TLG 3173 001 :: JOANNES :: Adversus iconoclastas (olim sub auctore Joanne Damasceno)

JOANNES Theol., Monachus, fiq Joannes Syncellus
(Hierosolymitanus: A.D. 8)

Adversus iconoclastas (olim sub auctore Joanne Damasceno)

Citation: Volume — page — (line)

96

.

1348

(t26)

ΔΙΑΛΟΓΟΣ ΣΤΗΛΙΤΕΥΤΙΚΟΣ
27γενόμενος Παρὰ πιστῶν καὶ ὀρθοδόξων καὶ πόθον καὶ ζῆλον ἐχόντων, πρὸς ἔλεγχον τῶν ἐναντίων τῆς πί‐
30 στεως καὶ τῆς διδασκαλίας τῶν ἁγίων καὶ ὀρθοδόξων ἡμῶν Πατέρων. αʹ. Ναβουθὲ ὁ Ἰσραηλίτης ἵνα μὴ τὸν πατρῷον ἀμ‐ πελῶνα παραδῷ κατελιθοβολήθη, λέγων· Οὐ μὴ προδῶ κληρονομίαν πατέρων μου. Οὗτοι δὲ, φη‐
35σὶν, ἐπίσκοποι, καὶ ποιμένες τῶν λογικῶν λαχόντες

96

.

1349

εἶναι προβάτων, διὰ δόξαν κενὴν καὶ μόνον, τῶν Πα‐ τέρων τὰς φωνὰς παρωσάμενοι, κατὰ τῆς πίστεως ἑαυτοὺς ὁπλίσαντες, τὰ ὀρθῶς ὑπ’ αὐτῶν ῥηθέντα στρεβλοῦσι, κατὰ τὸν ἀδόκιμον αὐτῶν καὶ τεθολωμέ‐
5νον νοῦν διδάσκοντες, Ἅπερ πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν, κατὰ τὸ γεγραμμένον. Οἱ μὲν γὰρ δόξῃ καὶ καθαρῷ τῆς διανοίας ὄμματι τοῖς ἱεροῖς τῆς θεοπνεύστου Γραφῆς περιτυγχάνοντες λόγοις, ὄφελος θεῖον, ὥσπερ τινὰ
10οὐράνιον θησαυρὸν, ταῖς αὑτῶν εἰσοικίζουσι ψυχαῖς· οἱ δὲ τὸν νοῦν ἔχοντες τῷ ψεύδει προσνενευκότα, καὶ τῆς τινων ἀθυροστομίας ἡττώμενον, καὶ βεβήλου γνώ‐ σεως ἐραστὴν, ἐκείνων ἔσονται κοινωνοὶ, περὶ ὧν ὁ μακάριος Παῦλος γράφει· Ἐν οἷς ὁ Θεὸς τοῦ
15αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπί‐ στων, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Τυφλώττουσι γὰρ, καί εἰσιν ὁδηγοὶ τυφλῶν· τοιγαροῦν οὗτοι καὶ τοῖς τῆς ἀπωλείας ἐμ‐
20πίπτουσι βόθροις. Ὡς γὰρ αὐτὸς ὁ Σωτὴρ εἴρηκε· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυ‐ νον ἐμπεσοῦνται. Καταφλυαροῦσι τοίνυν τινὲς τῶν τῆς ἀληθείας Πατέρων καὶ διδασκάλων, καὶ δὴ καὶ σκαιότητος διαβολικῆς τὸν οἰκεῖον ἐμπλήσαντες νοῦν,
25παραχαράττειν ἐπείγονται τὸ τῆς ἀληθείας μυ‐ στήριον, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογε‐ νοῦς οὐ μετρίαν ποιοῦντες κατάῤῥησιν, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων δια‐ βεβαιοῦνται, κατὰ τὸ γεγραμμένον.
30 βʹ. Εὑρεταὶ δὲ τῆς τοιαύτης ἀσεβείας γεγόνασι πολ‐ λοὶ μὲν καὶ ἕτεροι, κατὰ τοὺς ἄνωθεν παρῳχηκότας καιροὺς, νῦν δὲ τῆς ἐκείνων ἀνοσιότητος οὗτοι οἱ προ‐ φασιζόμενοι κατὰ τοὺς νέους Φαρισαίους. Ὥσπερ γὰρ ἀληθῶς αὐτοὶ ἠρνήσαντο τὸν Υἱὸν τοῦ Θεοῦ σαρκὶ
35ἐληλυθότα, οὕτω καὶ νῦν νεοκήρυκες μὴ θέλοντες προσκυνεῖν καὶ σεβάζεσθαι τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας, καὶ τῆς κατὰ σάρκα αὐτοῦ ἀχράντου Μητρὸς καὶ κατὰ ἀλήθειαν Θεοτόκου καὶ ἀειπαρθέ‐ νου Μαρίας, καὶ πάντων τῶν ἁγίων αὐτοῦ τὰς σεβα‐
40σμίους καὶ σεπτὰς εἰκόνας. Ἀλλὰ νέαν κενοτομοῦντες ἐτεκτονήσαντο πίστιν, παρὰ τὴν ἀρχῆθεν ἐκ τῶν ἁγίων ἡμῶν Πατέρων καὶ μαθητῶν καὶ διαδόχων τῶν ἁγίων ἀποστόλων ὑπαρχόντων. Ὡς γὰρ αὐτοῖς ἔδοξε νῦν λέγοντες, πλέον τῶν ἁγίων Πατέρων ὧν οἱ λόγοι
45καὶ αἱ ἀρεταὶ στήριγμα καὶ στήλη τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ὑπάρχουσιν, οὗτοι τὴν πί‐ στιν φυλάττειν διαβεβαιοῦντες. Τὰς γὰρ αὐτῶν τῶν Πατέρων φωνὰς, ἃς αὐτοὶ τρανῶς ἐκήρυξαν περὶ τῶν σεβασμίων καὶ προσκυνητῶν εἰκόνων, οὗτοι οἱ νεόσο‐

96

.

1349

(50)

φοι λαβόντες τὰς καλῶς ὑπὸ τῶν προφητῶν ῥηθείσας φωνὰς, κατὰ τὰς ἰδίας ἐπιθυμίας πρὸς τὸν ἴδιον νοῦν στρεβλοῦσιν. Ὡς γὰρ αὐτοὶ περὶ τῶν εἰδωλικῶν ξοάνων καὶ δαιμονικῶν στηλῶν φράσαντες εἴρηκαν, οὗτοι εἰς τὰς ἁγίας εἰκόνας μετέστρεψαν τοὺς ἁγίους
55Πατέρας καὶ διδασκάλους τῆς ἁγίας καὶ ἀμωμήτου

96

.

1352

καὶ ὀρθοδόξου τῶν Χριστιανῶν πίστεως, παρωσάμε‐ νοι τὰς αὐτῶν φωνὰς καὶ μαρτυρίας περὶ τῆς ἐν‐ σάρκου καὶ ἀνθρωπίνης αὐτοῦ μορφώσεως χαρακτῆ‐ ρος ἱστορηθείσας ἁγίας εἰκόνας, ἅσπερ ἡμῖν τρανῶς
5σέβειν καὶ προσκυνεῖν ἐδίδαξαν. Δι’ ὃ καὶ μετ’ ὀλί‐ γον διάλεκτον πρὸς τοὺς νεοκήρυκας ποιησόμενοι, Θεοῦ διδόντος ἡμῖν καὶ τὸ ἀναπνεῖν, ὀλίγα ἐκ πολλῶν παραθήσομεν, κἂν οὗτοι ὡς χειροποίητα δῆθεν ἀπο‐ στρέφονται.
10 γʹ. Λεγέτωσαν ἡμῖν οἱ θολόσοφοι καὶ μεμψίμοιροι καὶ ἐρασταὶ τῆς φαύλης καὶ βεβήλου καὶ ἐχθραινού‐ σης Θεῷ συνόδου, τῆς γενομένης κατὰ Θεοῦ συγχω‐ ρισμὸν ἐν Κωνσταντινουπόλει εἰς τὸν τόπον τὸν λεγό‐ μενον Ὀνέρια, ποίῳ τρόπῳ καὶ σκοπῷ τὰς τῶν Πατέ‐
15ρων παρακρουόμενοι φωνὰς, κατὰ τὰς ἰδίας ἐπιθυ‐ μίας ἑαυτοὺς ἐξαπατῶντες ἐξελκόμενοι καὶ δελεαζό‐ μενοι στρεβλεῖτε; Εἴπατε ἡμῖν, οἱ νῦν κενοτομοῦντες νέας πίστεως ἔκθεσιν, ποῖον ἐπὶ τῆς γῆς προσκυνη‐ τὸν καὶ σεβάσμιον καὶ λατρευτόν ἐστιν ἀχειροποίη‐
20τον; ὁ σταυρός; τὸ θυσιαστήριον; ἡ προσφορά; τὸ Εὐαγγέλιον; Πάντα χειροποίητα, ἀλλ’ ἡμῖν σεβαστὰ καὶ σωτηρίας σύμβολα, ὥσπερ καὶ αἱ τῶν ἁγίων εἰ‐ κόνες, καὶ τῆς ἐνσάρκου τοῦ Χριστοῦ οἰκονομίας τῆς ἀληθινῆς καὶ ἀνθρωπίνης αὐτοῦ σαρκὸς, ἣν διὰ τὴν
25ἡμῶν σωτηρίαν προσελάβετο ἐκ τῆς πανάγνου καὶ Θεοτόκου Μαρίας, πάντα ἡμῶν λαβὼν, χωρὶς μόνης τῆς ἁμαρτίας. Διὸ καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ τῆς ἀχράντου αὐτοῦ Μητρὸς προσκυνοῦμεν καὶ σέβομεν. Καὶ ὑμεῖς δόκησιν τὸ μυστήριον ἀπεργάζεσθε. Ἡμεῖς
30δὲ οἱ τῆς ἀληθείας, τῆς τῶν ἁγίων ἀποστόλων, καὶ τῶν ἁγίων αὐτῶν μαθητῶν καὶ διαδόχων, ἡμετέρων δὲ Πατέρων καὶ διδασκάλων, τὴν παρ’ αὐτῶν ἡμῖν παραδοθεῖσαν πίστιν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, ἀνακεκαλυμμένῳ προσώπῳ
35λαμπρᾷ τε φωνῇ λέγομεν τὰ τοῦ προφήτου Ἡσαΐου· Ἀνάβηθι ὁ εὐαγγελιζόμενος ἐπ’ ὄρος ὑψηλόν. Καὶ ἡμεῖς ἀνερχόμεθα εἰς τὴν τρισυπόστατον ὁμοου‐ σιοκόρυφον δόξαν, εὐαγγελιζόμενοι τὰ ἀγαθὰ τῆς ὀρ‐ θοδόξου πίστεως, λέγοντες·
40 δʹ. Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἥτις ἐστὶν ἡ ἁγία Τριὰς, ἄκτιστος, ἀΐδιος, ἀσύγχυτος, ἀδιαίρετος, ὁμοούσιος, ἐν μιᾷ θεότητι καὶ βασιλείᾳ καὶ κυριότητι, ἐν τρισὶ προσώποις ἤτοι ὑπο‐ στάσεσι καὶ ἰδιότησι προσκυνουμένη τε καὶ δοξολο‐
45γουμένη. Ἰδιότητα γὰρ ὅταν εἴπω, τὸν Πατέρα Πατέ‐ ρα νόησον, καὶ τὸν Υἱὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἅγιον. Αὗται γὰρ αἱ ἰδιότητες οὐκ ἀντιστρέ‐ φονται. Οὐ δύναται γὰρ ὁ Πατὴρ Υἱὸς εἶναι, ἢ ὁ Υἱὸς Πατὴρ, ἢ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι Πατὴρ ἢ Υἱός·

96

.

1352

(50)

ἀλλ’ ὡς εἶπον, Πατὴρ ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς, καὶ Πνεῦμα ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἦν ποτε ὅτε οὐκ ἦν Πατὴρ, καὶ οὐκ ἦν ποτε ὅτε οὐκ ἦν Υἱὸς, καὶ οὐκ ἦν ποτε ὅτε οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ
τοῦτο ἀκατάληπτος καὶ ἡ γέννησις τοῦ Μονογενοῦς,

96

.

1353

καὶ ἡ ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος. Προσκυνεῖς τὸν Πατέρα; ἐν αὐτῷ προσκυνεῖται ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸν Υἱόν; ἐν αὐτῷ προσκυνεῖς τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸ
5Πνεῦμα τὸ ἅγιον; ἐν αὐτῷ προσκυνεῖς καὶ τὸν Πα‐ τέρα καὶ τὸν Υἱόν. Οὐ συγχεομένων τῶν προσώπων, ἀλλὰ διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς οὐσίας οὕτω νοεῖς. Μιᾶς γὰρ οὔσης τῆς φύσεως καὶ τῆς οὐ‐ σίας καὶ τῆς θεότητος, μία καὶ ἡ προσκύνησίς ἐστι
10τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἀλλ’ ἐπειδὴ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὀνομάζονται καὶ εἰσὶ τῇ μὲν οὐσίᾳ κατὰ πάντα ἴσα τὰ τρία· ἀπέδωκε δὲ ἡ θεόπνευστος Γραφὴ τὴν ἀρχὴν τῷ Πατρὶ, καὶ λοιπὸν τῇ τοῦ Πατρὸς εὐδοκίᾳ καὶ ὁ Υἱὸς τὰ πάντα ἐποίησε,
15καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ πάντα ἐτελεσιούργησεν· ἔστιν οὖν Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐπειδὴ Θεὸς καὶ Θεὸς καὶ Θεὸς, οὐ δύνασαι εἰπεῖν, τρεῖς Θεοί. Ἀλλὰ τρία πρόσ‐ ωπα ἐνθυμούμενος, ἕκαστον πρόσωπον ὁμολογῶν,
20εἷς Θεὸς λέγεται, διὰ τὸ ἓν καὶ τὸ ταὐτὸν τῆς φύ‐ σεως καὶ τῆς θεότητος καὶ τῆς οὐσίας καὶ τῆς συναϊ‐ διότητος. Διὸ καὶ ἑνικῶς δοξάζομεν καὶ προσκυνοῦμεν τὴν ἁγίαν Τριάδα. εʹ. Ἐμάθομεν καὶ πιστεύομεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ
25ἐγεννήθη ἐκ τοῦ Πατρὸς ἀῤῥήτως, ἀχρόνως, ἀσω‐ μάτως, πρὸ πάντων τῶν αἰώνων. Αὐτὸς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ φῶς ἐκ τοῦ φωτὸς, ὁ ἀληθινὸς Θεὸς ἐκ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, τῇ εὐδοκίᾳ τοῦ Πα‐ τρὸς ἐσαρκώθη ἐν τῇ πανάγνῳ καὶ ὑπὸ Πνεύματος
30ἁγίου καθαγιαζομένῃ Παρθένῳ τῇ ἁγίᾳ Μαρίᾳ, τῇ κυρίως καὶ κατ’ ἀλήθειαν Θεοτόκῳ. Καὶ ὥσπερ ἐκ τοῦ Πατρὸς ἡ γένεσις αὐτοῦ τοῦ Υἱοῦ ἀκατάληπτός τίς ἐστι καὶ ἀνερμήνευτος, καὶ διὰ τοῦτο πίστει καὶ σιωπῇ προσκυνοῦμεν καὶ δοξάζομεν· οὕτω τοῦ αὐτοῦ
35Υἱοῦ τοῦ Θεοῦ καὶ ἡ ἐκ τῆς μητρὸς καὶ Παρθένου ἔν‐ σαρκος γέννησις, ἄφραστός ἐστι καὶ ἀνεκδιήγητος. Καὶ μάθε πῶς. ϛʹ. Ὁ οὖν μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, ἀπερίγραπτός
40ἐστι, καὶ ἄνω ἐστὶ καὶ κάτω, καὶ τὰ πάντα ἐν χειρὶ ἔχει, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ τὰ πάντα πληροῖ, καὶ ὑπὲρ τὰ πάντα ὑπερεκτείνεται, καὶ ὑπεράνω πάντων οὐρανῶν ἐστι, καὶ τὰς ἀβύσσους καθορᾷ. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐ‐
45τοῦ. Ἐν ἀγγέλοις ἐστὶν, ὅλος ἄνω ἐστὶν, ὅλος παντα‐ χοῦ ἐστιν. Αὐτὸς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ τοιοῦτος τηλικοῦτος, ὁ ἀπήλικος καὶ ἀμεγέθης, ἐπειδὴ πάντα δύναται, ἐδυνήθη καὶ ἄνθρωπος γενέσθαι. Καὶ κατ’ ἀλήθειαν σαρκωθεὶς, καὶ ἐνανθρωπήσας ἐκ Πνεύμα‐

96

.

1353

(50)

τος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἄνω οὐκ ἔλειψε, καὶ κάτω σαρκωθεὶς ὁ αὐτὸς ὅλος. Οὐκοῦν τίς δύνα‐ ται φράσαι ἢ ὅλως διηγήσασθαι τὸ μυστήριον; Πλὴν ὅτι πρὸς τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, ἔδω‐ κεν ἡ θεία Γραφὴ ὀλίγα τινὰ ῥήματα, δι’ ὧν ὁ νοῦς
55ἐν ἀπολαύσει δυνήσεται γενέσθαι, καὶ ἀφθέγκτως

96

.

1356

ἐκπλαγῆναι καὶ προσκυνεῖν τὸ θεῖον μυστή‐ ριον. ζʹ. Ὁ οὖν Υἱὸς τοῦ Θεοῦ ὁ ἀχώρητος εἰσῆλθεν εἰς τὴν ἁγίαν Παρθένον, καὶ ἐπελάβετο ἐκ τῆς φύσεως τῆς
5σαρκὸς αὐτῆς, καὶ ἥνωσε τῇ ἰδίᾳ τῆς θεότητος ὑπο‐ στάσει σάρκα τὴν ἡμῖν ὁμοούσιον, ἔμψυχόν τε καὶ ἔν‐ νουν, ὡς αὐτὸς μόνος οἶδε. Προεῖπον γὰρ ὅτι οὔτε νοῦς καταλαβέσθαι ἰσχύει, οὔτε λόγος παραστῆσαι δύναται, οὔτε ὀφείλει ἄνθρωπος φυσιολογεῖν τὸ ἀνεξ‐
10ιχνίαστον καὶ ἀνεξερεύνητον πρᾶγμα. Ἑνώσας οὖν ἑαυτῷ τὴν ἐξ αὐτῆς ληφθεῖσαν φύσιν, ηὔξει ὁ ἀναυ‐ ξὴς Υἱὸς τοῦ Θεοῦ τῇ ἰδίᾳ σαρκὶ, ἐμψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Καὶ μὴ τραπεὶς ὁ Υἱὸς τοῦ Θεοῦ ὅπερ ἦν, ἐγένετο βρέφος ἐν τῇ κοιλίᾳ τῆς μητρός.
15Καὶ ἀπετελέσθη ἕνωσις ἀδιαίρετος καὶ ἀσύγχυτος θεότητός τε καὶ ἀνθρωπότητος· καὶ ἰδοὺ ὁ ἀσώματος καὶ ἀψηλάφητος σεσωμάτωται καὶ ψηλαφᾶται· καὶ ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, ἰδοὺ αὐτὸς καὶ ἐκ τῆς ἁγίας Παρθένου σεσαρκωμένος
20γεννᾶται· καὶ ὁ τῶν κόλπων τῶν πατρικῶν μὴ χωρι‐ σθεὶς, καὶ τὰ σύμπαντα τῇ δυνάμει τῆς θεότητος συνέχων, καὶ τῶν πάντων τῇ παντοκρατορικῇ δυνά‐ μει περιδραττόμενος, ὁ αὐτὸς ἐνανθρωπήσας ἐκ τῆς ἁγίας Παρθένου καὶ γεννηθεὶς, κεῖται ἐν φάτνῃ παι‐
25δίον ἐσπαργανωμένον, τῆς ἁγίας Παρθένου παρθένου μεινάσης. Τὰ γὰρ θεῖα τοιαῦτά ἐστι. Ὥσπερ γὰρ ἡ ἕνωσις τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνεξερεύνητος, οὕτω καὶ ἡ γέννησις. Ἐδυνήθη γὰρ ὁ θεῖος Λόγος ὁ παντοδύναμος κατὰ ἀλήθειαν σαρκωθῆναι καὶ ἐναν‐
30θρωπῆσαι ἐν τῇ Δεσποίνῃ, καὶ γεννηθῆναι ἐξ αὐτῆς, καὶ τὴν παρθενίαν ἐσφραγισμένην διαφυλάξαι, ὥσπερ οὖν ἀμέλει καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν. ηʹ. Διὰ τοῦτο ἡ ἁγία καὶ ἀποστολικὴ Ἐκκλησία
35πάντα εὐπειθῶς τὰ θεῖα ἀποδέχεται, πάντα πιστῶς, πάντα ἀπολυπραγμόνως σέβει καὶ προσκυνεῖ καὶ τι‐ μᾷ. Αὐτὸς οὖν ὁ Υἱὸς Θεοῦ ὁ ἀληθινὸς Θεὸς, διὰ τὴν ἡμετέραν σωτηρίαν παιδίον γεννηθεὶς, αὔξειν λέγε‐ ται τῇ ἰδίᾳ σαρκὶ, τὰ ἡμέτερα οἰκειούμενος ἀδιάβλητα
40πάθη, καὶ προκόπτειν σοφίᾳ καὶ ἡλικίᾳ διὰ τὴν κατὰ μέρος ἀνάδειξιν, ὅπως δείξῃ κυρίως καὶ κατὰ ἀλήθειαν εἶναι τὴν ἐνανθρώπησιν. Καὶ κοπιᾷν λέγε‐ ται, καὶ πεινῇν καὶ διψῇν, καὶ τοῖς ἀνθρώποις συν‐ αναστραφῆναι, διδάξας καὶ φωτίσας πάντα ἄν‐
45θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. θʹ. Λοιπὸν δὲ διὰ τὴν ἄμετρον αὐτοῦ φιλανθρω‐ πίαν καὶ ἔπαθε τῇ ἰδίᾳ σαρκί. Αὐτὸς γὰρ ὁ Κύριος τῆς δόξης ὑπὲρ ἡμῶν ἐσταυρώθη, καὶ πάσχει ἀληθῶς.

96

.

1356

(50)

Πάσχει γὰρ οὐ τῇ θεότητι, ἀλλὰ τῇ ἀδιαιρέτως συν‐ αφθείσῃ αὐτῷ ἰδίᾳ σαρκὶ ἐμψυχωμένῃ, καὶ ἀποθνή‐ σκει, τῆς ψυχῆς δηλονότι χωρισθείσης τοῦ σώματος. Ἡ γὰρ θεότης ἀδιαίρετος καὶ ἀσύγχυτος καὶ τῇ ψυχῇ ἡνωμένη ἦν καὶ τῷ σώματι. Κατῆλθεν οὖν ὁ Υἱὸς
55τοῦ Θεοῦ τῇ ἰδίᾳ ψυχῇ πρὸς τὰς τῶν ἁγίων ψυχὰς,
καὶ πάλιν ἀνέστη, τῆς ψυχῆς ἑνωθείσης τῷ σώματι.

96

.

1357

Ἀνέστη οὖν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ Θεοῦ τῇ ἰδίᾳ δυνάμει· Ἐξουσίαν γὰρ ἔχω, φησὶν, τὴν ψυ‐ χήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
5 ιʹ. Ἀναστὰς τοίνυν ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ νεκρῶν, τῇ ἰδίᾳ ἐνανθρωπήσει ἀνελήφθη εἰς τοὺς οὐρανούς. Ὁ τὸ πρὶν ἀσώματος, νῦν ὁ αὐτὸς σεσαρκωμένος· ὁ τὸ πρὶν ἁπλοῦς, νῦν ὁ αὐτὸς σύνθετος, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος. Μένει γὰρ ἐν αὐτῷ καὶ ἡ φύσις τῆς
10θεότητος· καὶ ὁ τὸ πρὶν ἁπλοῦς ὢν καὶ εἷς τῆς ἁγίας Τριάδος, καὶ νῦν ὁ αὐτὸς εἷς ἐστι τῆς ἁγίας Τριάδος σεσαρκωμένος, καὶ ἐνανθρωπήσας. Καὶ ὅπερ οὐκ ἠδύναντο πᾶσαι αἱ οὐράνιαι δυνάμεις θεωρῆσαι· θεό‐ τητα γὰρ τῆς προσκυνητῆς Τριάδος ἰδεῖν οὐδεὶς δύ‐
15ναται· νῦν τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ βλέπουσι κατὰ τὸν φαινόμενον ἄνθρω‐ πον, ἐννοοῦντες τὸ ἀπερίγραφον τῆς αὐτοῦ θεότητος. Τοῦτο γάρ ἐστιν ὃ εἶπεν ὁ μακάριος Παῦλος· Ὤφθη ἀγγέλοις. Προσελάβετο τοίνυν ὃ οὐκ εἶχε, καὶ ἔχει,
20λέγω δὴ τὴν ἡμετέραν φύσιν, εἰς αἰῶνας τῶν αἰώ‐ νων. Καὶ πάλιν· Ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, ἤτοι δικαίους καὶ ἁμαρτωλούς. Τοὺς μὲν κρῖναι, ἀντὶ τοῦ δικαιῶσαι, διὰ τὰ καλὰ αὐτῶν ἔργα, τοὺς δὲ κατακρῖναι διὰ τὴν ἀπιστίαν
25αὐτῶν, καὶ τὰς τῆς κακίας αὐτῶν πράξεις. ιαʹ. Διδάσκει ἡμᾶς τὸ σύμβολον πιστεύειν· Καὶ εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν. Οὐ δύναται Ἐκκλησία ἡ καθολικὴ μό‐ νον ὑπάρχειν ἀποστολική. Ἡ γὰρ παντοδύναμος
30ἐξουσία τῆς κεφαλῆς, ἥτις ἐστιν ὁ Χριστὸς, ἴσχυσε διὰ τῶν ἀποστόλων τὸν καθόλου κόσμον σῶσαι. Ἔστιν οὖν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, τὸ σύστημα τῶν ἀπ’ αἰῶνος ἁγίων Πατέρων, πατριαρ‐ χῶν, προφητῶν, ἀποστόλων, εὐαγγελιστῶν, μαρτύ‐
35ρων, οἷς προσετέθη πιστεύσαντα ὁμοθυμαδὸν πάντα τὰ ἔθνη. Ἐθεώρουν γὰρ ὅτι ἐκ παντὸς γένους τῶν ὑπὸ τῶν οὐρανῶν καὶ τὴν αὐτὴν τῶν Χριστιανῶν πίστιν ἔχουσιν. Ἄνευ γὰρ τοῦ ἁγίου Πνεύματος οὐ δύναται πάνδημον καὶ μυριόγλωσσον ἄθροισμα εἰς ἓν
40φρόνημα τῆς ἀληθεστάτης πίστεως ἐλθεῖν. Πάλιν γὰρ λέγω, ὅτι καθολικὴ παρὰ τοῦτό ἐστί τε καὶ λέγε‐ ται, διὰ τὸ ἀλλόκοτα καὶ πολυσχιδῆ καὶ ἄγρια πάσης τῆς ὑφηλίου μυριόγλωσσά τε ἔθνη, εἰς μίαν εἰρηνι‐ κὴν καὶ σωτήριον πίστιν τε καὶ θεογνωσίαν εἶναι.
45 ιβʹ. Πιστεύομεν τοιγαροῦν εἰς μίαν ἁγίαν καθολι‐ κὴν καὶ ἀποστολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἐν ᾗ μα‐ θητευθῆναι ἐν τῇ κατηχήσει. Καὶ γινώσκομεν Πα‐ τέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ

96

.

1357

(50)

ἁγίου Πνεύματος, καὶ μεταλαμβάνομεν τοῦ σωτη‐ ρίου σώματος καὶ αἵματος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς τῇ τοῦ Πατρὸς εὐδοκίᾳ ἐνανθρωπήσαντος, καὶ ἀποθανόντος ὑπὲρ ἡμῶν. Διδάσκεσθαι δὲ καὶ
πράττειν τὰς θείας αὐτοῦ καὶ εὐαγγελικὰς ἐντολὰς,

96

.

1360

παραλαμβάνειν τε ἀσφαλῶς τὰς θεοπνεύστους Γραφὰς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, δι’ ὧν ἀεὶ αὔξειν εἰς πίστιν καὶ ἀγαθὴν συνείδησιν, ὁ ἐπιμελῶς προσέχων αὐταῖς καταξιοῦται πρός τε ἑαυτοῦ καὶ
5ἄλλων ὠφέλειαν. ιγʹ. Λοιπὸν ταῦτα οἱ πιστῶς καὶ ὀρθῶς ἐρευνή‐ σαντες οἱ ἅγιοι ἡμῶν Πατέρες καὶ τῆς εὐσεβείας δι‐ δάσκαλοι, ἐδίδαξαν ἡμᾶς ποίῳ τρόπῳ ὀφείλομεν σέ‐ βειν καὶ προσκυνεῖν τὰ σωτηρία σύμβολα τῆς πί‐
10στεως. Τὸν σταυρὸν τοῦ Χριστοῦ, διὰ τὸν ἐν αὐτῷ προσηλωθέντα Σωτῆρα, ὡς δι’ αὐτοῦ ἡμῖν λύτρωσιν χαρισαμένου, καὶ τῆς ἐκ τοῦ ξύλου κατάρας ἐλευθε‐ ρώσαντος. Τὸ δὲ θυσιαστήριον, ὡς τὸ κυριακὸν καὶ ἄχραντον μνῆμα. Τὴν δὲ προσφορὰν, ὡς τὸ σῶμα τοῦ
15Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ἡμετέρων ψυχῶν. Τὰ δὲ Εὐαγγέ‐ λια, ὡς ὑπ’ αὐτοῦ τοῦ Θεοῦ Λόγου λαληθέντα καὶ πραχθέντα. Τὰς δὲ εἰκόνας, τὴν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ἀχράντου καὶ παν‐
20ασπίλου αὐτοῦ μητρὸς καὶ Θεοτόκου Μαρίας ὅταν ἴδω, εὐθέως καὶ παρ’ αὐτὰ τὸν νοῦν ἀνάγω εἰς τὴν ἄκραν αὐτοῦ πρὸς ἡμᾶς πτωχείαν καὶ συγκατάβα‐ σιν, ὅτι Θεὸς ὢν μορφὴν δούλου ἔλαβε, καὶ τὴν οἰ‐ κείαν δούλην μητέρα ἐποίησε, καὶ ὑπ’ αὐτῆς ὡς
25νήπιος ἐβαστάζετο, καὶ ἐκ παρθενικῶν μαζῶν γάλα ἐθήλασε· καὶ λοιπὸν τὸ αἰσθητὸν ὄμμα πρὸς τὴν εἰκόνα ἀτενῶς βλέπων, τὸ νοητὸν τῆς καρδίας ὄμμα σὺν τῷ νῷ εἰς τὸ μυστήριον τῆς ἐνσάρκου οἰκονομίας ἀκοντίζω, καὶ περὶ τῶν ἀσυγγνώστων καὶ πολλῶν
30μου ἁμαρτημάτων δέομαι τὴν ἀγαθότητα καὶ εὐ‐ σπλαγχνίαν αὐτοῦ, λέγων· Δόξα σοι, ὁ Θεός· ὁ Σω‐ τήρ μου, ἐλέησόν με τὸν ἁμαρτωλὸν, καὶ συγχώ‐ ρησον τὰς πολλάς μου ἁμαρτίας, ὁ δι’ ἐμὲ τὸ κατ’ ἐμὲ φορέσας, δίχα μόνης τῆς ἁμαρτίας.
35 ιδʹ. Ὅταν δὲ τῆς Θεοτόκου Παρθένου Μαρίας τὴν εἰκόνα θεάσωμαι, εὐθέως λέγω· Ἄχραντε Θεοτόκε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πρέσβευε τὸν Υἱόν σου καὶ Θεόν μου, ὅπως ἐλεήσῃ με τῇ αὐτοῦ ἀγαθό‐ τητι καὶ εὐσπλαγχνίᾳ· πολλὰ γὰρ ἰσχύει δέησις
40Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίαν, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστὶ καὶ σώζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος. ιεʹ. Ὅταν δὲ ἴδω εἰκόνα ἀποστόλου ἢ μάρτυρος, ἤ
45τινος τῶν ἁγίων, ἱστορίαν τῶν παθημάτων αὐτῶν, ὧν διὰ Χριστὸν ὑπέμειναν γενναίως, λέγω· Δόξα σοι, ὁ Θεὸς τοῦδε ἀποστόλου ἢ τοῦδε τοῦ ἁγίου. Καὶ ταῦτα οὕτω λέγων, εἰς Θεὸν τὴν δόξαν ἀναπέμ‐ πω. Ταῦτα οὕτω παρελάβομεν ἐκ τῶν ἁγίων Πατέ‐

96

.

1360

(50)

ρων, ὧν καὶ τὰ ὀνόματα καὶ τοὺς λόγους ἐν τῷ τεύ‐ χει παρασημειωσόμεθα, Θεοῦ βουλήσει καὶ προνοίᾳ. ιϛʹ. Ὑμεῖς δὲ οἱ νεοκήρυκες καὶ κενοὶ θεολόγοι·
ὑμεῖς οἱ τυχόντες τὸ κήρυγμα τῶν ἁγίων ἀποστόλων

96

.

1361

καὶ τῶν αὐτῶν διαδόχων καὶ μαθητῶν, ἡμετέρων δὲ Πατέρων καὶ διδασκάλων, καθὼς αὐτοὶ ἡμῖν παραδε‐ δώκασιν· ἀπὸ τοῦ κυριακοῦ πάθους καὶ τῆς σωτη‐ ρίου ἀναστάσεως, μέχρι τῆς παρούσης ἰνδικτιῶνος
5ὀγδόης, ἔτη ἑπτακόσια μεʹ λέγουσιν εἶναι, καὶ ἔκτοτε καὶ ἕως μέχρι καὶ νῦν αἱ σεβάσμιαι εἰκόνες ἦσαν καὶ εἰσὶν ὑπὸ τῶν πιστῶν, ὡς προείπομεν, προσκυ‐ νούμεναι· ἐδείξατε ὅτι τὰ ἑπτακόσια ταῦτα ἔτη ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ οἱ διδά‐
10σκαλοι καὶ οἱ ποιμένες αὐτῆς ἐπλανῶντο, καὶ ὑμῖν τοῖς νεοκήρυξιν ἀπεκαλύφθη ἡ ἀλήθεια τῆς πίστεως; Ἐξ ὅτου γὰρ τὴν ἔρευναν ταύτην ἤρξατε ποιῆσαι, εἰσὶν ἔτη πλεῖον ἢ ἐλάσσον μεʹ. Ἀπὸ γὰρ ἐννάτης ἐπινεμήσεως ἤρξατε τῇ ἀληθείᾳ ἀντιπίπτειν καὶ
15ἐρευνᾷν τὸ πῶς διαστρέψετε τὰ ἀδιάστροφα. Ἐπει‐ δὴ ἐπὶ τὴν πέτραν τῆς «ἀληθείας ᾠκοδόμησαν οἱ ἅγιοι ἡμῶν Πατέρες, καὶ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς, ἅπερ εἰσὶ τὰ ἄδικα καὶ πονηρὰ τῶν αἱρετικῶν στόματα. Ἠπιστήσατε τοῖς πατράσι καὶ
20τῷ βαπτίσματι, ὃ παρ’ αὐτῶν εἰλήφατε, καὶ οὐκ ἐδέξασθε αὐτῶν τὴν πίστιν καὶ τοὺς λόγους. Ἐδεί‐ ξατε τρανῶς τίνων μαθηταί ἐστε καὶ διάδοχοι. Ὡς γὰρ ἡ ἄνοια ὑμῶν πρόδηλος γενησομένη ἐφάνη, ὅτι ἐκείνων ἐστὲ μαθηταὶ, τῶν κραξάντων σὺν Ἄννᾳ
25καὶ Καϊάφᾳ πρὸς Πιλᾶτον, λέγουσιν· Ἡμεῖς βασι‐ λέα οὐκ ἔχομεν εἰ μὴ Καίσαρα, εἰ καὶ προβάτου δορὰν ἐπέχετε καὶ ποιμένος στολὴν ἀμφιέννυσθε. Ὡς γὰρ ἐκεῖνοι τὸν Σωτῆρα ἠρνήσαντο κατὰ πρόσ‐ ωπον Πιλάτου, καὶ τοῦτον σταυρῷ προσπήξαντες
30ἀνήλωσαν· αὐτὸς δὲ τῇ θεικῇ αὐτοῦ δυνάμει ἀνέστη, καὶ ἀνῆλθεν ἐν τοῖς ὑψίστοις, καὶ ἐκάθησεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ Πατρός· Ὃ γὰρ ἔπαθεν ὑπὲρ ἡμῶν σαρκὶ, ἔπαθεν ἐφάπαξ, θάνα‐ τος αὐτοῦ οὐκέτι κυριεύει, κἂν ὑμεῖς φιλοπόλεμοι
35ὄντες πρὸς ἡμᾶς φιλονεικεῖτε· ὡσαύτως καὶ ὑμεῖς, ἐν τῷ τὸν Σωτῆρα μὴ ἰσχύοντες ἐκ δευτέρου σταυρῶ‐ σαι, εἰς τοὺς τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ χαρα‐ κτῆρας καὶ τὰς ὑπομνήσεις, σὺν τῇ κατὰ σάρκα αὐτοῦ μητρὶ, καὶ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ
40ἀποστόλοις πᾶσαν τὴν κακίαν ὑμῶν προδήλως ἐδεί‐ ξατε. Καὶ γὰρ ἐν πυρὶ καὶ ἐν μυρίαις μηχαναῖς ἐχρήσασθε κατὰ τῶν ἁγίων εἰκόνων, νομίζοντες τὴν μνήμην αὐτῶν τελέως ἀπαλειφῆναι, κατὰ τῶν χαρα‐ κτήρων τῆς χρωματουργίας αὐτῶν ἀναμνήσεως μαι‐
45νόμενοι. Ἀλλ’ ὅμως καὶ ταῦτα πράττοντες, καθ’ ὑμῶν αὐτῶν ἀκονᾶτε τὸ ξίφος τῆς δικαιοκρισίας τοῦ Θεοῦ, καὶ πολλῆς μακροθυμίας καὶ ἀγαθότητος. Διὸ παρα‐ καλῶ ὑμᾶς ἀποῤῥίψαι τὴν κενὴν διδασκαλίαν ὑμῶν, καὶ μέμψασθε ἑαυτοῖς καλῶς, ἐφ’ οἷς διεπράξασθε

96

.

1361

(50)

κακῶς. Ἀνορθώσατε τὰ παρειμένα γόνατα τῆς ψυ‐ χῆς, καὶ τραχείας ὀρθὰς ποιήσατε· καὶ τὰς ἁγίας φωνὰς τῶν Πατέρων σὺν ἡμῖν ταῖς ἁγίαις εἰκόσι τὸ σέβας ἀναπέμψατε, ὅπως κοινῇ τῇ φωνῇ δόξαν ἀνα‐ πέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ Υἱῷ
55τοῦ Θεοῦ, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωο‐ ποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.