TLG 3173 003 :: JOANNES :: Narratio

JOANNES Theol., Monachus, fiq Joannes Syncellus
(Hierosolymitanus: A.D. 8)

Narratio

Source: Bekker, I. (ed.), Theophanes Continuatus, Ioannes Cameniata, Symeon Magister, Georgius Monachus [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1838: 481–484.

Citation: Page — (line)

481

(t1)

ΙΩΑΝΝΟΥ ΕΥΛΑΒΕΣΤΑΤΟΥ
t2ΤΟΥ ΙΕΡΟΣΟΛΥΜΙΤΟΥ ΜΟΝΑΧΟΥ
t3ΔΙΗΓΗΣΙΣ.
13Βούλομαι ἐγὼ ὁ μέτριος καὶ πάντων ἔσχατος ἀποδεῖξαι μετὰ πάντης ἀληθείας, ἐπὶ τῆς παρούσης ταύτης ἁγίας ὑμῶν καὶ ἱερᾶς
15συνόδου, ὅπως καὶ πότε καὶ ὅθεν ἔσχε τὴν ἀρχὴν ἡ κακίστη καὶ481

482

θεοστυγὴς αὕτη τῶν Χριστιανῶν, μᾶλλον δ’ εἰπεῖν ἀληθέστερον κατηγόρων καὶ εἰκονομάχων αἵρεσις. συντομίᾳ δὲ χρήσασθαι λό‐ γου προαιρούμενος διὰ χάρτου ἔκρινα καλῶς ποιήσασθαι τὴν ἐξήγησιν, ὡς ἂν μηδέν με τῆς ἀληθείας λάθῃ.
5 2. Τοῦ τῶν ἀθέων Ἀράβων τεθνηκότος τυράννου ἤτοι συμβούλου (Σελεϊμὰν δὲ ἦν οὗτος τὸ ὄνομα) διεδέξατο τοῦτον Οὔμαρος, ὃς ἐπιβὰς τῆς ἀρχῆς εὐθὺς μεταστειλάμενος ἀπέστρεψε τὸν ἀνάσκαφον Μασαλμὰν ἀπὸ τῆς γῆς ταύτης, πολέμιον ὄντα δυσμενῆ, ὃς τῇ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐
10στοῦ χάριτι καὶ τῆς αὐτὸν τεκούσης ἁγίας θεοτόκου, μετ’ αἰσχύ‐ νης πολλῆς καὶ ἀπωλείας τοῦ οἰκείου τῶν Σαρακηνῶν στρατεύμα‐ τος, ὑπέστρεψεν εἰς Συρίαν ἀνύσας ὧν ἤλπιζεν οὐδέν. τελευτή‐ σαντος δὲ τοῦ Οὐμάρου τοῦτον διαδέχεται Ἔζιδος, ἀνὴρ κοῦφός τις καὶ εὐπαράφορος. ἦν δέ τις ἐν Τιβεριάδι προηγέτης τῶν
15παρανόμων Ἑβραίων φαρμακόμαντις, δαιμόνων ψυχοβλαβῶν ὄργανον, ἐπονομαζόμενος Σεραντάπηχος, δυσμενὴς ἐχθρὸς τῆς ἐκκλησίας τοῦ θεοῦ, ὃς μεμαθηκὼς τὴν τοῦ κρατοῦντος Ἐζίδου κουφότητα καὶ δὴ τούτῳ προσελθὼν ὁ παμπόνηρος οὗτος Ἑβραῖος ἐπεχείρει μαντεύεσθαί τινα καὶ προλέγειν αὐτῷ. ὡς οὖν ἐκ
20τούτων εὐπαράδεκτος ἐγεγόνει καὶ εὐπαρρησίαστος τῷ τυράννῳ, “θέλω” ἔφη, “πρωτοσύμβουλε, εὐνοίᾳ τῇ πρὸς σὲ διακείμενος
ὑποθέσθαι σοι τρόπον τινὰ εὐχερῶς καὶ ῥᾳδίως ἀρεσθησόμενον,482

483

δι’ οὗ σοι προστεθήσεται ζωῆς μῆκος καὶ διαμείνῃς χρόνους τριάκοντα ἐν τῇδέ σου ἀρχῇ, εἴγε εἰς ἔργον ἀγάγῃς τοὺς λόγους μου.” ὁ δὲ ἄφρων ἐκεῖνος τύραννος, ὁ κεπφωθεὶς τὸν νοῦν ἐφέ‐ σει μακροβιώσεως (ἦν γὰρ φιλοτρυφητὴς καὶ ἀκόλαστος), ἀπε‐
5κρίνατο ὅτι γε ὅσα ἂν ὑποθῇς μοι, ἑτοίμως ποιῶ· καὶ ἐὰν τύχω πρακτέου, μεγίσταις ἀμείψομαι τιμαῖς. ὁ δὲ φαρμακόμαντις Ἑβραῖός φησι πρὸς αὐτόν “κέλευσον εὐθέως πάσης ἄτερ ἀναβο‐ λῆς καὶ ὑπερθέσεως γράψαι κατὰ πᾶσάν σου τὴν ἀρχὴν ἐγκύκλιον τὴν ἐπιστολήν, ὥστε πᾶσαν εἰκονικὴν διαζωγράφησιν, εἴτε ἐν
10σανίσιν εἴτε διὰ μουσείων ἐν τοίχοις εἴτε ἐν σκεύεσιν ἱεροῖς καὶ ἐνδυταῖς θυσιαστηρίων καὶ ὅσα τοιαῦτα εὑρίσκεται, ἐν πάσαις ταῖς τῶν Χριστιανῶν ἐκκλησίαις ἀφανίσαι καὶ τελέως καταλῦσαι, οὐ μὴν ἀλλὰ καὶ ὅσα ἐν ταῖς ἀγοραῖς τῶν πόλεων κατὰ κόσμον εἰσὶ καὶ εὐπρέπειαν οἱᾳδήποτε ὁμοιότητι.” σατανικῷ δὲ κακουρ‐
15γήματι κινούμενος ὁ ψευδόμαντις προσέθηκε, πᾶν ὁμοίωμα ἂν ὑφόρατον, δεῖξαι τὴν πρὸς ἡμᾶς ἔχθραν μηχανώμενος. (3) ὁ δὲ ἀλιτήριος τύραννος τούτῳ κουφότητι πεισθείς, ἀποστείλας καθεῖ‐ λεν ἀπὸ πάσης ἐπαρχίας τῆς ὑπ’ αὐτὸν τὰς ἁγίας εἰκόνας καὶ λοιπὰ ὁμοιώματα, καὶ τούτῳ τῷ τρόπῳ ἀπεκόσμησε τὰς ἐκκλη‐
20σίας τοῦ θεοῦ διὰ τοῦ φαρμακοῦ Ἑβραίου ἀφειδῶς, τὰς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ, πρὸ τοῦ φθάσαι ἐν τῇ γῇ ταύτῃ τὸ κακόν. φεύ‐ γοντας δὲ τοὺς θεοφιλεστάτους Χριστιανοὺς τοῦ μὴ ταῖς οἰκείαις
χερσὶ καταστρέψαι τὰς ἁγίας εἰκόνας, Ἑβραίους θεοστυγεῖς καὶ483

484

οἰκτροὺς Ἄραβας ἠγγάρευον οἱ εἰς τοῦτο ἀποσταλέντες Ἀμηραῖοι, καὶ οὕτως ἔκαιον τὰς σεπτὰς εἰκόνας, καὶ τοὺς οἴκους τῶν ἐκκλη‐ σιῶν πῇ μὲν κατέχριον πῇ δὲ κατέξεον. 4. Τούτων ἀκηκοὼς ὁ ψευδεπίσκοπος Νακολίας καὶ οἱ
5κατ’ αὐτὸν ἐμιμήσαντο τοὺς παρανόμους Ἰουδαίους καὶ τοὺς ἀσε‐ βεῖς Ἄραβας, καὶ ἐνύβρισαν τὰς ἐκκλησίας τοῦ θεοῦ. 5. Ἄξιον δὲ κρίνω τὰς ἱερὰς ὑμῶν ἀκοὰς καὶ οἷον ἐδέξατο τέλος ὁ δείλαιος ἐκεῖνος καὶ φαρμακὸς Ἑβραῖος. ὡς γὰρ τοῦτο δράσας ὁ πρωτοσύμβουλος Ἔζιδος οὐ πλείω τῶν δύο ἥμισυ χρό‐
10νων βιώσας ἀπέθανε, ἀπῆλθεν εἰς τὸ αἰώνιον πῦρ, καὶ αἱ μὲν εἰκόνες ἐν τῇ ἀρχαίᾳ ἱδρύσει καὶ τιμῇ κατέστησαν, ὁ δὲ τούτου υἱός, Οὔλιδος τοὔνομα, ἀγανακτήσας ὡς φονέα τοῦ ἰδίου πατρὸς τὸν φαρμακὸν αἰσχίστῳ θανάτῳ ἀναιρεθῆναι ἐκέλευσεν, ἄξια τὰ
ἐπίχειρα τῆς ψευδομαντείας αὐτοῦ κομισάμενον.484