TLG 3168 001 :: Pseudo–CODINUS :: De officiis (= officia palatii Constantinopoleos)

Pseudo–CODINUS Hist.
(Constantinopolitanus: A.D. 10/15)

De officiis (= officia palatii Constantinopoleos)

Source: Verpeaux, J. (ed.), Pseudo–Kodinos. Traité des offices [Le monde byzantin 1] Paris: Centre National de la Recherche Scientifique, 1966: 130–287.

Citation: Page — (line)

130

αʹ—Περὶ τῆς τάξεως τῶν τε ἀξιω‐ μάτων καὶ ὀφφικίων· βʹ—Περὶ τῶν φορεμάτων ἑκάστου τῶν τε ἀξιωμάτων καὶ ὀφφικίων·
5γʹ—Περὶ τῆς ὑπηρεσίας ἑκάστου τῶν ὀφφικίων· δʹ—Περὶ τῆς τῶν δεσποτικῶν ἑορτῶν τάξεως καὶ τῶν κατ’ αὐτὰς τελουμένων ἐθίμων, ἐν αἷς δια‐
10λαμβάνεται καὶ περὶ τῆς τοῦ μεγάλου δομεστίκου ὑπηρεσίας, τοῦ τε πιγκέρνη, τοῦ δομεστίκου τῆς
τραπέζης καὶ τοῦ ἐπὶ τῆς τραπέζης.130

131

εʹ—Περὶ ἑτέρων διαφόρων ἑορτῶν ἐν αἷς ἀπέρχεται ὁ βασιλεὺς εἰ ἐνδημῶν τῇ Κωνσταντινουπόλει εὑρίσκεται·
5ϛʹ—Περὶ τῆς ἐν τῷ φωσσάτῳ τοῦ μεγάλου δομεστίκου ὑπηρεσίας τοῦ τε μεγάλου δρουγγαρίου τῆς βίγλης, τοῦ ἐπὶ τοῦ στρατοῦ καὶ τοῦ μεγάλου ἀδνουμιαστοῦ·
10ζʹ—Περὶ στεφηφορίας βασιλέως· ηʹ—Περὶ προβλήσεως δεσπότου· θʹ—Περὶ προβλήσεως σεβαστο‐ κράτορος καὶ καίσαρος· ιʹ—Περὶ προβλήσεως πατριαρχῶν
15καὶ ἀρχιερισκόπων· ιαʹ—Περὶ πενθίμων βασιλικῶν
φορεμάτων·131

132

ιβʹ—Περὶ μελλονύμφης δεσποίνης.132

133

(1t)

Αʹ
1tΠερὶ τῆς τάξεως τῶν τε
2tἀξιωμάτων καὶ ὀφφικίων.
3 Οἱ τοῦ βασιλέως υἱοὶ οἱ δεσπόται προΐστανται τῶν ἀδελφῶν καὶ τῶν
5γαμβρῶν τοῦ βασιλέως, δεσποτῶν καὶ αὐτῶν ὄντων. Δεσπότης,
Σεβαστοκράτωρ,133

134

Καίσαρ, Πρωτοβεστιάριος. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῶν Παλαιολόγων ὁ πρῶτος, ἀπὸ τοῦ
5πρωτοσεβάστου τὰ πράσινα φορέ‐ ματα ἀφελών, ἐφόρεσε ταῦτα τὸν ἀνεψιὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρ‐ χανειώτην, τιμήσας πρωτοβεστιά‐ ριον.
10 Μέγας δούξ, Μέγας δομέστικος. Ὁ δὲ βασιλεὺς Ἀνδρόνικος τῶν Παλαιολόγων ὁ πρῶτος, ἐπάρας ἅπερ ἀρχῆθεν ἐφόρει ὁ ἔπαρχος
15κίτρινα, ἐφόρεσε ταῦτα Ἰωάννην τὸν Παλαιολόγον τὸν ἀνεψιὸν αὐτοῦ, τὸν τοῦ Πορφυρογεννήτου
υἱόν, ποιήσας πανυπερσέβαστον,134

135

τῶν ἀνεψιῶν αὐτοῦ ὑπερέχοντα πάντων, ἔτι γε μὴν καὶ τοῦ πρωτο‐ βεστιαρίου, τοῦ μεγάλου δουκός, τοῦ μεγάλου δομεστίκου καὶ τῶν
5λοιπῶν. Ὁ δέ γε βασιλεὺς Ἀνδρόνικος ὁ δεύτερος καὶ οὗτος δὴ ὁ βασιλεὺς ὁ πάππος αὐτοῦ ἐποίησαν τὸν μέγαν δομέστικον τὸν Καντακου‐
10ζηνὸν Ἰωάννην, ὃς ἐγεγόνει καὶ135

136

βασιλεύς, ἰσοστάσιον τῷ πανυ‐ περσεβάστῳ. Ἔπειτα οὗτος δὴ ὁ βασιλεὺς Ἀνδρόνικος, μετὰ τὸν τοῦ βασιλέως θάνατον τοῦ πάππου
5αὐτοῦ, τιμήσας τοῦτον δὴ τὸν μέγαν δομέστικον τὸν Καντακου‐ ζηνὸν ὑπερέχοντα πάντων ἐποίησε, τῶν μὲν τοῦ πάππου καὶ βασιλέως ἀνεψιῶν, ἑαυτοῦ δὲ θείων, τῶν
10ἑτέρων τε πάντων, καὶ αὐτοῦ δὴ τοῦ πανυπερσεβάστου καὶ τοῦ πρω‐ τοβεστιαρίου· ἦν οὖν οὗτος ἐντεῦθεν ὁ μέγας δηλαδὴ δομέστι‐ κος, μετὰ τὸν καίσαρα, ἀρχή, καὶ
15καθεξῆς οἱ λοιποί.136

137

Πανυπερσέβαστος, Πρωτοβεστιάριος, Μέγας δούξ, Πρωτοστράτωρ,
5Μέγας στρατοπεδάρχης, Μέγας πριμμικήριος, Μέγας κονοσταῦλος, Μέγας λογοθέτης, Πρωτοσέβαστος,
10Πιγκέρνης, Κουροπαλάτης, Παρακοιμώμενος τῆς σφενδόνης, Παρακοιμώμενος τοῦ κοιτῶνος, Λογοθέτης τοῦ γενικοῦ· τὸν
15οὖν Μετοχίτην Θεόδωρον, λογοθέ‐ την ὄντα τοῦ γενικοῦ, ὁ βασιλεὺς Ἀνδρόνικος τῶν Παλαιολόγων ὁ πρῶτος τιμήσας μέγαν λογοθέτην πεποίηκεν· ὃς καὶ ἦν μὲν ὑπερέ‐
20χων τοῦ μεγάλου στρατοπεδάρχου, ὑπὸ τὸ πρωτοστράτορα δέ. Μετὰ δὲ τὸν τοῦ κοιτῶνος παρα‐
κοιμώμενον πρωτοβεστιαρίτης,137

138

Δομέστικος τῆς τραπέζης, Ἐπὶ τῆς τραπέζης, Μέγας παπίας, Ἔπαρχος,
5Μέγας δρουγγάριος τῆς βίγλης, Μέγας ἑταιρειάρχης, Μέγας χαρτουλλάριος, Λογοθέτης τοῦ δρόμου, Πρωτασηκρῆτις,
10Ἐπὶ τοῦ στρατοῦ, Μυστικός, Δομέστικος τῶν σχολῶν, Μέγας δρουγγάριος τοῦ στόλου, Πριμμικήριος τῆς αὐλῆς,
15Πρωτοσπαθάριος, Μέγας ἄρχων, Τατᾶς τῆς αὐλῆς, Μέγας τζαούσιος, Πραίτωρ τοῦ δήμου,
20Λογοθέτης τῶν οἰκειακῶν, Μέγας λογαριαστής, Πρωτοκυνηγός, Σκουτέριος, Ἀμηράλιος,
25Ἐπὶ τῶν δεήσεων, Κοιαίστωρ, Μέγας ἀδνουμιαστής, Λογοθέτης τοῦ στρατιωτικοῦ, Πρωτοϊερακάριος,
30Λογοθέτης τῶν ἀγελῶν, Μέγας διερμηνευτής, Ἀκόλουθος, Κριτὴς τοῦ φωσσάτου, Ἄρχων τοῦ ἀλλαγίου,
35Πρωταλλαγάτωρ,
Μέγας διοικητής,138

139

Ὀρφανοτρόφος, Πρωτονοτάριος, Ἐπὶ τῶν ἀναμνήσεων, Δομέστικος τῶν τειχέων,
5Προκαθήμενος τοῦ κοιτῶνος, Προκαθήμενος τοῦ βεστιαρίου, Βεστιαρίου, Ἑταιρειάρχης, Λογαριαστὴς τῆς αὐλῆς,
10 Στρατοπεδάρχης τῶν μονοκα‐ βάλλων, Στρατοπεδάρχης τῶν τζαγγρα‐ τόρων, Στρατοπεδάρχης τῶν μουρτά‐
15των, Στρατοπεδάρχης τῶν τζακώνων, Προκαθήμενος τῶν μεγάλων παλατίων, Προκαθήμενος τῶν Βλαχερνῶν
20παλατίων, Δομέστικος τῶν θεμάτων, Δομέστικος τῶν ἀνατολικῶν θεμάτων, Δομέστικος τῶν δυσικῶν θεμά‐
25των, Μέγας μυρταΐτης, Πρωτοκόμης, Παπίας, Δρουγγάριος,
30Σεβαστός, Μυρταΐτης, Εἰσὶ καὶ προκαθήμενοι πόλεων,
κατ’ ἀξίαν ἑκάστης αὐτῶν.139

140

Ἐπὶ τοῦ κανικλείου ἦν ὁ συμ‐ πένθερος τοῦ βασιλέως ὁ Χοῦμνος καὶ οὔτε εἰς παράστασιν ἐστάθη ποτέ, οὔτε εἰς ἀσπασμὸν παρεγέ‐
5νετο· διὸ καὶ ἦν ὁ τόπος αὐτοῦ ἀνεπίγνωστος. Κατεῖχε δὲ δικανί‐ κιον ξύλον λεῖον. Ὡσαύτως καὶ ὁ τοῦ μεγάλου
βαϊούλου τόπος ἀνεπίγνωστος ἦν.140

141

(1t)

Βʹ
1tΠερὶ τῶν φορεμάτων ἑκάστου τῶν
2tτε ἀξιωμάτων καὶ ὀφφικίων.
3Τὸ σκιάδιον τοῦ δεσπότου ὁλο‐
μάργαρον, ὁ ἀὴρ αὐτοῦ ἔχει ὀνόμα‐141

142

τα τοῦ φοροῦντος αὐτὸ χρυσοκλα‐
δαρικὰ συρματέϊνα. Τὰ σεῖα οἷα142

143

καὶ τὰ βασιλικά, πλὴν τοῦ κόμπου καὶ τῶν φοινικίων. Τὸ κόκκινον ῥοῦχον αὐτοῦ, ὥσπερ καὶ τὸ βασιλικόν, μετὰ ῥιζῶν, ἄνευ τῶν
5στρατηλατικίων. Τὸ ταμπάριον αὐτοῦ κόκκινον μετὰ μαργελλίων.
Αἱ κάλτζαι κόκκιναι. Τὰ δ’ ὑπο‐143

144

δήματα αὐτοῦ διβολέα, χρώματος ὀξέος καὶ λευκοῦ, ἔχοντα ἀετοὺς μαργαριταρεΐνους ἐκ πλαγίων τε καὶ ἐπὶ τῶν ταρσῶν, ἤτοι ἐπάνω
5τῶν τῶν ὑποδημάτων μουζακίων. Τὰ σίδηρα τῶν πτερνιστηρίων αὐτοῦ οἷα καὶ τὰ βασιλικά, τὰ δὲ πτερνιστηρόλωρα διβολέα. Ἡ σέλλα τοῦ ἀλόγου αὐτοῦ διβολέα
10ὡσαύτως, μετὰ ἀετῶν μαργαρι‐ ταρεΐνων ἔμπροσθέν τε καὶ ὄπισθεν καὶ εἰς τὰ τέσσαρα μέρη τῶν ἱδρομαχίων· ἔχουσα καὶ μαργέλ‐
λιον ἔμπροσθεν καὶ ὄπισθεν, ὡς144

145

καὶ ἡ βασιλική. Οὐ μὴν καὶ μετὰ μαργάρων τὸ κοπριτούριον διβο‐ λέον. Αἱ δὲ σκάλαι οἷαι καὶ αἱ βασιλικαί. Ἐπὶ τοῦ μετώπου τῆς
5κεφαλαρέας τοῦ χαλιναρίου, διβο‐ λέας καὶ αὐτῆς οὔσης, ἀπηώρηται φοῦντα μετὰ φοινικίων, οἷα καὶ ἐπὶ τοῦ βασιλικοῦ, οὐ μὴν δὲ καὶ κόμπωσι. Τὸ δὲ τῆς σέλλας ἐπα‐
10νωσκέπιον ἄσπρος κάμπος μετὰ ἀετῶν κοκκίνων μικρῶν. Ὡσαύτως καὶ ἡ τέντα αὐτοῦ ἄσπρη, ἀετό‐ πουλα γέμουσα κόκκινα. Πεζεύει δὲ ὁ δεσπότης ἐν ᾧ ἂν τόπῳ
15προστάξοι τοῦτον ὁ βασιλεύς. Ἐπὶ κεφαλῆς ἔτι νέος μὲν ὢν ὁ δεσπό‐ της φορεῖ ἐν τῷ παλατίῳ οὐδέν, ἀλλ’ ἔνι οὕτως ἀσκεπής. Ὅταν δὲ καβαλλικεύῃ, φορεῖ οἷον προεί‐
20πομεν σκιάδιον. Εἰς ἐφήβου δὲ χρόνον καταντήσας φορεῖ καὶ ἐν τῷ παλατίῳ τὸ δηλωθὲν σκιά‐ διον. Κατὰ δὲ τὰς ἑορτὰς σκαρά‐
νικον χρυσοχοϊκόν, λιθάρια καὶ145

146

μαργαριτάρια ἔχον οὕτω λεγόμενα περίχυτα. Τὸ δὲ καββάδιον αὐτοῦ ὀξὺ ἢ κόκκινον, μαργαριταρέϊνον, οἷον ἂν ἐκ τούτων ὀρέγοιτο καὶ
5ἀποδέχοιτο.146

147

Τὸ τοῦ σεβαστοκράτορος σκα‐ ράνικον καὶ τὸ τοῦ καίσαρος ἐπὶ τῶν ἑορτῶν ζητεῖται. Τὰ σκιάδια τῶν γαμβρῶν τοῦ
5βασιλέως, δεσποτῶν ὄντων, χρυ‐ σοκόκκινα, συρματέϊνα, ἔχοντα σταυροὺς μαργαριταρεΐνους καὶ γύρους. Τὸ τοῦ σεβαστοκράτορος σκιά‐
10διον χρυσοκόκκινον, συρματέϊνον. Ὁ ἀὴρ καὶ τὰ σεῖα οἷα καὶ τὰ τοῦ δεσπότου. Τὸ κόκκινον ῥοῦχον αὐτοῦ οἷον μὲν καὶ αὐτὸ τὸ τοῦ δεσπότου, ἄνευ δὲ ῥιζῶν. Τὸ
15ταμπάριον αὐτοῦ τὸ μὲν παλαιὸν ζητεῖται, πλὴν αἱ κάλτζαι ἠερά‐ νεαι. Ὁ δὲ βασιλεὺς ὁ Καντα‐ κουζηνὸς τοὺς γυναικαδέλφους αὐτοῦ Ἰωάννην καὶ Μανουὴλ τοὺς
20Ἀσανίους τιμήσας σεβαστοκράτο‐147

148

ρας δέδωκε φορεῖν αὐτοὺς ταμπά‐ ρια καὶ κάλτζας οἷα καὶ οἱ δεσπόται. Τὰ ὑποδήματα αὐτοῦ ἠεράνεα, ἔχοντα ἀετοὺς συρμα‐
5τεΐνους εἰς ἀέρα κόκκινον, ἐφ’ ὧν εἴρηται τόπων τῶν τοῦ δεσπότου. Ὁμοίως ἥ τε σέλλα καὶ τὸ κοπριτούριον ἠεράνεα· αἱ σκάλαι οἷαι καὶ αἱ τοῦ δεσπότου· τὸ τῆς
10σέλλας ἐπανωσκέπιον ἠεράνεον καὶ αὐτό, μετὰ ἀετῶν κοκκίνων τεσσά‐ ρων. Ἡ τέντα αὐτοῦ ἄσπρη ἔχουσα χαρτάρια κατὰ ῥαφὴν ἠεράνεα. Πεζεύει δὲ καὶ οὗτος
15ἐν τῇ τοῦ παλατίου αὐλῇ εἰς τὸ τετράστυλον· λέγω δὲ τοῦτο διὰ τὸ τοῦ τόπου γνώρισμα. Τοῦ βασιλέως δ’ ἐν ἄλλῳ τόπῳ εὑρι‐ σκομένου πεζεύει κατ’ ἀναλογίαν
20κἀκεῖσε τοῦ τόπου τοῦ τετρα‐ στύλου. Τὸ τοῦ καίσαρος σκιάδιον
συρματέϊνον, χρυσοκόκκινον, οἷον148

149

τὸ τοῦ σεβαστοκράτορος. Ὁ ἀὴρ καὶ τὰ σεῖα οἷα τὰ αὐτοῦ. Καὶ τὸ ῥοῦχον ὡσαύτως οἷον τὸ ἐκείνου. Τὸ δὲ ταμπάριον καὶ τούτου
5ζητεῖται. Αἱ κάλτζαι καὶ τὰ ὑπο‐ δήματα ἠεράνεα. Ὁμοίως καὶ ἡ σέλλα τά τε τοῦ κοπριτουρίου καὶ τοῦ ἐπανωσκεπίου καὶ ἡ τέντα αὐτοῦ οἷα καὶ ἡ τοῦ σεβαστοκρά‐
10τορος, μετὰ χαρταρίων ἠερανέων, ἄνευ ἀετῶν. Πεζεύει δὲ καὶ οὗτος ἐντὸς τῆς τοῦ παλατίου αὐλῆς πλησίον οὗ ὁ σεβαστοκράτωρ πεζεύει.
15 Τὸν μέντοι δεσπότην ἔμπροσθεν τοῦ βασιλέως καλοῦσιν οὕτως ἁπλῶς «δέσποτά μου», καὶ «ἡ
βασιλεία σου»· τὸν δὲ σεβασ‐149

150

τοκράτορα, «δέσποτά μου σεβασ‐ τόκρατορ», καὶ «ἡ βασιλεία σου»· τὸν καίσαρα δὲ καὶ τοῦτον, «δέσποτά μου καίσαρ», καὶ «ἡ
5βασιλεία σου», ὥσπερ καὶ τὸν σεβαστοκράτορα. Εἰδέναι δὲ δεῖ ὅτι εἰ δεήσει ἀνε‐ νέγκαι τινὰ τῶν ἀρχόντων τῷ βασιλεῖ τι ὥστε καὶ τοῦ ὀνόματος
10τοῦ δεσπότου μνησθῆναι, «ὁ αὐθεντόπουλός μου» λέγει «ὁ υἱός σου ὁ δεσπότης». Εἰ δὲ πρὸς ἀλλήλους ἄρχοντες ὁμιλοῦντες μνημονεύουσι τούτου, «ὁ αὐθεντό‐
15πουλός μας» λέγουσιν «ὁ δεσπό‐ της». Ἂν δὲ ἄρχων πάλιν μετὰ ἀνθρώπου τοῦ δεσπότου ὁμιλῇ, εἰ μὲν βούλοιτο, λέγει «ὁ αὐθεν‐ τόπουλός μου ὁ δεσπότης·» εἰ δὲ
20καὶ «ὁ αὐθέντης μας» εἴποι «ὁ δεσπότης» διὰ πλείονα τιμήν, οὐ κωλύεται. Ἂν δὲ πάλιν ἄνθρωπος τοῦ δεσπότου δεήσῃ ἀνενεγκεῖν τῷ βασιλεῖ ὥστε καὶ τοῦ ὀνόματος
25τοῦ αὐθέντου αὐτοῦ μνησθῆναι, οὐχ «ὁ αὐθεντόπουλός μου» λέγει ἢ
«ὁ αὐθέντης μου ὁ υἱός σου»,150

151

ἀλλ’ «ὁ κύριός μου ὁ υἱός σου ὁ δεσπότης»· καίτοι γε ταυτο‐ δύναμόν ἐστιν «ὁ κύριός μου» εἰπεῖν καὶ «ὁ αὐθέντης μου»,
5ἀλλ’ οὕτως ἐπεκράτησεν. Οὐδὲ γὰρ τῷ δεσπότῃ λέγει τις, εἰ δεήσει, «κύριέ μου», καίτοι γε ταυτο‐ δυνάμου ὄντος, ὡς εἴπομεν, ἀλλὰ «δέσποτά μου»· ἄρχοντι δὲ
10λέγει «κύριέ μου». Τὸ σκιάδιον τοῦ μεγάλου δομεσ‐ τίκου χρυσοκόκκινον, κλαπωτόν, μετὰ ἀέρος χρυσοκοκκίνου κλα‐ πωτοῦ καὶ αὐτοῦ. Τὰ σεῖα χρυσο‐
15κόκκινα, οἷα καὶ ὁ ἀήρ. Τὸ δικανί‐ κιον αὐτοῦ μετὰ κόμπων ἰνοκοπη‐ τῶν. Ὁ μὲν ἐπάνω κόνδυλος χρυσοῦς, λεῖος· ὁ μετ’ αὐτὸν χρυσοῦς μὲν καὶ αὐτός, ἐντετυ‐
20λιγμένος δὲ διὰ σχοινοπλοκίου ἀργυροῦ· ὁ μετ’ αὐτὸν τρίτος χρυσοῦς λεῖος κατὰ τὸν πρῶτον, ὁ δὲ τέταρτος κατὰ τὸν δεύτερον ἐντετυλιγμένος σχοινοπλοκίῳ ἀρ‐
25γυρῷ καὶ καθεξῆς ὁμοίως τοῖς151

152

ῥηθεῖσι. Τὸ σκαράνικον αὐτοῦ χρυσοκόκκινον, συρματέϊνον, ἔχον ἔμπροσθέν τε καὶ ὄπισθεν εἰκονι‐ κῶς τὸν βασιλέα ἰνοκοπητὸν ἱστά‐
5μενον ἐστεμμένον, ἐκ δεξιῶν μέντοι ἄγγελον ἕνα, καὶ ἕτερον ἐξ ἀρισ‐ τερῶν, περικυκλουμένους διὰ μαρ‐ γάρων, ἔτι τε καὶ τὴν τοῦ βασιλέως εἰκόνα. Ἔχει δὲ τὸ σκαράνικον
10γύρωθεν ἐπὶ τοῦ μετώπου σειρὰν μαργαριταρεΐνην. Τὸ καββάδιον αὐτοῦ διβολέον, μετὰ μαργελλίων συρματεΐνων. Αὐτὰ δὴ ταῦτα, τό τε σκιάδιον δηλαδὴ καὶ τὰ φορέ‐
15ματα, ἐφόρουν καὶ οἱ τοῦ βασιλέως τοῦ πρώτου Ἀνδρονίκου ἀνεψιοί, ὅ τε πανυπερσέβαστος, ὁ πρωτο‐ βεστιάριος καὶ οἱ ἕτεροι· ἅτινα ἐδόθησαν καὶ τῷ Καντακουζηνῷ
20Ἰωάννῃ παρὰ τῶν δύο βασιλέων, ὅτε μέγας δομέστικος ἐγεγόνει. Τὰ ὑποδήματα τοῦ πανυπερσε‐ βάστου κίτρινα· ὡσαύτως καὶ ἡ σέλλα, ἔχουσα ἔμπροσθέν τε καὶ
25ὄπισθεν μαργέλλιον κλαπωτόν. Καὶ152

153

τὸ ταμπάριον αὐτοῦ κίτρινον μετὰ μαργελλίων. Τὸ δικανίκιον τοῦ πρωτοβεσ‐ τιαρίου χρυσοπράσινον, χρυσοχοϊ‐
5κόν, ὑπὸ ὑελίου. Τὰ ὑποδήματα αὐτοῦ πράσινα· ἔτι τε καὶ ἡ σέλλα ἔχουσα καὶ αὐτὴ μαργέλλιον, ὡς καὶ ἡ τοῦ πανυπερσεβάστου. Καὶ τὸ ταμπάριον αὐτοῦ πράσινον μετὰ
10μαργελλίων. Τὸ σκιάδιον τοῦ μεγάλου δουκὸς χρυσοκόκκινον, κλαπωτόν, ἄνευ ἀέρος. Τὸ σκαράνικον αὐτοῦ χρυσο‐ κόκκινον, συρματέϊνον, ἔχον καὶ
15αὐτὸ ἔμπροσθεν μὲν εἰκονικῶς τὸν βασιλέα ἱστάμενον ἰνοκοπητόν, ὄπισθεν δὲ καθήμενον ἐπὶ θρόνου.
Τὸ καββάδιον αὐτοῦ βλάτιον οἷον153

154

ἂν βούλοιτο ἀπὸ τῶν συνήθων. Τὸ δὲ δικανίκιον αὐτοῦ ἔχει μὲν κόμπους χρυσοῦς ἐγκοπτούς, καὶ κονδύλους ὡσαύτως χρυσοῦς, κε‐
5κλωσμένους δὲ διὰ σχοινοπλοκίου ἀργυροῦ ὡς τοὺς τοῦ δικανικίου τοῦ μεγάλου δομεστίκου. Τὸ τοῦ πρωτοστράτορος σκιά‐ διον τό τε σκαράνικον καὶ τὸ
10καββάδιον αὐτοῦ ὅμοια τοῖς τοῦ μεγάλου δουκός. Τοῦ δὲ δικανικίου αὐτοῦ οἱ κόμποι, ὁ μὲν ἐπάνω χρυσοῦς, οἱ ἐφεξῆς ἀργυροῖ· οἱ κόνδυλοι δὲ χρυσοῖ.
15 Τὰ τοῦ μεγάλου λογοθέτου φορέ‐ ματα, ἤτοι τό τε σκιάδιον, τὸ καβ‐ βάδιον καὶ τὸ σκαράνικον, οἷα τὰ τοῦ πρωτοστράτορος· οὐδὲν δὲ φέρει δικανίκιον.
20 Καὶ τὰ τοῦ μεγάλου στρατο‐ πεδάρχου, ἤως τὸ σκιάδιον, τὸ καββάδιον καὶ τὸ σκαράνικον, οἷα τὰ τοῦ πρωτοστράτορος καὶ τοῦ μεγάλου λογοθέτου. Τοῦ μέντοι
25δικανικίου αὐτοῦ οἱ κόνδυλοι πάν‐ τες ἀργυροῖ ἄνευ τοῦ πρώτου, οἱ
δὲ κόμποι χρυσοῖ ἐγκοπτοί.154

155

Τὸ τοῦ μεγάλου πριμμικηρίου σκιάδιον συρματέϊνον, τὸ καββά‐ διον οἷα τὰ τῶν πρὸ αὐτοῦ. Τὸ τοῦ σκαρανίκου αὐτοῦ βλάτιον βερικοκ‐
5κόχροον, συρματέϊνον· ὥσπερ οὖν τὸ φαιόν ἐστι μέσον λευκοῦ καὶ μέλανος, οὕτω καὶ τοῦτο μέσον κοκκίνου καὶ λευκοῦ. Ἔχει δὲ καὶ τὸ τούτου σκαράνικον τὸν βασιλέα
10εἰκονικῶς, ἔμπροσθεν μὲν ἱστά‐ μενον ὑπὸ ὑελίου λεγομένου διαγε‐ λάστου, ὄπισθεν δὲ καθήμενον ἐπὶ θρόνου. Τὸ δικανίκιον αὐτοῦ ξύλον κεχρυσωμένον, οἷον τὸ τοῦ βασι‐
15λέως. Καὶ τὰ τοῦ μεγάλου κονοσταύ‐ λου πάντα ὡς τὰ τοῦ μεγάλου πριμμικηρίου. Οὐδὲν δὲ κρατεῖ δικανίκιον.
20 Τὰ τοῦ πρωτοσεβάστου φορέμα‐ τα οἷα τὰ τοῦ μεγάλου κονοσταύ‐ λου. Τὸ δὲ σκιάδιον αὐτοῦ χρυσο‐ πράσινον· πλὴν τὸ σύρμα, οὕτω βλάτιον. Τὸ σκαράνικον δὲ οἷον τὸ
25τοῦ μεγάλου πριμμικηρίου· καὶ ἄνευ δικανικίου. Τὰ τοῦ πιγκέρνη πάντα οἷα τὰ τοῦ μεγάλου πριμμικηρίου, ἄνευ
δὲ δικανικίου.155

156

Καὶ τὰ τοῦ κουροπαλάτου ὅμοια τοῖς τοῦ πιγκέρνη, καὶ ἄνευ δικανι‐ κίου. Τὰ τοῦ παρακοιμωμένου τῆς
5σφενδόνης φορέματα ὅμοια τοῖς τοῦ κουροπαλάτου. Τὸ δικανίκιον αὐτοῦ ξύλον. Ὁ ἐπάνω κόνδυλος κεχρυσωμένος, ὁ δεύτερος χρυσά‐ σπρος κεκλωσμένος, ὁ μετ’ αὐτὸν
10πάλιν κεχρυσωμένος, ὁ δὲ μετὰ τοῦτον αὖ κεκλωσμένος, καὶ καθε‐ ξῆς ὁμοίως. Καὶ τὰ τοῦ παρακοιμωμένου τοῦ κοιτῶνος πάντα οἷα τὰ τοῦ παρα‐
15κοιμωμένου τῆς σφενδόνης· πλὴν ὁ μὲν πρῶτος κόνδυλος τοῦ δικα‐ νικίου αὐτοῦ χρυσοῦς ὡς καὶ οἱ τῶν ἄλλων, τὸ δ’ ἐφεξῆς ἕως κάτω χρυσάσπρον κεκλωσμένον.
20 Τὸ τοῦ λογοθέτου τοῦ γενικοῦ σκιάδιον ἄσπρον βλάτιον μετὰ μαργελλίων. Τὸ καββάδιον ἐκ τῶν συνήθως πολιτευομένων βλατίων. Τὸ δὲ σκαράνικον αὐτοῦ χρυσά‐
25σπρον βλάτιον, συρματέϊνον, ἔχον156

157

ἔμπροσθέν τε καὶ ὄπισθεν τὴν τοῦ βασιλέως εἰκόνα διαγέλαστον, ὥσπερ καὶ τὸ τοῦ παρακοιμω‐ μένου· καὶ ἄνευ δικανικίου.
5 Τὸ τοῦ πρωτοβεστιαρίτου σκιά‐ διον κλαπωτόν. Τὸ καββάδιον καὶ τὸ σκαράνικον αὐτοῦ οἷα τὰ τοῦ λογοθέτου τοῦ γενικοῦ. Τοῦ δὲ δικανικίου αὐτοῦ ὁ πρῶτος μὲν
10κόνδυλος χρυσοῦς, τὸ δ’ ἐφεξῆς συβαλταρέα χρυσοκόκκινον. Τὰ τοῦ δομεστίκου τῆς τραπέζης φορέματα ὅμοια τοῖς τοῦ πρωτο‐ βεστιαρίτου, ἄνευ δὲ δικανικίου.
15 Τὰ τοῦ ἐπὶ τῆς τραπέζης οἷα τὰ αὐτῶν, τοῦ τε πρωτοβεστιαρίτου καὶ τοῦ δομεστίκου τῆς τραπέζης. Τοῦ δὲ δικανικίου αὐτοῦ ὁ μὲν πρῶτος κόνδυλος χρυσοῦς, ὁ δὲ
20δεύτερος μαῦρος, εἶτα χρυσοῦς καὶ πάλιν μαῦρος, καὶ καθεξῆς ὁμοίως. Τὰ τοῦ μεγάλου παπίου φορέ‐
ματα ὅμοια τοῖς τοῦ δομεστίκου157

158

τῆς τραπέζης καὶ τοῦ ἐπὶ τῆς τραπέζης. Τὸ δὲ δικανίκιον αὐτοῦ, ὥσπερ τὸ τοῦ παρακοιμωμένου τῆς σφενδόνης ἔχει κόνδυλον χρυ‐
5σοῦν καὶ κόνδυλον χρυσάσπρον, οὕτω τοῦτο κόνδυλον χρυσοῦν καὶ κόνδυλον χρυσοκόκκινον. Καὶ τὰ τοῦ ἐπάρχου οἷα τὰ τοῦ μεγάλου παπίου, ἄνευ δὲ δικανι‐
10κίου. Τὰ τοῦ μεγάλου δρουγγαρίου τῆς βίγλης φορέματα, ἤως τό τε σκιάδιον καὶ τὸ καββάδιον, ὅμοια τοῖς τοῦ ἐπάρχου. Τὸ δὲ τοῦ σκα‐
15ρανίκου αὐτοῦ βλάτιον χρυσοκί‐ τρινον, χρυσοκλαδαρικὸν συρματέϊ‐ νον, ἔχον ἔμπροσθεν μὲν τὸν βασιλέα εἰκονικῶς καθήμενον ἐπὶ θρόνου χρυσοῦν ἀναβατόν, ὄπισθεν
20δὲ ἔφιππον. Τὸ δικανίκιον αὐτοῦ μετὰ τὸν ἐπάνω κόνδυλον κεχρυσω‐ μένον ὄντα, ὡς καὶ τοὺς τῶν πάντων, χρυσοκόκκινον κεκλωσ‐ μένον ἕως κάτω.
25 Σημείωσαι ὅτι ἀπὸ τοῦ μεγάλου δομεστίκου μέχρι καὶ τοῦ αὐτοῦ μεγάλου δρουγγαρίου τῆς βίγλης πάντες ἄρχοντες, ὅτε μὲν βούλον‐
ται, φοροῦσι καββάδια, ὅτε δέ,158

159

ἐπιλούρικα· ἀπὸ δὲ τοῦ αὐτοῦ καὶ κάτω οὐχ οὕτως. Τὰ τοῦ μεγάλου ἑταιρειάρχου φορέματα οἷα τὰ τοῦ μεγάλου
5δρουγγαρίου. Τὸ δικανίκιον αὐτοῦ, ὥσπερ τὸ τοῦ αὐτοῦ μεγάλου δρουγγαρίου χρυσοκόκκινον, οὕτω τοῦτο χρυσοηέρανον κεκλωσμένον. Τὰ τοῦ μεγάλου χαρτουλαρίου
10οἷα τὰ τοῦ μεγάλου ἑταιρειάρχου, ἄνευ δὲ δικανικίου. Τὸ τοῦ λογοθέτου τοῦ δρόμου σκιάδιον οἷον τὸ τοῦ μεγάλου χαρτουλαρίου. Φακεωλίδα δὲ φορεῖ
15οὗτος καὶ ἐπιλούρικον, οὐ μὴν σκαράνικον. Τὸ τοῦ πρωτασηκρῆτις σκιάδιον βλάτιον, διβολέον, χρώματος ὀξέος καὶ λευκοῦ, ἔχον μαργέλλια συρμα‐
20τέϊνα πλατέα, οὐ μὴν σταυροειδῶς,
ἀλλὰ κυκλόθεν, περί τε τὸ ἄκρον159

160

τοῦ σκιαδίου καὶ τὸν γῦρον τῆς τρούλης, ἥτις ἔχει ἐπάνω τύπον τριφύλλου, διὰ μαργελλίου, οἷον εἴπομεν. Φορεῖ δὲ φακεωλίδα καὶ
5ἐπιλούρικον, οἷα τὰ τοῦ λογοθέ‐ του· καὶ οὐδ’ οὗτος σκαράνικον. Τὸ τοῦ ἐπὶ τοῦ στρατοῦ σκιά‐ διον κλαπωτόν. Τὸ δὲ καββάδιον καὶ τὸ σκαράνικον αὐτοῦ οἷα τὰ
10τοῦ μεγάλου χαρτουλαρίου. Τὰ τοῦ μυστικοῦ φακεωλὶς καὶ ἐπιλούρικον, οὐ μὴν καὶ σκαράνι‐ κον. Τὰ τοῦ δομεστίκου τῶν σχολῶν
15φορέματα ὅμοια τοῖς τοῦ ἐπὶ τοῦ στρατοῦ. Τὸ δικανίκιον αὐτοῦ ἀργυροῦν μέν, ἀχρύσωτον δέ, ἔχον ἐπάνω κόμπον καὶ μετὰ τὸν κόν‐ δυλον ἕτερον κόμπον καὶ πλέον
20οὐδὲν, Τὰ τοῦ μεγάλου δρουγγαρίου τοῦ στόλου φορέματα πάντα ὅμοια τοῖς τοῦ δομεστίκου τῶν σχολῶν, καὶ ἄνευ δικανικίου.
25 Τὰ τοῦ πριμμικηρίου τῆς αὐλῆς, ἤως τό τε σκιάδιον καὶ τὸ καββά‐ διον καὶ τὸ σκαράνικον, ὡς καὶ τὰ τοῦ μεγάλου δρουγγαρίου. Τὸ δὲ
δικανίκιον αὐτοῦ χρυσοηέρανον160

161

συβαλταρέα, ὥσπερ τὸ τοῦ πρωτο‐ βεστιαρίτου χρυσοκόκκινον. Τὸ τοῦ πρωτοσπαθαρίου σκιά‐ διον, τὸ καββάδιον καὶ τὸ σκαρά‐
5νικον ὅμοια τοῖς τοῦ πριμμικηρίου τῆς αὐλῆς. Οὐδὲν δὲ κρατεῖ δικα‐ νίκιον. Τὰ τοῦ μεγάλου ἄρχοντος οἷα τὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου.
10Καὶ οὐδὲ οὗτος κρατεῖ δικανίκιον. Καὶ τὰ τοῦ τατᾶ τῆς αὐλῆς ὡς τὰ τοῦ μεγάλου ἄρχοντος. Τὸ δικανίκιον αὐτοῦ ξύλον λεῖον. Τὸ τοῦ μεγάλου τζαουσίου σκιά‐
15διον, τὸ καββάδιον καὶ τὸ σκαρά‐ νικον, καὶ ταῦτα ὡς τὰ τοῦ τατᾶ τῆς αὐλῆς. Φέρει δὲ οὗτος ἀπὸ τοῦ ἀριστεροῦ μέρους τῆς ζώνης αὐτοῦ σειρομάστην, ὃν κοινῶς
20καλοῦσι σαλίβαν. Τὰ τοῦ πραίτορος τοῦ δήμου πάντα φορέματα ὅμοια τοῖς τοῦ μεγάλου τζαουσίου. Τὸ δικανίκιον αὐτοῦ ξύλον λεῖον.
25 Τὰ τοῦ λογοθέτου τῶν οἰκειακῶν φακεωλὶς καὶ ἐπιλούρικον, οὐ μὴν
δὲ σκαράνικον.161

162

Τὰ τοῦ μεγάλου λογαριαστοῦ οἷα τὰ τοῦ λογοθέτου τῶν οἰκεια‐ κῶν. Τὸ τοῦ πρωτοκυνηγοῦ σκιάδιον,
5τὸ καββάδιον καὶ τὸ σκαράνικον ὡς τὰ τοῦ πραίτορος τοῦ δήμου. Καὶ τὰ τοῦ σκουτερίου τοιαῦτα. Τὰ τοῦ ἀμηραλίου ὡσαύτως. Τὰ τοῦ ἐπὶ τῶν δεήσεων φακεω‐
10λὶς καὶ ἐπιλούρικον, οὐ μὴν δὲ καὶ σκαράνικον. Τὸ τοῦ κοιαίστορος σκιάδιον, τὸ καββάδιον καὶ τὸ σκαράνικον ὅμοια τοῖς τοῦ μεγάλου τζαουσίου.
15 Καὶ τὰ τοῦ μεγάλου ἀδνουμιασ‐ τοῦ οἷα τὰ τοῦ κοιαίστορος. Τὸ δὲ δικανίκιον αὐτοῦ ἀργυροῦν ἀχρύ‐ σωτον, ἔχον ἐπάνω κόμπον ἕνα καὶ μόνον, ἔχοντα ἐπικαθημένην περι‐
20στεράν. Τὰ τοῦ λογοθέτου τοῦ στρατιω‐ τικοῦ φορέματα φακεωλὶς καὶ ἐπιλούρικον, οὐ μὴν καὶ σκαρά‐ νικον.
25 Τὸ τοῦ πρωτοϊερακαρίου σκιά‐ διον, τὸ καββάδιον καὶ τὸ σκαρά‐ νικον ὅμοια τοῖς τοῦ μεγάλου ἀδνουμιαστοῦ. Φέρει δὲ ἐπὶ ζώνης χειρόρτιον ἀριστερόν, ἔχον περὶ
30τὴν τῆς εἰσόδου ἄκραν ἐρραμένον μαργέλλιον ὑφαντόν, ἔχον ἀετοὺς
ὀξέους.162

163

Τὰ τοῦ λογοθέτου τῶν ἀγελῶν φακεωλὶς καὶ ἐπιλούρικον ὡς τὰ τοῦ λογοθέτου τοῦ στρατιωτικοῦ, οὐ μὴν καὶ σκαράνικον.
5 Τὸ τοῦ μεγάλου διερμηνευτοῦ σκιάδιον καὶ τὸ καββάδιον ὡς τὰ τοῦ πρωτοϊερακαρίου. Τὸ δὲ σκαρά‐ νικον αὐτοῦ ἐνδεδυμένον κόκκινον χάσδεον, ἔχον ἐπὶ κορυφῆς μικρὰν
10φοῦνταν κοκκίνην. Τοῦ δὲ δικανι‐ κίου αὐτοῦ τὸ μὲν ἓν πλάγιον κόκκινον, τὸ δὲ ἕτερον ἀργυροῦν διὰ πεταλίου ζωγραφικοῦ. Τὸ τοῦ ἀκολούθου σκιάδιον, τὸ
15καββάδιον καὶ τὸ σκαράνικον ὅμοια τοῖς τοῦ μεγάλου διερμηνευτοῦ, ἄνευ δὲ δικανικίου. Τὰ τοῦ μεγάλου διοικητοῦ φορέ‐ ματα οἷα τὰ τοῦ ἀκολούθου. Φέρει
20δὲ δικανίκιον ξύλον λεῖον ἄνευ κόμπου. Καὶ τὰ τοῦ κριτοῦ τοῦ φωσσάτου ὡς τὰ τοῦ μεγάλου διοικητοῦ· οὐδὲν δὲ κρατεῖ δικανίκιον.
25 Τὰ τοῦ ἄρχοντος τοῦ ἀλλαγίου πάντα οἷα τὰ τοῦ κριτοῦ τοῦ φωσ‐ σάτου· κρατεῖ δὲ δικανίκιον ξύλον λεῖον. Τὸ τοῦ πρωταλλαγάτορος σκιά‐
30διον, τὸ καββάδιον καὶ τὸ σκαρά‐ νικον ὅμοια τοῖς τοῦ ἄρχοντος τοῦ ἀλλαγίου. Φέρει δὲ ἀντὶ δικανικίου
ἣν ἰδιωτικῶς καλοῦσι ματζοῦκαν,163

164

ἀργυρᾶν κεχρυσωμένην, ἧς ὁ στυ‐ λειὸς ἐνδεδυμένος βλατίῳ κοκ‐ κίνῳ, ἔχων εἰς τὸ ἄκρον κάτω κεχρυσωμένον βουτίον καὶ κατὰ
5τὴν μέσην δέμα ὡσαύτως κεχρυσω‐ μένον. Τὰ τοῦ ὀρφανοτρόφου τοιαῦτα, ἄνευ δὲ δικανικίου. Καὶ τὰ τοῦ πρωτονοταρίου πάν‐
10τα ὁμοίως. Τὰ τοῦ ἐπὶ τῶν ἀναμνήσεων οἷα τὰ τῶν πρὸ αὐτοῦ, πρωτονο‐ ταρίου τε καὶ τῶν λοιπῶν. Τοῦ δὲ δικανικίου αὐτοῦ ὁ μὲν ἐπάνω
15κόνδυλος κεχρυσωμένος, τὸ δὲ λοιπὸν συβαλταρέα ἀσπροκόκκινον, ἄνευ χρυσαφίου τινός. Τὰ τοῦ δομεστίκου τῶν τειχέων ὡς τὰ τοῦ ἐπὶ τῶν ἀναμνήσεων.
20Τὸ δὲ δικανίκιον αὐτοῦ ξύλον λεῖον. Τὸ τοῦ προκαθημένου τοῦ κοι‐ τῶνος σκιάδιον, τὸ καββάδιον καὶ τὸ κόκκινον σκαράνικον ὅμοια τοῖς
25τοῦ δομεστίκου τῶν τειχέων. Τὸ
δικανίκιον αὐτοῦ ξύλον λεῖον.164

165

Τὰ τοῦ προκαθημένου τοῦ βεσ‐ τιαρίου πάντα, καὶ τὸ δικανίκιον, οἷα τὰ τοῦ προκαθημένου τοῦ κοιτῶνος.
5 Καὶ τὰ τοῦ βεστιαρίου τοιαῦτα, ἄνευ δὲ δικανικίου. Τὰ τοῦ ἑταιρειάρχου πάντα ὁμοίως τούτοις. Τὸ δὲ δικανίκιον αὐτοῦ, ὥσπερ τὸ τοῦ μεγάλου
10ἑταιρειάρχου χρυσοηέρανον κε‐ κλωσμένον, οὕτω τοῦτο κιτρινοη‐ έρανον κεκλωσμένον. Τὰ τοῦ λογαριαστοῦ τῆς αὐλῆς τοιαῦτα. Τὸ δὲ δικανίκιον αὐτοῦ
15ξύλον λεῖον. Τὰ τοῦ στρατοπεδάρχου τῶν μονοκαβάλλων ὁμοίως. Τὰ τοῦ στρατοπεδάρχου τῶν τζαγγρατόρων ὅμοια τοῖς τοῦ πρὸ
20αὐτοῦ. Τὰ τοῦ στρατοπεδάρχου τῶν μουρτάτων οἷα τὰ τοῦ στρατο‐ πεδάρχου τῶν τζαγγρατόρων. Καὶ τὰ τοῦ στρατοπεδάρχου
25τῶν τζακώνων ὅμοια κατὰ πάντα τοῖς πρὸ αὐτοῦ. Τὰ τοῦ προκαθημένου τῶν μεγά‐ λων παλατίων πάντα οἷα τὰ τῶν πρὸ αὐτοῦ. Ὡσαύτως καὶ τὸ
30δικανίκιον αὐτοῦ ξύλον λεῖον.165

166

Καὶ τὰ τοῦ προκαθημένου τῶν τῶν Βλαχερνῶν παλατίων ἀπα‐ ραλλάκτως τοιαῦτα. Τὰ τοῦ δομεστίκου τῶν θεμά‐
5των πάντα ὡσαύτως. Τὰ τοῦ δομεστίκου τῶν ἀνατο‐ λικῶν θεμάτων τοιαῦτα. Καὶ τὰ τοῦ δομεστίκου τῶν δυσικῶν θεμάτων πάντα, ἔτι τε καὶ
10τὸ δικανίκιον αὐτοῦ, ὅμοια τοῖς τῶν πρὸ αὐτοῦ. Τὰ τοῦ μεγάλου μυρταΐτου, ἤτοι τὸ μὲν 〈σκιάδιον, τὸ〉 καββά‐ διον καὶ τὸ κόκκινον σκαράνικον
15αὐτοῦ, ὡς τὰ τῶν πρὸ αὐτοῦ. Τὸ δὲ δικανίκιον αὐτοῦ ἀργυροῦν, χρυσοχοϊκόν, γαμματίζον ἄνωθεν. Καὶ τὰ τοῦ πρωτοκόμητος φορέ‐ ματα ὁμοίως τοιαῦτα. Οὐδὲν δὲ
20κρατεῖ δικανίκιον. Ὁ δὲ δρουγγάριος κρατεῖ δικα‐ νίκιον μόνον ξύλον λεῖον. Ὁ σεβαστὸς οὐδέν. Ὡσαύτως καὶ ὁ μυρταΐτης.
25 Οἱ προκαθήμενοι τῶν ἐντίμων πόλεων κρατοῦσι δικανίκια ξύλα ἄσπρα. Ὁ δὲ παπίας κρατεῖ δικανίκιον
μόνον ξύλον χωρὶς κόμπου.166

167

(1t)

Γʹ
1tΠερὶ τῆς ὑπηρεσίας ἑκάστου
2tτῶν ὀφφικίων.
3 Ὁ δεσπότης μέν, ὁ σεβαστο‐ κράτωρ καὶ ὁ καίσαρ οὐδεμίαν
5ὑπηρεσίαν ἔχουσιν, ἐὰν μὴ ταχθῶ‐ σιν εἰς ἡγεμονίαν. Αἱ δὲ τοῦ μεγάλου δομεστίκου ὑπηρεσίαι καὶ τοῦ πρωτοβεστια‐ ρίου κείσθωσαν τό γε νῦν ἔχον·
10λεχθήσονται γὰρ ἐν τῷ προσήκοντι τόπῳ. Ὁ πανυπερσέβαστος οὐδεμίαν ὑπηρεσίαν ἔχει. Ὁ μέγας δούξ, ὥσπερ ὁ μέγας
15δομέστικος εὑρίσκεται εἰς τὸ φωσ‐ σάτον ἅπαν κεφαλή, οὕτω κατὰ θάλασσαν οὗτος. Καὶ οἱ μὲν εἰς τὰ ἕτερα κάτεργα εὑρισκόμενοι ἄρχον‐ τες ὡς κεφαλαὶ ἱστῶσι τὸ σύνηθες
20βασιλικὸν φλάμουλον ἤτοι σταυρὸν μετὰ πυρεκβόλων· οὗτος δὲ ὁ μέγας δοὺξ τὴν τοῦ βασιλέως στήλην ἵστησιν ἔφιππον. Ἔχει δὲ ὑπ’ αὐτὸν τόν τε μέγαν δρουγ‐
25γάριον τοῦ στόλου, τὸν ἀμηράλιον, τὸν πρωτοκόμητα, τοὺς δρουγγα‐
ρίους καὶ τοὺς κόμητας.167

168

Ὁ πρωτοστράτωρ τοῦ μεγάλου δομεστίκου ἀπόντος φέρει τὴν τοῦ βασιλέως σπάθην. Ὅτε οὖν ὁ βασιλεὺς μέλλει τοῦ ἵππου ἐπι‐
5βήσεσθαι, τοῦ κόμητος τῶν βασι‐ λικῶν ἵππων κομίσαντος ἵππον καὶ κρατοῦντος αὐτόν, μετὰ τὸν βασιλέα ἐπιβῆναι, ὁ πρωτοστρά‐ τωρ ἀπὸ τοῦ χαλινοῦ λαβὼν σύρει
10τὸν ἵππον μέχρι καὶ τοῦ τετάρτου ἢ πέμπτου τῆς τοῦ παλατίου αὐλῆς μέρους. Ἔπειτα διαδεξά‐ μενος τοῦτον ὁ μέγας χαρτουλάριος φέρει διὰ τοῦ χαλινοῦ ἕως τῆς
15πύλης. Ὡσαύτως ποιεῖ καὶ ὁπότε μέλλει πεζεύσειν ὁ βασιλεύς, φέρων δηλονότι ἀπὸ τῆς πύλης τὸν ἵππον μέχρι καὶ τοῦ προρρηθέντος τόπου, ἀφ’ οὗ διαδέχεται πάλιν αὐτὸν
20ὁ πρωτοστράτωρ, φέρων ἕως καὶ τοῦ πεζεύματος. Εἰ δ’ ἴσως τύχοι τὸν πρωτοστράτορα ἀποδημεῖν, ποιεῖ τοῦτο ἀπ’ ἀρχῆς μέχρι τέλους ὁ μέγας χαρτουλάριος. Ἂν δὲ καὶ
25οὗτος ἀποδημεῖ, φέρει τὸν ἵππον ἀπὸ τῶν καθευρεθέντων ἀρχόντων ὁ ἐντιμότερος. Δεῖ δὲ γινώσκειν ὅτι ἔθος ἐστὶ καθ’ ἑκάστην ἑτοίμους εἶναι ἵππους
30ἑπτά, οἳ καὶ καλοῦνται στρώσια, ἐκδεχομένους τὸν βασιλέα καβαλ‐
λικεῦσαι οἷον ἂν ἐκ τούτων βού‐168

169

λοιτο. Οἱ δὲ λοιποὶ ἵπποι ἀκολου‐ θοῦσιν, οἳ καὶ καλοῦνται συρτά. Ὁ μέντοι δηλωθεὶς κόμης ἐπ’ ἀδείας ἔχει, οἷον ἂν ἐκ τῶν
5βασιλικῶν ἵππων βούλοιτο, καβαλ‐ λικεύειν εἰς τὸ καβαλλαρίκιον τοῦ βασιλέως, ἄγειν τε καὶ φέρειν ἐν τῇ αὐλῇ καὶ ἐθίζειν· πεζεύειν δ’ αὖ εἰς τὸ καβαλλαρίκιον. Ἐντὸς
10μέντοι, ὡς εἴρηται, τῆς αὐλῆς μόνον, ἐκβῆναι δὲ ταύτης ἱππότης ἢ εἰσελθεῖν οὔθ’ οὗτος οὔτε τις ἕτερος. Εἰ δὲ δεήσει ἄρχοντάς τινας καβαλλικεῦσαι ἐν τῇ αὐλῇ,
15πεζῇ μὲν εἰσέρχονται, εἶτα καβαλ‐ λικεύουσι. Πάλιν δὲ εἰς τὴν ἐκβο‐ λὴν αὐτῶν πεζεύοντες ἐξέρχονται πεζῇ. Ἔχει τε ἄδειαν ὁ κόμης βασιλέως παρόντος βασιλικὸν κα‐
20βαλλικεύειν συρτόν, οἷον ἂν βού‐ λοιτο· ἀπόντος δ’ οὐχ οὕτως. Ἀλλὰ σαγίσματος τῶν τοῦ ἵππου καπουλίων ἐπικειμένου μέχρι καὶ τῆς ἡμισείας σκέποντος σέλλας,
25οὕτω καβαλλικεύει, ἀπερχόμενος ἀλλαχοῦ μὲν οὐδαμοῦ, ἕως δὲ καὶ μόνου τοῦ στρατορικίου. Ἔθος δὲ ὅτι καὶ τοῦτο κατ’ ἔτος ἐστίν, τὸ κατὰ τὸν τοῦ μεγά‐
30λου Πάσχα καιρὸν γίνεσθαι σέλλας
βασιλικὰς καὶ χαλινοὺς καὶ ἐπα‐169

170

νωσκέπια πάντα καινά, καὶ τὰ παλαιὰ λαμβάνειν πάντα τὸν κόμη‐ τα, ἤτοι τάς τε σέλλας μετὰ τῶν κομπωσίων καὶ τοὺς χαλινοὺς
5οὕτω μετὰ τῶν φουντῶν. Ἡ δὲ τῶν λεγομένων συρτῶν βασιλικῶν ἵππων ἀκολούθησις, ὁπηνίκα καβαλλικεύει ὁ βασιλεύς, λέγεται γενέσθαι ἐξ αἰτίας τοιᾶσδε.
10Τὸν βασιλέα Θεόφιλόν φασι γενέσ‐ θαι φιλοδίκαιον. Ἱππότην οὖν φερόμενόν ποτε, ὑπαντῆσαί φασι γυναῖκα, κράζουσαν ἑαυτῆς εἶναι τὸν ἵππον ᾧ ἐποχεῖται ὁ βασιλεύς.
15Τοῦ τοιούτου τοίνυν ἐξετασθέντος εὑρεθῆναι ἀληθεύουσαν τὴν γυναῖ‐ κα· εἶναι μὲν γὰρ τὸν ἵππον αὐτῆς, τὸν δ’ ἔπαρχον ἀφελόμενον δῶρον, ὡς ἑαυτοῦ τοῦτον ὄντα,
20προσαγαγεῖν τῷ βασιλεῖ. Τούτου τοίνυν δήλου γεγονότος τὸν μὲν βασιλέα εὐθύς, ὡς εἶχε, καταβῆναι τοῦ ἵππου καὶ δοῦναι τοῦτον τῇ κεκτημένῃ. Ἐπεὶ δ’ οὐκ ἦσαν
25τότε ἵπποι βασιλικοὶ συρόμενοι,170

171

ἐγένετο δὲ ὁ βασιλεὺς ἐν χρείᾳ ἵππου καὶ ἐκαβαλλίκευσεν ἵππον τὸν τυχόντα, ἐτάχθη ἡ τῶν συρτῶν ἀκολούθησις, ὡς ἄν, εἴ τι
5συμβεβηκὸς τύχοι, εἴησαν ἕτοιμοι ἵπποι βασιλικοὶ πρὸς τὸ ἀφιππά‐ σασθαι τὸν βασιλέα. Ἡ μέντοι σπάθη τοῦ βασιλέως ἀεὶ εἰς τὸ ῥουχαρεῖον εὑρίσκεται,
10τὰ δὲ ὑποδήματα εἰς τὸ βεστιάριον. Ἔστι καὶ ἕτερον εἶδος ὑποδημά‐ των, ἃ καλοῦνται τζαγκία, ἔχοντα ἐκ πλαγίων κατὰ τὰς κνήμας καὶ ἐπὶ τῶν ταρσῶν ἀετοὺς διὰ λίθων
15καὶ μαργάρων, ἅτινα καὶ φορεῖ ὁ βασιλεὺς εἴς τε τοὺς περιπάτους
καὶ τὰς προκύψεις. Καὶ ὁ ταῦτα171

172

ποιῶν οὐ τζαγκάριος, ὡς οἱ ἕτεροι, ἀλλὰ τζαγκὰς ὀνομάζεται. Ὁπη‐ νίκα γοῦν δεήσει τὸν βασιλέα καβαλλικεῦσαι, φέρει τὰ ὑποδή‐
5ματα παιδόπουλον τοῦ βεστιαρίου ἐντός, οὕτω κοινῶς ὀνομαζομένου ἀλλαξιμαρίου. Ἑτοιμασθέντος οὖν καὶ καβαλλικεύσαντος τοῦ βασι‐ λέως, οἱ ἀνακαρισταὶ κρούουσι τὰ
10ἀνάκαρα, σαλπίζουσι δὲ καὶ οἱ σαλπιγκταὶ ὁμοίως καὶ οἱ βυκινά‐ τορες δι’ ὀργάνων ἀργυρῶν. Αἱ μέντοι κατὰ τὴν τοιαύτην ὑπηρε‐ σίαν σαλπίζουσαι σάλπιγγες οὐ
15κατὰ τὰς ἄλλας εἰσὶ σάλπιγγας, ἀλλ’ ἕτερόν τι σχῆμα. Δηλοῖ δὲ ἡ τῶν τοιούτων ὀργάνων φωνή, τὸ ἐάνπερ τι αἰτῇ τις τοῦ λαοῦ ἢ ἀδικῆται, ἀκούσας τούτων δρα‐
20μὼν ἀνενέγκῃ.172

173

Γίνεται μέντοι τὸ τοιοῦτον, εἰ κατὰ τὴν πρωΐαν τύχοι καβαλλι‐ κεύων ὁ βασιλεύς· μετὰ δὲ τὸ γεῦμα καβαλλικεύσειν μέλλοντος
5οὐδαμῶς γίνεται τοῦτο. Ἡ δὲ αἰτία ἀγνοεῖται. Στοχαστικῶς γε μὴν λέγω ὡς ἐπείπερ οἱ τοῦ πλή‐ θους ἄνθρωποι πρωΐας μὲν νήφου‐ σι, μετὰ δὲ τὸ γεῦμα μεθύουσιν
10ὡς ἐπὶ τὸ πλεῖστον καὶ προπετέσ‐ τεροι γίνονται, εἰκότως πρωΐας μὲν σαλπίζουσι δι’ ὃν εἴπομεν τρόπον, μετὰ δὲ τὸ γεῦμα οὐδαμῶς, ἵνα μή τις μεθύων ἀτάκτως καὶ
15προπετῶς προσέλθῃ τῷ βασιλεῖ. Ἔτι ὁ πρωτοστράτωρ ἔνι καὶ δεφένσωρ τῶν κουρσευόντων. Τού‐ των γὰρ μήτε τάξιν ἐχόντων μήτε φλάμουλον ἴδιον, ἀλλ’ ἀτάκτως
20οὕτως ἀπολυομένων, ὁ πρωτοσ‐ τράτωρ ὀπίσω τούτων εὑρισκό‐ μενος δεφενδεύει τούτους, ἐὰν ἄρα πόλεμον εὕρωσιν· διὰ τοῦτο καὶ γὰρ πρωτοστράτωρ καλεῖται, διὰ
25τὸ προηγεῖσθαι παντὸς αὐτὸν τοῦ στρατοῦ. Ἀπὸ δὲ τῶν κουρσευο‐ μένων ζῴων πάντα τὰ ποικίλα, ἃ ὀνομάζονται φυτίλια, ἔθος ἐστὶ
λαμβάνειν τὸν πρωτοστράτορα.173

174

Ὁ μέγας λογοθέτης διατάττει τὰ παρὰ τοῦ βασιλέως ἀποστελ‐ λόμενα προστάγματά τε καὶ χρυσό‐ βουλλα πρός τε ῥῆγας, σουλτάνους
5καὶ τοπάρχας. Καὶ τοῦτο μὲν ἴδιον τοῦ μεγάλου λογοθέτου ὑπηρέτημα, τὸ δὲ τοῦ μεσαστι‐ κίου ἐνεργεῖν, ᾧ ἂν ἐπιτάξοι ὁ βασιλεύς.
10 Ὁ μέγας στρατοπεδάρχης ἐστὶν ἐπιμελητὴς τῶν τῆς στρατιᾶς ἐπι‐ τηδείων, ἤτοι τροφίμων, ποτῶν καὶ πάντων τῶν χρειωδῶν. Ὁ μέγας πριμμικήριος ἐντὸς
15τοῦ παλατίου εἰς τὴν παράστασιν, παιδοπούλου τοῦ βεστιαρίου κομί‐ ζοντος τὸ βασιλικὸν δικανίκιον μέχρι καὶ τοῦ τρικλίνου διμοίρου, οὗτος τοῦτο λαμβάνων τῷ βασιλεῖ
20φέρων δίδωσιν. Ὅταν δ’ αὖ τοῦτο παρὰ τοῦ βασιλέως λάβῃ, ἐπ’ ἀδείας ἔχει πολλάκις κατέχειν αὐτὸς τιμῆς ἕνεκα. Τὸ δὲ οἰκεῖον δικανίκιον δίδωσι πρὸς τὸ ῥηθὲν
25τοῦ βεστιαρίου παιδόπουλον, ὃς καὶ ἐξάγει τοῦτο ἐν τῷ αὐτῷ
σχήματι, κατὰ καὶ τὸ βασιλικόν.174

175

Ἔνι δὲ καὶ τεταγμένον δίδοσθαι πρὸς τὸν μέγαν πριμμικήριον κατὰ Κυριακήν, χάριν δικανικίου, ὑπέρ‐ πυρον ἕν. Ἂν δ’ ἴσως οὗτος ἀπο‐
5δημῇ, δίδωσι τὸ δικανίκιον ὁ ἐντιμότερος τῶν καθευρεθέντων ἀρχόντων. Εὑρίσκεται δὲ καὶ εἰς τὸ φωσσάτον κεφαλὴ τῆς βασιλικῆς συντάξεως. Ἔχει δὲ καὶ ἰδικὸν
10αὐτοῦ φλάμουλον ἐν τῇ τοιαύτῃ συντάξει. Ὁ μέγας κονοσταῦλος εὑρίσκε‐ ται κεφαλὴ τῶν ῥογατόρων φράγ‐ γων.
15 Ὁ πρωτοσέβαστος οὐδεμίαν ὑπηρεσίαν ἔχει. Ἡ τοῦ πιγκέρνη ὑπηρεσία, ὅτε καὶ ἡ τοῦ μεγάλου δομεστίκου λεχθήσεται.
20 Ὁ κουροπαλάτης εἶχε μὲν εἰς τὸ παλαιὸν ὑπηρεσίαν, ἥτις ἐστὶν ἀνεπίγνωστος, νῦν δὲ οὐδεμίαν. Ὁ παρακοιμώμενος τῆς σφεν‐ δόνης τὴν τοῦ βασιλέως σφενδόνην
25λαμβάνων σφραγίζει διὰ κηροῦ ἔνθα δεῖ· ἡ δὲ τοιαύτη σφραγίς, ἡ διὰ κηροῦ δηλαδή, οὐδαμοῦ γίνεται ἀλλαχοῦ παρὰ τοῦ βασι‐ λέως, εἰ μὴ πρὸς τὴν δέσποιναν τὴν
30μάναν αὐτοῦ καὶ τὴν δέσποιναν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν βασιλέα
τὸν υἱὸν αὐτοῦ. Πρὸς δὲ δεσπότας,175

176

πατριάρχας καὶ τοὺς λοιποὺς ἄρχοντας τῶν ἐντιμοτέρων διὰ μολυβδίνης βούλλης. Φέρει δὲ οὗτος καὶ τὴν βασιλικὴν σπάθην, ἀπο‐
5δημοῦντος τοῦ πρωτοστράτορος. Ὁ παρακοιμώμενος τοῦ κοι‐ τῶνος εὑρίσκεται κεφαλὴ τῶν ἐν τῷ κοιτῶνι παιδοπούλων καὶ τῶν κοιτωναρίων, ἔχων ὑπ’ αὐτὸν
10καὶ τὸν προκαθήμενον τοῦ κοιτῶ‐ νος. Μένει δὲ καὶ ἐντὸς τοῦ παλατίου. Τοῦ παρακοιμωμένου δὲ τῆς σφενδόνης ἀποδημοῦντος οὗτος φέρει τὴν τοῦ βασιλέως σπάθην.
15 Ἡ τοῦ γενικοῦ λογοθέτου ὑπη‐ ρεσία οὐ γινώσκεται. Ὁ πρωτοβεστιαρίτης ἐστὶν ὑπη‐ ρέτης τῆς παραστάσεως. Πρὸ γὰρ τοῦ τὸν βασιλέα τοῦ κελλίου
20αὐτοῦ ἐξελθεῖν οὗτος εὑρίσκεται ἐν τῷ τρικλίνῳ μετά τε τοῦ μεγάλου ἑταιρειάρχου καὶ τοῦ τῆς αὐλῆς πριμμικηρίου. Καὶ μετὰ τὸ ἐξελ‐ θεῖν καὶ σταθῆναι τὸν βασιλέα
25ἐξέρχεται ὁ πρωτοβεστιαρίτης καὶ καλεῖ τοὺς τῶν ἀρχόντων ἐντιμο‐ τέρους εἰς τὴν παράστασιν. Ἔπειτα ὁ μέγας ἑταιρειάρχης καὶ καλεῖ καὶ οὗτός τινας τῶν προτέρων πλείους.
30Καὶ μετὰ τοῦτον ἐξέρχεται ὁ
πριμμικήριος τῆς αὐλῆς καὶ καλεῖ176

177

καὶ οὗτος ὡσαύτως τοὺς λοιποὺς τῶν ἀρχόντων. Εἶτα φέρουσι τὸ τοῦ βασιλέως δικανίκιον· οὗ καὶ δοθέντος τῷ βασιλεῖ παρὰ τοῦ
5μεγάλου πριμμικηρίου, ὡς εἴρη‐ ται, εὐθὺς οἱ ἑταιρειάρχαι καλοῦσι τοὺς ἐπιλοίπους, τοὺς τὰ κόκκινα δηλονότι φοροῦντας σκαράνικα, καὶ πάντας τοὺς κάτω. Καὶ γίνεται
10μὲν τοῦτο οὕτω πάντοτε, κατά τε τὴν τοῦ ὄρθρου ὥραν, τῆς λειτουρ‐ γίας καὶ τοῦ ἑσπερινοῦ· μετὰ δὲ τὴν ἀπόλυσιν, εἰ μὲν ἔχει θέλημα ὁ βασιλεὺς ἢ ἵνα δημηγορήσῃ ἢ
15εὐεργετήσῃ ὀφφίκιον πρός τινα, ἔτι ἡ παράστασις ἵσταται. Εἰ δὲ μή, τοῦ πρωτοβεστιαρίτου τὸ ἑαυτοῦ δικανίκιον κρούσαντος ἐπ’ ἐδάφους ἠρέμα, οἱ ἑταιρειάρχαι οἱ
20δικανίκια ξύλα φέροντες λέγουσι τοῖς μετὰ τὸ δικανίκιον εἰσελθοῦσι τοῦ βασιλέως, καὶ ἐξέρχονται. Εἰ δ’ ἔτι τῆς παραστάσεως ἱστα‐ μένης δεήσει ἀνενεχθῆναι τῷ βασι‐
25λεῖ, εἴτε δι’ ἀποκρισιάριον εἴτε δι’ ἄλλον, τι τῶν ἀναγκαίων, οὐδεὶς τῶν ἀρχόντων ἔχει τοῦτο ἐπ’ ἀδείας ποιῆσαι, μὴ τοῦ βασιλέως ἴσως ἐπιτάξαντος, εἰ μὴ μόνος ὁ
30πρωτοβεστιαρίτης· εἰ δ’ οὗτος
ἀποδημεῖ, ὁ μέγας ἑταιρειάρχης,177

178

εἰ δὲ καὶ οὗτος, ὁ τῆς αὐλῆς πριμ‐ μικήριος. Ἡ τοῦ δομεστίκου τῆς τραπέζης ὑπηρεσία καὶ τοῦ ἐπὶ τῆς τραπέζης
5λεχθήσεται, ὅτε καὶ ἡ τοῦ μεγάλου δομεστίκου. Ὁ μέγας παπίας εἶχε μὲν πάλαι ὑπηρεσίαν ἀνεπίγνωστον, νῦν δὲ οὐδεμίαν.
10 Ὁ ἔπαρχος ὡσαύτως· νῦν δὲ οὐδὲ οὗτος. Ἡ τοῦ μεγάλου δρουγγαρίου τῆς βίγλης ὑπηρεσία εἰρήσεται καὶ αὐτή, ὅτε καὶ ἡ τοῦ μεγάλου
15δομεστίκου ἡ εἰς τὸ φωσσάτον. Τὸ τοῦ μεγάλου ἑταιρειάρχου ὑπηρέτημα ἐλέχθη μὲν πρότερον, ὅτε περὶ τῆς παραστάσεως ἐλέ‐ γομεν. Δέχεται δὲ οὗτος καὶ τοὺς
20προσερχομένους πανταχόθεν φυγά‐ δας· διὸ καὶ ἑταιρειάρχης καλεῖται, ὡς τοὺς ἑταίρους ἤτοι τοὺς φίλους δεχόμενος. Ὁ λογοθέτης τοῦ δρόμου εἶχε
25μὲν πάλαι καὶ οὗτος ὑπηρεσίαν ἡμῖν ἀνεπίγνωστον, νῦν δὲ οὐδε‐ μίαν. Τὸ τοῦ πρωτασηκρῆτις ὑπηρέ‐ τημα δῆλον καὶ ἀπ’ αὐτοῦ τοῦ
30ὀνόματος· πρῶτος γὰρ τῶν κριτῶν λέγεται. Ἔστι δ’ ὅτε συγκρίνουσι μετ’ αὐτοῦ βασιλικῷ ὁρισμῷ καὶ
ἕτεροι ἐντιμότεροι τούτου.178

179

Τὸ τοῦ ἐπὶ τοῦ στρατοῦ ὑπηρέ‐ τημα λεχθήσεται καὶ τοῦτο, ὅτε καὶ τὸ τοῦ μεγάλου δομεστίκου τὸ εἰς τὸ φωσσάτον.
5 Ἡ τοῦ μυστικοῦ ὑπηρεσία νοεῖ‐ ται καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος. Ὁ δομέστικος τῶν σχολῶν πάλαι μὲν εἶχεν ὑπηρεσίαν σχεδὸν ἣν ὁ μέγας δομέστικος ἄρτι, νῦν
10δὲ οὐδεμίαν. Ὁ μέγας δρουγγάριος τοῦ στό‐ λου τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸν μέγαν δοῦκαν ὃν ὁ τῆς βίγλης μέγας δρουγγάριος πρὸς τὸν μέγαν
15δομέστικον. Ὁ πριμμικήριος τῆς αὐλῆς ἔχει μὲν ἐν τῇ παραστάσει ὑπηρεσίαν οἵαν προείπομεν, εὐτακτεῖ δὲ καὶ τοὺς ἐν τῇ αὐλῇ πάντας. Ὥσπερ
20γὰρ τῶν ἀρχόντων ἕκαστος τὸν ἀποτεταγμένον καὶ ἴδιον ἔχει τόπον εἰς τὴν παράστασιν, οὕτω καὶ τῶν ἐν τῇ αὐλῇ τάξεων ἑκάστη τὸν ἴδιον αὐτῆς κέκτηται τόπον.
25Οἱ μὲν γὰρ Βάραγγοι εὑρίσκονται179

180

ὑπηρετοῦντες εἴς τε τὰς θύρας τοῦ κελλίου τοῦ βασιλέως καὶ εἰς τὸ τρίκλινον, ἐν τῇ αὐλῇ δὲ τοῦ παλατίου στρατιῶται ὀνομαζόμε‐
5νοι οὕτω παραμοναί, ἔχοντες ἄλογα, ἐφ’ ὧν καὶ ἀλλαγάτωρ. Καὶ μετ’ αὐτοὺς ἕτεροι, παραμο‐ ναὶ μὲν καὶ οὗτοι, πλὴν ἄνευ ἀλόγων, ἔχοντες ἀλλαγάτωρα καὶ
10οὗτοι, φέροντες ἐν χερσὶ πάντες τὰς σπάθας αὐτῶν. Εἶτα εὑρίσκονται οἱ ὀνομαζόμενοι σωματοφύλακες τζάκωνες, φέροντες καὶ οὗτοι ἀπελατίκια. Καὶ μετὰ τούτους
15ἕτεροι, πεζοὶ μὲν καὶ οὗτοι, ὀνομα‐ ζόμενοι δὲ μουρτάτοι, τόξα ἕκασ‐ τος φέροντες. Αἱ μέντοι παραμοναὶ μετὰ σκιαδίων, οἱ τζάκωνες δὲ μετὰ καπασίων φοροῦντες καὶ
20ἐπανωκλίβανα ἠεράνεα, λέοντας περὶ τὸ στῆθος ἔχοντα ἱσταμένους ἄσπρους βλέποντας ἀντικρὺ κατὰ πρόσωπον· ὡσαύτως καὶ ὄπισθεν. Εἰσὶ καὶ κορτινάριοι, ἔχοντες
25καὶ οὗτοι ἔνοχον, ὃς κόμης καλεῖ‐ ται· οἵτινες δὴ κἂν ἐλάττων τάξις
εὑρίσκωνται, ἀλλ’ οὖν κάτω ἵσταν‐180

181

ται τῆς προκύψεως. Οἱ δὲ Βαρδα‐ ριῶται εἰς τὴν τῆς αὐλῆς θύραν. Πάντες οὖν οὗτοι, οἱ εἰρημένοι, καθ’ ἣν ὥραν ὅ τε ὀρθρινὸς ὕμνος
5ψάλλεται, ὁ τῆς λειτουργίας καὶ ὁ τοῦ ἑσπερινοῦ, κατὰ τάξιν ἵσταν‐ ται, εὐτακτοῦντος αὐτοὺς τοῦ πριμμικηρίου τῆς αὐλῆς, καθὰ εἴρηται.
10 Ὑπηρετοῦσι δὲ οἱ κορτινάριοι εἰς τὴν τοῦ βασιλέως σκηνήν, ἥτις καὶ κόρτη ὀνομάζεται. Ὁ μέντοι κόμης αὐτῶν καὶ αὐτοὶ δ’ οὗτοι πανία φοροῦσι κόκκινα
15ἐκ τῶν τῆς κόρτης παλαιῶν πανίων, ἐξ ὧν καὶ ἐπὶ κεφαλῆς σκουφίας μόνον κοκκίνας ἐντὸς μὲν τῆς αὐλῆς, οὐ μὴν δὲ καὶ καπάσια· ἔτι τε καὶ κάλτζας
20τοιαύτας, μετὰ παπουτζίων μαύ‐ ρων. Ἐκτὸς δὲ φοροῦσι τὰς τοιαύ‐ τας σκουφίας μετὰ καπασίων. Τοιαῦτα ἐνδύματα κόκκινα ἐνδύονται μὲν καὶ οἱ Βαρδαριῶται,
25διὰ πανίου, οὐκ ἐκ τῆς κόρτης ἀλλ’ ἐξ οἰκείων, ἐπὶ κεφαλῆς δὲ περσικὸν φόρεμα, ἀγγουρωτὸν ὀνο‐ μαζόμενον, ἔχον ἀντὶ μαργελλίων πανίον κίτρινον. Κρέμανται δὲ ἐπὶ
30ζώνης ἑκάστου τούτων λῶροι, οὓς
καλοῦσι μαγκλάβια, μαστίζειν τοὺς181

182

ἀξίους μαστίζεσθαι, φέροντες ἀεὶ καὶ δικανίκια. Ὅτε δὲ καβαλλι‐ κεύσει ὁ βασιλεύς, προηγοῦνται καὶ φέροντες αὐτὰ ὄρθια εὐτακ‐
5τοῦσι τὸν λαόν. Ἔχουσι δὲ οὗτοι καὶ πριμμικήριον. Τούτους πάλαι Πέρσας κατὰ γένος ὄντας ὁ βασι‐ λεὺς vacat μετοικίσας ἐκεῖθεν εἰς τὸν Βαρδάριον ἐκάθισε ποταμόν,
10ἀφ’ οὗ καὶ Βαρδαριῶται καλοῦνται. Ὁ πρωτοσπαθάριος λέγεται ὅτι ἦν κατὰ μὲν τὸ παλαιὸν πρῶτος τῶν σπαθαρίων παραμονῶν. Νῦν δὲ οὐδεμίαν ὑπηρεσίαν ἔχει.
15 Ὁ μέγας ἄρχων οὐδὲ ἓν ὑπηρέ‐ τημα κέκτηται. Καὶ ὁ τατᾶς τῆς αὐλῆς ὡσαύτως. Οἱ μεγάλοι τζαούσιοι εὑρίσκον‐ ται εὐτακτοῦντες τὴν τοῦ βασιλέως
20σύνταξιν, ὑπὸ τὸν μέγαν πριμμι‐ κήριον ὄντες. Ὁ πραίτωρ τοῦ δήμου οὐδ’ οὗτος ἔχει ὑπηρεσίαν τινά. Ὁ τῶν οἰκειακῶν λογοθέτης
25ὡσαύτως. Καὶ ὁ μέγας λογαριαστὴς οὐδ’ οὗτος ἔχει τὸ ὑπηρέτημα νῦν.
Ὁ πρωτοκυνηγὸς ἔχει μὲν τὴν182

183

ὑπηρεσίαν ταύτην, ὅτι τοῦ βασι‐ λέως τὸν ἵππον ἀναβαίνοντος οὐδεὶς ἕτερος τὴν σκάλαν κατέχει εἰ μὴ μόνος οὗτος, εἰ παρὼν εὑρίσκεται·
5ἄρχει δὲ καὶ τῶν κυνηγῶν τῶν λεγομένων σκυλλομάγγων. Εἰ δέ ποτε κυνηγετοῦντος τοῦ βασιλέως αἱμαχθῆναι συμβῇ τι τῶν ἱματίων αὐτοῦ, λαμβάνει τοῦτο κατ’ εὐερ‐
10γεσίαν ὁ πρωτοκυνηγός. Ὁ σκουτέριος βαστάζει τὸ διβέλλιον καὶ τοῦ βασιλέως σκου‐ τάριον, οὐ μόνον εἰς τὰς προκύψεις, ἀλλὰ κἂν ὅπου ὁ βασιλεὺς ἔξω
15ἀπέρχηται. Εὑρίσκονται δὲ μετὰ τοῦ διβελλίου καὶ πάντες οἱ ἀκο‐ λουθοῦντες Βάραγγοι. Εἴτε οὖν εἰς τὸ φωσσάτον ὁ βασιλεὺς εὑρίσκεται εἴτε καὶ ἀλλαχοῦ, τὸ διβέλλιον
20πάντοτε ἔμπροσθεν αὐτοῦ φέρεται. Ὁ ἀμηράλιος ὑπὸ τὸν μέγαν δοῦκαν εὑρίσκεται, προηγεῖται δὲ τοῦ στόλου παντός. Ὁ ἐπὶ τῶν δεήσεων δέχεται τὰς
25τῶν αἰτούντων καὶ τῶν ἀδικουμέ‐ νων ἀναφοράς, καβαλλαρίου διερ‐
χομένου τοῦ βασιλέως.183

184

Ὁ κοιαίστωρ εἶχε μὲν πάλαι καὶ οὗτος ὑπηρεσίαν, νῦν δὲ οὐδα‐ μῶς. Τὸ τοῦ μεγάλου ἀδνουμιαστοῦ
5ὑπηρέτημα λεχθήσεται καὶ τοῦτο, ὁπηνίκα τὸ τοῦ μεγάλου δομεστί‐ κου τὸ εἰς τὸ φωσσάτον. Ὁ λογοθέτης τοῦ στρατιωτικοῦ οὐδεμίαν ὑπηρεσίαν ἔχει.
10 Ὁ πρωτοϊερακάριος ἄρχει τῶν φερόντων ὄρνεα κυνηγῶν, φέρει δὲ καὶ χειρόρτιον ἐπὶ ζώνης, ὡς προείρηται. Ὁ λογοθέτης τῶν ἀγελῶν εἶχε
15μὲν καὶ οὗτος πάλαι ὑπηρεσίαν, νῦν δὲ οὐδαμῶς. Ὁ μέγας διερμηνευτής ἐστι πρῶτος τῶν ἑρμηνέων, οὓς κοινῶς δραγουμάνους καλοῦσιν.
20 Ὁ ἀκόλουθος εὑρίσκεται μὲν ἔνοχος τῶν Βαράγγων, ἀκολουθεῖ δὲ τῷ βασιλεῖ ἔμπροσθεν αὐτῶν, διά τοι τοῦτο καὶ ἀκόλουθος κέκληται.
25 Ὁ κριτὴς τοῦ φωσσάτου, τοῦ βασιλέως εἰς τὸ φωσσάτον εὑρισ‐ κομένου, τὰς παρεμπιπτούσας ὑπο‐ θέσεις τοῖς στρατιώταις εἴτε περὶ ἀλόγων εἴτε ἀρμάτων εἴτε καὶ
30κούρσων ἢ περὶ τοιούτου τινὸς
καθιστᾷ καὶ ἐξισάζει.184

185

Ὁ ἄρχων τοῦ ἀλλαγίου εἰς τὴν τοῦ βασιλέως μὲν εὑρίσκεται σύν‐ ταξιν· καὶ ὑπὸ τὸν μέγαν δὲ πριμμικήριον.
5 Ὁ πρωταλλαγάτωρ ὡσαύτως καὶ ὑπὸ τὸν μέγαν πριμμικήριον, πλὴν ἀκολουθεῖ ὄπισθεν τῆς συν‐ τάξεως, ἵνα ἐὰν ἀπολιμπάνηταί τις αὐτῆς, φέρῃ οὗτος καὶ ἀποκα‐
10θιστᾷ εἰς τὴν σύνταξιν καὶ εὐ‐ τακτῇ. Εἰ δὲ καὶ ὁ μέγας πριμ‐ μικήριος ἐν χρείᾳ τινὸς γένοιτο τῶν ἀπὸ ταύτης, πρὸς τὸν πρωταλ‐ λαγάτορα λέγει, καὶ καλεῖ τοῦτον.
15 Ὁ μέγας διοικητὴς οὐδεμίαν ὑπηρεσίαν ἔχει. Ὁ ὀρφανοτρόφος ἦν μὲν φροντί‐ ζων καὶ ἐπιμελούμενος πάλαι τῶν ὀρφανῶν, νῦν δὲ οὐδαμῶς κέκτηται
20τινὰ ὑπηρεσίαν. Ὁ πρωτονοτάριος δῆλος καὶ ἀπὸ τοῦ ὀνόματος· πρῶτος γὰρ τῶν νοταρίων ἤτοι τῶν γραμμα‐ τικῶν.
25 Τὸ τοῦ ἐπὶ τῶν ἀναμνήσεων ὑπηρέτημα πάλαι μὲν ἦν τὸ ἀπο‐ γράφεσθαι τοὺς ἐν ταῖς στρατείαις καὶ ἀλλαχοῦ ἀριστεύοντας, ἀναμι‐ μνῄσκειν τε ὑπὲρ αὐτῶν τῷ βασι‐
30λεῖ, ἵνα λαμβάνωσι τὰς προση‐185

186

κούσας τιμάς· κατὰ δὲ τὸ παρὸν οὐδεμίαν ὑπηρεσίαν ἔχει. Ὁ δομέστικος τῶν τειχέων ἔχει τοῦτο τὸ ὑπηρέτημα ὅτι, εἴ τινος
5τὰ κάστρα περιποιήσεως δέοιντο, ἐπιμελεῖσθαι τοῦτον εἰς τὸ ἀνα‐ κτίζεσθαι. Ὁ προκαθήμενος τοῦ κοιτῶνος, τοῦ βασιλικοῦ κοιτῶνος ἐπιμελού‐
10μενος, ἄρχει μὲν τῶν κοιτωναρίων, εὑρίσκεται δὲ ὑπὸ τὸν τοῦ κοιτῶνος παρακοιμώμενον. Ὁ προκαθήμενος τοῦ βεστιαρίου ἄρχει μὲν τοῦ βεστιαρίου, ὑπηρετεῖ
15δὲ καὶ εἰς τὰς προσφερομένας καὶ ἐξερχομένας εἰσόδους τε καὶ ἐξό‐ δους. Ὁ βεστιαρίου ἔχει ὑπηρέτημα θαλάσσιον. Τοῦ γὰρ βασιλέως
20κατὰ θάλασσαν ἐκστρατεύοντος ἄρχει οὗτος τοῦ τὸ βεστιάριον φέροντος κατέργου, ἀκολουθεῖ τε κατόπιν τοῦ βασιλικοῦ κατέργου. Ὁ ἑταιρειάρχης ὑπηρετεῖ μὲν
25εἰς τὴν παράστασιν, ὡς προείρη‐ ται, συνυπηρετεῖ δὲ καὶ τῷ μεγάλῳ ἑταιρειάρχῃ ὑπὲρ τῶν προσφύγων. Ὁ τῆς αὐλῆς λογαριαστὴς λογί‐
ζεται τοὺς ἐν τῇ αὐλῇ εὑρισκομέ‐186

187

νους πάντας ῥογάτορας, εἰ λείπει τυχὸν τινί τι ἀπὸ τῆς ῥόγας αὐτοῦ, ἢ εἰσδούλευσεν ὑπὲρ ὧν ἐρρογεύθη. Ὁ στρατοπεδάρχης τῶν μονο‐
5καβάλλων ὑπηρέτημα εἶχε τοιοῦ‐ τον. Ἦσαν ἐν τοῖς κατὰ θέματα τόποις φωσσάτου τάγματα, οἱ μὲν μεγαλοαλλαγῖται ὀνομαζόμενοι, οἱ δὲ τρικάβαλλοι, οἱ δὲ δικάβαλλοι,
10καὶ ἕτεροι μονοκάβαλλοι. Ἦν οὖν οὗτος ὁ στρατοπεδάρχης φροντι‐ στὴς καὶ ἐπιμελητὴς μόνων τῶν μονοκαβάλλων. Ὁ τῶν τζαγγρατόρων στρατο‐
15πεδάρχης φροντίζων ὡσαύτως καὶ ἐπιμελούμενος τούτων. Καὶ ὁ τῶν μουρτάτων στρατο‐ πεδάρχης ὁμοίως. Ὁ στρατοπεδάρχης τῶν τζακώ‐
20νων ἐπιμελεῖται τῶν εἰς τὰ κάστρα εὑρισκομένων φυλάξεων, οἵτινες τζάκωνες ὀνομάζονται. Ὁ προκαθήμενος τῶν μεγάλων παλατίων ἐπιμελητὴς αὐτῶν.
25Καὶ ὁ τῶν Βλαχερνῶν παλατίων
προκαθήμενος ὡσαύτως.187

188

Ὁ τῶν θεμάτων δομέστικος ἦν πάλαι φροντίζων καὶ ἐπιμελού‐ μενος τῶν τοῦ δημοσίου πραγμά‐ των.
5 Καὶ οἱ δομέστικοι τῶν τε ἀνατο‐ λικῶν καὶ δυσικῶν θεμάτων φρον‐ τισταὶ ὡσαύτως καὶ ἐπιμεληταὶ τῶν ἐκεῖσε δημοσίων πραγμάτων. Τὸ τοῦ μεγάλου μυρταΐτου
10ὑπηρέτημα ἀνεπίγνωστόν ἐστι. Τὸ τοῦ πρωτοκόμητος θαλάσ‐ σιόν ἐστι. Εὑρίσκεται γοῦν οὗτος τῶν ἐν τῷ βασιλικῷ στόλῳ πάντων κομήτων ὁ πρῶτος.
15 Καὶ τὸ τοῦ δρουγγαρίου ὡσαύ‐ τως θαλάσσιον· δροῦγγα γὰρ ποσότης τοσούτων τινῶν ἑρμηνεύε‐ ται, ἧς ἄρχει ὁ τοιοῦτος δρουγγά‐ ριος.
20 Οἱ προκαθήμενοι καὶ οἱ κασ‐ τροφύλακες ὑπηρέται ἑκάστης κατ’
ἀξίαν τῶν πόλεων.188

189

(1t)

Δʹ
1tΠερὶ τῆς τῶν δεσποτικῶν ἑορτῶν
2tτάξεως καὶ τῶν κατ’ αὐτὰς
3tτελουμένων ἐθίμων.
4Τῇ κδʹ τοῦ Δεκεβρίου, καθ’ ἥν
5ἐστιν ἡ τῶν Χριστουγέννων παρα‐ μονή, τοῦ βασιλέως εἰς τὸν ὄρθρον μὴ ἐξελθόντος κατὰ τὴν ἐξ ἔθους αὐτῷ συνήθειαν, ἀλλ’ ἐν τῷ ἑαυτοῦ κελλίῳ εὑρισκομένου, φέρουσι
10μετὰ τὴν ἀπόλυσιν οἱ κανονάρχαι καὶ ἱστῶσιν εἰκονοστάσιον, εἰς ὃ κρέμανται ἅγιαι εἰκόνες τῆς τε γεννήσεως τοῦ Χριστοῦ καὶ ἕτεραι τρεῖς ἢ καὶ τέσσαρες. Ἔμπροσθεν
15δὲ τούτου ἀναλόγιον, ἐφ’ οὗ ἐπίκει‐ ται ἅγιον εὐαγγέλιον. Καὶ οἱ μὲν ἱερεῖς ἵστανται πλησίον τῶν ἁγίων εἰκόνων μετὰ τῶν ἱερατικῶν στο‐ λῶν, οἱ δ’ ἀναγνῶσται μέσον τοῦ
20τρικλίνου κατὰ πρόσωπον τοῦ189

190

βασιλέως μετὰ τῶν ἱματίων καὶ ἐπιρριπταρίων αὐτῶν φοροῦντες καὶ καμίσια ἐπάνω τῶν ἱματίων, ὁ μέντοι πρωτοψάλτης καὶ ὁ
5δομέστικος λευκά, ὁ λαμπαδάριος δὲ κρατῶν τὸ χρυσοῦν διβάμπου‐ λον, ὁ μαΐστωρ καὶ πάντες οἱ ψάλται πορφυρᾶ, οἱ κανονάρχαι δὲ μετὰ ἱματίων μόνων καὶ ἀσκε‐
10πεῖς. Καὶ μετὰ ταῦτα ὁ πρωτοβεσ‐ τιαρίτης τε, ὁ μέγας ἑταιρειάρχης, ὁ πριμμικήριος τῆς αὐλῆς, οἱ ἑταιρειάρχαι, καὶ ὅσοι φέρουσι δικανίκια καὶ ὑπηρετοῦσιν, εἰσά‐
15γουσι τοὺς ἄρχοντας εἰς τὴν τοῦ βασιλέως παράστασιν ὥστε τοῦτον πληρωθῆναι τὸν οἶκον. Καὶ μετὰ τοῦτο ἐξέρχεται ὁ βασιλεὺς τοῦ κελλίου αὐτοῦ, τοῦ μεγάλου δομεσ‐
20τίκου εἰς τὴν θύραν ἱσταμένου καὶ τὴν τοῦ βασιλέως φέροντος σπάθην. Ἅμα οὖν τῷ τὸν βασιλέα φανῆναι
οἱ ψάλται αὐτίκα ψάλλουσι τὸ190

191

πολυχρόνιον. Ψαλλόντων δὲ τού‐ των ὁ βασιλεὺς ἀπέρχεται καὶ ἀσπάζεται τὰς ἁγίας εἰκόνας. Εἶθ’ ὑποστρέψας ἵσταται πλησίον τοῦ
5θρόνου αὐτοῦ, τοῦ μὲν μεγάλου δομεστίκου κατὰ τὸ ἀριστερὸν μέρος ἱσταμένου τοῦ βασιλέως μετὰ τῆς σπάθης, ὡς εἴρηται, τοῦ δὲ λαμπαδαρίου κάτωθεν τοῦ
10μεγάλου δομεστίκου τὸ διβάμπου‐ λον μεθ’ ἡμμένης λαμπάδος φέρον‐ τος, ἧς δὴ λαμπάδος τὰ μὲν ἄκρα εἰσὶ διὰ κινναβάρεως βεβαμμένα, τὸ δὲ μέσον διὰ πεταλίου κεχρυσω‐
15μένον ἔχοντος σταυροὺς ἐντὸς κύκλων κοκκίνους. Τῆς οὖν τῶν ὡρῶν ἐνάρξεως γενομένης φέρει αὐτίκα παιδόπουλον τοῦ βεστια‐ ρίου τὸ τοῦ βασιλέως δικανίκιον,
20ὅπερ λαβὼν ὁ μέγας πριμμικήριος φέρων δίδωσι τῷ βασιλεῖ. Ἰστέον δὲ ὅτι εἰς μὲν τὰς καθ’ ἑκάστην γινομένας παραστάσεις ὁ βασιλεὺς λέγει ὅτι «τὸ δικανίκιόν
25μου», καὶ φέρει τοῦτο τοῦ βεστια‐ ρίου παιδόπουλον, καθὰ εἴρηται· ἐπὶ δὲ τῶν ἑορτῶν, ὅταν παράστασις γένηται, μετὰ τὸ τὸν βασιλέα εἰς
τὸν θρόνον αὐτοῦ σταθῆναι, καὶ191

192

χωρὶς τοῦ εἰπεῖν αὐτὸν ὅτι «τὸ δικανίκιόν μου», λέγει ὁ μέγας πριμμικήριος «παιδόπουλον», καὶ φέρει τοῦτο. Ὁ δὲ περὶ τούτου
5λόγος οὗτός ἐστιν, ὅτι εἰς τὰς καθ’ ἡμέραν τῶν ὄρθρων παραστάσεις καὶ τῶν ἑσπερινῶν, μετὰ τὸ τοὺς ἐντίμους τῶν ἀρχόντων εἰς τὴν παράστασιν εἰσελθεῖν, λέγει ὁ
10βασιλεὺς ὅτι «τὸ δικανίκιόν μου», σημεῖον ὂν τοῦτο τοῦ καὶ τὸν παρακάτω λαὸν εἰσελθεῖν. Κατὰ δὲ τὰς μεγάλας τῶν ἑορτῶν πάντες ἄρχοντές τε καὶ οἱ λοιποὶ εἰσέρχον‐
15ται, καὶ οὐκ ἔστι χρεία διὰ τοῦτο τὸν βασιλέα ζητῆσαι τὸ δικανίκιον αὐτοῦ· τόδε γὰρ εἰδὼς ὁ μέγας πριμμικήριος λέγει ἀνερωτήτως, καὶ φέρουσιν αὐτό.
20 Ψάλλονται οὖν αἱ ὧραι, ἥ τε πρώτη, ἡ τριθέκτη καὶ ἡ ἐννάτη, μετὰ τῶν τροπαρίων. Εἰς μέντοι τὸ τελευταῖον τῆς ἐννάτης ὥρας τροπάριον λέγει ὁ πρωτοψάλτης
25τὸ· δόξα, καὶ ψάλλεται εἶτα καὶ τὸ· καὶ νῦν καὶ ἀεί. Καὶ οὐ
ψάλλεται ἐκ δευτέρου μὲν τὸ τρο‐192

193

πάριον, ἀναγινώσκεται δὲ ὑπὸ τοῦ κανονάρχου, ὃς καὶ μετὰ τὸ ἀνα‐ γνῶναι λέγει οὕτω· «πολυχρό‐ νιον ποιήσαι ὁ θεὸς τὴν ἁγίαν
5βασιλείαν σας εἰς πολλὰ ἔτη», «πολυχρόνιον ποιήσαι ὁ θεὸς τὴν κραταιὰν καὶ ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη», καὶ πάλιν ἐκ τρίτου, «πολυχρόνιον ποιήσαι ὁ
10θεὸς τὴν θεοπρόβλητον, θεόστεπ‐ τον καὶ θεοφρούρητον κραταιὰν καὶ ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη»· εἶτα ἐπευφημίζει ἡ παράσ‐ τασις λέγουσα «πολυχρόνιον
15ποιήσαι ὁ θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη»· καὶ ψάλλεται τὸ τροπάριον αὖθις, ἐπεὶ τὸ «καὶ νῦν καὶ ἀεὶ» προερρέθη. Τοὺς μὲν
οὖν ψαλμοὺς τῶν ὡρῶν ἀναγινώσ‐193

194

κει ὁ ἀρχιδιάκονος, τὴν προφητείαν καὶ τὸν ἀπόστολον ὁ πρωταποσ‐ τολάριος, τῶν δὲ εὐαγγελίων τὸ μὲν πρῶτον ὁ πρωτοπαπᾶς, τὰ
5δέ γε λοιπὰ ἱερεῖς ἕτεροι. Μετὰ δὲ τὴν ἀπόλυσιν τῶν ὡρῶν τοῦ βασι‐ λέως ἀπελθόντος αὖθις καὶ τὰς ἁγίας εἰκόνας ἀσπασαμένου, καὶ μετὰ τοῦτο εἰς τὸ κελλίον αὐτοῦ
10εἰσελθόντος, λύεται ἡ παράστασις μέχρις ἂν ἡ τῆς λειτουργίας προσή‐ κουσα ἔλθῃ ὥρα, καὶ τότε συμψάλ‐ λεται καὶ ὁ ἑσπερινὸς ὕμνος. Γίνεται μέντοι τοῦτο οὕτως, εἴπερ
15τύχοι οὖσα ἡ ἑορτὴ ἐν ἄλλῃ τῆς ἑβδομάδος ἡμέρᾳ· εἰ δ’ ἐν Σαβ‐ βάτῳ ἢ Κυριακῇ, τῶν ὡρῶν καὶ τῶν τροπαρίων ψαλλομένων πάρ‐ εστι μὲν ὁ βασιλεύς, οὐ μὴν δὲ καὶ
20εἰς τὴν λειτουργίαν, ἀλλ’ ἰδίᾳ ψάλλεται αὐτή. Ἡ δέ γε αἰτία τοῦ μὴ παρεῖναι τὸν βασιλέα καὶ εἰς τὴν λειτουργίαν ἐστὶν ὅτι τὰς μὲν ἄλλας πέντε ἡμέρας ψάλλεται
25πρῶτον ὁ ἑσπερινὸς ὕμνος καὶ μετ’ αὐτὸν ἡ λειτουργία, εἰ δὲ ἐν Σαββάτῳ τύχοι ἢ Κυριακῇ, εἰς τρίτην ὥραν τῆς ἡμέρας γίνεται ἡ
λειτουργία. Διά τοι τοῦτο καὶ194

195

οὐδὲν σώζει ψάλλεσθαι τὴν τοιαύ‐ την ὅλην ἀκολουθίαν τῶν τε ὡρῶν καὶ τῶν τροπαρίων, διὰ τὸ πλείσ‐ την εἶναι, καὶ ἐξ ἀνάγκης ψάλλεται
5μὲν πρῶτον ἡ λειτουργία ἰδίως, κατὰ τὸν τεταγμένον καιρόν, καὶ ἄνευ τῆς τοῦ βασιλέως ἐπιδημίας, κατὰ δὲ τὴν τοῦ ἑσπερινοῦ ὥραν ὁ βασιλεὺς ἔρχεται εἰς τὴν ἐκκλη‐
10σίαν. Τῶν οὖν τροπαρίων ψαλλομένων ὁ μὲν βασιλεὺς φορεῖ σκιάδιον καὶ τὴν καθημερινὴν στολὴν αὐτοῦ, καὶ οἱ ἄρχοντες δὲ ὡσαύτως·
15κατὰ δὲ τὸν ἑσπερινὸν καὶ τὴν λειτουργίαν ἀλλάσσει ῥοῦχον μαρ‐ γαριταρέϊνον. Φορεῖ δ’ ἐπὶ κεφαλῆς τὸ δοκοῦν αὐτῷ φόρεμα, ἤως ἢ κρινωνίαν ἢ τετράφυλλον ἤ τι
20ἕτερον ὅμοιον τούτοις· οἱ δὲ ἄρχοντες σκαράνικα, φακεώλια, καββάδια καὶ ἐπιλούρικα, ἕκαστος κατὰ τὴν τάξιν αὐτοῦ. Ψαλλομένης οὖν τῆς λειτουρ‐
25γίας, ἢ μόνον τοῦ ἑσπερινοῦ, εἰ ἐν σαββάτῳ ἢ κυριακῇ τύχοι, ὡς εἴρηται, οἱ προρρηθέντες ἄρχοντες, οἱ καὶ τῆς παραστάσεως ὑπηρέται, τὰ βασιλικὰ φέροντες φλάμουλα
30τῆς προκύψεως ἱστῶσι καταντι‐
κρύ. Ἃ δὴ καὶ εἰσὶ ταῦτα τὸ μὲν195

196

ἓν ἀρχιστράτηγος, τὸ ἕτερον εἰκό‐ νας ἔχον πολλὰς θείων ἱεραρχῶν ὀκτάγλωσσον, ὅπερ καλεῖται ὀκτα‐ πόδιον. Ἄλλο σταυρὸς ἔχον εἰκόνας
5τῶν ἁγίων τεσσάρων μεγάλων μαρτύρων, Δημητρίου, Προκοπίου καὶ Θεοδώρων, ἕτερον ἔχον τὸν ἅγιον Γεώργιον ἔφιππον, ἄλλο δρακόντειον, καὶ ἕτερον δὲ τὴν
10τοῦ βασιλέως ἔχον στήλην ἔφιπ‐ πον. Ἃ δὴ πάντα εἰσὶν ἕκαστον ἀνὰ δύο, ἤτοι ὁμοῦ δώδεκα. Ἔμπ‐ ροσθεν δὲ τῶν τοιούτων φλαμούλων προΐσταται ὁ σκουτέριος βασ‐
15τάζων τὸ διβέλλιον, ὃ δὴ ἔνι μόνον ἕν, καὶ τὸ σκουτάριον τὸ βασιλικόν. Ἦν μὲν οὖν πάλαι συνήθεια, ὅτι ἡ τοῦ βασιλέως σύνταξις ἦσαν ἑξακισχίλιοι, ἤτοι
20καθ’ ἓν ἕκαστον φλάμουλον πεντα‐ κόσιοι. Νῦν δὲ τὰ μὲν τοιαῦτα φλάμουλα φέρουσι καὶ ἱστῶσι καταντικρύ, ὡς εἴρηται, τῆς προ‐ κύψεως· ἐκτὸς δὲ ὁπόταν στρα‐
25τεύει ὁ βασιλεύς, κατ’ ἀναλογίαν τῆς ποσότητος τῆς αὐτοῦ συντά‐ ξεως ἔχει καὶ φλάμουλα ἓν τυχὸν ἢ καὶ δύο. Ὄπισθεν δὲ τῶν τοιούτων βασιλικῶν φλαμούλων
30ἵστανται τὰ τῶν δεσποτῶν καὶ τῶν ἀρχόντων, οὐ μὴν καὶ κατὰ τάξιν· τούτων δ’ αὖ ὄπισθεν τὰ
τῶν δημάρχων.196

197

Μετὰ δὲ τὴν ἀπόλυσιν τῶν προρρηθέντων ὕμνων πάντες ψάλ‐ ται τε καὶ οἱ ἀναγνῶσται πολυ‐ χρονίζουσι τὸν βασιλέα εἰσερχό‐
5μενον ἐν τῇ ἐκκλησίᾳ προσκυνῆσαι καὶ ἀντίδωρον λήψεσθαι. Εἶτα ἀνέρχεται ὁ βασιλεὺς ἐπὶ τῆς προκύψεως, καὶ αὐτίκα ἔρχεται ὁ βασιλικὸς ἅπας κλῆρος μετὰ τῶν
10προρρηθέντων ἐνδυμάτων αὐτῶν, καὶ ἵστανται ἔμπροσθεν τῶν φλα‐ μούλων. Μεταξὺ δὲ τούτων δή, τῶν τοῦ κλήρου καὶ αὐτῶν δὴ τῶν φλαμούλων, ἵστανται πάντες οἱ
15λεγόμενοι παιγνιῶται, ἤτοι σαλ‐ πιγκταί, βυκινάτορες, ἀνακαρισταὶ καὶ σουρουλισταί· οὗτοι καὶ μόνοι, ἀπὸ γὰρ τῶν λεπτῶν ὀργάνων οὐδὲ ἓν παραγίνεται. Εἶτα ἔρχονται
20καὶ οἱ ἄρχοντες ὡσαύτως μετὰ τῶν φορεμάτων αὐτῶν, καὶ ἵστανται ἕκαστοι κατὰ τὴν τάξιν αὐτῶν, καθὰ καὶ ἐν τῷ τρικλίνῳ. Ὁμοίως καὶ οἱ Βάραγγοι, καὶ ἵστανται καὶ
25οὗτοι ἐν τῇ αὐλῇ πλησίον τῶν τῆς προκύψεως κιονίων, φέροντες τοὺς πελέκεις αὐτῶν ἐπὶ τῶν καρπο‐ χείρων αὐτῶν· τοῦ βασιλέως δ’ ἄνωθεν ἀπὸ τῆς προκύψεως
30φανέντος αἴρουσιν αὐτοὺς πάντες,
ὡς ἔθος, ἐπὶ τῶν ὤμων αὐτῶν.197

198

Ἀνερχομένου οὖν τοῦ βασιλέως, ὡς δεδήλωται, εἰς τὴν πρόκυψιν συνανέρχονται καὶ οἱ δεσπόται· ἔτι τε ὁ λαμπαδάριος μετὰ τοῦ
5διβαμπούλου καὶ τῆς λαμπάδος καὶ ὁ πρωτοβεστιάριος. Καὶ ἐπειδὴ κρέμανται βηλόθυρα εἰς τὴν πρό‐ κυψιν τὴν τοῦ βασιλέως καλύπ‐ τοντα θεωρίαν, ὁ πρωτοβεστιάριος
10πιλατίκια κρατῶν ἀπῃωρημένα γε ὄντα κατὰ τὴν δεξιὰν χεῖρα αὐτοῦ, περὶ ὧν μετ’ ὀλίγον ῥηθήσεται, ἐκβαλὼν αὐτὰ ἀπὸ τοῦ βηλοθύρου δείκνυσι πρὸς τὸν λαόν, δηλῶν διὰ
15τούτου ὅτι ἀνῆλθεν ὁ βασιλεὺς εἰς τὴν πρόκυψιν. Ὄντος οὖν ἐν τῇ προκύψει τοῦ βασιλέως καὶ τὸ ἑαυτοῦ στέμμα ἤ τι τῶν ἄλλων αὐτοῦ φορεμάτων φορέσειν μέλλον‐
20τος, ὁ πρωτοβεστιάριος λαμβάνων αὐτὸ ἀπὸ τῶν τοῦ ῥουχαρείου ὑπηρετῶν δίδωσι τῷ βασιλεῖ. Οὐ μόνον δὲ κατὰ τὸν τοιοῦτον τῶν ἑορτῶν καιρόν, ἀλλὰ καὶ ἀεὶ οὕτω
25ποιεῖ. Ἔχει δὲ καὶ τοῦτο ἴδιον καὶ ἐξαίρετον, ὅτι ἐάν τι ζωΰφιον ἴδῃ ἢ πηλὸν ἢ ἄλλο τι περὶ τὸ ῥοῦχον τοῦ βασιλέως, τὸ σκιάδιον αὐτοῦ ἐκβαλών, τὴν χεῖρα ἐκτείνας
30ἐπαίρει ἢ καθαίρει τοῦτο ἀνερωτή‐
τως, μηδενὸς τῶν ἄλλων ἁπάντων198

199

ἀρχόντων ἄδειαν ἔχοντος τοῦτο ποιῆσαι, εἰ μὴ τούτου καὶ μόνου. Δεῖ δὲ γινώσκειν ὅτι ὅπερ καλεῖται νῦν στέμμα ὠνομάζετο
5πάλαι διάδημα. Τοῦτο δὲ ἦν βλάτιον μετὰ λίθων καὶ μαργάρων, κατὰ τὸ τοῦ βασιλέως μέτωπον κείμενον μέν, δεδεμένον δ’ ὄπισθεν περὶ τὸν ἐγκέφαλον, διὸ καὶ ἐκα‐
10λεῖτο διάδημα· ὅπερ ἐκ τοῦ κατὰ μικρὸν ἀμειφθὲν ἐγένετο οἷον ὁρᾶ‐ ται τὴν σήμερον, καὶ ὀνομάζεται στέμμα. Ὃ δὲ νῦν καλεῖται διά‐ δημα, ἐλέγετο πάλαι ζώνη στρα‐
15τιωτικὴ δηλοῦσα τιμήν· ὅθεν καὶ οἱ τύραννοι πρῶτον ἀφῄρουν τῆς ζώνης καὶ τοῦ στρεπτοῦ τοὺς τῶν μαρτύρων ἐντίμους τὸν Χριστὸν ὁμολογοῦντας, ἔπειτα παρεδίδουν
20τούτους βασανισταῖς· (στρεπτὸν δέ ἐστιν ἐληλαμένος χρυσός, ἐκ
τριῶν πεπλεγμένος καθάπερ σχοι‐199

200

νίων, ὅπερ ἐφόρουν ἐπὶ τραχήλου). Ὅτε γοῦν ὁ βασιλεὺς τὸ στέμμα φορεῖ, ἕτερόν τι ἔνδυμα οὐ φορεῖ εἰ μὴ τὸν σάκκον καὶ τὸ διάδημα·
5καὶ ὁτὲ μὲν ταῦτα, ὁτὲ δὲ ἐπιλού‐ ρικον καὶ φακεωλίδα φορεῖ, ἄλλοτε καββάδιον καὶ φυαλίν· ἐπὶ δὲ κεφαλῆς φορέματα διάφορα, ποτὲ μὲν τὸ ὀνομαζόμενον τροπαιουχίαν,
10ποτὲ δὲ Ἰουστινιάνειον, ἐν ἄλλοις δὲ ὑπέρτερον, ὧν τὰ σχήματα ἑκάστων οὐκ ἔστι νῦν κατὰ μέρος λέγειν. Ἀπὸ μὲν οὖν τῶν τοιούτων
15φορεμάτων καὶ ἐνδυμάτων φορεῖ ὁ βασιλεὺς οἷα ἂν βούλοιτο, τὸν
δέ γε σταυρὸν ἐν δεξιᾷ φέρει ἀεί,200

201

ἐν δὲ τῇ ἀριστερᾷ βλάτιον κώδικι ἐοικός, δεδεμένον μετὰ μανδυλίου· ὃ βλάτιον ἔχει χῶμα ἐντός, καὶ καλεῖται ἀκακία. Καὶ τὸν μὲν
5σταυρὸν ὁ βασιλεὺς φέρων δι’ αὐτοῦ δείκνυσι τὴν εἰς Χριστὸν ἑαυτοῦ πίστιν, διὰ τοῦ στέμματος τὴν τιμήν, διὰ τῆς ζώνης, ἣ νῦν, ὡς εἴρηται, καλεῖται διάδημα, τὸ
10στρατιώτην εἶναι αὐτόν, διὰ τοῦ σάκκου μέλανος ὄντος τὸ τῆς βασι‐ λείας κρύφιον, διὰ τοῦ χώματος,
ὅπερ καλεῖται ἀκακία, ὡς εἴπομεν,201

202

τὸ τὸν βασιλέα ταπεινὸν εἶναι ὡς θνητὸν καὶ μὴ διὰ τὸ τῆς βασιλείας ὕψος ἐπαίρεσθαι καὶ μεγαλαυχεῖν, διὰ τοῦ μανδυλίου τὸ ταύτης ἄστα‐
5τον καὶ τὸ μεταβαίνειν ἀφ’ ἑτέρου εἰς ἕτερον, διὰ τῆς σπάθης τὸ ἐξουσιαστικόν. Καὶ τὴν λαμπάδα δὲ φέρουσιν ἔμπροσθεν αὐτοῦ διὰ τὸ φάσκον κυριακὸν λόγιον ὅτι
10«οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Μετὰ μέντοι τὸ
15τὸν βασιλέα ἀλλάξαι τὰ ἑαυτοῦ φορέματα, ὁ πρωτοβεστιάριος ἐμφανίζει αὖθις τὰ πιλατίκια, τὴν τοῦ βασιλέως δεικνύων ἑτοιμασίαν. Τὴν δὲ σπάθην αὐτοῦ φέρει ἀρχον‐
20τόπουλον ἀσκεπές, τῶν ἐγγὺς κατὰ γένος προσηκόντων τῷ βασιλεῖ· ὁ γὰρ μέγας δομέστικος ἵσταται καὶ οὗτος μετὰ τῶν λοιπῶν ἀρχόν‐ των ἐν τῇ αὐλῇ.
25 Σταθεὶς οὖν ὁ βασιλεὺς ἐπὶ τῆς προκύψεως φαίνεται ἀπὸ τῶν γονά‐ των καὶ ἄνω, ἐν μὲν τῇ δεξιᾷ τὸν σταυρὸν φέρων, ἐν δὲ τῇ ἑτέρᾳ τὴν
ἀκακίαν, ὡς δεδήλωται.202

203

Αὐτὰ ταῦτα φορεῖ καὶ ὁ βασι‐ λεὺς ὁ υἱὸς αὐτοῦ, εἰ ἐστεμμένος εὑρίσκεται, εἰ δὲ μή, τὸ σύνηθες ῥοῦχον αὐτῷ, καὶ ἐπ’ αὐτοῦ, τὸ
5λεγόμενον φυαλὶν μετὰ λίθων καὶ μαργάρων, ἐπὶ κεφαλῆς δὲ φορεῖ στέφανον· φαινόμενος καὶ οὗτος ἀπὸ τῶν γονάτων καὶ ἄνω. Τῶν δὲ δεσποτῶν, τὰ μὲν λοιπὰ τῶν
10σωμάτων κρύπτονται, ἀπὸ δὲ τοῦ στήθους καὶ ἄνω φαίνονται. Μετὰ γοῦν τὸ ἑτοιμασθῆναι τὸν βασιλέα καὶ σταθῆναι, ὁ πρωτοβεστιάριος ἐμφανίζει πάλιν ἐκ τρίτου τὰ πιλα‐
15τίκια, δηλῶν διὰ τούτου ὅτι ὁ βασιλεὺς ἐστάθη εἰς τὴν πρόκυψιν. Καὶ παρευθὺς ἀνοίγουσι τὰ βηλό‐ θυρα, καὶ οὔτε ὁ πρωτοβεστιάριος, οὔτε ὁ λαμπαδάριος, οὔτε μὴν ὁ τὴν
20βασιλικὴν φέρων σπάθην φαίνονται ὅλως, εἰ μὴ ἡ σπάθη μόνη καὶ ἡ λαμπάς. Ἅμα γοῦν τῷ ἀνοιγῆναι ταῦτα, καὶ τὸν βασιλέα καὶ μόνον φανῆναι, εὐθὺς ψάλλουσιν οἱ ψάλται
25τὸ πολυχρόνιον, τῶν ὀργάνων ἠχούντων, διαφόρων ὄντων, ὡς εἴρηται. Οἱ μέντοι ψάλται μετὰ τὸ πολυχρονίσαι σιωπῶσι, τὰ ὄργανα δὲ ἠχοῦσι μέχρι καὶ ἱκανῆς ὥρας.
30Εἶτα τοῦ βασιλέως ἠρέμα κινή‐
σαντος τὸ μανδύλιον παραυτίκα203

204

καὶ ταῦτα παύουσι, καὶ ἄρχονται πάλιν οἱ ψάλται, προσφόρους λέγοντες στίχους τῇ ἑορτῇ, καὶ μετ’ ὀλίγον τὸ «ὁ Χριστὸς ἐγεν‐
5νήθη ὁ στέψας σε βασιλέα», καὶ μετὰ τοῦτο στίχους, καὶ πάλιν αὐτό, μέχρι καὶ ἱκανῆς ὥρας. Εἶτα γίνεται ἡ εὐφημία τῶν ὀνο‐ μάτων τῶν βασιλέων καὶ τῶν
10δεσποινῶν, μεθ’ ἣν πολυχρονί‐ ζουσιν αὖθις οἱ ψάλται. Τούτου δ’ ἔτι ψαλλομένου κλείουσι τὰ βηλόθυρα. Πάλιν δὲ τῶν ὀργάνων πρὸς ὀλίγον ἠχούντων ἐκβαίνουσι
15τὰ φλάμουλα. Καὶ τὰ μὲν βασιλικὰ διακομίζονται εἰς τὸ βεστιάριον, ὅπου εὑρίσκονται, τὰ δὲ τῶν ἀρχόντων ἐν τοῖς οἴκοις ἑκάστων. Κατελθὼν δὲ ὁ βασιλεὺς ἀπέρχεται
20εἰς τὴν τράπεζαν τὴν κατ’ ἔθος φορῶν καθημερινὴν στολήν, οἱ δὲ ἄρχοντες τὰ προρρηθέντα τούτων φορέματα. Ὁ μέντοι τῆς τραπέζης λόγος
25ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ τῶν πιλατικίων προεμνήσθημεν, εἴπω‐ μεν κατὰ πρῶτον περὶ αὐτῶν, ἔπειτα ἵνα καὶ περὶ ταύτης δηλώ‐
σωμεν.204

205

Κῦρος ὁ μέγας, ὁ τῶν Περσῶν βασιλεύς, υἱὸς ὢν τοῦ Καμβύσου, μετὰ θάνατον Ἀστυάγου τοῦ πάπ‐ που αὐτοῦ ἐκληρώσατο καὶ τὴν
5ἐκείνου ἀρχὴν ἤτοι τοὺς Μήδους. Τῶν τοίνυν Περσῶν ἔθνους ὄντων μικροῦ, καὶ νομαδικὸν βίον ζών‐ των, ὁ Κῦρος δὴ οὗτος τὰ τῶν Περσῶν ἔθιμα καταλείψας τοῖς
10τῶν Μήδων ἐχρῆτο, μεγάλου ὄντων ἔθνους καὶ μεγαλοπρεποῦς, ὧν δὴ οἱ κριταὶ ἐφόρουν ἐπιλούρικα καὶ ἐπὶ κεφαλῆς φακεωλίδα. Ἐν οὖν φακεωλίων ἑκάστῳ κρέματαί τι
15κατὰ τὸ ἀριστερὸν μέρος μαργέλ‐ λιον συρματέϊνον τὸ ἕτερον τοῦ φοροῦντος τῶν ὤτων καλύπτον, δηλοῦν ὡς τὸ μὲν ἀσκεπὲς τῶν ἐγκαλούντων ἐστί, τὸ δὲ σκεπό‐
20μενον οὖς τῶν κατηγορουμένων μέν, μὴ παρόντων δέ. Ἐπὶ δὲ τραχήλου τῶν κριτῶν ἐκρέμαντο δύο τινὰ διὰ εἰτανίων πιλατίκια λεγόμενα, ἅπερ εἰσὶ μαργέλλια
25μετὰ σύρματος, τὸ μὲν μῆκος σπι‐ θαμῆς ἔλαττον, τὸ δὲ πλάτος παλαμιαῖον. Ἅτινα ὁ τῶν Μήδων
ἐφόρει βασιλεύς, ὁμοίως καὶ οἱ205

206

κριταί. Ὥσπερ οὖν ἐφόρουν πάλαι οἱ στρατηγοὶ στρεπτά, τὴν τιμὴν τούτων δηλοῦντα, οὕτω καὶ τὰ πιλατίκια τὴν τιμὴν τῶν κριτῶν
5ἐδήλουν. Ὁ τοίνυν Κῦρος τὴν τῶν Μήδων ἀρχὴν κτησάμενος, ὡς δεδήλωται, καὶ τοῖς ἔθεσι τούτων ἐχρῆτο· πολεμήσας δ’ ἔπειτα καὶ τοῖς Ἀσυρίοις συμπαρέλαβε μὲν
10καὶ τὴν τούτων ἀρχήν, μείζω τῆς τῶν Μήδων οὖσαν, ἀφ’ ὧν καί τινα τούτων ἔθιμα ἔλαβεν· ἑαυτὸν δὲ βασιλέα Περσῶν ἀεὶ ὠνόμαζε τιμῆς ἕνεκα τῆς τοῦ πατρὸς ἀρχῆς,
15εἰ καὶ τῶν Μήδων καὶ τῶν Ἀσυ‐ ρίων ἐλάττων ἦν αὐτή, ὡς εἴρηται. Καὶ ἀπὸ μὲν τῆς τῶν Μήδων ἀρχῆς ἔλαβε τό τε φακεώλιον καὶ τὸ ἐπιλούρικον, ἀπὸ δὲ τῆς τῶν
20Ἀσυρίων τὸ σκαράνικον, τὸ καβ‐ βάδιον καὶ τὸ δρακόντειον φλάμου‐ λον. Καὶ ἔκτοτε ἐπεκράτησε τοὺς μετὰ Κῦρον πάντας βασιλέας καλεῖσθαι Περσῶν, μέχρι καὶ τοῦ
25Δαρείου, ὃν καταστρεψάμενος Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἔσχε καὶ τὴν ἀρχὴν τούτου. Ἐπεὶ δ’ ὁ μέγας Κωνσταν‐ τῖνος καὶ ἦν καὶ ἐλέγετο βασιλεὺς
30Ῥωμαίων, βασιλεῖς τῶν Ῥωμαίων καλοῦνται μέχρι τοῦ νῦν καὶ οἱ ἐκείνου διάδοχοι βασιλεῖς. Καὶ
ἐπειδὴ ὁ μὲν Ἀλέξανδρος τῶν206

207

Μακεδόνων ἦν βασιλεύς, ἡ δὲ Μακεδονία ὑπὸ τὴν τοῦ βασιλέως Ῥωμαίων χεῖρα εὑρίσκεται, τὰ μὲν ἑῷα ἔθνη διδόασι μεγάλην
5τιμὴν τῷ βασιλεῖ ὡς διαδόχῳ τοῦ πατρικοῦ ὁσπητίου τοῦ Ἀλεξάν‐ δρου, τὰ δ’ αὖ ἑσπέρια ὡς τοῦ μεγάλου Κωνσταντίνου διαδόχῳ. Καὶ περὶ μὲν τούτων οὕτως·
10ἐπανιτέον δ’ αὖθις ὅθεν ἐξήλθομεν. Τοῦ βασιλέως μὲν οὖν εἰς τὴν τράπεζαν ἀπελθόντος καὶ καθίσαν‐ τος, ὑπηρετοῦσιν αὐτῷ ὅ τε δομέσ‐ τικος καὶ ὁ ἐπὶ τῆς τραπέζης·
15οὗτοι καὶ γὰρ ὑπηρετοῦσιν, εἰ παρόντες εὑρίσκονται, ὥσπερ δὴ καὶ ὁ πιγκέρνης. Πολυχρονίζουσι δὲ τοῦτον ἔξω τοῦ τρικλίνου ὅσοι φοροῦσι σκιάδια χρυσοκόκκινα, καὶ
20εἰσελθοῦσιν ὁρίζει ὁ βασιλεὺς «εἰς πολλὰ ἔτη», καὶ ἀπέρχονται. Καὶ μετ’ αὐτοὺς πολυχρονίζουσιν οἱ συρματέϊνα φοροῦντες. Καὶ μετὰ τὸ πολυχρονίσαι καὶ τούτους, ὁ
25πρωτοβεστιαρίτης πρὸς τῇ πύλῃ ἱστάμενος, ἢ εἰ τύχοι λείπειν αὐτόν, ὁ μέγας ἑταιρειάρχης ἢ ὁ πριμμικήριος τῆς αὐλῆς λέγει πρὸς
αὐτοὺς «εἰς πολλὰ ἔτη ὁρίζει ὁ207

208

αὐθέντης μας ὁ βασιλεύς». Οἱ δὴ καὶ εἰσελθόντες προσκυνοῦσι καὶ ἀπέρχονται καὶ οὗτοι. Ἔπειτα πολυχρονίζουσιν οἱ ἐφεξῆς ἄρχον‐
5τες. Καὶ οἱ μὲν φοροῦντες σκιάδια χρυσοκόκκινα καὶ συρματέϊνα ἀπέρχονται, ὡς εἴρηται, πλὴν τοῦ πιγκέρνη· περιμένει γὰρ οὗτος ὑπηρετήσων ἐπὶ τῆς τραπέζης τῷ
10βασιλεῖ. Τοὺς δὲ κλαπωτὰ φοροῦν‐ τας, οἱ προδηλωθέντες ὑπηρέται τοὺς τόπους ἑκάστων τούτων γινώσκοντες φέρουσιν αὐτούς, καὶ πολυχρονίζουσι καὶ οὗτοι. Εἶτα
15λέγουσι καὶ πρὸς αὐτοὺς «εἰς πολλὰ ἔτη ὁρίζει ὁ αὐθέντης μας ὁ βασιλεύς». Καὶ οὐκ ἀπέρχονται, ἀλλ’ ἵστανται εἰς τὴν παράστασιν. Ὁ δέ γε ποτεστάτος τῶν ἐν τῷ
20Γαλατᾷ Γενουϊτῶν, καὶ οὗτος εἰς τὸν καιρὸν τῆς προκύψεως σὺν τοῖς μετ’ αὐτοῦ ἄρχουσι μετὰ τῶν λοιπῶν ἀρχόντων εὑρισκόμενος, προσκαρτερεῖ μέχρι καὶ τῆς τρα‐
25πέζης. Καὶ μετὰ τὸ σταθῆναι τοὺς ἄρχοντας εἰς τὴν παράστασιν μέχρι
καὶ τοῦ μεγάλου δρουγγαρίου τοῦ208

209

στόλου, ἐλθόντες καὶ οὗτοι πολυ‐ χρονίζουσι λατινικῶς. Εἰσελθόντος οὖν καὶ προσκυνήσαντος μετὰ τῶν σὺν αὐτῷ, ὁρίζει ὁ βασιλεὺς «εἰς
5πολλὰ ἔτη» καὶ δίδωσι διὰ χειρὸς αὐτοῦ τῷ ποτεστάτῳ κολίκιον, καὶ ἀπέρχεται. Μετὰ δὲ τούτους πολυχρονίζουσι καὶ οἱ ἕτεροι τῶν ἀρχόντων, καὶ
10εἰσέρχονται μέχρι καὶ τοῦ λογοθέ‐ του τῶν ἀγελῶν. Εἶτα καὶ ὁ τῶν Πισσαίων ἔρχεται κόνσουλος, καὶ πολυχρονίζει καὶ οὗτος σὺν τοῖς μετ’ αὐτοῦ κατὰ τὴν τάξιν αὐτῶν.
15Εἰσελθόντων οὖν καὶ προσκυνη‐ σάντων, ὁρίζει καὶ τούτοις δι’ ἑρμηνέως ὁ βασιλεὺς «εἰς πολλὰ ἔτη», καὶ ἀπέρχονται. Καὶ μετὰ τούτους ὁ κόνσουλος τῶν Ἀγκωνι‐
20τιάνων μετὰ τῶν σὺν αὐτῷ· καὶ γίνεται καὶ εἰς αὐτοὺς καθὰ καὶ εἰς τοὺς Πισσαίους. Οἱ Βενέτικοι δὲ ἔρχονται μὲν εἰς τὴν πρόκυψιν, οὐ προσκαρτεροῦσι δέ, ἀλλ’ ἀπέρ‐
25χονται. Ἡ δ’ αἰτία ῥηθήσεται μετὰ ταῦτα. Ἔπειτα ἔρχονται καὶ πολυ‐ χρονίζουσι καὶ οἱ Βάραγγοι, κατὰ
τὴν πάτριον καὶ οὗτοι γλῶσσαν209

210

αὐτῶν, ἤγουν ἐγκλινιστί, τοὺς πελέκεις αὐτῶν συγκρούοντες κτύ‐ πον ἀποτελοῦντας. Μετὰ γοῦν τὸ πάντας τοὺς τοῦ
5παλατίου πολυχρονίσαι κατὰ τὴν τάξιν αὐτῶν, μέχρι καὶ τῶν Βαρδα‐ ριωτῶν (κατὰ τὴν πάλαι πάτριον καὶ τούτων φωνήν, ἤτοι περσιστί), εἰσέρχονται καὶ οἱ ψάλται, τὸ
10πολυχρόνιον ψάλλοντες καὶ μετ’ αὐτὸ τὸ κοντάκιον «ἡ παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει», καὶ πάλιν τὸ πολυχρόνιον. Καὶ ἐπειδὴ ὁ μὲν μέγας δομέσ‐
15τικος προαπέρχεται μετὰ τῆς πρώ‐ της τάξεως τῶν ἀρχόντων· ὁ δὲ δομέστικος τοῦ ἐπὶ τῆς τραπέζης προϊστάμενος ὑπηρετεῖ τῷ βασιλεῖ, συνυπηρετοῦντα ἔχων καὶ τὸν ἐπὶ
20τῆς τραπέζης, ὡς προείρηται, κράζων οὗτος ἕκαστον τῶν ἀρχόν‐ των κατὰ τὸν τόπον αὐτοῦ, ἤτοι ἀπὸ τοῦ πρωτοβεστιαρίτου καὶ
κάτω, δίδωσι μίνσον ἀπὸ τῆς210

211

τραπέζης· ὃν λαμβάνων ὁ ἄρχων ὑποχωρεῖ μὲν τῆς τραπέζης μέχρι καὶ τοῦ τόπου ἐν ᾧ ἵσταται κατὰ τὴν τάξιν αὐτοῦ, ἱστάμενα δ’
5ἐκεῖσε βασιλικὰ παιδόπουλα ἐπαί‐ ρουσι τοὺς μίνσους ἐκ τῶν χειρῶν αὐτῶν, καὶ οὕτως ἀπέρχονται πάντες. Τοῦτο δὲ γίνεται οὕτω μέχρι καὶ τοῦ λογοθέτου τῶν
10ἀγελῶν· μεθόριον γὰρ ὥσπερ ἵσταται οὗτος, ἐπεὶ οὔτε χρυσοῦν σκαράνικον οὔτε κόκκινον φορεῖ. Οἱ δὲ μετὰ τοῦτον καὶ κάτω, ὅσοι δηλονότι σκαράνικα κόκκινα
15φοροῦσι, τοὺς μίνσους λαμβά‐ νοντες καὶ μέχρι τῆς τοῦ τρικλίνου θύρας φέροντες πρὸς τοὺς ἑαυτῶν ἀνθρώπους διδόασι, καὶ ἀπέρχον‐ ται πάντες, ὡς εἴρηται, προσ‐
20καρτεροῦντος ἐξ αὐτῶν οὐδενός. Εἰ δεήσει δὲ τὸν βασιλέα πιεῖν, ὁ πιγκέρνης ὑπηρετεῖ τοῦτο, οὐ κατὰ τὰς ἑορτὰς καὶ μόνον, ἀλλὰ καὶ πάντοτε τοῦ βασιλέως ἐσθίον‐
25τος οὗτος κιρνᾷ εἰ παρὼν εὑρίσκε‐ ται· διὰ τοῦτο γὰρ καὶ πιγκέρνης. Καὶ κατὰ μὲν τὸ παλαιὸν ἐκτὸς τῆς πόλεως ἀκολουθῶν τῷ βασιλεῖ ἔφερε κωθώνιον μετὰ ἁλύσεως,
30ὡς ἄν, εἰ ἐν χρείᾳ γένοιτο πιεῖν211

212

αὐτὸν ἀπὸ βρύσεως ἢ ποταμοῦ, δῷ τοῦτο καὶ πίῃ· κατὰ δὲ τὸ παρὸν οὐκ ἐνηργεῖτο. Μετὰ μέντοι τὸ δεῖπνον τὸν
5βασιλέα ἐν τῷ κελλίῳ αὐτοῦ ἀπελθόντα πολυχρονίζουσιν οἵ τε δεσπόται, οἱ σεβαστοκράτορες καὶ οἱ καίσαρες· πρὸς οὓς καὶ ὁρίζει ὁ βασιλεὺς δι’ ἑαυτοῦ «εἰς πολλὰ
10ἔτη», καὶ ἀπέρχονται. Μετ’ αὐτοὺς πολυχρονίζουσιν ὡσαύτως καὶ ὅσα τῶν κατὰ γένος προσηκόν‐ των τῷ βασιλεῖ ἀρχοντόπουλά εἰσιν ἀσκεπῆ.
15 Τῇ δὲ ἐπαύριον εἰς μὴν τὸν ὄρθρον τῆς συνήθους παραστάσεως γενομένης ὅ τε βασιλεὺς καὶ οἱ ἄρχοντες φοροῦσι τὰ συνήθη καθ’ ἡμέραν φορέματα, εἰς δὲ τὴν λει‐
20τουργίαν ὁ μὲν βασιλεὺς φορεῖ ῥοῦχον μαργαριταρέϊνον, καὶ ἐπὶ κεφαλῆς ἓν ἀφ’ ὧν ἐμνήσθημεν πρότερον φορεῖν αὐτὸν φορεμάτων κατὰ τὸν τῆς λειτουργίας καιρόν,
25οἱ δὲ ἄρχοντες τὰ ἑαυτῶν φορέ‐ ματα, ὡς δεδήλωται. Μετὰ μὲν οὖν τὴν λειτουργίαν, τοῦ βασιλέως εἰς τὴν τράπεζαν παραγενομένου, πρὸ τοῦτον καθί‐
30σαι, ἔρχεται ὁ πρωτοπαπᾶς ἤ τις τῶν ἱερέων ἕτερος, καὶ ποιῶν
εὐχὴν ἐπὶ τῆς βασιλικῆς τραπέζης212

213

διὰ τὸ τὴν τεσσαρακοστὴν παρελ‐ θεῖν, ἀρχὴν δὲ τὴν κρεωφάγον λαβεῖν, λαμβάνει ἄρτον καὶ μίνσον, καὶ ἀπέρχεται.
5 Ἔπειτα δὲ προσκαλεῖται ὁ πρω‐ τοβεστιαρίτης τὸν μέγαν δομέσ‐ τικον εἰς τὴν τράπεζαν. Τοῦ οὖν βασιλέως καθίσαντος ὑπηρετεῖ ὁ μέγας δομέστικος οὕτω. Παρίσ‐
10ταται πρῶτος οὗτος δὴ ὁ μέγας δομέστικος σύνεγγυς τῷ βασιλεῖ, μετὰ τοῦτον ὁ τῆς τραπέζης δομέσ‐ τικος, καὶ μετ’ αὐτὸν ὁ ἐπὶ τῆς τραπέζης. Διακομίζοντος δὲ μίν‐
15σους τοῦ δομεστίκου τοῦ δομεστι‐ κείου, οὓς μέλλει φαγεῖν ὁ βασι‐ λεύς, καὶ διδόντος τῷ ἐπὶ τῆς τραπέζης, τοῦ δὲ τῷ τῆς τραπέζης δομεστίκῳ, τούτου δ’ αὖ πρὸς τὸν
20μέγαν δομέστικον, ὁ μέγας δομέσ‐ τικος τίθησι τούτους ἔμπροσθεν τοῦ βασιλέως. Ἐσθίοντος οὖν, εἰ δεήσει πιεῖν, ὑπηρετεῖ ὁ πιγκέρ‐ νης, ὡς εἴρηται, εἰ ἐνδημῶν εἴη· εἰ
25δὲ μή, ὁ ἐντιμότερος κιρνᾷ τῶν ἀρχόντων. Οἱ τοῦ δομεστικείου τοίνυν δομέστικοι τοὺς μίνσους ἅπαντας φέροντες τιθέασιν ἐπ’ ἐδάφους.
30Εἶτα οἱ προδηλωθέντες ἄρχοντες
ὑπηρέται, ἤως ὅ τε πρωτοβεστια‐213

214

ρίτης, ὁ μέγας ἑταιρειάρχης καὶ ὁ τῆς αὐλῆς πριμμικήριος τοὺς ἄρχοντας προσκαλοῦνται εἰς τὴν παράστασιν· οἱ δὴ καὶ παραγενό‐
5μενοι ἵστανται ἕκαστοι εἰς τοὺς τόπους αὐτῶν. Ἔπειτα εἰσέρχονται καὶ οἱ ψάλται μετὰ τῶν ἐπιρ‐ ριπταρίων καὶ καμισίων αὐτῶν, καὶ ψάλλουσιν ἰδιόμελον τῶν τῆς
10ἑορτῆς, ἤτοι τὸ «μάγοι Περσῶν βασιλεῖς». Ψαλλόντων οὖν τούτων ὁ μὲν βασιλεὺς μικρὸν ἀποσχόμενος τοῦ ἐσθίειν κάθηται· ὁ δὲ μέγας δομέστικος, ὁ δομέστικος καὶ ὁ
15ἐπὶ τῆς τραπέζης ὑποχωροῦσι πλαγίως μέχρι καὶ τοῦ τοίχου. Καὶ μετὰ τὸ πληρῶσαι τούτους τὴν ψαλμῳδίαν, τοῦ βασιλέως αὖθις ἀρξαμένου ἐσθίειν, ὁ μέγας δομέσ‐
20τικος πρὸς τὴν τράπεζαν ἀπελθὼν κατέρχεται πρὸς τὸ ἄκρον, καὶ καλεῖ κατ’ ὄνομα τόν τε πρω‐ τοψάλτην, τὸν δομέστικον, τὸν λαμπαδάριον καὶ τὸν μαΐστορα.
25Ἐλθοῦσιν οὖν, δίδωσι μίνσους αὐτοῖς· οὓς καὶ ἐπαίροντες οἱ
κανονάρχαι ἀπὸ τῶν χειρῶν αὐτῶν,214

215

ὥσπερ τὰ παιδόπουλα ἀπὸ τῶν ἀρχόντων, ὡς εἴρηται, ἐκβάλλουσιν ἔξω. Καὶ μετὰ τοῦτο λέγει πάλιν ὁ μέγας δομέστικος «ἐλᾶτε καὶ
5ἐσεῖς». Καὶ ἐρχόμενοι πάντες οἱ ἀναγνῶσται ἐπαίρουσι μίνσους, καὶ φέρουσι τούτους δι’ ἑαυτῶν. Καὶ μετ’ αὐτοὺς στραφέντες οἱ κανο‐ νάρχαι ἐπαίρουσι καὶ τοὺς ἑαυτῶν
10μίνσους, καὶ ἀπέρχονται. Εἶτα ἔρχεται ὁ μέγας δομέσ‐ τικος πλησίον τοῦ βασιλέως, καὶ μετ’ ὀλίγον λέγει πρὸς τὸν ἀνεψιὸν τοῦ βασιλέως τὸν πανυπερσέβασ‐
15τον οὕτω· «πανυπερσέβαστε», καὶ ἐλθόντι δίδωσι μίνσον, ὃν παρευθὺς παιδόπουλον ἀπὸ τῶν αὐτοῦ λαμβάνον χειρῶν, ἀπελθὸν δίδωσιν ἀνθρώπῳ τοῦ αὐτοῦ πανυ‐
20περσεβάστου· ὁ δὲ ἀπέρχεται, καὶ ἵσταται πάλιν εἰς τὸν τόπον αὐτοῦ. Ὁμοίως λέγει καὶ τῷ ἀνεψιῷ τοῦ βασιλέως τῷ πρωτο‐ βεστιαρίῳ, καὶ γίνεται καὶ εἰς
25αὐτὸν οὕτω. Τοὺς δὲ ἑτέρους ἀνεψιοὺς τοὺς μὴ ὀφφίκια ἔχοντας κράζει οὕτως· «ἀνεψιὲ τοῦ αὐθέν‐ του μας τοῦ βασιλέως», ἢ «ἐξά‐ δελφε», ἢ «θεῖε». Καὶ ἔρχεται
30ὁ προϊστάμενος τούτων, εἶτ’ ἐφεξῆς οἱ λοιποὶ κατὰ τὸν τόπον εἰς ὃν
ἕκαστος ἵσταται· καὶ γίνεται καὶ215

216

εἰς αὐτοὺς παρὰ τῶν παιδοπούλων ὥσπερ καὶ εἰς τὸν πρωτοβεστιάριον καὶ τὸν πανυπερσέβαστον, καθὰ προδεδήλωται.
5 Ἔπειτα κράζει τοὺς ἄρχοντας πάντας ὀνομαστί, μέχρι καὶ αὐτῶν πάντων τῶν σκαράνικα φορούντων κόκκινα. Καὶ πάντων μίνσους λαμ‐ βανόντων ἐξέρχεται οὐδὲ εἷς, ἀλλὰ
10πάντες ἵστανται εἰς τοὺς τόπους αὐτῶν διὰ τὴν τοῦ μεγάλου δομεσ‐ τίκου τιμήν. Ἔπειτα μετὰ τὸν πρωτονοτάριον ἔρχονται οἱ πριμ‐ μικήριοι τῶν Βαράγγων καὶ πάντες
15οἱ Βάραγγοι μετ’ αὐτῶν, καὶ λαμ‐ βάνουσι μίνσους καὶ οὗτοι· καὶ μετ’ αὐτοὺς στρατιῶται καὶ παρα‐ μοναὶ καὶ ἕτεροι πλεῖστοι. Ἅπαν‐ τες δὲ οὗτοι ἀπὸ τοῦ μεγαλωτέρου
20μέχρι καὶ τοῦ μικροτέρου διὰ τῆς τοῦ μεγάλου δομεστίκου χειρὸς λαμβάνουσι τοὺς μίνσους, καὶ ἀπέρχονται. Τῶν γὰρ τοῦ δομεσ‐ τικείου δομεστίκων τοὺς ἐπ’ ἐδά‐
25φους κειμένους μίνσους δι’ ἑαυτῶν εἰς τὸ ἄκρον τῆς βασιλικῆς τρα‐ πέζης τιθέντων, καὶ γὰρ ἔχουσιν οὗτοι ἐπ’ ἀδείας τοῦτο τότε καὶ μόνον ποιεῖν, ὁ μέγας δομέστικος,
30ὡς εἴρηται, ἀπὸ τῆς τραπέζης τούτους ἐπαίρων διαδίδωσι. Καθ’
ἣν δ’ ὥραν οὗτος τοὺς τοιούτους216

217

διανέμει μίνσους, εἴπερ ὁ βασιλεὺς ἐν χρείᾳ τινὸς γένοιτο, παρά τε τοῦ δομεστίκου καὶ τοῦ ἐπὶ τῆς τραπέζης ὑπηρετεῖται. Μετὰ δὲ τὸ
5τὸν μέγαν δομέστικον πρὸς πάντας διανεῖμαι τοὺς μίνσους, τοῦ δομεσ‐ τίκου καὶ τοῦ ἐπὶ τῆς τραπέζης ὑποχωρησάντων, ὑπηρετεῖ αὖθις τῷ βασιλεῖ ὁ μέγας δομέστικος·
10καὶ πᾶσι μὲν οὗτος διαδίδωσι τοὺς μίνσους, ὡς εἴρηται, τούτῳ δὲ ὁ βασιλεὺς αὐτοχείρως. Ὅσα μὲν οὖν ἄλλοις δίδονται εἴτε χρυσάφια εἴτε ἀσήμια διὰ μίνσων, εἰσκο‐
15μίζονται αὖθις εἰς τὸ βεστιάριον, ὃ δὲ σκεῦος ὁ μέγας δομέστικος διὰ τῆς τοῦ βασιλέως λαμβάνει χειρός, εἴτε χρυσοῦν εἴτε ἀργυροῦν εἴη, εἰσκομίζεται οὐδαμῶς, ἀλλ’ ἔχει
20τοῦτο δῶρον αὐτός. Ἔπειτα μετὰ τὸ ἐπαρθῆναι τὸ μινσάλιον, τοῦ δομεστίκου τοῦ δομεστικείου κομίσαντος ἄρτον ἐν παναγιαρίῳ, ὁ βασιλεὺς εὐθέως
25ἀνίσταται. Ὃ δὲ πατεῖ ἰσοπέδιον,
τῶν τῷ βασιλεῖ κατὰ γένος προ‐217

218

σηκόντων νέων ἀπὸ τῶν ἀσκεπῶν τις δραμὼν ἀμφοτέραις κατέχει χερσίν, ὥστε τὸν βασιλέα ἑδραίως πατεῖν. Τὸ δέ γε παναγιάριον ὁ ἐπὶ
5τῆς τραπέζης λαβὼν ἐπάνω τῆς τραπέζης τίθησι, καὶ ὑψῶν πανα‐ γίαν δίδωσι ταύτην τῷ δομεστίκῳ, ὁ δὲ τῷ μεγάλῳ δομεστίκῳ, οὗτος δὲ τῷ βασιλεῖ. Καὶ ἅμα τῷ τὴν
10παναγίαν βαλεῖν ἐν τῷ στόματι πάντες βοῶσι τὸ πολυχρόνιον. Καὶ ὁ πιγκέρνης αὐτίκα τὸ τοῦ οἰνο‐ χείου φέρει σκουτέλιον, κρατῶν καὶ μανδύλιον, ἐπεὶ προαπῇραν,
15ὡς εἴρηται, τὸ μινσάλιον. Εἶτα τοῦ μὲν βασιλέως καθίσαντος, τοῦ δὲ μεγάλου δομεστίκου, τοῦ δομεσ‐ τίκου καὶ τοῦ ἐπὶ τῆς τραπέζης ἀράντων τὴν τράπεζαν, λαμβάνουσι
20ταύτην οἱ τοῦ δομεστικείου δομέσ‐ τικοι. Τῶν δὲ μετὰ τοῦτο προσ‐ κυνησάντων, λέγει ὁ βασιλεὺς τῷ μεγάλῳ δομεστίκῳ μεγάλῃ φωνῇ «εἰς πολλὰ ἔτη, μέγα δομέσ‐
25τικε». Ἔπειτά φησι πρὸς αὐτὸν «ἄπελθε», καὶ παρευθὺς συνεξέρ‐ χονται πάντες τῷ μεγάλῳ δομεσ‐ τίκῳ. Ἔτι καὶ ἀπὸ τῆς τῶν Ἀσυρίων
30βασιλείας κατῆλθέ τι φόρεμα μέχρι218

219

καὶ τῶν νῦν βασιλέων, γρανάτζα λεγόμενον, ὅπερ καὶ φορεῖ ὁ βασι‐ λεὺς ἄνευ ζώνης, οὗ κρεμάμενα τὰ μανίκια διήκουσι μέχρι καὶ ἀστρα‐
5γάλων· ὃ δὴ φόρεμα καὶ τῶν ἀρχόντων ἕκαστοι ἔχουσιν ἐπ’ ἀδείας φορεῖν, πλὴν ἐζωσμένον, τῶν μανικίων ἐμπεπηγμένων ὄντων πρὸς τὴν ζώνην ὄπισθεν. Καὶ ὃ μὲν
10ὁ βασιλεὺς φορεῖ, καλεῖται γρα‐ νάτζα, ὡς εἴρηται, τὸ δὲ τῶν ἀρχόντων λαπάτζας. Ὅπως δέ, ἄδηλόν ἐστι. Καὶ οἱ μὲν ἄλλοι ἄρχοντες οὕτω· τοῦ μεγάλου δὲ
15δομεστίκου καὶ αὐτοῦ τοῦτο φοροῦντος ἐζωσμένον κατὰ τοὺς ἄλλους, τὸ μὲν ἓν τῶν τοῦ τοιούτου λαπάτζα μανικίων ἔνι ἐμπεπηγμέ‐ νον, τὸ δὲ ἕτερον κρέμαται τιμῆς
20ἕνεκα, ἐπεὶ τοῦ βασιλέως καὶ ἀμφότερα, ὡς εἴρηται, κρέμανται. Καὶ τὰ μὲν ἐν τῷ παλατίῳ ὑπη‐ ρετήματα τοῦ μεγάλου δομεστίκου ταῦτά εἰσι, καθὼς εἴπομεν, τὰ δ’
25ἐκτὸς μετ’ ὀλίγον ῥηθήσεται καὶ αὐτά. Ἐπεὶ δὲ ὁ βασιλεὺς πεντάκις τοῦ ἔτους τρώγει ἐν τῷ τρικλίνῳ, πάντων παρισταμένων ἀρχόντων
30καὶ ἐνδεδυμένων τά τε σκαράνικα
καὶ τὰ καββάδια αὐτῶν, ἤως κατά219

220

τε τὴν ἑορτὴν τῆς Χριστουγεν‐ νήσεως, τῶν Φώτων, ἀλλὰ δὴ τῶν Βαΐων, τῆς μεγάλης Κυριακῆς καὶ τοῦ ἁγίου Πνεύματος, εἴπομεν δὲ
5κατὰ μέρος περὶ μιᾶς τούτων, τῆς τοῦ Χριστοῦ δηλονότι γεννήσεως, ῥητέον ἤδη καὶ περὶ τῶν λοιπῶν. Ἡ μὲν οὖν τῶν θείων Θεοφα‐ νίων ἑορτὴ γίνεται ἀπαραλλάκτως
10ὡς καὶ ἡ τῆς Χριστουγεννήσεως· ὁ δὲ μετὰ τὴν λειτουργίαν ἁγιασ‐ μός, εἰ πατριάρχης εὑρίσκεται οἰκουμενικός, γίνεται παρ’ αὐτοῦ, εἰ δὲ μή, παρά τινος τῶν ἑτέρων
15πατριαρχῶν, ἢ τοῦ Ἀλεξανδρείας ἢ τοῦ Ἀντιοχείας ἢ τοῦ Ἱεροσο‐ λύμων, ἐὰν ἐνδημῶν τύχῃ. Εἰ δ’ ἴσως μηδένα τούτων εἶναι συμβαίη, ποιεῖ τὸν ἁγιασμὸν ὁ τοῦ
20παλατίου πρωτοπαπᾶς. Δίδοται δὲ παρὰ μὲν τοῦ πατριάρχου τῷ βασιλεῖ λαμπάς, παρὰ δὲ τῶν προρρηθέντων ὑπηρετῶν τοῖς ἐν ἀξιώμασι καὶ πᾶσι τοῖς τε ἐντὸς
25τῆς παραστάσεως ἄρχουσι καὶ τοῖς220

221

ἐν τῇ αὐλῇ, ὡσαύτως τῷ τε ποτεσ‐ τάτῳ καὶ τοῖς μετ’ αὐτοῦ. Τῇ Κυριακῇ τῆς Σταυροπροσ‐ κυνήσεως τῆς παραστάσεως ἱστα‐
5μένης κατὰ τὴν συνήθειαν τῶν προειρημένων ἑορτῶν. Περὶ τὸ τέλος τοῦ ὄρθρου φέρει τὸν σταυρὸν ἀπὸ τῆς τοῦ παλατίου ἐκκλησίας μετὰ τῶν ψαλτῶν ὁ ἀρχιδιάκονος,
10φορῶν μὲν τὸ σύνηθες αὐτῷ στι‐ χάριον, φορῶν δ’ ἐπ’ αὐτοῦ καὶ φελώνην, οὐ μὴν καὶ ἐπιτραχήλιον ἀλλ’ ὠράριον, τὸ «σῶσον κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν
15κληρονομίαν σου» ψαλλόντων·221

222

καὶ ὁ βασιλεὺς προσυπαντᾷ τούτῳ τῆς παραστάσεως ἱσταμένης εἰς τὴν τῆς θύρας εἴσοδον καὶ τοῦ σταυροῦ ἐπὶ τοῦ ἀναλογίου τεθέν‐
5τος, ἀσπάζεται τοῦτον ὁ βασιλεύς· ἔπειτα ὑποστρέφει, καὶ ἵσταται πάλιν εἰς τὸν θρόνον αὐτοῦ. Μετὰ δὲ τὴν ἀπόλυσιν ἀπέρχεται καὶ προσκυνεῖ αὖθις καὶ ἀσπάζεται
10τὸν σταυρόν. Καὶ εὐθέως αἴρουσι τοῦτον τοῦ βασιλέως προπέμπον‐ τος μέχρι καὶ τῆς τοῦ τρικλίνου θύρας, καὶ πλέον οὐδέν. Ἡ δ’ αἰτία τοῦ τὸν ἀρχιδιάκονον
15φελώνην κατὰ ταύτην τὴν ἑορτὴν φορεῖν ἐστιν αὕτη, ὅτι κατὰ τὸ πρῶτον οἱ ἐξκατάκοιλοι ἱερεῖς εὑρίσκοντο ἔχοντες ἕκαστοι ἐκκλη‐ σίας καὶ ὑπ’ αὐτοὺς κλῆρον. Διὰ
20τοῦτο κατὰ τὰς μεγάλας καὶ ἐπισή‐ μους τῶν ἑορτῶν ἡμέρας ὄντων ἑκάστου εἰς τὴν ἰδίαν ἐκκλησίαν, ὁ πατριάρχης οὐκ εἶχεν ὑπηρέτας ἐντίμους μεθ’ ἑαυτοῦ. Τῶν πα‐
25τριαρχῶν οὖν τις ἠθέλησεν αὐτοὺς διακόνους εἶναι πρὸς τὸ ὑπηρετεῖν
αὐτῷ ἐν ταῖς τοιαύταις ἡμέραις222

223

τῶν ἑορτῶν· ὃ δὴ καὶ πεποίηκεν. Ὅταν οὖν ὁ πατριάρχης σφρα‐ γίζει τοὺς τοιούτους ἐξκατακοί‐ λους, ἤγουν ἢ μέγαν οἰκονόμον ἢ
5μέγαν σακελλάριον ἤ τινα ἕτερον ἐξ αὐτῶν, ποιεῖ αὐτὸν φορεῖν φελώνην, ὡς καὶ πρότερον καθὸ ἱερεὺς ἐφόρει, οὐ μὴν καὶ ἐπιτραχή‐ λιον, ἀλλ’ ὠράριον. Ὅθεν καὶ
10ὁ βασιλεύς, ὅτε προβάλλεται ἀρχι‐ διάκονον, ἐκ τῆς τοιαύτης τῶν ἐξκατακοίλων τάξεως ὡς ἐντιμο‐ τέρων τῶν ἄλλων ὄντων προβάλλε‐ ται τοῦτον, καὶ οὐκ ἄλλοθεν. Διὸ
15καὶ κατὰ τὸν ῥηθέντα λόγον φορεῖ ὁ ἀρχιδιάκονος κατὰ ταύτην καὶ μόνην τὴν τῆς Σταυροπροσκυνή‐ σεως ἑορτὴν ἐν τῷ παλατίῳ φελώ‐ νην, καὶ οὐκ ἄλλοτέ ποτε. Εἰ δὲ
20τύχοι μὴ εἶναι ἀρχιδιάκονον, φέρει τὸν σταυρὸν ὁ τυχὼν διάκονος. Εἰδέναι δὲ δεῖ ὅτι ὑπὲρ ὅλης τῆς ἁγίας καὶ μεγάλης τεσσαρακοσ‐
τῆς οἱ ἱερεῖς τε καὶ οἱ διάκονοι223

224

πορφυρᾶ στιχάρια καὶ φελώνας φοροῦσι, πλὴν τῆς τοῦ Εὐαγγελισ‐ μοῦ ἑορτῆς τῶν Βαΐων, καὶ τοῦ μεγάλου Σαββάτου.
5 Τῇ ἑορτῇ τῶν Βαΐων προετοι‐ μάζεται μὲν ὁ περίπατος διὰ μέσης τῆς ἑβδομάδος, ἀπὸ τοῦ κελλίου τοῦ βασιλέως διήκων μέχρι καὶ τῆς ἐκκλησίας. Διὰ δὲ τῆς τοῦ Σαββά‐
10του τοῦ Λαζάρου νυκτὸς καταπάτ‐ τουσι τὸ ἔδαφος μὲν τοῦ περιπάτου, ἐνδύουσι δὲ πάντας τοὺς στύλους ἢ διὰ μυρσινῶν ἢ δαφνῶν ἢ ἐλαιῶν. Καὶ ἐπιφωσκούσης τῆς
15Κυριακῆς φαίνεται ἐξαίφνης κατε‐ σκευασμένος ἅμα καὶ ἕτοιμος ὁ περίπατος. Τοῦ γοῦν ὄρθρου ψαλ‐ λομένου ἀλλάσσει ὁ βασιλεὺς καὶ ἐξέρχεται τοῦ κελλίου αὐτοῦ, ἤτοι
20μετὰ τῶν προρρηθέντων ἀλλαγμά‐ των αὐτοῦ. Καὶ κατὰ μὲν τὰς ἄλλας τῶν ἑορτῶν φορεῖ ἐπὶ κεφαλῆς τε καὶ τοῦ σώματος οἷα ἂν ἀπὸ τῶν ἑαυτοῦ φορεμάτων βούλοιτο, ὡς
25δεδήλωται· κατὰ δὲ ταύτην οὐδὲν ἄλλο φορεῖ εἰ μὴ τό τε στέμμα καὶ τὸν σάκκον, φέρων ἐν μὲν τῇ δεξιᾷ
σταυρόν, ἐν δέ γε τῇ ἀριστερᾷ τὸ224

225

μανδύλιον μετὰ τῆς ἀκακίας, ὡς ἔθος ἐστί, καὶ λαμπάδα. Ἀλλάσ‐ σουσιν ὡσαύτως καὶ οἱ ἄρχοντες τὰ συνήθη τούτων ἀλλάγματα, ὡς
5προείπομεν. Προανέρχεται γοῦν ὁ λαμπα‐ δάριος εἰς τὸν περίπατον λαμπαδη‐ φορῶν, ψάλλων ὅλον τὸ ἰδιόμελον, τό· «ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ
10λαοί, καὶ θεάσασθε σήμερον τὸν βασιλέα τῶν οὐρανῶν»· εἰς τύπον γὰρ Χριστοῦ τὸ εὐαγγέλιον ἔρχε‐ ται. Εἶτα ὁ βασιλεὺς καὶ ὁ υἱὸς αὐτοῦ ὁ βασιλεύς, εἰ παρατύχοι·
15ὃς δὴ καὶ εἰ ἐστεμμένος ἐστί, φορεῖ στέμμα καὶ οὗτος ὡς ὁ πατὴρ αὐτοῦ, ἀκολουθῶν τῷ βασιλεῖ καὶ πατρί· εἰ δὲ μή, στέφανον καὶ φυάλιν, ὡς προείπομεν. Καὶ μετ’
20αὐτὸν ἀνέρχονται οἱ δεσπόται, εἶτα ὁ ἀρχιδιάκονος μετὰ τοῦ εὐαγγελίου, ἔπειτα ὁ πατριάρχης, μᾶλλον δ’ οἱ πατριάρχαι, εἰ παρόν‐ τες εἰσίν, ἐνδεδυμένοι τὰς ἀλλαγὰς
25αὐτῶν, καὶ μετὰ τούτους ἱερεῖς πέντε ἢ καὶ πλείους, ἁγίας εἰκόνας φέροντες. Ἀπελθόντων οὖν οὕτω
διὰ τοῦ περιπάτου μέχρι καὶ τῆς225

226

ἐκκλησίας, γίνεται ἡ ἀπόλυσις τοῦ ὄρθρου ἐκεῖσε. Εἶτα ὁ βασιλεὺς ὑποστρέφει καθ’ ὃν εἴρηται τρόπον, τοῦ λαμπαδαρίου προπορευομένου.
5 Καὶ μετὰ τὸ τὸν βασιλέα τοῦ περιπάτου κατελθεῖν τόν τε πατρι‐ άρχην καὶ τοὺς ἱερεῖς, τοῦ βασι‐ λέως παιδόπουλον ἐξελθὸν ἁρπάζει κλάδον, δηλοῦντος τούτου βασι‐
10λικὸν ὁρισμὸν εἶναι τὸ τὸν περίπα‐ τον διάρπαγμα γενέσθαι, καὶ αὐτίκα γίνεται οὕτω. Διαρπάζεται δὲ παρά τε τῶν Βαράγγων, τῶν παραμονῶν καὶ τῶν λοιπῶν τῶν ἐν
15τῇ αὐλῇ εὑρισκομένων τάξεων. Μετὰ δὲ τὸ ταῦτα πάντα γενέσθαι ἀπέρχεται μὲν ὁ βασιλεὺς εἰς τὴν τράπεζαν, ἐπεὶ λειτουργία οὐ γίνεται διὰ τὸ τὴν ὥραν παρατα‐
20θῆναι, ὑπηρετεῖ δὲ ὁ μέγας δομέσ‐ τικος. Ἰστέον δὲ ὅτι ἡ τῶν Χριστου‐ γέννων ἑορτὴ καὶ τῶν Φώτων, ἀλλὰ δὴ καὶ τῶν Βαΐων, γίνονται
25κατὰ τὴν γεγραμμένην τάξιν μετὰ τῶν προκύψεων καὶ τοῦ περιπάτου, ἂν μὴ ᾖ λελυπημένος ὁ βασιλεύς. Εἰ δὲ διὰ θάνατον ἢ τῆς ἑαυτοῦ γυναικὸς ἴσως τῆς δεσποίνης, ἢ
30υἱοῦ αὐτοῦ βασιλέως ὄντος, εἴη226

227

λελυπημένος, τὰ μὲν ἄλλα φλά‐ μουλα δηλονότι καὶ ὀργάνων ἦχος καὶ στολῶν λαμπρότης, οὐ γίνεται διὰ τὴν λύπην τοῦ βασιλέως·
5ὡσαύτως οὐδὲ πρόκυψις. Ἀλλ’ ἐξιὼν ὁ βασιλεύς, ὡς ἔθος, μετὰ φορέματος λευκοῦ καὶ τοῦ σκιαδίου αὐτοῦ, τῶν ἄλλων ἀρχόντων μελα‐ νειμονούντων μέχρι καὶ σεβασ‐
10τοκρατόρων καὶ δεσποτῶν, μέλανα γὰρ καὶ οὗτοι φοροῦσι πλὴν ὑπο‐ δημάτων τε καὶ σελλῶν· ἵσταται ἔμπροσθεν τῆς παναγίας Θεοτόκου τῆς νικοποιοῦ, ὅπου ἡ τοῦ ἁγίου
15Γεωργίου ἐστὶν εἰκών. Γίνεται τοίνυν ἡ τῶν βασιλικῶν ὀνομάτων εὐφημία μόνον ἐν τῇ τῶν Χριστου‐ γέννων ἑορτῇ καὶ τῶν Φώτων, ὡς εἴρηται, καὶ ἀπέρχεται ὁ βασιλεύς.
20Ἐν δὲ τῇ τῶν Βαΐων, ἐπεὶ ἔτι ψαλ‐ λομένου τοῦ ὄρθρου γίνεται ὁ περίπατος, καὶ ἔστιν ἀνάγκη γενέ‐ σθαι, ὡς ἔθος, λιτήν, ἐν δὲ τῇ λιτῇ περιπατῆσαι καὶ τὸν βασιλέα, ὁ
25μὲν περίπατος γίνεται, περιπατεῖ δὲ ὁ βασιλεὺς φορῶν ἐπιλούρικον λευκὸν καὶ φακεώλιον· καὶ γενο‐
μένης ἀπολύσεως τοῦ ὄρθρου227

228

ἔμπροσθεν τῆς νικοποιοῦ, ὅπου καὶ ἡ τῆς ὁδηγητρίας ἵσταται εἰκών, ὑποστρέφει ὁ βασιλεύς. Τῇ μεγάλῃ Δευτέρᾳ, τῇ μεγάλῃ
5Τρίτῃ, τῇ μεγάλῃ Τετράδι καὶ τῇ μεγάλῃ Πέμπτῃ ἀναγινώσκονται τὰ τέσσαρα εὐαγγέλια ἢ παρὰ τοῦ ἀρχιδιακόνου ἢ παρ’ ἑτέρου δια‐ κόνου, ἐὰν μὴ οὗτος παρὼν τύχῃ.
10Πρὸ δὲ τῆς λειτουργίας τῆς αὐτῆς μεγάλης Πέμπτης γίνεται ὁ νιπτὴρ οὕτω. Προετοιμάζουσι πτωχοὺς δώδεκα, καὶ ἐνδύουσι τούτους ὑποκάμισα, κουρτζουβάκια καὶ
15παπούτζια. Καὶ τεθείσης ἐν τῷ τοῦ βασιλέως κελλίῳ λεκάνης, ὁ πρω‐ τοπαπᾶς ἐκτὸς πρὸς τὴν θύραν εὑρισκόμενος ποιεῖ εὐλογητὸν καὶ λέγει τὸ τρισάγιον. Ἔπειτα τοῦ
20εὐαγγελίου ἀναγινωσκομένου παρ’ αὐτοῦ, ὅταν εἴπῃ τὸ «ὕδωρ βάλλει
εἰς τὸν νιπτῆρα», ἐγχεῖ ἐν τῇ228

229

λεκάνῃ τὸ ὕδωρ ὁ βασιλεύς. Εἶτα φέρουσι τοὺς προητοιμασθέντας πένητας καθ’ ἕνα βαστάζοντα κηρὸν ἁπτόμενον. Καὶ τούτου μὲν
5καθίσαντος, τοῦ δὲ πρωτοπαπᾶ, ὡς εἴρηται, τὸ εὐαγγέλιον ἀναγι‐ νώσκοντος καὶ λέγοντος τὸ «ἤρξα‐ το ὁ Ἰησοῦς τοὺς πόδας νίπτειν τῶν μαθητῶν», καὶ τοῦτο πολλά‐
10κις μέχρις ἂν δηλονότι πάντας νιφθῆναι· νίπτει ὁ βασιλεὺς τὸν δεξιὸν πόδα ἑκάστου, καὶ ἀπο‐ σπογγίσας διὰ τῆς κρεμαμένης ἔμ‐ προσθεν τούτου σινδόνος τὸν
15νιφθέντα πόδα ἀσπάζεται τοῦτον. Καὶ οὕτω γινομένου τελειοῦται ἡ τοῦ νιπτῆρος ἀκολουθία. Δίδονται δὲ καὶ ἑνὶ ἑκάστῳ αὐτῶν ἀνὰ χρυσᾶ νομίσματα τρία· καὶ μετὰ τοῦτο
20ἄρχεται ἡ λειτουργία. Ὁ μὲν οὖν βασιλεὺς φορεῖ ἐκ τῶν προειρημένων φορεμάτων αὐτοῦ οἷον ἂν βούλοιτο, οἱ δέ γε ἄρχοντες τὰ συνήθη αὐτῶν φορέ‐
25ματα ἕκαστος· μετὰ δὲ τὴν ἀπόλυσιν ἀπέρχεται μὲν ὁ βασιλεὺς εἰς τὸ κελλίον αὐτοῦ· τράπεζα δὲ οὐδαμοῦ. Ἔπειτα ψάλλεται ἡ τῆς ἀγρυ‐
30πνίας ἀκολουθία κατὰ τὸν τετα‐
γμένον καιρόν, καθ’ ἣν καὶ ἀνα‐229

230

γινώσκονται τὰ δώδεκα εὐαγγέλια, ὅτε καὶ τῷ μὲν βασιλεῖ δίδοται λαμπὰς παρὰ τοῦ πρωτοπαπᾶ, τοῖς δὲ λοιποῖς ἄρχουσι πᾶσι,
5τοῖς τε ἐντὸς καὶ ἐκτὸς τοῦ τρικλίνου, κηροί, ὡς καὶ κατὰ τὴν τῶν Φώτων ἡμέραν· ἥντινα δὴ λαμπάδα φέρει ὁ βασιλεὺς τοῦ εὐαγγελίου ἀναγινωσκομένου, καὶ
10μετὰ τὴν τούτου ἀπόλυσιν ὁ ἐντι‐ μότερος τῶν καθευρεθέντων ἐκεῖσε ἀρχόντων ἀπὸ τῶν τοῦ βασιλέως λαμβάνων χειρῶν ἑνὶ τῶν παιδο‐ πούλων δίδωσιν ἀσκεπεῖ, καὶ
15κατέχει ἔξω περὶ τὰ πρόθυρα τοῦ κελλίου τοῦ βασιλέως. Καὶ ὅτε πάλιν μέλλει ἀναγνωσθῆναι ἕτερον εὐαγγέλιον, ὁ δηλωθεὶς ἄρχων τὴν λαμπάδα λαμβάνων δίδωσιν
20αὖθις τῷ βασιλεῖ· καὶ γίνεται καθεξῆς ὁμοίως μέχρι καὶ τῶν δώδεκα. Δεῖ δὲ γινώσκειν ὅτι ἐν τῷ παλατίῳ τέσσαρες ἀγρυπνίαι γίνον‐
25ται κατ’ ἐνιαυτόν, τοῦ μεγάλου κανόνος, τῆς Ἀκαθίστου, τοῦ Εὐαγγελισμοῦ, καὶ κατὰ τὴν μεγάλην Πέμπτην· καὶ ὅτι ὁ μὲν βασιλεὺς ἵσταται ἐν ᾧ ἂν τῶν
30κελλίων αὐτοῦ βούλοιτο κατὰ ταύτας τὰς ἀγρυπνίας, τῆς ἀκο‐ λουθίας ἀκούων, οἱ δὲ ἄρχοντες ἐν
τῷ τρικλίνῳ.230

231

Ἀπὸ δὲ τῆς πρώτης αὐτῶν ἐπιδημοῦσα ἐν τῷ παλατίῳ ἡ εἰκὼν τῆς ὑπεραγίας Θεοτόκου τῆς ὁδηγητρίας μένει μέχρι καὶ τῆς
5μεγάλης Κυριακῆς τοῦ πάσχα· ἥντινα εἰκόνα ἐρχομένην μὲν ἀπαντᾷ ὁ βασιλεὺς ἐν τῇ πύλῃ τῆς τοῦ παλατίου αὐλῆς, τῇ Δευτέρᾳ δὲ ἀπερχομένην προπέμπει μέχρι καὶ
10τῶν Ὑψηλῶν ἐκτός, καὶ γενομένης ἐκεῖσε μνήμης τῶν βασιλέων ὁ βασιλεὺς ὑποστρέφει. Τῇ μεγάλῃ Παρασκευῇ ψάλλον‐ ται αἱ ὧραι μετὰ τῶν τροπαρίων
15καθ’ ὃν εἴπομεν τύπον ἐν τῇ τῶν Χριστουγέννων ἑορτῇ. Καὶ τῇ ἐπαύριον, ἤτοι εἰς τὴν λειτουργίαν τοῦ μεγάλου Σαββάτου, ὁ μὲν βασιλεὺς φορεῖ πάλιν ἀπὸ
20τῶν αὐτοῦ φορεμάτων οἷον ἂν βού‐ λοιτο, οἱ δὲ ἄρχοντες τὰ ἑαυτῶν παράσημα, ὡς δεδήλωται. Καὶ
μετὰ τὴν τοῦ ἀποστόλου ἀνά‐231

232

γνωσιν, ἤτοι εἰς τὸ «ἀνάστα ὁ θεός, κρῖνον τὴν γῆν», ἐξάγουσι τρεῖς ἀπὸ τῶν ἀναγνωστῶν δάφνας ἐκ τῆς ἐκκλησίας, καὶ πάττουσιν
5ἔμπροσθεν τοῦ βασιλέως. Εἶτα ἐξ ἑτοίμου παιδόπουλα ὄντα φέρουσιν ἀπὸ τῶν ἐκτὸς δάφνας καὶ οὗτοι, καὶ πάττουσι, πληροῦντες τούτων τὸν τρίκλινον· τράπεζα δὲ μετὰ
10τὴν ἀπόλυσιν οὐδαμῶς. Ὁ δὲ τῆς μεγάλης Κυριακῆς ὄρθρος ψάλλεται ἐν τρίτῃ ἢ καὶ τετάρτῃ τῆς ἡμέρας ὥρᾳ· γίνεται δὲ οὕτω. Τοῦ βασιλέως ἀπὸ τῶν
15αὐτοῦ φορεμάτων φοροῦντος ἅτινα βούλεται, καὶ τῶν ἀρχόντων τὰ οἰκεῖα παράσημα, ἐξέρχεται ὁ πρωτοπαπᾶς τῆς ἐκκλησίας μετὰ τοῦ ἀρχιδιακόνου καί τινων τῶν
20ἀναγνωστῶν, καὶ δίδωσι λαμπάδα τῷ βασιλεῖ. Καὶ οἱ ὑπηρέται ἄρχοντες, ὧν πολλάκις ἐμνήσθη‐ μεν, διδόασι πᾶσι τοῖς ἄρχουσιν, ὡς κἀν ταῖς προρρηθείσαις ἑορταῖς,
25κηρούς. Τῶν οὖν τῆς ἐκκλησίας θυρῶν κεκλεισμένων οὐσῶν, θυμιᾷ
ὁ πρωτοπαπᾶς, εἶτα ἐκφωνεῖ πρῶ‐232

233

τον τὸ «δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαι‐ ρέτῳ τριάδι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.»
5Καὶ τῶν ψαλτῶν τὸ «ἀμὴν» ἐπειπόντων, ἐκφωνεῖ οὗτος τὸ ἀναστάσιμον τροπάριον, τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν», ἐκ τρίτου. Ἔπειτα διαδεξάμενοι
10τοῦτο οἱ ψάλται ψάλλουσι, μέχρις ἂν ὁ πρωτοπαπᾶς τοὺς τεταγμέ‐ νους στίχους τελέσῃ, ἤτοι τὸ «ἀναστήτω ὁ θεὸς» καὶ τοὺς λοιπούς. Καὶ μετὰ ταῦτα τοῦ
15ἀρχιδιακόνου τὰ εἰρηνικά, ὡς ἔθος, εἰπόντος, ὁ πρωτοπαπᾶς ἀνοίξας τὴν θύραν διὰ χειρὸς εἰσέρχεται οὗτός τε καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ, τὸ «ἀναστάσεως ἡμέρα,
20λαμπρυνθῶμεν λαοί», γεγωνοτέρᾳ φωνῇ ψάλλοντες. Οὐ μὴν τῶν
θυρῶν ἔτι κεκλεισμένων οὐσῶν233

234

λέγει, ὡς ἐν πολλαῖς τῶν ἐκκλη‐ σιῶν λέγεται, τὸ «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν» καὶ τὰ ἑξῆς. Μετὰ δὲ τὴν ἀπόλυσιν τοῦ ὄρθρου,
5τοῦ πρωτοπαπᾶ καὶ τοῦ ἀρχιδια‐ κόνου ἱσταμένων ἐν τοῖς προθύροις τοῦ βήματος, τοῦ μὲν τὸ εὐαγγέ‐ λιον, τοῦ δὲ τὸν σταυρὸν φέροντος, εἰσέρχεται ὁ βασιλεύς, καὶ κατὰ
10πρῶτον ἀσπάζεται τὸ εὐαγγέλιον, εἶτα τὸν πρωτοπαπᾶν, ἔπειτα τὸν σταυρὸν καὶ τὸν ἀρχιδιάκονον. Ἐν ὅσῳ γοῦν γίνεται τοῦτο, βασιλικοῦ θρόνου ἑτοιμασθέντος
15ἐν τῷ τρικλίνῳ, ἅμα τῷ ἐξελθεῖν τῆς ἐκκλησίας τὸν βασιλέα, τῶν θυρῶν κλεισθεισῶν, καθίζει ἐπὶ τοῦ θρόνου, τοῦ μεγάλου δομεσ‐ τίκου τὴν σπάθην φέροντος. Καὶ
20ἡ μὲν λειτουργία ψάλλεται ἡσύχως μέχρι καὶ τῆς ἀναγνώσεως τοῦ ἀποστόλου, οἱ δ’ ἄρχοντες πάντες εἰσερχόμενοι ἕκαστοι μέχρι καὶ τοῦ ἐσχάτου ἀσπάζονται πρῶτον
25μὲν τὸν δεξιὸν πόδα τοῦ βασιλέως, εἶτα τὴν δεξιὰν χεῖρα καὶ μετ’ αὐτὴν τὴν δεξιὰν αὐτοῦ παρειάν. Εἰ δέ, ἐν ᾧ τόπῳ εὑρίσκεται τότε
ὁ βασιλεύς, ἔνι καὶ ποτεστάτος234

235

τῶν ἐν τῷ Γαλατᾷ Γεννουϊτῶν, εἰσέρχεται καὶ ἀσπάζεται καὶ οὗτος μετὰ τῶν σὺν αὐτῷ τὸν βασιλέα, καθὰ καὶ οἱ ἄρχοντες, ὡς δεδήλω‐
5ται, ἤτοι τὸν πόδα, τὴν χεῖρα καὶ τὴν παρειὰν αὐτοῦ. Ψαλλομένου δὲ ἔτι τοῦ ὄρθρου δίδονται καὶ πρὸς αὐτοὺς κηροί, ὡς καὶ τοῖς ἄρχουσι· μετὰ δὲ τὸν ἀσπασμὸν
10ἀπέρχονται. Βενέτικοι δὲ οὔτε εἰς τὸ πολυχρόνισμα ἔρχονται οὔτε μὴν εἰς τὸν ἀσπασμόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη. Ὁ βασιλεὺς Μιχαὴλ τῶν
15Παλαιολόγων ὁ πρῶτος ἐποίησε μετὰ μὲν τῶν Γεννουϊτῶν ἀγάπην διαιωνίζουσαν, ἐν ᾗ καὶ ἐτάχθη ἡ ὀφειλομένη ἀποδίδοσθαι τῷ βασι‐ λεῖ παρ’ αὐτῶν τιμή, ἵνα, ὅταν
20δηλονότι ποτεστάτος ἔλθῃ ἐκ Γεν‐ νούας, ἀρχὴν καὶ μόνον, εἰσερχό‐ μενος εἰς τὴν τοῦ βασιλέως προσκύνησιν γονατίζει δεύτερον, ἅμα τε τῷ εἰσελθεῖν δηλονότι τὴν
25τοῦ τρικλίνου θύραν καὶ κατὰ τὸ μέσον αὐτοῦ. Καὶ μετὰ τοῦτο
προσέρχεται καὶ ἀσπάζεται τὸν235

236

τοῦ βασιλέως πόδα καθημένου ἐπὶ θρόνου καὶ τὴν χεῖρα. Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι τῶν Γεννουϊτῶν ἄρχοντες, ἐρχόμενοι ἐξ ἀποδημίας,
5προσκυνοῦντες ἀσπάζονται τὸν τοῦ βασιλέως πόδα καὶ τὴν χεῖρα. Ἐρχόμενοι δὲ καθ’ ἡμέραν εἰς προσκύνησιν αὐτοῦ, ἀφαιροῦντες τὰ ἑαυτῶν καπούτζια γονατίζουσι
10δεύτερον. Καὶ ὅταν δὲ ἔλθωσι κάτεργα τούτων, εἴτε πολλὰ εἴτε ὀλίγα εἶεν εἴτε καὶ ἕν, εὐφημίζουσι τὸν βασιλέα. Καὶ οὕτω μὲν περὶ τῶν Γεννουϊτῶν. Περὶ δέ γε τῶν
15Βενετίκων, ἐπεὶ ὁ ῥηθεὶς βασιλεὺς ἐβούλετο μετ’ ὀλίγον μάχην ποιῆ‐ σαι μετ’ αὐτῶν, οὐκ ἐποίησε διὰ τοῦτο ἀγάπην τελείαν, ἀλλὰ τρέβαν μέχρι τινὸς ὀλίγου καιροῦ. Ὅθεν
20καὶ οὐκ ἠκρίβωσε τὰ τούτων ἔθιμα, καθὰ καὶ τῶν Γεννουϊτῶν. Ὅταν οὖν ἔλθῃ μπαΐουλος, καθ’ ἣν μὲν πρώτην ἡμέραν προσκυνήσειν μέλλει, γονατίζει μόνον οὗτός τε
25καὶ οἱ μετ’ αὐτοῦ, ἀσπάζονται δὲ τὸν τοῦ βασιλέως πόδα οὐδαμῶς· εἰς τὸ ἑξῆς δὲ ὅταν ἔρχονται, τὰ μὲν καπούτζια μόνον αὐτῶν ἐκβάλ‐ λουσιν, οὐ γονατίζουσι δέ. Καὶ
30κατὰ τοῦτον τὸν τρόπον οὔτε εἰς
τὸ πολυχρόνισμα προσκαρτεροῦσιν236

237

οὗτοι οὔτε εἰς τὸν ἀσπασμὸν ἔρχον‐ ται, ὡς δεδήλωται. Ἀλλ’ οὐδὲ τὰ τούτων κάτεργα εὐφημίζουσι. Καὶ τὰ μὲν περὶ τῶν Φράγγων
5οὕτω. Τῆς λειτουργίας δὲ ἠρέμα, ὡς εἴρηται, ψαλλομένης, ὥστε μὴ ἐξα‐ κούεσθαι ταύτην ἔνθα ὁ βασιλεὺς κάθηται· μετὰ τὸ τελεσθῆναι τὸν
10ἀσπασμὸν ἀνίσταται· καὶ αὐτίκα ἀνοίγουσι τὰς τῆς ἐκκλησίας θύρας. Καὶ μετὰ τὸν τρισάγιον ὕμνον ἀναγινώσκεται ὁ ἀπόστολος, καὶ καθεξῆς ἐκτελεῖται ἡ θεία λειτουρ‐
15γία, ἧς μετὰ τὴν ἀπόλυσιν ὁ βασι‐ λεὺς ἀπέρχεται εἰς τὴν τράπεζαν, ἐν ᾗ καὶ ὑπηρετεῖ ὅ τε μέγας δομέστικος, ὁ δομέστικος καὶ ὁ ἐπὶ τῆς τραπέζης, καθὰ προεδη‐
20λώθη ἐν τῇ τῶν Χριστουγέννων τε ἑορτῇ καὶ τῇ τῶν Φώτων. Κατὰ δὲ τὴν ἑσπερινὴν ὥραν ἀπέρχεται εἰς τὴν ἁγίαν Σοφίαν ὁ βασιλεύς, καὶ τῶν ἑσπερινῶν ὕμνων ἀκούων
25θυμιᾶται παρὰ τοῦ πατριάρχου οὗτός τε καὶ πάντες οἱ ἄρχοντες. Καὶ γίνεται τοῦτο οὕτω μέχρι καὶ τῶν ἐσχάτων, τότε καὶ μόνον. Ἦν μὲν οὖν πάλαι συνήθεια
30κατὰ τὸν τοιοῦτον ἑσπερινὸν εἰσέρ‐ χεσθαι τὸν βασιλέα εἰς τὸ ἅγιον
βῆμα καὶ θυμιᾶν τὴν ἁγίαν τρά‐237

238

πεζαν, δίδοσθαί τε τοῖς κληρικοῖς ἀπὸ τοῦ βεστιαρίου κατὰ δωρεὰν χρυσίου λίτρας ἑκατόν· νῦν δὲ οὐ γίνεται τοῦτο.
5 Κατὰ τὴν πέμπτην ἡμέραν τῆς ἣν ὀνομάζουσι διακαινίσιμον ἑβδο‐ μάδος, ἀπέρχεται ὁ πατριάρχης εἰς τὸ παλάτιον μετὰ τῶν ἀρχιερέων καὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων,
10ἔτι τε τῶν ἀρχιμανδριτῶν καὶ ἡγουμένων. Ἀλλάσσει γοῦν καὶ ἔρχεται εἰς τὸν βασιλέα, ἱστάμενον εὑρὼν εἰς τὸν θρόνον αὐτοῦ. Ἄρχοντες δὲ τηνικαῦτα οὐ πάρει‐
15σιν, ὥστε εἶναι παράστασιν. Ἵσ‐ τανται δὲ ἀντ’ αὐτῶν οἵ τε ἀρχιερεῖς, ὡς εἴρηται, καὶ οἱ τῆς ἐκκλησίας ἄρχοντες μεθ’ ὧν ἄλλων εἴπομεν. Θυμιᾷ τοίνυν ὁ πα‐
20τριάρχης τὸν βασιλέα· εἶτα τὸν μὲν θυμιατὸν δίδωσι τῷ ἀρχιδια‐ κόνῳ, αὐτὸς δὲ προσερχόμενος εὐλογεῖ καὶ ἀσπάζεται τὸν βασιλέα ἐν τῷ στόματι, ἀντασπαζόμενος
25οὕτω καὶ αὐτὸς παρὰ τοῦ βασιλέως. Μετὰ δὲ τοῦτο ὁ μὲν πατριάρχης ἵσταται πλησίον αὐτοῦ, οἱ δ’ ἀρχιερεῖς ἐρχόμενοι κατὰ δύο,
ἀσπάζονται καὶ οὖτοι τὸν βασιλέα,238

239

πρῶτον μὲν εἰς τὴν χεῖρα, εἶτα πρὸς τὴν παρειάν. Ἐφεξῆς δὲ πάντες οἱ ῥηθέντες ἄρχοντες τῆς ἐκκλησίας, ἀρχιμανδρῖταί τε καὶ
5ἡγούμενοι τὸ αὐτὸ ποιοῦσι. Τελεσ‐ θέντος δὲ τούτου ὁ μὲν πατριάρχης εὐχὴν ἐπειπὼν αὖθις ἀπέρχεται, ὁ δὲ βασιλεὺς εἰσέρχεται εἰς τὸ κελλίον αὐτοῦ.
10 Ἐν τῇ τοῦ ἁγίου Πνεύματος ἑορτῇ φορεῖ πάλιν ὁ βασιλεὺς κατά τε τὸν ἑσπερινὸν καὶ τὴν λειτουρ‐ γίαν ἀπὸ τῶν φορεμάτων αὐτοῦ τὰ πρὸς βουλήσεως, ὡσαύτως καὶ οἱ
15ἄρχοντες τὰ ἑαυτῶν. Καὶ γίνεται μὲν τράπεζα κατὰ τὴν Κυριακήν, τοῦ μεγάλου τε δομεστίκου ὑπηρε‐ τοῦντος καὶ ὧν εἴπομεν· ἐν δὲ τῇ τοῦ ἑσπερινοῦ ὥρᾳ, εἰ μὲν εὑρίσκε‐
20ται πατριάρχης, ἀπέρχεται εἰς τὴν ἁγίαν Σοφίαν ὁ βασιλεύς, καὶ ἀκούει παρ’ αὐτοῦ τὰς τοῦ μεγάλου Βασιλείου εὐχὰς πλησίον τοῦ δια‐ κονικοῦ· εἰ δ’ οὖν ἐν τῷ παλατίῳ,
25παρὰ τοῦ πρωτοπαπᾶ. Ἐν τῇ τῆς Ὑψώσεως τοῦ σταυροῦ ἑορτῇ γίνεται διὰ ξύλων ἀναβάθρα ἐν τῷ τρικλίνῳ, ἣν καὶ ἐνδύουσι βλατίῳ κοκκίνῳ. Ὁ πατριάρχης
30οὖν ἀνελθὼν ἐπ’ αὐτῆς, εἰ ἄρα
εὑρίσκεται, ἤ τις τῶν ἑτέρων239

240

πατριαρχῶν, ἐὰν ἐνδημῶν ᾖ, τὴν τοῦ σταυροῦ ποιεῖ ὕψωσιν. Ἐὰν δὲ τούτων οὐδεὶς εὑρίσκεται, ὁ πρωτοπαπᾶς ποιεῖ τοῦτο.
5 Δεῖ δὲ γινώσκειν ὅτι κατὰ τὰς τῶν μηνῶν ἑκάστων ἀρχὰς γίνεται ἁγιασμὸς ἐν τῷ παλατίῳ, ἄνευ μόνου τοῦ Σεπτεβρίου καὶ τοῦ Ἰαννουαρίου· κατὰ γὰρ τούτους
10τοῦ μὲν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δὲ ἐν τῇ πέμπτῃ γίνεται. Γίνεται δὲ ὁ ἁγιασμὸς οὕτως. Τοῦ βασιλέως εἰς τὴν παράσ‐ τασιν ἱσταμένου, ψάλλεται ἔξω
15περὶ τὰ πρόθυρα τοῦ τρικλίνου τὸ ἐπίλοιπον τοῦ ὄρθρου, εἶτα συνημ‐ μένως ἡ ἀκολουθία τοῦ ἁγιασμοῦ. Καὶ μετὰ τὴν ἀπόλυσιν ἔρχεται ὁ πρωτοπαπᾶς καὶ ἐκ πλαγίων αὐτοῦ
20ὅ τε ἀρχιδιάκονος καὶ ὁ πρωτο‐ ψάλτης, εἰ πάρεστιν, ἢ ἕτερός τις τῶν ἐχόντων ὀφφίκιον, φέρων ὁ μὲν ἀρχιδιάκονος τὸν σταυρόν, ὁ δὲ σκεῦος τὸ κοινῶς οὕτω καλούμενον
25οἰνοχεῖον κωθώνιον ἔχον ἐντὸς μετὰ ἁγιάσματος. Καὶ ὁ βασιλεὺς
προσυπαντᾷ τούτοις μέχρι καὶ240

241

οὐργυιῶν δύο ἢ καὶ πλέον. Καὶ λαβὼν ὁ πρωτοπαπᾶς τὸν σταυρὸν ἀπὸ τοῦ ἀρχιδιακόνου τίθησιν ἐπὶ τοῦ μετώπου τοῦ βασιλέως, καὶ
5λέγει εὐχήν. Εἶτα ὁ μὲν βασιλεὺς ἀσπάζεται τὸν σταυρόν, οἱ ἐν τῇ παραστάσει δὲ πάντες βοῶσι τὸ πολυχρόνιον. Ἔπειτα ὁ πρωτοπα‐ πᾶς τὸν μὲν σταυρὸν δίδωσι τῷ
10ἀρχιδιακόνῳ· τὸ κωθώνιον δὲ ἀπὸ τοῦ πρωτοψάλτου λαβών, καὶ τοῦ ἁγιάσματος διὰ τῶν δακτύλων ὡς ἔθος ἁψάμενος, περιχρίει τὸ μέτω‐ πον τοῦ βασιλέως καὶ τοὺς ὀφθαλ‐
15μούς. Μεταλαμβάνοντος δὲ ἔπειτα ἁγιάσματος ἀπὸ τοῦ κωθωνίου πάντες αὖθις βοῶσι τὸ πολυχρό‐ νιον. Καὶ τούτου γενομένου ἐξέρ‐ χονται μὲν οὗτοι τοῦ τρικλίνου,
20τῆς παραστάσεως δ’ ἔτι ἱσταμένης, προστάγματος εὐεργεσίας ὄντος ἑτοίμου, ὑπογράφει τοῦτο ὁ βασι‐ λεύς, πάντων αὖθις βοώντων τὸ πολυχρόνιον. Ἔχει δὲ δύναμιν τὸ
25τοιοῦτον πρόσταγμα ἐγγὺς χρυσο‐ βούλλου· οὕτω γὰρ ἀπ’ ἀρχῆς γράφει «δωρεῖται ἡ βασιλεία μου τῷ δεῖνι, τὸ δέ τι». Καὶ αὗται εἰσὶν αἱ ἐν τῷ παλα‐
30τίῳ τελούμεναι ἑορταί.241

242

(1t)

Εʹ
1tΠερὶ ἑτέρων διαφόρων ἑορτῶν ἐν
2tαἷς ὁ βασιλεὺς ἀπέρχεται εἰ
3tἐνδημῶν τῇ Κωνσταντινουπόλει
4tεὑρίσκεται.
5 Κατὰ μὲν τὴν πρώτην τοῦ Σεπτεβρίου τοῦ πατριάρχου μετὰ λιτανείας καὶ τῶν ἁγίων εἰκόνων εἰς τὸ πορφυροῦν κιόνιον παραγενο‐ μένου ἐφ’ οὗ ὁ σταυρὸς ἵσταται, ὃ
10πάλαι φόρος ἐκαλεῖτο, ἀπέρχεται καὶ ὁ βασιλεὺς καὶ ἀκούει τὴν κατ’ ἔθος ἐκεῖσε ἐκτελουμένην ἀκο‐ λουθίαν. Μετὰ δὲ τὴν ἀπόλυσιν ἀπέρχεται αὖθις εἰς τὸ παλάτιον.
15 Κατὰ τὴν ἑορτὴν τῶν Γενεσίων τῆς Θεοτόκου ἀπέρχεται εἰς τὴν σεβασμίαν μονὴν τὴν τοῦ Λιβός. Κατὰ τὴν μνήμην τοῦ μεγάλου Δημητρίου εἰς τὴν ἐπ’ ὀνόματι
20αὐτοῦ τιμωμένην σεβασμίαν μονὴν τὴν τῶν Παλαιολόγων. Κατὰ τὴν τοῦ μεγάλου Χρυσοσ‐
τόμου μνήμην ἀπέρχεται εἰς τὴν242

243

ἁγίαν Σοφίαν, καὶ ἀκούει μὲν τῶν ἑσπερινῶν ὕμνων, μετὰ δὲ τὴν ἀπόλυσιν ἀνέρχεται εἰς τὸ κελλίον τοῦ πατριάρχου ἀναπαυόμενος
5ἐκεῖσε· τῇ δὲ ἐπαύριον κατὰ τὸν τῆς θείας λειτουργίας καιρὸν κατέρχεται, καὶ ταύτης τελεσ‐ θείσης ἀπέρχεται. Κατὰ τὴν τῶν Εἰσοδίων τῆς
10θεοτόκου μνήμην ἀπέρχεται εἰς τὴν τῆς Περιβλέπτου σεβασμίαν μονήν. Κατὰ τὴν τοῦ μεγάλου Βασι‐ λείου ἀπέρχεται ὡσαύτως εἰς τὴν
15ἐπ’ ὀνόματι αὐτοῦ τιμωμένην σεβασμίαν μονήν. Κατὰ τὴν τῆς Ὑπαπαντῆς ἑορτὴν εἰς τὸν τῶν Βλαχερνῶν ναόν, ἀκο‐ λουθούντων καὶ τῶν Βαράγγων.
20Καὶ πάντοτε μὲν τοῦ βασιλέως καβαλλικεύοντος ἀκολουθοῦσι, φέ‐ ροντες ἐπ’ ὤμων τοὺς πελέκεις
αὐτῶν καὶ μέχρι τῶν Ὑψηλῶν243

244

ἀπερχόμενοι, κατὰ δὲ ταύτην τὴν ἑορτὴν μέχρι καὶ τοῦ ναοῦ ἀκολου‐ θοῦσιν. Οὐ μὴν καὶ εἰς τὴν ὑπο‐ στροφήν, ἀλλ’ εὑρίσκονται κατὰ
5συνήθειαν εἰς τὴν πύλην τῶν Ὑψηλῶν ἐκδεχόμενοι τὸν βασιλέα, καὶ ἀκολουθοῦσιν αὐτῷ μέχρι καὶ τοῦ πεζεύματος. Κατὰ τὴν μνήμην τοῦ μεγάλου
10Γεωργίου εἰς τὴν σεβασμίαν μονὴν τὴν τῶν Μαγγάνων. Κατὰ τὴν τοῦ μεγάλου Κωνσ‐ ταντίνου ἀπέρχεται εἰς τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων, ἔνθα καὶ
15ἡ ἁγία τούτου σορὸς κεῖται. Κατὰ τὸ γενέσιον τοῦ τιμίου Προδρόμου εἰς τὴν ἐπ’ ὀνόματι τιμωμένην σεβασμίαν αὐτοῦ μονὴν τὴν τῆς Πέτρας, ἀκολουθούντων
20κἀνταῦθα τῶν Βαράγγων μέχρι244

245

καὶ τῆς μονῆς, καθὰ καὶ εἰς τὸν τῶν Βλαχερνῶν ναόν, ὡς δεδήλωται. Κατὰ τὴν μνήμην τῶν ἁγίων καὶ πανευφήμων Ἀποστόλων ἀπέρ‐
5χεται πάλιν εἰς τὸν ἐπ’ ὀνόματι αὐτῶν τιμώμενον θεῖον ναόν. Κατὰ τὴν τῆς θείας Μεταμορφώ‐ σεως ἑορτὴν ἀπέρχεται ὡσαύτως εἰς τὴν σεβασμίαν μονὴν τοῦ σωτῆ‐
10ρος Χριστοῦ τοῦ παντοκράτορος. Κατὰ τὴν Κοίμησιν τῆς ὑπερα‐ γίας Θεοτόκου αὖθις ἀπέρχεται εἰς τὴν ἁγίαν Σοφίαν διανυκτερεύων ἐκεῖσε, ὡς κἀν τῇ μνήμῃ τοῦ
15Χρυσοστόμου. Κατὰ τὴν ἀποτομὴν τοῦ τιμίου Προδρόμου πάλιν εἰς τὴν εἰρημένην σεβασμίαν μονὴν αὐτοῦ τὴν τῆς Πέτρας, τῶν Βαράγγων ἀκολου‐
20θούντων ὡς καὶ τὸ πρότερον.245

246

Ἀπέρχεται πάλιν ὁ βασιλεὺς καὶ κατὰ τὴν ἑορτὴν τῶν κατα‐ θεσίων τῆς τιμίας ἐσθῆτος τῆς Θεοτόκου εἰς τὸν τῶν Βλαχερνῶν
5ναόν, ἀκολουθούντων τῶν Βαράγ‐ γων, ὡς καὶ πρότερον εἴπομεν. Ἀπέρχεται δὲ εἰς τὴν ἁγίαν Σοφίαν καὶ κατὰ τὴν Κυριακὴν τῆς Ὀρθοδοξίας. Καὶ ὅτε μὲν ἀνα‐
10γινώσκεται τὸ συνοδικόν, ἵσταται, τῆς εὐφημίας δὲ λεγομένης κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ. Ἔτι ἀπέρχεται καὶ κατὰ τὴν ἀνάστασιν τοῦ ἁγίου καὶ δικαίου
15Λαζάρου εἰς τὴν ἐπ’ ὀνόματι αὐτοῦ τιμωμένην σεβασμίαν μονήν. Ἐν ταῖς δηλωθείσαις οὖν ἁπά‐ σαις ἑορταῖς οὐκ εἰς τοὺς ἑσπερι‐ νοὺς μόνον ὕμνους ἀπέρχεται, ἀλλὰ
20καὶ εἰς τὰς λειτουργίας. Ἔθος δέ ἐστι κατὰ τὰς γινο‐ μένας ἐν τοῖς μοναστηρίοις ἑορτάς, καθὼς εἴρηται, τὸν τοῦ βασιλέως τζάγκαν φέροντα τὸ διβέλλιον,
25πλὴν σκουταρίου, ἐπὶ τῶν ὤμων246

247

πλάγιον, ἀκολουθούντων καί τινων τῶν τῆς αὐλῆς, προαπέρχεσθαι εἰς τὸ τῆς οὔσης ἑορτῆς μοναστήριον καὶ ἀναμένειν τὸν βασιλέα, κατέ‐
5χειν τε ὁμοίως καὶ λαμπάδα βασιλικήν, ἐρχομένου δὲ τοῦ βασι‐ λέως ἅπτειν αὐτὴν ἐπάνω τοῦ διβελλίου, κατέχειν τε ὀρθὸν μέχρι τῆς ἀπολύσεως ἐκτὸς τῶν ὡραίων
10λεγομένων πυλῶν ἤτοι ἐν τῷ προνάῳ. Ὁ δὲ λόγος περὶ τοῦ πῶς ὁ τζάγκας φέρει τὸ διβέλλιον καὶ οὐκ ἄλλος, ἀγνοεῖται. Καὶ ταῦτα μὲν τὰ τῶν ἑορτῶν·
15ἐπεὶ δέ, ὅτε ἐλέγομεν τὰς ἐν τῷ παλατίῳ τοῦ μεγάλου δομεστίκου ὑπηρεσίας, ἐπηγγειλάμεθα δεῖξαι καὶ τὰς ἐκτὸς αὐτοῦ ἤτοι τὰς εἰς τὸ φωσσάτον, ὥρα καὶ περὶ τούτων
20εἰπεῖν.247

248

(1t)

ϛʹ
1tΠερὶ τῆς ἐν τῷ φωσσάτῳ τοῦ
2tμεγάλου δομεστίκου ὑπηρεσίας.
3 Ἅπαν τὸ φωσσάτον ὑπὸ τὴν τοῦ μεγάλου δομεστίκου χεῖρα εὑρίσ‐
5κεται. Διὸ καὶ τοῦ βασιλέως εἰς τὸ φωσσάτον εὑρισκομένου εἰς τὴν τοῦ μεγάλου δομεστίκου τένταν σαλπίζουσι τὸ τῆς κινήσεως σήμαντρον. Καὶ ὁπότε ἡ τοῦ
10φωσσάτου κατάστασις ἔμπροσθεν γίνεται τοῦ βασιλέως, δι’ αὐτοῦ δὴ τοῦ μεγάλου δομεστίκου ἐνερ‐ γεῖται, ἤγουν τίνες μὲν ἔμπροσθεν τίνες ὄπισθεν τίνες δ’ αὖ ἐκ πλα‐
15γίων ὀφείλουσιν εὑρίσκεσθαι. Ὁ δὲ βασιλεὺς ἐπικρίνει τὴν τοιαύτην κατάστασιν. Τὰ τῶν ἀρχόντων ἅπαντα φλά‐ μουλα πρὸ τοῦ τὰ βασιλικὰ ἀποτυ‐
20λιχθῆναι ἐντετυλιγμένα εὑρίσκον‐ ται πλησίον τοῦ σκήπτρου, ἐν ταῖς ἑαυτῶν ἕκαστον θήκαις, καὶ οὐκ ἔχουσιν ἐπ’ ἀδείας ταῦτα ἁπλῶσαι πρὸ τῶν βασιλικῶν. Ὁ δὲ μέγας
25δομέστικος ἄδειαν ἔχει ἐξαπλῶσαι τὰ ἑαυτοῦ, ὅτε βούλοιτο, καὶ πρὸ τῶν βασιλικῶν. Ὁπηνίκα δεήσει πεζεῦσαι τὸ
φωσσάτον, προαπέρχεται ὁ ἐπὶ248

249

τοῦ στρατοῦ, καὶ ἐκλέγεται ὃν ἂν αὐτὸς διακρίνοι κατουνοτόπιον. Ἂν μὲν οὖν καὶ ὁ μέγας δομέστικος στέρξῃ τοῦτο, ἤδη καλόν· εἰ δὲ
5μή, ἔνθα ἂν οὗτος διακρίνοι, στρα‐ τοπεδεύει. Καὶ ὅτι οὐδεὶς πρὸ τοῦ τὸν μέγαν δομέστικον ἑνὶ ἑκάστῳ φλαμούλῳ τὸν προσήκοντα δοῦναι τόπον πεζεύει.
10 Πρὸ τοῦ πεζεῦσαι τὸ φωσσάτον ἀπερχόμενος ὁ τῆς βίγλης μέγας δρουγγάριος καθίστησι τὸ λεγό‐ μενον ἡμεροβίγλιον, ὡς παρὰ τοῦ μεγάλου δομεστίκου προσετάχθη.
15Καὶ οἱ μὲν ἡμέρας βιγλίσοντες ἀπέρχονται εἰς τὴν βίγλαν αὐτίκα, ἀπέρχεσθαι δὲ σύνηθές ἐστι φωσ‐ σάτον ἐλαφρόν, λέγεται δὲ οὕτω φωσσάτον ἐλαφρόν, διὰ τὸ τόξα
20φέρειν αὐτούς· οἳ καὶ οὐδαμῶς κατὰ τὴν νύκτα βιγλίζουσι· πρὸς δὲ τοὺς αὐτὸν τὸν καιρὸν τῆς νυκτὸς βιγλίσοντας ἀπερχόμενος οὗτος δὴ ὁ μέγας δρουγγάριος πρὸ
25τῆς τοῦ δειλινοῦ ὥρας λέγει οὕτως· «ἄρχοντες ἑτοιμάσθητε, δειπνή‐ σατε καὶ ταγίσατε τὰ ἄλογα», καὶ ὅταν ὁ τεταγμένος καὶ πρέπων τῆς βίγλης ἔλθῃ καιρός, ἐκβάλλει
30τούτους τοῦ στρατοπέδου. Ἔπειτα
εἰ μὲν ὁ μέγας δομέστικος ἐθελήσει,249

250

ἀπέρχεται καὶ ἵστησι τούτους δι’ ἑαυτοῦ, ὅπου ἂν διακρίνοι· εἰ δὲ μή, ἀνατίθησι τῷ μεγάλῳ δρουγ‐ γαρίῳ τὸ περὶ τούτου, ὃς καὶ
5ὑπηρετεῖ τοῦτο ἀντ’ αὐτοῦ. Ὀφεί‐ λει δὲ οὗτος ἀπέρχεσθαι πρὸς τὴν εἰρημένην τῆς νυκτὸς βίγλαν καὶ ἐπιτηρεῖν καὶ ἀνακρίνειν αὐτήν. Καὶ εἰ μὲν ἐγγύς ἐστι πολεμίων,
10οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δίς. Εἰ δ’ ἀνέσεως εἴη καιρός, ἅπαξ τοῦτο ποιεῖ. Ὁ δὲ μέγας ἀδνουμιαστὴς τοῦ φωσσάτου ἀδνουμιαζομένου παρὰ
15τοῦ μεγάλου δομεστίκου πάρεστι μὲν καὶ αὐτός· ἐὰν δέ τινες ὦσιν ἀπὸ τούτων στερούμενοι ἀλόγων ἢ ἀρμάτων τινῶν, ἀπογραφόμενος οὗτος τὰ λείποντα ἐπιμελεῖται
20ἀναπληροῦσθαι ταῦτα. Πάντες μὲν οὖν, καὶ αὐτοὶ οἱ τοῦ βασιλέως υἱοί, βιγλίζουσι μετὰ τῶν ὑπ’ αὐτούς, ὁ δὲ μέγας δομέστικος οὐδαμῶς. Ἡ δὲ αἰτία
25ἐστὶν αὕτη, ὅτι ἑκάστου μὲν τῶν ἀρχόντων μέρους φωσσάτου ὄντος, ἄρχοντος τοῦ μεγάλου δὲ δομεστί‐ κου τοῦ καθόλου, καθὰ εἴρηται, δεῖ παρεῖναι διὰ τοῦτο τοῦτον ἀεὶ ἐν
30παντὶ τῷ φωσσάτῳ διατάττοντα
πάντας, ἵνα μὴ ἐφόδου πολεμίων250

251

γενομένης, εἰ τύχοι, χωρὶς ἡγεμό‐ νος τὸ καθόλου στράτευμα εὑρεθῇ· διά τοι τοῦτο καὶ τοῦ βασιλέως ἀποδημοῦντος ὁ μέγας δομέστικος
5ἐν ᾧ τόπῳ ὁ βασιλεὺς εἰς τὸ φωσσάτον εὑρίσκεται. Ἀπὸ τοῦ κούρσου πρῶτον μὲν δίδοται ἡ πενταμοιρία λόγῳ τοῦ βασιλέως, δεύτερον ἀπὸ τοῦ καθό‐
10λου φωσσάτου λόγῳ τοῦ μεγάλου δομεστίκου, τρίτον δὲ λόγῳ τῶν μερικῶν κεφαλάδων, ἀφ’ οὗ μέρους ἕκαστος ἄρχει. Ἐάν τινα ἀπὸ τῶν ῥογατόρων
15στρατιωτῶν ἄπαιδα συμβῇ τελευ‐ τῆσαι, τὸ τοῦ πολέμου ἄλογον ἐκείνου καὶ τὰ ἄρματα πρὸς τὸν μέγαν δομέστικον εἰσκομίζονται. Εἰ δεήσει διελθεῖν τὸν μέγαν
20δομέστικον εἰς ἡγεμονίαν τινὸς τῶν ἀρχόντων, τὸ ἐκεῖσε φωσσά‐ τον τοῦτον ἐρωτῶσι, καὶ πρὸ τῆς ἑαυτῶν κεφαλῆς, τὸ τί δεῖ γενέ‐
σθαι.251

252

(1t)

Ζʹ
1tΠερὶ στεφηφορίας βασιλέως
2 Τοῦ μέλλοντος στεφθήσεσθαι κατὰ τὴν πρὸ τῆς ἡμέρας ἐκείνης ἑσπέραν εἰς τὸ μέγα παλάτιον
5ἐρχομένου μετὰ τῶν ἀρχόντων καὶ τῶν ἄλλων οἰκειακῶν αὐτοῦ καὶ διανυκτερεύοντος· διαλαμπούσης ἡμέρας συναθροίζονται ἐκ πρωΐας εὐθὺς οἵ τε ἀξιώματα ἔχοντες καὶ
10οἱ ἄλλοι πάντες ἄρχοντες, τὸ φωσ‐ σάτον τε καὶ τὸ λοιπὸν ἅπαν πλῆθος τῆς πόλεως πανδημεί. Περὶ δὲ ὥραν τῆς ἡμέρας ταύτης δευτέ‐ ραν ἀπέρχεται μὲν ὁ νέος βασιλεὺς
15εἰς τὴν ἁγίαν Σοφίαν, εἰθισμένον δὲ ὂν τὴν τῆς ἑαυτοῦ πίστεως ὁμολογίαν οἰκείαις χερσὶν ἐγγρά‐ φως παραδιδόναι, ποιεῖ τοῦτο οὕτως· «ὁ δεῖνα ἐν Χριστῷ
20τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτο‐ κράτωρ Ῥωμαίων ὁ vacat οἰκείᾳ χειρὶ προέταξα»· οὕτω μὲν ὁ στεφόμενος τῆς ἑαυτοῦ προτάσσων ὁμολογίας γράφει. Ἂν δὲ υἱὸς
25αὐτῷ ᾖ, εἰ μὲν ἐνδίδωσιν ὁ πατήρ, γράφει προτάσσων καὶ αὐτὸς
οὕτως, ἤτοι «αὐτοκράτωρ Ῥω‐252

253

μαίων»· εἰ δ’ οὖν· «ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς Ῥωμαίων ὁ δεῖνα». «Πιστεύω εἰς ἕνα θεὸν πατέρα
5παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὸ λοιπὸν τοῦ ὅρου τῆς πίστεως μέχρι τέλους. Καὶ μετὰ τοῦτο· «ἔτι στέργω καὶ
10βεβαιῶ τὰς ἀποστολικὰς καὶ θείας παραδόσεις, ἀλλὰ μὴν καὶ τὰς διατάξεις καὶ διατυπώσεις τῶν ἑπτὰ οἰκουμενικῶν συνόδων καὶ τῶν κατὰ καιροὺς τοπικῶν, ἔτι δὲ
15καὶ τὰ προνόμια καὶ ἔθιμα τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας. Προσέτι γε μὴν βεβαιῶ καὶ στέργω ὅσαπερ ἐδογμάτισαν καὶ ἐθέσπισαν οἱ κατὰ τόπους
20ἁγιώτατοι καὶ θειότατοι πατέρες ἡμῶν ὀρθῶς καὶ κανονικῶς καὶ ἀνεπιλήπτως. Ὡσαύτως ὑπισχνοῦ‐ μαι ἐμμένειν καὶ διηνεκῶς εὑρίσ‐ κεσθαι πιστὸς καὶ γνήσιος δοῦλος
25καὶ υἱὸς τῆς ἁγίας ἐκκλησίας· πρὸς τούτοις εἶναι καὶ δεφένσωρ καὶ ἐκδικητὴς αὐτῆς, καὶ εἰς τὸ ὑπήκοον εὐμενὴς καὶ φιλάν‐ θρωπος κατὰ τὸ εἰκός τε καὶ
30πρέπον, καὶ ἀπέχεσθαι φόνων,
ἀκρωτηριασμῶν καὶ τῶν ὁμοίων253

254

αὐτοῖς κατὰ τὸ δυνατόν, κατα‐ νεύειν τε εἰς πᾶσαν ἀλήθειαν καὶ δικαιοσύνην. Καὶ ὅσα ἀπεβάλλοντο καὶ ἀνεθεμάτισαν οἱ ἅγιοι πατέρες,
5ἀποβάλλομαι καὶ ἀναθεματίζω καὶ αὐτός, καὶ πιστεύω ὅλῃ μου γνώμῃ καὶ ψυχῇ καὶ καρδίᾳ τῷ προειρη‐ μένῳ ἁγίῳ συμβόλῳ. Ταῦτα δὲ πάντα ὑπισχνοῦμαι φυλάττειν ἐνώ‐
10πιον τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Κατὰ μῆνα τόνδε, εἰς τὰς τόσας, ἐν ἡμέρᾳ καὶ ἰνδικτιῶνι τῇδε, τοῦδε τοῦ ἔτους.»
15 Ὃ δὲ προτάσσων, τοῦτ’ αὐτὸ πάλιν καὶ μετὰ τὴν τῆς πίστεως ἔκθεσιν ὑποτάσσων γράφει, ἤγουν τὸ «ὁ δεῖνα ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ
20Ῥωμαίων», ἢ «βασιλεὺς Ῥωμαίων, ὁ vacat οἰκείᾳ χειρὶ ὑποτάξας, παραδίδωμι τῷ παναγιωτάτῳ μου δεσπότῃ τῷ οἰκουμενικῷ πα‐ τριάρχῃ κυρῷ vacat καὶ τῇ μετ’
25αὐτοῦ θείᾳ καὶ ἱερᾷ συνόδῳ». Μετὰ τοῦτο τοίνυν ἀνέρχεται ἐπὶ τὸν τρίκλινον τὸν λεγόμενον Θωμαΐτην, πρὸς τὸν Αὐγουστεῶνα
ἀφορῶντα, ὅπου τὸ πλῆθος ἅπαν254

255

ἵσταται μετὰ τοῦ φωσσάτου. Πρὸ τοῦ φανῆναι οὖν αὐτὸν διά τινος τῶν συγκλητικῶν, ᾧ ἂν ἐπιτάξοι ὁ βασιλεύς, ῥίπτονται εἰς τὸν λαὸν
5ἃ λέγουσιν ἐπικόμβια. Ἔστι δὲ τοιοῦτον. Τμήματα ἐκ πανίων κόπτοντες, καὶ ἐν ἑκάστῳ τμήματι νομίσματα χρυσᾶ μὲν τρία, ἀργυρᾶ δὲ τοσαῦτα καὶ τρία ἐξ ὀβολῶν
10περιδήσαντες, ῥίπτουσιν εἰς τὸ πλῆθος. Ῥίπτουσι δὲ τοιούτους ἀποδέσμους ἀριθμὸν χιλιάδων ὅσον ἂν προστάξοι ὁ βασιλεύς. Εἰθισ‐ μένον δέ ἐστι ῥίπτειν τὰ τοιαῦτα
15ἐπικόμβια ἐν τοῖς προαυλίοις τοῦ τῆς μεγάλης ἐκκλησίας ναοῦ, ἤγουν ἐν ᾧ εἴρηται Αὐγουστεῶνι, ἱστα‐ μένου τοῦ ῥίπτοντος ἐπάνω τῶν τοῦ Αὐγουστεῶνος βαθμίδων.
20 Μετὰ δὲ τοῦτο ὁ νέος βασιλεὺς ἐπὶ σκουταρίου καθεσθεὶς ἐπαίρε‐ ται εἰς ὕψος, καὶ φαίνεται πᾶσι
τοῖς κάτωθεν ἱσταμένοις πλήθεσι.255

256

Κατέχουσι δὲ τὰ μὲν ἔμπροσθεν τῆς ἀσπίδος αὐτός τε ὁ βασιλεὺς καὶ πατὴρ τοῦ ἀναγορευομένου, ἐάνπερ ζῶν ᾖ, καὶ ὁ πατριάρχης,
5τὰ δ’ ἐκ πλαγίων καὶ ὄπισθεν οἱ ἐν ἀξιώμασιν ὑπερέχοντες, ἤγουν δεσ‐ πόται, σεβαστοκράτορες, [καίσα‐ ρες], ἐὰν ὦσιν, εἰ δὲ μή, οἱ κρείτ‐ τονες καὶ εὐγενέστεροι τῶν
10ἀρχόντων. Εἰ δ’ οὐκ ἔστι πατήρ, τὰ μὲν τῆς ἀσπίδος ἔμπροσθεν ὁ ἐντιμότερος τῶν ἀξιωματικῶν ἢ τῶν ἀρχόντων μετὰ τοῦ πατριάρ‐ χου, τὰ δέ γε ὄπισθεν οὓς εἴπομεν.
15 Ἐπευφημίσαντος δὲ τοῦ λαοῦ καὶ τοῦ φωσσάτου παντὸς κατέρ‐ χεται μὲν ἀπὸ τοῦ σκουταρίου, ἄγεται δὲ εἰς τὸν τῆς ἁγίας Σοφίας ναόν, ὅπου δεῖ αὐτὸν καὶ στεφ‐
20θήσεσθαι. Ὑπάρχει δὲ ἐκεῖσε προ‐ κατεσκευασμένον ξύλινον οἴκημα μικρὸν ἕνεκα τῆς χρείας ταύτης· εἰς ὃ ξύλινον οἴκημα εἰσάγοντες τὸν νέον βασιλέα ἐνδύουσι τὸν
25σάκκον καὶ τὸ διάδημα, εὐλογού‐ μενα ὑπὸ τῶν ἀρχιερέων. Ἐπὶ δὲ τῆς κεφαλῆς αὐτοῦ οὐ νενομισμέ‐ νον τι φορεῖ, ἀλλ’ ἢ στέφανον ἢ
ἕτερον ὅ τι ἂν δόξοι. Τούτων δὲ256

257

γινομένων τελεῖται ἡ λειτουργία. Πλησίον δὲ οὗ εἴπομεν ξυλίνου οἰκήματος κατασκευάζεται ἐκ ξύλων ὁμοίως καὶ ἀναβάθρα, καὶ
5ἐνδύουσι ταύτην πάντοθεν διὰ βλα‐ τίων κοκκίνων. Ἐπάνω δὲ ταύτης τίθενται κατὰ τὸν ἀριθμὸν τῶν βασιλέων θρόνοι χρυσοῖ, οὐ τοιοῦ‐ τοι δὲ ὁποῖοί εἰσι καὶ οἱ ἄλλοι
10θρόνοι τῶν βασιλέων, ἀλλὰ τοσοῦ‐ τον ὑψηλοὶ ὥστε ἔχειν βαθμίδας τέσσαρας ἢ καὶ πέντε. Ἐφ’ οὓς ἐξερχόμενοι ἀπὸ τοῦ ξυλίνου οἰκή‐ ματος οἱ βασιλεῖς, ἐὰν μὴ εἷς,
15καθὼς εἴπομεν, ἀλλὰ πλείους ὦσι, καθίζουσιν. Ἀναβαίνουσι δὲ μετ’ αὐτῶν καὶ αἱ δέσποιναι, αἱ γυναῖκες αὐτῶν, καὶ καθίζουσι καὶ αὐταὶ ἐφ’ ἑτέρους θρόνους, παρισταμένων
20ἄνωθεν τῶν τε δεσποτῶν καὶ τῶν βασιλισσῶν, ἡ μὲν οὖν προεστεμ‐ μένη καὶ μήτηρ τοῦ ἀναγορευομέ‐ νου φοροῦσα καὶ τὸ ἑαυτῆς στέμμα, ἡ δὲ νέα βασιλὶς φοροῦσα στέφα‐
25νον. Τῆς οὖν θείας, ὡς εἴπομεν, τελουμένης λειτουργίας, πρὸ τοῦ τρισαγίου ὕμνου ἐξερχόμενος ὁ πατριάρχης τοῦ βήματος ἀναβαίνει
30ἐπὶ τὸν ἄμβωνα, καὶ μετ’ αὐτοῦ257

258

οἱ ἐντιμότεροι τῶν ἀρχόντων τῆς ἐκκλησίας, τὰς ἱερὰς αὐτῶν φοροῦντες στολάς. Σιωπῆς δὲ μεγάλης καὶ ἠρεμίας γινομένης
5ἐν τῷ ναῷ, πέμπων ὁ πατριάρχης προσκαλεῖται τοὺς βασιλεῖς, οἵτινες καὶ ἔρχονται ἐπὶ τὸν ἄμβωνα, ὅπου ὁ πατριάρχης ἐστίν. Ἐλθόντων δὲ ἀναγινώσκει οὗτος
10τὰς ἐπὶ χρίσει βασιλέων συντε‐ θειμένας εὐχάς, τὰς μὲν μυστικῶς, τὰς δὲ καὶ ἐκφωνῶν, ἱκετεύει τε καὶ εὐμενίζει τὸν θεὸν ὑπὲρ τοῦ μέλλοντος χρισθήσεσθαι βασιλέως.
15Μετὰ δὲ ταῦτα ἐπαίρει μὲν ὁ νέος βασιλεὺς ὅ τι ἂν φορῇ ἐπὶ κεφαλῆς, εὐθὺς δὲ καὶ πάντες ὅσοι εὑρίσκον‐ ται ἐν τῷ ναῷ ἀποκαλύπτουσι τὰς κεφαλὰς καὶ ἵστανται. Ὁ δὲ
20πατριάρχης χρίει σταυροειδῶς τὴν κεφαλὴν τοῦ βασιλέως τῷ θείῳ μύρῳ, ἐπιλέγων μεγάλῃ τῇ φωνῇ τὸ «ἅγιος». Οἱ δὲ ὄντες ἐν τῷ ἄμβωνι πάντες περὶ τὸν πατριάρχην
25διαδεχόμενοι τὴν φωνὴν λέγουσι καὶ αὐτοὶ ἐκ τρίτου τὸ «ἅγιος», ὁμοίως δὲ καὶ τὸ λοιπὸν τοῦ λαοῦ πλῆθος ἐκ τρίτου λέγει τὸν αὐτὸν
λόγον.258

259

Μετὰ δὲ ταῦτα, εἰ καί τινες λέγουσιν ὅτι ἐπὶ τῆς ἁγίας τρα‐ πέζης κεῖται τὸ στέμμα τοῦ βασι‐ λέως, ἀλλ’ οὐκ ἔστι τοιοῦτον·
5ἐντὸς δὲ τοῦ ἁγίου βήματος κρα‐ τούμενον ὑπὸ διακόνων τὰς ἱερὰς φορούντων στολὰς ἄγεται ἐπὶ τὸν ἄμβωνα. Εἰ οὖν, ὡς προείπομεν, πάρεστιν
10ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ, αὐτός τε καὶ ὁ πατριάρχης λαβόντες τὸ στέμμα ἐπιτιθέασι τῇ κεφαλῇ τοῦ νέου βασιλέως, καὶ ἐκφωνεῖ ὁ πατριάρχης τὸ· «ἄξιος». Εἰ δ’ οὐκ
15ἔστι πατὴρ αὐτοῦ, ποιεῖ τοῦτο μόνος ὁ πατριάρχης. Ὥσπερ δὲ πρότερον ἐν τῇ τοῦ μύρου τὸ «ἅγιος», διαδεχόμενοι ὁμοίως καὶ ταύτην τὴν φωνὴν οἱ ἐπὶ τοῦ
20ἄμβωνος καὶ τὸ λοιπὸν τοῦ λαοῦ πλῆθος βοῶσιν ἐκ τρίτου τὸ «ἄξιος». Εἶτα ἀναγινώσκει πάλιν ὁ πατριάρχης εὐχάς, καὶ κατέρχεται ὁ βασιλεὺς τοῦ ἄμβωνος, οὐκ ἐκ
25τοῦ μέρους μέντοι οὗπερ ἀνῆλθεν,
ἤγουν τοῦ πρὸς τὰς ὡραίας πύλας259

260

ὁρῶντος, ἀλλ’ ἐκ τοῦ ἑτέρου τοῦ πρὸς τὸν σωλέαν καὶ τὸ ἅγιον βῆμα. Ἐὰν οὖν συμβῇ μὴ ἔχειν κατὰ
5τὸν καιρὸν ἐκεῖνον γυναῖκα τὸν βασιλέα, εὐθὺς μετὰ τὸ κατελθεῖν τοῦ ἄμβωνος ἀνέρχεται πάλιν εἰς τὴν ἀναβάθραν καὶ καθίζει ἐπὶ τοῦ θρόνου· εἰ δὲ ἔχει γυναῖκα,
10πᾶσά ἐστιν ἀνάγκη στεφθῆναι τότε καὶ ταύτην· γίνεται οὖν καὶ τοῦτο οὕτως. Ἡ μὲν προεστεμμένη καὶ μήτηρ τοῦ νέου βασιλέως ζῶντος μὲν τοῦ ἀνδρὸς αὐτῆς καὶ βασιλέως,
15τοῦ πατρὸς δηλονότι τοῦ νέου βασιλέως, ἵσταται στεφηφοροῦσα, κατέχουσα τῇ χειρὶ βάϊον χρυσοῦν, ἔχον τε ἀπὸ τῆς κορυφῆς καὶ κάτωθεν ὅσον σπιθαμιαῖον μῆκος
20μαργαριτάρια καὶ λιθάρια ἐμπε‐ πηγμένα κυκλόθεν. Εἰ δὲ τύχοι
οὖσα χήρα, τὸ μὲν βάϊον κατέχει260

261

καὶ ἱσταμένη καὶ καθημένη, φορεῖ δὲ ἔνδυμα μέλαν λεγόμενον ἱμάτιον καὶ μανδύαν ὀξύν. Ἡ δὲ νέα βασιλὶς ἱσταμένη καὶ αὐτή, καὶ
5κατεχομένη ἐξ ἑκατέρων τῶν μερῶν ὑπὸ δύο συγγενῶν τῶν γνησιωτάτων, ἢ εἰ μὴ ἔχει γνησίους, ὑπ’ εὐνούχων δύο, κατέρ‐ χεται ἀπὸ τῆς ἀναβάθρας, καὶ
10ἐρχομένη ἵσταται πρὸ τοῦ σωλέου. Κατερχόμενος οὖν τοῦ ἄμβωνος ὁ βασιλεὺς καὶ ἀνὴρ αὐτῆς λαμβάνει ἀπὸ τῆς τοῦ πατριάρχου χειρὸς τὸ στέμμα εὐλογηθὲν πρότερον παρ’
15αὐτοῦ, καὶ ἐπιτίθησι τῇ κεφαλῇ τῆς αὐτοῦ γυναικός, οὐχ ὅμοιον τῷ τοῦ βασιλέως ἀλλ’ ἕτερόν τι σχῆμα, προητοιμασμένον ὑπάρχον, καὶ βασταζόμενον καὶ αὐτὸ ἢ ὑπὸ
20γνησίων, ὡς εἴρηται, συγγενῶν αὐτῆς, ἢ ὑπὸ δύο εὐνούχων. Ἡ δὲ ἐπιτεθέντος τῇ κεφαλῇ αὐτῆς τοῦ στέμματος παρὰ τῆς τοῦ βασιλέως καὶ ἀνδρὸς αὐτῆς χειρὸς εὐθὺς
25προσκυνεῖ τὸν βασιλέα καὶ ἄνδρα αὐτῆς, ὥσπερ ὁμολογοῦσα διὰ τῆς προσκυνήσεως ὑπ’ αὐτὸν εἶναι καὶ
ὑποτετάχθαι αὐτῷ. Ὁ δὲ πα‐261

262

τριάρχης πλησίον τοῦ σωλέου ἱστά‐ μενος καὶ αὐτὸς ἀναγινώσκει ἑτέ‐ ραν αὖθις εὐχὴν ὑπέρ τε τοῦ βασιλέως καὶ τῆς βασιλίδος καὶ
5παντὸς τοῦ ὑπηκόου λαοῦ. Καὶ οὕτω μὲν στεφόμενος ὁ βασι‐ λεὺς στέφει καὶ τὴν ἰδίαν αὐτοῦ γυναῖκα· εἰ δὲ συμβῇ προεστεμ‐ μένον εἶναι τὸν βασιλέα, στέφεται
10ἡ βασιλὶς παρὰ τοῦ ἰδίου ἀνδρὸς καὶ βασιλέως ὁμοίως, ὅταν ἀγα‐ γόμενος αὐτὴν εἰς γυναῖκα ἐπιτελῇ τὴν ἐπιγάμιον τελετήν. Ἂν δὲ ὡς προείπομεν γένηται,
15μετὰ τὸ στέψαι μὲν τὸν νέον βασι‐ λέα τὴν ἰδίαν γυναῖκα καὶ βασι‐ λίδα, ἐκείνην δέ, ὡς εἴρηται, προσκυνῆσαι, ἀναβάντες καὶ οἱ δύο εἰς τὴν ἀναβάθραν κάθηνται αὖθις
20ἐπὶ τῶν θρόνων, ὁ μὲν βασιλεὺς κατέχων σταυρόν, ἡ δὲ νέα βασιλὶς βάϊον, κατὰ τὸ εἰρημένον. Καὶ τῆς μὲν ἄλλης μυσταγωγίας γινο‐ μένης κάθηνται οἱ βασιλεῖς, τοῦ
25τρισαγίου δὲ ὕμνου ᾀδομένου ἢ τῶν ἀποστολικῶν γραφῶν ἢ τῶν θείων εὐαγγελίων ἀναγινωσκομέ‐ νων ἀνίστανται καὶ αὐτοί. Ἐξ ἑκα‐
τέρων δὲ μερῶν τοῦ ναοῦ ξυλίνων262

263

οὐσῶν ἀναβαθρῶν ἐπ’ αὐτὸ τοῦτο πεποιημένων, ἱστάμενοι ἐπάνω οἵ τε πρωτοψάλται καὶ οἱ δομέστικοι καὶ οἱ ἀναγνῶσται, οὓς ἐξ ἔθους
5παλαιοῦ κράκτας ἐν ταῖς τοιαύταις ὀνομάζουσι πανηγύρεσί τε καὶ τελεταῖς, ψάλλουσιν ᾄσματά τινα συνελοῦντα καὶ ἡρμοσμένα εἰς τὰ τοιαῦτα. Κατέχουσι δὲ ἐξ ἑκατέρων
10μερῶν ἀνὰ τρία κοντάρια, ἔχοντα ἕκαστον γύρους ἐκ ξύλων, ἐκκρε‐ μαμένας ἔχοντα κυκλόθεν μετάξας κοκκίνας καὶ ἄσπρας, ὅσον δισπι‐ θάμας, ἃ καὶ μετὰ τὸ τελεσθῆναι
15τὴν λειτουργίαν προηγοῦνται τοῦ βασιλέως, τῶν κατεχόντων αὐτὰ προϊόντων καὶ ψαλλόντων μέχρι καὶ τοῦ μεγάλου παλατίου· τίνι δὲ τρόπῳ γίνεται τοῦτο, ὁ λόγος
20ζητεῖται. Ἀρχομένου δὲ ψάλλεσθαι τοῦ ἐπὶ τῇ μεγάλῃ εἰσόδῳ ὕμνου, ἐρχόμενοι οἱ ἐντιμότεροι τῶν δια‐ κόνων τῆς ἐκκλησίας προσκα‐
25λοῦνται τὸν βασιλέα. Ὁ δὲ ἔρχεται μετ’ αὐτῶν εἰς τὴν λεγομένην
πρόθεσιν, ἔνθα κεῖνται τὰ ἅγια.263

264

Ἔτι δὲ ἔξω τῆς προθέσεως ἱστά‐ μενος ἐνδύεται ἐπάνω τοῦ σάκκου καὶ τοῦ διαδήματος μανδύαν χρυ‐ σοῦν. Καὶ τῇ μὲν δεξιᾷ χειρὶ
5κατέχει τὸν σταυρόν, ὃν συνηθές ἐστι κρατεῖν τὸν βασιλέα, ὅταν καὶ τὸ στέμμα φορῇ, τῇ δὲ ἀριστερᾷ κατέχει νάρθηκα. Ἐπέχει γοῦν τότε τάξιν ἐκκλησιαστικὴν ἣν
10καλοῦσι τοῦ δεποτάτου. Κρατῶν οὖν ἀμφότερα ὁ βασιλεύς, ἤγουν τὸν σταυρὸν καὶ τὸν νάρθηκα, προηγεῖται τῆς εἰσόδου πάσης· ἐξ ἀμφοτέρων δὲ τῶν μερῶν συμπα‐
15ρακολουθοῦσιν αὐτῷ οἵ τε Βάραγ‐ γοι πάντες πελεκυφόροι καὶ νέοι εὐγενεῖς ἔνοπλοι περὶ ἑκατόν. Οὗτοι μὲν οὖν ἀκολουθοῦσιν ἐκ πλαγίων, ὡς εἴρηται, ἐχόμενα δὲ
20τοῦ βασιλέως, εὐθὺς μετ’ αὐτὸν ἔρχονται οἵ τε διάκονοι καὶ οἱ ἱερεῖς, σκεύη τε ἄλλα τῶν ἱερῶν
κρατοῦντες καὶ δὴ καὶ αὐτὰ τὰ264

265

ἅγια. Περιελθόντες δὲ κατὰ τὴν συνήθειαν τὸν ναὸν ἔρχονται μέχρι τοῦ σωλέου. Οἱ μὲν οὖν ἄλλοι πάντες ἵστανται ἐκτός· μόνος
5δὲ ὁ βασιλεὺς διερχόμενος τὸν σωλέαν εὑρίσκει τὸν πατριάρχην ἱστάμενον εἰς τὰ ἅγια θύρια. Τὰς οὖν αὐτῶν καὶ ἀμφότεροι κεφαλάς, ὁ μὲν πατριάρχης ἔσωθεν, ὁ βασι‐
10λεὺς δὲ ἔξωθεν, εἰς σχῆμα δῆθεν χαιρετισμοῦ κλίναντες ἵστανται. Καὶ μετὰ τοῦτο ἔρχεται ὁ δευτε‐ ρεύων τῶν διακόνων, τῇ μὲν δεξιᾷ χειρὶ κατέχων θυμιατόν, τῇ δὲ
15ἑτέρᾳ τὸ λεγόμενον ὠμοφόριον τοῦ πατριάρχου. Καὶ εἰς μὲν τὸ παλαιὸν εἶχε καὶ ἡ ἐκκλησία ἀρχι‐ διάκονον, νῦν δὲ οὐδαμῶς, ἀλλ’ ἔχει τοῦτον ὁ κλῆρος τοῦ βασιλέως.
20Ἡ δ’ αἰτία ζητεῖται. Ὡσαύτως οὐδὲ πρωτοψάλτην ἔχει ἡ ἐκκλησία ἀλλὰ δομέστικον, ὁ δὲ βασιλικὸς κλῆρος καὶ ἀμφοτέρους. Καὶ ὁ μὲν πρωτοψάλτης τοῦ βασιλικοῦ ἔξαρ‐
25χος κλήρου, ὁ δέ γε δομέστικος
τοῦ δεσποινικοῦ· καὶ ποτὲ μὲν265

266

ἔχει καὶ ἡ ἐκκλησία ἕτερον δομέσ‐ τικον παρὰ τὸν δεσποινικόν, ποτὲ δὲ ὁ αὐτὸς καὶ ἀμφοτέροις τοῖς κλήροις ὑπηρετεῖ, ὥσπερ δὴ καὶ
5ὁ πρωτοπαπᾶς. Ἔχει μὲν γὰρ ὁ βασιλεὺς πρωτοπαπᾶν εἰς τὸν κλῆ‐ ρον αὐτοῦ, ἔχει δὲ καὶ ἡ ἐκκλησία· ἔστι δ’ ὅτε ὁ αὐτὸς εὑρίσκεται καὶ εἰς ἀμφοτέρους τοὺς κλήρους.
10Καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δευτερεύων δὲ τῶν διακόνων θυμιᾷ τὸν βασιλέα, καὶ κλίναντος αὐτοῦ τὴν κεφαλὴν βοᾷ μεγάλῃ τῇ φωνῇ τὸ «μνησθείη κύριος ὁ θεὸς τοῦ
15κράτους τῆς βασιλείας σας ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων». Εἶτα ἐπιλέγει τὸ «ἀμήν». Τὸ δ’ αὐτὸ τοῦτο καὶ πάντες οἱ
20μετ’ αὐτὸν ἐρχόμενοι λέγουσι διά‐ κονοί τε καὶ μετ’ αὐτοὺς οἱ ἱερεῖς. Λέγουσι δὲ πάντες οὗτοι τοῦτο καὶ εἰς τὸν πατριάρχην, εἰσερχό‐ μενοι εἰς τὸ βῆμα, ἤτοι «μνησθείη
25κύριος ὁ θεὸς τῆς ἀρχιερωσύνης σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων». Τούτου266

267

δὲ τελεσθέντος, αὖθις τὸν πατρι‐ άρχην ὁ βασιλεὺς προσαγορεύσας ἀποδύεται ὅνπερ εἴπομεν χρυσοῦν μανδύαν. Ἐπαίρειν δὲ αὐτὸν
5σύνηθες τὸν τῆς ἐκκλησίας ῥαιφε‐ ρενδάριον. Ὁ δὲ βασιλεὺς πάλιν ἐρχόμενος εἰς τὴν ἀναβάθραν κάθη‐ ται, ἀνιστάμενος μόνον ἔν τε τῇ ἀναγνώσει τοῦ ἁγίου συμβόλου,
10ἐν τῇ τοῦ «πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς» προσευχῇ καὶ ἐν τῇ ὑψώσει τοῦ δεσποτικοῦ καὶ ἁγίου σώματος. Γενομένης δὲ τῆς ὑψώ‐ σεως, εἰ μὲν οὐκ ἔστιν ὁ βασιλεὺς
15πρὸς κοινωνίαν ἕτοιμος, κάθηται ἐπὶ θρόνου μέχρι τέλους τῆς θείας λειτουργίας, εἰ δὲ παρεσκευασμέ‐ νος ἐστὶν εἰς τοῦτο, προσκαλοῦνται τοῦτον αὖθις οἱ προρρηθέντες
20διάκονοι. Εἰσέρχεται οὖν ὁ βασι‐ λεὺς μετ’ αὐτῶν εἰς τὸ ἅγιον βῆμα, καὶ λαμβάνων θυμιατὸν θυμιᾷ τὴν ἱερὰν τράπεζαν σταυροειδῶς, πρῶ‐ τον μὲν κατὰ ἀνατολάς, εἶτα πρὸς
25ἄρκτον, ἔπειτα πρὸς ἑσπέραν, καὶ μετὰ ταῦτα πρὸς μεσημβρίαν. Εἶτα πάλιν πρὸς ἀνατολὰς θυμιῶν θυμιᾷ
καὶ τὸν πατριάρχην. Αὐτὸς δὲ267

268

προσαγορεύσας, καὶ λαβὼν ἀπὸ τῶν τοῦ βασιλέως χειρῶν τὸν θυμιατόν, ἀντιθυμιᾷ τὸν βασιλέα. Μετὰ δὲ ταῦτα ἐκβαλὼν ὁ βασιλεὺς
5ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τὸ στέμμα ἐγχειρίζει τοῖς διακόνοις, ὁ δὲ πατριάρχης μετὰ τὸ κοινωνῆσαι τοῦ τιμίου σώματος καὶ αἵματος δίδωσι καὶ τῷ βασιλεῖ εἰς τὰς
10χεῖρας μερίδα τοῦ δεσποτικοῦ σώματος· οὗ καὶ μετασχὼν κοινω‐ νεῖ ὁμοίως καὶ τοῦ ζωοποιοῦ αἵματος· κοινωνεῖ δὲ τοῦ μὲν πατριάρχου τὸν ἅγιον κρατῆρα
15κατέχοντος, αὐτὸς δὲ προσάγων τῷ κρατῆρι τὸ στόμα, ὥσπερ καὶ οἱ ἱερεῖς. Μετὰ δὲ τὸ κοινωνῆσαι τῶν θείων μυστηρίων περιθέμενος αὖθις τὸ στέμμα τῇ κεφαλῇ ἐξέρχε‐
20ται τοῦ ἁγίου βήματος· καὶ τελεσθείσης τῆς ἱερᾶς λειτουργίας, καὶ τοῦ διαδιδομένου τῷ λαῷ ἁγιάσματος, ὅ φαμεν ἀντίδωρον, αὖθις μετασχών, καὶ εὐλογηθεὶς
25παρά τε τοῦ πατριάρχου καὶ τῶν παρόντων ἀρχιερέων, καὶ κατα‐
σπασάμενος τὰς αὐτῶν χεῖρας,268

269

ἀνέρχεται εἰς τὰ λεγόμενα κατη‐ χούμενα. Ξυλίνης δὲ κἀκεῖσε ἀναβάθρας μετρίας οὔσης προκα‐ τεσκευασμένης καὶ θρόνων τῶν
5καθ’ ἡμέραν συνήθων ἐπικειμένων, ἀνέρχονται ὅ τε νέος βασιλεὺς καὶ ἡ αὐτοῦ γυνὴ καὶ βασιλὶς μετά τε τοῦ βασιλέως καὶ πατρὸς καὶ τῆς δεσποίνης καὶ μητρός, συμπα‐
10ρόντων καὶ τῶν εἰρημένων πρωτο‐ ψαλτῶν καὶ δομεστίκων. Χρυσῶν δὲ βηλοθύρων τὴν ἀναβάθραν σκε‐ πόντων ὥστε μὴ ὁρᾶσθαι τοὺς βασιλεῖς, οἱ ψάλται ᾄδουσι τό
15«ἀνατείλατε, ἀνατείλατε». Αἰρο‐ μένων οὖν εὐθὺς τῶν βηλοθύρων εὐφημοῦνται οἱ βασιλεῖς ὑπὸ τῶν ἐν τοῖς κατηχουμένοις ὄντων ἁπάν‐ των. Γενομένου δὲ καὶ τούτου
20κατέρχονται οἱ βασιλεῖς, καὶ ἀπέρ‐ χονται μετὰ τῶν δεσποινῶν εἰς τὸ μέγα παλάτιον στεφηφοροῦντες, οὗτοι μὲν ἔφιπποι μόνοι, οἱ δὲ ἄλλοι πάντες πεζῇ, ἀπὸ τοῦ δεσπό‐
25του μέχρι καὶ τοῦ μικροτέρου.269

270

Ἦν δὲ πρότερον μὲν συνήθεια φορεῖν τὸν τοῦ βασιλέως ἵππον ἐν τῇ τοιαύτῃ πανηγύρει περὶ τὸν τράχηλον καὶ ὄπισθεν τῆς σέλλας
5ἐπάνω τῶν καπουλίων ἅπερ ὠνο‐ μάζοντο χαιώματα, ἐκ μαργάρων καὶ λίθων συγκείμενα, μικρὸν δ’ ἄνωθεν τῶν ἀστραγάλων περιδεδε‐ μένας μετάξας κοκκίνας, αἵπερ
10ὀνομάζονται τούβια. Νῦν οὖν τὰ μὲν ἄλλα οὐκ εἰσί, τὸ δὲ τῶν του‐ βίων γίνεται. Τραπέζης δ’ ἐκεῖ προητοιμασ‐ μένης οὔσης καθήμενοι εὐωχοῦνται
15στεφηφοροῦντες. Ὑπηρετεῖ δὲ αὐ‐ τοῖς ὁ μέγας δομέστικος. Ἂν δὲ μὴ ὑπάρχῃ μέγας δομέστικος, ὑπηρετεῖ ὁ δεσπότης ἤ τις τῶν ἀξιωματικῶν, εἰ δὲ μή, ὁ ἐντιμό‐
20τερος παρισταμένων πάντων ἀρχόντων μετὰ τῶν ἑαυτῶν φορε‐ μάτων· οὐ μὴν δὲ δίδονται πρὸς
αὐτοὺς τότε μίνσοι.270

271

Ταύτην οὖν τὴν ἡμέραν ἐκεῖσε μένοντες, τῇ μετ’ αὐτὴν ἐν τοῖς ἄλλοις ἔρχονται παλατίοις, ὅπου καὶ αὖθις ῥίπτονται ἐπικόμβια,
5παρὰ μὲν συγκλητικοῦ τῷ λαῷ. Ὁ δέ γε βασιλεὺς καὶ αὐτὸς κατὰ ταύτην τὴν ἡμέραν ἐξέρχεται μὲν ἐν τῇ αὐλῇ, ἐν ᾧ τόπῳ ἡ εἰκών ἐστι τοῦ μεγάλου μάρτυρος Γεωρ‐
10γίου, ἵσταται δὲ πλησίον αὐτοῦ ὁ τοῦ βασιλικοῦ ἄρχων βεστιαρίου καὶ ἔχει ἐντὸς τοῦ ἱματίου αὐτοῦ νομίσματα χρυσᾶ κεχυμένα πολλά· ὧν καὶ δραττόμενος ὁ βασιλεὺς
15σκορπίζει εἰς τοὺς περιεστῶτας ἄρχοντάς τε καὶ ἀρχοντόπουλα, ἐφ’ ὅσον ἂν δοκεῖ τοῦτο. Αἴτιον δὲ τῆς τοιαύτης τῶν νομισμάτων διαδόσεως ἐστὶ τὸ βούλεσθαι τὸν
20βασιλέα συνευφραίνεσθαι αὐτῷ ἄρχοντάς τε πάντας καὶ ἀρχοντό‐ πουλα καὶ τὸ φωσσάτον καὶ τὸν δῆμον, ἐσθίοντάς τε καὶ πίνοντας ἐξ ἀναλωμάτων βασιλικῶν. Δέκα δὲ
25ἐφεξῆς ἡμέρας ἢ πλείους ἢ ἐγγὺς ἐλάττους τούτων, οὐδὲ γάρ ἐστι νενομισμένος ἡμερῶν ἀριθμός, ἀλλ’
ὅπως ἂν βούλοιτο ὁ βασιλεύς,271

272

ἑορτάζουσι πολυτελῶς, τὰς συνή‐ θεις καθημερινὰς στολὰς λαμπρὰς καὶ πολυτελεῖς οὔσας φοροῦντες. Γίνονται οὖν κατὰ ταύτας τὰς
5ἡμέρας, ἃς εἴπομεν, εὐωχίαι καὶ δεῖπνα πολυτελῆ· καὶ καθήμενοι οἱ τῆς συγκλήτου πάντες εὐωχοῦν‐ ται εὐφραινόμενοι ἔμπροσθεν τῶν βασιλέων, εὐωχουμένων καὶ αὐτῶν
10ἐν τῇ ἑαυτῶν τραπέζῃ. Ὑπηρετεῖ δὲ τότε αὐτοῖς ὁ δομέστικος καὶ ὁ ἐπὶ τῆς τραπέζης· εἰ δ’ οὖν, τῶν ἐκ γένους τις τοῦ βασιλέως ἀσκε‐ πής, ᾧ ἂν ἐπιτάξοι ὁ βασιλεύς.
15Ὁ δὲ μέγας δομέστικος ἐν τῷ προσήκοντι αὐτῷ τόπῳ μετὰ τῶν ἄλλων συγκλητικῶν ἀνακείμενος καὶ αὐτὸς εὐωχεῖται. Ἡ τοιαύτη δὲ τάξις ἀπαραλλάκτως γίνεται καὶ
20ἐν τοῖς γάμοις τῶν βασιλέων. Ἰστέον δ’ ἔτι καὶ τοῦτο, ὅτι ὁ βασιλεὺς ἐν τῇ εὐλογήσει τὸ ἑαυτοῦ φορεῖ στέμμα, εἰ προεστεμ‐ μένος ἐστί. Κάθηται δὲ ἐν τῇ ἀνα‐
25βάθρᾳ οὕτως ὡς ἐν τῇ στεφηφορίᾳ
προείρηται.272

273

Δεῖ δὲ γινώσκειν καὶ τοῦτο, ὅτι ὁπηνίκα φορεῖ τὸ ἑαυτοῦ στέμμα ὁ βασιλεὺς ἢ ἐν προβλήσει πατριάρχου ἢ δεσπότου ἢ καθ’
5οἵαν δή τινα χρείαν ἄλλην, συνή‐ θειά ἐστι παρίστασθαι τούτῳ τέσ‐ σαρας ἀπὸ τῶν ἐντιμοτέρων ἀρχόν‐ των τῆς πολιτείας, ἀνὰ δύο ἐξ ἑκατέρου μέρους, φοροῦντας μὲν
10ἐπιλούρικα χρυσᾶ καὶ σκαράνικα κόκκινα, κατέχοντας δὲ ἐν χερσὶν ἕκαστον ἀσπίδα στρογγύλην γεγραμμένον τὸν βασιλέα ἔχουσαν ἔφιππον, καὶ κοντάριον κεχρυσω‐
15μένον ἔχον τὸ ξύλον. Τὰ μὲν οὖν κοντάρια ταῦτα ὀνομάζονται ῥομ‐ φαῖαι, οἱ δὲ κατέχοντες ῥομφαιο‐
κράτορες.273

274

(1t)

Ηʹ
1tΠερὶ προβλήσεως δεσπότου
2 Ποιοῦσιν ἐν τῷ τρικλίνῳ, ἔνθα ὁ βασιλικὸς ἵσταται θρόνος, διά‐ φραγμα διὰ βλατίων χρυσῶν τόν
5τε θρόνον διαχωρίζον καὶ τὴν παράστασιν. Καὶ τῶν μὲν ἀρχόντων τὰ οἰκεῖα φορούντων παράσημα τά τε σκαράνικα δηλονότι καὶ τὰ λοιπά, ὑποδύουσι τὸν δεσπότην
10ἄρχοντες, πρὸς οὓς ἂν ὁρίσοι ὁ βασιλεύς, ἐντὸς τοῦ τρικλίνου περὶ τὸ ἄκρον, τά τε διβολέα πέδιλα καὶ καββάδιον ὀξὺ ἢ κόκκινον μαργαριταρέϊνον. Ὁ δὲ βασιλεὺς
15φορῶν ἐν τῷ κελλίῳ αὐτοῦ τό τε στέμμα καὶ τὰ λοιπὰ ἔρχεται ὅπου ἐστὶν ὁ θρόνος αὐτοῦ. Τοῦ γοῦν διαφράγματος ἀνοιγέντος πολυχρονίζουσι πάντες· εἶτα τῶν
20ἐντιμοτέρων ἄρχοντες δύο φέρουσι τὸν ὑπόψηφον δεσπότην καὶ ἱστᾶ‐ σιν ἔμπροσθεν τοῦ βασιλέως, καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεὺς ἱστάμενος οὕτως «ἡ βασιλεία μου
25προβάλλεταί σε δεσπότην», καὶ αὐτίκα πάλιν πολυχρονίζουσι πάν‐ τες. Ἰστέον δὲ ὅτι οὐχ ὅτε μόνον προβάλλεται δεσπότην ὁ βασιλεὺς
30ἵσταται· ἀλλὰ καὶ ὁπηνίκα τῶν274

275

ὀφφικίων ποιήσει τι, κἂν ἐλάχισ‐ τον ᾖ, ἱστάμενος τοῦτο ποιεῖ. Ὁ δέ γε δεσπότης τὸν τοῦ βασιλέως κύψας ἀσπάζεται πόδα.
5Ἀναστάντος οὖν ὁ βασιλεὺς περι‐ τίθησιν οἰκειοχείρως τῇ αὐτοῦ κεφαλῇ στέφανον διὰ λίθων καὶ μαργάρων, ἔχοντα καμάρας μικρὰς τέσσαρας ἔμπροσθέν τε καὶ ὄπισθεν
10καὶ ἐκ πλαγίων, εἰ ἄρα ὁ χειροτονη‐ θεὶς βασιλέως υἱός ἐστιν, εἰ δὲ γαμβρὸς τύχοι ὤν, ἔμπροσθεν μόνον· ὃς δὴ στέφανος καλεῖται καὶ στεμματογύριον. Καὶ πολυ‐
15χρονίζουσιν αὖθις. Ἔπειτα κλεισ‐ θέντος τοῦ διαφράγματος ὁ μὲν βασιλεὺς ἀπέρχεται εἰς τὸ κελλίον αὐτοῦ, ὁ δέ γε δεσπότης εἰς τὸ ἑαυτοῦ ὁσπήτιον οὕτω μετὰ τῶν
20ῥηθέντων φορεμάτων αὐτοῦ, πάν‐ των ἀρχόντων ἐφίππων ἀκολου‐ θούντων αὐτῷ, ἑκάστων τὰ ἑαυτῶν φορούντων φορέματα, καθὰ προ‐
είρηται.275

276

(1t)

Θʹ
1tΠερὶ προβλήσεως σεβαστοκράτο‐
2tρος καὶ καίσαρος
3 Ἡ τοῦ σεβαστοκράτορος καὶ τοῦ καίσαρος πρόβλησις ἀπαραλ‐
5λάκτως ὡς καὶ ἡ τοῦ δεσπότου γίνεται, πλὴν τῶν ἐπὶ κεφαλῆς φο‐ ρεμάτων. Ταῦτα γὰρ τὰ μὲν παλαιὰ ζητεῖται· ὁ δὲ βασιλεὺς ὁ Καντα‐ κουζηνὸς τοὺς γυναικαδέλφους
10αὐτοῦ Ἰωάννην καὶ Μανουὴλ τοὺς Ἀσανίους τιμήσας σεβαστοκρά‐ τορας, ἐφόρεσε καὶ στεφάνους διὰ λίθων ἠερανέων καὶ μαργάρων, ἔχοντας ἕκαστον αὐτῶν ἔμπροσθεν
15ἀνὰ μίαν καὶ μόνην καμάραν. Συναπέρχονται δὲ καὶ μετ’ αὐτῶν εἰς τὰ αὐτῶν ὁσπήτια πάντες ἄρχοντες μετὰ τῶν ἑαυτῶν φορεμάτων, καθὰ καὶ εἰς τὸ τοῦ
20δεσπότου.276

277

(1t)

Ιʹ
1tΠερὶ προβλήσεως πατριάρχου
2 Συνάγονται οἱ ἐπιδημοῦντες τῇ Κωνσταντινουπόλει ἀρχιερεῖς, εἰ μὲν καὶ πλείους τύχοιεν ὄντες, εἰ
5δ’ οὖν, δώδεκα, ἔτι τε καὶ ἀπὸ τῶν πλησιοχώρων ἐκκλησιῶν μετακεκλημένοι· ἢ, εἰ μήτε ἐπιδη‐ μοῦντες τύχοιεν μήτε ἐν ταῖς πλησιοχώροις ἐκκλησίαις ὦσιν
10ἀρχιερεῖς δώδεκα, κάθηνται ἐν τῷ ψηφηφορείῳ ἐξ ἀνάγκης ὅσοι ἂν εὑρεθῶσι, καὶ ἐκλέγονται εἰς πα‐ τριάρχην πρόσωπα τρία, οὓς ἂν ὁ θεὸς χορηγήσοι εἰς τὴν γνῶσιν
15αὐτῶν· ὧν τὰ ὀνόματα διακο‐ μίζουσιν ἐγγράφως τῷ βασιλεῖ οἱ τῶν ἀρχόντων τῆς ἐκκλησίας ἔκκριτοι, καὶ ὁ βασιλεὺς ἐκλέγεται ἀπὸ τούτων ὃν ἂν ὁ θεὸς ἐμβα‐
20τεύσοι εἰς τὴν γνῶσιν αὐτοῦ.
Εἶτα ἀποστέλλονται ἄρχοντες παρ’277

278

αὐτῷ οὓς ἂν διακρίνοι, καὶ οἱ δηλωθέντες ἐκκλησιαστικοὶ ἄρχον‐ τες, καὶ διακομίζουσι τὸ μήνυμα πρὸς τὸν ψηφισθέντα καὶ ἐκλεγέντα
5ὡς ἀπὸ τῆς ἐκκλησίας τε καὶ τοῦ βασιλέως. Κἂν μὲν δέξηται τοῦτο, ἤδη καλόν· εἰ δὲ μή, ἀπέρχονται εἰς τὸν ἕτερον· εἰ δ’ οὐχ οὗτος, εἰς τὸν λοιπόν. Εἰ δ’ ἴσως οὐδ’ οὗτος,
10γίνονται αὖθις ψῆφοι ὡς ἐξ ἄλλης ἀρχῆς, καὶ μετὰ τὸ δέξασθαι τὸν ψηφισθέντα τὸ μήνυμα προβάλλε‐ ται τοῦτον ὁ βασιλεὺς οὕτω. Γενομένης ἀναβάθρας διὰ ξύλων
15εἰς τὴν ἀρχὴν τοῦ τρικλίνου, περι‐ σκεπομένης διὰ βλατίου κοκκίνου, ἐφ’ ἧς ἵσταται θρόνος βασιλικὸς ὁποῖος ἐν τῇ τοῦ βασιλέως στεφη‐ φορίᾳ εἴρηται. Ὁ μὲν τρίκλινός
20ἐστι διαπεφραγμένος βλατίοις, καθὰ καὶ ἐν τῇ τοῦ δεσπότου προβλήσει δεδήλωται, ὁ δὲ βασι‐ λεὺς τό τε στέμμα καὶ τὰ λοιπὰ φορῶν ἐλθὼν ἀπὸ τοῦ κελλίου
25αὐτοῦ καθίζει ἐπὶ τοῦ θρόνου, πάντων ἀρχόντων παρισταμέ‐ νων ἔξω τοῦ διαφράγματος μετὰ τῶν παρασήμων καὶ φορεμάτων αὐτῶν. Καὶ θρόνου ἠερανέου τεθέν‐
30τος κατὰ τὸ τοῦ τρικλίνου τρίτον278

279

μέρος ἀπὸ τοίχου, πρὸς τὸν βασι‐ λέα, περισκεπομένου διὰ βλατίου χρυσοῦ, ἔρχεται ὁ ὑπόψηφος πα‐ τριάρχης (ὑπόψηφος γὰρ μέχρι τότε
5λέγεται) καὶ καθίζει ἐπ’ αὐτοῦ. Εἶτα τῶν βλατίων τοῦ διαφράγ‐ ματος αἰρομένων ἀνίστανται καὶ ἀμφότεροι, καὶ πάντες αὐτίκα πολυχρονίζουσι. Καὶ μετὰ τοῦτο
10οὐκ ἀπὸ τῶν ἀξιωματικῶν τις, τοῦτ’ ἔστιν ἢ δεσπότης ἢ σεβασ‐ τοκράτωρ ἢ καίσαρ, φέρει τὸν ὑπόψηφον. Οὐδὲ γὰρ ἐνδημοῦσιν οὗτοι ταῖς τῶν πατριαρχῶν προ‐
15βλήσεσι τῇ αἰτίᾳ ὅτι τοῦ πα‐ τριάρχου καθημένου ἀνοίκειόν ἐστιν ἵστασθαι τούτους· πάλιν δὲ τῆς τῶν βασιλέων εὐφημίας γινομένης οὐκ ἐφεῖται τούτους καθῆσθαι·
20διὰ τοῦτο καὶ οὐ πάρεισιν. Ἀλλ’ ἀπὸ τῶν ἀρχόντων ὁ κρείττων καὶ διαφορώτερος ἐπαίρων διὰ χειρὸς φέρει τοῦτον ἔμπροσθεν τῆς ἀνα‐ βάθρας. Τοῦ οὖν πατριαρχικοῦ
25δικανικίου ἐκεῖσε ἐν τῷ ῥηθέντι διαφράγματι εὑρισκομένου, λαβὼν τοῦτο ὁ βασιλεὺς διά τινος τῶν μὴ φορούντων σκιάδια εὐγενῶν,
ἱσταμένου καὶ τοῦ βασιλέως καὶ279

280

υἱοῦ αὐτοῦ, εἴπερ ἐστὶν ἐκεῖσε, μεγάλῃ φωνῇ λέγει οὕτως· «ἡ ἁγία Τριὰς ἡ τὴν βασιλείαν δωρη‐ σαμένη ἡμῖν προβάλλεταί σε ἀρχιε‐
5πίσκοπον Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸν πατριάρχην». Καὶ οὕτως αὐτίκα πολυχρονίζουσι πάντες. Εἶτα ὁ πατριάρχης ἐπὶ τῆς ἀναβάθρας
10ἀνελθὼν λαμβάνει τὸ δικανίκιον ἀπὸ τῆς τοῦ βασιλέως χειρός, καὶ εὐλογῶν αὐτὸν εὐθὺς κατέρχε‐ ται. Καθεσθέντων οὖν ἑκατέρων ἐπὶ τῶν θρόνων αὐτῶν γίνεται ἡ
15εὐφημία τῶν βασιλέων καὶ τοῦ πατριάρχου. Καὶ μετὰ τὴν εὐφημίαν κλεισθέντος τοῦ διαφράγματος, ὁ μὲν βασιλεὺς εἰς τὸ κελλίον αὐτοῦ, ὁ δὲ πατριάρχης ἀπέρχεται
20ἱππότης εἰς τὴν ἁγίαν Σοφίαν,280

281

τοῦ ἵππου αὐτοῦ περισκεπομένου σαγίσματι ἐκ πανίου λευκοῦ μέχρι καὶ κεφαλῆς. Συναπέρχονται δὲ καὶ οἱ ἄρχοντες μετ’ αὐτοῦ τὰ
5ἑαυτῶν ἐνδεδυμένοι παράσημα. Ἰστέον δὲ ὅτι ὑπόψηφος ἔτι ὢν καὶ ἐρχόμενος προβληθῆναι ἔξω τῆς τοῦ παλατίου αὐλῆς πεζεύει, μετὰ δὲ τὴν πρόβλησιν ἐντός.
10Σκεπάζουσι δὲ καὶ τὸν ἵππον αὐτοῦ σαγίσματι, καθὼς εἴρηται. Ἀπελθὼν οὖν εἰς τὴν ἁγίαν Σοφίαν μετὰ τὸ προβληθῆναι, ὡς δεδήλωται, εὐωχεῖται μετὰ τῶν
15ἀρχιερέων καὶ τῶν ἀρχόντων τῆς ἐκκλησίας. Ἐν δὲ τῷ τῆς αὐτοῦ χειροτονίας καιρῷ ἔρχεται μὲν ὁ βασιλεὺς εἰς τὴν ἁγίαν Σοφίαν, τὴν καθ’ ἡμέραν
20συνήθη φορῶν στολήν, χειροτο‐ νεῖται δὲ ὁ πατριάρχης ὑπὸ τοῦ Ἡρακλείας, ἐπεὶ τῆς Ἡρακλείας ἐπισκοπὴ ἦν τὸ Βυζάντιον. Δεῖ δὲ γινώσκειν ὅτι οἱ μὲν
25ἄλλοι ἀρχιερεῖς χειροτονοῦνται281

282

σφραγιζόμενοι ἐκ δευτέρου (τὴν μὲν πρώτην σφραγῖδα καλοῦσι μικράν, τὴν δὲ δευτέραν μεγάλην, ἥτις ἐστὶ χειροτονία), ὁ δὲ πα‐
5τριάρχης χειροτονεῖται μόνον, ἐπεὶ ἡ τοῦ βασιλέως πρόβλησις ἀντὶ τῆς μικρᾶς λογίζεται σφραγῖδος. Ὁμοίως καὶ ἀπαραλλάκτως γίνεται καὶ ἡ τῶν ἑτέρων πατριαρ‐
10χῶν πρόβλησις, τοῦ τε Ἀλεξαν‐ δρείας, τοῦ Ἀντιοχείας καὶ τοῦ Ἱεροσολύμων, ἀλλὰ δὴ καὶ τοῦ ἀρχιεπισκόπου πρώτης Ἰουστινια‐ νῆς Ἀχρίδος καὶ πάσης Βουλγα‐
15ρίας, ἐπεὶ δευτέρα Ἰουστινιανή ἐστιν ἡ Κύπρος, καὶ τρίτη ἡ Καρχηδών. Οἱ μέντοι γε ἀρχιερεῖς μετὰ τὰς ψήφους αὐτῶν χειροτονούμενοι
20παρὰ τοῦ πατριάρχου· μεθ’ ἡμέρας τινὰς τῆς χειροτονίας αὐτῶν, ποιῶν εὐχὴν ἕκαστος ὑπέρ τε τῶν κρα‐ τούντων καὶ τοῦ ὑπηκόου, ἀπέρχε‐ ται προσκυνῶν τὸν βασιλέα, καὶ
25ἀναγινώσκει ταύτην τῆς παρα‐ στάσεως ἱσταμένης. Οἱ δέ γε ἀρχιμανδρῖται καὶ πρωτοσύγκελλοι, ἀλλὰ δὴ καὶ καθηγούμενοι τῶν ἐντίμων μονασ‐
30τηρίων, μετὰ τὸ τὴν σφραγῖδα282

283

παρὰ τοῦ πατριάρχου λαβεῖν ἀπέρ‐ χονται καὶ προσκυνοῦσι καὶ οὗτοι, καὶ λαμβάνουσι τὸ δικανίκιον ἀπὸ τῆς τοῦ βασιλέως χειρός· καὶ οἱ
5μὲν ἀρχιερεῖς εἰς προσκύνησιν τοῦ βασιλέως, ὡς εἴρηται, ἐρχόμενοι μετὰ τῶν ἐχόντων μανδύων αὐτῶν ποταμοὺς προσκυνοῦσιν αὐτόν, οἱ δέ γε τῆς ἐκκλησίας ἄρχοντες
10πάντες μετὰ τῶν ἐπιρριπταρίων
καὶ ἱματίων.283

284

(1t)

ΙΑʹ
1tΠερὶ πενθίμων βασιλικῶν
2tφορεμάτων
3 Πατρὸς βασιλέως ἀποθανόντος ἢ μητρὸς ἢ γυναικὸς αὐτοῦ, ἢ
5μὴν υἱοῦ καὶ ἐγγόνου βασιλέων ὄντων, ὁ κρατῶν λευκὰ ἐνδύματα φορεῖ μέχρι καιροῦ ὅσον ἂν βού‐ λοιτο, εἶτα κίτρινα ἄνευ μαργελ‐ λίων, ἔπειτα τὰ αὐτὰ πάλιν μετὰ
10μαργελλίων, καὶ μετὰ ταῦτα λαμ‐ προφορεῖ. Εἰ δὲ θεῖος ἢ θεία πρὸς πατρός, ἢ ἀδελφὸς αὐτοῦ, δεσπότης ὢν εἴτε καὶ μή, ἢ ἀδελφὴ ἢ υἱός, κίτρινα μὲν καὶ τότε, χωρὶς δὲ
15μαργελλίων, εἶτα μετὰ μαργελ‐ λίων. Καθ’ ὃν δὲ καιρὸν ὁ βασιλεὺς λευχειμονεῖ, ὡς εἴρηται, διὰ τοὺς ἑαυτοῦ γνησίους, πάντες μελανει‐ μονοῦσιν, οὐκ ἄρχοντες μόνον, ἀλλὰ
20καὶ οἱ τοῦ λαοῦ. Οἱ δὲ τοῦ τεθνεῶ‐ τος γνήσιοι, τοῦ βασιλέως κίτρινα φοροῦντος, μέλανα οὗτοι ἐνδύονται ἔμπροσθεν αὐτοῦ ἕως ἡμερῶν τεσ‐
σαράκοντα, καὶ μετὰ ταῦτα ἠερά‐284

285

νεα μέχρις ἂν ἀλλάξοι ὁ βασιλεύς, καὶ τότε λαμπροφοροῦσι καὶ οὗτοι. Ἄνευ δὲ ὧν εἴρηται, εἰ συμβῇ τινὰ ἕτερον τῶν καθ’ αἷμα συγγε‐
5νῶν αὐτοῦ τελευτῆσαι, οὐδαμῶς φορεῖ κίτρινα ὁ βασιλεύς. Ἂν δέ τινος τῶν γνησίων αὐτοῦ ἢ θείου ἢ ἀνεψιοῦ ἢ ἐξαδέλφου γυνὴ τελευτήσῃ ἢ ἀδελφὸς ἢ υἱός, ὁ τὸν
10τεθνεῶτα ἀποβαλὼν διαβιβάζει ἐν τῷ ἑαυτοῦ ὁσπητίῳ τὰς τεταγμένας πενθίμους ἡμέρας, ἤτοι μέχρι καὶ τῶν νενομισμένων ἐνάτων, καὶ μετὰ τοῦτο ἔρχεται νυκτὸς καὶ
15προσκυνεῖ τὸν βασιλέα μελανει‐ μονῶν, καὶ ἔκτοτε ἐκτὸς μὲν ἐνδε‐ δυμένος ἐστὶ μέλανα, τὸν βασιλέα δὲ προσκυνῶν φορεῖ ἠεράνεα· οὐδὲ γὰρ ἐνδεδομένον ἐστὶ μελανειμο‐
20νεῖν τινὰ ἐν τῷ παλατίῳ.285

286

(1t)

ΙΒʹ
1tΠερὶ μελλονύμφης δεσποίνης
2 Χρὴ καὶ τοῦτο γινώσκειν, ὅτι δεσποίνης νύμφης ἐρχομένης ἔξω‐ θεν ἢ διὰ ξηρᾶς ἢ διὰ θαλάσσης,
5κατὰ τὴν ἡμέραν καθ’ ἣν μέλλει ἀποσωθῆναι εἰς τὴν πόλιν ἐγνωσ‐ μένην οὖσαν, προσυπαντᾷ ταύτην ὁ βασιλεὺς καὶ ἀνὴρ αὐτῆς ὁ νεό‐ νυμφος μετὰ τοῦ βασιλέως καὶ
10πατρὸς αὐτοῦ, εἰ περίεστιν· εἰ δ’ οὖν, αὐτὸς μόνος. Καὶ εἰ μὲν διὰ ξηρᾶς ἔρχεται, πεζεύειν αὐτὴν εἴθισται περὶ τὴν Πηγήν, εἰ δὲ μετὰ κατέργων, πλησίον τοῦ ναοῦ
15τῶν Βλαχερνῶν ἔξω τῆς πόλεως, ὅπου ἂν τύχοι εἶναι ἐπιτήδειον. Προκαταλαμβάνουσαι τοίνυν τὴν καταγωγὴν ἢ ἐνταῦθα ἢ ἐκεῖ αἱ τῶν ἀξιωματικῶν καὶ συγκλητικῶν καὶ
20τῶν λοιπῶν ἀρχόντων γυναῖκες αἱ κρείττους καὶ εὐγενέστεραι ὑποδέ‐ χονται τὴν δέσποιναν καὶ νεονύμ‐ φην ἐρχομένην, φιλοφρονούμεναι βασιλικῶς αὐτὴν καὶ θεραπεύουσαι,
25προσυπαντώντων καὶ τῶν βασι‐ λέων, ἢ καὶ ἀμφοτέρων ἢ τοῦ
νεονύμφου καὶ μόνου, ἂν μὴ καὶ286

287

πατὴρ ᾖ, καθάπερ εἴρηται. Εἰ μὲν οὖν μετὰ κατέργων ἔρχεται, προσυπαντᾷ αὐτῇ περὶ τὴν Ἀκρό‐ πολιν εἰς τὴν τοῦ Εὐγενίου πύλην
5ἔφιππος ὢν ὁ βασιλεὺς μετὰ τῶν ἀρχόντων, εἰ δ’ ἀπὸ ξηρᾶς, ἔξω τῆς πόλεως, ὥσπερ εἴρηται. Μετὰ δὲ τοῦτο οἱ μὲν βασιλεῖς ἢ ὁ βασιλεὺς ἀπέρχεται καταλιμπά‐
10νων αὐτὴν ἐκεῖσε, ἀπὸ δὲ τῶν εἰρημένων ἀρχοντισσῶν ὑποδοῦσιν αὐτὴν τὰ κόκκινα ἢ βασίλισσαι, ἐὰν ὦσιν, ἢ σεβαστοκρατόρισσαι ἢ καισάρισσαι ἢ αἱ εὐγενέστεραι τῶν
15λοιπῶν. Ὄντων δὲ προητοιμασμέ‐ νων καὶ φορεμάτων βασιλικῶν, σταλεῖσα βασιλικῶς καὶ προπεμ‐ πομένη ἀπέρχεται εἰς τὸ παλάτιον ἔφιππος, τελουμένων μετὰ τοῦτο
20καὶ τῶν γαμικῶν τελετῶν ἐν ἡμέρᾳ ῥητῇ. Ἰστέον δὲ καὶ τοῦτο, ὡς οἱ παρδοβάγιλοι, ὁπηνίκα φέρουσι τοὺς πάρδους, ἱππόται εἰσέρχονται
25εἰς τὸ παλάτιον καὶ ἱππόται ὁμοίως ἐξέρχονται. Ὡσαύτως καὶ οἱ τὰ κρυοτήρια φέροντες παροινοχόοι ἔφιπποι καὶ αὐτοὶ ἐντὸς τοῦ παλα‐
τίου εἰσέρχονται.287