TLG 3185 001 :: ANONYMUS DE SCIENTIA POLITICA :: De scientia politica dialogus (olim sub auctore Petro Patricio) (e cod. Vat. gr. 1298)

ANONYMUS DE SCIENTIA POLITICA Hist., Περὶ πολιτικῆς ἐπιστήμης fiq Anonymus περὶ πολιτικῆς
(fort. Constantinopolitanus: A.D. 6)

De scientia politica dialogus (olim sub auctore Petro Patricio) (e cod. Vat. gr. 1298)

Source: Mazzucchi, C.M. (ed.), Menae patricii cum Thoma referendario de scientia politica dialogus. Milan: Università Cattolica del Sacro Cuore, 1982: 1–55.

Citation: Page — (line)

1

(1t)

〈ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ
2tΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ〉
3*** προστάττοι παραγγέλματα, περιθείτω τὸν πόλεμον, νῦν μὲν κατὰ τὰ ὦπα γιγνόμενος τ̣ῶν παρατάξεων̣, νῦν δὲ πρὸς
5τοῖς κέρασι, καὶ νῦν μὲν πρὸς ταῖς οὐραγίαις, νῦν δὲ πρὸς τοῖς ὀπισθοφύλαξιν, δι’ αὑτοῦ παραγγέλλων τοῖς̣ ἄρχουσι(ν) μικροῖς τε ἅμα καὶ μεγάλοις ἔν τε τῷ στρα̣τῷ δημηγορῶ(ν) ὀλίγοις τε ἅμα καὶ στρατιωτικώτερον ὡς ἂν ἥ τε ἀκοὴ καὶ ὁ καιρὸς παρέχοιτο, ἐκεῖνο ἐν τοῖς μάλιστα ἐπιτηδεύω(ν), τὸ ὀνομα‐
10κλήδην ὀνομάζειν ἄνδρα ἕκαστον, ὃ Κύρῳ τῷ Πέρσῃ κατορθω‐ θὲν φίλτρον τε ἐπορίσατο ἔν τε ταῖς στρατηγίαις τὰ μέγιστα συν‐ εβάλλετο· καὶ ἅμα μὲν δεικνὺς οὐ μόνον τοῦ τέλους αὑτὸν τοῦ πολέμου, ἀλλὰ καὶ τῶν κατὰ ἄνδρα ἕκαστον ἀνδρείας τε πέρι καὶ ἀνανδρίας εἶναι θεωρὸν ἀκριβῆ τε ἐξεταστήν, πειθοῖ πρὸς
15τοῦτο χρώμενος ὀφθαλμῶν βλέμματι εἰς ἕκαστον ἰδίᾳ τρανέ‐ στερόν τε καὶ σχετικώτερον ὁρώντων, ἅμα δὲ καὶ χρηστοτέ‐ ρας ἐλπίδας ὑπὲρ τῶν παρόντων κινδύνων παρεχόμενος καὶ ταύτῃ προθυμοτέρους ποιῶν τοὺς ἀγωνισομένους. οὐ γὰρ ἄν τις 〈ἄλλωσ〉, οὐδ’ Ὅμηρος ὑπέλαβεν εἰπὼν τὸ “ἀνέρες ἔστε φί‐
20λοι μνήσασθε δὲ θούριδος ἀλκῆς”. ἡ μὲν οὖν τοῦ πολέμου τάξις τε οὑτωσ̣ί̣ π̣ως γιγνομένη καλῶς ἄν, οἶμαι, γίγνοιτο. τοῦ δὲ τῆς παρασκευῆς καιροῦ ἀρχὴ μὲν ὑπαυγαζούσῃ γινέσθω ἅμα
ἠοῖ, τέλος δὲ ἡλίῳ ἀνίσχοντι· ὁ δέ γε στρατὸς ἠρεμείτω. τέω̣ς1

2

οὕτω τοῖς ὅπλοις κεκοσμημένος ἀτρέμας ἐφ’ ἑαυτοῦ ὁλοσχερῶς ἑστηκὼς ῥιγῇ, τὴν μὲν ὄψιν πρὸς τῷ σημείῳ ἔχων, ὃ τοῦ στρατοῦ ἡγεῖσθαι σύνηθες, τὴν δὲ ἀκοὴν τοῖς τοῦ πολέμου σημάντορσιν ἐκδιδούς. ὃ παράγγελμα φυλαττόμενον μὲν τὸ
5πᾶν ἀεὶ τοῦ πολέμου κατωρθωκὸς γνωρίζεται, παραβαθὲν δὲ μεγίστας ἐργασάμενον̣ βλάβας· τῶν γάρ τοι μάλιστα ἀναγκαί‐ ων ἂν εἴη τοὺς τοῦ π̣ο̣λέ̣μου σημάν̣τορας ἀγαθούς τε τὸ(ν) πόλεμον εἶναι, τήν τε σημαντικὴν ἀκριβῶς ἠσκημένους τέχνην. Σκυθῶν μὲν οὖν οἱ σημάντορες οὕτω σημαίνειν εἰσέτι λέγονται
10σάλπιγξιν τὰ κατὰ τὸν πόλεμον πρακτέα ὡς ἂν σχεδὸν γλώσ‐ σαις ἕτεροι, ἡμεῖς δὲ ἐκεῖνα νῦν ἐπιτάξωμεν ἃ καὶ τοῖς πολλοῖς εἰς μάθησιν δυνατά, καὶ τῷ πολέμῳ κατορθούμενα μὲν χρήσι‐ μα, ἀγνοούμενα δὲ βλαπτικὰ ἂν εἴη, σημαίνοντα δηλαδὴ τῇ σάλ‐ πιγγι μονάς τε καὶ ἀναμ̣ο̣νάς, ἐγέρσεις τε καὶ νυκτεγερσ̣ίας,
15ὁπλίσεις τε καὶ σιδηροφορίας, πορείας ὀξυτέρας τε καὶ σχολαι‐ τέρας, παρατάξεων τε σχηματισμούς, ὧν μάλιστα στίχας ἀν‐ δρῶν αἷς ἂν “ἀσπὶς εἰς ἀσπίδα, καθ’ Ὅμηρον, κόρυς κόρυν ἀνέρα δ’ ἀνὴρ ἐρείδοι”, ἔτι δὲ καὶ ὁρμὰς κατὰ πολεμίων, μίξεις τε καὶ διακρίσεις, κυκλήσεις τε καὶ ὀρθοστιχίας, ἀπο‐
20στροφάς τε καὶ ἀνακομίσεις, ἀναπαύλας τε καὶ παλινορμάς, διώξεις τε καὶ στάσεις καταλήψεις τε ὀχυρωμάτων. Ἑκάτερον ἀληθῶς—ὦ Μηνόδωρε—ἀναγκαῖον ἐν πολέμῳ, τό τε σημαίνεσθαι τὰ πρακτέα ταῖς σάλπιγξιν ἥ τε τοῦ στρατοῦ ὀξυτάτη ὑπακοή. πῶς γὰρ ἂν ἀρκέσοι στρατηγὸς τοῖς ὅλοις
25τοῦ πολέμου παραγγέλμασιν ἐν τοιῷδε μάλιστα καιρῷ ὅτε σχε‐ δὸν ὄντως ἐστὶν ἀνάγκη; Πάνυ μὲν οὖν, ἀλλ’ ἔτι τοσόνδε πρὸς τὴν μελέτην, εἰ δοκεῖ, τοῦ πολέμου ἐπιτάξωμεν.
Τί δὴ μάλιστα;2

3

Τοῖς μὲν ἄλλοις ὅπλοις κοσμείσθωσα(ν) ἅπασιν ἀπαραλείπ‐ τως ἐν ταῖς μελέταις οἱ τοῦ πολέμου ἀγωνισταὶ καθὰ καὶ ἐν τῷ ἀληθινῷ πολέμῳ, ἀντὶ δὲ δοράτων ῥάβδους φερέτωσαν χλωράς τε καὶ μακράς, ὧν αἱ ἀρχαὶ μίλτῳ βαφεῖσαι ἐν τῷ παίζειν τὸν
5πόλεμον καὶ παίειν ἀλλήλους δήλους ποιήσουσιν τοὺς εὖ καὶ κακῶς γυμναζομένους, ὧν οἱ μὲν ἔμπροσθεν φέροιεν καὶ κατὰ τῶν ἀσπίδων τοὺς τῶν πληγῶν τύπους, οἱ δὲ κακοὶ κατὰ τοῦ σώματος καὶ ὄπισθεν. Οὐκ ἀλόγως—ὦ Μηνόδωρε—τοῦτο ἂν ἐπιταχθείη.
10 Πεζοὶ μὲν οὖν—ὦ Θωμάσιε—ὧδε τετάχθωσαν, τοὺς δὲ ἱπ‐ πεῖς ὁ ἵππαρχος ταττ̣έτω τὸν ὅμοιον τρόπον, ἀλλὰ ποτὲ μὲν χωρὶς κατ’ αὐτούς, ποτὲ δὲ παρ’ ἑκάτερα ἑκατέρας φάλαγγος τὰ κέρατα, ἀξιοχρέως τε καὶ ἰσοδυνάμως ἀλλήλοις ἀντιτάτ̣‐ των, ἔτι δὲ καὶ 〈χωρὶσ〉 ὀπισθοφυλάκων καὶ σκευοφυλάκων
15ἀνὰ πεντακοσιοστὺν ἀνδρῶν ἱππέων ὡς ἀπὸ σταδίου ἑνὸς̣ τοὺς τῶν πολεμίων κατασκοπούντων λόχους τε καὶ ἐνέδρας. Ἀναγκαίως καὶ τόδε οὕτω γιγνόμενον ἂν γίγνοιτο. Οὕτω δὴ οὖν ἁπάντων κεκοσμημένων τε καὶ παρασκευασμέ‐ νων, κλίνοντος ἤδη πρὸς δύσιν τοῦ ἡλίου σημαινέσθω ταῖς σάλ‐
20πιγξιν ὁ τυπικὸς πόλεμος· τῆς δὲ τῶν φαλάγγων συμπλοκῆς γιγ̣νομένης οἱ σημάντορες σημαινέτωσαν ὅσα διεληλύθαμεν τοῦ πολέμου σχήματα. ὁ μὲν στρατηγὸς ἄνω καὶ κάτω, ὡς ἐρρήθη, περιθέω(ν) τοῦ τε πολέμου πανταχοῦ καὶ πᾶσι δρομικαῖς π̣α̣ρίτω
ἐπιφοιτήσεσι, ἐποτρύνων τε ἕκαστον ἅμα δὲ καὶ ἐποπτεύων,3

4

ἀντὶ δὲ τοῦ χερσὶν πολεμεῖν, νῷ τε καὶ ὄψει ἐπερχέσ̣θω̣ ἀκριβῶς τὰ γιγνόμενα. τῆς δὲ μάχης καρτερῶς, εἰ καὶ οὐκ ἀληθῶς, γε‐ νομένης ἐπὶ ὥρας ἀμέλει τρεῖς ἢ τέτταρας, παῦλα σημαινέσθω τοῦ πολέμου· τῆς δὲ ἐπιούσης ἡμέρας ἀνίσχοντος ἡλίου ὁ
5στρατίαρχος ἀθροιζέτω τ̣οῦ στρατοῦ πάντας ἄρχοντάς τε καὶ ἀρχομένους καὶ τὴν τῆς μελέτης ζήτησιν ἀκριβῶς μὲν ποιη̣σ̣ά‐ μενος, ἀκριβεστέρα(ν) δὲ καὶ σπουδαιοτέραν ἢ γίγνετα̣ι̣ τ̣ο̣ῖ̣ς̣ π̣ᾶσι γίγνεσθαι δ̣ε̣ι̣κνύ̣ς, δι̣ακρινέτω χωρὶς μὲν τούς τε τὴν̣ τ̣ά̣ξιν ἐν τῇ στάσει καὶ καρτερίαν ἐν τῷ ἀτρεμεῖν καὶ ὑπακοὴν περὶ τὰ
10σημανθέντα φυλάξαντας, τούς τε ἐν τῇ μάχῃ ἀριστεύσαντας, χωρὶς δὲ τοὺς ἐναντίως ἢ πάμπ̣αν ἢ ἐν μέρει πράξαντας, κρίσιν τε φερέτω ἐπ’ αὐτοῖς γνώμῃ τῶν ἄλλων ἀρχόντων, οὐ πάντων μέντοι, μόνων δὲ τῶν φαλαγγαρχῶν καὶ χιλιάρχων· ὧν τοὺς μὲν ἀγαθοὺς στεφάνων ἀξιούτω ἐπαίνων τε καὶ τιμῶν καὶ γερῶν
15δημοσίων, τ̣ῶ̣(ν̣) δὲ κακῶν φωραθέντων τοὺς μὲν πληγαῖς, τοὺς δὲ κ̣α̣ὶ̣ τριχῶν στερήσει ἀτιμάσει, ἄλλους δὲ τῆς στρατείας ἔξω κα̣ταστήσει ἐπονείδιστον αὐτοῖς βίον ἐπιτάττων. ἀλλὰ ταῦτα μὲν ἐν μελέταις· ἐν δὲ τῷ ἀληθινῷ πολέμῳ τοὺς μὲν μελῶν ζημιώσει ἀποβολαῖς, τοὺς δὲ (καὶ) ὁλοσχερεῖ θανάτῳ πα‐
20ραδώσει, καί, ἁπλῶς εἰπεῖν, ἕκαστο(ν) προσφόρως τε καὶ ἀξίως ἀμειβόμενος ἀρετῆς τε πέρι καὶ κακίας· ὧν τοὺς ἄρχοντας πρώτους ἀξιώσει ὁποτέρας ἀξιοῦσθαι δεῖ τιμῆς τε ἢ ἀτιμίας. τῇ δὲ τοιᾷδε ζητήσει μέγεθος, ὡς ἐρρήθη, περιτεθῆναι δημοσίᾳ καὶ
ὑπὲρ τὴν ἀξίαν πάντων ἂν εἴη συμφορώτατον. καλείσθω γάρ4

5

τοι πᾶς ὁστισοῦν ἀρχόντων τε ἢ ἀρχομένων ἢ αὐτὸς εἰδέναι ἢ παρ’ ἄλλου του ἀκοῦσαί τι τῶν κατὰ πόλεμον λεγομένων, καὶ αὐτεπάγγελτός γε μὴν εἴ τις ἔλθοι, προσδεχέσθω ἐπιμαρτυρήσων οἷς οἶδεν αὐτὸς οἷς τε παρ’ ἄλλω(ν) ἀκούσας ἔτυχεν. γνωριζέ‐
5σθω δὲ τὰ κατὰ τοὺς ἀγαθοὺς ἐν πολέμῳ καὶ κακοὺς εὑρισκο‐ μένους ἐν ταῖς σφετέραις ἑκάστων πατρίσι τε καὶ οἴκοις †χω‐ σι† παρὰ τῶν ἀρχόντω(ν), τῶν μὲν ἀγαθῶν τιμῆς 〈χάριν〉 καὶ γερῶν, τῶν δὲ κακῶν ὀνειδισμοῦ. ὃ τῇδε γιγνόμενον καὶ φυ‐ λαττόμενον παιδευτικὸν εἴπερ τι ἄλλο τῆς πολεμικῆς ἀρετῆς
10ἀνδράσιν ἂν εἴη στρατιώταις, φόβον τε αὐτοῖς ἅμα καὶ ἔρωτα ἐμποιοῦν, τ̣ὰ̣ μὲν πρὸς κακίας ἔκκλησιν, τὸ δὲ πρὸς ἀρετῆς ἔφεσιν. μία γάρ—ὦ φίλε ἑταῖρε—μία καὶ μόνη αἰτία τῆς τε πολεμικῆς τῆς τε ὅλης π̣ολιτικῆς εὐεξίας ἡ τῶν ἀγαθῶν τιμὴ καὶ τῶν κακῶν ἀτιμία, ὥσπερ καχεξίας τὸ ἀνάπαλιν γιγνόμενον·
15καὶ τοῦτο οὕτω δοξάζειν ἀδαμα(ν)τίνως χρὴ τοὺς ἀληθείας τυ‐ χεῖν ἐθέλοντας καὶ πολιτικοὺς εἶναι βουλομέν̣ους. Τόδε μὲν οὖν—ὦ Μηνόδωρε—παντί τῳ δῆλον· ἐκεῖνο δέ μοι καὶ πάνυ ἄδηλο(ν), ὅτου χάριν τοῦ μὲν πεζικοῦ περὶ στρατοῦ εὖ τε καὶ ἱκανῶς διελήλυθας, τοῦ δὲ ἱππικοῦ, δέον, ὡς ἐγᾦμαι,
20πρῶτόν τε καὶ π̣λατύτερον, οἷα καὶ τιμιωτέρου τ̣υ̣γχάνοντος, ὅμως οὕτω φαύλως ἐμνημόνευσας, ὡς πάρεργον νομίζεσθαι τοῦ πεζικοῦ. Ἐπισκήπτειν μέν—ὦ Θωμάσιε—οὐκ ἀπὸ τρόπου μοι δοκεῖς· οὐ μὴν δὲ κατὰ τὸ ὅλον, ἀλλὰ τὸ μέν, τὸ δὲ ο̣ὔ. πρώτην μὲν
25γὰρ ἐν πολέμῳ τὸ π̣εζικὸν ἔχειν τάξιν εἰκότως καὶ νῦν ἔγωγε5

6

φαίην, τοῦ δὲ ἱππικοῦ πῶς φῂς φαύλως μνήμην γενέσθαι, τὴν αὐτὴν τῷ πεζικῷ τάξιν ἐν οἷς διεληλύθαμεν λαβόντος̣; ἢ οὐ περιττόν̣ πως ἂν ἔδοξε ταὐτὰ λέγειν περὶ αὐτοῦ ἅπερ καὶ περὶ ἐκείνου ἐρρήθη;
5 Τοῦτ̣ο̣ μέν—ὦ Μηνόδωρε—ἴσως ἂν εἴη καὶ μόλις θερα‐ πεύοιτο· πῶς δὲ ὅμ̣ως δεύτε̣ρον ἀξι̣ο̣ῖ̣ς τ̣άττεσθαι τοῦ πεζικοῦ τὸ ἱππικόν; ἢ οὐ μέμνησαι τοσαυτάκις ἱστορήσας ὅτι παρὰ Ῥωμαίοις δεύτερον εὐθὺς μετὰ τοὺς ἀρ̣ίστου̣ς, οὓς καὶ πατέρας ἐκάλουν, τὸ τῶν ἱππέων εἴη ἀξίωμα;
10 Εἰ μὲν περὶ ἀξιωμ̣ά̣των—ὦ Θωμάσιε—π̣ροὔκειτ̣ο ἡ ἐπίσκε̣‐ ψις, εἶχεν ἄν σοι̣ τ̣ὸ εἰκὸ̣ς ὁ λόγο̣ς̣· πόλεμον δὲ μελετῶντες, εἰ περὶ ἀξιωμάτω(ν) διαφεροίμεθα, ἐκεῖνο̣ ἂν πάσχοιμεν ὡς εἴ τις 〈ὥσπερ〉 περὶ ὀφθαλμῶν καὶ τ̣ρι̣χῶν οὕτ̣ω τῆς ῥώμης καὶ τῆς τέχνης φυσιολογοῖ.
15 Τί οὖν—ὦ Μηνόδωρε—καὶ ὡμολογημένως ἄρα ἤδη ληπ‐ τέον ἐν πολέμῳ τοῦ ἱππι̣κοῦ τὸ πεζικὸ(ν) ἀναγκ̣α̣ι̣ό̣τ̣ε̣ρον εἶναι; Εἰ καὶ ὁ λόγος—ὦ Θωμάσιε—β̣ούλοιτο, καὶ πάνυ ὡμο‐ λογημένως̣, ἢν δὲ μή, οὐδὲ ὡμ̣ολογημένως οὐδὲ ἄλλως πω̣ς· σ̣κοπῶμεν δὲ εἰ δοκεῖ κοι̣νῶς περὶ αὐτοῦ.
20 Κα̣ὶ̣ μάλα μὲν οὖν σκοπητέον. Πᾶν ὁτιοῦν—ὦ Θωμάσιε—αἰτία̣ν ἔχον τοῦ εἶναι ἢ εὖ εἶναι τῇ οἰκείᾳ αἰτί̣ᾳ καθ’ ἑκάτερον ἢ ὁπότερον, ὥς γε οἶμαι, ἢ σ̣υν‐ διασωθήσεται ἢ συνα̣ναιρεθήσεται. Π̣ῶ̣ς λέγεις;
25 Οὕτως ἅν(θρωπ)ος, φέρε, τοῦ μὲν εἶναι τὴν ζωήν φαμε̣ν ὅτι ἔχει αἰτίαν, τοῦ δὲ εὖ̣ εἶναι τὴν ἀρετήν· τῇ μὲν ο̣ὖ̣ν̣ ἀρετῇ παρού‐ σῃ μὲν συνδιαμενεῖ ἡ̣ τῆς ψυχῆς εὐεξία̣, ἀπ̣ούσῃ δὲ συνοιχήσεται, τῇ δὲ ζωῇ παρούσῃ τε καὶ ἀπούσῃ αὐτὸ τὸ εἶναι καὶ μὴ εἶναι τὸν ἄν(θρωπ)ον̣.
30Ἀληθέστατα̣.6

7

Οὐκοῦν καὶ πολιτείαν 〈εἰ〉 ἔχουσα̣ τύ̣χοι τῆς οἰκείας γενέσε‐ ως καὶ εὐεξίας αἰτίαν, ἐφ’ ὅσο(ν) μὲν αὐτῆς ἀν̣τ̣έχοι̣το, εἰκὸς ὡς̣ ἂν καὶ διαμένοι καὶ εὐεκτο̣ῖ̣, ἢν δὲ μή, οὐ διαμένοι ἢ μένου‐ σα καχεκτοῖ̣;
5 Καὶ τ̣οῦ̣το πᾶν ἀληθ̣ές. Ἡ τοίνυν Ῥωμαίων πολιτεία τίνι—ὦ Θωμάσιε—χρωμένη αἰτίᾳ εἰς ἐκεῖνο ἦλθε μέγεθος; Εὔδηλον οἶμαι—ὦ Μηνόδωρε—ὡς τῷ πολέμῳ· καὶ̣ τ̣ὴν γ̣ένεσιν γὰρ πρῶτον μὴ οὖσα καὶ πόλις ἐξ ἐλαχίστης μεγίστη
10γενομένη τὸ κράτος ἐκ τούτου ἐσχηκέναι γνωρίζ̣ετα̣ι. Πάνυ μὲν οὖν· ποῖον δὲ μάλιστα πολέμου̣ εἶδος μετελθοῦ̣σα κεκρά̣τ̣ηκεν; ο̣ὐ τὸ̣ πεζικόν; Πεζ̣ικὸν μὲν ὡς ἐπὶ π̣ᾶν, οὐκ ἄνευ δὲ τοῦ ἱππικοῦ—ὦ Μηνό‐ δωρε—συ̣ν̣επαμύνοντός τε καὶ τὰ μέγιστα βοηθοῦντος̣.
15 Τ̣ὸ̣ δὲ ἐπ̣ὶ π̣ᾶν—ὦ Θωμάσιε—καὶ μάλιστ̣α̣ οὐ πρῶτόν τε ἂν εἴη τῇ τάξει καὶ ἀναγκαιότερον; Ἀνάγκη. Καλῶς οὖν—ὦ βέλτιστε—πρότερον ἢ̣ μ̣ὴ̣ ἐτάττετο καὶ ἀ‐ ναγκαιότερον ἐν πολέμῳ τ̣οῦ ἱππικοῦ τὸ πεζικόν;
20 Ἔο̣ικεν. Ἀλλὰ καὶ τόδε ἱστορήσα(ν̣)τα οἶμαί σε—ὦ Θωμάσιε— μεμνῆσθαι ὅτι τοῦ Ῥωμαίω̣(ν̣) σ̣τ̣ρατοῦ τῇ τῶν πεζῶν χιλιάδι π̣οτὲ μὲν ἑκατὸν̣ ποτὲ δὲ καὶ ἥττους ἱππεῖς εἵποντο, οὐ [τοῦ] π̣ολεμεῖν̣, ὅσον τῶν περὶ τὸν πόλεμον ἕνεκα χρειῶν.
25 Καὶ π̣άνυ μὲν οὖν μέμνημαι, ἀλλ’ ἔγωγε—ὦ̣ Μηνόδωρε— οὐκ εἰς̣ τοὺς τότε Ῥωμαίων χρόνους ἀφορῶν ἔλεγον χρῆναι προτε̣τάχθαι τὸ ἱππικόν, εἰς̣ τ̣ὴν δὲ νῦν μᾶλλον̣ κεκρατηκυῖαν ἐν τοῖ̣ς πολέμοι̣ς συνήθειαν. Τοῦτο γάρ—ὦ Θωμάσιε—τοῦτο καὶ αἰτιασαίμη̣ν ἑκώ(ν̣), ὅτι
30τὸ κρά̣τ̣ι̣σ̣τ̣ον τοῦ πολ̣έμου καὶ αὐξητικὸν τῆς π̣ο̣λιτείας ε̣ἶ̣δ̣ος νῦν, οὐ̣κ οἶδα πῶς ἀλογηθὲν συνηλάττωσεν ἑα̣υτῷ τὴν πολιτείαν· διὸ δὴ καὶ ἐπιτ̣ηδευτέον εἰς δύναμιν ἐκεῖνο, νῦν γοῦν, ὅ τ̣οι̣ ἀ̣εὶ μὲν ἐπι‐
τηδευθ̣ὲν μεγαλοπρεπεστέραν κ̣αὶ τοῖς̣ πολεμίοις φοβερωτέραν,7

8

ἀμεληθὲν δὲ ἐλάττονα πολλῷ αὐτὴν ἀπέδειξε τὴν πολιτείαν. Κινδυνεύει, ὡς ἔοικε, τῇδε ἐπιτηδευτέον εἶναι. Οὐ μόνον δέ—ὦ Θωμάσιε—τῇ Ῥωμαίων πολιτείᾳ τοῦτο καταπραχθὲν μέγεθος περιτέθεικεν, ἀλλὰ γὰρ καὶ Πέρσαις καὶ
5Ἕλλησιν καὶ τοῖς ἄλλοις βαρβάροις πεζῇ στρατιᾷ χρησαμέ‐ νοις κρατεῖν ἔδωκεν τῶν ἀντιπάλων. Περσῶν μὲν οὖν τί χρὴ καὶ λέγειν ἃ καὶ νῦν ὀφθαλμοῖς ὁρῶμεν; Ἑλλήνων δὲ Λακεδαι‐ μόνιοι οὐ μόνον Ἀθηναίων, ἀλλὰ καὶ ὅλων σχεδὸν τῶν Ἑλληνί‐ δων πόλεων, ἔτι δὲ βαρβάρων, οὐκ ἄλλως περιγεγόνασι ἢ πεζοὶ
10τὸν πόλεμον ἀνύσαντες, καὶ τεκμήριον ὅτι ἵπποις μὲν ὀλιγά‐ κις, ταῖς ναυμαχίαις δὲ χρησάμενοι ἀεὶ ἡττήθησαν, ὥσπερ Ἀθηναῖοι ἔμπαλιν ἠρίστευσαν. τῶν δὲ βαρβάρων̣ παρὰ Γάλ‐ λοις ἔθνει δυνατωτάτῳ νόμος ἄχρι τοῦδε μάλιστα κεκράτηκεν, μηδένα ἱππότην ἢ μόνον τὸν βασιλέα ἐν ταῖς παρα〈τά〉ξεσι
15φαίνεσθαι, καὶ αὐτὸν ἵππῳ λευκῷ ἐπιβεβηκότα ὡς ἂν ἐμφανέ‐ στερος εἴη τοῖς πολεμίοις, τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις γίνε‐ σθαι σύνηθες ἐν τοῖς πολέμοις· ὃ μεγίστης παρρησίας τε καὶ θράσους ἂν εἴη τεκμήριον. ὧν τηλικαῦται καὶ τοσαῦται νῖκαι, ὡς καὶ ὅλα σχεδὸν τὰ περὶ αὐτοὺς καὶ πολλῷ ἔτι μακρὰν αὐτῶν
20ἀπῳκισμένα ἔθνη πολλά τε καὶ παμ〈μεγέ〉θη καὶ ἰσχυρὰ αὐ‐ τοῖς ὑποπεσεῖν. ἐπιλείψει με ὁ χρόνος τὰ κατορθώματα διηγού‐ μενον τῶν πεζικοῖς τοῖς πολέμοις χρησαμένων πολιτειῶν τε ἅ‐ μα καὶ βαρβάρων, ἀλλ’ αὐτὰ μὲν πρὸς παράδειγμα εἰρήσθω, ἀρ‐ κοῦντα δὲ ὅμως αὐτῇ τῇ πείρᾳ δεῖξαι τὸ ἐκ τούτου χρήσιμον.
25καὶ ἄλλως δὲ φύσει τε καὶ λόγῳ ζητοῦντες εὑρήσομεν ὅσον ὁ πεζικὸς πόλεμος τοῦ ἱππικοῦ περίεστιν· φύσει μὲν ὅτι πεζὸς ἀ‐ νὴρ αὐτός τε αὑτὸν ἄγει καὶ οὐχ ὑπὸ ἄλλου του ἄγεται, λόγῳ
δὲ ὅτι λογίζεται τ〈ιμ〉ὴν μὲν ἔμμονον καρτερῶς καὶ κατὰ τὸν8

9

τοῦ πολέμου νόμον̣ μαχησάμενος, 〈εἰ δὲ〉 πέσοι, θάνατον ἀ‐ ποίσεσθαι ζωῆς τῆς γε τυχούσης πολλῷ κρείττονα. εὖ γάρ μοι δοκεῖ καὶ ὁ Τυρσηνὸς ἰδὼν Φιρμῖνος τὴν πεζὴν στρατιὰν κατὰ τρόπον κοσμουμένην “τεῖχος ὄντως ἄσυλον” ὀνομάζειν, “τεῖ‐
5χος ζῶν, τεῖχος κινούμενον, τεῖχος ἔννουν, τεῖχος σιδήρεον, τεῖχος οὐ μιᾶς, ὡς εἴωθε, πόλεως, ἀλλ’ ὅλης πολιτείας”. συνε‐ λόντα δὲ εἰπεῖν, οὐ πολιτεία ἔννομος, οὐ βαρβαρικὴ ἄθροισις πόλεων ἢ χωρῶν ἢ ἐθνῶν ἢ κυριεῦσαι ἢ στερηθῆναι, ἃ δὴ μέγι‐ στα τοῦ πολέμου ἔργα ἂν εἴη, ἢ ὅλως τι μέγα δρᾶσαι ἢ παθεῖ(ν)
10ἄνευ πεζικῆς γνωρίζεται δυνάμεως, χωρὶς μέντο̣ι τῶ(ν) κατὰ τύχην καὶ οὐ λόγῳ εἰωθότων συμβαίνειν. τὸ μέντοι ἱππικὸν ἔχοι μὲν ἂν καὶ αὐτὸ ἴδιον ἐν πολέμῳ καιρὸν καὶ ἐπιτηδεύματα, ὦν ἄνευ σωθῆναι τὸ πεζικὸν οὐ ῥᾴδιον, οἷον κατασκοπὰς καὶ ἀνιχ‐ νεύσεις πολεμίων, προαπαντήσεις, προκαταλήψεις τόπων πρὸς
15στρατοπέδευσιν ἐπιτηδείων, προπαρασκευὰς δαπανῶν καὶ ὑδάτων καὶ βοσκῶν διερευνήσεις, διώξεις τε καὶ ἐπιδιώξεις, καὶ ὅσα τυχὸν καὶ τῆς διὰ ἵππων δεῖται βοηθείας. ἑκάτερον ἔχεται πρὸς τελείαν πολέμου παρασκευήν, εἰ μέντοι ἄξιον ᾖ καὶ τὸ ἱππικὸν τοῦ ἐπιτηδεύματος, ἢν δὲ μή, καὶ μεγάλα ἐνίοτε ἔβλα‐
20ψεν, ἑτοίμως α̣ὐτό τε τοῖς ἵπποις πρὸς φυγὴν χρησάμενον καὶ τοὺς πεζοὺς τοῦ θάρσους παραλῦσαν. ὃ προφυλαττόμενοι ἐλέ‐ γομεν πρὸ τοῦ λέγοντες χρῆναι τοὺς ἱππότας εὐγενείᾳ μάλιστα προφέρειν καὶ ἀνδρείῳ φρονήματι, τῇ αἰδοῖ μᾶλλον αὐτοὺς αὑ‐ τῶν κρατοῦντας ἢ χερσὶν τῶν ἵππων καὶ χαλινοῖς. οὐκ ἄλογον
25δὲ εἰ καὶ τὰ σώματα τοῖς ἱππεῦσιν ἀπέριττά τε εἴη καὶ οὐ κομιδῇ μεγάλα ἢ βαρέα σιδηροφορίας τε ἕνεκα καὶ εὐσυστροφίας τῆς τε τῶν ἵππων ἐν καιρῷ κουφότητος.
Παντάπασιν μὲν οὖν οὐκ ἄλογον.9

10

Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—κἀκείνου μνησθῆναι ὃ Κικέρων ἱστορεῖ τοῦ παρὰ Ῥωμαίοις πεζικοῦ περὶ στρατοῦ. φησὶ γὰρ τὰ μὲν ὅπλα οὕτω φέροντας ἀχωρίστως ἔχειν ἀεὶ οἷόν τινα μέλη τοῦ σώματος οἰομένους, καὶ πρός γε τροφὴν σφίσι
5πέντε ἀποχρῶσαν ἡμέρας ἀνάγκης τε ἄνευ τινὸς καὶ εἰ παρεῖναι συμβαίνοι νωτοφόρα ζῷα· ὃ συνηθείᾳ μακρᾷ βεβαιωθὲν νόμος παρ’ αὐτοῖς ἐγίνετο, ὡς καὶ τιμωρίαν ἐπικεῖσθαι εἴ τις παραβαίη. Ἀξιώτατον μὲν οὖν—ὦ Μηνόδωρε—ἀνδρῶν πολεμικῶν τληπαθείας.
10 Οὐκοῦν καὶ τόδε προστακτέον τοῖς τὴν πολεμικὴν μετιοῦσιν ἐπιστήμη(ν); Προστακτέον μὲν οὖν. Οὐκοῦν κἀκεῖνο ἐπὶ τούτοις—ὦ Θωμάσιε—προστετάξεται, ὃ τῷ στρατῷ σωτήριον ἀεὶ γεγονὸς γνωρίζεται;
15 Τί δὴ τοῦτο; Τὸ τῆς τάφρου λεγομένης χρῆμα, ὡς ἂν μηδένα στρατοπε‐ δεύσεως καιρὸν ἄνευ τούτου δὴ τοῦ ὀχυρώματος ὁ στρατὸς δια‐ τελοῖ. οὗ δὴ ἔργου αὐτοὺς τοὺς ἄρχοντας αὐτουργούντας κα‐ τάρχεσθαι προσήκει, τῆς τῶν ἄλλων δηλονότι ἕνεκα μάλιστα
20προθυμίας μελέτην καὶ τόδε καὶ γυμνασίαν ποιὰν ποιουμένων. ἀλλ’ ἐπὶ μὲν εἰρήνης οὑτωσί πως ἀπεριεργότερον, ἐν δὲ πολέ‐ μῳ καὶ σκόλοπας προσπηγνύντας καὶ τριβόλοις τοῖς λεγομέ‐ νοις περιφράττοντας, εἰ δέ περ εἴη καὶ ὕδατος πληροῦντας, τήν τε ἄλλην καὶ ἐνδεχομένην περιποιοῦντας ἀσφάλειαν.
25Ἀναγκαίως καὶ τόδε προστετάξ〈ετ〉αι.10

11

Οὐ παρα〈λει〉πτέον δὲ οἶμαι—ὦ Θωμάσιε—οὐδὲ τὸ φαῦ‐ λον ἐκεῖνο, ὃ ἐπιταττόμενον μὲν σμικρόν, κατορθούμενον δὲ οὐκ ἀνόνητον φωραθήσεται. Ποῖον τοῦτο λέγεις;
5 Τὸ κουρᾶς πέρι καὶ ἀμπεχόνης καὶ ὅλου τοῦ περὶ τὴν ἐσθῆτα σχήματος, ὡς ἂν μὴ ἐξείη μηδὲ τῶν ἄλλων πολιτῶν τινι κατὰ καιροὺς τὸ πρὸς ἀξίαν ἑκάστου ἀμείβειν σχῆμα, ὅπερ φυλαττό‐ μενον *** δὲ τὸ τῆς γνώμης ἄστατον παραδηλώσει. Οὐκ ἀνόνητον ὄντως—ὦ Μηνόδωρε—τοῦτό γε οὐδὲ ἀρε‐
10τῆς πολιτικῆς πάντῃ ἀμέτοχον σκοπῶν εἰκότως ἄν τις εὕροι. Δοκεῖ σοι ἄρ’—ὦ Θωμάσιε—ἱκανῶς ἡμῖν ἔχειν τὰ περὶ τοῦ πολεμικοῦ τῆς πολιτείας γένους εἰρημένα, ἢ πῶς ποιεῖς; Ἔχεις με—ὦ Μηνόδωρε—ἔχεις ὁμολογοῦντά σοι ἐπὶ τού‐ τοις καὶ προθυμότατά γε· ἀλλὰ τοῖν δυεῖν τῶν στρατιωτικῶ(ν)
15ἐπιτηδευμάτων τοῦ ἑτέρου, ὃ καὶ πολεμικόν, οὐκ ἐνδεῶς ἡμῖν, ὡς οἶμαι, ἀποδεδειγμένου, τὸ περὶ τοὺς ἄλλους πολίτας τε καὶ ὑπηκόους πρᾶόν τε καὶ δίκαιον, ὅπου τε κατορθούμενον κα‐ τορθωθείη, λειπόμενον ἂν εἴη· ὃ καὶ πλείονος οἶμαι δεῖσθαι λόγου, εἴπερ καὶ πόλεμος αὐτὸς τῆς τῶνδε ἕνεκα φυλακῆς ἀ‐
20ναγκαῖος καθέστηκεν. Ἔστι μὲν ᾗ λέγεις—ὦ Θωμάσιε—ἀλλ’ ἀντὶ πολλῶν λεχθη‐ σομένων ἑνὶ παραδείγματι παραστῆσαι πειράσομαι τὸ ἐμοὶ δοκοῦν περὶ αὐτοῦ. Ποίῳ δὴ μάλιστα;
25 Περσῶν βασιλέως ὄνομα Πειρώζου ἅμα στρατῷ ἐπὶ πόλεμον ἰόντος καὶ διὰ τῆς ἰδίας ἔτι τὴν πορείαν ποιουμένου, τῶν στρα‐ τιωτῶν τις, τοῦ ἵππου ἀσθενήσαντος αὐτῷ, γνώμῃ τοῦ δεκαδάρ‐ χου λαβὼν στάχυας χλωροὺς ἐδίδου τῷ ἵππῳ τροφήν. τοῦ δὲ
δεσπότου τῶν σταχύων βεβιᾶσθαι ἀνακεκραγότος, πυθόμενος11

12

ὁ βασιλεὺς ἐκέλευσεν παρεῖναι τὸν ἀγρότην καὶ τὸν στρατιώτην μετὰ τοῦ δεκαδάρχου, καὶ τὸ αἴτιον εὑρηκώς, συναγαγὼν τοὺς περὶ αὐτὸν ἄρχοντας “τῆς κοινῆς—ἔφη—πολιτείας ἕν τι εἶ‐ δος ὅπλου ἐχούσης ᾧ μάλιστα μόνῳ κρατοῖ τῶν πολεμίων, καὐ‐
5τῶν ἰσχυροτέρω(ν) τὰ ἄλλα τυγχανόντων, εἴ τις φωραθείη φθεῖραι βουλόμενος καὶ ἀφανίσαι, τί παθεῖν ἄξιος ἂν εἴη;” τῶν δὲ εἰπό(ν)των “θάνατον ὁ τοιόσδε ἀποίσεται τῶν πώποτε πι‐ κρότατον, αὐτός τε καὶ παῖδες καὶ γένος ἅπαν”, “Ῥωμαίων— ἔφη—τὰ σώματα καὶ ἵπποι καὶ τόξα καὶ βέλη καὶ δόρατα τῶν
10ἡμετέρων ἰσχυρότερα εἶναι παντί που δῆλο(ν), ἡμῶν δὲ πρὸς ταῦτα μόνῃ τῇ δικαιοσύνῃ ὅπλῳ χρωμένων καὶ πρὸς τοὺς ἐναν‐ τίους ἀνθοπλιζομένων, ταύτῃ τε πράως τε καὶ φιλανθρώπως τοὺς ὑπηκόους κυβερνώντων. οἵδε—φησίν, ἐδείκνυ δὲ τόν τε τοὺ̣ς στάχυας ἀφελόμενον καὶ τὸν δεκαδάρχην—ἐφωράθησαν
15πῦρ οἷο(ν) ὑφάψαντες, εἰ καὶ σμικρᾷ ὕλῃ, ἐμπρῆσαι βουλόμενοι τοῦτο δὴ τὸ ὅπλον ἡμῖν. ἢ οὐ ταὐτὸν πῦρ σμικρὸν πρὸς διαφ‐ θορὰν τῶν παρακειμένων ὑφαπτόμενον καὶ ἀδικία ἐπὶ σμικρῷ ἀρχὴν λαμβάνουσα καὶ μὴ ἀνακοπτομένη; ὧν ἑκάτερον εἰς αὔξησιν ἰὸν καὶ δυνα̣μούμενον στ̣ῆσαι ἢ ἀνακόψαι ἀνθρωπίνης
20ἐπέκεινα δυνάμεως ἂν εἴη”. ταῦτα εἰπὼν ἐκέλευσεν τὸν μὲν δε‐ κα〈δά〉ρχην ἀνασκολοπισθῆναι, τὸν δὲ στρατιώτην ὑπὸ τοῦ στρατοῦ λιθοβοληθῆναι, καὶ τὸν χιλίαρχόν γε μὴν ὑφ’ ᾧ ἐτάτ‐ τοντο ἐπιτίμιον ἄλλο δέξασθαι. δεῖγμα δὲ τῆς Περσικῆς περὶ τοὺς ὑπηκόους φειδοῦς τε καὶ φιλανθρωπίας τὸ εἰσέ̣τι κρατοῦν παρ’
25αὐτοῖς· χώρας γὰρ τυχὸν τῶ(ν) κατ’ αὐτούς τινος ἢ καρπῶν ἀτυ‐ χο̣ύσ̣η̣ς ἢ ἑτέρα̣ς̣ ξ̣υ̣μ̣φο̣ρ̣ᾶ̣ς̣ ἐ̣π̣ε〈ρ〉χομένης, τῇ στρατοῦ παρου‐
σίᾳ παραμυθία̣ τε καὶ θεραπεία γίγνεται. ἔχεις—ὦ Θωμάσιε—12

13

παράδειγμα ᾧ χρωμένους τοὺς τῆς πολιτείας ἄρχοντας καὶ πρό γ̣ε αὐτῶν τὴν βασιλείαν αὐτὴν δυνατὸν ῥᾷστα τὴν πολιτικὴν δικαιοσύνην ἐν̣δείξασθαι περὶ τὴν τῶν φυλάκων καὶ τῶν ἄλλων πολιτῶν τε καὶ ὑπ̣ηκόων τῆς συμπολιτεύσεως ἁρμονίαν. εἴ γε
5καὶ αὐτοὶ τῆς αὐτῆς τοῖς φύλαξιν μεταδοῖεν δικαιοσύνης, μετα̣‐ δώσουσι δὲ δικαιῶ̣ντες· ἄδικα γὰρ δίκαιοι πρὸς οὐδένα γίγνε‐ σθαι ἀξιώσουσιν, εἰ δὲ καὶ ἐπιχειροῖεν, πρὸς μὲν βραχὺ ἴσως τὰ τ̣οιαῦτα ἤρκεσεν “ἄν̣θεσιν ἐαρινοῖς ἐοικότα, τῷ δὲ χρόνῳ φω‐ ρᾶτ̣αι—φη̣σὶ̣ Δημοσθένης—καὶ περὶ̣ αὑτὰ καταρρεῖ”.
10 Ταῦτα—ὦ Μηνόδωρε—εἰκότα τε ἂν εἴη καὶ εἰκότως λέγοι‐ το. πῶς δὲ φῂς τῆς δικαιοσύνης χρῆναι τοῖς φύλαξι μεταδίδο‐ σθαι; Λέγω ἔγωγε—ὦ Θωμάσιε—δίκαιον εἶναι ἅμα καὶ πρέπον πρῶτον μὲν τὰς τροφὰς αὐτοῖς καὶ τοῦς μισθοὺς τῆς φυλακῆς
15ἀξίους τε καὶ με̣τὰ χάριτος δίδοσθαι, τι〈μά〉ς τε πρὸς τούτοις ἄλλας καὶ ἀξίας τοῖς γε ἀξίοις ζῶσί τε καὶ τελευτήσασι, γηρῶσι τε καὶ τὴν πρέπο̣υσα̣(ν) τῆς γηροτροφίας παρα̣ψυχήν, παισί τε τῶν τελευτώ(ν)των ἀνατροφάς τε καὶ σιτήσεις δημοσίας, γονεῦ‐ σι δὲ μάλιστα, εἰ τύχοιεν τοῖς ἀπελθοῦσιν ὄντες. ταῦτ̣α̣ δὲ γιγνό‐
20μενα οὐκ εἰς οὓς γίγνεται μόνον, ὡς οἶμαι, ἀλλὰ καὶ εἰς αὐτὴν ἐξ αὐτῆς ἀληθέστερον γενήσεται τὴν πολιτείαν· ἢ οἴει τοὺς περιόντας, ὁρῶντας̣ οὕτω ταῦτα γιγνόμενα, μὴ πολλῷ προθυμό‐ τερον ἐν τοῖς πολέμοις ἀγωνιεῖσθαι φιλοῦντάς τε τὴν πολι̣τ̣είαν καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ αὐτῆς τοῖς κινδύνοις ἐκδώσειν; ὥ‐
25σπερ οὖν εἰ τὰ ἐναντία ὁρῷέν τε καὶ πάθοιεν ἐναντίως̣ ἂν καὶ διακέοιντο. Ἀνάγκη πᾶσα—ὦ Μηνόδωρε—τ̣α̣ῦ̣τα οὕτως ἔχειν.
Οὐκοῦν καὶ τάγματα ξυστῆναι οὐκ ἄτοπον, ἐν οἷς ταττόμενοι13

14

οἱ ἐν στρατείαις γ̣η̣ρ̣ῶ̣ν̣τ̣ε̣ς̣ παῖδες τε αὐτῶν τελευτώντων ἔχοιεν τὰς ἀναγκαίας τροφὰς καὶ ἀποβαίνοντες *** οὐ γὰρ μόνον φύσει ἄδικον, ἀλλ’ ἤδη καὶ α̣ὐτῇ γε τῇ πολιτείᾳ ἀπρεπὲς 〈εἰ〉 τοὺς ἐν τοῖς ὑπὲρ αὐτῆς ἱδρῶσι κεκμηκότας ἐνδεομένο̣υ̣ς̣
5καὶ τοὺς ἄλλους ἀπροθύμους καθίστησιν. Ἀναγκαίως—ὦ Μηνόδωρε—τόδε γινόμενον οὕτω γίγνο̣ι̣το καὶ δικαίας ἀξίως πολιτείας. Ἐμοὶ μέν—ὦ Θωμάσιε—τὰ δόξαντα τῆς πολεμικῆς ἕ̣νεκεν ἐπιστήμης τε καὶ μελέτης εἴρηται· εἰ δέ 〈τι〉 τίμιον ἔχει ἢ κα‐
10τὰ λόγο(ν) τὰ εἰρημένα σὸν ἂν εἴη κρῖναι. Τελεώ̣τα〈τα〉 μὲν οὖν—ὦ Μηνόδωρε—οἶμαι ἔ̣χειν, ἐφ’ οἷς
τὸ μὴ σ̣υ̣νομολογ̣εῖν οὐ ῥᾴδιον, καὶ εἰ μάλα̣ τις ἐριστικῶς ἔχοι.14

15

(1t)

Τοῦ πέμπτου λόγου τῆς πολιτικῆς ἐπιστήμης τάδε ἔνεστιν·
2περὶ βασιλείας. περὶ κοινωνίας καὶ διαφορᾶς ἣν ἔχει ἡ βασιλικὴ ἐπιστήμη πρὸς τὰς ἄλλας ἐπιστήμας.
5τίς ὁ σκοπὸς τῆς βασιλείας καὶ ὅτι δεῖ αὐτῇ νόμων τε ἰδίων καὶ δογμάτων καὶ ἐπιτηδευμάτων. περὶ νόμων ἰδικῶν τῆς βασιλείας. περὶ δογμάτων. περὶ ἐπιτηδευμάτων.
10τίνα ἴδια τῆς βασιλικῆς ἐπιστήμης, οἷς τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας ὑπερβέβηκεν. ὅτι δεῖ τὸν ὄντως βασιλέα πρὸς μίμησιν θ(εο)ῦ καὶ τῶν θείων κυβερνᾶν τὰ ἀνθρώπινα. πῶς ἂν γινώσκοι ἑαυτὸν καὶ θ(εὸ)ν καὶ τὰ θεῖα, καὶ γινώσκων
15 πρὸς τὸ παράδειγμα κυβερνῴη τὴν πολιτείαν. ὅτι ἀνόμοια περὶ τῆς πολιτείας εἴρηται τοῖς ὑφ’ ἑτέρων εἰρημέ‐ νοις, ἐν ᾧ καὶ ἔνστασις πρός τινα τῶν τῷ Πλάτωνι εἰρημένων. παράθεσις τῆς κατὰ Πλάτωνα καὶ Κικέρωνα πολιτείας, ἔτι δὲ
τῆς κατὰ τὸν Πλάτωνα καὶ Ἀριστοτέλη ὅλης φιλοσοφίας.15

16

(1t)

ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ
2tΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
3 Τῶν μὲν οὖν φυλάκων πέρι—ὦ Θωμάσιε—καὶ τῆς πολεμι‐ κῆς ἐπιστήμης, εἰ καὶ διὰ μακροῦ τινος λόγου, ὅμως ὡς δύνα‐
5μις εἴρηται, νῦν δὲ λειπόμενον ἂν εἴη περὶ τῆς βασιλείας αὐτῆς ἐπισκέψασθαι εἴ πως δυνατὸν εὑρεῖ(ν) λόγον τῆς θ(εο)ῦ μιμή‐ σεως, βασιλεία δὲ αὕτη ἐδείχθη, ὄντως ἄξιον. Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—ἐκ πα(ν)τὸς ἂν γένοιτο τρό‐ που, καί, εἰ μὴ γίνοιτο, ἐν ἴσῳ ὡς εἰ μηδὲν τῶν ἄλλων διεληλύ‐
10〈θα〉μεν καὶ ὅμοιον ὡς εἴ τῳ ἀ(ν)δριάντα, φέρε, ποιοῦντι, τῶν ἄλλων αὐτοῦ μερῶν ἢ μελῶν εὖ μὲν καθ’ ἕκαστον οὐ *** πεπλα‐ σμένων, εὖ δὲ καὶ ἀλλήλοις ἡρμοσμένων, λείποιτο ἡ κεφαλή. Οὐκοῦν ἐπισκεπτέον, εἰ δοκεῖ, αὐτὸ δὴ τοῦτο πρῶτον, εἰ δυ‐ νατὸν ῥᾳδίως λόγον ἐπιστημονικὸν λαβεῖν τῆς θεοῦ μιμήσεως;
15 Ἐπισκεπτέον μὲν οὖν. Ἄρ’—ὦ Θωμάσιε—εἴ τις εἴποι πρός σε συμβουλεύων γρά‐ ψαι τὴν εἰκόνα τυχὸν τοῦ σοῦ πάππου, συμβαίνοι δὲ μὴ εἶναί σοι γνωστὴν τὴν ἐκείνου ἀληθινὴν μορφὴν ὡς προτετελευτηκότος,
τί ἂν ἀπεκρίνω ἢ δῆλον ὅτι κατ’ ἀμφότερον ἀδυνατοῖς, τό τε μὴ16

17

εἶναι τὴν τέχνην γραφικὸν καὶ τὸ τὴν ἐκείνου μὴ ἐπίστασθαι ἰδέαν; Καὶ τί γὰρ ἄλλο—ὦ Μηνόδωρε—ἢ τοῦτο ἐνῆν ἀποκρίνασθαι; Οὐκοῦν καὶ ἡμεῖς ἐπισκοποῦντες περὶ θεοῦ μιμήσεως, βασι‐
5λεία δὲ αὕτη, ὡς ἐρρήθη, ἐννόμως ἀπεδείχθη, ἀγνοοῦντες τὸ ἀρχέτυπον εἴ τι τῷ λόγῳ τῆς βασιλικῆς ἐπιστήμης ἀπολειποίμε‐ θα, ὅμως δὲ δυνατὸν τόδ’ ἔχειν ἐκ τῆς ἀναλογίας τῶν θείων δημιουργημάτων; Καὶ μάλα εἰκότως.
10 Σκόπει δὴ οὖν—ὦ Θωμάσιε—ὅπως ἐννοῶ περὶ τῆς τοιᾶσδε ζητήσεως. Πῶς δὴ μάλιστα; Εἴ τις περὶ ἀν(θρώπ)ου, φέρε, φύσεως διαλέγεσθαι βούλοιτο, εἰκότως ἂν καὶ συλλογίζοιτο τίσι μὲν κοινωνεῖ τοῖς ἄλλοις
15ζῴοις τε καὶ φυτοῖς, τίσι δὲ διαφέρει. Εἰκότως μὲ(ν) οὖν. Πάλιν δ’ αὖ περὶ ψυχῆς, ὅτι μὲν ἔστιν εὑρώ(ν), τὸ δὲ τί ἦν εἶ‐ ναι ἐπιστημονικῶς μὴ εὑρίσκων ἄλλος ἄλλο τι ἂν δοξάζ̣οι περὶ αὐτῆς.
20 Ἀληθέστατα. Οὐκοῦν καὶ ἡμεῖς τὴν βασιλικὴν ζητοῦντες ἐπιστήμην ἃ μὲν δυνατὰ λόγῳ εὑρεῖν οἰησόμεθα ἐπιστημονικῶς εὑρηκέναι, ἃ δὲ μή, δόξῃ γοῦν ὀρθῇ τε καὶ λόγον ἐχούσῃ ἐξ αὐτῆς ποδηγούμε‐
νοι τῆς θείας δημιουργίας;17

18

Εὐλογώτατα—ὦ Μηνόδωρε—τόδ’ ἂν οὕτω γίγνοιτο. Σκοπήσωμεν οὖν, εἰ δοκεῖ, τί μὲν κοινὸν ἂν ἔχοι μετὰ τῶν ἄλλων ἐπιστημῶν, τί δὲ ὑπὲρ αὐτάς. Καὶ μάλιστα δὴ σκοπητέον.
5 Τῆς μὲν οὖν ἁπλῶς φιλοσοφίας οἷς ἂν διαφέροι ἤδη προείρη‐ ται καὶ ὅτι ταὐτὸν βασιλεία τε καὶ πολιτικὴ φιλοσοφία οἷα θ(εο)ῦ μίμησις οὖσα. Ἀληθέστατα· οὕτω γὰρ ἐδείχθη. Οὐκοῦν ἐπὶ ἰατρικῆς, εἰ δοκεῖ, τόδε θεωρήσωμεν, ὡς καὶ φι‐
10λοσοφίᾳ συγγενοῦς, εἴπερ ἡ μὲν ψυχῶν ἰατρεία, ἡ δὲ ἰατρικὴ φι‐ λοσοφία σωμάτων καλῶς ἐλέχθη; Πάνυ μὲν οὖν δοκεῖ, καὶ ζητητέον οὕτως. Ἰατρικὴ τέχνη—ὦ Θωμάσιε—ἐπαγγέλλεται μὲν περὶ τὰ ἀνθρώπινα καταγίγνεσθαι σώματα, σκοπὸν δὲ ἔχει τὴν ὑγεῖαν,
15τέλος δὲ τὴν κτῆσιν αὐτῆς. τοῦτο δὲ χρήσιμον εἶναι τοῖς ἀνθρώποις παντί που δῆλον. Προδηλότατα μὲν οὖν. Ἡ δὲ τοιάδε τέχνη πρὸς ἀποτέλεσμα τοῦ οἰκείου ἐπαγγέλμα‐ τος πολλῆς μὲν καὶ ἄλλης δεῖται παρασκευῆς, ἣν ἰατρῶν
20εἰδεῖεν παῖδες, τριῶν δὲ μάλιστα κεφαλαιωδεστέρων εἰ μέλλοι δεόντως ἀποτελεῖν καὶ ὡς οἷόν τε ἐπιστημονικῶς. Τίνων δὴ τούτων λέγεις; Νόμου ἔγωγε καὶ δογμάτων τῶν τε κατ’ ἐνέργειαν ἐπιτηδευ‐ μάτων. νόμου μὲν καθ’ ὃν ἂν τοῖς τῆς ἰατρικῆς ἰδίοις καὶ οὐ
25νόθοις τισὶν καὶ τῆς τέχνης ἀλλοτρίοις χρῷτο λόγοις καὶ ὡς
ἂν ὁ ἰατρὸς ἐν οἴκοις εἰσιὼν ἀλλοτρίοις σώματά τε πιστευόμε‐18

19

νος ἐλεύθερα ἑκατέρας μάλιστα φύσεως σωφρόνως τε καὶ πι‐ στῶς ἰατρεύοι, τὰ δὲ ἄλλα πληροῖ ἐφ’ οἷς καὶ ὁ ἱπποκράτειος τέθειται νόμος τε καὶ ὅρκος. δογμάτων δὲ οἷς ἂν ὁ ἰατρὸς αὐτὸς αὑτῷ παραινοῖ τὰ πρέποντα, λογιζόμενος ὅτι ἰατρὸν
5ὄντα δεῖ εὖ τὰ τῆς τέχνης ἐπίστασθαί τε καὶ ἐνεργεῖν, τῶν τε ἰατρευομένων καὶ τῶν ἄλλων ἰδιωτῶ(ν) κρείττω γίγνεσθαι, καὶ μή, ἄλλους ἰατρεύειν τεταγμένον, κατόπιν ἰέναι τῆς τέχνης καὶ τῆς περὶ αὐτὴν δόξης, ὀνείδους ἄξιον ἡγούμενον εἴ τις αὐτὸν παρευδοκιμοῖ ἢ τῶν ὁμοτέχνων ἢ τῶν ἰδιωτῶν. τῶν δὲ κατ’ ἐ‐
10νέργειαν ἐπιτηδευμάτων οἷς ἂν καταλλήλως χρώμενος ἐνεργοῖ τὰς θεραπείας. τούτων δέ, συνελόντα εἰπεῖν, ὁ μὲν νόμος καὶ μὴ βουλόμενον ἴσως, εἰ ἔστιν αἰδὼς ἐλευθερίᾳ πρέπουσα, τοῖς μὲν τῆς τέχνης ὑπάγει δικαίοις, τῶν δὲ μὴ ἀνηκόντων αὐτῇ ἀπείρ‐ γει. τὰ δὲ δόγματα ἐν ψυχῇ τὰ πρέποντα οὐ τῇ ἔξωθεν ἀνάγ‐
15κῃ, λόγου δὲ πειθοῖ καὶ συνειδότος αἰδοῖ καὶ φύσεως ἐλευθερίᾳ νομοθετεῖ· ἡ δέ τοι ἐνέργεια τοῖσδε τυπουμένη καθηκόντως καὶ τῆς τέχνης ἀξίως ἂν γένοιτο. Ἀναγκαίως καὶ τάδε ἄν—ὦ Μηνόδωρε—προσείη τῇ ἰατρι‐ κῇ τέχνῃ, ἀλλὰ πῶς καὶ ἐπὶ τῆς βασιλείας ἂν θεωροῖτο;
20 Τὴν βασιλείαν—ὦ Θωμάσιε—περὶ μὲν τὰ πολιτικὰ καταγί‐ γνεσθαι πράγματα, σκοπὸν δὲ ἔχειν τὴν κατὰ δικαιοσύνην αὐτῶν εὐεξίαν, τέλος δὲ αὐτὴν τὴν ἐνέργειαν, οἷς ἀναγκαίως καὶ τὸ χρήσιμον ἕπεσθαι, τὴν τῶ(ν) ἀν(θρώπ)ων σωτηρίαν, οὐκ ἔστιν, οἶμαι, ὅστις ἐνδοιάσειεν.
25 Παντελῶς μὲν οὖν οὐδεὶς τῶν γε ποσῶς γοῦν παιδείας ἐπαϊ‐ όντων. Οὐκοῦν ἐπὶ τούτοις τῶν μὲν νόμων—ὦ Θωμάσιε—πρῶτος θετέος αὐτῇ ὑπ’ αὐτῆς τῇ βασιλείᾳ τῆς ἐννόμου χάριν ἀναρρή‐
σεως, ὡς ἂ̣ν ὁ̣ ὅμοιος αὐτῇ καὶ ἐπώνυμος ἀνὴρ συγγίνεσθαι19

20

μέλλων δικαίως, ὡς προερρήθη, παρὰ θ(εο)ῦ τε διδομένην καὶ τῶν πολιτῶν δέξοιτο προσφερομένην. δεύτερος περὶ τῆς τῶν ἀρίστω(ν) συγκλήτου βουλῆς, τροφῆς τε αὐτῶν ἕνεκα καὶ παι‐ δείας, τιμῆς τε καὶ τάξεως, ἔτι δὲ καὶ ταξιαρχίας ᾗ ἐρρήθη γι‐
5γνομένης. τρίτος περὶ τῆς τῶν ἀρχιερέων ἐπιλογῆς τιμῇ τε τῇ πρὸς τὸ θεῖον μάλιστα καὶ φόβῳ ταῖς τε τῶν πόλεων ἐνόρκοις μαρτυρίαις γιγνομένης. τέταρτος περὶ τῶν μεγίστων ἀρχῶν καὶ τῆς τῶν ὁμοίων ἀρχόντων ἐκ τῶν ἀρίστων ἐπιλογῆς. πέμπτος περὶ τῶν πολιτικῶν νόμων καὶ τῆς ἐπ’ αὐτοῖς πάμπα(ν) ἀσα‐
10λεύτου φυλακῆς. οἴεσθαι γὰρ βασιλεὺς ἀγαθὸς φοβερωτέραν οἱ αὐτῷ ἢ τοῖς ἀρχομένοις εἶναι τὴν ἐπὶ *** *** τοῦ πολιτικοῦ νόμου νεωσ̣τὶ λεγομένου καὶ οὐ πολιτευομέ‐ νου τὰ παλαιὰ κρατεῖν ἕως ἂν ταῖς πόλεσιν ἐγγένηται. οὔκου(ν) εἰ ὡς αὐτὸς φῄς—ὦ μακάριε—χρὴ σκοπεῖν, ἀλλ’ εἰ ἄριστός
15τε καὶ πολιτεύεσθαι δυνατός. ὅτι μὲν οὖν οὐκ ἄριστοι, οὐκ ἂν ἔχοις, οἶμαι, εἰπεῖν, ὅτι δὲ δυνατὰ ἐπιτάττεις, σκόπει ἑκάτερον τὸ ἐπίταγμα, φύσιν τε καὶ παιδείαν, ὧν ἡ μὲν παιδεία, ἐ‐ φ’ ἡμῖν κειμένη, οὐκ ἀδύνατος ἂν εἴη, τὸ δ’ αὖ φύσεως περὶ ἐπι‐ λογῆς δυνατὸν πάλιν ἂν οἰηθείης, εἰ τὸ περὶ τὰ ἄλλα ζῷα ἄλογα
20καλούμενα ἐννοεῖν ἐθέλοις. ἢ οὐ πολλὰς ὁρῶμεν ἐν ταῖς πόλεσι ἱπποκομίας τε καὶ ἃς κυνοτροφίας καλοῦσι, τήν τε̣ ἄλλην περὶ τὸ θηρευτικὸν ἅπα(ν) μάλιστα γένος πρόνοιαν γένους περὶ ἐπ̣ι‐ λογῆς, φυλακῆς τε καὶ τροφῆς, χρείας τε καὶ βορῶν παρατηρή‐ σεως, καὶ τῆς πρὸς τὰ νόθα καὶ οὐκ εὐγενῆ ἀνεπιμιξία̣ς̣; καὶ
25ἄλλους μὲν τῶν ἀνθρώπων μακρὰς ὁδοὺς πορεύεσθαι, ἄλλους δὲ καὶ μεγάλα πελάγη διαπερᾶν τολμῶ̣ντας, καί, ἁπλῶς
εἰπεῖν, πόνοις καὶ κινδύνοις, προσθείην δ’ ἂν καὶ χρήμασι, τῶν20

21

τοιῶνδε τήν τε εὐγένειαν διώκοντας (καὶ) τὴν κτῆσιν περὶ πλεί‐ στου ποιουμένου̣ς̣; Καὶ τ̣αῦτα ἀληθῆ—ὦ Μηνόδωρε—καὶ ἄλλα τούτων εὐτελέ‐ στε̣ρα σπουδάζεται τοῖς ἀνθρώποις, ὡς καὶ ὀρνίθων ἄχρι καὶ
5τῶν τοιούτων ἐπιτείνεσθαι αὐτοῖς τὴν ἐπιμέλειαν. Πολλῷ οὖν μᾶλλον, οἶμαι—ὦ Θωμάσιε—καὶ ἐπὶ ἀνθρώπω(ν) ἂν τοῦτο γίγνοιτο, οὐ μόνον ὡς δυνατόν, ἀλλὰ καὶ σω̣τήριον ταῖς πόλεσι γιγνόμενον. Ὅλῳ μὲν οὖν—ὦ Μηνόδωρε—καὶ τρόπῳ παντί.
10 Τῆς μὲν τοίνυ(ν) ἀρίστης φύσεως ἥ τε ἐπιλογὴ καὶ τροφὴ γι‐ γνομένη τῇδέ πῃ ᾗ προερρήθη, ὅσον γε ἐφ’ ἡμῖν, εἰκότως ἂν γίνοιτο. ἄξιον δὲ οἶμαι—ὦ Θωμάσιε—τῇ φύσει εἴκοντ̣α̣ς̣ συμφέρεσθαι πρὸς τὴν εὑρετικὴν καὶ μαιευτικὴν μέθοδον τῆς τῶν ἀρίστων ἀρετῆς, ἵν’ ὡς μάλιστα εἰλικρινής τε (καὶ) πάντῃ
15ἀλώβητος εἴη. πολλὰ γὰρ καὶ ἀνέφικτα φύσεως ἔργα, εἰ καὶ μάλα π̣ερὶ αὐτὰ ἄνθρωποι σπουδάζοιεν. Τί δὴ τοῦτο φῄς—ὦ Μηνόδωρε—καὶ πῶς γιγνόμενον; Εἴ τινες, τυχόν—ὦ Θωμάσιε—τούτων τῶν οὕ〈τω〉 τρεφο‐ μένων μετατ̣ραπ̣έντες τῆς κατὰ ψυχὴν ὑποβαῖεν εὐγενείας τε
20καὶ μεγαλοπρεπείας, οἷον καὶ ἐπὶ τῶν σπερμάτων φιλεῖ γίγνε‐ σθαι, καὶ τῆς χείρονος γίγνοιντο γνώμης τε καὶ ἀξίας, εἴτε ἐν πρώτῃ ἢ καὶ δευτέρᾳ ἡλικίᾳ ἢ καὶ καθ’ οἱονοῦν χρόνον, τούτους χωριστέον τοῦ τῶν ἀρίστων καταλόγου καὶ ἐν τοῖς ἄλλοις τῆς πόλεως τάγμασιν εἴτε στρατιωτικοῖς εἴτε ἀστικοῖς, ὡς ἡ
25ἑκάστου̣ ἀξία, ἐγκαταλεκ̣τέ〈ον〉. Ἀξιώτατον μὲν οὖν. Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—καὶ τὸ τούτῳ ἀντι‐ στρόφως γιγνόμενον. Τὸ ποῖον λέγεις;
30Τὸ χρῆναι ἐκ τῶν ἄλλων τῆς πόλεως ταγμάτων ζητοῦντας
ἀεὶ εἴ τις εὑρεθείη ἀνὴρ τὴν ἐκ φύσεως ἔχων μεγαλοπρέπειαν21

22

καὶ τὴν ἄλλην πολιτικὴν ἀρετὴν τοῦτον τοῖς ἀρίστοις ἐγκατα‐ λέγειν. καὶ ἐπὶ τούτῳ γὰρ ἀρχὴ ἑτέρα τετάξετα̣ι̣ τῶν τοιού̣των ἀνδρῶν διαγ̣νω̣μο̣νική τε καὶ ἀνιχνευτική, οὓς ἐκ πάσης χώρας, οὐ δὴ μόνον τῇ πολιτείᾳ ὑποκειμένης, ἀλλὰ καὶ βαρβαρικῆς,
5εἰ οὕτω τύχοι, καὶ ἄλλης ἡστινοσοῦν παντὶ σθένει ἐμπορευτέον. εἰ γάρ τοι καὶ ἐπὶ οἴκου ἑνὸς χρῆναι λέγεται πάντα τὰ ἄλλα προέμενον ἄνδρα κτήσασθαι οἰκονομικόν, πόσῳ γε μᾶλλον ἐπὶ τῆς πολιτείας ἀναγκαιότερον ἂν εἴη τοῦτό γε; Οὐκ ἀνάξιον—ὦ Μηνόδωρε—οὐδὲ τοῦτο τῆς το̣ιᾶσδε προ‐
10νοίας. Τούτους δὲ τοιούσδε φωραθ̣έντας οὐκ οἶμαι δεῖν τοῖς ἄλλοις ἀρίστοις ἀναμὶξ συντετάχθαι, ἀλλὰ χωρὶς αὐτὸ καθ’ αὑτὸ δεύτε‐ ρον τῶν ἀρίστων εἶναι σύστημα γιγνόμενον, ὥσπερ οὖν καὶ χωρὶς ἑκατέραν τὴν ἐφ’ ἑκατέρῳ ἀρχήν, ἵν’ ἔκδηλος ᾖ ἥ τε ἐκ μόνης
15φύσεως ἥ τε ἐκ τροφῆς ἅμα καὶ φύσεως ἀρετὴ ἐν πολιτείᾳ δια̣φαιν̣ομένη, καὶ̣ π̣ρός̣ γε το̣ύ̣τ̣ῳ ἣ ἀρχῆς ἑκάστης ἐπιστημο‐ νικωτέ̣ρους τ̣ο̣ὺς ἐπ̣’ αὐτ̣ο̣ῖ̣ς̣ τ̣εταγμένους εἰκότως̣ ἂν ἀπ̣ο̣φαίνοι· καὶ ἄλλως̣ χρόν̣ῳ τὸ νόθον ἴσω̣ς ἐλεγ̣χ̣ό̣μ̣ε̣ν̣ο̣[ν] ε̣ὐμαρῶς ἂν̣ κα‐ θαίροιτο̣ ὑ̣πὸ τῆς προσ̣φόρου ἀρχῆ̣ς̣ ...... μ̣έ̣ν̣τ̣ο̣ι̣ κ̣α̣ὶ̣ τ̣......ς̣
20ὁ δὲ κακὸ̣ς ὁρίζεσθα̣ι̣ δέο̣ι̣. Λόγον καὶ τό̣δ̣ε̣ ἂν ἔχοι—ὦ̣ Μηνόδωρε—τὸν εἰκότα. Ἡ δέ γ̣ε̣ ο̣ἴ̣κησις̣ τοῖς̣ ἀρίστοις ἐν τῇ ἀκροπόλει π̣ερὶ τὸ βασί‐ λειον ἔστ̣ω̣ ἐ̣ν̣δ̣ι̣α̣ί̣τ̣ημα, χωρὶς μὲν τῶν ἄλλων ἁ̣πά̣ν̣τω̣ν, ο̣ὐ̣ μ̣ί̣α̣ δὲ κ̣αὶ κοινὴ̣ τοῖς πᾶσιν, ὡς̣ Πλά̣τ̣ω̣νι δοκεῖ, ἀλλ’ ἑ̣κάσ̣τ̣ῳ̣ ἰδίᾳ
25σὺ̣ν̣ γυναιξίν̣ τε καὶ παισὶ τοῖς σφετέροις, ὡ̣ς̣ ἂν τὴν οἰκονομι‐ κὴν μελέτην τ̣ῆς π̣ο̣λ̣ι̣τ̣ι̣κῆς ἀσ̣κ̣ο̣ῖ̣εν ἀρετῆς̣. οὐδὲ γὰρ εὐλαβη‐ σόμεθα αὐ̣τ̣ο̣ὺ̣ς̣ μ̣ὴ̣ ο̣ὐ̣ φυ̣λ̣άξουσι τὸ̣ν ἐπὶ ταῖς παιδοποιία̣ις νό‐ μον ἐν ταῖ̣ς̣ π̣ρὸς̣ τ̣ὰ̣ς̣ γ̣υ̣ν̣αῖκ̣α̣ς̣ σ̣υνελε̣ύ̣σεσιν, οἵ γε φύσιν τοιάν‐
δε καὶ π̣αιδείαν̣ ἅμα̣ λαχόντες τοῖς ἄλλοις τὴν σ̣ώφρονα̣ ν̣ομο‐22

23

θετο̣ῖ̣ε̣ν ζ̣ω̣ή̣ν· καὶ ἄλλω̣ς̣ τ̣ὸ̣ ἄριστον γένος οὐ φυλ̣ά̣ττεσθαι ἤρ̣κ̣ε̣ι̣ ἂ̣ν̣ ἐν τῇ ἀνατροφῇ, τοὺς δὲ ἄλλους φυλ̣ά̣τ̣τ̣ε̣ι̣ν̣ χ̣ρ̣ε̣ών; Π̣ρε̣πό(ν)τως—ὦ Μηνόδωρε—κ[αὶ τ]όδ[ε] γιγνόμενον τῇδε ἂν γίγνοιτο̣.
5 Ο̣ὐκ̣ ἀ̣π̣ρ̣ε̣π̣ῶ̣ς̣ δ̣ὲ̣ ἂ̣ν̣ οἶμαι—ὦ Θωμάσιε—γίγνοιτ̣’ ἂν οὐδ̣ὲ τὸ̣ δαπάνης πέρ̣ι, εἰ π̣άντα̣ τὰ πρὸς τὴν ζωὴν καὶ ὅλον βίον ἀ‐ ναγκαῖα ἐ̣κ̣ τῶν κοινῶν α̣ὐ̣τ̣οῖς καὶ δημοσίων χρημάτων κα‐ τ’ ἀ̣ξίαν̣ ὁ̣ρ̣ί̣ζοιτο. εἴ τι γὰρ ἴ̣διον ἐν περιουσίᾳ σφίσι τ̣υ̣χὸν εἴη, ἐξέστω̣ περὶ τοὺ̣ς ἀγχισ̣τ̣εύοντας οἰκονομεῖν. ο̣ἳ̣ γ̣ά̣ρ̣ τ̣ο̣ι̣ μὴ προ‐
10σθεῖναι ἐκ τῶ(ν) κοινῶν ταῖς ἰδίαις π̣ε̣ριουσίαις̣ τοῖς ἄλλοις νομοθετ̣ήσουσι, π̣όσῳ̣ γε τ̣ῆ̣ς̣ τ̣ο̣υ̣.........η̣ς φυλάξο̣νται; Τ̣οῦτο μὲν οὖν—ὦ Μηνόδωρε—οὐ πρέπον μό̣ν̣ον, ἀλλὰ̣ δὴ καὶ ὀφειλόμενον ἂν εἴη. Ὃ τῆσδ̣έ γ̣ε τῶν ἀρίστω(ν) τάξεως πρῶτον, οἶμαι, τ̣ὸ̣ τ̣ῆς
15βασιλείας ἂν εἴη̣ χρῆμα. Πρώτιστον μὲν οὖν. Οὐκοῦν ὁ τὴν β̣α̣σιλείαν μέλλων διέπειν ἐκ τῶν ἀρίστων προ‐ βαίνων ἡμῖν(ν) ἐ̣π̣ὶ̣ τ̣ὸ̣ κρ̣άτος ἀνίτω τῆς πολιτικῆς ἀρχῆς· εἴη δ’ ἂν οὕτως ὡς μὲν ὁ καθ̣’ ἡμᾶ̣ς λόγος ὁ ἐν αὐτοῖς π̣ροέχειν δια‐
20φαιν̣ό̣μ̣ε̣ν̣ος τῇ τε ἄλλῃ ἀρετῇ καὶ τῇ τῶν πολιτικῶν γ̣ε̣ μὴν πείρᾳ παντοίων πραγμάτων, εἰ δὲ καὶ τῇ τ̣ά̣ξει καὶ χρόνῳ καὶ ἀξίᾳ τ̣ύ̣χ̣ο̣ι̣ πρωτεύ̣ω̣ν̣, ἔτ̣ι̣ χ̣α̣ρ̣ι̣έστ̣ε̣ρ̣ο̣ν̣ ἂν γ̣ένοιτο, πλὴν ἀλλ’ ἀ‐ ρετῇ γε δ̣οτέον τὰ̣ π̣ρεσβ̣εῖα. Καὶ μάλα εἰκότως, ο̣ὐ παροπτέ̣ο̣ν δὲ οἶμαι ἐπ’ αὐ̣τ̣ῷ—ὦ
25Μηνόδωρε—οὐδὲ ἐκ̣εῖνο τ̣ὸ̣ τ̣ῶ̣ν πολλῶν, ἐ̣πε̣ί̣ γ̣ε καὶ̣ πολλῶν τι κοινὸν̣ π̣ολιτ̣εία, τ̣ῶν μὲν λόγῳ τ̣ε καὶ ἀρετῇ συζώ̣ν̣τ̣ω̣ν̣, τ̣ῶ̣ν̣ δὲ καὶ δόξῃ ἀγο̣μέν̣ω̣ν̣ καὶ π̣ρ̣ὸ̣ς̣ τ̣ὰ̣ς̣ ἀποβάσε̣ι̣ς̣ τ̣ὰ̣ς̣ κρίσε̣ι̣ς φι‐
λ̣αιτί̣ως ποιουμ̣έν̣ων.23

24

Τί δὴ μάλισ̣τ̣α̣—ὦ̣ Θωμ̣ά̣σ̣ι̣ε—τ̣ο̣ῦ̣τ̣ο̣ ἂν εἴη ὃ τ̣ῶ̣ν π̣ολλῶν εἶναι φῄς; Τ̣ὸ̣ ἐπ̣ι̣δ̣ε̣ι̣κ̣τ̣ι̣κ̣ό̣ν̣—ᾦ Μ̣η̣νόδωρε—κ̣ο̣ι̣ν̣ῶ̣ς ἐν̣ δ̣ή̣μ̣ῳ̣ λεγ̣ό̣μ̣ε̣‐ ν̣ο̣ν εἴ τ̣ι̣ς̣ ἐ̣π̣ι̣τ̣ηδείω̣ς καὶ̣ π̣ρ̣ὸ̣ς̣ τ̣ο̣ῦ̣τ̣ο̣, ὡ̣ς ἐκεῖνοί φα̣σιν, ἐν τοῖς
5ὑ̣π̣ὲ̣ρ̣ πολιτεία̣ς̣ ἔσχεν ἀγῶ̣σ̣ι̣ν· καὶ ἄλλως οὐδὲ παρὰ̣ τ̣οῖς λό̣‐ γ̣ο̣ι̣ς̣ ἀ̣π̣ό̣β̣λητο̣ν̣ τ̣ό̣δ’ ἂν εἴη. οὔ̣π̣ω γάρ φημι τὸ Δημοσθέ̣ν̣ο̣υ̣ς̣ “μεγάλη γάρ, λέ̣γ̣ο̣ν̣τ̣ος, ῥο̣π̣ή̣, [μᾶ]λλ[ον] δὲ ὅλον ἡ τύχη π̣α̣ρ̣ὰ̣ π̣ά̣ντα ἐστὶ τὰ τ̣ῶ̣ν ἀνθρώ̣π̣ω̣ν̣ πράγματα.” Τοῦτο μέν̣—ὦ̣ Θ̣ω̣μ̣ά̣σιε̣—ἀρετῇ τε καὶ πολιτικῇ ἐπιστήμῃ
10μέλο̣ν οὐδέν̣, πλὴν οὐκ ἄτοπον σ̣υ̣μ̣φέρεσθαι ἐν πολιτείᾳ, ὡ̣ς̣ ἔ̣φης αὐτός, τῇ τῶν πολλῶν δόξῃ ἐς̣ μ̣ο̣....λιστα̣ μηδ̣ὲν ἢ τ̣ὸ παρ...β̣λ̣απ̣τ̣ο̣ν̣. ἀλλὰ ταῦτα μὲν ὅσον .... ἐφ’ ἡμῖν, μηχα̣ν̣η̣‐ τέον δὲ ο̣ἶμαι ὅπως ἂν κ̣α̣ὶ̣ τ̣ῶν οὐκ̣ ἐ̣φ’ ἡμῖν καλῶν ἀπόνασθαι δυνατὸν ᾖ.
15 Μηχ̣α̣ν̣η̣τ̣έ̣ον μὲν οὖν περὶ πλείστου ο̣...υ̣ τοῦτο̣ π̣ο̣ι̣ούμ̣ε̣ν̣ο̣ς̣· τ̣ί̣ δὲ τοῦτο—ὦ Μηνόδωρε—καὶ τίς ἡ περὶ̣ τ̣ο̣ῦ̣το μ̣ηχανή; Τ̣ὸ θεοῦ φημι—ὦ Θωμ̣ά̣σ̣ιε—ἐ̣ν ἀνθρώ̣π̣ο̣ι̣ς̣ μίμημα, βασιλεία δὲ τοῦτο, (καὶ) β̣α̣σ̣ι̣λεῦσιν ἐ̣κ̣ θ(εο)ῦ μὲν διδόμενον, δικαίως δὲ καὶ κατ̣’ ἀ̣ν̣θρώπους νόμῳ τε πολιτικῷ γιγνόμενον τῇ πόλει
20ἐγγίγνηται· ὃ τῇδε οἰκονομούμενον περί τε θ(εὸ)ν εὐσεβῶς καὶ ἐν ἀνθρώποις πρεπόντως ἂν οἰκονομοῖτο. Σαφέστερον—ὦ Μηνόδωρε—φαθὶ ὃ λέγεις εὐσεβείας τε̣ πέρι καὶ δικαίου, 〈νο〉μίμου τε καὶ πρέποντος.
Νόμιμον μὲν οἶμαι—ὦ Θωμάσιε—τὸ μηδένα πολιτῶν αὐτο‐24

25

νομίᾳ χρώμενον, ἀκόντων τῶν ἄλλων ἢ καὶ ἀγνοούντων, ἢ βίᾳ ἐγχειροῦντα, 〈ἢ〉 ἀπάτῃ μηχανώμενον, ἢ πειθοῖ εὐην̣ίους ἐπα‐ γόμενον ἢ φόβῳ προαναστέλλοντα οἰκειοῦσθαι τὴν ἀρχήν, ὃς δὴ τυράννου τρόπος καὶ οὐ πολιτικὸς ἂν εἴη νόμος, ἀλλ’ ὑπὸ τῶν
5πολιτῶν προσαγομένην τε καὶ οἷον ἐπιτιθεμένην δέχεσθαι τὴν βασιλείαν̣, ἄχθος̣ μέν οἱ αὐτῷ τὸ τοιόνδε κατ’ αὐτὸ καὶ λει‐ τουργία̣ν οὐκ ἀνεύθυνον̣ παρά γε τῇ θείᾳ δίκῃ ἴσως δὲ καὶ ἐν ἀν‐ θρώποις δεικνυμένην ἡγούμενον, σωτηρίας δὲ μᾶλλο(ν) ἕνε‐ κα τῶν πολιτῶν ὅμως καταδεχόμενον, οὐχ αὑτῷ μᾶλλον ζή‐
10σοντα ἢ ἐκείνοις̣. εὖ γὰρ τὴν βασιλείαν ὡρίσατο Πλάτων μὲν οὐ τῷ ἔχοντι, ἀλλὰ τοῖς ἀρχομένοις εἶναι συμφέρον, Κικέρων δὲ τοῦ ἔχοντος ἴδιον μὲν πόνο(ν) ἀλλοτρίας δὲ φροντίδα σωτη‐ ρίας· νόμιμον μὲν τόδε εἶναί φημι καὶ οὕτω γιγνόμενον. δίκαιον 〈δὲ τ〉ῇ μ̣ὲν γνώμῃ τῶν βασιλευομένων, τῶν δὲ ἀρίστων γίγνε‐
15σθαι βουλῇ. εὐσεβὲς δὲ τῷ θείῳ ἀναθεμένους τὸ ὅλον παρ’ αὐ‐ τοῦ διδόμενον, ὡς ἐρρήθη, δέχεσθαι τὸ ἐν ἀνθρώποις θεῖον. ταῦτα δὲ ο̣ὕ̣τω γιγνόμενα πρεπόντως, οἶμαι, ἂν γίγνοιτο. Κα̣ὶ̣ μάλα μὲν οὖν πρεπόντως. πῶς δέ—ὦ Μηνόδωρε— τ̣α̣ῦτα γίγνεσθαι ἅμα τε καὶ κα̣τὰ ταὐτὸν δυνατὰ ἂν εἴη;
20 Τῶν τῆς πόλ̣εως πάντων—ὦ Θωμάσιε—ταγμάτων οἱ πρωτεύοντες τρεῖς ἀμέλει καθ’ ἕκαστον ὀνομαζόντων οὓς ἐκ τῶν ἀρίστων ἕκαστοι τῆς βασιλείας ἀξίους ἂν οἰηθεῖεν, πρότε‐ ρον ἐξομνύμενοι̣ ἦ μὴν τὸ σφίσιν εὖ ἔχειν δοκοῦν οὕς τε νομίσεια(ν) πρὸς τὴν κοινὴν σωτηρίαν ἐπιτηδείους ὀνομάζειν.
25ὧ̣ν δὴ̣ ὀν̣ομασθέντ̣ω̣ν, κο̣ι̣ναί τε εὐχ̣αὶ τῆς πόλεως καὶ ἁγνισμοὶ π̣άνδημοι τρι̣ημέροιν μάλιστα ὁριζέσθωσαν, μεθ’ ο̣ὓ̣ς̣ κλήρων ἐ‐
πὶ τοῖς ὠνομασμένοις παρὰ τοῖς ἱερεῦ̣σ̣ι̣ν ἔν τε ἱεροῖς οἴκοις25

26

εὐαγῶς τε καὶ κατὰ̣ τὸν θεῖον νόμον τε καὶ τρόπον γιγνομένων, ἐφ’ ὃν ἂν ἔλθοι ὁ κλῆρ̣ο̣ς̣, ὅτε δώῃ θεός, ἔστω βασιλεύς· οὕτω γὰρ καὶ τοῖς πολίτ̣αις μετείη τῶν κοινῶν τε καὶ δικαίων καὶ τῷ θεῷ νέμοιτο τὸ πρό̣σ̣φορον, παρ’ αὐτοῦ τε διδομένη ἡ βασιλεία
5δ̣οθείη καὶ ἡ τοῦ̣ βασιλέως ἀνάρρησις νομίμως γίγνοιτο. τ̣α̣ῦ̣τα δὲ οἶμαι οὕτω γιγνόμενα δικαίως ἅμα καὶ δικαίας πόλεως ἀξίως περί τε 〈τὸ〉 θεῖον ἂν γίγνοιτο καὶ ἀ(ν)θρώπους. Δικαιότατα μὲν οὖν. Μετὰ δὴ̣ τὴν βασιλείαν τὸ τῶν ἀρχόντων—ὦ Θωμάσιε—
10καὶ ἀρχῶν ἑπόμενον ἂν εἴη. ἀρχῶν̣ δὲ νῦν λέγω τῶν μεγίστων, οὐχὶ δὲ καὶ τῶν ἡσσόνων, ἃς καὶ ὑπαλλήλους ὠνομάζομεν ἐν οἷς τὰ̣ περὶ τοῦ πολιτικοῦ ἀνδρὸς διῄειμε̣ν. τ̣ο̣ῦτο δὴ οὖν τὸ τ̣ῶ̣ν ἀρχῶν πρώτιστόν τε καὶ μέγιστον ἔστω τῶ̣(ν̣) βασιλικῶν ἐ‐ πιτηδευμάτων, ἐπί τε τῇ τῶν ἀρχόντων ἐπιλογῇ ἐκ τῶν ἀρίστων
15γιγνομένῃ καὶ τα̣ῖς τῶν ἀρχῶ(ν) νεμήσεσι προσφόρως τε αὐ‐ τοῖς καὶ κατ’ ἀξίαν νεμομέναις, στρατιωτικοῖς μὲν στρατιωτι‐ κάς, *** 〈ἃσ〉 δὲ νῦ̣ν̣ οὐ κυρίως καλοῦμεν, ἀλλὰ τὰς ἀστικὰς ἀντιδιαστέλλοντες πρὸς τὰς πολεμικάς· κατ’ ἀλήθειαν μέντοι πᾶσα πολιτείας ἀρχὴ ὁπο̣ί̣α ποτ’ ἂν εἴη, εἴτε στρατιωτική,
20εἴτε καὶ μή, πολιτικὴ ἂν εἴη καὶ λέγοιτο. εἴη δὲ ὁ τῶν̣ τοιῶνδε ἀρχόντων ἀριθμὸς κομιδῇ ἐλάχιστος, οἷς καὶ μελέτωσαν αἵ τε ἄλλαι̣ ἀρχαὶ καὶ ἄρχοντες, ὥσπερ τοῖς ἀ̣ρίστοις ἡ τῶν πολι̣τικῶν πάντων ταγμάτων ἔπ̣οψις̣. ἡ γάρ τοι βασιλικὴ προμήθεια μόνας τὰς συνεκτικὰς ἀρχάς τε καὶ πρώτας αἰτίας τῶν πολιτικῶν
25πραγμάτων ἐκ τῶν ἐνόντων αὐτῇ βασιλικῶν λόγων μορφουμ̣έ̣νας τῇ τοῦ δημιουργοῦ, ὡς οἷόν τε, μιμήσει ἔχοντος ἐν̣ 〈ἑαυ〉τῷ τοὺς τοῦ παντὸς λόγους, εὖ τιθεῖσα καὶ κοσμοῦσα διατελείτω ἀεί, ἐξ ὧν ἡ τῆς πολιτείας εὐεξία τε καὶ εὐστάθεια φύεσθα̣ί̣ τε
καὶ τρέ̣φεσθαι καὶ οἷον ἔκ τινων πολιτικῶν ῥιζῶν βλ̣ασ̣τ̣ά̣ν̣ουσα26

27

ἀνθεῖν καὶ τῶν ἐπιστήμης πηγ̣ῶ̣ν ἐπι̣ρρεομένη ἀκμάζειν δυνατὴ̣ ἂν εἴη, ὡ̣ς ἂν μὴ τοὺς ἐπὶ μείζοσι τ̣ῆς π̣ρω̣τ̣ο̣υ̣ργο̣ῦ̣ π̣ρο̣ν̣οίας και‐ ροὺς̣ τ̣ὰ ἥσσω ἐφ’ ἑα̣υ̣τ̣ὰ̣ ἀνθέλκοντα ἐπ̣ι̣σ̣π̣ῴ̣η̣, ὥσπερ τῶν σπερ‐ μάτων τ̣ο̣ῖς εὐγενεστέροις τ̣ὰ̣ μὴ̣ τοιαῦτα πλείονα παρ̣αφυόμενα̣
5τὴν̣ ἐκ τῆς γῆς π̣ι̣ό̣τητα, ἐπεὶ καὶ φύσει πλεῖο̣ν̣ τοῦ χρηστοῦ τὸ ἄχρηστον. τ̣ρισσὸν γὰρ ἂν̣ ο̣ὕ̣τ̣ως, οἶμαι, τὸ ὀνήσιμον τῷ τε δικαίῳ συγκείμενον τῇ πολιτείᾳ περιγίγνοιτο, τῆς βασιλείας ἐξ ἑαυτῆς πηγαζούσης οἷον̣ τὸ πολιτικὸν φῶς καὶ ἐπὶ τὰς μὲ̣ν 〈με〉τ’ αὐτὴν πρώτας ἐνιείσης πολιτικὰς ἀρχάς, δι’ αὐτῶν
10δὲ ἐπιστημ̣ονικῇ μεθόδῳ τὰ δεύτερα̣ καὶ τρίτα τά τε ἄλλα πάν̣τα πρυτανευ̣ο̣ύ̣σ̣ης, τ̣ῶ̣ν δὲ ἀρίστω̣ν δικαίως τε τῆς πολιτείας μετε‐ χόντων καὶ τὰ ἕκαστα, εἰ καὶ ἄλλων ἄλλα, ἐναρμονίω̣ς̣ ταττόν‐ των̣, τῶν τε ἄλλων ἁπάντων τῆς π̣ολιτείας τα̣γμάτων εὖ̣ μάλα ταττομένων, οἷα καὶ π̣λ̣ησ̣ι̣α̣ι̣τέραν καὶ σφίσι παροῦσαν καὶ
15ἑκάστῳ κατάλληλον ἐχόντων τὴν τῶν κρειττόνων ἐποπτείαν. Ἀριθμ̣ὸν δὲ π̣οῖον—ὦ Μηνόδωρε—τῶν τοιῶ(ν)δε ἀρχόντων τίθης̣; Τούτῳ—ὦ Θωμάσιε—τῷ μεγέθει τῆς πολιτεία̣ς̣ π̣αραμετρ̣η‐ θ̣ὲ̣ν τῇ τε τ̣ῶν πόλεων πο̣σό̣τητι καὶ χωρῶν καὶ π̣ρός γ̣ε ἐθνῶν,
20τυχόν, ὑπακουόντων. ἡμεῖς δὲ τὴν ἁπ̣λ̣ῶς, οἶμαι, π̣ο̣λι̣τείαν, σώφρονά τε δ̣ηλαδ̣ὴ καὶ ἀρίστην καὶ οὐ τήνδε ἢ τήνδε ἰδίως, ὡς Κικέρ̣ων τὴν τῶν Ῥωμαίων, ἐπισκοπεῖν ἐνεστησάμεθα, π̣λὴν̣ ἀλλ’ ἀρκ̣έσε̣ι̣, ὡς ὁ̣ ἐμ̣ὸς λόγος, δέκα ἀνδρῶ(ν) ἀρχόντων ἐπι‐ λογὴ ἐκ τῶν ἀρίστων γιγνομένη πρὸς τὴν ὅλην τῆς πολιτείας
25διοίκησιν. Ταῦτα λέγων—ὦ Μηνόδωρε—Κικέρωνι συμφήσεις ὅλην σχεδὸν λέγοντι τὴν βασιλικὴν φροντίδα περὶ δέκα ἐπιλογὴν ἀνδρῶν ἀρίστων καταγίγνεσθαι προσήκειν, οἳ καὶ ἐξαρκέσου‐ σιν, ἱκανοί γε ὄντες, καὶ ἄλλων ἀνδρῶν ἐπιλογὴν ποιήσασθαι,
30οἷς ἂν χρῷντο πρὸς τὰς τῆς πολιτείας διοικήσεις. Ἀληθέστα̣τ̣α· τόδε μέν—ὦ Θωμάσιε—καὶ ἑκών γε συμφαίην
ἂν ἔγωγε, οὐκ ἐλάττονο̣ς δὲ τυγχάνειν ἄξι̣ον τῆς βασιλικῆς ἐ‐27

28

πιμελείας, εἰ 〈μὴ〉 καὶ τῇ ἀξίᾳ κρείττονο̣ς̣, τὸ ἱερατικὸν τάγμα, ὡς ἂν ἱεραί τε καὶ ὄντω̣ς ἱεροπρεπεῖς ἀνθρώπων ψυχαὶ τὴν περὶ θεὸν καὶ τὰ θεῖα μεταχειρίζοιντο θεραπεία(ν), ἐφ’ ᾗ μάλιστα τὰς κρείττους ἐλπίδας σαλεύειν ἀνθρώπους ἥ τε φύσις αὐτομάτη
5δίδωσι, πρὸς τὰ ἄνω βλέπειν ἐν τοῖς μάλιστα κινδύνοις ἀναγ‐ κάζουσα, ὅ τε λόγος δεικνὺς σαφῶς. ἀλλὰ καὶ̣ τ̣ῶν τοιῶνδε ἀν(θρώπ)ων περὶ μόνους τοὺς ἀρχιερεῖς εὐκτέα τῇ βασιλείᾳ ἂν εἴη φροντίς, οἳ τῆς ἱερωσύνης ὄντως ἄξιοι καθιστάμενοι τῆς τ̣ῶν ἄλλων ἱερέων δευτέρων τε̣ καὶ τρίτ̣ω̣ν τῶν τε λοιπῶν
10ἁπάντων ἐπιλογῆς τε καὶ τάξεως ἂν εἰκότ̣ως ἀντέχοιντο, ἐκεῖνο μάλιστα ἐν φροντίδι ποιούμενοι, ὃ νῦν ἀμελούμενον αὐτῇ μὲν τῇ ἱερωσύνη ὕβριν, ὅλῃ δ’ αὖ τῇ πολιτείᾳ δυνάμεως ἐλάτ‐ τω̣σιν παρασκευάζει. Ποῖον δή;
15 Τοῦτο μάλιστα, τὸ μὴ συγχωρεῖν τοὺς τυχόντας ἀνθρώπους τῆς ἱερωσύνης μετασχεῖν, μηδὲ ἄλλους γε ἢ οἷς̣ ἡ τῆς ζωῆς ἀξία καὶ τοῦ βίου δίδωσιν. οἶσθα γάρ—ὦ Θωμάσιε—ὅτι πλήθη ἀνθρώπων τοσα̣ῦτα τοῦ πράγματος ἀναξίων τῷ ἱερατι‐ κῷ τάγματι προσκεχωρήκασιν, οὐ μόν〈ον〉 δέ, ἀλλὰ γὰρ καὶ
20τοῖς τῶν μοναχῶν λεγομένων κοινοβίοις· ὅσοι εἰ ἔτυχον ἀγωγῆς τῆς ἑκάστῃ φύσει καταλλήλου, πολὺ τῇ πολιτείᾳ τὸ χρήσιμον συνεισφέρειν ἂν ἐγένοντο ἱκανοί, καὶ μάλιστα δὴ περὶ στρατείαν καὶ γεωργίαν. οὕτω γὰρ ἂν τῇ μὲν ἱερωσύνῃ μόνους τοὺς ἀξίους εἰκὸς προσιέναι, τούς τε ἱεροὺς οἴκους ἧττον βαρύνεσθαι
25δαπάναις (καὶ) σωμάτων ἅλις τῇ *** ***σ̣τ̣άσεων δὲ π̣ερὶ τῶν ταγμάτων, ἑκάστους̣ τ̣ε̣ α̣ὐ̣τ̣ῶ̣ν̣ τ̣[ῆς] τε χορη̣γίας καὶ μάλιστα γυμνασίας. [ὀγδ]όην ἀ̣θ̣ρ̣οιστικὴ(ν) τῶν
ἑκάσ̣τ̣ῃ π̣όλει τε κα̣ὶ̣ χώρᾳ τῶν ὑπηκόων ἐπιτετ̣αγμένων σωμάτ̣ων28

29

πρὸς στρατ̣είας ἐγκατ̣ά̣λεξιν, δοκιμ̣α̣σ̣τ̣ι̣κ̣ή̣ν τε αὐτῶ̣ν καὶ γυμνα‐ σίας, καὶ π̣ρός γε στρα̣τ̣ολογικὴ(ν) τ̣ῶ̣ν καὶ ἄλλοθεν ἐ〈π〉’ α̣ὐ̣τ̣οῖς πρὸς τὴν στρατείαν αὐτ̣ο̣μ̣ολούντων. ἐνάτην ζητη̣τικὴν τῶν ἐν ταῖς̣ πόλεσιν ἀεργῶν καὶ ἀ̣τ̣έχνων εὑρισκομένων ἀνθ̣ρώπων,
5καὶ ἀνιχνευτικὴ̣ν τῶν οὐκ ἀνάγκῃ τ̣ο̣ῦ̣ σ̣ώ̣ματος̣ μ̣ετ̣αιτούντων, καὶ ἀ̣πελα̣στικὴ̣ν̣ τ̣ῶ̣ν οὐ κατὰ χρείαν τα̣ῖ̣ς̣ ἀλλοδαπα̣ῖ̣ς̣ ἐνδ̣η‐ μούντων ξένων· οὐ γ̣ὰ̣ρ̣ ἄ̣τοπ̣ος ἡ Λακω̣ν̣ικὴ ξενηλ̣ασία, εἴ γ̣ε τ̣ὰ̣ τῆς πόλεως ἤθη ἀ̣π̣ρόσ̣μικ̣τ̣ά̣ τε α̣ὐτοῖς διε̣φύλαττεν καὶ ἀνόθε̣υ‐ τα. τὴ(ν) αὐτ̣ὴν δὲ μάλιστα̣ κ̣α̣ὶ̣ κολα̣στικ̣ὴ̣ν τῶν τοῖς ἀτ̣ό̣π̣ο̣ι̣ς
10θεάμ̣ασι̣ καὶ ἀ̣κροά̣μασι̣ τὰς ἐπ̣ό̣ψεις καὶ ἀκο̣ὰ̣ς̣ ὅ̣λ̣ο̣ν̣ τε αὐτ̣ὸ̣〈ν〉 δεδωκότ̣ω̣ν βίον, ο̣ἳ̣ διττὰς τὰς̣ πόλεις κ[αὶ ἀ]ν̣τιθ̣έτους σφίσι̣ τε̣ π̣ολεμίας τῇ σφῶν ἀβελτερίᾳ δεικνύουσιν. ὧν ἁ̣π̣άν̣τ̣ων ἀ̣ν̣α̣ί̣ρε‐ σ̣ις καὶ ἐπὶ τὰ πολιτικὰ ἐπιτηδεύμ̣ατα̣ π̣ροσφόρω̣ς γιγνομένη ἑκ[άστ]ο̣υ ετ̣α̣ς̣.η̣θη τ̣ε̣ καὶ μετ̣α̣κ̣ό̣σ̣μ̣ησ̣ι̣ς̣ ἀρχὴ ἂν εἴη̣ [........]
15..σ̣ω̣τ̣ηρίας. δεκ̣ά̣την [δ]ι̣οικητ̣ικὴν̣ [.......]ο̣ν̣[..] ἑ̣κ̣άστου α̣ὐ̣τ̣ο̣μ̣ολού̣ν̣των τε βαρβάρων ἢ δ̣ο̣ριαλώτων ἢ̣ κ̣α̣ὶ̣ ἄλλως υ̣π̣ο̣ κ̣ο̣[.......].ε̣ιᾳ̣ γιγνομένων. εὔδηλον δὲ ὡ̣ς̣ καὶ γ̣υ̣ν̣αῖκες τῶν ἀρίσ̣τ̣ω̣ν σ̣υναντ̣ι̣λ̣ήψ̣ονται ἐπὶ τ̣ο̣ῖς̣ γ̣υ̣ν̣α̣ι̣κείοις μάλιστα ἤθεσι, ἐ̣πε̣ὶ̣ κ̣αὶ α̣ὐταὶ ἄριστα̣ι μὲν τὴν φύσιν, ἄρι[στ]α̣ δ̣ὲ τ̣ρ̣α̣φεῖσα̣ι̣ καὶ
20ἀρίστω̣ν̣ σ̣ύ̣μ̣β̣ι̣ο̣ι̣ τυ̣γ̣χάνουσιν οὖσ̣αι· καὶ αν̣[.....].θ̣α̣ν φῦλον δ̣εινὸ̣ν̣ (καὶ) ὀ̣ξυ̣δ̣ε̣ρκὲς κατ̣α̣νοεῖν τὸ ὁμοφυ̣ές. τ[ῆ]ς δὲ δευτέρα̣ς̣ τῶν ἀρίσ̣τ̣ω̣ν̣ ἑ̣κ̣α̣το̣ν̣τάδος ἡ μὲν πρώτη δεκὰς̣ ἀ̣ρ̣χὴ ἔστ̣ω̣ τῇ ὁπλοπ̣οιίᾳ ἐ̣φεστῶσ̣α̣ καὶ τ̣α̣ῖ̣ς̣ ἐν τ̣αῖς̣ πόλε̣σ̣ι δ̣ι̣η̣ν̣εκῶς π̣α‐ ρασ̣κ̣ευασθησο̣μένα̣ι̣ς̣ καὶ πρὸς πόλεμον τ̣ο̣ῖ̣ς̣ τ̣ε̣ καιροῖς ἀναγκαί‐
25αις δαπάναις. ἡ δὲ δευτέρα τὸ γεωμορικὸν ἐποπ̣τευέτω γένος̣ καὶ̣ φορολογικόν, ὡς ἂν μηδεὶς̣ τῶν τοὺς δημοσίους τ̣ελούντ̣ων φόρου̣ς εἰσπράττο̣ι̣τ̣ο̣ ἃ μὴ̣ κ̣έ̣κ̣τητ̣α̣ι̣ μηδὲ μὴν̣ ἃ̣ μὴ καρπίζε̣ται, ἀλλ’ ἐκ̣ τῶ(ν̣) μετὰ τὰ̣ς δαπάνας καὶ τ̣ὰ̣ς̣ ἄλλας ἀναγκαίας χρείας αὐτοῦ τε καὶ τ̣ῶ̣ν οἰκείων περιτ̣τ̣ευόντων ὅσα̣ ἂν ἡ ἐπὶ τούτῳ
30τετ̣α̣γμένη ἀρχὴ διατ̣ά̣ττ̣ο̣ι̣τ̣ο̣· ὃ μὴ φυλατ̣τόμενον πρὸς τῷ̣ ἀ̣δίκῳ κα̣ὶ̣ ἀ̣π̣εχθημοσύνης αὐτ̣οῖς π̣ρὸς τὴν πολιτεία̣ν αἴτιον̣ γίγνεται.
οὐκ ἄ̣γνωστον γὰρ ἐκεῖνο, ὅτι Ῥωμαῖ̣ο̣ι̣ τοῖς̣ Σ̣ικελιώ̣ταις φόρους29

30

ἐπιθέντες τ̣ὴ(ν̣) τρίτ̣ην μοῖ̣ρα̣ν τοῦ μετὰ τ̣ὰ̣ς̣ π̣α̣ν̣το̣ίας δαπάνας α̣ὐτοῖς π̣εριτ̣τεύοντος σ̣ί̣τ̣ου ἠξί̣ουν λαβεῖν, ἐφ’ ᾧ δὴ οὐκ ἀ(ν)‐ ε̣π̣αχθ̣εῖς φανέντες ὕστερον πραγμάτων ἐπ̣ειράθησαν τῆς ἐκ̣είνω̣ν ἕνεκα ἀποστ̣άσεω̣ς̣. ἡ τρίτη το̣ῦ̣ γ̣εω̣ργικ̣οῦ ἀν̣τι̣λα̣μβανέσθω. ἡ
5τετάρτη τ̣ὸ̣ ν̣α̣υ̣τ̣ικὸν π̣ο̣λυ̣π̣ραγμ̣ονείτω. ἡ̣ πέμ̣π̣τ̣η τῶν πολιτικῶν τεχνῶν τ̣ὰς̣ π̣ερὶ τὸ̣ τ̣ρόφιμον ἅπαν γένος ἐν ταῖς πόλεσι κα̣τ̣α̣‐ γιγνομένας, οἶον ἐμπόρους, ἀρτ̣ο̣ποιούς, καπή̣λ̣ους̣, π̣αλιγκα‐ πήλους καὶ τὰς τοιαύ̣τας̣ κατ’ εἶδός̣ τ̣ε̣ τ̣ὸ̣ ἕκ̣αστον κ̣α̣ὶ ἐπιτή‐ δε̣υμα. ἡ ἕκτη τ̣ὰς ἐπὶ τῶ̣ν̣ ἐσθημάτων, εἴτε ἐμπορικῶν, εἴτε κα‐
10τασ[κ]ε̣υαστικῶν, καὶ̣ π̣αντὸς τῶ̣(ν) τοιο̣ύ̣των εἴδους̣. ἡ ἑβ̣δόμ̣η̣ περὶ τὴν οἰ̣κ̣οδομίαν, οἷον οἰκοδομικήν, τεκ̣τονικήν, χαλκευτι‐ κήν, ζωγραφικὴν κ̣αὶ τὰς τοιαύτ̣ας. [ἡ ὀγδόη] τὰς διὰ λόγων, ἰ̣ατρ̣ικ̣ῶν φημι καὶ τῶν ἐγκυκ̣λ̣ίων τῶν τ̣ε̣ πεζῶν λε̣γομέ̣νων γραμμά̣τ̣ων, οἷς̣ καὶ ἡ τῆς δημοσίας β̣ιβ̣λιοθήκης μελέτ̣ω̣ φυλα‐
15κή τε καὶ ἐπιμέ̣λεια. ἡ ἐνάτη̣ [τ]αῖς τῶν πρέσβεων ὑ̣π̣ο̣δ̣[ο]χ̣[αῖς] σ̣χολαζέτω, παρα̣φυλακαῖς̣ τε καὶ θεραπ̣εία[ις]. ἡ δεκάτη τῶν δημο̣σ̣ίων οἰκο̣δομημάτων, λιμένων τε καὶ γεφυρῶν καὶ ὁδῶν μ̣ετί̣τ̣ω̣ τὴν φροντίδα. ἐμ̣οὶ μὲν οὖν τὰ δόξαντα—ὦ Θ̣ωμά‐ σιε—τῆς τῶν ἀρίστων περὶ τάξε̣ως̣ καὶ τ̣α̣ξιαρχίας τῇδε εἰρή‐
20σθω. εἰ δὲ καὶ αὐτῷ σοι συνδοκεῖ, σύμφαθι, ἢ(ν) δὲ μή, καὶ ἀπόφαθι. Οὐδέτερον—ὦ Μηνόδωρε—νῦν ἔχοιμ’ ἂν ἀποκρίνεσθαι πρὶν ἂν τέλος ἐπισκοπήσαιμεν περὶ α̣ὐ̣τοῦ· ἡ μὲν οὖν ἐφ’ ἑκά‐ στῳ τάξις̣ ᾗ ἐρρήθη γιγνομένη οὐδενὶ οὐχ ὁμολογήσεται εὖ ἔχειν
25τῶν γε εὖ φρονούντων, οἶμαι δὲ πολλὰ ὦν διελήλυθας τ̣ο̣ῖ̣ς̣ τῶν ἀρχόντων μᾶλλον ἢ τῶ(ν) ἀρίστων ἁρμόζειν ἐπιτηδεύμασιν, καὶ μάλιστα δὴ τὰ τῶν βαν̣αυσικωτέρων τεχνῶν, ἃ καὶ νῦν οὕτως
ὁρῶμεν ὑπὸ τοῖς ἄρχουσ̣ι πραττόμενα πράττεσθαι, ἢ κινδυνεύσει30

31

δή πῃ τοὺς μὲν ἄρχοντας ἀτρ̣εμοῦντας σχεδὸν ἀπρακτεῖν, παρῃρημένων αὐτοῖς τῶν ἀρχικῶν δικαίων, τοὺς δὲ ἀρίστ̣ο̣υς οὐ περὶ τὰ σφόδρα ἀναγκαῖα ἐσχολακότας τῶ(ν) ὄ̣ντω̣ς̣ ἀναγ‐ καίων ἀπείργ̣εσθαι.
5 Οὐ̣ κατὰ τοῦ̣ αὐτοῦ σ̣κοπ̣οῦ ἄ̣μφω βαλεῖν—ὦ Θωμάσιε— ἐοίκαμεν, ἕτερος δὲ π̣ρὸς ἕτερον μᾶλλο̣ν̣ β̣λ̣έ̣π̣ειν. φαίην γὰρ̣ ἂν ἔγωγε μηδ̣ὲ̣ παρῃρῆσθαι τῶν πρακτέω̣ν̣ τοῖς ἄ̣ρ̣χουσί τ̣ι̣ ἐ̣ν̣ ο̣ἷ̣ς̣ δ̣ι̣ε̣λ̣ηλύθαμεν, τοὐναντίον δὲ μᾶλλον, καὶ π̣λ̣είο̣νος δεδ̣ό̣[σθα]ι̣ οὐ πράξεω̣ς̣ [ἁπλῶς], ἀ̣λ̣λ̣ὰ̣ κ̣α̣ὶ̣ ε̣ὐ̣π̣ρ̣α̣ξ̣ί̣α̣ς̣ α̣ὐ̣τ̣ῆ̣ς̣. α̣ὐ̣τ̣ὸ̣ς̣ μὲν
10γά̣ρ̣, ὡ̣ς̣ ἔ̣οικε̣ν̣, ε̣ἰ̣κάζειν μ̣ο̣ι̣ δο[κ]εῖς̣ [ὥσπερ οὓς ἀ]γοραν̣όμους κ̣α̣λοῦ[σιν] ἐν τα̣ῖ̣ς̣ π̣ό̣λεσιν κα̣ὶ̣ τῶν ὠνίων ἐπ̣ό̣πτας, οὕτω δὴ καὶ ἡμ̣ᾶς τοὺ̣ς̣ ἀ̣ρ̣ίστους ἐπισ̣τ̣ῆ̣σ̣α̣ι̣ τ̣ο̣ῖ̣ς̣ τ̣ῆς πόλεως καὶ πο̣λ̣ι̣τ̣ε̣ί̣α̣ς̣ τ̣άγμασιν. ἐγὼ δ̣ὲ̣ τ̣ο̣ύ̣τ̣ου μὲν ἐκείνους ὡς ἀπωτ[άτω] γ̣ί̣γ̣νεσθαι ἢ μᾶλλον ἀνωτάτω φέρεσθαι χρῆναί φημι, μόνους 〈δὲ〉 τοὺς
15βίους κ̣α̣ταζητοῦντ̣α̣ς ἰδιοπραγεῖν ἑκ̣άστους ἐν οἷς ἂν τύχοιεν τε‐ ταγμένο̣ι̣ ζῆν τε σωφρόνως παρασκευάζειν προεστηκότα̣ς τε αὐτῶν καὶ ἐπὶ τοῖς δι̣καίοις καὶ νομίμοις οὐκ ἐῶν̣τας πρὸς τῶν ἰσχυροτέρων ἀδικεῖσθαι, ὡς ἂν τῆς τῶν ἀ̣ρίστων φιλοφροσύνης ἅπ̣αντες τυχόντες σ̣χετικῶς τε̣ π̣ρὸς αὐτο̣ὺ̣ς διακέοιντο καὶ
20ῥᾷστα πεί̣θοιντο οἷς ἂν ἐπιτάττοιεν ἐν τοῖς̣ ἀναγκαίοις μάλιστα τῆς πολιτείας καιροῖς̣. ὃ διὰ τῶν ἀρίστων καὶ οὐ τῶν κατὰ και‐ ρὸν ἀρχόντων γιγνόμενον, αὐτό τε ε̣ὐσταθέστερον ἂν εἴη καὶ ἄλλως ἀναγκαῖο(ν) γίγνοιτο λόγῳ. αἱ μὲν γὰρ τ̣ῶ̣ν ἀρχόντων ἀ‐ μείψεις δειναὶ με̣ταποιεῖν καὶ ἐξαλλάττειν τό τε συνεχὲς τῆς πο‐
25λιτικῆς τ̣ά̣ξεως καὶ μάλιστα δὴ τὴ̣ν̣ τῶ̣ν β̣ίων ταυτό̣τητα· κ̣α̣ὶ̣31

32

ἄλλως οὐκ ἔσται ὅτῳ με̣λ̣ή̣σει ἀ̣εὶ τ̣ῆ̣ς ἐν̣τ̣εῦθεν μέμψ̣ε̣ω̣ς̣, ἢ ἔστα̣ι̣ οὐ τόδε τῶν ἀρίστων τ̣ά̣γ̣μα διη̣νεκῶς ἐφεστὸ̣ς̣ τῇ ἑκά‐ στω̣ν ζωῇ τε καὶ ἰδιοπ̣ραγο̣ῦ̣ν̣ διηνεκῆ καὶ ἀπα̣ραπόδιστον; ἐκείνοις τε ἂ̣ν τὴ̣ν̣ ε̣ὐ̣ταξίαν καί, φησίν, εὐδοξίαν π̣ορίσειεν, τὸν
5ἐντ̣ε̣ῦ̣θεν κ̣ί̣νδυνον α̣ὐ̣τ̣οῖς τε καὶ π̣αισ̣ί̣, ζῶσί τε καὶ τελευτήσ̣α̣‐ σιν ἐπισειόμ̣εν̣ον ἐνεικονιζ̣ό̣μενοι. ὧν δὴ ο̣ὕτω πραττομένων, οἱ μὲν̣ ἄρχο̣ντες οὐδ̣ὲν ἂ̣ν̣ π̣άθοιεν τῶν οἰκείων παρασπ̣α̣σ̣μῶν, τοὐναντίον δ̣ὲ̣ μᾶλλον καὶ ῥᾳδίως ταῖς πόλεσι τὸ̣ χρήσ̣ιμον κατ̣απ̣ρά̣ξειαν, σ̣ω̣φρονεστέροις ὧν ἄρχουσι χρώμενοι̣. ἢ οὐχ
10ἱκανῶς̣ ἀπ̣ολε̣λογῆσ̣θ̣αι, ἀλλ’ ἔτ̣ι̣ 〈τι〉 ἐνδεῖν τῷ λόγῳ ὑπ̣εί‐ ληφα̣ς̣; Ἰκανώτατα μὲν οὖν ἔχειν ὑ̣πολαμβά̣νω, διὸ δὴ καὶ ἄν̣τικρυ̣ς ἡδέω̣ς̣ ἂν 〈ἐ〉ροίμην ὅτου χάρι(ν) τ̣ῶν πολιτείας̣ τ̣α̣γμάτων ἄναρχον καταλέλοιπα̣ς̣ κ̣α̣ὶ̣ ἀδιερεύ̣νη̣τ̣ον ἐκ̣εῖνο̣ ὃ̣ μάλισ̣τα ἀρ‐
15χῆς ἂν δέοιτο κ̣α̣ὶ̣ τ̣ά̣ξ̣ε̣ω̣ς̣ ἅ̣τ̣ε̣ καὶ τῶν ἄλλω̣ν̣ μεῖζόν τε καὶ πο‐ λυ̣α(ν)θρωπό̣τερο̣ν, οὐ μό̣νον δέ, ἀλλὰ καὶ ἰσχυρότερον, οἷ̣α̣ κα̣[ὶ] ἐ̣κ̣ μ̣ι̣ᾶ̣ς̣ σ̣υ̣γ̣κ̣ε̣ί̣μ̣ε̣ν̣ο̣ν̣ ὡ̣ς̣ τ̣ὰ̣ πολλὰ καὶ ἀκμαζούσ̣η̣ς̣ ἡ̣λ̣ι̣κίας. καὶ οὐ ἡ̣ μὲν εὐ̣τ̣αξία τ̣αῖ̣ς πόλεσιν εἰρήνη̣ν [τ]ε̣ κα̣ὶ ῥᾳστώνην, ἡ δὲ ἀταξία πόλεμον τοῦ ἔξ̣ωθεν οὐκ ἀ̣ν̣εκ̣τ̣ό̣τερον,
20μέγα μὲν οὖν εἰ μὴ καὶ πολλῷ̣ β̣α̣ρ̣ύ̣τερον, πέφυκεν ἐμ̣π̣οιεῖν; ἁπλῶς τ̣ε εἰπεῖν, ο̣ὐ̣ τ̣ὸ̣ τῆς πολιτε̣ί̣ας, ὡς̣ ο̣ἱ̣ πολλοὶ λέγουσιν, ἄνθος καὶ κάλλος ἔν γε σώμασι, π̣ρ̣ο̣σ̣θείη̣ν δ’ ἂν καὶ ἰσχύς̣; ἢ οὐκ ἐν σώμασι μάλιστα τὸ τῆ[ς] π̣ο̣λ̣ιτείας ὡς τ̣ὰ πολλὰ κρά‐ τος; ἢ οὐ̣ σωμάτω̣ν πλήθει μὲν μεγάλη, ὀλιγό̣τητ̣ι δ̣ὲ μικρὰ πολι‐
25τεία ἂν εἴη καὶ λέγοιτο; ἧς ἐν τρισὶν ξυνισταμένης, βουλῇ τ̣ε̣32

33

καὶ σώμα̣σι κ̣αὶ χρήμασι, το̣ῖ̣ν δυο̣ῖ̣ν ἢ ἀναγκαιότερον ἢ̣ π̣άντως̣ γε οὐ φαυλότερον τὸ τῶν σωμάτων γ̣νωρίζ̣εται. ὅ̣ τ̣ο̣ι̣ νῦν ἐβου‐ λόμην εἰπ̣εῖν· τί σοι δόξα̣ν—ὦ Μηνόδωρε—δέο̣ν̣, το̣ῦ̣τ̣ο̣ α̣ὐ̣τῶν οὐδὲ ἔσ̣χατον, οὐδὲ τάξεως, οὐκ ἀρχῆς, ο̣ὐ̣κ̣ ἄλλη̣ς̣ ἡ̣στινοσοῦν
5προνοίας, καί, σ̣υ̣λλή̣βδην εἰπεῖν, οὐδὲ ὀ̣νόμ̣α̣τος ἠξίωσας̣; καίτ̣ο̣ι̣ ἐχρῆ̣ν καὶ τοσούτῳ μᾶλλον ὅσῳ γ̣ε τ̣οῖς̣ ἄλλοις τοῖς περὶ πολιτειῶν γράψασιν οὐδὲν τ̣ού̣τ̣ο̣υ̣ ἕνεκα μνημονεύεται ὡς μηδὲ γν̣ώ̣ριμον τότε, ὅσον γε εἰς κα̣κ̣ίαν ταῖς πόλεσιν συμβάν, νῦν δέ, ὡς ἔοικεν, εἰς ἄ̣κ̣ρον δ̣υ̣ναστείας̣ ἐλάσαν, ἄ̣κου̣ς ἂν δέοιτο
10καὶ τῆς περὶ [τού]τ̣ου ε̣ὐ̣εξίας. Καὶ τί τοῦτο—ὦ Θωμάσιε—ἂν εἴη; π̣ερὶ τῆς φίλη̣ς̣ σ̣οι τέχνης τ̣ὰ μέγιστα νῦν ἐνδέδειξαι, τό̣ τ̣ε σ̣υ̣ν̣η̣γ̣ορικόν φημι καὶ ἐγ̣κωμι̣α̣σ̣τ̣ι̣κόν, ἀλλ’ ἴ̣σ̣ω̣ς οἶμαι τὸ σ̣τ̣ρ̣α̣τιωτικὸν νῦν σε λέγειν. Οὐ τὸ κατὰ τῶν πολεμί̣ω(ν̣)—ὦ Μη̣ν̣όδωρε—στρατευόμε‐
15νον, ἀλλὰ τὸ οἴκοι καὶ ἔνδοθεν ἐμφύλιον, οὐ λεγόμενον μέν, χεῖρον δὲ κα̣θεστὸς κακὸν εἰ μὴ ἀρχῆς̣ τ̣ύ̣χῃ καὶ μεγάλης̣· οὗ δ̣ὴ πρόφασιν μὲν σφίσι τοῦ πολιτικοῦ τούτου, ἵ̣ν’ οὕτως̣ εἴπ̣ω̣, πολέμου χροιῶν ὀ̣νόμα̣τ̣α̣, ὥσπερ τα̣ῖς ὁμηρικαῖς θεαῖς μυθευόμενον τὸ μῆλον, σ̣καιός τις, ὡς ἔοι̣κεν, οὐκ οἶδα̣ πῶς,
20ἐνῆ̣κε δαίμων. ὅ τ̣ο̣ι̣ καὶ μεγάλης οἶμαι δεῖσθαι μάλιστα καὶ ὅ̣σης τῆς ἀ̣ρχικῆς χαλιναγωγίας, ἧς εἰ μὴ τύχοι, μείζονα̣ πολλῷ τ̣ὰς πό̣λεις εἴωθεν δρᾶν κακὰ ἢ ὁ ἔξωθεν, ὡς ἐρρήθη, ἐπ̣α̣γ̣όμενος πόλεμος. ἢ οὐ τοιόνδε τί ἐστι ὁ̣ εἰς̣ μ̣έρη αὐτὸς κ̣α̣θ̣’ αὑτοῦ̣ τ̣ε καὶ τῆς ἄλλης πόλεως διῃρημένος δῆμος, ο̣ἰ̣κεῖος̣
25ὄ̣ντως ὢν πόλεμος, ὧν τ̣ὰ σεμνὰ ὀνομάσαι ὀνό̣μ̣ατ̣α̣ μισῶν τε ἅ‐ μα καὶ αἰσχυνόμενος παραλείψ̣ω; τοῦτ̣ο—ὦ Μηνόδωρε—τ̣ὸ̣
τῶν ἀνθρώπων γένος ἔλεγον πρὸ τ̣οῦ̣, καὶ νῦν δ̣ὲ λέγω λέγων33

34

τε οὐ̣ παύσο̣μα̣ι̣ χρῆνα̣ι̣ ἀ̣ρ̣χ̣ῆ̣ς̣ τε τυ̣χεῖν καὶ ἀγωγῆς τῶν ἄλλων ἢ οὐκ ἐλά̣ττον̣ος ἢ̣ κ̣αὶ πολλῷ μείζο̣νος. ἀλλὰ τί σχετλιάσαντι ἐοικὼ̣ς̣ “β̣α̣θείας ὥσ̣π̣ερ, ὃ δὴ λέγετ̣α̣ι, ἐκ ψυχῆς ἀνῴμωξας”; Ὅτι—ὦ Θωμάσιε—ἀπεστραμμένῳ μοι καὶ τὸ πράγμα καὶ
5τὸ ὄνομα, τήν τε ἀκοὴν μεμυκότι καὶ περὶ αὐτὴν δὴ τὴ(ν) ἐκείνου μνήμην, αὐτὸς φέρων ὅλον πρὸ ὀφθαλμῶν ὡς ἐν γραφῆς ἱστορίᾳ προὔθηκα̣ς· διὸ καὶ στραφεὶς αἰφνίδιον ὥσπερ ἔ̣βλεψα εἰς τὰ̣ς πόλεις ὡς ἐν πίνακι κύκλῳ περὶ τὴν μητέρα καὶ βασι‐ λίδα ἑστώσας, ὑπὸ τῶν τροφίμων καθυβρισμένας καὶ ἀλλήλαις
10οἱονεὶ διηγουμένας τ̣άς τε ἔνδ̣ο̣θεν αὐτ̣α̣ῖς ἐγγιγνομένας βίας τε καὶ προπηλακίσεις καὶ τὰς ἔξωθεν ἐπαγομένας συμφοράς τε καὶ ἁλώσεις, καὶ ἐλεήσας μ̣ὴ ἐποιμῶξαι τῷ πάθει οὐκ ἠδυνήθην. ἐνηχεῖσθαι γάρ πως μοι δοκῶ τὴν ἀκοήν, ὡ̣ς ἐπ̣ὶ τῶν κορυβαν‐ τιώντ̣ων̣, τ̣ὰ̣ τῆς ἀρχούσης πρὸς α̣ὐ̣τ̣ὰ̣ς ῥήμα〈τα〉 ψυχαγω‐
15γίας ἕνεκα διττῷ γιγνόμενα τρόπ̣ῳ, οἰκείου τε δηλαδὴ παρα‐ δείγματος ταὐτὰ πασχούσης ἐκείναις. τὸ γάρ τ̣οι ἰσοπαθὲς μέγα τοῖς ἐλάττοσι μάλιστα παραμύθιον καὶ πρός γε φύσεως ἀκο‐ λουθία. “τλῆτε, γάρ φησιν, ὦ τέκ̣να, τλῆτε θυγατέρες ἐμαὶ φύσεως ἔργα ἑκοῦσ̣αι. καιρῶν γὰρ περιόδους φοράς τε καὶ ἀ‐
20φορίας ἐκεῖνος ὁ δημιουργὸς̣ τοῦ παντὸς διὰ πολλὴν ἀγαθότητα καὶ σοφία(ν) τοῖς ἀνθρωπίνοις μάλιστα εὐταξίας ἐπεκλώσατο
χάριν. οὕτω γὰρ ἂν ἑκάτερον εἴημεν κεκερδαγκυῖαι̣, σ̣ύνδρομοί34

35

τε γιγνόμεναι τῇ τοῦ θεοῦ βουλήσει ἐπὶ τ̣ῷ φύσ̣εως νόμῳ, ῥᾷόν τε φέρουσαι καιρῶν ἐναντιότητας, οὐκ οὔσ̣α̣ς μὲν τῇ ἀληθείᾳ— οὐ γὰρ ἔστι, οὐκ ἔστιν οὐδὲν τοῦ παντός, οὐ τῷ ὅλῳ, οὐ μέ̣ρει αὐτοῦ, φύσει ἐναντίον—δοκούσ̣α̣ς̣ δ̣ὲ μᾶλλον διὰ γνώσεως
5ἀτέλειαν καὶ ζωῆς βραχύτητα”. ἡμῖν μέντοι οὐ παρῶπται ἐν οἷς διεληλύθαμε(ν), ὡ̣ς̣ ᾠ̣ήθη̣ς̣, ἡ τοιάδε ἀ̣ρχή, εἰ καὶ ἔμπαλιν ἢ ὡς ἔλεγες τ̣ε̣τ̣α̣γ̣μ̣έ̣ν̣η τ̣υ̣γ̣χά̣νει. αὐτὸς μὲν γὰρ ἐβούλου, ὡς ἔοικε, τ̣ὸ̣ τ̣ο̣ι̣όνδε ἀνθρώπων σύστημα ἀρχῇ τα̣ττόμενον α̣ὐτ̣ό̣ τε καθ’ αὑτὸ σωφρονεῖν, τάς τε πόλεις μὴ δηλήσασθ̣αι· ἐγὼ δέ, ἐ‐
10πεὶ μὴ πέφυκε σωφρονεῖν κακῶς τραφὲν καὶ μάλιστ̣α ἀργί̣ᾳ συζῶν, εἰ δὲ καὶ σώ̣φρονι οὐ̣ τὸ μὴ δηλήσασθαι, ὡς οἶμαι, ἀρκέσει, ἀλλὰ καὶ τροφείων πρὸς δε*** *** 〈ἐναρ〉μόνιον τάξιν. Εἰκότα καὶ ταῦτα—ὦ Μηνόδωρε—καὶ ὄντως πρέποντα ἀ‐
15γαθῷ. Τούτων δή τοι τῶν θειοτάτων θεωριῶν ἐπόπτης ὡς οἷόν τε ὁ νοῦς γενόμενος καὶ ἐν αὐταῖς τυπωθεὶς κάτεισι διὰ τῶν αὐτῶν δι’ ὧν καὶ ἀνῄει πάλιν ἐρχόμενος· ἃ δὴ τρανέστερον ἢ πρότερον ἰδὼν καὶ τοσοῦτον ὅσον τότε μὲν δόξῃ τε καὶ διανοίᾳ ὑποθέσεσι
20χρώμενος, μεταστὰς δέ, οἷα δὴ ἀνωτάτω γενόμενος κἀκείνῳ λαμπρυνθεὶς τῷ θείῳ, φωτεινῷ τε τῷ καθαρωτάτῳ καὶ ἐπιστήμῃ,
οὕτω τε τὴν ἀλήθειαν ὡς οἷόν τε λαβών, τὴν ἐν ἑκάστοις ἐντε‐35

36

τυπωμένην τῆς τἀγαθοῦ ἰδέας ὁμοιότητα, τὸ δὲ δὴ λοῖσθον εἰς αὑτὸν αὐτὸς ἄνωθεν ἐπανελθών, εἰκότως ἂν ζητοῖ πάλιν ἐπιστημονικώτερον, τίς τε ἂν εἴη καὶ ποῖ κόσμου τεταγμένος, τίνα τε καὶ ὁποίαν τάξιν εἰληχώς.
5 Καὶ μάλα μὲν οὖν εἰκότως οὕτω ζητεῖν ἄξιον. Ζητῶν δέ—ὦ Θωμάσιε—ἀναγκαίως ἂν καὶ τῇδε αὐτὸς πρὸς αὑτὸν διαλέγοιτο ὅτι ἡ πρώτη τῶν ὄντων αἰτία, πάντα τὰ ὄντα δημιου̣ργοῦσα κατὰ τοὺς ἐνόντας αὐτῇ θείους ἑκάστων λόγους, αὐτὴ μὲν πάντα καὶ πάντων ἐπέκεινα ὑπ̣εριδρυμένη
10καὶ ἑαυτῆς ἀνεκφοιτήτως ἔχουσα, τὰς ἀγαθουργοὺς δὲ τοῖς οὖ‐ σ〈ιν〉 ἐξ ἑαυτῆς ἐνιεῖσα προνοίας, οἷον ἔκ τινος κέντρου ἐπὶ κύκλον εὐθείας, εἰ δὲ β̣ο̣ύλει, τ̣οῦ ἡλίου, ὁμοιότερον εἰπεῖν, τὰς ἀκτῖνας, δι’ αὐτῶν πᾶσι̣ πάρεστιν, ἀρχάς τε πρωτουργοὺς ἐπιστήσασ〈α〉, αὐτῷ μὲ(ν) νοητῷ ὅλῳ κόσμῳ τὸν νοητὸν ἥ‐
15λιον, τῶν δὲ ἐν αὐτῷ νοερῶν δυνάμεων ἄλλην ἐπ’ ἄλλης τα‐ ξιαρχίαν, τῷδε δὲ τῷ αἰσθητῷ τόνδε τὸν αἰσθητὸν ἥλιον, τῶν δ’ ἐν αὐτῷ ὁμοίως ἑκάστῳ ἑκάστην ἔφορον δύναμιν, τοῖς δ’ αὖ στοιχείοις τὴν σελήνην, καὶ τούτων πάλιν ἑκάστῳ ἑκάστην· οὕτω δὲ τούτων ἐχόντων λειπόμενον ἂν εἴη καὶ τῶν ἐκ τῶν
20στοιχείων ἕκαστον ἀρχὴν ἔχειν ἐκείναις ἀναλογόν τινα· οὐδὲ γὰρ οὐδὲ ταῦτα ἄναρχα, οὐδὲ μὴν ἄτακτα. οὐκοῦν καὶ τὸ ἀνθρώπων γένος, ὁπόταν καὶ ὁ εἷς ἄν(θρωπ)ος ἐξ ἄρχοντος
καὶ ἀρχομένου ἐδείκνυτο ξυνεστάναι, οὐκοῦν καὶ πολιτεία ἀναγ‐36

37

καίως ἀρχὴν ἔχοι θεῷ κατ’ ἀξίαν τε καὶ δύναμιν ὁμοίαν· τῆς γὰρ ἀγαθοῦ ἀγαθύνσεως ἀμέτοχον τῶν ὄντων παντελῶς οὐδέν. τίς δ’ ἂν εἴη ἡ τοιάδε ἀρχὴ ἢ μόνη βασιλεία τε καὶ βασιλεὺς τῷ οὐ(ρα)νίῳ ὅμοιός τε κατὰ τὸ δυνατὸν καὶ ὁμώνυμος, εἰ καὶ
5φθαρτὸν ἀφθάρτῳ χρῆμα, φέρων δὲ ὅμως ἐν ἑαυτῷ τὴν θείαν ὁ‐ μοιότητα, καὶ τοῦτο διττὴν μόνος ἐν ἀ(ν)θρώποις περικείμενος, ὧν τὴν μὲν ἑτέραν ὡς ἄνθρωπος μετ’ ἀνθρώπων, τὴν δὲ ἑτέραν ὡς βασιλεὺς ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους; Καὶ λόγῳ συμβαίνο(ν)τα—ὦ Μηνόδωρε—διαλέγοιτο ἂν οὕ‐
10τως πρὸς αὑτὸν διαλεγόμενος. Τὸν δὴ τρόπον τοῦτον—ὦ Θωμάσιε—εὑρὼν ὁ κατὰ Πλά‐ τωνα βασιλεύων φιλοσόφως (καὶ) φιλοσοφῶν βασιλικῶς τίς τε ἂν εἴη, ὡς ἐλέγετο, καὶ ποῖ κόσμου τεταγμένος, εἰκότως ἂν καὶ ὁμοίως ἐκείνῳ κατὰ τὸ δυνατὸν ἐφιοῖτο βασιλεύειν, οὗ ἐστιν ὁ‐
15μοίωμά τε καὶ εἰκών· ἢν δὲ μή, οὐκ ὄντως ἂν εἴη βασιλεύς, ὄνομα δὲ μόνον ἄλλως κενόν. Πᾶσα ἀνάγκη. Βούλει οὖν—ὦ Θωμάσιε—ὑπογράψωμεν ἐν ἀρχῇ πῶς ἂ(ν) βασιλεύων εὖ τε καὶ ὁμοίως ἐκείνῳ βασιλεύοι, ἢ ὡς εὔδηλον
20παραδράμωμεν ἵνα μὴ καὶ περιττοὶ φαινώμεθα ἢ πάντως γε φιλότιμοι ἐν τοῖς λόγοις; Καὶ πάνυ μὲν οὖν βούλομαι—ὦ Μηνόδωρε—ἐπεί γε τέως ἐμοί, πρὶν ἢ ἀκοῦσαι, μὴ οὐκ εὔδηλον· ἀλλ’ εἰ καὶ ὑπῆρχεν,
δῆλον ὅτι τοῦ λέγειν τοιούτους καὶ ἀκούειν λόγους πολλάκις τε37

38

καὶ πλεονάκις ἀνακυκλεῖν ὠφελιμώτερον. αἲ γάρ—ὦ Μηνόδω‐ ρε—ταῦτα καὶ τὰ τούτοις ὅμοια παρὰ πάντα τὸν βίον λεγό‐ μενά τε {καὶ} ἀκούειν ἐνῆν καὶ ὁρᾶν πραττόμενα καὶ τούτων περαιτέρω μηδέν, ἢν δὲ μή, τοῖν δυεῖν τὸ γοῦν ἕτερον, ἀκούειν.
5οὕτω γὰρ ἂν ἡ μία πρᾶξις τρισσῶς ἂν ἐγένετο τοῖς μετιοῦσιν ἀ‐ γαθή· μοχθηρῶν μὲν πράξ̣εων ἀκουσμάτων τε̣ ἅμα καὶ θεαμά‐ των ἀπαλλαγή, λόγων δὲ ὠφελίμων ἀκρόασις (καὶ) πραγμάτων, εἰ καὶ μὴ ἐνέργεια, θεωρία δὲ ὅμως οὐκ ἀνόνητος ἴσως ποτὲ τοῖς ἐντυγχάνουσιν ἐσομένη, ἐπὴν μάλιστα αὕτη ἡ μοῦσα τιμωμένη
10δυναστεύῃ ἐν ἀνθρώποις. καιρῶν γὰρ ἐπὶ π̣ᾶσίν 〈εἰσιν〉 ἐναρ‐ μόνιοι περιφοραί. μὴ δὴ τοιαῦτα λέγων ἀπολείπῃς ἥδιστά γε ἀ‐ κούοντί μοι. Ὁ θ(εό)ς—ὦ Θωμάσιε—ἀγαθὸς καὶ σοφὸς καὶ δυνατὸς καὶ δίκαιος τῶν τε μελλόντων προνοητικὸς ἐν τοῖς ἔμπροσθεν ἐ‐
15δείχθη· ταῦτα δὲ παρ’ αὐτῷ μὲν ἕν τί ἐστι καὶ ἴσως ἐνεργεῖται, παρ’ ἡμῖν δὲ οὐκ ἄλλως ἢ διαιρετῶς θεωρεῖσθαι, πολλῷ δὲ ἧττον καὶ λέγεσθαι δυνατά. τὸν οὖν βασιλέα ὁμοιοῦσθαι βουλόμενον αὐτῷ προσῆκον εἰκότως ἂν εἴη πρῶτον μέ(ν), ἀγα‐ θὸν ὄντα, ἀγαθύνειν τοὺς βασιλευομένους, ἀγαθύνσεως δὲ αὐτῷ
20διττὸν εἶδος, ἓν μὲν περὶ τὰ ψυχικὰ ἤθη καταγιγνόμενον τῇ ἀρε‐ τῆς διδασκαλίᾳ τῇ οἰκείᾳ, μιμήσει μᾶλλον ἢ λόγοις γιγνομένῃ, ὃ πάντων μάλιστα παιδευτικὸν ἂν εἴη τῶν ὑπηκόων, ἕτερον δὲ περὶ τὴν τῶν νόμων φυλακὴν καὶ πᾶσαν τὴν πολιτικὴν εὐτα‐
ξίαν, περὶ ἧς καὶ προδιεληλύθαμεν, πατέρα τε αὐτὸν τῶν πολι‐38

39

τῶν γιγνόμενον πολλῷ περὶ αὐτοὺς τῶν φυσικῶν προμηθέστε‐ ρον, εἴπ̣ερ ἐκεῖνοι μὲν ὀλίγων ἴσως, οὗτος δὲ πατὴρ πολλῶν ἂν εἴη καὶ λέγοιτο—κἀν τούτῳ γὰρ ἀνάγκη μιμεῖσθαι θ(εό)ν, ἀν‐ θρώπων τε πατέρα λεγόμενον καὶ πατρικῶς αὐτῶν προνοούμε‐
5νον—καί, ἅπαξ ἁπλῶς, ζῶντα οὐχ ἑαυτῷ οὔτε δι’ αὑτόν, ἀλλὰ τοῖς βασιλευομένοις καὶ δι’ αὐτούς, καί, εἰ ἀναγκαῖον εἴη, τὴν ψυχὴν ὑπὲρ αὐτῶν τιθέντα, ὃ δὴ καὶ παρ’ ἐνίων π̣ολλάκις ἐγένετο, οἷον καὶ Ἀθηναίων Κόδρου. σοφὸν δὲ εἰς τὴν τοῦ δη‐ μιουργοῦ σοφίαν ἀφορῶντα, ἣ τὰ ὄντα ἐδημιούρ̣γ̣η̣σ̣ε̣ν̣, καὶ αὐ‐
10τὴν ὡς οἷόν τε μιμούμενον, αὐτὸν μὲν ἐν αὑτῷ τε καὶ περὶ αὑτὸν τὰς ἀρχὰς καὶ τὰς πρώτας αἰτίας τῶν πολιτικῶν πραγμάτων, ὡς ἐκεῖνος τοὺς τῶν ὄντων λόγους, εὖ τιθέντα καὶ περὶ αὐτὰς ἀεὶ στρεφόμενον, οὐκέτι φερόμενον δι’ αὑτοῦ δηλαδὴ εἰς τὰς πόρρω καὶ ὑπαλλήλους ἀρχάς, ἀλλ’ ἐξ ἑαυτοῦ μὲ ὡς ἔκ τινος
15πηγῆς ἐπιστημονικῶς ἐνιέντα ἐπὶ τὰς ἄλλας ἀρχάς τε καὶ τάξεις τὰς πολιτικὰς προνοίας, διὰ δὲ τῶν ἀρίστων καὶ τῶ(ν) μετ’ αὐ‐ τοὺς προσφόρων ἀρχῶν τε καὶ ταγμάτων πρὸς ἕκαστα ἐπιπο‐ ρευομένας ἰθύνοντα. οὕτω γὰρ οὐδ’ ἂν ἡ βασιλικὴ πρόνοια τῆς τῶν ἀρχικωτάτων εὐθημοσύνης ἀπέσοιτο, καὶ τῶν πολιτῶν ἕκα‐
20στος ἐναρμονίως, λύρας τύπῳ, τὰ ἴδια πράττων ἥ τε πολιτεία ταῖς ὅλαις τῆς παναρμονίου συμφωνίας κινουμένη χορδαῖς δι‐ καιοτέρα τε καὶ εὐσταθεστέρα γένοιτο. δυνατὸν δὲ πρῶτον μὲν τῇ οἰκείᾳ ἀρετῇ πίσυνον γιγνόμενον, δεύτερον δὲ τῇ περὶ τὰ πρακτέα εὐβουλίᾳ, τρίτον τῇ περὶ τὰς πράξεις εὐτολμίᾳ, τέταρ‐
25τον τῇ περὶ τὰ δεινὰ καρτερίᾳ, πέμπτον, ὃ καὶ πολιτικώτατόν
τε καὶ δυνάμεως πολλῆς ἐμποιητικόν, τῇ τῶ(ν) ἀρχομένων39

40

εὐνοίᾳ τε καὶ φόβῳ, ὧν τὸ μὲν ἁγνείᾳ γίνεται καὶ μισοπονηρίᾳ, ἡ δὲ εὔνοια καλοκἀγαθίᾳ τε καὶ φιλανθρωπίᾳ. δίκαιον δὲ τῇ κατὰ ψυχὴν τοῦ τε λόγου θυμοῦ τε καὶ ἐπιθυμίας εὐταξίᾳ τε (καὶ) ἰδιοπραγίᾳ, ἐξ ἧς ἄν, ὡς φυσικῆς τινος ἀρχῆς, ἡ κα‐
5τ’ ἐνέργειαν προΐοι δικαιοσύνη περί τε θεὸν καὶ τὰ θεῖα καὶ τὰ πολιτικὰ πρεπόντως τε γιγνομένη καὶ κατ’ ἀξίαν ἕκαστα διατι‐ θεῖσα· διήκοι δὲ οὐδὲν ἧττον καὶ ἄχρι τῆς τῶν κατοιχομένων μνήμης τε μάλιστα καὶ τιμῆ̣ς τ̣ῶ̣ν ὑπὲρ πολιτείας τετελευτηκό‐ των. προνοητικ̣ὸν δὲ προορῶντα δηλαδὴ καὶ προαισθανόμενον
10ἔκ τε τ̣ῆ̣ς̣ τῶν καιρῶν ποιότητος καὶ τῆς τῶν πραγμάτων κινήσεως τ̣ὰ σ̣υμβ̣ή̣σεσθαι μέλλοντ̣α̣. ἄτοπον γὰρ γεωργὸν μέντοι σημεῖον π̣οιεῖσθαι εὐετηρίας τε καὶ ἀφορίας, φυτ̣ῶν τε τίνων καὶ π̣ο〈ί〉ων πρωϊαίτερά τε καὶ ὀψ̣ι̣μώτερα βλαστήματα καὶ π̣ρ̣ό̣ς γε ἀ̣έρων καταστήματα, β̣ο̣υ̣κόλον δὲ καὶ προβ̣ατέα̣ νομῆς β̣ελ‐
15τίονος ἢ χείρονος θηρίων τε ἐπελεύσεως̣ τὰ βοῶν καὶ οἰῶν σκιρ‐ τήματα καὶ σ̣τ̣υγνάσματα, κυβερνήτην δὲ χειμῶνος καὶ γαλήνης ἀ̣ν̣έμων τε σφοδροτέρων καὶ πραο̣τέρων ἀστέρων γε μὴν̣ ἐπιτο‐ λάς τε καὶ κρύψεις, ἔ̣τ̣ι δὲ καὶ νεφῶν γ̣ε̣ν̣έ̣σ̣εις, εἰ δὲ βούλει (καὶ) ζῴων ἀλό̣γων τ̣ά̣ τε χερσαῖα καὶ ἔ̣ν̣υ̣δ̣ρα καὶ ἀέρια ἄλλα̣
20ἐπ’ ἄλλοις φυσικήν τινα̣ πρόγνωσιν, πολιτείας̣ δὲ κυβερνήτην μὴ ἔχειν ὅτῳ τὰς τῆς π̣ο̣λιτείας [π]ρ̣οορῴη κινήσεις τε καὶ μετα‐ βολάς. τοῦδε δὲ δ̣ιτ̣τόν, ο̣ἶμαι, ἂν εἴη τεκμήριον, ὧν ἕτερον μὲν ἐφ’ ἡ̣μῖν, ἕτερον δὲ 〈οὔ〉. οὐκ ἐφ’ ἡμῖν μὲν αἱ τῶν καιρῶν φο‐ ραί τε καὶ ἀφορίαι ταῖς̣ τ̣ο̣ῦ π̣α̣(ν)τ̣ὸς̣ π̣ερ̣ι̣φοραῖς σ̣υμφερόμεναι,
25ἅ̣ς̣, εἰ καὶ̣ μ̣ὴ στῆσ̣α̣ι δυνατόν, προορᾶσθαι δὲ ὅμω̣ς̣ (καὶ) εὖ δια‐40

41

θεῖναι τ̣[ὸ πᾶν] δ̣υνατὸν τῷ γε ὄντως πολιτικῷ ἀνδρί. ἐφ’ ἡμῖν [δὲ δι]κ̣αιοσύνη τε καὶ ἀδικία, ε̣ὐν̣ο̣μία̣ τε καὶ δυσνομία, ἥ τ̣ε περὶ τὸν θ̣ε̣ὸν τιμὴ̣ κ̣αὶ ὀ̣λ̣ι̣γ̣ω̣ρία. τα̣ύ̣τ̣α̣ι̣[ς] γὰρ εὖ ἴσθ̣ι, ὦ [β]έ̣λ‐ τιστε, ὅτ̣ι π̣ᾶσα̣ ἀνάγκ̣η̣ σ̣υ̣μ̣φ̣[έ]ρ̣εσθ̣α̣[ι] κ̣α̣ὶ̣ συνδιατ[ί]θ̣εσθαι
5τὴν πολιτείαν̣. φ̣υ̣ς̣...ρα[...].. ἐ̣ν̣ αὐ̣τ̣[ῇ τ]ὴν ὁμ̣ο̣ί̣αν εἰκότως ἂν καὶ ἐλπ̣ίδα π̣α̣ρ̣έ̣χ̣[οι]το μα̣ν̣τείας α....α̣σ̣ι̣ καὶ θε̣ὸ̣ς̣ ἡ μία τ̣ε ....ρ̣ο̣σ̣τ̣ε̣ρ̣α̣[...]ω̣, καὶ ἀλλότρ̣ι̣ο̣ν̣ οἶμαι βασιλικῆς μάλισ̣τ̣α̣ μ̣ε̣γαλοφροσ̣ύ̣ν̣ης τὸ̣ α̣ἱ̣ρεῖσθ̣α̣ι̣ πρὸς̣ ἄλλων μανθά̣ν̣ειν τὰ μέλ‐ λοντ̣α̣, ὥσπε̣ρ εἴ [τ]ι̣ς πιστεύειν ἕλοι̣το̣ μ̣ᾶλλον τοῖς ὄναρ τ̣ι φαντ̣α‐
10ζομένοι̣ς̣ ἢ τοῖς ὕπαρ γιγνομένοις. ἄτοπον γάρ, ὡς Ἰουβενάλιός φησι(ν), τα̣ὐ̣τόν τινα ἔξωθεν αὑ̣τοῦ κα̣ὶ̣ μὴ μᾶλλον ἐν αὑτῷ ζ̣η̣‐ τ̣ε̣ῖ̣ν̣. τῇδε δὲ μάλιστα ῥᾷστα ἂ̣ν ἀποσκοπο̣ίη μέλλουσαν εἰς τὴν πολιτείαν ἐμπεσεῖν ἀτ̣αξ̣ίαν· τῶν γὰρ τῆς πολιτείας ταγμά‐ των τὰ μὴ ο̣ἰ̣κεῖα πραττόντων, καὶ τῶν μὲν ἱ̣ερέων ἀνιέ̣ρως ζών‐
15των, τῶν δὲ ἀρίσ̣των ἐκλειπό̣ντων, τοῦ δὲ στρατιωτικοῦ λειπο‐ τακτοῦντος, τῶν δὲ ἄλλω(ν) ἀσ̣τ̣ικῶν σ̣υ̣σ̣τ̣ημάτων ἀδεῶς̣ τε καὶ πρὸς τὸ̣ σ̣φίσιν ἡδὺ̣ πολιτευομένων, καὶ πρός γε τῆ̣ς̣ βασιλεί‐ ας, ὅπερ πρῶτ̣ο̣ν τοῦ κακοῦ αἴτιον, ὀλίγω̣ς ἐχούσης περὶ αὐτά, πῶς οὐ π̣ρόδ̣ηλος̣ ὁ τούτοις ἑψόμενος ὄλεθρος̣, ὁπό̣ταν δὴ καὶ
20ἑνός, εἰκός, του̣τωνὶ τῶν ταγμάτων π̣αρακινουμένου κινδυνεύ‐ σει καὶ τὰ ἄλλα αὐτῷ συγκαταλ̣υθ̣ῆ̣ναι, ὥσπερ ἐπὶ οἰκο̣δομίας, φέρε, μέρους τυ̣χὸν φθειρομένου, συμφθαρήσεται αὐ̣τῷ καὶ τὸ λοιπὸν εἰ μὴ προκαταλάβοι τὸν ἐπιμελη̣θησ̣όμενον; π̣άνυ̣ γάρ, ὡς ἐγ̣ᾦ̣μ̣αι, καὶ σαφέστερον τόδ̣ε γίγ̣νεται ἢ τὰ ἐκ μαντ̣είας καὶ
25οἰωνῶν καὶ θ̣υο̣σκ̣οπ̣ίας. δι̣ό τοι χρὴ τὴν πάντω̣ν̣ κρατοῦσαν ἀρ‐ χὴν προθεωρῆσ̣αι ἂν τὰς το̣ι̣αύτας κ̣ινήσεις προκαταλαμβά‐ νουσάν τε ἀναστέλλειν, ὡς̣ ἂν μή, α̣ὔ̣ξ̣ο̣ντος τοῦ κακοῦ, δυσ‐ διορ̣θ̣ο̣υ̣μ̣έ̣νη τῆς δικαιοσ̣ύνης̣ π̣άμπαν ἀπεληλαμένη [εἴη. κ]αλὸν
γὰρ καὶ τὸ Κάτωνος τ̣οῦ πρεσβύτου. ὁ̣ρ̣ῶν γὰρ̣ [το]ὺ̣ς̣ Ῥω̣μαίους41

42

περὶ τὰς μαντείας ἐπτοημέ〈νουσ〉 ἔλεγεν· ”[τ]ί̣, ἄνδρες πολῖ‐ ται, τί δήποτε ζητοῦμεν τὰ καθ’ ἡ[μ]ᾶς ἔξωθεν [ἡ]μῶν; ἰδοὺ γὰρ πο̣λ̣ι̣τ̣ε̣ῦ̣σ̣α̣ι̣ ἄ̣λ̣λα κα̣ὶ̣ δή̣ π̣ε̣ρ̣ ἄλλ̣α ἐν ἡ̣μῖν α[ὐ]τοῖς. δυοῖ̣ν̣ ο̣ὖ̣ν̣ πότερο̣ν̣ ἂν βουλοίμεθ[α ἑλ]έσθαι; τ̣ο̣ῦ̣[το δ’] ἐστὶ δικαιοσύνη
5καὶ ἀδικία. εἰ μὲν γὰρ δικα̣ίως [π]ο̣λιτευσαίμεθα πρός τε ἀλλή‐ λους καὶ τοὺς ἔξωθ[εν, ε]ὖ β̣ι̣ωσόμεθα, εἰ δὲ ἀδίκως, ἐνα(ν̣)‐ τίως”. εἰ μέντο̣ι̣ τῶν ἔξωθέν τινες ἀδικεῖν ἕλοιντο τὴν πολιτεί‐ αν, πόλεμον ἐπάγοντες ἄν τε δικαίως ἄν τε ἀδίκ̣ως, σπουδά‐ ζειν χρὴ ἀπολογίαις τε καὶ θεραπ̣είαις ταῖς προσηκούσαις τρο‐
10πώσασθαι τὸν πόλεμον, ἢν δὲ ἐπιμείνωσιν ἀδικεῖν βουλόμενοι, οὐδ’ οὕτως ἀναγκαία ἡ μαντεία, ἀλλὰ ἀντεπεξάγειν χρήσει. ”〈εἷ〉ς γάρ, καθ’ Ὅμηρο(ν), οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης”. ἄλλως τε καὶ ἀπατῶσιν ἐνίοτε αἱ μαντεῖαι τοὺς χρω‐ μένους, ὥσπερ Κροῖσο̣ν ἐν τῷ χρησμῷ ἀκούσαντα “Κροῖσος
15Ἅλυ̣ν̣ δ̣ια̣βὰς μεγάλην ἀρχὴν καταλύσει”· Λοξίαν γάρ τοι (καί) φασιν Ἀπόλλωνα. Ἦ πολιτικὸν ὄντω̣ς̣—ὦ Μηνό̣δ̣ω̣ρε—τὸ Κάτωνος π̣αράγ‐ γελμα καὶ λόγου ἄξιον. Τούτοις φημί—ὦ Θωμάσιε—καὶ τῇδε παρεσκευασμένον εἶ‐
20ναι δεῖν τὸν ὄντως ποιμένα λαῶν. Ὁ τῇδε παρεσκευασμένος ἀνὴρ ᾗ διελήλυθας—ὦ Μηνό‐ δ̣ω̣ρε—ο̣ὐ δ̣ὴ μόνον, κατ’ ἐμὲ εἰπεῖν, βασιλεύς, ἀλλὰ γὰρ καὶ κατὰ Πίνδαρον “μὴ μαστευέτω θ(εὸ)ς εἶναι”.
Ἀλλ’ οὔπω̣ καὶ ἐμοί—ὦ Θωμάσιε—ὁ ἄχρι τοῦδε τ̣ήν τε42

43

ἀρε̣τὴν καὶ δύναμιν ἐπαναβεβηκὼς τ̣ε̣λεώτ̣α̣τ̣α ἔχειν τι βασι‐ λικοῦ περὶ ἀξιώματος ἂν ὑπολαμβ̣άνοιτο, εἰ μὴ̣ καὶ ἔργῳ πείσ̣ῃ ἡμᾶς αὐτὸς ὁ θεῷ ἐν ἀνθρώπο̣ι̣ς̣ ἐ̣ν̣αλ̣ί̣γκι̣ος ἀνὴρ οὐχ αὑτῷ μᾶλλον ζῶν ἢ̣ τοῖς ἀρχο[μέν]οις, ὃς δὴ καὶ ὅρος̣ ἀληθής τε καὶ
5ε̣ὖ ἔχων ἂν εἴη τοῦ [βασ]ιλείας̣ ὄντως ἀξίου ἀνδρός. Καὶ τί ἂν εἴη—[ὦ Μ]η̣νόδωρε—τοῦτο, ὃ μετ’ ἐκεῖνα μὲν τῇ τάξει τιθεῖς, τ̣ῇ [δὲ ἀξί]ᾳ, ὡς ἔοικεν, ὑπὲρ αὐτὰ βουλεύει εἶναι; Τ̣ὸ̣ κ̣α̣ὶ̣ τῇ ἐλαττώσει—ὦ Θωμάσιε—τ̣ῆς οἰκείας ἀξίας, ὥ̣ς̣ γ̣ε τοῖς πολλοῖς δοκεῖ, οὐκ οὔσῃ δ̣ὲ τῇ ἀληθείᾳ, ἀλλὰ κ̣α̣ὶ̣ δ̣όξῃ
10πλείονι, τῶν πολιτῶν π̣ρ̣ο[ν]οεῖν ἑ̣λέσθαι. Π̣ῶ̣ς γιγνομένῃ ταύτῃ τῇ̣ τῆς ἀ̣ξ̣ί̣[ας] ἐ̣λαττώσει, ἢ πλείονι δόξῃ, ἢ οὐκ οἶδά̣ πως εἰπ̣εῖν πρὶν ἢ ἀκοῦσαι; Πρέπειν εἴποιμ’ ἂν τόν γε ο̣ὐ̣[χ] αὑτῷ ἀλλὰ τοῖς ἀρχομένοις ζῶντα οὐ μόνης ἀξίας περιφρον̣εῖν ὑ̣πὲρ τῆς τῶν ἀρχομένων
15σωτηρίας, ἀλ[λ]’ εἰ ἀν̣αγκαῖον εἴη, ὡς καὶ πρὸ τοῦ ἐρρήθη, καὶ αὐτῆς δὴ τῆς ζωῆς. μεμνήσθω οὖν ἡμῖν—ὦ Θωμάσιε—οὗτος ὁ κυβερνήτης τῶν ἀνθρώπων ὅτι ἄνθρωπος ὢν δυοῖν τοῖνδε παθοῖν φύσει ὑπόχρεως ἔφυ, γήρᾳ τε καὶ νόσοις, καὶ ὅτι τού‐ τοιν ὁπότερον ἂν πάσχοι ἢ ἑκάτερον ἀνά̣γκη καὶ τὴν πολιτείαν
20ξυμπάσχειν αὐτ̣ῷ. οὐ γὰρ λέγει Σενέκας μὲν “ἐσωφρόνει Νέρων καὶ ἐσωφρόνει ἡ πολιτεία, παρεφρόνει, καὶ σὺν αὐτῷ ἐκείνη”, Λίβιος δὲ “τοῖς κρατοῦσιν, φησί̣, γηρῶσι μὲν σ̣υγγηρά‐
σκει, ἀσ̣θενοῦσ̣ι δὲ συνασθενεῖ, εὖ τε φρονοῦσι καὶ κακῶς συν‐43

44

διατίθεται τ̣ὰ̣ πολιτικὰ πράγματα”; τ̣ούτου δὴ μεμνημένος αὐθαιρέτῳ̣ [ἐπιμε]λέσθω γ̣νώμῃ ὅπως ἐντὸς ἔτι τῶν ἑξήκοντα τελῶν ἐν̣ι̣α̣υ̣τῶν, τοῖν δυεῖν τὸ ἕτερον· ἢ τὰς πολιτικὰς ἀποθέ‐ μενος φροντίδας ὡς μέγισ̣τ̣ον ἄχθος ἀνέσεως̣ τύχοι τιμῆς τε ἀ‐
5πολαύσων τῆς μεγίστης καὶ αὐτῆς̣ ὡ̣ς (καὶ) πρότερον, καὶ πρός γε δημοσίω̣ς τῆς ἀποχρ̣ώ̣σ̣ης παντοίας τε δαπάνης, ἄλλου τ̣ὴν βασιλεία̣ν̣ ὑπεισιόντος κατὰ̣ τ̣ὸν τ̣εθέντα νόμον, ἢ καὶ ἔ̣τι ἐν χερ‐ σ̣ὶν ἔχοντι τοὺς τῆς πολιτείας ο̣ἴ̣ακ̣ας ὑπεισελευσόμε̣νος σ̣υνέ‐ σοιτο βοηθό̣ς, περιόντος μὲν ἐκείνο̣υ̣ τὴν̣ δευτέραν, ἀ̣π̣ιόντος δὲ
10τὴν ὅλην παραληψόμενος τῆς πολιτείας κυβέρνησιν. τῶν μὲ̣ν [πολι]τ̣ι̣κῶν μόχθων ἀνεθεὶς εἰκότως ἂν αὐ̣τ̣ὸς αὑτ̣[ῷ] τοὺς τῆς δ̣ι̣δ̣ασκαλίας ἐπιθήσοι πό̣νους, διάγ̣[ων] τοὺς̣ πολίτας πρὸς τοὺς ἀνδρείας μάλιστα π̣ρ̣α̣κ̣τικοὺς λόγους, ἐντιθείς τε αὐτοῖς τὸν τῆς πολιτ̣[είας] ἔ̣ρωτα· ο̣ὕ̣τ̣ω γὰρ ἂν τῇ ἀληθείᾳ ὃς, ἀνὴρ γενόμε‐
15νο̣ς̣, ζ̣ῶν τε “θεὸς ὣς τί̣οιτο δήμῳ” καὶ τελευτήσας ἐ̣ν̣θ̣ά̣δε μὲν μνήμην [ἐν] ἀνθρώποις ἀθάνατο̣ν̣ κ̣α̣ὶ̣ [φ]ή̣μ̣η̣[ν] τὴν μεγίστην ἀ̣ποφέροιτο, ἐκεῖσε δὲ ἀπ̣ι̣ὼν̣ ἐ̣ς̣ [μα]κάρων εὐδαίμονα κα̣ταντή‐ σοι λῆξιν. Καὶ [εἰκ]ό̣τως μὲν οὖν ὁ τοιόσδε ἀνὴρ τοιᾶσδε ἂ̣ν̣ [τ]ύ̣χο̣ι̣
20λήξεως τε καὶ μνήμης, πόσον δὲ ὅμω̣ς̣ ἀ̣ν̣ύ̣ων τῆς ζωῆς ἔτος τούτοιν τὸ ἕτερον ἡμῖν ἂν ἕλοιτο; Θές, εἰ δοκεῖ—ὦ Θωμάσιε—τὸ̣ ἑξηκοστὸν τριῶν δεόντων. Παγκάλως—ὦ Μηνόδωρε—καὶ τόδε μοι ἔχειν δοκεῖ, καὶ
γιγνόμενον μὲν ῥᾷστά τε καὶ τῷ ποιοῦντι εὐκταιότατα τῇ τε44

45

πολιτείᾳ συμφερόντως ἂν γίγνοιτο, μὴ γιγνόμενον δὲ ἐναντίως ἂν ἔχοι ἑκατέρῳ. Οὐκοῦν καὶ ὀρθότατα ἂ̣ν πιστεύσαιμεν ὅτι ὁ τοιόσδε ἀνὴρ καὶ προθυμότατα ἂν τοῦτο καταδέχοιτο καὶ μὴ βουλομένους
5ἴ̣σ[ως] τούς τε ἀρίστους καὶ τοὺς ἄλλους πολίτας πρὸς τοῦτο σχεδὸν ἀναγκάζοι, τὰ συμφέροντα τῇ πολιτείᾳ γίγνεσθαι ἱέμενος νεάζων τε ἅμα καὶ μάλιστα πρὸς γῆρας ἀφικόμενος; Οὐ πιστεύειν μόνον—ὦ Μηνόδωρε—ἀλλὰ δὴ καὶ δυνατῶς πεπεῖσθαι χρεὼν ταῦτα οὕτως ἔχειν. πῶς γὰρ ἂν οὐ προθυμεῖσθαι
10περὶ αὐτὰ μέλλοι, ὅτε οὐχ αὑτῷ μᾶλλον ἢ τοῖς πολίταις ζῆ(ν) ᾑρημένος; Οὐκοῦν καὶ ὅδε—ὦ Θωμάσιε—προσκείσθω νόμος τοῖς περὶ τῆς βασιλείας κειμένοις. Καὶ μάλιστα μὲν οὖν· ὅλως δὲ τί̣ δήπ̣ο̣τε—ὦ Μηνόδωρε—
15τοιούτ̣ους̣ περισπα̣σ̣μοὺς καὶ ταραχὰς μόνον ζῴων ἔλαχεν ὁ ἄνθρωπ̣ος, ὡ̣ς καὶ τοσαύτης δεῖσθαι περιπετείας τῶν ἔξωθεν βο‐ ηθημάτων; Ἤδη μέν—ὦ Θωμάσιε—εἴρηται, εἰ καὶ ἐν βραχεῖ, ἐν οἷς προδιελέχθημεν, ἀλλ’ ἐπεί σοι δοκεῖ καὶ αὖθις πλατύτερόν πως
20εἰρήσεται. ὁ γάρ τοι πάντων δημιουργὸς τὸν κόσμον διὰ τὴ(ν) οἰκείαν ἀγαθότητα τεκτηνάμενος, τὰ μὲν εἴδη διέκρινεν πρὸς τὴν τοῦ παντὸς εὐταξίαν, ξυνδέων δὲ τῆς εἰρήνης δεσμοῖς ξυνε‐ κεράσατο ἁρμόσας τῇ θείᾳ τέχνῃ, τόν γε θεῖον σφίσιν αὐτὸς ἐν‐
θεὶς ἔρωτα φιλοποιησάμενος πρὸς τὸν ἕνα τῆς εὐκοσμίας45

46

λόγον, τοῖς μὲν ὑπερθείοις νοήμασιν ἴσως καὶ δικαίως, ἀνίσως δὲ πρὸς τὴν ἑκάστου ἀξίαν, ἁρμονίας ἕνεκα τοῦ παντός, ἰδέαν τε ἑκάστων ἑκὼν παρ’ αὑτῷ αἰωνίων ἀρχῶν ἐθεμελιώσατο, ἐξ ὧν, ὡς ἔκ τινος πηγῆς ἡγεμόνος *** αὐτοῖς καὶ ἀσύγχυτος
5ἀεὶ προϊοῦσα συνεκτικὴ καὶ διακρατητικὴ δύναμις. ταῦτα̣ ὧδε διαταξάμενος, πρῶτα μὲν ὡς πρῶτα, δεύτερα δὲ ὡς δεύτερα, τρίτα ὡς τρίτα καὶ οὕτω πάντα ἐφεξῆς, καὶ ἐς ἀεὶ πορεύεσθαι κατὰ τὸν οἰκεῖον λόγον καὶ τάξιν ἀϊδίως ἕκασ̣τ̣ον εἰπών, πρὸς τὴν οἰκείαν βούλησιν φερόμενα, τ̣ῇ̣ φύσει ἐπένευσεν διὰ τῶν
10ἐξαλλα̣γῶν ἀναμορφ[ῶσαι], τ̣α̣ύ̣τῃ δὲ καὶ ἀνακαινίζειν τοῖς ἀγήρῳς καὶ διηνε̣κ̣έ̣σ̣ι̣ [κοσμή]σας πρεσβείοις. τούτων δὴ τὸ γέ‐ νος τῶν ἀ(ν)θρώπων ἐν τῷδε τῷ καθ’ ἡμᾶς τόπῳ τ̣έταχε μέσως, ὡς κοινωνικῶς ἔχον τι λογικῆς τε καὶ ἀλόγου φύσεως, ὅθεν ἐ‐ πιστάμενος ὅτι τὰ μὲν πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸ εἰρήνην ἄγει ὡς
15ὄντα ἀσύμμικτα, μηδεμία(ν) πρὸς ἑαυτὰ ταραχῆς ἀ̣φορμὴν ἔχοντα ἐν ἑαυτοῖς, τῶν μὲν λόγῳ καὶ νῷ καθαρωτάτῳ ἐμφο‐ ρουμένω̣(ν̣) καὶ τῆς θείας σπώντων ζωῆς, τῶν δὲ αὐτῇ δὴ τῇ φύ‐ σει ταττο〈μέ〉νων, μόνος δὲ ὁ ἄνθρωπος ὑπ’ ἀμφοῖν μεσολα‐
βούμενος ταραχὰς ἔχει ἐν ἑαυτῷ καὶ πολέμους ἔσωθέν τε ἐπανι‐46

47

σταμένους καὶ ἔξωθεν ἐναχ̣[θέν]τας, οἶα τῆσδε τῆς συνθέσεως ἐξ ἑτέρων καὶ ἀνομοίων ξυνεστώσης, τοῦ μὲν τῶν ἐν αὐτῷ τῶν ἄνω ἐφιεμένου, τοῦ δὲ τοῖς κάτω προσιζάνοντος, φύσει γάρ ἐ‐ στιν τοῖς ἑτέρων ἐν μέσῳ κειμένοις ἡ πρὸς ἑκάτερα ῥοπὴ ὁλκή
5τε καὶ ἀνθολκή, ἐξ ὧν ἡ πᾶσα ταραχὴ ψυχαῖς ἐγγίγνεται· τοὔ‐ νεκα διὰ πολλὴν ἀγαθότητα ἡ θεία πρόνοια οὐκ εἴασεν ἀπρο‐ νόητον τὸ πάθος, ἀλλὰ δύο προσένειμε πρὸς τοῖς ἄλλοις πρώτι‐ στά τε (καὶ) ἄριστα βοηθήματα τῷ ἀνθρωπείῳ λόγῳ, τήν τε διαλεκτικὴν καὶ πολιτικὴν ἐπιστήμην, αἷς ἂν δυνατὸν εἴη τὸ
10ξυγγενὲς εἰς ταὐτὸ ἀποκαθίστασθαι, ὧν τὸ μὲ(ν) ἰδίως τῷ λόγῳ ἀπένειμεν ἀσώματον ἀσωμάτῳ, τὴ(ν) δὲ πολιτικὴν γνῶσιν τοῖς ἐν σώματι, οἷα καὶ περὶ πράξεις πολιτικὰς ἀμφιέπουσαν· καὶ ἡ μὲν διαλεκτικὴ̣ χρόνῳ πρῶτον αὐ̣τῶ̣ν̣ τῆς πρὸς τὰ θ̣ε̣ῖ̣α ἀναγω‐ γῆς, ἡ δ̣ὲ πολιτικὴ δεύτερον, εἰ κ̣αὶ ἐνεργείᾳ πρωτεύοι καὶ
15ἀξιώματι, εἴπερ ταύταιν ἡ̣ μ̣ὲν οὗ ἕνεκα, ἡ δὲ διαλε̣κτικὴ ἕνεκα τοῦ; Τί οὖν—ὦ Μηνόδωρε—καὶ ἐ̣πὶ τῆς ἁπλῶς καὶ τοῦ ἑνὸς ἀνθρώπου φιλο̣σ̣οφίας οὐ τὰ α̣ὐτὰ δυνατὸν καὶ ῥηθῆναι καὶ μετὰ̣ δόξης ὀρθῆς π̣ιστε̣υ̣θῆναι;
20 Ἐπελάθου, ὡς ἔοικεν, ὦ φίλε, ἑτέ̣ρο̣υ̣ ὅ̣τι προερρήθη, ὡς̣ ἐπὶ μὲν ἑνὶ ἀνθρώπῳ, καθ’ ὅ̣σο̣ν φιλοσο̣φοῦντι, δυνατὸν καὶ ῥηθῆναι καὶ ἀληθῶς ῥ̣ηθῆναι, ἐπὶ δὲ σωτηρίᾳ κοινῆς πόλεως̣ 〈ἢ〉 πολι‐ τείας ἀδύνατον. ἡμῖν δὲ ἡ ἐξέτασις περὶ πολλῶν ἐστιν, ο̣ἶμαι,
σ̣ωτηρίας· τί γὰρ ἄλλο ἢ̣ τοῦτο βούλεται πολιτικὴ ἐπιστήμη; οὐδὲ47

48

γὰρ ἰατρός, τ̣υχόν, πόλεώς τις καθισ̣τ̣ά̣μεν̣ος, ἑαυτὸν μὲν καὶ μόνον ἰατρεύ̣ων, τῶν δὲ ἄλλων πολιτῶν οὐδένα, ἤδη καὶ πόλεως δικαίως λέγοιτο̣ ἰατρός. Οὐκοῦν, ἐπ̣εί μοί τιν̣α ἐνίστα̣ται π̣ερὶ αὐτοῦ, πράω̣ς̣ ἀκούων
5—ὦ Μηνόδωρε—ἐπ̣ιλύσασθαι προ̣θυμοῦ τὸ ζητούμενον. ἄτο̣‐ π̣ον γὰρ οἰόμενον ἐ̣νδεῶς του ἔχειν τὰ ε̣ἰ̣ρημένα ἑκόντα σι̣γᾶ̣ν̣. Τί οὖν μέλλεις—ὦ Θωμάσιε̣; λέγοις̣ δὲ ἂν ἤδη. Λέγω ὅ̣τ̣ι̣, ὡς αὐτὸς φῂς καὶ ἐγὼ σ̣υνωμολόγησα, ὁ τέλειος καὶ μακάριος βίος ἐκεῖνός ἐ̣σ̣τιν ὡς̣ θεοῦ μίμησιν ἔχων, ἡ δ̣ὲ
10θ(εο)ῦ μίμησις τὸ εὐεργετεῖν τοὺς πολλοὺς ἀνθρώπους ὡς̣ ἐ̣φικτόν, τὸ δὲ εὐ̣εργετεῖν ἀνθρώπους ἐν τῷ ξυν̣ι̣στάναι μάλιστα δικαίαν πόλιν καὶ πολιτείαν γνωρίζεται. τοῦ̣〈το〉 δὲ ἄνευ τῆς πολιτικῆς γνώσεως γενέσθα̣ι ἀδύνατον ἐδείχθη. ἀνάγκη οὖν τὸν πολιτικὸν ἢ πάντας. τοὺς πολίτας, ἢ πάντως γε τοὺς πλείους,
15π̣οιῆσαι το̣ιούτ̣ο̣υς̣ οἷος αὐτὸς ἂν εἴη, ἵνα τοὺς πολλοὺς εὐεργε‐ τήσῃ, ὅπερ οἶμαι ἀδύνατ̣ο̣ν̣, ἤ, τούτου ἐκποδὼ(ν) ὄντος̣, ἡττω‐ μένη ἔσται ἡ εἰς πολλοὺς εὐεργ̣εσία. Εἰ μὲν τοῦτ̣ο—ὦ Θωμ̣ά̣σ̣ιε—ἐπ̣ηγγέλλετο ὁ πολιτικό̣ς̣, τ̣ο̣ι̣ο̣ύ̣‐ τ̣ους ἅπαντας ο̣ἷος αὐ̣τ̣ὸς τ̣ο̣ὺ̣ς̣ πολίτας ἀ̣π̣ο̣δεῖξαι̣, ὑ̣π̣εῖπο(ν̣)
20ἄν σοι ὡς ἀληθῆ λέγε̣ι̣ς̣· ἀλλ’ ἐ̣πεί γ̣ε̣ ἄ̣λλω̣ς̣ ἢ οὕτως̣ ἔ̣χε̣ι̣, γινώ‐ σκοις ἂν ὅτι παρ’ οἶμ̣ον, τ̣ὸ δὴ̣ λ̣εγόμενο̣ν̣, ἦ̣λθες. ἡ γὰρ π̣ολιτι‐ κὴ ἐπιστήμη καὶ 〈ὁ〉 ὅμοιος αὐτῇ ἀνὴρ πόλιν δικα̣ί̣α̣ν̣ καὶ ἐ‐ ναρμόνιον ἐπα̣γγέλλετ̣α̣ι ποιεῖν οὐχ ἑνὶ τρόπῳ, ἀ̣λλ̣’ ἅ̣π̣α̣(ν)τας
μὲν τοὺς πολίτας εὐεργετεῖν τε καὶ σώζειν, οὐ π̣άν̣τας δὲ τοὺς48

49

τοιού̣τ̣ους οἷος αὐτὸς ἀποδείξων, σ̣ώζειν δὲ τοὺς μὲν τῇ τῆς̣ ἐ‐ πιστήμη̣ς̣ μεταδόσει, ὅσοι τ̣ούτ̣ου φύσει δεκτικοί, τοὺς δὲ δόξῃ ὀρθῇ, τοὺς δὲ κ̣α̣ὶ̣ π̣ί̣στεως̣ παραδόσει, τοὺ̣ς̣ δὲ συνηθ̣είᾳ̣ β̣ίου δι̣‐ κ̣α̣ί̣ο̣υ̣, τοὺς δὲ καὶ φόβῳ νόμων πολιτικῶ̣ν, τ̣ο̣ὺς δὲ κ̣α̣ὶ̣
5μ̣ιμήσει τῆς οἰκείας εὐζω̣ΐ̣ας. εἰκ̣ὼ̣ν δὲ τῶ̣ν̣ μὲν κατ̣ὰ̣ ἐ̣πιστήμην ζώντων ὅσοι τήν τε ὄ̣ψιν ἐρ̣ώμενο̣ι̣ κ̣α̣ὶ̣ ἐ̣ν̣ φωτὶ βαδίζοντες, τῶν δὲ ἄλλων ὅ̣σοι τυφλοὶ̣ ὄ̣ν̣τ̣ε̣ς̣ καὶ ἑαυτοὺς εἰ καὶ ἀγνοοῦντες ὀρ‐ θὴν καὶ αὐτοὶ ὁδὸν πορεύονται· πρὸς δὲ μιᾶς σ̣(ωτη)ρ̣ί̣ας ὅμως ἅπα̣ν̣τ̣ες, εἰ καὶ διαφόρου, ἐπείγοντ̣α̣ι. λ̣ῆ̣ξιν τῇδε τετάχθαι καὶ
10ἄλλους ἄλλων διαφέρειν γνώσει τε καὶ τῇ ἄλλῃ ἀ̣ρ̣ετῇ φύσεώς τε ἀξιώματι ὁ τ̣οῦ πα̣ν̣τὸς διέτ̣αξε λόγος τε καὶ νόμος. Ἀποδέχομαι τὸν λόγον τελείως̣ ἔχοντα καὶ σύμφημί σοι προθύμως. Βούλει οὖν—ὦ Θωμάσιε—ποιὰν δή τινα δόξα̣ν δοξάζωμεν
15περὶ τῆς πολιτικῆς ἐπιστήμης; ὡς̣ ἄρα θεὸς διὰ πολλὴν ἀγαθότητα προνοούμενος̣ τῆς ἀποικίας τοῦ γένους τῶν ἀνθρώ‐ πων, ἣν ἀπὸ τῆς ἄνω πατρίδος ἐν τῷδε τοῦ π̣αντὸς τόπῳ̣ ἀπ̣οι‐ κισάμενος διετάξατο, τῆς τ̣ῶν τῇδε ἕν̣εκα εὐκοσμίας ἐμηχανή‐ σατο θεία(ν) τινὰ μέθοδον, τὴν πολιτικήν φημι γνῶσιν, δι’ ἧς
20ἂ(ν) δύναιτ̣ο τ̣α̣ῖ̣ς̣ τ̣εταγμέναις τῶν καιρῶν περιόδοις ἐπανιόν‐ τες τὴν ἄνω μητρόπολιν ἀπολαβεῖν, τὴν τῆς ἀθανάτου πολιτεί‐ ας ἀξίαν. ἢ πῶς σοι δοκεῖ; Καὶ πῶς ἂν βουλοίμην—ὦ Μηνόδωρε—μὴ τοιαύτην δόξαν ἔχειν περὶ τηλικούτου πράγματος, ὃ μέγιστον ἐν ἀνθρώποις
25ἐδείχθη;49

50

Τοῦτο μὲν ὧδε ἐχέτω· οὐκ ἐνδεῶς δέ, οἶμαι—ὦ Θωμάσιε— ἔδειξεν ὁ λόγος ὅπερ ἐβούλου μαθεῖν, ὁποῖός τε ἂν εἴη βασιλεὺς ἀγαθὸς θ(εο)ῦ εἰκόνα ἐν αὑτῷ φέρων καὶ πῶς ἂν τῇ τῶν θείων μιμήσει τάττοι τὴν πολιτείαν.
5 Παντάπασιν μὲν οὖν. Οὐκ ἄτοπον δὲ οἶμαι διελέσθαι ἀκριβέστερον τὸ θεοῦ περὶ μιμήσεως, ὡς ἂν διηυκρινημένην πως τὴν περὶ αὐτῆς ἔχοιμεν δόξαν. Τῶν ἀτοπωτάτων μὲν οὖν ἄντικρυς ἔγωγε εἴποιμ’ ἄν—ὦ
10Μηνόδωρε—εἴ τι παραλείποιτο τῶ(ν) δυνατῶν καὶ εἰς τοῦτό γε ἡκόντων. Θεοῦ τοιγάρτοι μίμησιν—ὦ Θωμάσιε—διὰ τὴν τοῦ θ(εο)ῦ ἀ‐ γαθότητα ὑπὲρ τὴν τῶν ἀγαθυνομένων δηλαδὴ φύσιν ἐγγίγνε‐ σθαι, οἷς ἂν ἐγγίγνεται, λέγειν ὁ λόγος οὐδαμῶς ὀκνήσει· ἢ πῶς
15σοι δοκεῖ; Οὐκ ἄλλως—ὦ Μηνόδωρε—ἢ οὕτως. Τὴν μὲν οὖν τοῦ κόσμου ὁμοίωσιν φύσει ἐνεῖναι τῷ ἀνθρώπῳ, εἰ καὶ μείζονος, ὡς ἐρρήθη, ἥσσονι καὶ ὡς ἐγγόνῳ προγόνου, ἁπλῶς τε εἰπεῖν, ὡς δημιουργίᾳ δημιουργοῦ, ἐναργεστέρα πί‐
20στις. Παντάπασι μὲν οὖν, ἑκάτερον γὰρ ἴσως κατ’ ἀξίαν ἀγαθύνε‐ ται. Οὐκοῦν τὸ ἁπλῶς ἤδη καὶ εἰκαστικῶς ῥηθὲν ἐν οἷς προδιελη‐ λύθαμεν νῦν λόγῳ ἀναγκαίως πεφώραται;
25Τὸ ποῖον λέγεις;50

51

Τὸ συγκινεῖσθαι τὸν ὄντως βασιλικὸν ἄνδρα οὐρανῷ τε καὶ κόσμῳ. Εὔδηλον· ἀνάγκη γὰρ τὸ εἰλικρινῶς ὅμοιον τὸ κατὰ πάντα εἶ‐ ναι ὅμοιο(ν).
5 Οὐκοῦν—ὦ Θωμάσιε—τὸ ἐν λιταῖς Σωκράτους ὑπολεγόμε‐ νον οὐκ ἀνάγκῃ οὐδ’ ἀπροαιρέτως, φυσικῇ δὲ μᾶλλόν τινι καὶ αὐτομάτῳ κινήσει κατορθούμενον ὑπ’ αὐτοῦ φανήσεται; Τί μήν; “Ἄγοις με, φησίν, ὦ Ζεῦ, (καὶ) σύ γ’ ὦ πεπρωμένη, ὅποι
10ποτ’ ἂν ὑμῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γε πρόθυμος, ἢν δὲ μὴ θέλω κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι”. Ὣς δὲ καὶ τόδε ἔχοι. Οὐκοῦ(ν) πρὸς οὐδὲν ὅλως τῶν ἀνθρωπίνων ταραχθήσεται, εὐθυμίᾳ δὲ μᾶλλον συζῶν ὡς ἐν ἑορτῇ τῇδε τῇ ζωῇ βιώσεται
15πρὸς τὴν ἐνθένδε μετάστασιν εὖ παρεσκευασμένος ἀεὶ τοῦ τε σώματος οὐκ ἀλεγίζων, ἀπαλλαγῆς δὲ μᾶλλον αὐτοῦ γλιχόμε‐ νος καὶ τῆς ἐπὶ τοῖς μέλλουσι τῶν ἐλπισθέντων ἀμοιβῆς. Καὶ μάλα γε εἰκότως, ὅ γε καὶ ἐν σώματι ἤδη ἐκεῖσε μᾶλλον ἢ ἐν ἀνθρώποις ὅλῳ νῷ καὶ ἐπιστήμῃ προπεπολιτευμένος.
20 Ταῦτα καὶ οἷς διαφέρει ἡ βασιλὶς ἐπιστήμη τῆς ἰδιώτιδος γνωρίσματα. Καὶ θειότατα μὲν οὖν, καὶ οὐ πρότερον ἢ νῦν ταῖς ἐμαῖς
ἀκοαῖς ὡμιληκότα.51

52

Οἶμαι τοίνυν—ὦ Θωμάσιε—ὃ πρότερον ἐλέγομεν περὶ τῆς βασιλείας εἰκασίᾳ μᾶλλον ἢ ἀληθείᾳ δύνασθαι ζητεῖν ὡς νοῦ πάντως ἀνῳκισμένον, νῦν ἡμῖν τῇ ἀληθείᾳ, εἰ καὶ μετὰ τῆς τοῦ λόγου χειραγωγίας, ὡς δύναμις πεφώραται.
5 Καὶ ἀτρεκέστατα μὲν οὖν. Ἔστι δέ, οἶμαι, τὸ τοιόνδε—ὦ Θωμάσιε—ἑκάτερον, περί τε βασιλείας ἀγαθῆς καὶ τοῦ ὁμοίου αὐτῇ ἀνδρός· καὶ ὅτι σαφέστατα δέδεικται πρῶτον εἶναι ἐν ἀνθρώποις ἀγαθὸν τὸ τῆς πολιτικῆς ἐπιστήμης χρῆμα οἷά τε μιμήματα ὑπάρχον τἀγαθοῦ,
10καὶ τῶν ἄλλων ἐπιτηδευμάτων οὐδὲν οὐδὲ ὑψηλότερον οὐδὲ μὴν ἴσον ἐκείνῳ δύναται εὑρεθῆναι. Σύμφημι. Προθυμότερον ἂν συμφήσαις—ὦ Θωμάσιε—εἰ καὶ τοὺς ἐπὶ τούτῳ σοι κοινωνοῦντας ἀναμνησθείης· ἡ γὰρ ὧν τις οἴεται δό‐
15ξα τῷ τοῦ βελτίονος ἀξιώματι βεβαιωθεῖσα παρρησία γίγνεται. Τίνας δὲ τούτους φῄς; Σωκράτη τε καὶ τοὺς ἀμφ’ αὐτόν τε καὶ ἐξ αὐτοῦ ἐρρυηκότας, ποταμῶν ἐξ Ὠκεανοῦ δίκην, θείους κατ’ ἀρετὴν καὶ παιδεία(ν) γεγονότας ἄνδρας, οὐ τῆς Ἑλλάδος μόνης, ἀλλὰ καὶ ὅλης
20φωστῆρας τῆς οἰκουμένης, ὧν Πλάτων καὶ Ξενοφῶν (καὶ) Ἀρι‐ στοτέλης καὶ ὁ λοιπὸς τῶν φιλοσόφων ὅμιλος. εὖ γὰρ ὀνομάζει Κικέρων Σωκράτη, ἀρχηγὸν καί, ἵνα ἑκὼν ῥωμαΐσω καὶ αὐτός, πρίγκιπα τῆς ὅλης καὶ ἀληθοῦς φιλοσοφίας ἀποκαλῶν. ὧν Πλά‐
των μὲν οὔποτε λέγει δύνασθαι οὐδὲ ἣν ὑπογράφει οὐδὲ ἑτέραν52

53

πολιτείαν φύεσθαι, οὐδ’ αὖ τὸ γένος ὅλον τῶν ἀνθρώπων σωτη‐ ρίαν ἔχειν εἰ μὴ αἱ νῦν ἑκάστη χωρὶς πορευόμεναι φύσεις ἀπο‐ κλεισθῶσιν, εἰς ταὐτὸν δὲ συνέλθῃ φιλοσοφία τε καὶ δύναμις̣ πολιτική. Ξενοφῶν δὲ ἐν τοῖς Σωκράτους ἀπομνημονεύμασιν
5μαρτυρεῖ λέγων· “ὦ Γλαύκων, ἔφη, προστατεύειν ἡμῖν διανενό‐ ησαι τῆς πόλεως; ἔγωγε, ἔφη, ὦ Σώκρατες. νὴ Δία, ἔφη, καλὸν γὰρ εἴπερ τι καὶ ἄλλο τῶν ἐν ἀν(θρώπ)οις”. (καὶ) πάλιν· “οὐ δήπου—ὦ Εὐθύδημε—ταύτης τῆς ἀρετῆς ἐφίεσαι δι’ ἣν ἄν‐ θρωποι πολιτικοὶ γίνονται καὶ οἰκονομικοὶ καὶ ἄρχειν ἱκανοὶ
10καὶ ὠφέλιμοι τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτοῖς; καὶ ὁ Εὐθύ‐ δημος· σφόδρα γε, ἔφη, ὦ Σώκρατες, ταύτης τῆς ἀρετῆς δέο‐ μαι. νὴ Δία, ἔφη ὁ Σωκράτης, τῆς καλλίστης ἀρετῆς καὶ μεγίστης ἐφίεσαι τέχνης· ἔστιν γὰρ τῶν βασι〈λέων αὕτη καὶ καλεῖται βα‐ σι〉λική”.
15 Ἱκανώτατοι τῇ ἀληθείᾳ—ὦ Μηνόδωρε—οἵδε ἄνδρες εἰς πίστιν ὧν ἂν εἴποιεν, εἰ καὶ ὁ λόγος ἀπῇ, καὶ ἱκανὰ τὰ πρὸς αὐτῶν εἰρημένα πρὸς τὴν τῆς πολιτικῆς ἐπιστήμης εὔκλειαν. Ἡμεῖς μέντοι, ὡς ἐγᾦμαι, οἷά τε δειλῶς περὶ λόγοις ἔχοντες, πρῶτον ὀρθῇ δόξῃ, δεύτερον λόγῳ τε καὶ ἀληθείᾳ, τρίτον ταῖς
20παρὰ τῶνδε μαρτυρίαις τὰ ἑαυτῶν βεβαιωσάμενοι οὐκ ἀπεικό‐ τως ἐβεβαιωσάμεθα. Καὶ μάλα μὲν οὖν εἰκότως. Τῆς βασιλείας ἡμῖν εἰς τόσον ὕψους τῷ λόγῳ ἀρθείσης καὶ
τῷ οἰκείῳ ἀξιώματι ἐνιδρυθείσης, ῥᾷστα ἄν τις τῇ π̣αραθέσει53

54

καταμά̣θοι τὴν νόσο(ν) τῶν ἀνθρώπων, οὐδὲ σφίσιν μόνον, ἀλ‐ λὰ γὰρ καὶ τῇ πολιτείᾳ νοσοποιὸν γιγνομένην. Ὁποίαν δὴ ταύτην λέγεις; Εἴ τῳ ἀν(θρώπ)ων—ὦ Θωμάσιε—φέρβειν ἂν ἐπέταξας τὰ
5κατ’ ἀγρούς, οἶς τυχὸν ἢ αἶγας, μὴ προμεμαθηκότι τὴν ποι‐ μαντικὴν τέχνην, μηδὲ μὴν τὴν οἱανοῦν πεῖραν αὐτῆς ἐσχηκότι, τί ἂν οἴει αὐτὸν ἀποκριθήσεσθαι; Καὶ τί ἄλλο γε ἢ ὅτι οἷός τ’ ἂν εἴη ἃ 〈μὴ〉 μεμάθηκεν ἐνερ‐ γεῖν;
10 Οὐκοῦν—ὦ Θωμάσιε—καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ἰατρι‐ κῆς, φέρε, καὶ τεκτονικῆς καὶ χαλκευτικῆς καὶ τῶν τοιούτων, καὶ μὴν καὶ ματαιοτεχνιῶν λεγομένων, οἷόν ἐστιν αὐλητικὴ καὶ ὀρχηστικὴ καὶ ὅσαι τοιαῦται, τὰ αὐτὰ ἄν τις γνοίη; Ἀληθέστατα.
15 Ἄγε δή νυν μετάβηθι καὶ ἐπὶ τὴν πολιτικὴν ἐπιστήμη(ν). Τί μήν; Οἶσθα δήπου—ὦ Θωμάσιε—ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων, ἵνα μὴ λέγων πάντες ὑπερβολῇ δόξαιμι χρήσασθαι, μήπω φαν‐ τασίαν γοῦν ποτε ἐσχηκότες τῆς περὶ τὰ πολιτικὰ μαθήσεως,
20οὕτως ἐπιπηδῶσι ταῖς πολιτικαῖς ἀρχαῖς καὶ αὐτῇ δὲ τῇ βασι‐ λείᾳ ἐμβ̣ατεύοντες, χρήμασί τε αὐτὰς ὠνούμενοι κολακείαις τε καὶ προσεδρείαις νύκτωρ τε καὶ μεθ’ ἡμέραν, τοῖς τε ἄλλοις γοητευτικοῖς πρὸς τοῦτο χρώμενοι τρόποις ὡς ἤδη ***τικήν, ὁπηνίκα, καὶ εἰ οὕτως εἶχεν, ἐχρῆν προκλήσει τε τῶν πολιτῶν
25καὶ ἀνάγκῃ σφᾶς αὐτοὺς ἐκδοῦναι τῇ τοιᾷδε λειτουργίᾳ. ἀλλ’ εἰ54

55

καὶ ἔροιο εἰ ἔχοιεν πρὸς τοῦτο ἱκανῶς, “καὶ μάλιστα” ἀποκρι‐ θήσονται. Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—οὐ δὴ μόνον αὐτὸς γιγνώ‐ σκων διατελῶ εἰ καὶ οἴκτιστα ὅμως οὕτω γιγνόμενον, ἀλλὰ γὰρ
5καὶ πάντες ὅσοι βραχείας γοῦν μετέχουσιν αἰσθήσεως. Ταύτην—ὦ Θωμάσιε—ταύτην φημὶ κακίστην νόσον, μητέρα τε καὶ τροφὸν πάσης τῆς πολιτικῆς κάκης· τὸ μὲν οὖν κακοὺς
〈μὴ〉 ἀτιμάζεσθαι παθῶν χείριστον ἁπάντω(ν) ***55