TLG 3182 001 :: Pseudo–SYMEON :: Chronographia (partim edita e cod. Paris. gr. 1712) Pseudo–SYMEON Hist. Chronographia (partim edita e cod. Paris. gr. 1712) Citation: Page — (line) | ||
603(t1) | ΣΥΜΕΩΝ | |
t2 | ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ | |
---|---|---|
t3 | ΧΡΟΝΟΓΡΑΦΙΑ. | |
1 | Κόσμου ἔτος ͵ϛτζʹ, τῆς θείας σαρκώσεως ἔτος ωζʹ, Ῥωμαίων βασιλεὺς Λέων Ἀρμένιος ὁ καὶ Χαμαιλέων, ὁ παραβάτης καὶ εἰ‐ κονομάχος, ἔτη ζʹ μῆνας εʹ. ἦν δὲ τὴν ἡλικίαν κοντός (διὸ καὶ Χαμαιλέων προσηγόρευται), ἐπίμεστος, εὐπρεπής, γένειον ἔχων | |
5 | καθιστάμενον, ὀγυρὸς τὴν κόμην, φωνὴν ἔχων βροντώδη δίκην λέοντος, θρασύς τε καὶ δειλός. διγενὴς δὲ ἦν ἐξ Ἀσσυρίων καὶ Ἀρμενίων· καὶ Ἀσσύριοι μὲν ἐξ Ἀσσύρων ἐκλήθησαν, Ἀρμένιοι δὲ ἀπὸ Ἀρμενίου τινὸς οὕτω καλουμένου, τοῦ ἀπὸ Ἀρμενίας πό‐ | |
λεως Θετταλίας γενομένου, ὃς Ἰάσονι συνεστράτευσεν. | 603 | |
604 | 2. Οὗτος ὁ Λέων στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου ἐβεβαίωσεν αὐτὸν ἐγγράφως ὡς ὀρθόδοξός ἐστι τῇ πίστει. ἀλλὰ γὰρ οὐκ ἔλαθεν τῷ καλῷ ποιμένι ὁ λύκος τῷ κωδίῳ ἐγκεκρυμμέ‐ νος· ὡς γὰρ τὸ διάδημα τῇ μιαρᾷ ἐκείνου κεφαλῇ περιτέθεικεν, | |
5 | ἐδόκει ὡς ἀκανθῶν καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαισθά‐ νεσθαι. καὶ τῆς συνήθους τάξεως τελεσθείσης ἐπὶ τὸ παλάτιον ὁ ἀλιτήριος εὐφημούμενος ἀπῄει. ὡς δὲ πρὸ τῶν τῆς Χαλκῆς πυλῶν ἐν τῷ κατ’ ἐπιφάνειαν κυκλικῷ καὶ πορφύρῳ μαρμάρῳ ἐγένετο, εὐχαριστήριον ἀπεδίδου τῷ ἐκεῖσε Χριστοῦ τοῦ θεοῦ | |
10 | ἡμῶν εἰκονίσματι, εἴτε ἀληθῆ εἴτε προσχήματι. ἔνθα ἐκδιδύ‐ σκεται τὴν ἐσθῆτα, ἣν ἐπεβέβλητο ῥοδοειδέσι χρόαις ἐκλάμπου‐ σαν, καὶ κολόβιον ὃ προσονομάζουσι κατὰ τὸ ἔκπαλαι τῶν στρα‐ τηλατῶν τηρηθὲν ἔθος· καὶ Μιχαὴλ τῷ ἐξ Ἀμοραίων ἱπποκόμῳ αὐτοῦ ὄντι ἐπιδίδωσι. τοῦ δὲ ταύτην ἀναβαλλομένου, εἰς οἰωνὸν | |
15 | μετὰ Λέοντα τῆς βασιλικῆς ἐπιβάσεως τοῖς εἰδόσι λελόγιστο. εἶτα εἰς τὰ λεγόμενα Σκῦλα ἐλθόντες, τὴν ἐσθῆτα Λέοντος ἐπιβάσει βαρείᾳ καθύβρισεν. ἐν συνέσει δὲ τούτου Λέων γενόμενος νεω‐ τερισμόν τινα παραυτὰ ἔσεσθαι αὐτῷ οἰωνίσατο. (3) ἧκεν οὖν εἰς λογισμὸν αὐτῷ περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, ὃς ἐπὶ | |
20 | τοῦ Βαρδανίου εἶπεν αὐτῷ τὰ συμβησόμενα. στέλλει οὖν αὐτῷ τὰ πρὸς χρείαν κατ’ εὐχὴν ἀναθήματα. ἐκείνου τοίνυν ἐν τῷ μεταξὺ τελευτήσαντος, συνέβη ἀντ’ αὐτοῦ ἕτερον μοναχὸν Σαβ‐ | |
βάτιον λεγόμενον, ὃς καὶ τὰ τοῦ πρῴην μοναχοῦ ῥήματα ἤκουσε | 604 | |
605 | ἐπεισδύνας τῇ αὐτοῦ σκηνῇ, καὶ τῇ τῶν ἁγίων εἰκόνων προσκυ‐ νήσει ἀντικαθίστατο. θεασάμενος δὲ τὰ παρὰ τοῦ βασιλέως στα‐ λέντα ἀποπέμπειν προσεποιεῖτο διὰ τὸ τὸν βασιλέα προσκυνεῖν τὰς ἁγίας εἰκόνας, ἀνθ’ ὧν καὶ καταστρέψαι κύριον τὴν αὐτοῦ βασι‐ | |
5 | λείαν ἐπιστέλλων προήγγειλεν. τούτοις φρεναπατηθεὶς ὁ βασι‐ λεὺς μετακαλεῖται Θεόδοτον τὸν Κασσιτηράν, ὅστις καὶ πρὶν ἢ τῆς βασιλείας δράξεσθαι τὸν Λέοντα, γυναικός τινος πνεῦμα Πύ‐ θωνος ἐχούσης ἀκούσας ἐπὶ τῆς ἀγορᾶς περιπατούσης καὶ κρα‐ ζούσης ὡς ὁ τῶν Ἀνατολικῶν στρατηγὸς μέλλει τὴν τοῦ Μιχαὴλ | |
10 | βασιλείαν δέχεσθαι, τὸν Λέοντα προσλαβόμενος ἄπεισιν ἐν τῷ τοῦ ἁγίου Παύλου ναῷ ἐν τῷ Ὀρφανοτροφείῳ, καὶ συνθήκας πρὸς ἀλλήλους φυλακῆς ποιησάμενοι, θαρρεῖν πρὸς αὐτόν, ὅτι μοι περὶ σοῦ ἐκ θείας ὁράσεως προέγνωσται ὡς τῆς βασιλείας τά‐ χιον ἐπιτεύξῃ. τοῦτον οὖν τὸν Θεόδοτον μετακαλεσάμενος δεί‐ | |
15 | κυσιν αὐτῷ τὰ ἀπεσταλμένα· ὃς τοῦ τοιούτου σκοποῦ δραξάμε‐ ος τῷ κακῷ κακὸν πλεονάζει, καὶ περί τινος μοναχοῦ τὴν οἴκησιν κεκτημένου ἐν τοῖς Μαυριανοῦ πείθει παρ’ αὐτοῦ ἐνεργεῖσθαι παράδοξα, ἕτερον αὐτὸν ἐπιφημίζων μέγαν Ἀντώνιον. ταῦτα τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστήν, καὶ πεπλασ‐ | |
20 | τουργημένως τάδε φησίν, ὡς τῇ ἐπιούσῃ νυκτὶ τὸν βασιλέα εὐ‐ τελεῖ καταστήματι προσοίσω σοι, ὃν ἐπαρᾶσθαι καὶ τάχιον παρελ‐ θεῖν τοῦ βίου ἐξειπεῖν συμβουλεύομαι, εἰ μὴ Λέοντος τοῦ Ἰσαύ‐ | |
ρου στοιχειοῖτο τῷ δόγματι. καὶ ὡς εἰ τοῦτο παραφυλάξοι, οβʹ | 605 | |
606 | βασιλεύσειεν, καὶ παῖδας παίδων ἐπὶ θρόνου τῆς βασιλείας ἰδεῖ, καὶ τρισκαιδέκατος τῶν ἀποστόλων φανῆναι· εἰ δὲ μή, τἀναντία, μυρία δεινὰ καὶ ἀπώλειαν σύντομον. τῆς οὖν νυκτὸς ἐπιστάσης ἀπῄει ὁ βασιλεὺς μετὰ Κασσιτηρᾶ πρὸς τὸν μοναχόν, καὶ εὐθὺς | |
5 | παραυτὰ ἀπορραπίζεται ὡς προεγνωκότος τὸ αὐτοῦ πρόσχημα, οὕτω λέγων, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει βασιλέα σε ὄντα οὑτωσὶ ὑποκρίνεσθαι. δι’ ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς εὐπει‐ θὴς τούτῳ καθίσταται πρὸς τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν· καὶ παρευθὺ τὸν ἐν αὐτῷ κατὰ τῆς εὐσεβείας ἰὸν ἐξεμέσας καὶ | |
10 | μανεὶς ἤρξατο τῆς αἱρέσεως. 4. Συμμύστας ἐπιζητήσας εὑρίσκει Ἰωάννην τὸν λεγόμενον γραμματικόν, ἄλλον Ἰαννὴν μᾶλλον ἢ Σίμωνα, ὃς καὶ Ὑλζιλὰς ὠνομάζετο, ὅπερ Ἑβραϊστὶ ἑρμηνεύεται πρόδρομος καὶ συνεργὸς τοῦ διαβόλου· ἦν δὲ υἱὸς Παγκρατίου σκιαστοῦ, καὶ ἐκ παιδόθε | |
15 | δαίμονα εἶχε, διαβεβόητο δὲ ἐπί τε λεκανομαντείαις καὶ αἰσχρουρ‐ γίαις. εὗρε καὶ Κωνσταντῖνον πρεσβύτερον τζαγγαρίου, ὃς καὶ νομικὸς εἰς τὰ Φορακίου γέγονε, διὰ δὲ ἐγκλήματα φυγόντα καὶ γενόμενον μοναχὸν μετονομασθέντα Ἀντώνιον, μυθολόγον καὶ γελοιαστὴν καὶ αἰσχρῶς βιοῦντα· ὃς καὶ ἡγούμενος εἰς τὴν μονὴν | |
20 | τὰ Μητροπολιτῶν γενόμενος καὶ τοὺς ὑπ’ αὐτὸν ταῦτα ἐξεπαίδευ‐ σεν, ὕστερον δὲ κατὰ παραχώρησιν θεοῦ καὶ ἐπίσκοπος Συλαίου | |
γέγονεν. εὗρε δὲ καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτῷ. ἐν τῷ ἀνα‐ | 606 | |
607 | μεταξὺ ἀστὴρ κομήτης ἐφάνη ἐν σχήματι δύο λαμπρῶν δίσκων σεληναίων, ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχή‐ ματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυποῦσθαι, οἷος καὶ ἐπὶ Μιχαὴλ βασιλέως τοῦ Κουροπαλάτου ἐφάνη· ὅνπερ τινὲς | |
5 | ἑρμηνεύσαντες ἔφασαν τὴν ἀκέφαλον εἶναι κεφαλήν, προδηλοῦντα τὸν μέλλοντα ἀνταρσίαις ἐπιθήσεσθαι μετὰ ταῦτα Θωμᾶν καὶ τοὺς μετ’ αὐτοῦ στασιαστάς. καὶ μέντοι καὶ σεισμοὶ φοβεροὶ καὶ λοιμοὶ καὶ αὐχμοὶ καὶ φλογώσεις γεγόνασιν ἐπὶ τῶν ἡμερῶν τοῦ θεοστυγοῦς. | |
10 | 5. Τῷ αὐτῷ ἔτει προσκαλεῖ Νικηφόρον ἀοίδιμον πατριάρ‐ χην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους ἐνώπιον τῆς συγκλήτου, καὶ φησίν “ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυ‐ νεῖσθαι τὰς εἰκόνας.” πρὸς ὃν πρῶτος ὁ ἐν ἁγίοις Νικηφόρος φησί “τιμητέαι, ὦ βασιλεῦ, αἱ ἱεραὶ τῶν ἁγίων εἰκόνες εἰσὶν ὡς | |
15 | ἐξ ἀρχῆς θείῳ νεύματι φανεῖσαι. καὶ γὰρ ἡ ἁγία ὀθόνη ἥν ποτε λαβὼν ὁ Χριστὸς ἐπέθετο ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ εἶδος αὐτοῦ ἀχειροποιήτως ἐγένετο, τιμητέα καὶ σεβάσμιός ἐστιν. ἔπειτα αἱ τῶν ἁγίων ἀποστόλων ἰδιόχειροι εἰκόνες τοῦ τε αὐτοῦ Χριστοῦ καὶ τῆς τοῦτον τεκούσης, ἥ τε ἐν Ῥώμῃ μέχρι τοῦ νῦν τηρουμένη | |
20 | τῆς μεταμορφώσεως, καὶ ἀνεφάνη ὁ Χριστὸς μετὰ Μωσέως καὶ Ἠλία ἐν Θαβώρ· ἥτις προτροπῇ Πέτρου τοῦ κορυφαίου γέγονεν. | |
ἀλλὰ μὴν καὶ ἐν τῇ Λύδδᾳ πόλει τῆς Ἑῴας τὸ γενόμενον. σε‐ | 607 | |
608 | βάσμιος γὰρ ναὸς ἀρχαῖος ἔστιν εἰς ὄνομα τῆς θεοτόκου ὑπὸ πι‐ στῶν ἀνεγηγερμένος, ἐν ᾧ ἱστόρηται τὸ εἶδος τῆς θεοτόκου· ὃν ἀντιποιούμενοι ὡς οἰκεῖον οἱ Ἰουδαῖοι, ἡ θεομήτωρ ἀκούσασα ἐν Ἱερουσαλὴμ οὕτως εἶπεν, κεκλείσθω ὁ ναὸς καὶ εἰσίτω μηδείς, | |
5 | καὶ τῇ μʹ ἡμέρᾳ ἀνοιγέσθω· καὶ εἰ μὲν οὐδὲν ὀφθῇ σημεῖον ἐν αὐτῷ, ἔστω τῶν Ἰουδαίων ὁ ναός. μετὰ γοῦν τὴν προθεσμίαν ἀνοίξαντες ὁρῶσι τὸ εἶδος τῆς θεοτόκου τὸν Χριστὸν ὡς βρέφος ταῖς χερσὶ περιεχούσης, θαυμαστὸν ἅμα καὶ αἰδεσιμώτατον καὶ θεοπρεπέστατον εἶδος καὶ κάλλος, ἐν πλαξὶ διαυγέσι, καὶ ἐμφα‐ | |
10 | νὲς θεωρούμενον καὶ ὅλον δι’ ὅλου εἰς βάθος κεχωρηκός· ὅπερ ἰδόντες Ἰουδαῖοι ἔφυγον. μετὰ ταῦτα πολλοὶ Ἰουδαῖοι καὶ Ἕλλη‐ νες ἀποξέσαι τοῦτο πειραθέντες ἠστόχησαν· μένει δὲ ὡσαύτως ἄχρι τοῦ νῦν ἡ ἀχειροποίητος ἐπὶ τῆς πλακὸς μορφὴ εἰς δόξαν θεοῦ. πρὸς τούτοις καὶ ἡ τῆς αἱμόρρους εἰκών, διὰ τῆς βοτάνης | |
15 | πᾶν πάθος ἰωμένη ἐν Πανεάδι καὶ πάσῃ τῇ γῇ.” 6. Μετὰ τοῦτον ὁ ἱερὸς Εὐθύμιος μητροπολίτης Σάρδεων παρρησιασάμενος ἀπεστόμισε τὸν ἀλιτήριον. Θεόδωρος δὲ ὁ τῶν Στουδίου ἡγούμενος ἔφη “μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν· σοὶ μὲν γὰρ ἡ τῆς πολιτείας κατάστασις καὶ ἡ | |
20 | τοῦ στρατοπέδου ἐπιστεύθη τούτων φροντίζειν, τὴν δὲ ἐκκλησίαν ἄφες.” ὁ δὲ τύραννος ὑπερζέσας τῷ θυμῷ πάντας μεθ’ ὕβρεων | |
ἀπήλασεν, καὶ τὸν μὲν πατριάρχην Νικηφόρον ἐξώρισε καὶ τὸν | 608 | |
609 | Θεόδωρον· ὅτε καὶ λέγεται ὅτι τοῦ πατριάρχου Νικηφόρου ἐν ἐξορίᾳ παραπεμπομένου, πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν τῆς Σι‐ γριανῆς λεγόμενον καὶ τῆς μονῆς τοῦ μεγάλου Ἀγροῦ προϊστάμενον προορατικοῖς ἀφθαλμοῖς, θυμιάματά τε καῦσαι καὶ μετ’ εὐχῆς | |
5 | ἀποπέμψαι, τὰς χεῖρας αἴροντα καὶ τῷ θεῷ τοῦτον παραδιδόντα καὶ τὸν ἀσπασμὸν ἐπιτείνοντα· καί τινος ἐρομένου αἰτίαν εἰπεῖν ὅτι ἰδοὺ διέρχεται ἐν ἐξορίᾳ ὁ μέγας ὁμολογητὴς Νικηφόρος ὁ πα‐ τριάρχης, ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνιζόμενος. τὸν δὲ ἱερὸν Εὐθύμιον, ἅτε δὴ τὸν ἔλεγχον τῆς αἱρέσεως ἀποτομώτερον ἐκφω‐ | |
10 | νήσαντα, τὰς σιαγόνας τοῖς ῥαπίσμασι καταθλᾷ καὶ ταῖς μάστιξι τὸν νῶτον καταξαίνει τοσοῦτον ὡς ἐν αὐταῖς τοῦτον ἐκπνεῦσαι. τούτων γενομένων Θεόδοτον τὸν Κασσιτηρὰν πατριάρχην χειροτο‐ νεῖ, ἄλογον ἄνδρα καὶ ἰχθύων ἀφωνότερον, καὶ διωγμὸν ἄσπον‐ δον κατὰ τῆς ἐκκλησίας ἀναρριπίζει φανερῶς, τοῖς συμμύσταις | |
15 | αὐτοῦ καταπιστεύων, τρία ὑποθέντας αὐτῷ ποιῆσαι, τῆς ὀρθο‐ δόξου ἡμῶν πίστεως τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαί‐ ρεσιν καὶ τῶν εὐσεβούντων τὴν δίωξιν. καὶ πρῶτον μὲν καθαιρεῖ πᾶσαν ἱερὰν τῶν ἐκκλησιῶν ἀναστήλωσιν, κἀντεῦθεν τοὺς εὑρι‐ σκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων δειναῖς τιμωρίαις | |
20 | καὶ θανάτῳ κατεδίκασεν, πολλοὺς δὲ τῶν ἐν δόξῃ καὶ περιφανῶν, ἀλλὰ μὴν καὶ μοναχοὺς ἀπείρους, πεφόνευκεν. | |
7. Ἐπεὶ δὲ Μιχαὴλ τὸν ἐξ Ἀμορίου, οὗ τὴν παῖδα ἐκ τῆς | 609 | |
610 | πνευματικῆς κολυμβήθρας υἱοποιήσατο, πατρίκιον καὶ ἐκκούβιτον ἐτίμησεν, αὐτὸς δὲ τῇ τολμηρίᾳ τῆς γλώττης τὸν Λέοντα ὠνεί‐ διζεν ὡς καθαιρέτην τῶν ἁγίων εἰκόνων, καὶ τὴν γαμετὴν αὐτοῦ ἀνοσίοις γάμοις ἐμμιγῆναι, ὑπολαβὼν αὐτὸν ἀνταρσίαν μελετᾶν | |
5 | εἰς τὸ τοῦ παλατίου λοῦτρον Πιθήκειον δεσμεῖ, κοντῷ τε προσδε‐ θῆναι κελεύει καὶ τῷ καμιναίῳ πυρὶ παραδοθῆναι ἀνάλωμα· οὗ προβιβασθέντος ὁ βασιλεὺς εἱστήκει θεωρῶν τοῦτον. ἡ δὲ βασί‐ λισσα Θεοδοσία δάκρυσιν ἱκετεύσασα τῆς μιαιφονίας ἐλυτρώσατο, καὶ ὁ βασιλεὺς τὸν ὑπεύθυνον ἐαθῆναι προσέταξεν. πρὸς δὲ τὴν | |
10 | ἑαυτοῦ γυναῖκα εἶπεν “ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, ἴσως μὲν καὶ τῆς ζωῆς συντόμως στε‐ ρήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἡμῶν θεάσῃ τὸ ἀποβησόμενον.” ἦν γὰρ αὐτῷ ἔκ τινος συμβουλικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος με‐ μυημένος. εἶχε γὰρ γραφὴν τοιαύτην, Λέοντος εἰκόνα θηρίου | |
15 | ὁλόκληρον, ἐν μὲν τῇ κεφαλῇ ἔχουσαν Χ γράμμα, ἐν δὲ τοῖς ὄπι‐ σθεν Φ, καὶ μέσον τοῦ θηρίου πρὸς αὐτὴν τὴν ψόαν ξίφος ἤγουν σπάθην ἐμπεπηγμένην καὶ ᾑμαγμένην· ἣν ὑποδείξας Στεφάνῳ, ᾧ ἐπίκλην Καπετωλίγης, ἔφη πρὸς αὐτὸν “τί δηλοῖ ταῦτα;” ὁ δὲ ἔφη “ἄφες, δέσποτα, μὴ ἴδω καὶ τὴν γραφήν.” ὁ δὲ οὐ | |
20 | κατεδέξατο. συλλογισάμενος οὖν ὁ Στέφανος λέγει τῷ βασιλεῖ “οὗτος ὁ λέων εἰς πρόσωπον τῆς βασιλείας κεῖται, καὶ μέσον τοῦ | |
Χ γράμματος καὶ τοῦ Φ κακόν τι συμβαίνει αὐτῷ.” καὶ ὁ βα‐ | 610 | |
611 | σιλεὺς “τί ἐστι τὸ Φ καὶ τὸ Χ;” ὁ δέ φησι “μέσον τῆς Χριστοῦ γεννήσεως καὶ τῶν φώτων.” ἀλλὰ καὶ ἐκ τοῦ ῥηθέντος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονά‐ ζοντος, καὶ ἐκ τῆς ἀμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων, ὅτε | |
5 | πρὸς τὰ βασίλεια εἰς τὴν ἀρχὴν εἰσήρχετο. προσέτι δὲ καὶ ἡ τῆς μητρὸς ὄψις ἐπλήρου φόβου αὐτόν, ἣ τότε μὲν λεχθεῖσα εἰς οὐδὲν τούτῳ λελόγιστο, τὰ νῦν δὲ καὶ σφόδρα δάκνουσα ἐπέκειτο τὴν ψυχήν. ἐφάνη γὰρ αὐτῇ, κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν προσφοιτώσης ἀεί, κόρη τις ὑπὸ πολλῶν λευχειμόνων περιστοιχι‐ | |
10 | ζομένη καὶ ὁ ναὸς ἅπας αἵματι πλήρης. ταύτην οὖν τὴν κόρην εἰπεῖν τινὶ τῶν παρεστώτων, χύτραν πληρώσαντα αἵματι ἐπιδοῦ‐ ναι τῇ μητρὶ τοῦ Λέοντος πιεῖν. αὐτῆς δὲ πολυετίαν προβαλλο‐ μένης δι’ ἧς μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης χρῄζειν τῆς χύτρας, “καὶ πῶς” ἀντέφη ἡ | |
15 | κόρη μετὰ θυμοῦ “ὁ σὸς υἱὸς οὐ παύεται ἐμὲ πολλῶν αἱμάτων πληρῶν καὶ τοῦτον τὸν ἐμὸν υἱὸν παροργίζων καὶ θεόν;” πολλά τε ἔκτοτε ἐλιτάνευε τὸν ἑαυτῆς υἱὸν τῆς τῶν εἰκονοκαυστῶν αἱρέ‐ σεως ἀποστῆναι, τὴν ὄψιν αὐτὴν ἐκτραγῳδοῦσα. ἄλλη δὲ ὄψις τοῦτον ἐδειμάτου νυκτερινὴ τῆς πρώτης οὐκ ἔλαττον· τοῦ γὰρ | |
20 | ἀοιδίμου Ταρασίου τοῦ πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος, | |
ἤκουσε τοῦτον Μιχαήλ τινα ἐξ ὀνόματος καλέσαι, καὶ ἐπιπηδή‐ | 611 | |
612 | σαντα ἐπιπλῆξαι λέοντα καιρίαν καὶ κατὰ κρημνοῦ ὠθῆσαι ἄβυσ‐ σον ἔχοντος. 8. Ἀπὸ δὲ τῶν ἡμερῶν τοῦ ἀθέου Λέοντος ἦλθον οἱ Βούλ‐ γαροι μηδενὸς αὐτοὺς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης· | |
5 | καὶ ποιήσας ὁ Κροῦμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἔθυσε ἀνθρώπους καὶ κτήνη πολλά· καὶ εἰς τὸν αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ περικλυσά‐ μενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ καὶ εὐφημισθεὶς ὑπ’ αὐτῶν, διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ προσκυνηθεὶς ὑπ’ αὐτῶν | |
10 | καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τοῦ τείχους πάντων, καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ ἀπολῦσαι βέλος κατ’ αὐ‐ τοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυμητὰ αὐτοῦ καὶ ἅπερ ἐβούλετο, περιεκύκλωσεν τὴν πόλιν καὶ ἔβαλεν χάρακα ἐπ’ αὐτῇ, καὶ ποιή‐ σας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως ἤρξατο | |
15 | ζητεῖν πάκτα χρυσίου καὶ ἱματισμοῦ ἀριθμὸν πολὺν καὶ κοράσια ἐπίλεκτα ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ τῶν ἀρχόντων ἐδήλωσε τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχόμεθα διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλαλοῦμεν, καὶ | |
20 | ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα διαλαλήσαντες, διὰ τῆς νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους τρεῖς ἄνδρας, κατέκρυ‐ | |
ψαν αὐτοὺς ἐν δωματίοις τισὶ τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν | 612 | |
613 | Βλαχερνῶν, δώσαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν μετὰ τοῦ Κρούμου, σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι ἐξέλθατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πό‐ | |
5 | λεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κωνσταντῖνον τὸν λεγόμενον τοῦ Πατζικοῦ φυγόντος εἰς Βουλγαρίαν πρὸ πολλῶν τῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου· τινες τέσσαρες ἐξελθόντες ἐκ τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον | |
10 | ἕως τῆς θαλάσσης κατὰ συνταγήν, μὴ γινώσκοντες τὸ ἔνεδρον αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελανδίου βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόντες λόγον ἐξῆλθον τοῦ καραβίου· καὶ ἀποκαβαλικεύσας ὁ Κροῦμος ἐκάθισεν ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ ὁ υἱὸς Κωνσταντίνου στρω‐ | |
15 | μένον καὶ χαλινωμένον ἐκράτει. καὶ διαλεγομένων αὐτῶν ἐποίη‐ σεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν Ἑξαβούλης, τῇ χειρὶ τὴν κεφαλὴν ἀποσκεπάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκαν‐ δαλισθεὶς ἀνεπήδησεν· καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες αὐτὸν οἱ μετ’ αὐτοῦ, ἐκαβαλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ | |
20 | τοῦ τείχους “ὁ σταυρὸς ἐνίκησεν.” καὶ αὐτὸς ἤρξατο φεύγειν. καὶ ἐξελθόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη ὡς ᾠήθησαν ὅτι ἐπλήγωσαν αὐτόν, αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς τὸν λαὸν αὐτοῦ. | |
οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. | 613 | |
614 | καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν. 9. Λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος ἐκέλευσε τῇ ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον· | |
5 | καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς ἀντίπεραν τῆς πόλεως, μεγάλας οὔσας, ἃς ἀνεκαίνισαν Εἰρήνη καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες εἰς τὸν ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς βασιλικοὺς | |
10 | κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολίβδους ἐπῇ‐ ραν καὶ τὰ ζῳδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν κατέσφαξαν, ὁμοίως καὶ τὰ κτήνη. καὶ διελθόντες τὴν παραθα‐ λασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω πάντα τὰ ἐμπόρεια κατέκαυσαν, καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος | |
15 | τῆς πόλεως πρὸς ἀνατολάς, κατέκαυσαν τὰ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥιγίου. καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν παράξενον. οὖσαν καὶ πάνυ ὀχυρωτάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι κάστρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους ἐνε‐ | |
20 | πύρισαν. καὶ μετὰ τοῦτο τὸ Δαώνην κάστρον ὑπάρχον κατέστρε‐ ψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυνάμενοι εἰς αὐτὴν ἐλθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα τὰ ὄντα εἰς τὸν λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες | |
εἰς Ῥαιδεστὸν κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες | 614 | |
615 | πάντα τὰ ἐν αὐτῷ οἰκήματα καὶ τὰς ἐκκλησίας καὶ κατασφάξαντες αὐτόθι λαὸν πολύν. καὶ ἐλθόντες εἰς τὸ Πάνιον κάστρον εὗρον αὐτὸ ἠσφαλισμένον, ἔχοντα λαὸν πολύν· καὶ μηδὲν ἰσχύσαντες εἰς αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ καταστρέψαντες ἀνῆλθον | |
5 | εἰς τὸν Ἄσπρον, κάστρον ὂν καὶ αὐτό, καὶ καταστρέψαντες καὶ τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον ἐκεῖθεν δι’ ἡμερῶν δέκα, καὶ εἰσῆλθον εἰς τὰ ὄρη τοῦ Γάνου· καὶ εὑρόντες ἐκεῖσε λαὸν πολὺν κρυπτόμενον καὶ σχεδὸν πάντα τὰ κτήνη τῆς Θρᾴκης, κατέσφαξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη | |
10 | ὄντα εἰς πλῆθος αἰχμαλωτεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν, καὶ γυναικόπαιδα πολλά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξαμί‐ λην, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸν Ἕβρον καὶ τὴν ἄνω, καὶ πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως μεγάλου ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανού‐ | |
15 | πολιν κραταιουμένην παρεκάθισαν. καὶ ποιήσαντες ἡμέρας πολ‐ λὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ περικαθισμοῦ, στήσαντες μαγ‐ γανικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυ‐ τούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς | |
20 | πλῆθος οὖσαν ἀναρίθμητον καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν, μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου ποταμοῦ. | |
καὶ τούτων γινομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ’ | 615 | |
616 | ἐκράτει τῆς βασιλείας τυραννικῶς. καὶ λοιπὸν φθασάντων τῶν ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα καὶ ἐπονομαζόμενον Σαμβάτην, ἐψεύσατο λέγων ὅτι Κωνσταντῖνος καλεῖται· καὶ σωρεύσαντες τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων, | |
5 | ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφημῆσαι Λέοντα καὶ Κων‐ σταντῖνον, μιμούμενος τοὺς πρῴην βασιλεύσαντας Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο, βουλόμενος ζῆσαι ἔτη πολλὰ ὡς καὶ αὐτοὶ καὶ γενέσθαι περίφημος· οὗ τινὸς τὴν βουλὴν ὁ θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους | |
10 | αὐτοῦ. 10. Καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χει‐ μῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ Βούλγαροι χιλιάδες λʹ ὁλοσίδηροι· καὶ ἐλθόντες ἕως Ἀρκαδιού‐ πολιν καὶ περάσαντες τὸν Ῥιγίαν (ποταμὸς δὲ οὕτως ἐστὶν λεγό‐ | |
15 | μενος) ηὗρον λαὸν πολὺν καὶ ᾐχμαλώτευσαν αὐτόν. καὶ πρὸ τοῦ περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγένετο ὑετὸς πολὺς ἡμέρας ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας ιεʹ, κατέχον‐ τες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆσαι, | |
20 | οὐ προσέσχεν, οὐδὲ τῆς πόλεως ἐξῆλθεν, οὐδὲ ἄλλους τινὰς ἀπέ‐ στειλεν πρὸς βοήθειαν. καὶ λοιπὸν γενομένης εὐδίας καὶ τοῦ πο‐ | |
ταμοῦ ἐλαττωθέντος, αὐτοὺς τοὺς αἰχμαλώτους παρεσκεύασαν | 616 | |
617 | κόψαι ξυλὴν καὶ ποιῆσαι γέφυραν, καὶ οὕτως ἐπέρασαν μετὰ τῆς αἰχμαλωσίας ὄντων ὁμοῦ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων χιλιά‐ δες νʹ. λαβόντες καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, Ἀρμενιατικὰ στραγλομαλωτάρια καὶ νακοτάπητα ἀνώτερα καὶ ἱματισμὸν πολὺν | |
5 | καὶ χαλκώματα, ἐφόρτωσαν πάντα εἰς τὰς ἁμάξας, καὶ λαβόντες κάσας τὰς ἀγέλας αὐτῶν βόας καὶ πρόβατα εἰσῆλθον εἰς Βουλγα‐ ρίαν. καὶ ὁ ἀδίκως βασιλεύσας κατὰ παραχώρησιν θεοῦ οὔτε αὐτὸς ἐξῆλθεν τῆς πόλεως πρὸς βοήθειαν τῆς αἰχμαλωσίας οὔτε ἄλλους ἀπέστειλεν. | |
10 | 11. Λοιπὸν οὖν μετὰ ταῦτα ἀνηγγέλη αὐτῶν λεγόντων ὅτι ὁ Κροῦμος ἐστράτευσεν λαὸν πολὺν συναθροίσας καὶ τοὺς Ἀβά‐ ρεις καὶ πάσας τὰς Σκλαβινίας· πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα καὶ μαγγανικὰ παμμεγεθέστατα, τριβόλους καὶ πετροβόλους καὶ χελώνας καὶ | |
15 | ὑψηλοὺς κλίμακας, σφαίρας τε καὶ μοχλοὺς καὶ ὄρυγας, κριούς τε καὶ βελοστάσεις, πυρόβολά τε καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βαλέσθαι βέλη καὶ σφενδόνας, πάντα τὰ μηχανήματα κατὰ τῶν ἐπάλξεων πρὸς τὸ ἑλεῖν τὴν πόλιν. ἐπὶ τὸ δυτικὸν δὲ μέρος, φησίν, τῆς πόλεως κατὰ τοῦ τείχους τῶν Βλαχερνῶν ταῦτα πάντα βούλε‐ | |
20 | ται προσαγαγεῖν τὰ μηχανήματα, ἔνθα καὶ ἐτοξεύθη, σταβλίζων βόας χιλιάδας δέκα πρὸς τὸ βαστάξαι πάντα τὰ προλεχθέντα ὄρ‐ γανα, τεθέντα ἐπὶ ἁμαξῶν, ἃς προσέταξεν χιλιάδας εʹ σιδηροδε‐ | |
θέντας. ταῦτα ἀκούσας Λέων, πέμψας τε κατασκόπους καὶ μα‐ | 617 | |
618 | θὼν τὴν ἀλήθειαν, συναθροίσας λαὸν πολὺν καὶ τεχνίτας ἤρξατο κτίζειν ἕτερον τεῖχος ἔξωθεν τοῦ τείχους τῶν Βλαχερνῶν, κόψας καὶ τὴν σούδαν πλατεῖαν. καὶ ἀρξάμενος κτίζειν, μήπω τελέσας, ἵνα δείξῃ ὁ θεὸς ὁ διασκεδάζων βουλὰς ἐθνῶν, ἀθετῶν λογισμοὺς | |
5 | λαῶν καὶ ἀθετῶν βουλὰς ἀρχόντων, ὅτι οὐκ ἐν τῇ μηχανίᾳ καὶ τῇ ἰσχύϊ αὐτῶν οἱ ἄνθρωποι δύνανταί τι ποιῆσαι, οὔπω τοῦ ἔαρος καταλαβόντος, ὡς φασί τινες διασωθέντες τῆς αἰχμαλωσίας ἀπὸ Βουλγαρίας, περὶ τῇ μεγάλῃ πέμπτῃ τοῦ πάσχα ὁ πρῶτος Βουλ‐ γαρίας ὁ Κροῦμος, ὁ περίφημος, ὁ τὴν πόλιν ἑλεῖν βουλόμενος, | |
10 | τέλει τοῦ βίου ἐχρήσατο ἀοράτως σφαγιασθείς· ὃς καὶ ἐξήγαγεν αἱμάτων ὀχετοὺς διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων αὐτοῦ, καὶ οὕτως ἀπέρρηξεν τὴν ψυχὴν αὐτοῦ ἐν κακοῖς. 12. Ἐπαρθεὶς τοίνυν τῷ φρονήματι ὁ Λέων, ὅτι αὐτὸς κατέβαλε τὸν πολέμιον, οὐχὶ θεός, ἔπεμψεν εἰς πάσας τὰς χώρας | |
15 | σάκρας, ἀναγγέλλων ὅτι εὗρον τοὺς Βουλγάρους ἐγγὺς ὄντας τῆς πόλεως, καὶ διὰ τῆς φρονήσεως καὶ ἀνδρίας καὶ διὰ τῆς ἀγωγῆς μου τοξεύσας τὸν πρῶτον αὐτῶν πάντας ἀπώλεσα· ὅστις καὶ διὰ τὴν πρόφασιν ταύτην ἀποθνήσκει, φησίν, ὁ ἐχθρὸς ἡμῶν. καὶ ταῦτα μὲν περὶ τούτου· (13) λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν | |
20 | ῥαγῆναι αὐθωρόν, τὴν τοῦ ἀθέου βασιλέως κατάλυσιν εὐαγγελι‐ | |
ζομένην, καὶ πολλοῖς πλέουσιν ἀκουστὴν γενέσθαι· ἧς τὸν καιρὸν | 618 | |
619 | καὶ τὴν ὥραν ἀπογραψάμενοι (ἦν γὰρ δεκάτη ὥρα τῆς νυκτὸς) ἐσχάτως εὗρον τὴν ἀλήθειαν. 14. Ὅμως τὸν Μιχαὴλ εἱρκτὴ καὶ δεσμὰ εἶχον· καὶ ἐπεὶ ἐβούλετο αὐτὸν μετὰ τὴν ἑορτὴν τῶν Χριστοῦ γέννων ἀνελεῖν, δη‐ | |
5 | λοῖ ὁ Μιχαὴλ τοῖς συμβούλοις, μεθ’ ὧν ἦν καὶ ὁ τοῦ παλατίου παπίας, ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ἡμᾶς καταμηνύω τῷ βασιλεῖ. οἱ δὲ συναχθέντες καὶ φελόνια ὡς ἱερεῖς φορέσαντες, καὶ ἔνδοθεν τὰ ξίφη φοροῦντες, ἐπεὶ τὸ πα‐ λάτιον ἀνεῴχθη καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν εἰσῆλθεν, αὐτοὶ | |
10 | εἰσπηδήσαντες τοῦτον μεληδὸν κατέκοψαν καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ Πρώτῃ νήσῳ ἔχωσαν. καὶ αὐτῇ τῇ ὥρᾳ λύουσι τῶν δεσμῶν τὸν Μιχαήλ, καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ ἀντὶ δεσμοφόρου στεφη‐ φόρον. καὶ ἐπληρώθη τὸ προφητικὸν τὸ “ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.” τήν τε γαμετὴν αὐτοῦ | |
15 | ἐν τῇ τῶν Δεσποτῶν μονῇ ἀπαγαγεῖν· Συμβατίῳ δὲ τῷ υἱῷ τῷ κατὰ τὸ στέψιμον μετονομασθέντι Κωνσταντῖνον, καὶ τοῖς λοι‐ ποῖς, Βασιλείῳ τε καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, ἐν τῇ Πρώτῃ νήσῳ ἀποκείραντες μοναστὰς πεποιήκασιν. ἔνθα καὶ Κωνσταντῖ‐ νος μετονομασθεὶς Βασίλειος, ἀφωνίᾳ συσχεθεὶς μετὰ τὸ τὰ γό‐ | |
20 | νιμα τῶν μορίων ἀφαιρεθῆναι, ἐδέετο μὲν τοῦ θεοῦ, ἀλλὰ καὶ Γρηγορίου τοῦ θεολόγου ἐκεῖσε ἀνεστηλωμένου, τὴν ἑαυτοῦ λυθῆ‐ | |
ναι φωνὴν καὶ τὴν γλῶτταν τὸ εὔηχον ἀπολαβεῖν. ὅθεν καὶ εἰση‐ | 619 | |
620 | κούσθη. κατὰ γὰρ τὴν τῶν φώτων πανήγυριν ὁρᾷ τὸν θεῖον ἐκεῖ‐ νον χαρακτῆρα, “τὸν κηρὸν” λέγοντα “λαβὼν ἀνάγνωθι.” ὁ δὲ ἀδιστάκτως εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ “πάλιν Ἰησοῦς ὁ ἐμός.” ἔκτοτε οὖν τὴν πατροπαράδοτον αὐτοῦ βδελυ‐ | |
5 | ξάμενος αἵρεσιν τὰς τῶν ἁγίων ἰδέας ἐτίμα καὶ περιεπτύσσετο. ἀλλὰ ταῦτα μὲν ὕστερον. Κόσμου ἔτος ͵ϛτιδʹ, τῆς θείας σαρκώσεως ἔτος ωιδʹ, Ῥωμαίων βασιλεὺς Μιχαὴλ Ἀμοραῖος ὁ Τραυλὸς καὶ εἰκονομάχος ἔτη ηʹ μῆνας θʹ. οὗτος Εὐφροσύνην τὴν θυγατέρα Κωνσταντίνου τοῦ | |
10 | τυφλωθέντος, τὸν μονήρη βίον προσηκαμένην, εἰς γαμετὴν ἠγά‐ γετο. ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ ἐξορίαις ἐλευθερίαν καὶ ἄνεσιν ὀνειρωδῶς φαντάζεσθαι, τὸ τοῦ προηγουμένου δυσσεβοῦς ὑπέθαλπε θεοστυ‐ γὲς φρόνημα· ὁμοίως γὰρ τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως | |
15 | ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεν‐ τίου ἔφη “οἱ μὲν πρὸ ἡμῶν ἐρευνησάμενοι τὸν ἐκκλησιαστικὸν θεσμὸν τῶν δογμάτων τὸν περὶ αὐτῶν εἰσπραχθήσονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν. ἐν ᾧ τὴν ἐκκλησίαν εὕρομεν βαδίζου‐ σαν, ἐν τούτῳ καὶ διαφυλάττειν προκρίνομεν. τὸ γὰρ τιμᾶν τὰς | |
20 | εἰκόνας καὶ μὴ τιμᾶν ἀδιάφορον ἔστω κατὰ τὸ αὐτό.” κατὰ τὸν | 620 |
621 | καιρὸν τοῦτον τὸν τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν Ἀντώνιος ὁ τοῦ Συλαίου, τῆς προσκυνήσεως τῶν ἁγίων εἰκόνων ἀλλότριος. 2. Ἐπὶ τούτοις στέφει Μιχαὴλ Θεόφιλον τὸν ἐξ Εὐφρο‐ σύνης υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. Θωμᾶς δὲ ὁ ἀντάρτης | |
5 | ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας, λαόν τε καὶ ἀγυρτώδη καὶ ἐπίμικτον ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ’ ἀξίαν ἐφιέμενος. Ῥωμαῖος γὰρ ὢν καὶ ἀφανὴς πρὸς Συρίαν ἀφίκετο, καὶ Κωνσταντῖνον ἑαυτὸν μετονομάσας υἱὸν Εἰρήνης τῆς βασιλίσσης ἔλεγεν· κἀντεῦθεν πολλοὺς ἀπατήσας βαρβάρων τε | |
10 | καὶ Ῥωμαίους, καὶ πλῆθος ἄπειρον συναθροίσας, μεγαλαυχῶν τῷ πλήθει ἐπῄει τῇ Κωνσταντινουπόλει, καὶ ταύτην ἐπὶ τρεῖς χρόνους πορθήσας, ἐπεὶ τὰς ναῦς αὐτοῦ εἶδεν πυρὶ καυθείσας καὶ τοὺς λογάδας τῶν πολεμίων ὑπὸ τῶν πολιτῶν ἀπολωλότας, ἀμη‐ χανίᾳ ληφθείς, τὴν πόλιν καταλιπὼν ἐπὶ τὴν Θρᾴκην χωρεῖ, ταύ‐ | |
15 | την ληϊζόμενος. ὁ δὲ Μιχαὴλ τῆς πόλεως ἐξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ παρακαθίσας βραχύν τινα καιρὸν τοῦτον ἀμογητὶ ἐχειρώσατο· ἀκρωτηριάσας τε αὐτὸν χεῖρας καὶ πόδας, εἶτα καὶ ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶ χρό‐ νοις ἐμφύλιον γενόμενον πόλεμον. | |
20 | 3. Ἐν τούτοις τοῦ Μιχαὴλ ἐνασχολουμένου Κρήτη καὶ Σικελία καὶ αἱ Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐξ Ἀφρι‐ κῶν τε καὶ Ἀράβων περιῃρέθησαν, λαβόντος ἀρχὴν ἄρτι πρῶτον | |
διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ τὴν τῶν κρατούντων δυσσέβειαν. | 621 | |
622 | τῶν δὲ πραγμάτων οὕτως ἐχόντων προσκαλεῖται ὁ βασιλεὺς Εἰρη‐ ναῖον τὸν μάγιστρον, καὶ φησὶ πρὸς αὐτόν “συγχαίρω σοι, μά‐ γιστρε, ὅτι ἡ Σικελία ἐμούλτευσεν.” ὁ δὲ ἔφη “τοῦτο ξένον χαρᾶς ἐστί, δέσποτα.” καὶ στραφεὶς πρός τινα τῶν μεγάλων ἔφη | |
5 | ἀρχὴ κακῶν γε πεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωσσος ἄρδην καὶ φιλόχρυσος λίαν. (4) ὁ γὰρ τῶν Ἀγαρηνῶν ἀρχηγὸς Ἀπόχατ τῷ τῆς Κρήτης ἀκρωτη‐ ρίῳ προσέβαλε καὶ προσωρμίσθη τῷ Χάρακι, ὁρίσας τὸν ὑπ’ αὐτὸν | |
10 | λαὸν καταλιπεῖν τὰς ναῦς αὐτῶν καὶ τὴ χώραν ληΐζεσθαι. τοῦ δὲ στρατοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἀποκινήσαντος προστάξας τὰς ναῦς αὐτῶν ἐπυρπόλησεν. καταγογγυζόντων δὲ αὐτῶν περὶ τούτου ἔφη πρὸς αὐτοὺς ὅτι τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ ἄνδρες, ζητοῦντες χώραν εἰς κατοικίαν, καὶ διὰ τοῦτο ἤγαγον | |
15 | ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτος ἔστιν ἀπορρώξ.” οἱ δὲ ἀντεῖπον αὐτῷ “καὶ ποῦ τὰ τέκνα καὶ τὰς γυναῖκας ἡμῶν εὑρή‐ σομεν;” ὁ δὲ πρὸς αὐτοὺς “ἴστε ὅτι αἰχμαλωσίαν πλείστην ἑαυ‐ τοῖς ἠνέγκατε· ἐκ ταύτης οὖν γυναῖκας ὑμῖν ἁρμόσασθε.” καὶ ἤρεσεν αὐτοῖς τοῦτο, καὶ χάρακα περιέθεντο πρὸς ὀχυρώματα· | |
20 | ἀφ’ οὗ ὁ τόπος Χάραξ μέχρι τῆς δεῦρο προσονομάζεται. μονα‐ στὴς δέ τις μετέπειτα τῇ νήσῳ προσφοιτήσας ἔφη αὐτοῖς ὅτι εἴπερ | |
ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι, καὶ ὅπου | 622 | |
623 | ἂν στοχασάμενος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε πόλιν οἰκοδομήσατε, δι’ ἧς τῆς νήσου ἐξουσιάσητε. καὶ ἀπήγα‐ γεν αὐτοὺς εἰς τόπον καλούμενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων καθίδρυται, καὶ ταύτην κυκλόθεν ἐτάφρευσαν. καὶ ἐννενήκοντα | |
5 | πόλεις κρατήσαντες ἠνδραποδίσαντο, μιᾶς μονῆς μὴ ἁλωθείσης ἀλλ’ ἢ λόγῳ ἀπολιορκήτου μεινάσης, τῶν οἰκητόρων αὐτῆς σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν συγκεχωρημένων· οἳ μέχρι τοῦ νῦν ὑπολόγιοι κέκληνται. καὶ δὴ ἂν ὑπὸ Ἀγαρηνῶν κατεκράτηντο αἱ νῆσοι, εἰ μὴ Μιχαὴλ ὁ βασιλεὺς Κρατερῷ τῷ τῶν Κιβυρραιω‐ | |
10 | τῶν στρατηγῷ ἐνετείλατο πάσας τὰς ὑπ’ αὐτῷ ναῦς ἑτοιμάσαι καὶ ἀπᾶραι εἰς Κρήτην· ὃς σὺν διακοσίαις ναυσὶ παραγενόμενος αὐτὰς ἠλευθέρωσε, καὶ ἐν τῇ Κρήτῃ ἀπάρας τῶν ἐκεῖσε Ἀγαρηνῶν πάν‐ των κατεκυρίευσεν, καὶ ἀναιρήσειν βεβούλευτο, εἰ μή τινες τοῦ λαοῦ κακῶς φρονοῦντες τοῦτο ἐκώλυσαν, εἰρηκότες ὡς οὐδαμῶς | |
15 | ἐν νυκτὶ οὗτοι πρὸς ἡμᾶς ἀντιτάξοιντο, τῷ δὲ πρωῒ κατάσχωμεν αὐτούς. καὶ δὴ φρεναπατηθέντες τοῖς τούτων λόγοις πρὸς τὰς σκηνὰς αὐτῶν ἐπανέλυσαν, μηδαμῶς τῆς σωτηρίας αὐτῶν πεφρον‐ τικότες. τῆς δὲ νυκτὸς ἐπελθόντες οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις πᾶσιν ἐπήγαγον, μόνου τοῦ στρατηγοῦ αὐτῶν ἐμπορικῷ | |
20 | ἐπιβάντος πλοίῳ καὶ ἀποπλεύσαντος. ὅπερ μαθὼν ὁ τῶν Ἀγαρη‐ νῶν ἀρχηγὸς δυσὶν ὁλκάσιν ἐπεβίβασε καὶ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς τὴν νῆσον τὴν Κὼ τοῦτον κατέσχεν, καὶ ἐν αὐτῇ τοῦτον ἀνε‐ | |
σκολόπισεν. εἶτα ὁ Ὀρύφας τὸ ἐπώνυμον προστάξει βασιλέως | 623 | |
624 | συναθροίζει ναυτικὸν στρατολόγημα· οἷς ἀνὰ τεσσαράκοντα χρυ‐ σίου ἐπιδοὺς νν, ὁλκάσι τε ἐπιβάντες καὶ ἐπὶ Κρήτης στρατεύσαν‐ τες ἄπρακτοι ἐκ τοῦ πολέμου ὑπεχώρησαν, οἱ πλείους ἐκεῖσε κα‐ τασφαγέντες· ὧν καὶ τοὺς ἀπολειφθέντας τεσσαρακονταρίους ὠνό‐ | |
5 | μασαν. ἐν ταύτῃ τῇ νήσῳ Κύριλλος ὁ θαυματουργὸς ἐπίσκοπος Γορτύνης ταύτης τῆς νήσου ὑπὲρ Χριστοῦ, ἄμωμον ὡς ἱερεῖον, ὑπὸ τῶν Ἀγαρηνῶν ἐσφαγίαστο, οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο ἀναβλύζον θαύματα ἀπεργάζεται. Καὶ τοῦτον μὲν οὗτος εἶχε τὸν τρόπον· ὁ δὲ δυσσεβὴς Μι‐ | |
10 | χαὴλ ἐκ τῆς δυσουρίας ἀρρωστήσας χαλεπῶς καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν. τὸ δὲ δύστηνον αὐτοῦ σῶμα ἀποκομισθὲν ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων· Θεόφιλος δὲ ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτῷ Εὐφροσύνης τῆς βασιλείας ἐκράτησεν. | |
15 | Κόσμου ἔτος ͵ϛτκγʹ, τῆς θείας σαρκώσεως ἔτος ωκγʹ, Ῥωμαίων βασιλεὺς Θεόφιλος ὁ υἱὸς Μιχαὴλ τοῦ Τραυλοῦ, εἰκονομάχος, ἔτη ιβʹ. τῆς δὲ μητρὸς αὐτοῦ Εὐφροσύνης βουληθείσης δοῦναι αὐτῷ γυναῖκα, ἄγει κόρας διαφόρους ἀσυγκρίτους τῷ κάλλει, μεθ’ ὧν μία τις ἐξ αὐτῶν κόρη ὡραιοτάτη ὑπῆρχεν Εἰκασία λεγομένη | |
20 | καὶ ἑτέρα Θεοδώρα ὀνομαζομένη. τούτῳ δοῦσα ἡ μήτηρ χρυσοῦν | |
μῆλον εἶπεν δοῦναι τῇ ἀρεσάσῃ αὐτῷ. ὁ δὲ βασιλεὺς Θεόφιλος | 624 | |
625 | τῷ κάλλει τῆς Εἰκασίας ἐκπλαγεὶς ἔφη ὡς ἄρα διὰ γυναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ’ αἰδοῦς πῶς ἀντέφησεν “ἀλλὰ καὶ διὰ γυ‐ ναικὸς πηγάζει τὰ κρείττονα.” ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἀπέδωκεν, οὔσῃ ἐκ | |
5 | Παφλαγονίας. καὶ στέφονται ἀμφότεροι ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ὑπὸ Ἀντωνίου πατριάρχου τῇ ἁγίᾳ πεντηκοστῇ, κἀκεῖ‐ θεν ἔρχεται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος χρήμασι πολλοῖς τόν τε πατριάρχην καὶ τὸν κλῆρον ἅμα τῇ συγκλήτῳ. καὶ ἡ μὲν Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς | |
10 | ἣν καὶ ἀποκειραμένη φιλοσόφῳ βίῳ καὶ θεῷ ἀρέσκοντι διετέλεσε μέχρι τελευτῆς αὐτῆς, πολλὰ ἴδια συγγράμματα αὐτῆς καταλι‐ ποῦσα· ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελ‐ θοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ τῶν Γαστρίων ἡσύχασεν. 2. Ἱππικοῦ δὲ γενομένου ἄγεται τὸ πολυκάνδηλον τὸ ἐν τῇ | |
15 | σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν, καὶ ὑποδείκνυσιν αὐτὸ πάσῃ τῇ συγκλήτῳ ἐν τῷ καθίσματι, καὶ φησὶν ὡς εἰ ναὸν κυρίου τετολμηκότας ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ δ’ ἀληθείᾳ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτεί‐ ναντας. εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, | |
20 | τῶν τε ἁγίων εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνορύττων, καὶ τοὺς ἐπ’ εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος. 3. Τῷ βʹ τούτου ἔτει προσέφυγε Θεόφοβος ὁ Πέρσης Ῥω‐ | |
μαίοις, ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδας ιδʹ, οὓς καὶ | 625 | |
626 | διένειμεν ἐν τοῖς θέμασι κατασκηνώσας καὶ τούρμας ἀποκαταστή‐ σας. αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο τρόπῳ τοιῷδε. τοῖς Πέρσαις ἔθος ἦν ἐκ σει‐ ρᾶς βασιλικῆς ὑπέχειν ἀνάρρησιν· ὅθεν τοῖς ἀλλεπαλλήλοις πολέ‐ | |
5 | μοις τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, καὶ ἐν ἀμηχανίᾳ γεγονότες, ἔγνωσαν ὡς ἐκ τῆς βασιλικῆς συγγενείας τῷ βασιλεῖ Ῥωμαίων τινὲς προσερρύησαν, καὶ ἐπὶ τούτῳ ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦσαι καὶ προσχωρῆσαι τῇ Ῥωμαΐδι διὰ τὸν Θεό‐ φοβον, ὅπως τοῦ κατὰ γένους ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστ | |
10 | ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βαβὲκ ἀποστάσει τῇ πρὸς τὸν ἀμερ‐ μουμῆν ἐπὶ πέντε ἔτεσιν ἐκεκορύφωτο. ὧν ἀναμεταξὺ πόλεμ συμβεβηκότες, ἡττηθεὶς ὁ Βαβὲκ εἰσῄει σὺν χιλιάσιν ζʹ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, τὸν Θεοφόβου πατέρα κατὰ τὴν πόλιν Σινώπῃ ἀνερευνῶν· ὃν ὁ Βαβὲκ κατειληφώς, ἐγγύας τε παρὰ βα‐ | |
15 | σιλέως δεξάμενος, τὸν ὑπ’ αὐτῷ λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπή‐ κοον τέθεικεν. ἄλλως δέ φασιν ὅτι ὁ τοῦ Θεοφόβου πατὴρ εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καί τινι γυναικὶ κατὰ μισθαρνίαν καπη‐ λεύειν λαχούσῃ προσκεκόλληται· ὃς τῷ πρὸς αὐτὴν ἔρωτι ἁλοὺς πρὸς ἡδονὴν συμβιβάζεται· ἐξ οὗ συνειληφυῖα ἄρρενα ἐκατέτοκεν. | |
20 | οἱ οὖν Πέρσαι ἀστρονομίᾳ καὶ μαντείᾳ ἠκριβωμένοι ἔγνωσαν τοῦ | |
Περσῶν βασιλέως συγγενῆ τινὰ ἐν Βύζαντι διάγειν. ἐντεῦθεν | 626 | |
627 | πρὸς τὸν βασιλέα εἰσελθόντες τοῦτον περὶ οὗ ἦλθον ἐρευνήσασθαι ἠξίωσαν. ὁ δὲ βασιλεὺς τοῦτο ἀκηκοὼς καὶ ἐρευνησάμενος περὶ τούτου οὐδὲν ἤνυσεν. ἐν ὑστέρῳ δὲ τὸ γύναιον εὑρηκότες μεθ’ οὗ τὴν ἀναστροφὴν ὁ Πέρσης ἐπεποίητο Βαβέκ, ἔμαθον ὡς ἐκεῖνος | |
5 | μὲν τετελεύτηκεν, ὁ δὲ ἐκ τούτου προενηνεγμένος κατὰ συζυγίαν παῖς ἔτι περίεστιν· ὃν καὶ τούτῳ ἐπεδείκνυον δωδεκαετῆ τυγχά‐ νοντα. τοῦτον ὁ βασιλεὺς προσλαβόμενος ἀνέτρεφεν ἐν τῷ πα‐ λατίῳ, καὶ τοὺς Πέρσας ἐν τοῖς στρατιωτικοῖς κώδιξιν ἀνεγρά‐ ψατο. | |
10 | 4. Ὁ τοίνυν βασιλεὺς Θεόφιλος φιλόκοσμος ὢν κατα‐ σκευάζει ἐξ ἀρχῆς τὸ Πενταπύργιον, καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα μετὰ διαφόρων λίθων, καὶ δένδρον χρύσεον, ἐν ᾧ στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν, τοῦ πνεύματος διὰ κρυφίων πόρων εἰσπεμπομένου. (5) ἐκαινούρ‐ | |
15 | γησε δὲ καὶ τὰς βασιλικοὺς στολάς, τούς τε λώρους καὶ τὰ λοιπά, πάντα χρυσοΰφαντα κατασκευάσας. καὶ τὰ τῆς πόλεως τείχη χθαμαλὰ ὄντα ἀνύψωσε. δικαιοσύνην τε κοσμικὴν προσποιού‐ μενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρῴην βα‐ σιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν | |
20 | βλαχέρναις (ἔθος γὰρ αὐτῷ ἐκεῖσε ἀπέρχεσθαι) καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ δρουγ‐ γαρίου τῆς βίγλας ὄντος (ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα, τὰ δὲ ἐμὰ σκοτεῖ καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ ὡς ἅτε χήρας καταπεφρο‐ | |
νημένης), παρευθὺ ἀποστέλλει ἰδεῖν τὴν ἀλήθειαν, εἰ οὕτως ἔχει· | 627 | |
628 | καὶ βεβαιωθεὶς ὡς ἀλήθειαν ἡ γυνὴ λέγει, ἐν μέσῃ τῇ ὁδῷ ἐκδύ‐ σας τὸν δρουγγάριον τύπτει σφοδρῶς, καὶ τὰ εἰρημένα οἰκήματα αὐτοῦ ἐξεδαφίσας τῇ χήρᾳ δίδωσι. καὶ πλοίου ποτὲ διὰ τοῦ Βου‐ κολέοντος διερχομένου, ἐρωτήσας τίνος ἂν εἴη τοῦτο, καὶ μαθὼν | |
5 | ὡς τῆς δεσποίνης ἐστίν, “οἴμοι” ἔφη “φανερωθέντος ναυκλήρου, ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου ἐστί.” καὶ ἀποστείλας αὐτοῖς τοῖς ἀγωγίμοις τὴν ναῦν ἐνέπρησεν. 6. Ἡ δὲ τοῦ Θεοφίλου μήτηρ Εὐφροσύνη ἐν τῇ ἰδίᾳ μονῇ τὸν Γαστρίων οἶκον ἑαυτῆς ὄντα, ὃν ἐξωνήσατο παρὰ Νικήτα | |
10 | πατρικίου καὶ μοναστήριον γυναικεῖον ἐποίησεν, ἐπονομάσασα Γαστρία, μονάζουσα ἦν. τὰς τῆς Θεοδώρας θυγατέρας μετα‐ καλουμένη (πέντε δὲ ἦσαν, ἥ τε Θέκλα καὶ Ἄννα Ἀναστασία τε, Μαρία καὶ Πουλχερία) ἐν πάσῃ εὐσεβείᾳ καὶ νουθεσίᾳ κυρίου καὶ τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων νουθετοῦσα οὐκ ἐπαύετο. τοῦτ | |
15 | τὸν Θεόφιλον οὐκ ἔλαθεν, ἀλλὰ προσκαλούμενος τὰς θυγατέρας αὐτοῦ πάντα ἠρώτα. καὶ αἱ μὲν ἄλλαι τὰς πεύσεις τούτου, ἀγαθὰ φρονοῦσαι, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία, ἅτε δὴ καὶ ἡλικίᾳ καὶ νῷ νηπιάζουσα, τάς τε φιλο‐ φροσύνας ἔλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συναπηρίθμει δὲ καὶ | |
20 | τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως, οὕτω δὲ οὐ πολλὰ φρο‐ νοῦσα καὶ λέγουσα ὡς νινία πολλὰ εἶναι αὐτῇ κατὰ τὸ κιβώτιον, | |
καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τῷ προσώπῳ ἡμῶν ἐπιτίθησι μετὰ | 628 | |
629 | τὰ φιλήματα. ταῦτα τὸν βασιλέα εἰς μανίαν ἦγεν· μηδὲν δὲ δρᾶσαι δυνάμενος αὐτῇ, μόνην ἀπέτεμεν τὴν πρὸς τὴν μάμμην τῶν τούτου θυγατέρων ἄφιξιν. 7. Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβηκεν. | |
5 | ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τῷ Ὁμηρικῷ Θερσίτῃ διενηνοχὸς κατ’ οὐδέν (Δένδερις ὄνομα τούτῳ), ἄσημά τε φθεγγόμενον καὶ γέλωτας κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βα‐ σιλείοις ἐνδιαιτώμενον. οὗτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς Αὐγούστης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας ἐμπεριει‐ | |
10 | λημμένην καὶ τοῖς ἑαυτῆς ὄμμασι μετὰ σπουδῆς προσαγούσης. ταύτας ὑπ’ ὄψιν ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἶεν ἐπυνθάνετο, καὶ πλησιέστερον διέβαινεν· ἡ δέ “τὰ καλά μου” ἔφησεν οὕτως “νινία, καὶ ἀγαπῶ ταῦτα πολλά.” κατὰ τὴν τράπεζαν τηνικαῦτα εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐθὺς διαβάντα εἴρετο | |
15 | αὐτὸν ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάναν ἔφησεν εἶναι, τὴν Θεοδώραν οὕτω λέγων, καὶ θεάσασθαι ἐν αὐτῇ καλὰ νία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν οὖν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τραπέζης, πρὸς τὴν ἀπῄει, ἄλλαις τε πολλαῖς ὕβρεσιν αὐτὴν ἐπαντλῶν καὶ εἰ‐ | |
20 | δώλων λάτριν ἀκολάστῳ γλώττῃ ταύτην ἀποκαλῶν· καὶ ἅμα διε‐ ζήτει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως τὸν θυμὸν κατὰ στέρνων κύουσα “οὐ τοῦτό ἐστιν” ἐξ ἑτοίμου ἔλεγεν, “ὦ βασιλεῦ, οὐ τοῦτο, ὡς ὑπείληφας σύ. τὸ δὲ κάτοπτρόν μου ἤμην ἀτενί‐ | |
ζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς ἐκεῖσε τικτομένας ἰδὼν ὁ | 629 | |
630 | Δένδερις μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρόνως τῷ δεσπότῃ καὶ βα‐ σιλεῖ.” οὕτω μὲν οὖν ἐκείνου τέως κατέσβεσε τὸν θυμόν· τὸν Δένδεριν δὲ μετ’ οὐ πολλὰς ἡμέρας παιδείᾳ καθυποβαλοῦσα πέ‐ πεικε σωφρονεῖν, οὕτω πως ἐπιλέγουσα καὶ διδάσκουσα ὡς μή‐ | |
5 | ποτε λέγειν περὶ τῶν καλῶν νινίων τινί. καί ποτε παρὰ πότον ἐγκαυχώμενος καὶ τῆς δεσποίνης κατεπαιρόμενος ὁ Θεόφιλος ἠρώτα τοῦτον περὶ αὐτῆς, εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάνα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσι τὴν δεξιὰν χεῖρα ἐπιθείς, καὶ τῇ ἀριστερᾷ τῶν ὄπισθεν μερῶν ἐπιλαβόμενος, “σίγα, σίγα περὶ τῶν | |
10 | νινίων, ὦ βασιλεῦ,” ἀντέφησεν ὁ παραπαίων. 8. Τῷ γʹ αὐτοῦ ἔτει, Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπώνυμον Μουσελέ, λίαν ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν τὴν θυγατέρα αὐτοῦ, καὶ πατρίκιον ἐποίησεν, εἶτε καὶ μάγιστρον. ὑπολήψεις δέ τινας ἐπ’ αὐτῷ σχὼν ὡς ὀρεγο‐ | |
15 | μένῳ τῆς βασιλείας, στρατηγὸν καὶ δοῦκα Σικελίας πέμπει. οἷα δὲ ὁ φθόνος ὠδίνει, Σικελοί τινες ἀνελθόντες διέβαλον τοῦτον τῷ βασιλεῖ ὡς τὰ μὲν τῶν Χριστιανῶν Ἀγαρηνοῖς προδίδωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τῆς θυγατρὸς τοῦ βασιλέως Μαρίας τεθνηκυίας, ὁ βασιλεὺς τὴν λάρνακα ταύτης ἐξ | |
20 | ἀργύρου ἐκόσμησε, καὶ τόμον ἐλευθερίας τοῖς ἐν αὐτῷ προσφεύ‐ γουσι τέθεικεν· ὅνπερ ἄργυρον Λέων ὁ βασιλεὺς μετὰ ταῦτα ἀνείλετο. | |
9. Τῷ δʹ αὐτοῦ ἔτει Θεόδωρον τὸν ἀρχιεπίσκοπον τὸν λεγό‐ | 630 | |
631 | μενον Κρίθινον, ἐν τῷ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει ὄντα, δίδωσιν ὁ βασιλεὺς τὸ ἴδιον φυλακτόν, καὶ ἀποστέλλει εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας Ἀλεξίῳ καὶ ἀγαγεῖν πρὸς αὐτόν· ὃν καὶ ἐλθόντα ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο εἰς φυλακήν, τὰ | |
5 | αὐτοῦ πάντα δημεύσας. Θεόδωρος οὖν τοῦτο εἰδὼς ἤσχαλλε καὶ ἐδυσφόρει· καὶ μετ’ ὀλίγον τοῦ βασιλέως ἐν Βλαχέρναις ἀπελ‐ θόντος προλαβὼν ἔστη ἔμπροσθεν τοῦ θυσιαστηρίου, τὴν ἱερατι‐ ὴν στολὴν ἐνδεδυμένος, καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαν‐ τος αὐτὸς φωνῇ μεγάλῃ ἐβόησεν “ἔντεινε καὶ κατευοδοῦ καὶ βασί‐ | |
10 | λευε· ἕνεκεν τίνος, ὦ βασιλεῦ;” αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τὴν σύγκλητον ἔφη “ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.” ὁ δέ “καὶ ποία δικαιοσύνη ἐν σοί; ὅτι δοὺς ἐνυπόγραφον λόγον Ἀλεξίῳ δι’ ἐμοῦ οὐκ ἐφύλαξας τοῦτον.” ὁ δὲ βασιλεὺς θυμῷ καὶ ὀργῇ ἀκατασχέτῳ κινηθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξή‐ | |
15 | γαγε καὶ πληγὰς οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆ‐ ναι ὑπ’ αὐτοῦ μόνον, ἀλλ’ ὅτι καὶ ἔμαθεν αὐτὸν σέβειν καὶ τιμᾶν τὰς ἁγίας εἰκόνας καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ’ οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγενομένου καὶ τοῦ πατριάρχου αὐτὸν ὀνειδίσαντος, ἤγαγε τὸν ἀρχιεπίσκοπον μετὰ παρακλήσεως. | |
20 | τοῦ δὲ ἀνάξιον ἑαυτὸν δι’ ἃ πέπονθε τῆς ἱερωσύνης κρίναντος, ὁ βασιλεὺς οἰκονόμον αὐτὸν τῆς μεγάλης ἐκκλησίας πεποίηκεν. καὶ | |
Ἀλέξιον τοῦ δεσμωτηρίου ἐκβαλὼν ἀπέδωκεν πᾶσαν αὐτοῦ τὴν | 631 | |
632 | ὕπαρξιν καὶ ἐν τιμῇ εἶχεν. ὁ δὲ ἀποκαρεὶς τὴν Ἀνθεμίου μονὴν ᾠκοδόμησεν, καὶ ἐν αὐτῇ τελειωθεὶς ἐτάφη ὁσίως. 10. Τῷ εʹ αὐτοῦ ἔτει ὁ ὀνομαστότατος πάσης ἀνατολῆς στρατηγὸς Μανουὴλ μεγάλως ἦν τιμώμενος παρὰ τῷ βασιλεῖ, καί | |
5 | ποτε μετὰ Μύρωνος τοῦ λογοθέτου τοῦ δρόμου καὶ πενθεροῦ τοῦ Πετρωνᾶ συμβαλὼν λόγους τινὰς διεβλήθη τῷ βασιλεῖ ὡς τῆς βασιλείας ὀρέγεται, καὶ ἐμελετᾶτο δεινὰ κατ’ αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος τοῦ Μανουὴλ φροντίζων καὶ προϊστάμενος διε‐ βεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευδῆ εἰσὶ τὰ κατ’ αὐτοῦ λεγόμενα. ἃ | |
10 | μαθὼν Μανουὴλ καὶ τὴν ὀργὴν τοῦ βασιλέως ἐκκλίνων καὶ τὰς διαβολάς, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι Πυλῶν καὶ τοῖς δη‐ μίοις ὀχήμασιν ἐπιβὰς ἀπῆλθε φυγὰς μέχρι τῶν κλεισουρῶν Συ‐ ρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων. ἐδήλωσε δὲ τοῖς Ἀγα‐ ρηνοῖς ὡς βασιλέως ὀργὴν φεύγω· καὶ εἴ γε μὴ καταναγκάσητέ | |
15 | με τὴν πίστιν μου καταλιπεῖν, προσφεύγω ὑμῖν. εἰ οὕτω καὶ ἐπὶ τούτοις προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε. οἱ δὲ μετὰ χαρᾶς λόγον ἀποστείλαντες προσεδέξαντο ὡς βασιλέα Ῥω‐ μαίων. τοῦτο ἀκούσας ὁ βασιλεὺς ἐν πολλῇ θλίψει καὶ ἀθυμίᾳ γέγονε, καὶ βουλὴν βουλεύεται καὶ ποιεῖται μετὰ Ἰωάννου συγκέλ‐ | |
20 | λου περὶ τούτου. ὁ δὲ εἶπεν “εἰ προθύμως βούλει τὸν Μανουὴλ πρὸς σὲ ἐλθεῖν, ὦ βασιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιεῖν. χρή‐ ματα λαβὼν καὶ πρὸς τὸν ἀμερμουμνὴν σταλείς, τοὺς ἐν εἱρκταῖς | |
δῆθεν ἐπισκεψόμενος καὶ δεσμοῖς, ἔχων ἐνυπόγραφον λόγον παρὰ | 632 | |
633 | τῆς σῆς βασιλείας, δι’ ὧν πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθεῖν, δοκῶ τοῦτο πρᾶξαι τῷ τε ἐνυπογράφῳ λόγῳ καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ εὐσεβείᾳ ἐκείνου καὶ τῷ εἰκὸς εἶναι τὴν πατρίδα αὐτοῦ ἐρᾶν.” ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα δοὺς αὐτῷ | |
5 | ἀπέστειλεν. ὁ δὲ εἰσελθὼν καὶ τοὺς ἐν δεσμοῖς ῥογεύσας καὶ τὸν πρωτοσύμβουλον θηρασάμενος ἠδυνήθη καὶ λάθρα τῷ Μανουὴλ συντυχεῖν καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλα‐ κτὸν τοῦ βασιλέως. ὁ μὲν οὖν ταῦτα πράξας ὑπέστρεψεν, ἀναγ‐ γείλας τῷ βασιλεῖ πάντα. ὁ δὲ Μανουὴλ ἐξαιτησάμενος τὸν ἀμερ‐ | |
10 | μουμνῆν μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων τῶν καθειργμένων ἐν φυλακαῖς, πίστιν αὐτῷ δοὺς ὑπὲρ τούτων ὡς οὐ φεύξονται, εἴπερ ἐξέλθωσιν, ἀλλὰ πολεμήσουσιν ἰσχυρῶς, ἔτυχε τῆς αἰτήσεως, καὶ λαβὼν τὸν τοῦ ἀμερμουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἐξῆλθε κατὰ Περσῶν, καὶ νίκην μεγάλην ποιήσας, ἀλλὰ καὶ θηρῶν ἀτιθάσσων | |
15 | τοὺς Ἀγαρηνοὺς λυμαινομένων τούτους ἐλευθερώσας, ἐν μείζονι μᾶλλον τότε τιμῇ ἢ τὸ πρότερον καθίσταται, καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερμουμνῇ δυνάμενος. ὅθεν φροντίδα πολλὴν ἔχων τοῦ ἐξελθεῖν εἰς Ῥωμανίαν, μετὰ καιρόν τινα εἶπεν πρὸς τοὺς δυ‐ νάστας Συρίας ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερμουμνῆ παρέξητε καὶ | |
20 | λαὸν καὶ ἐξέλθω, ὑποτάξαι ἔχω τὴν Ῥωμανίαν. οἱ δὲ τὸν ἀμερ‐ μουμνῆν εἰπόντες τοῦτον ἀπέστειλαν. ὁ δὲ Μανουὴλ ἐλθὼν πλη‐ | |
σίον τῶν θεμάτων τῆς ἀνατολῆς, καὶ προσκαλεσάμενος τοὺς ὑπο‐ | 633 | |
634 | χειρίους αὐτῷ, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ ἀμερμουμνῆ ὡς δῆθεν δια‐ κινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος καὶ περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερμουμνῆ καὶ καταφιλήσας εἶπεν “ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα καὶ τὰ ἴδια, μηδὲν ἐν τῷ βίῳ | |
5 | προτιμήσας πίστεως καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύων παρ’ ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς.” καὶ οὗτος μὲν μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν, ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτοῖς τὸν μηνύσοντα. ὁ δὲ βασιλεὺς τὸν μηνυτὴν φιλοτιμησάμενος | |
10 | αὐτάρκως, καὶ τὸν Μανουὴλ ὡς ἄξιον ἦν ὑποδεξάμενος, μάγι‐ στρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ἐποίησε, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. 11. Τῷ ζʹ αὐτοῦ ἔτει ἐξέρχεται ὁ βασιλεὺς μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ Ἀγαρηνῶν. καὶ | |
15 | εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸν Σαμοσάτορα πλούτῳ κομῶντα διὰ τὸ ἀμερμουμνῆν ἐκεῖθεν εἶναι παραλαβών, ἐπανῄει τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέ‐ ταξε παλάτιον οἰκοδομηθῆναι καὶ παραδείσους φυτευθῆναι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γεγόνασιν. ἐκεῖθέν τε εἰς τὴν πόλιν ἀφι‐ | |
20 | κόμενος, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι λευκῷ ἐποχησάμενος καὶ τὰ λάφυρα θριαμβεύσας ἐστεφανώθη, | |
τῶν δήμων ἐπιβοώντων “καλῶς ἦλθες, ἀσύγκριτε φακτωνάρη.” | 634 | |
635 | 12. Τῷ ηʹ τούτου ἔτει, τοῦ πατριάρχου Ἀντωνίου τελευ‐ τήσαντος, ἀντ’ αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, Ἰαν‐ νὴς δὲ μᾶλλον καὶ Ἰαμβρής, ὁ ἐπὶ τοῦ Ἀρμενίου καὶ παραβάτου Λέοντος μνημονευθεὶς γραμματικός, βεβοημένος ἐπί τε μαγείαις | |
5 | καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ. ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ βασιλέως ἀσεβείας σὺν αὐτῷ πάντα τὰ πρὸς ἀπώλειαν κατειργάσατο· καὶ ὃν ὤδινεν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς ἐξέρρηξε καὶ ἀπέτεκεν, τὰς ἁγίας εἰκόνας ἀνα‐ χρίσεσθαι προστάξας ἢ ἐπαλείφεσθαι. | |
10 | 13. Οὗτος ὁ Ἰωάννης πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι τοῦ νῦν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν· ὃ καὶ ἀοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. | |
15 | 14. Ἐν τούτοις Ἀγαρηνοῦ τινὸς γυναίου πνεῦμα Πύθω‐ νος ἔχοντος, ὃ αἰχμάλωτον ἔλαβεν, ἐκμαντεύεσθαι μαθὼν ὁ βασι‐ λεὺς μετακαλεσάμενος ἐκπυνθάνεται, τίνος ἡ βασιλεία ἐν πολλοῖς διαρκέσει ἔτεσι· καὶ ἐξεῖπεν “ἡ τῶν Μαρτινακίων.” κατὰ πλη‐ ροφορίαν δὴ τῆς τοιαύτης προφάσεως τὸν μονήρη βίον κατέκρινε | |
20 | Μαρτινάκιον, τὸν αὐτοῦ οἶκον ποιήσας εἰς μοναχῶν φροντιστή‐ ριον. ἐντεῦθεν καὶ Κωνσταντίνῳ τῷ Τριφυλλίῳ τὰ συμβησόμενα αὐτῷ προδεδήλωκεν, ὅτι ὡσαύτως καὶ σὺ καὶ τὰ τέκνα ἀποκαρή‐ | |
σεσθε κληρικοὶ ἐπὶ αὐτοκράτορος Βασιλείου· ὃ καὶ συμβέβηκεν. | 635 | |
636 | ὁμοίως καὶ ἄλλοις πολλοῖς τὰ συμβησόμενα αὐτοῖς προύλεγε, καὶ τὸν βασιλέα τὰ μετὰ θάνατον αὐτοῦ ὀφείλοντα γενέσθαι ἀκριβῶς προηγόρευσεν, ἀλλὰ καὶ τὴν τῶν εἰκόνων προσκύνησιν καὶ τὴν τοῦ Ἰαννῆ καθαίρεσιν. καὶ Γεωργίῳ δὲ τῷ τὰς στρατιωτικὰς δέλτους | |
5 | ἐπειλημμένῳ ἐπὶ τῇ σφενδόνῃ εἶπεν τῇ κατὰ τοῦ ἱπποδρόμου ἀπο‐ κτάνεσθαι, καὶ τὴν ὕπαρξιν αὐτοῦ τῷ βασιλείῳ ἀνειλῆφθαι τα‐ μείῳ. 15. Τῷ θʹ αὐτοῦ ἔτει Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐξῄεσαν, καὶ ὁ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρ‐ | |
10 | σαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ’ αὐτῶν ἐχώ‐ ρει. καὶ συμβολῆς γενομένης ἡττηθεὶς ὁ βασιλεὺς μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ’ αὐτῶν περισωθῆναι ὑπολαμβάνων. Μανουὴλ δὲ ὡς ἔγνω περισκοπῶν ἐν μέσῳ τῶν Περσῶν τὸν βασιλέα ὄντα, αὐτοὺς δὲ βουλομένους ἤδη τοῖς Ἄραψι τοῦτον παραδοῦναι καὶ | |
15 | δι’ αὐτοῦ καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος ἐξεῖλκεν ἄκοντα τοῦ‐ τον, αἰσχύνην ἡγούμενος οὐ καθεκτήν, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθε‐ στηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἐβούλετο. ὁ δὲ | |
20 | Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν. ὁ δὲ φοβηθεὶς ἐξῆλθεν. ἐκεῖθέν τε ἐξ αἰσχύνης ὑποστρέφει ἐν τῷ Δορυλαίῳ. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτελεύτησεν, | |
πολλὰς ἀνδραγαθίας κατὰ Ἀγαρηνῶν ποιησάμενος· τὸ δὲ σῶμα | 636 | |
637 | αὐτοῦ ἀπεκομίσθη ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ, τῇ σύνεγγυς κειμένῃ τῆς τοῦ Ἄσπαρος κινστέρνης. (16) καὶ εὐθὺς διαβολαὶ πρὸς τὸν βασιλέα κατὰ Περσῶν καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρτου καὶ προδότου καὶ δυσμενοῦς. ταῦτα μαθὼν Θεόφοβος, | |
5 | τοὺς Πέρσας καταλαβὼν κατῆλθεν ἕως Σινώπης· ἥτις τὴν κλῆσιν εἴληφεν ἀπό τινος τῶν Ἀμαζόνων αὐτὴν δειμαμένης, Ἄμαστρις δὲ ἡ πρὶν Κρῶμμα ὠνομασμένη ἀπὸ Ἀμάστριδος τῆς Περσίδος, θυγατρὸς Ὀξυάρτου ἀδελφοῦ Δαρείου, ἥτις συνοικήσασα Διονυ‐ σίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ’ ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς | |
10 | συζύγου ὠνομακέναι. καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννι‐ κῶς· ὅπερ γνοὺς ὁ βασιλεὺς ἐν μεγάλῃ λύπῃ γέγονε. φοβούμενος δὲ μὴ παραρρυῶσι τοῖς Ἄραψι, μέχρι Παφλαγονίας ἀπῄει, καὶ λόγους αὐτοῖς ὡς οὐδὲν πείσονται δεδωκὼς καὶ τὸν Θεόφοβον ἀνα‐ λαβόμενος ὑπέστρεψεν ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγε‐ | |
15 | νομένων οὗπερ ἕκαστος κατεσκήνωσεν ἐξ ἀρχῆς. ἠγαπᾶτο δὲ ὁ Θεόφοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περσῶν ὡς ὀρθό‐ δοξος. 17. Τῷ ιʹ αὐτοῦ ἔτει γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεοδώ‐ ρας, ὃν ἐπωνόμασεν Μιχαήλ. ἀπερχομένῳ δὲ τῷ βασιλεῖ πρὸς | |
20 | Βλαχέρνας, καθὼς εἴθιστο, ὑπήντησεν αὐτῷ τις λέγων “ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου ἐμός ἐστιν.” ὁ δὲ βασιλεὺς τὸν κό‐ μητα τοῦ στάβλου ἐπηρώτησεν “τίνος ἐστὶν ὁ ἵππος;” ὁ δέ φησιν | |
“ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου.” τῇ δὲ | 637 | |
638 | ἐπαύριον τὸν κόμητα τοῦ Ὀψικίου ἀγαγών (ἔτυχε γὰρ ἐν τῇ πόλει αὐτὸν εἶναι) ἔφη “τίνος ἐστὶν ὁ ἵππος;” ὁ δὲ ἔφη “ἠγόρασα αὐ‐ τόν.” τοῦ δὲ ἐγκαλοῦντος ἀνθισταμένου καὶ λέγοντος μετὰ βίας ἀφελέσθαι αὐτὸν καὶ χωρὶς τιμήματος, ὁ βασιλεὺς ἔφη “διὰ τί | |
5 | μὴ πρότερον τὴν τιμὴν ἀπέκοψας;” ὁ δὲ ἀποκριθείς “ρʹ νομί‐ σματα ἐδίδουν αὐτῷ· αὐτὸς δὲ ἐζήτει γενέσθαι σχολάριος, καὶ διὰ τὸ εἶναι αὐτὸν δειλὸν τούτου ἀποτυχὼν οὐδὲ τὰ ρʹ νομίσματα ἠθέλησε λαβεῖν.” ἐπὶ τούτοις βεβαιωθεὶς ὁ βασιλεὺς ὅτι βίᾳ, τὸν ἵππον ἀποδέδωκεν, ὁρίσας καὶ σχολάριον αὐτὸν ποιῆσαι. ὁ δὲ | |
10 | τὸν ἵππον μὴ βουληθεὶς λαβεῖν, ἔλαβεν χρυσίου λίτρας βʹ καὶ ἀπῆλθεν. 18. Τῶν δὲ Σαρακηνῶν ἐπὶ τὸ Ἀμόριον ἐλθόντων ὁ βα‐ σιλεὺς συντόμως μέχρι Καππαδοκίας ἐξήλασεν. ὁ δὲ ἀμερμουμνὴς νʹ χιλιάδας λαὸν ἀφορίσας, δεδωκὼς αὐτοῖς καὶ τὸν Γουνδεῆ ἄρ‐ | |
15 | χοντα ὀνομαστότατον ὄντα ἐν τοῖς Ἀγαρηνοῖς, ἀπέστειλε κατὰ τοῦ βασιλέως. καὶ πολέμου γενομένου ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγε, καὶ μετ’ αἰσχύνης ὑπέστρεψε μόλις διασωθείς. οἱ δὲ Σαρακηνοὶ περι‐ χαρακώσαντες τὸ Ἀμόριον καὶ πολλοὺς πολέμους ποιήσαντες, ἐπεὶ σταθερῶς τοὺς ἔνδον ἀγωνιζομένους ἑώρων, ἠβουλήθησαν ὑπο‐ | |
20 | χωρῆσαι. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἐν τῷ κάστρῳ ὢν μηνύει τούτους ὅτι εἰ προσκαρτερήσετε δύο ἡμέρας, ἐκπορθεῖτε ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπὸ τοῦ λεγομένου Βουδίτζη | |
καὶ τοῦ Μανικοφάνους. κατεσχέθησαν δὲ ἄνδρες ὀνομαστότατοι | 638 | |
639 | τῶν εὐσεβῶν, Θεόφιλος πατρίκιος καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθάριος καὶ εὐνοῦχος ὁ Κρατερός, Κάλλιστος τουρμάρχης, Κωνσταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καί τινες ἄρχοντες τῶν ταγμάτων. οὓς | |
5 | ἐξωνήσασθαι βουλόμενος ὁ βασιλεὺς ἀποστέλλει πρέσβεις πρὸς τὸν ἀμερμουμνῆ μετὰ κεντηναρίων διακοσίων. ἀλλ’ οὐκ ἔπεισεν εἰ‐ πόντα ὅτι χίλια κεντηνάρια ἐὰν παράσχῃς λόγῳ τοῦ συνειλεγμένου λαοῦ, οὐκ ἐλευθερώνω οὐδένα τούτων. (19) τῶν αἰχμαλώτων οὖν ἐν Συρίᾳ ἀπαχθέντων, πολλὰ παρὰ τοῦ πρωτοσυμβούλου | |
10 | ἀναγκασθέντες, ἀλλὰ μὴν καὶ τοῦ Βουδίτζη, τῇ τῶν ἑπτὰ χρό‐ νων καθείρξει, καὶ μὴ πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, ξίφει ἀπετμήθησαν, ἀντὶ τῆς προσκαίρου ζωῆς τὴν αἰώνιον ἀγαπήσαν‐ τες, καὶ μετὰ μίαν ἡμέραν ἐν τῷ ποταμῷ ἐρρίφησαν. τὸ δὲ παρα‐ δοξότατον, ὅτι ἑκάστη κεφαλὴ μετὰ τὴν ἐκτομὴν τῷ ἰδίῳ σώματι | |
15 | ἡνώθη καὶ συνεφύη· καὶ ὥσπερ αἱ ψυχαὶ ἐν ἑνὶ τόπῳ τοῦ παρα‐ δείσου, οὕτω καὶ τῶν ἁγίων τὰ σώματα μιᾶς ὁσίας παρὰ τῶν πιστῶν ἔλαχον. τούτων τελειωθέντων ἐκέλευσεν ὁ πρωτοσύμβου‐ λος καὶ τὸν Βουδίτζην ἀποκεφαλισθῆναι εἰπὼν ὅτι καὶ οὗτος, εἰ ἦν ὀρθὸς Χριστιανός, οὐκ εἶχε μαγαρίσαι. καὶ τούτου γενομένου | |
20 | καὶ τοῦ σώματος αὐτοῦ ῥιφέντος μετὰ τῶν ἁγίων, ἔξω τῆς στοι‐ βῆς τούτων ηὑρίσκετο. καὶ ἡ κεφαλὴ δὲ αὐτοῦ πόρρω τοῦ σώμα‐ τος ἦν, καὶ οὐχ ὡς τῶν ἁγίων συγκεκολλημένη. καὶ εἰς τὸν ποτα‐ | |
μὸν ῥιφέντων, καὶ πάντων τῶν σωμάτων τῶν ἁγίων βλέποντος τοῦ | 639 | |
640 | ὄχλου εὐπλοησάντων καὶ εἰς τὸ πέραν ἐλθόντων, αὐτοῦ μόνον τὸ σῶμα οἱ κροκόδειλοι διασύραντες κατέκοψαν καὶ κατέφαγον. 20. Ὁ δὲ τοῦ φιλοσόφου Λέοντος μαθητής, ὁ καὶ μηνυ‐ τὴς τῆς προδοσίας, ἠρωτήθη παρὰ τοῦ ἀμερμουμνῆ περὶ τῆς ἐπι‐ | |
5 | στήμης αὐτοῦ καὶ εἶπεν μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. ἐκεῖνος δὲ μαθὼν ὁποῖό ἐστιν ὁ Λέων, ἐπεθύμει τοῦτον ἰδεῖν, καὶ δούς τινι τῶν αἰχμαλώτων γράμματα πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος δεύτερον αὐτὸν εἶναι ἐν τιμῇ. ὁ δὲ Λέων τὰ γράμματα ἀπολαβὼν ἀνήγαγε ταῦτα | |
10 | Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς ἑαυτοῦ ἐπιστήμης, καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πόλει αὐτοῦ ἔχει, προσλαβόμενος αὐτὸν εἰς τὸ παλάτιον ἐν τῇ Μαγναύρᾳ ἔθετο, παραδοὺς αὐτῷ καὶ μαθητὰς διδάσκειν τοὺς εὐφυεστάτους νέων, παρέχων αὐτῷ πᾶσαν ἀπάθειαν. οὗτος καὶ μητροπολίτης μετὰ ταῦτα Θεσσαλονίκης | |
15 | γέγονεν, ὑπὸ τοῦ ἁγιωτάτου πατριάρχου Μεθοδίου χειροτονη‐ θείς. 21. Τῷ ιαʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς ἐν τῷ παλατίῳ τὸ Τρίκογχον καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβάθρας τῶν δήμων, ἵστησι δὲ καὶ τὴν φιάλην ἐν ᾗ γίνεται τὸ σαξιμοδέξιμον | |
20 | λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς | |
ἐποίησε τὸ λεγόμενον Μυστήριον, ἐν ᾧ, ἐν τῇ μιᾷ γωνίᾳ ὃ ἐὰν | 640 | |
641 | εἴπῃ τις ἐν μυστηρίῳ προσκεκυφώς, ἐξακούεται ἐν τῇ ἑτέρᾳ φα‐ νερῶς. 22. Ἐν τούτοις μαθὼν Θεόφιλος ὁ βασιλεὺς ὅτι Θεοφά‐ νης ὁ τῶν ἐκκλησιαστικῶν κανόνων καὶ ὕμνων ποιητὴς καὶ Θεό‐ | |
5 | δωρος ὁ αὐτοῦ ἀδελφὸς καθ’ ἑαυτοὺς ζῶντες τὴν ἀσέβειαν αὐτοῦ κωμῳδοῦσι καὶ διελέγχουσιν, ἤγαγεν αὐτοὺς πρὸς αὐτόν, καὶ φησί “πόθεν ἐστέ;” οἱ δὲ εἶπον “ἐκ Παλαιστίνης.” καὶ ὁ Θεόφιλος “καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασιλείᾳ μου;” τῶν δὲ μηδὲν ἀποκριναμένων, | |
10 | τύπτεσθαι αὐτῶν τὰς ὄψεις προστάττει σφοδρῶς. εἶτα καὶ βουνευ‐ ρήσας μέχρις αὐτοῦ θανάτου, μετὰ θυμοῦ πρὸς τὸν ὕπαρχον ἔφη “ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ ποιήσας στίχους ἔγγρα‐ ψον αὐτοὺς κολάψας εἰς τὰ πρόσωπα αὐτῶν· καὶ ἂν οὐκ εἰσὶ καλοί, μή σοι μελέτω.” τοῦτο δὲ εἶπεν διὰ τὸ εἶναι τοὺς ὁσίους | |
15 | σοφωτάτους. οἱ δὲ ἅγιοι εἶπον “γράφε, γράφε, βασιλεῦ, τὸ δοκοῦν σοι, ὡς μέλλων τοῦ ἀναγνῶναι ταῦτα ἐνώπιον τοῦ δικαίου κριτοῦ.” ὁ δὲ ὕπαρχος εἰς τὸ πραιτώριον τοὺς ἁγίους ἀγαγὼν γράφει οὐ μόνον ἐν τῷ προσώπῳ ἀλλὰ καὶ ἐν τοῖς στήθεσι τοὺς στίχους τούτους. | |
20 | πάντων ποθούντων προστρέχειν ἐν τῇ πόλει ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, | |
ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ | 641 | |
642 | σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. | |
5 | πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας· ὅθεν γραφέντες ὡς κακοῦργοι τὰς ὄψεις κατακρίνονται καὶ διώκονται πάλιν. εἶτα γράψας ἐξορίζει. καὶ διερχομένων αὐτῶν μετὰ τῶν δημοσίων | |
10 | ἵππων, ἔτυχεν αὐτοὺς μεῖναι εἰς Κάρτα λιμήν. καὶ ἐπεὶ ὁ μέγας Μεθόδιος ὑπ’ αὐτοῦ τοῦ θεοστυγοῦς Θεοφίλου ἐγκεκλεισμένος ἦν ἐν τῇ τοῦ Ἀντιγόνου νήσῳ ἐν μνήματι μετὰ δύο λῃστῶν, γράφου‐ σιν αὐτῷ Θεόδωρος καὶ Θεοφάνης διά τινος πιστοτάτου ἁλιέως, ὃς καὶ ὑπούργει τῷ ὁσίῳ Μεθοδίῳ ἐν εὐτελέσι χρείαις. καὶ γὰρ | |
15 | κανδήλαν αὐτῷ διὰ τὸ σκοτεινὸν τοῦ τάφου ἀπενεγκὼν ἐκόμιζεν αὐτῷ ἑκάστῳ σαββάτῳ ἔλαιον φόλλης μιᾶς, ὅπερ καὶ ἤρκει ταῖς ἑπτὰ ἡμέραις φωτίζον τοὺς ἐγκεκλεισμένους. συνέβη δὲ ἐν μιᾷ ἀσθενῆσαι τὸν ἁλιέα καὶ μὴ ἀπενεγκεῖν τὸ κατὰ τύπον τοῦ σαβ‐ βάτου· τῇ δὲ προσευχῇ τοῦ ὁσίου τὴν λεῖψιν αὐτοῦ ὁ θεὸς παρε‐ | |
20 | μυθήσατο, καὶ ἡ ἀπειλοῦσα σβεσθῆναι μέχρι τοῦ ἑτέρου σαββά‐ του ἕως ἔλαιον διήρκεσε λάμπουσα. διὰ τούτου οὖν τοῦ ἁλιέως | |
γράφουσιν | 642 | |
643 | τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, οἰκοῦντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. πρὸς οὓς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀντέγραψεν | |
5 | τοῖς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφοις καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένοις προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίοις. (23) καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν ἁγίοις Θεόδωρος, οὗ τὸ λείψανον ἐν τῇ Χαλκηδόνι μονῇ τοῦ Μιχαηλίτζη αὐτὸς ὁ κτίσας | |
10 | Μιχαὴλ ὕστερον ἀπεκόμισεν. ὁ δὲ ἀοίδιμος Θεοφάνης μέχρι Μιχαὴλ καὶ Θεοδώρας διήρκεσε, καὶ ὑπὸ τοῦ ἐν ἁγίοις Μεθοδίου πατριάρχου γενομένου χειροτονεῖται μητροπολίτης Νικαίας· ὡς καί τινας ἀσχάλλοντας ἐπὶ τῇ τούτου χειροτονίᾳ, καὶ λέγοντας ὅτι Σύρος ἐστί, καὶ τίς οἶδεν εἰ ὀρθόδοξος ὑπάρχει, μηδενὸς αὐ‐ | |
15 | τοῦ μαρτυροῦντος; ἀπεκρίθη ὁ ἅγιος Μεθόδιος λέγων “ἐγὼ ὑπὲρ ταύτην τὴν μαρτυρίαν ἣν ἐπιφέρεται” δείξας τὴν ἐν τῷ προσώπῳ γραφήν “κρείττονα οὐ θέλω.” 24. Ἄξιον δὲ λοιπὸν καὶ τὴν ἀπὸ τοῦ τάφου ἀνάκλησιν τοῦ ὁσίου Μεθοδίου διηγήσασθαι. ἐπὶ ἑπτὰ γὰρ χρόνοις ἐν τῷ | |
20 | δεινοτάτῳ καὶ στενωτάτῳ τάφῳ μετὰ δύο λῃστῶν κατάκλειστος γεγονώς, ὑπὸ Θεοφίλου τοῦτο μετὰ δαρμῶν ἀφορήτων καὶ τὴν | |
τῶν σιαγόνων θλάσιν καὶ τὴν τῶν ὀδόντων ἐκρίζωσιν διὰ τὴν τῶν | 643 | |
644 | ἁγίων εἰκόνων προσκύνησιν καταδικασθείς, ὀπὴν μικρὰν μόνον ἔχοντος τοῦ μνήματος, δι’ ἧς τὴν εὐτελῆ τροφήν τε καὶ τὸ ὕδωρ ἐλάμβανεν, συνέβη τῷ δευτέρῳ ἔτει τὸν ἕνα τῶν λῃστῶν ἐκεῖσε ἀποθανεῖν. ἴστε δὲ πάντως οἵα δυσωδία καὶ σκωλήκων βρῶσις | |
5 | τοῦ σώματος τοῦ τῆς ψυχῆς ἐξελθούσης τίκτεσθαι. ἐκαρτέρησαν οὖν οἱ γενναῖοι, ὅ τε ὅσιος Μεθόδιος καὶ ὁ ἐναπολειφθεὶς λῃστής, τὴν τοιαύτην ἀνάγκην. ἑπταετίας οὖν πληρωθείσης ἐξέλκεται ὁ ὅσιος τοῦ τάφου τρόπῳ τοιῷδε. ὁ βασιλεὺς Θεόφιλος σχολὴν ἐν μελέταις ἔχων εὑρίσκει θεοῦ προνοίᾳ ἐν τῇ βιβλιοθήκῃ τοῦ παλα‐ | |
10 | τίου γραφὴν ἣν νοῆσαι οὐκ ἠδύνατο. πέμπει οὖν ταύτην τῷ πα‐ τριάρχῃ Ἰωάννῃ, ὁμοίως δὲ καὶ τῷ φιλοσόφῳ Λέοντι ἐν τῇ Μα‐ γναύρᾳ τὴν φιλοσοφίαν, ὡς προείρηται, διδάσκοντι· καὶ ἀμφότε‐ ροι ἐματαιώθησαν. λυπεῖται ὁ βασιλεὺς ἀγανακτῶν περὶ τούτου, ἐπί τισιν ἡμέραις κατηφὴς καὶ ἄτροφος διάγων. θαρρεῖ τις τῶν | |
15 | κουβικουλαρίων, καὶ φησὶ τῷ βασιλεῖ “ταύτην, δέσποτά μου, οὐ‐ δεὶς ἄλλος διασαφῆσαι δύναται τὴν γραφὴν εἰ μὴ ὁ ἐν τῷ μνή‐ ματι ἀποκεκλεισμένος Μεθόδιος. ἀλλ’ εἰ κελεύει τὸ κράτος σου, λαμβάνω ἐγὼ τὰ ζητούμενα, καὶ πορεύομαι πρὸς αὐτὸν διὰ τῆς νυκτὸς ὡς παρὰ γνώμην τῆς βασιλείας σου· καὶ πάντως λαμβάνῃ | |
20 | τὴν τούτων ἑρμηνείαν ἀναμφίβολον.” ὁ δὲ κατένευσε. καὶ τοῦ κουβικουλαρίου ἀπελθόντος πρὸς τὴν νῆσον, μακρόθεν ἔτι ὄντος αὐτοῦ, ἤκουεν τοῦ ὁσίου λέγοντος “καλῶς ἦλθες, ἀδελφὲ Ἰωάννη | |
κουβικουλάριε.” οὕτως γὰρ ὠνόμαστο. “οἶδα δι’ ὃ ἦλθες ἀπο‐ | 644 | |
645 | σταλεὶς παρὰ Θεοφίλου. ἀλλ’ ἐπίδος μοι χάρτην καὶ μέλαν.” καὶ λαβὼν ἐπὶ τρισὶν λύσεσι ταῦτα ἐξέθετο. ἅπερ ἀναγνοὺς ὁ Θεό‐ φιλος ἐθαύμασεν, καὶ ἀποστείλας ἤνεγκεν αὐτὸν ἐν τῷ παλατίῳ, καὶ ἐσκήνωσεν εἰς τὸ λεγόμενον Σίγμα πλησίον αὐτοῦ, παραγγεί‐ | |
5 | λας μηδένα ἀπὸ τῶν ἔξω εἰς αὐτὸν εἰσέρχεσθαι πλὴν τοῦ ὑπουρ‐ γοῦντος τῷ Θεοφίλῳ. αὐτὸς δὲ καθ’ ἑκάστην πρὸς αὐτὸν εἰσήρ‐ χετο καὶ τῶν ζητουμένων ἐποιεῖτο τὴν ἔρευναν. ὁ δέ γε καταλει‐ φθεὶς ἐκεῖσε λῃστής, καίπερ ἀφεθείς, οὐκ ἠθέλησεν ἐξελθεῖν, ἀλλὰ αὐτόθι ἐτελεύτησεν, σημείοις καὶ τέρασι μεγάλοις κατα‐ | |
10 | κοσμηθείς. 25. Τῷ αὐτῷ καιρῷ ἔπεσεν ἡ χρυσῆ τοῦ φανοῦ τοῦφα ἐν τῷ Αὐγουστείῳ Ἰουστινιανοῦ, καὶ ἐδόθη τῷ σκαλωτῇ παρὰ τοῦ βασιλέως νομίσματα ρʹ. στέφει δὲ Θεόφιλος Μιχαὴλ τὸν υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος πάντας, ὡς ἔθος, | |
15 | ἐν τῷ στεψίμῳ. 26. Τῷ ιβʹ αὐτοῦ ἔτει πεπλήρωται ὃν κατεσκεύασε ξενῶνα, τὸν νῦν Θεοφίλου λεγόμενον, οἶκον μὲν τὰ πρῶτα γεγονότα Ἰσι‐ δώρου πατρικίου τοῦ ἀπὸ Ῥώμης μετὰ Ὀλυβρίου ἀνελθόντος ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, μετὰ δὲ χρόνους ἐκδοθέντα κουρα‐ | |
20 | τώρια εἰς τὸ κατοικεῖν ἐκεῖσε γυναῖκας τῶν εὐγενῶν μὴ εἰδυίας σωφρονεῖν. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ξενοδοχεῖον ὑπ’ αὐτοῦ ἐκ πορνείου ἐχρημάτισεν. εἶτα γέγονεν οἶκος Κωνσταντίνου τῆς | |
Εἰρήνης υἱοῦ μετὰ ὑπὸ τῆς μητρὸς γεγονυῖαν εἰς αὐτὸν τύφλω‐ | 645 | |
646 | σιν. τελευτήσαντος δὲ αὐτοῦ ἡ γυνὴ αὐτοῦ μονάσασα μοναστή‐ ριον αὐτὸν κατεσκεύασεν καὶ τὰ Μετανοίας ἐκάλεσεν. ξύλον οὖν μέγιστον τοῦ τρικλίνου ἀποκλασθὲν ἠπείλει πτῶσιν, αἱ δὲ μονά‐ ζουσαι τοῦ βασιλέως διερχομένου περὶ αὐτοῦ ἐδεήθησαν. ἐκνεύσας | |
5 | οὖν καὶ τὸν οἶκον θεασάμενος καὶ ἀρεσθεὶς μετοικίζει μὲν τὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πεποίηκεν, ἐπιδοὺς χρήματα καὶ προάστεια, καὶ τὰ Θεο‐ φίλου ἐπονομάσας. 27. Δυσεντερικῷ δὲ νοσήματι περιπαρεὶς ὁ βασιλεὺς βουλὴν | |
10 | βουλεύεται μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου. εἰδὼς γὰρ ὅτι πολλὴν πίστιν καὶ ἀγάπην ἔχουσιν εἰς αὐτὸν οἱ Πέρ‐ σαι καὶ ἐκ τῶν ἐν τέλει οὐκ ὀλίγοι, ἐφοβήθη μή πως αὐτοῦ τελευ‐ τήσαντος αὐτὸν καταστήσωσι βασιλέα, τὸν υἱὸν αὐτοῦ Μιχαὴλ ἀπωσάμενοι· καὶ ἀποστείλας ἤγαγεν αὐτὸν ἐν τῷ παλατίῳ καὶ ἐν | |
15 | τηρήσει εἶχεν. εἶτα βαρηθεὶς ὑπὸ τῆς νόσου προστάσσει ἀποκε‐ φαλισθῆναι αὐτόν. καὶ τὴν κεφαλὴν ἰδὼν ἔφη “ἄρτι, Θεόφοβε, καὶ σὺ ἀνεπαύης καὶ ἐγὼ ἀπεφρόντισα.” καὶ εὐθὺς τὸ πνεῦμα αὐτοῦ κακῶς καὶ ὀδυνηρῶς ἀπέρρηξε. τὸ δὲ σῶμα αὐτοῦ εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων ἀπεκομίσθη, τὸ δὲ τοῦ Θεοφόβου ἐν | |
20 | τῷ οἴκῳ αὐτοῦ πλησίον τῶν Ναρσοῦ. ἐπὶ τούτοις τῶν Περσῶν ἐπιζητούντων τὸν Θεόφοβον, τί ἄρα γέγονε, οἱ τοῦ βασιλέως ἔπει‐ | |
σαν αὐτοὺς ἐν τῷ παλατίῳ διαιτᾶσθαι. τούτῳ τῷ τρόπῳ διαβε‐ | 646 | |
647 | βόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσα‐ σθαι τὸν Θεόφοβον. Κόσμου ἔτος ͵ϛτλεʹ τῆς θείας σαρκώσεως ἔτος ωλεʹ, Ῥωμαίων βασιλεὺς Μιχαὴλ καὶ Θεοδώρα ἔτη ιδʹ, μόνος ἔτη ιβʹ, καὶ σὺν | |
5 | Βασιλείῳ ἔτος αʹ μῆνας δʹ, ὁμοῦ ἔτη κζʹ μῆνας δʹ. ἡ Θεοδώρα εὐσεβὴς οὖσα καὶ πιστὴ καὶ ὀρθόδοξος ἔτι τοῦ ἀνδρὸς αὐτῆς πε‐ ριόντος λάθρα τὰς ἁγίας εἰκόνας ἐτίμα καὶ ἐσέβετο· ἥτις γνώμῃ μὲν αὐτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανικλείου καὶ λογοθέτον, ἐξελαύνει τῆς ἐκκλησίας τὸν ἄθεον πατριάρχην Ἰωάν‐ | |
10 | νην, καίπερ σύντεκνον αὐτῆς ὄντα, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ καλούμενον Κλείδιον ἔν τινι μοναστηρίῳ. κἀκεῖ αὐ‐ τὸν τὰς τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰκόνας καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχιστρατήγων κατορύξαντα, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξο‐ ρύξαι ἠβουλήθη· κωλυθεῖσα δὲ πέμπει καὶ μαστίζει αὐτὸν δια‐ | |
15 | κοσίοις λώροις, εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον. τοὺς δὲ ὑπὸ Θεοφίλου ἐξορισθέντας μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα, τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν τῇ πρώ‐ τῃ κυριακῇ τῶν νηστειῶν. ἐξελαύνει τοίνυν Θεοδώρα τὸν ἀλιτή‐ ριον Ἰαννὴν τοῦ πατριαρχείου τρόπῳ τοιῷδε. δηλοῖ γὰρ αὐτῷ | |
20 | διὰ Κωνσταντίνου δρουγγαρίου τῆς βίγλης ὡς πολλοὶ πολλαχόθεν | |
συνεληλυθότες εὐλαβεῖς τε ἄνδρες καὶ μοναχοὶ δέησιν ἐποιήσαντο | 647 | |
648 | πρὸς τὴν βασιλείαν μου τοῦ τὰς πανσέπτους κελεῦσαι ἀναστηλω‐ θῆναι εἰκόνας. εἰ μὲν οὖν ὁμόλογος εἶ τούτοις καὶ σύμφωνος, καὶ δὴ τὸν παλαιὸν κόσμον ἡ τοῦ θεοῦ ἐκκλησία ἀπολαμβανέτω. εἰ δ’ ἀμφίβολος καὶ τὴν γνώμην οὐκ ἔχων εὐθεῖαν, τοῦ μὲν θρό‐ | |
5 | νου ἔξω γενόμενος καὶ τῆς πόλεως κατὰ δὲ προάστειόν σου διάβη‐ θι, μέχρις ἂν ὁ σύλλογος τῶν ἁγίων πατέρων γένηται μετὰ σοῦ· οἵδε γὰρ ἕτοιμοι διαδικάζεσθαί τε καὶ διαλέγεσθαι καὶ πείθειν σε περὶ τούτων κακῶς λέγοντα.” ὁ δὲ πατριάρχης ἢ μᾶλλον φατριάρ‐ χης κατὰ τὸν ἐν τῷ πατριαρχείῳ Θεσσαλὸν τρίκλινον τηνικαῦτα | |
10 | ἀνέκειτο ἐπὶ σκίμποδος, τὰς βασιλικὰς ἀγγελίας δεχόμενος· ὃς ἅμα τῇ ἀκοῇ τῶν λόγων βληθεὶς τὴν ψυχὴν βουλεύσασθαι ἔφη περὶ τούτου καλῶς καὶ τὸν ἀποκομιστὴν εὐθὺς ἀπέστειλεν, καὶ θᾶττον ἢ λόγῳ ἐγχειρίδιόν τι λαβὼν τὰς κατὰ γαστέρα φλέβας ἀπέτεμεν, ἃς ᾔδει δειλίαν μὲν καὶ οἶκτον ἐκ τῆς αἵματος δαψιλοῦς | |
15 | ἐκχύσεως ἀποτεκεῖν τοῖς πολλοῖς, θάνατον δὲ ἤ τινα κίνδυνον οὐ‐ δαμῶς. θροῦς οὖν καὶ βοὴ εὐθύς τις περιήχει τὴν ἐκκλησίαν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς βασιλικὰς ἀκοὰς προφθάνουσα τοῦ δρουγγαρίου, ὡς ἡ δέσποινα διὰ τοῦ δρουγγαρίου τὸν πατριάρχην κατέσφαξεν. τῶν οὖν λεγομένων ἐταστὴς ἀκριβὴς ὁ πατρίκως | |
20 | Βάρδας ἀποσταλεὶς αὐτάς τε τὰς πληγὰς ἐκ προνοίας γενομένας ἠρέμα πως κατεφώρασεν, καὶ τὸ δρᾶμα τὸν ἔλεγχον οὐ διέφυγεν, αὐτῶν τῶν θεραπόντων κατειπόντων αὐτῷ καὶ τὰ τῆς τομῆς ὄρ‐ | |
γανα (φλεβοτόμα δὲ ἦν) εἰς μέσον καθυποβαλλόμενα. ἔκτοτε οὖν | 648 | |
649 | οὐδενὸς λόγου ἀξιωθείς, ὡς ἐπὶ τοιαύτῃ αὐτοφώρῳ αἰτίᾳ ὑπει‐ λημμένος, τῆς ἐκκλησίας ἀπελαύνεται ὁ ἀλιτήριος καὶ κατά τινα μονὴν ἐν τῷ Κλειδίῳ περιορίζεται. ἐν ᾗ ἁγίων εἰκόνας ξέσας, τοῦτον ἡ βασίλισσα μάστιξι διακοσίαις παιδεύει, καὶ κατὰ τὸ προά‐ | |
5 | στειον αὐτοῦ, ὃ λέγεται Ψιχά, ἀποστέλλεται. 2. Οὗτος οὖν ὁ προρρηθεὶς Ἰωάννης πατριάρχης, ὁ δι’ οἰκείαν ἀσέβειαν Ἰαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἔπη‐ λύς τις καὶ ξένος αὐτόχθων δὲ καὶ τῆς βασιλίδος τῶν πόλεων βλά‐ στημα καὶ ἐκ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς οὕτω τῶν | |
10 | Μωροκαρδανίων λεγομένης, καὶ τῆς τῶν ἁγίων μαρτύρων Σερ‐ γίου καὶ Βάκχου τῆς ἐν τοῖς Ὁρμίσδου μονῆς ἡγούμενος ἄνωθεν ὢν καὶ τοῦ βασιλέως κληρικοῖς καταριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγαπᾶτο τῷ Τραυλῷ, εἴτε τῷ μόνῳ τούτῳ κοινω‐ νὸς εἶναι τῆς τούτου αἱρέσεως, εἴτε καὶ τῷ διαφέρειν ἐπὶ λογιό‐ | |
15 | τητος δόξαν τινὰ ἐσχηκώς· πλὴν ἠγαπᾶτο, καὶ τοῦ Θεοφίλου δι‐ δάσκαλος ἐγκαθίσταται. καὶ οὗτος ἐπεὶ τὰς τῆς βασιλείας ἔσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, εἶθ’ ὕστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. καὶ γοη‐ | |
20 | τεία τοιαύτη. ἔθνους ποτὲ τρισὶν ὑφ’ ἡγεμόσι στρατηγουμένου, ἀπίστου τε καὶ σκληροῦ, τὴν τῶν Ῥωμαίων χώραν κατέτρεχε καὶ | |
ἐληΐζετο. ὡς εἰκὸς οὖν ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ | 649 | |
650 | τοῦ ὑπηκόου παντός, ἀποσκευάσασθαί που τὴν ἀθυμίαν οὗτος συμβουλεύει, θάρσους τε πληρωθῆναι καὶ χαρᾶς, εἴ γε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ἦν τοιαύτη. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱπποδρομίου χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις εἶναι | |
5 | ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ἃς κατά τινα στοιχείω‐ σιν πρὸς τοὺς τοῦ ἔθνους ἐκείνου ἀρχηγοὺς ἀνῆγεν. σφύρας οὖν μεγίστας σιδηρᾶς τρεῖς προσέταττεν γενέσθαι καὶ ἀνδράσιν ἐγχει‐ ρισθῆναι ἰσχυροτάτοις τρισίν. πόρρω δὲ τῶν νυκτῶν ἐπὶ τὸν ἀνδριάντα ἦσαν ἀμφότεροι, ὁ μὲν Ἰαννὴς διὰ λαϊκοῦ ἐνδύματος | |
10 | ἑαυτὸν περισκέπων, οἱ δὲ ἄνδρες μετεώρους τὰς σφύρας ἔχοντες. καὶ αὐτὸς τοὺς στοιχειωτικοὺς λόγους ἐπειπὼν παίειν ἕκαστον ὡς ἔχει δυνάμεως προσεῖπε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο τὰς δύο τοῦ ἀνδριάντος κεφαλὰς ἀπέκοψαν, ὁ δὲ ἕτερος μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σκηνώματος ἐναπέτεμεν. τού‐ | |
15 | τοις οὖν καὶ τὰ κατὰ τοὺς ἡγεμόνας ἐξηκολούθει· ἔριδος γὰρ κραταιᾶς αὐτοῖς ἐπεισπεσούσης καὶ ἐμφυλίου μάχης, ὑπὸ τοῦ ἑνὸς οἱ δύο τῶν ἡγεμόνων πίπτουσι κατὰ τὴν τῶν κεφαλῶν ἐκτο‐ μήν, τοῦ τρίτου μόνου διασωθέντος, οὐχ ὑγιῶς δέ. οὕτως εἰς τὸ μηδὲν εἶναι τὸ ἔθνος χωρῆσαν πρὸς τὰ οἰκεῖα αὖθις μετὰ | |
20 | φυγῆς ἀφορμᾷ καὶ συμφορᾶς. 3. Τῆς δὲ θεοφιλοῦς, ὡς εἴρηται, Θεοδώρας τῇ ἐκκλη‐ σίᾳ τὸν ἑαυτῆς κόσμον δούσης (ἀπὸ γὰρ Λέοντος τοῦ Ἀμαληκίτου ἕως τῆς ὀρθοδοξίας ἐπὶ τριάκοντα χρόνους κατεῖχον οἱ εἰκονοκαῦ‐ | |
σται τὰς ἐκκλησίας) αἴτησιν ποιεῖται πρὸς τοὺς παρόντας ἁγίους | 650 | |
651 | πατέρας, λέγουσα “οἶδα ὅτι δέδωκεν ὑμῖν ὁ θεὸς ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἐπείπερ οὖν ὁ βασιλεὺς Θεόφιλος, ὡς οἴδατε πάντες, δικαιοκρίτης μὲν εἰ καί τις ἄλλος ἦν, καὶ πάντα καλῶς διοικῶν, ὡς μαρτυρεῖτε, εἶχε | |
5 | δὲ μόνην ταύτην τὴν αἵρεσιν, ἢν καὶ τελευτῶν ἀπηρνήσατο, καὶ μετὰ δακρύων κατ’ αὐτὴν τὴν ὥραν τῆς ἐξόδου, ἐμοῦ τούτῳ ταύ‐ τας δούσης, τὰς ἁγίας εἰκόνας κατεφίλησε, καὶ οὕτως ἐξέπνευσε, δότε μοι καὶ αὐτοὶ χάριν ἐγγράφως ἀφεθῆναι αὐτῷ τὴν ἁμαρτίαν ταύτην μόνην· περὶ δὲ τῶν λοιπῶν οὐ φροντίζω.” πρὸς ἣν οἱ | |
10 | πατέρες τὰ μὲν πρῶτα σιγήσαντες, εἶτα καὶ δακρύσαντες τοῖς αὐτῆς ἐπικαμπτόμενοι δάκρυσι, πρὸς δὲ καὶ τὴν τῶν ἁγίων εἰκό‐ νων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ δι’ ἐγγράφου ἀσφα‐ λείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ’ οἷς τὴν ἐκ‐ κλησίαν βεβαίως καταλαβόντες, καὶ Μεθοδίῳ τῷ ἁγιωτάτῳ τὴν | |
15 | τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νη‐ στειῶν κυριακῇ σὺν τῇ βασιλίσσῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ τῶν Βλαχερνῶν τῆς θεοτόκου ναῷ ἀφ’ ἑσπέρας τετελεκότες, τῇ ἕωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι, καὶ τὸν κόσμον αὐτῆς αὖθις ἡ ἐκκλησία λαμβάνει τῆς θείας μυ‐ | |
20 | σταγωγίας τελεσθείσης ἁγνῶς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ’ ἡλίῳ καθαιρέσει ὑποβληθέντων μετὰ καὶ τοῦ ἀρχιερέως | |
αὐτῶν, ὃς ἦν ὁ προειρημένος Ἰωάννης. | 651 | |
652 | 4. Οὗτος οὖν μετὰ τῆς αὐτοῦ, ὡς εἴρηται, συμμορίας τῇ καθαιρέσει ὑποβληθεὶς οὐχ εἵλετο ἡσυχῇ διάγειν τὸν ἑαυτοῦ κατάπτυστον βίον, ἀλλ’ ἔτι κατὰ τῶν ἁγίων εἰκόνων ἐνεανιεύετο. καὶ γὰρ ὑπερόριος πάλιν ἔν τινι μονῇ γεγονώς, εἰκόνος θείας κατὰ | |
5 | τὸν ὄροφον ἱσταμένης καὶ ἀτενῶς ἀτενιζούσης αὐτῷ, μὴ φέρων οὗτος ὁρᾶν τὴν ἐκείνης πρὸς αὐτὸν ἐπικατιοῦσαν θέαν, καθαιρεῖ‐ σθαι ταύτην διά τινος οἰκέτου προστάττει καὶ τοὺς ὀφθαλμοὺς κατορύττεσθαι, τοῦτο μόνον ἐπιλέγων ὡς τὴν αὐτῆς οὐ δύναμαι μορφὴν ἐνορᾶν. ἤκουστο γοῦν ταῦτα τῇ δεσποίνῃ, καὶ τοὺς | |
10 | ὀφθαλμοὺς αὐτοῦ ἐκείνου τοῦ Ἰαννῆ ἐκτυφλοῖ. ἀλλ’ οὐδ’ οὕτως ἦν ἀγαπητὸν αὐτῷ τῆς ἡσυχίας ἐρᾶν, μῶμον δέ τινα ἐπειρᾶτο μετὰ τῶν ὁμοίων αὐτοῦ τῷ ἐν ἁγίοις Μεθοδίῳ προσάπτειν, καὶ γυναῖκά τινα φρεναπατήσαντες κρυψιγαμίας ἔγκλημα τούτῳ ἐπεισ‐ φέρουσιν. ὁ δὲ μακαριώτατος πατριάρχης μὴ θέλων πέτρα σκαν‐ | |
15 | δάλου λογίζεσθαι τὰ κρύφια αἴσχη ἀπογυμνοῖ, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μεμαρασμένα. καὶ τὸ αἴτιον ἐρωτηθεὶς εἶπεν ὅτι διά‐ γοντός μου ἐν Ῥώμῃ, ἐπεὶ τοῖς γαργαλισμοῖς ἐκινούμην, τῷ ἀπο‐ στόλῳ Πέτρῳ προσῆλθον δεόμενος· ὃς τῇ νυκτὶ ἐπιστὰς τῇ δεξιᾷ τὰ αἰδοῖα κατεπίασεν, ἐπιφθεγξάμενος μὴ τοῦ λοιποῦ πτοεῖσθαι | |
20 | φιληδονίαν. ἐγὼ δὲ σφοδρῶς ἀλγήσας διυπνίσθην, καὶ ἔκτοτε ἀβλαβὴς διέμεινα. ἀλλὰ μὴν τὸ γύναιον ἀσφαλῶς κρατηθὲν πάντα ἀφηγήσατο, καὶ τὸ δοθὲν αὐτῷ χρυσίον τοῖς ἀποδέσμοις ἔτι πε‐ | |
ριειλημμένον καὶ τῇ αὐτῶν βούλλᾳ σεσημασμένον ὑπεδείκνυε. καὶ | 652 | |
653 | αὐτοὺς μὲν τιμωρεῖν ἐβούλοντο, τῇ δὲ τοῦ ἁγίου Μεθοδίου παρα‐ κλήσει τούτους εἴασαν. 5. Ὡς οὖν κατὰ τὴν ἑορτὴν ταύτην, ἤγουν τὴν τῆς ὀρθο‐ δοξίας λεγομένην κυριακήν, ἐν τοῖς τοῦ Καριανοῦ παλατίοις, ἅπερ | |
5 | ἕνεκεν τῶν ἑαυτοῦ θυγατέρων ὁ Θεόφιλος ἀνῳκοδόμησεν, ὑπὸ Μαυρικίου τοῦ βασιλέως ὡς τὸ πρῶτον κατασκευασθέντα, ἡ βα‐ σιλὶς Θεοδώρα ἅπαν τὸ τῆς ἐκκλησίας πλήρωμα εἱστία, καὶ οὐκ ἦν ὅστις μὴ παρῆν ἐκεῖ τῶν ἱερέων καὶ ὁμολογητῶν· μεθ’ ὧν καὶ ὁ Νικαίας Θεοφάνης ἦν. ἐπεὶ δὲ τὰ τῆς εὐωχίας παρήκμασε καὶ | |
10 | τὰ τραγήματα μετὰ τῶν πλακούντων παρέκειντο, συνεχῶς ἀτενι‐ ζούσης τῆς βασιλίδος καὶ τὰ ἐν τῷ μετώπῳ γράμματα τοῦ ὁσίου Θεοφάνους καθορώσης καὶ στεναζούσης συνέβη καὶ τοῦτον ὡς ἐξ ὁμολόγου ἀντοφθαλμῆσαι καὶ ταύτην ἐνιδεῖν ἀτενίζουσαν αὐτῷ. φήσαντος γοῦν “τίς ἄρα ἡ αἰτία τῆς πρὸς ἐμέ σου ἀτενοῦς ὁρά‐ | |
15 | σεως;” ἡ δὲ ἔφη τὴν ἐκ τῶν γραμμάτων θαυμάζειν καρτερίαν σου καὶ τὴν τοῦ ταῦτα δράσαντος ἀπήνειαν. καὶ ὁ μακάριος Θεο‐ φάνης μηδὲν εὐλαβηθεὶς ἢ τῶν προησφαλισμένων διανοηθεὶς “ὑπὲρ ταύτης τῆς γραφῆς” ἔφησεν εὖ μάλα τρανῶς “ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ δικαστηρίῳ σφοδρότερον διαδικάσομαι τῷ ἀνδρί σου.” | |
20 | τοῦτο ἀκούσασα ἡ βασίλισσα, καὶ περίλυπος γενομένη καὶ σύνδα‐ κρυς, ἔφη πρὸς τὸν ὅσιον “αὗται αἱ δι’ ἐγγράφων ὑποσχέσεις | |
ὑμῶν καὶ ὁμολογίαι, ὡς μὴ μόνον οὐ συγκεχωρηκέναι ἀλλὰ καὶ | 653 | |
654 | πρὸς ἀγῶνας ἄγειν αὐτόν;” “οὔ” φησιν ὁ πατριάρχης αὐθωρὸν ἀναστὰς καὶ οἱ λοιποὶ τῶν ἱερέων, “βασίλισσα, οὔ· ἀλλ’ ἕξει βε‐ βαίως τὰ ἡμέτερα, τῆς ὀλιγωρίας τούτου λογιζομένης εἰς οὐδέν.” οὕτω μὲν οὖν ἐσιγάσθη ταῦτα, καὶ τὰ τῆς ἐκκλησίας ἔθη ἀκύ‐ | |
5 | μαντα διέμεινεν. 6. Ἀνεφάνη δέ τις καὶ ἑτέρα αἵρεσις ἡ οὕτω τῶν Ζηλίκων λεγομένη, σὺν τῷ ἑαυτῆς ἀρχηγῷ, Ζήλικι μὲν ὀνομαζομένῳ, φέ‐ ροντι δὲ τὴν τῶν σηκρῆτις ἐν πρώτοις τιμήν. ἐθεραπεύθη δὲ καὶ πρὸς θεοσέβειαν μετηνέχθη ἐν προόδῳ βασιλικῇ, τῆς τοῦ μύρου | |
10 | μόνου μετὰ καινῶν ἐμφωτίων τε καὶ ἐσθημάτων καταξιωθέντων χρίσεως τῶν ἀντιποιουμένων αὐτῆς, καὶ τελειωθέντων λαμπρῶς. 7. Τῷ βʹ αὐτῆς ἔτει ἀπέστειλε Θεοδώρα Θεόκτιστον τὸν λογοθέτην κατὰ τῆς Κρήτης, καὶ κακῶς τοῖς ὑπὸ χεῖρα χρησάμε‐ νος αὐτὸς μὲν τὴν φυγαδείαν ἠσπάσατο, ὁ δὲ στρατὸς μαχαίρας | |
15 | ἔργον τοῖς ἐν Κρήτῃ γέγονεν. 8. Τῷ γʹ αὐτῆς ἔτει Ἄμερ κατὰ Ῥωμαίων στρατεύσαντος αὐτὸν πάλιν Θεοδώρα ἀπέστειλε μετὰ πολλῆς δυνάμεως· καὶ πολλῶν ἀναιρεθέντων πλείους οἱ κρατηθέντες ἦσαν. Θεόκτιστος δὲ πρὸς τὴν βασίλισσαν ἐλθὼν πάλιν τῆς αὐτῆς οἰκειότητος εἴχετο, καὶ τῷ | |
20 | τῆς Αὐγούστης Θεοδώρας ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν τὴν ἧτταν τούτῳ προσῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραινέσει τού‐ | |
του καὶ τῇ συμβουλῇ τὸ Ῥωμαϊκὸν ἐτρώθη στρατόπεδον. | 654 | |
655 | 9. Τῷ ζʹ ἔτει τοῦ βασιλέως Μιχαὴλ ἀνδρυνθέντος καὶ τοῖς κυνηγίοις καὶ ἀκαθαρσίαις σχολάζοντος, ἐπεὶ ἔγνω Θεοδώρα συμφιλιωθῆναι αὐτὸν Εὐδοκίαν τὴν τοῦ Ἴγγηρος, μισουμένην δι’ ἀναίδειαν τῇ Αὐγούστῃ καὶ τῷ λογοθέτῃ, ζεύγνυσιν αὐτῷ Εὐδο‐ | |
5 | κίαν τὴν τοῦ Δεκαπολίτου, καὶ στεφανοῦνται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου τῷ εἰς τὴν Δάφνην. 10. Τῷ ιʹ αὐτοῦ ἔτει ὁ τῶν βουκελλαρίων στρατηγὸς ἤγαγε τῷ βασιλεῖ ἵππον θαυμαστὸν καὶ γενναῖον, σκληρότατον δὲ πάνυ, ὡς μὴ δύνασθαί τινα ἰδεῖν κἂν ἀπὸ τῶν ὀδόντων τὸν χρόνον αὐ‐ | |
10 | τοῦ. ἀχθομένου οὖν ἐπὶ τούτου τοῦ βασιλέως, παρὼν Θεοφι‐ λίτζης ἐκεῖνος ὁ τῶν νουμέρων τότε καὶ τοῦ τείχους κόμης ὢν εἶπεν τῷ βασιλεῖ “ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρεῖον εἰς τοὺς ἵπ‐ πους, οἷον ἀγαπᾷ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον.” τοῦ δὲ βασιλέως κελεύσαντος παρευθὺ ἤχθη, καὶ τῇ μὲν μιᾷ χειρὶ τὸν | |
15 | χαλινὸν τοῦ ἵππου κρατήσας, τῇ δὲ ἑτέρᾳ τοῦ ὠτὸς δραξάμενος, εἰς ἡμερότητα προβάτου μετέβαλεν. ἐφ’ ᾧ θεραπευθεὶς ὁ βασι‐ λεὺς παραδέδωκεν αὐτὸν τῷ ἑταιρειάρχῃ Ἀνδρέᾳ τοῦ εἰς τὴν ἑται‐ ρείαν εἶναι καὶ τοῖς ἵπποις τοῦ βασιλέως ἐκδουλεύειν. 11. Γέγονε δὲ οὗτος ὁ Βασίλειος ἐκ Μακεδονίας, ἐκ χω‐ | |
20 | ρίων τῆς Ἀδριανουπόλεως. καὶ προσεκολλήθη τῷ στρατηγῷ Μα‐ κεδονίας τῷ Τζάντζῃ ἐκδουλεύειν· ἦν δὲ ἐτῶν κεʹ. καὶ μηδὲν παρ’ αὐτοῦ ὠφεληθεὶς ἦλθεν ἐν τῇ πόλει. καὶ εἰσελθὼν ἔνδον | |
τῆς Χρυσῆς πόρτης, ἐπεὶ κεκοπωμένος ἦν ἀπὸ τῆς ὁδοιπορίας, | 655 | |
656 | κυριακῆς ἡμέρας οὔσης, ἑσπέρας ἀνακλιθεὶς ἐν τῷ πεζουλίῳ τοῦ ἁγίου Διομήδους, ὃς τὸ πρὶν Ἠλιοὺ ναὸς ἐχρημάτισε. καθολικὴ γὰρ ἦν ἡ ἐκκλησία, καὶ ὑπὸ προσμοναρίου τοὔνομα Νικολάου· ᾧ καὶ ἐφάνη τῇ νυκτί τις φωνήσας “ἐγερθεὶς εἰσάγαγε τὸν βασιλέα | |
5 | ἔσω.” ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρεν εἰ μὴ τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς πάλιν ἀνεκλίθη εἰς τὴν κοίτην αὐτοῦ. ὁμοίως δὲ τοῦτο καὶ ἐκ δευτέρου ἐγένετο. εἰς δὲ τὸ τρίτον μετὰ ῥομφαίας ἔπληξε τὴν πλευρὰν αὐτοῦ, εἰπών “οὐ βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον; αὐτός ἐστιν ὁ βασιλεύς· εἰσάγαγε αὐτόν.” | |
10 | ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν τὸν Βασίλειον μετὰ πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔσω. καὶ τῇ ἐπαύριον λούσας ἤλλαξεν αὐτόν, καὶ ἀδελφοποιητὸν ποιήσας συνευφραίνετο αὐτῷ. ἦν δὲ τῷ Νικολάῳ ἀδελφὸς ἰατρὸς δουλεύων τῷ εἰρημένῳ Θεοφι‐ λίτζῃ, ὃς καὶ κατὰ τύχην ἐλθὼν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νικό‐ | |
15 | λαον εἶδε τὸν Βασίλειον, καὶ θαυμάσας τό τε ἀνάστημα τῆς ἡλι‐ κίας αὐτοῦ καὶ τὸ εἶδος ἠρώτα τῷ ἀδελφῷ πόθεν ἐστίν. ὁ δὲ πάντα εἶπε πλὴν τῆς ὁράσεως. μετ’ ὀλίγας οὖν ἡμέρας τοῦ Θεο‐ φιλίτζη ζητοῦντος ἄνθρωπον ἀνδρεῖον εἰς τοὺς ἵππους αὐτοῦ, παρῆν ὁ ἰατρὸς καὶ τὰ περὶ τοῦ Βασιλείου διηγήσατο. ἤχθη οὖν | |
20 | ὁ Βασίλειος συντόμως, καὶ θεασάμενος αὐτὸν Θεοφιλίτζης ἠρά‐ σθη. ἐπεὶ δὲ ἐπιάγουρος ἦν καὶ μεγαλοκέφαλος, καλεῖ αὐτὸν | |
Κεφαλάν, καὶ δέδωκεν αὐτῷ δουλεύειν τοὺς ἵππους αὐτοῦ. ἐντεῦ‐ | 656 | |
657 | θεν, ὡς εἴρηται, δίδοται τῷ βασιλεῖ Μιχαήλ. ὁ δὲ βασιλεὺς Μιχαὴλ εἰσαγαγὼν τὸν Βασίλειον πρὸς τὴν μητέρα αὐτοῦ εἶπεν “δεῦρο, ἴδε, μῆτερ, ἄνθρωπον ὃν ἐπελαβόμην νῦν.” ἡ δὲ ἐξελ‐ θοῦσα καὶ τοῦτον ἰδοῦσα ἀπεστράφη, εἰποῦσα “οὗτός ἐστι, τέκνον | |
5 | μου, ὁ μέλλων τὴν γενεὰν ἡμῶν ἀφανίσαι.” ὁ δὲ βασιλεὺς οὐδα‐ μῶς ἐπείσθη ἢ ἤκουσε τῆς μητρὸς αὐτοῦ. 12. Τῷ ιαʹ ἔτει αὐτοῦ ἐτελεύτησεν ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ ἀντ’ αὐτοῦ χειροτονεῖται Ἰγνάτιος ὁ υἱὸς κουρο‐ παλάτου τοῦ βασιλεύσαντος. τῶν δὲ Βουλγάρων τὴν Θρᾴκην καὶ | |
10 | Μακεδονίαν ληϊζομένων, ἡ Θεοδώρα ταξατίωνα πέμψασα τούτους τῆς ῥύμης ἔστησεν. 13. Τῷ ιγʹ ἔτει αὐτοῦ Βάρδας ὁ Καῖσαρ ἔξω τῆς πόλεως ὢν συνεφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ, ὃς τὸν βασιλέα κρατήσας ἔπεισεν εἰσελθεῖν ἐν τῇ πόλει τὸν Βάρδαν καὶ | |
15 | εἰς τὸ παλάτιον ἔρχεσθαι. οἰκειωσάμενος δὲ καὶ τὸν πρωτοσπα‐ θάριον Θεοφάνην τὸν Φαλγάνην καὶ ἄλλους τινὰς ἀποκτείνει τὸν Θεόκτιστον ἐν τῷ παλατίῳ, μετὰ καὶ τῆς τοῦ βασιλέως συνειδή‐ σεως. τοῦτο μαθοῦσα Θεοδώρα ἠγανάκτησε κατὰ τοῦ βασιλέως καὶ τῶν ἄλλων οἳ τὸν φόνον κατειργάσαντο, καταβοωμένη αὐτῶν. | |
20 | ἀλλὰ καὶ φωνῇ βριαρᾷ καταπτοηθεῖσα θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἀπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν | |
κρουόντων ἀποκαλῶν. τοῦ δὲ Μιχαὴλ παντὶ τρόπῳ μηχανωμένου | 657 | |
658 | τὴν μητέρα ἐξιλεώσασθαι αὐτὴ ἀπαρηγόρητος ἔμεινεν· ὅθεν καὶ μεταβαλὼν ὁ βασιλεὺς ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις προσώποις αὐτὴν λυπεῖν κατηπείγετο ὅσοις πρὸ τούτου θεραπεύειν ἐσχηματίζετο. | |
5 | καὶ τὰς μὲν ἀδελφὰς αὐτοῦ Θέκλαν Ἀναστασίαν καὶ Ἄνναν εἰς τὰ Καριανοῦ μεθιστᾷ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἐν τῇ μονῇ τῶν Γαστρίων. εἶτα μετ’ ὀλίγον καὶ πάσας ἑνώσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν. τότε δὴ καὶ ὑπὸ τῆς συγκλήτου πάσης ἀναγορεύεται καὶ αὐτοκρατορεῖ, καὶ τὸν Βάρδαν προβάλ‐ | |
10 | λεται μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. ἐφ’ οἷς ἡ μήτηρ αὐτοῦ λυπουμένη ὡς διατασσομένη, ἀλλὰ μὴν καὶ διὰ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ἦν ἀναμέσον αὐτῶν ἄσπονδος. κατά‐ γει τοίνυν καὶ αὐτὴν εἰς τὰ Γαστρία· ἥτις τῇ ἀθυμίᾳ καταβαπτι‐ σθεῖσα τὸν νοῦν, καὶ ὑπ’ ἐκπλήξεως ἀφαιρεθεῖσα καὶ τὸ φρονεῖν, | |
15 | ἀναξίαν ἑαυτῇ συσκευάζει κατὰ Βάρδα βουλήν, ἑλομένη κοινωνὸν σὺν ἄλλοις πολλοῖς καὶ τὸν τοῦ βασιλέως πρωτοστράτορα, ὅπως ὑποστρέφοντος τοῦ Βάρδα ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμη‐ δίου ἀναιρήσουσιν αὐτόν. τῆς δὲ μελέτης πρὸ τοῦ ἔργου φανερω‐ θείσης, κατ’ αὐτῶν ἐκείνων τῶν μελετησάντων τὸ κακὸν ἐξηνέ‐ | |
20 | χθη· φωραθέντες γὰρ καὶ κατασχεθέντες ἐν τῇ σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. καὶ προβάλλεται τὸν Βασίλειον ὁ Μιχαὴλ ἀντὶ τοῦ τελευτήσαντος πρωτοστράτορος, ὁμοίως καὶ Βάρδαν τὸν | |
θεῖον αὐτοῦ κουροπαλάτην. | 658 | |
659 | 14. Τῷ βʹ τούτου ἔτει ἔπεσε κόνις ἐκ τοῦ οὐρανοῦ πλήρης αἱματώδης, καὶ λίθους εὕρισκον πολλοὶ ἐρυθροὺς ὡς αἷμα. ἐπι‐ δοὺς ἑαυτὸν εἰς πᾶσαν κακίαν ὁ Μιχαήλ, τὰ ἐν τῷ παλατίῳ χρή‐ ματα κακῶς ἀναλίσκων, ὑπὲρ τῶν χιλίων ἐνενήκοντα κεντηναρίων | |
5 | ὄντα χρυσίου, ἄργυρος δὲ πλῆθος ἀναρίθμητος, ἅπερ ἡ μήτηρ αὐτοῦ ἐφυλάξατο. καὶ τοὺς τῶν ἡνιόχων παῖδας ἀπὸ τοῦ ἁγίου βαπτίσματος υἱοθετησάμενος ἑκάστῳ ἐδίδου νομίσματα ρʹ ἢ τὸ ἐλάχιστον νʹ. καί τινί ποτε πατρικίῳ (Ἱμέριος οὗτος ἐκαλεῖτο ὁ Χοῖρος, διὰ τὴν τοῦ προσώπου ἀγριότητα οὕτως κατονομαζόμε‐ | |
10 | νος) ἄλλως αἰσχρολογοῦντι κατὰ τὴν τράπεζαν καὶ ψόφον ἐκ τῆς βεβήλου αὐτοῦ γαστρὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ τῶν συνδειπνούντων ἀφιέντι, ὡς καὶ τὸ φατλίον τὸ τούτους φωταγω‐ γοῦν ἐκ τοῦ τηλικούτου ψόφου ἀποσβέσαι τῷ παραδόξῳ θαύματι, χρυσίου νομίσματα δέδωκεν ρʹ. (15) οὕτως ἐκεῖνος εἰς οὐδὲν | |
15 | δέον τὰ δημόσια κατανάλισκεν. καὶ μήπω καιροῦ παρελθόντος ἑνός, ἐπεὶ τῆς στρατιωτικῆς ῥόγας παρῆν ὁ καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο λέοντας καὶ τοὺς δύο γρῦπας, ὁλοχρύσους ὄντας καὶ σφυρηλάτους, καὶ τὸ ὁλόχρυσον ὄργανον, ἀλλὰ καὶ ἕτερα ἔργα | |
20 | ὁλκὴν ἔχοντα τῶν ςʹ κεντηναρίων καὶ στολὰς ωξʹ ὁλοχρύσους καὶ χρυσοϋφάντους χωνεύσας ἐχάραξε, καὶ τὴν τῶν στρατιωτῶν ῥό‐ | |
γαν ἐποίησεν. ὅτε δὲ ὁ Βασίλειος ἦλθεν, οὐδὲν ἄλλο εὗρεν εἰ μὴ | 659 | |
660 | κεντηνάρια ιγʹ καὶ μιλιαρίσια σακία θʹ· ἐφ’ οἷς ἀπορῶν τὸ νῦν σενζάτον καλούμενον χαραχθῆναι ἐκέλευσε καὶ τοῦ δημοσίου ποιή‐ σασθαι πρόνοιαν. 16. Ἵνα δὲ μικρόν τι λέξας βεβαιώσω τὰ διηγούμενα καὶ | |
5 | σαφεστέρα γένηται ἡ τοῦ ἀνδρός, εἴ γε δὴ καὶ ἄνδρα αὐτὸν κα‐ λεῖν δεῖ, ἀναγωγία καὶ ἄνοια, ἐφ’ ἅρματος ἱσταμένου καὶ τῆς βαλβῖδος μέλλοντος ἐκπηδῆσαι, ἐπαγγελίας φθασάσης ὅτι δεινῶς ὁ Ἄμερ καταληΐζεται τὸ Θρᾳκήσιον καὶ τὸ Ὀψίκιον ὑπεισελθὼν τοῖς Μαλαγίνοις πλησιάζει καὶ προσδοκῶνται ὡς οὐδέπω δεινά, | |
10 | καὶ ἐπὶ τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαν‐ τος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρι‐ σιν, καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φέροντά τε καὶ δεικνύοντα, ἐκεῖνος “τί” φησίν, “ὦ οὗτος, τόλμῃ χρησάμενος τοιαῦτα κατὰ τὸν ἀναγκαῖον τοῦτον ἀγῶνά μου διαλέγειν ἐπιχειρεῖς, τοῦτο μόνον | |
15 | σπουδάζοντι, μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν περιτετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών.” 17. Ἀλλὰ καὶ τούτου ἕτερόν τι διηγήσομαι χαλεπώτερον, οὐ μόνον ἐκπῖπτον τοῦ πρέποντος, ἀλλὰ καὶ τῆς βασιλικῆς ἀξίας ὅτι μάλιστα ἀλλότριον. γυναίῳ τινὶ ἧς τὸν παῖδα υἱοθετησάμενος | |
20 | ἦν, ἐκ βαλανείου ἐρχομένην καὶ τὴν ἑαυτῆς κάλπην ἐπὶ χεῖρας ἐχούσῃ συναντήσας τοῦ ἵππου ἀπέβη, καὶ τοὺς μὲν ἄλλους κατὰ | |
τὰ ἀνάκτορα ἀπέστειλεν, ἀκόλαστα δὲ καὶ μυστικὰ ἀνδράρια ἑται‐ | 660 | |
661 | ρισάμενος ἀπῄει μετὰ τῆς γυναικός, τὴν κάλπην τῶν ἐκείνης χει‐ ρῶν ἀναλαβών. καὶ “ἄγε δή, ὦ γύναι, θαρροῦσα” ἔλεξεν “ἐμὲ κατὰ τὸ σὸν οἴκημα ὑπόδεξαι, ψωμοῦ πιτυρώδους καὶ ἀσβεστο‐ τύρου ἐπιθυμοῦντα,” τάχα που ἀπὸ τῶν νʹ νομισμάτων, ἅπερ δέ‐ | |
5 | δωκε τῷ ἀνδρὶ αὐτῆς, ὑπολαμβάνων τι κεκτῆσθαι ταύτην. ἐπὶ δὲ τῷ ξένῳ τούτῳ θεάματι ἡ γυνὴ ἐκπλαγεῖσα, ἐπεὶ καὶ πάντων ἐν ἀπορίᾳ ἦν, αὐτὸς ὁ Μιχαὴλ τὸ σαβάνον αὐτῆς ἔτι διάβροχον ὂν ἀντὶ μεσσαλίου τῷ σκάμνῳ ἐπέθετο (οὐ γὰρ εἶχεν τράπεζαν), τήν τε κλεῖδα ἀφελὼν αὐτῆς ἦν τὰ πάντα ὁ βασιλεύς, τραπεζοποιὸς | |
10 | μάγειρος δαιτυμών. ἐκβαλὼν δὲ ἅπερ εἶχεν τῆς πενιχρᾶς ἐκείνης ἡ κιβωτός, συνειστιᾶτο ταύτῃ καὶ συνεδείπνει, κἀκεῖθεν βάδην αὖθις ἀπῄει πρὸς τὰ ἀνάκτορα. 18. Καὶ τὸ δὴ χαλεπώτερον, ἡ τῶν ὧν εἶχε μεθ’ ἑαυτοῦ φατρία, σατύριοί τινες οὗτοι καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἀκό‐ | |
15 | λαστοι, οὓς ἐκεῖνος διὰ τιμῆς ἄγων καὶ αἰδοῦς τῶν θείων κατωλι‐ γώρει· ἱερατικὰς στολὰς χρυσοϋφάντους ἐπετίθει καὶ ὠμοφόρια, καὶ ἠνάγκαζεν ἀσχημόνως τε καὶ ἀνάγνως τελεῖν τὰ ἁγνά. καὶ πατριάρχην τὸν ἔξαρχον τούτων ἐκάλει, Γρύλλον καλούμενον, τοὺς δὲ λοιποὺς ιαʹ μητροπολίτας τῶν ἐξαιρέτων θρόνων τε καὶ | |
20 | λαμπρῶν. οἷς εἰ μὴ καὶ αὐτὸς ἐκοινώνει, οὐδὲ βασιλεύειν ἠξίου· | |
καὶ γὰρ πρωτόθρονος ὁ Κολωνείας ὤν, δωδέκατος δὲ αὐτὸς ὁ βα‐ | 661 | |
662 | σιλεὺς Μιχαήλ. καὶ τὰς ᾠδὰς ἐξεπλήρουν διὰ κιθαρῶν· καὶ τὰ μὲν μυστικὰ μιμούμενοι λιγυρῶς ἐπήχουν, τὰς δὲ ἐκφωνήσεις ἀνέ‐ τῳ φορᾷ καὶ διαπρυσίῳ. σκεύη δὲ διάχρυσα καὶ μαργαριτῶν συγκρίμενα εἶχον, ὄξους τε καὶ σινάπεως πληροῦντες οἷς ἐβούλοντο | |
5 | μεταλαμβάνειν ἐδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυ‐ στηρίων. οὗτος οὖν ὁ Γρύλλος καὶ ὄνῳ ἐπωχεῖτο λευκῇ, τὰς δη‐ μοσίους προόδους τελῶν, καὶ τὸν τοιοῦτον θίασον συνεπόμενον ἔχων ἠγάλλετο. καί ποτε συνέβη μετὰ τῆς ἐκκλησιαστικῆς λιτῆς ἐρχομένῳ τῷ μακαρίτῃ Ἰγνατίῳ συντυχεῖν· καὶ τὸν φελόνην ἀνα‐ | |
10 | στείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονώτερον τῶν κρουσμάτων ἦρχε, καὶ τὸν κλῆρον μυρίοις καὶ αἰσχίστοις περιέβαλλε ῥήμασιν. ὑπὸ δὲ τοῦ ὁσίου ἐπιτιμηθεὶς αὐτὸς μὲν οὐδὲν τούτων ἐφύλαξεν, πλὴν τέως τῆς ὁδοῦ ἐξέκλινε. τούτοις ἑαυτὸν γέλωτα ἄσεμνον καὶ ἀνακαγχασμὸν ὁ ἀφρονέστατος προετίθει, οἷς ὑβρίζετο μὲν ἡ ἁγία | |
15 | προσφορά, ὑβρίζετο δὲ τὰ ἅγια λόγια, τοῖς ἀρρήτοις αὐτῶν καὶ ἀκαθάρτοις ἐπιτηδεύμασιν ἐπιλεγόμενα καὶ ἐπιφωνούμενα. 19. Μετ’ οὐ πολὺ δὲ τοῦ ἁγιωτάτου Ἰγνατίου τοῦ θρόνου τῆς πατριαρχίας καταβιβασθέντος, ἐπίπροσθεν τῆς βασιλικῆς τραπέζης κατενώπιον τελουμένων Φωτίου καὶ δι’ αἰσχίστης μιμή‐ | |
20 | σεως τῶν θείων παιζομένων ὑπὸ τῶν καταφρονητῶν καὶ καταπτύ‐ | 662 |
663 | στων ἀνδρῶν, τοσοῦτον ἐκεῖνος ἀπέσχεν τοῦ ἐπιτιμῆσαι καὶ διε‐ λέγξαι καὶ τὸ ἀτοπώτατον καταργῆσαι τοῦ ἐπιτηδεύματος, ὅτι καὶ ἐπεκύρου μᾶλλον ὁ ἀθέμιτος τὸ ἀθέμιτον, ἐπευξάμενος τὸν θεομισῆ Θεόφιλον ἐκεῖνον τὸν καὶ Γρύλλον, ὃν ὁ ἀπαιδευτότατος ἄναξ ἴδιον | |
5 | πατριάρχην ὠνόμαζεν, παίζειν εὔστοχος καὶ ἐν ἱερατικοῖς ἀμφίοις καὶ λογίοις, καὶ κρότους ἀποπέμπειν μεγίστους ἡμιόνων τρόπῳ, καὶ πιεῖν ἐξ αὐτοῦ πάντας, τοῦτό γε μόνον ἄξιος αὐτοῖς ἐπιφω‐ νεῖν, καὶ σαρκίνων μεταλαμβάνειν μετὰ νάπυος καὶ ὄξους· καὶ τῷ ὠμοφορίῳ αὐτοῦ ὁ ἀνίερος τῷ ἀνιέρῳ τὴν ἀνιεραρχίαν ἀνιέρως | |
10 | ἐπεσφραγίζετο, ἐν γέλωτι ὁ μετὰ ἀφρόνων ὁ ἄφρων τὴν φωνὴν αὐτοῦ ἀνυψῶν, ἐπιγελῶν τοῦ ἀοιδίμου Ἰγνατίου ὡς μὴ ὄντος τοῖς πράγμασι συγκαταβατικοῦ καὶ οἷον, ὡς αὐτὸς ἐνόμιζε, παντὶ ἀνέ‐ μῳ εὐριπίστως φερομένου. ἀλλὰ καὶ ἅμιλλαν μετὰ τοῦ ἀθλίου βασιλέως Μιχαὴλ ὑπὲρ τοῦ τίς ἂν πλέον πίῃ ἐνστησάμενος δέκα | |
15 | κώθωσιν αὐτὸν ὑπερέβαλλεν· τοῦ Μιχαὴλ γὰρ ἐν τοῖς νʹ πεπλη‐ ρωμένου, οὗτος ὁ Φώτιος τοὺς ξʹ ἐκπεπωκὼς ἐνεκαυχᾶτο ὡς μὴ μεμεθυκώς. 20. Καί ποτε τὴν ἑαυτοῦ μητέρα ὁ Μιχαὴλ ἐν τοῖς ἀνα‐ κτόροις διαιτουμένην, τοῦ Γρύλλου δὲ σὺν αὐτῷ τὰ ἄθεσμα πράτ‐ | |
20 | τοντος, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον μετακα‐ λεῖται εὐλογηθησομένην παρ’ αὐτοῦ. ὡς οὖν ἐκείνη ἐξῄει μετ’ εὐλαβείας καὶ αἰδοῦς, ῥίπτει ἑαυτὴν εἰς τοὔδαφος ἐξαιτουμένη | |
εὐχήν· καὶ γὰρ ἐλάνθανεν τέως τὴν γενειάδα κρύπτων. καὶ ἐκ | 663 | |
664 | προχείρου ψόφον ἀναθορὼν ἐπαφεὶς καὶ λόγους ἀπρεπεῖς προστε‐ θεικὼς καὶ τὸ “ἡμεῖς ὅπερ ἔχομεν, κυρά, παρέχομέν σοι,” τὰ πάντα δυσωδίας ἐπλήρου. ἡ δὲ τὸ μέλλον ἀποφοιβάσασα, τῆς τοῦ θεοῦ προνοίας καὶ χειρὸς ἔξω γενέσθαι ὁδοῦ. | |
5 | 21. Ἔτι τῆς Θεοδώρας τὴν βασιλείαν κατεχούσης, Βόγα‐ ρις ὁ ἄρχων Βουλγαρίας, γυναῖκα τῆς τῶν Ῥωμαίων βασιλείας ἀκούσας κρατεῖν, δηλοῖ αὐτῇ καταλύειν τὰς συνθήκας καὶ πρὸς Ῥωμαίους ἐκστρατεύειν. ἀντιδηλοῦται οὖν αὐτῷ ὅτι καὶ ἐμὲ κατὰ σοῦ εὑρήσεις ἀντιστρατεύουσαν, καὶ ἐλπίζομεν κυριεῦσαί σου. εἰ | |
10 | δὲ μή, καὶ οὕτως σοῦ περιέσομαι, τὴν νίκην ἀρίδηλον ἔχουσα· γυναῖκα γάρ, ἀλλ’ οὐκ ἄνδρα ἔχεις τὸν ἡττηθέντα σοι.” διὰ τοῦτο μὲν οὖν καὶ ἐφ’ ἡσυχίας ἔμεινε καὶ τὰς τῆς ἀγάπης ἀνενέω‐ σεν σπονδάς. (22) ζήτησιν οὖν αὐτὴ ποιεῖται περὶ τοῦ μοναχοῦ Θεοδώρου τοῦ Κουφαρᾶ, πρὸ πολλοῦ αἰχμαλωτισθέντος. καὶ | |
15 | οὗτος δὲ ἀφορμὴν ἐκ τούτου λαβὼν περὶ τῆς οἰκείας ἀδελφῆς αἰχμαλωτισθείσης καὶ ἐν τῇ τοῦ βασιλέως αὐλῇ κατεχομένης δη‐ λοῖ· ἥτις καὶ γράμματα μαθοῦσα καὶ τὴν τῶν Χριστιανῶν τάξιν καὶ τὴν περὶ τὸ θεῖον αἰδῶ καὶ δόξαν, ἐπεὶ τῆς ἐπανόδου τῆς πρὸς τὸν ἀδελφὸν τετύχηκεν, οὐ διέλιπεν ἐκθειάζουσα καὶ παρακαλοῦσα | |
20 | μεταθέσθαι πρὸς τὴν ἀληθῆ πίστιν, εἰ καὶ αὐτὸς τῇ ἀπιστίᾳ κατ‐ | |
ισχημένος πρὸς τὴν ἀλήθειαν ἰδεῖν τέως οὐκ ἠθέλησεν. λιμοῦ | 664 | |
665 | δὲ τὴν χώραν ἐπινεμομένου ἠναγκάσθη τὰ Ῥωμαίων ὅρια ὑπερ‐ βαίνειν. 23. Τῷ γʹ αὐτοῦ ἔτει προβάλλεται Μιχαὴλ ὁ βασιλεὺς Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστικον τῶν σχολῶν· τὸν δὲ ἕτερον | |
5 | υἱὸν αὐτοῦ, δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλεται μονοστράτηγον τῶν δυτικῶν. συντόμως δὲ αὐτοῦ τελευτήσαντος, τῇ δʹ τῶν διακαινισίμων, προβάλλεται Μιχαὴλ Βάρδαν τὸν αὐτοῦ [θεῖον] Καίσαρα. 24. Τούτῳ τῷ ἔτει ἐξῆλθεν Ἄμερ μέχρις Σινώπης, καὶ | |
10 | ληϊσάμενος πάντα τὰ Ῥωμαίων ὑπέστρεψεν ἀβλαβής. 25. Τῷ δʹ αὐτοῦ ἔτει ἐκστρατεύει Μιχαὴλ ἅμα Καίσαρι διά τε γῆς καὶ θαλάσσης κατὰ Γόβορι ἄρχοντι Βουλγάρων. τοῦτο μαθόντες οἱ Βούλγαροι, ἅμα δὲ καὶ λιμῷ τηκόμενοι, ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ τὴν | |
15 | νίκην κατέγνωσαν, Χριστιανοί τε γενέσθαι καὶ ὑποτάσσεσθαι τῷ βασιλεῖ Ῥωμαίων ᾐτήσαντο. ὁ δὲ βασιλεὺς τούτους ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν πάντας καὶ τὸν ἄρχοντα αὐτῶν Μιχαὴλ ἐπωνό‐ μασεν. ὃς εἰς τὸ ἴδιον ὑποστρέψας διὰ ζωγράφου Μεθοδίου λε‐ γομένου τὴν κρίσιν καὶ ἀνταπόδοσιν ἐν τῷ οἴκῳ αὐτοῦ γραφῆναι | |
20 | πεποίηκεν· διὸ καὶ μᾶλλον τὴν ἐκ παντὸς τοῦ γένους αὐτοῦ καθυφ‐ ίσταται ἐπανάστασιν, οὓς μετά τινων ὀλίγων καταπολεμήσας, | |
τὸν τοῦ θείου σταυροῦ τύπον ἐγκόλπιον περιάγων, πάντας ἀνα‐ | 665 | |
666 | φανδὸν ἐποίησε Χριστιανούς. δηλοῖ καὶ τῷ βασιλεῖ περὶ γῆς διὰ τὸ στενοῦσθαι ἐν τοῖς ἰδίοις τὸ πλῆθος τὸ ἑαυτοῦ, πρὸς τῷ καὶ ἐν τῇ πίστει ὁμονοεῖν ἀϊδίως καὶ τὴν ἀγάπην ἄλυτον εἰς αἰῶνας φυ‐ λάττειν. ὁ δὲ εὐμενῶς ἤκουσε, καὶ δέδωκεν ἐρήμην οὖσαν τηνι‐ | |
5 | καῦτα τὴν ἀπὸ τῆς Σιδηρᾶς, ταύτης δὴ τότε ὅριον τυγχανούσης Ῥωμαίων τε καὶ αὐτῶν, ἄχρι τῆς Δεβελτόν, ἥτις οὕτω καλεῖται Ζαγόρια παρ’ αὐτοῖς. 26. Τῷ εʹ αὐτοῦ ἔτει τοῦ Ἄμερ πάλιν ἐπὶ Ῥωμανίαν ἐξελ‐ θόντος συναντῶσι Πετρωνᾶς καὶ Νάσαρ οἱ στρατηγοὶ εἰς τὸν Λα‐ | |
10 | λακαῶνα. καὶ συμβολῆς γενομένης τρέπεται ὁ Ἄμερ, καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄλλων πολλῶν οἱ στρατηγοὶ εἰς τὴν πόλιν εἰσ‐ άγουσιν. ἐκ τούτου γίνεται γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ. καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ τῶν πολέμων ἀνδραγαθήματα· ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξεκέχυτο, καὶ τοῦτον | |
15 | μόνον ἐνόμιζεν εἶναι τὸν θεραπεύοντα αὐτόν. 27. Τῷ ϛʹ αὐτοῦ ἔτει κτίζει στάβλον τῶν ἵππων αὐτοῦ, κοσμήσας αὐτὸν μαρμάροις καὶ ὑδάτων ἐπιρροαῖς παντοιοτρόπως. τελεσθέντος δὲ ὑποδεικνύει τὴν ἄλογον κατασκευὴν τοῦ οἴκου, βου‐ λόμενος ἐπαινεθῆναι, Πέτρῳ τινὶ λογίῳ καὶ σκωπτικῷ ἀνδρί, ὃν | |
20 | καὶ Πτωχομάχην ἐκάλουν, καὶ φησὶν ὡς ἀεὶ μνημονεύεσθαι ὀφείλω | |
διὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν. καὶ ὁ Πέτρος τῷ βασιλεῖ | 666 | |
667 | φησίν “Ἰουστινιανὸς ἔκτισε τὴν μεγάλην ἐκκλησίαν κοσμήσας χρυ‐ σῷ καὶ ἀργύρῳ καὶ μαργάροις πολυτίμοις, καὶ ἡ μνήμη αὐτοῦ νῦν οὐκ ἔστι· καὶ σύ, βασιλεῦ, κοπρῶνα ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν λέγεις μνημονεύεσθαι διὰ τοῦτο;” ὁ δὲ ὀργισθεὶς ὡς | |
5 | τοῦ ἐπαίνου ἀποτυχὼν τυπτόμενον καὶ συρόμενον αὐτὸν ἐξήγαγεν. 28. Τῷ ζʹ αὐτοῦ ἔτει, φήμης διαθεούσης ὡς Βάρδας ὁ Καῖσαρ τῇ νύμφῃ αὐτοῦ Εὐδοκίᾳ συμφθείρεται, ὁ πατριάρχης Ἰγνάτιος πολλάκις τούτῳ παραινεῖ ἀποσχέσθαι τοῦ κακοῦ. ὁ δὲ μὴ πειθόμενος μᾶλλον ἐνεῖχε τῷ πατριάρχῃ, σωφρονεῖν αὐτὸν | |
10 | κατεπείγοντος. καὶ δή ποτε μέλλοντος κοινωνεῖν τοῦ Βάρδα, ὁ πατριάρχης ὡς ἀνάξιον ἀπώσατο· ὃς ὀργῆς πληγεὶς τὴν ψυχὴν τὸν παραινέτην ὡς ἄνομον καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε, καὶ παραιτήσασθαι ἀναγκάζων βασάνοις ἀπείροις ὑπέβαλεν. παρα‐ δίδωσι γὰρ αὐτὸν τῷ Θεοδοσίῳ τῷ Μωρῷ λεγομένῳ καὶ τῷ Γορ‐ | |
15 | γονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτελόπτῃ, οἳ καὶ περιέκλεισαν αὐτὸν ἐν τῇ τοῦ Κοπρωνύμου λάρνακι γυμνὸν χειμῶνος ὥρᾳ. ἔν‐ θεν τῇ ἀνάγκῃ τοῦ κρύους ἐκ τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. οὕτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ καρτερικώτατος οὐκ ἐφθέγξατό τι πρὸς κύριον πονηρόν. τοιγαρ‐ | |
20 | οῦν διανίστησιν αὐτῷ κύριος Κωνσταντῖνον τὸν Ἀρμένιον παρα‐ μυθούμενον αὐτῷ· καὶ γὰρ ἀγγείδιον οἴνου καὶ ἄρτον καὶ μῆλα, | |
τοὺς κακοποιοὺς κατὰ χώρας λανθάνων, τῷ ὁσίῳ εἰσῆγε, καὶ τῆς | 667 | |
668 | λάρνακος αὐτὸν καταβιβάζων ἐκούφιζε τὸ πολὺ τῆς συμφορᾶς μέ‐ χρι τῆς ἐκείνων ἐλεύσεως. τούτοις ὑποβαλὼν Βάρδας ὁ Καῖσαρ τὸν ὅσιον, ἐπεὶ τὴν παραίτησιν αὐτοῦ λαβεῖν οὐκ ἠδυνήθη, Φώ‐ τιον πρωτοασηκρῆτις ἀντ’ αὐτοῦ χειροτονεῖ πατριάρχην. ἐξώρισεν | |
5 | δὲ Ἰγνάτιον ἐν τῇ νήσῳ Τερεβίνθου, ἐν ᾗ καὶ ἐταλαιπωρεῖτο, μυ‐ ρία καθ’ ἑκάστην πρὸς τὸ παραιτήσασθαι ὑπομένων. εἶτα φέρου‐ σιν αὐτὸν εἰς τὴν Ἱερείαν δέσμιον, καὶ κατακλείουσιν εἰς μάνδραν Αἰγῶν. εἶτα εἰς τὰ Προμούντου ἀγαγόντες, Λέων ὁ Λαλάκων τοῖς ῥαπίσμασι τὰς σιαγόνας αὐτοῦ συνέθλασεν ὡς δύο μύλους | |
10 | αὐτοῦ ἐκπεσεῖν. εἶτα μοχλῷ σιδηρῷ ἀνδροφόνῳ τοὺς πόδας προση‐ λώσαντες ἐν μικρᾷ εἱρκτῇ καὶ στενῇ κατέκλεισαν, καὶ μετ’ ὀλίγας ἡμέρας εἰς τὰ Νούμερα σιδηροδέσμιον καθεῖρξαν. ἐκεῖθεν εἰς Μιτυλήνην τὴν νῆσον τοῦτον ἐξώρισαν, καὶ τοὺς μητροπολίτας ἐν φυλακαῖς ἄλλον ἀλλαχοῦ διεσκόρπισαν. | |
15 | 29. Ἄξιον δὲ καὶ περὶ Φωτίου ὀλίγα διαλαβεῖν. οὗτος ὁ Φώτιος υἱὸς Σεργίου σπαθαρίου ἦν, οὗ τινὸς ὁ πατὴρ Ζαχαρίας ὠνόμαστο, ὃς πάλιν ἔσχεν υἱὸν Λέοντα βασι... ὁ γὰρ Σέργιος ἐθνικοῦ αἵματος ὤν, εἰς μοναστήριον γυναικεῖον εἰσπεπηδηκὼς καὶ μονάστριαν ἐκεῖθεν ἁρπάσας καὶ ταύτην ἀποσχηματίσας ἔλαβε | |
20 | γυναῖκα. μετὰ χρόνον τινὰ συνέβη τὸν ἅγιον Μιχαὴλ τὸν Σινά‐ δου, φίλον Σεργίου ὄντα, εἰς τὴν οἰκίαν αὐτοῦ εἰσελθεῖν, καὶ τὴν | |
γυναῖκα αὐτοῦ ἐνθεωρήσας ἔγκυον οὖσαν ἀπέστειλεν τὴν αὐτοῦ | 668 | |
669 | ῥάβδον, πλῆξαι βουλόμενος αὐτήν, καὶ οὕτως εἶπεν “εἶθε ἦν τις ταύτην ἀποκτεῖναι δυνάμενος καὶ τὸ ἔμβρυον τὸ σὺν αὐτῇ. ὁρῶ γὰρ ἄλλην Εὔαν ὄφιν ἐγκυμονοῦσαν, καὶ τὸ ἔμβρυον ἄρσεν. καὶ τοῦτο κατὰ συγχώρησιν θεοῦ πατριάρχην ἐσόμενον βλέπω ἐπὶ | |
5 | ἀθετήσει τοῦ πανσέπτου καὶ τιμίου σταυροῦ. καὶ αὐτὸς εἰς ἀσέ‐ βειαν ἀποκλινεῖ, καὶ πολλοὺς εἰς σταυροπατίαν μεταστήσει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν πολλοὺς ταῖς πολυτρόποις αὐτοῦ στε‐ ρήσει μηχαναῖς.” πρὸς ὃν ὁ Σέργιος “καὶ εἰ τοιοῦτος ἔσεσθαι μέλλει, μετὰ τῆς μητρὸς αὐτὸν ἀνελῶ.” πρὸς ὃν ὁ ἅγιος “οὐ | |
10 | δυνήσῃ τὴν συγχώρησιν τοῦ θεοῦ διακωλῦσαι. πρόσεχε οὖν σεαυ‐ τῷ.” (30) εἶτα γεννηθέντος ἡ μήτηρ Ἰάκωβον τὸν Μαξιμίνης ἡγούμενον μεταπεμψαμένη ἔρριψεν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ κλαίουσα τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. ἔλεγε γὰρ ὅτι ἔγκυος οὖσα εἶδον ὄναρ ὅτι ἐσχίσθη ἡ κοιλία μου καὶ ἐξῆλθε δράκων. ἀλλὰ | |
15 | καὶ ὁ ὅσιος καὶ ὁμολογητὴς Ἱλαρίων ὁ τῆς Δαλμάτου εἴρηκέ μοι ὅτι σεσωματωμένον Σατανᾶν βαστάζεις. λαβὼν οὖν αὐτὸν ἐβά‐ πτισεν, Φώτιον ὠνομακώς, “ἴσως” λέγων “παρέλθοι ἡ ὀργὴ τοῦ θεοῦ ἀπ’ αὐτοῦ.” Σέργιος δὲ ὁ πατὴρ αὐτοῦ ὁρῶν τινὰ σημεῖα ἐν αὐτῷ ἔλεγεν “μὴ ἄρα ἡ παρ’ Ἑβραίοις ἐλπιζομένη μονάστρια, | |
20 | ἡ τὸν Ἀντίχριστον μέλλουσα τίκτειν, ἡ γυνή μου ἐστίν;” ἐπεὶ δὲ φιλομόναχοι ἦσαν, τοὺς μοναχοὺς προσδεχομένης, ἠξίου εὔχεσθαι | |
ὑπὲρ αὐτῶν καὶ τοῦ Φωτίου. τοῦτόν ποτε τὸν Φώτιον μειράκιον | 669 | |
670 | σκεπὶ τυγχάνοντα εἰς τὸν ἐν ἁγίοις Ἰωαννήκιον ἐν τῷ Ὀλύμπῳ ἀνήγαγεν, καὶ ὑπὲρ αὐτοῦ εὔξασθαι τοῦτον παρεκάλει. ὁ δὲ ἑτοί‐ μως ἀποκριθεὶς ἔφη “Φώτιος ἐν καρδίᾳ αὐτοῦ ὁδούς σου, κύριε, εἰδέναι οὐ βούλεται.” ὁ δὲ στενάξας εἶπεν “τί τοῦτο ἔφης, πά‐ | |
5 | τερ;” αὖθις ὁ γέρων “ὅτι τὰ μέλλοντα πραχθῆναι ὑπ’ αὐτοῦ δη‐ λῶ σοι.” τότε ὁ Σέργιος κόνιν σπασάμενος κατῆλθεν ἀπὸ τοῦ ὄρους. (31) εἰς μαθήματα δὲ τοῦτον ἐκδούς, μᾶλλον ἐκεῖνος πρὸς τὰ Ἑλληνικὰ φιλοτιμότερον διέκειτο ἢ τὰ ἐκκλησιαστικά. διὸ καὶ Ἑβραίων τινὶ μάγῳ συντετυχώς, “τί μοι” ἔφη “δῷς, | |
10 | νεανία, καὶ ποιήσω σε πᾶσαν γραφὴν Ἑλληνικὴν ἐπὶ στόματος ἄγειν καὶ πάντας τοὺς ἐπὶ σοφίᾳ παρευδοκιμεῖν.” ὁ δέ φησι “τὸ ἥμισυ τῆς οὐσίας αὐτοῦ προθύμως ὁ ἐμὸς πατὴρ παρέξει σοι.” ὁ δέ “οὐ χρῄζω χρήματα, ἀλλ’ οὐδὲ τὸν πατέρα σου γνῶναι τὸ δρᾶ‐ μα· ἀλλ’ ἐλθὲ μετ’ ἐμοῦ εἰς τόνδε τὸν τόπον, καὶ ἄρνησαι τὸν | |
15 | τύπον ἐν ᾧ Ἰησοῦν προσηλώσαμεν, καὶ δώσω σοι παράδοξον φυ‐ λακτόν, καὶ ἔσται ἡ ζωή σου πᾶσα ἐν εὐημερίᾳ καὶ πλούτῳ καὶ πολλῇ σοφίᾳ καὶ χαρᾷ.” τὸν δὲ προθύμως ἀκούσαντα, καὶ πάντα πρὸς τὴν τοῦ γόητος ἀρέσκειαν τετελεκότα. καὶ ἔκτοτε ταῖς ἀπηγορευμέναις αὐτῶν βίβλοις τῆς μαντικῆς καὶ ἀστρολογικῆς τε‐ | |
20 | ρατείας οὐκ ἀποσχόμενος τὸν νοῦν, (32) ἐπὶ ἀκούων ἦν παρὰ τοῦ πατρός, ὡς ὑπὸ προορατικῶν ἀνδρῶν ἀκηκοότος, ὅτι πολυτρό‐ | |
πως τὸν πατριαρχικὸν θρόνον ἐπιβήσεται, τοῦτο ἐν ἑαυτῷ στρέ‐ | 670 | |
671 | φων Γρηγορίῳ τινὶ τῆς Συρακούσης ἐκκλησίας γενομένῳ ἐπισκόπῳ, ὃς καὶ Ἀσβεστὰς ἐκαλεῖτο, καθῄρητο δὲ ὑπὸ τοῦ μεγάλου Μεθο‐ δίου διά τε πολλὰ ἄλλα καὶ διὰ τὸ παρ’ ἐνορίαν χειροτονῆσαι Ζαχαρίαν τὸν τοῦ πατριάρχου Μεθοδίου πρὸς Ῥωμαῖον ἀποστα‐ | |
5 | λέντα πρεσβύτερον, φιλιάζεται σὺν τούτῳ τε καὶ ἄλλοις τισὶν ἐπ’ ἐγκλήμασι καθῃρημένοις, ὧν ὑπῆρχεν Εὐλάμπιος ὁ Ἀπαμείας καὶ Πέτρος ὁ Συλαίου καὶ ἄλλοι σὺν αὐτοῖς πλεῖστοι, οἳ εἰς τὸν οἶκον Φωτίου συνερχόμενοι καὶ μετὰ Γρηγορίου στρεφόμενοι κατὰ τοῦ μεγάλου Ἰγνατίου μελετῶντες ἦσαν· οὓς καὶ συναθροισθεῖσα ἐν | |
10 | τῷ πατριαρχείῳ μητροπολιτῶν καὶ ἐπισκόπων σύνοδος πάντας καθῄρησε καὶ ἀπεκήρυξε. τοῦτον τὸν Φώτιον Βάρδας ὁ Καῖσαρ, ὁ θεῖος Μιχαὴλ τοῦ βασιλέως, χειροτονεῖ πατριάρχην. ὃς μετ’ ὀλίγας ἡμέρας ζητεῖ τὸ ἰδιόχειρον αὐτοῦ γράμμα, ὅπερ πρὸς τοὺς μητροπολίτας ἐποίησεν, ἡνίκα τοῦτον εἰς χειροτονίαν ἤγαγον, ὡς | |
15 | δῆθεν ἰδεῖν τι ἐν αὐτῷ βουλόμενος. εἰσάγεται οὖν ὁ χάρτης, καὶ ζητεῖται ἀσφάλειαν ἵνα μὴ διαρρηχθῆναι. οἱ δὲ τοῦ Φωτίου τὸν ἀντίχειρα τοῦ κρατοῦντος αὐτὸν κλάσαντες τὸν χάρτην ἀνέσπασαν, ὃν καὶ χειρωσάμενος Φώτιος εἰς λεπτὰ κατέκοψε, λέγων “οὔτε ὑμᾶς οὔτε τὸν Ἰγνάτιον ἐπίσκοπον ἔχω.” | |
20 | 33. Τῷ βʹ ἔτει, Φωτίου τὸν τίμιον σταυρὸν εἰς τὴν ἑορ‐ | |
τὴν ὑψοῦντος, μοναχός τις πλησίον τοῦ θυσιαστηρίου ἑστὼς διο‐ | 671 | |
672 | ρατικὸς εἶδεν θέαμα ξένον, ὄφιν παμμεγέθη τὰς χεῖρας τοῦ Φω‐ τίου κρατοῦντα, τὸν δὲ σταυρὸν τὸν τίμιον ἐφ’ ἑαυτοῦ ἀνυψού‐ μενον. σύντρομος δὲ γεγονὼς μεγάλα ἔκραζε καὶ σύντομον τὸ κύριε ἐλέησον. καί τινες σὺν αὐτῷ εὐλαβεῖς ἱστάμενοι τὸ αἴτιον | |
5 | ἀνηρώτων, καὶ αὐτὸς τὴν ὀπτασίαν εἶπεν αὐτοῖς. οἱ δὲ ἦσαν τῶν ἀπὸ τῆς ἐκκλησίας πρεσβυτέρων. οὗτοι δὲ πρὸς τὸν εὐλαβῆ καὶ διορατικὸν τοῦτον μοναχὸν εἶπον ὅτι καὶ ἡμεῖς λειτουργοῦντες μετ’ αὐτοῦ οὐδέποτε ἠκούσαμεν αὐτοῦ εὐχὴν λαλοῦντος ἀλλὰ τῶν θύ‐ ραθεν ποιητῶν ὑποψιθυρίζοντος ῥήματα· τὸ δὲ χαλεπώτερον, ὅτι | |
10 | καὶ ὑποκάτω τῆς θείας καὶ ἁγίας τραπέζης ἐμεῖ δυσωδέστατον ἐμετόν. (34) καὶ διηγήσατο ἡμῖν Ἰωάννης ὁ ἡσυχαστής, ἀνὴρ θεοφόρος καὶ προορατικὸς ἀληθές, ὅτι ἐν τῷ σπηλαίῳ ποτὲ σφο‐ δρῶς καθεζομένου μου δύο τινὲς ἡγούμενοι Εὐθύμιος καὶ Ἰωσὴφ ὑπὸ Φωτίου σφοδρῶς διωκόμενοι παρέβαλον πρός με· καὶ καθὼς | |
15 | ἔδωκεν ὁ θεός, ἐστήριξα αὐτούς, καὶ τελευταῖον εἰπὼν “ὁ ὑπο‐ μείνας εἰς τέλος, οὗτος σωθήσεται” ἀπέλυσα αὐτούς. τῇ δὲ ἐπιούσῃ νυκτὶ πρὸ τοῦ ἀφυπνῶσαί με παρέστη μοι Αἰθίοψ μέγας καὶ ἀπευκτὸς καὶ ἰδεῖν φρικτός, ὃς ἥπλωσε κρατῆσαι τοῦ λαιμοῦ μου πρὸς τὸ ἀποπνῖξαί με. εὐθὺς δὲ ἐγὼ τὸν τύπον τοῦ σταυροῦ | |
20 | ποιήσας καὶ θαρρήσας ἐκράτησα αὐτὸν ἀπὸ τῆς χειρός, καὶ “τίς εἶ σὺ” λέγων, “καὶ τί τὸ ὄνομά σου, καὶ τίς ὁ ἀποστείλας σε ἐν‐ ταῦθα, καὶ δι’ ἣν αἰτίαν.” αὐτὸν δὲ ἀποκριθέντα εἰπεῖν “ἐγώ | |
εἰμι ὁ δυνατὸς μὲν τοῦ Βελίαρ, ὑπουργὸς δὲ Φωτίου· ὄνομα δέ | 672 | |
673 | μοι Λεβούφας. συνεργὸς γοήτων καὶ φαρμακῶν, ὁδηγὸς μοιχῶν καὶ λῃστῶν, φίλος δὲ Ἑλλήνων καὶ τοῦ ἐμοῦ ἐν κρυπτῷ θεράπον‐ τος Φωτίου. ἀπέστειλε δέ με ὁ ἐξουσιάζων με εἰς ἐκδίκησιν αὐ‐ τοῦ διὰ τὰς χθὲς κατ’ αὐτοῦ ἀτιμίας, τοῦ περιεργάσεσθαί σε, | |
5 | ὅπως μεταμεληθεὶς ἀποδέξῃ αὐτὸν καὶ ἀλλοτριωθῇς τοῦ θεοῦ, καθὼς καὶ ἄλλοις τοῦτο πεποίηκεν πολλοῖς. ἀλλὰ σύ με τῷ ὅπλῳ τοῦ σταυροῦ ἀνίσχυρον ἔδειξας.” τότε ἐγὼ κατήργησα αὐτὸν τῷ τιμίῳ σταυρῷ, καὶ ἄφαντος ἐγένετο. 35. Ἐν μιᾷ νυκτὶ συνέβη γενέσθαι σεισμοὶ μεγάλοι· καὶ | |
10 | αὐτὸς ὁ Φώτιος ἀναβὰς ἐπὶ τοῦ ἄμβωνος δημηγορῆσαι εἶπεν ὅτι οἱ σεισμοὶ οὐκ ἐκ πλήθους ἁμαρτιῶν ἀλλ’ ἐκ πλησμονῆς ὕδατος γί‐ νονται, καὶ ἕκαστος ἄνθρωπος δύο ψυχὰς ἔχει, καὶ ἡ μὲν μία ἁμαρτάνει, ἡ δὲ ἑτέρα οὐχ ἁμαρτάνει. τούτων ἀκούσας ὁ πρω‐ τοασηκρῆτις καὶ ἀπελθὼν εἶπεν τῷ βασιλεῖ ὅτι οἱ δοῦλοι ἡμῶν | |
15 | ἀναγκάζουσιν ἡμᾶς, λέγοντες ὡς ἡμεῖς ἠλπίζομεν μίαν ψυχὴν ἔχειν, καὶ ἐλαμβάνομεν ἑκάστῳ μηνὶ ἀνὰ μοδίους δύο· νῦν δέ, ὡς διδάσκει ἀναφανδὸν ὁ πατριάρχης, δύο ψυχὰς ἔχει ἕκαστος, καὶ δεῖ ἄλλους δύο μοδίους προσθεῖναι ἡμῖν. καὶ ὁ βασιλεὺς γε‐ λάσας εἶπεν “οὕτως δογματίζει ὁ Χαζαροπρόσωπος;” προσκαλεῖ‐ | |
20 | ται οὖν εὐθὺς τὸν πατριάρχην, καὶ πυνθάνεται ὡς δῆθεν θυμού‐ μενος “οὕτως δογματίζεις, ὦ μαρζούκα, δύο τὸν ἄνθρωπον ἔχειν | |
ψυχάς;” ὁ δὲ ταῖς πιθανολογίαις δολερῶς τοῦτον ὑπεισελθὼν | 673 | |
674 | ἔπεισεν ὡς περὶ ἄλλων ὑποθέσεων εἰπεῖν, οὐχὶ δὲ οὕτως. τούτῳ Γρηγόριος ὁ Συρακούσης ἠρώτησε “τί τὸ μαρζούκας σημαίνει;” ὁ δὲ εἶπεν “τὸ μάρ κύων, τὸ ζού σῦρε, τὸ κάς κάσσυμα· τουτέ‐ στι κύων ἕλκων δέρμα.” | |
5 | 36. Ἐργαστηριακὸς δέ τις, ὡς οἱ ἰδόντες καὶ ἀκούσαντες ἐβεβαίωσαν, εἰς τὰς Σοφίας τὴν οἴκησιν ἔχων, ἐπὶ πολλαῖς ταῖς ἡμέραις ψυχορραγῶν καὶ τὴν γλῶτταν καὶ τὰ χείλη καὶ τὰς χεῖ‐ ρας ἐσθίων ἀποψῦξαι οὐκ ἠδύνατο. μικρὸν δὲ ἀνασφήλας εἶπεν “γινώσκετε, ἀδελφοί, ὅτι ὁ πατριάρχης Φώτιος ἐδίδαξέ με μὴ | |
10 | κοινωνεῖν νῆστις. διὸ καὶ ἃ βλέπετε πανθάνω, καὶ ἀποθανεῖν οὐ δύναμαι.” καὶ ταῦτα εἰπὼν ἐξέψυξεν. καὶ ταῦτα μὲν περὶ Φωτίου. 37. Τῷ θʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, τὸν Ὀρύφαν ὕπαρχον ἐν τῇ πόλει καταλι‐ | |
15 | πών· ὃς καὶ τὸν βασιλέα ἤδη τὸ Μαυροπόταμον καταλαβόντα δηλοῖ τὴν τῶν Ῥῶς ἄφιξιν, πλοίων οὖσαν διακοσίων. ὁ δὲ βα‐ σιλεὺς εὐθὺς ὑποστρέφει, μηδὲν ὅλως ἐργασάμενος. 38. Τῷ ιʹ αὐτοῦ ἔτει οἱ Ῥῶς ἔνδοθεν τοῦ Ἱεροῦ φθάσαν‐ τες πολὺν εἰργάσαντο φόνον. περικυκλοῦσιν οὖν τὴν πόλιν· καὶ | |
20 | τοῦ βασιλέως μόλις διαπερᾶσαι ἰσχύσαντος, εὐθὺς σὺν τῷ πα‐ τριάρχῃ Φωτίῳ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν καταλαμ‐ βάνουσι, καὶ μεθ’ ὑμνῳδιῶν τὸ ἅγιον τῆς θεοτόκου ἐξαγαγόντες | |
μαφόριον τῇ θαλάσσῃ ἄκρως προσέβαψαν· καὶ νηνεμίας οὔσης | 674 | |
675 | εὐθὺς ἀνέμων ἐπιφοραὶ καὶ τῆς θαλάσσης ἠρεμούσης κυμάτων ἐπαναστάσεις ἀλλεπάλληλοι ἐγεγόνεισαν, καὶ τὰ τῶν ἀθέων Ῥῶς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. 39. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει διερχομέ‐ | |
5 | νου, καθεζόμενος ὁ πατρίκιος Δαμιανὸς ἐν τῷ ὡρολογίῳ, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. ὁ δὲ θυμωθεὶς τῷ βασιλεῖ κλαίων τοῦτο ἀπήγγειλεν, καὶ ὅτι εἰς ὄνειδος τῆς σῆς βασιλείας οὐκ ἐπηγέρθη μοι. ὁ δὲ βασιλεὺς αὐτῇ τῇ ὥρᾳ ἐξορίζει τὸν παρακοιμώμενον Δαμιανὸν ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ προ‐ | |
10 | βάλλεται Βασίλειον τὸν πρωτοστράτορα αὐτοῦ παρακοιμώμενον. τοῦτο ὁ Καῖσαρ ἰδὼν ἐλυπήθη λίαν, καὶ ἐζήτει ἀποκτεῖναι Βα‐ σίλειον. 40. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐχώρισεν ὁ βασιλεὺς Μιχαὴλ τὸν Βασίλειον τῆς αὐτοῦ γυναικὸς Μαρίας, καὶ δέδωκεν αὐτῷ γυ‐ | |
15 | ναῖκα Εὐδοκίαν τὴν Ἰγγηρίναν, διορισάμενος αὐτῷ κυρίως αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακή, καὶ πάνυ ἠγάπα αὐ‐ τὴν ὡς εὐπρεπῆ. τὴν δὲ προτέραν αὐτοῦ γυναῖκα Μαρίαν, δοὺς χρυσίον καὶ πλοῦτον πολύν, ἀπέστειλεν εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμοσε Βασιλείῳ τοῦ ἔχειν αὐτὴν ἰδίως. | |
20 | ὁ μέντοι Καῖσαρ καὶ ὁ Βασίλειος ὑπεβλέποντο ἀλλήλους, ζητοῦν‐ τες πῶς ἕτερος τὸν ἕτερον ἀνέλῃ. διὸ καὶ ἐλοιδόρει τὸν Καίσαρα | |
Βασίλειος πρὸς τὸν βασιλέα ὡς κατ’ αὐτοῦ μελετῶντα. ὁ δὲ | 675 | |
676 | ταῦτα ὡς λῆρον ἤκουεν. διὸ καὶ σπεύδων πληροφορῆσαι τὸν βα‐ σιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ τοῦ Καίσαρος· καὶ δι’ ὅρκων βεβαιοῦσιν ἀλλήλους τὴν εἰς αὐτοὺς ὁμόνοιαν. ἐπληροφόρει δὲ Συμβάτιον Βασίλειος δι’ | |
5 | ὅρκων φρικτῶν ὅτι τοῦ βασιλέως πολλά σε ἀγαπῶντος βούλεται Καίσαρα προβάλλεσθαι, ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ποιῆ‐ σαι ἀδυνατεῖ. ἐν τούτοις ἀπατηθεὶς ὁ Συμβάτιος γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ, καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορήσας αὐτὸν πῶς ὁ Καῖσαρ βούλεταί | |
10 | σε, φησίν, ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις Βασιλείου βεβαιω‐ θεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. ὁ δὲ Βασίλειος πάντα σκευα‐ σάμενος κατὰ τοῦ Καίσαρος, ἐν δὲ τῇ πόλει μηδὲν ποιῆσαι δυνά‐ μενος, πείθει τὸν βασιλέα κινῆσαι στόλον κατὰ τῆς Κρήτης. καὶ | |
15 | τούτου γινομένου Λέων ὁ φιλόσοφος Βάρδα Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ συντηρεῖν ἑαυτὸν ἀπὸ Βασιλείου. ὁ δὲ Καῖ‐ σαρ τὸν βασιλέα ἐπεφωνεῖτο φείδεσθαι τοῦ Βασιλείου. ἐπεὶ δὲ προέλευσις τοῦ εὐαγγελισμοῦ ἐν τοῖς Χαλκοπρατείοις ἐτελεῖτο, εὐαγγελίου τελεσθέντος ἀνῆλθεν ὅ τε πατριάρχης Φώτιος καὶ ὁ | |
20 | βασιλεὺς σὺν τῷ Καίσαρι καὶ Βασιλείῳ παρακοιμωμένῳ ἐν τοῖς Κατηχουμένοις· καὶ τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον | |
σῶμα καὶ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, βάψαντες ὅ τε | 676 | |
677 | βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅκῳ βεβαιώσαντες τὸν Καίσαρα ἀφόβως συνελθεῖν αὐτοῖς ἐν τῷ ταξει‐ δίῳ. ὁ δὲ φιλόσοφος Λέων φανερῶς παρηγγύα τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς, ἐξερχομένῳ δὲ ἔλεγεν μὴ ὑποστρέφειν. | |
5 | (41) καὶ σημεῖα τῷ τούτου θανάτῳ παρηκολουθήκεσαν. σεισμοῦ γὰρ γεγονότος ἐπεπτώκει τὸ ἄγαλμα ὃ κατὰ τὴν ἁγίαν Ἄνναν τὸ δεύτερον ἐπὶ κίονος ἵστατο· ὅπερ διαγγελθὲν παρὰ Καίσαρος Λέοντι τῷ φιλοσόφῳ σαφῶς διηρμήνευτο, τὸν ἐκ πρώτου ἄνα‐ κτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου. ἀλλὰ καὶ ἐσθὴς αὐτῷ | |
10 | ἐξαποσταλεῖσα παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς τοῦ προσήκον‐ τος μήκους ἐλλείπουσα, ᾗ τινὶ πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο αὐτῇ τί κεκολόβωται; ὡς οἶμαι, φησίν, ἀμφοτέροις τὴν λύσιν προεζωγράφησε, διὰ μὲν τῆς πέρ‐ δικος τὸ πρὸς αὐτὸν δολερόν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν | |
15 | ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. καὶ ὄναρ δὲ ἐθεάσατο τοιοῦτον. ἐδόκει ἑορτασίμου ἡμέρας ὁ Καῖσαρ μετὰ τοῦ βασιλέως τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ προσπεφοιτηκέναι καὶ συνήθους λαμπρότητος. ὡς δὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἦσαν, λαμπροφόροι τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοὺς ἔσω διώπτετό τις ὑπεράνω | |
20 | γηραιὸς θρονιζόμενος, καὶ οὗτος Πέτρος ὁ ἀπόστολος, ᾧ Ἰγνά‐ τιος γονυπετῶν δάκρυσιν ὑπῆν ὑπομιμνήσκων ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ διὰ τὸ πάθος συνδιατεθεὶς αὐτῷ ἔφη τὴν | |
ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσεσθαι. καὶ εὐθὺς ἑνὶ τῶν ἱστα‐ | 677 | |
678 | μένων αὐτῷ δύο χρυσενδύτων ὡσεὶ πραιποσίτοις μάχαιραν ἐπιδί‐ δωσι, καί φησιν τάχει ἐκνεύσας τὸν μὲν βασιλέα τῷ δεξιῷ ἀφώ‐ ρισεν, τὸν δὲ θεόργιστον Καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου, καὶ | |
5 | περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον. 42. Μετὰ γοῦν τὸ πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ ἦλθεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων, καὶ Βασίλειος κατὰ τοῦ Καίσαρος ἐμελέτα. ἦσαν δὲ ἐν τῇ βουλῇ Μαριανὸς ὁ | |
10 | ἀδελφὸς αὐτοῦ καὶ Συμβάτιος ὁ γαμβρὸς τοῦ Καίσαρος καὶ Βάρ‐ δας ὁ ἀδελφὸς Συμβατίου καὶ Πέτρος ὁ Βούλγαρος καὶ Λέων ὁ Ἀσσύριος ἐξάδελφος αὐτοῦ, Ἰωάννης τε ὁ Χάλδος καὶ Κωνσταν‐ τῖνος ὁ Τοξαρᾶς. διέγνω δὲ ταῦτα Ἰωάννης ὁ Νεατοκόμιτος, καὶ δηλοῖ διὰ Προκοπίου τῷ Καίσαρι. ὁ δὲ ἀντιδηλοῖ αὐτῷ “νέος | |
15 | εἶ, καὶ ληρεῖς ἐγείρων ζιζάνια.” ἄϋπνος δὲ ὁ Καῖσαρ διατελέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ καὶ βουλὴν ἐζήτει. Φιλόθεος δὲ ὁ πρωτοσπα‐ θάριος καὶ γενικὸς προσφιλὴς αὐτοῦ ὢν λέγει τῷ Καίσαρι “αὔριον, δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικόν σου χιτῶνα καὶ ὄφθητι | |
20 | τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται.” τοῦ δὲ ἡλίου ἀνατείλαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ | |
βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτόν. | 678 | |
679 | θὼν δὲ Βασίλειος καὶ τῇ χειρὶ κρατήσας εἰσήγαγε πρὸς τὸν βα‐ σιλέα. ὁ δὲ τῷ βασιλεῖ ἔφη “τοῦ λαοῦ παντός, δέσποτα, συνει‐ λεγμένου πρόσταττε διαπερᾶσαι ἐν τῇ Κρήτῃ.” καὶ εὐθὺς ὁ Βα‐ σίλειος ὄπισθεν ἑστὼς δίδωσιν αὐτῷ μετὰ ξίφους. οἱ δὲ λοιποὶ | |
5 | μεληδὸν αὐτὸν κατέκοψαν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶν‐ τος. ἦν δὲ ὡσεὶ ὥρα τρίτη. καὶ εὐθὺς ὑποστρέφουσι πρὸς τὴν πόλιν. ἐλθόντων δὲ αὐτῶν κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, μο‐ ναχός τις ἐφ’ ὑψηλῆς τῆς πέτρας ἐπεφώνει μεγάλως τῷ βασιλεῖ “καλὸν ταξείδιον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιόν σου καὶ συγγενῆ | |
10 | ἀνελών. οὐαί σοι, ὅτι ταῦτα ἐποίησας.” θυμωθεὶς δὲ ὁ βασι‐ λεὺς καὶ ὁ Βασίλειος πέμπουσιν ἀνελεῖν τὸν μοναχόν. οἱ δὲ παρατυχόντες ἔπεισαν τὸν ἀποσταλέντα ἄνουν καὶ δαιμονῶντα εἶναι τὸν μοναχόν. διὸ καὶ μόλις παρῆλθεν ὁ μοναχὸς τῆς τι‐ μωρίας. | |
15 | 43. Τῇ δὲ ἁγίᾳ πεντηκοστῇ ἔστεψεν ὁ βασιλεὺς Μιχαὴλ καὶ Φώτιος πατριάρχης ἐν τῇ ἁγίᾳ Σοφίᾳ Βασίλειον τὸν παρα‐ κοιμώμενον εἰς βασιλέα, τόμον ἀναγνοὺς διὰ Κάστορος ἀσηκρῆτις ἔχοντα οὕτως. “Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου καὶ | |
20 | Βασιλείου ἐμηνύθη μοι, οὐκ ἐν τοῖς ζῶσιν ἤμην. ὅθεν καὶ ἐτε‐ λεύτησεν ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέλω δὲ Βασίλειον τὸν παρα‐ κοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν | |
καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά με καὶ πόθον πρός με πολὺν ἔχοντα, | 679 | |
680 | εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ προνοητήν, καὶ ὑπὸ πάντων εὐφημεῖσθαι ὡς βασιλέα.” καὶ εὐφήμησαν πάντες “Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη.” ὁ δὲ τὸν τόμον ἀναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ καὶ ἐλθὼν εἰς μονὴν ἀνδρῴαν | |
5 | ἔμεινεν μέσον λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ πεσὼν ἐν αὐτῷ ἀπεπνίγη. 44. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος, ἰδὼν ὅτι ἐν‐ επαίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος αὐτοῦ κινεῖται· καὶ συμ‐ βουλευσάμενος μετὰ Γεωργίου τοῦ Πηγάνη αἰτεῖται στρατηγὸς | |
10 | προβληθῆναι, καὶ γίνεται. ἀντ’ αὐτοῦ δὲ προβάλλεται λογοθέ‐ της τοῦ δρόμου ὁ Γοῦμερ. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης καταστρέφουσι τὸν λαὸν καὶ πυρπολοῦσι τὰς χώρας (ἦν γὰρ καιρὸς τοῦ θέρους), εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποκηρύττοντες. τοῦτο μαθόντες οἱ βασιλεῖς γρά‐ | |
15 | φουσι τοὺς λοιποὺς στρατηγοὺς καταπολεμῆσαι αὐτούς. Νικη‐ φόρος δὲ ὁ Μαλέϊνος ἔρριψεν ἔγγραφα μετὰ παντὸς τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσι καὶ μὴ εἰς ἐμφύλιον ἐμπέσωσι πόλε‐ μον. κρατεῖται οὖν ὁ Πηγάνης, καὶ εἰσαχθεὶς ἐν τῇ πόλει ἀπο‐ τυφλοῦται, καὶ καθίζουσιν αὐτὸν ἐν τῷ Μιλίῳ προσαιτεῖν. κρα‐ | |
20 | τεῖται δὲ καὶ ὁ Συμβάτιος παρὰ τοῦ Μαλεΐνου εἰς Κελτζινήν· καὶ εἰσαχθέντος εἰς τὸν ἅγιον Μάμαντα, φέρουσιν τὸν Πηγάνην μετὰ θυμιάματος ὀστρακίνου καπνίζοντα θέαφον, καὶ ἀπαντᾷ | |
καὶ θυμιᾷ τὸν Συμβάτιον. ἀποτυφλοῦται δὲ καὶ αὐτὸς τὸν ἕνα | 680 | |
681 | ὀφθαλμόν, καὶ ἐκκόπτουσι τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ καθίζουσι καὶ αὐτὸν εἰς τὰ Τζαύσου προσαιτεῖν, καὶ μεθ’ ἡμέρας τρεῖς ἄγουσιν αὐτοὺς ἐν τῇ πόλει εἰς τοὺς ἰδίους οἴκους. 45. Ἐκβάλλει οὖν ὁ βασιλεὺς Μιχαὴλ διὰ τοῦ μηχανικοῦ | |
5 | τοῦ λεγομένου Λάμαρι Κωνσταντῖνον τὸν Καβαλῖνον ἐκ τοῦ τά‐ φου, καὶ Ἰωάννην τὸν ἀσεβῆ πατριάρχην μετὰ τοῦ ὠμοφορίου καὶ αὐτὸν ἐκ τοῦ τάφου, καὶ κατακλείει διὰ τοῦ ὑπάρχου ἐν τῷ πραι‐ τωρίῳ, καὶ ἐν ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν καὶ ἀπογυμνώσας ἔτυψε μαγγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἔκαυσεν ἐν τοῖς Μαυριανοῦ. τὴν | |
10 | δὲ λάρνακα τοῦ Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν δια‐ πρίσας ἐποίησε στήθεα ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ τοῦ Φάρου. 46. Τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τῆς ιεʹ ἐπινεμήσεως ἐγεν‐ νήθη Κωνσταντῖνος ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδοκίας τῆς Ἰγ‐ | |
15 | γηρίνης ἔτι περιόντος τοῦ Μιχαήλ· καὶ ἱππικοῦ γενομένου ἐν τῷ ἁγίῳ Μάμαντι ἵππευσεν ὁ βασιλεὺς βένετος, Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρμενίων ὁ πατὴρ Θωμᾶ πατρικίου καὶ Γενεσίου δρουγγαρίου τῆς βίγλας λευκός, πράσινος δὲ Ἀγαλλιανὸς καὶ ῥούσιος ὁ Κρασ‐ σός. νικᾷ δὲ ὁ βασιλεύς. καὶ τί συμβαίνει ἐντεῦθεν; καὶ τοῦτο | |
20 | γὰρ τῆς αὐτοῦ τοῦ βασιλέως τοῦ Μιχαὴλ κακίας ἐστίν, εἰς ὅσον τὴν τῶν Ῥωμαίων ἰσχὺν ἠλάττωσεν. ὁ φιλόσοφος Λέων ὁ Θεσ‐ σαλονίκης γενόμενος πρόεδρος, τῷ βασιλεῖ Θεοφίλῳ συμβουλεύ‐ | |
σας, ὡς ὡρολόγια ἐποίησεν δύο ἐξ ἴσου κάμνοντα· καὶ τὸ μὲν ἓν | 681 | |
682 | ἐπὶ τῷ φρουρίῳ τῷ κατὰ Κιλικίαν τῇ Ταρσῷ πλησιάζον ἀπέθετο, τὸ δὲ ἕτερον ἐν τῷ παλατίῳ ἐφυλάττετο, ἅπερ εἶχον γεγραμμένα εἰς ἑκάστην ὥραν τὰ ἐν Συρίᾳ γενόμενα, οἷον τὴν πρώτην ὥραν εἰ ἐκδρομὴ τῶν Σαρακηνῶν γέγονε, τὴν βʹ εἰ πόλεμος, τὴν γʹ εἰ | |
5 | ἐμπρησμός, τὴν δʹ εἰ ἄλλο τι, καὶ εἰς τὰς λοιπὰς ὁμοίως. ἐκ τῶν γεγραμμένων οὖν δώδεκα ὑποθέσεων εἴ τι κἂν συνέβη ἐν Συ‐ ρίᾳ, ἐν τῇ ὥρᾳ ἐν ᾗ ἡ ὑπόθεσις γέγονεν, ἀνάπτων ἀπὸ τῶν ἐκεῖσε φανός, ἐπεὶ καὶ οἱ φυλάσσοντες καὶ ἀτενῶς καὶ ἀκριβῶς βλέπον‐ τες τὰ τετυπωμένα ἐν αὐτοῖς ἦσαν, μετεδίδοτο εὐθὺς ὁ φανὸς | |
10 | ἀπὸ τοῦ φρουρίου τοῦ λεγομένου Λούλου τοῖς κατὰ τὸν Ἀργαίαν βουνὸν καὶ αὖθις τοῖς κατὰ τὴν Σάμον καὶ τοῖς κατὰ τὸ Αἴγιλον, εἶτα τοῖς κατὰ τὸν Μάμαντα πάλιν βουνόν, ἀφ’ οὗ ὁ Κύριζος, εἶτα ὁ Μώκιλος, ἀφ’ οὗ ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς τοῖς ἐν τῷ παλατίῳ κατὰ τὸν ἡλιακὸν τοῦ Φάρου διαιταρίοις ἀφωρισμένοις ἐν | |
15 | βραχεῖ ἐποίει φανερόν. ἱππευομένῳ οὖν τῷ βασιλεῖ Μιχαήλ, ὡς εἴρηται, ὁ φανὸς ἐσήμανεν ἐκδρομὴν τῶν Σαρακηνῶν. αὐτὸς πρὸς τὸ μὴ τοὺς θεατὰς τοῦ ἱπποδρόμου χαλαρωτέρους τῇ αὔριον γενέσθαι, προσέταξεν μηκέτι τοιούτους φανοὺς ἐνεργεῖν. 47. Ὡς οὖν εἴρηται, νικήσαντος τοῦ βασιλέως ἐπὶ δεῖπνον | |
20 | καθέσθη ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισκιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα εἰς τὸ ἅρμα. εὐθὺς οὖν | |
κελεύει τοῦτον ὁ βασιλεὺς ἀναστῆναι, τὰ τζάγγια δὲ αὐτοῦ σῦραι | 682 | |
683 | καὶ ἑαυτῷ ὑποδῆσαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον βλέ‐ ποντος, ἐπεὶ ὁ βασιλεὺς μετὰ θυμοῦ προσέταξεν καὶ ὁ Βασίλειος ἐπένευσεν, ὑπέδησεν τὰ αὐτά. καὶ λέγει ὁ βασιλεὺς μεθ’ ὅρκου πρὸς Βασίλειον “κάλλιον αὐτῷ πρέπουσιν. καὶ γὰρ οὐκ ἔχω ἐξου‐ | |
5 | σίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι.” καὶ ὠργί‐ ζετο κατὰ Βασιλείου θυμούμενος. δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ “τὸ τῆς βασιλείας σου ἀξίωμα, δέσποτά μου, μέγα ἐστίν, ᾧ ἀναξίως καὶ ἡμεῖς ἐτιμήθημεν· καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό.” καὶ τῷ Βασιλείῳ ἔφη “μὴ λυποῦ ἐπὶ | |
10 | τούτῳ· καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιεῖν.” καὶ πρὸς τοὺς παρόντας εἶπεν “ἆρα οὐ πρέπει αὐτὸν εἶναι βασιλέα; πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος. ἅπαντα δ’ ἁρμόζουσι πρὸς τὴν ἀξίαν. | |
15 | καὶ ὅτι πόσον οὖν κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα!” Βασί‐ λειος δὲ ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. 48. Ἐξελθόντος δὲ τοῦ βασιλέως εἰς κυνήγιον, μοναχός τις δέδωκεν αὐτῷ χαρτίον ἔχον τὴν κατ’ αὐτοῦ μελετωμένην ὑπὸ βασιλέως ἐπιβουλήν, ὥς τινι τῶν ὑπασπιστῶν προσέταξεν ὁ βασι‐ | |
20 | λεὺς τὴν λόγχην κατὰ τοῦ Βασιλείου ῥῖψαι. κατὰ δὲ τὸν καιρὸν τοῦ δείπνου, οὐ μόνον τοῦ νῦν ἀλλὰ καὶ τῶν ἄλλων, ἀφ’ οὗ τῷ | |
οἴνῳ ἐμεθύσθη, πέρα δεινῶν ἐνεκελεύετο, ἀφαιρέσεις ὤτων καὶ | 683 | |
684 | ῥινῶν καὶ κεφαλῶν ποιούμενος· καὶ εἰ μή τινες οἴκτῳ κρατούμενοι τούτων παρημέλουν καὶ πρὸς τὴν αὔριον ἔπεμπον, ἀνάκλησίν τινα καὶ μεταμέλειαν ἐκδεχόμενοι, ὃπερ ἦν, ἀπώλετο ἂν σύμπας ὁ παραμένων τῷ Μιχαήλ. ἀλλὰ καὶ Βασίλειος οὐκ ὀλιγάκις παροι‐ | |
5 | νίας παίγνιον γεγονὼς ἐκαρτέρει καὶ ἔμενεν μετάμελόν τινα γενέ‐ σθαι κατὰ τὸν ἄνδρα. ὀψὲ γοῦν τοῖς πράγμασιν ὑποβλεπόμενος προλαμβάνειν ἐσπούδασεν μᾶλλον ἢ ὑπ’ αὐτοῦ ἀναιρεθῆναι. τῆς δὲ μητρὸς τοῦ Μιχαὴλ Θεοδώρας καλεσάσης τὸν βασιλέα εἰς τὰ Ἀνθεμίου, ὁ Βασίλειος συνεσκεύαζε τὸ κατὰ Μιχαήλ. εἶτα ἐπὶ | |
10 | δεῖπνον τοῦ βασιλέως καθεσθέντος, προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον τοῦ συνδειπνῆσαι αὐτῷ. τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου, ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν, ἀπελθὼν ἐν τῷ κοιτῶνι τοῦ βασιλέως διαστρέφει τὰ κλεῖθρα τῶν θυρῶν δυνα‐ τὸς ὤν, ὡς μὴ κλείεσθαι τὰς θύρας· καὶ ἀπελθὼν πάλιν συνε‐ | |
15 | δείπνει τῷ βασιλεῖ. εἶτα ἀναστὰς ὁ βασιλεὺς Μιχαήλ, τῇ πολλῇ μέθῃ μὴ δυνάμενος περιπατεῖν, χειροκρατούμενος ὑπὸ τοῦ Βασι‐ λείου ἀπῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ. οὗ τὴν χεῖρα φιλήσας ἐξῆλθε Βασίλειος. ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βασιλισκιανὸς τῇ κελεύσει τοῦ βασιλέως ὑπνώσας ἐν τῇ κλίνῃ Ῥεντακίου τοῦ παρακοιμωμένου | |
20 | πρὸς παραφυλακὴν αὐτοῦ. ὁ δὲ κοιτωνίτης Ἰγνάτιος ἀπελθὼν κλεῖσαι αὐτοῦ τὴν θύραν τοῦ κοιτῶνος εὗρεν αὐτὴν διεστραμμένην, | |
καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρίχας αὐτοῦ. | 684 | |
685 | τοῦ δὲ βασιλέως ἐξ οἴνου ὕπνον θανάτῳ παραπλήσιον κοιμωμένου, ἀθρόον ἐλθὼν Βασίλειος μετὰ καὶ ἑταίρων τὰς θύρας ἀνέῳξε. καὶ ἔμφοβος ἐξῆλθεν Ἰγνάτιος ἀνθιστάμενος τῷ Βασιλείῳ μὴ εἰσελ‐ θεῖν. ἐν τούτῳ ἔξυπνος γίνεται ὁ βασιλεύς, καὶ παρευθὺ Ἰωάν‐ | |
5 | νης ὁ Χάλδος κόπτει τὰς χεῖρας αὐτοῦ. ὁ δὲ ἀπελάτης Ἰακω‐ βίτζης τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔρριψεν ἀνωκάτω. τῶν δὲ λοιπῶν ἱσταμένων ἔξω πρὸς παραφυλακήν, ἐπεὶ ἀμφότεροι ἡνώθησαν, Ἀσυλαίων ἔφη πρὸς Βασίλειον “εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ὅμως ζῶντα αὐτὸν εἰάσαμεν. καὶ ἐὰν ζῇ, τί | |
10 | ἀπολογησόμεθα;” καὶ ὑποστρέψας πήσσει τὸ ξίφος κατὰ τῆς καρδίας τοῦ βασιλέως καὶ διαχέει τὰ ἔγκατα αὐτοῦ. κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ συναθροισθέντες ἦλθον μέχρι τοῦ περάμα‐ τος, καὶ ἀνελθόντες διὰ τοῦ τείχους ἦλθον ἕως τοῦ παλατίου, πλὰξ δὲ ἦν φράσσουσα τὸ τεῖχος· καὶ κρατήσας Βασίλειος δύο | |
15 | τῶν μετ’ αὐτοῦ καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθεν μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλόγιος δὲ ὁ Πέρσης συνὼν τῷ Βασιλείῳ ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρδαβάσδῳ ἑταιρειάρχῃ, ὡς ὁ Μιχαὴλ ξίφει ἐτελεύτησεν, καὶ ἄνοιξον τὸν Βασίλειον. ὁ δὲ Ἀρδάβασδος δραμὼν πρὸς τὸν παπίαν, καὶ ἄρας ἀπ’ αὐτοῦ τὰς | |
20 | κλεῖς βιαίως, ἤνοιξεν. καὶ γενόμενος ἔνδον Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας. ταῦτα δὲ γέγονε κατὰ τὴν τρίτην ἡμέραν ἐν τῷ ͵ϛτξβʹ ἔτει, καὶ νυκτὸς τρίτης ὥρας, ἐπινεμήσεως αʹ, | |
καθ’ ἣν ἐπιφώσκουσαν εἶχεν ἡμέραν Θέκλας τῆς πρωτομάρτυρος. | 685 | |
686 | καὶ τῇ ἕωθεν Γρηγόριον τὸν Φιλήμονος ἐποίησε παπίαν· καὶ παρευθὺ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσάγει Εὐδοκίαν τοῦ Ἴγγηρος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέστειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἀπαγάγαι τὴν Δεκαπολίτισσαν πρὸς | |
5 | τοὺς ἰδίους γονεῖς, καὶ Παῦλον ἐπὶ τοῦ κοιτῶνος τοῦ ἐνταφιάσαι τὸν Μιχαήλ· ὃς ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλισμένον ἐν τῷ σα‐ γίσματι τοῦ δεξιοῦ αὐτοῦ ἵππου, οὗ ἤλαυνε, καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν αὐτοῦ θρηνούσας καὶ ἐλεεινολογουμένας αὐτόν. καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασεν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, | |
10 | καὶ ἔθαψεν αὐτόν. Κόσμου ἔτος ͵ϛτξβʹ, τῆς θείας σαρκώσεως ἔτει ͵ωξβʹ, Ῥωμαίων βασιλεὺς Βασίλειος ὀρθόδοξος ἔτη ιθʹ. ἦν δὲ οὗτος τὴν μὲν μορ‐ φὴν τοῦ σώματος ἀνθηρότατος, εὐεκτικός, σύνοφρυς, εὐόμμα‐ τος, σκυθρωπός, μελανόχρους, τὴν ἡλικίαν μέσος τοῦ εὐμήκους, | |
15 | τὰ στέρνα πλατύς, κατηφής, καὶ ὡς ἄν τις εἰκάσῃ, τῶν ἑαυτοῦ συλλογιζόμενος. ὥρμητο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Μακεδο‐ νίας, ἥτις πρότερον μὲν Ὀρεστιὰς ἐκαλεῖτο ἐξ Ὀρέστου υἱοῦ Ἀγα‐ μέμνονος, ὃς ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνή‐ στρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀπεκτονηκὼς λίαν ἐκμέμη‐ | |
20 | νεν, καὶ ἐν τῇ συνελεύσει Ἕβρου Ἄρξου τε καὶ Ἀρτάβου τῶν τριῶν | |
ποταμῶν λουσάμενος τῆς νόσου ἀπήλλακτο· ἔνθα ταύτην οἰκοδο‐ | 686 | |
687 | μήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν. Ἀδριανὸς δὲ Καῖσαρ εὐκτί‐ στοις ἐρύμασιν αὐτὴν μεγαλύνας πόλιν Ἀδριανοῦ μετακέκληκεν. αὔτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπό‐ λεως σταδιάζεται, ἠγκαλισμένη ὄρει τῷ Αἵμῳ, παρ’ ᾧ οἱ τρεῖς | |
5 | ποταμοὶ ἐς μισγάγκειαν οἷον συμβάλλετον ὄμβριμον ὕδωρ. 2. Οὗτος ὁ βασιλεὺς προστάσσει Μαριανῷ ἐπάρχῳ τῷ υἱῷ Πετρωνᾶ, καὶ ἀναγορεύει αὐτὸν μόνον βασιλέα. Ὠορύφας δὲ τοῦ πλωΐμου στρατηγὸς χρηματίζων καὶ καθηγεμών, συνεὶς τὸ πραχθὲν παρὰ Βασιλείου καὶ φιλοδέσποτος ὤν, πρὸς ἐκδίκησιν | |
10 | Μιχαὴλ βασιλέως κεκίνηται. τοῦτον μετακαλεῖται ὁ αὐτοκράτωρ, καὶ τὰ μὲν πρῶτα λόγοις αὐτῷ ἐφυβρίστοις ἐπαπειλεῖ, ἔπειτα ἀπο‐ δοχῆς ἀξιοῖ ἀνθ’ ὧν ὑπὲρ δεσπότου τοιαῦτα τετολμηκέναι προῄ‐ ρηται. ἀλλὰ δὴ καὶ χρόνου προβεβηκότος ἐπ’ αὐτῷ τοσοῦτον πεπληροφόρηται ὥστε καταλιμπάνειν αὐτῷ τὴν πόλιν ἐξιὼν κατ’ | |
15 | ἐχθρῶν. 3. Ἀναγκαῖον δέ ἐστι καὶ παρὰ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους γράψαι. ὁ μὲν οὖν Ἰακω‐ βίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως, καὶ τοῦ ξίφους αὐτοῦ ἐκπε‐ σόντος, καὶ αὐτοῦ μέλλοντος κατελθεῖν εἰς τὸ ἆραι αὐτόν, ὁ ποῦς | |
20 | αὐτοῦ ἐν τῇ σκάλῃ ἐκρατήθη, καὶ θροηθεὶς ὁ ἵππος ἔσυρεν αὐτὸν κατὰ φαράγγων καὶ κρημνῶν καὶ μεληδὸν κατέκοψεν. Ἰωάννης | |
δὲ ὁ Χάλδος στρατηγὸς Χαλδίας γενόμενος, ἐπεὶ κατὰ τοῦ βασι‐ | 687 | |
688 | λέως μελετᾶν ἐφωράθη, ἀνασκολοπίζεται παρὰ Ἀνδρέου στρατη‐ λάτου. ὁ δὲ ἀδελφὸς τοῦ βασιλέως Ἀσυλαίων, ἐξωσθεὶς παρὰ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπηνὴς ὢν καὶ ὠμὸς πρὸς τοὺς αὐτοῦ δούλους μαχαίραις ὑπ’ αὐτῶν ἀνῃρέθη· οὓς κρατή‐ | |
5 | σας ὁ βασιλεὺς καὶ μεληδὸν κατακόψας ἐν τοῖς Ἀμαστριανοῦ ἔκαυσεν. ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενόμενος τὴν ψυχὴν ἀπέρρηξεν. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρ‐ ραιώτας σπαθοκοπηθεὶς τελευτᾷ, καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς | |
10 | τελευτᾷ. 4. Ἐν τῇ ἑορτῇ τῶν Χριστοῦ γέννων προελεύσεως γενομέ‐ νης βαπτίζει ὁ βασιλεὺς διὰ Φωτίου Στέφανον τὸν υἱὸν αὐτοῦ ἐν μεγάλῃ ἐκκλησίᾳ. 5. Τῷ γʹ αὐτοῦ ἔτει, τῇ ἑορτῇ τοῦ ἁγίου Πολυεύκτου, | |
15 | γέγονε σεισμὸς ἐπὶ μʹ ἡμέρας καὶ μʹ νύκτας, καὶ ἐπτωήθησαν πολλαὶ ἐκκλησίαι, μεθ’ ὧν καὶ ἡ ὑπεραγία θεοτόκος ἡ λεγομένη τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόσοφος τυχὼν ἐκεῖ παρῄνει πάντας ἐξελθεῖν· οἱ δὲ μὴ πεισθέντες συνετελέσθησαν ἅπαντες. αὐτὸς δὲ ὁ φιλόσοφος εἰς | |
20 | κίονα ὑπὸ συσταματίου σταθεὶς μετὰ καὶ ἑτέρων δύο ἐσώθη, καὶ ἕτεροι θʹ μόνοι ὑποκάτω τοῦ ἄμβωνος. 6. Φώτιος δὲ ὁ πατριάρχης, ἐλθόντος τοῦ βασιλέως ἐν | |
τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινωνεῖν, λῃστὴν καὶ φονέα | 688 | |
689 | ἔλεγεν καὶ ἀνάξιον τῆς θείας κοινωνίας. ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγε τόμον μετὰ Ῥωμαίων ἐπισκόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσεν· καὶ ἀναβιβάζει πάλιν Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον. | |
5 | 7. Μετὰ τὸ ἐξωσθῆναι τῆς ἐκκλησίας Φώτιον καὶ ἐν τῇ μονῇ τῆς Σκέπης ἐξορισθηνῆναι ἐτροπεύσατο πλάσμα τοιόνδε. γενεθλιαλογήσας τὸν βασιλέα Βασίλειον, ὡς ἀπὸ Τηριδάτου τῆς μεγάλης Ἀρμενίας ἄρχοντος τὴν γενεὰν κατάγοντος, καὶ τὸ βιβλίον βασιλικῇ βιβλιοθήκῃ ἐνθεῖναι διὰ Θεοφάνους τοῦ λεγομένου Σφη‐ | |
10 | νοδαίμονος, βασιλικοῦ κληρικοῦ τότε τυγχάνοντος καὶ τῷ Βασι‐ λείῳ προσκειμένου διὰ σοφίαν καὶ πολυμαθίαν. ἐκλαβόμενος δὲ τὰ πρῶτα στοιχεῖα τῶν ὀνομάτων οὕτως, Βασιλείου Εὐδοκίας Κωνσταντίνου Λέοντος Ἀλεξάνδρου καὶ Στεφάνου, ἃ καὶ ἀνα‐ γινωσκόμενα Βεκλὰς ὀνομάζεται. τούτου τὴν ἀπ’ ἀρχῆς γενεα‐ | |
15 | λογίαν κατά τε χώραν καὶ πράγματα ἀναμαθών, καὶ καταγρα‐ ψάμενος τὸ βιβλίον, καὶ τούτου ἐπιτηδεύμασι παλαιότατον ποιή‐ σας, τῇ βασιλικῇ βιβλιοθήκῃ, ὡς εἴρηται, κατατίθεται διὰ Σφη‐ νοδαίμονος Θεοφάνους. καί ποτε αὐτοῦ τοῦ Σφηνοδαίμονος προσ‐ τάξει βασιλικῇ βιβλίον τι ζητοῦντος, ὡς εὗρεν αὐτὸ καὶ πολυπρα‐ | |
20 | γμονῶν ἠπόρει, τῷ βασιλεῖ ὑποδείκνυσι καὶ φησὶ “τούτου ἄλλος νοῆσαι οὐ δύναται τὰ γεγραμμένα εἰ μὴ Φώτιος.” καὶ εὐθὺς ὁ αὐτὸς ἀποστέλλεται· καὶ ἡ πρόφασις εὐχερής, ὡς εἰ μὴ ἴδω τὸν | |
βασιλέα, οὐ λέγω τί ἐστι τὸ βιβλίον ἢ ἡ τούτου ἐπιγραφή. καὶ | 689 | |
690 | εἰσελθὼν τοῦτο ἀναγινώσκει, καὶ ὡς δι’ ἀγγέλου τοῦτο μεμά‐ θηκεν. τοῦτο πάλιν ἡ πρὸς τὸν βασιλέα Φωτίου οἰκείωσις γί‐ νεται. 8. Τῷ εʹ αὐτοῦ ἔτει τῆς κγʹ τοῦ Νοεμβρίου μηνὸς ἐγεν‐ | |
5 | νήθη Ἀλέξανδρος βασιλεὺς ἀπὸ τῆς Ἴγγηρος Εὐδοκίας, γνήσιος παῖς τοῦ Βασιλείου. ἐκστρατεύει δὲ ὁ βασιλεὺς κατὰ τῶν Ἀγαρη‐ νῶν τῶν εἰς Ἀφρικήν, καὶ πολέμους συνάψας πολλοὺς εἰς πάν‐ τας ἡττήθη καὶ πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλετο. μέλλοντα δὲ κρατηθῆναι καὶ αὐτὸν τὸν βασιλέα Θεοφύλακτος ὁ Ἀβάστακτος | |
10 | διέσωσεν, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ὑποστρέψαντος δὲ τοῦ βασιλέως ἐν τῇ πόλει, ἀπέστειλε Χριστο‐ φόρον γαμβρὸν αὐτοῦ ἐν τῇ Ἀφρικῇ, καὶ νίκην ποιήσας ἐκπόρ‐ θησε ταύτην καταστρέψας ἕως ἐδάφους. 9. Τῷ ϛʹ ἔτει αὐτοῦ Ἰγνάτιος ὁ πατριάρχης τὴν τοῦ Σα‐ | |
15 | τύρου ἐκκλησίαν εἰς ὄνομα τοῦ ἀρχιστρατήγου τοῦ Ἀνατέλλοντος ἐποίησεν· εἶτα καὶ μονὴν αὐτὴν ἀνδρῴαν εἰργάσατο, ἔνθα καὶ ἐτάφη. καὶ Σάτυρος μὲν ὀνομάζεται, ὅτι ἐν μικρῷ διαστήματι τῆς τοιαύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ᾗ ἦν ἱερὸν παρ’ Ἑλλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, οὗ καθ’ ὁμωνυ‐ | |
20 | μίαν διὰ τὸ πλησίον εἶναι τὴν εἰρημένην μονὴν τῷ τοιούτῳ καλεῖ‐ ται ὀνόματι· ἐξ οὗ καὶ τὸ παλάτιον τοῦ Βρύαντος κτίσας Θεό‐ | |
φιλος ὁ βασιλεὺς τὴν ὕλην ἀφελόμενος ταύτην ἐδείματο. Ἀν‐ | 690 | |
691 | τέλλων δὲ καλεῖται δι’ αἰτίαν τοιαύτην. κυνηγοῦντί ποτε Νικη‐ φόρῳ τῷ βασιλεῖ ἐν οἷς ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσιν, ἐν αὐτῷ τῷ τόπῳ χειρωθείσης ἐλάφου ἐν ᾧ νῦν τὸ τῆς μονῆς θυσιαστήριον ἵδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ κίονος βασταζομένη γρά‐ | |
5 | φουσα οὕτως “τοῦτό ἐστιν τὸ ἅγιον θυσιαστήριον τοῦ ἀρχιστρα‐ τήγου Μιχαὴλ τοῦ Ἀνατέλλοντος, ὅπερ ἐνεθρόνισεν ὁ ἅγιος ἀπό‐ στολος Ἀνδρέας.” 10. Τῷ ζʹ καὶ τῷ ηʹ αὐτοῦ ἔτει βαπτίζει ὁ Βασίλειος πάν‐ τας τοὺς ὑπὸ χεῖρα αὐτοῦ Ἑβραίους, διδοὺς αὐτοῖς ἀξίας καὶ δῶρα | |
10 | πολλά. τότε δὲ καὶ τὸν προειρημένον Νικόλαον τὸν προσμονάριον τοῦ ἁγίου Διομήδους ἐποίησεν οἰκονόμον καὶ σύγκελλον, τὸν δὲ ἀδελφὸν αὐτοῦ Ἰωάννην δρουγγάριον τῆς βίγλας, τὸν δὲ ἕτερον ἀδελφὸν Παῦλον ἐπὶ τῆς βασιλικῆς σακέλλης, τὸν δὲ ἕτερον ἀδελ‐ φὸν Κωνσταντῖνον γενικὸν λογοθέτην. | |
15 | 11. Τῷ θʹ αὐτοῦ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν Νέαν ἐκκλησίαν, καὶ ἡ Συράκουσα παρεδόθη τοῖς Σαρακηνοῖς. 12. Τῷ ιʹ αὐτοῦ ἔτει Νικήτας ὁ Ξυληνίτης καὶ ἐπὶ τῆς τραπέζης κατηγορήθη ὡς φιλούμενος παρὰ τῆς Αὐγούστης· ὃς καὶ ἀποκείρεται καὶ μοναχὸς γίνεται. πολλὰ δὲ χαλκουργήματα | |
20 | κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς Νέας ἐκκλησίας· ἀλλὰ καὶ μάρμαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλησιῶν καὶ οἴκων λόγῳ ταύτης ἀνελάβετο. ἐν οἷς στήλη ἵσταται χαλκῆ ἐν τῷ Σενάτῳ | |
σχῆμα ἐπισκόπου φέρουσα· ἐκράτει δὲ ἐν τῇ χειρὶ ῥάβδον ὄφιν | 691 | |
692 | ἐντετυλισμένον ἔχουσαν. ταύτην ἤγαγον ἐν τῷ βεστιαρίῳ· καὶ ἐλθὼν ὁ βασιλεὺς ἔβαλε τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα τοῦ ὄφεως· καὶ ἦν ἔσωθεν ἄλλος ὄφις ζῶν, ὃς καὶ ἔδακε τὸν δάκτυλον τοῦ βασιλέως· καὶ μόλις δι’ ἀντιφαρμάκων ἰάθη. καὶ τὴν στή‐ | |
5 | λην δὲ Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν εἰς ὄνομα αὐτοῦ ἐκτυ‐ πώσας, τοῖς θεμελίοις τῆς Νέας ἐκκλησίας ὡς θυσίαν ἑαυτὸν τῷ θεῷ προσῆξεν. 13. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐκστρατεύει πάλιν κατὰ Μελιτη‐ νῶν, καὶ πολλοὺς πολέμους κατορθώσας καὶ αἰχμαλωσίαν πολλὴν | |
10 | λαβὼν ὑπέστρεψεν. 14. Τῷ ιβʹ αὐτοῦ ἔτει τελευτᾷ ὁ πατριάρχης Ἰγνάτιος, καὶ πάλιν Φώτιος ἀναβιβάζεται. 15. Τῷ ιγʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς κατὰ Γερ‐ μανικίαν, καὶ ταύτην αἰχμαλωτεύσας ὑπέστρεψεν. τελευτᾷ δὲ | |
15 | Κωνσταντῖνος υἱὸς Μιχαὴλ ὁ ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ θρηνήσας ἀπέθετο ἐν τοῖς τάφοις τῶν βα‐ σιλέων. 16. Τῷ ιδʹ αὐτοῦ ἔτει, μηνὶ Μαΐῳ αʹ, ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία παρὰ Φωτίου πατριάρχου. | |
20 | 17. Τῷ ιεʹ αὐτοῦ ἔτει Λέων ὁ Σαλιβαρᾶς συνοψίζει Φω‐ τίῳ πατριάρχῃ Θεόδωρον μοναχὸν τὸν Σανταβαρηνόν, ὃς ὑπὸ | |
Φωτίου μετὰ τοῦτο γέγονεν ἀρχιεπίσκοπος Εὐχαΐτων, ὡς εὐλαβῆ | 692 | |
693 | καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον Βα‐ σιλείῳ βασιλεῖ μεσιτεύει· εἰς ὃν ὁ βασιλεὺς ἀρεσθείς (πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο) εἶχεν ἐν τιμῇ πολλῇ. ὃς ἀθυ‐ μοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κωνσταν‐ | |
5 | ίνου, διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγ‐ γέλλετο δεῖξαι ζῶντα. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερ‐ χομένῳ τῷ βασιλεῖ φάντασμα συνηντήθη ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν τῷ εἴδει τοῦ Κωνσταντίνου· ὃ καὶ ὀφθαλμοῖς ἰδὼν καὶ περιπλακεὶς κατεφίλησεν. καὶ γεγονότος ἀφανοῦς, αὐ‐ | |
10 | τὸν ἰδεῖν ὑπελάμβανε, καὶ ὡς οὐ πεπλάνητο. διὸ καὶ μονὴν ἐκεῖσε τίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. 18. Τούτοις καὶ ἑτέροις πλείστοις ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένος ὁ Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν κεκτῆσθαι εἰς ἑαυτὸν πολλήν. οὗτος ὁ περιώνυμος Σανταβαρη‐ | |
15 | νός, ὃς ὑπ’ αὐτοῦ τοῦ Φωτίου κατὰ δευτέραν αὐτοῦ τυραννίδα ἐπίσκοπος Εὐχαΐτων ἐγένετο, Μανιχαίου υἱὸς καὶ Μανιχαῖος ὤν, καὶ ὡς νεώτερος διὰ Βάρδα τοῦ Καίσαρος τὴν κεφαλικὴν τιμω‐ ρίαν διαφυγὼν τῇ τῶν Στουδίου μονῇ ἐπὶ διορθώσει ἀπεδόθη· ὁ δὲ καὶ μοναχῶν σχῆμα περιβαλόμενος οὐδ’ ὅλως τῆς κακίας, ἀνέ‐ | |
20 | νευσεν. κατὰ μέντοι τὴν πρώτην τυραννίδα Φωτίου καὶ ἡγούμε‐ νος ἐν αὐτῇ τῇ μονῇ γίνεται· ὑφ’ οὗ καὶ πάντες οἱ εὐλαβεῖς τῆς | |
μονῆς ἔφυγον, τὴν κοινωνίαν Φωτίου μὴ καταδεχόμενοι. τοῦ | 693 | |
694 | μέντοι Φωτίου τῆς πατριαρχίας διωχθέντος καὶ ὁ Σατανώνυμος ἐκεῖνος τῆς μονῆς ἀπηλάθη. εἶτα εἰσοικίζεται Φωτίῳ, καὶ φησὶ “χρῆσαί τινι τῶν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, καὶ λαβὼν ταῦτα τὰ ὕδατα ἃ ἐσκεύασα ῥανάτω ἐπὶ τοῦ κοιτῶνος· καὶ ὄψει αὐτίκα | |
5 | τὸν βασιλέα καταδεδουλωμένον τῇ ἀγάπῃ σου. καὶ μετὰ ταῦτα ἀγώνισαι ὅπως ἴδω αὐτὸν ἅπαξ, καὶ ποιήσω σε ἐπανελθεῖν εἰς τὴν προτέραν σου τιμήν.” τούτου οὖν γενομένου, πρωῒ πρωῒ τοὺς υἱοὺς αὐτοῦ εὐχῆς χάριν καὶ χρυσίον ἀπέστειλεν Φωτίῳ, καὶ εἰς τὴν Μαγναύραν κατῴκισε, καὶ συνεχῶς ὡμίλει, καὶ παρρη‐ | |
10 | σίας τοσαύτης μετέδωκεν ὡς καὶ τοὺς οἰκείους αὐτῷ πάντας ἐν τῷ παλατίῳ ἐπιστῆναι ὀφφικίοις. ἐντεῦθεν καὶ τὸν ἀρχιμάγον Σαν‐ ταβαρηνὸν ὡς ἅγιον καὶ εὐλαβῆ καὶ διορατικώτατον συνοψίζει καὶ προσοικειοῖ. 19. Τῷ ιϛʹ αὐτοῦ ἔτει ἠγάγετο ὁ βασιλεὺς γυναῖκα Λέοντι | |
15 | τῷ βασιλεῖ Θεοφανὼ τὴν θυγατέρα Μαρτινακίου, καὶ στέψας τοὺς γάμους ἐποίησε ἐν τῇ Μαγναύρᾳ. 20. Τῷ ιζʹ αὐτοῦ ἔτει αἱ τῶν Σαρακηνῶν ναυστολίαι καὶ Ἰταλίας καὶ Σικελίας καὶ τῶν λοιπῶν χωρῶν ἐπῆλθον· ὑφ’ ὧν συνέβη τι τοιοῦτον. Σαλδανὸς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς τὴν | |
20 | Βάρην κρατήσας, ἥτις ἐστὶ πόλις μεγάλη τῶν Ῥαουσαίων, καὶ ἐν αὐτῇ κατοικήσας πολλὰς ἑτέρας πόλεις καὶ χώρας κατελυμήνατο. | |
γράφει οὖν ὁ βασιλεὺς τῷ ῥηγὶ Φραγγίας ἐπικουρῆσαι τῷ ὑπ’ αὐ‐ | 694 | |
695 | τοῦ ἀποσταλέντι στόλῳ κατὰ τῶν Ἀγαρηνῶν. καὶ δὴ πολέμου κροτηθέντος ἁλίσκεται μὲν τὸ κάστρον καὶ ἡ χώρα, ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Σαλδανὸς καὶ ὁ ὑπ’ αὐτὸν λαός. τοῦτον τὸν Σαλδα‐ νὸν ὁ ῥὴξ ἐν Καπύῃ ἀπάγει, καὶ ἐπὶ διετίαν τῷ ῥηγὶ συνὼν παρ‐ | |
5 | ρησίας καὶ συνδιαιτήσεως ἐπέλαχε. ὁ δὲ πανοῦργος ὢν ἐκ τῆς ἑτέρων διαβολῆς ἔγνω σωτηρίαν ἑαυτῷ πραγματεύσασθαι. τοῖς γὰρ ἄρχουσι Καπύης καὶ Βενεβενδοῦ λέγει ἐν μυστηρίῳ “βούλομαι ὑμῖν εἰπεῖν ἀπόρρητον βούλευμα τοῦ ῥηγός, δέδοικα δὲ τὸν ἐκ μηνύσεως κίνδυνον.” τῶν δὲ διομοσαμένων ἀνέκφορον ποιήσασθαι | |
10 | τὸ λαλούμενον, φησὶ “πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν Φραγ‐ γίας ὁ ῥὴξ σιδηροδεσμίους συντόμως ἀποστέλλει.” τῶν δὲ μὴ πιστευσάντων ἀλλὰ ζητούντων ἔτι σαφεστέραν κατάληψιν, αὖθις ὁ Σαλδανὸς πρὸς τὸν ῥῆγά φησιν ὡς οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατάσχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα | |
15 | ἐπιχωριάζουσιν· ἀλλ’ εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, πρὸς Φραγγίαν τούτους δεσμίους ἀπόστειλον. πεισθεὶς οὖν ὁ ῥὴξ ἁλύ‐ σεις διωρίσατο συντόμως χαλκευθῆναι ὡς ἐπὶ χρείᾳ κατεπειγούσῃ τινί. ἰδὼν οὖν ὁ Σαλδανός φησι πρὸς τοὺς ἄρχοντας “οὐδὲ ἔτι μοι πιστεύετε;” γνόντες οὖν οἱ ἄρχοντες ἀληθεύειν τὸν βάρβαρον, | |
20 | ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελ‐ θόντος κλείουσι κατ’ αὐτοῦ τὰς πύλας· ὁ δὲ πρὸς τὴν ἰδίαν χώ‐ ραν ἀπαίρει λυπούμενος. καὶ ὁ Σαλδανὸς τὴν χάριν τῆς μηνύσεως | |
ἀπαιτεῖ· ἡ δὲ ἦν τὸ πρὸς τὴν οἰκείαν πατρίδα συγχωρηθῆναι αὐ‐ | 695 | |
696 | τὸν ἀπελθεῖν. τὴν οἰκείαν οὖν ἀρχὴν ἀπολαβὼν καὶ τοῦ κακὸς εἶναι μὴ ἐκστὰς ἐκστρατεύει κατὰ Καπύης καὶ Βενεβενδοῦ. οἱ δὲ πρὸς τὸν ῥῆγα διαπρεσβεύονται. ἀλλὰ μεθ’ ὕβρεως ἀποπέμπον‐ ται. στέλλουσιν οὖν πρὸς τὸν βασιλέα. ὁ δὲ θᾶττον ἐκπέμπει | |
5 | τὸν πρεσβευτήν, δηλῶν προσδέχεσθαι συντόμως τὴν ἐκεῖθεν βοή‐ θειαν. γίνεται τοῖς πολεμίοις ἐγκρατὴς ὁ τῆς ἀγγελίας διάκονος. λέγει οὖν πρὸς αὐτὸν ὁ Σαλδανὸς “εἰ ὑπηρετήσῃς μου τῷ βουλή‐ ματι, καὶ σωτηρίας ἀξιωθήσῃ καὶ δωρεῶν ἀπολαύσῃ πολλῶν.” τοῦ δὲ συνθεμένου “βούλομαι” ἔφη “στῆναί σε τοῦ κάστρου ἐκτός, | |
10 | καὶ τοῖς ἔνδον εἰπεῖν ὡς ἐγὼ μὲν τὴν διακονίαν μου ἐξεπλήρωσα, ἀλλ’ ἐκ τοῦ βασιλέως βοήθειαν μὴ προσδέχεσθε· οὐ γὰρ ἤκουσεν τῆς δεήσεως ὑμῶν.” ὁ δὲ πλησίον τοῦ τείχους μετὰ τῶν ὑπηρε‐ τῶν τοῦ Σαλδανοῦ γενόμενος καὶ τοὺς πρώτους παραγενέσθαι τῆς πόλεως αἰτησάμενος ἔφη “εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος | |
15 | καὶ ἐν χερσὶν ἡ σφαγή, ἀλλ’ ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. πλὴν αἰτῶ καὶ ὁρκίζω ὑμᾶς ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ νῦν ταῖς τῶν πολεμίων περιεσχέθην χερσίν, ἀλλ’ ὅμως τὴν διακονίαν μου ἐξεπλήρωσα καὶ τὴν παρ’ ὑμῶν πρεσβείαν τῷ βασιλεῖ Ῥω‐ | |
20 | μαίων προσήγαγον, καὶ συντόμως προσδέχεσθε τὴν ἐκεῖθεν βοή‐ θειαν. διὸ στῆτε γενναίως καὶ μὴ δειλανδρήσητε· ἔρχεται γὰρ ὁ ὑμᾶς ῥυσόμενος, εἰ καὶ μὴ ἐμέ.” ταῦτα οἱ τοῦ Σαλδανοῦ ἀκού‐ σαντες καὶ πρὸς τὴν ἀπάτην ἐμμανέντες εὐθὺς αὐτὸν τοῖς ξίφεσι | |
κατακόπτουσι. φοβηθεὶς οὖν ὁ Σαλδανὸς τὴν ἐκ τοῦ βασιλέως | 696 | |
697 | προσδοκωμένην δύναμιν ἔλυσε τὴν πολιορκίαν καὶ πρὸς τὴν οἰκείαν χώραν ὑπέστρεψεν. 21. Τῷ ιηʹ αὐτοῦ ἔτει Λέων ὁ βασιλεὺς κατηγορεῖτο παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τὸν ἴδιον πατέρα τρόπῳ τοιῷδε. | |
5 | νουνεχὴς ὢν καὶ εὐσεβῶς τὸν βίον διαπερῶν τὰ γινόμενα παρὰ τοῦ Σανταβαρηνοῦ κατεγίνωσκε, καὶ ἐμέμφετο αὐτὸν καὶ ἀπεστρέ‐ φετο. ἐπεὶ ἐκεῖνος δὲ τὸ μῖσος τούτου ὑπενεγκεῖν οὐχ ὑπέφερεν, ὑφορώμενος διαβολὴν αὐτοῦ πρὸς τὸν βασιλέα γενήσεσθαι, τί τεχνάζεται; μάχαιραν μεγάλην, τὸ δὴ λεγόμενον παραμήριον, | |
10 | ποιήσας καὶ ποικίλως ἐπισκευάσας δίδωσι τῷ Λέοντι, εἰπὼν “οἶδα ὅτι πολλάκις εἰς κυνήγιον ἐμπίπτει σοι ζῷον μόνῳ, καὶ μὴ ἔχων μάχαιραν σφάξαι αὐτὸ ἀπόλλυται. βάσταζε οὖν αὐτό. ἴσως καὶ ὁ βασιλεὺς ὁ πατήρ σου ἐπαινέσει σοι.” πεισθεὶς οὖν τῷ ἀλά‐ στορι ὁ Λέων λαμβάνει τὴν μάχαιραν. ἀπέρχεται οὖν ὁ δόλιος | |
15 | Σανταβαρηνός, καὶ διαβάλλει τοῦτον πρὸς τὸν πατέρα αὐτοῦ, ὡς ὁ Λέων ὁ υἱός σου παραμήριον βαστάζει, καὶ ἡνίκα μοναζευθῇ μετὰ σοῦ, ὁρμᾶν ἔχει τοῦ σφάξαι σε.” τοῦτο ἀκούσας ὁ βασι‐ λεὺς καὶ ἐρευνήσας καὶ εὑρὼν ἀπέκλεισεν αὐτὸν ἐν τῷ Μαργαρίτῃ, βουλόμενος ἐκτυφλῶσαι, εἰ μὴ Φώτιος ὁ πατριάρχης μετ’ ἄλλων | |
20 | πολλῶν τῆς συγκλήτου τοῦτο διεσκέδασαν. τοὺς δὲ ἀνθρώπους αὐτοῦ πάντας πολλὰ τιμωρήσας, ὡς οὐδὲν εὑρέθη τῆς κατηγορίας | |
ἀληθές, ἐξώρισεν. ἐποίησε δὲ ἀπὸ ὄψεως μῆνας τρεῖς, θρηνῶν | 697 | |
698 | καὶ ὀδυρόμενος καὶ δι’ ἐπιστολῶν πολλῶν δυσωπῶν τὸν βασιλέα. καὶ τῆς ἑορτῆς τοῦ ἁγίου Ἠλιοὺ φθασάσης, ἐπεὶ πίστιν μεγάλην ἔσχεν ὁ βασιλεὺς εἰς τὸν ἅγιον, ἀποσυνοψίζει Λέων τῷ τρόπῳ τούτῳ. ἦν τι ζῷον πτηνὸν ἐν ταλάρῳ πλεκτῷ κατὰ τὰ βασίλεια | |
5 | αἰωρούμενον, μιμηλὸν καὶ πολύφωνον, ὃ ψιττακὸς ὀνομάζεται, ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτ’ ἄλλως πως πολλάκις “αἲ αἲ κύριε Λέων” ἐφθέγγετο. πανδαισίας δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαν‐ | |
10 | τες οἱ δαιτυμόνες καὶ τῆς εὐωχίας παυσάμενοι ἐπὶ συννοίας ἐκά‐ θηντο. οἷς προσέχων ὁ βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο. οἱ δὲ δακρύων ὑποπλησθέντες “τίνα βρῶσιν” εἶπον “φαγούμεθα, οὕ‐ τως ὑπὸ τῇ φωνῇ τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι οἱ δοκοῦντες ἡμεῖς λογικοὶ καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακα‐ | |
15 | λεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μὴ ἀδικήσαντος δεσπότου ἐλάβομεν. εἰ μὲν γὰρ ἐλέγχεται ἀδικῶν καὶ κατὰ τῆς πατρικῆς κεφαλῆς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες αὐτοῦ ἡμεῖς πάντες γενώμεθα, καὶ τοῦ αἵματος αὐτοῦ μὴ λαβώμεθα κόρον. μέχρι τίνος ἡ συκοφάντις γλῶσσα κατ’ αὐτοῦ δυναμωθήσεται;” | |
20 | μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθε‐ σθῆναι τούτους προσέταξεν καὶ σκοπῆσαι περὶ τοῦ πράγματος | |
ἐπηγγείλατο. μετ’ οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει | 698 | |
699 | τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει αὐτόν, καὶ τὴν πένθιμον ἀμεί‐ βει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεθῆναι κελεύει, καὶ τὴν προτέραν τῆς βασιλείας τάξιν καὶ τιμὴν ἀποδίδωσι. καὶ τῆς προελεύσεως τοῦ ἁγίου Ἠλιοὺ γενο‐ | |
5 | μένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐπεφωνοῦντο “δόξα σοι ὁ θεός.” καὶ ὁ βασιλεὺς εἶπεν “δοξάζετε τὸν θεὸν ὑπὲρ τοῦ υἱοῦ μου. πολλὰς θλίψεις ὑπ’ αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας διελ‐ θεῖν.” 22. Τῷ ιθʹ ἔτει αὐτοῦ μελετᾶται ἀνταρσία παρὰ Ἰωάννου | |
10 | τοῦ Κουρκούα δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντα παρὰ τοῦ ἐν Βλαχέρναις ἐγκλείστου. ἦσαν δὲ μετ’ αὐτοῦ ἄρχον‐ τες μέχρι τῶν ξϛʹ, μεθ’ ὧν ὁ Μιχαὴλ ὁ ἑταιρειάρχης καὶ ὁ Κα‐ τούδης καὶ ὁ Μυξιάρης καὶ ὁ Βαβούτζικος. τούτους κρατήσας πάντας ἐν τῷ ἱπποδρομίῳ ἔτυψε καὶ ἐκούρευσε καὶ τὰς ὑπολει‐ | |
15 | φθείσας τρίχας ἔκαυσε καὶ πομπεύσας ἐξώρισε. 23. Τοῦ δὲ βασιλέως ἐν κυνηγίῳ ἐξελθόντος, ἔλαφος παμμεγέθης ἀναφανεὶς ἦρε τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵππου μετὰ τοῦ κέρατος. φθάσας δέ τις καὶ τὴν ζώνην μετὰ τῆς σπάθης κόψας τοῦτον ἐρρύσατο. ὃν καὶ μετὰ τὴν ὑποστροφὴν | |
20 | ἀπεκεφάλισεν, εἰπὼν “μὴ γύμνου κατὰ βασιλέως ξίφος.” ἐκ δὲ τοῦ σπαραγμοῦ τοῦ ἐλάφου νοσηλευθεὶς ὁ βασιλεὺς Βασίλειος τε‐ | |
λευτᾷ, φάμενος τῷ υἱῷ αὐτοῦ καὶ διαδόχῳ Λέοντι καὶ Στυλιανῷ | 699 | |
700 | τῷ ἐπιτρόπῳ τῶν βασιλέως υἱῶν, ὅτι Φώτιος ὁ ἀνίερος καὶ ὁ συμ‐ μύστης αὐτοῦ Σανταβαρηνὸς τοῦ θεοῦ με μακρύναντες, καὶ ἀλλό‐ τριον τῆς δικαίας γνώσεως ποιήσαντες, εἰς τὴν ἴσην μετ’ αὐτῶν κόλασιν ἐπεσπάσαντο. καὶ ταῦτα εἰπὼν ἐξέψυξεν, καταλιπὼν | |
5 | Λέοντα καὶ Στέφανον καὶ Ἀλέξανδρον. Κόσμου ἔτος ͵ϛτπηʹ, τῆς θείας σαρκώσεως ἔτη ωπηʹ, Ῥωμαίων βασιλεὺς Λέων ἔτη κεʹ μῆνας θʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρε‐ φόμενος παρ’ αὐτοῦ καὶ παιδευόμενος. ὁ δὲ Λέων μετὰ τὸ αὐτο‐ | |
10 | κρατορῆσαι ἀπέστειλεν Ἀνδρέαν τὸν στρατηλάτην μετὰ κηρῶν πολ‐ λῶν κληρικῶν τε καὶ συγκλητικῶν ἐν Χρυσοπόλει, καὶ ἤγαγεν μετὰ σπουδῆς πολλῆς καὶ τιμῆς καὶ ὕμνων τὸ λείψανον Μιχαὴλ τοῦ βασιλέως, καὶ ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ἐν λάρ‐ νακι. Φώτιον δὲ τὸν πατριάρχην ἐπίβουλον φωραθέντα τῆς ἐκ‐ | |
15 | κλησίας ἐκβάλλει, καὶ ἐν τῇ μονῇ τῶν Ἀρμενιακῶν τῇ λεγομένῃ τοῦ Γόρδονος περιορίζει· ἔνθα καὶ τελευτᾷ. χειροτονεῖ δὲ Στέ‐ φανον σύγκελλον, τὸν ἴδιον αὐτοῦ ἀδελφόν, διά τε Θεοφάνους τοῦ πρωτοθρόνου καὶ λοιπῶν ἀρχιερέων· ὃς καὶ ἔζησεν ἔτη ϛʹ καὶ μῆνας εʹ, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Σικεῶν. γέγονε δὲ ἐμ‐ | |
20 | πρησμὸς πλησίον τῶν Σοφιῶν καὶ τῆς Σιδηρᾶς, ἐμπρησθέντος καὶ τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὃν αὐτὸς ὁ Λέων λαμπρῶς ἀνε‐ | |
καίνισεν. ἄγει δὲ Θεόδωρον τὸν Σανταβαρηνὸν ἀπὸ Εὐχαΐτων ἐν | 700 | |
701 | τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος κινοῦσι κατ’ αὐτοῦ καὶ τοῦ Φωτίου, ὡς λοιδορηθέντος τοῦ βασι‐ λέως Λέοντος ὑπ’ αὐτῶν εἰς Βασίλειον τὸν βασιλέα τὸν πατέρα αὐτοῦ. καὶ τῆς συγκλήτου καταψηφισαμένης αὐτῶν, τὸν μὲν | |
5 | Φώτιον εἴασαν εἰς τοῦ Γόρδονος, τὸν δὲ Σανταβαρηνὸν τύψαντες ἐξώρισαν ἐν Ἀθήναις. εἶτα ἀποστείλας ἐξόπισθεν ὁ βασιλεὺς ἐτύ‐ φλωσεν αὐτὸν καὶ ἐν τῇ ἀνατολῇ ἐξώρισεν. μετὰ πολλοὺς δὲ χρό‐ νους παρακληθεὶς τοῦτον εἰσήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξεν λαμβάνειν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. | |
10 | 2. Τῷ βʹ αὐτοῦ ἔτει τῆς Λαγουβαρδίας διαστασιασάσης ἀπεστάλη Κωνσταντῖνος ὁ τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι· καὶ συμβολῆς γενομένης μόνος αὐτὸς ὁ Κωνσταντῖνος μόλις ἠδυ‐ νήθη διαφυγεῖν, τῶν ἄλλων σφαγέντων καὶ κρατηθέντων. γέγονε δὲ καὶ ἔκλειψις ἡλιακή, ὡς καὶ νύκτα γενέσθαι ἐπὶ ὥρας γʹ καὶ | |
15 | τοὺς ἀστέρας φαίνεσθαι. γεγόνασι δὲ καὶ ἄνεμοι σφοδροὶ καὶ ἀστραπαὶ καὶ βρονταί, ἐξ ὧν ἐκάησαν ἐν τῷ φόρῳ ἄνθρωποι ἑπτά. 3. Τῷ γʹ αὐτοῦ ἔτει ἐπολιορκήθη ἡ Σάμος τὸ κάστρον ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ αἰχμαλωτίσθη ὁ στρατηγὸς αὐτοῦ ὁ | |
20 | Πασπαλᾶς. συμφιλιωθεὶς δὲ ὁ βασιλεὺς Ζωῇ τῇ θυγατρὶ τοῦ Ζαούτζα προχειρίζεται αὐτὸν βασιλεοπάτορα, αὐτὸς καινουργή‐ σας τὸ ὄνομα. Συμεὼν ὁ ἄρχων Βουλγαρίας ἐκστρατεύει κατὰ Ῥωμαίων, καὶ πολεμηθεὶς παρὰ τῶν Τούρκων ἡττήθη, καὶ πᾶσα | |
ἡ αἰχμαλωσία ἠγοράσθη παρὰ τοῦ βασιλέως. εἶτα πάλιν τρέπει | 701 | |
702 | τοὺς Τούρκους, καὶ μετὰ αἰτήσεως ἀναλαμβάνεται τοὺς αἰχμα‐ λώτους, καὶ ποιεῖ εἰρήνην. καὶ μετ’ ὀλίγον ἀνατραπείσης πάλιν τῆς εἰρήνης γίνεται πόλεμος εἰς τὸ Βουλγαρόφυγον, καὶ τροπῆς δημοσίας γενομένης πάντες ἀπώλοντο, καὶ ὁ πρωτοβεστιάριος | |
5 | Θεόδωρος. Στεφάνου τελευτήσαντος πατριάρχου χειροτονεῖται ἀντ’ αὐτοῦ πατριάρχης Ἀντώνιος ὁ λεγόμενος Καυλέας. 4. Τῷ ζʹ αὐτοῦ ἔτει ἔσφαξαν οἱ Χερσωνῖται τὸν στρατη‐ γὸν αὐτῶν. παρελήφθη καὶ τὸ κάστρον τὸ Κόρον ἐν Καππαδο‐ κίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. ὁ βασιλεὺς Λέων πρόκενσον ποιήσας εἰς | |
10 | τὰ Δαμιανοῦ, συνόντος καὶ τοῦ παραδυναστεύοντος Ζαούτζα καὶ τῆς θυγατρὸς αὐτοῦ Ζωῆς ἅμα τῷ βασιλεῖ (ἡ γὰρ πρώτη αὐτοῦ γαμετὴ Θεοφανὼ ἐν τῇ ἁγίᾳ σορῷ τῶν Βλαχερνῶν προσεκαρτέρει εὐχομένη), συμβούλιον ἐποίησαν οἱ τοῦ Ζαούτζα συγγενεῖς, ὅ τε Τζάντζης καὶ οἱ λοιποί, φονεῦσαι τὸν βασιλέα. ἡ Ζωὴ δὲ μετὰ | |
15 | τοῦ βασιλέως καθεύδουσα, ὡς ᾔσθετο τὸ δεινόν, ἐξύπνισεν αὐ‐ τόν· καὶ παρευθὺ εἰς πλοῖον διεπέρασαν εἰς Πηγάς, καὶ τὸ πρωῒ τάχιον εἰσῆλθεν εἰς τὸ παλάτιον. 5. Τούτῳ τῷ ἔτει τελευτᾷ Θεοφανὼ Αὐγοῦστα, βασιλεύ‐ σασα ἔτη ιβʹ· ἣν μετ’ οὐ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ θεὸς θαυ‐ | |
20 | ματουργὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ ἐν ἐλεη‐ μοσύναις καὶ προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ θεῷ. | |
ἔστεψεν δὲ Λέων ὁ βασιλεὺς τὴν δευτέραν αὐτοῦ γυναῖκα Ζωὴν | 702 | |
703 | τὴν θυγατέρα τοῦ Ζαούτζα, καὶ εὐλογεῖται μετ’ αὐτῆς παρά τινος κληρικοῦ τοῦ ἐπίκλην Σινεύπης. καὶ ὁ μὲν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἐβασίλευσεν ἔτος αʹ μῆνας ηʹ, καὶ ἐτελεύτησεν. ἐφεῦρον δὲ λάρνακα εἰς τὸ ἀποτεθῆναι τὸ σῶμα αὐτῆς, ἔχουσαν ἔσωθεν γράμ‐ | |
5 | ματα κεκολαμμένα γράφοντα οὕτως “θυγάτηρ Βαβυλῶνος ἡ τα‐ λαίπωρος.” πλησίον δέ, τοῦ Μαΐου μηνός, οἰκοδομήσας ναόν, τὴν ἁγίαν Ζωήν, κατατίθησιν αὐτήν. καὶ πλησίον τῶν ἁγίων ἀποστόλων ἐξωνησάμενος οἰκήματα Λέων ὁ βασιλεὺς κτίζει ἐκκλη‐ σίαν περικαλλῆ εἰς ὄνομα Θεοφανῶ τῆς πρώτης αὐτοῦ γυναικός, | |
10 | καὶ κατατίθησι καὶ ταύτην ἐκεῖ. 6. Τῷ θʹ αὐτοῦ ἔτει ἐπιβουλῆς γενομένης Λέοντι τῷ βα‐ σιλεῖ παρὰ τῶν συγγενῶν τοῦ Ζαούτζα, καὶ διαγνωσθείσης, πάν‐ τας κρατήσας ἐξώρισεν, καὶ ἐξωλόθρευσεν τὴν συγγένειαν τοῦ Ζαούτζα ἅπασαν. | |
15 | 7. Τῷ ιʹ αὐτοῦ ἔτει τελευτᾷ Ἀντώνιος πατριάρχης, καὶ χειροτονεῖται Νικόλαος πατριάρχης μυστικὸς τοῦ βασιλέως. τότε καὶ ἡ Δημητριὰς παραλαμβάνεται ὑπὸ Δαμιανοῦ τοῦ Ἀγαρηνοῦ. στέφει δὲ ὁ βασιλεὺς Ἄνναν θυγατέρα Ζωῆς τῆς τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια μὴ οὔσης Αὐ‐ | |
20 | γούστης. 8. Τῷ ιαʹ ἔτει αὐτοῦ ἠγάγετο ὁ βασιλεὺς τρίτην ἑαυτοῦ | |
γυναῖκα τὴν ἀπὸ τοῦ Ὀψικίου Εὐδοκίαν, στέψας αὐτὴν καὶ ἀνα‐ | 703 | |
704 | γορεύσας· ἥτις ἐξ αὐτοῦ ἄρρενα γεννήσασα παῖδα ἐτελεύτησεν. ἀπέθανε δὲ καὶ τὸ γεννηθὲν παιδίον. 9. Τῷ ιγʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς εἰς τοὺς λεγομένους Τόπους ναὸν ἅγιον Λάζαρον, καὶ κατασκευάζει μονὴν ἀνδρῴαν | |
5 | εὐνούχων· ἐν ᾧ καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπέθετο. τούτῳ τῷ καιρῷ παραδίδοται Ταυρομέ‐ νιον τοῖς Ἀγαρηνοῖς. 10. Τῷ ιεʹ ἔτει παρελήφθη ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν. | |
10 | 11. Τῷ ιϛʹ ἔτει ἐν τῇ προελεύσει τῆς πεντηκοστῆς τοῦ βα‐ σιλέως εἰσοδεύοντος εἰς τὸν ἅγιον Μώκιον, ὃν πρῴην φασὶν Ἡρα‐ κλέους εἶναι ναόν, ἐπεὶ πλησίον τῆς σωλέας ἦλθεν, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος ἔδωκεν αὐτῷ κατὰ κεφαλῆς μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ εἰς πολυκάνδηλον ἡ ῥάβδος ἐνεποδίσθη, | |
15 | παρευθὺ ἂν τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ταραχὴ καὶ φυγὴ τῶν ἀρχόντων γέγονε. διὸ καὶ τοῦ ἀδελφοῦ Ἀλεξάνδρου νόσον προφασισαμένου καὶ ἐν τῇ εἰσόδῳ μὴ κατελθόντος, ὑπόληψις γέγονε τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸν κατεργάσασθαι. κρατηθέντος τοῦ δόντος τῷ βασιλεῖ, καὶ πολ‐ | |
20 | λὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα καθωμολόγησεν, ἐκκόπτεται χεῖρας καὶ πόδας καὶ ἐν | |
τῷ σφενδόνι τοῦ ἱππικοῦ καίεται. ἔκτοτε οὖν ἐξεκόπη ἡ τοιαύτη | 704 | |
705 | προέλευσις. καὶ μετά τινα καιρὸν ἀνῆλθεν Μάρκος ὁ σοφώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀναπληρώσας τὸ τετράῳδον τοῦ κυροῦ Κοσμᾶ τῆς μεγάλης ἑβδομάδος ἤτοι τοῦ μεγάλου σαβ‐ βάτου, πρὸς τὸν βασιλέα, καὶ συνεστιώμενος αὐτῷ ἐξελιπάρει μὴ | |
5 | ἐκκοπῆναι τὴν ἑορτήν. καὶ τοῦ βασιλέως ἀπαναινομένου ἔφη ὁ Μάρκος ὅτι προείρηται τοῦτο παρὰ τοῦ Δαβίδ· φησὶ γὰρ “ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐπὶ τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.” καὶ δεῖ σε, ὦ δέσποτα, ἀπὸ τοῦ νῦν κρατῆσαι τῆς βασιλείας ἔτη δέκα. ὃ δὴ καὶ γέγονε· | |
10 | τῇ γὰρ αὐτῇ ἡμέρᾳ ᾗ ἔλαβεν, τῇ αὐτῇ καὶ τελευτᾷ. 12. Τῷ ιζʹ ἔτει ἠγάγετο ὁ βασιλεὺς καὶ τετάρτην γυναῖκα, Ζωὴν ὀνομαζομένην τὴν Καρβουνοψίναν. 13. Τῷ ιηʹ ἔτει ἀνέρχεται κατὰ τῆς πόλεως ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ. Τριπολῖται δὲ ἐκλήθησαν διὰ τὸ | |
15 | τριῶν ἐκ γενεῶν συναχθῆναι, ἐξ Ἀράβων καὶ Τυρίων καὶ Σιδο‐ νίων ἀποίκων. ὡσαύτως δὲ καὶ τὸ Αἰγαῖον πέλαγος τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς, ἀϊσσούσης κατὰ τρόπον αἰγός. ὁμοίως δὲ καὶ Στρόβηλος ὠνομάσθη ἀπὸ τῆς τοπικῆς θέ‐ σεως, καὶ Λάμψακος ἀπὸ φωτὸς λάμψεως, ὅπερ ἐν νυκτὶ Φω‐ | |
20 | κέων θεμελιούντων ταύτην καὶ εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμελίων βάσις καλῶς κεκραταίωται. καὶ Ἴμβρος ἀπὸ | |
Ἴμβρου κέκληται υἱοῦ Ἀνθέος, | 705 | |
706 | οὗ γενέτης Στάφυλος, Διονύσου φίλτατος υἱός. καὶ Ἑλλήσποντος ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς, τῷ ἐκεῖσε πε‐ λάγει ῥιφείσης. Κιβύρρα δὲ ὑπὸ Κιβύρρου ἀδελφοῦ. ἡ δὲ Θάσος Χρυσῆ πρῴην ἐλέγετο. Σαμοθρᾴκη δὲ ἡ ἐν τῇ Θρᾴκῃ χερρόνη‐ | |
5 | σος, ἥτις πρῴην Θηριοῦσα διὰ τὸ θηρίων πεπληρῶσθαι, καὶ ἱερὰν νυμφῶν οὖσαν, ὠνομάζετο, μετέπειτα δὲ τοῦ ῥοῦ συρρα‐ γέντος εἰς νῆσον συνέστη, καὶ ὑπὸ Σαμίων κατοίκων ἐν κατασχέ‐ σει γενομένη Σαμοθρᾴκη μετωνομάσθη. Λαοδίκεια κατωνομά‐ σθη ἀπὸ τῆς γυναικὸς Σελεύκου τοῦ Ἀντιόχου, ὃς ἐπὶ τῷ ὀνόματι | |
10 | ταύτης ἔκτισε τὴν Λαοδίκειαν. Τένεδος δὲ ἀπὸ τοῦ Τέννου τοῦ υἱοῦ Κύκνου τοῦ Ποσειδῶνος, καὶ τοῦ ἐν αὐτῇ ἱεροῦ ἕδους τῆς Ἀθήνης. Μεσημβρία δὲ ἡ πρὶν Μεμνεβρία, ἀπὸ τοῦ Μέμνου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ βρία τὸ παρά τισι Θρᾳκῶν πό‐ λισμα λεγόμενον· πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημβρία νῦν ὀνο‐ | |
15 | μάζεται. Αἷμος ἀπό τινος ἀναιρεθέντος ἐκεῖσε δι’ Ἡρακλέους καὶ τὸν τόπον αἱμάξαντος· ἀκρωτήριον δέ ἐστι Θρᾴκης. Μήδεια ἀπὸ Μήδης τῆς Αἰήτου θυγατρὸς κατωνόμασται. Σηλυβρία ἀπὸ Σήλυος τοῦ Θρᾳκῶν βασιλέως, ὅστις αὐτὴν ᾤκισεν. Μακεδονία ἡ πρὶν Ἀμαθία λεγομένη ἀπὸ ἀρχαίου τινὸς ἡγεμόνος. ἦν δὲ καὶ | |
20 | πόλις Ἀμαθία λεγομένη πρὸς τῇ θαλάσσῃ τῷ ἔθνει ἐπώνυμος. Νικόπολις κατὰ τὸ ἐπώνυμος τῆς νίκης, ἣν Αὔγουστος Σεβαστὸς κατὰ Ἀντωνίου καὶ Κλεοπάτρας εἰργάσατο, καὶ τὴν Αἰγυπτίων | |
ἀρχὴν τοῖς Ῥωμαίοις ὑπέκλινεν. Ἱερὸν Εὐξείνου, ὃ παρὰ τῶν | 706 | |
707 | τῆς Ἀργοῦς πλωτήρων διερχομένων ἐκεῖσε ἀνίδρυται. Φάρος δὲ ἀφιδρυμάτιον ᾧ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν ἀπρόσκοπτον τοῖς ἐν νυκτὶ παροδίταις. Ῥῶς δέ, οἱ καὶ Δρομῖται, φερώνυμοι ἀπὸ Ῥῶς τινὸς σφοδροῦ διαδραμόντες ἀπηχήματα τῶν χρησαμένων ἐξ | |
5 | ὑποθήκης ἢ θεοκλυτίας τινὸς καὶ ὑπερσχόντων αὐτούς, ἐπικέκλην‐ ται. Δρομῖται δὲ ἀπὸ τοῦ ὀξέως τρέχειν αὐτοῖς προσεγένετο. ἐκ γένους δὲ τῶν Φράγγων καθίστανται. ὁ δὲ Τρικέφαλος βουνὸς κατὰ τὸ Ὀψίκιον ἀπὸ τοῦ τριχῇ κεφαλοῦσθαι τῷ σχήματι εἴρηται, ὥσπερ καὶ Ῥαδηνὸς ἀπὸ Ῥάδης κώμης τοῦ τῶν ἀνατολικῶν θέ‐ | |
10 | ματος. 14. Ἀποστέλλει οὖν ὁ βασιλεὺς Εὐστάθιον δρουγγάριον τῶν πλωΐμων μετὰ παρόντος τοῦ στόλου καὶ τῶν στρατιωτῶν κατ’ αὐτοῦ· οἳ καὶ μὴ δυνηθέντες ἀντιπαρατάξασθαι ἀπεστράφησαν κενοί. ἐλθόντων δὲ τῶν Ἀγαρηνῶν ἐν Ἀβύδῳ, ἠρώτησαν τοὺς | |
15 | ἀπάγοντας αὐτοὺς ὅτι πάλιν ταύτην τὴν ὁδὸν θέλομεν ὑποστρέψαι, ἢ ἔχομεν ἄλλην δι’ ἧς ἀπέλθωμεν εἰς τὰ οἰκεῖα. τῶν δὲ εἰπόντων ὅτι διὰ ταύτην βουλόμεθα ἀποστραφῆναι, φοβηθέντες τὸ στενὸν τῆς ὁδοῦ, οἷα τὰ κρίματα τοῦ θεοῦ, εὐθὺς ὑποστρέφουσι, καὶ τὴν Θεσσαλονίκην καταλαβόντες πορθοῦσιν αὐτήν, καὶ πολλὴν | |
20 | σφαγὴν καὶ αἰχμαλωσίαν ποιοῦσι. βουλομένων δὲ αὐτῶν καὶ τὴν πόλιν καταστρέψαι, Συμεὼν ὁ πρωτοασηκρῆτις εὑρεθείς, λαβὼν | |
πρὸς Ῥοδοφυλλίου τοῦ ἀποσταλέντος πρὸς τοὺς Φράγγους μετὰ | 707 | |
708 | κανισκίου χρυσίου λίτρας ρʹ. ὃς καὶ δέδωκεν τό τε χρυσίον καὶ τὸ κανίσκιον τοῖς Σαρακηνοῖς· καὶ εἴασαν τὴν πόλιν καὶ τὰ τείχη. 15. Τῷ ιθʹ ἔτει αὐτοῦ τοῦ Σαμωνᾶ φυγῇ πρὸς Συρίαν | |
5 | χρησαμένου, ἐπεὶ κατεδίωκον αὐτὸν ὄπισθεν, ἦλθε δὲ καὶ εἰς τὸν Ἅλυν, συναντᾷ αὐτῷ Νικηφόρος δρουγγάριος ὁ Καμύτζης, μὴ ἐῶν αὐτὸν διαπερᾶσαι. προσφεύγει οὖν τῷ τιμίῳ σταυρῷ τοῦ Σηριχᾶ, προφασισάμενος εὐχῆς χάριν ἐκεῖσε ἐληλυθέναι. ἀνα‐ λαβόμενος οὖν τοῦτον ὁ τοῦ Δουκὸς Κωνσταντῖνος ὑπέστρεψεν ἐν | |
10 | τῇ πόλει. προστάσσει οὖν ὁ βασιλεὺς φυλάττεσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ Βάρδα τοῦ Καίσαρος. ἐπεὶ δὲ ἤθελεν ὁ βασιλεὺς ἀποσυν‐ οψισθῆναι τὸν Σαμωνᾶν, παρήγγειλεν τῷ Δουκὶ μὴ εἰπεῖν ἐνώπιον τῆς συγκλήτου ὅτι ἐπὶ Συρίαν ἔφυγεν ὁ Σαμωνᾶς, ἀλλ’ ὅτι δι’ εὐχὴν ἀπῆλθεν ἐν τῷ Σηριχᾷ. ἠρώτησεν οὖν ὁ βασιλεὺς τὸν | |
15 | Κωνσταντῖνον ἐνώπιον τῆς συγκλήτου οὕτως, ὡς ἔχει, τὸν θεὸν καὶ τὴν κεφαλήν μου, ἔφευγεν ὁ Σαμωνᾶς ἢ οὐχί; ὁ δέ, ὡς εἰ‐ πόντος τῷ βασιλεῖ ὅτι ἔφευγεν, μετ’ ὀργῆς τοῦτον ἀπεπέμψατο. ὁ δὲ Σαμωνᾶς ἐποίησεν ἐν τῷ οἴκῳ τοῦ Βάρδα μῆνας δʹ. 16. Ἐφάνη δὲ τότε καὶ κομήτης ἀστήρ, τὰς ἀκτῖνας πέμ‐ | |
20 | πων κατ’ ἀνατολάς, καὶ φαινόμενος ἐν ἡμέραις καὶ νυξὶ τεσσα‐ ράκοντα. 17. Τῷ κʹ τούτου ἔτει ἀποσυνώψισε Σαμωνᾶς ἐν τῇ γέννᾳ | |
τοῦ υἱοῦ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ἀπὸ Ζωῆς τέταρτον | 708 | |
709 | αὐτοῦ γαμετῆς οὔσης, καὶ ἐβαπτίσθη τὰ ἅγια Θεοφάνεια ὑπὸ Νικολάου πατριάρχου, καὶ γέγονε καὶ πατρίκιος. 18. Τῷ καʹ ἔτει αὐτοῦ εὐλογήθη Λέων καὶ Ζωὴ μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρου τοῦ καὶ καθαιρεθέντος, καὶ | |
5 | ἀνηγόρευσε τὴν ἑαυτοῦ γαμετὴν Ζωὴν Αὐγούσταν. ὅθεν ὁ πα‐ τριάρχης ἐκώλυσε τὸν βασιλέα εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι. διὸ καὶ ἤρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι τοῦ μιτατωρικίου, μηδ’ ὅλως εἰς τὰ κατὰ συνήθειαν διερχόμενος. 19. Τῷ κβʹ τούτου ἔτει προβάλλεται τὸν Σαμωνᾶν ὁ βα‐ | |
10 | σιλεὺς παρακοιμώμενον διὰ τὸ εἶναι συνεργὸν αὐτοῦ πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν, καὶ κατὰ τῆς ἐκκλησίας ἄρχονται μελε‐ τᾶν. προσκαλοῦνται γὰρ Νικόλαον τὸν πατριάρχην, καὶ πολλὰ λιπαροῦσι δεχθῆναι τὴν τετραγαμίαν. ἐπεὶ δὲ οὐκ ἔπεισε, διὰ τοῦ Βουκολέοντος εἰς μικρὸν πλοιάριον ἐμβιβάσαντες εἰς τὴν | |
15 | Ἱερείαν περῶσιν, ἀφ’ ἧς πεζῇ μέχρι Γαλακρηνῶν μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ Εὐθύμιος σύγκελλος εἰς πατριαρχίαν, ἀνὴρ ἱεροπρεπής, ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ· ὅν φασι καταδέξασθαι τὴν τετραγαμίαν ἐξ ἀποκα‐ λύψεως θείας, ὡς τοῦ βασιλέως βουλομένου αἵρεσιν ποιῆσαι καὶ | |
20 | νόμον ἐνθεῖναι τοῦ ἔχειν ἄνδρα τρεῖς γυναῖκας ἢ τέσσαρας, πολ‐ λῶν τοῦτο λογικωτάτων ἀνδρῶν συνεργούντων αὐτῷ. | |
20. Τῷ Ἰουνίῳ μηνὶ γέγονεν ἄνεμος λὶψ Τριτωναῖος σφο‐ | 709 | |
710 | δρός, ὡς συσσεῖσαι οἰκήματα καὶ ἐκκλησίας, καὶ πάντας φεύγειν ἐν ὑπαίθροις καὶ λέγειν κοσμικὴν συντέλειαν εἶναι. ἀλλὰ τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ δι’ ὄμβρων ἐπαύθη. 21. Τῷ κγʹ ἔτει στόλος Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξῆλ‐ | |
5 | θεν. προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην κεφαλὴν πάντων τῶν πλωΐμων. γράφει δὲ καὶ Ἀνδρονίκῳ τῷ Δουκὶ συνελ‐ θεῖν τῷ Ἱμερίῳ. ὁ δὲ Σαμωνᾶς ἀδιάλλακτος ὢν τῷ Ἀνδρονίκῳ καὶ παντὶ τρόπῳ κακῶσαι αὐτὸν σπουδάζων, πείθει τινὰ γράψαι αὐτῷ κρύφα “μὴ εἰσέλθῃς εἰς τὰ καράβια καὶ κρατηθῇς παρὰ | |
10 | Ἱμερίου.” πολλὰ δὲ τὸν Ἀνδρόνικον ἀναγκάσαντος εἰσελθεῖν σὺν αὐτῷ τῶν Ἀγαρηνῶν ἐπικειμένων οὐκ ἐπείσθη. Ἱμέριος δὲ μόνος ἐν τῇ ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγα‐ ρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος καὶ ἀπογνοὺς σὺν τοῖς συγγενέσιν αὐτοῦ καὶ ἀνθρώποις ἀποστασίαν | |
15 | ἐποίησε, καὶ ἀπελθὼν ἐκράτησεν τὴν Κάβαλαν πόλιν, ὡς εἰπεῖν Σαμωνᾶν πρὸς τὸν βασιλέα “οὐκ ἔλεγον, ὦ δέσποτα, ἀντάρτην εἶναι τὸν Δοῦκα;” 22. Τῷ κδʹ ἔτει ἀπέστειλεν ὁ βασιλεὺς Γρηγορᾶν τὸν δο‐ μέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην, συμπένθερον ὄντα Ἀνδρονί‐ | |
20 | κου, εἰς τὸ καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, ἀκούσας τε ὅτι καὶ ὁ πατριάρχης τῆς ἐκκλησίας ἐξεώσθη, προσέ‐ | |
φυγε τοῖς Ἀγαρηνοῖς ἅμα συγγενέσι καὶ φίλοις. ἐλυπήθη δὲ Λέων | 710 | |
711 | εἰς τοῦτο, καὶ δὴ Σαρακηνὸν ἀπὸ τοῦ πραιτωρίου φιλοφρονησά‐ μενος ἀπέστειλε πρὸς τὸν Ἀνδρόνικον μετὰ χρυσοβούλλιον διὰ κι‐ ναβάρεος, βαλὼν αὐτὸ ἔνδοθεν φατλίου τράκτου βραχέος. ἐξελ‐ θόντος δὲ τοῦ Σαρακηνοῦ ἀπὸ προσώπου τοῦ βασιλέως, προσκα‐ | |
5 | λεῖται αὐτὸν ὁ Σαμωνᾶς, καί φησιν “οἶδας τί κρατεῖς;” τοῦτο εἰπὼν διὰ τὸν κηρόν· “τὴν ἀπώλειαν τῆς Συρίας.” καὶ δοὺς αὐτῷ χρήματα παρήγγειλεν εἰς τὴν χεῖρα τοῦ Οὐζὴρ βαλεῖν αὐτό. ὁ δὲ τοῦτο πεποίηκεν. κρατεῖται οὖν καὶ δεσμεῖται Ἀνδρόνικος καὶ οἱ σὺν αὐτῷ· καὶ μαθὼν ὡς τοῦτο γέγονεν αὐτῷ διὰ δόλου | |
10 | τοῦ Σαμωνᾶ, ἀναγκασθεὶς ἐμαγάρισεν. ὁ δὲ Κωνσταντῖνος καὶ οἱ λοιποὶ εἰδότες ὡς ἀδύνατόν ἐστι τὸν Ἀνδρόνικον ἐξελθεῖν, μετ’ οὐ πολὺ τῇ βουλῇ αὐτοῦ μόνοι φυγῇ χρησάμενοι, ὅπερ θαύματος ἄξιον, ἐκ μέσης Συρίας εἰς Ῥωμανίαν ἐξῆλθον, κατὰ χώραν πο‐ λεμούμενοι. | |
15 | 23. Τότε ἀπὸ Ταρσοῦ ἐλθὼν ἐν τῇ πόλει περὶ τοῦ Διαλ‐ λαγῆναι ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· οὓς καὶ δεξάμενος ὁ βασιλεὺς ὑπέδειξεν τὸν τῆς ἐκκλησίας κόσμον, ὅπερ ἀνάξιόν ἐστιν Χριστιανικῆς καταστάσεως, τοῦ θεάσασθαι παρὰ τῶν ἀθέων τὰ ἱερὰ σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πα‐ | |
20 | τὴρ ἤθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μὴ εἶναι εἰς Συρίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ, λέγων “κράτει τὴν πίστιν σου. κἀγὼ εἰ δυνηθῶ, ἐλεύσομαι μᾶλλον πρός σε.” | |
24. Τῷ κεʹ ἔτει αὐτοῦ, τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, στέ‐ | 711 | |
712 | φει Λέων ὁ βασιλεὺς Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ τὸν πορφυρο‐ γέννητον διὰ Εὐθυμίου πατριάρχου. δέδωκεν δὲ Σαμωνᾶς Κων‐ σταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύσαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, τοῦ δουλεύειν Ζωῇ Αὐγούστῃ. | |
5 | ὃς καὶ ἠγαπήθη πολλὰ παρά τε τοῦ Λέοντος τοῦ βασιλέως κὰ τῆς Αὐγούστης. ὅθεν καὶ πολλὰ ἐφθόνει Σαμωνᾶς αὐτόν, κὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ. ὅπερ ὁ βασιλεὺς ὑπονοήσας ἀληθὲς εἶναι, ἀπέκειρεν αὐτὸν διὰ Σαμωνᾶν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου. μετ’ ὀλίγον δὲ ὥρισεν τὸν Σαμωνᾶν ἀναλαβέσθαι αὐ‐ | |
10 | τὸν ἐν τῇ μονῇ τὰ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν ὁ βασιλεὺς εἰς πρόκενσον ἐν τῷ Δαματρύ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε τὸν Κωνσταντῖνον. καὶ παρευθὺ ὥρισεν τὸν Σαμωνᾶν, καὶ ἐνέδυσεν αὐτὸν κοσμικά, καὶ ἐκέρασε τῷ βασιλεῖ εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετὰ ταῦτα | |
15 | ἐν τῷ παλατίῳ. καὶ πάλιν φθονεῖται Κωνσταντῖνος ὑπὸ τοῦ Σα‐ μωνᾶ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην τοῦ βασιλέως, καὶ βουλεύεται μετὰ τοῦ Τζιρίθωνος καὶ ἄλλων τινῶν, καὶ ποιοῦσι χάρτην πολυ‐ λοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου, νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθόντος δὲ τοῦ βα‐ | |
20 | σιλέως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἔρριψεν αὐτὸν ἐν τῷ μιτατωρίῳ. εὑρὼν οὖν αὐτὸν ὁ βασιλεὺς καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζητῶν τὸν τοῦτο ποιήσαντα. γέγονε δὲ τότε ἔκλειψις σελήνης, | |
καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς τότε ἀστρονόμοις εἰπεῖν ἀποτέλεσμα. | 712 | |
713 | εἰσερχόμενος δὲ ὁ Πανταλέων μητροπολίτης πρὸς τὸν βασιλέα, ἠρώτησεν αὐτὸν Σαμωνᾶς “εἰς τίνα ἐστὶν ἡ κάκωσις;” ὁ δὲ ἔφη “εἰς σέ· καὶ ἐὰν διέλθῃ Ἰουνίου ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν.” τῷ δὲ βασιλεῖ εἶπεν εἰς τὸν δεύτερον ἔχειν τὴν κάκωσιν τῆς σελή‐ | |
5 | νης. ὁ δὲ βασιλεὺς ὑπέλαβε τοῦτο εἰς Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν. μετὰ τοῦτο δὲ ἰδίως ὁ Τζιρίθων τῷ βασιλεῖ εἶπεν ὅτι ὁ Σαμωνᾶς ἐποίησε τὸ πιττάκιον. καὶ εὐθὺς καταβιβάζει τὸν Σα‐ μωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ποιεῖ μοναχόν, εἶτα ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου τοῦ πατριάρχου. καὶ πάλιν λοιδορηθέντα ἀπά‐ | |
10 | γουσιν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. καταβιβάζει οὖν τὸν Σαμωνᾶν, ποιῶν Κωνσταντῖνον παρακοιμώμενον· καὶ κτίζει αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ ἀπελθὼν μετὰ Εὐθυμίου πατριάρχου ἐγ‐ καινίζει αὐτήν. ἄξιον δὲ ὀλίγα εἰπεῖν, ποίῳ τρόπῳ ἡ μονὴ τῶν Νοσιῶν ἔκτισται. | |
15 | 25. Οὗτος ὁ Κωνσταντῖνος εἶχε πατέρα γέροντα εὐλαβῆ καὶ φοβούμενον τὸν θεόν, ὃς καὶ ἐν αὐτῷ τῷ τόπῳ τῶν Νοσιῶν προαστίτζην ἐκέκτητο πρὸς τῇ θαλάσσῃ πάνυ μικρόν, ἐν ᾧ καὶ ὕδωρ ἐπὶ δεξαμενὴν ἐκβαλὼν τοῖς ὁδίταις ἐποίει παραψυχήν. ἐν τούτῳ τῷ ὕδατι συνέβη στρατιώτην διέρχεσθαι, καὶ ἀναψύξαντα | |
20 | ἐκβαλεῖν ἅπερ ἐκ δικαίου πόρου εἶχεν νομισμάτων, καὶ ἀριθμῆσαι αὐτά· καὶ ἦσαν εἰς λίτρας τρεῖς ἀριθμούμενα. εἶτα ἀναστάς, | |
οἷα συμβαίνει, τῷ ἵππῳ ἐπιβὰς ᾤχετο τὴν ὁδὸν αὐτοῦ, τὸ χρυ‐ | 713 | |
714 | σίον κατὰ τὸν τόπον ἀφείς. ὡς οὖν ἔθος εἶχεν ὁ γέρων, ἐξῆλθεν πρὸς τὴν δεξαμενήν, καὶ εὑρὼν τὸ χρυσίον ἐλυπήθη τὴν τοῦ ἀπο‐ λέσαντος ἀθυμίαν· ὅμως ἐν ἑαυτῷ φυλάττων, οὐ διέλιπεν ἀπὸ νυκτὸς εἰς νύκτα εὐχόμενος τῷ θεῷ τοῦτον ἐλθεῖν καὶ ἀπολαβεῖν | |
5 | τὸ ἴδιον. ὁ μέντοι στρατιώτης τὰς πύλας περάσας καὶ ἐπιμνη‐ σθείς, ὅμως τι ποιῆσαι μὴ δυνάμενος, τὴν ὁδὸν αὐτοῦ ἀπῄει λυ‐ πούμενος. καὶ μετὰ τρίτον ἐνιαυτὸν ἔρχεται πρὸς τὸν τόπον τῶν Νοσιῶν, καὶ τοῦ ἵππου ἀποβὰς αὐτὸν μὲν ἐπότισεν, ἀλλὰ καὶ αὐτὸς πιὼν ἐκάθητο σύννους, καὶ στενάξας εἶπεν ὅτι ἐν τούτῳ τῷ | |
10 | τόπῳ ἀπώλεσά μου τὴν ζωήν. τοῦτο ἀκούσας ὁ τίμιος γέρων ἐπη‐ ρώτησεν αὐτῷ “τί ἄρα τὸ συμβάν, κύριέ μου;” ὁ δὲ εἶπεν ὅτι ἐνταῦθα ἀπώλεσα νομίσματα. καὶ παρευθὺ καὶ τὸν τόπον ὑπε‐ δείκνυεν, καὶ τὰ σημεῖα τοῦ βαλαντίου καὶ τὸ πόσον ἔλεγεν. καὶ ὁ ἄνθρωπος τοῦ θεοῦ εὐθὺς ἐξέλκει τοῦτο τοῦ κόλπου αὐτοῦ, καὶ | |
15 | φησὶ “γνωρίζεις τοῦτο;” ὁ δὲ ἀφασίᾳ ἐπὶ πολὺ κατασχεθεὶς ὅμως “ναὶ” εἶπεν· “ὅπερ ἀπώλεσα, αὐτό ἐστιν.” καὶ φησὶν “ἀπό‐ λαβε αὐτό, πληροφορούμενος ὡς οὐκ ᾔνοιξα αὐτό, οὐδὲ εἶδον τί ἐστιν ἔσωθεν.” τοῦτο λαβὼν ὁ ἄνθρωπος, παρακαλῶν λαβεῖν ἐξ αὐτοῦ ὅσα καὶ βούλεται. ὁ δὲ οὐκ ἠθέλησεν τὸ σύνολον. ὅθεν | |
20 | ὁ στρατιώτης ἀπέρχεται τὴν ὁδὸν αὐτοῦ, χαίρων καὶ εὐχαριστῶν τῷ θεῷ. τῆς οὖν νυκτὸς ἐκείνης ὁρᾷ κατ’ ὄναρ τὸν Χριστὸν ἐλ‐ | |
θόντα καὶ εἰπόντα αὐτῷ “ἀνθ’ ὧν οὕτως ἐποίησας εἰς τὸν στρα‐ | 714 | |
715 | τιώτην, ἰδοὺ αὔριον ἀκούσεις γενόμενον παρακοιμώμενον τὸν υἱόν σου, καὶ τὸ προάστειόν σου τοῦτο εἰς μονὴν μεγάλην γενησόμενον πρὸς δοξολογίαν ἐμήν. καὶ σὺ δὲ αὐτὸς τὸν ὑπὲρ τούτων μισθὸν κομιεῖς.” πρωΐας δὲ γενομένης τὸ μήνυμα ἦλθεν, καὶ μετ’ ὀλίγας | |
5 | ἡμέρας τῇ θελήσει τοῦ βασιλέως καὶ τῇ ἐξόδῳ, ὡς εἴρηται, τὸ μοναστήριον ᾠκοδομήθη καὶ ἐνεθρονίσθη. 26. Τῷ αὐτῷ ἔτει, ἐπὶ ὀκτὼ μῆνας τοῦ ναυμαχικοῦ πο‐ λέμου τῶν Σαρακηνῶν γενομένου μετὰ Ἱμερίου τοῦ λογοθέτου, στρατηγοῦ ὄντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαν‐ | |
10 | τος, ἡττήθη Ἱμέριος καὶ μόλις διεσώθη, πάντων ἐκεῖ σχεδὸν κιν‐ δυνευσάντων. μετὰ τοῦτο Λέων ὁ βασιλεὺς νοσεῖ κοιλιακῷ νοσή‐ ματι. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ κηρουλαρία τῆς μεγάλης ἐκκλησίας, καὶ ἐκάησαν τὰ χαρτοθέσια πάντα καὶ ἡ σακέλλη. τῇ δὲ ιαʹ τοῦ Μαΐου μηνὸς τελευτᾷ Λέων ὁ βασιλεύς, προχειρι‐ | |
15 | σάμενος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφὸν βασιλέα· ὃν ἰδών, ὡς φασίν, εἰσερχόμενον πρὸς αὐτὸν ἔφη “ἴδε καὶ ὁ κακὸς καιρὸς μετὰ ιγʹ μηνῶν,” πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Κόσμου ἔτος ͵ϛυζʹ, τῆς θείας σαρκώσεως ϡζʹ, Ῥωμαίων βασι‐ | |
20 | λεὺς Ἀλέξανδρος σὺν Κωνσταντίνῳ πορφυρογεννήτῳ υἱῷ Λέοντος, ἐνιαυτὸν αʹ ἡμέρας κθʹ. ὁ οὖν Ἀλέξανδρος ἀποστείλας εὐθὺς | |
ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν καὶ ἐνεθρόνισεν αὐτόν, καταγα‐ | 715 | |
716 | γὼν Εὐθύμιον, ὃν καὶ εἰς τοῦ Ἀγαθοῦ ἐξορίσας μετ’ ὀλίγας ἡμέ‐ ρας εἰς Μαγναύραν ἤνεγκεν, καὶ σελέντιον καὶ σύνοδον ἐκεῖ ποιή‐ σας, τὴν καθαίρεσιν αὐτοῦ ποιοῦσιν, ἀτίμως τίλλοντες τοῦ ἱερο‐ πρεποῦς καὶ ἀξιαγάστου ἐκείνου ἀνδρὸς τὴν γενειάδα, καὶ ἄλλας | |
5 | τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες, ἃς ἡσύχως καὶ πράως ὁ ἱερὸς ποιμὴν οὗτος ὑπέμεινε. καὶ πάλιν ἐπέμφθη εἰς τοῦ Ἀγα‐ θοῦ, ἔνθα καὶ τελευτήσας κατατίθεται ἐν τῇ αὐτοῦ μονῇ ἐν πό‐ λει, εἰς τὰ Ψαμαθίου. τῷ δὲ κληρικῷ τῷ τίλαντι τὰς τρίχας τοῦ πατριάρχου συνέβη εὐθὺς ἐν τῷ ἐξορίζεσθαι τὸν ἅγιον, αὐτῇ | |
10 | τῇ ὥρᾳ, πυρίκαυστον γενέσθαι τὴν οἰκίαν αὐτοῦ ἐξ ἀοράτου πυ‐ ρός. ἡ δὲ θυγάτηρ αὐτοῦ παντελεῖ ἐπιληψίᾳ ἐκρατήθη, μὴ δυνα‐ μένη χεῖρα ἢ στόμα ἢ ἄλλο τὸ οἱονοῦν μέρος κινεῖν ἢ φωνὴν ἀφιέ‐ ναι· ἥτις καὶ κλινήρης οὖσα καὶ προσαιτὶς διήρκεσεν μέχρι Νικη‐ φόρου βασιλέως τοῦ νικητοῦ. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος μηδὲν | |
15 | βασιλικὸν ἔργον δυνάμενος ποιῆσαι τοῖς κυνηγεσίοις καὶ τοῖς πο‐ νηροῖς ἔργοις ἀεὶ ἐσχόλαζε. τὸν δὲ τοῦ Λέοντος παῖδα πολλάκις εὐνουχίσαι βουληθεὶς διεσκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ποτὲ δὲ ὡς ἀσθενοῦντα ὑπο‐ βαλλόντων. ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέ‐ | |
20 | ρας μʹ, ὃν ἔλεγον ξιφίαν εἶναι καὶ αἱματοχυσίαν σημαίνειν ἐν τῇ | |
πόλει ἐργάσεσθαι. οὗτος ὁ Ἀλέξανδρος πλάνοις καὶ γόησιν ἑαυ‐ | 716 | |
717 | τὸν ἐκδούς, τοῦ συάγρου τῷ στοιχείῳ, καθὼς αὐτὸν ἐκεῖνοι ἐδί‐ δαξαν, τοῦ ἐν τῷ ἱππικῷ τὴν ζωὴν αὐτοῦ προσανακεῖσθαι ἔφασαν, τὸν χοιρώδη βίον ἐκείνου καὶ ἀνόητον ὑπεμφαίνοντες. τούτοις πεισθεὶς αἰδοῖον καὶ ὀδόντας τῷ χοίρῳ περιέθετο ὡς λιπομένους | |
5 | αὐτῷ· καὶ τῇ τούτων πλάνῃ πεποιθὼς ἱππικὸν ἐστόλισεν καὶ τῷ ζῳδίῳ φωταυγίαν ἐποίησεν. ὅθεν καὶ ἤρθη ἀπ’ αὐτοῦ ἡ Χριστοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 2. Τοῦ μέντοι Ἱμερίου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑπο‐ στρέψαντος, περιώρισεν αὐτὸν Ἀλέξανδρος ἐν τῇ μονῇ τοῦ παλα‐ | |
10 | τίου τῇ λεγομένῃ Καλυπᾷ, ἀπειλήσας, ὡς ἐχθρὸν αὐτοῦ ὄντα ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστή‐ σας ἐτελεύτησε. 3. Δηλοῖ Συμεὼν ὁ ἄρχων τῆς Βουλγαρίας τὰ περὶ εἰρή‐ νης τῷ Ἀλεξάνδρῳ καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι | |
15 | καθάπερ καὶ ἐπὶ Λέοντος τοῦ βασιλέως. ὁ δὲ ἀνοίᾳ καὶ ἀφρο‐ σύνῃ συγκρατούμενος ἀτίμως τοὺς πρέσβεις ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συμεὼν καταπλήσσων. διὸ καὶ κατὰ Χριστιανῶν ὁ Συμεὼν κινεῖται. 4. Ἀλέξανδρος ἀριστήσας ἐν τοῖς ὑπὸ κύνα καύμασι καὶ | |
20 | οἰνωθεὶς κατῆλθε σφαιρίσαι· καὶ ῥομφαίᾳ θεηλάτῳ πληγείς, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων αὐτῷ φερομένου, μετὰ δύο ἡμέρας ἐτελεύτησε, καταλιπὼν Νικόλαον πατριάρχην, | |
Στέφανον μάγιστρον καὶ Ἰωάννην ῥαίκτορα τὸν Ἑλλαδᾶ ἐπιτρό‐ | 717 | |
718 | πους, τὴν δὲ βασιλείαν Κωνσταντίνῳ τῷ υἱῷ Λέοντος. τελευ‐ τήσας δὲ τίθεται μετὰ Βασιλείου τοῦ πατρὸς αὐτοῦ. Κόσμου ἔτος ͵ϛυηʹ, τῆς θείας σαρκώσεως ϡηʹ, Ῥωμαίων βασι‐ λεὺς Κωνσταντῖνος ὁ πορφυρογέννητος ἔτη μηʹ. τελευτήσαντος | |
5 | γὰρ τοῦ πατρὸς αὐτοῦ Λέοντος ἑπταετὴς ὢν καταλιμπάνεται ὑπὸ Ἀλεξάνδρου θείου αὐτοῦ ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν ἐπὶ τῶν αὐτῶν ἐπιτρόπων σὺν τῇ μητρὶ ἔτη ζʹ, καὶ ἅμα Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἔτη κϛʹ, μονοκρατορεῖ δὲ ἔτη ιεʹ, ὡς εἶναι πάντα τὸν χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη μηʹ. λαβό‐ | |
10 | μενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ἅτε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τοῖς μαγίστροις Στεφάνῳ καὶ Ἰωάννῃ τῷ Ἑλλαδᾷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα πᾶσαν εἶχε τῶν τῆς βασιλείας ἀνηκόντων πραγμάτων ὁσημέραι. 2. Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δηλοῦται Κων‐ | |
15 | σταντίνῳ Δουκὶ δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελθεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὁ δὲ ἅτε καὶ πρότερον αὐτῆς ἐφιέμενος, ὡς εἶχε τάχους ἅμα τῶν ἐκκρίτων τοῦ ὑπ’ αὐ‐ | |
20 | τὸν στρατεύματος καταλαμβάνων τὴν βασιλεύουσαν, ἱκανῶν ὄν‐ | 718 |
719 | των, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νι‐ κήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν | |
5 | Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν. καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν Δοῦ‐ καν Κωνσταντῖνον παρεγένοντο· καὶ ἅμα πρωΐ, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ’ ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρόμου πύλην καταλαβόντες, Κων‐ | |
10 | σταντῖνον εὐφήμουν βασιλέα ἐν τῷ ἱππικῷ. ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἔσωθεν τῶν τοῦ ἱπποδρόμου πυ‐ λῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ’ ἀπο‐ σοβηθείς, ὥσπερ ἐκβακχευθεὶς ὑπό τινος δαίμονος καὶ μὴ ἐφεστη‐ κότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ | |
15 | ἀνεχώρησε στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱππο‐ κόμου κρίνας σφαγήν. ἐκεῖθεν ἧκε μέχρι Χαλκῆς· καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν σκουταρίων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τῆς ἑταιρείας καὶ τῶν ἄλλων ποιούμενος, μεθ’ ὅπλων τούτους | |
20 | ἀπέστειλεν κατὰ τοῦ Δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, πολλοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν ἔπεσον, καὶ τοσοῦτοι ὡς τὸν τό‐ | |
πον ἐνλιμνασθῆναι τῷ αἵματι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς | 719 | |
720 | τοῦ Δουκὸς καὶ Μιχαὴλ ἐξάδελφος αὐτοῦ καὶ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. ταῦτα ὁ Δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν· ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβα‐ | |
5 | λεν, καί τις αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀπέτεμεν· ἥτις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς ἅπασιν τῆς ἀπάτης εἰς ἀποτροπήν. 3. Τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ ἄλλον τρόπον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰ ἐν Χαλδίᾳ τῶν δημο‐ σίων εἰσπράξεων πεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ’ | |
10 | ἡμᾶς εὐσεβείας ἔξαρνος γεγονώς, καὶ ἀστρολογίας ἢ ἀστρονομίας τινὸς μᾶλλον μεταπεποίητο. οὗτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν· οὗ δὴ ῥυφθέντος παρὰ Μανουὴλ τοῦ τῶν Ἀγαρηνῶν ἑρμηνέως ἐν ὕδατι τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, οὕτω διαγορεύοντα “μὴ φο‐ | |
15 | βήθητι ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθὺς ὀλοθρευθήσεται.” 4. Τούτων οὕτω τελεσθέντων, Γρηγορᾶς τούτου πενθε‐ ρὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἐκκλησίᾳ προσέφυγον, οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπά‐ | |
20 | σαντες ἀπέκειραν ἐν τῇ τῶν Στουδίου. Κωνσταντῖνον δὲ τὸν Ἑλ‐ λαδικὸν βουνεύροις τύψαντες μετὰ ῥάσου καὶ ὄνου ἐθριάμβευσαν | |
καὶ ἐν τῇ τῶν Δαλμάτων καταδίκῃ ἔγκλειστον πεποιήκασι. καὶ | 720 | |
721 | ἄλλους μὲν τυφλώσαντες ἐξώρισαν, καὶ ἑτέρους ἀπεκεφάλισαν· τοὺς δὲ τοῦ φοσσάτου, ἀνδρείους καὶ καλοὺς ὄντας καὶ πολλούς, ἀπὸ τοῦ Δαμαλίου μέχρι τοῦ Λευκατίου πάντας ἀνεσκολόπισαν. πολλοὺς δὲ καὶ ἄλλους οἱ λεγόμενοι ἐπίτροποι ἀπώλεσαν ἄν, εἰ | |
5 | μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες ὅτι παιδὸς ὄντος τοῦ βασιλέως πῶς ἄνευ τῆς αὐτοῦ κελεύ‐ σεως τολμᾶτε τοιαῦτα διαπράττεσθαι; τὴν οὖν γυναῖκα τοῦ Δου‐ κὸς ἀποκείραντες καὶ τὸν υἱὸν αὐτοῦ εὐνουχίσαντες ἐν Παφλαγο‐ νίᾳ αὐτοὺς εἰς τὸν οἶκον αὐτῶν ἀπέστειλαν. | |
10 | 5. Τῷ δὲ Αὐγούστῳ μηνὶ Συμεὼν ὁ Βούλγαρος σὺν ὄχλῳ βαρεῖ κατέλαβε τὴν Κωνσταντινούπολιν, καὶ χάρακα περιέβαλεν ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἐλπίσι μετέωρος ὤν· ἀπειρότητι δὲ τῇ ἐκ τοῦ πλήθους καὶ τῶν ὅπλων καὶ τῶν περιβόλων ἀσφαλείᾳ τῶν ἐλπίδων ἀποσφαλεὶς ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς | |
15 | σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, δώροις τε ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέν‐ τες Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν. 6. Τοῦ οὖν βασιλέως Κωνσταντίνου παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην κατήγαγε τοῦ παλα‐ | |
20 | τίου Ἀλέξανδρος) ἀναβιβάζουσι πάλιν αὐτήν. καὶ περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογ‐ | |
γυλίους· καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἑλλαδᾶ καταβιβάζει τοὺς οἰ‐ | 721 | |
722 | κείους Ἀλεξάνδρου τοῦ βασιλέως ἤγουν Ἰωάννην τὸν ῥαίκτορα καὶ τὸν Γαβριηλόπουλον καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ Ζωὴ ἡ Αὐγοῦστα Θεοφύλακτον τὸν Δομηνίκου ἑταιρειάρχην. Ἰωάννης δὲ μάγιστρος ὁ Ἑλλαδᾶς νοσήσας τελευτᾷ. συμβουλῇ δὲ Θεοφυ‐ | |
5 | λάκτου ἑταιρειάρχου Ζωὴ καταβιβάζει μετ’ ὀργῆς ἀπὸ τοῦ παλα‐ τίου Νικόλαον πατριάρχην, τῆς ἰδίας ἐκκλησίας περιποιεῖσθαι καὶ φροντίζειν εἰποῦσα. μετ’ οὐ πολὺ δὲ Κωνσταντῖνος παρακοιμώ‐ μενος διαβάλλει πρὸς Ζωὴν τὸν ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἀδελφὸν αὐτοῦ. προφασιστικῶς οὖν πα‐ | |
10 | τρίκιον αὐτὸν ποιήσαντες, ἐπεὶ κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ ὡς ἔθος ἐστὶ λαβεῖν εὐχήν, οἴκοι τοῦτον μένειν παρεκελεύσατο. προεβά‐ λετο δὲ Ζωὴ ἑταιρειάρχην Ἰωάννην τὸν Γαριδᾶν καὶ δρουγγάριον τῆς βίγλης Δαμιανὸν εὐνοῦχον. 7. Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην ληιζομένου, | |
15 | ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς πατρίκιος γενέσθαι καὶ κατ’ αὐτοῦ τοὺς Πατζινάκους ἀγαγεῖν· δῶρά τε λαβὼν ἀπῆλθε, καὶ ὁμήρους ἤγα‐ γεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων περᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. 8. Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ | |
20 | ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων· ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέρων κρατοῦντα ταῖς χερσὶ τῇ ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν | |
σχῆμα μεταγαγεῖν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ | 722 | |
723 | τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. 9. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ, Παγκρατού‐ κας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν. μετ’ | |
5 | οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος ὁ πατρίκιος μετὰ δώρων πολλῶν, καὶ ἔλαβεν αὐτήν. ἦλθε δὲ καὶ Δαμιανὸς ὁ ἀμηρᾶς μετὰ στόλου εἰς Στρόβηλον, καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτε‐ λεύτησεν, καὶ ἀπεστράφησαν οἱ Σαρακηνοὶ διακενῆς. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι | |
10 | παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, ἔνδον τοῦ ἐν Ἀθήναις ναοῦ λίθοις βαλόντες ἀνεῖλον. 10. Τὴν κατὰ Χριστιανῶν ἔπαρσιν τοῦ Συμεὼν βλέπουσα Ζωὴ βουλεύεται μετὰ τῶν ἐν τέλει ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν | |
15 | Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν τῇ Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς. τὰ θέματα δὲ πάντα φιλοτιμησαμένη πρὸς τὴν Θρᾴκην διεπέρασεν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δο‐ | |
20 | μεστίκου τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. οἱ οὖν στρατηγοὶ καὶ ἄρχοντες πάντες τὴν εἰς | |
ἀλλήλους ὁμόνοιαν ἐπισφίγγοντες ἐν τοῖς τιμίοις ξύλοις ὤμοσαν | 723 | |
724 | καὶ τοῦ ὅρκου γενομένου πανστρατεὶ ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανά‐ του ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν καὶ ὁ | |
5 | Μελίας μετὰ τῶν Ἀρμενίων. συνῆν δὲ καὶ Κωνσταντῖνος πατρί‐ κιος ὁ Λὶψ Λεόντιος σύμβουλος αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ κʹ ἐπινεμήσεως εʹ ὁ πόλεμος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελώῳ ποταμῷ συγκεκρότηται· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, γίνεται σφαγὴ οἵα ἐξ αἰῶνος οὐ γέγονεν· | |
10 | Λέων δὲ ὁ Δοὺξ ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. ἀπεστάλη δὲ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· | |
15 | ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκους, ὡς εἴρηται, κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι. εἰς μάχας δὲ ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι στασιάζοντας ὑπεχώ‐ ρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμου ἤδη τέλος λαβόντος, καὶ ὑπο‐ στρέψαντος ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, κατ’ αὐ‐ | |
20 | τῶν ἐκίνησεν ἡ πόλις, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε τὴν τῶν ὀφθαλμῶν στέρησιν καταδι‐ κασθῆναι, ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπερᾶσαι τοὺς | |
Πατζινάκους μηδὲ τοὺς φεύγοντας Ῥωμαίους ἐν τοῖς πλοίοις ὑπο‐ | 724 | |
725 | δέξασθαι. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου πολλὰ δυναμένων παρὰ τῇ Αὐγούστῃ τὰ τῆς καταδίκης ἀνετράπη. 11. Τῶν δὲ Βουλγάρων μέχρι τῆς πόλεως ἐκστρατευσάν‐ | |
5 | των ἐξῆλθε Λέων ὁ δοὺξ τῶν σχολῶν καὶ Νικόλαος ὁ υἱὸς αὐτοῦ καὶ Ἰωάννης ἑταιρειάρχης εἰς Κατασύρτας ἅμα πλείστῳ λαῷ· καὶ τῇ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων πάντες ἄρδην ἀπώλοντο. 12. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδα‐ | |
10 | γωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε τῷ βασιλεῖ Κων‐ σταντίνῳ προσλαβέσθαι Ῥωμανὸν τὸν δρουγγάριον ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ καὶ διαφυλάττῃ αὐτόν, καὶ σύμμαχον ἔχῃ καὶ βοηθὸν ἐν οἷς ἂν δέῃ. | |
15 | πολλάκις γὰρ περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. αὐτο‐ χείρως οὖν ὁ βασιλεὺς Κωνσταντῖνος γραμματεῖον ποιήσας τῷ Ῥωμανῷ ἔπεμψε κατὰ τοῦ παρακοιμωμένου. τῆς φήμης οὖν ταύ‐ της διαθεούσης, καὶ τοῦ παρακοιμωμένου καταναγκάζοντος Ῥω‐ μανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνά‐ | |
20 | τως ἔχειν τοῦ ἀποπλεῖν, μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ὁ παρακοιμώμενος Κωνσταντῖνος καταναγκάζων αὐτὸν ἐν τῇ ἐξαρτύσει ἔξεισιν. ὁ δὲ τοῦτον δουλικῷ τῷ σχήματι προ‐ | |
υπήντησεν, καὶ πλησίον αὐτοῦ γενόμενος ἀνήρπασεν αὐτόν, καὶ | 725 | |
726 | “ἄρατε αὐτόν” ἐφώνησεν· καὶ οἱ σὺν αὐτῷ τοῦτον εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ εἶχον. Κωνσταντῖνος δὲ ὁ βασιλεὺς τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς εἰς ἑαυ‐ τὸν ἐπισπώμενος, τῇ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην | |
5 | τὴν Αὐγούσταν Ζωὴν ἀπὸ τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ’ ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπά‐ θειαν μητρικὴν καὶ οἶκτον ἐκίνησεν· καὶ “ἐάσατε” εἶπεν “εἶναι μετ’ ἐμοῦ τὴν μητέρα.” οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην ἀφῆκαν. προβάλλεται δὲ ὁ βασιλεὺς μετὰ τῆς συμβουλῆς τοῦ πατριάρχου | |
10 | Ἰωάννην τὸν Γαριδᾶν δομέστικον τῶν σχολῶν· ἐδεδίει γὰρ μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὐ κατένευσε τοῦτο γε‐ νέσθαι, εἰ μὴ Θεόδωρον τὸν γυναικάδελφον αὐτοῦ τὸν Ζουφινέ‐ ξερον καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ προεβάλοντο ἑταιρειάρχας. εὐ‐ θὺς οὖν ἐξῆλθεν πρὸς Ῥωμανόν, καὶ ὅρκους δοὺς καὶ λαβὼν σύμ‐ | |
15 | φρων αὐτοῦ καὶ σύμπνους ἐγένετο. (13) τῇ οὖν κδʹ τοῦ Μαρ‐ τίου μηνὸς ἀποστέλλει Ῥωμανὸς εἰς τὸ παλάτιον ἀπολογησόμενος, ὅτι τὴν τοῦ Φωκᾶ ἐπίθεσιν φοβούμενος, μή τι νεωτερισθείη εἰς τὸν βασιλέα, τοῦτο πεποίηκα πρὸς τὸ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μηνύεται οὖν μετὰ τοῦ στόλου παντὸς ἐλθεῖν μέχρι | |
20 | τοῦ Βουκολέοντος, καὶ τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ (πέμπτη δὲ ἦν) ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βουκολέοντι· καὶ παρ‐ ευθὺ Στέφανος μὲν πατρίκιος ἐξῆλθεν τοῦ παλατίου, Νικήτας δὲ | |
ὁ συμπένθερος Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖ‐ | 726 | |
727 | θεν τὸν πατριάρχην Νικόλαον. καὶ ὅρκῳ βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν πρὸς αὐτὸν τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν. καὶ προσκυνήσας, καὶ ὅρκῳ βεβαιώσας αὐ‐ τούς, ἀνῆλθεν μετ’ αὐτῶν καὶ ὀλίγων τινῶν ἐν τῷ παλατίῳ. προσ‐ | |
5 | κυνήσας οὖν τὸν βασιλέα καὶ εἰσελθὼν μετ’ αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δούς, παρευθὺ προχειρίζεται μάγιστρος καὶ μέγας ἑταιρειάρχης. αὐτίκα οὖν γέγονε κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν, παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύσασθαι. ὡσ‐ | |
10 | αύτως καὶ γραφὴν ἐκελεύσθη γράψαι Κωνσταντῖνος παρακοιμώ‐ μενος, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ ἐν ὑποταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου· ἅπερ δεξάμενος παρὰ Ἀνδρέου πριμικη‐ ρίου τοῦ βασιλικοῦ πρωτοβεστιαρίου, ἐν Καππαδοκίᾳ ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχασεν, ὡς ἐντεῦθεν πεπληρῶσθαι τὸ κατὰ ποίησιν | |
15 | λόγιον, δὴ τότε τὸν μὲν ἀηδὸν ἄγων ἐς νῆσον ἔρημον κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, τὸν δ’ ἀετὸν ἐθέλοντα ἀνήγαγεν ὅνδε δόμονδε. 14. Τῷ Ἀπριλλίῳ μηνὶ δίδοται ἀρραβὼν γαμικοῦ συναλ‐ | |
20 | λάγματος παρὰ Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥω‐ μανοῦ, καὶ τῇ τρίτῃ τῆς Γαλιλαίας στεφανοῦνται παρὰ Νικολάου πατριάρχου. βασιλεοπάτορα γὰρ Ῥωμανὸν προβαλόμενος, ἀντ’ | |
αὐτοῦ δὲ ἑταιρειάρχην Χριστοφόρον τὸν υἱὸν αὐτοῦ κατέστησεν. | 727 | |
728 | μετ’ οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τινων ἀρχόντων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον καὶ Κωνσταντῖνον ἀσηκρῆτις τοῦ Μαλελίας, πληροφορῶν πάντας καὶ βεβαιῶν ὡς | |
5 | ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνη‐ σιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσόβουλλον ποιήσας ἐνυπό‐ γραφον ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου τῆς τοιαύ‐ της ἐπιβουλῆς ἀνατροπὴν περιέχον, ὅσοι τὸν Φωκᾶν καταλιμπά‐ νοντες τῷ βασιλεοπάτορι δὲ προσφεύγοντες, ὑπὲρ τοῦ βασιλέως | |
10 | εἰσί, δοὺς Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ἣν δὴ καὶ Βασιὰν προσηγόρευον, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ στρατο‐ πέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς ἀνηλεῶς ἐτύφθη τήν τε ῥῖνα καὶ τὰ ὦτα ὑπετμήθη, ἀλλὰ μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης | |
15 | ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνὴ Ἄννα. πρῶτος οὖν ὁ υἱὸς τοῦ Βαρυ–Μιχαὴλ Κωνσταντῖνος, τοῦ τάγμα‐ τος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς αὐτῷ καταλύσεως· σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχων ὄντων ἀμ‐ | |
20 | φοτέρων. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου τὴν Χρυσό‐ πολιν καταλαβών, ἥτις ἀπὸ τοῦ Ἀλέξανδρον περιτυχόντα τῇ πόλει | |
τοῦ Βύζαντος κατά τινά τε ταύτης χῶρον τὸν αὐτοῦ λαὸν στρατη‐ | 728 | |
729 | γῆσαι, ἐφ’ ὅτῳ τεθεικότα περίβολον προσονομάσαι Στρατήγιον, καὶ ἐκεῖθεν μεταναστεύσαντα καὶ τοῖς ἀντίπεραν προσελθόντα χρυσίον ἱκανὸν ἐπιδοῦναι τῷ οἰκείῳ λαῷ, Χρυσόπολις προσηγό‐ ρευται. οἱ δὲ ἀπὸ τοῦ χρυσὸν ἐκ μετάλλων αὐτῆς γίνεσθαι ταύ‐ | |
5 | την φασὶν ὠνομάσθαι, ὥσπερ καὶ ἡ Χαλκηδὼν ἀπὸ τοῦ ἔχειν χαλκόν, ἢ ἀπὸ Χαλκίδος θυγατρὸς Νικομήδους τῆς ταύτην κτι‐ σάσης. ἐν τοιαύτῃ γοῦν τῇ Χρυσοπόλει καὶ ἡ τοῦ Ἀθηναίων στρατηγοῦ Χάρητος παράκοιτις ἐτελεύτησε, Δάμαλις ὀνομαζο‐ μένη, αὐτοῦ τοῦ Χάρητος Ἀθήνηθεν πεμφθέντος ἐπαμῦναι τοῖς | |
10 | Βυζαντίοις· ἧς ὑπὲρ τοῦ μνημείου δάμαλις βοῦς καθ’ ὁμωνυμίαν ἐν κίονι ἀνεστήλωται, συμβεβλημένον καὶ ἐπίγραμμα ἔχον ὧδε, Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης, | |
15 | ἐντάφιον τόδ’ ἐγὼ Κεκρόπος εἰμὶ νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ’ ὅτε ἔπλεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. βοΐδιον δὲ καλεῦμ’ ἂν ἐγὼ τότε, νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. | |
20 | 15. Καταλαβὼν οὖν τὴν Χρυσόπολιν, ὡς εἴρηται, διέ‐ στησε παρατάξεις ἀπὸ τῆς Δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν | |
τῇ πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμα‐ | 729 | |
730 | νοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασι‐ λέως Κωνσταντίνου ἐπιφερόμενος, “ἐγὼ φύλακα τῆς ἐμῆς βασι‐ λείας γρηγορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετά γε | |
5 | θεὸν κατεπίστευσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννι‐ κῶς κατεξανιστάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν | |
10 | εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ’ αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον.” τούτων οὖν τῷ λαῷ ὑπαναγνωσθέντων ἤρξαντο πάντες ὑποχωρεῖν καὶ τῷ βασιλεο‐ πάτορι προσρύεσθαι Ῥωμανῷ. τοῦ δὲ Φωκᾶ εἰς ἀμηχανίαν περι‐ | |
15 | στάντος, φυγῇ τε εἰς Ἀετοὺς χρησαμένου καὶ μὴ δεχθέντος ἀλλ’ ἐν χωρίῳ τινὶ ὀνομαζομένῳ Γοηλέοντι καταντήσαντος καὶ συλ‐ ληφθέντος, ἀπέστειλε Ῥωμανὸς Ἰωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ἀγαγεῖν αὐτόν. οἱ δὲ ἐτύφλωσαν αὐ‐ τὸν παρὰ γνώμην Ῥωμανοῦ. | |
20 | 16. Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη ἐπιβουλὴ διὰ Κων‐ σταντίνου Κτηματεροῦ μελετωμένη καὶ Δαβὶδ Καμουλιανοῦ καὶ | |
Μιχαὴλ κουροπαλατῶν μαγγάνων· οἳ καὶ τυφθέντες δημευθέντες | 730 | |
731 | τε καὶ πομπευθέντες ἐξωρίσθησαν. ἐφωράθη δὲ καὶ Ζωὴ ἡ Αὐ‐ γοῦστα ἐπιβουλεύουσα Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων· καὶ ταύτην τοῦ παλατίου καταβιβάσαντες ἐν τῇ τῆς ἁγίας Εὐφη‐ μίας μονῇ ἀπέκειραν. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρι‐ | |
5 | κίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταν‐ τίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός, καὶ ἐσθιόντων αὐτῶν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλας ὁ Κουρκούας μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας ὡς κατὰ Ῥωμανοῦ μελετῶντας εἰς Ὀψίκιον ἐξώρισεν. | |
10 | 17. Τῇ κδʹ τοῦ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥωμανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ, καὶ τῇ ιζʹ τοῦ Δεκεμβρίου μηνὸς στέφεται παρὰ Κωνσταντίνου βασιλέως καὶ Νικολάου πατριάρχου ἐν ἔτει τῷ ͵ϛυνηʹ, ἰνδικτιῶνος ηʹ. καὶ τῶν ἁγίων θεοφανίων στέφεται Θεοδώρα ἡ γυνὴ αὐτοῦ. καὶ τῇ αὐτῇ ἡμέρᾳ τοῦ αὐτοῦ μηνὸς τῆς | |
15 | εʹ ἰνδικτιῶνος Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ διαγορεύεται βασι‐ λεύς· στέφεται δὲ τῇ πεντηκοστῇ παρὰ τοῦ βασιλέως Κων‐ σταντίνου, καὶ προέρχονται οὗτοι οἱ δύο μόνοι ἐν τῇ προε‐ λεύσει. 18. Τῷ δὲ Ἰουλίῳ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος γίνεται | |
20 | ἕνωσις τῶν ἀποσχιστῶν. 19. Τῷ δὲ Ὀκτωβρίῳ μηνὶ τῆς θʹ ἐπινεμήσεως ὑποπτευ‐ | |
θεὶς Στέφανος ὁ μάγιστρος ὡς τῆς βασιλείας ἐφιέμενος ἀποκείρε‐ | 731 | |
732 | ται ἐν τῇ τοῦ Ἀντιγόνου νήσῳ ἅμα Θεοφάνει Τειχεώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ τοῖς ἀνθρώποις αὐτοῦ. πάλιν μηνύεται ἐπιβουλὴ μελετᾶσθαι παρὰ Ἀρσενίου καὶ Παύλου τῶν μαγγλαβιτῶν· οἳ καὶ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. | |
5 | 20. Ῥεντάκης ὁ Ἑλλαδικὸς πατρολοίας γενόμενος, ἐπεὶ πάντα τὰ τοῦ πατρὸς ἐληΐσατο καὶ τῇ πόλει προσέφυγεν, ἐκεῖθεν ψευδεῖς γραφὰς συσκευάσας πρὸς Βουλγαρίαν ἀποφυγεῖν ἔμελλεν. κρατηθεὶς οὖν τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. 21. Καὶ πάλιν οἱ Βούλγαροι μέχρι Κατασυρτῶν ἐξελαύ‐ | |
10 | νουσι μετὰ τὴν τοῦ Δουκὸς Ἀδραλέστου τελευτήν. προβάλλεται Πόθος δομέστικος τῶν σχολῶν ὁ τοῦ Ἀργυροῦ, καὶ μέχρι Θερμο‐ πόλεως μετὰ τῶν ταγμάτων ἐλθὼν ἀπέστειλε Μιχαὴλ τὸν τοῦ Μωρολὲ υἱὸν τοὺς Βουλγάρους κατασκοπήσοντα. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν ἐμπεσὼν πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, καὶ | |
15 | αὐτὸς δὲ πληγεὶς ἐν τῇ πόλει εἰσελθὼν ἐτελεύτησεν. 22. Πάλιν δὲ μηνύεται ἐπιβουλὴ κατὰ Ῥωμανοῦ ὑπὸ Ἀνα‐ στασίου γενησομένη σακελλαρίου καὶ Θεοδωρήτου κοιτωνίτου καὶ Δημητρίου πρωτονοταρίου τοῦ εἰδικοῦ καὶ ἄλλων τινῶν, ὡς δῆθεν ὑπὲρ Κωνσταντίνου βασιλέως ἀγωνιζόμενοι. ἐλεγχθέντες ἐτύφθη‐ | |
20 | σαν, καὶ τὴν μέσην διελθόντες ἐξωρίσθησαν. (23) τῆς τοιαύ‐ της δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κωνσταντῖνον | |
ὑποβιβάζει καὶ δεύτερον ἑαυτοῦ καθίστησι. πάλιν οὖν ἐκστρα‐ | 732 | |
733 | τεύουσι Βούλγαροι μέχρι τῶν Μαγγλαβά. ὅπερ μαθὼν ὁ βασι‐ λεὺς Ῥωμανὸς Ἰωάννην ῥαίκτορα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς, ἔχοντας μεθ’ ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν ταγμάτων καὶ τῶν τῆς ἑταιρείας· οἷς συνῆν καὶ Ἀλέξιος πα‐ | |
5 | τρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. διατάξαντες οὖν οὗτοι τὸν λαὸν αὐτῶν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ, καὶ σφοδροτάτως ἐπελασάντων κατ’ αὐτῶν εὐθὺς φεύγει ὁ ῥαί‐ | |
10 | κτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατύποδος, καὶ οἱ λοιποὶ οἱ μὲν ἐσφάγησαν, οἱ δὲ ἐν τῇ θα‐ λάσσῃ ἀπώλοντο· ἄλλοι αἰχμάλωτοι γεγόνασιν. οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ φυγόντες διεσώθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν κωλύοντα ἔχοντες τά τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ | |
15 | τὸ Στενὸν ἅπαν κατέκαυσαν. 24. Τῷ δὲ Φεβρουαρίῳ μηνί, τῆς ιʹ ἰνδικτιῶνος, τῇ κʹ τοῦ μηνός, Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατατί‐ θεται εἰς τὸν οἶκον τοῦ βασιλέως Ῥωμανοῦ τὸν ὑπ’ αὐτοῦ εἰς μοναστήριον γενόμενον· καὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως | |
20 | Χριστοφόρου γυνή. τότε καὶ Ἴβηρ κουροπαλάτης ἐν τῇ πόλει παρεγένετο, καὶ πρόοδος αὐτῷ λαμπρὰ γέγονε, καὶ μετὰ τιμῆς ὑπεδέχθη, καὶ ἡ ἁγία Σοφία τούτῳ κεκοσμημένη ὑπεδείχθη· εἰς | |
ὃν ναὸν εἰσελθὼν καὶ θαυμάσας πάλιν εἰς τὰ ἴδια ὑπέστρεψεν. | 733 | |
734 | 25. Καὶ πάλιν οἱ Βούλγαροι ἐν τῷ Ἰουνίῳ μηνὶ μέχρι τῶν τῆς ἁγίας Θεοδώρας παλατίων ἦλθον, καὶ ταῦτα πυρὶ δόντες τὰ ἑξῆς ἐληΐζοντο. καὶ πάλιν πολέμου γενομένου τρέπονται Ῥω‐ μαῖοι. ὁ δὲ λεγόμενος Σακτήκης πολλὰ ἀνδραγαθήσας πολλούς | |
5 | τε ἀνελών, καὶ πρὸς τὸ πλῆθος ἀντιστῆναι μὴ δυνάμενος, και‐ ρίαν πληγεὶς φεύγει, καὶ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν τεθεὶς εὐθὺς ἀποθνήσκει. 26. Ἀνταρσίας δὲ γενομένης ἐν Χαλδίᾳ ὑπὸ Ἀδριανοῦ Χαλδέος καὶ Τατζάτου Ἀρμενίου τῇ ὑποθήκῃ Βάρδα τοῦ Βοΐλα | |
10 | στρατηγοῦντος ἐν Χαλδίᾳ, καὶ τὸ Παΐπερ ὀχύρωμα ἐκρατήθη. ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυφλοῖ καὶ τὰς οὐσίας δημεύει, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅποι βούλοιντο ἀπιέναι. ὁ δὲ Τατζάτης ἐν ἑτέρῳ ὀχυρώματι διαφυγὼν | |
15 | καὶ λόγον αἰτήσας ἐν τῇ πόλει εἰσεληλύθει, καὶ μάγιστρος γενό‐ μενος ἐν τοῖς Μαγγάνοις τηρούμενος διῃτᾶτο· δρᾶσαι δὲ βουλευ‐ σάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερίσκεται. Βάρδαν δὲ τὸν Βοΐλαν ἀπέκειραν, τοῦ βασιλέως αὐτὸν κατοικτείραντος. 27. Συμεὼν δὲ σὺν παντὶ τῷ λαῷ αὐτοῦ τὴν Ἀδριανού‐ | |
20 | πολιν παρακαθίσαντος καὶ ἰσχυρῶς πολιορκοῦντος, ἐπεὶ καὶ λιμὸς | |
αὐτοὺς ἐπίεζε κραταιὸς καὶ οὐδαμόθεν εἶχον ἐπισιτίσασθαι, προ‐ | 734 | |
735 | δεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις. οὗτος δὲ ἦν ὁ τοῦ Μωρολέοντος υἱὸς ἢ μᾶλλον Θυμολέοντος, εἰπεῖν οἰ‐ κειοτέρως, ἀνὴρ τὰ ἄλλα κράτιστος καὶ τὰ πολεμικὰ περιβόητος, ὃς πλείστας ἀνδραγαθίας κατὰ Βουλγάρων ἐπεδείξατο· ὃν καὶ | |
5 | χειρωσάμενος ὁ Συμεών, μυρίαις τε αἰκίαις τοῦτον τιμωρησάμε‐ νος, τελευταῖον ἀπέκτεινεν. καὶ Βουλγάροις τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ’ αὐτῶν τῶν Ῥωμαίων ἔφοδον ἀκηκοότες, τὴν πόλιν καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους ἐγένετο. | |
10 | 28. Τοῦ δὲ Τριπολίτου Λέοντος μετὰ δυνάμεως πολλῆς τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης ὁ πατρίκιος καὶ δρουγ‐ γάριος τῶν πλωΐμων ὁ Ῥαδινὸς αἰφνίδιον ἐπιπεσὼν αὐτοῖς πάντας ἀπώλεσε, μόνου αὐτοῦ τοῦ Τριπολίτου διαφυγόντος. 29. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, τῆς βʹ ἰνδικτιῶνος, πάλιν | |
15 | Συμεὼν ὁ Βούλγαρος πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκ‐ στρατεύει, καὶ ληΐζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ, μέχρι τῶν Βλαχερνῶν παραγενόμενος, καὶ δὴ ἐπιζητῶν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρ‐ χην Νικόλαον καί τινας τῶν μεγιστάνων, ὥστε περὶ εἰρήνης αὐτοῖς | |
20 | συντυχεῖν. ἔλαβον οὖν ὁμήρους ἀμφότεροι, καὶ ἐξῆλθον, ὅ τε πατριάρχης καὶ Μιχαὴλ πατρίκιος ὁ Στυπιώτης καὶ Ἰωάννης μυ‐ | |
στικὸς ὁ παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβλη‐ | 735 | |
736 | θεὶς τῷ βασιλεῖ ἀπεκάρη. οἱ μὲν οὖν τῷ Συμεὼν περὶ εἰρήνης διελέγοντο, αὐτὸς δὲ τὸν βασιλέα Ῥωμανὸν θεάσασθαι ἤθελεν. ὅπερ ἀκούσας ὁ βασιλεὺς σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὴν τῶν αἱμάτων χύσιν. ἀποστείλας οὖν ἐν | |
5 | τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ ὀχυρωτάτην κατεσκεύασεν ἐν τῇ θα‐ λάσσῃ ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῷ προσορμίζεσθαι· καὶ περιφράξας αὐτὴν πάντοθεν προσέταξε διατείχισμα μέσον γενέσθαι, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἐπὶ τούτοις ἀποστείλας Συμεὼν τὸν ἐν τῇ Πηγῇ τῆς ὑπεραγίας θεο‐ | |
10 | τόκου ναόν, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, ἐνέπρησεν, καὶ τὰ περὶ αὐτὸν πάντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέ‐ λων, ἀλλ’ ἐπ’ ἐλπίσι μετεώροις τὸν βασιλέα ἐξαπατῶν. καὶ παραγενόμενος ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ ἐν Βλαχέρναις εἰς τὴν ἁγίαν εἰσῆλθε σορόν, καὶ τὰς χεῖρας ἐκτείνας εἰς εὐχήν, εἶτα | |
15 | καὶ πρηνὴς πεσών, δάκρυσι τὸ ἅγιον κατέβρεχεν ἔδαφος, τὴν πανάχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν μαφόριον τῆς παναγίας θεοτόκου ἐκ τῆς κιβωτοῦ ἀνελόμενος ἐξῄει τοῦ ναοῦ, καὶ καταλαμβάνει τὸν ὡρι‐ | |
20 | σμένον τόπον. ἐνάτη δὲ ἦν τοῦ Σεπτεμβρίου μηνός, πέμπτη δὲ τῆς ἑβδομάδος ἡμέρα· καὶ τῇ τετάρτῃ ὥρᾳ παραγίνεται Συμεών, πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διῃρημένον τὰς παρατά‐ | |
ξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρα‐ | 736 | |
737 | σπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμη‐ μένων, πάντων καταπεφραγμένων σιδήρῳ· οἳ μέσον αὐτῶν διει‐ ληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστηκότες κατε‐ | |
5 | θεῶντο τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅτι τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ’ ὥσπερ εἰς πλῆθος φίλων χωρῶν οὕτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ | |
10 | τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶ‐ τος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέ‐ χετο. ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς | |
15 | τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν “ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχειν ἀληθινόν, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεο‐ σεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην | |
20 | ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τοῦ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, | |
στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων | 737 | |
738 | ἐκχύσεις, καὶ σπεῖσαι μεθ’ ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χριστιανὸς ὢν καὶ αὐτὸς καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύ‐ νεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄν‐ θρωπος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν | |
5 | καὶ ἀνταπόδοσιν, καὶ σήμερον μὲν ὑπάρχων, αὔριον δὲ εἰς κόνιν διαλυόμενος. εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖθεν ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφα‐ γῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσῃς κριτῇ; εἰ πλούτου ἐρᾷς, ἐγώ σε κατακόρως τούτου ἐμπλήσω. μόνον ἐπί‐ | |
10 | σχες τὴν δεξιάν, ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοια, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τὸ Χριστιανοὺς ἀναιρεῖν· οὐ γὰρ θέμις αὐτοῖς αἴρειν ὅπλα καθ’ ὁμοπίστων.” (30) τοσαῦτα ὁ βασιλεὺς εἰπὼν ἐσίγησεν. ὁ δὲ | |
15 | Συμεὼν αἰδεσθεὶς τὴν τοσαύτην ταπείνωσιν καὶ τοὺς λόγους, κατένευσε τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους καὶ διαχωρισθέντες, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιω‐ σαμένου τὸν Συμεών. ὃ δὲ τότε συμβέβηκεν, διηγήσομαι, τερά‐ στιόν τε ὂν καὶ τοῖς ταῦτα συγκρίνειν εἰδόσι παράδοξον. δύο φασὶν | |
20 | ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι | |
κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευ‐ | 738 | |
739 | χθῆναι ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. τοῦτο ἀκριβῶς οἱ τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον κατα‐ | |
5 | λαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζέ τε αὐτοῦ τό τε εἶδος καὶ τὴν ῥώμην καὶ τὸ ἀκατάπληκτον τοῦ φρονήματος. 31. Μηνὶ Δεκεμβρίῳ κεʹ ἔστεψεν Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανον καὶ Κωνσταντῖνον. τὸν | |
10 | δὲ Θεοφύλακτον τὸν υἱὸν αὐτοῦ, εὐνοῦχον ὄντα, ἐποίησεν κληρι‐ κὸν ὁ Νικόλαος καὶ σύγκελλον προχειρισάμενος, χειροτονεῖ δὲ ὑπο‐ διάκονον. 32. Τῇ δὲ ιεʹ τοῦ Μαΐου μηνός, ἰνδικτιῶνος γʹ, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ αὐτοῦ ἀναβάσει | |
15 | τοῦ πατριαρχείου ἔτη ιγʹ, καὶ θάπτεται ἐν τῇ μονῇ αὐτοῦ τῶν Γαλακρηνῶν. τῷ δὲ Αὐγούστῳ μηνὶ Στέφανος ὁ Ἀμασείας εὐ‐ νοῦχος ὢν γίνεται πατριάρχης. Ἰωάννης δὲ ὁ μυστικὸς καὶ παρα‐ δυναστεύων, ἐπεὶ κατὰ τοῦ βασιλέως φρονεῖν ἠλέγχθη, φυγῇ χρη‐ σάμενος ἐν τῇ τῆς Μονοκαστάνου ἀποκείρεται μονῇ. Κωνσταν‐ | |
20 | τῖνος δὲ ὁ τοῦ Βοΐλα ἐν τῷ Ὀλύμπῳ ἀποκείρεται. προβάλλεται | |
δὲ ὁ βασιλεὺς Ῥωμανὸς Θεοφάνην πρωτοβεστιάριον παραδυνα‐ | 739 | |
740 | στεύοντα. γίνεται δὲ τότε σεισμὸς φοβερὸς ἐν τῷ τῶν Θρακησίων θέματι, καὶ χάσμα γῆς μέγα καὶ καταπληκτικόν. ὡς πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταπτωθῆναι. 33. Μηνὶ Μαΐῳ κζʹ, ἰνδικτιῶνος ιεʹ, Ἰωάννης ὁ ἀστρο‐ | |
5 | νόμος εἶπεν Ῥωμανῷ τῷ βασιλεῖ ὅτι ἡ ἱσταμένη στήλη ἐπάνω τῆς καμάρας τοῦ Ξηρολόφου καὶ ἐπὶ δυσμὰς βλέπουσα τοῦ Συμεών ἐστι· καὶ εἰ ταύτης τὴν κεφαλὴν ἐκκόψεις, τῇ αὐτῇ ὥρᾳ ὁ Συ‐ μεὼν τελευτᾷ. ἀποστείλας οὖν ὁ βασιλεὺς τῇ νυκτὶ τὴν κεφαλὴν τῆς στήλης ἐξέκοψε· καὶ τῇ αὐτῆ ὥρᾳ ὁ Συμεὼν εἰς Βουλγαρίαν | |
10 | ἐτελεύτησε, Πέτρον τὸν υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς εἶχεν· Μιχαὴλ δὲ τὸν ἐκ τῆς προτέ‐ ρας αὐτῷ γενόμενον γυναικὸς ἀπέκειρε μοναχόν. Ἰωάννης δὲ καὶ Βενιαμὴν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἐπιστολὴν ἐκομίσαντο Βουλγαρι‐ κήν. (34) τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντες τελευ‐ | |
15 | τήν, οἵ τε Χροβάτοι καὶ οἱ λοιποί, κατὰ Βουλγάρων κινεῖν ἐβού‐ λοντο· λιμοῦ δὲ μεγίστου μετὰ καὶ ἀκρίδων τὴν Βουλγαρίαν ἐκ‐ πιέζοντος, ἐδεδίεσαν καὶ μᾶλλον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. ὅθεν καὶ κατὰ Ῥωμανίαν ἐκστρατεύουσι καὶ τῇ Μακεδονίᾳ κατα‐ λυμαίνονται. οἱ δὲ Βούλγαροι τὴν πρὸς αὐτοὺς ἐξέλευσιν τοῦ | |
20 | βασιλέως ἀκούσαντες περὶ εἰρήνης φροντίζουσι, καὶ ἀποστέλλουσι μοναχόν τινα Καλοκύριν ὀνομαζόμενον, Ἀρμενιακὸν τῷ γένει· ὃς παρὰ τοῦ βασιλέως ἀσμενέστατα δεχθεὶς τὴν εἰρήνην ἐβεβαίωσε, | |
καὶ συνάλλαγμα μετὰ τοῦ βασιλέως ποιῆσαι αἰτεῖται. σύμφωνά | 740 | |
741 | τε ποιήσαντες εἰς τὸ δοῦναι αὐτῷ Πέτρῳ τὴν θυγατέρα Χριστο‐ φόρου τοῦ βασιλέως Μαρίαν, γράφουσι τῷ Πέτρῳ ἐλθεῖν. ἀπο‐ στέλλεται οὖν Νικήτας μάγιστρος ὁ συμπένθερος Ῥωμανοῦ τοῦ βασιλέως ὑπαντῆσαι αὐτῷ καὶ ἀγαγεῖν μέχρι τῆς πόλεως. καὶ | |
5 | ἐλθόντες ἐν Βλαχέρναις, ὁ βασιλεὺς ἀπελθὼν κατησπάσατο αὐ‐ τόν· καὶ τὰ εἰκότα συνομιλήσαντες ὑπέγραψαν τά τε σύμφωνα νῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις τοῦ πρωτοβεστιαρίου Θεοφάνους. τῇ δὲ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς στέφεται. Πέτρος καὶ Μαρία ἐν τῷ ναῷ τῆς ὑπεραγίας θεοτόκου | |
10 | τῶν Πηγῶν παρὰ Στεφάνου πατριάρχου. πάντων δὲ τῶν εἰθισμέ‐ νων φαιδρῶς τελεσθέντων, οἱ Βούλγαροι ἔνστασιν οὐ μικρὰν ἐποιή‐ σαντο τοῦ πρότερον εὐφημεῖσθαι Χριστοφόρον, εἶτα Κωνσταντῖ‐ νον· ὃ καὶ ἐπένευσεν ὁ βασιλεύς. καὶ μετ’ ὀλίγας ἡμέρας λαμ‐ βάνει τὴν ἰδίαν γυναῖκα Μαρίαν ὁ Πέτρος, καὶ ἐπὶ Βουλγαρίαν | |
15 | πορεύεται. 35. Ἔρχονται πρέσβεις ἀπὸ Μελιτηνῆς, καὶ μετ’ αὐτῶν καὶ ὁ στρατηγὸς αὐτῶν Ἀπαλάσαθ. καὶ ὑποδεχθέντες παρὰ Ῥω‐ μανοῦ μετὰ τῆς προσηκούσης τιμῆς, σύμφωνά τε εἰρήνης ποιή‐ σαντες, ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ ἔκτοτε συνεστρατεύοντο | |
20 | Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Σαρακηνῶν, καὶ ἐν τοῖς ἐπινικίοις συνήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει, αἰχμαλώτους ἄγοντες | |
Ἀγαρηνούς· ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον καὶ δεῖγμα τῆς | 741 | |
742 | τῶν ἀθέων Ἀγαρηνῶν δυστυχίας. τελευτήσαντος δὲ Ἀπολάσαθ ἀνδρὸς φρονίμου καὶ συνετοῦ διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελι‐ τηνὴν κατοικοῦντες. ἐκστρατεύσαντες οὖν κατ’ αὐτῶν ὅ τε Δοὺξ τῶν σχολῶν Ἰωάννης ὁ Κουρκούας μετὰ τῶν θεμάτων καὶ ταγμά‐ | |
5 | των καὶ Μελίας μετὰ τῶν Ἀρμενίων· οἳ καὶ εἰς τοσαύτην στένω‐ σιν τὴν Μελιτηνὴν κατέστησαν καὶ τὰ περὶ αὐτήν, ὡς καὶ κουρα‐ τωρείαν ποιῆσαι ταύτην τὸν βασιλέα, καὶ πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν λαμβάνειν ἐτησίως. 36. Κατηγορήθη δὲ Νικήτας μάγιστρος ὁ πενθερὸς Χρι‐ | |
10 | στοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέ‐ σθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον ἐξώρισαν τῆς πόλεως καὶ μοναχὸν ἐποίησαν. 37. Τῇ ιηʹ τοῦ Ἰουνίου μηνός, τῆς ϛʹ ἰνδικτιῶνος, τελευτᾷ Στέφανος πατριάρχης, κρατήσας ἔτη βʹ μῆνας ιαʹ. τῇ δὲ ιδʹ τοῦ | |
15 | Δεκεμβρίου μηνὸς ἄγουσι Τρύφωνα ἀπὸ τοῦ Ὀψικίου, ἐπ’ εὐλα‐ βείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ ῥητῷ χρόνῳ. ὅθεν αὐτοῦ μὴ ἀνεχομένου ἐπὶ ῥητῷ χρόνῳ γενέσθαι ἀλλὰ μέχρι τέλους τῆς ζωῆς αὐτοῦ, δόλῳ τοῦτον πεί‐ θουσι τῷ τρόπῳ τούτῳ. λέγουσι γὰρ μὴ βουλομένῳ συγκαταθέ‐ | |
20 | σθαι “οὗτος οὐκ οἶδε γράμματα, οὐδὲ γράψαι δύναται, καὶ ἐπὶ τούτῳ ἀνθίσταται.” ὁ δὲ βεβαιῶσαι βουλόμενος αὐτοὺς ὅτι καὶ | |
γράφει καὶ ἀναγινώσκει, αἰτεῖ χάρτην καὶ μέλαν. παρέχουσιν | 742 | |
743 | οὖν αὐτῷ τόμον καινόν, καὶ κάτω που πρὸς τὰ τέλη ποιοῦσιν γρά‐ ψαι “Τρύφων ἐλέει θεοῦ μοναχὸς καὶ πατριάρχης ἀρεσθεὶς καὶ στοιχῶν τοῖς προγεγραμμένοις ἰδίᾳ χειρὶ ὑπέγραψα.” τοῦτο λα‐ βόντες χειροτονοῦσιν αὐτὸν πατριάρχην. γράφουσιν οὖν ἄνωθεν | |
5 | τῆς ὑπογραφῆς τοῦ πατριάρχου Τρύφωνος ὅπερ αὐτοὶ ἐβούλοντο· μεθ’ ὃ καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ῥητοῦ χρόνου καταβιβά‐ ζουσιν αὐτόν, τοῦ πατριάρχου μὴ θέλοντος, ὅμως τῇ ἰδίᾳ ὑπο‐ γραφῇ πεισθέντα καὶ τὴν πλάνην μὴ φέροντα. τοῦτο δὲ γέγονεν διὰ τὸ εἰς μέτρον φθάζειν ἡλικίας ἤδη Θεοφύλακτον τὸν τοῦ βα‐ | |
10 | σιλέως Ῥωμανοῦ υἱόν. 38. Τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέ‐ γονεν, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονε μέγας λιμός, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνα‐ σθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὅθεν βασιλεὺς Ῥω‐ | |
15 | μανὸς τὴν ἀφόρητον ἐκείνην βίαν τοῦ ψύχους κατανοήσας, καὶ τὴν τοῦ λιμοῦ παραμυθησόμενος ἔνδειαν, ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι, καὶ ἄρκλας ἐν πᾶσι τοῖς ἐμβόλοις κατεσκεύασεν. ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατα‐ | |
20 | κειμένοις πένησι δίδοσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμήσια τοῖς ἐν ταῖς ἐκκλησίαις πένησι διανέμεσθαι, ὡς εἶναι τὰ διδόμενα καθ’ ἕκαστον μῆνα ἀργυρίου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. τρεῖς δὲ | |
αὐτῷ πένητες καθ’ ἑκάστην συνήσθιον, λαμβάνοντες ἀνὰ νομίσμα‐ | 743 | |
744 | τος ἑνός. τῇ δὲ τετράδι καὶ τῇ παρασκευῇ μοναχοὶ ὁμοίως, λαμ‐ βάνοντες ἀνὰ νομίσματος ἑνός. ἦν δὲ καί τις τῶν παίδων ἀναγι‐ νώσκων ἐν τῇ τραπέζῃ αὐτοῦ. φιλομόναχος δὲ εἰ καί τις ἄλλος ὤν, πᾶσι τοῖς ἀρετῆς ἀντεχομένοις μοναχοῖς τὰς ἑαυτοῦ πράξεις | |
5 | μετὰ δακρύων ἔλεγεν, τάς τε ἐκκλησίας παντοίως ἐκόσμει, καὶ τοῖς ἐν πᾶσιν ὄρεσι μοναχοῖς ῥόγας ἐξαπέστειλε, τά τε μοναστήρια περιέθαλπε, καὶ τοῖς ἐν αὐτοῖς διὰ θεὸν ἀποκαρεῖσιν ἢ καὶ ἐγκλεί‐ στοις οὖσι ῥόγας τυπώσας οὐ διέλιπε διδόναι. (39) ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημο‐ | |
10 | συνῶν διεξήλθομεν. Ἐπέθεντο Πέτρῳ τῷ Βουλγάρῳ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών. καὶ φωραθέντες, ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται ἐν τῇ φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. τοῦτο μαθὼν ὁ βα‐ | |
15 | σιλεὺς ἀποστέλλει καὶ ἀναλαμβάνει τὸν Ἰωάννην. 40. Τῇ βʹ ἡμέρᾳ τοῦ Μαρτίου μηνός, κοσμίτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στοιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσι, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὸν τῆς ὑπερα‐ γίας θεοτόκου τοῦ φόρου ἔμβολον, καὶ ἐκάησαν τὰ κηρόπωλα καὶ | |
20 | τὰ γουνάρια μέχρι τῶν Ψιχῶν. 41. Τῷ δὲ Αὐγούστῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, τελευτᾷ Χριστοφόρος ὁ βασιλεύς, καὶ ἐτάφη ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐ‐ | |
τοῦ. κατήγαγον δὲ καὶ τὸν πατριάρχην Τρύφωνα τὸν ῥητὸν χρό‐ | 744 | |
745 | νον τελέσαντα, καὶ ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ. χηρεύει δὲ ἡ ἐκκλη‐ σία χρόνον αʹ μῆνας εʹ διὰ τὸ ἀτελὲς Θεοφυλάκτου τοῦ υἱοῦ Ῥω‐ μανοῦ. 42. Βασίλειος δέ τις Μακεδὼν πλάνος Κωνσταντῖνον | |
5 | Δοῦκα ἑαυτὸν εἶναι ἐπιφημίσας πολλοὺς μεθ’ ἑαυτοῦ συνεπήγετο. οὗτος συσχεθεὶς τῆς μιᾶς χειρὸς ἀλλοτριοῦται. εἶτα καιροῦ λαβό‐ μενος καταλαμβάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευασά‐ μενος διήρχετο πλανῶν πολλοὺς ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ | |
10 | Δοῦκας· καὶ φρούριον κατασχὼν ὃ Πλατεῖα πέτρα κατονομάζε‐ ται, καὶ τροφὴν πολλὴν ἀποθέμενος, μεγάλην κατὰ Ῥωμανίαν ἀνταρσίαν κινεῖ, προνομεύων καὶ λεηλατῶν τοὺς παρατυγχάνον‐ τας. τοῦτον κρατήσαντες ἀνήγαγον ἐν τῇ πόλει, καὶ ἐν τοῖς Ἀμα‐ στριανοῦ ἔκαυσαν. | |
15 | 43. Τῷ δὲ Φεβρουαρίῳ μηνί, τῆς ϛʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τῆς ὑπαπαντῆς, χειροτονεῖται πατριάρχης ὁ ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, τοποτηρητῶν ἐκ Ῥώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφερομένων περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ τῷ πατριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. | |
20 | Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο τὴν τοῦ Γαμαλᾶ θυγατέρα Ἄνναν, ἥτις ἅμα τῷ νυμφικῷ στεφάνῳ καὶ | |
τὸν τῆς βασιλείας ἐπέθετο. | 745 | |
746 | 44. Μηνὶ Ἀπριλλίῳ, ἰνδικτιῶνος ζʹ, γέγονε πρώτη ἐκ‐ στρατεία τῶν Τούρκων κατὰ Ῥωμανίας· καὶ κατατρέχουσι μέχρι τῆς πόλεως, καὶ λεηλατοῦσι πᾶσαν Θρᾳκῴαν ψυχήν. ἀποστέλ‐ λεται οὖν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ποιεῖ | |
5 | καταλλαγὴν μετ’ αὐτῶν. 45. Τῇ δὲ ιδʹ τοῦ Ἰανουαρίου μηνὸς ἠγάγετο Ῥωμανὸς γυναῖκα τῷ τελευταίῳ υἱῷ αὐτοῦ Κωνσταντίνῳ, ἐκ τοῦ γένους τῶν Ἀρμενιακῶν, τοὔνομα Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγα‐ τέρα· ἧς καὶ τελευτησάσης Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἑτέραν τού‐ | |
10 | τῳ συνέζευξεν γυναῖκα, ἐκ τοῦ γένους τοῦ Μάμω ἐκείνου, Θεο‐ φανὼ λεγομένην. 46. Τῷ ἐνιαυτῷ ἐκείνῳ κατέπλευσαν οἱ Ῥῶς οἱ καὶ Δρο‐ μῖται λεγόμενοι, οἱ ἐκ γένους τῶν Φράγγων ὄντες, κατὰ τῆς Κων‐ σταντινουπόλεως, μετὰ πλοίων χιλιάδες δέκα. πέμπεται οὖν πρὸς | |
15 | αὐτοὺς ὁ πρωτοβεστιάριος Θεοφάνης μετὰ πλοίων. καὶ τὸν στό‐ λον εὐτρεπίσας αὐτοὺς ἐξεδέχετο. ἐπεὶ δὲ πλησίον τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ φάρου ἐγένοντο (φάρος δὲ καλεῖται ἀφίδρυμά τι ᾧ πυρσὸς ἐπιτίθεται πρὸς ὁδηγίαν τοῖς ἐν νυκτὶ παροδίταις, Εὔ‐ ξεινος δὲ Πόντος κατὰ ἀντίφρασιν καλεῖται· κακόξεινος γὰρ ἐλέ‐ | |
20 | γετο διὰ τὰς συνεχεῖς τῶν ἐκεῖσε λῃστῶν πρὸς τοὺς ἐπιξενουμένους καταδρομάς, οὕς φασιν ἀνελὼν Ἡρακλῆς, ἀδείας τυχόντες οἱ παροδῖται τοῦτον Εὔξεινον ἐπωνόμασαν) ἐν τῷ Ἱερῷ λεγομένῳ, ὃ | |
τὴν ἐπωνυμίαν εἴληφε διὰ τῶν τῆς Ἀργοῦς πλωτήρων ἐκεῖσε διερ‐ | 746 | |
747 | χομένων αὐτόθι ἀνιδρύσαι μὲν ἱερόν, αὐτὸς ἀθρόον τούτοις ἐπέ‐ θετο, καὶ τὰ μὲν πλεῖστα πλοῖα κατέφλεξεν, τὰ δὲ λοιπὰ εἰς φυγὴν ἐτράπησαν. ὅθεν καὶ τελείας τροπῆς γενομένης τὰ μὲν τῶν πλοίων αὐτῶν αὔτανδρα κατέδυσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ | |
5 | δὲ περιλειφθέντες εἰς τὸ τῆς ἀνατολῆς μέρος, εἰς τὰς Ῥογὰς λεγο‐ μένας, κατέπλευσαν. καὶ ἐπεὶ σύνταγμα πρὸς τὰ τῆς Βιθυνίας μέρη ἀπέστειλαν χρειῶν ἕνεκα, ἐντυγχάνει τούτοις Βάρδας ὁ Φω‐ κᾶς· καὶ γὰρ ἀποσταλεὶς ἦν ἐπὶ τούτῳ μετὰ ἱππέων ἐκκρίτων, παρατρέχων αὐτούς, καὶ κατέσφαξεν ἅπαντας. ἀλλὰ καὶ ὁ Κουρ‐ | |
10 | κούας μετὰ παντὸς τοῦ τῆς ἀνατολῆς στρατεύματος κατελθὼν τοὺς ὑπολειφθέντας εὑρίσκων ἀπέκτεινεν. πολλοὺς δὲ τόπους καὶ ναοὺς ἐνέπρησαν, καὶ τοὺς συλλαμβανομένους Ῥωμαίους τοὺς μὲν ἀνεσταύρουν τοὺς δὲ τῇ γῇ προσεπήγνυον, τοὺς δὲ τοῦ κλήρου, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες, ἥλους σιδηροῦς κατὰ μέσης τῆς | |
15 | κεφαλῆς αὐτῶν ἐπήγνυσαν. χειμῶνος δὲ ἤδη καταλαμβάνοντος, καὶ εἰς τὰ οἰκεῖα βουλόμενοι ἀπελθεῖν, τὸν στόλον λαθεῖν ἐσπού‐ δαζον. νυκτὸς οὖν ἐκπλεύσαντας ὁ πατρίκιος Θεοφάνης τούτους ὑπήντησε. καὶ εὐθὺς δευτέρα ναυμαχία συνάπτεται καὶ πλεῖστα πλοῖα βυθίζονται. ὀλίγων δὲ μετὰ πλοίων περισωθέντων καὶ ἐν | |
20 | τῇ τῆς Κοίλης περιπεσόντων ἀκτῇ, νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νίκης μεγάλης ὑποστρέψας ἐντίμως καὶ μεγα‐ λοπρεπῶς παρὰ τοῦ βασιλέως ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτι‐ | |
μήθη. | 747 | |
748 | 47. Τῷ δὲ Ἀπριλλίῳ μηνί, τῆς αʹ ἰνδικτιῶνος, πάλιν ἦλθον οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως· ὁ δὲ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς μετ’ αὐτῶν ἐποιήσατο, ὅθεν καὶ ἐπὶ χρόνους εʹ ἡ εἰρήνη διεφυλάχθη. | |
5 | 48. Τῇ δὲ βʹ ἰνδικτιῶνι, Πασχάλιος πρωτοσπαθάριος καὶ στρατηγὸς Λαγουβαρδίας ἀποστέλλεται πρὸς ῥῆγα τῶν Φράγγων, ἀγαγεῖν τὴν αὐτοῦ θυγατέρα Ῥωμανῷ τῷ Κωνσταντίνου τοῦ γαμ‐ βροῦ αὐτοῦ υἱῷ εἰς νύμφην. ἣν καὶ μετὰ πλούτου πολλοῦ ὁ Πα‐ σχάλιος ἀνήγαγεν· καὶ γέγονεν ὁ γάμος Σεπτεμβρίῳ μηνί, ἰνδι‐ | |
10 | κτιῶνος γʹ. ἥτις καὶ ἔζησε μετὰ τοῦ ἀνδρὸς αὐτοῦ ἔτη εʹ, καὶ ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 49. Τῷ Δεκεμβρίῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, ἀνέμου βιαίου καὶ σφοδροῦ πνεύσαντος οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ ἐξ ἐναν‐ | |
15 | τίας τοῦ βασιλικοῦ θρόνου Δῆμοι κατέπεσον, καὶ συνέτριψαν τὰ ὑποκάτω αὐτῶν βάθρα καὶ στήθεα. χρόνου δὲ διελθόντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατ‐ ήγαγον. 50. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ ἅγιον | |
20 | ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρα‐ τεύματος, οἱ οἰκήτορες ταύτης πρὸς τὸν βασιλέα διαπρεσβεύουσι Ῥωμανὸν τοῦτο παρέχειν, εἰ τὴν πολιορκίαν λύσειεν. ὅπερ καὶ | |
γέγονε· καὶ χρυσόβουλλον ἐδόθη μηδ’ ἔτι ὑπὸ Ῥωμαίων τὴν χώ‐ | 748 | |
749 | ραν αὐτῶν ληΐζεσθαι. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος, ἀπήντησεν αὐτῷ Θεοφάνης ὁ παρακοιμώμενος μετὰ λαμπρᾶς φωτ‐ αγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας κατὰ τὸν Σάγγαριν ποταμόν. τῇ δὲ ιθʹ τοῦ αὐτοῦ μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθε. | |
5 | τοῦ δὲ βασιλέως ὄντος ἐν Βλαχέρναις κἀκεῖθεν αὐτὸ προσκυνήσαν‐ τος, τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε βασιλέως δύο υἱοί, Στέφανος καὶ Κωνσταντῖνος, καὶ ὁ γαμβρὸς αὐτοῦ Κων‐ σταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ καὶ τῇ συγκλήτῳ πάσῃ, καὶ τοῦ λαοῦ προπορευομένου μετὰ φωταγωγίας μέχρι τοῦ ναοῦ | |
10 | τῆς τοῦ θεοῦ ἁγίας σοφίας πεζοὶ τοῦτο διεκόμισαν, καὶ προσκυνη‐ θὲν ἐκεῖσε ἐν τῷ παλατίῳ τοῦτο ἀνήγαγον. 51. Ἐν ταύταις ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες, ἐκ μιᾶς προελθόντες γα‐ στρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος· ἀπὸ δὲ τοῦ στό‐ | |
15 | ματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες ἀλ‐ λήλοις ὑπῆρχον, ἀντιπρόσωποι. οἳ ἐπὶ πλεῖστον ἐν τῇ πόλει ἐν‐ διατρίψαντες ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ἐθαυμάζοντο· ὅθεν καὶ ὡς πονηρός τις οἰωνὸς τῆς πόλεως ἐξηλάθη. πάλιν δὲ ἐπὶ τῆς μονοκρατορίας τῆς βασιλείας Κωνσταντίνου εἰσῆλθε. καὶ ἐπειδὴ | |
20 | ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημέ‐ νον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι. ἀλλὰ | |
καὶ οὗτος τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. | 749 | |
750 | 52. Ἐν πᾶσι μὲν οὖν, ὡς ἀνωτέρω εἴρηται, τοῖς μονα‐ χοῖς ὁ βασιλεὺς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μοναχοῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ἐπεφύκει Θωμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου | |
5 | Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια τό τε τῆς διακρίσεως εὐθὺ καὶ τὸ τοῦ προσώπου χάριεν τὸ μέτριόν τε τοῦ φρονήματος καὶ τοῦ ἤθους· τὸν μὲν γὰρ λόγον εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος πάγιον καὶ σταθη‐ ρόν, τὸ δὲ φρόνημα πολὺ φυσικὸν καὶ ταπεινόν. τοῦτον δὴ τὸν | |
10 | ἀοίδιμον ἀδιαλείπτως μεθ’ ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα, ὡς ἄν τις εἴποι, τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. οὗτος πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μή ποτε καὶ αὐτὸς πάθοι τὸ τοῦ Ἠλί, τι‐ μωρίαν ἐκτίσας ὑπὲρ τῆς τῶν παίδων παρανομίας. ὃ καὶ γέγονε. | |
15 | καὶ γὰρ πρὸ ὀλίγων ἡμερῶν τούτων, πάντων καθιστορούντων τὸν ἄχραντον χαρακτῆρα ἐν τῷ ἁγίῳ ἐκμαγείῳ τοῦ υἱοῦ τοῦ θεοῦ, ἔλε‐ γον οἱ υἱοὶ τοῦ βασιλέως μὴ βλέπειν τι ἢ πρόσωπον μόνον, ὁ δὲ γαμβρὸς Κωνσταντῖνος ἔλεγεν βλέπειν ὀφθαλμοὺς καὶ ὦτα. πρὸς οὓς καὶ εἶπεν ὁ ἀοίδιμος Σέργιος “καλῶς ἀμφότεροι εἴδετε.” οἱ δὲ | |
20 | ἀντέφησαν “καὶ τί σημαίνει ἑκάστου τούτου ἡ διαφορά;” ἀπεκρίθη “οὐκ ἐγὼ ἀλλὰ Δαβὶδ ὁ προφήτης λέγει, ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου | |
ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐ‐ | 750 | |
751 | τῶν.” τότε ἀκούσαντες ἐκεῖνοι θυμοῦ ἐπλήσθησαν καὶ κατ’ αὐτοῦ ἐβουλεύοντο. ὅθεν δὴ καὶ τοῦ παλατίου κατάγουσι τὸν πατέρα αὐτῶν καὶ ἐν τῇ νήσῳ ἐξορίζουσιν. ἀλλὰ δὴ καὶ πάλιν αὐτὸν εἶχεν ἐκεῖ Ῥωμανὸς ὁ βασιλεὺς τῶν συμφορῶν παραμύθιον καὶ τῶν | |
5 | θλίψεων ἀκεσώδυνον φάρμακον. συνῆν τούτῳ καὶ Πολύευκτος ὁ εὐλαβέστατος μοναχός, τὰ εἰκότα παραμυθούμενος, ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος αὐτὸς πατριάρχης Κων‐ σταντινουπόλεως ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως προχειρίζεται. εἰσοικίζεται δὲ καὶ οὗτος παρὰ Σεργίου τοῦ εἰρημένου εὐλαβεστά‐ | |
10 | του μοναχοῦ Ῥωμανῷ τῷ βασιλεῖ τρόπῳ τοιῷδε. τοῦ πατριάρχου Θεοφυλάκτου τοῦ υἱοῦ αὐτοῦ συχνοτέρως νοσοῦντος, παρεκάλει Ῥωμανὸς τὸν Σέργιον γενέσθαι πατριάρχην. ὁ δὲ ἀπὸ ψυχῆς τοῦτο ἀπαρνούμενος ἐπὶ πολλὰς ἡμέρας ἠναγκάζετο. καί ποτέ φησιν “ἔχω, δέσποτα, εἰ θέλεις, πατριάρχην, ἄνδρα εὐλαβῆ καὶ | |
15 | χρησιμεύοντα, ἀλλὰ μὴν καὶ σοφὸν εἰς τὴν τοιαύτην ἀξίαν.” ὁ δὲ “ἂς ἴδω αὐτόν.” ἔρχεται μετὰ τοῦ Σεργίου καὶ ὁ Πολύευκτος· καὶ ὡς εἰσῆλθον ἀμφότεροι εἰς τὸν βασιλέα, αὐτὸς μὲν ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς κλίνης, συγκαθέζεται δὲ αὐτῷ καὶ ὁ Σέργιος· τὸν δὲ Πολύευκτον εἰς σκάμνον ἐκάθισαν. ἐρωτᾷ ὁ βασιλεὺς χρή‐ | |
20 | σιμόν τι γραφικὸν τῷ Πολυεύκτῳ, σκοπῶν ἐπὶ τὸ ἀκοῦσαι ποσῶς τὴν λαλιὰν αὐτοῦ, ὡς ἔθος τοῖς ἀνθρώποις. ὁ δὲ ὀξύθυμος ὢν αὐστηρῶς πως καὶ ἀποφαντικῶς ἀπεκρίθη τραχείᾳ τῇ φωνῇ “ὁ | |
καθεζόμενος μετὰ τῆς βασιλείας σου ἐν τῇ κλίνῃ σου ἑρμηνευσάτω | 751 | |
752 | αὐτός.” καὶ ὁ μὲν βασιλεὺς εὐθὺς τὸν λόγον ὡς φθόνου βέλος ἐν τῇ καρδίᾳ δεξάμενος· ὁ δὲ μακαρίτης Σέργιος τῷ φυσικῷ φρονή‐ ματι τὸν λόγον ὑπαμβλῦναι θέλων ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας Πολυεύκτου, καὶ “εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ ἅγιε” λέγει, “ὅτι | |
5 | τοσαύτας ἡμέρας ἀτακτῶν οὐκ ᾐσθανόμην.” τοῦ δὲ βασιλέως πυθομένου “διὰ τί οὕτως ἐποίησας;” ἔφη “ὅτι οὕτως ὀφείλει ποιεῖν ὁ προϊστάμενος, καὶ μάλιστα ἐκκλησίας, καὶ μὴ κατὰ προσωποληψίαν τι ποιεῖν.” ἔκτοτε οὖν οὐκ ἐπείσθη ἐν τῇ κλίνῃ τοῦ βασιλέως τὸ σύνολον καθεσθῆναι. | |
10 | 53. Στέφανος τοίνυν ὁ υἱὸς Ῥωμανοῦ ἐπαναστὰς τῷ πατρί, συμβούλοις τε χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βα‐ σιλείῳ τῷ λεγομένῳ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνει‐ δότων αὐτῷ καὶ τῶν λοιπῶν βασιλέων, ἐπεὶ μακρῷ γήρει καὶ νόσῳ τρυχόμενον εἶδεν, καὶ τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακρι‐ | |
15 | βωσάμενον (καὶ ἄνακτα πρῶτον τὸν πορφυρογέννητον Κωνσταντῖ‐ νον προσδιωρίσατο καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱοὺς) καὶ πρὸς αὐτοὺς ῥητῶς ἐξασφαλισάμενον ὡς εἴπερ τῷ πρώ‐ τῳ βασιλεῖ κατά τι πταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βα‐ σιλείας, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ | |
20 | νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν. | 752 |
753 | Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρός, μηνὶ Δεκεμβρίῳ κʹ, ἰνδικτιῶνος γʹ, ἐν ἔτει ͵ϛυνδʹ. ὃς παραυτίκα Βάρδαν τὸν Φωκᾶν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν προ‐ χειρίζεται, καὶ Κωνσταντῖνον ναυμαχίας ἡγήτορα, καὶ στρατιάρ‐ | |
5 | χας τινὰς τῶν εὐχρήστων. τὸν δὲ Πετεινὸν πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκε, τὸν δὲ Κουρτίκην πατρίκιον καὶ δρουγγά‐ ριον τῆς βίγλας, οὕστινας ὁ θεὸς συντόμως ἐπεξῆλθεν ὡς εἰς χρι‐ στὸν κυρίου παροινήσαντας· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες, ὡς ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸν βίον ἀπέρρηξαν. | |
10 | 2. Μετὰ δὲ μʹ ἡμέρας Κωνσταντῖνος ὁ πορφυρογέννητος ὑποπτεύσας Στέφανον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους, μή ποτε καὶ κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται, ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται; λέγεται γὰρ ὅτι φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. τῶν ὁμαιμόνων | |
15 | τί γίνεται; ἑστιάσας αὐτοὺς καὶ φιλοφρονήσας, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν ἀνήρπασαν τούτους οἱ πρὸς τοῦτο εὐ‐ τρεπισμένοι, καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιώρισαν κληρικοὺς ποιήσαντες. μετ’ ὀλίγον δὲ τὸν ἴδιον πατέρα αὐτῶν αἰτησάμενοι ἰδεῖν μοναχὸν ὄντα, πένθει ἀφορήτῳ κατεχόμενοι. | |
20 | ὁ δὲ ὁμοίως ὀδυρόμενος πρὸς αὐτοὺς ἐφθέγξατο “υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” εἶθ’ οὕτως ἐξορίζονται, ὁ | |
μὲν Στέφανος εἰς Προικόνησον, εἶτα εἰς Ῥόδον, ἔπειτα εἰς Μιτυ‐ | 753 | |
754 | λήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας παρὰ τῶν φυλασσόντων αὐτὸν σφάζεται. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα ἀφελόμενος, κληρικὸν ἐποίησεν Θεοφύλακτος ὁ | |
5 | πατριάρχης. ὁμοίως καὶ Θεοφάνην πατρίκιον καὶ παρακοιμώμε‐ νον ἐξώρισε, καὶ Γεώργιον πρωτοσπαθάριον καὶ πιγκέρναν καὶ Θωμᾶν πριμικήριον, οὓς δείρας καὶ κουρεύσας καὶ θριαμβεύσας ἐξώρισεν διὰ τὸ φωραθῆναι αὐτοὺς καιροσκοπεῖν τοῦ εἰσαγαγεῖν πάλιν τὸν Ῥωμανὸν ἐν τῷ παλατίῳ. | |
10 | 3. Τῷ Δεκεμβρίῳ μηνί, τῆς ϛʹ ἰνδικτιῶνος, ἐπιβουλῆς γενομένης εἰς τὸ τὸν Στέφανον ἐκ τῆς νήσου ἀγαγεῖν ἐν τῷ παλα‐ τίῳ, ἐπεὶ παρὰ Μιχαὴλ τοῦ Διαβολίνου ἐμηνύθη, πάντων κρα‐ τηθέντων τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμε, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ὄνοις ἐπικαθίσας καὶ θριαμβεύσας ἐξ‐ | |
15 | ώρισεν. 4. Τῇ δὲ κεʹ τοῦ Ἰουλίου μηνός, τῆς ϛʹ ἰνδικτιῶνος, Ῥω‐ μανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τελευτᾷ, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. (5) μετὰ γοῦν τὸ μόνον καταλειφθῆναι τὸν αὐτοκράτορα Κωνσταντῖνον, προεχει‐ | |
20 | ρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. οὗτος | |
δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρετῶν | 754 | |
755 | αἰσίως καὶ πρεπόντως. τότε καὶ ὁ πατριάρχης Θεοφύλακτος ἀρ‐ ρωστήσας καὶ ὑπ’ αὐτῆς κυριευθεὶς ἐτελεύτησεν, κρατήσας τῆς ἐκκλησίας ἔτη κδʹ. χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ ὁ ἀνωτέρω εἰρημέ‐ νος Πολύευκτος μοναχός, τίμιος ἀνὴρ καὶ ἁγιώτατος. | |
5 | 6. Τότε καὶ ἀποστολικῶν ἐσθήτων ἀποκεκρυμμένων ἔν τινι γωνίᾳ τῆς πόλεως δηλωθεισῶν τῷ βασιλεῖ, μετὰ πάσης τιμῆς καὶ δοξολογίας ἀνελόμενος αὐτάς, τῷ μεγάλῳ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε ναῷ. καὶ τὰ λείψανα τοῦ θεολόγου Γρηγορίου, ἃ καὶ μερισθέντα τὰ μὲν ἐν τῷ σηκῷ τῶν ἁγίων ἀποστόλων ἐτέθη‐ | |
10 | σαν, τὰ δὲ ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. 7. Ὁ τοίνυν βασιλεὺς διὰ τὸ τὸν μάγιστρον καὶ δομέστι‐ κον τῶν σχολῶν, Βάρδαν τὸν Φωκᾶν λεγόμενον, εἰς γῆρας ἐλάσαι καὶ ἀδυνάτως πρὸς τοὺς κόπους ἔχειν. τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ’ αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ | |
15 | στρατηγὸν τῶν ἀνατολικῶν, τὸν υἱὸν αὐτοῦ. ὡσαύτως καὶ πατρί‐ κιον Λέοντα, τὸν τούτου αὐτάδελφον, στρατηγὸν τῶν δυτικῶν προχειρίζεται. γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὡς καῆναι τὸν ἔμβολον τὸν πρὸς τὴν Σιδηρᾶν πόρταν. | |
20 | 8. Ἰστέον δὲ ὅτι τῷ ιδʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πορφυρογεννήτου (δεκαπέντε γὰρ ἐκράτησεν) ἐγεννήθη ὁ βασιλεὺς Βασίλειος ὁ ἔκγονος αὐτοῦ, υἱὸς δὲ Ῥωμανοῦ τοῦ υἱοῦ αὐτοῦ. | |
τῶν δὲ Τούρκων καταδραμόντων μέχρι τῆς πόλεως ἐν τῇ ἑορτῇ | 755 | |
756 | τοῦ πάσχα, καὶ ληϊσαμένων πᾶσαν τὴν Θρᾴκην, καὶ πραῖδαν πολλὴν λαβόντες, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελλαρίων καὶ τοῦ Ὀψικίου καὶ Θρακησίου | |
5 | κατὰ πόδας αὐτῶν ἐξαπέστειλεν· οἳ καὶ νυκτὸς ἐπιπεσόντες κατ‐ έσφαξαν αὐτούς, λαβόντες καὶ τὴν πραῖδαν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν. 9. Φασὶ δὲ ὅτι εἰς τὴν γέννησιν τοῦ πορφυρογεννήτου λαμπρὸς ἀστὴρ ἐφάνη ἐπὶ ἡμέρας μʹ, καὶ πάλιν ἐπὶ τῇ κοιμήσει | |
10 | καὶ ἐξόδῳ αὐτοῦ ἀστέρα φανῆναι ἀμαυρὸν ἔχοντα φῶς. τελευτᾷ οὖν νοσήσας, πεποιηκὼς βασιλέα τὸν υἱὸν αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασι‐ λέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευ‐ κὸς τὴν χροιάν, εὐόφθαλμος, χαροποὺς ἔχων τοὺς ὀφθαλμούς, | |
15 | γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσωπος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. ἔζησε δὲ χρόνους νεʹ, καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ϛʹ, ἔτους ͵ϛυνϛʹ, καταλείψας αὐτοκράτορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ’ Ἑλένης τῆς μητρὸς αὐτοῦ. | |
20 | Κόσμου ἔτος ͵ϛυνϛʹ, θείας σαρκώσεως ἔτει ϡνϛʹ, Ῥωμαίων βα‐ | |
σιλεὺς Ῥωμανὸς ἔτη γʹ μῆνας γʹ ἡμέρας εʹ. ἦν δὲ τὴν ἡλικίαν | 756 | |
757 | νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χα‐ ροπός, γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος ὡς κυπάρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ πορφυρογεννήτου ἐτῶν ὢν | |
5 | καʹ, σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ. καὶ παρευθὺ τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερανεβί‐ βασε καὶ δώροις καταπλουτίσας τοῦ παλατίου κατήγαγεν, ἐξελέ‐ ξατο δὲ καὶ προέκρινε παραδυναστεύοντας καὶ πρώτους τῆς συγ‐ | |
10 | κλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν· τὸν δὲ πρωτοσπαθά‐ ριον Ἰωάννην τὸν Χοινὸν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προε‐ βάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρ‐ χον πόλεως ἐχειροτόνησεν καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν | |
15 | λογοθέτην. τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν [Ἀγά‐ θην] καὶ Θεοφανῶ καὶ ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δό‐ μων, καὶ εἰς τὸν βασιλικὸν οἶκον τὸν λεγόμενον Κανικλείου, ἐν ᾧ καὶ Σοφία Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν, καὶ μετὰ διίππευσιν ἡμερῶν εἰς τὸ Ἀν‐ | |
20 | τιόχου ἐκλήρωσεν. τὴν δὲ Ἀγάθην εἰς τὸ ἱδρυνθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ βασιλέως καὶ πάππου αὐτοῦ ἀπέστειλεν, καὶ διωρίσατο χορηγεῖσθαι αὐταῖς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. τὸν δὲ δομέστικον τῶν σχολῶν καὶ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν | |
μάγιστρον ἐτίμησεν καὶ ἐν τῇ ἀνατολῇ ἐξέπεμψεν. ὡσαύτως καὶ | 757 | |
758 | τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον Λέοντα μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ αὐτὸς ἦν εὐφραινόμενος ἐν κυνηγίοις καὶ θήραις δι’ ὅλου ἁβροδίαιτος τυγχάνων. ἐγέννησε καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Κωνσταντῖνον αὐτὸν | |
5 | ὠνόμασεν· ὃς καὶ μετ’ οὐ πολὺ ἐστέφθη παρὰ Πολυεύκτου πα‐ τριάρχου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν τῷ παλατίῳ συνῆν τῷ βασιλεῖ, ἕως ἀρρωστήσασα κατὰ τὴν ιθʹ τοῦ Σεπτεμβρίου μηνὸς τέθνηκεν· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτῆς, Ῥωμανοῦ τοῦ βασιλέως, ἐν λάρνακι πλησίον τοῦ | |
10 | πατρὸς αὐτῆς. 2. Τὸν δὲ μάγιστρον καὶ δομέστικον Νικηφόρον τὸν Φω‐ κᾶν ὁ βασιλεὺς μετὰ στρατείας πολλῆς καὶ ἐξοπλίσεως πλοίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς τὴν Κρήτην ἀπέστειλεν, ἥτις ὑπὸ Ῥωμαίους μὲν ἦν τὸ πρότερον, ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ | |
15 | Τραυλοῦ τοῦ πατρὸς Θεοφίλου ἐκρατήθη ὑπὸ τῶν ἀπὸ Ἱσπανίας ἀνελθόντων Σαρακηνῶν διὰ τὸ τηνικαῦτα ἀσχολεῖσθαι τὰ Ῥωμαϊκὰ στρατεύματα εἰς τὴν τυραννίδα καὶ στάσιν τοῦ ἀντάρτου Μωρο‐ θωμᾶ τοῦ συντρόφου Μιχαήλ, ὡς γενέσθαι τὴν ταύτης νήσου κράτησιν, ἕως τῆς ἡμέρας ἧς πάλιν ἐπορθήθη παρὰ Νικηφόρου | |
20 | μαγίστρου καὶ δομεστίκου Φωκᾶ, ἔτη ρνηʹ. ὑπῆρχον δὲ χελάνδια μετὰ τοῦ ὑγροῦ πυρὸς ͵βʹ, δρόμωνες ͵αʹ, καράβια καματηρὰ σι‐ τάριν ἔχοντα καὶ ὅπλα πολεμικὰ τξʹ. ἀπάρας οὖν τῆς βασιλίδος | |
Νικηφόρος ὁ δομέστικος, καὶ τὰ Φύγελα καταλαβών, ἐφρόντιζεν | 758 | |
759 | ὅπως ὁ σύμπας στόλος αὐτῷ ἐπὶ τὸ αὐτὸ εἴη καὶ προσορμίζοιτο. σπουδῇ οὖν τὴν νῆσον καταλαμβάνουσιν· καὶ ἀποβάντων τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασαν. τούτων οὕτως παρα‐ καθεζομένων τῇ νήσῳ, καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύους | |
5 | γενομένου, καὶ τῶν σιτίων δαπανηθέντων, καταναρκήσαντες οἱ τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν τοῦ στρατοῦ ἐπισιτισμὸν παν‐ τοίων τροφῶν αὐτοῖς ἀπέστειλεν. κατὰ δὲ τὸν Μάρτιον μῆνα | |
10 | πολεμοῦ κροτηθέντος σφοδροῦ καὶ καρτερᾶς μάχης γενομένης παρ‐ έλαβον οἱ Ῥωμαῖοι τὸ κάστρον. 3. Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ βʹ ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐπράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δʹ, ἡ δὲ κριθὴ μόδιοι ϛʹ. οὐ | |
15 | πολὺς οὖν χρόνος παρῆλθε, καὶ εὐθὺς γέγονεν ὁ σῖτος μόδιοι ηʹ, ἡ δὲ κριθὴ μόδιοι ιβʹ. 4. Τῷ δὲ Μαρτίῳ μηνὶ κατηγορήθη Βασίλειος ὁ Πετει‐ νὸς ὑπό τινων ὡς τῆς βασιλείας ἐφιέμενος· ὅστις ἐν ἐξορίᾳ παρε‐ πέμφθη, ἐν ᾗ καὶ τελευτᾷ. ὁ δὲ βασιλεὺς μαθὼν τὴν τῆς Κρήτης | |
20 | ἅλωσιν ἐδόξασε τὸν θεόν. μετ’ οὐ πολὺ δὲ καὶ ὁ δομέστικος τῶν σχολῶν Νικηφόρος κελεύσει τοῦ βασιλέως πρὸς τὴν πόλιν εἰσῆλθεν, καὶ μετὰ τῶν λαφύρων καὶ τῆς αἰχμαλωσίας ἦλθε πεζῇ ἀπὸ τοῦ οἴκου αὐτοῦ εἰς τὸ ἱπποδρόμιον, ἅμα τῷ ἀμηρᾷ Κρήτης τοῦ λεγο‐ | |
μένου Κουροπαλάτου καὶ πάντων τῶν συγγενῶν αὐτοῦ, στολὰς | 759 | |
760 | λευκὰς περιβεβλημένων πάντων τῶν Σαρακηνῶν. καὶ ὁ μὲν μά‐ γιστρος τιμῶν καὶ γερῶν μεγάλων ἠξιώθη παρὰ τοῦ αὐτοκράτορος, ὁ ἀμηρᾶς δὲ πλεῖστα δῶρα καὶ χρυσὸν καὶ ἄργυρον παρὰ τοῦ βα‐ σιλέως λαβὼν σὺν τοῖς τέκνοις αὐτοῦ εἰς χωρία οἰκεῖν συνεχωρήθη. | |
5 | εἰς δὲ τὴν σύγκλητον οὐκ ἀνεβιβάσθη διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς βαπτισθῆναι. ὁ δὲ βασιλεὺς Ῥωμανὸς Νικηφόρον τὸν μάγιστρον αὖθις κατὰ τὴν ἑῴαν ἐξαπέστειλεν κατὰ τοῦ ἀλαζόνος Χαμβδᾶ. ὁ δὲ ἀπελθὼν πρῶτον μὲν τὸν Χέλεπε κάστρον παρέλαβε, ἐξ οὗ | |
καὶ λαφύρων πολλὴ γίνεται συναγωγή. | 760 |