TLG 3168 005 :: Pseudo–CODINUS :: Patria Constantinopoleos Pseudo–CODINUS Hist. Patria Constantinopoleos
Cf. et 3168 006 Citation: Book — section — (line) | ||
1t | Πάτρια Κωνσταντινουπόλεως. | |
1.37 | Ἀπὸ δὲ τοῦ Βύζαντος μέχρι τοῦ Σευήρου ἔτη χνεʹ. Ὁ δὲ Σευῆρος εἰρηνικὰς σπονδὰς ποιήσας μετὰ Νιγέρου τοῦ Βυζαντίου βασιλέως, τοῦ υἱοῦ Τιμησίου, εἰσῆλ‐ | |
θον 〈αὐτὸς καὶ〉 οἱ μεγιστᾶνες αὐτοῦ εἰς τὸ Βυζάντιον | 135 | |
5 | ἀπὸ Ῥώμης· ἐπεὶ οὖν οἱ Βυζάντιοι ἀπὸ τῶν Μακεδόνων † διείποντο, ὁ δὲ Σευῆρος ἀνῆλθε πρὸς τὸ 〈συμ〉πολεμῆσαι τοῖς Βυζαντίοις· ἠγάγετο δὲ γυναῖκα ὁ τοῦ Νιγέρου υἱὸς τὴν θυγατέρα Σευήρου. Τὸν μέντοι στρατὸν αὐτοῦ ὁ Σευῆ‐ ρος κατέλιπεν ἐν Χρυσοπόλει. Καὶ ποιήσαντες σύλλογον | |
---|---|---|
10 | πρὸς ἀλλήλους ὅ τε Νίγερος καὶ ὁ Σευῆρος εἰσῆλθον μετὰ τριακοσίων μόνων. | |
1.38 | Καὶ εὐωχηθέντες μεγάλως, ἐπὶ τὴν κάτω μοῖραν τῆς τραπέζης ἤγουν τοῦ διαζυγίου ἔστησάν τινες φιλόσοφοι δύο, ὅ τε Φόρτων καὶ Μαρκίων Ῥωμαῖοι καὶ ἠρώτων πρὸς τοὺς Βυζαντίους τοὺς ἐσθίοντας· ‘ἠγά‐ | |
5 | γομεν χαρὰν ἀκερδῆ καὶ λύπην ἀζήμιον.‘ Προσκαλεσάμενος δὲ ὁ Νίγερος τοὺς φιλοσόφους αὐτοῦ, οὐκ ἠδυνήθησαν τοῦτο φράσαι· εἷς δὲ τῶν ἀνακειμένων ἐν τῷ συμποσίῳ γη‐ ραλέος ὢν γνοὺς τὸ ἀπόφθεγμα εἶπεν· ‘τοῦτό ἐστιν ἱππικὸς καὶ ἀγωνιστικὸς ἀγών.‘ | |
1.39 | Τότε ὁ Σευῆρος πρὸς θερα‐ πείαν τοῦ συμπενθεροῦ αὐτοῦ Νιγέρου ἔκτισε δύο βαλανεῖα, ἔσωθεν μὲν τῆς πόλεως καὶ πλησίον τοῦ παλατίου τὸ καλού‐ μενον Ζεύξιππον, ἔξωθεν δὲ τῆς πόλεως τὰ νῦν καλούμενα | |
5 | Καμίνια, λουτρὸν εὐμέγεθες καὶ ἀξιοθαύμαστον. Ἐκ δὲ τῆς ὑπερβολῆς τοῦ μεγέθους αὐτοῦ ἑκάστῃ ἡμέρᾳ δύο χιλιάδες ἐλούοντο· ἧπτε δὲ μετὰ τοῦ Μηδικοῦ πυρός. | |
1.40 | Τὸ δὲ νῦν σωζόμενον Ἱπποδρόμιον ἐκτίσθη παρὰ Σευήρου κήπων ὄντων ἐκεῖσε ἀδελφῶν δύο καὶ χήρας γυναικός. Μέχρι δὲ τοῦ Χαλκοῦ πεδίον ἦν· ἀπὸ δὲ τοῦ Χαλκοῦ μέχρι τοῦ Σφεν‐ | 136 |
5 | δόνος κίονες εὐμεγέθεις ἀνηγέρθησαν (ἐξ οὗ καὶ ἡ ψυχρὰ κινστέρνα ἐστί), διότι κρημνώδης ἦν ὁ τόπος. | |
1.41 | Τὸ δὲ ἓν μέρος τῶν βαθμίδων ἀνεπληρώθη παρὰ Σευήρου, τὸ ἕτερον καταλιπὼν ἀτελὲς διὰ τὸ ἐλθεῖν αὐτῷ ἀγγελίαν ὅτι οἱ Γάλλοι πορθοῦσι τὴν Ῥώμην· 〈ὃ〉 ἀκούσας ὁ Σευῆρος | |
5 | παρεγένετο ἐν τῇ Ῥώμῃ· νόσῳ δὲ ἐπιληψίας τελευτᾷ κρατή‐ σας χρόνους ιζʹ. Ἀπὸ δὲ τὸν θάνατον αὐτοῦ παρῆλθον χρόνοι ξʹ καὶ ἐπέκεινα μέχρι τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου. | |
1.42 | Δύο δὲ καὶ ἑξήκοντα καὶ τριακοσίων ἐτῶν ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλυθότων τῇ πρεσβυτέρᾳ Ῥώμῃ καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφιγμέ‐ νων Κωνσταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβόμενος τῶν | |
5 | σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην Κωνσταντινούπολιν λεγομένην προθύμως ἀνασχομένην τὴν προσηγορίαν. | |
1.43 | Θαυ‐ | |
μαστὴν γὰρ αὐτὴν ἀπεργασάμενος τῷ κάλλει πόρρωθέν τε μεταγαγὼν τὰ τείχη κατὰ τοὺς λεγομένους Τρωαδησίους ἐμ‐ βόλους λουτρά τε καὶ ἱεροὺς οἴκους ἀπέδειξεν, καθὰ καὶ | 137 | |
5 | ἐν τῷ Στρατηγίῳ λεγομένῳ φόρῳ, ἔνθα ποτὲ οἱ στρατη‐ γοῦντες ἄνδρες τὰς τιμὰς ὑπεδέχοντο, ἐπὶ λιθίνης ἀνέγραψε στήλης. | |
1.44 | Καὶ τῆς μητρὸς αὐτοῦ Ἑλένης ἐπὶ κίονος ἀνέστησεν ἄγαλμα καὶ τὸν τόπον ὠνόμασεν Αὐγουστίωνα· καὶ τοῖς ἀκολουθήσασιν αὐτῷ ἄρχουσιν ἀπὸ Ῥώμης συγκλη‐ τικοῖς ἐφιλοτιμήσατο οἴκους, οὓς αὐτὸς ἔκτισεν ἐξ ἰδίων χρη‐ | |
5 | μάτων, οὕσπερ μετ’ ὀλίγον ἐροῦμεν. | |
1.45 | Ἐπὶ δὲ τούτῳ καὶ ὁ τῶν ὑδάτων ὁλκὸς προσετέθη τῇ πόλει, ἀνέστησαν δὲ καὶ αἱ δύο ἀψίδες πρὸς τῷ καλουμένῳ Φόρῳ καὶ ὁ πορφυροῦς καὶ περίβλεπτος κίων, ἐφ’ οὗπερ ἵδρυται Κωνσταντῖνος· ὃν | |
5 | ὁρῶμεν δίκην Ἡλίου τοῖς πολίταις ἐκλάμποντα. | |
145a | [Τοῦτο γοῦν τὸ ἄγαλμα κατέπεσεν ἀπὸ τοῦ κίονος καὶ φόνον τῶν ἐκεῖσε παρευρεθέντων ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ δέκα εἰργάσατο κατὰ τὴν πέμπτην δηλαδὴ τοῦ Ἀπριλλίου μηνός, | |
5 | τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξα‐ κοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους, εἰκοστὸν ἔτος ἀγούσης τῆς βασιλείας τοῦ κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ. Ὥρα ἦν ὡσεὶ τρίτη, ὅτε καὶ γνόφος γέγονεν καὶ βίαιος νότος ἔπνευσε σφοδρόν, τοῦ κομήτου ἀστέρος τοῦ ἀκοντίου κληθέντος καὶ | |
10 | τὸν τοιοῦτον τοῦ ἀέρος τάραχον ἐξεργασαμένου, τοῦ φανέν‐ τος κατὰ τὴν ἑσπέραν τῆς παρασκευῆς τῆς πρώτης ἑβδομά‐ δος· καθ’ ἣν ἐνάτην εἶχεν ὁ Φεβρουάριος μὴν τῆς τεσσα‐ | |
ρεσκαιδεκάτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους· καὶ οὕτω διηρκέσατο.] | 138 | |
1.46 | Ἐπὶ τούτοις καὶ τοὺς τῆς συγκλήτου βουλῆς ἀνῳκοδόμησεν οἴκους Σενάτον τούτους ὀνομάσας, ἐν οἷς καὶ τὸ Δωδωναίου Διὸς ἀνέστησεν ἄγαλμα καὶ δύο τῆς Παλλάδος ἱδρύματα, καὶ τὴν | |
5 | τῶν βασιλείων αὐλήν. | |
1.47 | Ἐφιλοτιμήσατο δὲ τῷ δήμῳ καθ’ ὃν ὑπάτευσε χρό‐ νον ἄρτους ἡμερησίους, ὀνομάσας αὐτοὺς παλατίνους ὡς ἐκ τοῦ παλατίου χορηγουμένους, καὶ οἶνον καὶ κρέας καὶ ἔλαιον καὶ σιτηρέσια τάξας, ὧν καὶ μέχρι τοῦ νῦν ἡ πόλις | |
5 | ἀπολαύει τῶν ὑπ’ αὐτοῦ ῥιφέντων καλάμων φέρουσα τὰ γνωρίσματα, νόμους τε πολλοὺς καὶ συμβόλαια 〈περὶ τῶν〉 καθ’ ἑκάστην τιθεὶς ἀπὸ τοῦ βελτίστου καὶ δικαίου, τείχεσίν τε μεγίστοις περιβαλὼν τὴν πόλιν καὶ διαφόροις κοσμήσας τρόποις ὡς πρὸς ζῆλον ἀπεργάσασθαι τῆς πρεσβυτέρας Ῥώ‐ | |
10 | μης. | |
1.48 | Ὠικοδόμησεν δὲ παραχρῆμα καὶ ἱεροὺς οἴκους ἕνα μὲν ἐπώνυμον τῆς ἁγίας Εἰρήνης, ἕτερον δὲ τῶν Ἀπο‐ στόλων· καὶ τὰ τῶν Ἑλλήνων πάντα καθεῖλε θρησκεύματα, | |
πολλοὺς δὲ ναοὺς ἀνήγειρεν, οὕστινας εἴπωμεν μετ’ ὀλίγον. | 139 | |
1.49 | Ἔκτισε δὲ δρομικὴν τὴν ἁγίαν Σοφίαν καὶ ξυλό‐ στεγον. Ἀπὸ δὲ τῆς ἁγίας Σοφίας στῆλαι ἀφῃρέθησαν ἐξ αὐτῆς υκζʹ, πλεῖαι μὲν Ἑλλήνων ὑπάρχουσαι, αἵτινες ἐκ τῶν πολλῶν ὑπάρχουσιν τοῦ τε Διὸς καὶ Κάρου τοῦ πα‐ | |
5 | τροιοῦ Διοκλητιανοῦ καὶ τὸ δωδεκάζῳδον καὶ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἀρκτοῦρος ἀστὴρ παρὰ δύο Περσικῶν στηλῶν βασταζόμενος καὶ ὁ νότιος πόλος καὶ ἱέρεια τῆς Ἀθηνᾶς ἀπὸ τοῦ πλευροῦ τὸν Ἥρωνα φιλόσοφον μαντεύ‐ ουσα· ἐκ δὲ τῶν Χριστιανῶν ὀλίγαι μὲν ὡσεὶ πʹ. | |
1.50 | Ἔκ‐ τισεν δὲ καὶ τὸν ἅγιον Ἀγαθόνικον καὶ τὸν ἅγιον Ἀκάκιον καὶ τοὺς ἁγίους Ἀποστόλους σὺν τῇ μητρὶ αὐτοῦ, δρομικὴν ξυλόστεγον ποιήσας, καὶ μνημοθέσιον τῶν βασιλέων, ἐν ᾧ | |
5 | κεῖται αὐτός. | |
1.51 | (c1, m1) Χρὴ δὲ γινώσκειν ὅτι τοῦ Βύζαντος τὰ παλάτια ἐν τῇ ἀκροπόλει ἦσαν. Ὁ δὲ ναὸς τοῦ ἁγίου Μηνᾶ | |
ὑπῆρχε πρότερον τοῦ Διός· ἐξ οὗ καὶ εἰς τὰς μαρμαρίνους ἀψίδας τὰς ὕπερθεν τῶν μεγάλων δύο κιόνων ὑπάρχουσι | 140 | |
5 | τοῦ μεγάλου Διὸς καὶ τοῦ Κρόνου αἱ στῆλαι. Ἔθος γὰρ ἦν τοῖς παλαιοῖς εἰς τὰς ἀκροπόλεις κτίζειν τὰς ἑαυτῶν κατοικίας ἤγουν παλάτια. | |
1.52 | (c1, m1) Ἤρχετο δὲ τὸ τεῖχος ἀπὸ τοῦ τείχους τῆς ἀκροπόλεως καὶ διήρχετο εἰς τὸν Εὐγε‐ νίου πύργον καὶ ἀνέβαινεν μέχρι τοῦ Στρατηγίου καὶ ἤρχετο εἰς τὸ Ἀχιλλέως λοετρόν· ἡ δὲ ἐκεῖσε ἀψὶς ἡ λεγομένη νῦν | |
5 | Οὐρβίκιος πόρτα ἦν χερσαία τῶν Βυζαντίων. Καὶ ἀνέβαινεν εἰς τὰ Χαλκοπρατεῖα τὸ τεῖχος ἕως τοῦ Μιλίου· ἦν δὲ κἀκεῖσε πόρτα τῶν Βυζαντίων χερσαία· καὶ διήρχετο εἰς τοὺς πλεκτοὺς κίονας τῶν Τζυκαλαρείων καὶ κατέβαινε τὸ τεῖχος εἰς τοὺς Τόπους καὶ ὑπέκαμπτεν εἰς ἀκρόπολιν διά τε τῶν | |
10 | Μαγγάνων καὶ Ἀρκαδιανῶν. Εἶχεν δὲ πύργους τὸ ὅλον τεῖχος κζʹ. Αὕτη δέ ἐστιν ἡ σχηματογραφία τοῦ Βύζαντος. | |
1.53 | (c2, m2) Ἡ δευτέρα σχηματογραφία, ἣν μετέθηκεν ὁ μέγας Κωνσταντῖνος, ἐστὶν αὕτη· προσέθηκεν τὸ τεῖχος | |
ἀπὸ μὲν τοῦ Εὐγενίου μέχρι τοῦ ἁγίου Ἀντωνίου, ἀπὸ δὲ τοὺς Τόπους μέχρι τῆς παναγίας θεοτόκου τῆς Ῥάβδου. Καὶ | 141 | |
5 | ἀνέβαινεν ἕως τοῦ Ἐξακιονίου τὸ χερσαῖον τεῖχος ἀπὸ τῆς Ῥάβδου καὶ κατέβαινεν μέχρι τῆς παλαιᾶς πόρτας τοῦ Προ‐ δρόμου καὶ τῆς μονῆς τοῦ Δίου καὶ τὰ Ἰκασίας καὶ διήρ‐ χετο μέχρι τῆς Βώνου καὶ εἰς τὸν ἅγιον Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ (ἐν ᾧ τόπῳ ἀνῃρέθησαν οἱ ἅγιοι) καὶ διήρχετο | |
10 | εἰς τὰ Ἀρματίου καὶ μέχρι τοῦ ἁγίου Ἀντωνίου καὶ ἔκαμπτεν ἕως τοῦ Εὐγενίου. Διήρκεσε δὲ οὕτως τὸ τεῖχος ἔτη ρλβʹ, δέκα βασιλέων αὐτοκρατορησάντων. Αὕτη τοῦ μεγάλου Κων‐ σταντίνου ἡ σχηματογραφία. | |
1.54 | [Δεῖ εἰδέναι ὅτι ὁ μέγας Κωνσταντῖνος ἤρξατο κτίζειν τὴν Κωνσταντινούπολιν ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ͵εωκηʹ, κρατήσας ἐν αὐτῇ χρόνους ιθʹ. Περαιωθέντος οὖν τοῦ ἑνδεκάτου ἐνιαυτοῦ τοῦ αὐτοῦ βασι‐ | |
5 | λέως καὶ ἀρχὴν λαβόντος τοῦ δωδεκάτου ἔτους ἐπεχείρησεν ἡ Βύζαντος πόλις κτίζεσθαι.] | |
1.55 | (c3, m3) Χρὴ δὲ γινώσκειν ὅτι τῷ ͵εωλζʹ ἔτει τοῦ κόσμου, τῷ τρίτῳ μηνὶ τῆς δευτέρας ἐπινεμήσεως, τῇ εἰκοστῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός, ἡμέρᾳ τετάρτῃ ὄντος τοῦ ἡλίου | |
εἰς τοῦ τοξότου τὸ ζῷδον (ὡροσκόπει δὲ Καρκῖνος), τὸ | 142 | |
5 | πρῶτον ἔτος τῆς σξεʹ ὀλυμπιάδος, ἐπήξαντο τοὺς θεμελίους τῶν δυσικῶν τειχῶν τῆς Κωνσταντινουπόλεως. Καὶ ιθʹ μησὶ τό τε χερσαῖον καὶ παράλιον τεῖχος μετὰ καὶ πλείστων οἰκοδομημάτων τῶν ἐν τῇ πόλει δομηθέντων ἀπαρτίσαντες, τῇ ἑνδεκάτῃ τοῦ Μαίου μηνὸς τὰ ἐγκαίνια τῆς πόλεως γεγό‐ | |
10 | νασι καὶ προσηγορεύθη ἡ πόλις Κωνσταντινούπολις. | |
1.56 | [Ὁ αὐτὸς ⟦ἡμέρας δευτέρας ἰνδικτιῶνος τρίτης ἔτους ͵εωληʹ⟧ ἦρξεν ἐν Ῥώμῃ μετὰ Μαξιμιανοῦ καὶ Μαξεντίου ἔτη ἑπτά, μόνος δὲ ἔτη ἕτερα ἕξ, ὡς εἶναι ὁμοῦ τὰ ὅλα ἔτη τῆς αὐτοῦ | |
5 | βασιλείας τριάκοντα δύο, ἐν Ῥώμῃ δὲ δεκατρία, καὶ ἐν Κωνσταντινουπόλει δεκαεννέα.] | |
1.57 | (c4, m4) Ἐπὶ δὲ τῇ τῶν ἐγκαινίων ἡμέρᾳ διέταξεν ἐπὶ τοὺς ἐφεξῆς χρόνους τὴν αὐτοῦ στήλην ὁρᾶσθαι μετὰ τῆς εἰθισμένης τιμῆς ἱππικοῦ ἀγομένου τῷ κατὰ καιρὸν βασιλεύοντι καὶ τῷ δήμῳ καὶ ἀνέρχεσθαι μέχρι τοῦ στάμα‐ | |
5 | τος. | |
1.58 | (c4, m4) Ταῦτα ἐπράχθη τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ μεγάλου καὶ ἐν ἁγίοις Κωνσταντίνου, συμ‐ πραττόντων καὶ συνευδοκούντων εἰς τὴν οἰκοδομὴν τῆς θεο‐ φρουρήτου Κωνσταντινουπόλεως Εὐφρατᾶ τε φημὶ τοῦ πα‐ | |
5 | ρακοιμωμένου καὶ Οὐρβικίου καὶ Ὀλυβρίου πραιποσίτου καὶ Ἰσιδώρου καὶ Εὐστοργίου καὶ Μιχαὴλ πρωτοβεστιαρίου ἀμ‐ φοτέρων πατρικίων, καὶ Ὁνωρησίου ἐπάρχου, καθὼς ἱστοροῦ‐ σιν Εὐτυχιανὸς πρωτοασηκρήτης ὁ γραμματικός, ὁ συμπαρὼν τῷ παραβάτῃ Ἰουλιανῷ ἐν Περσίδι, Εὐτρόπιός τε ὁ σοφι‐ | 143 |
10 | στὴς καὶ ἐπιστολογράφος Κωνσταντίνου, Ἐλεύσιός τε διάκο‐ νος ὁ φιλόσοφος καὶ Τρωΐλος ὁ ῥήτωρ ὁ πολλὰς ἀρχὰς δια‐ νύσας μετὰ δόξης καὶ Τρωΐλος ὁ ῥήτωρ ὁ πολλὰς ἀρχὰς δια‐ νύσας μετὰ δόξης καὶ Ἡσύχιος ὁ ταχυγράφος—οὗτοι πάντες αὐτόπται καὶ θεαταὶ γενόμενοι τῶν τηνικαῦτα πρα‐ | |
15 | χθέντων ἀκριβῶς. | |
1.59 | (c4, m4) Ἐν δὲ τῷ αὐτῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐποίησεν ὡς εἴρηται μείζονα τὴν Βυζαντίων πόλιν, ἐκάλεσέν τε αὐτὴν Κωνσταντινούπολιν· ἔκτισέ τε τὰ παλάτια ἀπό τε τῆς Χαλκῆς καὶ τῶν Ἐξκου‐ | |
5 | βίτων καὶ τῶν Σχολῶν· καὶ τοῖς ἁγίοις Ἀποστόλοις ναὸν ἀνήγειρεν ἐκεῖσε καὶ τὴν θόλον τῆς Ἑπταλύχνου, ἣ καὶ μέχρι τοῦ νῦν σώζεται ἔσωθεν τῶν Σχολῶν, καὶ τὸ Τριβου‐ νάλιον καὶ τὰ νῦν ὀνομαζόμενα Νούμερα, καὶ αὐτὰ εἰς παλάτιον, καὶ τὰ ιθʹ Ἀκούβιτα καὶ τὸ Στέψιμον καὶ τὸν | |
10 | ναὸν τοῦ ἁγίου Στεφάνου, ὅνπερ εἶχεν χειμέριον κοιτῶνα. | |
1.60 | (c4, m4) Ἀνήγειρεν δὲ καὶ τὴν Μαγναῦραν καὶ τοῦ Κυρίου τὴν ἐκκλησίαν καὶ τὸ Γενικὸν καὶ τὸ Ἰδικὸν καὶ τὸ Βεστιάριον καὶ τὸν Καβαλλάριν καὶ τὸ Σῖγμα καὶ τὸ Ὠάτον τὸ πρὸς τὴν Νέαν κείμενον καὶ μέχρι τῆς Σιδηρᾶς ὀνομα‐ | 144 |
5 | ζομένης καὶ τὸ κάτοπτρον τὸ λοετρὸν καὶ τὰ παλάτια τὰ ἐπάνω μέχρι τοῦ Γερανίου καὶ τὸ Χρυσόκλαβον καὶ τὸ μέγα λοετρὸν τοῦ Οἰκονομίου τὸ πλησιάζον εἰς τὸ Τζυκανιστήριον, ἔχον ἑπτὰ ἐνθήκας καὶ δώδεκα στοὰς καὶ κολυμβήθραν εὐμεγέθη· ἔνζωδον δὲ ὑπῆρχεν· καὶ αἱ μὲν ἑπτὰ ἐνθῆκαι εἰς | |
10 | μίμησιν τῶν ἑπτὰ πλανήτων, αἱ δὲ δώδεκα στοαὶ κατὰ τῶν ιβʹ μηνῶν τὰς κράσεις. Ἐσώζετο δὲ καὶ ἧπτε μέχρι τοῦ Νικηφόρου τοῦ Φωκᾶ. Ὁ δὲ Ἰωάννης ὁ Τζιμισκὴς κατ‐ έλυσεν αὐτὸ καὶ ἐκ τῆς ὕλης ἔκτισεν τὴν Χαλκῆν, ἐν ᾗ καὶ ἐτάφη. | |
1.61 | (c4, m4) Βουλόμενος δὲ κτίσαι ἱππικὸν κατὰ μίμησιν τῆς Ῥώμης εὗρεν τὸ τοῦ Σευήρου καὶ ἀνεπλήρωσεν αὐτὸ ἤγουν τὸ ἓν μέρος τῶν βαθμίδων καὶ τῶν δύο περιπάτων καὶ τὸ ἄνω τῶν καγκέλλων καὶ τὸν Σφενδόνα καὶ τοὺς | |
5 | καμπτῆρας καὶ τοὺς δήμους. | |
1.62 | (c4, m4) Πάντα δὲ τὰ χαλκουργεύματα καὶ τὰ ξόανα ἐκ διακόσμησιν τῆς πό‐ λεων ἀθροίσας ἔστησεν αὐτὰ εἰς διακόσμησιν τῆς πόλεως, ὁμοίως δὲ καὶ τοὺς κίονας τῶν περιπάτων· ἐπάτωσε δὲ τοὺς | |
5 | αὐτοὺς περιπάτους μετὰ συγκοπῆς. Καὶ ἐπετέλεσεν αὐτὸς πρῶτος γυμνικὸν καὶ ἱππικὸν ἀγῶνα. Ὁ δὲ ἔχων τοὺς | |
ὀνικοὺς πόδας ἧκεν ἀπὸ τῆς μεγάλης Ἀντιοχείας· ἔστιν δὲ ὁ Βελλεροφόντης καὶ ἐσέβοντο αὐτὸν ἐκεῖσε. Ὅσα δὲ ἀγάλ‐ ματα καὶ τίνες εἰσὶ καὶ πόθεν ἥκασιν ἕκαστον καὶ διὰ τί | 145 | |
10 | ἐστηλώθησαν, ἔσχατον λεπτομερῶς ἐροῦμεν εἰς τὰ περὶ κτι‐ σμάτων. | |
1.63 | (c5, m5) Θέλων δὲ οἰκίσαι ὁ μέγας Κωνσταντῖνος τὴν πόλιν αὐτοῦ, μάλιστα δὲ τοὺς Ῥωμαίους εἰς τὸ Βυζάν‐ τιον ἀγαγεῖν, ἔλαβεν ἐξ αὐτῶν λαθραίως τὰ δακτυλίδια αὐτῶν, ἑνὸς ἑκάστου ἰδίως, καὶ ἀπέστειλεν αὐτοὺς ἐπὶ τὸν | |
5 | βασιλέα τῶν Περσῶν, ὅστις ἐκαλεῖτο Σάρβαρος, τέσσαρας μὲν μαγίστρους, τὸν Ἄδδαν, τὸν Πρωτάσιον, τὸν Σκόμβρον, τὸν Φιλόξενον, ὀκτὼ δὲ πατρικίους, τὸν Δομνῖνον, τὸν Πρόβον, τὸν Δαρεῖον, τὸν Μαῦρον, τὸν Ῥοδανόν, τὸν Σαλλούστιον τὸν ἔπαρχον, τὸν Μόδεστον, τὸν Εὔβουλον. | |
1.64 | (c5, m5) Μετὰ πλείστου στρατοῦ, ὡς εἴρηται, ἐξαπέστειλεν αὐτοὺς ποιήσαντας ιϛʹ μῆνας ἐν τῇ Περσίδι. Ὁ δὲ μέγας Κων‐ σταντῖνος ἀποστείλας εἰς Ῥώμην ἀνελάβετο τὰς γυναῖκας καὶ | |
5 | τὰ τέκνα καὶ τὰς φαμιλίας αὐτῶν· ὥρισε δὲ καὶ κτίστας μηχανικούς, ἵνα θεάσωνται τοὺς οἴκους αὐτῶν καὶ τοὺς | |
τόπους ἑνὸς ἑκάστου πῶς κεῖνται. Καὶ ὡς εἶδον τὰς οἰκίας αὐτῶν, ἑτέρας ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης, ἄλλας ἐπὶ τὰς ἠπείρους, καὶ τὰ σχήματα τῶν κτισμάτων καὶ τὰς ἀνό‐ | 146 | |
10 | δους οἷαι ἦσαν κοχλιοειδεῖς, καὶ λαβόντες τὰς φαμιλίας αὐτῶν τῶν συγκλητικῶν ἀνῆλθον ἐπὶ τὸ Βυζάντιον καὶ ἀνθ‐ ομοίους ἔκτισαν τοὺς οἴκους αὐτῶν· καὶ ἐκάθισεν ἐκεῖσε τὰς φαμιλίας αὐτῶν. | |
1.65 | (c5, m5) Ἐλθόντες οὖν ἀπὸ τῆς Περσίδος μετὰ νίκης ἀναλαβόμενοι καὶ πάκτα κεντηνάρια τξεʹ, δεξάμενος δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ ποιήσας εὐωχίας εἶπεν αὐτοῖς· ‘θέλετε ἀπελθεῖν εἰς Ῥώμην;‘ δοκιμάζων αὐτούς· | |
5 | οἵτινες ἔφησαν μὴ κατελθεῖν μέχρι δύο μηνῶν. Ὁ δὲ βα‐ σιλεὺς ἔφη· ‘ἀπόψε ἔχω δοῦναι ὑμῖν τὰς οἰκίας ὑμῶν.‘ Προστάξας δὲ Εὐφρατὰν τὸν παρακοιμώμενον αὐτοῦ (ὅστις ἐποίησεν τὸν Κωνσταντῖνον Χριστιανόν) ἕνα ἕκαστον ἀπ‐ έδωκεν τοὺς αὐτῶν οἴκους. | |
1.66 | (c5, m5) Ἰδόντες δὲ τοὺς πυλῶνας αὐτῶν καὶ τὰς αὐλὰς καὶ τὰς ἀνόδους ὅτι ὅμοια Ῥώμης εἰσὶ καὶ τὰ μέτρα καὶ τὰ σχήματα καὶ τὰ ὕψη, καὶ τὴν ἀπόβλεψιν τῶν θυρίδων, ἔδοξαν εἶναι ἐν φαντασίᾳ ἐν | |
5 | Ῥώμῃ. Εὑρόντες δὲ καὶ τὰς φαμιλίας αὐτῶν ἐξεπλάγησαν· ὁμιλησάντων δὲ ἑκάστου αὐτῶν τὰς φαμιλίας αὐτῶν, τότε ἐπίστευσαν, ὅτι οὐκ ἔστιν φάντασμα, ἀλλὰ φρόνησις τοῦ βασιλέως, ὅτι ἄκοντας καὶ μὴ βουλομένους ἡμᾶς ἐνῴκισεν ἐνθάδε. | |
1.67 | (c5, m5) Ἐκ δὲ τῶν ὀνομάτων αὐτῶν εἴληφαν | |
οἱ τόποι τὰς προσηγορίας. Ὁ δὲ Φιλόξενος ἔκτισεν κιν‐ στέρναν τὴν ἐπονομαζομένην Φιλόξενον. Ὁ Πρόβος ἀν‐ ήγειρεν ναὸν τοῦ Προδρόμου, ὅνπερ ὁ Καβαλλῖνος ἐποίησεν | 147 | |
5 | ἐργοστάσιον, τὰ λεγόμενα Πρόβου. Ὁ Δομνῖνος ἔκτισεν οἶκον εἰς τὰ Μαυριανοῦ, ὃν εἶχεν ὁ Ἀγρικόλαος. Ὁ Δα‐ ρεῖος ἔκτισεν οἶκον τῆς Ἰκανατίσσης τοῦ Σκληροῦ. Ὁ Μαῦ‐ ρος ἔκτισεν οἶκον, ὅπερ εἶχεν ὁ Βελονᾶς. Ὁ Ῥοδανὸς ἔκτισεν οἶκον, ὅσπερ καλεῖται τὰ Εὐουράνης· ἔστι δὲ τῆς | |
10 | Μαμαίνης. Ὁ Σαλλούστιος ἔκτισεν οἶκον, ὅστις καλεῖται τοῦ Κοντομύτου. Ὁ Μόδεστος ἔκτισεν οἶκον εἰς τοὺς ἁγίους Ἀποστόλους τοῦ Λαμπροῦ. Οἱ δὲ τρεῖς πυλῶνες ἐκτίσθησαν παρὰ τοῦ Εὐβούλου. | |
1.68 | (c5, m5) Ἔκτισε δὲ καὶ τέσσαρας ἐμβόλους ἀπὸ τοῦ παλατίου μέχρι τῶν χερσαίων τειχῶν, ἐγχορήγους θόλους· ὁ εἷς ἤρχετο ἀπὸ τοῦ Τζυκανιστηρίου καὶ τῶν Μαγγάνων καὶ τῆς ἀκροπόλεως καὶ τῶν Εὐγενίου καὶ διήρχετο μέχρι | |
5 | τοῦ ἁγίου Ἀντωνίου· ὁ δὲ ἕτερος ἀπὸ τῆς Δάφνης καὶ τῶν Σοφιῶν μέχρι τῆς Ῥάβδου· οἱ δὲ ἕτεροι δύο ἔμβολοι ἀπὸ τῆς Χαλκῆς καὶ τοῦ Μιλίου καὶ τοῦ Φόρου μέχρι τοῦ Ταύ‐ | |
ρου καὶ τοῦ Βοὸς καὶ τοῦ Ἐξακιονίου. Ἐπάνω δὲ τῶν ἐμβόλων περίπατοι πλακωτοὶ λίθινοι καὶ στῆλαι χαλκαῖ ἄπει‐ | 148 | |
10 | ροι εἰς διακόσμησιν τῆς πόλεως ἵσταντο. | |
1.69 | (c5, m5) Ἔκτισε δὲ καὶ τοὺς μυδρῶνας καὶ τοὺς ἀγωγοὺς ἔφερεν ἀπὸ Βουλ‐ γαρίας· ἐποίησεν δὲ καὶ καράβους ἐγχορήγους ἐπὶ πᾶσαν τὴν πόλιν βαθεῖς, τῷ ὕψει ὅσον τῶν ἐμβόλων, διὰ τὸ μὴ | |
5 | εἶναι δυσωδία τις καὶ ἐνσκήπτουσιν νόσοι πολλαί, ἀλλ’ εἰς τὸ βάθος διέρχεσθαι τὰς δυσώδεις ὕλας καὶ κατέρχεσθαι εἰς τὴν θάλασσαν. | |
1.70 | (c5, m5) Ταῦτα δὲ ἐκτίσθησαν ὡς εἴρηται παρὰ Οὐρ‐ βικίου πραιποσίτου καὶ Σαλλουστίου ἐπάρχου καὶ τῶν λοι‐ πῶν, καταλιπὼν αὐτοῖς κεντηνάρια χρυσίου ἑξακόσια εἴς τε τοὺς ἐμβόλους καὶ τοὺς ἀγωγοὺς καὶ εἰς τὰ τείχη. Ἐκεῖνος | |
5 | δὲ ἦν κατὰ τῶν Σκυθῶν καὶ ὑποτάξας αὐτοὺς ἔκτισεν πό‐ λιν τὴν Περσθλάβαν καὶ τὴν Δίστραν καὶ τὴν Πλίσκουβαν καὶ τὴν Κωνσταντίαν. Ταῦτα δὲ ἐκτίσθησαν παρισταμένου τοῦ Οὐρβικίου εἰς χρόνους δύο ἥμισυ ἀπὸ φωνῆς Ἑρμείου. | |
1.71 | (c5, m5) Ἔκτισε δὲ καὶ τὰ Ἀρματίου δι’ ὧν ἔπηξεν τὴν κόρτην αὐτοῦ καὶ τὰ ἄρματα αὐτοῦ ἐκεῖσε ἀπέθετο, ὅτε ὑπέταξεν τοὺς Βυζαντίους. Εἰς δὲ τὰ ὀνόματα τῶν τριῶν | |
αὐτοῦ υἱῶν ἔκτισεν παλάτια τὰ καλούμενα Κωνσταντιανὰς | 149 | |
5 | καὶ τὰ καλούμενα Κώνσταντος· ἔστιν δὲ ὁ οἶκος τοῦ Του‐ βάκη καὶ τοῦ Ἰβερίτζη, ὅνπερ ἔχει ὁ Ἀκροπολίτης. Τοὺς δὲ ναοὺς καὶ τὰ λοιπά, ὅσα ἀνήγειρεν ὁ μέγας Κωνσταν‐ τῖνος, ὕστερον εἰς τὰ περὶ κτισμάτων ἐροῦμεν. | |
1.72 | (c6, m6) Ὁ δὲ μικρὸς Θεοδόσιος εἰς τὸν πέμπτον χρόνον τῆς βασιλείας αὐτοῦ σεισμοῦ γεγονότος καὶ τῶν τειχῶν εἰς γῆν καταπιπτόντων διὰ τὸ τοὺς Ἀμαληκίτας τοὺς Χατζιτζαρίους οἰκῆσαι ἐν τῇ πόλει καὶ βλασφημεῖν σφοδρῶς | |
5 | εἰς τὸ Τρισάγιον—ποιήσας ὁ αὐτὸς βασιλεὺς ἱκεσίαν καὶ λιτὴν εἰς τὸν Κάμπον τοῦ Τριβουναλίου μετὰ τοῦ πατρι‐ άρχου Πρόκλου κραζόντων τὸ Κύριε ἐλέησον ἐπὶ πολλὰς ὥρας, πάντων ὁρώντων ἐπήρθη παιδίον εἰς τὸν ἀέρα καὶ ἤκουσεν ἀγγέλων μελῳδούντων καὶ ὑμνούντων· ‘ἅγιος ὁ θεός, | |
10 | ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶσ‘. Κατελθόντος δὲ τοῦ παιδίου ὁ λαὸς ἐμελῴδει οὕτως καὶ ἔστη ὁ σεισμὸς ἔκτοτε. | |
1.73 | (c6, m6) Καὶ ἐξέωσεν ὁ βασιλεὺς πάντας τοὺς αἱρετικοὺς ἐκ τῆς πόλεως καὶ παρεξέβαλεν τὰ τείχη ἀπὸ τοῦ Ἐξακιονίου μέχρι Χρυσείας· ἐξ οὗ καὶ στήλην ἔστησεν αὐτοῦ ὄπισθεν τῶν ἐλεφάντων. Καὶ ἀνεβίβασεν τὸ παρά‐ | |
5 | λιον τεῖχος ἀπὸ τῆς Ῥάβδου μέχρι Χρυσείας καὶ ἀπὸ τὸν ἅγιον Ἀντώνιον τὰ Ἀρματίου μέχρι τῶν Βλαχερνῶν καὶ τῆς Χρυσείας. Οἱ δὲ δύο δῆμοι ἔκτισαν τὰ τείχη παρ’ αὐτοῦ | |
ὁρισθέντες, καθὼς εἰς τὰ περὶ κτισμάτων ἐροῦμεν. | 150 | |
2.1(t) | (Πάτρια τῆς Κωνσταντινουπόλεως· περὶ στηλῶν, | |
t | ἐν ᾧ καὶ περὶ Ἀδιαβηνῆς.) | |
1 | Περὶ Ἀδιαβηνῆς. Αὕτη ἡ χώρα κεῖται πρὸ τῆς Μεσοποταμίας ὡς ἐπὶ ἀνατολὴν πέραν τοῦ Τίγριδος. ἀντι‐ κρὺς δέ ἐστιν ἡ ἄσφαλτος ἡ λεγομένη 〈ν〉άφθα· λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείονας ποταμοὺς ἐν αὐτῇ καὶ | |
5 | δυσχερεστέραν ποιεῖν τὴν διάβασιν. Ἐκεῖ ἐστιν ἡ Νινευή· τοσαύτην δὲ ἀσφάλειαν ποιεῖ τοῖς κτίσμασιν ἡ ἄσφαλτος, ὥστε ταῖς ὀπταῖς πλίνθοις καὶ τοῖς λεπτοῖς λίθοις συμμι‐ γεῖσα ἰσχυροτέρα γίνεται παντὸς σιδήρου. Ἐκεῖσε δέ ἐστιν 〈τὸ〉 Ἄορνον στόμιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδοται, | |
10 | ὥστε ἐπίγειον ζῷον ἅπαν καὶ πᾶν πτηνὸν ἀποφθείρειν, εἰ | |
προστύχοι ὀσφρανθῆναι. † Καὶ σκεδάννυται καὶ οὐ κατ’ εὐθεῖαν ἐξέρχεται καὶ ὀλίγον ἀνερχόμενον ἄνεισιν καὶ πάλιν ἀντανακλᾶται· καὶ ἐκ τούτου τὰ ἐν ὑψηλοῖς πετόμενα σώ‐ ζεται καὶ τὰ πέριξ 〈νεμόμενα. Λέγει δὲ ὁ Δίων τοιοῦτόν | 151 | |
15 | τι ἑωρακέναι ἐν Ἱεραπόλει τῆσ〉 Ἀσίας, ὥστε πάντα τὰ ὀσ‐ φραινόμενα φθείρει πλὴν τῶν εὐνούχων. Ἔστιν δὲ ἐν τῇ Ἀδιαβηνῇ ἡ Κτησιφῶν. | |
2.2 | Περὶ ἀγάλματος Ἰανουαρίου. Τὸ ἄγαλμα τοῦ Ἰανουαρίου ἱστοροῦσι τετράμορφον διὰ τὰς τέσσαρας τροπάς· ἄλλοι δὲ πλάττουσιν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ κλεῖδα κατ‐ έχον〈τα〉 ὡς ἀρχὴν τοῦ χρόνου καὶ ἄνοιξιν τοῦ ἐνιαυτοῦ | |
5 | καὶ θυρεόν, ἕτεροι δὲ τῇ δεξιᾷ χειρὶ ψήφων κρατοῦντα τʹ, τῇ δὲ εὐωνύμῳ ξεʹ ὥσ〈περ τὸν ἐνιαυτόν· ὅθεν καὶ ὁ Λογ‐ γῖνος Αἰωνάριον αὐτὸν ἑρμηνεῦσαι βιάζεται ὡσ〉ανεὶ αἰῶνος πατέρα. | |
2.3 | Περὶ ἀγάλματος κρατοῦντος δόρυ. Τῆς Ἀθη‐ νᾶς τὸ ἄγαλμα δόρυ κρατεῖ καὶ ἀσπίδα παρὰ τὸ σταθερὸν καὶ ἀνδρεῖον καὶ διὰ τὸ πᾶσαν ἐπιβουλὴν διὰ τῆς σοφίας ἀπωθεῖσθαι· ἡ αὐτὴ γάρ ἐστι τῷ νῷ. Καὶ περικεφαλαίαν | |
5 | διδόασιν αὐτῇ διὰ τὸ εἶναι τῆς σοφίας τὸ ἀκρότατον ἀθέα‐ | |
τον· καὶ ἐλαίαν ὡς καθαρωτάτης αὐτῆς οὐσίας οὔσης· φω‐ τὸς γὰρ ὕλη ἡ ἐλαία· καὶ Γοργόνα διδόασιν ἐπὶ τὸ στῆθος αὐτῆς διὰ τὸ ταχὺ τοῦ νοός. | 152 | |
2.4 | Περὶ ἀγάλματος κρατοῦντος κιθάραν. Κιθάραν ἐπὶ χειρῶν πλάττουσι τοῦ Ἀπόλλωνος, οἱονεὶ τὸν ἥλιον τὴν τοῦ παντὸς ἁρμονίαν· κιρνώμενος γὰρ τοῖς λοιποῖς ἀστράσι καὶ τίκτει καὶ ζῳογονεῖ. | |
2.5 | Περὶ ἀγάλματος κρατοῦντος ψαλίδα χαλκῆν. Τὴν Ἥραν λέγουσιν εἶναι τὸν ἀέρα· καὶ ἐπεὶ ὁ ἀὴρ καθαίρει, ποιοῦσι τῆς Ἥρας τὸ ἄγαλμα βαστάζειν ψαλίδα ἀπὸ μετα‐ φορᾶς ψαλίδος τῆς ἀποκειρούσης τὰς τρίχας καὶ καθαρὸν | |
5 | ἀποδεικνυούσης τὸ σῶμα. | |
2.6 | Περὶ ἀγάλματος βαστάζοντος πύργον. Τὴν Δήμητραν οἱ παλαιοὶ τὴν γῆν καλοῦσιν· καὶ ἐπειδὴ ἕδρα πάσης πόλεως ἡ γῆ ἐστιν, ὡς βαστάζουσα τὰς πόλεις πλάτ‐ τεται πυργοφόρος. | |
2.7 | Περὶ ἀγάλματος κτένα φέροντος. Τῆς Ἀφρο‐ δίτης τὸ ἄγαλμα κτένα φέρει. ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέσθαι, καὶ ξυρουμένων αὐτῶν πασῶν γεγόνασιν 〈αὐταῖς οἱ κτένεσ〉 ἀχρεῖοι· εὐξα‐ | |
5 | μένας δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλματι κτένα φέρουσαν. Πλάττουσιν δὲ αὐτὴν καὶ γένειον ἔχειν, ὅτι τε καὶ ἄρρενος καὶ θηλείας ὄργανα ἔχει· αὐτὴν γὰρ λέγουσιν τὴν ἔφορον γενέσεως τοῦ παντός, καὶ ἀπὸ τῆς ὀσφύος καὶ ἄνωθεν λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω | 153 |
10 | θήλειαν. Πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ἐπειδὴ καὶ ὁ Αἰνείας ὁ υἱὸς αὐτῆς πλεύσας μέχρι τῆς δύσεως μετὰ τοῦτο ἵππῳ ἐπέβη καὶ τὴν μετέρα ἐτίμησε τοιούτῳ ἀγάλματι. | |
2.8 | Περὶ ἀγάλματος τοῦ Διός. Ἄγαλμα πλάττουσι τοῦ Διὸς καθήμενον, ἔχον τὰ ἄνω γυμνά, τὰ δὲ κάτω ἐσκε‐ πασμένα· κρατεῖ δὲ τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δὲ δεξιᾷ ἀετὸν προτείνει· καὶ τὸ μὲν καθέζεσθαι τὸ ἑδραῖον τῆς δυ‐ | |
5 | νάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν, ὅτι φανερὸς τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέπεται, ὅτι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος· τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν τὸ ἐξουσιαστικὸν σημαίνει, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετόν, ὡς τῶν ἀεροφόρων πνευμάτων | |
10 | κρατεῖ, ὡς ἀετὸς τῶν μεταρσίων ὀρνέων. | |
28a | 〈Περὶ ἀγάλματος Ἡρακλέους βαστάζοντος τρία μῆλα.〉... διὰ δὲ τῶν τριῶν μήλων δηλοῖ, ὡς σφαίρας εἰς τρία κλίματα κατέχειν τὴν πᾶσαν διακόσμησιν. | 154 |
2.9 | Περὶ ἀγάλματος πτερωτοῦ τοῦ Ἑρμοῦ. Τὸν Ἑρμῆν οἱ Ἕλληνες καὶ οἱ λοιποὶ τῶν ἀρχαίων [Ῥωμαίων] κατὰ τὴν αὐτῶν πεπλανημένην μυθολογίαν υἱὸν Διὸς λέ‐ γουσι καὶ Μαίας· Διὸς μὲν οἷον τοῦ νοῦ, Μαίας 〈δὲ τῆς | |
5 | φρονήσεως· ἐκ νοῦ γὰρ καὶ〉 φρονήσεως ὁ λόγος γεννᾶται. Διὰ τοῦτο καὶ πτερωτὸν αὐτὸν 〈ποιοῦσιν ὡς ταχύν· οὐ‐ δὲν γὰρ λόγου ταχύτερον· ὅθεν καὶ Ὅμηρος ἔφη ‘ἔπεα πτερόεντα‘ καὶ ‘ὡσεὶ πτερὸν ἠὲ νόημα‘. Πάντων δὲ νεώτα‐ τον αὐτὸν〉 ἐργάζονται διὰ τὸ μὴ γηράσκειν τὸν λόγον· ἀλλὰ | |
10 | καὶ τετράγωνον αὐτὸν ποιοῦσι διὰ τὴν στερρότητα τοῦ ἀλη‐ θοῦς λόγου. | |
2.10 | Περὶ ἀγάλματος Ἑρμοῦ βαστάζοντος μάρ‐ σιππον. Τοῦ κέρδους αἴτιον λέγουσι καὶ τῶν ἐμποριῶν τὸν Ἑρμῆν· ὅθεν καὶ τὸ ἄγαλμα αὐτοῦ ἱστῶσι βαστάζοντα | |
μάρσιππον· ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάτ‐ | 155 | |
5 | τουσιν ἐπιφέροντας βαλάντιον χρυσοῦ συμβόλου ὄντος δυνα‐ στείας· οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων. | |
2.11 | Περὶ ἀγάλματος Εὐγνωμοσύνης. Ἄγαλμα τῆς Εὐγνωμοσύνης τῇ δεξιᾷ χειρὶ σκῆπτρον κατέχει ὡς ἀγ‐ χίνου οὔσης τῆς εὐγνωμοσύνης, τῇ δὲ ἀριστερᾷ βιβλίον διὰ τὸ τὸν εὐγνώμονα δέεσθαι ἀναμνήσεως, ἥτις διὰ βιβλίων | |
5 | γίνεται. | |
2.12 | Περὶ ἀγάλματος τοῦ Πριάπου. Τὸ ἄγαλμα τοῦ Πριάπου τοῦ Ὥρου παρ’ Αἰγυπτίοις κεκλημένου ἀνθρωπο‐ ειδὲς ποιοῦσι, τῇ δεξιᾷ σκῆπτρον κατέχον, ὡσανεὶ παρ’ αὐτοῦ φανῆναι τὴν ξηρὰν καὶ τὴν θάλασσαν· ἐν δὲ τῇ εὐ‐ | |
5 | ωνύμῳ κρατῶν τὸ αἰδοῖον αὐτοῦ ἐντεταμένον, ὅτι τὰ κρυπτὰ ἐν τῇ γῇ σπέρματα φανερὰ καθίστησιν. ἔχει δὲ καὶ πτερὰ διὰ τὴν ταχυτῆτα τῆς κινήσεως· τὸν δὲ κύκλον τοῦ δίσκου 〈διὰ〉 τὴν περιφέρειαν· ταὐτὸν γὰρ εἶναι τῷ ἡλίῳ αὐτὸν δοξάζουσιν· ὡς εἴρηται γάρ, ἀνθρωπόμορφον ἔχει ἄγαλμα | |
10 | τῇ δεξιᾷ χειρὶ σκῆπτρον κατέχον, τῇ δὲ εὐωνύμῳ τὸ αἰδοῖον αὐτοῦ ἐντεταμένον· ἐπὶ δὲ τούτῳ πτερά· κατὰ μέσον δὲ τῶν πτερῶν δισκοειδὴς κύκλος. | 156 |
2.13 | Περὶ ἀγάλματος τῆς Γῆς. Ὅτι γυναῖκα λέγουσι τὴν Ἑστίαν καὶ πλάττουσιν οἱονεὶ τὴν Γῆν τύμ‐ πανον βαστάζουσαν, ἐπειδὴ τοὺς ἀνέμους ἡ γῆ ὑφ’ ἑαυτὴν συγκλείει. | |
2.14 | Περὶ ἀγάλματος ἔχοντος ἐν τῇ κεφαλῇ κέρατα. Τὸ δὲ ἄγαλμα τοῦ Σελεύκου τοῦ δι’ ἀνδρείαν ὀνομασθέντος Νικάνορος τοῦ δόντος τῷ υἱῷ αὐτοῦ Ἀντιόχῳ Στρατονίκην τὴν ἑαυτοῦ γυναῖκα ἐρασθέντι αὐτῆς καὶ διὰ | |
5 | τὸν πρὸς αὐτὴν ἔρωτα ἀσθενήσαντι καὶ ἐπικρυπτομένῳ, γνωσθέντι δὲ ὑπὸ Ἐρασιστράτου τοῦ ἰατροῦ—φασὶ συν‐ όντα Σέλευκον Ἀλεξάνδρῳ τῷ Μακεδονικῷ ταῦρον θυομένῳ ἀποδράντα μόνον Σέλευκον περιγενέσθαι αὐτοῦ τῶν κεράτων κρατήσαντα· καὶ διὰ τοῦτο τῷ ἀγάλματι αὐτοῦ περιτιθέασι | |
10 | κέρατα ἐν τῇ κεφαλῇ. | |
214a | Περὶ ἀτραβατικῶν. Ἐν ταῖς ἑορταῖς καὶ ἐπινικίοις καὶ παρόντων πρέσβεων ἐνεδύοντο χλαμύδας ποι‐ κίλας ἀπὸ χρυσοῦ καὶ πορφύρας ἢ ἄλλως πως πολυτελεῖς· | |
ἐν δὲ ταῖς κοιναῖς συνόδοις ξηραμπελίνας τῷ χρώματι, ἃς | 157 | |
5 | ἐκάλουν ἀτραβατικὰς ἢ ἀπὸ τοῦ χρώματος—τὸ γὰρ μέλαν ἄτρον ἐκάλουν—ἢ ὅτι μετὰ τὰς τραβέας ταύταις εἰώθασι χρῆσθαι· τραβέαι δὲ λέγονται αἱ πολυτελεῖς χλαμύδες. | |
2.15 | (c7, m7) Περὶ Αὐγουστίωνος. Τῇ πέμπτῃ τοῦ Ὀκτω‐ βρίου μηνὸς ἐχόρευον οἱ ῥηγεωνάρχαι ἐν τῷ [αὐ]γουστίωνι ἤγουν τῷ ὀψοπωλείῳ εἰς τιμὴν τοῦ βασιλεύοντος κατὰ τὸν καιρόν. Τὸν αὐτὸν οὖν τόπον νῦν οἱ ἰδιῶται Αὐγουστίωνα καλοῦσιν· | |
5 | ἐν ᾧ καὶ στήλην ὁ μέγας Κωνσταντῖνος ἔστησεν τῆς ἑαυτοῦ μητρός· διὸ καὶ ἐπωνόμασε τὸν τόπον Αὐγουστίωνα, πρό‐ τερον Γουστίωνα λεγόμενον ἤγουν ὀψοπωλεῖον. | |
2.16 | (c29, m29) Περὶ τῶν στηλῶν τῶν ἐν τῇ ἀψίδι τῆς καμάρας τοῦ Φόρου. Ὅτι ἐν τῇ ἀψίδι τῆς καμάρας τοῦ Φόρου ἵστανται δύο στῆλαι Ἑλένης καὶ Κωνσταντίνου καὶ σταυρὸς μέσον αὐτῶν γράφων· εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς | |
5 | Χριστὸς εἰς δόξαν θεοῦ πατρός· ἀμήν. Καὶ δύο ταχυδρόμων ὁμοίως στῆλαι πτερωτῶν· ἀνετέθησαν δὲ παρὰ τοῦ τὸν Φόρον ἐπαρχοῦντος. | 158 |
2.17 | (c8, m8) Περὶ τοῦ ἀγάλματος τοῦ ἐν τῷ Αὐ‐ γουστίωνι ἐφίππου κρατοῦντος σταυρὸν καὶ σφαῖραν. Κτίσας ὁ Ἰουστινιανὸς τὴν ἁγίαν Σοφίαν ἐκάθηρεν τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτὴν τὸ πρώην | |
5 | οὖσαν γουστεῖον ἤγουν ὀψοπωλεῖον· διὸ καὶ ἔστησεν τὴν ἑαυτοῦ εἰκόνα ἔφιππον ἐπὶ κίονος· καὶ τῇ μὲν ἀρι‐ στερᾷ χειρὶ φέρει σφαῖραν ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ καὶ ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς πάσης ἐγκρατὴς γέγονε· σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ | |
10 | σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς διὰ τὸν ἐν αὐτῷ προσηλωθέντα σαρκὶ θεόν. Τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχει κατὰ ἀνατολὰς στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῆς χειρὸς βοῶν· στῆτε, Πέρσαι, | |
15 | καὶ μὴ πρόσω χωρεῖτε· οὐ γὰρ συνοίσει ὑμῖν. [Τὸν οὖν αὐτὸν Ἰουστινιανὸν λέγεται ἐπαρθῆναι τοῖς τοῦ Βελισαρίου εὐτυχήμασιν. Οὗτος οὖν σταλεὶς κατὰ τῶν Περσῶν καὶ τῶν λοιπῶν τῶν τῆς ἀνατολῆς παρὰ τοῦ βασιλέως καὶ πάν‐ τας κατατροπωσάμενος καὶ Γελίμερα κρατήσας ἀπέστειλεν | |
20 | αὐτὸν εἰς Μαυρουσίαν ἐκεῖσε τηρεῖσθαι ὑπὸ τοῦ Φαρές, | |
ὃς εἰς μεγάλην ἔνδειαν ἄρτου γεγονὼς διὰ τὸ μὴ ἐν τῷ τόπῳ τῆς Μαυρουσίας σῖτον γεωργεῖσθαι, ἀλλ’ ἑφθὰς τὰς ὀλύρας σιτεῖσθαι, ἔγραψε τῷ βασιλεῖ στεῖλαι αὐτῷ ἄρτον καὶ σπόγγον καὶ κιθάραν. Ὁ δὲ ἐκπλαγεὶς ἐπὶ τούτοις | 159 | |
25 | ἤρετο τὸν ἐπιστολέα, τίνος χάριν ταῦτά γε ἐπιζητεῖ. Καὶ ἐξεῖπεν, ὅτι ἄρτον μὲν διὰ τὸ αὐτὸν ἐπιθυμεῖν τοῦ ἰδεῖν τε καὶ φαγεῖν, σπόγγον διὰ τὸ λούειν τὸ ἅπαν αὐτοῦ σῶμα ὑπὸ τῶν δακρύων, τὴν δὲ κιθάραν διὰ τὸ παραμυθεῖσθαι ἑαυτοῦ ταῖς συμφοραῖς. Ὁ δὲ βασιλεὺς ἐκπλαγεὶς καὶ θαυ‐ | |
30 | μάσας ἔστειλε τοῦτον τὰ αἰτηθέντα. Διὰ ταῦτα οὖν Ἰουστι‐ νιανὸς ἐπαρθεὶς ἔφιππον ἑαυτὸν ἔστησεν ἐπὶ κίονος. Ὃς ὕστερον φθονήσας τῷ ῥηθέντι στρατηγικωτάτῳ Βελισαρίῳ ἐξώρυξε τοῦτον τοὺς ὀφθαλμοὺς καὶ προσέταξε τοῦτον καθ‐ εσθῆναι εἰς τὰ Λαύσου καὶ ἐπιδοῦναι αὐτῷ σκεῦος ὀστρά‐ | |
35 | κινον καὶ ἐπιρρίπτειν αὐτῷ τοὺς διερχομένους ὀβολόν.] | |
2.18 | (c30, m30) Περὶ τοῦ ἐν τῷ βορείῳ μέρει τοῦ Φόρου σταυροῦ. Ὅτι ἐπὶ τὸ βόρειον μέρος τοῦ Φόρου ἵσταται σταυρός, ὡς εἶδεν αὐτὸν Κωνσταντῖνος ἐν τῷ οὐρανῷ, χρυσέμπλαστος ἐν τοῖς ἀκρωτηριακοῖς στρογγύλοις | |
5 | μήλοις· ἔνθεν καὶ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καθορῶνται χρυσέμβαφοι μέχρι τοῦ νῦν. | |
2.19 | (m265) Περὶ τοῦ Ξηρολόφου. Ὅτι τὸν Ξηρό‐ | |
λοφον πρώην τινὲς θέαμα ἐκάλουν· ἐν αὐτῷ γὰρ ἔστησαν κοχλίαι ιϛʹ καὶ Ἀρτέμιδος συνθετὴ στήλη καὶ Σευήρου τοῦ κτίσαντος καὶ θεμάτιον τρίπουν. Ἔνθα ἐθυσίαζεν πολλὰς | 160 | |
5 | θυσίας Σευῆρος· ἔνθα καὶ χρησμοὶ πολλοὶ τῷ τόπῳ γεγόνασιν· καθ’ ὃν καὶ κόρη παρθένος ἐτύθη. Καὶ θέσις ἦν ἀστρονομικὴ λϛʹ χρόνους διαρκέσασα. Ὁ αὐτὸς δὲ Ξηρόλοφος, καθὼς ὁ Διακρινόμενος λέγει, στήλην εἶχεν τοῦ μικροῦ Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ κάτωθεν | |
10 | τοῦ κίονος· σεισμοῦ δὲ γενομένου πεπτωκέναι τὰς στήλας. | |
2.20 | (c31, m31) Περὶ τῶν δύο σταυρῶν τῶν λῃστῶν. Ὅτι κάτωθεν τοῦ Φόρου κεχωσμένοι ὑπάρχουσιν οὗτοι οἱ δύο σταυροὶ καὶ βικίον μύρου, ᾧ ἠλείψατο ὁ Χριστός· καὶ πολλὰ ἕτερα σημειοφορικά, τεθέντα μὲν παρὰ Κωνσταντίνου | |
5 | τοῦ μεγάλου, ἀσφαλισθέντα δὲ ὑπὸ Θεοδοσίου τοῦ μεγάλου. | |
2.21 | (c239, m246) Περὶ τῆς γεφύρας τῆς πέραν τῆς πόλεως τοῦ ἁγίου Μάμαντος. Ὅτι εἰς τὸν ἅγιον Μάμαντα τὸν πέραν ἵστατο γέφυρα μεγάλη οἵα τῆς Χαλκηδόνος, δώδεκα καμάρας ἔχουσα. Ποταμὸς γὰρ κατήρχετο παμ‐ | |
5 | μεγέθης καὶ μάλιστα τῷ Φεβρουαρίῳ μηνί. Ἔνθα καὶ δράκων ἵστατο χαλκοῦς· διὰ δὲ τὸ λέγειν τινὰς δράκοντα οἰκεῖν ἐν τῇ γεφύρᾳ, πολλαὶ παρθένοι ἐτύθησαν καὶ πλῆθος προβάτων καὶ βοῶν καὶ ὀρνέων. Βασιλίσκος γάρ τις ἐρασθεὶς τοῦ τόπου, ὃς ἦν εἷς τῶν ἀπὸ Νουμεριανοῦ Καί‐ | 161 |
10 | σαρος, κτίσας κατῴκησεν ἐν αὐτῷ· ἔνθα καὶ ναὸν τοῦ Διὸς ἤγειρεν παμμεγέθη. Ταῦτα δὲ πάντα Ζήνων τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ κατέστρεψεν. | |
2.22 | (c80, m113) Περὶ τῶν ὀστῶν τῶν γιγάντων. Ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου Μηνᾶ ἐν τῇ ἀκροπόλει ὄρυγμα εὑρέθη, ὅτε ἐκαθαίρετο, καὶ ὀστᾶ ἀνθρώπων γιγάντων εἰς πλῆθος· ἅτινα θεασάμενος Ἀναστάσιος ὁ βασιλεὺς καὶ ἐκ‐ | |
5 | πλαγεὶς εἰς τὸ παλάτιον κατέθετο εἰς θαῦμα ἐξαίσιον. | |
2.23 | (c110, m143) Περὶ στήλης εὐνούχου ἐν τῇ Χελώνῃ. Ἐν τῷ ναῷ τοῦ ἁγίου Προκοπίου ἐν τῇ Χελώνῃ στήλη ἵστατο εὐνούχου τινός, ἣ ἐν τῷ στήθει ἔγραφεν· ‘ὁ μετατιθεὶς θεμάτια τῷ βρόχῳ παραδοθήτω.‘ Ἦν δὲ ἡ | |
5 | στήλη Πλάτωνος κουβικουλαρίου, ὃς ἐν ταῖς ἡμέραις τοῦ βασιλέως Βασιλίσκου πυρίκαυστος γέγονε· τῶν δὲ γονέων αὐτοῦ αἰτησάντων τῷ βασιλεῖ εἰς μνημόσυνον τοῖς ἀνταί‐ | |
20 | ρουσιν βασιλεῖ στηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα, οὐκ ἐκώλυσεν. Ἐν δὲ τῷ ἀνακαινίζεσθαι τὸν τοῦ ἁγίου μάρ‐ τυρος ναὸν μετετέθη εἰς τὸ Ἱπποδρόμιον. Οἱ δὲ οἶκοι τοῦ αὐτοῦ εὐνούχου σώζονται ἐν τῇ Χελώνῃ ἕως τῆς σήμερον. | |
2.24 | (c79, m112) Περὶ τοῦ τόπου τοῦ Κυνηγίου. Ἐν τῷ Κυνηγίῳ τὸ πρότερον ἐρρίπτοντο οἱ βιοθάνατοι· ἦσαν δέ τινες ἐκεῖσε στῆλαι. Ἀπελθὼν δὲ Θεόδωρος ὁ ἀναγνώστης μετὰ Ἱμερίου χαρτουλαρίου εἶδεν ἐκεῖσε στήλην | 162 |
5 | μικρὰν τῷ μήκει καὶ πλατεῖαν πάνυ. „Ἐμοῦ δὲ θαυμάζοντός φησιν ὁ Ἱμέριος· ‘θαύμαζε, ὅτι ὁ κτίσας τὸ Κυνήγιόν ἐστιν.‘ Ἐμοῦ δὲ εἰπόντος· ‘Μαξιμῖνος ὁ κτίσας καὶ Ἀριστείδης ὁ καταμετρήσασ‘ παρευθὺ πεσεῖν τὴν στήλην ἐκ τοῦ ἐκεῖσε ὕψους καὶ δοῦναι τῷ Ἱμερίῳ καὶ παραυτὰ | |
10 | θανατῶσαι. Ἐμοῦ δὲ φοβηθέντος καὶ πρὸς τὴν ἐκκλησίαν φυγόντος καὶ καταγγέλλοντος τὰ πραχθέντα, οὐδείς μοι ἐπίστευσεν, ἕως ὅρκοις αὐτοὺς ἐβεβαίωσα τὸ γεγονός. Οἱ οὖν οἰκεῖοι τοῦ τελευτήσαντος καὶ οἱ φίλοι τοῦ βασιλέως σὺν ἐμοὶ ἐπορεύθησαν ἐν τῷ Κυνηγίῳ καὶ πρὸ τοῦ τὸ | |
15 | πτῶμα τοῦ ἀνδρὸς ἐγγίσαι 〈τὸ πτῶμα〉 τῆς στήλης ἐθαύ‐ μαζον.“ Ἰωάννης δέ τις φιλόσοφός φησιν, ὅτι εὗρον ὑπὸ τούτου τοῦ ζώδου ἔνζωδον καὶ ἐνίστορον ἐγγεγλυμμένον ἄνδρα τεθνηξόμενον. Ἐξ οὗ Φιλιππικὸς ὁ βασιλεὺς πληροφορηθεὶς ἐκέλευσεν τὸ αὐτὸ ζῶδον ἐν τῷ αὐτῷ τόπῳ | |
20 | καταχωσθῆναι. | |
2.25 | (c173, m95) Περὶ τῶν δύο στηλῶν Βηρίνης τῆς γυναικὸς τοῦ μεγάλου Λέοντος. Δύο στῆλαί εἰσιν | |
τῆς Βηρίνης, μία μὲν νοτιωτέρα τοῦ ἁγίου μάρτυρος Ἀγαθονί‐ κου μετὰ τὴν ἄνοδον τῶν ἐκεῖσε βαθμίδων, ἑτέρα δὲ | 163 | |
5 | βορειοτέρα ἄντικρυς αὐτῆς πλησίον τοῦ ναοῦ τῆς ἁγίας Βαρβάρας τοῦ Ἀρτοτυριανοῦ τόπου. Καὶ ἡ μὲν τοῦ ἁγίου Ἀγαθονίκου γέγονεν ζῶντος Λέοντος τοῦ Μακέλλη τοῦ ἀνδρὸς αὐτῆς, ἡ δὲ τῆς ἁγίας Βαρβάρας μετὰ τὴν τελευτὴν αὐτοῦ, ἡνίκα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἔστεψεν φυ‐ | |
10 | γόντος Ζήνωνος τοῦ γαμβροῦ αὐτῆς. | |
2.26 | 〈Περὶ Εὐφημίας τῆς γυναικὸς Ἰουστίνου.〉 Εὐφημίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρᾳκὸς στήλη ἵσταται ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ τῇ ὑπ’ αὐτῆς κτισθείσῃ. | |
2.27 | (m42) Περὶ τῶν Ἀρκαδιανῶν. Ἀρκαδίας τῆς γυναικὸς Ζήνωνος τῆς ἐν τῷ δευτέρῳ συνοικεσίῳ ἐν τοῖς πλησίον μέρεσι τῶν βάθρων τῶν λεγομένων 〈Τόπων〉 ἐν τοῖς τοῦ Ἀρχιστρατήγου μέρεσιν εἰς Ἀρκαδιανὰς ἐστηλώθη· | |
5 | ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου καὶ σέκρητον τὸν τόπον ἐποίησε. Τῆς δὲ πρώτης αὐτοῦ γυναικὸς Ἀρι‐ άδνης καὶ τοῦ Ζήνωνος ἐν τῇ βασιλικῇ πύλῃ τῆς Χαλκῆς ἔστησαν. | |
2.28 | (c9, m9) Περὶ τῆς Χαλκῆς. Ὅτι ἐν τῇ Χαλκῇ πλησίον Πουλχερίας τῆς ἀοιδίμου ὡς πρὸς τὸν περίπατον τοῦ παλατίου ἀνηγέρθη στήλη αὐτῆς. Ἐν αὐτῷ δὲ τῷ τόπῳ καὶ ὁ Ζήνων καὶ ἡ Ἀριάδνη ἵστανται καὶ ἕτεραι δύο | 164 |
5 | στῆλαι πεζαὶ ἐπὶ κιόνων βραχέων, ἐλεγεῖα ἔχουσαι Σεκούνδου φιλοσόφου. Ἀντικρὺ δὲ τῆς Χαλκῆς ἐπὶ ἀψίδος γοργονο‐ ειδεῖς κεφαλαὶ ἡμίσειαί εἰσιν δύο χρυσέμβαφοι γυναικοειδεῖς· ἥκασι δὲ ἀπὸ Ἐφέσου ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος στῆλαι ὀκτὼ καὶ αἱ μὲν τέσσαρες ἐν τοῖς τοῦ Ταύρου μέρεσιν ἐν | |
10 | τοῖς παλατίοις προσεπάγησαν Κωνσταντίνου καὶ Ἰουλιανοῦ καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ καὶ Γάλλου· τὰ δὲ τέσσαρα ἐν τῇ Χαλκῇ ἐν τῷ εὐωνύμῳ μέρει. Ἔνθα καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ πέπηγε καὶ στήλη χρυσέμβαφος Βελισαρίου καὶ Τιβερίου [καὶ] τοῦ κυρτοειδοῦς Θρᾳκός, | |
15 | καὶ Ἰουστῖνος ὁ πρῶτος λεπτοειδὴς καὶ τῶν συγγενῶν αὐτοῦ στῆλαι ἑπτά, αἱ μὲν ἀπὸ μαρμάρων, αἱ δὲ χαλκαῖ. Οἱ δὲ δύο ἵπποι οἱ ἐπάνω τῶν γοργονοειδῶν ἱστάμενοι ἐν τῇ ἀψίδι καὶ οὗτοι ἐκ τοῦ τῆς Ἀρτέμιδος ναοῦ ἀπὸ Ἐφέσου ἥκασι παρὰ Ἰουστινιανοῦ τοῦ κτίσαντος τὴν ἁγίαν Σοφίαν | |
20 | καὶ ἐστήλωσεν αὐτὰ διὰ τὸ μὴ ἀντιζηλοῦν ἀλλήλοις τοὺς ἵππους· ὁμοίως καὶ τὸν σταυρὸν διὰ τὸ ἑδραῖον· καὶ Μαξιμιανοῦ στήλη ἐν αὐτῇ τῇ Χαλκῇ ἵσταται βαρυτάτη· ἔνθα νῦν καὶ τὸ γένος ἅπαν τοῦ μεγάλου Θεοδοσίου ὑπ‐ άρχει καὶ τοῦ Μαυρικίου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν | 165 |
25 | τέκνων. | |
2.29 | (c22, m22) Περὶ τοῦ Μιλίου. Ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι Κωνσταντίνου καὶ Ἑλένης εἰσίν· ἔνθα καὶ σταυρὸς ὁρᾶται πρὸς ἀνατολὰς βασταζόμενος ὑπ’ αὐτῶν· μέσον δὲ τοῦ σταυροῦ ἡ Τύχη τῆς πόλεως, κατήνιον κλει‐ | |
5 | δωμένον καὶ ἐστοιχειωμένον, τοῦ ἅπαντος εἴδους ἀνελλιπῆ εἶναι καὶ νίκην πᾶσαν τῶν ἐθνῶν ἐπιφέρειν, τοῦ μηκέτι ἰσχύειν προσεγγίσαι ἢ προσψαῦσαι ἐντὸς ἢ ἐπι‐ φοιτῆσαι, ἀλλὰ πόρρω ἀπέχειν καὶ ὑπονοστεῖν ὡς ἡττωμένους. Ἡ δὲ κλεὶς τοῦ κατηνίου κατεχώσθη εἰς τὰς βάσεις τῶν κιόνων. | |
2.30 | (c22, m22) Ἐν αὐτῷ δὲ τῷ Μιλίῳ στῆλαι ἵστανται Σοφίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρᾳκὸς καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς. | |
2.31 | (c81, m114) Περὶ τοῦ Πιττάκη. Ὁ δὲ λε‐ γόμενος Πιττάκης στήλη ἐστὶν τοῦ μεγάλου Λέοντος τοῦ Μακέλλη, ἣν ἀνήγειρεν Εὐφημία ἡ τούτου ἀδελφή, διότι οἶκος ἦν αὐτῆς ἐκεῖσε· καὶ ἑκάστῃ ἑβδομάδι εἰς | 166 |
5 | αὐτὴν ἀπήρχετο ὁ βασιλεὺς Λέων διὰ τὸ εἶναι σώφρονα καὶ παρθένον· καὶ πάντες οἱ ἀδικούμενοι εἴτε πολῖται εἴτε θεματικοὶ ἀπὸ πάσης οἰκουμένης ἐκεῖσε εἰς τὰς βαθμίδας τοῦ κίονος ἐτίθουν τὰ πιττάκια αὐτῶν, φυλατ‐ τόντων αὐτὰ ἐκεῖσε τῶν ταξεωτῶν. καὶ ὅταν ἤρχετο ὁ | |
10 | βασιλεύς, ἐδίδουν ἅπαντα ταῦτα οἱ ταξεῶται τῷ βασιλεῖ, καὶ παρευθὺ ἐλάμβανον τὰς λύσεις αὐτῶν ἕκαστος ἐκεῖσε. Ὅταν δὲ ἦν ὁ βασιλεὺς ἐν παλατίῳ, καθ’ ἑκάστην πρωΐαν ἔπεμπεν ἑβδομάριόν τινα· καὶ ἀνελαμβάνετο ἐκ τῶν ταξεωτῶν καὶ ἐκόμιζεν τὰ ῥιπτόμενα δεητικὰ πιττάκια. Καὶ ἐδίδου | |
15 | καθ’ ἑκάστην ὁ βασιλεὺς τὰς λύσεις καὶ τὰς ἀποφάσεις τῶν πιττακίων τοῖς ἑβδομαρίοις ἢ κοιτωνίταις καὶ ἀπήγοντο πρὸς τὴν αὐλὴν τοῦ Πιττακίου καὶ ἐδίδουν τοῖς φυλάττουσιν στρατιώταις κἀκεῖνοι τοῖς δεομένοις. Διὸ καὶ οἱ μέλλοντες διοικεῖσθαι ταχέως ἑσπέρας ἐτίθουν τὰς δεήσεις καὶ τῇ | |
20 | ἐπαύριον ἐλάμβανον τὸ πέρας· ὅθεν ἐκλήθη ὁ τόπος | |
Πιττάκια. | 167 | |
2.32 | Ἐν τῷ τριβουναλίῳ τοῦ παλατίου Εὐδοκίας τῆς γυναικὸς Θεοδοσίου καὶ αὐτοῦ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου στῆλαι ἔστησαν· ἔνθα καὶ ὀρχήσεις τῶν δύο δημοτικῶν μερῶν ἐγένοντο ἕως Ἡρακλείου. | |
2.33 | (c72, m73) Περὶ τοῦ Ζευξίππου. Ὁ δὲ Ζεύ‐ ξιππος τὸ λοετρὸν ὑπὸ Σευήρου κατεσκευάσθη καὶ ἐστοι‐ χειώθη μετὰ κανδήλας ὑελίνης ἅπτεσθαι, τὸ δὲ ὕδωρ ζέειν σφοδρῶς καὶ τὸν ἀέρα τοῦ λοετροῦ. Ἀλόγιστοι δέ τινες | |
5 | ἐλθόντες τοῦτο κατέστρεψαν. | |
2.34 | (c73, m74) Ἡ στήλη ἡ ἱσταμένη εἰς τὰ Ἀρμανέντου Φωκᾶ τοῦ στρατιώτου ἐστίν· καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ περὶ τὸ τέλος σπουδάζων ἀναγαγεῖν αὐτὴν ἐν τῷ κτιστῷ κίονι μετὰ τὸ ἀναγαγεῖν αὐτὴν δεκαοκτὼ παρ‐ | |
5 | ελθουσῶν ἡμερῶν κατηνέχθη τῆς βασιλείας. Τότε δὲ ἦν καὶ ὁ Σικεὼν ὁ ὅσιος | |
2.35 | (c24, m24) Περὶ τοῦ Διιππίου, τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου. Ὁ αὐτὸς δὲ Φωκᾶς ἔκτισεν | |
τὸν ναὸν τοῦ ἁγίου Φωκᾶ ἐν τῷ Μιλίῳ μήπω ὀροφώσας αὐτόν. Ἐκεῖσε δὲ ἦν ἕως τότε ἡ ἀλλαγὴ τῶν κουντούρων· | 168 | |
5 | 〈.....〉 καὶ † καθ’ ὃν τόπον ἠντζοκόπησεν τὰ κούντουρα ἐκ τῶν ἐκεῖσε ἄρας· καὶ γὰρ ἀλλαγὴ χερσαία ἦν· καὶ ἐκ τῶν ἐκεῖσε ἤλλαξεν μέχρι τῆς Χρυσείας πύλης 〈.....〉. Μετὰ δὲ τὸ ἀνελθεῖν καὶ βασιλεῦσαι ἔστησεν ἐκεῖσε δύο ἵππους κουντούρους ἀντζοκοπημένους ἐπὶ βωμοὺς λιθίνους | |
10 | τετραδικοὺς σύνεγγυς τοῦ ναοῦ τοῦ ἁγίου Φωκᾶ· ὃν αὐτὸς ἀνήγειρεν Διίππιον αὐτὸν ὀνομάσας τὸν τόπον. Ἐκεῖσε | |
γὰρ καὶ δύο κίονας διὰ ψηφίδων χρυσῶν Κωνσταντίνου καὶ Ἑλένης ἱστόρησεν. Ὁ δὲ Ἡράκλειος ἐλθὼν καὶ κρα‐ τήσας ἐτίμησεν τὸν ναὸν σκεπάσας αὐτὸν καὶ μετονομάσας | 169 | |
15 | εἰς τὸ ὄνομα τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου. | |
2.36 | (c27, m26) Τὰ δὲ Λαύσου οἶκος ἦν Λαύσου πατρι‐ κίου καὶ πραιποσίτου, ὅστις ἀρχὰς πολλὰς καὶ δόξας δι‐ ήνυσεν ἐν τοῖς χρόνοις Ἀρκαδίου υἱοῦ τοῦ μεγάλου Θεο‐ δοσίου. Ἐκόσμησεν δὲ αὐτὸν διὰ ποικίλων καὶ πολυτελῶν | |
5 | μικρῶν κιόνων καὶ μαρμάρων. Οὗτος δὲ ὁ οἶκος ἐκ τῶν δώδεκα τοῦ μεγάλου Κωνσταντίνου ὑπῆρχεν· ἐν ᾧ καὶ ἀετοὶ λίθινοι καὶ φιάλαι καὶ βαθμοὶ καὶ βωμοὶ τετράγωνοι ἐκχέοντες ὕδωρ εἰς διακόσμησιν τῆς πόλεως· ἵστανται δὲ μέχρι τῆς σήμερον. | |
2.37 | (c27, m26) Πλησίον δὲ τοῦ Μιλίου τῆς ἀψίδος στήλη ἔφιππος Τραιανοῦ ἐστιν καὶ πλησίον αὐτοῦ στήλη ἔφιππος Θεοδοσίου τοῦ μικροῦ. | |
2.38 | (c126, m158) Ἀρκαδίου δὲ καὶ Θεοδοσίου τοῦ υἱοῦ | |
αὐτοῦ καὶ Ἀδριανοῦ πλησίον τῆς στήλης Θεοδοσίου τοῦ μεγάλου ἀμφότεροι ἔφιπποι ἵστανται ἐν τοῖς Ταύρου μέρεσιν πλησίον τοῦ κίονος κάτωθεν. | 170 | |
2.39 | (c126, m158) Ἡ δὲ ἐν τῷ Ζευξίππῳ λουτρῷ ἱστα‐ μένη στήλη ἐκ χρωμάτων τοῦ Φιλιππικοῦ ἐστιν τοῦ πρᾳ‐ οτάτου. | |
2.40 | Περὶ τῆς βασιλικῆς κινστέρνης. Ἡ δὲ λεγομένη βασιλικὴ κινστέρνα ἐκτίσθη ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου. Ἡ δὲ καθεζομένη ἐπὶ δίφρου ἐκεῖσε μεγάλη στήλη ἐστὶν τοῦ Σολομῶντος, ἣν ἀνέστησεν ὁ μέγας | |
5 | Ἰουστινιανὸς κρατοῦντα τὴν σιαγόνα αὐτοῦ καὶ ὁρῶντα τὴν ἁγίαν Σοφίαν ὅτι ἐνικήθη εἰς μῆκος καὶ κάλλος ὑπὲρ τὸν παρ’ αὐτοῦ κτισθέντα ναὸν ἐν Ἰερουσαλήμ. Ἐκεῖσε δὲ ἵσταται στήλη τοῦ μεγάλου Θεοδοσίου ἐπὶ δύο κιόνων τετραδικῶν χρυσεμβάφων ὄπισθεν τῆς Βασιλικῆς πλησίον | |
10 | τοῦ Μιλίου. | |
2.41 | (c92, m124) Θέαμα αʹ. Τὸ δὲ ἐν αὐτῇ τῇ Βασιλικῇ χρυσορόφῳ ὀπίσω τοῦ Μιλίου ἦν ἀνδροείκελον ἄγαλμα χρυσέμβαφον· ἔνθα ἦν τὸ ἔξαμον Ἡρακλείου τοῦ βασιλέως· | |
καὶ γυνυκλινὲς Ἰουστινιανοῦ τοῦ τυράννου. Ἐν ᾗ ὁ Τερ‐ | 171 | |
5 | βέλις ἐδημηγόρησεν· ἐν οἷς ἐλέφας ἵστατο παμμεγέθης ὑπὸ Σευήρου κατεσκευασμένος· ὅρος δὲ ἦν πρὸ τοῦ μέρους τῶν ἀναβαθμῶν· ἔνθα καὶ σχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ ἐκεῖσε ἀργυροκόπος ἐν πλαστοῖς ζυγοῖς τὴν πρᾶσιν ποιούμενος· καὶ τοῦ οἰκήματος αὐτοῦ πορθουμένου, ἠπείλει | |
10 | τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατή‐ σει. Ὁ δὲ θηροκόμος οὐκ ἐνεδίδου· ὃν φονεύσας ὁ ζυγο‐ πλάστης δέδωκε βορὰν τῷ ἐλέφαντι· τὸ δὲ θηρίον ἀτίθασον ὂν καὶ αὐτὸν ἀνεῖλεν. Καὶ ὁ Σευῆρος ἀκούσας τῷ θηρίῳ θυσίας ἤνεγκεν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ καὶ ἀν‐ | |
15 | ετυπώθησαν τό τε θηρίον καὶ ὁ θηροκόμος. Ἔνθα καὶ Ἡρακλῆς ἐλατρεύθη πολλὰς θυσίας δεξάμενος· ὃς ἐν τῷ Ἱπποδρομίῳ μετετέθη Ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατικοῦ ἀπὸ Ῥώμης ἦλθεν ἐπὶ τὸ Βυζάντιον καὶ εἰσήχθη ἐν ἀπήνῃ καὶ νηῒ μετὰ στηλῶν ιʹ. | |
2.42 | (c32, m32) Θέαμα βʹ. Ὅτι ἅρμα Ἡλίου ἐν τέτρα‐ σιν ἵπποις πυρίνοις ἱστάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν ἐν τῷ ὠρέῳ Μιλίῳ. Ἔνθα εὐ‐ φημίσθη ὁ μέγας Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· | |
5 | ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημίσθη. Κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ Ἱπποδρομίῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ Ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στάμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. Ἐτίθετο δὲ ἐν τῷ Σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς | 172 |
10 | πόλεως. Διότι δὲ ἐπὶ κεφαλῆς σταυρὸν εἶχεν, ὃν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσεν. | |
2.43 | (c32, m32) Περὶ Ἀρείου. Ἔνθα Ἄρειος τὸν ἔχθιστον ὑπέστη θάνατον, ἀπὸ τῆς καμάρας τοῦ Φόρου τοῦ Σενάτου ὡσεὶ κθʹ παλαιστάς, ἐτυπώθη ὑπὸ τοῦ θεοφιλοῦς Θεοδοσίου Ἄρειος ἐν μαρμάρῳ ἀναγλύφῳ γειτνιῶντι τῇ γῇ | |
5 | καὶ σὺν τῇ τοῦ Ἀρείου Μακεδονίου, Σαβελλίου καὶ Εὐ‐ νομίου πρὸς αἰσχύνην αὐτῶν, ὡς ἂν οἱ παρερχόμενοι κόπρον καὶ οὖρα καὶ ἐμπτύσματα ἐπιρρίπτωσιν αὐτοῖς. | |
2.44 | (c33, m33) Περὶ τοῦ Σενάτου. Ὅτι τὸ σενάτον ὡς οἶμαι λέγει, ὅτι ἐξ ἀρχῆς τοὺς κωδικέλλους οἱ πατρίκιοι ἐκεῖσε ἐλάμβανον ἕως Κωνσταντίνου· πρῶτος δὲ Καλλί‐ στρατος τὴν ἀξίαν τοῦ ὑπάτου ἐκεῖσε ἐδέξατο τοῦ δήμου | |
5 | κράξαντος· ‘Καλλίστρατος εὐτυχὴς καὶ εἰς ἄλλο προκόψει.‘ Ὁ δὲ φοβηθεὶς προσέφυγε τῇ ἐκκλησίᾳ. Κωνσταντῖνος δὲ ἐξωμόσατο μὴ ἀδικῆσαι αὐτόν. Ὁ δὲ μὴ ἀνασχόμενος ἐχειροτονήθη πρεσβύτερος, εἶτα ἐπίσκοπος· ὅθεν τὰ πολλά μοι | |
ἐκφέρεται διηγήματα. | 173 | |
2.45 | (c34, m34) Περὶ τοῦ πορφυροῦ κίονος. Ὑπο‐ κάτω δὲ τοῦ κίονος τοῦ Φόρου ἐτέθη καὶ τὸ Παλλάδιον στοιχεῖον καὶ ἕτερα πολλὰ σημειοφορικά. Ὁ δὲ κύκλος τοῦ Φόρου ἐστὶν τὸ ἴσον τῆς ποδέας τῆς κόρτης τοῦ μεγάλου | |
5 | Κωνσταντίνου, ἐν ᾧ αὐτὴν ἐκεῖσε ἔπηξεν, ὅτε ἀνῆλθεν ἀπὸ Ῥώμης. Οἱ δὲ σιγματοειδεῖς δύο ἔμβολοι ἐτύγχανον τότε σταῦλοι γύροθεν τῆς κόρτης. Καὶ ὁ περίβλεπτος οὗτος κίων καὶ ἡ στήλη τοῦ Ἀπόλλωνος, δίκην Ἡλίου ἔστησεν αὐτὴν ὁ μέγας Κωνσταντῖνος εἰς τὸ ὄνομα αὐτοῦ, θήσας | |
10 | ἐν τῇ κεφαλῇ ἥλους ἐκ τῶν τοῦ Χριστοῦ δίκην ἀκτίνων, ὡς Ἥλιος τοῖς πολίταις ἐκλάμπων. | |
2.46 | (c42, m43) Περὶ τῶν Ἀρτοπωλείων. Ἐν δὲ τοῖς Ἀρτοπωλείοις κυνάριόν ἐστιν οὔθατα μέχρι τῶν εἴκοσι περιφέρον· καὶ ταῶνες καὶ ἀετοὶ καὶ λέαιναι λαγωοί τε καὶ κριῶν κάραι καὶ στρουθῶν καὶ κορωνῶν καὶ τρυγόνος | |
5 | μιᾶς καὶ γαλῆς καὶ δαμάλεως καὶ Γοργόναι δύο, μία μὲν ἐκ δεξιῶν καὶ ἑτέρα ἐξ εὐωνύμων, ἡ μία τῇ ἑτέρᾳ κατ’ | |
ὄψιν βλεπόμεναι, ἀπὸ μαρμάρων ἐγγεγλυμμέναι [καὶ χοίρων πλῆθος ἀγέλαι]· ἵσταντο δὲ μέχρι Ζήνωνος. Γαληνὸς δέ τις, ἰατρὸς καὶ φιλόσοφος ὑπάρχων, ἐκεῖσε περαιωθεὶς τὰς | 174 | |
10 | Γοργόνας ἔλεγεν ἱερογλυφικὰ καὶ ἀστρονομικὰ ὄντα τῶν μελλόντων δηλούσας τὰς ἱστορίας πάσας σὺν τῶν ὀνομάτων, Κωνσταντίνου τοῦ μεγάλου τυπώσαντος ταῦτα. Τοῦ δὲ αὐτοῦ Γαληνοῦ ἐπὶ πλεῖστον συχνάσαντος καὶ τοῖς ἀνα‐ γνώσμασιν προσέχοντος τὰ μέλλοντα συμβαίνειν Ζήνωνι | |
15 | παρὰ Βηρίνης καὶ γελάσαντος, Καλλίστρατός τις συρφετὸς τῷ γένει, κάπηλος τῇ τέχνῃ, μετὰ τὴν ἐπάνοδον Ζήνωνος διαβάλλει τὸν Γαληνόν· ὁ δὲ Ζήνων τοῦτον ἀνῃρήκει. | |
246a | (c42, m43) Λέγουσιν δὲ καὶ τοῦτο καί ἐστιν ἀληθές, ὅτι αἱ ἀγέλαι τῶν χοίρων ἐκεῖσε διερχόμεναι εἰς τὸν Ἀρτοτυριανὸν τόπον μέσον τῆς καμάρας, ὅθεν ἀνέρχονται, ἵστανται ἐνεοὶ καὶ οὐ δύνανται διέρχεσθαι, ἕως ὅτου οἱ χοιρο‐ | |
5 | δέται οἱ τούτους ἐλαύνοντες τύψωσιν τὴν ἀγέλην σφοδρῶς· μέχρι ὅτου αἷμα ἐκχυθῇ ἀπὸ τῶν ῥινῶν αὐτῶν εἰς θυσίαν τοῦ τόπου ἐκείνου, οὐ μεθίστανται ἐκ τῶν ἐκεῖσε· ἡνίκα δὲ χυθῇ αἷμα ὀλίγον, ἀθρόως ὁρμᾷ καὶ κινεῖ ἡ ἀγέλη τῶν χοίρων. Καὶ οὕτως ἐστὶν ἀληθές. | |
2.47 | (c48, m49) Περὶ τοῦ Ταύρου. Ὅτι ἐν τῷ Ταύρῳ | |
στήλη τοῦ μεγάλου Θεοδοσίου ἵσταται· ἦν δὲ πρώην ἀργυρᾶ· ἔνθα τοὺς ἀπὸ τῶν ἐθνῶν ἥκοντας ἐδέχετο· ἐκεῖσε δὲ πρώην παλάτια ὑπῆρχον καὶ ξενοδοχεῖον τῶν Ῥωμαίων, | 175 | |
5 | δηλονότι εἰς τὸ καλούμενον Ἁλωνίτζιν. Ἐπάνω δὲ τοῦ μεγάλου κίονος ἐστήλωται Θεοδόσιος· οἱ δὲ υἱοὶ αὐτοῦ, ὁ μὲν Ὁνώριος ἐπάνω τῆς λιθίνης ἀψίδος τῆς πρὸς δυσμάς, ὁ δὲ Ἀρκάδιος ἐν τῇ πρὸς ἀνατολὰς λιθίνῃ ἀψίδι ὕπερθεν τῶν περιβλέπτων μεγάλων κιόνων τῶν τετραδησίων. Μέσον | |
10 | δὲ τῆς αὐλῆς ἐστιν ἔφιππος μεγαλιαῖος, ὃν οἱ μὲν λέγουσιν Ἰησοῦν τὸν υἱὸν τοῦ Ναυῆ, ἕτεροι δὲ τὸν Βελλεροφόντην· ἤχθη δὲ ἀπὸ τῆς μεγάλης Ἀντιοχείας. Τὸ δὲ τετράπλευρον τοῦ ἐφίππου τὸ λιθόξεστον ἔχει ἐγγεγλυμμένας ἱστορίας τῶν ἐσχάτων τῆς πόλεως, τῶν Ῥῶς τῶν μελλόντων πορθεῖν | |
15 | αὐτὴν τὴν πόλιν. Καὶ τὸ † ἐμπόδιον, ὅπερ ἀνθρωποειδὲς χαλ‐ κούργημα βραχὺ παντελῶς καὶ δεδεμένον γονυκλινὲς ἔχει ὁ ποὺς ὁ εὐώνυμος τοῦ ἵππου τοῦ μεγαλιαίου, καὶ αὐτὸ ση‐ μαίνει, τί ἐστιν ἐκεῖσε γεγραμμένον. Ὁμοίως καὶ ὁ κοῦφος | |
κίων ὁ μεγαλιαῖος ὁ ἐκεῖσε καὶ ὁ Ξηρόλοφος τὰς ἐσχάτας | 176 | |
20 | ἱστορίας τῆς πόλεως καὶ τὰς ἁλώσεις ἔχουσιν ἐνίστορας ἐγ‐ γεγλυμμένας. | |
2.48 | (c51, m52) Περὶ τοῦ Φιλαδελφίου. Ὅτι τὸ καλούμενον Φιλαδέλφιον υἱοί εἰσιν τοῦ μεγάλου Κωνσταν‐ τίνου. Ὁπόταν δὲ ὁ μέγας Κωνσταντῖνος ἐτελεύτησεν, τοῦ Κωνσταντίου ὄντος ἐν τοῖς ἀνατολικοῖς μέρεσιν, Κώνσταντος | |
5 | δὲ ἀπὸ δύσεως καὶ τῶν Γαλλιῶν ἐρχομένου, συνήφθησαν ἐκεῖσε καὶ ἀσπάζονται ἀλλήλους· οὐχ ὅτι ἐκεῖ συνήφθησαν, ἀλλὰ τῆς ὑπαντῆς αὐτῶν ἐκεῖσε ἀναστηλωθείσης. Ὡς δὲ ἕτεροί φασιν, ὅτι νῦν τὸ καλούμενον Φιλαδέλφιον, ἐν ᾧ ἐστὶ βόρροθεν ἀψίς, προτείχισμα ἦν καὶ χερσαία πόρτα τὸ | |
10 | παλαιόν, ὑπὸ Κάρου κατασκευασθεῖσα. | |
2.49 | (c51, m52) Περὶ τοῦ Ἀνηλίου τοῦ ἐν τῷ Φόρῳ. Ἐκεῖ οὖν ἵστατο πρῶτον ἡ στήλη τοῦ Φόρου, ἣν εἰς καροῦχαν ἤνεγκαν ἀπὸ τοῦ Φιλαδελφίου, ὡς δὲ ὁ Διακρινόμενος λέγει, ἀπὸ τῆς Μαγναύρας. Ἡ ἐν τῷ | |
5 | Φόρῳ τεθεῖσα στήλη πολλὰς ὑμνῳδίας δεξαμένη εἰς Τύχην τῆς πόλεως προσεκυνήθη παρὰ πάντων, ὑψωθεῖσα | |
ἐν τῷ κίονι, τοῦ ἱερέως μετὰ τῆς λιτῆς παρεστηκότος καὶ μετὰ κραυγῆς τὸ ‘κύριε ἐλέησον‘ βοώντων ἑκατοντάκις. Καὶ ἄνωθεν ἐκεῖσε ἐπὶ τὴν κεφαλὴν τοῦ κίονος πολλὰ | 177 | |
10 | ἐτέθησαν θαυμαστὰ καὶ παράδοξα. Πανήγυρις δὲ περὶ τούτου γέγονεν τεσσαρακονθήμερος καὶ σιτηρέσια πολλὰ τότε ὁ βασιλεὺς δέδωκεν. Τῇ δὲ ἐπαύριον τὸ γενέθλιον τῆς πόλεως γέγονεν καὶ μέγα ἱπποδρόμιον· ὅτε καὶ ἡ πόλις ὠνομάσθη Κωνσταντινούπολις. | |
2.50 | (c52, m53) Περὶ τοῦ σταυροῦ τοῦ Φιλαδελ‐ φίου. Τὸν δὲ εἰς τὸ Φιλιαδέλφιον ὄντα σταυρὸν ἀν‐ έστησεν ὁ ἅγιος Κωνσταντῖνος ἐπὶ κίονος κεχρυσωμένον διὰ λίθων καὶ ὑέλων κατὰ τὸν σταυροειδῆ τύπον, ὃν εἶδεν ἐν | |
5 | τῷ οὐρανῷ. Καὶ ἐκ τοῦ κίονος ἐκείνου τοῦ πορφυροῦ ἐποίησεν στήλας τῶν υἱῶν αὐτοῦ καὶ ἀνετύπωσεν ἐπὶ θρόνου καθέζεσθαι. Ἐποίησεν δὲ εἰς τὸν κίονα ἐκεῖνον ἱστορίας τὰς ἑαυτοῦ ἐνζώδους καὶ γράμματα Ῥωμαῖα τὰ ἔσχατα σημαίνοντα. Ἵσταται δὲ ἀντικρὺ τῶν δύο υἱῶν | |
10 | αὐτοῦ τῶν ἐπὶ θρόνου καθεζομένων καὶ τῶν ἄλλων τῶν | |
ἀσπαζομένων. | 178 | |
2.51 | (c53, m54) Περὶ τοῦ Μοδίου καὶ τῶν χειρῶν. Ὅτι τὸ λεγόμενον Μόδιον ὡρολογεῖον ἦν, ἤγουν τὸ ἔξαμον τοῦ Μοδίου· ἵστατο δὲ ἐπάνω τῆς ἀψίδος τοῦ Ἀμαστριανοῦ μέσον τῶν δύο χειρῶν κατασκευασθὲν ὑπὸ Οὐαλεντινιανοῦ | |
5 | διὰ τὸ καὶ τὴν Λαμίαν εἶναι ἐγγὺς αὐτῶν. Ὑποκάτω δὲ ἐν τῷ εἰλήματι τῶν χειρῶν ἱστορίαι εἰσίν· οἱ δὲ πεπειραμένοι εὑρήσουσιν αὐτάς. Ὡρίσθη δὲ τὸ μόδιον κούμουλον πιπράσκεσθαι· εἷς δὲ τῶν ἐμπόρων πέπρακέ τινι τὸ μόδιον ῥῆγλον· γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς ἐχειροκόπησεν αὐτοῦ τὰς | |
10 | δύο χεῖρας καὶ ἔστησεν ὁρᾶσθαι, ὁμοίως καὶ τὸ μόδιον· ἐχρημάτισεν δὲ ὡρολογεῖον. | |
2.52 | (c55, m56) Περὶ τοῦ Ἀμαστριανοῦ. Ἐν τῷ τόπῳ τοῦ Ἀμαστριανοῦ Ζεὺς Ἥλιος ἵστατο ἐν αὐτῷ ἐν ἅρ‐ ματι μαρμαρίνῳ στηλωθεὶς καὶ Ἡρακλῆς ὁ ἀνακείμενος· ἔνθα καὶ ποταμὸς ὁ ἀπὸ Λύκου λατρευόμενος καὶ χελῶναι | |
5 | ἐκεῖσε μεσταὶ ὀρνίθων καὶ δράκαιναι ιηʹ καὶ μαρμάρινος στήλη ἱσταμένη ἐκ χώρας Παφλαγονίας δεσπότου, καὶ ἑτέρα, κεχωσμένη τῇ κόπρῳ καὶ τοῖς οὔροις καὶ τῷ χοΐ, δούλου του ἐκ χώρας Ἀμάστριδος Παφλαγόνος. Ἐν αὐτῷ δὲ τῷ τόπῳ ἐτύθησαν τοῖς δαίμοσιν ἀμφότεροι καὶ ἀν‐ | 179 |
10 | εστηλώθησαν εἰς θάμβος. Ἐκεῖσε δὲ καὶ καλλωπισμὸς κιόνων λεπτῶν σιγματοειδῶς ἀνεγερθέντων. Ἐγένοντο δὲ ἐκεῖσε δαιμόνων ἐπιστασίαι πολλαί. | |
2.53 | (c56, m57) Περὶ τοῦ Βοός. Εἰς δὲ τὸν καλού‐ μενον Βοῦν κάμινος ἦν ἐκεῖσε παμμεγέθης ἐκτισμένη βοὸς ἔχουσα κεφαλήν· ἔνθα καὶ οἱ κακοῦργοι ἐτιμωροῦντο· ὅθεν καὶ ὁ Ἰουλιανὸς προφάσει τῶν καταδίκων πολλοὺς ἐν | |
5 | αὐτῷ κατέκαυσεν Χριστιανούς. Ἦν δὲ ἡ κάμινος βοὸς τύπος παμμεγεθεστάτου θεάματος· οὗ κατὰ μίμησιν καὶ ἐν τῷ Νεωρίῳ βοῦς ἀπετυπώθη. Ἦν δὲ ἡ κάμινος ἕως Φωκᾶ, ἀλλ’ ὑπὸ Ἡρακλείου ἐχωνεύθη λόγῳ φόλλεων. Ἐν αὐτῷ δὲ τῷ τόπῳ καὶ ἀψίδες ὅμοιαι τῷ Ξηρολόφῳ, ἔχουσαι ἀγάλ‐ | |
10 | ματα πολλὰ καὶ ἱστορίας λιθίνας· ἃς οἱ διερχόμενοι εὑρή‐ σουσιν οὐκ ὀλίγας. | |
2.54 | (c59, m60) Περὶ τοῦ Ἐξακιονίου. Τὸ δὲ Ἐξακι‐ όνιον χερσαῖον ἦν τεῖχος παρὰ τοῦ μεγάλου Κωνσταντίνου | |
κτισθέν· διήρκεσε δὲ χρόνους ρλβʹ μέχρι τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ. Ἔξωθεν δὲ ἵστατο κίων ἔχων στή‐ | 180 | |
5 | λην τοῦ μεγάλου Κωνσταντίνου καὶ τούτου χάριν λέγεται Ἐξακιόνιον. Ἵσταντο δὲ ἐκεῖσε στῆλαι πολλαί· συνέτριψε δὲ ταύτας ὁ βασιλεὺς Μαυρίκιος. Εἰς δὲ τοὺς νῦν σωζομένους κίονας ἵσταντο αἱ ἀπὸ Κυζίκου ἐλθοῦσαι στῆλαι. | |
2.55 | (c61, m61) Περὶ τοῦ Τετραπύλου. Τὸ δὲ νῦν λεγόμενον Τετράπυλον πρώην ὠνομάζετο Τετράβηλον καὶ διήρκεσεν ἔτη ρξʹ μέχρι Ζήνωνος· ἦν δὲ ἐκεῖσε κουβούκλιον ἐπάνω τῶν κιόνων ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου κτισθὲν | |
5 | καθ’ ὁμοίωσιν τῆς Ῥώμης. Οἱ δὲ συγγενεῖς τοῦ τελευτή‐ σαντος βασιλέως καὶ ἡ Αὐγούστα προελάμβανον τὸ ἐξόδιον καὶ ἐθρήνουν ἐκεῖσε τὸν τελευτήσαντα ἔσωθεν· ἐρχομένη δὲ ἡ κλίνη ἔσωθεν τοῦ κουβουκλίου, ἀπελύοντο τὰ βῆλα εἰς τὸ μὴ εἰσέρχεσθαι ἢ κατοπτεύειν τοῦ λαοῦ τινα καὶ κατ’ ἰδίαν | |
10 | ἐκόπτοντο οἰμωγὰς καὶ θρήνους ἕως ὡρῶν ἕξ· καὶ ἔκτοτε ἀνελάμβανον αὐτὸν τὸν ἀποιχόμενον μέχρι τῶν ἁγίων Ἀπο‐ στόλων καὶ ἐκήδευον αὐτόν· καὶ εἶθ’ οὕτως ὑπέστρεφον αἱ γυναῖκες. | |
2.56 | (c58, m59) Περὶ τοῦ Ἐξακιονίου. Ἡ δὲ ἱστα‐ | |
μένη εἰς τὸ Ἐξακιόνιον στήλη ἐπὶ βραχέος κίονος κατὰ τὸ βόρειον μέρος ὑπάρχει Κωνσταντίνου τοῦ τυφλοῦ τοῦ νεω‐ τερίζοντος, τοῦ υἱοῦ Εἰρήνης. | 181 | |
2.57 | (c62, m62) Ἡ δὲ ἱσταμένη εἰς τὸ Σίγμα στήλη ἐπὶ κίονος ὑπάρχει Θεοδοσίου τοῦ μικροῦ τοῦ υἱοῦ Ἀρκαδίου· ἣν ἀνήγειρεν Χρυσάφιος ὁ εὐνοῦχος ὁ τζουμᾶς καὶ παρα‐ κοιμώμενος. | |
2.58 | (c66, m66) Περὶ τῶν ἐλεφάντων. Αἱ δὲ στῆλαι τῶν ἐλεφάντων τῆς Χρυσείας πόρτας ἥκασιν ἐκ τοῦ ναοῦ τοῦ Ἄρεως ἀπὸ Ἀθήνας παρὰ Θεοδοσίου τοῦ μικροῦ τοῦ κτί‐ τορος τοῦ χερσαίου τείχους μέχρι τῶν Βλαχερνῶν· ὅπερ ἔκτισεν | |
5 | εἰς ἑξήκοντα ἡμέρας· ἐχόντων τῶν δύο μερῶν τῶν δήμων ἀπὸ χιλιάδων ὀκτώ, ὄντων δημάρχων Μαγδαλᾶ μέρους τῶν Βε‐ νέτων καὶ Χαρισίου ἀδελφοῦ αὐτοῦ μέρους τῶν Πρασίνων μετὰ καὶ Εὐλαμπίου συγγενοῦς αὐτῶν. Καὶ ἤρξαντο κτίζειν οἱ μὲν Βένετοι ἀπὸ Βλαχέρνας, οἱ δὲ Πράσινοι ἐκ τῆς Χρυ‐ | |
10 | σείας πόρτης· καὶ ἡνώθησαν ἀμφότεροι εἰς τὴν Μυρίανδρον πόρταν τὴν καλουμένην Πολύανδρον, τῶν ἰδιωτῶν δὲ κα‐ λούντων αὐτὴν Κολίανδρον· οὕτως δὲ ἐκλήθη Πολύανδρος διὰ τὸ ἀμφότερα τὰ μέρη ἐκεῖσε ἑνωθῆναι. | |
258a | (c66, m66) Περὶ τῶν λοιπῶν στηλῶν τῆς Χρυ‐ | |
σείας. Αἱ λοιπαὶ στῆλαι αἱ ἱστάμεναι εἰς τὴν Χρυσείαν ἥκασιν παρὰ Βιγιλίου ἀσηκρήτου καὶ ἀστρονόμου, μετὰ καὶ τῆς γυναικείας τῆς κατεχούσης τὸν στέφανον εἰς τύπον τῆς | 182 | |
5 | πόλεως. Ἄνωθεν δὲ καὶ κάτωθέν εἰσι καὶ λοιπὰ μικρὰ ξόανα, ἅτινα σημαίνουσιν τοῖς πεπειραμένοις ἀκριβῶς πολλὴν γνῶσιν. | |
2.59 | (c87, m119) Περὶ τοῦ Στρατηγίου. Τὸ καλού‐ μενον Στρατήγιον ἡ στήλη ὑπάρχει Ἀλεξάνδρου τοῦ Μακε‐ δόνος, ἡ ἐν τῷ μεγάλῳ ἱσταμένη· ἥτις ἵστατο πρώην εἰς Χρυσόπολιν, ὅτι τὸν στρατὸν αὐτοῦ ἐκεῖσε ἐρρόγευσε διπλῆν | |
5 | ῥόγαν τὸν ἕνα χρόνον· καὶ διὰ τοῦτο ὠνομάσθη Χρυσό‐ πολις παρὰ τῶν Μακεδόνων· ἐκ δὲ τοῦ στρατοῦ ὠνομάσθη Στρατήγιον. Ἵστατο δὲ ἡ στήλη εἰς Χρυσόπολιν, ὡς ἀν‐ ήγειραν αὐτὴν οἱ λαοί, χρόνους χμηʹ· ὁ δὲ μέγας Κων‐ σταντῖνος ἔφερεν αὐτὴν ἐν τῇ πόλει. Ἐκεῖσε δὲ ἀπεδοκι‐ | |
10 | μάζοντο οἱ στρατιῶται, ὅτι πεδίον ἦν ὁ τόπος. | |
2.60 | (c87, m119) Τὸ δὲ Μονόλιθον τὸ ἱστάμενον ἐκεῖσε ἀπόκλασμα ἦν τοῦ ἱσταμένου εἰς τὸ Ἱππικόν· ἧκε δὲ ἀπὸ Ἀθήνας παρὰ Πρόκλου πατρικίου ἐν τοῖς χρόνοις τοῦ μι‐ | |
κροῦ Θεοδοσίου. | 183 | |
2.61 | (c87.88, m119.120) Ἵστατο δὲ εἰς τὸ αὐτὸ Στρα‐ τήγιον καὶ ὁ τρίπους 〈ὁ〉 ἔχων τὰ παρῳχηκότα καὶ τὰ ἐν‐ εστῶτα καὶ τὰ μέλλοντα ἔσεσθαι· καὶ ὁ νότιος πόλος καὶ ἡ λεκάνη τοῦ Τρικακκάβου ἡ τεθεῖσα εἰς τὰ Στείρου· εἰς | |
5 | μαντεῖον γὰρ ἦν ὁ τόπος· πλησίον δὲ ἐκεῖσε καὶ ἡ Τύχη τῆς πόλεως. Ὁ δὲ Βάρδας ὁ Καῖσαρ ὁ θεῖος Μιχαὴλ τοῦ βασιλέως μετατέθηκεν καὶ παρέλυσεν αὐτὰ καὶ συνέτριψεν. — Περὶ δὲ τοῦ Μονολίθου ὁ χρονικὸς δηλοῖ τὴν αὐτοῦ ἱστο‐ ρίαν. Ὁ δὲ μικρὸς Στρατήγιος ὑπάρχει ἡ στήλη τοῦ Λεω‐ | |
10 | μακέλλη. | |
2.62 | Περὶ τῶν Σοφιῶν. Ὁ λιμὴν τῶν Σοφιῶν ἐκτίσθη παρὰ Ἰουστίνου τοῦ ἀποκουροπαλάτου, τοῦ ἀνδρὸς Σοφίας τῆς Λωβῆς. Μέσον δὲ τοῦ λιμένος ἵστανται στῆλαι τέσσαρες, Σοφίας καὶ Ἰουστίνου καὶ Ἀραβίας καὶ Βιγλεντίας | |
5 | τῆς μητρὸς αὐτοῦ· καὶ αἱ μὲν δύο ἀφῃρέθησαν παρὰ Φι‐ λιππικοῦ· εἶχον δὲ γράμματα τῶν μελλόντων. | |
2.63 | (c172, m94) Περὶ τοῦ Ἐλευθερίου. Ὁ δὲ λι‐ μὴν τοῦ Ἐλευθερίου ἐκτίσθη παρὰ τοῦ μεγάλου Κωνσταν‐ τίνου· ἵστατο δὲ στήλη λιθίνη Ἐλευθερίου ἀσηκρήτου, φέρουσα ἐπὶ ὤμων καπούλιον καὶ πτύον ἐν τῇ χειρί, ἀμφότερα | |
5 | λίθινα. Κτισθείσης δὲ τῆς στήλης τοῦ Θεοδοσίου ἐπὶ τοῦ κίονος τοῦ Ταύρου ὁ χοῦς ἐχύνετο εἰς τὸν λιμένα καὶ ἐγεμίσθη. | 184 |
2.64 | (c43, m44) Περὶ τοῦ σταυρίου. Τὸ δὲ σταυ‐ ρίον τὸ ἱδρυμένον ἐπὶ τοῦ κίονος πλησίον τῶν Ἀρτοπωλείων ἐν τῇ αὐλῇ τῇ λιθοστρώτῳ ἀνηγέρθη παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ὅταν ἐκτίσθη ἡ πόλις. Τὸ δὲ παλαιὸν | |
5 | ἔφερον ἐκεῖσε τοὺς ἵππους ἑκατέρων τῶν μερῶν οἱ ἡνίοχοι καὶ εὐφημίζοντες ἔλεγον· ‘τοῦ σταυροῦ ἡ δύναμις, βοήθει αὐτοῖς.‘ Ἐκεῖσε δὲ ἵσταντο καὶ πύλαι χαλκαῖ τέσσαρες ἐκ τῶν τεσσάρων μερῶν καὶ περίπατοι γύροθεν τέσσαρες καὶ σημειοφορικὰ πολλά· καὶ διήρκεσαν μέχρι Θεοφίλου. Ἔκ‐ | |
10 | τοτε δὲ ἐκλήθη κοιλὰς κλαυθμῶνος παρ’ αὐτοῦ καὶ προσ‐ ετάγησαν οἱ σωματοπρᾶται ἐκεῖσε πιπράσκειν τὰ οἰκετικὰ πρόσωπα. | |
2.65 | (c120, m152) Περὶ τοῦ ξενῶνος τῶν Θεοφίλου. Ἐν τῷ καλουμένῳ Ζεύγματι ἐπάνω τοῦ λόφου, ὅπερ ὁρᾶται εὔμηκες κτίσμα νοσοκομείου, ὁ μέγας Κωνσταντῖνος ἀν‐ ήγειρεν αὐτὸ εἰς πορνεῖον. [Γέγονε δὲ καὶ οἶκος Ἰσιδώρου | |
5 | πατρικίου, εἶτα μοναστήριον γυναικεῖον· καὶ ὁ Θεόφιλος ἐποίησεν αὐτὸ ξενῶνα.] Ἵστατο δὲ στήλη ἐπὶ κλωστοῦ λι‐ θίνου κίονος, ἡ Ἀφροδίτη· τῶν δὲ ἐρώντων ἀπερχομένων | |
καὶ συνουσιαζόντων τὰς ἐκεῖσε οἰκούσας μοιχαλίδας, ἔξω δὲ τοῦ οἴκου μὴ εὑρίσκεσθαι ἕτερον πορνεῖον ἢ τοιαύτην μοι‐ | 185 | |
10 | χαλίδα γυναῖκα· ἔσωθεν δὲ τοῦ αὐτοῦ οἴκου ἦσαν διάχωρα ἐπὶ τοὺς κίονας μετὰ κρικίων καὶ κορτίνων· καὶ οὕτως οἱ ἐν ἀσωτίᾳ ἐκεῖσε ἐρώμενοι ἐτέρποντο. Ἦν δὲ σημεῖον ἡ στήλη τῶν ἐν ὑπολήψει ὄντων καθαρῶν γυναικῶν καὶ παρ‐ θένων, πλουσίων τε καὶ πενήτων· ἐάν τις ἔλυσεν τὴν παρ‐ | |
15 | θενίαν τινός, ἐκείνων πολλῶν τε καὶ ὀλίγων μὴ ὁμολογούν‐ των ἔλεγον αὐταῖς οἱ γονεῖς καὶ φίλοι· ‘ἀπέλθωμεν εἰς τὸ τῆς Ἀφροδίτης ἄγαλμα καὶ, εἰ καθαρὰ εἴης, ἐλεγχθήσει.‘ Ἐκεῖσε δὲ ὑπὸ τῆς στήλης πλησιαζουσῶν, εἰ μὲν ἄμεμπτος ὑπῆρχεν, διήρχετο ἀβλαβής, εἰ δὲ ἐμιάνθη ἢ ἐλύθη | |
20 | αὐτῆς ἡ παρθενία, ἡνίκα ἐπὶ τὸν κίονα τοῦ ἀγάλματος | |
ἐπλησίασαν, ἄκουσαν καὶ μὴ βουλομένην ἐπιστασία ἀθρόα ἐσκότιζεν αὐτὴν καὶ σηκόνουσα ἐν πᾶσιν τὰ ἱμάτια αὐτῆς, ἐδείκνυεν πᾶσιν τὸ ἑαυτῆς αἰδοῖον· ὁμοίως δὲ καὶ αἱ ὕπ‐ ανδροι, ἐὰν λαθραίως ἐμοιχεύοντο, τοῦτο καὶ ἐν αὐταῖς | 186 | |
25 | ἐγένετο. Καὶ ἐθαύμαζον πάντες καὶ ἐπίστευον πάντες τῇ γενομένῃ πορνείᾳ ἐκείνων ὁμολογουσῶν. Ἡ δὲ γυναικαδέλφη Ἰουστίνου τοῦ ἀποκουροπαλάτου συνέτριψε τὴν στήλην διὰ τὸ καὶ αὐτῆς τὸ αἰδοῖον φανῆναι μοιχευσάσης καὶ διερχο‐ μένης ἐφίππου ἐκεῖσε ἐν τῷ λουμάτι τῶν Βλαχερνῶν διὰ τὸ | |
30 | ἐξαίσιον ὄμβρον γενέσθαι καὶ μηκέτι δύνασθαί τινα πλεῖν ἐν τοῖς βασιλικοῖς δρομωνίοις. | |
2.66 | (c169, m93) Τὰ δὲ λεγόμενα Κοντάρια, βίγλα ἦν ἐκεῖ μεγάλη τὸ πρότερον καὶ ἕως ἑπτὰ χρόνων ἐφυλάττετο ἐκεῖσε· καὶ πολέμου γενομένου δύο ἔτη ναὸς ᾠκοδομήθη εἰδώλων μικρὸς ὑπὸ Γαλλίνου· ὃν καθελὼν ὁ μέγας Κων‐ | |
5 | σταντῖνος τῆς θεοτόκου ναὸν ἤγειρεν καὶ ἐχάραξε τὸν Χρι‐ στὸν καὶ τὴν θεοτόκον καὶ τὴν αὐτοῦ μητέρα καὶ ἑαυτὸν καὶ ἐπετέλεσεν πανήγυριν ἡμέρας δώδεκα. Ὅστις ναὸς μετ‐ ωνομάσθη ἡ ἁγία Θέκλα. Τότε δὲ καὶ τοῦ Μιλίου ἡ κα‐ μάρα χερσαία ἦν πόρτα· καὶ εἰς τὸ Διίππιν ἦν ἡ ἀλλαγή. | |
10 | Αὐτὰ δὲ τὰ λεγόμενα Κοντάρια μέγα ὄρος ἦν, ἐξ οὗ καὶ ἐφυλάττετο ἡ βίγλα τῶν Βυζαντίων πτοουμένων τοὺς δυ‐ | |
σικούς. | 187 | |
2.67 | Ὅτι τὰ λεγόμενα Βιγλεντίου ἰσχυροτάτη βίγλα ἦν τοῦ ἁγίου Κωνσταντίνου, ὅτε τὸ Βυζάντιον ἐπόρθει. | |
2.68 | (c96, m129) Περὶ τοῦ Νεωρίου. Ὅτι τὸ Νεώ‐ ριον ὁ Κόνων ἐστοιχειώσατο· ἐν ᾧ καὶ ἀγορὰ τῶν θαλασ‐ σίων ἐμπόρων πρῶτον ἦν· ἐπὶ δὲ Ἰουστινιανοῦ μετεποιήθη εἰς τὸν Ἰουλιανοῦ λιμένα. | |
2.69 | (c187, m195) Ὁ δὲ ἀγωγὸς τῶν μεγάλων ἀψίδων ὑπὸ Οὐάλεντος ἐκτίσθη ὡς ὁρᾶται. | |
2.70 | (c187, m195) Ἐν τῇ καλουμένῃ Ἀετίου κινστέρνῃ, ἥτις ὑπὸ Ἀετίου πατρικίου ἐκτίσθη ἐπὶ Οὐάλεντος, στήλη ἵστατο τοῦ αὐτοῦ Ἀετίου. | |
2.71 | (c188, m196) Ἡ δὲ λεγομένη Ἄσπαρος κινστέρνα ὑπὸ Ἄσπαρος καὶ Ἀρδαβουρίου ἐκτίσθη ἐπὶ τοῦ μεγάλου Λέοντος· καθ’ ἣν ἀμφότεροι πληρωθείσης αὐτῆς ἀνῃρέθη‐ σαν [παρὰ τοῦ αὐτοῦ βασιλέως· οἵτινες ἐβούλοντο μετὰ | |
5 | τοῦ δήμου καταβιβάσαι Λέοντα τῆς βασιλείας, εἰ μὴ ἐξ ἀγ‐ χινοίας οὗτος τούτους ἀνεῖλε δόλῳ.] Ὁ δὲ οἶκος τοῦ | |
Ἄσπαρος ἦν, ὅνπερ εἶχεν Βασίλειος ὁ παρακοιμώμενος. | 188 | |
2.72 | (c189, m197) Τὴν δὲ Βώνου κινστέρναν ἔκτισε Βῶνος πατρίκιος ἀνελθὼν ἀπὸ Ῥώμης καὶ ἐσκέπασεν αὐτὴν διὰ κυλινδρικῶν θόλων. Ὁ δὲ οἶκος αὐτοῦ ἐκεῖσε ἦν· ὁ αὐτὸς δὲ ἦν ἐπὶ Ἡρακλείου βασιλέως. | |
2.73 | (c155, m75) Περὶ τοῦ Ἱπποδρομίου. Ὅτι ἀπὸ Ῥώμης πολλὰς ἐνεχθέντα εἴδωλα ἔστησαν ἐν τῷ Ἱπποδρομίῳ, ἐξαίρετα δὲ ἑξήκοντα, ἐν οἷς καὶ τὸ τοῦ Αὐγούστου. Ἀπὸ δὲ Νικομηδείας στῆλαι πολλαὶ ἥκασιν, ὅθεν καὶ Διοκλητι‐ | |
5 | ανοῦ ἐν τῷ Ἱπποδρομίῳ σώζεται ἕως νῦν, ἐπίκυφος οὖσα ἀναμέσον τοῦ καθίσματος ἱσταμένη τοῦ βασιλικοῦ. Ὁμοίως καὶ ἀπὸ Ἀθήνας καὶ Κυζίκου καὶ Καισαρείας καὶ Τράλλης καὶ Σάρδης καὶ Μωκησοῦ καὶ ἀπὸ Σεβαστείας καὶ Σατάλων καὶ Χαλδείας καὶ Ἀντιοχείας τῆς μεγάλης καὶ | |
10 | Κύπρου καὶ ἀπὸ Κρήτης καὶ Ῥόδου καὶ Χίου καὶ Ἀττα‐ λείας καὶ Σμύρνης καὶ Σελευκείας καὶ ἀπὸ Τυάνων καὶ Ἰκονίου καὶ ἀπὸ Βιθυνῶν Νικαίας καὶ ἀπὸ Σικελίας καὶ ἀπὸ πασῶν τῶν πόλεων ἀνατολῆς καὶ δύσεως ἥκασι διά‐ φοραι στῆλαι παρὰ τοῦ μεγάλου Κωνσταντίνου, αἳ καὶ | |
15 | ἐτέθησαν καὶ ἐστηλώθησαν, ἐν ᾧ οἱ διερχόμενοι ταῦτα καὶ | |
πεπειραμένοι ἔχωσιν τὸ ἀλάθητον τῶν ἐσχάτων. | 189 | |
2.74 | (c155, m75) Ἀρτέμιδος δὲ ἡ στήλη ἐν τῷ Ἱππικῷ ἐστιν· ἔνθα οἱ παλαίοντες δοκιμάζονται. | |
2.75 | (c155, m75) Οἱ δὲ τέσσαρες κεχρυσωμένοι ἵπποι οἱ ὕπερθεν τῶν καγκέλλων ὁρώμενοι ἐκ τῆς Χίου ἥκασιν ἐπὶ Θεοδοσίου τοῦ μικροῦ. | |
2.76 | (c155, m75) Αἱ δὲ ἐν τῷ Περιπάτῳ τῶν δύο μερῶν ἔφιπποι στῆλαι καὶ πεζαὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ τοῦ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα ἔστησαν. | |
2.77 | (c155, m75) Αἱ δὲ γεννῶσαι θῆρας καὶ ἀνθρώπους ἐσθίουσαι ἡ μὲν μία ἐστὶν Ἰουστινιανοῦ τοῦ τυράννου, δη‐ λοῦσα τὴν ἱστορίαν τῶν δευτέρων αὐτοῦ πράξεων· ἡ δὲ ἑτέρα, ἐν οἷς καὶ πλοῖον ὑπάρχει, οἱ μὲν λέγουσιν ὅτι ἡ | |
5 | Σκύλλα ἐστὶν ἡ ἐκ τῆς Χαρύβδεως, ἐσθίουσα τοὺς ἀνθρώ‐ πους· καί ἐστιν ὁ Ὀδυσσεύς, ὃν κατέχει τῇ χειρὶ ἐκ τῆς κορυφῆς· ἕτεροι δὲ λέγουσιν, ὅτι ἡ γῆ καὶ ἡ θάλασσα καὶ οἱ ἑπτὰ αἰῶνές εἰσιν οἱ ἐσθιόμενοι διὰ κατακλυσμόν· ὁ περιὼν δὲ ὁ ἕβδομος οὗτος αἰών. | |
2.78 | (c155, m75) Ἡ δὲ καθεζομένη εἰς τὸ σελλίον τὸ χαλκοῦν, ὁ μὲν Ἡρωδίων τὴν Βηρίναν λέγει τὴν γυναῖκα τοῦ μεγάλου Λέοντος· ἄλλοι δέ φασιν Ἀθηνᾶν ἐξ Ἑλλάδος ἐλθοῦσαν. | 190 |
2.79 | (c155, m75) Ἡ δὲ ὕαινα ἀπὸ τῆς μεγάλης Ἀντι‐ οχείας ἤχθη ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου. Τὰ δὲ λοιπὰ ἀγάλματα τοῦ Ἱππικοῦ τά τε ἄρρενα καὶ θήλεα καὶ οἱ διάφοροι ἵπποι καὶ τῶν καμπτήρων οἱ κίονες οἱ λίθινοι καὶ | |
5 | οἱ χαλκοῖ καὶ οἱ ὀβελίσκοι τῶν καμπτήρων οἱ χαλκοῖ καὶ αἱ ἱστορίαι τοῦ μονολίθου καὶ αἱ ἡνιοχευτικαὶ στῆλαι σὺν ταῖς βάσεσιν αὐτῶν ταῖς ἐνιστόροις καὶ τῶν περιπάτων οἱ κίονες σὺν τῶν κεφαλαίων καὶ ποδίσκων αὐτῶν καὶ τῶν ἐν σφεν‐ δόνι καὶ τῶν στηθέων καὶ συστεμάτων αὐτῶν καὶ σκαλίων | |
10 | καὶ σωλέων καὶ ἁπλῶς ὁπόθεν ἐκεῖσε εὑρίσκεται γραφή, κατ’ ἐξαίρετον εἰς τὰς χαλκᾶς στήλας—τῶν ἐσχάτων ἡμερῶν καὶ τῶν μελλόντων εἰσὶν πᾶσαι αἱ ἱστορίαι· ἃς ἐστη‐ λώσατο Ἀπολλώνιος ὁ Τυανεὺς εἰς μνήμην τῶν ἐντυγχανόν‐ των διὰ τὸ ἀνεξάλειπτα εἶναι· ὁμοίως καὶ ἐπὶ πάσης τῆς | |
15 | πόλεως τὰ ἀγάλματα ἐστοιχειώσατο. Οἱ δὲ ἔχοντες δοκι‐ μὴν τῶν στηλωτικῶν τῶν ἀποτελεσμάτων εὑρήσουσιν πάντα ἀλαθήτως. Ὁμοίως καὶ οἱ τρίποδες τῶν Δελφικῶν κακκά‐ βων καὶ αἱ ἔφιπποι στῆλαι γράφουσιν, δι’ ἣν αἰτίαν ἔστη‐ | |
σαν καὶ τί σημαίνουσιν. | 191 | |
2.80 | (c11, m10) Ὁ Αὔγουστος ὁ Ὀκταούιος Αὐγούστῳ μηνὶ ὑπάτευσε καὶ ἐτίμησεν αὐτόν, Σεξτίλιον πρώην λεγό‐ μενον, ὀνομάσας Αὔγουστον· ἐν αὐτῷ δὲ καὶ ἐτελεύτησε τῇ ιθʹ τοῦ μηνός. Τῷ δὲ Σεπτεμβρίῳ ἐγεννήθη τῇ κγʹ, καὶ | |
5 | τῇ βʹ τοῦ Σεπτεμβρίου Ἀντώνιον ἐνίκησε καὶ ἤρξατο τῆς μοναρχίας· καὶ ἐτίμησεν αὐτόν, ἀρχὴν ἰνδικτιῶνος ποιη‐ σάμενος αὐτὸν ἤτοι ἀρχὴν χρόνου, ὅθεν ὁ Σεπτέμβριος τετίμηται. | |
2.81 | (m266) Φησὶν Ἀππιανός, Δίων τε καὶ ἄλλοι οἱ τὰ Ῥωμαϊκὰ ἱστορήσαντες, ὡς ὁ Καῖσαρ ἀπὸ Νικοπόλεως πρὸς τὸ Δυρράχιον περῶν μεγάλου κλύδωνος γενομένου καὶ τοῦ κυβερνήτου ἐξαπορήσαντος, ἀγνοοῦντος ὡς τὸν Καίσαρα | |
5 | φέρει—ἦν γὰρ κεκαλυμμένος τοῦ μὴ γνωρίζεσθαι—ἀνακαλυ‐ ψάμενος εἶπεν πρὸς τὸν κυβερνήτην· ‘ἴθι πρὸς τὸν κλύ‐ δωνα· Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην.‘ | |
2.82 | Κράνος ὁ φιλόσοφος, εἷς ὢν τῶν ζʹ φιλοσόφων τῶν σὺν τῇ Εὐδοκίᾳ ἀνελθόντων ἐξ Ἀθηνῶν, ᾔτησε τὸν Θεοδόσιον ἰδεῖν τὰ ἐν τῷ Ἱπποδρομίῳ στοιχεῖα· καὶ ἰδὼν τὸν Περιχύτην λεγόμενον καὶ τὸν ἔμπροσθεν αὐτοῦ ἱστά‐ | |
5 | μενον ὄνον εἶπεν· ‘τίς ὁ στήσασ‘; τοῦ δὲ ἀναγνώστου εἰπόν‐ τος· Οὐαλεντινιανός· ‘ὦ συμφορά, φησίν, ὅτι ἄνθρωπος ὄνῳ ἀκολουθεῖ.‘ —Ἦσαν δὲ οἱ φιλόσοφοι οὗτοι· Κράνος, Κάρος, Πέλοψ, Ἀπελλῆς, Νερούας, Σιλβανὸς καὶ Κύρβος. Θεω‐ ρούντων δὲ ἱππεύοντα τὸν βασιλέα καὶ θαυμαζόντων ἔφη | 192 |
10 | ὁ βασιλεύς· ‘τί θαυμάζετε;‘ Ἀπεκρίθη δὲ Ἀπελλῆς· ‘θαυμάζω εἰδώς, ὅτι τῶν Ὀλυμπίων ἀλλασσομένων ἵπποι γενήσονται ἀνθρώπων ἐπιβάται.‘ Νερούας ἔφη· ‘κακὸν τῇ βασιλίδι, ὅτι τὸ στοιχεῖον τοῖς στοιχείοις συντρέχει.‘ Καὶ ὁ Σιλβανὸς τὸ ὀκλάζον ζώδιον ἰδών· ‘καιροὶ ἐπὶ τούτου, ἔφη, ἀγόνατοι | |
15 | ἔσονται.‘ Ὁ δὲ Κύρβος τὸν δῆμον ἰδὼν εἶπεν· ‘ὦ δῆμος, δι’ ὃν δήμιοι περισσεύουσι.‘ Ὁ δὲ Κράνος ἰδὼν τὸ γυμνὸν ἀνδρείκελον, περικεφαλαίαν τῇ κεφαλῇ περιφέρον, καὶ τὸν ὄνον ἔμπροσθεν εἶπεν ‘ὥς ποτε ὄνος ἄνθρωπος ἔσται,‘ καὶ ‘ὦ τῆς συμφορᾶς ὅτι ἄνθρωπος ὄνῳ ἀκολουθεῖν οὐκ αἰσ‐ | |
20 | χύνεται.‘ Πέλοψ δὲ τοὺς ὅρους τῶν ἵππων ἰδὼν ἠρώτησε· ‘τίνος τὸ πρόβλημα;‘ Τοῦ δὲ Θεοδοσίου εἰπόντος· ‘Κωνσταν‐ τίνου·‘ ἐκεῖνον φάναι· ‘ἢ φιλόσοφος ἄκυρος ἢ βασιλεὺς οὐκ ἀληθής.‘ Ἑώρα γάρ τι ὁ φιλόσοφος θηλύμορφον ζώδιον τετραμερέσι ζωδιακοῖς γράμμασι γεγραμμένον καὶ εἶπεν· ‘ὦ | |
25 | τετραπέρατε, ἐξ οὗ Κωνσταντῖνος καὶ ἀπέρατοι ἔσονται.‘ Κάρος δὲ προτραπεὶς εἶπε· ‘δυστυχῆ μοι τὰ πάντα φαί‐ νεται· εἰ γὰρ ταῦτα τὰ στοιχεῖα, ὡς πειρῶνται, ἀληθεύουσιν, ἵνα τί ἡ πόλις συνέστηκεν;‘ | |
2.83 | Ἀσκληπιόδωρος δὲ ὁ φιλόσοφος ἐπὶ Ἀναστασίου, ἰδὼν τὸ μέγα ζώδιον τὸ ἐν τῷ Ἱππικῷ τὴν χεῖρα κατέχον ἐπὶ τοῦ προσώπου, ἔφη· ‘ὦ βία, ὅτι πᾶσα ἀνθρωπίνη ἔνδεια εἰς μίαν ἀνθρώπου φρόνησιν ἐζυμώθη.‘ Καί τις αὐτῷ | 193 |
5 | ὑπέδειξε γράμματα ἐν τῷ μαρμάρῳ· ὁ δὲ ὑπαναγνούς φησιν· ‘ἀγαθὸν μὴ φθάσαι τὰ τότε μέλλοντα γενέσθαι, ὡς καὶ ἐμοὶ κέρδος ἦν τοῦ μὴ ἀναγνῶναι.‘ | |
2.84 | Θεοσάρης θεὸς σέβεται· Ἄραβες δὲ μάλιστα τι‐ μῶσι· τὸ δὲ ἄγαλμα αὐτοῦ λίθος ἐστὶ μέγας τετράγωνος ἀτύπωτος ὕψος ποδῶν τεσσάρων, εὖρος δύο, βάθος ἑνός· ἀνάκειται δὲ ἐπὶ βάσεως χρυσηλάτου. Τούτῳ θύουσι καὶ | |
5 | τὸ αἷμα τῶν ἱερείων προχέουσι· τοῦτο αὐτοῖς ἐστιν ἡ σπον‐ δή· ὁ δὲ οἶκος ἅπας ἐστὶν ὁλόχρυσος· οἵ τε γὰρ τοῖχοι χρύσεοι καὶ τὰ ἀναθήματα πολλά εἰσιν. Ἔστι δὲ τὸ ἄγαλμα ἐν Πέτρᾳ τῆς Ἀραβίας· καὶ αὐτοὶ σέβονται αὐτόν. | |
2.85 | (c69, m69) Στῆλαι Περσέως καὶ Ἀνδρομέδας. Ἐκ τοῦ Ἰκονίου Περσέως στῆλαι καὶ Ἀνδρομέδας θυγατρὸς Βασιλίσκου, ὑπαρχούσης ὡς οἱ μῦθοί φασιν δίδοσθαι θυ‐ σίαν τῷ ἐκεῖσε ἐμφωλεύοντι δράκοντι. Οὕτως γὰρ ἦν ἐκ | |
5 | παλαιᾶς συνηθείας δίδοσθαι παρθένον κόρην τῷ θηρίῳ· καθ’ ἣν Ἀνδρομέδα δεθεῖσα ἔμελλε τῷ θηρίῳ βορὰ δίδοσθαι. Ὁ γοῦν προειρημένος Περσεὺς ἐκεῖσε ἥκων πύθεται κλαιού‐ | |
σης τῆς Ἀνδρομέδας, τί ἂν ὠδύρετο· ἡ δὲ τὸ συμβὰν ἐξ‐ ηγήσατο. Τοῦ δὲ καθίσαντος 〈ἧκε τὸ θηρίον〉· αὐτὸς δὲ | 194 | |
10 | Γοργόνης κεφαλὴν ἐν πήρᾳ κατέχων ὀπισθοφανῶς στραφεὶς δείκνυσιν τὸ θηρίον τὸ δηλητήριον· ὅθεν ἰδὸν ἐκεῖνο ἀπ‐ έψυξεν. Ὅθεν καὶ ἐκλήθη Ἰκόνιον ἡ πόλις παρὰ Φιλοδώ‐ ρου λογιστοῦ διὰ τὸ τὸν Περσέα δεῖξαι τὴν εἰκόνα ἐκεῖσε. Ἦν δὲ τῇ πόλει ὄνομα ἀπὸ γενέσεως Δάνεια· ἔπειτα ἐκλήθη | |
15 | Θρηνῳδία, παρὰ δὲ Φιλοδώρου Ἰκόνιον. Ἔνθα καὶ ἐτελει‐ ώθη ὁ αὐτὸς Περσεὺς σὺν τῇ Ἀνδρομέδᾳ· ἐπάνω οὖν τῆς πύλης τῆς πόλεως ἐστηλώθησαν ἀμφότεροι. Ἥκασιν οὖν αἱ στῆλαι ἐπὶ Κωνσταντίου μετὰ τὸ πληρωθῆναι τὴν Ἀντιοχέων ἐκκλησίαν, ἐν τῷ μεγάλῳ τοῦ Κωνσταντίνου | |
20 | λοετρῷ καὶ ἔστησαν πλησίον τοῦ Τζυκανιστηρίου. | |
2.86 | (m261) Ἐν τῇ κατωγαίᾳ πόρτῃ τῇ πληρεστάτῃ στοιχεῖον ἵστατό τινος Φιδαλίας Ἑλληνίδος. Ἀρθείσης δὲ τῆς στήλης θαῦμα ἦν ἰδεῖν μέγα, σείεσθαι τὸν τόπον ἐκεῖνον ἐπὶ πολύ, ὥστε καὶ τὸν βασιλέα θαυμάσαι καὶ λιτὴν ἀπ‐ | |
5 | ελθεῖν ἐν τῷ τόπῳ καὶ οὕτως παῦσαι τὸν σεισμὸν Σάβα τοῦ ὁσίου δι’ εὐχῶν. | |
2.87 | (c159, m79) Ἐπὶ ἅρματος ἵστατο εἰς τοὺς πλεκτοὺς | |
κίονας ἐν τῇ λεγομένῃ Νεολαίᾳ στήλη γυναικεία καὶ βωμὸς μετὰ μοσχαρίου· ἐν οἷς καὶ ἵπποι χρυσολαμπεῖς τέσσαρες· ἐπὶ δίφρου καὶ διφρελάτου γυναικὸς 〈στήλη〉 ἐν τῇ δεξιᾷ | 195 | |
5 | χειρὶ κατέχουσα στηλίδιόν τι, ἄγαλμα διατρέχον. Τοῦτο οἱ μὲν λέγουσι Κωνσταντίνου κατασκευήν, 〈οἱ δὲ〉 τὴν ζεῦξιν μόνην, τὴν δὲ λοιπὴν ἀρχαίαν εἶναι καὶ μηδὲν παρὰ Κων‐ σταντίνου κατασκευασθῆναι. Ἕως γὰρ Θεοδοσίου τοῦ με‐ γάλου θέαμα παρὰ τῶν πολιτῶν γέγονεν ἐν τῷ Ἱπποδρομίῳ | |
10 | ἀνὰ κηρῶν καὶ λευκῶν χλαμύδων φοροῦντας πάντας εἰς‐ έρχεσθαι τὴν αὐτὴν στήλην μόνην ἐπάνω ἅρματος ἕως τοῦ στάματος ἀπὸ τῶν καγκέλλων. Τοῦτο δὲ ἐξετέλουν, ὅτε τὸ γενέθλιον τῆς πόλεως ἑωρτάζετο. Ἐκεῖ δὲ ἐν ζώδοις ἐστη‐ λώθησαν εἰς τοὺς κίονας ὁ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ἡ Εὐ‐ | |
15 | θηνία καὶ ὁ Λιμός. | |
2.88 | (c96, m129) Περὶ λίμνης τοῦ Νεωρίου. Ἐν τῇ λεγομένῃ λίμνῃ τοῦ Νεωρίου βοῦς ἵστατο χαλκοῦς παμ‐ μεγεθέστατος πάνυ· κράζειν δὲ ἔλεγον αὐτὸν ὡς βοῦν μίαν τοῦ ἐνιαυτοῦ· καὶ γίνεσθαι παραπτώματα ἐν τῇ ἡμέρᾳ | |
5 | ἐκείνῃ, ἐν ᾗ ἔκραξεν· ἐπὶ δὲ Μαυρικίου τοῦ βασιλέως ἐν αὐτῇ τῇ λίμνῃ κατεχώσθη. | |
2.89 | (c10, m11) Περὶ τῶν στηλῶν τῶν ἐν τῇ Χαλ‐ | |
κῇ. Τοῦ Μαυρικίου στήλη καὶ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ ἐν τῇ Χαλκῇ ἵσταται ἄνωθεν τῆς θεανδρι‐ κῆς εἰκόνος τοῦ Ἰησοῦ Χριστοῦ· ὑπ’ αὐτοῦ γὰρ κατεσκευ‐ | 196 | |
5 | άσθησαν. Αἱ δὲ δύο στῆλαι αἱ ἐκτεταμέναι τὰς χεῖρας ὁ εἷς τῷ ἑτέρῳ ἐκ τῆς Ἀθηναίων γῆς ἥκασιν· φιλοσόφων δέ φασιν εἶναι, ὥς φησιν Λιγύριος ὁ Ἑλληνικός. | |
289a | (m267) Μετὰ τὸ ἀποθανεῖν Μαρκιανὸν τὸν βασιλέα ἐγένετο Εὐτύχους τινὸς μαθητὴς ὀνόματι Ἄκατος, διάκονος ὑπάρχων τοῦ ναοῦ τῆς ἁγίας Εὐφημίας· ὃς ἰδὼν ἡττηθέν‐ τας τοὺς κατὰ Εὐτύχην κατέλαβε Σεραπίωνα τὸ κάστρον· | |
5 | τοῦτο δὲ ἦν ἓν τῶν Περσῶν, Ῥήγιον τοὔνομα. Ἐμήνυσε δὲ Περιττίῳ τῷ καστροφύλακι τὰ τῆς ἀσθενείας τῶν ἐν Καλχηδόνι οἰκούντων· ὃς παρευθὺ τοῦ ἅρματος ἐπιβὰς— | |
οὕτως γὰρ τοῖς ἐν Ῥηγίῳ καστροφύλαξι πέφυκε—μετὰ ἑβδομήκοντα χιλιάδων ἔρχεται ἐπὶ τὴν Καλχηδονίων μητρό‐ | 197 | |
10 | πολιν· οἱ δὲ ἐκεῖσε προγνόντες ἔφυγον ἐν τῷ Βυζαντίῳ ἄραντες μεθ’ ἑαυτῶν καὶ τὰ τίμια λείψανα τῆς ἁγίας Εὐ‐ φημίας· ὅπερ αὐτὸς Ἄκατος ἀμυνόμενος διὰ τὸ μὴ συγχω‐ ρηθῆναι Εὐτύχει τὴν ἐκκλησίαν κατὰ ταύτης τὸν Πέρσην Περιττίωνα ἤγαγε. Τότε ἡρπάγη παρὰ τῶν Περσῶν ὁ Ἥλιος | |
15 | θεὸς ὁ λεγόμενος Κρόνος, χρυσέγκαυστος, ὃς ἵστατο ἐν Καλχηδόνι· ὃν καὶ ἀπήγαγον εἰς Περσίαν. | |
2.90 | (m267) Περὶ στηλῶν τῶν ἐν τῷ ἁγίῳ Μωκίῳ. Ἐπὶ Λέοντος τοῦ Ἰσαύρου πολλὰ θεμάτια παρελύθησαν ἀρ‐ χαῖα διὰ τὸ τὸν ἄνδρα ἀλόγιστον εἶναι. | |
2.91 | (m267) Τότε τὸ λεγόμενον Τρίζωδον τὸ εἰς τὰ κοῦφα τοῦ ἁγίου Μωκίου κάτωθεν ὑπάρχον ἐπήρθη· ἐν | |
αὐτῷ ἠστρονόμουν ἕως τότε πολλοί· καὶ τύμβοι Ἑλλήνων καὶ Ἀρειανῶν ὑπάρχουσι κεχωσμένοι καὶ ἄλλα εἰς πλῆθος | 198 | |
5 | σκηνώματα. | |
2.92 | (m268) Τὸ δὲ Πάνορμον διπλότειχον κάστρον ὑπ‐ άρχει ὑπὸ τοῦ Πανόρμου Ἕλληνος κτισθὲν δίκην σιδήρου καὶ χαλκοῦ ἀναμεμιγμένου. Ἐν δὲ τῇ πρὸς βορρᾶν πόρτῃ τοῦ αὐτοῦ κάστρου ἵστατο στυράκιον ἰκμοειδὲς καὶ στήλη | |
5 | γυναικεία δικέφαλος. Ἔνθα καὶ θέαμα γέγονεν· ἐμπρησμοῦ γάρ ποτε τὸ κάστρον κατειληφότος καὶ πάσης τῆς πόλεως ἐδαφισθείσης μετὰ καὶ τῶν τειχῶν ἵστασθαι τὸ πυργίον ἐκεῖνο τῆς πόρτης, ἔνθα καὶ ἡ στήλη συνίστατο. Ἀλλὰ μὴν πολλάκις καὶ τοῦ πυρὸς προσεγγίζοντος τῷ προσώπῳ, | |
10 | ὡς ὑπό τινος διώκοντος αὐτὸ ὄπισθεν, ὡς ὀργυιὰς εʹ ὑπ‐ εχώρει τῆς στήλης. Αὕτη δὲ παρελήφθη ὑπὸ Χοσρόου τοῦ Περσῶν τυράννου καί ἐστιν ἐν Περσίδι λατρευομένη μέχρι τοῦ νῦν. Τῷ αὐτῷ δὲ χρόνῳ ᾐχμαλώτευσεν ὁ Χοσρόης καὶ τὰ Ἱεροσόλυμα λαβὼν μεθ’ αὑτοῦ καὶ τὸν τίμιον καὶ ζωο‐ | |
15 | ποιὸν σταυρὸν σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ. Ὁ δὲ Ἡράκλειος τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τὸν Χοσρόην ἀνελὼν καὶ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν ὁ Χοσρόης, καὶ τὸν τίμιον σταυρὸν εἰς τοὺς ἰδίους ἀπεκατέστησεν τόπους καὶ σπουδῇ καὶ χάριτι θεοῦ, Μοδέστου τοῦ ἐν ἁγίοις πατρι‐ | |
20 | άρχου Κωνσταντινουπόλεως τοῦτο δι’ εὐχῆς αὐτοῦ σπεύ‐ | |
σαντος γενέσθαι. | 199 | |
2.93 | (c257, m269) Περὶ τοῦ Ὀκταγώνου Τὸ δὲ καλούμενον Σμύρνιον πλησίον τοῦ Τετραδησίου ἐμβόλου ἔχει ὑποκάτω τῆς γῆς τὸ πρὸς βορρᾶν μέρος ὀργυιὰς ιʹ, στήλας θʹ· ἔστι δὲ πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θεοδώρου | |
5 | τῶν Σφωρακίου. Εἰσὶ δὲ αἱ στῆλαι αἱ μὲν τρεῖς Κων‐ σταντίνου τοῦ μεγάλου καὶ τῆς γυναικὸς αὐτοῦ Φαύστας καὶ Ἱλαρίωνος πραιποσίτου καὶ τοῦ παιδὸς αὐτοῦ τοῦ τρί‐ του, ὁμωνύμου Κωνσταντίνου, Κρίσκεντος ὀνομαζομένου, ὃν Ἡρόδοτος καὶ Ἱππόλυτος χρονογράφοι λέγουσιν ἀπο‐ | |
10 | κεφαλισθῆναι ὑπὸ τοῦ πατρὸς διὰ τὸ εἰς ὑποψίαν ἐλθεῖν ἐπὶ Φαύστῃ τῇ μητρὶ αὐτοῦ. Ἐκείνην μὲν βαλανεῖον ἐκ‐ πυρώσας ἐκέλευσεν ἔσωθεν κατακαῆναι, τὸν δὲ υἱὸν αὐτοῦ ἀποτμηθῆναι ἄκριτον διὰ ὑποψίαν τινά. Διὸ καὶ τῆς μη‐ τρὸς Ἑλένης μὴ φερούσης τὴν ἀναίρεσιν τοῦ νέου, ἤδη | |
15 | τῆς τοῦ Καίσαρος ἀξιωθέντος τιμῆς, ἠδολέσχει ἐπὶ τῇ ἀκρίτῳ ἀποφάσει· καὶ ἐστήλωσεν τὸν υἱὸν αὐτοῦ ὁ Κωνσταντῖνος καὶ λυπηθεὶς μετενόησεν καὶ ἔκλαυσεν ἐπ’ αὐτῷ μʹ ἡμέρας καὶ μʹ νύκτας μὴ λουσάμενος τὸ σῶμα καὶ μὴ ἀναψύξας ἐν κοίτῃ. Ἐποίησεν δὲ τὴν στήλην αὐτοῦ ἐξ ἀργύρου | |
20 | καθαροῦ βάψας αὐτὴν ἐκ χρυσίου πλείστου, τὴν δὲ κεφαλὴν αὐτοῦ μόνην ἐκ χρυσίου τελείου, γράφουσαν ἐν τῷ μετώπῳ· | |
‘ἠδικημένος υἱός μου.‘ Ταύτην στήσας μετάνοιαν βάλλων ἐλιπάρει τὸν θεὸν ὑπὲρ ὧν ἐπλημμέλησεν. —Αἱ δὲ λοιπαὶ στῆλαι ὑπάρχουσιν Σευήρου, Ἁρματίου, Ζευξίππου, Βιγλεν‐ | 200 | |
25 | τίου τοῦ καὶ τὰ Βιγλεντίου κτίσαντος καὶ Ἐλευθερίου τοῦ εἰς τὸ Σινάτον παλάτια κτίσαντος. Οὗτοι δὲ πάντες παρ’ αὐτοῦ ἐστηλώθησαν ὡς ἀποτμηθέντες· οἱ δὲ Ἀρειανοὶ εὑρόντες αὐτὰς ἐπὶ Οὐάλη κατέχωσαν ἐκεῖ τὰς αὐτὰς στήλας. | |
2.94 | (c35, m35) Περὶ τοῦ Σινάτου Ἐν δὲ τῷ Σινάτῳ ἀπετέθησαν ἡνίοχοι ἐν ζευξίπποις καὶ ἐτέθησαν ἐν τῷ ἀστρονομικῷ ὀργάνῳ, ἔνθα τῆς Ἀρτέμιδος καὶ τῆς Ἀφροδίτης ἵστανται στῆλαι· ἐν αἷς σκυτάλαις ἀπ‐ | |
5 | εκεφαλίσθησαν ὑπὸ τῶν Ἀρειανῶν. Αἱ δὲ καροῦχαι ἐν τῷ εἰλήματι κατεχώσθησαν ὑπὸ Θεοδοσίου τοῦ βασιλέως. | |
2.95 | (c35, m35) Οἱ δὲ δώδεκα κόφινοι τῶν περισσευμάτων δέκα ἔτη ἐν τῷ παλατίῳ τοῦ Σινάτου κατέκειντο· μετὰ δὲ ταῦτα ἐν τῷ εἰλήματι κατεχώσθησαν. | |
2.96 | (c36, m36) Στῆλαι τῆς ἁγίας Σοφίας. Ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ νῦν ὀνομαζομένῃ ἁγίᾳ Σοφίᾳ στῆλαι ἵσταντο υκζʹ, αἱ πλεῖαι μὲν Ἑλλήνων ὑπάρχουσαι· αἵτινες ἐκ τῶν πολλῶν ὑπῆρχον τοῦ τε Διὸς καὶ Κάρου τοῦ πατροιοῦ | |
5 | Διοκλητιανοῦ καὶ τὸ δωδεκάζωδον καὶ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἀρκτοῦρος ἀστὴρ παρὰ δύο Περσικῶν στη‐ | |
λῶν βασταζόμενος καὶ ὁ νότιος πόλος καὶ ἡ ἱέρεια τῆς Ἀθηνᾶς ἀπὸ τοῦ πλευροῦ τὸν Ἥρωνα φιλόσοφον μαντεύ‐ ουσα. Ἐκ δὲ τῶν Χριστιανῶν ὀλίγαι μὲν ὡσεὶ πʹ· καὶ δέον | 201 | |
10 | ἐκ τῶν πολλῶν ὀλίγας μνημονεῦσαι· Κωνσταντίνου τοῦ με‐ γάλου καὶ Κωνσταντίου καὶ Κώνσταντος καὶ Γαληνοῦ κυ‐ αίστορος καὶ Ἰουλιανοῦ Καίσαρος καὶ ἑτέρου Ἰουλιανοῦ ἐπάρχου καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ καὶ Σεραπίωνος ὑπ‐ ατικοῦ καὶ Ἑλένης μητρὸς Κωνσταντίνου τρεῖς· ἡ μὲν μία | |
15 | πορφυρᾶ διὰ μαρμάρων, ἡ δὲ ἑτέρα διὰ ψηφίδων ἀργυρῶν ἐν χαλκῷ κίονι καὶ ἡ ἄλλη ἐλεφαντώδης Κύπρου ῥήτορος προσενέγκαντος· ἅστινας Ἰουστινιανὸς μερίσας τῇ πόλει τὸν ναὸν μέγιστον ἀνήγειρεν μετὰ πίστεως καὶ πόνου. Οἱ δὲ πεπειραμένοι τῶν προειρημένων περιερχόμενοι τὴν πόλιν καὶ | |
20 | ζητοῦντες εὑρήσουσιν οὐκ ὀλίγας. | |
2.97 | (c54, m55) Μαναναῆ στρατηγοῦ μετὰ τὸ νικῆσαι Σκύθας κατὰ κράτος στήλῃ ἠξιώθη τιμηθῆναι ἐν τῷ καλου‐ μένῳ Ὡρείῳ, ὅ τινες καλοῦσι Μόδιον· ἦν δὲ καλούμενον ὡρολόγιον· ἔνθα νῦν ἵστανται κίονες καὶ ἀψὶς πρὸς τὸν | |
5 | οἶκον τὸν νῦν λεγόμενον Κρατεροῦ· ἔνθα ἵσταται καὶ μόδιος χαλκοῦς καὶ ὡρεῖον καὶ δύο χεῖραι χαλκαῖ ἐπὶ ἀκοντίων. Τὸν δὲ μόδιον δέον ἐστὶ μὴ παραδραμεῖν ἡμᾶς ὅτι ἐπὶ Οὐ‐ αλεντινιανοῦ ἐτυπώθη· τότε γὰρ καὶ ἀρχιμόδιον ἐπὶ τῶν ἐν τῇ Κωνσταντινουπόλει οἰκούντων ἀνηρευνήθη † τοῦτο τοῦ | |
10 | ἀργύρου τυπώσαντος· ἄργυρος δὲ ἀπ’ ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. Τοῦτο δὲ καὶ Θεοδώρητος διασαφεῖ τρανότατα. Αἱ δὲ χαλκαῖ χεῖραι ἔκτοτε ἄνωθεν προετυπώθησαν. Τοῦ δὲ βασιλέως τὸ κουμούλιον μόδιον νομοθετήσαντος, μὴ ἀντ‐ αίρειν δὲ τοῖς ναυτιῶσι προστάξαντος καὶ σιτηρέσια εἷς ἐξ | 202 |
15 | ἀμφοτέρων τῶν ναυτῶν τῷ βασιλεῖ τὸν σῖτον ἀπεμπωλῶν ἐν τοῖς ἐκεῖσε δίκην ἄδικον καταγγείλαντος ἐν τῷ κατωγαίῳ Μοδίῳ τὴν δεξιὰν χεῖρα ἀπώλεσεν· ὅθεν καὶ ἐτυπώθησαν αἱ χεῖραι τοῖς λαμβάνουσιν καὶ τοῖς διδοῦσιν ἀμφοτέρους ἐκ τῶν προστεταγμένων μὴ ἀγανακτεῖν. | |
297a | (c54, m55) Ἔνθεν τοῦ αὐτοῦ Οὐαλεντινιανοῦ στή‐ λη ἵστατο εἰς τὴν ἀψίδα, ἔξαμον ἐν τῇ δεξιᾷ χειρὶ κατ‐ έχουσα· ἡρπάγη δὲ εἰς πάκτον διὰ τὸ καὶ αὐτὴν ἀργυρᾶν εἶναι ὑπὸ Κουρίου προτίκτορος ἐπὶ Ἰουστινιανοῦ τῷ δευ‐ | |
5 | τέρῳ ἔτει. | |
2.98 | (m233) Περὶ στήλης τῶν Ἀρτοπωλείων. Μενάνδρου μάντεως στήλη ἧκεν ἐν Κωνσταντινουπόλει, ἣν | |
ἔστησαν ἐπὶ τὸν Ἀρτοτυριανὸν οἶκον εἰς θέαν διὰ τὸ εἶναι τὴν στήλην εἰς μῆκος πηχῶν ιεʹ, πλάτος δὲ πηχῶν ηʹ· ἥν‐ | 203 | |
5 | τινα χυμευτὴν ὑπάρχουσαν καὶ ἀργυροελάτην καθαρὰν Μαρ‐ κιανὸς ὁ εὐσεβὴς εἰς ἀργύρια ἐχάραξεν καὶ τοῖς πένησιν διένειμεν. | |
2.99 | (m263) Ἀρδαβούριος στρατηγὸς ἐπὶ Λέοντος τοῦ εὐσεβοῦς ἐν τοῖς Θρακῴοις μέρεσιν Ἡρωδιανοῦ στήλην εὑρὼν ἐπίκυρτον πάνυ καὶ παχεῖαν θυμωθεὶς ὤλεσεν· ἥν‐ τινα ὀλέσας εὗρεν χρυσίου τάλαντα, λίτρας ρλγʹ· ἃ μετὰ | |
5 | προθυμίας τῷ βασιλεῖ κατεμήνυσεν. Ὁ δὲ ὑπ’ αὐτοῦ ἐσφάττετο καὶ ὀδυνώμενος ἔλεγεν· ‘οὐδεὶς μολίβδῳ χρυσὸν καταμίξας ἐπὶ ζημίας † ἠνδρίζετο, οἷα παρὰ τῷ κυρτῷ τού‐ τῳ βασιλεῖ εἰς ἐμὲ συμβέβηκεν.‘ Ἔνθεν καὶ οἱ διερχόμενοι τὸν τόπον 〈καὶ〉 μάλιστα φιλόσοφοι οὐ τοῖς προτέροις κα‐ | |
10 | κοῖς 〈τῷ θανάτῳ〉 Ἀρδαβούριον ἔβαλον, ἀλλ’ ἕνεκεν τῆς στήλης Ἡρωδιανοῦ· ὅτε καὶ Ἄσπαρ σὺν αὐτῷ τὸ πέρας ἐδέξατο. Ἄσπαρος δὲ στήλη ἐν τοῖς τοῦ Ταύρου μέρεσιν σώζεται ἕως τῆς δεῦρο ἐν ἵππῳ ἐρρωμένῳ δεξιολαβεῖ καθ‐ εζόμενος 〈ὡσ〉 ὁρᾶται. | |
2.100 | (c37, m37) Ἐν δὲ τῷ Φόρῳ τῷ δεξιῷ μέρει τῆς | |
ἀνατολῆς ἐδέξατο στήλας πορφυρᾶς διὰ μαρμάρων ιβʹ καὶ σειρῆνας ιβʹ· ἅστινας σειρῆνας οἱ πολλοὶ ἵππους θαλασσίους καλοῦσι· χρυσέμβαφοι δὲ ἦσαν. Ἐπὶ δὲ ἡμῶν ἑπτὰ μόναι | 204 | |
5 | καθορῶνται· τὰς δὲ τρεῖς ἐξ αὐτῶν ἐν τοῖς τοῦ ἁγίου Μάμαν‐ τος μέρεσιν τέθεικαν καὶ αἱ λοιπαὶ σώζονται. | |
2.101 | (c38, m38) Ἡ δὲ Τύχη τῆς πόλεως χαλκῆ μετὰ μοδίου ἵσταται ἐν τῇ ἀνατολικῇ ἀψίδι· ἣν ἔφησαν 〈ὑπὸ〉 Μιχαὴλ τοῦ Ῥαγγαβὲ χειροκοπηθῆναι αὐτὴν τὴν στήλην διὰ τὸ μὴ ἰσχύειν τὰ δημοτικὰ μέρη κατὰ τῶν ἀνακτόρων. | |
2.102 | (c39, m39) Περὶ τοῦ Φόρου. Ἰστέον ὅτι ὁ σταυρὸς ὁ μεσοσυλλαβῶν ἀναγινωσκόμενος· ‘ἅγιος, ἅγιος, ἅγι‐ οσ‘ παρὰ τοῦ προστατοῦντος τῷ Φόρῳ ἀνηγέρθη· ἔνθεν καὶ δύο ταχυδρόμων καὶ [τῶν υἱῶν] Κωνσταντίνου καὶ | |
5 | Ἑλένης ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων σώζονται στῆλαι. Εἰς δὲ τὴν ἀνατολικὴν ἀψίδα τοῦ Κωνσταντινιακοῦ Φόρου σταυρὸς ἀργυρέμπλαστος ἐν τοῖς ἀκρωτηριακοῖς στρογγύλοις μήλοις ἐν αὐτῷ τῷ τόπῳ 〈ὑπὸ Κωνσταντίνου〉 ἀνηγέρθη, ὡς ἐθεάσατο αὐτὸν ἐν τῷ οὐρανῷ. Οἱ δὲ χρυσέμβαφοι | |
10 | υἱοί εἰσιν αὐτοῦ. | |
2102a | (c39, m39) Καὶ ἐλέφαντος στήλη ἵστατο φοβερὰ ἐν τοῖς εὐωνύμοις μέρεσιν πλησίον τῆς μεγάλης στήλης· ἔνθα καὶ παράδοξον ἐδείκνυτο θέαμα. Σεισμοῦ γὰρ γενο‐ μένου καὶ αὐτὸς πέπτωκεν καὶ ἀπώλεσεν τὸν ἕνα πόδα τὸν | 205 |
5 | ὄπισθεν. Οἱ δὲ τοῦ ἐπάρχου ταξεῶται—ἔθος γὰρ τὸν Φόρον παρ’ αὐτῶν φυλάττεσθαι—συνδραμόντες ἐγεῖραι τὸν ἐλέφαντα εὗρον ἐν αὐτῷ ἀνθρώπου ὀστᾶ ἀμφότερα ὅλου τοῦ σώματος καὶ πυξίον μικρόν, οὗ ἐν τῇ κεφαλῇ ἔγραφεν· ‘Ἀφροδίτης παρθένου ἱέραος οὐδὲ θανοῦσα χω‐ | |
10 | ρίζομαι.‘ Ὅπερ ὁ ἔπαρχος τῷ δημοσίῳ προσέθηκεν εἰς νου‐ μία τοῖς προαναδεδηλοκόσιν. | |
2.103 | (c39 et 40, m39, et 40) Ἀλλὰ καὶ χοῖρος ἵστατο σημαίνων τὴν κραυγὴν τῆς πανηγύρεως, καὶ γυμνὴ στήλη σημαίνουσα τὸ ἀναίσχυντον τῶν ἀγοραζόντων καὶ τῶν πω‐ λούντων· συστεμάτια δὲ μέσον τοῦ Φόρου ἔνζωδα ἐπὶ κι‐ | |
5 | όνων ἱστάμενα καὶ ἐν αὐτοῖς δηλοῦντα τὰς ἱστορίας τῶν μελλόντων ἐσχάτως γενέσθαι ἐπὶ τὴν πόλιν. Οἱ δὲ στηλω‐ τικοὶ τῶν ἀποτελεσμάτων ταῦτα πάντα συνιᾶσι. Ἐστήλωσε δὲ ἅπαντα ταῦτα Ἀπολλώνιος ὁ Τυανεὺς παρακληθεὶς παρὰ Κωνσταντίνου τοῦ μεγάλου· καὶ εἰσελθὼν ἐστοιχειώσατο | |
10 | ὀνόματα ἐπικρατείας ἕως τέλους αἰῶνος. | |
2.104 | (c23, m23) Περὶ τοῦ Μιλίου. Ἐν τῷ λεγο‐ | |
μένῳ Μιλίῳ Θεοδοσίου στήλη ἵσταται ἐφ’ ἵππου χαλκοῦ· καὶ ἐν τῇ χειρὶ κατέχει μῆλον καὶ στήλην ἑτέραν, ἀνδρο‐ είκελον ἄγαλμα ἔχον καὶ στέφανον· ἣν ἀνεγείρας πολλὰ | 206 | |
5 | σιτηρέσια τῇ πόλει δέδωκεν. Οἱ δὲ κίονες ὀκτὼ καὶ οἱ ποδίσκοι, ὁμοίως καὶ τῶν Ἀρτοπωλείων οἱ ὀκτὼ κίονες καὶ τῶν Τζυκαλαρείων 〈καὶ〉 τῆς Χαλκῆς ἔχουσιν ἱστορίας πολ‐ λὰς ἃς καλλύνας ἐχρύσωσε. | |
2104a | (m80) Περὶ τοῦ Περιπάτου. Ἐν τῷ Περι‐ πάτῳ ἔφιπποι στῆλαι γένος Γρατιανοῦ ἅπαν καὶ Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ· ἐξ αὐτῶν καὶ τοῦ κυρτοῦ Φιρμιλλιανοῦ πρὸς γέλωτα γέγονεν· καὶ σώζεται ἕως τῆς σήμερον. | |
2.105 | (c60) Περὶ τοῦ Ξηρολόφου. Τὸν δὲ Ξηρό‐ λοφον πρώην θέαμά τινες ἐκάλουν· ἐν αὐτῷ γὰρ κοχλίαι ιϛʹ καὶ συνθετὴ Ἄρτεμις καὶ ἕτεραι πολλαὶ εἰς τὰς ἀψίδας· ἔσχατον δὲ ἐκλήθη Θεοδοσιακὸς Φόρος καὶ ἦν μέχρι Κων‐ | |
5 | σταντίνου τοῦ Κοπρωνύμου. | |
2.106 | (c256, m264) Ὅτι Μητροφάνους καὶ Ἀλεξάνδρου καὶ Παύλου αἱ εἰκόνες ἐν σανίσι γεγόνασιν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου· καὶ ἵστανται ἐν τῷ μεγάλῳ κίονι τῷ πορ‐ φυρῷ πλησίον κατὰ ἀνατολάς· ἅστινας οἱ Ἀρειανοὶ μετὰ τὸ | |
5 | κρατῆσαι πυρὶ παραδεδώκασιν ἐν τῷ κορωνίῳ Μιλίῳ μετὰ καὶ τοῦ τῆς Θεοτόκου ἀπεικονίσματος καὶ αὐτοῦ τοῦ νηπι‐ | |
άσαντος σαρκὶ Ἰησοῦ Χριστοῦ, καθὼς Ἀγκυριανὸς χρονο‐ γράφος ἐν τῷ Δεκαλόγῳ αὐτοῦ καὶ Ἀναστάσιος ἡμῖν παρα‐ δέδωκαν. | 207 | |
2.107 | (c174, m96) Ὁ δὲ ἅγιος Ἀγαθόνικος ὑπὸ Ἀνα‐ στασίου τὸ πρότερον καὶ Ἰουστινιανοῦ τοῦ μεγάλου τὸ δεύ‐ τερον ἀνεκαινίσθη· ἐν αὐτῷ δὲ τῷ ναῷ καὶ πατριάρχαι ἐπισκόπησαν ἑπτὰ ἐπὶ χρόνους πεντήκοντα· καὶ βασιλεῖς | |
5 | στεφηφοροῦσιν ἐκεῖσε. Δι’ ἣν δὲ αἰτίαν μετεποιήθη † ὑπὸ θυμοῦ, οὐ γινώσκεται. Καὶ παλάτιον δὲ ἦν πλησίον τοῦ ναοῦ μέγιστον· ὑπὸ δὲ Τιβερίου τοῦ πρώτου μετεποιήθη διολεσθὲν εἰς τὰ βασίλεια. | |
2.108 | (c227, m229) Τὰ δὲ τείχη τῆς δύσεως τῶν μεγά‐ λων πορτῶν ἐπὶ Λέοντος τοῦ μεγάλου καὶ εὐσεβοῦς ἀν‐ εκαινίσθησαν· καθ’ ἣν καὶ ἐλιτάνευσαν καὶ τὸ ‘κύριε ἐλέ‐ ησον‘ τεσσαρακοντάκις ἐξεβόησαν καὶ ὁ δῆμος τῶν Πρασί‐ | |
5 | νων ἔκραξαν· ‘Λέων Κωνσταντῖνον καὶ Θεοδόσιον εἰς κράτος ἐνίκησεν.‘ Οὗτος γὰρ ἐνομοθέτησεν· ἡ ἁγία κυριακὴ τῇ ἀπραξίᾳ τιμᾶσθαι· πρὸ γὰρ αὐτοῦ πάντες ἔκαμνον. | |
2.109 | (c228, m230) Τὰ δὲ τείχη τὰ πρὸς τὴν θάλασσαν | |
ἀνακαινίζονται ἐπὶ Τιβερίου Ἀψιμάρου· ἕως γὰρ αὐτοῦ ἠμελημένα ἦσαν πάνυ· καὶ ἐκ δευτέρου ἀνεκαινίσθησαν ἐπὶ Θεοφίλου. | 208 | |
2.110 | (c203, m205) Περὶ τοῦ ἁγίου Μωκίου. Δέον γινώσκειν ὅτι ὁ ἅγιος Μώκιος πρῶτον μὲν ὑπὸ τοῦ με‐ γάλου Κωνσταντίνου ἀνῳκοδομήθη Ἑλλήνων πλήθη ἐκεῖσε κατοικούντων πολλά· καὶ ναὸς ἦν τοῦ Διός, καθὼς καὶ ἐκ | |
5 | τῶν αὐτῶν λίθων ἐκτίσθη ὁ ναός. Ἐν δὲ ταῖς ἡμέραις Θεοδοσίου τοῦ μεγάλου ἐξορίζονται οἱ Ἀρειανοὶ ἀπὸ τῆς ἁγίας ἐκκλησίας καὶ ἐλθόντες ἐν τῷ ναῷ τοῦ ἁγίου Μω‐ κίου ἠράσθησαν καὶ παρακαλοῦσι τῷ βασιλεῖ κατοικεῖν αὐ‐ τοὺς ἐκεῖ, ὃ καὶ γέγονεν. Παρευθὺ οὖν ἀνεγείρουσι τὸν | |
10 | ναὸν οἱ Ἀρειανοὶ καὶ δοξάζεται παρ’ αὐτῶν ἔτη ζʹ· καὶ πίπτει λειτουργούντων αὐτῶν ἐν τῷ ζʹ ἔτει, καθ’ ὃν πολλοὶ Ἀρειανοὶ ἀπεκτάνθησαν. Ἐν δὲ ταῖς ἡμέραις Ἰουστινια‐ νοῦ τοῦ μεγάλου ἀνεγείρεται ὁ αὐτὸς ναὸς καὶ ἵσταται ἕως | |
ἡμῶν. | 209 | |
2at | Περὶ συνόδων. | |
2a1 | Σύνοδος ἐν Νικαίᾳ τοῦ ἁγίου Κωνσταντί‐ νου. Ἡ πρώτη σύνοδος γέγονεν ἐν τῇ Νικαίᾳ τῆς Βιθυ‐ νίας ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου συνελθόντων τῶν τρια‐ κοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων καὶ Σιλβέστρου πάπα | |
5 | Ῥώμης· οἳ καὶ καθεῖλαν Ἄρειον, ὅστις ἦν πρῶτος πρεσβύ‐ τερος Ἀλεξανδρείας· τὸν γὰρ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ψιλὸν ἄνθρωπον ἔλεγεν εἶναι· Ἴβηρες δὲ καὶ Ἰνδοὶ τότε ἐχριστιάνισαν. Ἐπὶ δὲ τούτου εἰσῆλθον καὶ τὰ λείψανα τῶν ἁγίων Ἀποστόλων· ἐβούλετο δὲ καὶ τὴν τοῦ καλου‐ | |
10 | μένου χρυσαργύρου συντέλειαν ἐκκόψαι, ἣν ἀπὸ τῆς πρεσβυ‐ τέρας Ῥώμης ἡ πόλις κατέλαβεν. | |
2a2 | Σύνοδος δευτέρα. Σύνοδος δευτέρα Θεοδοσίου τοῦ μεγάλου ἐν Κωνσταντινουπόλει τῶν ρνʹ ἁγίων πατέρων καὶ Δαμάσου πάπα Ῥώμης καὶ Νεκταρίου Κωνσταντινου‐ πόλεως καὶ Γρηγορίου τοῦ θεολόγου κατὰ Μακεδονίου τοῦ | |
5 | πνευματομάχου· τὸ γὰρ ἅγιον πνεῦμα οὐκ ἔλεγεν θέον, ἀλλὰ ἀλλότριον τῆς θεότητος· ἥτις καὶ προέθηκεν τὸ σύμ‐ βολον τῆς πίστεως οὕτως· ‘καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ κύριον καὶ ζωοποιόν.‘ Ἐπὶ τοῦ αὐτοῦ τοῦ μεγάλου Θεοδο‐ σίου ἀπετέθησαν λείψανα εἰς τὸν ναὸν τῆς ἁγίας Εὐ‐ | 210 |
10 | φημίας Τερεντίου καὶ Ἀφρικανοῦ· καὶ τοῦ προφήτου Σα‐ μουὴλ τὸ ἅγιον λείψανον εἰσῆλθεν ἐν τῇ πόλει ἐπὶ Ἀρκα‐ δίου τοῦ υἱοῦ αὐτοῦ καὶ ἐτέθη εἰς τὸν ναὸν τοῦ Ἑβδόμου· ὁ δὲ Ἀττικὸς ἦν πατριάρχης τῷ τότε καιρῷ καὶ κατέθετο ταῦτα ὡς εἴρηται εἰς τὸ Ἕβδομον. | |
2a3 | Σύνοδος τρίτη. Ἐπὶ Θεοδοσίου τοῦ μικροῦ γέ‐ γονεν ἡ τρίτη σύνοδος ἡ ἐν Ἐφέσῳ τῶν διακοσίων ἁγίων πατέρων, ἐπὶ καθαιρέσει Νεστορίου· τὸν γὰρ Χριστὸν καὶ αὐτὸς ψιλὸν ἄνθρωπον ἔλεγεν εἶναι· οἳ καὶ συνελθόντες | |
5 | ἀνεθεμάτισαν αὐτόν· καὶ τελείως ἐκήρυξαν καὶ ἐδίδαξαν τὴν ἀθόλωτον πίστιν τὴν ἐν τριάδι θεότητα ἀνυμνου‐ μένην ἀεί. | |
2a4 | Σύνοδος τετάρτη. Ἐπὶ Μαρκιανοῦ καὶ Οὐαλεν‐ τινιανοῦ γέγονεν ἡ τετάρτη σύνοδος ἐν Καλχηδόνι τῶν ἑξα‐ κοσίων τριάκοντα ἁγίων πατέρων, Λέοντος πάπα Ῥώμης καὶ Ἀνατολίου Κωνσταντινουπόλεως κατὰ Διοσκόρου Ἀλεξαν‐ | |
5 | δρέων πατριάρχου καὶ Εὐτυχοῦς ἀρχιμανδρίτου· οὗτοι γὰρ τὴν ἐνανθρώπησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρῃτοῦντο καὶ ἐν φαντασίᾳ αὐτοῦ τὴν σάρκα ἐμυθο‐ λόγουν. | |
2a5 | Σύνοδος πέμπτη. Ἐπὶ δὲ Ἰουστινιανοῦ τοῦ με‐ γάλου γέγονεν ἡ πέμπτη σύνοδος ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν ἑξήκοντα ἁγίων πατέρων καὶ Εὐτυχίου ἀρχι‐ επισκόπου Κωνσταντινουπόλεως· οἳ καὶ καθεῖλον Ὠριγένην, | 211 |
5 | Εὐάγριον καὶ Δίδυμον τοὺς παράφρονας· τὰ γὰρ σώματα ἡμῶν μὴ ἀνίστασθαι ἐδυσφήμουν καὶ παράδεισον αἰσθητὸν μὴ γενέσθαι ὑπὸ τοῦ θεοῦ μήτε εἶναι· καὶ ἐν σαρκὶ μὴ πλασθῆναι τὸν Ἀδάμ, καὶ τέλος εἶναι τῆς κολάσεως καὶ δαίμονας ἐλθεῖν εἰς τὴν ἀρχαίαν ἀποκατάστασιν. | |
2a6 | Σύνοδος ἕκτη. Ἐπὶ δὲ Κωνσταντίνου καὶ Ἡρα‐ κλείου καὶ Τιβερίου [υἱοῦ αὐτοῦ] γέγονεν ἡ ἕκτη σύνοδος τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπὶ Ἀγάθωνος πάπα Ῥώμης, κατὰ Κύρου Ἀλεξανδρείας, Σεργίου καὶ Πύρου, | |
5 | Πέτρου καὶ Παύλου Κωνσταντινουπόλεως γενομένων ἐπι‐ σκόπων· οὗτοι ἀπετόλμησαν εἰπεῖν ἓν θέλημα καὶ μίαν ἐνέργειαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν καὶ μετὰ σάρκωσιν, τὸν σύνδεσμον τῆς ὀρθοδοξίας διαλῦσαι βου‐ ληθέντες οἱ παράφρονες· συνῆσαν δὲ αὐτοῖς καὶ Μακάριος | |
10 | ὁ νομοθέτης Ἀντιοχείας καὶ Ἰσίδωρος, φησίν, ὁ μαθητὴς αὐτοῦ. | |
2a7 | Σύνοδος ἑβδόμη Εἰρήνης. Ἐπὶ Εἰρήνης τῆς μητρὸς Κωνσταντίνου τοῦ τυφλοῦ γέγονεν ἡ ἑβδόμη σύν‐ οδος τῶν ἁγίων τηʹ πατέρων ἐπὶ Ταρασίου πατριάρχου | |
Κωνσταντινουπόλεως ἐν τῇ Νικαέων πολίχνῃ, ἐπὶ τῇ καθ‐ | 212 | |
5 | αιρέσει Θεοδοσίου· παρ’ ἧς δὲ καὶ ἐξέθεντο ὅρους τῆς ἁγίας πίστεως. | |
2a8 | Σύνοδος ὀγδόη Θεοδώρας καὶ Μιχαὴλ τοῦ υἱοῦ αὐτῆς. Ἐπὶ Θεοδώρας Αὐγούστης μετὰ θάνατον Θεοφίλου τοῦ ἀνδρὸς αὐτῆς σὺν Μιχαὴλ τῷ υἱῷ αὐτῆς γέγονεν ἡ ὀγδόη σύνοδος ἐν Κωνσταντινουπόλει τῆς ὀρθο‐ | |
5 | δοξίας· ἥτις ᾄδεται ἕως τῆς σήμερον. | 213 |
3t | Περὶ κτισμάτων. | |
3.1 | (c106, m139) Κωνσταντῖνος ὁ μέγας ἀνήγειρεν τὴν ἁγίαν Εἰρήνην τὴν παλαιὰν καὶ τὴν ἁγίαν Σοφίαν δρομι‐ κὴν καὶ τὸν ἅγιον Ἀγαθόνικον καὶ τὸν ἅγιον Ἀκάκιον. Τοὺς δὲ ἁγίους Ἀποστόλους ἔκτισεν ἡ μήτηρ αὐτοῦ σὺν | |
5 | αὐτῷ δρομικὴν ξυλόστεγον ποιήσασα καὶ μνημοθέσιον τῶν βασιλέων ἐν ᾧ κεῖνται καὶ αὐτοί. | |
3.2 | (c204, m206) Τὸν δὲ ἅγιον Μηνᾶν καὶ τὸν ἅγιον | |
Μώκιον εὗρεν ὅτι ἦσαν ναοὶ εἰδώλων. Καὶ τὸν μὲν ἅγιον Μηνᾶν καθὼς ἦν εἴασεν, ἐδίωξεν δὲ τὰ ἀγάλματα καὶ ἐπωνόμασεν αὐτὸν οὕτως· τὴν δὲ τελείαν αὐτοῦ ἀνοικοδομὴν | 214 | |
5 | ἐποίησεν μετὰ ρξθʹ χρόνους Πουλχερία καὶ Μαρκιανὸς σὺν τοῖς προαστείοις καὶ ἱεροῖς σκεύεσι. | |
3.3 | (c204, m206) Ὁ δὲ ἅγιος Μώκιος ὑπῆρχεν ἄλλα δύο μήκη εἰς μέγεθος παρ’ ὅ ἐστιν, ἀλλ’ ἔκοψε τὸ δίμοιρον μέρος τοῦ ναοῦ καὶ ἀνήγειρεν τὸ θυσιαστήριον Κωνσταν‐ τῖνος ὁ μέγας καὶ ἡ τούτου μήτηρ Ἑλένη· διότι δὲ ἀν‐ | |
5 | ῃρέθη ὁ ἅγιος Μώκιος ἐκεῖσε, τούτου χάριν ἀνήγειρεν καὶ τὸν ναὸν ὡς ἴδιον αὐτοῦ καὶ τὸ σῶμα αὐτοῦ ἐκεῖσε ἔφερεν. | |
3.4 | (c221, m222) Ἡ ἁγία Ἑλένη ἔκτισεν τὴν Βηθλεὲμ καὶ τὰ Γαστρία. Καλοῦνται δὲ τὰ Γαστρία οὕτως, ὅτι κομίσασα ἀπὸ Ἰερουσαλὴμ τὸν τίμιον σταυρὸν εἰσήγαγεν αὐτὸν ἀπὸ τῆς πόρτας τοῦ Ψωμαθέου· καὶ τὰ εὑρεθέντα | |
5 | ἐκεῖσε ἐπάνω τοῦ σταυροῦ κρίνα τε καὶ φύλλα καὶ κῶνστοι καὶ βασιλικὰ καὶ τριαντάφυλλα καὶ σάμψυχα καὶ βαλσάματα, ἐφύτευσεν αὐτὰ εἰς γάστρας διὰ τὸ διασῶσαι αὐτά· καὶ ἐκεῖσε εἰς τὴν μονὴν ἀπληκεύσασα ὠνόμασε τὸν τόπον | |
Γαστρία καὶ μονὴν ἀνήγειρεν. | 215 | |
3.5 | (c185, m107) Τὸν δὲ Ψωμαθέαν τὰ παλάτια καὶ τὸ γηροκομεῖον ἀνήγειρεν ἡ ἁγία Ἑλένη, ὁμοίως καὶ τὸν ἅγιον Θεόδωρον τὰ Κλαυδίου. | |
3.6 | (c185, m107) Τὸν δὲ ἅγιον Ἰουλιανὸν ἀνήγειρεν Οὐρβίκιος ὁ παριστάμενος εἰς τὰ κτίσματα ἐξ οἰκείων ἐξ‐ όδων· ἐν ᾧ καὶ ἦσαν ἄπληκτα τῶν Ῥωμαίων. | |
3.7 | (m180) Εἰς τὸ καλούμενον Ἁλωνίτζιν παλάτια ἦσαν παρὰ τοῦ μεγάλου Κωνσταντίνου κτισθέντα οὐδαμινά, εἰς τὸ ἀπληκεύειν τοὺς προκρίτους τῶν Ῥωμαίων· ἐξ οὗ καὶ Θεοδόσιος ὁ μέγας, ὄντος αὐτοῦ πένητος καὶ ἀνελθόντος ἐν | |
5 | Κωνσταντινουπόλει, ἔξωθεν τοῦ παλατίου ἠπλήκευσεν εἰς τοῦ Ῥουφίνου τοῦ σκυτοτόμου εἰς τὴν βάσιν τοῦ κίονος τοῦ Ταύρου. Ὁ δὲ αὐτὸς Ῥουφῖνος ἔσχατον ἐγένετο παρὰ Θεοδοσίου μάγιστρος· ἐξ οὗ καὶ ἔκτισεν τὰς Ῥουφινιανάς. | |
3.8 | (c78, m111) Ὁ μέγας Κωνσταντῖνος ἔκτισε τὰ μάγ‐ γανα εἰς βασιλικὸν ἐργοδόσιον· ἐκλήθησαν δὲ μάγγανα, ὅτι τὰ μάγγανα τῶν πολεμίων πάντων καὶ αἱ μηχανικαὶ βίβλοι ἐκεῖσε ἀπέκειντο καὶ τὰ πρὸς τειχομαχίαν σκεύη. | |
3.9 | (c160, m82) Ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν τῆς ἁγίας Εὐφημίας τῆς πανευφήμου τὸν ναὸν ἐν τῷ Ἱππο‐ δρομίῳ τιμήσας αὐτὸν διὰ πολυτελοῦς ὕλης· παρελθόντων δὲ υμβʹ χρόνων, ἐλθόντος τοῦ μισοθέου Κοπρωνύμου, ἀρμα‐ | 216 |
5 | μέντον καὶ κοπροθέσιον τοῦτον ἐποίησεν καὶ τὸ λείψανον τῆς ἁγίας σὺν τῇ λάρνακι εἰς τὸν βυθὸν τῆς θαλάσσης ἀπ‐ έρριψεν· μετὰ δὲ χρόνους λζʹ Εἰρήνη ἡ εὐσεβεστάτη ἄνασσα ἡ Ἀθηναία τοῦτον πάλιν ἀνῳκοδόμησεν καὶ τὸ λείψανον εὑροῦσα ἔφερεν. | |
3.10 | (c41, m41) Ὅτι μέλλων κτίσαι πόλιν ὁ μέγας Κων‐ σταντῖνος, ὀφείλων πῆξαι τὸ θεμέλιον καὶ καταμετρῆσαι τὴν πόλιν, πεζὸς ἐξῆλθεν μετὰ τῶν μεγιστάνων αὐτοῦ· καὶ ἐλ‐ θὼν εἰς τὸν Φόρον λέγουσιν αὐτῷ οἱ ἄρχοντες· ‘ποίησον | |
5 | τέλος τοῦ τείχους.‘ Ἐκεῖνος δὲ ἔφη· ‘ἕως οὗ στῇ ὁ προ‐ αγωγός μου, οὐ μὴ στήσω τὸ θεμέλιον.‘ Μόνος γὰρ ἐκεῖνος ἑώρα τὸν ἄγγελον. Ἀπελθὼν δὲ μέχρι τοῦ Ἐξακιονίου πε‐ ζὸς μετὰ πάσης τῆς συγκλήτου ἐκεῖσε ἐθεάσατο τὸν ἄγγελον τὴν ῥομφαίαν αὐτοῦ πήξαντα, μηνύοντα ἕως ἐκεῖ στῆναι | |
10 | αὐτόν. Καὶ διὰ τοῦτο ἔπηξεν ἐκεῖσε τὸ τεῖχος. | 217 |
3.11 | (c28, m28) Ο δὲ Φόρος κατὰ μίμησιν τοῦ Ὠκεανοῦ ἐκτίσθη κυκλοειδῶς. | |
3.12 | (c28, m28) Καὶ ὡρολογεῖον ἐκεῖσε ἦν, ὅπερ ἔφερεν ἀπὸ Κυζίκου χαλκοῦν. | |
3.13 | Ὁ ἅγιος Ἀνδρέας εἰς τὸ Στρατήγιον. Ὅτι εὑρὼν τὰς φυλακὰς ὁ μέγας Κωνσταντῖνος τῶν Βυζαντίων εἰς τὸ Στρα‐ τήγιον ἐκεῖσε ἐφρούρει καὶ αὐτὸς τοὺς τιμωρουμένους. Διήρκεσε δὲ χρόνους σπγʹ μέχρι τῆς βασιλείας Φωκᾶ τοῦ Καππάδοκος· | |
3.14 | Τὸ δὲ νῦν πραιτώριον οἶκος ἦν πατρικίας χήρας τοὔνομα Μαρκίας. Διὰ δὲ τὸ εἶναι πνιγηρὰς τὰς φυλακὰς καὶ ἐκ τοῦ ζόφου καὶ τῆς δυσωδίας μὴ ὑποφέρειν τοὺς ἐκεῖσε δέδωκεν αὐτὸν εἰς μισθὸν Φωκᾷ τῷ βασιλεῖ· καὶ | |
5 | ἐποίησεν αὐτὸν πραιτώριον. | |
3.15 | (c12, m12) Καὶ τὰ μὲν Νούμερα ὁμοίως καὶ τὴν Χαλκῆν ἔκτισεν ὁ μέγας Κωνσταντῖνος καὶ διὰ τὸ εἶναι αὐτὰ ἀργὰ ἐποίησαν αὐτὰ φυλακὰς οἱ περὶ τὸν Ἡράκλειον καὶ τοὺς καθεξῆς. | |
3.16 | Τὸν δὲ ἅγιον Φιλήμονα ἀνήγειρεν Εὐδόξιος πατρί‐ | |
κιος καὶ ἔπαρχος τοῦ μεγάλου Κωνσταντίνου. | 218 | |
3.17 | Τὸν δὲ ἅγιον Ἀναστάσιον λέγουσιν παρὰ Εἰρήνης καὶ τοῦ υἱοῦ αὐτῆς κτισθῆναι, ἐπὶ ὁ ἅγιος Ἀναστάσιος ἐν τοῖς χρόνοις τοῦ Ἡρακλείου ἐμαρτύρησεν μετὰ σϛʹ ἔτη τοῦ μεγάλου Κωνσταντίνου. | |
3.18 | (c112, m144) Τὴν Χελῶνα τὸν ἅγιον Προκόπιον καὶ τὸν ἅγιον Ἀκάκιον τὸ Ἑπτάσκαλον ὁ ἐν ἁγίοις καὶ μέγας Κων‐ σταντῖνος ἀνήγειρεν· ὁ δὲ Ἰουστινιανὸς τῆς μεγάλης ἐκ‐ κλησίας ὁ κτίτωρ κατεκάλλυνεν αὐτὸν τὸν ἅγιον Ἀκάκιον. | |
3.19 | (c113, m145) Τὸ καλούμενον Μεσόλοφον μέσον ἐστὶ τῶν ἑπτὰ λόφων· ἤγουν ἡ μία μοῖρα τῆς πόλεως ἔχει τρεῖς λόφους καὶ ἡ ἑτέρα τρεῖς λόφους, καὶ μέσον ἐστὶ τοῦτο· οἱ δὲ ἰδιῶται Μεσόμφαλον καλοῦσιν αὐτό. | |
3.20 | (c13, m13) Ἐν τῇ λεγομένῃ Χαλκῇ στήλη χαλκῆ ἦν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τοῦ μεγάλου Κων‐ σταντίνου κτισθεῖσα· ὁ δὲ Λέων ὁ πατὴρ τοῦ Καβαλλίνου ταύτην κατήγαγεν. Ἡ δὲ νῦν διὰ ψηφίδων ὁρωμένη εἰ‐ | |
5 | κὼν τοῦ Χριστοῦ ἀνιστορήθη παρὰ Εἰρήνης τῆς Ἀθηναίας. | |
Ἡ δὲ χαλκῆ ἐτύγχανεν χρόνους υιεʹ· ἐξ οὗ καὶ γυνὴ αἱ‐ μόρρους ἰάθη καὶ ἕτερα θαύματα ἐπετελοῦντο εἰς ὄνομα τοῦ Χριστοῦ. | 219 | |
3.21 | Ἡ θεοτόκος τὰ Εὐγενίου οἶκος ἦν Εὐγενίου πατρι‐ κίου ἐν τοῖς χρόνοις τοῦ μεγάλου Θεοδοσίου· καὶ ἀνήγειρεν αὐτὸν ναὸν τῆς θεοτόκου. | |
3.22 | (c86) Τὰ δὲ λεγόμενα Οὐρβικίου ἡ θεοτόκος παρὰ ἄλλου Οὐρβικίου πατρικίου ἐκτίσθη καὶ στρατηλάτου τῆς ἀνα‐ τολῆς Βαρβάτου, τοῦ ἱστορήσαντος στρατηγικὰ ἐν τοῖς χρόνοις Ἀναστασίου τοῦ Δικόρου μετὰ ρπʹ χρόνους τοῦ κτισθῆναι | |
5 | τὴν Κωνσταντινούπολιν. Ὁ δὲ οἶκος αὐτοῦ ἦν εἰς τὰ Χαμένου καὶ ὁ ἕτερος οἶκος αὐτοῦ εἰς τὸ Στρατήγιον. | |
3.23 | (c85, m118) Τὰ δὲ λεγόμενα Πρωτασίου ὁ μὲν τόπος ἐκ τοῦ ἀνωτέρω εἰρημένου Πρωτασίου ἐκλήθη· ἡ δὲ νῦν ἐκκλησία τῆς ἁγίας θεοτόκου ἐκτίσθη παρὰ Ἰουστίνου τοῦ βασιλέως, τοῦ ἀνδρὸς Σοφίας τῆς Λωβῆς, τοῦ ἀποκουροπαλάτου, τοῦ | |
5 | ἀνεψιοῦ τοῦ μεγάλου Ἰουστινιανοῦ· ἐπεὶ ἀπὸ τοῦ Πρωτα‐ σίου ἕως τοῦ κτίτορος Ἰουστίνου διῆλθον χρόνοι σνβʹ. | |
3.24 | (c77, m110) Ὅτι τὰ νῦν καλούμενα Στείρου, οἱ ναοὶ τῶν Ἀρχαγγέλων, ἀπὸ στείρας γυναικὸς ἔλαβον τὴν προσ‐ ηγορίαν πατρικίας οὔσης· καὶ ἐν τοῖς χρόνοις τοῦ Λέοντος Μακέλλη εὐκτήριον μικρὸν ἦν· ἀπὸ δὲ τῆς γυναικὸς ὠνο‐ | 220 |
5 | μάσθη ὁ τόπος οὕτως. Καὶ τελευτησάσης διῆλθον χρόνοι οεʹ καὶ ἐκτίσθησαν οἱ ναοὶ παρὰ Ἰουστινιανοῦ τοῦ κτίτορος τῆς μεγάλης ἐκκλησίας. Συμπτωθέντων δὲ αὐτῶν ὑπὸ σεισμοῦ μετὰ χρόνους τληʹ ἀνεκαίνισεν αὐτοὺς Βασίλειος ὁ βασιλεύς· ἐξ οὗπερ ἐκ τοῦ Στρατηγίου ἄρας τὴν φιάλην | |
10 | τὴν χαλκῆν τέθηκεν αὐτὴν ἐκεῖσε. Παρέλυσε δὲ καὶ τὸν Κωνωπίωνα, ὅσπερ ἦν ἐστηλωμένος μετὰ μυιῶν καὶ κωνώ‐ πων καὶ ἐμπίδων καὶ φύλλων καὶ κορίδων. | |
3.25 | (c98, m131) Ὁ δὲ ἅγιος Ἰωάννης αἱ Ἀρκαδιαναὶ | |
παρὰ Ἀρκαδίου ἐκτίσθη, καὶ ἐπιλεξάμενος ἐκ τῶν πολιτῶν χιλιάδας ἕξ, ὠψίκευον αὐτὸν εἰς τὰ πρόκενσα ἤγουν μετα‐ στασίματα· ἐκάλει δὲ αὐτοὺς Ἀρκαδιακούς· πάνυ γὰρ ἐφίλει | 221 | |
5 | αὐτοὺς καὶ εὐεργέτει. | |
3.26 | (c74, m71) Οἱ δὲ λεγόμενοι Τόποι πλησίον τοῦ ἁγίου Λαζάρου· ὁπόταν ἐπανέστη Βασιλίσκος δρουγγάριος καὶ πατρίκιος Ζήνωνι τῷ βασιλεῖ ἐν τῷ δευτέρῳ ἔτει καὶ δεκάτῳ μηνὶ τῆς βασιλείας αὐτοῦ καὶ ἐδίωξεν αὐτὸν καὶ | |
5 | ἐκράτει ὁ Βασιλίσκος τῆς βασιλείας χρόνους δύο ἥμισυ, ὑποστρέψας ὁ Ζήνων μετὰ δυναστείας στρατοπέδου ἀπὸ τῆς μεγάλης Ἀντιοχείας καὶ ἐλθὼν ἀτάραχος ἐν τῇ πόλει προ‐ δόσας Ἁρμάτιος τὸν στρατὸν τοῦ Βασιλίσκου φρονῶν τὰ τοῦ Ζήνωνος, ἔφυγεν ὁ Βασιλίσκος σὺν τῇ γυναικὶ καὶ τοῖς | |
10 | τέκνοις αὐτοῦ εἰς τὴν ἁγίαν Εἰρήνην τὴν παλαιάν. Ὁ δὲ Ζήνων ὥρισεν τοῦ γενέσθαι τόπους κριτηρίων εἰς θρόνους τοῦ ἱερατικοῦ καταλόγου καὶ τῆς συγκλήτου· καὶ καθεσθέν‐ των ἐκεῖ πάντων κατεδίκασαν τὸν Βασιλίσκον καὶ ἐξώρισαν αὐτὸν εἰς Λίμνας, εἰς χωρίον Καππαδοκίας, ἔσωθεν καστελ‐ | |
15 | λίου. Τῆς δὲ θύρας ἀναφραγείσης ἀπὸ λιμοῦ καὶ δίψης καὶ ψύχους παρέδωκαν τὰς ἑαυτῶν ψυχάς. Καὶ τούτου | |
χάριν ἐκλήθησαν Τόποι ὁ τόπος διὰ τὸ καθεσθῆναι κριτὰς ἐκεῖσε καὶ ἱερεῖς. —Ἔφθασαν δὲ ἐκεῖ τὰ κτίσματα τῶν Τρικλίνων παρὰ τοῦ μεγάλου Κωνσταντίνου κτισθέντα. | 222 | |
3.27 | (c71, m72) Οἱ δὲ Ὁδηγοὶ ἐκτίσθησαν παρὰ Μιχαὴλ τοῦ ἀναιρεθέντος ὑπὸ Βασιλείου· πρότερον εὐκτήριον ὑπ‐ ῆρχεν καὶ τυφλῶν πολλῶν ἐν τῇ ἐκεῖσε πηγῇ βλεψάντων καὶ θαύματα πολλὰ γεγόνασιν. | |
3.28 | (c105, m138) Τὸ Καραβίτζιν τὴν θεοτόκον Μιχαὴλ ἔκτισεν· ἐκλήθη δὲ οὕτως, ὅτι χήρα γυνὴ ἦν ἐν τοῖς χρό‐ νοις Θεοφίλου τοῦ πατρὸς αὐτοῦ· καὶ καθήρπαξεν αὐτῆς κουμπάραν παμμεγεθεστάτην Νικηφόρος πραιπόσιτος αὐτοῦ· | |
5 | ἥτις γυνὴ πολλὰ ἐγκαλέσασα τὸν Θεόφιλον ἔμεινεν ἀδιοίκη‐ τος διὰ τὸ κωλύειν αὐτὴν τὸν Νικηφόρον. Ἡ δὲ ἀποροῦσά τινας τῶν παιγνιωτῶν τοῦ Ἱπποδρομίου παρεκάλεσεν· ὑπέσχοντο δὲ αὐτῇ διὰ μηχανῆς τινος διοικηθῆναι. Ποιήσαντες δὲ οἱ παι‐ | |
γνιῶται καράβιον μικρὸν μετὰ ἀρμένου καὶ θέντες αὐτὸ ἐπάνω | 223 | |
10 | ἁμάξης μετὰ τροχῶν, γινομένου ἱππικοῦ λαχανικοῦ ἔστησαν ἔμπροσθεν τοῦ βασιλικοῦ στάματος φωνοῦντες εἷς τῷ ἑτέρῳ· ‘χάνε κατάπιε αὐτό‘. Τοῦ δὲ ἀντιλέγοντος ὅτι ‘οὐ δύναμαι τοῦτο ποιῆσαι‘, πάλιν ἔφη ὁ ἕτερος ὅτι ‘ὁ Νικηφόρος ὁ πραιπόσιτος τῆς χήρας τὸ καράβιν γεμάτον κατέπιεν καὶ σὺ | |
15 | οὐκ ἰσχύεις φαγεῖν τοῦτο;‘ Ταῦτα ἐποίουν καὶ ἔλεγον πρὸς τὸ φανερῶσαι τῷ βασιλεῖ περὶ τοῦ καραβίου τῆς χήρας. Ταῦτα γνοὺς ὁ βασιλεὺς ἠρώτησεν, ὅτι ‘ἀκμὴν οὐκ ἐδιοικήθη ἡ γυνή;‘ Καὶ ἡ γυνὴ προσπεσοῦσα (ἵστατο γὰρ εἰς τὰς βαθμίδας), πάνυ χολωθεὶς ὁ βασιλεὺς ἐκέλευσεν | |
20 | Θεοδώρῳ πρωτοσπαθαρίῳ καὶ ἐπάρχῳ τῷ λεγομένῳ Μυγι‐ άρῃ πληρωθῆναι ξύλον καὶ φρύγανον ἐν τῷ σφενδόνι καὶ συλλαβέσθαι τὸν πραιπόσιτον καὶ καῆναι παρευθὺ μετὰ τῆς στολῆς αὐτοῦ· ὃ καὶ γέγονεν παραυτά. Καὶ ἡ γυνὴ ἀπ‐ | |
έλαβεν τὸ ἴδιον καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ πολλά. Διὰ | 224 | |
25 | δὲ τὸ καταμένειν ἐκεῖσε εἰς τὸν ἀπὸ μαρμάρου οἶκον τὰ Μαυριανοῦ τὴν γυναῖκαν, ἐκάλεσαν τὸν τόπον Καραβίτζιν. | |
3.29 | (c68, m68) Τὸ δὲ Τζυκανιστήριον ἔκτισεν ὁ μικρὸς Θεοδόσιος, μικρὸν δέ· τὸν δὲ σταῦλον τὸν τρουλωτὸν ἔκτισεν Μιχαὴλ ὁ υἱὸς Θεοφίλου κοσμήσας διὰ μαρμάρων πολυ‐ τελῶν. Ὁ δὲ Βασίλειος παρεξέβαλεν τὸ Τζυκανιστήριον καὶ | |
5 | ὁ Μιχαὴλ ἐπλάτυνεν. [Ἐν δὲ τοῖς ἡμετέροις χρόνοις πλεῖον τούτων ἐπλάτυνε Κωνσταντῖνος ὁ Δοῦκας κτίσας καὶ τὸν μέγαν Τρίκλινον, τὸν Ἱππόδρομον καὶ τὸν ἕνα κούβουκλον.] | |
329a | (c70, m70) Τὴν δὲ ἐκκλησίαν τὴν Νέαν καὶ τὸν Φόρον τὴν θεοτόκον καὶ τὰ Στείρου καὶ τὸν ἅγιον Διο‐ μήδην ἔκτισεν Βασίλειος ὁ βασιλεύς. | |
3.30 | (c25, m25) Τὸν δὲ ἅγιον Θεόδωρον τὰ Σφωρακίου ἔκτισεν Σφωράκιος πατρίκιος ἐν τοῖς χρόνοις Ἀρκαδίου καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ. Εἰς δὲ μέρος τῆς ἐκκλησίας εἰς πινσὸν τῶν κατηχουμένων ἀπέθηκεν χρυσίου κεντη‐ | |
5 | νάρια τρία· καὶ παρῆλθον χρόνοι ρλγʹ· ἐν δὲ τοῖς χρόνοις τοῦ Μαυρικίου ἐπυρκαήθη μέρος τοῦ ναοῦ, καὶ ἀνῳκο‐ δόμησεν αὐτό, κτίσας καὶ ναὸν τοῦ ἁγίου Γεωργίου. Ἐπὶ | |
δὲ τῆς αὐτοκρατορίας Λέοντος τοῦ υἱοῦ Βασιλείου ἀνελθὼν Ῥωμαῖός τις τοῦ εὔξασθαι εἰς τοὺς ναοὺς τῆς πόλεως εἶδεν | 225 | |
10 | Ῥωμαϊκὰ γράμματα λίθινα ἐπὶ τοῦ πινσοῦ, καὶ τὴν δύναμιν αὐτῶν γνοὺς ἐγνώρισεν τῷ βασιλεῖ· καὶ δέδωκεν αὐτῷ χρῆμα καὶ ἐποίησεν αὐτὸν Ἰλλούστριον δοὺς αὐτῷ χάραγμα λίτρας λʹ. —Ὁ δὲ Πρόδρομος ὁ εἰς τὴν κόγχην αὐτοῦ, ὁ Σφωράκιος ἀνήγειρεν αὐτόν. | |
3.31 | (c26, m26) Τὸ δὲ Τετραδήσιον τὸ Ὀκτάγωνον, εἰς ὃ ἦσαν στοαὶ ὀκτὼ ἤγουν καμαροειδεῖς τόποι, διδασκαλεῖον ἐκεῖσε ἐτύγχανεν οἰκουμενικόν· καὶ οἱ βασιλεύοντες αὐτοὺς ἐβουλεύοντο καὶ οὐδὲν ἔπραττον χωρὶς αὐτῶν· ἐξ οὗ καὶ | |
5 | ἐξ αὐτῶν ἐγένοντο πατριάρχαι καὶ ἀρχιεπίσκοποι. Πλησίον δὲ τῆς Βασιλικῆς ἦν καὶ διήρκεσε ἔτη υιδʹ μέχρι τοῦ δε‐ κάτου χρόνου Λέοντος τοῦ Συρογενοῦς τοῦ πατρὸς Καβαλ‐ λίνου. Παρατραπεὶς δὲ τῆς θείας χάριτος καὶ γυμνωθεὶς τοῦ θεοῦ διὰ τὸ μὴ συγκοινωνεῖν αὐτῷ τοὺς μοναχοὺς τῇ | |
10 | ματαίᾳ αὐτοῦ βουλῇ πλησθεὶς ὀργῆς φρύγανα καὶ ξύλα ἀθροίσας κατέκαυσεν ἐκεῖσε τοὺς διδάσκοντας δεκαὲξ μον‐ αχούς. | |
3.32 | (c89, m121) Ἡ δὲ ἁγία θεοτόκος τὰ Χαλκοπρατεῖα· πρότερον ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου κατῴκουν Ἰου‐ δαῖοι· ἦσαν δὲ ἐκεῖσε χρόνους ρλβʹ καὶ ἐπίπρασκον τὰ χαλ‐ κώματα. Ὁ δὲ Θεοδόσιος ὁ μικρὸς ἐξέωσεν αὐτοὺς ἐκ τοῦ | 226 |
5 | τόπου καὶ ἀνακαθάρας τὸν τόπον ναὸν τῆς θεομήτορος ἀν‐ ήγειρεν. Ὑπὸ σεισμοῦ δὲ συμπτωθεὶς ὁ ναός, Ἰουστῖνος ὁ ἀποκουροπαλάτης ἀνήγειρεν αὐτὸν καὶ ἀκίνητα κτήματα ἐπ‐ εκύρωσεν. | |
3.33 | (c162, m84) Ὅτι τὰ καλούμενα Ἴλλου ὁ ἅγιος Ἰωάννης οἶκος ἦν Ἴλλου μαγίστρου πολλὰς ἀρχὰς διανύσαντος μετὰ πολ‐ λῆς δόξης ἐν τοῖς χρόνοις τοῦ Λέοντος Μακέλλη καὶ Ζήνωνος. Τυραννήσας δὲ ὁ αὐτὸς Ἴλλος καὶ λαὸν ἀθροίσας οʹ χιλιάδας εἰς | |
5 | Ἀντιόχειαν τὴν μεγάλην κατὰ Ζήνωνος ἀντῆρεν. Ὁ δὲ Ζή‐ νων ἀποστείλας Λογγῖνον μάγιστρον τὸν ἀδελφὸν αὐτοῦ μετὰ πλήθους στρατιωτῶν καὶ συμβολῆς πολέμου γενομένης πλη‐ σίον Ἀντιοχείας ἐνίκησεν Ἴλλος καὶ τὸν Λογγίνου λαὸν κατέσφαξε· μόνου δὲ αὐτοῦ περισωθέντος εἰσῆλθεν ἐν Ἀντι‐ | |
10 | οχείᾳ. Καὶ κατεδυνάστευσεν ὁ Ἴλλος σφόδρα. Ὁ δὲ Ζή‐ νων ἀπέστειλεν Ἰωάννην πατρίκιον τὸν ἐπίκλην Κυρτὸν | |
μετὰ Σκυθῶν καὶ Μακεδόνων ἐν Σελευκίᾳ καὶ συμβαλόντες πόλεμον ἡττήθησαν οἱ τοῦ μέρους τοῦ Ἴλλου· καὶ αὐτὸς φυγὼν ἔν τινι φρουρίῳ παρεδόθη ὑπὸ τῶν οἰκείων αὐτοῦ | 227 | |
15 | ἀνθρώπων καὶ ἀπετμήθη παρὰ Ἰωάννου. Συλλαβόμενος δὲ καὶ τοὺς ἄρχοντας αὐτοῦ μετὰ καὶ τῆς αὐτοῦ κάρας εἰς‐ ήγαγεν ἐν Κωνσταντινουπόλει ἐπὶ δοράτων τὰς κεφαλὰς αὐτῶν. Ἐτυράννησε δὲ Ἴλλος μῆνας κηʹ. | |
3.34 | (c163, m85) Τὸ καλούμενον Φωκόλισθον οὕτως ἐκλήθη· λέγουσι γάρ τινες, ὅτι Φωκᾶ τοῦ βασιλέως ἐφ’ ἵππου βαδίζοντος ὀλισθῆσαι τὸν ἵππον αὐτοῦ ἐκεῖσε καὶ πεσεῖν καὶ διὰ τοῦτο κληθῆναι τὸν τόπον Φωκόλισθον, καθώς | |
5 | φησι Πανόδωρος ὁ Αἰγύπτιος. Θεόδωρος δὲ ὁ Θηβαῖος φιλό‐ σοφός φησιν ὅτι πρὸ τοῦ μεγάλου Κωνσταντίνου ὁ τόπος οὗτος ἔξωθεν τοῦ Βυζαντίου ἦν καὶ λῃσταὶ πολλοὶ ἦσαν ἐκεῖσε καὶ πολλοὺς Βυζαντίους ἀνεῖλον· ὁ δὲ μέγας Κωνσταντῖνος μετὰ τὸ κρατῆσαι καὶ κτίσαι τὴν πόλιν μαθὼν περὶ αὐτῶν | |
10 | καὶ πολλὴν ποιησάμενος ἔρευναν εὗρεν ἐκεῖσε τούτους καὶ συνελάβετο· καὶ οὕτως ἀνεσκολόπισεν ἤγουν ἐφούλκισε καὶ διὰ τοῦτο ἐκλήθη ὁ τόπος Φουλκόληστος. | |
3.35 | (c164, m86) Τὰ δὲ Κοντάρια ἡ ἁγία Θέκλα· ὁπότε ἦλθεν Αἷμος ὁ βασιλεὺς Θρᾴκης πρὸς Βύζαντα, ἔκοψαν οἱ Βυζάντιοι ἐκ τῶν ἐκεῖσε κοντάρια καὶ οὕτως ἐκλήθη. Ὁ δὲ μέγας Κωνσταντῖνος ἀνήγειρεν ναὸν ἐκεῖσε τῆς θεοτόκου· | 228 |
5 | ὁ δὲ Ἰουστῖνος ὁ ἀποκουροπαλάτης εἰς κάλλος καὶ εἰς μέ‐ γεθος ἐπλάτυνεν αὐτὸν καὶ ἐκλήθη ναὸς τῆς ἁγίας Θέκλης. | |
3.36 | (c170, m91) Ὁ δὲ ἀρχιστράτηγος τὰ Ἄδδα ἐκτίσθη ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου· τὸ δὲ ὄνομα ἐδέξατο ἐκ τοῦ Ἄδδα τοῦ μαγίστρου τοῦ ἐκεῖσε κτίσαντος οἰκίας [πρότερον ναὸς ὢν οὗτος ὁ ἅγιος Θωμᾶς ὁ τοῦ Ἀμαντίου καλού‐ | |
5 | μενος]. | |
3.37 | (c167, m89) Τὸν δὲ λιμένα Σοφίας ὁ αὐτὸς ἔκτι‐ σεν Ἰουστῖνος εἰς πρόσωπον τῆς γυναικὸς αὐτοῦ Σοφίας. Πρὸ δὲ τοῦ κτίσαι τὸν λιμένα ὑπῆρχεν στοὰ καμαροειδής, ἣν ἔκτισεν ὁ μέγας Κωνσταντῖνος, καὶ ἀνήρχοντο οἱ φιλό‐ | |
5 | σοφοι οἱ δυσικοὶ Θηβαῖοί τε καὶ Ἀθηναῖοι καὶ Ἑλλαδικοὶ καὶ διελέγοντο ἐκεῖσε μετὰ τῶν Κωνσταντινουπολιτῶν. Καὶ διήρκεσε τοῦτο μέχρι Ἰουστίνου καὶ πάντοτε ἐνίκων οἱ δυ‐ | |
σικοί. Ἐπὶ δὲ Ἰουστίνου ἡττηθέντες οὐδέποτε ἀνῆλθον μέχρι τῆς σήμερον. Χρόνων δὲ τεσσάρων ἔκτοτε διελθόν‐ | 229 | |
10 | των ἐγένετο Σοφίαν τὴν Αὐγούσταν ἵστασθαι εἰς τὸν ἡλια‐ κὸν τοῦ παλατίου· καὶ ὁρῶσα τὰ πλοῖα κλυδωνιζόμενα ἐν τῇ θαλάσσῃ, σπλαγχνισθεῖσα ἤρξατο ὀδύρεσθαι· καὶ εἰσ‐ ελθοῦσα εἰς τὸν βασιλέα τὸν ἄνδρα αὐτῆς ἱκέτευεν αὐτόν, ὅπως παράσχῃ αὐτῇ χρυσίον ἱκανὸν εἰς τὸ ποιῆσαι λιμένα. | |
15 | Καὶ καμφθεὶς τῇ αἰτήσει αὐτῆς, προσέταξε Ναρσῆν τὸν πατρίκιον καὶ πραιπόσιτον καὶ Τρώιλον τὸν πρωτοβεστιάριον αὐτοῦ κτίσαι τὸν λιμένα· οἳ καὶ βόθυνον μέγαν ὀρύξαντες ἀνῳκοδόμησαν τοῦτον. Διὸ καὶ τὴν προσηγορίαν εἴληφεν τῆς Σοφίας [ὁ Σοφιανῶν καλούμενος λιμήν· ὃν δὴ καὶ | |
20 | ἀναχωσθέντα τῷ χρόνῳ ἀνώρυξε καὶ ἀνηνέωσε τοῦτον νῦν ὁ ἐν τοῖς βασιλεῦσι διαφανέστατος, ὁ τῆς ὀρθοδοξίας ὄντως λιμήν, ὁ αὐτοκράτωρ ἡμῶν κύριος Ἀνδρόνικος Κομνηνὸς ὁ ὁ Παλαιολόγος· ἀνακαθήρας γὰρ τὸν τοιοῦτον λιμένα καὶ εὐ‐ ρύνας καὶ βαθύτατον ποιήσας καὶ θριγγεῖον τοῦτο ἀξιεπαινε‐ | |
25 | τώτατον ἤγειρε καὶ τὸν λιμένα διὰ πυλῶν σιδηρέων κατησφαλί‐ σατο, τὰς βασιλικὰς τριήρεις ἀνεπιβούλους ἐν τούτῳ μεῖναι θεσπίσας 〈καὶ μὴ〉 σαλεύεσθαι· ὅπερ ὁρᾶται τῇ πόλει μέγιστον ἔργον καὶ ἀξιορατώτατον]. Μέσον δὲ τοῦ λιμένος ἀνήγειρεν δʹ στήλας ἐπάνω τῶν δʹ κιόνων, Σοφίας καὶ | |
30 | Ἀραβίας ἀνεψιᾶς αὐτοῦ, Ἰουστίνου τοῦ βασιλέως καὶ Νάρση τοῦ ἐκεῖσε παρισταμένου [ἐξ ὧν αἱ δύο ἐπήρθησαν παρὰ | |
Φιλιππικοῦ· εἶχον δὲ γράμματα περὶ τῶν μελλόντων]. Μετὰ δὲ τὸ κτισθῆναι τὴν Κωνσταντινούπολιν παρῆλθον σνβʹ χρόνοι καὶ οὕτως ἐκτίσθη ὁ λιμήν. | 230 | |
3.38 | (c166, m88) Ὅτι τὸ λεγόμενον Βούκινον τὸ παλαιὸν σάλπιγγες ἦσαν ἐπάνω τοῦ τείχους· τὸ δὲ τεῖχος ὑποκάτω ἦν κοῦφον κινστερνοειδές· καὶ ὁπόταν ἦν νότος ἢ βορρᾶς σφοδρός, ἐκ τῶν κυμάτων τῆς θαλάσσης ἀποκρουομένων | |
5 | τῶν τειχῶν ἀνήρχοντο πνεύματα βίαια καὶ ἤχει μελῳδίαν Σειρήνων· καὶ ἀντέλεγεν ὁ ἕτερος πύργος ὁ ἄντικρυς. Ὅταν δὲ ἤθελεν κινῆσαι ὁ Ῥωμαϊκὸς στόλος, ἐκεῖσε ἠθροί‐ ζετο καὶ κατὰ τὸν ἦχον τῶν πύργων ἐσάλπιζον αἱ νῆες καὶ ἀπεκίνουν. | |
3.39 | (c165, m87) Ὁ ἅγιος Σέργιος καὶ Βάκχος· ὅτι τὰ καλούμενα Ὁρμίσδου λιμὴν ἐτύγχανεν μικρός· ἐν ᾧ ὥρμουν αἱ νῆες πρὸ τοῦ τὰ Σοφίας κτισθῆναι· ἐκ δὲ τῶν πολλῶν | |
χρόνων ἀμεληθεὶς ἐγεμίσθη. Ἐκεῖσε δὲ ὁ μέγας Ἰουστινι‐ | 231 | |
5 | ανὸς ὁ κτίτωρ τῆς ἁγίας Σοφίας ἔμενεν· ἐν ᾧ καὶ ἐχρη‐ μάτιζεν κοιτὼν αὐτοῦ, ὠνόμασέ τε Σεργίου καὶ Βάκχου· ὑπῆρχεν δὲ τότε τῶν ἁγίων Ἀποστόλων, ὁπόταν τὸν χρησμὸν ἔλαβεν ὑποκάτω τῶν βαθμίδων, ὅταν τὴν σφαγὴν ἐποίει εἰς τὸ Ἱππικόν. | |
339a | (c165, m87) Ἐκλήθη δὲ Ἰουλιανοῦ λιμήν, ὅτι ὁ ὑπατικὸς ὁ κτίσας αὐτὸν οὕτως ἐκαλεῖτο. | |
3.40 | (c100, m133) Τὸν ἅγιον Πλάτωνα ἀνήγειρεν Ἀνα‐ στάσιος ὁ Δίκορος εἰς τὴν ἀρχὴν τοῦ ἑβδόμου αἰῶνος· τοὺς δὲ κίονας τοὺς ἐνζώδους τοὺς δέκα ἔφερεν ἀπὸ Θεσσαλο‐ νίκης· καὶ οἱ μὲν ὀκτὼ ἵστανται εἰς τὸν αὐτὸν ναόν, οἱ δὲ | |
5 | δύο εἰς τὴν Χαλκῆν ἐτέθησαν παρὰ Ῥωμανοῦ τοῦ γέροντος. | |
3.41 | (c101, m134) Ὁ δὲ καλούμενος Διηγηστέας· ἀθροί‐ σεις ἐκεῖσε ἐγένοντο τὸ παλαιὸν τῶν δύο δημοτικῶν μερῶν καὶ τρίκλινος ἦν ἐκεῖσε παμμεγεθέστατος καὶ ὁπότε οἱ δήμαρχοι ἤθελον ποιῆσαι ἐκλογήν, ἐκεῖσε ἠθροίζοντο. Διήρκεσε δὲ | |
5 | χρόνους πεντακοσίους. Θεοδώρα δὲ ἡ Αὐγούστη τοῦ Θεο‐ | |
φίλου ἀπερχομένη ἐν Βλαχέρναις, ὠλίσθησεν ὁ ἵππος αὐτῆς ἐν τῷ ἐμβόλῳ τῷ ὄντι πρὸ τοῦ νάρθηκος τοῦ ναοῦ· καὶ πάλιν ὑποστρεφομένη εἰς αὐτὸν τὸν τόπον ὀλισθήσασα ἔγ‐ κυος οὖσα καὶ ἀποκαλυφθεῖσα ἀνήγειρεν ναὸν τῆς ἁγίας | 232 | |
10 | Ἄννης. | |
3.42 | (c102, m135) Τὰ Μαυριανοῦ ὁ τόπος· Μαυρικίου τοῦ βασιλέως ἔτι ὄντος πατρικίου καὶ ἐξκουβίτορος ἐκεῖσε ἦν ὁ οἶκος αὐτοῦ. Μετὰ δὲ τὸ βασιλεῦσαι αὐτὸν ὠνο‐ μάσθη ὁ τόπος τὰ Μαυριανοῦ. | |
3.43 | (c103, m136) Τὸν δὲ ναὸν τῆς ἁγίας Ἀναστασίας τῆς Ῥωμαίας τὸν ὄντα εἰς τὰ Μαυριανοῦ Μαρκιανὸς ὁ ὅσιος ἔκτισεν ἐκ τοῦ πλούτου Ἄσπαρος τοῦ ἀναιρεθέντος παρὰ τοῦ Λέοντος Μακέλλη. Τὸν δὲ ναὸν ὀφείλων κτίσαι | |
5 | ὁ ὅσιος εἰς τὰ Ψηφᾶ, ἐν οἷς καὶ ψηφάδας ἐπώλουν, ὠνήσατο τὸν τόπον εἰς δύο χιλιάδας νομίσματα διὰ τὸ εἶναι τὸν τόπον μυσαρὸν καὶ διὰ τὰ ὑπομνήματα τὰ εὑρεθέντα ἐκεῖσε τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου πρὸ ἐτῶν ρʹ γράφοντα οὕτως ὅτι ‘ἀνακαινισθήσεται ὁ ναὸς οὗτος εἰς κάλλος καὶ | |
10 | εἰς μέγεθος εὖ οἶδα· τάδε μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον.‘ Πρώην γὰρ μικρὸν εὐκτήριον ἦν. Ὑπῆρχεν δὲ ἡ ἁγία Ἀναστασία ξυλόστεγος· ὁ δὲ Βασίλειος ἐσκέπασεν αὐτὴν δι’ ὀρόφου χρυσοῦ. | 233 |
3.44 | (c103—104, m137) Ὁμοίως καὶ τὴν ἁγίαν Εἰρήνην τὸ Πέραμα ὁ αὐτὸς ὅσιος Μαρκιανὸς ἔκτισεν καὶ ἐτελείωσεν· πρώην γὰρ εἰδωλεῖον ὑπῆρχεν. Καὶ τὸ νοσοκομεῖον τὸ ἐκεῖ ὁ αὐτὸς ἀνήγειρε. | |
3.45 | (c46, m47) Τὸν δὲ ἅγιον Θεόδωρον τὰ Καρβου‐ νάρια ἔκτισεν Ἱλαρίων πατρίκιος ἐν τοῖς χρόνοις τοῦ Λέ‐ οντος Μακέλλη. | |
3.46 | (c45, m48) Οἱ δὲ ἅγιοι Τεσσαράκοντα ὑπῆρχον πρότερον πραιτώριον· ὁ δὲ Τιβέριος ὁ Θρᾲξ σὺν τῇ γυναικὶ αὐτοῦ Ἀναστασίᾳ τοὺς δεσμίους ἐξεώσας καὶ τὸν τόπον ἀνακαθάρας καὶ διαμετρήσας καὶ τὴν ὕλην ἐναπο‐ | |
5 | θέμενος ἐθεμελίωσεν καὶ ἐξέβαλεν μέχρι πηχῶν τεσσάρων· τελευτήσας δέ, Μαυρίκιος ὁ βασιλεύς, ὁ γαμβρὸς αὐτοῦ εἰς Κωνσταντίναν τὴν θυγατέρα αὐτοῦ, κρατήσας ἀνεπλήρωσεν | |
τὸν ναὸν καὶ ἐνεθρονίασεν αὐτόν. | 234 | |
3.47 | (c95, m127) Τὸν δὲ ἅγιον Παῦλον τὸ ὀρφανο‐ τροφεῖον ἀνήγειρεν Ἰουστῖνος καὶ Σοφία· ὡσαύτως καὶ τὸν ὅσιον 〈Ζωτικὸν τὸ Δεύτερον〉· καὶ ἐτύπωσεν ἀναπαύεσθαι τοὺς λωβοὺς ἐκεῖ καὶ σιτηρέσια λαμβάνειν. Παρίστατο | |
5 | δὲ Ζωτικὸς ὁ πρωτοβεστιάριος αὐτοῦ τοῖς κτίσμασιν. | |
3.48 | [Ἐπὶ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κων‐ σταντίνου Ζωτικὸς πατρίκιος καὶ πρωτοβεστιάριος κτίζει τοῖς ἐν Κωνσταντινουπόλει ἀδελφοῖς κατοικίας, τροφὰς αὐτάρκεις αὐτοῖς ἐπιχορηγήσας καὶ ἄμφια· διὸ καὶ παρὰ τοῦ Κων‐ | |
5 | σταντίου ἡμιόνοις ἀγρίαις προσδεθεὶς κέντροις πληττομέναις καὶ βιαζομέναις τρέχειν τέλει τοῦ βίου ἐχρήσατο.] | |
3.49 | (c107, m140) Τὰ δὲ Καρπιανοῦ ἀνήγειρεν Καρπι‐ ανὸς πατρίκιος ἐν τοῖς χρόνοις Κωνσταντίνου, υἱοῦ Ἡρα‐ κλείου, τοῦ Πωγωνάτου. | |
3.50 | (c108, m141) Τὰ δὲ Βάσσου ἀνήγειρεν Βάσσος πατρίκιος, ἐπειδὴ ὁ οἶκος αὐτοῦ ἐκεῖ ἦν, ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ τοῦ κτίτορος τῆς ἁγίας Σοφίας. Εἰς ἔχθραν δὲ ἐλθοῦσα μετ’ αὐτοῦ Θεοδώρα ἡ βασίλισσα, ἡ γυνὴ τοῦ | |
5 | Ἰουστινιανοῦ, ἔσφιγξε τὴν κεφαλὴν αὐτοῦ μετὰ κόρδας καὶ ἐξεπήδησαν οἱ ὀφθαλμοὶ αὐτοῦ. | |
3.51 | (c109, m142) Ἡ Ὀξεῖα ὁ ἅγιος Ἀρτέμιος· τὸν δὲ ναὸν τοῦ Προδρόμου ἀνήγειρεν Ἀναστάσιος ὁ Δίκορος ὁ | |
ἀποσελεντιάριος ὁ Δυρραχιώτης. Ὄντος γὰρ αὐτοῦ πρωτο‐ ασηκρήτης ἐκεῖσε ᾤκει· μετὰ δὲ τὸ κομισθῆναι τὸ λεί‐ | 235 | |
5 | ψανον τοῦ ἁγίου Ἀρτεμίου ὠνομάσθη ὁ ναὸς οὕτως. | |
3.52 | (c176, m98) Ὁμοίως καὶ τὸν Ἀρχιστράτηγον τοῦ ἁγίου Ἰουλιανοῦ ὁ Δίκορος ἀνήγειρεν, ἐπεὶ, ὅταν ἦλθεν ἀπὸ Δυρράχιον παῖς καὶ ἐμάνθανεν τὰ γραμματικὰ ἐν Κων‐ σταντινουπόλει, ἐκεῖσε ᾤκει. | |
3.53 | (c114, m146) Τὸ δὲ λεγόμενον Κονδύλιον ὁ ἅγιος Προκόπιος ἐκλήθη οὕτως· ἔφιππος διερχόμενος ὁ Κων‐ σταντῖνος ὁ πατὴρ Ἰουστινιανοῦ τοῦ ῥινοκοπημένου, ἐκεῖσε ἐκονδύλισεν ὁ ἵππος αὐτοῦ καὶ ἔπεσεν. | |
3.54 | (c115, m147) Τὰ δὲ καλούμενα Κινθήλια ὁ ἅγιος Ἰωάννης ὁ Πρόδρομος· ἐκεῖσε ἔκαμνον τὰ μικρὰ καρφία τὰ πεταλαρικά, ἅπερ λέγονται κινθήλια. | |
3.55 | (c116, m148) Ὅτι τὸν ναὸν τὸν ὄντα εἰς Κων‐ σταντιανὰς τῶν ἁγίων Τεσσαράκοντα Ἀναστάσιος καὶ | |
Ἀριάδνη ἀνήγειρεν· μετὰ δὲ τὸ ἐλθεῖν τὸ λείψανον τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου ἐκεῖσε ἐτέθη καὶ ἀνήγειρεν | 236 | |
5 | ἕτερον μικρὸν ναὸν καὶ ὠνόμασεν τοῦ ἁγίου Στεφάνου. | |
3.56 | (c134, m163) Τὰ δὲ Μεγεθίας Μεγεθία δέσποινα ἀνήγειρεν ἐν τοῖς χρόνοις Τιβερίου τοῦ Θρᾳκός. | |
3.57 | (c135, m164) Τὸν δὲ ἅγιον Πολύευκτον ἀνήγειρεν Ἰουλιανὴ θυγάτηρ Οὐαλεντινιανοῦ τοῦ κτίτορος τοῦ ἀγωγοῦ. Ἔκτισεν δὲ τοῦτον εἰς χρόνους δʹ ἥμισυ, τῶν τεχνιτῶν ἀπὸ Ῥώμης ἐλθόντων· γυναικαδέλφη δὲ ἦν τοῦ μεγάλου Θεο‐ | |
5 | δοσίου. | |
3.58 | (c136, m165) Τὰ Πονολύτου ἐκλήθη, ὅτι πολλαὶ ἰάσεις ἐκεῖσε ἐπετελοῦντο καὶ πόνοι πολλῶν ἐλύοντο. | |
3.59 | (c137, m166) Τὴν ὑπεραγίαν θεοτόκον τὰ Ἀρεο‐ βίνδου ἀνήγειρεν Πέτρος μάγιστρος καὶ κουροπαλάτης ὁ ἀδελφὸς Μαυρικίου τοῦ βασιλέως, ἐπεὶ Ἀρεοβίνδου οἶκος | |
ἦν ἐκεῖσε, δι’ ὃν καὶ ἔλαβεν ὁ τόπος τὴν προσηγορίαν, ἐν | 237 | |
5 | τοῖς χρόνοις Ἰουστίνου τοῦ κρατίστου τοῦ Θρᾳκός· καὶ μετὰ ϛβʹ χρόνους ἀπ’ ἐκείνου τοῦ Ἀρεοβίνδου ἐκτίσθη ἡ ἐκκλησία καὶ τὸ λοῦμα. | |
3.60 | (m159) Τὴν δὲ ἁγίαν Εὐφημίαν τὰ Ὀλυβρίου ἤρξατο κτίζειν ἡ θεήλατος Εὐδοξία καὶ ἐξήβαλεν τὸ θε‐ μέλιον ἀπὸ τῆς γῆς πήχεις δύο. Καὶ ὡς πικρῷ θανάτῳ ἐτελεύτησεν, κατέλιπεν αὐτὸ ἀτελές. Οἶκος δὲ ἦν ἐκεῖσε | |
5 | Ὀλυβρίου μαγίστρου τοῦ Ῥωμαίου κἀκεῖνος ἀναπληροῖ τὸν ναὸν διὰ πολυτελῶν καὶ διὰ ποικίλων μαρμάρων καὶ ἐν‐ εθρονίασεν αὐτὸν καὶ κτήματα δέδωκεν πολλά. | |
3.61 | (c127, m160) Τὰ δὲ Ἀρματίου οἶκος ἦν Ἀρματίου μαγίστρου ἐν τοῖς χρόνοις Ζήνωνος τοῦ Κωδισαίου τοῦ καὶ προδόσαντος τὸν στρατὸν τοῦ Βασιλίσκου καὶ ἀναιρε‐ θέντος προτροπῇ Ζήνωνος εἰς τὸν κοχλίαν τὸν ἀνερχό‐ | |
5 | μενον εἰς τὸ κάθισμα τοῦ Ἱπποδρομίου. | |
3.62 | (c130, m161) Τοὺς δὲ Κριοὺς τὴν κινστέρναν καὶ | |
τὸ γηροκομεῖον καὶ τὸ λοῦμα τὸ ὂν εἰς τὰ Ἀρματίου ἔκτισεν Στέφανος παρακοιμώμενος Μαυρικίου τοῦ βασιλέως μετὰ δώδεκα χρόνους. | 238 | |
3.63 | (c196, m190) Τὰ δὲ λεγόμενα Πράσινα, διότι ἦν ἐκεῖ σταῦλος τῶν Πρασίνων, οὕτως ἐκλήθη. Τὸ δὲ γηρο‐ κομεῖον ἀνήγειρεν Μαρκιανὸς μετὰ Πουλχερίας. Ἀρτά‐ βασδος δέ, ὁ τυραννήσας τὸν Καβαλλῖνον καὶ κρατήσας | |
5 | χρόνους τρεῖς καὶ τυφλωθείς, ἀκίνητα κτήματα καὶ ἱερὰ ἐκεῖσε ἐπεκύρωσεν, διότι οἶκος ἦν αὐτοῦ. Μετὰ οὖν σπʹ ἔτη ἦν ὁ Ἀρτάβασδος τῆς κτίσεως τοῦ γηροκομείου. | |
3.64 | (c121, m153) Ὅτι τὸ καλούμενον Ζεῦγμα· ὁπόταν ἐκομίσθη τὸ σῶμα τοῦ πρωτομάρτυρος Στεφάνου, ἐκεῖσε ἐζεύχθησαν μοῦλαι καὶ ἦραν τὸ σῶμα ἕως Κωνσταντιανάς· καὶ διὰ τοῦτο ἐκλήθη Ζεῦγμα. | |
3.65 | (c122, m154) Οἱ δὲ ἅγιοι Ἀνάργυροι οἱ ὄντες εἰς τὸ Ζεῦγμα ἐκτίσθησαν παρὰ Πρόκλου πατριάρχου, μαθητοῦ τοῦ Χρυσοστόμου, ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ μικροῦ. | |
3.66 | (c123, m155) Τὸν δὲ ἅγιον Ἠλίαν τὸ Πετρίν· συν‐ δόσαντες αἱ σχολαὶ καὶ τὰ τάγματα πολὺ χρυσίον ὑπο‐ | |
στρέψαντος Ζήνωνος τοῦ βασιλέως ἀπὸ Περσίδος δέδωκεν αὐτὸς συνδρομὴν μετὰ τῆς Ἀριάδνης· καὶ ἀνήγειραν τὸν | 239 | |
5 | μέγαν ναόν, διότι ἐνεφάνη αὐτῷ ἐν τῷ ταξιδίῳ. | |
3.67 | (c124, m156) Τὴν δὲ ἁγίαν Εὐφημίαν τὴν Πέτραν ἀνήγειρεν Ἀναστάσιος ὁ Δίκορος καὶ Ἀριάδνη. | |
3.68 | (c125, m157) Τὰ δὲ Γηραγάθης τοῦ Πετρίου τὸ γηροκομεῖον πατρικίου θυγάτηρ ἔκτισε τοὔνομα Ἀγάθη, γραῦς ὡραία τῷ εἴδει σφόδρα· εἶχε δὲ αὐτὸ οἶκον. Ἐκλήθη δὲ Γηραγάθη διὰ τὸ φυλάξαι αὑτῆς τὴν παρθενίαν χρόνους | |
5 | πολλούς· ταύτην δὲ ἔφθειρεν Κωνσταντῖνος ὁ Κοπρώνυμος δοὺς αὐτῇ πλοῦτον πολύν. Ἱππικοῦ δὲ γενομένου ἔκραζεν ὁ δῆμος, ὅτι ‘ἡ Ἀγάθη ἐγήρασεν, σὺ δὲ ταύτην ἀνενέωσας.‘ Ἦν δὲ ἐν τῷ κρυπτῷ σεβομένη τὰς ἁγίας εἰκόνας ὡς ὀρθό‐ δοξος. Πληρωθέντος δὲ τοῦ γηροκομείου ὁ θεήλατος | |
10 | Κοπρώνυμος ἀθροίσας τὰς ἁγίας τοῦ θεοῦ εἰκόνας κατ‐ έκαυσεν ἐκεῖσε. | |
3.69 | (c175, m97) Ὁμοίως καὶ εἰς τὸν ἅγιον Ἰουλιανόν, | |
μοναχῶν καθεζομένων ἐκεῖσε ἐντίμων ὄντων καὶ ὁσίων, διὰ τὸ μὴ κοινωνεῖν αὐτοὺς τῆς μυσαρᾶς θρησκείας αὐτοῦ κατέκαυσεν σὺν τῷ ναῷ καὶ αὐτούς· καὶ ἀναλύσας ὁ | 240 | |
5 | μόλιβδος τῆς ἐκκλησίας κατῆλθεν ἕως τὸν αἰγιαλὸν τῶν Σοφιῶν. Ἵστατο δὲ ἐκεῖσε πέρδιξ χαλκῆ ἐν καμάρᾳ στη‐ λωθεῖσα παρὰ τοῦ μεγάλου Κωνσταντίνου. | |
3.70 | (c149, m184) Τὰ δὲ Ἀντιόχου οἶκος ἦν Ἀντιόχου πατρικίου καὶ πραιποσίτου καὶ βαιούλου Ἀρκαδίου τοῦ βα‐ σιλέως τοῦ πολλὰς ἀρχὰς διανύσαντος ἐν τῇ δόξῃ αὐτοῦ· πλούσιος δὲ σφόδρα γενόμενος πτωχὸς ἐτεθνήκει διὰ τὴν | |
5 | ἀδικίαν, δόλιος ἐπὶ τοῖς πᾶσι φανείς. | |
3.71 | (c148, m182) Ὁ ἅγιος Ἠσαΐας καὶ Λαυρέντιος ἐκτίσθησαν παρὰ Μαρκιανοῦ καὶ Πουλχερίας· τὸ δὲ ἅγιον σῶμα τοῦ προφήτου Ἠσαΐα ἧκεν ἀπὸ Ἰερουσαλήμ. | |
3.72 | (c117, m149) Τὰ Δεξιοκράτου οἶκος ἦν Δεξιο‐ κράτου πατρικίου ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ μικροῦ· ἐν ᾧ καὶ ναὸν καὶ γηροκομεῖον ἀνήγειρεν. | |
3.73 | (c117, m149) Τὰ Καριανοῦ τὸν ναὸν καὶ τὸ γηρο‐ κομεῖον ἀνήγειρεν Μαυρίκιος ὁ βασιλεὺς σὺν τῶν ἐμβόλων· οἶκος δὲ ἦν ἐκεῖ Καριανοῦ πατρικίου καὶ ἐξ αὐτοῦ εἴληφεν ὁ τόπος τὴν προσηγορίαν. | |
3.74 | (c151, m185) Τὸν δὲ ναὸν τὸν μέγαν τῶν Βλαχερ‐ | |
νῶν Μαρκιανὸς καὶ Πουλχερία ἀνήγειρεν κοσμήσας αὐτὸν διὰ πολυτελῶν μαρμάρων ποικίλων· βλάχνα γὰρ ἦσαν ἐν τῷ τόπῳ καὶ ἐκόπησαν· καὶ εἶθ’ οὕτως ἐκτίσθη ὁ ναός. | 241 | |
5 | Ἢ ὅτι λακκώδης ὁ τόπος ἐτύγχανεν καὶ ἐκλήθη βλαχέρναι καὶ λακέρναι διὰ τὸ εἶναι πολλὰ ὕδατα. | |
3.75 | (c152—153, m186. 187) Τὴν δὲ ἁγίαν σορὸν ἀν‐ ήγειρεν Λέων Μακέλλης, διότι ἐν τοῖς χρόνοις αὐτοῦ τῆς θεο‐ τόκου ἐφάνησαν ἴχνη πολλὰ καὶ θαύματα γεγόνασιν εἰς πλῆθος. Ὁ αὐτὸς δὲ ἔκτισεν καὶ τὸ λοῦμα καὶ ἐπεκύρω‐ | |
5 | σεν κτήματα πολλὰ καὶ σκεύη καὶ κειμήλια χρυσᾶ τε καὶ ἀργυρᾶ. Ἐξώπορτα δὲ ἐτύγχανεν· ἐπὶ δὲ Ἡρακλείου περι‐ εκλείσθησαν γενομένων ἐκεῖσε θαυμάτων καὶ ὀπτασιῶν πολ‐ | |
λῶν τῆς ἁγίας θεοτόκου. | 242 | |
3.76 | (c143, m175) Τὸ δὲ Χρυσοβάλανον οἶκος ἦν Νικο‐ λάου δομεστίκου τῆς ἀνατολῆς καὶ πατρικίου· καὶ ἀνήγειρεν ναοὺς δύο, τὸν Ἀρχιστράτηγον καὶ τὸν ἅγιον Παντελεήμονα. Χρονίσαντος δὲ ἐν τῷ ταξιδίῳ ἡ σύμβιος αὐτοῦ ἐμοιχᾶτο· | |
5 | εἰσελθὼν δὲ ὁ δομέστικος ἐν τῇ πόλει καὶ μαθὼν τοῦτο καὶ κοιτάσας ἀμφοτέρους μεληδὸν αὐτοὺς κατέκοψεν. Ἔσχα‐ τον δὲ εἰς ἔννοιαν ἐλθὼν τοῦ φοβεροῦ κριτηρίου ἀνήγειρεν τοὺς ναούς. Ἐλθὼν δὲ εἰς τέλος τοῦ κτίσματος καὶ ἀδημο‐ νῶν διὰ ποσότητα χρυσίου, ὤφθη αὐτῷ κατ’ ὄναρ ὁ ἄγγελος | |
10 | λέγων αὐτῷ· ‘ἄπελθε εἰς τὴν Ἀσπάρου πλησίον καὶ εὑρή‐ σεις βαλάντιον ἔχον χρυσίου λίτρας ἑκατόν.‘ Εὑρὼν δὲ αὐτὸ ἐκέλευσεν οὕτως τὸν τόπον καλεῖσθαι. | |
3.77 | (c213, m215) Ἡ δὲ μονὴ τῆς Εὐφροσύνης τὰ Λι‐ βάδια ἐκτίσθη παρὰ Εἰρήνης τῆς Ἀθηναίας μικρὰ καὶ πενιχρά. Ὁ δὲ Μιχαὴλ ὁ υἱὸς Θεοφίλου εἰς ἔχθραν ἐλθὼν μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν ταύτας κατεβίβα‐ | |
5 | σεν ἐκ τοῦ παλατίου καὶ ἐκεῖσε εἰσήγαγεν καὶ μοναχὰς ἐποί‐ ησεν πλουτίσας τὴν μονὴν καὶ κτήματα πολλὰ παρασχών. Ἀπὸ δὲ τῆς ἀδελφῆς αὐτοῦ Εὐφροσύνης ἐκλήθη οὕτως. | |
3.78 | Ὁ δὲ ἅγιος Γρηγόριος τὸ Ξηροκήπιον ἐν τοῖς | |
χρόνοις τοῦ μεγάλου Θεοδοσίου παρὰ πατρικίου τινὸς ἐκτίσθη. | 243 | |
3.79 | (c142, m174) Ὅτι εἰς τὴν ἁγίαν Ἄνναν τὸ λεγό‐ μενον Δεύτερον ἐν τῷ κίονι στήλη ἵστατο Ἰουστινιανοῦ τοῦ ῥινοκοπημένου. Τὴν δὲ στήλην κατεβίβασεν Βάρδας Καῖ‐ σαρ ὁ θεῖος Μιχαὴλ καὶ ταύτην συνέτριψεν καὶ ἐκλήθη | |
5 | Δεύτερον, διότι ἐξόριστος γέγονεν Ἰουστινιανὸς εἰς Χερσῶνα παρὰ Λεοντίου πατρικίου, ποιήσας ἐκεῖ χρόνους δέκα· φυγῇ δὲ χρησάμενος εἰς τὸν Τέρβελιν τὸν ἀρχηγὸν τῶν Βουλ‐ γάρων, ἠγάγετο τοῦ Τερβέλι τὴν θυγατέρα εἰς γυναῖκα τοὔνομα Θεοδώραν. Καὶ δοὺς αὐτῷ λαὸν χιλιάδας ιεʹ, εἰσ‐ | |
10 | ῆλθεν ἐν τῇ πόλει καὶ μὴ δεχθεὶς ὑπέστρεψεν εἰς τὴν πα‐ λαιὰν Πέτραν καὶ εἰσελθὼν εἰς τὸν ἀγωγὸν ἐξέβη εἰς τὸ θεμέλιον τοῦ κίονος ἔσωθεν τῆς πόλεως καὶ ἐκράτησε τῆς πόλεως πάλιν· καὶ ἐκλήθη ὁ τόπος Δεύτερον. Καὶ τότε τὸν ναὸν τῆς ἁγίας Ἄννης ἀνήγειρεν, ὅτι ἔγκυος ἦν ἡ | |
15 | γυνὴ αὐτοῦ καὶ ὠπτάνθη αὐτῇ ἡ ἁγία. Ἀλλὰ καὶ τὸ ὠμό‐ φορον τῆς ἁγίας καὶ τὸ ἅγιον σῶμα ἐπὶ αὐτοῦ εἰσῆλθεν ἐν τῇ πόλει. | |
3.80 | (c146, m175) Ἡ μονὴ τὰ Μητροπολίτου ἐκτίσθη παρὰ Ἰουστινιανοῦ· ἐκλήθη δὲ οὕτως, διότι μητροπολίτου οἶκος ἦν. | 244 |
3.81 | (c224, m226) Τὸν ἅγιον Ῥωμανὸν ἡ ἁγία Ἑλένη ἀνήγειρεν, καὶ τὴν πλησίον αὐτοῦ ἁγίαν Σορὸν καὶ τὸ λεί‐ ψανον τοῦ προφήτου Δανιὴλ καὶ τοῦ ἁγίου μεγαλομάρτυρος Νικήτα καὶ τῶν λοιπῶν προφητῶν τῶν ἐκεῖσε κειμένων | |
5 | ἐκείνη ἐφανέρωσεν καὶ τέθηκεν ἐκεῖ. Οἱ δὲ ποιηταὶ Ἰωσὴφ καὶ Θεόδωρος ὁ ἀδελφὸς αὐτοῦ ὁ Στουδίτης ἐκεῖσε ἐκαθέζοντο καὶ ἐποίουν τοὺς κανόνας ἐν τοῖς χρόνοις Λέ‐ οντος τοῦ Ἀρμενίου. Μετὰ δὲ φʹ ἔτη τοῦ κτισθῆναι τὸν αὐτὸν ναὸν ἦσαν Ἰωσὴφ καὶ θεόδωρος οἱ | |
10 | ποιηταί. | |
3.82 | (c195, m189) Τὴν δὲ μονὴν τὸν ἅγιον Κάρπον καὶ Πάπυλον ἡ ἁγία Ἑλένη ἔκτισεν μετὰ ποικίλων μαρ‐ μάρων καὶ κτήματα ἐπεκύρωσεν εἰς μίμησιν τοῦ τάφου τοῦ Χριστοῦ. | |
3.83 | Τὴν δὲ κινστέρναν τὴν Βώνου Βῶνος μάγιστρος ἔκτισεν τοῦ Ἡρακλείου· καὶ ὁ οἶκος αὐτοῦ ἦν ἐκεῖσε. | |
3.84 | (c190, m198) Τὴν δὲ Μωκισίαν ἔκτισεν Ἀνα‐ | |
στάσιος ὁ Δίκορος· ὁπόταν δὲ ἔκτιζεν αὐτήν, λιμὸς ἦν ἐν τῇ πόλει—ὁ μόδιος νόμισμα ἕν· ὠνόμασαν δὲ αὐτὴν οἱ δῆμοι οὕτως διὰ τὸ εἶναι πλησίον τὸν ἅγιον Μώκιον. | 245 | |
3.85 | (c202, m204) Τὸν δὲ ἅγιον Λουκᾶν, ἐν ᾧ οἱ τεθνε‐ ῶτες θάπτονται, καὶ τοὺς τρικλίνους καὶ τὸν ναὸν τοῦ ἁγίου Λουκᾶ ἔκτισεν Εἰρήνη ἡ Ἀθηναία, ὅπως δωρεὰν θάπτωνται οἱ πένητες· πάνυ γὰρ εὐσεβὴς καὶ φιλάρετος | |
5 | οὖσα πολλὰ γηροκομεῖα καὶ ξενοδοχεῖα καὶ γηροτροφεῖα ἐποίησεν εἰς ἀνάπαυσιν τῶν πενήτων καὶ φόρων βάρη ἐξ‐ έκοψεν. Τρία δὲ ἔκτισε κυριώτερα 〈εἰσ〉 θάνατον, 〈ζωήν, ὑγείαν· καὶ εἰς θάνατον μὲν ἔκτισε τὰ ξενο〉τάφια, ζωὴν δὲ ἔκτισεν τοὺς τρικλίνους τῆς Λαμίας τοῦ Πιστωρείου, | |
10 | ὑγείαν δὲ ἔκτισεν τὸν ξενῶνα τὰ Εἰρήνης καλούμενον. | |
3.86 | (c65, m65) Τὸν δὲ ἅγιον Διομήδην ἔκτισεν ὁ μέγας | |
Κωνσταντῖνος· ὁ δὲ Βασίλειος ὁ βασιλεὺς διὰ τὸ λαβεῖν ἐκεῖσε τὸν χρησμὸν ἀνήγειρεν μείζονα καὶ ἐκαλλώπισεν καὶ ἐπεκύρωσεν κτήματα πολλά. | 246 | |
3.87 | (c64, m64) Τὰ δὲ Στουδίου ἔκτισεν Στούδιος πα‐ τρίκιος ἐν τοῖς χρόνοις τοῦ Λέοντος Μακέλλη καὶ κτήματα πολλὰ προσεκύρωσεν καὶ μοναχοὺς χιλίους πεποίηκεν. | |
3.88 | (c186, m108) Τὴν δὲ καλουμένην Αἰμιλιανοῦ πόρ‐ ταν· 〈πλησίον〉 ἦν τοῦ ἁγίου Αἰμιλιανοῦ καὶ ἐκαλεῖτο οὕτως· ὑπῆρχεν δὲ εὐκτήριον μικρόν· ὅτε δὲ ἤχθη τοῦ Μωσέως ἡ ῥάβδος, ἐδέξατο αὐτὴν πεζὸς ὁ μέγας Κων‐ | |
5 | σταντῖνος καὶ ἔθηκεν ἐκεῖ· καὶ ἀνήγειρεν ἐκεῖσε ναὸν τῆς θεοτόκου καὶ οὕτως ὠνομάσθη ὁ τόπος Ῥάβδος. Ἀνήγειρεν δὲ καὶ τὸν ἅγιον Αἰμιλιανὸν μέγαν, καὶ εἶθ’ οὕτως ἔφερεν τὴν ἁγίαν ῥάβδον ἐν τῷ παλατίῳ. | |
3.89 | (c255, m262) Ἐν τοῖς χρόνοις τοῦ μεγάλου Θεοδο‐ δοσίου ἤχθη ἐλέφας μικρὸς ἀπὸ Ἰνδίας καὶ ἐκεῖσε ἔτρεφον αὐτὸν εἰς τὰ οἰκήματα· καὶ ἱππικοῦ γενομένου ἔφερον αὐτόν. Ἐν δὲ τῷ Μιλίῳ ἐρχόμενος, ἔκρουσεν αὐτὸν τραπε‐ | |
5 | ζίτης τις μετὰ στυρακίου μετριάζων· μετὰ δὲ χρόνους δέκα ἀνατραφεὶς καὶ πάλιν διερχόμενος ἐν τῷ ἱππικῷ | |
ἐμνήσθη τοῦ δώσαντος αὐτόν· καὶ ἰδὼν αὐτὸν καθεζόμενον καὶ βρυχησάμενος δέδωκεν καὶ ἔσχισεν αὐτὸν μέσον τοῦ Μιλίου. | 247 | |
3.90 | (c179, m106) Τὰ δὲ Κλαυδίου οἶκος ἦν Κλαυδίου πατρικίου καὶ κυαίστορος ἐν τοῖς χρόνοις Βασιλίσκου τοῦ βασιλέως· καὶ παλάτια ἀνήγειρεν ἐκεῖσε. | |
3.91 | Τὸν δὲ λιμένα τὸν Ἐλευθερίου ὁ μέγας Κων‐ σταντῖνος ἔκτισεν, ὅτε καὶ τὴν πόλιν ἔκτισεν· παρίστατο δὲ εἰς τὸ κτίσμα Ἐλευθέριος πατρίκιος. Ἵστατο δ’ εἰς τὸν λιμένα στήλη μαρμάρινος Ἐλευθερίου φέρουσα πτύον καὶ | |
5 | ἑξακάνθηλον· ὁ δὲ Θεοδόσιος χύσας τὸν χοῦν ἐκεῖ τοῦ κτισθέντος κίονος τοῦ Ταύρου κατέχωσεν τὸν λιμένα. | |
3.92 | (c212, m214) Τὰ δὲ Κανικλείου οἶκος ἦν Θεο‐ κτίστου μαγίστρου καὶ ἐπὶ τοῦ κανικλείου, τοῦ σφαγέντος εἰς τὰ Σκῦλα παρὰ Βάρδα Καίσαρος, τοῦ θείου Μιχαήλ. | |
3.93 | (c178, m100) Τὸν δὲ ἅγιον Παντελεήμονα ἔκτισεν Θεοδώρα Αὐγούστη, ἡ γυνὴ Ἰουστινιανοῦ τοῦ μεγάλου· ὁπόταν δὲ ἦλθεν ἀπὸ Παφλαγονίας, ἐκεῖσε ἔκειτο ἐν τῷ ἐμβόλῳ ὡς πένης καὶ ἔνηθεν ἔρια καὶ ἐπώλει αὐτὰ καὶ | |
5 | οὕτως ἔζη. Μετὰ δὲ τὸ βασιλεῦσαι αὐτὴν ἔκτισεν τὸν | |
ναόν. | 248 | |
3.94 | (c180, m101) Τὰ δὲ Ναρσοῦ οἶκος ἦν Ναρσοῦ πατρικίου καὶ πραιποσίτου εὐνούχου ἐν τοῖς χρόνοις Ἰουστίνου καὶ Σοφίας. Τὸν δὲ ξενῶνα καὶ τὸ γηροκομεῖον καὶ τὴν ἐκκλησίαν ἐκεῖνος ἀνήγειρεν μέχρι τοῦ Ὀξυ‐ | |
5 | βαφείου. | |
3.95 | (c180, m101) Τῶν δὲ ἁγίων Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου ναὸν ὁ αὐτὸς Ναρσῆς ἀνήγειρεν. | |
3.96 | (c181, m102) Ὅτι τὰ Ἀμαντίου καλούμενα οἶκος ἦν Ἀμαντίου παρακοιμωμένου ἐν τοῖς χρόνοις τοῦ Δικόρου· κἀκεῖνος ἔκτισεν τὸν ἅγιον Θωμᾶν· ἐμπρησθέντος δέ, Λέων ὁ υἱὸς Βασιλείου ἀνεκαίνισεν αὐτόν. | |
3.97 | (c57, m58) Τὰ δὲ Πέτρου οἶκος ἦν Πέτρου πατρι‐ κίου ἐπὶ Ἰουστινιανοῦ τοῦ μεγάλου, ὅστις ἀνήγειρεν τὴν ἐκκλησίαν καὶ τὸ γηροκομεῖον. | |
3.98 | (c225, m226) Τὴν μονὴν τοῦ Μαρτινάκη ἀνήγειρεν Μαρτινάκης πατρίκιος ὁ θεῖος τῆς ἁγίας Θεοφανοῦς ἐν τοῖς χρόνοις Βασιλείου καὶ Μιχαήλ. | |
3.99 | Ὁ δὲ Πρόβος ὁ πατρίκιος ἀνήγειρεν τὸν ναὸν | |
τοῦ Προδρόμου καὶ παλάτια ἔκτισεν ἐκεῖσε θαυμαστὰ πάνυ. | 249 | |
3.100 | (c44, m45) Τὰ δὲ λεγόμενα τοῦ Τοξαρᾶ, οἶκος ἦν Τοξαρᾶ μαγκλαβίτου τοῦ ἀνελόντος Μιχαὴλ τὸν βασιλέα εἰς τὸν ἅγιον Μάμαντα. | |
3.101 | (bis in CM: et c50, 51 et m140, 169) Τὸ Κου‐ ρατωρίκιον ἐκτίσθη ἐν τοῖς χρόνοις Βηρίνης τῆς γυναικὸς τοῦ Λεωμακέλλη· καὶ ὁ κουράτωρ ἀνήγειρεν καὶ παρέστη‐ κεν αὐτὸ εἰς ὁμοίωμα τοῦ τάφου τοῦ Κυρίου. | |
3.102 | (c49, m50) Τὰ Διακονίσσης ἔκτισεν Κυριακὸς πατριάρχης ἐν τοῖς χρόνοις Μαυρικίου βασιλέως τοῦ συν‐ τέκνου αὐτοῦ· ἐπεκλήθη δὲ οὕτως ὁ τόπος, ὅτι ὁ πατριάρχης διάκονος ὢν ἐκεῖσε ᾤκει· ἀλλὰ καὶ ἡ ἀδελφὴ τοῦ αὐτοῦ | |
5 | πατριάρχου ἐκεῖσε ἦν διακόνισσα. | |
3.103 | (c138, m166) Τὴν δὲ ἁγίαν Ἀναστασίαν τὴν Φαρμακολύτριαν ἀνήγειρεν Ἀναστάσιος ὁ Δίκορος· πρότερον γὰρ ἦν πατρικίου οἶκός τινος Φαρμακᾶ λεγομένου. | |
3.104 | (c139, m168) Τὸ δὲ λεγόμενον Διμακέλιν ἐκλήθη οὕτως, ὅτι ἐκεῖ ὁ Λέων ὁ βασιλεὺς ὁ μέγας κρέατα ἐπώλει· | |
καὶ ἡ γυνὴ αὐτοῦ ἔπλεκε τὰς χόρδας. | 250 | |
3.105 | (c197, m199) Τὰ δὲ Φλωρεντίου οἶκος ἦν Φλω‐ ρεντίου πατρικίου ἐν τοῖς χρόνοις Ἀρκαδίου βασιλέως· καὶ τελευτῶν ἐποίησεν τὸν οἶκον αὐτοῦ γηροκομεῖον. | |
3.106 | (c132, m172) Τὰ δὲ Ἀνθημίου οἶκος ἦν Ἀνθη‐ μίου μαγίστρου ἐν τοῖς χρόνοις Μαρκιανοῦ τοῦ βασιλέως· ὃν καὶ ἔστεψεν ἐν τῇ πόλει δεδωκὼς αὐτῷ τὴν ἐκ τῆς πρώτης αὐτοῦ γυναικὸς θυγατέρα καὶ ἀπέστειλεν εἰς Ῥώ‐ | |
5 | μην βασιλέα. Ἐκεῖσε γὰρ καὶ γηροκομεῖον καὶ ναὸν ἀν‐ ήγειρεν τὸν αὐτοῦ οἶκον καὶ λοῦμα. | |
3.107 | (c144, m176) Τὰ δὲ λεγομένα τῆς Σπουδῆς τὴν μονήν· Ἄννα ἡ δέσποινα ἡ γυνὴ Λέοντος τοῦ Συρο‐ γενοῦς στρεφομένη ἀπὸ Βλαχέρνας οὖσα ἔγκυος εἰς τὸν και‐ ρὸν τοῦ τεκεῖν αὐτὴν εἰς οἶκόν τινος πρωτοσπαθαρίου | |
5 | καταβᾶσα ἔτεκεν· καὶ ἐποίησεν αὐτὸν τὸν οἶκον μονὴν καὶ ἐπωνόμασεν Σπουδῆς διὰ τὸ κατεπείγειν αὐτὴν ἐκεῖσε ὁ τοκετὸς καὶ μὴ φθάσαι εἰς τὸ παλάτιον. Ἡ αὐτὴ δέσποινα ἔκτισεν καὶ τὰ Ἄννης. | |
3.108 | (c145, m176) Τὰ δὲ Σευήρου· Σευῆρος, πατρί‐ κιος καὶ ἀδελφοποιητὸς Κώνστα βασιλέως τοῦ ἔγγονος | |
Ἡρακλείου τοῦ ἀναιρεθέντος ἐν τῷ βαλανείῳ εἰς Σικελίαν, ἔκτισεν αὐτὸς τὸ γηροκομεῖον διότι οἶκος αὐτοῦ ἦν· καὶ | 251 | |
5 | ναὸν ἤγειρεν ἡ γυνὴ αὐτοῦ, διότι μετὰ τὸ σφαγῆναι ἐν Σικε‐ λίᾳ τὸν βασιλέα ἐκεῖνος παρέλαβεν τὸν στόλον τὸν Ῥωμαϊ‐ κὸν καὶ ἀνῆλθεν ἕως τὸν Φοίνικα. | |
3.109 | (c133, m173) Τὰ δὲ Γαϊνᾶ οἶκος ἦν Γαϊνᾶ πατρι‐ κίου τοῦ τυραννήσαντος εἰς τὰ Θρᾳκῷα μέρη ἐν τοῖς χρόνοις Ἀρκαδίου καὶ σφαγέντος ἐκεῖσε. | |
3.110 | (c133, m173) Τὰ δὲ Εὐσεβίου Εὐσέβιος πατρί‐ κιος ἔκτισεν ἐν τοῖς χρόνοις Ἰουστίνου καὶ Σοφίας τῆς Λωβῆς καὶ εὐσεβεστάτης. | |
3.111 | (c118, m150) Τὰ δὲ Κύρου τὴν θεοτόκον ἔκτισεν Κῦρος πατρίκιος καὶ ἔπαρχος ὁ παριστάμενος τὸ χερσαῖον τεῖχος τὸ κτίσμα ἐπὶ Θεοδοσίου τοῦ μικροῦ, βάλλοντες φωνὴν οἱ δῆμοι, ὅτι ‘Κῦρος εἰς ἄλλο νικήσει καὶ προκόψει.‘ | |
5 | Καὶ φθονηθείς, ἐποίησεν αὐτὸν ὁ βασιλεὺς μητροπολίτην εἰς Σμύρνην. | |
3.112 | (c182, m103) Τὸ δὲ Χρυσοκάμαρον· ὄπισθεν τοῦ Μυρελαίου ζώδιον ἵστατο χρυσοῦν· ἐξ οὗ καὶ ἐκλήθη Χρυσοκάμαρον· παρὰ δὲ κλεπτῶν ἐν τοῖς χρόνοις Βάρδα Καίσαρος ἐκλάπη. | 252 |
3112a | (c141, m170) Εἰς τὸ Χριστοκάμαρον δὲ ἦν ὁ Χριστὸς ἱστορισμένος πλησίον τοῦ ἁγίου Ἀκακίου, ὅπου ἐστὶν τοῦ Μουσελὲ ὁ οἶκος· καὶ διὰ τοῦτο ἐλέγετο οὕτως. | |
3.113 | Τὰ δὲ δύο Μυρέλαια· μύρα ἔρρεε καὶ ἰάματα πολλὰ ἐκεῖσε ἐγένοντο καὶ μέχρι τοῦ νῦν. | |
3.114 | (c47, m48) Τὸ δὲ Ἀνεμοδοῦριν τὸ χαλκοῦν ἐστη‐ λώθη παρὰ Ἡλιοδώρου τοῦ δυσσεβοῦς ἐν τοῖς χρόνοις Λέοντος τοῦ Συρογενοῦς, καθώς εἰσιν ἐστηλωμένοι οἱ ιβʹ ἄνεμοι. Τὰ δὲ τέσσαρα χαλκουργεύματα τὰ μεγάλα ἤχθησαν | |
5 | ἀπὸ τοῦ Δυρραχίου· εἶχεν δὲ αὐτὰ γυνὴ εἰς προῖκα αὐτῆς ἀπὸ ναοῦ τινος· μετὰ πολλῆς δὲ ἐπιστήμης καὶ ἀστρονο‐ μίας τοῦτο ἐποίησεν. | |
3.115 | (c111) Τὸν δὲ ἅγιον Προκόπιον, ὡς εἴρηται, τὴν Χελῶνα, καὶ τὸν ἅγιον Μητροφάνην ἔκτισεν ὁ μέγας Κωνσταντῖνος. | |
3.116 | (c111) Τὸν δὲ ἅγιον Ἀκάκιον τὴν Καρέαν ἔκτισεν ὁ ἀδελφὸς Ναρσῆ πατρικίου ἐν τοῖς χρόνοις Ἰου‐ στίνου καὶ Τιβερίου. | 253 |
3.117 | (c131, m171) Ὁ δὲ ἅγιος Προκόπιος τὰ Βιγλεν‐ τίας· εἰς τὸν Ταῦρον παλάτια ἦσαν κτισθέντα παρὰ τοῦ μεγάλου Ἰουστινιανοῦ εἰς τὴν Βιγλεντίαν τὴν ἀδελφὴν αὐτοῦ. Ὁ δὲ ναὸς ὑπῆρχεν τῶν παλατίων. Ὑπὸ δὲ ἐμ‐ | |
5 | πρησμοῦ ἀφανισθέντα Ἀντωνῖνα, ἡ γυνὴ Βελισαρίου τοῦ μαγίστρου, ἥτις ζωστὴ ἦν Θεοδώρας τῆς γυναικὸς Ἰουστι‐ νιανοῦ, καὶ μετὰ τὸ χηρεῦσαι αὐτὴν τὴν κατοικίαν ἐποιή‐ σατο μετὰ τῆς Βιγλεντίας· καὶ συναινέσει αὐτῆς ἀνήγειρεν τὸν ἅγιον Προκόπιον. | |
3.118 | Τὰ λεγόμενα Πορφυροπωλεῖα· τὸ παλαιὸν τὰς πορφύρας ἐκεῖσε ἔβαπτον. | |
3.119 | (c83, m115) Τὸν δὲ ξενῶνα τὰ Σαμψὼν ἔκτισεν ὁ ὅσιος Σαμψὼν προτροπῇ Ἰουστινιανοῦ τοῦ μεγάλου, διότι ὁ ὅσιος αὐτὸν ἰάσατο ἐκ τῆς νόσου. | |
3.120 | (c82, m116) Τὰ δὲ Εὐβούλου ἐκτίσθησαν παρὰ Εὐβούλου πατρικίου ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ Θρᾳκός, ἐπεὶ οἶκος αὐτοῦ ἦν. | |
3.121 | (c84, m117) Τὰ δὲ Ἰσιδώρου· ὁ Ἰσίδωρος ἀδελφὸς ἦν τοῦ Εὐβούλου καὶ ἀνήγειρεν τὸν οἶκον αὐτοῦ γηρο‐ κομεῖον καὶ ναόν. | 254 |
3.122 | (c84, m117) Τὸν δὲ ἅγιον Τρύφωνα τὸν ὄντα εἰς τὰ Εὐβούλου ἀνήγειρεν αὐτὸν Ἰουστινιανὸς ὁ μέγας. Τὸν δὲ ἅγιον Τρύφωνα τὰ Βασιλίσκου καὶ αὐτὸν ἀνήγειρεν μέγαν ναὸν πλησίον τοῦ Βασιλίσκου· καὶ ἐποίησεν αὐτὸν | |
5 | κάλλιστον προσκυρώσας ἐν αὐτῷ κινητὰ καὶ ἀκίνητα κτή‐ ματα. | |
3.123 | (c99, m132) Οἱ ἅγιοι Ἀνάργυροι οἱ ὄντες εἰς τὰ Βασιλίσκου ἐκτίσθησαν ὑπὸ Ἰουστίνου καὶ Σοφίας. | |
3.124 | (c99, m132) Τὰ δὲ Βασιλίσκου οἶκος ἦν πρότερον Βασιλίσκου πατρικίου καὶ δρουγγαρίου τῆς βίγλης, τοῦ ἀδελφοῦ Βηρίνης· καὶ βασιλεύσας ἐποίησεν τὸν οἶκον αὐτοῦ παλάτια. | |
3.125 | (c99, m132) Τὰ δὲ παλαιὰ παλάτια τῶν Σοφιῶν ἀνήγειρεν Μαυρίκιος ὁ βασιλεὺς εἰς ὄνομα Ἀναστασίας, τῆς πενθερᾶς αὐτοῦ, γυναικὸς δὲ Τιβερίου· μετὰ δὲ εἴκοσι ὀκτὼ χρόνους Ἡράκλειος ὁ στρατηγὸς πρὸ τοῦ βασιλεῦσαι | |
5 | αὐτὸν τὴν κατοικίαν ἐκεῖσε ἐποιεῖτο, μετὰ τὸ τεθνάναι τὴν | |
Ἀναστασίαν· πάνυ γὰρ ἐφίλει τὴν αὐτὴν κατοικίαν. Καὶ ἐκεῖσε ἀπεκαλύφθη τὸ κράτος τῆς βασιλείας· μετὰ δὲ τὸ βασιλεῦσαι αὐτὸν ἱστόρησεν τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ αὐτοῦ εἰς τὰ τείχη. | 255 | |
3.126 | (c15, m14) Τὰ δὲ παλάτια τοῦ Βουκολέοντος ἐπ‐ άνω τοῦ τείχους παρεξέβαλεν ὁ μικρὸς Θεοδόσιος· ὁ δὲ Μαρκιανὸς ἐποίησεν τὸν τρίκλινον, καὶ οὗτος καλεῖται χρυσοτρίκλινος. | |
3.127 | (c16, m15) Τὰ δὲ παλάτια τοῦ Ἱππικοῦ καὶ τοῦ Κυαιστορικίου ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν. | |
3.128 | (c17, m16) Ἡ δὲ Δάφνη ἐκλήθη διὰ τὸ ἵστασθαι ἐκεῖσε στήλη ὄνομα φέρουσα Δάφνης· ἀπὸ γὰρ τῆς Ῥώμης ἤφεραν αὐτήν· εἰς μαντεῖον γὰρ ἦν ἐκεῖσε· ἀλλὰ καὶ στε‐ φάνους ἀπὸ δάφνης ἐλάμβανον οἱ ἄρχοντες κατὰ τὸν Ἰανου‐ | |
5 | άριον μῆνα. | |
3.129 | (c18, m17) Ὁ δὲ Ἱππόδρομος ἐκλήθη, διότι ἀπὸ τοῦ ἁγίου Κωνσταντίνου ἕως Εἰρήνης τῆς Ἀθηναίας ἐκεῖσε | |
κατ’ ἰδίαν ἐπὶ ἅρματος ἔτρεχον οἱ βασιλεῖς. | 256 | |
3.130 | (c18, m18) Ὁ δὲ Ἰουστινιανὸς ὁ ῥινότμητος ἔκτι‐ σεν τὸν Ἰουστινιανὸν τὸν τρίκλινον καὶ τὸν Λαυσιακόν. | |
3.131 | (c19, m19) Ἡ δὲ Τύχη τῆς πόλεως ἄγαλμα ἦν καὶ ἤχθη ἀπὸ Ῥώμης ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου· ἵστατο δὲ ἐπάνω τῆς ἀψίδος τοῦ παλατίου. Ὁ δὲ βασιλεὺς Μαυρίκιος συνέτριψεν αὐτήν. | |
3.132 | (c171, m92) Ἐκλήθη δὲ σιδηρᾶ ἡ πόρτα· ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ὁ μέγας κίων ὁ πορφυροῦς τοῦ Ἀνηλίου τρεῖς χρόνους ἐποίησεν πλωιζόμενος ἀπὸ Ῥώμης διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους αὐτοῦ· καὶ ἐλθὼν εἰς | |
5 | τὰς Σοφίας ἐν τῇ πόρτῃ θελόντων αὐτὸν ἐκβαλεῖν ἀπὸ τῶν σχιδέων ἐχώσθη εἰς τὸν αἰγιαλὸν πήχεις τεσσάρεις διὰ τὸ εἶναι χαῦνον καὶ ἀλσώδη τὸν τόπον· μέλλοντες δὲ τοῦτον ἐκσπάσαι οὐκ ἠδύναντο μετὰ ξύλων, ἀλλὰ μετὰ μοχλῶν σιδηρῶν· καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. | |
3.133 | (c119, m151) Τὸ δὲ Κοντοσκάλιον ἡ πόρτα ἀπὸ Ἀγαλλιανοῦ τουρμάρχου, παρισταμένου ὅτε ἐκτίζετο ὁ λιμήν, ἔλαβε τὸ ὄνομα· ἐκαλεῖτο δὲ ἐκεῖνος Κοντοσκέλης· καὶ διὰ | |
τοῦτο ἐκλήθη οὕτως. | 257 | |
3.134 | (c183, m104) Τὰ δὲ καλούμενα Ψαρελαίου Μυρέ‐ λαιον ἐκαλεῖτο· ὁ δὲ Καβαλλῖνος διερχόμενος ἠρώτησεν πατρίκιον τὸν Καμουλιανόν, πῶς κέκληται ἡ μονή· καὶ γνωρίσας τῷ βασιλεῖ τὸ ὄνομα τῆς μονῆς, ὁ βασιλεὺς | |
5 | ἐκέλευσε καλεῖσθαι ἔκτοτε τὴν μονὴν τὰ Ψαρελαίου, ἐν‐ υβρίζων τὴν μονήν· καὶ παρευθὺ ἔφυγον οἱ μοναχοί. | |
3.135 | (c168, m90) Ὁ χορτοβολὼν εἰς τὸ Βούκινον ἐκκλησία ὑπῆρχεν τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου, ἣν ἀνήγειρεν Ἰου‐ στινιανὸς ὁ μέγας ἐκεῖσε βασιλεύων εἰσερχόμενος. Ὁ δὲ Καβαλλῖνος ἐποίησεν αὐτὸν χορτοβολῶνα. | |
3.136 | (c184, m105) Εἰς τὸν Ψωμαθέα ἵστατο εἴδωλον καί τις τῶν εἰδωλολατρῶν ὡς θεὸν αὐτὸ ἐσέβετο· ἔλεγον δὲ αὐτῷ οἱ φιλόχριστοι, ὅτι ‘τὸ εἴδωλον, ὃ σέβεσαι, ψευμάτινος θεός ἐστιν.‘ Καὶ ἔλαβεν ὁ τοιοῦτος τόπος τὸ ὄνομα ἐκ τοῦ | |
5 | ψεῦμα θεός [ἢ ἀπὸ τοῦ ὕψωμα θεῖον, διὰ τὸ ἄνωθεν ἵστασθαι τὸν τίμιον σταυρὸν τοῦ κίονος]. | |
3.137 | (c184, m105) Ἡ δὲ πέμπτη πόρτα ἐκλήθη διὰ τὸ εἶναι κατ’ ἀριθμὸν πέμπτην. | |
3.138 | (c193, m234) Ἡ Χαρσίου πόρτα ἐκλήθη ἐκ τοῦ Χαρσίου δευτερεύοντος μέρους Βενέτων [ὅτι αὐτὸς παρ‐ ίστατο ἐκεῖσε, ὅτε ἐκτίζετο]. | 258 |
3.139 | (c193, m234) Ἡ δὲ Ξυλόκερκος· διὰ τὸ εὑρεῖν πολλὰ ὕδατα τοὺς τεχνίτας καὶ πλημμύραν ὑδάτων, εἰς τὸ θεμελιῶσαι ἔρριψαν λίθους καὶ ἐποίησαν παντούρωσιν ξύλων πολλῶν. | |
3.140 | (c194, m236) Ἡ δὲ Πολύανδρος διὰ τὸ ἑνωθῆναι ἐκεῖσε ἀμφότερα μέρη τῶν δημοτῶν, ὅτε ἔκτιζον τὰ τείχη ἐπὶ τοῦ μικροῦ Θεοδοσίου. | |
3.141 | Τὰ δὲ Γερμανοῦ Γερμανὸς πατρίκιος ὁ ὢν ἐν τοῖς χρόνοις Οὐαλεντινιανοῦ καὶ Γρατιανοῦ· γέγονεν δὲ στρατηγὸς εἰς Πελοπόννησον καὶ ἀνήγειρεν τὸν οἶκον αὐτοῦ εἰς λοῦμα. | |
3.142 | (c232, m239) Τὴν δὲ Πηγὴν τὴν θεοτόκον ἔκτισεν Ἰουστινιανὸς ὁ μέγας· ἐξερχόμενος εἰς τὸ κυνη‐ γῆσαι εἰς τὴν Θρᾴκην εἶδεν πλῆθος λαοῦ ἐξερχομένου ἐκ τοῦ ἐκεῖσε ὄντος εὐκτηρίου μικροῦ, ἑνὸς μοναχοῦ καθ‐ | |
5 | εζομένου· ἠρώτησεν δὲ ὁ βασιλεύς, τί ἐστιν· ὁ δὲ μάγιστρος Στρατήγιος καὶ φύλαξ τῶν βασιλικῶν χρημάτων εἶπεν αὐτῷ, ὅτι ἡ πηγὴ τῶν ἰαμάτων ἐστίν. Τότε θαυμάσας ὁ βασιλεὺς ὥρισεν καὶ ἔκτισεν αὐτὴν ἐκ τῆς περιττευούσης ὕλης τῆς μεγάλης ἐκκλησίας· ὑπὸ σεισμοῦ δὲ συμπτωθεῖσαν | 259 |
10 | τελείως ἀνήγειρεν αὐτὴν Εἰρήνη ἡ Ἀθηναία σὺν τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ· ἐπεὶ πρὸ τῆς Εἰρήνης σξʹ ἔτη δι‐ ῆλθον. | |
3.143 | (c230, m237) Ἡ δὲ Ἀχειροποίητος ἐκτίσθη παρὰ τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸ καθέζεσθαι Ἀβράμιον τὸν μοναχὸν ἐκεῖσε· διὸ καὶ ἐκλήθη Ἀβραμίτης. | |
3.144 | (c231, m238) Τὸ δὲ Ἕβδομον ὁ δρομικὸς ναὸς ἐκτίσθη παρὰ τοῦ μεγάλου Κωνσταντίνου εἰς ὄνομα τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου. | |
3.145 | (c231, m238) Ὁ δὲ στρογγυλόστεγος ὁ ἔχων τὰς κόγχας ὠνομάσθη Πρόδρομος καὶ ἐκτίσθη παρὰ Θεοδοσίου τοῦ μεγάλου, ὅτι ἐν τοῖς χρόνοις αὐτοῦ ἡ ἁγία κεφαλὴ τοῦ Προδρόμου εἰσῆλθεν, καὶ ἐδέξατο αὐτὴν εἰς τὸ Ἕβδομον ὁ | |
5 | βασιλεὺς καὶ ἀπέθετο εἰς τὸν ναὸν τοῦ Θεολόγου μετὰ Νεκταρίου πατριάρχου. Ὁ δὲ μάγιστρος Ῥουφῖνος ἔπεισεν τὸν βασιλέα κτίσαι ναὸν τοῦ Προδρόμου εἰς τὸ τεθῆναι | |
τὴν ἁγίαν αὐτοῦ κάραν. | 260 | |
3.146 | (c226, m228) Τὰ δὲ Παυλίνου ἐκτίσθησαν παρὰ Παυλίνου μαγίστρου καὶ φίλου Θεοδοσίου τοῦ μικροῦ· γνωστὸς γὰρ αὐτῷ ὑπῆρχεν· ἔστιν δὲ προάστειον αὐτοῦ ὁ τόπος· καὶ ἀνήγειρεν ναὸν τῶν ἁγίων Ἀναργύρων μήπω | |
5 | τελειώσας αὐτόν. Ἐπὶ δὲ αὐτοῦ εὑρέθη μῆλον ὀπώρας δίκην μοδίου τὸ μέγεθος ἀπὸ Φρυγίαν, κομίσαντος τοῦτό τινος· καὶ ἰδὼν αὐτὸ ὁ βασιλεὺς καὶ θαυμάσας, ὅτι ἐπὶ τῶν ἡμερῶν αὐτοῦ εὑρέθη τοιοῦτον, δέδωκεν τῷ κομί‐ σαντι νομίσματα ρʹ· τὸ δὲ μῆλον ἀπέστειλεν Εὐδοκίᾳ τῇ | |
10 | Ἀθηναίᾳ, τῇ Αὐγούστῃ αὐτοῦ. Ἐκείνη δὲ λαβοῦσα τοῦτο κατεῖχεν καὶ ἐθαύμαζεν ἐπὶ τῷ μεγέθει καὶ κάλλει τοῦ μή‐ λου· καὶ προσελθὼν τῇ Αὐγούστῃ Παυλῖνος ὁ μάγιστρος καὶ εὑρὼν παρὰ τῇ δεσποίνῃ τὸ μῆλον ἐθαύμασεν εἰρηκὼς | |
αὐτῆ· ‘πόθεν εὑρέθη τὸ ἀγαθόν, δέσποινά μου;‘ Ἡ δὲ ἔφη· | 261 | |
15 | ‘λάβε τοῦτο‘· ἐπεὶ ἠράσθη αὐτοῦ. Ὁ δὲ λαβὼν καὶ μὴ εἰδὼς ὅτι παρὰ τοῦ βασιλέως ἐδόθη τῇ Αὐγούστῃ, ἔπεμψεν αὐτὸ τῷ βασιλεῖ ὡς μέγα δῶρον. Ὁ δὲ βασιλεὺς ἰδὼν καὶ γνοὺς ὅτι τὸ ἀποσταλὲν τῇ Αὐγούστῃ μῆλόν ἐστιν, τῇ μὲν Αὐγούστῃ προσκαλεσάμενος ἔφη· ‘ποῦ ἐστιν τὸ μῆλον ὃ | |
20 | παρέσχον σοι;‘ Ἡ δὲ ἔφη· ‘εἰσελθὼν πρός με Παυλῖνος ὁ μάγιστρος ἐξῃτήσατο καὶ παρέσχον αὐτῷ.‘ Καὶ αὐτὴν μὲν ἠμύνατο αὐστηροῖς λόγοις· τὸν δὲ Παυλῖνον προσέταξεν ἀν‐ ερχόμενον ἐν τῷ παλατίῳ μελοκοπηθῆναι. Τοῦ δὲ ἀνερχο‐ μένου ὡς πρὸς τὸ Πάνθεον ἔξωθεν εἰς τὸ σκοτεινόν, οὐκ | |
25 | ἠδυνήθησαν τοῦτον σφάξαι, εἰ μὴ τὰ ὦτα αὐτοῦ ἐξέκοψαν· καὶ εὐθέως ἐνόησεν ὁ Παυλῖνος τὴν ἐπιβουλήν. Τοῦτο δὲ θαῦμα τῶν ἁγίων Ἀναργύρων γέγονεν, ἵνα τελειώσῃ αὐτὸς τὸν ναόν. Ἀκούσας δὲ ὁ βασιλεύς, ὅτι ἠστόχησαν αὐτόν, αἰσχυνθεὶς σφόδρα τὸν Παυλῖνον ἄγνοιαν προεβάλετο μηδὲν | |
30 | εἰδέναι. Τελειώσας δὲ τὸν ναὸν τῶν ἁγίων Ἀναργύρων ἀπεκεφάλισαν αὐτὸν φανερῶς προτροπῇ τοῦ βασιλέως. [Ἡ | |
δὲ δέσποινα ὡς δῆθεν ἀτιμηθεῖσα ᾐτήσατο τὸν βασιλέα ἀπ‐ ελθεῖν εἰς τοὺς ἁγίους τόπους· καὶ συγχωρηθεῖσα ἐξῆλθεν· ἐκεῖσε οὖν γενομένη καὶ εὐαρεστήσασα τῷ θεῷ ἐν τῷ μέλλειν | 262 | |
35 | τελευτᾶν ἐξωμόσατο μὴ συνειδέναι τι μετὰ Παυλίνου.] | |
3.147 | (c90, m122) Τὴν ἁγίαν Σορὸν τὰ Χαλκοπρατεῖα Ἰουστῖνος καὶ Σοφία ἔκτισαν οἱ καὶ τὸν ναὸν ἀνοικοδομή‐ σαντες. Ἐκεῖσε δὲ ἀνεγίνωσκε Μιχαὴλ ὁ Ῥαγγαβὲ ὁ κουρο‐ παλάτης πρὸ τοῦ βασιλεῦσαι καὶ Βάρδας ὁ Καῖσαρ ὁ θεῖος | |
5 | τοῦ Μιχαὴλ καὶ πολλοὶ τῶν μαγίστρων. Ἐκεῖσε δὲ ἀπό‐ κειται ἡ τιμία ζώνη καὶ ἡ ἐσθὴς τῆς ἁγίας θεοτόκου, τὸ δὲ ἅγιον ὠμοφόριον ἐν Βλαχέρναις. | |
3.148 | (c91, m123) Ἀνήγειρεν δὲ καὶ τὸν ἅγιον Ἰάκωβον ὁ αὐτὸς βασιλεὺς καὶ τέθηκεν ἐν τῇ σορῷ τῶν ἁγίων Νη‐ πίων τὰ λείψανα καὶ τοῦ ἁγίου Συμεὼν τοῦ θεοδόχου καὶ τοῦ προφήτου Ζαχαρίου καὶ τοῦ ἁγίου Ἰακώβου τοῦ ἀδελφο‐ | |
5 | θέου· καὶ ἐν τῇ ἁγίᾳ Σορῷ εὐωνύμως μὲν τοῦ ἁγίου Ἰω‐ άννου Προδρόμου τὰς τρίχας, δεξιὰ δὲ τὰ σώματα πάντα τῶν ἁγίων μυροφόρων γυναικῶν. | |
3.149 | (c94, m126) Ὅτι εἰς τὸ Προσφόριν· καθώς φησιν | |
Ἰωάννης ὁ Ἀντιοχεύς, ὁπόταν ὁ Βύζας ἔκτιζεν τὸ Βυζάντιον, βοῦν ἀπέστειλεν ἀπὸ τοῦ Προσφορίου, καὶ ἐπέρασεν ἐν Χρυσοπόλει· καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον. Ἐκεῖσε δὲ | 263 | |
5 | ἐπώλουν τοὺς βόας εἰς τὸ σιγματοειδὲς τεῖχος μέχρι τοῦ Κοπρωνύμου· ἐκεῖνος δὲ ὥρισεν εἰς τὸν Ταῦρον πωλεῖν αὐτούς. | |
3.150 | (c229, m231) Εἰς δὲ τὸ Κεντηνάριν τὸν πύργον ὁ μέγας Κωνσταντῖνος κεντηνάριν ἐξωδίασεν· πολὺν γὰρ ἀνήγειρεν αὐτὸν μέγαν. Σεισμοῦ δὲ γενομένου καὶ χαλά‐ σαντος, ἀνηγέρθη παρὰ Θεοφίλου ὡς ὁρᾶται μικρός. | |
3.151 | (c150, m183) Τὸ δὲ παλαιὸν Πετρὶν οἶκος ἦν Πέτρου πατρικίου ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ τοῦ μεγάλου· ἔλεγον δὲ αὐτὸν Βαρσυνιανὸν τὸν Σύρον τὸν πολλὰς ἀρχὰς διανύσαντα μετὰ δόξης. | |
3.152 | (c198, m200) Τὴν δὲ μονὴν τὰ Ῥωμαίου ἔκτισεν ἐν τοῖς χρόνοις Λεωμακέλλη Αἵμων πατρίκιος Ῥωμαῖος· τότε γὰρ εἰσῆλθεν καὶ ᾤκησεν ἐκεῖ· ἔχει ὅτε ἐκτίσθη χρό‐ νους πεντακοσίους τριάκοντα δύο. | |
3.153 | (c219, m223) Ἡ δὲ μονὴ ἡ καλουμένη τὰ Προ‐ | |
κοπίας ἐκτίσθη παρὰ Προκοπίας δεσποίνης, τῆς θυγα‐ τρὸς Νικηφόρου τοῦ Σελευκηνοῦ καὶ γυναικὸς Μιχαὴλ Ῥαγγαβὲ τοῦ ἀποκουροπαλάτου. [Ἔκτισε δὲ ἐκεῖσε καὶ | 264 | |
5 | παλάτια μικρὰ καὶ περικαλλῆ· διὰ ταῦτα οὖν ἐκλήθησαν παλατίτζια.] | |
3.154 | (m215) Τὸν δὲ ἅγιον Εὐστάθιον ἔκτισεν Εἰρήνη ἡ εὐσεβεστάτη Αὐγούστη, ἡ Ἀθηναία. | |
3.155 | (c234, m243) Ἡ μονὴ τὰ Ἀρμαμενταρέας τοῦ ἁγίου Παντελεήμονος πρώην ὑπὸ Μαυρικίου ἀρμαμέντον ἦν· μετὰ δὲ χρόνους σμηʹ Θεοδώρα ἡ γυνὴ Θεοφίλου μονὴν αὐτὸ ἐποίησεν καὶ κτήματα πολλὰ προσεκύρωσεν. | |
3.156 | (c233, m242) Τὰ δὲ Πικριδίου ἔκτισεν Πικρίδιος κοιτωνίτης ἐν τοῖς χρόνοις Εἰρήνης τῆς Ἀθηναίας. | |
3.157 | (c235, m244) Τὸ δὲ Καστέλλιν ἔκτισεν Τιβέριος ὁ πενθερὸς Μαυρικίου διὰ τὸ ἐλθεῖν Χαγάνον τὸν ἄρχοντα Βουλγαρίας καὶ ἐμπρῆσαι καὶ κατακαῦσαι ἅπαντα τὰ Θρακῷα μέρη μέχρι τῶν πορτῶν· ἐκαστέλλωσεν δὲ τὸ τεῖχος | |
5 | καὶ ἀπέκλεισεν τὰς ναῦς· καὶ ἐκλήθη οὕτως. | |
3.158 | (c244, m251) Τὸν δὲ Ἀνάπλουν ὁ μέγας Κων‐ | |
σταντῖνος ἀνήγειρεν. | 265 | |
3.159 | (c238, m245) Τὸν δὲ ἅγιον Μάμαντα ἀνήγειρεν ὁ Λεωμακέλλης, διότι ἐνεπυρίζετο ἡ πόλις μῆνας ἕξ· καὶ ἐξελθὼν ὁ Λεωμακέλλης ἔκτισεν ἐκεῖσε παλάτια καὶ ἔμβο‐ λον καὶ τὸν ναόν· καὶ μετὰ τὸ διελθεῖν τὸν ἐμπρησμὸν | |
5 | ἔβρεξεν ἐπ’ αὐτὴν στάκτην, σπιθαμὴν τὸ πάχος· ἔκτισε δὲ καὶ ἱπποδρόμιον ἐκεῖσε· ἐξ οὗ καὶ Μιχαὴλ ὁ βασιλεὺς ἐκεῖσε ἀνῃρέθη παρὰ Βασιλείου. | |
3.160 | (c245, m252) Τὸν δὲ ἅγιον Ταράσιον λέγουσιν εἶναι προάστειον τοῦ ἁγίου Ταρασίου τοῦ πατριάρχου· καὶ ἀνέστησεν αὐτὸ μονὴν μετὰ θάνατον. | |
3.161 | (c243, m250) Τὴν δὲ μονὴν τὰ Δαμιανοῦ ἔκτισεν Δαμιανὸς παρακοιμώμενος Σκλάβος ἐν τοῖς χρόνοις Θεο‐ | |
φίλου καὶ Μιχαήλ. | 266 | |
3.162 | (c242, m247) Τὸν δὲ ἅγιον Φωκᾶν Βασίλειος ὁ βασιλεὺς κτίζει μετὰ καὶ τοῦ Φόρου καὶ τῆς Νέας, καὶ τὰ παλάτια τῶν Πηγῶν. | |
3.163 | (c246, m253) Τὸ δὲ Σωσθένιον τὸν Ἀρχιστράτη‐ γον ὁ μέγας Κωνσταντῖνος ἔκτισεν. | |
3.164 | (c247; m241, 249) Τὴν δὲ Χρυσοκέραμον ἔκτισεν Ἰουστῖνος καὶ Σοφία ἡ Λωβή, ὅταν καὶ τὸ ὀρφανοτροφεῖον τὸν ἅγιον Παῦλον ἀνήγειρεν καὶ τὸν ὅσιον 〈Ζωτικὸν〉 καὶ τὰ Σοφίας τὸν λιμένα καὶ τὰς Σοφιανάς. | |
3.165 | (c240, m248) Τὰ δὲ ζευκτὰ κιόνια· εἶχον ἐκεῖσε τοὺς τιμίους σταυροὺς τοὺς ὄντας νυνὶ εἰς τὴν Βώνου Ἰουστῖνος δὲ ἐποίησεν τοὺς σταυρούς. | |
3.166 | (c254, m260) Τὰ δὲ Εὐτροπίου ὁ λιμήν, ἐν ᾧ ἀπετμήθη Μαυρίκιος σὺν γυναικὶ καὶ τέκνοις, ἐποίησεν αὐτὸν λιμένα Εὐτρόπιος πρωτοσπαθάριος καὶ κυαίστωρ ἐν τοῖς χρόνοις Ζήνωνος καὶ Ἀναστασίου· ἀνήγειρεν δὲ καὶ | |
5 | τὴν μονήν. | 267 |
3.167 | (c248, m254) Τὰ δὲ Μαλελίας ἀνήγειρεν Λέων πρωτοασηκρήτης, οὕτω τὸ ἐπίκλην κεκλημένος. | |
3.168 | (c249, m255) Ἡ δὲ Παλαμίδου ἡ λεγομένη· μαρ‐ μάρινος στήλη ἐκεῖσε ἵστατο, ἣν ἀνήγειρεν Θεόφιλος ὁ φιλόσοφος ἐν τοῖς χρόνοις Κωνσταντίνου βασιλέως. | |
3.169 | (c251, m257) Τὰ δὲ τῆς Ἱερείας παλάτια ἐκτίσθη‐ σαν παρὰ Ἰουστινιανοῦ τοῦ μεγάλου· ὁ δὲ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος καὶ Σοφία ἐκαλλώπισαν αὐτά· Ἱερεία δὲ ἐκλήθη ὅτι τῆς Ἥρας ἦν ὁ ναὸς ἐκεῖσε. | |
3.170 | (c252, m258) Τοῦ δὲ Βρύαντος τὰ παλάτια ἔκτισεν Τιβέριος καὶ Μαυρίκιος· ἐκλήθη δὲ Βρύας, ὅτι, | |
μέλλοντος τοῦ ἐσχάτου βασιλέως ἐξελθεῖν καὶ κατοικῆσαι εἰς Ἱεροσόλυμα, ἐν αὐτῷ τῷ Βρύαντι θέλει ἀκοῦσαι τὸν βρυγ‐ | 268 | |
5 | μὸν καὶ τὴν βοὴν τοῦ κλαυθμοῦ τῆς πόλεως. | |
3.171 | (c253, m259) Ὁμοίως καὶ τοῦ Δαματρὺ τὰ πα‐ λάτια ἐκεῖνοι ἔκτισαν· ἐκεῖσε δέ ἐστιν τὸ πήδημα Κωνσταν‐ τίνου βασιλέως τοῦ τυφλοῦ υἱοῦ Εἰρήνης. | |
3.172 | (m232) Τὰ Φλώρου καὶ τὰ Καλλιστράτου ἔκτισαν δύο ἀδελφοὶ οὕτως καλούμενοι εἰς οἴκους αὐτῶν· μετὰ δὲ θάνατον αὐτῶν ἐγένοντο μοναὶ ἐν τοῖς χρόνοις τοῦ μεγάλου Κωνσταντίνου· ἐξ οὗ καὶ Παῦλος πατριάρχης μετὰ υξηʹ | |
5 | ἔτη γνοὺς τὸν θάνατον αὐτοῦ ἐν τοῖς χρόνοις Εἰρήνης παρ‐ ῃτήσατο τὸ πατριαρχεῖον· καὶ κατελθὼν ἐκεῖσε ἐκαθέζετο καὶ ἡσύχαζεν καὶ τέθνηκεν ἐκεῖσε μετὰ μῆνας δʹ. | |
3.173 | (c177, m99) Τὰ δὲ παλάτια τὰ Ἐλευθερίου καὶ τὰ ἐργοδόσια ἔκτισεν Εἰρήνη δέσποινα καὶ Κωνσταντῖνος ὁ υἱὸς αὐτῆς· ἀπὸ δὲ τῶν ἐκεῖσε μέχρι τὰ Ἀμαστριανοῦ ἱππόδρομος ἦν, γεγονὼς παρὰ τοῦ μεγάλου Θεοδοσίου. Ἡ | |
5 | δὲ αὐτὴ Εἰρήνη τοῦτον κατέλυσεν. | |
3.174 | (m191) Τὸ δὲ λεγόμενον μέγα λοετρὸν τὸ πλη‐ | |
σίον τοῦ Βοὸς ἐκτίσθη παρὰ Νικήτα εὐνούχου καὶ γεγονό‐ τος ἐπὶ τῆς τραπέζης ἐν τοῖς χρόνοις Θεοφίλου τοῦ βα‐ σιλέως. | 269 | |
3.175 | (m192) Ὁ δὲ ἀρχιστράτηγος τὰ Ἀββακερᾶ πλησίον τοῦ Ξηρολόφου ἐκτίσθη παρὰ Λέοντος Μακέλλη· ἐκλήθη δὲ οὕτως, ὅτι εὑρέθη ἐκεῖσε ἀβάκια παμμεγεθέστατα καὶ ἀξιοθαύμαστα. | |
3.176 | (m193) Τὸ Κρύσταλλον δὲ ἐκλήθη ἡ θεοτόκος οὕτως, ὅτι ἐκεῖσε διερχόμενος ἔφιππος ὁ Λέων ὁ Μακέλλης ἔπεσεν κρύσταλλος χειμῶνος ὄντος καὶ ἔδωκεν αὐτῷ. | |
3.177 | (c236, m240) Ὅτι τὰ Ἱερίου πέραν· ἱερέως τινὸς ἐσέβετο στήλη τοὔνομα Ἶρος. Λέγεται δὲ Ἱερίου διὰ τὸ μνημεῖα πολλὰ εἶναι ἐκεῖσε· ἀλλὰ καὶ οἱ πολῖται πάντες ἐκεῖσε ἐθάπτοντο. | |
3.178 | (c236. 237, m240. 241) Τὸν δὲ ἅγιον Γεώργιον ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν. Πρῶτον δὲ ὁ ἅγιος Ἀν‐ δρέας ὁ ἀπόστολος ἐκάθισεν ἐκεῖσε καὶ ἐδίδασκεν· εἶθ’ | |
οὗτος ἐχειροτόνησεν τὸν ἅγιον Στάχυν εἰς τὴν ἁγίαν Εἰ‐ | 270 | |
5 | ρήνην τὰ λεγόμενα Γαλάτου· ἐκλήθη δὲ ἀπὸ Γαλάτου τινὸς οἰκοῦντος ἐκεῖσε. | |
3.179 | (c237, m241) Τὸ Κερατοεμβόλιν· ἦλθεν ὁ ἅγιος Ἀνδρέας πρὸ τοῦ μεγάλου Κωνσταντίνου ἐπὶ τὸ Βυζάντιον καὶ ἔκτισεν εἰς τὰ Ἀρματίου καὶ ἐκαθέζετο ἐκεῖσε· ἐποίησεν δὲ σταυρὸν ἰδιοχείρως λατομήσας αὐτὸν καὶ γλύψας ἔστησεν | |
5 | αὐτὸν εἰς τὴν ἁγίαν Εἰρήνην τὴν παλαιάν· καὶ εἶθ’ οὕτως ἦλθεν εἰς τὸ Νεώριν, εἰς τὸν ἔμβολον τὸν καλούμενον Κερατοεμβόλιν καὶ ἐδίδασκεν· εἴρηται δὲ οὕτως ὁ ἔμβολος, διότι ἀψίδα χαλκῆ ἦν ἐκεῖσε· καὶ στήλη ἐπάνω ἵστατο ἔχουσα ἐν τῇ κεφαλῇ κέρατα τέσσαρα· θαῦμα δὲ ἐγένετο | |
10 | ἀεί· ὅστις εἶχεν ὑπόληψιν εἶναι κερατᾶς, ἐκεῖσε ἀπερχόμενος καὶ προσεγγίζων τῇ στήλῃ εὐθέως, εἰ ἦν ὡς ὑπελάμβανεν, ἐγυ‐ ρίζετο ἐκ τρίτου ἡ στήλη· εἰ δὲ οὐκ ἦν οὗτος ἐνυπόληπτος, ἵστατο σιγῇ καὶ οὕτως διηλέγχοντο οἱ κερατάδες. | |
3.180 | (c20, m20) Λέγεται δὲ Μαγναῦρα ὁ τρίκλινος τοῦ | |
μεγάλου Κωνσταντίνου, διότι Ἀναστάσιος ὁ Δίκορος ὁ ἀπο‐ σελεντιάριος τῷ εἰκοστῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ τῷ τετάρτῳ μηνὶ βροντῶν καὶ ἀστραπῶν πρὸς τὸ πα‐ | 271 | |
5 | λάτιον εἰλουμένων ἀδημονοῦντος καὶ φεύγοντος ἀπὸ τόπου εἰς τόπον ἐν ἑνὶ τῶν κοιτωνίσκων αὐτοῦ ἐκεῖσε κατέλαβεν αὐτὸν ἡ ὀργὴ τοῦ θεοῦ ἤγουν ἡ ἀστραπὴ καὶ ἡ βροντή· καὶ ἐκεραυνώθη καὶ ἐγένετο πυρίκαυστος. Ὅτε δὲ ἀπ‐ έθνησκεν, ἔβαλεν φωνήν· ‘ὦ μάνα, ὑπὸ τῆς αὔρας ἀπ‐ | |
10 | όλλυμαι.‘ Τὴν δὲ φωνὴν αὐτοῦ ἤκουσάν τινες τῶν ἀνθρώ‐ πων αὐτοῦ καὶ διὰ τοῦτο οὕτως ἐκάλεσαν τὸν τρίκλινον ἀπὸ τῆς μάνας καὶ τῆς αὔρας τοῦ πυρός. | |
3.181 | Τὸν δὲ Ἀρχιστράτηγον τὸν μικρὸν τῆς Νέας Ἀναστάσιος καὶ Ἀριάδνη ἀνήγειραν. | |
3.182 | (c211, m213) Τὸ δὲ Σίγμα τὴν θεοτόκον ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν καὶ εἶθ’ οὕτως Ἰουστινιανὸς ὁ | |
μέγας· μετὰ δὲ τκηʹ ἔτη σεισμοῦ φοβεροῦ καὶ ἐξαισίου γε‐ γονότος εἰς τὴν αὐτοκρατορίαν Βασιλείου μετὰ τὸ ἀναιρε‐ | 272 | |
5 | θῆναι Μιχαὴλ συνεπτώθη ὁ ναὸς ἐν ἡμέρᾳ κυριακῇ, μνή‐ μῃ τοῦ ἁγίου Πολυεύκτου, καὶ τοὺς ὄντας ἐκεῖσε πάντας διέφθειρεν· καὶ ἔκτοτε ἐκλήθη σεῖσμα, ἐπεὶ πρῶτον οὐκ ἐκαλεῖτο οὕτως. | |
3.183 | (c220, m221) Τὴν δὲ γυναικείαν μονὴν τὴν κα‐ λουμένην Αὐγούστης Ἰουστῖνος ὁ Θρᾲξ ὁ κράτιστος, ὁ θεῖος Ἰουστινιανοῦ τοῦ μεγάλου, ἔκτισεν σὺν τῇ γυναικὶ αὐτοῦ Εὐφημίᾳ, ἐπεὶ καὶ τὸ σῶμα αὐτῆς ἐκεῖσε ἐτέθη. | |
3.184 | (c223, m225) Ἡ Χώρα· τὸ πρῶτον εὐκτήριον ἦν ἡ τοιαύτη μονή. Κρίσπος δὲ ὁ ἔπαρχος καὶ γαμβρὸς τοῦ Φωκᾶ τοῦ Καππάδοκος περιωρίσθη ἐκεῖσε καὶ ἔκτισεν ταύ‐ | |
την εἰς κάλλος καὶ εἰς μέγεθος ἀποχαρισάμενος ἐκεῖ καὶ | 273 | |
5 | κτήματα πολλά. Ἐπεκλήθη δὲ Χώρα, διότι ἐπὶ τοῦ Βύζαν‐ τος χωρίον ἦν ἐκεῖσε· ἐπεὶ καὶ τὰ Στουδίου χωρίον ὑπ‐ ῆρχεν ἔξωθεν τῆς Βύζης. | |
3.185 | (c222, m224) Ἡ δὲ μονὴ τῆς Ξηροκέρκου, ὁ ἅγιος Μάμας, παρὰ τῆς ἀδελφῆς Μαυρικίου ἐκτίσθη· μετὰ γὰρ τὸ ἀποτμηθῆναι τὸν Μαυρίκιον εἰς τὸν Εὐτροπίου λι‐ μένα σὺν τοῖς τέκνοις αὐτοῦ λαβοῦσα τὰ σώματα αὐτῶν | |
5 | κατέθετο ἐκεῖσε ἡ ἀδελφὴ αὐτοῦ· τὴν δὲ γυναῖκα αὐτοῦ καὶ τὰς τρεῖς αὐτοῦ θυγατέρας εἰς τὴν νῦν μονὴν τῆς Νέας Μετανοίας ἐκάθισεν πρὸς ὀλίγον. Καὶ εἶθ’ οὕτως καὶ αὐτὰς διὰ ξίφους ἀπέκτινεν ὁ Φωκᾶς. Τῆν δὲ γυ‐ ναῖκα αὐτοῦ ταφῆς οὐκ ἠξίωσεν, ἀλλ’ εἰς τὴν θάλασσαν | |
10 | ἔρριψεν ἀποκεφαλίσας καὶ πᾶσαν αὐτοῦ τὴν συγγένειαν Φωκᾶς ὁ παράνομος ὤλεσεν. | |
3.186 | (c147, m181) Τὴν δὲ ἁγίαν Εὐφημίαν τὴν μονὴν καὶ τοὺς τάφους τοὺς ὄντας εἰς τὸ Πετρὶν καὶ τὸ λοετρὸν Βασίλειος ὁ βασιλεὺς ἀνήγειρεν καὶ τὰς θυγατέρας αὐτοῦ ἐκεῖσε ἀπέκειρεν. | |
3.187 | (c201, m203) Τὴν ἁγίαν Ζωὴν τὴν οὖσαν εἰς τὴν Μωκισίαν ὁ ὅσιος Μαρκιανὸς ἀνήγειρεν· ἔνθα καὶ τὸ ἅγιον αὐτῆς σῶμα κεῖται. | 274 |
3.188 | (c210, m212) Τοὺς ἁγίους Νοταρίους ὁ μέγας Θεο‐ δόσιος ἀνήγειρε καὶ τὰ σώματα τῶν αὐτῶν ἁγίων ἐκεῖσε ἔθετο. | |
3.189 | (c208, m210) Τὸν δὲ ἅγιον Φίλιππον τὸν ἀπό‐ στολον Ἀναστάσιος ὁ Δίκορος ἀνήγειρε καὶ κτήματα πολλὰ ἐπεκύρωσεν. | |
3.190 | (c209, m211) Τῶν δὲ ἁγίων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τὸν ναόν· μετὰ τὸ καυθῆναι αὐτοὺς παρὰ Ἰουλιανοῦ τοῦ παραβάτου ἐπὶ τὸ χερσαῖον τεῖχος Θεοδόσιος ὁ μέγας τὸν ναὸν ἀνήγειρεν καὶ τὰ σώματα τῶν ἁγίων | |
5 | ἐκεῖ ἔθετο. | |
3.191 | (c206, m208) Τὸν δὲ Πρόδρομον τὴν παλαιὰν πόρταν ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν· τὸ δὲ κτίσμα ἠκούμβιζεν εἰς τὸ χερσαῖον τεῖχος. | |
3.192 | (c207, m209) Τὸν δὲ ἅγιον Ἐλευθέριον Βασίλειός τις πατρίκιος ἐν τοῖς χρόνοις Ἀρκαδίου ἀνήγειρεν. | |
3.193 | (c216, m218) Αἱ μοναὶ τὰ Ἀλεξανδρίας καὶ Γρη‐ γορίας· αἱ δύο μοναὶ τῆς ἁγίας Δομνίκας ἡ ἐπονομαζομένη τὰ Ἀλεξανδρίας καὶ ἡ ἄλλη μονὴ ἡ λεγομένη τὰ Γρηγορίας ἐν τοῖς χρόνοις τοῦ μεγάλου Θεοδοσίου ἐκτίσθησαν. Ἐλ‐ | |
5 | θοῦσαι γὰρ ἀπὸ Ῥώμης εὗρον ἄοικον τὸν τόπον καὶ αἰτη‐ σάμεναι τὸν αὐτὸν βασιλέα δέδωκεν αὐταῖς τὸν τόπον καὶ συνδρομὴν καὶ ἀνήγειραν τὴν μονὴν. | 275 |
3193a | (c217, m219) Ὁ ὅσιος Δῖος ὡσαύτως καὶ αὐτὸς αἰτησάμενος τὸν βασιλέα, δέδωκεν καὶ αὐτῷ τόπον καὶ ἀν‐ ήγειρεν τὴν μονήν. | |
3.194 | (c218, m220) Τὸ δὲ καλούμενον Μυροκέρατον ἡ μονὴ ἐκτίσθη ἐν τοῖς χρόνοις Μαυρικίου τοῦ βασιλέως. Φασὶ δὲ πολλοὶ τῶν ἱστορικῶν, ὅτι τὸ κέρας τοῦ ἐλαίου, ὅπερ εἶχεν Σαμουὴλ ὁ προφήτης καὶ ἔχριζεν τοὺς βασιλεῖς, | |
5 | εἰς τὴν αὐτὴν μονὴν ἐκρέματο· καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. | |
3.195 | (c214, m216) Τοῦ δὲ Ξυλινίτου ἡ μονὴ ἐκτίσθη παρὰ Νικήτα μαγίστρου ἐν τοῖς χρόνοις Λέοντος τοῦ Συρο‐ γενοῦς, τοῦ πατρὸς Καβαλλίνου. Ὁ αὐτὸς δὲ Ξυλινίτης ἀπεκεφαλίσθη εἰς τὸν σφενδόνα παρὰ τοῦ αὐτοῦ Λέοντος | |
5 | δι’ ἐπιβουλήν. [Ἔχει δὲ τὸ ὄνομα ἡ μονὴ διὰ τὸ τὰς μοναζούσας χρῆσθαι εἰς ὑπόδησιν τοῖς οὕτω καλουμένοις ξυλίνοις.] | |
3.196 | (c215, m217) Ἡ δὲ μονὴ τὰ Ἰκασίας ἐκτίσθη | |
παρὰ Ἰκασίας τῆς μοναχῆς, εὐπρεποῦς καὶ εὐλαβοῦς καὶ σεβασμίας γυναικός, ὡραίας τῷ εἴδει τῆς τε κανόνας καὶ στίχους ποιησάσης ἐν τοῖς χρόνοις Θεοφίλου καὶ Μιχαὴλ | 276 | |
5 | τοῦ υἱοῦ αὐτοῦ. | |
3.197 | Τὰ δὲ Σμαράγδης σὺν τῷ λοετρῷ ἐκτίσθησαν παρὰ Σμαράγδου πατρικίου καὶ στρατηγοῦ ἐν τοῖς χρόνοις Τιβερίου τοῦ Θρᾳκός, διότι οἶκος αὐτοῦ ἦν ἐκεῖσε. | |
3.198 | (c200, m202) Τὰ δὲ Κουκοροβίου τὴν μονὴν ἔκτισεν ὁ ὅσιος Εὐάρεστος ἐν τοῖς χρόνοις Μιχαὴλ τοῦ Τραυλοῦ τοῦ Ἀμορραίου. | |
3.199 | (c129, m179) Ὁ δὲ ἅγιος Μάρκος πλησίον τοῦ Ταύρου ἐκκλησία ἦν μεγάλη ξυλότρουλος, κτισθεῖσα ὑπὸ Θεοδοσίου τοῦ μεγάλου· καὶ κατενεχθεῖσαν Ῥωμανὸς δεσπό‐ | |
της ὁ γέρων ἀνήγειρεν αὐτήν. | 277 | |
3.200 | (c129, m179) Ἀλλὰ καὶ Κωνωπίων ἐστοιχειώθη καὶ ἵστατο ἐστηλωμένος ἐπάνω τῆς ἀψίδος τοῦ Ταύρου τῆς δυτικῆς· χαλκοῦς δὲ ἦν ὁ κώνωψ καὶ μυῖα καὶ κόρις· καὶ ἐξ αὐτῶν τῇ πόλει οὐκ ἐπεφοίτων. Ὁ δὲ Βασίλειος ὁ βα‐ | |
5 | σιλεὺς ἔκλασεν αὐτόν. | |
3.201 | (c158, m78) Ἡ δὲ καλουμένη Νεκρά· τὰ σώματα τῶν ἀναιρεθέντων ἐπὶ τοῦ μεγάλου Ἰουστινιανοῦ ἐτέθησαν ἐκεῖ διὰ τὸ μὴ χωρεῖν ἀλλαχοῦ θάψαι αὐτά. Ἀπέφραξε δὲ τὰ σκάλια ἀπὸ τοῦ Πρωτοθύρου μέχρι τοῦ Καμελαυκίου· | |
5 | καὶ οὕτως ἐτίθουν τὰ νεκρὰ σώματα. [Ἐστὶ δὲ ἡ λεγο‐ μένη Σάπρα.] | |
3.202 | (c156, m76) Ἡ δὲ στήλη ἡ ἱσταμένη εἰς τὴν φιάλην τοῦ Ἱπποδρομίου εἰς τὸ στυράκιν ἡ χαλκῆ καὶ γυ‐ ναικοειδὴς Εἰρήνης ἐστὶν τῆς Ἀθηναίας, ἣν ἀνήγειρεν | |
Κωνσταντῖνος ὁ υἱὸς αὐτῆς εἰς θεραπείαν αὐτῆς. | 278 | |
3.203 | (c157, m77) Τὰ δὲ κτίσματα τὰ εὐμεγεθέστατα τὰ εἰς τὸν ἅγιον Σέργιον οἶκος ἦν τοῦ μεγάλου Ἰουστινι‐ ανοῦ ὄντος αὐτοῦ πατρικίου. | |
3.204 | (c93, m125) Τὰ Πατρικίας ἡ θεοτόκος ἡ οὖσα ὄπισθεν τῆς ἁγίας Σοφίας πρὸς ἀνατολάς· οἱ βασιλεῖς δι‐ ερχόμενοι ἐπὶ προελεύσεως μετὰ τῶν δεσποινῶν, ὁπόταν ἤθελον ἀπελθεῖν εἰς τὴν ἁγίαν Σοφίαν, ἐν αὐτῷ τῷ τόπῳ | |
5 | ἵσταντο. Οἶκος δὲ ἦν κτισθεὶς παρὰ τοῦ μεγάλου Κων‐ σταντίνου. Αἱ δὲ πατρικίαι αἱ ζωσταὶ καὶ οἱ πατρίκιοι ἐκεῖσε προσήρχοντο καὶ ἤλλασσον τὸν βασιλέα καὶ τὴν βα‐ σίλισσαν μετὰ καὶ τῶν πραιποσίτων. | |
3.205 | (c97, m130) Τὰ δὲ Βασιλίδου οἶκος ἦν πατρικίου Βασιλίδου καὶ κυαίστορος τοῦ μεγάλου Ἰουστινιανοῦ. | |
3.206 | (c67, m67) Αἱ δὲ πύλαι αἱ χαλκαῖ αἱ ἱστάμεναι | |
εἰς τὴν Τρικύμβαλον τοῦ Τζυκανιστηρίου παρὰ Βασιλείου τοῦ βασιλέως ἐπήρθησαν ἀπὸ τῶν ἐμβόλων τοῦ Φόρου ἐκ τὰ Χαλινάρια· ἐστάθησαν δὲ παρὰ τοῦ μεγάλου Κωνσταν‐ | 279 | |
5 | τίνου ἄντικρυς τοῦ Σινάτου· κτίσας δὲ τὴν Νέαν ὁ Βασί‐ λειος ταύτας ἀνελάβετο. | |
3.207 | (c199, m201) Ἡ μονὴ τὰ Δαλμάτου ἐκτίσθη παρὰ Δαλμάτου πατρικίου, ἀνεψιοῦ τοῦ μεγάλου Κωνσταντίνου· ἐξ οὗ καὶ Ἀψίμαρος ὁ Τιβέριος βασιλεύς, ὅτε ἀνῆλθε μετὰ χελανδίων καὶ ἐκράτησε τῆς βασιλείας, τὸν βασιλέα Λεόν‐ | |
5 | τιον περιορίσας ῥινοκοπηθέντα ἐν τῇ αὐτῇ μονῇ ἐφρούρει. | |
3.208 | (c250, m256) Τὸν δὲ ἅγιον Γεώργιον τὸν ἐν Καλχηδόνι Σέργιος ὁ πατριάρχης ἔκτισεν [ὁμοίως καὶ τὰ Μαρνακίου τὴν θεοτόκον]· ἐν ᾧ καὶ τὸ βέβηλον αὐτοῦ σῶμα ἐκεῖσε κεῖται. Ὁμοίως καὶ τὰ εὐκτήρια πάντα τῆς | |
5 | ἁγίας Σοφίας τὰ ἐν τοῖς κατηχουμένοις ἔκτισεν δοὺς ἐκεῖ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ πορφύρας διαχρύσους ἐκ βύσσου καὶ κειμήλια εἰς πλῆθος. | |
3.209 | (c63, m63) Τὸν δὲ ἅγιον Στέφανον εἰς τὸ Σίγμα | |
πλησίον ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν. Ὁ δὲ Λέων ὁ βασιλεὺς ἀνήγειρεν αὐτὴν μικράν, καὶ τὴν ὕλην πᾶσαν τῶν χρυσῶν ψηφίδων καὶ τῶν πολυποικίλων λίθων καὶ κιόνων | 280 | |
5 | ἀπέθετο εἰς τοὺς ἁγίους Ἀποστόλους καὶ ναὸν ἀνήγειρεν τοὺς ἁγίους Πάντας [διὰ τὴν τῆς γυναικὸς αὐτοῦ θαυ‐ ματουργίαν καὶ ἁγιότητα, τῆς πρώτης λέγω Θεοφανοῦς τῆς ἁγίας καὶ θαυματουργοῦ βασιλίδος]. Ἐκεῖσε δὲ κεῖται ὁ ὅσιος Ἰσάκιος. | |
3.210 | Τὸν ἅγιον Μητροφάνην ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν. Ἡ ἁγία Τριὰς ἡ οὖσα εἰς τὸ Ἐξακιόνιν, νῦν δὲ οἱ ἅγιοι Ἀπόστολοι ὀνομαζομένη, ἀνήγειρεν αὐτὴν ὁ μέγας Κωνσταντῖνος· συμπτωθεῖσαν δὲ ὁ μέγας Ἰουστινι‐ | |
5 | ανὸς ἀνήγειρεν. | |
3.211 | (c161, m83) Ὅτι τὰ Ἴλλου ὁ Πρόδρομος πηγὴ τυγχάνει ἐκεῖσε· καὶ ἐφώλευεν δράκων παμμεγεθέστατος ἐκεῖσε· ἦν δὲ καὶ ταμεῖον βασιλικόν. Καὶ πολλοὺς ὁ δρά‐ κων ἤσθιεν· ὁ δὲ ἅγιος Ὑπάτιος ἐκεῖσε παραγενόμενος | |
5 | μετὰ τῆς ῥάβδου αὐτοῦ ἐχούσης κάτω ἧλον σιδηροῦν σφρα‐ γίσας καὶ κρούσας τὸν δράκοντα ἐξέψυξε· καὶ λαβὼν αὐτὸν μέσον τοῦ Φόρου προέθηκε νεκρὸν καὶ ἔκαυσεν αὐτόν. Καὶ διὰ τοῦτο ὠνομάζετο ὁ τόπος οὕτως, καὶ ἀπὸ Ἴλλου | |
μαγίστρου τυραννήσαντος καὶ ἐκεῖ οἰκοῦντος. | 281 | |
3.212 | (c128, m162) Τὴν ἁγίαν Θεοφανὼ ἔξωθεν τῆς παλαιᾶς κόγχης τῶν μνημοθεσίων, ἀνήγειρεν αὐτὴν Κων‐ σταντῖνος ὁ υἱὸς Λέοντος ὁ Πορφυρογέννητος· [ἥτις κατ‐ έκειτο εἰς τοὺς ἁγίους Ἀποστόλους, ἥτις μέχρι τῆς σή‐ | |
5 | μερον ἀναπηγάζει κρουνοὺς θαυμάτων μεγίστων ἐν τῇ γυναικείᾳ μονῇ τῆς εἰς ὄνομα τιμωμένης τοῦ μεγάλου καὶ ἁγίου Κωνσταντίνου.] | |
3.213 | (c21, m21) Τὴν δὲ Χαλκῆν τὸν Σωτῆρα ἀνήγειρεν Ῥωμανὸς ὁ γέρων ὑπὸ στυρακίων δύο μικρὸν πάνυ, ὥς ἐστιν ὁρώμενον τὸ θυσιαστήριον, ποιήσας καὶ δώδεκα κλη‐ ρικούς. Ὁ δὲ Ἰωάννης ὁ Τζιμισκὴς ἐπλάτυνεν καὶ ἀν‐ | |
5 | ήγειρεν αὐτὸν καὶ καλλωπίσας ἐκ χρυσοῦ καὶ ἀργύρου πολ‐ λοῦ, ποιήσας καὶ κληρικοὺς νʹ καὶ ῥόγας ἀπὸ νομισμάτων λʹ· τὰ δὲ ἱερὰ στέμματα καὶ σκῆπτρα καὶ δίσκους καὶ λυχνίας χρυσᾶς τε καὶ ἀργυρᾶς καὶ ἐσθῆτας χρυσᾶς καὶ ἄμφια βασιλικὰ ἰδιόκτητα αὐτοῦ ἐχαρίσατο καὶ ἀκίνητα | |
10 | κτήματα προσεκύρωσε πλεῖστα· κἀκεῖσε ἀπέθετο ἅπερ αὐτὸς ἀπὸ τοῦ ἰδίου ταξιδίου ἔφερεν, τήν τε τιμίαν σταύρωσιν, | |
τὴν ἁγίαν εἰκόνα τῆς Βηρυτοῦ καὶ τὰ ἅγια σανδάλια τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἐν ποικίλοις χρυσοῖς καὶ διαλίθοις κιβωρίοις. Καὶ τὸ ἑαυτοῦ μνῆμα ἐκεῖσε ἐποίησε καὶ | 282 | |
15 | ἐτέθη ἐκεῖ. | |
3.214 | (c154, m188) Τῶν δὲ Βλαχερνῶν τὸ ἅγιον λοῦμα ὁ νέος Βασίλειος ὁ εὐσχήμων καὶ καλοπράγμων καὶ συμ‐ παθής, ὁ υἱὸς βασιλέως Ῥωμανοῦ τοῦ Νέου, τοῦ πορφυρο‐ γεννήτου, παρέλυσεν καὶ ἀνήγειρεν αὐτὸ νεωστὶ καλλωπίσας | |
5 | κρεῖττον καὶ βέλτιον παρ’ ὃ ἦν· καὶ ἐξ ἀργύρου πολλοῦ καὶ χρυσίου εἰκόνισεν καὶ κατεκόσμησεν αὐτό. | |
3.215 | (c258, m270) Κτίζων δὲ τὴν πόλιν ὁ ἅγιος Κων‐ σταντῖνος ὄντος τοῦ τόπου πετρώδους καὶ μέλλοντος αὐτὸν ἐξισοῦν πρὸς τὸ κτίσαι τούς τε ἐμβόλους καὶ τὸ ἐξάερον κόπτοντες οἱ λιθοξόοι καὶ λατόμοι τὰς κορυφὰς τῶν | |
5 | πετρῶν κατεκύλιον τοὺς λίθους τοὺς κειμένους ἔξω τῶν τειχῶν, οὓς μὲν ἀπὸ τῆς Βαρβάρας μέχρι τοῦ παλατίου καὶ τῶν Σοφιῶν καὶ τῶν Ἐλευθερίου μέχρι τῆς Χρυσείας· ἔσωθεν δὲ τῶν αὐτῶν λίθων ἔπηξε τὰ τείχη εἰς διαστήριξιν τοῦ τείχους, ὅπως ἡ κυμαινομένη θάλασσα εἰς τὰς πέτρας | |
10 | κρούουσα γαληνιᾷ. | 283 |
4t | Περὶ τῆς ἁγίας Σοφίας. | |
4.30 | Ἔχει δὲ ὁ ναὸς ἀφ’ οὗ ἐκτίσθη χρόνους υνηʹ ἕως τῆς σήμερον. Πλησίον δὲ τοῦ ναοῦ ἔστησε τὴν στήλην αὐτοῦ εὐχαριστῶν τῷ θεῷ καὶ δεικνύων τοῖς πολίταις ὅτι ἐγώ εἰμι ὁ κτίτωρ. | |
4.31 | Τὸν δὲ εἰρημένον μαΐστορα τῆς μεγάλης ἐκκλη‐ σίας τὸν Ἰγνάτιον, διότι ἠγαπᾶτο παρὰ πάντων διὰ τὰ θαυμαστὰ ἔργα ἃ ἐποίησε, φοβηθεὶς ὁ βασιλεύς, μή ποτε εὐφημισθῇ καὶ ἀναγορευθῇ ὑπὸ τῶν δύο δημοτικῶν μερῶν, | |
5 | μὴ θέλων τοῦτον ἀποκτεῖναι καθὼς πολλοὶ συνεβούλευον | |
αὐτῷ, καὶ ἀθυμῶν συνῄνεσαν αὐτῷ ἐκ δευτέρου, ἵνα κτιζο‐ μένης παρ’ αὐτοῦ τῆς στήλης τοῦ Αὐγουστίωνος ἐάσας αὐτὸν ἐκεῖσε ἄρωσι τὰς σκαλώσεις, ὅπως ὑπὸ τοῦ λιμοῦ τελευτήσῃ· ὃ καὶ ἐποίησε. Καὶ γνοὺς ὁ Ἰγνάτιος μετὰ τὸ | 284 | |
10 | τελειῶσαι καὶ στῆσαι τὴν ἔφιππον στήλην τοῦ βασιλέως ὅτι εἰάθη ἐκεῖσε καὶ ὀδυρόμενος ὀψίας ἤδη γενομένης εὗ‐ ρεν ἐπιτήδευμα ἄριστον. Εὗρε δὲ καὶ σχοινίον λεπτάριον εἰς τὸ περσίκιον αὐτοῦ ἔχον ὀργυιὰς εʹ καὶ τὴν μάχαιραν αὐτοῦ ἐκβαλὼν ἔκοψεν εἰς λεπτὰ τὸ ἱμάτιον αὐτοῦ καὶ τὸ | |
15 | ὑποκαμισοβράκιον καὶ τὸ σφικτούριον αὐτοῦ καὶ τὸ φακιό‐ λιον καὶ συνέδησεν αὐτὰ καὶ ἔκλωσε καὶ ἐδοκίμασεν, εἰς φθάνουσιν ἕως κάτω. Εὑρὼν δὲ οὕτως ἐλθούσης τῆς γυ‐ ναικὸς αὐτοῦ μετὰ κλαυθμοῦ πολλοῦ καὶ ὀδυρμοῦ ἐφώνη‐ σεν αὐτῇ κοιμωμένων πάντων τῶν τῆς πόλεως (νὺξ γὰρ | |
20 | ἦν βαθεῖα) ὅτι ‘ἐγὼ μὲν ὧδε κατελείφθην ἀποθανεῖν, σὺ δὲ ὕπαγε καὶ κρυφίως ἀγόρασον παχὺ σχοινίον κατὰ τὸ μῆκος τοῦ κίονος καὶ ἄλειψον αὐτὸ ὑγρόπισσον καὶ πάλιν ἐλθὲ μεσούσης τῆς νυκτός.‘ Καὶ καταλαβοῦσα τῇ ἐπιούσῃ νυκτί, καὶ χαλάσας ἐκεῖνος ἅπερ εἶχεν, καὶ δήσασα ἡ γυνὴ | |
25 | τὸ σχοινίον ἔσυρεν ἐκεῖνος· ἐπάνω καὶ προσέδησεν εἰς τὸν πόδα τοῦ ἵππου καὶ κρατῶν αὐτὸ κατέβη ὑγιής. Ἐποίησε δὲ τοῦτο, ἵνα κολλᾶται τὸ σχοινίον ἐκ τοῦ ὑγροπίσσου εἰς | |
τὰς χεῖρας αὐτοῦ, ὅπως μὴ συρεὶς ἀθρόως πεσὼν συντριβῇ καὶ ἵνα τὸ σχοινίον καυθήσεται ὑπὸ τοῦ πυρὸς μετὰ τὸ | 285 | |
30 | καταβῆναι αὐτόν. Καὶ οὕτως λαβὼν τήν τε γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας νυκτὸς κατέλαβε τὴν Ἀδριανούπολιν, μετα‐ σχηματισθεὶς μοναχὸς ἕως τρεῖς χρόνους λεγόντων πάντων ὅτι ἀπέθανεν ἐπάνω τοῦ κίονος. Μετὰ δὲ ταῦτα ἐλθὼν ἐν Κωνσταντινουπόλει ἔστη εἰς τὰ Λαύσου. Διερχομένου δὲ | |
35 | τότε τοῦ βασιλέως εἰς προέλευσιν τῶν ἁγίων Ἀποστόλων ὑπήντησεν αὐτῷ ἐκεῖσε αἰτῶν λόγον συμπαθείας τοῦ μὴ φονευθῆναι. Καὶ γνωρίσας τοῦτον ὁ βασιλεὺς ἐθαύμασε καὶ πᾶσα ἡ σύγκλητος αὐτοῦ. Προεβάλλετο δὲ ὁ βασιλεὺς ἄγνοιαν τοῦ γενομένου ἐπὶ τὸν Ἰγνάτιον καὶ πολλὰ δῶρα | |
40 | δοὺς αὐτῷ ἀπέλυσεν ἐν εἰρήνῃ εἰπών· ‘Ἰδέ, ὃν θέλει ὁ θεὸς ζῆν, χίλιοι οὐκ ἀποκτείνουσιν.‘ Καὶ ἔκτοτε ἔζησεν ἐν εἰρήνῃ πολλῇ. —Ἕως ὧδε τὸ πέρας τῶν κατὰ τὴν με‐ γάλην ἐκκλησίαν. — | |
4.32 | Περὶ τοῦ ναοῦ τῶν ἁγίων Ἀποστόλων. Τοὺς δὲ ἁγίους Ἀποστόλους τοὺς μεγάλους, καθὼς προ‐ είρηται, εὗρε δρομικὴν ἐκκλησίαν ξυλότρουλον, κτισθεῖσαν παρὰ τοῦ μεγάλου Κωνσταντίνου καὶ Ἑλένης τῶν βασιλέων. | |
5 | Ἡ δὲ Θεοδώρα ἡ γυνὴ τοῦ μεγάλου Ἰουστινιανοῦ πολλὴν σπουδὴν θεμένη διὰ τὸ διέρχεσθαι κάτωθεν τὸν ποταμὸν Λύκον, ἀνεγείρασα θεμελίους παμμεγέθεις καὶ λίθους με‐ γίστους ἔκτισε τὸν ναόν. Τὰ δὲ σκάριφα καὶ τὸ σχῆμα ἀπῆρε τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου ἀπὸ Ἐφέσου. | 286 |
10 | Τὴν δὲ ὕλην ἅπασαν ἔλαβεν ἀπὸ τῆς ἁγίας Σοφίας μετὰ τὸ τελειωθῆναι αὐτὴν καὶ τὰ εὐκτήρια αὐτῆς· ἀφ’ ὅτου γὰρ ἤρξατο κτίζεσθαι ἡ ἁγία Σοφία, μετὰ τέσσαρα ἔτη ἤρξατο καὶ αὐτὸς κτίζεσθαι ὁ ναός. Ἐλθόντος δὲ εἰς τὸ μου‐ σειωθῆναι ἔλειψε τῇ δεσποίνῃ χρυσίου ποσότης. Καὶ ἀδη‐ | |
15 | μονούσης ἐπὶ τούτῳ τῆς Αὐγούστης κατ’ ὄναρ ἐφάνησαν οἱ ἅγιοι ἀπόστολοι λέγοντες αὐτῇ· ‘μὴ λυποῦ περὶ χαράγ‐ ματος χρυσίου μηδὲ Ἰουστινιανῷ τῷ ἀνδρί σου ἐπιζητήσῃς νομίσματα·‘ ἀλλ’ ἀπελθοῦσα ἔξω τῆς πόρτης Δεξιοκράτους εἰς τὸν αἰγιαλὸν εὑρήσεις δώδεκα κεράμια γέμοντα χρυσίου | |
20 | κεχωσμένα. Ἡ δὲ Αὐγούστα ἀποστείλασα εὗρεν αὐτὰ ἔχοντα ἓν ἕκαστον αὐτῶν ἐπιγραφὴν τὰ ὀνόματα τῶν ἁγίων ἀποστόλων. Καὶ λαβοῦσα ταῦτα ἐδόξασε τὸν θεόν, ἐξωδί‐ ασεν δὲ αὐτὰ εἰς τὸν ναόν. Καὶ πολλὰ κτήματα καὶ ἀνα‐ θήματα καὶ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ προσεκύρωσε. Τελει‐ | |
25 | ώσασα δὲ τὸν ναὸν ἔμελλεν κρεμάσαι τὰς χαλκᾶς ἁλύσεις καὶ τὰς λυχνίας, ὅπως ἐνθρονιάσῃ καὶ ἐγκαινίσῃ αὐτόν. Γνοὺς δὲ ὁ βασιλεὺς Ἰουστινιανὸς ἐφθόνησεν, ἵνα μὴ προ‐ λάβῃ καὶ ἐγκαινισθῇ πρὸ τῆς ἁγίας Σοφίας, καὶ παρήγγειλε πανταχοῦ τῆς πόλεως, ἵνα μὴ ποιήσωσιν ἁλύσεις καὶ κρε‐ | |
30 | μάσωσιν ἐκεῖσε. Ἡ δὲ βασίλισσα ἐποίησεν ἀπὸ μετάξης πλεκτὰ σχοινία πίστει καὶ μόχθῳ καὶ κρεμάσασα τὰς πολυ‐ φώτους ἀργυρᾶς λυχνίας ἐνεκαίνισε καὶ ἐνεθρονίασε τὸν ναὸν προλαβοῦσα τὴν μεγάλην ἐκκλησίαν. Τὰ δὲ λείψανα τὰ κείμενα κάτωθεν τῆς ἁγίας τραπέζης τῶν ἁγίων Ἀπο‐ | 287 |
35 | στόλων παρὰ Κωνσταντίου βασιλέως ἤχθησαν, υἱοῦ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου, διὰ τοῦ ἁγίου μεγαλο‐ μάρτυρος Ἀρτεμίου. Τὸ δὲ βῆμα, καθώς ἐστι μέσον, οὕτως καὶ γέγονε παρὰ τῆς Αὐγούστης Θεοδώρας. Τὸ δὲ μνημο‐ θέσιον τῆς ἁγίας Θεοφανοῦς ὁ μέγας Κωνσταντῖνος ἐποί‐ | |
40 | ησε· τὸ δὲ ἔξωθεν μνημοθέσιον τῶν τε αἱρετικῶν καὶ ὀρθοδόξων ὁ μέγας Ἰουστινιανὸς ἐποίησε καὶ διὰ μουσείων ἐκαλλώπισεν αὐτό, καὶ ἐκεῖσε ἐτάφη· ὡσαύτως καὶ ἡ γυνὴ αὐτοῦ Θεοδώρα ἡ κτίσασα τοὺς ἁγίους Ἀποστόλους. Τὸ δὲ μουσεῖον ἐκεῖνο καὶ τὰ μάρμαρα ἀπῆρε Βασίλειος ὁ βα‐ | |
45 | σιλεύς, ὅτε ᾠκοδόμησε τὴν Νέαν καὶ τὸν Φόρον. — | |
4.33 | (c75, m109) Ὁ δὲ ἅγιος Λάζαρος ἐκτίσθη παρὰ Λέοντος υἱοῦ Βασιλείου· καὶ κτήματα πολλὰ ἐκεῖσε ἀπ‐ εχαρίσατο. Ἔφερε δὲ ἀπὸ τῆς Κύπρου καὶ τὰ ἅγια λεί‐ ψανα τοῦ ἁγίου Λαζάρου καὶ ἀπὸ Βηθανίας τῆς ἁγίας | |
5 | Μαρίας τῆς μυροφόρου καὶ ἐκεῖσε ἀποτίθεται αὐτά. | 288 |
4.34 | Ὅτι τοῦ Τζαούτζη ἡ μονὴ ἐν τοῖς χρόνοις τοῦ αὐτοῦ βασιλέως ἐκτίσθη παρὰ τῆς γυναικὸς Στυλιανοῦ βα‐ σιλεοπάτορος τοῦ Τζαούτζη· καὶ κτήματα πολλὰ ἐκεῖσε ἀπ‐ εχαρίσατο. | |
4.35 | (c205, m206) Τοῦ δὲ Λιβὸς ἡ μονὴ ἐν τοῖς χρόνοις Ῥωμανοῦ τοῦ γέροντος καὶ τοῦ πορφυρογεννήτου Κωνσταν‐ τίνου υἱοῦ Λέοντος ἀνηγέρθη παρὰ πατρικίου τοῦ Λιβὸς τοῦ γεγονότος δρουγγαρίου τῶν πλωίμων, ποιήσαντος ἐκεῖ | |
5 | καὶ ξενῶνα. | 289 |