TLG 3168 004 :: Pseudo–CODINUS :: De annis ab orbe condito Pseudo–CODINUS Hist. De annis ab orbe condito Citation: Section — (line) | ||
t | Περὶ τῶν ἀπὸ κτίσεως κόσμου ἐτῶν καὶ τῶν ἀνέκαθεν βασι‐ λευσάντων ἐν τῇ Ῥωμανίᾳ | |
ante1(3) | ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. | 128 |
5 | ἀπὸ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ ἔτη υκεʹ. ἀπὸ τοῦ Ἀβραὰμ ἕως ἐξόδου Ἰσραὴλ ἐξ Αἰγύπτου ἔτη υνεʹ. ἀπὸ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ Σολομῶντος ἔτη ψοεʹ. ἀπὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας Ἰσραὴλ ἔτη υκεʹ. ἀπὸ τῆς βασιλείας Σολομῶντος ἕως τῆς βασιλείας Ἀλεξάνδρου ἔτη χμγʹ. | |
---|---|---|
10 | ἀπὸ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος ἔτη τιηʹ. ἀπὸ τοῦ Ἀλεξάνδρου ἕως τοῦ Χριστοῦ ἔτη τγʹ. ὁμοῦ χρόνοι, ͵εφʹ. δεῖ εἰδέναι ὅτι ἡ σωτήριος σταύρωσις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γέγονε κατὰ τὸ ͵εφλαʹ ἔτος, κύκλος τοῦ μὲν ἡλίου ιηʹ, τῆς δὲ σελήνης | |
15 | εʹ, ἡμέρᾳ παρασκευῇ, ὥρᾳ θʹ, τῷ ιηʹ ἔτει τῆς Τιβερίου βασιλείας. [ἦν δὲ ιδʹ τῆς σελήνης, τουτέστιν τὸ νομικὸν φάσκα, μηνὶ ἀπριλλίῳ ιηʹ, ἡμέρᾳ ϛʹ] ἡ δὲ ἁγία ἀνάστασις τῇ κʹ. ἀπὸ τοῦ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τοῦ βασιλέως ἔτη τλʹ. | |
20 | ὁμοῦ τὰ ἀπὸ κτίσεως κόσμου μέχρι τοῦ μεγάλου Κωνσταντίνου ἔτη | |
͵εωλϛʹ. | 129 | |
1 | ὁ οὖν μέγας Κωνσταντῖνος ἐκράτησε τῆς βασιλείας τῷ εἰρημένῳ ἔτει ͵εωκεʹ. καὶ ἐν τῷ δωδεκάτῳ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἔκτισε τὴν Κωνσταντινούπολιν. ἐβασίλευσεν οὖν τὰ ὅλα ἔν τε Ῥώμῃ καὶ Κων‐ σταντινουπόλει ἔτη λʹ. | |
1a | οἱ δὲ παρὰ τοῦ μεγάλου Κωνσταντίνου τοῦ βασιλέως μετοικισθέντες ἀπὸ τῆς πρεσβυτέρας Ῥώμης εἰς Κωνσταντινούπολιν συγκλητικοί, πρῶτοι καὶ μεγιστά‐ νες ἦσαν οὗτοι· Ἁρμάτιος, Ὀλύμβριος, Βῆρος, Σεβῆρος, Οὐρβίνιος, Ἰσίδωρος, Εὐγένιος, Εὔβουλος, Στούδιος, Φλωρέντιος, Καλλίστρατος καὶ Μαριανός, οἵτινες | |
5 | καὶ οἴκους λαμπροὺς καὶ ναοὺς καὶ γηροκομεῖα καὶ ξενῶνας ἐν τῇ Πόλει ἐνή‐ γειραν κελεύσει τοῦ βασιλέως, ὧν καὶ αἱ κλήσεις ἐν αὐτοῖς μέχρι τοῦ νῦν δια‐ σώζονται, μόνου τοῦ Ἰσιδώρου ἀλλαξαμένου τὴν κλῆσιν καὶ κεκλημένου Θεο‐ φίλου. ἦν δὲ καὶ ὁ τοῦ Φλωρεντίου τῶν Σπουδαίου σύνεγγυς. ἀλλὰ καὶ Εὐφρατᾶς ὁ ἐπιστατήσας τῇ κτίσει τῆς Κωνσταντινουπόλεως ἴδιον οἶκον κατεσκεύασεν, ὃς | |
10 | ἐς ὕστερον γηροκομεῖον ἐχρημάτισεν ἐν τῇ τοποθεσίᾳ τοῦ Διμακέλλου· οὕτω τοῦ Εὐφρατᾶ καλούμενον ἕως τῆς σήμερον. | |
2 | ὁ Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιαʹ, ἡμέρας κδʹ. | 130 |
3 | Ἰουλιανὸς ὁ παραβάτης, ὁ βέβηλος καὶ θεήλατος, ἔτη δύο ἥμισυ, ἡμέρας ιεʹ. | |
4 | Ἰοβιανὸς ὁ υἱὸς Ἰοβιανοῦ στεφθεὶς ἐν Περσίδι ὑπὸ τοῦ στρατοῦ μῆνας ζʹ, ἡμέρας ιεʹ. | |
5 | Οὐαλεντινιανὸς ὁ εὐσεβὴς καὶ φιλόθεος σὺν Οὐάλεντι τῷ δυσσεβεῖ καὶ ἀρειανῷ ἔτη ιβʹ. | |
6 | Γρατιανὸς ὁ υἱὸς αὐτοῦ τοῦ ῥηθέντος Οὐάλεντος ἔτη γʹ. | |
7 | Θεοδόσιος ὁ μέγας, ὁ ἐξ Ἱσπανίας, ὁ εὐσεβέστατος καὶ μισοπόνηρος, ἔτη ιζʹ. | |
8 | Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ. | 131 |
9 | Ὁνώριος ἔτη γʹ. | |
10 | Θεοδόσιος ὁ μικρός, ὁ υἱὸς Ἀρκαδίου, ὁ καλλιγράφος, ὁ εὐσεβέστατος καὶ φιλάγαθος, ἔτη μβʹ. | |
11 | Μαρκιανός, ὁ ἀποκαλυφθεὶς παρὰ θεοῦ, ὁ πάσης καλοκαγαθίας ἔμπ‐ λεως, ἔτη ϛʹ ἥμισυ. | |
12 | Λέων ὁ μέγας, ὁ Μακέλλης, ὁ εὐσεβὴς καὶ πιστότατος, ἔτη ιηʹ. | |
13 | Λέων ὁ μικρός, ὁ ἔγγονος αὐτοῦ, ὁ υἱὸς Ζήνωνος, [ἔτη] 〈μῆνασ〉 ιαʹ. | |
14 | Ζήνων, ὁ ἐπικληθεὶς Ἀγόνατος, ὁ πατὴρ αὐτοῦ, ἔτη βʹ ἥμισυ, ἡμέρας βʹ. | |
15 | Βασιλίσκος ὁ δυσσεβὴς ἔτη βʹ, μῆνας ηʹ, ἡμέραν αʹ. | 132 |
16 | καὶ πάλιν Ζήνων ἔτη ιαʹ, ἡμέρας ιεʹ. | |
17 | Ἀναστάσιος ὁ δίκορος, ὁ ἀπὸ σιλεντιαρίων, ἔτη κζʹ, μῆνας γʹ, ἡμέρας γʹ, ὁ πυρίκαυστος καὶ αἱρετικός. | |
18 | Ἰουστῖνος ὁ Θράξ, ὁ κράτιστος καὶ εὐσεβὴς καὶ εὐμετάδοτος, ἔτη εʹ. | |
19 | Ἰουστινιανὸς ὁ ἀδελφόπαις αὐτοῦ, ὁ κτήτωρ τῆς μεγάλης ἐκκλησίας, ἔτη ληʹ ἥμισυ. | |
20 | Ἰουστῖνος ὁ ἀπὸ κουροπαλατῶν, ὁ ἀδελφόπαις αὐτοῦ, ὁ δικαιότατος, ἔτη ιγʹ. | |
21 | Τιβέριος ὁ Θρὰξ ἔτη εʹ. | |
22 | Μαυρίκιος ὁ γαμβρὸς αὐτοῦ, ὁ εὐσεβέστατος καὶ μισοπόνηρος, ἔτη κʹ. | 133 |
23 | Φωκᾶς ὁ Καππάδοξ, ὁ τύραννος καὶ αἱμοβόρος καὶ δυσσεβής, ἔτη ηʹ ἥμισυ, ἡμέρας ηʹ. | |
24 | Ἡράκλειος ὁ στρατηγὸς τῆς Ἀφρικῆς ἔτη λʹ. | |
25 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτος αʹ. | |
26 | Κωνσταντῖνος ὁ ἔγγονος Ἡρακλείου, ὁ δυσσεβὴς καὶ μιαιφόνος ἔτη κζʹ. | |
27 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Πωγωνάτος (!), ὁ τοῦ Δυρραχίου, ὁ εὐσεβέστατος καὶ πραότατος, ἔτη ιζʹ. | |
1 | ὁμοῦ τὰ ἀπὸ κτίσεως κόσμου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ | |
Ῥινοτμήτου ἔτη ͵ϛρκαʹ. | 134 | |
28 | Ἰουστινιανὸς ὁ Ῥινότμητος, ὁ υἱὸς αὐτοῦ, ὁ ἀγριώτατος καὶ ἀγριό‐ τροπος καὶ ἀκρατὴς θυμοῦ, τυραννούμενος ἔτη ιʹ. | |
29 | Λεόντιος ἔτη γʹ. | |
30 | Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. | |
31 | καὶ πάλιν Ἰουστινιανὸς ὁ Ῥινότμητος ἔτη ζʹ. | |
32 | Φιλιππικὸς ὁ καὶ Βαρδάνιος, ὁ δυσσεβὴς καὶ αἰσχρὸς καὶ μιαρός, ἔτη βʹ. | |
33 | Ἀναστάσιος ὁ καὶ Ἀρτέμιος, ὁ εὐσεβέστατος καὶ πρωτασηκρῆτις καὶ | |
φιλόσοφος, ἔτη βʹ. | 135 | |
34 | Θεοδόσιος ὁ Ἀτραμυτινός, ὁ πραότατος καὶ συμπαθέστατος, ἔτος αʹ. | |
35 | Λέων ὁ Ἴσαυρος, ὁ Κόνων, ὁ Συρογενής, ὁ μισάγιος καὶ ἐναγὴς καὶ ἀντίθεος, ἔτη κδʹ, μῆνας βʹ, ἡμέρας εʹ. | |
36 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ, ὁ Κοπρώνυμος, ὁ δυσσεβὴς καὶ παμ‐ μίαρος γεγονὼς καὶ σκωληκόβρωτος πρὸ τοῦ τεθνάναι, ἔτη λδʹ, μῆνας γʹ. | |
37 | Λέων ὁ υἱὸς αὐτοῦ, ὁ ἐκ τῆς Χαζάρας, ὁ βέβηλος καὶ ἀποτρόπαιος, ἔτη ιεʹ. | |
38 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ, ὁ νεωτερίζων, ὁ τυφλωθείς, ὁ υἱὸς τῆς Εἰρήνης, ἔτη ζʹ. | |
39 | Εἰρήνη μόνη ἔτη εʹ. | 136 |
40 | Νικηφόρος ὁ Σελευκεύς, καὶ συμπαθὴς καὶ φιλοδίκαιος καὶ φιλό‐ δακρυς, ὁ ἀπὸ γενικοῦ, ἔτη ηʹ, μῆνας θʹ. | |
41 | Σταυράκιος ὁ υἱὸς αὐτοῦ ἔτος αʹ, μῆνας δʹ. | |
42 | Μιχαὴλ ὁ Ῥαγγαβέ, ὁ γαμβρὸς αὐτοῦ, ὁ φιλάγαθος καὶ εὐσεβέστα‐ τος, ἔτος αʹ, μῆνας θʹ. | |
43 | Λέων ὁ παραβάτης, ὁ Ἀρμένιος, ὁ δυσσεβὴς καὶ ἀνήμερος, καὶ Κων‐ σταντῖνος, ὁ υἱὸς αὐτοῦ, ἔτη ζʹ, μῆνας εʹ. | |
44 | Μιχαὴλ ὁ τραυλός, ὁ Ἀμοραῖος, ὁ καὶ ἀφροσύνης καὶ ἀπειροκαλίας ἔμπλεως καὶ εἰκονομάχος, σὺν Θεοφίλῳ τῷ υἱῷ αὐτοῦ, ἔτη ηʹ, μῆνας θʹ. | |
45 | Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ἔτη ιβʹ, μῆνας γʹ. | 137 |
46 | Μιχαὴλ ὁ υἱὸς αὐτοῦ, ὁ μεθυστής, μετὰ Θεοδώρας τῆς μητρὸς αὐτοῦ, τῆς εὐσεβεστάτης καὶ ὀρθοδόξου, ἔτη ιεʹ. ὁ τοιοῦτος ἀνηγορεύθη αὐτο‐ κράτωρ κατὰ τὸ ͵ϛ〈τξδʹ〉 ἔτος. καὶ μόνος ὁ μεθυστὴς ἔτη ιʹ. | |
47 | ὁ αὐτὸς Μιχαὴλ σὺν Βασιλείῳ τῷ Μακεδόνι ἔτος αʹ, μῆνας δʹ. | |
48 | Βασίλειος ὁ Μακεδών, ὃς ἀνηγορεύθη κατὰ τὸ ͵ϛτοϛʹ ἔτος, ἔτη ιθʹ. | |
49 | Λέων ὁ υἱὸς αὐτοῦ, ὁ σοφός, σὺν Ἀλεξάνδρῳ κατὰ τὸ ͵ϛτϙεʹ ἔτος, ἔτη κεʹ, μῆνας ηʹ. | |
50 | Ἀλέξανδρος ὁ ἀδελφὸς αὐτοῦ, μόνος, κατὰ τὸ ͵ϛυκαʹ ἔτος, ἔτος αʹ, | |
ἡμέρας κθʹ. | 138 | |
51 | Κωνσταντῖνος, ὁ πρῶτος, ὁ πορφυρογέννητος, ὁ υἱὸς Λέοντος τοῦ σοφοῦ, σὺν τῇ μητρὶ αὐτοῦ, ἔτη ηʹ, κατὰ τὸ ͵ϛυκβʹ. | |
52 | Ῥωμανὸς ὁ υἱὸς Ἀβαστάκτου, ὁ Λακαπηνός, ὁ πρεσβύτερος, ὁ πεν‐ θερὸς τοῦ αὐτοῦ Κωνσταντίνου, σὺν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ ἔτη κϛʹ. ὁ τοιοῦτος Ῥωμανὸς ἀνηγορεύθη μηνὶ δεκεμβρίῳ ιζʹ, ἰνδικτιῶ‐ νος ηʹ, ἔτους, ͵ϛυκηʹ. | |
53 | μετὰ δὲ διετῆ χρόνον τῆς βασιλείας αὐτοῦ, κατὰ τὴν ιʹ ἰνδικτιῶνα, τοῦ ͵ϛυλʹ ἔτους, ἐξέθετο τὴν περὶ προτιμήσεως νεαράν. | |
54 | κατὰ δὲ τὴν δευτέραν ἰνδικτιῶνα, τοῦ ͵ϛυλζʹ ἔτους, τὸ περὶ τῶν ὑπεισερχομένων δυνατῶν εἰς ἀνακοινώσεις πενήτων. ἀνακλᾷ δὲ αὐτὴν ἡ τοιαύτη νεαρὰ καὶ εἰς τὴν παρελθοῦσαν τηνικαῦτα πρώτην ἰνδικ‐ τιῶνα, τουτέστι τὸν τοῦ λιμοῦ τοῦ μεγάλου καιρόν. | |
55 | κατὰ δὲ τὴν πέμπτην ἰνδικτιῶνα, τοῦ ͵ϛυνεʹ ἔτους, ἐπεκύρωσεν ἐν | |
μέρει τὴν τοιαύτην νομοθεσίαν ὁ βασιλεὺς Κωνσταντῖνος. τὰ δὲ ιηʹ ἔτη, ὧν ὁ Δεκαπολίτης ἐν τῇ λύσει μέμνηται, οὐκ ἀπὸ τοῦ καιροῦ τῆς πρώτης ψηφίζονται νομοθεσίας ἤτοι τοῦ ͵ϛυλζʹ ἔτους, ἀλλ’ ἀπὸ | 139 | |
5 | τῆς πρώτης ἰνδικτιῶνος, τοῦ ͵ϛυλϛʹ ἔτους ἤτοι τοῦ λιμοῦ, εἰς ὃν καὶ ἀνακλᾷ ἡ τοιαύτη νομοθεσία, μέχρι τῆς αὐτοκρατορίας τοῦ αὐτοῦ βασιλέως κυροῦ Κωνσταντίνου. | |
56 | καὶ πάλιν Κωνσταντῖνος ὁ Πορφυρογέννητος μετὰ Στεφάνου καὶ Κωνσταντίνου τῶν γυναικαδέλφων αὐτοῦ, ἡμέρας μβʹ. οὗτοι δὲ ὑπ’ αὐτοῦ τοῦ Κωνσταντίνου τῆς βασιλείας ἐξεβλήθησαν καὶ ἐξωρίσθη‐ σαν. [ὁ οὖν ῥηθεὶς Κωνσταντῖνος ὁ Πορφυρογέννητος σὺν τῇ μητρὶ | |
5 | αὐτοῦ, ὡς εἴρηται, ἐκράτησε τῆς βασιλείας ἔτη ζʹ. καὶ πάλιν μετὰ Στεφάνου καὶ Κωνσταντίνου τῶν γυναικαδέλφων αὐτοῦ ἡμέρας μβʹ.] | |
57 | καὶ μονοκράτωρ σὺν τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ κατὰ τὴν τρίτην ἰνδικ‐ τιῶνα, τοῦ ͵ϛυλζʹ ἔτους, ἔτη ιεʹ, ἡμέρας ιθʹ. | |
58 | Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ, τὸ παιδίον, σὺν τοῖς υἱοῖς αὐτοῦ, Βασιλείῳ τῷ Βουλγαροκτόνῳ καὶ Κωνσταντίνῳ, τοῖς πορφυρογεννήτοις, ἔτη γʹ, μῆνας δʹ, ἡμέρας ϛʹ. Βασίλειος καὶ Κωνσταντῖνος οἱ τούτου υἱοί, | |
πάμβρεφοι ὄντες, μῆνας ϛʹ. | 140 | |
59 | Νικηφόρος ὁ Φωκᾶς, ὁ ἅγιος, ὁ σφαγεὶς ὑπὸ τοῦ Τζιμισχῆ, ἔτη ϛʹ, μῆνας γʹ, ἡμέρας ϛʹ. | |
60 | Ἰωάννης ὁ Τζιμισχῆς ἔτη ϛʹ, μῆνα αʹ. | |
61 | Βασίλειος ὁ πορφυρογέννητος ἔτη νβʹ, μῆνας ιαʹ, μετὰ τοῦ αὐτα‐ δέλφου αὐτοῦ Κωνσταντίνου τοῦ πορφυρογεννήτου, ἤγουν ὁ μὲν Βασίλειος χρόνους νʹ, ὁ δὲ Κωνσταντῖνος μετὰ τὴν τελευτὴν τοῦ αὐταδέλφου αὐτοῦ μονοκράτωρ χρόνους βʹ, μῆνας ιαʹ. | |
62 | καὶ προστάξας γενέσθαι τὰ ἰσοκωδικά, ἐτελείωσε ταῦτα ἐν ἔτει ͵ϛφγʹ. τὴν δὲ νεαρὰν αὐτοῦ τὴν μεγάλην ἐκθέμενος ἐξεφώνησε ταύτην μηνὶ ἰαννουαρίῳ, ἰνδικτιῶνος θʹ, ἔτους, ͵ϛφδʹ. | |
63 | Κωνσταντῖνος ὁ πορφυρογέννητος, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη δύο, | |
μῆνας ιαʹ. | 141 | |
64 | Ῥωμανὸς ὁ Ἀργυρόπουλος, σὺν Ζωῇ τῇ θυγατρὶ τοῦ αὐτοῦ Κων‐ σταντίνου, ἔτη εʹ, μῆνας ϛʹ. | |
65 | Μιχαὴλ ὁ Παφλαγὼν ἐν ἔτει ͵ϛφμβʹ, σὺν τῇ αὐτῇ Ζωῇ, ἔτη ζʹ, μῆνας θʹ. | |
66 | Μιχαὴλ ὁ ἀπὸ καίσαρος, ὁ ἀνεψιὸς αὐτοῦ, ὁ καὶ Καλαφάτης λεγό‐ μενος, ὁ τυφλωθεὶς εἰς τὸ Σίγμα, μῆνας δʹ, ἡμέρας [ι]θʹ. ὃς καὶ ἐκπεσὼν τῆς βασιλείας προσέφυγε τῇ μονῇ τῶν Στουδίου, κἀκεῖθεν παρὰ τοῦ λαοῦ καταχθεὶς ἐν τῷ κιόνι τοῦ Σίγματος ἐτυφλώθη | |
5 | παρὰ Νικηφόρου ἐπάρχου τοῦ Καμπαναρίου. | |
67 | αἱ δύο αὐτάδελφοι καὶ δέσποιναι, ἥ τε κυρὰ Ζωὴ καὶ κυρὰ Θεοδώρα μοναρχήσασαι ἡμέρας νʹ, ἀνεκαλέσαντο Κωνσταντῖνον τὸν Μονο‐ μάχον, ἐξόριστον ὄντα ἐν τῇ νήσῳ Μιτυλήνῃ· οἱ δὲ Σάμῳ οἱ καὶ ἀληθέστερον. οὗτος ὁ Κωνσταντῖνος ἐρχόμενος ἐς Σάμωνα | |
5 | ἔξορος προσεπέλασε τῇ Χίῳ νήσῳ, ὅπου τινὲς οἰκοῦντες σπήλαιόν τι ἀσκηταί, ὅπου νῦν ἡ μονὴ τῆς ἁγίας Νέας μονῆς, διορατικῷ χαρίσματι προσειρήκασι τῷ Μονομάχῳ, ὅτι μέλλει βασιλεῦσαι. αὐτὸς δὲ κατὰ τὸ ἀνακληθῆναι εἰς Βυζάντιον | |
καὶ βασιλεῦσαι ἐκέλευσε δαπάναις αὐτοῦ *** | 142 | |
68 | καὶ ἐποίησαν αὐτὸν βασιλέα συζυγέντα τῇ Ζωῇ μηνὶ ἰουνίῳ ιαʹ, ἰνδικτιῶνος ιʹ, ἔτους ͵ϛφνʹ. καὶ ἐκράτησε τῆς βασιλείας ὁ Μονομάχος ἔτη ιγʹ, μῆνας ζʹ. | |
69 | ἡ δὲ κυρὰ Θεοδώρα ἡ πορφυρογέννητος ἔφθασε μοναρχῆσαι ἔτος αʹ, μῆνας ηʹ, ἡμέρας κʹ. εἶτα τὸν κῦρ Μιχαὴλ τὸν γέροντα, τὸν ἀπὸ στρατιωτικῶν, βασιλέα ἀναγορεύσασα καὶ ζήσασα σὺν τούτῳ ἡμέρας εʹ ἐτελεύτησε κατὰ τὴν κζʹ τοῦ αὐγούστου μηνός, τῆς θʹ ἰνδικτιῶνος, | |
5 | τοῦ ͵ϛφξδʹ ἔτους. | |
70 | Μιχαὴλ ὁ γέρων, ὁ στρατιωτικός, ἐκράτησε κατὰ τὴν κβʹ τοῦ αὐγού‐ στου μηνός, τῆς θʹ ἰνδικτιῶνος, τοῦ ͵ϛφξδʹ ἔτους. ἐξεβλήθη δὲ τῆς βασιλείας κρατήσας ἔτος αʹ, ἡμέρας ιαʹ. | |
71 | Ἰσαάκιος ὁ Κομνηνὸς μετὰ Αἰκατερίνης, τῆς γυναικὸς αὐτοῦ, ἔτη βʹ, μῆνας βʹ, ἡμέρας κβʹ. | |
72 | Κωνσταντῖνος ὁ Δούκας ἔτη ζʹ, μῆνας ϛʹ. καὶ τελευτήσας κατέλιπε | |
βασιλεύειν τὴν γυναῖκα αὐτοῦ τὴν δέσποιναν, τὴν κυρὰν Εὐδοκίαν τὴν Μακρεμβολίτισσαν, σὺν τῷ υἱῷ αὐτοῦ, τῷ κυρῷ Μιχαὴλ καὶ τῷ κυρῷ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ. | 143 | |
73 | ἐκράτησεν οὖν ἡ κυρὰ Εὐδοκία ἡ δέσποινα σὺν τοῖς δυσὶν υἱοῖς αὐτῆς μῆνας ζʹ, ἡμέρας ιʹ. εἶτα λαβοῦσα ἄνδρα γνώμῃ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου Ῥωμανὸν τὸν Διογένην, ἀνηγόρευσεν αὐτὸν βασιλέα κατὰ τὸν μάρτιον μῆνα, τῆς εʹ ἰνδικτιῶνος, τοῦ ͵ϛφοεʹ ἔτους. | |
74 | Ῥωμανὸς ὁ Διογένης μετὰ τῆς κυρᾶς Εὐδοκίας ἔτη γʹ, μῆνας ηʹ. καὶ διαφόρως ἐκστρατεύσας κατὰ Περσῶν ἐν τῇ τρίτῃ αὐτοῦ ἐκστρατείᾳ ἐκρατήθη αἰχμάλωτος παρὰ τοῦ σουλτάνου καὶ τῶν Τούρκων. τότε ἑάλω καὶ τῶν βασιλικῶν παρασήμων τὰ κάλλιστα. ἐν οἷς ὁ πολυθρύ‐ | |
5 | λητος μάργαρος ἦν, ὃν ὄρφανον κατωνόμαζον. | |
75 | ἀνηγορεύθη οὖν βασιλεὺς ὁ κῦρ Μιχαὴλ ὁ Δούκας καὶ ἐκράτησε τῆς βασιλείας ἅμα τῇ μητρὶ αὐτοῦ, τῇ δεσποίνῃ κυρᾷ Εὐδοκίᾳ, καὶ συνε‐ βασίλευσε ταύτῃ μῆνα αʹ. κατεβίβασε δὲ ταύτην καὶ ἀπέκειρε, μόν‐ | |
αρχος καταληφθεὶς αὐτός. | 144 | |
76 | ἐκράτησεν οὖν τῆς βασιλείας Μιχαὴλ ὁ Δούκας, ὁ υἱὸς τοῦ Δούκα κυροῦ Κωνσταντίνου καὶ τῆς Μακρεμβολιτίσσης κυρᾶς Εὐδοκίας, μετὰ Μαρίας, τῆς γυναικὸς αὐτοῦ, ἔτη ϛʹ ἥμισυ. καταβιβασθεὶς δὲ παρὰ τοῦ Βοτανειάτου ἀπὸ προδοσίας τῆς συμβίου αὐτοῦ καὶ τὸ | |
5 | μοναχικὸν σχῆμα ἐνδυθεὶς ἀπεστάλη εἰς τὴν μονὴν τῶν Στουδίου. ὕστερον δὲ γέγονε βίᾳ μητροπολίτης Ἐφέσου. | |
77 | Νικηφόρος ὁ Βοτανειάτης ἔτη γʹ ἥμισυ. κατεβιβάσθη δὲ τῆς βασι‐ λείας κατὰ τὴν πρώτην τοῦ ἀπριλλίου μηνός, τῆς δʹ ἰνδικτιῶνος, τοῦ ͵ϛφπθʹ ἔτος, καὶ ἀποσταλεὶς ἐν τῇ μονῇ τῆς Περιβλέπτου ἀπεκάρη. | |
78 | Ἀλέξιος ὁ Κομνηνός, ὁ πάππος τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασι‐ λέως, ἐβασίλευσεν εὐσεβῶς ἔτη λζʹ, μῆνας δʹ ἥμισυ. ἐτελεύτησε δὲ κατὰ τὴν ιεʹ τοῦ αὐγούστου μηνός, ἤτοι τὴν ἡμέραν τῆς κοιμήσεως τῆς ὑπεραγίας θεοτόκου, ἰνδικτιῶνος ιαʹ, ἔτει ͵ϛχκϛʹ. | |
79 | Ἰωάννης ὁ Κομνηνός, ὁ πορφυρογέννητος, ὁ υἱὸς αὐτοῦ, ἐκράτησε μηνὶ αὐγούστῳ ιεʹ, ἰνδικτιῶνος ιαʹ, ἔτους ͵ϛχκϛʹ, καὶ εὐσεβῶς | |
ἐβασίλευσεν καὶ θεαρέστως ἔτη κδʹ, μῆνας ζʹ, ἡμέρας κγʹ. | 145 | |
80 | ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρογέννητος κῦρ Μανουὴλ ὁ Κομνηνός, ἐκράτησε μηνὶ ἀπριλλίῳ αʹ, ἰνδικτιῶνος ϛʹ, ἔτους, ͵ϛχναʹ, καὶ ἐβασίλευσεν εὐσεβῶς ἔτη λζʹ, μῆνας εʹ, ἡμέρας κγʹ. ἐξεδήμησε δὲ πρὸς κύριον τῇ κδʹ τοῦ σεπτεμβρίου μηνός, τῆς ιδʹ ἰνδικτιῶνος, τοῦ ͵ϛχπθʹ ἔτους, | |
5 | ὥρᾳ αʹ, διὰ τοῦ μεγάλου καὶ ἀγγελικοῦ σχήματος Ματθαῖος μοναχὸς μετονομασθείς. | |
81 | κατὰ δὲ τὴν ιʹ, μηνὸς σεπτεμβρίου, ἰνδικτιῶνος γʹ, ἔτους ͵ϛχοηʹ, ἤτοι ἐν τῷ κηʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐγεννήθη ὁ κάλλιστος υἱὸς αὐτοῦ, ὁ πορφυρογέννητος κῦρ Ἀλέξιος ὁ Κομνηνός. | |
82 | ἐστέφθη δὲ παρ’ αὐτοῦ ὁ τοιοῦτος εἰς βασιλέα κατὰ 〈τὴν ** τοῦ *** μηνόσ〉, ἰνδικτιῶνος εʹ, τοῦ ͵ϛχπʹ ἔτους. | |
83 | μηνὶ σεπτεμβρίῳ ιζʹ, ἰνδικτιῶνος ιʹ, ἔτους ͵ϛχπεʹ, γέγονεν ἐν τῷ | |
Τζιβλιμανῇ κατάλυσις τοῦ βασιλέως κυροῦ Μανουὴλ τοῦ Κομνηνοῦ. | 146 | |
84 | κατὰ δὲ τὴν ιγʹ ἰνδικτιῶνα, τοῦ ͵ϛχπηʹ ἔτους, μηνὶ μαρτίῳ βʹ, ἡμέρᾳ κυριακῇ, συνέζευξε τὸν κῦρ Ἀλέξιον, τὸν υἱὸν αὐτοῦ, γυναικὶ τῇ κυρᾷ Ἄννῃ, τῇ θυγατρὶ τοῦ εὐγενεστάτου ῥηγὸς Φραγγίας, μόνον ἀρρα‐ βῶνα εὐχῆς τούτοις δοθείσης παρὰ τοῦ οἰκουμενικοῦ πατριάρχου | |
5 | κυροῦ Θεοδοσίου τοῦ Ἀντιοχέως. | |
85 | κατὰ δὲ τὴν κδʹ, τοῦ σεπτεμβρίου μηνός, τῆς ιδʹ ἰνδικτιῶνος, τοῦ ͵ϛχπθʹ ἔτους, ὥρᾳ αʹ τῆς ἡμέρας, καθ’ ἣν ὁ ἀείμνηστος πατὴρ αὐτοῦ τῆς ἐπιγείου βασιλείας ἠλλάξατο τὴν οὐράνιον, ἀνηγορεύθη βασιλεὺς αὐτοκράτωρ, καὶ ἐβασίλευσεν εὐσεβῶς σὺν τῇ μητρὶ αὐτοῦ, τῇ δεσ‐ | |
5 | ποίνῃ κυρᾷ Μαρίᾳ, τῇ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος Ξένῃ μετονομασθείσῃ, ἐχούσῃ παραδυναστεύοντα τὸν πρωτοσέβαστον καὶ πρωτοβεστιάριον κῦρ Ἀλέξιον τὸν Κομνηνόν, ἔτος αʹ, μῆνας ιαʹ, ἡμέρας ιγʹ. | |
86 | εἶτα δῆθεν μόνος ἀναιρεθείσης τῆς ἁγίας γυναικὸς ἐκείνης παρὰ τοῦ τυράννου καὶ αὐτοῦ τοῦ τυράννου αὐθεντικῶς ποιοῦντος ὅσα ἐβούλετο, [χρόνον ἕνα], μῆνας ιαʹ, ἡμέρας κδʹ, εἶτα ἀποπνιγέντος καὶ αὐτοῦ τοῦ πορφυρογεννήτου παρὰ τοῦ τυράννου, ἐβασίλευσεν ἀναφανδὸν ὁ | |
5 | αὐτὸς Ἀνδρόνικος ἔτος ἕν, μῆνας ιαʹ, ἡμέρας ιʹ. | 147 |
87 | μετ’ αὐτὸν ὁ κῦρ Ἰσαάκιος ὁ Ἄγγελος, προσφυγὼν τῇ ἐκκλησίᾳ κἀκεῖθεν ἀπελθὼν σὺν τῷ συρφετώδει λαῷ καὶ τοῖς φυλακίταις καί τισι τῶν συγγενῶν καὶ φίλων αὐτοῦ καὶ αὐτῷ τῷ πατριάρχῃ κυρῷ Βασιλείῳ τῷ Καματηρῷ εἰς τὸ μέγα Παλάτιον καὶ εἰσελθὼν ἐν αὐτῷ | |
5 | καὶ τῆς βασιλείας δραξάμενος, τοῦ Ἀνδρονίκου φυγόντος. ἑάλω δὲ ἀνέμων βιαίων ἀντιπεσόντων αὐτῷ ἐν τῷ Εὐξείνῳ πόντῳ ἤτοι τῇ μεγάλῃ θαλάσσῃ, καὶ ἔπαθεν ὅσα αὐτὸν μὲν ἴσως ἔδει παθεῖν· Χριστιανοὺς δὲ καὶ Ῥωμαίους τοιαῦτα πρᾶξαι ἀνοίκειον ἦν ὅμως. | |
88 | ἐβασίλευσεν ὁ κῦρ Ἰσαάκιος ὁ Ἄγγελος ἔτη θʹ. ἐπ’ αὐτοῦ ἔσχεν ἀρχὴν ἡ ἐν ταῖς Ζαγοραῖς Βλάχων καὶ Βουλγάρων κατὰ τῶν Χριστια‐ νῶν Ῥωμαίων ἐπανάστασις καὶ ἐλεηλατήθη πᾶσα ψυχὴ καὶ ἠφανίσθη πᾶσα σχεδὸν δυτικὴ χώρα ὑπὸ τὴν Ῥωμαϊκὴν οὖσα ἐπικράτειαν. ὀψὲ | |
5 | δέ ποτε διεγερθέντος δῆθεν ἐκείνου καὶ ὁρμήσαντος ἐκστρατεῦσαι κατ’ αὐτῶν καὶ οὐκ ὀλίγα ἐπισυναγαγόντος στρατεύματα, ὅμως καὶ οὕτως μετὰ τῆς συνήθους νωθρείας ἢ δειλίας περιπατοῦντος ἢ ὅ τι ἂν εἴποι τις, καὶ διὰ τῶν κατ’ αἰγιαλὸν κατερχομένου κάστρων καὶ ἀπελθόντος μέχρι τῶν Κυψέλλων, ὁ αὐτάδελφος αὐτοῦ κῦρ Ἀλέξιος | |
10 | ὑποποιησάμενος τὸ στρατόπεδον καί τινας τῶν ὑπερεχόντων μετὰ τοῦ | |
αὐτοῦ ταῦτα αἰτιᾶσθαι τὸν ἀδελφὸν αὐτοῦ, ἅπερ αὐτὸς μετὰ τὸ ἐγκρατὴς γενέσθαι τῆς βασιλείας πολλαπλασίονα ἀνεδείξατο, ἀνη‐ γορεύθη βασιλεὺς αὐτοκράτωρ καὶ ἀμάχως ἐκάθισεν ἐπὶ τῆς σκηνῆς καὶ τῆς κλίνης αὐτοῦ ἐκεῖσε πρὸς κυνηγέσιον ἀπελθόντος. ὃ καὶ | 148 | |
15 | μαθὼν ἐκεῖνος φυγῇ ἐχρήσατο. ἁλοὺς δὲ παρὰ τῶν οἰκείων αὐτοῦ καὶ οὓς ἐν τάξει μεγάλων εἶχε καὶ πιστοτάτων ἀνθρώπων, ἀπε‐ τυφλώθη ἐν τῇ κλεισούρᾳ τῆς Μάκρης. | |
89 | καὶ ἐβασίλευσεν ὁ κῦρ Ἀλέξιος ἔτη ζʹ. οὐαὶ δὲ τὴν Ῥωμανίαν ἐν ἐκείναις ταῖς ἡμέραις. αὐτοῦ γὰρ 〈τὸν〉 Σαρδαναπάλου διάγοντος καὶ μηδ’ ὅλως μήτε αὐτοῦ μήτε τῶν θεραπευτῶν αὐτοῦ οἱανδήτινα στρα‐ τιωτικὴν ἢ ἀρχοντικὴν οἰκονομίαν ἐνησχολημένων, τὰ μὲν περιλειφ‐ | |
5 | θέντα κάστρα καὶ αἱ χῶραι τῆς Δύσεως λεία Βλάχων γεγόνασι καὶ Κομάνων μέχρι καὶ αὐτῶν τῶν παραλίων καὶ τὰ πλείω δὲ ὑπὸ τὸν Ἰωαννίτζην γεγόνασι καθ’ ὁλόκληρον. τέλος δὲ καὶ αὐτὴν τὴν μόνην περιλειφθεῖσαν εἰς βασιλείαν αὐτοῦ βασιλίδα τῶν πόλεων τοῖς Λατί‐ νοις προέδοτο, αὐτὸς ἀνάνδρως καὶ ἀχρήστως φυγών. τοῦ γὰρ ἀνεψιοῦ | |
10 | αὐτοῦ, κυροῦ Ἀλεξίου, τοῦ υἱοῦ τοῦ κυροῦ Ἰσαακίου, φυγόντος ἐντεῦθεν καὶ ἀπελθόντος εἰς τὴν Ἀλαμανίαν, εἰς τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν αὐτοῦ, τὸν Φίλιππον, καὶ μετὰ στόλου Λατινικοῦ βαρέως ἐπελθόντος, μετὰ τὸ ἐπισυναχθῆναι πανταχόθεν τοὺς στρατιῶτας καὶ | |
σφαδάζειν ὑπὲρ τῆς πατρίδος αὐτῶν, ὡς ἐφαίνετο, αὐτὸς ἡμέραν ἐξ | 149 | |
15 | ἡμέρας τὸν πρὸς τοὺς Λατίνους ὑπερτιθέμενος πόλεμον, τέλος νύκ‐ τωρ ὡς ὠνητὸν ἀπέδρα ἀνδράποδον. | |
90 | εἰσῆλθεν οὖν διὰ τῆς νυκτὸς ἐκεῖ εἰς τὸ ἐν Βλαχέρναις παλάτιον ὁ ἀνεψιὸς αὐτοῦ, κῦρ Ἀλέξιος, καὶ ἀνηγορεύθη σὺν τῷ πατρὶ αὐτοῦ κυρῷ Ἰσαακίῳ καὶ ἐβασίλευσεν μῆνας εʹ. | |
91 | ὅτι δὲ ἑώρα ὁ χυδαῖος δῆμος αὐθεντικῶς εἰσερχομένους ἐν τῷ μεγάλῳ Παλατίῳ τοὺς Λατίνους καὶ μέγα κακὸν παθεῖν ἐξ αὐτῶν ὑπώπτευ‐ σαν—ὃ καὶ ἐξ ἀποτελέσματος ἀληθὲς ἐφάνη—συνῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ μετὰ πολλὰς ὀχλήσεις καὶ ἀκαταστασίας ἀνη‐ | |
5 | γόρευσαν βασιλέα τὸν σεβαστὸν κῦρ Νικόλαον τὸν Καναβόν, καὶ διήρκεσεν ὁ καλὸς ἐκεῖνος ἄνθρωπος κακοπαθῶν ἐν τῇ μεγάλῃ ἐκκλη‐ σίᾳ ὀλιγοστάς τινας ἡμέρας, | |
92 | μαθόντες γὰρ ταῦτα οἱ ἐν τῷ Παλατίῳ τὸν μὲν κῦρ Ἀλέξιον παρέ‐ στειλαν τῆς ἀρχῆς, ἀνηγόρευσαν δὲ τὸν Δούκαν κῦρ Ἀλέξιον τὸν λεγόμενον Μούρτζουφλον καὶ οὕτω κατὰ μικρὸν ὑπέρρευσε τὸ πλῆθος ἀπὸ τῆς ἐκκλησίας καὶ ἀπῆλθον εἰς τὸ Παλάτιον πρὸς τὸν Δούκαν | |
5 | Ἀλέξιον. ὁ δὲ Καναβὸς ἑάλω, | 150 |
93 | καὶ ἐβασίλευσεν ὁ Δούκας κῦρ Ἀλέξιος μῆνας βʹ. ἔκτοτε οὖν ἀναισ‐ χυντότερον καὶ ἀναφανδὸν ἤρξαντο οἱ Λατῖνοι τήν ποτε βασιλίδα πολιορκεῖν τῶν πόλεων καὶ εἰς ἔργον τὸ προβουλευθὲν διὰ βραχέος ἐξηνέχθη. καὶ ἡ βασιλὶς ᾐχμαλωτίσθη καὶ δούλη γέγονεν ἡ κυρία καὶ | |
5 | πανάπορος ἡ πολύολβος. καὶ ἐβεβηλώθησαν, οἴμοι, τὰ ἅγια, αἱ ἅγιαι εἰκόνες κατεπατήθησαν, ἱπποστάσια γεγόνασιν οἱ θεῖοι ναοί, εἰπεῖν δι’ ὀλίγου τὸ πᾶν, ἐγκατελείφθη ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπε‐ λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ἔρημος παντὸς ἀγαθοῦ, πλήρης παντοίων κακῶν. | |
10 | ἕως πότε, κύριε, ἐπιλήσῃ ἡμῶν, ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν; ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωξάντων ἡμᾶς, μὴ ἐάσῃς ἡμᾶς συναπολέσθαι ταῖς ἀνομίαις ἡμῶν μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρή‐ σῃς τὰ κακὰ ἡμῶν μηδὲ ἀποστῇς ἀφ’ ἡμῶν, ὅτι μεγάλη θλῖψις ἐγγύς, | |
15 | καὶ οὔκ ἐστιν ὁ βοηθῶν ἡμῖν, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀφ’ ἡμῶν, πρόσσχες εἰς τὴν ἀντίληψιν ἡμῶν ῥῦσαι ἀπὸ ῥομφαίας τὰς ψυχὰς ἡμῶν. ἐπὶ σοὶ γάρ, κύριε, ἠλπίσαμεν. μὴ καταισχυνθείημεν εἰς τὸν αἰῶνα, κλῖνον τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς, ὅτι σὺ εἶ ὁ ὑπερασπιστὴς ἡμῶν καὶ εἰς χεῖρας σου παρατιθέαμεν τὰ πνεύ‐ | |
20 | ματα ἡμῶν. | 151 |
94 | Θεόδωρος ὁ Λάσκαρις, ἀνὴρ γεννάδας καὶ κραταιός. οὗτος καὶ οἱ μετ’ αὐτὸν μέχρι τοῦ πρώτου Παλαιολόγου, κυροῦ Μιχαήλ, διῆγον ἔχον‐ τες τὰ βασίλεια ἐν τῇ Ἀσίᾳ τῇ ἀντιπέραν δηλαδὴ Κωνσταντινου‐ πόλεως, φυγάδες ὄντες τοῖς Λατίνοις, ἔτη ιθʹ. | |
95 | μετὰ τοῦτον ἐκράτησεν Ἰωάννης ὁ Δούκας, ὁ λεγόμενος Βατάτζης, συνετὸς καὶ βριαρόχειρ ἀναφανείς, ἔτη λγʹ. | |
96 | ὁ κῦρ Θεόδωρος ὁ Λάσκαρις ὁ δεύτερος, ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρο‐ γέννητος, ἔτη γʹ ἥμισυ. | |
97 | μετὰ τοῦτον ἐβασίλευσεν ὁ κραταιὸς Μιχαήλ, ὁ πρῶτος Παλαιο‐ λόγος, ὃς ἐξέωσε τοὺς Λατίνους τῆς βασιλίδος τῶν πόλεων καὶ ἀπέδωκεν αὐτῇ πάλιν τὸν οἰκεῖον αὐτῆς κόσμον, ἔτη κδʹ, μῆνας βʹ, | |
ἡμέρας κʹ. | 152 | |
98 | Ἀνδρόνικος ὁ υἱὸς αὐτοῦ, ὁ εὐσεβέστατος καὶ νοῦς ὁ ἀσύγκριτος, ἔτη μεʹ, μῆνας ϛʹ. | |
99 | Μιχαὴλ ὁ δεύτερος, ὁ υἱὸς αὐτοῦ, ὁ λόγῳ καὶ πράξει βασιλεὺς ὄντως, ἔτη ιγʹ, ἡμέρας κβʹ. | |
100 | Ἀνδρόνικος ὁ δεύτερος, ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρογέννητος, ἡ τῶν χαρί‐ των συνδρομή, ἔτη κγʹ, μῆνας τρεῖς. | |
101 | Μανουήλ (!) ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρογέννητος, ὁ στρατηγικώτατος καὶ τῶν ἀνακτόρων κλέος, ἔτη μαʹ. | |
102 | Ἰωάννης ὁ Καντακουζηνός, ὁ τῷ σχήματι μετονομασθεὶς Ἰωάσαφ | |
μοναχός, ὁ πορφυρογέννητος, ἔτη ιδʹ. | 153 | |
103 | Ἰωάννης, τῶν Παλαιολόγων ὁ ἕκτος, ὁ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεὶς Ἰωάσαφ μοναχός, ὁ πορφυρογέννητος, ἔτη βʹ ἥμισυ. | |
104 | Μανουὴλ ὁ δεύτερος, ὁ υἱὸς Ἰωάννου, ὁ πορφυρογέννητος, ἔτη ιβʹ, μῆνας δʹ, ἡμέρας κεʹ. | |
105 | Ἰωάννης ὁ τρίτος, ὁ υἱὸς αὐτοῦ, ὁ πορφυρογέννητος, ὁ συγκροτήσας τὴν σύνοδον ἐν τῇ Φλωρεντίᾳ καὶ συγκλίνας κατ’ ἀνάγκην τοῖς δόγ‐ μασι τῶν Λατίνων ἕνεκα βοηθείας τῆς πρὸς τοὺς Ἀγαρηνούς, ὑφ’ ὧν ἐπιάζετο Κωνσταντινούπολις, συμπαρόντων τῶν τε ἄλλων λογά‐ | |
5 | δων καὶ αὐτοῦ τοῦ κυροῦ Μάρκου τοῦ Εὐγενικοῦ καὶ μητροπολίτου Ἐφέσου, ἔτη κγʹ, μῆνας γʹ, ἡμέρας ιʹ. | |
106 | Κωνσταντῖνος, τῶν Παλαιολόγων ὁ ὕστερος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ πορφυρογέννητος, ὁ δικαιότατος, μόνος ὢν δεσπότης ἁπάσης τῆς Πελοποννήσου καὶ μετὰ τὸν θάνατον τοῦ ἀδελφοῦ αὐτοῦ, κυροῦ | |
Ἰωάννου, εἰς τὸ τῆς βασιλείας ὕψος ἀναχθείς, ἔτη δʹ, μῆνας εʹ. | 154 | |
107 | ἐπὶ τούτου ἐγένετο, οἴμοι, ἡ ἅλωσις τῆς αὐτῆς Κωνσταντινουπόλεως παρὰ τῶν ἀθέων Ἀγαρηνῶν καὶ ἐγένετο δορυάλωτος ἡ πρὶν βασιλὶς πασῶν τῶν πόλεων. ὃς καὶ ἀπεκτάνθη τότε παρ’ αὐτῶν ἐν τῇ γενο‐ μένῃ χαλάστρᾳ, αὐτός τε καὶ πάντες οἱ λογάδες σχεδόν, καὶ ἐκομί‐ | |
5 | σατο τὸν τοῦ μαρτυρίου στέφανον μὴ θελήσας προδοῦναι τοῖς ἀνόμοις τὰ βασίλεια, μήτε μὴν θελήσας τὸν κίνδυνον διαφυγεῖν δυνατοῦ ὄντος. φεῦ, φεῦ, καὶ ἀπώλετο σὺν ἅμα τῇ πατρίδι καὶ κατεδαφίστη ἐκ βάθρων εἰς τάχος καὶ 〈οἱ〉 οἰκήτορες ταύτης διεσκορπίσθησαν ἐν διαφόρες πόλεις καὶ χῶρες. γέγονε δὲ τοῦτο τὸ ὀλέθριον κακὸν διὰ συνδρομῆς τινων οἰκητόρων τῆσδε τῆς πόλεως. | |
10 | τόση τι δὲ γέγονεν ἡ φθορὰ καὶ ἡ κατάλυσις τῶν ἐνοικούντων ταύτην Χριστια‐ | |
νῶν, οἵα γέγονεν ἔκπαλαι ἐπὶ Ναβουχοδονόσωρ ἐν τῇ Ἱερουσαλὴμ πόλει. | 155 |