TLG 3173 002 :: JOANNES :: De sacris imaginibus contra Constantinum Cabalinum (sub nomine Joannis Syncelli) (olim sub auctore Joanne Damasceno)

JOANNES Theol., Monachus, fiq Joannes Syncellus
(Hierosolymitanus: A.D. 8)

De sacris imaginibus contra Constantinum Cabalinum (sub nomine Joannis Syncelli) (olim sub auctore Joanne Damasceno)

Citation: Volume — page — (line)

95

.

309

(t1)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
t2ΛΟΓΟΣ ΑΠΟΔΕΙΚΤΙΚΟΣ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΣΕΠΤΩΝ ΕΙΚΟΝΩΝ.
t3Πρὸς πάντας Χριστιανοὺς, καὶ πρὸς τὸν βασιλέα Κωνσταντῖνον τὸν Καβαλῖνον, καὶ πρὸς
t4πάντας αἱρετικούς.
5 αʹ. Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν, κατὰ τὸν μακάριον ἀπόστολον καὶ εὐαγγε‐ λιστὴν Λουκᾶν, περὶ πίστεως ὀρθοδόξου καὶ κρατή‐ σεως τῆς Ἐκκλησίας, ἥνπερ διὰ τοῦ πάθους αὐτοῦ προσελάβετο Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
10ἀναγκαῖον ἡγησάμην, ἀγαπητοὶ, ταῦτα μὴ κρύψαι τῇ ὑμῶν τιμιότητι, ἀλλὰ δεῖξαι ὑμῖν τὴν ὁδὸν τῆς ἀληθείας· ἥνπερ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία κρατεῖ ἐν βεβαιότητι, περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων· καὶ μὴ τρέ‐
15πεσθαι ἔνθεν κἀκεῖθεν, καθάπερ κάλαμος ὑπὸ ἀνέ‐ μου περιφερομένη, τῇ δεινῇ ταύτῃ αἱρέσει τῶν μὴ προσκυνούντων τὴν ἔνσαρκον οἰκονομίαν τοῦ δι’ ἡμᾶς ὀφθέντος διὰ τῆς εἰκονικῆς ἀνατυπώσεως, ἀλλ’ ἀτι‐ μαζόντων διὰ κακοηθείας, καὶ διὰ λογισμῶν ἀτό‐
20πων, καὶ τῶν δοκούντων εἶναι ἐκ τῆς φυλῆς τῶν Χριστιανῶν, διά τε βαπτίσματος, καὶ διὰ τοῦ τιμίου σώματος καὶ ἀχράντου αἵματος, ἀλλοτρίους δὲ καθ‐ εστῶτας, καὶ τοὺς κατέχοντας ἀξίας ποιμένων, λύ‐ κους δὲ καὶ θηρία γεγονότας, οὐ τῇ φύσει, ἀλλὰ τῇ
25προθέσει καὶ τῇ πίστει, κατὰ τὸ Εὐαγγέλιον τὸ τη‐ λαυγῶς ἀναβοῶν, ὅτι «Ὁ μὴ ἐρχόμενος διὰ τῆς θύ‐ ρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.» Τοιοῦ‐ τόν τι καὶ ἐπὶ τῆς γενεᾶς ἡμῶν ἀνέφυ δεινὸν εὕρεμα,
30ἐκ γοήτων καὶ σκοτεινῶν ἀνδρῶν, τῶν διὰ τῆς κενο‐ δοξίας αὐτῶν καὶ μεγαλαυχίας ἐμπεσόντων εἰς βάρα‐ θρον ἀπωλείας, καὶ ἀνυποίστου βορβόρου. Ὑμεῖς δὲ, ὦ σεπτὸν ἀκροατήριον, τὸ νεόχριστον καὶ ἀρχαῖον, τὸ ἐξακολουθῆσαν φωναῖς προφητῶν, καὶ γραφαῖς ἀπο‐
35στόλων, καὶ Πατέρων ὅροις, τὴν ἄγκυραν τῆς πί‐ στεως βεβαίαν κατέχοντες, ταύτην ταῖς ὑμετέραις ψυχαῖς διαφυλάξατε, πρὸς τὸ μὴ ἁρπαγῆναι αὐτὴν ἐκ τοῦ ἀνθρωποκτόνου καὶ δολίου ἐχθροῦ, καὶ ἀκε‐
ραίους καὶ ἀπαρασαλεύτους περιφρουροῦντες ἑαυ‐309

95

.

312

τοὺς, τόμον κατέχοντες ὀρθόδοξον τῆς ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος, πᾶσι τοῖς ἐχθροῖς αὐτὸν ἀποδει‐ κνύντες, καὶ ἐν χερσὶν ὑμῶν κατέχοντες· ἵνα ὥσπερ διὰ στομάτων καὶ διανοίας καὶ γλώττης ταύτην ἀν‐
5έγνωμεν, καὶ πιστεύωμεν. βʹ. «Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς· ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεν‐
10νηθέντα πρὸ ἁπάντων αἰώνων· καὶ εἰς τὸ πανάγιον Πνεῦμα, τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμ‐ προσκυνούμενον καὶ συνδοξαζόμενον, δι’ οὗ τὰ πάντα ἁγιάζονται· τὴν ἁγίαν Τριάδα, τὴν ἀδιαίρετον καὶ
15ἀνέκφραστον, τὴν παγκράτιστον, παντούργητον, ὁμο‐ δύναμον, καὶ ἀπερίγραπτον, καὶ ἰσόθεον, ταυτοβού‐ λητον καὶ ταυτόγνωστον, ταυτοούσιον καὶ ὁμοούσιον, συναΐδιον καὶ συνάναρχον καὶ μόναρχον, καὶ τρισ‐ υπόστατον· ἐν Πατρὶ τῷ Θεῷ τῷ γεννήτορι, καὶ τῷ
20Υἱῷ τοῦ Θεοῦ τῷ γεννηθέντι, καὶ Πνεύματι τῷ συν‐ ανάρχῳ· τῷ Θεῷ τοῦ παντὸς, τῷ ζωοῦντι τὸ πᾶν. Πνεῦμα γὰρ ἀεὶ συνῆν τῷ Θεῷ καὶ Πατρί· οὐ γὰρ εἷς ἐξ ἑνὸς διῃρέθησάν ποτε. Ἦν γὰρ Πατὴρ ἀεὶ, καὶ συνῆν ἀεὶ τῷ Υἱῷ· καὶ ὁ Υἱὸς συνῆν ἀεὶ τῷ Πατρὶ,
25καὶ τὸ Πνεῦμα σὺν ἀμφοῖν· οὕτως προσκυνῶ καὶ δοξάζω τὴν ἁγίαν Τριάδα, τὴν ἀδιαίρετον ἐν τρισὶν ὑποστάσεσι μίαν θεότητα. «Ὁμοίως καὶ τὴν παναγίαν Θεοτόκον, ὁμολογῶ αὐτὴν ἁγιωτέραν τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ,
30καὶ ὑψηλοτέραν τῶν οὐρανῶν, ἀνωτέραν πάντων τῶν ποιημάτων, ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν δι’ ἡμᾶς καταβάντα καὶ ἐνανθρωπήσαντα διὰ τὴν ἡμετέραν σωτηρίαν. Ἅμα καὶ τοὺς ἁγίους αὐτοῦ, ὡς καὶ ὑπὲρ αὐτοῦ ἀθλή‐
35σαντας, τιμῶ καὶ προσκυνῶ καὶ σέβομαι· τὸν ἅγιον Ἰωάννην τὸν πρόδρομον καὶ Βαπτιστὴν, καὶ τοὺς πρὸ αὐτοῦ προφήτας, καὶ τοὺς μετ’ αὐτὸν πανευ‐ φήμους ἀποστόλους, καὶ τοὺς ἁγίους καὶ καλλι‐ νίκους μάρτυρας, καὶ πάντας τοὺς ἁγίους προσ‐
40κυνῶ καὶ σέβομαι, καὶ δέομαι αὐτῶν τῆς πρεσβείας καὶ ἱκεσίας. Διὰ γὰρ τῶν πρεσβειῶν αὐτῶν σωζό‐ μεθα πάντες. «Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιεῖ ὁ Θεός.» Ἐγὼ καὶ τὰ τίμια αὐτῶν λείψανα προσκυνῶ καὶ τιμῶ καὶ ἀσπάζομαι. Πολλὰ γὰρ σώ‐
45ματα τῶν ἁγίων μύρον ἔβλυσαν, καὶ πολλὰ πάθη δι’ αὐτῶν ἐθεραπεύθησαν. «Ἐγὼ [τὰς ἱερὰς] καὶ τὰς τιμίας αὐτῶν εἰκόνας τιμῶ καὶ ἀσπάζομαι· οὐχ ὡς θεοὺς, ἀλλ’ ὡς γραφὴν σύντομον καὶ ἐξήγησιν τῶν παθημάτων αὐτῶν. Οὐ γάρ εἰσιν αἱ

95

.

312

(50)

εἰκόνες τῶν ἁγίων αἱ τοῦ σώματος μορφαὶ καὶ ἐντεύξεις μόνον, ἀλλὰ καὶ τὰ τοῦ σώματος πάθη. Καὶ γὰρ διὰ
τῶν παθημάτων αὐτῶν, ὧν ὑπέμειναν διὰ Χριστὸν311

95

.

313

τὸν Θεὸν [ἡμῶν] μακαρίζονται, καὶ τιμῶνται καὶ προσκυνοῦνται. Ἐὰν γὰρ αὐτὰ οὐχ ὑπέμειναν διὰ Χριστὸν, οὐκ εἴχομεν εἰκονικὴν αὐτῶν γράφεσθαι τιμὴν, οὔτε ἐν βίβλοις, οὔτε ἐν ἐκκλησίαις. Πολλοὶ
5γὰρ ἐν τοῖς οἴκοις αὐτῶν ἔγραψαν εἰκόνας τῶν ἀν‐ θρώπων, εἴτε [οἱ] γονεῖς τῶν τέκνων, εἴτε [τὰ] τέκνα τῶν γονέων αὐτῶν, διὰ τὸν πόθον καὶ τὴν σχέσιν, ἣν εἶχον πρὸς ἀλλήλους· καὶ ἵνα μὴ εἰς λήθην αὐτῶν ἔλθωσιν, ἀνέγραψαν εἰκόνας αὐτῶν ἐν τοῖς οἴκοις
10αὐτῶν· ὅθεν καὶ ἀσπάζονται αὐτὰς, οὐχ ὡς Θεοὺς, ἀλλ’ ὡς προεῖπον, διὰ τὸν πόθον καὶ τὴν σχέσιν αὐ‐ τῶν. Οὕτω χρὴ λογίζεσθαι καὶ ἐπὶ τὰς τῶν ἁγίων εἰκόνας, ὅτι πρὸς ὑπόμνησιν ἡμετέραν καὶ ἀγάπην, καὶ διόρθωσιν τοῦ βίου ἡμῶν, ἅμα καὶ τῶν ἐπερχο‐
15μένων ἐθνῶν, καὶ πιστευόντων εἰς Χριστὸν Ἰησοῦν, πρὸς ἐπίδειξιν τῆς καλῆς αὐτῶν μαρτυρίας ἀπεγρά‐ φησαν, ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐν ταῖς βίβλοις. Καὶ γὰρ ὅσον ἀναγινώσκονται αἱ θεῖαι Γραφαὶ, τοσ‐ οῦτον καὶ ἐπιγινώσκονται, καὶ πλέον ἐξάπτουσιν
20ἡμᾶς πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ. Καὶ εἰ ὅλως οὗτοι διὰ σαρκικὴν ἀγάπην τῶν τέκνων αὐτῶν εἰκόνας ἀνιστοροῦσι πρὸς ὑπόμνησιν αὐτῶν, πολλῷ μᾶλλον ἡμεῖς ὀφείλομεν τὰς τῶν ἁγίων εἰκόνας ἀνιστορῆσαι σὺν τοῖς παθήμασιν αὐτῶν· τοὺς ἐκχέοντας τὸ αἷμα
25αὐτῶν ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ.» γʹ. Διὰ τί δὲ, παράνομε αἱρετικὲ, λέγεις με εἰδω‐ λολατρεῖν; τίνος γὰρ εἴδωλον προσκυνῶ, εἰπέ μοι; Ἀπόλλωνος, μᾶλλον δὲ τοῦ ἀπόλλοντος, ἢ τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν διδάσκουσάν
30με τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν; εἰπέ μοι, Ἰου‐ δαιόφρον, τίνος εἴδωλον προσκυνῶ; τῆς Ἀρτέμιδος, τῆς μητρὸς τῶν δαιμόνων, ὡς Ἕλληνες μυθεύονται, ἢ τὴν εἰκόνα τῆς παναγίας ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, τῆς Μητρὸς τοῦ
35Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Εἰπέ μοι τίνος εἴδω‐ λον προσκυνῶ; τοῦ Διὸς, ἢ τὴν εἰκόνα τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ; τοῦ Διὸς, ἢ τὰς εἰκόνας τῶν ἁγίων ἀποστόλων καὶ μαρτύρων καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος εὐαρεστη‐
40σάντων τῷ Κυρίῳ; Καὶ τίς τολμᾷ εἰπεῖν εἰδωλολα‐ τρείαν τὴν καλὴν ἐξήγησιν ταύτην, καὶ ἐνυβρίσαι τὰ πάθη τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, ἅμα καὶ παραδόντων ἡμῖν τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν; Οὕτως γὰρ παρελάβομεν αὐτὴν ἐκ τῶν ἁγίων Πατέ‐
45ρων κεκοσμημένην, καθὼς καὶ αἱ θεῖαι Γραφαὶ διδά‐ σκουσιν ἡμᾶς· τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, τὴν δι’ ἡμᾶς πρὸς ἡμᾶς αὐτοῦ συγκατάβασιν, τὸν εὐαγγελισμὸν τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον, καὶ τὰ ἑξῆς· τὴν γέννησιν, τὸ σπήλαιον, τὴν φάτνην, τὴν

95

.

313

(50)

μαῖαν καὶ τὰ σπάργανα· τὸν ἀστέρα, καὶ τοὺς μά‐ γους, καὶ τὰ ἑξῆς· τὴν βάπτισιν, τὸν Ἰορδάνην, τὸν Ἰωάννην ἁπτόμενον τῆς κορυφῆς αὐτοῦ, καὶ ἄνωθεν τὸ ἅγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ἔλθωμεν καὶ
ἐπὶ τὸ πάθος αὐτοῦ, καὶ ἴδωμεν τοὺς παῖδας μετὰ313

95

.

316

βαΐων, τὸν νιπτῆρα καὶ τὸ λεντίον, τὸν ἀσπασμὸν τοῦ Ἰούδα, τὴν κράτησιν τῶν Ἰουδαίων τὴν ἔνστασιν τοῦ Πιλάτου, καὶ τὰ ἑξῆς· ὁμοίως καὶ τὴν σταύρω‐ σιν, τοὺς ἥλους, καὶ τὰ ῥαπίσματα, τὸν σπόγγον καὶ
5τὴν λόγχην, καὶ ἄνωθεν τὸν τίτλον ἔχοντα τὴν ἐπι‐ γραφήν· Ἰδὲ ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ τὰ ἑξῆς· τὴν ἀνάστασιν, τοῦ κόσμου τὴν χαράν· πῶς ὁ Χριστὸς πατεῖ τὸν ᾅδην, καὶ ἐγείρει τὸν Ἀδάμ· ὁμοίως καὶ τὴν ἀνάληψιν. Ἔλθωμεν καὶ ἐπὶ τὰ θαύ‐
10ματα αὐτοῦ, τοῦ τυφλοῦ τὴν ἀνάβλεψιν, τοῦ παραλυ‐ τικοῦ τὴν σύσφιγξιν, τῆς αἱμοῤῥοούσης τὴν ἔφαψιν τοῦ κρασπέδου, ἥτις καὶ πρώτη πάντων ἐποίησε τὴν εἰκόνα τοῦ Χριστοῦ ἐκ χαλκοῦ· ὁμοίως καὶ τὰ τῶν ἁγίων σώματα μετὰ τῶν βασάνων καὶ κριτηρίων,
15ὧν ὑπέμειναν διὰ Χριστὸν τὸν Θεὸν ἡμῶν· ταύτην τὴν καλὴν ἐξήγησιν καὶ ὠφέλιμον γραφὴν, πῶς δύ‐ νασθε εἰπεῖν εἰδωλολατρείαν; Ἡ γὰρ γραφὴ ἐστὶ σύν‐ τομος καὶ καλὴ, καθὼς καὶ ὁ Πατὴρ ἡμῶν Χρυσό‐ στομος εἶπεν· «Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν
20ἠγάπησα, εὐσεβείας πεπληρωμένην.» Καὶ ὁ ἅγιος Βασίλειος ὁ μέγας Πατὴρ ἡμῶν, ἐγκωμιάζων τοὺς ἁγίους τεσσαράκοντα λέγει· «Ἐπειδὴ καὶ λογογρά‐ φοι πολλάκις καὶ ζωογράφοι διασημαίνουσιν· οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττον‐
25τες.» Καὶ γὰρ ὁ λογογράφος ἔγραψε τὸ Εὐαγγέλιον· καὶ τί ἔγραψε ἐν τῷ Εὐαγγελίῳ; πᾶσαν τὴν ἔνσαρ‐ κον οἰκονομίαν τοῦ Χριστοῦ, καὶ παρέδωκε τῇ Ἐκ‐ κλησίᾳ. Ὁμοίως καὶ ὁ ζωγράφος ποιεῖ, Ἐζωγρά‐ φηκε ἐν τῷ πίνακι τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν,
30ἀπὸ τοῦ πρώτου Ἀδὰμ, ἕως τῆς Χριστοῦ γεννήσεως· καὶ πᾶσαν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, καὶ τὰς μαρτυρίας τῶν ἁγίων, καὶ παρέδωκε καὶ αὐτὸς τῇ Ἐκκλησίᾳ· ὡς μᾶλλον ἀμφότεροι μίαν ἐξήγησιν ἀπεγράψαντο, καὶ διδάσκουσιν ἡμᾶς. Καὶ διὰ τί τὴν
35βίβλον προσκυνεῖτε, καὶ τὸν πίνακα ἐμπτύετε; Εἰπέ μοι, αἱρετικέ· τίς ἡ διαφορὰ τῶν δύο, ὅτι ἀμφότεροι μίαν ἐξήγησιν εὐαγγελίζονται· καὶ ὁ μὲν εἷς προσ‐ κυνεῖται, ὁ δὲ ἕτερος ἐμπτύεται; Ὢ τῆς συμφορᾶς! τίς οὐ μὴ καταγελάσῃ τὴν κρίσιν ταύτην; τίς οὐ μὴ
40βδελύξηται τὴν διδασκαλίαν ταύτην, ὅτι ἀμφότεροι μίαν ἐξήγησιν ἑρμηνεύουσι, καὶ ὁ μὲν εἷς προσκυ‐ νεῖται, ὁ δὲ ἕτερος καταφρονεῖται; ἰδὲ γνῶσις· μᾶλ‐ λον δὲ ἀγνωσία· ὄντως ἐὰν καλῶς κατανοήσῃ ἄνθρω‐ πος, ἑρμηνεία ἐστὶ τοῦ Εὐαγγελίου καλὴ καὶ ἐνάρε‐
45τος ἡ ἱστορία αὕτη καὶ ἐξήγησις. Ἐπειδὴ γὰρ ἅπερ Εὐαγγέλιον λόγῳ ἐξηγεῖται, οὗτος ἔργῳ δεικνύει, καὶ διὰ τί οὗτος προσκυνεῖται, οὗτος δὲ καταφρονεῖ‐ ται; Τί διαφέρει ὁ χάρτης τοῦ ἀσβέστου; οὐχὶ ἀμφό‐ τεροι ἐκ τῆς ὕλης μετέχονται εἰς ἐργασίαν μίαν; Ἢ

95

.

316

(50)

τί διαφέρει ἡ μεμβράνα τῆς σανίδος; οὐχὶ ἀμφότερα ὑπὸ ξίφους τέμνονται καὶ διασχίζονται, καὶ οὕτω μετέρχονται εἰς ἐργασίαν; Ἢ τί διαφέρει ὁ μέλας τοῦ συρικοῦ καὶ τῶν λοιπῶν χρωμάτων; οὐχὶ ἀμφό‐
τεροι ἐκ πολλῶν ἐδεσμάτων κατασκευάζονται, καὶ315

95

.

317

οὕτως ὑπηρετοῦσι τῷ γράφοντι; Εἰπέ μοι, τίνα προσ‐ κυνεῖς ἐν τῷ Εὐαγγελίῳ; τὴν ὕλην, ἢ τὴν ἐξήγησιν; πάντως ἐρεῖς μοι τὴν ἐξήγησιν τῆς οἰκονομίας Χρι‐ στοῦ. Οὕτως κἀγὼ, οὐχὶ τὴν σανίδα τιμῶ, οὐδὲ τὸν
5τοῖχον, τὴν ὕλην τῶν χρωμάτων, ἀλλὰ τὸν χαρακτῆρα τοῦ σώματος, καὶ τὴν οἰκονομίαν τοῦ Κυρίου, καθὼς καὶ ὁ Πατὴρ ἡμῶν Χρυσόστομος λέγει Εἰς τὸν νι‐ πτῆρα· «Ὅταν εἰκόνες καὶ χαρακτῆρες βασιλικοὶ εἰς πόλιν εἰσέρχωνται, καὶ ὑπαντῶσιν αὐταῖς ἄρχον‐
10τες καὶ δῆμοι μετ’ εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφὴν, ἀλλὰ τὸν χαρα‐ κτῆρα τοῦ ἐπιγείου βασιλέως.» Καὶ εἰ ὅλως τοῦ ἐπι‐ γείου βασιλέως τοιαύτη τιμὴ πρέπει, μὴ παρόντος τοῦ βασιλέως ἐκεῖ, εἰ μὴ μόνης τῆς εἰκόνος, πόσῳ
15μᾶλλον τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τιμᾶσθαι καὶ προσκυνεῖσθαι τὴν εἰκόνα δεῖ; Ὢ τῆς συμφορᾶς! ὅτι τοῦ ἐπιγείου βασιλέως ἡ εἰκὼν προσκυνεῖται, καὶ τοσαύτης τιμῆς ἀξιοῦται, ἡ δὲ τοῦ Χριστοῦ καταφρονεῖται. Ὢ τῆς ἀπάτης τῶν
20Χριστιανῶν! ὢ κρίσις καὶ δόγμα Πατέρων! τίς οὐ μὴ καταγελάσῃ τὴν κρίσιν ταύτην; τίς οὐ μὴ βδελύ‐ ξηται, τὸ ἀσεβὲς δόγμα τοῦτο; πολλάκις ἄφρων ἄν‐ θρωπος, ἐὰν εὑρεθῇ ἐμπτύων τὴν εἰκόνα τοῦ ἐπιγείου βασιλέως, τί πανθάνει; οὐ κεφαλῆς τιμωρίας ἀξιοῦ‐
25ται; Καὶ γὰρ ὁ ἀτιμάζων τὴν εἰκόνα τοῦ βασιλέως, τὸν βασιλέα ἀτιμάζει. «Ἡ γὰρ τιμὴ τῆς εἰκόνος,» ὥς φησιν ὁ μέγας Βασίλειος, «ἐπὶ τὸ πρωτότυπον διαβαίνει·» ὁμοίως καὶ ἡ ἀτιμία. Οὕτως χρὴ λογίζε‐ σθαι καὶ ἐπὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
30Χριστοῦ τοῦ ἐπουρανίου βασιλέως, ὅτι ὁ ἀτιμάζων αὐτὴν, τὸν Χριστὸν ἀτιμάζει. Ἡ γὰρ τιμὴ τῆς εἰκό‐ νος εἰς Χριστὸν ἀνατρέχει, ὁμοίως καὶ ἡ ἀτιμία· ὁ ἀτιμάζων τὴν εἰκόνα ἐπὶ τὸ πρωτότυπον ἄγει τὴν ὕβριν· τοῦτο νοητόν ἐστι πᾶσι· καὶ τίς οὐ μὴ φύγῃ
35τὴν ὕβριν τοῦ Χριστοῦ; δʹ. Ἀλλ’ ἐρεῖς μοι πάντως, ὅτι ὁ Χριστὸς ἀπερί‐ γραπτός ἐστι, καὶ ἀκατανόητος, καὶ ἀπαθὴς, καὶ ἀκα‐ τάληπτος. Κἀγὼ οὕτως ὁμολογῶ, ὅτι τὸ θεῖον ἀπερί‐ γραπτόν ἐστι καὶ ἀκατανόητον καὶ ἀπαθές· ἡ δὲ σὰρξ
40περιγραπτὸς, καθὼς ὡράθη ἐπὶ τῆς γῆς σὺν τοῖς πα‐ θήμασιν αὐτῆς. Ἀλλὰ πάλιν λέγεις μοι, ὅτι Λοιπὸν χωρίζεις τὴν σάρκα ἐκ τῆς θεότητος; Μὴ γένοιτο· οὐδέποτε γὰρ ἐχωρίσθησαν ἀπ’ ἀλλήλων, οὔτε ἐν τῇ κοιλίᾳ τῆς μητρὸς, οὔτε ἐπὶ τοῦ βαπτίσματος, οὔτε
45ἐπὶ τοῦ σταυροῦ, οὔτε ἐπὶ τοῦ ᾅδου. Ἀλλ’ ἐρεῖς μοι· ὅτι εἰ οὐδέποτε ἐχωρίσθησαν, πῶς τὴν σάρκα περι‐ γράφεις μόνον; Ἀλλ’ εἰπέ μοι αἱρετικέ· τίς ἐθήλασε γάλα ἐκ τῆς Μητρὸς καὶ Παρθένου; οὐχὶ ἡ σάρξ; τίς ἐστάθη γυμνὸς ἐν τῷ Ἰορδάνῃ; οὐχὶ ἡ σάρξ; τίς

95

.

317

(50)

ἔφαγε; τίς ἔπιε; τίς ὡδοιπόρησε; τίς ἥπλωσε τὰς χεῖρας ἐν τῷ σταυρῷ; τίς ἐτέθη ἐν τῷ μνημείῳ; οὐχὶ ἡ σάρξ; Ταῦτα μὲν ὑπέμεινεν ἡ σὰρξ, τῆς δὲ θεότητος οὐκ ἐχωρίσθη. Καὶ τίς τολμᾷ λαλῆσαι περὶ θεότητος, ἢ συζητῆσαι, καὶ ἀπολέσαι τὴν ἑαυτοῦ
55ψυχὴν, ὡς οἱ λοιποὶ αἱρετικοί; τίς δύναται, εἰπέ μοι317

95

.

320

[πάλαι] περιγράψαι ἄνθρωπον τὸν κατ’ εἰκόνα Θεοῦ γεγονότα; οὐδείς. Οὐ γὰρ τὸ φαινόμενον λαμβάνομεν τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ, ἀλλὰ τὸ νοούμενον· τὸ γὰρ φαινόμενον, σύνθετόν ἐστι καὶ περιγραπτόν·
5ὁ δὲ Θεὸς ἁπλοῦς ἐστι, καὶ ἀσύνθετος καὶ ἀπερίγρα‐ πτος. Ἡ δὲ σὰρξ, ἣν περιελάβετο ὁ Χριστὸς ἐκ τῆς ἀχράντου μητρὸς αὐτοῦ, περιγράφεται, καθὼς ὡράθη ἐπὶ τῆς γῆς. Καὶ τοῦτο εἰδωλολατρεία οὐκ ἔστιν, ἀλλ’ εἰκονογραφία· καὶ εἰ ὅλως ὁ Χριστὸς ἐλθὼν ἐπὶ
10τῆς γῆς τὰ εἴδωλα κατήργησε, πῶς ἡμῖν πάλιν εἴδω‐ λα ἐγκατέλιπε; Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς εἰκόνα ἐποίησε τὴν λεγομένην ἀχειροποίητον, καὶ ἕως σήμε‐ ρον ἵσταται καὶ προσκυνεῖται, καὶ οὐδεὶς αὐτὴν εἴδω‐ λον εἶπε τῶν εὐφρονούντων. Καὶ γὰρ ἐὰν ᾔδει ὁ Θεὸς,
15ὅτι εἰδωλολατρεία γίνεται δι’ αὐτῆς, οὐκ ἂν αὐτὴν ἐγκατέλιπεν ἐπὶ τῆς γῆς. εʹ. Θέλεις εἰπεῖν, ὅτι ὁ Χριστὸς οὐκ εἶπεν ἡμᾶς ποιεῖν εἰκόνας καὶ προσκυνεῖν· εἰ γὰρ εἶπε, τότε ἂν ἐθεοποιήθησαν· ἀλλὰ κἀγώ σοι δεικνύω πολλὰς
20καὶ ἄλλας παραδόσεις ἃς παρελάβομεν ἔκ τε τῶν ἀποστόλων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν, ὥσπερ Χριστὸς οὐκ ἐλάλησε. Ποῦ γὰρ εἶπεν ὁ Χριστὸς ἵνα προσκυνῶμεν κατὰ ἀνατολάς; ἢ σταυρὸν, ἢ Εὐαγγέλιον; ἢ μεταλαμβάνειν τὸ ἅγιον αὐτοῦ
25σῶμα καὶ αἷμα νήστεις, ἢ στεφανεῖν ἀνδρόγυνα; καὶ ἄλλα τινὰ λέγω σοι, ἅπερ ὁ Χριστὸς οὐκ ἐλάλη‐ σεν· ἀλλὰ τίς χρεία; καὶ ἡμεῖς ὡς παρελάβομεν ἐκ τῶν ἁγίων Πατέρων, οὕτως πιστεύομεν, ὅτι ἐκ τοῦ Θεοῦ αὐτὰ ἐδιδάχθησαν· οὐδὲν γὰρ ἀπέκρυψεν ὁ Θεὸς
30τοῖς ἁγίοις αὐτοῦ, οὔτε τὰ πρὸς ὠφέλειαν καὶ σωτη‐ ρίαν τῶν ἀνθρώπων, οὔτε τὰ πρὸς βλάβην. Καὶ τοῦτο πῶς ὑπεκρύβη ἀπ’ αὐτῶν, ἐὰν εἰδωλολατρεία ἦν, καὶ τοσαῦτα ἀπόλλυται ὁ λαὸς εἴδωλα προσκυνῶν; Ὢ τῆς συμφορᾶς! ἐὰν ἀπὸ Χριστοῦ καταβάσεως ἕως τοῦ
35καιροῦ Γερμανοῦ τοῦ πατριάρχου εἴδωλα προσκυνεῖ, καὶ ἀπώλετο ὁ λαὸς τῶν Χριστιανῶν, πότε δεῖ τὸν ἄνω κόσμον ἀναπληρωθῆναι; Ἀλλὰ μὴ γένοιτο, ὦ Θεὸς, τοῦτο εἰδωλολατρεία εἶναι. Ἐὰν γὰρ ἦν εἰδω‐ λολατρεία, κἂν μία σύνοδος ῥίψαι αὐτὰς εἶχε, καὶ
40ἀναθεματίσαι τοὺς προσκυνοῦντας αὐτὰς, ἐὰν ἡ πρώ‐ τη σύνοδος οὐκ ἔῤῥιψεν αὐτὰς, ἡ δευτέρα πάντως τι περὶ αὐτῶν ἐχρῆν λαλῆσαι. Ἐὰν μὴ ἡ δευτέρα, ἡ τρίτη· ἐὰν μὴ ἡ τρίτη, ἡ τετάρτη· ἐὰν μὴ ἡ τετάρ‐ τη, ἡ πέμπτη· ἐὰν μὴ ἡ πέμπτη, ἡ ἕκτη διὰ τί οὐκ
45ἔῤῥιψεν αὐτὰς, ἀλλὰ μᾶλλον ἐτράνωσε; Καὶ εἰ οὐ πιστεύεις, ψηλάφησον εἰς τοὺς ὅρους τῆς ἕκτης συν‐ όδου εἰς κεφάλαιον πβʹ, καὶ εὑρήσεις ἐκεῖ τὸν ἔλεγ‐ χον· οὕτω γὰρ εἶπον οἱ θεοφόροι Πατέρες· «Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ

95

.

320

(50)

Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ
νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν.319

95

.

321

Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀλη‐ θείας σύμβολά τε καὶ προχαράγματα παραδεδομέ‐ νους τῇ Ἐκκλησίᾳ κατασπασάμενοι, τὴν χάριν προ‐ τιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύ‐
5την ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς τῶν πάντων ὄψεσιν ὑπογρά‐ φοιμεν, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ
10παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὡρίσαμεν, δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦν‐ τες, καὶ πρὸς μνήμην τῆς ἐνσάρκου πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου αὐτοῦ χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τοῦ
15κόσμου ἀπολυτρώσεως.» Ἐὰν οἱ Πατέρες οὗτοι, αἱρετικὲ, οὕτως ὥρισαν, ἡμεῖς τί εἴχομεν ἀνάγκην ὑπερβαίνειν τοὺς ὅρους αὐτῶν, καὶ βάλλειν σχίσμα εἰς τὴν Ἐκκλησίαν; καὶ οὐκ οἶδας, ὅτι ὁ καταλύων τὰ ὅρια τῶν Πατέρων, τὸ ἀνάθεμα λαμβάνει; Βλέ‐
20πετε τί ἐποιήσατε, καὶ ἀκμὴν ἐπιμένετε τοῦ κακοῦ; Ἐὰν εἴπῃς, ὅτι ἀπὸ τῆς ϛʹ συνόδου ἀπεδείχθησαν, εἶχές τι λέγειν. Εἰ δὲ ἀπὸ τῆς τοῦ Χριστοῦ καταβά‐ σεως, ἤρξατο γίνεσθαι, οὐκ ἔχετέ τι λέγειν κατ’ αὐ‐ τῶν. Εἰπέ μοι, ὦ παράνομε, ὅτε Ἰουδαῖοι προσήγα‐
25γον τὸ νόμισμα τῷ Χριστῷ εἰκόνα φέρον τοῦ Καίσα‐ ρος, καὶ πειράζοντες ἔλεγον, εἰ δεῖ αὐτὴν προσκυνεῖ‐ σθαι, οὐχὶ αὐτοὺς ἀπεστόμισε λέγων· «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ;» Ὁρᾷς τὸ ἄχραντον ἐκεῖνο στόμα, πῶς τὴν ἄδικον αὐ‐
30τῶν γλῶσσαν ἐσίγησε; ϛʹ. Βλέπε μοι καὶ τὸν εὐαγγελιστὴν καὶ ἀπόστο‐ λον Λουκᾶν· οὐχὶ τῆς παναχράντου καὶ ἀειπαρθένου Μαρίας τὴν τιμίαν εἰκόνα ἀνιστόρησε, καὶ πρὸς Θεό‐ φιλον ἔπεμψε; Καὶ ταῦτα οὐ συνιεῖς; Οὐ δέχῃ τὴν
35διδαχὴν ταύτην ἀπὸ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδαχθησομένην; ἐὰν γὰρ εἰδωλολα‐ τρεία ἦν, πάντως κἂν μία σύνοδος ῥίψαι αὐτὰς εἶχε· θέλεις εἰπεῖν, ὅτι οἱ Πατέρες τῶν ἓξ συνόδων, ἄλλας βλασφημίας καὶ αἱρέσεις ἠγωνίζοντο καταλῦσαι, καὶ
40περὶ αὐτῶν οὐκ ἐφρόντιζον. Ἀλλ’ εἰπέ μοι, ποία βλασφημία ἐστὶ μείζων τῆς εἰδωλολατρείας; Καὶ πῶς οἱ Πατέρες τὰ κουφότερα κατήργησαν, καὶ τὸ βαρύτερον πάντων ἀφῆκαν εἰς ἀπώλειαν τοῦ λαοῦ; Ἀλλ’ ἐρεῖς μοι, ὅτι οἱ Πατέρες αὐτὰς οὔτε προσεκύ‐
45νουν, οὔτε εἶχον αὐτὰς εἰς ψῆφον. Καὶ ὁ Χρυσόστο‐ μος πῶς εἶπε, ὅτι «Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα;» Καὶ πῶς Γρηγόριος ὁ Νύσσης εἶπεν· ὅτι, «Οὐδέποτε εἶδον εἰκόνας ἁγίων καὶ γραφὰς, καὶ ἄνευ δακρύων παρῆλθον ἐκεῖθεν;» Καὶ ὁ ἅγιος Βα‐

95

.

321

(50)

σίλειος, τί εἶχεν ἀνάγκην τοσοῦτον κόπον καταβαλέ‐ σθαι εἰς Καισάρειαν, ἵνα ἱστορήσῃ τὴν εἰκόνα τοῦ Χριστοῦ; καὶ σὺ λέγεις, ὅτι οὐ προσεκύνουν αὐτάς;
Τέως δὲ οὐδ’ ἠτίμασαν αὐτὰς, οὐδ’ ἐπάτησαν αὐτὰς,321

95

.

324

οὐδὲ εἴπασιν αὐτὰς εἴδωλα. Καὶ σὺ, εἰ μὴ θέλεις αὐτὰς προσκυνεῖν, οὐδείς σε ἀναγκάζει· τέως μηδὲ ἀτιμάζῃς αὐτὰς, μηδὲ λέγῃς αὐτὰς εἴδωλα, καὶ ἀπόλ‐ λῃς τὴν ψυχήν σου. Πόσοι ναοὶ καὶ ἐκκλησίαι κατ‐
5εκοσμοῦντο τὰ ἱερὰ μορφώματα τῶν ἁγίων εἰκό‐ νων, ὅταν τὰς συνόδους ἐξετέλουν οἱ θεῖοι Πατέρες! ποῖος ὁ νοῦς ὁρῶν τὸν Κύριον ἐν εἰκόνι ἐσταυρωμέ‐ νον, οὐ προσκυνεῖ; ζʹ. Θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Ἡσαΐαν,
10ὅτι, «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, μήτε τὰ ἐν οὐρανῷ, μήτε τὰ ἐν τῇ γῇ;» Οὐδὲ γὰρ τοιοῦτον ἐποιήσαμεν, οὔτε ἐσεβάσθημεν· οὔτε ἥλιον, οὔτε σελήνην, οὔτε ἀστέρας, οὔτε τὰ ἐν γῇ, οὔτε θηρία, οὔτε κτήνη, οὔτε ἑρπετὰ, οὔτε ἄλλην τινὰ τῶν τοιούτων ἐποιή‐
15σαμεν, οὔτε ἐσεβάσθημεν, ἢ ἐλατρεύσαμεν ὡς τὰ ἔθνη· θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Δαβίδ· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χει‐ ρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσονται,» καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀληθῶς οὕτως ἦσαν, ὡς εἶπεν
20ὁ Προφήτης, ἀλλ’ ἐκεῖνοι οἱ Ἕλληνες θεοὺς αὐτὰ ὠνόμαζον, καὶ ὡς θεοὺς ἐσεβάσθησαν, Θεὸν δὲ οὐδέ‐ ποτε ἔγνωσαν· ἡμεῖς δὲ οὐχ οὕτως· μὴ γένοιτο· ἀλλ’ ὡς προεῖπον, σέβομαι τὴν ἁγίαν Τριάδα τὴν ἀδιαίρετον καὶ ἀσύγχυτον, καὶ τὴν παναγίαν Θεοτό‐
25κον, καὶ πάντας τοὺς ἁγίους, καὶ τὰς τιμίας καὶ ἱερὰς αὐτῶν εἰκόνας διὰ τὸν πόθον καὶ τὴν πολλὴν αὐτῶν ἀγάπην προσκυνῶ καὶ ἀσπάζομαι· οὐχ ὡς θεοὺς, ὡς οἱ Ἕλληνες· μὴ γένοιτο· ἀλλ’ ὡς προ‐ εῖπον, ὡς γραφὴν σύντομον καὶ εὐερμήνευτον,
30καθὼς παρέλαβεν αὐτὰς ἡ Ἐκκλησία. Ὥστε καὶ λαλοῦσι, καὶ βωβαὶ οὐκ εἰσὶν, ὡς τὰ εἴδωλα τῶν ἐθνῶν. Πᾶσα γὰρ γραφὴ ἀναγινωσκομένη ἐν τῇ ἐκκλησίᾳ, εἴτε συγκατάβασιν τοῦ Χριστοῦ, εἴτε τῆς Θεοτόκου τὰ θαύματα, εἴτε τῶν ἁγίων τοὺς ἄθλους
35καὶ τοὺς βίους, διὰ εἰκονικῆς ἱστορίας ἡμῖν διηγοῦν‐ ται, καὶ ἀνοίγουσι τὸν νοῦν ἡμῶν πρὸς τὰς αὐτῶν ἀῤῥήτους καὶ ἀφράστους ζηλοτυπίας. ηʹ. Ἐπεὶ, εἰπέ μοι, ἐὰν ἴδῃς διὰ εἰκονικῆς τυπώ‐ σεως τὴν δευτέραν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν παρουσίαν,
40πῶς μετὰ δόξης ἔρχεται, καὶ τὰς τῶν ἀγγέλων μυ‐ ριάδας ἔμπροσθεν τοῦ θρόνου αὐτοῦ παρεστώσας μετὰ φόβου καὶ τρόπου· ποταμὸν δὲ ἐκπορευόμενον πύρινον ἐκ τοῦ θρόνου αὐτοῦ κατεσθίοντα τοὺς ἁμαρ‐ τωλούς· πάλιν δὲ ὅταν θεάσῃ ἐκ δεξιῶν αὐτοῦ τῶν
45δικαίων τὴν χαρὰν καὶ εὐφροσύνην, καὶ πῶς ἀγάλ‐ λονται ἔμπροσθεν τοῦ Νυμφίου· εἰπέ μοι, οἷος σκλη‐ ρὸς καὶ ἀμείλικτος τὸν νοῦν καὶ τὴν καρδίαν ὑπάρχῃ, οὗ μὴ κατανυγῇ ἡ καρδία ἐκ τῆς φοβερᾶς ἐκείνης ὥρας· καὶ ἐνθυμηθεὶς τῶν πράξεων αὐτοῦ τὰς βί‐

95

.

324

(50)

βλους ἀναπτύξῃς, καὶ στενάξας, τοὺς ὀφθαλμοὺς ἑαυτοῦ δακρύων πληρώσῃς; Ἰδοὺ γὰρ λαλεῖ αὕτη ἡ
εἰκονικὴ μορφὴ, εὐσεβῶν τὰς ἀριστείας καὶ τῶν323

95

.

325

ἀσεβῶν τὰς πράξεις. Βλέπεις θεωρίαν ἀκριβῆ; οὐχ ὁρᾷς τὴν ὥραν ἐκείνην, ὅταν ἵστασαι, καὶ θεωρεῖς αὐτά· ὅτι πρὸς τοῦ Χριστοῦ τὴν ἡμέραν καὶ τὴν ἀπολογίαν, ἐν ᾗ μέλλεις ἐξετάζεσθαι, παρίστασαι;
5Ἀνάνηψον ὀψέ ποτε, ἄθλιε, καὶ τοῦ σκότους, οὗ περί‐ κεισαι, ἄνελε τὸ κάλυμμα· καὶ ὡς ἐγένου ἡμῖν κοι‐ νωνὸς βαπτίσματος, καὶ τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, γενοῦ καὶ τῆς προσκυ‐ νήσεως, καὶ μὴ τὰ τῶν Χριστιανῶν πιστεύων,
10καὶ ταῖς Ἐκκλησίαις ἐνσείων, ἄλλα μὲν πιστεύοις, ἄλλα δὲ ἀποβάλλῃ, καὶ οὐ γίνῃ ὡς τέλειον αὐτῆς τέκνον. θʹ. Θέλεις λέγειν, ὅτι Ἐγὼ χειροποίητα οὐ προσ‐ κυνῶ· καὶ οὐ γινώσκεις τί λαλεῖς, ἢ τί προσκυνεῖς.
15Εἰπέ μοι, ἡ ἐκκλησία οὐκ ἔστι χειροποιήτη, καὶ ὁ σταυρὸς, καὶ τὸ Εὐαγγέλιον, καὶ τὸ θυσιαστήριον, καὶ τὰ λοιπὰ σκεύη τῆς ἐκκλησίας; οὐχὶ παρὰ ἀν‐ θρωπίνων χειρῶν, ὃ μὲν κατασκευάζεται, ὃ δὲ οἰκο‐ δομεῖται, καὶ ἄλλα καταρτίζονται εἰς Θεοῦ ὑπηρε‐
20σίαν; Πάντα τὰ ὄντα ἐν τῇ ἐκκλησίᾳ χειροποίητά εἰσι καὶ ὁρατά· καὶ εἰ ταῦτα φρονεῖς, οὐδένα τὰ ἐν αὐτοῖς ὁραθέντα προσκυνήσεις. Τί γὰρ ὑπάρχεις; οὐχὶ ὁρατοὺς κέκτησαι καὶ ὀφθαλμοὺς καὶ χεῖρας, καὶ πόδας καὶ πᾶν μέλος; Πῶς ὁ ὁρατὸς προσκυνεῖς
25τὰ ἀόρατα; ἔστι γὰρ καιρὸς ὅτε προσκυνήσεις τὰ ἀόρατα, ὅταν ἐν τῇ ψυχῇ σου ἀναπετάσῃς τὸ ὀπτικὸν τοῦ νοῦ πρὸς τὸν μόνον ἄϋλον καὶ ἀόρατον Θεὸν, ἐν διανοίᾳ σου καὶ ἐκ καθαρᾶς καρδίας. Εἰ ταῦτα ἔχεις ἐν τῇ διανοίᾳ σου, ἄνθρωπε, οὐδὲν προσκυνήσεις
30τῶν ἐν τῇ ἐκκλησίᾳ, ἀλλὰ πάντα βδελύξῃ· καὶ ὁ ἔχων ὑψηλὸν τὸ φρόνημά σου πρὸς τὴν πίστιν, καὶ μεγαλαυχῶν, εὑρέθη ὡς ἄθεος. ιʹ. Εἰπέ μοι, ἄνθρωπε, ἐὰν ἐκ τῶν ἐθνῶν ἔλθῃ τις λέγων σοι, Δεῖξόν μοι τὴν πίστιν σου, ἵνα πιστεύσω
35κἀγώ· τί αὐτῷ δεικνύεις; Οὐχὶ ἐκ τῶν αἰσθητῶν ἀνάγεις αὐτὸν εἰς τὰ ἀόρατα πρὸς τὸ δέξασθαι αὐτὰ εὐμενῶς; ἐὰν γὰρ εἴπῃς αὐτῷ· Ἀόρατός ἐστι, τί ἰδὼν ἔχει πιστεῦσαι πρὸς τὴν σὴν συνείδησιν καὶ πίστιν; Ἀλλὰ πρῶτον, ἐκ τῶν αἰσθητῶν εἰσάγεις
40αὐτὸν, καὶ οὕτως κατὰ μικρὸν ἀνάγεις πρὸς τὰ ἀόρατα. Καὶ ὅπως, ἄκουε· Φέρεις αὐτὸν εἰς τὴν ἐκκλησίαν· δεικνύεις αὐτῷ τὸν κόσμον, ὃν περιβέ‐ βληται. Ἀναπετάζεις αὐτὸν πρὸς τὰς τῶν ἁγίων εἰκόνων μορφάς· ὁρᾷ αὐτὸς ὁ ἄπιστος, καὶ λέγει·
45Τίς ἐστιν οὗτος ὁ σταυρούμενος; τίς ἐστιν οὗτος ὁ ἀνιστάμενος καὶ καταπατῶν τὴν κεφαλὴν τοῦ γη‐ ραιοῦ τούτου; Οὐχὶ ἐκ τῆς εἰκόνος αὐτὸν διδάσκεις, λέγων· Οὗτος ὁ ἐσταυρωμένος, Υἱὸς τοῦ Θεοῦ ἐστιν, ὃς διὰ τὰς ἁμαρτίας τοῦ κόσμου ἐσταυρώθη; οὗτος

95

.

325

(50)

ὁ ἀνιστάμενος, αὐτὸς ὑπάρχει ὁ συνεγείρων τὸν προ‐ πάτορα τοῦ κόσμου Ἀδὰμ, ὃς πέπτωκε διὰ τῆς παρα‐ κοῆς, καὶ συμπατεῖ τὸν ᾅδην τὸν κατέχοντα τοσούτους χρόνους τὸν δεδεμένον δεσμοῖς καὶ μοχλοῖς ἀλύτοις ἐν τοῖς καταχθονίοις; Καὶ οὕτως πως φέρεις αὐτὸν
55εἰς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν. Πάλιν εἰσάγεις αὐτὸν ἐν τῷ λουτηρίῳ τοῦ βαπτίσματος. Καὶ ὁρᾷ ἐκεῖνος
ὕδωρ μόνον ἐπὶ τῆς κολυμβήθρας, σὺ δὲ ὁ πιστὸς325

95

.

328

καθορᾷς τὸ ὕδωρ φῶς καὶ πνεῦμα. Ὅταν δὲ ἐκεῖ‐ νος μέτοχος γένηται τοῦ βαπτίσματος, τότε καὶ αὐ‐ τὸς τὸ βέβαιον ἐκ τοῦ αἰσθητοῦ λαμβάνει πρὸς τὴν ἀόρατον ἀναγέννησιν. Εἶτα προσφερόμενος ἐπὶ τῆς
5μυσταγωγίας τοῦ σώματος καὶ αἵματος τοῦ Σωτῆρος, ὁρᾷ αὐτὸς ἄρτον καὶ οἶνον μόνον· σὺ δὲ σῶμα τοῦ Χριστοῦ καὶ αἷμα τὸ ἐκ τῆς ἀχράντου χεόμενον πλευρᾶς· καὶ εἰ ἄξιος γένηται, μεταλαβοῖ ἐξ αὐτοῦ· καὶ κατὰ μικρὸν ἀνυψοῦται πρὸς τὴν σὴν πίστιν καὶ
10ἐπίγνωσιν. Ὁρᾷς ὅτι ἀπὸ τῶν ὁρατῶν ἀνάγεις αὐτὸν εἰς τὰ ἀόρατα· οὕτω μοι νόει καὶ τὴν εἰκόνα. Καθ‐ ορᾷς αὐτὴν ἐν τῇ ἐκκλησίᾳ, εἴτε τοῦ Θεοῦ, εἴτε τῆς παναγίου Θεοτόκου, εἴτε ἁγίου [Ἰωάννου] εἴτε ἣν ἂν εὑρήσῃς ἐν τῷ ναῷ, καὶ ἐκ τῶν ὑλικῶν ἀνυψοῖς
15τὸν νοῦν σου πρὸς τὴν τῆς εἰκόνος θέαν, καὶ τὴν τοῦ ὑπογραφομένου μορφὴν καὶ ὅρασιν. Ἐπεὶ κἀγώ σοι λέγω, Εἰκονομάχε, εἶδες Πέτρον; εἶδες Παῦλον; εἶδές τινα ἐκ τῶν ἁγίων ἀποστόλων; Ἑώρακας Στέ‐ φανον τὸν πρωτομάρτυρα, ἢ ἕτερον ἅγιον; Ἀλλ’ ἐκ
20τῆς ὑλικῆς ταύτης μορφῆς ἀναπετάζεται ὁ νοῦς σου καὶ ἡ διάνοιά σου πρὸς τὸν τούτων πόθον καὶ ἔρωτα· καὶ οὓς οὐ βλέπεις σαρκικῶς τοῖς σοῖς ὀφθαλμοῖς, τούτους ὁρᾷς πνευματικῶς διὰ εἰκονικῆς τυπώ‐ σεως.
25 ιαʹ. Θέλεις εἰπεῖν, ὅτι ἄγγελον οὐδεὶς εἶδε, καὶ πῶς καὶ ἄγγελον ἱστοροῦσι; Ναὶ, πολλοὶ εἶδον ἀγγέ‐ λους. Καὶ γὰρ καὶ ἡ παναγία Θεοτόκος πολλάκις εἶδε τὸν Γαβριήλ. Καὶ αἱ μυροφόροι ὅτε ἦλθον ἐπὶ τὸ μνῆμα, εἶδον ἀγγέλους· καὶ οἱ ἀπόστολοι, καὶ ἐν
30τῷ μνημείῳ· καὶ ἐν τῇ φυλακῇ ἄγγελος ἀπῆλθε καὶ ἐξέβαλεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ οἱ προφῆται, Ἡσαΐας, Ἰεζεκιὴλ, καὶ Δανιὴλ, καὶ ἁπλῶς πολλοὶ τῶν ἁγίων εἶδον ἀγγέλους καθὼς ἠδυνήθησαν. Ὅθεν καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης τὰς ταξιαρχίας ἱστο‐
35ρεῖ καὶ εἰκονίζει, καὶ οὐκ ἀπαγορεύει, ἀλλὰ καὶ ἑρμηνεύει δι’ ἣν αἰτίαν τὰ τετράμορφα ἐν ὀρνίθων καὶ θηρίων μορφαῖς ἐκτυποῦνται. ιβʹ. Καὶ πάλιν ἐγκαλεῖ ὁ Εἰκονομάχος, λέγων· Καὶ πῶς τοὺς ἀγγέλους ποιοῦσι καὶ ἱστοροῦσιν, ὡς ἀν‐
40θρώπου μορφὴν ἔχοντας, καὶ δυσὶ πτέρυξι κεκοσμη‐ μένους; Μὴ τῶν ἀγγέλων ἡ φύσις πτεροῖς ἔγκειται; Ἀλλ’ ἄκουσον ὁ ἀντιλέγων· Ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, οὐχὶ ἀκατάληπτος, καὶ ἀχώριστος, καὶ ἀδιαί‐ ρετός ἐστι, καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀθεώρη‐
45τος; καὶ πῶς ηὐδόκησεν ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ φιλοξενηθῆναι; οὐχ ὡς ἀνθρώπου μορφὴν τεθέαται ὁ [Θεοῦ] θεράπων καὶ προσεκύνησεν; οὐχὶ καὶ Λὼτ ὁ ἀνεψιὸς αὐτοῦ, εἰς τὴν τῶν Σοδόμων καταστροφὴν τοὺς δύο ἀγγέλους οὕσπερ ἐθεάσατο, ἐν εἴδει ἀνθρώ‐

95

.

328

(50)

που αὐτοὺς ἑώρακε συνοδεύοντας αὐτῷ, καὶ διασώ‐327

95

.

329

ζοντας ἐκ τῆς πόλεως ἐκείνης τῆς παρανόμου; Καὶ οἱ ἀθεώρητοι τῇ φύσει, ὁρατοὶ διὰ τὴν συγκατάβασιν γεγόνασιν; οὐχὶ τῆς φύσεως αὐτῶν οὕτως ἦν ἡ μορ‐ φή· ἀλλὰ τὸ ἀσώματον, ὅσον ἠδύνατο ὁμιλῆσαι τῷ
5σώματι, οὕτως ὤφθησαν τοῖς γινομένοις ἀξίοις θεω‐ ρῆσαι αὐτούς· διὸ καὶ ἡμεῖς εἰκονίζομεν αὐτοὺς, καθὼς ὤφθησαν τότε ἐν σχήματι ἀνθρωπίνῳ. Τῶν δὲ πτερύγων ἡ διακόσμησις σημαίνει αὐτῶν τὸ κοῦφον, καὶ μετάρσιον καὶ ἀόρατον, καὶ ἐν ῥιπῇ
10ὀφθαλμοῦ γινομένην ἀπ’ οὐρανοῦ ἐπὶ τῆς γῆς αὐτῶν συγκατάβασιν καὶ ἔλευσιν· οὕτως, ἀνόητοι, οὐδεμίαν πρόφασιν ἔχετε λέγειν κατ’ αὐτῶν. ιγʹ. Θέλεις λέγειν, ὅτι ἡ γενεὰ αὕτη ἐθεοποίησεν αὐ‐ τάς· ἀλλ’ οὐ δίκαιον ἢ εὔλογον πρόφασιν ἔχεις. Ὀφεί‐
15λεις γὰρ διδάξαι τὸν ἀγράμματον λαὸν τὸ πῶς δεῖ τὰς σεπτὰς εἰκόνας τιμᾶσθαι καὶ ἀσπάζεσθαι. Ἐπεὶ, εἰπέ μοι, ἐὰν ἀπαντήσῃ ἄνθρωπος χωρικὸς, ἄγνωστος τῆς βασιλικῆς ἀξίας καὶ τιμῆς, ἄνθρωπον τοῦ βασιλέως, καὶ ὡς βασιλέα αὐτὸν προσκυνήσῃ· εἴτε εἴπῃ αὐτῷ
20ῥῆμα ἀγνοῶν, ὡς βασιλεῖ· ὅτι Ἐλέησόν με, Δέ‐ σποτα· κελεύεις ἵνα τελευτήσῃ καὶ ὁ προσκυνήσας, καὶ ὁ προσκυνηθεὶς, διότι τοῦτο κατὰ ἄγνοιαν ἐποίησεν; Οὐ τοῦτο δίκαιόν ἐστιν· ἀλλὰ πρέπει, ὡς ἄπειρον ὑπὸ τῶν ἐμπείρων διδαχθῆναι. Βλέπεις ἵνα
25ὁ ἔμπειρος τὸν ἄπειρον διδάξῃ, ὅτι οὐκ ἔστιν οὗτος ὁ βασιλεὺς, ἀλλ’ ἄρχων αὐτοῦ καὶ ὑπηρέτης ὑπάρχει· καὶ ἀπαγγέλῃ αὐτῷ ὅτι ὁ βασιλεὺς ἐν τῷ παλατίῳ καθίζεται, καὶ οὐδεὶς θεωρεῖ αὐτὸν, εἰ μὴ ὅταν μέλ‐ λει προέρχεσθαι. Οὕτως χρὴ διδαχθῆναι τοὺς κατὰ
30ἄγνοιαν πλανωμένους εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ, ὅτι οὐκ ἔστιν οὗτος Χριστὸς ἐν σαρκὶ, ἀλλ’ ὅτι εἰκὼν αὐτοῦ ἐστιν. Ὁ γὰρ Χριστὸς ἀπερίγραπτός ἐστι κατὰ τὴν θεότητα, καὶ οὐδεὶς αὐτὸν θεωρεῖ, εἰ μὴ ὕστερον, ὅταν μέλλῃ προέρχεσθαι ἐν τῇ δευτέρᾳ
35αὐτοῦ παρουσίᾳ· καὶ πάντως εἶχον προσκυνεῖσθαι καὶ ἀσπάζεσθαι αὐτάς. ιδʹ. Καὶ γὰρ διὰ τοῦτό εἰσιν οἱ ἐπίσκοποι καὶ τὰ τάγματα τῶν πρεσβυτέρων καὶ διακόνων διὰ τὸ διδά‐ σκειν τὸν λαὸν τὸ πῶς δεῖ πιστεύειν, καὶ τὸ πῶς
40εὔχεσθαι. Καὶ γὰρ οἱ φωστῆρες ἐκεῖνοι, οἱ ἀληθεῖς ποιμένες καὶ διδάσκαλοι οἱ θεοφόροι, οἱ ὁδηγοὶ τῆς σωτηρίας, οὐδὲν ἄλλο βιωτικὸν ἐφρόντιζον, εἰ μὴ τὸ διδάσκειν τὸν λαὸν τὰ πρὸς σωτηρίαν, ὡς κατὰ ἀλή‐ θειαν βουλόμενοι λόγον δοῦναι τῷ Θεῷ ὑπὲρ τοῦ
45λαοῦ. Οἱ δὲ ἐπίσκοποι τῆς γενεᾶς ταύτης ἄλλο οὐδὲν μεριμνῶσιν, εἰ μὴ ἵππους καὶ βουκόλια, καὶ ἀγέλας, καὶ ἀγροὺς καὶ συνδέσμους χρυσίου· πῶς πωλήσωσι τὸν σιτόν· πῶς διανέμωσι τὸν οἶνον· πῶς καμπα‐ νίσωσι τὸ ἔλαιον· πῶς πραγματεύσωνται τὸ ἔριον

95

.

329

(50)

καὶ τὸ μέταξον· καὶ ἄλλο οὐδὲν θεωροῦσιν ἐπιμελῶς, εἰ μὴ τοῦ νομίσματος τὴν χαραγὴν, καὶ τὸν σταθ‐ μόν· καὶ περιβλέπουσι καθημέραν τὰς τραπέζας
τὰς Συβαριτικὰς, καὶ τὸν οἶνον τὸν εὔοσμον, καὶ329

95

.

332

τοὺς ἰχθύας τοὺς μεγάλους· τὴν δὲ ποίμνην αὐτῶν ἀμελῶς βλέπουσι· καὶ τῶν σωμάτων αὐτῶν ἐπιμε‐ λῶνται, τῆς δὲ ψυχῆς καταφρονοῦσιν. Ὄντως κατὰ τὸ γεγραμμένον, οἱ ποιμένες τοῦ αἰῶνος τούτου λύ‐
5κοι γεγόνασι. Καὶ ὅταν θεάσωνται ἐκ τοῦ ποιμνίου αὐτῶν τινας μικρόν τι ἁμάρτημα ποιήσαντας, εὐκό‐ λως κατεπανίστανται, καὶ ἐπιτίμια ἀλλεπάλληλα κα‐ ταπέμπονται· καὶ μὴ βλέποντες τῆς ποιμαντικῆς αὐτῶν τιμῆς τὴν ἀκρίβειαν, τὴν ποίμνην αὐτῶν καθημέραν περισκοποῦσιν οὐχ ὡς ποιμένες, ἀλλ’ ὡς
10μισθωτοί. ιεʹ. Ἄρτι εἰπέ μοι· τίνα ἐξακολουθήσωμεν; Τὸν ἅγιον Βασίλειον τὸν θαυματουργὸν, ἢ τὸν Παστιλᾶν τὸν πολλὰς ψυχὰς ἀπολέσαντα; Τίνα πιστεύσωμεν; Τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον τὸν τῆς μετα‐
15νοίας ὁδοῦ καὶ τῆς σωτηρίας διδάσκαλον, ἢ τὸν Τρι‐ κάκαβον τὸν διδάσκαλον τῆς ἀταξίας καὶ ἀπωλείας; Τίνα ὑπακούσωμεν; Γρηγόριον τὸν ἐν Θεολογίᾳ δια‐ πρέψαντα, ἢ τὸν Κωνσταντῖνον τὸν ἀνίερον πατριάρ‐ χην, καὶ τοῦ λαοῦ παντὸς ἀπώλειαν; ὅστις τὸ
20ἅγιον δόγμα τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἐξ‐ ωστράκισεν ἐξ τῆς ἁγίας τοῦ Χριστοῦ Ἐκκλη‐ σίας, μετὰ τοῦ ὁμωνύμου αὐτοῦ, τοῦ ἀναξίως τὰ σκῆπτρα τῆς βασιλείας κρατήσαντος. Εἰπέ μοι, ἄνθρωπε· τίνας ὑπακούσομεν, τὸν χορὸν τῶν σεπτῶν
25πατριαρχῶν τῶν ἐκλαμψάντων ἀπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου ἕως τῆς ἕκτης, ἣν καὶ πᾶσα χώρα, ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως τῶν ἄκρων ἐσφράγισεν, ἢ τοὺς ὑποκριτὰς ἱερεῖς τού‐ τους, τοὺς νόθον δόγμα ὕστερον τῇ Ἐκκλησίᾳ περι‐
30φέροντας, ὃ οὐδεὶς τῶν πατριαρχῶν καὶ τῶν θρό‐ νων ἐκύρωσεν, ἀλλὰ μᾶλλον καὶ ἐξωστράκισαν, καὶ στηλιτευτικοὺς αὐτῶν λόγους ἐξαπέστειλαν, ὡς ἐχθρῶδες Θεῷ δόγμα μελετήσαντας, καὶ τῶν ἐκκλη‐ σιαστικῶν κανόνων ἀλλότρια θεσπίσαντας;
35 ιϛʹ. Τίνα, εἰπέ μοι, ἐξακολουθήσωμεν, τῶν ση‐ μειοφόρων καὶ ἁγίων Πατέρων σύνοδον πολύκυδον καὶ παγκόσμιον, ἢ τὴν ἀκέφαλον ταύτην, τὴν ἐβδε‐ λυγμένην παρὰ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ; Καὶ γὰρ ἀκέφαλός ἐστι καὶ θεομίσητος. Καὶ εἰπέ μοι· ποῖος
40πατριάρχης εὑρέθη ἐν αὐτῇ; Ὁ Ῥώμης, οὐ κατ‐ εδέξατο ἐλθεῖν. Ὁ Ἀλεξανδρείας, οὐδὲ ὅλως· ὁ Ἀντιοχείας, οὐδὲ τὸ σύνολον· ὁ Ἱεροσολύμων, οὐδὲ ἅπαξ. Λοιπὸν ποταπή ἐστιν αὕτη ἡ σύνοδος πα‐ τριάρχην μὴ ἔχουσα; Σύνοδός ἐστιν ὅτε τὰ πέντε
45πατριαρχεῖα θεσπίσουσι μίαν πίστιν, καὶ ἕνα λόγον· εἰ δὲ ἐκ τούτων κἂν εἷς ἀπολείψῃ, ἢ οὐχ ὑποκύψειε τῇ συνόδῳ, αὕτη σύνοδος οὐκ ἔστιν, ἀλλὰ παρα‐ συναγωγὴ καὶ συνέδριον ματαιότητος καὶ ἀλαζονείας. Ὁρᾷς ταύτην τὴν παρασυναγωγὴν, ἣν ἐμελέτη‐

95

.

332

(50)

σαν οἱ ἅρπαγες, καὶ οὐχὶ ποιμένες, κατὰ τῆς τοῦ331

95

.

333

Χριστοῦ Ἐκκλησίας; Εἰ δὲ θέλεις ταύτην μαθεῖν βεβαιότερον, ὅτι σύναξίς ἐστι ματαιότητος, καὶ οὐχὶ σύνοδος· ἐρεύνησον καὶ μάθε, ὅτι καὶ τὸν αὐ‐ τῆς πατριάρχην τὸν ἀνάξιον τοῦ πατριαρχεῖν ὃν
5ἐποίησεν, ἀπέκτεινε. Τίς οὐ μὴ καταγελάσῃ τὴν σύν‐ οδον ταύτην τὴν ἀκέφαλον, καὶ κεφαλὴν μὴ ἔχουσαν; ἐποίησεν ἑαυτῇ κεφαλὴν, καὶ ἐστράφη καὶ ἔῤῥιψεν αὐτήν· μᾶλλον δὲ ἀπέκτεινεν αὐτήν. Ὢ ἀβλεψίας! ὢ μωρίας καὶ ἀσοφίας! Τίς οὐ μὴ καταγελάσῃ τὴν
10σύνοδον ταύτην; Κἂν ἐκ τούτου γνώσονται πάντες, ὅτι ἄκυρος καὶ ἄδεκτός ἐστι, καὶ παρὰ Θεῷ, καὶ παρὰ τῶν ἁγίων αὐτοῦ. ιζʹ. Καὶ οὐχ ἁρμόζει αὐτὴν λέγεσθαι σύνοδον, ἀλλὰ συνέδριον Ἰουδαϊκόν· καὶ γὰρ ὁμοῖον αὐτοῦ
15γέγονε κατὰ τοῦ Σωτῆρος. Ἐπειδὴ ὁ ἀρχέκακος ἐχθρὸς ἡμῶν διάβολος, ὁ ἐξ ἀρχῆς πολεμῶν τὸ γένος τῶν ἀνθρώπων, ἰδὼν τὸ γένος τῶν Ἑβραίων, ὅτι ἀγαπητὸν ἦν τότε παρὰ τῷ Θεῷ, ἐφθόνησεν αὐτούς· καὶ θέλων ἀπολέσαι αὐτοὺς, ἐνέβαλεν εἰς αὐτοὺς
20λογισμὸν πονηρὸν, ὅτι ὁ Χριστὸς οὐκ ἔστιν Υἱὸς Θεοῦ, ἀλλὰ πλάνος ἐστὶ, καὶ θέλει ἀπολέσαι τὸ γένος τῶν Ἑβραίων· διὸ κρατήσαντες ἀποκτείνατε αὐτόν. Καὶ ποιήσαντες οἱ ἱερεῖς τῶν Ἰουδαίων συνέδριον, συμβούλιόν τε λαβόντες ἐξ αὐτοῦ κατὰ τοῦ Σωτῆ‐
25ρος, ἵνα κρατήσωσιν καὶ ἀποκτείνωσιν αὐτόν· κρα‐ τήσαντες δὲ ἐσταύρωσαν αὐτὸν, καὶ μίξαντες ὄξος καὶ χολὴν, ἔβαλον σπόγγον ἐπὶ τοῦ καλάμου, καὶ προσήνεγκαν τῷ στόματι αὐτοῦ· καὶ λαβόντες λόγ‐ χην ἐκέντησαν αὐτοῦ τὴν ἁγίαν πλευράν. Καὶ γεγό‐
30νασιν οἱ ποτὲ υἱοὶ, ἀλλότριοι τῆς τῶν πατριαρχῶν καὶ Πατέρων αὐτῶν εὐγενείας. Ὁμοίως πάλιν ὁ ἐχθρὸς ἡμῶν διάβολος, ἰδὼν τὸ γένος τῶν Χριστια‐ νῶν, ὅτι ἀγαπητόν ἐστι παρὰ τῷ Θεῷ, ἐφθόνησεν αὐτὸ σφόδρα· καὶ θέλων ἀπολέσαι πολλοὺς ἐξ αὐ‐
35τῶν, ἐνέβαλεν εἰς αὐτοὺς τὸν πονηρὸν λογισμὸν τοῦ‐ τον, ὅτι Ἡ προσκύνησις τῶν σεπτομόρφων εἰδωλο‐ λατρεία ἐστίν· ἀλλ’ ἐμπτύσατε αὐτὴν, καὶ ἀπό‐ στητε ἐξ αὐτῆς, ἐπεὶ ἀπόλλυσθε. Καὶ ποιήσαντες συνέδριον οἱ ἱερεῖς τῶν Χριστιανῶν ἅμα τοῖς βασι‐
40λεῦσιν ἀναξίως τῆς βασιλείας δραξαμένοις, καὶ τυ‐ ραννικῶς εἰς τὰ προαύλια τῆς βασιλείας εἰσπηδή‐ σαντες, συμβούλιόν τε λαβόντες ἐκ τῶν πονηρῶν λογισμῶν, καὶ αὐτοὶ κατὰ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐμελέτησαν κενὰ καὶ μάταια·
45καὶ κατέκριναν αὐτὴν καταπατηθῆναι ὑπὸ τοὺς πό‐ δας αὐτῶν παρανόμους, ἀντὶ τῆς ἐνσάρκου σταυρώ‐ σεως ἣν ἐτέλεσαν οἱ Ἰουδαῖοι· καὶ καθὼς οἱ ἄνομοι,
ὄξος καὶ χολὴν μίξαντες, προσήνεγκαν τῷ στόματι333

95

.

336

τοῦ Χριστοῦ, οὕτως καὶ οὗτοι μίξαντες ὕδωρ καὶ ἄσβεστον, καὶ βαλόντες σπόγγον ἐπὶ τοῦ ξύλου, προσήνεγκαν τῇ σαρκομοιομόρφῳ ὄψει τῆς τιμίας εἰκόνος, καὶ ἐνέχρισαν αὐτήν· καὶ ἀντὶ τῆς λόγχης
5τῆς νυξάσης τὴν ζωόδωρον πλευρὰν τοῦ Χριστοῦ, λαβόντες ῥομφαίαν, κατώρυξαν αὐτὴν, καὶ κατέξε‐ σαν, καὶ ἠφάνισαν ἐκ τῆς Ἐκκλησίας, καὶ ἐξεπλή‐ ρωσαν καὶ οὗτοι τὸ ἔργον τῶν Ἰουδαίων, καὶ παρ‐ έδωκαν ἑαυτοὺς τῷ διαβόλῳ. Ὢ τῆς συμφορᾶς! ὢ
10τῆς μανίας! ὢ τῆς ἀπάτης τῶν Χριστιανῶν· ὅτι καὶ οἱ δοκοῦντες Χριστιανοὶ βασιλεῖς καὶ ἀρχιερεῖς, ἀλλοτρίους ἑαυτοὺς ἐποίησαν τῆς ἀμώμου πίστεως, καὶ αὐτοὶ εἰς τὸ βάραθρον τῶν Ἰουδαίων ἑαυτοὺς ἐνέβαλον, κἂν διὰ βραχυτάτου· οὐαί σοι, διάβολε
15ἀλλότριε τοῦ Θεοῦ, ὅτι ἔμιξας τοὺς Χριστιανοὺς μετὰ τῶν Ἰουδαίων. ιηʹ. Καὶ γὰρ ἐὰν καλῶς ἐξερευνήσωμεν τρόφιμοι τῆς Ἐκκλησίας, τὴν αἵρεσιν ταύτην, δυσσεβῶς ἐκαι‐ νοτομήθη. Ὑπὲρ γὰρ τὰς πρώην αἱρέσεις δυσσε‐
20βεστάτη ὑπάρχει. Αἱ γὰρ αἱρέσεις αἱ πρώην εἰς τὴν ἀνθρωπότητα προσέκοψαν· αὕτη δὲ, εἰς τὴν θεότητα· ὅτι ἥνπερ ὁ Χριστὸς κατελθὼν ἰδιοποιή‐ σατο πίστιν, καὶ τῆς τῶν εἰδώλων μανίας ἡμᾶς ἐξ‐ είλατο· τὰ μὲν, διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν, τὰ
25δὲ, διὰ σεπτῶν αὐτοῦ μαρτύρων· καὶ εἰς τέλος ἐξ‐ ηφανίσθη, καὶ ἡ μνήμη αὐτῶν ἀπόλωλε, καὶ οὐδὲ εἷς τῶν ὀνομάτων αὐτῶν τὸ ῥῆμα ἐφθέγξατο· πάλιν οἱ θρυλλολέκται ἀνιστοροῦσι, καὶ πάλιν εἰδώλων μνη‐ μονεύουσι· καὶ οὐκ ἔγνωσαν οἱ παράνομοι, ὅτι τοῦ
30Χριστοῦ σταυρωθέντος καὶ ἀναστάντος, ἀπὸ τότε εἰδωλικὴ προσκύνησις κατὰ μικρὸν ἤρξατο ἀπὸ τῆς γῆς ἀποδιώκεσθαι. ιθʹ. Καὶ γὰρ ὁ τὴν αἵρεσιν ἐμπνεύσας πρῶτος, ψεύστης ὢν καὶ ὕπουλος, τῆς βασιλείας ἐδράξατο.
35Κόνων γὰρ ὀνομαζόμενος, Λέοντος προσηγορίαν ἑαυτῷ περιεβάλλετο, ἐξ Ἑβραίων τοῦτον τὸν σκοπὸν καὶ τὸ φρόνημα εἰληφώς. Καὶ γὰρ περιπατοῦντος αὐτοῦ, μήπω τῆς βασιλείας αὐτοῦ χειρισθέντος, φησὶ πρὸς αὐτὸν ὁ Ἑβραῖος· Βασιλεὺς μέλλεις γέ‐
40νεσθαι. Ἀλλὰ τὸν λόγον ὃν εἴπω σοι, ἐὰν κρατήσῃς, ἔσται πολυχρόνιος ἡ βασιλεία σου καὶ ἡ τιμή σου. Ἀποβαλοῦ τὴν προσηγορίαν, ἥνπερ κέκτησαι, ὀνο‐ μασθεὶς Λέων. Ἐν γὰρ ταῖς ἡμέραις τῆς βασιλείας σου καταστραφήσονται τὰ ἰνδάλματα εἰκόνων, ὧν‐
45περ οἱ Χριστιανοὶ πιστεύουσι. Διὸ δός μοι λόγον τοῦ καταστρέψαι αὐτὰ ἐν τοῖς καιροῖς τῆς βασιλείας σου. Δελεασθεὶς οὖν ὁ βύθιος δράκων, δέδωκεν αὐτῷ, τὴν τιμὴν τῆς ἀξίας ἔχων εἰς ἐπιθυμίαν ὁ ἀνάξιος· καὶ τῶν πραγμάτων ἐλθόντων εἰς ἐμφάνισιν, ἐδρά‐

95

.

336

(50)

ξατο τῆς βασιλείας τὰ σκῆπτρα. Καὶ μετὰ δεκατὸν χρόνον τοῦ ὁδηγοῦ τῆς ἀπωλείας ὑπαντήσαντος ἐπὶ προελεύσεως, καὶ δεδωκότος αὐτῷ τὴν χάρτην, ὡς δῆθεν δεητικοῦ, καὶ ἀναγνόντος αὐτὸν τοῦ παρα‐
νόμου, παρ’ αὐτὰ τὸν Ἑβραῖον εἰς τὰ βασιλεῖα ἐκέ‐335

95

.

337

λευσεν εἰσελθεῖν, καὶ λαβὼν αὐτὸν ἀπὸ τότε συμ‐ μύστην καὶ συῤῥάμμονα τῆς αὐτοῦ ἀνομίας, ὡς ἀληθῶς ὁ ἄγριος θὴρ, τῇ Ἐκκλησίᾳ εἰσεπήδησε, καὶ πολλοὺς ἐξ αὐτῆς ἀπέσπασε, καὶ ἐκ τῶν κόλπων
5αὐτῆς ἐσπάραξε, καὶ οὕσπερ αὕτη ἀνοδύνως ἐγέν‐ νησε, καὶ ἐθρέψατο τοῖς τῶν Πατέρων δόγμασιν, οὗ‐ τος αὐτοὺς ἀλλοτρίους ἐποίησε, καὶ ξένους τῆς μη‐ τρικῆς αὐτῶν ἀγχιστείας. κʹ. Τούτου δὲ τοῦ ζῇν κακῶς ἀποῤῥήξαντος, ἀν‐
10έφυεν εὐθὺς τὸ μιαρὸν αὐτοῦ γέννημα, καὶ τῆς κα‐ κίας αὐτοῦ κληρονόμος ἐν διπλῷ γενόμενος, Κων‐ σταντῖνος, ὁ ἀποποιήσας ἑαυτὸν ἐκ σπαργάνων τῆς τῶν Χριστιανῶν εὐσεβείας καὶ πίστεως, ἐξ αὐτῆς τῆς ἁγίας καὶ ἀμώμου κολυμβήθρας. Καὶ πῶς,
15ἄκουε. Ὅτε γὰρ βρέφος ὢν ἐβαπτίζετο ὑπὸ τοῦ ἀρχιερέως καὶ ποιμένος ἡμῶν Γερμανοῦ εἰς τὸν ναὸν τῆς ἁγίας Σοφίας· τῷ φωνῆσαι τὸν πατριάρ‐ χην, «Βαπτίζεται ὁ δεῖνα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» παρ’ αὐτὰ
20ὁ τῆς Ἐκκλησίας δυσειδὴς ἐχθρὸς καὶ ἀλλότριος, τὴν κολυμβήθραν ὅλην ἠχρείωσε, καὶ ἐξεπλήρωσε πάντας τοὺς παρατυγχάνοντας τῆς δυσωδίας τούτου ἐκ τῶν μιαρῶν αὐτοῦ ἐγκάτων ὥστε φωνῆσαι τὸν ἱεροφάντην Γερμανόν· «Οὗτος φανήσεται τῇ Ἐκ‐
25κλησίᾳ δυσωδία μεγάλη.» Ὁρᾶτε πρῶτον τῆς αὐτοῦ κακίας ἔργον· βλέπετε ποίαν παρανομίαν ἐποίησε καὶ ἐτεκτόνευσεν. Ἴδετε οἷα σκάνδαλα ὁ τῆς αἱρέ‐ σεως πρώταρχος ἐκαινούργησε· θεωρεῖτε σκοτεινῆς αὐτοῦ ψυχῆς καὶ τοῦ σώματος τὴν ἀπ‐ ώλειαν.
30 καʹ. Μετὰ γὰρ τὸ κρατῆσαι αὐτὸν τὸ κράτος τῆς βασιλείας, ἡ αὐθάδεια αὐτοῦ πᾶσι πρόδηλος ἐφάνη· πρόγραμμα γὰρ ἐξέπεμψε κατὰ πᾶσαν ἐξαρχίαν τὴν ὑπὸ τῆς χειρὸς αὐτοῦ, πάντας ὑπογράψαι καὶ ὀμνύναι τοῦ ἀθετῆσαι τὴν προσκύνησιν τῶν σεπτῶν
35εἰκόνων· καὶ καθάπερ ἡμεῖς, ὦ φίλοι, σήμερον λέ‐ γομεν· Ἀπέλθωμεν εἰς τὴν παναγίαν Θεοτόκον τοῦ προσεύξασθαι· εἴτε εἰς τοὺς ἁγίους ἀποστόλους· εἴτε εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας· εἴτε εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον· τοῦτο ὁ
40δόλιος οὐδὲ τῇ ἀκοῇ ὑπεδέξατο, ἀλλὰ τὸ ἅγιον ἐκ τῶν ἁγίων ἀποβαλλόμενος, τὴν παναγίαν Θεοτόκον ὠνόμαζε, μετὰ θάνατον αὐτὴν βοηθεῖν μὴ δυνα‐ μένην· καὶ τοὺς ἁγίους ἀποστόλους, καὶ πάντας τοὺς μακαρίους μάρτυρας, πρεσβείαν μὴ κεκτημέ‐
45νους, μόνους ἑαυτοὺς ὠφελήσαντας διὰ τὰ πάθη, ἅπερ ὑπέστησαν, καὶ τὰς ἑαυτῶν ψυχὰς ἐκ τῆς κο‐ λάσεως διασώσαντας· ἐπεὶ τοὺς προσκαλουμένους
αὐτοὺς ἢ προστρέχοντας, μηδὲν ὠφελοῦντας. Ὢ337

95

.

340

μιαρὰ γλῶσσα εἰς τὸ κακὸν ἠκονημένη! Ὢ μιαρὸν στόμα κατὰ τῶν ἁγίων λαλῆσαν βλασφημίαν! Εἰ ἡ Θεοτόκος μετὰ θάνατον βοηθεῖν οὐ δύναται, καὶ τίς ἄλλη προστασία ἡμῶν, καὶ βοηθὸς, καὶ ἐπίκουρος
5τοῦ γένους τῶν Χριστιανῶν καθέστηκεν; Εἰ γάρ τις τῶν ἀνθρώπων μητέρα τινὸς κτησάμενος μεσίτιν, ταύτην θεραπεύει δι’ ἐπιεικείας καὶ τιμῆς, καὶ εὐ‐ χὰς ἱκετηρίους ποιούσης αὐτῆς ὑπὲρ ὁμοφύλου, οἰ‐ κέτου ἢ φίλου, οὐκ ἂν αὐτῆς ὁ γνήσιος υἱὸς παρ‐
10ακούσῃ τῆς δεήσεως καὶ τῆς πρεσβείας. Ἡ ὑπερτέρα παντὸς τοῦ γένους καὶ τῶν ἄνω δυνάμεων, ἁγνή τε σώματι καὶ πνεύματι, τοιούτου υἱοῦ μήτηρ γενησα‐ μένη, πόσην πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα κέκτηται; Καὶ γὰρ ἀσύγκρι‐
15τον καὶ ἀκατάληπτον ἔχει τὸ δύνασθαι· καὶ μαρτυ‐ ροῦσιν οἱ προστρέχοντες πρὸς τὴν σκεπὴν αὐτῆς, καὶ πῶς εὐθὺς ἐπίκουρος καὶ βοήθεια ἡμῶν καθ‐ εκάστην ταῖς συμφοραῖς καὶ ταῖς ἀῤῥωστίαις καθ‐ έστηκε
20 κβʹ. Πάλιν δὲ ὁ τοὺς ἀποστόλους καὶ μάρτυρας ἀναιδῶς βλασφημῶν, πῶς οὐκ αἰσχύνεται; Εἰ γάρ τις φίλον γνήσιον ἔχων, πολλάκις ὑπὲρ αὐτοῦ παθεῖν καταδεξάμενον, [καὶ] τοιαύτην φιλίαν καὶ ἀγάπην κέκτηται, ὡς οὔτε ἐν ἡμέρᾳ, οὔτε ἐν νυκτὶ θέλειν
25χωρίζεσθαι ἀπ’ αὐτοῦ, καὶ ὑπὲρ τέκνων καὶ γυναι‐ κὸς καὶ παντὸς τιμιωτάτου κτήματος αὐτὸν κεχρη‐ ματικέναι· καίπερ ἡμεῖς πονηροὶ ὄντες, φιλονεικοῦ‐ μεν ἀγαθοῖς τισιν ἀνταμείβεσθαι τοῖς ἀγαπῶσιν ἡμᾶς, πόσῳ μᾶλλον ὁ εὔσπλαγχνος καὶ φιλάγαθος
30Χριστὸς, ὁ ἐν Εὐαγγελίοις ἀναφανδὸν βοῶν· «Ὑμεῖς φίλοι μού ἐστε;» Καὶ πάλιν, «Πορεύομαι ἑτοιμά‐ σαι τόπον ὑμῖν, καὶ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν.» Καὶ πάλιν ἀλλαχοῦ διὰ τοῦ Προφήτου βοῶντος, «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ
35υἱοὶ Ὑψίστου πάντες.» Εἰ δὲ θεοὺς αὐτοὺς ὀνομά‐ ζει διὰ τὴν τῆς ἀγάπης γνησιότητα, καὶ τὴν οἰκειό‐ τητα, πόσῳ μᾶλλον μετὰ θάνατον παῤῥησίαν καὶ πρεσβείαν κέκτηνται; Οὐχὶ τούτων ἡ παῤῥησία; οὐχὶ αὐτῶν ἡ μετὰ θάνατον δόξα; οὐχὶ αὐτῶν ἡ βε‐
40βαία πίστις; πῶς τοὺς τὰ τοιαῦτα πράξαντας καὶ κατορθώσαντας μὴ ἔχωμεν πρεσβευτάς; πῶς τὰς τούτων ἱκεσίας μὴ κτησώμεθα φρουρεῖον; πόσους πολέμους βαρβάρων δι’ ἐπιστασίας μετὰ θάνατον, οὒς μὲν ἀπέτρεψαν, οὓς δὲ ἀνήλωσαν; Πόσας θανα‐
45τικὰς ἡμῶν συμφορὰς δι’ ὀπτασίας αὐτῶν μετέβα‐ λον; Πόσων κινδύνων ταῖς παρακλήσεσιν αὐτῶν ἀπηλλάγημεν μέχρι τοῦ νῦν; Τοὺς τοιούτους καὶ τηλικούτους ἡμῶν προστάτας καὶ ὑπερασπιστὰς, οὐ χρὴ αὐτοὺς διὰ εἰκονικῆς ἀνατυπώσεως καὶ ἱστο‐

95

.

340

(50)

ρεῖν, καὶ καθεκάστην ἡμᾶς τιμᾷν καὶ προσπίπτειν, καὶ ἐκ τῆς ὑλικῆς ταύτης ἱστορίας ἐπὶ τὸ πρωτό‐
τυπον τὴν τιμὴν ἀνάγειν Καὶ οὓς σαρκικῶς οὐχ339

95

.

341

ὁρῶμεν διὰ τὴν περίοδον τοῦ χρόνου, τούτους πνευ‐ ματικῶς ἀσπαζόμεθα καὶ παρακαλοῦμεν· οὐχ ὡς θανόντας, ἀλλ’ ὡς ζῶντας τῷ Θεῷ. κγʹ. Τούτων, εἰπέ μοι, τῆς καθαιρέσεως καὶ τῆς
5σκαιωρίας τίς ὑπάρχει αἴτιος; Οὐχὶ ἄλλος, εἰ μὴ ὁ ἐναρξάμενος δολίως τῆς αἱρέσεως ταύτης ἄρχων, καὶ κεκτημένος κοῦφον τὸν νοῦν καὶ τὴν φρένα. Εἰ γὰρ ἐκράτησε τῆς Ἐκκλησίας, ὥσπερ εἶδε, καὶ ὡς κατ‐ εῖχον οἱ πρώην βασιλεῖς καὶ ἀρχιερεῖς, οὐκ ἂν
10ἐμελέτησε κατὰ τοῦ Θεοῦ ἀδικίαν, οὐδὲ ἐξηρεύξατο τὸ ἐμβρόντητον αὐτοῦ στόμα λόγον κατὰ τῆς Ἐκκλη‐ σίας. Καὶ γὰρ ὁ δράκων, ὁ ὑψηλὸν ἔχων φρόνημα, νῦν καταβέβληται ὡς ἀνδράποδον· καὶ ὁ τὸν νοῦν εἰς τὸ βάθος τῆς Γραφῆς καταγαγὼν, νῦν ὑπὸ τοῦ βύθου
15τῆς ἀσεβείας καταπνίγεται· καὶ ὁ τῶν πρώτων βα‐ σιλέων σοφώτερος δοκῶν ἔσεσθαι, νῦν ὡς μὴ γινώ‐ σκων, ὥς τις εἴη, καὶ πῶς, ... τοιοῦτον ἐτύφλωσεν αὐτὸν ὁ δόλιος, ὁ καὶ τοῦ Ἀδὰμ ἐπίβουλος γενόμε‐ νος. Ὡς γὰρ τῷ Ἀδὰμ εἶπεν· «ᾟ δ’ ἂν ἡμέρᾳ
20φαγῇς ἐκ τοῦ ἀπηγορευμένου ξύλου, γενήσῃ Θεὸς, καὶ ἔσῃ γινώσκων καλὸν καὶ πονηρόν·» τοιοῦτον καὶ τοῦτον τὸν εὐχέτην αὐτοῦ ἀπεπλάνησε, νοητῶς καὶ αἰσθητῶς· εἰπών· ᾟ δ’ ἂν ἡμέρᾳ καταστρέψῃς τῶν εἰκόνων τὴν προσκύνησιν, ἔσῃ μακάριος, καὶ
25παρὰ πάντας τοὺς βασιλεῖς τῆς γῆς ἐχέφρων καὶ πολυετὴς ἀναδειχθήσῃ. Διὸ καὶ οἱ τούτου τῆς φύ‐ σεως, ἄλλο οὐδὲν παῤῥησιάζονται, εἰ μὴ τοῦτο, λέγοντες, ὅτι πολὺν χρόνον τῆς βασιλείας κεκράτηκε· καὶ οὐ γινώσκουσιν οἱ θεοστυγεῖς ὅπερ λέγουσι· καὶ
30γὰρ ὁ διάβολος ἄρχων τοῦ κόσμου τούτου κέκληται, καὶ τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐνταῦθα ἀπο‐ δίδωσι. κδʹ. Καὶ γὰρ τοῦ Χριστιανισμοῦ τὴν ἐπωνυμίαν ἐκέκτητο οὗτος ὁ δόλιος ἀνὴρ καὶ τῆς βασιλείας
35ἀνάξιος, καὶ εἰς τὴν Ἐκκλησίαν εἰσῄει, ὡς δοκῶν πρόβατον αὐτῆς ἐσόμενον, καὶ τοῦ αἵματος τοῦ Χρι‐ στοῦ εἰ καὶ ἀναξίως πέπωκε, καὶ τοῦ σώματος ἀχράντου ἔφαγε. Διὸ ὡς ἀγαθόν τι κτισομένου, ἐκ τούτου τὴν μετάνοιαν ὁ φιλάνθρωπος ἀπεξεδέχετο·
40καὶ ὡς ἔφην ἔγωγε, τὴν σωτηρίαν αὐτοῦ ζητῶν ὁ Σωτὴρ, τοῦ κόσμου Κύριος, καὶ τῶν χρόνων τὸ μῆ‐ κος ἔδωκεν· ἵνα ἐὰν ἐπ’ ἀγαθοῖς ἀναστραφῇ, σωθῇ διὰ τῆς ἀγαθῆς αὐτοῦ προαιρέσεως. Εἰ δὲ οὐ μετα‐ μεληθῇ, μηδὲν αὐτὸν ἐκεῖθεν κατεσχηκέναι, εἰ μὴ
45τῆς κακίας αὐτοῦ καὶ αἱρέσεως τὰ ἔπαθλα, ἅπερ οἱ ὁμόπιστοι καὶ τῆς Ἐκκλησίας ἀλλότριοι κληρονομή‐ σουσιν· ἤγουν τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ σκότος τὸ ἐξώτερον, καὶ τὰ τούτοις ὅμοια.

95

.

341

(50)

κεʹ. Ἐγὼ δὲ παρακαλῶ ὑμᾶς, ἀγαπητοὶ, ἵνα πᾶς ὁ341

95

.

344

τετυφλωμένος τῇ ἀπάτῃ ταύτῃ, ἀνανήψῃ, καὶ τὸν νοῦν ἐγκαθάρῃ. Ὁ γὰρ διάβολος ὅταν θέλῃ ἄνθρωπον ἀπ‐ ολέσαι, τυφλοῖ αὐτοῦ τὴν ψυχὴν καὶ τὸν νοῦν, εἰς τὸ μὴ διαγινώσκειν τὸ ἀγαθόν. Ἡμεῖς δὲ ἐρευνήσωμεν τὰς
5Γραφὰς καὶ τὰς παραδόσεις τῶν ἁγίων Πατέρων, καὶ τούτους μιμησώμεθα· καὶ ὡς ηὕραμεν τὴν Ἐκκλησίαν ἀπὸ Χριστοῦ καταβάσεως, οὕτως αὐτὴν καὶ παραφυ‐ λάξωμεν, οὕτως αὐτὴν παραδώσωμεν, καὶ μὴ χωρίσω‐ μεν ἑαυτοὺς τῶν Πατέρων ἡμῶν, ἄλλα μὲν ἀναγινώ‐
10σκοντες, καὶ ἄλλα νοοῦντες, μή πως ἐλθοῦσα ἑτέρα γενεὰ, μέλλῃ ἡμᾶς ἀναθεματίζειν, καὶ ἀνασκάπτειν, ὡς παρὰ τῆς Ἐκκλησίας τοὺς τύπους καὶ τοὺς νόμους φρονοῦντας. Καὶ ὄντως ἡμᾶς οὐδὲν ὠφελήσουσι τὰ πέρατα τοῦ γῆς. Ἐγὼ εὔχομαι καὶ παρακαλῶ τὸν
15Θεὸν, ἵνα εἰ καὶ ἀνάξιός εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καταξιώσῃ με μετὰ τοὺς Πατέρας τῶν ἑπτα‐ κοσίων ἐτῶν, καὶ τῶν ἁγίων καὶ οἰκουμενικῶν ϛʹ συνόδων ἔχειν μέρος, καὶ μὴ μετὰ τῆς ἀκεφάλης. Μὴ μέχρι πλούτου καὶ μέχρι τρυφῆς καὶ μέχρι δόξης
20κενῆς, ἀλλὰ καὶ μέχρι ἐκχύσεως αἵματος τῆς ὁμο‐ λογίας ἡμῶν τὴν καλὴν καὶ βεβαίαν κρηπῖδα ἀκρά‐ δαντον κατέχωμεν, ἵνα ἀκούσωμεν καὶ ἡμεῖς, «Πί‐ στις ὑμῶν σέσωκεν ὑμᾶς· πορεύεσθε εἰς εἰρήνην.» Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
25φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ δόξα, τιμὴ, προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.343