτερα καὶ παχυτέρου αἵ‐ ματος γεννητικά, γυμναστικοῖς μᾶλλον σώμασιν ἐφαρμό‐ | |
5 | ζονται· τὰ δὶς πτηνὰ δὲ ἐναέρια κουφότερα μὲν πολλῷ καὶ οὐχ οὕτω πολύτροφα, ξηρότερα δέ πως καὶ ἰνωδέστερα καὶ λεπτοτέρου αἵματος γεννητικά· ὅσα δ’ ἐν ὕδασι διαιτᾶται ὑγρότερά τε καὶ σαρκωδέστερα. | |
2.7.3 | Ἔνυδρα δὲ ζῷα τῷ μὲν κοινῷ λόγῳ ὑγρότερα πολλῷ τῶν ῥηθέντων καὶ ψυχρὰ ἤδη, οὐκ ὀλίγας δὲ τὰς ἐν αὐτοῖς διαφορὰς κέκτηται. τὰ μὲν γὰρ αὐτῶν ἰχθῦς εἰσι, τὰ δ’ αὖ μαλάκια, ἕτερα δ’ ὀστρα‐ | |
5 | κόδερμα ὥσπερ ἕτερα μαλακόστρακα. | |
2.7.4 | Καὶ τῶν ἰχθύων οἱ μὲν κητώδεις καὶ πελάγιοι, οἱ δὲ αἰγιάλιοι καὶ πετραῖοι· καὶ οἱ μὲν μείζους αὐτῶν πλείω τὴν τροφὴν τῷ σώματι καὶ παχυτέραν παρέχουσιν, οἱ δ’ ἐλάττους ὀλίγην καὶ κα‐ | |
5 | θαρωτέραν, καὶ μᾶλλον ἢν τῶν πετραίων ὄντες τυγχάνω‐ σιν. | |
2.7.5 | Οὐκ ὀλίγα δ’ ἂν λογίσαιο καὶ ἀπὸ τῆς κατ’ αὐτοὺς διαίτης. ἀεὶ γὰρ τῷ κοινῷ λόγῳ ἀμεινόνων ὄντων τῶν θα‐ λαττίων τῶν ἐν γλυκέσιν ὕδασι διαιτωμένων, οὐκ ὀλίγας καὶ τὰς κατ’ αὐτοὺς ἂν μάθοις διαφοράς. | |
2.7.6 | Οἱ μὲν γὰρ ἐν πελάγεσιν ἀεὶ τὴν ἀνατροφὴν ποιούμενοι καὶ τοῖς κύμασι πληττόμενοι πλέον τε γυμνάζονται καὶ καθαρωτέρας ἀπο‐ λαύουσι τῆς τροφῆς, ἀμέλει καὶ στερεὰν ἐν ἰχθῦσι καὶ κα‐ | |
5 | θαρὰν ἔχουσι τὴν σάρκα, ὅθεν καὶ τῶν ἄλλων τροφιμώτεροι καὶ παχέος ἤδη αἵματος γεννητικοί. | |
2.7.7 | Οἱ δὲ παρὰ τὰς τῶν ποταμῶν εἰσβολὰς καὶ παρὰ τοὺς ἰλυώδεις καὶ ἑλώδεις τόπους καὶ ἔνθα ἐκδιδόασιν ὀχετοὶ διαιτώμενοι, λιπώδεις μὲν καὶ ἡδεῖς γευομένοις, πάνυ δὲ μοχθηροὶ μηδὲν ὑγιὲς ἔχοντες. | |
2.7.8 | Οἱ δὲ πετραῖοι καθαροῖς ἐνδιαιτώμενοι ὕδασιν ἀμείνω καὶ τὴν σάρκα ἔχουσι κοῦφοί τε ὄντες εἰς τὸ πεφθῆναι καὶ λεπτὸν καθαρὸν γεννῶντες αἷμα. | |
2.7.9 | Μαλάκια δὲ πάντα εἰς εὐχυ‐ μίαν πολλῶν ἰχθύων ἀμείνω. λεπτοῦ γὰρ αἵματος καὶ κα‐ θαροῦ γεννητικά, νευρωδέστερα δὲ καὶ διὰ τοῦτο καὶ δυσ‐ πεπτότερα ἰχθύων ὄντα καὶ ψυχρότερα διὰ τὸ ἄναιμον | |
5 | μαρτυρεῖται. | |
2.7.10 | Ἐν τῷ μεταξὺ δὲ δι’ ἰχθύων τε καὶ μα‐ λακίων τὰ μαλακόστρακα πέφυκεν, ἧττόν τε ὄντα δύσπεπτα τῶν μαλακίων καὶ καθαρώτερόν τε καὶ λεπτότερον αἷμα γεννᾷ. | |
2.7.11 | Τὰ δ’ ὀστρακόδερμα ἧττον χρήσιμα, μηδ’ ὁτιοῦν γυμναζόμενα. ταῦτ’ ἄρα καὶ προτιμῶσί τινες τοὺς κτένας αὐτῶν ὡς μόνους ἁλλομένους τε καὶ μεταβαίνοντας τῶν λοιπῶν ὀστρακοδέρμων. λεπτὸν δὲ καὶ ταῦτα καὶ ὑδατῶδες | |
5 | αἷμα ἀπογεννᾷ, ἄλλως δὲ καὶ δύσπεπτα καὶ οὐ ῥᾳδίως ὑπερ‐ χόμενα. | |
2.7.12 | Αἱροῦνται δὲ καὶ τῶν ἰχθύων ὅσοις λεπίσιν ἢ ὀστοῖς τὸ δέρμα περιπέφρακται. καὶ πείθομαι λέγουσι μᾶλλον τούτους τῶν μὴ τοιούτων ξηροτέρους οἰόμενος. τὸ γὰρ ἐν ὑγροῖς ξηρὸν πάντως ἂν ὡς σύμμετρον νομισθείη, | |
5 | ὥσπερ καὶ τὸ ἐν ξηροῖς ὑγρόν, καθάπερ ἐν τῷ τῶν ὀρνίθων γένει ἀλεκτορίδες τε καὶ φασιανοί, μᾶλλον δὲ τούτων νῆσ‐ σαί τε καὶ χῆνες καὶ ὅσα ἐν ὕδασι ποιεῖται τὴν δίαιταν. | |
2.7.13 | Ἐπεὶ δὲ γεώδη τε καὶ πολύαιμα τὰ χερσαῖα εἴρηται καὶ παχύχυμα καὶ τοιαύτην τροφὴν τῷ σώματι δίδωσιν, αἱρε‐ τέον κἀν τούτοις τὰ νεαρώτερα καὶ μείω τῇ κατ’ εἶδος δια‐ φορᾷ καὶ τὰ μὴ πάνυ γυμναστικά· τὰ μὲν γὰρ ἀργότερα, | |
5 | ὑγρότερα καὶ περιττωματικά, τὰ δ’ ἐπὶ πλέον γυμναζόμενα, ξηρότερα καὶ κουφότερα. ἀεὶ δὲ φεύγειν ἐν πᾶσι τὰς ἀμε‐ τρίας δεῖ. | |
2.7.14 | Καὶ αὐτῶν δὲ τῶν κώλων τὰ ἔξω τῶν ἔσω, καὶ τὰ μείω τῶν μειζόνων κατὰ τὴν φυσικὴν δηλαδὴ διά‐ πλασιν ξηροτέραν τε καὶ ἀπέριττον τροφὴν παρέχει. | |
2.7.15 | Δο‐ κιμάζεται δ’ αὐτῶν ἕκαστον καὶ ἀπὸ τοῦ τῆς σαρκὸς εἴδους. ὅσῳ γὰρ τοῦ λευκοῦ ἀποκλίνει τῶν ζῴων ἡ σάρξ, καὶ τὴν εἰς εὐχυμίαν χρῆσιν ἐκπέφευγε. | |
2.7.16 | Κοινῷ δὲ λόγῳ, τὰ μὲν νεαρώτερα τῶν ὁμοειδῶν ὑγρότερα, τὰ δ’ ἀκμάζοντα θερμότερα καὶ ξηρότερα, τὰ δ’ ἤδη γεγηρακότα καὶ ἀμ‐ φοτέρων χείρω, μελαγχολικά τε ὄντα καὶ περιττωματικά, | |
5 | καὶ μάλισθ’ ὅσῳ περ ἂν ᾖ τῶν μειζόνων καὶ γυμναστικω‐ τέρων. | |
2.7.17 | Ἔτι δὲ καὶ τοῦτ’ εἰδέναι χρή, ὡς τὰ ἄγρια τῶν ἡμέρων θερμότερά τε καὶ ξηρότερα, καταλλήλως δὲ τὰ πάντα προσφερόμενα, κατὰ τὴν ἁρμόζουσαν δηλονότι κρᾶσιν, οὐ‐ δέν τι λυπεῖν πεπίστευται. | |
2.7.18 | Ἔχεις δὲ καὶ τὸν περὶ τροφῶν λόγον ἱκανῶς σοι ἐκτεθειμένον. ἐμπεριείληπται γὰρ τῇ διαιρέσει ταύτῃ πᾶσα κατὰ μέρος διαφορά. καὶ οὐκέτι σοι χρεία περὶ τῶν κατὰ μέρος εἰδῶν πυνθάνεσθαι, φιλο‐ | |
5 | σόφῳ τε ὄντι καὶ ῥᾳδίως ταῦτ’ ἐξευρίσκειν δυναμένῳ· νυνὶ δ’ ἂν λειπόμενον εἴη περί τε οἴνου καὶ τῶν λοιπῶν ὑγρῶν φᾶναι, ὅσα ἡμῶν εἰς χρῆσιν πρόκειται, ὡς μηδέν τι τῷ λόγῳ λείποι. | |
2.8t | Κεφ. ηʹ. Περὶ οἴνου, ὕδατος, γάλακτος, ᾠῶν, μέλιτος, ἐλαίου, σειραίου, ὄξους, ὀμφακίου χύλου, ῥοιῶν καὶ ἁλῶν καὶ τῆς κατ’ αὐτὰ διαφορᾶς. | |
2.8.1 | Τῶν οἴνων οὖν (ῥητέον γὰρ ἐντεῦθεν πρώτως, ὅτι καὶ πλείων ἡ χρῆσις τοῦδε) οἱ μὲν παχεῖς οἱ δὲ λεπτοί, καὶ οἱ μὲν αὐστηροί, οἱ δὲ γλυκεῖς, καὶ τούτων οἱ μὲν λευκοί, οἱ δὲ κιρροί, οἱ δὲ ἐρυθροί. τὰς γὰρ ἐν τῷ μεταξὺ διαφορὰς αὐτῶν | |
5 | κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὔσας ἑκὼν παραλείπω. οὐ γὰρ ἀνάγκη κατακερματίζειν ὧδε τὸν λόγον. | |
2.8.2 | Τούτων δὲ οἱ μὲν πολυφόροι λέγονται, οἱ δὲ ὀλιγοφόροι· καὶ οἱ μὲν πα‐ χεῖς τροφιμώτεροι καὶ παχύτερον αἷμα γεννῶντες αἴτιοι ἐμφράξεων τοῖς σπλάγχνοις γίνονται· τοὐναντίον δὲ οἱ | |
5 | λεπτοὶ διουρητικοί τε ὄντες καὶ λεπτοῦ γεννητικοὶ αἵματος. καὶ αὐστηροὶ μὲν ὄντες εὐστομαχώτεροί τε καὶ ἧττον τρέ‐ φοντες· τἀναντία δὲ οἱ γλυκεῖς. | |
2.8.3 | Ἀλλὰ δὴ καὶ οἱ λευ‐ κοὶ ἧττον θερμοὶ τῶν ἄλλων. μᾶλλον μὲν γὰρ οἱ κιρροὶ θερμοί, δεύτερον δὲ οἱ ἐρυθροί, πάντων δ’ ἔσχατα οἱ ὑδα‐ τώδεις, οἱ καὶ ὀλιγοφόροι· ἧττον δὲ κεφαλῆς ἅπτονται οὗτοι. | |
2.8.4 | Καὶ τοῖς μὲν εὐσαρκεῖν ἐθέλουσιν οἵ τε κεχρωσμένοι τῶν οἴνων καὶ οἱ ἰσχυρότεροι ἀμείνους. σοὶ δὲ πρόνοιαν ἁπλῆς ὑγείας ποιουμένῳ καὶ τοῦ ψυχικοῦ τούτου πνεύμα‐ | |
τος, ἱκανὸς ἂν ὁ ὀλιγοφόρος λευκός τε ὢν καὶ λεπτὸς δό‐ | ||
5 | ξειεν, εἰ μή πού τις ἀνάγκη ψύξεως τοῖς θερμοτέροις σε πείσει χρήσασθαι. | |
2.8.5 | Ὕδατι δὲ χρηστέον μήτε ποιότητά τινα ἔχοντι, μήτε στασίμῳ ὄντι, ὁποῖα τὰ τῶν λιμνῶν, καὶ μάλιστα ἢν ἑλώδης τε καὶ ἀκατάπνευστος ὁ τόπος ᾖ, ἀλλ’ ἢ τοῖς ἀπὸ τῶν κρηνῶν ἢ τοῖς συνεχῶς κινουμένοις | |
5 | φρεατίοις· μετ’ αὐτὰ δὲ τὰ ποτάμια, ἢν μὴ καὶ αὐτοῖς εἰσβάλλωσιν ὀχετοὶ πόλεις τινὰς ἢ χώρας ἐκπλύνοντες. | |
2.8.6 | Φεύγειν δὲ πρὸ πάντων δεῖ τὰ πάνυ ψυχρά, καὶ τὰ ἀπὸ τῶν χιόνων τηκομένων κατιόντα, καὶ τὰ ἐμφερόμενά τινα ψήγματα ἔχοντα, καὶ τὰ ἰλὺν ἀποκαθιστῶντα, καὶ ἔτι τὰ πλησίον αὐτοφύων θερμῶν ἐκρέοντα. | |
2.8.7 | Ἄριστον δὲ ὕδωρ τὸ ταχέως ψυχόμενον καὶ θερμαινόμενον, μέτε κατ’ ὀσμὴν μήτε κατὰ γεῦσιν ὑπεμφαῖνόν τινα ποιότητα. | |
2.8.8 | Γάλακτος δ’ ἐκ διαφόρων οὐσιῶν συγκειμένου τῆς ὀρρώδους δηλαδὴ καὶ βουτυρώδους καὶ ἔτι τῆς τυρώδους, τὸ μὲν ὀρρῶδες αὐτοῦ ψυχρὸν ἤδη ὂν καὶ λαπακτικὸν γαστρός, καὶ ἄτρο‐ | |
5 | φον καὶ ῥυπτικόν, ἐν φαρμάκου λόγῳ μόνον τούτῳ χρη‐ στέον. | |
2.8.9 | Θερμὸν δὲ ὂν καὶ οὐκ ἐμφανῶς βουτυρῶδες κα‐ κοστόμαχον μέν, καλῶς δὲ πεφθέν, αἵματος γεννητικόν, ῥᾳδίως δὲ χολοῦται θερμοτέραις ἐν ἕξεσι. τὸ δὲ τυρῶδες, γεῶδές τε καὶ ἐμφρακτικὸν καὶ δύσπεπτον, καὶ μάλιστα ἢν | |
5 | ἐμπεφραγμένοις σπλάγχνοις καὶ ἄλλως στενοπόροις ἐμπέσῃ· | |
2.8.10 | Κοινῶς δὲ τὸ γάλα τρόφιμον καὶ εὒχυμον· κεφαλαλγὲς δὲ τοῖς ῥᾳδίως πληρουμένοις τὴν κεφαλήν, καὶ οἷς τυροῦ‐ ται, ἐμφρακτικὸν τῶν σπλάγχνων. αἱρετέον οὖν γάλα μὲν τὸ αἴγειον, λεπτότερον ὂν προβατείου καὶ βοείου· τὼν τυ‐ | |
5 | ρῶν δὲ τοὺς νεαροὺς καὶ ὀλίγον ἁλὸς ἔχοντας. τἆλλα δὲ φευκτέον ὡς δύσπεπτα καὶ κακοστόμαχα καὶ ἐμφρακτικὰ καὶ παχέος αἵματος γεννητικά. | |
2.8.11 | Ὠιοῖς δὲ μάλιστα χρη‐ στέον τοῖς τῶν κατοικιδίων ὀρνίθων, εἶτα φασιανικοῖς καὶ περδίκων, μετ’ αὐτὰ δὲ νηττείοις δὲ καὶ χηνείοις. πάντων δὲ ἀμείνους αἱ λέκυθοι τῶν λευκῶν. ἐκεῖναι μὲν γὰρ ἑτοίμη | |
5 | καὶ καθαρὰ τροφὴ τῷ σώματι· ταῦτα δὲ δύσπεπτά τε καὶ πολλῆς κατεργασίας δεόμενα. | |
2.8.12 | Ἐξ ὧν δὲ περὶ τῶν ζῴων εἴρηται καὶ περὶ τῶν ἐξ αὐτῶν ᾠῶν δεῖ καταστοχάζεσθαι. ἰχθύων δὲ ᾠὰ ἧττον πολλῷ καὶ θερμὰ καὶ τρόφιμα. καθόσον | |
γὰρ αἱ σάρκες τῶν ὀρνίθων πρὸς τὰς τῶν ἰχθύων διενηνό‐ | ||
5 | χασι, κατὰ τοσοῦτο καὶ τὰ τῶν ἰχθύων ᾠὰ τῶν ὀρνιθείων λείπεται. τὰ δὲ παριχευόμενα δύσπεπτά τε καὶ φθαρτικὰ ἤδη τοῦ αἵματος· τοῦτο δὲ καὶ ἐπὶ παντὸς ταρίχους συν‐ εξακουέσθω. σήπει γὰρ πᾶν τάριχος καὶ φθείρει τὸ αἷμα, ὃ δεῖ πρὸ πάντων παραφυλάττεσθαι. | |
2.8.13 | Μέλι δὲ χρήσι‐ μον γέρουσί τε καὶ τοῖς τὴν κρᾶσιν ψυχροῖς, καὶ ὥρᾳ χει‐ μῶνος προσφερόμενον· ἄθετον δὲ χολώδεσι, καὶ ὥρᾳ θέ‐ ρους λαμβανόμενον. θερμὸν γὰρ ὂν καὶ ξηρὸν καὶ οἰκεῖον | |
5 | κατὰ τὴν ἐν αὐτῷ γευστὴν ποιότητα, τοῖς μὲν ψυχροτέροις τοῦ συμμέτρου λειπομένοις, καθόσον τοῦτο τὴν σύμμε‐ τρον ὑπερβάλλει κρᾶσιν κἀκ τῶν ἁντικειμένων ἁμετριῶν μίας συμμέτρου γεγονυίας κράσεως, αἵματος γεννητικὸν εἰκότως γίνεται. δυοῖν δὲ ἐπὶ τὸ αὐτὸ συνελθούσαιν θερ‐ | |
10 | μαῖν κράσεων μέλιτός τε καὶ ἀνθρώπου, ἀναγκαίως ἂν εἰς χολὴν μεταμειφθείη τὸ γλυκὺ τοῦ μέλιτος τοῦ ἔξωθεν πυ‐ ρὸς τὴν δυναστείαν ἐν ταῖς ὑπεροπτήσεσι κἀνταῦθα ὑπο‐ μένον. | |
2.8.14 | Ἔνιοι δ’ ἀπαφρίζοντες αὐτὸ καὶ τὸ πολὺ τῆς δριμύτητος ἐκκαθαίροντες ἧττον θερμὸν ποιοῦσι. τοῦτ’ οὖν καὶ αὐτὸς ποιῶν καὶ προσεπιμιγνὺς ἐνίαις τῶν κατά σε τροφῶν, εἰ μή τις θέρμη ἀνθέλκει ἀπειλοῦσα, ἀρίστῳ | |
5 | φαρμάκῳ χρήσῃ τρέφοντί τε καὶ ἠπίως τὴν γαστέρα καθαί‐ ροντι. | |
2.8.15 | Ἔλαιον δὲ θερμὸν ὂν μετρίως καὶ ὑγρὸν τῷ λιπῶδες εἶναι κακοστόμαχον πέφυκε. κοινὸν δὲ τοῦτο τῆς ἐλαιώδους καὶ λιπώδους ποιότητος· ὥστε μέτριον μὲν βαλ‐ λόμενον ἐν προσοψήμασιν, οὐκ ἐμφανῶς τὴν ἑαυτοῦ δεί‐ | |
5 | κνυσι βλάβην, πλεονάσαν δὲ ἐπιπολαστικῆς ὂν φύσεως, τὴν καθεκτικὴν ἀμβλύνει τοῦ στομάχου δύναμιν. | |
2.8.16 | Τὸ δὲ ἀπὸ λίνου γινόμενον ἧττόν τε ὂν θερμὸν καὶ γλισχρό‐ τερον καὶ παχυμερέστερον ῥᾷόν τε ὕπεισι καὶ ἧττον ἀδι‐ κεῖν τὸν στόμαχον νομίζεται. ἄμεινον δ’ ἀμφοτέρων τὸ | |
5 | ἀμυγδάλινον, λεπτομερεστέρας τε ὂν φύσεως καὶ ἧττον κακοστόμαχον, τμητικόν τε καὶ ἀναγωγὸν τῶν ἐν τῷ θώ‐ ρακι ὑγρῶν καὶ λεαντικὸν τοῦ φάρυγγος. | |
2.8.17 | Σείραιον δὲ καὶ αὐτὸ μὲν φέρεται ἐν προσοψήμασιν· ἧττον δὲ ὂν μέ‐ λιτος θερμόν, μᾶλλον τρέφει. ὑπάγει δὲ καὶ τὴν γαστέρα μετρίως, ἐμπεφραγμένοις δὲ σπλάγχνοις οὐκ εὔθετον. | |
2.8.18 | Ὄξος δὲ χρήσιμον ἐν τροφαῖς προσεπιμιγνύμενον, εἰ μή τις ψύξις ἐνοχλοίη. τοῦτο γὰρ ψυχρὸν ὂν καὶ ξηρόν, λεπτομερέστατόν τε καὶ τμητικώτατον, τοὺς ἐμπεπλασμέ‐ νους τῇ γαστρὶ καὶ τοῖς σπλάγχνοις χυμοὺς τέμνει καὶ | |
5 | λεπτύνει καὶ ἀποξύει. κἄν πού τις τροφὴ παχυμερὴς προσ‐ ληφθείη, λεπτύνεταί τε καὶ κατεργάζεται περιουσίᾳ τῆς τοῦ ὄξους δυνάμεως. | |
2.8.19 | Ὁμφάκιον δὲ καὶ ὁ τῶν ὀξίνων ῥοιῶν χυλὸς ἐν μὲν φαρμάκου λόγῳ διδόμενα, εὔθετα, ἄλ‐ λως δ’ οὐκ ἀναγκαῖα. τὸ μὲν γὰρ ὀμφάκιον κἂν εὐστό‐ μαχον ᾖ, ἀλλ’ οὖν παχυμερὲς ὂν καὶ ψυχρὸν καὶ γαστρὸς | |
5 | ἐφεκτικόν, οὐ πᾶσι φαίνεται χρήσιμον. | |
2.8.20 | Ὁ δ’ ἐκ τῶν ὀξίνων ῥοιῶν χυλός, ἱκανῶς ὢν λεπτομερὴς καὶ ξανθῇ χολῇ ἐναντίος καὶ μάλιστα ζέοντι αἵματι καὶ θέρμῃ ἥπατος, οὐ πάνυ τι τῷ στομάχῳ φίλος. τοῖς καταχρωμένοις δὲ γαστρὸς | |
5 | ἐφεκτικὸς γίνεται. ἐγκαταμεμιγμένην τινὰ τῇ ὀξώδει ποιό‐ τητι ἔχων στυφότητα. | |
2.8.21 | Ἅλες δὲ θερμὸν ὂν καὶ ξηρὸν προσόψημα καὶ μετρίως διεγεῖρον ὄρεξιν, ὅπῃ μὲν πλεονά‐ ζουσί τινες χυμοί, τῷ ἀναπίνειν τε καὶ ἀναξηραίνειν τού‐ τους, εὔθετοι· ἄλλως δὲ ξηραντικῶν καὶ διψητικῶν καὶ | |
5 | φθαρτικῶν τοῦ αἵματος ὄντων, φεύγειν αὐτῶν τὴν συνεχῆ χρῆσιν ἄμεινον. ταῦτα γὰρ ὡς ἐν ἀρτύματι τροφῆς καὶ ὡς ἡδύσματα βαλλόμενα, μικρὰς μὲν τὰς ἐξ αὐτῶν βλάβας ποιεῖται, πλεονάσαντα δὲ ἔτι μᾶλλον λυμαίνεται. | |
2.9t | Κεφ. θʹ. Περὶ τοῦ ποσοῦ τῆς τροφῆς. | |
2.9.1 | Ποσὸν δὲ ἐν πάσῃ τροφῇ τὸ δοκεῖν ἔτι τινὸς λεί‐ πεσθαι. οὕτω γὰρ ἂν ἐκ περιουσίας τὸ φυσικὸν θερμὸν τῶν ἐν τῇ γαστρὶ σιτίων περιγένοιτο. | |
2.9.2 | Ἐπιτηρεῖν δὲ δεῖ καὶ τὰς τῶν τροφῶν δυνάμεις, καὶ ἰσχυροτέρων μὲν οὐσῶν καὶ πολυτρόφων ἐπὶ πλέον τῆς ὀρέξεως ἀφίστασθαι, ὀλι‐ γοτρόφων δὲ καὶ κουφοτέρων μᾶλλον ἐμπίπλασθαι. τὰ μὲν | |
5 | γὰρ πλείονος τοῦ χρόνου καὶ δυνάμεως δεῖται, τὰ δ’ αὖ ῥᾳδίως ὑπέξεισιν. ἀνασώζειν δὲ καὶ τὸ πόμα δεῖ σε τῇ θ’ ὑγρότητι καὶ τῇ ξηρότητι τῆς τροφῆς τεκμαιρόμενον. | |
2.10t | Κεφ. ιʹ. Περὶ τοῦ εἰ δὶς βρωτέον τῆς ἡμέρας, ἢ μή. | |
2.10.1 | Ἐπεὶ δὲ πυνθάνῃ, ὡς πότερον ἅπαξ ἢ δίς σε τῆς | |
τροφῆς ἑκάστοτε δέον μεταλαμβάνειν, τἄμεινον εἰς ὑγίειαν καὶ διάρκειάν τε καὶ διαύγειαν τοῦ ψυχικοῦ προορώμενον πνεύματος, ἐγὼ μὲν ἄμεινον οἶμαι τὴν πᾶσάν σε τροφὴν | ||
5 | τρισὶ διελόμενον μοίραις, ταῖς μὲν δυσὶ μέσης ἡμέρας κεχρῆσθαι, τῇ μιᾷ δὲ ἤδη καταλαμβανούσης τῆς νυκτός. | |
2.10.2 | Οὕτω γὰρ ὅ τ’ ἐγκέφαλος συνεχέστερον τέγγεται, καὶ ῥᾷον ὑπνώττομεν, καὶ διαρκέστερον τὸ πνεῦμα τελεῖ συν‐ εχῶς ἀρδόμενον· καὶ τὸ ἐκπυροῦσθαι δὲ ὑπὸ νηστείας καὶ ἄλλοτε ψύχεσθαι (συμβαίνει γὰρ ἀμφότερα ἐν διαφόροις | |
5 | καιροῖς καὶ κράσεσιν) οὐχὶ ῥᾳδίως ἂν γίνοιτο. | |
2.10.3 | Εἰ δ’ ἐκ‐ νικῴη συνήθεια, καὶ μὴ δὶς περὶ τῶν αὐτῶν φροντίζειν ἐθέλεις, ἔξεστί σοι τῇ συνηθείᾳ κεχρῆσθαι, εἰς ἕξιν ἤδη μεταστησάσῃ τὰς φυσικὰς δυνάμεις, ὡς ἀλύπως ταύτας διὰ | |
5 | τοσαύτης ἐνεργεῖν περιόδου. καὶ ἔτι δὲ εἰ μὴ διαρκέστερον, ἀλλ’ οὖν διαυγέστερον ἐσεῖται τὸ πνεῦμα, καθὼς ἑξῆς ἀνα‐ λαβὼν τὸν λόγον ἐκθήσομαι. | |
2.11t | Κεφ. ιαʹ. Περὶ ὕπνων, γυμνασίων καὶ λουτρῶν. | |
2.11.1 | Ὕπνοι δὲ μετὰ τροφήν, ὑγραίνειν τὸ ὅλον σῶμα καὶ τὰ βαθύτατα τοῦ σώματος τέγγειν πεπίστευνται καὶ ἀναζωπυρεῖν τὰς ἐν ἡμῖν δυνάμεις καὶ ἀνακαινίζειν τὰ αἰσθητήρια καὶ ἔτι τὸ φυσικὸν καὶ ζωτικὸν καὶ ψυχικὸν | |
5 | πνεῦμα καὶ ὥσπερ νεον τὸ ἅπαν σῶμα παρασκευάζειν. πρὸ δὲ τροφῆς, ξηραίνειν τε καὶ ἐσβόσκεσθαι πᾶσαν τὴν ἐν ἡμῖν ἰκμάδα, ἔντος χωρήσαντος τοῦ θερμοῦ. | |
2.11.2 | Οὐδὲν γὰρ ἕτερον ὕπνος ἢ κατοχὴ αἰσθήσεως ἄλυπος, καὶ εἴσω τοῦ θερμοῦ ῥοπή, ὥστε ἱκανῆς μὲν αὐτῷ παρακειμένης τροφῆς. ταύτην κατεργάζεται τὸ θερμὸν καὶ τῷ παντὶ | |
5 | διαδίδωσι σώματι. κἂν ὦμοί τινες ὦσι χυμοὶ καὶ ἄπεπτοι, τὰ παραπλήσια γίνεται. καὶ ἀμείνους ὧδε οἱ πρὸ τροφῆς ὕπνοι. μὴ παρακειμένης δὲ τροφῆς, τῶν οἰκείων καὶ φυ‐ σικῶν ὑγρῶν ἅπτεται τὸ φυσικὸν θερμὸν καὶ ταῦτα ἐκ‐ δαπανᾷ. | |
2.11.3 | Ἀμέλει δεῖ τὸν καθευδήσοντα ἀεί τι μικρὸν ἢ μεῖζον ἐντιθέναι ὑπέκκαυμα τῷ θερμῷ, εἰ μὴ πρὸ ὀλί‐ γων τοὐθ’ ὡρῶν πεποίηκεν. ὃ δὴ τῇ κατά σε διαίτῃ ἄμει‐ νον, ἤδη κατεργασθείσης τῆς τροφῆς καὶ τοῦ ἐν αὐτῷ | |
5 | ἀτμώδους καὶ φυσώδους διαφορηθέντος, ὡς ἀκραιφνέσιν | |
ἤδη τέγγεσθαι τὸν ἐγκέφαλον ἀναδόσεσιν, εἰ μή πού γε ξηροτέρου ᾐσθημένος αὐτοῦ, εὖ ποιῶν ἅμα τροφῇ εἰς ὕπνον τρέπεσθαι βούλει. οὕτω γὰρ ἂν αὐτὸν ὑγρότερον παρασκευά‐ σαις. | ||
2.11.4 | Καὶ ὕπνοι μὲν καὶ ἀϋπνίαι σύμμετροι μὲν φίλοι καὶ λυσιτελεῖς τῷ παντὶ σώματι κατὰ τὴν ἑκάστου ἕξιν τε καὶ δίαιταν διοικούμενοι, ἐλλείποντες δὲ ἢ πλεονάζοντες ἀδικεῖν πιστεύονται. | |
2.11.5 | Ἀγαθὸν δὲ μετὰ τῆς λοιπῆς διαί‐ της καὶ τὸ γυμνάσιον. τό,τε γὰρ φυσικὸν ἀνάπτεται ὧδε θερμόν, κἄν πού τι περιττὸν ᾖ, ἤτοι διαπνεῖσθαι τοῦτο παρασκευάζει, ἢ κάτω ὑποχωρεῖν βιάζεται. | |
2.11.6 | Καὶ τοῖς μὲν ἰσχυροτέρᾳ κεχρημένοις τροφῇ ἀμείνω τῶν γυμνασίων τὰ σφοδρότερα καὶ οἱ ὀξεῖς περίπατοι καὶ κυνηγεσίαι καὶ πάλαι καὶ δρόμοι καὶ δίσκοι καὶ τὸ δαὶ μικρᾶς σφαίρας | |
5 | γυμνάσιον καὶ πᾶν ὅ,τι ἂν ἄλλο οἰηθῇς ἱκανὸν εἶναι σφο‐ δρότερον ἀναπνοὴν ἀλλοιῶσαι, καὶ ἐπαυξῆσαι θέρμην, καὶ ἰκμαλέον ἤδη ἐμποιῆσαι τὸ δέρμα λεπτοῖς ἱδρῶσι. | |
2.11.7 | Σοὶ δὲ οὕτω λεπτῇ κεχρημένῳ διαίτῃ, ἱκανὸν ἂν δόξαι γυμνά‐ σιον καὶ βραχὺς περίπατος, καὶ μάλιστα ὁ πρὸ τροφῆς καὶ ἕωθεν· καὶ σχολαιότερος μὲν καὶ μείων ἐπὶ τὸ θερμότερον | |
5 | ἀποκλινούσης τῆς ὥρας, συντονώτερος δὲ καὶ μακρότερος χειμῶνος ὥρᾳ. ἀεὶ δὲ μέχρι τοσούτου σοι τῶν γυμνασίων ἀποπειρᾶσθαι προσήκει, μέχρις ἂν μηκέτι κόπον ἐμποιῇ τὸ γυμνάσιον, ᾐσθημένος δ’ ἤδη κόπου τινός, λήγειν τῶν γυμνασίων. | |
2.11.8 | Τὰ δὲ μετὰ τροφὴν γυμνάσια ἤτοι προ‐ κατασπᾷ τὴν τροφὴν καὶ ἐλλιπῆ ταύτης ποιεῖται τὴν ἀνά‐ δοσιν, ἢ φθάνουσιν αἱ φλέβες τῇ ἐπιδόσει τοῦ θερμοῦ καὶ τῇ εἰς τὴν ἐπιφάνειαν τῆς ὕλης ῥοπῇ προαρπάζουσαι τῆς | |
5 | πέψεως σιτία καὶ ὠμοχυμίας θησαυρίζουσαι ἐν τῷ βάθει τοῦ σώματος. πάντα δὲ ταῦτα προκαταβολαὶ μεγίστων γί‐ νεται νοσημάτων. | |
2.11.9 | Βαλανεῖα δέ, εἴπερ τι ἕτερον, χρή‐ σιμα, τέγγοντα μὲν τὰ στερεὰ τοῦ σώματος μέρη, τοὺς πόρους δ’ ἀναπεταννύντα, καὶ πᾶν ὅ,τι ἐν αὐτοῖς ἐμπε‐ πλασμένον λεπτύνοντά τε καὶ ἐξάγοντα. | |
2.11.10 | Σοὶ δὲ καὶ μᾶλλον αἱρεῖσθαι ταῦτα προσήκει πρὸ πάσης ἄλλης διαί‐ της, ἀπερίττῳ τε καὶ ὑποξήρῳ κεχρημένῳ σώματι, τῇ συν‐ τρόφῳ δηλαδὴ νηστείᾳ τε καὶ λιτότητι, τοιοῦτον αὐτὸ ἀπερ‐ | |
5 | γασαμένῳ. τοὺς γὰρ πολυσαρκίᾳ κεχρημένους ἢ πολλοὺς | |
τεθησαυρισμένους ἔχοντας χυμοὺς μᾶλλον ἂν βλάψειε μὴ γεγονότα δεόντως. προκεκενωμένοις μὲν γὰρ ἤδη ἂν ἐν‐ θείη τὴν κατ’ αὐτὰ ὠφέλειαν, τέγγοντα καὶ ἀναπεταννύντα τοὺς πόρους, καὶ ἱκανὴν ποιοῦντα διαφόρησιν· πεπληρω‐ | ||
10 | μένοις δὲ φθάνει πρὶν ἢ διαφόρησιν ἀξιόλογόν τινα ἐμ‐ ποιῆσαι, ἀναλύοντα καὶ ἐκπυροῦντα τοὺς ἐντὸς χυμοὺς καὶ τοὺς τέως ἡσυχάζοντας ἀνακυκῶντα καὶ θερμαίνοντα. | |
2.11.11 | Αὐτομάτοις δὲ θερμοῖς οὐκ ἄν ποτε συμβουλεύσαιμι χρήσασθαί σε μάλιστα ξηραίνουσι. νιτρώδη γὰρ ὄντα καὶ στυπτηριώδη καὶ χαλκανθώδη μᾶλλον ἀνικμᾶται ἢ ἐντίθη‐ σιν ὑγρότητα. ἀμέλει τοὺς καχεκτοῦντάς τε καὶ οἰδαλέους | |
5 | καὶ εἰς ὕδερον ἐμπεσεῖν ὑποπτευομένους ἐκεῖσε οἴχεσθαι προτρεπτέον, ὑγιαίνουσι δὲ καὶ μάλισθ’ ὑποξήροις τε καὶ ἐνθέρμοις ἀνθρώποις πάνυ ἄθετα. | |
2.11.12 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ὧδέ πῃ καὶ ληγέτω ἱκανῶς τοῖς ἐξ ὀλίγων πλείω μαθεῖν δυναμένοις ἐκτεθειμένος. | |
2.11.13 | Ἐπεὶ δέ τινες ταῖς θύραθεν ἀνάγκαις ἢ ἀκρατέσιν ὀρέξεσιν, ἢ ταῖς τῶν ὡρῶν μεταβολαῖς, ἤ τισι πλεμμελήμασι καὶ διαφόροις αἰ‐ τίαις ἀδιαφόρως διατεθέντες λανθάνουσι τὴν καθαρὰν αὐ‐ | |
5 | τῶν ὑγίειαν ἀπολλύντες δυσκρασίαις τισὶ καὶ κατάρροις καὶ ἀπεψίαις καὶ ἐμφράξεσι, καὶ ταῖς ἀλόγοις κενώσεσι καὶ πλη‐ ρώσεσι, βοηθητέον καὶ τούτοις τῷ λόγῳ, ὡς μὴ τύχοιεν ἀγνοίᾳ τοῦ δέοντος ἀπολέσαντες τὸ πᾶν τῆς ὑγιείας καὶ μείζοσιν ἑαυτοὺς ἐμβάλλωσι πράγμασι. | |
2.12t | Κεφ. ιβʹ. Περὶ δυσκρασιῶν | |
2.12.1 | Τοῖς οὖν ἀπὸ ψιλῆς ἐνοχλουμένοις δυσκρασίας φυ‐ λακτέον μὲν πρώτως τὰ προκατάρξαντα αἴτια, ἔπειθ’ οὕτω τοῖς ἐναντίοις βοηθητέον. | |
2.12.2 | Καὶ θέρμης μὲν πλεονεκτού‐ σης, ἀφαιρετέον τοῦ τ’ οἴνου καὶ τῶν παχυτέρων τροφῶν, καὶ ἐγκρατείᾳ τε καὶ ἡσυχίᾳ τὸ πλέον δοτέον. ψύξεως δὲ τοῖς ἐναντίοις βοηθητέον. καὶ ὑγραινούσαις δὲ διαίταις | |
5 | ἀναληπτέον τοὺς ἐξηραμμένους, ὥσπερ αὖ τοὺς ὑγροτέρους διὰ τῶν ἐναντίων ἀκτέον. | |
2.12.3 | Καὶ τῶν μὲν ἐν τροφῆς εἴδει λαμβανομένων τὴν δύναμιν ἔχεις ἀνωτέρω ῥηθεῖσαν· εἴ τινος δὲ καὶ φαρμάκου δέοι, ὕστερον ἐπιθήσομεν τῷ λόγῳ. χυμῶν δέ τινων ἀκμασάντων τῷ χρόνῳ διά τινα πλημμε‐ | |
5 | λήματα, ταῖς ἐναντίαις μὲν καὶ ὧδε χρηστέον διαίταις τῶν κατεχόντων παθῶν. οὐχ ἥκιστα δὲ καὶ τοῖς ὅσον οὔπω ῥηθησομένοις. | |
2.12.4 | Καὶ χολὴ μὲν ἐπικρατοῦσα ξανθὴ ἢν μὲν ἄνω ῥέπῃ καὶ ῥᾴδιόν σοι ἐμεῖν, πειρῶ. εἰ δ’ ἐμπέ‐ πλασται παλαιὰ οὖσα καὶ σεσηπυῖα, καὶ προσίσχεται εἰς τὸ τῆς γαστρὸς βάθος, μή τινος πυρετοῦ ἐνοχλοῦντος, τοῖς | |
5 | δι’ ἀλόης ταύτην κενωτέον καταποτίοις. ἢν δὲ πάνυ ζέουσα ᾖ καὶ πυρετὸν ἤδη ἀνάπτῃ, καὶ μὴ διαίταις μόναις ἐθέλῃ ὑπακούειν, καλὸν μὲν ὧδε ψύχειν καὶ ὑγραίνειν, καὶ τὸ διὰ τῶν ἴων ἢ ὄξους καὶ χυλοῦ ῥοιῶν ἢ ῥόδων σκευαζόμε‐ νον μετὰ τοῦ καλουμένου σάχαρ πίνειν. ἄμεινον δὲ προσ‐ | |
10 | ισχομένην καθαρτικοῖς ἐξάγειν φαρμάκοις. | |
2.12.5 | Φλέγματος δὲ τοῦ ἐνοχλοῦντος ὄντος, ταῖς τε θερμοτέραις χρηστέον διαίταις καὶ ἀντιδότοις καὶ ἐμέτοις ἢν ἐπιπολάζῃ ταῦτα καὶ καταποτίοις, οἷς ἐρῶ, φλέγμα μετρίως ὑπεξάγουσιν. | |
2.12.6 | Αἵ‐ ματος δὲ τοῦ ἐνοχλοῦντος ὄντος, τί ἂν εἴη φλεβοτομίας ἄμεινον; | |
2.12.7 | Ὅτι δὲ χολῆς μὲν ἐπικρατούσης ἄλγη ἔσθ’ ὅτε κεφαλῆς καὶ στόματος πικρότητες καὶ σκοτόδινοι καὶ δίψαι καὶ ποτοῦ μὲν ὄρεξις, τροφῆς δ’ οὔ, φλέγματος δὲ τἀναντία μετὰ τοῦ τῆς κεφαλῆς ἔσθ’ ὅτε βάρους, ὥσπερ | |
5 | ἀνωτέρω περὶ τούτων καθαρώτερον εἴρηται, καὶ πρὶν ἢ φᾶναι ἡμᾶς, ἔχεις καὶ αὐτὸς ταῖς εὐφυέσι σου διαγνώσεσιν ἐξευρίσκειν. | |
2.12.8 | Κόπου δὲ αἰσθέσθαι τινὰ περὶ τὸ σῶμα καὶ μάλιστα περὶ τοὺς πόδας καὶ ταῦτα μὴ κεκμηκότος τοῦ σώματος, ὀργᾶν τινα χυμὸν σημαίνει. καὶ δεῖ σε τῆς μὲν τροφῆς τὸ ποσὸν ὑφαιρεῖν καὶ τὴν ποιότητα ἐξ‐ | |
5 | αλλάττειν εἰ δέοι, καθαίρειν δὲ τὸ σῶμα τοῦ πλεονάζοντος ἐκκενουμένου χυμοῦ. | |
2.12.9 | Ἀπεψίας δὲ ἐνοχλησάσης διὰ μὲν τὸ ποσὸν ἀφελέσθαι δεῖ τι τοῦ προσαγομένου ποσοῦ· διὰ δὲ τὴν ποιότητα, ἐπ’ ἄλλο εἶδος μεταβαίνειν τροφῆς, ὥσπερ καὶ ψύξεως, διὰ τῶν θερμοτέρων ἐπαναλαβεῖν καμοῦσαν | |
5 | τὴν δύναμιν. | |
2.12.10 | Κατάρρουν δὲ μετοχετεύειν ἐρρίνοις καὶ τὰ φθάσαντα κατενεχθῆναι θερμοῖς μετρίως καὶ ἀναγω‐ γοῖς φαρμάκοις ἐξάγειν, πάντας δὲ ἤδη πυρέττοντας καὶ αἵματος ἀφαιρεῖν, εἰ μή τι ἕτερον ἀπείργει· καὶ λεπτῇ | |
5 | διαίτῃ χρηστέον. | |
2.12.11 | Καὶ τοῦτο μὲν ἤδη πραγματείας ἑτέρας· ἵνα δὲ ἐκ τῶν ἐκκρινομένων ἔχῃς διαγινώσκειν, καὶ | |
περὶ τούτων, ὅσον εἰκός, μνημονεύσομεν. | ||
2.13t | Κεφ. ιγʹ. Περὶ τῆς ἐκ τῶν οὔρων ἐπισκέψεως. | |
2.13.1 | Οὖρον οὖν ἄριστον τῷ κατὰ πάντα συμμέτρῳ ἀν‐ θρώπῳ ὑπόξανθον ἢ ὑπόπυρρον, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν τὴν ὑπόστασιν ἔχον. | |
2.13.2 | Καὶ τούτου ὥσπερ κανό‐ νος κειμένου, τὰ κατὰ πλάτος θεωρούμενα τῷ τῶν ἀνθρώ‐ πων γένει οὖρα δοκιμάζεται. σὺ δ’ ἅμα τῷ σαυτοῦ, ὁπό‐ ταν ἄμεινον διάγῃς, τὰ λοιπά σοι οὖρα ἀνεξετάζων, βραχύ | |
5 | τι ἂν ἐντεῦθεν κρίνων διαμάρτοις. | |
2.13.3 | Τὰ τοίνυν λεπτὰ τῇ συστάσει οὖρα τὴν τῶν χυμῶν σημαίνει ἀπεψίαν, ἔσθ’ ὅτε δὲ καὶ δι’ ἐμφράξεις φαίνεται τοιαῦτα, τῷ οἷον διυλίζεσθαι· τὰ δ’ αὖ παχύτερα ἐπικεχειρηκέναι μὲν τῇ πέψει τῶν χυμῶν | |
5 | τὴν φύσιν, μήπω δὲ κεκρατηκέναι, καὶ διὰ τοῦτ’ ἔτι αὐ‐ τοὺς ὀργᾶν. ἄμεινον δὲ ἅμα τῷ ἐκκριθῆναι ἀναθολοῦσθαι ταῦτα, ἢ πλείω παραρρέειν χρόνον. | |
2.13.4 | Καὶ τὰ μὲν πρὸς τὸ λευκότερον ῥέποντα τῶν χρωμάτων ἐλλείπειν τὴν φυ‐ σικὴν θέρμην σημαίνει, καὶ τοὺς χυμοὺς ἐντεῦθεν ἐλλι‐ πῶς πέττεσθαι. καὶ καθόσον ἂν τὸ σύμμετρον τῶν χρω‐ | |
5 | μάτων τὰ ἐξουρούμενα φεύγωσι, καὶ τῆς κατὰ τὴν ἀνα‐ λογοῦσαν κρᾶσιν ὑγείας ἀφίστανται. ὅσα δ’ ἐπὶ τὸ μᾶλλον κεχρωσμένα χωρεῖ, ἀναλόγως τοῖς προτέροις ἐπὶ τὸ θερ‐ μότερον ῥέπει. | |
2.13.5 | Ἱκανὰ δὲ ἄρα καὶ τὰ χρώματα τοὺς μᾶλλον ἀκμάζοντας τῶν χυμῶν ὑποσημᾶναι. πυρρὰ μὲν γὰρ καὶ ὑπέρυθρα καὶ ἐρυθρά, αἱματικοῦ ἀκμάζοντος χυ‐ μοῦ μᾶλλον οὖρα. ξανθὰ δὲ τῆς τοιαύτης χολῆς. κεχρωσμέ‐ | |
5 | νης δὲ καὶ τῆς ὑποστάσεως, ἐκεῖνον λέγομεν ἐν τῷ φλε‐ βώδει γένει τὸν χυμὸν ἀκμάζειν, οὗπερ αὕτη μετέχει χρώματος. τραχυνομένη δὲ καὶ διασκεδαζομένη ὑπ’ ἀλλο‐ τρίων πνευμάτων σημαίνει διαλύεσθαι. εἴτε δὲ ψυχρὰ εἴτε θερμὰ ἐκ τῆς ὅλης τοῦτ’ ἀναφαίνεται τῶν οὔρων θεωρίας. | |
10 | μὴ ὁμαλῆς δέ οὔσης, πλημμέλειαί τινες περὶ τὴν δίαιταν οὖσαι, ἤ τινες τῶν πλανητῶν πυρετῶν, ἀσύμφωνον ποιοῦσι τὴν ὁμαλότητα. | |
2.13.6 | Οὐ δεῖ δ’ ἀγνοεῖν, ὡς ὠμῶν ἐν τοῖς οὔροις συνεκκρινομένων χυμῶν, ᾠήθησάν τινες τῷ ὑφιζά‐ νειν τούτους ὑποστάσεις εἶναι. ἀλλ’ οἵδε μὲν τῷ χρόνῳ πεττόμενοι, ἐπὶ τὰ ἄνω χωροῦσι καὶ τέλος ἀφανίζονται. | |
2.13.7 | Αἱ δὲ κατὰ φύσιν ἐναιωρούμεναι μὲν ἢ ἐπινέφελοι φε‐ | |
ρόμεναι, μὴ πάνυ τι κεκρατηκυίας τῶν χυμῶν δυνάμεως τεκμήρια. ὑφιζάνουσαι δὲ ἀσφάλειάν τε καὶ ὑγείαν τῷ φλε‐ βώδει προμνηστεύονται γένει. ἐπὶ τὰ χείρω δὲ τρεπόμενα | ||
5 | χρώματα αὗταί τε καὶ τὰ χύματα, ἐκείνους τῶν χυμῶν ἀκμάζειν σημαίνουσιν, ὧν φέρουσι καὶ τὰ χρώματα. | |
2.13.8 | Καὶ περὶ μὲν τούτων ἰδίᾳ μὲν ἀκριβέστερον ἐν ἑπτὰ βιβλίοις γέγραπται, τάς τε διαφορὰς καὶ διαγνώσεις καὶ αἰτίας καὶ προσέτι τὰς ἐξ αὐτῶν προγνώσεις ἐκδεδωκόσι· σοὶ δ’ ἔξεστι | |
5 | καὶ ἀπὸ τῶν ἤδη διὰ βραχέος ῥηθέντων, τὰς παρατροπὰς εἰδέναι τῆς ὑγείας. | |
2.14t | Κεφ. ιδʹ. Περὶ διαχωρημάτων διαγνώσεως. | |
2.14.1 | Ἑξῆς οὖν καὶ περὶ διαχωρημάτων ὀλίγ’ ἄττα δια‐ ληπτέον, ὡς ἂν πληρέστερος ὁ λόγος ᾖ. διαχώρημα τοίνυν ἄριστον, μαλθακὸν καὶ λεῖον, ὑπόπυρρον ἢ ὑπόξανθον, καὶ ἀναλογίαν ἀποσῶζον πρὸς τὰ εἰσαγόμενα. καθόσον δ’ ἂν | |
5 | ἐκσταίη τοῦ ὅρου, σημαίνει καὶ τὴν κρᾶσιν μεταβεβλῆσθαι, ἢ τοῦ παντὸς σώματος, ἢ αὐτῆς τῆς γαστρός, ἢ τῶν ἐν‐ τέρων. | |
2.14.2 | Καὶ ψύξεως μὲν ἐπιλαβούσης, πρὸς τὸ λευκό‐ τερόν τε καὶ ὑγρότερον χωρεῖ τὰ διαχωρήματα· θέρμης δέ, πρὸς τὸ ξανθότερον καὶ πυρρότερον. ἐλλεῖπον δὲ τοῦ προσ‐ ήκοντος ποσοῦ, ἢ πλείοσι γυμνασίοις συνδιαφορεῖται, ἢ εἰς | |
5 | οὖρα μετοχετεύεται, μηδενὸς δὲ τοιούτου ὄντος, ἐντὸς ἐναπειλῆφθαι τὴν κόπρον σημαίνει, ἣν ἐξάγειν προσήκει βαλάνοις τε καὶ κλύσμασιν. | |
2.14.3 | Ἢν δὲ πλείω τὰ φερόμενα ᾖ τῶν ἀναλογούντων ταῖς τροφαῖς, ἢ τὴν ἀνάδοσιν ἐλλιπῆ γίνεσθαι, ἢ διά τινα χυμὸν δακνώδη τὴν γαστέρα τε καὶ τὰ ἔντερα ἐρεθίζεσθαι. | |
2.14.4 | Καὶ συνήθων μὲν χρωμάτων φαινομένων, μέτριον τὸ κακόν· τὰ δὲ πολύχροα καὶ αἱ‐ ματώδη καὶ ξυσματώδη, καὶ μετ’ ὀδύνης ἐξιόντα ἢ τει‐ νεσμοῦ, εἴδη μειζόνων ἀρρωστημάτων· καὶ ἄλλης τοῦτο | |
5 | πραγματείας. | |
2.14.5 | Ἐν πάσαις γε μὴν κενώσεσι τουτὶ δεῖ σκοπεῖν [καθ’ Ἱπποκράτην]· ὡς ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μή, τοὐναντίον. καὶ τοῦτ’ ἔχε ἀκριβὲς τεκμήριον ἔν τε ταῖς | |
5 | αὐτομάτοις κενώσεσι καὶ ταῖς ἀπὸ τὴς τέχνης πεποιη‐ | |
μέναις. | ||
2.15t | Κεφ. ιεʹ. Περὶ τῶν σφυγμῶν καὶ τῆς ἐξ αὐτῶν διαγνώσεως. | |
2.15.1 | Λείπεται δ’ ἤδη μέτρια καὶ περὶ σφυγμῶν φᾶναι. τῆς τοίνυν θέρμης ἐπιδούσης καὶ ἀλλοιωσάσης τὴν καρ‐ δίαν, μείζους οἱ σφυγμοὶ τῆς καθ’ αὐτοὺς συμμετρίας φαίνονται. ἐπὶ πλέον δ’ ἐπιταθείσης, καὶ τάχος προσκτῶν‐ | |
5 | ται. ἢν δὲ μὴ χωρῇ τὸ μέγεθος καὶ τὸ τάχος τὴν πολλὴν θέρμην ἐμψύχειν, ἤδη καὶ πυκνότης ἐπιγίνεται. | |
2.15.2 | Ταῖς μὲν γὰρ διαστολαῖς τῶν σφυγμῶν, ἤτοι ταῖς τοῦ σώματος τῆς ἀρτηρίας ἐπὶ τὰ ἔξω κινήσεσι (τοῦτο γάρ φασιν οἱ ἰατροὶ διαστολὴν), συνεπισπᾶταί τι τοῦ θύραθεν ἀέρος | |
5 | ἐμψύξον τε καὶ θρέψον τὸ ζωτικὸν πνεῦμα. ταῖς δὲ ἐπὶ τἀναντία ῥοπαῖς, ἃς δὲ συστολὰς καλοῦμεν, ἐκκρίνεται πᾶν ὅ,τι θερμόν, λιγνυῶδες, καὶ ἄχρηστον τῷ ζωτικῷ πνεύματι. | |
2.15.3 | Ἀμέλει καὶ τοὺς χρόνους παραβάλλων τῶν διαστολῶν πρὸς τοὺς τῶν συστολῶν, ἔχοις ἂν ὧδε συλλογίζεσθαι, πό‐ τερον ἡ θέρμη ἐπικρατοῦσά ἐστιν, ἢ τὰ λιγνυώδη καὶ καπνώδη ταῦτα περιττώματα. καὶ πολλὰ ἐντεῦθεν τῶν | |
5 | μὴ φαινομένων διαγνώσῃ τε ταὶ προγνώσῃ ἀκριβῶς, ἀκο‐ λουθῶν ταῖς τῶν ἀρτηριῶν κινήσεσιν. | |
2.15.4 | Εἰδέναι μέντοι δεῖ, ὡς οὐκέτ’ ἀλόγως, ὑποστρέφουσιν οἱ σφυγμοὶ καταλα‐ βούσης ψύξεως, καθὼς ἐπιτείνεσθαι ἤρξαντο. ἀλλὰ πρό‐ τερον μὲν βραδύτεροι γίνονται, εἶθ’ οὕτως ἀραιότεροι· ἐπι‐ | |
5 | ταθείσης δ’ ἤδη τῆς ψύξεως καὶ μικρότεροι. | |
2.15.5 | Ἀμείνους δ’ ἐν παντὶ γένει καὶ εἴδει σφυγμῶν οἱ σφοδρότεροι. οἵδε γὰρ μόνοι τῶν δακτύλων πιεζόντων ἀντιβαίνουσί τε καὶ ἀντικρούουσι, τὴν κατ’ αὐτοὺς ἢ μᾶλλον τῆς καρδίας καὶ | |
5 | τοῦ ζωτικοῦ τόνου, πρὸ τούτων παραδηλοῦντες δύναμιν. | |
2.15.6 | Τοὐναντίον δὲ οἱ ἀμυδροὶ σημαίνουσι. κἂν γὰρ τύχωσι καὶ μείζους ὄντες, οὔτε σφοδροτέραν ἐπαφὴν ὑπομένουσι, καὶ ἠτονηκότος τοῦ ζωτικοῦ τόνου σύμβολα. ὥσπερ αἱ ἀνωμαλίαι ἐπί τε πλήθεσι βαρύνουσι γίνονται, καὶ καιρίων | |
5 | μορίων ἀξιολόγοις ἐμφράξεσι. | |
2.15.7 | Χείρους δὲ οἱ διαλείπον‐ τες. καὶ μάλιστα ἢν πλείω χρόνον μιᾶς κινήσεως ἡ ἠρε‐ μία ᾖ. ἀπαγορεύειν γὰρ ἤδη τὴν καρδίαν σημαίνουσι, τῆς καθ’ αὑτὴν κινήσεως, ἤτοι διὰ πλήθη ἐκνικήσαντα χυμῶν, | |
5 | ἢ δι’ ὅσον οὔπω ἐσομένην νέκρωσιν. | |
2.15.8 | Σκληροὶ δὲ σφυγμοὶ ἀεὶ μὲν κωλύουσι τοῦ κατὰ τὴν ἐκτὸς κίνησιν μεγέθους τῶν σφυγμῶν, ἤτοι δὲ διὰ ξηρότητα, ἢ ψύξιν ἢ φλεγμο‐ νὴν καὶ μάλιστα νευρωδῶν μορίων γίνονται. ὥσπερ οἱ | |
5 | ὑγρότεροι δι’ ἕξιν τοιαύτην, καὶ μελετωμένους ἔσθ’ ὅτε ἱδρῶτας, οἳ δὴ καὶ κυματωδῶς φέρονται. | |
2.15.9 | Καὶ περὶ μὲν τούτων καὶ ἐν ἄλλοις ἔφθημεν διαλαβόντες, ἔνθα καὶ περὶ τῶν κατὰ μέρος νοσημάτων διὰ βραχέων διειλήφαμεν. τῷ γάρ τοι προκαθημένῳ τοῦ βασιλικοῦ κοιτῶνος εἰς πρεσβείαν | |
5 | στελλομένῳ ἐπὶ τοὺς ὑπερβορείους Σκύθας, ἀξιώσαντί με ἐκδοῦναί οἱ βιβλίον, ὅπως ἂν ἔχῃ μετρίως περὶ νοσημά‐ των κρίνειν τε καὶ διαγινώσκειν, καὶ θεραπείας ἐπάγειν τοῖς διαγινωσκομένοις, οὔπω μὲν ἔφθημεν τὸ πᾶν τῆς πραγματείας περάναντες, καὶ νότου πνεύσαντος, ᾤχετο | |
10 | μὲν ἐκεῖνος εἰς ἣν πρεσβείαν ἐστάλη· ἡμῖν δὲ λέλειπται ἡμιτελὲς τὸ βιβλίον. | |
2.15.10 | Τηρούντων οὖν ἡμῶν ἐκείνῳ φιλίαν, καὶ τὴν χάριν ἀποταμιευομένων οὔπω τισὶν ἐξ‐ εδόθη, ἐπεὶ μηδὲ πέρας ἐπετέθη τῇ πραγματείᾳ. ἐπανιόντι δὲ καὶ πέρας τότε σχούσης τῆς πραγματείας, ἐκείνῳ τε τὴν | |
5 | χάριν ἀποτιννῦντες ἐσόμεθα, εἴγε θεὸς δοίη, καὶ σοὶ παρα‐ σχεῖν ἕτοιμοι τὰ ἀντίγραφα. | |
2.15.11 | Δόξει δὲ ἄρα κᾀκεῖνά τι συνενεγκεῖν σοι ἐς τὴν ἅπασαν ἰατρικὴν μέθοδον. ἃ γὰρ ὧδε δοκεῖ λείπειν, ἐκεῖ καθαρώτερον εἴρηται. ἐξεστί γε μὴν καὶ ἀπὸ τῶν ἤδη ῥηθέντων προφυλάττειν σου τὴν ὑγείαν | |
5 | καὶ κινδυνεύουσαν ἐπαναλαμβάνειν. περὶ τούτου γὰρ τοῦ μέρους τῆς τέχνης ἐνταυθὶ διείληπται. ἑξῆς δὲ λείπεται φᾶναι περὶ τῶν φυσικῶν ἐκκρίσεων καὶ τῆς ἐκ τῶν κατ’ αὐ‐ τὰς ἐπισχέσεων ἀκολουθούσης βλάβης. | |
2.16t | Κεφ. ιϛʹ. Περὶ φορᾶς καὶ ἐπισχέσεως τῶν φυσικῶν τε καὶ συνήθων ἐπικρίσεων. | |
2.16.1 | Ἱδρῶτες οὖν θέρους ὥρᾳ ἢ κόπου προσηγησαμένου γινόμενοι οὐδέν τι φαῦλον οὐδ’ ἀπεικὸς προσημαίνουσι. μάλιστα γὰρ ἂν καὶ λυσιτελήσαιεν· ἐπ’ οὐδενὶ δὲ προδήλῳ αἰτίῳ πλῆθος κατὰ τὸ φλεβῶδες γένος σημαίνουσιν. ὥστε | |
5 | ἢ φλέβα τέμνειν προσήκει, ἢ τοῦ ποσοῦ τῆς τροφῆς ἀφαι‐ ρεῖν. | |
2.16.2 | Συμβαίνει δὲ τοῦτο καὶ τοῖς ἀπὸ νόσων ἀναλαμ‐ βανομένοις, πλείον τοῦ δέοντος κεχρημένοις τροφῇ. καὶ | |
τούτοις μὲν τὸ πλέον κατὰ τὸν καιρὸν τῆς πέψεως τῆς τροφῆς οἱ ἱδρῶτες γίνονται· τοῖς δ’ ὑπὸ πλήθους αἵματος | ||
5 | ἐνοχλουμένοις, ἤδη πεφθείσης τῆς τροφῆς. δεῖ δὲ καὶ ἐπὶ ἀμφοτέρων, τοῦ ποσοῦ τῆς τροφῆς ἀφαιρεῖν. | |
2.16.3 | Ἐνίοις δὲ καὶ δι’ ἐσχάτην τοῦ δέρματος ἀραίωσιν γίνεται· οἷς πλείονος γινομένου, κίνδυνος συγκοπῆναι. ἀμέλει ἐπιτρε‐ πτέον τούτοις μᾶλλον τρέφεσθαι, καὶ θερμοτέροις κεχρῆ‐ | |
5 | σθαι, καὶ τὴν ἐκτὸς καταψύχειν τε καὶ πυκνοῦν ἐπιφάνειαν. | |
2.16.4 | Τοῖς δὲ διὰ κατάρροιάν τινα τὸ στῆθος καὶ τὸν ὅλον θώρακα βαρυνθεῖσιν, ἄμεινον μὴ πυρέττειν, μηδ’ ἐπιστη‐ ρίζειν ὀδύνην περί τινα τῶν πλευρῶν ἢ τῶν μαζῶν ἢ τὸ στῆθος· ταῦτα γὰρ ἤδη τοῦ γένους τῶν νοσημάτων καὶ | |
5 | μείζονος διαίτης δεῖται, καὶ πλειόνων λόγων ἢ κατὰ τὴν παροῦσαν ὑπόθεσιν. | |
2.16.5 | Μετρίως δὲ βαρυνομένου τοῦ θώ‐ ρακος τῇ τοῦ ὑγροῦ ἐκεῖσε ῥοπῇ καὶ ἐρεθιζούσης βηχὸς γλυκέσι δεῖ κεχρῆσθαι καὶ χλιαροῖς καὶ ὅσα εὐανάγωγα τὰ καταρρεύσαντα ὑγρὰ ποιεῖν εἴωθε· μὴ γὰρ οὕτω προμη‐ | |
5 | θευσαμένου τοῦ κάμνοντος, στηριχθείη ἂν τὸ καταρρεῦ‐ σαν ὑγρὸν καὶ ὀδυνήσαι, καί τι ἕτερον χεῖρον ἐπαγάγοι. | |
2.16.6 | Δεῖ δ’ ἀεὶ πρόνοιαν ποιεῖσθαι τοὺς καταρρέοντας ἀφ’ ὕψους χυμοὺς μετοχετεύειν ἐπὶ τοὺς μυκτῆρας· οὕτω γὰρ ἂν ἐκφορηθέντος τοῦ λυποῦντος ἀσινὴς ὁ θώραξ διατηρη‐ θείη. | |
2.16.7 | Γαστρὸς δὲ ἐπισχέσεσι βάρη τε κεφαλῆς συν‐ εδρεύει καὶ σκοτόδινοι, καὶ πικρότητες στόματος, καὶ ἀηδίαι τε καὶ ἀνορεξίαι. κλύσμασι δὲ ὑπεικούσης ἀνίεται τὰ λυ‐ ποῦντα. ἀμέλει δεῖ καὶ τούτων ποιεῖσθαι πρόνοιαν, ὡς μὴ | |
5 | ἐπέχοιτο. | |
2.16.8 | Ἐνίοις δὲ κατά τινας ὥρας αὐτομάτως φέρε‐ ται ἡ γαστὴρ τοῦ συνήθους πολλῷ πλέον, ἐπί τισι ῥηταῖς ἡμέραις, καὶ πολλὰ συνεξάγεται τῶν λυπούντων, καὶ ἄμει‐ νον βιώσκει ὁ ἄνθρωπος. | |
2.16.9 | Ἑτέροις δὲ καὶ ἄνω πολλά τε καὶ ποικίλα ἐξεμούμενα πολλῶν μελετωμένων νοσημά‐ των ἀπαλλάττει τοὺς ἐξεμέσαντας· ὧν μὴ συνήθως γι‐ νομένων ἤδη, λαβούσης τοῦτο εἰς συνήθειαν τῆς φύ‐ | |
5 | σεως πολλά τε καὶ χαλεπὰ ἄρχεται νοσήματα ἀναφύεσθαι. | |
2.16.10 | Ἀμέλει προσήκει τῶν συνήθων μὴ γινομένων ἐκκρί‐ σεων ταύταις ταῖς ἀπὸ τῆς τέχνης ἀρήγειν βοηθήμασιν. οὐχ ἧττον δὲ καὶ οἷς σύνηθες διὰ μυκτήρων ἢ αἱμορροΐδων | |
αἶμα φέρεσθαι εἴωθεν. ἀλόγως γὰρ ὧδε τοῦ αἵματος ἐπι‐ | ||
5 | σχεθέντος, ἢ τοὺς συνήθεις ἀναστομοῦν προσήκει πόρους, ἢ σχάσεσι φλεβῶν τὸ πλεονάζον κενοῦν, εἰ μή πού γε πλείοσι γυμνασίοις ἀναλισκομένου τοῦ περιττοῦ ἢ τροφαῖς ἐλάττοσι κολαζομένου οὐ κατεπείγει τῶν κενώσεων χρεία. | |
2.16.11 | Ὥσπερ οὖν ἀμέτρως τὰ μὴ δέοντα κενούμενα ἄτονόν τε καὶ ψυχρὸν τὸ σῶμα ποιεῖ, καὶ τὰς ψυχικας ἀμβλύνει δυνάμεις, οὕτω δὴ τὰ δεόμενα καθάρσεως ἐπεχόμενα βα‐ ρύνει τε καὶ ἐμφράττει καὶ θορυβεῖ τὸν νοῦν. καὶ ἄλλ’ ἐπ’ | |
5 | ἄλληλα ἐπάγει ἄλγη καὶ ἀρρωστήματα, καὶ πᾶσαν δύναμιν τῷ χρόνῳ καταμαραίνει. καὶ ταῦτα μὲν οὕτως. | |
2.16.12 | Ἐπεί δὲ περὶ διαίτης καὶ τῶν κατὰ μέρος σιτίων εἴρηται καὶ οἷς κεχρῆσθαι δέον, καὶ ἃ παραφυλακτέον, καὶ διὰ πάντων τὴν ὑγιεινὴν πραγματείαν ὧδέ σοι ἐκτεθείκαμεν, ὡς ἂν ἑπόμε‐ | |
5 | νος ταύτῃ ἄμεινόν τε διάγῃς καὶ τὰς μελετωμένας ἀπο‐ διοπομπῇ νόσους, κοινῇ δὲ τοῦτο πᾶσι δοκεῖ δίαιτα ἰσο‐ νομίαν χαριζομένη πᾶσι ποῖς ἐν ἡμῖν πνεύμασι, σοὶ δὲ πρόθεσις μᾶλλον τὸ ψυχικὸν ὑγιαίνειν τε καὶ διαλάμπειν πνεῦμα, ὧδε τὸ τᾶν τοῦ λόγου τρέψαντες ἐροῦμέν σοι τὰ | |
10 | προσήκοντα ἐπαναλαβόντες τὸν λόγον. | |
2.17t | Κεφ. ιζʹ. Περὶ τοῦ πῶς ἂν ἕκαστον τῶν πνευμάτων ἐπιδιδοίη ἐκ τῆς προκειμένης μεθόδου δαὶ μάλιστα τὸ ψυχικὸν πνεῦμα. | |
2.17.1 | Τεττάρων οὖν διαφόρων πνευμάτων ἐξευρημένων τῷ λόγῳ, ἑνὸς μὲν τοῦ κατὰ τὴν γαστέρα φαινομένου, καὶ ψυχροῦ μὲν καὶ ὑγροῦ τούτου φαινομένου τοῦ πνεύματος, ψυχροῦ δὲ λέγω, οὐχ ὡς ψύχοντος, ἀλλ’ ὡς ἧττον θερμοῦ | |
5 | τοῦ μετ’ αὐτὸ ὄντος, ὥσπερ καὶ ξηρὸν εἰ εἴποιμι ἕτερον τοῖς ὑγροτέροις τοῦτο παραβάλλων λέγω (πάντα γὰρ τὰ φυσικὰ καὶ ζωώδη πνεύματα τῷ κοινῷ λόγῳ θερμά τε καὶ ὑγρὰ πέφυκε), καὶ τούτῳ δηλονότι τῷ κατὰ τὴν γαστέρα τῆς ὀρεκτικῆς δυνάμεως ἐποχουμένης, καθόσον ἂν αὐτὸ | |
10 | ἑαυτοῦ φαίνηται καταρώτερον, καὶ τὰς κατ’ αὐτὸ αἱσθή‐ σεις ἀμείνους γίνεσθαι εἰκός, καθόσον δὲ τῆς συμμετρίας λείπεται, καὶ τὴν κατ’ αὐτὸ δύναμιν ἀμυδρότερον ἐνεργεῖν. ἀμέλει μᾶλλον ξηρότησι καὶ θερμότησιν αὐτὴν ὁρῶμεν τὴν δύναμιν πάσχουσαν, ἢ ταῖς ἀντικειμέναις ποιότησιν. | |
2.17.2 | Ἐκ‐ | |
δεχομένης δὲ ταύτην τῆς κατὰ τὸ ἧπαρ δυνάμεως, ἣν δὴ καὶ φυσικήν τε καὶ φυτικήν φαμεν, καὶ ταύτῃ τῆς θρεπτι‐ κῆς τε καὶ αὐξητικῆς καὶ τοῦ ὁμοίου γεννητικῆς τε καὶ | ||
5 | ἐπιθυμητικῆς ἀναπαυομένης δυνάμεως, τὸ κατ’ αὐτὴν πνεῦμα θερμὸν ἤδη καὶ ὑγρὸν τυγχάνει, καὶ ἡ κατὰ ταύ‐ τας τὰς ποιότητας ἀποβλέπουσα δίαιτα ἀνανεοῦσθαί τε καὶ ἀκμάζειν τὴν κατὰ τὸ ἧπαρ παρασκευάζει δύναμιν· ὕπνοι δὲ ἄρα τοῦτο πλείους καὶ λουτρά, θυμηδίαι τε καὶ | |
10 | ἀνέσεις βίου, βραχύτατά τε γυμνάσια καὶ μετρίως θερ‐ μαίνουσαι καὶ ὑγραίνουσαι τροφαί. | |
2.17.3 | Τῇ δὲ καρδίᾳ τῆς ζωτικῆς καὶ θυμικῆς ἐνθαλαμενομένης δυνάμεως καὶ διὰ πολλῷ γε τοῦ καθ’ ἧπαρ θερμοτέρον ἐνεργούσης πνεύ‐ ματος, ἤδη δὲ καὶ ξηροῦ καθόσον ἂν αὗται αἱ ποιότητες | |
5 | ἐπιτείνοιντο ἐν τοῖς κατὰ φύσιν αὐτῶν ὅροις. καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι ῥωμαλεωτέραι φαίνονται, σύντονα δὲ ὧδε γυμνάσια καὶ ἱππασίαι καὶ μάχαι καὶ κυνηγέσια τοῦτο διε‐ γείρουσι, καὶ ἡ πρὸς τὸ θερμότερον καὶ ξηρότερον ἀπο‐ κλίνουσα δίαιτα. | |
2.17.4 | Ἢν οὖν τούτων τῶν δυνάμεων ἀπο‐ καμοῦσαν ἀναζωπυρεῖν ἐθέλῃς, τῇ κατ’ αὐτὴν πλεονεκτή‐ σας διαίτῃ, κατ’ ἐκείνην ἂν ἐνεργέστερος γένοιο. | |
2.17.5 | Καὶ ταῦτα μὲν ἀφείσθω, ὀλίγον σοι διὰ φροντίδος ὄντα, ἢν μὴ πρὸς τὴν καθόλου ἀπομαχόμενα ὑγείαν ᾖ· νυνὶ δὲ περὶ τοῦ κατὰ θυμόν σοι ἐροῦμεν καὶ πρότερον εἴρηται, πολλῷ μὲν τῆς | |
5 | κατὰ τὸ ζωτικὸν πνεῦμα θερμότητος λείπεται τὸ κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ καὶ ξηρότερον ἐκείνου φαίνεται, ὡς διὰ πάντων συνάγεσθαι, ξηρότερόν τε καὶ ψυχρότερον τῶν ἄλ‐ λων τουτὶ τὸ πνεῦμα φαίνεσθαι, τίς ἂν μᾶλλον προσή‐ κουσα ὧδε νομισθείη δίαιτα, εἰ μὴ ἡ μετρίως ψύχουσα καὶ | |
10 | ξηραίνουσα. | |
2.17.6 | Ἀμέλει τοῖς μὲν ἁπλῶς ὑγιαίνειν καὶ κατὰ τουτὶ τὸ πνεῦμα βεβουλημένοις, ἡ πρώτη καὶ κοινὴ καὶ ἣν φθάσαντες ἐπεράναμεν δίαιταν, ἐφαρμόσειεν ἄν, ἐπ‐ αρκέστερον μὲν πολλῷ τὸ κατὰ τὸν ἐγκέφαλον γεννῶσα | |
5 | πνεῦμα, οὐχ οὕτω δ’ ἀκραιφνὲς καὶ ἀθορύβητον. | |
2.17.7 | Σοὶ δ’ ἐξ ὧν ἐροῦμεν βραχύ τι τὴν δίαιταν μεταλλάξαντι, τἀμείνω τοῦ κατά σε σκοποῦ ἀπαντήσει. ὥσπερ τοῖς μου‐ σικοῖς μίαν που ἢ δύο χορδὰς χαλάσασιν ἢ ἐπιτείνασι, τῶν | |
5 | ἄλλων ἐπὶ τοῦ αὐτοῦ τηρουμένων, ἕτερόν τι πάντῃ τοῦ προτέρου ἀνακρούεται μέλος. | |
2.17.8 | Ὥσπερ οὖν θυμηδίαι καὶ ἀνέσεις καὶ ὕπνοι ὑγρότερον μὲν ἡμῶν ποιοῦσι τὸ φυσι‐ κὸν πνεῦμα, θερμότερον δὲ θυμοὶ καὶ σύντονα γυμνά‐ σια τὸ κατὰ τὴν καρδίαν ζωτικὸν πνεῦμα, ἄλλως δὲ ταῦτ’ | |
5 | ἀλλοιοῖ ἡ ἐπεισαγομένη τροφὴ ὑγροτέρα ποιοῦσα ἢ θερμο‐ τέρα τὸν αὐτὸν τρόπον, ἄλλως ἂν τὰ ψύχοντα καὶ ξηραί‐ νοντα κατὰ τὴν ἐκτὸς δίαιταν διαθείη ἂν τὸν ἐγκέφαλον, καὶ ἄλλως ἀγρυπνίαι καὶ ἐνδελεχισμοὶ καὶ ἔμμονοι περὶ τὰ νοητὰ ἔννοιαι. | |
2.17.9 | Ὧδε γὰρ πλείονος τῆς κατ’ αὐτὸ γι‐ νομένης κινήσεως, ὀξύτερόν τε καὶ λεπτότερον ἑαυτοῦ εἰκὸς γίνεσθαι, καὶ ξηρότερον καὶ διατεθερμασμένον τῇ συνεχεῖ ἐνεργείᾳ, μή τινος ἔξωθέν τε καὶ ἔσωθεν τοῦτ’ ἀναθολοῦν‐ | |
5 | τος διά τινα πλημμελήματα. | |
2.17.10 | Ἅπαξ οὖν εὐθυπορῆσαν, ἐπὶ τἄμεινον πρόεισι καὶ τῶν λοιπῶν κατακυριεύει. ἀμέλει πάντας τοὺς νήφοντας καὶ τοιαύτην ἐργασίαν ποιουμένους, ὁρῶμεν πλήθους τε καὶ πάχους τροφῆς ἀπέχεσθαι καὶ | |
5 | ἀνέσεως πείθοντας, ὡς μήτ’ αὐτὸ τὸ πνεῦμα ὧδε παχύ‐ νοιτο, μήτε ταῖς ἐκ τῆς ἁδροτέρας διαίτης ἐπικρατείαις τῶν ἄλλων πνευμάτων, καὶ μάλιστα τοῦ φυσικοῦ. τοῦτο γὰρ καὶ κατ’ ἀμφοτέρας τὰς δυνάμεις τε καὶ ποιότητας τῷ ψυ‐ χικῷ ἀντίκειται, καὶ δουλαγωγούμενον τὸ ψυχικὸν ἐπισύρε‐ | |
10 | ται πνεῦμα. | |
2.17.11 | Ὥσπερ οὖν ὕδωρ μᾶλλον νηφαλίους ἡμᾶς ποιεῖ, ἥττονος τῆς ἀναδόσεως γινομένης, ὀλιγοσιτία δὲ οὐχ ὕλην δίδωσιν αὐτάρκη τῷ φυσικῷ πνεύματι, καὶ μακρὰ δὲ ἐγρήγορσις φθάνει τὰς παχυτέρας κολούουσα τῶν | |
5 | ἀναθυμιάσεων, ὡς διὰ πάντων ἀκραιφνέστερον τὸ ψυχικὸν πνεῦμα φαίνεσθαι ἐν ὑπακούουσι σώμασιν, οὕτω δὴ ὑδρο‐ ποσίαι μὲν ἀχλυῶδες καὶ παχὺ τουτὶ τὸ πνεῦμα παρασκευ‐ άζουσι ταῖς ἐξ ὑπογείου ἀναθυμιάσεσι. νηστεία δ’ ἐκπυροῖ καὶ θυμοειδέστερον ἀπεργάζεται. ἡ δ’ ἀγρυπνία ξηραίνει | |
10 | καὶ οὐκ εὐτύπωτον ποιεῖ τὸ πνεῦμα, ἐν μὴ οἰκειουμένοις τῇ διαίτῃ πνεύμασιν. | |
2.17.12 | Ἵν’ οὖν μὴ ταῖς ἀντικειμέναις διαίταις ἀνθελκόμενος τύχῃς, ἀνθελόμενος τῶν ἀμεινόνων τὰ φαῦλα, καὶ πρόφασίς σοι τουτὶ τὸ βιβλίον βλάβης γέ‐ γένηται, καὶ ταῦτα τῷ λόγῳ προσθεὶς ἐντελῆ σοι τὸν λόγον | |
5 | ποιήσομαι. | |
2.17.13 | Ἤδη σοι τῷ χρόνῳ καὶ τῇ μακρᾷ νηστείᾳ | |
καὶ προσέτι τῇ ἐπὶ τἀμείνω ῥοπῇ τὸ φυσικὸν ἀπομαρά‐ ναντι πνεῦμα οὔτε συχναῖς νηστείαις προσήκει καταπιέζειν τὸ σῶμα, οὔθ’ ὕδατος πόσεσι. | ||
2.17.14 | Πρῴην μὲν γὰρ σύγ‐ κρασίς τις τῇ φυσικῇ θέρμῃ τοῦ ἐγκεφάλου πρὸς τὴν τοῦ ὕδατος ἐγεγόνει, καὶ ἄμεινον διετέλεις. νυνὶ δὲ πρὸς τὸ ψυχρότερον ῥέποντα ἐπανασώζειν δεῖ σε τὸ λεῖπον μετρίαις | |
5 | τοῦ οἴνου χρήσεσι, ψυχραῖς δὲ πάνυ μὴ καταχρῆσθαι τρο‐ φαῖς. | |
2.17.15 | Ἐπὰν δὲ καὶ πλέον ἐπισχύουσα ἡ ψύξις ᾖ, καὶ τῇ Ἀνδρομάχου θηριακῇ προσῆκον ἔσται κεχρῆσθαί σε, ἀντιδότῳ λεπτυντικῷ καὶ διαφορητικῷ τελοῦντι φαρμάκῳ, καὶ τὰς ἐν ἡμῖν ἀναζωπυροῦντι δυνάμεις. | |
2.17.16 | Ἐπεὶ δὲ ταῖς ὀλίγοσιτίαις ἐξήραταί σοι τὸ σῶμα, ἤδη δὲ καὶ εἰς ἕξιν τῆς τοιαύτης γεγονυίας σοι διαίτης οὐ ῥᾴδιον ἐπ’ ἄλλην μεταβαίνειν, καὶ λουτροῖς προσήκει κεχρῆσθαί σε, τέγγουσι | |
5 | μὲν τὸ ἅπαν σῶμα καὶ διαφοροῦσι τὰ ἐναπειλημμένα τῷ βάθει τοῦ σώματος δεόμενα καθάρσεως, ἀνακαλουμένοις δὲ καὶ τὰς φυσικὰς ἡμῶν δυνάμεις ἀμαυρωθείσας. | |
2.17.17 | Ὥσ‐ περ δὲ ἐπὶ τὸ ψυχικὸν τουτὶ πνεῦμα τὸν ἅπαντά σου τεί‐ νειν σκοπὸν προὔργου πεποίησαι, οὕτω μηδὲ τῶν ἄλλων σε καρραθυμεῖν θέμις. συνεφέλκονται γὰρ τοῖς ἀλλήλων | |
5 | πάθεσι, καὶ συναποκαθίστανται ταῖς ὑγείαις. | |
2.17.18 | Ταῦτά τοι τῆς κοινῆς καὶ καθαρᾶς διαίτης πρόνοιαν ποιουμένῳ σοι, καὶ μικράν τινα ῥοπὴν χαριζομένῳ τουτῳῒ τῷ πνεύ‐ ματι τῇ οἰκειότητι τῆς κατ’ αὐτὸ συγκράσεως, ἀμείνω σοι | |
5 | τὰ πάντα καὶ ἐν καταστάσει ἐσεῖται. | |
2.17.19 | Πέφυκε δέ σοι καὶ ἡ κατὰ φιλοσοφίαν ἕξις, καὶ ἡ τῶν ὀρθῶν δογμάτων ἐξέτασις, καὶ ἡ διὰ πάντων περὶ τἀληθέστερα ἰοῦσα σπουδή, ἐκ τῶν ἐξευρημένων ἡμῖν μεθόδων πλείω τε καὶ ἀμείνω | |
5 | τῇ κατά σε διαίτῃ προσερανίζεσθαι. | |
2.17.20 | Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ὧδέ πη καὶ ληγέτω, ἱκανῶς μὲν τοῖς βραχυ‐ λογεῖν ἐθέλουσιν ἐκδοθείς, οὐχ ἥκιστα δὲ καὶ τοῖς ἀρχὰς ἐν τοῖς τῆς ἰατρικῆς ἔχουσι θεωρήμασι, καὶ μεμνημένοις φι‐ | |
5 | λοσοφίας ὄργια. | |
2.17.21 | Σὺ δ’, ὦ θεία καὶ ἱερὰ κεφαλή, συγ‐ γνώμων ἔσο, εἴ τινος ὁρᾶς τουτὶ τὸ βιβλίον λειπόμενον τῶν κατὰ τὴν σὴν ἔφεσιν, τοῦτ’ ἐκεῖνο εἰδώς, ὡς τὰ πολυ‐ σχιδέστερα τῶν μαθημάτων οὐκ ἂν ῥᾳδίως τις βραχέσιν | |
5 | ἐμπεριλάβοι γράμμασιν, ὡς ἀποσώζειν καὶ τὴν κατ’ αὐτὰ πᾶσαν μέθοδον. | |
2.17.22 | Εἰ γὰρ δὴ τῶν πρὸ ἡμῶν ἐκείνων | |
ἀνδρῶν ὅσοι φιλοσοφίᾳ τοὺς λοιποὺς παρήνεγκαν τὰς βί‐ βλους ἀναπτύσσοντες ἐλλείποντά τινα ἐνιότε τῶν δεόντων ῥηθῆναι εὑρίσκομεν, σχολῇ γ’ ἂν περὶ τουτὶ τὸ βιβλίον | ||
5 | εὑρεθείη τὰ πλείονα τῶν δεόντων ῥηθῆναι μή τοι γε πάντα. | |
2.17.23 | Τοῖς γε μὴν νοῦν ἔχουσι μή τοι γε τοῖς κατὰ τὴν σὴν ἕξιν ἐς φιλοσοφίαν, ἱκανὰ ἂν δόξαι καὶ ταῦτα χειραγωγη‐ θέντα ἀπὸ τῶν ἤδη ῥηθέντων, κἀπὶ τὰ μὴ φθάσαντα δια‐ ληφθῆναι τῷ λόγῳ. οὕτω γὰρ καὶ ἐπὶ πάσης ἄλλης ἐπι‐ | |
5 | στήμης πρόκειται. τῶν γὰρ ἀρχῶν ἐν πᾶσι τοῖς μαθήμασι προκατειλημμένων τοῖς εὖ εἰδόσι κρίνειν, καὶ τὰ μετὰ τὰς ἀρχὰς ῥᾳδίως ἐπιγινώσκεται. | |
2.17.24 | Ἀλλὰ μὴ κάμοις νῦν μὲν εὐχαῖς ἡμᾶς στηρίζων, καὶ ἐπὶ τἀμείνω διαβιβάζων, νῦν δ’ ὁμιλίαις ἱεραῖς ἀνακαθαίρων ἡμῶν τὴν διάνοιαν, ἔτι δὲ ὑποθήκαις σεμναῖς εἰς τὰ δέοντα προτρεπόμενος. | |
2.17.25 | Οὐκ οἶδα γὰρ ὅτῳ ἂν μᾶλλον σοῦ πεισθείην καὶ βου‐ λευομένου καὶ φιλοσοφοῦντος τὰ κάλλιστα, εἰδώς σε τοῖς ἀληθέσι τῆς φιλοσοφίας προσκείμενον δόγμασι, καὶ τῇ περὶ ἡμᾶς κηδεμονίᾳ συνδιατιθέμενον. | |
2.17.26 | Εἰ δὲ καιροῦ κα‐ λοῦντος μετ’ ἀλλήλων ἐφ’ ἱκανὸν χρόνον διατρίψαιμεν, πολλὰ ἂν οἶμαι τῶν δεόντων ἐς φιλοσοφίαν συζητηθείη ἡμῖν τε καὶ ἑτέροις τὴν κατὰ γνῶσιν χορηγήσοντα προκοπήν. καὶ | |
5 | εἴη γε καὶ ἡμᾶς ὀψέ ποτε ἀνανεῦσαι καὶ ἐπὶ τὸν νοητὸν ἐγκύψαι διάκοσμον, καὶ τῶν ἐκεῖθεν καλῶν ἀπόνασθαι καὶ ἰδεῖν τε καὶ παθεῖν, ἃ νῦν ἡμῶν ὁ νοῦς ταῖς ἐμπαθέσι κηλῖσι μεθύων, ἄκραις ἐπαφαῖς τὸ τοῦ λόγου κατανοεῖ. ὁ δὲ δὴ σὸς κατανοῶν ἀκριβῶς, οὐκ ἐπιστρέφεται πρὸς τὰ | |
10 | ἡμῖν ἐπαγωγὰ καὶ ἡδέα. | |
2.17.27 | Καὶ τάχ’ ἂν οὕτω καθαρώ‐ τερον μετ’ ἀλλήλων φιλοσοφήσαιμεν, ὧν τοὺς λόγους νῦν ἀγνοοῦμεν, τότε καθαρώτερον κατοπτεύοντες, ἐπεὶ καὶ φύ‐ σει τοῦθ’ ἡμῖν δέδοται, καὶ ταύτῃ μᾶλλον τοῖς πρώτοις | |
5 | οἰκειούμεθα αἰτίοις, κἂν ἅπαξ τῶν ἐκεῖθεν ἀποσφαλεῖσι θεωριῶν δυσχερής τις δοκῇ ἡ ἄνοδος καὶ πόρρω τῆς κατα‐ σπώσης ὧδε δυνάμεως. | |
2.17.28 | Εἰ δέ πη καὶ τῶν τεθεωρημέ‐ νων σοι ἀξιοίης ἡμᾶς κοινωνοὺς γίνεσθαι διαπορθμεύων καὶ εἰς ἡμᾶς τὰ κάλλιστά σοι θεάματα, ἄξια μὲν ἂν σαυτοῦ ποιήσαις καὶ τὸ κοινωνικὸν τοῦ νοῦ ἐπιδείξαις, φύσει προσὸν | |
5 | πᾶσιν ἀνθρώποις. κἂν ἀπείργῃ τοῦτο ἡ περὶ τἀμείνω ἄγνοια, θέλξαις δ’ ἂν ἴσως καὶ ἀναζωπυρήσαις ἤδη ἀποσβεννύμενον | |
τὸ ἐν ἡμῖν νοερὸν καὶ καταπείσαις μεταδιώκειν τἀμείνονα. |