TLG 3177 001 :: SCRIPTOR INCERTUS DE LEONE ARMENIO :: De Leone Armenio (e cod. Paris. gr. 1711)

SCRIPTOR INCERTUS DE LEONE ARMENIO Hist.
(fort. Constantinopolitanus: A.D. 9)

De Leone Armenio (e cod. Paris. gr. 1711)

Source: Bekker, I. (ed.), Leonis Grammatici chronographia [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1842: 335–362.

Citation: Page — (line)

335

(t1)

ΕΥΓΓΡΑΦΗ ΧΡΟΝΟΓΡΑΦΙΟΥ
t2ΤΑ ΚΑΤΑ ΛΕΟΝΤΑ ΥΙΟΝ ΒΑΡΔΑ
t3ΤΟΥ ΑΡΜΕΝΙΟΥ ΠΕΡΙΕΧΟΥΣΑ.
1Καὶ λοιπὸν Μιχαὴλ ὁ βασιλεὺς τῷ πρώτῳ ἔτει τὴν βασιλείας αὐτοῦ ἔστεψε τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον εἰς τὰς ἑορτὰς, προελθούσης καὶ τῆς γυναικὸς αὐτοῦ Προκοπίας μετὰ δόξης πολλῆς καὶ παρασταθείσης ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ
5ἰδούσης τὸ στέψιμον τοῦ υἱοῦ αὐτῆς καὶ ποιησάσης χαρὰν μεγάλην καὶ διανειμάσης χρήματα πολλά. αὕτη γὰρ ἦν δια‐ τιθοῦσα πάντα τὰ τῆς βασιλείας· ὁ γὰρ ἀνὴρ πρᾶος ἦν, ὡς εἴρηται. ἐποίησαν δὲ καὶ ἐλεημοσύνας πολλάς, διασκορπίσαντες τὰ χρήματα ἅπερ ὁ Νικηφόρος δι’ ἐμμελείας ἐσώρευσεν, εἰς
10τὰς ἐκκλησίας εἰς τὰ μοναστήρια καὶ εἰς τοὺς ἀσκητὰς ἐν ταῖς
ἐρήμοις τὰ πρὸς τὴν χρείαν ἀποστέλλοντες καὶ εἰς τὰ πτωχεῖα335

336

καὶ εἰς τοὺς ξενῶνας καὶ εἰς τοὺς αἰχμαλώτους καὶ εἰς τὰς χήρας καὶ εἰς τοὺς ὀρφανοὺς καὶ εἰς τοὺς ἀπὸ οὐσίας πε‐ σόντας, καὶ πάντας χαροποιήσαντες ὑπὸ πάντων ἐδοξάζοντο. καὶ οἱ δῆμοι ἐμέλισαν ποιήματα καθ’ ἕκαστον ἦχον πρὸς εὐ‐
5φημίαν αὐτῶν πᾶσαν ἡδονὴν κολακείας παρέχοντα. καὶ λοι‐ πὸν πάντας ἀνεκαλέσατο εἰς οὕσπερ Νικηφόρος ἐχθρωδῶς διέκειτο, καὶ ἐξέβαλε τοῦ παλατίου τῆς Θεοδότης τοὺς ἀδελ‐ φοὺς ὄντας πατρικίους καὶ Λέοντα τὸν ἐπιλεγόμενον τοῦ Σκληροῦ, καὶ ἐποίησεν αὐτὸν στρατηγὸν εἰς Πελοπόννησον.
10καὶ Λέοντα υἱὸν Βάρδα τοῦ Ἀρμενίου πταίσαντα τὸν Νικη‐ φόρον τὸν δαρέντα καὶ κουρευθέντα ὑπ’ αὐτοῦ καὶ ἐξορι‐ σθέντα οὗτοι ἀνεκαλέσαντο, καὶ ἐποίησαν αὐτὸν πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν· ὃς καὶ ἐτυράννησεν αὐτοὺς πο‐ νηρὸς ὤν, ὡς ὕστερον λέξομεν· λοιπὸν οὖν τούτων γενομέ‐
15νων ἐπαρθέντες οἱ Βούλγαροι ἐπὶ τῇ νίκῃ τῇ κατὰ τοῦ Νι‐ κηφόρου ἐβούλοντο ἀπελθεῖν πρὸς πόλεμον. ταῦτα γνοὺς Μι‐ χαὴλ βουλὴν ποιησάμενος συνήγαγε πάντα τὰ θέματα, στρα‐ τεύσας καὶ ἄλλους πολλοὺς ἀντὶ τῶν ἀπολειφθέντων ἐν τῷ πολέμῳ, καὶ τοὺς φυλάσσοντας τὰς κλεισούρας τῆς Συρίας
20συναθροίσας, Λυκάονας καὶ Κίλικας καὶ Ἰσαύρους καὶ Καπ‐ παδόκας καὶ Γαλάτας, καὶ πάντας παραλαβὼν ἐξῆλθεν δευ‐
τέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, ἰνδικτιῶνος ϛʹ. καὶ τῆς πό‐336

337

λεως συνακολουθούσης αὐτῷ, καὶ Προκοπίας τῆς Αὐγούστης τῆς αὐτοῦ γυναικός, ἐξῆλθεν ἕως τἀκιδούκτου, ποιοῦντες μαι‐ ουμάδας καὶ διδόντες χαρίσματα τοὺς ἄρχοντας τοῦ στρατοῦ, παρακλαούσης αὐτοὺς τῆς Προκοπίας καὶ περὶ Μιχαὴλ τοῦ
5βασιλέως, διαφυλάττειν αὐτὸν καὶ σκέπειν ἐν τῷ πολέμῳ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῶν Χριστιανῶν. κακεῖθεν πάλιν αὐτὴ ὑπέστρεψεν ἐν τῇ πόλει. καὶ λοιπὸν ἀπάραντες ἐκεῖθεν ὅ τε βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐγγυτόμησαν ἕως τῶν κλεισουρῶν. καὶ δὴ οἱ Βούλγαροι παρετάξαντο ἀπενάντι αὐτῶν, καὶ θεω‐
10ροῦντες τὸ πλῆθος τοῦ λαοῦ οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι, ἀλλ’ ἵσταντο παρατεταγμένοι. ὁμοίως δὲ καὶ ὁ λαὸς τοῦ βασι‐ λέως ἵσταντο καὶ αὐτοὶ παρατεταγμένοι ἕως ἡμερῶν ιεʹ, μὴ τολμῶντες ἀλλήλοις βαλεῖν χεῖρα. καὶ λοιπὸν ἐταλαιπωρήθη‐ σαν ἐν τῷ καύσωνι στήκοντες τοῦ θέρους ἡμέρας καὶ νυκτὸς
15οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἦλθον εἰς ἀδυναμίαν πολ‐ λήν, προσδοκῶντες ὅτι οἱ Βούλγαροι εἶχον βαλεῖν χεῖρα, καὶ πάλιν οἱ Βούλγαροι ὁμοίως· καὶ ἦν ἰδεῖν αὐτοὺς ἐν ἀμη‐ χανίᾳ πολλῇ. καὶ δὴ ὁ Ἀπλάκης ἦν ἐπὶ τὸ ἓν μέρος τῆς ἄκρας, ἔχων τοὺς Μακεδόνας καὶ τοὺς Θρᾳκησιανούς, καὶ
20δηλοῖ τὸν βασιλέα “ἕως πότε στήκομεν καὶ ἀπολλύμεθα; ἐγὼ πρῶτος βάλλω χεῖρα ἐπὶ τῷ ὀνόματι τοῦ θεοῦ, καὶ αὐτοὶ μετὰ προθυμίας ἐπεισέλθατε. καὶ ἔχομεν νικῆσαι· πλείους
γὰρ αὐτῶν ἐσμὲν δεκαπλασίων.” ὡς καὶ ἦν. καὶ ἀρξάμενος337

338

τοῦ πολέμου συνεχύθησαν ἐπ’ αὐτὸν οἱ Βούλγαροι, καὶ οἱ Θρᾴκης ἤρξαντο κόπτειν αὐτούς. καὶ λοιπὸν τῆς μάχης ἀρ‐ ξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιά‐ σαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν·
5καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀπλακίου, καὶ μὴ ἰσχύον‐ τες ἀντιστῆναι, ἤρξαντο κόπτεσθαι καὶ αὐτοί. καὶ λοιπὸν ἰδόντες πάντα τὰ θέματα ἔφυγον, παρ’ ὀλίγον καταλιμπάνον‐ τες καὶ τὸν βασιλέα, οἱ τὸ πρὶν καυχώμενοι ὑπὲρ τοῦ βασι‐ λέως καὶ τῶν Χριστιανῶν ἀγωνίζεσθαι. ἔλεγον γὰρ ὅτι ἐν
10τῇ Βουλγαρίᾳ εἰσελθόντες ἐν τόποις δυσβάτοις ἐκυρίευσαν ἡμᾶς, ἔξωθεν δὲ ἐπὶ κάμπου νικῆσαι αὐτοὺς ἔχομεν. καὶ πάντα ἐψεύσαντο· μήπω γὰρ ἀρξάμενοι πολεμεῖν ἔφυγον. καὶ λοιπὸν ἐπλήγη ἐν αὐτῷ τῷ πολέμῳ ὅ τε Ἀπλάκης καὶ πολλοὶ ἐκ τοῦ λαοῦ αὐτοῦ. οἱ δὲ λοιποὶ ἰδόντες ὅτι οὐκ
15ἔχουσίν ποθεν βοήθειαν, ἔφυγον καὶ αὐτοί. ἦν δὲ ὁ τόπος κοιλὸς ἐν ᾧ συνέβαλον τὴν μάχην, καὶ τὰ θέματα ἵσταντο πρὸς τὸ ὑψηλότερον μέρος. καὶ τραπέντων αὐτῶν ἐλογίζοντο ὅτι οὐκ ἔφυγον ἀλλ’ ὀπισθοπόδησαν καὶ τροποῦνται αὐτούς· καὶ εὐθέως οὐ κατεδίωξαν αὐτούς. καὶ μετὰ μικρὸν ἀνακύ‐
20ψαντες ὀλίγον θεωροῦσιν ὅτι δρόμῳ πολλῷ φεύγοντες ἀπέ‐ κρυψαν, καὶ λύσαντες τοὺς χαλινοὺς τῶν ἵππων κατεδίωκον
ὀπίσω αὐτῶν. αὐτοὶ δὲ φεύγοντες ἀλλήλους συνεπάτουν, καὶ338

339

ὁ ἔμπροσθεν φεύγων τὸν ὀπίσω οὐ κατενόει· ἀκούων γὰρ τὸν κρότον τῶν ποδῶν τῶν ἵππων ἔλεγεν ὅτι ὑπὸ τῶν πολε‐ μίων καταδιώκεται, καὶ ἕως οὗ ὁ ἵππος πεσὼν ἀπέθανεν, οὐκ εὐμενίδη ἕκαστος τοῦ φεύγειν. λοιπὸν δὲ καὶ οἱ πλεῖοι
5πεζῇ ἔφυγον, τῶν ἵππων ἐκ τῆς παραταγῆς ἀδυνάτων ὄντων. λιμαγχονηθέντες δέ, καὶ τοῦ δίψους καέντων, ὀλίγον ἀπερχό‐ μενοι ἔπιπτον καὶ ἀπέθνησκον· πάντες γὰρ τὰ ἄρματα καὶ τὰ λωρίκια ἔρριψαν εἰς τὴν ὁδόν. ἄλλοι δὲ καταφθανόμενοι εἰσῆλθον εἰς κάστρα τινά, ὕστερον δὲ παρακαθίσαντος τοῦ
10Βουλγάρου καὶ παραλαβόντος πάντας. λοιπὸν οὖν οἱ πολέ‐ μιοι ὄπισθεν ἐσύναγον τὰ ἄρματα τῶν φευγόντων. καὶ δὴ ἕως τῆς πόλεως οὐκ ἔστησαν φεύγοντες. καὶ φθάσας ὁ βα‐ σιλεὺς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ ἠσφάλισεν, ἵνα μὴ ὁ λαὸς χαλασθεὶς ποιήσῃ κακόν. οἱ δὲ Βούλγαροι ἕως ὀλίγου τόπου
15καταδιώξαντες τὸ λοιπὸν μετὰ ἀνέσεως ἤρχοντο· ἦσαν γὰρ καὶ αὐτοὶ κεκοπιακότες ἀπὸ τῆς παρατάξεως καὶ οἱ ἵπποι αὐ‐ τῶν, συνάγοντές τε τὰ ὅπλα, ὡς εἴρηται, καὶ τὰ κάστρα πα‐ ρακαθήμενοι ἔνθα προσέφυγον οἱ διωκόμενοι. καὶ ὁ βασι‐ λεὺς εἰσελθὼν μετὰ λύπης καὶ κλαυθμοῦ ἀπῆλθεν εἰς τὸν
20πατριάρχην, καὶ συνεισῆλθον ὅ τε μάγιστρος καὶ ὁ μέγας δο‐ μέστικος καὶ οἱ λοιποὶ πατρίκιοι, καὶ κλαίων ὁ βασιλεὺς ἔλε‐
γεν ὅτι πάντως διὰ τὰς ἁμαρτίας μου τοῦτο ἔπαθον οἱ Χρι‐339

340

στιανοί, καὶ ὅτι οὐκ εὐδοκιμεῖ ὁ θεὸς εἰς τὴν βασιλείαν τοῦ πενθεροῦ μου, οὐδὲ εἰς τὴν γενεὰν αὐτοῦ, ἐπεὶ πλείους ἤμε‐ θα ἡμεῖς τῶν πολεμίων, καὶ προθυμίαν οὐδεὶς ἔσχεν, ἀλλὰ πάντες ἔφυγον. καὶ τοῦ πατριάρχου καὶ τῶν λοιπῶν παρα‐
5μυθουμένων αὐτῷ, καὶ βουλευομένων τί ἂν ποιήσωσιν, καὶ ἐκδεχομένων ἵνα σωρευθῶσιν πάντα τὰ θέματα καὶ δώσῃ ὁ βασιλεὺς διαταγήν, τὸ θέμα τῶν ἀνατολικῶν πρῶτοι φυγόν‐ τες τοῦ πολέμου ἐποίησαν βουλὴν πονηράν, ἔχοντες στρατη‐ γὸν υἱὸν Βάρδα τοῦ Ἀρμενίου, καὶ μουλτεύσαντες ἐξευφή‐
10μησαν τὸν αὐτὸν Λέοντα εἰς βασιλέα, καὶ μηδενὸς ἀνθιστα‐ μένου ἀνοίξαντες τὰς πόρτας εἰσήγαγον αὐτὸν παμπληθεὶ εἰς τὴν πόλιν. ἀκούσας δὲ ταῦτα Μιχαὴλ ὁ βασιλεὺς προσέφυ‐ γεν ἐν τῇ ἐκκλησίᾳ, καὶ λαβὼν λόγον ἀπεκείρατο γενόμενος μοναχός.
post14tΠερὶ τῆς βασιλείας Λέοντος υἱοῦ Βάρδα τοῦ Ἀρμενίου.
15 Λέων οὖν εἰσῆλθεν εἰς τὸ παλάτιον, καὶ παραλαβὼν πάντα, ποιήσας προέλευσιν εἰσῆλθεν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀνελθὼν εἰς τὸν ἄμβωνα ἐστέφθη ὑπὸ Νικηφόρου τοῦ τηνι‐ καῦτα πατριάρχου ὄντος, μηνὶ Ἰουνίῳ, δεκάτῃ, ἰνδικτιῶνι
ἑβδόμῃ, πρότερον ποιήσας ἰδιόχειρον μετὰ τῶν σὺν αὐτῷ340

341

μηδέποτε κατὰ τῆς ἐκκλησίας γενέσθαι ἢ παρασαλεῦσαι τῶν καλῶς εἰς αὐτὴν ὁρισθέντων ὑπὸ τῶν ἁγίων πατέρων ἱερῶν δογμάτων, ὅπερ οὐκ ἐφύλαξεν ψεύστης ὤν, καὶ καθάπερ ὁ λόγος ὑπογράφει τὸν χαμαιλέοντα ἐναλλάττειν τὰς μορφάς,
5οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαι‐ νόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ ἁγίου ἀνδρός. ἐκβαλὼν οὖν Λέων, καθὼς προείρηται, τὸν Μιχαὴλ ἐκ τῆς βασιλείας αὐτοῦ τυραννικῶς παρέλαβεν αὐτὸς τὴν βασιλείαν, καὶ κουρεύσας Προκοπίαν
10τὴν Αὐγούσταν, γυναῖκα τοῦ Μιχαήλ, τὰ τέκνα αὐτοῦ ἐξευ‐ νούχισεν κουρεύσας αὐτά, καὶ ἐκούρευσεν αὐτοὺς εἰς τὰ νη‐ σία, ἐπάρας δὲ πάντα ὅσα εἶχον, μὴ ἐάσας αὐτοῖς μήτε τὰ ἴδια μήτε τὰ τῶν γονέων αὐτῶν, ὥστε ὑστερεῖσθαι αὐτοὺς καὶ τῶν ἀναγκαίων. αὐτοὶ δὲ ηὐχαρίστουν ἐν πᾶσι τὸν
15θεόν. ἦν δὲ ὁ Μιχαὴλ τέλειος μὲν τὴν ἡλικίαν, αὐτὸ τὸ ἄν‐ θος ἄγων τῆς νεότητος, στρογγυλοπρόσωπος, σιτόχροος, μαῦ‐ ραν ἔχων τὴν κεφαλὴν καὶ ἐπιάγουρον, καὶ τὸ γένειον εὐπρε‐ πῶς διακείμενον, ἐν τῇ ὄψει αὐτοῦ, μαῦρον καὶ αὐτό, πρᾶος δὲ πάνυ καὶ ἀγαθός, εἰ καί τις ἄλλος. οὗτος θλίψεις πολλὰς
20ὑπέστη διὰ τὴν ὠμότητα τοῦ ἀσεβοῦς Λέοντος· καθ’ ἡμέραν τὸν θάνατον ἐκδεχόμενος, καὶ μετ’ ὀδύνης καθ’ ἡμέραν τὸν
ἄρτον αὐτοῦ ἐσθίων, ὁ κύριος ἀβλαβῆ ἐφύλαξεν παραδόξως341

342

ἐκ τῆς κακουργίας αὐτοῦ. καὶ λοιπὸν ἦλθον οἱ Βούλγαροι μηδενὸς αὐτοῖς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης, καὶ ποιήσας ὁ Κροῦμμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἔθυσεν ἀνθρώπους καὶ κτήνη πολλά. καὶ εἰς
5τὸν αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ πε‐ ρικλυσάμενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ, καὶ εὐφημισθεὶς ὑπ’ αὐτῶν, διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ, προσκυνη‐ θεὶς ὑπ’ αὐτῶν καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τῶν τειχῶν πάντων, καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ
10ἀπολῦσαι βέλος κατ’ αὐτοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυ‐ μήματα αὐτοῦ καὶ ἅπερ ἐβούλετο, περιεκύκλωσεν τὴν πόλιν, καὶ ἔβαλεν χάρακα ἐν αὐτῇ, καὶ ποιήσας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως, ἤρξατο ζητεῖν πάκτα χρυ‐ σίου καὶ ἱματισμῶν πολὺν ἀριθμόν, καὶ κοράσια ἐπίλεκτα
15ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ τῶν ἀρχόντων, ἐδήλωσεν τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχό‐ μεθα διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλα‐ λοῦμεν· καὶ ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα δη‐
20λώσαντες, διὰ τῆς νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους ἕως ὀνομάτων τριῶν, καὶ κατέκρυψαν αὐτοὺς ἐν δωματίοις τισὶν τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν Βλαχερνῶν, δώ‐
σαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν μετὰ τοῦ342

343

Κρούμου σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι ἐξέλ‐ θατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πόλεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν
5συνταγὴν μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κων‐ σταντῖνον τὸν λεγόμενον τοῦ Πατζικοῦ, φυγόντος εἰς Βουλ‐ γαρίαν πρὸ πολλῶν ἐτῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου. οὗτοι τέσσαρες ἐξελθόντες τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον ἕως τῆς θαλάσσης κατὰ τὴν
10συνταγὴν μετὰ ἄλλων τριῶν, μὴ γινώσκοντες δὲ τὸ ἔνεδρον αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελαν‐ δίου, βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόν‐ τες λόγον ἐξῆλθον τοῦ καραβίου. καὶ ἀποκαβαλλικεύσας ὁ Κροῦμος ἐκάθισεν ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ
15ἐκράτει ὁ υἱὸς Κωνσταντίνου στρωμένον χαλινωμένον. καὶ διαλεγομένων αὐτῶν ἐποίησεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν ὁ Ἑξαβούλης, τῇ χειρὶ τὴν κεφαλὴν ἀποσκε‐ πάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκανδαλισθεὶς ἀνεπήδησεν, καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες αὐτὸν οἱ μετ’ αὐ‐
20τοῦ, ἐκαβαλλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ τῶν τειχῶν “σταυρὸς ἐνίκησεν.” καὶ αὐτὸς ἤρξατο φεύγειν. καὶ ἐξελ‐ θόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη [ὡς] ᾠήθη‐
σαν ὅτι ἐπλήγωσαν αὐτόν. αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς343

344

τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν. λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος ἐκέλευ‐
5σεν ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον. καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς ἀντίπεραν τῆς πόλεως μεγάλας οὔσας, ἃς ἀνεκαίνισεν Εἰρήνη καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες
10εἰς τὸν ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς δύο κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολύ‐ βδους ἐπῆραν καὶ τὰ ζωδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν κατέσφαξαν, καὶ ὁμοίως καὶ τὰ κτήνη. καὶ διελ‐ θόντες πᾶσαν τὴν παραθαλασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω,
15πάντα τὰ ἐμπόρια κατέκαυσαν, καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος τῆς πόλεως πρὸς ἀνα‐ τολάς, κατέκαυσαν τὸ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥηγίου· καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν, παράξενον οὖσαν καὶ πάνυ ὀχυρω‐
20τάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι κά‐ στρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους κατέκαυσαν· καὶ μετὰ τοῦτο τὸ Δαόνιν κάστρον ὑπάρχον κατέστρεψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυ‐
νάμενοι εἰς αὐτὴν εἰσελθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα344

345

τὰ ὄντα εἰς τὸν λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες εἰς Ῥαίδεστον κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες πάντα τὰ ἐν αὐτῇ οἰκήματα καὶ τὰς ἐκκλησίας, κατασφάξαντες αὐτόθι λαὸν πολύν. καὶ μηδὲν
5ἰσχύσαντες εἰς αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ κατα‐ στρέψαντες, ἀνῆλθον εἰς τὸν Ἄπρον, κάστρον ὂν καὶ αὐτό· καὶ καταστρέψαντες καὶ τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον ἐκεῖθεν δι’ ἡμερῶν δέκα, καὶ εἰσῆλ‐ θον εἰς τὰ ὄρη τοῦ Γάνου, καὶ εὑρόντες ἐκεῖ λαὸν πολὺν κρυ‐
10πτόμενον καὶ σχεδὸν πάντα τὰ κτήνη τῆς Θρᾴκης κατέσφα‐ ξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη ὄντα εἰς πλήθη αἰχμαλω‐ τεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν, καὶ γυναικόπαιδα πολ‐ λά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξάμιλιν, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸ Εὔριον καὶ τὴν ἄνω, καὶ
15πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως μεγάλου, ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανούπολιν κρα‐ τουμένην παρεκάθισαν· καὶ ποιήσαντες ἡμέρας πολλὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ παρακαθισμοῦ, στήσαντες μαγγα‐ νικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες
20βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυτούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς πλῆθος οὖσαν ἀναρίθμητον, καὶ πᾶσαν τὴν ἀποσκευὴν
αὐτῶν, μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου345

346

ποταμοῦ. καὶ τούτων γενομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ’ ἐκράτει τῆς βασιλείας τυραννικῶς. καὶ λοιπὸν φθασάντων τῶν ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα, καὶ ἐπονομαζόμενον Συμβάτην ἐψεύσατο λέγων ὅτι Κωνσταν‐
5τῖνος καλεῖται. καὶ σωρεύσας τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφη‐ μῆσαι Λέοντα καὶ Κωνσταντῖνον, μιμούμενος τοὺς πρώην βασιλεύσαντας Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο, βουλόμενος ζῆσαι ἔτη πολλά, ὡς
10καὶ αὐτοί, καὶ γενέσθαι περίφημον· οὗ τινὸς τὴν βουλὴν θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χει‐ μῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ Βούλγαροι χιλιάδες τριάκοντα ὁλοσίδηροι, καὶ ἐλθόντες ἕως
15Ἀρκαδιουπόλεως, καὶ περάσαντες τὴν Ῥηγῖναν (ποταμὸς δὲ οὕτως ἐστὶ λεγόμενος) εὗρον λαὸν πολύν, καὶ ᾐχμαλώτευσαν αὐτούς. καὶ πρὸ τοῦ περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγέ‐ νετο ὑετὸς πολὺς ἡμέρας ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς ἐγέ‐ νετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλ‐
20γαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλω‐ σίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆσαι, οὐ προσ‐ έσχεν, οὐδὲ τῆς πόλεως ἐξῆλθεν, οὐδὲ ἄλλους τινὰς ἀπέ‐
στειλεν πρὸς βοήθειαν. καὶ λοιπὸν γενομένης εὐδίας καὶ τοῦ346

347

ποταμοῦ ἐλαττωθέντος, αὐτοὺς τοὺς αἰχμαλώτους παρεσκεύα‐ σαν κόψαι ξυληνὸν καὶ ποιῆσαι γέφυραν, καὶ οὕτως ἐπέρα‐ σαν μετὰ τῆς αἰχμαλωσίας, ὄντων ὁμοῦ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων χιλιάδες πεντήκοντα. λαβόντες καὶ πάντα τὰ
5ὑπάρχοντα αὐτῶν Ἀρμενιάτικα στραγλομαλωτάρια καὶ νακο‐ τάπητα ἀνώτερα καὶ ἱματισμὸν πολὺν καὶ χαλκώματα ἐφόρ‐ τωσαν πάντα εἰς τὰς ἁμάξας, καὶ λαβόντες πάσας τὰς ἀγέλας αὐτῶν βόας καὶ πρόβατα εἰσῆλθον εἰς Βουλγαρίαν. καὶ ὁ ἀδίκως βασιλεύσας κατὰ παραχώρησιν θεοῦ οὔτε αὐτὸς ἐξῆλ‐
10θεν τῆς πόλεως πρὸς βοήθειαν τῆς αἰχμαλωσίας οὔτε ἄλλους ἀπέστειλεν. λοιπὸν οὖν μετὰ ταῦτα ἀνηγγέλη αὐτὸν λεγόντων ὅτι ὁ Κροῦμος ἐστράτευσεν λαὸν πολὺν συναθροίσας, καὶ τοὺς Ἀβάρεις καὶ πάσας τὰς Σκλαβινίας. πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανή‐
15ματα, καὶ μαγγανικὰ παμμεγέστατα, τριβόλους τε καὶ τετρα‐ βόλους, καὶ χελώνας καὶ ὑψηλοὺς κλίμακας, σφαίρας τε καὶ μοχλοὺς καὶ ὀρυάς, κριούς τε καὶ βελοστάσεις, πυρόβολά τε καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βαλέσθαι βέλη, καὶ σφεν‐ δόνας, πάντα μηχανήματα κατὰ τῶν ἐπάλξεων τοῦ ἑλεῖν τὴν
20πόλιν ἐπὶ τὸ δυτικὸν μέρος τῆς πόλεως κατὰ τοῦ τείχους τῶν Βλαχερνῶν. ταῦτα πάντα βούλεται προσαγαγεῖν τὰ μηχανή‐
ματα ἔνθα καὶ ἐτοξεύθη, σταυλίζων βόας χιλιάδας πρὸς τὸ347

348

βαστάξαι πάντα τὰ προλεχθέντα ὄργανα τεθέντα ἐπὶ ἁμαξῶν, ἃς προσέταξεν σιδηρενδέτας χιλιάδας πέντε. ταῦτα ἀκούσας Λέων, πέμψας τε κατασκόπους καὶ μαθὼν τὴν ἀλήθειαν, συν‐ αθροίσας λαὸν πολὺν καὶ τεχνίτας ἤρξατο κτίζειν ἕτερον τεῖ‐
5χος ἔξωθεν τείχους τῶν Βλαχερνῶν, κόψας καὶ τὴν σοῦδαν πλατεῖαν. καὶ ἀρξάμενος κτίζειν, μήπω τελέσας, ἵνα δείξῃ ὁ θεὸς ὁ συσκεδάζων βουλὰς ἐθνῶν, ἀθετῶν καὶ λογισμοὺς λαῶν καὶ ἀθετῶν βουλὰς ἀρχόντων, ὅτι οὐκ ἐν τῇ μηχανίᾳ καὶ τῇ ἰσχύϊ αὐτῶν δύνανται οἱ ἄνθρωποί τι ποιῆσαι, οὔπω
10ἔαρος καταλαβόντος, ὥς φασίν τινες διασωθέντες τῆς αἰχμα‐ λωσίας ἀπὸ Βουλγαρίας, περὶ τῇ μεγάλῃ πέμπτῃ τοῦ πά‐ σχα, ὁ Πρωτοβουλγαρίας, ὁ Κροῦμος ὁ περίφημος, ὁ τὴν πόλιν ἑλεῖν βουλευόμενος, τέλει τοῦ βίου ἐχρήσατο ἀοράτως σφαγιασθείς, ὃς καὶ ἐξήγαγεν αἱμάτων ὀχετοὺς διά τε τοῦ
15στόματος καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων αὐτοῦ. καὶ οὕτως ἀνέρρηξεν τὴν ψυχὴν αὐτοῦ ἐν κακοῖς. ἐπαρθεὶς τοίνυν τῶν φρονημάτων ὁ Λέων, ὡς ὅτι αὐτὸς κατέβαλεν τὸν πόλεμον καὶ οὐχ ὁ θεός, ἔπεμψεν εἰς πάσας τὰς πόλεις καὶ χώρας σάκρας, ἀναγγέλλων ὅτι εὗρον τοὺς Βουλγάρους ἐγγὺς ὄντας
20τῆς πόλεως, καὶ διὰ τῆς φρονήσεως καὶ ἀνδρείας καὶ διατα‐ γῆς μου τοξεύσας τὸν πρῶτον αὐτῶν πάντας ἀπήλασα, ὅς τις
καὶ διὰ τὴν πρόφασιν ταύτην ἀποθνήσκει, ἔφη, ὁ ἐχθρὸς ἡμῶν.348

349

Καὶ λοιπὸν μετὰ τοῦτο λαβὼν εὐκαιρίαν ἤρξατο πορθεῖν τὴν ἐκκλησίαν, δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ, περιεργα‐ ζόμενος κατὰ τῶν θεοῦ κριμάτων, καὶ λέγων πρός τινας ὁμό‐ φρονας αὐτοῦ ὅτι τίνος ἕνεκεν, φησί, ταῦτα πάσχουσιν οἱ
5Χριστιανοὶ κατακυριευόμενοι ὑπὸ τῶν ἐθνῶν; ἐμοὶ δοκεῖ διὰ τὸ προσκυνεῖσθαι τὰς εἰκόνας, καὶ ἄλλο οὐδέν· καὶ βούλο‐ μαι αὐτὰς καταστρέψαι. βλέπετε γάρ, φησίν, ὅσοι βασιλεῖς ἐδέξαντο καὶ προσεκύνησαν αὐτάς, ἀπέθανον οἱ μὲν ἐκδιω‐ χθέντες οἱ δὲ ἐν πολέμῳ πεσόντες. μόνοι δὲ οἱ μὴ προσκυνή‐
10σαντες αὐτὰς ἰδίῳ θανάτῳ ἕκαστος εἰς τὴν βασιλείαν αὐτοῦ ἐτελεύτησεν, καὶ μετὰ δόξης προκομισθεὶς εἰς τὰ τῶν βασι‐ λέων κοιμητήρια ἐτάφη ἐν τοῖς ἀποστόλοις. λοιπὸν ἐκείνους κἀγὼ βούλομαι μιμήσασθαι καὶ καταστρέψαι τὰς εἰκόνας, ἵνα πολὺν ζῆσας χρόνον κἀγὼ καὶ ὁ υἱός μου, καὶ κρατήσει
15ἡ βασιλεία ἡμῶν ἕως τετάρτης καὶ πέμπτης γενεᾶς. ὅπερ διεψεύσθη δείλαιος, ἀνομήσας διακενῆς, καὶ ἐπιλαθόμενος τὸ ἰδιόχειρον ὃ ἐποίησεν, καὶ τὸν σταυρὸν ὃν ἔπηξεν μετὰ τῶν σὺν αὐτῷ. καὶ ἤρξατο μετὰ ταῦτα ζητεῖν εἴ τινα εὕροι συν‐ αγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς
20αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστοῦ, ὅστις ἐκ παιδό‐
θεν δαίμονα εἶχεν ἀτάκτως φερόμενος, διάγων ἐν ἀσυνεσίᾳ,349

350

ὅν τινα Ὑλιλᾶν ἐπωνόμαζον, ὥς τινές φασιν, ἑρμηνευόμενον Ἑβραϊστὶ λέγεται πρόδρομος καὶ συνεργὸς τοῦ διαβόλου. τοῦ‐ τον ἐπιλαβόμενος Λέων, καὶ ἀνακοινωσάμενος αὐτὸς τὴν ἑαυτοῦ βουλήν, προσελάβετο αὐτὸν συνεργὸν αὐτοῦ, λέγων
5ὅτι ἐὰν συνδράμῃ μοι καθελεῖν τὰς εἰκόνας, πατριάρχην σε ποιῶ. καὶ αἰτήσας παρ’ αὐτοῦ ἐξουσίαν τοῦ ψηλαφῆσαι τὰ ἀπανταχοῦ παλαιὰ βιβλία, ἅπερ ἀπόκεινται εἰς τὰ μοναστήρια καὶ εἰς τὰς ἐκκλησίας, ἐπετράπη μετὰ καὶ ἄλλων τινῶν ἀτά‐ κτων καὶ ἀπαιδεύτων. καὶ δὴ συναγαγόντες πλήθη πολλὰ
10βιβλίων ἐποιοῦντο ἐν αὐτοῖς τὴν ἔρευναν, πλὴν οὐδὲν εὕρι‐ σκον οἱ ἄφρονες ὧνπερ αὐτοὶ κακούργως ἐπεζήτουν, ἕως οὗ μετὰ χεῖρας ἔλαβον τῷ συνοδικῷ Κωνσταντίνου τοῦ Ἰσαύρου τοῦ καὶ Καβαλλίνου, καὶ ἐκ τούτου τὰς ἀρχὰς λαβόντες ἤρ‐ ξαντο καὶ ἐν τοῖς βιβλίοις εὑρίσκειν τὰς χρήσεις, ἅσπερ αὐ‐
15τοὶ ἀφρόνως καὶ ἀνοήτως προέφερον, σημάδια βάλλοντες εἰς τοὺς τόπους ἔνθα ηὕρισκον, βουλόμενοι πεῖσαι τὸν ἄφρονα λαὸν ὅτι ἐν παλαιοῖς βιβλίοις εὕρομεν τοῦ μὴ προσκυνεῖσθαι τὰς εἰκόνας. καὶ λοιπὸν ζητούντων καὶ ἕτερον ἔχοντα χειρο‐ τονίαν ἐπίσκοπον, εὗρον Κωνσταντῖνον, υἱὸν πρεσβυτέρου τι‐
20νὸς τζαγγαρίου, καὶ Κασυματᾶ μαθόντα τὴν γραμματικήν, καὶ γέροντα νομικὸν εἰς τὰ Σφορακίου καὶ διδάξαντα παιδία,
καὶ δι’ ἐγκλήματά τινα φυγόντα ἐν μοναστηρίῳ καὶ ἀποκει‐350

351

ράμενον καὶ ἐπονομασθέντα Ἀντώνιον, γενόμενόν τε αὖθις ἡγούμενον εἰς τὸ μοναστήριον τὸ λεγόμενον τὰ Μητροπολίτων. μυθολόγος τις γέλοια ἀγαπῶν καὶ παιγνίδια, καὶ τοὺς ὑπ’ αὐτοῦ μοναχοὺς νέους ὄντας ταῦτα ποιεῖν ὑποτιθέμενος, καὶ
5ἁπλῶς εἰπεῖν αἰσχρῶς καὶ ἀσέμνως βιοτεύσας, οὐκ οἶδ’ ὅπως ὕστερον ἐκ παραχωρήσεως θεοῦ ἐγένετο καὶ ἐπίσκοπος εἰς τὸ Συλαῖον. τὸ μὲν πρῶτον ἐκ παιδόθεν ὀρθόδοξος ὤν, ὕστερον δὲ διὰ τὴν δόξαν τὴν πρόσκαιρον καὶ τὸ ἔχειν παρρησίαν εἰσέρχεσθαι εἰς τὰ βασίλεια καὶ παρρησιάζεσθαι μετὰ τῶν
10κρατούντων, ἐπελάβετο τὴν αἵρεσιν. τοῦτον καταμηνύσαντες πρὸς Λέοντα τὸν βασιλέα ὅ τε Ἰωάννης ὁ ἐπίκλην Ὑλιλᾶς, ὃν ἐκάλουν γραμματικόν, καὶ οἱ σὺν αὐτῷ, ὄντα τῷ τηνικαῦτα ἐν τῷ Συλαίῳ, πέμψας ἤγαγεν αὐτόν· καὶ εἰπὼν αὐτῷ τὸν σκοπὸν αὐτοῦ, μὴ ἔχων καρπὸν πνευματικὸν ἐν ἑαυτῷ καὶ
15ἀγαπῶν τὴν πρόσκαιρον δόξαν, καταπατήσας τὴν ἑαυτοῦ συν‐ είδησιν καὶ ἀθετήσας τὸν σταυρὸν καὶ τὴν ἐπιγραφὴν ἣν ἐποίησεν, ἐστράφη εἰς τὸ ἐναντίον μέρος. ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ Λέοντος εἰ γέγραπται προσκυνεῖσθαι τὰς εἰκόνας, οὐκ ἀπεκρίθη αὐτῷ τὰ δέοντα ῥήματα τῆς ἀληθείας, ἀλλ’ εἶπεν
20“οὐκ ἔστι γεγραμμένον πώποτε, ἀλλὰ λέγουσιν ὅτι ἀρχαία παράδοσίς ἐστι.” καὶ εἶπεν ὁ Λέων ὅτι ἐὰν οὐ γέγραπται
εἰς τὸ εὐαγγέλιον καὶ εἰς τὸν ἀπόστολον ῥητῶς ὅτι προσκυ‐351

352

νήσατε τὴν εἰκόνα μου, οὐ καταδέχομαι προσκυνεῖσθαι αὐτήν. καὶ τοῦτο ἀκούσας συνῆλθεν αὐτῷ καὶ τοῖς προειρημένοις ἀτά‐ κτοις καὶ ἀπαιδεύτοις, καὶ ἄγεται ἀρχηγὸς καὶ πρῶτος αὐτῶν. καὶ λοιπὸν ἠγωνίζοντο κατὰ τῆς ἀληθείας, ἀρξάμενοι ἀπὸ τῇ
5πεντηκοστῇ οἱ περὶ τὸν Ἰωάννην τὸν καὶ Ὑλιλᾶν σωρεύειν τὰ βιβλία· τὸν δὲ Ἀντώνιον προσελάβοντο ἀπὸ Ἰουλίου μηνός. καὶ λοιπὸν ἕως τὸν Δεκέμβριον μῆνα κρυπτὸν τὸν δόλον εἶχον· ἐρωτώμενοι δὲ ἔλεγον ψευδόμενοι ὅτι ὁ βασιλεὺς ἐπέτρεψεν ἡμᾶς ψηλαφῆσαι τὰ βιβλία, ὅτι λέγουσιν αὐτῷ τινὲς ὅτι ὀλί‐
10γον χρόνον ἔχεις βασιλεῦσαι, καὶ ἕνεκεν τούτου ποιούμεθα τὴν ζήτησιν. καὶ περὶ τὸν Δεκέμβριον μῆνα δηλοῖ τὸν πα‐ τριάρχην ὁ Λέων ὅτι ὁ λαὸς σκανδαλίζεται διὰ τὰς εἰκόνας, λέγοντες ὅτι κακῶς αὐτὰς προσκυνοῦμεν καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυριεύουσιν ἡμῶν· καὶ συγκατάβα, φησί, τὶ μικρόν,
15καὶ ποίησον οἰκονομίαν εἰς τὸν λαόν, καὶ τὰ χαμηλὰ περιέλω‐ μεν. εἰ δὲ μὴ βούλει, πεῖσον ἡμᾶς δι’ οὗ ἕνεκεν προσκυνεῖτε, τῆς γραφῆς μὴ ἐχούσης ῥητῶς πώποτε. καὶ δηλοῖ αὐτῷ ὁ πα‐ τριάρχης ὅτι ἡμεῖς τὰ καλῶς ἐξ ἀρχῆς καὶ ἄνωθεν ὁρισθέντα ὑπό τε τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύο‐
20μεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀπο‐ στόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐ‐
αγγελίζηται ὑμῖν παρ’ ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.352

353

περὶ δὲ τοῦ προσκυνεῖσθαι, ὡς προσκυνοῦμεν τὸν σταυρὸν καὶ τὸ εὐαγγέλιον, προσκυνοῦμεν καὶ τὰς εἰκόνας, ἐπεὶ οὐδὲ ταῦτα γέγραπται προσκυνεῖσθαι· ἀλλ’ ἐπειδὴ παρὰ τῶν ἀποστόλων ἡ ἐκκλησία ταῦτα παρείληφεν, οὐ δεῖ ζητεῖν
5εἰ γέγραπται ἢ οὐ γέγραπται· πολλὰ γὰρ ἀγράφως ἡ ἐκκλη‐ σία παρέλαβεν, ἅπερ λέγονται δόγματα, δι’ ἐμπνεύσεως τοῦ ἁγίου πνεύματος καθ’ ἑκάστην γενεὰν ὑπὸ τῶν ἁγίων αὐτοῦ δούλων καὶ θεραπόντων διατυπωθέντα. ἐπεὶ δὲ ταῦτα ἤκου‐ σεν, ἀντεδήλωσεν. “ἐλθὲ” φησὶ “καὶ διαλέχθητι πρὸς τοὺς κατ’
10ἐμέ,” τοὺς περὶ Ἀντώνιον καὶ Ἰωάννην λέγων, “οἵ τινες ἀσφα‐ λῶς εὗρον ἐν παλαιοῖς βιβλίοις χρήσεις ἀποτρεπούσας προσ‐ κυνεῖσθαι τὰς εἰκόνας.” καὶ λοιπὸν ὁ πατριάρχης ἀπέστει‐ λεν ἐπισκόπους καὶ ἡγουμένους ἐλλογίμους πρὸς αὐτὸν πρὸς τὸ ἀπολογήσασθαι πρὸς τὰς πεύσεις αὐτοῦ. διαλεχθέντων δὲ
15καὶ τὴν ἀλήθειαν ἀποδειξάντων, ἐπέμενεν ἀναγκάζων αὐτοὺς διαλεχθῆναι πρὸς τοὺς τῆς ἐναντίας μοίρας. οἱ δὲ εἶπον ὅτι ὅρος ἐστὶ τῆς ἁγίας συνόδου τὰ ὀρθῶς δογματισθέντα καὶ διατυπωθέντα μὴ δεῖν πάλιν κακούργως ἀναζητεῖν ἢ περιερ‐ γάζεσθαι, μηδὲ τοὺς ἄφρονας θέλοντας φιλονικεῖν ποιεῖσθαι
20ἀπολογίας, μάλιστα δὲ καὶ μὴ πειθομένους. καί φησιν “ὁ Ἄρειος μονώτατος λαλήσας ἐποίησεν σύνοδον συγκροτηθῆναι δι’ αὐτόν· καὶ πάντων σκανδαλιζομένων περὶ τῆς πίστεως,
τίνος ἕνεκεν ὑμεῖς οὐ βούλεσθε διαλεχθῆναι καὶ πληροφορῆ‐353

354

σαι πάντας ὅτι καλῶς προσκυνοῦνται αἱ εἰκόνες;” καὶ ἐξου‐ δενώσας καὶ ἐπαπειλησάμενος αὐτοὺς ἀπέλυσεν, μείνας κα‐ τασυρίζων τῆς ὀρθῆς πίστεως, ποιῆσαι βουλόμενος ὅπερ ἤθε‐ λεν. οἱ δὲ ἀπολυθέντες συνείχοντο λύπῃ καὶ ἀθυμίᾳ, ἀπαγ‐
5γείλαντες τῷ πατριάρχῃ πᾶσαν τὴν βουλὴν αὐτοῦ τὴν πονη‐ ράν. καὶ λοιπὸν συναχθέντες πάντες οἱ ὀρθόδοξοι κληρικοί τε καὶ μοναχοὶ καὶ λαϊκοὶ ἐποίησαν παννυχίδα ὁλονυκτί, πα‐ ρακαλοῦντες τὸν θεὸν ἵνα διασκεδάσῃ τὴν βουλὴν αὐτοῦ. τοῦ δὲ πατριάρχου τοῦτο πράξαντος, ὅπερ μαθὼν ὁ ἀλιτήριος
10δηλοῖ τὸν ἀρχιερέα “τί τοῦτο ἐποίησας;” ὁ δὲ εἶπεν “οὐδὲν κακὸν ἐποιήσαμεν· τὸν θεὸν ἱκετεύσαμεν ἵνα τὴν ἐκκλησίαν ἀσάλευτον φυλάξῃ, εἰ εὐάρεστον αὐτῷ ἐστίν.” ταῦτα δὲ ἀκούσας πλέον ἐμαίνετο κατὰ τῆς ἀληθείας. εἶχεν δὲ καί τινας ἀσεβεῖς ἄνδρας συνεργοῦντας αὐτῷ, δι’ ὧν καὶ τοὺς
15δόλους κρυπτῶς ἐτέκταινεν. καὶ παρασκευάζει δι’ αὐτοὺς τοὺς ἀσεβεῖς στρατιώτας τοῦ λιθάσαι τὴν εἰκόνα τοῦ Χρι‐ στοῦ τὴν οὖσαν ἐν τῇ χαλκεπωνύμῳ πύλῃ τοῦ παλατίου. καὶ λοιπὸν ἤρξαντο βάλλειν κατὰ τῆς εἰκόνος λίθους καὶ πηλά, λέγοντες ῥήματα πάσης ἀφροσύνης καὶ ἀσεβείας μεστά, ᾅδην
20ἀποκαλοῦντες καὶ διάβολον καὶ ἄλλα τινά, ἃ μὴ θέμις εἰς μέσον ἀγαγεῖν. καί φησιν ὁ τύραννος πρὸς τὸν λαὸν “ἆς
καταβάσωμεν ἐκεῖθεν τὴν εἰκόνα, ἵνα μὴ ὁ στρατὸς ἀτιμάζῃ354

355

αὐτήν,” μιμούμενος ἐν τούτῳ Λέοντα τὸν Ἴσαυρον, ὡς βου‐ λόμενος τοὺς χρόνους αὐτοῦ βασιλεῦσαι. ἐπειδὴ γὰρ ἐγέ‐ γραπτο ἐπάνω τῆς εἰκόνος ὅτι ἣν καθεῖλε πάλαι Λέων ὁ δε‐ σπόζων, ἐνταῦθα ἀνεστήλωσεν Εἰρήνη· οὗτος γὰρ ὁ Λέων
5αὐτὴν καθεῖλε, ἐπεὶ ἀφ’ οὗ ἡ πόλις ἐκτίσθη, αὐτὴ ἡ εἰκὼν ἦν. καὶ τοῦτο ποιήσας ἔδωκεν παρρησίαν τοὺς τοῦ διαβό‐ λου συνεργούς, λέγω δὴ Ἀντώνιον καὶ Ἰωάννην καὶ τοὺς μετ’ αὐτῶν. καὶ λοιπὸν τούτων γενομένων συνήγοντο πάντες οἱ ἐπίσκοποι καὶ οἱ μοναχοὶ εἰς τὸ πατριαρχεῖον, καὶ ἀνεγίνω‐
10σκον πάσας τὰς χρήσεις τῶν πατέρων, ἅσπερ οἱ ἐναντίοι κα‐ κούργως καὶ ἀμαθῶς προέφερον, ἑρμηνεύοντος αὐτὰς τοῦ πα‐ τριάρχου, καὶ λέγοντος πρὸς πάντας “μὴ ἔχετέ τις λεγόμενόν τι ἐν τούτοις, ἀδελφοί;” καὶ ἀνέκραξαν πάντες “ἴσμεν καὶ πεπληροφορήμεθα ὅτι ἀληθής ἐστι ἡ πίστις ἡμῶν καὶ πάντες
15εἰς τοῦτο ἀποθνήσκομεν.” καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς “λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μὴ εὕ‐ ρωσίν τινα ἐξ ἡμῶν ἀποχωρίσαι οἱ τῆς ἐναντίας μοίρας, καὶ οὐ μὴ ἰσχύσωσιν· πλείους γὰρ αὐτῶν ἐσμὲν χάριτι Χρι‐
20στοῦ.” οἱ δὲ πάλιν ἀνέκραξαν διαβεβαιούμενοι ἕως θανάτου ἀντέχεσθαι καὶ ὑπερμαχεῖν ὑπὲρ τῆς ἐκκλησίας, ποιήσαντες σταυροὺς καὶ ἔγγραφα εἰς ἀλλήλους τοῦ μὴ χωρίζεσθαι.
ταῦτα ἐπράχθη πρὸ τῶν ἑορτῶν. φθασάντων δὲ τῶν ἑορτῶν355

356

δηλοῖ ὁ πατριάρχης τὸν βασιλέα λόγους νουθεσίας, ἅμα καὶ παρακαλῶν αὐτὸν μὴ σκυλῆναι τὴν ἐκκλησίαν, ἣν πολλῷ κό‐ πῳ οἱ πατέρες ἐπῳκοδόμησαν ἐν τῇ ὀρθοδόξῳ πίστει, ἀποδιώ‐ ξαντες πᾶσαν αἵρεσιν, λέγων ὅτι εἰ δι’ ἐμὲ γίνονται ταῦτα
5τὰ σκάνδαλα κατὰ τῆς ὀρθῆς πίστεως, ἐμὲ ἐξεώσασθε, καὶ εἴ τινα βούλεσθε, ποιήσατε· μόνον τὴν πίστιν μὴ παρασα‐ λεύσητε. καὶ ἀποκριθεὶς ὑπούλως καὶ δολερῶς ὁ δικαίως ἐπικληθεὶς χαμαιλέων εἶπεν. “καὶ τίς” φησὶν “τολμᾷ καθε‐ λεῖν ἢ ἐξεῶσαι τὸν πατριάρχην τὸν πατέρα ἡμῶν, ἢ τὴν ἐκ‐
10κλησίαν παρασαλεῦσαι; μικρὸν ἠρευνήσαμεν διὰ τοὺς λα‐ λοῦντας, ἐπεὶ ὡς πιστεύει ἡ ἐκκλησία, κἀγὼ πιστεύω.” καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ σταυρὸν ἔχων εἰκόνα προσε‐ κύνησεν ἐνώπιον πάντων. ἐποίησεν δὲ τοῦτο οὐκ ἀληθεύων ἀλλ’ ἐν ὑποκρίσει, βουλόμενος διαβάσαι τὴν ἑορτήν. οὐδεὶς
15γὰρ ἠδύνατο καταλαβέσθαι τὴν πανουργίαν αὐτοῦ· ἄλλα γὰρ τὸ στόμα αὐτοῦ ἐλάλει, καὶ ἕτερα ἡ καρδία αὐτοῦ ἐβού‐ λετο. ταῦτα τοίνυν ἀκούσαντες ὅ τε πατριάρχης καὶ οἱ ἐπί‐ σκοποι ἐχάρησαν, νομίζοντες ἀληθεύειν αὐτόν. καὶ προελθὼν τῇ Χριστοῦ γεννήσει ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν ἐν τῷ θυσια‐
20στηρίῳ κατὰ τὸ ἔθος τῶν βασιλέων, καὶ προσεκύνησεν τὴν ἐν‐ δυτὴν τὴν ἔχουσαν τὴν ἁγίαν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ. καὶ λοιπὸν ἰδόντες πάντες ἐπληροφορήθησαν, μὴ356

357

ἰδόντες τὸν δόλον καὶ τὴν πανουργίαν αὐτοῦ. φθασάσης δὲ καὶ τῆς ἑορτῆς τῶν φώτων προῆλθεν ὁμοίως, καὶ εἰσελθὼν οὐ προσεκύνησεν· καὶ ἔγνωσαν πάντες ὅτι ἐν ὑποκρίσει τὸ πρῶτον ἐποίησεν καὶ οὐκ ἐν ἀληθείᾳ. καὶ δὴ πληρωθεισῶν
5τῶν ἑορτῶν ἤρξατο πάλιν ἐπιτίθεσθαι ὡς ὁ Φαραὼ τὸν Ἰσραήλ, καί τινας ἐπισκόπους ὑπέκλεπτεν κολακείαις καὶ ὑπο‐ σχέσεσι δώρων, οἵ τινες καὶ ὑπήκουον αὐτόν, ἀγαπῶντες τὸν νῦν αἰῶνα, καὶ οἱ πρὶν διαβεβαιούμενοι ἀποθνήσκειν ὑπὲρ τῆς ἀληθείας καὶ πήξαντες σταυροὺς σχεδὸν πάντες ἐστρά‐
10φησαν εἰς τὸ ἐναντίον. καὶ δηλοῖ τὸν πατριάρχην διά τινων τῶν ἀποστατησάντων ἐπισκόπων ὅτι μικρὸν σύνελθε ἡμῖν, ἵνα περιέλωμεν πάντα τὰ χαμηλά· ἐπεὶ εἰ οὐ βούλει, γνῶθι ὅτι οὕτως οὐ παραχωροῦμεν αὐτόθι σε εἶναι. οὓς ὁ πατριάρχης ἐξουθενώσας ὡς ἐφιόρκους σταυροπάτας, τὸν βασιλέα ἐμήνυ‐
15σεν ὅτι ὃ βούλει ποίησον· ἐγὼ γὰρ ἐκ τῶν ὁρισθέντων εὐσε‐ βῶς ὑπὸ τῶν πατέρων οὔτε ἐπιδιατάσσομαι οὔτε συνέρχομαι τοῖς ἐναντίως φρονοῦσιν. καὶ ἐν τούτοις ὄντων ἔπεσεν εἰς ἀσθένειαν ὁ πατριάρχης, ὥστε ἐν ὀλίγαις ἡμέραις ἀπογνω‐ σθῆναι αὐτὸν ὑπὸ τῶν ἰατρῶν. καὶ μαθὼν ὁ βασιλεὺς μι‐
20κρὸν ἡσύχασεν, λογιζόμενος ὅτι ἀποθνήσκοντος αὐτοῦ πάντα εὐμαρῶς ποιῆσαι ἔχει ἅπερ βούλεται. καὶ λοιπὸν ἀθρόον ἐκ
τοῦ παραδοξοποιοῦ θεοῦ μικρὸν διεφορήθη. ὅπερ μαθὼν ὁ357

358

χαμαιλέων παρασκευάζει λάθρα διά τινων τοὺς στρατιώτας ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον καὶ συρτὰ καταβάσαι αὐτόν. ἦν δὲ ἡ παρείσβασις τῶν νηστειῶν. καὶ συναχθέντες παμ‐ πληθεὶ ὥσπερ οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ μετὰ μαχαιρῶν
5καὶ ξύλων, ἐγέμισαν τὰ προαύλια τῆς ἐκκλησίας, κράζοντες καὶ βοῶντες ἀτάκτως. καὶ λοιπὸν ἤρξαντο ἀνασκάπτειν καὶ ἀναθεματίζειν τοὺς ἐν ὁσίᾳ τῇ μνήμῃ Γερμανὸν καὶ Ταρά‐ σιον καὶ Νικηφόρον. ἅπερ ἀκούσας ὁ πατριάρχης ηὐχαρί‐ στησε τῷ θεῷ μετὰ δακρύων ὅτι ἠξιώθη ὑπὲρ εὐσεβείας
10ταῦτα ἀκοῦσαι. καὶ δὴ ὥρμησεν ὁ λαὸς ὁμοθυμαδὸν πρὸς τὸ ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον. καί τις Θωμᾶς πατρίκιος ἀπὸ δισυπάτων γενόμενος, ὃς τότε τὴν ἐκκλησίαν παρέλαβεν ὑπὸ τοῦ βασιλέως, ἀσφαλίσας τὰς πύλας τοῦ πατριαρχείου ἀπεδίωξεν αὐτοὺς ὡς δῆθεν τοῦ βασιλέως χωρὶς ταῦτα ποι‐
15οῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστης ὢν ἠρνήσατο εἰδέναι, μηδὲ ἀπεστάλθαι παρ’ αὐτοῦ. ἀλλά, φησίν, ἀνάγκην ἔχουσιν καὶ πόνον οἱ λαοί, καὶ διὰ τοῦτο οὕτως ἐποίησαν. καὶ λέγει ὁ Θωμᾶς ὅτι εἰ κελεύ‐
20εις αὐτόν, δέσποτα, ἐξεῶσαι, οὐ πολλῶν ἐστὶ χρεία. δύο ὀνόματα ἀπόστειλον, καὶ τοὺς ἔχοντας αὐτὸν βαστάσαι· οὐ
γὰρ δύναται περιπατῆσαι ἀφ’ ἑαυτοῦ ἐκ τῆς νόσου, καὶ οὕτως358

359

ἐξέρχεται. ὃ δὴ καὶ ἐποίησεν. τῇ νυκτὶ ἀποστείλας τινὰς ἐξέωσεν αὐτὸν τῆς ἐκκλησίας, καὶ καταγαγόντες μετὰ φόρου οἱ ἀποσταλέντες ἔστησαν μέσον τῆς ἀγορᾶς τοῦ Μιλίου, ὅπως τινὲς τῶν στρατιωτῶν ἀποκτείνωσιν αὐτόν. καὶ ἐπειδὴ βρά‐
5διον ἦν καὶ πάντες ὕπνῳ κατεφέροντο, οὐδεὶς ἐσαλεύθη. καὶ ποιήσαντες ὡσεὶ μιῶριν, καὶ μηδὲν ἀνύσαντες περὶ οὗ ἐβού‐ λοντο, ἦραν αὐτὸν ἐκεῖθεν καὶ κατήγαγον εἰς ἀκρόπολιν καὶ βαλόντες ἐν ἀκατίῳ ἔρριψαν πέραν εἰς Χρυσόπολιν. καὶ τὸ πρωῒ ποιήσας σελέντιον ὁ υἱὸς τῆς ἀπωλείας εἶπεν πρὸς τὸν
10λαὸν “οἴδατε, ἀδελφοί, ὅτι ὁ πατριάρχης παρεάσας τῆς ἐκ‐ κλησίας ἀνεχώρησεν, διότι ἐλέγομεν αὐτῷ περὶ τῶν εἰκόνων, ὅτι κακῶς προσκυνοῦνται, καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυρι‐ εύουν ἡμῶν. αὐτὸς δὲ μὴ ἔχων εὔλογόν τι ἀπολογήσασθαι, ὀργισθεὶς καὶ ἀτιμάσας ἡμᾶς ἀνεχώρησεν. καὶ λοιπὸν ἀνάγ‐
15κην ἔχομεν ἕτερον πατριάρχην ποιῆσαι.” καὶ ταῦτα ψευ‐ σάμενος ἔπεισεν τὸν λαὸν ὅτι παρῃτήσατο. καὶ δὴ βουλομέ‐ νου αὐτοῦ ποιῆσαι Ἰωάννην τοῦ Παγκρατίου, καθ’ ὃ καὶ προσυνέθετο αὐτῷ, διεκωλύθη παρὰ τῶν πατρικίων λεγόντων ὅτι νέος ἐστὶ καὶ ἀφανής, καὶ οὐ δεῖ ἡμᾶς γέροντας προσκυ‐
20νεῖν καὶ προσπίπτειν ἔμπροσθεν αὐτοῦ· ἀλλὰ μᾶλλον ἐκ τοὺς εὐγενοῦς καὶ ἐμφανεῖς καὶ χρόνῳ προβεβηκότας γενέ‐
σθω. καὶ δὴ ἐπελέξατο Θεόδοτον υἱὸν Μιχαὴλ πατρικίου τοῦ359

360

Μελισινοῦ, συγγάμβρου ὄντος Κωνσταντίνου τοῦ βασιλέως τοῦ Καβαλλίνου κατὰ τὴν τρίτην αὐτοῦ γυναῖκα. αὐτὸν τὸν Θεόδοτον, σπαθαροκανδιδάτον ὄντα, συνθέμενον τῷ δόγματι αὐτοῦ ἐκούρευσεν στεφανίτην, καὶ ἐποίησεν αὐτὸν πατριάρχην,
5χειροτονήσαντες αὐτὸν τὸ πάσχα, ἄνθρωπον μηδὲν πνευματι‐ κὸν ἐπιστάμενον μηδὲ παιδευθέντα τῇ γραφῇ ἀλλ’ ἢ ὀλίγου τινός, καὶ μηδεμίαν εὐσέβειαν κεκτημένῳ, μόνον ὅτι πρᾶος ἦν καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ἐνάρετος. οὗτος εἰσελθὼν εἰς τὸ πατριαρχεῖον ἤρξατο ποιεῖν ἀριστόδειπνα πολυτελῆ διὰ
10κρέατος, καὶ τοὺς ἐκ νέας ἡλικίας μὴ φαγόντας κρέα κληρι‐ κοὺς καὶ μοναχούς, οὐ μὴν ἀλλὰ καὶ ἐπισκόπους ἐποίησεν διαλῦσαι καὶ ἐσθίειν ἀφειδῶς· καὶ ἔνθα ποτὲ ἦν εὐλάβεια πολλὴ καὶ σεμνότης καὶ ἐκράτεια καὶ ἀρετή, ἦν ἰδεῖν γέλοια καὶ παιγνίδια καὶ παλαίσματα καὶ αἰσχρολογίας γενομένας,
15μὴ ἔχοντος διδασκαλίαν τὴν οἱανοῦν. καὶ λοιπὸν μετὰ τοῦ πάσχα ποιεῖ σύνοδον ὁ χαμαιλέων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ λεγομένῃ Σοφίᾳ, καὶ καθίσας τὸν αὐτὸν Θεόδοτον, ὃν ἔλεγεν Κασσιτερᾶν, ὡς ἅτε πατριάρχην, καὶ Συμβάτιον τὸν υἱὸν αὐ‐ τοῦ, ὃν ἐπέθηκεν Κωνσταντῖνον, καί τινας ἀσεβεῖς ἐπισκόπους,
20παρεσκεύασεν πῆξαι σταυροὺς κατὰ τῆς ἀληθείας, αὐτὸς εὐ‐ λαβηθεὶς πῆξαι σταυρὸν διὰ τὸ πρότερον καθυπογράψαι ἐν τῷ βασιλεύειν αὐτὸν εἰς τὴν ὀρθόδοξον πίστιν τοῦ μὴ παρα‐

361

σαλεύειν αὐτήν· ὅπερ ὁ ἄθλιος οὐκ ἐφύλαξεν. καὶ λοιπὸν ἀναγνώσαντες τὸν τόμον ὃν ἐποίησαν οἱ τοῦ ψευδοσυλλόγου προασπισταί, ὃν ἐπωνόμασαν ὅρον τῆς ἑβδόμης συνόδου τῆς ἐν Βλαχέρναις, ἀναθεματίσαντες οἱ τοῦ ἀναθέματος κληρονό‐
5μοι τοὺς ὀρθοδόξους ἡμῶν πατριάρχας, ἤγαγον δέ τινας μη‐ τροπολίτας καὶ ἐπισκόπους τῶν ὀρθοδόξων τυραννικῶς σύρον‐ τες, ῥήξαντες ἐν μέσῳ τῆς λῃστρικῆς αὐτῶν συνόδου, ἐπάτη‐ σαν, ὡς δῆθέν τι εὐσεβὲς ποιοῦντες οἱ ἀσεβεῖς, καὶ παραδό‐ σαντες αὐτοὺς τοῖς στρατιώταις αἱματοφύρτους ἀπήγαγον εἰς
10τὰς φυλακὰς καὶ εἰς τὰ δεσμωτήρια· ποιήσαντες δὲ ἡμέρας τινὰς ἐκεῖσε πάλιν ἐξήγαγον, καὶ ἀνακρίναντες καὶ εὑρόντες μὴ πειθομένους τοῖς ὑπ’ αὐτῶν λεγομένοις ὑπέμνησαν τὸν ἀρχηγὸν τοῦ ψεύδους, καὶ ἀπέστειλαν αὐτοὺς εἰς ἐξορίαν· οὕς τινας καὶ ἐν τῇ ἐξορίᾳ πέμπων ἐβασάνιζεν. λοιπὸν οὖν
15λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρε‐ ψεν καὶ κατέκαυσεν, καὶ ἱερὰ σκεύη συνέτριψεν ἔχοντα εἰκό‐ νας, καὶ τοὺς τολμῶντας λαλῆσαί τι ἐγλωσσοκόπησεν· τοὺς μὲν ἐφόνευσεν ἀπὸ δαρμοῦ, καταστήσας καὶ δηλάτορας ἀν‐
20θρώπους ἀσεβεῖς, ἵνα ὅπου ἂν εὕρωσί τινας μὴ κοινωνοῦν‐ τας καταμηνύσωσιν. οὕς τινας εὑρισκομένους δαρμῷ ἀφο‐
ρήτῳ καθυπέβαλλεν, δημεύων καὶ τὰς ὑποστάσεις αὐτῶν, καὶ360

362

εἰς ἐξορίαν ἀποστέλλων οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας. καὶ τί δεῖ λέγειν τὴν σκοτόμηναν τῶν τότε κακῶν; τοὺς γὰρ μεταβάντας πιστοὺς ἔν τισι κλίμασι καὶ εἰς χώρας τὰς μὴ προσηκούσας αὐτῷ πέμπων εἰς τοὺς τοπάρχας τῶν ἐθνῶν
5ἐζήτει πιάσαι, ἄλλος Ἀντίχριστος γενόμενος. ὅθεν πολλοὺς ἐπισκόπους καὶ μοναχοὺς συλλαβὼν ἀπέκτεινεν καὶ ἐθαλάσ‐ σωσεν. τοὺς ἐξορίστους ἐπισκόπους καὶ μοναχοὺς ἀνεκα‐
λέσατο361