TLG 3168 002 :: Pseudo–CODINUS :: De officiis (= officia palatii Constantinopoleos) (e codd Vat. gr. 162 + 975) Pseudo–CODINUS Hist. De officiis (= officia palatii Constantinopoleos) (e codd Vat. gr. 162 + 975) Citation: Page — (line) | ||
130(t) | Πίναξ | |
15 | Περὶ τῆς τάξεως τῶν—ἀξιωμάτων καὶ ὀφφικίων τοῦ παλατίου ἤτοι τῆς συγκλήτου· Περὶ τῶν φορεμάτων ἑκάστου τῶν ἀξιωμάτων· Περὶ τῆς ὑπηρεσίας ἑκάστου τῶν ὀφφικίων· Περὶ τῆς τῶν δεσποτικῶν ἑορτῶν τάξεως καὶ τῶν κατ’ αὐτὰς τελουμένων | |
---|---|---|
20 | ἐθίμων, ἐν οἷς διαλαμβάνονται καὶ τὰ περὶ τῆς τοῦ μεγάλου δομεστίκου ὑπηρεσίας, τῆς ἐπὶ τῷ δείπνῳ καὶ τῇ παραστάσει τοῦ βασιλέως, καὶ τοῦ πρωτο‐ βεστιαρίου, τοῦ τε πιγκέρνη, τοῦ δομεστίκου τῆς τραπέζης καὶ τοῦ ἐπὶ τῆς | |
τραπέζης· | 130 | |
131(18) | Περὶ διαφόρων ἑορτῶν ἐν αἷς ἀπέρχεται ὁ βασιλεὺς εἰ ἐνδημῶν τῇ Κωνσταντινουπόλει εὑρίσκεται· | |
20 | Περὶ τῆς ἐν τῷ φωσσάτῳ τοῦ μεγάλου δομεστίκου ὑπηρεσίας τοῦ τε μεγάλου δρουγγαρίου τῆς βίγλης, τοῦ ἐπὶ στρατοῦ καὶ τοῦ μεγάλου ἀδνουμιαστοῦ. Περὶ στεφηφορίας βασιλέως· Περὶ προβλήσεως δεσπότου· Περὶ προβλήσεως σεβαστοκράτορος καὶ καίσαρος· | |
25 | Περὶ προβλήσεως πατριαρχῶν καὶ ἀρχιεπισκόπων· | |
Περὶ πενθίμων βασιλικῶν φορεμάτων· | 131 | |
132(2) | Περὶ μελλονύμφης δεσποίνης· Περὶ τῶν βασιλέων τῶν βασιλευσάντων τῇ Κωνσταντινουπόλει μέχρι καὶ αὐτῆς τῆς παρὰ τῶν Ἀγαρηνῶν γενομένης ἁλώσεως· | |
5 | Περὶ τῶν πατριαρχῶν τῆς αὐτῆς Κωνσταντινουπόλεως διὰ στίχων ἰαμβικῶν. Ἰστέον ὅτι τὰ χρυσοκόκκινα σκιάδια φοροῦσιν οἱ ἀπὸ τοῦ πανυπερσεβάστου μέχρι τοῦ μεγάλου στρατοπεδάρχου· τὰ δὲ συρματηρά, οἱ ἀπὸ τοῦ μεγάλου πριμμικηρίου μέχρι τοῦ παρακοιμωμένου τῆς σφενδόνης· τὰ δὲ κλαπωτά, οἱ ἀπὸ τοῦ πρωτοβεστιαρίτου μέχρι τέλους. Ὁ γὰρ λογοθέτης τῶν ἀγελῶν, εἰ καὶ | |
10 | μεταξὺ τοῦ τῆς σφενδόνης καὶ τοῦ πρωτοβεστιαρίτου εὑρίσκεται, ἀλλ’ οὖν μήτε συρματερόν, μήτε κλαπωτὸν σκιάδιον φέρει, ἀλλὰ διὰ βλατίου ἄσπρου μετὰ μαργελλίων. Τὰ δὲ σκαράνικα φοροῦσιν οἱ ἀπ’ ἀρχῆς μέχρι τοῦ λογοθέτου | |
τῶν ἀγελῶν· τὰ δὲ κόκκινα οἱ ἀπὸ τοῦ ἀκολούθου μέχρι τέλους. | 132 | |
133(9t) | Περὶ τῆς τάξεως τῶν ἀξιωμάτων τοῦ παλατίου. | |
10 | Δεσπότης· σημείωσαι ὅτι οἱ τοῦ βασιλέως υἱοὶ οἱ δεσπόται προΐστανται τῶν ἀδελφῶν καὶ τῶν γαμβρῶν τοῦ βασιλέως, δεσπότων καὶ αὐτῶν ὄντων. B7 Σεβαστοκράτωρ· ἰστέον ὅτι μέχρι τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ τὸ τοῦ σεβαστοκράτορος ἀξίωμα οὐκ ἦν, ἀλλ’ εὐθὺς μετὰ τὸν βασιλέα πρῶτον πάντων ἦν τὸ τοῦ καίσαρος. Οὗτος δὲ ἐπεὶ τὸν Μελισσηνὸν Νικηφόρον τῷ τοῦ | |
15 | καίσαρος ἀξιώματι προφθάσας τετίμηκε, ἦν δ’ αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ πρῶτος κατὰ χρόνον, ὁ Κομνηνὸς Ἰσαάκιος, ἐχρῆν δὲ τοῦτον μείζονι τιμηθῆναι ἀξιώματι, ἕτερον δ’ ἀξίωμα οὐκ ἦν, ὡς ἔφθημεν εἰπόντες, πλὴν τοῦ καίσαρος, ὠνοματοποίησε νέον ἀξίωμα, συνθεὶς αὐτὸ ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκρά‐ τορος, ἐφηρμόσατο τἀδελφῷ, τὸ σεβαστοκράτωρ δηλαδή, δεύτερον οἱονεὶ | |
20 | βασιλέα τοῦτον πεποιηκώς, καὶ ὑπεβίβασε τούτου τὸν καίσαρα καὶ τρίτον ἐν ταῖς εὐφημίαις τοῦτον δὴ τὸν καίσαρα, μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν | |
ἀναγορεύεσθαι ἀπηριθμήσατο. | 133 | |
134(19) | Καίσαρ, | |
20 | Μέγας δομέστικος, Πανυπερσέβαστος· καὶ τοῦτο δὲ τὸ ἀξίωμα μὴ ὄν, ὁ αὐτὸς βασιλεὺς Ἀλέξιος πρῶτος ἐπινενόηκε. Θέλων γὰρ ὡσαύτως τιμῆσαι καὶ τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ μὴ δυνάμενος ἕτερόν τι ἀξίωμα ὑπὲρ τὸ τοῦ καίσαρος ἀναβιβάσαι, ὠνοματοποίησε καὶ συντέθεικε καὶ ἕτερον | |
25 | νέον ἀξίωμα ὑπὲρ τὸ τοῦ καίσαρος ἢ τὸ τοῦ πανυπερσεβάστου, ᾧ καὶ τετίμηκε | 134 |
135(11) | τὸν εἰρημένον Ταρωνίτην καὶ ἐποίησεν αὐτὸν ἰσοστάσιον καὶ σύνθρονον τῷ καίσαρι, μήτε ὑποβιβάσας αὐτὸν τούτου, μήτε ἀναβιβάσας. Ὃ καὶ μέχρι τινὸς οὕτως ἐπικρατῆσαν ὕστερον ὑπεβιβάσθη καὶ τοῦτο ὑπὸ τὸν καίσαρα, καὶ ἐπεκράτησεν οὕτως μέχρι τῆς βασιλείας τοῦ δευτέρου Ἀνδρονίκου τοῦ Παλαιο‐ | |
15 | λόγου. Οὗτος γὰρ δὴ καὶ ὁ βασιλεὺς ὁ πάππος αὐτοῦ τιμήσας τὸν Καντακουζηνὸν Ἰωάννην, ὃς B8 ἐγεγόνει καὶ βασιλεὺς ὕστερον, μέγαν δομέστικον, πρῶτον μὲν ἰσοστάσιον τῷ πανυπερσεβάστῳ τοῦτον ἐποίησεν, ὕστερον δὲ μετὰ τὸν θάνατον τοῦ πάππου αὐτοῦ ὑπεβίβασε τὸ ἀξίωμα τοῦ πανυπερσεβάστου, καὶ | |
20 | ἔταξεν αὐτὸ εἶναι ὑπὸ τὸν μέγαν δομέστικον, ἀναβιβάσας τὸ τοῦ μεγάλου δομεστίκου ἀξίωμα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι παρεχρήσατο τῇ τοῦ σεβαστοῦ ἀξίᾳ ὁ Κομνηνὸς Ἀλέξιος τῇ συνθέσει τῶν ὀνομάτων τούτων. Σεβαστοὶ γὰρ ἀνέκαθεν ἐπιθετικῶς οἱ βασιλεῖς ὠνομάζοντο, καὶ ἦν ἐξιδιαζόντος εἰς βασιλέα λεγόμενον τὸ τοῦ σεβαστοῦ ὄνομα· αὐτὸς δὲ εἰς τὸ κοινότερον πρῶτος κατήνεγκε | |
25 | τὴν τοιαύτην ἀξίαν. Ἔξεστι δὲ καὶ τοῖς βασιλεῦσι καινοτομεῖν καὶ πράγματα καὶ ὀνόματα ἀκωλύτως, καὶ ἀναβιβάζειν ὡς βούλοιντο. Πρωτοβεστιάριος· σημειωτέον δ’ ἔτι καὶ τοῦτο, ὅτι ὁ βασιλεὺς Μιχαὴλ τῶν Παλαιολόγων ὁ πρῶτος, ἀπὸ τοῦ πρωτοσεβάστου τὰ πράσινα φορέματα | |
ἀφελών, ὅ ἐστιν ἀξίωμα ιγʹ, ἐφόρεσε ταῦτα εἰς τὸν ἀνεψιὸν αὐτοῦ Μιχαὴλ τὸν | 135 | |
136(16) | Ταρχανειώτην τιμήσας πρωτοβεστιάριον· ὃν καὶ ὑπερέχοντα πάντων, τοῦ τε μεγάλου δομεστίκου καὶ τοῦ πανυπερσεβάστου, ἐποίησε δηλαδὴ μετὰ τὸν καίσαρα. Ὑπεβίβασε δὲ πάλιν τοῦτο ὁ βασιλεὺς Ἀνδρόνικος τῶν Παλαιολόγων ὁ δεύτερος ὅτε τὸν Καντακουζηνὸν Ἰωάννην, ὡς ἀνωτέρω προλέλεκται, ἐτίμησε | |
20 | μέγαν δομέστικον· ἀνεβίβασε γὰρ αὐτὸν τοῦ τε πάππου καὶ βασιλέως ἀνεψιῶν, ἑαυτοῦ δὲ θείων, τῶν ἑτέρων τε πάντων, καὶ αὐτοῦ δὴ τοῦ πανυπερσεβάστου καὶ τοῦ πρωτοβεστιαρίου. B9 Ἐντεῦθεν οὖν ἡ τῶν ὀφφικίων τάξις ἐπεκράτησεν οὕτως, τὸ τὸν μέγαν δηλαδὴ δομέστικον μετὰ τὸν καίσαρα εἶναι ἀρχήν, εἶτα | |
τὸν πανυπερσέβαστον, καὶ καθεξῆς τοὺς λοιπούς. | 136 | |
137(24) | Μέγας δούξ, | |
25 | Πρωτοστράτωρ, Μέγας στρατοπεδάρχης, Μέγας πριμμικήριος, | |
27 | —————————— | 137 |