TLG 3176 002 :: Pseudo–SPHRANTZES :: Chronicon sive Maius (additamenta Macarii Melisseni + lectiones variae)

Pseudo–SPHRANTZES Hist.
(A.D. 15–16)

Cf. et Georgius SPHRANTZES Hist. (3143)

Chronicon sive Maius (additamenta Macarii Melisseni + lectiones variae)

Source: Grecu, V. (ed.), Georgios Sphrantzes. Memorii 1401–1477 [Scriptores Byzantini 5] Bucharest: Academie Republicii Socialiste România, 1966: 272–278, 448–454.

  • Additamenta Macarii Melisseni: pp. 272–278
  • Lectiones variae e codd. Taur. B II 20 (gr. 102 bis): pp. 448–454

Citation: Page — (line)

272

(20)

ἀλλ’ οὖν καὶ οὕτως ἐνδέδωκε πρὸς αὐτὸν ὅσα ἐν τοῖς ποσὶ τοῖς πρὸς δυσμὰς ἡλίου εἰσὶ τοῦ ὑπερμεγέθους ὄρους τοῦ Ταϋγέτου ἄχρι καὶ τοῦ Πύλου τοῦ λεγομένου Ὑϊτύλου. Ἐκ δὲ τοῦ ἔξω ζυγὸν τὸ κάστρον Ζαρνάδας καὶ Γαστίτζα, τὸ ἀδιάσεστον Μελέ, Διράχιον, Πολιανούς, Γαρδίκια καὶ τὰ περὶ αὐτά, ἔτι δὲ χορηγήσας καὶ τὴν πᾶσαν ἐπιτροπικὴν καὶ διοίκησιν τοῦ μεγά‐
25λου πρωτοστράτορος Νικηφόρου τοῦ Μελισσηνοῦ τοῦ καὶ Μελισσουργοῦ ἐπονομα‐ ζομένου. Ὁ δὲ μέγας οὗτος πρωτοστράτωρ Νικηφόρος ἐκ τῆς φυλῆς ἦν κα‐ ταγόμενος τοῦ κατὰ πάντα ἀρίστου Σαλλουστίου καίσαρος τοῦ ἐγγόνου πατρι‐ κίου Εὐγενίου Βέσπου τοῦ Λουτατίου, ἑνὸς τῶν δύο τε καὶ δέκα μεγιστάνων τῶν ἐπῳκικότων ἐκ Ῥώμης ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων διὰ προσταγῆς καὶ
30κλήσεως τοῦ ἐν εὐσεβεῖ τῇ λήξει Κωνσταντίνου τοῦ Μεγάλου τοῦ τὴν μεγαλόπολιν ταύτην κτίσαντος καὶ τὴν βασιλείαν ἐνταῦθα διαβιβάσαντος. Ὁ δὲ πατρίκιος Εὐγένιος ἐκεῖνος κατὰ Σαρδιανοῦ Εὐναπίου χρονογραφίαν καὶ ὡς τὰ ἔπη τοῦτον φάσκουσι, ἅτινα καὶ ἐγὼ πολλάκις ἀνέγνωκα, εἰς Ἄνδροκλον τοῦ Κόδρου τοῦ Μελάνθου τοῦ Νηλέως ἀνέφερνε τὸ γένος. Εἰς δὲ τὸν ῥηθέντα Νικηφόρον καὶ μεγαπρωτοστράτορα γενεαλο‐
35γούμενος, ἐκ τοῦ ῥηθέντος Σαλλουστίου οὗτος κατάγεται. Σαλλουστίου δὲ υἱὸς ἦν Ῥου‐ φῖνος ὁ μάγιστρος, τοῦ δὲ Νικηφόρος ὁ καῖσαρ, τοῦ δὲ Προκόπιος καὶ Κῦρος ὁ σο‐ φώτατος· Προκοπίου δὲ Ὀλύβριος καὶ Πελάγιος ὁ πατρίκιος, οὗ πόνημα λέγουσιν εἶ‐ ναι καὶ τὰ καλούμενα Ὁρμηρόκεντρα· Ὀλυβρίου δὲ Σεκοῦνδος ὁ ὕπατος καὶ Τζίτας ὁ κόμης Ἀρμενίας· Σεκούνδου δὲ Ῥουφῖνους καὶ Ναρσῆς ὁ κουβικουλάριος, Ῥουφί‐
40νου δὲ Ἰωάννης ὁ ὕπατος, τοῦ δὲ Πρῖσκος ὁ στρατηγὸς Εὐρώπης καὶ Γερμανὸς ὁ πατρί‐ κιος, Πρίσκου δὲ Βόνοσσος καὶ Θεόδωρος· Βονόσσου δὲ Θεοδόσιος καὶ Ἀνδρόνικος, Θεοδοσίου δὲ Μιχαὴλ ὁ μάγιστρος, Μιχαὴλ δὲ Θεοφύλακτος καὶ Θεόδοτος. Καὶ ὁ μὲν Θεοφύλακτος γεννᾷ Μιχαὴλ τὸν Ῥαγκαβέλ, ὁ δὲ Θεόδοτος Μιχαὴλ τὸν Κασιδέρην. Καὶ ὁ μὲν Ῥαγκαβὲλ τῆς βασιλείας ὑπὸ Λέοντος τοῦ Ἀρμενίου ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ
45Πρώτῃ ἐξορισθείς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε, τοὺς δὲ υἱοὺς αὐτοῦ τῶν παι‐
δογόνων μορίων στερήσαντες, καὶ οὕτως τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον· Ὁ δὲ πατρί‐272

274

(3)

κιος Κασιδέρης υἱοὺς εἶχε δύο· Δημήτριον τὸν μάγιστρον καὶ Θεόδοτον. Καὶ ὁ μὲν τὴν ἐκκλησίαν Κυρίου ἴθυνεν, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ Δη‐
5μήτριος γεννᾷ Θεόδοτον· ὁ δὲ Νικήταν τὸν καὶ Ὀρυφᾶν καλούμενον, ὁ δὲ Ῥωμανὸν τὸν πατρίκιον, ὁ δὲ Ἰωάννην τὸν δομέστικον τὸν καλούμενον Κουρκούαν, Θεοφάνην τὸν πατρίκιον καὶ Θεόφιλον, τὸν πάππον Ἰωάννου τοῦ Τζιμισκῆ. Ἰωάννου δὲ τοῦ δο‐ μεστίκου γίνεται Ῥωμανός, τοῦ δὲ Ἰωάννης καὶ Χριστοφόρος καὶ Ἀνδρόνικος· Χρι‐ στοφόρου δὲ Ῥωμανὸς καὶ Θεόφιλος, Ῥωμανοῦ δὲ Νικηφόρος, τοῦ δὲ Θεόληπτος καὶ
10Λέων ὁ μάγιστρος· Λέοντος δὲ Θεοδόσιος καὶ Νικηφόρος, Νικηφόρου δὲ Θεόδωρος, τοῦ δὲ Λεωσθένης, τοῦ δὲ ὁ Νικηφόρος καῖσαρ τοῦ δὲ ἐκ Μαρίας Κομνενῆς τῆς Ἰωάν‐ νου, Ἰωάννης ὁ Κομνηνός, τοῦ δὲ Ἀλέξιος καὶ Νικηφόρος· Ἀλεξίου δὲ ἐκ τῆς Εὐ‐ δοκίας Ἀλεξίου τοῦ Μιχαὴλ Ἀσπιέτη Μιχαὴλ, τοῦ δὲ Θεοφύλακτος καὶ Ἀλέξιος, Θεοφυλάκτου δὲ Θεοδόσιος, τοῦ δὲ Μιχαὴλ καὶ ὁ καῖσαρ Ἀλέξιος, ὁ ἐκ τῶν Ἰτα‐
15λῶν τε καὶ Φράγκων ἐλευθερώσας ταύτην τὴν μεγαλόπολιν. Καίσαρος δὲ Ἀλεξίου γί‐ νεται Γρηγόριος ὁ δεσπότης, ὁ τὴν κρίσιν τὴν μεγάλην ποιήσας περὶ τῆς περιουσίας τοῦ ῥηθέντος Μιχαὴλ τοῦ πατραδέλφου αὐτοῦ, μετὰ τοῦ ἐν εὐσεβεῖ τῇ λήξει κυροῦ Ἀνδρονίκου τοῦ κὺρ Μιχαὴλ, ἐπὶ τῷ ʹϛωα–ῳ ἔτει. Τοῦ δὲ Γρηγορίου γίνεται Μιχαὴλ καὶ Νικηφόρος καὶ Θεόφιλος καὶ τοῦ Νικηφόρου γίνεται Λέων, τοῦ δὲ ὁ πατριάρχης
20κὺρ Γρηγόριος. Τοῦ δὲ Μιχαὴλ γίνεται Νικηφόρος, τοῦ δὲ Ἀνδρόνικος, τοῦ δὲ Θεο‐ δόσιος, τοῦ δὲ Λέων. Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ Δραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί‐ νεται Νικόλαος. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν· τὸν εἰρημένον Νικό‐
25λαον τοῦ μεγάλου πρωτοστράτορος Νικηφόρου ἀνεδέξατο ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελθόντι ἐάρι μέλλων ἐξ ἀνθρώπων γενέσθαι ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριητὴς νήπιος ὢν καὶ πλη‐ ροφορίαν καὶ διάθεσιν μεγάλην ἔχων πρὸς τὸν δεσπότην κὺρ Θεόδωρον, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυβερνήτην τοῦ πνευματι‐
30κοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὐτοῦ χωρῶν τε καὶ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος Νικόλαος ἐμφὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐπικρατείας τόποι καὶ χῶραι οἱ ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεο‐ δώρῳ. Ἦσαν γὰρ ἐκτὸς πᾶσα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου, μεγάλη Αἶνος ἕως τε καὶ Περιθεωρίου· τὰ δὲ ἐντὸς τῆς Πελοποννήσου ἐν μὲν τῷ Μεσσηνιακῷ κόλπῳ,
35ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός, Ἀνδροῦσα, λέγω καὶ Καλαμά‐ τα, Μαντινία, Ἰαννίτζα, Πήδημα, Μάνη, Νησίν, Σπιτάλιν, Γρεμπενὶ καὶ Καράντζα καὶ Ἀετός, Λωΐ, Νεόκαστρον, Ἀρχάγγελος, Σαυλάουρος, Ἰωάννινα, Ἰθώμη, Λιγούδιστα, Φιλατρία, Πύλος καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους καὶ κορυφῆς, τοῦ τῆς Νίκης τοῦ Δή‐ μου λεγομένου, ἄχρι τοῦ πεδίου Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελλίρας καὶ Βοσ‐
40τίτζα καὶ τὰ περὶ αὐτήν, ἃ καὶ σταλεὶς ἐγὼ ταῦτα παρέλαβον, τὰ ὅσα ἐκ τῶν ἔξωθεν ὀλίγα πάνυ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν μὴ εὑρισκόμενα. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγο‐ πούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι’ αἰτίαν τοιαύ‐ την. Τοῦ γὰρ ῥηθέντος καίσαρος Ἀλεξίου καὶ Μιχαὴλ 〈τὸν〉 γεννήτορα ὁ βασιλεὺς
45κὺρ Ἰωάννης ὁ Δούκας στρατηγὸν Παφλαγονίας ἐπροχειρίσατο ἔφηβον ὄντα ἔτι καὶ πάνυ μείρακα. Αὐτὸς δὲ ἔργα ἀρεϊκὰ ἐπιδείξας καὶ κατὰ τῶν ἐναντίων τρόπαια στήσας,
δι’ ἣν αἰτίαν Στρατηγόπουλον ἐπεκάλεσαν καὶ δι’ αὐτοῦ τοὺς υἱοὺς τούτου ἐπωνόμαζον.274

276

(14)

Διήρχετο δὲ τὴν εἰρημένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ
15Φραγκόπουλος καιρῷ τινι προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ δεσπότῃ κὺρ Κωνσταντίνῳ ἐδωρήσατο ταύτην τακτικῶς Α. Alii codices praebent: ... ὃν καὶ Μελισσουργὸν ἐπωνόμαζον διὰ τὴν αὐτοῦ εἰς πάντα δεξιότητα ἐκ τῆς φυλῆς ἦν καταγόμενος τοῦ παλαιοῦ ἐκείνου Νικηφόρου καί‐ σαρος τοῦ Μελισσηνοῦ. Ὁ δὲ Νικηφόρος οὗτος ἐκ γόνων ὑπῆρχε τοῦ πατρικίου Εὐγε‐
20νίου. Διατὶ μὲν ὁ βασιλεὺς Μιχαὴλ ὁ τὴν προσηγορίαν καὶ Ῥαγκαβὲλ καὶ ὁ πατρί‐ κιος Μιχαὴλ ὁ Μελισσηνὸς ὑπῆρχον κασιγνήτων δύο ἀποτοκεύματα καὶ ἀπόγονοι τοῦ ῥηθέντος καίσαρος· καὶ ὁ μὲν τῆς βασιλείας ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ Πρώτῃ ἐξο‐ ρισθεὶς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε· τὸν δὲ υἱὸν αὐτοῦ Θεοφύλακτον τῶν παιδογόνων μορίων στερήσαντες, καὶ οὕτω τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον. Ὁ δὲ
25πατρίκιος Μιχαὴλ ἔσχε υἱοὺς δύο Δημήτριον καὶ Θεόδοτον· καὶ ὁ μὲν πατριάρχης γενόμενος τὴν Ἐκκλησίαν Κυρίου ἰθύνας, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ Δημήτριος γεννᾷ Νικηφόρον, ὁ δὲ Νικηφόρος γεννᾷ Θεόδοτον, ὁ δὲ Θεόδοτος γεννᾷ τὸν πατρίκιον Νικήταν τὸν Ὀρυφᾶν. Ὁ δὲ Νικήτας γεννᾷ Θεοφάνην τὸν πατρί‐ κιον καὶ πρωτοβεστιάριον καὶ Νάσαρ, ὁ δὲ Θεοφάνης Χριστοφόρον, ὁ δὲ Χριστόφος
30τὸν μάγιστρον Λέοντα καὶ Θεόληπτον. Ὁ δὲ μάγιστρος Λέων γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος Θεοφύλακτον, ὁ δὲ Θεοφύλακτος Θεόδωρον, ὁ δὲ Θεόδωρος Νικηφόρον τὸν καίσαρα τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τοῦ ἄνακτος Ἀλεξίου του Κομνηνοῦ. Ὁ δὲ καῖ‐ σαρ Νικηφόρος γεννᾷ Ἰωάννην τὸν Κομνηνόν, ὁ δὲ Κομνηνὸς Ἰωάννης γεννᾷ Ἀλέ‐ ξιον, ὁ δὲ Ἀλέξιος γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος γεννᾶ Ἀλέξιον τὸν καίσαρα
35καὶ Μιχαήλ, οὓς Στρατηγοπούλους ἐπωνόμαζον. Ὁ δὲ καῖσαρ Ἀλέξιος γεννᾷ Γρηγό‐ ριον, ὁ δὲ Γρηγόριος Θεόφιλον καὶ Μιχαὴλ, ὁ δὲ Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νι‐ κηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν. Τὸν εἰρημένον Νικό‐
40λαον ἀνεδέξατο διὰ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελ‐ θόντι ἔαρι μέλλων θανεῖν ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριετὴς ὤν, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυ‐ βερνήτην τοῦ πνευματικοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὑτοῦ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος εὐθὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐξουσίας τό‐
45ποι καὶ χῶραι ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεοδώρῳ.
Ἦσαν γὰρ ἐκτός· μεγάλη Αἶνος, Περιθεώριον καὶ Ξάνθη καὶ τὰ περὶ αὐτὴν καὶ πᾶ‐276

278

(24)

σα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου. Τὰ δὲ ἐντὸς Πελοποννήσου ἐν τῷ Μελισσηνιακῷ
25κόλπῳ, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός· Ἀνδροῦσα λέγω καὶ Κα‐ λαμάτα, Μαντίνια, Ἰανίτζα, Πήδημα καὶ Μάνη καὶ Νησὶ καὶ Σπιτάλιν καὶ Γρέμπενι καὶ Καράντζα καὶ Ἀετὸς καὶ Ἐλωῒ καὶ Νεόκαστρον καὶ ἰθώμη ἡ νῦν λεγομένη Μεσ‐ σήνη καὶ Ἀρχάγγελος καὶ Σαβλάουρος καὶ Ἰωάννινα καὶ Λιγουδίστα καὶ Φιλατρία καὶ Πύλος καὶ τὰ περὶ αὐτῶν καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους κορυφῆς τοῦ τῆς Νίκης
30τοῦ Σίμου λεγομένου ἄχρι τῆς πεδιάδος Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελίρας καὶ σταλεὶς ἐγὼ παρέλαβον αὐτά, τὰ ὅσα μὴ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν εὑρι‐ σκόμενα ὀλίγα πάνυ. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγο‐ πούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι’ αἰτίαν τοιαύ‐
35την· τὸν γὰρ Ἀλέξιον καίσαρα τὸν Μελισσηνόν, Στρατηγόπουλον ἐπωνόμαζον καὶ ἔκτοτε τὸ ἐπίκλην τοῦτο εἴς τινας τοῦ γένους τούτου ἐπεκράτησε. Διῆρχε δὲ τὴν εἰρη‐ μένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι, προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ κὺρ Κωνσταντίνῳ ἐδω‐
ρήσατο.278

448

καὶ πολλὰ ἐπυνθάνετο περὶ τῆς πίστεως τοῦ Χριστοῦ, ἃ καταλεπτῶς διηγησόμεθα, πῶς ὁ πατριάρχης ἐν συνόψει τὴν τῆς πίστεως ὁμολογίαν ἐν κεφαλαίοις αὐτῷ διεσάφησεν· ἤγουν, τὸ ἐπίγραμμα ἔχει οὕτως· Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Γενναδίου τοῦ Σχολαρίου καὶ πα‐
5τριάρχου Κωνσταντινουπόλεως νέας Ῥώμης ὁμιλία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν Χριστιανῶν. Ἐρωτηθεὶς γὰρ παρὰ τοῦ εἰρημένου ἀμηρᾶ τοῦ καὶ σουλτάνου τάδε· Ὁ ἀμηρᾶς· Τί πιστεύετε ὑμεῖς οἱ Χριστιανοί; ἀπε‐ κρίθη ὁ πατριάρχης καὶ εἶπεν αὐτῷ τάδε· κφ. αʹ. Πιστεύομεν, ὅτι ἐστὶ Θεὸς δημιουρ‐ γὸς πάντων ὅσων εἰσὶν ἀπὸ τοῦ μὴ εἶναι· ὅτι οὔτε σῶμά ἐστιν, οὔτε σῶμα ἔχει, ἀλλὰ
10ζῆν νοερῶς. Καί ἐστι νοῦς ἄριστος καὶ τελειότατος καὶ σοφώτατος ἀσύνθετος, ἄναρ‐ χος, ἀτελεύτητος· ἔστιν ἐν τῷ κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οὐκ ἔστιν ἐν οὐδενὶ τόπῳ καί ἐστιν ἐν παντὶ τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ, δι’ ὧν χωρίζεται ἀπὸ τῶν κτισμάτων αὐτοῦ. Καὶ ἄλλα τούτοις εἰσὶν ὅμοια. —Πάντα ὅσα κεφάλαια μετεγλωτί‐ σθησαν εἰς τὴν τουρκοαραβόγλωσσαν ὑπὸ τοῦ Ἀχμὰτ καδδὴ Βεῤῥοίας τοῦ πατρὸς
15Μαχουμοὺτ τζελεπῆ τοῦ ἀναγραφέως καὶ οὕτως ἕπεται τὰ κεφάλαια κατὰ τάξιν· Κφ. βʹ. Κείμενον· Ἔστι σοφὸς καὶ ἀγαθὸς καὶ ἀληθινὸς καὶ αὐτοαλήθεια. Ὅσα προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ μεμερισμένως, ἔχει αὐτὸς μόνος ὑψηλότερον τρόπον· καὶ ταύτας τὰς τελειότητας ἔχουσι καὶ τὰ κτίσματα αὐτοῦ, διότι αὐτὸς δίδωσι
ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ· ἀγαθά εἰσι, διότι σοφός, σοφά· διότι ἀληθής, ἀληθῆ448

450

καί τ’ ἄλλα ὁμοίως, πλὴν ὅτι ὁ μὲν θεὸς κυρίως ἔχει αὐτά, τὰ δὲ κτίσματα κατὰ με‐ τοχὴν ἔχουσιν. Ἑρμηνεία· Κφ. γʹ Κείμενον· Πιστεύομεν, ὅτι εἰσὶν ἐν τῷ Θεῷ ἄλλα τρία ἰδιώματα, ἅτινά εἰσιν ὥσπερ ἀρχαὶ καὶ πηγαὶ πάντων τῶν ἄλλων ἰδιωμάτων αὐτοῦ· καὶ διὰ τούτων
5τῶν τριῶν ἰδιωμάτων ζῇ ὁ Θεὸς ἀϊδίως ἐν ἑαυτῷ καὶ πρὸ τοῦ δημιουργηθῆναι ὑπ’ αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς ὑποστάσεις, ἤγουν τρία πρόσω‐ πα· καὶ διότι αὐτὰ τὰ ἰδιώματα οὐ μερίζουσι τὴν μίαν καὶ ἁπλουστάτην οὐσίαν τοῦ Θεοῦ, διὰ τοῦτό ἐστι Θεὸς καὶ μετὰ τῶν ἰδιωμάτων τούτων εἷς Θεὸς καὶ οὐκ εἰσὶ τρεῖς
10θεοί, καθώς τινες τολμῶντες λέγουσιν. Ἑρμηνεία· Κφ. δʹ. Κείμενον· Πιστεύομεν, ὅτι ἐκ τῆς φύσεως τοῦ Θεοῦ ἀνατέλουσι λό‐ γος καὶ πνεῦμα ὥσπερ ἀπὸ τοῦ πυρὸς φῶς καὶ θέρμη. Καὶ καθάπερ τὸ πῦρ καὶ εἰ μή ἐστί τι τὸ φωτιζόμενον καὶ θερμαινόμενον ὑπ’ αὐτοῦ, ἀλλ’ ὁμῶς αὐτὸ τὸ πῦρ ἀεὶ ἔχει φῶς καὶ θέρμην καὶ ἐκπέμπει φῶς καὶ θέρμην ἡμῖν, οὕτω καὶ πρὸ τοῦ δημιουργηθῆ‐
15ναι τὸν κόσμον ἦσαν ὁ λόγος καὶ τὸ πνεῦμα, ἐνέργειαι τοῦ Θεοῦ φυσικαί, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν, ὡς προείρηται, καὶ ταῦτα τὰ τρία, νοῦς, λόγος καὶ πνεῦμα εἷς θεός ἐστιν, ὥσπερ ἐν τῇ μιᾷ ψυχῇ τοῦ ἀνθρώπου ἐστι νοῦς καὶ λόγος νοητὸς καὶ θέλησις νοητή, καὶ ὅμως ταῦτα τὰ τρία εἰσὶ μία ψυχὴ κατὰ τὴν οὐσίαν. Πάλιν τὸν λόγον τοῦ Θεοῦ ὀνομάζομεν σοφίαν τοῦ Θεοῦ καὶ δύναμιν καὶ υἱὸν αὐτοῦ, διότι ἐστὶ γέννημα
20τῆς φύσεως αὐτοῦ, ὥσπερ τὸ γέννημα τῆς φύσεως τοῦ ἀνθρώπου, 〈καλοῦμεν υἱὸν τοῦ ἀνθρώπου〉 καὶ ὥσπερ τὸ νοήμα τοῦ αὐτοῦ ἐστι γέννημα τῆς ψυχῆς αὐτοῦ. Καὶ πά‐ λιν ὀνομάζομεν τὴν θέλησιν τοῦ Θεοῦ πνεῦμα τοῦ Θεοῦ καὶ ἀγάπην. Αὐτὸν δὲ τὸν νοῦν καλοῦμεν πατέρα, διότι αὐτός ἐστιν ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. Ὅτι οὖν ὁ Θεὸς οὐ νοεῖ μόνον τὰ κτίσματα αὐτοῦ, ἀλλὰ μᾶλλον
25νοεῖ καὶ γινώσκει ἑαυτόν, καὶ διὰ τοῦτο ἔχει λόγον καὶ σοφίαν, δι’ ἧς νοεῖ ἑαυτὸν ἱδίως· ὁμοίως οὐ θέλει καὶ ἀγαπᾷ μόνον τὰ ποιήματα ἑαυτοῦ ὁ Θεός, ἀλλὰ θέλει καὶ ἀγαπᾷ ἑαυτὸν πολλῷ μᾶλλον. Διὰ τοῦτο ἀϊδίως προέρχονται ἐκ τοῦ Θεοῦ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ καὶ ἀϊδίως εἰσὶν ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ἰδιώματα μετὰ τοῦ Θεοῦ εἷς ἐστι Θεός. Ἑρμηνεία·
30 Κφ. εʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Θεὸς διὰ τοῦ λόγου τῆς σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ ἐδημιούργησε τὸν κόσμον· καὶ διὰ τοῦ πνεύματος, τῆς ἀγαθῆς θελή‐ σεως καὶ ἀγάπης αὐτοῦ προνεῖται καὶ κυβερνᾷ καὶ κινεῖ πᾶσαν φύσιν αὐτοῦ ἐν τῷ κόσμῳ πρὸς τὸ ἀγαθὸν κατὰ τὴν τάξιν ἐκείνης φύσεως. Καὶ διὰ τοῦτο πιστεύομεν, ὅτι, ὅτε ἠθέλησεν ὁ Θεός, διὰ μόνην τὴν ἐλεημοσύνην αὐτοῦ ἐπέστρεψε τοὺς ἀνθρώ‐
35πους ἀπὸ τῆς πλάνης τῶν δαιμόνων καὶ τῆς εἰδωλολατρείας, διότι πλὴν τοῦ ὀλίγου τόπου τῶν Ἰουδαίων, ἐν ᾧ προσεκυνεῖτο καὶ ἐπιστεύετο εἷς θεὸς ἐκ τοῦ νόμου τοῦ Μωύσεως, ἡ δ’ ἄλλη πᾶσα ἡ οἰκουμένη ἐσεβάζετο τὰ κτίσματα τοῦ Θεοῦ καὶ πολλοὺς θεοὺς μὴ ὄντας ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ προσεκύνουν· καὶ ἐπολιτεύοντο κατὰ τὰς ἰδίας ἕκαστος ἐπιθυμίας, οὐ κατά τινα τοῦ Θεοῦ νόμον. Ἑρμηνεία·
40 Κφ. ϛʹ. Κείμενον· Τότε ἐποίησεν ὁ Θεὸς τὴν τοιαύτην ἀνάπλασιν τῶν ἀνθρώ‐ πων διὰ τοῦ λόγου καὶ διὰ τοῦ ἁγίου πνεύματος αὑτοῦ· καὶ διὰ τοῦτο ὁ λόγος τοῦ Θεοῦ ἐνεδύθη τὴν ἀνθρωπείαν φύσιν, ἵνα ὡς μὲν ἄνθρωπος ὁμιλήσῃ ἀνθρώποις, ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ Θεοῦ σοφία διδάξῃ τοὺς ἀνθρώπους πιστεύειν εἰς τὸν ἕνα καὶ ἀληθῆ Θεὸν καὶ πολιτεύεσθαι κατὰ τὸν νόμον, ὃν αὐτὸς ἔδωκε· καὶ πάλιν ὡς μὲν ἄν‐
45θρωπος ἵνα δῷ τὴν πολιτείαν αὐτοῦ παράδειγμα τῆς διδασκαλίας αὑτοῦ. Πρῶτος γὰρ αὐτὸς ἐτήρησε τὸν νόμον, ὃν ἔδωκε τοῖς ἀνθρώποις. Ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ δύ‐ ναμις δυνηθῆ κατορθῶσαι τὸ παγκόσμιον ἀγαθόν, ὅπερ ἐβούλετο, διότι ἦν ἀδύνατον δι’ ἑνὸς ἀνθρώπου δυνάμει ἐπιστρέψαι τὴν οἰκουμένην πρὸς τὸν Θεόν. Καὶ οὕτως διὰ μὲν τοῦ λόγου αὐτοῦ ἔσπειρε τὴν ἀλήθειαν ὁ παντοδύναμος καὶ ἀόρατος Θεὸς

450

(50)

ἐν Ἱερουσαλήμ, διὰ δὲ τοῦ πνεύματος αὐτοῦ ἐφώτισε καὶ ἐνίσχυσε τοὺς ἀποστόλους450

452

αὑτοῦ, ἵνα σπείρωσιν αὐτοὶ τὴν ἀλήθειαν καὶ εἰς πάντα τὸν κόσμον καὶ ἵνα καταφρο‐ νήσωσι τὸν κόσμον διὰ τὴν ἀγάπην τοῦ πέμψαντος αὐτὸν Θεοῦ καὶ διὰ τὴν ἀγάπην τῆς σωτηρίας τοῦ κόσμου κατὰ τὸ παράδειγμα τοῦ Ἰησοῦ, ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα
5Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, καθὼς ἐδίδαξεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ διότι ἐστὶν ἀληθής, πιστεύομεν, ὅτι ἐστὶ καὶ αὐτὸ ἀληθές. Καὶ οἱ μαθη‐ ταὶ αὐτοῦ οὕτως ἐδίδαξαν ἡμᾶς πλατύτερον καὶ οὕτω νοοῦμεν καὶ ἀπὸ τῆς δυνάμεως τῆς σοφίας. Ἑρμηνεία· Κφ. ζʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ καὶ ὁ ἄνθρωπος, ὃν ἐνεδύ‐
10θη ὁ λόγος τοῦ Θεοῦ, ἔστιν ὁ Χριστός. καὶ ἡ μὲν ζωὴ τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐ‐ τοῦ ἦν ζωὴ ἀνθρώπου ὑπεραγίου, ἡ δὲ δύναμις τῆς σοφίας καὶ τῶν ἔργων αὐτοῦ ἦν Θεοῦ δύναμις. Ἑρμηνεία· Κφ. ηʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνὸς ἀν‐ θρώπου γίνεται εἷς ἄνθρωπος, οὕτως ὁ λόγος τοῦ Θεοῦ ἀφ’ ἑνὸς μέρους καὶ ἀπ’ ἀλλ’
15μέρους ἡ ψυχὴ καὶ τὸ σῶμα εἰσὶ πάντοτε δύο φύσεις μεμερισμέναι τελείως ἐν ἑνὶ ἀνθρώπῳ. Οὕτως καὶ ἡ ἀνθρωπότης καὶ ἡ θεότης εἰσὶν ἐν τῷ ἑνὶ Χριστῷ μεμερισμέ‐ ναι τῇ φύσει τελείως, καθ’ ὑπόστασιν μόνον καὶ προσωπικῶς ἡνωμέναι. Καὶ οὔτε ὁ λόγος τοῦ Θεοῦ μετεβλήθη εἰς τὴν σάρκα ἢ τὴν ψυχὴν τοῦ Χριστοῦ, οὔτε ἡ σὰρξ τοῦ Χριστοῦ ἢ ἡ ψυχὴ αὐτοῦ μετετράπη εἰς λόγον Θεοῦ, ἀλλὰ ἦν καὶ ἔστιν ἐν τῷ Χρι‐
20στῷ μετὰ τὴν ὑπερθαύμαστον αὐτοῦ οἰκονομίαν ἐκείνην ὁ μὲν τοῦ Θεοῦ λόγος, λόγος, ἡ δὲ ἀνθρωπότης, ἀνθρωπότης. Καὶ ὅτι οὐ προσέλαβεν ἡ ἀνθρωπότης τοῦ Χριστοῦ τὴν θεότητα, ἀλλ’ ἡ θεότης τοῦ λόγου τοῦ Θεοῦ προσέλαβε τὴν ἀνθρωπείαν φύσιν ἐν αὐτῷ 〈τῷ〉 προσληφθῆναι σύστασιν. Πᾶν ὅπερ ἐστὶ ἐν τῷ Θεῷ καὶ ἐκ τοῦ Θεοῦ φυσικῶς Θεός ἐστι, διότι οὐκ ἔστιν ἐν τῷ Θεῷ συμβεβηκός. Καὶ διὰ τοῦτο, τὸν νοη‐
25τὸν λόγον τοῦ Θεοῦ, Θεὸν ὀνομάζομεν καὶ πιστεύομεν. Καὶ διότι οὗτος ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ, διὰ τοῦτο τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, ἄν‐ θρωπον μὲν διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, Θεὸν δὲ διὰ τὸν ἐν αὐτῷ λογὸν τοῦ Θεοῦ. Ἑρμηνεία· Κφ. θʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ καὶ
30ἐν τῷ κόσμῳ καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ Θεῷ καὶ πατρί, διότι ὁ λόγος τοῦ Θεοῦ ἐστιν ἄπειρος ὥσπερ ὁ Θεός ἐστιν ἄπειρος ὁ γεννῶν αὐτόν, ἤγουν νοῶν· καὶ ἄπειρον δύναμιν ἔχει· πλὴν ἐν τῷ Θεῷ κατὰ ἄλλον τρόπον ἦν καὶ ἐν τῷ Χριστῷ κατὰ ἄλλον καὶ ἐν τῷ κόσμῳ κατὰ ἄλλον. Ἑρμηνεία· Κφ. ιʹ. Κείμενον· Πιστεύομεν, ὅταν ὁ Θεὸς κοινωνῇ τῆς ἀγαθότητος αὐτοῦ
35καὶ τῆς χάριτος κτίσματί τινι, οὐδαμῶς ζημιοῦται, ἀλλὰ μᾶλλον μεγαλύνεται, διότι ἐκ τῆς ἀρετῆς τῶν κτισμάτων τὸ ὕψος τοῦ Θεοῦ φανεροῦται. Καὶ ὅσον μᾶλλον βελ‐ τιοῦται τὸ κτίσμα τῇ πλείονι κοινωνίᾳ τῆς ἀγαθότητος αὐτοῦ, τοσοῦτον πλέον ἡ ἀγα‐ θότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη δείκνυται. Διὰ τοῦτο ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη εἰς τοὺς ἀνθρώπους πλέον ἐμεγαλύνθη ἐκ τοῦ ἐλθεῖν αὐτὸν
40〈τὸν λόγον〉 τοῦ Θεοῦ καὶ Θεὸν μετὰ πάσης αὑτοῦ δυνάμεως εἰς τὸν Ἰησοῦν ἢ ὅτι ἔπεμπεν εἰς τοὺς προφήτας μίαν χάριν αὑτοῦ ἢ δύο, εἰς ἄλλον μὲν προφήτην ἐλάτ‐ τονα, εἰς ἄλλον δὲ μείζονα. Ἑρμηνεία· Κφ. ιαʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανεν οἰκείῳ θελήματι διὰ πολλὰς καὶ μεγάλας ὠφελείας δεομένας πολλῶν λόγων, καὶ πάντα κατὰ
45τὸ ἀνθρώπινον· ὁ γὰρ λόγος τοῦ Θεοῦ οὔτε σταυροῦται, οὔτε ἀποθνήσκει, οὔτε ἀνί‐ σταται, ἀλλὰ μᾶλλον ἀνέστησεν αὐτοὺς τοὺς νεκρούς, ὥσπερ ἀνέστησε καὶ τὴν σάρ‐ κα, ἣν ἐφόρεσε. Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἀναστὰς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ πάλιν μέλλει ἔρχεσθαι μετὰ δόξης, ἵνα κρίνῃ τὸν κόσμον. Ἑρμηνεία· Κφ. ιβʹ. Κείμενον· Πιστεύομεν, ὅτι αἱ ψυχαὶ τῶν ἀνθρώπων εἰσὶν ἀθάνατοι,

452

(50)

ὅτι τὰ σώματα τῶν ἁγίων ἀναστήσονται ἄφθαρτα, φωτεινά, ἐλαφρά, μήτε τροφῆς χρή‐ ζονται, μήτε πόσεως, μήτε ἐνδυμάτων, μήτε ἄλλης τινὸς σωματικῆς ἡδονῆς καὶ ὅτι αἱ ψυχαὶ καὶ τὰ σώματα τῶν καλῶς πιστευόντων καὶ καλῶς πολιτευομένων ἀπελεύσον‐ ται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν.
Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς ἐστι ἐν τῷ οὐρανῷ, ἡ δὲ κόλασις452

454

τῶν πονηρῶν ἐν τῇ γῇ. Καὶ ἡ ἀπόλαυσις τῶν ἁγίων οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὅτε τελειωθήσονται αἱ τοιαῦται ψυχαὶ εἰς τὴν γνῶσιν καὶ τότε θεωρήσουσι τὰ μυστήρια τοῦ Θεοῦ, ἃ νῦν οὐ γινώσκουσιν εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Ἑρμηνεία· Κφ. ιγʹ. Κείμενον· Διὰ τί δὲ ἦν ἀναγκαῖον σαρκωθῆναι τὸν λόγον τοῦ Θεοῦ
5καὶ Θεόν; Εἰσὶν ἀναγκαῖοι καὶ πολλοὶ λόγοι· καὶ ὅταν ᾖ χρεία, ἐσμὲν ἕτοιμοι δοῦ‐ ναι καὶ αὐτούς. Ἐπέκεινα δὲ ἐκείνων τῶν λόγων πληροφοροῦσιν ἡμᾶς τὴν ἀλήθειαν τῆς πίστεως ἡμῶν τὰ ἑπτὰ ταῦτα· Ἑρμήνεια· Κφ. ιδʹ. Κείμενον· Ὅτι ἐπροφήτευσαν οἱ προφῆται τῶν Ἰουδαίων, οὓς στέρ‐ γομεν καὶ ἡμεῖς, τὸν Ἰησοῦν καὶ ὅσα ἐποίησε καὶ ὅσα ἐγένοντο ἐπ’ αὐτοῦ καὶ ὅσα
10ἐποίησαν ὕστερον οἱ μαθηταὶ αὐτοῦ τῇ δυνάμει αὐτοῦ. Ὁμοίως ἐπροφήτευσαν καὶ τὰ μαντεῖα τῶν Ἑλλήνων συγχωρήσει Θεοῦ καὶ οἱ ἀστρονόμοι τῶν Περσῶν καὶ τῶν Ἑλλήνων, καὶ ταῦτα πάντα μετὰ εὐφημείας μεγάλης τοῦ Ἰησοῦ. Καὶ ὅτι πᾶσαι αὗται αἱ προφητεῖαί εἰσιν ἀπαράγραπτοι ἔχομεν δεῖξαι· Ἑρμηνεία· Κφ. ιεʹ. Κείμενον· Ὅτι αἱ γραφαὶ πᾶσαι τῆς πίστεως ἡμῶν συμφωνοῦσιν ἐν
15πᾶσι, διότι εἶχον οἱ γράψαντες αὐτὰς ἕνα διδάσκαλον, τὴν χάριν τοῦ Θεοῦ, ἄλλως γὰρ ἔμελλον ἔν τισι διαφωνεῖν· Ἑρμηνεία· Κφ. ιϛʹ. Κείμενον· Ὅτι ἐδέξαντο ταύτην τὴν πίστιν, νέαν οὖσαν καὶ παράδο‐ ξον, οἱ ἄνθρωποι πανταχοῦ μετὰ σπουδῆς καὶ μετὰ κινδύνων πολλῶν, καὶ οὐ μόνον ἰδιῶται καὶ ἀμαθεῖς, ἀλλὰ καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί. Καὶ διὰ τοῦτο κατελύθη
20τελείως ἡ πλάνη τῶν δαιμόνων· Ἑρμηνεία· Κφ. ιζʹ. Κείμενον· Ὅτι ἡ πίστις αὔτη οὐδὲν περιέχει ἀδύνατον, οὐδὲν ἀσύμ‐ φωνον, οὐδὲν σωματικόν, ἀλλὰ πάντα πνεύματι· καὶ ἔστιν ὁδὸς φέρουσα τὰς ψυχὰς τῶν ἀνθρώπων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ τῆς μελλούσης αἰωνίου ζωῆς· Ἑρμηνεία· Κφ. ιηʹ. Κείμενον· Ὅτι ὅσοι ἔλαβον ταύτην τὴν πίστιν καὶ ἐπολιτεύσαντο ἐνα‐
25ρέτως κατὰ τοῦ Ἰησοῦ νόμον, ἔλαβον μεγάλα χαρίσματα ἐκ τοῦ Θεοῦ καὶ δυνάμεις ἐποίησαν πολλὰς ἐν ὀνόματι Ἰησοῦ, ὅπερ οὐκ ἂν ἦν, εἰ ἡ πίστις αὕτη ἦν ἐναντία τῇ ἀληθείᾳ. Ἑρμηνεία· Κφ. ιθʹ. Κείμενον· Ὅτι ὅσα λέγουσί τινες κατὰ τῆς πίστεως ταύτης, δυνάμεθα λύειν εὐκόλως καὶ εὐλόγως· Ἑρμηνεία·
30 Κφ. κʹ. Κείμενον· Ὅτι τῇ πίστει ταύτῃ ἐπολέμησαν διὰ πολλῶν τιμωρίων καὶ φόνων οἱ βασιλεῖς τότε καὶ οἱ ἔπαρχοι αὐτῶν ἐν τῇ οἰκουμένῃ τριακοσίους δέκα ὀκτὼ χρόνους πολύθεοι ὄντες καὶ εἰδωλολάτραι καὶ οὐδὲν ἴσχυσαν, ἀλλὰ ἐνίκησεν ἡ πίστις καὶ διαμένει μέχρι τοῦ νῦν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσῃ αὐτήν. Καὶ εἰ μὴ ἦν ἡ πί‐ στις αὔτη ἐκ θελήματος τοῦ Θεοῦ, διελύθη ἂν τότε εὐκόλως. Αὐτῷ τῷ Κυρίῳ ἡμῶν
35Ἰησοῦ δόξα· ἄμην. Ἑρμηνεία· Κφ. καʹ. Κείμενον· Ταῦτα λέγομεν ἡμεῖς περὶ πίστεως ἡμῶν συντόμως. Ἑρμη‐ νεία·
Καὶ μετὰ ταῦτα πολλὰ Α.454