TLG 3186 001 :: ANONYMUS DIALOGUS CUM JUDAEIS :: Anonymus dialogus cum Judaeis (e cod. Vatoped. 236) (olim sub auctore Joanne Damasceno)

ANONYMUS DIALOGUS CUM JUDAEIS
(A.D. 6)

Anonymus dialogus cum Judaeis (e cod. Vatoped. 236) (olim sub auctore Joanne Damasceno)

Source: Declerck, J.H. (ed.), Anonymus dialogus cum Iudaeis saeculi ut videtur sexti [Corpus Christianorum. Series Graeca 30] Turnhout: Brepols, 1994: 3–111.

= editio princeps

Citation: Chapter — (line)

t

Διάλογος πρὸς Ἰουδαίους

1

Θεῷ μὲν ἀναθετέον τὰ θεῖα, ἀνθρώποις δὲ τὰ ἀνθρώ‐ πινα, μᾶλλον δὲ θεῷ ἀναθετέον καὶ τὰ ἀνθρώπινα· Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, καθά που φησὶν ὁ θεῖος Ἀπόστολος. Ὅτ’ ἂν τοίνυν θεοῦ μόνου,
5καὶ τῶν ἀνθρωπίνων μήτιγε δὴ τῶν θείων ἡ γνῶσις, ποῖος ἀνθρώπινος νοῦς ἢ λόγος τῶν θείων λόγων κατατολμᾶν δυνήσηται; Πλὴν ἐπειδὴ τῶν θείων ἡ ζήτησις καὶ τοῖς ἀνθρώποις δεδώρηται—τοῦτο γὰρ οἶμαι τὸν Μωσῆν αἰνιττόμενον ἐν Δευτερονομίῳ εἰπεῖν τῷ Ἰσ‐
10ραηλίτῃ λαῷ· Ἔστι τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου· καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος καὶ ἀνιστάμενος καὶ πᾶν ὅτι ἂν πράττων—,
15οὐκ ἀπεικὸς κἀμοὶ τῷ ἐν ἁμαρτίαις ζῶντι διαπαντὸς θεὸν ἐπικαλεσαμένῳ ἵλεων γενέσθαι μοι τοῦ τολμήματος, ζήτησιν τινὰ τῶν θείων ποιήσασθαι. Ἀλλά μοι λόγε θεοῦ καὶ θεὲ καὶ δέσποτα καὶ κηδεμὼν τοῦ παντὸς καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, δὸς τὴν τῶν σῶν
20θρόνων πάρεδρον σοφίαν, ὥστε εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων· σὺ γὰρ εἶ καὶ τῆς σοφίας ὁδηγὸς καὶ τῶν σοφῶν διορθωτής. Ἄρξομαι δὲ τοῦ τοιούτου τολμήματος, θεὸν ἡγεῖσθαι καὶ τοῦ ζητου‐ μένου πιστεύων· θεὸς γάρ ἐστιν ὁ διδάσκων ἄνθρωπον
25γνῶσιν. Λόγος ἐπῆλθε μοι πολλάκις ἀναζητοῦντι κατ’ ἐμαυτόν, τίνος ἕνεκεν ἔθνη μὲν ἅπαντα τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ ὑπεῖξε καὶ ὑπεχώρησεν, ἅπαντα σχεδὸν εἴσω τῶν ἀπο‐ στολικῶν δικτύων γενόμενα, ὡς ὀλίγα κομιδῆ τῇ πα‐
30λαιᾷ πλάνῃ κατέχεσθαι, μόνοι δὲ Ἰουδαῖοι καίπερ ἔ‐ χοντες νόμον, προφήτας καὶ πατριάρχας ὁδηγοὺς πρὸς τὸ κατὰ Χριστὸν εὐαγγέλιον, δι’ ὧν καὶ ἡμεῖς ὡδηγήθημεν, πεπωρωμένην ναὶ μὴν τὴν καρδίαν ἔχοντες, καὶ τὸ κάλυμμα τοῦ νοῦ περικείμενοι—ὅτι γὰρ νόμος, προφῆται3
35καὶ πατριάρχαι πρὸς τὸ κατὰ Χριστὸν ἡμᾶς ὡδήγησαν εὐαγγέλιον, προϊὼν ὁ λόγος διδάξει σαφέστατα σὺν θεῷ φάναι—, “Τίνος οὖν ἕνεκεν” ἔλεγον, “κοινῶν ὄντων ἡμῖν τῶν διδασκάλων, κοινῶν καὶ τῶν λόγων, ἐκεῖνοι τοῖς πατρικοῖς ἠπείθησαν δόγμασιν, καὶ τὸν ὑπὸ νόμου
40καὶ προφητῶν κηρυχθέντα θεὸν ἄνθρωπον γενέσθαι μέ‐ νουσι μὴ δεχόμενοι;” Τούτοις καὶ πλείοσι λογισμοῖς συνεχόμενος, ἀνδρὶ συ‐ νέτυχον Ἰουδαίῳ, πολλὴν ὡς ὕστερον ἔγνων τῶν νομικῶν καὶ προφητικῶν λόγων εἴδησιν ἔχοντι, οὕτω δὲ ἔχοντι
45ὡς ἔστιν ἔχειν εἰκὸς Ἰουδαῖον γε ὄντα, καὶ τῇ σκιᾷ δεδουλωμένῳ γράμματος, καὶ φημὶ πρὸς αὐτόν· [Χρι‐ στιανός] “Ἄγε δὴ ὦ ἄνθρωπε, τινὰ ζητοῦντι μοι παρὰ τοῦ καθ’ ὑμᾶς Ἰουδαϊκοῦ φύλου μαθεῖν, ὡς οἷον τέ ἐστι προσφόρως ἀπόκριναι.” Ὁ δὲ τὰ πρῶτα μὲν ὑπεστέλλετο,

1

(50)

δεδιέναι λέγων τοῦ καθ’ ἡμᾶς λόγου τὴν δύναμιν, ὥσπερ ἐν παρρησίᾳ τινὶ ῥημάτων νομίζων ἔχειν ἡμᾶς τὴν ἰσχύν, καὶ οὐκ ἐν δόγμασι θείοις, καὶ φησὶ πρὸς ἐμέ· [Ἰουδαῖος] “Οὐκ ἔστιν ἡμῖν τοῖς Ἰουδαΐζουσι δύναμις ἀντιλέγειν ὑμῖν τοῖς Χριστιανίζουσι.” —“Τίνος ὄντος τοῦ ἐμποδί‐
55ζοντος;” εἶπον ἐγὼ πρὸς αὐτόν. “Μή πη ἄρα δεδοίκατε ὡς χεῖρας ὑμῖν ἐπιβαλοῦμεν, καὶ κατὰ κόρρης παίσομεν καὶ εἰς φυλακὰς ἀποθέμενοι μαστιγώσομεν, ὅπερ ὑμῖν τοῖς διώκταις ποτὲ καθ’ ἡμῶν Ἰουδαίοις κατὰ πολλὴν ἰσχὺν ἐσπουδάζετο; Τοῦ εἰρηνικοῦ καὶ πράου Χριστοῦ
60μαθηταὶ τυγχάνειν ἐλπίζομεν· ἐκεῖνος λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, ἀλλὰ τῷ τύπτοντι τὴν δεξιὰν σιαγόνα, καὶ τὴν ἀριστερὰν ὑποτιθέναι πα‐ ρεκελεύσατο· σταυρούμενος δέ, τὴν ἁμαρτίαν ὑμῖν ἀφεῖναι
τοῖς σταυροῦσι προσηύχετο. Τούτοις τοῖς νόμοις τὸ Χρι‐4
65στιανῶν πολιτεύεται φύλον· ἡμεῖς καὶ τοὺς λιθάζοντας ὡς εὐεργέτας ἔχειν ἐμάθομεν. Καὶ μάρτυς ὁ Στέφανος, ὁ ὑφ’ ὑμῶν λιθαζόμενος καὶ ὑπὲρ ὑμῶν προσευχόμενος· ὡς δὲ καὶ Παῦλος αὐτός, τοσαῦτα παθὼν ὑφ’ ὑμῶν Ἰουδαίων καὶ θέλων εἰ οἷόν τε ἦν ἀνάθεμα ὑπὲρ Ἰουδαίων γε‐
70νέσθαι. Τί οὖν δέδοικας ἄνθρωπε, τοσαῦτα τῆς φιλαν‐ θρωπίας ἔχων Χριστοῦ τὰ ὑποδείγματα, μετὰ τῶν δού‐ λων Χριστοῦ λόγους κινεῖν εἰς συζήτησιν;” Ὁ δὲ πρὸς ἐμέ· “Μὴ τοῦτο” ἔφη, “ὑπολάμβανε. Οἶδα κἀγὼ τῆς ἐκ‐ κλησίας θεοῦ τὴν χρηστότητα. Ἀλλὰ τινὲς παρ’ ὑμῖν ἡνίκα
75λόγους τινὰς τοιούτους πρὸς ἡμᾶς κινήσωσιν, ἀφέν‐ τες Μωσέα καὶ τοὺς προφήτας ἐξ ὧν τῆς ἀληθείας ἡ εὕρεσις, ἐκ τῶν Ἀριστοτέλους ἡμῖν καὶ Πλάτωνος δια‐ λέγονται, συλλογισμοὺς τινὰς καὶ παραλογισμοὺς συμ‐ πλέκοντες, ὦν ἡμεῖς ἀμαθεῖς ὁμολογοῦμεν εἶναι καὶ οὐκ
80ἀρνούμεθα· τοῦτο ποιεῖ τοῦ καθ’ ἡμᾶς λόγου φεύγειν τὴν βάσανον, καὶ οὐκ ἐᾷ τοὺς ἀμαθεῖς ἡμᾶς σὺν παρρησίᾳ προσδιαλέγεσθαι.” Ἐγὼ δὲ τοῖς ῥηθεῖσι προσεμειδίασα, καὶ φημὶ πρὸς αὐτόν· “Βέλη νηπίων ὄντως ἐγενήθησαν αἱ πληγαὶ ὑμῶν,
85καὶ ἐξησθένησαν ἐφ’ ὑμῖν αἱ γλῶσσαι ὑμῶν· τὴν γὰρ οἰκείαν νωθρότητα ἐπικρύπτειν οἰόμενοι, τοῦ εὐαγγελικοῦ λόγου τὴν ἰσχὺν ἀποφεύγοντες, Πλατωνικοῖς καὶ Ἀρι‐ στοτελικοῖς ἡμᾶς ἰσχυρίζεσθαι λόγοις ψευδῶς ἀναπλάτ‐ τεσθε. Τίνος γὰρ ἤκουσας Χριστιανοῦ πρὸς Ἰουδαῖον
90ποτὲ δογματίζοντος, καὶ συλλογισμοὺς τινὰς ὡς ἔφης ἢ παραλογισμοὺς εἰς συμμαχίαν τοῦ ζητουμένου προ‐ φέροντος; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Μωρία τοὐναντίον ἔδοξεν Ἕλλησι τοῖς ζητοῦσι σοφίανλόγος ὁ καθ’ ἡμᾶς ‘Σοφίαν δὲ λαλοῦμεν ἡμεῖσ‘ φησὶν ὁ Ἀπόστολος, ‘Οὐ
95τὴν τοῦ κόσμου τούτου, ἀλλὰ σοφίαν ἐν μυστηρίοις, τὴν ἀποκεκρυμμένην ἐν νόμῳ καὶ τῶν προφητῶν τοῖς δόγμασι‘.” —“Τί οὖν;” φησὶν ἐκεῖνος. “Οὐ κέχρηνται τοῖς Ἑλληνικοῖς, ἵνα μὴ πάλιν εἴπω Ἀριστοτελικοῖς, οἱ
Χριστιανοὶ συλλογισμοῖς καὶ παραλογισμοῖς, ἡνίκα πρός5

1

(100)

τινα δογματίζουσι;” —“Κέχρηνται” εἶπον ἐγώ. “Φίλη γὰρ ἡ ἀλήθεια· κέχρηνται δὲ οὐχ’ ἡνίκα ὡς ἔφης πρὸς Ἰου‐ δαίους ποιῶνται συζήτησιν, ἀλλ’ ὅτ’ ἂν πρὸς Ἑλληνίζοντα διατείνωνται, ἢ πρός τινα τῶν ἀπὸ αἱρέσεων ἐν προ‐ σχήματι Χριστιανοῦ πάλιν καὶ αὐτὸν Ἑλληνίζοντα· πᾶς
105γὰρ Χριστιανὸς ἰσχὺν ἔχων καὶ δύναμιν ὃν ἐνδέδυται Χριστόν, τὰ ὅπλα τοῦ πολεμίου λαμβάνων, δι’ ἐκείνων εἴωθεν ἀεὶ καταβάλλειν τὸν πολέμιον. Ἐπειδὴ τοίνυν καὶ παῖδες Ἑλλήνων τοῖς ἰδίοις ἐχρήσαντο κατὰ τοῦ λόγου τῆς πίστεως, καὶ οἱ ἐκ τῶν αἱρέσεων πάλιν τοῖς Ἑλλήνων
110ἐχρήσαντο, εἰκότως ἡ ἐκκλησία ἐκ τῶν ἐκείνων τὰ ἐκείνων δεικνύουσα σαθρὰ καὶ ἀνίσχυρα, τοῖς ἐκείνων κατ’ ἐκείνων ἐχρήσατο, ὥσπερ καὶ σοὶ νῦν τῷ Ἰου‐ δαΐζοντι, ἐκ τῶν δοκούντων σοι εἶναι σῶν, νόμου λέ‐ γω καὶ προφητῶν, τὴν ἰσχὺν λαμβάνουσα καὶ τὴν δύ‐
115ναμιν, παρατάττεται. Οὐκοῦν τῶν πολλῶν λόγων ἀφέ‐ μενοι, πρὸς τὸ ζητούμενον ἔλθωμεν· οὐ γὰρ ἐξ ἄλλου τινὸς ἢ ἐκ τῶν Μωσαϊκῶν καὶ προφητικῶν σοι λόγων διαλεχθήσομαι.” —“Ἔλθωμεν” φησὶν ἐκεῖνος. Κἀγὼ πρὸς αὐτόν· “Ὁρᾷς μὲν ὦ ἄνθρωπε, ὡς ἅπαντα
120σχεδὸν τὰ ἔθνη τῷ λόγῳ τοῦ κατὰ Χριστὸν μυστηρίου προσῆλθον καὶ ἐβαπτίσθησαν—οὐ γάρ ἐστιν ἔθνος ὑπὸ τὸν ἥλιον ἐν ᾧ μὴ Χριστὸς καταγγέλλεται—, Ἰουδαῖοι δὲ μόνοι τοῖς θεϊκοῖς ἀπειθοῦσι διδάγμασι; Εἰ δὲ καὶ μηδεὶς ἐθνικός—καθ’ ὑπόθεσιν δὲ τοῦτο—τὸν Χρι‐
125στιανικὸν λόγον ἦν προσδεξάμενος, Ἰουδαίους ἐχρῆν ἅπαν‐ τας τῷ Χριστῷ κατακολουθῆσαι, ὁδηγουμένους πρὸς τοῦτο ὑπό τε νόμου καὶ τῶν προφητῶν, δι’ ὧν καὶ ἡμεῖς πρὸς τὸ κατὰ Χριστὸν μυστήριον ὡδηγήθημεν· κοινῶν δὲ ὄντων διδασκάλων τῶν ἡμᾶς καὶ ὑμᾶς χειραγωγούντων
130πρὸς τὸ φῶς τῆς γνώσεως, πῶς ὑμεῖς τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς μυωπάζοντες, ἑκούσιον ἐπεσπάσασθε τύφλω‐ σιν; Ὅτι δὲ κοινὰ τὰ διδάγματα οἷς 〈ἡμεῖσ〉 καὶ ὑμεῖς ἐνετράφημεν, ἔνθεν ἔστι μαθεῖν· ἕνα θεὸν ποιητὴν ἁπάντων
135ὁρατῶν τὲ καὶ ἀοράτων, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα πιστεύειν ἐμάθομεν.” —“Οὕτω καὶ ἡμεῖς” ὁ Ἰουδαῖος φησί. —“Προνοίᾳ θεοῦ τοῦ κτίσαντος, τὰ πάντα διοικεῖσθαι πιστεύομεν” εἶπον ἐγώ, “καὶ μηδὲν εἰκῆ μὴ δὲ ὡς ἔτυχε γίνεσθαι.” —“Καὶ6
140τοῦτον τὸν λόγον οὕτω δεχόμεθα” ἐκεῖνος φησίν. — “Ἀνάστασιν ἡμεῖς καὶ κρίσιν τῶν βεβιωμένων” εἶπον, “ἐλπίζομεν καὶ δικαίαν ἀντίδοσιν, εἰς αἰῶνας τὲ τοῖς δικαίοις συμπαρεκτείνεσθαι τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τοῖς ἁμαρτωλοῖς τὴν κόλασιν ἀτελεύτητον.” —“Ταῦτα
145πάντα ὑπὸ Μωσέως” εἶπεν ἐκεῖνος, “καὶ τῶν προφητῶν διδασκόμεθα, καὶ οὐδεὶς ἡμῖν ἀντιλογίας πρὸς ἓν τούτων ὕπεστι λόγος. Δῆλον δὲ πᾶσι πρὸς ὅπερ διαφερόμεθα· υἱὸν γὰρ θεοῦ ὑμεῖς ἐνανθρωπήσαντα πιστεύετε καὶ τοῦ‐ τον σταυρωθῆναι, ὅπερ ἡμᾶς Μωσῆς ἢ οἱ προφῆται οὐ‐

1

(150)

δαμῶς ἐξεπαίδευσαν.” Κἀγὼ πρὸς αὐτόν· “Θεός, ἄνθρωπε, ὁ τρανὰς ποιῶν τῶν νηπίων τὰς γλώσσας, δῴη κἀμοὶ λόγον ἐν ἀνοίξει τοῦ στόματος, καὶ σοὶ προσθείη ὠτίον ἀκούειν, καὶ ἡ παιδεία κυρίου ἀνοίξει σου τὰ ὦτα, ὥστε μαθεῖν ὦν
155ἐστέρησαι. Θεοῦ δὲ διδόντος—ἐξ αὐτοῦ γὰρ ἡ γνῶσις—, ἔνθεν σοι κεφαλαιώσω τὸν λόγον· σὺ δὲ ἀπόκριναι φι‐ λαληθῶς ἐρωτῶντι μοι, πότερον ὅσα Μωσῆς καὶ οἱ προφῆται παραδεδώκασι, σαφῶς οὕτως ὑμῖν διὰ γυμνῶν τῶν γραμμάτων ὑπέδειξαν, ἢ ἔστι τινὰ γεγραμμένα
160μετ’ ἐπικρύψεως καὶ τῶν πολλῶν τὰς ἀκοὰς διαφεύγοντα;” —“Πάντα σαφῶς παραδεδώκασιν” εἶπεν ἐκεῖνος, “καὶ οὐδὲν πλέον τοῦ κειμένου γράμματος ὑπονοεῖν ἀνεχό‐ μεθα.” Ταῦτα ἀκούσας ἐγώ, τῶν τοῦ Παύλου ῥημάτων ἐ‐
165μνήσθην, γράψαντος περὶ αὐτῶν ὡς Ἕως ἄρτι ἡνίκα Μωσῆς ἀναγινώσκεται, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ὄντως γὰρ ὄντως ἀποκτένει τὸ γράμμα, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἶπον δὲ πρὸς αὐτόν· “Σύνες ἄνθρωπε, καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μυωπάζοντας ἄνοιξον,
170καὶ τῷ φωτὶ τῆς ἀληθείας περιαστράφθητι· πολλὰ γὰρ εὕροις καὶ ἀριθμὸν ὑπερβαίνοντα ἐν πάσῃ τῇ γραφῇ δι’ ὑπονοιῶν τινῶν μετ’ ἐπικρύψεως εἰρημένα, ὧν τὸ πλά‐ τος εἰπεῖν μὴ ὅτι γε οὐκ ἐγὼ δυνατός, ἀλλ’ οὐδὲ πᾶς ὁ κόσμος δυνήσεται. Ἵνα δὲ μὴ δοκῇς τηνάλλως λέγεσθαι7
175τὰ λεγόμενα, τῶν Μωσέως ὀλίγα ζητοῦντι μοι γνῶναι διάνοιξον, ἵνα οὕτως σοι καὶ πρὸς τὰ ἑξῆς ἀόκνως διαλεχθήσομαι. Τίς τῶν ἔξω πίστεως τῆς ἐν Χριστῷ καὶ τῆς καθ’ ὑμᾶς τῶν Ἰουδαίων θρησκείας—κοινὸς γὰρ τέως πρὸς ἡμᾶς
180ἀμφοτέρους ὁ λόγος—ἀκούων ὅτι ὄφις τὴν Εὔαν διὰ λόγων ἠπάτησεν, οὐ πλατὺ καθ’ ἡμῶν καταχέει τὸν γέ‐ λωτα, πρᾶγμα γινώσκων ἀδύνατον, θηρίον ἄλογον λό‐ γον προΐεσθαι· μόνος γὰρ ἄνθρωπος τῶν ἐπὶ γῆς λόγῳ τετίμηται. Ἀκούων δέ τις ὅτι τάδε εἶπεν ὁ ὄφις τῇ
185Εὔᾳ, καὶ τάδε Εὔα τῷ ὄφει, καὶ πάλιν θεὸς τῷ ὄφει καὶ τῷ θεῷ ὄφις, πῶς οὐ λήρους τινὰς εἰκότως καὶ γραῶν μυθάρια νομιεῖ τὰ λεγόμενα; Ποῖος δὲ ἄρα φθόνος ἐπιβουλὴν τίκτειν δυνάμενος, τὸν ὄφιν τὸ θηρίον τὸ ἄλογον κατὰ τοῦ ἀνθρώπου οὕτω δεινῶς κεκίνηκεν, ἵνα
190τοιοῦτον δόλον κατὰ τοῦ ἀνθρώπου ἐργάσηται, κατάγοντα αὐτὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον; Ἡ δὲ μαρτυρία ἡ λέγουσα ὡς Ὁ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ποίαν ὑπερβολὴν γέλωτος οὐκ ἐργάζεται τοῖς τὰ θεῖα μὴ δεχομένοις ὡς θεῖα;
195Ὅθεν ἡμῖν Κελσοὶ τινὲς καὶ Ἰουλιανοὶ καὶ Πορφύριοι παρετάξαντο. Φρόνησις γὰρ μία οὖσα τῶν ἀρετῶν, ἀν‐ θρώπῳ ἂν εἰκότως κατορθωθήσεται, καὶ τοῦτο μόλις, εἴπερ κατὰ Σολομῶντα βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα, καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς, καὶ τὰ

1

(200)

ἐν ποσὶν εὑρίσκομεν μετὰ πόνου· θηρίον δὲ ἄλογον, πῶς φρόνησιν ἕξει τοιαύτην, καὶ κατὰ λογικῶν λογικῶς δολιεύσεται; Εἶτα πάλιν· ἐὰν ἀκούσῃ ὡς ὁ Κάϊν φονεύσας τὸν
Ἄβελ στένει καὶ τρέμειν κατεδικάσθη, καὶ μετ’ ὀλίγον,8
205τοῦτον ἐκεῖνον ἴδῃ τεκνοποιοῦντα τὸν Κάϊν, καὶ κτίζοντα πόλιν, καὶ τὴν πόλιν καλοῦντα ἐπ’ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, πῶς ὡς θείων τῶν λεγομένων ὁ τοιοῦτος ἀνέ‐ ξεται; Τὸ μὲν γὰρ τεκνοποιῆσαι ἐν τῷ πάθει τὸν Κάϊν, ἴσως δοθήσεται, εἰ καὶ μὴ ἔκτιστο γυνὴ ἑτέρα παρὰ
210τὴν Εὔαν, ὅσον ἐκ τῶν Μωσέως ῥημάτων, ἐξ ἧς υἱὸς τῷ Κάϊν τεχθήσεται· πλὴν ἔστω καὶ τοῦτο δηλοῦσθαι κατὰ τὸ σιωπώμενον. Πόλιν δὲ πῶς ὁ Κάϊν κτίσαι δυνήσεται, ἄνθρωπος μόνος, στένων καὶ τρέμων, καὶ μὴ δὲ πρὸς φυσικὴν χρείαν ἑαυτῷ ἀρκέσαι δυνάμενος; Ἆρα
215μὴ τῷ Ἀδὰμ τὴν πλινθουργίαν ἐπέταξε καὶ τῇ Εὔᾳ τὸ τεκτονεῖν; Ἀλλὰ πολλῶν καὶ ἄλλων, εἰ καὶ ταῦτα δοίη‐ μεν, πρὸς τὰς τῆς πόλεως χρείας τεχνιτῶν ὁ Κάϊν ἐδέετο. Ἀλλ’ ἵνα μὴ αὐτὸς πλῆθος τοιούτων 〈ἀ〉πόρων † ὑπὲρ ἄλλου † συνάγων, αὐτὸς τοῖς ἱεροῖς γράμμασιν
220ἀντιλέγειν δοκῶ, ἄλλο ἓν εἰπὼν δι’ αἰνιγμάτων δηλού‐ μενον, ἐφ’ ἕτερα μεταβήσομαι· οὐδὲ γὰρ τοῦτό μοι κα‐ θέστηκε σπουδὴ δεῖξαι τὰ νῦν, ἀλλ’ ὁ λόγος ἠνάγκασεν ὀλίγα τῶν Μωσαϊκῶν παραγαγεῖν, εἰς ἔλεγχον τῆς ἐν‐ στάσεως.
225 Ἰακὼβ ὁ μέγας ὁ πατριάρχης πρὸς τὴν μνηστείαν τῶν γάμων ὑπὸ τῶν ἱερῶν γονέων εἰς Μεσοποταμίαν πεμ‐ πόμενος, ἦλθεν ἐν τόπῳ καὶ ἐκοιμήθη—ἔδυ γὰρ ὁ ἥλιος—, καὶ λαβὼν λίθον ἔθηκεν ὑπὸ τὴν κεφαλὴν αὐτοῦ. Εἶδεν ὀπτασίαν καθ’ ὕπνον τῆς ὑψηλῆς κλίμακος,
230τοὺς ἀγγέλους τὲ τοῦ θεοῦ ἀνιόντας καὶ καταβαίνοντας, τὸν θεὸν αὐτὸν ἐστηριγμένον ἐπὶ τῇ κλίμακι καὶ τάδε λέγοντα τῷ ὑπνοῦντι καὶ τάδε ἐπαγγελλόμενον. Ἆρα δοκεῖ σοι ταῦτα τινῶν ὑπάρχειν αἰνίγματα, ἢ διὰ τὸ εἶναι ταῦτα ἐνύπνιον, οὕτω δοκεῖ σοι καὶ ἐκλαμβάνεσθαι;
235Πλὴν ἐγείρεται Ἰακὼβ ἐκ τοῦ ὕπνου, εὐχαριστεῖ θεῷ τῷ ὀφθέντι, φοβερὸν ἡγεῖται τὸν τόπον, οἶκον καλεῖ
θεοῦ καὶ πύλην λέγει τοῦ οὐρανοῦ, ἐπαγγέλλεται τῶν ὑπαρξάντων ἀποδεκάτωσιν. Εἶτα τί; Λαμβάνει τὸν λίθον ὃν ἔθηκεν ὑπὸ τὴν κεφαλὴν ἑαυτοῦ, ἐπιχέει ἐπ’ αὐτὸν9
240ἔλαιον, καὶ φησίν· Ἐὰν ἔσται κύριος μετ’ ἐμοῦ καὶ φυλάξῃ με ἐν τῇ ὁδῷ μου, ἐν ᾖ ἐγὼ πορεύομαι ἐν αὐτῇ, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ τὰ λοιπά, τί γενήσεται; Ἔσται μοι κύριος εἰς θεόν, καὶ ὁ λίθος οὗτος ὃν ἔστησα στήλην, οἶκος ἔσται θεοῦ.
245‘Εἰπὲ σαφῶς Ἰακώβ‘ εἴποι ἄν τις τῶν ζητητικῶν πρὸς αὐτόν, ‘ποταπὸς ἔσται οἶκος θεοῦ ὁ πρὸς τῇ κεφαλῇ σου λίθος; Πηλίκος δὲ ἦν τῷ μεγέθει, ἵνα τορευθῇ καὶ γένηται οἶκος; Πότε δὲ γέγονεν ὁ λίθος ἐκεῖνος, εἰ καὶ γενέσθαι ἠδύνατο;‘ Ἀλλ’ Ἰακὼβ ἐγίνωσκεν ὄντως

1

(250)

καὶ τί εἶδε καὶ τί ἀκήκοε καὶ τίνα εἶπεν πύλην τοῦ οὐρανοῦ καὶ τίνα οἶκον θεοῦ καὶ τί προετύπου ὁ λίθος ἐκεῖνος ἐλαίῳ χριόμενος. Ὑμεῖς δὲ τὸ τῆς πωρώσεως περικείμενοι κάλυμμα, καρδίαις καὶ τοῖς ὠσὶν ἀπερίτμητοι καθεστήκατε. Ἰδοὺ γὰρ ἐδείχθη σοι ἐκ τῆς πρώτης βίβλου
255τοῦ μεγάλου Μωϋσέως ὡς τὰ πολλὰ τῶν ἁγίων ῥημάτων ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι τὸ ἀπόθετον κάλλος εὑρίσκουσι· πᾶσα γὰρ ὄντως ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Εἰ δὲ θελήσει τίς τὰ κατὰ μέρος εἰρημένα μετ’ ἐ‐
260πικρύψεως εἰς μέσον προαγαγεῖν, ποῖος κόσμος χω‐ ρήσειεν τῶν προφητικῶν αἰνιγμάτων τὴν δύναμιν, ὅτ’ ἂν ἀετοὺς ἐκεῖνοι καλοῦσι τινὰς βασιλεῖς, καὶ τὸν θεὸν αὐτὸν λέοντα καὶ ἄρκον καὶ πάρδαλιν, καὶ πάλιν ὄρος ἢ τὸν θεὸν ἢ τὸν διάβολον, ζῶα τὲ καὶ τέκτονας καὶ
265γεωμέτρας τὰς ἀγγελικὰς δυνάμεις παραδηλοῦντες εἰ‐ σάγουσι, καὶ μυρία ἄλλα τοιαῦτα, δι’ ὦν μεγάλων πρα‐ γμάτων διδάσκουσι σύμβολα; Τὴν δὲ βίβλον αὐτὴν τῶν Ἀσμάτων τοῦ Ἄσματος, τίς ἀνέξεται μὴ πάσης ἀσελγείας εἰπεῖν χαμαιτυπεῖον, εἰ μὴ θείας τινὰς διὰ τῶν λεγομένων10
270ὑποτυπώσεις δείκνυσθαι καταδέξεται;”11

2

Ταῦτα ἀκούσας τῷ θεῷ χάριν ἔλεγεν ἔχειν τῷ οὕτω τὴν ἐκκλησίαν αὐτοῦ καταρτίζοντι. Εἶπον δὲ [νῦν] πρὸς αὐτόν· “Νῦν ὅτε σαφῶς ἀποδέδεικται ὡς πολλὰ τοῦ νόμου καὶ τῶν προφητῶν δι’ αἰνιγμάτων τινῶν παρα‐
5δέδοται, πρὸς τὸ ζητούμενον ἔλθωμεν. Ἐλέγετο γὰρ ὡς καὶ τῆς δημιουργίας οἱ λόγοι καὶ τῆς προνοίας, τῆς ἀναστάσεως τὲ τῶν ἀνθρώπων καὶ κρίσεως καὶ τῆς αἰωνίου ζωῆς καὶ κολάσεως κοινοὶ τινὲς εἰσὶν ὑμῖν καὶ ἡμῖν, καὶ διαφορὰ[ν] οὐδὲ μία[ν] γινώσκεται· λεῖπον δὲ
10ἦν ὡς ἔλεγες τὸ ἡμᾶς μὲν πιστεύειν ὡς ὁ υἱὸς τοῦ θεοῦ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος καὶ σταυρωθεὶς κατε‐ δέξατο θάνατον καὶ ἀναστὰς ἀνελήφθη καὶ προσδοκᾶται κρινῶν τὸν κόσμον, ὑμᾶς μηδὲν τοιοῦτον ἐκ τῆς παρ’ ὑμῖν διδαχθῆναι γραφῆς. Ἔχοντες οὖν ὁμολογούμενον τὸ τὴν
15γραφὴν Μωσέως καὶ τῶν προφητῶν πολλὰ δι’ αἰνιγμάτων εἰπεῖν, ἐπὶ τὸ ζητούμενον, ἡγουμένου τοῦ θεοῦ λόγου, προέλθωμεν. Ἀποκρίθητι ἄνθρωπε· αὐτὸ τὸ ὅλως ἔχειν υἱὸν τὸν θεὸν ἀπιστεῖς, ἢ ἔχειν μὲν αὐτὸν τὸν υἱὸν ὁμολογεῖς
20καὶ αὐτός, τὸ σαρκωθῆναι δὲ τοῦτον καὶ σταυρωθῆναι λογίζῃ ἀδύνατον;” —“Τὸ ὅλως ἔχειν υἱὸν τὸν θεὸν ἀπιστῶ” εἶπεν ἐκεῖνος. “Οὐ γὰρ Μωσῆς τοιοῦτον τί παραδέδωκεν, οὐδὲ προφήτης ἐδίδαξε· τοὐναντίον δὲ διὰ πάντων ἐκήρυξαν ὅτι θεὸς εἷς ἐστι, καὶ πλὴν αὐτοῦ
25θεὸς οὐκ ἔστι.” —“Ἀληθῶς” εἶπον ἐγώ, “εἷς ἐστινθεός, καὶ πλὴν αὐτοῦ ἄλλος οὐκ ἔστιν· οὕτω γὰρ καὶ ἡμεῖς πιστεύομεν καὶ πιστεύειν διδάσκομεν. Ἀλλ’ ἐπείπερ παρὰ τῇ θείᾳ γραφῇ τὸ ἓν πολυτρόπως εὑρίσκομεν λεγόμενον, εἰπέ μοι κατὰ ποῖον σημαινόμενον ἕνα λέγεις
30θεὸν εἶναι.” Κἀκεῖνος εἶπεν· “Πῶς τὸ ἓν πολυτρόπως νοούμενον λέγεται παρὰ τῇ γραφῇ;” Κἀγὼ πρὸς αὐτόν· “Ἡ θεία γραφὴ καὶ ἐπὶ πλήθους εἴωθεν ἐκλαμβάνειν καὶ ἐπὶ δύο, τὸ ἐλάχιστον καὶ ἐπὶ ἑνὸς φύσει καὶ
τῷ ἀριθμῷ. Ἐπὶ πλήθους μέν, ὡς ὅτ’ ἂν λέγῃ· Ἦν δὲ12
35πᾶσα ἡ γῆ χεῖλος ἓν καὶ γλῶσσα μία, καί· Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, 〈καί·〉 Ἐξαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα. Ἆρα γὰρ τίς ἐρεῖ τῶν καὶ λίαν ἀμαθῶν ὅτι παντὸς ζώου δύο ἔχοντος ὑπὸ τῆς φύσεως χείλη, νῦν πᾶσα ἡ γῆ λέγεται ἓν χεῖλος ἔχειν; Ἵππον
40δὲ καὶ ἀναβάτην, ἕνα τῷ ἀριθμῷ, ἔρριψεν εἰς θάλασσαν; Καὶ πῶς τούτου ἀνέξεται ἡ ἀλήθεια; Ἀλλὰ τῇ φύσει πάντως καὶ οὐ τῷ ἀριθμῷ τοὺς ἵππους εἰπών, καὶ ἀναβάτην ἐκάλεσεν ὡσαύτως. Καὶ τὸ Ἐξαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα, οὐ τὸν ἕνα τῷ ἀριθμῷ, ἀλλὰ
45τὸν τῇ φύσει ἕνα δηλοῖ· πάντες γὰρ τότε πλὴν ὀλίγων ἀπώλοντο. Ἓν δὲ τοὺς δύο εὕροις λεγόμενον, ὅτ’ ἂν ἀκούσῃς· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἓν δὲ καὶ φύσει 〈καὶ〉 ἀριθμῷ σημαίνει ἡ θεία γραφή, ὅτ’ ἂν λέγῃ· Ἦν τίς ἐκ τῶν υἱῶν Λευΐ, ὃς ἔλαβεν γυναῖκα ἐκ τῶν

2

(50)

θυγατέρων Λευΐ, καί· Ὄνομα αὐτῷ Ἁβραάμ, καί· Ἄν‐ θρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾦ ὄνομα Ἰώβ, καί· Γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ἐ‐ λισσαιέ· ἐνταῦθα γὰρ ἐπὶ τῶν μονοτρόπων καὶ ἀσυν‐ δυάστων οἶδα λεγόμενον. Κατὰ ποῖον οὖν τούτων τῶν
55τριῶν σημαινομένων ἓν λέγεις τὸ θεῖον;” Ὁ δὲ φησί· “Κατὰ τὸ μονότροπον ὡς ἔφης καὶ ἀσυνδύαστον.” Κἀγώ φημι· “Ὅτ’ ἂν οὖν εὕρῃς ἐν τῇ γραφῇ τὸν θεὸν κοινωνῷ τινὶ προσδιαλεγόμενον ἔν τε τῷ δημιουργεῖν καὶ τῷ προνοεῖν, πῶς δυνήσῃ τὸ μονότροπον νοεῖν καὶ
60τὸ ἀσυνδύαστον; Τὸ γὰρ Ποιήσωμεν ἄνθρωπον καὶ Δεῦτε καὶ καταβάντες τὰς γλώσσας συγχέωμεν, οὐ τὸ μονό‐ τροπον καὶ ἀσυνδύαστον, ἀλλὰ τὸ μοναδικὸν σημαίνει τῆς φύσεως, καὶ τῶν ὑποστάσεων τὸ διάφορον· ἓν γὰρ τὸ θεῖον, ἀλλὰ τῇ φύσει ἕν, καὶ οὐ ταῖς ὑποστάσεσιν.
65 Ἀλλ’ ἴσως ἐρεῖς ὅτι ‘Τῇ πληθυντικῇ σημασίᾳ ἐν τῷ λέγειν Ποιήσωμεν ἄνθρωπον καὶ Καταβάντες τὰς γλώσσας
συγχέωμεν ὁ θεὸς προσεχρήσατο, τὸ βασιλικὸν ἔνθεν καὶ τὸ τῆς ἀρχῆς σημαίνων ἀξίωμα· τοῦτο γὰρ καὶ οἱ τῆς γῆς βασιλεῖς πράττειν εἰώθασιν.‘ Εἰπὼν δὲ τοὺς ἐπὶ13
70γῆς βασιλεῖς τοῦτο ποιεῖν, τὸ ζητούμενον λέλυκας· δια‐ τοῦτο γὰρ μάλιστα θεὸς οὐχ’ οὕτως, ὅτι οὕτως οἱ ἄνθρω‐ ποι. Οἱ μὲν γὰρ πρόσκαιροι καὶ θνητοί, καὶ τῆς τῶν ὑπηκόων χρείας δεόμενοι πρὸς τὴν ὧν πράττειν ἐθέ‐ λουσι ἔκβασιν, ὧν χωρὶς οὐδ’ ὅτι εἰσὶ δύνανται φαί‐
75νεσθαι, μήτιγε δὴ πράττειν τὰ δέοντα· θεὸς δὲ χρεῖός ἐστιν οὐδενός, ἀλλ’ αὐτὸς αἰτία τοῖς οὖσι καὶ τοῦ εἶναι καὶ τοῦ συνίστασθαι. Πῶς οὖν ὁ μόνος ἀρκῶν ἑαυτῷ, ἕτερον εἰς τὴν δημιουργίαν προσλάβοιτο, εἰ μὴ μόνον τὸν κατ’ οὐσίαν καὶ δύναμιν ὅμοιον; Πλὴν ἐπείπερ πολὺς
80εἶναι καὶ περὶ τὰ τῆς γραφῆς οἴει νοήματα, δεῖξόν μοι ποῦ τῆς γραφῆς εὑρίσκεται ἢ ὁ θεὸς περὶ ἑαυτοῦ πληθυντικῇ χρώμενος τῇ φωνῇ, ἢ τίς τῶν ἀπ’ αὐτοῦ φωτισθέντων τινὶ τοιούτῳ χρησάμενος. Ἀλλ’ οὐκ ἂν εὕ‐ ροις εἰ πᾶσαν διέλθοις τὴν θείαν γραφήν, πλὴν εἰ μὴ
85ταῦτα τὰ νῦν προβαλλόμενα περὶ ὧν καὶ ἡ ζήτησις· ἀλλ’ οὐδεὶς τὰ ζητούμενα ὡς ὁμολογούμενα προβάλλεσθαι δύναται. Τὸ δὲ ἔχειν υἱὸν τὸν θεόν, ἐντεῦθεν μαθήσῃ· δεῖ γὰρ καὶ ταῖς κοιναῖς ἐννοίαις πιστώσασθαι τὴν ἀλήθειαν.
90 Τῷ Φαραὼ διὰ Μωϋσέως ἐντειλάμενος ὁ θεὸς τὸν Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ ἀπολῦσαι σκληρότητος, υἱὸν καλεῖ τὸν Ἰσραὴλ πρωτότοκον ἐν τῷ λέγειν· Υἱὸς πρω‐ τότοκός μου Ἰσραήλ, καί· Ἐξαπόστειλον τὸν υἱόν μου, ἵνα μοι λατρεύσῃ· οὕτω γὰρ οἱ λοιποὶ ἀντὶ τῶν Ἑ‐
95βδομήκοντα ἐκδεδώκασι. Καὶ πάλι ἐν τῇ Ἐπινομίδι· Ἐνι‐ σχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ διὰ Δαυΐδ· Ἐγὼ εἶπα· “Θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες”, καὶ διὰ Ἡσαΐου τοῦ προφήτου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα κατὰ τὴν θείαν γραφὴν

2

(100)

εὑρήσει ὁ ζητῶν ἐπιμελῶς, δι’ ὧν ποτὲ μὲν ὁ λαός, ποτὲ δὲ ὁ καθέκαστα, ἐπαγγελίαν ἔλαβον υἱοὶ χρηματίσαι. Εἰ τοίνυν πᾶσα υἱοθεσία τῆς κατὰ φύσιν ἐστὶν υἱότητος
ἀπεικόνισμα—οὐ γὰρ ἄν τις ποτὲ τὸ μὴ ὂν μιμήσαι‐ το—, πρὸς δὲ τὸν φύσει ὄντα πατέρα τὸν κεκτημένον υἱ‐14
105ὸν ὁ μὴ κεκτημένος υἱὸν ἄνθρωπος ἀφορῶν, εἰσποιητὸν λαμβάνει υἱόν, τέχνῃ τὴν φύσιν μιμούμενος, καὶ τῆς φυσικῆς γονῆς ἀναπληρῶν τὸ ὑστέρημα διὰ [τε] τῆς θετικῆς υἱότητος, ἀνάγκη πᾶσα τὸν ἐπαγγελλόμενον θεὸν ἢ τῷ Ἰσραήλ, ἢ τῶν καθέκαστα τινί, ὡς περὶ Δαυῒδ
110εἶπεν· Αὐτὸς ἐπικαλέσεταί με· “Πατήρ μου εἶ σύ”, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, υἱὸν ἔχειν ἐκ φύσεως γνήσιον γεννηθέντα ἐκ τῆς οὐσίας αὐτοῦ, πρὸς ὃν ἡ υἱοθεσία τῶν εἰσποιητῶν υἱῶν κατὰ μίμησιν τῆς φυσικῆς υἱότητος ἀναχθήσεται. Μὴ προηγουμένου γὰρ τοῦ κατὰ φύσιν
115υἱοῦ, πῶς ὁ θέσει υἱὸς υἱοθεσίας ἀξιωθήσεται; Τούτῳ τῷ κατὰ φύσιν υἱῷ προσδιαλεγόμενος καὶ τῆς οὐσίας καὶ τῆς θεότητος ὡς ὄντι κοινωνῷ, Ποιήσωμεν ἄνθρωπον λέγει καὶ τὰ ἑξῆς· καὶ Δεῦτε καταβάντες συγχέωμεν πρὸς ἕτερον πρόσωπον λέγοντός ἐστι ῥήματα.
120Εἰ δέ τις τῶν Ἰουδαϊζόντων ὑμῶν βιάσοιτο τὴν ἀλήθειαν, καὶ τολμήσας εἴποι ὅτι τοῖς ἀγγέλοις ὁ θεὸς προσδια‐ λεγόμενος Ποιήσωμεν εἶπεν τὸν ἄνθρωπον καὶ Δεῦτε καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας, ὁράτω τῆς βλασφημίας ὑμῶν τὸ βάραθρον· ἕνα γὰρ κατ’ οὐσίαν υἱὸν
125κοινωνὸν τῆς δημιουργίας μὴ διδοὺς τῷ θεῷ, ἀπείρους δώσει ἀριθμῷ μυριάδας συνδημιουργούσας αὐτῷ, καὶ συμπρονοούσας, ὅπερ ἀδύνατον. Καὶ δύο κακῶν ἐπιλέ‐ ξεται θάτερον· ἢ γὰρ καὶ τοὺς ἀγγέλους ἀκτίστους ἐρεῖ καὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ, ἵνα ἄκτιστοί τε ὄντες
130καὶ ὁμοούσιοι τῷ θεῷ, συνδημιουργεῖν αὐτῷ καὶ συμ‐ προνοεῖν τῶν κτισμάτων δυνήσονται, ἢ οἱ αὐτοὶ κτιστοὶ ἅμα καὶ δημιουργοὶ ἔσονται, ὅπερ ἀδύνατον. Ὅτι δὲ κτίσματα θεοῦ τοὺς ἀγγέλους εἶναι καὶ οὐ θεοὺς ἐδι‐ δάχθημεν, δῆλον· οἴδαμεν γὰρ τοὺς λέγοντας· Ὁ ποιῶν
135τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, καί· Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον· εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον, εἰ
καὶ τὴν δευτέραν χρῆσιν ὑμεῖς οὐ προσίεσθε. Οὐκοῦν ἑτέρῳ τινὶ παρὰ τοὺς κτιστοὺς ἀγγέλους προσδιαλέγεσθαι15
140πίστευσον ἄνθρωπε, κοινωνῷ κατ’ οὐσίαν ὄντι καὶ κατὰ δύναμιν καὶ ἐνέργειαν· τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Αὕτη τῆς ἀληθοῦς πίστεως ἡ παράδοσις, ἡ ἐν πατρὶ
145καὶ υἱῷ προσκυνουμένη καὶ πνεύματι. Ἡμεῖς πρὸ πάντων φεύγομεν τὸ πολύθεον, ἡμεῖς εἰς ἕνα θεὸν καὶ πιστεύομεν καὶ ἐλπίζομεν, ἀλλ’ οὐχ’ ὥσπερ ἕνα κατὰ φύσιν τοῦτον γινώσκομεν, οὕτω νοοῦμεν καὶ καθ’ ὑπόστασιν. Πρὸς τοῦτο δὲ οὐχ’ ἁπλῶς προήχθημεν, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ

2

(150)

Μωσῆς ἡμᾶς πρὸς τὰ τοιαῦτα πρῶτος ἐστοιχείωσε δό‐ γματα· ἔπειτα σαρκωθεὶς αὐτὸς ὁ Μωσέως θεός, τῆς ἀληθείας τοὺς λόγους ἐτράνωσε. Πῶς γὰρ ἄλλως ἐκ‐ λήψεται ὁ τῆς ἀληθείας ἀντιποιούμενος καὶ τῆς σοφίας ἐραστὴς τὴν ὀφθεῖσαν τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ
155Μαμβρὶ θείαν καὶ ὑπὲρ ἄνθρωπον 〈ὀπτασίαν〉, ἡνίκα ῥητῶς ταῦτα Μωσῆς παραδίδωσιν ὅτι Ὤφθη ὁ θεὸς τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρί, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· καὶ ἀνα‐ βλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ
160τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ προσδραμὼν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσε‐ κύνησεν καὶ εἶπεν· “Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδα σου· ληφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ
165δένδρον, καὶ λήψομαι ἄρτον καὶ φάγεσθε· καὶ μετατοῦτο ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν.” Καὶ εἶπεν κύριος· “Οὕτω ποίησον καθὰ εἴρηκας.”” “Καὶ τί” φησὶν ὁ Ἰουδαῖος, “τὰ κατὰ τὴν δρῦν καὶ
170τὸν Ἁβραὰμ ἔχει πρὸς τὸ ζητούμενον;” Κἀγὼ πρὸς αὐτὸν ἔφην· “Πρῶτον μὲν ὅτι Ὁ θεὸς ὤφθη ἔχει τὸ γράμμα τὸ ἱερόν, καὶ ὅτι Ἀναβλέψας τοῖς ὀφθαλμοῖς
Ἁβραὰμ τρεῖς ἄνδρας ἑώρα. Οὐκοῦν ὁ ἐπὶ τῆς θύρας καθήμενος τῆς σκηνῆς αὐτοῦ διορατικώτατος οἷος ἦν16
175καὶ θεοφιλὴς Ἁβραάμ, καὶ πρὸς τὰ ἔξω καὶ κοσμικὰ μὴ ῥεμβόμενος, καὶ καθήμενος οὐχ’ ἁπλῶς ἀλλὰ μεσημ‐ βρίας, ὅτε μεσουρανῶν πάντα καταλάμπει ἐπίσης ὁ ἥλιος, ὥστε μηδένα σκοτίζεσθαι, καθήμενος δὲ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ ἕτοιμος ὢν πρὸς τὴν ἐκ τοῦ
180σώματος ἔξοδον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτό‐ μενος, ὅτι μὴ πᾶσα ἀνάγκη, ἀλλὰ ζῶν ὑπὲρ τὰ ὁρώμενα, ἀναβλέπει τοὺς ὀφθαλμοὺς καὶ ὁρᾷ τὸν θεὸν τρεῖς ἄνδρας φαινόμενον καὶ ἐπάνω αὐτοῦ ἱστάμενον. Τίνος γὰρ οὐκ ἔστιν ἐπάνω θεὸς ὁ ἐν τρισὶ προσώποις ὑφ’ ἡμῶν δο‐
185ξαζόμενος; Εἶτα οὕτως προστρέχει, καὶ τῆς σκηνῆς ἔξω γενόμενος, ἐπὶ πρόσωπον πίπτει, γῆν ἑαυτὸν καὶ σποδὸν ἡγούμενος—καὶ μάλα δικαίως· τίς γὰρ πρὸς ἐκεῖνο τὸ κάλλος τῆς τριλαμποῦς ἐξουσίας ἀτενίσαι πειρώμενος, οὐ γῆν ἑαυτὸν ὄντως καὶ σποδὸν ἡγήσοιτο;—, καὶ
190φησί· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδα σου καὶ τὰ ἑξῆς. ‘Τί φὴς ὦ Ἁβραάμ;‘ ἐρεῖ τίς πρὸς αὐτόν. ‘Τρεῖς ἄνδρας ὁρᾷς, καὶ τοῖς τρισὶ προσδραμὼν προσεκύνησας. Καὶ πῶς νῦν Κύριε λέγεις εἰ ἄρα χάριν εὖρον ἐναντίον σου, μὴ
195παρέλθῃς τὸν παῖδα σου; Τίνι τῶν τριῶν προσάγεις τὴν αἴτησιν; Ἆρα τῷ ἑνὶ τῶν ἀνδρῶν ὡς ἰσχυροτέρῳ τὴν τιμὴν προσαγήοχας, τῶν δὲ δύο ὑφειμένων ἠμέλησας; Ἀλλ’ ὅμως πάλιν μετὰ μικρὸν Ληφθήτω δὴ ὕδωρ ἐρεῖς καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ

2

(200)

τὸ δένδρον, καὶ λήψομαι ἄρτο καὶ φάγεσθε· καὶ με‐ τατοῦτο ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Πῶς οὖν ἑνὶ νῦν διαλέγῃ, Κύριε λέγων εἰ ἄρα εὖρον χάριν ἐναντίον σου, μετ’ ὀλίγον αὐτῷ ὡς πλείοσι διαλεχθησόμενος;‘ —‘Εἷς
205ἐστι θεὸς οἱ τρεῖσ‘ φησὶν ὁ Ἁβραάμ, ‘οἷς διαλέγομαι· εἷς ἐστι κατ’ οὐσίαν θεὸς ὁ ἐν τρισὶ προσώποις νοού‐ μενος. Διατοῦτο τοίνυν καὶ ὡς ἑνὶ θεῷ διαλέγομαι, τὸ
μοναδικὸν σημαίνων τῆς φύσεως καὶ τὸ κατὰ τὴν θεότητα ἶσον καὶ ἀπαράλλακτον, καὶ ὡς τρισὶ πάλιν τῷ ἑνὶ17
210προσέρχομαι, τὸ διάφορον διδαχθεὶς τῶν τριῶν ὑπο‐ στάσεων. Ἔνθεν αἰτῶ καὶ τοὺς πόδας αὐτῶν νιφθῆναι, οὐχ’ ὥσπερ ἄν τις τῶν χαμερπῶν ὑπολάβοι, ὡς κεκμη‐ κότων αὐτῶν ἐξ ὁδοιπορίας—τοῦτο γὰρ οὐδὲ ἄγγελοι πάθοιεν, μήτιγε δὴ θεός, οὗ δοῦλοι καὶ κτίσματα τῶν
215ἀγγέλων τὰ τάγματα—, ἀλλ’ ἵνα κἂν τοῖς ἐσχάτοις καὶ τελευταίοις λόγοις τῆς ἐν τριάδι θεότητος, οἵτινες διὰ τῶν ποδῶν εἰκονίζονται, διακονῆσαι δυνήσομαι. Διατοῦτο γὰρ καὶ ὑπὸ τὸ δένδρον καταψύξατε εἶπον, οὐχ’ ἵνα πρὸς τὸν τοῦ ἡλίου φλογμὸν αὐτοὶ παραμύθιον ἕξουσι
220—εἶπον γὰρ ἄν, εἰ τοῦτο ἦν τὸ ζητούμενον, ὅτι «καταψύχθητε» καὶ οὐχὶ καταψύξατε ὑπὸ τὸ δένδρον—, ἀλλ’ αἰτῶ ἵνα τὴν ἐμὴν καρδίαν κατασκιάσωσι, καὶ τὸ φλογῶδες ταύτης καταψύξωσι, καιομένης εἰς ζήτησιν τῆς ἐν τριάδι θεότητος. Παρὸ καὶ πατρώαν γῆν παραλέλοιπα,
225καὶ τὴν πολύθεον πλάνην μεμίσηκα, ἵνα τὸν νῦν μοι φανέντα θεὸν γνωρίσω, ὅσον ἐνδέχεται καὶ ὅσον φαί‐ νεσθαι βούλεται. Ταύτην γὰρ τὴν ἐπαγγελίαν ἐκ τοῦ πατρικοῦ οἴκου λαβεῖν κατηξίωμαι, εἰπόντος μοι τοῦ θεοῦ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν ἣν
230ἄν σοι δείξω. Ταύτην μοι τὴν θείαν διδασκαλίαν ἐμήνυεν, ἧς οὐ φθονήσω μεταδοῦναι καὶ τῇ συνοίκῳ μου Σάρρᾳ. Δραμοῦμαι δὲ πρὸς αὐτὴν οὖσαν ἐν τῇ σκηνῇ—γυνὴ γὰρ οὖσα καὶ ἄγονος καὶ μήπω λόγων τοιούτων δε‐ ξαμένη τὰ σπέρματα, ἐν τῇ σκηνῇ τέως ὑπὸ τὴν σκιὰν
235τῆς ἀληθείας αὐλίζεται—καὶ ἐρῶ πρὸς αὐτήν· «Σπεῦσον ὦ γύναι, καὶ φύρασον τρία μέτρα καὶ σὺ σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. Κἀγὼ γὰρ τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου νῦν πρῶτος ἀναπετάσας, τὸν θεὸν ἠξιώθην ἰδεῖν ὅσον ἐνδέχεται ἰδεῖν νοῦν ἀνθρώπινον, καὶ τρεῖς
240αὐτὸν ὄντα ὑποστάσεις τεθέαμαι. Καὶ σὺ τοιγαροῦν τρία φύρασον μέτρα καὶ κατάκρυψον ἐν σεαυτῇ· δυσπαράδεκτοι γὰρ τέως οἱ λόγοι τῆς ἐν τριάδι θεότητος, ἔσται δὲ καιρὸς ὅτε τῷ κόσμῳ παντὶ κηρυχθήσονται· χρὴ δὲ τὰ
νῦν ἐγκρυφίας τούτους γενομένους καλῶς κατακρύπτε‐18
245σθαι, ἕως ἂν ὁ ἀόρατος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς διαθρύψῃ τοῖς πεινῶσι τοῦτον τὸν ἄρτον, αὐτὸς ἄρτος γινόμενος, στηρίζων καρδίαν ἀνθρώπου. Τούτους δὲ τοὺς λόγους ἐὰν ἐγκρυφίας ποιήσῃς, ἐκ σεμιδάλεως ποίησον, ἵνα ἔχωσι τὸ στερρὸν καὶ καθαρὸν καὶ ἄδολον,

2

(250)

καὶ μηδὲν ἐπιφέρωνται πιτυρῶδες περίττωμα· εἰ γὰρ φυράσεις ἐν σπουδῇ, καὶ μὴ στραφῇς εἰς τὰ ὀπίσω καὶ γένῃ στήλη ἁλός, ὅπερ μετ’ ὀλίγον ἡ γυνὴ τοῦ συγγενοῦς ἡμῶν πείσεται, τέξῃ ὄντως υἱόν, ἡ ἕ[ντ]ως σήμερον στεῖρα καὶ ἄγονος, χαρᾶς ὄντα ἐπώνυμον—τοῦτο γὰρ
255Ἰσαὰκ ἑρμηνεύεται—, τοῦ ἑνὸς τῆς τριάδος τοῦ μέλλοντος σαρκοῦσθαι θεοῦ λόγου προτυποῦντα τὴν ἑκούσιον πρὸς θυσίαν φανέρωσιν.»‘ Ταῦτα μὲν οὖν ὁ θεοφιλὴς Ἁβραὰμ καὶ εἶδε καὶ προεσήμανεν. Αὐτὸς δὲ θεὸς τῷ Μωσεῖ πρὸς τῇ βάτῳ διαλεγόμενος,
260τίνος χάριν ἑαυτὸν θεὸν Ἁβραὰμ καὶ 〈θεὸν〉 Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ ἀπεκάλεσεν; Τίς ἦν χρεία τοῦ τρισσοῦ ἐπὶ τῆς θεὸς φωνῆς ἀριθμοῦ; Εἰ γὰρ εἶπεν· ‘Ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ‘, τί τὸ σημαινόμενον παρεβλάπτετο; Καὶ μή που δόξῃς ἡμᾶς τρεῖς ἐντεῦθεν
265καταγγέλλειν θεούς—πόρρω γὰρ τῆς ἡμετέρας αὐλῆς τὸ πολύθεον—, ἀλλὰ δέξαι ὅτι τοὺς περὶ τριάδος λόγους ὁ θεὸς πόρρωθεν τοῖς ἀξίοις ἀμυδρῶς ὑπεδείκνυεν, ὡς ἀκούειν ἢ βλέπειν ἠδύναντο, εἰ καὶ ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν ὁ Μωσῆς δικαίως ὠνόμαζε, τὸ
270μέγεθος καταπλαγεὶς τῆς ἐν τριάδι θεότητος. Ἔνθεν καὶ αὐτὸς ἐν Δευτερονομίῳ φησίν· Ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν, ὑποδηλῶν τοῖς ἐπαΐειν τῶν ἀληθῶν δυναμένοις καὶ ὄντως Ἰσραηλίταις, νοῦν ἔχουσιν ὑψοῦν θεὸν ἢ ὁρᾶν δυνάμενον, τί ὁ τρισσῶς
275ἐκφωνούμενος κύριος καὶ θεὸς καὶ κύριος εἷς ἐστίν, εἶς μὲν τῷ λόγῳ τῆς συμφυΐας καὶ τῆς θεότητος, τρεῖς δὲ
τῷ λόγῳ τῶν ὑποστάσεων. Ταῦτα καὶ Ἡσαΐας, ὁ τῷ σεραφὶμ καθαρθεὶς καὶ τῷ ἄνθρακι, ὅτε τοῦ λεπροῦ βασιλέως εἶδε τὸν θάνατον,19
280καὶ τῆς ἀκαθάρτου βασιλείας ἐλεύθερος γέγονεν, ἰδεῖν ἠξιώθη τὰ θεῖα μυστήρια. Τί γὰρ αὐτὸς Ἡσαΐας φησίν; Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς· εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ
285πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· “Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ”, ὅτε καὶ
290τὸ ὑπέρθυρον ἀπὸ τῆς κραυγῆς ἐπήρθη καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τίνος δὲ χάριν τὸ ὑπέρθυρον ἤρθη, ἢ ἵνα ἡ θύρα 〈τῆσ〉 γνώσεως τῷ θεσπεσίῳ προφήτῃ εὐχερῶς ἀνοιχθήσεται; Ὑπερθύρου γὰρ οὐκ ὄντος, οὐδὲ κλεῖδα τῇ θύρᾳ ἐπιτεθῆναι ἐνδέχεται. Ἠνοίχθη τοίνυν
295αὐτῷ ἡ θύρα τῆς γνώσεως, καὶ εἶδε τὰ θεῖα καθὼς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Παρὸ καὶ τὸν οἶκον ὁρᾷ πλησθέντα καπνοῦ· ἔτι γὰρ ἦν σκότος ἀποκρυφὴ τοῦ θεοῦ, τοῦ ταῦτα διὰ σκιῶν ἀκμὴν διαχρηματίζοντος. Πλὴν σκόπει τὸ συναγόμενον· ἡνίκα τοῦ λεπροῦ βασιλέως εἶδε τὴν

2

(300)

νέκρωσιν, καὶ οὐκέτι τοῖς ἀκαθάρτοις ἐδούλευσεν ἄρχουσι, τότε τὸν κύριον βλέπει ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενον, τότε τὰ σεραφὶμ ὁρᾷ τὸν βασιλικὸν ἐκεῖνον θρόνον περικυκλοῦντα καὶ ἄδοντα. Καὶ τίς ἡ ὠδὴ ὡς μεγάλη καὶ θεία καὶ μόνῃ τῇ παναγίᾳ τριάδι ἁρμόζουσα;
305Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, τὸ τρισάγιον ὄντως πρᾶγμα καὶ ὄνομα, τὸ τριπόθητον καὶ τριλαμπὲς ἀγαλ‐ λίαμα, ἡ ὄντως ζωὴ καὶ ὄντως ἀλήθεια, ἧς καὶ οἱ ἅγιοι σεραφὶμ ἐδείχθησαν κήρυκες, Ἅγιος ἅγιος ἅγιος λέ‐ γοντες. Εἰ γὰρ εἴπατε ὦ θειότατοι σεραφίμ, ‘Ἅγιος
310κύριος Σαβαώθ‘, ἢ ‘Πανάγιος κύριος Σαβαώθ‘, ἢ ‘Ὑπε‐ ράγιος κύριος Σαβαώθ‘, ὅτι ἐντεῦθεν ἐγένετο; Τί τὸ
τρισάγιον ὑμῖν τοῦτο μελώδημα βούλεται; —‘Ὅτι τριάδι προσκυνεῖν καὶ λατρεύειν ἐτάχθημεν, Ἅγιος ἅγιος ἅγιος λέγομεν, τῷ λόγῳ τῶν τριῶν ὑποστάσεων, ἀδιαίρετον20
315δὲ τὴν τιμὴν καὶ τὴν ἄληκτον λατρείαν ὡς ἑνὶ θεῷ τοῖς τρισὶ προσώποις προσάγομεν· ἔνθεν καὶ τῷ τρισαγίῳ τὸ κύριος Σαβαὼθ δικαίως ἐπάγομεν, εἰς ἕνα θεὸν τὸν λόγον συμπτύσσοντες, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, καὶ μὴ ἐῶντος σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ
320λυόμενα.‘ Ταῦτα μὲν οὖν οἱ πανάγιοι σεραφίμ, οἱ τῷ πυρὶ τῷ θείῳ διαπαντὸς θερμαινόμενοι, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἐκτήσαντο, δι’ ὧν ἐδίδαξαν ἐφανέρωσαν. Ὁ δὲ προφήτης τούτων ἀκούσας τῶν λόγων, Ὦ τάλας φησὶν ἐγώ, ὅτι κατανένυγμαι, μονονουχὶ καὶ αὐτὸς κα‐
325θάπερ ὁ Ἁβραὰμ γῆν ἑαυτὸν ἀποκαλῶν καὶ σποδόν, ἰσχνόφωνόν τε καὶ βραδύγλωσσον ὥσπερ ἐπὶ τῆς βάτου ὁ νομοθέτης τὸ πρότερον. Τοσοῦτον τὸ περὶ τριάδος μυστήριον, ἕως ὁ εἷς τῆς τριάδος ὁ θεὸς λόγος ἄνθρωπος γέγονε, καὶ τὴν θύραν τῆς γνώσεως ἤνοιξε, θύρα τοῖς
330εἰσελθεῖν ζητοῦσι γενόμενος, ἀπόκρυφον ἦν, καὶ τοῖς μεγάλοις ἀνδράσιν ἀμυδρῶς πῶς προεσημαίνετο. Προε‐ δείχθη γὰρ τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρί· ὁ δὲ παρεγγυᾷ τῇ Σάρρᾳ ἐγκρυφίας τοὺς λόγους τούτους ποιῆσαι. Ἐδηλώθη τῷ Μωσεῖ ἐν τῇ βάτῳ· ὁ δὲ καλεῖ
335ἑαυτὸν ἰσχνόφωνον καὶ βραδύγλωσσον. Εἶτα τὸν Ἡσαΐαν οἱ σεραφὶμ τοῦτο διδάσκουσιν· ὁ δὲ τάλας εἶναι φησὶ καὶ ἀκάθαρτος, καὶ τοῖς τοιούτοις λόγοις διακονῆσαι ἀδύνατος, πλὴν τῷ θείῳ καθαίρεται ἄνθρακι, καὶ πρὸς τὸν λαὸν τοῦ Ἰσραὴλ εἰπεῖν ἐκδιδάσκεται· Ἀκοῇ ἀκούσητε
340καὶ οὐ μὴ συνῆτε· βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκά〈μ〉μυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν· τοὺς γὰρ περὶ τριάδος θείους οὐ προσεδέξατο
λόγους.”21

3

Ταῦτα ἀκούσας ἐκεῖνος, φησὶ πρός με· “Τὸ ζητούμενον ἦν εἰ υἱὸν ἔχει ὁ θεός· τὰ δὲ λεγόμενα νῦν παρὰ σοῦ τριάδος εἰσὶ παραστατικά.” Ἐγὼ δὲ πρὸς αὐτὸν εἶπον· “Οἶδα ὡς τοῦτο ἦν ἐν ἀρχῇ τὸ κινούμενον, πλὴν οὐκ
5ἔξω τῆς ἀκολουθίας ὁ λόγος νῦν ἐξελήλυθεν· ὧν γὰρ τὴν φύσιν οἶδε κοινήν, κοινοὺς καὶ τοὺς λόγους τῆς οὐσίας παρέλαβε. Καὶ τούτου δειχθέντος ὡς ἐν τριάδι θεὸς εἶς καταγγέλλεται, τὸ νικᾶν ὑπάρξει τῷ λόγῳ· τὸν ἕνα τῆς τριάδος ἐν τοῖς ἑξῆς δείκνυσι σαρκούμενον, ὃν
10καὶ υἱὸν καλοῦσιν οἱ θεῖοι λόγοι, καὶ λόγον καὶ ἄγγελον καὶ σοφίαν καὶ δύναμιν, ἀπαύγασμά τε καὶ χαρακτῆρα καὶ ἔσοπτρον, καὶ ἄλλα πρὸς τούτοις πλεῖστα ὀνόματα τῆς ἀπροσίτου χάριτος παριστῶντα τὸ μέγεθος. Πλὴν ἐπειδὴ παχύς τις εἶ τὴν διάνοιαν, καὶ δέόν ἐστι λεπτῦναί
15σοι τὰ λεγόμενα διὰ τὸ σὲ μηρυκισμὸν μὴ ἀνάγειν, μὴ δὲ λεπτύνειν τοῖς ὀδοῦσι τῆς ψυχῆς τὰ θεῖα διδάγματα —τοῦτο γὰρ οἱ εἰς θυσίαν ὁλόκαυτον ἐπιτήδειοι πράτ‐ τουσιν, οἵτινες εἰσὶ τῆς ἐκκλησίας τοῦ Χριστοῦ τρόφι‐ μοι—, ἔνθέν σοι πάλιν διαλεχθήσομαι ζητοῦντι γνῶναι
20εἰ υἱὸν ὁ θεὸς ἔχειν πιστεύεται. Ὁ θεὸς ὁ ἐν προφήταις διαλεγόμενος, πρὸς τίνα ὡς οἴει εἴρηκεν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε καὶ τὰ ἑξῆς; Εἰ μὲν γὰρ πρὸς τὸν προφήτην τοῦτο εἰρῆσθαι πεπίστευκας τὸν ψαλμὸν τὸν δεύτερον γράψαντα,
25δεῖξαι πάντως ἀναγκασθήσῃ ὅτι ἔλαβεν ἔθνη εἰς κλη‐ ρονομίαν παρὰ θεοῦ καὶ εἰς κατάσχεσιν τὰ πέρατα τῆς γῆς· εἰ δὲ τοῦτο ἀδύνατον ἐπ’ ἀνθρώπου ψιλοῦ δειχθῆναι ποτέ, ῥαδίως ὁ λόγος πρὸς τὸν σωτῆρα τὸν ἡμέτερον ἀναχθήσεται, ὃς κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θα‐
30λάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Αὐτῷ γὰρ μόνῳ θεὸς τὸ Σήμερόν σε γεγέννηκα εἴρηκεν· ὃν γὰρ πρὸ αἰώνων γεγέννηκε, καὶ κατὰ χρόνον πάλιν γεννηθῆναι εὐδόκησε, τοῦτον καὶ υἱὸν καὶ ἄγγελον πολ‐ λάκις εὕροις λεγόμενον.22
35 Δέξαι δὲ καὶ ἄλλην ἐρώτησιν· ὁ θεὸς ὁ μόνος κατὰ σὲ καὶ κατ’ οὐσίαν καὶ καθ’ ὑπόστασιν—τέως γὰρ νῦν πρὸς τὸ δοκοῦν σοι ποιοῦμαι τὴν βάσανον τοῦ λόγου, καὶ ὡς θέλεις ἀποκριθῆναι προσάγω σοι τὴν ἐρώτη‐ σιν—, ἄγγελος δύναται ποτὲ λέγεσθαι ἑαυτοῦ καὶ αὐτὸς
40ἑαυτὸν πέμπειν καὶ πέμπεσθαι;” “Πῶς ἐνδέχεται;” φησὶν ἐκεῖνος. —“Πῶς οὖν ἐκλήψεται τίς” εἶπον ἐγώ, “τῆς ἀληθείας ἀντιποιούμενος τὴν ἐπὶ τῆς θυσίας Ἁβραάμ, καθ’ ἣν τὸν Ἰσαὰκ προσαγαγεῖν ἠπείγετο, φανερωθεῖσαν διδασκαλίαν; Τέως δὲ νῦν, τί
45ἦν τὸ τότε τυπούμενον, ἐν μετεώρῳ μοι φύλαξον· ἕξει γὰρ τοῦτο, σὺν θεῷ δὲ εἰρήσθω, τὸν ἴδιον κατὰ τὸν τόπον εἱρμόν, ἡνίκα τοῦ σωτηρίου πάθους ὁ λόγος ἀπαιτεῖ τὴν διήγησιν· πρὸς δὲ τὸ νῦν ζητούμενον ἔλθω‐ μεν. Ἔχει γὰρ τὸ γράμμα τὸ ἱερόν· Ἐκάλεσε τὸν

3

(50)

Ἁβραὰμ ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· “Ἁβραάμ, Ἁβραάμ.” Ὁ δὲ φησίν· “Ἰδοὺ ἐγώ.” Καὶ εἶπεν· “Μὴ ἐπιβάλῃς τὴν χεῖρα σου ἐπὶ τὸ παιδάριον, μὴ δὲ ποιήσῃς αὐτῷ μηθέν· νῦν γὰρ ἔγνω〈ν〉 ὅτι φοβῇ σὺ τὸν θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ
55ἀγαπητοῦ δι’ ἐμέ.” Σκόπησον ἄνθρωπε σὺν φόβῳ θεοῦ τὸ λεγόμενον· ὁ καλῶν τὸν Ἁβραὰμ ἄγγελος λέγεται· τὸ λεγόμενον νῦν θεὸν τὸν ἄγγελον δείκνυσι. Νῦν γὰρ ἔγνων λέγει ὁ ἄγγελος ὅτι φοβῇ σὺ τὸν θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ὡς εἶναι
60τὸ συναγόμενον ὅτι ‘Νῦν ἔγνων ὅτι φοβῇ σὺ ἐμὲ τὸν θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ.‘ Μὴ ἄγγελος ἑαυτοῦ ὁ θεὸς δύναται λέγεσθαι; Ἀλλ’ ἄγγελος κυρίου ὁ χρηματίζων λέγεται. Μὴ ἄγγελος κυρίου θεὸν ἑαυτὸν ἐτόλμησεν εἰπεῖν πώποτε; Ἀλλὰ νῦν χρηματίζων
65τῷ πατριάρχῃ, θεὸν καλεῖ ἑαυτόν. Ὄντως ὄντως θεός ἐστι κατ’ οὐσίαν, εἰ καὶ ἄγγελος λέγεσθαι κατ’ οἰκονομίαν εὐδόκησε. Παρὸ καὶ Ἡσαΐας ὁ τῷ σεραφὶμ καθαρθεὶς καὶ τῷ ἄνθρακι, ἄγγελον τῆς μεγάλης βουλῆς καλεῖν ἐκδιδάσκεται τὸν διὰ σωτηρίαν τῶν ἀνθρώπων σαρκού‐23
70μενον κύριον. Τοῦτο προμαθοῦσα καὶ Ἄγαρ ἡ Αἰγυπτία, ἡ τὸν σὸν Ἰσμαὴλ εἰς δουλείαν γεννήσασα, καὶ τὴν σὴν συναγωγὴν προτυπώσασα, τὸν ὀφθέντα αὐτῇ καὶ χρηματίζοντα ἄγ‐ γελον, θεὸν καλεῖν ἐκδιδάσκεται. Φησὶ γὰρ τὸ γράμμα
75τὸ ἱερόν· Εὗρεν ἄγγελος κυρίου τοῦ θεοῦ τὴν Ἄγαρ ἐπὶ πηγῆς, καὶ εἶπεν αὐτῇ· “Ἄγαρ παιδίσκη Σάρρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;”, ὡσεὶ ἔλεγεν· ‘Συναγωγὴ δούλη τῆς ἐκκλησίας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;‘ Ἡ δὲ φησίν· Ἀπὸ προσώπου Σάρρας τῆς κυρίας μου ἐγὼ
80ἀποδιδράσκω. Ὁ δὲ φησίν· ‘Ἀδυνάτοις ἐπιχειρεῖν ἐτόλμη‐ σας γύναιον· ὑποταγῆναι σε δεῖ τῇ κυρίᾳ σου καὶ δουλεῦσαι αὐτῇ, καὶ τὸν τῆς δουλείας μὴ ἀποφεύγειν ζυγόν. Σὺ μὲν γὰρ τέξῃ υἱὸν καὶ Ἰσμαὴλ καλέσεις αὐτόν· ἀκοὴν δὲ τοῦτο σημαίνει θεοῦ· ἀκοῇ μὲν γὰρ
85ἀκούσητε, ἀλλ’ οὐ μὴ πιστεύσητε· τοιοῦτος γὰρ ἔσται λαὸς ὁ ἐκ περιτομῆς. Ἡ δὲ κυρία σου τέξεται ἡ ἐξ ἐθνῶν ἐκκλησία Ἰσαὰκ τὸν γνήσιον, χαρὰν ἀνεκλάλητον ὄντα τὲ καὶ ὀνομαζόμενον. Σὺ μὲν γὰρ Ἄγαρ παροίκησις οὖσα, παροικήσεις τῇ ἀκοῇ τοῦ θεοῦ καὶ οὐ κατοικήσεις·
90οὐ γὰρ πιστεύσεις τοῖς λόγοις τοῦ πνεύματος· Σάρρα δὲ ἡ κυρία σου ἄρχουσα ἐστὶ καὶ λόγῳ καὶ πράγματι, ὅθεν καὶ ὀνομάζεται, καὶ οἶκος θεοῦ ζῶντος γενήσεται.‘ Παρὸ καὶ Ἄγαρ ἡ σὴ τὰ καθ’ ἑαυτὴν διδαχθεῖσα, καὶ ὅτι θείας ὅλως ἠξιώθη κἂν ἀπὸ μέρους γνώσεως φαι‐
95δρυνθεῖσα—τὴν συναγωγὴν γὰρ ὡς εἶπον εἰκόνιζεν—, ἐκάλεσε τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος αὐτῇ· “Σὺ εἶ ὁ θεὸς ὁ ἐπιδών με.” Σκόπησον ἄνθρωπε, ὅτι ὁ ἄγγελος ὁ λαλῶν, κύριος καὶ θεὸς ὀνομάζεται παρὰ τῆς τυπούσης τὴν συναγωγὴν γυναικός, ἤγουν Μωϋσέως τοῦ

3

(100)

γράφοντος τὰ λεγόμενα. Μή πη ἄρα τολμήσας ἐρεῖς ὅτι καὶ τῷ Ἁβραὰμ ὁ χρηματίζων ἄγγελος καὶ τῇ Ἄγαρ ὁ διαλεγόμενος, τῶν κτισμάτων εἷς ἦν τῶν εἰς διακονίαν ἀποστελλομένων, καὶ θεὸς ἀκούων καὶ κύριος, καταδέχεται, τιμᾶσθαι δοκῶν24
105διὰ τοῦ ὀνόματος; Ἀλλ’ ὅρα ὅτι τῷ Ἁβραὰμ ὀφθεὶς αὐτὸς ἑαυτὸν θεὸν ἀπεκάλεσεν ἐν τῷ λέγειν· Νῦν ἔγνων ὅτι φοβῇ σὺ ἐμὲ τὸν θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ. Πρὸς δὲ τὰ τῆς σῆς Ἄγαρ ὡς ἔδοξέ σοι ἐγκώμια, ἃ τῷ ἀγγέλῳ ὡς οἴει εἰς εὐφημίαν προσή‐
110γαγεν, ἀντιπαράθες εἰ βούλει τὰ ῥήματα τοῦ ἀγγέλου τοῦ ὀφθέντος τῷ Μανωέ, καὶ γνώσῃ πῶς οὐκ ἐᾷ θεὸς τὸν λογισμὸν τῶν ἀνθρώπων περιπλανώμενον τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα. Κἀκεῖ γὰρ ὤφθη πρῶτον τῇ γυναικὶ τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ τὴν
115γέννησιν τοῦ Σαμψὼν προεμήνυσε, καὶ τὴν κατάστασιν τοῦ τικτομένου ἐδήλωσεν· ἡ γυνὴ τὰ τῆς ὁράσεως τῷ ἀνδρὶ ποιεῖται κατάδηλα· εὔχεται Μανωὲ τῷ θεῷ· Ἐλθέτω δὴ λέγων, ὦ κύριε, ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν πρὸς τὴν γυναῖκα, καὶ φωτισάτω ἡμᾶς, τί
120ποιήσομεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἔτι γὰρ τῇ πα‐ χύτητι δουλεύων τοῦ γράμματος, ἄνθρωπον τοῦ θεοῦ καὶ οὐκ ‘ἄγγελον τοῦ θεοῦ‘ ἢ ‘θεὸν‘ ἐλθεῖν πρὸς αὐτὸν εὔχεται. Πλὴν ὁ θεὸς ἐπακούει καὶ ἔρχεται πάλιν ὡς ἄγγελος, καὶ φωτίζει τὸν Μανωέ, προδηλῶν τὰ ἐσόμενα.
125Εἶτα ὁ Μανωὲ πρὸς τὸν δοκοῦντα ἄνθρωπον καὶ οὐ θεὸν οὐδὲ ἄγγελον· Παραβιασώμεθα δή σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν. Καὶ τοῦτο παρὰ καιρὸν προσῆγε τὸ αἴτημα· οὔπω γὰρ ἦν σαρκωθεὶς ὁ κατὰ τὴν ἀριστερὰ〈ν〉 χεῖρα τοὺς ἐρίφους εἰς θυσίαν δεχόμενος.
130Ὁ δὲ πρὸς αὐτόν, ἐξέλκων αὐτὸν ἐκ τῆς κρατούσης καὶ κατασπώσης παχύτητος, ‘Ἐὰν παραβιάσῃ με‘ φησίν, ‘οὐ φάγομαι τὸν ἄρτον σου· ἄρτος γάρ εἰμι μετ’ ὀλίγον
σαρκούμενος, καὶ ζωὴ τοῖς τρεφομένοις γινόμενος. Καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, κυρίῳ ἀνοίσεις αὐτό· δῆλος25
135γὰρ εἶ, ὁ ἔριφον θέλων αἰγῶν μοι ποιῆσαι, καὶ ψιλόν με οἰόμενος ἄνθρωπον, ὅτι καὶ ἄγγελος εἶς τῶν κτι‐ σμάτων εἰ ὑπῆρχον καὶ τοῦτο ἐγνώσθη σοι, ὁλοκαυτώμα‐ τα οὐκ ὤκνεις ποιῆσαί μοι. Ἀλλὰ μὴ οὕτως ὦ ἄνθρω‐ πε, μήτε ἄρτου οἴου με δέεσθαι—ἄρτος γάρ εἰμι ζωτι‐
140κός—, μήτε ὁλοκαύτωμα ἄλλως ἢ ὡς κυρίῳ μοι πρόσαγε· ἅτε γὰρ θεὸς ὁλοκαυτώματα δέχομαι, εἰ καὶ ἄγγελος διὰ τὴν οἰκονομίαν τῶν σωζομένων λογίζομαι.‘ Τότε ἔγνω Μανωὲ φησίν, ὅτι ἄγγελος κυρίου ἐστί, καὶ λέγει πρὸς αὐτόν· Τί ὄνομά σοι, ἵνα ὅτ’ ἂν ἔλθῃ τὸ
145ῥῆμα, δοξάσωμέν σε; Ὁ δὲ πρὸς αὐτόν· Ἱνατί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ αὐτό ἐστι θαυμαστόν. Ὑπέ‐ δειξε τηλαυγῶς λοιπὸν τῷ Μανωὲ ὅτι θεός ἐστιν ὁ λαλῶν αὐτῷ καὶ οὔτε ἄνθρωπος, ὡς πλανώμενος ἠύχετο, οὐδὲ ἄγγελος κτιστός, ἀλλὰ θεὸς ἀληθὴς μέλλων ἄνθρω‐

3

(150)

πος γίνεσθαι. Ποίου γὰρ ἀγγέλου ἦν τὸ ὄνομα θαυμαστὸν καὶ τοῖς ἀνθρώποις ἀπόκρυφον; Ἐκεῖνο δὲ ἦν τὸ ὄνομα θαυμαστόν, ὅπερ σαρκωθεὶς ὁ λόγος ὑπέδειξεν, Ἐφα‐ νέρωσά σου λέγων ὦ πάτερ, τὸ ὄνομα τοῖς ἀνθρώποις. Τότε Μανωὲ λέγει τῇ γυναικὶ αὐτοῦ· Ἀποθανούμεθα
155γύναι, ὅτι θεὸν ἑωράκαμεν. Ὁρᾷς πόσον φόβον ἐντίθησι θεὸς ὡς ἄγγελος ὀπτανόμενος, ὅτ’ ἂν παραδεῖξαι βούληται τὴν θεότητα. Τοῦτον τὸν ἄγγελον ἐν Βαβυλῶνι ποτὲ θεασάμενος ὁ Βαβυλώνιος τύραννος, ἐν τῇ καμίνῳ τοῦ πυρὸς τοὺς
160περὶ Ἀνανίαν ῥυόμενον καὶ τὴν φλόγα δροσίζοντα, καὶ τοῖς τρισὶ παραζευχθέντα ὡς τέταρτον, τοῖς περιεστῶσι φησίν· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν τῇ καμίνῳ πε‐ πεδημένους; Ὦδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία
165υἱῷ θεοῦ. Ὁ γὰρ αὐτός ἐστι καὶ λόγος θεοῦ, δι’ οὗ οἱ οὐρανοὶ ἐστερέωνται, καὶ ὁ μεγάλης βουλῆς τῆς
πατρικῆς ἄγγελος, καὶ υἱὸς θεοῦ ὁμοούσιος. Καὶ πόρρω‐ θεν οὐ μόνον δικαίοις, ἀλλὰ καὶ ἀλλοφύλοις προεμηνύετο· οὐχ’ Ἰουδαίων γὰρ μόνων ἀλλὰ καὶ ἐθνῶν ὁ θεός.26
170 Ἵνα δὲ γνῷς τῶν προφητῶν τὴν εὐλάβειαν, καὶ ὅπως ἴσασι διαστέλλειν κτιστὸν ἄγγελον εἰς δουλείαν κτισθέντα, ἐκ τῆς ἀκτίστου καὶ μακαρίας θεότητος, τὰ κατὰ τὸν Δανιὴλ ἐνθυμήθητι, ἡνίκα εἶδε Γαβριὴλ ὡς ἄνδρα πε‐ τόμενον καὶ λόγους τινὰς θείους διδάσκοντα, ὅτι ἄνδρα
175εἶδεν ἕτερον, οὗ καὶ τὸ ὄνομα διὰ τὸ εἶναι θαυμαστὸν ἐσιώπησεν· εἶδεν δὲ αὐτὸν ἐνδεδυμ[μ]ένον βαδδὶν καὶ λόγους λαλήσαντα, ὧν τὴν δύναμιν οὐκ ἐνεγκὼν ὁ προφήτης, ἐπὶ πρόσωπον ἔπεσε· καὶ ἰσχὺς παράπαν οὐκ ἦν αὐτῷ. Τότε τοίνυν τῷ ἀνδρὶ τῷ ἐνισχύοντι αὐτὸν
180καὶ θαρρεῖν ἐγκελευομένῳ φησὶ Δανιήλ· Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν· καὶ πῶς δυνήσεται ὁ παῖς σου κύριε, λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; Τοσαύτη τίς τοὺς προφήτας εἶχεν εὐλάβεια, καὶ ᾔδεσαν διακρίνειν διὰ τῆς
185χάριτος τῆς δοθείσης αὐτοῖς ἐκ τοῦ πνεύματος τὴν δουλικὴν τῶν ἀγγέλων κτίσιν παρὰ τὸν κτίσαντα. Οὐδὲ ἄγγελος οὖν κτιστὸς εἰπεῖν ἐθάρρει τῷ Ἁβραὰμ ὅτι θεὸς εἴη αὐτός, δι’ ὃν τοῦ Ἰσαὰκ οὐκ ἐφείσατο· οὐδὲ Ἄγαρ ἢ Μανωὲ ὁ κριτὴς γενόμενος ὕστερον τολμῆσαι
190εἶχον εἰπεῖν, ἡ μὲν ὅτι Σὺ εἶ θεὸς ὁ ἐπιδών με, ὁ δὲ τῇ γυναικί· Ἀποθανούμεθα γύναι, ὅτι θεὸν ἑωράκαμεν, ἀλλ’ ἕκαστος ἐφωτίσθη καθὼς φέρειν ἠδύνατο, καὶ καθὼς ἡ τοῦ φωτίζοντος ἤθελε δύναμις. Ἔνθεν καὶ Γεδεὼν ἡνίκα ῥαβδίζων τοὺς πατρικοὺς
195πυρ[ρ]ούς, εἶδε τὸν ἄγγελον χειροτονοῦντα αὐτὸν τοῦ κρῖναι τὸν Ἰσραήλ, καὶ εἰς τὸν κατὰ τῆς Μαδιὰμ ὁπλί‐ ζοντα πόλεμον, οὐκ ἐτόλμησε τὸν ἄγγελον θεὸν καλέσαι, ἀλλ’ ἄγγελον, καὶ ταῦτα ἰσχὺν παρέξειν ἐπαγγειλάμενον
καὶ κατὰ τῶν Μαδιηναίων δώσειν τὰ νικητήρια, καὶ27

3

(200)

τῇ ἁφῇ τῆς ῥάβδου πῦρ εἰς τὴν θυσίαν ἐξάπτοντα, καὶ σὺν τῇ φλογὶ εἰς οὐρανοὺς ἁρπαζόμενον. Τί γὰρ μετὰ ταῦτα πάντα ὁ Γεδεών; “Ἆ ἆ κύριε, ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον.” Καὶ εἶπεν αὐτῷ κύριος—οὐχ’ ὁ ἄγγελος τοῦ κυρίου, ἀλλ’ ὁ κύριος
205τοῦ ἀγγέλου—· “Εἰρήνη σοι· μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.” Μὴ θεὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα ὁ ἄγγελος, ἢ ὁ Γεδεὼν θεὸν εἶπεν τὸν ἄγγελον; Οὐδαμῶς· ᾔδεσαν γὰρ τὰ τοῦ πνεύματος οἱ τοῦ πνεύματος· ὡδηγοῦντο γὰρ ὄντως ὑπὸ τοῦ πνεύματος, καὶ θεῷ καὶ κτίσμασι προσῆ‐
210γον τὰ πρόσφορα. Ἰακὼβ δὲ ὁ τὰ πάθη πτερνίσας καὶ διατοῦτο ἀντιλαβὼν τὸ Ἰσραὴλ χρηματίσαι, ὡς ἀνδρὶ παλαίει θεῷ τῷ ὀφθέντι, καὶ ναρκᾷ τῷ μηρῷ, τῆς ἀνθρωπίνης ἀσθενείας φέρων τὰ σύμβολα.
215 Ποῖος δὲ κύριος ἔβρεξεν ἐπὶ Σόδομα παρ’ ἑτέρου κυ‐ ρίου, διὰ τὸ λέγειν Μωϋσῆν· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου; Οὐ γὰρ ἤρκει εἰπεῖν· ‘Ἔβρεξε κύριος πῦρ ἐπὶ Σόδομα‘; Ποῖον δὲ ὁ ἐξ Ἰακὼβ Ἰσραὴλ γενόμενος καὶ ὀνο‐
220μαζόμενος, τοὺς υἱοὺς Ἰωσὴφ ἐν τῷ τελευτᾶν εὐλογῶν, συνηρίθμει τῷ θεῷ καὶ κοινωνὸν τῆς εὐλογίας παρέλαβεν ἄγγελον; Φησὶ γάρ· Ὁ θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με
225ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα. Ἆρα νομίζεις, ἄγγελον ἕνα τῶν κτισμάτων ὁ τοσοῦτος Ἰακὼβ τῷ θεῷ συναριθμεῖν ἢ ἐτόλμα ἢ κατεδέχετο; Οὐκ ἤρκει μόνος θεὸς εὐλογῆσαι τὸν Ἐφραὶμ καὶ τὸν Μανασσῆ, ἀλλ’ ἔδει δοθῆναι καὶ κοινωνὸν αὐτῷ τῆς εὐλογίας τὸν
230ἄγγελον; Ἀλλὰ σκόπει τὸ ἄτοπον ἄνθρωπε, καὶ φεῦγε τὸ βλάσφημον· ἢ γὰρ θεὸν καλεῖ τὸν πατέρα, καὶ θεὸν καὶ ἄγγελον τὸν υἱὸν διὰ τὴν μέλλουσαν σάρκωσιν, ἢ
τὸ ὅλον εἰς τὸν υἱὸν ἀνάγει ὁ πατριάρχης, θεὸν αὐτὸν γινώσκων καὶ τοῦ πατρὸς αὐτοῦ ἄγγελον. Παρὸ καὶ28
235ταῖς δυσὶ γυναιξὶν αὐτοῦ ἐν Μεσοποταμίᾳ τὸ πρότερον, περὶ τοῦ πατρὸς αὐτῶν Λάβαν διαλεγόμενος καὶ τὰ φανέντα καθ’ ὕπνον αὐτῷ διηγούμενος, ὑποδείκνυσι σαφῶς ὡς θεός ἐστιν ἀληθὴς ὁ ὀφθεὶς αὐτῷ ἄγγελος. Φησὶ γὰρ αὐτός· Καὶ εἶπε μοι ὁ ἄγγελος κυρίου καθ’ ὕπνον·
240“Ἰακώβ, Ἰακώβ.” Ἐγὼ δὲ εἶπα· “Τί ἐστι;” Καὶ εἶπεν· “Ἑώρακα πάντα ὅσα Λάβαν σοι ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι εὐχήν.” Ἰδοὺ καὶ νῦν ὁ θεοφιλὴς τὸ κατὰ Χριστὸν ταῖς συνοίκοις προσημαίνει μυστήριον, λέγων
245ὡς ἄγγελος ὁ ὀφθεὶς αὐτῷ, θεός ἐστιν Ἁβραὰμ καὶ Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ᾧ καὶ στήλην ἔστησε καὶ ταύτην ἤλειψε διὰ τὴν χρίσιν· καὶ ἐχρίσθη γενόμενος ἄνθρωπος. Δέδεικται τοίνυν διὰ πλειόνων ὅτι ὁ κατὰ σὲ μόνος

3

(250)

θεὸς ἄγγελον ἔχει τῆς ἰδίας βουλῆς κοινωνὸν καὶ θεότη‐ τος, ὃν θεὸν ὁ νόμος κατ’ οὐσίαν καὶ οἱ προφῆται γινώσκουσι συνδοξαζόμενον αὐτῷ καὶ συμπροσκυνούμε‐ νον. Τοῦτον διαφόροις ὡς ἔφην αἱ γραφαὶ καλοῦσιν ὀνόμασι, ποτὲ μὲν υἱόν, ποτὲ δὲ λόγον, ποτὲ σοφίαν,
255εἰκόνα καὶ ἀπαύγασμα, φῶς καὶ ζωήν, καὶ ὅσα τούτοις ὅμοια πρὸς δήλωσιν τῆς προνοητικῆς τῶν κτισμάτων δυνάμεως λέγεται· τὸν γὰρ θεὸν ὅτί ποτε κατ’ οὐσίαν ἐστίν, οὐδὲ νοῦς ἐφαντάσθη οὐδὲ νόμος ὑπέγραψεν, ἀλλ’ ἐκ τῶν περὶ ἡμᾶς εὐεργεσιῶν τὸν εὐεργέτην ὀνο‐
260μάζειν ἐμάθομεν. Εἰ γὰρ πατὴρ νοεῖται ὁ θεός, υἱὸς εἰκότως ὁ ἐξ αὐτοῦ προελθὼν ἢ προερχόμενος λέγεται· εἰ δὲ νοῦς, λόγος ἐκεῖνος· καὶ οὕτως ἐπὶ τῶν λοιπῶν προαγόμενος τῶν ζητουμένων, εὑρίσκεις πρὸς τὴν δύ‐
ναμιν τῆς ἡμετέρας καταλήψεως ἐνδεχομένην ἀλήθειαν.29

4

Ὅτ’ ἂν τοιγαροῦν ὁ λόγος ἀπέδειξεν ἔμπροσθεν ὅτι οἱ θείας υἱοθεσίας ἀξιούμενοι ἄνθρωποι πρὸς τὸν φύσει τοῦ θεοῦ υἱὸν τὴν ἀναφορὰν ἔχουσι, καὶ οὗτος τῆς μεγάλης βουλῆς ἐστιν ἄγγελος, καὶ θεὸς κατ’ οὐσίαν,
5δημιουργὸς παντὸς καὶ προνοητὴς τῶν ὑπ’ αὐτοῦ προβλη‐ θέντων, καιρὸς ἐλθεῖν τὸν λόγον ἐπιδεῖξαι ὅτι οὗτος αὐτὸς ὁ τοῦ θεοῦ λόγος γέγονεν ἄνθρωπος. Ἀλλὰ τίς τὰς προφητικὰς προσευχὰς ἀριθμῆσαι δυνήσεται, δι’ ὧν τὸν ἴδιον δεσπότην ἱκετεύοντες ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν
10τῆς θείας αἰτοῦσι σαρκώσεως, ἐν τῷ λέγειν· Ὁ καθή‐ μενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι, καί· Κλῖνον οὐρανοὺς καὶ κατάβηθι, καί· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, καί· Κύριε ὁ θεὸς τῶν δυ‐ νάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν
15σου, καὶ σωθησόμεθα; Τινὲς γὰρ αὐτῶν καὶ αὐτῷ τῷ θεῷ καὶ πατρὶ προσήγαγον δέησιν, ἐν τῷ λέγειν· Ἐξαπόστειλον κύριε, τὴν σοφίαν σου ἐξ ἁγίων οὐρανῶν, καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν, ἵνα συμ‐ παροῦσα μοι κοπιάσῃ καὶ γνῶ τί ἐστιν εὐάρεστον παρὰ
20σοί, καὶ ἄλλος· Δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου δῴης ἡμῖν. Μυρία δὲ τοιαῦτα εὕροι τίς ἂν ἐκ τῆς γραφῆς ἀναλεγόμενος, δι’ ὧν ἐλθεῖν καὶ πρὸ τοῦ καιροῦ τὸν προφητευόμενον, εἰ οἷόν τε ἦν, οἱ θεῖοι προφῆται κατέσπευδον. Ὅπερ μαθόντες τῇ χάριτι
25τοῦ ἐν αὐτοῖς λαλοῦντος ἁγίου πνεύματος, λοιπὸν τοὺς ἀνθρώπους εὐηγγελίζοντο, ὁ μέν τις λέγων· Ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται, καί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τῆς γῆς, καὶ ἄλλος πάλιν· Ἐξαίφνης
30ἥξει εἰς τὸν ναὸν αὐτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε, καὶ ἕτερος
ὁμοίως· Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ ἕτερος πάλιν· Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ἕτερος· Ἰδοὺ προπορεύσεται πρὸ προσώπου ἡμῶν Χριστὸς κύ‐30
35ριος, οὗν εἴπαμεν· “Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα”, καὶ ἕτερος πάλιν· Ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας, καὶ ἕτερος· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Ἀλλ’ ἵνα καθ’ εἱρμὸν ὁ λόγος ἕξει τὴν βάσανον, ἄνωθεν ποθὲν
40τῶν λεγομένων ἀπάρξομαι.” —“Τίς ἦν χρεία ὅλως τοῦ ἐνανθρωπῆσαι θεόν, καὶ μὴ ὥσπερ τὸ πρὶν διὰ Μωϋσέως καὶ τῶν λοιπῶν ἁγίων τὸ γένος τῶν ἀνθρώπων διέσωσεν, οὕτω καὶ νῦν ἕνα τινὰ τῶν ἀξίων τοῦ πράγματος προεβάλετο;” Κἀγὼ πρὸς
45αὐτόν· “Ἔοικας ἄνθρωπε, πίθῳ τετρημένῳ κατὰ τὴν παροιμίαν, εἰς ὃν ἀντλῶν οὐδὲν ἀποτίθεται· ἢ γὰρ ἂν διὰ τῶν λεχθέντων προφητικῶν λόγων μάλιστα πάντως ἐγίνωσκες, ὅτι ἐπὶ μεγάλοις τοῖς ἁμαρτήμασι μείζονος ὁ κόσμος ἐδεῖτο τοῦ βοηθήματος. Πλὴν καὶ πρὸς τὸ

4

(50)

λεχθέν, ὀλίγων τινῶν ἄκουσον· δέον γάρ ἐστι καὶ πρὸς τοῦτο ἀποκριθῆναι. Ἀρχῆθεν ὁ τῆς κακίας εὑρετὴς διά‐ βολος ὀργάνῳ τῷ ὄφει χρησάμενος, καὶ δόλῳ τὴν Εὔαν ὑπαγόμενος, καὶ δι’ ἐκείνης τὸν Ἀδὰμ ἀπατήσας θεότητος ὑποκρίσει, ἵνα μὴ λέγω νῦν ‘ὑποσχέσει‘, τοὺς ἀθλίους
55κατέβαλε. Φησὶ γὰρ αὐτοῖς· Τί ὅτι εἶπεν ὁ θεός· “Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φάγεσθε” καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει μετὰ τοὺς λόγους τῆς Εὔας· Οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ θεὸς ὡς ἡνίκα φάγεσθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε
60ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἐπειδὴ τοίνυν ὡς ἔφην τὴν ἀνθρωπείαν φύσιν θεότητος ὑποσχέσει παρασφαλεῖσαν τοῦ δέοντος ὁ διάβολος ἐπεσπάσατο, ἔδει τὸν ἀληθῆ θεόν, ἄνθρωπον γενέσθαι κατὰ ἀλήθειαν, ἵνα καταργήσῃ τὸ κράτος τοῦ διαβόλου, δι’ ἐκείνου νικῶν
65τὸν πειράσαντα, δι’ οὗ λυπεῖν τὸν θεὸν ὁ δείλαιος ἐτε‐ χνάσατο. Πρῶτον μὲν γὰρ τοῦ ἑνὸς κατὰ φύσιν θεοῦ
τὴν προσκύνησιν εἰς πολλῶν θεῶν ὑπόνοιαν σπουδάζων καταγαγεῖν, αὐτὸς πρῶτος διὰ τοῦ ὄφεως τῆς πολυθεΐας ἐκαινούργησε τοὔνομα, Ἔσεσθε ὡς θεοί, τῇ Εὔᾳ εἰπών·31
70λοιπὸν δὲ ὅτι τὴν εἰκόνα τοῦ θεοῦ δόλῳ διέφθειρε, πείσας ὡς βασκαίνων αὐτοῖς θεός, τοῦ τῆς γνώσεως ξύλου ἐστέρησε τούτους. Ὅθεν εἰκότως ἔδει, ἐπείπερ ὁ ἄνθρωπος θεὸς οὐκ ἐγένετο κατὰ τὰς ὑποθήκας τοῦ ὄφεως, τὸν θεὸν ἄνθρωπον γενέσθαι, ἵνα πάθωμεν ἡμεῖς
75τὴν καλὴν ἀντιστροφήν, καὶ γένηται τῷ διαβόλῳ τὸ τέχνασμα δέλεαρ· δι’ ὧν γάρ τις ἁμαρτάνει, δι’ ἐκείνων παιδεύεται.” “Καὶ διατί” φησὶν ὁ Ἰουδαῖος, “μὴ ὁ πατὴρ μᾶλλον ἢ τὸ πνεῦμα, ἀλλ’ ὁ υἱὸς ἐνηθρώπησε;” —“Πρᾶγμα
80μὲν” εἶπον, “νῦν ἐρωτᾷς τῆς διανοίας ἀνώτερον καὶ τοῖς τροφίμοις τῆς ἐκκλησίας ἁρμόδιον. Πλὴν ἀλλ’ ἐπειδὴ τι‐ θέναι σκάνδαλον τοῖς ἀδελφοῖς οὐ δυνάμεθα—ἐπικα‐ τάρατος γὰρ πᾶς ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ—, καὶ τοῦ ἐχθροῦ πεπτωκότα τὸν ὄνον ὑπὸ τὸν γόμον συνεγείρειν
85ἡμεῖς πνευματικῶς ἐδιδάχθημεν, πεπτωκότα σου τὸν νοῦν καθάπερ ὄνον ὑπὸ τὸν λόγον ἀνεγείρειν Χριστὸς ὁ πνευματικὸς νομοθέτης ἐκέλευσεν· δι’ ὧν καὶ ταύτην σου τὴν ἐρώτησιν θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ στό‐ ματος ἑτοίμως προσδεχόμενοι, ἓν κατ’ οὐσίαν ταῖς γραφαῖς
90ἑπόμενοι πιστεύειν ἐμάθομεν 〈τὸ θεῖον, ἐν τρισὶ〉 δὲ ταῖς ὑποστάσεσιν ἤγουν προσώποις ὑπὸ τῶν ἱερῶν λογίων ἐγνώκαμεν. Τούτων τῶν ἁγίων τριῶν ὑποστά‐ σεων, τὸν μέν, πατέρα, τὸν δέ, υἱόν, τὸ δέ, πνεῦμα ἅγιον λέγειν ὑπὸ τῆς γραφῆς παρειλήφαμεν. Τὸν μὲν
95οὖν πατέρα ἀγέννητον ὑπάρχειν πιστεύομεν· ἐξ οὐδενὸς γὰρ αὐτῷ τὸ εἶναι γεγένηται· τὸν δὲ υἱὸν γεννητόν· ἐκ τοῦ πατρὸς γὰρ αὐτὸν γεννηθῆναι πιστεύομεν· ἐκ‐ πορευτὸν δὲ τὸ πνεῦμα κηρύττομεν· καὶ τοῦτο γὰρ ἐκ τοῦ πατρὸς ἔχει τὴν πρόοδον. Ἐπειδὴ τοίνυν οἵα ἐκ

4

(100)

τούτων τῶν ἁγίων τριῶν ὑποστάσεων ἄνθρωπος γενέσθαι εὐδόκησεν, ἔδει πάντως αὐτὴν ἐκ γυναικὸς γεννηθῆναι· εἰ ὁ πατὴρ ἐσαρκώθη καὶ ἐνηνθρώπησεν, ἀγέννητος ὢν ὡς ἔφην, ἐγίνετο γεννητός, καὶ εὑρίσκετο ὁ αὐτὸς γεννητοαγέννητος· ὡσαύτως καὶ τὸ πνεῦμα εἰ ἐσαρκώθη32
105καὶ ἐνηνθρώπησεν, ἐκπορευτὸν ὄν, καὶ οὐκ ἀγέννητον οὐδὲ γεννητόν, εὑρίσκετο καὶ αὐτὸ γεννητοεκπορευτόν, καὶ σύγχυσις ἦν ἐντεῦθεν καὶ ἀφανισμὸς τῆς διαφορᾶς τῶν τριῶν ὑποστάσεων. Ἀλλὰ τί γέγονεν; Ὁ ἄνω πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ πατρός, ἐγεννήθη πάλιν ἐκ
110γυναικὸς παρθένου, καὶ ἔμεινε πάλιν ἔχων τὸ τῆς ὑπο‐ στάσεως ἴδιον, γεννητὸς ὢν καὶ πάλιν γενόμενος, καὶ οὐδὲ τῶν ἀνθρώπων ἡ σωτηρία κεκώλυται, οὐδὲ τῶν τριῶν ὑποστάσεων γέγονε σύγχυσις, ἀλλ’ ἔμεινεν ἑκάστη τὸ ἴδιον ἔχουσα καὶ τῷ κοινῷ πλούτῳ τῆς θεότητος
115ἀστράπτουσα.”33

5

Ταῦτα εἰπόντος ἐμοῦ, Φησὶ πρός με· “Ἐγὼ πρὸ μικροῦ τοῦ λόγου τὸν δρόμον ἔκοψα, διατεμὼν τὸν εἱρμὸν καί τινας ἐρωτήσεις προσαγαγών· δεῖ σὲ τοίνυν ἄνθρωπε, ἐλθεῖν ἐπὶ τὸ ζητούμενον καὶ δεῖξαι πῶς ὁ θεὸς ἄνθρω‐
5πος γέγονεν. Ἀλλ’ ἐπειδὴ τοῦ λόγου τὸ κεφάλαιόν ἐστι τὸ παρθένον γυναῖκα χωρὶς σπέρματος τεκεῖν, ὅπερ ὑμεῖς ὡς ἀληθὲς πεπιστεύκατε—τοῦτο γὰρ ἀκούω παρὰ τῶν Χριστιανῶν θαυμαζόμενον—, αὐτὸ τοῦτό μοι δεῖξον, εἴ‐ περ ἐνδέχεται. Παρθένον γὰρ τεκεῖν ἄνευ ἀνδρός, τῶν
10ἀδυνάτων ἐστί· καὶ κἂν εἰ δοίημεν ὅτι θεὸς ἄνθρωπος γέγονε, τὸ παρθένον τεκεῖν ἄνευ ἀνδρὸς ἀδύνατόν μοι δοκεῖ.” Κἀγὼ τοῖς λεχθεῖσιν ἐπιδακρύσας, αὐτὴν ἐκείνην τὴν παναγίαν παρθένον, τὴν τεκοῦσαν τὸν λόγον, τὴν σοφίαν καὶ τὴν ἀλήθειαν, τὴν διδάσκουσαν πᾶσαν θείαν
15ἐπιστήμην καὶ γνῶσιν, τὸ ἀρχέτυπον ἀπεικόνισμα τῆς ἀφθαρσίας, ἐπεκαλεσάμην κρατῆσαί μου τῆς δεξιᾶς χειρός, καὶ μετὰ βουλῆς ὁδηγῆσαι με, καὶ βαλεῖν λόγον εὔρυθμον τῇ γλώσσῃ μου καὶ εἰπεῖν μοι· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό, καί· Ἄνοιξον αὐτὸ καὶ
20τὴν κεφαλίδα ταύτην κατάφαγε. Ταῦτά μου προσευχομένου σὺν δάκρυσιν, ἡ φιλάνθρωπος μήτηρ τοῦ φιλανθρώπου θεοῦ, τῆς εὐσπλαγχνίας τὴν ἑτοιμότητα δείξασα, ἀπὸ Μωσέως αὐτοῦ ἀρχήν με ποιῆσαι τοῦ ζητουμένου προσ‐ τέταχεν. Καὶ δίδωσί μοι νοῦν προσαγαγεῖν τῷ ἀνδρὶ
25τῷ διαλεγομένῳ μοι τὸν τόπον ἐν τῷ Λευϊτικῷ ἔχοντα οὕτως· Ἐλάλησε κύριος πρὸς Μωσῆ〈ν〉 λέγων· “Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ‘Γυνὴ ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου
30αὐτῆς ἀκάθαρτος ἔσται‘”, οἷς ἐπιφέρεται· ἐὰν δὲ θῆλυ τέκῃ, ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας. Τούτων τῶν ῥητῶν τὴν ἀνάγνωσιν ποιησάμενος, φημὶ
πρὸς τὸν Ἰουδαῖον· “Εἰπέ μοι ὦ ἄνθρωπε· πιστεύεις ὅτι ἕως μιᾶς συλλαβῆς τὰ γραφέντα ὑπὸ Μωσέως ἀναγκαίως34
35ἐγράφησαν, καὶ οὐδὲ λόγος, οὐδὲ ῥῆμα, οὐδὲ συλλαβὴ ἢ κεραία τὸ ἐλάχιστον περισσῶς ἢ ὡς ἔτυχεν ὑπὸ τοῦ νομοθέτου ἐγράφησαν, ἢ εἰσὶ τινὰ ἐξ αὐτῶν μάτην καὶ ὡς ἔτυχεν εἰρημένα;” Ὁ δὲ μέγα κραυγάσας “Μὴ γέ‐ νοιτο” εἶπεν, “ἕως μιᾶς κεραίας περισσόν τι ἐν τοῖς
40ῥήμασι τοῦ νομοθέτου εἰρῆσθαι· πάντα τέλεια, πάντα πλήρη, πάντα γέμοντα θείας ἐλλάμψεως.” Κἀγὼ πρὸς αὐτόν· “Οὐκοῦν οὐδὲ παρὰ συλλαβὴν ἢ κεραίαν αὐτὸν τῶν ἀναγκαίων γράψαι πιστεύετε, ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ τάξει, ὡς μηδὲν περιττὸν ἢ ἐλλειπὲς
45γράψαι τὸν ἄνθρωπον.” —“Μὴ γένοιτο τοῦτο εἰς ἀνδρὸς ἀναβῆναι διάνοιαν” ὁ Ἰουδαῖος φησίν. “Ὅσα γὰρ εἶπε Μωσῆς, θεὸν ὁ λέγων εἰπεῖν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· θεὸς δὲ πῶς περιττὸν ἢ ἐλλειπὲς εἴποι ποτέ, ἢ εἰπεῖν τὸν νομοθέτην ἀνάσχοιτο;” Κἀγὼ τὰ ῥηθέντα

5

(50)

ὡς ἀληθῆ ἐπαινέσας τὲ καὶ ὑποδεξάμενος, εἶπον αὐτῷ· “Νῦν οὖν δεξάσθω μου ὁ τηλικοῦτος Μωσῆς πρὸς τὸ ζητούμενον τὸ ἐρώτημα· δοῦλον γὰρ ὄντα Μωσέα τοῦ σαρκωθέντος θεοῦ ὡς παρόντα τοῖς λεγομένοις ἐρωτᾶν δικαίως προάγομαι. Εἰπέ μοι ὦ θειότατε νομοθέτα, ὁ
55μὴ δὲ ἓν 〈ἐν〉 τοῖς ἁγίοις σου ῥήμασιν περιττὸν ἢ ἐλλειπὲς γράψαι ποτὲ μαρτυρούμενος, τί σοι βούλεται τὸ εἰπεῖν· Ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· “Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ‘Γυνὴ ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν‘ καὶ τὰ ἑξῆς, ‘ἐὰν δὲ θῆλυ
60τέκῃ‘ καὶ τὰ λοιπά”; Διατί ἐπὶ μὲν τοῦ ἄρρενος ἐὰν σπερματισθῇ τέθεικας, ἐπὶ δὲ τοῦ θήλεος οὐκέτι ἐὰν σπερματισθῇ τέθεικας; Ἢ καὶ τὸ πρῶτον περίελε καὶ εἰπέ· ‘Ἐὰν γυνὴ τέκῃ ἄρσεν‘, ἢ καὶ ἐπὶ τοῦ θήλεος πρόσθες τὸ ‘Ἐὰν σπερματισθῇ καὶ τέκῃ θῆλυ‘, ἵνα ἐπίσης
65σωθήσεται τῶν σημαινομένων ἡ δύναμις. Εἰ γὰρ οὐδὲν τῶν σῶν περιττόν, οὐκ ἀκαίρως κεῖται τὸ ἐὰν σπερματισθῇ ἐπὶ μόνου τοῦ ἄρρενος· εἰ οὐδὲν τῶν σῶν ἐλλειπές, οὐκ ἀκαίρως τὸ σπερματισθῆναι ἐπὶ τοῦ θήλεος ἐσιώπησας· εἰπὲ ἡμῖν τοῦ μυστηρίου τὴν δύναμιν. Τί
70σιγᾷς καὶ μὴ λέγεις ἅπερ μεμάθηκας; Ταῦτα παρὼν καὶ ἀκούων Μωσῆς εὐθὺς ἀνέκραξε μέγα βοήσας· ‘Ἐμὰ τὰ ῥήματα οὐκ εἰσίν, ἄνθρωπε· θεοῦ εἰσὶν ἄντικρυς κελεύσαντός μοι ταῦτα τὸν πνευματικὸν ἐκδι‐ δάξαι Ἰσραήλ, τὸν συνιέντα τῶν λεγομένων τὴν δύναμιν.35
75Τὸ δὲ μυστήριον λέγω καὶ οὐκ ἀρνήσομαι· ἔδειξέ μοι θεὸς ὅτι μίαν ἕξει γυναῖκα παρθένον πᾶς ὁ αἰών, ἥτις τέξεται ἄρρεν χωρὶς σπέρματος ἀνδρός· διατοῦτο ἐπὶ μὲν τοῦ ἄρρενος εἶπον· Γυνὴ ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρρεν, ἀκάθαρτος ἔσται, ὡς ἐνδεχομένου τοῦ καὶ χωρὶς
80τοῦ σπερματισθῆναι μίαν γυναῖκα δι’ ὅλου τοῦ αἰῶνος τεκεῖν ἄρσεν, ἥτις ἀκάθαρτος οὐκ ἔστι, μὴ γένοιτο· οὐδὲν οὖν εἶπον, μᾶλλον δὲ ὁ θεός, περιττὸν ἢ ἐλλειπές. Ἐπὶ δὲ τοῦ θήλεος οὐ τέταχα τὸ «Ἐὰν σπερματισθῇ καὶ τέκῃ θῆλυ»· οἶδα γὰρ ὅτι χωρὶς τοῦ σπερματισθῆναι
85τὴν τεκοῦσαν, θῆλυ τεχθῆναι ἀδύνατον. Ἐφύλαξα οὖν τὸ ὕστερον ποτὲ γενησόμενον τοῦ θείου τόκου μυστήριον, διὰ τοῦ εἰπεῖν· Γυνὴ ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται, τοῖς πνευματικοῖς καὶ ἀξίοις τῆς χάριτος διδοὺς νοεῖν τὸ ἀκόλουθον· τοῦτο δὲ ἦν τὸ «Ἐὰν μὴ
90σπερματισθῇ, τέκῃ δὲ ἄρσεν, οὐκ ἀκάθαρτος ἔσται, ἀλλὰ καθαρὰ καὶ ἀμίαντος». Εἰπὼν δὲ τοῦτο τὸ θεῖον καὶ ὑπὲρ ἀνθρώπινον νοῦν καὶ λόγον μυστήριον, εἶπον λοι‐ πὸν καὶ τὸ τῇ φύσει ἁρμόδιον, ὅπέρ ἐστιν· Ἐὰν δὲ θῆλυ τέκῃ, πάντως ἔσται ἀκάθαρτος· οὐδὲ γὰρ θῆλυ
95ποτὲ χωρὶς ἀνδρὸς ἢ ἐκ παρθένου τεχθήσεται· ἓν δὲ ἄρσεν ὑπὸ μιᾶς ἁγνῆς παρθένου χωρὶς τοῦ σπερμα‐ τισθῆναι τεχθήσεται, καὶ ἡ τίκτουσα τοῦτο καθαρὰ ἔσται διαπαντὸς καὶ ἀμίαντος, καὶ ῥύπου παντὸς ψυχικοῦ καὶ σωματικοῦ ἐλευθέρα καὶ ἀνεπίδεκτος· παρθένος γὰρ ἔσται

5

(100)

καὶ μετὰ τόκον, ὥσπερ καὶ πρὸ τοῦ τόκου ἐτύγχανε. Διατοῦτο τοίνυν προστέθεικα τῷ ἐὰν σπερματισθῇ τὸ ἀκάθαρτος ἔσται, ὡς τοῦ ἄλλου σαφοῦς καθεστῶτος· ἐρεῖ γὰρ πᾶς ὁ συνετῶς ἀκροώμενος· «Ἐὰν δὲ μὴ σπερ‐ ματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκου〈σθή〉σεται ὅτι οὐκ ἀ‐
105κάθαρτος ἔσται, ἀλλὰ διαπαντὸς παρθένος καὶ καθαρὰ καὶ ἀμίαντος.» Καὶ πάντως ἔδει με χρήσασθαι τῷ προδιορισμῷ, ἵνα τὸ μέλλον ἔσεσθαί ποτε προ[σ]ϋποδείξω θεῖον μυστήριον· ἐνέκρυψε θεὸς ἐν τῷ παχεῖ τοῦ γράμ‐ ματος τῆς ἀρρήτου σαρκώσεως αὐτοῦ τὰ μυστήρια, μὴ36
110κρίνας τὸν ἐν περιτομῇ σαρκίνῃ λαὸν τῶν τοιούτων ἄξιον ἀκούειν ῥημάτων. Ἐμοὶ δὲ τὸ τῆς ἁγίας παρθένου μυστήριον οὐ νῦν πρῶτον θεὸς ἐφανέρωσεν, ἀλλὰ καὶ ἡνίκα θείας ἠξιώθην ὁράσεως, μήπω ταύτης ἠξιωμένος τὸ πρότερον. Ὅτε
115γὰρ ἐν τῷ ὄρει Χωρὴβ τοῦ κηδεστοῦ τὰ πρόβατα ἔβοσκον, θαῦμα εἶδον βάτον πῦρ θεῖον ἀστράπτουσαν, καὶ μένουσαν τὴν βάτον ὅπερ τὸ πρότερον, καὶ πρὸς τὸ πῦρ ἀδιάφθορον· ὅπερ μοι τὸ τῆς παρθένου προεδή‐ λου μυστήριον. Ἡνίκα γὰρ τοῦ ὁμοφύλου τὸν φονευτὴν
120ἐθανάτωσα, καὶ τὸν σκεδαστὴν τῶν καλῶν Φαραὼ καὶ τὴν ἐκθλίβουσαν ἔφυγον Αἴγυπτον, καὶ τοῦ περισσοῦ Ἰωθὼρ τὰ θρέμματα ἐκ τῆς διύγρου καὶ ἐκκεχυμένης ζωῆς ἐπὶ τὴν ἐν Χωρὴβ ἦγον ξηρότητα—οἶδεν δὲ πάντως ὁ συνετῶς ἀκροώμενος ὅτι σκεδαστὴς μὲν ὁ
125Φαραώ, ἐκθλίβουσα δὲ ἡ Αἴγυπτος, Ἰωθὼρ δὲ περιττὸς ἢ δίυγρος, Χωρὴβ δὲ ξηρότητα τῇ Ἑβραΐδι διαλέκτῳ σημαίνουσιν—, ὅτε τοίνυν τὰ θρέμματα τοῦ πατρὸς τῶν θηλυκῶν λογισμῶν ἐκ τῆς ἐνύλου ζωῆς ἐπὶ τὴν ἐν Χωρὴβ ἦγον ξηρότητα, τότε ἰδεῖν ἠξιώθην τὸ τῆς βάτου
130μυστήριον, καιομένης μέν, μὴ φλεγομένης δέ. Καὶ πρῶτον φωνῆς θεοῦ ἐκ τοῦ πυρὸς τοῦ ἐν τῇ βάτῳ ἀκήκοα, καὶ εἰπεῖν ἠξιώθην· Διαβὰς ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο· τί ὅτι ἡ βάτος οὐ κατακαίεται; Διαβὰς δὲ εἶπον, οὐ τὴν τοπικὴν σημαίνων μετάβασιν, ἀλλὰ τὴν παροδικὴν
135τοῦ χρόνου διάβασιν, τοῦτο τοῦ λόγου δηλώσαντος ὅτι ὕστερον ποτὲ τὸ μυστήριον τῆς βάτου διὰ τῆς παρθένου
δειχθήσεται· ὅθεν καὶ ἤκουσα μὴ ἐγγίσαι τῷ τόπῳ· μακρὰν γὰρ τοῦ ἐν σαρκὶ Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ λατρείας ἦν τὸ τοιοῦτον μυστήριον. Λῦσαι δὲ ἐκελεύσθην37
140τὰ τῶν ποδῶν ὑποδήματα, καὶ οὕτω τῆς ἁγίας γῆς ἐπιψαύειν· δι’ οὗ ἐδείχθη μοι ὡς ἐν τοῖς ἐσχάτοις καιροῖς ἡ πορεία τοῦ λόγου τούτου τοῦ φοβεροῦ γενήσεται τοῖς ἔθνεσιν εὐδιάλυτος. Ἐγὼ οὖν ἐκ τοῦ κατὰ τὴν βάτον θεάματος τὸ τῆς ἁγίας παρθένου προεδιδάχθην μυστήριον,
145ἀλλ’ ἔκρυψα τοῦτο ὑπὸ τὸ πάχος τοῦ γράμματος, ἀνάξιον κρίναντος τοῦ θεοῦ τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦ τη‐ λικούτου θεάματος. Τοῦτο καὶ τῷ Ἀαρὼν θεὸς σὺν ἐμοὶ προϋπέδειξεν· ἐμὸς δὲ ἦν ἀδελφός· ἐκέχριστο δὲ τῷ ἐλαίῳ τῆς χρίσεως,

5

(150)

καὶ μέχρι πώγωνος αὐτῷ καὶ ἐνδύματος τὸ μύρον τῆς τελειώσεως ἔσταζε· καὶ ἀρχιερεὺς ἦν, μόνος ἐν τοῖς ἀδύτοις εἰσιέναι δυνάμενος. Εἶπεν γὰρ κύριος πρός με καὶ Ἀαρών· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐ‐
155τῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός· καὶ δώ‐ σεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα· καὶ ἐξάξουσιν ἔ‐ ξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν καὶ τὰ ἑξῆς· εἶτα καὶ κατακαύσουσιν αὐτήν, καὶ τὸ δέρμα καὶ τὰ κρέα καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ
160κόπρῳ κατακαυθήσεται· καὶ ἔσται ἡ σποδὸς τῆς δαμάλεως εἰς ὕδωρ ἁγνισμοῦ τοῖς υἱοῖς Ἰσραήλ. Ἐδηλοῦτο δὲ ἡμῖν διὰ τούτου τὸ κατὰ τὴν ἁγίαν παρθένον θεῖον μυστήριον, δάμαλιν οὖσαν διὰ τὸ θῆλυ, πυρρὰν διὰ τὸ γήϊνον, ἄμωμον διὰ τὴν παρθενείαν, ἥτις οὐκ ἔσχεν οὐδὲ μετὰ
165τὸ τεκεῖν αὐτὴν μῶμον· οὐδὲ ζυγὸς αὐτῇ ποτὲ ἐπετέθη ἀνδρός, ἀλλ’ ἦν ὅλη ἁγνή, ὅλη καθαρά, ὅλη ἄμωμος, ἀνατεθειμένη μόνῳ θεῷ. Ἐντέταλται δὲ ἡμῖν ὁ θεός, ἐμοὶ τὲ Μωσεῖ τῷ τὸν νόμον γραπτὸν εἰκονίζοντι, καὶ τῷ Ἀαρὼν τῷ τῆς κατὰ νόμον λατρείας ἀπαρχῇ γε‐
170νομένῳ διὰ τῆς χρίσεως, λαβεῖν μὲν τὴν δάμαλιν, δοῦναι δὲ αὐτὴν Ἐλεάζαρ τῷ μετὰ τὴν καθ’ ἡμᾶς γενεὰν τὴν ἱερωσύνην λαμβάνοντι, καὶ ἐκεῖνον ποιῆσαι τὴν ὁλο‐
καύτωσιν, ὁλοτελῶς αὐτῆς σὺν τῷ δέρματι καὶ τῇ κόπρῳ τῷ θείῳ τελειουμένης πυρί, καὶ μηδενὸς αὐτῆς διδομένου38
175ἑτέρῳ. Ἐδείκνυτο δὲ ἡμῖν διδομένη τῷ Ἐλεάζαρ ἡ δάμαλις, ὡς τῷ υἱῷ τοῦ θεοῦ ἐν ὑστέροις ἡ παρθένος εἰς θείαν ὁλοκαύτωσιν φυλαχθήσεται. Ἐλεάζαρ γὰρ ἰσχὺς θεοῦ ἑρμηνεύεται ἐκ τῆς Ἑβραΐδος μεταλαμβανόμενον· τίς δέ ἐστιν ἰσχὺς τοῦ θεοῦ, εἰ μὴ ὁ βραχίων αὐτοῦ
180καὶ ἡ δεξιὰ αὐτοῦ, περὶ ἧς ἐν ὠδῇ εἶπον ἐγώ· Ἡ δεξιά σου κύριε, δεδόξασται ἐν ἰσχύϊ; Ταύτης τῆς παρθένου ἡ σποδὸς μετὰ τὴν θείαν πύρωσιν πάσης ἁμαρτίας κηλίδα ἀποσμῆξαι δυνήσεται. Ἀλλὰ καὶ ἔξω τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ τὸ τῆς δαμάλεως
185ἐπετελεῖτο μυστήριον· οὐδὲ γὰρ ὁ νόμος ὡς ἔφην, ὃν ἐγὼ ἀπεικόνιζον, οὐδὲ ἡ κατὰ νόμον ἱερωσύνη, ἥτις διὰ τοῦ Ἀαρὼν ἐσημαίνετο, οὐδὲ ἡ συναγωγὴ τοῦ λαοῦ, ἣν ἡ παρεμβολὴ προεδήλου, τὸ κατὰ Χριστὸν καὶ τὴν παρθένον ἐμπιστευθὲν μυστήριον, ἀλλὰ Ἐλεάζαρ λαβὼν
190αὐτὴν ἡ ἰσχὺς τοῦ θεοῦ ἔξω τῆς παρεμβολῆς ἡμῶν τὸ μυστήριον ἐτελείωσεν, ἐν τόπῳ καθαρῷ τὴν ἐκκλησίαν σημαίνοντι. Οἶδα δὲ καὶ Μαρίαν τὴν ἐμὴν ἀδελφήν, παρθένον οὖσαν ποτὲ καὶ τῆς παρθενείας σύμβολον ἀνακρουομένην
195τὸ τύμπανον, διὰ τῆς τῶν μελῶν νεκρώσεως τὸ τῆς ἁγίας παρθένου προσημαίνειν μυστήριον· ἥτις διὰ τῆς ἀμώμου παρθενείας αὐτῆς τὴν ἐπινίκιον ἡμᾶς ἄδειν ὠδὴν ἐδίδαξε, πανωλεθρίᾳ δι’ αὐτῆς τῆς ἀντικειμένης ἀπολομένης δυνάμεως, καὶ λέγειν· Ἄσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ

5

(200)

δεδόξασται. Ταύτης τῆς παναγίας παρθένου καὶ ἡ κιβωτὸς ἐκείνη, ἣν ἐγὼ θείῳ προστάγματι κατεσκεύασα, τύπος ἦν ἀλη‐ θέστατος· ἐκ ξύλων γὰρ ἀσήπτων ἦν καὶ ἀδιαφθόρων ἐκείνη· καὶ τὴν στάμνον εἶχεν ἔνδον ἐκείνη, ἐν ᾗ τὸ
205μάννα ἀπέκειτο, καὶ τὴν ῥάβδον τὴν χωρὶς ἀνθρωπίνης φυτουργίας βλαστήσασαν, καὶ τὰς πλάκας ἃς θεὸς δε‐
δώρητο. Εἰκόνιζον δὲ ταῦτα δι’ ἐμοῦ τεχνουργούμενα, ἡ μὲν κιβωτός, τῆς ἁγίας παρθένου τὸ ἀδιάφθορον, ἡ δὲ στάμνος ἤγουν τὸ μάννα, τὸν ἄρτον τὸν ζῶντα τὸν ἐκ39
210τοῦ οὐρανοῦ καταβαίνοντα, ἡ δὲ ῥάβδος ἡ χωρὶς ἐπι‐ μελείας ἀνθρώπου βλαστήσασα, τὴν ῥάβδον τοῦ Ἰεσσαὶ τὴν χωρὶς σπέρματος ἀνδρὸς ἐκ τῆς παρθένου μητρὸς ἀνατείλασαν, αἱ δὲ πλάκες ἐν αἷς ὁ νόμος τοῦ θεοῦ ἐγκεχάρακτο, τὴν δεξαμένην παρθένον τὸν οὐσιώδη λόγον
215τοῦ θεοῦ καὶ γεννήσασαν. Ἅπερ ἅπαντα ἐγὼ μὲν ἐν τύποις παρέδωκα καὶ αἰνίγμασι, τέλος δὲ θεῖον ἀπέλαβον ἡνίκα ἡ παναγία παρθένος, τὸ ἀδιάφθορον τῆς ἁγνείας κειμήλιον, τῷ θεῷ διὰ τὸ πανταχόθεν τίμιον ἀνακείμενον, τὸ αὐτὸν τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα λόγον θεοῦ
220ὄντα τὲ καὶ λεγόμενον, ἔσωθεν ὑπεδέξατο, καὶ τοῦτον ἄνευ ἀνθρωπίνης ἐπινοίας ἐγέννησεν. Ἔνθεν καὶ ἡ κιβω‐ τὸς χρυσίῳ καθαρῷ ἔσωθέν τε κατακεκόσμηται καὶ ἔξω‐ θεν, δεικνῦσα τῆς παρθένου τὸ κάλλος τὸ κατὰ ψυχὴν καὶ σῶμα καθαρὸν καὶ ἀκίβδηλον, καὶ πρὸς τὸ δέξασθαι
225θεὸν ἐπιτήδειον.‘ Ταῦτα Μωσέως ἀκούοντες καὶ τότε καὶ νῦν, διαπαντὸς οὕτως οἱ τοῦ πνεύματος ἡμεῖς τὰ τοῦ πνεύματος δέχεσθαι μεμαθήκαμεν. Ἡσαΐας τῶν προφητῶν τὸ κεφάλαιον, οὐδὲ διὰ τινῶν ὡς εἰπεῖν αἰνιγμάτων τὸ κατὰ τὴν ἁγίαν παρθένον μυ‐
230στήριον ἔγραψεν, ἀλλ’ οὕτω γυμνὴν προέδειξε τὴν ἀλή‐ θειαν, ὡς μὴ δεῖσθαι τὸν ἐντυγχάνοντα κἂν μικρᾶς γ’ οὖν τινὸς συζητήσεως λογικῆς, ἀλλ’ εὐθυβόλως ὑπὸ τοῦ λόγου πρὸς τὸ γενόμενον ὕστερον παραπέμπεσθαι. Φησὶ γὰρ ὅτι Προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· “Αἴτησαι
235σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ εἰς βάθος ἢ εἰς ὕψος.” Καὶ εἶπεν Ἄχαζ· “Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω κύριον.” Καὶ εἶπεν· “Ἀκούσατε δὴ οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διατοῦτο δώσει κύριος αὐτὸς
240σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον
καὶ μέλι φάγεται· διότι πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακόν, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλ[λ]α Σαμαρείας ἔναντι βασιλέως Ἀσυρίων.” Τί τούτου τοῦ40
245προφητικοῦ ῥήματος εἰς ἀπόδειξιν ἐναργέστερον; Ἰδοὺ φησὶν ἡ παρθένος τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τὸ δὲ Ἐμμανουὴλ μεθ’ ἡμῶν ὁ θεὸς εἰς τὴν Ἑλλάδα μεταβαλλόμενον δύναται. Ποία οὖν ἄλλη παρθένος ἔσχεν υἱόν, εἰ μὴ μόνη ἡ παρὰ πάντων ἡμῶν

5

(250)

ἐνδίκως ὡς θεοτόκος προσκυνουμένη; Τίς δὲ τεχθεὶς ἐκ γυναικὸς ἄλλης Ἐμμανουὴλ ἐκλήθη, εἰ μὴ μόνος ὁ θεὸς ὁ μεθ’ ἡμῶν λογισθῆναι καταδεξάμενος;” Ταῦτα ἀκούσας ἐκεῖνος, τούτοις πρὸς ἐμὲ τοῖς λόγοις ἐχρήσατο· “Πρὸς τὸ δοκοῦν ὑμῖν τὰς προφητικὰς χρήσεις
255ἐκδέχεσθε, ἐπεὶ δῆλόν ἐστι περὶ τίνος ὁ Ἡσαΐας ταῦτα προγέγραφεν.” Ἐγὼ δέ φημι πρὸς αὐτόν· “Περὶ τίνος εἰπέ, μὴ ἐνδυάζων πρὸς τὴν ἀλήθειαν.” Κἀκεῖνος εἶπεν· “Περὶ τοῦ Ἐζεκίου τοῦ υἱοῦ Ἄχαζ τοῦ βασιλέως· δια‐ τοῦτο γὰρ καὶ τῷ Ἄχαζ ὁ προφήτης τοῦτον τὸν λόγον
260ἀνέθετο, τὸ μέλλον αὐτῷ τίκτεσθαι παιδίον εὐαγγελι‐ ζόμενος.” Κἀγὼ ἀκούσας ταῦτα τὰ ῥήματα, φημὶ πρὸς αὐτόν· “Καὶ παρθένος ἔτεκεν τὸν Ἐζεκίαν, ἄνθρωπε;” Ὁ δὲ πρός με· “Οὐκ ἔχει τὰ παρ’ ἡμῖν ἀντίγραφα· Ἰδοὺ ἡ παρθένος, ἀλλ’ Ἰδοὺ ἡ νεάνις· οὕτω γὰρ καὶ τὸ
265Ἑβραϊκὸν καὶ Ἀκύλας καὶ Σύμμαχος ἐκδεδώκασιν.” Εἶπον δὲ πρὸς αὐτόν· “Σύνες ἄνθρωπε, καὶ τὴν ἀλήθειαν ζήτει τῷ Ζαχαρίᾳ πειθόμενος, καὶ μὴ οἴου διὰ λόγων ἐπικρύπτεσθαι ποτὲ τὴν ἀλήθειαν. Πρῶτον μὲν γὰρ τὸ τῆς νεάνιδος ὄνομα παρά τε τῷ νομοθέτῃ Μωσεῖ καὶ
270παρ’ ἑτέροις ἁγίοις ἐν πλείοσι τῆς γραφῆς ἐπὶ τῆς ὁμολογουμένως παρθένου εὕροις λεγόμενον· καὶ τὴν γὰρ ἑτέρῳ μεμνηστευμένην καὶ ὑφ’ ἑτέρου βιαζομένην καὶ διαπαρθενευομένην τῷ τῆς νεάνιδος ὀνόματι προσκεκλη‐ κέναι εὕρηται, καὶ τὴν Ῥε[β]βέκ〈κ〉αν ὡσαύτως, καὶ τὴν
275τῷ ἱερεῖ ζευγνυμένην ὁμοίως, καὶ τὴν Ἀβησσᾶ καὶ ὡσαύτως. Καὶ οὕτως σοι τὸ ἰσχυρὸν ἀσθενέστατον δεί‐ κνυται· νεάνις γὰρ καὶ ἡ παρθένος ἐν τῇ γραφῇ λέγεται. Οὐκ ἐβιάσαντο οὖν τὸ ἀκριβὲς οἱ τὴν παρ’ ἡμῖν γραφὴν ἑρμηνεύσαντες, τουτέστιν οἱ Ἑβδομήκοντα, ἀλλὰ εὑρόντες41
280ὅτι ἡ νεάνις τὴν παρθένον ἐν πολλοῖς τόποις ὑπέγραφε, τῇ διανοίᾳ τοῦ προφητευομένου πιστεύσαντες, ὅτι σημεῖον ὁ θεὸς τῷ οἴκῳ Δαυῒδ ἐπηγγείλατο, ὑπὸ τοῦ θείου πνεύματος ὁδηγούμενοι τοῦτο ἐνόησαν, ὅτι ‘Ποῖον σημεῖον γενήσεται μεγαλοδωρεᾶς θεοῦ γινόμενον ἄξιον; Τὸ τεκεῖν
285γυναῖκα νεάνιδα.‘ Τέθεικαν τοίνυν τὸ ὕστερον γενησό‐ μενον, τὸ Ἰδοὺ ἡ παρθένος καὶ τὰ λοιπά, ἅπερ ἡ θεία χάρις δι’ αὐτῶν ὑπέγραψε, τοῦ παραδόξου σημείου κη‐ ρύττοντες τὴν ἀλήθειαν. Δεύτερον δὲ ὅτε ταῦτα τῷ Ἄχαζ ὁ Ἡσαΐας, μᾶλλον δὲ ὁ θεὸς ἐχρημάτιζε, βασιλεὺς
290ἦν ὁ Ἄχαζ, καὶ πρὸς τοῦτο οὐκ ἀντερεῖς· Ἐζεκίας δὲ αὐτῷ πρὶν ἢ βασιλεῦσαι γεγέννηται, ὡς δῆλον ἔσται τῷ μετ’ ἐπιστήμης τὰς τῶν Βασιλειῶν βίβλους ἀναγινώ‐ σκοντι. Πῶς οὖν περὶ τοῦ ἤδη τεχθέντος Ἐζεκίου Ἡσαΐ‐ ας ἔλεγεν ὅτι μέλλει τίκτεσθαι; Τοῦτο γὰρ καταγέλα‐
295στον. Ἐζεκίας δὲ Ἐμμανουὴλ ἐκλήθη ποτέ; Τοῦτο γὰρ οὐχ’ ὥσπερ ἐπὶ τῆς νεάνιδος κακουργῆσαι δυνήσεσθε· καὶ τὸ Ἑβραϊκὸν γὰρ καὶ Ἀκύλας καὶ Θεοδοτίων καὶ Σύμμαχος, Ἐμμανουὴλ τὸ ὄνομα τοῦ τικτομένου υἱοῦ ἐκ τῆς παρθένου ἐκδεδώκασιν. Ἐζεκίας δὲ πρὶν ἢ γνῶναι

5

(300)

ἀγαθὸν ἢ κακόν, ἔλαβεν δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας κατέναντι βασιλέως Ἀσυρίων; Τίς τῶν ῥημάτων τούτων ἀνέξεται; Ποία φέρειν ἀκοὴ τὰς ἀτοπίας ταύτας δυνήσεται; Τίς οὐκ οἶδεν ὅτι τὰς θύρας τοῦ ναοῦ τοῦ οἴκου κυρίου εἰς ὃν εἶχες τὴν καύχησιν, καὶ τὰ ἐστη‐
305ριγμένα διὰ χρυσίου Ἐζεκίας ἐξέκοψεν ἅπαντα, καὶ τῷ βασιλεῖ τῶν Ἀσυρίων λύτρα διὰ φόβον ἀπέστειλε,
καὶ μεταταῦτα τὸ βιβλίον τῶν ὀνειδισμῶν διὰ τῶν ἀγγέλων ὑπὸ Ῥαψάκου δεξάμενος, ἀνδρὸς δουλεύοντος τῷ βασιλεῖ τῶν Ἀσυρίων, διέρρηξε τὰ ἱμάτια καὶ42
310θεῷ δι’ εὐλάβειαν θεοφιλῶς ἐνετύγχανε; Τίς ἀγνοεῖ τὰ ἐπὶ Ἐζεκίου γενόμενα, ὅτι ὁ θεὸς φιλανθρώπως κινού‐ μενος, ποτὲ μὲν διὰ πικρᾶς ἀγγελίας τὸν Ἀσύρι‐ ον ἐπιστρέψαι πρὸς τὴν ἰδίαν χώραν ἠνάγκασε, πάλιν δὲ τῇ Ἰερουσαλὴμ προσκαθίσαντα, καὶ τὸν Ἐζεκίαν
315παρ’ ὀλίγον ζωγρήσαντα τὰς τοσαύτας τοῦ στρατοῦ μυ‐ ριάδας ἀποβαλόντα φυγεῖν παρεσκεύασε; Μὴ πλανᾶσθε· θεὸς οὐ μυκτηρίζεται· οὐκ ἦν Ἐζεκίας ὁ ὑπὸ τοῦ προφήτου λεγόμενος, ἀλλ’ ὁ θεὸς Ἐζεκίου, ὁ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος. Εἰ δὲ τῆς προφητείας σὺν φόβῳ
320θεοῦ τὰ ῥήματα ἐξετάζετε, αὐτὴ ὑμᾶς πρὸς ἑαυτὴν ἐπεσπάσατο ἂν ἡ ἀλήθεια· νῦν δὲ τῆς ἀληθείας τὴν ἰσχὺν ἀποφεύγοντες, πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μὴ δὲ τὴν δύναμιν αὐτῶν. Ἐπειδὴ γὰρ ἔχει τὸ γράμμα τῆς προφητείας ὅτι Προ‐
325σέθετο ὁ κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· “Αἴτησαι σεαυτῷ σημεῖον”, εἶτα μεθ’ ἕτερα· διατοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος καὶ τὰ ἑξῆς, εἰ περὶ τῆς μητρὸς Ἐζεκίου ἢ ἄλλης γυναικὸς τῆς μετὰ σύλληψιν τικτούσης κατὰ τὸ ἔθος τῆς φύσεως ἦν τὸ
330λεγόμενον, ποῖον σημεῖον ἦν ὑπὸ κυρίου διδόμενον διὰ τὸ εἰπεῖν τὸν προφήτην· Δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος καὶ τὰ ἑξῆς; Ἀλλ’ ὄντως τοῦτο ἦν τὸ σημεῖον τὸ ἐξ αἰώνων ζητούμενον, εἰς βάθος καὶ ὕψος ἐκτεῖνον τὴν δύναμιν. Τοῦτο τὸ σημεῖον καὶ ἀγῶνα
335κυρίῳ τῷ θεῷ ἤ, ὡς Ἀκύλας εἶπε, μόχθον προσήγαγε, μὴ πιστευόμενον παρὰ τῶν ἀπειθούντων τοῖς λόγοις τοῦ πνεύματος· παρθένος γὰρ τέτοκε καὶ παρθένος μεμένηκε, καὶ θεὸς ὁ τεχθεὶς ὑπάρχει κατὰ ἀλήθειαν· ἀλλ’ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.
340Τούτου γὰρ τοῦ σημείου κατὰ τὴν παρθένον ἅπτεσθαι
ὁ προφήτης μέλλων, προέγραψε προβλέπων ὑμῶν τοῦ νοῦ τὴν σκληρότητα· ὅθεν ὑμῶν τὸ πρὸς κακίαν ἀνέν‐ δοτον προσκοπῶν καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν ὁρῶν, μετά τινος ταχυτῆτος τὸν λόγον ἐπισπεύδει καταγγέλλειν43
345τοῖς ἔθνεσι, τὴν μετάθεσιν τῆς τοῦ θεοῦ δωρεᾶς ἐξ ὑμῶν ἐπὶ τὰ ἔθνη μετερχομένης προφητικῶς αἰνιττόμενος· Τοῦτο πρῶτον πίε λέγων ταχὺ ποίει, χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία

5

(350)

τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. Εἶτα μετά τινα, τὴν αἰτίαν ὥσπερ τῆς ἀνατολῆς τοῦ τοιούτου φωτὸς παραδεικνὺς τοῖς ἀκούουσι, καὶ Ὅτι
355παιδίον φησὶν ἐγεννήθη ὑμῖν υἱὸς καὶ ἐδόθη ὑμῖν, οὗ ἡ ἀρχὴ ἐγεν[ν]ήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Κἂν γὰρ Ἀκύλας ὁ σὸς
360τινὰ ἐκ τούτων ἑτέρως ἐκδέδωκε, τῇ ἀληθείᾳ ὡς ᾤετο τῆς θείας ἀντιλέγων ἐνανθρωπήσεως, ἀλλ’ οἱ ἕτεροι, Θεο‐ δοτίων καὶ Σύμμαχος, ταῦτα συνάγοντες φαίνονται· οἷς καὶ Ἀκύλας εἰς τὰ πλείω κατηκολούθησε. Πῶς γὰρ ἐπιπολὺ κακουργεῖν ἠδύνατο τὴν ἀλήθειαν ὁ μὴ δὲ Ἕλλην
365μείνας μὴ δὲ Χριστιανός, ἀλλ’ οὐδὲ Ἰουδαῖος γενόμενος; Πάντα γὰρ ὡς ὁ Πρωτεὺς κατὰ τὸν μύθον ἐφαίνετο, πλὴν ἑνὸς τοῦ τοῖς προδήλοις μὴ μάχεσθαι. Πλὴν ἀπό‐ κριναί μοι σὺ ἐξ αὐτῶν τῶν Ἀκύλου τὰς ἐρωτήσεις προάγοντι· ποῖον παιδίον ἐγεννήθη ὑμῖν υἱὸς καὶ ἐδόθη
370ὑμῖν· καὶ ἐγένετο τὸ μέτρον ἐπὶ τὸν ὦμον αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρὸς δυνατός, πατήρ, ἔτι ἄρχων εἰρήνης; Ἢ ἵνα μικρὸν ἐκ τῶν ὄπισθεν εἴπω· πρὸς ποίαν προφῆτιν προσῆλθεν ὁ λέγων κύριος ἵνα τέκῃ τὸ ἄρσεν; Οὕτω γὰρ νοεῖν ἡ
375ἀλήθεια ὑποτίθεται, ὅτι ὁ λέγων κύριος τῷ προφήτῃ·
Λάβε σεαυτῷ τόμον, ἢ κατ’ Ἀκύλαν διφθέρωμα, ἢ κε‐ φαλίδατεῦχος κατὰ Θεοδοτίωνα καὶ Σύμμαχον, αὐτὸς λέγει· Προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν· τὰ δὲ ἑξῆς ὁ προφήτης ὡς ἐξ44
380ἰδίου προσώπου φησί· Καὶ εἶπε κύριος πρός με· “Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον” —ἢ ὡς Ἀκύλας ἐκδέδωκε· Τάχυνον λάφυρον σπεῦσον διάρπασαι—, “διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν μητέρα ἢ πατέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ
385σκύλα Σαμαρείας κατέναντι βασιλέως Ἀσυρίων.” Ταῦτα γὰρ ὁμοίως οἱ τρεῖς τοῖς Ἑβδομήκοντα ἐκδεδώκασι. Τίνος ἤκουσας ὄνομα ποτὲ γεννηθέντος ἐκ γυναικὸς 〈καὶ〉 Ἐμμανουὴλ κληθέντος, εἰ μὴ μόνου τοῦ ἐκ παρ‐ θένου, ὅπερ συμφώνως πᾶσι δοκεῖ, ἢ Ταχέως σκύλευσον,
390ὀξέως προνόμευσον κατὰ τοὺς Ἑβδομήκοντα καὶ Σύμ‐ μαχον καὶ Θεοδοτίωνα, ἢ Τάχυνον λάφυρον ὡς Ἀκύλᾳ δοκεῖ; Ποῖος δὲ υἱὸς πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, ἔλαβε δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσυρίων; Ἐπειδὴ γάρ σοι ταῦτα εἰς
395Ἐζεκίαν ἑλκύσαι βουλομένῳ οὐ συνεχώρησεν ἡ ἀλήθεια, δείξασα ὡς ἡνίκα ταῦτα τῷ Ἄχαζ προελέγετο περὶ τοῦ κατὰ τὴν παρθένον λόγου καὶ τοῦ ἐκ ταύτης τεχθη‐ σομένου, Ἐζεκίας τεχθεὶς ἦν τῷ Ἄχαζ, καὶ ὡς τὰ κατὰ τοὺς πολέμους ἡμαρτημένως ὁ Ἐζεκίας διαπαντὸς διετέ‐

5

(400)

λει, δεῖξον 〈εἰ〉 εἰς ἕτερον πρόσωπον, εἴπερ οἷός τε εἶ, ταῦτα τὰ προφητικὰ χώραν ἔχει λέγεσθαι ῥήματα. Ἀλλ’ οὐκ ἂν δυνήσῃ, μὴ γένοιτο· μόνος γὰρ ὁ σωτὴρ ὁ ἡμέτερος ἐκ πνεύματος ἁγίου καὶ παρθένου τεχθεὶς Ἐμμανουὴλ ὀνομάζεται, καὶ ταχέως ἐσκύλευσε καὶ ὀξέως
405ὡς εἰπεῖν προενόμευσε τὴν δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα τῆς Σαμαρείας, τουτέστι τῶν θυσιῶν τῶν δι’ αἱμάτων παύσας τὴν ἔκχυσιν—τοῦτο γὰρ Δαμασκὸς ἑρ‐
μηνεύεται—, καὶ τὰ σκύλα Σαμαρείας, ἤγουν τῆς εἰ‐ δωλολατρείας τὴν πλάνην· Σαμάρεια γὰρ τῶν δαμάλεων45
410καὶ τῆς κατ’ αὐτὰς πλάνης γέγονεν ἐργαστήριον· ἅπερ ὁ σωτὴρ ἐσκύλευσεν ὁ ἡμέτερος, κατέναντι τοῦ βασιλέως Ἀσυρίων ταῦτα διαπραξάμενος· τοῦτο γὰρ ἄρχοντος τοῦ αἰῶνος τούτου ἦν κατάλυσις, ἡ τῆς πλάνης διόρθωσις. Ποῖον δὲ παιδίον ἐγεννήθη ὑμῖν υἱὸς καὶ ἐδόθη ὑμῖν,
415οὗ τῆς εἰρήνης οὐκ ἔσται πέρας, ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἕως εἰς τὸν αἰῶνα, εἰ μὴ μόνον ὅπερ ἡ παρθένος ἐκ πνεύματος ἁγίου συνέλαβέ τε καὶ τέτοκεν; Ὅτι μὲν γὰρ περὶ
420τινὸς μέλλοντος βασιλεύειν καὶ κρίμα ποιεῖν καὶ δι‐ καιοσύνην ἐπὶ τὸν θρόνον Δαυῒδ ἕως εἰς τὸ αἰῶνα ἦν τὰ λεγόμενα, δῆλον· ἀλλὰ τίνες κατὰ τοὺς Ἡσαΐου χρόνους καὶ μετὰ τούτους τῆς Ἰούδα φυλῆς ἤγουν τοῦ οἴκου Δαυῒδ ἐβασίλευσαν, φανερὸν κἂν ἡμεῖς σιωπήσω‐
425μεν. Οὐδὲ γὰρ Ἄχαζ, ἐφ’ οὗ ταῦτα προφητικῶς ἐθε‐ σπίζετο, οὐδὲ Ἐζεκίας ὁ μετ’ ἐκεῖνον δύναται τῶν λε‐ γομένων εἶναι ἀποτελέσματα· ὁ μὲν γὰρ Ἄχαζ ἀσεβής, Ἐζεκίας δὲ εὐσεβὴς μέν, πλὴν οὐδὲ εἰς τὸν αἰῶνα ἐ‐ πὶ τὸν θρόνον Δαυῒδ ἐβασίλευσεν, οὐδὲ ἀπέραντος ἡ
430κατ’ αὐτὸν εἰρήνη γεγένηται, ἀλλὰ καὶ πολέμους ἔσχε κραταιοὺς κινηθέντας αὐτῷ, οὐδὲ δεξιῶς ἐν τοῖς πολέμοις ἔπραξε πώποτε, ἵνα καὶ εἰρήνης ἄρξαι ποτὲ πιστευθή‐ σεται, καὶ νέος κομιδῆ ἐτελεύτησεν ἄν, εἰ μὴ θεὸς τοῖς δάκρυσιν ἐπικαμφθεὶς τοῦ ἀνδρός, ἀριθμὸν ἐτῶν προσ‐
435θεῖναι ἠξίωσεν. Ἀμμὼν δὲ καὶ Μανασσῆς πῶς τὴν βασιλείαν ἐπλήρωσαν, εὐπετὲς τὸ μαθεῖν. Ἰωσίαν δὲ τίς οὐ δακρύσει σὺν τῷ προφήτῃ Ἱερεμίᾳ, οὕτως ἐλεεινῶς καταστρέψαντα; Τοὺς δὲ τούτου υἱούς, ἐφ’ οὓς ὁ Αἰ‐ γύπτιος καὶ Βαβυλώνιος διαφόρως στρατεύσαντες τύραν‐
440νοι τὴν βασιλείαν κατέλυσαν, τάς τε πυρπολήσεις τοῦ
ναοῦ καὶ τῆς Ἰερουσαλὴμ τὰς δηώσεις, τίς οὐκ ὠδύρετο τῶν θρήνους γράφειν εἰδότων; Ποῖος οὖν ἐκ τούτων τὴν βασιλείαν εἰς αἰῶνα κατώρθωσε; Ποίου γέγονεν ἡ εἰρήνη πέρας οὐκ ἔχουσα; Ἢ τοίνυν εἰπὲ ὅτι ψευδῆ46
445τοῦ προφήτου τὰ ῥήματα καὶ ἐπ’ οὐδένα τὸ πέρας τῶν προφητευθέντων γεγένηται—τοῦτο γὰρ ἐπὶ τῶν βα‐ σιλέων Ἰούδα τῶν μετὰ τὸν Ἡσαΐαν οὐδαμῶς γεγενη‐ μένον δειχθήσεται—, ἢ ἐπὶ τὴν ἀλήθειαν ὁδηγήθητι καὶ τὸν θεὸν τὸν γενόμενον ἄνθρωπον ταῦτα πάντα πλη‐

5

(450)

ροῦσθαι πιστώθητι. Ἀλλ’ ἐφ’ ἑτέραν μέτειμι τοῦ θείου τούτου ἀνδρὸς προφη‐ τείαν, τὸν μέλλοντα σαρκοῦσθαι θεὸν λόγον κηρύττουσαν, καὶ πῶς ἐκ σπέρματος Δαυῒδ τὸ τῆς οἰκονομίας τελεῖται μυστήριον. Φησὶ γάρ· Ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σα‐
455βαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ἀτιμασθήσονται· εἶτα τοῦ Λιβάνου καὶ τῶν ὑψηλῶν προσημάνας τὸν ἀφανισμόν, ἐπάγει τούτοις· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν
460πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους
465τῆς γῆς· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθή‐ σεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται
470ἐρίφῳ καὶ τὰ ἑξῆς, ἵνα μὴ πάσας νῦν τὰς ἐξ ἀνομοίων ζώων καταλέγοιμι συζυγίας τὰς εἰς ἓν συνερχομένας *** τῶν προφητικῶν τούτων ἐκβάσεων. Τίς οὖν ἐστιν ἄρα ἡ ῥάβδος ἡ ἐξελθοῦσα ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, ἢ ὡς Ἀκύλας εἶπεν καὶ οἱ λοιποὶ
475ἀπὸ κορμοῦ Ἰεσσαί; Καὶ τί τὸ ἄνθος, ἢ ἀκρέμων ὡς τῷ Ἀκύλᾳ δοκεῖ, ἢ ὁ βλαστὸς ὡς Θεοδοτίων καὶ Σύμμαχος ἐκδεδώκασι, τὸ ἐκ τῆς ῥάβδου ἐκπορευθέν, ἵνα ἐπαναπαύσηται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, καὶ τὰ λοιπὰ τὰ ἀπαριθμούμενα; Ῥάβδον εἶπε καὶ ἄνθος, καὶ47
480ἐπαναπαύσεται ἐπήγαγεν ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ· ἐπὶ τὴν ῥάβδον ἆρα ἢ ἐπὶ τὸ ἄνθος, ἢ ἐπὶ τὸν ἀκρέμονα; Νῦν γὰρ καὶ ταῖς ἄλλαις ἐκδόσεσι κέχρημαι. Τίς δὲ τῆς ῥάβδου ἢ τοῦ ἄνθους ἡ δύναμις, ἵνα κρίνῃ τοὺς ἐνδόξους τῆς γῆς, οὐ κατὰ τὴν δόξαν οὐδὲ τὴν λαλιάν,
485ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ, καὶ δικαιοσύνῃ ζώσεται τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἀλείψεται τὰς πλευρὰς αὐτοῦ; Νῦν γὰρ οὐκ οἶδα ἐπὶ τίνα τοὺς λόγους ἀναγαγεῖν, πότερον ἐπὶ
490τὴν ῥάβδον ἢ τὸ ἄνθος ἢ τὸν ἀκρέμονα. Πότε λύκος μετὰ ἀρνὸς βοσκηθήσεται, ἢ πάρδαλις ἐρίφῳ συνανα‐ παύσεται; Πότε δὲ λέων καὶ μόσχος καὶ ταῦρος συμ‐ βοσκηθήσονται καὶ ὑπὸ παιδίου μικροῦ ἀχθήσονται; πότε δὲ ἄρκος καὶ βοῦς καὶ τὰ παιδία αὐτῶν ἔσονται ἅμα,
495καὶ λέων φάγεται ἄχυρα; Ποῖον δὲ νήπιον ἐπὶ τρώγλην ἀσπίδωνἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπέβαλε; Ταῦτα πάντα πότε τὴν ἔκβασιν ἔλαβον; Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεῖρα στόματι ἐπίθες, καὶ τῶν προφητικῶν ῥημάτων σύνες τὴν

5

(500)

δύναμιν. Ἐπάγει γὰρ αὐτὸς ὁ Ἡσαΐας ὥσπερ μὴ θέλων τὸν νοῦν τῶν ἀνθρώπων περιπλανᾶσθαι εἰς ζήτησιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ
505τιμή, μονονουχὶ καὶ αὐτὸς τὰ αὐτὰ τῷ πατριάρχῃ φθεγ‐ γόμενος Ἰακώβ, ἐν εὐλογίαις εἰπόντι πρὸς τὸν Ἰούδα〈ν〉· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρες σου
ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, οἷς ἐπήγαγε μετὰ πλεῖστα· Οὐκ ἐκλείψει48
510ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶμ μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία τῶν ἐθνῶν. Τίς γὰρ γέγονε προσδοκία τῶν ἐθνῶν; Ἰούδας αὐτὸς ὁ ἀρχίφυλος; Οὐκ ἄν που τινὰ τῶν ἐθνικῶν ἐξ αὐτοῦ σωθέντα δεῖξαι δυνήσεσθε. Ἀλλὰ Φαρὲς ὁ υἱὸς
515αὐτοῦ; Πῶς ἢ πότε ἢ ποίῳ τρόπῳ; Ἴσως ἐρεῖς Δαυῒδ τὸν βασιλέα—τούτου γὰρ ἐνδοξότερον οὐκ ἔχεις δεῖξαι γενόμενον ἐκ τῆς φυλῆς τοῦ Ἰούδα—, ἀλλ’ ἐλέγχει σε ἡ ἀλήθεια, αὐτόν σοι Δαυῒδ παράγουσα λέγοντα· Τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Πᾶσα
520δὲ προσδοκία ἐπὶ τὸν δεσπόζοντα πάντως ἀνάγεται· οὐκοῦν οὐδεὶς τῶν ἐξ Ἰούδα κύριος ἐστὶ τῶν ἐθνῶν, οὐδὲ Ἰούδας αὐτὸς προσδοκία ἐθνῶν, ἀλλ’ ἢ Χριστὸς ὁ ἐξ Ἰούδα γενόμενος, καὶ τῶν ἐθνῶν προσδοκία γενό‐ μενος. Παρὸ καὶ Βαλαὰμ ὁ τοῦ Βαλαὰκ μισθωτός, εἰ
525καὶ μάντις ἦν καὶ τῆς ἀληθείας ἀλλότριος, θείῳ κινηθεὶς ἐπ’ ἐκεῖνο καιροῦ πνεύματι, σὺν ἄλλοις πλείοσι λαβοῦσι τὴν ἔκβασιν, καὶ τοῦτο καλῶς προεφήτευσε. Φησὶ γάρ· Ὡς καλοὶ οἱ οἶκοι σου Ἰακώβ, αἱ σκηναί σου Ἰερου‐ σαλήμ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισ[σ]οι
530ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρ‐ ματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθή‐ σεται ἢ Γὼγ βασιλεία· ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου καὶ τὰ ἑξῆς, ὧν τὸ κατὰ μέρος εἰς τοὺς
535ἑκάστου τόπους λεχθήσεται. Τίς οὖν ἕτερος ἐθνῶν προσ‐ δοκία γενήσεται, ἢ ἐφ’ ὃν τὰ ἔθνη ἤλπισαν, ἃ δεσπότην ἔσχον καὶ κύριον βασιλεύοντα; Τότε γὰρ ὄντως τότε λύκος μετὰ ἀρνὸς καὶ πάρδαλις σὺν ἐρίφῳ, καὶ λέων καὶ βοῦς καὶ ἄρκος καὶ δάμαλις ἐφ’ ἕνα χλόης τόπον
540ἐσκήνωσαν, ἐφ’ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενοι, τὰς ψυχὰς ἑαυτῶν ἐπιστρέψαντες καὶ ἐπὶ τρίβους δικαιοσύνης
ὁδηγηθέντες ἕνεκεν τοῦ ὀνόματος κυρίου τοῦ θεοῦ αὐτῶν. Ἀλλὰ καὶ νήπιον, τὸ πολλοῖς ὡς ἀρτιγενὲς ἴσως πε‐ ριφρονούμενον, ἐπέβαλεν ἐπὶ τρώγλην ἀσπίδων τὴν χεῖρα49
545τὴν γράφουσαν τὸν λόγον τῆς πίστεως, διερευνῶσαν τῶν ἰοβόλων δογμάτων τὴν κρυφιότητα, καὶ οὐκ ἐῶσαν αὐτὴν ἐμφωλεύει κακούργως πρὸς ἐξαπάτην τῶν ἁ‐
πλουστέρων.50

6

Διὰ πολλῶν τοιγαροῦν ἄνθρωπε, νομικῶν καὶ προφη‐ τικῶν ἀκούσας φωνῶν, ὅτι τὲ θεὸς εἷς ἐν τριάδι κη‐ ρύσσεται, καὶ ὅτι εἷς τῆς τριάδος, υἱὸς ὑπάρχων τοῦ πατρός, ἐπ’ ἐσχάτων τοῦ αἰῶνος ἐκ μητρὸς παρθένου
5γέγονεν ἄνθρωπος, ἐκ τῶν εὐαγγελιστῶν τῆς νέας, δεῦρο δὴ τὴν γλῶσσαν πεδήσας, τὰς ἀκοάς 〈σ〉ο〈υ〉 ὑπόθες τῷ λόγῳ τῆς πίστεως, καὶ δέξαι τὸν φωτισμὸν τῆς ὑπὲρ ἄνθρωπον χάριτος. Δειχθήσεται γάρ σοι, ὑγιῶς τῶν λεγομένων ἀκούοντι, ὡς ἅπαντα τοῦ κατὰ Χριστὸν
10μυστηρίου τὰ θεῖα διδάγματα, ἅπερ ἡμῖν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου παραδεδώκασιν, ἄνωθεν ὁ νόμος καὶ οἱ προφῆται προέγραψαν, προκαταγγείλαντες πάντα τὰ ἐπ’ ἐσχάτων λαβόντα τὴν ἔκβασιν. Δεῖ δὲ πρὸς πλείονα τῶν λεγομένων ἀπόδειξιν, ἀντιπαράθεσιν ὥσπέρ
15τινα διὰ βραχέων ποιήσασθαι—οὐδὲ γὰρ δύναταί τις πάντων ὁμοῦ περιδράξασθαι—καὶ δεῖξαι καθ’ εἱρμὸν τὴν τῶν πραγμάτων ἀλήθειαν, κοινὴν οὖσαν καὶ ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ παραδεδομένην πνεύματος, 〈ᾧ〉 οἱ τὸ καθ’ ἡμᾶς γράψαντες εὐαγγέλιον, καὶ τῆς θείας οἰκονομίας
20πανταχόσε γῆς γενόμενοι κήρυκες, τὴν ἀλήθειαν τῶν γενομένων διδάσκοντες ἐπὶ τὸ γράψαι προήχθησαν. Φησὶ γὰρ ὁ εἷς αὐτῶν—Λουκᾶς δὲ ὄνομα τούτου—· Ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ πρὸς παρ‐ θένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴ‐
25κου Δαυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· “Χαῖρε κεχαριτω‐ μένη, ὁ κύριος μετὰ σοῦ” καὶ τὰ λοιπά, οἷς ἐπιλέγει· Μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις
30τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ τὰ ἑξῆς. Ταῦτα δὲ Μωσῆς προεκήρυξε καθὼς ἐν τοῖς ἔμπροσθεν δέδεικται, μίαν γυναῖκα καθαρὰν ἐν ὅλῳ τῷ αἰῶνι προγνοὺς χωρὶς σπέρματος τίκτουσαν· ὧν τὸ κατὰ μέρος διὰ τῶν εἰρη‐
35μένων μαθών, ἔναυλον ἔχεις τὴν τούτων ἀπόδειξιν. Καὶ Ἡσαΐου δὲ τῶν ῥημάτων ἀκήκοας γράψαντος φανερῶς καὶ εἰπόντος· Ἀκούσατε δὴ οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ πα‐ ρέχετε ἀγῶνα; Διατοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον·51
40ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα 〈αὐτοῦ〉 Ἐμμανουήλ. Ἰδοὺ ἔχεις φανερὰν τὴν ἀπόδειξιν ὅτι παρθένος ἦν ἡ τεκοῦσα, καὶ ὅτι ἐξ οἴκου ἦν Δαυΐδ, καὶ ὅτι κοινὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν εὐαγγελιστῶν τὰ διδάγματα.
45 Πάλιν ὁ εὐαγγελιστὴς τὴν παρθένον εἰσήγαγεν ἐκπλητ‐ τομένην καὶ ὥσπερ διαπιστοῦσαν ὅτι ἄνευ συλλήψεως τέξεται, καὶ φάσκουσαν ὅτι Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἅπερ ἀπεκρίθη ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει

6

(50)

σοι. Ταῦτα δὲ καὶ Ἡσαΐας προέγραψεν εἰπών· Εἶπεν μοι κύριος· “Προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν.” Καὶ εἶπεν μοι κύριος· “Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.” Ὅτι δὲ προφῆτις ἦν ἡ παρθένος ᾗ προ‐
55σῆλθεν ὁ κύριος, καὶ ἐκ τῶν ἑξῆς τῷ εὐαγγελι‐ στῇ γραφέντων μαθήσῃ σαφέστατα. Φησὶ γὰρ ὅτι με‐ τὰ τὸ μεγαλῦναι τὸν κύριον ἡ παναγία παρθένος ἐ‐ πήγαγεν ὅτι Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός.
60Ὅτι μὲν οὖν πᾶσαι αἱ γενεαὶ τὸ ἅγιον αὐτῆς ἐμακάρισαν καὶ μακαρίζουσιν καὶ μακαριοῦσι θαῦμα καὶ ὄνομα, καὶ οἱ λίθοι κεκράγασι. Ἔτι δὲ καὶ τὴν ἔκπτωσιν τοῦ κατὰ σάρκα Ἰσραήλ, τῶν δὲ ἐθνῶν τὴν κλῆσιν προφητευομένην ἰδεῖν διὰ τῆς παναγίας παρθένου ἔστι σαφὲς ἐν τῷ
65λέγειν αὐτὴν προφητεύουσαν· Καθεῖλε δυνάστας ἀπὸ θρό‐ νων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Ἔτι δὲ καὶ περὶ ὀνόματος τοῦ Ἰησοῦ οὗ πρὸς τὴν παρθένον μνήμην ὁ ἄγγελος ἐποιήσατο, μνημονεῦσαι 〈ἔστι〉
70τῶν ὑπὸ τοῦ θεοῦ τῷ Ἰσραὴλ εἰρημένων ἐν βίβλῳ τῆς Ἐξόδου, καὶ καταπλαγῆναι τῆς τοῦ θεοῦ σοφίας τὸ ἀνεξιχνίαστον μέγεθος. Φησὶ γὰρ ἐκεῖ ἐκ προσώπου τοῦ θεοῦ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώ‐ που σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ52
75σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. Πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ· μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ. Καὶ ὅρα ὅτι Ἰησοῦ τοῦ Ναυὴ κατὰ τὴν ἱστορίαν τοῦ γράμματος τὸν λαὸν εἰσαγαγόντος εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὁ χρη‐
80ματίζων θεὸς τῷ Μωσεῖ προϋπέδειξεν ὅτι τὸ ὄνομα αὐτοῦ ἐπικέκληται τῷ εἰς τὴν γῆν τὴν ἁγίαν εἰσάξοντι τὸν λαὸν τὴν ἐπαγγελθεῖσαν αὐτῷ· ὃς ποτὲ μὲν Ναυσὴς ὑπὸ τοῦ πατρὸς ὠνομάσθη, μετεκλήθη δὲ ὑπὸ Μωσέως Ἰησοῦς ἐν ὑστέρῳ, ὅτε κατασκέψασθαι τὴν γῆν σὺν
85τοῖς λοιποῖς ἀπεστέλλετο, καὶ τῆς γῆς τῆς ἁγίας ἐπι‐ βαίνειν ἀπήρχετο. Οὐκοῦν τὸ ὄνομα τοῦτο τὸ Ἰησοῦς, τίμιον ἦν ἄνωθεν καὶ ἀπόκρυφον, καὶ χρίσμα ὥσπερ καὶ δῶρον ὑπὸ τοῦ Μωσέως τῷ μέλλοντι τοῦ λαοῦ προπολεμεῖν διδόμενον. Ἐπεὶ τίνος ἕνεκεν οὐχ’ ἑτέρῳ
90κέκληκε τὸν Ναυσὴν ὀνόματι ὁ Μωσῆς, ἀλλ’ Ἰησοῦν αὐτὸν ὠνόμασεν, εἰ μὴ προέγνω τῷ πνεύματι ὅτι ὁ μέλλων σαρκοῦσθαι θεὸς Ἰησοῦς λεχθήσεται, καθά φησιν ὅτι τὸ ὄνομά μου ἔστιν ἐπ’ αὐτὸν τὸν εἰσάγειν τὸν λαὸν εἰς τὴν γῆν μου μέλλοντα. Ἰησοῦς δὲ κατὰ τὴν Ἑβραίων
95φωνὴν σωτὴρ ἑρμηνεύεται, ὡς ἔξεστι παντὶ τῷ ἀκριβῶς ζητοῦντι μαθεῖν. Λέγων οὖν ὁ ἄγγελος τῇ παρθένῳ ὅτι κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, οὐχ’ ἁπλῶς εἰπεῖν τοῦτο ἐτόλμησεν, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ὁ στείλας αὐτὸν θεὸς τούτῳ τῷ ὀνόματι ἐξ αἰώνων προσέχαιρεν.

6

(100)

Ἀλλ’ ἴσως ἐρεῖς ὅτι ‘Ἄνθρωπε, Ἡσαΐαν παρήγαγες Ἐμμανουὴλ τὸ ὄνομα τοῦ τικτομένου ἐκ τῆς παρθένου προγράψαντα, καὶ πῶς ὁ ἄγγελος νῦν Ἰησοῦν τὸν τικτόμενον ἐπικληθῆναι μεμήνυκεν;‘ Ἀλλ’ ἄκουσον καὶ πρὸς τοῦτο, καὶ μὴ ἀμφίβαλλε· εἰ γὰρ τοῖς πράγμασιν
105οἷς τὰ ὀνόματα σημαίνουσιν ἀπίδοι ὁ τοῖς θείοις ἐν‐ τυγχάνειν αἱρούμενος, ταὐτόν ἐστιν εἰπεῖν Ἰησοῦν καὶ Ἐμμανουήλ. Παρὸ καὶ ἕτερος ἄγγελος τῷ Ἰωσὴφ χρη‐ ματίζων Ἐμμανουὴλ τὸ ὄνομα τοῦ παιδίου ἐκάλεσεν· οὕτω γὰρ ἡμῖν Ματθαῖος ὁ εἷς τῶν εὐαγγελιστῶν πα‐53
110ραδέδωκεν. Τὸ δὲ Ἐμμανουὴλ μεθ’ ἡμῶν ἑρμηνευόμενον ὁ θεός, τί ἔστιν ἕτερον εἰπεῖν, ἢ σωτήρ, ὅπέρ ἐστιν Ἰησοῦς; Ὁ γὰρ μεθ’ ἡμῶν γενόμενος θεός, σωτηρία γέγονε τοῦ γένους τῶν ἀνθρώπων. Διὸ καὶ Ἀμβακούμ —εἷς δὲ τῶν ιβ προφητῶν ἐστὶ καὶ οὗτος—Ἐξῆλθες
115φησὶν εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου, ὅπερ οἱ λοιποὶ Ἐξῆλθες εἰς ἰησουΐαν λαοῦ σου ἐκδεδώκασι. Καὶ μή τις ἐπηρεάσῃ τῷ λόγῳ ὡς τοῦ κυρίου τὴν χρῆσιν τὴν Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἐπὶ
120Ἰωάννου διδάξαντος λέγεσθαι, ἐμοῦ δὲ νῦν ἐπὶ Ἰησοῦ τοῦ Ναυὴ ταύτην προαγαγεῖν τολμήσαντος. Ἴστω γὰρ ὁ τοιοῦτος ὅτι ὁ κύριος ἐπὶ Ἰωάννου οὐ τὴν ἐν τῇ Ἐξόδῳ χρῆσιν παρήγαγεν, ἀλλὰ τὴν ἐν Μαλαχίᾳ τῷ ἐν τοῖς δώδεκα προφητεύσαντι. Ἔχει γὰρ οὕτως ἐκεῖ· Ἰδοὺ
125ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἐν δὲ τῇ Ἐξόδῳ οὐχ’ οὕτως, ἀλλ’ Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου, ἵνα φυλάξῃ
130σε ἐν τῇ ὁδῷ, καὶ εἰσαγάγῃ σε εἰς τὴν γῆν· οὐ γὰρ ἵνα κατασκευάσῃ σοι ὁδόν, ὅπερ ἐστὶν ἐπιβλέψηται. Μικρὸν ὁ λόγος ἀκολουθίαν διεκβέβηκεν, ἀλλ’ οὐκ ἔξω τοῦ πρέποντος τοῦτο πεποίηκεν, δεῖξαι σπουδάσας καὶ τὸν κύριον θεϊκῶς—τί γὰρ ἐπὶ θεοῦ πλέον ἐστὶν
135εἰπεῖν; —τὴν Μαλαχίου χρῆσιν προαγαγόντα, καὶ νῦν τὴν χρῆσιν τῆς Ἐξόδου εἰς Ἰησοῦν τοῦ Ναυὴ ἱστορικῶς λεγομένην, καὶ τὸν θεὸν τὸ ὄνομα τὸ Ἰησοῦς ἐξ αἰώνων αὐτῷ οἰκειούμενον. Τί ἔτι; Τόπον εἰσάγουσι τῆς γεννήσεως τοῦ ἡμετέρου
140σωτῆρος οἱ παρ’ ἡμῖν εὐαγγελισταὶ τὴν πόλιν τῆς Ἰου‐ δαίας τὴν λεγομένην Βηθλεέμ. Φησὶ γὰρ Ματθαῖος· Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν καὶ τὰ ἑξῆς. Καὶ Λουκᾶς δὲ ὁμοίως τὴν Βηθλεὲμ οἶδε χωρίον54
145τῆς θείας γεννήσεως· ἀπογραφῆς γάρ τινος ὑπὸ Ῥωμαίων γενομένης, ἐπιεικῶς ἐμνημόνευσε καὶ τοῦ Ἰωσήφ· εἰσή‐ γαγε σὺν τῇ παρθένῳ εἰς τὴν ἰδίαν πόλιν τὴν Βηθλεὲμ ἐπικαλουμένην, κἀκεῖ τὸν τόκον γενέσθαι δεδήλωκεν. Ἀλλ’ ὅρα καὶ τοὺς προφήτας τοῦτο αὐτὸ ὀνομαστὶ προμη‐

6

(150)

νύσαντας. Παρήτω τοίνυν ἐν πρώτοις ὁ Βηθλεεμίτης Δαυῒδ ὁ προφήτης ὁ ἐπιχώριος, ὃς ζητήσας εὑρεῖν τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ, καὶ τῆς καρδίας μὴ νυστάξας τοῖς ὄμμασι, μὴ δὲ τὰ βλέφαρα μύσας τοῦ πνεύματος, ἤκουσε τοῖς ὠσὶ τῆς διανοίας τὸν
155τόπον τὸν Ἐφραθᾶ εἶναι τὸ τῆς σωτηρίας χωρίον. *** ἢ δείξει πᾶς ὁ βουλόμενος ἐν τῇ Βηθλεὲμ τόπονσκήνωμα ἕτερον τῷ θεῷ γενόμενον παρὰ τὸ τῆς ἐν‐ σάρκου παρουσίας μυστήριον, καὶ τότε εἴπερ ἐθέλει, μὴ πιστευέτω, μᾶλλον δὲ μὴ δὲ τότε ἀπιστείτω τῷ πνεύματι.
160Εἰ γάρ τις θελήσει Ἑβραϊκῶς ἐκλαβεῖν τὰ ὑπὸ τοῦ Δαυῒδ προλεγόμενα, καὶ εἴποι ὅτι περὶ τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις ἦν τὰ προφητευόμενα, ὃν ὕστερον ὁ Σολομὼν ᾠκοδόμησεν, ἴστω ψευδόμενος ἑαυτόν, τὴν ἀλή‐ θειαν κρύψαι μὴ δ’ ὅλως δυνάμενος. Ὁ γὰρ τόπος ἐν
165ᾧ ὁ ναὸς ᾠκοδομεῖτο, τὰ Ἱεροσόλυμα λέγω, τοῦ Βενιαμὶν γέγονε πόλις καὶ οὐχὶ τοῦ Ἰούδα, καὶ ἄλλος κλῆρος ὁ τοῦ Ἰούδα καθέστηκε καὶ ὁ τοῦ Βενιαμὶν ἕτερος, καὶ οὐκ ἄν ποτε Ἐφραθᾶ εὑρεθείη τῇ Βηθλεὲμ ὁμωνύμως πόλις ἀλλόφυλος καὶ τῷ Βενιαμὶν διαφέρουσα, παρὰ
170τῇ γραφῇ λεγομένη. Ὅτι δὲ Ἐφραθᾶ ἡ Βηθλεὲμ προσηγόρευται, μαθεῖν ἐστὶν εὐχερῶς ἐκ τῆς βίβλου τῆς Γενέσεως. Φησὶ γὰρ
ἐκεῖ ὅτι Ἀπέθανε δὲ Ῥαχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ, καὶ πάλιν· Εἶπε δὲ Ἰακὼβ55
175πρὸς Ἰωσήφ· Ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθᾶ τῆς γῆς, τοῦ ἐλθεῖν εἰς Ἐφραθᾶ· καὶ κατώρυξα αὐτὴν ἐν τῇ γῇ τοῦ ἱπ‐ ποδρόμου· αὕτη ἐστὶ Βηθλεέμ. Εὐρήσεις δὲ καὶ παρὰ
180τῷ Ἰησοῦ τοῦ Ναυὴ ἐν ταῖς κληροδοσίαις τῶν φυλῶν καὶ τῶν πόλεων οὕτω ῥητῶς· Ἐγενήθησαν δὲ πόλεις αὐτῶν, πρώτη φυλῆς υἱῶν Ἰούδα ἐπὶ τῆς ἑρήμου † κα‐ τὰ Βιεὴλ † καὶ Ἐδραῒ καὶ Ἰαγούρ, καὶ μετὰ πλείστας πόλεις καὶ κώμας· Θεκοὲ καὶ Ἐφραθᾶ—αὕτη ἐστὶ
185Βηθλεέμ [αὕτη ἐστὶ Βιθλεὲμ]—, καὶ Φαγὼρ καὶ Αἰτὰμ καὶ αἱ λοιπαί. Δέδεικται τοίνυν σαφῶς ὅτι Ἐφραθᾶ ἐστι πόλις ἡ Βηθλεέμ· τόπον δὲ τῷ κυρίῳ καὶ σκήνωμα τῷ θεῷ ἐν Ἐφραθᾶ, πότε εὗρε Δαυΐδ; Ἢ δεῖξον τοίνυν ὅπερ οὐ δείξεις—ἀδύνατον κἂν τυπικῶς τοῦτο γε‐
190νόμενον—, ἢ δέξαι τῆς ἀληθείας τὴν δύναμιν οὕτως ἐκλάμπουσαν ὅτι τόπον κυρίῳ καὶ σκήνωμα τῷ θεῷ ἐν τῇ Βηθλεὲμ ὁ Δαυῒδ τὴν θείαν σάρκωσιν προτίθεται. Παρὸ καὶ Μιχαίας καὶ αὐτὸς προφητεύων ἐνθεώτατα, οὕτω φησί· Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς
195εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐξ οὗ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος, καὶ μετά τινα· Καὶ στήσεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ θεοῦ αὐτῶν

6

(200)

ὑπάρξουσι. Ταύτην τὴν προφητικὴν ῥῆσιν προήγαγον τῷ Ἡρώδῃ τῆς Ἰουδαίας κατ’ ἐκεῖνο καιροῦ βασιλεύοντι. Ἐρωτηθέντες οὖν οἱ Ἰουδαῖοι ποῦ ὁ Χριστὸς γεννᾶται, ἀποσιγήσαντες
οἱ δείλαιοι τῆς θεότητος τοῦ Χριστοῦ πρὸς ἄρχοντα56
205ψιλὸν τὸ διάφορον, τὸ Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· τὴν προαιώνιον γὰρ τοῦ μονο‐ γεν[ν]οῦς ἐκ πατρὸς αὐτοῦ πρόοδον κρύψαι οἰόμενοι, τὸν μὲν τόπον ἐδήλωσαν—οὔπω γὰρ ἦσαν ἐκ τῶν θαυμάτων εἰς φθόνον θεοκτονίας μανέντες, ἐπεὶ καὶ τοῦτο
210ἂν πεποιήκεσαν—, τὸ δὲ τῆς ἀληθινῆς θεότητος ἴδιον ἑκόντες ἀπέκρυψαν. Ἆρα γὰρ ποῖος ἄρχων τοῦ Ἰσραὴλ ἐξῆλθε τῷ θεῷ ἀπὸ Βηθλεέμ, ἵνα ἐκείνῳ τίς τὴν προφη‐ τείαν ἁρμόσαι δυνήσεται; Ὁ μὲν γὰρ Δαυΐδ—οὗτος γὰρ μόνος βασιλέων ἐτέχθη ἐν Βηθλεὲμ καὶ γεγέννητο
215καὶ βεβασιλεύκει—καὶ τελευτήσας ἦν ἤδη καὶ τέθαπτο· ἡνίκα γὰρ ταῦτα Μιχαίας προέγραφεν, Ἰωαθὰμ καὶ Ἄχαζ καὶ Ἐζεκίας τοῦ Ἰούδα ἦσαν ἡγούμενοι. Πόσοι δὲ βα‐ σιλεῖς ἀπὸ Ἰούδα μέχρι τοῦ Ἐζεκίου τοῦ Ἰούδα προέστη‐ σαν, ἴσασι πάντες οἷς μέλ[λ]ει τῆς γνώσεως. Οὔτε οὖν
220περὶ τοῦ Δαυῒδ ἦν τὸ λεγόμενον· πάντες γὰρ οἱ ἕως Ἐζεκίου ἀπὸ Δαυῒδ ἦσαν ἤδη γενόμενοι, ἀλλὰ καὶ πάντες οἱ μετὰ Δαυῒδ ἐν Ἱεροσολύμοις ἐτέχθησαν· μετὰ δὲ Ἐζεκίαν ὀλίγοι τινὲς εὐαρίθμητοι ἐβασίλευσαν, ἐν Ἱε‐ ροσολύμοις καὶ αὐτοὶ τεχθέντες καὶ βασιλεύσαντες, καὶ
225τὰ τῆς Ἰούδα βασιλείας πέρας τῇ αἰχμαλωσίᾳ ἐδέξαντο. Πῶς οὖν εἰς ἕνα τῶν βασιλέων Ἰούδα τὰ τῆς προφητείας Μιχαίου ἕξει τὸ πέρας; Ἀλλ’ ἴσως ἐρεῖς ὅτι ‘Πολλάκις ἡ γραφὴ χρόνῳ κέχρηται ἀντὶ χρόνου, καὶ ποτὲ μὲν λέγει ὡς 〈μέλλοντα τὰ
230παρεληλυθότα, ποτὲ δὲ τὰ μέλλοντα ὡσ〉 παρεληλυθότα, ὡς ἡνίκα λέγει· Ἐν τῷ ποταμῷ διελεύσονται ποδί, ὡς μελλόντων ποτὲ διαβήσεσθαι τῶν ἤδη ποτὲ τὸν Ἰορδάνην παρελθόντων σὺν Ἰησοῦ, καὶ πάλιν· Ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν
235ἅγιόν σου, ἔθεντο Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον καὶ τὰ ἑξῆς, περὶ τῶν μελλόντων εἰς ὕστερον ἐκπορθεῖν τὰ Ἱεροσόλυμα. Τί θαυμαστὸν οὖν καὶ νῦν εἰ τὸν ἤδη μὲν βασιλεύσαντα ἐκ δὲ τῆς Βηθλεὲμ τὴν ἔξοδον ἔχοντα, φημὶ δὴ τὸν Δαυΐδ, κατά τινα τῆς γραφῆς ἰδιώματα ὁ
240προφητικὸς λόγος ὡς μέλλοντα ἱστόρησε;‘ Πρὸς δὲ ταῦτα φημὶ ὅτι πολλὰ μὲν ἦν εἰπεῖν καὶ δεῖξαι ὡς οὐκ ἦν εἰς Δαυῒδ τὸ λεγόμενον· εἰς ἔλεγχόν σου προφέρω ὅπερ καὶ πρὸς Ἡρώδην ἀπεσιώπησας. Ἵνα γὰρ δοίη τίς—κατὰ συνδρομὴν δὲ καὶ τοῦτο—57
245ὡς τινὰ τοῦ λόγου εἰς Δαυῒδ ἀναφέρονται, τί ποιήσεις τὸ ῥητὸν τὸ Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος, καὶ στήσεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος; Οὐ γὰρ δὴ ὁ μὲν γενόμενος ἄρχων ἐκ τῆς Βηθλεὲμ ἐστὶν ἕτερος, καὶ ἄλλος οὗ αἱ ἔξοδοι

6

(250)

αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος, καὶ ἕτερος στήσεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ, ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἑξῆς, ὡς εἶναι τὸ συναγόμενον ὅτι Κύριος ἐκ Βηθλεὲμ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ
255αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος, καὶ στή‐ σεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ· ἅπερ ἐπὶ τὸν Δαυῒδ ἀδύνατον λέγεσθαι. Ἐδείχθη τοίνυν διὰ πολλῶν ὅτι προεῖπον καὶ οἱ προφῆται τὸν τόπον τῆς τοῦ σωτῆρος κατὰ σάρκα γεννήσεως, ὃν καὶ οἱ εὐαγ‐
260γελισταὶ σὺν ἀληθείᾳ γεγράφασι. Εἶτα Ἡρώδου Φονικῶς ἐκμανέντος καὶ τῶν νηπίων τὰς θυσίας τολμῶντος, ἄγγελον εἰσάγει ὁ εὐαγγελιστής, τῷ Ἰωσὴφ χρηματίζοντα λαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα, κατελθεῖν εἰς Αἴγυπτον, καὶ εἶναι ἐκεῖ ἄχρι
265τελευτῆς τοῦ Ἡρώδου. Καὶ Ἡσαΐας δὲ ταῦτα προέ‐ γραψεν· εἶπεν γάρ· Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χει‐ ροποίητα Αἰγύπτου. Πότε γὰρ μετὰ τὴν Ἡσαΐου προφη‐ τεία ἐπὶ νεφέλης κούφης καθίσας ὁ κύριος εἰσῆλθεν
270εἰς Αἴγυπτον; Καὶ τί λέγω μετὰ τὸν Ἡσαΐαν; Πρὸ δὲ τοῦ Ἡσαΐου, πότε ἐπὶ νεφέλης κούφης ἐκάθισε καὶ ἦλθεν εἰς Αἴγυπτον ὁ πανταχοῦ ὢν καὶ τὰ πάντα
πληρῶν, εἰ μὴ ὅτε σάρκα ἐψυχωμένην ἀνέλαβε καὶ τὴν Ἡρώδου φεύγων μιαιφονίαν, λόγοις οἰκονομίας μείζονος58
275κατῆλθεν εἰς Αἴγυπτον καὶ τὰ χειροποίητα ἔσεισεν, ἀπὸ μέρους τῆς Αἰγύπτου δηλουμένης πάντων τῶν εἰδώλων τῆς καταλύσεως. Φασὶ δὲ οἱ μέχρι σήμερον οὐκ ἐξ ἀκοῆς γινώσκοντες ἀλλ’ ἐξ ὄψεως—κρείττων δὲ αὕτη, τὸ ἀψευδὲς κριτήριον ἔχουσα—ὡς ἡνίκα ἡ παναγία
280παρθένος σὺν τῷ σωτῆρι καὶ Ἰωσὴφ κατέλαβε τὴν Ἑρμούπολιν—μία δὲ αὕτη τῶν Αἰγυπτίων πόλεων, εἰς ἣν συνέβη τὴν φυγὴν αὐτὴν τότε ποιήσασθαι—πάντα τὰ εἴδωλα τῆς πόλεως ἔπεσον καὶ εἰς γῆν συνετρίβησαν, σημεῖον ἐναργὲς ὑποδείξαντα ὡς πᾶσα ἡ προσκύνησις
285τῶν εἰδώλων καταβληθήσεται. Καὶ περσέαν δὲ λέγουσι δένδρον μέγιστον πρὸ τῆς πόλεως ἑστῶσαν εἰς γῆν καμφθῆναι, καὶ δεῖξαι τῷ σχήματι τὴν ὀφειλομένην τῷ κτίστῃ προσκύνησιν παρὰ πάσης τῆς κτίσεως· καὶ φασὶν οἱ τεθεαμένοι ὡς μέχρι σήμερον τῆς εἰς γῆν κατακλίσεως
290δείκνυσι σύμβολον. Νεφέλην δὲ κούφην ἢ τὴν ἁγίαν παρθένον εἰπὼν διὰ τὸ καὶ αὐτὴν ἐκ γῆς ἔχειν τὸ γένος, κούφην δὲ εἶναι διὰ τὸ παντὸς γηΐνου πάθους ἐλεύθερον καὶ ἀνωφερὲς καὶ ἀπόκρυφον, ἢ τὴν λογικὴν ψυχὴν τοῦ κυρίου, ἢ τὴν σάρκα ἣν ἐκ τῆς θεοτόκου
295ἀνέλαβεν, οὐκ ἂν ἁμάρτοις τοῦ πρέποντος· πολυμερὴς γὰρ ἡ σοφία τοῦ θεοῦ καὶ πολύτροπος ὅτ’ ἂν ἐθέλῃ γίνεται· καὶ εἰ ἁπλῆ καὶ ἀσύνθετος, ἐν κροσσωτοῖς χρυσοῖς ποικίλλει τῆς ἐκκλησίας τὸ ἀπόθετον κάλλος. Εἶτα μετὰ τὴν τελευτὴν τοῦ Ἡρώδου, χρηματίζει πάλιν

6

(300)

ὁ ἄγγελος τῷ Ἰωσὴφ λαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐλθεῖν ἐξ Αἰγύπτου εἰς τὴν γῆν Ἰσραήλ. Τοῦτο δὲ καὶ Μωσῆς προεξέθετο, τὸν Βαλ〈α〉ὰμ εἰσάγων εἰπόντα τῷ Βαλαὰκ διὰ μέσου τοῦ λαοῦ περὶ τοῦ Χριστοῦ· Ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα
305μονοκέρωτος αὐτῷ. Καὶ ἐν τῷ Ὠσηὲ δὲ τῷ πρώτῳ
τῶν ιβ εὑρήσεις τὸ ὅμοιον· φησὶ γὰρ καὶ αὐτός· Διότι νήπιος Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου· οὕτω γὰρ Ἀκύλας ἀντὶ τῶν ο ἑρμηνεύων ἐκδέδωκεν.59
310 Εἶτα μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, κατῴκει Χριστὸς εἰς πόλιν τῆς Γαλιλαίας καλουμένην Ναζαρὲτ ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. Ἔχεις καὶ τούτου κήρυκα τὸν Ἡσαΐαν φανερώτατον, ἐν οἷς φησί· Χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, Γαλιλαία τῶν ἐθνῶν, φῶς ἀνέτειλεν ὑμῖν.
315Προστίθησι δὲ τούτοις καί τινα εὔλογον αἰτίαν ὁ εὐαγ‐ γελιστής, εἰπὼν ὡς διατοῦτο κατῴκησεν Ἰησοῦς ἐν Να‐ ζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται. Τοῦτο ζητεῖς ποῖος προφήτης προεῖπεν; Ἄκουε φανερῶς· ὁ Ναζωραῖος ἐκ τῆς Ἑ‐
320βραΐδος γλώττης εἰς τὴν Ἑλλάδα μεταβαλλόμενος, ἄνθος ἑρμηνεύεται· ἄνθος τοίνυν ὁ σωτὴρ ἡμῶν καὶ παρὰ Σολομῶντος ἐν τῷ Ἄσματι τῶν Ἀσμάτων προείρηται, καὶ παρὰ τῷ Ἡσαΐᾳ γέγραπται. Σολομὼν μὲν γὰρ ὡς ἐκ προσώπου τοῦ νυμφίου δραματουργῶν τῆς ἀκηράτου
325συναφείας τὰ θεῖα μυστήρια, ταῦτα φησὶ πρὸς τὴν νύμφην· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, Ἡσαΐας δὲ ἄνθος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἀναβαῖνον τῷ πνεύματι προτεθέαται· ἐφ’ ὃν τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἀνα‐ παύεσθαι γέγραφεν.
330 Ἐκεῖθεν τὸν Ἰωάννην εἰσάγουσιν οἱ τὸ καθ’ ἡμᾶς γράψαντες εὐαγγέλιον ἐν τῇ ἑρήμῳ τῆς Ἰουδαίας κη‐ ρύσσοντα μετάνοιαν καὶ βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Φησὶ γάρ· Τότε παραγίνεται Ἰωάννης ἐν τῇ ἑρήμῳ κηρύσσων καὶ λέγων· “Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βα‐
335σιλεία τῶν οὐρανῶν.” Ὅπερ ἦν καὶ Ἡσαΐας προγράψας ἐν προφητείᾳ καὶ εἰπών· Φωνὴ βοῶντος ἐν τῇ ἑρήμῳ· “Ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου, εὐθείας ποιεῖτε τὰς τρί‐ βους αὐτοῦ.” Τίς γὰρ μετὰ Ἡσαΐαν ἕτερος ἐν τῇ ἑρήμῳ
ἐκήρυξε παρουσίαν θεοῦ, εἰ μὴ μόνος ὁ Ἰωάννης;60
340 Ἀλλὰ καὶ τοῦ βαπτίσματος ἄνωθεν ὑπὸ Μωσέως τὸ μυστήριον προτετύπωτο· τυπικῶς γὰρ ὅλον τὸν Ἰσραὴλ διὰ τῆς θαλάσσης διήγαγε, καὶ ὕδωρ ἁγνισμοῦ τοῖς μολυνθεῖσιν ἐπέρραινεν. Αὐτοῦ δὲ τοῦ κυρίου ὃ κατεδέξατο βάπτισμα διὰ
345πόσων εὑρήσεις προφητῶν προλεγόμενον; Οἱ μὲν γὰρ εὐαγγελισταὶ τὸ λεγόμενον γράψαντες, ταῦτα φασίν, ὡς ἐβαπτίσθη ὁ κύριος καὶ κατῆλθεν ἐπ’ αὐτὸν τὸ πνεῦμα ὡσεὶ περιστερά, καὶ φωνὴ ἐκ τῶν οὐρανῶν· “Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.” Ἀλλ’ ἄκουσον

6

(350)

τοῦ Δαυῒδ βοῶντος καὶ λέγοντος· Ὁ θεὸς ἡμῶν βασιλεὺς πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν
355βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, καὶ πάλιν· Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. Ἡσαΐας δὲ ὁ τὰ θεῖα πολὺς καὶ τῆς αὐτῆς ἑρήμου τὴν εὐφροσύνην καὶ τοῦ Ἰορδάνου τὴν ἀγαλλίασιν προεμήνυσεν εἰπών· Εὐφράνθητι ἕρημος διψῶσα, ἀγαλλιάσθω ἡ ἕρημος καὶ
360ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἕρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Πότε γὰρ συνέτριψεν ὁ θεὸς τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, συνέθλασέ τε τὴν κεφαλὴν τοῦ δράκοντος, καὶ ἔδωκεν
365αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἰ μὴ ὅτε ἐν Ἰορδάνῃ βαπτισθείς, τὰς κεφαλὰς τοῦ διαβόλου καὶ τῶν ὑπ’ αὐτὸν ἀποστατικῶν δυνάμεων συντρίψας, ἔδωκεν αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, ἡνίκα Αἰθιοπία προέφθασε χεῖρα αὐτῆς τῷ θεῷ, πρώτην ἐξ ἐθνῶν ἀπαρχὴν τὸν Αἰθίοπα
370διὰ Φιλίππου κομίσασα. Ἤγξεν γὰρ ὄντως κατὰ τοὺς λόγους Ἰὼβ ἐν ἀγκίστρῳ τὸν δράκοντα, βασιλέα ὄντα
πάντων τῶν ἐν τοῖς ὕδασι καὶ ἀρχὴν πλάσματος τοῦ θεοῦ, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων καὶ τῶν ἀγγελικὴν πολιτείαν ἐπιζητούντων. Πότε δὲ61
375φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ἠκούσθη, εἰ μὴ μόνη ἡ πατρικὴ μαρτυροῦσα τῷ Χριστῷ τὸ τῆς ἰσοτιμίας καὶ τὸ τῆς φύσεως ὁμοούσιον; Τὰ ἕρημα δὲ τοῦ Ἰορδάνου πότε ἐξήνθησενἠγαλλίασεν, εἰ μὴ ὅτε Χριστὸς ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι ηὐδόκησεν; Ἡ δόξα δὲ τοῦ
380Λιβάνουἡ τιμὴν τοῦ Καρμήλου—ὄρη δὲ ταῦτα πρὸς τὴν τῶν εἰδώλων θεραπείαν ἐξάκουστα—πότε τῇ ἑρήμῳ ἐδόθη, εἰ μὴ ὅτε μετέθηκε Χριστὸς τὴν τῶν δαιμόνων προσκύνησιν εἰς ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον; Τότε γὰρ ὄντως τότε πᾶν ὄρος καὶ βουνὸς
385κατὰ τὴν τοῦ Ἡσαΐου φωνὴν ἐταπεινώθησαν, τὰ τῆς εἰδωλολατρίας ἐξαναστήματα· πᾶσα δὲ φάραγξ ἐπληρώθη, καὶ γέγονε τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, ὅτε εἶδε πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, κατὰ τὴν Ἑβραίων φωνὴν εἰπεῖν Ἰησοῦν τὸν θεὸν
390ἡμῶν, εἴπερ Ἰησοῦς σωτὴρ καὶ σωτηρία ἰησουΐα με‐ ταβαλλόμενα δύνανται. Τότε λοιπὸν ὁ προφήτης περὶ οὗ μοι ὁ λόγος, τῷ θείῳ πρὸς ταῦτα πνεύματι ὁδηγούμενος, καὶ τοῖς ὀφθαλμοῖς τοῦ νοῦ ταῦτα θεώμενος, ἀνακράζει ἀγαλλιώμενος· Ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος,
395πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, μονονουχὶ βοῶν φανερώτατα· Ἰδοὺ ὁ θεός μου Ἰησοῦς κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Προστίθησι δὲ τούτοις τὴν ἐξ ὑδάτων ἐσομένην τοῖς

6

(400)

πιστοῖς ἀγαλλίασιν, προτρέπων εἰς τὸ πάντας σὺν παρ‐ ρησίᾳ ἀρύσασθαι. Ἐπάγει γὰρ τοῖς λεχθεῖσιν· Ἀντλήσα‐ τε ὕδωρ μετ’ εὐφροσύνης ἐκ πηγῶν τοῦ σωτηρίου, καὶ πάλιν· Οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίεσθε ἄ‐
405νευ ἀργυρίου καὶ τιμῆς οἶνον. Ὅρα τῆς προφητείας τὸ ἀξιόπιστον· Οἱ διψῶντες φησίν, ἐφ’ ὕδωρ πορεύθητε —τοῦτο καλῶς· πᾶς γὰρ διψῶν ἐφ’ ὕδωρ πορεύεται—, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε. Τί ἀγοράσωσιν ὦ θεῖε προφῆτα; Ἀργύριον αὐτοῖς οὐκ ἔ‐62
410στι δι’ οὗ τὴν ἀγορασίαν ποιήσονται. ‘Πίστεως χρεία‘ φησίν, ‘οὐ γὰρ τιμῆς ἀργυρίου· οἱ διψῶντες γὰρ ἐφ’ ὕδωρ πνευματικὸν πορευόμενοι, ἄνευ ἀργυρίου καὶ τιμῆς πίον‐ ται οἶνον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. Τοῦτο γὰρ ἔδειξέ μοι ὁ χρηματίζων κύριος εἰπὼν ὅτι Ποιήσει
415κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Δέδειχε δέ μοι καὶ τῶν ἐθνῶν τὴν κλῆσιν ὁ ἐντελλόμενός μοι θεός, φήσας πρός με μετὰ τὰ πρότερα· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ
420βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.‘63

7

Ἔνθεν λοιπὸν σωτὴρ ὁ ἡμέτερος τῶν σημείων ἀπάρ‐ χεται, τῆς θείας αὐτοῦ δυνάμεως τὴν ἐνέργειαν πα‐ ραδείκνυσιν. Ἀλλ’ ἵνα δείξῃ σαφῶς ὡς αὐτὸς ἐν ἀρχαῖς τὸν Ἀδὰμ πλαστουργήσας βοηθὸν αὐτῷ δέδωκε τὴν γυ‐
5ναῖκα, καὶ νῦν εἰς γάμον παραγενέσθαι οὐκ ἀπηξίωσεν, ἀλλὰ τῇ παρουσίᾳ τίμιον καὶ τὸν γάμον ἀνέδειξεν. Εἶτα δεικνὺς ἀληθῶς ὡς αὐτὸς πάντα ποιεῖ καὶ μετασκευάζει ἐπὶ τὸ βέλτιον, τὸ ἐλλεῖπον τοῖς κεκληκόσι παρέσχετο, τὸ ὕδωρ οἶνον ποιήσας καὶ χαρισάμενος οἶνον τοῖς
10ἐνδεέσι νηφάλιον. Τῆς γὰρ Ἰερουσαλὴμ ὀνειδισθείσης ποτέ, ὡς οἱ κάπηλοι αὐτῆς μίσγουσι τὸν οἶνον ὕδατι, μιγνύντες δολερῶς τὰ ὑδαρᾶ τοῖς εὐφραίνουσιν, αὐτὸς ὡς θεὸς μετατίθησι τὴν δίυγρον ζωὴν εἰς εὐφροσύνην νηφάλιον, καὶ δίδωσι πόμα τοῖς ἀξίοις τοῦ πνεύματος
15καρδίαν εὐφραίνειν δυνάμενον. Τοῦτο ἐν ψαλμοῖς με‐ μάθηκα προλεγόμενον, ὅτ’ ἂν ἀκούω τοῦ λέγοντος· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου· ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου.
20Ὅτι γὰρ ἀρχὴ τῶν θαυμασίων κυρίου περὶ ἣν ἡ ἀλλοίωσις τῆς δεξιᾶς αὐτοῦ γέγονεν αὕτη καθέστηκε, δῆλον. Εἰ γὰρ ἀρχὴν τῶν ἔργων κυρίου ἐν τῇ δημιουργίᾳ τοῦ κόσμου ποίησιν νοήσειέ τις, σφαλήσεται τοῦ προσή‐ κοντος· ἐκεῖ γὰρ οὐκ ἀλλοίωσις ἢ μεταποίησις ὡς ἄν
25τις εἴποι σαφέστερον, γέγονεν, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή τε καὶ ὕπαρξις. Καλῶς οὖν εἴρηται καὶ πρεπόντως ὅτι ἀρχὴ τῶν ἔργων κυρίου ἡ ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ σαρκωθέντος ὑψίστου, ἡ τὸ ὕδωρ οἶνον ποιήσασα.
30 Ἐκεῖθεν ὅρα μοι Χριστὸν ἐν τῇ συναγωγῇ βιβλίον Ἡσαΐου λαμβάνοντα καὶ τῷ λαῷ τῶν Ἰουδαίων ἀνα‐
γινώσκοντα· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, τὸν μετ’ ὀλίγον διδάσκοντα καὶ λέγοντα· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐64
35ματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Αὐτὸς γὰρ καὶ τοῖς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, πάντας τοὺς κατεχομένους ὑπὸ τοῦ διαβόλου καὶ ταῖς σειραῖς σφιγ‐ γομένους τῶν ἰδίων ἁμαρτιῶν λύσας τῶν δεσμῶν καὶ ἀφεὶς ἐλευθέρους.
40 Ὅσοις δὲ τυφλοῖς τὸ ὁρᾶν ὁ σωτὴρ ἐχαρίσατο, πλήρεις τῶν εὐαγγελιστῶν αἱ βίβλοι τυγχάνουσιν· ὁ μὲν γὰρ αὐτῶν τὰ κατὰ τὸν ἐκ γεννητῆς τυφλὸν ἐξηγήσατο, ἕτερος τὰ κατὰ τὸν υἱὸν Βαρτιμαίου, ἄλλος τὰ κατὰ τοὺς δύο τοὺς ἰαθέντας ἐν τῇ οἰκίᾳ, καὶ ἄλλος τὸ
45πλῆθος τῶν τυφλῶν τὸ ἀόριστον, τὸ ἀναβλέψον μόνῳ προστάγματι, ὅτ’ ἂν λέγῃ· Καὶ πολλοῖς τυφλοῖς ἐχαρίσατο τὸ βλέπειν. Χωλοὺς εὑρίσκεις ἐν τοῖς εὐαγγελίοις πε‐ ριπατοῦντας, παραλύτους βαδίζοντας, κωφοὺς ἀκούοντας καὶ μογγιλάλους λαλοῦντας, καὶ χεῖρα ἕτερον κεκτημένον

7

(50)

ξηράν, λόγῳ τοῦ σωτῆρος ἰώμενον. Ἀλλ’ ἄκουσον τί περὶ τούτων Ἡσαΐας προέγραψεν· Ἰσχύσατε χεῖρες ἀνει‐ μέναι καὶ γόνατα λελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ
55σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων. Ἂν ἴδῃς τινὰς τῶν εὐαγγελιστῶν τῆς Χαναναίας τὴν θυγατέρα ἰωμένην κηρύττοντας, τὸν Δαυῒδ ἐνθυμήθητι
60ὑπὲρ τῆς γυναικὸς προσευχόμενον καὶ φάσκοντα· ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Ποίας γὰρ ῥομφαίας οὐκ ἦν τῇ ψυχῇ τῆς Χαναναίας ἡ πληγὴ βαρυτέρα, κυνὸς δίκην ὁρώσης διασπώμενον ὑπὸ τοῦ δαίμονος τὸ θυγάτριον; Εἰ δὲ
65καὶ τῷ Ἰαΐρῳ ἀναθέσθαι τίς ἐθέλοι τοῦ ψαλμοῦ ταῦτα τὰ ῥήματα, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· ῥομφαία γὰρ
ἄντικρυς κἀκείνου τὴν ψυχὴν δεινῶς κατετίτρωσκεν, ὁ‐ ρῶντος τὸ μονογενὲς παιδίον ὡς ὑπὸ κυνὸς ἁρπαγὲν τοῦ θανάτου· ὅπερ Χριστὸς ἐξ αὐτῶν τοῦ ἅδου τῶν ἀρ‐65
70κύων ἀπέσπασεν. Ὅτ’ ἂν ἀκούσῃς Χριστὸν ἐπὶ πελάγους πεζεύοντα, τῶν τοῦ Ἰὼβ ῥημάτων ἐπιεικῶς ἐνθυμήθητι, φάσκοντος πρὸς τὸν θεὸν τὸν ἐνανθρωπήσαντα· Ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους. Ἔτι
75δὲ καὶ τὸ ἐν ψαλμοῖς εἰρημένον ἐννόησον, τὸ Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, πρὸς τὸν θεὸν ἀναμφιβόλως λεγόμενον. Ποῖον δὲ τὸ ῥητὸν ἔπαινον ἕξει, πρὸς τὸν θεὸν καὶ πατέρα λεγόμενον, εἰ ὁ πάντα
80πληρῶν ἐπὶ θαλάσσης περιπατεῖν πιστεύεται; Δῆλον δὲ ὅτι εἰς τὸν ἐνανθρωπήσαντα θεὸν καλῶς ἀναφέρεται, τὸν καὶ αὐτὸν πληροῦντα τὰ πάντα ὡς ὁμοούσιον τῷ πατρὶ αὐτοῦ, δι’ ἡμᾶς δὲ γενόμενον ἄνθρωπον καὶ ἐπὶ θαλάσσης πεζεύσαντα.
85 Ὅτ’ ἂν ἴδῃς ἀνορθουμένην συγκύπτουσαν, τὸ ψαλμικὸν ῥητὸν κατανόησον, τὸ λέγον· Κύριος ἀνορθοῖ κατερρα‐ γμένους. Αἱμόρρουν ἐὰν ἀκούσῃς γυναῖκα πηγὰς αἱμάτων διὰ τῆς ἁφῆς τοῦ δεσποτικοῦ κρασπέδου ξηράνασαν, βλέπε τί Ἡσαΐας προέγραψεν· Ἐκπλυνεῖ κύριος τὸν
90ῥύπον υἱῶν Ἰσραὴλ καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα αὐτῶν ἐκκαθαριεῖ. Λεπρὸν ἂν ἴδῃς τοῦ σωτῆρος δεόμενον ἀποξῦσαι τὴν λέπραν μόνῳ θελήματι, ἡνίκα φησί· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι, θέασο τὸ τοῦ ψαλμοῦ ἐκεῖνο ῥητόν, ὅπερ μελωδῶν ὁ Δαυῒδ
95προεσήμανε· Περίελε κύριε, ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξου‐ δένωσιν, προσωποποιῶν πρὸ καιροῦ τὸν ἐν τῷ και‐ ρῷ τῷ δεκτῷ τυχόντα ἰάσεως. Λάζαρον ὅτ’ ἂν ἀκούσῃς μετὰ ταφὴν τετραήμερον ὀδωδότα λοιπὸν καὶ πρὸς διά‐ λυσιν ἕτοιμον, δεσποτικῇ φωνῇ πρὸς τὸ ζῆν ἀναλύοντα,

7

(100)

καὶ τὸν δεδεμένον κειρίαις βαδίζοντα καὶ τὸ μνημεῖον καταλιμπάνοντα, τὸ Ἡσαΐου ῥητὸν ἐπὶ τῶν ἔργων θε‐ ώρησον, φήσαντος ὡς ἐκ τοῦ θεοῦ πατρὸς πρὸς τὸν ἐνανθρωπήσαντα κύριον· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ66
105ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει, καὶ πάλιν· Λέγοντα τοῖς ἐν δεσμοῖς· “Ἐξέλθατε”, καὶ τοῖς ἐν τῷ
σκότει· “Ἀνακαλύφθητε.”67

8

Εἶτα λοιπὸν μετὰ τὰς ἄλλας τῶν θεϊκῶν αὐτοῦ θαυ‐ μάτων μυριάδας, ὧν οὐδὲ ὁ κόσμος οὗτος διὰ τὸ μέγεθος τὰς γραφομένας βίβλους ἐχώρησεν, ἐπὶ τὸ θεῖον αὐτοῦ καὶ τῷ κόσμῳ σωτήριον Χριστὸς ὁ ἡμέτερος πάθος
5ἐπείγεται. Ἀλλ’ ὅρα κἀνταῦθα τῶν προρρηθέντων πάντων τὴν ἔκβασιν, μᾶλλον δὲ ἵνα εἴπω σαφέστερον, σκόπησον ὅπως τὰ γενόμενα ὕστερον πρὸ τοσούτων γενεῶν Μωσῆς καὶ οἱ προφῆται προέγραψαν. Ἐκ τῆς Γαλιλαίας ὁ κύριος ἐν ᾗ καὶ τῶν θαυμάτων
10τὸ πλῆθος ἐποίησεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα, ἤρξατο λέγειν τοῖς μαθηταῖς τὰ μέλλοντα αὐτῷ πάντα συμβή‐ σεσθαι, ὅτι τὲ τοῖς ἔθνεσιν ὑπὸ Ἰουδαίων παραδοθήσεται, καὶ ἐμπαιχθήσεται, καὶ ἐμπτυσθήσεται, καὶ ῥαπισθήσεται, καὶ μαστιγωθήσεται, καὶ ἐπὶ πᾶσι τούτοις σταυρῷ προ‐
15σηλωθήσεται καὶ ἀποθανεῖται· πῶς γὰρ οὐκ ἤμελλεν ὁ τοῖς προφήταις δοὺς τὴν δύναμιν τοῦ προφητεύειν, ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, ἀνακαλύψαι πο‐ σῶς τοῖς ἰδίοις μαθηταῖς τοῦ μυστηρίου τῆς παρουσίας αὐτοῦ τὰ ἀπόκρυφα;
20 Ὅτε δὲ ἦλθεν εἰς Βηθανίαν, ἀποστέλλει δύο τῶν μαθητῶν εἰς τὴν κατέναντι κώμην, κελεύσας αὐτοῖς λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον τοὺς δεδεμένους. Καιρὸς γὰρ ἦν λοιπὸν τοῦ κυρίου γενέσθαι τὸ θέλημα, καὶ κληθῆναι τὸν λόγον πρὸς τὴν θείαν ἐπίγνωσιν τὰ ἕως Χριστοῦ
25τὸν ἐπιβάτην λόγον μήπω δεξάμενα. Εἶτα ἐπιβὰς εἰσῆλθεν εἰς Ἱεροσόλυμα, Πληρῶν τοῦ προφήτου Ζαχαρίου τὰ ῥήματα, λέγοντος· Χαῖρε σφόδρα θύγατερ Σιών· κήρυττε θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς
30πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον,
καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἰε‐ ρουσαλήμ. Ταῦτα δὲ πάντα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ λαοῦ Ζαχαρίας προφητεύων ἐδήλωσεν· ἅπερ ἐπὶ Ζοροβάβελ ὁ ἀναφέρων—οἶδα γὰρ τοῦτο68
35τοὺς Ἰουδαίους πεπλανημένως προφέροντας—δικαίως ὑπὸ τῆς ἀληθείας καταγνωσθήσεται· οὐδὲ γὰρ ὁ χρόνος οὐδὲ τὰ πράγματα τούτων ἀνάσχοιντο· οὐδὲ γὰρ ἅρματα ἐξ Ἐφραίμ, οὐδὲ ἵππους ἐξ Ἰερουσαλὴμ ὁ Ζοροβάβελ ἐξολοθρεύσας δειχθήσεται. Καὶ τίνι ταῦτα τίς ἁρμόσαι
40δυνήσεται, ἢ τῷ σωτῆρι Χριστῷ, ὃς τῆς θεϊκῆς αὐ‐ τοῦ πτωχείας φανερῶν τὴν ταπείνωσιν, οὐχ’ οἷάπερ τίς βασιλεὺς ἐπίγειος βασιλικοῖς κόμποις ἐχρήσατο, ἀλλ’ ὑποζυγίῳ καὶ πώλῳ ἐπιβῆναι ἠξίωσε, καὶ οὕτως ἐμφανῆ τοῖς μὴ ζητοῦσιν ἐποίησεν 〈ὅτι〉 Ὡς ὑετὸς ἐπὶ
45πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τῆς γῆς κατελήλυθεν, οὐκ ἐρίζων οὐδὲ κραυγάζων, οὐ κραυγὴν ἐν ταῖς πλατείαις ποτὲ προϊέμενος· οὐδὲ γὰρ κάλαμον συντεθλασμένον οὐ κατέαξε, οὐδὲ λίνον καπνιζόμενον ἔσβεσεν, ἀλλὰ πτωχὸς καὶ πένης γενέσθαι εὐδόκησε

8

(50)

δι’ ἡμᾶς τοὺς λαβόντας τὸν πλοῦτον τῆς εἰκόνος αὐτοῦ τῆς θείας καὶ μὴ φυλάξαντας; Εἶτα δέχεται τὸν βασιλέα τῆς δόξης ὁ τῶν νηπίων δῆμος, τῶν οὔπω τῆς πατρικῆς κακίας καὶ βασκανίας μετειληφότων, καὶ φοίνικας ἔχων—νίκης δὲ τὸ φυτὸν
55τοῦ φοίνικος σύμβολον, ὡς ἔξεστι γνῶναι τῷ ἐπιμελῶς ταῖς γραφαῖς ἐντυγχάνοντι—τὴν ὠδὴν ἄδει τὴν ἐπι‐ νίκιον· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τοῦτο καὶ ἐν ψαλμῷ τὴν ἐπιγραφὴν ἔχοντι ἀλληλούϊα εὑρήσεις λεγόμενον· τὸ δὲ
60ἀλληλούϊα αἶνον θεοῦ ἡρμήνευσαν οἱ τῆς γραφικῆς δυ‐ νάμεως ἔμπειροι. Εἰ δὲ αἶνος θεοῦ ὁ ψαλμὸς ἐπιγέ‐ γραπται, μέρος δὲ τοῦ ψαλμοῦ τὸ Εὐλογημένος ὁ ἐρ‐ χόμενος ἐν ὀνόματι κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου
κυρίου· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν, ἆρα εἰς τὸν69
65θεὸν καὶ πατέρα τὸ ῥητὸν ἁρμόσει ποτέ, ἵνα ποίου κυρίου ἐν ὀνόματι ὁ πατὴρ ἔρχεσθαι λέγηται; Ἢ πότε θεὸς κύριος ἐπέφανεν ἡμῖν, εἰ μὴ ὅτε ὁ θεὸς λόγος σαρκωθεὶς ἐν τῷ ὀνόματι ἐλθὼν τοῦ πατρὸς ἐπέφανε τοῖς ἐν σκιᾷ θανάτου καθημένοις; Ὅτι δὲ ἐν τῷ ὀνόματι
70τοῦ πατρὸς ἦλθεν, ἐπάκουσον τῆς θείας αὐτοῦ διδασκα‐ λίας, δι’ ἧς τοὺς Ἰουδαίους ἐλέγχων ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. Δέδεικται τοίνυν φανερῶς ὡς εἰς τὸν σωτῆρα Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα δι’ ἡμᾶς, καὶ ταῦτα
75〈τὰ〉 τῆς προφητείας ἀνάγονται ῥήματα. Αὐτὸς γάρ ἐστιν ὁ λίθος ὃν 〈οἱ〉 οἰκοδομοῦντες ἀπε‐ δοκίμασαν, γέγονε δὲ κεφαλὴ γωνίας, συνδεσμεύουσα καὶ συσφίγγουσα δι’ ἑαυτῆς πᾶσαν τὴν ἁρμονίαν τοῦ οἴκου κυρίου. Τοῦτον γὰρ τὸν λίθον καὶ παρά τινι
80προφήτῃ ἐν Σιὼν οἶδα τιθέμενον, δι’ ὧν ἀκούει παρὰ τοῦ θεοῦ καὶ πατρός· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσ‐ κόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. Ἐπὶ ποῖον γὰρ λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἢ ποίαν πέτραν σκαν‐
85δάλου ὁ δεχόμενος σώζεται; Εἰ γὰρ πρόσκομμα ἐν τῷ λίθῳ καὶ σκάνδαλον ἐν τῇ πέτρᾳ, ὁ μὴ πιστεύων αὐτοῖς † εἰ † καλῶς ὤφειλε σώζεσθαι, οὐδὲ γὰρ ὁ πιστεύων αὐτοῖς· ἀλλὰ σκάνδαλον ἦν ὄντως καὶ πρόσ‐ κομμα τοῖς ἀποδοκιμάσασι τοῦτον, πέτρα δὲ ζωῆς ὕδωρ
90πηγάζουσα τοῖς πιστεύουσι. Παρὸ καὶ Ἰακὼβ ὁ θαυμάσιος τὸν λίθον τοῦτον οὐκ ἀπεδοκίμασεν, ἐπίστευσε δὲ μᾶλλον αὐτῷ καὶ προφητικῶς αὐτῷ ἐπέχεεν ἔλαιον, καὶ οἶκον δὲ αὐτὸν καλεῖ τοῦ θεοῦ καὶ οὐκέτι γωνίαν, ὅλον οἶκον αὐτὸν πεπληρωμένον δόξης προθεασάμενος. Τοῦτον
95τὸν λίθον καὶ Ἰησοῦς ὁ Ναυὴ ἐν ταῖς περὶ θεοῦ πρὸς τὸν Ἰσραὴλ διαμαρτυρίαις παρέλαβε μάρτυρα, λέγων ὡς
ὁ λίθος ἀκήκοε τῶν ῥημάτων τὴν δύναμιν, καὶ αὐτὸς ἐπὶ καιροῦ μαρτυρήσει, τοὺς ἀπειθεῖς ἐλέγχων καὶ κα‐ τακρίνων. Ἔχει δὲ οὕτως τὸ κείμενον· Καὶ ἔγραψεν70

8

(100)

Ἰησοῦς τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμου τοῦ θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέβινθον ἀπέναντι κυρίου, καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν· “Ἰδοὺ ὁ λίθος οὗτος ἔσται ὑμῖν εἰς μαρτύριον, ὅτι οὗτος ἀκήκοε πάντα τὰ λεχθέντα ὑπὸ κυρίου, ὃς
105ἐλάλησε πρὸς ὑμᾶς σήμερον· καὶ οὗτος ἔσται ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε κυρίῳ τῷ θεῷ ἡμῶν.” Οὕτω μὲν οὖν λίθος οὗτος ὁ μέγας βασιλεὺς τῶν αἰώνων πρὸς τοὺς ἀποδοκιμάζοντας ἔδραμεν, τοῦ ἰδίου πάθους τὸ ἑκούσιον ἐνδεικνύμενος.
110 Ἀλλ’ ἐπείπερ εἷς τῶν τῷ σωτῆρι μαθητευσάντων Ἰούδας ὁ δόλιος ὁ Ἰσκαριώτης προδότης γενέσθαι τοῦ σωτῆρος ἅμα καὶ διδασκάλου οὐκ ὤκνησεν, ἀλλὰ τριάκοντα ἀρ‐ γυρίων τοῦτον ἀπεμπολῆσαι ἐτόλμησε, φέρε καὶ τοῦτο δοκίμασον, εἰ οἱ προφῆται κατέλιπον ἀψηλάφητον. Τῶν
115γὰρ εὐαγγελιστῶν ὁμοφώνως λεγόντων ὡς Ἐπορεύθη Ἰούδαςεἷς τῶν ιβ λέγων τοῖς ἀρχιερεῦσι· “Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;” Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια καὶ ἐπὶ τούτοις τοῦτον προδέδωκεν, ἆρα τί περὶ τούτων Δαυῒδ προεφήτευσεν;
120Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν, καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν· μάτην ἐλάλει ἡ καρδία αὐτοῦ· συνήγαγεν ἀνομίαν ἑαυτῷ· ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. Πρὸς ὃν καὶ δι’ ἑτέρου ψαλμοῦ ὀνειδιστικῶς ὁ σωτὴρ προϋποτέμνων τῆς κακίας αὐτοῦ τὸ ὕπουλον φησίν· Εἰ
125ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ· σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπιτοαυτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
130 Ἆρα δὲ τούτων ὦδε πῶς εἰρημένων καὶ τοῦ τρόπου τῆς κακίας Ἰούδα προλεχθέντος, τὸ ποσὸν τῶν ἀργυρίων ὃ παρὰ τῶν Ἰουδαίων ἔλαβεν ὁ πανάθλιος, ἀπεσιώπησαν
οἱ τοῦ πνεύματος; Οὔμεν οὖν, ἀλλὰ ῥητῶς ὁ τῶν δώδεκα εἷς Ζαχαρίας, οὗ πρόσθεν ἐμνήσθην, οὕτω ῥητῶς71
135προσηγόρευσεν· Γνώσονται οἱ Χαναναῖοι οἱ τὰ πρόβατα φυλασσόμενοί μοι, διότι λόγος κυρίου ἐστί, καὶ ἐρῶ πρὸς αὐτούς· “Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστί, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε.” Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρίους. Καὶ εἶπεν κύριος πρός με· “Κάθες
140αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργύρους, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον.” Ἰσοδύναμον δὲ ταύτῃ χρῆσιν καὶ Ματθαῖος ὁ πρῶτος
145τῶν εὐαγγελιστῶν ἀνήγαγεν, Ἱερεμίου ταύτην εἰπών· ἣν ὡς δοκεῖ τοῖς πολλοῖς, κακούργως τινὲς ἀπὸ τοῦ Ἱε‐ ρεμίου ἐξέβαλον. Φασὶ δὲ ἕτεροι οἷς ἀκριβείας ἐμέλησεν, ὅτι σφάλματος γενομένου οἷα εἴωθε γίνεσθαι, οἱ γρά‐ φοντες *** ὀνόματος ἐχρήσαντο πρότερον, καὶ λοιπὸν

8

(150)

παρέλαβεν ὁ χρόνος τὸ γραφὲν εἰς συνήθειαν, μηδενὸς ἔτι τολμήσαντος χεῖρα τοῖς εὐαγγελίοις ἐπιβαλεῖν εἰς διόρθωσιν. Εἰσὶ δὲ οἱ λέγοντες ὡς καὶ κακούργως τινὲς ἀντήλλαξαν τοῦ προφήτου τὸ ὄνομα, μέμψιν ἐντεῦθεν τοῖς εὐαγγελίοις ἐπαγαγεῖν οἰόμενοι, ἀλλ’ οὐχ’ ἅπτεται
155μῶμος τῆς ἐκκλησίας τοῦ θεοῦ· ἄσειστον γὰρ αὐτὴν ὁ θεὸς ἐπὶ τὴν πέτραν ἅπαξ θεμελιώσας ἐφύλαξεν. Ἐγὼ δὲ ἀποκρύφῳ Ἱερεμίου ἐνέτυχον ῥητῷ, οὕτως τὴν χρῆσιν ἔχοντι ὡς ὁ θεῖος εὐαγγελιστὴς ἀνήγαγε. Πλὴν ὅρα ὅτι καὶ Ζαχαρίας καὶ Ἱερεμίας ἑνὶ καὶ τῷ αὐτῷ φωτιζόμενοι
160πνεύματι, κοινὸν ἔχοντες τὸν διδάσκαλον, κοινὰ καὶ τὰ λεγόμενα οἴονται, καὶ ὅτι ῥητῶς τῶν τριάκοντα ἀργυρίων ἐμνήσθη ὁ προφητεύων, τῆς τιμῆς τοῦ τετιμημένου, ἤγουν τοῦ χρηματίζοντος τῷ προφήτῃ τῷ γράψαντι, καὶ ὡς καθῆκεν αὐτοὺς βαλεῖν εἰς τὸν οἶκον κυρίου εἰς τὸ
165χωνευτήριον. Ἐπίστησον δὲ ὡς Ἰούδας ὁ προδότης μεταμεληθεὶς ἀπέστρεψε τὰ ἀργύρια, καὶ ῥίψας αὐτὰ ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο· εἰκότως δὲ τὸν ναὸν ἐκάλεσε χωνευτήριον διὰ τὸ πάντα ὑπὸ τοῦ θεοῦ ἐν72
170πυρὶ δοκιμάζεσθαι. Τότε τοίνυν τοῦ Ἰούδα ἐλεεινῶς κα‐ ταστρέψαντος, τὰ ἐν ψαλμῷ εἰρημένα περὶ αὐτοῦ πέρας ἐδέξαντο· Γενομένης ἑρήμου τῆς ἐπαύλεως αὐτοῦ, καί· Ἐν τῷ κρίνεσθαι αὐτὸν καταδικασθέντος, καί· τῶν ἡμερῶν αὐτοῦ ὀλίγων γενομένων, καὶ τῆς ἐπισκοπῆς αὐτοῦ δο‐
175θείσης ἑτέρῳ, ἀντεισαχθέντος μετ’ οὐ πολὺ τῷ κλήρῳ τῆς ἀποστολῆς τοῦ Ματθίου. Ὀνόματι δὲ τοῦ Ἰούδα καὶ τῆς κατ’ αὐτὸν ἁμαρτίας διαμνημονεύων Ἱερεμίας ἔγραφεν οὕτως· Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφίῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ,
180ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ. Εἰ δέ τις καὶ ἐπ’ αὐτὸν τὸν λαὸν τῶν Ἰουδαίων ἀναγαγεῖν ἐθέλοι μᾶλλον τοῦ προφήτου τὰ ῥήματα, φθόνος οὐδεὶς τῆς πονηρᾶς αὐτῶν ἀποφάσεως ἅψεται. Ἑλέσθωσαν τοίνυν τὸ πρωτεῖον τῆς κατάρας ἑκάτεροι· καὶ Ἰούδας γὰρ ὁ
185προδότης καὶ Ἰούδας τοῦ λαοῦ τῶν Ἰουδαίων τὸ σύστημα ἐφ’ ἕνα καὶ τὸν αὐτὸν θεὸν ἐπλημμέλησαν· ὧν τῆς ἁμαρ‐ τίας τὸ ἀνεξάλειπτον διὰ τοῦ σιδηροῦ γραφίου καὶ τοῦ ἀδαμαντίνου ὄνυχος ὁ προφητικὸς λόγος ἐδήλωσεν, ἐγ‐ κεκολαμμένης τῷ στήθει τῆς καρδίας αὐτῶν, ἐξ ἧς πᾶσα
190κακία καὶ ἀρετὴ προσέρχεσθαι εἴωθεν. Ἐκεῖθεν τῆς πονηρίας συνάγεται τὸ συνέδριον, βου‐ λευόμενοι κατὰ τοῦ κυρίου τοῦ θεοῦ αὐτοῦ ἄδικα. Συνήχθη γάρ φησι τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τὲ καὶ γραμματεῖς, καὶ ἀπήγαγον τὸν κύριον εἰς τὸ
195συνέδριον ἑαυτῶν, λέγοντες· “Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν.” Ἀλλ’ ὅρα τί περὶ αὐτῶν ἐν δευτέρῳ γέγραπται ψαλμῷ· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνή‐ χθησαν ἐπιτοαυτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ73

8

(200)

αὐτοῦ. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοι τίς τοῦ ψαλμοῦ τούτου τὰ ῥήματα, πότε ἄλλοτε λαοὶ καὶ ἔθνη καὶ βασιλεῖς κατὰ τοῦ κυρίου συνήχθησαν καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ, ἢ ὅτε τὸ Καϊάφα συνέδριον δήσαντες τὸν λύοντα τοῦ θανάτου τὰ δεσμά, Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι
205παρέδωκαν, κἀκεῖνος τῷ Ἡρώδῃ τοῦτον ὡς Γαλιλαῖον παρέπεμψεν; Ἔχει γὰρ οὕτω τὸ γράμμα τὸ ἱερόν—ἑ‐ νὸς δὲ τῶν θείων εὐαγγελιστῶν ἐπιμνησθήσομαι νῦν, ὡς καὶ τῶν λοιπῶν ἰσοδυνάμως γραψάντων—· Ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ,
210ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀπήγαγον τὸν κύριον εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες· “Σὺ εἶ ὁ χριστός; Εἰπὲ ἡμῖν.” Εἶτα μετ’ ἐκείνην τὴν θείαν ἀπόκρισιν καὶ τοῦ Καϊά‐ φα τῶν ἱματίων διάρρηξιν, ἀγανακτήσαντος δῆθεν ὡς
215βλασφημιῶν ἀκούσαντος, ἐνέπτυσαν εἰς τὸ πρόσωπον τοῦ κτίσαντος αὐτοὺς κατ’ εἰκόνα ἑαυτοῦ καὶ ὁμοίωσιν. Τίς ὑπάρχει λίθινος καὶ τὴν ψυχὴν ἀδαμάντινος ὡς μὴ φρίκης πληροῦσθαι, καὶ νῦν καὶ ὁσάκις τοῦτο ἀνα‐ γινώσκηται; Πλὴν Χριστὸς καταδέχεται καὶ ἐμπτύεται
220καὶ ῥαπίζεται· τοῦτο ἦν εὐδοκήσας καὶ διὰ τοῦ προφήτου εἰπών· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.
225 Εἶτα μετὰ τὰς ὕβρεις ἐκεί〈νασ〉 καὶ τοὺς προπηλακι‐ σμούς, παραδίδοται τῷ Πιλάτῳ ὁ κύριος. Κἀκεῖνος ἐρωτή‐ σας εἰ βασιλεύς ἐστι τῶν Ἰουδαίων, καὶ μαθὼν ὅτι ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἐντεῦθεν, ταῦτα πρὸς τοὺς
Ἰουδαίους φησίν· Ἐγὼ οὐδὲ μίαν αἰτίαν εὑρίσκω ἐν74
230αὐτῷ. Ἔγνω γάρ, εἰ καὶ βάρβαρος ἦν καὶ τῆς ἐθνικῆς πλάνης οὐκ ἄμοιρος, ὅτι διὰ φθόνον ἦν τὸ τελούμενον· ἀναπέμπει δὲ πρὸς Ἡρώδη τὸν κύριον, ἀφορμὴν τὸ Γαλιλαῖον εἶναι νομίσας εὐπρόσωπον. Οἶμαι γὰρ ὅτι τοῦ αἵματος τοῦ θείου τὴν ἔκχυσιν φοβερὰν ἡγεῖτο τέως,
235κἂν ὕστερον ἐξώκειλε τοῖς Ἰουδαίοις ὁ ἄθλιος. Δέχεται οὖν καὶ Ἡρώδης τὸν κύριον καὶ γίνεται φίλος Πιλάτου τοῦ στείλαντος—προϋπῆρχον γὰρ ὄντες ἐν ἔχθρᾳ—, καὶ γίνεται κἀκείνοις εἰρήνης ὑπόθεσις ὁ πάντα τὰ διεστῶτα συνδέων καὶ συνελαύνων πρὸς ἕνωσιν.
240Ἐξουθενεῖ δὲ καὶ Ἡρώδης τὸν κύριον, καὶ πάλιν πέμπει τῷ στείλαντι, περιβαλὼν ἐσθῆτα λαμπράν· οὐδὲ γὰρ δύ‐ ναται φύσις κακή, τοιαύτη γενομένη ἐξ οἰκείας αἱρέ‐ σεως, θεοῦ παρουσίᾳ φωτίζεσθαι. Ἐκεῖθεν πάλιν οἱ Ἰουδαῖοι καθυλακτοῦσι δίκην κυνῶν,
245καὶ τῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου ψηφίζονται θάνατον. Ἦν γὰρ προειπὼν ὁ Δαυῒδ ἐκ προσώπου τοῦ Χριστοῦ· Περιεκύκλωσάν με κύνες πολλοί, ταῦροι πίονες περιέσχον με, καὶ Ἡσαΐας δὲ προεθέσπισεν ὅτι Κύνες εἰσὶν ἐννεοί, οὐ δυνάμενοι ὑλα‐

8

(250)

κτεῖν. Αὐτὸς δὲ ὡς πρόβατον ἤγετο, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος οὕτως οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Περιβάλλουσι δὲ καὶ χλαμύδα κοκκίνην τὸν κύριον, καὶ στέφανον ἐξ ἀκανθῶν τῇ κεφαλῇ τοῦ σωτῆρος
255ἐπιτιθέασι. Ἀλλ’ οὐδὲ τοῦτο τοῖς πάλαι σεσίγηται· εὑ‐ ρίσκει γὰρ ὁ ζητῶν ἐν τῇ βίβλῳ τοῦ Ἄσματος τοῦ τε‐ λεσθέντος ὕστερον τὴν προαναφώνησιν· Θυγατέρες γάρ φησι Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σολομών, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ
260ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Μάστιγας ἐντεῦθεν λαμβάνει ὁ κύριος ὁ εἰπὼν διὰ
Ἡσαΐου· Τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ75
265ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ κύριος βοηθός μου ἐγενήθη· διατοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκά μου τὸ πρόσωπον ὡς στερ[ρ]εὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει ὁ δικαιώσας με. Ἐκεῖθεν αἱ φωναὶ τῶν Ἰουδαίων αἱ ἄτακτοι, ἐκεῖθεν
270αἱ αἰτήσεις αἱ ἄλογοι, ἐκεῖθεν αἱ προτιμήσεις τοῦ φονέως αἱ ἄδικοι. Πιλάτος μὲν γὰρ τὸ ἔθος τῆς ἑορτῆς προ‐ βαλλόμενος, ἀπολῦσαι διὰ σπουδῆς ἐποιεῖτο τὸν κύριον· εἰ γὰρ καὶ βάρβαρος ἦν καὶ τῆς ἐθνικῆς μοίρας ὑπῆρχε, καὶ τὸ ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς οὐκ ἦν ὑπὸ
275Μωσέως ὡς Ἰουδαῖοι μαθών, ἀλλὰ φυσικὸς νόμος, προ‐ σέτι δὲ καὶ καθ’ ὃν ἐκεῖνος ἐπολιτεύετο, τὸ δίκαιον ὑπετίθετο. Ἀλλ’ οὐχ’ οὕτως οἱ Μωσέα νομοθέτην οἰόμενοι ἔχειν καὶ εἰπόντες ποτὲ πρὸς τὸν κύριον· Σπέρμα Ἁβραὰμ ἐσμέν, καὶ τοῦ Μωσέως μαθηταί. Ἀλλὰ τί αἰτοῦσιν οἱ
280δείλαιοι; Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν. ‘Οὐαὶ οἱ λέγοντες τὸ κακὸν καλόν, καὶ τὸ καλὸν κακόν‘, εἰπὲ καὶ νῦν Ἡσαΐα, ‘οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος.‘ Οὗτοι γὰρ οὗτοι οἱ ποτὲ βασιλέα διὰ Σαμουὴλ αἰτησάμενοι καὶ μετ’ ὀλίγον εἰπόντες τῷ βλέποντι
285—οὕτω γὰρ ὁ προφήτης καὶ ἱερεὺς Σαμουὴλ ἐχρημάτι‐ ζεν—· ‘Εὖξαι ὑπὲρ ἡμῶν πρὸς κύριον, ὅτι ἡμάρτομεν αἰτήσαντες βασιλέα καὶ τὸν θεὸν ἐξουδενώσαντεσ‘, οἱ τοῦ Ἡσαΐου ἀκούοντες λέγοντος· Κύριος βασιλεὺς ἡμῶν, κύριος ἄρχων ἡμῶν, νῦν ἐπὶ βήματος κράζουσιν· Οὐκ
290ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Ὢ φωνῆς ῥιπτούσης τῆς βασιλείας θεοῦ τὸ ἀξίωμα, καὶ ἐπισπωμένης βασιλείας προσκαίρου τὸ ἄστατον. Αἲ αἲ τί εἶπας ὦ θεῖε Ἰώβ, περὶ τούτων φιλοσοφῶν ἐν τοῖς πάθεσι; Λέγει ὁ ἀσεβὴς τῷ θεῷ· “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βού‐
295λομαι.” Οὐκ ἔχεις βασιλέα εἰ μὴ Καίσαρα, Ἰουδαῖε; Τί ποιεῖς, ὦ ἀθλιώτατε; Εἰπὲ κἂν ὅτι ‘Οὐκ ἔχω βασιλέα μετὰ θεὸν εἰ μὴ Καίσαρα.‘ Βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη, καὶ βασιλεὺς τῶν θεῶν ἐστι, καὶ σὺ βασιλέα οὐκ ἔχεις76

8

(300)

ἕτερον εἰ μὴ Καίσαρα; Μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν, μὴ δ’ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν, σοφοῦ τινὸς ἠκούσατε λέγοντος, ἀλλ’ ἐγκατελίπετε κύριον τὸν ποιήσαντα ὑμᾶς, καὶ ἀπέστητε ἀπὸ θεοῦ σωτῆρος ὑμῶν, ὡς εἶπεν περὶ ὑμῶν Μωϋσῆς ὁ δῆθεν
305ὑμέτερος, ἢ ὡς εἶπεν κύριος Μωσεῖ εἰς ὃν ἠλπίκατε. Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι· ὁ κύριον ἀρνούμενος τὸν ποιήσαντα καὶ θεοῦ σωτῆρος αὐτοῦ ἀφιστάμενος, οὐκ ἀντιλέγει τῷ Καίσαρι. Ἀλλ’ ὕστερον ὄψει τί σοι
310ὑπὸ τῶν Ῥωμαίων γενήσεται, ἡνίκα κυκλουμένην τὴν Ἰερουσαλὴμ ὑπὸ στρατοπέδων θεάσῃ, καὶ λίθον ἐπὶ λίθον μὴ μένοντα, καθὰ προεῖπεν ὁ νῦν ὑπὸ σοῦ κατακρι‐ νόμενος κύριος, ἡνίκα τοῖς. ὄρεσιν ἐρεῖς πεσεῖν ἐπὶ σὲ καὶ τοῖς βουνοῖς καλύψαι σε, μακαρίζων τὰς στείρας αἳ
315οὐκ ἐγέννησαν καὶ μαστοὺς οἳ οὐκ ἐξέθρεψαν. Ἄλλως δὲ τούτων ἐχόντων, παραδίδοται εἰς τὸ σταυρωθῆναι ὁ κύριος, καὶ βαστάζων τὸν σταυρὸν ἐξῆλ‐ θεν ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον. Βαστάζει δὲ τὸν σταυρόν, τοῦτο μὲν ἐνδεικνύμενος τὸ ἑκούσιον
320καὶ ὡς θέλων ἦλθεν ἐπὶ τὸν θάνατον, ὁμοῦ δὲ καὶ τὸ προφητευθὲν ἐκτελῶν τὸ εἰπόν· Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τρόπαιον γὰρ ὄντως κατὰ τοῦ θανάτου καὶ αὐτοῦ τοῦ τῆς κακίας εὑρετοῦ ὁ σταυρὸς τοῦ κυρίου γεγένηται.
325 Ἄγεται δὲ εἰς τὸν τόπον ὁ κύριος Γολγοθᾶ ἤτοι Κρανίον λεγόμενον. Ἀλλ’ ὅρα καὶ τοῦ τόπου τὸ ἄνωθεν
τίμιον. Φασὶ γὰρ οἷς τῆς τῶν γραφῶν ἐμέλ[λ]ησε γνώσεως, ὅτι Ἀδὰμ ὁ πρωτόπλαστος ἐν αὐτῷ τῷ τόπῳ κατώρυκται, καὶ Ἁβραὰμ δὲ τὸν μονογεν[ν]ῆ υἱὸν τὸν77
330Ἰσαὰκ εἰς προτύπωσιν 〈τῆσ〉 τοῦ μονογεν[ν]οῦς υἱοῦ τοῦ θεοῦ θυσίας ἐν αὐτῷ τῷ τόπῳ ἀναγαγεῖν παραδέδοται. Ἔδει γὰρ ἔδει τὸν εἰκονίζοντα τὴν θυσίαν ἐκείνην τὴν ἐπ’ ἐσχάτων τῶν αἰώνων ἐν τῷ τόπῳ γενησομένην, καὶ τὸν τόπον αὐτὸν προϋποδεῖξαι τοῖς μέλλουσιν. Ἐν
335αὐτῷ γὰρ τῷ τόπῳ καὶ Δαυῒδ ἐθεάσατο τὸν ἄγγελον τοῦ θεοῦ προσταττόμενον φείσασθαι τοῦ λαοῦ καὶ ἀνεῖναι τὴν μάχαιραν, ὅτε θυσίαν τῷ θεῷ χαριστήριον τὰς βοῦς τοῦ Ὀρνᾶ ἐν τῇ ἅλῳ προσήγαγε. Καὶ μάρτυς τούτων ὁ φιλαλήθης Ἰώσηπος, ἐν τῷ πρώτῳ καὶ ἑβδόμῳ λόγῳ
340τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἱστορήσας ἑκάτερα, καὶ θυ‐ σίαν Ἰσαὰκ καὶ τὴν ἱερουργίαν Δαυῒδ ἐν τούτῳ γε‐
γενῆσθαι τῷ ὄρει.78

9

Σταυροῦσι δὲ Ἰουδαῖοι τὸν κύριον, ἐπὶ ξύλου τὴν ζωὴν τοῦ κόσμου κρεμάσαντες, καὶ πληροῦται τοῦ Μω‐ σέως τὰ ῥήματα προειπόντος· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ
5πιστεύσητε τῇ ζωῇ ὑμῶν. Ἦν γὰρ καὶ Μωσῆς τὸν σταυρὸν τοῦ Χριστοῦ θεασάμενος ἔμπροσθεν· καὶ τοῦ‐ τον προτυπῶν διὰ τῆς τῶν χειρῶν ἐκτάσεως, τὸν Ἀ‐ μαλὴκ ἐτροπώσατο· ὁσάκις γὰρ Μωσῆς τὰς χεῖρας ἐξέτεινε, κατίσχυσεν Ἰσραήλ, ὁσάκις δὲ συνήγαγε, κα‐
10τίσχυσεν Ἀμαλήκ· οὗτος ὁ σταυρὸς ἔμπροσθεν προτυ‐ πούμενος, τοὺς ἐχθροὺς κατέβαλεν ἅπαντας. Παρὸ καὶ Ἰακὼβ ἐν ταῖς εὐλογίαις τὸν Ἐφραὶμ εὐλογῶν καὶ τὸν Μανασσῆ διὰ τῆς ἐναλλαγῆς τῶν χειρῶν τὸν σταυρὸν προϋπέδειξε.
15 Πῶς δὲ σταυρῷ προσηλωθήσεται ἄνθρωπος, εἰ μὴ χεῖρας καὶ πόδας οἱ σταυροῦντες ὀρύξουσιν; Ἔχεις καὶ τούτου τὸν Δαυῒδ κήρυκα φανερώτατον, εἰπόντα ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖρας μου καὶ πόδας μου, ὅπερ Δαυῒδ οὐχ’ ὑπέμεινε.
20 Σταυρώσαντες δὲ αὐτόν, διαμερίζονται αὐτοῦ τὰ ἱμάτια, ἐπὶ δὲ τὸν χιτῶνα βάλλουσι κλῆρον. Ἀλλὰ καὶ τοῦτο ὁ ψαλμὸς οὗτος ἐδήλωσεν· ἔχει γὰρ οὕτως· Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδον με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
25 Εἶτα φασὶν οἱ τὰ θεῖα γράψαντες εὐαγγέλια ὡς Οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κε‐ φαλὰς αὐτῶν καὶ λέγοντες· “Οὐὰ ὁ καταλύων τὸν ναόν.” Ἀλλὰ τί Χριστὸς περὶ τούτου διὰ ψαλμωδοῦ; Πάντες οἱ θεωροῦντες με ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χεί‐
30λεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω
αὐτόν. Σταυροῦσι δὲ σὺν αὐτῷ δύο ληστάς, ἵνα καὶ τοῦτο πληρωθῇ, τὸ Μετὰ ἀνόμων ἐλογίσθην. Ὄξος μετὰ χολῆς διψῶντι τῷ κυρίῳ παρέχουσι, τῷ79
35εἰπόντι διὰ τοῦ Δαυΐδ· Ἔδωκαν εἰς τὸ βρῶμα μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἀλλ’ εἰπὲ τί περὶ τούτων ἁπάντων ὁμοῦ ὦ Ἡσαΐα, προέγραψας· Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα· ὃν τρόπον ἐκστήσονται πολλοὶ
40ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδος σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων, καὶ μετ’ ὀλίγα· Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρω‐
45πος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀ‐ πέστρεπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐ‐ λογίσθη. Οὗτος τὰς ἁμαρτίας φέρει καὶ περὶ ἡμῶν ὀ‐ δυνᾶται· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν·

9

(50)

ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· 〈ὡς πρόβατον ἐπὶ σφαγὴν〉 ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτόν· ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ
55ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ
60ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· διατοῦτο αὐτὸς κλη‐ ρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνή‐
65νεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Περὶ τίνος ἄρα οἱ ἐκ περιτομῆς ταῦτα τὸν προφήτην προθεσπίζειν ὑπολαμβάνουσιν; Ὅτι μὲν γὰρ οὐ περὶ ἑ‐ αυτοῦ ἀλλὰ περὶ ἑτέρου τινὸς ταῦτα λέγων προέρχεται, δῆλόν ἐστι καὶ νηπίοις μὴ βλέπουσιν· Εἴδομεν γὰρ αὐτόν,80
70καὶ οὐκ εἶχεν εἶδος, καί· Αὐτὸς διὰ τὸ κεκακῶσθαι, καὶ αὐτὸς ἀνομίας ἡμῶν ἔλαβε, καί· Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ ἁπλῶς εὑρήσεις ἄνωθεν μέχρι τέλους τῆς χρήσεως ὡς περὶ ἄλλου προσώπου τὸν προφήτην
75τὸν λόγον ποιούμενον. Καὶ τίς ἄρα οὗτός ἐστιν ὃν παῖδα κυρίου καὶ βραχίονα ὀνομάζει, περὶ οὗ καὶ ἐν ἑτέρῳ φησί· Μέγά σοι ἐστὶ τὸ κληθῆναι σε παῖδα μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακώβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι; Εἰ μὲν οὖν
80ἔχουσι δεῖξαι ὡς ἕτερός τις ἐξ αἰῶνος παῖς κυρίου καὶ υἱὸς θεοῦ χρηματίζων, τὸν νῶτον αὐτοῦ δέδωκεν εἰς μάστιγας, καὶ τὰς σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα, καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμ‐ πτυσμάτων, καὶ ὑψώθη καὶ μετεωρίσθη καὶ τὰς ἀνομίας
85[αὐτῶν] ἡμῶν ἀνέλαβε καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ὡς πρόβατον ἤχθη ἐπὶ σφαγήν, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος, οὗ τῷ μώλωπι ἡμεῖς ἰάθημεν, καὶ ὅσα ἄλλα αἱ προφητικαὶ προρρήσεις συνάγουσιν, εἴπωσι τίς καὶ πότε καὶ ποῦ ὁ τοιοῦτος γεγένηται. Εἰ δὲ ὅπερ ἡ
90ἀλήθεια δέδειχεν, οὐ ψεύσασθαι θέλουσιν αὐτοῖς καὶ τρόπον ἀναπλάσασθαι, τοιοῦτον ἐκβήσεται, τί μάτην ἐρε‐ σχελεῖν οὐκ ἐντρέπονται, καὶ κἂν ὀψέ ποτε τῇ ἀληθείᾳ συντίθενται; Εἰ δὲ ὅπέρ ἐστιν εἰκὸς ὑπὸ τῆς ἀληθείας συνελαυνόμενοι πρόσωπον μὲν ἕτερον οὐ τολμήσουσιν
95ἀναπλάσασθαι, ἀλλὰ ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα λέ‐ γεσθαι καταδέξονται, μὴ μέντοι τέως ἐλθεῖν τὸν προσ‐ δοκώμενον φήσουσι, μένειν δὲ αὐτὸν ὕστερον ἐλευσόμενον, πρῶτον μὲν ὑπὸ μυρίων καὶ ἄλλων αἰσχυνθήσονται
λόγων, δεικνύντων ὅτι οὗτος ἦν ὁ προσδοκώμενος κύριος81

9

(100)

ὃν αὐτοὶ σταυρώσαντες ἐθανάτωσαν· πλὴν ἵνα τὰ πολλοῖς εἰρημένα σιγήσω, τὰ νῦν ἐφ’ ἓν ἐκεῖνο ποιοῦμαι τὴν ἔνστασιν, πότερον τὸν υἱὸν τοῦ θεοῦ ὃν προσδοκᾶν ἔφασαν ὅτι ἔρχεται, σταυρώσουσι καὶ τὰ ἄλλα πάντα ποιήσουσιν ὅσα οἱ προφῆται γεγράφασιν, ἢ οὔ. Εἰ μὲν
105γὰρ φήσουσιν ὅτι οὐ σταυρώσουσιν αὐτόν, οὐδὲ ὅσα πεπράχασιν εἰς τὸν κύριον, δράσουσι καὶ εἰς τὸν ἐρχό‐ μενον, ἴστωσαν ὅτι οὐ περὶ τοῦ μέλλοντος ἔρχεσθαι ὡς αὐτοὶ φασίν, ἀλλὰ τοῦ ἐλθόντος αἱ περὶ τοῦ πάθους προφητεῖαι τυγχάνουσι, καὶ καλῶς ἡμεῖς ἐξειλήφαμεν ὅτι
110πάντα ἤδη ἐπὶ Χριστῷ τέλος ἐδέξαντο, τῷ καὶ σταυρω‐ θέντι καὶ πάντα παθόντι καθάπερ οἱ προφῆται προέ‐ γραψαν. Εἰ δὲ συνθήσονται ὅτι καὶ τὸν ἐρχόμενον πάντως σταυρώσουσιν, ἐκδεχέσθωσαν πάλιν ἕτερον ὄλεθρον εἰς δικαίαν τῆς τόλμης ἀντίδοσιν. Καὶ τίνος ἕνεκεν τοιαῦτα
115πεπόνθασι, τοῦ ναοῦ αὐτῶν ἑρημωθέντος τελείως καὶ πάντων αὐτῶν ὑπὸ Ῥωμαίων ἀναλωθέντων, ὡς φησὶν ὁ Ἰουδαῖος Ἰώσηπος; Ἄντικρυς γὰρ ἡ προφητεία τοῖς ταῦτα δρῶσι κατὰ Χριστοῦ ἐπάγει τὴν βάσανον, ἔχουσα ὅτι Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ
120τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Οὐκοῦν ἐκ‐ δεχέσθωσαν καὶ ἕτερον ὄλεθρον, καὶ τοῦ ναοῦ ἑτέραν κατάπτωσιν, καὶ διασπορὰν ὅλου τοῦ ἔθνους, εἴπέρ τινες ὑπὸ τῆς μαχαίρας ὑπολειφθήσονται. Καὶ πῶς οὐχ’ εὑρίσκονται καὶ τῇ ἀληθείᾳ μαχόμενοι;
125Τὸ〈ν〉 μὲν γὰρ ἐρχόμενον τερατεύονται ἐπισυναγωγὴν τοῦ ἔθνους ποιήσασθαι, καὶ τὸν ναὸν ἀνοικοδομῆσαι τοῦ προτέρου μείζονα καὶ περικα〈λ〉λέστερον, καὶ πάντα ποιή‐ σειν αὐτοῖς ὅσα ἡ ἐλπὶς τῆς πλάνης ὑπέθετο. Πῶς οὖν τοῦτον σταυρώσουσι τὸν οὕτως ὡς αὐτοὶ πλανῶνται,
130τούτους εὐεργετήσοντα καὶ πρὸς τὴν ἀρχαίαν αὐτοὺς πολιτείαν ἀνάγοντα; Τοῦτο οὐδὲ οἱ δαίμονες ποιεῖν πι‐ στευθήσονται, οἳ πάσης κακίας τυγχάνουσιν ἐργαστήριον. Ἀλλ’ ἀρκεῖ τοῖς ἐκ περιτομῆς καὶ ἡ πρόθεσις· τὸν γὰρ
ἐλθόντα θεὸν σταυρώσαντες οἱ ταλαίπωροι, καὶ ὃν προσ‐82
135δοκῶσι σταυρῶσαι ἐλπίζουσιν, ὡς εἴπερ ἦν δυνατὸν πολλάκις ἐνανθρωπῆσαι θεόν, πολλάκις ἂν αὐτὸν οἱ Ἰουδαῖοι ἐσταύρωσαν, ὅσον τὸ ἐπ’ αὐτοῖς· τοῦτο γὰρ αὐτοῖς ἐλπίζεται καὶ σπουδάζεται. Ὅτι μὲν γὰρ ὁ ἐρχό‐ μενος πάντα παθεῖν ὑπὸ τῶν προφητῶν προκεκήρυκται,
140δῆλον. Ἢ δεξάσθωσαν τοίνυν ὅτι τὸν ἐλθόντα θεὸν ἐθανάτωσαν, ἢ μενέτωσαν ἵνα καὶ τὸν ἐρχόμενον ὅσον τὸ ἐπ’ αὐτοῖς θανατώσωσι, καὶ δύο θεοκτονίας ἐργάσωνται κατὰ πρόθεσιν, εἰ καὶ μὴ δύνανται τὸν μετὰ δόξης ἐρχόμενον ὕστερον εἰ μὴ μόνον ὡς κρίνοντα δέξασθαι.
145Πείσει δὲ αὐτοὺς Δανιὴλ ἑτέρως γράφων τῆς δευτέρας αὐτοῦ παρουσίας τὴν κάθοδον, ἀλλ’ οὔτε γινώσκοντες οὔτε μαθεῖν ἐθέλοντες, οὐκ ἴσασι διακρῖναι τῆς πρώτης αὐτοῦ καὶ τῆς δευτέρας παρουσίας τὸ διάφορον. Περὶ μὲν γὰρ τῆς πρώτης, Δαυῒδ καὶ Ἡσαΐας προέγραψαν,

9

(150)

ὁ μὲν ὅτι Ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν καταβήσεται, ὁ δὲ ὅτι Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν οὔτε εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, περὶ δὲ τῆς δευτέρας αὐτοῦ, Δανιὴλ καὶ Μαλαχίας, ὁ μὲν λέγων·
155Ἐθεώρουν καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, ὁ δέ· Ἰδοὺ κύριος ἔρχεται, καὶ τίς ὑπομείνῃ ἡμέραν εἰσόδου αὐτοῦ; Οὐκοῦν καὶ θέλουσιν αὐτοῖ〈σ〉 σταυρῶσαι καὶ τοῦτο σπουδάζουσι τὸν ἐρχόμενον θεόν, οὐκ ἐκβήσεται· κρῖναι γὰρ ἔρχεται τὴν
160οἰκουμένην ἐν δικαιοσύνῃ καὶ οὐ κριθῆναι πάλιν καθὰ καὶ τὸ πρότερον. Ἀλλ’ ὦδε πῶς τῶν τοῦ Ἡσαΐου καλῶς εἰρημένων, τί καὶ Ἱερεμίας ὁ τῶν προφητῶν συμπαθέστατος περὶ τοῦ κυριακοῦ πάθους ἐδήλωσε, Κύριε, γνώρισόν μοι, καὶ
165γνώσομαι, εὐχὴν δεόμενος φωτισθῆναι τὰ μέλλοντα; Ἤι‐ δει γὰρ ᾔδει σαφῶς ὅτι θείας ἐ〈λ〉λάμψεως χρεία εἰς τὸ γνῶναι τοῦ μυστηρίου τὴν δύναμιν. Εὐθὺς δὲ τὸν
φωτισμὸν εἰσδεξάμενος παρὰ τοῦ εἰπόντος θεοῦ· Ἔτι λαλοῦντος σου πάρειμι, καυχώμενος ἐφ’ οἷς ἠξιώθη τῆς83
170γνώσεως, ἐπάγει τοῖς τῆς εὐχῆς αὐτοῦ ῥήμασι· Τότε εἶδον τὰ ἐπιτηδεύματα. Τίνων εἶδες ὦ θεῖε προφῆτα, 〈τὰ ἐπιτηδεύματα〉; ‘Τῶν μελλόντων‘ φησί, ‘σταυροῦν μου τὸν κύριον· αὐτὸς γάρ μοι εἶπεν ὁ κύριος· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων·
175ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντες· “Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψω‐ μεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.” Τίνος γὰρ ἄλλου ξύλον εἰς τὸν ἄρτον ἐνέβαλον, εἰ μὴ τοῦ ἄρτου τοῦ ζῶντος καὶ ἐκ τοῦ
180οὐρανοῦ καταβάντος, ὅτε τὸ σῶμα ξύλῳ προσήλωσαν; Ὅτι γὰρ οὐ τοῦ προφήτου ξύλον εἰς τὸν ἄρτον ἐνέ‐ βαλον, φανερὸν πᾶσι καθέστηκεν. Εἰ δὲ δοίη τίς ὅτι ξύλον εἰς τὸν ἄρτον τοῦ προφήτου ἐνέβαλον, πῶς ὁ προφήτης διὰ τοῦ ξύλου ἐκ γῆς ζώντων ἐκτρίβεται
185ὥστε αὐτοῦ ἐξαλειφθῆναι καὶ τὸ ὄνομα; Δῆλον δὲ περὶ τίνος ὁ λόγος, καὶ τί τὸ ξύλονεἰς τὸν ἄρτον ἐνέβαλον οἱ εἰπόντες ἐν ἑαυτοῖς· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσ‐ χρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καί· Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν. Ἐπικατά‐
190ρατος γὰρ ἦν κατὰ Μωσέα πᾶς ὁ ἐπὶ ξύλου κρεμάμε‐ νος· ἀλλ’ εὐλογεῖται ξύλον δι’ οὗ γίνεται δικαιοσύνη, σοφοῦ τινὸς ἤκουσα λέγοντος. Εἶτα τῆς ζωῆς θανάτου γεύσασθαι καταδεξαμένης, καὶ κατ’ ἐξουσίαν τὴν ψυχὴν τὴν ἰδίαν εἰς τὰς πατρικὰς
195χεῖρας παραθεμένης, φασὶν οἱ εὐαγγελισταὶ οἱ ἡμέτεροι ὅτι σκότος ἐγένετο καὶ ἐσείσθη ἡ γῆ καὶ τοῦ ναοῦ τὸ καταπέτασμα διερράγη. Ἆρα δὲ τίς τῶν προφητῶν τοῦτο προέγραψεν, ἢ κἂν τούτου ὡς εὐτελοῦς παρη‐ μέλησαν; Οὔμεν οὖν. Ἄκουσον γὰρ τί περὶ τούτων

9

(200)

Ἀμὼς προεφήτευσεν· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς
πένθος, καὶ τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φα‐84
205λάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης, καὶ ἔτι πρὸ τούτων· Ὀμνύει κύριος καθ’ ὑπερηφανίας Ἰακώβ· εἰ ἐπικληθήσεται εἰς νίκος πάντα τὰ ἔργα ὑμῶν· ἐπὶ τούτοις οὖν ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ
210κατοικῶν ἐν αὐτῇ. Ἰδοὺ καὶ τοῦ σκότους καὶ τοῦ σεισμοῦ καὶ τῆς ἑορτῆς ἐν ᾗ τὸν κύριον ἐσταύρωσαν, ὁ Ἀμ[μ]ὼς ἐμνημόνευσεν. Ἐπεὶ δειξάτωσαν πότε ἔδυσε μεσημβρία〈σ〉 ὁ ἥλιος, καὶ τὸ φῶς ἐν ἡμέρᾳ ἐσκότασεν ἐν τῇ ἑορτῇ αὐτῶν, ὥστε μεταστραφῆναι εἰς πένθος τὴν ἑορτὴν
215καὶ τὰς ὠδὰς τῶν Ἰουδαίων εἰς θρῆνον, ἢ πότε δι’ ὑπερηφανίαν Ἰακὼβ ἐταράχθη ἡ γῆ καθ’ ἧς ὀμνύει κύ‐ ριος, εἰ ἐπικληθήσεται εἰς νίκος τὰ ἔργα αὐτῶν. Ζαχαρίας δὲ ὁ θειότατος οὐ μόνον τοῦ σκοτισθέντος φωτὸς ἐμνημόνευσεν, ἀλλὰ καὶ τοῦ αὖθις μετὰ τὸ σκότος
220ἀναλάμψαντος φωτὸς καὶ τοῦ ψύχους τῆς ἡμέρας ἐκείνης. Φησὶ γάρ· Ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ’ ἡμέρα, καὶ οὐχὶ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς, καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
225ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ. Ὅτι τοίνυν ἐν τῇ ἑορτῇ τοῦ Πάσχα τοῦ φωτὸς λέγει γενέσθαι τὴν ἔκλειψιν, ἣν εἰς πένθος καθὰ φησὶν ὁ Ἀμ[μ]ὼς μετέ‐ στρεψε κύριος, σαφέστατα δηλωθήσεται ἐκ τοῦ μόνην ταύτην τὴν ἑορτήν, τὴν τῶν Διαβατηρίων φημί, ἐν
230τῷ πέρατι τοῦ χειμῶνος γίνεσθαι, ἀρχομένου τοῦ ἔαρος. Οὐκοῦν τὴν ἑορτὴν ἣν λέγει ὁ Ἀμ[μ]ὼς εἰς πένθος στρέφεσθαι καὶ εἰς θρῆνος, σαφηνίζει ὁ Ζαχαρίας ὅτι ἡ τοῦ Πάσχα ἐστί, διὰ τοῦ εἰπεῖν ὅτι ψύχος ἔσται καὶ πάγος ἐν τῇ ἡμέρᾳ ἐν ᾗ τὸ φῶς τὸ αἰσθητὸν σκο‐
235τισθήσεται καὶ τότε φωτίσει τὰ σύμπαντα φῶς τὸ ἀπρό‐
σιτον. Ὅτι δὲ καὶ οἱ εὐαγγελισταὶ οἱ ἡμέτεροι ψύχος γράφουσι γενέσθαι ἐν τῇ ἡμέρᾳ τοῦ πάθους τοῦ σωτῆρος Χριστοῦ, ἴσασι πάντες οἱ ἐντυγχάνοντες. Πέτρος γὰρ παρά τισι τῶν εὐαγγελιστῶν διὰ τὸ ψύχος ἑστὼς καὶ85
240θερμαινόμενος, τοῖς τῆς παιδίσκης βρόχοις ἁλίσκεται. Σκοπείτω τοίνυν ὁ τῆς ἀληθείας ἀντιποιούμενος ὅπως πάντα ἓν τοῦ ἑνὸς ἐξήρτηνται, καὶ οὐδὲν τοῦ ἑνὸς ἀπεσχοίνισται. Ἐν ἐκείνῃ ὄντως ζῶν ὕδωρ ἐξῆλθεν ἐξ Ἰερουσαλήμ· ἐνεπλήσθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι
245τὸν κύριον ἐκ τῆς ἡμέρας ἐκείνης, ὡς ὕδωρ κατακαλύψαι θαλάσσας. Ἐπήγασε γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ κυρίου, καὶ μετὰ τὴν ἑκούσιον νέκρωσιν, δι’ ὧν ἡ σωτηρία δέδοται τοῖς πιστεύουσιν. Ἀλλ’ ἵνα μὴ δὲ τοῦτο καταλειφθῇ ἀθεώρητον, τί Ζαχαρίας εἰς τοῦτο γέγραφεν,

9

(250)

ἄκουσον· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκχεῶ ἐπὶ τὸ οἶκον Δαυῒδ καὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με εἰς ὃν ἐξε‐ κέντησαν, ὡς ὁ προσφιλὴς Ἰουδαίοις Ἀκύλας ἐκδέδωκεν. Εἶτα παρακαλοῦσιν οἱ Ἰουδαῖοι Πιλάτον, ἵνα κατεαγῶσι
255τὰ σκέλη τῶν σταυρωθέντων καὶ ἀρθῶσι καὶ μὴ μείνῃ ἐπὶ τῶν σταυρῶν τὰ σώματα διὰ τὸ σάββατον. Τοῦ δὲ Πιλάτου τοῦτο προστάξαντος, τῶν μὲν δύο κακούργων τὰ σκέλη κατέαξαν· οὔπω γὰρ ἐτεθνήκεσαν· τοῦ δέ, κατ’ ἐξουσίαν ὅτ’ ἂν ἤθελεν ἀφέντος τὴν θείαν αὐτοῦ
260ψυχήν, τὰ σκέλη κατεάξαι οὐκ ἐπίσχυσαν, ἵνα πλη‐ ρωθῇ τὸ περὶ αὐτοῦ, ὡς ἀληθινοῦ προβάτου διὰ Μω‐ σέως λεχθέντος· Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Ἐκεῖθεν λοιπὸν ταφῇ παραδίδοται τὸ σῶμα τοῦ δι’ ἡμᾶς νεκρωθέντος θεοῦ· ἀνὴρ γάρ τις βουλευτὴς εὐσχήμων
265ἐξ Ἀριμαθίας—Ἰωσὴφ ὄνομα τῷ ἀνδρί—τὸν θεῖον θησαυρὸν ἐκεῖνον ἐπλούτησε, καὶ τὸν Πιλάτον αἰτήσας ταφῇ τὸ σῶμα παρέδωκε· καὶ πληροῦται τὸ λεχθὲν ἐν
ψαλμοῖς· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου, καί· Προσελογίσθην μετὰ τῶν κα‐86
270ταβαινόντων εἰς λάκκον, καί· Ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡς νεκρὸν ἐβδελυγμένον, καί· Ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡς οἱ τραυματίαι κα‐ θεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ
ἐκ τῆς χειρός σου ἀπώσθησαν.87

10

Πολλῶν καὶ ἄλλων κατὰ τὴν θείαν γραφὴν εὑρισκο‐ μένων τοῦ πάθους καὶ τοῦ κυρίου μου τῆς ταφῆς προδηλούντων τὴν ἔκβασιν, ὁ τῆς ζωοποιοῦ αὐτοῦ ἀνα‐ στάσεως λόγος ἐφ’ ἑαυτὸν ἐφελκόμενος, ἐπ’ ἐκεῖνον δρα‐
5μεῖν με προτρέπεται. Ἀλλὰ κἀμοὶ τὸν λίθον ἀποκύλισον ὦ φιλάνθρωπε δέσποτα, τὸν ἐπιτεθέντα ποτὲ τῇ θύρᾳ τῆς γνώσεως, ὅπως κἀγὼ τὰ σύμβολα τῆς ζωοποιοῦ σου θεάσωμαι ἀναστάσεως, καὶ σὺν ταῖς γυναιξὶ καὶ Πέτρῳ καὶ Ἰωάννῃ κηρύξω τῆς σῆς δυναστείας τὸ μέγεθος.
10Δεῖ δὲ ἄνωθεν ἀπὸ τῆς Γενέσεως τὴν ἀρχὴν τοῦ λόγου τῆς ἀναστάσεως τοῦ κυρίου ποιήσασθαι, ὅθεν καὶ ἄρχε‐ σθαι πρεπωδέστατον. Φησὶ γὰρ Ἰακὼβ εὐλογῶν τὸν Ἰούδαν· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, οἷς ἐπιφέρει· Ἀναπεσὼν
15ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Σαφῶς γὰρ ἐγίνωσκεν ὁ πατριάρχης Ἰακώβ, ὡς ἐκ βλαστοῦ αὐτοῦ Χριστὸς ἐξελεύσεται, ὁ ὡς λέων ἀνα‐ πίπτειν μέλλων ἐν τῷ θανάτῳ, ὃν ἑκουσίως ὑπὲρ ἡμῶν κατεδέξατο, καὶ ὡς σκύμνος κοιμᾶσθαι διὰ τὸ βασιλικὸν
20καὶ ἀδέσποτον, καὶ ὑπ’ οὐδενὸς ἑτέρου ἢ ἑαυτοῦ καὶ τοῦ πατρὸς ἐγερθήσεται. Διὸ καὶ φησί· Τίς ἐγερεῖ αὐτόν; Οὐδεὶς δηλονότι ἀλλότριος, ἀλλ’ αὐτὸς ἑαυτὸν καὶ ὁ πατὴρ οὖ ἐστιν υἱὸς ὁμοούσιος· οὗτος γάρ ἐστιν ὁ πλύνας οἴνῳ στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν πε‐
25ριβολὴν αὐτοῦ, καθά που ἐκεῖνος ὁ Ἰακὼβ ἐν εὐλογίαις ὡς περὶ Ἰούδα δῆθεν διείληφε. Τούτοις ἁρμόσαι προσήκει καὶ τὰ ὑπὸ Βαλαὰμ περὶ τοῦ Χριστοῦ εἰρημένα. Κἀκεῖνος γὰρ ἐν τοῖς Ἀριθμοῖς —βίβλος δὲ αὕτη τῶν Μωσέως μία καθέστηκε[ν αὕ‐
30τη]—ταῦτα εἰπὼν ἀναγέγραπται· Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἰακώβ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ· ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται
ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ88
35ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Οἱ εὐλογοῦντες σε, εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε, κατήρανται. Κἀνταῦθα τὸ Κατακλιθεὶς ὡς λέων ἀνεπαύ‐ σατο καὶ ὡς 〈σ〉κύμνος, τὸ δὲ Τίς ἐγερεῖ αὐτόν; οὐδὲν
40τῶν τοῦ Ἰακὼβ ἀποδεῖ ῥημάτων· ἐκεῖ γὰρ Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος φησίν, ἐνταῦθα Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τὸ δὲ Τίς ἐγερεῖ αὐτόν; ὑπ’ ἀμφοτέρων ὁμοίως λεχθέν, τὸ δεσποτικὸν καὶ τὸ κράτος τῆς ἰσχύος τοῦ κυρίου πα‐
45ρίστησιν. Ὅτι γὰρ οὐδὲ Ἰούδᾳ τῷ ἑνὶ τῶν ἀρχιφύλων τῶν ιβ ταῦτα ἁρμόσαι δυνήσεται, οὐδὲ ἄλλος ἐξῆλθεν ἐκ τοῦ σπέρματος Ἰακώβ, ἐφ’ ὃν ταῦτα λεχθήσεται, εἰ μὴ μόνος ὁ ἐξ Ἰούδα ἡμῖν ἀνατείλας κύριος δειχθέντος διὰ πολλῶν, ἐφ’ ἕτερα μεταβήσομαι ἀκόλουθα τοῖς εἰρη‐

10

(50)

μένοις. Παρήτω τοίνυν Δαυῒδ ὁ ἱεροψάλτης ὁ βασιλεὺς ἀνα‐ κρουόμενος ἑαυτοῦ τὴν λύραν τοῦ πνεύματος, καὶ λεγέ‐ τω τί περὶ τῆς ἀναστάσεως τοῦ κυρίου μεμάθηκε καὶ δεδήλωκε. Τὸν θ οὖτος τῆς πρώτης δεκάδος ψαλμὸν
55Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ἐπιγέγραφεν ὡς οἱ ο ἐκδεδώκασι· Σύμμαχος δὲ καὶ Ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ τὴν ἐπιγραφὴν ταύτην ἐκδέδωκεν· ὁ μέντοι Ἀκύλας Ὑπὲρ ἀνδραγαθήματος τοῦ υἱοῦ ταύτην ἑρμή‐ νευσεν. Ἤρκει μὲν οὖν καὶ ἡ ἐπιγραφὴ δεῖξαι τὸ
60σπουδαζόμενον μόνη· κἂν γὰρ κατὰ τοὺς ο Ὑπὲρ τῶν κρυφίων αὐτὴν ἐκλάβοις τοῦ υἱοῦ, κέκρυπτο καὶ σεσίγητο τὸ τοῦ θανάτου τοῦ κυρίου μυστήριον· κἂν κατὰ τὸν Σύμμαχον Ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ, ἔχεις αὐτόθεν ἐναργῆ τὴν ἀπόδειξιν· κἂν τῇ Ἀκύλου χρήσει
65ἐκδόσει εἰπόντος· Ὑπὲρ ἀνδραγαθήματος τοῦ υἱοῦ, τὴν νίκην καὶ οὕτως τὴν κατὰ τοῦ θανάτου νοῆσαι πάντως ἀναγκασθήσῃ. Καὶ αὕτη τοιγαροῦν ἡ ἐπιγραφὴ τοῦ ψαλ‐
μοῦ Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, καὶ Ἐπινίκιος περὶ τοῦ θανάτου τοῦ υἱοῦ, καὶ Ὑπὲρ ἀνδραγαθήματος οὖσα89
70τοῦ υἱοῦ, δείκνυσι τὸ μυστήριον τοῦ θανάτου τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τῆς ἀναστάσεως. Πλὴν καί τινας τοῦ ψαλμοῦ στίχους ἀνάγνωθι, καὶ γνώσῃ τὸ θεῖον μυστήριον. Ἔχουσι γάρ· Ἐλέησόν με κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ
75ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Τί τούτου τρανότερον ἢ σαφέστερον ζητῆσαι τίς προαχθήσεται; Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, καὶ Ἐπι‐ νίκιος περὶ τοῦ θανάτου τοῦ υἱοῦ, καὶ Ὑπὲρ ἀνδρα‐
80γαθήματος τοῦ υἱοῦ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ ἐστίν· ὁ δὲ ψαλμὸς αὐτὸς Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ἐκ προσώπου τοῦ υἱοῦ οὗ ὁ θάνατος ἀνα‐ γέγραπται. Τί τούτου σαφέστερον ζητῆσαι ἄνθρωπος δύ‐ ναται; Εἶτα ἐπάγει τὰ ἐπινίκια ἤγουν ἀνδραγαθήματα·
85ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἀναστὰς γὰρ Χριστὸς ἐν πάσαις ταῖς ἐκκλησίαις, ἃς θυγατέρας Σιὼν τροπικῶς εἰκότως ὠνόμασεν, αἰνεῖσθαι τὸν θεὸν καὶ πατέρα δε‐ δίδαχε, πᾶσαν πλάνην ἐκ τῶν ἀνθρώπων ἐλάσας· οὗ
90τί ἂν γένοιτο ἀνδραγάθημαἐπινίκιον μεῖζον καὶ τι‐ μιώτερον; Ἀλλὰ καὶ ψαλμὸς ὁ ιε διὰ τὸ μεγαλεῖον κατορθώματος τοῦ νικήσαντος τὸν θάνατον στηλογραφία τῷ Δαυῒδ ἐπιγέγραπται· πᾶσα δὲ στήλη ἐπὶ μεγάλοις τισὶ κα‐
95τορθώμασιν εἴωθεν γίνεσθαι· ὁ τοίνυν Δαυῒδ τὴν κατὰ τοῦ θανάτου νίκην πόρρωθεν θεασάμενος καὶ εἰπὼν ἐκ προσώπου Χριστοῦ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστὶ διαπαντός, ἵνα μὴ σαλευθῶ. Διατοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ

10

(100)

ἠγαλλιάσατο ἡ γλῶσσα μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια‐
φθοράν, στηλογραφίαν τὸν ψαλμὸν ἐπιγέγραφεν. Ἀλλὰ καὶ τὸν κθ ἀναπτύσσων ψαλμὸν εὑρήσεις κἀκεῖ90
105τῆς ἀναστάσεως Χριστοῦ τὸ μυστήριον. Ἔχει γὰρ οὕτως· Κύριε, ἀνήγαγες ἐξ ἅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ’ ἐπειδὴ καὶ τούτου τοῦ ψαλμοῦ ἡ ἐπιγραφὴ ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυῒδ ἐπιγέγραπται, πευστέον τὸν ἐκ
110περιτομῆς ποίου οἴκου ἐγκαινισμὸν ὁ Δαυῒδ πεποίηκεν ὑπὲρ οὗ τὸν ψαλμὸν γέγραφε τοῦτον. Ἤκουσε τοῦ θεοῦ εἰπόντος αὐτῷ· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον. Ποῖον οὖν οἶκον Δαυῒδ οἰκοδομήσας τὸν ψαλμὸν τοῦτον ἐγ‐ καινίοις ἀνέθετο; Καὶ εἰ φαῖεν ὅτι προφητικῶς περὶ τῶν
115ἐγκαινίων τοῦ οἴκου οὗ Σολομὼν ᾠκοδόμησεν ὕστερον ὁ ψαλμὸς ἐπιγέγραπται, λεκτέον αὐτοῖς· ‘Καὶ ποίαν πρὸς τὸν ἐγκαινισμὸν ἐκεῖνον τοῦ οἴκου φέρειν δύναται ἔμ‐ φασιν τὸ Κύριε, ἀνήγαγες ἐξ ἅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον;‘ Ἀλλὰ
120δηλονότι ἐγκαινισμὸς τοῦ οἴκου κυρίου, ἥτις ἐστὶν ἐκκλη‐ σία θεοῦ ζῶντος, ἡ τῆς ἀναστάσεως ἡμέρα ἐστὶ τὲ καὶ λέγεται, περὶ ἧς καὶ ὁ ψαλμὸς καλῶς ἐπιγέγραπται. Εἰ δὲ οἶκον κυρίου καὶ τὴν σάρκα ἐκλάβοις τὴν θείαν, ἣν ἀναστήσας ἐκ νεκρῶν ἀνεκαίνισεν, οὐκ ἂν σφαλείης τοῦ
125πρέποντος. Ἀλλὰ γὰρ εἰ καθ’ ἕνα τῶν ψαλμῶν τὲ καὶ προφητῶν, δι’ ὧν ὁ τῆς ἀναστάσεως τοῦ Χριστοῦ λόγος κεκήρυκται ἀναζητεῖν καὶ προάγειν εἰς ἀπόδειξιν ἔλθωμεν, εἰς πλῆθος ἄπειρον ἡμῖν ὁ λόγος ἐπεκτανθήσεται. Νῦν μὲν γὰρ
130εὕροις τὸν Δαυῒδ 〈λέγοντα〉· Ἀνάστα κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, ἄλλον· Ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, ἕτερον πάλιν· Ἀνάστα ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν, ἄλλον·
135Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς κύριε; Ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος, ἕτερον πάλιν· Ἀνάστα κύριε, σῶσον με ὁ θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς
μοι ματαίως, καὶ πάλιν ἄλλον· Ἀνάστηθι κύριε ὁ θεός μου, ὑψωθήτω ἡ χείρ σου· καὶ μυρία τίς εὕροι ἐν τοῖς91
140ψαλμοῖς καὶ τῇ λοιπῇ θείᾳ γραφῇ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηνύματα. Εἰ δὲ φαῖεν οἱ ἐκ περιτομῆς ὡς καὶ τῷ θεῷ πατρὶ ταῦτα ἁρμόσαι δυνήσονται, τὴν ἐπισκοπὴν τῆς προνοίας ἀνάστασιν καλοῦντος τοῦ λόγου, φήσομεν πρὸς αὐτοὺς
145ὅτι εἰ μὴ τῆς συμμετρίας ὁ λόγος κατὰ τὸ εἰκὸς ἐστοχάζετο, διὰ πλειόνων ἦν δυνατὸν ἐπεξεργάσασθαι τὰ λεγόμενα, καὶ δεῖξαι ὡς ἀδύνατον ταῦτα ἢ ἐπὶ τοῦ σαρκωθέντος θεοῦ λόγου μόνου ἐκδέχεσθαι· ἵνα δὲ καὶ κατ’ ἐπιδρομὴν τὸν λόγον ποιούμενος *** εἰς ὑπόμνησιν

10

(150)

ὑπὲρ τοῦ ἐντυγχάνοντος. Ποίους ἔσχεν ἐχθροὺς ὁ θεὸς καὶ πατήρ, οὓς διασκορπίζειν λέγεται μετὰ τὴν ἑαυτοῦ ἀνάστασιν; Ἢ τίνες αὐτὸν οἱ μισοῦντες εἰσὶν οἳ φεύ‐ ξονται αὐτὸν ἀνιστάμενον; Ἢ πότε ὕπνωσεν ὁ θεός, καὶ ἵνα ὡς ἔκ τινος ἐγερθήσεται; Πῶς δὲ τὸ Ἀνάστα
155ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τοῦ πατρὸς νοηθήσεται τοῦ ἀεὶ ζῶντος καὶ γρηγοροῦντος καὶ δεσπόζοντος τοῦ αἰῶνος; Εἰ νῦν ἀρχὴν τοῦ κληρονομεῖν ὁ πατὴρ ἔθνη λαμβάνειν ἐλπίζεται, πῶς ὁ Δαυῒδ ἀληθεύσει εἰπών· Τοῦ κυρίου
160ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν; Εἰ Δεσπόζει τῶν ἐθνῶν, πῶς κατακληρονομήσει ἐν πᾶσι τοῖς ἔθνεσιν; Εἰ τὰ ἔθνη κληρονομήσει, πῶς τούτων δεσπόζειν κατὰ τὸν Δαυῒδ πιστευθήσεται; Ἀλλὰ δηλονότι περὶ τοῦ τα‐ πεινώσαντος ἑαυτὸν καὶ δούλου λαβόντος μορφήν, καὶ
165ὑπηκόου μέχρι θανάτου τῷ πατρὶ γενομένου τῆς προφη‐ τείας εἴρηται ἅπαντα ταῦτα τὰ ῥήματα· ὑπέμεινε γὰρ σταυρόν, αἰσχύνης καταφρονήσας, ἵνα τῆς αἰσχύνης ἀπαλ‐ λάξῃ τοὺς κατῃσχυμμένους ἡμᾶς. Παρὸ καὶ δι’ ἑτέρου ψαλμοῦ ὡς ἐκ προσώπου Χριστοῦ εὕροις λεγόμενον·
170Εἶπεν κύριος· “Ἐκ Βασᾶν ἐπιστρέψω.” Τὸ δὲ Βασᾶν αἰσχύνην ἑρμηνευόμενον δύναται· ἐπέστρεψε γὰρ ἡμᾶς
ἐκ τῆς αἰσχύνης, μηκέτι κρύπτεσθαι ἡμᾶς ἀπὸ προσώπου αὐτοῦ διὰ τὴν γύμνωσιν ἀνασχόμενος. Οὗτος οὖν οὗτος ὁ ἑαυτὸν ταπεινώσας καὶ δούλου μορφῇ συγκαλύψας92
175τὸ τῆς θεότητος μέγεθος, οὗτος ὥσπερ ἐξ ὕπνου τινὸς ἐκ νεκρῶν ἀναστάς, ὕψωσε τὴν δεξιὰν αὐτοῦ καὶ τὰ ἔθνη ἐκληρονόμησε, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δι‐ καιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Παρὸ καὶ τῶν εὐαγγελιστῶν εἷς, Ἰωάννης ὁ μέγας, σαφῶς παραδέδωκεν,
180ὡς Ὁ πατὴρ κρινεῖ οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ὅτι υἱὸς ἀνθρώπου ἐστίν· οὐ γὰρ ὡς θεῷ λόγῳ τοῦ κρίνειν τὴν ἐξουσίαν δέδωκεν—εἶχε γὰρ ταύτην ὃν τρόπον καὶ ὁ πατὴρ αὐτοῦ, ὁμοούσιος ὢν καὶ ὁμόδοξος—ὡς δὲ υἱῷ ἀνθρώπου δι’ ἡμᾶς
185γενομένῳ, δέδωκε τοῦ κρίνειν τὴν ἐξουσίαν, ταπεινώσαντι ἑαυτὸν μέχρι θανάτου καὶ ἀναστάσεως. Ἵνα καὶ τῆς ἡμέρας τῆς ἀναστάσεως τοῦ σωτῆρος γνῷς τὸ ἀξίωμα, καὶ πόσων αὕτη πρεσβείων ἐξ αἰῶνος τετύχηκεν, ἔνθεν σοι ποιοῦμαι τὴν βάσανον. Ἐν ἀρχῇ
190θεὸς τὸν κόσμον τοῦτον τὸν ὁρατὸν συστησάμενος, εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξάμενος, τὸ φῶς ἐν αὐτῇ μόνον ἐδημιούργησε, δεικνὺς τοῖς μετέπειτα ὅτι ἐξ αὐτῆς μέλλει τῷ φωτὶ τῆς ἀναστάσεως τὰ σύμπαντα καταυ‐ γάζεσθαι· ἣν καὶ μίαν εὐθυβόλως ἐκάλεσε καὶ οὐ πρώτην,
195διὰ τὸ πρὸς τὰς λοιπὰς ἐξῃρημένην 〈εἶναι〉 καὶ τιμίαν. Σκόπει δὲ ὅτι ἐν μὲν ταῖς ἄλλαις ἡμέραις δημιουργίαι διάφοροι, ἐν ταύτῃ δὲ τὸ φῶς μόνον ἐξέλαμψε· τῇ μὲν γὰρ δευτέρᾳ δημιουργεῖ τὸ στερέωμα καὶ διαχωρίζει ἀπ’ ἀλλήλων τὰ ὕδατα, καὶ τὰ μὲν ὑπερτίθησι, τὰ δὲ

10

(200)

ὑποτίθησι· τῇ τρίτῃ συνάγει τὸ ὕδωρ καὶ ποιεῖ τὴν ξηρὰν καὶ ὀνομάζει τὴν θάλασσαν, καὶ δίδωσι λόγῳ τῇ γῇ τοῦ ἐξαγαγεῖν τῶν φυτῶν καὶ σπερμάτων τὴν δύναμιν· τῇ τετάρτῃ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὴν γῆν κατεκόσμησε· τῇ ε τοῖς ὕδασιν ἐξαγαγεῖν νηκτὰ τὲ
205καὶ ὑπαέρια ζῶα διακελεύεται· τῇ ς τὰ κτήνη δημιουργεῖ καὶ ἐπὶ πᾶσι τὸν ἄνθρωπον· μόνην δὲ ὡς εἶπον τὴν
πρώτην, μᾶλλον δὲ τὴν μία, τῷ φωτὶ κατελάμπρυνεν, ἐκεῖθεν αὐτῆς προσημαίνων τὸ μέγεθος, ὡς τῇ ἀναστάσει αὐτοῦ μελλούση〈σ〉 φαιδρύνεσθαι.93
210 Σκόπει δὲ ὅσα καὶ Μωσῆς, μᾶλλον δὲ θεὸς διὰ Μωϋσέως νομοθετῶν τῷ λαῷ περὶ τῆς ἡμέρας ταύτης μεμήνυκε, καὶ ὄψει πόσον τὸ ὕψος ταύτης καθέστηκεν. Ἐν τῷ Λευϊτικῷ—βίβλος δὲ αὕτη τῶν Μωσαϊκῶν καθέστηκε μία—περὶ τῶν ἑορτῶν διαταττόμενος, οὕτως
215ἐντέταλται· Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· “Ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ ιδ ἡμέρᾳ τοῦ μηνὸς καὶ ἀνὰ μέσον τῶν ἑσπερινῶν Πάσχα τῷ κυρίῳ· καὶ ἐν τῇ ιε ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε· καὶ ἡ ἡμέρα ἡ
220πρώτη κλητὴ ἁγία ὑμῖν· ὅτ’ ἂν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ 〈θερίζητε τὸν〉 θερισμὸν αὐτῆς, καὶ οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα· καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου, δεκτὸν ὑμῖν· τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτό· καὶ
225ἀριθμήσετε ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ζ ἑβδομάδας ὁλοκλήρους· ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσεις ν ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ· ἀπὸ τῆς κατοικίας ὑμῶν ἄρτους δύο
230ἐκ δύο δεκάτων σεμιδάλεως· ἑορτὴ πρωτογενημάτων ἐστίν.” Τῆς μὲν οὖν ἡμέρας τὸ ἀξίωμα δῆλον· ἵνα δὲ σαφέστερον ᾖ τὸ λεγόμενον, θέα τοῦ λόγου τὴν δύναμιν. Ἐν τῇ ιε ἡμέρᾳ τοῦ μηνὸς πρώτη τῶν ἀζύμων ὠνό‐ μασται· ἐξ αὐτῆς γὰρ ἀριθμοῦντες τὰς ζ ἡμέρας τῶν
235ἀζύμων ἑώρταζον· οὐκέτι οὖν ἐκ τῆς ιε, ἥτις ἦν ἡ πρώτη τῶν ἀζύμων, ἀριθμεῖν καὶ τὴν πεντηκοστὴν ἐπε‐ τρέποντο, ἀλλὰ τὴν ἐπαύριον τῆς πρώτης, ἥτις ἦν ις τοῦ πρώτου μηνός, τὰ δράγματα πρὸς τὸν ἱερέα κομίζειν αὐτοὺς ὁ νόμος ἐκέλευε, καὶ ἐξ αὐτῆς ἀριθμεῖν ζ
240ἑβδομάδας, καὶ τῇ ἐπαύριον τῆς τελευταίας τὴν πεντη‐ κοστὴν ἤγουν τὴν ἑορτὴν τῶν πρωτογεν[ν]ημάτων τελεῖν,
διὰ τὸ μὴ δύνασθαι τὴν κατὰ νόμον λατρείαν ἄνευ Χριστοῦ ἔχειν τὸ τέλειον. Καὶ ἠγνόουν μὲν τὸ τελού‐ μενον, πλὴν ὅτι σέβειν καὶ προσκυνεῖν τὴν ἡμέραν τῆς94
245ἀναστάσεως τοῦ σωτῆρος ἄνωθεν ἠναγκάζοντο. Εἰ μὲν οὖν ἦν τὸ Πάσχα τῶν Ἰουδαίων τῆς ἀληθείας πρω‐ τότυπον, ἐκ τῆς πρώτης τῶν ἀζύμων ἔδει καὶ τὴν πεντηκοστὴν ἀριθμεῖσθαι καὶ ἑορτάζεσθαι· νῦν δὲ οὐχ’ οὕτως, ἀλλ’ ἐκ τῆς ις καὶ ἡ πεντηκοστὴ τὴν ἀρχὴν

10

(250)

εἴληφε καὶ παρ’ αὐτοῖς τῆς συστάσεως καθ’ ἣν ἀνέστη ὁ κύριος· αὕτη γάρ ἐστιν ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων· ἐδηλοῦτο δὲ καὶ τῷ Ἰσραὴλ τὸ μυστήριον τῆς ἡμέρας τῆς ἀναστάσεως, ἀλλ’ αὐτοὶ οὐ συνῆκαν τί ἦν τὸ τελούμενον.
255 Ὅτι δὲ ἐν τῇ ις τοῦ πρώτου μηνὸς τὸ θεῖον τῆς ἀναστάσεως φῶς ἀνατέταλκεν, ὦδε μάθοις σαφέστατα. Ἐν τῇ ιδ τοῦ πρώτου μηνὸς ἐσταυρώθη ὁ κύριος, ἐν ᾗ τὸ Πάσχα τὸ τυπικὸν ἔμελλε θύεσθαι· καὶ δηλοῖ τη‐ λαυγῶς ὁ εὐαγγελιστὴς Ἰωάννης λέγων· Ἄγουσι τὸν
260Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα, καὶ πάλιν· Ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου. Τῇ οὖν ιδ ὡς εἴρηται ἐσταυρώθη ὁ κύριος· τῇ ιε, ἥτις ἦν ἡ πρώτη τῶν
265ἀζύμων, ἐν τῷ τάφῳ ἔμεινε κείμενος· τῇ ις, ἥτις ἦν τῆς πρώτης ἡ ἐπαύριον, ἐν ᾗ τὸ δράγμα προσήγετο, ἐξ ἧς ἀριθμεῖσθαι καὶ παρ’ Ἰουδαίοις τὴν πεντηκοστὴν κατὰ νόμον συνέβαινεν *** Καὶ ὅρα ὅτι κατὰ μὲν τὸ[ν] πρόχειρον, πρώτη ἡ ιε τοῖς πολλοῖς καὶ καταφθάνουσιν
270ἐνομίζετο, κατὰ δὲ τὸ ἀπόκρυφον καὶ ὀλίγοις νοούμενον, πρώτη ἡ ις ἦν τὲ καὶ ἐπιστεύετο, καθ’ ἣν ὁ σωτὴρ ὁ ἡμέτερος τὰς πύλας τοῦ ἅδου συντρίβειν ὡς θεὸς ἐκηρύττετο. Ὑπέκειντο οὖν καὶ αὐτοὶ Ἰουδαῖοι τῇ ἡμέρᾳ τῆς ζωοποιοῦ ἀναστάσεως· καὶ αὐτοῖς γὰρ καίπερ ἀ‐
275γνοοῦσι τὸ[τε] τελούμενον, τιμία καὶ σεβάσμιος καὶ ἀρ‐ χὴ ἑορτῆς ἡ ἡμέρα τῆς ἀναστάσεως τοῦ κυρίου ὑπῆρ‐
χεν, ἧς χωρὶς τῶν πρωτογεν[ν]ημάτων τὰς ἀπαρχὰς ἀνα‐ φέρειν οὐκ ἠδύναντο· ἀλλὰ αὐτὴ αὐτοῖς ἀρχὴ σωτηρίας ἐ‐ γίνετο, ὁδηγοῦσα κατὰ τὸ σιωπώμενον πρὸς ἕτερόν τι95
280μέγα καὶ τίμιον. Καὶ ταῦτα μὲν νῦν ἐκ τῶν Μωσέως δι’ ὀλίγων ἐξήτασται. Καὶ Δαυῒδ δὲ ἐν τῷ ριζ ψαλμῷ, οὗ καὶ πρόσθε τὴν χρῆσιν παρήγαγον εὐλογημένος ὁ ἐρχόμενος ἔχουσαν, τὸ μεγαλεῖον τῆς ἡμέρας προδεικνὺς τοῖς μετέπειτα, οὕτω
285γέγραφε· Παρὰ κυρίου ἐγένετο ταῦτα, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· αὕτη ἡμέρα κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. Ἀγαλλίασιν γὰρ καὶ εὐφροσύνην πνευ‐ ματικὴν θεασάμενος ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως μέλ‐
290λουσαν γενέσθαι, προφθάσας ἐκήρυξε τῆς ἡμέρας τὴν δύναμιν. Παρὸ καὶ Ὠσηὲ ὁ πρῶτος τῶν ιβ, ὡς ἐκ προσώπου τοῦ σταυρωθέντος θεοῦ καὶ τῇ τρίτῃ ἀναστάντος ἡμέρᾳ, ταῦτα δεδήλωκε· Καὶ ἐπιζητήσουσι τὸ πρόσωπόν μου
295ἐν τῇ θλίψει αὐτῶν· ὀρθριοῦσι πρός με λέγοντες· “Πο‐ ρευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μωτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς, μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ

10

(300)

καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον.” Ἰδοὺ γὰρ αὐτὸς τηλαυγῶς ὁ προφήτης μονονουχὶ καὶ τὴν ὥραν τοῦ ὄρθρου καθ’ ἣν κατὰ τοὺς θείους εὐαγγελιστὰς ἀνέστη ὁ κύριος διετράνωσεν, ἔτι τὲ τῆς τρίτης ἡμέρας ὀνομαστὶ ἐμνημόνευσεν, ἐν ᾗ
305ἀνέστημεν καὶ ἐζήσαμεν καὶ γνώσεως ἠξιώθημεν. Καὶ Σοφονίας δὲ ὁ θαυμάσιος τῆς ἡμέρας καὶ ὥρας ἐμνήσθη τῆς ἀναστάσεως, οὕτω γράψας καὶ αὐτός· Ἑτοι‐ μάζου, ὄρθρισον· διέφθαρται πᾶσα ἡ ἐπιφυλὶς αὐτῶν. Διατοῦτο ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστά‐
310σεώς μου εἰς μαρτύριον. Τίνων δὲ ἄρα διέφθαρται ἡ ἐπιφυλὶς ἢ τῶν ἐπιβουλευσάντων τῷ σωτῆρι ἡμῶν Ἰου‐
δαίων; Ἀλλὰ σὺ ἑτοιμάζου φησὶ τοῦ ὀρθρίσαι εἰς ἡμέραν ἀναστάσεως κυρίου εἰς μαρτύριον, ἵνα κῆρυξ ἀναδει‐ χθῇς τῆς τριημέρου ἐγέρσεως. Τοῦτο ταῖς γυναιξὶν ἁρ‐96
315μόσει μάλιστα ταῖς μυροφόροις λεγόμενον, αἵτινες ὄρ‐ θρου παραγεγόνασιν, ἑτοιμάσασαι πρῶτον ἀρώματα, καὶ κήρυκες πρῶται μαρτυρίου τῆς ἀναστάσεως τοῦ κυρίου γεγόνασιν. Εὕροις δέ τινα τῶν ψαλμῶν καὶ τῆς νεκρώσεως τῶν
320φυλάκων τοῦ μνήματος μνημονεύσαντα. Ὁ μὲν γὰρ εὐαγ‐ γελιστὴς ὁ ἡμέτερος γέγραφεν ὡς Ἄγγελος κυρίου κατῆλθεν ἐξ οὐρανοῦ, καὶ τὸν λίθον ἐκύλισεν· ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡς οἱ νεκροί, ὁ δὲ ψαλμὸς οὕτω φησίν· Ἐταράχθησαν
325πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ’ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν· ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις· σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;
330 Τί δὲ περὶ τοῦ κατελθόντος εἰς ἅδου θεοῦ λόγου διὰ τῶν τοῦ Ἰὼβ μανθάνομεν, ἔνθεν ἐστὶν ἑλεῖν. Φησὶ γὰρ αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν αὐτῷ χρηματίζων θεός· ‘Ἦλθες δὲ καὶ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι
335θανάτου; Πυλωροὶ δὲ ἅδου ἰδόντες σε ἔπτηξαν; Ἐμὲ δὲ πτήξονται βλέποντες, καὶ πύλαι θανάτου φοβούμεναι ἀνοιχθήσονται.‘ Τοῦτο γὰρ καὶ ἐν ψαλμοῖς προηγόρευται, ὅτι συντρίψω πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συν‐ θλάσω, ἐξάγων ἐκ σκότους καὶ σκιᾶς θανάτου τοὺς
340δεσμίους τοῦ ἅδου καὶ αἰχμαλώτους τοῦ ἐχθροῦ. Καὶ ταῦτα μὲν τῷ Ἰὼβ προέδειξε κύριος. Κατανοητέον δὲ ὅτι καὶ τῶν ἐκ περιτομῆς τινὲς τῆς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ γεγόνασι μάρτυρες. Ἰώση‐ πος γὰρ εἷς τῶν παρ’ αὐτοῖς ἐπισήμων ἐπὶ σοφίᾳ—οἶ‐
345δα δὲ ὅτι ὡς τῇ ἀληθείᾳ μαρτυρήσαντα, μισοῦσι τὸν ἄνθρωπον—ἐν ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ῥητῶς τὲ θεότητι καὶ τῷ σταυρῷ καὶ τῇ ἀναστάσει τοῦ σωτῆρος ἡμῶν μεμαρτύρηκε. Φησὶ
γάρ· Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς97

10

(350)

ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τ’ ἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ προσηγάγετο· ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ
355ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ εἰρηκότων· εἴς τε νῦν τῶν Χρι‐ στιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φύλον.
360Τίς οὐ καταπλαγείη τῆς ἀληθείας τὴν δύναμιν; Τίς οὐ φοβηθήσεται τῆς ἀναστάσεως Χριστοῦ τὸ μυστήριον; Τίς τὸν Ἰώσηπον ἄνδρα ὄντα Ἰουδαῖον γράψαι ταῦτα ἠνάγ‐ κασε; Κολακεία ἡ πρὸς Ῥωμαίους, ἣν καὶ τότε κρατοῦσι προσέφερεν; Ἀλλ’ Ἕλληνες οἱ Ῥωμαῖοι τότε καὶ διῶκται
365ἐτύγχανον. Ἀλλὰ τιμὴ ἣν προσῆγε τοῖς πιστεύουσι τῷ λόγῳ τῆς ἀναστάσεως; Οὐκ ἦν ἀκμὴν ἐν παρρησίᾳ τοῦτο κηρυχθὲν τὸ μυστήριον· τοὐναντίον μὲν οὖν μυρίαις στρέβλαις οἱ Χριστιανοὶ τότε περιεβάλλοντο. Καὶ Νέρων γὰρ μανεὶς ἦν ἤδη καθ’ ἡμῶν καὶ τοῦ λόγου τῆς πίστεως,
370καὶ Δομετιανὸς ὡσαύτως ὁ μετὰ Τίτον, καὶ μᾶλλον ἔδει αὐτὸν τὸν Ἰώσηπον, εἴπερ τοῖς κρατοῦσιν ἐπείθετο, γράψαι κατὰ τῆς πίστεως, ἤπερ οὕτω τηλαυγῶς ἐνστῆναι πρὸς τὴν ἀλήθειαν. Ἀπαρρησιάστου τοίνυν εἰσέτι τυγ‐ χανούσης τῆς πίστεως, τίς τὸν Ἰώσηπον ταῦτα γράψαι
375παρέπεισεν; Ἀλλὰ χάρις σοι Χριστὲ ἡ οὐσιώδης ἀλήθεια, ὅτι διὰ πολλῶν τὰς ψυχὰς τῶν ἀνθρώπων κατηύγασας, καὶ τῆς σῆς ἀναστάσεως τὸν λόγον ἐκήρυξας· κἂν γὰρ κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀφείλου πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, προφητικῶς εἰπεῖν, ὥστε πάντας ἡμᾶς
380ἐπιτωθάζοντας τῷ θανάτῳ βοᾶν διὰ τῆς χάριτος τῆς σῆς ἀναστάσεως· Ποῦ σου θάνατε, τὸ νίκος; Ποῦ τὸ
κέντρον σου ἅδη;98

11

Ἀλλ’ ἐπείπερ οἱ τὰ τοῦ Χριστοῦ γράψαντες εὐαγγέλια, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ σωτῆρος ἡμῶν κεκη‐ ρύχασιν, ἴδωμεν εἰ τινὲς τῶν πάλαι καὶ ταύτην γράφοντες μεμηνύκασιν. Εὐθὺς οὖν Δαυῒδ ἐν ιζ ψαλμῷ συντόμῳ
5λόγῳ τινὶ τὴν κάθοδον αὐτοῦ δηλοῖ καὶ τὴν ἄοδον, ἐν οἷς φησίν· Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Ἐν δὲ τρίτῳ καὶ εἰκοστῷ,
10τὰς ἀγγελικὰς δυνάμεις εἰσάγει προϋπαντώσας ἀλλήλαις, καὶ διακελευομένας τὴν τῶν πυλῶν ἔπαρσιν, καὶ δια‐ πυνθανομένας τίς εἴη ὁ ἀνερχόμενος. Φασὶ γάρ· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης, κύριος κραταιὸς
15καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. Ἔμαθον γὰρ ὡς τὸ κατὰ τοῦ θανάτου τὸν σταυρὸν ἀνέστησε τρόπαιον· διὸ πάλιν τὸ Ἄρατε πύλας καὶ ἐπάρθητε πύλαι εἰποῦσαι αἰώνιοι, ἐπήγαγον τῇ ἐρωτήσει τῷ Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;, Κύριος τῶν δυνάμεων αὐτός ἐστιν
20ὁ βασιλεὺς τῆς δόξης. Τοῦτο καὶ Ἡσαΐας προμαθὼν ὑπὸ τοῦ πνεύματος, εἰσάγει καὶ αὐτὸς τὰς ἄνω δυνάμεις τὴν ὁμοίαν ποιου‐ μένας ἐπὶ τῇ τοῦ σωτῆρος ἀνόδῳ ἐρώτησιν, καὶ μαν‐ θανούσας τοὺς λόγους τῆς θείας σαρκώσεως τοῦ πάθους
25τὲ καὶ τῆς ἀναστάσεως. Φησὶ γὰρ κἀκεῖ· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσώρ; Ὡς εἴποι ἄν τις ταῦτα μεταβαλὼν ἐπὶ τὸ σαφέστερον· ‘Τίς οὗτος ὁ παραγενόμενος ἐκ τῆς γῆς, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ τῆς σαρκός;‘ Ἐδὼμ γὰρ τὸ
30γήϊνον ἢ τὸ πυρρόν, Βοσὼρ δὲ σάρκα παρὰ τοῖς Ἑβραίοις σημαίνει. ‘Τίς οὖν οὗτοσ‘ φησίν, ‘ὁ παραγι‐ νόμενος ἐκ τῆς γῆς, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ τῆς
σαρκός;‘ Οὗτος ὡραῖος ἐν στολῇ, βίᾳ μετ’ ἰσχύος. ‘Οὗτος οὖν‘ φησίν, ‘ὁ νῦν ὡραῖος ἐν κάλλει παρὰ τοὺς υἱοὺς99
35τῶν ἀνθρώπων, βίᾳ μετ’ ἰσχύος ἐστίν· ἐν γὰρ κράτει δυνάμεως τὸν θάνατον ἐθανάτωσε, δήσας τὸν ἰσχυρὸν καὶ ἁρπάσας αὐτοῦ τὰ ὅπλα καὶ τὴν ὀχύρωσιν, ἐφ’ οἷς ἐπεποίθει τὸ πρότερον.‘ Εἶτα λοιπὸν ὁ προφήτης αὐτὸν εἰσάγει τὸν σαρκωθέντα
40θεόν, τὰς ἀγγελικὰς δυνάμεις διδάσκοντα καὶ τῆς νίκης αὐτοῦ δεικνύντα τὰ τρόπαια. Ἐγὼ γάρ φησι, διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. ‘Ἐγώ‘ φησί, ‘πᾶν ὁτιοῦν ἐρῶ, δικαιοσύνην ἐρῶ, κρίσιν ἐρῶ· κρίσιν γὰρ σωτηρίου καταβὰς ἐποίησα, ἥνπερ καὶ διαλέγομαι· κα‐
45τέκρινα γὰρ τοῦ κόσμου τὸν ἄρχοντα, καὶ τὰς ἐξ αἰῶνος ὑπ’ αὐτοῦ κρατουμένας ψυχὰς ἀνερρυσάμην ἐκ τῆς δου‐ λείας ἧς κατεχόμεναι πρώην ἐδούλευον.‘ Ἀλλὰ γὰρ αἱ δυνάμεις τῶν οὐρανῶν ταῦτα ἀκούουσαι, οὔπω τὸ μυστή‐ ριον συνιεῖσαι τῆς θείας σαρκώσεως, ἐπεκτείνουσι τὴν

11

(50)

ἐρώτησιν, καὶ φασίν· Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης κα‐ ταπεπατημένης; ‘Τίσ‘ γάρ φησι, ‘τῶν τοσούτων αἱμάτων ἐν τῷ σώματί σου καὶ τοῖς ἱματίοις ἡ φύρσις τὲ καὶ ἡ ἔκχυσις, ὡς δοκεῖν σε τοῖς ὁρῶσιν ἀπὸ πατητοῦ
55ληνοῦ ἐκπορεύεσθαι;‘ Ὁ δὲ φησί· ‘Ληνὸν ἐπάτησα μόνος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ· μόνος γὰρ ἐγὼ συνέφυρα τὸν ἐχθρὸν ἐν τοῖς αἵμασι, καὶ κατέθλασα αὐτὸν ἐν ὀργῇ μου, καὶ κατήγαγον εἰς γῆν τὸ αἷμα αὐτοῦ τὲ καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων ἐν
60ἰσχύϊ δόξης μου· ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν· ἐκδικήσας γὰρ ἐκ‐ δίκησιν ἐκ τῶν ἐχθρῶν, ἐλυτρωσάμην ἅπαντας τοὺς κρατουμένους ὑπ’ αὐτῶν.‘ Καὶ ταῦτα μὲν ταῖς ἄνω δυ‐ νάμεσιν ὁ μετὰ σώματος ἀνελθὼν θεὸς λόγος ἐγνώρισεν.
65 Εὕροις δὲ καὶ Ἀμ[μ]ὼς τὸν ἐν τοῖς ιβ προφητεύσαντα, ταῦτα περὶ τοῦ ἀναληφθέντος θεοῦ λέγοντα· Καὶ κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ
σαλεύων αὐτήν, ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ γῆς θεμελιῶν.100
70Ἀνερχόμενος γὰρ εἰς οὐρανοὺς τὸ πνεῦμα τὸ ἅγιον πέμπειν ἐπηγγείλατο, εἰπὼν τοῖς μαθηταῖς αὐτοῦ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς. Τοῦτο καὶ Ναοὺμ θεασάμενος ἔμπροσθεν ἐν ἀρχῇ τῆς ἰδίας προφητείας ἐκέκραξε· Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν
75κύριος μετὰ θυμοῦ, ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθωῶν οὐκ ἀθωώσει κύριος. Ἐν συντελείᾳ καὶ ἐν συσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλη κονιορτὸς ποδῶν αὐτοῦ. Καὶ ταῦτα
80μὲν οἱ προφῆται περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναλήψεως. Περὶ δὲ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρας αὐτοῦ, ἐν ψαλμοῖς ὁ Δαυῒδ λέγων· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” Μηδεὶς δὲ προσκοπτέτω
85τῷ ἕως ὡς χρονικῷ διαστήματι, τοῖς ἰδιώμασι τῶν τῆς γραφῆς ἀποβλέπων ῥημάτων. Ἵνα γὰρ ἐξ ἑνὸς μόνου γινώσκητε τῆς γραφῆς τὸ ἰδίωμα, τὸ τοῦ Ἡσαΐου πῶς νοηθήσεται, τὸ ἐγώ εἰμι ἐκ τοῦ θεοῦ τῷ Ἰσραὴλ λε‐ γόμενον· καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι; Εἰ γὰρ
90Χριστὸς ἐκ δεξιῶν τοῦ πατρὸς ἕως ἂν οἱ ἐχθροὶ τεθῶσιν ὑποπόδιον τῶν ποδῶν αὐτοῦ κάθηται—χρονικὸν δὲ τὸ ἕως νομίζεται παρὰ τοῖς ἀγνοοῦσι τῆς γραφῆς τὴν συνήθειαν—καὶ μετατοῦτο οὐκέτι ἔσται, καὶ ὁ θεὸς ἕως ἂν καταγηράσωσιν οἱ ἐξ Ἰσραὴλ μόνον ... Τὸ γὰρ
95ἑξῆς σιωπήσομαι ἀποφεύγων τὸ βλάσφημον. Τὸ οὖν ‘ἕωσ‘ ἐν πολλοῖς τῆς γραφῆς τὸ ἕως τέλους σημαίνειν δεξώ‐ μεθα· καὶ πρὸς τὸν Νῶε γὰρ ὁ κόραξ οὐχ’ ὑπέστρεψε ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς, καὶ μὴν οὐδαμῶς ἔτι ὑπέστρεψε. Κάθηται οὖν Χριστὸς ἐν δε‐

11

(100)

ξιᾷ τοῦ πατρὸς αὐτοῦ ἕως ἂν ὦσιν ὑπὸ τὸν κτίστην τὰ κτίσματα· ἀεὶ δὲ τοῦτο πιστεύεται· ἀεὶ καὶ Χριστὸς
ἐκ δεξιῶν τοῦ πατρὸς αὐτοῦ κάθηται. Ἀλλ’ ἐπείπερ τὸ πνεῦμα Χριστὸς ἐπαγγειλάμενος ἔπεμψε —τοῦτο γὰρ τὰ καθ’ ἡμᾶς φέρουσιν εὐαγγέλια—, σκόπει101
105οἷα καὶ περὶ τούτου τοῖς παλαιοῖς πεφανέρωται. Ὁ μὲν γὰρ Δαυῒδ ἐξ οὗ Χριστὸς ἀνατέταλκε, ταῦτα πρὸς τὸν σωτῆρα προφητικῷ κέκραγε στόματι· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσω‐ πον τῆς γῆς, καί· Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει
110με ἐν γῇ εὐθείᾳ. Ἡσαΐας δὲ ὡς ἐκ προσώπου Χριστοῦ δηλοῦντος ὅτι καὶ αὐτὸν καὶ τὸ πνεῦμα ὁ πατὴρ ἐξα‐ πέστειλε, ταῦτα φησί· Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ, ὡς εἰ ἔλεγε· ‘Κἀμὲ καὶ τὸ πνεῦμα κύριος ἐξα‐ πέσταλκεν.‘ Οὐ γὰρ οὕτω νοητέον ὅτι Χριστὸς λέγει·
115‘Κύριος καὶ τὸ πνεῦμα αὐτοῦ ἀπεστάλκασί με‘, ἀλλ’ ὅτι ‘Ὁ πατὴρ ἀπέσταλκέ με τὸν υἱὸν αὐτοῦ πρότερον, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀπέσταλκε δεύτερον.‘ Τοῦτο καὶ ὁ Ἰωὴλ προδηλῶν, προφητεύει ὡς ἐκ προ‐ σώπου τοῦ πατρὸς ἢ τοῦ υἱοῦ—λέγεται γὰρ ἀμφό‐
120τερα—· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει ὁ θεός· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Εἰ δέ τις καὶ Σολομῶντος τὴν λεγομένην Σοφίαν προσδέξεται, ταῦτα ἐκεῖ εὑρήσει τῷ θεῷ λεγόμενα· Μόλις
125εἰκάζομεν τὰ ἐπὶ γῆς, καὶ τὰ ἐν ποσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς, τίς ἐξιχνιάσειεν; Βουλήν σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιον πνεῦμα ἀπὸ ὑψίστων; Καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σοι ἐδιδάχθησαν
130ἄνθρωποι.102

12

Οὕτω μὲν ἡ κάθοδος τοῦ υἱοῦ τετέλεσται καὶ ἡ ἄνοδος· ἔτι δὲ καὶ ἡ παρουσία δεδήλωται τοῦ ἁγίου πνεύματος. Ἀλλ’ ἐπείπερ καὶ δευτέραν τοῦ σαρκωθέντος θεοῦ λόγου παρουσίαν ἐλπίζομεν—καὶ τοῦτο γὰρ ἡμᾶς πιστεύειν
5τῆς ἀληθείας οἱ κήρυκες ἐδίδαξαν—, ἴδωμεν κἀνταῦθα τὴν κοινωνίαν τῶν γραφῶν ἀμφοτέρων. Ἐν γὰρ τοῖς εὐαγγελίοις ἐμάθομεν ὅτι Τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου, δῆλον δὲ ἐν τῷ τῆς συντελείας καιρῷ, ἐρχό‐ μενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
10καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ. Ἐν δὲ τῷ Δανιὴλ ταῦτα φανερῶς ἀναγέγραπται· Κριτήριον ἐκάθισε καὶ βί‐ βλοι ἠνεῴχθησαν· ἐθεώρουν καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν
15τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἀρχὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις
20οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Πευστέον οὖν τῶν ἐκ περιτομῆς, εἰ μὴ δύο παρουσίας τοῦ Χριστοῦ πιστεύουσι γίνεσθαι ὡς καὶ ἡμεῖς, τίς οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν μετὰ τὴν συντέλειαν Δανιὴλ ἔρχεσθαι προεθέσπισεν; Εἶπεν γὰρ 〈ὅτι〉 Μετὰ
25τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸν ἀνθρώπου εἶδεν ἐρχόμενον, καὶ κριτήριον καὶ βίβλους καὶ πυρὸς ποταμὸν καὶ μυριάδας καὶ χιλιάδας πολλαπλασιαζομένας εἰς ἄπει‐ ρον λειτουργούσας τῷ ἐπὶ τῶν νεφελῶν ἐρχομένῳ. Τίς οὗτος εἰπάτωσαν. Ἆρα τοῦτον τὸν υἱὸν τοῦ ἀνθρώπου
30ὃν ἐπὶ τῶν νεφελῶν ἔρχεσθαι Δανιὴλ προεθέσπισεν, ἐκ γυναικὸς λέγουσι τίκτεσθαι, ἢ οὐδαμῶς; Εἰ μὲν οὖν ἐκ
γυναικὸς φήσουσιν αὐτὸν τίκτεσθαι, πῶς ἔτι γυνὴ μετὰ τὴν ἀνάστασιν τέξεται; Πότε δὲ αὐξηθήσεται ὁ τότε γεννώμενος, ἵνα ἀνὴρ τέλειος γένηται καὶ κρίνειν δυνή‐103
35σεται; Εἰ δὲ οὐ φάσκουσι τοῦτον ἐκ γυναικὸς τίκτεσθαι, πῶς ὁ μὴ ἐκ γυναικὸς τικτόμενος υἱὸς ἀνθρώπου γενή‐ σεται, ἢ ὅλως λεχθήσεται; Σαφῶς γὰρ ὁ προφήτης, ὡς ἔγραψεν, υἱὸν ἀνθρώπου ἐπὶ τῶν νεφελῶν εἶδεν ἐρχό‐ μενον, κρίνειν τὸν κόσμον μέλλοντα. Εἰ δὲ φήσουσιν
40ὅτι πρὸ τῆς συντελείας τεχθήσεται, καὶ ὑπὸ πάντων ὡς βασιλεὺς προσκυνηθήσεται, λεκτέον αὐτοῖς ὅτι τῆς βα‐ σιλείας τοῦ ἐπὶ τῶν νεφελῶν ἔρχεσθαι μέλλοντος πέρας μὴ εἶναι δεδήλωται, πᾶσα δὲ βασιλεία ἐν τῇ συντελείᾳ καταλυθήσεται. Ἐὰν οὖν ὁ παρ’ αὐτοῖς προσδοκώμενος
45πρὸ τῆς συντελείας τικτόμενος καὶ τοῦ βασιλεύειν τότε ἀρχόμενος ὑπὸ τῆς συντελείας καταλυθήσεται, εἰς μάτην ἐκεῖνος καὶ βασιλεύει καὶ τίκτεται, καὶ οὐκέτι ὁ τοιοῦτος εἰς αἰῶνας βασιλεύειν δυνήσεται· ὁ γὰρ ἅπαξ καταλυό‐ μενος καὶ πέρας βασιλείας δεχόμενος, εἰς αἰῶνας βα‐

12

(50)

σιλεύειν οὐδέποτε πιστευθήσεται. Ἀλλὰ δεξάσθωσαν τῆς δευτέρας παρουσίας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος πρῶτον οἱ ἀμαθεῖς τὸ διάφορον. Ἐν μὲν γὰρ τῇ πρώτῃ κάλλος ἢ δόξαν οὐκ εἶχεν, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, καὶ ἐπὶ ὄνον ἐκάθη‐
55το, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἀλλὰ λέγων· Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ἐν δὲ τῇ δευτέρᾳ ὡραῖος ἔσται τῷ κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ ἐπὶ τῶν νεφελῶν ἐλεύσεται χιλίας χιλιάδας ἔχων καὶ μυρίας μυριάδας λειτουργούσας αὐτοῦ
60τῷ θείῳ προστάγματι, καὶ ὀφθήσεται τότε τοῖς ἀξίοις αὐτοῦ δόξαν ἔχων μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Τίς δὲ μὴ γελάσεται, μᾶλλον δὲ τίς μὴ κλαύσεται τῶν ἐκ περιτομῆς τὴν παχύτητα; Βασιλέα προσδοκῶσι Χρι‐
65στὸν οἱ ἀνόητοι ἐπὶ συντελείᾳ ἐρχόμενον καὶ τοῦ Ἰσραὴλ
βασιλεύοντα, σαπφείρῳ καὶ σμαράγδῳ καὶ ὑακίνθῳ τὰ τῆς Ἰερουσαλὴμ ἀνακτίσοντα, καὶ πλοῦτον αὐτοῖς καὶ τρυφὴν χαριούμενον, καὶ πάσης ἡδονῆς προσκαίρου γε‐ νόμενον αἴτιον. Ἀλλ’ ἔλεγχον ἔχουσι σαφῆ καὶ ἀπαρα‐104
70λόγιστον Μαλαχίου τοῦ θεσπεσίου τὰ ῥήματα. Φησὶ γὰρ αὐτὸς περὶ τῆς παρουσίας τοῦ ἐν συντελείᾳ μέλλοντος ἔρχεσθαι—ποιεῖται δὲ λόγον ἐκ προσώπου κυρίου λέγοντος περὶ ἑτέρου κυρίου—· Ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου
75αὐτοῦ; Ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον. Ἆρα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου ἅπαξ μόνον
80ὡς αὐτοὶ λέγουσιν ἔρχεσθαι μέλλοντος, λεχθῆναι δυνή‐ σεται τὸ Τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου ὑπὸ Μαλαχίου λεγόμενον, καὶ τὸ Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ
85στάζουσα ἐπὶ τὴν γῆν, καὶ τὸ Ἰδοὺ ὁ παῖς μου ὁ ἀγαπητός· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ· κάλαμον οὐ κατεάξει καὶ λίνον οὐ σβέσει, ὡς Δαυῒδ καὶ Ἡσαΐας γεγράφασιν, ἢ περὶ ἑνὸς μὲν τοῦ αὐτοῦ τὰ ἀμφότερα, κατὰ ἄλλην δὲ καὶ ἄλλην
90παρουσίαν αὐτοῦ ταῦτα λεχθήσεται; Οἶμαι ὅτι οὐδεὶς ἀντερεῖ πρὸς τὰ οὕτως σαφῆ καὶ ἀπαραλόγιστα. Εἰ δὲ 〈περὶ〉 ἄλλου μὲν ταῦτα, ἐκεῖνα δὲ περὶ ἄλλου λέγειν τολμήσουσιν οἱ ἕνα θεοῦ υἱὸν μόλις δεξάμενοι, νῦν δύο λέγειν Χριστοὺς οὐκ αἰσχύνονται. Εἰ δὲ φή‐
95σουσιν ὅτι εἷς μέν ἐστιν ὁ Χριστὸς ὁ ἔρχεσθαι προσ‐ δοκώμενος, δεύτερον δὲ οὗτος πάντως ἐλεύσεται, ἅπαξ πρὸ τῆς συντελείας, καὶ πάλιν δεύτερον μετὰ τὴν συν‐ τέλειαν, γνωστὸν ἔστω τοῖς ἀπειθέσιν ὅτι καὶ τοῦτο συντόμως λυθήσεται. Εἰ γὰρ τοῦτο οὕτως ὡς αὐτοὶ

12

(100)

πλανῶνται γενήσεται, πότε τὸ κατὰ τοῦτον τὸν προσ‐ δοκώμενον ἔρχεσθαι εὐαγγέλιον κηρυχθήσεται, ἢ πότε ἀποστελεῖ θηρευτὰς πολλούς, καὶ θηρεύσουσιν ἐπάνω
παντὸς ὄρους καὶ βουνοῦ, καὶ λήψεται ἔθνη τὴν κλη‐ ρονομίαν καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς105
105γῆς, ἢ πῶς πληρωθήσεται τὸ ‘Αὐτὸς προσδοκία τῶν ἐθνῶν ἔσται‘, ἢ πῶς αὐτὸς ὁ θεὸς καὶ πατήρ—δεδό‐ σθω γὰρ τοῦτο κατ’ αὐτοὺς ὑπὸ μόνου λέγεσθαι τοῦ πα‐ τρός—ἀληθεύων δειχθήσεται, λέγων δι’ ἑνὸς προφήτου ὅτι Ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν αἰνετόν μου
110τὸ ὄνομα, καί· Ἐν παντὶ ἔθνει θυσία προσάγεταί μοι καὶ θυσία καθαρά; Πότε ἢ τίνος τὰ ἔθνη διδάξοντος αἰ‐ νεῖν τὸν θεόν, καὶ θυσίαν καθαρὰν προσάγειν αὐτῷ, εἰ ἐν τῷ καιρῷ τῆς συντελείας αὐτῆς ὁ Χριστὸς κατ’ αὐ‐ τοὺς σαρκωθήσεται, ὅτε οὐκ ἔσται λοιπὸν διδάσκων καὶ
115διδασκόμενος; Ἔστι δὲ καὶ ὑπὸ ἄλλων πολλῶν δεῖξαι ὡς ὁ ἤδη σαρκωθεὶς λόγος αὐτός ἐστιν ὁ προσδοκηθεὶς πάλαι καὶ νῦν προσδοκώμενος· πλὴν ἑνὸς ἐπιμνησθῆναι οὐκ ἄτοπον, καὶ δεῖξαι ὅτι καὶ τὸν χρόνον αὐτὸν ἡ γραφὴ προ‐
120μεμήνυκεν, ὃς καὶ τὸ πέρας ἐν τῇ καθόδῳ τοῦ σωτῆρος ἐδέξατο. Ἐν ταῖς εὐλογίαις τοῦ Ἰούδα φησὶν ὁ Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Δεσμεύων ἐπ’ ἄμπελον τὴν ὄνον αὐτοῦ,
125καὶ τῇ ἔλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ζητῆσαι δὲ προσήκει τὸν συνετὸν τῆς γραφῆς ἐπιστήμονα, πότε ἄρχων ἐξ Ἰούδα ἐξέλιπε, καὶ πότε τοῦ εἶναι ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ
130τελείως ἐπαύσαντο, καὶ ἰδεῖν τίς ἦλθεν ἐν ἐκείνῳ τῷ καιρῷ, καὶ γνῶναι ὅτι αὐτός ἐστιν ὡς ἀληθῶς ᾧ ἀπέκειτο, καὶ αὐτός ἐστιν ὄντως ἡ προσδοκία τῶν ἐθνῶν. Πότε γὰρ Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς ἀλλόφυλος ἐξ ἀλλοφύλου γενόμενος καταλύσας Ὑρκανόν τε καὶ Ἀρι‐
135στόβουλον, τοὺς ἕως τότε ἐκ τοῦ Ἰουδαίων ἔθνους ὄντας καὶ τὴν βασιλείαν διέποντας, ὑπὸ Ῥωμαίων πρῶτος ἐπιστεύθη τοὺς οἴακας τῆς βασιλείας; Οὐχ’ ὅτε ὁ σωτὴρ
ὁ ἡμέτερος ἔμελλε τίκτεσθαι; Οὐχ’ ἅμα συνῆλθον ἀμ‐ φότερα, ἐκ μηρῶν Ἰούδα ἀρχόντων καὶ ἡγουμένων ἡ106
140τελεία κατάλυσις καὶ τοῦ σωτῆρος ἡμῶν ἡ θεϊκὴ συγ‐ κατάβασις; Τότε γὰρ ὄντως ἡ προσδοκία τῶν ἐθνῶν παραγέγονε, Χριστὸς αὐτὸς ᾧ ἀπέκειτο, ὅτε τὰ τῆς ἐννόμου λατρείας πέρας ἐδέξαντο, καὶ πᾶσα θυσία καὶ ἀρχὴ καὶ ἡγούμενος ἐξ αὐτῶν ἐξῆρται καὶ καταλέλυται.
145Ποῦ γὰρ ἐξ ἐκείνου λοιπὸν ἡ λαμπρότης τῆς αὐτῶν μητροπόλεως; Ποῦ τοῦ ναοῦ τοῦ περιβοήτου ἡ δόξα καὶ τὸ ὀχύρωμα; Ποῦ δὲ καὶ οἱ ἄρχοντες αὐτῶν ἔτι καὶ ἡγούμενοι; Οὐ πάντα ταῦτα τὸ πέρας ἐδέξαντο, καὶ τὰ ἔθνη ὃν προσεδόκων ἀπέλαβον, καὶ ἐν παντὶ ἔθνει

12

(150)

θυσία προσάγεται τῷ θεῷ σήμερον καθαρὰ καὶ ἀμίαντος; Τοῦτο καὶ ψαλμὸν οἶδα προλέγοντα ὡς ἐκ προσώπου κυρίου· Μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.
155 Ἄξιον δὲ ζητῆσαι λοιπὸν μνησθέντα τῆς χρήσεως τῆς ἐν εὐλογίαις τοῦ Ἰακώβ, τί βούλεται τὸ ῥητὸν τὸ μετὰ τὸ Καὶ αὐτὸς προσδοκία ἐθνῶν· δεσμεύων ἐπ’ ἄμπελον τὴν ὄνον αὐτοῦ, καὶ ἐν τῇ ἔλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ, καὶ τὸ Πλυνεῖ ἐν οἴνῳ στολὴν αὐτοῦ.
160Ἄμπελον πολλαχοῦ τῆς γραφῆς τὸν Ἰσραὴλ εὕροις λε‐ γόμενον· Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρας, καί· Ὁ ἀμπελὼν κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι. Τοῦ Δαυῒδ καὶ Ἡσαΐου λόγων ἀκήκοας, καὶ πολλὰς τοιαύτας εὕροις, εἰ τοῦτο ζητήσεις, χρήσεις ἐν τῇ γραφῇ, δι’ ὧν
165ὁ Ἰσραὴλ ἀμπελὼν ὀνομάζεται. Δεσμεύει τοίνυν ὁ Χρι‐ στὸς ὁ ἐξ Ἰούδα τὸ κατὰ σάρκα γενόμενος ἐν τῇ ἀμπέλῳ τῷ Ἰσραὴλ τὸν ὄνον αὐτοῦ, τὸν λαὸν τὸν ἐκ τῶν ἐθνῶν, ᾧ καὶ καθίσας ἐπὶ τὸ πάθος ἐλήλυθεν, καὶ τῇ ἔλικι τῆς ἀμπέλου, ταῖς περιπλοκαῖς τοῦ γράμματος
170τῆς γραφῆς, ἥτις ἐκ τῆς ἀμπέλου πάλιν ἐβλάστησε, τὸν πῶλον τῆς ὄνου, τὴν ἐξ ἐθνῶν συστᾶσαν αὐτῷ ἐκκλη‐ σίαν, ἵνα αὐτοὶ τοὺς καρποὺς τῆς ἀμπέλου τρυγήσωσιν,
ὅτ’ ἂν ὥριμος ὁ βότρυς τῆς γνώσεως γένηται. Γέγονε δὲ ὅτε τοῦτον οἱ Ἰουδαῖοι ἐν ξύλῳ ἐκρέμασαν· οὗτος107
175γὰρ πλύνας ἐν οἴνῳ στολὴν αὐτοῦ, τουτέστιν ἐν τῷ ἰδίῳ αἵματι τὴν σάρκα τὴν ἡμετέραν, ἥτις στολὴ αὐτοῦ γέγονε, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ —σταφυλὴ γὰρ γενέσθαι οὐκ ἀπηξίωσεν, ἐκ τῆς ἀμπέλου τοῦ Ἰσραὴλ γεννηθῆναι καταδεξάμενος, καὶ τῷ αἵματι
180αὐτοῦ ἔπλυνε τὴν περιβολὴν αὐτοῦ—, ἀμπελῶνα καλῶν τὴν ἐκκλησίαν αὐτοῦ, πεποίηκεν ἐκτείνουσαν ἕως θα‐ λάσσης τὰ κλήματα καὶ ἕως ποταμῶν τὰς παραφυάδας τῆς πίστεως. Ἀλλὰ μὴ λυμάνηται αὐτὴν ὗς ἐκ δρυμοῦ μονιὸς ἄγριος κατανεμήσηται αὐτήν, δέσποτα τῶν
185ἁπάντων φιλόψυχε καὶ θεὲ τῶν πνευμάτων. Σὺ γὰρ ταύτην ἐπὶ τὴν πέτραν καλῶς ἐστερέωσας, καὶ πύλαι ἅδου οὐ κατισχύσουσιν αὐτὴν εἰς αἰῶνας, ὡς δίκαιος
βασιλεὺς δικαίως ἐνομοθέτησας.108

13

Τούτων ὦδε πῶς ἐκ τῶν σποράδην ἐν τῇ θείᾳ γραφῇ λελεγμένων ἀπὸ μέρους συνειλεγμένων, δέδεικται σὺν εὐμενείᾳ τοῦ σαρκωθέντος θεοῦ, τῆς ἁγίας αὐτοῦ ἐκκλησίας τὸ κάλλος τῆς πίστεως, καὶ ὅτι ὅσα ἐκ τῶν
5θεσπεσίων ἀποστόλων παρέλαβεν, ἄνωθεν Μωσῆς καὶ οἱ προφῆται καὶ οἱ πρὸ τούτων πατριάρχαι προέγραψαν. Εἰς ἕνα γὰρ πιστεύει θεὸν ἡ ἐκκλησία τοῦ θεοῦ, ἐν τρισὶ δὲ τοῦτον οἶδε ταῖς ὑποστάσεσι· καὶ τοῦτο δὲ δείκνυται ὡς οἱ παλαιοὶ πρῶτοι ἐπίστευσαν, καὶ ἡμᾶς
10πιστεύειν ἐδίδαξαν. Εἰ υἱὸν ἔχει ὁ θεός, ἦν τὸ ζητού‐ μενον, καὶ τοῦτο ἐκ τῆς θείας γραφῆς ἔχειν πεφανέρωται. Εἰ οὗτος ὁ υἱὸς σαρκοῦσθαι δύναται, γέγονε ζήτησις, καὶ οὐκ εἴασε τὸν λόγον ἀμάρτυρον ἡ ἀλήθεια. Εἰ παρθένος ἄνευ ἀνδρὸς τίκτει ποτέ, λόγος κεκίνηται, καὶ
15Μωσῆς σὺν τοῖς προφήταις τοῦτο παρέστησεν ἐπὶ μόνῃ τῇ θεοτόκῳ γενόμενον. Εἰ βάπτισμα ὁ σαρκούμενος θεὸς δύναται δέξασθαι, ἐπῆλθεν εἰς νοῦν, καὶ τοῦτο ἀπέδειξαν οἱ προφητικοὶ λόγοι γενόμενον. Τὰ θαύματα πάντα καὶ τὰ πάθη καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν,
20φανερὸν ὡς ὁ νόμος καὶ οἱ προφῆται προέγραψαν. Τῆς ἀναστάσεως αὐτοῦ τὸ θεῖον μυστήριον οὐ μόνον οἱ παλαιοὶ καὶ πρόπαλαι, ἀλλὰ καὶ οἱ ὕστερον ἐν Ἰουδαίοις ἐπίσημοι μεμηνύκασι. Τὴν ἀνάληψιν αὐτοῦ τὴν εἰς οὐρανοὺς διὰ πολλῶν προφητικῶν ἐμάθομεν φωνῶν.
25Τὴν κάθοδον τοῦ ἁγίου πνεύματος, τὴν μετὰ τὴν ἄνοδον τοῦ ἡμετέρου Χριστοῦ, οὐκ ἀφῆκαν οἱ λόγοι διαμφι‐ βάλλεσθαι. Τὴν δευτέραν τοῦ σωτῆρος ἔνδοξον παρου‐ σίαν, ἡνίκα κρίνειν μέλλει τὰ σύμπαντα, τηλαυγῶς ὁ λόγος ὑπέδειξεν. Ἐν τούτοις γὰρ ἦν τῶν λεγομένων
30ἡ βάσανος, καὶ ταῦτα Χριστὸς διὰ τῆς ἀληθείας αὐτῆς ἐπιστώσατο. Λεῖπον ἐστὶ λοιπόν” πρὸς τὸν Ἰουδαῖον τὸν διαλε‐ γόμενον ἔφησα, “τὸ κάλυμμα τῆς ψυχῆς κἂν νῦν ἀπορ‐ ρίψαντας ὑμᾶς τοὺς ἐν νόμῳ τὴν καύχησιν ἔχοντας καὶ
35διὰ τῆς παραβάσεως τὸν θεὸν ἀτιμάζοντας προσελθεῖν τῷ Χριστῷ καὶ φωτισθῆναι καθὼς Δαυῒδ ὑμᾶς ἐμαρ‐ τύρατο, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθήσεται. ‘Μετανοήσατε τοίνυν καὶ ἐπιστρέψατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ κυρίου‘, καὶ νῦν109
40Πέτρος προσβοᾷ ὑμῖν ὥσπερ καὶ τὸ πρότερον. Οὐχ’ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει, εἶπεν τίς τῶν τῆς ἐκκλησίας σοφῶν, ἀλλ’ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Καὶ ταῦτα μὲν ὑμῖν δι’ ὀλίγων ἀρκέσει πρὸς ἐντροπὴν ἀπειθήσασι. Διαμαρτύρασθαι δὲ ὑμῖν τὸν οὐρανὸν καὶ
45τὴν γῆν, ὅπερ καὶ τοὺς παλαιοὺς οἶδα ποιήσαντας, ἀναγκαῖον ὑπείληφα· βλέπετε ἄθλιοι ὅτι τὸ φῶς ὃ προσ‐ δοκᾶτε σκότος ἐστί, καὶ τὸ φῶς ὑποκρίνεται. Ὑπομένετε φῶς, καὶ σκότος ὑμῖν εὑρεθήσεται· μεσημβρίας ἐκδέχεσθε, καὶ ἐν ἀωρίᾳ περιπατήσετε. Χριστὸν γὰρ ὃν ἀναμένετε,

13

(50)

ἀντίχριστός ἐστι καὶ ὀνομάζεται· καὶ εἴπερ ὑγιῶς τὴν γραφὴν ἀνεπτύσσετε, οὐδὲ τὰ περὶ τούτου ἂν ὑμᾶς διελάνθανε· πάντα γὰρ τὰ κατ’ αὐτὸν τηλαυγῶς προμε‐ μήνυται. Ἀναβλέψατε τοίνυν ὀψέ γ’ οὖν καὶ τῶν ὀφθαλ‐ μῶν τὰς λήμας, μᾶλλον δὲ τὴν τύφλωσιν ἀποβάλλεσθε.
55Εἰ δὲ ἀνιάτως ἔχειν μᾶλλον αἱρεῖσθε καὶ τῇ ἀληθείᾳ οὐ πείθεσθε, λέξει Χριστὸς ἀεὶ καὶ πολλάκις διὰ τοῦ θείου Ἡσαΐου περὶ ὑμῶν· Ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν
60οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.” Ἡμᾶς δὲ σῶτερ ἡμέτερε, ὁ τῷ οἰκείῳ λυτρωσάμενος αἵματι καὶ τῷ σῷ καλεῖσθαι ὀνόματι μὴ ἀπαξιώσας, φύλαξον ἐν δόγμασιν ἀληθείας, ἐν ὀρθοδόξῳ φρονήματι, ἐν φυλακῇ τῶν ἐντολῶν σου τῶν θείων, ἵνα λέγοντες
65ἅπερ ἐδίδαξας, καὶ πράττοντες ἅπερ ὑπέδειξας, τὸν μὲν βίον τῇ πίστει τειχίζωμεν, τὴν δὲ πίστιν τῷ βίῳ μὴ ἐπαισχύνωμεν. Μὴ εἴποις καὶ περὶ ἡμῶν φιλάνθρωπε δέσποτα, ὅτι Τὸ ὄνομά μου δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Οὐ γὰρ ἀρκέσει μόνον τὸ καλεῖσθαι Χρι‐
70στιανοὺς πρὸς σωτηρίαν ἡμῖν· δέος δὲ ὅτι τοῦτο μόνον
ἡμῖν ἀρκέσει πρὸς κατάκρισιν μὴ ἀξίως πολιτευομένοις τοῦ ἐπαγγέλματος. Εἰ γὰρ ᾧ πολὺ παρετέθη πολὺ ἀ‐ παιτηθήσεται, καὶ πᾶς ὁ γνοὺς τὸ θέλημά σου καὶ μὴ ποιήσας δαρήσεται πολλάς, τί ποιήσομεν ἡμεῖς τὸ μέγα110
75καὶ σεβάσμιον ὄνομά σου τὸ ἀπὸ Χριστοῦ καλεῖσθαι σπουδάζοντες, σὲ τὸν υἱὸν τοῦ θεοῦ καταπατοῦντες καὶ τὸ αἷμα τῆς διαθήκης κοινοῦντες ἐν ᾧ ἡγιάσθημεν, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐνυβρίζοντες; Εἰ γὰρ καὶ λέγεται πρός τινων σοὶ τῷ ἀδεκάστῳ κριτῇ· Καὶ ἐφάγομεν
80ἐνώπιόν σου, καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας, καί· Τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν, ἀπόκρισις δίδοται φοβερὰ τοῖς ἀκούουσιν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ πάντες οἱ ἐρ‐ γαζόμενοι τὴν ἀνομίαν. Φοβηθῶμεν οὖν ἄνθρωποι τὴν
85ἀγανάκτησιν καὶ φύγωμεν τὴν κατάκρισιν· οὐδὲν γάρ ἐστιν ἐν ὀδύναις βαρύτερον τοῦ λογικὴν ψυχὴν κατα‐ δικασθῆναι τὴν ἄγνοιαν· ἧς ἡμᾶς ἐλευθερώσει Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ τὸν θάνατον ἡμῶν μὴ βουλόμενος, ἀλλὰ
τὴν ἐπιστροφὴν ἡμῶν ἐκδεχόμενος.111