TLG 3147 004 :: Michael CRITOBULUS :: Historiae Michael CRITOBULUS Hist., Monachus, vel Critopulus Historiae Citation: Book — chapter — section — (line) | ||
1t1 | ΚΡΙΤΟΒΟΥΛΟΥ ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ περιέχει ἥδε ἀρχὴν τῆς βασιλείας Μεχέμετι μεγίστου αὐτοκράτορος καὶ πάροδον ἐς αὐτήν, ἔργα καὶ πράξεις αὐτοῦ τειχισμόν τε τοῦ ἐν | |
5 | Βοσπόρῳ νέου φρουρίου πόλεμόν τε τῆς Κωνσταντινουπόλεως καὶ | |
---|---|---|
ἅλωσιν ταύτης, χρόνου πλῆθος ἔτη τρία. | 11 | |
1.1.1(t) | σημείωσαι τὰς αἰτίας τῆς συγγραφῆς | |
1 | Κριτόβουλος ὁ νησιώτης, τὰ πρῶτα τῶν Ἰμβριωτῶν, τὴν ξυγ‐ γραφὴν τήνδε ξυνέγραψε δικαιώσας μὴ πράγματα οὕτω μεγάλα καὶ θαυμαστὰ ἐφ’ ἡμῶν γεγονότα μεῖναι ἀνήκουστα, ἀλλὰ ξυγγραψάμενος παραδοῦναι ταῖς μεθ’ ἡμᾶς γενεαῖς, ὡς μήτε ἔργα γενναῖά τε καὶ | |
5 | ἀξιαφήγητα καὶ τῶν παλαιῶν λειπόμενα μηδενὸς τῷ χρόνῳ καλυ‐ φθέντα ἐξ ἀνθρώπων ἀφανισθείη μήτε οἱ γεγονότες ἐς ὕστερον τὰ μέγιστα ζημιωθεῖεν τοιαύτης ἀμοιρήσαντες ἱστορίας τε καὶ μαθήσεως, καὶ οἱ ταῦτα δὲ πράξαντες ἔχωσί τι μνημεῖον κάλλιστον εἰς τὸν ἔπειτα χρόνον τῆς σφῶν αὐτῶν ἀνδρίας καὶ ἀρετῆς ἐκ τῆσδε τῆς ξυγγραφῆς | |
10 | καὶ τῆς τῶν ἔργων ἀποδείξεως. | |
1.1.2 | ἐδόκει δέ μοι καὶ διὰ τόδε οὐχ ἥκιστα ἀναγκαία εἶναι ἥδε ἡ νῦν ξυγγραφή· τὰ μὲν γὰρ παλαιὰ τῶν ἔργων πρεσβύτατα ὄντα καὶ μέγιστα δυσπαράδεκτά πώς εἰσι καὶ εἰς ἀκοὴν ἔρχεται μόγις τῷ χρόνῳ ὥσπερ γηράσκοντα καὶ διαπιστούμενα | |
5 | ἢ τῷ γε πολλῷ τῆς μνήμης συνεθισμῷ καὶ καταφρονεῖται· πᾶν γὰρ τὸ πλεονάζον ἐς κόρον ἥκει, κόρος δὲ ἀηδίαν φέρει. τὰ δὲ δὴ νῦν καινά τε ὄντα καὶ προσεχῆ καὶ ὡς γνώριμα εὐπαράδεκτά τέ ἐστι καὶ κατ‐ έχεται καὶ ὡς προσεχῆ μᾶλλον θαυμάζεται, καὶ τοσούτῳ μᾶλλον ὅσῳ καὶ μᾶλλον διαφέροντα ᾖ καὶ τὴν πίστιν ἔχοντα τῷ σαφεῖ καὶ γνωρίμῳ | |
10 | χαιρόντων τε τῶν ἀνθρώπων ὡς τὰ πολλὰ τοῖς καινοτέροις τῶν ἔργων καὶ τούτοις μᾶλλον ἐθελόντων ἕπεσθαι. | |
1.1.3 | διὰ ταῦτα δὴ καὶ ἕτερα τοιαῦτα ἀναγκαία μοι κατεφάνη εἶναι ἥδε ἡ ξυγγραφή· ἔργα τε γὰρ δὴ μεγάλα καὶ θαυμαστὰ ἐν τοῖς νῦν καιροῖς καὶ τάδε ἐπράχθη οἷα τὸ παλαιὸν ἐν Ἕλλησι καὶ βαρβάροις, προσέτι δὲ καὶ Ῥωμαίοις, μεγίστην | |
5 | ἀπόδειξιν παρεχόμενα ἀρετῆς καὶ ἀνδρίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀρχή τε κατελύθη μεγίστη δὴ καὶ πρεσβυτάτη ὧν ἴσμεν ἐν ὀλίγῳ χρόνῳ καταπολεμηθεῖσα ἡ τῶν Ῥωμαίων κίνησίς τε μεγίστη δὴ πάντων γέγο‐ νεν αὕτη καὶ μεταβολὴ πραγμάτων οὐ τῶν τυχόντων. | |
1.1.4 | γράψω δὴ καθέκαστα ὡς ἐγένετο ἀκριβῶς τούς τε λόγους ξυναρμόζων τοῖς ἔργοις | |
τά τε ἔργα μηδαμοῦ τῶν καιρῶν ἀποδιιστὰς ἔν τε τοῖς προσώποις καὶ τοῖς καιροῖς τὴν γιγνομένην τάξιν μετὰ τοῦ προσήκοντος σῴζων καὶ | 12 | |
5 | διὰ πάντων τἀληθοῦς πλεῖστον λόγον ποιούμενος. | |
1.2.1 | τὰ μὲν οὖν πρὸ ἡμῶν καὶ ὅσα ἐς τοὺς ἄνω χρόνους ἥκει τοῦδε τοῦ γένους ἢ ὅσα οἱ ἐξ ἐκείνων μέχρις ἡμῶν διαδοχῇ προσεχεῖ κατ‐ αγόμενοι βασιλεῖς αὐτῶν κατὰ καιροὺς ἔπραξαν ἔργα γενναῖα καὶ θαυ‐ μαστὰ καὶ πολέμους οὓς ἐπολέμησαν καὶ νίκας ἃς ἐπεξῆλθον, δι’ ὧν | |
5 | τὴν τῶν Ῥωμαίων μεγάλην ἀρχὴν τοῦ χρόνου προϊόντος κατὰ μικρὸν ἐταπείνωσάν τε καὶ ἐς τόδε κατήγαγον, ἕως ἐχειρώσαντο πᾶσαν καὶ καθεῖλον τελείως, τὰ δὴ τοιαῦτα πολλοῖς τε εἴρηται πρὸ ἡμῶν καὶ ἡμῖν ἐς τὸ παρὸν οὐ σκοπὸς περὶ τούτων διεξιέναι οὐδὲ τῆς παρούσης ὕλη νῦν ξυγγραφῆς· ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον θεοῦ διδόντος ἐν | |
10 | ἄλλοις βιβλίοις ξυντάξομεν ἰδίαν ξυστησάμενοι πραγματείαν ἀκριβῶς ἐπιμνησθέντες τῶν τε καιρῶν τῶν τε πραγμάτων τῶν τε καλῶς ἐπεξειρ‐ γασμένων αὐτά. | |
1.2.2 | εἰ γὰρ καὶ πολλοὶ περὶ τούτων εἰρήκασιν, ἀλλ’ οὐ κατὰ τάξιν οὐδὲ καλῶς τε καὶ ὡς ἔδει τὴν ἱστορίαν ξυνέθεσαν, ἀλλ’ ὡς ἂν ἐπῆλθεν αὐτοῖς ἢ κατὰ τὸ δοκοῦν τῆς γνώμης ἢ τὸ ξυμ‐ βαῖνον τῆς μνήμης ἢ τῆς τῶν πραγμάτων πείρας εἶχον, τῆς δ’ ἀκριβείας | |
5 | ὀλίγον ἐφρόντισαν. | |
1.2.3 | οὔκουν, οὐ περὶ τούτων ὁ λόγος ἡμῖν νῦν, ἀλλ’ ὅπως τὰ τοῦ νῦν μεγάλου βασιλέως ἔργα Μεχεμέτεω μέγιστά τε ὄντα καὶ μηδεμίαν ὑπερβολὴν τοῖς πρὸ αὐτῶν καταλείποντα ἰδίᾳ ξυγγραφῇ τε καὶ ἀφηγήσει τοῖς μεθ’ ἡμᾶς παραδῶμεν μίμημά τε καὶ | |
5 | σπούδασμα κάλλιστον τοῖς αἱρουμένοις τε καὶ ψυχῆς ἀνδρίαν ὑπο‐ φαίνουσι προθέντες αὐτά. | |
1.2.4 | τοσοῦτον γὰρ οὗτος οὐ μόνον τῶν ἄλλων τοὺς πρὸ αὐτοῦ, ἀλλὰ δὴ καὶ τοὺς ἐκ γένους αὐτῷ βασιλεῖς κατά τε ἀρετὴν καὶ ἀνδρίαν καὶ στρατηγίαν καὶ τύχην καὶ τὴν τῶν πολεμικῶν ἐμπειρίαν ὑπερεβάλλετο, ὅσον ἐκεῖνοι τοὺς πρὸ αὐτῶν τε | |
5 | καὶ κατ’ αὐτοὺς γενομένους τούτοις ἀπέκρυψαν. | |
1.3.1(t) | παραίτησις | |
1 | παραιτοῦμαι δὲ τούς τε νῦν τούς τε χρόνῳ ὕστερόν ποτε ξυν‐ | |
εσομένους τῇδε τῇ ξυγγραφῇ μηδεμίαν ἀβελτερίαν ἢ κακοήθειαν κατα‐ γνῶναι ἡμῶν, εἰ μήτε ξυναλγοῦντες ταῖς ἡμετέραις κακοπραγίαις μήτε δὴ ταῖς τοῦ γένους βαρούμενοι ξυμφοραῖς προῃρήμεθα ἀναγράφειν | 13 | |
5 | τε καὶ φανερῶς ἐκπομπεύειν καὶ διασύρειν τὰ οἰκεῖα κακὰ δέον ξυν‐ καλύπτειν μᾶλλον ἐς δύναμιν καὶ μηδαμοῦ τοῖς πολλοῖς ἔκφορα καθ‐ ιστᾶν. | |
1.3.2 | πρῶτον μὲν γὰρ οὐχ ὥστε μέμψιν τινὰ περιάψαι τῷ γένει οὐδ’ ἐπὶ τῷ κακῶς εἰπεῖν τε καὶ διασῦραι τὰ ἡμέτερα ἐς τόδε προ‐ ήχθημεν· πόρρω γὰρ τοῦτο καὶ τῆς παρούσης πραγματείας καὶ τοῦ προκειμένου σκοποῦ, ἀλλὰ δὴ καὶ τοῦ ἤθους ἡμῶν. οὐχ οὕτω γὰρ ἡμεῖς | |
5 | ἀνάλγητοι καὶ πικροὶ τὴν γνώμην ὥστε πρὸς τοῖς οὖσι κακοῖς ἀντὶ τοῦ συναλγεῖν μᾶλλον καὶ κατηγορίαν προστρίβειν ἐθέλειν καὶ περιάπ‐ τειν τῷ γένει. | |
1.3.3 | ἔπειτα οὐδ’ οὕτως εὐήθεις ἢ διακρίσεως ἄμοιροι καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅλως ἐκτὸς ὡς μήτε τὰς τούτων εἰδέναι τύχας τε καὶ μεταβολὰς μήτε τὸ ἄστατον καὶ ἀβέβαιον καὶ ἀνώμαλον, ἀλλ’ ἐν τοσαύτῃ ξυγχύσει καὶ ἀταξίᾳ πραγμάτων καὶ τοῖς κοινοῖς | |
5 | τῆς φύσεως ἀρρωστήμασι παρὰ μόνου τοῦ ἡμετέρου γένους ζητεῖν τὸ ὑγιές τε καὶ στάσιμον καὶ ὅλως ἀκίνητον ὡς ἂν ἔξω τούτων παντά‐ πασιν ὄντος ἢ κρείττονός τινος φύσεως καὶ μηδαμοῦ δυναμένου ξυμ‐ φέρεσθαί τε καὶ ξυμμεταβάλλειν τοῖς ἄλλοις. | |
1.3.4 | τίς γὰρ οὐκ οἶδεν, ὡς, ἐξότου γεγόνασιν ἄνθρωποι, τὰ τῆς βασιλείας καὶ τῆς ἀρχῆς οὐδ’ ὅλως ἔμεινεν ἐπὶ τῶν αὐτῶν οὐδ’ ἑνὶ γένει τε καὶ ἔθνει περιεκλείσθη, ἀλλ’ ὥσπερ πλανώμενά τε ἀεὶ καὶ ἐξ ἐθνῶν ἔθνη καὶ τόπους ἐκ τόπων | |
5 | ἀμείβοντα πανταχοῦ μεταβέβηκέ τε καὶ περιέστη, νῦν μὲν ἐς Ἀσσυ‐ ρίους καὶ Μήδους καὶ Πέρσας, νῦν δὲ ἐς Ἕλληνας καὶ Ῥωμαίους κατὰ καιρούς τε καὶ περιόδους ἐνιαυτῶν ἐπιχωριάσαντά τε καὶ οὐδέ‐ ποτε ἐπὶ τῶν αὐτῶν βεβηκότα; | |
1.3.5 | οὐδὲν τοίνυν θαυμαστὸν καὶ νῦν τὰ ἑαυτῶν δρᾶσαί τε καὶ παθεῖν καὶ Ῥωμαίους μὲν τὴν ἀρχὴν καὶ τὴν τύχην ἀπολιπεῖν, πρὸς ἑτέρους δὲ διαβῆναί τε καὶ μεταχωρῆσαι, ὥσπερ ἐξ ἄλλων ἐς τούτους, πανταχοῦ τὴν ἰδίαν φύσιν τε καὶ τάξιν | |
5 | τηροῦντα. | |
1.3.6 | πῶς οὖν ἔνεστιν ἡμῖν δικαίως τοῦ γένους κατηγορεῖν ὡς μὴ δυνηθέντος διὰ τέλους κατασχεῖν τὴν εὐδαιμονίαν καὶ τηρῆσαι τὴν ἀρχὴν καὶ τὴν τύχην ἀπαρασάλευτον; | |
1.3.7 | εἰ δέ τινες ἐν καιροῖς | |
ἰδίοις τῶν πραγμάτων ἐπιστατοῦντες μοχθηρίᾳ φύσεως κακοὶ γεγόνασι περὶ τὴν ἀρχὴν καὶ τοῖς πράγμασιν οὐκ εἰς δέον ἐχρήσαντο, οὐκ ἔστι τοῦτο τοῦ γένους ἁμάρτημα, ἀλλὰ τῶν κακῶς τε καὶ ὡς οὐκ ἔδει | 14 | |
5 | χρησαμένων τοῖς πράγμασιν· οὓς καὶ δίκαιον μόνους εὐθύνειν, ἀλλὰ μὴ τοῦ γένους κατηγορεῖν, ὥσπερ δὴ καὶ τοὺς ἀγαθοὺς νῦν ἐπαινεῖν καὶ τὰ τούτων ἔργα ἐκ παντὸς τρόπου θαυμάζειν τε καὶ κοσμεῖν καὶ μὴ διὰ τὴν ἐνίων ῥᾳθυμίαν τε καὶ κακίαν ἀποστερεῖν ἐθέλειν τούτους τῶν ἐπαίνων καὶ τῶν ἄθλων τῆς ἀρετῆς· ἀλλ’ οὐ δίκαιον. | |
1.3.8 | τοῦτο τοίνυν καὶ Ἰώσηπος ὁ Ἑβραῖος εἰδὼς φιλαλήθης ὢν καὶ τοῖς πράγμασι καλῶς ἐφιστῶν ἐπαινεῖ μὲν ἐν τῷ τῆς ἁλώσεως βιβλίῳ τὴν Ῥωμαίων τύχην καὶ ἀρετὴν καὶ τῷ λόγῳ φιλαλήθως ἐπαίρει, καθάπτεται δὲ τῶν ἐν | |
5 | τῷ γένει φανέντων κακῶν τούς τε μηδὲν ἠδικηκότας τῶν ὀνειδῶν ἀπαλλάττει· ὃ δὴ καὶ ἡμεῖς ἐξ ἅπαντος τρόπου ποιήσομεν μηδὲν ὑπο‐ στειλάμενοι τὸ παράπαν, ἀλλ’ ἐν πᾶσι τό τε προσῆκον καὶ τὴν ἀλήθειαν σῴζοντες. καὶ τούτων μὲν ἅλις, τῶν δὲ προκειμένων ἐχώμεθα. | |
1.4.1(t) | ἀρχὴ τῆς ἱστορίας | |
1 | ἔτος μὲν οὖν ἐνειστήκει τῶν ἀπ’ ἀρχῆς ἔννατον καὶ πεντηκοστὸν πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις, καὶ τελευτᾷ τὸν βίον Μωράτης ὁ βασιλεὺς ζήσας τὰ πάντα δύο καὶ πεντήκοντα ἔτη, ἄρξας δὲ ἓν καὶ τριάκοντα, ἀνὴρ ἄριστος ἐν πᾶσι καὶ μεγαλόφρων, ἀλλὰ δὴ | |
5 | καὶ στρατηγικώτατος καὶ πολλὰ παρὰ τὸν βίον ἐπιδειξάμενος ἔργα γενναῖα καὶ θαυμαστά, ὥσπερ δὴ μαρτυροῦσιν αἱ πράξεις αὐταί, τοῦ λαμπροτάτου γένους ὢν Ἀτουμάνων ἕκτος αὐτὸς εὐγενὴς ἐξ εὐγενῶν. | |
1.4.2(1t) | ὅρα τὴν γενεὰν ἄνωθεν τοῦ βασιλέως γενεαλογουμένου ἀπὸ | |
2t | Περσέως καὶ Ἀχαιμένου τῶν εὐγενῶν Ἑλλήνων ἄνωθεν | |
1 | οὗτοι δὲ τοῦ παλαιτάτου γένους εἰσὶν Ἀχαιμενιδῶν τε καὶ Περ‐ σειδῶν, ἀφ’ ὧν δὴ γενῶν οἱ τῶν Περσῶν βασιλεῖς πάντες κατήγοντο. ἦσαν μὲν γὰρ δὴ καὶ ἄλλα γένη Περσῶν, ὡς Ἡρόδοτος ἱστορεῖ, ἀλλὰ | |
δημοτικὰ καὶ κοινά, ταῦτα δὲ μόνα ἐξαίρετα ἦσαν τῶν βασιλέων τὸ | 15 | |
5 | ἀνέκαθεν ἀπὸ Ἀχαιμένους καὶ Περσέως ἔχοντα τὴν ἀρχήν· οὗτοι δ’ ἦσαν Ἕλληνες ἀπὸ Δαναοῦ καταγόμενοι καὶ Λυγκέως, οἵτινες Αἰγύπ‐ τιοι ὄντες τὸ ἐξαρχῆς ἐκ πόλεως Χέμμιος τῆς ἐν τῷ Ἕλει κειμένης ἐς τὴν Ἑλλάδα μετῳκίσθησαν. χρόνοις δ’ ὕστερον οἱ τούτων ἀπόγονοι κατὰ συμφοράς, Ἀχαιμενίδαι τε καὶ Περσεῖδαι, διαβάντες ἐς τὴν | |
10 | Ἀσίαν ἐν Περσίδι τὴν ἀρχὴν κατεστήσαντο καὶ τελευτήσαντες οὗτοι κατέλιπον τό τε γένος καὶ τὴν ἐπωνυμίαν τῷ τόπῳ. | |
1.4.3 | τελευτήσαντος δ’, ᾗπερ ἔφην, Μωράτεω παραλαμβάνει τὴν βασιλείαν Μεχεμέτης ὁ τούτου υἱὸς ἕβδομος αὐτὸς εἰκοστὸν ἔτος ἄγων ἤδη τῆς ἡλικίας μετά‐ πεμπτος ἐξ Ἀσίας γεγονώς· ἐκεῖ γὰρ εἶχε τὴν ἀρχὴν δόντος αὐτῷ τοῦ | |
5 | πατρός. | |
1.4.4(1t) | ὅρα σημεῖα παρακολουθήσαντα ξένα ἐπὶ τῇ εἰς | |
2t | τὴν βασιλείαν παρόδῳ τοῦ βασιλέως | |
1 | πολλὰ δ’ εὐθὺς τότε καὶ παρὰ τὸ εἰωθὸς ὑπεσήμηνε τὸ θεῖον ἀήθη τέ τινα καὶ τερατώδη, ὥσπερ δὴ κἀν τῇ τούτου γεννήσει, οὕτω δὴ κἀν τῇ εἰς τὴν βασιλείαν παρόδῳ· σεισμοί τε γὰρ ἀήθεις καὶ ξένοι γεγόνασι καὶ βρασμοὶ γῆς καὶ τὰ ἐξ οὐρανοῦ, βρονταί τε καὶ ἀστραπαὶ | |
5 | σκληραὶ καὶ σκηπτοὶ καὶ πρηστῆρες φρικώδεις καὶ σέλας ὁρώμενον καὶ οἷα πολλὰ πολλάκις προφοιβάζειν φιλεῖ τὸ θεῖον ἐπὶ ταῖς μεγίσταις τῶν καθεστώτων καινοτομίαις τε καὶ μεταβολαῖς. οἵ τε μάντεις τε καὶ θεοφορούμενοι καὶ δὴ καὶ χρησμολόγοι καὶ θεοπρόποι πολλὰ ἐπεθείαζόν τε καὶ ᾖδον ἐπί τε τοῖς μέλλουσι γίνεσθαι καὶ ἅμα παρα‐ | |
10 | δηλοῦντα τὴν τοῦ νέου βασιλέως ἐσομένην περὶ πάντα τύχην καὶ ἀρετὴν καὶ ὡς μέγιστον ἐν πᾶσιν ἔσται τὸ κράτος αὐτῷ καὶ πάντας ὑπερβαλεῖται τοὺς πρὸ αὐτοῦ βασιλέας πολλῷ τινι καὶ ἀπείρῳ τῷ μέσῳ ἐπί τε δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ κατορθώμασι. | |
1.5.1 | καταστὰς δὲ κληρονόμος μεγάλης ἀρχῆς καὶ πολλῶν μὲν χρη‐ | |
μάτων, πολλῶν δὲ ὅπλων, πολλῶν δὲ στρατιωτῶν τε καὶ καταλόγων γενόμενος κύριος καὶ τί γὰρ ἢ τὰ πλεῖστα καὶ κράτιστα τῆς Ἀσίας τε καὶ Εὐρώπης ἔχων ὑφ’ ἑαυτὸν οὐκ ἀποχρῆν ἐνόμισεν αὐτῷ ταῦτα οὐδὲ | 16 | |
5 | τοῖς παροῦσιν ἠγάπησεν, ἀλλ’ εὐθὺς πᾶσαν ἐπέτρεχε τὴν οἰκουμένην τῷ λογισμῷ καὶ τὴν ταύτης ἀρχὴν εἶχεν ἐν νῷ καὶ πρὸς Ἀλεξάνδρους ἑώρα καὶ Πομπηίους καὶ Καίσαρας καὶ τοὺς κατ’ ἐκείνους βασιλεῖς τε καὶ στρατηγούς. | |
1.5.2(t) | σημείωσαι ὡς καὶ φιλόσοφος ἦν ὁ βασιλεύς | |
1 | εἶχε μὲν γὰρ καὶ τὴν φύσιν συνεργοῦσαν καλῶς τό τε δραστήριον αὐτῆς καὶ ὀξὺ περὶ πάντα καὶ τὸ τῆς ψυχῆς ἄγαν ἀρχικὸν καὶ βασιλι‐ κόν, μάλιστα δὲ πρὸς τοῦτο ἐνῆγον αὐτὸν ἥ τε σοφία καὶ τὸ πάντα τὰ τῶν παλαιῶν εἰδέναι καλῶς· ἤσκητο γὰρ ἐς ἄκρον πᾶσαν τὴν | |
5 | Ἀρράβων καὶ Περσῶν καὶ ὅση τῶν Ἑλλήνων ἐς τὴν Ἀρράβων τε καὶ Περσῶν γλῶσσαν μεθερμηνεύθη, λέγω δὴ τῶν ἀπὸ τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, παιδευταῖς χρησάμενος Ἀρράβων τε καὶ Περσῶν τοῖς σπουδαιοτάτοις τε καὶ σοφοῖς τὰ τοιαῦτα. | |
1.5.3(1t) | σπονδαὶ τοῦ βασιλέως μετὰ Κωνσταντίνου | |
2t | τοῦ βασιλέως Ῥωμαίων καὶ Καραμάνου | |
1 | οὕτω δὲ γνώμης ἔχων καὶ τοιούτοις χρώμενος λογισμοῖς οὐδεμίαν ἀναβολὴν ἔτι δίδωσι τῷ τε καιρῷ καὶ τοῖς πράγμασιν, ἀλλ’ εὐθὺς ὅλος γίνεται τούτων. καὶ πρῶτα μὲν σπένδεται Ῥωμαίοις καὶ βασιλεῖ Κωνσταντίνῳ, μετὰ δὲ τοῦτο καὶ Καραμάνῳ τῷ τῆς ἄνω Φρυγίας τε | |
5 | καὶ Κιλικίας ἐπάρχοντι ἔς τε τὸ παρὸν λυσιτελεῖν τοῦτο τοῖς αὑτοῦ πράγμασιν ἡγησάμενος. | |
1.5.4 | ἔπειτα ἐς ἐξέτασιν καθίσταται τῆς ὅλης ἀρχῆς τάς τε τῶν ὑπ’ αὐτῷ γενῶν σατραπείας φυλοκρινῶν καὶ τοὺς μὲν ἐκβάλλων, τοὺς δὲ ἀντεισάγων τῶν σατραπῶν, ὅσοι τούτῳ ἐδόκουν στρατηγίᾳ τε καὶ ξυνέσει διαφέρειν τῶν ἄλλων καὶ μὴν καὶ δικαιοσύνῃ· | |
5 | ἐμέλησε γὰρ καὶ τοῦτο πρὸ τῶν ἄλλων αὐτῷ τοῦ ὡς ἄριστα καὶ δικαιότατα τὴν ὑφ’ αὑτῷ πᾶσαν ἀρχὴν διοικεῖσθαι. | |
1.5.5(t) | ἐξέτασις τῶν καταλόγων καὶ τῆς στρατιᾶς καὶ τῶν ἐν τέλει | |
1 | ἔτι δὲ τούς τε καταλόγους καὶ τὰς τάξεις τῶν στρατευμάτων ἐξήταζε τό τε ἱππικὸν ἅμα καὶ ὁπλιτικὸν τούς τε ἐκ τοῦ βασιλικοῦ ταμιείου τρεφομένους· καὶ μάλιστα δὴ τὴν βασίλειον αὐλὴν διὰ φρον‐ τίδος ἐποιεῖτο πολλῆς καὶ εἰς ἐπίδοσιν ἦγε, λέγω δὴ τοὺς νεοδαμώδεις | 17 |
5 | τούτους καὶ πεζεταίρους καὶ τὸ περὶ αὑτὸν ἄγημα, οὓς τῇ σφῶν γλώττῃ γενητζάρους καλεῖν εἰώθασι νέον σύνταγμα τῆς φωνῆς ση‐ μαινούσης, εἰδὼς ταύτῃ τὸ κράτος προσὸν αὐτῷ καὶ τῇ τοῦ σώματος φυλακῇ καὶ τῇ τῆς ὅλης ἀρχῆς. πρὸς δὲ τούτοις ὅπλων τε καὶ βελῶν καὶ τῶν ἐς τὴν τοῦ πολέμου χρείαν τε καὶ παρασκευὴν ἀναγκαίων τε | |
10 | καὶ χρησίμων συλλογὴν ἐποιεῖτο. | |
1.5.6(t) | ἐξέτασις τῶν δημοσίων χρημάτων καὶ τῶν ταμιευόντων αὐτά | |
1.5.1 | μετὰ δὲ ταῦτα τοὺς θησαυροὺς ἀνηρεύνα τοὺς πατρικοὺς ἀνα‐ κρίνων ὅτι μάλιστα τοὺς τούτων ταμίας τούς τε τῶν ἐτησίων φόρων ἄρχοντας ἀκριβῶς ἐξήταζε καὶ εἰς ἀνάγκην ἦγε λογοθεσίων. καὶ πολλὰ δὴ τῶν δημοσίων τε καὶ βασιλικῶν χρημάτων εὗρε κακῶς δαπανώμενα | |
5 | καὶ ἐς οὐδὲν ἀναλισκόμενα δέον, τριτημόριόν που μάλιστα τῶν ἐπετεί‐ ων φόρων, ἃ καὶ τῷ βασιλικῷ ταμιείῳ ἐπανεσώσατο, εἴς τε τὸ ἑξῆς καλῶς διετήρησε τὴν τούτων φυλακὴν τούς τε ἐτησίους φόρους εἰς μεγίστην ἐπίδοσιν ἤγαγε πολλούς τε τῶν φορολόγων ἀρχόντων σω‐ φρονίσας τῷ φόβῳ καὶ πιστοὺς καὶ φρονίμους ἀντικαταστήσας αὐτῶν | |
10 | ἐς τὴν τούτων συλλογήν τε καὶ φυλακήν· ὁ γάρ τοι πατὴρ αὐτῷ ἁπλοϊκώτερόν πως τοῖς πράγμασι προσεφέρετο καὶ τῶν τοιούτων βραχὺν ἐποιεῖτο λόγον. | |
1.5.2 | διατιθεμένῳ δὲ ταῦθ’ οὕτως τῷ βασιλεῖ καὶ τὰ κατὰ τὴν ἀρχὴν ἄριστα καὶ κάλλιστα διοικοῦντι καὶ πρὸς μειζόνων ἔργων παρασκευὴν ἑτοιμάζοντι ἐξήκει τὸ πεντηκοστὸν καὶ ἔννατον ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις, | |
5 | πρῶτον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
1.6.1 | ὁ δ’ εὐθὺς ὅλος γίνεται τοῦ προκειμένου σκοποῦ. ὁ δὲ ἦν· φρούριον ἐρυμνὸν ἔγνω τειχίσαι ἐν τῷ Βοσπόρῳ ἀπὸ τοῦ τῆς Εὐρώπης μέρους καταντικρὺ τοῦ πέραν φρουρίου τῆς Ἀσίας, ταύτῃ ᾗ στενότα‐ τόν τε καὶ ῥοωδέστατον, καὶ διαλαβεῖν τὸν πορθμὸν καὶ συνάψαι τὰς | |
5 | ἠπείρους ἀμφοτέρας, Ἀσίαν τε καὶ Εὐρώπην, καὶ ἐπ’ αὐτῷ ποιήσασθαι τὴν τούτων διάβασιν, ὅταν αὐτῷ βουλομένῳ ᾖ, καὶ μὴ ἐπ’ ἄλλοις εἶναι διαβῆναί τε καὶ μὴ μηδὲ διισταμένων ἄρχειν αὐτῶν. | 18 |
1.6.2 | ᾔδει γὰρ καλῶς, ὅσα καὶ οἷα πράγματα τὸ τοιοῦτον παρέσχεν αὐτοῖς ἐν τῷ προτοῦ χρόνῳ ἐπί τε τῶν πάππων καὶ τοῦ πατρὸς καὶ ὅσην ἐναντίω‐ σιν ἤνεγκε τοῦτο τοῖς σφῶν πράγμασι καὶ ὡς ὀλίγου ἐδέησε πολλάκις | |
5 | τὴν ἑτέραν αὐτοὺς τῶν ἠπείρων ἀποβαλεῖν, τοῦτο μὲν τοῦ βασιλέως Ῥωμαίων ἐν ἐπικαίρῳ τῆς Πόλεως καθημένου καὶ ἐφεδρεύοντος ἀεὶ τοῖς καιροῖς τε καὶ πράγμασι τά τε πολλὰ θαλαττοκρατοῦντος καὶ ἐπεξάγοντος αὐτοῖς ἔστιν οὗ τοῦ σφῶν γένους ὃν ἂν ἐθέλῃ καὶ βλάπτοντος, τοῦτο δὲ καὶ τῶν Ἰταλῶν καὶ μάλιστα δὲ τῶν Ἐνετῶν ἐν | |
10 | ταῖς μεταξὺ σφῶν διαφοραῖς τριήρεσιν ἐπιπλεόντων πολλάκις μακραῖς τόν τε Βόσπορον καὶ Ἑλλήσποντον καὶ κωλυόντων τὴν τούτων διά‐ βασιν. | |
1.6.3 | οὐ ταῦτα δὲ μόνον ἐνῆγεν αὐτόν, ἀλλ’ ὅτι καὶ πρὸς τὸν προκείμενόν οἱ σκοπὸν καλῶς ἔχειν ἐδόκει τὸ φρούριον τειχισθὲν καὶ πρὸς τὴν ὅσον οὐ καὶ μελετωμένην πολιορκίαν τῆς Πόλεως ἐπιτειχι‐ σμὸν ἐνόμιζεν ἰσχυρότατον ἀποκλείων αὐτῇ οὐ μόνον τὰς ἠπείρους | |
5 | Ἀσίαν τε καὶ Εὐρώπην, ἀλλὰ δὴ καὶ τὰς θαλάσσας ἀμφοτέρας, ἄνω μὲν τὸν Εὔξεινον Πόντον διὰ τοῦ Βοσπόρου, κάτω δὲ τόν τε Αἰγαῖον καὶ πᾶσαν τὴν Ἑλληνικὴν θάλασσαν διὰ τοῦ Ἑλλησπόντου. | |
1.6.4 | οὕτω δὲ διανοηθεὶς χειμῶνος μὲν τὰ πρὸς τὴν οἰκοδομὴν πάντα κελεύει παρασκευάζεσθαι, λίθους τέ φημι καὶ ξύλα καὶ σίδηρον καὶ ὅσα ἄλλα πρὸς τοῦτο χρήσιμα, ἄρχοντας ἐπιστήσας τοῖς ἔργοις τοὺς σπουδαι‐ | |
5 | οτάτους τε καὶ ἐμπειροτάτους ἐντειλάμενος τὴν ταχίστην ἅπαντά οἱ εὐτρεπῆ θέσθαι ὡς ἅμα ἦρι ἁψομένῳ τοῦ ἔργου. καὶ ὁ μὲν οὕτως. | |
1.7.1(1t) | πρεσβεία τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὸν αὐτοκρά‐ | |
2t | τορα Μεχέμετιν μὴ τειχίζειν τὸ φρούριον ἀξιοῦσα | |
1 | βασιλεὺς δὲ Κωνσταντῖνος καὶ οἱ τῆς Πόλεως τοῦτο μαθόντες δεινὸν ἡγοῦντο τὸ πρᾶγμα καὶ μεγάλων κακῶν ἀρχὴν καὶ δουλείας πρόδηλον ἀφορμὴν νομίζοντες, ὅπερ ἦν ἀληθές, ἐπιτειχισμὸν σφίσι τε αὐτοῖς καὶ τῇ πόλει κατασκευάζεσθαι τοῦτο καὶ δυσφόρως ἔφερον. | |
1.7.2 | ἔδοξε δ’ οὖν ὡς ἐκ τῶν παρόντων αὐτοῖς πρεσβείαν τε πέμπειν καὶ πειρᾶσθαι, εἰ δύναιντο, τρόπῳ παντὶ τῷ δυνατῷ τὴν ἐπιχείρησιν ταύτην κωλύειν· καὶ πέμπουσι δὴ πρέσβεις. | |
1.7.3 | οἱ δὲ ἀφικόμενοι λόγοις τε παντοίοις ἐχρῶντο τῶν τε ξυνθηκῶν καὶ τῶν ὡμολογημένων ἀναμιμνῄσκοντες καὶ ὡς ἐν πάσαις ταῖς προγεγενημέναις τε καὶ ἀνα‐ γεγραμμέναις αὐτοῖς σπονδαῖς ἐπί τε τῶν πάππων καὶ τοῦ πατρός, | 19 |
5 | ἀλλὰ δὴ καὶ αὐτοῦ, παντάπασιν ἀπείρητο μηδένα κτίζειν ἐν τῷδε τῷ χώρῳ μήτε φρούριον μήτε ἄλλο τι, ἀλλὰ καὶ τὸν βουλόμενον ἢ ὅλως ἐπιχειρήσοντα καὶ ἀμφοτέρους κωλύειν τρόπῳ παντὶ καὶ διεσώθη τὸ ἐξ ἐκείνου μέχρι καὶ νῦν. „ὁ χῶρος ἐλεύθερος, διάβασις δὲ μόνον ἁπλῶσ“, ἔφασαν, „τῶν ὑμετέρων στρατευμάτων τῶν τε ἄλλων ἀπο‐ | |
10 | σκευῶν ἐξ ἠπείρου ἐς ἤπειρον“. καὶ ἅμα ἠξίουν μηδαμοῦ λύειν τὰς σπονδὰς χθὲς δὴ καὶ πρώην γεγενημένας μικρῶν ἕνεκα μηδὲ ἀδικεῖν ἐθέλειν μηδὲν ἀδικοῦντας αὐτούς. | |
1.8.1(t) | ἀπόκρισις τοῦ βασιλέως Μεχέμετι πρὸς τοὺς πρέσβεις | |
1 | βασιλεὺς δὲ ἀποκρίνεται τούτοις· „οὔτε ἀδικεῖν ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, ἡγοῦμαι οὔτε παρὰ τὰ ξυγκείμενα πράττειν καὶ τὰς σπονδὰς ἐν τῷδε τῷ ἔργῳ, ἀσφαλίζεσθαι δὲ μόνον τὰ ἑαυτοῦ, μὴ μετὰ βλάβης μέντοι γε ὑμετέρας· ἕκαστον δὲ τὰ ἴδια φυλάττειν καὶ βεβαιοῦν μη‐ | |
5 | δαμοῦ τοὺς ἐνσπόνδους βλάπτοντα δίκαιόν τέ ἐστι καὶ ἀνεμέσητον καὶ πᾶσιν ἐφεῖται. | |
1.8.2 | ἐγὼ δέ, ὡς ὁρᾶτε, Ἀσίας τε καὶ Εὐρώπης ἄρχω ἠπείρων διισταμένων ἀλλήλαις καὶ πολλοὺς ἔχω τοὺς ἐναντιουμένους τε καὶ ἀνθισταμένους τῇ ἡμετέρᾳ ἀρχῇ ἐν ἑκατέρᾳ τούτων, καὶ δεῖ πανταχοῦ τε παρεῖναί με καὶ ἀμφοτέραις ἀρκεῖν, εἴ γε μὴ βουλοίμην | |
5 | ἐξίστασθαι τούτων ἑκὼν εἶναι τοῖς ἡμετέροις ἐχθροῖς. | |
1.8.3 | ἴστε δὲ δήπου καλῶς ὅσα καὶ οἷα πράγματα παρέσχον ἡμῖν ἐπὶ τοὐμοῦ πατρὸς αἱ τριήρεις τῶν Ἰταλῶν βουλομένοις διαβῆναι κατὰ Παιόνων ἐπελθόν‐ των τῇ ἡμετέρᾳ περιπλέουσαί τε τὴν ἡμετέραν θάλασσαν καὶ κωλύ‐ | |
5 | ουσαι διαβαίνειν ἡμᾶς. | |
1.8.4 | δεῖ οὖν ἀποτειχίσαι τε τὴν ἐπιχείρησιν ταύτην αὐτοῖς καὶ ἀσφαλίσασθαι τὴν ἡμετέραν καὶ μὴ πρὸς τῷ βλαβερῷ καὶ πᾶσιν ὄφλειν αἰσχύνην ἡμᾶς ὡς μὴ δυναμένους φυλάξαι τὴν ἡμετέραν θάλασσαν καὶ ἀρχήν. | |
1.8.5 | ὁ δὲ χῶρος οὗτος, ἐν ᾧ τὸ φρούριον μέλλω τειχίζειν, ἡμέτερός τέ ἐστι καὶ τῶν ἡμετέρων διάβασις ἄνωθεν ἀπό τε Ἀσίας ἐς τὴν Εὐρώπην καὶ ἀπὸ ταύτης ἐς τὴν ἑτέραν καὶ οὐ δεῖ δήπου πολυπραγμονεῖν ὅλως ὑμᾶς, εἴ γε βούλοισθε τὴν | |
5 | εἰρήνην ἄγειν, εἰ μή που καὶ αὐτοὶ τῆς διαβάσεως ταύτης εἴργειν ἡμᾶς βούλοισθε· τοῦτο γὰρ ἄλλος ἂν εἴη λόγος. | |
1.8.6 | σπονδὰς δὲ οὔτε λύω οὔτε βουλήσομαι μενόντων καὶ ὑμῶν κατὰ χώραν καὶ μηδαμοῦ τὰ ἡμέτερα πολυπραγμονούντων μηδὲ περιεργάζεσθαι βουλομένων.“ | |
1.9.1 | ταῦτα ἀποκρινάμενος ἀποπέμπει τοὺς πρέσβεις. οἱ δ’ ἐπαν‐ | |
ήκοντες ἀπαγγέλλουσι πάντα τῷ βασιλεῖ Κωνσταντίνῳ καὶ τοῖς ἐν τέλει Ῥωμαίων, τά τε ἄλλα καὶ δὴ καὶ ὡς οὐκ ἔνεστιν ὅλως διακωλῦσαι τὴν ἐπιχείρησιν ταύτην οὔτε λόγοις οὔτε πειθοῖ, βίᾳ μέντοι γε μόνῃ, | 20 | |
5 | εἰ δύναιντο. | |
1.9.2 | οἱ δὲ (καὶ γὰρ ἐδόκει αὐτοῖς τὸ πρᾶγμα σφόδρα δεινόν, ὥσπερ δῆτα καὶ ἦν) μὴ ἔχοντες μέντοι γε ὅ τι καὶ δράσαιεν καὶ ἄκοντες ἡσυχίαν ἦγον. | |
1.10.1(1t) | κίνησις τοῦ βασιλέως κατὰ γῆν τε καὶ θάλασσαν καὶ ἄφιξις | |
2t | ἐς τὸν Βόσπορον ἐπὶ τειχισμῷ τοῦ φρουρίου | |
1 | Μεχέμετις δὲ ὁ βασιλεύς, ὡς ἔαρ ὑπέφαινεν ἤδη καὶ πάντα οἱ ἦν εὐτρεπῆ, πληρώσας τριήρεις τριάκοντα καὶ καλῶς ὁπλίσας ὡς ἐς ναυμαχίαν, εἴ γε τούτου δεήσειεν, εἴ ποτέ τις ἐναντίωσις εἴη, παρα‐ σκευάσας δὲ καὶ ἕτερα πλοῖα σκευαγωγὰ πλεῖστα, ἀπὸ Καλλιου‐ | |
5 | πόλεως ἐξέπεμπεν ἐπὶ Βόσπορον· αὐτὸς δὲ στρατῷ πολλῷ κατὰ γῆν ἐπορεύετο. | |
1.10.2 | καταλαβὼν δὲ τὸν πορθμὸν ἑβδομαῖος καθίζει τὴν στρατιάν. καὶ αὐτὸς ἀναλαβὼν τῶν ἐν τέλει τινάς, ἀλλὰ δὴ καὶ γερόν‐ των ἐνίους, οὓς ᾔδει τῶν τοιούτων ἀκριβῆ πεῖραν ἔχοντας, παριππεύων κατεσκόπει τὸν χῶρον τήν τε θέσιν αὐτοῦ καὶ τὸ κομιδῇ στενὸν τοῦ | |
5 | πορθμοῦ καὶ σφόδρα συνεσταλμένον τούς τε ἑλικοειδεῖς ἀγκῶνας καὶ τῶν πρωνῶν τὰς πυκνὰς ἐξοχάς τε καὶ ἐς τὰ ἔσω συννεύσεις τε καὶ καμπὰς τοῦ τε ῥοῦ τὸν ὀξύτατον δρόμον καὶ τὰς ἐγγινομένας αὐτῷ διὰ τοὺς ἀγκῶνας συνεχεῖς δίνας καὶ παλιρροίας καὶ ἴλιγγας καὶ ὅσα ἄλλα δυσέκπλωτόν τε καὶ δυσδιεξίτητον ποιεῖ τὸν πορθμόν. | |
1.10.3 | ἃ δὴ καὶ οἱ παλαιοὶ τῶν Ἑλλήνων κατανοήσαντες Συμπληγάδας τὸν χῶρον ὠνόμασαν καὶ Ἡρακλέα τε πρῶτον ἔφασαν διαβῆναι ταύτας καὶ μετὰ τοῦτον 〈ξὺν〉 τοῖς Ἀργοναύταις Ἰάσονα, σὺν πόνῳ μέντοι γε πλείστῳ | |
5 | καὶ τούτους διά τε τὸ κατησφαλισμένον καὶ οἱονεὶ πεφραγμένον τε καὶ συμπλῆττον τῇ τε στενότητι τοῦ χωρίου καὶ τοῦ πορθμοῦ καὶ ταῖς πυκναῖς τῶν ἄκρων εἰσοχαῖς τε καὶ ἐξοχαῖς ὡς δοκεῖν κύκλωθεν ἤπειρον εἶναι τοῖς ἀναπλέουσί τε καὶ καταπλέουσι, αὐτοὺς δ’ ἐν τῷ μέσῳ ἀπειλημμένους ὥσπερ ἐν λίμνῃ βραχείᾳ μηδαμοῦ διέξοδον ἔχειν, | |
10 | ἔτι τε τῷ πολλῷ ῥοθίῳ καὶ τῇ σφοδρᾷ ῥύμῃ τῶν καταφερομένων ὑδά‐ | |
των ἅτε ἀπὸ μεγίστου καὶ εὐρυτάτου πελάγους ἄνωθεν τοῦ Εὐξείνου Πόντου κατερχομένων καὶ ἐς στενὸν κομιδῇ τελευτώντων τε καὶ ξυγκλειομένων τῷ τε ὠθισμῷ καὶ τῇ βίᾳ τοῦ ῥοῦ καχλαζόντων τε καὶ συνελισσόντων ἅμα καὶ ἐποκελλόντων τὰ σκάφη καὶ προσαρασσόντων | 21 | |
15 | ταῖς πέτραις καὶ καταγνύντων, εἰ μήπου πολλή τις ἐπιμέλεια εἴη τῶν ἐμπλεόντων καὶ ἐπιστήμη. | |
1.10.4 | ἀναμετρῶν δὲ καὶ τὸ μεταξὺ τοῦ πορθμοῦ, ἵναπερ τὸ στενότατον εἴη, εὕρισκε μάλιστά που σταδίους ἑπτά. | |
1.11.1(t) | τειχισμὸς τοῦ φρουρίου | |
1 | ταῦτα οὖν ἅπαντα καλῶς ἀναθεωρήσας τε καὶ κατασκεψάμε‐ νος τῷ τε λογισμῷ ἄριστα διαγνούς, ἐπεί οἱ κατεφαίνετο τὸ χωρίον ἐπικαιρότατον, ἐνταῦθα τειχίζειν ἔγνω τὸ φρούριον· καὶ διαλαμβάνει δὴ σημείοις τὸν χῶρον, ὃν ἔμελλε τειχίζειν. | |
1.11.2 | σχεδιάσας δὲ τοῦ φρουρίου τὴν θέσιν τε καὶ τὸ μέγεθος τῶν τε πύργων καὶ μεταπυργίων τὰς βάσεις καὶ ἀποστάσεις ἔτι τε προπύργια καὶ ἐπάλξεις καὶ πύλας καὶ ὅσα ἄλλα καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν, κατακερματίζει | |
5 | τοῖς ἐν τέλει κελεύσας ὅτι τάχιστα ἀνύτειν τὸ ἔργον καὶ ἆθλα προὔ‐ θηκε κάλλιστα τοῖς ἄριστα καὶ τάχιστα τοῦτο ἐξειργασμένοις· καὶ αὐτὸς δὲ τὸ παρὰ τὴν θάλασσαν μέρος τοῦ φρουρίου λαμβάνει. | |
1.11.3(1t) | σημείωσαι τὴν συντομίαν τοῦ τειχισμοῦ | |
2t | τοῦ φρουρίου καὶ ὡς ἦν ἐχυρώτατον | |
1 | ἀρξάμενος δὲ τῆς οἰκοδομῆς μεσοῦντος ἔαρος ἤδη χειρί τε πολλῇ καὶ δαπάνῃ καὶ σπουδῇ καὶ ἀντιφιλοτιμήσει πάντων πρὸς τὸ ἔργον κεχρημένων πρὶν ὅλον τὸ θέρος ἐξήκειν τειχίζει τὸ φρούριον ἐρυμνό‐ τατον πάντῃ καὶ ἀσφαλέστατον καὶ τῶν πώποτε φρουρίων ὀνομαστό‐ | |
5 | τατον λίθοις τε μεγίστοις λογάδην ξυντεθειμένοις ἐξειργασμένον σι‐ δήρῳ τε πολλῷ καὶ μολύβδῳ τοῖς γόμφοις ἐνισχημένοις καὶ πολλοῖς ἄλλοις κατωχυρωμένον τε καὶ κατησφαλισμένον πύργων τε πυκνότητι καὶ μεγέθει καὶ ἀσφαλείᾳ ἐς ὕψος ἠρμένων μεταπυργίων τε καὶ ἐπ‐ άλξεων καρτερότητι ὕψει τε καὶ τείχους παχύτητι. | |
1.11.4(t) | σημείωσαι τὸ σχῆμα τοῦ φρουρίου | |
1 | εὖρος τῷ τείχει, ᾗ εὐρύτατον, πήχεις δύο καὶ δέκα, ὕψος δὲ τετραπλάσιον· καὶ μέγεθος δὲ οὐ κατὰ φρούριον, ἀλλὰ πολίχνῃ προσεοικός. τρίγωνον δὲ κατασκευάζει τοῦ φρουρίου τὸ σχῆμα τὴν μὲν ὀρθὴν γωνίαν ἄνω πρὸς τὸ ἄναντες ἔχον καὶ τῇ κορυφῇ (ἦν γὰρ | 22 |
5 | ἠρέμα πρόσαντες τὸ χωρίον) ὥσπερ τινὰ πρόβολον μετὰ πύργου προ‐ βεβλημένην ἰσχυροτάτου τε καὶ μεγίστου συνάπτουσάν τε τὰς δύο ἐγκαρσίας πλευρὰς καὶ φυλάττουσαν, τὰς δὲ δύο γωνίας τῆς βάσεως κάτω περὶ τὸν αἰγιαλὸν ἑκατέρωθεν τῆς πλευρᾶς, ἣ τοῦτον ἐπέχει, καὶ αὐτὰς πύργοις ἰσχυροτάτοις τε καὶ μεγίστοις ἠσφαλισμένας· καὶ αὐταὶ | |
10 | δὲ αἱ πλευραὶ πύργοις ἑτέροις πεπύκνωνται ἐλάσσοσι μὲν τῷ μεγέθει τῶν ἐν ταῖς γωνίαις, δυνάμει δὲ οὐδὲν ἀποδέουσι. | |
1.11.5 | τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν ἐμηχανήσατο τοῦ φρουρίου, τῇ μὲν ἵν’ ὡς πλεῖστον ἐπέχῃ τοῦ αἰγιαλοῦ διὰ τὰς πετροβόλους μηχανάς, αἳ πυκναὶ περὶ αὐτὸν ἔμελλον τίθεσθαι τετραμμέναι πρὸς θάλασσαν, ἵνα δὴ τὸν | |
5 | διέκπλουν κωλύωσι καταγνῦσαι τὰ σκάφη, τῇ δὲ καὶ τὴν ἄκραν ἄνω κατέχον τε καὶ φρουροῦν καὶ τοὺς πολεμίους εἶργον ὡς πορρωτάτω, ἵνα μὴ ὑπὲρ κεφαλῆς οὗτοι βάλλοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων βλά‐ πτωσιν, ἀλλ’ ἀνασοβῶνται πόρρωθεν. | |
1.11.6(t) | σημείωσαι τὴν θέσιν τῶν πετροβόλων μηχανῶν | |
1 | τειχίσας δὲ τὸν εἰρημένον τρόπον ἐπισκευάζει παντοίοις ὅπλοις, βέλεσί τε καὶ τόξοις καὶ δόρασιν, ἔτι δὲ ἀσπίσι καὶ θυρεοῖς καὶ πολ‐ λοῖς ἄλλοις τοιούτοις· πρὸς δὲ τούτοις πετροβόλοις μηχαναῖς καὶ ἀφ‐ ετηρίοις μείζοσί τε καὶ μείοσι πάσας τὰς ἐπάλξεις ὁπλίζει τῶν τε | |
5 | πύργων καὶ μεταπυργίων καὶ προπυργίων, τὰς δὲ μεγίστας τῶν μη‐ χανῶν τίθησι παρὰ τὴν θάλασσαν ὑπὸ τὸ τεῖχος χαμαὶ πυκνώσας παρ’ ὅλην τὴν πλευρὰν τετραμμένας ἐς θάλασσαν, ᾗπερ ἔφην, οὐκ ἐπ’ εὐθείας ὁρώσας, ἀλλ’ ἄλλῃ καὶ ἄλλῃ τοῦ πελάγους καὶ ἐπαμφοτεριζού‐ σας τὰς μὲν δεξιὰς ἐπὶ τὰ ἀριστερά, τὰς δὲ ἀριστερὰς ἐπὶ τὰ δεξιὰ | |
10 | ὁρώσας τε καὶ ἐξ ὑπερδεξίων βαλλούσας καὶ τὸν διέκπλουν, ᾗπερ ἔφην, κωλυούσας. | |
1.11.7 | ἀφιεῖσαι γὰρ λίθους παμμεγέθεις τε καὶ στρογ‐ γύλους ἐν χρῷ θαλάσσης ὥσπερ νηχομένους ἀπό τε τοῦ φρουρίου τοῦδε μέχρι τοῦ πέραν καὶ ἀπ’ ἐκείνου πάλιν ἐπὶ τόδε τὸν αὐτὸν τρόπον ἕτεραι μηχαναὶ οὐκ ἐῶσι διεκπλεῦσαι μὴ ὅτι γε ὁλκάδα ἢ | |
5 | τριήρη ἢ ἄλλο τι τῶν φορτηγῶν καὶ σκευαγωγῶν, ἀλλ’ οὐδὲ τὸ σμικρό‐ | |
τατον ἀκάτιον τοῦ μὴ οὐ κατᾶξαί τε καὶ συντρῖψαι καὶ ὑποβρύχιον τῷ βυθῷ παραδοῦναι, οὕτω τοι νυκτὸς ὥσπερ δὴ καὶ ἡμέρας, εἰ μή που κατὰ γνώμην εἴη γε τοῦ φρουράρχου. | 23 | |
1.11.8(t) | ὅρα τὸν τρόπον τῆς συναφῆς τῶν ἠπείρων | |
1 | οὕτως αὐτῷ τὰ τοῦ φρουρίου ἐμελετήθη καὶ τοῦτον τὸν τρόπον τάς τε ἠπείρους συνῆψε καὶ τὴν διάβασιν ὑφ’ αὑτῷ πεποίηται. ἐπι‐ σκευάσας τοίνυν αὐτὸ καλῶς καὶ ὁπλίσας καὶ τοῖς πᾶσιν ἀχείρωτον καταστήσας ἢ μᾶλλον εἰπεῖν ὅλως ἀνεπιχείρητον φρουράν τε ἱκανὴν | |
5 | ἐγκαταλιπὼν καὶ φρούραρχον ἕνα τῶν πιστοτάτων αὐτῷ ἀποδείξας ταῖς τε μηχαναῖς ἐπιστήσας τοὺς καλῶς τε καὶ ἐπιστημόνως χρησο‐ μένους ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ φθινοπώρου φθίνοντος ἤδη. καὶ ἑξηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, δεύτερον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
1.12.1(1t) | ἐπάνοδος τοῦ βασιλέως ἐς τὴν Ἀδριανοῦ καὶ | |
2t | οἰκοδομὴ τῶν νέων βασιλείων | |
1 | κατὰ δὲ τὸν αὐτὸν χρόνον οἰκοδομεῖ καὶ βασίλεια λαμπρὰ περὶ τὴν Ἀδριανοῦ αὐτοῦ που περὶ τὸν Εὗρον ποταμὸν πέραν τοῦ ἄστεος λίθοις τε λαμπροῖς καὶ μαρμάροις διαφανέσι κεκοσμημένα χρυσῷ τε πολλῷ καὶ ἀργύρῳ καταστραπτόμενα ἔνδοθέν τε καὶ | |
5 | ἔξωθεν, ἔτι δὲ γλυφικῇ καὶ γραφικῇ τέχνῃ πεποικιλμένα καὶ διαφόροις ἄλλαις πολυτελείαις φιλοτίμως ἐξειργασμένα καὶ ἠσκημένα· | |
1.12.2 | πα‐ ραδείσους τε φυτεύει περὶ αὐτὰ φυτοῖς τε παντοίοις καὶ δένδροις ἡμέ‐ ροις κομῶντας καὶ καρποῖς ὡραίοις βρίθοντας, ζῴων τε διάφορα γένη ἡμέρων τε καὶ ἀγρίων καὶ πτηνῶν ἀγέλας τούτοις ἐμβάλλει καὶ πολλοῖς | |
5 | ἄλλοις ἀγάλλει καλοῖς, ὅσα τέρψιν ἅμα καὶ κόσμον οἶδε φέρειν καὶ ἡδονήν. | |
1.12.3 | κατασκευάζει δὲ καὶ βασίλειον αὐλὴν φιλοτίμως σύνεγγυς τούτων καὶ οἴκησιν ὅτι πλείστην ποιεῖται νέων καταλόγων καὶ πε‐ ζεταίρων ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν πανταχόθεν ἀσφαλιζόμενος τὰ βασίλεια. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. | |
1.13.1 | ὁ δὲ τὴν πάλαι οἱ μελετωμένην βουλὴν καὶ ὃν ὤδινε λογισμὸν ἐν τῇ ψυχῇ καὶ πρὸς ὃν ἔφερεν αὐτῷ πάντα σκοπὸν ἐξ ἀρχῆς εἰς | |
πέρας ἄγειν ἤδη διενοεῖτο καὶ μηκέτι μέλλειν μηδ’ ἐν ἀναβολαῖς εἶναι· ἡ δὲ ἦν πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις καὶ βασιλεῖ Κωνσταντίνῳ καὶ | 24 | |
5 | πολιορκίαν τῇ Πόλει. | |
1.13.2 | ἐνόμιζε γάρ, ὅπερ καὶ ἦν, ὡς, εἰ ταύτην ἕλοι τρόπῳ παντὶ καὶ τῶν ταύτης κύριος κατασταίη, μηδὲν εἶναι τὸ κωλῦσον ἔτι ἐντὸς ὀλίγου χρόνου ὡς ἔκ τινος ὅλων κοινῆς ἀκροπόλεως ταύτης ὁρμώμενον τὰ λοιπὰ πάντα καταδραμεῖν καὶ ὑφ’ ἑαυτῷ ποι‐ | |
5 | ήσασθαι. | |
1.13.3 | διά τοι τοῦτο οὐδαμοῦ καθεκτὸς ἦν ἔτι οὐδ’ ἐπὶ τῶν αὐτῶν τοῦ λοιποῦ μένειν ἠξίου καὶ εἰρήνην ἄγειν, ἀλλὰ πολεμητέα οἱ ἐδόκει εἶναι ἐν τάχει καὶ τὴν Πόλιν ἐξαιρετέα. | |
1.13.4 | ἐνῆγον δὲ αὐτὸν μάλιστα πρὸς τοῦτο καὶ θεοσημεῖαί τινες, ἔτι δὲ μαντεῖαι καὶ οἰωνισμοὶ καὶ κληδόνες καὶ ἄλλα ἄττα, οἷς τε προσεῖχε πάνυ καὶ οἷς τὸ μέλλον ἄνθρωποι θηρῶνται, ἃ πάντα ἐς ταὐτὸν ἔφερε καὶ χρηστάς οἱ ὑπετίθει | |
5 | ἐλπίδας ἁλώσιμον εἶναι τὴν Πόλιν αὐτῷ. | |
1.13.5 | συγκαλέσας οὖν τοὺς ἐν τέλει πάντας, σατράπας τέ φημι καὶ στρατηγοὺς καὶ ἰλάρχας καὶ ταγματάρχας καὶ ἡγεμόνας τῶν τάξεων, καὶ ξύλλογον ποιήσας ἔλεξε τοιάδε. | |
1.14.1(1t) | δημηγορία τοῦ βασιλέως παροξύνουσα πρὸς τὸν κατὰ τῆς Πόλεως πό‐ | |
2t | λεμον τοὺς ὑπ’ αὐτόν, ἐν ᾗ καὶ ἀνάμνησις τῶν προγεγενημένων ἔργων | |
3t | παρὰ τῶν προγόνων αὐτῶν, καὶ σύντομον ἔχουσα περιήγησιν τῆς ὅλης | |
4t | ἀρχῆς αὐτοῦ | |
1 | „ἄνδρες φίλοι καὶ τῆς ἡμετέρας αὐλῆς, ὅτι μὲν οἱ ἡμέτεροι πρόγονοι τὴν ἀρχὴν τήνδε, ἣν ἔχομεν, μετὰ πολλῶν ἀγώνων τε καὶ κινδύνων τῶν μεγίστων ἐκτήσαντο καὶ ἐς δεῦρο διαδοχῇ τῇ σφῶν αὐτῶν διασώσαντες παῖς παρὰ πατρὸς ἐκδεχόμενοι παρέπεμψαν ἐς | |
5 | ἐμέ, πάντες ἴστε δήπου καλῶς, οἱ μὲν ὑμῶν καὶ κοινωνοὶ ἐνίων ἔργων ἐν μέρει γεγονότες ἐκείνοις, ὅσοιπερ ἐν τῇδε τῇ νῦν μάλιστα καθεστη‐ κυίᾳ ἡλικίᾳ τυγχάνετε πρεσβύτατοι ὄντες, οἱ δὲ καὶ παρὰ τῶν πατέρων ἀκοῇ παρειληφότες, ὅσοι νέοι ἐστέ· οὐδὲ γάρ εἰσι τῶν πάνυ παλαιῶν οὐδ’ οἷα καὶ διὰ χρόνου πλῆθος λανθάνειν, ἀλλ’ ὄψις ταῦτα μαρτυρεῖ | |
10 | τῶν λεγόντων μᾶλλον ἢ τῶν ὁρώντων ἀκοὴ βεβαιοῖ, χθὲς καὶ πρώην | |
γεγενημένα. | 25 | |
1.14.2(t) | ὅρα τὴν εὐψυχίαν τῶν ἀνδρῶν | |
1 | πάρεστι γὰρ σαφῶς ἔτι καὶ νῦν ὁρᾶν πανταχοῦ τῆς ἡμετέρας σημεῖα τῶν ἐκείνων ἔργων δεικνύμενα ἐναργῆ· τείχη τε φρουρίων καὶ πόλεων χθὲς καὶ πρώην κατεσκαμμένων γῆν τε τοῖς ἐκείνων αἵμασι σχεδὸν ἔτι φοινισσομένην καὶ μεμιγμένην καὶ πολλὰ τοιαῦτα, μνημεῖα | |
5 | ἅττα κάλλιστα τῆς ἐκείνων ἀνδρίας καὶ ἀρετῆς καὶ τῆς ἐν τοῖς δεινοῖς εὐψυχίας ἀείμνηστα μαρτύρια· τοσαύτῃ γὰρ ἀνδρίᾳ ψυχῆς καὶ γνώμης στερρότητι καὶ φρονήματος μεγαλείῳ περὶ πάντα ἐχρήσαντο, ὡς εὐθὺς ἐξ ἀρχῆς ἐκ πάνυ μικρῶν ἀρχῶν καὶ δυνάμεως εἰς νοῦν βαλέσθαι καθελεῖν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ πᾶσαν ἐλπίσαι τὴν τῆς Ἀσίας | |
10 | τε καὶ Εὐρώπης ἀρχήν· καὶ μέντοι γε οὐκ ἐψεύσθησαν. | |
1.14.3(t) | ὅρα καταδρομὴν τῆς Ἀσίας | |
1 | ὁρμηθέντες γὰρ τὴν ἀρχὴν ἀπὸ τῶν Κιλικίας καὶ Ταύρου ὀρῶν μετὰ σμικρᾶς, ὅπερ ἔφην, ἰσχύος, μεγίστου μέντοι γε λογισμοῦ καὶ φρονήματος κατατρέχουσι μὲν εὐθὺς Λυκίαν καὶ Παμφυλίαν καὶ τὴν ἄνω Φρυγίαν, καταστρέφονται δὲ Λυδούς, Κᾶρας, Μυσούς, Φρύγας | |
5 | τοὺς κάτω, Ἴωνας, πᾶσαν τὴν Ἑλληνικὴν παραλίαν, ἔτι δὲ χειροῦνται Γαλάτας, Καππαδόκας, Παφλαγόνας, Χάλυβας, Βιθυνούς, Ἑλλησ‐ ποντίους, ἁπλῶς εἰπεῖν πᾶσαν ἣν ὁ Ταῦρος ἐντὸς ὁρίζει ἀπὸ Κιλικίας παρήκων μέχρι Σινώπης τῆς πρὸς τῷ Εὐξείνῳ Πόντῳ, ἣν δὴ κάτω Ἀσίαν φασίν, ἐντὸς ὀλίγου χρόνου χειροῦνται καὶ ὑφ’ ἑαυτοῖς βεβαίως | |
10 | ποιοῦνται. | |
1.14.4(t) | ὅρα τὴν ἀρχὴν τῆς διαβάσεως τῆς ἐς τὴν Εὐρώπην | |
1 | καταστάντες δὲ κύριοι ταύτης ἁπάσης καὶ τῆς παραλίας αὐτῆς καὶ τῶν ἐν αὐτῇ πόλεων ἄρξαντες ἐγκρατῶς βασίλειόν τε τὴν Προυσίου καταστησάμενοι διαβαίνουσι τὸν Ἑλλήσποντον εὐαρίθμητοι πάνυ ἅτε οὐκ ἐπὶ πολέμῳ προφανεῖ, ἀλλ’ ἐπὶ λῃστείᾳ προσκαίρῳ τε καὶ κλοπῇ | |
5 | διαβάντες καὶ ἅμα τῆς ταύτῃ θαλάσσης εἰργόμενοι τῶν Ῥωμαίων ἔτι κρατούντων αὐτῆς. | 26 |
1.14.5 | καταλαβόντες δὲ τὴν ἄκραν τοῦ ὄρους τοῦ πρὸ τοῦ σήματος τῆς Ἕλλης καὶ τῆς Χερρονήσου ἰσθμοῦ κειμένου καὶ φρούριον ἐξ ἐπιδρομῆς ἢ ἀπάτης λαβόντες αὐτοῦ τὸ μὲν πρῶτον ἐκεῖ‐ θεν ὁρμώμενοι λῃστείαις τε ἐχρῶντο καὶ καταδρομαῖς ἀφανέσι καὶ | |
5 | προνομαῖς ληιζόμενοι τοὺς ἐγγύς. | |
1.14.6(t) | καταδρομὴ τῆς Εὐρώπης | |
1 | ὡς δὲ κατὰ μικρὸν προϊόντες καὶ ἀεὶ πλείους γινόμενοι καί τινα τῶν σύνεγγυς φρουρίων τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ, τὰ δὲ ἀπάτῃ ἑλόντες ἐκράτησαν καὶ ἐς τὸ πεδίον κατέβησαν, ἐνταῦθα λοιπὸν οὐκέτι οὐδὲν ἦν αὐτοῖς ἐμποδών, ἀλλὰ πεδία τε εἴχετο καὶ κῶμαι διηρπάζοντο καὶ | |
5 | πόλεις ἡλίσκοντο καὶ φρούρια κατεσκάπτετο καὶ στρατεύματα ἡττᾶτο καὶ γένη πολλὰ καὶ μεγάλα ἐχειροῦτο, καὶ βραχεῖ λόγῳ κατατρέχουσι μὲν οὐκ ἐν πολλῷ χρόνῳ Θρᾴκην ἅπασαν καὶ Μακεδονίαν, κατα‐ στρέφονται δὲ Μυσοὺς τούς τε ἐν τῇ μεσογείᾳ καὶ πρὸς τῷ Ἴστρῳ οἰκοῦντας, ἔτι δὲ Ἰλλυριούς, Τριβαλλούς, Ἕλληνας ἄλλα τε γένη | |
10 | πολλά, χειροῦνται δὲ φρούρια ἐρυμνὰ καὶ πόλεις πολλὰς καὶ μεγάλας τὰς μὲν ἐν τῇ μεσογείᾳ, τὰς δὲ ἐν τῇ παραλίᾳ κειμένας. | |
1.14.7 | καὶ τί δεῖ πόλεις καὶ ἔθνη καταλέγοντα διατρίβειν; πᾶσαν, ἣν ὁ Ἴστρος ἐντὸς ὁρίζει ἀπὸ τῶν ἐκβολῶν αὐτοῦ τῶν πρὸς τὸν Εὔξεινον Πόντον ἀνιόντι μέχρι τῶν εἰσβολῶν Σάου τῶν ἐς αὐτὸν κἀκεῖθεν διὰ τῆς μεσογείας | |
5 | ἰόντι μεταξὺ Βόστρων τε καὶ Δαλματῶν Παιόνων τε τῶν ἐντὸς Σάου καὶ Ἰλλυριῶν πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον μέχρις Ἰονίου Κόλπου, χειροῦνταί τε βεβαίως καὶ καταστρέφονται καὶ φόρου ποι‐ οῦνται ὑποτελεῖς πάντας τοὺς ἐν αὐτῇ, σὺν αὐτοῖς δὲ καὶ τοὺς πέραν τοῦ Ἴστρου Γέτας, οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσαν τὴν παραλίαν αὐτῆς | |
10 | πλήν γε δὴ Πελοποννήσου ὑπὲρ τοὺς μυρίους σταδίους περίπλουν ἔχουσαν. | |
1.14.8 | ταῦτα δὲ οὐκ ἀμογητὶ μὲν οὐδ’ ὡς ἄν τις ἁπλῶς ἐπέλθοι τῷ λόγῳ οὐδ’ ἄνευ ἐναντιωμάτων τε καὶ κωλυμάτων τῶν μεγίστων οὐδ’ ἀναιμωτὶ καὶ κινδύνων χωρὶς ἔσχον τε τὴν ἀρχὴν καὶ διεσώσαντο μέχρι νῦν, ἀλλὰ μετὰ πολλῶν μὲν αἱμάτων, πολλῶν δὲ τραυμάτων, | |
5 | πολλῶν δὲ ἱδρώτων καὶ πόνων. | |
1.14.9 | καὶ γὰρ καὶ γένη πολλὰ καὶ μεγάλα ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ ἐναντία τούτοις ὅπλα ἤραντο καὶ | |
λαμπρῶς ὑπὲρ ἐλευθερίας ἠγωνίσαντο μέχρι θανάτου καὶ μετ’ ἀρετῆς, καὶ πόλεις ἐν αὐταῖς πολλαὶ καὶ μεγάλαι καὶ τείχεσι καὶ σώμασι καὶ | 27 | |
5 | ὅπλοις καὶ πλούτῳ καὶ ἀρετῇ τῶν ἐνοικούντων καὶ πολλοῖς ἄλλοις ὠχυρωμέναι πρὸς ἄμυναν διανίσταντο, καὶ φρούρια ἐρυμνὰ καὶ δυσά‐ λωτα καὶ τόποι δύσβατοι καὶ δυσχωρίαι πολλαὶ καὶ ποταμοὶ συνεχεῖς καὶ οὐ ῥᾳδίως διαβατοὶ καὶ πολλὰ τοιαῦτα εἶργον αὐτούς, τὸ δὲ μέγιστον αἱ τῶν Ῥωμαίων δυνάμεις κατά τε γῆν καὶ θάλασσαν ἀεὶ | |
10 | κατὰ πρόσωπον αὐτοῖς ἀνθιστάμεναι καὶ μαχόμεναι καὶ πολλὴν ἐναν‐ τίωσίν τε καὶ ἀγωνίαν παρέχουσαι. | |
1.14.10(t) | ὅρα ἔπαινον τῶν ἀνδρῶν ἐκείνων καὶ τῶν βασιλέων αὐτῶν | |
1 | ἀλλ’ ὅμως οὐδὲν τούτων ἐπέσχεν αὐτοὺς τοῦ πρόσω οὐδ’ ἐκώλυσε τὴν τούτων ὁρμήν τε καὶ ἀρετήν, ἕως ἅπαντα καταστρεψά‐ μενοί τε καὶ καθελόντες τελείως ἐκρατύναντο τὴν ἀρχὴν βεβαίως καὶ τοῖς πᾶσιν ἐχυρωτάτην ἀπέδειξαν ἄνδρες ἀγαθοὶ γενόμενοι διὰ τέλους | |
5 | καὶ μηδὲν τοῦ ἐξ ἀρχῆς ὅλως ὑφέντες λογισμοῦ καὶ φρονήματος. | |
1.14.11 | κρατοῦντες μὲν γὰρ τῶν ἐχθρῶν ἐπεξήρχοντο μέχρι πολλοῦ, νικώ‐ μενοι δὲ οὐκ ἀνέπιπτον οὐδὲ τὰς χρηστὰς ἀφῄρουν ἐλπίδας, ἀλλὰ τῷ τε σφῶν αὐτῶν εὐψύχῳ καὶ τῇ ἐλπίδι τοῦ μέλλοντος τὸ πᾶν ἐπι‐ τρέποντες, ἔτι δὲ καὶ τῷ τῆς τύχης ἀδήλῳ αὖθις εἴχοντο τῶν πραγμά‐ | |
5 | των ἐρρωμένως τολμῶντες μὲν καὶ παρὰ δύναμιν, κινδυνεύοντες δὲ καὶ παρὰ γνώμην, ἐν δὲ τοῖς δεινοῖς ὄντες εὐέλπιδες, καὶ μὴν ἀνένδοτοι μὲν ἐν πόνοις, ἄοκνοι δὲ πρὸς πᾶν τὸ δόξαν εὖ ἔχειν αὐτοῖς, πρὸς δὲ μηδὲν τῶν καλῶν μελληταί, ὀξεῖς μὲν ἐπινοῆσαι τὸ δέον, ταχεῖς δὲ τὸ νοηθὲν ἔργῳ τελέσαι· | |
1.14.12 | ἀποδημίαις τε μακραῖς χαίροντες ἀεὶ πρὸς τὸ κτᾶσθαί τι τῶν οὐκ ὄντων καὶ μηδέποτε μένοντες ἐπὶ τῶν | |
αὐτῶν μηδὲ τοὺς ἄλλους ἐῶντες, τὸ μὲν παρὸν ἐς οὐδὲν λογιζόμενοι διὰ τὸ ἀεὶ τῶν ἀπόντων ἐφίεσθαι, τὸ δὲ μὴ ἤδη κτηθέν, ἐπινοηθὲν | 28 | |
5 | δέ, ὡς ὂν κατέχοντες, ἐλάχιστα μὲν ἀπολαύοντες τῶν ὑπαρχόντων διὰ τὴν τοῦ πλείονος ἔφεσιν, ἀεὶ δὲ μοχθοῦντες διὰ τὴν τῶν μὴ ὄντων κτῆσίν τε καὶ ἀπόλαυσιν, τοῖς μὲν σώμασιν ὡς ἀλλοτρίοις χρώμενοι πρὸς τοὺς πόνους τε καὶ κινδύνους μηδ’ ὅλως τούτων φειδόμενοι καὶ σφαλλομένων πολλάκις, τὰς δὲ ψυχὰς ἀήττητοι διαμένοντες, καὶ οὕτως | |
10 | ὅλον τὸν ἴδιον αἰῶνα μοχθοῦντες ἐναγώνιόν τε καὶ ἐπίπονον αὑτοῖς καταστησάμενοι τὴν ζωὴν εἰς τοῦτο δόξης τε καὶ δυνάμεως ἦραν τὴν ἀρχὴν καὶ σώμασι καὶ χρήμασι καὶ ὅπλοις καὶ τριήρεσι καὶ πᾶσι τοῖς ὑπάρχουσι μεγίστην τε ἀπέδειξαν καὶ πρὸς πόλεμον καὶ εἰρήνην αὐταρκεστάτην καὶ ἡμῖν παρέδοσαν. | |
1.14.13 | ἣν μὴ φανῶμεν προδιδόντες τό γε ἡμῶν μέρος μηδὲ τὰς τῶν προγόνων ἀνδραγαθίας ἀφανίσωμεν μηδὲ τὴν ἡμετέραν αὐτῶν ἀναιρήσωμεν δόξαν, ἣν ἔσχομεν ἐκ πάνυ πολλοῦ ὀνομαστοὶ παρὰ πᾶσιν ὄντες ἐπ’ ἀνδρίᾳ καὶ στρατηγίᾳ καὶ | |
5 | ἀρετῇ καὶ ἀκαταγώνιστοι ἐς δεῦρο καὶ δοκοῦντες καὶ ὄντες, μιᾶς νῦν πόλεως ἡττημένοι καὶ ταύτης οὐδὲ τοῦ θαρρεῖν ἐχούσης ἔτι καιρὸν ὑπὲρ ἑαυτῆς, ἀλλὰ κεκενωμένης μὲν διόλου τῶν οἰκητόρων σχεδόν, πάντα δὲ τὰ πρόσθεν καλὰ περικεκομμένης τε καὶ περιῃρημένης τελείως τῷ τε μακρῷ χρόνῳ καὶ ταῖς συνεχέσι καταδρομαῖς καὶ πο‐ | |
10 | λιορκίαις τῶν ἡμετέρων καὶ μηδὲ πόλεως οὔσης ἔτι, ὄνομα δὲ μόνον σῳζούσης· τὰ δ’ ἄλλα γῆς ἀροσίμου καὶ φυτῶν καὶ ἀμπέλων περίβολός ἐστιν, ὡς ὁρᾶτε, καὶ ματαίων οἰκοδομιῶν τε καὶ τοίχων κενῶν καὶ τούτων ἐρειπίων τῶν πλείστων. | |
1.14.14 | ὁρᾶτε γάρ, ὡς ἐν τῷ μέσῳ κει‐ μένη τῆς ἡμετέρας ἀρχῆς ἐν ἐπικαίρῳ τε γῆς καὶ θαλάσσης ὅσα καὶ οἷα πράγματα παρέσχεν ἡμῖν ἐξ ἀρχῆς ἀεὶ πολεμοῦσα καὶ νῦν ἔτι παρέχει τοῖς ἡμετέροις πράγμασιν ἐφεδρεύουσα καὶ ταῖς ἡμῶν ἀκαι‐ | |
5 | ρίαις ἀεὶ ἐπιφυομένη καὶ τὰ μέγιστα βλάπτουσα. | 29 |
1.14.15(1t) | ὅρα διάβασιν τῶν Παιόνων τοῦ Ἴστρου | |
2t | καὶ ἧτταν ὑπὸ Παϊαζήτεω | |
1 | τίς γὰρ οὐκ οἶδεν, ὡς ἐπὶ τοῦ ἡμετέρου προγόνου Παϊαζήτου ἐκείνου πᾶσαν τὴν ἑσπέραν ἐκίνησε καθ’ ἡμῶν ὁ ταύτης βασιλεύς, ἀπὸ μὲν Ὠκεανοῦ καὶ Μασσαλίας Γαλάτας τε τοὺς ἑσπερίους καὶ Πυρηναί‐ ους καὶ Ἱσπανούς, ἀπὸ δὲ Ῥήνου ποταμοῦ καὶ τῶν προσαρκτίων Κελ‐ | |
5 | τοὺς καὶ Κελτίβηράς τε καὶ Γερμανούς, τόν τε Παιόνων τε καὶ Δακῶν βασιλέα πολύ τι χρῆμα στρατιᾶς ἄγοντα κατὰ γῆν, ἔτι δὲ καὶ διὰ τοῦ ποταμοῦ τριήρεις; οἳ καὶ διαβάντες τὸν Ἴστρον καὶ παρὰ τὰς τούτου ὄχθας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύσαντες οὐδὲν ἐνενόουν μικρόν, ἀλλ’ ἢ πᾶσαν τὴν ἡμετέραν δύναμιν καὶ ἀρχὴν καθελεῖν καὶ τῆς Εὐρώπης | |
10 | τε καὶ Ἀσίας ἡμᾶς ἐκβαλεῖν, εἰ μὴ ἡ τοῦ Παϊαζήτου τότε στρατηγία καὶ ἐμπειρία καὶ τόλμα τοῦτο διεκώλυσε καὶ διέλυσε κατὰ κράτος αὐτοὺς νικήσασά τε καὶ καθελοῦσα καὶ τοὺς μὲν αὐτοῦ που κατα‐ κοπῆναι, τοὺς δ’ ἐναποπνιγῆναι τῷ Ἴστρῳ πεποίηκεν ἐκ πάνυ πολλῶν βραχεῖς τινας καὶ τούτους μόγις περισωθέντας. | |
1.14.16 | καὶ πάλιν μετὰ μικρὸν Τόμηριν τὸν Σκύθην ἀπὸ Βαβυλῶνος ἀναστήσασα καθ’ ἡμῶν ἤγαγεν· ὑφ’ οὗ πεπόνθαμεν οἷα ἴστε, καὶ ὡς παρ’ οὐδὲν ἤλθομεν τότε πάσης τῆς ἡμετέρας ἀρχῆς καὶ δυνάμεως ἐκ‐ πεσεῖν ἢ γοῦν τὴν ἑτέραν τῶν ἠπείρων ἀποβαλεῖν. | |
1.14.17 | καὶ τὸ ἐξ ἐκείνου πάλιν μέχρι νῦν οὐ διέλιπεν ἐπεξάγουσά τε ἀεὶ καὶ ὁπλίζουσα κατ’ ἀλλήλων τοὺς ἡμετέρους καὶ συγκρούουσα καὶ ταράττουσα καὶ βλάπτουσα τὴν ἡμετέραν ἀρχὴν χθές τε καὶ πρὸ ὀλίγου τὸν Γέτην | |
5 | Ἰωάννην μετὰ Παιόνων τε καὶ Δακῶν κινήσασα καθ’ ἡμῶν, ὃς δίς τε καὶ τρὶς τὸν Ἴστρον διαβὰς σὺν δυνάμει καὶ ἐς τὴν ἡμετέραν ἐμβα‐ λὼν πολλὰ κακὰ τὸν ἐμὸν πατέρα πεποίηκε. | |
1.14.18 | καὶ παρίημι τὸ τῶν αὐτομόλων πρᾶγμα τοσοῦτον καὶ τὴν ἀπὸ τούτου βλάβην τε καὶ ζημίαν καθ’ ἡμέραν ἐγγινομένην ἡμῖν οὐ μόνον δούλων, ἀλλ’ ἤδη καὶ ἐλευθέ‐ ρων. | |
1.14.19 | ἁπλοῦς ὁ λόγος· οὔθ’ ἡσύχασεν οὔθ’ ὅλως ἡσυχάσει ποτὲ ἀνθ‐ ισταμένη καὶ ἐναντιουμένη τοῖς ἡμετέροις οὐδὲ στήσεται τοῦ καθ’ ἡμῶν πολέμου καὶ τῆς κινήσεως, ἕως ἂν μένειν ἐῶμεν αὐτὴν ἐπὶ τῶν αὐτῶν | |
καὶ μὴ πάντῃ ἐξέλωμεν ἢ ὑπὸ χεῖρα σφῶν ποιησώμεθα. | 30 | |
1.15.1 | ταύτης τοίνυν, ὦ φίλοι ἄνδρες, τοιαύτης πόλεως ἀντικαθεστη‐ κυίας ἡμῖν καὶ πάντα πραττούσης καθ’ ἡμῶν φανερῶς τε καὶ ἀφανῶς καὶ τὴν ἡμετέραν ἐπιβουλευούσης ἀρχὴν ἡμεῖς διαμέλλομεν καὶ λόγον οὐδένα ποιούμεθα οὐδὲ πρὶν ἢ κακῶς δρᾶσαι ἡμᾶς σπεύδομεν αὐτὴν | |
5 | ἐξελεῖν, ἀλλὰ νομίζομεν ἐφ’ ἡμῖν εἶναι ἀεὶ διατίθεσθαι τὸν πόλεμον, ᾗ βουλοίμεθα; καὶ οὐκ οἴδαμεν ὡς τὰ τῶν πολέμων καὶ τῶν καιρῶν ἔργα οὐ μενετὰ καὶ τῷ χρόνῳ οὐδὲν ἀνέλπιστον καὶ τὰ τῆς τύχης ἄδηλα πανταχοῦ καὶ τὸ τῶν πραγμάτων τέλος ἀστάθμητον καὶ ἀτέκμαρτον καὶ δεῖ τὰ τοιαῦτα προλαμβάνειν τε ἀεὶ τοὺς νοῦν ἔχοντας καὶ καιρὸν | |
10 | ἔχοντας ἐπιτίθεσθαι τοῖς ἐχθροῖς καὶ μὴ ἀναμένειν παθεῖν κακῶς καὶ τότε ἀμύνεσθαι, ἀλλὰ πρὸ τοῦ παθεῖν μᾶλλον αὐτοὺς δρᾶν καὶ προ‐ επιβουλεύειν ἢ ἀντεπιβουλεύειν καὶ τοῦτο νομίζειν κέρδος ἐν τοῖς τοι‐ ούτοις, ὅ τι ἂν προλάβοι τις ἐξαπατήσας ἢ βιασάμενος τὸν ἐχθρόν; τοιαῦτα γὰρ τὰ τοῦ πολέμου· οὐκ εἰσὶν ἐπὶ ῥητοῖς, ἀλλ’ ὡς τὰ πολλὰ | |
15 | τοῦ δυναμένου καὶ βουλομένου λαθεῖν ἢ προλαβεῖν τι καὶ πλεονεκτῆ‐ σαι οὕτω παρασχὸν ἡ νίκη γίνεται. | |
1.16.1 | ἐγὼ μὲν οὖν οὕτω γνώμης ἔχων, ὦ ἄνδρες, καὶ τοιούτοις τισὶ λογισμοῖς καὶ αἰτίαις χρώμενος, προσέτι δὲ καὶ μεγίστοις ἐγκλήμασι κεκινημένος ξυνήγαγον ἐνθάδε ὑμᾶς οὐκ ἔτι ἀνασχετὰ ἡγούμενος εἶναι καὶ δικαιῶ πάντας ἀναπειθομένους κοινωνεῖν τῆς γνώμης ἐμοί· | |
5 | καὶ ἐπιχειρητέα εἶναί φημι καὶ πολεμητέα ἐν τάχει καὶ τὴν πόλιν ταύτην ἐξαιρετέα πάσῃ προθυμίᾳ καὶ σπουδῇ τὸν πόλεμον ἀραμένους ἢ μηδὲ τῆς ἡμετέρας ἀρχῆς ἔτι καὶ τῶν ταύτης καλῶν ὡς οἰκείων ἀντι‐ ποιεῖσθαι μηδὲ νομίζειν τοῦ λοιποῦ βέβαια εἶναι. | |
1.16.2 | ἀδύνατον γὰρ ταύτην τε ἀτρεμεῖν καὶ τὰ ἡμέτερα μὴ ἐν ἀμφιβόλοις εἶναι μὴ τῆς πόλεως ταύτης ἢ ληφθείσης ἡμῖν ἢ γεγονυίας ἐκ μέσου. | |
1.16.3 | ἁπλοῦς ὁ λόγος· αἱροῦμαι ἢ μετ’ αὐτῆς καὶ τὴν ἡμετέραν ἔχειν ἀρχὴν ἢ ταύτης χωρὶς καὶ ταύτην γε συναποβαλεῖν· μετ’ αὐτῆς μὲν γάρ, εὖ ἴστε, καὶ τὰ ὄντα ἡμῖν βέβαια καὶ τὰ μὴ ὄντα κτητά, ἄνευ δὲ ταύτης ἢ ἐχούσης | |
5 | ὡς ἔχει τῶν τε ἡμετέρων οὐδὲν πιστὸν τῶν τε ἄλλων οὐδὲν ἐλπιστόν. | |
1.16.4 | εἴτε γὰρ ἔχοντες οὗτοι ταύτην καὶ βιαζόμενοι παρ’ ἡμῶν συμμαχίαν | |
ἰσχυροτέραν ἐπάξωνται καὶ τῆς καθ’ ἡμᾶς θαλάσσης κρατήσουσιν, ἐν πολέμοις ἀεὶ τὰ ἡμέτερα ἔσται καὶ κινδύνοις καὶ δαπάναις ἐπιζημίοις καὶ τὸ πέρας ἄδηλον τοῦ πολέμου· πολλὰ γὰρ καὶ παρὰ λόγον | 31 | |
5 | πολλάκις καὶ ὧν οὐκ ἄν τις προσεδόκησεν ἐν τοῖς τοιούτοις συμ‐ βαίνειν φιλεῖ ὅ τε πόλεμος μηκυνόμενος ἐς τύχας τὰ πολλὰ περι‐ ίσταται· | |
1.16.5 | εἴτε πάλιν μὴ δυνάμενοι σῴζειν αὐτὴν ἑτέροις ἰσχυροτέ‐ ροις σφῶν ἐπιτρέψωσι καὶ σώμασι καὶ χρήμασι καὶ τριήρεσι καὶ ὅπλοις καὶ τοῖς πᾶσιν ἄριστα ἐξηρτυμένοις, οἳ δ’ ἐρρωμενέστερον ἀνθέξονται τῶν πραγμάτων καὶ ὡς οἰκείων ἤδη ἀντιποιήσαιντο, σκοπεῖτε ἐν οἵοις | |
5 | τὰ ἡμέτερα ἔσται. | |
1.16.6 | πόλιν οὕτω μεγάλην ἐν ἐπικαίρῳ γῆς καὶ θαλάσ‐ σης κειμένην ἐφορμοῦσάν τε τοῖς ἡμετέροις ἀεὶ καὶ τοῖς ἡμῶν ἐπι‐ φυομένην σαθροῖς δύναμίν τε κτησαμένην ἀντίρροπον ἀπὸ τοῦ ἴσου ἡμῖν πολεμεῖν ἐγὼ μὲν οἶμαι—ἀλλ’ οὐ βούλομαι λέγειν οὐδὲν δυσχερές, | |
5 | τρέποιτο δ’ εἰς τὰς τῶν ἐχθρῶν κεφαλὰς τὸ βλάσφημον, πλήν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, οὐ πρὸς ἡμῶν γε καὶ τοῦ ἡμετέρου καλοῦ τά γε τοιαῦτα. | |
1.16.7 | διὰ τοῦτο οὐ δεῖ μέλλειν ἡμᾶς ἔτι οὐδὲ καιρὸν ἔχοντας ἀνα‐ δύεσθαι, ἀλλ’ ἐπιτίθεσθαι ταύτῃ πάντας πάσῃ καὶ χειρὶ καὶ δυνάμει καὶ μάλιστα, ἕως ἂν καὶ τὰ τοῦ δαιμονίου μεθ’ ἡμῶν ᾖ, μηδενὸς φει‐ δομένους τῶν ἐς τὸν πόλεμον μήτε σωμάτων μήτε χρημάτων μήτε | |
5 | ὅπλων μήτε ἄλλου τοῦ τῶν τοιούτων οὐδενὸς μηδ’ ἄλλο τι προὔργου τῶν ἁπάντων τιθέναι, ἕως ἂν ἢ πάντῃ ταύτην ἐξελόντες ἐκ μέσου θείημεν ἢ ὑπὸ χεῖρα σφῶν ποιησαίμεθα. | |
1.16.8 | νομίσει τε μηδεὶς ὑμῶν ἀδύνατα εἶναι ταύτην ἑλεῖν λογιζόμενος τὸ τοῦ ἡμετέρου πάππου τε καὶ πατρὸς καὶ ὡς οὗτοι ταύτην σχόντες τὴν γνώμην εὐθὺς ἐξ ἀρχῆς καὶ πόλεμον ἄσπονδον ἀράμενοι πρὸς αὐτὴν χειρί τε πολλῇ καὶ | |
5 | δυνάμει περισχόντες καὶ ὅπλοις ἔτι τε χρονίῳ πολιορκίᾳ καὶ λιμῷ πολλῷ πᾶσαν ἐκτετρυχότες οὐκ ἠδυνήθησαν ὅμως ταύτης περιγενέ‐ σθαι. | |
1.16.9 | εἰ μὲν γὰρ αὕτη τότε ἰδίᾳ ῥώμῃ τε καὶ δυνάμει ἀντέσχε καὶ κρείττων ἐφάνη τῶν ἀντιπολεμούντων ἅτε σώμασι καὶ χρήμασι καὶ ὅπλοις καὶ τοῖς ἄλλοις πᾶσιν ἠσφαλισμένη καλῶς ἢ οὗτοι ταῖς οἰκείαις δυνάμεσι καὶ παρασκευαῖς ἐλάττους ὄντες ὑστέρησαν μηδαμοῦ δυνη‐ | |
5 | θέντες ταύτην ἑλεῖν, εἶχεν ἂν λόγον τὸ δέος καὶ οὗτος ὁ λογισμός. | |
1.16.10 | νῦν δὲ τίς οὐκ οἶδεν, ὡς τῶν μὲν τοῦ Παϊαζήτου χειρῶν τύχη τίς ποθεν ἀδοκήτως ἐπιφανεῖσα παρὰ λόγον ἐξήρπασεν, ὁποῖα πολλὰ πολλάκις παρὰ τοῦ δαιμονίου τοῖς ἀνθρώποις ξυμβαίνει; ξυγκείμενον γὰρ αὐτοῖς ἐπὶ ῥηταῖς ἡμέραις ἐνδιδόναι τοὺς πολίτας τήν τε πόλιν καὶ | |
5 | ἑαυτοὺς ἅτε πλέον μὴ δυναμένους ἀντέχειν λιμῷ τε καὶ πολιορκίᾳ | |
μακρᾷ αἴφνης ἐπιφανέντες ἐκ μὲν Εὐρώπης ὁ Παιόνων τε καὶ Δακῶν βασιλεὺς πρῶτον, ἐκ δὲ Ἀσίας μικρὸν ὕστερον Τεμήρης ὁ Βαβυλώνιος ἀνέστησάν τε αὐτὸν τῆς πολιορκίας καὶ τρέψαντες ἐς αὐτοὺς οὕτω ξυνέβη ταύτην περιγενέσθαι ἀπίστῳ τύχῃ περισωθεῖσαν. | 32 | |
1.16.11 | ὁ δέ γε πατὴρ οὑμός, ἴστε, μεθ’ οἵας παρασκευῆς καὶ δυνάμεως ἐστράτευσεν ἐπ’ αὐτὴν καὶ ὡς τοσοῦτον τῇ πολιορκίᾳ ταύτης ἐκράτησεν, ὡς μηδ’ αὐτὸ τὸ τεῖχος ἔχειν ἐᾶσαι τοὺς προμαχομένους ἐλεύθερον βαλλο‐ | |
5 | μένους τοῖς τε τόξοις καὶ τοῖς ἀπὸ τῶν μηχανῶν λίθοις· οὕτως εἶχεν αὐτὴν ἐν χεροῖν. κἂν εἷλε βίᾳ τοῖς ὅπλοις μαχόμενος, εἰ μὴ τοὺς σφόδρα οἰκείους καὶ οἷς μάλιστα ἐπίστευεν ἀντιπράττοντας ἀφανῶς εἶχεν αὐτῷ καὶ τὸ πλέον τῆς γνώμης νέμοντας τοῖς πολιορκουμένοις ἰδίων ἕνεκα κερδῶν· οὗτοι τοίνυν τῆς τε πολιορκίας αὐτὸν ἀνέστησαν | |
10 | καὶ ταύτην περιεσώσαντο. | |
1.16.12 | εἰ δὲ καὶ ἰδίᾳ δυνάμει τότε περι‐ γενέσθαι ταύτην ξυνέβη (θῶμεν γὰρ καὶ τοῦτο), ἀλλ’ οὐ τὰ αὐτὰ τῶν τότε καὶ νῦν καιρῶν ταύτῃ τε καὶ ἡμῖν· τότε μὲν γὰρ αὕτη συνετωτέροις τε καὶ στρατηγικωτέροις, προσέτι δὲ καὶ τῶν πραγμάτων ἐμπειροτέροις | |
5 | ἐκέχρητο τῷ τε βασιλεῖ καὶ τοῖς ἄρχουσιν οἰκήτορσί τε πλείοσιν ἐφρου‐ ρεῖτο τῆς τε θαλάσσης ἐκ μέρους ἐκράτει τῆς καθ’ αὑτήν, τά τε παρὰ τῶν Ἰταλῶν ἐπικουρίας τῆς μὲν ἐτύγχανεν ἤδη, τῆς δὲ ἐν ἐλπίσιν ἦν, καὶ ἄλλα δὲ πολλὰ εἶχε τὰ βοηθοῦντα. | |
1.16.13 | τὰ δὲ νῦν ἀσθενέστερά τε αὐτῇ καὶ τοῖς ὅλοις χείρω· τῶν τε γὰρ οἰκητόρων πλεῖστον κεκένωται τῆς τε θαλάσσης τελείως ἐστέρηται ὅ τε βασιλεὺς αὐτῇ καὶ οἱ περὶ αὐτὸν τοιοῦτοί εἰσιν, οἵους ἄν τις εὔξαιτο ἀνταγωνι‐ | |
5 | στὰς σχεῖν, τὰ δὲ παρὰ τῶν Ἰταλῶν καὶ σφόδρα οὐδ’ ἐν ἐλπίσιν αὐτοῖς, μᾶλλον μὲν οὖν καὶ πάντῃ ἐχθρὰ ἐκπεπολεμωμένων τῇ περὶ τὸ θεῖον δόξῃ τά τε ἔνδον αὐτῇ στάσεως γέμει καὶ ταραχῆς διὰ ταύτην γε τὴν αἰτίαν· καὶ πολλὰ ἄν τις εὕροι ἐλαττώματα ἄλλα σκοπῶν ἀκριβῶς. | |
1.16.14 | ἡμῖν δὲ καὶ τὰ τῆς ἀρχῆς ἐπὶ μέγα ἦρται πολλῶν ἐπιδόσει· κατά‐ λογοί τε γὰρ στρατευμάτων ἱππικοί τε καὶ πεζικοὶ πλεῖστοι καὶ κάλλι‐ στοι καὶ εὐοπλότατοι μᾶλλον ἤπερ ποτὲ καὶ νεότης εὐανδροῦσα πολλή, καὶ ἡ ἡμετέρα αὐλὴ νῦν μέγιστον ἔχει τὸ κράτος, χρήματά τε ἡμῖν | |
5 | πλεῖστα ἔν τε θησαυροῖς καὶ φόροις ἐπετείοις καὶ ὅπλων εὐπορία πολλὴ καὶ μηχανημάτων καὶ παρασκευῶν τῶν ἐς τὸν πόλεμον καὶ τριή‐ | |
ρεις οὐκ ὀλίγαι καὶ ἄλλα πολλὰ ἐπεγένετο, ἃ πάντα οὐ πρὸς μίαν ταύτην πόλιν, ἀλλὰ πολλαῖς πόλεσιν ἀντιρρόποις αὐτῇ μερισθέντα ἤρκεσεν ἂν καταγωνίσασθαι πάσας. | 33 | |
1.16.15 | ἔτι τε τῆς καθ’ ἡμᾶς θαλάσ‐ σης κρατοῦμεν καὶ τῆς κατ’ αὐτὴν ἁπάσης καὶ φρουρίοις αὐτὴν ἄνω καὶ κάτω ἠσφαλισάμεθα διὰ τῶν πορθμῶν τῶν τε ἠπείρων ἀμφοτέρων εἴργοντες αὐτὴν γῆς καὶ θαλάσσης ἁπάσης· ἄλλα τε πρόσεστιν ἡμῖν | |
5 | οὐκ ὀλίγα πλεονεκτήματα, οἷς πᾶσι θαρρῶ καὶ πάνυ πιστεύω οὐκ ἀντισχήσειν ὅλως αὐτήν, ἀλλ’ ἢ ἐξ ἐπιδρομῆς βίᾳ ἡμᾶς τοῖς ὅπλοις ἑλεῖν ἂν ἢ οὐ μακρᾷ πολιορκίᾳ αἱρήσειν. | |
1.16.16 | μόνον μὴ μέλλωμεν μηδὲ διδῶμεν αὐτῇ καιρὸν ἔτι βουλεύεσθαι καθ’ ἡμῶν, ἀλλὰ φανῶμεν ὅτι τάχιστα ἄνδρες ἀγαθοὶ καὶ δείξωμεν αὐτῇ τε καὶ πᾶσιν ἀνθρώποις, ὡς οὐκ ἀνανδρίᾳ ἢ δειλίᾳ καὶ ἀσθενείᾳ, μελλήσει δὲ μᾶλλον καὶ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ ἡμῶν περιγεγόνασι μέχρι | |
5 | τοῦ νῦν, μηδὲ τὰς τῶν ἡμετέρων προγόνων ἀνδραγαθίας καὶ ἀρετὰς καταισχύνωμεν μηδ’ ἀνάξιοι φανῶμεν ἐκείνων ἐν μέσῃ τῇ ἡμετέρᾳ ἀρχῇ τηλικαύτῃ γε οὔσῃ μίαν πόλιν ἐῶντες ὥσπερ τύραννον καθεστά‐ ναι πάντα τρόπον ἐπιβουλεύουσαν ταύτῃ, ἀλλὰ μᾶλλον δείξωμεν ἐξ ἐκείνων τε ὄντες καὶ τῇ ἐκείνων ἀνδρίᾳ καὶ ἀρετῇ κεχρημένοι. | |
1.16.17 | ἐκεῖνοί τε γὰρ πᾶσαν Ἀσίαν τε καὶ Εὐρώπην ἐν βραχεῖ χρόνῳ παραστησάμενοι ἰδίοις πόνοις τε καὶ κινδύνοις ἐκληρονόμησαν καὶ πόλεις πολλὰς καὶ μεγάλας ἐχειρώσαντο καὶ φρούρια ἐρυμνὰ ἐξεῖλον καὶ γενῶν ἀπείρων ἐκράτησαν· ἡμεῖς τε ταύτην ἑλόντες ὡς ἔκ τινος | |
5 | ἀκροπόλεως ταύτης ὁρμώμενοι σὺν ὀλίγῳ πόνῳ τε καὶ καιρῷ τὰ λοιπὰ πάντα καταδραμούμεθα, καὶ οὐδὲν ἡμᾶς ὅλως ἐπίσχει τοῦ πρόσω οὐδὲ τῶν ἄλλων οὐδὲ ἓν ἀντιστῆναι δυνήσεται τῇ ἡμετέρᾳ δυνάμει τε καὶ ἀρχῇ, ἀλλ’ ἐν βραχεῖ κύριοι γῆς καὶ θαλάσσης ἐσόμεθα. | |
1.16.18 | μὴ τοίνυν ἀναβολαῖς ἔτι κεχρήμεθα, ἀλλὰ κατὰ τάχος ἐσβάλωμεν ἐς αὐτὴν πᾶσι τοῖς ὑπάρχουσιν οὕτω γνώμης ἔχοντες ἢ ταύτην ἑλεῖν τε καὶ ἐξελεῖν ἢ μηδ’ ὅλως ταύτης ἀπαναστῆναι, εἴ γε δὴ καὶ τεθνάναι δέοι, ἕως ἂν ταύτης γενώμεθα κύριοι. | |
1.16.19 | ἐγὼ δὲ καὶ αὐτὸς πρῶτος παρέσομαι ὑμῖν καὶ τῶν πόνων προθύμως συμμετασχήσω καὶ πᾶσιν ἐπιστατήσω καλῶς τιμήσω τε τοὺς ἀγαθοὺς τοῖς ἀξίοις δώροις ἕκαστον κατά τε ἀξίωσιν ἰδίαν καὶ ἀρετὴν καὶ ὅπως τις ἐπιφανὴς ἐν | |
5 | κινδύνοις γενήσοιτο ἢ ἐπ’ ἄλλῃ τινὶ διαπρέψοι ἀνδραγαθίᾳ.“ | 34 |
1.17.1(t) | ἐπιψήφισις τοῦ πολέμου παρὰ τοῦ βασιλέως καὶ πάντων | |
1 | ὁ μὲν δὴ τοιαῦτα εἰπὼν ἐπεψήφιζεν ἤδη τὸν πόλεμον, τῶν δὲ παρόντων πάντες σχεδὸν ἐπεκρότησαν πρὸς τὰ παρὰ τοῦ βασιλέως ῥηθέντα ἐπαινοῦντες μὲν αὐτὸν τῆς εὐβουλίας τε καὶ συνέσεως καὶ τῆς ἄλλης ἀνδρίας καὶ ἀρετῆς, συναινοῦντες δὲ καὶ αὐτοὶ καὶ μᾶλλον | |
5 | παροξύνοντες ἐς τὸ πολεμεῖν, οἱ μὲν ἰδίας ἕνεκεν φιλοτιμίας καὶ κερδῶν ἐλπίζοντες ἐκ τοῦδε πλέον ἕξειν καὶ τὰ αὐτῶν ἐπὶ μέγα χωρήσειν, οἱ δὲ χαριζόμενοί τε τῷ βασιλεῖ καὶ ἅμα κερδαίνειν καὶ αὐτοὶ ἀπὸ τῶν τοιούτων ἐθέλοντες, ἕτεροι δὲ ἀγνοίᾳ τῶν τοῦ πολέμου, ὅσοι τε νέοι ἦσαν καὶ τῶν τοιούτων ἀπείρατοι. | |
1.17.2 | οἷς δὲ μὴ κατὰ γνώμην ἐδόκει τὸ πρᾶγμα διά τέ τινας ἄλλας αἰτίας καὶ τὰς ἀνα‐ φυομένας δὴ τῷ πολέμῳ δυσχερείας καὶ τύχας ὡς τὰ πολλά, οὗτοι δὲ ἐβούλοντο μὲν εἰπεῖν τι πρὸς ἀποτροπὴν τοῦ πολέμου, ὁρῶντες δὲ τὴν | |
5 | τοῦ βασιλέως ἔνστασιν καὶ καταδρομὴν τήν τε τῶν ἄλλων πάντων πρὸς τοῦτο ὁρμήν, δείσαντες ἐμοὶ δοκεῖν καὶ ἄκοντες παρεχώρησαν καὶ συναπήχθησαν τοῖς πολλοῖς· καὶ κυροῦται δὴ οὕτως ἐξ ἁπάντων ὁ πόλεμος. | |
1.17.3(t) | καταδρομὴ τῶν ἔξω τῆς Πόλεως καὶ διαρπαγή | |
1 | κελεύει τοίνυν αὐτίκα τὸν τῆς Εὐρώπης σατράπην στρατιὰν ἀγείραντα κατὰ τάχος τήν τε Πόλιν αὐτὴν καὶ τὰ πέριξ ταύτης κατα‐ δραμεῖν ὅσα τε ἄλλα ὑπὸ Ῥωμαίοις ἦν. ὁ δὲ μηδὲν μελλήσας εὐθὺς στρατιὰν ἀγείρας κατατρέχει μὲν τὰ περὶ τὴν Πόλιν ἅπαντα καὶ τὸ | |
5 | ἄστυ μέχρις αὐτῶν τῶν πυλῶν καὶ ληίζεται, κατατρέχει δὲ Σηλυβρίαν καὶ τὰ περὶ αὐτὴν ἀφιστᾷ τε τὰ περὶ τὴν ταύτῃ θάλασσαν, Πείρινθόν τε καὶ τὰ λοιπά, προσχωρεῖ δὲ αὐτῷ καὶ τὸ τῶν Ἐπιβατῶν φρούριον ὁμολογίᾳ, ξυναφιστᾷ δὲ καὶ τὰ περὶ τὸν Μέλανα Πόντον ὅσα | |
Ῥωμαίοις ὑπήκοα ἦν χειροῦταί τε πρὸς τούτοις καὶ τὸ ἐν Μεσημβρίᾳ | 35 | |
1.18.1(1t) | φρούριον ὁμολογίᾳ καὶ αὐτὸ προσχωρῆσαν τά τε ἄλλα πάντα ληίζεται | |
2t | καὶ πρὸς τὸ δοκοῦν διατίθησι. | |
1 | βασιλεὺς δὲ Κωνσταντῖνος καὶ οἱ τῆς Πόλεως τῷ τε ἀθρόῳ τῆς μεταβολῆς τῷ τε παραλόγῳ τῆς ἐφόδου καταπλαγέντες καὶ πόλεμον ἀκήρυκτον ἐπελθόντα σφίσι θεασάμενοι παρ’ ἐλπίδα (καὶ γὰρ ἤδη πρὸ μικροῦ ἔτυχον γεγονυῖαι αὐτοῖς αἱ σπονδαί) διαπρεσβεύεσθαι μὲν τοῦ | |
5 | λοιποῦ περὶ τούτων καὶ ξυμβάσεων καὶ εἰρήνης μεμνῆσθαι παντάπασιν ἀπεγνώκεσαν. | |
1.18.2 | ᾔδεσαν γὰρ ἀδύνατον ὂν πρός τε τὴν τοῦ βασιλέως ὁρμὴν ἀφορῶντες καὶ τὰ γεγενημένα ὑπ’ αὐτοῦ εὐθὺς ἐξ ἀρχῆς καὶ ὡς πάντα ταῦτα ἐς οὐδὲν χρηστὸν ἔφερε, πολιορκίαν δὲ προσεδόκουν ὅσον οὐκ ἤδη αὐτοῖς ἔσεσθαι καὶ πόλεμον ἄσπονδον κατὰ γῆν τε καὶ | |
5 | θάλασσαν καὶ ὅσα πολέμου κακὰ ἅλωσίν τε καὶ τὰ τῆς ἁλώσεως πάθη, φόνον τε τῶν ἐν ἡλικίᾳ καὶ διαρπαγὴν τῶν ὑπαρχόντων καὶ σύλησιν ἱερῶν καὶ δουλείαν καὶ ὕβριν γυναικῶν τε καὶ παίδων. | |
1.18.3 | οὐδὲ γὰρ ἐπὶ μικρὸν ἂν ἀντισχήσειν ᾤοντο ἐπιόντος αὐτοῖς τοσούτου πολέμου κατὰ γῆν τε καὶ θάλασσαν. οὕτως ἠλλοίωντό τε τὰς γνώμας εὐθὺς ἐξ ἀρχῆς καὶ παντάπασιν ἀπεγνώκεσαν καὶ χρηστὸν οὐδὲν ἐνενόουν περὶ | |
5 | αὑτῶν· πρὸς γὰρ τὸ ἀνέλπιστόν τε καὶ ἀδόκητον τοῖς λογισμοῖς τραπόμενοι ἑτοίμως προΐεντο σφᾶς αὐτοὺς καὶ οὐδεμίαν εἶχον τοῦ λοιποῦ σωτηρίας ἐλπίδα. | |
1.18.4 | αἴτιον δὲ ἦν αὐτοῖς· ἐν μὲν γὰρ ταῖς προλαβούσαις πολιορκίαις πολλὰ εἶχον τὰ βοηθοῦντα καὶ ἐν ἐλπίσι μεγίσταις ἦσαν ἀεὶ τοῦ περιγενέσθαι· τῆς τε γὰρ κατ’ αὐτοὺς θαλάττης ἐκράτουν καὶ κατὰ γῆν μόνον ὁ πόλεμος αὐτοῖς ἦν, ὃν εἶχον ἀναφέρειν | |
5 | ῥᾳδίως ἐν ἑνὶ μέρει τῷ κατὰ γῆν ἀντιτεταγμένοι τοῖς πολεμίοις, τά τε τῆς θαλάσσης ἑκατέρας πλώϊμα ἦν ὁλκάσι τε καὶ πλοίοις μακροῖς ἥ τε ἐμπορία καθειστήκει πολλὴν παρέχουσα τῶν ἀναγκαίων καὶ τῶν ἄλλων τὴν ἀφθονίαν καὶ ἡ πόλις ξένων τε καὶ ἀστῶν ἔγεμε χρήματά τε πολλὰ ἔν τε τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις καὶ τοῖς ἱεροῖς ἀποκείμενα ἦν ὅπλα | |
10 | τε καὶ νῆες καὶ βέλη τά τε ἄλλα πάντα καλῶς αὐτῇ παρεσκεύαστο ὡς μηδὲ πολιορκίαν εἶναι τότε τὸ πρᾶγμα δοκεῖν. | |
1.18.5 | ταύτῃ δὲ ταῦτα πάντα ἐς τοὐναντίον ἦν τε καὶ ἐδόκει· ἥ τε γὰρ θάλασσα φρουρίοις τὸν ἄνω καὶ κάτω πορθμὸν διείληπτο καὶ ὅλως ἄπλωτος ἦν αἵ τε ἤπειροι ἐξεπεπολέμωντο στόλος τε μέγας προσεδοκᾶτο καὶ τοῖς κατὰ | |
5 | θάλασσαν τείχεσι προσβαλεῖν, καὶ αὐτοῖς ἀδύνατα ὅλως εἶναι ἐδόκει τῷ πολέμῳ πρὸς πάντα τὸν περίβολον ἐξαρκεῖν ὀλιγανθρωπίᾳ ἔνδειά τε παντελὴς χρημάτων καὶ κοινῶν καὶ ἰδίων ἐπῆν ἥ τε πόλις τῶν ἀναγκαίων πάντων ἐσπάνιζεν ἐπικουρία τε αὐτοῖς οὐδεμία οὐδαμοῦ | |
πανταχόθεν ἐφαίνετο. | 36 | |
1.18.6(t) | σημείωσαι φοβερά | |
1 | οὐχ ἧττον δὲ αὐτοὺς ἔθραττε καὶ τὰ παρὰ λόγον τότε γινόμενα, ἅπερ εἰς θεοσημείας ἐλάμβανον, σεισμοί τε ἀήθεις καὶ ξένοι καὶ βρασμοὶ γῆς τά τε ἐξ οὐρανοῦ, βρονταί τε καὶ ἀστραπαὶ καταρρηγνύ‐ μεναι καὶ κεραυνοὶ φρικώδεις καὶ σέλας ὁρώμενον καὶ πνεύματα | |
5 | βίαια καὶ λάβρων ὑετῶν ἐπικλύσεις τε καὶ καταφοραί, ἔτι δὲ ἀστέρων ἀσυνήθων ἄτακτοι φάσεις καὶ δρόμοι πεπλανημένοι καὶ πάλιν ἀφανι‐ σμοί, ἕτεροι δ’ αὖ κατεστηριγμένοι τε καὶ πολὺν δὴ χρόνον καπνὸν ὑποφαίνοντες. | |
1.18.7 | ἄλλα τε πολλὰ τοιαῦτα τερατώδη τε καὶ παρὰ τὸ εἰωθὸς ὑπεσήμαινε τὸ θεῖον τό τε μέλλον προφοιβάζοντα καὶ μεγίστην ὑποφαίνοντα καινοτομίαν τῶν καθεστώτων τε καὶ μεταβολήν· εἰκόνες τε γὰρ ἵδρουν ἐν ἱεροῖς καὶ στῆλαι καὶ ἀνδριάντες τῶν μακαρίων | |
5 | ἀνδρῶν κατοχαί τε καὶ ἐνθουσιασμοὶ ἀνδρῶν τε καὶ γυναικῶν παρὰ δόξαν ἐγίνοντο οὐδὲν αἴσιον προμηνύουσαι οἵ τε μάντεις ἀπαίσια πολλὰ ἐπεθείαζον λόγιά τε παλαιὰ ᾔδετο καὶ χρησμοὶ ἀνηρευνῶντο, καὶ ὅσα ἄλλα ἐν τοῖς τοιούτοις συμβαίνειν φιλεῖ, πάντα ἐγίνετο, ἃ πάντα ἐς οὐδὲν χρηστὸν φέροντα φόβον τε παρεῖχε πολὺν καὶ | |
10 | ἀγωνίαν αὐτοῖς καὶ ἑαυτῶν ὅλως ἐξίστα καὶ περὶ τοῦ μέλλοντος οὐκ ἐδίδου θαρρεῖν. | |
1.18.8 | πλήν γε δὴ ὡς ἐν κακοῖς μικρὸν ἀναφέροντες ἐκ τῶν ἐνόντων παρεσκευάζοντο τάφρους τε καθαίροντες καὶ τὰ πεπονη‐ κότα τοῦ τείχους ἀνορθοῦντες τάς τε ἐπάλξεις ὁπλίζοντες πύργων τε καὶ μεταπυργίων καὶ τὸ τεῖχος ἅπαν ἐπισκευάζοντες κατὰ γῆν τε καὶ | |
5 | θάλασσαν· ἔτι δὲ ὅπλων τε καὶ βελῶν ξυλλογὴν ἐποιοῦντο καὶ μηχανη‐ μάτων παντοίων τά τε ἔξω τῶν φρουρίων ἐπεσκεύαζον ὅπλα καὶ φυλακὰς ἐπιπέμποντες τάς τε νήσους ἠσφαλίζοντο, μετὰ δὲ τόν τε μέγαν λιμένα καὶ τὸ Κέρας ἅπαν ἀπό τε τῶν τοῦ Γαλατᾶ νεωρίων μέχρι τῶν Εὐγενίου Πυλῶν, ᾗπερ τὸ στενότατον ἦν, ἁλύσεσι μακραῖς | |
10 | διελάμβανον. | |
1.18.9 | χρήματά τε ἀπό τε τῶν κοινῶν καὶ τῶν ἰδίων καὶ τῶν ἱερῶν συνέλεγον σῖτόν τε καὶ τὰ ἐς διατροφὴν ἐσεκόμιζον τοῖς τε ἄλλοις πᾶσιν ὡς δυνατὸν ἐξηρτύοντο καὶ τοῖς ὅλοις ἐπεσκεύαζον τὴν πόλιν τε καὶ τὰ τείχη ὡς κατὰ γῆν καὶ θάλασσαν πολιορκηθησόμενοι. | |
1.19.1 | πρὸς δὲ τούτοις πρεσβείας ἔπεμπον πανταχοῦ, ὅθεν ἦν αὐτοῖς ἐλπὶς ἐπικουρίαν σχήσειν τινά, τοῦτο μὲν ἐς Πελοπόννησον παρὰ τοὺς ταύτῃ δεσπότας σῖτόν τε καὶ ἄνδρας εἰς ἐπικουρίαν αἰτοῦντες (ἐνόμι‐ | |
ζον γὰρ παραταθήσεσθαι τὴν πολιορκίαν αὐτοῖς μέχρι πολλοῦ καὶ μὴ | 37 | |
5 | ἐξ ἐπιδρομῆς βίᾳ τοῖς ὅπλοις ἁλῶναι ἄν, ᾗπερ ἑάλωσαν), τοῦτο δὲ καὶ παρὰ τὸν μέγαν ἀρχιερέα τῆς Ῥώμης, ᾧ καὶ μᾶλλον εἶχον θαρρεῖν, ἔτι δὲ καὶ παρὰ τοὺς ἄλλους ἡγεμόνας τῆς Ἰταλίας καὶ τῶν ἄλλων ἑσπερίων γενῶν δεόμενοι συμμαχίας τε καὶ ἐπικουρίας τὴν ταχίστην τυχεῖν, εἴ γε μὴ μέλλοιεν κινδυνεύσειν ἐν ἀκμῇ κινδύνων ἤδη καθεστη‐ | |
10 | κότες. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν. | |
1.20.1 | βασιλεὺς δὲ Μεχέμετις, ἐπειδὴ τὸν πόλεμον λαμπρῶς ἐξήνεγκεν ἤδη καὶ τῶν ἔξω τὰ μὲν κατέδραμε καὶ διήρπασε, τὰ δὲ ἀπέστησε, τὰ δὲ ἐχειρώσατο, παρεσκευάζετο ἅμα ἦρι καὶ αὐτῇ τῇ πόλει κατὰ γῆν καὶ θάλασσαν προσβαλεῖν. | |
1.20.2 | καὶ πρῶτα μὲν συνῆγε τὰς δυνάμεις καὶ συνεκρότει καὶ τὰ στρατεύματα πανταχόθεν συνήθροιζεν ἔκ τε Ἀσίας καὶ Εὐρώπης, ἱππικά τε καὶ πεζικά, ἔτι δὲ ὁπλίτας τε καὶ τοξό‐ τας καὶ σφενδονήτας κατέλεγε καὶ ἀκοντιστὰς καὶ πᾶσαν ἄλλην τάξιν | |
5 | ἐξήταζεν ὅπλα τε κατεσκεύαζεν ἐς ἀσφάλειαν τῶν προμαχομένων, ἀσπίδας τε καὶ κράνη καὶ θώρακας καὶ θυρεοὺς ἔξωθεν καταφράκτους σιδήρῳ, πρὸς δὲ βέλη τε καὶ ἀκόντια καὶ ξίφη καὶ ὅσα ἄλλα οἱ ἐς τειχομαχίαν ἐδόκει ἐπιτήδεια εἶναι, πάντα μετὰ πολλῆς ἐποίει σπουδῆς· πρὸς δὲ τούτοις μηχανὰς κατεσκεύαζε τῷ τείχει παντοίας τάς τε ἄλλας | |
10 | καὶ τὰς πετροβόλους δὴ ταύτας καὶ καινοτέρας, πρᾶγμα ξένον καὶ εἰς ἀκοὴν ἄπιστον, ὡς ἔδειξεν ἡ πεῖρα, αἳ καὶ τὸ πᾶν ἐδυνήθησαν κατεργάσασθαι. | |
1.21.1 | πρὸ πάντων δὲ τοῦ ναυτικοῦ ἐπεμέλετο τριήρεις τὰς μὲν ἐκ νέου ναυπηγούμενος, τὰς δὲ τῷ χρόνῳ πεπονηκυίας ἀνορθῶν, τὰς δὲ διαβρόχους οὔσας ἀνακάων καὶ θεραπεύων· ἔτι δὲ πλοῖα μακρὰ κατ‐ εσκεύαζε, τὰ δὲ καὶ κατάφρακτα, καὶ ταχείας ναῦς, τριακοντόρους τε | |
5 | καὶ πεντηκοντόρους, καὶ τὴν ἄλλην δὲ ἅπασαν τούτων ἐπισκευήν τε καὶ χρείαν ἑτοιμάζων τε ἦν καὶ διορθούμενος ὅτι τάχιστα μηδενὸς τῶν ἐς τοῦτο φερόντων φειδόμενος. | |
1.21.2 | πρὸς δὲ τούτοις ναυτικὸν συν‐ έλεγεν ἐκ πάσης τῆς αὐτοῦ παραλίας Ἀσιανῆς τε καὶ Εὐρωπαίας ἐρέτας τε καὶ θρανίτας καὶ θαλαμίους καὶ τοὺς ἐπὶ τῶν καταστρω‐ μάτων ἐπιλεγόμενος, ἔτι δὲ κυβερνήτας καὶ κελευστὰς τριηράρχους τε | |
5 | καὶ ναυάρχους καὶ στρατηγούς, καὶ τὰ ἄλλα δὲ πληρώματα τῶν νεῶν μετὰ πολλῆς ἐπιμελείας τε καὶ σπουδῆς ἐξεπλήρου· πλέον γὰρ ἰσχύσειν ἐς τὴν πολιορκίαν τε καὶ τὸν πόλεμον ἐδόκει τῷ κατὰ θάλατταν ναυτικῷ ἢ τῇ κατὰ γῆν στρατιᾷ, καὶ διὰ τοῦτο τὸ πλέον ἔνεμε τῆς ἐπιμελείας αὐτῷ καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ, προσέτι γε μὴν καὶ | |
10 | φιλοτιμίᾳ πρὸς τῷ ἔργῳ ἐχρῆτο προὔργου τι τοῦτο νομίζων εἶναί οἱ. | 38 |
1.22.1(1t) | κίνησις τοῦ βασιλέως μεγίστη κατὰ τῆς | |
2t | Πόλεως κατὰ γῆν τε καὶ θάλασσαν | |
1 | ἐν τούτοις δ’ ὄντος αὐτοῦ καὶ παρασκευαζομένου χειμῶνος καὶ τὸ ἔαρ ὑπέφαινεν ἤδη, καὶ ὃς εὐθὺς τὰς μὲν ναῦς παρεσκεύαζεν ἐς ἀναγωγὴν ἀπὸ Καλλιουπόλεως (ἐκεῖ γὰρ ἦσαν αὐτῷ συνηγμέναι) ἡγεμόνα καὶ στρατηγὸν ἐπιστήσας αὐταῖς Παλτόγλην τὸν σατράπην | |
5 | Καλλιουπόλεως. | |
1.22.2 | ἦσαν δ’ αἱ πᾶσαι τὸν ἀριθμόν, ὡς ἐλέγοντο, τρια‐ κόσιαι καὶ πεντήκοντα ἄνευ μέντοι γε τῶν σκευαγωγῶν καὶ τῶν κατ’ ἄλλην τινὰ χρείαν ἢ ἐμπορίαν ἀφικνουμένων· αἱ δ’ ἀνήγοντο τάχει πολλῷ σὺν βοῇ καὶ θορύβῳ καὶ ἀλαλαγμῷ εἰρεσίᾳ τε χρώμεναι καὶ | |
5 | παρακελευσμῷ καὶ πατάγῳ καὶ ἀντιφιλοτιμήσει πρὸς ἀλλήλας ὑπερ‐ ηχοῦσαι μὲν τὸν Ἑλλήσποντον, ἔκπληξιν δὲ καὶ φόβον ὅτι πλεῖστον παρέχουσαι τοῖς ὁρῶσι. | |
1.22.3 | διὰ πολλοῦ γὰρ χρόνου οὐδαμοῦ τοσοῦ‐ τος στόλος νεῶν καὶ παρασκευὴ τοσήδε κατὰ θάλατταν ἐγεγόνει· ὃ δὴ καὶ μᾶλλον τοὺς ταλαιπώρους Ῥωμαίους ἐξέπληξε παρ’ ἐλπίδα φανὲν καὶ εἰς ἀπόγνωσιν καὶ ἀθυμίαν μεγίστην ἐνέβαλε καὶ πᾶσαν ἄλλην | |
5 | ἐλπίδα χρηστὴν αὐτῶν παρῄρηται. | |
1.22.4 | πρότερον μὲν γὰρ ἡνίκα προσ‐ έβαλλον αὐτοῖς οἱ πολέμιοι, κατὰ γῆν ἐπολιορκοῦντο καὶ μόνον, τῆς δὲ θαλάσσης ἐκράτουν, καὶ εἶχον τά τε ἐπιτήδεια ἄφθονα τῇ κατὰ θάλατ‐ ταν ἐμπορίᾳ χρώμενοι τόν τε πόλεμον ῥᾳδίως ἀνέφερον καὶ τὰς | |
5 | προσβολὰς οὐ χαλεπῶς ἀπεκρούοντο διὰ πολυχειρίαν τῶν πολεμίων ἑνὶ μέρει καὶ μόνῳ τῷ κατὰ γῆν μαχομένων· νῦν δὲ κατά τε γῆν καὶ θάλασσαν ἐπιόντα ὁρῶντες τὸν πόλεμον εἰκότως ἐξεπλήττοντο καὶ εἰς ἀπορίαν μεγίστην καὶ φόβον δεινὸν ἐνέπιπτον. καὶ ὁ μὲν κατὰ θάλασ‐ σαν στόλος τῷ βασιλεῖ οὕτως ἀνήγετο. | |
1.23.1 | αὐτὸς δὲ ἄρας ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ ἱππικῷ τε καὶ πεζικῷ διὰ τῆς μεσογείας ἐχώρει ἅπαντα συγκυκῶν τε καὶ συν‐ ταράττων καὶ φόβον καὶ ἀγωνίαν καὶ φρίκην μεγίστην ἐμποιῶν, καθ’ οὓς ἂν γένοιτο, συνεπαγόμενος ἅμα οἱ καὶ τὰς μηχανάς· καὶ ἀφικνεῖται | |
5 | δεκαταῖος ἐς τὸ Βυζάντιον καὶ στρατοπεδεύεται πρὸς τῇ πόλει ἐγγύς που τοῦ τείχους ὅσα ἀπὸ σταδίων τεττάρων πρὸς ταῖς καλουμέναις Πύλαις τοῦ Ῥωμανοῦ. | |
1.23.2 | αἱ δὲ νῆες ὁρμίζονται ἄλλῃ καὶ ἄλλῃ τῆς ἠπείρου καταντικρὺ τῆς πόλεως πληρώσασαι πᾶσαν τὴν ταύτῃ παρα‐ | |
λίαν. | 39 | |
1.23.3(t) | σημείωσαι τὸ πλῆθος τοῦ στρατοῦ | |
1 | ὁ δὲ στρατὸς ἅπας ἦν, ὡς ἐλέγετο, ὑπὲρ τὰς τριάκοντα μυριάδας τὸ μάχιμον ἄνευ μέντοι γε τοῦ ἄλλου ὁμίλου, ὃς πολὺς εἵπετο. | |
1.24.1 | Ῥωμαῖοι δὲ στρατὸν τοσοῦτον πεζόν τε καὶ ναυτικὸν καὶ παρασκευὴν τοσήνδε κατὰ γῆν καὶ θάλασσαν ἐπιοῦσαν ὁρῶντες ἐξ‐ επλήττοντο μὲν τῷ τε παραλόγῳ τῆς θέας τῷ τε ἀθρόῳ τῆς ἐπιθέσεως, οὐ μὴν ἠμέλουν γε καὶ αὐτοὶ τῶν ἐς τὸν πόλεμον καὶ τὴν ἐναντίαν | |
5 | ἀντιπαρασκευήν, ἀλλὰ πάντα ἐποίουν μηδὲν ὑφιέντες. | |
1.24.2 | καὶ πρῶτον μὲν ὁλκάδας μεγάλας περί τε τὴν ἅλυσιν καὶ τὸ στόμα τοῦ μεγάλου λιμένος ἀντιπρῴρους βύζην ὥρμιζον καὶ τριήρεις μακρὰς περὶ αὐτὰς ὡς ταύτῃ τὸν ἔσπλουν τῶν πολεμίων κωλύσοντες. | |
1.24.3 | ἔτυχον δὲ τότε παροῦσαι καὶ τριήρεις ἐξ Ἰταλίας ἓξ Ἐνετικαὶ οὐκ ἐπὶ πόλεμον, ἀλλὰ κατὰ χρείαν ἰδίαν, καὶ ὁλκάδες μεγάλαι ἐκ Κρήτης ἀφιγμέναι κατ’ ἐμπορίαν, ἃς ἀξιώσει κατέσχον πείσαντες παραμεῖναι τῷ πολέμῳ. | |
1.25.1(1t) | ἄφιξις Ἰουστίνου Ἰταλοῦ ἐν τῇ Πόλει σὺν | |
2t | δυσὶν ὁλκάσιν ἐπὶ βοηθείᾳ | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀφικνεῖται καί τις ἀνὴρ Ἰταλὸς Ἰουστῖνος ὄνομα δυνατός τε καὶ τῶν εὖ γεγονότων, ἀλλὰ δὴ καὶ τὰ ἐς πόλεμον ἔμπειρος καὶ μάλα γενναῖος ἔχων μεθ’ ἑαυτοῦ καὶ δύο τῶν μεγάλων ὁλκάδων, ἃς οἴκοθεν αὐτὸς ἐπισκευάσας καὶ ὁπλίσας καλῶς | |
5 | ἀνδράσι τε καὶ ὅπλοις παντοίοις (εἶχε γὰρ ἐπάνω τῶν καταστρωμάτων τούτων ἄνδρας καταφράκτους τετρακοσίους) διέτριβε περί τε Χίον καὶ Ῥόδον καὶ τὴν ταύτῃ θάλασσαν λοχῶν τινας τῶν αὐτῷ διαφόρων· ὃς προμαθὼν τόν τε πόλεμον Ῥωμαίων καὶ τὴν ὅσον οὐ τῆς Πόλεως ἐσο‐ μένην πολιορκίαν καὶ τὴν μεγάλην τοῦ βασιλέως Μεχέμετι παρασκευὴν | |
10 | κατ’ αὐτῆς ἧκεν αὐτόκλητος σὺν ταῖς ὁλκάσι βοηθήσων Ῥωμαίοις καὶ βασιλεῖ Κωνσταντίνῳ. εἰσὶ δὲ οἳ καὶ μετάκλητον αὐτὸν γενέσθαι φαὶ παρ’ αὐτοῦ ὑπεσχημένου μετὰ τὸν πόλεμον μισθὸν τῆς βοηθείας τὴν Λῆμνον αὐτῷ. | |
1.25.2 | οὗτος ἐν ὀλίγῳ πεῖραν τῆς αὐτοῦ γνώμης τε καὶ τῶν τρόπων ἀκριβῆ παρασχὼν καὶ πίστεις δοὺς καὶ λαβὼν δέχεται καὶ τιμᾶται παρά τε τοῦ βασιλέως καὶ τῶν ἐν τέλει καὶ τῆς πολιτείας λαμπρῶς καὶ καθίσταται παρ’ αὐτῶν στρατηγὸς αὐτοκράτωρ καὶ | 40 |
5 | κύριος τοῦ πολέμου παντὸς καὶ βουλῆς καὶ ῥητῶν καὶ ἀπορρήτων καὶ ὅπλων καὶ πάσης τῆς τοῦ πολέμου χρείας τε καὶ παρασκευῆς. | |
1.25.3 | κατα‐ στὰς οὖν ἐν τῷ τοιῷδε παντοίως ἐπεσκεύαζε τὴν πόλιν τό τε κατὰ γῆν τεῖχος ἅπαν ὁπλίζων καὶ τὰς ἐπάλξεις πετροβόλοις τε μηχαναῖς καὶ παντοίοις ὅπλοις τούς τε προμαχομένους τε καὶ προπολεμοῦντας | |
5 | τούτων ἐκτάττων καλῶς καὶ καθιστῶν ἕνα ἕκαστον, ᾗ δεῖ, καὶ παρ‐ αγγέλλων, ὅπως χρὴ τοὺς ἐπιόντας ἀμύνεσθαι καὶ φυλάττειν τὸ τεῖχος· ἔτι δὲ τόν τε λιμένα καλῶς ἠσφαλίσατο, ᾗπερ εἴρηται, ὁλκάσι τε καὶ τριήρεσι καὶ μηχαναῖς παντοίαις καὶ τὸ κατὰ θάλασσαν ἅπαν τεῖχος ὥσπερ δὴ καὶ τὸ τῆς ἠπείρου ἀρκούντως ὥπλισεν· ἦν γὰρ ὁ ἀνὴρ | |
10 | πολέμων ἔμπειρος, ᾗπερ ἔφην, καὶ τὰ ἐς τειχομαχίαν μάλιστα ἱκανῶς ἤσκητο. | |
1.25.4 | ἐγχειρίζεται δὲ καὶ τὸ καταντικρὺ τοῦ βασιλέως στρατο‐ πέδου μέρος τοῦ τείχους ὡς ἐπίμαχόν τε ὄν, ὅπῃ δὴ καὶ τὸ καθαρώ‐ τατον ἦν τοῦ στρατοῦ καὶ ἡ βασίλειος ἴλη τε καὶ αὐλή, καὶ οὗ τὰς μηχανὰς ἔδει τοὺς πολεμίους προσαγαγεῖν, ὥστε προπολεμεῖν τε αὐτὸς | |
5 | αὐτοῦ καὶ προμάχεσθαι καὶ φυλάττειν μετά γε τῶν σὺν αὐτῷ· εἶχε γὰρ ὑπ’ αὐτόν, ὡς ἔφθην εἰπών, καταφράκτους ἄνδρας τετρακοσίους ἄνευ γε τῶν ἄλλων πληρωμάτων τῶν νεῶν. | |
1.25.5 | γίνεται δὲ τότε καί τις ἐκδρομὴ βραχεῖα τῶν ἐκ τῆς Πόλεως πρός τινας τῶν ἀπὸ τῆς στρατιᾶς προεκδραμόντας ἀτάκτως, καὶ ἀπέκτειναν ἐνίους αὐτῶν, ὀλίγους δὲ καὶ ἔτρωσαν. μετὰ δὲ ταῦτα συνελαθέντες ὑπὸ πολλῶν ἀντεκδραμόν‐ | |
5 | των ἀπὸ τῆς στρατιᾶς κατέφυγον ἐς τὴν πόλιν καὶ κλείσαντες τὰς πύλας οὐκέτι ἐπεξέθεον, ἀλλ’ ἐφύλαττον μόνον τὴν πόλιν. | |
1.26.1 | Μεχέμετις δὲ ὁ βασιλεὺς στρατόπεδον θέμενος αὐτοῦ που περί τε τὸ καλούμενον Μεσοτείχιον καὶ τὸ Μυριάνδριον οὐ πόρρω τοῦ τείχους, ἀλλ’ ὅτι ἐγγυτάτω καὶ ὅσον μὴ εἴσω βελῶν εἶναι, πρῶτον μὲν δεῖν ἔγνω λόγοις συμβατηρίοις χρήσασθαι πρὸς Ῥωμαίους, εἰ | |
5 | βούλοιντο παραδόντες αὐτῷ τήν τε πόλιν καὶ ἑαυτοὺς μετὰ συμβάσεων καὶ ὅρκων πιστῶν καθῆσθαι σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχου‐ σι πᾶσι σῶς καὶ κακῶν ἀπαθεῖς ἀπολαύοντες τῶν ἰδίων εἰρηνικῶς· καὶ πέμπει δὴ τοὺς ταῦτα ἐροῦντας, οἳ καὶ παραγενόμενοι ἀπήγγειλαν τὰ παρὰ τοῦ βασιλέως. | |
1.26.2 | Ῥωμαῖοι δὲ οὐκ ἐδέξαντο ἐπὶ τούτοις εἰπόντες ἄλλας σπονδὰς ἐθέλειν ποιεῖσθαι, τὴν πόλιν δὲ ἀδύνατα εἶναι παραδώσειν αὐτῷ. | |
1.26.3 | βασιλεὺς δὲ τούτων ἀκούσας εὐθὺς ἔκειρέ τε τὴν γῆν καὶ τὰ πέριξ πάντα τῆς Πόλεως ἐδῄωσε. μετὰ δὲ τοῦτο ἀναλα‐ | |
βὼν τόν τε Ζάγανον καὶ Χαλήλην, ἄνδρας τῶν πρώτων παρ’ αὐτῷ, σὺν αὐτοῖς δὲ καὶ ἑτέρους τῶν σατραπῶν, περιῄει τὸ κατ’ ἤπειρον | 41 | |
5 | μέρος τῆς πόλεως κατασκοπῶν τὸ ταύτῃ τεῖχος, ᾗ τε ἐπιμαχώτατον εἴη ἐς προσβολὴν ᾗ τε ἀπόμαχον καὶ ᾗ δεῖ προσάγειν τὰς μηχανὰς ὥστε κατασεῖσαι αὐτό. | |
1.27.1(1t) | ἔκταξις τῆς στρατιᾶς ἁπάσης καὶ μερισμὸς τῆς πόλεως κατά τε | |
2t | γῆν καὶ θάλασσαν τοῖς σατράπαις παρὰ τοῦ βασιλέως | |
1 | μετὰ δὲ τοῦτο ἐκτάσσει πᾶσαν τὴν στρατιάν, τούς τε σατράπας καὶ ἰλάρχας καὶ ταγματάρχας καὶ ἡγεμόνας τῶν τάξεων, διδοὺς ἑκάστῳ καὶ τάξιν καὶ τόπον, ᾗ δεῖ φυλάττειν καὶ μάχεσθαι, καὶ παραγγέλλων, ἃ δεῖ ποιεῖν. | |
1.27.2 | διελὼν δὲ κατὰ μέρη τὴν πόλιν ἅπασαν καὶ τὸ τεῖχος κατὰ γῆν τε καὶ θάλασσαν Ζαγάνῳ μὲν καὶ τοῖς ὑπ’ αὐτὸν σύν τε καὶ ἑτέροις τισὶ τῶν λοχαγῶν καταπιστεύει τήν τε πολιορκίαν τοῦ Γαλατᾶ καὶ τὸ κατ’ αὐτὸν μέρος ἅπαν σύν γε τῷ Κέρατι καὶ λιμένι | |
5 | παντὶ ἀνιόντι μέχρι τῆς ὀνομαζομένης Ξυλίνης Πύλης τῆς Πόλεως ἐνδοὺς αὐτῷ καὶ γεφυροῦν τὸν ταύτῃ πορθμὸν τοῦ Κέρατος ἀπό τε τῶν Κεραμικῶν μέχρι τοῦ πέραν καὶ καταντικρὺ τούτων ὄντος τείχους τῆς Πόλεως· ἔγνωστο γὰρ αὐτῷ καὶ ταύτῃ διαβιβάσαι ὁπλίτας τε καὶ τοξότας, ὡς ἂν πανταχόθεν προσβάλλοι τῇ πόλει καὶ ἀκριβῆ τὴν | |
10 | πολιορκίαν ποιοῖτο. | |
1.27.3 | Καρατζίᾳ δὲ τῷ τῆς Εὐρώπης ἐπάρχῳ καὶ ἑτέροις τῶν σατραπῶν τὸ ἀπὸ τῆς Ξυλίνης Πύλης ἀνιόντι μέχρι τῶν Βασιλείων τοῦ Πορφυρογεννήτου καὶ φθάνοντι μέχρι τῆς ὀνομαζο‐ μένης Πύλης τῆς Χαρισοῦς ἐγχειρίζει δοὺς αὐτῷ καί τινας τῶν μηχα‐ | |
5 | νῶν καὶ μηχανοποιοὺς παίειν τὸ ταύτῃ τεῖχος, ᾗ ἂν ἀσθενὲς καὶ ἐπίμαχον εἴη, καὶ κατασείειν αὐτό. | |
1.27.4 | Ἰσαάκῳ δὲ τῷ τῆς Ἀσίας ἐπάρχοντι τότε καὶ Μαχουμούτει κόμητι ὄντι τὸ τηνικαῦτα, ἀνδράσι γενναίοις τε καὶ τῇ κατὰ πόλεμον ἐμπειρίᾳ καὶ τόλμῃ θαυμαζομένοις πολλῷ, τὸ ἀπὸ τοῦ Μυριανδρίου μέχρι τῶν τῆς Χρυσέας Πυλῶν καὶ | |
5 | τῆς ταύτῃ θαλάττης μέρος ἐπιτρέπει. | |
1.27.5 | αὐτὸς δὲ ὁ βασιλεὺς σύν γε τοῖς δυσὶ πασιάδαις τῷ τε Χαλήλῃ καὶ Σαρατζίᾳ τὸ μέσον ἐπέχει τῆς πόλεως καὶ τοῦ κατ’ ἤπειρον τείχους καὶ ᾗ μάλιστα ἐνόμιζεν ἐπιμαχώ‐ τατον εἶναι ἔχων μεθ’ ἑαυτοῦ τὴν βασιλικὴν αὐλὴν πᾶσαν, λέγω δὴ | |
5 | τοὺς πεζεταίρους τε καὶ τοξότας καὶ ὑπασπιστὰς καὶ τὴν ἄλλην περὶ | |
αὐτὸν ἴλην, ὃ δὴ τὸ καθαρώτατον ἦν τοῦ στρατοῦ. | 42 | |
1.28.1 | ἐκτάξας δὲ οὕτω τὴν κατὰ γῆν στρατιὰν καὶ πανταχόθεν τὸ ταύτῃ τεῖχος ἀσφαλισάμενός τε καὶ περιλαβὼν τῷ στρατῷ τὸν κατὰ θάλατταν πόλεμον ἐγχειρίζει Παλτόγλῃ, ἀνδρὶ γενναίῳ τε καὶ τῶν κατὰ θάλατταν ἐμπείρῳ τε καὶ στρατηγικῷ, ὃν ἡγεμόνα τοῦ ναυτικοῦ | |
5 | παντὸς εἵλετο καὶ τῆς παραλίας ἁπάσης Ἀσιανῆς τε καὶ Εὐρωπαίας σατράπην ὄντα Καλλιουπόλεως. | |
1.28.2 | ὃς δὴ τὸ κατὰ θάλασσαν ἅπαν τεῖχος ταῖς ναυσὶ περιειλήφει ἀπό τε τῆς Χρυσέας τοῦ ἄκρου μέχρι δὴ καὶ τῶν νεωρίων τοῦ Γαλατᾶ, στάδιά που μάλιστα τρία καὶ τεσ‐ σαράκοντα, σύν γε τῇ ἁλύσει καὶ ταῖς ἐφορμούσαις ταύτῃ ναυσὶ καὶ | |
5 | ὁλκάσιν· οὗ δὴ καὶ καθημέραν προσβάλλων τὸν πόλεμον ἐποιεῖτο βουλόμενος τὸν ἔσπλουν βιάσασθαι τοῦ λιμένος, ὡς ἂν καὶ τὸ κατὰ τὸ Κέρας ἅπαν τεῖχος ἀνοίξῃ πολέμῳ. | |
1.28.3 | ἦν δὲ ὁ περίβολος ἅπας τῆς πόλεως ὁ περιληφθεὶς τῷ στρατῷ κατὰ γῆν τε καὶ θάλασσαν ἀκριβῶς λογιζομένῳ στάδιοί που μάλιστα ἓξ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν· ἀπὸ τούτων ἦν ἀφύλακτον μόνον τὸ τοῦ Κέρατος τεῖχος τὸ ἐντὸς τῆς | |
5 | ἁλύσεως, στάδιοι πέντε καὶ τριάκοντα, τὸ δὲ ἄλλο πᾶν ἐφυλάσσετο. | |
1.29.1 | πράξας δὲ οὕτω ταῦτα μετακαλεῖται τοὺς μηχανοποιοὺς καὶ κοινολογεῖται τούτοις περί τε τῶν μηχανῶν καὶ τοῦ τείχους, ὅπως ἂν ῥᾷστα καθαιρεθείη. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ ῥᾳδίαν εἶναι τὴν τούτου καθαίρεσιν, εἴ γε πρὸς ταῖς οὔσαις μηχαναῖς (ἦσαν γὰρ αὐτοῖς ἤδη καὶ | |
5 | ἕτεραι πρόσθεν πεποιημέναι) καὶ ἑτέραν ποιήσωσι τὴν δοκοῦσαν αὐτοῖς ἱκανὴν εἶναι κατασεῖσαι τὸ τεῖχος καὶ καθελεῖν, πρὸς ἣν καὶ ἀναλωμάτων πολλῶν καὶ χαλκοῦ πλείστου καὶ ἑτέρων οὐκ ὀλίγων εἰδῶν ἔνεστι χρεία. | |
1.29.2 | καὶ ὃς εὐθὺς θᾶττον ἢ λόγος ἅπαντα δαψιλῶς αὐτοῖς παρέχει τὰ πρὸς τὴν χρείαν, οἱ δὲ κατασκευάζουσι τὴν μηχανήν, πρᾶγμα φοβερώτατον ἰδεῖν καὶ εἰς ἀκοὴν ὅλως ἄπιστόν τε καὶ δυσ‐ παράδεκτον. λέξω δὴ τήν τε κατασκευὴν αὐτῆς καὶ τὸ εἶδος καὶ τὴν | |
5 | ἐνέργειαν ὡς ἐνόν. | |
6t | ἔκφρασις τῆς τε κατασκευῆς τῆς μηχανῆς καὶ | |
7t | τοῦ εἴδους αὐτῆς καὶ τῆς ἐνεργείας | |
8 | πηλὸς ἐπαλάσσετο πολλῶν ἡμερῶν ὥστε κατεργασθῆναι γῆς τῆς πιο‐ | |
τάτης τε καὶ καθαρωτάτης καὶ λεπτοτάτης τῇ διαθέσει λίνῳ τε καὶ | 43 | |
10 | καννάβει καὶ τοιούτοις τισὶν ἄλλοις συνδετικοῖς τε καὶ συνεκτικοῖς κατακερματισμένοις ὅλος διόλου μεμιγμένος καὶ συμφυρόμενος, ὡς ἓν σῶμα γίνεσθαι τούτοις συνεχές τε καὶ ἀδιάσπαστον. | |
1.29.3 | τύπος δ’ ἐκ τούτου κατεσκευάζετο στρογγύλος, αὐλοειδής, ἐπιμήκης, οἷος ἐς ὀμ‐ φαλὸν εἶναι· μῆκος τούτῳ σπιθαμαὶ τετταράκοντα. οὗ τὸ μὲν ἔμ‐ προσθεν ἥμισυ, τὸ πρὸς ὑποδοχὴν τοῦ λίθου, σπιθαμῶν δύο καὶ δέκα | |
5 | τὸν κύκλον καὶ τὴν περιφέρειαν εἶχε τοῦ πάχους, τὸ δ’ ὄπισθεν ἥμισυ τῆς οὐρᾶς, τὸ πρὸς ὑποδοχὴν τῆς ὀνομαζομένης βοτάνης, σπιθα‐ μῶν τεττάρων ἢ καὶ μικρόν τι πρὸς εἶχε τὴν περιφέρειαν τοῦ πάχους, ὡς πρὸς τὴν ἀναλογίαν, οἶμαι, τοῦ ὅλου. ἕτερος δὲ τύπος ἐκτὸς πρὸς ὑποδοχὴν τούτου κατεσκευάζετο κοῖλος ὅλος διόλου καὶ οἷον θήκη τις | |
10 | εἶναι, εὐρύτερος δὲ μόνον, ὥστε δέξασθαι τοῦτον ὅλον ἐντὸς καὶ μετ’ ἀποστάσεως· ἀπόστασις δ’ ἦν ἐν τῷ μεταξὺ τοῖν τύποιν ἀμφοῖν ὅλοιν διόλου ἐπίσης πάντοθεν, ὅσον σπιθαμιαία ἢ καὶ μικρόν τι πρός, ἥτις ἔμελλε δέξασθαι τὸν χαλκὸν εἰσχεόμενον ἀπὸ τῆς χωνείας εἰς ἀπ‐ αρτισμὸν τοῦ εἴδους τῆς μηχανῆς. | |
1.29.4 | ὁ δὲ τύπος οὗτος, ὁ ἔξω φημί, κατεσκευάζετο μὲν τῷ αὐτῷ πηλῷ· ἦν δὲ ὅλος διόλου διεζωσμένος τε καὶ κατησφαλισμένος σιδήρῳ τε καὶ ξύλοις καὶ γῇ καὶ λίθοις ἔξωθεν ἐπῳκοδομημένος καὶ βοηθούμενος, ἵνα μὴ τὸ πολὺ βάρος ἐντὸς ἐμ‐ | |
5 | πεσὸν τοῦ χαλκοῦ διαρρήξῃ τοῦτον καὶ ἄπρακτον ἐργάσηται τὸ εἶδος τῆς μηχανῆς. | |
1.29.5 | ἰπνοὶ δὲ δύο σύνεγγυς τούτων ἀμφοτέρωθεν κατ‐ εσκευάζοντο εἰς χωνείας, ἰσχυρότατοι μέντοι καὶ βεβαιότατοι, τὰ μὲν ἔνδον ἐξ ὀπτῆς πλίνθου κατειργασμένοι καὶ πηλοῦ καλῶς εἰργασμένου καὶ πιοτάτου, τὰ ἔξωθεν δὲ ὅλοι διόλων λίθοις παμμεγέθεσι καὶ τιτάνῳ | |
5 | καὶ πᾶσιν ἄλλοις ὠχυρωμένοι πρὸς τοῦτο χρησίμοις. | |
1.29.6 | χαλκοῦ δὲ καὶ κασσιτέρου πολύ τι χρῆμα καὶ πολυτάλαντος ὁλκὴ ἐβέβλητο ταῖς χωνείαις, τάλαντά που μάλιστα χίλια καὶ πεντακόσια, ὡς ἐλέγετο. ἐπὶ τούτοις καρβούνων τε πολύ τι πλῆθος καὶ κορμῶν ἐπετίθετο ταῖς | |
5 | χωνείαις ἔξωθεν ὥσπερ ἐπῳκοδομημένα ἄνωθέν τε καὶ κάτωθεν καὶ πανταχόθεν ἐς βάθος τοὺς ἰπνοὺς συγκαλύπτοντα, ἄνευ μέντοι γε τῶν στομίων, | |
1.29.7 | φυσητῆρες δὲ περὶ αὐτοὺς ἐπιτεταμένως φυσῶντες καὶ ἀδιακόπως τὴν ἐπικειμένην ὕλην ἐξάπτοντες ἐν τρισὶν ὅλαις ἡμέραις καὶ νυξὶν ἴσαις, ἕως ὁ χαλκὸς ὅλος διόλου τακεὶς καὶ διαλυθεὶς ὑδαρώδης καὶ ῥυτὸς γένηται. εἶτα τῶν στομίων ἀνοιγέντων εἰσεχεῖτο | |
5 | ὁ χαλκὸς διὰ τῶν σωλήνων ἐν τοῖς τύποις, ἕως γεμισθῇ τελείως ἅπαν τὸ εἰσδεχόμενον καὶ καλύψῃ καὶ τὸν ἐντὸς τύπον ὅλον διόλου καὶ | |
ὑπερβλύσῃ τούτου πῆχυν ἕνα κατὰ τὸ ἄνω. καὶ οὕτως ἤδη ἀπήρτιστο ἡ μηχανή. | 44 | |
1.29.8 | μετὰ τοῦτο δὲ ἀποζέσαντος τοῦ χαλκοῦ καὶ ψυχροῦ γεγονότος ἐκαθαίρετο τῶν ἐντὸς τύπων καὶ τῶν ἐκτὸς καὶ ξυομένη καὶ γλυφομένη ξυστῆρσιν ἐλαμπρύνετο ὅλη διόλου. καὶ τοιαύτη μὲν ἡ κατασκευὴ καὶ τὸ εἶδος τῆς μηχανῆς· λέξω δὴ καὶ τὴν ἐνέργειαν. | |
1.30.1 | ἐβέβλητο πρῶτον ἡ καλουμένη βοτάνη πληροῦσα ἰσχυρῶς τὴν ὄπισθεν ὅλην χωνείαν καὶ τὸν αὐλὸν τῆς μηχανῆς ἕως τοῦ στομίου τοῦ δευτέρου αὐλοῦ τοῦ δεξομένου τὸν λίθον. | |
1.30.2 | ἔπειτα τῷ στόματι τούτῳ πάσσαλος ἐβέβλητο μεγίστη ξύλου τοῦ ἰσχυροτάτου, ἣ σιδηροῖς μοχλοῖς τυπτομένη βιαίως ὠθεῖτο στενοχωρουμένη ἐπὶ τὰ ἔνδον, ἀπο‐ κλείουσα καὶ συνέχουσα τὴν βοτάνην οὕτω τοι ἰσχυρῶς ὡς μηδ’ ἄν, | |
5 | εἴ τι καὶ γένοιτο, δυνηθῆναι ταύτην ἄλλῳ τῷ τρόπῳ ἐκεῖθεν ἐξαιρεθῆ‐ ναι μὴ τῆς βοτάνης ἀναφθείσης τῇ βίᾳ. εἶτα τὸν λίθον ἐπεφόρουν ὠθοῦντες ἐντός, ἕως ἐν χρῷ γένηται τῇ πασσάλῳ καὶ συνέσφιγγον τοῦτον κύκλωθεν. | |
1.30.3 | μετὰ δὲ τοῦτο τρέψαντες τὴν μηχανὴν πρὸς ὃ παίειν ἔμελλε καὶ σταθμήσαντες αὐτὴν μέτροις τισὶ τεχνικοῖς καὶ ἀνα‐ λογίαις πρὸς τὸν σκοπὸν ἐπεφόρουν ἔπειτα κεραίας μεγάλας ξύλων αὐτῇ κάτωθεν ὑποστρωννύντες καὶ καλῶς ἐφαρμόζοντες καὶ λίθους | |
5 | ἐπετίθουν παμμεγέθεις βαρύνοντες αὐτὴν καὶ κατασφαλίζοντες ἄνωθέν τε καὶ κάτωθεν καὶ ὄπισθεν καὶ πανταχόθεν, ἵνα μὴ τῇ βίᾳ τῆς ῥύμης καὶ τῷ σφοδρῷ τῆς φορᾶς τῆς οἰκείας ἕδρας παρατραπεῖσα πόρρω ποι τοῦ σκοποῦ βάλῃ. | |
1.30.4 | εἶτα πῦρ ἐπέβαλον αὐτῇ διὰ τῆς ὄπισθεν βραχείας τρυμαλιᾶς ἀνάψαντες τὴν βοτάνην· καὶ ταύτης ἐξαφθείσης θᾶττον ἢ λόγος πρῶτα μὲν ἐγίνετο μυκηθμὸς φοβερὸς καὶ κλόνος τῆς ὑποκειμένης γῆς καὶ τῆς πόρρω καὶ βρόμος οἷος οὐδείς, ἔπειτα μετὰ | |
5 | βροντῆς ἐξαισίας καὶ δούπου φρικώδους καὶ πυρὸς τὰ πέριξ πάντα ξυμφλέγοντος καὶ μελαίνοντος ἔνδοθεν ὠθουμένη ἡ πάσσαλος πνεύ‐ ματι ξηρῷ καὶ θερμῷ βιαίως ἐκίνει τὸν λίθον ἐξερχομένη. | |
1.30.5 | ὁ δὲ φερόμενος μετὰ βίας σφοδροτάτης καὶ ῥύμης προσέπιπτε τῷ τείχει καὶ εὐθὺς κατέσειέ τε αὐτὸ καὶ κατέβαλλε καὶ εἰς πολλὰ παρερρήγνυ καὶ διελίκμα πανταχοῦ τε διασκεδάζων αὐτὰ καὶ φόνον τῶν προσ‐ | |
5 | τυχόντων ποιῶν· καὶ ποτὲ μὲν κατερρίπτει μέρος ὅλον, ποτὲ δὲ ἥμισυ, ποτὲ δὲ πλέον ἢ ἔλαττον πύργου ἢ μεταπυργίου ἢ καὶ ἐπάλξεως, καὶ οὐδὲν ἦν οὕτως ἰσχυρὸν ἢ ἀντίτυπον ἢ πάχος ἐρυμνότατον τείχους ὡς ἀπαντῆσαι γοῦν δυνηθῆναι ἢ ἀντισχεῖν ὅλως τῇ τοσαύτῃ τοῦ λίθου βίᾳ τε καὶ φορᾷ. | |
1.30.6 | οὕτως ἄπιστόν τι χρῆμα καὶ παράλογον τὸ εἶδος τοῦτο τῆς μηχανῆς, ὅπερ οἱ παλαιοὶ μὲν βασιλεῖς τε καὶ στρατηγοὶ οὔτε εἶχον | |
οὔτε ἐγίνωσκον· εἰ γὰρ εἶχον, οὐδὲν ἂν εἶχον αὐτοῖς ἀντιβαῖνον ἔτι οὐδὲ προσιστάμενον ὅλως ἐν ταῖς πολιορκίαις οὐδὲ πολλῶν ἂν ἐδέοντο | 45 | |
5 | εἰς τὸ κατασεῖσαι τείχη τε καὶ καταβαλεῖν καὶ τὰ ἐρυμνότατα οὐδὲ πράγματ’ ἂν εἶχον ἐπιτειχίζοντες καὶ ταφρεύοντες καὶ χώματα αἴρον‐ τες καὶ ὑπορύσσοντες ἔστιν οὗ καὶ ἄλλα ἄττα ποιοῦντες ὥστε παρα‐ στήσασθαι πόλεις καὶ χειρώσασθαι φρούρια, ἀλλὰ πάντ’ ἂν εἶκεν αὐτοῖς θᾶττον ἢ λόγος καὶ προσεχώρει κατασειόμενά τε καὶ καταρρι‐ | |
10 | πτούμενα ταῖς μηχαναῖς· ἀλλ’ οὐκ ἦν. | |
1.30.7 | εὕρημα δὲ τοῦτο νέον ἐστὶ Γερμανῶν καὶ Κελτῶν, ἐτῶν που μάλιστα πεντήκοντα καὶ ἑκατὸν ἢ καὶ ὀλίγῳ πλειόνων, σοφώτατον πάνυ καὶ περινενοημένον, καὶ μάλιστα δὴ ἡ τῆς βοτάνης συμβολή τε καὶ κατασκευὴ ἐξ εἰδῶν συγκειμένη θερμο‐ | |
5 | τάτων καὶ ξηροτάτων, νίτρου καὶ θείου καὶ καρβούνου καὶ βοτανῶν, ξηρὸν καὶ θερμὸν πνεῦμα ἀποτελούντων, ὅπερ ἐναποκλειόμενον στεγα‐ νῷ καὶ ἰσχυρῷ καὶ συμπεπιλημένῳ σώματι τοῦ χαλκοῦ καὶ μηδαμῇ μηδαμοῦ διέξοδον ἔχον ἄλλοθί πῃ ἢ ταύτῃ τῷ ἔνδοθεν ὠθισμῷ καὶ τῇ βίᾳ κινούμενον τὴν τοσαύτην καὶ τηλικαύτην βίαν τε καὶ φορὰν τοῦ | |
10 | λίθου, ἀλλὰ δὴ καὶ ῥῆξιν τοῦ χαλκοῦ πολλάκις ἐργάζεται. | |
1.30.8 | ἀλλ’ οὐδὲ ὄνομα παλαιὸν εὑρίσκεται ταύτῃ τῇ μηχανῇ, εἰ μή πού τις τὴν ἑλέπολιν εἴποι ἢ ἀφετήριον, κοινῷ δὲ ὀνόματι ταύτην καλοῦσι πάντες οἱ νῦν ὄντες σκευήν. καὶ τὰ μὲν τῆς μηχανῆς τοιαῦτα ὡς ἐνὸν ἡμῖν | |
5 | καὶ ἐκ τῶν δυνατῶν ἀπαγγείλασι. | |
1.31.1 | Μεχέμετις δὲ ὁ βασιλεύς, ἐπειδή οἱ τὰ τῶν μηχανῶν ἀπήρ‐ τιστο καλῶς, προσάγειν ἤδη ταύτας τοῖς τείχεσι κελεύει τοὺς μηχανο‐ ποιούς, καὶ κατὰ μὲν τὸ Μεσοτείχιον, οὗ τὸ στρατόπεδον εἶχεν, ἵνα δὴ καὶ ἡ σκηνὴ ἦν αὐτῷ, τρεῖς ἀπολεξαμένους τὰς μεγίστας τε καὶ | |
5 | ἰσχυροτάτας ἐπιθεῖναι παίειν τὸ ταύτῃ τεῖχος καὶ κατασείειν, τὰς δὲ ἄλλας ἄλλῃ καὶ ἄλλῃ τοῦ τείχους προσάγειν ἐκέλευσεν ἐπιλεξαμένους τὰ ἐπιμαχώτατα καὶ ἀσθενέστατα τῶν τειχῶν· ἔγνωστο γὰρ αὐτῷ πολ‐ λοῖς μέρεσι καταβαλεῖν τὸ τεῖχος, ὡς ἂν πολλαχῇ προσβαλόντι τῷ πολέμῳ εὐχείρωτος αὐτῷ καὶ ῥᾳδία ἡ τούτου αἵρεσις γένηται· ὥσπερ | |
10 | δῆτα καὶ γέγονε. | |
1.31.2 | καὶ αἱ μὲν μηχαναὶ προσαχθεῖσαι τῷ τείχει κατ‐ έσειόν τε αὐτὸ καὶ κατερρίπτουν δρῶσαι τὰ ἑαυτῶν. βασιλεὺς δὲ τὴν κατὰ τὰς μηχανὰς τάφρον ἐχώννυε λίθους ἐπιφορῶν καὶ ξύλα καὶ χοῦν | |
καὶ πᾶσαν ἄλλην ὕλην συλλέγων, ὡς ἂν κατασεισθέντος τοῦ τείχους | 46 | |
5 | καὶ πεπτωκότος ἤδη ῥᾳδία τοῖς ὁπλίταις ἡ διάβασις εἴη καὶ ἡ ἐς αὐτὸ πάροδός τε καὶ προσβολή. | |
1.31.3 | ἔτι δὲ τοὺς γεωρύχους ὑπορύττειν τὸ τεῖχος ἐκέλευε καὶ ὑπονόμους ὑπογείους πρὸς τὴν πόλιν ποιεῖν, ὡς ἂν διὰ τούτων νυκτὸς λάθωσιν εἰσελθόντες ὁπλῖται. καὶ ἠνύετο τὸ ἔργον· ἀλλὰ τοῦτο μὲν ὕστερον περιττὸν ἔδοξε καὶ ματαία δαπάνη τῶν | |
5 | μηχανῶν τὸ πᾶν κατεργασαμένων. | |
1.32.1(1t) | ἄφιξις τοῦ βασιλέως ἐπὶ τὸ τοῦ Θεραπείου φρούριον καὶ ἅλωσις | |
2t | τούτου ἐν δυσὶν ἡμέραις | |
1 | ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, ὁ βασιλεὺς ἀναλαβών τινας τῶν τάξεων καὶ τὴν βασιλικὴν ἴλην πᾶσαν ᾔει ἐπὶ τὸ τοῦ Θεραπείου φρούριον ἐρυμνότατον πάνυ καὶ ἐπιστήσας μηχανὰς κατέσεισέ τε καὶ κατήρριψε τούτου τὸ πλέον· καὶ τῶν ἐντὸς πολλοὶ ἀπέθανον τοῖς ἀπὸ | |
5 | τῶν μηχανῶν λίθοις, οἱ δὲ περιλειφθέντες τῶν φρουρῶν οὐ δυνάμενοι ἀντέχειν ἔτι προσεχώρησαν ὁμολογίᾳ χρήσασθαι αὐτοῖς ὅ τι βούλοιτο· ὁ δὲ ἀνεσκολόπισε τούτους τεσσαράκοντα ὄντας. | |
1.32.2(1t) | ἄφιξις ἑτέρα ἐπὶ τὸ Στουδίου φρούριον καὶ ἅλωσις τούτου αὐθ‐ | |
2t | ημερόν | |
1 | κἀκεῖθεν ἐφ’ ἕτερον ᾔει φρούριον Στουδίου καλούμενον καὶ αὐτὸ κατασείσας ταῖς μηχαναῖς καὶ καταβαλὼν αὐθημερὸν παρεστήσατο καὶ τοὺς ἄνδρας ἀνεσκολόπισεν ἀγαγὼν παρὰ τὸ τεῖχος τῆς Πόλεως, ἵνα δὴ καταφανεῖς εἶεν τοῖς ἐν τῇ Πόλει, ἓξ καὶ τριάκοντα ὄντας. | |
1.33.1(1t) | ἐπίπλους τοῦ Παλτόγλη τῇ Πριγκίπῳ νήσῳ καὶ | |
2t | πολιορκία καὶ ἅλωσις τοῦ ἐν αὐτῇ φρουρίου | |
1 | κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ Παλτόγλης ὁ τοῦ στόλου ἡγεμὼν τὰς μὲν πλείους τῶν νεῶν αὐτοῦ κατέλιπεν ἐφορμεῖν τῷ στόματι τοῦ | |
λιμένος καὶ τῇ ἁλύσει τοῦ μή τι ἐσπλέειν ἢ ἐκπλέειν, αὐτὸς δὲ ἀναλα‐ βὼν τὰς λοιπὰς κελεύσαντος βασιλέως ἐπιπλεῖ τῇ Πριγκίπῳ νήσῳ. ἦν | 47 | |
5 | δ’ ἐκεῖ φρούριον ἀσφαλέστατον φυλακὴν ἔχον ἐντὸς ἄνδρας κατα‐ φράκτους τριάκοντα ἄνευ μέντοι γε τῶν οἰκητόρων. | |
1.33.2 | περισταυρώ‐ σας οὖν αὐτὸ καὶ μηχανὰς προσαγαγὼν τῷ τείχει κατέσεισε μέν τι μέρος τούτου καὶ κατήρριψε, προσβαλὼν δὲ καὶ πειράσας τρόπῳ παντὶ οὐκ ἠδυνήθη ὅμως ἑλεῖν. τέλος ἔδοξεν αὐτῷ πῦρ ἐπαφεῖναι τῷ φρουρίῳ | |
5 | καὶ πειρᾶσαι, εἰ δύναιτο, πνεύματος ἐπιφόρου ἐπιγενομένου κατα‐ φλέξαι αὐτό. | |
1.33.3 | κελεύει τοίνυν φακέλους ὕλης παντοδαπῆς, καλάμων καὶ κληματίδων καὶ χόρτων καὶ ἄλλων εὐπρήστων, ὅτι πλείστους τὴν ταχίστην νήσαντας ἐπιφορεῖν καὶ παρεμβάλλειν τῷ τείχει. καὶ τούτου τάχιστα γεγονότος διὰ πολυχειρίαν καὶ τῆς ὕλης ἐς ὕψος ἀρθείσης πῦρ | |
5 | ἐπιβάλλουσι ταύτῃ ξὺν θείῳ καὶ πίσσῃ ἀνάψαντες. ἡ δ’ εὐθὺς δραξα‐ μένη τε τοῦ πυρὸς καὶ πνεύματος ἐπιφόρου τυχοῦσα τοσαύτην ἐποίησε φλόγα καὶ τοσοῦτον ἤρθη μετέωρος ὡς καὶ τῶν ἐπάλξεων αὐτῶν ὑπεραναβῆναι καὶ ἐς τὰ ἔσω τοῦ φρουρίου χεθῆναι καὶ καταφλέξαι πολλοὺς τῶν ἐν αὐτῷ, μᾶλλον δὲ ὀλίγου ἐδέησε πάντας διαφθεῖραι | |
10 | τοὺς ἔνδον. | |
1.33.4 | ὅμως γε μὴν οἱ περιλειφθέντες μόλις καὶ μετὰ κιν‐ δύνου πολλοῦ διαδράντες τὸ πῦρ προσεχώρησαν αὐτῷ καὶ ἄνευ ὁμο‐ λογίας· οὓς καὶ λαβὼν αἰχμαλώτους πάντας τοὺς μὲν οἰκήτορας ἀπέδοτο, τοὺς δὲ περιλειφθέντας τῶν φρουρῶν ἀπέκτεινε. καὶ ταῦτα | |
5 | μὲν ταύτῃ. | |
1.34.1 | Ῥωμαῖοι δὲ καὶ Ἰουστῖνος τὸ τεῖχος ὁρῶντες οὕτως ἰσχυρῶς ὑπὸ τῶν μηχανῶν κατασειόμενον καὶ ῥιπτούμενον τό τε ἐντὸς τό τε ἐκτὸς πρῶτον μὲν δοκοὺς μεγάλας ἐξάπτοντες ἄνωθεν τοῦ τείχους καὶ βρόχους ἐξαρτῶντες καὶ σάκτας μεστοὺς ἐρίων καὶ ἄλλα τοιαῦτα περι‐ | |
5 | βάλλοντες ἀνέκλων ὡς δυνατὸν τὴν φορὰν τῶν λίθων καὶ ἐξεκαύλιζον. | |
1.34.2 | ὡς δὲ ταῦτα βραχὺ καὶ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἤνυεν, ἀλλὰ | |
πάντα διελίκμα καὶ διεσκέδαζεν ἡ μηχανὴ καὶ τὸ τεῖχος κατήρριπτεν (ἤδη γὰρ πολύ τι κατέπεσε τοῦ ἔξω μικροῦ τείχους, ἀλλὰ δὴ καὶ τοῦ μεγάλου δύο πύργοι καὶ μεταπύργιον), ἄλλο τι ἐπινοοῦσι· κεραίας | 48 | |
5 | μεγάλας ἐπαγαγόντες ἀπεσταύρουν κατὰ τὰ παρερρηγμένα τοῦ τείχους, λέγω δὴ τοῦ ἐκτός, ξυνδέοντες αὐτὰς ἰσχυρῶς· καὶ ὕλην ταύταις ἐπεφόρουν παντοίαν λίθων καὶ ξύλων φακέλους τε χόρτων παντοδα‐ πῶν καὶ κληματίδων καὶ καλάμων καὶ ἄλλων πολλῶν μετὰ πηλοῦ μεμιγμένων φορμηδὸν ξυντιθέντες καὶ τὸ σταύρωμα ἐς ὕψος αἴροντες. | |
1.34.3 | προκαλύμματα δ’ ἦσαν τῇ τε ὕλῃ καὶ τῷ σταυρώματι δέρρεις καὶ διφθέραι τοῦ μὴ πυρφόροις ὀϊστοῖς βλάπτεσθαι. ἔτι δὲ χῶμα μέγα ἔχουν ἀπὸ τῶν ἐντὸς ἀντίπαλον τούτοις προσεχῶς βοήθειάν τε τῷ σταυρώματι καὶ ἀντὶ τείχους εἶναι, ἅμα δὲ ἵνα καὶ ὁ λίθος μετὰ βίας | |
5 | φερόμενος καταχώννυται μαλθακῇ καὶ εὐείκτῳ προσπίπτων τῇ γῇ καὶ μὴ ἀντιτύποις καὶ σκληροῖς προσπελάζων ῥῆξιν ἐργάζηται. | |
1.34.4 | ἐπάνω δὲ τοῦ τε σταυρώματος καὶ τοῦ χώματος ἀμφορέας μεγάλους ξυλίνους πλήρεις γῆς στιχηδὸν ἐπετίθουν ἀντὶ ἐπάλξεων εἶναι τοῖς προμαχο‐ μένοις καὶ προβολήν, ὥστε μὴ βάλλεσθαι τοῖς ὀϊστοῖς. | |
1.35.1(1t) | προσβολὴ καὶ πεῖρα πρώτη τοῦ βασιλέως | |
2t | κατὰ τοῦ τείχους καὶ ἀποτυχία | |
1 | Μεχέμετι δὲ τῷ βασιλεῖ τῶν φρουρίων ἐπανελθόντι ἔδοξε μετ’ οὐ πολλὰς ἡμέρας ἀποπειράσασθαι τῆς πόλεως κατὰ τὰ παρερρηγμένα τοῦ τείχους, καὶ ἀναλαβὼν τούς τε ὁπλίτας καὶ τοξότας καὶ ἀκοντιστὰς καὶ πᾶσαν τὴν περὶ αὐτὸν ἴλην τῶν πεζεταίρων προσβάλλει τῷ τείχει | |
5 | ἰσχυρῶς· ἤδη γὰρ καὶ ἡ τάφρος αὐτῷ πλήρης ἦν. | |
1.35.2 | καὶ οἱ πεζέταιροι εὐθὺς σὺν βοῇ καὶ ἀλαλαγμῷ διαβάντες τὴν τάφρον προσέμιξαν τῷ τείχει. καὶ πρῶτα μὲν πῦρ ἐπιβάλλειν ἐπεχείρουν τῇ ὕλῃ, ἵνα τό τε σταύρωμα ἐμπρήσωσι καὶ ἐς τὰ ἄλλα ξύγχυσιν ἐργάσωνται καὶ κατά‐ | |
5 | πληξιν τῷ πολέμῳ· ὡς δ’ οὐ προὐχώρει τοῦτο αὐτοῖς κατὰ νοῦν τῶν | |
ἄνωθεν τοῦ σταυρώματος προτεταγμένων μαχομένων τε καλῶς καὶ σβεννύντων τὸ πῦρ, ἐπ’ ἄλλο τι χωροῦσι. | 49 | |
1.35.3 | τοῖς ἄκροις τῶν δορα‐ τίων ἀγκύρας ἐμπήξαντες ἄνωθεν κατέσπων τοὺς ἀμφορέας ἀπο‐ γυμνοῦντες τοὺς προμαχομένους τῆς προβολῆς (οἵδε γὰρ ἀντὶ τείχους τε καὶ ἐπάλξεων ἦσαν αὐτοῖς), καὶ οἱ τοξόται καὶ σφενδονῆται καὶ | |
5 | ἀκοντισταὶ ῥᾳδίως ἔβαλλον ἐπὶ τὰ γυμνά, ἄλλοι δὲ κλίμακας φέροντες προσῆγον τῷ τείχει καὶ ἐπιβαίνειν ἐπειρῶντο τούτου, καὶ αἱ μηχαναὶ δὲ λίθους συχνοὺς ἀφιεῖσαι κατὰ τῶν προμαχομένων οὐ μικρῶς ἔβλαπτον. καὶ οἱ μὲν οὕτως. | |
1.36.1 | Ἰουστῖνος δὲ καὶ οἱ σὺν αὐτῷ (οὗτοι γὰρ ἐτετάχατο κατὰ τὰ παρερρηγμένα τοῦ τείχους, ἀλλὰ δὴ καὶ Ῥωμαίων πολλοὶ σὺν αὐτοῖς) κατάφρακτοι ὄντες οὐδεμίαν ἐδέχοντο βλάβην παρά τε τῶν βελῶν καὶ τῶν ἄλλων, ἀλλ’ εὐρώστως ἠγωνίζοντο μαχόμενοί τε γεν‐ | |
5 | ναίως καὶ ἀντιμηχανώμενοι πρὸς τὰ παρ’ αὐτῶν καὶ ἄπρακτα δεικνύν‐ τες. | |
1.36.2 | τέλος ὑπερισχύσαντες οἵ τε Ῥωμαῖοι καὶ Ἰουστῖνος ἀπεκρού‐ σαντό τε τούτους οὐ χαλεπῶς καὶ τοῦ τείχους ἐξέωσαν πολλοὺς αὐτῶν τραυματίσαντες· οὐκ ὀλίγοι δὲ καὶ ἀπέθανον. καὶ ἄλλαι δὲ προσβολαὶ καθημέραν ἐγίνοντο ἄλλῃ καὶ ἄλλῃ τοῦ τείχους, καὶ μάλιστα κατὰ τὰ | |
5 | παρερρηγμένα, ἐν αἷς οὐδὲν ἔλαττον οἱ τῆς Πόλεως εἶχον, ἀλλ’ ἰσχυρῶς τε ἐμάχοντο καὶ ἀντεῖχον γενναίως. | |
1.37.1 | Παλτόγλης δὲ τὸ φρούριον ἐξελὼν αὖθις ἐπιπλεῖ τῷ λιμένι, οὗπερ αἱ ἄλλαι τριήρεις ἐφώρμουν, καὶ μετὰ δευτέραν ἢ τρίτην ἡμέραν δέχεται ξύνθημα παρὰ τοῦ βασιλέως, ὅπως καλῶς παρασκευασάμενος καὶ ξυντεταγμέναις ταῖς ναυσὶ διαναυμαχήσῃ πρός τε τὰς ὁλκάδας καὶ | |
5 | τὰς τριήρεις τὰς ἐφορμούσας τῷ στόματι τοῦ λιμένος καὶ τῇ ἁλύσει, εἴ πως δυνηθείη τὸν ἔσπλουν βιάσασθαι. | |
1.37.2 | ἔγνωστο γὰρ αὐτῷ ἐξ ἅπαντος τρόπου τόν τε λιμένα καὶ τὸ Κέρας ὑφ’ ἑαυτῷ ποιήσασθαι, ὡς ἂν πανταχόθεν κατά τε γῆν καὶ θάλασσαν προσβάλοι τῇ Πόλει· ἐνόμιζε γάρ, ὅπερ καὶ ἦν, ὡς, εἰ καὶ τὸ ταύτῃ τεῖχος ἀνοίξει πολέμῳ, | |
5 | ῥᾳδίαν ἂν αὐτῷ τὴν τῆς πόλεως αἵρεσιν γενέσθαι οὐκ ἐξαρκούντων τῶν προμαχομένων πρὸς πάντα τὸν περίβολον ὀλιγανθρωπίᾳ μέγιστον ὄντα. | |
1.37.3(1t) | ἐπίπλους τοῦ Παλτόγλη κατὰ τῶν ἐν τῷ στόματι τοῦ λιμένος ὁλκά‐ | |
2t | δων καὶ τῆς ἁλύσεως καὶ ναυμαχία κρατερὰ καὶ ἀποτυχία | |
1 | Παλτόγλης δὲ τάς τε ναῦς ἁπάσας καὶ τοὺς ἐπ’ αὐταῖς μαχίμους | |
ἄνδρας ἐκτάξας τε καὶ ὁπλίσας καλῶς ἐπιπλεῖ ταῖς ὁλκάσι καὶ τῇ ἁλύσει σὺν ὁρμῇ πολλῇ καὶ θυμῷ καὶ ῥύμῃ, ἔτι δὲ βοῇ καὶ ἀλαλαγμῷ. καὶ πρῶτα μὲν μικρὸν ἀνακωχεύσαντες τὰς ναῦς ὅσον ἐντὸς βέλους | 50 | |
5 | εἶναι ἀκροβολισμοῖς ἐχρήσαντο πόρρωθεν καὶ πείραις βάλλοντες καὶ βαλλόμενοι τοξεύμασί τε καὶ λίθοις τοῖς ἀπὸ τῶν μηχανῶν ἀφιεμένοις, ἔπειτα πολλῇ τῇ ῥύμῃ μέσαις ἐμβάλλει ταῖς ὁλκάσι· καὶ οἱ ἐπὶ τῶν καταστρωμάτων ὁπλῖται εὐθὺς οἱ μὲν πῦρ ἐπέφερον ταῖς χερσὶν ἀνάπτειν διανοούμενοι ταύτας, οἱ δὲ πυρφόροις ὀϊστοῖς ἔβαλλον, ἄλλοι | |
10 | δὲ τὰς σχοίνους τῶν ἀγκυρῶν ὑποτέμνειν ἐπειρῶντο, οἱ δὲ ἀναρριχώ‐ μενοι ἀγκύραις καὶ κλίμαξιν ἐπιβαίνειν ἐπειρῶντο τῶν νεῶν, οἱ δὲ ξυστοῖς καὶ παλτοῖς καὶ δόρασι μακροῖς κατηκόντιζον τοὺς προμαχο‐ μένους, ὁρμή τε ἦν αὐτοῖς οὐ μικρὰ πρὸς τὸ ἔργον καὶ προθυμία. | |
1.37.4 | οἱ δὲ ἐπὶ τῶν ὁλκάδων (ἦσαν γὰρ ἤδη παρεσκευασμένοι πρὸς τοῦτο ὑπὸ τοῦ μεγάλου δουκός, ὃς ἦν ἐπὶ τούτοις τεταγμένος καὶ τῆς θαλάσσης εἶχε τὴν φυλακήν) ἅτε ἀφ’ ὑψηλοῦ μαχόμενοι καὶ ἄνωθεν βάλλοντες λίθοις τε καὶ παλτοῖς καὶ δόρασι καὶ ἀκοντίοις, καὶ μάλιστα | |
5 | ἀφ’ ὑψηλοτάτου τῆς τῶν ἱστίων στεφάνης τραυματίας τε τοὺς πολλοὺς εἰργάζοντο καὶ ἀνῄρουν οὐκ ὀλίγους, ἔτι δὲ ἀμφορέας μεγάλους πλήρεις ὑδάτων ἐκκρεμαμένους καὶ λίθους βαρεῖς σχοινίοις ἐκδεδε‐ μένους ἄνωθεν ἀπολύοντες μεγίστην εἰργάζοντο βλάβην. | |
1.37.5 | φιλο‐ τιμία τε ἦν ἀμφοτέροις μεγίστη καὶ σπουδὴ τῶν μὲν ὑπερτερῆσαι βουλομένων καὶ τὸν ἔσπλουν βιάσασθαι, τῶν δὲ καλῶς τε ἀγωνίσασθαι καὶ φυλάξαι τόν τε λιμένα καὶ τὰς ναῦς καὶ ἀπεώσασθαι τούτους· | |
5 | τέλος οἱ ἀπὸ τῶν ὁλκάδων εὐρώστως μαχόμενοι ἐτρέψαντό τε τούτους καὶ ἀπεώσαντο ἄνδρες ἀγαθοὶ γενόμενοι διὰ τέλους. | |
1.38.1(t) | ὅρα ἕτερον εὕρημα εἴδους μηχανῆς καινότερον | |
1 | βασιλεὺς δὲ Μεχέμετις, ἐπειδὴ ταύτης τῆς προσβολῆς ἀπε‐ κρούσθη, πρὸς ἕτερον μηχανῆς εἶδος χωρεῖ καὶ συγκαλέσας τοὺς μηχανοποιοὺς εἴρετο, εἴ γε δυνατὸν τὰς ἐφορμούσας τῷ στόματι τοῦ λιμένος ὁλκάδας τοῖς ἀπὸ τῶν μηχανῶν ἀφιεμένοις λίθοις αὐτοῦ που | |
5 | συντρῖψαι καὶ καταδύσαι. οἱ δὲ πρὸς τοῦτο ἀδυνάτως ἔχειν ἔφασαν ἐπιπροσθοῦντος ὅτι μάλιστα πάντοθεν τοῦ περιβόλου τοῦ Γαλατᾶ. | |
1.38.2 | ὁ δὲ τρόπον ἕτερον ἐσηγεῖται τούτοις καὶ μηχανῆς εἶδος καινότερον. ἔφη γάρ, εἴ γε βούλοιντο, δυνατὸν εἶναι μηχανῆς ἕτερον εἶδος κατα‐ σκευάσαι μικρὸν παραλλάξασι καὶ γαμματίσασι τὸ σχῆμα δυνάμενον | |
ἀφεῖναι τὸν λίθον ἐς ὕψος, τὸν δὲ κατερχόμενον ἐμβάλλειν κατὰ μέσας | 51 | |
5 | τὰς ναῦς καὶ καταδύειν, μέτροις τισὶ καὶ σταθμοῖς πρότερον καὶ ἀναλογίαις ἀπευθύνουσί τε καὶ διευθετοῦσιν αὐτοῖς πρὸς τὰς ὁλκάδας τὴν μηχανήν· καὶ τὸ σχῆμα ἐξηγεῖται. | |
1.38.3 | οἱ δὲ τὸ πρᾶγμα δόντες τῷ λογισμῷ εὕρισκον εἶναι τῶν δυνατῶν, καὶ κατασκευάζουσι μηχανῆς εἶδος τοιοῦτον, ὁποῖον ὁ βασιλεὺς ἀπεσχεδίασε. κατασκοπήσαντες δὲ καὶ τὸν χῶρον τιθέασι ταύτην μικρὸν ἀπωτέρω τῆς ἄκρας τοῦ Γαλατᾶ | |
5 | ἐπὶ τοῦ ὀλίγον ἀνέχοντος λόφου καταντικρὺ τῶν ὁλκάδων, ἐπισκευ‐ άσαντες δὲ αὐτὴν καλῶς καὶ σταθμήσαντες μέτροις ἰδίοις ἀνάπτουσι πῦρ ἐπιβαλόντες, ἡ δὲ ἀφίησι τὸν λίθον ἐς ὕψος μέγα, ὁ δὲ κατελθὼν τὸ μὲν πρῶτον ἀπέτυχε τῶν ὁλκάδων ἐγγύς που τούτων καταπεσὼν ἐν τῇ θαλάσσῃ. | |
1.38.4(t) | ὅρα ξένον | |
1 | ἐπισκευάσαντες δὲ καὶ αὖθις αὐτὴν καὶ μικρὸν παρεκκλίναντες ἀφιᾶσιν· ὁ δὲ λίθος ἐς ὕψος ἄπειρον ἀρθεὶς κάτεισι μετὰ πατάγου σφοδροτάτου καὶ ῥύμης καὶ κατὰ μέσην ἐμβάλλει τὴν ὁλκάδα καὶ συν‐ τρίβει πᾶσαν εὐθὺς καὶ καταδύει ἐς βυθὸν καὶ τῶν ἐπιβατῶν τοὺς μὲν | |
5 | ἀναιρεῖ, τοὺς δὲ καταδύει· ὅσοι δὲ μὴ ἀπέθανον, ὀλίγοι πάνυ, ἀπενή‐ ξαντο μόλις πρὸς τὰς ἑτέρας ὁλκάδας καὶ τὰς τριήρεις σύνεγγυς οὔσας. | |
1.38.5 | τοῦτο παρὰ δόξαν γεγονὸς ἐθορύβησε πάντας τοὺς ἐν τῇ πόλει καὶ ἐς μέγιστον φόβον καὶ ἀγωνίαν ἐνέβαλεν· ὅμως γε μὴν ἐκ τῶν δυ‐ νατῶν μικρὸν παρεκκλίναντες τὰς ἑτέρας τῶν ὁλκάδων καὶ τὰς τρι‐ ήρεις καὶ καταγαγόντες ἐπὶ τὸ ἀσφαλέστερον καὶ φυλακὴν ἔχοντες | |
5 | οὐδεμίαν τοῦ λοιποῦ βλάβην ἐδέχοντο παρὰ τῶν λίθων, ἀλλ’ ἐφύλαττον ἰσχυρῶς τόν τε λιμένα καὶ τὸ Κέρας. | |
1.39.1 | ἐν τούτοις δ’ ὄντων αὐτῶν οὔπω τριῶν ἢ τεττάρων παρελθου‐ σῶν ἡμερῶν ἀναφαίνονται τρεῖς τῶν μεγάλων ὁλκάδων ἐν τῷ πελάγει μετέωροι πλέουσαι, ἃς ἐξ Ἰταλίας ἔπεμψεν ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἐπισιτισμὸν ἐχούσας καὶ βοήθειαν τῇ Πόλει· ἤδη γὰρ ἦν μεμαθηκὼς | |
5 | τόν τε πόλεμον καὶ τὴν ὅσον οὐ ταύτης ἐσομένην πολιορκίαν καὶ προ‐ απέστειλεν αὐτὰς βοηθούς, ἕως ἂν καὶ τὸν ἄλλον ἐξαρτύσηται στόλον· παρεσκεύαζε γὰρ ἐξ Ἰταλίας τριήρεις τριάκοντα καὶ ὁλκάδας κατόπιν τούτων βοηθοὺς ἀποστεῖλαι Ῥωμαίοις καὶ βασιλεῖ Κωνσταντίνῳ, αἳ | |
καὶ ὑστέρησαν. | 52 | |
1.39.2 | κατιδόντες οὖν τὰς ὁλκάδας μετεώρους πλεούσας ἀπαγγέλλουσι βασιλεῖ· καὶ ὃς εὐθὺς Παλτόγλην τὸν ἡγεμόνα τοῦ στόλου μεταστειλά‐ μενος ἐξοπλίσαι κελεύει τὴν ταχίστην πάντα τὸν στόλον καὶ τοὺς ἐν ταῖς ναυσὶ πάντας, ἐρέτας τε καὶ τοὺς ἄλλους ἐπιβάτας, καὶ τοὺς ἐπὶ | |
5 | τῶν καταστρωμάτων μαχίμους ἐκτάξαι τε καλῶς καὶ καταφράκτους ποιῆσαι παντοίοις ὅπλοις· ἐμβιβάζει δὲ καὶ ἄλλα ὅπλα πολλὰ ἐς τὰς ναῦς, ἀσπίδας τε καὶ θυρεοὺς καὶ κράνη καὶ θώρακας, ἔτι δὲ βέλη τε καὶ ἀκόντια καὶ δόρατα μακρὰ καὶ κοπίδας καὶ ὅσα ἄλλα ἐς τὸν τῇδε πόλεμον χρήσιμα. πρὸς δὲ τούτοις ὁπλίτας τε καὶ τοξότας ὅτι πλείστους | |
10 | ἐπιβιβάζει καὶ τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς τοὺς μαχιμωτάτους ἅμα καὶ εὐθαρσεστάτους ἐς τοὺς ἀγῶνας καὶ δὴ καὶ εὐοπλοτάτους. ἐπισκευ‐ άσας δὲ καὶ ὁπλίσας τὸν στόλον καλῶς ἀνδράσι τε καὶ παντοίοις ὅπλοις ἐκπέμπει κελεύσας ἢ τὰς ὁλκάδας λαβόντας ἀγαγεῖν ὡς αὐτὸν ἢ μηδὲ αὐτοὺς ἐπανήκειν σῶς. | |
1.40.1(1t) | ἐπίπλους τοῦ στόλου τοῦ βασιλέως κατὰ τῶν ἀναφανεισῶν | |
2t | ἐν τῷ πελάγει ὁλκάδων καὶ ναυμαχία ἰσχυρὰ καὶ ἀποτυχία | |
1 | Παλτόγλης δὲ πάντα τὸν στόλον παραλαβὼν ἄρας εὐθὺς ἐπιπλεῖ ταῖς ὁλκάσι ῥώμῃ τε πολλῇ καὶ προθυμίᾳ, ἔτι γε μὴν φιλοτιμίᾳ τε καὶ ἐλπίδι τοῦ κατορθῶσαι· μόνον οὐ γὰρ ἐν χεροῖν ἐνόμιζεν ἔχειν αὐτάς. ὡς δὲ εἴσω βελῶν ἐγένοντο, πρῶτον μὲν ἀνακωχεύσαντες μικρὸν | |
5 | ἀκροβολισμοῖς ἰσχυροτάτοις ἐχρήσαντο, τοξεύμασί τε καὶ λίθοις τοῖς ἀπὸ τῶν μηχανῶν ἀφιεμένοις, ἔτι δὲ καὶ πυρφόροις ὀϊστοῖς βάλλοντες τά τε ἱστία καὶ τὰς ὁλκάδας ἀνάψαι διανοούμενοι ταύτας. | |
1.40.2 | οἱ δὲ ἐπὶ τῶν ὁλκάδων ἐμάχοντο καὶ αὐτοὶ γενναίως ἅτε ἀφ’ ὑψηλοῦ τὸν πόλεμον ποιούμενοι καὶ μάλιστα ἀπό τε τῶν ἱστίων καὶ τῶν ξυλίνων πύργων ἄνωθεν βάλλοντες ὀϊστοῖς καὶ δορατίοις καὶ λίθοις σφοδρῶς | |
5 | καὶ μάλιστα ἐπιτυγχάνοντες, κραυγή τε πολλὴ καὶ τραύματα καὶ φόνος παρ’ ἀμφοτέρων ἐγίνετο. | |
1.40.3 | ὡς δὲ τούτων ἅλις εἶχον, Παλτόγλης εὐθὺς μέγα βοήσας καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος οὕτω ποιεῖν πολλῇ τῇ ῥύμῃ καὶ τῷ ῥοθίῳ κατὰ μέσας ἐμβάλλει τὰς ὁλκάδας, καὶ οὕτως ἤδη ἐκ χειρῶν ἡ μάχη ἐγίνετο ἀγχεμάχοις ὅπλοις πάντων συνεμβαλλόν‐ | |
5 | των αὐτῷ. καὶ πάντα ἦν ὁμοῦ τὰ δεινά· οἱ μὲν πῦρ ἐπέφερον ἀνάπτον‐ | |
τες κάτωθεν τὰς ὁλκάδας, οἱ δὲ παλτοῖς καὶ κοπίσιν ἔκαινον ἀναρ‐ ρηγνύναι τοὺς τοίχους τούτων βουλόμενοι, ἄλλοι δόρασί τε μακροῖς καὶ ἀκοντίοις ἠκόντιζον κάτωθεν τοὺς προμαχομένους, οἱ δὲ βέλεσί τε καὶ λίθοις ἔβαλλον, ἕτεροι δὲ ἀναρριχώμενοι καὶ ἀγκύραις καὶ | 53 | |
10 | σχοινίοις ἐκκρεμαννύμενοι ἐπιβαίνειν τῶν νεῶν ἐπειρῶντο, καὶ ἄλλοι ἄλλως ἐμάχοντο, καὶ ἔκοπτον καὶ ἐκόπτοντο σὺν ὀργῇ καὶ θυμῷ. | |
1.40.4 | οἱ δὲ ἐπὶ τῶν ὁλκάδων κατάφρακτοι ὄντες καὶ ἄνωθεν ἀπὸ τού‐ των εὐρώστως μαχόμενοι τοὺς ἐπιόντας ἠμύνοντο ἰσχυρῶς. καὶ πρῶτα μὲν ἀμφορέας μεγάλους πλήρεις ὑδάτων ἐκκρεμαμένους καὶ λίθους βαρεῖς σχοινίοις ἐκδεδεμένους ἄνωθεν ἀπολύοντες ἐσβέννυόν τε τὸ πῦρ | |
5 | καὶ πολλοὺς ἀνῄρουν· μετὰ βάρους γὰρ καὶ βίας οὗτοι καταφερόμενοι τοὺς προστυγχάνοντας κάτωθεν πάντας τοὺς μὲν κατέδυον, τοὺς δὲ διέφθειρον. | |
1.40.5 | μετὰ δὲ τοῦτο οἱ μὲν αὐτῶν δόρασι καὶ ἀκοντίοις καὶ ξυστοῖς τοὺς ἐπιόντας ἠκόντιζον, οἱ δὲ λίθοις ἔβαλλον ἄνωθεν, ἄλλοι κοπίσι τὰς χεῖρας τῶν ἐπιβαίνειν πειρωμένων ἀπέκοπτον, ἕτεροι κορύναις τε καὶ ῥοπάλοις ἄνωθεν καταφερομένοις τὰς κεφαλὰς τούτων | |
5 | παίοντες συνέθλων. καὶ βοὴ πολλὴ καὶ θροῦς ἦν ἐξ ἁπάντων ἐγειρό‐ μενος παρεγκελευομένων ἀλλήλοις, βαλλόντων, βαλλομένων, κτεινόν‐ των, κτεινομένων, ὠθούντων, ὠθουμένων, βλασφημούντων, ὑβριζόν‐ των, ἀπειλούντων, στενόντων, πάντα δεινὰ ποιούντων. | |
1.40.6 | ὅμως γε μὴν καὶ οὕτως εὐρώστως ἀγωνιζομένων τῶν ἐν ταῖς ὁλκάσι καθυπερ‐ τέρουν οἱ τοῦ στόλου διὰ πολυχειρίαν μάλιστα καὶ ἀμοιβαδὸν ἐκ διαδοχῆς ἀγωνιζόμενοι καὶ τῶν τετρωμένων ἢ καὶ ἀποθνῃσκόντων | |
5 | τοὺς τόπους τε καὶ τὰς τάξεις ἄλλων ἀναπληρούντων. κἂν ἀπεῖπον οἱ ἐν ταῖς ὁλκάσι μαχόμενοι καὶ προπολεμοῦντες τῇ παρατάσει τοῦ πολέμου, εἰ μὴ ἄνεμος αἴφνης νότος πνεύσας σφοδρὸς ὦσε κατὰ μέσων τῶν ἱστίων καὶ μετὰ βίας πρήσας ἐκίνησέ τε τὰς ὁλκάδας ἰσχυρῶς· καὶ οὕτω κατὰ μικρὸν ἀπολειπομένων τῶν τριήρεων τῷ μὴ δύνασθαι | |
10 | ταῖς ὁλκάσιν ἕπεσθαι καὶ τοῦ πολέμου λωφῶντος ἤδη διεσώθησαν πρὸς τὰς ἄλλας ὁλκάδας πρὸς τῷ στόματι τοῦ λιμένος καὶ τὸν κίν‐ | |
δυνον παρὰ δόξαν διέφυγον. παρὰ τοσοῦτον ἦλθον κινδύνου. | 54 | |
1.41.1 | βασιλεὺς δὲ παρὰ τὸν αἰγιαλὸν ἑστὼς ἔφιππος ἑώρα τὰ δρώμενα θάρσος τε ἐμποιῶν τοῖς αὑτοῦ φαινόμενος καὶ ἅμα τοῦ πολέμου τὸ τέλος ἀποσκοπῶν· ἐνόμιζε γὰρ ἐξ ἅπαντος τρόπου τὸν αὑτοῦ στόλον τῶν ὁλκάδων περιγενέσθαι καὶ κρατήσαντας αἰχμαλώ‐ | |
5 | τους ἄξειν αὐτὰς ὡς αὐτόν· καὶ περιχαρὴς ἦν. ὡς δὲ ἑώρα σφοδρῶς τε τὸν ἄνεμον πνεύσαντα καὶ τὰς ὁλκάδας περιγεγενημένας μεταβαλὼν εὐθὺς ἠνιᾶτο ὑπερβαλλόντως καὶ πλήξας τὸν ἵππον ἀνεχώρησε σιω‐ πῶν. | |
1.41.2 | ἀπέθανον δὲ τῶν μὲν ἐν ταῖς ὁλκάσιν ἄνδρες, ὡς ἐλέγοντο, οἱ πάντες δύο καὶ εἴκοσι, τραυματίαι μέντοι γεγόνασιν ὑπὲρ τοὺς ἡμίσεις τῶν πληρωμάτων, τῶν δὲ ἀπὸ τοῦ στόλου ὀλίγῳ πλείους τῶν ἑκατόν, τραυματίαι μέντοι γεγόνασιν ὑπὲρ τοὺς τριακοσίους. | |
1.41.3 | βάλ‐ λεται δὲ καὶ Παλτόγλης ὁ τοῦ στόλου ἡγεμὼν τὸν ὀφθαλμὸν λίθῳ, καὶ συνήνεγκε τοῦτο ταῖς μὲν ὁλκάσι ἐς σωτηρίαν, αὐτῷ δὲ Παλτόγλῃ μὴ ἀποθανεῖν ὑπὸ βασιλέως, ὃς δεινὸν ὅτι μάλιστα ἐποιήσατο τὴν ἀπο‐ | |
5 | φυγὴν τῶν ὁλκάδων καὶ τὸ πρᾶγμα βαρέως ἤνεγκε δειλίαν τε καὶ ἀνανδρίαν καταγνοὺς τοῦ Παλτόγλου, μᾶλλον δὲ ἀμέλειαν καὶ ῥᾳθυ‐ μίαν τούτου τὸ ὅλον νομίσας εἶναι καὶ προδοσίαν τῶν αὐτοῦ πραγ‐ μάτων· | |
1.41.4 | οὐ καλὸν γάρ οἱ οἰωνὸν ἐνόμιζεν εἶναι εἴς γε τὸ προκεί‐ μενον ἔργον τὴν τῶν ὁλκάδων ἀποτυχίαν. παραλύει μέντοι γε τοῦτον εὐθὺς τῆς ἀρχῆς καὶ παραδίδωσι τόν τε στόλον καὶ τὴν σατραπείαν Καλλιουπόλεως Χαμουζᾷ, τῶν ἑταίρων τινὶ καὶ ᾧ μάλιστα τὰ τοιαῦτα | |
5 | ἐπίστευε. | |
1.41.5 | Ῥωμαίοις μέντοι γε τοῦτο παρ’ ἐλπίδα γεγονὸς ἀναψυχήν τινα τότε καὶ παραμυθίαν ἤνεγκεν οὐ μετρίαν καὶ χρηστοτέρων ἐλπίδων ἐνέπλησεν οὐ μόνον τοῖς παροῦσιν, ἀλλὰ δὴ καὶ ταῖς χρησταῖς τῶν ἀγγελιῶν, ἕως ἔδει τούτους πράξειν κακῶς καὶ οὔπω παρῆν τὰ δεινά· | |
5 | οὐ γὰρ ἐς μακρὰν χαιρήσειν ἔμελλον ἁλόντες καὶ πᾶσι κακοῖς ἐκ‐ δοθέντες, αἰχμαλωσίᾳ καὶ δουλείᾳ καὶ φόνῳ καὶ διαρπαγῇ καὶ ὕβρει γυναικῶν τε καὶ παίδων. καὶ οἱ μὲν οὕτως. | |
1.42.1(t) | ὅρα ἐπίνοιαν θαυμαστὴν καὶ βουλήν | |
1 | βασιλεὺς δὲ Μεχέμετις προὔργου τι νομίζων εἶναί οἱ ἐς τὸ προκείμενον τόν τε λιμένα ἑλεῖν καὶ τὸ Κέρας ἀνοῖξαι ταῖς ἰδίαις ναυσὶν ἐφορμεῖν, ἐπειδὴ πᾶσαν πεῖραν καὶ μηχανὴν προσαγαγὼν οὐκ ἠδυνήθη τὸν ἔσπλουν βιάσασθαι, βουλὴν βουλεύεται συνετὴν καὶ | |
5 | μόνης τῆς αὐτοῦ διανοίας καὶ ἰσχύος ἀξίαν, ἣ καὶ πρὸς τὸ προκεί‐ μενόν οἱ καλῶς ἤρκεσε καὶ τοῖς πᾶσι πέρας ἐπέθηκε. | |
1.42.2 | κελεύει τοίνυν τοὺς ἐπὶ ταῖς ναυσὶ τεταγμένους ὅτι τάχιστα ποιεῖν ὁλκοὺς φέροντας ἀπὸ τῆς ἔξω θαλάσσης πρὸς τὴν ἔσω θάλασσαν, τοῦ τε λιμένος φημὶ καὶ τοῦ Κέρατος, κατά γε τὸ μέρος τὸ τοῦ Διπλοῦ Κίονος | 55 |
5 | ὀνομαζόμενον καὶ ὑποστρωννύειν τούτους δοκοῖς. | |
1.42.3 | ὁ δὲ χῶρος οὗτος ἔστι μὲν ἀπὸ θαλάσσης ἐς θάλασσαν μετροῦντι στάδιοί που μάλιστα ὀκτώ, ἔστι δὲ σφόδρα ἀνάντης ὑπερήμισυ τούτων, ἕως ἂν ἐπὶ τοῦ λόφου καὶ τῆς κορυφῆς γένηται, κακεῖθεν πάλιν διὰ τοῦ κατάντους | |
5 | φέρεται πρὸς τὴν ἔσω θάλασσαν τοῦ Κέρατος. | |
1.42.4 | τῶν δὲ ὁλκῶν γεγονότων θᾶττον ἢ λόγος διὰ πολυχειρίαν ἐπάγει τὰς ναῦς· καὶ τρόπεις μεγάλας ὑποθεὶς αὐταῖς καὶ κεραίας ἑκατέρωθι τῶν πλευρῶν ὥστε ἀνέχειν αὐτὰς καὶ σχοινίοις διαζώσας καλῶς ἐξάπτει προτόνους | |
5 | μακροὺς τῶν ἀγκώνων ἐκδήσας καὶ παραδίδωσιν ἕλκειν τῇ στρατιᾷ, τοῖς μὲν αὐτοχειρίᾳ, τοῖς δὲ καὶ διὰ μηχανῶν τινων καὶ μαγγάνων. | |
1.42.5 | αἱ μὲν οὖν νῆες εἵλκοντο θᾶττον, οἱ δὲ ἐπιβάται τούτων ὥσπερ ἐπεντρυφῶντες τοῖς γινομένοις τε καὶ ἐπεγγελῶντες πληροῦντες αὐτὰς ἐπὶ τῆς χέρσου ὥσπερ ἐπὶ θαλάσσης οἱ μὲν ἀνεπετάννυον σὺν κραυγῇ τὰ ἱστίας ὡς δῆθεν ἀναγόμενοι, τὰ δὲ πνεῦμά τε ἐδέχετο καὶ ἐκυρτοῦτο, | |
5 | οἱ δὲ ἐπὶ τῆς εἰρεσίας καθήμενοι κατεῖχον τὰς κώπας ἐν χεροῖν τετροπωμένας ὥσπερ ἐρέττοντες, καὶ οἱ κελευσταὶ διαθέοντες ἐπὶ τῆς ἱστοδόκης συριγμοῖς τε καὶ κραυγῇ καὶ φραγελλίοις παίοντες τοὺς ἐπὶ τῆς εἰρεσίας ἐρέττειν διεκελεύοντο, αἱ δὲ νῆες ἐπὶ τῆς χέρσου φερόμε‐ ναι ὥσπερ ἐπὶ πελάγους αἱ μὲν ἀνήγοντο διὰ τοῦ ἀνάντους ἐπὶ τὸν | |
10 | λόφον ἄνω, αἱ δὲ πάλιν κατήγοντο διὰ τοῦ κατάντους ἐς τὸν λιμένα χαλῶσαι τὰ ἱστία σὺν βοῇ καὶ πατάγῳ πολλῷ. | |
1.42.6 | καὶ ἦν ἰδεῖν θέαμα ξένον καὶ ἀκοαῖς ἄπιστον πλὴν τῶν τεθεαμέ‐ νων, ναῦς ἐπὶ τῆς μεσογείας φερομένας ὥσπερ ἐπὶ θαλάσσης πλεούσας μετά γε τῶν πληρωμάτων αὐτῶν καὶ τῶν ἱστίων καὶ τῆς ἄλλης ἀπο‐ σκευῆς. | |
1.42.7 | ἐγὼ νομίζω καὶ τῆς Ξέρξου τοῦ Ἄθω διορυγῆς μεῖζον εἶναι τοῦτο πολλῷ καὶ παραδοξότερον καὶ ἰδεῖν καὶ ἀκοῦσαι· μᾶλλον δὲ τοῦτο χθὲς καὶ πρὸ ὀφθαλμῶν ἡμετέρων γεγονὸς βεβαίαν κἀκείνῳ τὴν πίστιν παρέχει τοῦ γενέσθαι, ὡς ἄνευ γε τούτου μῦθος ἂν ἦν τε | |
5 | ἐκεῖνο καὶ ἐδόκει μάτην λεγόμενον. | |
1.42.8 | κατάγονται τοίνυν ἐν τῷ κόλπῳ τῶν Ψυχρῶν Ὑδάτων καλουμένῳ, μικρὸν ἀπωτέρω τοῦ Γαλατᾶ, | |
στόλος οὐ μικρός, νῆες ἑπτὰ καὶ ἑξήκοντα, καὶ ὁρμίζονται αὐτοῦ. | 56 | |
1.43.1 | Ῥωμαῖοι δὲ πρᾶγμα τοσοῦτον παρὰ δόξαν γεγονὸς θεασάμενοι καὶ τῷ Κέρατι ναῦς πολεμίας ἐφορμούσας, ὅπερ οὐκ ἄν ποτε προσ‐ εδόκησαν, ἐξεπλάγησάν τε τῷ παραλόγῳ τῆς θέας καὶ εἰς ἀμηχανίαν τε καὶ ἀπορίαν μεγίστην ἐνέπεσον μὴ ἔχοντες τοῦ λοιποῦ ὅ τι καὶ | |
5 | δράσαιεν, ἀλλὰ δὴ καὶ ἀπόγνωσιν. | |
1.43.2 | καὶ γὰρ ἀφύλακτον ἔχοντες πρότερον τὸ τοῦ Κέρατος τεῖχος, σταδίους ἐγγύς που τριάκοντα, οὐδὲ οὕτως εἶχον ἀρκούντως τοῖς ἄλλοις τείχεσιν εἴς γε προφυλακήν τε καὶ μάχην οὔτε οἱ ἀστοὶ οὔτε οἱ ξένοι, ἀλλ’ ἐπάλξεις δύο καὶ τρεῖς εἶχον | |
5 | ἕνα προπολεμοῦντα. νῦν δὲ καὶ τοῦτο τὸ τεῖχος ἀνοιγὲν τῷ πολέμῳ φυλάττειν ἀνάγκην ἔχοντες ἠναγκάζοντο τὰς ἄλλας ἐπάλξεις ἀπο‐ γυμνοῦν καὶ μετακομίζειν ἐνταῦθα τοὺς ἄνδρας· ὅπερ ἦν κίνδυνος προφανὴς κενουμένου τῶν προμαχομένων τοῦ ἄλλου τείχους καὶ μὴ ἀρκούντων τῶν ἐγκαταλελειμμένων ὀλίγων ὄντων φυλάττειν αὐτό. | |
1.43.3 | οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι καὶ ἡ γέφυρα τέλος λαβοῦσα ὁπλίτας ἐδέχετο καὶ τοξότας διαβαίνοντας ἐπὶ τὸ τεῖχος καὶ ἔδει φυλάττειν κἀκεῖ· καὶ αἱ πρὸς τῷ στόματι δὲ τοῦ λιμένος καὶ τῇ ἁλύσει ὁλκάδες τε καὶ τριήρεις καὶ αἱ ἄλλαι νῆες ἐν τῷ λιμένι φυλακῆς | |
5 | ἤδη μᾶλλον ἐδέοντο πλείονος ἔνδοθέν τε καὶ ἔξωθεν πολεμούμεναι. πολλαχόθεν οὖν αὐτοῖς ἄπορα ἦν τε καὶ ἐδόκει, πλήν γε δὴ οὐκ ἠμέ‐ λουν ἐκ τῶν ἐνόντων τῶν δυνατῶν. | |
1.44.1 | Ἰουστῖνος γὰρ ἄρας μίαν τῶν ὁλκάδων αὐτοῦ ἀπὸ τοῦ στόμα‐ τος τοῦ λιμένος καὶ τῶν Ἰταλικῶν τριήρεων τρεῖς ἐπάγει κατὰ τὸ στόμα τοῦ κόλπου, οὗ ἐφώρμουν αἱ νῆες τοῦ βασιλέως, καὶ ὁρμίζει αὐτοῦ, ἵν’ ἀπ’ αὐτῶν ποιοῖτο τὸν πόλεμον καὶ κατείργῃ τὰς πολεμίας | |
5 | ναῦς ἐν τῷ κόλπῳ μηδαμοῦ διεκθεούσας ἢ βλάπτειν δυναμένας τόν τε λιμένα καὶ τὰ ἐν αὐτῷ σκάφη. καὶ ἔδοξε τοῦτο ἀρίστη βουλὴ καὶ ἀντι‐ τέχνησις, πρὸς καιρὸν μέντοι. | |
1.44.2 | Μεχέμετις γὰρ ὁ βασιλεὺς τοῦτο ἰδὼν ἀντιτεχνᾶται τοιόνδε· κελεύει τοὺς μηχανοποιοὺς νυκτὸς ἀπαγα‐ γόντας λάθρᾳ τὰς μηχανὰς θεῖναι παρὰ τὸν αἰγιαλὸν ἀντικρύ, οὗ ἐφώρμουν αἱ νῆες καὶ ἡ ὁλκάς, καὶ ἀφεῖναι τοὺς λίθους κατ’ αὐτῶν. | |
5 | οἱ δὲ θᾶσσον τοῦτο ποιήσαντες βάλλουσι μίαν τῶν τριήρεων κατὰ μέσον καὶ καταδύουσιν αὔτανδρον πλὴν ὀλίγων πάνυ ἀπονηξαμένων ἐς τὰς ἄλλας τριήρεις. καὶ οἱ ἐν αὐταῖς ὄντες εὐθὺς ἀπάγουσί τε αὐτὰς ὡς πορρωτάτω καὶ ὁρμίζουσιν· εἰ γὰρ μὴ τοῦτο τάχος ἐγεγόνει, κατεδύοντ’ ἂν αἱ τριήρεις αὔτανδροι καὶ ἡ ὁλκὰς μηδ’ αἴσθησιν γοῦν | |
10 | ἡντινοῦν τοῦ κακοῦ σχοῦσαι· οὕτως ἦσαν ἐγγὺς τοῦ διαφθαρῆναι τῶν μηχανῶν ἑτοίμων οὐσῶν ἀφεῖναι τοὺς λίθους κατ’ αὐτῶν. | |
1.44.3 | Ῥω‐ μαῖοι μέντοι καὶ τούτου διαμαρτόντες οὐκ εἶχον ὅ τι γε ἕτερον δια‐ | |
πράξονται, μηχαναῖς δὲ μόνον πετροβόλοις ἀπὸ τοῦ τείχους καὶ βέλεσιν ἔβαλλον τὰς ναῦς καὶ ἀνεῖργον, ὅποι παρείκοι, διεκθεούσας. | 57 | |
5 | ἐπεξέθεον δὲ καὶ τριήρεις τῶν ἀπὸ τοῦ στόματος τοῦ λιμένος καθ’ ἡμέραν διώκουσαί τε αὐτὰς καὶ ἀνείργουσαι τοῦ μή τι βλάπτειν ἐν τῷ λιμένι, πολλάκις δὲ καὶ μέχρι πρὸς τὴν γῆν ἐποκέλλουσαι πρὸς τοὺς ἑαυτῶν, αἱ δὲ πάλιν ὑπέστρεφον ἀναστρεφουσῶν τῶν τριήρεων καὶ παρὰ πόδας ἠκολούθουν βάλλουσαι καὶ βαλλόμεναι· καὶ οὕτως ἠκρο‐ | |
10 | βολίζοντο καθ’ ἡμέραν. | |
1.45.1(t) | ὅρα θαυμαστά τινα | |
1 | κατὰ δὲ τὰς αὐτὰς ἡμέρας ξυνηνέχθη καὶ τάδε, ἅπερ θεοση‐ μεῖαί τινες ἦσαν καὶ προφοιβασμοὶ τῶν ἐσομένων ὅσον οὐ τῇ Πόλει δεινῶν. πρὸ γὰρ τριῶν ἢ τεττάρων ἡμερῶν τοῦ πολέμου θεοκλητούντων πάντων τῶν ἐν τῇ Πόλει ἀνδρῶν ὁμοῦ τε καὶ γυναικῶν καὶ περιερχο‐ | |
5 | μένων αὐτὴν μετὰ τῆς εἰκόνος τῆς Θεομήτορος αὕτη τῶν χειρῶν αἴφνης ἐκπεσοῦσα τῶν κατεχόντων μηδεμιᾶς ἡστινοσοῦν ἀνάγκης ἢ βίας ἡγησαμένης πρηνὴς ἔπεσεν ἐπ’ ἐδάφους. πάντων οὖν ἀναβοησάντων εὐθὺς καὶ συνδεδραμηκότων εἰς ἀνάστασιν τῆς εἰκόνος αὕτη μᾶλλον ἔβριθε κάτω μολύβδου δίκην βαρυνομένη ὥσπερ ἐνισχημένη τῷ ἐδάφει | |
10 | καὶ ὅλως δυσαπόσπαστος ἦν. | |
1.45.2 | καὶ τοῦτο ἐφ’ ἱκανὴν ὥραν ἐγίνετο, ἕως οὗ μετὰ βίας πολλῆς καὶ κραυγῆς μεγάλης καὶ δεήσεως πάντων οἵ τε ἱερεῖς καὶ βαστάζοντες μόλις ἀνέστησάν τε αὐτὴν καὶ τοῖς τῶν φερόντων ὤμοις ἐπέθεσαν. | |
1.45.3 | τοῦτο παρὰ δόξαν γεγονὸς φρίκην τε πολλὴν καὶ ἀγωνίαν μεγίστην καὶ φόβον πᾶσιν ἐνέβαλεν· ἐνόμιζον γάρ, ὥσπερ δὴ καὶ ἦν, ἐπ’ οὐδενὶ συμβόλῳ αἰσίῳ τὴν πτῶσιν ταύτην γενέσθαι. | |
1.45.4(t) | ὅρα καὶ ἕτερον | |
1 | ἔπειτα δὲ οὐκ ἔφθησαν μικρὸν προβάντες, καὶ εὐθὺς μετὰ τοῦτο μεσημβρίας οὔσης σταθερᾶς βρονταὶ πολλαὶ καὶ ἀστραπαὶ κατερράγη‐ σαν μετὰ νέφους, καὶ ὗσέ γε λάβρον ὑετὸν μετὰ χαλάζης σφοδροτάτης ὥστε μὴ δύνασθαι ἀντέχειν ἢ προβαίνειν ἔτι τούς τε ἱερεῖς καὶ φέρον‐ | |
5 | τας τὴν εἰκόνα καὶ τὸ πλῆθος τῶν ἀκολούθων τῇ φορᾷ τῶν κατα‐ φερομένων ὑδάτων καὶ τῇ βίᾳ τῆς χαλάζης βαρυνομένους τε καὶ κωλυομένους. | |
1.45.5 | πολλὰ δὲ καὶ τῶν ἑπομένων παιδαρίων ἐκινδύνευσε | |
παρασυρῆναί τε καὶ ἀποπνιγῆναι τῇ σφοδρᾷ καὶ βιαίᾳ ῥύμῃ τῶν ὑδάτων παραφερόμενα, εἰ μὴ ἄνδρες εὐθὺς δραττόμενοι μόγις αὐτὰ τῆς φορᾶς τούτων ἐξήρπαζον· οὕτω παράλογόν τι καὶ ἄηθες ἦν τὸ | 58 | |
5 | χρῆμα τοῦ ὑετοῦ καὶ τῆς χαλάζης ἐκείνης, ἅπερ ἐδήλου πάντως τὴν ταχίστην τῶν ὅλων ἀπώλειαν καὶ ὅτι χειμάρρου δίκην καὶ σφοδροτά‐ των ὑδάτων ἅπαντα οἰχήσεται καὶ παρασυρήσεται. | |
1.46.1(t) | ὅρα καὶ ἕτερον θαυμαστόν | |
1 | καὶ τῇ μὲν προτεραίᾳ ταῦτα ἐγένετο, τῇ δ’ ὑστεραίᾳ ἕωθεν νέφος βαθὺ τὴν πόλιν πᾶσαν περιεκάλυψεν ἀπὸ πρωΐας βαθείας ἕως ἑσπέρας. τοῦτο πάντως ἐδήλου τὴν ἀποδημίαν τοῦ θείου καὶ ἀναχώρησιν ἐκ τῆς πόλεως καὶ τὴν τελείαν ταύτης ἐγκατάλειψιν καὶ ἀποστροφήν· | |
5 | νέφει γὰρ τὸ θεῖον κρυπτόμενον καὶ παραγίνεται καὶ πάλιν ἀπέρχεται. καὶ ταῦτα μὲν οὕτω. καὶ ἀπιστείτω μηδείς· πλεῖστοι γὰρ οἱ τούτων μάρτυρές τε καὶ θεαταὶ τῶν τε ξένων καὶ ἀστῶν. | |
1.47.1 | βασιλεὺς δὲ Μεχέμετις, ἐπειδή οἱ πάντα ἦν εὐτρεπῆ καὶ οὐδὲν ἐμποδὼν ἔτι (τό τε γὰρ τεῖχος τό τε ἐντὸς τό τε ἐκτὸς ταῖς μηχαναῖς κατήρριπτο μέχρις ἐδάφους, ἥ τε τάφρος ἐχώσθη πᾶσα, τό τε Κέρας καὶ τὸ κατ’ αὐτὸ τεῖχος ἅπαν λαμπρῶς ἠνοίγη τῷ πολέμῳ, καὶ ἀκριβὴς | |
5 | ἦν ἡ πολιορκία πανταχόθεν τῇ πόλει, αἵ τε κλίμακες καὶ οἱ ξύλινοι πύργοι καὶ τὰ ἄλλα πάντα καλῶς ἡτοίμαστο, ὅ τε χρόνος τῆς πολιορ‐ κίας ἱκανὸς ἦν· ἡμέραι γὰρ δὴ παρεῖλκον αὐτῇ ἐγγύς που πεντήκοντα, καὶ δέος ἦν μή πού τι καὶ νεοχμώσῃ ἢ καὶ βοήθειά τίς ποθεν ἀπὸ θαλάσσης φανείη· ἤδη γὰρ ἐπυνθάνετο καὶ τὸν ἐν Χίῳ ἀπόστολον τῶν | |
10 | Ἰταλικῶν νεῶν), δεῖν ἔγνω μηκέτι διαμέλλειν μηδὲ τοῦ λοιποῦ μενετέα οἱ εἶναι, ἀλλὰ πολεμητέα ἐν τάχει καὶ ἐπιχειρητέα τῇ πόλει πάσῃ σπουδῇ καὶ δυνάμει κατά τε γῆν καὶ θάλασσαν προσβαλόντι καὶ πεῖραν ταύτην αὐτῇ μεγίστην τε καὶ τελευταίαν προσενεγκεῖν. | |
1.47.2 | συγκαλέσας οὖν πάντας τοὺς ἐν τέλει τε καὶ περὶ αὐτόν, σατράπας τέ φημι καὶ στρατηγοὺς καὶ ἰλάρχας καὶ ταγματάρχας καὶ ἡγεμόνας τῶν τάξεων, ἔτι δὲ χιλιάρχους τε καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρ‐ χους τό τε ἄγημα τοῦ στρατοῦ καὶ τὴν περὶ αὐτὸν πᾶσαν ἴλην καὶ | |
5 | πρὸς τούτοις ναυάρχους τε καὶ τριηράρχους καὶ τὸν ἡγεμόνα τοῦ | |
στόλου παντὸς καὶ ξύλλογον ποιήσας ἔλεξε τοιάδε. | 59 | |
1.48.1(1t) | δημηγορία δευτέρα τοῦ βασιλέως προτρέπουσα πάντας εἰς τὸ καλῶς | |
2t | ἀγωνίσασθαι καὶ ἅμα παραίνεσιν ἔχουσα, τίνων γενήσονται | |
3t | κύριοι καλῶς ἀγωνισάμενοι καὶ ὅτι πολλῶν καὶ μεγάλων | |
1 | „ἄνδρες φίλοι καὶ τοῦ παρόντος ἀγῶνός μοι κοινωνοί, ἐγὼ ὑμᾶς ἐνθάδε ξυνεκάλεσα οὐ ῥᾳθυμίαν τινὰ καταγνοὺς ὑμῶν ἢ ἀμέλειαν ἐς τόδε τὸ ἔργον οὐδ’ ἵνα προθυμοτέρους ἐς τὸν παρόντα ἀγῶνα ποι‐ ήσω· πάλαι γὰρ ὁρῶ τοὺς μὲν ὑμῶν τοσαύτῃ προθυμίᾳ καὶ σπουδῇ | |
5 | περὶ τὸ ἔργον κεχρημένους ὡς πᾶν ὁτιοῦν ἂν μᾶλλον ἑλομένους παθεῖν ἢ ἀπράκτους τῶν ὧδε ἀναχωρῆσαι, τοὺς δὲ οὐ μόνον αὐτούς, ἀλλὰ καὶ τοὺς ἄλλους παροξύνοντας πάσῃ δυνάμει πρὸς τὸ ἔργον χωρεῖν. | |
1.48.2 | οὐ τοίνυν διὰ τοῦτο ὑμᾶς ξυνεκάλεσα, ἀλλ’ ὥστε μόνον ἀναμνῆσαι πρῶτον μὲν ὡς καὶ τὰ παρόντα ἀγαθά, ἃ ἔχετε, οὐ ῥᾳθυμοῦντες καὶ ἀμελοῦντες, ἀλλὰ καὶ σφόδρα πονοῦντες καὶ μετὰ μεγάλων ἀγώνων τε καὶ κινδύνων μεθ’ ἡμῶν ἐκτήσασθε καὶ ἆθλα τῆς ὑμῶν αὐτῶν ἀρετῆς | |
5 | καὶ ἀνδρίας ἔχετε μᾶλλον ἢ τύχης δῶρα, ἔπειτα δὲ ὡς καὶ τὰ νῦν τάδε προκείμενα ἆθλα διδάξαι ὑμᾶς ὅσα καὶ οἷά εἰσι καὶ τὴν δόξαν ὁπόσην ἔχει μετὰ τοῦ κέρδους καὶ τὴν τιμήν, καὶ ἅμα ἵνα γνῶτε καλῶς ἐπὶ μεγίστοις ποιούμενοι τὸν ἀγῶνα. | |
1.48.3 | πρῶτον μὲν γὰρ πλοῦτός τέ ἐστι πολὺς καὶ παντοδαπὸς ἐν τῇδε τῇ πόλει ὁ μὲν ἐν τοῖς βασιλείοις, ὁ δὲ ἐν τοῖς οἴκοις τῶν δυνατῶν, ὁ δὲ ἐν τοῖς τῶν ἰδιωτῶν, ὁ δὲ καλλίων καὶ μείζων ἐν τοῖς ἱεροῖς ἀποκείμενος, ἀναθημάτων τε καὶ κειμηλίων παντοίων ἐκ χρυσοῦ καὶ | |
5 | ἀργύρου κατεσκευασμένων λίθων τε τιμίων καὶ μαργάρων πολυτελῶν ἐπίπλων τε ἄπειρόν τι χρῆμα λαμπρῶν, ἄνευ δὴ τῆς ἄλλης κατ’ οἶκον κατασκευῆς καὶ περιουσίας· ὧν ἁπάντων ὑμεῖς ἔσεσθε κύριοι. | |
1.48.4 | ἔπ‐ ειτα ἄνδρες ἀγαθοὶ πλεῖστοί τε καὶ τῶν εὖ γεγονότων, ὧν οἱ μὲν δουλεύσουσιν ὑμῖν, οἱ δὲ εἰς ἀπόδοσιν ἔσονται, γυναῖκές τε πλεῖσται καὶ κάλλισται, νέαι καὶ ἀγαθαὶ τὰς ὄψεις, καὶ παρθένοι πρὸς γάμον | |
5 | ὡραῖαι εὐγενεῖς τε καὶ ἐξ εὐγενῶν καὶ ἀρρένων ὀφθαλμοῖς ἔτι καὶ νῦν ἄβατοι, ἔνιαι τούτων καὶ πρὸς γάμους ὁρῶσαι ἐπιφανῶν καὶ μεγάλων ἀνδρῶν, ὧν αἱ μὲν ἔσονται ὑμῖν ἐς γυναῖκας, αἱ δὲ πρὸς θεραπείαν ἀρκέσουσιν, αἱ δὲ πρὸς ἀπόδοσιν, καὶ κερδανεῖτε κατὰ πολλὰ ἔς τε ἀπόλαυσιν ὁμοῦ καὶ θεραπείαν καὶ πλοῦτον· καὶ παῖδες ὁμοίως | 60 |
10 | πλεῖστοι καὶ κάλλιστοι καὶ τῶν εὖ γεγονότων, ἔτι δὲ νεών τε κάλλη καὶ δημοσίων οἰκοδομημάτων, καὶ οἰκίαι λαμπραὶ καὶ παράδεισοι καὶ τοιαῦτα πολλὰ ἔς τε θέαν ὁμοῦ καὶ τέρψιν καὶ ἡδονὴν καὶ ἀπόλαυσιν ἱκανά. | |
1.48.5 | καὶ τί δεῖ ταῦτα πάντα καταλέγοντα διατρίβειν; πόλιν μεγάλην καὶ πολυάνθρωπον βασίλειόν τε τῶν πάλαι Ῥωμαίων καὶ ἐς ἄκρον εὐδαιμονίας καὶ τύχης καὶ δόξης ἐλάσασαν κεφαλήν τε γεγενη‐ μένην τῆς οἰκουμένης ἁπάσης δίδωμι νῦν ὑμῖν ἐς διαρπαγήν τε καὶ | |
5 | λείαν, πλοῦτον ἄφθονον, ἄνδρας, γυναῖκας, παῖδας, πάντα τὸν ἄλλον αὐτῆς κόσμον καὶ τὴν κατασκευήν· ὧν ἁπάντων ἐμφορηθήσεσθε ὥσπερ ἐν εὐωχίᾳ λαμπρᾷ καὶ ἐνευδαιμονήσετε τούτοις ὑμεῖς τε καὶ τοῖς ὑμετέροις παισὶ πλοῦτον πολὺν καταλείψετε, καὶ τὸ μέγιστον, ὅτι πόλιν τοιαύτην αἱρήσετε, ἧς τὸ κλέος πᾶσαν ἐπῆλθε τὴν οἰκουμένην· καὶ | |
10 | δῆλον ὅτι ἐς ὅσον ἔδραμεν ἡ ταύτης ἡγεμονία καὶ δόξα, ἐς τοσοῦτον καὶ τὸ ὑμῶν κλέος ἀφίξεται τῆς ἀνδρίας καὶ ἀρετῆς πόλιν τοιαύτην ἑλόντων ἐκ προσβολῆς. | |
1.48.6 | καὶ σκοπεῖτε, τίς εὐπραξία λαμπροτέρα ἢ τίς ἡδονὴ μείζων ἢ τίς πλούτου περιουσία καλλίων ἢ ἣ μετὰ τιμῆς καὶ δόξης προσέσται ἡμῖν. τὸ δὲ δὴ μεῖζον πάντων, ὅτι πόλιν ἐχθρῶς ἔχουσαν ἡμῖν ἐξ ἀρχῆς καὶ ἀεὶ ἐπιφυομένην τοῖς ἡμετέροις κακοῖς καὶ | |
5 | πάντα τρόπον ἐπιβουλεύουσαν τὴν ἡμετέραν ἀρχὴν καθαιρήσομεν καὶ τοῦ λοιποῦ αὐτοί τε βέβαια ἕξομεν τὰ παρόντα ἀγαθὰ καὶ ἐν εἰρήνῃ βαθείᾳ καὶ ἀσφαλείᾳ διάξομεν ἀπαλλαγέντες ἐχθροῦ γειτονήματος καὶ πρὸς τὰ λοιπὰ θύραν ἀνοίξομεν. | |
1.48.7 | καὶ μή τοι νομίσητε ταῦτα μὲν οὕτως ἔχειν, ἀπόμαχον δὲ εἶναι τὴν πόλιν καὶ τὸ ταύτης τεῖχος δυσπρόσοδόν τε καὶ δύσβατον καὶ κίνδυνον οὐ μικρὸν ἔχον τοῖς ἐπιοῦσιν ὡς οὐ ῥᾳδίως ὂν ἁλωτόν· ἀλλ’ ἰδοὺ γάρ, ὡς ὁρᾶτε, ἡ μὲν τάφρος πᾶσα ἐχώσθη, τὸ δὲ κατὰ γῆν τεῖχος | |
5 | ἐν τρισὶ μέρεσιν οὕτω τοι κατήρριπται, ὡς μὴ μόνον ὁπλίταις τε καὶ εὐζώνοις ἀνδράσιν, ὥσπερ ὑμεῖς, ἀλλὰ καὶ ἵπποις αὐτοῖς καὶ ἱππόταις ὡπλισμένοις καλῶς ῥᾳδίως εἶναι διαβατόν. οὕτως οὐ τεῖχος ἀπόμαχον ὑμῖν, ἀλλὰ πεδίον ἱππάσιμον δίδωμι διαβῆναι σὺν ὅπλοις. | |
1.49.1 | τὰ δὲ τῶν ἀντιτεταγμένων ἡμῖν τί χρὴ καὶ λέγειν; ἄνδρες γάρ εἰσι πάνυ τε ὀλίγοι καὶ οἱ πλείους ἄοπλοι καὶ πολέμων ἄπειροι· | |
ὡς γὰρ ἔχω πυνθάνεσθαι τῶν αὐτομόλων, μόλις φασὶ δύο ἢ τρεῖς ἄνδρας εἶναι τοὺς ἐν τῷ πύργῳ προμαχομένους καὶ ἑτέρους τοσούτους | 61 | |
5 | ἐν τῷ μεταπυργίῳ, ὥστε συμβαίνειν ἕνα ἄνδρα προπολεμεῖν τε καὶ προμάχεσθαι τριῶν ἢ τεττάρων ἐπάλξεων, καὶ τοῦτον ἢ ἄοπλον πάντῃ ἢ κακῶς ὡπλισμένον. | |
1.49.2 | πῶς οὖν ἐς τοσοῦτον πλῆθος ἡμῶν ἀρκέσου‐ σιν οὗτοι, καὶ μάλιστα ἡμῶν μὲν ἐκ διαδοχῆς ἀγωνιζομένων καὶ ἀεὶ νεαρῶν ἐπιόντων ἐς τὸ ἔργον καὶ καιρὸν ἐχόντων καὶ ὕπνον αἱρεῖσθαι καὶ σῖτα καὶ ἀναπαύειν αὑτούς, αὐτῶν δὲ ἀδιακόπως τε καὶ ἐπιτετα‐ | |
5 | μένως μαχομένων ἀεὶ καὶ μηδένα καιρὸν ἐχόντων ἢ ὕπνου ἢ σιτίου ἢ πότου ἢ ἀναπαύλης ἢ ἄλλου του τῶν τοιούτων μεταλαχεῖν ἡμῶν ἐπικειμένων τε τῷ πολέμῳ καὶ βιαζόντων; | |
1.49.3 | οὐδὲ γὰρ ἀκροβο‐ λισμοῖς ἔτι χρησόμεθα καὶ ἐπεκδρομαῖς ἢ προσβολαῖς καὶ πείραις μόναις, ὥσπερ πρόσθεν, καθὰ νομίζουσιν, ἀλλ’ ἀρξαμένων πολεμεῖν ὁ πόλεμος συνεχὴς ἔσται καὶ ἀδιάκοπος νύκτωρ καὶ μεθ’ ἡμέραν | |
5 | μηδεμίαν ἔχων ἀνακωχὴν ἢ ἐκεχειρίαν, ἕως ἂν πέρας λάβῃ τὰ κατ’ αὐτόν· ὥστε νομίζω τούτους τῷ τε συνεχεῖ πολέμῳ καὶ τῷ πόνῳ καὶ τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ καταπιεσθέντας ῥᾳδίως ἐνδώσειν ἡμῖν. | |
1.49.4 | οἱ δὲ ἐπὶ τοῦ κατερριμμένου τείχους τῶν Ἰταλῶν τεταγμένοι, εἰ καί τῳ δοκοῦσιν ἀπόμαχοι εἶναι καὶ ἱκανοὶ τοὺς ἐπιόντας ἀμύνεσθαι ὡς καλῶς τε ὡπλισμένοι καὶ πολέμων ἔμπειροι, καὶ μάλιστα τῶν ἐν τοῖς φρουρίοις, ἀλλ’ ἐμοὶ καὶ τὰ τούτων ἄπιστα δοκεῖ πάντῃ καὶ | |
5 | σφαλερά. | |
1.49.5 | πρῶτον μὲν γὰρ οὐκ ἐθελήσουσι νοῦν ἔχοντες ὑπὲρ ἀλλοτρίων ἀγαθῶν μάχεσθαι καὶ πονεῖν καὶ εἰς προὖπτον κίνδυνον ἐμβάλλειν αὑτοὺς μηδὲν κερδαίνοντες αὐτοί· ἔπειτα σύγκλυδές τέ εἰσι καὶ ἄλλος ἄλλοθεν συνεληλυθότες ἐπὶ τῷ λαβεῖν βλέποντες καὶ μόνον καὶ ἀπ‐ | |
5 | ελθεῖν σῶς, οὐκ ἐπὶ τῷ μαχόμενοι ἀποθανεῖν· ὥστε νῦν μὲν ἀνέχονται πάντως καὶ μένουσιν ἐκ διαλειμμάτων ἀκροβολιζομένων καὶ μαχο‐ μένων ἡμῶν ὥσπερ ἐν παιδιᾷ νομίζοντες τοιούτων ἡμῶν πειρᾶσθαι καὶ τοῦ λοιποῦ. | |
1.49.6 | ὅταν δὲ ἴδωσι τὸν πόλεμον περιρρέοντα καὶ παντα‐ χόθεν λαμπρῶς ἐπικείμενον καὶ φοβοῦντα καὶ τὸν θάνατον πρὸ ὀφθαλ‐ μῶν ἐπαγόμενον, τότ’, εὖ οἶδα, μηδὲν μελλήσαντες ὅλως ῥίψαντες τὰ ὅπλα καὶ νῶτα δόντες ἀποδράσουσιν ἀμεταστρεπτὶ καὶ οὐδὲν ἔσται τὸ | |
5 | κωλῦσον αὐτοὺς ἔτι ἢ ἐπισχῆσον ὅλως. | |
1.49.7 | εἰ δὲ καὶ παραμενοῦσι | |
καὶ ὁπωσοῦν (ἔστω γάρ), ἀλλ’ ἡμεῖς αὐτοὺς ῥᾳδίως τρεψόμεθα ῥώμῃ τε καὶ ἐμπειρίᾳ καὶ τόλμῃ, ὥστε οὐδὲ τὸ τούτων ἡγοῦμαι πάνυ τι ἡμῖν εἶναι πρὸς λόγου ἢ φροντίδος ἄξιον ὅλως. | 62 | |
1.50.1 | δείκνυται τοίνυν ἐξ ἁπάντων μεθ’ ἡμῶν εἶναι τὴν νίκην καὶ τὴν πόλιν ἡμῖν ἁλωτόν. πᾶσα γάρ, ὡς ὁρᾶτε, καθάπερ ἐν σαγήνῃ τινὶ κατά τε γῆν καὶ θάλασσαν ἀποκέκλεισται, καὶ οὐκ ἔνεστιν αὐτῇ τοῦ λοιποῦ τὰ ἡμέτερα ὅπλα καὶ τὰς χεῖρας διαφυγεῖν. | |
1.50.2 | γίνεσθε οὖν ἄνδρες ἀγαθοὶ αὐτοί τε ὑμεῖς καὶ τοὺς μεθ’ ὑμῶν πάντας παρακελεύεσθε ἀκολουθεῖν τε γενναίως ὑμῖν καὶ πάσῃ προ‐ θυμίᾳ καὶ σπουδῇ ἐς τὸ ἔργον κεχρῆσθαι νομίζοντας τοῦ καλῶς πολεμεῖν τρία εἶναι τὰ αἴτια, τό τε ἐθέλειν καὶ τὸ αἰσχύνεσθαι καὶ τὸ | |
5 | τοῖς ἄρχουσι πείθεσθαι· τοῦτο δ’ ἐστὶ τὴν ἰδίαν ἕκαστον τάξιν καλῶς τηρεῖν καὶ μετὰ σιγῆς καὶ κόσμου ἐς τὸ ἔργον ἰέναι, ὥστε καὶ τῶν παραγγελλομένων ὀξέως τε ἀκούειν αὐτὸν καὶ ἐς τοὺς ἄλλους ταῦτα διαπορθμεύειν ὁμοίως, καὶ ὅτε σιγῶντας ἐπιέναι δέοι, σιγᾶν, καὶ ὁπότε δὲ ἐμβοῆσαι καλὸν καὶ ἐπαλαλάξαι μετὰ κραυγῆς φοβερωτάτης, τοῦτο | |
10 | ποιεῖν· καὶ γὰρ ὡς τὰ πολλὰ κἀν τοῖς ἄλλοις τῶν πολέμων τοῦτο ξυμ‐ φέρει, οὐχ ἥκιστα δὲ τὰ ἐς τειχομαχίαν. τά τε ἄλλα παραγγέλλετε πᾶσι καλῶς καὶ ἐν κόσμῳ καὶ τάξει πάντα ποιεῖν. | |
1.50.3 | ἀγωνίσασθε οὖν καλῶς καὶ ἀξίως ὑμῶν τε αὐτῶν καὶ τῶν προειργασμένων ὑμῖν καὶ μήτε ὑμεῖς μαλακισθῆτε ὁρῶντες, περὶ ὅσων ὑμῖν ἐστιν ὁ ἀγών, μήτε | |
τοῖς ἄλλοις ἐνδῶτε τῶν μεθ’ ὑμῶν. κἀγὼ δὲ αὐτὸς πρῶτος παρέσομαι | 63 | |
5 | τῷ ἔργῳ μεθ’ ὑμῶν τε ἀγωνιζόμενος καὶ τῶν ἑκάστῳ δρωμένων θεατής. | |
1.50.4 | καὶ νῦν μὲν ἄπιτε παρὰ τὴν ἰδίαν τάξιν ἕκαστος καὶ σκηνὴν καὶ δειπνοποιεῖσθε καὶ ἀναπαύεσθε καὶ παραγγέλλετε ταῦτα καὶ τοῖς ὑφ’ ὑμῖν, ἕωθεν δὲ ἀναστάντες ἐκτάττετε ἕκαστος τὴν ἑαυτοῦ τάξιν καλῶς τε καὶ σὺν κόσμῳ μηδενὸς αἰσθανομένου τῶν ἔξω ἢ κατακούοντος | |
5 | ὅλως. ταξάμενοι δὲ μένετε σιωπῇ· ἐπὰν δὲ ἀκούσητε τῶν πολεμικῶν ᾀδόντων καὶ τὸ ξύνθημα ἴδητε, ἐνταῦθα τὸ ἔργον ὑμέτερον. | |
1.51.1(t) | τάξις καὶ παραγγελία τῶν στρατηγῶν | |
1 | καὶ σὺ μέν, ὦ Χαμουζᾶ, περιπλέων ταῖς ναυσὶ τὸ κατὰ θάλατταν τεῖχος ταῖς μὲν τῶν νεῶν ἀνακωχεύων εἴσω βελῶν κέλευε τούς τε τοξότας καὶ τοὺς τὰς μηχανὰς ἔχοντας ἐν χεροῖν καὶ τοὺς τούφακας βάλλειν ἀπὸ τῶν καταστρωμάτων τοὺς ἐπὶ τῶν ἐπάλξεων | |
5 | οὕτω τοι πυκνῶς ὡς μηδαμοῦ τούτους προκύπτειν ἐᾶν εἰς τὰ ἔξω ἢ ὅλως ἔχειν κεχρῆσθαι ἑαυτοῖς τῷ πολέμῳ, τὰς δὲ ἐποκέλλων, εἴ ποι παρείκοι, τοῦ τείχους προσάγειν τούτῳ τὰς κλίμακας τοὺς ἐπὶ τούτῳ τεταγμένους ὥστε ἐπιβαίνειν διὰ τούτων πειρᾶσθαι τοὺς ὁπλίτας τοῦ τείχους. καὶ οὕτως ἀγωνίζου καλῶς καὶ πειρῶ ἀνὴρ ἀγαθὸς εἶναι. | |
1.51.2 | αὐτὸς δέ, ὦ Ζάγανε, σὺ διαβὰς τὴν γέφυραν ταχέως πρόσβαλε τῷ τοῦ Κέρατος τείχει μάλα εὐρώστως ἔχων μετὰ σεαυτοῦ καὶ τὰς ἐν τῷ λιμένι ναῦς συνεφαπτομένας σοι τοῦ ἔργου καὶ γίνου ἀνὴρ ἀγαθός. | |
1.51.3 | καὶ σὺ δὲ ὁμοίως, ὦ Καρατζία, ἔχων τοὺς μετὰ σεαυτοῦ καὶ διαβὰς τὴν τάφρον πρόσμιγε τῷ κατὰ σὲ παρερρηγμένῳ τοῦ τείχους καὶ βιασάμενος τοὺς προμαχομένους ῥωμαλέως πειρῶ ἐπιβαίνειν τούτου ἀγωνιζόμενος γενναίως ὡς ἀνὴρ ἀγαθός. | |
1.51.4 | καὶ αὐτοὶ δὲ ὑμεῖς, Ἰσάακέ τε καὶ Μαχουμοῦτα, ἔχοντες τὰς ἰδίας τάξεις διαβαίνετε τὴν τάφρον ἀσφαλῶς καὶ πειρᾶσθε διὰ τῶν κλιμάκων ἐπιβαίνειν τοῦ τείχους, οἱ δὲ τοξόται καὶ οἱ τὰς μηχανὰς ἔχοντες καὶ τοὺς τούφακας | |
5 | βαλλέτωσαν ἰσχυρῶς τοὺς ἐπὶ τῶν ἐπάλξεων, ὡς ἂν ἧττον ἀπείργωσιν ὑμᾶς τῆς διαβάσεως. | |
1.51.5 | καὶ ὑμεῖς δέ, ὦ Χαλήλη καὶ Σαρατζία, | |
ἑκατέρωθεν ἐμοῦ τὰς τάξεις ἔχοντες καὶ μαχόμενοι, ὅταν ἐμὲ ἴδητε ἀγωνιζόμενον καὶ πειρώμενον ἐπιβαίνειν κατὰ τὰ παρερρηγμένα τοῦ τείχους βιαζόμενόν τε τοὺς Ἰταλοὺς καὶ τοῖς μετ’ ἐμοῦ πάροδον | 64 | |
5 | ἀνοίγοντα ἐς τὴν πόλιν, πειρᾶσθε τρόπῳ παντὶ ἑκατέρωθεν ἀπείργειν τοὺς κατὰ πρόσωπον ὑμῖν ἀντιτεταγμένους προσβάλλοντες ἰσχυρῶς, ὡς ἂν μὴ σχολὴν ἄγοντες ἀφ’ ὑμῶν ἧττον προσέχωσιν ἡμῖν καὶ μηδα‐ μοῦ προσβοηθῶσι τοῖς ὑφ’ ἡμῶν βιαζομένοις. καὶ τὸ ἀπὸ τοῦδε τῶν λοιπῶν ἔμοιγε πάντων μελήσει. ἀλλ’ ἄπιτε πρὸς τὰς σκηνὰς καὶ τὰς | |
10 | τάξεις ὑμῶν ἀγαθῇ τύχῃ καὶ δειπνοποιησάμενοι ἀναπαύεσθε.“ | |
1.52.1 | τοσαῦτα εἰπὼν διέλυσε τὸν ξύλλογον, καὶ ἀπῆλθον ἕκαστος εἰς τὰς ἑαυτῶν τάξεις τε καὶ σκηνάς, καὶ αὐτὸς δὲ δειπνοποιησάμενος ἀνεπαύετο. ἕωθεν δὲ ἀναστὰς καλεῖ πρῶτον τοὺς μηχανοποιοὺς καὶ κελεύει τὰς μηχανὰς ἑτοιμάσαντας τρέψαι κατὰ τὰ παρερρηγμένα τοῦ | |
5 | τείχους, ἵνα, ὅταν ᾖ καιρός, κατὰ τῶν ταύτῃ προμαχομένων ἀφῶσιν αὐτάς. | |
1.52.2 | ἔπειτα ξυγκαλέσας τὰς περὶ αὐτὸν ἴλας καὶ τάξεις, ὁπλίτας τέ φημι καὶ ὑπασπιστὰς καὶ τοξότας καὶ τὴν βασίλειον πᾶσαν αὐλήν, ἐκτάττει καλῶς κατὰ συμμορίας τε καὶ συσσιτίας καὶ συνωμοτίας καὶ τάξεις ἀνὰ χιλίους ἢ καὶ πλείους τὸν ἀριθμὸν καὶ κελεύει τούτους ἐκ | |
5 | διαδοχῆς ἀγωνίζεσθαι, ὅταν ἐς τοῦτο καταστῶσι, καὶ τοὺς μὲν πολε‐ μεῖν τε καὶ μάχεσθαι, τοὺς δὲ ὕπνον αἱρεῖσθαι καὶ σῖτον καὶ ἀναπαύειν αὑτούς, ἵν’ ὦσι νεαροὶ πάλιν πρὸς τὸν ἀγῶνα, καὶ τούτους πάλιν ἑτέ‐ ρους διαδέχεσθαι, καὶ οὕτω τάξεως τάξιν διαδεχομένης ἀεὶ καὶ ἀνα‐ παυούσης ἀδιάκοπόν τε καὶ συνεχῆ γίνεσθαι τὸν πόλεμον, ὡς ἂν μηδε‐ | |
10 | μία ἀνακωχή τις ἢ ἐκεχειρία ᾖ τῷ πολέμῳ τοῖς ἀντιτεταγμένοις· ἀπο‐ τάττει δὲ καὶ τόπον ἑκάστῳ καὶ καιρὸν καὶ τάξιν καὶ παραγγέλλει, πῶς δεῖ καὶ ποῦ καὶ πότε ἀγωνίζεσθαι καλόν. | |
1.52.3 | ἔπειτα παριππεύων περιῄει τὰς ἄλλας τάξεις ἁπάσας ἀποσκοπῶν τε αὐτὰς καὶ παρα‐ κελευόμενος καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ καὶ παραθαρρύνων καὶ παροτρύνων πρὸς τὸν ἀγῶνα, καὶ μάλιστα δὴ τοὺς ἡγεμόνας τῶν | |
5 | τάξεων, ἐξ ὀνόματος πάντας καλῶν. | |
1.52.4 | περιελθὼν οὖν πᾶσαν τὴν | |
στρατιὰν καὶ τὸ τεῖχος ἀπὸ θαλάσσης ἐς θάλασσαν καὶ παραγγείλας ἃ δεῖ καὶ παρακαλέσας καὶ παροξύνας ἅπαντας ἐς τὸ πολεμεῖν καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι κελεύει ἑστιαθέντας ἀνα‐ | 65 | |
5 | παύεσθαι, ἕως ἂν ᾄσῃ τὸ πολεμικὸν καὶ τὸ ξύνθημα ἴδωσι. δράσας δὲ ταῦτα ἀνεχώρησεν ἐς τὴν ἑαυτοῦ σκηνὴν καὶ ἑστιαθεὶς ἀνεπαύετο. | |
1.53.1 | Ῥωμαῖοι δὲ σιωπὴν τοσαύτην ἐν τῇ στρατιᾷ καὶ ἠρεμίαν ὁρῶντες παρὰ τὸ ξύνηθες ἐθαύμαζόν τε τὸ πρᾶγμα καὶ ἐς διαφόρους λο‐ γισμοὺς καὶ ἐννοίας ἐνέπιπτον, οἱ μὲν νομίζοντες ἑτοιμασίαν εἶναι ἐς ἀναχώρησιν οὐκ ὀρθῶς δοκοῦντες, οἱ δέ, ὅπερ καὶ ἦν, παρασκευὴν | |
5 | ἐς τὸν πόλεμον καὶ ἑτοιμασίαν, ὃν ὅσον οὐ προσεδόκουν, καὶ διεβοῶν‐ το καὶ αὐτοὶ πρὸς ἀλλήλους ἡσυχῇ καὶ πρὸς τὰς ἑαυτῶν τάξεις ἐχώρουν ἕκαστος τά τε ἄλλα παρεσκευάζοντο. | |
1.54.1 | βασιλεὺς δέ, ἐπεὶ ὥρα τε ἦν ἤδη κλινούσης ἡμέρας ἐγγύς που περὶ δείλην καὶ ὁ ἥλιος κατὰ νῶτόν τε αὐτῶν ἐγένετο καὶ τοῖς ἐναντίοις κατὰ πρόσωπον, ὅπερ ἐβούλετο, ἐνταῦθα δὴ κελεύει πρῶτον ᾆσαι τάς τε σάλπιγγας τὸ πολεμικὸν καὶ τὰ ἄλλα ὄργανα, τούς τε | |
5 | αὐλοὺς καὶ τὰς σύριγγας καὶ τὰ κύμβαλα, πάνυ ἰσχυρῶς ὡς οἷόν τε. καὶ οὕτως αἵ τε σάλπιγγες πᾶσαι τῶν ἄλλων τάξεων καὶ τὰ ὄργανα ἐκ διαδοχῆς ἤχησαν μέγα καὶ φοβερὸν ὁμοῦ πάντα, καὶ τὸ πᾶν ἐσείσθη καὶ διεδονήθη τῇ περιηχήσει τούτων. | |
1.54.2(t) | ὅρα τὸν πόλεμον | |
1 | ἔπειτα ἤρθη τὰ σημεῖα, καὶ οἱ τοξόται πρῶτοι καὶ οἱ σφεν‐ δονῆται καὶ οἱ τὰς μηχανὰς καὶ τοὺς τούφακας ἔχοντες (οὕτω γὰρ ἐτέτακτο αὐτοῖς) κατέβαινον ἐπὶ τὸ τεῖχος σχολῇ καὶ βάδην· ὡς εἴσω βέλους ἐγένοντο, καταστάντες ἐμάχοντο. καὶ πρῶτα μὲν ἀκροβολισμοῖς | |
5 | ἰσχυροῖς ἐχρήσαντο πρὸς ἀλλήλους ἑκάτεροι, τοῖς τε ἀπὸ τῶν τοξοτῶν βέλεσι τοῖς τε ἀπὸ τῶν σφενδονητῶν λίθοις καὶ τοῖς ἀπὸ τῶν μηχανῶν καὶ τουφάκων ἀφιεμένοις σιδηροῖς καὶ μολυβδίνοις βόλοις, ἔτι δὲ παλτοῖς καὶ κοντοῖς καὶ δορατίοις, ὡς μᾶλλον ἐπλησίαζον, βάλλοντες ἀλλήλους καὶ βαλλόμενοι ἀνοικτὶ σὺν ὀργῇ καὶ θυμῷ πολλῷ· καὶ | |
10 | κραυγὴ ἦν παρ’ ἀμφοτέρων ἰσχυρὰ καὶ βλασφημία καὶ ὕβρις, καὶ πολλοὶ μὲν ἐτιτρώσκοντο ἐξ ἑκατέρου μέρους, οὐκ ὀλίγοι δὲ καὶ ἀπ‐ έθνῃσκον. καὶ τοῦτο ἐγίνετο μέχρις ἡλίου δυσμῶν δύο ἢ τριῶν που | |
ὡρῶν διάστημα. | 66 | |
1.55.1 | ἔπειτα μέγα βοήσας ὁ βασιλεὺς καλεῖ τούς τε ὑπασπιστὰς καὶ ὁπλίτας καὶ τὸ ἄλλο ἄγημα εἰπών· „ἴτε, φίλοι καὶ παῖδες ἐμοί· καιρός ἐστι νῦν ἄνδρας ἀγαθοὺς ὑμᾶς φανῆναι“. οἱ δ’ εὐθὺς σὺν βοῇ καὶ ἀλαλαγμῷ φρικαλέῳ διαβάντες τὴν τάφρον προσέμιξαν τῷ ἔξω τείχει. | |
5 | τὸ δὲ ὅλον κατήρριπτο ταῖς μηχαναῖς, σταυρώματα δὲ μόνον ἦσαν ἀντὶ τείχους αὐτῷ μεγάλων δοκῶν καὶ φάκελοι κλημάτων καὶ ἄλλης ὕλης καὶ ἀμφορεῖς μεστοὶ γῆς. | |
1.55.2 | ἐνταῦθα συνίσταται μάχη καρτερὰ ἐκ χειρῶν ἀγχεμάχοις ὅπλοις τῶν μὲν ὁπλιτῶν καὶ ὑπασπιστῶν ἀγωνιζο‐ μένων βιάσασθαί τε τοὺς προμαχομένους καὶ ἐπιβῆναι τοῦ σταυρώμα‐ τος, τῶν δὲ Ῥωμαίων καὶ Ἰταλῶν ἀπώσασθαί τε τούτους καὶ φυλάξαι | |
5 | τὸ σταύρωμα· καὶ ποτὲ μὲν ἐπέβαινον τοῦ τείχους καὶ τοῦ σταυρώμα‐ τος οἱ ὁπλῖται ὀξέως τε καὶ ξὺν οὐδενὶ λογισμῷ βιαζόμενοι, ποτὲ δὲ ἀπεκρούοντο ἰσχυρῶς καὶ ἠλαύνοντο· καὶ ὁ βασιλεὺς εἵπετο αὐτοῖς ἀγωνιζόμενός τε γενναίως καὶ παροξύνων αὐτούς. | |
1.55.3 | ἐνταῦθα κε‐ λεύει καὶ τοὺς μηχανοποιοὺς πῦρ ἐπιβαλεῖν ταῖς μηχαναῖς· αἱ δὲ ἀναφθεῖσαι ἀφῆκαν τοὺς λίθους κατὰ τῶν προμαχομένων καὶ φόνον οὐκ ὀλίγον ἐξ ἑκατέρου μέρους τῶν προστυχόντων εἰργάσαντο. | |
1.55.4 | οὕτως οὖν εὐρώστως τε καὶ γενναίως ἀγωνιζομένων ἀμφοτέρων καὶ μαχομένων τὸ πλέον τῆς νυκτὸς παρελήλυθε· καὶ ἐκράτουν οἱ Ῥωμαῖοι καὶ ἴσχυον οὐ μικρῶς καὶ Ἰουστῖνος μετὰ τῶν σὺν αὐτῷ κατέχοντές τε ἀσφαλῶς τὸ σταύρωμα καὶ φυλάσσοντες καὶ ἀμυνόμενοι τοὺς ἐπιόντας | |
5 | γενναίως. καὶ ταύτῃ μὲν οὕτως. | |
1.56.1 | οἱ δὲ ἄλλοι στρατηγοὶ καὶ σατράπαι μετὰ τῶν ἰδίων τάξεων, ἀλλὰ δὴ καὶ ὁ τῶν νεῶν ἡγεμών, προσβαλόντες καὶ αὐτοὶ τῷ τείχει κατὰ γῆν τε καὶ θάλασσαν ταῖς ναυσὶν ἐμάχοντο ἰσχυρῶς, οἱ μὲν τοῖς ἀπὸ τῶν τοξοτῶν βέλεσι καὶ τοῖς ἀπὸ τῶν μηχανῶν ἀφιεμένοις, οἱ δὲ | |
5 | κλίμακας προσάγοντες τῷ τείχει καὶ γεφύρας καὶ πύργους ξυλίνους καὶ μηχανὰς παντοίας· καί τινες αὐτῶν που σὺν βίᾳ καὶ ἐπιβαίνειν ἐπειρῶντο τοῦ τείχους, καὶ μάλιστα δὴ ᾗ ὁ Ζάγανος ἐπετέτακτο καὶ ὁ Καρατζίας. | |
1.56.2 | ὁ μὲν γάρ, ὁ Ζάγανος, διαβὰς τὴν γέφυραν ἀσφαλῶς καὶ κλίμακας ἐπαγαγὼν τῷ τείχει καὶ γεφύρας ἀναβιβάζειν ἐπειρᾶτο τοὺς ὁπλίτας σὺν βίᾳ ἔχων καὶ τοὺς ἀπὸ τῶν ἐντὸς τοῦ λιμένος νεῶν τοξότας τε καὶ τουφακοφόρους βάλλοντας ἀπὸ τῶν καταστρωμάτων ἐξ | |
5 | ὑπερδεξίων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἰσχυρῶς περιπλεουσῶν τῶν νεῶν. | |
1.56.3 | Καρατζίας δὲ διαβὰς τὴν τάφρον καὶ γενναίως ἀγωνιζόμενος εἴσω τοῦ παρερρηγμένου τείχους ἐβιάζετο παρελθεῖν. | |
1.56.4 | οἱ δὲ Ῥωμαῖοι | |
καὶ τούτους ἰσχυρῶς ἀπεκρούοντο καὶ ἀπεωθοῦντο λαμπρῶς ἀμυνό‐ μενοί τε γενναίως καὶ τῷ πολέμῳ καθυπερτεροῦντες καὶ ἄνδρες ἀγαθοὶ γινόμενοι· οὐδὲν γὰρ ὅλως αὐτοὺς ἠδυνήθη παρατρέψαι τῶν γινομένων, | 67 | |
5 | οὐ λιμὸς ἐπικείμενος, οὐκ ἀγρυπνία, οὐ πόλεμος συνεχής τε καὶ ἀδιά‐ κοπος, οὐ τραύματα καὶ σφαγαὶ καὶ θάνατοι τῶν οἰκείων πρὸ ὀφθαλ‐ μῶν ὁρώμενοι, οὐκ ἄλλο τῶν φοβερῶν οὐδὲ ἕν, ὥστε ἐνδοῦναί τι καὶ καθυφεῖναι τῆς πρόσθεν ὁρμῆς τε καὶ γνώμης, ἀλλ’ ἐτήρησαν γενναίως τὴν ἐξ ἀρχῆς ἔνστασιν διὰ πάντων, ἕως ἡ πονηρὰ καὶ ἀγνώμων τύχη | |
10 | προὔδωκε τούτους. | |
1.57.1 | Μεχέμετις γὰρ ὁ βασιλεύς, ἐπειδὴ τὰς προβεβλημένας οἱ τάξεις ἑώρα σφόδρα τῷ πολέμῳ πεπονηκυίας καὶ μηδὲν περαινούσας, ὅ τι καὶ λόγου ἄξιον, καὶ τοὺς Ῥωμαίους καὶ Ἰταλοὺς εὐρώστως τε ἀγω‐ νιζομένους καὶ τῷ πολέμῳ πλεονεκτοῦντας, ἐνταῦθα δὴ σφόδρα ἀγανα‐ | |
5 | κτήσας καὶ οὐκέτι ἀνασχετὰ ἡγησάμενος εἶναι αὐτίκα πάσας ἐπάγει τὰς τάξεις, ἃς ἐς ὕστερον ἐταμιεύετο, ἄνδρας εὐοπλοτάτους τε καὶ εὐτολμοτάτους καὶ εὐθαρσεστάτους ἅμα καὶ τῶν ἄλλων ἐμπειρίᾳ καὶ ῥώμῃ πολλῷ προέχοντας· οἱ δὲ ἦσαν τὸ καθαρώτατον τοῦ στρατοῦ, ὁπλῖται καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ ἡ περὶ αὐτὸν τάξις τῶν τε | |
10 | ἄλλων καὶ τῶν καλουμένων δὴ γενητζάρων. οἷς μέγα βοήσας καὶ παρα‐ κελευσάμενος ἀνδράσιν ἀγαθοῖς νῦν ἤδη φανῆναι ἡγεῖτο τὴν ἐπὶ τὸ τεῖχος πρῶτος αὐτὸς μέχρι τῆς τάφρου. | |
1.57.2 | κἀνταῦθα δὴ τοὺς μὲν τοξότας τε καὶ σφενδονήτας καὶ τοὺς τούφακας ἔχοντας πόρρωθεν ἱσταμένους ἐκέλευσε βάλλειν ἐξ ὑπερδεξίων τοὺς ἐπὶ τοῦ σταυρώματος καὶ τοῦ παρερρηγμένου τείχους προμαχομένους οὕτω τοι πυκνῶς, | |
5 | ὥστε μηκέτι τούτους ἑαυτοῖς τῷ πολέμῳ ἔχειν κεχρῆσθαι μηδ’ εἰς τὰ ἔξω προκύπτειν δύνασθαι τῷ πλήθει τῶν τε ἀφιεμένων βελῶν καὶ τῶν ἄλλων νιφάδων δίκην πιπτόντων· τοῖς δὲ ἄλλοις πᾶσιν ὁπλίταις τε καὶ ὑπασπισταῖς ἐσήμαινε διαβάντας τὴν τάφρον σπουδῇ προσμῖξαι τῷ σταυρώματι. | |
1.57.3 | οἱ δὲ ἀλαλάξαντες μέγα καὶ φοβερὸν σὺν ὀργῇ καὶ θυμῷ μαινομένων δίκην ἐπίασιν· ἅτε γὰρ νεαροὶ ὄντες καὶ ῥωμαλέοι καὶ θράσους μεστοὶ καὶ ἔμπροσθεν τοῦ βασιλέως μαχόμενοι οὐδὲν ἠφίεσαν ὁρμῆς, ἀλλὰ προσμίξαντες τῷ σταυρώματι θρασέως τε καὶ σὺν | |
5 | οὐδενὶ λογισμῷ καὶ κόσμῳ ἐμάχοντο κατασπῶντές τε τοὺς προβεβλη‐ μένους ἀμφορέας τάς τε κεραίας συγκλῶντες καὶ τὴν ἄλλην συμ‐ πεφορημένην ὕλην σκεδαννύντες καὶ βιαζόμενοι τρέψασθαί τε τοὺς προμαχομένους καὶ εἴσω τοῦ σταυρώματος παρελθεῖν. | |
1.58.1 | Ἰουστῖνος δὲ μετὰ τῶν σὺν αὐτῷ καὶ οἱ ταύτῃ ὄντες Ῥωμαῖοι εὐρώστως ἀγωνιζόμενοι ξυστοῖς καὶ παλτοῖς καὶ ἀκοντίοις καὶ δόρασι | |
μακροῖς καὶ τοιούτοις τισὶν ἀγχεμάχοις ὅπλοις (ἐν χεροῖν γὰρ ἦν ἡ μάχη) κατεῖχόν τε αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνεῖργον εἴσω τοῦ σταυρώ‐ | 68 | |
5 | ματος παρελθεῖν. | |
1.58.2 | ἦν οὖν παρ’ ἀμφοτέρων κραυγὴ πολλὴ καὶ βοὴ συμμιγὴς βλασφημούντων, ὑβριζόντων, ἀπειλούντων, ὠθούντων, ὠθου‐ μένων, βαλλόντων, βαλλομένων, κτεινόντων, κτεινομένων, πάντα δεινὰ ποιούντων μετὰ θυμοῦ καὶ ὀργῆς· καὶ ἦν ἰδεῖν ἐνταῦθα μάχην κρατερὰν | |
5 | συνισταμένην τε καὶ συσταδὸν γινομένην μετὰ φρονήματος μεγίστου καὶ ὑπὲρ μεγίστων ἄθλων μαχομένων γενναίων ἀνδρῶν, τῶν μὲν φιλο‐ νεικούντων πάσῃ δυνάμει βιάσασθαί τε τοὺς ἀνθισταμένους καὶ κατα‐ σχεῖν τὸ τεῖχος καὶ εἴσω τῆς πόλεως παρελθεῖν ἐπὶ παῖδας καὶ γυναῖ‐ κας καὶ τὰ τιμιώτατα, τῶν δὲ ἀγωνιζομένων γενναίως ἀπεώσασθαί τε | |
10 | τούτους καὶ φυλάξαι τὰ ὄντα ἀγαθά, εἰ καὶ μὴ διὰ τέλους ἴσχυσαν ὑπερσχεῖν καὶ ταῦτα φυλάξαι. | |
1.58.3 | ἀλλ’ ἔδει ποτὲ καὶ τοὺς ταλαι‐ πώρους Ῥωμαίους τῷ τῆς δουλείας ὑπαχθῆναι ζυγῷ καὶ τῶν ταύτης πειραθῆναι κακῶν· ἤδη γὰρ μαχομένων γενναίως καὶ προθυμίας καὶ τόλμης οὐδὲν ἐλλειπόντων ἐς τὸν ἀγῶνα βάλλεται μὲν Ἰουστῖνος | |
5 | καιρίαν βέλει τῶν ἀπὸ μηχανῆς κατὰ τοῦ στέρνου διὰ τοῦ θώρακος διαμπὰξ καὶ βληθεὶς πίπτει αὐτοῦ καὶ ἀποκομίζεται ἐς τὴν ἰδίαν σκηνὴν κακῶς ἔχων. ἐκλύονται δὲ οἱ μετ’ αὐτοῦ πάντες ἀπειρηκότες τῷ πάθει καὶ καταλείψαντες τό τε σταύρωμα καὶ τὸ τεῖχος, ἵνα ἐμά‐ χοντο, πρὸς ἓν μόνον ἑώρων, ἀποκομίσαι τε τοῦτον ἐν ταῖς ὁλκάσι | |
10 | καὶ αὐτοὶ ἀποκομισθῆναι σῶς, καίτοι τοῦ βασιλέως Κωνσταντίνου πολλὰ παρακαλοῦντος αὐτοὺς καὶ ὑπεσχημένου μικρὸν παραμεῖναι, ἕως ἂν ὁ πόλεμος λωφήσῃ· οἱ δ’ οὐκ ἐδέξαντο, ἀλλ’ ἀναλαβόντες τὸν ἡγεμόνα σφῶν ὡπλισμένοι ἐχώρουν ἐπὶ τὰς ὁλκάδας σπουδῇ καὶ δρόμῳ μηδενὸς ἐπιστρεφόμενοι τῶν ἄλλων. | |
1.59.1 | βασιλεὺς δὲ Κωνσταντῖνος ἀπαγορεύσας τοῖς ὅλοις καὶ μηδ’ ὅλως ἔχων ὅ τι καὶ δράσειεν (οὐδὲ γὰρ εἶχεν ἄνδρας ἑτέρους ἀνα‐ πληρῶσαι τοὺς ἀπολειφθέντας τόπους καὶ τὰς τάξεις τῶν ἀπελθόντων εὐθὺς ἐπικειμένου τε τοῦ πολέμου σφοδρῶς καὶ πάντων εἰς τὰς ἰδίας | |
5 | τάξεις τε καὶ τοὺς τόπους ὁρώντων τε καὶ ἀγωνιζομένων) ὅμως γε μὴν μετὰ τῶν ἀπολειφθέντων Ῥωμαίων αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ | |
εὐαριθμήτων πάνυ στὰς πρὸ τοῦ σταυρώματος ἀπεμάχετο γενναίως. | 69 | |
1.60.1(t) | ὅρα περιεργίαν τοῦ βασιλέως | |
1 | Μεχέμετις δὲ ὁ βασιλεὺς κατανοήσας τό τε σταύρωμα καὶ τὸ ἄλλο κατερριμμένον τοῦ τείχους κενὸν ἀνδρῶν καὶ τῶν προμαχομένων ἔρημον (ἐγγὺς γάρ που ἐτύγχανεν ὢν ἀγωνιζόμενος) τούς τε ἄνδρας ὑπεξιόντας λαθραίως τούς τε ὄντας ἀσθενῶς δι’ ὀλιγότητα μαχομένους | |
5 | καὶ γνοὺς ἐκ τούτων τόν τε δρασμὸν τῶν ἀνδρῶν καὶ τὴν τοῦ τείχους ἀπόλειψιν, μέγα βοήσας εὐθύς· „ἔχομεν“, εἶπεν, „ὦ φίλοι, τὴν πόλιν, ἔχομεν ἤδη. φεύγουσιν οἱ ἄνδρες ἡμᾶς. οὐκέτι παραμένειν ἀνέχονται. γυμνὸν τῶν προμαχομένων τὸ τεῖχος. ὀλίγου πόνου τὸ ἔργον καὶ ἡ πόλις ἑάλω. μὴ μαλακισθῆτε οὖν, ἀλλὰ χωρεῖτε πρὸς τὸ ἔργον εὐψύχως | |
10 | καὶ γίνεσθε ἄνδρες ἀγαθοὶ κἀγὼ μεθ’ ὑμῶν.“ | |
1.60.2(t) | ἅλωσις τῆς Πόλεως | |
1 | ταῦτα εἰπὼν ἡγεῖτο πρῶτος αὐτός. οἱ δὲ ἀλαλάξαντες δρόμῳ καὶ βοῇ φρικαλέᾳ προλαβόντες τὸν βασιλέα χωροῦσιν ἐπὶ τὸ σταύρωμα καὶ μάχης ἰσχυρᾶς γενομένης ἐφ’ ἱκανὸν τρέπονται τοὺς ταύτῃ Ῥωμαί‐ ους καὶ βιαίως ἐπιβαίνουσι τοῦ σταυρώματος· καὶ οὕτω τοὺς μὲν | |
5 | αὐτῶν ῥιπτοῦσι κατὰ τοῦ χάρακος τοῦ μεταξὺ τοῦ μεγάλου τείχους καὶ τοῦ σταυρώματος βαθέος ὄντος καὶ δυσδιεξιτήτου καὶ κατασφάτ‐ τουσι πάντας αὐτοῦ, τοὺς δὲ ὠθοῦσι διὰ τῆς πυλίδος Ἰουστίνου. ἣν οὗτος ἀνέῳξεν ἐν τῷ μεγάλῳ τείχει, ἵνα προχείρως ἔχῃ διαβαίνειν ἐπὶ τὸ σταύρωμα. | |
1.60.3(t) | θάνατος Κωνσταντίνου τοῦ βασιλέως | |
1 | καὶ γίνεται ὠθισμὸς ἐνταῦθα καὶ φόνος τῶν προστυχόντων πολὺς παρὰ τῶν ὁπλιτῶν ἅτε συνδεδραμηκότων καὶ ἑτέρων οὐκ ὀλίγων ἀτάκτως πρὸς τὴν βοὴν πολλαχόθεν· οὗ δὴ καὶ βασιλεὺς Κωνσταντῖνος πίπτει μαχόμενος μετὰ τῶν σὺν αὐτῷ γενναίως. | |
1.61.1 | οἱ δὲ ὁπλῖται εἰσεχέοντο ἤδη διὰ τῆς πυλίδος ἐπὶ τὴν πόλιν, οἱ δὲ καὶ διὰ τοῦ κατερριμμένου μεγάλου τείχους εἰσέπιπτον· τὸ δὲ ἄλλο στράτευμα πᾶν ἑπόμενον ὠθισμῷ καὶ βίᾳ εἰσεχεῖτο λαμπρῶς ἀνὰ πᾶσαν τὴν πόλιν σκεδαννύμενον. | |
1.61.2 | βασιλεὺς δ’ ἑστὼς πρὸ τοῦ μεγάλου τείχους, ἵνα καὶ ἡ μεγάλη σημαία ἦν καὶ τὸ σύνθημα, ἀπ‐ εσκόπει τὰ δρώμενα· ἤδη γὰρ καὶ ἡμέρα ὑπέφαινεν. | 70 |
1.61.3(t) | ὅρα πάθος μέγα καὶ φόνον πολύν | |
1 | ἔνθα δὴ φόνος πολὺς τῶν προστυγχανόντων ἐγίνετο, τῶν μὲν κατὰ τὴν ὁδὸν (ἤδη γὰρ ἐξῄεσάν τινες τῶν οἰκιῶν θέοντες πρὸς τὴν βοὴν καὶ τοῖς ξίφεσι τῶν στρατιωτῶν ἀπροόπτως ἐνέπιπτον), τῶν δὲ ἐν ταῖς οἰκίαις αὐταῖς ἐπεισπιπτόντων βίᾳ τῶν γενητζάρων καὶ τῶν ἄλλων | |
5 | στρατιωτῶν σὺν οὐδενὶ κόσμῳ καὶ λογισμῷ, τῶν δὲ καὶ ἐς ἀλκὴν τρεπομένων, τῶν δὲ καὶ πρὸς ἱεροῖς καταπεφευγότων τε καὶ ἱκετευ‐ όντων, ἀνδρῶν, γυναικῶν, παίδων, πάντων ἁπλῶς, μηδεμιᾶς οὔσης φειδοῦς. | |
1.61.4 | ὀργῇ γὰρ καὶ θυμῷ πολλῷ ἐχώρουν ἐπ’ αὐτοὺς οἱ στρατιῶται τοῦτο μὲν ἀχθόμενοι τῇ τριβῇ τῆς πολιορκίας, τοῦτο δ’ ὅτι καὶ ἀπὸ τῶν ἐπάλξεων σκώμμασί τε καὶ ὕβρεσιν οὐκ ὀλίγαις ἔβαλλον αὐτοὺς ἔνιοι τῶν ἀνοήτων παρ’ ὅλον τὸν πόλεμον, τὸ δ’ ὅλον ὅπως | |
5 | ἂν θροήσωσι τὸ πᾶν καὶ φοβήσωσι καὶ δουλώσωνται ταῖς σφαγαῖς. | |
1.61.5(t) | διαρπαγὴ τῆς Πόλεως | |
1 | ὡς δὲ ἅλις εἶχον τοῦ φόνου καὶ ἡ πόλις ἤδη δεδούλωτο, τρέ‐ πονται οἱ μὲν ἐν ταῖς τῶν δυνατῶν οἰκίαις κατὰ συμμορίας τε καὶ συνωμοτίας καὶ τάξεις ἐπὶ διαρπαγῇ καὶ σκυλμῷ, οἱ δὲ πρὸς σύλησιν τῶν ἱερῶν, οἱ δὲ ἐπὶ τὰς κοινάς τε καὶ τῶν ἰδιωτῶν οἰκίας ἐσκεδασμέ‐ | |
5 | νοι, διαρπάζοντες, σκυλεύοντες, ληϊζόμενοι, φονεύοντες, ὑβρίζοντες, ἀπάγοντες αἰχμαλώτους ἄνδρας, γυναῖκας, παῖδας, πρεσβύτας, νέους, ἱερεῖς, μοναχούς, πᾶσαν ἡλικίαν καὶ τάξιν ἁπλῶς. | |
1.61.6(t) | ὅρα κἀνταῦθα πάθος ἐλεεινόν | |
1 | καὶ ἦν ἰδεῖν θέαμα δεινὸν καὶ ἐλεεινὸν καὶ πέρα τραγῳδίας | |
ἁπάσης γυναῖκας νέας καὶ σώφρονας, εὐγενεῖς τε καὶ τῶν εὖ γεγονό‐ των, τὰ πολλὰ οἰκουρούσας καὶ οὐδὲ τὴν αὔλειον προελθούσας ποτέ, καὶ παρθένους εὐπρεπεῖς καὶ ὡραίας, λαμπράς τε καὶ λαμπρῶν οἰκιῶν | 71 | |
5 | καὶ μέχρι τότε ἀρρένων ὀφθαλμοῖς ὅλως ἀψαύστους, τὰς μὲν βίᾳ τῶν θαλάμων ἐξελκομένας ἀπηνῶς τε ἅμα καὶ ἀναιδῶς ἁρπαζομένας, τὰς δὲ—κακὸν αὐταῖς ἔτι κοιμωμέναις ἐφιστάμενοι ὄναρ ἄνδρες ξιφήρεις, ᾑμαγμένοι τὰς χεῖρας τῷ φόνῳ, θυμοῦ πνέοντες, φονικὸν βλέποντες, ἄσημα φθεγγόμενοι, ἀπηρυθριασμένοι πρὸς πάντα τὰ χείριστα ἅτε | |
10 | πλῆθος σύμμικτον ὄντες ἐκ παντὸς ἔθνους καὶ γένους καὶ τύχης συνειλεγμένοι, ὥσπερ θῆρες ἄγριοι καὶ ἀνήμεροι εἰσπηδῶντες εἰς τὰς οἰκίας καὶ σύροντες ὠμῶς, ἕλκοντες, σπαράσσοντες, βιαζόμενοι, ἀπ‐ άγοντες αἰσχρῶς, ἐπὶ τῶν τριόδων ὑβρίζοντες, καὶ τί κακὸν οὐχὶ ποιοῦντες; φασί γέ τοι τὰς πολλὰς αὐτῶν καὶ πρὸς μόνην τὴν ἀήθη | |
15 | θέαν τε καὶ ἀκοὴν τούτων καταπλαγείσας ἐγγὺς ἐλθεῖν ἀφεῖναι καὶ τὴν ψυχήν· | |
1.61.7 | ἔτι δὲ γέροντας ἐντίμους ἑλκομένους τῆς πολιᾶς, τοὺς δὲ καὶ τυπτομένους ἀνηλεῶς, παῖδας εὐγενεῖς καὶ ὡραίους ἀπαγο‐ μένους, ἱερεῖς ἐλαυνομένους, παρθένους μοναζούσας σεμνάς τε καὶ ἀπροΐτους τὸ ὅλον καὶ τῷ θεῷ μόνῳ προσανεχούσας καὶ ζώσας, ᾧ | |
5 | καθιέρωσαν ἑαυτάς, τὰς μὲν τῶν δωματίων βιαίως ἐξαγομένας καὶ συρομένας, τὰς δὲ τῶν ἱερῶν ἀποσπωμένας, ἐν οἷς κατέφευγον, καὶ ἀπαγομένας σὺν ὕβρει καὶ ἀτιμίᾳ ξαινομένας τε τὰς παρειὰς σὺν οἰμωγῇ καὶ ὀλολυγῇ καὶ κοπτομένας πικρῶς, παῖδας ἁπαλοὺς ὠμῶς ἀποσπωμένους μητέρων, κόρας ἐλεεινῶς χωριζομένας τῶν νεογάμων | |
10 | ἀνδρῶν, ἄλλα μυρία εἰργασμένους δεινά. | |
1.62.1(t) | διαρπαγὴ καὶ σύλησις τῶν ἱερῶν | |
1 | τὴν δὲ τῶν ἱερῶν ὕβριν καὶ σύλησιν καὶ διαρπαγὴν πῶς ἄν τις ἐξείποι τῷ λόγῳ; κατεβάλλοντο μὲν ἀτίμως εἰς γῆν εἰκόνες καὶ ἀφιδρύματα καὶ τἆλλα τῶν ἱερῶν, ἀπεσπᾶτο δὲ κόσμος ὁ τούτων, ἐδίδοτο δὲ τὰ μὲν αὐτῶν τῷ πυρί, τὰ δὲ ἐς λεπτὰ τεμνόμενά τε καὶ | |
5 | συντριβόμενα ἐπὶ τῶν τριόδων ἐρριπτεῖτο, ἠνοίγοντο δὲ θῆκαι τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν καὶ τὰ τούτων ἐξήγετο λείψανα καὶ ἀτίμως λεπτυνόμενα καὶ λυόμενα εἰς ἀέρα ἐλικμᾶτο, τὰ δὲ καὶ ἐπὶ τῶν ἀμφόδων ἐρριπτεῖτο. | |
1.62.2 | κρατῆρές τε καὶ φιάλαι καὶ ἃ τὴν παναγε‐ στάτην θυσίαν ἐδέχετο, αἱ μὲν ἐς προπόσεις ἦσαν καὶ μέθην αὐτοῖς, οἱ δὲ συντριβόμενοί τε καὶ χωνευόμενοι ἀπεδίδοντο, ἱερὰ δὲ σκεύη καὶ πέπλα τίμια πολυτελῆ τε καὶ πολλῷ χρυσίῳ ἐνυφασμένα, τὰ δὲ καὶ | 72 |
5 | λίθοις διαφανέσι καὶ μαργάροις καταστραπτόμενα, τὰ μὲν ἀπεδίδοντο Ἰουδαίοις εἰς ἀπόχρησιν οὐ καλήν, τὰ δὲ πυρὶ παρεδίδοντο χωνευ‐ όμενα διὰ τὸν χρυσόν. | |
1.62.3 | βίβλοι τε ἱεραὶ καὶ θεῖαι, ἀλλὰ δὴ καὶ τῶν ἔξω μαθημάτων καὶ φιλοσόφων αἱ πλεῖσται, αἱ μὲν πυρὶ παρεδίδοντο, αἱ δὲ ἀτίμως κατεπατοῦντο, αἱ πλείους δὲ αὐτῶν οὐ πρὸς ἀπόδοσιν μᾶλλον ἢ ὕβριν δύο ἢ τριῶν νομισμάτων, ἔστι δ’ ὅτε καὶ ὀβολῶν | |
5 | ἀπεδίδοντο. | |
1.62.4 | τράπεζαι δὲ ἱεραὶ ἐκ βάθρων αὐτῶν ἀνεσπῶντο καὶ ἀνετρέποντο τοῖχοί τε τῶν ἀβάτων καὶ ἀψαύστων τόπων ἀνηρευνῶντο καὶ τὰ τῶν τεμενῶν ἱερὰ ἕδη ἀνωρύττετό τε καὶ κατεσκάπτετο ἐπὶ ζητήσει χρυσοῦ· ἄλλα τε πολλὰ τοιαῦτα ἐτολμᾶτο. | |
1.63.1 | οἱ δὲ ἐπὶ τοῦ ἑτέρου τείχους τεταγμένοι τε καὶ μαχόμενοι κατὰ γῆν τε καὶ θάλατταν δυστυχεῖς Ῥωμαῖοι νομίζοντες σῶν εἶναι τὴν πόλιν καὶ κακῶν ἀπαθῆ καὶ παῖδας καὶ γυναῖκας ἐλευθέρους (οὐδὲ γὰρ ᾔδεσάν πω τὰ γινόμενα) εὐρώστως τε ἠγωνίζοντο καὶ μετὰ ῥώμης | |
5 | ἠμύνοντο τοὺς ἐπιόντας καὶ ἀπεωθοῦντο λαμπρῶς τοὺς ἐπιβαίνειν πειρωμένους τοῦ τείχους. | |
1.63.2 | ὡς δὲ κατὰ νώτου τε εἶδον τοὺς πολεμί‐ ους καὶ βάλλοντας ἀπὸ τῶν ἔνδον καὶ τῆς πόλεως αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἠνδραποδισμένους ἑώρων καὶ ἀπαγομένους αἰσχρῶς, οἱ μὲν αὐτῶν ἀθυμίᾳ ληφθέντες ἐρρίπτουν σφᾶς αὐτοὺς μετὰ τῶν ὅπλων | |
5 | ἀπὸ τοῦ τείχους καὶ ἀπέθνῃσκον, οἱ δὲ ἀπογνόντες τοῖς ὅλοις καὶ τὰ ὅπλα τῶν χειρῶν ἐκλυομένων ἤδη ἀπολύοντες παρεδίδουν αὐτοὺς τοῖς πολεμίοις ἀμαχὶ χρήσασθαι ὅ τι καὶ βούλοιντο. | |
1.64.1(t) | θάνατος τοῦ Ὀρχάνη | |
1 | ἔτυχε δ’ ἐκεῖσε τότε παρὼν καὶ μαχόμενος ἐπὶ τοῦ τείχους σὺν αὐτοῖς καὶ Ὀρχάνης ὁ τοῦ βασιλέως θεῖος τοῦ Ἀτουμάνων γένους, ὃν εἶχε βασιλεὺς Κωνσταντῖνος ἐν τῇ πόλει ἐν πολλῇ ἄγων θεραπείᾳ τε καὶ τιμῇ δι’ ἐλπίδας φυγάδα πρὸ πολλοῦ ὄντα διὰ τὸν φόβον τοῦ | |
5 | ἀδελφοῦ· ἐζήτει γὰρ αὐτὸν ἀνελεῖν. ὃς ἰδὼν τὴν τῆς πόλεως ἅλωσιν καὶ θέλων ἑαυτὸν ἐκσῶσαι πρῶτα μὲν ἐβουλήθη λαθὼν διαδρᾶναι ὡς εἷς τῶν ἀπὸ τῆς στρατιᾶς τῇ τε σκευῇ καὶ τῇ τῆς φωνῆς ὁμοιότητι, ὡς δὲ | |
εἶδε γνωσθείς τε καὶ διωκόμενος (ἦσαν γάρ οἱ ἀναγνόντες αὐτόν), ῥιπτεῖ ἑαυτὸν εὐθὺς κατὰ τοῦ τείχους καὶ ἀποθνῄσκει. | 73 | |
1.64.2 | οἱ δὲ στρατιῶται δραμόντες αἴρουσιν αὐτοῦ τὴν κεφαλὴν ἀποταμόντες καὶ ἀπήγαγον τῷ βασιλεῖ· καὶ γὰρ ἐζήτει αὐτὸν διὰ σπουδῆς ἢ ζῶντα ἢ τεθνεῶτα ἰδεῖν. | |
1.65.1 | ἐν τούτῳ δὲ καὶ Χαμουζᾶς ὁ τῶν νεῶν ἡγεμών, ὡς εἶδε τὴν πόλιν ἐχομένην ἤδη καὶ τοὺς ὁπλίτας ληϊζομένους αὐτήν, εὐθὺς ἐπι‐ πλεῖ τῇ ἁλύσει καὶ διαρρήξας αὐτὴν εἴσω γίνεται τοῦ λιμένος· καὶ ὅσας εὗρε τῶν Ῥωμαϊκῶν νεῶν (αἱ γὰρ τῶν Ἰταλῶν τριήρεις τε καὶ ὁλ‐ | |
5 | κάδες εὐθὺς βιασάμεναι ταύτας ἀνήχθησαν ἐς τὸ πέλαγος), τὰς μὲν κατέδυσεν αὐτοῦ, τὰς δὲ αὐτάνδρους ἔλαβε· καὶ ἐποκείλας τὰς ναῦς ταῖς Βασιλικαῖς καλουμέναις Πύλαις ἔτι κεκλεισμένας εὑρὼν διαρρήσ‐ σει τε τὰ τούτων κλεῖθρα καὶ τοὺς μοχλοὺς καὶ καταβάλλει ταύτας· καὶ εἰσελθὼν μετὰ τῆς στρατιᾶς ἐν τῇ πόλει εὑρίσκει πολλοὺς ἐκεῖσε | |
10 | τῶν Ῥωμαίων συνισταμένους καὶ ἐς ἀλκὴν τραπομένους (οὔπω γὰρ ἐφθάκει πρὸς τοῦτο τὸ μέρος ἡ κατὰ γῆν στρατιὰ ληϊζομένη τὴν ἄλλην πόλιν) καὶ συμβαλὼν αὐτοῖς τρέπεται καὶ φονεύει πάντας αὐτοῦ ὥστε διὰ τῶν πυλῶν αἷμα ῥυῆναι πολύ. | |
1.66.1 | ἐν τούτῳ δὲ καὶ ἡ ἄλλη στρατιὰ ἐφθάκει, ὁμοίως δὲ καὶ διὰ τῶν ἄλλων παραλίων πυλῶν εἰσεχέοντο λαμπρῶς ταύτας συγκλῶντες καὶ καταβάλλοντες, καὶ οὕτως ἅπαν τὸ στράτευμα τῶν νεῶν ἤδη σκε‐ δασθὲν ἀνὰ πᾶσαν τὴν πόλιν τρέπεται εἰς διαρπαγὴν ληϊζόμενον πάντα | |
5 | τὰ ἐν ποσὶ καὶ δίκην ἐμπῖπτον πυρὸς ἢ σκηπτοῦ καὶ ἐμπιπρῶν πάντα καὶ ἀφανίζον ἢ χειμάρρου δίκην ἅπαντα παρασῦρον καὶ διαφθεῖρον· καὶ γὰρ οὗτοι πάντα διηρευνήσαντο ἀκριβέστερον ἢ Δᾶτις, φασί, τὴν Ἐρετρικὴν ναούς, ἱερά, θήκας τε παλαιὰς καὶ τάφους ἀναρρηγνύντες στοάς τε ὑπογείους καὶ καταδύσεις καὶ κρησφύγετα καὶ ἄντρα καὶ | |
10 | χηραμοὺς καὶ ἄλλο πᾶν κεκρυμμένον ἀνερευνῶντες καί, εἴ πού τις ἤ τι ἦν κεκρυμμένον, εἰς φῶς ἐξάγοντες. | |
1.66.2 | εἰς δὲ τὸν μέγιστον ἐσελθόντες τῆς τοῦ θεοῦ Σοφίας νεὼν εὗρον ἐκεῖ πολύ τι πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων καταφυγόντας τε καὶ θεοκλητοῦν‐ | |
τας· οὓς καὶ δίκην σαγήνης συγκλείσαντες παρεστήσαντο πάντας ὁμο‐ | 74 | |
5 | λογίᾳ καὶ ἀπήγαγον αἰχμαλώτους, τοὺς μὲν ἐς τὰς τριήρεις, τοὺς δὲ ἐς τὸ στρατόπεδον. | |
1.67.1(t) | προσχώρησις τοῦ Γαλατᾶ τῷ βασιλεῖ | |
1 | ἐν τούτῳ δὲ καὶ οἱ ἐν τῷ Γαλατᾷ, ὡς εἶδον τὴν Πόλιν ἐχο‐ μένην ἤδη καὶ διαρπαζομένην, εὐθὺς προσεχώρησαν ὁμολογίᾳ τῷ βασιλεῖ ἐπὶ τῷ μηδέν τι κακὸν παθεῖν καὶ ἀνοίξαντες τὰς πύλας εἰσεδέχοντο τὸν Ζάγανον μετὰ τῆς στρατιᾶς· καὶ αὐτοὶ οὐδὲν ὅλως | |
5 | ἠδίκηντο. | |
1.67.2 | ἡ δὲ στρατιὰ πᾶσα ἥ τε κατὰ γῆν ἥ τε κατὰ θάλασσαν εἰσχυθεῖσα ἐς τὴν Πόλιν ἀπὸ πρωΐας βαθείας καὶ αὐτοῦ τοῦ περιόρθρου μέχρι δείλης ὀψίας ἐληίζετο καὶ διήρπαζε ταύτην ἐκφοροῦσα πᾶσαν τὴν λείαν ἐς τὸ στρατόπεδον, τὴν δὲ καὶ ἐς τὰς ναῦς· ἔστιν ἃ δὲ ταύτης | |
5 | καὶ διαρπάζοντες ἔνιοι ὥσπερ φῶρες καὶ λαθραίως ἐξιόντες τῶν πυλῶν ἀπῄεσαν ἐς τὰ οἴκοι. | |
1.67.3 | οὕτω δὲ πᾶσαν ταύτην ἐκένωσε καὶ ἠρήμωσε καὶ πυρὸς δίκην ἠφάνισε καὶ ἠμαύρωσεν ὥσθ’ ὅλως ἀπιστη‐ θῆναι, εἰ καὶ ἦν ἐν αὐτῇ ποτε ἢ ἀνθρώπων οἴκησις ἢ πλοῦτος ἢ περιουσία πόλεως ἢ ἄλλη τις κατ’ οἶκον κατασκευή τε καὶ περιφάνεια, | |
5 | καὶ ταῦτα οὕτω λαμπρᾶς καὶ μεγάλης ὑπαρχούσης τῆς πόλεως· οἶκοι δὲ μόνον ἐναπελείφθησαν ἔρημοι καὶ φόβον παρέχοντες τοῖς ὁρῶσι διὰ τὴν ἐρημίαν πολύν. | |
1.67.4(1t) | ἀριθμὸς τῶν ἀποθανόντων ἐν τῷ πολέμῳ Ῥωμαίων | |
2t | καὶ τῶν ληφθέντων αἰχμαλώτων | |
1 | ἀπέθανον δὲ τῶν μὲν Ῥωμαίων καὶ τῶν ξένων, ὡς ἐλέγοντο, παρ’ ὅλον τὸν πόλεμον καὶ ἐν αὐτῇ δὴ τῇ ἁλώσει οἱ ξύμπαντες, ἄνδρες φημὶ καὶ γυναῖκες καὶ παῖδες, ἐγγύς που τετρακισχίλιοι· ἐλήφθησαν δὲ καὶ αἰχμάλωτοι ὀλίγῳ πλείους πεντακισμυρίων, τῆς δὲ στρατιᾶς | |
5 | ἁπάσης ἀμφὶ τοὺς πεντακοσίους. | 75 |
1.68.1(1t) | εἴσοδος τοῦ βασιλέως εἰς τὴν Πόλιν καὶ θεωρία | |
2t | τῶν ἐν αὐτῇ πάντων καὶ οἶκτος αὐτῆς | |
1 | ὁ δὲ βασιλεὺς μετὰ ταῦτα εἰσελθὼν ἐς τὴν Πόλιν κατεθεᾶτο τό τε μέγεθος καὶ τὴν θέσιν αὐτῆς τήν τε λαμπρότητα καὶ καλλονὴν τό τε πλῆθος καὶ μέγεθος καὶ κάλλος τῶν τε νεὼν καὶ τῶν δημοσίων οἰκοδομημάτων τῶν τε ἰδιωτικῶν οἰκιῶν καὶ κοινῶν καὶ τῶν ἐν | |
5 | δυνάμει ὄντων τὴν πολυτέλειαν, ἔτι δὲ τήν τε τοῦ λιμένος θέσιν καὶ τῶν νεωρίων καὶ τὸ πρὸς πάντα ἐπιτηδείως ἔχειν τὴν πόλιν καὶ εὐφυῶς καὶ ἁπλῶς πᾶσαν αὐτῆς τὴν κατασκευὴν καὶ τὸν κόσμον. | |
1.68.2(t) | ὅρα συμπάθειαν | |
1 | ἑώρα δὲ καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων καὶ τὴν ἐρημίαν τῶν οἰκιῶν καὶ τὴν παντελῆ φθορὰν αὐτῆς καὶ τὸν ὄλεθρον· καὶ οἶκτος αὐτὸν εὐθὺς ἐσῄει καὶ μετάμελος οὐ μικρὸς τῆς ἀπωλείας τε καὶ διαρπαγῆς, καὶ δάκρυον ἀφῆκε τῶν ὀφθαλμῶν καὶ μέγα στενάξας τε | |
5 | καὶ περιπαθὲς „οἵαν“, ἔφη, „πόλιν εἰς διαρπαγὴν καὶ ἐρήμωσιν ἐκ‐ δεδώκαμεν“. οὕτως ἔπαθε τὴν ψυχήν. | |
1.68.3 | καὶ γὰρ ὄντως πάθος μέγα τοῦτο γέγονεν ἐφ’ ἡμῶν ἐν μιᾷ δὴ ταύτῃ πόλει οἷον ἐν οὐδεμιᾷ τῶν πάλαι μνημονευομένων τε καὶ ἱστορουμένων μεγάλων πόλεων μεγέθει τε τῆς ἁλούσης πόλεως καὶ ὀξύτητι καὶ ἀποτομίᾳ τοῦ ἔργου· οὐχ | |
5 | ἥκιστα δὲ πάντας ἐξέπληξε τούς τε ἄλλους καὶ αὐτοὺς δὴ τοὺς δρά‐ σαντας καὶ παθόντας τῷ τε παραλόγῳ καὶ ἀήθει τοῦ γεγονότος καὶ τῷ | |
ὑπερβάλλοντι καὶ ξενίζοντι τοῦ δεινοῦ. | 76 | |
1.68.4(1t) | σύγκρισις καὶ ἑτέρων ἁλώσεων | |
2t | σύγκρισις ἁλώσεως Τροίας | |
1 | ἑάλω Τροία, ἀλλ’ ὑπὸ Ἑλλήνων καὶ δέκα ἔτη πολεμουμένη, ὥστε, εἰ καὶ τῷ πλήθει τῶν τε ἀπολλυμένων τῶν τε ἑαλωκότων οὐ μείων ἦν ἡ συμφορά, εἰ μὴ καὶ μείζων εἰπεῖν, ἀλλὰ καὶ ἄμφω ταῦτα ἔφερέ τινα κουφισμὸν καὶ παραμυθίαν αὐτῇ· οἵ τε γὰρ Ἕλληνες φιλανθρωπό‐ | |
5 | τερον τοῖς ἑαλωκόσι προσεφέροντο τὰς κοινὰς αἰδούμενοι τύχας ὅ τε συνεχὴς πόλεμος καὶ μακρὸς καὶ τὸ καθ’ ἡμέραν τὴν ἅλωσιν προσ‐ δοκᾶν παρῄρηται τὴν ἀκριβῆ τούτων αἴσθησιν τῶν δεινῶν· τὸ δὲ παρὸν ἀπαραμύθητον ὅλως. | |
1.68.5(t) | σύγκρισις Βαβυλῶνος ἁλώσεως | |
1 | ἑάλω Βαβυλὼν ὑπὸ Κύρου, ἀλλ’ οὐδὲν ἐς τὰ καίρια παραβλα‐ βεῖσα οὐδ’ αἰχμαλωσίᾳ δουλεύσασα οὐδ’ ὕβρει γυναικῶν ἐκδοθεῖσα καὶ παίδων, ἀλλ’ ἢ μόνον δεσπότην ἀλλάξασα καὶ τοῦτον χρηστὸν ἀντὶ πονηροῦ. | |
1.68.6(t) | σύγκρισις Καρχηδόνος ἁλώσεως | |
1 | ἑάλω Καρχηδὼν ὑπὸ Σκηπίωνος δίς, ἀλλὰ τὸ μὲν πρῶτον ὁμήρους δοῦσα καὶ τὰς δαπάνας τοῦ πολέμου παρασχομένη εἰς χρή‐ ματα καὶ μόνα τὴν ζημίαν ἐδέξατο, τὸ δὲ δεύτερον μικρὸν ἀπωτέρω μετοικισθεῖσα σὺν γυναιξὶ καὶ παισὶ καὶ τοῖς ὑπάρχουσι πᾶσι καὶ τοὺς | |
5 | οἰκήτορας ἔχουσα σῶς καὶ κακῶν ἀπαθεῖς οὐδὲν τοσοῦτον ὑπέστη | |
δεινόν. | 77 | |
1.68.7(t) | σύγκρισις Ῥώμης ἁλώσεως | |
1 | ἑάλω Ῥώμη τὸ μὲν πρῶτον ὑπὸ Κελτῶν τε καὶ Γαλατῶν, ὑπὸ Γότθων τὸ δεύτερον, ἀλλ’ οὐδὲν τοσοῦτον παθοῦσα δεινόν, ἀλλ’ ἢ μόνον τυραννηθεῖσα μικρὸν καὶ χρήμασι ζημιωθεῖσα καὶ πλούτῳ καὶ δημεύσει τῶν πρώτων οἰκιῶν καὶ ὑπερορίᾳ τῶν ἐνδόξων ἀνδρῶν καὶ | |
5 | πάλιν μικρὸν ὕστερον ἑαυτὴν ἀνακτησαμένη ἐπὶ μέγα δόξης ἤρθη καὶ πλούτου καὶ δυναστείας καὶ τύχης. | |
1.68.8(t) | σύγκρισις Ἱεροσολύμων ἁλώσεως | |
1 | ἑάλω Ἱεροσόλυμα τρίς, ὑπ’ Ἀσσυρίων τὸ πρῶτον, ὑπ’ Ἀντι‐ όχου τὸ δεύτερον, ὑπὸ Ῥωμαίων τὸ τρίτον· ἀλλὰ τὸ μὲν πρῶτον μετοικίαν μόνην ὑπέστη σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσιν ἐς Βαβυλῶνα, ὑπ’ Ἀντιόχου δὲ μικρὸν τυραννηθέντες πάλιν | |
5 | εἶχον τὴν πόλιν, ὑπὸ δὲ Ῥωμαίων, εἰ καὶ τὰ πάθη τῆς ἁλώσεως ἦσαν οὐ φορητά, ἀλλὰ στάσεις τε ἦσαν ἐν αὐτῇ πολλαὶ καὶ δειναὶ καὶ ἐμ‐ φύλια καὶ διαρπαγαὶ καὶ σφαγαὶ καὶ φόνοι τῶν ἐνοικούντων τε καὶ τῶν οἰκειοτάτων ἀνόσιοι καὶ πρὸ τοῦ πολέμου καὶ ἐν αὐτῷ τῷ πολέμῳ, ὥστε καὶ ἐν εὐχαῖς ἦν αὐτοῖς πολλάκις τὸ τὴν πόλιν ἁλῶναι ἀπ‐ | |
10 | αλλαγὴν ἐκ τούτου τῶν μεγίστων κακῶν οἰομένοις εὑρέσθαι ἢ τῷ θανά‐ τῳ ἢ τῇ δουλείᾳ. οὕτως οὐδὲν τὰ τῶν πόλεων ἐκείνων πτώματα πρὸς τὸ ταύτης εἰσὶν οἷα καὶ παραβάλλεσθαι. | |
1.68.9(t) | σύγκρισις καὶ ἑτέρων πόλεων | |
1 | καὶ ἄλλαι δὲ πόλεις πολλαὶ καὶ μεγάλαι ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ ἑάλωσαν καὶ πλούτῳ καὶ δόξῃ καὶ σοφίᾳ καὶ ἀρετῇ τῶν ἐνοικούντων καὶ πολλοῖς ἄλλοις ἀνθοῦσαι τοῖς ἀγαθοῖς, ἀλλ’ οὐδὲ τὰ τούτων | |
πτώματα λόγον ἔχει πρὸς τὰ παρόντα δεινά. | 78 | |
1.69.1(1t) | σύγκρισις τῆς Πόλεως αὐτῆς πρὸς ἑαυτήν, λέγω δὴ | |
2t | τῆς τε παρὰ Λατίνων ἁλώσεως καὶ τῆς νῦν | |
1 | ἑάλω καὶ ἡ δυστυχὴς αὕτη πόλις πρώην παρὰ τῶν ἑσπερίων γενῶν ἑξήκοντα ἔτη τυραννουμένη καὶ πλοῦτον ἀφῃρέθη πολὺν καὶ ἀναθήματα τῶν ἱερῶν πλεῖστα καὶ κάλλιστα καὶ πολυτελῆ, καὶ τὰ λαμπρὰ καὶ σεμνὰ καὶ περιμάχητα ταύτης θεάματα καὶ ἀκούσματα τὰ | |
5 | μὲν ἐς ἑσπέραν μετεκομίσθη, τὰ δ’ ἐν αὐτῇ τῇ πόλει πυρὸς γέγονε παρανάλωμα, ἀλλὰ μέχρι τούτων ἦν αὐτῇ ἡ ζημία καὶ τὸ δεινόν· εἰ μηδὲ ταῦτα μικρά, τῶν οἰκητόρων δὲ οὐδένα ἀποβεβλήκει οὐδ’ εἰς παῖδας καὶ γυναῖκας καὶ τὰ τιμιώτατα παρεβλάβη, ἀλλ’ εἶχε πάντας τοὺς ἐνοικοῦντας ἀσινεῖς ὅλως καὶ κακῶν ἀπαθεῖς· καὶ πάλιν ἀπωσα‐ | |
10 | μένη τὴν τυραννίδα καὶ ἑαυτὴν ἀνακτησαμένη εἰς τὴν προτέραν ἧκε κατάστασιν καὶ βασίλειον ἦν καὶ γενῶν ἦρχε πολλῶν ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ καὶ νήσων οὐκ ὀλίγων καὶ ἐν περιφανείᾳ καὶ πλούτῳ καὶ δόξῃ καὶ λαμπρότητι ἦν καὶ τῶν καλῶν ἁπάντων ἡγεμὼν καὶ παρά‐ δειγμα καὶ λόγων ἦν ἑστία καὶ παιδείας ἁπάσης καὶ σοφίας καὶ | |
15 | ἀρετῆς καὶ πάντων τῶν καλλίστων ὁμοῦ. | |
1.69.2(t) | μονῳδία καὶ θρῆνος ἐπὶ τῇ Πόλει μερικός | |
1 | νῦν δ’ ὄντως ἐξήκει τὰ κατ’ αὐτὴν καὶ τὰ καλὰ συλλήβδην ἔρρει, καὶ ἀφῄρηται πάντων, πλούτου, δόξης, ἀρχῆς, περιφανείας, τιμῆς, γένους λαμπρότητος, ἀρετῆς, παιδείας, σοφίας, ἱερωσύνης, βα‐ σιλείας, πάντων ἁπλῶς· καὶ ὅσον ἐς ἄκρον εὐδαιμονίας καὶ τύχης | |
5 | ἤλασε, τοσοῦτον ἐς πυθμένα δυστυχίας καὶ κακοδαιμονίας κατήχθη· καὶ μακαρισθεῖσα πρώην ὑπὸ πολλῶν νῦν ὑπὸ πάντων δυστυχὴς καὶ βαρυδαίμων ἀκούει· καὶ μέχρι τερμάτων τῆς οἰκουμένης προελθοῦσα τῇ δόξῃ νῦν πᾶσαν ὁμοῦ γῆν τε καὶ θάλατταν μεστὴν πεποίηκε τῶν ἑαυτῆς συμφορῶν καὶ τῆς ἰδίας ἀδοξίας ἐνέπλησε πανταχοῦ τῆς αὐτῆς | |
10 | κακοδαιμονίας ὑπομνήματα φέρουσα τοὺς οἰκήτορας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας καὶ παῖδας, διασπαρέντας αἰσχρῶς ἐπ’ αἰχμαλωσίᾳ καὶ δουλείᾳ καὶ ὕβρει· καὶ ἡ πολλῶν γενῶν ἐπάρξασα πρότερον μετὰ τιμῆς καὶ δόξης καὶ πλούτου καὶ περιφανείας λαμπρᾶς νῦν ὑφ’ ἑτέρων | |
ἄρχεται μετὰ πενίας καὶ ἀδοξίας καὶ ἀτιμίας καὶ δουλείας αἰσχίστης· | 79 | |
15 | καὶ παράδειγμα πάντων οὖσα καλῶν καὶ λαμπρᾶς εὐδαιμονίας εἰκὼν νῦν εἰκών ἐστι δυστυχίας καὶ μεγίστων συμφορῶν ὑπόμνημα καὶ στήλη κακοδαιμονίας καὶ μῦθος τῷ βίῳ. | |
1.69.3(1t) | ἀνάμνησις τῆς εὐτελείας τῶν ἀνθρωπίνων πραγμάτων καὶ τῆς ἀστασίας | |
2t | τῶν παρόντων καὶ ὡς οὐδὲν ἐν αὐτοῖς μόνιμον οὐδὲ βέβαιον | |
1 | οὕτως οὐδὲν τῶν ἀνθρωπίνων πιστὸν οὐδὲ βέβαιον, ἀλλὰ πάντα δίκην Εὐρίπου ἄνω καὶ κάτω στροβεῖται καὶ περιφέρεται ταῖς ἀγ‐ χιστρόφοις τοῦ βίου μεταβολαῖς παίζοντα καὶ παιζόμενα παρὰ μέρος καὶ οὐδέποτε στήσεται τῆς ἀτάκτου ταύτης καὶ ῥοώδους φορᾶς καὶ | |
5 | κινήσεως καὶ τῆς ἀλλοπροσάλλου παλιρροίας τε καὶ μεταβολῆς, ἕως ἂν ἐν τοῖς οὖσι τὸ εἶναι ᾖ. | |
1.69.4 | ἐγὼ δὲ καὶ τοῦτο παντὸς μᾶλλον θαυμάσας ἔχω, τήν τε γενομένην συγκύρησιν τῶν ὀνομάτων καὶ τὴν τῶν πραγμάτων ἐναντιότητα ἐπὶ τοσαύτης περιόδου συνδραμοῦσαν ἐγγύς που διακοσίων μάλιστα καὶ χιλίων ἐτῶν. Κωνσταντῖνος γάρ, | |
5 | εὐτυχὴς βασιλεύς, Ἑλένης υἱός, ἀνέστησέ τε ταύτην καὶ ἐς ἄκρον εὐδαιμονίας καὶ τύχης ἐπῆρε καὶ πάλιν ἐπὶ Κωνσταντίνου, δυστυχοῦς βασιλέως, Ἑλένης υἱοῦ, ἑάλω τε καὶ εἰς ἐσχάτην δουλείαν τε καὶ κακο‐ δαιμονίαν κατήχθη. καὶ ταῦτα μὲν οὕτω. | |
1.70.1 | αἱ δὲ τριάκοντα τριήρεις, ἃς ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔπεμπε βοηθοὺς τῇ τε Πόλει καὶ βασιλεῖ Κωνσταντίνῳ, καταχθεῖσαι ἐς Χίον κἀκεῖσε πνεύμασιν ἐναντίοις χρησάμεναι αὐτοῦ περιέμενον καιρὸν ἐπι‐ τήδειον ἀναμένουσαι· ὡς δὲ μετὰ μικρὸν ἐπύθοντο τὴν τῆς Πόλεως | |
5 | ἅλωσιν, ὑστερήσασαι τῆς βοηθείας πάλιν ἀπέπλευσαν οἴκοι μηδὲν ὑπὲρ ὧν ἧκον διαπραξάμεναι. | |
1.70.2 | ἔδει δὲ ἄρα πάντως τὴν δυστυχῆ ταύτην πόλιν ἁλῶναί τε καὶ κακῶς παθεῖν, καὶ διὰ τοῦτο πάσης ἐπικουρίας πάντοθεν φαινομένης καὶ δυναμένης αὐτῇ βοηθεῖν παντάπασιν ἀπ‐ εστέρητο, ἀλλὰ δὴ καὶ πάντα συνδεδραμήκει πρὸς τοῦτο οὕτω τοῦ | |
5 | θείου ἐνδόντος. | 80 |
1.71.1(t) | ὅρα τὸν καιρὸν τῆς ἁλώσεως | |
1 | ἑάλω τοίνυν ἐπὶ Κωνσταντίνου βασιλέως, ἑβδόμου Παλαιολόγων, ἐννάτῃ καὶ εἰκοστῇ φθίνοντος Μαΐου παρὰ Ῥωμαίοις ἐξήκοντος ἔτους τῶν ἀπ’ ἀρχῆς ἑνός τε καὶ ἑξηκοστοῦ πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις, ἀπὸ δὲ κτίσεώς τε καὶ συνοικίσεως ταύτης ἔτεσι τέτταρσι | |
5 | καὶ εἴκοσι καὶ ἑκατὸν πρὸς τοῖς χιλίοις. | |
1.72.1(t) | ἐπιτάφιος Κωνσταντίνου βασιλέως | |
1 | θνῄσκει δὲ καὶ βασιλεὺς Κωνσταντῖνος αὐτός, ᾗπερ ἔφην, μαχόμενος, σώφρων μὲν καὶ μέτριος ἐν τῷ καθ’ ἑαυτὸν βίῳ γενόμενος, φρονήσεως δὲ καὶ ἀρετῆς ἐς ἄκρον ἐπιμεμελημένος, συνετός τε καὶ τῶν ἄγαν πεπαιδευμένων, κἀν τοῖς πολιτικοῖς δὲ πράγμασι καὶ τοῖς ἐν ἀρχῇ | |
5 | οὐδενὶ τῶν πρὸ αὐτοῦ βασιλέων τῶν πρωτείων παραχωρῶν, ὀξὺς μὲν συνιδεῖν τὸ δέον παντὸς μᾶλλον, ὀξύτερος δ’ ἑλέσθαι, δεινὸς εἰπεῖν, δεινὸς δὲ νοῆσαι, δεινότερος δὲ πράγμασιν ὁμιλῆσαι, τῶν μὲν παρόν‐ των ἀκριβὴς γνώμων, ᾗπερ ἔφη τις ὑπὲρ Περικλέους, τῶν δὲ μελλόντων ὡς ἐπὶ πλεῖστον τοῦ εἰκότος ἄριστος εἰκαστής, ὑπέρ τε τῆς πατρίδος | |
10 | καὶ τῶν ἀρχομένων πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρούμενος, ὅς γε καὶ τὸν ἐπικείμενον τῇ Πόλει προφανῆ κίνδυνον ὁρῶν αὐτοῖς ὀφθαλ‐ μοῖς καὶ δυνάμενος αὑτὸν ἐκσῶσαι καὶ πολλοὺς ἔχων τοὺς πρὸς τοῦτο παρακαλοῦντας οὐκ ἠθέλησεν, ἀλλ’ εἵλετο συναποθανεῖν τῇ πατρίδι τε καὶ τοῖς ἀρχομένοις, μᾶλλον δὲ καὶ προαποθανεῖν αὐτός, ὅπως μὴ | |
15 | ταύτην τε ἁλοῦσαν ἐπίδοι καὶ τῶν οἰκητόρων τοὺς μὲν σφαττομένους ὠμῶς, τοὺς δὲ δορυαλώτους ἀπαγομένους αἰσχρῶς. | |
1.72.2 | ἐπειδὴ γὰρ εἶδε τοὺς πολεμίους βιαζομένους τε αὐτὸν καὶ διὰ τοῦ κατερριμμένου | |
τείχους εἰσχεομένους ἐπὶ τὴν πόλιν λαμπρῶς, εἰπεῖν λέγεται μέγα βοήσας ὑστάτην ταύτην φωνήν· „ἡ Πόλις ἁλίσκεται κἀμοὶ ζῆν ἔτι | 81 | |
5 | περίεστιν;“ καὶ οὕτως ἐς μέσους τοὺς πολεμίους ὦσαί τε ἑαυτὸν καὶ κατακοπῆναι. οὕτως ἀνὴρ ἀγαθὸς ἦν καὶ τοῦ κοινοῦ κηδεμών, δυστυχὴς μέντοι γε παρὰ πάντα τὸν βίον αὐτοῦ, κἀν τῷ τέλει δὲ δυστυχέστατος. | |
1.72.3(t) | ἐπίλογος | |
1 | τὰ μὲν δὴ κατὰ τὴν μεγάλην πόλιν τὴν Κωνσταντίνου ἐπὶ μέγα δόξης ἀρθεῖσαν καὶ δυναστείας καὶ πλούτου ἔν γε τοῖς κατ’ αὐτὴν καιροῖς καὶ πάσας τὰς πρὸ αὐτῆς ἀποκρύψασαν πολλῷ τινι καὶ ἀπείρῳ τῷ μέσῳ ἐπί τε δόξῃ καὶ πλούτῳ καὶ ἀρχῇ καὶ δυνάμει καὶ μεγέθει | |
5 | καὶ τοῖς ἄλλοις πᾶσι θαυμαζομένας οὕτως ἐτελεύτησεν. | |
1.73.1(t) | δασμὸς τῆς λείας καὶ τῶν λαφύρων | |
1 | βασιλεὺς δὲ Μεχέμετις τήν τε πόλιν καὶ τὰ ἐν αὐτῇ πάντα καλῶς θεασάμενος ἐπάνεισιν ἐς τὸ στρατόπεδον καὶ διατίθεται τὰ κατὰ τὴν λείαν. καὶ πρῶτον μὲν λαμβάνει τὸν συνήθη δασμὸν αὐτῷ τῶν λαφύρων, ἔπειτα δὲ καὶ ἀριστεῖα ἀπὸ πάντων ἐκλέγεται, παρ‐ | |
5 | θένους τε ὡραίας καὶ τῶν εὖ γεγονότων καὶ παῖδας καλλίστους, ἔστιν ἃ δὲ τούτων καὶ ὠνούμενος παρὰ τῶν στρατιωτῶν. | |
1.73.2 | ἐκλέγεται δὲ καὶ τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ἐμάνθανε γένει τε καὶ φρονήσει καὶ ἀρετῇ διαφέρειν τῶν ἄλλων καὶ δὴ καὶ Νοταρᾶν αὐτόν, ἄνδρα τῶν δυνατῶν τε καὶ ἐπιφανῶν ἄγαν ὄντα ἔν τε συνέσει καὶ πλούτῳ καὶ | |
5 | ἀρετῇ καὶ πολιτικῇ δυνάμει, καὶ τιμᾷ τοῦτον τῇ εἰσόδῳ τῇ παρ’ αὐτὸν καὶ λόγων μεταδίδωσι μειλιχίων καὶ χρησταῖς ἀνακτᾶται ταῖς ἐλπίσιν οὐ μόνον αὐτόν, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μετ’ αὐτοῦ· εἰσῄει γὰρ αὐτὸν ἔλεος τῶν ἀνδρῶν καὶ τῆς δυστυχίας αὐτῶν, ἐξ οἵας ἄρα εὐδαι‐ μονίας ἐς οἵαν κακοδαιμονίαν κατήχθησαν. καὶ χρηστὰ περὶ αὐτῶν | |
10 | ἐβουλεύετο, εἰ καὶ ὁ φθόνος μικρὸν οὐκ εἴασεν ὕστερον. | |
1.73.3 | διαθέμε‐ νος δὲ ταῦτά τε καὶ τὰ κατὰ τοὺς στρατιώτας ἅπαντα καλῶς καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν καὶ τιμήσας τοὺς μὲν αὐτῶν ἀρχαῖς τε καὶ ἀξιώμασι, τοὺς δὲ χρήμασι, τοὺς δὲ σιτηρεσίοις καὶ παντοίοις ἄλλοις | |
5 | δώροις, εὖ πεποιηκώς τε καὶ δεξιωσάμενος οὓς ᾔδει καλῶς ἀγωνισα‐ μένους ἔτι τε δημηγορήσας καὶ πολλὰ εἰπὼν εἰς ἔπαινον φέροντα καὶ | |
εὐχαριστίαν αὐτῶν ἀπολύει τὴν στρατιάν. | 82 | |
1.73.4(t) | βουλὴ τοῦ βασιλέως περὶ τοῦ συνοικισμοῦ τῆς Πόλεως | |
1 | αὐτὸς δὲ μετά γε τῶν ἐν τέλει καὶ τῆς ἰδίας αὐλῆς εἴσεισιν ἐς τὴν πόλιν καὶ πρῶτον βουλεύεται, ὅπως ἂν αὐτὴν ξυνοικίσειε πάλιν οὐχ ὅσον ἦν πρότερον, ἀλλὰ καὶ πᾶσαν, εἰ δύναιτο, ὥστε βασίλειον εἶναι αὐτῷ ἐν ἐπικαίρῳ γῆς καὶ θαλάσσης κειμένην· ἔπειτα δωρεῖται | |
5 | πᾶσι τοῖς τε ἐν τέλει καὶ οἰκείοις οἰκίας τε λαμπρὰς τὰς τῶν δυνατῶν καὶ παραδείσους καὶ ἀγροὺς καὶ ἀμπέλους εἴσω τῆς πόλεως, τοῖς δὲ καὶ ναοὺς περικαλλεῖς, ὥστε εἶναι αὐτοῖς ἐς κατοίκησιν. | |
1.73.5 | ἐκλέγεται δὲ καὶ αὐτὸς τὸν μέσον καὶ κάλλιστον χῶρον τῆς πόλεως εἰς οἰκοδομὴν βασιλείων. μετὰ δὲ τοῦτο τῶν αἰχμαλώτων ὅσους ἔλαβε δασμὸν σὺν γυναιξὶ καὶ παισὶ καθίζει παρὰ τῷ τοῦ λιμένος αἰγιαλῷ τῆς πόλεως | |
5 | θαλαττίους ὄντας, οὓς πρώην Στενίτας ὠνόμαζον, δοὺς αὐτοῖς καὶ οἰκίας καὶ ἀτέλειαν χρόνων ῥητῶν. | |
1.73.6 | καὶ τοῖς ἄλλοις δὲ πᾶσι τοῦτ’ αὐτὸ προκηρύξας, ὅσοι τὴν ἰδίαν ὠνὴν καταβαλόντες ἢ συνθέμενοι καταβαλεῖν ἐν καιρῷ ῥητῷ τοῖς δεσπόταις βούλοιντ’ ἂν κατοικεῖν ἐν τῇ Πόλει, καὶ τούτοις δὲ ἀτέλειαν καὶ οἰκίας παρέσχεν ἢ τῶν ἰδίων | |
5 | ἢ τῶν ἀλλοτρίων. | |
1.73.7 | ἐβούλετο δὲ καὶ τῶν ἀρχόντων, οὓς ἐξελέξατο, κατοικίσαι αὐτοῦ σὺν γυναιξὶ καὶ τέκνοις παρασχὼν αὐτοῖς καὶ οἰκίας καὶ κτήματα καὶ πρόνοιαν τοῦ ζῆν καὶ τρόπῳ παντὶ θεραπεῦσαι αὐτούς· καὶ ἦν αὐτῷ τοῦτο κατὰ νοῦν τε καὶ διὰ σπουδῆς, ὡς ἐλέγετο. | |
1.73.8 | τὸν δέ γε Νοταρᾶν καὶ τῆς πόλεως ἐπιστάτην ἐσκόπει καταστῆσαι καὶ τοῦ συνοικισμοῦ ταύτης κύριον συμβούλῳ χρησάμενος αὐτῷ πρό‐ τερον περὶ τούτου· ἀλλ’ ἔφθησαν αὐτοὺς τὰ τοῦ φθόνου βέλη βαλόντα καιρίαν καὶ κυροῦται θάνατος ἄδικος κατ’ αὐτῶν. | |
1.73.9(t) | συμβουλὴ τῶν ἐν τέλει πρὸς τὸν βασιλέα, ὅπως ἀνέλῃ τοὺς ἄνδρας | |
1 | τῶν γὰρ μέγα δυναμένων ἔνιοι, οὐκ οἶδ’ ὅθεν, φθόνῳ δὲ καὶ μίσει τῷ πρὸς τοὺς ἄνδρας φερόμενοι ἀναπείθουσι τὸν κρατοῦντα τούτους ἐκ μέσου ποιῆσαι μὴ δεῖν λέγοντες ἄνδρας Ῥωμαίους καὶ τῶν ἐπιφανῶν μὴ ὅτι γε κατοικεῖν ἐν τῇ πόλει ταύτῃ καὶ προνοίας ἡστινοσ‐ | |
5 | οῦν ἠξιῶσθαι, ἀλλ’ οὐδὲ ζῆν ὅλως καὶ περινοστεῖν ἐν τῷ τόπῳ τῷ σῷ· ἀνεθέντας γὰρ μικρὸν καὶ τῆς δουλείας ἀπαλλαγέντας οὐκ ἀτρεμήσειν ἔτι, ἀλλὰ τῶν ἰδίων καλῶν καὶ ὧν πρόσθεν εἶχον ἐπιθυμήσαντας καὶ δὴ καὶ ἐλευθερίας πάντα πράξειν κατὰ τῆς πόλεως ἢ αὐτομολήσαντας | |
πρὸς τοὺς ἡμῖν ἐναντίους ἢ αὐτοῦ μένοντας. | 83 | |
1.73.10(t) | ἀπόφασις κατ’ αὐτῶν | |
1 | τούτοις πεισθεὶς ἢ μᾶλλον παραπεισθεὶς ὁ βασιλεὺς ἐκέλευσεν ἀναιρεθῆναι τοὺς ἄνδρας. οἱ δὲ ἀναιροῦνται καὶ συναναιρεῖται τούτοις ὁ μέγας δοὺξ σὺν τοῖς δυσὶν υἱέσι. | |
1.73.11(t) | ὅρα γενναίαν ψυχήν | |
1 | φασί γέ τοι τοῦτον, ἐς τὸν τόπον τῆς ἀναιρέσεως ἀπαχθέντας, παρακαλέσαι τὸν δήμιον πρὸ ὀφθαλμῶν αὐτοῦ πρότερον ἀποκτεῖναι τοὺς παῖδας τοῦ μὴ τὸν θάνατον δείσαντας ἀρνηθῆναι τὴν πίστιν, εἶθ’ οὕτως αὐτὸν τοῖς παισὶν ἐπιθῦσαι. ἱστάμενον οὖν ὁρᾶν ἀτενὲς σφατ‐ | |
5 | τομένους τοὺς παῖδας ἀτρέπτῳ τῷ ὄμματι καὶ ἀπτοήτῳ τῇ γνώμῃ, εἶθ’ οὕτως εὐξάμενον καὶ τῷ θεῷ χάριτας ὁμολογήσαντα τῆς ἀπαγωγῆς τῶν τε παίδων καὶ ἑαυτοῦ ὑποθεῖναι τὸν αὐχένα τῷ ξίφει. οὕτω γενναίως καὶ μετὰ φρονήματος καθεστῶτος καὶ ψυχῆς ἀνδρείας ἀπέθνῃσκεν. | |
1.73.12(t) | ἐπιτάφιος τοῦ μεγάλου δούκα | |
1 | ἦν γὰρ ὁ ἀνὴρ εὐσεβής τε τὰ εἰς θεὸν ὅλως καὶ συνέσει δια‐ φέρων, ἔτι δὲ φρονήματος μεγαλείῳ καὶ γνώμης ὀξύτητι καὶ ψυχῆς ἐλευθερίᾳ πάντων κρατῶν καὶ διὰ πάντων φύσεως ῥώμην δεικνὺς καὶ ἀνὴρ ἀγαθὸς ὤν· δι’ ὧν καὶ τὴν πολιτικὴν ἀρετὴν ἔσχε καὶ τὴν ἐν | |
5 | τοῖς πράγμασι δύναμιν ἐκτήσατο καὶ ἐπὶ μέγα δόξης ἤρθη καὶ πλούτου τὰ πρῶτα φέρων οὐ μόνον παρὰ Ῥωμαίοις, ἀλλὰ δὴ καὶ πολλοῖς τῶν ἔξω γενῶν. καὶ οἱ σὺν αὐτῷ δὲ πάντες εὐθαρσῶς τε καὶ μετὰ γνώμης σταθερᾶς καὶ ἀνδρείας ἀπέθνῃσκον ἐννέα τὸν ἀριθμὸν ὄντες. | |
1.73.13 | ὕστερόν γε μὴν καταφωράσας ὁ βασιλεὺς τόν τε δόλον καὶ τὴν κακουργίαν τῶν ἀναπεισάντων αὐτὸν ἀποκτεῖναι τοὺς ἄνδρας καὶ μισήσας τῆς κακουργίας αὐτοὺς ἐξ ὀφθαλμῶν ποιεῖται τοὺς μὲν θανά‐ τῳ ζημιώσας, τοὺς δὲ παραλύσας τῆς ἀξίας καὶ τῆς τιμῆς· καὶ ταύτην | |
5 | οὐκ εἰς μακρὰν ἔδοσαν δίκην τῆς ἐς τοὺς ἄνδρας παρανομίας. καὶ ταῦτα μὲν μικρὸν ὕστερον. | |
1.73.14 | ἀποκαθίστησι δὲ καὶ τῆς Πόλεως ἔπαρχον τότε καὶ τῶν περὶ | |
αὐτὴν ἄνδρα τῶν πάνυ συνετῶν καὶ χρησίμων, ἀλλὰ δὴ καὶ τοὺς τρόπους χρηστόν, Σουλαϊμάνην ὄνομα, ᾧ τά τε ἄλλα καὶ δὴ καὶ τὸν τῆς πόλεως συνοικισμὸν ἐπέτρεψε πάνυ τοι προὔργου ποιεῖν. | 84 | |
1.74.1(t) | ἄφιξις τοῦ βασιλέως ἐς τὴν Ἀδριανοῦ | |
1 | ταῦτα δὲ δράσας ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ θέρους κἀκεῖσε δέχεται πρεσβείας παρά τε Τριβαλλῶν καὶ Ἰλλυριῶν καὶ Πελοποννη‐ σίων, ἔτι δὲ Μιτυληναίων καὶ Χίων καὶ πολλῶν ἄλλων, αἷς ἁπάσαις ἐχρημάτισεν ἡμέρως τοῖς μὲν σπεισάμενος καὶ πίστεις δοὺς καὶ λαβών, | |
5 | τοῖς δὲ δωρησάμενος ἃ ᾔτουν, ἔστι δ’ οἷς καὶ φόρους ἀνείς, τοῖς δὲ ἄλλο τι καλὸν πεποιηκώς, πᾶσι δὲ λαλήσας εἰρηνικά. | |
1.74.2 | ὁμοίως ἥκουσι πρέσβεις αὐτῷ καὶ παρὰ τοῦ Περσῶν βασιλέως καὶ Αἰγύπτου, ἀλλὰ δὴ καὶ Καραμάνου τοῦ Κιλίκων ἐπάρχοντος, συγχαίροντές τε τῶν κατωρθωμένων καὶ ἅμα ἐπαινοῦντες αὐτὸν τῆς τε ἀνδρίας καὶ | |
5 | ἀρετῆς καὶ τῆς ὑπὲρ τοῦ γένους σπουδῆς· καὶ δέχεται τούτους ἀσμένως καὶ τιμᾷ δώροις ἄλλοις τε πολλοῖς φιλοτίμοις καὶ δὴ καὶ τοῖς ἀπὸ τῶν λαφύρων, καὶ ἀποπέμπει λαμπρῶς. | |
1.74.3 | μετὰ δὲ τοῦτο τῶν εὐγενῶν παίδων οὓς ἔλαβεν ἀριστίνδην ἐπιλεξάμενος ἀποκαθίστησιν οὓς μὲν σωματοφύλακας καὶ περὶ αὐτόν, οὓς δὲ καὶ περὶ τὴν ἄλλην θεραπείαν αὐτοῦ, τῆς τε φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ παιδείας θαυμάσας αὐτούς· καὶ γὰρ ἦσαν ὥρᾳ | |
5 | τε σώματος διαλάμποντες καὶ ψυχῆς εὐγενείᾳ καὶ εὐφυΐᾳ τῇ τε τῶν τρόπων καὶ τοῦ ἤθους καταστάσει πολλῷ διαφέροντες ἅτε γένους ὄντες ἐπισήμου τε καὶ λαμπροῦ καὶ φύσεως τυχόντες ἀρίστης καὶ ἐν τοῖς βασιλείοις πεπαιδευμένοι καλῶς. ὁμοίως δὲ καὶ τὴν τῶν παρθένων αἰδῶ καὶ κόσμον καὶ κάλλος ἐθαύμασε καὶ τὴν ἐν τοῖς καλοῖς πᾶσι | |
10 | τοῦ γένους ὑπεροχήν. | |
1.75.1(1t) | ἄφιξις τῆς πρεσβείας, ἣν ἔπεμψε Κριτόβουλος ἐνδιδοὺς | |
2t | τὰς νήσους τῷ βασιλεῖ, Ἴμβρον καὶ Λῆμνον | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀφικνεῖται καὶ παρὰ τῶν νήσων πρεσβεία τῷ βασιλεῖ, ἣν ἔπεμψε Κριτόβουλος ὁ Ἰμβριώτης ὁ καὶ τάδε | |
ξυγγράψας, ἐνδιδοῦσα τὰς ἐν τῷ Αἰγαίῳ νήσους αὐτῷ, Ἴμβρον καὶ Λῆμνον καὶ Θάσον, κατηκόους οὔσας πρότερον τῷ βασιλεῖ Κωνσταν‐ | 85 | |
5 | τίνῳ. οἱ γὰρ ἐν αὐταῖς παρ’ αὐτοῦ σταλέντες ἄρχοντες πρότερον μαθόντες τήν τε τῆς Πόλεως ἅλωσιν καὶ τὸν αὐτοῦ θάνατον ἀπογνόντες τοῖς ὅλοις εὐθὺς ᾤχοντο φεύγοντες, οἱ μέν, οἱ Λήμνιοι, μετὰ τῶν Ἰταλικῶν τριήρεων καταχθεισῶν ἐν ἄκρᾳ τῆς Λήμνου ἐν τῇ φυγῇ τῇ ἀπὸ τῆς Πόλεως καὶ ὑποστροφῇ, οἱ δὲ ἐν τῇ Ἴμβρῳ μετὰ τῶν ὁλκάδων | |
10 | καταχθεισῶν καὶ αὐτῶν ἐν τῷ Κεφάλῳ λεγομένῳ, ἄκρᾳ τῆς Ἴμβρου. | |
1.75.2 | οἱ δὲ ἐν ταῖς νήσοις ἰδόντες τε τὸν δρασμὸν τῶν ἀρχόντων καὶ δεδιότες τὴν ἔφοδον τοῦ βασιλέως στόλου, μήποτε ἐπιπλεύσῃ αὐτοῖς (ἤδη γὰρ ἐπυνθάνοντο ὑποστρέφοντα τοῦτον ἐν Καλλιουπόλει) δρα‐ σμὸν ἐβουλεύοντο· καὶ μέντοι γε καὶ ἀπέδρων τῶν Λημνίων ἐγγύς που | |
5 | διακόσιοι ἄνδρες σὺν γυναιξὶ καὶ τέκνοις, οἱ μὲν ἐς Κρήτην, οἱ δὲ ἐς Χίον, οἱ δὲ ἐς Εὔβοιαν ἀπαχθέντες. | |
1.75.3 | Κριτόβουλος δὲ τοῦτο μαθὼν ἀνέσχε τε τούτους τῆς ὁρμῆς χρησταῖς ἐλπίσι κουφίσας καὶ ἄνδρα πιστὸν αὐτῷ πέμπει κρύφα Χαμουζᾷ τῷ σατράπῃ Καλλιουπόλεως καὶ ἡγεμόνι τοῦ στόλου παντὸς καὶ μετ’ αὐτοῦ ξυνθήκας ποιεῖται μὴ ἐπι‐ | |
5 | πλευσεῖσθαι ταῖς νήσοις μηδὲ κακόν τι μηθὲν ταύταις ὅλως ἢ βουλεῦ‐ σαι ἢ πρᾶξαι πολλοῖς δώροις ἀναπείσας αὐτόν, καὶ δι’ αὐτοῦ μέσου πέμπει δὴ καὶ πρέσβεις ὡς βασιλέα τόν τε ἱερέα τῆς νήσου καὶ ἄρχοντα μετ’ αὐτοῦ τῶν ἐγχωρίων δῶρά τε κομίζοντας καὶ ἐνδιδόντας τὰς νήσους αὐτῷ καὶ ἅμα παρακαλοῦντας ἐᾶσαί τε μένειν αὐτὰς ἐν τῇ | |
10 | προτέρᾳ αὐτῶν καταστάσει οἰκουμένας καὶ ἀποφέρειν αὐτῷ τούς τε ὡρισμένους φόρους ἐτησίως καὶ ἄρχοντα ἔχειν ὃν ἂν κελεύσῃ. | |
1.75.4(1t) | παράδοσις τῶν νήσων παρὰ τοῦ βασιλέως πρὸς τοὺς ἡγεμόνας | |
2t | Αἴνου καὶ Μιτυλήνης, Παλαμήδην τε καὶ Δωριέα | |
1 | βασιλεὺς δὲ δέχεται τούτους ἡμέρως καὶ παρέχει τὰ αἰτηθέντα καὶ δωρεῖται τὰς νήσους, καθὼς ἦσαν ἐν τῷ τοῦ βασιλέως καιρῷ τε‐ ταγμέναι, Ἴμβρον μὲν Παλαμήδῃ τῷ τῆς Αἴνου ἐπάρχοντι, Λῆμνον δὲ καὶ Θάσον Δωριεῖ τῷ Μιτυλήνης ἡγεμόνι. ἔτυχον γὰρ τότε ὁ μὲν | |
5 | ἀποστείλας τὸν υἱὸν πρέσβιν ὡς βασιλέα, ὁ Δωριεύς, ὁ δὲ ἄρχοντα τῶν πρώτων παρ’ αὐτῷ καὶ σφόδρα οἰκείων, ὁ Παλαμήδης, κατὰ ζήτησιν τῶν αὐτῶν νήσων· οἷς καὶ συνέπραξαν τὰ μάλιστα οἱ παρὰ | |
τοῦ Κριτοβούλου πρέσβεις σταλέντες ἔχοντες ἀνάθεσιν ταύτην καὶ ἐξαιτήσαντες καὶ αὐτοὶ τοῦτο παρὰ τοῦ βασιλέως. | 86 | |
1.75.5 | οὕτως ἠλευ‐ θέρωντο τοῦ τότε κινδύνου αἱ νῆσοι· προσεδοκᾶτο γὰρ αὐταῖς κίνδυνος οὐχ ὁ τυχὼν ἐν τῇ ἀπὸ τῆς Πόλεως ἐπανόδῳ τοῦ στόλου ἐς Καλλι‐ ούπολιν. | |
1.76.1(t) | σύλληψις τοῦ Χαλήλη καὶ ἀναίρεσις | |
1 | κατὰ δὲ τὰς αὐτὰς ἡμέρας συλλαμβάνει καὶ Χαλήλην ὁ βασι‐ λεύς, ἄνδρα τῶν πρώτων παρ’ αὐτῷ καὶ μέγα δυναμένων, καὶ ἐς εἱρκτὴν ἐμβάλλει καὶ πολλὰ τιμωρησάμενος ἀναιρεῖ. εὕρεται δὲ πολύ τι χρῆμα χρυσοῦ καὶ ἀργύρου ἐν αὐτῷ καὶ πλούτου παντοδαποῦ ἐκ | |
5 | παλαιῶν ἤδη χρόνων συλλεγέντος παρά τε τῶν προγόνων καὶ αὐτοῦ δή· ἦν γὰρ ὁ ἀνὴρ τῶν εὖ γεγονότων παρ’ αὐτοῖς καὶ ἐπὶ δόξῃ καὶ πλούτῳ διαφανῶν καὶ δυνάμει. πάντα οὖν τὸν πλοῦτον ἐπῆξεν ἐς τὸ βασιλικὸν ταμιεῖον πλὴν ὧν κατέλιπε τοῖς υἱέσιν αὐτοῦ εὐαριθμήτων πάνυ· ὕστερον μέντοι πάντα ἀπέδωκεν αὐτοῖς. | |
1.76.2 | εἶχε δ’ αἰτίας καὶ ἄλλας μέν, δι’ ἃς εἰκότως ὠργίζετο αὐτῷ ὁ βασιλεύς, αἱ δὲ μείζους ἦσαν αὗται, ὅτι τε ζῶντος αὐτῷ τοῦ πατρὸς ἐν πολλοῖς ἠναντίωτο μέγα δυνάμενος παρ’ αὐτῷ καὶ δὴ καὶ κύριον ἔτι ζῶντος ἀποδείξαντος | |
5 | αὐτὸν τῆς ὅλης ἀρχῆς εἰσηγήσεσι τούτου πάλιν παρέλυσε ταύτης καὶ ὅτι ἐς τὸν κατὰ τῆς Πόλεως πόλεμον ἀποτρέπων τε ἦν αὐτὸν καὶ ἐν ἀπορρήτοις ἐκοινολογεῖτο Ῥωμαίοις ἔκφορα καθιστὰς τὰ αὐτοῦ καὶ πάντα τρόπον ἀντιπράττων τε ἦν αὐτῷ καὶ ἐναντιούμενος. | |
1.76.3(t) | εἰσαγωγὴ Ἰσαάκου πασία εἰς τὴν τιμὴν καὶ ἀρχὴν τοῦ Χαλήλη | |
1 | καὶ αὗται μὲν ἦσαν αἰτίαι προηγούμεναι ἐς τὸ φανερὸν τῆς τε συλλήψεως αὐτοῦ καὶ τῆς ἀναιρέσεως, ἦσαν δὲ καὶ ἄλλαι τῶν ἀφανῶν. ἐς δὲ τὴν τούτου τάξιν ἀντικατέστησεν Ἰσαάκην, ἄνδρα τῶν πάνυ συνετῶν τε καὶ πολλῶν πραγμάτων ἔμπειρον, ἀλλὰ δὴ καὶ στρατηγικὸν | |
5 | καὶ ἀνδρεῖον. | 87 |
1.77.1(t) | παράλυσις τῆς ἀρχῆς καὶ τιμῆς Ζαγάνου | |
1 | μετ’ οὐ πολλὰς δὲ ἡμέρας ὕστερον παραλύει καὶ Ζάγανον τῆς τε ἀρχῆς ἅμα καὶ τάξεως ἀπολύσας αὐτοῦ καὶ τὴν θυγατέρα, ἣν νεωστὶ γεγαμηκὼς ἦν· καὶ πέμπει δὴ τοῦτον σὺν τῇ θυγατρὶ ἐς Ἀσίαν δοὺς αὐτοῖς καὶ χώραν ἱκανὴν ἐκεῖ ἐς διατροφήν. | |
1.77.2(t) | εἰσαγωγὴ Μαχουμούτη πασία εἰς τὴν ἀρχὴν καὶ τιμὴν τοῦ Ζαγάνου | |
1 | ἀντικαθιστᾷ δὲ ἐς τὴν τούτου τάξιν τε καὶ ἀρχὴν καὶ τῶν ὅλων πραγμάτων ἐπιμέλειαν τὸν ἐπὶ τῇ ἑτέρᾳ θυγατρὶ αὐτοῦ κηδεστὴν Μαχουμούτεα, ἄνδρα τὰ πρῶτα μὲν φέροντα τοῦ γένους Ῥωμαίων πρός τε πατρὸς καὶ μητρὸς (ὁ δέ γε πρὸς πατρὸς πάππος αὐτῷ Φιλαν‐ | |
5 | θρωπηνὸς καὶ τῆς Ἑλλάδος ἦρχε καὶ τῇ τοῦ καίσαρος ἀξίᾳ τετίμητο), οὕτω δὲ φύσεως ἀρίστης λαχόντα ὡς ἀποκρύψαι μὴ μόνον τοὺς κατ’ αὐτὸν ἅπαντας, ἀλλὰ δὴ καὶ τοὺς πρὸ αὐτοῦ ἔν τε φρονήσει καὶ ἀνδρίᾳ καὶ ἀρετῇ καὶ τοῖς ἄλλοις καλοῖς, ὀξὺν μὲν οἴκοθεν συνιδεῖν τὸ δέον καὶ ἄλλου εἰπόντος νοῆσαι, ὀξύτερον δ’ ἑλέσθαι καὶ κατα‐ | |
10 | πρᾶξαι, ἔτι δὲ δεινὸν μὲν ὁμιλῆσαι πλήθει καὶ πολλῶν ἄρξαι, δεινό‐ τερον δὲ πράγμασι χρήσασθαι καὶ ἐν ἀπόροις πόρον εὑρεῖν, μεγαλο‐ πράγμονα, βουλευτικόν, εὐθαρσῆ, γενναῖον, ἄριστον διὰ πάντων, ὡς ἔδειξαν αὐτὸν οἵ τε καιροὶ καὶ τὰ πράγματα. | |
1.77.3 | ἐξότου γὰρ οὗτος γέγονεν ἐν τοῖς τοῦ μεγάλου βασιλέως πράγμασι, πάντα τὰ τῆς μεγάλης ταύτης ἀρχῆς ἐπὶ τὸ κρεῖττον ἐπέδωκε τῇ τε θαυμαστῇ σπουδῇ καὶ ταῖς ἀρίσταις βουλαῖς καὶ τῇ καθαρᾷ καὶ ἀδόλῳ τούτου πρὸς τὸν | |
5 | κρατοῦντα πίστει τε καὶ εὐνοίᾳ· οὕτω κρείττονος τοῖς ὅλοις φύσεως ἦν τε ὁ ἀνὴρ καὶ διεδείχθη τοῖς πράγμασι. | |
1.77.4 | βασιλεὺς δὲ ταῦτα πράξας ἐν Ἀδριανουπόλει ἐπάνεισι φθινοπώρου ἐς τὸ Βυζάντιον καὶ ἑξηκοστὸν δὴ καὶ ἓν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις | |
τοῖς ὅλοις ἠνύετο, τρίτον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | 88 | |
21t1 | ΚΡΙΤΟΒΟΥΛΟΥ | |
2t | ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΔΕΥΤΕΡΑ | |
2u | περιέχει ἥδε τήν τε τῆς Αἴνου προσχώρησιν καὶ τὸν πόλεμον τῶν Τρι‐ | |
2v | βαλλῶν καὶ τὴν τελείαν τούτων καταστροφὴν καὶ δουλείαν τήν τε τῶν | |
2w | νήσων Λήμνου καὶ Θάσου καὶ Σαμοθρᾴκης ἅλωσιν παρὰ τῶν Ἰταλῶν, | |
2x | χρόνου πλῆθος ἔτη τρία. | 89 |
2.1.1 | βασιλεὺς δὲ καταλαβὼν τὴν Κωνσταντίνου πρῶτον μὲν πάνυ τοι προὔργου ποιεῖται τόν τε τῆς πόλεως συνοικισμὸν καὶ τὴν ἄλλην ταύτης ἐπιμέλειαν καὶ διόρθωσιν· καὶ πέμπει δὴ προστάγματα καὶ δια‐ τάξεις βασιλικὰς ἀνὰ πᾶσαν αὐτοῦ τὴν ἀρχὴν μετοικίζων ἐς αὐτὴν πλεί‐ | |
5 | στους ὅσους οὐ μόνον Χριστιανῶν, ἀλλὰ καὶ τοῦ ἰδίου σφῶν γένους καὶ δὴ καὶ Ἑβραίων τοὺς πολλούς. | |
2.1.2(1t) | ἀνόρθωσις τῶν πεσόντων τειχῶν παρὰ τῶν μηχανῶν, ἀλλὰ δὴ | |
2t | καὶ τῶν ἄλλων κατὰ γῆν καὶ θάλασσαν, καὶ οἰκοδομὴ νέων | |
3t | βασιλείων καὶ οἰκοδομὴ τοῦ φρουρίου τῆς Χρυσέας | |
1 | ἔπειτα κελεύει τὰ κατερριφθέντα τοῦ τείχους παρὰ τῶν μηχανῶν τειχίζειν τε ἀσφαλῶς πάντα καί, ὅπῃ ἄλλῃ πεπονηκὸς ἦν τῷ χρόνῳ κατά τε γῆν καὶ θάλασσαν, ἀνορθοῦν. καταβάλλει δὲ καὶ θεμελίους τῶν βασιλείων ἀπολεξάμενος, ὅπερ ἔφην, τὸν πλεῖστον καὶ κάλλιστον χῶρον | |
5 | τῆς πόλεως. | |
2.1.3 | ἔτι δὲ κελεύει τειχίζειν καὶ φρούριον ἐρυμνὸν περί‐ που τὴν Χρυσέαν, ᾗ ποτε τῶν βασιλέων τὸ φρούριον ἦν, καὶ γίνεσθαι ταῦτα πάντα κατὰ σπουδήν, ἐργάζεσθαι δὲ τοὺς αἰχμαλώτους Ῥωμαί‐ ους λαμβάνοντας τῆς ἡμέρας μισθὸν ἀνὰ νομισμάτων ἓξ ἢ καὶ πλείω. | |
2.1.4 | ἦν δὲ τοῦτο τρόπον τινὰ πρόνοια παρὰ τοῦ βασιλέως τοῖς αἰχμα‐ λώτοις τοῦ τε διατρέφεσθαι καὶ τοῦ τὴν ἰδίαν ὠνὴν εὐποροῦντας ἐκ τούτου ἔχειν κατατίθεσθαι τοῖς σφῶν κυρίοις καὶ ἐλευθέρους γινομέ‐ νους κατοικεῖν ἐν τῇ Πόλει· οὐ μόνον δὲ ἀλλὰ καὶ φιλανθρωπίᾳ πολλῇ | |
5 | καὶ εὐποιίᾳ, προσέτι γε μὴν καὶ μεγαλοψυχίᾳ βασιλικῇ καὶ περὶ πάντας μὲν τοὺς ἄλλους ἁπλῶς, οὐχ ἥκιστα δὲ περὶ τοὺς αἰχμαλώτους τούτους ἐχρῆτο, ἐλεῶν τε αὐτοὺς καὶ καθημέραν φιλοτίμως εὐεργετῶν. | |
2.1.5 | ἐξ‐ ερχόμενος γὰρ τῶν βασιλείων πολλάκις καὶ κατὰ θέαν τὴν πόλιν περι‐ ιὼν ἢ ἄλλως γέ πως, εἴ πού τισιν ἐνετύγχανε τούτων, εὐθὺς ἀνέχων τὸν ἵππον διεδίδου πᾶσι δαψιλῶς αὐτοχειρὶ καὶ ἀργυρίου νομίσματα καὶ | |
5 | χρυσίου πολλάκις· τοσοῦτος ἔλεος εἶχεν αὐτὸν τῶν ἀνδρῶν. | |
2.2.1(t) | μετάκλησις Γενναδίου καὶ ἀποκατάστασις εἰς τὴν πατριαρχείαν | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις μετακαλεῖται καὶ τὸν Γεννάδιον, | |
ἄνδρα σοφὸν πάνυ καὶ θαυμαστόν· τούτου γὰρ τῆς τε σοφίας καὶ φρο‐ νήσεως καὶ ἀρετῆς καὶ πρόσθεν πολὺν ἔχων λόγον ὑπὸ τῆς φήμης εὐθὺς μετὰ τὴν ἅλωσιν ἐζήτει τὸν ἄνδρα ποθῶν ἰδεῖν τε αὐτὸν καὶ ἀκοῦσαι | 90 | |
5 | τῆς σοφίας αὐτοῦ. ἔνθεν τοι καὶ σὺν πολλῷ πόνῳ ζητήσας αὐτὸν ἐν Ἀδριανουπόλει εὑρίσκει παρά τινι τῶν δυνατῶν ἐν κώμῃ τινὶ φυλατ‐ τόμενον μέν, ἐν πολλῇ δὲ θεραπείᾳ τυγχάνοντα· ᾐδεῖτο γὰρ αὐτοῦ τὴν ἀρετὴν ὁ κατέχων καὶ πολέμιος ὤν. | |
2.2.2 | ἰδὼν δὲ τοῦτον ὁ βασιλεὺς καὶ πεῖραν ὡς ἐν ὀλίγῳ λαβὼν τῆς τε σοφίας καὶ συνέσεως καὶ ἀρετῆς τοῦ ἀνδρός, ἔτι δὲ καὶ τῆς τοῦ λόγου δυνάμεώς τε καὶ χάριτος, ἐθαύμασέ τε τοῦτον διαφερόντως καὶ ἐν πολλῇ ἦγε θεραπείᾳ τε καὶ τιμῇ χώραν | |
5 | τε διδοὺς αὐτῷ τῆς εἰσόδου τῆς παρ’ αὐτὸν καὶ ὁμιλίας ἀξιῶν ἐλευθέρας καὶ ἡδόμενος τοῖς τε λόγοις αὐτοῦ καὶ ταῖς ἄλλαις συντυχίαις καὶ ἀπο‐ κρίσεσι· τιμᾷ δὲ καὶ δώροις αὐτὸν φιλοτίμοις τε καὶ ἐντίμοις, καὶ τέλος πατριάρχην καθίστησι καὶ ἀρχιερέα Χριστιανοῖς πολλαῖς ἀξιώσεσι καὶ ἀνάγκαις, χαρισάμενος αὐτῷ σὺν πολλοῖς ἄλλοις καὶ τὸ τῆς ἐκκλησίας | |
10 | κράτος καὶ τὴν ἄλλην δύναμιν καὶ ἀρχὴν οὐδὲν ἧττον ἧς εἶχε πρόσθεν παρὰ τῶν βασιλέων. | |
2.2.3 | καὶ διαλέξεις δὲ πολλὰς καὶ καλὰς περὶ τῆς τῶν Χριστιανῶν πίστεως καὶ θεολογίας ἐνδίδωσιν αὐτῷ ἐνώπιον αὐτοῦ ἀδεῶς καὶ ἐλευθέρως ποιεῖσθαι αὐτὸς φοιτῶν παρ’ αὐτὸν ἄγων τε μετ’ αὐτοῦ καὶ τοὺς παρ’ αὐτῷ ἐντίμους τε καὶ σοφοὺς τιμῶν κἀν τούτοις | |
5 | αὐτόν· καὶ πολλοῖς δὲ ἄλλοις ἀγάλλει τὸν ἄνδρα. οὕτως οἶδεν αἰδεῖσθαι ἀνδρὸς ἀρετὴν οὐ πολέμιος μόνον, ἀλλὰ καὶ τάξις πᾶσα, βασιλέων φημὶ καὶ τυράννων καὶ δυναστῶν. καὶ οὕτω δὴ καὶ τὴν ἐκκλησίαν Χριστια‐ νοῖς θεοῦ θελήματι μετὰ πολλοῦ τοῦ περιόντος ὁ βασιλεὺς ἀποδίδωσιν. | |
2.3.1(t) | διάβασις τοῦ βασιλέως εἰς τὴν Ἀσίαν καὶ διόρθωσις τῶν ἐκεῖ | |
1 | οὕτω δὲ διαθεὶς τὰ κατὰ τὴν Πόλιν ὁ βασιλεὺς ἐς τὴν Ἀσίαν διαβαίνει καὶ καταλαβὼν τὴν Προυσίου σπένδει τε τῷ πατρὶ καὶ ἁγι‐ στείας ἐπὶ τῷ τοῦδε τάφῳ καὶ μνημόσυνα τελεῖ μεγαλοπρεπῶς κοσμεῖ τε τοῦτον ἀναθήμασι πολυτελέσι καὶ δώροις βασιλικοῖς. | |
2.3.2 | ἔπειτα τὰ ἐν τῇ Ἀσίᾳ καθίστησιν· εἴ τί που νεωτερίζον ἦν ἢ νεοχμῶν ὅλως παρά τε τῶν ἐκεῖσε ἡγεμόνων τε καὶ γενῶν ἢ ἄλλως γέ πως ἔχον, ἅπαντα καθιστάμενος ἔτι τε σατραπείας ἀπολεγόμενος καὶ ἀρχὰς καὶ ἄρχοντας | |
5 | καὶ σατράπας ταύταις ἐγκαθιστὰς τά τε ἄλλα ἐν αὐτῇ πάντα καλῶς διορθωσάμενός τε καὶ πρὸς τὸ δοκοῦν διαθεὶς ἐν πέντε καὶ τριάκοντα ταῖς πάσαις ἡμέραις ἔπαρχόν τε τῆς ὅλης Ἀσίας ἀποδείξας τὸν Χαμου‐ | |
ζᾶν ἐπάνεισιν αὖθις ἐς τὸ Βυζάντιον. | 91 | |
2.3.3(1t) | ἄφιξις τοῦ βασιλέως ἐς τὴν Ἀδριανοῦ καὶ ἀποστολὴ τοῦ στόλου | |
2t | μετὰ Ἰωνούζη εἰς τὰς περὶ Ῥόδον νήσους καὶ Νάξον | |
1 | μικρὸν δὲ διατρίψας αὐτοῦ καὶ ὅσον θεάσασθαι τὰς ταύτῃ γεγε‐ νημένας οἰκοδομὰς καὶ ἐπιτάξαι ἃ δεῖ ποιεῖν ἐν αὐταῖς τε καὶ τοῖς ἄλλοις ἅπασι καὶ ὅτι τάχιστα ἀνύτειν τὰ ἔργα ὥρμησεν ἐς τὴν Ἀδριανοῦ χειμῶνος. | |
2.3.4 | κἀκεῖσε γενόμενος εὐθὺς μεταπέμπεται Ἰωνούζην, τὸν σατράπην Καλλιουπόλεως καὶ ἡγεμόνα τοῦ στόλου, καὶ κελεύει πάσῃ σπουδῇ τὸν στόλον ἐξαρτύσαντα ἐπιπλεῖν τῇ τε Νάξῳ καὶ ταῖς περὶ Ῥόδον νήσοις, Πάρῳ τε καὶ Ῥηνείᾳ καὶ Κῷ καὶ ταῖς ἄλλαις ταῖς ταύτῃ. | |
2.3.5 | Ῥόδιοι γὰρ τῶν ἄλλων ἁπάντων νησιωτῶν ἐνσπόνδων ὄντων τε καὶ γενομένων τῷ βασιλεῖ μόνοι τὰς πρὸς αὐτὸν διαλλαγάς τε καὶ σπονδὰς οὐκ ἐδέξαντο, ἀλλ’ ἔμειναν ἔξω σπονδῶν, δεχόμενοι δὲ τὰς τῶν δυτι‐ κῶν Ἰβήρων καὶ Ἀλανῶν λῃστρικὰς ναῦς καταιρούσας αὐτοῦ καὶ αὐτοὶ | |
5 | ἑτέρας ἀντιπληροῦντες ἐκάκουν πᾶσαν τὴν παραλίαν τοῦ βασιλέως. ὣς δὲ καὶ οἱ Νάξιοι δεχόμενοι καὶ αὐτοὶ τὰς κατάρσεις τῶν πειρατῶν καὶ παρέχοντες τούτοις σιτήσεις τε καὶ τὰ ἄλλα τὰ πρὸς τὴν χρείαν ἔβλα‐ πτον καὶ αὐτοὶ οὐκ ὀλίγα τὴν βασιλέως. ἐπὶ τούτους οὖν τὸν στόλον ἐξέπεμπεν. | |
2.4.1 | Ἰονούζης δὲ πληρώσας ὀγδοήκοντα ναῦς στρατιώτιδας καὶ ὁπλίσας καλῶς καὶ ἑτέρας σκευαγωγοὺς οὐκ ὀλίγας καὶ φερούσας τὰς μηχανὰς ἀναχθεὶς ἀπὸ Καλλιουπόλεως ἔπλει διὰ τοῦ Ἑλλησποντικοῦ Πορθμοῦ εὐθὺ τῶν Αἰγὸς Ποταμῶν καὶ παραμείψας Σηστόν τε καὶ | |
5 | Ἄβυδον καὶ τὰς καλουμένας Κυνὸς Κεφαλὰς γίνεται κατὰ τὴν Δαρ‐ δανίαν πρὸς τῷ στόματι τοῦ πορθμοῦ· παραπλεύσας δὲ τό τε Ῥίον τὸ Τρωϊκὸν καὶ τὸ Ἀχιλλέως σῆμα κατήχθη ἐς Τένεδον. | |
2.4.2 | ἐπιμείνας δὲ ταύτῃ δύο ἡμέρας καὶ ὑδρευσάμενος τάς τε ναῦς ἁπάσας συναγαγὼν (ὑστέριζον γὰρ ἔτι τούτων ἔνιαι κατὰ τὴν ταύτῃ παραλίαν ἐρέτας συλ‐ λέγουσαι) νυκτὸς ἄρας, ἵνα μὴ ἔκπυστος γένηται θεαθεὶς (ἐβούλετο γὰρ | |
5 | λανθάνειν ὡς τὰ πολλά), ἔπλει τὸν Αἰγαῖον ἐν δεξιᾷ μὲν ἔχων τὰς Κυανίδας Νήσους κατὰ πρύμναν, ἐν ἀριστερᾷ δὲ τὴν Λέσβον κατὰ | |
πρῷραν. | 92 | |
2.4.3(t) | ὅρα χειμῶνα σφοδρὸν καὶ κίνδυνον τῶν νεῶν | |
1 | αἴφνης δὲ σφοδροῦ καταρραγέντος χειμῶνος καὶ κλύδωνος μετὰ λάβρων ὑετῶν καὶ ἀστραπῶν καὶ βροντῶν καὶ πνευμάτων ἐξαισίων καὶ σκότους τῆς τε θαλάσσης ἀγριουμένης καὶ τρικυμίας ἐγειρούσης μεγά‐ λας, ὥσπερ σύνηθες τῷ Αἰγαίῳ, τὰ μὲν πρῶτα ἔπλεον αἱ νῆες πᾶσαι | |
5 | περί που τὸν φρυκτὸν τῆς στρατηγίδος νεὼς ἑπόμεναι ταύτῃ, ἅτε δὲ ἐν νυκτὶ καὶ σκότῳ βαθεῖ καὶ τρικυμίᾳ μεγίστῃ καὶ καταιγίδι καὶ πνευ‐ μάτων ἀντιπνοίαις ἀτάκτως φερόμεναι συνέπιπτόν τε ἀλλήλαις καὶ προσηράσσοντο καὶ κατεδύοντο αἱ πλείους αὐτοῦ, ὥστε καὶ τὴν στρατ‐ ηγίδα ναῦν μικροῦ κατέδυσαν ἂν ἐπεισπεσοῦσαι ἀθρόαι, εἰ μὴ ὁ κυβερ‐ | |
10 | νήτης τοῦτο αἰσθόμενος εὐθὺς ἀφανίζει τὸν φρυκτόν. καὶ οὕτω δὴ σκεδασθεῖσαι ἄλλῃ καὶ ἄλλῃ τοῦ πελάγους ἐφέροντο παννύχιοι χειμα‐ ζόμεναι, ἕως ἡμέρα τε ἐγένετο καὶ κατήχθησαν μόγις που ἄλλῃ καὶ ἄλλῃ τῆς ταύτῃ ἠπείρου, ὡς ἔτυχον ἑκάστη περισωθεῖσαι τοῦ κλύδωνος. | |
2.4.4 | ἔνιαι δὲ καὶ καταχθεῖσαι μικρὸν ἀπωτέρω τῆς γῆς κατέδυσαν ὑφάλοις τε καὶ σπιλάσιν ἐγκύρσασαι, αἱ δὲ τὰς μηχανὰς φέρουσαι νῆες ὑπό τε τῆς βίας τοῦ ῥοῦ καὶ τρικυμίας ἀτάκτως φερόμεναι, αἱ μὲν αὐτῶν σκο‐ | |
5 | πέλοις τε καὶ ἀκταῖς προσαράξασαι συνετρίβησαν καὶ αἱ ἐν αὐταῖς μηχαναὶ αὐτοῦ που κατέδυσαν, αἱ δ’ ὀψὲ καὶ μόλις περιεσώθησαν. | |
2.5.1 | Ἰονούζης δὲ μετὰ νεῶν ἓξ ἀπολειφθεὶς καὶ πανημέριος ἐν τῷ πελάγει χειμαζόμενός τε καὶ κλυδωνιζόμενος μόγις που καὶ αὐτὸς πρὸς ἑσπέραν ἐς τὸν ἐν τῇ Χίῳ κατήχθη λιμένα διάβροχός τε καὶ πάντα τὰ ἐπὶ τῶν καταστρωμάτων ἀποβαλών· παρὰ τοσοῦτον ἦλθε κινδύνου. | |
2.5.2 | ἡμέρας δὲ τρεῖς ἐπιμείνας ἐν Χίῳ καὶ τὸν περιλειφθέντα στόλον πάντα συναγαγὼν καὶ ἐπισκευάσας ἐκ τῶν ἐνόντων ἀναχθεὶς ἐκεῖθεν καταίρει ἐς Κῶν τὴν νῆσον καὶ ἀποβὰς ἔκειρέ τε τὴν γῆν τῶν Κῴων καὶ προσβαλὼν τῷ ἄστει ἐπολιόρκει ἐπὶ τρισὶν ἡμέραις. ὡς δ’ οὐδὲν ἤνυεν, | |
5 | ἐμπρήσας τὰς πρὸ τοῦ ἄστεος οἰκίας καὶ πᾶσαν τὴν ἄλλην νῆσον κατα‐ δραμὼν καὶ κώμας διαρπάσας καὶ λείαν πλείστην ἐλάσας καὶ ταῖς | |
ναυσὶν ἐνθέμενος ἐπανῄει. | 93 | |
2.5.3(t) | προσχώρησις Φωκαίας τῷ Ἰωνούζῃ | |
1 | γενόμενος δὲ κατὰ Φώκαιαν τὴν Νέαν λεγομένην Χίων οὖσαν καὶ ἀπόβασιν ποιησάμενος παρεστήσατο ταύτην ὁμολογίᾳ. τοῦτο δ’ ἐποίη‐ σεν ἐν σπονδαῖς ὀργὴν ἔχων τοῖς Χίοις, ὅτι γε οὐκ ἐδέξαντο τοῦτον καλῶς ἐκεῖ καταχθέντα οὐδὲ τοῖς προσήκουσι δώροις ἐτίμησαν. | |
2.5.4 | διαθεὶς δὲ τὰ κατὰ τὴν Φώκαιαν, ὡς ἦν αὐτῷ κατὰ νοῦν, καὶ φυλακὴν ἐγκαταστήσας αὐτῇ καὶ παῖδας λαβὼν ἀπέπλευσεν ἐπὶ οἴκου ἐς Καλ‐ λιούπολιν καὶ διέλυσε τὸν στόλον. | |
2.5.5(t) | ὅτι Ἰωνούζης πέντε καὶ εἴκοσι τῶν νεῶν ἀπέβαλεν ἐν τῷ χειμῶνι | |
1 | ἀπέβαλε δὲ τῶν νεῶν τῷ χειμῶνι πέντε καὶ εἴκοσι μετά γε τῶν σκευαγωγῶν τὰς πάσας. ἐφ’ ᾧ δὴ καὶ μᾶλλον, ὥς φασιν, ἔκτοτε ὠργί‐ ζετο αὐτῷ ὁ βασιλεὺς καὶ δι’ αὐτό γε τοῦτο καὶ ἄλλας αἰτίας μικρὸν ὕστερον ἀνεῖλεν αὐτόν. καὶ ταῦτα μὲν ταύτῃ. | |
2.6.1(t) | αἰτίαι δι’ ἃς ὥρμητο στρατεύειν ἐπὶ τὴν Τριβαλλῶν ὁ βασιλεύς | |
1 | βασιλεὺς δ’ ἐν Ἀδριανουπόλει διάγων χειμῶνος στρατιὰν μεγά‐ λην παρεσκεύαζεν ἐπὶ Τριβαλλούς. καὶ γὰρ ἦν που πυνθανόμενος τὰ ἐκεῖ νεοχμοῦντα· τὸν γὰρ τῶν Τριβαλλῶν ἡγεμόνα νεωτέρων ἐπιθυ‐ μοῦντα κοινολογεῖσθαί τε καὶ λόγους προσφέρειν κρύφα τῷ βασιλεῖ | |
5 | Παιόνων καὶ συνθήκας ποιεῖσθαι μετ’ αὐτοῦ, ὅπως καλῶς τε παρα‐ σκευασάμενος καὶ τὸν Ἴστρον διαβὰς ἐς τὴν τοῦ βασιλέως χώραν ἐσ‐ βάλῃ συνεσβάλλοντι καὶ αὐτῷ. | |
2.6.2 | οὐ μόνον δὲ ἀλλὰ καὶ τὸν συνήθη δασμὸν βραδέως τε πάνυ παρεῖχε καὶ πλημμελῶς πλαττόμενος ἀεὶ προ‐ φάσεις τε καὶ ἀναβολὰς οὐ καλάς. ἐφ’ ᾧ δὴ καὶ μᾶλλον ὠργίζετο ὁ βασιλεὺς τεκμαιρόμενος ἐκ τούτου νεωτέρων αὐτὸν ἐπιθυμεῖν. | |
2.6.3 | οὐ ταῦτα δὲ μόνον ἐνῆγεν αὐτόν, ἀλλὰ καὶ ἡ τῆς χώρας φύσις αὐτάρκη θέσιν παρεχομένη ἔς τε τὸν κατὰ Παιόνων τε καὶ Δακῶν πόλεμον ἐκπεπολεμωμένων αὐτῷ, ὥστε ῥᾳδίας ἀπ’ αὐτῆς ἐς τὴν ἐκείνων ἔχειν | |
5 | ποιεῖσθαι τὰς εἰσβολάς. | 94 |
2.7.1(t) | θέσις τῆς Τριβαλλῶν | |
1 | ἡ γὰρ Τριβαλλῶν κεῖται μὲν ἐν ἐπικαίρῳ τῆς ἄνω Θρᾴκης ἀρχο‐ μένη μὲν ἀπὸ τῆς ἄνω Μυσίας καὶ τοῦ Αἵμονος ὄρους, παρήκουσα δὲ μέχρι τοῦ Ἴστρου καὶ ὁμοροῦσα δι’ αὐτοῦ τῇ Δακῶν καὶ Παιόνων ἀρχῇ. | |
4t | σημείωσαι περὶ τοῦ Ἴστρου ποταμοῦ | |
5 | ὁ γὰρ Ἴστρος μέγιστος ὢν ποταμῶν τῶν κατὰ τὴν Εὐρώπην ἄρχεται μὲν ἀπὸ τῶν Κελτικῶν Ὀρῶν, ῥέων δὲ δι’ αὐτῶν, ἀλλὰ δὴ καὶ τῆς τῶν Παιόνων τε καὶ Δακῶν καὶ ἑτέρων οὐκ ὀλίγων γενῶν, καὶ πολλὴν δι‐ ερχόμενος γῆν καὶ κρείττων αὐτὸς ἑαυτοῦ γινόμενος ἀεὶ ταῖς προσ‐ θήκαις τῶν ἐς αὐτὸν ἐσβαλλόντων ποταμῶν τελευτᾷ μὲν ἐς τὴν Γετικήν | |
10 | τε καὶ Σκυθικὴν καὶ δι’ αὐτῶν ἐκδίδωσιν ἐς τὸν Εὔξεινον Πόντον. | |
2.7.2 | περικλείει δὲ ἐντὸς ἑαυτοῦ ἄλλα τε ἔθνη πολλὰ μαχιμώτατα καὶ δὴ καὶ τὰ Παιόνων τε καὶ Δακῶν, οἷς ἐστιν ὅμορος, ὡς ἔφην, ἡ Τριβαλλῶν παρακειμένη τε τούτοις μέχρι πολλοῦ καὶ πόλεις ἔχουσα πολλὰς καὶ | |
5 | καλὰς ἐν τῇ μεσογείᾳ καὶ φρούρια ἐρυμνὰ περί που τὰς ὄχθας τοῦ ποταμοῦ. δι’ ἃ δὴ καὶ μάλιστα ἀναγκαῖον ἐδόκει τῷ βασιλεῖ χειρώσα‐ σθαί τε αὐτὴν καὶ τὰ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ φρούρια κατασχεῖν, ὅπως εἴη τῆς τούτου διαβάσεως κύριος καί, ὅταν αὐτός τε ἐθέλῃ, ῥᾳδίως ἔχῃ διαβαίνειν ἐς τὴν ἐκείνων κἀκείνους τε ἀπείργῃ τῆς ἐς τὴν αὐτοῦ | |
10 | διαβάσεως. | 95 |
20t | σημείωσαι περὶ τῆς Τριβαλλῶν γῆς ὅπως πάμφορός | |
21t | τέ ἐστι καὶ πᾶσιν εὐθήνεται καλοῖς | |
22 | οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ τῆς χώρας ἀρετὴ οὐδὲν ἧττον ἐπῆγεν αὐτὸν θαυμαστή τις οὖσα καὶ πᾶσιν εὐθηνουμένη τοῖς ἀγαθοῖς· ἥ τε γὰρ γῆ πάμφορός τέ ἐστιν αὐτῇ ἐρρωμένη πρὸς ἁπάσας γονὰς καὶ πάντα μετὰ | |
25 | δαψιλείας παρεχομένη, ὅσα φέρουσιν ὧραι σπερμάτων τε καὶ φυτῶν, ἀλλὰ δὴ καὶ ὅσα νέμονται γῆν, αἰπόλιά τέ φημι καὶ ποίμνια καὶ συφόρ‐ βια καὶ βουκόλια καὶ ἵππων ἀγαθῶν οὐκ ὀλίγην φορὰν καὶ πολλῶν ἄλλων ἐδωδίμων τε καὶ χρησίμων ζῴων ἡμέρων τε καὶ ἀγρίων γένη διάφορα· ἃ πάντα τρέφει μετὰ πολλῆς τῆς περιουσίας. | |
2.7.3 | τὸ δὲ μέγι‐ στον καὶ ᾧ πάσας τὰς ἄλλας νικᾷ μεθ’ ὑπερβολῆς, ὅτι χρυσὸν καὶ ἄργυ‐ ρον ὥσπερ ἀπὸ πηγῶν ἀναδίδωσι καὶ πανταχοῦ ταύτης ὀρύσσοντι ψήγματα παρέχει χρυσοῦ καὶ ἀργύρου πλεῖστα καὶ κάλλιστα καὶ κρεῖσ‐ | |
5 | σον τῆς Ἰνδικῆς. | |
2.7.4 | δι’ ἃ δὴ καὶ τὸ ἐξ ἀρχῆς ἡ Τριβαλλῶν ἀρχὴ εὐ‐ δαίμων τε ἦν καὶ ἐπὶ πλούτῳ καὶ δυναστείᾳ μέγα ἐφρόνει καὶ βασίλειον ἦν καὶ πόλεις εἶχε πολλὰς καὶ μεγάλας ὑφ’ ἑαυτῇ, ἀλλὰ δὴ καὶ εὐδαί‐ μονας, καὶ φρούρια ἐρυμνὰ καὶ δυσάλωτα· καὶ καταλόγων στρατιωτι‐ | |
5 | κῶν τε καὶ στρατευμάτων ἐπλούτει καὶ ὅπλων πολλῶν καὶ καλῶν καὶ οἰκήτορας εἶχεν ἀρίστους καὶ νεότητα ἔτρεφε πολλήν τε καὶ εὐανδροῦ‐ σαν καὶ ζηλωτὸς ἦν ἐν πᾶσι τε καὶ περίβλεπτος, ἀλλὰ δὴ καὶ ἐπίφθονος, καὶ πολλοὺς εἶχε τοὺς οὐ μόνον ἐρῶντας αὐτῆς, ἀλλὰ δὴ καὶ ἐπι‐ βουλεύοντας. | |
2.7.5(1t) | σημείωσαι ὡς καὶ πρότερον ἑάλω ἡ Τριβαλλῶν | |
2t | ὑπὸ τοῦ βασιλέως Μωράτεω | |
1 | ἐστράτευσε μὲν οὖν ἐπὶ ταύτην καὶ πρόσθεν Μωράτης, ὁ τοῦ βασιλέως πατήρ, χειρὶ πολλῇ καὶ δυνάμει ἐσβαλὼν καὶ πᾶσαν αὐτὴν παρεστήσατο καὶ πόλεις καὶ φρούρια εἷλε, τά τε ἐν τῇ μεσογείᾳ τά τε παρὰ τὰς ὄχθας τοῦ Ἴστρου κείμενα, τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ τοῖς | |
5 | ὅπλοις, τὰ δὲ καὶ ἀμαχὶ προσχωροῦντα, καὶ πάσης ἁπλῶς ἐκράτησε τὸν ταύτης ἡγεμόνα Λάζαρον ἐξελάσας ἐς Παίονας. | |
2.7.6 | ὅν γε δὴ χρόνον ἤδη συχνὸν περιιόντα τε καὶ ἀλώμενον ἐν αὐτοῖς ᾤκτειρε τῆς ἄλης ὁ βασιλεύς, καὶ τὰ μὲν οἴκοθεν, τὰ δ’ ὑπὸ τῶν φίλων παρακληθεὶς (καὶ γὰρ ἦν, εἰ καί τις ἄλλος, τήν τε γνώμην καὶ τὸν τρόπον χρηστός), ἔτι δὲ καὶ σύμμαχόν τε καὶ συνεργὸν ἔχειν βουλό‐ | 96 |
5 | μενος φίλον τε ἤδη γεγονότα καὶ εὖ πεπονθότα τὰ μέγιστα ἔς τε τὸν κατὰ Παιόνων τε καὶ Δακῶν πόλεμον πολὺν δὴ χρόνον ὁμοροῦντά τε τούτοις καὶ τὴν ἐκείνων χώραν καὶ ἤθη καλῶς ἐξεπιστάμενον καὶ δὴ καὶ γενναῖον ὅλως ὄντα καὶ στρατηγικόν, πάλιν ἀποδίδωσιν αὐτῷ τήν τε χώραν καὶ τὴν ἀρχὴν μήτε τινὸς στερήσας ὧν ἔλαβε, μᾶλλον δὲ καὶ | |
10 | προσεπιδοὺς πολλὰ τῶν ἰδίων, μήτε μὴν ὅμηρόν τι λαβὼν παρ’ αὐτοῦ, φόρους δὲ μόνους τοὺς εἰθισμένους καταβάλλειν κελεύσας καὶ ὅρκοις καταδήσας καὶ πιστεύσας αὐτῷ τὴν ἀρχήν. | |
2.8.1 | Λάζαρος δὲ τὴν ἰδίαν ἀρχὴν αὖθις ἀναλαβὼν κατὰ μικρόν τε κρατυνάμενος καὶ ἄρξας αὐτῆς ἐγκρατῶς ἦν ὑποταττόμενος τῷ τε πατρὶ τοῦ βασιλέως καὶ αὐτῷ δὴ βασιλεῖ μέχρι τινὸς καὶ τὸν φόρον ἀποδι‐ δούς· μετὰ ταῦτά γε μήν, ᾗπερ ἔφην, ἀβουλίᾳ γνώμης χρησάμενος καὶ | |
5 | νεωτέρων ἐπιθυμήσας οὔτε τὸν φόρον ἀπεδίδου ῥᾳδίως καὶ μετὰ τῶν Παιόνων τε καὶ Δακῶν ἔπραττε παραβαίνων τὰς μετὰ βασιλέως σπον‐ δὰς. | |
2.8.2(t) | ἐκστρατεία τοῦ βασιλέως κατὰ Τριβαλλῶν | |
1 | ὅπερ δὴ καταφωράσας ὁ βασιλεὺς αὐτὸν ποιοῦντα καὶ δικαίᾳ ληφθεὶς ὀργῇ τὴν ἐκστρατείαν κατ’ αὐτοῦ ἐποιεῖτο. παρασκευασάμενος οὖν χειμῶνος καλῶς, ἐπειδὴ ἔαρ ὑπέφαινεν ἤδη, ἄρας ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ ἱππικῷ τε καὶ πεζικῷ ἐχώρει διὰ τῆς μεσογείας Θρᾴ‐ | |
5 | κης τε καὶ Μακεδονίας, συνεπαγόμενος ἅμα οἱ καὶ μηχανὰς οὐκ ὀλίγας καὶ ὅπλα πάμπολλα. | |
2.8.3(t) | σημείωσαι τὸ πλῆθος τῆς στρατιᾶς | |
1 | ἦν δὲ ὁ στρατὸς αὐτῷ, ὡς ἐλέγετο, ἵππος μὲν πεντακισμυρία, πεζὸς | |
δὲ οὐκ ὀλίγῳ πλείων τούτων. | 97 | |
3t | εἰσβολὴ τοῦ βασιλέως εἰς τὴν Τριβαλλῶν | |
4t | καὶ καταδρομὴ καὶ φρουρίων ἅλωσις | |
5 | καταλαβὼν δὲ τήν τε Μυσίαν καὶ τὸ Αἵμονος ὄρος, ἔνθα ἡ πάροδος, ἑβδομαῖος διαβαίνει τε ταύτην ἀσφαλῶς παντὶ τῷ στρατῷ κἀκεῖθεν ὁρμηθεὶς τριταῖος ἐσβάλλει ἐς τὴν Τριβαλλῶν· καὶ κατατρέχει μὲν αὐτῆς τὰ πολλὰ καὶ ληίζεται, χειροῦται δὲ καὶ φρούρια οὐκ ὀλίγα, τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ, τὰ δὲ καὶ πολιορκίᾳ ἑλών. | |
2.8.4(t) | πολιορκία τοῦ Νεμοπρόδου | |
1 | δράσας δὲ ταῦτα ἐν πέντε καὶ εἴκοσι ταῖς ὅλαις ἡμέραις μετὰ τὴν ἐσβολὴν ἀφικνεῖται ἐς πολίχνην ἐχυρὰν καὶ εὐδαίμονα Νοβόπροδον οὕτω καλουμένην τῇ Τριβαλλῶν φωνῇ, οὗ δὴ καὶ ὁ πλεῖστος ἄργυρος καὶ χρυσὸς γεωργεῖται ἀνορυττόμενος, καὶ στρατόπεδον τίθησιν ἐπ’ | |
5 | αὐτήν. | |
2.8.5 | καὶ πρῶτα μὲν λόγους προσφέρει τοῖς ἐν αὐτῇ περί τε ἐνδόσεως καὶ συνθηκῶν, εἰ βούλοιντο παραδόντες αὐτῷ τήν τε πόλιν καὶ ἑαυτοὺς μετὰ συμβάσεων καὶ ὁμολογίας καὶ πίστεως καθῆσθαι σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσι σῶς καὶ κακῶν ἀπαθεῖς | |
5 | ἐπὶ τοῖς αὐτοῖς καὶ ὁμοίοις, ἐφ’ οἷσπερ καὶ πρότερον, καὶ φόρους ἀπο‐ φέρειν, οὓς καὶ τῷ σφῶν βασιλεῖ, τοῖς ἄλλοις ἅπασιν εἰρηνεύοντας. | |
2.8.6 | ὡς δ’ οὐ προὐχώρει κατὰ νοῦν αὐτῷ ἡ πεῖρα τῶν ἔνδον καθάπαξ οὐ βουλομένων ἔκειρέ τε τὴν γῆν εὐθὺς καὶ περισταυρώσας τὸ ἄστυ καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | |
2.9.1 | Λάζαρος δέ, ὁ τῶν Τριβαλλῶν ἡγεμών, τὴν ἀθρόαν ἔφοδον τοῦ βασιλέως μαθὼν τήν τε τῶν φρουρίων ἅλωσιν καὶ τὴν πολιορκίαν τοῦ Νοβοπρόδου ἐξεπλάγη τε τῷ γινομένῳ καὶ ὅλος ἦν ἐν ἀμηχανίᾳ καὶ ἀπορίᾳ μὴ ἔχων, ὅ τι καὶ δράσειεν. ὅμως γε μὴν ἐκ τῶν δυνατῶν τά τε | |
5 | λοιπὰ τῶν φρουρίων ἐπεσκεύαζε τούς τε ἄνδρας καὶ γυναῖκας καὶ παῖδας ἀπὸ τῶν κάτω χωρῶν τοὺς μὲν ἐς τὰ φρούρια, τοὺς δὲ ἐς τὰ μετεωρότερα τῆς χώρας μετῴκιζε τά τε βοσκήματα ἀνεκόμιζε καὶ τὴν ἄλλην πᾶσαν περιουσίαν αὐτῶν καὶ ἀποσκευὴν τήν τε λοιπὴν ἠσφαλί‐ | |
ζετο χώραν. | 98 | |
2.9.2(t) | διάβασις τοῦ Λαζάρ[ου] ἐς Δάκας καὶ διατριβὴ ἐκεῖσε | |
1 | αὐτὸς δὲ φρουράν τε ἱκανὴν καὶ φρούραρχον ἕνα τῶν αὐτῷ πιστοτάτων ἐγκαταστήσας τῇ Σαμανδρίᾳ τά τε ἐπιτήδεια ἄφθονα εἰσ‐ κομίσας αὐτῇ καί, ὅσα γε ἐς μακρὰν πολιορκίαν ἀρκέσειν ἐνόμιζε, δια‐ βαίνει τὸν Ἴστρον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσι | |
5 | καί τισι τῶν περὶ αὐτόν· καὶ ἀφικόμενος ἐς Δάκας καὶ Παίονας ἐκεῖ διέτριβεν. | |
2.9.3(1t) | πρεσβεία Λαζάρου ἐς βασιλέα καὶ σπονδαὶ | |
2t | τοῦ βασιλέως μετ’ αὐτοῦ | |
1 | ὅμως γε μὴν μετὰ μικρὸν ἔδοξεν αὐτῷ βουλευσαμένῳ πρεσβείαν τε πέμπειν ὡς βασιλέα καὶ πειρᾶσθαι, εἰ δύναιτο, τρόπῳ παντὶ σπον‐ δῶν τυχεῖν καὶ εἰρήνης. ἀπολεξάμενος οὖν ἄνδρας τοὺς πρώτους τῶν παρ’ αὐτῷ συνετούς τε καὶ τῶν ἄγαν πεπαιδευμένων καὶ δῶρα δοὺς | |
5 | αὐτοῖς χρυσοῦ καὶ ἀργύρου πλεῖστά τε καὶ πολυτελῆ, ἀλλὰ δὴ καὶ τὸν συνήθη δασμόν, ὃν ὤφειλεν, ἀποπέμπει. | |
2.9.4 | οἱ δὲ ἀφικόμενοι τά τε δῶρα κομίζουσι τῷ βασιλεῖ καὶ τὸν δασμὸν ἀπαγγέλλοντες αὐτῷ καὶ τὰ παρὰ τοῦ σφῶν ἡγεμόνος. καὶ ὁ βασιλεὺς δέχεται τούτους ἡμέρως καὶ χρηματίζει φιλανθρώπως καὶ λαλήσας εἰρηνικὰ μετ’ αὐτῶν σπον‐ | |
5 | δὰς ποιεῖται καὶ πίστεις δίδωσι καὶ λαμβάνει ἐφ’ ᾧ κατέχειν τε αὐτός, ἃ ἔλαβε, φρούρια καὶ χώραν, ὅσην ἐπῆλθε μετὰ τῶν ὅπλων, τῶν δὲ λοιπῶν πάντων ἄρχειν τὸν ἡγεμόνα σφῶν ἀποδιδόντα φόρον ἐτήσιον ὀλίγῳ ἐλάσσονα τοῦ προτέρου καὶ στρατιώτας ῥητοὺς ἐν ταῖς ἐκστρα‐ τείαις τοῦ βασιλέως. | |
2.9.5(t) | προσχώρησις τοῦ Νεμοπρόδου τῷ βασιλεῖ | |
1 | ἤδη γὰρ καὶ τὸ πολιορκούμενον ἄστυ τοῦ Νοβοπρόδου μὴ δυνά‐ μενον ἀντέχειν ἔτι τῇ πολιορκίᾳ μέχρι πολλοῦ παρατεινομένῃ (τεσσα‐ ράκοντα γάρ που παρεῖλκον ἡμέραι πολιορκουμένῳ), ἀλλὰ δὴ καὶ τῶν τειχῶν αὐτῷ κατερριμμένων ταῖς μηχαναῖς, προσεχώρησεν ὁμολογίᾳ τῷ | |
5 | βασιλεῖ, ἐφ’ ᾧ μηδέν τι κακὸν παθεῖν πάντας τοὺς ἐν αὐτῷ, ἀλλὰ μένειν, | |
ὡς εἶχον, σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσι κατοικοῦν‐ τάς τε τὸ ἄστυ καὶ νεμομένους τὴν χώραν. | 99 | |
2.9.6 | σπεισάμενος οὖν καὶ πίστεις δούς τε καὶ λαβὼν καὶ δώροις φιλοτίμοις τε καὶ ξενίοις τιμή‐ σας τοὺς πρέσβεις καὶ λόγοις ἡμέροις καὶ φιλανθρώποις δεξιωσάμενος ἀποπέμπει. οἱ δὲ παραγενόμενοι ἀπαγγέλλουσι τῷ σφῶν ἡγεμόνι Λαζά‐ | |
5 | ρῳ, ἃ ἔπραξαν· ὁ δὲ παρ’ ἐλπίδα τυχὼν τῶν σπονδῶν, ὅπερ οὐκ ἄν ποτε προσεδόκησεν (οὐδὲ γὰρ ἐνόμιζεν ἔτι δυνατὸν εἶναι σπείσασθαί οἱ τὸν βασιλέα τοσαύτην ἀγείραντα στρατιὰν καὶ παρασκευὴν τοσήνδε καὶ δαπάνην ἐς τὸν πόλεμον πεποιημένον), ὅμως γε μὴ ἥσθη τε τῷ γενομένῳ διαφερόντως καὶ τῶν, ὧν ἀπέβαλεν, οὐδένα πεποίηται λόγον | |
10 | ἀγαπήσας τοῖς καταλειφθεῖσι· πάντων γὰρ ἀθρόον ἐνόμιζεν ἐκπεσεῖ‐ σθαι. | |
2.9.7(t) | ἐπάνοδος τοῦ Λαζάρου εἰς τὴν ἰδίαν ἀρχήν | |
1 | ἀναλαβὼν οὖν αὖθις τήν τε γυναῖκα καὶ τοὺς παῖδας καὶ τὴν ἄλλην πᾶσαν ἀποσκευὴν καὶ τὸν Ἴστρον διαβὰς ἧκεν ἐς τὴν ἰδίαν ἀρχήν. | |
2.9.8 | βασιλεὺς δὲ τά τε φρούρια καλῶς ἀσφαλισάμενος πάντα, ἃ ἔλαβε, καὶ φυλακὴν ἱκανὴν ἐγκαταστήσας τῇ χώρᾳ σατράπην τε ἐγκαταλιπὼν αὐτῇ τὸν Ἀλῆν, ἄνδρα στρατηγικὸν καὶ γενναῖον, καὶ λείαν ἐλάσας ὅτι πολλὴν αὐτός τε καὶ τῇ στρατιᾷ διαδοὺς ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ· | |
5 | ἤδη γὰρ καὶ τὸ θέρος ἐτελεύτα. βραχὺν δὲ χρόνον ἐνδιατρίψας αὐτοῦ καί τινα τῶν αὐτόθι καταστησάμενος μεσοῦντος ἤδη φθινοπώρου ἀφι‐ κνεῖται ἐς τὸ Βυζάντιον παραχειμάσων αὐτοῦ. καὶ τρία καὶ ἑξήκοντα ἔτη πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, πέμ‐ πτον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
2.10.1(t) | σημείωσαι ὅπως ὁ βασιλεὺς ἐπεμελήθη τῆς Πόλεως | |
1 | καταλαβὼν δὲ τὴν Πόλιν εὗρε τά τε βασίλεια τετελεσμένα λαμ‐ πρῶς καὶ τὸ ἐν Χρυσέαις φρούριον τά τε τείχη τῆς πόλεως πάντα καλῶς ᾠκοδομημένα. ἀρεσθεὶς οὖν τοῖς γενομένοις καὶ τοὺς τῶν ἔργων ἐπι‐ | |
στάτας δωρησάμενος χρήμασί τε καὶ ἱματίοις καὶ πολλοῖς ἄλλοις κελεύει | 100 | |
5 | πάλιν ὅτι τάχιστα ἀνορθοῦν τὰς γεφύρας τὰς ἐν τοῖς κόλποις Ἀθύρα τε καὶ Ῥηγίου τῷ χρόνῳ πεπονηκυίας τε καὶ πεσούσας, ἔτι δὲ καὶ τὰς ἄλλας ὁδοὺς τὰς πρὸς τὴν Πόλιν φερούσας, ὅπῃ τελματώδεις τε ἦσαν καὶ δυσδιεξίτητοι, καταλεαίνοντάς τε καὶ ἐξομαλίζοντας πλαξὶ καὶ λίθοις καταστρωννύντας ὥστε ῥᾳδίαν εἶναι καὶ ἀσφαλῆ τὴν τούτων | |
10 | διάβασιν. | |
2.10.2 | οὐ μόνον δὲ ἀλλὰ καὶ πανδοχεῖα καὶ καταγώγια οἰκο‐ δομεῖν ἐν αὐταῖς εἰς κατάλυσίν τε καὶ ἀνάπαυλαν τῶν ὁδοιπορούντων τε καὶ κατὰ γῆν ἐς τὴν Πόλιν ἀφικνουμένων, καὶ ἀγορὰν δὲ μεγίστην τε καὶ καλλίστην ἐν μέσῃ τῇ πόλει ἐγγύς που τῶν βασιλείων κελεύει γίνε‐ | |
5 | σθαι τείχεσί τε ἠσφαλισμένην ἰσχυροτάτοις τὰ ἔξω καὶ στοαῖς καλλί‐ σταις τε καὶ μεγίσταις διειλημμένην τὰ ἔνδον τόν τε ὄροφον ἔχουσαν ἐξ ὀπτῆς πλίνθου καὶ διαφανῶν λίθων ἐξειργασμένον, ἔτι δὲ λουτρὰ κατασκευάζειν λαμπρὰ καὶ πολυτελῆ καὶ ὑδάτων ἀφθονίαν ἔξωθεν ἐπεισάγειν τῇ πόλει δι’ ὀχετῶν, ἄλλα τε πολλὰ τοιαῦτα προσέταξε γίνε‐ | |
10 | σθαι ἔς τε κατασκευὴν καὶ κόσμον τῆς πόλεως καὶ ὠφέλειαν καὶ χρείαν τῶν ἐνοικούντων καὶ ἄλλην παραμυθίαν. | |
2.10.3 | πρὸ πάντων δὲ τοῦ τε συνοικισμοῦ τῆς πόλεως ἐπεμέλετο καὶ τοῦ πᾶσαν αὐτὴν οἰκητόρων πληρῶσαι, καθὰ δὴ καὶ τὸ πρὶν ἦν, πανταχόθεν τε τῆς αὐτοῦ πάντας συλλέγων, ἔκ τε Ἀσίας καὶ Εὐρώπης, καὶ μετοικίζων ἐς αὐτὴν μεθ’ ὅτι | |
5 | πλείστης ἐπιμελείας τε καὶ σπουδῆς, ἐκ παντὸς μὲν καὶ ἄλλου γένους, καὶ μάλιστα δὴ τοῦ Χριστιανῶν· οὕτω δεινὸς ἔρως ἐνέπεσεν αὐτοῦ τῇ ψυχῇ τῆς τε Πόλεως καὶ τοῦ ταύτης συνοικισμοῦ τοῦ τε ἐς τὴν ἀρχαίαν εὐδαιμονίαν ἀποκαταστῆσαι πάλιν αὐτήν. | |
2.11.1(t) | ὅρα τὰς αἰτίας, δι’ ἃς ἐστράτευσε κατὰ τῆς Αἴνου ὁ βασιλεύς | |
1 | ἐν τούτοις δ’ ὄντος αὐτοῦ μεσοῦντος ἤδη χειμῶνος ἀγγέλλεται τὸν ἡγεμόνα τῆς Αἴνου Δωριέα καὶ τῶν νήσων Ἴμβρου καὶ Σαμοθρᾴκης νεοχμοῦν τε βούλεσθαι καὶ νεωτέρων ἐπιθυμεῖν. ὁ γάρ τοι πατὴρ αὐτῷ Παλαμήδης πρὸ μικροῦ τελευτῶν κατέλιπεν ἐν ταῖς αὐτοῦ διαθήκαις | |
5 | αὐτόν τε Δωριέα καὶ τὴν τοῦ πρεσβυτέρου ἀδελφοῦ γυναῖκα καὶ τοὺς παῖδας κληρονόμους τε τῶν αὐτοῦ πάντων ἐξ ἴσης καὶ τῆς ἀρχῆς δια‐ δόχους, μᾶλλον δὲ καὶ τὸ πλέον ἐν ταῖς διαθήκαις ἔνεμε ταύτῃ τε καὶ τοῖς ταύτης παισὶν ὡς τῆς ἀρχῆς εἰς τὸν πρεσβύτερον υἱέα αὐτοῦ περι‐ ισταμένης δικαίως, ἐπεὶ καὶ ἔτι περιόντι ὁ πατὴρ ἐκείνῳ πᾶσαν ἔδωκε | |
10 | τὴν ἀρχὴν τῶν ἐν τῇ Μιτυλήνῃ κτημάτων μόνων κύριον ἀποδείξας τὸν Δωριέα. | 101 |
2.11.2 | ὁ δὲ βραχὺ φροντίσας τοῦ τε δικαίου καὶ τῶν διαθηκῶν τοῦ πατρός, ἀλλὰ δὴ καὶ τῆς ἰδίας ἀσφαλείας (ἀσφαλέστερος γὰρ ἔμελ‐ λεν εἶναι τηρήσας τὰ πρὸς τοὺς παῖδας τοῦ ἀδελφοῦ δίκαια καὶ τὴν τούτων μητέρα), ὁ δὲ παρωσάμενος τήν τε γυναῖκα καὶ τοὺς παῖδας | |
5 | ἀδίκως ἐγκρατὴς γίνεται τοῦ τε κατ’ οἶκον βίου παντὸς καὶ τῆς ὅλης ἀρχῆς μηδενὸς τούτων ὅλως παραχωρήσας τοῖς τε παισὶ καὶ τῇ γυναικί. | |
2.11.3 | ἡ δὲ τὸ πρᾶγμα ἐν δεινῷ τιθεμένη καὶ τὴν καταδυναστείαν μὴ φέρουσα τὰ μὲν πρῶτα λόγοις ἐπειρᾶτο τοῦτον τῆς πλεονεξίας ἀπάγειν τὰ μὲν δι’ ἑαυτῆς, τὰ δὲ καὶ διὰ συνετῶν καὶ φρονίμων ἀνδρῶν τῶν ταύτῃ, μᾶλλον δὲ καὶ οἰκείων αὐτοῖς καὶ οἷς οὐχ ἥκιστα ἔμελεν ἀκιν‐ | |
5 | δύνως ἔχειν τὰ τῆς ἀρχῆς. | |
2.11.4 | οἳ καὶ προσελθόντες εὐνοϊκῶς συνεβού‐ λευον αὐτῷ μηδὲν ὅλως περὶ τὰς τοῦ πατρὸς διαθήκας καινοτομεῖν μηδὲ καταδυναστεύειν ἐθέλειν τήν τε γυναῖκα καὶ τοὺς παῖδας τοῦ ἀδελφοῦ τήν τε θείαν νέμεσιν δεδιότα, ἣ πανταχοῦ περιερχομένη τὰ | |
5 | τῶν ἀνθρώπων δικάζει καὶ τοὺς ἀδικουμένους καὶ ἀδικοῦντας ὁρᾷ, τήν τε τοῦ κρατοῦντος πρὸς τὰ τοιαῦτα ῥοπὴν καὶ τὸ σφόδρα γε ἀπαραίτη‐ τόν τε καὶ ἀδιάλλακτον. | |
2.11.5 | οὐδὲ γὰρ ἀνεκτὸν ἔλεγον ἔσεσθαι τοῖς ἀδικουμένοις σιγῇ καθῆσθαι, ἀλλὰ „ζητήσουσι ἐξ ἅπαντος τρόπου τὸ ἴδιον δίκαιον καὶ καταβοήσονταί σου πρὸς τὸν βασιλέα ῥητὰ καὶ ἄρρητα ἐξειπόντες· καὶ ὅρα, πῇ τελευτᾷ τὸ δεινόν. ἀλλ’ εἴ τι κήδῃ | |
5 | σαυτοῦ τε καὶ ἡμῶν καὶ τῆς ὅλης ἀρχῆς, πείσθητι τὰ βέλτιστα συμβου‐ λεύουσι ἡμῖν καὶ κοινώνει τῶν τε πραγμάτων καὶ τῆς ἀρχῆς τοῖς τε παισὶ τοῦ ἀδελφοῦ καὶ τῇ γυναικὶ παραχωρῶν τῷ δικαίῳ. καὶ οὕτω χρηστά τε καὶ ἄριστα καὶ βουλεύσῃ καὶ δράσεις σαυτῷ καὶ ἡμῖν πᾶσιν ἐπωφελῆ εἰρηνικήν τε ἕξεις τοῦ λοιποῦ καὶ ἀκίνδυνον τὴν λαχοῦσαν | |
10 | ἀρχήν.“ | |
2.11.6 | ταῦτά τε καὶ τοιαῦτα πολλὰ πολλάκις πρὸς αὐτὸν λέγοντες οὐκ ἔπειθον ὅμως. ἡ δὲ γυνὴ τοῦ πείθειν ἀπογνοῦσα καθάπαξ καταφεύγει πρὸς τὸν κρατοῦντα· καὶ πέμπει δὴ πρέσβιν τε καὶ ἱκέτην τὸν πρὸς μητρὸς θεῖον | |
5 | αὐτῇ. ὁ δὲ ἀφικόμενος λύπην τε ἔχων καὶ δικαίαν ὀργὴν καὶ ἅμα βου‐ λόμενος ἀμύνασθαι τὸν ἀδικοῦντα, εἰ δέοι καὶ κοινῶς συνεκπεσεῖν τῆς ἀρχῆς, ὃ δήπου καὶ γέγονε, πολλὰ κατεφόρει πρὸς τὸν βασιλέα τοῦ Δωριέως, ὡς δύσνους τε εἴη, λέγων, αὐτῷ καὶ νεωτέρων ἐπιθυμεῖ καὶ | |
κοινολογεῖται τοῖς Ἰταλοῖς καὶ ὅπλα συλλέγει καὶ φρουροὺς μισθοῦται | 102 | |
10 | καὶ φυλακὰς ἐγκαθιστάνειν βούλεται Αἴνῳ τε καὶ ταῖς νήσοις καὶ ὅλως ἐς ἀποστασίαν ὁρᾷ· καὶ εἰ μὴ θᾶττον, ἔλεγε, προληφθείη, κἂν ἐς ἔργον ἄξει τὸ σπουδαζόμενον. | |
2.12.1 | ταῦτά τε καὶ πολλὰ τοιαῦτα εἰπὼν ἐς ὀργήν τε καὶ θυμὸν τὸν βασιλέα κινεῖ. ὁ δὲ οὐκέτι καθεκτὸς ἦν οὐδέ γε τοῦ λοιποῦ μέλλειν ᾤετο δεῖν· οὐδὲ γὰρ παροπτέα οἱ τὰ τῆς Αἴνου εἶναι ἐδόκει οὐδέ γε ὅλως ἀμελητέα πόλεως λόγου ἀξίας πολλῶν ἕνεκα, καὶ προσόδων μεγά‐ | |
5 | λων καὶ θέσεως ἐπικαίρου καὶ ἀρετῆς γῆς καὶ πολλῶν ἄλλων. | |
2.12.2 | Αἶνος γὰρ ἦν μὲν τὸ παλαιὸν πόλις μεγίστη τῶν Αἰολίδων ἐπί τε δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ μέγα φρονοῦσα συμπάσης τε τῆς καθ’ αὑτὴν παραλίας κρατοῦσα, ἀλλὰ δὴ καὶ τῶν νήσων ἐνίων. κεῖται γὰρ ἐν καλλίστῳ τῆς παραλίας Θρᾴκης τε καὶ μακεδονίας ἐκ μεσημβρίας | |
5 | μὲν ἔχουσα τόν τε Αἰγαῖον καὶ τὰς νήσους παρακειμένας, Ἴμβρον καὶ Λῆμνον καὶ τὰς λοιπάς, καὶ τὴν ἀπὸ τούτων ἐμπορίαν δαψιλῶς καρ‐ πουμένη, ἀπὸ δὲ ἄρκτου Εὗρον ποταμόν. | |
8t | σημείωσαι περὶ τοῦ Εὕρου ποταμοῦ | |
9 | ὃς ἔκ τε τῆς ἄνω Μυσίας καὶ τοῦ Αἵμονος ὄρους τὰς πηγὰς ἔχων ῥεῖ | |
10 | διὰ τῆς μεσογείας Θρᾴκης τε καὶ Μακεδονίας κατὰ μεσημβρίαν ἀεὶ πορευόμενος, προϊὼν δὲ κατὰ μικρὸν καὶ τὴν Ἀδριανοῦ παραρρέων μέγας τε γίνεται καὶ ναυσὶ περατὸς δεχόμενος καὶ ἑτέρους ποταμοὺς ἐσβάλλοντας ἐς αὐτόν, τόν τε Κοντάδεσδον καὶ Ἀγριάνην καὶ Τέαρον. | |
2.12.3(t) | σημείωσαι περὶ τοῦ Τεάρου ποταμοῦ καὶ τῶν ἄλλων | |
1 | ὃς δή, Τέαρος, ἔκ τε τοῦ παρακειμένου ὄρους μεταξὺ Ἡραίου τε καὶ Ἀπολλωνίας τῆς πρὸς τῷ Εὐξείνῳ Πόντῳ τὰς πηγὰς ἔχων ἐκ πέτρας | |
ῥεούσας κάλλιστόν τε καὶ ποτιμώτατον, ἀλλὰ δὴ καὶ ὠφελιμώτατον ἐν πολλοῖς ὕδωρ ἁπάντων ἔχειν μαρτυρεῖται παρά τε τῶν ταύτῃ προσ‐ | 103 | |
5 | χώρων, ἀλλὰ δὴ καὶ δι’ ὅσων ῥεῖ. | |
2.12.4 | ὁ δ’ οὖν Εὗρος κατιών τε καὶ πρὸς τῷ Δορίσκῳ γινόμενος καὶ παραρρέων αὐτὸν ἔξεισι πρὸ τοῦ λιμένος Αἴνου ἐς τὴν ταύτῃ θάλασσαν τοῦ Αἰγαίου. | |
2.12.5 | τρέφει δὲ γένη τε παντοδαπῶν ἰχθύων πολλά, μει‐ ζόνων τε καὶ μειόνων, ἀλλὰ δὴ καὶ πιόνων· παρέχει δὲ καὶ τοῖς ἐν τῇ πόλει δι’ αὐτοῦ πλοίοις φορτηγοῖς τὰς ἐμπορίας ποιεῖσθαι ἔς τε τὴν μεσόγειαν καί τινας τῶν ἐν αὐτῇ πόλεων πλησιοχώρους αὐτῷ. | |
2.12.6 | εἰσὶ δὲ καὶ πρὸ τῆς πόλεως λίμναι καὶ ἕτεραι πέριξ αὐτῆς, αἳ δὴ καὶ χερρό‐ νησον ταύτην ποιοῦσιν, ἀλλὰ δὴ καὶ ἑτέρα τις λίμνη μεγάλη ἐμβάλλουσα ἐς αὐτὰς ὄπισθεν τοῦ πρὸ τῆς πόλεως ὄρους κειμένη πρὸς βορρᾶν | |
5 | ἄνεμον, Στεντορὶς καλουμένη τὸ παλαιόν, τρέφουσαι καὶ αὗται ἰχθύων τε γένη πολλὰ καὶ κύκνων ἀγέλας καὶ πτηνῶν ἄλλων ἐδωδίμων λίμναις ἐνδιαιτωμένων καὶ ποταμοῖς· ἐξ ὧν ἁπάντων ἀφθονίαν εἶχε τὸ παλαιὸν ἡ πόλις αὕτη καὶ νῦν ἔχει πάντων καλῶν. | |
2.12.7 | τὸ δὲ δὴ μεῖζον καὶ ᾧ πάσας σχεδὸν τὰς γειτονούσας νικᾷ μεθ’ ὑπερβολῆς τῇ τε τῶν χρημά‐ των καὶ προσόδων φορᾷ οἱ ἐν αὐτῇ γινόμενοι ἅλες πλεῖστοι καὶ κάλ‐ λιστοι τῶν ἁπανταχοῦ· οὓς ἀνὰ πᾶσαν Θρᾴκην τε καὶ Μακεδονίαν | |
5 | διαδιδοῦσά τε καὶ διατιθεμένη ὅτι πλεῖστον συλλέγει χρυσὸν καὶ ἄργυ‐ ρον καὶ ὥσπερ ἀπὸ πηγῶν. | |
7t | σημείωσαι περὶ τῆς πόλεως Αἴνου, ὁποία τις ἦν τὸ ἐξ ἀρχῆς | |
8 | οὕτως ἡ πόλις αὕτη τὸ ἐξ ἀρχῆς εὐδαίμων τε ἦν καὶ πλοῦτον ἄφθονον εἶχε καὶ δύναμιν πλείστην καὶ δόξαν περιεβέβλητο καὶ πολλοῖς ἄλλοις | |
10 | ἐκόμα καλοῖς. | |
2.12.8 | τῷ χρόνῳ δὲ καὶ αὕτη μετὰ τῶν ἄλλων Ἑλληνίδων πόλεων πεσοῦσά τε καὶ διαφθαρεῖσα ἔμεινεν ἀοίκητος μέχρι πολλοῦ, χρόνῳ δὲ ὕστερον δι’ ἀρετὴν τῆς χώρας ἐπολίσθη μέρος τι ταύτης πρὸς τῶν βασιλέων Ῥωμαίων, τὸ πρὸς τῷ λιμένι, καὶ κατῳκίσθη, ὃ ἦν τὸ | |
5 | παλαιὸν ἀκρόπολις, καὶ κατὰ βραχὺ προϊοῦσα γέγονε πόλις αὖθις τῶν ὀνομαστῶν καὶ πλουσίων οἰκήτορσί τε ἀρίστοις κεχρημένη καὶ εὐθη‐ | |
νουμένη πᾶσι καλοῖς. | 104 | |
2.13.1 | εἶχε δὲ αὐτῆς τὴν ἀρχὴν πρὸ χρόνων μάλιστά που πεντήκοντα καὶ ἑκατὸν τῶν τις ἀνὴρ Ἰταλῶν εὐγενής τε καὶ τῶν ἄγαν δυνατῶν, Γατελιοῦζος τοὔνομα, δόντος αὐτῷ τοῦ βασιλέως Ῥωμαίων τήν τε ἀδελφὴν ἐς γυναῖκα καὶ φερνὴν Αἶνόν τε καὶ Μιτυλήνην· ὃς δὴ καὶ | |
5 | ἐπὶ τὸ βέλτιον ταύτην προήγαγε τοῦ χρόνου προϊόντος καὶ κρείττω τοῖς ὅλοις ἀπέφηνε. | |
2.13.2 | καὶ ἧκεν ἡ ἐξ ἐκείνου τοῦ γένους διαδοχὴ ἐς τετάρ‐ την δὴ ταύτην γενεὰν μέχρι Παλαμήδους τε καὶ τοῦ υἱοῦ Δωριέως, παρ’ ὧν νῦν ἀφείλετο τὴν πόλιν ταύτην τελείως ὁ βασιλεύς· καὶ γὰρ οὗτοί τε καὶ οἱ πρὸ αὐτῶν ἀπέφερον πάντες τοῖς τε προγόνοις τοῦ | |
5 | βασιλέως καὶ δὴ καὶ αὐτῷ, ἐξ ὅτου δὴ τὸ πρῶτον ἐκεῖνοι διαβάντες ἐς τὴν Εὐρώπην Θρᾴκην ἅπασαν καὶ Μακεδονίαν κατέσχον, δασμὸν ἐτήσιον τάς τε δύο μοίρας τῶν γινομένων ἁλῶν καὶ τῶν ἄλλων ἐπετείων φόρων αὐτοὶ καρπούμενοι τὰ λοιπὰ ἐνδόσει τῶν βασιλέων καὶ τῆς πόλεως ἄρχοντες· καὶ γὰρ ἦν ἐπ’ αὐτοῖς, ὅταν ἐθέλωσι, ταύτην λαβεῖν, | |
10 | ὥσπερ δῆτα καὶ ἔλαβον νῦν. καὶ ταῦτα μὲν ταύτῃ. | |
2.14.1(t) | ἔκπλους Ἰωνούζη ἀπὸ Καλλιουπόλεως κατὰ τῆς Αἴνου | |
1 | Ἰωνούζης δὲ κελεύσαντος βασιλέως ὅτι τάχιστα πληρώσας δέκα τριήρεις καὶ ἀναχθεὶς ἀπὸ Καλλιουπόλεως τῇ προτεραίᾳ κατήχθη ἐς Ἐλεοῦντα καὶ περιπλεύσας Χερρόνησον περαιοῦται νυκτὸς τὸν Μέλανα Κόλπον καὶ καταίρει ἐς ἄκραν Παχεῖαν Ἀκτὴν καλουμένην | |
5 | μικρὸν ἀπωτέρω τῆς Αἴνου, οὗ δὴ λέγεται Ξέρξην, ὅτε κατὰ τῶν Ἑλλή‐ νων ἐστράτευσε, τὰς νέας ἀνελκύσαντα τὰς αὑτοῦ διαβρόχους οὔσας θεραπεῦσαι τήν τε στρατιὰν ἑαυτοῦ πᾶσαν ἐν Δορίσκῳ ἀναμετρῆσαι· τῇ δ’ ὑστεραίᾳ ἅμα ἡμέρᾳ Ἰωνούζης ἐπιπλεῖ τῷ λιμένι τῆς Αἴνου. | |
2.14.2(t) | ἐκστρατεία τοῦ βασιλέως κατὰ τῆς Αἴνου κατὰ γῆν | |
1 | βασιλεὺς δὲ Μεχέμετις ἀναλαβὼν τήν τε βασιλικὴν ἴλην πᾶσαν καὶ δύο τάξεις ἱππέων ἐχώρει διὰ τῆς μεσογείας σφοδροτάτου χειμῶ‐ | |
νος· ἦν γὰρ ἐν ἀκμῇ τῆς ὥρας τὰ γινόμενα. | 105 | |
4t | ὅρα ξένον | |
5 | τοσοῦτον δὲ ἐπίεσεν αὐτοὺς καθ’ ὁδὸν ὅ τε νιφετὸς καὶ ὁ κρυμὸς καὶ αἱ τοῦ βορέου δριμεῖαι πνοαὶ ὥστε πολλοὺς μὲν τοῦ πεζοῦ τῇ χιόνι καταχωσθέντας ἀποθανεῖν εὐθὺς ἐν προαστείοις τῆς Πόλεως, ἀλλὰ δὴ καὶ κατὰ τὴν ἄλλην ὁδόν, οὐκ ὀλίγους δὲ καὶ τὰ τοῦ σώματος ἄκρα λελωβημένους τῷ ψύχει ἀποβαλεῖν τάς τε ῥῖνας καὶ ὦτα καὶ τἆλλα τῶν | |
10 | καιρίων τοῦ σώματος μορίων ἠκρωτηριασμένους. | |
2.14.3 | ὅμως γε μὴν μετὰ τοσούτου χειμῶνος καὶ ψύχους καὶ νιφετοῦ ὁρμηθεὶς ἀπὸ τῆς Πόλεως τεταρταῖος ἀφικνεῖται ἐς Κύψελα, κώμην μεγάλην νῦν, πόλιν οὖσαν τὸ παλαιὸν τῶν ὀνομαστῶν, ἀπέχουσαν τῆς Αἴνου κατὰ γῆν σταδίους | |
5 | ἑκατόν που μάλιστα. | |
2.15.1 | οἱ δὲ ἐν τῇ πόλει Αἴνῳ ἰδόντες τε κατὰ θάλατταν ἐφορμοῦντα τῷ λιμένι τὸν στόλον τήν τε τοῦ βασιλέως ἀθρόαν ἔφοδον ἐν Κυψέλοις μαθόντες ἐξεπλάγησάν τε τῷ γινομένῳ καὶ τὴν αἰτίαν μηδαμοῦ συν‐ ιδεῖν ἔχοντες εἰς ἀπόγνωσιν ὅτι πλείστην καὶ ἀπορίαν δεινὴν καὶ φόβον | |
5 | ἐνέπεσον μὴ ἔχοντες, ὅ τι καὶ δράσειαν. | |
2.15.2 | ἐνόμισαν γὰρ ἀναρπάστους ἂν αὐτοὺς εὐθὺς γενήσεσθαι σὺν γυναιξὶ καὶ τέκνοις αὐτοῖς κατά τε γῆν καὶ θάλασσαν προσβαλόντος τοῦ βασιλέως. | |
2.15.3 | Δωριεὺς γὰρ ὁ τούτων ἡγεμὼν οὐκ ἦν ἐκεῖσε τότε παρών, ἀλλ’ ἔτυχε πρὸ μικροῦ ἐς Σαμοθρᾴκην νῆσον ἀπάρας παραχειμάσων ἐκεῖ. πλήν γε δὴ ἐκ τῶν ἐνόντων ἄνδρας ἀπολεξάμενοι τοὺς πρώτους τῶν παρ’ αὐτοῖς πέμπου‐ | |
5 | σιν ὡς βασιλέα ἐνδιδόντες ἑαυτούς τε καὶ τὴν πόλιν αὐτῷ ἐπὶ τῷ μηδέν τι κακὸν παθεῖν. | |
2.15.4(t) | προσχώρησις πόλεως Αἴνου τῷ βασιλεῖ | |
1 | βασιλεὺς δὲ ἥκοντας δέχεται τούτους ἡμέρως καὶ λαλήσας εἰρη‐ νικὰ μετ’ αὐτῶν καί τινα ὧν ᾔτουν δοὺς ἀποπέμπει ὀπίσω· συνεκπέμπει δὲ αὐτοῖς καὶ Μαχουμούτεα τὸν πασίαν τὴν πόλιν παραληψόμενον. τῇ δ’ ὑστεραίᾳ καὶ αὐτὸς ἐς αὐτὴν ἀφικνεῖται καὶ εἰσελθὼν ἐς τὰ βασίλεια | |
5 | Δωριέως ἀφαιρεῖται πάντα τὸν πλοῦτον, ὃν εὗρεν ἐν αὐτοῖς χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ἄλλων· ὣς δὲ καὶ τὰς οἰκίας διαρπάζει τῶν δυνα‐ τῶν τῶν μετὰ Δωριέως ἀπόντων. | |
2.15.5 | ἐπιμείνας δὲ ἡμέρας τρεῖς ἐν τῇ πόλει καὶ διαθέμενος τὰ κατ’ | |
αὐτήν, ὡς ἐδόκει οἱ, ἀπολεξάμενός τε παῖδας πεντήκοντα καὶ ἑκατὸν τοὺς ἀρίστους καὶ ἄρχοντα ἐπιστήσας αὐτῇ ἄνδρα συνετόν τε καὶ τοὺς τρόπους χρηστόν, Μωράτην οὕτω καλούμενον, ἐπάνεισιν ἐς τὴν Ἀδρι‐ | 106 | |
5 | ανοῦ. | |
2.16.1 | Ἰωνούζης δὲ πεντηκόντορον ἀποστείλας ἐς Σαμοθρᾴκην ἀνα‐ ληψομένην τὸν Δωριέα αὐτὸς ἀπέπλευσεν ἐπὶ Ἴμβρου καταστησόμενός τε τἀκεῖ καὶ τοὺς Δωριέως ἁρμοστὰς ἐκβαλῶν. | |
2.16.2(1t) | σημείωσαι ὅπως Ἰωνούζης παρέδωκε Κριτοβούλῳ τὴν | |
2t | Ἴμβρον ἄρχειν ἐκβαλὼν τοὺς ἁρμοστὰς Δωριέως | |
1 | χειμῶνι δὲ χρησάμενος οὐκ ἠδυνήθη κατᾶραι ἐς τὸν λιμένα, ἀλλὰ προσέσχε τῷ Κεφάλῳ, ἄκρᾳ τῆς Ἴμβρου πρὸς μεσημβρίαν ἀκλύστῳ γε οὔσῃ καὶ εὐδιεινῇ, καὶ πέμψας ἄγγελον μετακαλεῖται Κριτόβουλον καὶ παραδίδωσιν αὐτῷ τήν τε νῆσον πᾶσαν καὶ τὰ ἐν αὐτῇ φρούρια ἄρχειν | |
5 | τε καὶ φυλάττειν· αὐτὸς δὲ ἀναλαβὼν τοὺς Δωριέως ἁρμοστὰς ἀπέπλευ‐ σεν ἐπὶ οἴκου ἐς Καλλιούπολιν. | |
2.16.3 | Δωριεὺς δὲ ἐκ Σαμοθρᾴκης ἐς μὲν τὴν πεντηκόντορον οὐκ εἰσῆλθεν οὐδὲ ἀφῖκτο πρὸς Ἰωνούζην δείσας αὐτόν, ὡς οἶμαι, ἐμβὰς δὲ ἐς πάραλον τὴν αὐτοῦ ἀπέπλευσεν ἐπὶ Αἴνου κἀκεῖθεν ἀφίκετο ἐς τὴν Ἀδριανοῦ· καὶ ἐς ὄψιν ἐλθὼν τῷ βασιλεῖ δέχε‐ | |
5 | ταί τε παρ’ αὐτοῦ ἡμέρως καὶ φιλανθρωπίας καὶ προνοίας τυχὼν λαμ‐ βάνει πάλιν τὰς νήσους ἐς ἰδίαν ἀρχήν, Ἴμβρον καὶ Λῆμνον καὶ Σαμο‐ θρᾴκην. Ἰωνούζης δὲ ὀργὴν ἔχων τῷ Δωριεῖ, ὅτι γε οὐκ ἀφῖκτο παρ’ αὐτόν, ὡς ἂν δι’ αὐτοῦ προσαχθείη τῷ βασιλεῖ, ἀλλ’ ὑπεροψίαν ἑαυτοῦ νομίσας τὸ πρᾶγμα καὶ ἀμύνασθαι βουλόμενος τοῦτον πέμπει κρύφα | |
10 | τῷ βασιλεῖ ἔτι ὄντος Δωριέως ἐς τὴν Ἀδριανοῦ, μὴ δεῖν, λέγων, ἐκδοῦ‐ ναι τὰς νήσους τῷ Δωριεῖ τῶν τε νησιωτῶν οὐ παραδεχομένων αὐτὸν καὶ δύσνῳ ὄντι ἀνδρί, ἵνα μὴ κατὰ πολλὴν ἄδειαν τὴν ἐν ταῖς νήσοις νεοχμώσῃ, ἀλλ’ ἐς τὴν μεσόγειαν δοῦναι χώραν αὐτῷ ἐς διατροφήν. | |
2.16.4(t) | σημείωσαι περὶ τοῦ Δωριέως | |
1 | βασιλεὺς δὲ πείθεται τούτοις καὶ τὰς μὲν νήσους παρακατέχει, δίδωσι δὲ αὐτῷ τὰ περὶ Ζῆχνα χωρία καρποῦσθαι. | |
2.16.5 | Δωριεὺς δὲ ἀπελθὼν ἐκεῖσε καὶ βραχὺν χρόνον αὐτοῦ διαγαγὼν μικρὸν ὕστερον φυγὰς ᾤχετο ἐς Μιτυλήνην, κἀκεῖθεν ἐς Νάξον διαβὰς καὶ γήμας ἐν | |
Τήνῳ τῇ νήσῳ ἑνὸς τῶν δυνατῶν θυγατέρα ἔμεινε παρ’ αὐτῇ. | 107 | |
2.17.1(t) | παρασκευὴ βασιλέως κατὰ τοῦ Πελωγράδου καὶ ἐκστρατεία | |
1 | βασιλεὺς δὲ διάγων ἐν Ἀδριανουπόλει τοῦ αὐτοῦ χειμῶνος στρατιὰν μεγάλην ἤθροιζε καὶ μηχανὰς κατεσκεύαζε πρὸς ταῖς οὔσαις πλείους τε καὶ ἰσχυροτάτας καὶ ὅπλα συνέλεγε καὶ πᾶσαν ἄλλην πολε‐ μικὴν χρείαν ἐξήρτυεν· οὐ μέντοι γε κατάδηλον ἐποίει τὴν αὐτοῦ γνώ‐ | |
5 | μην, οὐδὲ ᾔδει τις, ὅποι τὴν ὁρμὴν ποιήσοιτο. | |
2.17.2 | παρασκευασάμενος δὲ καλῶς καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν ἅμα ἦρι ὁρμηθεὶς ἐκ τῆς Ἀδριανοῦ ἐπορεύετο διὰ τῆς μεσογείας Θρᾴκης τε καὶ Μακεδονίας ἐπὶ τὴν ἄνω Μυσίαν καὶ τὴν τοῦ Αἵμονος πάροδον, ἣν δὴ Σοφίαν καλοῦσιν οἱ νῦν, | |
5 | καὶ διαβὰς αὐτὴν ἐσβάλλει ἐς τὴν Τριβαλλῶν. | |
6t | ὅρα τὸ ἐχυρὸν τοῦ Πελωγράδου | |
7 | καὶ καταδραμὼν αὐτῆς τὰ πολλὰ καὶ καταστρεψάμενος ἀφικνεῖται ἐς τὸ τῶν Παιόνων ἄστυ τὸ παρὰ τὰς ὄχθας τοῦ Ἴστρου κείμενον Πελω‐ γράδο οὕτω καλούμενον, ἐρυμνότατον πάντῃ καὶ ἀσφαλέστατον, μᾶλ‐ | |
10 | λον δὲ καὶ ὅλως ἀπόμαχον τῇ τε ἄλλῃ οἰκοδομῇ καὶ δὴ καὶ τοῖς δυσὶ ποταμοῖς ἑκατέρωθεν διειλημμένον τὰς δύο πλευράς, ἔνθεν μὲν τῷ Ἴστρῳ παραρρέοντι ἀπὸ ἄρκτου, ἀπὸ δὲ μεσημβρίας τῷ τε Σάῳ ἐσβάλ‐ λοντι ἐς αὐτόν, καὶ ὄχθαις μεγάλαις καὶ ἀποκρήμνοις καὶ ῥεύματι σφοδροτάτῳ καὶ δίναις βαθείαις καὶ παλιρροίαις κατωχυρωμένον, τὴν | |
15 | δέ γε πρὸς τῇ χέρσῳ πλευρὰν καὶ ᾗ μᾶλλον ἐπίμαχον ἦν καὶ μηχαναῖς ἁλωτόν, τείχει τε διπλῷ καὶ ὑπερυψήλῳ καὶ τάφρῳ βαθείᾳ καὶ τεναγώ‐ δει καὶ ὑδάτων πλήρει κατησφαλισμένην ἔχον. εἶχε δὲ καὶ φρουρὰν ἐντὸς ἱκανὴν Παιόνων μαχίμων καὶ καταφράκτων ὅλων· οὕτως ἀπό‐ μαχον ἦν. | |
20t | πολιορκία τοῦ Πελωγράδου | |
21 | ἐνταῦθα τοίνυν στρατόπεδον θέμενος ὁ βασιλεὺς καὶ περισταυρώσας | |
τὸ ἄστυ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | 108 | |
2.18.1(t) | φυγὴ Λαζάρου ἐς Δακίαν | |
1 | Λάζαρος δὲ ὁ τῶν Τριβαλλῶν ἡγεμών, ὡς ἔγνω τὴν ἀρχὴν τὴν ἔφοδον τοῦ βασιλέως ἐς τὴν αὐτοῦ, εὐθὺς διαβὰς τὸν Ἴστρον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσιν ᾤχετο ἐς Δακίαν κἀκεῖ διέτριβε τοῦ πολέμου τὸ πέρας ἀποσκοπῶν. | |
2.18.2 | βασιλεὺς δὲ τὸ ἄστυ πολιορκῶν τὸ μὲν τεῖχος κατέσειε ταῖς μηχαναῖς, τὸ δὲ καὶ κατερρίπτει τελείως, αὐτὸς δὲ διανειμάμενος κατὰ μέρη τὴν στρατιὰν τὴν τάφρον ἐχώννυεν, ὅπως ῥᾳδία εἴη τοῖς ὁπλίταις ἡ ἐς τὸ τεῖχος διάβασις. καὶ | |
5 | τὸ ἔργον ταχέως ἠνύετο τῇ πολυχειρίᾳ. | |
2.18.3 | οἱ δὲ ἐντὸς τοῦ ἄστεος ἀπεμάχοντο μὲν ἰσχυρῶς σταυρώματά τε καὶ προβλήματα παντοίας ὕλης ἐπάγοντες, λίθων τέ φημι καὶ ξύλων καὶ τῶν ἄλλων, τῷ κατερριμ‐ μένῳ τοῦ τείχους τάφρον τε ἀπὸ τῶν ἔνδον ὀρύττοντες βαθεῖαν καὶ | |
5 | χῶμα αἴροντες ὑψοῦ καὶ τἆλλα πάντα μηχανώμενοι ἐς ἀποτροπήν· οὐ μὴν εἶχόν τι καὶ ἀνύειν τῶν ἐκ τῶν μηχανῶν ἀφιεμένων λίθων ἅπαντα σκεδαννύντων τε καὶ διαλικμώντων τὰ συντιθέμενα καὶ καθαιρούντων τὸ τεῖχος. | |
2.18.4 | Ἰωάννης δὲ ὁ Παιόνων τε καὶ Δακῶν ἡγεμὼν πέραν τοῦ Ἴστρου καθήμενος ἀπαντικρὺ τοῦ ἄστεος σὺν τετρακισχιλίοις ὁπλίταις ἀπεσκό‐ πει τὰ δρώμενα. ὡς οὖν ἔγνω τό τε τεῖχος κατερριμμένον τήν τε τάφρον ἤδη χωσθεῖσαν ἅπασαν τόν τε πόλεμον ὅσον οὐ προσδοκώμενον καὶ | |
5 | τὴν προσβολὴν τοῦ βασιλέως παντὶ τῷ στρατῷ, δείσας περὶ τοῦ ἄστεος, ὅπως μὴ ἐξ ἐπιδρομῆς βίᾳ ληφθείη τοῖς ὅπλοις, λαθὼν διαβαίνει σὺν τοῖς ὁπλίταις τὸν ποταμὸν καὶ εἰσελθὼν ἐς τὸ ἄστυ ἐκάθητο μηδενὸς εἰδότος τῶν ἔξω τὴν τούτου διάβασιν. | |
2.18.5(t) | προσβολὴ τοῦ βασιλέως κατὰ τοῦ ἄστεος καὶ πόλεμος ἰσχυρός | |
1 | βασιλεὺς δὲ ἐπειδὴ πάντα οἱ ἦν εὐτρεπῆ (τό τε γὰρ τεῖχος ἐς ἔδαφος κατήρριπτο ἥ τε τάφρος ἐχώσθη τά τε ἄλλα πάντα ἐς τειχο‐ μαχίαν καλῶς ἐξήρτυτο), δεῖν ἔγνω μηκέτι τοῦ λοιποῦ διαμέλλειν μηδ’ ἐν ἀναβολαῖς εἶναι, ἀλλὰ κατὰ τάχος προσβάλλειν τῷ ἄστει πάσῃ καὶ | |
5 | χειρὶ καὶ δυνάμει. | |
2.18.6 | ἐκτάξας οὖν καλῶς πᾶσαν τὴν στρατιὰν καὶ παραινέσας πολλὰ πρότερον καὶ δημηγορήσας καὶ παραθαρρύνας ἐς τὸ πολεμεῖν αὐτοὺς καὶ παραγγείλας, ἃ δεῖ ποιεῖν, καὶ παρακελευσά‐ μενος ἀνδράσιν ἀγαθοῖς νῦν ἤδη φανῆναι ἡγεῖτο πρῶτος αὐτὸς τὴν ἐπὶ | |
5 | τὸ τεῖχος. οἱ δὲ στρατιῶται ἀλαλάξαντες μέγα καὶ φοβερὸν δρόμῳ καὶ βοῇ ἐχώρουν ἐπὶ τὸ κατερριμμένον τοῦ τείχους προλαβόντες τὸν βασι‐ λέα καὶ προσβαλόντες τούτῳ εὐρώστως ἠγωνίζοντο παρελθεῖν εἴσω βιαζόμενοι. | 109 |
2.18.7 | οἱ δὲ Παίονες ἐδέχοντό τε αὐτοὺς ἐρρωμένως ἀνθιστά‐ μενοι τοῖς ἐπιοῦσι καὶ μαχόμενοι γενναίως· καὶ ὠθισμὸς ἦν ἐνταῦθα πολὺς καὶ φόνος ἀνδρῶν τῆς μάχης συσταδὸν γινομένης καὶ πρὸ τοῦ βασιλέως, τῶν μὲν παρελθεῖν εἴσω τοῦ τείχους βιαζομένων καὶ κατα‐ | |
5 | σχεῖν αὐτό, τῶν δὲ Παιόνων ἀπώσασθαί τε τούτους καὶ τὸ ἄστυ φυλά‐ ξαι. καὶ τέλος ὑπερέσχον οἱ τοῦ βασιλέως καὶ βιασάμενοι τοὺς Παίονας ἐπιβαίνουσι τοῦ τείχους εὐρώστως καὶ μαχόμενοι ἰσχυρῶς τρέπονται καὶ ὠθοῦσιν αὐτοὺς εἴσω τοῦ ἄστεος εἰσχυθέντες καὶ διώκοντες οὐκ ἐν τάξει καὶ σὺν οὐδενὶ κόσμῳ ἔκτεινον ἀφειδῶς. | |
2.19.1(t) | ἐπεκδρομὴ τοῦ Ἰωάννου κατὰ τῶν τοῦ βασιλέως | |
1 | κἀνταῦθα δὴ ἐπιφαίνεται αὐτοῖς αἴφνης ἐπεκδραμὼν ὁ Ἰωάν‐ νης σὺν τοῖς περὶ αὐτὸν καὶ μέγα βοήσας ἐτάραξέ τε τούτους εὐθὺς καὶ σφόδρα καταπλήξας εἶρξε τοῦ πρόσω. | |
2.19.2 | καὶ γίνεται δὴ μάχη καρτερὰ ἐνταῦθα μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φόνος πολὺς τῶν τε ὁπλι‐ τῶν ἅμα καὶ τῶν Παιόνων ἀμφοτέρων ἀγωνιζομένων καλῶς καὶ ἀντι‐ φιλοτιμουμένων ἀλλήλοις καὶ ἀνδρῶν ἀγαθῶν γινομένων, τῶν μὲν νομι‐ | |
5 | ζόντων σχεδὸν ἔχειν ἤδη τὸ ἄστυ καὶ δεινὸν ἡγουμένων τὴν τούτου ἀπόλειψιν, τῶν δὲ Παιόνων αἰσχυνομένων τε τὴν ἧτταν καὶ τοιοῦτον ἄστυ ἐκ τῶν χειρῶν ἀπολέσαι. | |
2.19.3(1t) | ἧττα τῶν τοῦ βασιλέως καὶ τροπὴ καὶ δίωξις | |
2t | τῶν Παιόνων μέχρι τοῦ στρατοπέδου | |
1 | ὅμως γε μὴν ἐν τούτῳ σφόδρα ἐκακοπάθουν οἱ τοῦ βασιλέως ἅτε κατὰ πρόσωπόν τε παιόμενοι καὶ ἄνωθεν ἀπό τε τῶν ἐπάλξεων καὶ τοῦ τείχους ἐξ ὑπερδεξίων βαλλόμενοι καὶ πανταχόθεν ἐπικειμένων αὐτοῖς | |
τῶν Παιόνων· καὶ μὴ δυνάμενοι ἀντέχειν ἔτι ἐγκλίνουσι, καὶ οἱ Παί‐ | 110 | |
5 | ονες ἀναθαρσήσαντες εὐθὺς εἰσπεσόντες μάλα εὐρώστως ἐδίωκόν τε τούτους κατὰ πόδας καὶ ᾕρουν καὶ ἀπεωσάμενοι τοῦ τείχους εἵποντο μέχρι τοῦ στρατοπέδου κτείνοντες. | |
2.19.4 | γενόμενοι δὲ κατὰ τὰς μηχανὰς ἐνίας μὲν αὐτῶν ῥιπτοῦσι κατὰ τοῦ ποταμοῦ, ἔστιν ἃς δὲ καὶ εἴσω τοῦ χάρακος. οἱ πλείους δὲ αὐτῶν καὶ πρὸς διαρπαγὴν ἐτράποντο τοῦ στρατοπέδου, κἂν εἰργάσαντό τι μέγα δεινὸν καὶ τὸ πολὺ τοῦ στρατο‐ | |
5 | πέδου διηρπάγη, εἰ μὴ βασιλεὺς εὐθὺς σὺν τοῖς περὶ αὐτὸν εἰσπηδήσας κατὰ μέσον αὐτῶν ἐπέσχε τε τῆς ὁρμῆς. | |
7t | ὑστέρα ὁρμὴ τοῦ βασιλέως κατὰ τῶν Παιόνων καὶ μάχη ἰσχυρὰ καὶ | |
8t | τροπὴ καὶ δίωξις αὐτῶν καὶ κατάκλεισις ἐντὸς τοῦ ἄστεος πάλιν | |
9 | καὶ μαχόμενος ἰσχυρῶς τρέπεται τούτους λαμπρῶς καὶ καταδιώκει | |
10 | μέχρι τοῦ τείχους φονεύων καὶ κτείνων ἀνοικτὶ καὶ βιασάμενος μάλα ἐρρωμένως εἴσω τούτους ὠθεῖ καὶ κατακλείει πάλιν ἐντὸς τοῦ ἄστεος· καὶ μετὰ τοῦτο δὴ καὶ αὐτὸς ἀναχωρεῖ τῆς διώξεως καὶ ἐς τὸ στρατό‐ πεδον ἐπάνεισιν. | |
2.19.5 | ἐλήφθη δὲ οὐ πολλὰ τῶν ἀπὸ τοῦ στρατοπέδου τοῦ βασιλέως, ὅπερ ἔφην, αἴφνης ἐπεισπεσόντος αὐτοῖς καὶ εἰς φυγὴν τρέψαντος καὶ διώξαντος. | |
2.19.6 | ἀπέθανον δὲ τῶν μὲν ἄλλων στρατιωτῶν οὐκ ὀλίγοι καὶ δὴ καὶ τῶν ἀπὸ τῆς βασιλικῆς αὐλῆς ἔνιοι ἀγαθοὶ ἄνδρες, πίπτει δὲ καὶ ὁ τῆς Εὐρώπης ἔπαρχος Καρατζίας λίθῳ βληθεὶς τῶν ἀπὸ μηχανῆς, ἀνὴρ ἀγαθὸς καὶ τῶν μέγα δυναμένων παρὰ βασιλεῖ καὶ δὴ καὶ τῶν ὀνομα‐ | |
5 | στῶν ἐπ’ ἀνδρίᾳ καὶ στρατηγίᾳ καὶ ἀρετῇ. λέγεται δὲ καὶ τὸν βασιλέα μαχόμενον βληθῆναι δόρατι τὸν μηρόν, μὴ μέντοι μέγα εἶναι τὸ τραῦμα, ἀλλ’ ἐπιπόλαιον. | |
2.19.7 | βασιλεὺς δὲ ἀπογνοὺς ὅλως τὴν αἵρεσιν τοῦ φρουρίου (ἤδη γὰρ ἐν μεγίστῃ φυλακῇ ἦν πολλῶν εἰσεληλυθότων ἐν αὐτῷ) ἀνίστησί τε τὴν στρατιὰν ἐκεῖθεν καὶ καταδραμὼν μέρος τι τῆς Τριβαλλίδος ληίζεται καὶ φρούρια χειροῦται καὶ κώμας διαρπάζει καὶ λείαν ἐλάσας ὅτι | |
5 | πολλὴν αὐτὸς καὶ τῇ στρατιᾷ διαδοὺς σατράπην τε αὖθις ἐγκαταστήσας αὐτῇ τὸν Ἀλῆν ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ τελευτῶντος ἤδη τοῦ θέρους. | |
διελθὼν δὲ τὸ φθινόπωρον ὅλον αὐτοῦ χειμῶνος ἀρχομένου ἀφικνεῖται ἐς τὸ Βυζάντιον. καὶ τέταρτον καὶ ἑξηκοστὸν ἔτος πρὸς τοῖς ἐννακο‐ σίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ἕκτον δὲ τῆς ἀρχῆς τῷ | 111 | |
10 | βασιλεῖ. | |
2.20.1(t) | ἐνέδρα τοῦ Λαζάρου παρὰ τοῦ Μιχαήλου καὶ κράτησις | |
1 | Λάζαρος δέ, ὁ τῶν Τριβαλλῶν ἡγεμών, ἐπειδὴ ἔγνω τὴν ἀνα‐ χώρησιν τοῦ βασιλέως, πάλιν διαβὰς τὸν Ἴστρον ἧκεν ἐς τὴν αὐτοῦ καὶ ἐν Σαμανδρίᾳ διῆγε. | |
2.20.2 | Μιχαῆλος δέ, ὁ τοῦ Ἰωάννου τῆς γυναικὸς ἀδελφός, ὕπαρχος τοῦ Πελωγράδου ἀπολειφθεὶς πρὸς αὐτοῦ ἐνεκότει τῷ Λαζάρῳ δεινῶς καὶ πάντα τρόπον λοχῶν τε ἦν αὐτὸν καὶ βουλό‐ μενος συλλαβεῖν μήτε εἰδότος αὐτοῦ μήτε ἡγησαμένης αἰτίας οὐδεμιᾶς. | |
2.20.3 | λοχήσας οὖν αὐτὸν μετὰ μικρὸν ἔν τινι τῶν αὐτοῦ φρουρίων συλ‐ λαμβάνει δόλῳ καὶ ἐς εἰρκτὴν ἐμβαλὼν ἐν Πελωγράδῳ ἐν φυλακῇ εἶχε πολλῇ. | |
2.20.4(t) | ἀπόλυσις τοῦ Λαζάρου τρισμυρίων χρυσίνων | |
1 | Λάζαρος δὲ μὴ ἔχων ἄλλως ἐκεῖθεν ἀποφυγεῖν ἀποδόσθαι αὐτὸν χρυσοῦ ᾔτει τὸν Μιχαῆλον· ὁ δὲ τὸ μὲν πρῶτον ἀνένευε χώραν τε αἰτῶν καὶ φρούρια ἐς ἀπόδοσιν ἢ καὶ βαρύνειν βουλόμενος τὴν ὠνήν, ὡς δὲ καιροῦ παρῳχηκότος ἱκανοῦ μόλις δὴ καὶ πολλὰ παρακληθεὶς ἐνέδω‐ | |
5 | κεν, ἀπολύει τοῦτον λαβὼν τρισμυρίους χρυσίνους. | |
2.20.5 | Λάζαρος δὲ ἀποσωθεὶς ἐς τὴν ἰδίαν ἀρχήν, πρὶν ἢ γοῦν καὶ μικρὸν ἀναπνεῦσαι, τῇ τε λύπῃ κατεργασθεὶς ὅλος καὶ νόσῳ βαρείᾳ συσχεθεὶς τελευτᾷ τὸν βίον διαδόχους τῆς ἰδίας ἀρχῆς τήν τε γυναῖκα καὶ Λάζα‐ ρον καταλιπὼν τὸν υἱόν. | |
2.20.6 | ὁ δὲ κακὸς φανεὶς περὶ τοὺς γεννήσαντας τόν τε πατέρα ζῶντα ἐν πολλοῖς τε ἄλλοις σφόδρα ἐλύπησε καὶ δὴ καὶ κατεχόμενον ὑπὸ τοῦ Μιχαήλου ἐν φρουρᾷ οὐκ ἤθελεν ἀπολύσασθαι καταβαλὼν τὴν ὠνήν, ἀλλὰ μόλις που καὶ σὺν βίᾳ τοῦτο πεποίηκε | |
5 | πολλὰ παρακληθεὶς ὑπὸ τῆς μητρός, αὐτήν τε τὴν μητέρα τελευτήσαντος αὐτῷ τοῦ πατρὸς τῆς τε ἀρχῆς ἀπεστέρησε πάσης καὶ πολλὰ ἐκάκου, δι’ ὄχλου ταύτῃ γινόμενος ὁσημέραι κλῆρόν τε ἀπαιτῶν πατρικὸν καὶ | |
βίον ἀπόθετον ὑπ’ αὐτῆς κεκρυμμένον. | 112 | |
2.20.7(1t) | ἀπόδρασις τῆς μητρὸς Λαζάρου καὶ τῆς ἀδελφῆς | |
2t | ἀμηρίσσης καὶ τοῦ ἀδελφοῦ Γρηγορίου | |
1 | ἡ δὲ μὴ φέρουσα τὴν καθ’ ἡμέραν ἐπήρειαν τούτου καὶ τὴν ἄλλην ἐπίθεσιν ἀποδιδράσκει λαθοῦσα σύν γε τῇ θυγατρὶ ἀμηρίσσῃ καὶ τῷ πηρῷ υἱῷ Γρηγορίῳ ἐπαγομένη καὶ βίον ἅμα πολύν. | |
2.20.8 | Λάζαρος δὲ ὁ υἱὸς τοῦτο πυθόμενος διώκει κατὰ σπουδὴν καὶ καταλαμβάνει ταύ‐ τας ἔν τινι τῶν φρουρίων τῶν ἑαυτοῦ· οὐδὲ γὰρ ἔφθησαν ἐς τὴν χώραν καταφυγοῦσαι τοῦ βασιλέως, ἔνθα ἠπείγοντο. | |
5t | θάνατος τῆς μητρὸς Λαζάρου | |
6 | ἀλλ’ ὁ μὲν Γρηγόριος σὺν τῇ ἀδελφῇ λαθόντες ἢ καὶ προλαβόντες αὐτὸν (λέγεται γὰρ καὶ ἄμφω) ἀποδιδράσκουσι καὶ καταφεύγουσιν ἔν τινι τῶν φρουρίων τοῦ βασιλέως· καὶ μετὰ ταῦτα παραγενόμενοι ἐς βασιλέα δέχονταί τε παρ’ αὐτοῦ ἀσμένως καὶ τιμῆς ἀξιοῦνται καὶ προ‐ | |
10 | νοίας τῆς προσηκούσης. | |
2.20.9 | ἡ δέ γε μήτηρ αὐτοῦ καταλειφθεῖσα δι’ ἀδυναμίαν τοῦ γήρως μετὰ μικρὸν καὶ αὐτὴ κατεργασθεῖσα τῇ λύπῃ καὶ μικρὸν νοσήσασα τελευτᾷ τὸν βίον καὶ θάπτεται αὐτοῦ. | |
2.20.10 | Λάζαρος δὲ ὁ υἱὸς τελέσας ἐπ’ αὐτῇ τὰ νενομισμένα καὶ λαβὼν πάντα, ὅσα ἐπήγετο μεθ’ ἑαυτῆς, ἐπάνεισιν ἐς Σαμάνδριαν καὶ τὴν ἀρχὴν εἶχε μόνος τὴν Τριβαλλῶν, ὅση κατελέλειπτο, μηδένα τῶν οἰκείων ἔχων ἤδη κοινωνόν· τῶν γὰρ ἀδελφῶν πηρῶν ὄντων ὁ μέν, ᾗπερ ἔφην, | |
5 | ὁ Γρηγόριος, ὑπεξέφυγε σὺν τῇ ἀδελφῇ, Στέφανος δὲ αὐτοῦ μένων ἡσύχαζε. | |
2.20.11 | Λάζαρος δὲ ἅτε νέος ὢν καὶ τοῦ ἄρχειν ἀπείρατος καὶ μηδένα χρηστὸν ὅλως ἄνδρα καὶ συνετὸν ἔχων ἐν τοῖς πράγμασιν ἤ, εἰ καὶ εἶχε, μὴ παρακολουθῶν ἢ πειθόμενος ὅλως οὐ διῴκει καλῶς τὴν ἀρχήν, ἀλλ’ ἐνόσει τὰ Τριβαλλῶν καὶ ἐν συγχύσει ἦν καὶ ἀταξίᾳ πολλῇ. | |
5 | διὸ δὴ καὶ ἔν τε ἄλλοις πολλοῖς ἐσφάλλετο καὶ οὐχ ἥκιστα δὴ τῷ μὴ ἀποδιδόναι τοὺς συνήθεις φόρους τῷ βασιλεῖ· ἐφ’ ᾧ δὴ καὶ μᾶλλον ὠργίζετο αὐτῷ ὁ βασιλεὺς καὶ ἐν παρασκευῇ ἦν ἅμα ἦρι ἐσβαλεῖν ἐς | |
τὴν αὐτοῦ. | 113 | |
2.20.12(1t) | θάνατος Λαζάρου καὶ στρατιᾶς ἔκπεμψις παρὰ τοῦ βασιλέως | |
2t | καταδραμεῖν πᾶσαν τὴν τούτου ἀρχὴν καὶ χειρώσασθαι | |
1 | ὅμως γε μὴν καὶ οὗτος μικρὸν ἐπιβιοὺς τῇ ἀρχῇ νοσήσας τελευτᾷ τὸν βίον διαδόχους καταλιπὼν τῆς ἀρχῆς τήν τε γυναῖκα καὶ παῖδα θηλείαν οὔπω ἔφηβον ἔτι. | |
2.21.1 | βασιλεὺς δὲ τὸν θάνατον τοῦ Λαζάρου πυθόμενος αὐτίκα στρα‐ τιὰν ἐκπέμπει Ἀλῇ, τῷ τῆς χώρας σατράπῃ, κελεύων αὐτὸν κατὰ τάχος ἐς τὴν τοῦ Λαζάρου χώραν ἐμβαλεῖν καὶ πᾶσαν καταδραμεῖν καὶ χει‐ ρώσασθαι. | |
2.21.2 | ὁ δὲ τὴν στρατιὰν ταύτην δεξάμενος καὶ ἑτέραν οὐκ ὀλίγην ἐκ τῆς αὐτοῦ σατραπείας ἀθροίσας κατατρέχει τὴν λοιπὴν πᾶσαν τῶν Τριβαλλῶν καὶ χειροῦται καὶ πόλεις καὶ φρούρια καὶ πᾶσαν τὴν ἄλλην χώραν ποιεῖται ὑφ’ ἑαυτῷ. | |
2.21.3 | προσελάσας δὲ ἐν Σαμανδρίᾳ πρῶτον μὲν λόγους προσφέρει περὶ συμβάσεων τῇ τε βασιλίδι καὶ τοῖς ἐν τέλει, εἰ βούλοιντο παραδόντες τὸ ἄστυ τῷ βασιλεῖ τὴν λοιπὴν πᾶσαν χώραν αὐτοὶ καρποῦσθαι βασιλέως ἐνδόντος καὶ τὰ πιστὰ δόντος | |
5 | αὐτοῖς. | |
2.21.4 | ὡς δὲ οὐκ ἐδέξαντο ἐπὶ τούτοις, ἀλλὰ κλείσαντες τὰς πύλας ἐκάθηντο, ὁ Ἀλῆς κύκλῳ περιλαβὼν αὐτοὺς τῷ στρατῷ καὶ τειχήρεις ποιήσας ἰσχυρῶς ἐφρούρει τοῦ μή τι τῶν ἔνδον ἐξαγαγεῖν ἢ τῶν ἔξωθεν εἰσκομίσασθαι. | |
2.22.1 | βασιλεὺς δὲ διάγων ἐν Κωνσταντινουπόλει συνῴκιζέ τε αὐτὴν καὶ τῶν ἔνδον ἐπεμέλετο ἰσχυρῶς λουτρά τε κατασκευάζων εἰς κάλλος καὶ χρείαν καὶ μέγεθος ἱκανὰ καὶ οἰκίας λαμπρὰς καὶ πανδοχεῖα οἰκο‐ δομῶν καὶ ἀγορὰς πανταχοῦ ταύτης καὶ καταγωγάς, ἔτι τε παραδεί‐ | |
5 | σους φυτεύων καὶ ὑδάτων ἀφθονίαν εἰσάγων καί, ὅσα ἄλλα κόσμον οἶδε φέρειν καὶ κάλλος αὐτῇ καὶ χρείαν ἀναγκαίαν καὶ ψυχαγωγίαν τῶν ἐνοικούντων, ἅπαντα καθιστάμενος. | |
2.22.2 | οὐ μόνον δὲ ἀλλὰ καὶ τὰ ἔξω πάντα τῆς χώρας συνῴκιζεν ἀποικίζων πολλούς τε τῶν Τριβαλλῶν καὶ Παιόνων καὶ Μυσῶν τῆς αὐτῶν, τοὺς δὲ καὶ ληϊζόμενος καὶ κατ‐ οικίζων ἐν αὐτῇ. | |
2.22.3 | ἔγνωστο γὰρ αὐτῷ πᾶσαν τὴν ἔξω καὶ πρὸ τῆς πόλεως χώραν συνοικίσαι καλῶς ἅμα μὲν δι’ ἀρετὴν τῆς γῆς (ἔστι γὰρ ἀγαθὴ σπείρειν τε καὶ φυτεύειν καὶ πρὸς ἁπάσας ἐρρωμένη γονὰς καὶ καρποὺς καὶ τὰ μέγιστα συντελέσειν ἔμελλε ταῖς χρείαις τῆς πόλεως), | |
5 | ἅμα δὲ καὶ τὴν χώραν ἐξημερῶν ἐρήμην τε οὖσαν καὶ ἀοίκητον αὐτῆς | |
τὴν πολλὴν καὶ τοῖς ὁδοιποροῦσιν ἐπισφαλῆ. καὶ ὁ μὲν ἐν τούτοις ἦν. | 114 | |
2.23.1(1t) | σημείωσαι στόλον λʹ νεῶν ἀποσταλέντα παρὰ τοῦ | |
2t | πάπα κατὰ τῶν ἐν τῷ Αἰγαίῳ νήσων τοῦ βασιλέως | |
1 | Νικόλαος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, κατὰ τὸν αὐτὸν χρόνον στρατιὰν ἤθροιζεν ἐς Ἰταλίαν καὶ στόλον ἐξήρτυε διαπόντιον κατὰ τῶν ἐν τῷ Αἰγαίῳ νήσων τοῦ βασιλέως, Ἴμβρου καὶ Λήμνου καὶ τῶν λοι‐ πῶν. καὶ πληρώσας τριήρεις τριάκοντα καὶ ὁλκάδας δύο τῶν μεγάλων | |
5 | καὶ ὁπλίσας καλῶς στρατιώτας τε τῶν μαχίμων ἐπιβιβάσας καὶ ὅπλα παντοῖα ἐνθέμενος καὶ μηχανὰς καὶ στρατηγὸν αὐτοκράτορα ἑλόμενος Λοδοβίκον τὸν ἀδελφιδοῦν, ὃν καὶ πατριάρχην τῶν ἀνατολικῶν μερῶν κατέστησεν, ἅμα ἦρι ἐκπέμπει. | |
2.23.2(t) | προσχώρησις πρώτη τῆς Λήμνου πρὸς Ἰταλούς | |
1 | καὶ ὃς ἀναχθεὶς ἐξ Ἰταλίας ἀφικνεῖται ἐς Ῥόδον καὶ μικρόν τι διατρίψας αὐτοῦ, ἄρας ἐκεῖθεν ἐπιπλεῖ ταῖς νήσοις τοῦ βασιλέως καὶ προσσχὼν τὸ πρῶτον ἐν Λήμνῳ καὶ ἀπόβασιν ποιησάμενος παρεστή‐ σατο ταύτην ὁμολογίᾳ τῶν τε Λημνίων ἐνδόντων εὐθὺς καὶ τῶν ἐν αὐτῇ | |
5 | φυλάκων τοῦ βασιλέως· εἶχε γὰρ ἐν αὐτῇ φρουροὺς ἄνδρας ἑκατὸν μαχίμους τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς νεοδαμωδῶν καὶ ἄρχοντα τούτων τε καὶ τῆς νήσου συμπάσης Μωράτην οὕτω καλούμενον. | |
2.23.3(t) | ἅλωσις Θάσου παρὰ τῶν Ἰταλῶν | |
1 | ἐπιμείνας δὲ τῇ Λήμνῳ ἡμέρας ὀκτὼ καὶ καταστησάμενος τὰ αὐτοῦ φρουράν τε ἱκανὴν αὐτῇ καὶ φρούραρχον ἐγκαταλιπὼν τὸν Λωίζον ἄρας ἐκεῖθεν ἐπιπλεῖ τῇ Θάσῳ καὶ ἀποβὰς λόγους προσφέρει πρῶτον περί τε συμβάσεων καὶ ἐνδόσεως τῆς νήσου τοῖς ἐν τῷ φρου‐ | |
5 | ρίῳ τοῦ λιμένος. ὡς δ’ οὐκ ἔπειθε, κύκλῳ περιλαβὼν τῇ στρατιᾷ καὶ πανταχόθεν προσβαλὼν αὐτῷ ἰσχυρῶς καὶ κλίμακας ἐπαγαγὼν τῷ τεί‐ χει καὶ μηχανὰς αἱρεῖ κατὰ κράτος ἐκ πρώτης προσβολῆς, καὶ τῶν | |
φυλάκων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ζῶντας αἱρεῖ· ἦσαν γὰρ ἐν τούτῳ φρουροὶ ἄνδρες ἑξήκοντα τοῦ βασιλέως. | 115 | |
2.23.4 | καταπλήξας δὲ ἰσχυρῶς ἐκ τούτου καὶ τοὺς ἐν τοῖς ἄλλοις πολίσμασι λαμβάνει καὶ τούτους ὁμολογίᾳ ἑαυτούς τε καὶ τὰ φρούρια παραδόντας ἀμαχί. | |
2.23.5 | παρα‐ στησάμενος δὲ πᾶσαν τὴν νῆσον καὶ κατασχὼν τελείως ἐν πέντε καὶ δέκα ἡμέραις ταῖς ὅλαις διατίθεται τὰ κατ’ αὐτὴν καὶ φρουρὰν ἐγκατα‐ στησάμενος αὖθις ἀπέπλευσεν ἐς Λῆμνον παντὶ τῷ στόλῳ ἔχων καὶ τοὺς | |
5 | ἄνδρας, οὓς ἔλαβε ζῶντας τῶν φρουρῶν. | |
2.23.6(1t) | ἄφιξις τοῦ Κόντου ἐς Ἴμβρον μετὰ δέκα | |
2t | τριήρεων καὶ ἐπάνοδος ἄπρακτος | |
1 | γενόμενος δ’ ἐν Λήμνῳ ἐκπέμπει δέκα τριήρεις ἐς Ἴμβρον καὶ ἄρχοντα μετ’ αὐτῶν Κόντον οὕτω καλούμενον. Λοδοβίκος δὲ τέτταρας μόνας ἡμέρας ἐπιμείνας τῇ Λήμνῳ τῇ ὑστεραίᾳ ἀναλαβὼν τοὺς ἄνδρας τούς τε ἐκ Λήμνου τούς τε ἐκ Θάσου ζωγρηθέντας τοῦ βασιλέως, ὅσοι | |
5 | μὴ ἀπέθανον, σὺν τῷ λοιπῷ στόλῳ ἀπέπλευσεν ἐς Ῥόδον. | |
2.23.7 | Κόντος δὲ ἀφικόμενος ἐς Ἴμβρον σὺν ταῖς δέκα τριήρεσι λόγους προσφέρει Κριτοβούλῳ τῷ ταύτης ἐπάρχοντι περὶ ἐνδόσεως τῆς νήσου ἐγχειρίσας αὐτῷ καὶ γράμματα περὶ τούτου τοῦ Λοδοβίκου. | |
2.23.8 | Κριτόβουλος δὲ δέχεται τοῦτον φιλοφρόνως καὶ πολλὰ δωρησάμενός τε καὶ λόγοις ἡμέ‐ ροις καὶ προσηνέσι δεξιωσάμενος πάσῃ τε ἄλλῃ χρησάμενος ἐς αὐτὸν θεραπείᾳ ἀποπέμπει μετ’ εἰρήνης ἀρκεσθέντα τοῖς λόγοις τοῖς παρ’ | |
5 | αὐτοῦ καὶ μηδὲν ζητήσαντα περαιτέρω μηδὲ πολυπραγμονήσαντα ὅλως ἢ περὶ ὧν ἧκέ τι διαπραξάμενον. ἐγχειρίζει δὲ αὐτῷ καὶ γράμματα ἐς Λοδοβίκον οἰκονομίαν τε ἔχοντα καὶ φιλίαν δεικνύντα. καὶ ἀποπλεῖ καὶ οὗτος ἐς Ῥόδον. | |
2.23.9 | ἐν τούτῳ δὲ καὶ τὸ φθινόπωρον ἐτελεύτα καὶ ἑξηκοστὸν καὶ πέμπτον ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις | |
τοῖς ὅλοις ἠνύετο, ἕβδομον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | 116 | |
3t1 | ΚΡΙΤΟΒΟΥΛΟΥ ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΤΡΙΤΗ περιέχει ἥδε τόν τε πόλεμον τῶν Πελοποννησίων καὶ τὴν πρώτην καὶ δευτέραν εἰσβολὴν τοῦ βασιλέως καὶ τὴν παντελῆ καταστροφὴν καὶ | |
5 | δουλείαν τούτων καὶ ἑτέρας πράξεις ἐν τῷ μεταξύ, χρόνου πλῆθος ἔτη | |
τρία. | 117 | |
3.1.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ βασιλεὺς πέμπει πρεσβείαν ἐς Πελο‐ πόννησον ἀπαιτῶν παρὰ τῶν ταύτῃ ἡγεμόνων τοὺς ἐπετείους φόρους, οὓς ὤφειλον αὐτῷ τριῶν ἐτῶν που μάλιστα. οἱ γὰρ τῆς Πελοποννήσου δεσπόται τῆς Βυζαντίδος ἁλούσης εὐθὺς νεωτερισάντων τῶν ἐν Πελο‐ | |
5 | ποννήσῳ Ἰλλυριῶν καὶ ἐπαναστάντων αὐτοῖς καλοῦσιν ἐς ἐπικουρίαν τὸν βασιλέα ὑπεσχημένοι τούτῳ δασμὸν ἐτήσιον ἀποφέρειν ἀπὸ Πελο‐ ποννήσου χρυσίνους ἑξακισχιλίους. | |
3.1.2(1t) | σημείωσαι τὰς αἰτίας τῆς ἐς τὴν | |
2t | Πελοπόννησον ἀφίξεως τοῦ βασιλέως | |
1 | βασιλεὺς δὲ δέχεται τούτοις συμμαχήσειν καὶ παρέχει στρατιὰν ἱκανὴν αὐτοῖς. οἱ δὲ σὺν ταύτῃ καταγωνισάμενοι τοὺς Ἰλλυριοὺς δου‐ λοῦνται τελείως καὶ φόρου ποιοῦνται ὑποτελεῖς· μετὰ ταῦτά γε μὴν τὸν δασμὸν ἀπαιτοῦντος τοῦ βασιλέως οὐκ ἀπεδίδουν ῥᾳδίως πλαττόμενοί | |
5 | τε κενὰς αἰτίας ἀεὶ καὶ ἀναβολὰς οὐ καλὰς καίτοι γε λαμβάνοντες αὐτοὶ τὸν δασμὸν παρὰ τῶν Ἰλλυριῶν ἐτησίως ἐφ’ ᾧ καταβάλλειν τῷ βασιλεῖ· οἱ δὲ ἀνήλισκον εἰς ἀκαίρους δαπάνας ἰδίας παρακρουόμενοι τὸν βασι‐ λέα. | |
3.1.3 | πέμπων οὖν πολλάκις πρὸς αὐτοὺς οὐδὲν ἤνυεν. οὐ τοῦτο δὲ μόνον ἦν, ἀλλ’ ὅτι καὶ πρὸς ἀλλήλους στασιάζοντές τε ἦσαν καὶ ἠκού‐ οντό οἱ οἱ δεσπόται καὶ πολέμους εἶχον ἐμφυλίους καὶ μάχας καὶ χεῖρον εἶχε τὰ τῆς Πελοποννήσου δι’ αἰτίας, ἃς μικρὸν ὕστερον ἐροῦμεν. | |
3.1.4 | πρὸς τούτους οὖν τοὺς πρέσβεις ἐξέπεμπεν ἅμα μὲν ἀπαιτῶν τὸν δασμόν, ἅμα δὲ καὶ τἀκεῖ κατασκεψομένους καλῶς· ἐδεδίει γάρ, μήποτε ἡ πρὸς ἀλλήλους αὕτη τούτων διαφορά τε καὶ μάχη ἐπαγάγηται τοὺς | |
5 | Ἰταλοὺς ἐς Πελοπόννησον ἢ ἄλλο τι γένος τῶν ἑσπερίων, καὶ προ‐ καταλαβεῖν αὐτὸς ἐβούλετο ταύτην χώραν τε οὖσαν ἐχυρωτάτην φύσει καὶ πόλεις ἔχουσαν ὀχυράς τε καὶ λόγου ἀξίας καὶ φρούρια πλεῖστά τε καὶ δυσάλωτα καὶ τοῖς πᾶσιν αὐτάρκως ἔχουσαν πρός τε πόλεμον καὶ εἰρήνην θέσεώς τε λαχοῦσαν ἐπικαίρου κατὰ γῆν τε καὶ θάλατταν καὶ | |
10 | δυναμένην παραπέμπειν καλῶς τούς τε ἀπὸ Θρᾴκης καὶ Μακεδονίας | |
ἐς Ἰταλίαν τούς τε ἐξ Ἰταλίας αὖθις ἐς Θρᾴκην τε καὶ Μακεδονίαν. | 118 | |
3.1.5 | ἀφικόμενοι δὲ οἱ πρέσβεις ἐς Πελοπόννησον καὶ τὰ παρὰ τοῦ βασιλέως ἀπαγγείλαντες οὔτε τὸν δασμὸν ἔλαβον καὶ τἀκεῖ πάντα εὗρον συγκεχυμένα τε καὶ νενοσηκότα κακῶς. ἐπανήκοντες οὖν ἀπήγ‐ γειλαν πάντα τῷ βασιλεῖ. ὁ δὲ προὔργου ποιούμενος τὴν τῆς Πελοπον‐ | |
5 | νήσου κατάσχεσιν διὰ τὸν μελετώμενόν οἱ καὶ ὅσον οὐ πρὸς Ἰταλοὺς ἐσόμενον πόλεμον, καλῶς τε παράπλου κειμένην τῆς Ἰταλίας, ὡς ἔφην, καὶ λιμένας ἔχουσαν ἀσφαλεῖς καὶ ὁρμητήριον οὖσαν τῷ πολέμῳ στρα‐ τευμάτων τε πολλῶν καὶ νεῶν οὐκέτι μέλλειν ᾤετο δεῖν, ἀλλὰ στρατεύ‐ ειν ἐς Πελοπόννησον. | |
3.2.1(t) | προσχώρησις Σαμανδρίας τῷ βασιλεῖ | |
1 | ἐν τούτῳ δὲ καὶ οἱ ἐν Σαμανδρίᾳ ὄντες τῶν ἐν τέλει καὶ δὴ καὶ ἡ Λαζάρου γυνή, ἐπειδὴ πολὺν ἤδη χρόνον πολιορκούμενοι οὐκ ἀντ‐ εῖχον, συνέβησαν ὁμολογίᾳ ὥστε λαβόντες πάντα τὰ ἑαυτῶν τοῦ ἄστεος ἐξελθεῖν σῶς καὶ κακῶν ἀπαθεῖς· τῇ δέ γε Λαζάρου γυνῇ καὶ | |
5 | πολίσματα δύο παρέσχεν ἐς ἀρχὴν ἀντὶ Σαμανδρίας ἐς Δαλματίαν καὶ Βόστρους ὁ βασιλεύς. | |
3.2.2 | ἡ δὲ λαβοῦσα τήν τε θυγατέρα καὶ πάντα τὸν βίον αὐτῆς ἀφίκετο ἐς Βόστρους κἀκεῖ συνάπτει τὴν θυγατέρα τῷ τούτων ἡγεμόνι δοῦσα καὶ φερνὴν αὐτῷ τὰ πολίσματα, καὶ χρόνον ἱκανὸν αὐτοῦ διαγαγοῦσα ὕστερον ἀπέπλευσεν ἐς Κέρκυραν παρά τε | |
5 | τὴν μητέρα καὶ τοὺς ἀδελφούς. | |
3.3.1(t) | κίνησις τοῦ βασιλέως κατὰ τῆς Πελοποννήσου | |
1 | βασιλεὺς δὲ χειμῶνος καλῶς παρασκευασάμενος καὶ στρατιὰν ὅτι πλείστην ἀγείρας ἱππικήν τε καὶ πεζήν, ἐπειδὴ ἔαρ ὑπέφαινεν ἤδη, ἄρας ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ ἐπορεύετο διὰ τῆς κάτω Μακε‐ δονίας ὡς ἐπ’ Ἀμφίπολίν τε καὶ Στρυμόνα ποταμὸν συνεπαγόμενος ἅμα | |
5 | οἱ καὶ ὅπλα πολλὰ καὶ μηχανὰς παντοίας καὶ χαλκὸν ὅτι πλεῖστον καὶ σίδηρον. | 119 |
3.3.2 | γενόμενος δ’ ἐν Στρυμόνι διαβαίνει τε τοῦτον καὶ παρα‐ μείψας τὴν Βόλβην λίμνην καὶ προσελαύνων ἐπὶ τὰ πρόσω ἐπιβαίνει Θετταλίας· κἀνταῦθα στρατοπεδευσάμενος ἔγνω μικρὸν παραμεῖναι ὥστε διαναπαῦσαί τε τὴν στρατιὰν καὶ ἑτέραν αὐτοῦ περιμεῖναι καὶ | |
5 | ἅμα πεῖραν ποιούμενος τῶν τῆς Πελοποννήσου ἡγεμόνων, εἴ πως ἄρα ἐνδοῖεν τὴν κατ’ αὐτῶν ἐκστρατείαν τοῦ βασιλέως μαθόντες καὶ τὸν δασμὸν ἀποδοῖεν. | |
3.3.3 | ἐλέγετο γὰρ καὶ τοῦτο, ὅτι, εἰ ἧκον ἂν ἐν τῷ τότε πρέσβεις αὐτοῦ παρὰ βασιλέα κομίζοντές τε τὸν δασμὸν καὶ δεό‐ μενοι τυχεῖν εἰρήνης, ἔτυχον ἂν καὶ οὐκ ἂν ἐπὶ τὰ πρόσω τοῦ λοιποῦ προὐχώρει ὁ βασιλεὺς οὐδ’ ἐστράτευσε κατ’ αὐτῶν· εἶχε γὰρ ἄλλα τὰ | |
5 | κατεπείγοντα. | |
3.3.4 | ὡς δὲ ἡμέρας ἱκανὰς αὐτοῦ διαγαγὼν οὐδὲν ἀπὸ Πελοποννήσου ἐφαίνετο ἥ τε στρατιὰ διανεπαύσατο καὶ ἡ προσδοκω‐ μένη ἀφῖκτο, ἄρας ἐκ Θετταλίας ἐχώρει διὰ τῆς μεσογείας αὐτῆς· παρ‐ ελάσας δὲ ταύτην τε καὶ τὴν Φθιῶτιν καὶ ὑπερβαλὼν τά τε ὄρη ταύτης | |
5 | καὶ τὰ Ἀχαϊκὰ τούς τε ἐν τῷ μεταξὺ ποταμοὺς διαβάς, Σπερχειόν τε καὶ Πηνειόν, ἀφικνεῖται ἐς Πύλας καὶ διαβαίνει τὴν ταύτῃ πάροδον ἀσφαλῶς. | |
3.3.5 | καταβὰς δὲ ἔς τε τὴν Φωκίδα καὶ Βοιωτίαν καὶ Πλα‐ ταιίδα στρατοπεδεύεται αὐτοῦ πρὸς τῷ Ἀσωπῷ ποταμῷ καὶ πέμπει δὴ τοὺς κατασκεψομένους τὰς παρόδους τοῦ Κιθαιρῶνος τὰς φερούσας ἐς τὸν Ἰσθμόν· ἐδεδίει γάρ, μὴ οἱ Πελοποννήσιοι προεξελθόντες προ‐ | |
5 | κατάσχωσι ταύτας καὶ ἐργώδης εἴη αὐτῷ ἡ ἐς τὸν Ἰσθμὸν διάβασις. | |
3.3.6(1t) | σημείωσαι ὅπως ἧκον πρέσβεις τοῦ δεσπότου | |
2t | Θωμᾶ ἀκαίρως καὶ ἀπῆλθον ἄπρακτοι | |
1 | ἐνταῦθα δὲ ἥκουσι πρέσβεις παρὰ τοῦ δεσπότου Θωμᾶ κομίζον‐ τες καὶ τοῦ δασμοῦ μοῖράν τινα, πεντακοσίους καὶ τετρακισχιλίους χρυσίνους, καὶ δεόμενοι σπονδῶν τυχεῖν καὶ ἰρήνης. τοῦτο δ’ ἀνόνητον ἦν πάντῃ τότε καὶ παρὰ τὸν καιρόν, μᾶλλον δὲ καὶ ὅλως ἀνόητον· | |
5 | ἀπώλεσε γὰρ καὶ τὰ δοθέντα καὶ οὐδὲ τῆς εἰρήνης τετύχηκε. | |
3.3.7 | βασι‐ λεὺς γὰρ τὸν μὲν δασμὸν ἔλαβε παρὰ τῶν πρέσβεων, „τὰς δὲ σπονδάς, ὅταν ἐντόσ“, ἔφη, „γενώμεθα τῆς Πελοποννήσου, ποιήσομεν“ διαχλευά‐ ζων καὶ διαπαίζων αὐτοὺς τῆς ἀβουλίας καὶ ἀκαιρίας· τότε γὰρ ἔδει | |
5 | τοῦτο ποιῆσαι, ὅταν ὅ τε βασιλεὺς ἐκάλει καὶ ὁ καιρὸς μετὰ τῶν πραγ‐ | |
μάτων ἐδίδου. | 120 | |
3.3.8(t) | ἐσβολὴ τοῦ βασιλέως ἐς τὴν Κορινθίαν καὶ πολιορκία Κορίνθου | |
1 | ὡς δὲ ἧκον οἱ κατάσκοποι φράζοντες μηδὲν εἶναι ταῖς παρόδοις ἐμποδών, ὁρμηθεὶς ἀπὸ τοῦ Ἀσωποῦ ἐχώρει ἐπὶ τὰς παρόδους· ταύτας δὲ διαβὰς οὐ σὺν πόνῳ καταβαίνει ἐς τὸ πεδίον τὸ πρὸ τοῦ Ἰσθμοῦ καὶ τοῦ τείχους καὶ στρατοπεδεύεται αὐτοῦ μίαν ἡμέραν, τῇ δ’ ὑστεραίᾳ | |
5 | ἀναλαβὼν τὸν στρατὸν ἅπαντα συντεταγμένον ἐσβάλλει ἐς τὴν Κοριν‐ θίαν ἀκμάζοντος ἤδη τοῦ σίτου καὶ στρατόπεδον τίθησιν οὐ μακράν, ἀλλ’ ὅσον ἀπὸ τεττάρων σταδίων ἀπέχον τῆς πόλεως. | |
3.3.9 | τῇ δ’ ἐφεξῆς ἀναλαβὼν τῶν τε ἐν τέλει ἐνίους καὶ στρατηγῶν καὶ σατραπῶν τοὺς ἀρίστους περιῄει τόν τε λόφον καὶ τὴν πόλιν αὐτὴν κατασκοπῶν τά τε ὅλως ἀπόμαχα τοῦ χωρίου τά τε ἐπίμαχα καὶ ὁπωσοῦν. | |
3.3.10 | καὶ ἔδοξεν αὐτῷ ἡ πόλις ἐχυρωτάτη, ὥσπερ δῆτα καὶ ἦν· ὑπερύψηλόν τε γὰρ ἦν τὸ χωρίον καὶ ἀπότομον καὶ κρημνῶδες κυκλόθεν καὶ μίαν μόνην πάροδον ἔχον τὴν ἐς τὴν πόλιν καὶ αὐτὴν ἀνάντη τε καὶ τριπλῷ τείχει | |
5 | τετειχισμένην καὶ πεφραγμένην· ἡ δέ γε Ἀκροκόρινθος καὶ πάντῃ ἀπό‐ μαχος ὑπερανῳκισμένη τε τῆς κορυφῆς τοῦ λόφου καὶ τείχεσιν ἰσχυρο‐ τάτοις ὠχυρωμένη. | |
3.3.11 | ἔγνω οὖν δεῖν λόγους πρῶτον προσφέρειν τοῖς ἐν τῇ πόλει περί τε συμβάσεων καὶ ἐνδόσεως αὐτῆς· καὶ πέμπει δὴ τοὺς ἐροῦντας. ὡς δὲ οὐκ ἔπειθε, πρῶτον μὲν ἔκειρε πᾶσαν τὴν ἔξω χώραν αὐτῶν καὶ ἐδῄωσε, παραδείσους τέ φημι καὶ ἀγροὺς καὶ ἀμπέ‐ | |
5 | λους καὶ τἆλλα, κάλλιστά τε καὶ πολύφορα πάντα, τόν τε σῖτον ἀκμά‐ ζοντα ἤδη διέφθειρεν· | |
3.3.12 | ἔπειτα κύκλῳ περισχὼν αὐτοὺς τῷ στρατῷ καὶ κατακλείσας ἐντὸς τοῦ ἄστεος ἀσφαλῶς καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | |
3.3.13 | ὡς δὲ συχνὰς ἡμέρας περικαθήμενος τῇ πόλει καὶ πολιορκῶν οὐδὲν ἤνυεν, ἔγνω χρονίαν ἔσεσθαι τὴν πολιορκίαν αὐτῷ. αἵ τε γὰρ μηχαναὶ οὐκ ἐξικνοῦντο πρὸς τὸ τεῖχος καλῶς οὐδὲ βλάπτειν ὅλως ἠδύναντο· ἀφαιρούμεναι γὰρ τὴν βίαν τῷ μήκει ἐξεκαυλίζοντο καὶ | |
5 | ἀσθενέστερον τῷ τείχει προσέπιπτον· οὐ γὰρ ἐνῆν αὐτὰς τῷ ἀποκρότῳ καὶ σκληρῷ τοῦ χωρίου ἐγγύς που τοῦ τείχους προσενεγκεῖν ὥστε καὶ παίειν αὐτὸ μετὰ βίας σφοδρᾶς καὶ ῥύμης καὶ καταρριπτεῖν. | |
3.3.14 | εἰ δὲ καὶ ὅλως κατερριπτεῖτο τὸ τεῖχος, ἀλλ’ οὐδὲν ἧττον καὶ οὕτως ἡ ἐς τὸ ἄστυ καὶ τὴν πόλιν πάροδος ἀπόμαχος ἦν ἑκατέρωθεν ἀποτόμοις κρημνοῖς καὶ σκοπέλοις διειλημμένη καὶ φόβον καὶ δειλίαν πλείστην | 121 |
5 | παρεχομένη τοῖς κάτωθεν εἰσιοῦσι μεθ’ ὅπλων ἄνωθέν γε καὶ ὑπὲρ κεφαλῆς βαλλομένοις ἐξ ὑπερδεξίων ἀπὸ τῶν ἄκρων. καὶ πολλάκις δὲ ταύτῃ προσβαλὼν ὁ βασιλεὺς ἰσχυρῶς ἀπεκρούσθη. | |
3.4.1 | ἐπεὶ οὖν οὔτε ἐκ προσβολῆς βίᾳ τοῖς ὅπλοις οὔτε μηχαναῖς οὔτε ἄλλῳ τῳ τρόπῳ τοιούτῳ ὁ βασιλεὺς αἱρήσειν τὴν πόλιν ἐνόμισεν, ἀλλ’ ἢ μόνον λιμῷ καὶ πολιορκίᾳ μακρᾷ, οὐκέτι πρὸς τὰ λοιπὰ διαμέλλειν ἐγνώκει δεῖν οὐδ’ εἰκῇ τὸν καιρὸν ἀναλίσκειν, ἀλλὰ τὸ μὲν ἥμισυ τῆς | |
5 | στρατιᾶς σὺν Μαχουμούτει καταλιπὼν αὐτοῦ ὥστε πολιορκεῖν καὶ φυλάσσειν τὴν πόλιν τοῦ μή τι τῶν ἔνδον ἐξάγειν ἢ τῶν ἔξωθεν εἰσ‐ κομίζεσθαι, αὐτὸς τὴν λοιπὴν ἀναλαβὼν ἐχώρει πρὸς τὰ λοιπά. | |
3.4.2(t) | κίνησις τοῦ βασιλέως κατὰ τῶν ἐντὸς τῆς Πελοποννήσου | |
1 | καὶ πρῶτον μὲν τὰ περὶ τὴν Κόρινθον φρούρια τὰ μὲν βίᾳ τοῖς ὅπλοις, τὰ δὲ φόβῳ καὶ καταπλήξει, τὰ δὲ καὶ πειθοῖ ἑλὼν ἐν ὀλίγαις ἡμέραις ἐχειρώσατο πάντα. | |
3.4.3 | μετὰ δὲ τοῦτο ἐπὶ τὰ ἔνδον τῆς Πελο‐ ποννήσου προὐχώρει καταστρεφόμενός τε καὶ ληϊζόμενος πάντα τὰ ἐν ποσὶ τά τε ἀνάντη καὶ δύσβατα καὶ σκληρὰ τῶν τε χωρίων καὶ τῶν παρόδων ἐξομαλίζων καὶ ἡμερῶν καὶ τὰ ἐρυμνότατα τῶν φρουρίων | |
5 | ἐξαιρῶν τε καὶ κατασκάπτων. | |
3.4.4(t) | προσχώρησις Τεγέας τῷ βασιλεῖ | |
1 | προσελάσας δὲ τῇ Τεγέᾳ πόλει, ἣν οἱ νῦν Μοχλίον καλοῦσι, στρα‐ τόπεδον τίθησι καὶ περισταυρώσας αὐτὴν καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ ἐπολιόρκει ἐπ’ ὀλίγαις ἡμέραις. καὶ μετὰ τοῦτο Δημήτριος Ἀσάνης, ὁ ταύτης ἔπαρχος, λόγους προσφέρει τῷ βασιλεῖ περί τε συμ‐ | |
5 | βάσεων καὶ ἐνδόσεως αὐτῆς. καὶ συμβαίνουσι δὴ καὶ λαμβάνει τὴν πόλιν ὁ βασιλεὺς ὁμολογίᾳ. προσχωρεῖ δὲ αὐτῷ ἐπὶ ταύτῃ καὶ ἕτερα φρούρια οὐκ ὀλίγα τῶν πλησιοχώρων. | |
3.4.5 | οἱ δὲ τῆς Πελοποννήσου | |
δεσπόται ἐν τῇ μεσογείᾳ ταύτης ἐν Ἀμυκλαίῳ καθήμενοι συντεταγμέ‐ νοι, ἐπειδὴ ἔμαθον προσελαύνοντα τῇ Τεγέᾳ τὸν βασιλέα, διαλυθέντες εὐθὺς ᾤχοντο φεύγοντες. καὶ ἀναχωροῦσιν ὁ μὲν ἐς Μαντίνειαν, ὁ | 122 | |
5 | Θωμᾶς, οὗ δὴ καὶ ἡ γυνὴ αὐτοῦ καὶ παῖδες ἦσαν, ὁ δὲ ἐς Ἐπίδαυρον τὴν Λιμηράν, ὁ Δημήτριος, ἥτις νῦν Μονεμβασία καλεῖται, καὶ διέτρι‐ βον ἐν αὐταῖς τοῦ πολέμου τὸ πέρας ἀποσκοποῦντες. | |
3.5.1(t) | ὁρμὴ τοῦ βασιλέως κατὰ Πατρῶν | |
1 | βασιλεὺς δὲ βραχείας ἡμέρας ἐν Τεγέᾳ διαγαγὼν καὶ καταστη‐ σάμενος τὰ αὐτοῦ φρουράς τε ἐγκαταλιπὼν αὐτῇ τε καὶ τοῖς ἄλλοις φρουρίοις ᾔει τὴν ἐπὶ Πάτρας τῆς Ἀχαΐας τραχεῖαν ὁδὸν καὶ πάντῃ ἀνάντη δυσχωρίαις τε πολλαῖς καὶ τόποις ἀβάτοις καὶ ἀποκρήμνοις | |
5 | διειργομένην καὶ κλειομένην. ὁ δὲ οὐδέν τι μεῖον σπουδῇ καὶ πόνῳ προὐχώρει τὰ πρὸ τῶν ποδῶν ἅπαντα ληϊζόμενός τε καὶ καταστρεφό‐ μενος. | |
3.5.2(1t) | φυγὴ τῶν Πατρέων ἀπὸ τῆς πόλεως | |
2t | πρὸ τῆς ἐφόδου τοῦ βασιλέως | |
1 | οἱ δὲ ἐν ταῖς Πάτραις τὴν κατ’ αὐτῶν ἔφοδον τοῦ βασιλέως μαθόν‐ τες ἐκπλήξει καὶ φόβῳ ληφθέντες εὐθὺς ἐκλιπόντες τήν τε πόλιν καὶ τὰ ἑαυτῶν ᾤχοντο φεύγοντες σὺν γυναιξὶ καὶ τέκνοις, οἱ μὲν ἐς τὰς ἐντὸς πόλεις Πελοποννήσου τῶν Ἐνετῶν, οἱ δὲ ἐς Ναύπακτον δια‐ | |
5 | περαιωθέντες, μόνην τὴν ἀκρόπολιν καταλιπόντες ἐν φυλακῇ. | |
3.5.3 | βασιλεὺς δὲ ἀφικόμενος ἐς Πάτρας καὶ τὴν πόλιν ἔρημον εὑρὼν καὶ κενὴν ἀνδρῶν ἀπολύει τὴν στρατιὰν ἐς διαρπαγὴν τῶν ἐν αὐτῇ, τὴν δὲ ἀκρόπολιν κύκλῳ περισχὼν τῷ στρατῷ καὶ περισταυρώσας πάντοθεν | |
5 | καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | |
3.5.4(t) | προσχώρησις τῆς ἀκροπόλεως Πατρέων τῷ βασιλεῖ | |
1 | οἱ δὲ ἐντὸς φρουροὶ δείσαντες τὸν ἀπὸ τῶν μηχανῶν κίνδυνον, μὴ τοῦ τείχους καταρριφθέντος ληφθῶσι βίᾳ τοῖς ὅπλοις καὶ περὶ τὸ ζῆν κινδυνεύσωσι, προσχωροῦσιν ὁμολογίᾳ τῷ βασιλεῖ ἐφ’ ᾧ μηδέν τι κακὸν παθεῖν. καὶ μέντοι γε οὐδὲ πεπόνθασι. | |
3.5.5 | βασιλεὺς δὲ τὴν | |
ἀκρόπολιν παραλαβὼν φυλακὴν ἐγκαθίστησι καὶ Πατρέων διακηρυ‐ κεύεται τοῖς βουλομένοις αὖθις ἐς τὴν πόλιν ἰέναι καὶ κατοικεῖν ἐλευ‐ θερίαν καὶ ἀτέλειαν χρόνων ῥητῶν καὶ κτημάτων ἐπίδοσιν. | 123 | |
3.5.6 | ἤρεσκε γὰρ αὐτῷ διαφερόντως ἥ τε πόλις καὶ χώρα πάμφορός τε οὖσα καὶ θέσεως ἐπικαίρου λαχοῦσα ἐν καλῷ τε κειμένη τῆς Πελοποννήσου καὶ πρὸς τῷ στόματι τοῦ Κρισαίου Κόλπου τῇ τε ἀντιπέρας ἠπείρῳ διὰ | |
5 | τοῦ ἐκεῖσε Ῥίου συναπτομένη καὶ τὰ αὐτῆς καρπουμένη καλῶς καὶ πᾶσιν ἄλλοις ἁπλῶς εὐθηνουμένη καλοῖς. διά τοι τοῦτο καὶ περὶ πολλοῦ τὴν ταύτης συνοίκισίν τε καὶ φυλακὴν ἐποιεῖτο. καὶ μέντοι γε καὶ συν‐ ῴκισεν. | |
3.5.7 | ἡμέρας δὲ ἱκανὰς αὐτοῦ διατρίψας καὶ τὰ περὶ αὐτὴν φρούρια χειρωσάμενος πάντα καὶ φρουροὺς ἐγκαταστήσας αὐτῇ τε καὶ τοῖς ἄλλοις φρουρίοις τῆς μὲν στρατιᾶς εὐθὺς ἐκπέμπει μέρος κατα‐ δραμεῖν τήν τε Ἠλείαν καὶ Μεσσηνίαν καὶ τὰ περὶ αὐτὰς ἅπαντα καὶ | |
5 | ληΐσασθαι καρτερῶς καὶ τὴν λείαν πᾶσαν ὡς αὐτὸν ἀγαγεῖν. | |
3.6.1(t) | προσχώρησις Βόστιτζας τῷ βασιλεῖ | |
1 | αὐτὸς δὲ τὴν ἄλλην στρατιὰν ἀναλαβὼν ᾔει διὰ τῆς παραλίας τοῦ Κρισαίου Κόλπου ὡς ἐπὶ Κόρινθον καὶ προσβάλλει δὴ πόλει τινὶ παραλίῳ τῶν ὀνομαστῶν, Βόστιτζα καλουμένῃ τὸ νῦν· καὶ καταπλήξας τοὺς ἐντὸς ἰσχυρῶς ἐξ ἐφόδου καὶ μόνης λαμβάνει καὶ ταύτην ὁμολογίᾳ | |
5 | καὶ φυλακὴν ἐγκαθίστησιν. | |
3.6.2 | ἄρας δ’ ἐκεῖθεν ἤλαυνεν ἐπὶ Κόρινθον πάντα τὰ προστυχόντα χειμάρρου δίκην παρασύρων τε καὶ ὑφ’ ἑαυτῷ ποιούμενος, τὰ δὲ καὶ ἐξανδραποδιζόμενός τε καὶ κατασκάπτων τελείως. | |
3.6.3 | ἀφικόμενος δ’ ἐς Κόρινθον ὁ βασιλεὺς εὗρεν ἔτι πολιορκουμένην καὶ μηδαμοῦ ἐνδι‐ δοῦσαν αὐτήν. κοινολογησάμενος οὖν Μαχουμούτει καὶ τοῖς ἄλλοις σατράπαις καὶ στρατηγοῖς ἔδοξεν αὐτοῖς κοινῇ βουλευσαμένοις πάσῃ | |
5 | καὶ χειρὶ καὶ δυνάμει καὶ τοῖς ἄλλοις ὑπάρχουσι τῇ πόλει προσβαλεῖν καὶ πειράσασθαι τρόπῳ παντί, εἴ γε δυνατόν, ἐξ ἐφόδου βίᾳ τοῖς ὅπλοις ταύτην ἑλεῖν (ἤδη γὰρ κατερρίφθη καὶ μέρος τι τοῦ περὶ τὴν πάροδον καὶ τὰς πύλας τείχους ταῖς μηχαναῖς) καὶ μὴ μάτην ἔτι κατατρίβεσθαι καὶ πονεῖν τοσοῦτον ἤδη χρόνον περικαθημένους αὐτῇ καὶ μηδὲν ἀνύ‐ | |
10 | οντας. | |
3.6.4 | ὅ τε γὰρ χρόνος τῆς πολιορκίας ἱκανὸς ἦν (τετράμηνος γάρ) ἥ τε στρατιὰ τῷ μήκει ταύτης κακοπαθοῦντες ἤχθοντο τά τε ἀχθοφόρα | |
τῶν ζῴων λιμῷ διεφθείρετο τῆς γῆς δῃουμένης ἁπάσης ἄλλα τε πολλὰ ἐπιγενόμενα ἐπίεσεν αὐτοὺς ἰσχυρῶς, καὶ διὰ τοῦτο ἢ οὕτως ἢ ἐκείνως | 124 | |
5 | ἀπαναστῆναι ταύτης ἐβούλοντο. | |
3.6.5(1t) | προσβολὴ τοῦ βασιλέως ἰσχυροτάτη | |
2t | κατὰ Κορίνθου καὶ ἀποτυχία | |
1 | παρασκευασάμενος οὖν ὁ βασιλεὺς καὶ πᾶσαν τὴν στρατιὰν ἐκ‐ τάξας τε καὶ ὁπλίσας καλῶς τούς τε ἐν τέλει πάντας, σατράπας τέ φημι καὶ στρατηγοὺς καὶ ἡγεμόνας τῶν τάξεων, καὶ δὴ καὶ στρατιώτας αὐτοὺς παροξύνας τε καὶ παραθαρρύνας ἐς τὸ πολεμεῖν καὶ παρα‐ | |
5 | κελευσάμενος ἄνδρας ἀγαθοὺς φανῆναι προσέβαλε τῇ πόλει ἰσχυρῶς. | |
3.6.6 | καὶ συνίσταται δὴ μάχη καρτερὰ περί τε τὰς πύλας καὶ τὴν πάροδον (ἐνταῦθα γὰρ ἦν καὶ μόνον τὸ δοκοῦν ἐπίμαχον ὡς τῆς γε ἄλλης ἁπάσης πόλεως ἀπομάχου παντάπασιν οὔσης), καὶ γίνεται ὠθισμὸς ἐνταῦθα πολὺς καὶ κραυγὴ παρ’ ἀμφοτέρων καὶ φόνος καὶ τραύματα τῆς μάχης | |
5 | σχεδὸν ἤδη συσταδὸν γινομένης. βιασάμενοι οὖν τοὺς προμαχομένους εὐρώστως οἱ ὁπλῖται γίνονται ἐντὸς τῶν πυλῶν τοῦ κατερριμμένου πρώτου τείχους καὶ αὐτοῦ δὴ τοῦ τείχους ἐγκρατεῖς. | |
3.6.7 | βιαζόμενοι δὲ καὶ τοῦ δευτέρου τείχους εἴσω παρελθεῖν ἐκακοπάθουν ἰσχυρῶς κατὰ μέτωπόν τε αὐτοῖς προσβαλλόντων τῶν ἐναντίων δόρασι μακροῖς καὶ ξυστοῖς καὶ παλτοῖς καὶ ἄνωθεν ἀπὸ τῶν ἄκρων ἐξ ἑκατέρου | |
5 | μέρους ἐξ ὑπερδεξίων λίθοις βαλλόμενοι κατὰ κεφαλῆς, ὃ δὴ καὶ μάλι‐ στα τούτους ἐπίεσε, καὶ τέλος δὴ ἐγκλίνουσι καὶ ἀποκρούονται παρὰ τῶν ἔνδοθεν ἰσχυρῶς καὶ ἐξωθοῦνται τοῦ τείχους βιαίως· καὶ ἀπέθανον αὐτοῦ οὐκ ὀλίγοι τῶν ὁπλιτῶν, καὶ μάλιστα ὑπὸ τῶν ἄνωθεν καὶ ἀφ’ ὑψηλοῦ καταφερομένων μεγίστων λίθων ἰσχυρῶς βαλλόμενοι βιαζό‐ | |
10 | μενοί τε τὴν εἴσοδον καὶ θρασύτερον ἐπεμβαίνοντες. | |
3.6.8 | ὅπερ ἰδὼν ὁ βασιλεὺς ἀναχωρεῖν εὐθὺς σημαίνει τούτοις καὶ ἔξω βέλους γενο‐ μένοις ἀποστῆναι τοῦ πολεμεῖν εἰπὼν μὴ μάτην πονεῖν καὶ κινδυνεύειν αὐτούς· οὐ γὰρ ὅπλα καὶ σώματα, ἀλλὰ λιμὸν εἶναι τὸν ταύτης τῆς | |
5 | πόλεως ἰσχυρὸν ἀνταγωνιστήν, ὃς ἀκονιτὶ καὶ κινδύνων χωρὶς κατ‐ αγωνιεῖται ταύτην ταχέως. ἐγνώκει γὰρ ὁ βασιλεὺς μηδαμοῦ ταύτης ἀπαναστῆναι, ἀλλὰ περικαθῆσθαι αὐτήν, ἕως ἂν ἐκπολιορκήσῃ λιμῷ· ἐνόμιζε γάρ, ὡς ταύτην ἑλὼν πᾶσαν ἤδη τὴν Πελοπόννησον ἕξει ἀμαχεί, | |
ὥσπερ δῆτα καὶ γέγονε. | 125 | |
3.7.1 | ἐν τούτῳ δὲ καὶ οἱ στρατιῶται ἧκον οἱ σταλέντες ἐς προνομὴν λείαν ὅτι πλείστην ἐλάσαντες ἀπό τε τῆς Ἠλείας καὶ τῆς ἄλλης προσ‐ χώρου· ἐλέγοντο δὲ ζῴων μέν, προβάτων τε καὶ βοῶν καὶ ἵππων, ἀμφὶ τὰς πεντεκαίδεκα μυριάδας ἀγαγεῖν, ἀνδρῶν δὲ καὶ γυναικῶν καὶ | |
5 | παιδίων ὑπὲρ τὰς τέσσαρας χιλιάδας. | |
3.7.2 | καὶ τὰ μὲν ἄλλα πάντα, πρόβατά φημι καὶ βόας καὶ ἵππους, διένειμε πάσῃ τῇ στρατιᾷ, ἄνδρας δὲ καὶ γυναῖκας καὶ παῖδας ἀπέστειλεν ἐς τὴν Κωνσταντίνου κατοικί‐ ζων πᾶσαν τὴν ἔξω χώραν αὐτῆς. καὶ ὁ μὲν οὕτως. | |
3.7.3 | Κορινθίους δὲ τετράμηνον ἤδη πολιορκουμένους ὁ σῖτος ἐπελελοίπει καὶ τἆλλα τῶν ἀναγκαίων· καὶ πιεζόμενοι τῷ λιμῷ ὅμως ἀντεῖχον ἔτι κακῶς οὐδαμοῦ σπονδῶν μεμνημένοι· ἐδεδίεσαν γάρ, μὴ σφόδρα ὠργισμένος αὐτοῖς ὢν | |
5 | ὁ βασιλεὺς τῇ τριβῇ τῆς πολιορκίας κακόν τι μέγα ἐργάσηται ἐς αὐτούς, ἄλλως θ’ ὅτι καὶ πολλάκις προσκαλεσάμενος ἐπὶ συμβάσεις αὐτοὺς οὐκ εἰσηκούσθη, ἀλλ’ ἀπεστράφη. | |
3.7.4(t) | ἄφιξις τοῦ Ἀσάνη ἐς Κόρινθον καὶ εἴσοδος λαθραία ἐς αὐτήν | |
1 | ἐν τούτῳ δὲ παραγίνεται αὐτοῖς Ἀσάνης Ματθαῖος ἀπὸ Σπάρτης, ὃν ἔπεμψεν ὁ δεσπότης Δημήτριος βοηθόν τε ἥκειν αὐτοῖς καὶ πειρα‐ σόμενον, εἰ δύναιτο καὶ αὐτοῖς τοῖς δεσπόταις καταλλάξαι τὸν βασιλέα καὶ σπονδὰς ποιῆσαι τὰς δυνατάς, μὴ μέντοι γε τούτῳ τῆς Κορίνθου | |
5 | ἐκστάντα. | |
3.7.5 | εἶχε δὲ καὶ ἄνδρας ἑβδομήκοντα στρατιώτας μεθ’ ἑαυτοῦ ἔχοντας καὶ σίτου μεδίμνους δέκα, ὃν ἔφερον ἐπὶ τῶν ὤμων ἐπηχθισμέ‐ νοι ἕκαστος ἀνὰ χοινίκων τριῶν· οἵτινες ἐξεπιστάμενοι πάροδον ἐκ τοῦ ἀπομαχωτάτου μέρους τοῦ τε βουνοῦ καὶ τῆς πόλεως ἄγνωστον μὲν καὶ | |
5 | ἄβατον τοῖς πολλοῖς, ἀνάντη δὲ ὅλως καὶ τραχεῖαν καὶ δύσπορον φέρουσαν ἐς τὸν Ἀκροκόρινθον, νυκτὸς λαθόντες ἀνῄεσαν διὰ τῆς πέτρας χαλεπῶς πάνυ καὶ ἐπικινδύνως ἀναρριχώμενοί τε καὶ ἕτερος τὸν ἕτερον ἀνέχων τε καὶ διαβαστάζων, ἐνίους δὲ σφῶν αὐτῶν καὶ ἀνιμώμενοι σχοινίοις ἐκδεδεμένους· καὶ εἰσέρχονται ἐς τὴν πόλιν. | |
3.7.6 | οἱ δὲ Κορίνθιοι τόν τε Ἀσάνην ἰδόντες καὶ τοὺς μετ’ αὐτοῦ ἀνερρώσθησάν τε οὐ μικρὸν καὶ ἀνέπνευσαν νομίσαντες βοηθόν τε | |
ἥκειν αὐτοῖς ἔς τε τὰ ἄλλα καὶ δὴ καὶ σπονδὰς μετὰ τοῦ βασιλέως ποιήσειν αὐτοῖς συμφερούσας. | 126 | |
3.7.7 | Ἀσάνης δὲ εἰσελθὼν ἐν τῇ πόλει, ὡς εἶδε τούς τε Κορινθίους δεινῶς ὑπὸ τοῦ λιμοῦ πιεζομένους καὶ ἀντ‐ έχειν ἔτι μὴ δυναμένους, διακηρυκεύεται τῷ βασιλεῖ περί τε συνθηκῶν καὶ διαλλαγῶν καὶ ἐνδόσεως τῆς πόλεως. καὶ ὁ βασιλεὺς δέχεται ἐπὶ | |
5 | τούτοις καὶ δίδωσιν αὐτῷ πιστά. | |
3.7.8(1t) | σπονδαὶ ἃς ἐποιήσατο ὁ Ἀσάνης μετὰ | |
2t | τοῦ βασιλέως τοῖς δεσπόταις | |
1 | ὁ δὲ ἐξελθὼν ποιεῖται συνθήκας τε καὶ σπονδὰς μετὰ τοῦ βασι‐ λέως καὶ παραδίδωσιν αὐτῷ τήν τε πόλιν καὶ τὸν Ἀκροκόρινθον καὶ τοὺς Κορινθίους μένοντας, ἐφ’ οἷς ἔχουσι, σῶς καὶ κακῶν ἀπαθεῖς, φόρου δὲ μόνον ὑποτελεῖς, ἔπειτα καὶ πᾶσαν τὴν χώραν Πελοποννήσου, | |
5 | ὅσην ἐπῆλθε μεθ’ ὅπλων ὁ βασιλεύς, καὶ πόλεις καὶ φρούρια, ὅσα ἐχει‐ ρώσατο, τοῦ βασιλέως εἶναι κατήκοα (ἦν δέ γε ἡ τρίτη μοῖρα Πελο‐ ποννήσου), τὴν δέ γε λοιπὴν πᾶσαν εἶναι τῶν δεσποτῶν δασμὸν ἐτήσιον ἀποφερόντων τῷ βασιλεῖ νομίσματα τρισχίλια χρυσοῦ, ἔχειν δὲ μετ’ αὐτῶν εἰρήνην βεβαίαν καὶ φιλίαν τὸν βασιλέα καὶ σύμμαχον εἶναι καὶ | |
10 | βοηθόν, ἤν τις αὐτοῖς μεθ’ ὅπλων ἐπίῃ. | |
3.8.1 | πράξας δὲ ταῦτα μετὰ τοῦ βασιλέως καὶ συνθέμενος ὁ Ἀσάνης ἐπάνεισιν ἐς τοὺς δεσπότας ἀπαγγέλλων αὐτοῖς τὰ πεπραγμένα οἱ καὶ τὴν μετὰ τοῦ βασιλέως εἰρήνην. οἱ δὲ δέχονται τὰς ἐπὶ τούτοις διαλ‐ λαγὰς ἑκόντες ἄκοντες· βαρύτατον γὰρ ἔδοξεν αὐτοῖς οὐ τοσοῦτον τὰ | |
5 | ἄλλα, ὅσον ἡ τῆς Κορίνθου ἔκδοσις, καὶ τοῖς ὅλοις ἀσύμφορον, πόλεως ἐχυρωτάτης τε καὶ λόγου ἀξίας ἐν ἐπικαίρῳ τε τοῦ Ἰσθμοῦ κειμένης καὶ ὥσπερ ἀκροπόλεως οὔσης Πελοποννήσου. ὅμως γε μὴν τί καὶ εἶχον δρᾶσαι; | |
3.9.1 | βασιλεὺς δὲ τὴν Κόρινθον παραλαβὼν φυλακήν τε ἱκανὴν εἰσ‐ άγει ἔς τε τὴν ἄκραν καὶ ἐς αὐτὴν ἄνδρας ἐπιλέκτους τετρακοσίους τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς νεοδαμωδῶν καὶ φρούραρχον αὐτοῖς ἐφίστησιν ἕνα τῶν πιστοτάτων αὐτῷ καὶ σιτήσει καὶ ὅπλοις καὶ μηχαναῖς καὶ | |
5 | πᾶσιν ἄλλοις ἐπισκευάζει καλῶς· τάς τε ἄλλας πόλεις ἃς εἰλήφει, τάς τε ἐν τῇ μεσογείᾳ καὶ παραλίᾳ, καὶ φρούρια τὰ δόξαντα καλῶς ἔχειν | |
αὐτῷ πάντα ἐπισκευάζει καὶ ἐξοπλίζει καλῶς φρουροῖς τε καὶ φρουρ‐ άρχαις καὶ σίτῳ καὶ ὅπλοις καὶ βέλεσι καὶ πᾶσι τοῖς ἀναγκαίοις. | 127 | |
3.9.2 | ἔνια δὲ τῶν φρουρίων, ὅσα μὴ ἐδόκει αὐτῷ, κατασκάπτει τελείως, τοὺς δὲ οἰκήτορας τούτων, ἄνδρας φημὶ καὶ γυναῖκας καὶ παῖδας, ἀσινεῖς ὅλως ἐκπέμπει καὶ αὐτοὺς ἐς τὴν Κωνσταντίνου μετὰ τῶν ἄλλων κατ‐ | |
5 | οικίζων, ᾗπερ ἔφην, πᾶσαν τὴν ἔξω χώραν αὐτῆς. | |
3.9.3 | καταστησάμενος δὲ πάντα τὰ ἐν Πελοποννήσῳ καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν σατράπην τε πάσῃ τῇ αὐτοῦ χώρᾳ τὸν Ἀμάρην καταλιπὼν ἀπολύει τὴν στρατιὰν πολλὰ πρότερον ἐπαινέσας τε αὐτοὺς καὶ δωρησάμενος καὶ τιμήσας τοὺς ἀγαθοὺς ἐπιδόσεσί τε καὶ ἀξιώμασι | |
5 | καὶ ἀρχαῖς καὶ πολλοῖς ἄλλοις. | |
3.9.4(1t) | ἄφιξις τοῦ βασιλέως ἐς τὰς Ἀθήνας καὶ | |
2t | κατασκοπὴ πάντων τῶν ἐν αὐταῖς | |
1 | αὐτὸς δὲ ἄρας ἐκ Κορίνθου φθινοπώρου ἀρχομένου (τὸ γὰρ θέρος ἤδη τετελευτήκει) μετά γε τῆς ἰδίας αὐλῆς καί τινων τῶν ἐν τέλει ἔξεισι τοῦ Ἰσθμοῦ καὶ ἀφικνεῖται διὰ τῶν Μεγάρων ἐς τὰς Ἀθήνας. | |
3.9.5 | κατ‐ εῖχε γὰρ αὐτὸν ἔρως σφοδρὸς τῆς τε πόλεως ταύτης καὶ τῶν ἐν αὐτῇ θεαμάτων, ὅτι ἤκουσε πολλὰ καὶ καλὰ περί τε τῆς σοφίας καὶ φρονή‐ σεως τῶν ἐνταῦθα προγεγονότων ἀνδρῶν καὶ τῆς ἄλλης ἀνδρείας καὶ | |
5 | ἀρετῆς καὶ τῶν πολλῶν καὶ θαυμαστῶν ἔργων, ὧν ἐν τοῖς κατ’ αὐτοὺς καιροῖς ἐπεδείξαντο καὶ πρὸς Ἕλληνας καὶ πρὸς βαρβάρους ἀγωνιζό‐ μενοι· καὶ ἐπεθύμει ἰδεῖν τε καὶ ἱστορῆσαι τήν τε πόλιν καὶ τὰς ἄλλας ταύτης οἰκοδομὰς καὶ δὴ καὶ τὴν ἀκρόπολιν αὐτὴν τούς τε τόπους, ἐν οἷς οἱ ἄνδρες ἐκεῖνοι ἐπολιτεύοντο καὶ ταῦτα ἔπραττον, καὶ τὴν ἄλλην | |
10 | πᾶσαν θέσιν τῆς χώρας τε καὶ κατάστασιν τῆς τε κατ’ αὐτὴν θαλάσσης καὶ τῶν λιμένων καὶ νεωρίων, καὶ περὶ πάντων ἁπλῶς. | |
3.9.6 | καὶ εἶδε καὶ ἐθαύμασε καὶ ἐπῄνεσε καὶ μάλιστά γε δὴ τὴν ἀκρόπολιν ἀναβὰς ἐς αὐτὴν ἀπό τε τῶν ἐρειπίων καὶ τῶν λειψάνων ὡς σοφός τε καὶ φιλ‐ έλλην καὶ μέγας βασιλεὺς τὰ ἀρχαῖα καὶ ἄρτια στοχαζόμενός τε καὶ | |
5 | τεκμαιρόμενος. τοὺς δέ γε οἰκήτορας ταύτης αἰδοῖ τῶν προγόνων φιλ‐ ανθρώπως τε εἶδε καὶ ἐδωρήσατο πολυτρόπως, καὶ πάντων ὧν ᾔτησαν ἔτυχον παρ’ αὐτοῦ. | |
3.9.7 | τέσσαρας δὲ ἡμέρας αὐτοῦ διαγαγὼν τῇ ὑστε‐ ραίᾳ ἐκεῖθεν ὁρμηθεὶς ᾔει διά τε τῆς Βοιωτίας καὶ Πλαταιίδος ἀπο‐ σκοπῶν πάντας τε τοὺς Ἑλληνικοὺς τόπους καὶ ἀνερευνῶν ἀκριβῶς καὶ πυνθανόμενος περὶ πάντων. | 128 |
3.9.8(1t) | ἄφιξις τοῦ βασιλέως ἐς Εὔβοιαν καὶ κατασκοπὴ | |
2t | ταύτης ἀκριβὴς καὶ τῆς ἐν αὐτῇ παλιρροίας | |
1 | παροδεύσας δ’ ἐξεπίτηδες καὶ γενόμενος καταντικρὺ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ κατεθεᾶτο τάς τε συχνὰς παλιρροίας Εὐρίπου καὶ τὰς μεταβολὰς τήν τε ἄλλην τῆς νήσου θέσιν τε καὶ κατάστασιν καὶ δὴ καὶ ἀρετὴν καὶ ὡς οἰκειοῦται τῇ χέρσῳ διὰ τοῦ στενοτάτου πορθμοῦ, | |
5 | μᾶλλον δὲ ὡς ἔστι τὸ ὅλον χερρόνησος καθάπερ ποταμῷ μέσῳ τῷ βραχυτάτῳ ῥεύματι τούτῳ διειργομένη καὶ πάλιν συναπτομένη γεφύρᾳ. | |
3.9.9 | οἱ δὲ Εὐβοεῖς τὴν ἀθρόαν ἐς αὐτοὺς ἔλευσιν τοῦ βασιλέως ἰδόντες τὸ μὲν πρῶτον ἔδεισαν περὶ ἑαυτῶν, μὴ ἄρα σφίσιν ἐπὶ κακῷ αὕτη εἴη, μετὰ δὲ τοῦτο δῶρα πλείστου ἄξια ἑτοιμάσαντες τῷ βασιλεῖ ἐξῆλθον καὶ συνήντησαν αὐτῷ. καὶ ὃς δέχεται τούτους ἡμέρως καὶ λαλήσας | |
5 | εἰρηνικὰ μετ’ αὐτῶν ἀπολύει πάλιν. | |
3.9.10 | αὐτὸς δὲ ἄρας ἐκεῖθεν καὶ ἀεὶ σπουδῇ ἐλαύνων ἐπὶ τὰ πρόσω δεκαταῖος ἀφικνεῖται ἐς Φερὰς τῆς Μακεδονίας. ὀλίγας δὲ ἡμέρας διατρίψας αὐτοῦ καὶ ὅσον διαναπαῦσαι αὑτόν τε καὶ τοὺς μετ’ αὐτοῦ ὁρμηθεὶς ἐκεῖθεν καταλαμβάνει τὴν Ἀδρι‐ | |
5 | ανοῦ μεσοῦντος ἤδη φθινοπώρου. | |
3.10.1 | κἀνταῦθα γενόμενος εὐθὺς μεταπέμπεται Ἰσμαῆλον τὸν Καλ‐ λιουπόλεως ἔπαρχον καὶ τοῦ στόλου παντὸς ἡγεμόνα καὶ κελεύει τοῦ‐ τον ὅτι τάχιστα στόλον πεντήκοντα καὶ ἑκατὸν νεῶν ἐξαρτύσαντα ἐπιπλεῦσαι τῇ Λέσβῳ καὶ Μιτυλήνῃ καὶ καταδραμεῖν πᾶσαν αὐτὴν καὶ | |
5 | ληίσασθαι δῃοῦντα καὶ ἀφανίζοντα κατὰ κράτος. | |
3.10.2 | οἱ γὰρ τοῦ ταύτης ἡγεμόνος Δωριέως υἱέες δύο καταλειφθέντες μετὰ θάνατον αὐτοῦ κληρονόμοι τῆς τε νήσου συμπάσης καὶ τῆς ἀρχῆς στασιάζοντές τε ἦσαν ἐν ἀλλήλοις καὶ νεωτέρων ἐπιθυμοῦντες ἀεί· καὶ ἐπειδὴ τὰς | |
5 | ἐξ Ἰταλίας ἡκούσας τριάκοντα τριήρεις εἶδον τοῦ Ῥώμης ἀρχιερέως, ὧν ἐναυάρχει Λοδοβίκος στρατηγὸς αὐτοκράτωρ ὢν αὐτός, ἐνεόχμω‐ σαν εὐθὺς καὶ συνθήκας ποιησάμενοι μετ’ αὐτοῦ ἠθέτησαν τὰς μετὰ βασιλέως καὶ οὐκέτι ἤθελον ἀποδιδόναι αὐτῷ τὸν συνήθη δασμόν, ὃν | |
ἀπέφερον ἐτησίως· οὐ μόνον δὲ ἀλλ’ ὅτι καὶ πρὸ τούτου τὰς κατάρσεις | 129 | |
10 | τῶν πειρατικῶν νεῶν δεχόμενοι καὶ σιτήσεις καὶ πίστεις αὐτοῖς λάθρᾳ παρέχοντες ἐκάκουν πᾶσαν τὴν ταύτῃ παραλίαν τοῦ βασιλέως καὶ τὰς κατ’ ἐμπορίαν πλεούσας ναῦς ἐσκύλευον. | |
3.10.3 | ἔχων οὖν αὐτοῖς ὀργὴν διὰ ταῦτα ὁ βασιλεὺς τὸν στόλον ἐξέπεμπεν. | |
3t | ἐπίπλους τοῦ βασιλέως στόλου ἐς Λέσβον καὶ Μιτυλήνην καὶ | |
4t | καταδρομὴ τῶν ἐν αὐτῇ καὶ δῄωσις καὶ λείας ἔλασις πλείστης | |
5 | Ἰσμαῆλος δὲ πληρώσας ὅτι τάχιστα ναῦς πεντήκοντα καὶ ἑκατὸν καὶ ὅπλα καὶ μηχανὰς καὶ ὁπλίτας ἐμβιβάσας αὐταῖς ἱκανοὺς καὶ ἵππους ἐν ναυσὶν ἱππαγωγοῖς καὶ πᾶσαν ἄλλην παρασκευήν τε καὶ χρείαν πολεμικὴν ἐξαρτύσας τε καὶ ταῖς ναυσὶν ἐνθέμενος, ἄρας ἐκ Καλλιου‐ πόλεως τριταῖος καταίρει ἐς Λέσβον καὶ ἀποβὰς ἔς τινα πολίχνην παρ‐ | |
10 | άλιον Μόλυβον οὕτω καλουμένην πρῶτον μὲν ἔκειρε πᾶσαν τὴν αὐτοῦ καὶ ἐδῄωσεν, ἔπειτα περισταυρώσας τὸ ἄστυ καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | |
3.10.4 | ἔτυχον δὲ τότε ἐν Λέσβῳ παροῦσαι κατὰ συμμαχίαν δύο καὶ δέκα τριήρεις τῶν μετὰ Λοδοβίκου, ὧν ἐναυάρχει Σέργιος, ἃς προαπέστειλε Λοδοβίκος βοη‐ θοὺς Μιτυλήνῃ, εἴ γε ὁ στόλος αὐτῇ ἐπιπλεύσειε τοῦ βασιλέως (ἐλέγετο | |
5 | γάρ)· αἳ προμαθοῦσαι τὸν ἐπίπλουν τοῦ βασιλέως στόλου δείσασαι εὐθὺς ἀπέπλευσαν ἐς Χίον κἀκεῖ περιέμενον. | |
3.10.5 | Ἰσμαῆλος δέ, ἐπεὶ δέκα ἡμέρας τὸ ἄστυ πολιορκῶν οὐδὲν ἤνυεν, ἐμπρήσας τε τὰς πρὸ τοῦ ἄστεος οἰκίας καὶ καταδραμὼν τὰ πολλὰ τῆς Λέσβου καὶ ληϊσάμενος καὶ δῃώσας καὶ κώμας διαρπάσας καὶ λείαν ὅτι πλείστην ἐλάσας καὶ | |
5 | ταῖς ναυσὶν ἐνθέμενος ἀπέπλευσεν ἐπὶ οἴκου ἐς Καλλιούπολιν καὶ διέλυσε τὸν στόλον. | |
3.10.6 | Σέργιος δὲ σὺν ταῖς δυόδεκα ναυσὶ μαθὼν ἀναχθέντα τὸν στόλον ἀπὸ τῆς Λέσβου πάλιν ἐπανῆκεν ἐς Μιτυλήνην καὶ πολλὰ ὀνειδισθείς τε καὶ μεμφθεὶς παρὰ τῶν αὐτῆς ἡγεμόνων, ὅπως κατὰ συμμαχίαν τε ἥκων αὐτοῖς καὶ βοηθήσειν ἐπαγγειλάμενος καὶ κεναῖς ἐλπίσιν ἀναρτή‐ | |
5 | σας αὐτοὺς ἐν τῷ καιρῷ τῆς ἀνάγκης καταλιπὼν φυγὰς ᾤχετο, ἀνιαθεὶς ἢ μᾶλλον αἰσχυνθεὶς ἀπέπλευσεν ἐς Λῆμνον καὶ μετὰ ταῦτα ἐς Ῥόδον παρὰ Λοδοβίκον. | |
3.10.7 | Μιτυληναῖοι δὲ κατὰ τοὺς νηπίους πληγέντες νοῦν ἔσχον καὶ μετὰ ταῦτα πέμπουσι πρέσβεις ὡς βασιλέα ἀπολογού‐ μενοί τε περὶ ὧν ἐνεκαλοῦντο καὶ τὸν δασμὸν ἀποδιδόντες ὃν ὤφειλον καὶ δεόμενοι σπονδῶν τυχεῖν καὶ εἰρήνης τοῦ λοιποῦ. καὶ μέντοι γε | |
5 | καὶ τυγχάνουσι δεξαμένου τοῦ βασιλέως σφᾶς. | 130 |
3.10.8 | τὸ δ’ αὐτὸ καὶ Χῖοι καὶ Νάξιοι πεποιήκασιν ὕστερον δείσαντες, μὴ ὅπερ ἔπαθον οἱ Μιτυληναῖοι καὶ αὐτοὶ πάθωσι, καὶ πέμψαντες πρέσβεις τόν τε δασμὸν ὃν ὤφειλον ἀπέδοσαν καὶ τὰς μετὰ βασιλέως συνθήκας ἀνενεώσαντο. | |
3.10.9(t) | ἄφιξις τοῦ βασιλέως ἐς τὸ Βυζάντιον καὶ ἐπιμέλεια | |
2t | τῆς πόλεως καὶ τοῦ ταύτης συνοικισμοῦ | |
1 | βασιλεὺς δὲ τὸ λοιπὸν τοῦ φθινοπώρου διαγαγὼν ἐν Ἀδριανου‐ πόλει χειμῶνος ἀρχομένου ἀφικνεῖται ἐς τὸ Βυζάντιον, καὶ ἑξηκοστὸν ἤδη καὶ ἕκτον ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ὄγδοον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
3.11.1 | καταλαβὼν δὲ τὴν Κωνσταντίνου τῶν τε συνήθων φροντίδων εἴχετο καὶ τῆς κατ’ αὐτὴν ἐπιμελείας ὅλος ἦν καὶ τοῦ ταύτης συνοικι‐ σμοῦ· καὶ πρῶτα μὲν τῶν Πελοποννησίων, οὓς ἤγαγεν, ὅσοι τούτῳ ἐδόκουν διαφέρειν τε τῶν ἄλλων καὶ τέχνας ἠπίσταντο, ἀπολεξάμενος | |
5 | ἐντὸς κατοικίζει τῆς πόλεως, τοὺς δὲ λοιποὺς ἐν τῇ ἔξω χώρᾳ κατὰ κώμας καθίζει διαδοὺς αὐτοῖς καὶ σῖτον καὶ ζεύγη βοῶν καὶ πᾶσαν ἄλλην αὐτάρκειάν τε καὶ χρείαν ἐς τὸ παρὸν ὥστε ἀροῦν καὶ γεωργίᾳ προσέχειν. | |
3.11.2 | μετὰ δὲ τοῦτο πέμψας ἐς Ἄμαστριν, πόλιν Παφλαγονίας παράλιον ἐν τῷ Εὐξείνῳ Πόντῳ, ἀποικίζει τὸ πλέον αὐτῆς καὶ μᾶλλον δυνάμενον, ἔτι δὲ καὶ Ἀρμενίων τοὺς ὑπ’ αὐτῷ δυνατωτάτους τε καὶ εὐπορίᾳ καὶ πλούτῳ καὶ τέχναις καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφέροντας καὶ δὴ | |
5 | καὶ τὴν τάξιν ἐμπορικοὺς πάντας ἀναστήσας τῆς αὐτῶν μετοικίζει ἐν‐ ταῦθα, οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν ὑπ’ αὐτῷ ἄλλων γενῶν τοὺς τοιούτους. | |
3.11.3(1t) | ἐπιταγὴ τοῦ βασιλέως πρὸς πάντας τοὺς ἐν τέλει οἰκοδομὰς | |
2t | ποιεῖν ἐντὸς τῆς πόλεως λαμπρὰς καὶ πολυτελεῖς | |
1 | ἔπειτα δὲ συγκαλέσας πάντας τοὺς ἐν τέλει καὶ μέγα παρ’ αὐτῷ δυναμένους καὶ πλούτῳ πολλῷ καὶ εὐπορίᾳ κομῶντας κελεύει λαμπράς τε οἰκίας οἰκοδομεῖν ἐν τῇ πόλει, ᾗ ἕκαστος βούλοιτο, καὶ βαλανεῖα | |
κατασκευάζειν καὶ πανδοχεῖα καὶ ἀγορὰς καὶ ἐργαστήρια πλεῖστα καὶ | 131 | |
5 | κάλλιστα νεώς τε ἀνεγείρειν καὶ ἱερὰ καὶ πολλοῖς ἄλλοις τοιούτοις ἀγάλλειν αὐτὴν καὶ κοσμεῖν μηδενὸς φειδομένους, ὡς ἕκαστος εὐπορίας ἔχει τε καὶ δυνάμεως. | |
3.11.4 | καὶ αὐτὸς δὲ τὸν κάλλιστον ἀπολεξάμενος χῶρον ἐν μέσῃ τῇ πόλει καὶ μᾶλλον τῶν ἄλλων ἀνέχοντα νεών τε ἀνεγείρειν ἐν τούτῳ κελεύει τοῖς ἐν αὐτῇ προϋπάρχουσι μεγίστοις τε καὶ καλλίστοις τῶν νεὼν ἁμιλλώμενον ἐς ὕψος καὶ κάλλος καὶ μέγεθος | |
5 | καὶ ὕλας συλλέγειν τε καὶ ἑτοιμάζειν πρὸς τοῦτο παντοίας τε καὶ καλ‐ λίστας μαρμάρων τε καὶ λίθων ἄλλων διαφανῶν καὶ τιμίων, ἔτι δὲ κιόνων πλῆθος μεγέθει καὶ κάλλει διαφερόντων, καὶ σίδηρον καὶ χαλ‐ κὸν ὅτι πλεῖστον καὶ μόλυβδον καὶ πᾶσαν ἄλλην ὕλην ἐπιτηδείαν. | |
3.11.5 | ἔτι δὲ καὶ βασίλεια οἰκοδομεῖν ἐπέταξεν ἐπὶ τῆς πρὸς θάλατταν ἀνεχούσης ἄκρας τοῦ παλαιοῦ Βυζαντίου κρείττω τοῖς ὅλοις καὶ θαυ‐ μαστότερα τῶν προτέρων ὥρᾳ τε καὶ μεγέθει καὶ πολυτελείᾳ καὶ χάριτι, πρὸς δέ γε τούτοις νεώρια κατασκευάζειν πλεῖστα καὶ κάλλιστα εἰς | |
5 | ὑποδοχήν τε νεῶν καὶ τῶν τούτων ἀποσκευῶν οἴκους τε οἰκοδομεῖν ἐχυρωτάτους τε καὶ μεγίστους ἐς φυλακὴν ὅπλων τε καὶ μηχανῶν καὶ τῶν ἄλλων τοιούτων. | |
3.11.6 | καὶ ἄλλα δὴ πολλὰ τοιαῦτα ἐπέταξε γίνεσθαι κόσμον τε τῇ πόλει φέροντα καὶ κοινὴν ὠφέλειαν, προσέτι δὲ καὶ χρείαν ἀναγκαίαν ἔς τε τοὺς πολέμους καὶ τὰς μάχας αὐτῷ, γίνεσθαι δὲ ταῦτα πάντα κατὰ σπουδὴν ἄρχοντας ἐπιστήσας τοῖς ἔργοις τοὺς | |
5 | ἐμπειροτάτους τε καὶ σπουδαιοτάτους. | |
3.11.7 | ἔγνωστο γὰρ αὐτῷ διὰ πάντων αὐταρκεστάτην τε καὶ δυνατωτά‐ την ἀποφῆναι τὴν πόλιν καὶ οἵα τὸ παλαιὸν ἦν ἔν τε δυνάμει καὶ πλούτῳ καὶ δόξῃ καὶ ἐπιστήμαις καὶ τέχναις καὶ πᾶσιν ἄλλοις ἐπι‐ τηδεύμασί τε καὶ παραδείγμασι τῶν καλῶν καὶ δημοσίοις καὶ κοινοῖς | |
5 | οἰκοδομήμασί τε καὶ ἀναθήμασι. | |
3.12.1(t) | σημείωσαι οἰκοδομὰς λαμπρὰς τοῦ Μαχουμούτεω | |
1 | σὺν τούτῳ δὲ καὶ Μαχουμούτης, ὁ τῆς Εὐρώπης ἔπαρχος, πρῶ‐ τός τε ὢν τῶν παρ’ αὐτῷ καὶ μέγα δυνάμενος μετ’ αὐτὸν καὶ τῶν ὅλων πραγμάτων τῆς ἀρχῆς ἐπιμελητής, νεών τε ἀνεγείρει μέγιστον καὶ περι‐ καλλέστατον ἐν ἀπόπτῳ τῆς πόλεως λίθοις τε διαφανέσι καὶ μαρμάροις | |
5 | ἀστράπτοντα καὶ κιόνων ὥρᾳ τε καὶ μεγέθει διαπρεπέστατον, ἔτι δὲ γραφικῇ τε καὶ γλυφικῇ τέχνῃ καλῶς ἠσκημένον καὶ χρυσῷ πολλῷ καὶ ἀργύρῳ καταλαμπόμενον καὶ πολλοῖς καὶ καλοῖς ἄλλοις κοσμούμενον δώροις τε καὶ ἀναθήμασι καὶ φιλοτιμήμασι. | |
3.12.2 | περὶ αὐτὸν δὲ πτωχο‐ | |
τροφεῖα καὶ πανδοχεῖα κατασκευάζει καὶ λουτρὰ φιλοτίμως ἄγαν ἔς τε χρείαν καὶ κάλλος ἅμα καὶ μέγεθος ἠσκημένα. πρὸς δὲ τούτοις οἰκίας τε λαμπρὰς οἰκοδομεῖ ἑαυτῷ καὶ πολυτελεῖς καὶ παραδείσους φυτεύει | 132 | |
5 | περὶ αὐτὰς παντοίοις κομῶντας φυτοῖς ἔς τε χάριν καὶ τέρψιν καὶ ἀπόλαυσιν ἱκανούς, καὶ ὑδάτων ἀφθονίαν εἰσάγει καὶ πολλὰ τοιαῦτα ποιεῖ ἑπόμενός τε τῇ τοῦ κρατοῦντος γνώμῃ κατ’ ἄκρας καὶ ἅμα κοσμῶν καὶ αὐτὸς τὴν πόλιν ὡς δυνατὸν ἰδίαις τε δαπάναις καὶ ἀναλώμασι καὶ κοινωφελέσιν οἰκοδομήμασί τε καὶ ἀναθήμασι. | |
3.13.1 | μετὰ ταῦτα δὲ καὶ τριήρεις ὁ βασιλεὺς πανταχοῦ τῆς αὐτοῦ ναυπηγεῖσθαι κελεύει τὸ τῆς θαλάττης κράτος εἰδὼς ἀναγκαῖόν τε ὂν αὐτῷ καὶ τὴν ταύτης ἀρχὴν καὶ μάλιστα δὴ ἔν γε ταῖς ὑπερορίοις ἐκστρατείαις· καὶ γὰρ ᾔδει κἀν τοῖς πρόσθεν ἔργοις αὐτῷ τὰ μέγιστα | |
5 | συνενεγκόντα τὸν κατὰ θάλατταν στόλον, ἀλλὰ δὴ καὶ τῶν πάλαι βασι‐ λέων τοὺς τὰ μέγιστα δυνηθέντας ἀκριβῶς ἐξετάζων τε καὶ σκοπού‐ μενος εὕρισκε τὰς κατὰ θάλατταν πράξεις μεγίστας τε οὔσας καὶ ὀνο‐ μαστοτάτας καὶ τὰ μέγιστα κατωρθωκότας διὰ θαλάττης αὐτούς. διά τοι τοῦτο καὶ τὸ ταύτης κράτος εἰς ἑαυτὸν ἐβούλετο μεταστῆσαι· γῆ | |
10 | γὰρ καὶ θάλαττα συνελθοῦσαι ὑπὸ μίαν ἀρχὴν μεγίστην ταχέως αὐτὴν ἀπεργάζονται. καὶ ταῦτα μὲν οὕτως. | |
3.14.1(1t) | προσχώρησις αὖθις τῆς Λήμνου τῷ βασιλεῖ διὰ τοῦ Κριτοβούλου καὶ | |
2t | δόσις τῶν νήσων παρὰ τοῦ βασιλέως τῷ δεσπότῃ Δημητρίῳ, | |
3t | Ἴμβρου καὶ Λήμνου | |
1 | τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Κριτόβουλος ὁ Ἰμβριώτης λόγους προσφέρει τοῖς δυνατοῖς τῶν Λημνίων περὶ ἐνδόσεως τῆς νήσου τῷ βασιλεῖ· ἔτι γὰρ κατεῖχον αὐτὴν Ἰταλοί. οἱ δὲ δέχονται καὶ παρέχουσι τούτῳ πιστὰ ἦ μὴν δώσειν τὴν νῆσον ἀφικομένῳ· ἦν γὰρ αὐτοῖς ἐν τοῖς | |
5 | πρώτοις τῶν φίλων 〈ὁ〉 ἀνὴρ καὶ αὐτοὶ ἐπίστευον αὐτῷ τά γε τοιαῦτα. καὶ προέπεμπον κρύφα ἀπαλλαγῆναί τε βουλόμενοι τῆς βαρύτητος τῶν Ἰταλῶν καὶ (τὸ μέγιστον) δεδιότες τὸν στόλον τοῦ βασιλέως, | |
μήποτε ἐπελθὼν αἴφνης αὐτοῖς μεγάλως βλάψειε· Ἰταλοὶ γὰρ οὐκ ἠδύ‐ ναντο βοηθεῖν. καὶ διὰ τοῦτο ἐβούλοντο ἀποστάντες αὐτῶν προσχωρῆ‐ | 133 | |
10 | σαι τῷ βασιλεῖ. | |
3.14.2 | Κριτόβουλος δὲ τὰ πιστὰ λαβὼν παρ’ αὐτῶν ἀφι‐ κνεῖται ἐς τὴν Ἀδριανοῦ· καὶ πέμπει δὴ γράμματα κατὰ τάχος ἐς τὸν δεσπότην Δημήτριον μηνύοντα καιρὸν εἶναι τὰς νήσους αἰτῆσαι παρὰ τοῦ βασιλέως Ἴμβρον καὶ Λῆμνον ἑτοίμου τε ὄντος δώσειν αὐτοῦ καὶ | |
5 | αὐτὸς εἰπὼν δυνατὸς εἶναι τὴν Λῆμνον ἑλεῖν καὶ τοὺς Ἰταλοὺς ἐξελά‐ σαι· εἶχε γὰρ ἤδη καὶ πρότερον περὶ τούτου γράμματα τοῦ δεσπότου. | |
3.14.3 | δεσπότης δὲ τοῦτο μαθὼν ὡς τάχιστα τὸν Ἀσάνην ἐκπέμπει πρέσβιν ὡς βασιλέα καὶ παρ’ αὐτοῦ τὰς νήσους αἰτεῖ καὶ λαμβάνει συνθέμενος δὴ καὶ δασμὸν ἐτήσιον ὑπὲρ τούτων ἀποφέρειν τῷ βασιλεῖ τρισχιλίους χρυσίνους συμπαρόντος γε καὶ αὐτοῦ Κριτοβούλου τότε ἐν Ἀδριανου‐ | |
5 | πόλει τε καὶ συμπράττοντος. | |
3.14.4(t) | ὅρα τόλμην | |
1 | δεξάμενος δὲ ὁ Κριτόβουλος τὰ παρὰ τοῦ βασιλέως γράμματα ἐπανῆλθεν ἐς Ἴμβρον ὡς τάχιστα· καὶ μίαν μόνην ἡμέραν αὐτοῦ διαγα‐ γὼν τῇ ὑστεραίᾳ ἐμβὰς ἐς πάραλον καὶ λαθὼν τὰς ἐφορμούσας τε καὶ περιπλεούσας τὴν νῆσον προφυλακίδας νῆας τῶν Ἰταλῶν νυκτὸς κατ‐ | |
5 | αίρει ἐς Λῆμνον καὶ εἰσέρχεται ἐν τῷ φρουρίῳ τῶν Καστριωτῶν περὶ πρώτην που φυλακὴν δεξαμένων αὐτῶν. | |
7t | εἴσοδος τοῦ Κριτοβούλου νυκτὸς ἐν τῷ τοῦ Κοτζίνου | |
8t | ἄστει καὶ παραλαβὴ τούτου καὶ ἀπέλασις τῶν Ἰταλῶν | |
9 | κοινολογησάμενος δὲ τῷ τε φρουράρχῃ καὶ τοῖς μετ’ αὐτοῦ (εἶχε γὰρ | |
10 | καὶ τοῦτον μετὰ τῶν ἄλλων συμπράττοντα) μηδὲν μελλήσαντες ἀνα‐ λαβόντες ἱππεῖς πέντε καὶ εἴκοσιν ἀφικνοῦνται ἐς τὸ τοῦ Κοτζίνου ἄστυ περὶ ὄρθρον βαθὺν καὶ εἰσέρχονται ἐν αὐτῷ ἀνοιξάντων εὐθὺς τὴν πρὸς νότον πυλίδα τῶν ἔνδοθεν συμπραττόντων αὐτοῖς· εἶχε γὰρ πάντας τούτους, ᾗπερ ἔφην, προκατεσκευασμένους τε καὶ ταὐτὰ συμ‐ | |
15 | βουλομένους αὐτῷ. | |
3.14.5 | εἰσελθόντα δὲ δέχονται πάντες οἱ τοῦ ἄστεος ἄσμενοι καὶ κοινῇ | |
συνδραμόντες σὺν ὅπλοις κατακλείουσι τοὺς Ἰταλοὺς ἐν τοῖς ἐπαρχι‐ κοῖς δημοσίοις οἴκοις πέντε καὶ τεσσαράκοντα ὄντας, βουληθέντας μὲν ἐς χεῖρας αὐτοῖς ἰέναι καὶ διὰ μάχης γενέσθαι καὶ ὡρμηκότας ἤδη, μὴ | 134 | |
5 | δυνηθέντας δέ. τί γὰρ καὶ εἶχον οὗτοι δρᾶσαι πρὸς τοὺς ἐκ τοῦ ἄστεος ἅπαντας; τέλος δὲ ἡμέρας ἤδη γενομένης προσχωροῦσι καὶ ἄνευ ὁμο‐ λογίας καὶ παραδιδόασι σφᾶς αὐτοὺς Κριτοβούλῳ χρήσασθαι, ὅ τι καὶ βούλοιτο, πιστεύσαντες αὐτῷ. | |
3.14.6 | ὁ δὲ ἀπέλυσε πάντας εἰπών· „εἰ μὲν αἱρεῖσθε μεθ’ ἡμῶν εἶναι καὶ κατοικεῖν ἐν τῇ νήσῳ, δεχόμεθά τε ὑμᾶς καὶ τὰ ἐπιτήδεια ἀρκοῦντα παρέξομεν· εἰ δ’ οὖν, ἄπιτε ὅποι φίλον ἑκάστῳ.“ τὸν δέ γε τούτων ἄρχοντα Καλαβρέζον δώροις τε πολλοῖς | |
5 | καὶ ξενίοις τιμήσας ἀπέπεμψε μετ’ εἰρήνης ἐς Εὔβοιαν ἀπελθόντα. | |
3.14.7 | μετὰ δὲ τοῦτο πέμψας ἄγγελον ἐς τὸν τοῦ Παλαιοῦ Κάστρου καλουμένου φρούραρχον Μιχαὴλ ὄνομα (τοῦτο δ’ ἦν ἡ παλαιὰ Μυρι‐ νούπολις) αἰτεῖ τὴν ἀκρόπολιν ὑπισχνούμενος αὐτῷ καὶ δῶρα δώρα δώσειν καὶ τιμήσειν ἱκανῶς. ἔστι γὰρ ἡ τῆς Μυρινουπόλεως ἀκρόπολις ἐχυρω‐ | |
5 | τάτη καὶ πάντῃ ἀνεπιχείρητος καὶ τῶν ὀνομαστῶν ἐπ’ ἀσφαλείᾳ ἐκ πάνυ παλαιοῦ ἐπ’ ἄκρας τε ὑπερανῳκισμένη τῆς πόλεως ἐφ’ ὑψηλοῦ καὶ τριπλῷ τείχει παλαιτάτῳ καὶ λίθοις μεγίστοις κατησφαλισμένη τε καὶ κατωχυρωμένη καὶ πᾶσαν ὑπ’ αὐτὴν ἔχουσα καὶ καταδουλοῦσα τὴν πόλιν. | |
3.14.8 | καὶ διὰ τοῦτο ἐβούλετο τοῦτον ὑπαγαγέσθαι λόγοις ἡμέροις τε καὶ προσηνέσι καὶ τὸ ὅλον εἰρηνικοῖς. ὁ δὲ ἅτε νέος ὢν καὶ πιστεύων τῇ τῆς ἀκροπόλεως ἐχυρότητι καὶ ἅμα φυλακῇ ἰσχυρᾷ καὶ σιτήσει (εἶχε γὰρ ἐντὸς μεθ’ ἑαυτοῦ καὶ τὰ ἐπιτήδεια ἄφθονα καὶ ἀρκοῦντα ἐς ὅλον | |
5 | ἐνιαυτὸν καὶ ἄνδρας ὀγδοήκοντα καταφράκτους) λόγοις μὲν οὐκ ἀπο‐ κρίνεται, αἵματι δὲ ξίφος ἐγχαράξας ἐς χάρτην ἀποπέμπει Κριτοβούλῳ τοῦτο δηλῶν, ὡς „αἵματι καὶ σιδήρῳ μόνῳ τὴν ἀκρόπολιν λήψῃ, ἄλλως δ’ οὔ“, καὶ ἅμα προσεπαπειλησάμενος ἐν τῷ χάρτῃ καὶ τοῦτο μετ’ εἰρω‐ νείας· „μὴ οὕτω τὴν ἀκρόπολιν αἴτει, οὐ γὰρ λήψῃ· ἀλλ’ εἴ γε ἀνὴρ εἶ, | |
10 | αὐτὸς ἐλθὼν σὺν ὅπλοις λάμβανε ταύτην.“ | |
3.15.1(1t) | ἄφιξις Κριτοβούλου ἐς Μυρινούπολιν καὶ συνθῆκαι μετὰ | |
2t | τοῦ φρουράρχου ἐπὶ ῥητῷ καιρῷ παραδοῦναι | |
3t | αὐτῷ τὴν ἀκρόπολιν καὶ τὸ ἄστυ | |
1 | Κριτόβουλος δὲ ἡμέρας τέσσαρας ἐν τῷ Κοτζίνου ἄστει διαγα‐ γὼν καὶ καταστησάμενος τὰ αὐτοῦ τῇ ὑστεραίᾳ ἀναλαβὼν τετρακοσί‐ ους ἱππεῖς ὡπλισμένους καλῶς καὶ πεζῶν ὁπλίτας οὐκ ἐλάσσους τρια‐ | |
κοσίων ἀφικνεῖται ἐς Μυρινούπολιν καὶ στρατοπεδεύεται πόρρω τοῦ | 135 | |
5 | ἄστεος τοῦ μὴ λυμήνασθαι τούς τε ἵππους καὶ στρατιώτας τὰς πρὸ τοῦ ἄστεος ἀμπέλους καὶ τοὺς ἀγρούς· καὶ πέμψας ἄγγελον λαλεῖ πάλιν εἰρηνικὰ τῷ φρουράρχῃ καὶ πειρᾶται λόγοις ἡμέροις αὐτὸν ὑπαγαγέ‐ σθαι καὶ ὑποσχέσεσιν. | |
3.15.2 | ὁ δὲ τήν τε παροῦσαν δύναμιν πρὸ ὀφθαλ‐ μῶν ὁρῶν καὶ τοὺς ἐντὸς τῆς πόλεως ὑφορώμενός τε καὶ ἅμα δεδιώς, μὴ τοῖς ἔξωθεν ἐπαρθέντες ἤ γε καὶ κοινολογησάμενοι μετὰ τούτων καὶ αὐτοὶ ἔνδοθεν ξυνεπαναστῶσι καὶ τήν τε ἀκρόπολιν ἀποβαλεῖ καὶ | |
5 | αὐτὸς κινδυνεύσειε, δέχεται τοὺς λόγους εἰρηνικῶς καὶ συνθήκας ποι‐ εῖται καὶ προθεσμίαν αἰτεῖ καὶ λαμβάνει μηνῶν τριῶν, ἕως οὗ κοινωσά‐ μενος τῷ τῆς Ῥόδου ἡγουμένῳ μεγάλῳ μαΐστρῳ (Λοδοβίκος γὰρ προ‐ απεπεπλεύκει ἐς Ἰταλίαν ἐπίτροπον τοῦτον ταῖς νήσοις καταλιπών) δέξηται καὶ παρ’ αὐτοῦ σύνθημα τοῦ παραδοῦναι τήν τε ἀκρόπολιν καὶ | |
10 | τὸ ἄστυ· καὶ ὁμήρους ἐπὶ τούτοις δίδωσι καὶ πιστά. | |
3.15.3 | Κριτόβουλος δὲ ταῦτα διαπραξάμενος ἐκπέμπει δύο τῶν Λημνίων ἀρχόντων ἐς Πελοπόννησον ἀγγελοῦντάς τε τῷ δεσπότῃ Δημητρίῳ τὰ πεπραγμένα οἱ καὶ ἄρχοντας αἰτήσοντας ἀφῖχθαι αὐτῷ παραδοῦναι τήν τε νῆσον | |
5 | καὶ τὰ πολίσματα· αὐτὸς δὲ περιέμενεν ἐν Λήμνῳ. καὶ ταῦτα μὲν οὕτω. | |
3.16.1(1t) | ἐκστρατεία τοῦ βασιλέως κατὰ Ἰλλυριῶν | |
2t | τῶν προσοίκων τῷ Ἰονίῳ Κόλπῳ | |
1 | βασιλεὺς δὲ ἅμα ἦρι ἀρχομένῳ ἐκστρατεύει κατὰ τῶν προσ‐ οίκων τῷ Ἰονίῳ Κόλπῳ Ἰλλυριῶν ἐν δεξιᾷ εἰσπλέοντι τοῦτον περί που τὴν παλαιὰν Ἐπίδαμνον, οἳ δὴ βάρβαροι ὄντες τὸ ἐξ ἀρχῆς Ταυλάν‐ τιοί τε καὶ Μαχάονες ἐκαλοῦντο τὸ παλαιόν, νομάδες οἱ πλείους | |
5 | αὐτῶν καὶ αὐτόνομοι καὶ ἀβασίλευτοι ἐκ πολλοῦ. | |
6t | ὅρα τὴν ὀχυρότητα τοῦ τόπου | |
7 | οἰκοῦσι δὲ ὄρη τε μεγάλα καὶ ὑπερύψηλα καὶ δυσπρόσοδα ἔχοντες ἐν αὐτοῖς καὶ φρούρια πλεῖστα καὶ ἐρυμνὰ καὶ πολίσματα ἐχυρὰ ἐν τῇ παραλίᾳ τοῦ Ἰονίου, ἥ τε χώρα πᾶσα αὐτῶν πανταχόθεν ὠχύρωται | 136 |
10 | δυσχωρίαις τε μεγάλαις καὶ ὕλαις βαθείαις καὶ τόποις ἀποτόμοις καὶ ἀποκρήμνοις. | |
3.16.2 | προστησάμενοι δὲ πρὸ χρόνων ὀλίγων ἐκ τῆς σφετέ‐ ρας γενεᾶς Ἀρειανόν τινα καὶ Ἀλέξανδρον ἡγεμόνας ἑαυτῶν κατέχουσι τὴν χώραν ἰσχυρῶς οὐκ ἐθέλοντες οὔτε σπένδεσθαι βασιλεῖ οὔτε δασμὸν ἀποφέρειν οὔθ’ ὅλως κατακούειν αὐτοῦ· οὐ μόνον δὲ ἀλλὰ καὶ τῆς | |
5 | αὐτῶν πολλάκις ἐκθέοντες καὶ λαθραίας ἐπιθέσεις καὶ ἐκδρομὰς ποι‐ ούμενοι ἔβλαπτον τὴν ὅμορον αὐτοῖς χώραν τοῦ βασιλέως. | |
3.16.3 | ἐστράτευσε μὲν οὖν ἐπὶ τούτους καὶ πρόσθεν Μωράτης ὁ βασι‐ λεύς, ὁ τοῦ βασιλέως πατήρ, χειρὶ πολλῇ καὶ δυνάμει καὶ συμβαλὼν αὐτοῖς νικᾷ τε τούτους καὶ τῶν τε παρόδων ἐκράτησε καὶ μέρος πολὺ τῆς αὐτῶν κατέδραμε καὶ ἐδῄωσε καὶ τῶν φρουρίων ἔνια ἐξεῖλε καὶ | |
5 | λείαν ὡς πλείστην ἤλασεν· οὐκ ἠδυνήθη δ’ οὖν ὅμως ἑλεῖν καὶ ὑπαγα‐ γέσθαι τέλεον, ἀλλ’ ἐσπείσατο μόνον αὐτοῖς αἰτήσασιν ἐφ’ ᾧ κατα‐ βάλλειν αὐτῷ δασμόν τινα ἐπέτειον, ἐλάσας δὲ λείαν ὅτι πολλὴν ἐκεῖ‐ θεν καὶ τῇ στρατιᾷ διαδοὺς ἀνεχώρησεν. | |
3.16.4 | βραχὺν δὲ οὗτοι χρόνον ἐμμείναντες ταῖς συνθήκαις αὖθις ἐνεόχμωσαν καὶ τόν τε δασμὸν οὐκ ἀπεδίδοσαν καὶ ἐκδρομὰς ποιούμενοι κατέτρεχον τὴν βασιλέως καὶ ἔβλαπτον. | |
3.16.5 | ἐπὶ τούτους οὖν τὴν στρατιὰν ἤλαυνεν ὁ βασιλεύς· καὶ ἄρας ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ, ἱππικῷ τε καὶ πεζικῷ, ᾔει διὰ τῆς αὐτοῦ καὶ ἀφικνεῖται ἐν τοῖς ὁρίοις αὐτῶν ἐν τρισὶ καὶ τριάκοντα ταῖς ὅλαις ἡμέραις καὶ στρατοπεδεύεται αὐτοῦ. καὶ αὐτίκα κελεύει Μαχου‐ | |
5 | μούτεα τρεῖς ἴλας ἀπολεξάμενον ὁπλιτῶν τε καὶ τοξοτῶν καὶ ὑπασπι‐ στῶν καὶ δὴ καὶ τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς τοὺς μαχιμωτάτους νυκτὸς ἐλθεῖν ἐπὶ τὰς παρόδους καὶ φθῆναι ταύτας προκατασχόντα πρὶν τοὺς Ἰλλυριοὺς ἥκειν πυθομένους. | |
3.16.6(1t) | συμβολὴ Μαχουμούτεω μετὰ τῶν Ἰλλυριῶν καὶ νίκη καὶ | |
2t | κράτησις τῶν παρόδων καὶ ἐσβολὴ τοῦ βασιλέως | |
3t | ἐς τὴν Ἰλλυριῶν καὶ καταδρομή | |
1 | ὁ δ’ ἐλθὼν εὗρε ταύτας ἤδη κατεχομένας ὑπ’ αὐτῶν (προεπύθοντο γὰρ τὴν τοῦ βασιλέως ἔφοδον) καὶ συμβαλὼν αὐτοῖς νικᾷ τε τούτους λαμπρῶς καὶ κρατεῖ τῶν παρόδων βίᾳ. καὶ ὁ βασιλεὺς κατόπιν ἐλαύνων μετὰ τῆς ὅλης στρατιᾶς ἐσβάλλει ἐς τὴν χώραν αὐτῶν ἀκμάζοντος ἤδη | |
5 | τοῦ σίτου καὶ καταδραμὼν αὐτῆς τὰ πλεῖστα τόν τε σῖτον διαφθείρει καὶ λείαν ὅτι πλείστην ἐλαύνει ἀνθρώπων τε καὶ βοσκημάτων παντοίων καὶ φρούρια χειροῦται τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ, τὰ δὲ καὶ πολιορκίᾳ ἑλὼν καὶ κατασκάπτει τελείως, καὶ ἁπλῶς πᾶσαν τὴν ἐν ποσὶ καὶ κάτω χώραν αὐτῶν διαφθείρει σκυλεύων τε καὶ ληϊζόμενος καὶ δῃῶν κατὰ | 137 |
10 | κράτος. | |
3.16.7(1t) | σπονδαὶ τοῦ βασιλέως μετὰ τῶν Ἰλλυριῶν καὶ | |
2t | ὁμήρων λῆψις καὶ φόροι τακτοὶ τῷ βασιλεῖ | |
1 | οἱ δέ γε Ἰλλυριοὶ κατέχοντες ἤδη τὰ ὑψηλὰ (οὐ γὰρ ἐτόλμων καταβῆναι ἐς τὰ πεδία) καὶ τὴν αὐτῶν ἀγομένην καὶ φερομένην ὁρῶν‐ τες καὶ πορθουμένην κακῶς καὶ ἅμα δεδιότες περὶ αὐτῶν ἐς ἀνάγκην καταστάντες τρέπονται ἐς συμβάσεις καὶ κήρυκα πέμψαντες δέονται | |
5 | τοῦ βασιλέως σπονδῶν τυχεῖν ὁμήρους τε δόντες καὶ πιστὰ ἦ μὴν δασμόν τε ἐτήσιον ἀποφέρειν τῷ βασιλεῖ παῖδάς τε ῥητοὺς καὶ βοσκη‐ μάτων ἀγέλας (οὐ γὰρ ἦσαν αὐτοῖς χρήματα) καὶ στρατιώτας ἐν ταῖς ἐκστρατείαις τοῦ βασιλέως καὶ φίλους εἶναι καὶ συμμάχους ἀδόλους. | |
3.16.8 | καὶ ὁ βασιλεὺς δέχεται ἐπὶ τούτοις καὶ σπένδεται· καὶ λαβὼν τοὺς ὁμήρους καὶ λείαν ὅτι πλείστην ἐλάσας τε αὐτὸς καὶ τῇ στρατιᾷ δια‐ δοὺς ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ τελευτῶντος ἤδη τοῦ θέρους. καὶ διαγαγὼν τὸ φθινόπωρον ὅλον αὐτοῦ χειμῶνος ἀρχομένου ἀφικνεῖται | |
5 | ἐς τὸ Βυζάντιον παραχειμάσων αὐτοῦ. καὶ ἑξηκοστὸν καὶ ἕβδομον ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ἔννατον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
3.17.1(1t) | ἄφιξις τοῦ βασιλέως ἐς τὴν Κωνσταντίνου καὶ | |
2t | διόρθωσις τῆς ἰδίας αὐλῆς καὶ τῶν ἐν τῇ πόλει | |
1 | βασιλεὺς δὲ γενόμενος ἐν τῇ Κωνσταντίνου καὶ μικρὸν διανα‐ παύσας αὑτὸν πάλιν δίδωσι ταῖς τῆς ἀρχῆς φροντίσι καὶ τῇ τῶν ὅλων διοικήσει καὶ διορθώσει καὶ μάλιστα δὴ τῶν τῆς ἰδίας αὐλῆς καὶ τῶν γε στρατιωτῶν φυλοκρινῶν τε πάντας αὐτοὺς καὶ ἐκλεγόμενος τοὺς | |
5 | ἀρίστους ἔν τε φρονήσει καὶ ἀνδρείᾳ καὶ μελέτῃ καὶ ἀσκήσει τῶν πολε‐ μικῶν καὶ προάγων καὶ προβιβάζων ἐπὶ τὰ πρόσω διδούς τε ἑκάστῳ τὴν ἁρμόττουσαν χώραν καὶ τάξιν καὶ τιμῶν ἐξ ἅπαντος τρόπου τοὺς ἀγαθοὺς ἐπιδόσεσί τε χρημάτων καὶ ἀρχαῖς καὶ ἀξιώμασι καὶ ταῖς ἄλλαις εὐποιίαις καὶ δωρεαῖς μηδενὸς φειδόμενος. | 138 |
3.17.2 | μετὰ δὲ τοῦτο τῶν σατραπῶν τοὺς ἀρίστους τε καὶ δοκιμωτάτους ἀναφανέντας τοῖς ἔργοις καὶ τὰς αὐτῶν σατραπείας τε καὶ ἀρχάς, ὡς ἔδει, διῳκηκότας καὶ καλῶς ἄρξαντας μετεβίβαζεν ἐπὶ τὰς κρείττους τε καὶ μεγίστας τῶν τιμῶν τε καὶ ἀρχῶν ἑτέρους τε αὖ εἰς τὰς αὐτῶν | |
5 | ἀντικαθίστα σατραπείας καὶ τάξεις, ὅσοι τούτῳ ἐδόκουν, ᾗπερ ἔφην, τῶν σφόδρα χρησίμων τε καὶ σπουδαίων ἀνδρῶν, ἆθλα παρεχόμενος ἑκάστοις τὰ πρέποντα. | |
3.17.3 | ἔπειτα κηρύγματα διαπέμπει καὶ διατάξεις πανταχοῦ τῆς αὐτοῦ ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ πάντας, ὅσοι τῶν τῆς Κωνσταντίνου εἴτε αἰχμαλωσίᾳ εἴτε μετοικήσει εἴτε ἄλλως πως ἢ πρὸ τῆς ἁλώσεως ἢ μετὰ τὴν ἅλωσιν ἐν ἑτέραις πόλεσιν ᾤκουν, μετανιστῶν τε καὶ μετοικίζων | |
5 | ἐνταῦθα· ἦσαν γὰρ ἔτι τούτων πολλοὶ καὶ ἐν τῇ Ἀδριανοῦ καὶ Φιλίππου καὶ Καλλίου καὶ Προυσίου καὶ ἑτέραις πόλεσιν ἀπό τε τῆς αἰχμαλωσίας διασπαρέντες καὶ ἔτι πρότερον καὶ κατοικήσαντες ἐν αὐταῖς ἐπιστή‐ μονες ἄνδρες καὶ τῶν ἄγαν χρησίμων, οἳ ταῖς ἰδίαις ἐπιστήμαις χρώ‐ μενοι πανταχοῦ ἐν ὀλίγῳ καιρῷ καὶ εὐπορίαν ἔσχον πολλὴν καὶ πλοῦ‐ | |
10 | τον ἐκτήσαντο. πάντας οὖν τοὺς τοιούτους μετοικίζει ἐνταῦθα δια‐ διδοὺς τοῖς μὲν αὐτῶν οἰκίας, τοῖς δὲ τόπους οἰκοδομεῖν, ὅποι τῆς πόλεως βούλοιντο, τοῖς δὲ πᾶσαν ἄλλην αὐτάρκειάν τε καὶ χρείαν ἀναγκαίαν παρέχων φιλοτίμως ἐς τὸ παρόν. | |
3.17.4(t) | ἐξοικισμὸς τῶν Φωκέων καὶ μετοικισμὸς ἐς τὴν Κωνσταντίνου | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις ἀποικίζει καὶ Φωκέας ἀμφοτέρους τοὺς ἐν Ἰωνίᾳ τῆς Ἀσίας καὶ κατοικίζει καὶ αὐτοὺς ἐν τῇ Πόλει. | |
3t | ἐξοικισμὸς τῶν νήσων Θάσου καὶ Σαμο‐ | |
4t | θρᾴκης καὶ μετοικισμὸς ἐς τὴν Πόλιν | |
5 | ἐκπέμπει δὲ καὶ Ζάγανον τὸν Καλλιουπόλεως σατράπην καὶ ἡγεμόνα τοῦ στόλου παντὸς μετὰ τεσσαράκοντα νεῶν ἐν ταῖς νήσοις· ὃς ἀφικό‐ μενος ἀνίστησι Θασίους τε καὶ Σαμόθρᾳκας καὶ μετοικίζει ἐνταῦθα. οὕτω σφοδρὸς ἔρως τῆς πόλεως ταύτης ἐνέπνευσεν αὐτοῦ τῇ ψυχῇ καὶ τοῦ ταύτην αὖθις ἐν τῇ προτέρᾳ δυνάμει τε καὶ δόξῃ καὶ λαμπρότητι | 139 |
10 | καταστᾶσαν ἐπιδεῖν. | |
3.17.5(t) | ἐπιστασία τοῦ βασιλέως ἐν ταῖς οἰκοδομαῖς | |
1 | ἐπιστατεῖ δὲ καὶ ταῖς οἰκοδομίαις ταῖς αὐτὸς ἑαυτοῦ, τοῦ τε νεώ φημι καὶ τῶν βασιλείων, ἐπιμελῶς σὺν κομιδῇ τε σπουδαίᾳ οὐ μόνον τῶν ἀναγκαίων ἐς τὰ ἔργα ὑλῶν, ἀλλὰ δὴ καὶ τῶν ἄγαν φιλοτίμων καὶ περιττῶν, καὶ μετακλήσει πανταχόθεν τεχνιτῶν τῶν ἀρίστων, οἰκο‐ | |
5 | δόμων τέ φημι καὶ λιθοξόων καὶ ξυλουργῶν καὶ τῶν ἄλλην ἡντινοῦν ἐς τὰ τοιαῦτα ἐχόντων ἐμπειρίαν καὶ τέχνην. ἔργα τε γὰρ δὴ μεγάλα κατεσκευάζετο καὶ ἀξιοθέατα καὶ διὰ πάντων τοῖς μεγίστοις τε καὶ καλλίστοις τῶν παλαιῶν ἁμιλλώμενα, καὶ διὰ τοῦτο πολλῆς ἐδεῖτο τῆς ἐπιστασίας τε καὶ φροντίδος καὶ χειρῶν καὶ ὑλῶν διαφόρων τε καὶ | |
10 | λαμπρῶν καὶ δαπάνης καὶ ἀναλωμάτων ὡς πλείστων τε καὶ μεγίστων. | |
3.17.6 | εἶχε μὲν οὖν καὶ πολλοὺς περὶ ταῦτα τοὺς ἐφεστηκότας καὶ τῶν ἄγαν σπουδαίων τε καὶ συνέσει καὶ ἐμπειρίᾳ διαφερόντων ἐς τὰ τοιαῦτα, οὐ μὴν ἀλλ’ οὐδ’ αὐτός γε ἠμέλει τῆς συνεχοῦς ἐπιστασίας τε καὶ θέας τῶν ἔργων φιλοτίμως ἄγαν ἅπαντα πράττων καὶ φιλοκάλως καὶ τὸ ὅλον | |
5 | βασιλικῶς. καὶ ὁ μὲν περὶ ταῦτ’ εἶχεν. | |
3.18.1(1t) | συνθῆκαι Κριτοβούλου καὶ Μικέλη καὶ | |
2t | παράληψις τοῦ ἐν Λήμνῳ Παλαιοῦ Κάστρου | |
1 | ἐν τούτῳ δὲ καὶ Μικέλης ὁ τὴν τοῦ Παλαιοῦ Κάστρου καλου‐ μένου κατέχων ἄκραν ἐν Λήμνῳ συνέβη Κριτοβούλῳ καὶ παραδίδωσιν αὐτῷ τήν τε ἀκρόπολιν καὶ τὸ ἄστυ λαβὼν παρ’ αὐτοῦ χρυσοῦ νομί‐ | |
σματα χίλια, ἃ συνεξέτισεν ὁ δῆμος ὁ τῶν Λημνίων. | 140 | |
3.19.1(1t) | αἰτίαι δι’ ἃς εἰσέβαλε τὸ δεύτερον ὁ βασιλεὺς | |
2t | ἐν Πελοποννήσῳ καὶ ἐχειρώσατο πᾶσαν | |
3t | ὅρα κακοβουλίαν ἀνθρώπων | |
1 | τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ οἱ τῆς Πελοποννήσου δεσπόται διενεχθέντες ἐπὶ κακῷ τῷ σφετέρῳ ἐπολέμησαν ἀλλήλοις δι’ αἰτίαν τοιαύτην· οἱ γὰρ ὑπό σφισιν ὄντες τῶν ἐν τέλει καὶ ἀρχὰς ἔχοντες καὶ προσόδους μεγάλας καὶ πόλεων καὶ φρουρίων ἐπιστατοῦντες οὐκ | |
5 | ἀρκούμενοι τούτοις, ἀλλ’ ἀπληστίᾳ τε γνώμης καὶ μοχθηρίᾳ τρόπων ἀεὶ τοῦ πλείονος ἐφιέμενοι καὶ νεωτέρων ἐπιθυμοῦντες στασιάζοντές τε ἦσαν ἐν ἀλλήλοις αὐτοὶ καὶ πολεμοῦντες καὶ τἀκεῖ πάντα συγχύσεώς τε καὶ ταραχῆς ἐμπιπλῶντες, τούς τε δεσπότας συνέκρουόν τε καὶ συνέβαλλον ἀλλήλοις καὶ συνετάραττον τὰ μὲν πρῶτα καὶ λάθρᾳ τού‐ | |
10 | τοις προσερχόμενοι καὶ διαλεγόμενοι παρὰ μέρος ἑκατέρῳ καὶ ὥς τινα τῶν ἀπορρήτων δῆθεν ἐκφαίνοντες καὶ λόγοις ψευδέσι καὶ διαβολαῖς κατ’ ἀλλήλων αὐτοὺς ἐρεθίζοντες καὶ ὁπλίζοντες, μετὰ δὲ τοῦτο καὶ φανερῶς ἀναισχυντοῦντες ἤδη ἀφιστάμενοί τε τούτων καὶ αὐτομολοῦν‐ τες ἀφ’ ἑτέρου πρὸς ἕτερον ξυναφιστῶντές τε καὶ πόλεις καὶ φρούρια, | |
15 | ἃ κατεῖχον, ὃ δὴ καὶ μᾶλλον τοὺς δεσπότας κατ’ ἀλλήλων ἐξέμηνε καὶ ἐς φανερὰν ἔχθραν κατέστησεν. | |
3.19.2 | ἐπειράθησαν μὲν γὰρ καὶ ἅπαξ καὶ δὶς διαπρεσβευσάμενοι παρ’ ἀλλήλους λόγοις λύειν τὰ διάφορα καὶ μὴ πολέμῳ· ὡς δ’ οὐ προὐχώρει κατὰ νοῦν αὐτοῖς ἡ πεῖρα τῶν χειρόνων κρατούντων καὶ ἀσύμβατοι διελύοντο, οὕτως ἤδη καὶ ἐς φανερὸν κατ‐ | |
5 | έστησαν πόλεμον καὶ καταστάντες ἐμάχοντο κατὰ κράτος ἐσβάλλοντες ἐς τὴν ἀλλήλων ἰσχυρῶς καὶ κατατρέχοντες καὶ ληϊζόμενοι ταύτην καὶ χώρας ἐμπιπρῶντες καὶ φρούρια χειρούμενοι, τὰ δὲ καὶ κατασκάπτον‐ τες, καὶ λείαν ἐλαύνοντες καὶ πᾶσι τρόποις διαφθείροντες τὸ ὁμόφυλον· καὶ τοῦτο ἦν μέχρι πολλοῦ. | |
3.19.3 | μετὰ δὲ τοῦτο τῶν τε ταύτῃ Ἀλβανῶν μεταπεσόντων ἐς τὸν δεσπότην Θωμᾶν τῶν τε τοῦ δεσπότου Δημητρίου καλλιστευόντων αὐτομολίᾳ καθ’ ἡμέραν χρωμένων ἐς αὐτὸν καὶ τὰ φρούρια ἐνδιδόντων ὑπερέσχεν οὗτος καὶ τῶν πλείστων κύριος γεγο‐ | |
5 | νὼς καταδιώκει τὸν ἀδελφὸν καὶ κατακλείει μετά γε τῆς γυναικὸς καὶ τῆς θυγατρὸς ἐς Ἐπίδαυρον τὴν Λιμηράν, ἣ δὴ νῦν Μονεμβασία καλεῖ‐ | |
ται. | 141 | |
3.19.4(t) | ἀποστολὴ τοῦ Ἀσάνεω ὡς βασιλέα παρὰ τοῦ δεσπότου Δημητρίου | |
1 | ὑπεραλγήσας οὖν τοῖς γινομένοις ὁ δεσπότης Δημήτριος καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν (ἐκινδύνευε γὰρ ἁπάσης ἐκπεσεῖν τῆς ἀρχῆς) ἐκπέμπει τὸν Ἀσάνεα πρέσβιν ὡς βασιλέα δεόμενος ἐπικουρίας καὶ βοηθείας τυχεῖν κατὰ τῆς ἐπηρείας καὶ καταδυναστείας τοῦ ἀδελφοῦ. | |
5 | καὶ ταῦτα μὲν ἐς τὸ φανερόν. | |
3.19.5 | ὅμως γε μὴν διττὸς ἐνταῦθα φέρεται λόγος· οἱ μὲν γάρ φασιν, ὡς οὐχ ἕνεκεν βοηθείας ἁπλῆς ὁ δεσπότης ἐξέπεμπε τὸν Ἀσάνεα, ἀλλὰ κατεγγυώμενός τε τῷ βασιλεῖ τὴν θυγα‐ τέρα καὶ τὴν Πελοπόννησον ἅπασαν ἐνδιδούς, αὐτὸς δὲ τόπον ἕτερον | |
5 | αἰτῶν ἀντιδοθῆναί οἱ ταύτης ἐν τῇ τοῦ βασιλέως ἐς ἀρχήν. | |
3.19.6 | ἔνιοι δ’ αὖ οὐχ οὕτως ἔχειν διισχυρίζονται, ἀλλ’ ὁ μὲν δεσπότης συμμαχίαν αἰτήσοντα παρὰ τοῦ βασιλέως ἐξέπεμψε τὸν Ἀσάνεα, ἄνδρας ἐπι‐ κούρους καὶ στρατιὰν ἐς βοήθειαν, τὸν δὲ ὀργὴν ἔχοντα τῷ τε δεσπότῃ | |
5 | Θωμᾷ καὶ τοῖς ἐν τέλει Πελοποννησίων ἐναντιουμένοις οἱ τὰ μάλιστα καὶ ἀμυνόμενον καὶ ἄνευ τῆς τοῦ δεσπότου γνώμης ταῦτα πεποιηκέναι. | |
3.20.1(t) | ἐκστρατεία τοῦ βασιλέως κατὰ Πελοποννήσου | |
1 | πλήν, ὅπως ποτ’ εἶχε τὸ πρᾶγμα, πυθόμενος ὁ βασιλεὺς τήν τε πρὸς ἀλλήλους σφῶν αὐτῶν μάχην τε καὶ διαφορὰν καὶ τὸν ἀκήρυκτον πόλεμον, οὐ μόνον δὲ ἀλλὰ καὶ ὡς ὁ δεσπότης Θωμᾶς ἀθετήσας τὰς πρὸς αὐτὸν διαλλαγὰς ἐπεκδραμὼν παρείλετό τινα τῶν αὐτοῦ καὶ συν‐ | |
5 | θήκας μετὰ τῶν Ἰταλῶν ποιεῖται καινὰς καὶ τούτους ἐς ἐπικουρίαν καλεῖ, ὀργισθείς τε τῷ γινομένῳ καὶ ἅμα δείσας περὶ τῇ Πελοποννήσῳ, μὴ ἐπ’ ἄλλοις γένηται, οὐκέτι ἐν ἀναβολαῖς τὸ πρᾶγμα τίθησι, ἀλλ’ ὡς εἶχεν εὐθὺς ἔαρος ἐπιλάμποντος ἤδη ἐκστρατεύει ἐς Πελοπόννησον. | |
3.20.2 | ἄρας οὖν ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ, ἱππικῷ τε καὶ πεζικῷ, καὶ σπουδῇ ἐλαύνων ἐπὶ τὰ πρόσω, ἑβδόμῃ ἡμέρᾳ ἀφικνεῖται ἐς Κόριν‐ θον καὶ στρατοπεδεύεται αὐτοῦ τρίτην ἡμέραν περιμένων τὸν δεσπό‐ την Δημήτριον· οὕτω γὰρ ἔφασαν συντεθεῖσθαι αὐτῷ παρὰ τοῦ Ἀσά‐ | |
5 | νεω. | |
3.20.3 | δεσπότης δὲ ἐξ Ἐπιδαύρου ἥκων ἐς Σπάρτην αὐτὸς μὲν οὐκ ἀφικνεῖται ἐς βασιλέα, ἐκπέμπει δὲ τὸν Ἀσάνεα μετὰ δώρων ὅτι πολλῶν· καὶ ὃς ἀφικόμενος εὐθὺς εἴσεισιν ὡς βασιλέα τῇ προτεραίᾳ καὶ κοινολογησάμενος κατὰ μόνας ἐφ’ ἱκανὸν αὐτῷ τε καὶ Μαχουμούτει | |
5 | ἔξεισι. τῇ δ’ ὑστεραίᾳ ἅμα ἡμέρᾳ τὸν μὲν Ἀσάνεα κελεύει συλλαβεῖν ὁ βασι‐ λεὺς καὶ ἐν φυλακῇ ἔχειν ἀδέσμῳ. | 142 |
3.20.4 | αὐτὸς δὲ ἀναλαβὼν τὴν στρα‐ τιὰν ἐνέβαλεν οὐκ ἐς τὴν τοῦ δεσπότου Θωμᾶ οὖσαν ἐχθράν, ὅπερ εἰκός τε ἦν καὶ προσεδοκᾶτο, ἀλλ’ ἐς τὴν τοῦ δεσπότου Δημητρίου φιλίαν οὖσαν, ἐλαύνων εὐθὺ τοῦ Ἄργους. ὃ δὴ καὶ τοῖς πολλοῖς ἐβε‐ | |
5 | βαίωσε τοὺς προλεχθέντας λόγους καὶ πιστοὺς εἶναι πεποίηκεν, ὡς οἴκοθεν οὗτοι καὶ παρ’ ἑαυτῶν ἐπηγάγοντο τὸν βασιλέα ἐνδιδόντες ἑαυτούς τε καὶ τὴν Πέλοπος διά τε τὴν πρὸς τὸν δεσπότην Θωμᾶν καὶ τοὺς Πελοποννησίους ἀπέχθειαν, τὰ δ’ ἄλλα σκηνὴ καὶ ὑπόκρισις ἦσαν καὶ πλάσμα, ὡς καὶ ἐκ τῶν μετὰ ταῦτα γέγονε δῆλον. | |
3.20.5(1t) | κατάκλεισις τοῦ δεσπότου Δημητρίου | |
2t | ἐν Σπάρτῃ ὑπὸ Μαχουμούτεω | |
1 | βασιλεὺς γὰρ παραγενόμενος ἐν Ἄργει αὐτίκα κελεύει Μαχου‐ μούτεα στρατιὰν ἱκανὴν ἀναλαβόντα νυκτὸς ἀπελθεῖν ἐς Σπάρτην καὶ κατακλεῖσαι αὐτοῦ δῆθεν τὸν δεσπότην Δημήτριον. ὁ δ’ ἀπελθὼν καὶ νυκτὸς ὅλης ὁδοιπορήσας ἅμα ἡμέρᾳ καταλαμβάνει τοῦτον ἐν Σπάρτῃ | |
5 | καὶ κατακλείει αὐτοῦ καὶ πέμψας τὸν γραμματέα τοῦ βασιλέως Θωμᾶν τὸν Καταβοληνοῦ λόγους προσφέρει τούτῳ εἰρηνικοὺς καὶ φιλίους περί τε ἐνδόσεως ἑαυτοῦ τε καὶ τοῦ ἄστεος, ἐπ’ ἀγαθοῖς ἔσεσθαι λέγων αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ τὸ θαρρούντως καταπιστεῦσαι αὑτόν τε καὶ τὴν ἀρχὴν τῷ βασιλεῖ καὶ μὴ ἀντιβῆναι ὅλως ἢ ἐνδοιάσαι· τοῦτο γὰρ οὐκ | |
10 | εἰς καλὸν ἔσται αὐτῷ. δεσπότης δὲ τὸν Ἀσάνεα πρῶτον ἔφη ἀπολυ‐ θέντα ἥκειν παρ’ αὐτὸν τὰ πιστὰ φέροντα, καὶ οὕτω δρᾶσαι τὸ κελευ‐ όμενον. | |
3.20.6 | ταῦτα δὲ πάντα, ᾗπερ ἔφην, ἐς τὸ φανερὸν μὲν ἐπλάττοντο, ἄλλα δ’ ἦσαν ἐν ἀπορρήτοις καὶ βεβουλευμένοι καὶ πράττοντες. | |
3t | ἐξέλευσις τοῦ δεσπότου ἐκ Σπάρτης ἐς Μαχουμούτεα καὶ παρά‐ | |
4t | δοσις τῆς Σπάρτης καὶ τῆς ἀκροπόλεως αὐτῆς | |
5 | Μαχουμούτης δὲ τὸν μὲν Ἀσάνεα τὰ πιστὰ δοὺς ἀπολύει εὐθύς, συνεκπέμπει δὲ αὐτῷ καὶ Χαμούζεα τὸν σατράπην ἐν τοῖς μάλιστα φίλον ὄντα δεσπότῃ. οἱ δὲ ἐς τὴν πόλιν ἐσελθόντες καὶ τῷ δεσπότῃ | |
συντυχόντες ἐξάγουσι τοῦτον ἐς τὸ στρατόπεδον ὡς Μαχουμούτεα· ὁ δὲ δέχεται τοῦτον ἀσμένως τε καὶ φιλοφρόνως καὶ μετὰ τῆς προσηκού‐ | 143 | |
10 | σης τιμῆς, παραλαμβάνει δὲ καὶ τὴν πόλιν καὶ τὴν ἄκραν αὐτήν. | |
3.20.7(1t) | εἴσοδος τοῦ δεσπότου Δημητρίου ἐς βασιλέα καὶ τιμὴ | |
2t | πολλὴ καὶ δωρεαὶ παρὰ τοῦ βασιλέως ἐς αὐτὸν μέγισται | |
1 | τῇ δ’ ὑστεραίᾳ καὶ βασιλεὺς ἀφικνεῖται καὶ αὐτίκα μετακαλεῖται τὸν δεσπότην καὶ τιμᾷ τοῦτον ἥκοντα τῇ εἰσόδῳ τῇ παρ’ αὐτὸν ὑπανα‐ στάς τε τῆς καθέδρας αὐτῷ εἰσιόντι ἐς τὴν σκηνὴν καὶ δεξιὰν δοὺς καὶ καθίσας παρ’ αὐτῷ, καὶ πολλὰ εἰπὼν εἰρηνικὰ καὶ φιλάνθρωπα λόγοις | |
5 | ἡμέροις καὶ προσηνέσι τοῦτον παραμυθεῖται ἀνακτώμενός τε τῆς δει‐ λίας καὶ τοῦ δέους ἀπαλλάττων (ᾐσθάνετο γὰρ αὐτὸν δεδιότα καὶ θορυβούμενον), χρηστάς τε ἐλπίδας αὐτῷ περὶ τοῦ μέλλοντος ὑποτείνει καὶ ἅμα θαρρεῖν δίδωσιν, ὡς πάντα τὰ παρ’ αὐτοῦ καλῶς ἕξει καὶ κατὰ γνώμην αὐτῷ. ἔπειτα καὶ πολυτρόπως δωρεῖται χρημάτων τε ἐπιδόσει | |
10 | πολλῶν καὶ πέπλων καὶ ἱματίων πολυτελῶν, ἔτι δὲ ἵππων καὶ ἡμιόνων καὶ πολλῶν ἄλλων τῶν εἰς τὴν τότε χρείαν ἡκόντων αὐτῷ· μεταπέμπεται δὲ καὶ τὴν τούτου γυναῖκα καὶ θυγατέρα μετὰ τιμῆς ἐξ Ἐπιδαύρου ἐξαποστείλας τῶν βασιλικῶν εὐνούχων τε ἕνα καὶ ἄρχοντα μετὰ στρα‐ τιᾶς ἐς παραπομπὴν μετὰ τοῦ Ἀσάνεω, πᾶσί τε ἄλλοις τρόποις σφόδρα | |
15 | τιμᾷ τοῦτον καὶ θεραπεύει. | |
3.21.1(1t) | ἀναχώρησις τοῦ βασιλέως ἀπὸ Σπάρτης καὶ ἔλασις | |
2t | κατὰ τῶν ἄλλων φρουρίων τῶν προσοίκων αὐτῇ | |
1 | τέσσαρας δὲ ἡμέρας αὐτοῦ διαγαγὼν καὶ τήν τε πόλιν καὶ τὴν ἄκραν ἐπισκευάσας καλῶς καὶ ἀσφαλισάμενος φρουράρχην τε ἐγκατα‐ λιπὼν καὶ φρουροὺς ἄνδρας τετρακοσίους τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς τά τε ἄλλα πάντα ἐνταῦθα κατὰ νοῦν πράξας τε καὶ καταστησάμενος | |
5 | ἄρας ἐκεῖθεν, συνεπαγόμενος ἅμα οἱ καὶ τὸν δεσπότην Δημήτριον, ἀφικνεῖται ἔς τι πολίχνιον ἐρυμνότατον πάντῃ τὸ παρὰ τὴν ὑπώρειαν τοῦ μεγάλου ὄρους τῆς Σπάρτης κείμενον οὐ πόρρω τοῦ ἄστεος, Καστρίον ὀνομαζόμενον, καὶ στρατοπεδευσάμενος αὐτοῦ πρῶτον προσ‐ φέρει λόγους τοῖς ἐν αὐτῷ περί τε ἐνδόσεως ἑαυτῶν τε καὶ τοῦ πολί‐ | |
10 | σματος. οἱ δὲ πιστεύοντες ἑαυτοῖς τε καὶ τῇ ἐχυρότητι τοῦ φρουρίου (ἦν γὰρ ὅλως ἀπότομόν τε καὶ ἀπόκρημνον τὸ χωρίον καὶ τραχὺ καὶ | |
ἄναντες πάντῃ καὶ μίαν μόνην πάροδον ἔχον καὶ ταύτην τριπλῷ τείχει πεφραγμένην τε καὶ κατησφαλισμένην, καὶ αὐτοὶ δὲ ἦσαν ἄνδρες λογά‐ δες ὡσεὶ τετρακόσιοι) οὐ παρεδέξαντο τοὺς λόγους τοῦ βασιλέως, ἀλλὰ | 144 | |
15 | κλείσαντες τὰς πύλας ἐκαρτέρουν. | |
3.21.2 | βασιλεὺς δ’ αὐτίκα παρακελευσάμενος τῇ στρατιᾷ προσέβαλεν ἰσχυρῶς τῷ πολίσματι. οἱ δὲ ἠμύνοντο μάλα εὐρώστως, καὶ οἱ ὁπλῖται γενναίως ἀγωνιζόμενοι καὶ προσφιλονεικοῦντες τὴν εἴσοδον καὶ τὴν ἄνοδον βιαζόμενοι οἱ μὲν αὐτῶν ἰσχυρῶς συνωθούμενοι παρὰ τῶν | |
5 | ἄνω τοῖς κοντοῖς κατεκρημνίζοντο καὶ ἀπώλλυντο, οἱ δὲ παμμεγέθεσι λίθοις ἄνωθεν ἀφ’ ὑψηλοῦ βαλλόμενοι τὰς κεφαλὰς καὶ συνθλώμενοι ἀπέθνῃσκον· καὶ τέλος ἀποκρούονται ἰσχυρῶς πεσόντες αὐτοῦ που οὐκ ὀλίγοι τῶν ἀγαθῶν καὶ γενναίων ἀνδρῶν. ὅπερ οὐ μικρῶς ἠνίασε τὸν βασιλέα· ὅμως ἀναχώρησιν σημάνας τότε μὲν ἔπαυσε τοῦ πολεμεῖν. | |
3.21.3(t) | δευτέρα προσβολὴ τοῦ βασιλέως κατὰ τοῦ Καστρίου ἰσχυρά | |
1 | τῇ δ’ ὑστεραίᾳ ἅμα ἡμέρᾳ ἐκτάξας καὶ ὁπλίσας καλῶς πᾶσαν τὴν στρατιὰν καὶ λόγοις προτρεπτικοῖς τε καὶ παρακλητικοῖς παροξύνας αὐτοὺς ἅμα καὶ παραθαρρύνας ἐς τὸ πολεμεῖν καὶ ἆθλα προθεὶς κάλ‐ λιστα τοῖς καλῶς ἀγωνιουμένοις διαρπαγήν τε τοῦ φρουρίου σημάνας | |
5 | ἐκέλευσε προσβαλεῖν. | |
3.21.4 | οἱ δὲ στρατιῶται μέγα καὶ φοβερὸν ἀλαλά‐ ξαντες βοῇ καὶ δρόμῳ προσβάλλουσιν ἰσχυρῶς τῷ πολίσματι· καὶ γίνε‐ ται ὠθισμὸς ἐνταῦθα πολὺς καὶ μάχη καρτερὰ συσταδὸν περὶ τὸ τεῖχος μετὰ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς, καὶ φόνος οὐκ ὀλίγος τῶν προ‐ | |
5 | μαχομένων, ἀμφοτέρων ἀγωνιζομένων ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ καὶ κατακαινόντων ἀλλήλους ἀνοικτί, τῶν μὲν βιαζομένων πᾶσι τρόποις εἴσω τοῦ τειχίσματος παρελθεῖν, τῶν δὲ ἀμυνομένων ἐρρωμέ‐ νως καὶ οὐκ ἐώντων. | |
3.21.5(1t) | ἅλωσις τοῦ Καστρίου καὶ | |
2t | σφαγαὶ καὶ ἀνδραποδισμὸς καὶ κατασκαφή | |
1 | τέλος ὑπερισχύσαντες οἱ τοῦ βασιλέως κτείνουσί τε πολλοὺς αὐτῶν καὶ βιασάμενοι εἴσω τοῦ πρώτου καὶ δευτέρου γίνονται τείχους καὶ μαχόμενοι ἰσχυρῶς καταδιώκουσί τε αὐτοὺς καὶ συνωθοῦσιν ἐς τὴν ἄκραν· οἱ δὲ ἐς στενὸν κομιδῇ συνελαθέντες καὶ μὴ ἔχοντες, ὅ τι καὶ | |
5 | δράσαιεν, ὕδατος ἀπορίᾳ καὶ τῶν ἀναγκαίων, ἀλλ’ ἀπογνόντες τοῖς | |
ὅλοις παραδιδόασι σφᾶς αὐτοὺς βασιλεῖ χρήσασθαι, ὅ τι καὶ βούλοιτο. | 145 | |
3.21.6 | βασιλεὺς δὲ τοὺς μὲν ἄνδρας ἐκέλευσεν ἀποσφαγῆναι πάντας εὐθύς, ὅσοι περιελείφθησαν τῷ πολέμῳ, τριακοσίους ὄντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσατο, τὴν δὲ πολίχνην κατέσκαψε. | |
3.22.1(1t) | ὁρμὴ τοῦ βασιλέως κατὰ τοῦ Γαρδικίου καλουμένου φρουρίου | |
2t | ἐχυρωτάτου | |
1 | μετὰ δὲ τοῦτο ἐφ’ ἕτερον προσελαύνει φρούριον Γαρδίκιον καλούμενον ἀνάλωτον πάντῃ καὶ ὀχυρώτατον· ἄκρα γὰρ ἦν ἠλίβατος παρὰ τὴν εἴσοδον τοῦ μεγάλου ὄρους τῆς Σπάρτης, ὃ δὴ Ζυγὸς λέγεται, ἄκρως ἀνέχουσα καὶ ὑπερκειμένη κρημνῷ τε μεγίστῳ καὶ φάραγγι | |
5 | βαθείᾳ, ἐν κύκλῳ πάντοθεν περιειργομένη καὶ κατησφαλισμένη, μιᾷ δὴ μόνῃ παρόδῳ καὶ ταύτῃ βραχείᾳ τὴν εἴσοδον ἔχουσα. παρ’ ὃ καὶ πολύ τι πλῆθος τῶν ἀστυγειτόνων, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παιδίων, ἐνταῦθα συγκαταπεφευγὸς ἦν διὰ τὸ ἀσφαλὲς τοῦ χωρίου. τοῦτο δ’ ἦν αὐτοῖς ὄλεθρος προφανής. | |
3.22.2(t) | πολιορκία τοῦ Γαρδικίου καὶ λόγοι περὶ ἐνδόσεως | |
1 | βασιλεὺς γὰρ ἐλάσας ταύτῃ καὶ στρατόπεδον θέμενος τὰ μὲν πρῶτα λόγοις ἐπειρᾶτο τούτους ὑπαγαγέσθαι σῶς εἶναι βουλόμενος καὶ κακῶν ἀπαθεῖς· ὡς δ’ οὐκ ἔπειθε, κύκλῳ περισχὼν αὐτοὺς τῷ στρατῷ καὶ κατακλείσας ἰσχυρῶς ἐφύλαττε λιμῷ καὶ δίψει τούτους | |
5 | ἐκπολιορκῆσαι βουλόμενος καὶ μὴ ἐς χωρία ἀπόκρημνα καὶ ἀνάντη εἰκῇ καὶ μάτην ἀπολλύναι τοὺς στρατιώτας. | |
3.22.3(t) | ἅλωσις τοῦ Γαρδικίου καὶ σφαγαὶ καὶ ἀνδραποδισμός | |
1 | οἱ δὲ μίαν δὴ καὶ μόνην ἡμέραν κατακλεισθέντες αὐτοῦ οὐκέτι ἀντέχειν ἠδύναντο, ἀλλὰ λιμῷ καὶ δίψει καὶ πνίγει καύματος θέρους ὥρᾳ καὶ τῇ ἄλλῃ κακοπαθίᾳ πιεζόμενοι ἅτε πλῆθος ὄντες πολὺ ἀνδρῶν τε καὶ γυναικῶν καὶ παιδίων καὶ ἐς βραχυτάτην ἄκραν συνελαθέντες, | |
5 | ὕδατος ἀπορίᾳ καὶ σπάνει τῶν ἀναγκαίων καὶ μηδεμίαν ἐπικουρίαν | |
ποθὲν ἢ ἔχοντες ἢ ὅλως ἕξειν ἐλπίζοντες, καὶ ἄκοντες προσχωροῦσι τῷ βασιλεῖ καὶ παραδιδόασι σφᾶς αὐτοὺς καὶ ἄνευ ὁμολογίας. | 146 | |
3.22.4 | βασι‐ λεὺς δὲ καὶ τούτους πάντας ἀπέκτεινε, παῖδας δὲ καὶ γυναῖκας ἠνδρα‐ ποδίσατο, τὸ δὲ φρούριον κατέσκαψε. | |
4t | αἰτίαι δι’ ἃς ἐποίησε τὰς σφαγὰς ἐν | |
5t | τοῖσδε τοῖς φρουρίοις ὁ βασιλεύς | |
6 | τοῦτο δ’ ἐποίησεν ἐν τοῖς φρουρίοις τοῖσδε ὀργὴν ἔχων καὶ μῆνιν δικαίαν τοῖς μέν, ὅτι προκαλουμένου σφᾶς ἐπὶ συμβάσεις αὐτοῦ ὥστε μηδένα κίνδυνον ἐν τῷ πολέμῳ τοῖς στρατιώταις γενέσθαι οὐχ ὑπήκου‐ σαν, ἀλλ’ εἵλοντο μᾶλλον τὸν πόλεμον, ἐν ᾧ πολλοὺς καὶ ἀγαθοὺς | |
10 | ἄνδρας ἀποβεβλήκει, τοῖς δὲ Ἰλλυριοῖς οὖσι τοῖς πλείοσι διά τε τὰς δυστροπίας αὐτῶν καὶ τὰς συνεχεῖς ἐπαναστάσεις τε καὶ κλοπὰς καὶ λῃστείας, καὶ ἅμα θροῆσαι πάντας καὶ καταπλῆξαι βουλόμενος καὶ ἐς φόβον ὅτι πλεῖστον καὶ ἀγωνίαν ἐμβαλεῖν ὥστε μηκέτι ἀντιβαίνειν ἐθέλειν μηδὲ τολμᾶν ὅλως ἀπαυθαδίζεσθαι τοῦ λοιποῦ, ἀλλὰ προσ‐ | |
15 | χωρεῖν ἑτοίμως αὐτῷ θηρωμένους τὴν σωτηρίαν. ὃ δῆτα καὶ γέγονεν. | |
3.22.5(1t) | ἔλασις τοῦ βασιλέως ἐπὶ τὰ πρόσω τῆς Πελοποννήσου καὶ | |
2t | προσχώρησις τῶν φρουρίων ἑκούσιος καὶ κατάσχεσις πάσης | |
1 | ὁρμηθεὶς γὰρ ἐκεῖθεν ὁ βασιλεὺς καὶ προσελαύνων ἐπὶ τὰ πρόσω τῆς χώρας οὐκέτι ἀντιβαῖνον εἶχεν οὐδὲν οὐδαμοῦ, ἀλλὰ πάντα οἱ προσεχώρει ἑτοίμως τὰ πλείω σχεδὸν καὶ ἄνευ ὁμολογίας προλαμβά‐ νοντα τὰ πολλὰ καὶ τὴν αὐτοῦ ἔφοδον· καὶ πόλεις καὶ φρούρια καὶ | |
5 | πᾶσα ἡ ἐν ποσὶν εἶκε καὶ ὑπεχώρει πρὸς τὸν τούτου δρόμον καὶ τὴν ὁρμήν. οὕτως ἅπαντα κατεπτήχει καὶ προσεχώρει, πλὴν εἰ μή πού τινες κουφότητι γνώμης ἀντέβησαν, οἳ καὶ παρὰ πόδας τοῖς ὅπλοις ἐσωφρο‐ νίσθησαν. καὶ μέντοι καὶ βασιλεὺς τὸ ἀπὸ τοῦδε πᾶσι προσεφέρετο καλῶς τοῖς γε τοιούτοις καὶ πάντας ἐφύλαττε σῶς ἐν τοῖς ὑπάρχουσι | |
10 | πᾶσι καὶ ἀσινεῖς ὅλως τῶν ἀπὸ τῆς στρατιᾶς καὶ τοῦ πολέμου κακῶν. | |
3.22.6(1t) | ἐπισκευὴ τῶν ἐπικαίρων φρουρίων καὶ | |
2t | φυλακὴ καὶ τῶν μὴ τοιούτων κατασκαφή | |
1 | περιϊὼν δὲ πᾶσαν τὴν Πέλοπος καὶ χειρούμενος, ὅσα μὲν ἐδόκει | |
οἱ τῶν τε φρουρίων καὶ πολισμάτων ἐπιτήδεια εἶναι καὶ ἀσφαλῆ καὶ πρὸς φυλακὴν ἱκανῶς ἔχειν τῆς χώρας, ἐπεσκεύαζε φρουροῖς καὶ φρουράρχαις καὶ σιτήσει καὶ ὅπλοις καὶ πᾶσιν ἄλλοις ἐξήρτυε, ὅσα δὲ | 147 | |
5 | μὴ ἐδόκει, κατέσκαπτε, τοὺς δ’ οἰκήτορας εἴα μένειν ἐν τοῖς αὐτῶν καὶ οἰκεῖν ὥσπερ κώμας, ἐνίους δὲ αὐτῶν καὶ ἀποικίσας ἤγαγεν ἐς τὴν Κωνσταντίνου. | |
3.23.1 | καὶ τὰ μὲν αὐτοῦ βασιλέως οὕτως εἶχε, δεσπότης δὲ Θωμᾶς, ἐπειδὴ τὴν ἀρχὴν ἐπύθετο τὴν ἐς Πελοπόννησον ἔφοδον τοῦ βασιλέως, ἐπισκευάσας τέ τινα τῶν αὐτοῦ φρουρίων καλῶς καὶ φυλακὰς ἐγκατα‐ στήσας αὐτοῖς αὐτὸς ἐς Μαντίνειαν ἀπελθών, πολίχνην παράλιον, μετά | |
5 | γε τῆς γυναικὸς καὶ τῶν παίδων καὶ τῶν ἀρχόντων ἐνίων καὶ κατα‐ κλείσας ἑαυτὸν ἐκεῖ περιέμενεν ἀποσκοπῶν τοῦ πολέμου τὸ πέρας. | |
3.23.2 | ἤλπιζε γὰρ μὴ οὕτω ῥᾳδίως ἐνδώσειν πᾶσαν τὴν Πέλοπος χώραν τε οὖσαν ἐχυρωτάτην φύσει καὶ πόλεις ἔχουσαν ὀχυρὰς καὶ φρούρια ἐρυμνὰ καὶ δυσάλωτα, ἀλλὰ καί τινα τῶν φρουρίων ἢ τῶν πολισμάτων περιλειφθήσεσθαι τῷ πολέμῳ περιγενόμενα, καὶ οὕτω πάλιν ἕξειν αὐτὸς | |
5 | ἐλπίδα τινὰ καὶ καταφυγὴν ἐν Πελοποννήσῳ. | |
6t | φυγὴ τοῦ δεσπότου Θωμᾶ ἐς Κέρκυραν | |
7 | ἐπεὶ δὲ εἶδε πάντα χειρούμενα καὶ πόλεις καὶ φρούρια τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ τοῖς ὅπλοις, τὰ δὲ ἑκόντα προσχωροῦντα καὶ χωρὶς ἀνάγκης ἡστινοσοῦν, καὶ πᾶσαν τὴν Πέλοπος ἄνευ μέντοι γε δυοῖν ἢ | |
10 | τριῶν πόλεων Ἐνετικῶν σχεδὸν ἤδη κατειλημμένην καὶ ἐχομένην, τότ’ ἤδη πάντων ἀπογνοὺς τῶν αὐτοῦ πραγμάτων ἐμβὰς ἐς πεντηκοντόρους δύο σὺν ἅμα γυναικὶ καὶ τέκνοις καί τισι τῶν ἀρχόντων ᾤχετο ἐς Κέρ‐ κυραν ἀποπλεύσας. ὅσοι δὲ τῶν ἀρχόντων ἦσαν ἐν φρουρίοις καὶ πόλεσιν ἁρμοσταί, καταλιπόντες ταῦτα ὑπεξέφυγον ἐς τὰς τῶν Ἐνετῶν | |
15 | πόλεις, Κορώνειαν καὶ Μεθώνην καὶ τὰς λοιπὰς, καὶ διεσώθησαν ἐκεῖ. | |
3.23.3(1t) | σημείωσαι τῆς τε χώρας τὴν ἐπιτηδειότητα καὶ | |
2t | τὴν ἀρετὴν τῶν προγεγονότων ἀνδρῶν ἐν αὐτῇ | |
1 | καὶ οὕτω πᾶσαν τὴν τοῦ Πέλοπος χώραν ὁ βασιλεὺς ἐχειρώσατο ἔργον μέγα δράσας καὶ θαυμαστὸν ἐν οὕτω βραχυτάτῳ καιρῷ· οὔπω γὰρ ἐξήκει τὸ θέρος ὅλον καὶ πᾶσα εἴχετο, πόλεις τε ὀχυραὶ καὶ φρούρια ἐρυμνὰ καὶ πολίχνια ἐγγύς που διακόσια καὶ πεντήκοντα, | |
5 | χώρα τῶν ὀνομαστῶν ἄνωθεν καὶ ἐνδόξων καὶ πλεῖστα καὶ κάλλιστα ἔργα καὶ μέγιστα δὴ ἐν τοῖς κατ’ αὐτὴν ἐπιδειξαμένη καιροῖς καὶ τρό‐ παια λαμπρὰ ἀπὸ βαρβάρων τε καὶ Ἑλλήνων ἀναστήσασα καὶ ἀποικίας πολλὰς ἀποικίσασα ἄρξασά τε πολλῶν καὶ πόλεων καὶ γενῶν ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ καὶ δὴ καὶ Λιβύῃ καὶ νήσων τῶν μεγίστων ἄνδρας | 148 |
10 | τε προδείξασα πᾶσιν ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ καὶ στρατηγίᾳ καὶ τῇ λοιπῇ ἀρετῇ καὶ δὴ καὶ εὐεξίᾳ καὶ ῥώμῃ σωμάτων κρατίστους τε καὶ τελεωτάτους διὰ πάντων καὶ οἵους οὐκ ἄλλη τῶν ἁπασῶν οὐδεμία πλήν γε δὴ τῆς Ῥωμαίων θέσεώς τε λαχοῦσα ἀρίστης τε καὶ ἐπικαιρο‐ τάτης ἐν πᾶσι, γῆς τε καὶ θαλάττης ὅ τι κράτιστον. | |
3.24.1 | τὰ μὲν δὴ κατὰ τὴν μεγάλην τε καὶ περιώνυμον χώραν τοῦ Πέλοπος, ὑπὸ Ῥωμαίοις τε οὖσαν ἄνωθεν καὶ ἐς δεῦρο καλῶς ὑπ’ αὐτῶν ἀρχθεῖσαν τὴν πᾶσαν ἐλπίδας τε οὐ μικρὰς ὑποτείνουσαν ἀεὶ καὶ Ῥωμαίοις καὶ Ἰταλοῖς ὀψέ ποτε καὶ ἐν καιροῖς τοῖς προσήκουσιν ὠφε‐ | |
5 | λείας καὶ βοηθείας δίς τε τειχισθεῖσαν τὸν Ἰσθμὸν ἐν τοῖς ἡμετέροις καιροῖς καὶ πάλιν παρὰ πόδας κατερριφθεῖσαν πολέμῳ ὑπὸ Μωράτεω, τοῦ βασιλέως πατρός, οὕτως ἐτελεύτησε. | |
3.24.2 | βασιλεὺς δὲ τὰ ἐν αὐτῇ πάντα καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν πράξας, ἔς τε φυλακήν φημι καὶ τὴν ἄλλην ἀσφάλειαν, σατράπην τε πάσης τὸν Ἀμάρην καταλιπὼν καὶ λείαν ὅτι πλείστην ἐλάσας τε αὐτὸς καὶ τῇ στρατιᾷ διαδοὺς ἔξεισι τοῦ Ἰσθμοῦ ἔχων μεθ’ ἑαυτοῦ καὶ | |
5 | τὸν δεσπότην Δημήτριον συνάμα γυναικί τε καὶ θυγατρὶ καὶ τοῖς κατακολουθήσασι τῶν ἀρχόντων. | |
3.24.3(t) | ἄφιξις τοῦ βασιλέως ἐς τὴν Ἀδριανοῦ | |
1 | γενόμενος δ’ ἐν Λεβαδίᾳ τὸν μὲν δεσπότην σὺν τοῖς αὐτοῦ παρα‐ δοὺς ἄρχουσί τε καὶ στρατιώταις εἴς τε ὑπουργίαν καὶ φυλακὴν ἐκέ‐ λευσε σχολῇ καὶ βάδην ἰέναι καθ’ ὁδὸν ἀναπαυομένους διά τε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ τὴν ἄλλην τούτων ἀποσκευήν τε καὶ θερα‐ | |
5 | πείαν. | |
3.24.4 | αὐτὸς δὲ ἄρας ἐκεῖθεν σὺν τῇ ἰδίᾳ αὐλῇ (τὴν γὰρ στρατιὰν διαφῆκε πᾶσαν) ἐπορεύετο καὶ ἀφικνεῖται ἐς τὴν Ἀδριανοῦ φθινο‐ πώρου μεσοῦντος ἤδη κἀκεῖ περιμένει. μετ’ οὐ πολλὰς δὲ ἡμέρας παρα‐ | |
γίνεται καὶ ὁ δεσπότης Δημήτριος. | 149 | |
5t | διόρθωσις τοῦ δεσπότου παρὰ τοῦ βασιλέως καὶ παράσχεσις | |
6t | αὐτῷ τῶν τε νήσων καὶ Αἴνου εἰς ἀρχὴν καὶ ἑτέρων | |
7 | βασιλεὺς δὲ προὔργου τοι ποιούμενος τὴν τούτου θεραπείαν τε καὶ διόρθωσιν εὐθὺς μετακαλεῖται Μαχουμούτεα καὶ Ἰσάακον καὶ κοινῇ συνδιασκεψάμενος δίδωσι σατραπείαν τῷ δεσπότῃ εἴς τε ἀρχὴν ἅμα | |
10 | καὶ πρόσοδον τάς τε ἐν Αἰγαίῳ νήσους, Ἴμβρον καὶ Λῆμνον καὶ τὰ καταλειφθέντα Θάσου καὶ Σαμοθρᾴκης (προαπῳκίσθη γὰρ τὸ πλέον τούτων ἐς τὸ Βυζάντιον)· ἦν δὲ τῶν νήσων τούτων σύμπας ὁ ἐτήσιος φόρος ἀργυρίου κέρμα νενομισμένον βασιλικὸν μυριάδες τριάκοντα. | |
3.24.5 | ὁμοίως δίδωσι καὶ τὴν Αἶνον αὐτῷ, πόλιν λόγου ἀξίαν καὶ πολλοῖς εὐθηνουμένην καλοῖς ἐν τῇ παραλίᾳ τε τῆς Θρᾴκης κειμένην αὐτοῦ που περὶ τὰς ἐκβολὰς τοῦ Εὕρου ποταμοῦ καὶ κοινὸν ἐμπόριον οὖσαν τῆς περιοικίδος ἁπάσης τε καὶ πλησιοχώρου διά τε τοὺς λιμένας καὶ τὴν | |
5 | ἄλλην αὐτῆς ἐπιτηδειότητα, ᾗπερ καὶ πρόσθεν ἔφημεν. | |
3.24.6 | δίδωσι δὲ σύν γε τῇ τάξει πάσῃ καὶ ταῖς προσόδοις, ἃς ἀπεφέρετο ὁ ταύτης πρόσθεν ἐπάρχων Παλαμήδης ὁ Γατελιούζεω· ἦσαν δὲ καὶ αὗται τοῦ αὐτοῦ βασιλικοῦ κέρματος ἕτεραι τριάκοντα μυριάδες. | |
5t | ὅρα φιλοτιμίαν τοῦ βασιλέως | |
6 | ἀπέταξε δὲ αὐτῷ καὶ τρεῖς τοῦ ἔτους λαμβάνειν ἀπὸ τοῦ τῆς Ἀδρι‐ ανοῦ ἀργυροκοπίου ἑτέρας μυριάδας δέκα ὥστε συμπάσας εἶναι τὰς διδομένας αὐτῷ ἐτησίως παρὰ τοῦ βασιλέως ἐς πρόσοδον ἀργυρίου κέρμα μυριάδας ἑβδομήκοντα. | |
3.24.7 | ταῦτά τε οὖν πάντα δοὺς αὐτῷ καὶ ἕτερα πλεῖστα ἐπιδαψιλευσάμενός τε καὶ δωρησάμενος αὐτοῦ κατα‐ λείπει. αὐτὸς δὲ φθινοπώρου λήγοντος ἤδη ἀφικνεῖται ἐς τὸ Βυζάντιον | |
5 | παραχειμάσων αὐτοῦ. καὶ ὄγδοον δὴ καὶ ἑξηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, δέκατον δὲ τῆς | |
ἀρχῆς τῷ βασιλεῖ. | 150 | |
4t1 | ΚΡΙΤΟΒΟΥΛΟΥ ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΤΕΤΑΡΤΗ περιέχει ἥδε προσχώρησιν Σινώπης πόλεως καὶ πάσης ἀρχῆς τοῦ Ἰσμαΐλου καὶ προσχώρησιν Τραπεζοῦντος καὶ πάσης τῆς ἐν αὐτῇ | |
5 | ἀρχῆς καὶ τοῦ βασιλέως αὐτῆς, ἔτι δὲ τὴν Γετῶν ἐπανάστασιν καὶ δουλείαν τήν τε τῆς Λέσβου ἅλωσιν πάσης καὶ πρώτην ἐσβολὴν τοῦ βασιλέως κατὰ τὴς Βόστρων καὶ καταστροφὴν καὶ ἅλωσιν πάσης, | |
χρόνου πλῆθος ἔτη τρία. | 151 | |
4.1.1 | βασιλεὺς δὲ γενόμενος ἐν Κωνσταντινουπόλει καὶ μικρὸν ἀνε‐ θεὶς στρατιὰν αὖθις ἤγειρε πλείστην καὶ στόλον μέγα ἐξήρτυε κατὰ γῆν τε καὶ θάλατταν καὶ ὅπλα καὶ μηχανὰς κατεσκεύαζε καὶ πᾶσαν ἄλλην ἐξεπλήρου χρείαν πολεμικήν. ἦν δέ οἱ ἡ παρασκευὴ αὕτη καὶ ὁ στόλος | |
5 | τῆς ἐκστρατείας ἐς Τραπεζοῦντα τε καὶ Σινώπην. | |
4.1.2 | ἡ γὰρ Τραπεζοῦς ἦν μὲν τὸ παλαιὸν πόλις μεγίστη τε καὶ καλ‐ λίστη, ἀλλὰ δὴ καὶ πρεσβυτάτην τῶν Ἑλληνίδων, Ἰώνων ἄποικος οὖσα καὶ Ἀθηναίων, κειμένη δ’ ἐν καλῷ τῆς Ἀσίας ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα μυχῷ τοῦ Εὐξείνου Πόντου παράλιος νέμεται χώραν ἀρί‐ | |
5 | στην τε καὶ πλείστην καὶ πάμφορον καὶ πολλῆς ἐπάρχει τῆς περιοι‐ κίδος. καταστᾶσα δέ γε τὸ ἐξ ἀρχῆς κοινὸν ἐμπόριον τῆς ἄνω Ἀσίας, λέγω δὴ Ἀρμενίας τε καὶ Ἀσσυρίας καὶ τῆς ἄλλης πλησιοχώρου, ἤκμασεν ἐν τοῖς ἄνω χρόνοις καὶ πλοῦτον ἔσχε πολὺν καὶ δύναμιν πλείστην καὶ δόξαν περιεβέβλητο καὶ τῶν ὀνομαστῶν ἦν οὐ τοῖς ἐγγὺς | |
10 | μόνον, ἀλλὰ δὴ καὶ τοῖς πόρρω. | |
4.1.3(t) | ὅρα πραγμάτων μεταβολήν | |
1 | τοῦ χρόνου δὲ προϊόντος κατὰ μικρὸν καὶ τῶν ἐν Ἀσίᾳ πραγμά‐ των ἄλλοτε ἄλλως ἐχόντων τε καὶ μεταβαλλομένων καὶ βασιλειῶν τῶν μὲν καταλυομένων τε καὶ ἀνῃρημένων, τῶν δ’ ἀνισταμένων ἤδη, καὶ πόλεων καὶ χωρῶν τῶν μὲν κατεστραμμένων τε καὶ ἠφανισμένων τελεί‐ | |
5 | ως, τῶν δ’ ἐπιγινομένων τε καὶ οἰκιζομένων αὖθις, ἥψατο καὶ ταύτης μεταβολὴ πρὸς καιρὸν καὶ πάλιν ἀνακτησαμένη τε ἑαυτὴν ὅτι τάχιστα καὶ εἰς τὴν προτέραν εὐδαιμονίαν τε καὶ κατάστασιν ἐπανελθοῦσα δια‐ γέγονε τὸ ἐξ ἐκείνου ἀσινὴς πάντῃ καὶ μηδενὶ προσκόψασα δυσχερεῖ. | |
4.1.4 | ἐν δὲ τοῖς ὑστέροις καὶ πρὸ ἡμῶν ὀλίγον καιροῖς καὶ βασίλειον κατέστη ἑνὸς τῶν ἐκ τοῦ βασιλείου γένους Ῥωμαίων τῶν Κομνηνῶν, ἐκ Βυζαντίου μεταπεσόντος αὐτοῦ καὶ ἔργα πλεῖστα καὶ κάλλιστα ἐν αὐτῇ ἐπιδειξαμένου καὶ πολλῶν τῶν πέριξ γενῶν καὶ πόλεων ἄρξαντος· καὶ | |
5 | κατήχθη ἡ τούτων διαδοχή τε καὶ βασιλεία ἐς δεῦρο εἰρηνικὴ πάντῃ καὶ ἀστασίαστος τῶν τε βασιλέων εἰρηνευόντων τε καὶ ὁμονοούντων τῶν τε ἔνδον ἠρεμούντων τῶν τε ἔξω γενῶν τῶν μὲν ὑπακουόντων, τῶν δὲ ἐνσπόνδων ὄντων αὐτοῖς. | |
4.1.5 | μετὰ ταῦτά γε μὴν στάσεσί τε καὶ ἐμφυλίοις χρησαμένων αὐτῶν καὶ κατ’ ἀλλήλων τῶν ἐκ τοῦ γένους μανέντων ἐνόσησε καὶ αὕτη μετὰ | |
τῶν ἄλλων καὶ τελευτῶσα τοῖς ὅλοις κακῶς ἀπήλλαξε τῶν τε βασιλέων καὶ τῶν ἔνδον, ᾗπερ ἔφην, στασιαζόντων τε καὶ μαχομένων καὶ δια‐ | 152 | |
5 | τιθέντων ἀλλήλους κακῶς τῶν τε πλησιοχώρων ἐθνῶν διὰ τὰς συνεχεῖς στάσεις ἐπανισταμένων τε αὐτῇ καὶ κατατρεχόντων πολλάκις καὶ ληϊζομένων καὶ βλαπτόντων τὰ μέγιστα. | |
4.1.6 | τοίνυν, ἕως μὲν τὰ τῆς Κωνσταντίνου καλῶς ἐφέρετο καὶ Ῥωμαῖοι ταύτην ἔχοντες τοῦ πορθμοῦ κύριοι ἦσαν καὶ ὁ Βόσπορος ἦν οὐ δια‐ βατὸς καὶ ὁ Εὔξεινος Πόντος ὅλως ἄπλωτος ἦν τῷ μεγάλῳ στόλῳ τοῦ βασιλέως, ἀντεῖχε καὶ αὕτη μετὰ τῶν ἄλλων καὶ ἀνέφερε τὰς αὐτῆς | |
5 | ἀκαιρίας φυλάττουσα τὴν ἐλευθερίαν ὡς δυνατὸν καὶ μηδὲν τοσοῦτον παραβλαπτομένη τοῖς ἐμφυλίοις κακοῖς. ἐπεὶ δέ γε τὰ πράγματα μετέπεσε καὶ ἡ Κωνσταντίνου χειρὶ πολλῇ καὶ δυνάμει ἐκπολιορκη‐ θεῖσα ὑπὸ τοῦ μεγάλου βασιλέως ἑάλω καὶ ὁ πορθμὸς γέγονεν ὑπ’ αὐτῷ καὶ ἡ πρὸς τὸν Εὔξεινον Πόντον καὶ τὰς ἐκεῖσε πόλεις ὁδὸς | |
10 | ἠνοίγη λαμπρῶς κατὰ γῆν τε καὶ θάλασσαν, τηνικαῦτα δὴ καὶ αὕτη μετὰ τῶν ἄλλων ἔκλινε καὶ κατακούειν ἤρξατο καὶ οἱ ἐν αὐτῇ βασιλεῖς ὑποκύψαντες τῷ μεγάλῳ βασιλεῖ γεγόνασι φόρου ὑποτελεῖς. | |
4.1.7 | ἕως μὲν οὖν εἰρηνεύοντές τε ἦσαν αὐτοί τε ἐς ἀλλήλους καὶ τὸν δασμὸν ἀπεδίδουν καὶ νεωτέρων πραγμάτων οὐχ ἥπτοντο, ἐτύγχανον καὶ αὐτοὶ τοῦ βασιλέως εἰρηνικοῦ· ἐπεὶ δὲ αὐτοί τε ἐν ἀλλήλοις διεστα‐ σίασαν καὶ τὸν δασμὸν οὐ πάνυ ῥᾳδίως παρεῖχον πρός τε τοὺς πλησιο‐ | |
5 | χώρους αὐτοῖς βασιλεῖς τῶν τε Τιγρανοκέρτων καὶ Ἀρμενίων καὶ Μήδων Χασάνεα τὸν Τομήριος καὶ δὴ καὶ Ἰβήρων ἐπιγαμίας ἔχοντες ἐδόκουν καινότερά τινα πράττειν καὶ νεοχμοῦν ἐς τὰς μετὰ τοῦ βα‐ σιλέως σπονδάς (οὐ γὰρ ἐλάνθανον ταῦτα ποιοῦντες), τηνικαῦτα δὴ καὶ ὁ βασιλεὺς ὀργῇ ληφθεὶς τὴν ἐκστρατείαν κατ’ αὐτῶν ἐποιεῖτο | |
10 | προκαταλαβεῖν τε καὶ προκατασχεῖν τούτους βουλόμενος πρίν τι καὶ νεώτερον πρᾶξαι. | |
4.2.1(1t) | ὁρμὴ τοῦ βασιλέως κατὰ Τραπεζοῦντος | |
2t | καὶ Σινώπης κατὰ γῆν τε καὶ θάλασσαν | |
1 | παρασκευασάμενος οὖν χειμῶνος καλῶς, ἐπειδὴ ἔαρ ὑπέφαινεν ἤδη, πρῶτα μὲν τὸν κατὰ θάλατταν στόλον ἐξήρτυεν ἐς ἀναγωγήν· ἦσαν δὲ τριακόσιαι μάλιστά που τῶν νεῶν στρατιώτιδές τε καὶ μάχιμοι, τριήρεις τε μακραὶ καὶ πεντηκόντοροι καὶ πλοῖα κατάφρακτα, πάρεξ | 153 |
5 | τῶν σκευαγωγῶν καὶ τῶν φερόντων τὰς μηχανὰς τῶν τε κατ’ ἐμπορίαν ἢ χρείαν ἄλλην ἀφικνουμένων. | |
4.2.2 | ἐνέθηκε δ’ αὐταῖς ὅπλα παντοῖα καὶ πλεῖστα, ἀσπίδας τε καὶ θυρεοὺς καὶ κράνη καὶ δόρατα, ἔτι δὲ θώρακάς τε καὶ ἀκόντια καὶ βελῶν διαφόρων πολύ τι χρῆμα, τῶν τε ἀπὸ τόξων ἀφιεμένων καὶ τῶν ἄλλων μηχανῶν, καὶ δὴ καὶ ἀφετήρια | |
5 | πλεῖστα καὶ πολλὰ ἄλλα τῶν ἐς τειχομαχίαν ἐπιτηδείων. ἐνεβίβαζε δὲ καὶ ἄνδρας ὅτι πλείστους εὐρωστοτάτους τε καὶ εὐοπλοτάτους καὶ τὰ πρὸς πόλεμον ἱκανῶς παρεσκευασμένους καὶ ἐμπειροτάτους ἐπιστήσας αὐτοῖς καὶ ἡγεμόνας τοῦ στόλου παντὸς καὶ στρατηγοὺς αὐτοκράτορας Κασίμην τε τὸν σατράπην Καλλιουπόλεως καὶ Ἰαγούπην ἄνδρα τά τε | |
10 | ναυτικὰ ἐμπειρότατον καὶ τῶν κατὰ θάλατταν στρατηγὸν ἄριστον. | |
4.2.3 | ἐξαρτύσας οὖν καὶ ὁπλίσας πάντα τὸν στόλον καλῶς ἐξέπεμπεν. ὁ δ’ ἀνήγετο διὰ τοῦ Βοσπόρου ἐπὶ τὸν Εὔξεινον τάχει τε πολλῷ καὶ βίᾳ καὶ ῥύμῃ φερόμενος βοῇ τε συμμιγεῖ καὶ ἀλαλαγμῷ καὶ εἰρεσίᾳ καὶ ἀντιφιλοτιμήσει ἐς ἀλλήλους χρωμένων τῶν ἐπιβατῶν καὶ φόβον | |
5 | πολὺν καὶ ἀγωνίαν παρέχων, καθ’ οὓς ἂν γένοιτο, καὶ πάντας ἐκπλήτ‐ των τῷ παραλόγῳ τῆς θέας. καὶ ὁ μὲν κατὰ θάλατταν στόλος οὕτως. | |
4.3.1(1t) | διάβασις τοῦ βασιλέως ἀπὸ τῆς Εὐρώπης | |
2t | εἰς τὴν Ἀσίαν σὺν ταῖς δυνάμεσι | |
1 | βασιλεὺς δὲ τὰς Εὐρωπαίας δυνάμεις συνεκρότει τε καὶ διεβί‐ βαζεν ἐς τὴν Ἀσίαν, ἱππικάς τε καὶ πεζικάς, ἔτι δὲ ἵππων τε καὶ ὑπο‐ ζυγίων καὶ ἡμιόνων ἀχθοφόρων καὶ καμήλων πολύ τι χρῆμα καὶ πᾶσαν ἄλλην τοῦ πολέμου χρείαν τε καὶ παρασκευήν. ὡς δὲ ἅλις εἶχε τῆς | |
5 | τούτων διαβάσεως, τότ’ ἤδη καὶ αὐτὸς διαβαίνει καὶ προσελαύνων διὰ τῆς Βιθυνίας ἀφικνεῖται ἐς τὴν Προυσίου, οὗ δὴ καὶ τὰς τῆς Ἀσίας δυνάμεις εὗρε πάσας συνηθροισμένας. | |
4.3.2 | διαγαγὼν δὲ οὐ πολλὰς ἡμέρας αὐτοῦ καί τινα τῶν ἐν χρείᾳ καταστησάμενος καὶ τὸν στρατὸν ἐξαρτύσας ἅπαντα σπείσας τε τῷ τάφῳ τοῦ πατρὸς καὶ τὰ νενομισμένα | |
τελέσας αὐτῷ μεγαλοπρεπῶς καὶ δώροις ὅτι γε πλείστοις καὶ ἀνα‐ | 154 | |
5 | θήμασι κοσμήσας καὶ στεφανώσας αὐτὸν ἄρας ἐκεῖθεν ᾔει διὰ τῆς Γαλατῶν τε καὶ Παφλαγόνων. | |
4.3.3(t) | ὅρα τὸν ἀριθμὸν τῆς στρατιᾶς | |
1 | ἦν δέ οἱ ἡ στρατιά, ὡς ἐλέγετο, ἵππος μὲν ἑξακισμυρία, πεζὸς δὲ οὐκ ἐλάσσων ὀκτακισμυρίων ἄνευ μέντοι γε τῶν σκευοφόρων καὶ τῶν ἄλλως ἑπομένων τῇ στρατιᾷ. | |
4t | ἔλασις τοῦ βασιλέως ἐπὶ Σινώπης | |
5 | διελάσας δὲ ταύτας τε καὶ τὴν Καππαδοκῶν καὶ διαβὰς τὸν Ἅλυν γίνεται κατὰ Σινώπην, πόλιν παράλιον καλλίστην τε καὶ πλουσιωτάτην τῶν ἐν τῷ Εὐξείνῳ Πόντῳ καὶ πλείστης δὴ καὶ ἀρίστης χώρας ἐπ‐ άρχουσαν. | |
9t | σημείωσαι περὶ τῆς πόλεως ταύτης ὁποία τις ἦν | |
10 | ἣ δὴ κοινὸν ἐμπόριον οὖσα τῆς περιοικίδος ἁπάσης καὶ δὴ καὶ μέρους οὐκ ὀλίγου τῆς κάτω Ἀσίας καὶ πολλοῖς εὐθηνουμένη τοῖς ἀγα‐ θοῖς, ὅσα φέρουσιν ὧραι καὶ γῆ καὶ θάλασσα—τὸ μέγιστον ὁ χαλκός ἐστιν, ὃς ἄφθονος ἀνορυττόμενος αὐτοῦ γεωργεῖται καὶ διαδιδόμενος πανταχοῦ τῆς Ἀσίας τε καὶ Εὐρώπης καὶ διατιθέμενος προσόδους | |
15 | μεγάλας χρυσοῦ καὶ ἀργύρου παρέχει τοῖς ἐν αὐτῇ. | |
4.3.4 | εἶχε δὲ αὐτῆς τὴν ἀρχὴν πρὸ χρόνων πολλῶν Ἰσμαῆλος, ἀνὴρ δυνατός τε καὶ τῶν εὖ γεγονότων παρ’ αὐτοῖς, πατρικὴν ἄνωθεν κεκτημένος ἐς αὐτὸν κατιοῦ‐ σαν ἐκ διαδοχῆς. | |
5 | ἐπὶ ταύτην οὖν ἐλάσας ὁ βασιλεὺς στρατόπεδον τίθησιν· εὑρίσκει δὲ καὶ τὸν κατὰ θάλατταν στόλον αὐτῷ ἐφορμοῦντα τοῖς λιμέσιν αὐτῆς· ἐκ συνθήματος προλαβόντες γὰρ οἱ στρατηγοὶ κατῆραν καὶ κρατήσαν‐ τες τῶν τε λιμένων καὶ τοῦ ἰσθμοῦ πᾶσαν ἐν κύκλῳ περιέσχον ταῖς | |
ναυσὶ τήν τε πόλιν καὶ τὴν νησῖδα· χερρόνησος γὰρ ἦν. | 155 | |
4.3.5(1t) | ἔξοδος τοῦ Ἰσμαήλου ἐς βασιλέα καὶ συνθῆκαι | |
2t | μετ’ αὐτοῦ καὶ παράδοσις τῆς πόλεως | |
1 | Ἰσμαῆλος δὲ τὴν ἀθρόαν ἔφοδον τοῦ βασιλέως ἰδὼν τήν τε κατὰ γῆν καὶ θάλατταν στρατιὰν περιστοιχήσασαν τήν τε πόλιν καὶ ἑαυτὸν ἐξεπλάγη τε τῷ γινομένῳ καί, τί δεῖ ποιεῖν ἐς τὸ παρόν, ἐσκόπει. ἔδοξεν οὖν αὐτῷ σκοπουμένῳ βέλτιον εἶναι αὐτὸν ἐξελθόντα τῷ βα‐ | |
5 | σιλεῖ συντυχεῖν καὶ τὰς αἰτίας τῆς κατ’ αὐτοῦ ἐφόδου μαθεῖν τε καὶ διαλύσασθαι, εἴ γε δύναιτο. καὶ δὴ δῶρα πλεῖστά τε καὶ πλείστου ἄξια ἑτοιμασάμενος ἔξεισιν ἐς βασιλέα. | |
4.3.6 | ὁ δὲ δέχεται τοῦτον ἡμέρως καὶ φιλανθρώπως καὶ προσαγορεύει φιλίως καὶ δεξιοῦται καὶ τιμᾷ ταῖς πρεπούσαις τιμαῖς. ἐς λόγους δὲ καταστάντες τοὺς περί τε τῆς ἀρχῆς καὶ τῆς πόλεως καὶ πολλὰ εἰπόντες καὶ κοινολογησάμενοι μετ’ ἀλλήλων | |
5 | ἑκάτερος ἀναγκαῖα καὶ δίκαια τῷ τε καιρῷ καὶ ἑαυτοῖς λυσιτελῆ τε καὶ πρόσφορα τέλος συμβαίνουσιν ἐπὶ τοῖσδε καὶ διαλύονται εἰρηνικῶς καὶ φιλίως. | |
4.3.7(t) | σημείωσαι ἃ ἔλαβεν Ἰσμαῆλος ἀντὶ Σινώπης | |
1 | καὶ ὁ μὲν βασιλεὺς λαμβάνει τήν τε πόλιν Σινώπην καὶ τὴν ταύτῃ πᾶσαν τοῦ Ἰσμαήλου ἀρχήν, ἀντιδίδωσι δὲ αὐτῷ σατραπείαν ἐν τῇ Εὐρώπῃ τὴν τῶν Σκοπίων καλουμένην ὅμορον οὖσαν τῇ Τριβαλλῶν, χώραν ἀρίστην τε καὶ παμφορωτάτην καὶ κατ’ οὐδὲν ἀποδέουσαν τῆς | |
5 | αὐτοῦ καὶ προσόδων ἕνεκα καὶ ἀρχῆς καὶ τῆς ἄλλης διαίτης καὶ ἀναπαύσεως. | |
4.3.8(t) | αἰτίαι δι’ ἃς ἔλαβε Σινώπην ὁ βασιλεύς | |
1 | ὁ γάρ τοι βασιλεὺς αἰτίαν μὲν οὐδεμίαν ἐπιφέρειν εἶχε τῷ Ἰσμαήλῳ, πάνυ δὲ προὔργου τήν τε Σινώπην καὶ τὴν ταύτης κατάσχε‐ σιν ἐποιεῖτο πόλιν τε οὖσαν λόγου ἀξίαν ἐν ἐπικαίρῳ τε κειμένην τῆς ἐν τῷ Εὐξείνῳ Πόντῳ Ἀσιανῆς παραλίας καὶ λιμένας ἔχουσαν ἀσφα‐ | |
5 | λεῖς καὶ παραπέμπειν δυναμένους καλῶς τόν τε στόλον καὶ τὰ πλοῖα τοῦ βασιλέως ἐς Τραπεζοῦντα τε καὶ τὴν ἄνω πᾶσαν παραλίαν τοῦ Πόντου καὶ τὰς ἐκεῖσε πόλεις, ἄλλως τε δὴ καὶ ἐν μέσῃ τῇ χώρᾳ τοῦ | |
βασιλέως κειμένην οὐκ ἐδόκει αὐτῷ ἀσφαλὲς εἶναι κατὰ πολλὰ ὑφ’ ἑτέροις ἡγεμόσι τελεῖν καὶ μὴ ὑπ’ αὐτῷ· οὐ μόνον δὲ ἀλλὰ καὶ | 156 | |
10 | ἐδεδίει Χασάνεα τὸν βασιλέα Τιγρανοκέρτων καὶ Μήδων, μὴ λάθῃ ταύτην προκατασχὼν ἢ συμβάσει ἢ πολέμῳ γειτονοῦσάν τε τῇ αὐτοῦ καὶ πάντα τρόπον ἐπιβουλεύοντα καὶ χειρώσασθαι ταύτην βουλόμενον εἰδὼς ἐκ πολλοῦ. διὰ ταῦτα τοίνυν ἀναγκαία γέγονε τῷ βασιλεῖ ἡ τῆς Σινώπης κατάσχεσις. | |
4.4.1 | καὶ Ἰσμαῆλος μὲν σὺν τοῖς αὐτοῦ πᾶσιν εὐθὺς ᾤχετο εἰς τὴν αὐτοῦ σατραπείαν ἀπιών, βασιλεὺς δὲ παραλαβὼν τήν τε Σινώπην καὶ πᾶσαν τὴν Ἰσμαήλου ἀρχὴν καὶ τὰ ἐν αὐτῇ καταστησάμενος πάντα Κασίμην μὲν καὶ Ἰαγούπην εὐθὺς κελεύει μετὰ τοῦ στόλου παντὸς | |
5 | ἀναχθέντας πλεῖν εὐθὺ Τραπεζοῦντος καὶ προσσχόντας τοῖς λιμέσιν κατακλεῖσαι ταύτην κατὰ γῆν τε καὶ θάλατταν καὶ φυλάττειν ἀσφαλῶς. | |
7t | ἔλασις τοῦ βασιλέως ἐπὶ τὸν Ταῦρον | |
8t | τὸ ὄρος καὶ ὁποῖός ἐστιν οὗτος | |
9 | αὐτὸς δὲ ἄρας ἐκεῖθεν παντὶ τῷ στρατῷ ᾔει διὰ τῆς μεσογείας καὶ | |
10 | καταλαβὼν τὸν Ταῦρον στρατοπεδεύεται πρὸς ταῖς ὑπωρείαις αὐτοῦ. | |
4.4.2 | ἔστι δὲ ὁ Ταῦρος ὄρος μέγιστον τῶν ἐν Ἀσίᾳ διορίζων τὴν κάτω Ἀσίαν ἀπὸ τῆς ἄνω, ἀρχόμενος μὲν ἀπὸ Μυκάλης τοῦ ὄρους καὶ τῆς ταύτῃ θαλάσσης, ἐκεῖθεν δὲ παρήκων καὶ τέμνων τὴν Ἀσίαν τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον κατὰ Σινώπην, κἀκεῖθεν αὖ διερχόμενος ἑνοῦ‐ | |
5 | ται τοῖς Ἀρμενίων καὶ Μήδων ὄρεσι καὶ δι’ αὐτῶν τῷ Καυκάσῳ. | |
4.4.3(t) | σημείωσαι τίνες διέβησαν τὸν Ταῦρον σὺν ὅπλοις | |
1 | τοῦτόν φασι διαβῆναι σὺν ὅπλοις πρῶτον Ἀλέξανδρον τὸν Μακεδόνα, μεθ’ Ἡρακλέα τε καὶ Διόνυσον, στρατεύσαντα κατὰ Δαρείου τοῦ Περσῶν βασιλέως καὶ τῆς ὅλης Ἀσίας, καὶ μετ’ ἐκεῖνον | |
αὖθις μετὰ Ῥωμαίων Μάγνον Πομπήϊον. | 157 | |
5t | σημείωσαι περὶ Τομίριος βασιλέως Σκυθῶν καὶ Μασσαγετῶν | |
6 | διέβη δὲ κἀν τοῖς ἡμετέροις χρόνοις καὶ Τόμιρις ὁ Μασσαγετῶν τε καὶ Σκυθῶν βασιλεύς, ὁπηνίκα κατὰ Παϊαζήτεω τοῦ προγόνου τοῦ βασι‐ λέως ἐστράτευσε σὺν ὅπλοις μέν γε καὶ στρατιᾷ, ἀλλὰ τῶν παρόδων αὐτὸς κρατῶν ἐκ πολλοῦ καὶ διὰ φιλίας τῆς αὐτοῦ πορευόμενος· δια‐ | |
10 | βαίνει τοῦτον καὶ νῦν ὁ βασιλεὺς Μεχεμέτης, ἀλλὰ σὺν ὅπλοις τε καὶ πολέμῳ, τρίτος ἀπ’ Ἀλεξάνδρου μετὰ Ῥωμαίους τε καὶ Πομπήϊον. | |
4.4.4(1t) | σημείωσαι ὡς διέβη τὸν Ταῦρον ὁ βασιλεὺς | |
2t | Μεχεμέτης ἐναντιουμένου αὐτὸν τοῦ Χασάνεω | |
1 | Χασάνης γάρ, ᾗ πρόσθεν ἔφην, ἐπιγαμίαν ἔχων τῷ βασιλεῖ Τραπεζοῦντος καὶ συμμαχεῖν βουλόμενος τούτῳ, ἄλλως δὲ καὶ Τρα‐ πεζοῦντα μᾶλλον αὐτὸς ὑπαγαγέσθαι βουλόμενος καὶ ἐλπίζων, ἐπειδὴ τὴν κατ’ αὐτῆς ἔφοδον ἔγνω τοῦ βασιλέως, δύναμιν ἀθροίσας ἧκεν ἐς | |
5 | τὰς παρόδους εἶρξαι βουλόμενος τὸν βασιλέα τῆς διαβάσεως. | |
4.4.5(t) | ὅρα τὴν ὁδὸν ἣν διέβη σὺν ὅπλοις ὁ βασιλεύς | |
1 | βασιλεὺς δὲ τοῦτο μαθὼν ἐκεῖνον μὲν αὐτοῦ μετὰ τῆς στρατιᾶς αὐτοῦ χαίρειν εἴασεν, αὐτὸς δὲ ἄλλην ὁδὸν ἀτριβῆ καὶ τραχεῖαν καὶ πάντῃ δύσπορον καὶ ἀνάντη εὐθὺ φέρουσαν Τιγρανοκέρτων, τῶν βασι‐ λείων Χασάνεω, ἔτεμε. καὶ πρῶτον μὲν στρατιὰν ἱκανὴν ἐκπέμψας | |
5 | εὐζώνων τε καὶ κούφως ὡπλισμένων ἀνδρῶν, τοξοτῶν τε καὶ πελ‐ ταστῶν, μετὰ Μαχουμούτεω τοῦ πασία προκατέσχε τοὺς ἐπικαιροτά‐ τους τῶν λόφων τά τε στενὰ καὶ δυσδιεξίτητα τῶν παρόδων καὶ τὰς δυσχωρίας ἁπάσας· | |
4.4.6 | μετὰ δὲ καὶ ψιλοὺς ἄνδρας ὅτι γε πλείστους ἐκπέμπει ὑλοτομοῦντάς τε καὶ ἐξομαλίζοντας τά τε σκληρὰ καὶ δυσάν‐ τη τά τε δασέα καὶ λάσια τῶν χωρίων καὶ δρυμῶνας καὶ λόχμας, δι’ ὧν ἔμελλε ποιεῖσθαι τὴν πάροδον, εὐρυτέραν τε αὐτῷ καὶ λειοτέραν | |
5 | κατασκευάζοντας τὴν διάβασιν. | 158 |
4.4.7(t) | σημείωσαι τὴν τοῦ ὄρους σκληρότητα καὶ τὸ δύσβατον | |
1 | τὸ γὰρ ὄρος τοῦτο ὁ Ταῦρος εἷς μὲν λέγεται εἶναι, ἔχει δὲ ὄρη πολλὰ ἐν ἑαυτῷ δυσδιάβατά τε καὶ δυσδιεξίτητα καὶ κορυφὰς ὑπερ‐ νεφεῖς τε καὶ ἠλιβάτους καὶ πάγους ὑπερυψήλους καὶ ἀποτόμους καὶ φάραγγας βαθείας τε καὶ κρημνώδεις καὶ σκοπέλους καὶ δυσχωρίας | |
5 | καὶ λόχμας καὶ βάραθρα ἀνάντη τε καὶ κατάντη δυσάντη τε καὶ προσάντη πολλά, ἃ πάντα δυσκολωτάτην τε καὶ δυσχερεστάτην καὶ λίαν ἐπίπονόν τε καὶ κινδυνώδη ποιεῖ τὴν διάβασιν. | |
4.4.8(t) | σημείωσαι ἐν ὅσαις ἡμέραις διέβη τὸν Ταῦρον ὁ βασιλεύς | |
1 | τὸ δὲ δὴ μεῖζον, ὅτι καὶ πολλῶν ἡμερῶν ὁδὸς ἡ διὰ τῶν τοι‐ ούτων τε καὶ τοσούτων δυσχερειῶν τε καὶ ἀνοδιῶν φέρουσα, ἣν μόλις ἄνδρες κούφως ὡπλισμένοι καὶ εὐσταλεῖς καὶ οὗτοί γε δὴ σὺν πόνῳ πολλῷ διαβαῖεν ἂν ἐν ὀκτὼ καὶ δέκα ταῖς ὅλαις ἡμέραις, μὴ ὅτι γε | |
5 | στρατιὰ τοσαύτη ἱππική τε καὶ πεζὴ μεθ’ ὅπλων τε βάρους καὶ ἀπο‐ σκευῆς, ὅσης οὐδ’ ἂν εἴποι τις, ἔτι δὲ ἵππων τε καὶ ὑποζυγίων καὶ καμήλων καὶ ἡμιόνων πάντων ἀχθοφορούντων πολύ τι χρῆμα. ἀλλ’ ὅμως ταῦτα πάντα παρ’ οὐδὲν θέμενος ὁ βασιλεὺς διαβαίνειν ἐπειρᾶτο. | |
4.4.9(t) | ὅρα τὴν τάξιν τοῦ βασιλέως καὶ πῶς διέβη τὸν Ταῦρον | |
1 | ἐκτάξας οὖν καλῶς καὶ ὁπλίσας πᾶσαν τὴν στρατιὰν διέβαινε τὸν μὲν πεζὸν ἔμπροσθεν ἐπὶ κέρως ἔχων ἀεὶ πορευόμενον, τὰ σκευοφόρα δ’ ἐν τῷ μέσῳ, τὴν δὲ ἵππον ὄπισθεν τάξας σὺν οὐραγοῖς καὶ ὀπισθο‐ φύλαξιν, αὐτὸς δὲ τὸ μέσον ἐπέχων τοῦ πεζοῦ σὺν ὀλίγοις ἱππόταις. | |
5 | ὅταν μὲν ἐν στενοπόροις διέβαινεν, ἐς ὀξὺ τὸ κέρας συνέστελλεν, ἔστι δ’ ὅτε καὶ μετωπηδὸν ἐπὶ κέρως προῄει· | |
4.4.10 | ὅτε δ’ εὐρυτέρας ἐτύγ‐ χανε τῆς διόδου, κατὰ μικρὸν ἀνέπτυσσε τὸ κέρας ἐς φάλαγγα καὶ κατὰ μέτωπον ἦγεν ἐν πλαισίῳ ἔχων καὶ τοὺς ἐξ ἑκατέρου μέρους τῶν πλαγίων σὺν τάξει προϊόντας μετωπηδόν, τοξότας τε καὶ ὁπλίτας, τοὺς | |
5 | μὲν τὰ τόξα διὰ χειρὸς ἔχοντας ἐντεταμένα ταῖς νευραῖς σὺν τοῖς | |
βέλεσι, καὶ τούτους ἐναλλὰξ τοῖς μέρεσιν, τοὺς μὲν ἀριστερῶς βάλλον‐ τας ἐπὶ τὰ δεξιά, τοὺς δεξιῶς δ’ ἐπὶ τὰ ἀριστερά, τοὺς δὲ ὁπλίτας τὰ δόρατα φέροντας ἐπὶ τῶν ὤμων καὶ περιάγοντας ἀεὶ ἔνθεν κἀκεῖθεν καὶ πάλλοντας. | 159 | |
4.4.11 | καὶ ἡμέρας μὲν οὕτως ἐπορεύετο, νυκτὸς δὲ στρατοπεδευόμενος πυρά τε πολλὰ ἔκαιε πρὸ τοῦ στρατοπέδου μικρὸν ἀπωτέρω καὶ φυλα‐ κὰς εἶχεν ἰσχυρὰς ἐν κύκλῳ καὶ σκοποὺς συχνοὺς πανταχόθεν καὶ προ‐ δρόμους, οὓς ἔταττεν ἡμέρας ἐν τοῖς ἐπικαιροτάτοις τῶν χωρίων, | |
5 | πάντοθεν ἀσφαλιζόμενος τὸ στρατόπεδον. | |
4.5.1(1t) | ἐπιβουλὴ κατὰ Μαχουμούτεω τοῦ πασία καὶ πληγὴ μετὰ τόξου | |
2t | ἀκίνδυνος καὶ σύλληψις καὶ θάνατος τοῦ ἐπιβουλεύσαντος | |
1 | ἐν τούτῳ δὲ καί τι συνέβη παράλογον, ὅπερ οὐ μικρῶς ἠνίασε τόν τε βασιλέα καὶ τοὺς ἐν τέλει καὶ πᾶσαν τὴν στρατιάν. ἐχθρὸς γάρ τις ἀνὴρ καὶ δύσνους καὶ βάσκανος μηδενὸς ὅλως ἔχων αἰτιᾶσθαι, μᾶλλον μὲν οὖν καὶ προσοφείλων χάριτας, ἰδίᾳ δὲ μόνον βασκανίᾳ καὶ | |
5 | κακουργίᾳ κινούμενος ἐπεβούλευε Μαχουμούτει τῷ πασίᾳ. | |
4.5.2 | δρα‐ ξάμενος οὖν ἐπιτηδείου πρὸς κακουργίαν καιροῦ καὶ θαρρήσας τῇ δυσχωρίᾳ καὶ ἐλπίσας διαλαθεῖν, λάθρᾳ τε καὶ μηδενὸς εἰδότος ἢ ὑφορωμένου τὸ σύνολον ἐντείνας τὸ τόξον βέλος ἀφίησι κατ’ αὐτοῦ. | |
5 | καὶ τυγχάνει μὲν αὐτοῦ κατὰ τοῦ μετώπου, οὐ μήν γε καιρίως ἔσχε πλῆξαι συγχυθείς τε τὸν λογισμὸν τῷ παραλόγῳ τοῦ ἔργου καὶ τὰς χεῖρας ἐκλυθεὶς τῇ συγχύσει· ἄλλως δὲ πρὸς θάνατον ἂν ἦν ἡ πληγή. | |
4.5.3 | θορύβου δὲ καταστάντος ἐπὶ τούτῳ μεγίστου καὶ τοῦ τε βασιλέως καὶ τῶν ἐν τέλει καὶ δὴ καὶ τῆς στρατιᾶς ἁπάσης συγχυθέντων οὐ μικρῶς τῷ παραλόγῳ τοῦ γεγονότος καὶ ὥσπερ ἂν εἰ ἐπίασιν οἱ πολέ‐ μιοι αἴφνης, συλλαμβάνεται μὲν εὐθὺς ὁ κάκιστος καὶ δύστροπος | |
5 | ἐκεῖνος ἀνὴρ καὶ πρὶν ἢ λόγου καὶ ἀπολογίας τυχεῖν δίδωσι δίκην τῆς τόλμης ἀξίαν κατακοπεὶς ὑπὸ τῆς στρατιᾶς ἀνοικτὶ μεληδὸν μονονοὺ πάντων ἀπογευσαμένων τῶν αὐτοῦ σαρκῶν καὶ τοῦ αἵματος. | |
4.5.4(t) | ὅρα τὴν ἐπὶ τῷ πασίᾳ λύπην τοῦ βασιλέως | |
1 | βασιλεὺς δὲ συσχεθεὶς ἀμέτρῳ λύπῃ καὶ ἀγωνίᾳ καὶ φόβῳ τῷ περὶ αὐτόν, εἰ ζημιωθήσεται ἄνδρα τηλικοῦτον καὶ μάλιστα ἐν τοιούτῳ | |
τῆς ἀνάγκης καὶ τῶν πραγμάτων καιρῷ καὶ τόπῳ, καλεῖ μὲν παραυτίκα Ἰαγούπην τὸν αὐτοῦ ἰατρόν, ἄνδρα σοφὸν καὶ τὰ πρῶτα τῆς τέχνης | 160 | |
5 | φέροντα, ὅση περί τε τὸ πρακτικὸν καὶ φαινόμενον ἔχει καὶ ὅση περὶ τὸ θεωρητικὸν καὶ δογματικόν, καὶ δὴ καὶ μέγα δυνάμενον παρ’ αὐτῷ, καὶ πυνθάνεται περὶ τοῦ τραύματος. | |
4.5.5 | μαθὼν δ’ ἐπιπόλαιον εἶναι καὶ μὴ πρὸς κίνδυνον φέρον ἀνέπνευσέ τε καὶ τῆς λύπης ὑφῆκε· καὶ πλεῖστα τούτῳ δωρησάμενος ἐκέλευσεν ἐπιμελεῖσθαι πάσῃ σπουδῇ. καὶ ὁ μὲν ἐπιμελείας τῆς προσηκούσης τυχὼν ταχέως τοῦ τραύματος ἀπαλ‐ | |
5 | λάττεται. | |
4.6.1 | βασιλεὺς δὲ ἡμέρας ἑπτὰ πρὸς ταῖς δέκα προσελαύνων ἀεὶ καὶ φάραγγας βαθείας καὶ κρημνοὺς ἀποτόμους καὶ δυσχωρίας μεγίστας καὶ τόπους δυσβάτους καὶ ἀποκρότους καὶ πολλὰ τοιαῦτα προσάντη καὶ δυσχερῆ μόλις που καὶ σὺν πόνῳ πολλῷ διελθὼν καὶ μεγίστας | |
5 | ὑπομείνας ταλαιπωρίας ἐν ὅπλοις αὐτός τε καὶ πᾶσα ἡ στρατιὰ δια‐ βαίνει τὸν Ταῦρον καὶ καταβὰς ἐς τὸ πεδίον στρατοπεδεύεται οὐ πόρρω Τιγρανοκέρτων. | |
4.6.2(1t) | ἔκπληξις τοῦ Χασάνεω ἐπὶ τῇ ἀθρόᾳ διαβάσει τοῦ βασιλέως καὶ | |
2t | ἀποστολὴ τῆς αὐτοῦ μητρὸς πρὸς βασιλέα δείσαντος περὶ ἑαυτοῦ | |
1 | Χασάνης δὲ τὴν ἀθρόαν ἔφοδον τοῦ βασιλέως μαθὼν καὶ ὡς δυσχωρίαν τοσαύτην καὶ ὁδὸν ἀτριβῆ καὶ πλείστην καὶ τὸ ὅλον ἄβατον ἐς δεῦρο οὕτως εὐκόλως διέβη καὶ μετὰ τοσαύτης στρατιᾶς τε καὶ ὅπλων καὶ ἀποσκευῆς καὶ πρὸς αὐτοῖς ἤλασε τοῖς βασιλείοις αὐτοῦ, | |
5 | ἐξεπλάγη τε τῷ παραλόγῳ τοῦ γεγονότος καὶ οἷόν τινι βέλει τῶν ἐξ οὐρανοῦ πληγεὶς εἰς ἀμηχανίαν δεινὴν καὶ φόβον ἐνέπεσε μὴ ἔχων, ὅ τι καὶ δράσειε· καὶ τέλος ἐς ἀνάγκην μεγίστην καταστὰς ἐκπέμπει τὴν αὐτοῦ μητέρα πρέσβιν ὡς βασιλέα μετὰ δώρων ὅτι πολλῶν ἀπο‐ λογούμενός τε ὑπὲρ ὧν ἔδοξε δρᾶσαι καὶ συγγνώμην αἰτῶν καὶ ἅμα | |
10 | δεόμενος σύμμαχος εἶναι καὶ φίλος τοῦ βασιλέως. | |
4.6.3 | ὁ δὲ δέχεται ταύτην φιλίως καὶ τιμᾷ ταῖς πρεπούσαις τιμαῖς καὶ λαλήσας εἰρηνικὰ | |
μετ’ αὐτῆς σπένδεται καὶ δέχεται φίλον καὶ σύμμαχον εἶναι Χασάνεα. οὐ μὴν ἀπέπεμψέ γε ταύτην εὐθύς, ἀλλ’ ἔχων μεθ’ ἑαυτοῦ ἐπορεύετο. | 161 | |
5 | καὶ ὁ μὲν βασιλεὺς οὕτως. | |
4.7.1(1t) | κατάπλους τοῦ στόλου ἐς Τραπεζοῦντα καὶ ἀπόβασις καὶ | |
2t | ἐκδρομὴ τῶν ἀπὸ τῆς πόλεως καὶ ἧττα καὶ κατάκλεισις | |
3t | αὐτῶν κατὰ γῆν καὶ θάλασσαν | |
1 | οἱ δὲ τοῦ στόλου ἡγεμόνες καταπλεύσαντες ἐς Τραπεζοῦντα προσέσχον τοῖς λιμέσιν αὐτῆς καὶ ἀποβάντες συνάπτουσι πόλεμον Τραπεζουντίοις ἐπεξελθοῦσι πρὸ τῆς πόλεως· καὶ τρεψάμενοι τούτους συνωθοῦσι βίᾳ καὶ κατακλείουσιν ἐντὸς τοῦ ἄστεος. | |
4.7.2 | κρατήσαντες δὲ τῆς ἔξω χώρας ἁπάσης καὶ τῆς παρόδου τῆς πρὸς τὴν πόλιν καὶ κύκλῳ περισχόντες αὐτοὺς τῷ στρατῷ κατὰ γῆν καὶ κατὰ θάλατταν ταῖς ναυσὶν ἐπολιόρκουν παραφυλάττοντες ἰσχυρῶς τοῦ μή τι τῶν | |
5 | ἔνδον ἐξαγαγεῖν ἢ τῶν ἔξωθεν εἰσκομίσασθαι. | |
4.7.3 | ἡμέραι μὲν οὖν παρῆλθον ἑξῆς ὀκτὼ πρὸς ταῖς εἴκοσι πολιορκουμένοις, ἐν αἷς ἐκ‐ δρομαί τινες ἐγίνοντο τῶν ἀπὸ τῆς πόλεως πρὸς τοὺς ἔξω, κἀν ταύταις οὐδὲν ἔλαττον εἶχον οὗτοι τῶν πολεμίων, ὅμως γε μὴν συνελαυνό‐ | |
5 | μενοι βίᾳ ὀλίγοι ὑπὸ πολλῶν αὖθις εἰσωθοῦντο καὶ κατεκλείοντο ἐς τὸ ἄστυ. | |
4.7.4(1t) | λόγοι τοῦ πασία πρὸς τοὺς ἐν τῇ πόλει καὶ τὸν | |
2t | βασιλέα αὐτῶν περὶ ἐνδόσεως τῆς πόλεως καὶ ἑαυτῶν | |
1 | μετὰ δὲ ταῦτα παραγίνεται Μαχουμούτης ὁ πασίας σὺν τῇ κατὰ γῆν στρατιᾷ προλαβὼν ἡμέρᾳ μιᾷ τὸν βασιλέα καὶ στρατοπεδευσάμενος οὐ πόρρω τοῦ ἄστεος πέμψας ἄγγελον Θωμᾶν τὸν Καταβοληνοῦ λόγους προσφέρει τοῖς ἐν τῇ πόλει καὶ βασιλεῖ τούτων συμβατηρίους | |
5 | περί τε ἐνδόσεως ἑαυτῶν τε καὶ τῆς πόλεως, βέλτιον εἶναι λέγων αὐτοῖς καὶ τῶν κατὰ πολλὰ συμφερόντων καταπιστεῦσαι ἑαυτούς τε καὶ τὴν πόλιν τῷ μεγάλῳ βασιλεῖ μετά γε συμβάσεων καὶ ὅρκων βεβαίων καὶ πίστεως· τοῦτο γὰρ ἔσται πρὸς καλοῦ καὶ ἐπωφελοῦς αὐτοῖς τε κοινῇ τῷ τε βασιλεῖ αὐτῶν ἰδίᾳ καὶ παισὶ τοῖς αὐτοῦ καὶ | |
10 | τοῖς γε περὶ αὐτὸν πᾶσι, τῷ μὲν τυχόντι προνοίας παρὰ τοῦ μεγάλου βασιλέως, χώρας τε πολλῆς καὶ προσόδων ἱκανῶν ἔς τε διατροφὴν αὐτοῖς καὶ ἀνάπαυσιν καὶ πᾶσαν ἄλλην χρείαν τε καὶ αὐτάρκειαν, | |
τοῖς δὲ καθῆσθαι σὺν γυναιξὶ καὶ τέκνοις ἀπαθέσιν ὅλως κακῶν ἔχουσι τήν τε πατρίδα καὶ τὰ οἰκεῖα. | 162 | |
4.7.5 | εἰ δὲ προκαλουμένου νῦν ἐπὶ συμβάσεις τοῦ μεγάλου βασιλέως παρακούσειαν, οὐκέτι ἕξουσι τοῦ λοιποῦ πρὸς αὐτὸν συμβάσεών τε καὶ συνθηκῶν ὅλως μνησθῆναι ἅπαξ ὀργῇ καὶ θυμῷ καταστάντος ἐς τὸ πολεμεῖν, ἀλλὰ κριθήσονται τὰ κατ’ | |
5 | αὐτοὺς ὅπλοις μᾶλλόν τε καὶ σιδήρῳ, καὶ ἁλόντες πολέμῳ ὑποστήσον‐ ται φόνον τε καὶ διαρπαγὴν καὶ δουλείαν καὶ ὅσα πολέμου καὶ ἁλώσεως πάθη. καὶ ὁ μὲν οὕτως. | |
4.7.6(1t) | ἔλασις τοῦ βασιλέως ἐς Τραπεζοῦντα καὶ ἐπικηρυκεία | |
2t | καὶ συνθῆκαι καὶ παράδοσις τῆς πόλεως | |
1 | οἱ δὲ ἐν τῇ πόλει καὶ βασιλεὺς αὐτῶν ἀκούσαντες ταῦτα ἐδέξαντό τε τοὺς λόγους ἡσύχως καὶ τοῦ μεγάλου βασιλέως ἔφασαν παραγενο‐ μένου συμβήσεσθαι. τῇ δὲ ὑστεραίᾳ παραγίνεται καὶ οὗτος καὶ στρα‐ τοπεδεύεται πρὸ τῆς πόλεως καὶ κήρυκα πέμψας τὸν αὐτὸν Θωμᾶν | |
5 | προκαλεῖται καὶ αὐτὸς ἐπὶ συμβάσεις αὐτοὺς ἐπὶ τοῖς αὐτοῖς καὶ ὁμοί‐ οις, ἐφ’ οἷσπερ καὶ Μαχουμούτης. | |
4.7.7 | οἱ δὲ τοῦ κήρυκος ἀκούσαντες δῶρά τε πλεῖστα καὶ κάλλιστα ἑτοιμάσαντες εὐθὺς καὶ ἄνδρας τοὺς ἀρίστους σφῶν ἀπολεξάμενοι καὶ πίστεις δόντες αὐτοῖς ἐκπέμπουσιν. οἱ δὲ ἀφικόμενοι προσκυνοῦσί τε τὸν βασιλέα καὶ συνθήκας ποιοῦνται | |
5 | καὶ ὅρκους δόντες καὶ λαβόντες παραδιδόασι τήν τε πόλιν καὶ ἑαυτοὺς βασιλεῖ. | |
7t | εἰσέλασις τοῦ πασία εἰς Τραπεζοῦντα καὶ παραλαβὴ ταύτης | |
8t | καὶ ἐξέλευσις τοῦ βασιλέως αὐτῆς εἰς προσκύνησιν | |
9t | τοῦ μεγάλου βασιλέως καὶ ἀναδοχὴ καὶ τιμή | |
10 | καὶ ἀνοίξαντες τὰς πύλας δέχονται Μαχουμούτεα μετὰ τῆς στρατιᾶς, καὶ παραλαμβάνει Μαχουμούτης τὴν πόλιν. | |
4.7.8 | ἔξεισι δὲ καὶ βασιλεὺς Τραπεζοῦντος σύν γε παισὶ καὶ τοῖς περὶ αὐτὸν ἅπασιν εἰς προσκύνη‐ σιν τοῦ βασιλέως. ὁ δὲ δέχεται τοῦτον ἡμέρως καὶ φιλανθρώπως καὶ δεξιωσάμενος καὶ τιμήσας τὰ εἰκότα δωρεῖται πολυτρόπως αὐτόν τε | |
5 | καὶ παῖδας καὶ τοὺς σὺν αὐτῷ πάντας. | 163 |
4.8.1(t) | εἰσέλευσις τοῦ μεγάλου βασιλέως ἐς Τραπεζοῦντα | |
1 | καὶ μετὰ τοῦτο εἰσέρχεται ἐς τὴν πόλιν ὁ βασιλεὺς καὶ περιερχόμενος κατεθεᾶτο τήν τε θέσιν αὐτῆς, ἔτι δὲ τήν τε οἴκησιν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ, ἄνεισι δὲ ἔς τε τὴν ἀκρόπολιν καὶ τὰ βασίλεια καὶ εἶδε καὶ ἐθαύμασε τήν τε ἐχυρότητα τῆς ἄκρας καὶ τὰς | |
5 | οἰκοδομὰς τῶν βασιλείων καὶ τὴν λαμπρότητα· καὶ λόγου ἀξίαν διὰ πάντων τὴν πόλιν ἀπέφαινε. | |
4.8.2 | μετὰ δὲ τοῦτο κελεύει τόν τε βασιλέα καὶ τοὺς περὶ αὐτὸν ἅπαντας καὶ δὴ καί τινας τῶν ἐν δυνάμει ὄντων τῆς πόλεως καὶ πλοῦτον κεκτημένους σὺν γυναιξὶ καὶ παισὶ καὶ τοῖς ὑπάρχουσι πᾶσιν ἐξελθόντας ἐμβῆναι ἐς τὰς τριήρεις. | |
5t | σημείωσαι ὅσους παῖδας ἔλαβεν ἀπὸ Τραπεζοῦντος | |
6t | ὁ βασιλεὺς τὴν ἀρχήν | |
7 | ἐκλέγεται δὲ καὶ παῖδας τῶν ἐφήβων ἀπό τε τῆς πόλεως καὶ τῆς ἔξω χώρας ἁπάσης περὶ πεντακοσίους που μάλιστα καὶ χιλίους καὶ αὐτοὺς ἐμβιβάζει ἐς τὰς τριήρεις. | |
4.8.3 | καὶ δωρησάμενος πολλὰ τοῖς ἡγεμόσι τῶν νεῶν, τριηράρχαις τέ φημι καὶ ναυάρχαις, ἔτι δὲ κυβερ‐ νήταις καὶ κελευσταῖς καὶ τοῖς ἄλλοις, ἐκέλευσεν ἀποπλεῖν. καὶ οἱ μὲν ἀνήγοντο· αὐτὸς δὲ παρακατασχὼν τὸν ἕνα τῶν ἡγεμόνων τοῦ στόλου, | |
5 | Κασίμην τὸν σατράπην Καλλιουπόλεως, δίδωσιν αὐτῷ τὴν σατραπείαν Τραπεζοῦντος, δίδωσι δὲ καὶ τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς ἄνδρας ἐπι‐ λέκτους τετρακοσίους ἐς φυλακήν. | |
4.8.4 | διαγαγὼν δὲ οὐ πολλὰς ἡμέρας αὐτοῦ καὶ τὰ ἐν τῇ πόλει καταστησάμενος πάντα, ὡς ἦν αὐτῷ κατὰ νοῦν, ἄρας ἐκεῖθεν ᾔει τὴν αὐτὴν αὖθις ἐπ’ οἴκου. | |
4t | ἀπόλυσις τῆς μητρὸς Χασάνεω παρὰ τοῦ βασιλέως μετὰ δώρων | |
5t | καὶ τιμῆς καὶ πρεσβεία Χασάνεω πρὸς βασιλέα καὶ | |
6t | φιλία πρὸς ἀλλήλους καὶ συμμαχία | |
7 | γενόμενος δὲ κατὰ τὴν Χασάνεω χώραν ἀποπέμπει τὴν μητέρα αὐτοῦ πολλὰ δωρησάμενος καὶ τιμήσας· ἐκπέμπει δὲ καὶ πρέσβεις σὺν αὐτῇ ἐς Χασάνεα τὸν υἱὸν σπονδάς τε ἀνανεῶν καὶ φίλον καὶ σύμμαχον, ᾗ | |
10 | πρόσθεν ἔφην, ἔχειν βουλόμενος. | |
4.8.5 | ὁ δὲ καὶ αὐτὸς ἀντιπέμπει πρέσβεις ἐς βασιλέα δῶρά τε φέροντας καὶ συγχαίροντας αὐτῷ τῶν κατωρθωμένων καὶ χάριν ὁμολογοῦντας τῆς ἐς τὴν μητέρα τιμῆς καὶ φιλίαν καὶ συμμαχίαν βεβαιοῦντας. | 164 |
5t | ἄφιξις τοῦ βασιλέως ἐς τὸ Βυζάντιον | |
6 | βασιλεὺς δ’ ἐκεῖθεν ὁρμηθεὶς καὶ ἀεὶ σπουδῇ ἐλαύνων ἐπὶ τὰ πρόσω διαβαίνει τε τὸν Ταῦρον ἀσφαλῶς καὶ πᾶσαν τὴν μεταξὺ διελθὼν ἐν ὀκτὼ καὶ εἴκοσι ταῖς ὅλαις ἡμέραις ἀφικνεῖται ἐς τὴν Προυσίου καὶ τὴν στρατιὰν διαφεὶς διαναπαύει αὑτόν τε καὶ τοὺς μετ’ αὐτοῦ ἐνταῦθα | |
10 | ἡμέρας οὐ συχνάς, καὶ μετὰ τοῦτο φθινοπώρου λήγοντος ἤδη παρα‐ γίνεται ἐς τὸ Βυζάντιον. καὶ ἔννατον καὶ ἑξηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ἑνδέκατον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
4.9.1(t) | σημείωσαι ὅπως ἐθεράπευσε τὸν βασιλέα Τραπεζοῦντος | |
1 | τὰ μὲν οὖν κατὰ Σινώπην καὶ Τραπεζοῦντα, πόλεις λόγου ἀξίας καὶ τῶν ὀνομαστῶν ἐν τοῖς νῦν καιροῖς, τοῦτον ἔσχε τὸν τρόπον. βασιλεὺς δὲ Μεχεμέτης τὴν Κωνσταντίνου καταλαβὼν πρῶτα μὲν προὔργου τι ποιεῖται τὴν θεραπείαν τοῦ βασιλέως Τραπεζοῦντος, καὶ | |
5 | δίδωσιν αὐτῷ καὶ τοῖς σὺν αὐτῷ χώραν ἱκανὴν ἐς διατροφὴν περί που τὸν Στρυμόνα ποταμὸν ὥστε ἀποφέρεσθαι δασμὸν ἐκεῖθεν ἐτήσιον ἀργυρίου κέρμα νενομισμένον μυριάδας τριάκοντα. | |
4.9.2(1t) | σημείωσαι περὶ τοῦ φιλοσόφου Γεωργίου τοῦ Ἀμηρούκη | |
2t | ὅπως ἐδέξατο τοῦτον ὁ βασιλεὺς καὶ εἶχε διὰ τιμῆς | |
1 | ἦν δὲ καί τις ἀνὴρ τῶν μετὰ βασιλέως, Γεώργιος Ἀμηρούκης τοὔνομα, φιλοσοφίαν ἄκρος, ὅση περί τε τὸ φυσικὸν ἔχει καὶ δογματι‐ κὸν τό τε μαθηματικόν τε καὶ γεωμετρικὸν καὶ τὰς ἀναλογίας τῶν | |
ἀριθμῶν καὶ ὅση τῶν ἀπὸ τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, προσέτι δὲ | 165 | |
5 | καὶ πλήρης πάσης ἐγκυκλίου παιδείας, ῥητορικῆς τέ φημι καὶ ποιητι‐ κῆς. | |
4.9.3 | περὶ τούτου μαθὼν ὁ βασιλεὺς μετακαλεῖται τὸν ἄνδρα καὶ πεῖραν ἱκανὴν ἔκ τε τῆς συντυχίας καὶ ὁμιλίας λαβὼν τῆς τε παιδείας καὶ σοφίας αὐτοῦ θαυμάζει τε τοῦτον διαφερόντως καὶ χώρας τῆς προσηκούσης ἀξιοῖ παρ’ αὐτῷ καὶ συχναῖς ὡς αὐτὸν εἰσόδοις καὶ | |
5 | ὁμιλίαις τιμᾷ δόγματα τῶν παλαιῶν αὐτῷ προτιθεὶς καὶ φιλοσόφους ἀπορίας καὶ συζητήσεις καὶ λύσεις· ἔστι γὰρ τῶν ἄκρως φιλοσόφων ὁ βασιλεύς. | |
4.9.4 | μετὰ δὲ τοῦτο τῶν κατὰ τὴν Πόλιν αὖθις φροντίδων γίνεται τοῦ τε συνοικισμοῦ αὐτῆς ἄγαν ἐπιμελόμενος τοῦ τε κόσμου σύμπαντος καὶ τῆς ἄλλης καλλονῆς καὶ κατασκευῆς νεώς τε ἀνεγείρων καὶ νεώρια οἰκοδομῶν καὶ θέατρα καὶ ἀγορὰς καὶ ὅσα τοιαῦτα, προσέτι δὲ καὶ | |
5 | πάσας τέχνας καὶ ἐπιστήμας εἰσάγων αὐτῇ πανταχόθεν ἀγείρων τε καὶ μετακομίζων τοὺς τούτων ἐπιστήμονας καὶ τεχνίτας καὶ κατοικίζων αὐτῇ μηδεμιᾶς δαπάνης ἢ ἀναλωμάτων πρὸς τοῦτο φειδόμενος. ἐσπού‐ δαστο γὰρ αὐτῷ διὰ τέλους αὐτάρκη τοῖς ὅλοις φῆναι τὴν πόλιν μηδαμοῦ προσδεομένην ἑτέρου τινὸς τῶν ἔξωθεν ἔς τε φιλοτιμίαν καὶ | |
10 | χρείαν καὶ κόσμον ὁμοῦ καὶ λαμπρότητα. | |
4.10.1(t) | ὅρα τὴν ἐπανάστασιν Δράκουλη τοῦ Γετῶν ἡγεμόνος | |
1 | ἐν τούτοις τοίνυν ὄντι τῷ βασιλεῖ καὶ τὰ κατὰ τὴν Πόλιν εὖ τιθεμένῳ χειμῶνος ἀγγέλλεται Δράκουλιν, τὸν ἡγεμόνα Γετῶν, νεω‐ τέρων ἐπιθυμήσαντα νεοχμῶσαι καὶ στρατιὰν ξυλλεξάμενον ἱκανὴν καὶ ἵππους καὶ ὅπλα ἀντᾶραι τῷ βασιλεῖ, ὃς ἦν αὐτῷ πρώην ταύτην παρα‐ | |
5 | σχὼν τὴν ἀρχήν. | |
4.10.2 | ἀπελαθέντας γὰρ αὐτόν τε καὶ τὸν ἀδελφὸν ὑπὸ τοῦ τῶν Παιόνων τε καὶ Δακῶν ἡγεμόνος Ἰωάννου τοῦ Γέτου μετὰ δυνάμεως ἐπελθόντος καὶ τὸν σφῶν ἀποκτείναντος πατέρα καὶ τὴν ἀρχὴν παραδόντος ἑτέρῳ ἐδέξατο τούτους φυγάδας ὁ τοῦ βασιλέως | |
5 | πατὴρ ἐς αὐτὸν καταφυγόντας καὶ ἔτρεφεν ἐν τοῖς βασιλείοις ἄγαν φιλοτίμως παῖδας ὄντας ἔτι, καὶ τελευτῶν κατέλιπεν αὐτοὺς τῷ βασιλεῖ καὶ υἱεῖ· καὶ ὃς εἶχε καὶ ἔτρεφεν αὐτοὺς ἐν πολλῇ θεραπείᾳ τε καὶ τιμῇ παρ’ ἑαυτῷ καὶ προνοίᾳ βασιλικῇ. | |
4.10.3 | νεωτέρων δὲ συμβάντων περὶ τὴν ἀρχὴν τὴν Γετῶν καὶ τοῦ ταύτην ἔχοντος ἀπελαθέντος κακῶς κατήγαγε τοῦτον ὁ βασιλεὺς χειρὶ πολλῇ καὶ δαπάνῃ παραδοὺς αὐτῷ | |
πᾶσαν τὴν ἀρχὴν τὴν Γετῶν καὶ ξυνθήκαις καὶ ὅρκοις ξυνδήσας αὐτὸν | 166 | |
5 | ἦ μὴν φυλάξειν ἄδολόν τε καὶ καθαρὰν τὴν πρὸς τὸν βασιλέα στοργὴν καὶ εὔνοιαν καὶ τὰς γενομένας πίστεις τε καὶ ξυνθήκας. | |
4.10.4 | ὁ δὲ βραχὺν χρόνον ἐμμείνας τούτοις ἔπειτα πάντων ἀμνηστίαν λαβὼν καὶ κακὸς φανεὶς περὶ τὸν πιστεύσαντα ἐπανέστη κατὰ τοῦ βασιλέως. | |
4t | σημείωσαι ὅπως διέβη τὸν Ἴστρον ὁ Δράκουλις | |
5t | καὶ κατέδραμε τὰ περὶ Νικόπολιν καὶ Βιδίνην | |
6 | καὶ πρῶτα μὲν λάθρᾳ διαβὰς τὸν Ἴστρον ξὺν δυνάμει καὶ στρατιᾷ οὐκ ὀλίγῃ κατατρέχει πᾶσαν τὴν ὅμορον αὐτῷ χώραν τοῦ βασιλέως, λέγω δὴ τὰ περὶ Νικόπολιν καὶ Βιδήνην, καὶ λείαν ἐλάσας ὅτι πολλὴν καὶ φόνον ἐργασάμενος οὐκ ὀλίγον πάλιν διαβὰς ἐπανῆκεν ἐς τὴν | |
10 | αὐτοῦ. | |
4.10.5 | μετὰ δὲ τοῦτο πρέσβεις ὡς αὐτὸν ἀποστείλαντος τοῦ βασι‐ λέως σπονδῶν τε ἀναμνήσοντας καὶ λαλήσοντας εἰρηνικὰ καὶ τὴν αἰτίαν πευσομένους τῆς ἀποστάσεως ὁ δὲ πρὶν ἢ μαθεῖν, ἐφ’ ἃ ἧκον, συλλαβὼν τούτους ἀνεσκολόπισε πολλὰ καὶ βλάσφημα ἀπειλήσας ἐς | |
5 | βασιλέα. | |
4.10.6(1t) | ὁρμὴ τοῦ βασιλέως κατὰ Γετῶν καὶ διάβασις | |
2t | τοῦ Ἴστρου καὶ καταδρομὴ πάσης τῆς χώρας αὐτῶν καὶ λεηλασία | |
1 | βασιλεὺς δὲ τὴν ὕβριν ταύτην βαρέως ἐνεγκὼν θυμῷ δικαίῳ ληφθεὶς στρατιὰν ὅτι πλείστην εὐθὺς ἀγείρει καὶ καλῶς παρασκευασά‐ μενος χειμῶνος ἅμα ἦρι διαβαίνει τὸν Ἴστρον καὶ διαβὰς κατατρέχει μὲν ἐν οὐ πολλαῖς ἡμέραις πᾶσαν σχεδὸν τὴν Γετῶν πορθῶν καὶ δῃῶν | |
5 | αὐτὴν καὶ χειμάρρου δίκην ἐπερχόμενός τε καὶ παρασύρων πάντα τὰ ἐν ποσὶ καὶ φρούρια χειρούμενος καὶ κώμας διαρπάζων καὶ λείαν ὅτι πλείστην ἀπάγων. | |
4.10.7 | ὁ δὲ θρασὺς ἐκεῖνος καὶ ἀλαζὼν τὴν ἀθρόαν ἔφοδον τοῦ βασιλέως μὴ ἐνεγκὼν φυγὰς εὐθὺς ᾤχετο καὶ καταλαβὼν τὰ ἐρυμνότατα τῆς χώρας καὶ τῶν βουνῶν διῆγε τὸ τέλος ἀποσκοπῶν τῶν γιγνομένων. βασιλεὺς δὲ ἦγε καὶ ἔφερε τὴν αὐτοῦ καὶ τέλος ἡγε‐ | |
5 | μόνα Γετῶν τὸν αὐτοῦ ἀδελφὸν ἀποδείκνυσι, Ῥάδον· εἶχε γὰρ τοῦτον μεθ’ ἑαυτοῦ. | |
4.10.8 | Δράκουλις δὲ ἤδη τῶν αὐτοῦ πραγμάτων ὅλως ἀπογνοὺς καὶ | |
μηδεμίαν ἔχων ἐλπίδα τοῦ λοιποῦ τῆς ἀρχῆς ἔγνω θανατῶν δράσας τι τοὺς ἐχθροὺς κακῶς καὶ παθεῖν αὐτός. καὶ δὴ τοῦτο δόξαν ἀνοήτως αὐτῷ νυκτὸς ἐπιθέσθαι βούλεται τῷ στρατοπέδῳ· καὶ περὶ μέσας νύ‐ | 167 | |
5 | κτας ἀναλαβὼν τοὺς αὐτοῦ ἄκρᾳ τινὶ προσβάλλει τοῦ στρατοπέδου ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ, καὶ φόνον ἐργάζεται ζῴων πολύν, καμήλων τε καὶ ἵππων καὶ ἡμιόνων· οὐ γὰρ ἐνέτυχεν ἀνδράσι. | |
4.10.9(t) | ἧττα καὶ φυγὴ τοῦ Δράκουλι | |
1 | βασιλεὺς γάρ, ὡς ἔγνω τὴν προσβολήν, ἐξεπίτηδες κελεύει μικρὸν ἀναχωρῆσαι τοὺς στρατιώτας, ἵνα ἐπὶ μᾶλλον προέλθῃ, ὡς ἂν εὐχείρω‐ τος γένηται· μετὰ δὲ τοῦτο τῇ στρατιᾷ σύνθημα δοὺς κελεύει παντα‐ χόθεν αὐτῷ προσβαλεῖν. οἱ δ’ ὁρμήσαντες σὺν ἀλαλαγῇ καὶ ῥώμῃ καὶ | |
5 | προθυμίᾳ πολλῇ πάντας αὐτοῦ κατακόπτουσι, πλὴν ὅσους ζῶντας ἐζώγρησαν, εὐαριθμήτους πάνυ. Δράκουλις δὲ διαλαθὼν αὐτοῦ που καὶ διαδρὰς φυγὰς ᾤχετο ἐς Παίονας· οἱ δὲ συλλαβόντες αὐτὸν καθεῖρξαν ἐν φυλακῇ. | |
4.10.1 | βασιλεὺς δέ, ᾗπερ ἔφην, ἄρχοντα καὶ ἡγεμόνα Γετῶν ἀπο‐ δείκνυσι Ῥάδον παραδοὺς αὐτῷ πᾶν τὸ σφῶν κράτος καὶ τὴν ἀρχὴν τὰ πιστὰ λαβὼν παρ’ αὐτοῦ, αὐτὸς δὲ λείαν ἐλάσας ὅτι πολλὴν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῇ στρατιᾷ διαδοὺς πάλιν δια‐ | |
5 | βαίνει τὸν Ἴστρον καὶ καταλαβὼν τὴν Ἀδριανοῦ θέρους μικρὸν δι‐ αναπαύει τὴν στρατιὰν αὐτοῦ· καὶ μετὰ τοῦτο μετακαλεσάμενος τοὺς ἡγεμόνας τοῦ στόλου κελεύει διακοσίων νεῶν στόλον ἐξαρτῦσαι τῇ Λέσβῳ. | |
4.11.1(1t) | σημείωσαι τὰς αἰτίας δι’ ἃς ἐστράτευσε κατὰ | |
2t | τῆς Λέσβου καὶ Μιτυλήνης ὁ βασιλεύς | |
1 | Νικορέζος γάρ, ὁ τοῦ Δωριέως υἱός, κληρονόμος καὶ αὐτὸς μετὰ τοῦ ἀδελφοῦ Δομινίκου καταλειφθεὶς τῆς πατρῴας ἀρχῆς τελευ‐ | |
τήσαντος αὐτοῖς τοῦ πατρὸς καὶ σπονδὰς ἔχων μετὰ τοῦ βασιλέως καὶ φόρου ὑποτελὴς ὢν πρῶτα μὲν κακῶς βουλευσάμενος καὶ ἀνόσια δρῶν | 168 | |
5 | συλλαμβάνει τε τὸν ἀδελφὸν καὶ ἐς εἱρκτὴν ἐμβαλὼν ἀναιρεῖ δόλῳ· ἔπειτα οὔτε τὸν φόρον ἀπεδίδου προθύμως τῷ βασιλεῖ οὔτε μένειν ἀδόλως ἤθελεν ἐπὶ τῶν σπονδῶν, ἀλλὰ κοινολογούμενος κρύφα τοῖς Ἰταλοῖς καὶ ξυνθήκας ποιῶν μετ’ αὐτῶν, ὡς καὶ πρότερόν μοι εἴρηται, παρεσπόνδει τὸν βασιλέα ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ τὰς κατάρσεις | |
10 | δεχόμενος τῶν πειρατικῶν νεῶν καὶ αὐτὸς ἑτέρας ἀντιπληρῶν καὶ ἡγεμόνας τῶν χωρῶν καὶ λιμένων καὶ τόπων παρέχων αὐτοῖς ἐκάκου λάθρᾳ πᾶσαν τὴν προσεχῆ τῇ Λέσβῳ παραλίαν τοῦ βασιλέως, οὐ μόνον δὲ ἀλλὰ καὶ Χερρόνησον αὐτὴν καὶ τὴν ἀντιπέρας Θρᾴκης τε καὶ Μακεδονίας. | |
4.11.2 | ἃ πυνθανόμενος πολλάκις ὁ βασιλεὺς πέμπων ἐκέλευε μὴ τοιαῦτα δρᾶν ἐν σπονδαῖς καὶ εἰρήνῃ (οὐ γὰρ λανθάνει κακουργῶν τὰ τοιαῦτα), ἀλλὰ μένειν ἀδόλως ταῖς σπονδαῖς καὶ τὸν φόρον ἀποδιδόναι προ‐ θύμως ἢ πόλεμον ἐποίσειν αὐτῷ. | |
4.11.3 | ὁ δὲ τὰ μὲν ἀρνούμενός τε καὶ λανθάνειν νομίζων, τὰ δὲ καὶ ματαίας ἐλπίδας ἔχων ἐν Ἰταλοῖς βραχὺ τῶν βασιλέως ἐφρόντιζεν. ὁ δὲ πολλάκις ἀπειλήσας αὐτῷ καὶ δὴ καὶ στόλον ἐκπέμψας, ᾗ πρόσθεν ἔφθην εἰπών, καὶ μέρος τι τῆς Λέσβου | |
5 | καταδραμὼν ὥστε σωφρονίσαι αὐτόν—ὁ δ’ οὐδὲν μᾶλλον ἠφίει, ἀλλὰ πρὸς καιρὸν μὲν ἐδόκει τῷ φόβῳ τοῦτο ποιεῖν καὶ τῶν τοιούτων ἀπέχεσθαι, οὐδὲν δὲ ἧττον αὖθις ἔμενεν ἐπὶ τῶν αὐτῶν. | |
4.11.4(t) | κίνησις τοῦ βασιλέως κατὰ τῆς Λέσβου κατὰ γῆν καὶ θάλασσαν | |
1 | ὀργισθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς τὴν ἐκστρατείαν κατ’ αὐτοῦ ἐποιεῖτο. παρασκευασάμενος οὖν ὅτι τάχος τὸν στόλον καὶ ὁπλίσας καλῶς καὶ ὁπλίτας πολλοὺς καὶ ὅπλα παντοῖα ἐπιβιβάσας ταῖς ναυσὶ καὶ μηχανὰς πετροβόλους καὶ ἀφετήρια καὶ στρατηγὸν αὐτοκράτορα | |
5 | καὶ ἡγεμόνα τοῦ στόλου παντὸς ἑλόμενος Μαχουμούτεα τὸν πασίαν ἐκπέμπει. αὐτὸς δὲ σὺν τῇ κατὰ γῆν στρατιᾷ διαβὰς τὸν Ἑλλήσποντον | |
ἐπορεύετο διὰ τῆς κάτω Φρυγίας. | 169 | |
4.11.5(1t) | σημείωσαι ὡς ἱστόρησε τοὺς τάφους τῶν ἡρώων ὁ βασιλεὺς | |
2t | πορευόμενος διὰ τῆς Τροίας καὶ ὅπως ἐπῄνεσε καὶ ἐμακάρισεν αὐτούς | |
1 | καὶ ἀφικόμενος ἐς τὸ Ἴλιον κατεθεᾶτο τά τε ἐρείπια τούτου καὶ τὰ ἴχνη τῆς παλαιᾶς πόλεως Τροίας καὶ τὸ μέγεθος καὶ τὴν θέσιν καὶ τὴν ἄλλην τῆς χώρας ἐπιτηδειότητα καὶ ὡς ἔκειτο γῆς καὶ θαλάσσης ἐν ἐπικαίρῳ, προσέτι δὲ καὶ τῶν ἡρώων τοὺς τάφους ἱστόρει, Ἀχιλλέως | |
5 | τέ φημι καὶ Αἴαντος καὶ τῶν ἄλλων, καὶ ἐπῄνεσε καὶ ἐμακάρισε τούτους τῆς τε μνήμης καὶ τῶν ἔργων καὶ ὅτι ἔτυχον ἐπαινέτου Ὁμήρου τοῦ ποιητοῦ· | |
4.11.6 | ὅτε λέγεται καὶ μικρὸν συγκινήσας τὴν κεφαλὴν εἰπεῖν· „ἐμὲ τῆς πόλεως ταύτης καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τοσούτοις περιόδοις ἐτῶν ἐκδικητὴν ἐταμιεύετο ὁ θεός· ἐχειρωσάμην γὰρ τοὺς τούτων ἐχθροὺς καὶ τὰς πόλεις αὐτῶν ἐπόρθησα καὶ Μυσῶν | |
5 | λείαν τὰ τούτων πεποίημαι. Ἕλληνες γὰρ ἦσαν καὶ Μακεδόνες καὶ Θετταλοὶ καὶ Πελοποννήσιοι οἱ ταύτην πάλαι πορθήσαντες, ὧν οἱ ἀπό‐ γονοι τοσούτοις ἐς ὕστερον περιόδοις ἐνιαυτῶν νῦν ἐμοὶ τὴν δίκην ἀπέτισαν διά τε τὴν τότε ἐς τοὺς Ἀσιανοὺς ἡμᾶς καὶ πολλάκις γενο‐ μένην ἐς ὕστερον ὕβριν αὐτῶν.“ | |
4.12.1 | ὁρμηθεὶς οὖν ἐκεῖθεν ἀφίκετο ἐπὶ Λεκτόν, κἀκεῖθεν ἄρας στρατοπεδεύεται ἐπὶ τῆς ἀντιπέραν ἠπείρου τῆς Λέσβου καταντικρὺ Μιτυλήνης. Μαχουμούτης δὲ ἀναχθεὶς ἐκ Καλλιουπόλεως παντὶ τῷ στόλῳ, ναυσὶ διακοσίαις, τριταῖος καταίρει ἐς Μιτυλήνην καὶ ἀποβιβά‐ | |
5 | σας τὴν στρατιὰν στρατόπεδον τίθησιν οὐ πόρρω τῆς πόλεως. | |
4.12.2(t) | πολιορκία Μιτυλήνης | |
1 | Μιτυληναῖοι δὲ τότε πρῶτον ἐπεκδρομὴν ποιησάμενοι καὶ μηδὲν δράσαντες πάλιν συνελαθέντες ὑπὸ τῶν ὁπλιτῶν βίᾳ ἐς τὴν πόλιν κλείσαντες τὰς πύλας ἔμενον. Μαχουμούτης δὲ λόγους προσφέρει πρῶτον αὐτοῖς καὶ τῷ σφῶν ἡγεμόνι, εἰ βούλοιντο παραδόντες ἑαυτοὺς | |
5 | καὶ τὴν πόλιν ξυμβῆναι τῷ βασιλεῖ· ὡς δ’ οὐκ ἔπειθε, πρῶτα μὲν ἔκειρε τὰ ἔξω τῆς χώρας καὶ ἐδῄωσε πάντα, ἔπειτα περισταυρώσας τὴν πόλιν καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει καὶ τοῦ μὲν τείχους ἐν ἓξ ἢ ἑπτὰ ταῖς ὅλαις ἡμέραις κατέσεισε καὶ κατήρριψεν οὐκ ὀλίγον ταῖς μηχαναῖς. | 170 |
4.12.3 | οἱ δὲ ἐν τῇ πόλει, ὡς εἶδον τὸ τεῖχος κατερριμμένον, κεραίας μεγάλας ἐπαγαγόντες καὶ περισταυρώσαντες αὐτὸ ἔσωθέν τε καὶ ἔξωθεν καὶ γῆν καὶ ὕλην ἄλλην ἔνδον ἐπιφορήσαντες ἐμάχοντο ἐπ’ αὐτοῦ. | |
4.12.4 | βασιλεὺς δὲ πέραν ἀπὸ τοῦ στρατοπέδου τὰ δρώμενα σκοπῶν οὐκέτι μέλλειν ᾤετο δεῖν, ἀλλ’ ὡς τάχιστα παρασκευαστέα οἱ εἶναι παντὶ τῷ στρατῷ καὶ πάσῃ δυνάμει προσβαλεῖν τῇ πόλει ὡς αὐτοβοεὶ ταύτην αἱρήσων· καὶ αὐτίκα κελεύει διαβιβάζειν ἐς τὴν νῆσον τὴν | |
5 | στρατιὰν καὶ τὸ ὁπλιτικὸν ἅπαν ὅτι τάχιστα. καὶ οἱ μὲν διέβαινον. | |
4.12.5(t) | διάβασις τοῦ βασιλέως ἐς Λέσβον | |
1 | βασιλεὺς δ’ ἐμβὰς ἐς τριήρη περαιοῦται καὶ αὐτὸς ἐς τὴν νῆσον καὶ συγγενόμενος Μαχουμούτει πυνθάνεται περὶ πάντων. ἔπειτα παρ‐ ιππεύων κατεσκόπει τὴν πόλιν τά τε ἐπίμαχα καὶ ἀπόμαχα ταύτης κατὰ γῆν τε καὶ θάλατταν καὶ κελεύει τὴν στρατιὰν ἐκτάττεσθαι πᾶσαν καὶ | |
5 | τὰς τριήρεις ὁπλίζεσθαι ὡς ἀπὸ θαλάσσης προσβαλούσας ἐκ τοῦ λιμένος. | |
4.12.6(t) | ἅλωσις Μιτυλήνης καὶ προσχώρησις πάσης Λέσβου | |
1 | ἐν τούτῳ δὲ οἱ ἐν τῇ πόλει καὶ ὁ τούτων ἡγεμών, ὡς εἶδον τόν τε βασιλέα περαιωθέντα καὶ τὴν στρατιὰν παρασκευαζομένην κατὰ γῆν τε καὶ θάλασσαν αὐτοῖς προσβαλεῖν, δείσαντες, μὴ εὐθὺς ἀνάρπαστοι γένωνται βίᾳ τοῖς ὅπλοις ἁλόντες (τό τε γὰρ τεῖχος ἑώρων κατερριμ‐ | |
5 | μένον ταῖς μηχαναῖς τοῦ τε στρατοῦ τὸ πλῆθος ἄπειρόν τι καὶ ῥωμα‐ λέον καὶ κατάφρακτον ἅπαν τήν τε τοῦ βασιλέως ὁρμὴν ἀνένδοτον οὖσαν ὡς οὐδ’ ἄν, εἴ τι καὶ γένοιτο, τῆς νήσου ἀποστῆναι, εἰ μὴ ταύτην αἱρήσει τελείως), πέμπουσι κήρυκα ἐνδιδόντες ἑαυτοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἅμα δεόμενοι συγγνώμης τυχεῖν, ὅτι μὴ εὐθὺς | |
10 | προσεχώρησαν καλούμενοι. | |
4.12.7 | καὶ ὁ βασιλεὺς δέχεται τούτους καὶ δίδωσι αὐτοῖς τὰ πιστά· οἱ δὲ Μιτυληναῖοι ἐξίασι τῆς πόλεως μετὰ τοῦ | |
σφῶν ἡγεμόνος καὶ προσκυνήσαντες τὸν βασιλέα παραδιδόασι ταύτην αὐτῷ. ὁ δὲ δέχεται τούτους ἡμέρως καὶ δωρεῖται φιλοτίμως· ἔπειτα | 171 | |
5 | ἐσελθὼν ἐς τὴν πόλιν ἐθεάσατο πᾶσαν καλῶς, καὶ ἔδοξεν αὐτῷ ἀρίστη τε ἅμα καὶ καλλίστη. ἥκουσι δὲ καὶ οἱ ἀπὸ τῶν ἄλλων φρουρίων καὶ πολισμάτων ἐνδιδόντες ἑαυτοὺς καὶ τὰ φρούρια. | |
4.12.8 | βασιλεὺς δὲ τέσ‐ σαρας ὅλας ἡμέρας ἐν τῇ νήσῳ διαγαγὼν καὶ θεασάμενος αὐτὴν καὶ τὰ ἐν αὐτῇ πάντα καὶ θαυμάσας τό γε μέγεθος καὶ κάλλος αὐτῆς καὶ τὴν ἄλλην τῆς γῆς ἀρετὴν καὶ κατασκευὴν αὖθις ἐμβὰς ἐς τριήρη | |
5 | περαιοῦται ἐς τὸ στρατόπεδον καταλιπὼν Μαχουμούτεα διαθέσθαι τὰ κατὰ τὴν πόλιν καὶ τὴν νῆσον, ὡς προσετάχθη. | |
4.12.9 | ὁ δὲ πάντας τοὺς ἐν τῇ πόλει ξυναγαγών, ἄνδρας τέ φημι καὶ γυναῖκας καὶ παῖδας, διεῖλεν εἰς μοίρας τρεῖς, καὶ τὴν πρώτην εἴασε μένειν ἐπὶ τῆς πόλεως καὶ κατοικεῖν αὐτὴν ἔχοντας καὶ νεμομένους τὰ ἑαυτῶν καὶ τὸν εἰθισμένον ἐτησίως καταβάλλοντας φόρον, τὴν δὲ | |
5 | δευτέραν ἀπαγαγεῖν ἐν Κωνσταντινουπόλει καὶ κατοικίσαι, τὴν δὲ τρίτην ἀνδραποδίσας διέδωκε τοῖς στρατιώταις· ὅσους δὲ εὗρε μισθο‐ φόρους τῶν Ἰταλῶν ἐν αὐτῇ, πάντας ἀπέκτεινε. | |
4.12.10 | τὰ δὲ ἐν τῇ νήσῳ ἄλλα φρούρια καὶ πολίσματα τότε μὲν εἴασε μένειν, ὡς εἶχον, πρὸς καιρόν· μετὰ δὲ ταῦτα καί τινα τούτων ἐξεῖλε καὶ κατέσκαψε καὶ τοὺς ἄνδρας καὶ παῖδας καὶ γυναῖκας ἀπῴκισεν ἐν Κωνσταντινουπόλει. | |
4.12.11 | οὕτω δὲ διαθεὶς τὰ κατὰ τὴν Μιτυλήνην καὶ τὴν Λέσβον ἅπασαν ὁ Μαχουμούτης καὶ φρουρὰν ἱκανὴν ἐγκαταστήσας τῇ τε πόλει καὶ τοῖς ἄλλοις φρουρίοις καὶ σατράπην ταύτῃ καταλιπὼν ἄνδρα τῶν ὀνο‐ μαστῶν παρ’ αὐτοῖς καὶ πάνυ γνωρίμων ἐπ’ ἀνδρίᾳ καὶ στρατηγίᾳ καὶ | |
5 | τῇ λοιπῇ ἀρετῇ, Σάμιον Ἀλῆν τοὔνομα, περαιοῦται καὶ αὐτὸς ἐς βασιλέα. | |
4.12.12 | οἱ δὲ τοῦ στόλου ἡγεμόνες παραλαβόντες μεθ’ ἑαυτῶν τόν τε Λεσβίων ἄρχοντα καὶ πάντας τοὺς σὺν αὐτῷ τούς τε ἄνδρας καὶ παῖδας καὶ γυναῖκας σφῶν τοὺς ἐπὶ συνοικισμῷ τῆς Πόλεως καὶ λείαν ὅτι πλείστην ἄλλην ἐνθέμενοι ταῖς ναυσὶν ἀπέπλευσαν ἐπ’ οἴκου ἔς | |
5 | τε Καλλιούπολιν καὶ Βυζάντιον καὶ διέλυσαν τὸν στόλον. | |
4.12.13 | βασι‐ λεὺς δὲ τὴν στρατιὰν διαφεὶς αὐτὸς σὺν τῇ ἰδίᾳ αὐλῇ φθινοπώρου φθίνοντος ἤδη ἀφικνεῖται ἐς τὸ Βυζάντιον. καὶ ἑβδομηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, δεύτερον | |
5 | δὲ καὶ δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | 172 |
4.13.1 | Λέσβος μὲν οὖν οὕτως ὑπὸ βασιλέως ἑάλω καὶ Μιτυλήνη χρόνους ἤδη πεντήκοντα καὶ ἑκατὸν ἐν τοῖς καθ’ ἡμᾶς τοῖσδε καιροῖς ἐνευδαιμονήσασά τε καὶ ἐπὶ μέγα δόξης ἀρθεῖσα καὶ δυναστείας καὶ πλούτου, ἐξ ὅτου δὴ τὸ πρῶτον ἔσχε ταύτην παρὰ τοῦ βασιλέως | |
5 | Ῥωμαίων ἐς ἰδίαν ἀρχὴν Νικορέζος ἐκεῖνος ὁ πρῶτος Γατελιούζων, ἀνὴρ Ἰταλὸς καὶ τῶν εὖ γεγονότων. | |
4.13.2 | ὃς ἄγαν συνετὸς ὢν καὶ πεπαιδευμένος καὶ ψυχῆς ἀνδρείαν πλουτῶν τοῖς τε ἄλλοις κατὰ σῶμα προτερήμασι κομῶν καὶ καλῶς εἰδὼς ἄριστα καὶ κάλλιστα διέπειν ἀρχὴν ἐς τοσοῦτον αὐτὴν ἐπῆρε καὶ τοῖς ὅλοις ἀπέφηνε κρείττω ταῖς παρ’ ἑαυτοῦ κατὰ μικρὸν ἐπι‐ | |
5 | δόσεσι καὶ προσθήκαις ὡς ἁμιλληθῆναι σχεδὸν ἐν πᾶσι τῇ παλαιᾷ ταύτης εὐδαιμονίᾳ. | |
4.13.3 | οὐ μόνον γὰρ τὰ σύνεγγυς καὶ περὶ αὐτὴν ἔσχε κατήκοα, ἀλλὰ καὶ Συρία πᾶσα καὶ Αἴγυπτος αὐτὴν ἐδεδίει καὶ φόρον ἐτήσιον ταύτῃ κατέβαλε μισθοῦ τὴν εἰρήνην ὠνουμένη παρὰ τοῦ ταύτης κρατοῦντος. ναυτικόν τε γὰρ εἶχε καὶ ἔτρεφε λόγου ἄξιον καὶ | |
5 | τριήρεις ἐκέκτητο πλείστας, τὰς μὲν πλοΐμους, τὰς δὲ καὶ ἐν νεωρίοις, δι’ ὧν οὐ μόνον τὴν κατ’ αὐτὴν θάλασσαν, ἀλλὰ καὶ τὴν κατ’ Αἴγυπτον καὶ Συρίαν καὶ δὴ καὶ Λιβύην εἶχε δουλωσαμένη· πᾶσαν γὰρ αὐτὴν ἐληίζετο καὶ ἐπόρθει λῃστείαις, ἕως εἰς τοὺς ἐξ ἐκείνου τῆς ἀρχῆς μεταπεσούσης κατὰ διαδοχὴν καὶ κατὰ μικρὸν ἐλασσουμένης τῷ χρόνῳ | |
10 | τῶν τε τοῦ βασιλέως προγόνων, ἀλλὰ δὴ καὶ αὐτοῦ βασιλέως τὸ κράτος ἤδη τῆς καθ’ αὑτοὺς θαλάσσης σχόντων καὶ πάντα τὰ ταύτῃ δουλω‐ σαμένων κατέστη καὶ αὕτη μετὰ τῶν ἄλλων κατήκοος βασιλεῖ καὶ φόρου ὑποτελὴς καὶ τέλος νῦν ἐδουλώθη τελείως. καὶ ταῦτα μὲν οὕτω. | |
4.14.1(1t) | σημείωσαι ὡς ὁ βασιλεὺς ναυτικὸν ἐβούλετο | |
2t | κατασκευάσαι μέγα καὶ τῆς θαλάσσης τὸ κράτος σχεῖν | |
1 | βασιλεὺς δὲ τὴν Κωνσταντίνου καταλαβὼν Μιτυληναίους μὲν ἐν ἑνὶ χώρῳ καθίζει τῆς πόλεως δοὺς αὐτῶν τοῖς μὲν οἰκίας, τοῖς δὲ χῶρον ἐς οἰκοδομὴν οἴκων, τοῖς δὲ ἄλλο τι ὧν ἔχρῃζον, Νικορέζον δὲ τὸν τούτων ἡγεμόνα τότε μὲν καθεῖρξεν ἐν φυλακῇ, μικρὸν δὲ ὕστερον | |
5 | ἀπέκτεινε δι’ αἰτίας. αὐτὸς δὲ κελεύει τὸ τάχος πρὸς ταῖς οὔσαις ναυσὶ καὶ ἑτέρας οὐκ ὀλίγας ναυπηγεῖσθαι καὶ ναυτικὸν ἐκλέγειν ὅτι πολὺ πρὸς ταύτην καὶ μόνην τὴν ὑπηρεσίαν ἐκτεταγμένον ἐκ πάσης τῆς αὐτοῦ. | |
4.14.2 | τῆς γὰρ θαλάσσης τὸ κράτος μέγα ὁρῶν καὶ τὸ τῶν Ἰταλῶν ναυτικὸν πολὺ ὂν καὶ ταύτης ἐπικρατοῦν τῶν τε ἐν Αἰγαίῳ νήσων ἁπασῶν ἄρχον καὶ βλάπτον τὴν αὐτοῦ παραλίαν οὐ μικρῶς, Ἀσιανήν τε καὶ Εὐρωπαίαν, καὶ μάλιστα δὴ τὸ τῶν Ἐνετῶν, ἐβούλετο τοῦτο | 173 |
5 | κολοῦσαι τρόπῳ παντὶ καὶ συμπάσης μέν, εἴ γε δύναιτο, τῆς θαλάσσης ἐγκρατῶς ἄρξαι, εἰ δ’ οὖν, ἐκείνους κωλῦσαι κακουργεῖν τὴν αὐτοῦ. διά τοι τοῦτο ναυτικόν τε ἔσπευδε συστήσασθαι μέγα καὶ τῆς θαλάσσης τὸ κράτος σχεῖν. | |
4.14.3(1t) | σημείωσαι ὅπως ὁ βασιλεὺς ἐβουλεύσατο τειχίσαι δύο φρούρια | |
2t | ἐν Χερρονήσῳ ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ καταντικρὺ καὶ κλεῖσαι | |
3t | τὸν πορθμὸν καὶ πᾶσαν τὴν ἄνω θάλασσαν Ἑλλησπόντου καὶ Πόντου | |
1 | μετὰ δὲ τοῦτο ἔδοξεν αὐτῷ σκοπουμένῳ κράτιστον εἶναι καὶ τῶν σφόδρα ἀναγκαίων τόν τε τοῦ Ἑλλησπόντου καὶ Χερρονήσου πορθμὸν φρουρίοις ἐρυμνοτάτοις διαλαβεῖν ἑκατέρωθεν καὶ τὰς ἠπείρους ἀμ‐ φότερα συνάψαι, Ἀσίαν τε καὶ Εὐρώπην, καὶ πᾶσαν τὴν ἄνω θάλασ‐ | |
5 | σαν, τοῦ τε Εὐξείνου Πόντου καὶ Ἑλλησπόντου φημί, εἴσω ποιήσασθαι καὶ ἀσφαλίσασθαι ταύτην καλῶς κλείσαντι τὸν πορθμόν, ἵνα μὴ ἡ ταύτης παραλία τοῖς πολεμίοις ἐπερχομένοις λῃστεύηται, ὥσπερ δῆτα καὶ πρώην κἀν τῷ Βοσπόρῳ πεποίηκεν. | |
4.14.4 | οὕτω δὴ διανοηθεὶς ὁ βασιλεὺς εὐθὺς πέμπει τοὺς κατασκεψομένους τὸν χῶρον καὶ ἀνα‐ μετρήσοντας τὰ στενότατα τοῦ πορθμοῦ καὶ ῥοώδη. οἱ δὲ παρα‐ γενόμενοι καὶ ἀναμετρήσαντες εὗρον ὅτι στενότατόν τε καὶ ῥοωδέστα‐ | |
5 | τον τοῦ πορθμοῦ τὴν μεταξὺ Μαδύτου καὶ Ἐλεοῦντος ἄκραν πρὸς τὴν ἀντιπέρας ἤπειρον τῆς Ἀσίας, ὃ Δαρδανία καλεῖται, στάδιά που μάλιστα ὀκτώ· ἐν ᾗ καί τι καὶ πύργου παλαιοῦ ἐρείπιον ἐτύγχανεν ὂν ἁλύσει βουληθέντος τινὸς τῶν πρότερον βασιλέων, ὡς λέγεται, κλεῖσαι τὸν πορθμὸν καὶ μὴ δυνηθέντος τῇ βίᾳ τοῦ πολλοῦ ῥοῦ | |
10 | συνελισσομένης τε καὶ συστρεφομένης καὶ συγκλωμένης ῥᾳδίως τῆς ἁλύσεως. | |
4.14.5 | ἐπανελθόντες οὖν ἀνήγγειλαν τοῦτο τῷ βασιλεῖ. ὁ δὲ μετακαλεσάμενος ὅτι τάχιστα Ἰαγούπην, τὸν σατράπην Καλλιουπό‐ λεώς τε καὶ Χερρονήσου καὶ ἡγεμόνα τοῦ στόλου παντὸς καὶ τῆς παρα‐ | |
λίας ἁπάσης, ἀνατίθησιν αὐτῷ τὸν τειχισμὸν τῶν φρουρίων ὅτι τάχος | 174 | |
5 | ποιεῖν καὶ τὴν ἄλλην τούτων πᾶσαν φροντίδα καὶ ἐπιμέλειαν μηδὲν σπουδῆς ἀνιέντι. καὶ ὃς οὐδὲν μελλήσας εὐθὺς ἐτείχιζε χειρὶ πολλῇ καὶ προθυμίᾳ καὶ δαπάνῃ χρώμενος ἐς τὸ ἔργον. | |
4.15.1(1t) | σημείωσαι περὶ τοῦ Βόστρων ἔθνους καὶ | |
2t | ὅπως ἐστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν | |
1 | βασιλεὺς δὲ τοῦ χειμῶνος τούτου παρεσκευάζετο ὡς ἅμα ἦρι στρατείαν ἐλάσων κατὰ Παιόνων τῶν ἐντὸς Σάου ποταμοῦ, οὓς καὶ Δαλμάτας καλοῦσιν, οἱ δὲ νεώτεροι Βόστρους, ἔθνος μέγα τε καὶ πολὺ καὶ μεγάλην ἔχον ἀρχὴν καὶ χώραν ὅτι πλείστην νεμόμενόν τε καὶ | |
5 | καρπούμενον ἀγαθὴν δυσχωρίαις τε μεγίσταις κατωχυρωμένην καὶ ὄρεσι δυσβάτοις καὶ ἀποκρότοις καὶ τόποις τραχέσι καὶ ἀποκρήμνοις, προσέτι δὲ φρούριά τε ἔχουσαν ἐρυμνὰ καὶ πολίσματα ἰσχυρὰ καὶ δυσάλωτα καὶ ἡγεμόνας τῶν εὐδαιμόνων καὶ δυνατῶν. | |
4.15.2 | ἔχουσι δὲ καὶ φιλίαν ἀεὶ καὶ συμμαχίαν μετὰ τοῦ βασιλέως Παιόνων καὶ ὁμαιχ‐ μίαν τε καὶ πίστεις ἰσχυρὰς ἦ μήν, ἤν τις κατ’ αὐτῶν ἐπίῃ, ἀλλήλοις βοηθεῖν. οἷς πᾶσι θαρροῦντες οὔτε σπονδὰς ἔχειν ἤθελόν ποτε μετὰ | |
5 | τοῦ βασιλέως οὔτε δασμὸν αὐτῷ καταβάλλειν ἐτήσιον, ὥσπερ οἱ ἄλλοι ὅμοροι, Ἰλλυριοί τε καὶ Τριβαλλοί, οὔθ’ ὅλως κατακούειν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις ἐς σπονδὰς σφᾶς προσκαλουμένου τοῦ βασιλέως, ἀπηξί‐ ουν αὐτοὶ καὶ οὐ κατεδέχοντο σπένδεσθαι αὐτόνομοί τε καὶ ἐλεύθεροι καὶ ἔκσπονδοι πάντῃ εἶναι βουλόμενοι. | |
4.15.3 | διά τοι τοῦτο καὶ πολλάκις στρατιὰν πέμπων ὁ βασιλεὺς ἐληίζετο τὴν αὐτῶν κατατρέχων τε καὶ λείαν ὅτι πλείστην ἀπάγων ἀνδρῶν τε καὶ παίδων καὶ γυναικῶν καὶ βοσκημάτων. οἱ δὲ οὐδὲν μᾶλλον τῆς ἐξ ἀρχῆς γνώμης ὑφεῖντο, ἀλλὰ | |
5 | τοῖς ἅπαξ δεδογμένοις ἐνέμενον, ἐπὶ τῷ σφετέρῳ μέντοι γε κακῷ. | |
4.15.4(t) | κίνησις τοῦ βασιλέως κατὰ Βόστρων | |
1 | ἐπὶ τούτοις οὖν ὀργισθεὶς ὁ βασιλεὺς τὴν ἐκστρατείαν κατ’ αὐτῶν ἐποιεῖτο, καὶ δὴ καλῶς παρασκευασάμενος καὶ ὅπλα πολλὰ καὶ μηχανὰς παντοίας καὶ στρατιὰν ὅτι πλείστην ξυναγαγὼν ἱππικήν τε καὶ πεζικὴν ἔαρος ἐπιλάμποντος ἤδη ἔξεισι κατ’ αὐτῶν χειρὶ πολλῇ καὶ | |
5 | δυνάμει. | 175 |
4.15.5(t) | καταδρομὴ τῆς χώρας τῶν Βόστρων | |
1 | ἄρας οὖν ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ, ἱππικῷ τε καὶ πεζικῷ, καὶ ἀεὶ σπουδῇ ἐλαύνων ἐπὶ τὰ πρόσω διαβαίνει τε τὴν αὐτοῦ ταχέως καὶ γενόμενος ἐν τοῖς μεθορίοις τῶν Βόστρων στρατοπεδεύεται αὐτοῦ μικρὸν καὶ μετὰ τοῦτο προσβάλλει τῇ χώρᾳ τούτων ἰσχυρῶς καὶ | |
5 | κατατρέχει ταύτην σκηπτοῦ δίκην ἐμπίπτων καὶ ἐμπιπρῶν πάντα καὶ διαφθείρων καὶ ἀφανίζων καὶ φρούρια ἐξαιρῶν, εἰς ἃ δὲ καὶ φρουρὰς εἰσάγων, καὶ λείαν ἀπάγων καὶ πᾶσαν ἤδη τὴν ἐν ποσὶ χειρούμενος μηδενὸς ὅλως ἀνθισταμένου. | |
4.15.6(t) | ἄφιξις τοῦ βασιλέως εἰς Ἰάϊτζαν καὶ πολιορκία ταύτης | |
1 | διελάσας δὲ τὸ πλεῖστον τῆς χώρας ἐν οὐ πολλαῖς ἡμέραις τε καὶ καταδραμὼν καὶ φρούρια πολλὰ καὶ πολίσματα, ᾗπερ ἔφην, τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ τοῖς ὅπλοις, τὰ δὲ καὶ προσχωρήσει ἑλὼν γίνεται πρὸς τὸ ἄστυ, ἐν ᾧ ἦν καταφυγὼν ὁ τούτων ἡγεμών | |
4.15.7 | (ἦν γὰρ ἐρυμνότα‐ τον τοῦτο, Ἰάϊτζα καλούμενον τῇ ἐπιχωρίῳ φωνῇ), καὶ κατακλείει τοῦτον ἐντὸς καὶ προσφέρει λόγους τοῖς ἐν αὐτῷ περί τε ἐνδόσεως ἑαυτῶν τε καὶ τοῦ ἄστεος. ὡς δὲ οὐκ ἔπειθε, πανταχόθεν περι‐ | |
5 | σταυρώσας τὸ ἄστυ καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει· καὶ τοῦ μὲν τείχους ἐν οὐ πολλαῖς ἡμέραις πολύ τι μέρος κατέσεισε ταῖς μηχαναῖς καὶ κατέβαλεν, ἔπειτα παρεσκευάζετο πάσῃ δυνάμει προσβαλεῖν αὐτῷ. | |
4.15.8 | οἱ δὲ ἐντὸς τοῦ ἄστεος ὁρῶντες τό τε πολὺ τοῦ τείχους κατερριμμένον καὶ τὸν βασιλέα ὅσον οὐκ ἤδη προσβαλοῦντα αὐτοῖς ἰσχυρῶς καὶ δείσαντες, μὴ βίᾳ ληφθέντες τοῖς ὅπλοις ἀπόλωνται, ἐπικηρυκεύονται κρύφα τοῦ σφῶν ἡγεμόνος τῷ | |
5 | βασιλεῖ ἐνδιδόντες ἑαυτοὺς καὶ τὸ ἄστυ. ὁ δὲ τούτων ἡγεμὼν αἰσθό‐ μενος τοῦτο νυκτὸς λαθὼν ἐξέρχεται τοῦ ἄστεος λάθρᾳ φυγάς. οἱ δὲ τοῦ στρατοπέδου τὴν φυλακὴν ἔχοντες γνόντες τοῦτον καταδιώκουσιν ἰσχυρῶς καὶ καταλαβόντες ζωγροῦσι καὶ ἀπάγουσιν ὡς βασιλέα· ὁ δὲ | |
τοῦτον εὐθὺς ἀπέκτεινεν. | 176 | |
4.15.9(t) | προσχώρησις τοῦ ἄστεος Ἰαΐτζης | |
1 | οἱ δὲ τοῦ ἄστεος ἐξελθόντες παραδιδόασιν ἑαυτούς τε καὶ τὸ ἄστυ τῷ βασιλεῖ· καὶ ὃς δέχεται τούτους ἡμέρως καὶ δωρησάμενος πολυτρόπως δίδωσιν αὐτοῖς κατοικεῖν τὸ ἄστυ σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσι σῶς καὶ κακῶν ἀπαθεῖς, τὸν συνήθη μέντοι | |
5 | γε καὶ μόνον δασμὸν ἀποφέροντας ἐτησίως. | |
4.15.10 | μετὰ δὲ τοῦτο εἰσέρ‐ χεται καὶ αὐτὸς ἐς τὸ ἄστυ καὶ θεᾶται τοῦτο καλῶς· καὶ ἔδοξεν αὐτῷ πάνυ ἰσχυρὸν καὶ ἀναγκαία ἡ τούτου κατάσχεσίς τε καὶ φυλακὴ καὶ πρὸς τὸν προκείμενόν οἱ σκοπὸν σφόδρα χρήσιμος· κεῖται γὰρ ἐν ἐπι‐ | |
5 | καίρῳ τῆς χώρας ὅμορον ὂν τῇ Παιόνων καὶ δύναται στρατιὰν δεχό‐ μενον ἱκανὴν μεγάλα βλάπτειν αὐτήν. | |
4.15.11(1t) | καταστροφὴ πάσης τῆς Βόστρων καὶ ἅλωσις πάντων | |
2t | τῶν ἐν αὐτῇ πολισμάτων ὀλίγῳ ἐλάσσω τριακοσίων | |
1 | διὰ τοῦτο καὶ προὔργου τὴν τούτου κατάσχεσιν ὁ βασιλεὺς ἐποιεῖτο. φρουρὰν οὖν ἱκανὴν ἐγκαταστήσας αὐτῷ καὶ φρούραρχον ἕνα τῶν οἰκείων καταλιπὼν τὴν στρατιὰν ἀναλαβὼν αὐτὸς ἐπὶ τὰ λοιπὰ τῆς χώρας ἐτράπετο καὶ πρὶν τὸ θέρος ὅλον ἐξήκειν καταστρέφε‐ | |
5 | ται πᾶσαν τὴν Βόστρων καὶ Δαλματῶν καὶ ληίζεται καὶ χειροῦται φρούρια ὀλίγῳ ἐλάσσω τριακοσίων, συλλαμβάνει δὲ καὶ τέσσαρας τῶν αὐτῆς ἡγεμόνων. | |
4.16.1(1t) | σημείωσαι τὰς αἰτίας, δι’ ἃς ἔλυσαν Ἐνετοὶ | |
2t | τὰς μετὰ βασιλέως σπονδὰς καὶ ἐπολέμησαν αὐτῷ | |
1 | τοῦ δ’ αὐτοῦ θέρους καὶ Ἐνετοὶ λύσαντες τὰς μετὰ βασιλέως σπονδὰς πόλεμον ἐξήνεγκαν αὐτῷ ἔχοντες ἐγκλήματα καὶ αἰτίας τοι‐ άσδε· Ἀμάρης γὰρ ὁ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος σατράπης ἐκ πάνυ μικρῶν αἰτιῶν ὁρμηθείς, μᾶλλον δὲ οὐδὲ τούτων, ἀλλ’ ὀργὴν | |
5 | ἔχων τοῖς Ἐνετοῖς, ὅτι γε οὐ προσεῖχον αὐτῷ φιλικῶς οὐδὲ χάριτας παρεῖχον ὡς σατράπῃ καὶ γειτονοῦντι καὶ δυναμένῳ βλάπτειν αὐτούς, ἀλλὰ νομίζων ὑπερορᾶσθαι καὶ βουλόμενος ἀμύνασθαι τούτους, καιρὸν | |
φυλάξας ἀπροσδοκήτοις ἐπέρχεται τοῖς ἐν τῇ Ναυπάκτῳ καὶ κατα‐ τρέχει Ναύπακτόν τε καὶ τὰ περὶ αὐτὴν καὶ λείαν ὅτι πλείστην ἀπάγει | 177 | |
10 | ἀνδρῶν τε καὶ βοσκημάτων καὶ παίδων καὶ γυναικῶν· ἅτε γὰρ αἴφνης ἐπεισπεσὼν καὶ μηδέν τι τοιοῦτον προσδεχομένοις μηδὲ προειδοῦσιν ὅλως αὐτοῖς ἐν εἰρήνῃ τε καὶ σπονδαῖς μεγάλα ἔβλαψε, μᾶλλον δὲ ὀλίγου ἐδέησε καὶ αὐτὸ τὸ ἄστυ Ναυπάκτου λαβεῖν· οὐ μόνον δὲ ἀλλὰ καὶ τὰς ἐν Πελοποννήσῳ πόλεις αὐτῶν Κορώνειαν καὶ Μεθώνην καὶ | |
15 | τὰς λοιπὰς κακῶς ἐποίει προφάσεις ἐπάγων ἀεὶ καὶ αἰτίας κενάς. | |
4.16.2 | ἔδοξεν οὖν βαρὺ τοῦτο λίαν τοῖς Ἐνετοῖς καὶ μεγίστη πρόφασις ἐς τὸ πολεμεῖν καὶ ἄλλως ὠδίνουσι τὸν πρὸς βασιλέα πόλεμον, ἐξ ὅτου δὴ τὴν Πελοπόννησον ἐχειρώσατο· ἀεὶ γάρ ποτε προσεδόκουν ἕξειν αὐτὴν οὗτοι καὶ νομίζοντες ἰδίαν οὖσαν ἀποβαλεῖν καιρὸν ἐζήτουν | |
5 | καὶ προφάσεις τινὰς πόλεμον ἐξενεγκεῖν βασιλεῖ καὶ στρατεῦσαι ἐπ’ αὐτήν. | |
4.16.3 | δραξάμενοι οὖν τῶν αἰτιῶν τούτων εὐθὺς καὶ ἄνευ πρε‐ σβείας ἡστινοσοῦν καὶ τοῦ λόγοις μᾶλλον ἐθελῆσαι τὰ διάφορα λῦσαι στρατιὰν μεγάλην καὶ στόλον διαπόντιον ἐξαρτύουσι τῇ Πελοποννήσῳ τριήρεων ἑβδομήκοντα καὶ ὁλκάδων μεγάλων. | |
4.16.4(t) | ἐκστρατεία Ἐνετῶν κατὰ Πελοποννήσου | |
1 | πληρώσαντες οὖν αὐτὰς ἐπιβατῶν καὶ ὁπλίτας ἐπιβιβάσαντες ὅτι πολλοὺς καὶ στρατιώτας καταφράκτους τε καὶ μαχίμους ἐκ τῶν ἰδίων καταλόγων καὶ τάξεων, ἀλλὰ δὴ καὶ ξένους μισθοφόρους ὡς πλείστους, καὶ ὅπλα παντοῖα ἐνθέμενοι καὶ μηχανὰς πετροβόλους καὶ ἀφετήρια, | |
5 | ἔτι δὲ καὶ σίδηρον πολὺν καὶ ξύλα καὶ ἄσβεστον καὶ τεχνίτας καὶ οἰκοδόμους καὶ ἐργαλεῖα τὰ ἐς οἰκοδομὴν ἐπιτήδεια καὶ ὅσα τοιαῦτα ἐπιφορτίσαντες καὶ καλῶς ἐξαρτύσαντες διὰ πάντων καὶ στρατηγὸν αὐτοκράτορα ἑλόμενοι ἄνδρα τὸν παρ’ αὐτοῖς δοκιμώτατον καὶ τῶν ὀνομαστῶν ἐπ’ ἀνδρίᾳ καὶ στρατηγικῇ ἀρετῇ κατὰ γῆν τε καὶ θάλασ‐ | |
10 | σαν ἐκπέμπουσι τὸν στόλον. | |
4.16.5 | ἄραντες οὖν ἐκ τῆς αὐτῶν δυνάμει τε πολλῇ καὶ παρασκευῇ τῇ πάσῃ καὶ περιφανεῖ στρατιᾷ καὶ λαμπραῖς ἐλπίσιν ἔπλεον τὸν Ἀδρίαν τε καὶ Ἰόνιον, παραπλεύσαντες δὲ Κέρκυράν τε καὶ Λευκάδα διὰ τῶν ἐπικειμένων νήσων Ἰθάκης τε καὶ Κεφαλληνίας προσίσχουσι τῇ ἤλιδι | |
5 | ἄκρᾳ τῆς Πελοποννήσου, κἀκεῖθεν γίνονται κατὰ τὸ Ῥίον τὸ Ἀχαϊκὸν καὶ διαβαλόντες τὸν Κρισαῖον καταίρουσιν ἐς τὴν Κορινθίαν ἐν τῷ Ἰσθμῷ καὶ ἀποβάντες τῶν νεῶν στρατοπεδεύονται αὐτοῦ· τοῦτον γὰρ ἐβούλοντο πρῶτον τειχίσαι καὶ προκαταλαβεῖν, ἔπειτα τῇ ὅλῃ Πελο‐ ποννήσῳ ἐπιχειρῆσαι. | 178 |
4.16.6(t) | σημείωσαι ὡς ἐτείχιζον Ἐνετοὶ τὸν Ἰσθμὸν Πελοποννήσου | |
1 | ἐκφορήσαντες οὖν πᾶσαν ἀποσκευήν τε καὶ χρείαν καὶ δια‐ λαβόντες τὸν Ἰσθμὸν ἀπ’ ἄκρου ἐς ἄκρον πάσῃ τῇ στρατιᾷ ἐτείχιζον χειρὶ πολλῇ καὶ δυνάμει, ἔτι δὲ καὶ σπουδῇ καὶ προθυμίᾳ τῇ πάσῃ χρώμενοι. ἀπέστησαν δὲ τότε εὐθὺς καί τινα τῶν φρουρίων καὶ πολι‐ | |
5 | σμάτων τοῦ βασιλέως ἔν τε τῇ μεσογείᾳ καὶ παραλίᾳ καὶ προσέθεντο αὐτοῖς, ἐν οἷς καὶ φρουροὺς ἐγκατέστησαν· οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ ἄλλη πᾶσα Πελοπόννησος μετέωρος ἦν ἀποσκοποῦσα τὸ μέλλον ὥστε καὶ αὐτὴ ἀποστῆναι τοῦ βασιλέως. | |
4.16.7 | Ἀμάρης δὲ συναγαγὼν πάντας τοὺς ὑπ’ αὐτὸν καί τινας τῶν ἐκ Πελοποννήσου Ἰλλυριῶν προσλαβόμενος καὶ στρατιὰν οὐ πολλὴν ἀθροίσας ἐκάθητο ἐν Κορίνθῳ φυλάσσων τε αὐτὴν καὶ στρατιὰν ἐκδεχόμενος παρὰ βασιλέως· ἤδη γὰρ ἦν πέμψας ἄγγελον ὡς αὐτὸν | |
5 | εὐθὺς καταχθέντος τοῦ στόλου ἀγγελοῦντα τὴν ἔφοδον τούτου καὶ ἅμα καιρὸν ἐπιτήδειον παραφυλάττων ἐπιθέσθαι αὐτοῖς. καὶ ὁ μὲν οὕτως. | |
4.16.8(1t) | σημείωσαι ὡς ἀπέστειλεν ὁ βασιλεὺς Μαχουμούτεα | |
2t | ἐς Πελοπόννησον μετὰ στρατιᾶς κατὰ Ἐνετῶν | |
1 | βασιλεὺς δὲ πυθόμενος τὴν ἐς Πελοπόννησον ἐκστρατείαν τῶν Ἐνετῶν καὶ τὸν τοῦ Ἰσθμοῦ τειχισμὸν οὐκέτι ἐν ἀναβολαῖς τὸ πρᾶγμα ἐτίθει, ἀλλ’ εὐθὺς μετακαλεσάμενος Μαχουμούτεα τὸν πασίαν καὶ στρατιὰν αὐτῷ δοὺς ἱκανὴν ὁπλιτῶν τε καὶ τοξοτῶν καὶ τῶν ἀπὸ τῆς | |
5 | ἰδίας αὐλῆς τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἐκπέμπει ἐς Πελο‐ πόννησον. | |
4.16.9 | αὐτὸς δὲ καταστησάμενος πάντα τὰ ἐν τοῖς Βόστροις καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν φρουρούς τε καὶ φρουράρχους τῇ τε Ἰαΐτζῃ καὶ τοῖς ἄλλοις τῶν φρουρίων ἐγκαταστήσας, ὅσα μὴ κατέσκαψε, | |
σατράπην τε καὶ στρατιὰν ἱκανὴν τῇ χώρᾳ καταλιπὼν ἄνδρα τῶν | 179 | |
5 | ὀνομαστῶν παρ’ αὐτῷ ἐπ’ ἀνδρίᾳ καὶ στρατηγίᾳ καὶ λείαν ἐλάσας ὅτι πολλὴν αὐτός τε καὶ τῇ στρατιᾷ διαδοὺς ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ φθινοπώρου λήγοντος ἤδη. καὶ ἓν δὴ καὶ ἑβδομηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, τρίτον δὲ καὶ | |
δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | 180 | |
5t1 | ΚΡΙΤΟΒΟΥΛΟΥ ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΠΕΜΠΤΗ περιέχει ἥδε τόν τε πόλεμον Ἐνετῶν καὶ τὴν ἐς Βόστρους δευτέραν ἐσβολὴν τοῦ βασιλέως, ἔτι δὲ καὶ τὴν ἐς Ἰλλυριοὺς πρώτην καὶ δευτέραν | |
5 | ἐκστρατείαν τοῦ βασιλέως καὶ ὡς ὑπηγάγετο ταύτην καὶ πόλιν ἐτείχισεν | |
ἐν αὐτῇ, χρόνου πλῆθος ἔτη τέσσαρα. | 181 | |
5.1.1 | Μαχουμούτης δὲ ἀφικόμενος ἐς Πελοπόννησον στρατοπεδεύε‐ ται ἐκτὸς τοῦ Ἰσθμοῦ πρὸς τῇ ὑπωρείᾳ τοῦ Κιθαιρῶνος καὶ πέμψας ἄγγελον κρύφα κοινολογεῖται Ἀμάρῃ δηλῶν τε τὴν αὐτοῦ ἄφιξιν καὶ τῆς στρατιᾶς καὶ πυνθανόμενος τὰ ἐν τῷ Ἰσθμῷ πάντα καὶ τὰ τῶν | |
5 | πολεμίων, ὡς ἔχει· καὶ συνθέμενοι τὴν ἐπίθεσιν ἐς ἡμέραν ῥητὴν μετά γε συνθήματος ἡσύχαζον. | |
5.1.2 | Ἐνετοὶ δὲ σπουδῇ τε πολλῇ καὶ προ‐ θυμίᾳ καὶ πολυχειρίᾳ χρώμενοι ἐς τὸ ἔργον ἐπετέλουν αὐτὸ ταχέως· καὶ γὰρ ἅπαν τὸ τεῖχος ἐξήνυσαν πλὴν τριῶν ἢ τεττάρων σταδίων, οὐ μέντοι γε ἐς ὕψος ἱκανὸν ἦραν αὐτό, ἀλλ’ ὅσον ἐκ τούτου ἀπο‐ | |
5 | μάχεσθαι ἀσφαλῶς. | |
6t | συμβολὴ Μαχουμούτεω καὶ Ἐνετῶν ἐν τῷ Ἰσθμῷ | |
7t | καὶ ἧττα Ἐνετῶν καὶ φυγὴ καὶ φόνος αὐτῶν | |
8 | ἐν τούτῳ δὲ Ἀμάρης καιρὸν φυλάξας ἐς ἐπίθεσιν σημαίνει τῷ Μαχουμούτει, καὶ ἀπὸ ἑνὸς συνθήματος ὁρμηθέντες ἄμφω προσβάλ‐ | |
10 | λουσι τῷ στρατοπέδῳ τῶν πολεμίων, ὁ μὲν ἐντός, ὁ δὲ ἐκτὸς ἐπιθέμενοι, βοῇ τε πολλῇ καὶ κραυγῇ καὶ ἀλαλαγμῷ χρωμένων τῶν στρατιωτῶν· καὶ γίνεται ἀγὼν ἐνταῦθα μέγας καὶ ὠθισμὸς καὶ μάχη καρτερὰ συστα‐ δὸν καὶ φόνος πολύς· ἐν ᾗ μικρὸν μὲν χρόνον ἀντέσχον οἱ Ἐνετοὶ δεξάμενοι τοὺς ὁπλίτας, ἔπειτα τραπέντες ἔφευγον ἀνὰ κράτος ἀτάκτως | |
15 | τε καὶ σὺν οὐδενὶ κόσμῳ, οἱ δὲ ὁπλῖται ἐπέκειντο κτείνοντες ἀφειδῶς καὶ ζωγροῦντες σφᾶς, ἕως ἀφίκοντο ἐς τὴν θάλασσαν καὶ τὰς ναῦς. | |
5.1.3 | ἐνταῦθα δὴ βίᾳ τε πολλῇ καὶ μόγις ἐσβάντες ἐς τὰς τριήρεις οἱ Ἐνετοὶ ἀνήχθησαν ἐπὶ μετεώρου μικρὸν ἀνακωχεύσαντες ὅσον ἐκτὸς βέλους εἶναι, καὶ ἐδέχοντο τοὺς ἀπὸ θαλάσσης νηχομένους· πολλοὶ γὰρ βιαζόμενοι ὑπὸ τῶν πολεμίων ῥίπτοντες τὰ ὅπλα ἔπιπτον ἐς τὴν θάλασ‐ | |
5 | σαν, οἱ δὲ καὶ σὺν ὅπλοις, καὶ ἀπενήχοντο οἱ μὲν ἐς τὰς ναῦς, οἱ δὲ καὶ ἀπεπνίγοντο βάρει τῶν ὅπλων. ἀπέθανον δὲ ἐν τῇ μάχῃ πλῆθος πολὺ Ἐνετῶν, ἀστῶν τε καὶ ξένων, καὶ αὐτὸς ὁ στρατηγὸς ἀνὴρ ἀγαθὸς γενόμενος, ἐλήφθησαν δὲ καὶ ζῶντες ὀλίγῳ ἐλάσσους τρια‐ | |
κοσίων. | 182 | |
5.1.4(t) | διαρπαγὴ τοῦ στρατοπέδου τῶν Ἐνετῶν | |
1 | οἱ δὲ δὴ στρατιῶται διαρπάζουσι τὸ στρατόπεδον ὅλον· εὑρέθη δὲ ἐν αὐτῷ χρήματά τε πολλὰ καὶ ἔπιπλα καὶ ἐκπώματα καὶ ἄλλη τις οὐκ ὀλίγη ἀποσκευή τε καὶ χρεία, ἐλήφθη δὲ καὶ ὅπλα πολλά, τὰ μὲν ἀπὸ σκύλων τῶν νεκρῶν, τὰ δὲ καὶ ἀποκείμενα, καὶ μηχαναὶ παντοῖαι | |
5 | καὶ ὅσα τοιαῦτα. | |
5.2.1 | Μαχουμούτης δὲ μετὰ τοῦτο ἀναλαβὼν τὴν στρατιὰν εἴσεισιν ἐς τὴν μεσόγειαν Πελοποννήσου μετὰ τοῦ Ἀμάρεος ἐπὶ τὰ ἀποστάντα τῶν φρουρίων καὶ τοὺς ἄλλως νεωτερίσαντας Πελοποννησίων, καὶ ἐν οὐ πολλαῖς ἡμέραις χειροῦται τά τε φρούρια καὶ τὰ ἄλλα πάντα, τὰ | |
5 | μὲν βίᾳ τοῖς ὅπλοις, τὰ δὲ καὶ πειθοῖ προσαγόμενος. | |
5.2.2(1t) | προσχώρησις Ἄργους τῷ Μαχουμούτει καὶ ἀποίκισις | |
2t | Ἀργείων ἐς τὸ Βυζάντιον καὶ κατασκαφὴ Ἄργους | |
1 | μετὰ δὲ τοῦτο ἀφικνεῖται ἐς Ἄργος, πόλιν τῶν Ἐνετῶν, καὶ στρατοπεδεύεται πρὸ τοῦ ἄστεος καὶ προσφέρει λόγους τοῖς ἐν αὐτῷ περὶ ἐνδόσεως ἑαυτῶν τε καὶ τοῦ ἄστεος. οἱ δὲ Ἀργεῖοι ὁρῶντες τό τε πλῆθος τῆς στρατιᾶς περιστοιχίσαν τὴν πόλιν κύκλῳ τό τε σφῶν | |
5 | τεῖχος ἀσθενὲς καὶ ἐπίμαχον ὅλον, ἐπικουρίαν τε μηδεμίαν ποθὲν ἢ ἔχοντες ἢ ὅλως ἕξειν ἐλπίζοντες καὶ δείσαντες, μὴ ἐκ προσβολῆς βίᾳ ληφθῶσι τοῖς ὅπλοις καὶ ἀπόλωνται, παραδιδόασιν ἀμαχὶ ἑαυτούς τε καὶ τὴν πόλιν Μαχουμούτει τὰ πιστὰ λαβόντες. | |
5.2.3 | ὁ δὲ πάντας μὲν αὐτοὺς ἀποικίζει ἐς τὸ Βυζάντιον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τοῖς ὑπάρχουσι πᾶσι σῶς καὶ κακῶν ἀπαθεῖς, τὴν δὲ πόλιν κατέσκαψε. διαθέμενος δὲ τὰ ἐν Πελοποννήσῳ πάντα καλῶς τε καὶ ὡς ἦν αὐτῷ | |
5 | κατὰ νοῦν καὶ φρουροὺς τοῖς φρουρίοις πᾶσιν ἐγκαταστήσας ἄνδρας τῶν ἀπὸ τῆς βασιλικῆς αὐλῆς τοὺς μαχιμωτάτους τά τε ἄλλως νεωτερί‐ σαντα διορθωσάμενός τε καὶ παραδοὺς Ἀμάρει πάντα, αὐτὸς λαβὼν μεθ’ ἑαυτοῦ τούς τε ζωγρηθέντας ἄνδρας ἐν τῷ Ἰσθμῷ καὶ οὓς εὗρεν ἐν τοῖς φρουρίοις τῶν Ἐνετῶν, ἀλλὰ δὴ καὶ τοὺς νεωτερίσαντας Πελο‐ | |
10 | ποννησίων καὶ λείαν τινὰ οὐ πολλὴν ἐπάνεισιν ἐς τὴν Κωνσταντίνου χειμῶνος μεσοῦντος ἤδη. | |
5.2.4 | βασιλεὺς δὲ τοὺς μὲν Ἀργείους πάντας κατοικίζει ἐν τῇ μονῇ τῇ Περιβλέπτῳ καλουμένῃ δοὺς αὐτοῖς καὶ οἰκίας καὶ ἀμπέλους καὶ ἀγρούς, τοὺς δὲ ληφθέντας ἄνδρας, οὓς ἔφην, τῶν πολεμίων τούς τε ἐν τοῖς φρουρίοις ἁλόντας τούς τε νεωτερίσαντας | 183 |
5 | Πελοποννησίων πάντας ἀπέκτεινεν. | |
5.3.1(1t) | σημείωσαι ὡς ἐτελέσθησαν τὰ ἐν Ἑλλησπόντῳ φρούρια παρὰ | |
2t | τοῦ Ἰαγούπη καὶ ἐπεσκευάσθησαν καλῶς καὶ ὁ πορθμὸς ἐκλείσθη | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Ἰαγούπης, ὁ σατράπης Καλλι‐ ουπόλεως, τὰ ἐν Ἑλλησπόντῳ φρούρια ἐξετέλεσε καὶ φρουρὰν ἐγκατέ‐ στησε τούτοις καὶ ὅπλα εἰσήνεγκε πλεῖστα καὶ μηχανὰς ἐπέστησε πετροβόλους καὶ ἀφετήρια, δι’ ὧν ἔμελλε τὸν ἔσπλουν ἀεὶ καὶ ἔκπλουν | |
5 | κωλύειν τῶν ἀναπλεόντων ἢ καταπλεόντων σκαφῶν, ὅτε καὶ ὧν βού‐ λοιτο, τά τε ἄλλα πάντα πεποίηκε κατὰ τὴν τοῦ βασιλέως ὑφήγησιν. | |
5.3.2 | καὶ ἀπετελέσθη ἔργον μέγα καὶ πάντων ἐξῃρημένον καὶ λόγου πολλοῦ καὶ θαύματος ἄξιον, ὅπερ οὔτε τῶν παλαιῶν Ἑλλήνων τις οὔτε τῶν πάλαι μεγάλων βασιλέων καὶ στρατηγῶν, Ῥωμαίων τέ φημι καὶ Περσῶν, ἐπὶ νοῦν ἐβάλετό ποτε οὔτε ἐδυνήθη βαλών, διαστῆσαί τε | |
5 | τὴν ἄνω θάλασσαν τῆς κάτω θαλάσσης καὶ τελείως ἀπεῖρξαι καὶ ὅλως ἄβατόν τε καὶ ἄπλωτον καταστῆσαι τοῖς ἀναπλεῖν ἢ καταπλεῖν βουλο‐ μένοις πᾶσι, πλὴν οἷς βούλοιτο, ὥσπερ πύλας ἑκατέρωθεν τὰ φρούρια ἐπιθεὶς καὶ μηχανὰς ἐπιστήσας πετροβόλους, δι’ ὧν πόρρωθεν ἀνα‐ σοβοῦνται καὶ τριήρεις καὶ ὁλκάδες αἱ μέγισται καὶ ἄλλο πᾶν καὶ | |
10 | μικρὸν καὶ μέγα ἀκάτιον εὐθὺς δὴ καὶ μόνον πλησιάσαντα καταγνύ‐ μενά τε καὶ ἀπολλύμενα τοῖς ἐκ τῶν μηχανῶν ἀφιεμένοις παμμεγέθεσι λίθοις ὥσπερ τῇ Σκύλλῃ συμπλακέντα καὶ τῇ Χαρύβδει. | |
5.3.3 | Ξέρξης μὲν γὰρ ἔζευξε πάλαι τὸν Ἑλλήσποντον τοῦτον, ἀλλὰ σχεδίᾳ καὶ γεφύρᾳ ξυλίνῃ, ἥτις οὔτε πρός τε τὰς τῶν ἀνέμων καὶ τῆς θαλάσσης ἐμβολὰς ἐπὶ πολὺ ἂν ἀντισχεῖν ἐδυνήθη, καὶ μέντοι γε οὐδὲ ἀντέσχε, | |
5 | καὶ ἐχθρῶν ἐπελθοῦσα δύναμις ῥᾳδίως ἂν αὐτὴν βίᾳ διέλυσεν. ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ὅλως οὔτε ἔστιν οὔτε γενέσθαι δύναται· οὔτε γὰρ θαλάσσης τε καὶ ἀνέμων ἐμβολαὶ καὶ ἐπίρροιαι οὔτε ἐχθρῶν καὶ | |
πολεμίων ἐπελθοῦσα δύναμις δύνανται ταύτην παραβάψαι τὸ σύνολον ἢ καὶ ὁπωσοῦν βιάσασθαι· οὕτως ἀνάλωτός τε καὶ ἰσχυρὸς ὁ δεσμὸς | 184 | |
10 | οὗτος ἐγεγόνει καὶ ἡ σχεδία αὕτη. | |
5.4.1(1t) | σημείωσαι ὅπως μετὰ τὴν ἀναχώρησιν τοῦ βασιλέως ἐστράτευσεν | |
2t | ὁ βασιλεὺς Παιόνων ἐπὶ Ἰάϊτζαν καὶ εἷλε ταύτην προδοσίᾳ ἐνδόν‐ | |
3t | των τῶν ἐν αὐτῇ· ὁμοίως καί τινα τῶν ἄλλων φρουρίων ἔλαβεν ὁμολογίᾳ | |
1 | τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ βασιλεὺς ὁ Παιόνων τε καὶ Δακῶν ἐστράτευσεν ἐπὶ τὴν Δαλματῶν καὶ Βόστρων χώραν, ἣν πρώην ἐχειρώ‐ σατο βασιλεύς, ὅπως, εἰ δύναιτο, κατάσχῃ ταύτην καὶ τὰ ἐν αὐτῇ φρούρια ἐξέλῃ καὶ μάλιστα δὴ τὴν Ἰάϊτζαν ἐξελάσας τοὺς βασιλέως | |
5 | φρουρούς. | |
5.4.2 | δεινότατον γάρ οἱ πάντων ἐδόκει εἶναι καὶ τῆς αὐτοῦ χώρας τε καὶ ἀρχῆς βλάβη τε μεγίστη καὶ κατάλυσις προφανὴς ἡ τῆς χώρας ταύτης καὶ τῶν ἐν αὐτῇ φρουρίων παρὰ τοῦ βασιλέως κατά‐ σχεσις ἐν ἐπικαίρῳ τε τῆς αὐτοῦ κειμένης καὶ πάντοθεν ὁμόρου τῇ | |
5 | Παιόνων οὔσης καὶ πρὸς καταδρομὴν ταύτης ἐπιτηδείας. | |
5.4.3 | προσ‐ βαλὼν οὖν αὐτῇ μετὰ στρατιᾶς ἱκανῆς καὶ παρασκευῆς ἀφιστᾷ μὲν εὐθὺς τὰ πλείω τῶν φρουρίων ἀπὸ τοῦ βασιλέως, τὰ μὲν πειθοῖ καὶ λόγοις προσαγόμενος, τὰ δὲ φόβῳ καὶ ἀπειλαῖς, ἔστιν ἃ δὲ καὶ τοῖς | |
5 | ὅπλοις καταστρεψάμενος. ἐς δὲ τὴν Ἰάϊτζαν ἐλθὼν αἱρεῖ καὶ ταύτην ἀπόνως τῶν ἔνδον στασιασάντων τε καὶ σφαγὰς ἐργασαμένων ἀλλήλων καὶ προσχωρησάντων ἑκουσίως αὐτῷ. διαγαγὼν δὲ οὐ πολλὰς ἡμέρας αὐτοῦ καὶ φυλακὰς καταστησάμενος ἰσχυρὰς ἐν αὐτῇ τε καὶ τοῖς ἄλλοις φρουρίοις, ἄνδρας καταφράκτους τε καὶ μαχίμους, καὶ ὅπλα καὶ σῖτον | |
10 | ὅτι πλεῖστον εἰσαγαγὼν ἀνεχώρησεν ἐπ’ οἴκου. καὶ ὁ μὲν οὕτως. | |
5.5.1 | βασιλεὺς δὲ τοῦτο πυθόμενος καὶ βαρέως διατεθεὶς πρὸς τὴν ἀκοὴν παρεσκευάζετο εὐθὺς ἐκστρατεῦσαι χειρὶ πολλῇ καὶ δυνάμει οὐ μόνον κατὰ τῆς Βόστρων καὶ τῶν ἀποστάντων φρουρίων, ἀλλὰ δὴ καὶ ἐς αὐτὴν τὴν Παιόνων ἐσβαλεῖν. στρατιὰν τοίνυν ὅτι πλείστην ἀγείρας, | |
5 | ἱππικήν τε καὶ πεζικήν, καὶ ὅπλα πολλὰ καὶ μηχανὰς πετροβόλους καὶ ἀφετήρια ξυναγαγὼν καὶ καλῶς παρασκευασάμενος πᾶσι τοῖς ὑπ‐ | |
άρχουσι χειμῶνος εὐθὺς ἦρος ἀρχομένου ἔξεισι κατ’ αὐτῶν. | 185 | |
5.5.2(t) | κίνησις δευτέρα τοῦ βασιλέως κατὰ Παιόνων καὶ Βόστρων | |
1 | ἄρας οὖν ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ, ἱππικῷ καὶ πεζικῷ, συνεπαγόμενος ἅμα οἱ καὶ τὰς μηχανὰς καὶ χαλκὸν καὶ σίδηρον ὅτι πολὺν γίνεται κατὰ τὴν χώραν τῶν Βόστρων. καὶ γενόμενος ἐν αὐτῇ πρῶτον μὲν ἔγνω δεῖν ἐς Ἰάϊτζαν ἐλθεῖν καὶ ἐπιχειρῆσαι ταύτῃ, εἴ γε | |
5 | δύναιτο παραστήσασθαι ἢ ὁμολογίᾳ ἢ τοῖς ὅπλοις βίᾳ, ἔπειτα καὶ πρὸς τὰ ἄλλα χωρῆσαι. | |
5.5.3(t) | πολιορκία δευτέρα Ἰαΐτζης | |
1 | προσελάσας οὖν αὐτῇ καὶ στρατόπεδον βαλόμενος πρὸ τοῦ ἄστεος λόγους προσφέρει πρῶτον τοῖς ἐν αὐτῷ περί τε ἐνδόσεως ἑαυτῶν τε καὶ τοῦ ἄστεος τὰ πιστὰ λαβοῦσιν. ὡς δ’ οὐκ ἔπειθε, πρῶτα μὲν τὰ ἔξω τῆς χώρας ἐδῄωσε καὶ ἐνέπρησε πάντα, ἔπειτα χάρακα πρὸ τοῦ ἄστεος | |
5 | βαλόμενος καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. καὶ ἡμέρας μέν τινας οὐ πολλὰς κατέσειε τὸ τεῖχος καὶ κατερρίπτει ταῖς μηχαναῖς· ὡς δ’ ἱκανὸν ἐδόκει αὐτῷ τὸ καταρριφθέν, παρεσκευάζετο προσβαλεῖν τῷ τείχει πάσῃ χειρὶ καὶ δυνάμει. | |
5.5.4(t) | προσβολὴ τοῦ βασιλέως πρώτη ἐς Ἰάϊτζαν καὶ ἀποτυχία | |
1 | καλῶς οὖν ἐκτάξας τε καὶ ὁπλίσας τὴν στρατιὰν προσέβαλλε πανταχόθεν, ἐπὶ δὲ τὸ κατερριμμένον τοῦ τείχους ἔταξεν ἑαυτὸν σὺν τῇ ἰδίᾳ αὐλῇ καὶ τῷ ἀκραιφνεῖ τοῦ στρατοῦ, ὁπλίταις τέ φημι καὶ τοξόταις καὶ σφενδονήταις καὶ τουφακοφόροις τὰ μάλιστα. εὐθὺς οὖν | |
5 | λαβόντες οἱ στρατιῶται τὸ σύνθημα, μέγα καὶ φοβερὸν ἀλαλάξαντες ὁρμῇ πολλῇ καὶ σπουδῇ ἐχώρουν δρόμῳ ἐπὶ τὸ κατερριμμένον τοῦ τείχους καὶ ἐπιβαίνειν ἐπειρῶντο βίᾳ. | |
5.5.5 | οἱ δὲ δὴ Παίονες ἀντεπίασι καὶ αὐτοὶ μάλα θρασέως τε καὶ εὐρώστως μετὰ κραυγῆς ἀσήμου καὶ βοῆς. καὶ συνίσταται δὴ μάχη καρτερὰ συσταδὸν καὶ μέγας ἀγὼν ἐν‐ ταῦθα καὶ ὠθισμὸς πολὺς καὶ βοὴ συμμιγὴς παρ’ ἀμφοτέρων καὶ | |
5 | βλασφημία καὶ φόνος οὐκ ὀλίγος καὶ ἀμφοτέρων ἀνδρῶν ἀγαθῶν γινο‐ μένων, τῶν μὲν βιαζομένων εἰσελθεῖν καὶ λαβεῖν τὸ ἄστυ, τῶν δὲ ἀπεώσασθαι τούτους καὶ φυλάξαι τὰ ὄντα, παῖδάς τέ φημι καὶ γυναῖ‐ κας καὶ τὰ τιμιώτατα. | |
5.5.6 | καὶ ποτὲ μὲν βιαζόμενοι οἱ ὁπλῖται τοὺς | |
Παίονας ἐπεκράτουν καὶ ἐπέβαινον τοῦ τείχους, ποτὲ δὲ πάλιν ὠθού‐ μενοι ὑπὸ τῶν Παιόνων ἐξηλαύνοντο βίᾳ· καὶ ἀπέθνῃσκον αὐτοῦ οὐκ ὀλίγοι μαχόμενοί τε καὶ πίπτοντες. καὶ τοῦτο ἐφ’ ἱκανὸν χρόνον ἐγίνετο | 186 | |
5 | μαχομένων ἀμφοτέρων γενναίως. ἔπειτα ἐπεκράτουν πολλῷ οἱ Παί‐ ονες, καὶ οἱ ὁπλῖται πιεζόμενοι σφόδρα ἐκακοπάθουν πίπτοντες αὐτοῦ πολλοὶ γενναῖοι καὶ ἀγαθοὶ ἄνδρες. | |
5.5.7 | βασιλεὺς δὲ ὁρῶν οὕτω κακο‐ παθοῦντας καὶ ἀπολλυμένους τοὺς ἄνδρας βαρέως ἔφερε σφόδρα καὶ τότε μὲν ἀναχώρησιν σημάνας ἐκέλευσεν ἔξω γενέσθαι βελῶν· καὶ ἀνεχώρουν. | |
5t | δευτέρα προσβολὴ καὶ ἀποτυχία | |
6 | μετὰ δὲ τοῦτο πάλιν ἐν οὐ πολλαῖς ἡμέραις διαναπαύσας τε τὴν στρατιὰν καὶ ὁπλίσας καὶ ἐκτάξας καλῶς προσέβαλλεν ἰσχυρῶς τῷ πολίσματι (καὶ ἡγεῖτο πρῶτος αὐτὸς) ἆθλά τε προκηρύξας, τὰ δὲ καὶ προθείς, πλεῖστα καὶ μέγιστα καὶ τιμὰς καὶ χάριτας οὐκ ὀλίγας τοῖς | |
10 | πρώτοις ἐπιβᾶσι τοῦ τείχους, προσέτι δὲ καὶ διαρπαγὴν καὶ σκυλμὸν προσημάνας πάντων τῶν ἐν τῷ ἄστει. | |
5.5.8 | καὶ οἱ στρατιῶται μέγα καὶ φοβερὸν ἀλαλάξαντες εὐθὺς οἷά τινες πτηνοὶ ὁρμῇ πολλῇ καὶ δρόμῳ ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ καὶ λογισμῷ χωροῦσιν ἐπὶ τὸ τεῖχος καὶ ἐπιβαίνειν ἐπειρῶντο τούτου, οἱ μὲν κλίμακας ἐπιτιθέντες, | |
5 | οἱ δὲ σχοίνους ἐξαρτῶντες, οἱ δὲ πασσάλους ἐγκαταπηγνύντες τῷ τείχει, οἱ δὲ ἄλλῳ τῷ τρόπῳ τῷ δυνατῷ βιαζόμενοι εἰσελθεῖν. ἅτε γὰρ τοῦ βασιλέως παρόντος καὶ θεωμένου τὰ δρώμενα καὶ τὴν ἑκάστου καὶ ὁρμὴν καὶ σπουδὴν καὶ ῥώμην καὶ ἀνδρίαν καὶ τάξιν καὶ ἆθλα μέγιστα προσδοκῶντες ἐκ τούτου λήψεσθαι οὐ μικρὰ ἐφρόνουν, ἀλλ’ ἕκαστος | |
10 | πρῶτος αὐτός τε εἶναι ἐβούλετο καὶ ὁ τοῦ τείχους ἐπιβὰς καὶ ὁ Παίονα κτείνας καὶ ὁ τὴν σημαίαν τῷ τείχει καὶ τῇ ἐπάλξει προσαγαγών. | |
5.5.9 | οἱ δὲ δὴ Παίονες εὐρώστως μάλα καὶ μετὰ θράσους ὅτι πολλοῦ καὶ ὁρμῆς καὶ τάχους σὺν βοῇ ἀσήμῳ ἀπήντων τε καὶ ἐδέχοντο τούτους γενναίως καὶ ἰσχυρῶς. καὶ συνίσταται μάχη τις ἐνταῦθα καρτερὰ καὶ φρικώδης, καὶ οἵαν οὐδεὶς οὔτ’ εἶδεν οὔτ’ ἤκουσεν ἐπὶ | |
5 | τειχομαχίᾳ γεγενημένην ποτέ, καὶ μάλιστα δὴ περὶ τὸ κατερριμμένον | |
τοῦ τείχους. | 187 | |
7t | σημείωσαι πόλεμον ἰσχυρόν | |
8 | μεθυσθέντες γὰρ τῷ πολέμῳ καὶ ὅλους δι’ ὅλων ἑαυτοὺς ἐκδόντες ὀργῇ καὶ θυμῷ καὶ σχεδὸν τὴν φύσιν ἠγνοηκότες κατέκαινον ἀλλήλους | |
10 | καὶ κατέκοπτον ἀνοικτὶ βάλλοντες, βαλλόμενοι, τιτρώσκοντες, τιτρω‐ σκόμενοι, φονεύοντες, φονευόμενοι, βοῶντες, ὑβρίζοντες, βλασφη‐ μοῦντες, μηδενὸς ἐπαισθανόμενοι τῶν παρόντων ὅλως ἢ τῶν δρωμένων, ὥσπερ οἱ μαινόμενοι. | |
5.5.10 | ἔπιπτον οὖν πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες μαχόμενοι τῶν τε ὁπλιτῶν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς αὐλῆς μάλιστα ἀφειδοῦντές τε ἑαυτῶν καὶ αἰσχυνόμενοι τῷ πρὸ ὀφθαλμῶν ὁρᾶν τὸν βασιλέα· σὺν αὐτοῖς γὰρ ἦν ἀγωνιζόμενος. οἱ δὲ δὴ Παίονες ἐπ‐ | |
5 | εκράτουν πολλῷ πανταχοῦ ἄνωθέν τε μαχόμενοι καὶ ἐξ ὑπερδεξίων βάλλοντες καὶ μάλα εὐρώστως ἀγωνιζόμενοι· ἦσαν γὰρ ἅπαντες ἀγαθοὶ καὶ μάχιμοι ἄνδρες ἀριστίνδην ἐξειλεγμένοι. | |
5.5.11 | βασιλεὺς δὲ ὁρῶν τοὺς ἄνδρας φθειρομένους παρὰ πολὺ τό τε ἔργον οὐδαμοῦ προχωροῦν ἔτι, ἀλλ’ εἰς ἀδύνατα σχεδὸν καθιστάμενον τὸ πολέμῳ καὶ ὅπλοις ἐκ προσβολῆς βίᾳ τὸ ἄστυ ἑλεῖν, λιμῷ δὲ μόνον καὶ πολιορκίᾳ μακρᾷ, ἀναχώρησιν ἐσήμαινε τῇ στρατιᾷ· καὶ ἐγένοντο | |
5 | ἔξω βελῶν. | |
5.5.12 | ἀναχωρήσας οὖν ἐς τὸ στρατόπεδον ὁ βασιλεὺς παρ‐ εσκευάζετο ἐς μὲν τὸ ἄστυ στρατιὰν ἱκανὴν ἀπολιπεῖν πολιορκοῦσάν τε καὶ φυλάσσουσαν τοῦ μή τι τῶν ἔνδον ἐξαγαγεῖν ἢ τῶν ἔξωθεν εἰσκομίσασθαι, αὐτὸς δὲ σὺν τῇ λοιπῇ στρατιᾷ ἔς τε τὴν ἄλλην χώραν | |
5 | ἐσβαλεῖν ἐπὶ τὰ ἀποστάντα τῶν φρουρίων, ἀλλὰ δὴ καὶ ἐς τὴν Παιόνων. | |
5.6.1(t) | ἔλασις τοῦ βασιλέως Παιόνων κατὰ βασιλέως | |
1 | ἐν τούτῳ δὲ ἧκεν ἀγγελία φράζουσα τὸν βασιλέα Παιόνων στρατιὰν ὅτι πλείστην ἀγείραντα ὅσον οὐκ ἤδη ἐπιέναι αὐτῷ. οὗτος γάρ, εὐθὺς ὡς ἔγνω τὴν ἐς τὴν Βόστρων ἐσβολὴν τοῦ βασιλέως καὶ τὴν τοῦ ἄστεος Ἰαΐτζης πολιορκίαν, στρατιὰν μεγάλην ἀθροίσας καὶ | |
5 | πᾶσιν οἷς εἶχεν ἱκανῶς παρασκευασάμενος ἐξῄει ἐναντία τῷ βασιλεῖ νομίσας οὕτως ἢ λύσειν τὴν πολιορκίαν τοῦ ἄστεος τρέψας εἰς ἑαυτὸν τόν τε βασιλέα καὶ τὴν στρατιὰν ἢ δίχα διαιρεθείσης τῆς στρατιᾶς εἴς τε πόλεμον καὶ πολιορκίαν ἀσθενεστέρῳ χρήσαιτο προσπολεμῆσαι τῷ βασιλεῖ· ἀλλ’ ἐσφάλη τῆς γνώμης. | |
5.6.2 | βασιλεὺς γὰρ τοῦτο μαθὼν αὐτὸς μὲν ἐς Ἰάϊτζαν μένειν ἐγνώκει δεῖν πολιορκῶν καὶ μηδαμοῦ ταύτης ἀπαναστῆναι, Μαχουμούτεα δὲ δοὺς αὐτῷ στρατιὰν ἱκανήν, ἱππικήν τε καὶ πεζικήν, καὶ μέρος οὐκ ὀλίγον τῆς ἰδίας αὐλῆς ἐξέπεμ‐ | 188 |
5 | ψεν ἐναντία τῷ βασιλεῖ Παιόνων· οὐ γὰρ αὐτός γε ἠξίωσε διὰ μάχης τούτῳ ἰέναι. | |
5.6.3 | Μαχουμούτης δὲ τὴν στρατιὰν ἀναλαβὼν ἤλαυνε κατὰ σπουδήν· καὶ γενόμενος ἔγγιστά που τῶν πολεμίων στρατοπεδεύεται αὐτοῦ. ἦν δὲ τὸ μεταξὺ τοῖν στρατοπέδοιν στάδιά που μάλιστα πέντε καὶ εἴκοσιν ὥστε ἀλλήλους ὁρᾶν, διεῖργε δὲ αὐτοὺς μέσος ἀπ’ ἀλλήλων Ἐρυγὼν | |
5 | ποταμός, ὃς τῇ ἐπιχωρίῳ φωνῇ νῦν Βρῦνος καλεῖται· ἐνταῦθα γὰρ ἦν ἐστρατοπεδευκὼς πέραν τοῦ ποταμοῦ ὁ τῶν Παιόνων βασιλεύς. | |
5.6.4 | Μαχουμούτης μὲν οὖν ἐβούλετο διαβὰς τὸν ποταμὸν ξυμμῖξαι τοῖς Παίοσι, βασιλεὺς δὲ πέμπων διεκώλυεν αὐτὸν μηδεμίαν ἀνάγκην εἶναι λέγων τό γε νῦν ἔχον τῆς τοῦ ποταμοῦ διαβάσεως, ἀλλ’ ἀρκεῖ μένοντα αὐτόθι ἐφεδρεύειν τοῖς τῶν πολεμίων πράγμασι. Μαχουμούτης μὲν οὖν | |
5 | ἔμενεν ἡσυχάζων καὶ τὰ τῶν πολεμίων ἀποσκοπῶν. | |
5.6.5 | ὁ δὲ τῶν Παιόνων ἡγεμών, ὡς ἔγνω τόν τε βασιλέα πολιορκοῦντα τὸ ἄστυ καὶ μηδαμοῦ τούτου ἀπανιστάμενον καὶ τὸν Μαχουμούτεα μετὰ στρατιᾶς ὅτι πλείστης ἐφεδρεύοντα αὐτῷ, ἀπογνοὺς ὅλως τοῦ φανερῶς δύνασθαι βοηθῆσαι τῷ ἄστει, πέμψας ἄγγελον κρύφα δι‐ | |
5 | ειλέχθη τοῖς ἐν αὐτῷ ἀντέχειν τε καὶ μηδαμοῦ ἐνδιδόναι ὡς ταχείας τε οὔσης τῆς τοῦ βασιλέως ἀναχωρήσεως πάλιν, καὶ αὐτὸς δὲ οὐ περι‐ ιδεῖν, ἀλλὰ καιροῦ καλοῦντος καὶ χρείας ἀναγκαίας κατεπειγούσης βοηθήσειν τὰ δυνατὰ ἐγγὺς αὐτοῦ που τυγχάνων. κἀκείνοις μὲν ταῦτα. | |
9t | ἀναχώρησις τοῦ βασιλέως Παιόνων καὶ φυγὴ ἄτακτος | |
10t | καὶ αἰσχρὰ καταδιώξαντος αὐτὸν Μαχουμούτεω | |
11 | αὐτὸς δὲ τὸ στρατόπεδον ἐμπρήσας νυκτὸς ἀπάρας ᾤχετο σὺν τῇ στρατιᾷ. | |
5.6.6 | Μαχουμούτης δ’, ὡς ᾔσθετο, κατὰ τάχος διαβὰς τὸν ποταμὸν ἤλαυνε κατὰ σπουδὴν διώκων καὶ καταλαβὼν αὐτοὺς συμ‐ βάλλει τοῖς ὄπισθεν μέρος οὖσι τῆς στρατιᾶς οὐκ ὀλίγον ἐς φυλακὴν τῶν σκευοφόρων καὶ τρεψάμενος ἐδίωκε μέχρι τῆς ἄλλης στρατιᾶς· | |
5 | οἱ δ’ ἐπεισπεσόντες ἄφνω διετάραξάν τε αὐτὴν καὶ τὸν βασιλέα, καὶ φυγὴ γίνεται καρτερὰ πάντων ὁμοῦ φευγόντων ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ καὶ λογισμῷ. | |
5.6.7 | Μαχουμούτης δὲ εἵπετο κτείνων τε καὶ φονεύων σφᾶς ἀνοικτί, διώξας δὲ μέχρι πολλοῦ καὶ φόνον πολὺν | |
ἐργασάμενος καὶ πολλοὺς ζωγρήσας ἀνεχώρησε καὶ ἧκεν ἐς βασιλέα λαβὼν πᾶσαν αὐτῶν τὴν ἀποσκευὴν καὶ τὰς ἁμάξας καὶ ὅπλα καὶ | 189 | |
5 | ἵππους καὶ σκευοφόρους αὐτούς. ἀπέθανον δὲ τῶν πολεμίων πλεῖστοι, ἐλήφθησαν δὲ καὶ ζῶντες ὀλίγῳ ἐλάσσους διακοσίων, οὓς ὕστερον ἀγαγὼν ἐν Βυζαντίῳ πάντας ἀπέκτεινεν ὁ βασιλεύς. | |
5.6.8 | αὐτὸς δὲ ἡμέρας οὐ πολλὰς ἐπιμείνας τῇ πολιορκίᾳ καὶ πολυτρό‐ πως πειράσας τοῦ ἄστεος, ὡς οὐδὲν ἤνυεν, ἀπογνοὺς τὴν αἵρεσιν τούτου, ἀναλαβὼν τὴν στρατιὰν τρέπεται πρὸς τὰ λοιπὰ τῶν φρουρίων καὶ παραστησάμενος ταῦτα ἐν οὐ πολλαῖς ἡμέραις τοῖς μέν, ὅσα γε | |
5 | ἐδόκει αὐτῷ, φρουρὰς ἐγκαθίστησιν ἰσχυράς, ἔστιν ἃ δὲ καὶ κατέσκαψε· τοὺς δὲ ἄνδρας ἀπέκτεινε, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσατο. | |
5.6.9 | καταδραμὼν δὲ καὶ τῆς ἄλλης χώρας τὸ πλεῖστον, ἀλλὰ δὴ καὶ τῆς Παιόνων οὐκ ὀλίγον, καὶ λείαν ἐλάσας ὅτι πολλὴν αὐτὸς καὶ τῇ στρατιᾷ διαδοὺς καὶ σατράπην τῇ χώρᾳ καταλιπὼν θέρους λήγοντος ἤδη ἐπάνεισιν ἐς τὴν Κωνσταντίνου καὶ διέλυσε τὴν στρατιάν. καὶ | |
5 | ὁ μὲν βασιλεὺς οὕτως. | |
5.7.1(t) | ἐκστρατεία τῶν Ἐνετῶν κατὰ τῆς Λέσβου ναυσὶν ἑβδομήκοντα | |
1 | Ἐνετοὶ δὲ τοῦ αὐτοῦ θέρους ἐστράτευσαν ἐπὶ Λέσβον καὶ Μιτυλήνην τριήρεσιν ἑβδομήκοντα καὶ ὁλκάσι μεγάλαις καὶ τρισχιλίοις ὁπλίταις, οὓς εἶχον ἐπὶ τῶν καταστρωμάτων, ἔφερον δὲ καὶ ὅπλα πολλὰ ἐν ταῖς ὁλκάσι καὶ μηχανὰς πετροβόλους καὶ ἀφετήρια καὶ | |
5 | κλίμακας καὶ πᾶσαν ἄλλην ἀποσκευὴν τῶν ἐς τειχομαχίαν ἐπιτηδείων. | |
5.7.2 | καὶ ἀφικόμενοι ἐς Λέσβον κατῆραν ἐς τὸν λιμένα Μιτυλήνης καὶ ἀποβάντες στρατόπεδον τιθέασι πρὸ τῆς πόλεως καὶ προσφέρουσι λόγους τοῖς ἐν τῇ πόλει περὶ ἐνδόσεως ἑαυτῶν τε καὶ τῆς πόλεως. οἱ δὲ οὐκ ἐδέξαντο· ἦσαν γὰρ ἐν αὐτῇ φρουροὶ ἄνδρες λογάδες κατά‐ | |
5 | φρακτοι τετρακόσιοι τῶν ἀπὸ τῆς βασιλικῆς αὐλῆς. | |
5.7.3 | οἱ δὲ πρῶτον μὲν ἔκειραν μέρος τι τῆς γῆς (οὐ γὰρ ἐβούλοντο πᾶσαν δῃῶσαι προσδοκῶντες αὐτὴν λήψεσθαι), μετὰ δὲ τοῦτο περι‐ σχόντες ἐν κύκλῳ πᾶσαν τὴν πόλιν τῷ στρατῷ κατὰ γῆν τε καὶ κατὰ θάλασσαν ταῖς ναυσὶ καὶ μηχανὰς ἐπιστήσαντες ἐπολιόρκουν. | |
5.7.4 | καὶ τοῦ μὲν τείχους αὐτοὶ μὲν κατέσειον ἡμέρας τι μέρος μικρὸν ταῖς μηχαναῖς καὶ κατερρίπτουν, οἱ δὲ ἐν τῇ πόλει πάλιν ἀνώρθουν αὐτὸ νυκτὸς λίθους καὶ ξύλα καὶ χοῦν ἐπιφοροῦντες· προσέτι δὲ καὶ κεραίας | |
5 | μεγάλας ἐπάγοντες περιεσταύρουν τὸ τεῖχος, τὰς δὲ καὶ ἐξαρτῶντες ἁλύσεσιν ἀνέκλων τὴν φορὰν τῶν λίθων, καὶ οὐδὲν τοσοῦτον ἔβλα‐ πτον. | 190 |
5.7.5 | ἐγίνοντο δὲ καὶ καθ’ ἡμέραν ἀκροβολισμοί τινες καὶ ἐπεκ‐ δρομαὶ ἐπεξιόντων τῶν βασιλείων τοῖς Ἐνετοῖς· οὐ μὴν καὶ ἀπέ‐ θνῃσκόν τινες, ἀλλ’ ἐτιτρώσκοντο μόνον πολλοί. ὑπώρυττον δὲ καὶ τὸ τεῖχος ἔστιν οὗ ὑπονόμους πρὸς τὴν πόλιν ποιοῦντες καὶ κλίμακας | |
5 | ἐπήγνυσαν καὶ μηχανὰς παντοίας ἐξήρτυον. | |
5.7.6 | προσεχώρησαν δὲ αὐτοῖς καὶ τῶν ἄλλων πολισμάτων δύο· καὶ ἦσαν ἐν ἐλπίσιν ἤδη μεγίσταις καὶ Μιτυλήνην ἑλεῖν καὶ τὴν ἄλλην πᾶσαν Λέσβον κατασχεῖν καὶ χειρώσασθαι. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν. | |
5.7.7(1t) | ἔκπλους τοῦ στόλου τοῦ βασιλέως κατὰ | |
2t | τοῦ ἐν τῇ Λέσβῳ στόλου τῶν Ἐνετῶν | |
1 | βασιλεὺς δὲ μαθὼν τὴν ἐς Μιτυλήνην ἔφοδον τοῦ στόλου τῶν Ἐνετῶν καὶ τὴν πολιορκίαν αὐτῆς καὶ ὡς κινδυνεύει παρ’ αὐτῶν ἁλῶναι, εἰ μὴ τάχιστα τύχοι βοηθείας, εὐθὺς θᾶττον ἢ λόγος πληρώσας τριήρεις δέκα καὶ ἑκατὸν καὶ ὁπλίτας ἐπιβιβάσας ὅτι πολλοὺς καὶ ὅπλα | |
5 | παντοῖα καὶ ἀφετήρια καὶ πᾶσιν οἷς εἶχεν ἐξαρτύσας τε καὶ ὁπλίσας καλῶς παραδίδωσι Μαχουμούτει τῷ πασίᾳ τὸν στόλον κελεύσας πλεῖν τὴν ταχίστην καὶ συμβαλεῖν ταῖς τῶν πολεμίων ναυσίν, ὅπου ἂν τύχω‐ σιν οὖσαι. | |
5.7.8 | ὁ δὲ ἀναχθεὶς ἀπὸ τοῦ Βυζαντίου ἔπλεε τὸν Ἑλλήσπον‐ τον καὶ καταίρει δευτεραῖος ἐς Καλλιούπολιν· κἀκεῖ μαθὼν τέσσαρας τριήρεις τῶν πολεμίων προσκόπους ἐφορμούσας τῷ λιμένι Τενέδου, αἳ δὴ καὶ μέχρι τοῦ στόματος τοῦ πορθμοῦ διαπλέουσαι ἐς κατασκοπὴν | |
5 | πάλιν ὑπέστρεφον, μηδὲν μελλήσας εὐθὺς νυκτὸς ἀναχθεὶς ἀπὸ Καλλι‐ ουπόλεως παντὶ τῷ στόλῳ, ἵνα μὴ ἔκπυστος γένηται θεαθείς, καὶ πνεύμασιν αἰσίοις χρησάμενος ἅμα ἡμέρᾳ κατήχθη ἐς Τένεδον. | |
5.7.9(t) | ἅλωσις τῶν ἐν τῇ Τενέδῳ δύο προσκόπων τριήρεων Ἐνετικῶν | |
1 | καὶ καταλαμβάνει δὴ τὰς τριήρεις ἐν τῷ λιμένι ὁρμούσας, καὶ τὰς μὲν δύο αὐτάνδρους λαμβάνει πρὸς τῷ στόματι τοῦ λιμένος (οὐ γὰρ ἔφθησαν προεκπεπλευκυῖαι), αἱ δὲ ἕτεραι δύο προαναχθεῖσαι μόγις διέφυγον. ἦσαν δὲ τῶν ἄριστα πλεουσῶν, καὶ σπεύσασαι τάχιστα | |
5 | ἀφικνοῦνται ἐς Μιτυλήνην καὶ ἀπαγγέλλουσι τοῖς στρατηγοῖς τὸν ἐπί‐ | |
πλουν τοῦ στόλου τοῦ βασιλέως καὶ τὴν ἅλωσιν τῶν δύο νεῶν. | 191 | |
5.7.10(1t) | φυγὴ τοῦ στόλου τῶν Ἐνετῶν ἄτακτος ἐκ τῆς Λέσβου, ἡνίκα | |
2t | ἐπύθοντο προσελαύνοντα αὐτοῖς τὸν στόλον τοῦ βασιλέως | |
1 | οἱ δ’ εὐθὺς ἀκούσαντες ὥσπερ σκηπτῷ τινι βληθέντες τῇ ἀγγελίᾳ, πάντα καταλιπόντες αὐτοῦ, καὶ μηχανὰς καὶ ὅπλα καὶ πᾶσαν ἄλλην ἀποσκευήν, ἐσβάντες ἐς τὰς τριήρεις ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ καὶ λογισμῷ λαβόντες τε μεθ’ ἑαυτῶν καὶ τοὺς ἄνδρας καὶ γυναῖκας | |
5 | καὶ παῖδας τῶν προσχωρησάντων φρουρίων αὐτοῖς ἀνήχθησαν πρὸ τοῦ τὸν στόλον τοῦ βασιλέως κατᾶραι ἐς Μιτυλήνην διάστημα ὡσεὶ ὡρῶν ὀκτώ, ὡς λέγεται. | |
5.7.11 | Μαχουμούτης δὲ ἀφικόμενος ἐς Μιτυλήνην καὶ μαθὼν προ‐ αναχθέντας πρὸ ὀλίγου αὐτοὺς ἐδίωκε κατὰ σπουδὴν καὶ γενόμενος ἐπὶ μετεώρου πελάγιος μόλις καθορᾷ αὐτὰς προσισχούσας τῇ Λήμνῳ. ἀπογνοὺς οὖν τὴν τούτων δίωξιν ἐπάνεισιν ἐς Μιτυλήνην, καὶ δια‐ | |
5 | γαγὼν ἐνταῦθα ἡμέρας τέσσαρας καὶ καταστησάμενος τὰ αὐτοῦ πάντα καλῶς καὶ φρουρὰν ἱκανὴν καὶ ὅπλα καὶ σῖτον πολὺν καὶ ἄλλα ἄττα τὰ πρὸς χρείαν τῇ πόλει καταλιπὼν ἐπάνεισιν ἐς τὸ Βυζάντιον φθινο‐ πώρου φθίνοντος ἤδη καὶ διέλυσε τὸν στόλον. καὶ δεύτερον δὴ καὶ ἑβδομηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς | |
10 | ὅλοις ἠνύετο, τέταρτον δὲ καὶ δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
5.8.1(t) | ὅρα φοβερόν | |
1 | ὤφθη δὲ κατὰ τὰς αὐτὰς ἡμέρας καὶ τέρας τι ἐξαίσιον. ὁ γὰρ ἥλιος μεσημβρίας οὔσης σταθερᾶς λάμπων τε καθαρὸς καὶ νέφους ἐκτὸς αἴφνης μεταβαλὼν ἐσκοτίσθη καὶ ἠμαυρώθη, καὶ τὸ εἶδος αὐτοῦ ἤμειψεν ὡς ἐς χαλκοῦ μέλανος χροιάν, καὶ γέγονε ζοφώδης ὅλος καὶ | |
5 | μέλας, οὐ κατὰ τὸ εἰωθὸς ὥσπερ ἐν ταῖς ἐκλείψεσιν (οὐ γὰρ ἦν ἔκλειψις τότε), ἀλλ’ ἄλλον τινὰ τρόπον καινότατον ὥσπερ ὁμίχλης τινὸς ἢ νέφους ἀχλυώδους καὶ σκοτεινοῦ ὑποτρέχοντος αὐτὸν καὶ ἐπηλυγά‐ ζοντος, καὶ διαγέγονεν ἐν τρισὶ ταῖς ὅλαις ἡμέραις καὶ νύκταις ἴσαις τοιοῦτος καὶ ὢν καὶ πᾶσι φαινόμενος. τοῦτο τέρας τι μέγα καὶ θεοση‐ | |
10 | μεία τις ἄντικρυς ἔδοξε πᾶσιν ἐς τὸ μέλλον μεγάλα κακὰ προφοιβά‐ | |
ζουσα, ἃ δὴ καὶ μετ’ ὀλίγον ἐπηκολούθησε. καὶ τοῦτο μὲν τοιοῦτον. | 192 | |
5.9.1(t) | σημείωσαι ὅπως ἔλαβον τέλος τὰ οἰκοδομούμενα βασίλεια | |
1 | βασιλεὺς δὲ παραχειμάζων ἐν Βυζαντίῳ τῶν τε ἄλλων ἐπεμέλε‐ το, φημὶ δὴ τῶν ἐς συνοίκισίν τε καὶ κατασκευὴν καὶ κόσμον τῆς ὅλης πόλεως, καὶ δὴ καὶ τὰ βασίλεια ἐξετέλεσε, χρῆμά τι κάλλιστον καὶ τῶν ἐς θέαν καὶ τέρψιν ὁμοῦ καὶ κατασκευὴν καὶ κάλλος οὐδενὸς λειπόμενα | |
5 | τῶν ὀνομαστῶν καὶ λαμπρῶν καὶ δὴ καὶ παλαιῶν οἰκοδομημάτων καὶ θεαμάτων· πύργοι τε γὰρ ἐν αὐτοῖς ᾠκοδόμηντο ἐς ὕψος τε ἠρμένοι καὶ 〈ἐσ〉 κάλλος καὶ μέγεθος ἠσκημένοι καὶ ἀνδρεῶνες καὶ γυναικωνῖται καὶ θάλαμοι, τρίκλινοί τε καὶ κοιτῶνες, καὶ δωμάτια πλεῖστα καὶ κάλλιστα καὶ οἰκίσκοι διάφοροι, ἔτι δὲ πρόδομοί τε καὶ αὐλαὶ καὶ | |
10 | προαύλια καὶ πυλῶνες καὶ πρόθυρα καὶ ὀπτανεῖα καὶ λουτρὰ λόγου ἄξια, καὶ περίβολος μέγιστος ὁ περιέχων αὐτά. | |
5.9.2 | ἃ πάντα, ᾗπερ ἔφην, εἴς τε ποικιλίαν ὁμοῦ καὶ κάλλος καὶ μέγεθος καὶ πολυτέλειαν ἤσκητο χρυσῷ τε πολλῷ καὶ ἀργύρῳ περιλαμπόμενά τε καὶ κατα‐ στραπτόμενα πάντοθεν, ἔσωθέν τε καὶ ἔξωθεν, καὶ λίθων διαφανῶν καὶ | |
5 | μαρμάρων διαφόροις ἀγλαΐαις τε καὶ χροιαῖς καὶ ποικιλίαις κεκοσμη‐ μένα στιλπνότητι καὶ λειότητι καὶ διαυγείᾳ νικώντων καὶ τέχνῃ τῇ πρώτῃ τε καὶ καλλίστῃ διὰ πάντων φιλοτίμως ἐξειργασμένα, ὅση τε γλυφικὴ καὶ πλαστικὴ καὶ ὅση γραφικὴ νενίκηκεν εἶναι ἀρίστη καὶ καλλίστη τῶν ἁπασῶν, ἔτι δὲ μολύβδῳ τε πολλῷ καὶ βαθεῖ ὅλα δι’ | |
10 | ὅλων πεπυκασμένα τε καὶ συνηρεφῆ καὶ κατάστεγα καὶ μυρίαις ἄλλαις λαμπρότησί τε καὶ χάρισι καλλυνόμενα καὶ κοσμούμενα. | |
5.9.3 | οὐ μόνον δὲ ἀλλὰ καὶ παράδεισοι περὶ αὐτὰ κατακέχυνται κύκλῳ μέγιστοί τε καὶ κάλλιστοι διαφόροις τε καὶ παντοίοις φυτῶν εἴδεσι βρύοντες καὶ καρποῖς ὡραίοις βρίθοντες καὶ ὑδάτων ἀφθονίᾳ περιρρεόμενοι πάν‐ | |
5 | τοθεν ψυχρῶν τε καὶ ποτίμων καὶ διειδῶν καὶ ἄλσεσι καὶ λειμῶσι καλ‐ λίστοις ἐμπρέποντες, ἔτι δὲ ὀρνίθων ἀγέλαις ἐδωδίμων καὶ ᾠδικῶν καταβοώμενοί τε καὶ περιλαλούμενοι πάντοθεν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων γένη τρέφοντες καὶ πολλοῖς ἄλλοις καὶ διαφόροις ὡραϊζό‐ μενοί τε καὶ κομῶντες καλοῖς, ὅσα κόσμον οἶδε φέρειν καὶ τέρψιν ὁμοῦ | |
10 | καὶ ἡδονὴν καὶ ἀπόλαυσιν· οὕτω φιλοτίμως τε καὶ πολυτελῶς ἐξ‐ | |
είργαστο ταῦτα τῷ βασιλεῖ. | 193 | |
5.10.1 | παραχειμάσας οὖν ἐν τούτοις ὁ βασιλεύς, ἐπειδὴ ἔαρ ὑπέφαι‐ νεν ἤδη, ὥρμησε μὲν ἐς ἐκστρατείαν καὶ παρεσκευάζετο ἐπὶ τοῦτο. αἰσθόμενος δὲ τοὺς στρατιώτας ἀγανακτοῦντας καὶ τὴν ἰδίαν αὐλὴν κεκακωμένους τε καὶ τεταλαιπωρημένους τὰ μάλιστα ταῖς συχναῖς τε | |
5 | καὶ μακραῖς ὁδοιπορίαις καὶ ἐκστρατείαις καὶ ἀεὶ ἐν ἀποδημίαις ὄντας ὑπερορίοις καὶ πόνοις καὶ πάντα τὰ ἑαυτῶν ἀπολλύντας, καὶ σώματα καὶ χρήματα καὶ ἵππους καὶ ὑποζύγια, καὶ πάντα τρόπον φθειρομένους τε καὶ κακοπαθοῦντας ἀνέσχε τῆς ὁρμῆς· καὶ αὐτὸς δὲ ὁ βασιλεὺς κεκοπωμένος τε καὶ κατατετριμμένος ὅλος καὶ τὸ σῶμα καὶ | |
10 | τὴν γνώμην ὑπό τε τῶν συνεχῶν καὶ ἀνενδότων λογισμῶν τε καὶ φροντίδων καὶ τῶν ἀτρύτων πόνων καὶ κινδύνων καὶ πειρασμῶν ἀνα‐ παύλης γοῦν ἐδεῖτο προσκαίρου καὶ θεραπείας. | |
5.10.2 | διὰ τοῦτο μένειν ἐγνώκει δεῖν καὶ διαναπαῦσαι ἑαυτόν τε καὶ τὴν στρατιὰν τοῦ ἐνεστῶ‐ τος θέρους, ὡς ἂν ἔτι γε τοῦ λοιποῦ νεαρωτέροις τε καὶ προθυμοτέροις ἔχοι κεχρῆσθαι πρὸς τὰ λοιπὰ τῶν ἔργων. | |
5t | σημείωσαι ὡς ἐδωρήσατο τῇ στρατιᾷ πολυτρόπως ὁ βασιλεύς | |
6 | καὶ δὴ δόξαν οὕτω τὴν μὲν ἄλλην στρατιὰν πολυτρόπως δωρησά‐ μενος ἀπέλυσε, τοῖς μὲν ἵππους, τοῖς δὲ ἐσθῆτας, τοῖς δὲ χρήματα, τοῖς δὲ ἄλλο τι διαδιδούς, τοὺς δ’ ἀπὸ τῆς ἰδίας αὐλῆς, οὓς ἠπίστατο φιλοπόνους τε καὶ φιλοκινδύνους καὶ σπουδαίους καὶ χρησίμους τοῖς | |
10 | ὅλοις καὶ ἀγαθοὺς ἄνδρας, καὶ τιμαῖς ταῖς πρεπούσαις ἐτίμησε καὶ ἀρχαῖς καὶ δώροις λαμπροῖς καὶ πολλοῖς ἄλλοις καλοῖς προάγων καὶ προβιβάζων αὐτοὺς ἐπὶ τὰ πρόσω δι’ ἀρετήν. | |
5.10.3 | καὶ τούτους μὲν οὕτω τιμήσας τε καὶ δωρησάμενος πολυτρόπως, ᾗπερ ἔφην, ἀπέλυσεν· αὐτὸς δὲ διάγων ἐν Βυζαντίῳ θέρους τῶν μὲν ὑπὲρ τῆς πόλεως φροντίδων οὐκ ἠμέλει συνήθως, τοῦ τε συνοικισμοῦ αὐτῆς φημι καὶ τῆς ἄλλης κατασκευῆς τε καὶ βελτιώσεως ἄγαν ἐπι‐ | |
5 | μελόμενος. | |
5.10.4 | ἐσχόλαζε δὲ καὶ φιλοσοφίᾳ, ὅση τε Ἀρράβων καὶ Περσῶν καὶ Ἑλλήνων μάλιστα ἐς τὴν Ἀρράβων μετενεχθεῖσα, συνών τε ὁσημέραι τοῖς τούτων ἡγεμόσι καὶ διδασκάλοις (ἔχει δὲ οὐκ ὀλίγους | |
περὶ αὐτὸν) καὶ συζητῶν ἅμα καὶ συμφιλοσοφῶν αὐτοῖς καὶ τοῖς τῆς | 194 | |
5 | φιλοσοφίας δόγμασι προσανέχων, καὶ μάλιστα τοῖς ἀπὸ τοῦ Περιπάτου καὶ τῆς Στοᾶς. | |
5.10.5(1t) | σημείωσαι ὅπως συνῆψεν εἰς ἕνα πίνακα πᾶσαν τὴν τοῦ κόσμου | |
2t | περιήγησιν τὴν ἐν τῷ διαγράμματι τοῦ Πτολεμαίου ὁ | |
3t | φιλόσοφος Γεώργιος προστάξει τοῦ βασιλέως | |
1 | ἐντυχὼν δέ που καὶ τοῖς τοῦ Πτολεμαίου διαγράμμασιν, ἐν οἷς ἐκεῖνος ἐπιστημονικῶς τε καὶ φιλοσόφως τὴν τοῦ κόσμου περιήγησιν καὶ περίοδον πᾶσαν ἐκτίθεται, πρῶτον μὲν ἠβουλήθη κατακερματισμέ‐ νην οὖσαν αὐτὴν ἐν τῇ δέλτῳ καὶ δυσδιάγνωστον μιᾷ ὑφῇ παρα‐ | |
5 | δοῦναι συνημμένως ἐν ἑνὶ πέπλῳ καὶ πίνακι σαφεστέραν τε οὖσαν οὕτω καὶ εὐληπτοτέραν συμπεριλαβεῖν τε ἅμα τῇ διανοίᾳ καὶ κατα‐ σχεῖν καὶ γνῶναι καλῶς· καὶ γὰρ ἀναγκαῖον εἶναί οἱ ἔδοξέ που τὸ μάθημα τοῦτο καὶ σπουδαιότατον. | |
5.10.6 | μετακαλεσάμενος οὖν Γεώργιον τὸν φιλόσοφον ἀνατίθησιν αὐτῷ τὸν τοῦ πράγματος πόνον σὺν ἀξιώσει καὶ φιλοτιμίᾳ βασιλικῇ. καὶ ὃς ἀναδέχεται τοῦτον ἄσμενος ὑπουργῶν προθύμως τῷ βασιλέως σκοπῷ καὶ κελεύσματι καὶ δὴ μετὰ χεῖρας | |
5 | τὸ βιβλίον λαβὼν καὶ τὸ θέρος ὅλον ἐνδιατρίψας τε καὶ σχολάσας αὐτῷ καὶ ἱκανῶς ἐκμελετήσας τε καὶ τὴν τούτου γνῶσιν ἀναλεξάμενος διέγραψεν ἄριστα καὶ ἐπιστημονικώτατα πᾶσαν τὴν τῆς οἰκουμένης περίοδον ἐν ἑνὶ πέπλῳ καὶ πίνακι γῆς καὶ θαλάσσης ὁμοῦ, ποταμούς τέ φημι καὶ λίμνας καὶ νήσους καὶ ὄρη καὶ πόλεις καὶ πάντα ἁπλῶς, | |
10 | παραδοὺς ἐν τούτῳ καὶ κανόνας καὶ μέτρα καὶ ἀποστάσεις καὶ τἆλλα πάντα εἰδέναι καλῶς· καὶ παραδίδωσι βασιλεῖ σπούδασμά τε καὶ μάθημα πάνυ ἀναγκαῖον καὶ χρήσιμον τοῖς σπουδαίοις τε ἅμα καὶ φιλοπόνοις καὶ φιλοκάλοις. | |
5.10.7 | ἐκτίθεται δὲ καὶ τὰ ὀνόματα τῶν χωρῶν καὶ τόπων καὶ πόλεων Ἀρραβικῶς ἐν τῷ πίνακι χρησάμενος ἑρμηνεῖ τῷ σφετέρῳ υἱεῖ καλῶς ἠσκημένῳ τὴν Ἀρράβων τε καὶ Ἑλ‐ λήνων. | |
5.10.8 | ἡσθεὶς οὖν πάνυ τῷ ἔργῳ τούτῳ ὁ βασιλεὺς καὶ τὴν σοφίαν τε καὶ περίνοιαν τοῦ Πτολεμαίου θαυμάσας, ἀλλὰ δὴ καὶ τοῦ ἐκθεμένου τοῦτο καλῶς, δωρεῖται τοῦτον πολυτρόπως καὶ φιλο‐ τίμως, κελεύει δὲ καὶ πᾶσαν τὴν βίβλον ὑπ’ αὐτῶν Ἀρραβικῶς ἐκ‐ | |
5 | δοθῆναι μισθοὺς μεγάλους ὑπὲρ τούτου καὶ δῶρα ἐπαγγειλάμενος. καὶ | |
ταῦτα μὲν οὕτως. | 195 | |
5.10.9 | ἐν τούτοις γε μὴν καὶ τοῖς τοιούτοις ἀσχολουμένῳ τε καὶ δια‐ τρίβοντι τῷ βασιλεῖ διαγέγονε τὸ θέρος ὅλον καὶ τὸ φθινόπωρον· καὶ τούτων παρῳχηκότων τρίτον καὶ ἑβδομηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, πέμπτον δὲ καὶ | |
5 | δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | |
5.11.1 | αἰτίαι αἳ ἐκίνησαν τὸν βασιλέα στρατεῦσαι κατὰ Ἰλλυριῶν ἐπεὶ δὲ τὸ παρῳχηκὸς ἔτος ὅλον διανεπαύσατο καλῶς ὅ τε βασιλεὺς καὶ ἡ στρατιά, παρεσκευάζετο χειμῶνος ἅμα ἦρι ἐς τὴν Ἰλλυριῶν ἐμβαλεῖν. Ἰλλυριοὶ γάρ, ᾗπερ καὶ πρόσθεν ἔφημεν, πρόσοικοι | |
5 | ὄντες τῷ Ἰονίῳ καὶ ὄρη μεγάλα ἐκ παλαιοῦ οἰκοῦντες καὶ ὑπερύψηλα καὶ φρούρια ἔχοντες ἐρυμνὰ καὶ δυσάλωτα ἔν τε τῇ μεσογείᾳ καὶ παρα‐ λίᾳ καὶ τόπους δυσβάτους καὶ ἀποκρήμνους καὶ πανταχόθεν ὠχυρω‐ μένοι τε 〈καὶ〉 ἠσφαλισμένοι καὶ τούτοις θαρροῦντες αὐτόνομοί τε εἶναι ἐβούλοντο καὶ ἐλεύθεροι πάντῃ, καὶ οὔτε δασμὸν ἐτήσιον κατα‐ | |
10 | βάλλειν ἤθελον καὶ αὐτοί, ὥσπερ οἱ ἄλλοι ὅμοροι, οὔτε στρατιώτας ἐν ταῖς ἐκστρατείαις παρέχειν, οὔτε τῷ πατρὶ τοῦ βασιλέως οὔτ’ αὐτῷ βασιλεῖ, οὔθ’ ὅλως κατακούειν αὐτοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ πολλάκις ἐκθέοντες τῆς αὐτῶν μετὰ τοῦ σφῶν ἡγεμόνος ἀναίδην οὕτω κατέτρεχον τὴν ὅμορόν σφισι τοῦ βασιλέως χώραν καὶ ἐληΐζοντο. | |
5.11.2 | ἐστράτευσαν μὲν οὖν ἐπὶ τούτους καὶ πρόσθεν ὅ τε βασιλεὺς καὶ ὁ τούτου πατὴρ πρὸ αὐτοῦ καὶ κατέδραμον τὴν αὐτῶν πᾶσαν καὶ ἐληΐ‐ σαντο καὶ διέφθειραν καὶ φρούρια ἐξεῖλον καὶ βοσκήματα πολλὰ καὶ ἀνδράποδα καὶ λείαν ὅτι πλείστην ἀπήγαγον. οἱ δὲ τότε μὲν καὶ παρὰ | |
5 | τὴν ἐσβολὴν αὐτὴν τὴν αὐτῶν δῃουμένην καὶ πορθουμένην ὁρῶντες εἶκόν τε καὶ ἐσπένδοντο πρὸς καιρόν, καὶ μετ’ ὀλίγα πάλιν ἀναισχυν‐ τοῦντες ἐλῄστευον τὴν βασιλέως καὶ ἐκακούργουν. καὶ τοῦτο ἐποίουν ἔχοντες τὰ ὄρη καὶ τὸ δυσπρόσοδον τῆς χώρας καταφυγὴν καὶ προ‐ κάλυμμα· μιᾶς γὰρ οὔσης ἢ δύο παρόδων διὰ τῶν ὀρῶν ἐς αὐτὴν ἐ‐ | |
10 | φύλαττόν τε ταύτας φυλακαῖς ἰσχυραῖς καὶ εἶχον τὴν αὐτῶν ἄβατον πάντῃ τοῖς πολεμίοις καὶ κακῶν ἀπαθῆ, εἰ μή που μεγάλη τις δύναμις ἐπελθοῦσα τῶν ὀρῶν τε καὶ τῶν παρόδων κρατήσειε βίᾳ καὶ θύραν ἀνοίξει τῇ χώρᾳ τελείως· ὅπερ δὴ καὶ ὁ βασιλεὺς ἐγνώκει ποιῆσαι καὶ πεποιήκει καλῶς. | 196 |
5.11.3(t) | κίνησις τοῦ βασιλέως κατὰ Ἰλλυριῶν | |
1 | παρασκευασάμενος οὖν χειμῶνος, ᾗπερ ἔφην, ὡς ἔδει, ἅμα τῷ ἦρι ἔξεισι κατ’ αὐτῶν μεγάλῃ δυνάμει καὶ στρατιᾷ, ἱππικῇ τε καὶ πεζι‐ κῇ, συνεπαγόμενος ἅμα οἱ καὶ μηχανὰς καὶ ὅπλα καὶ παρασκευὰς ἐς οἰκοδομὴν καὶ οἰκοδόμους καὶ τέκτονας καὶ ἐργαλεῖα τεκτονικά τε καὶ | |
5 | οἰκοδομικὰ καὶ σίδηρον πολὺν καὶ χαλκὸν καὶ ὅσα τοιαῦτα ὡς ἐς τειχισμὸν καὶ οἰκοδομὴν φρουρίου. | |
5.11.4(1t) | προσβολὴ τοῦ βασιλέως ἐν ταῖς παρόδοις καὶ | |
2t | μάχη καὶ νίκη καὶ κράτησις τῶν παρόδων | |
1 | ἄρας οὖν ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ, ἱππικῷ τε καὶ πεζικῷ, ᾔει διὰ τῆς αὐτοῦ σπουδῇ· διελάσας δὲ ταύτην ὅτι τάχιστα καὶ γενόμενος ἐν τοῖς ὁρίοις Ἰλλυριῶν στρατοπεδεύεται αὐτοῦ τῇ προτεραίᾳ, καὶ τῇ ὑστεραίᾳ ἅμα ἡμέρᾳ ἀναλαβὼν τούς τε ψιλοὺς καὶ | |
5 | τοξότας καὶ σφενδονήτας καὶ λογχοφόρους καὶ ὑπασπιστὰς προσβάλ‐ λει ταῖς παρόδοις φυλασσομέναις ὑπὸ τῶν Ἰλλυριῶν ἰσχυρῶς, καὶ μάχης μεγάλης συσταδὸν γενομένης καὶ ὠθισμοῦ καὶ ἀγῶνος καὶ βίας πολλῆς εὐρώστως ἀπαντησάντων τε καὶ μαχομένων τῶν Ἰλλυριῶν τρέπεται τούτους καὶ κρατεῖ τῶν παρόδων βίᾳ καὶ καταδιώξας φόνον | |
10 | πολὺν τούτων ἐργάζεται. | |
5.11.5 | μετὰ δὲ τοῦτο φυλακὰς ἐγκαταστήσας ἰσχυρὰς ταῖς παρόδοις τοῦ μὴ βλάπτεσθαι τούς τε εἰσιόντας καὶ ἐξιόντας ὑπὸ τῶν λῃστευόντων Ἰλλυριῶν κελεύει τούς τε ὑλοτόμους καὶ μέρος τι τοῦ πεζοῦ εἰσελθόντας ὑλοτομεῖν τε καὶ ἐκκαθαίρειν τά τε | |
5 | λοχμώδη καὶ λάσια καὶ δυσδιεξίτητα τῶν χωρίων καὶ τῶν ὁδῶν τὰς σκληρὰς καὶ τραχείας καὶ ὅλως ἀβάτους ἐξομαλίζειν τε καὶ κατα‐ | |
λεαίνειν καὶ εὐρείας καὶ λείας ποιεῖν τῇ τε στρατιᾷ πάσῃ, ἱππικῇ τε καὶ πεζικῇ, καὶ τοῖς ἀχθοφόροις τῶν ζῴων καὶ ταῖς ἁμάξαις καὶ τοῖς ἄλλοις σκευαγωγοῖς. | 197 | |
5.11.6(t) | καταδρομὴ πάσης τῆς χώρας Ἰλλυριῶν καὶ δῄωσις παντελής | |
1 | αὐτὸς δὲ πάσῃ τῇ στρατιᾷ εἰσελάσας πρῶτον μὲν τὴν κάτω χώραν αὐτῶν, τῶν πεδίων τε καὶ ὅση ἱππάσιμος ἦν, κατατρέχει καὶ ληΐζεται πᾶσαν, μετὰ δὲ τοῦτο στρατοπεδευόμενος κατὰ σταθμοὺς καὶ προσ‐ καθήμενος ἐδῄου ταύτην ἐμπιπρῶν τοὺς καρποὺς καὶ νέμων καὶ δια‐ | |
5 | φθείρων καὶ ἀφανίζων. | |
5.11.7 | Ἰλλυριοὶ δὲ ἀναγαγόντες τοὺς σφῶν παῖδας καὶ γυναῖκας καὶ κτήνη καὶ πᾶσαν ἄλλην ἀποσκευὴν ἐπὶ τὰ ὑψηλὰ καὶ δυσάντη καὶ δυσπρόσοδα τῶν ὀρῶν καὶ καταλαβόντες αὐτοὶ σὺν ὅπλοις τάς τε δυσχωρίας καὶ τοὺς ἰσχυροὺς τῶν τόπων καὶ τὰς παρόδους ἐκάθηντο, | |
5 | ἤν τις αὐτοῖς ἐπίῃ, ἀμυνούμενοι. | |
5.11.8(t) | προσβολὴ τῆς στρατιᾶς καὶ μάχη καὶ ἄνοδος ἐπὶ τὰ ὄρη | |
1 | βασιλεὺς δέ, ἐπεὶ πᾶσαν τὴν κάτω χώραν αὐτῶν ἐδῄωσε καὶ ἐπόρθησε, παρασκευασάμενός τε καὶ ἐκτάξας καλῶς πᾶσαν τὴν στρα‐ τιὰν ἐχώρει ἐπὶ τὰ ὄρη καὶ τὰς δυσχωρίας καὶ τοὺς ἰσχυροὺς τῶν βουνῶν ἐπί τε Ἰλλυριοὺς καὶ παῖδας καὶ γυναῖκας σφῶν καὶ τὴν | |
5 | ἄλλην ἀποσκευήν. προέταξε δὲ πρόσθεν μὲν τούς τε τοξότας καὶ τουφακοφόρους καὶ σφενδονήτας βάλλειν τε καὶ τοξεύειν καὶ σφεν‐ δονᾶν ἐς τοὺς Ἰλλυριοὺς καὶ ἀνείργειν αὐτοὺς πορρωτάτω καὶ ἀνα‐ χαιτίζειν ἐς τὸ ἄνω βαλλομένους, μετὰ δὲ τούτους τούς τε ψιλοὺς καὶ λογχοφόρους καὶ ὑπασπιστὰς ἔταξεν ἀνιέναι, ἑπομένως δὲ τούτοις τὸ | |
10 | ὁπλιτικὸν ἅπαν. | |
5.11.9(t) | ὅρα φόνον τῶν Ἰλλυριῶν | |
1 | καὶ ἀνῄεσαν σχολῇ καὶ βάδην μέχρι τινὸς ὠθοῦντες κατὰ μικρὸν τοὺς Ἰλλυριοὺς ἐς τὸ ἄνω· ἔπειτα ἀλαλάξαντες μέγα οἵ τε ψιλοὶ καὶ ὁπλῖται καὶ λογχοφόροι ἐχώρουν δρόμῳ ἐπὶ τοὺς Ἰλλυριοὺς καὶ | |
τρεψάμενοι ἐδίωκον ἀνὰ κράτος καὶ καταλαμβάνοντες ἔκτεινον, τοὺς | 198 | |
5 | δὲ καὶ ζῶντας ἐζώγρουν· ἔνιοι δὲ αὐτῶν καὶ βιαζόμενοι ὑπὸ τῶν ὁπλι‐ τῶν ἐρρίπτουν σφᾶς αὐτοὺς κατὰ τῶν κρημνῶν καὶ πετρῶν καὶ διεφθείροντο. οἱ δὲ ὁπλῖται καὶ ψιλοὶ καὶ ἡ στρατιὰ πᾶσα χεθεῖσα ἀνὰ τὰ ὄρη καὶ τὰς δυσχωρίας τὰς ἐκεῖσε καὶ τὰς χαράδρας ἐζώγρουν καὶ ἠνδραποδίζοντο τούς τε παῖδας καὶ γυναῖκας τῶν Ἰλλυριῶν καὶ | |
10 | πάντα τὰ προσόντα αὐτοῖς διήρπαζον· οὐ μόνον δὲ ἀλλὰ καὶ βοσκη‐ μάτων καὶ ζῴων ἀγέλας ὅτι πολλὰς ἤλασαν, καταδραμόντες δὲ πάντα τὰ ὄρη καλῶς καὶ διερευνησάμενοι καὶ λείαν ὅτι πλείστην ἐκεῖθεν ἀπαγαγόντες ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων κατήγα‐ γον πάντα ἐς τὸ στρατόπεδον. | |
5.11.10 | ἀπέθανον δὲ πλῆθος πολὺ τῶν Ἰλλυριῶν, οἱ μὲν ἐν τῷ πολέμῳ, οἱ δὲ καὶ ζῶντες ληφθέντες κελεύσαντος βασιλέως· ἐλήφθησαν δὲ καὶ παῖδες καὶ γυναῖκες καὶ ἄνδρες ἐν ἐκείνοις τοῖς ὄρεσιν ὡσεὶ δισμύριοι. οἱ δὲ λοιποὶ τῶν Ἰλλυριῶν οἱ μὲν ἦσαν ἐν φρουρίοις ἐρυμνοῖς, οἱ δὲ | |
5 | ἐν ἄλλοις ὄρεσι καταπεφευγότες μετὰ τοῦ σφῶν ἡγεμόνος Ἀλεξάνδρου. | |
5.12.1(t) | παραδρομὴ τοῦ Κροῦες | |
1 | ἦν δέ τι καὶ φρούριον ἐκεῖσε τοῖς Ἰλλυριοῖς ἀπόμαχον πάντῃ καὶ ἰσχυρότατον, Κροῦες ὀνομαζόμενον, ὅπερ δὴ καὶ ὥσπερ ἀκρόπολίς τις ἦν τῆς ὅλης χώρας καὶ φυλακτήριον. τοῦτο πολυτρόπως πρώην πειράσας ὁ τοῦ βασιλέως πατὴρ καὶ ὅπλοις καὶ μηχαναῖς πετροβόλοις | |
5 | καὶ πολιορκίᾳ μακρᾷ οὐκ ἠδυνήθη δ’ οὖν ὅμως ἑλεῖν· οὕτως ἀπό‐ μαχον ἦν. | |
5.12.2 | ἐν τούτῳ τοίνυν παραγενόμενος ὁ βασιλεὺς καὶ θεασά‐ μενος αὐτοῦ τό τε ἐρυμνὸν καὶ δυσάλωτον καὶ σφόδρα ἀπόμαχον οὐκ ἐγνώκει δεῖν ὅλως ἐπιχειρεῖν τῷ τοιούτῳ καὶ πονεῖν ἀνήνυτα οὐδὲ προσταλαιπωρεῖν καὶ κατατρίβειν τὴν στρατιὰν περικαθήμενον καὶ | |
5 | πολιορκοῦντα χρονίαν πολιορκίαν καὶ σώματα καὶ χρήματα ἀπολλύναι μάτην ἐνὸν ἄλλῳ τῳ τρόπῳ τοῦ τε ἄστεος καὶ τῆς χώρας ἀπόνως τε καὶ ἀκινδύνως κρατεῖν. | |
5.12.3 | διὰ τοῦτο ἐπιτειχισμὸν αὐτοῖς ἐγνώκει δεῖν κατασκευάσαι καὶ φρούριον ἐχυρὸν ἐνταῦθα τειχίσαι ἐν μέσῃ τῇ χώρᾳ καὶ στρατιὰν ἱκανὴν ἐν αὐτῷ καταλιπεῖν ἀεὶ κατατρέχουσαν καὶ ληϊζομένην καὶ μηδαμοῦ ἐῶσαν τοὺς Ἰλλυριοὺς ἐξερχομένους τοῦ | |
5 | ἄστεος ἢ τῶν ὀρῶν κατερχομένους χειμῶνος ἐργάζεσθαι ἢ ποιμαίνειν ἢ νέμειν ἢ ἄλλο τι ποιεῖν, ἀλλ’ ἀεὶ κατακεκλεισμένους τε καὶ κακο‐ | |
παθοῦντας ἀναγκασθῆναί ποτε καὶ ξυμβῆναι τῷ βασιλεῖ. | 199 | |
5.12.4(t) | τειχισμὸς τοῦ ἐν Ἰλλυριοῖς νέου φρουρίου παρὰ τοῦ βασιλέως | |
1 | διερχόμενος οὖν τὴν χώραν ἐπὶ ζητήσει χωρίου ἐπικαίρου ἐς τειχισμὸν εὗρε παλαιᾶς πόλεως ἴχνη καὶ θεμελίους ἐν ἐπικαίρῳ τε τῆς χώρας κειμένης καὶ ἀρίστης γε καὶ καλλίστης φαινομένης εἶναι τὸ παλαιόν· ταύτην ἔγνω τειχίζειν. καὶ ἀρξάμενος ἀρχομένου θέρους χειρὶ | |
5 | πολλῇ καὶ σπουδῇ καὶ δαπάνῃ φιλοτιμίᾳ τε καὶ ἐπιστασίᾳ βασιλικῇ (καὶ γὰρ παρῆν τε αὐτὸς πανταχοῦ τῷ ἔργῳ ἕκαστα ἐξηγούμενός τε καὶ ἐπισπέρχων πάντας, τοὺς μὲν λόγοις, τοὺς δὲ καὶ χρήμασι, καὶ προ‐ θυμοτέρους ἐς τοῦτο ποιῶν) πρὶν τὸ θέρος ὅλον ἐξήκειν τειχίζει τὸ φρούριον, ἔργον λόγου καὶ θαύματος ἄξιον, καὶ συνοικίζει τοῦτο | |
10 | καλῶς οἰκήτορας ξυναγαγὼν πλείστους ὅσους ἀπὸ τῶν πέριξ αὐτοῦ χωρῶν καὶ τόπων καὶ πόλεων. | |
5.12.5 | εἰσάγει δὲ καὶ πολλὴν ἀφθονίαν τῶν ἀναγκαίων καὶ ἐς τροφὴν ἐπιτηδείων καὶ θεραπείαν αὐτῶν καὶ πᾶσαν ἄλλην αὐτάρκειάν τε καὶ χρείαν δαψιλῶς ἑτοιμασάμενος, ἔτι δὲ καὶ ὅπλα πολλὰ ἐντίθησι καὶ μηχανὰς πετροβόλους καὶ ἀφετήρια καὶ πλείστην ἄλλην οἰκονομίαν τε | |
5 | καὶ παρασκευὴν τῶν ἐς τὸν πόλεμον, καὶ ἐπισκευάζει τοῦτο διὰ πάντων καλῶς τε καὶ ὥσπερ ἂν εἰ οὐ τότε πρῶτον, ἀλλὰ πολλοῖς ἔτεσι πρότερον οἰκούμενον ἦν, καὶ πάντων τῶν ἐν χρείᾳ καὶ ἀναγκαίων ηὐμοιρήκει πλουσίως. | |
5.12.6 | καταλείπει δὲ καὶ φρουρὰν ἐς αὐτὸ ἱκανήν, ἄνδρας τετρακοσίους τῶν ἀπὸ τῆς ἰδίας αὐλῆς τοὺς μαχιμωτάτους τε καὶ εὐρωστοτάτους, σατράπην τε τῇ χώρᾳ καὶ στρατηγὸν μετὰ στρατιᾶς ἱκανῆς ἄνδρα τὸν ἄριστον τῶν παρ’ αὐτῷ καὶ πάνυ στρατηγικόν, | |
5 | ἵνα κατατρέχῃ καὶ πορθῇ πᾶσαν τὴν Ἰλλυριῶν συνεχῶς τε καὶ ἀδιακό‐ πως καὶ τὸ ἄστυ τοῦ Κροῦες πολιορκῇ. | |
5.12.7 | πράξας δὲ ταῦτα ὁ βασιλεὺς καὶ λείαν ἐλάσας ὅτι πολλὴν αὐτὸς ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῇ στρατιᾷ διαδοὺς ἐπάνεισι φθινοπώρου ἐς τὸ Βυζάντιον. καὶ τέταρτον δὴ καὶ ἑβδομηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ἕκτον δὲ | |
5 | καὶ δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | 200 |
5.13.1(t) | σημείωσαι ὡς ἐστράτευσαν Ἐνετοὶ ἐπὶ Πάτρας τῆς Ἀχαΐας | |
1 | τοῦ δ’ αὐτοῦ φθινοπώρου ἀρχομένου ἤδη καὶ Ἐνετοὶ ἐστρά‐ τευσαν ἐπὶ Πάτρας τῆς Ἀχαΐας ναυσὶ τεσσαράκοντα καὶ δισχιλίοις ὁπλίταις, καὶ ἀποβάντες ἐπολιόρκουν τὴν πόλιν κύκλῳ περιλαβόντες αὐτὴν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσαντες πετροβόλους. εἶχον δὲ καί | |
5 | τινας τῶν Πελοποννησίων συμμαχοῦντας, οἵτινες πρὸ μικροῦ τοῦ βασιλέως ἀποστάντες προσέθεντο αὐτοῖς. ἐπολιόρκουν οὖν ἐπὶ πολλαῖς ἡμέραις περικαθήμενοι αὐτὴν καὶ τὸ τεῖχος καταρριπτοῦντες ταῖς μηχαναῖς. | |
5.13.2(1t) | σημείωσαι ὅπως ἐπέθετο Ἀμάρης τοῖς Ἐνετοῖς λοχήσας | |
2t | καὶ ἐτρέψατο καὶ κατεδίωξε μέχρι θαλάσσης αὐτοὺς καὶ | |
3t | φόνον πολὺν εἰργάσατο καὶ εἷλε καὶ ζῶντας πολλούς | |
1 | Ἀμάρης δὲ ὁ Πελοποννήσου σατράπης στρατιὰν οὐ πολλὴν ἔχων μεθ’ ἑαυτοῦ παρετήρει αὐτοὺς ἔξωθεν λοχῶν τε καὶ ἐνεδρεύων, εἴ πως καιροῦ λαβόμενος ἀπροσδοκήτοις ἐπίθηται αὐτοῖς. εἶχε δὲ καὶ σκο‐ ποὺς ἀπὸ τοῦ Βοὸς Ὄρους πάντα καταθεωμένους τὰ δρώμενα ἐν τῷ | |
5 | στρατοπέδῳ καὶ ἀγγέλλοντας αὐτῷ. φυλάξας οὖν καιρὸν αἴφνης ἐπι‐ τίθεται αὐτοῖς καὶ καταπλήξας τῷ ἀθρόῳ τῆς ἐπιθέσεως τρέπεται καὶ καταδιώκει μέχρι θαλάσσης σφᾶς κτείνων τε καὶ ζωγρῶν ἀνοικτί, ἕως ἐς τὰς ναῦς καὶ τὴν θάλασσαν αὐτὴν ἀτάκτως τε καὶ σὺν οὐδενὶ κόσμῳ ἐλαυνομένους ἐπὶ κεφαλὴν ὠσθέντας ἐνέβαλεν. | |
5.13.3 | ἀπέθανον δέ, ὡς ἐλέγετο, περὶ ἑξακοσίους που μάλιστα (ἐλήφθησαν δὲ καὶ ζῶντες ὀλίγῳ πλείους τῶν ἑκατόν), οὐκ ὀλίγοι δὲ αὐτῶν καὶ ἀπεπνίγη‐ σαν· βιαζόμενοι γὰρ ὑπὸ τῶν ὁπλιτῶν καὶ ἐλαυνόμενοι πανταχόθεν | |
5 | σὺν τοῖς ὅπλοις ἐπέβαινον τῇ θαλάσσῃ ὡς ἐς τὰς ναῦς διανηξόμενοι καὶ βαρούμενοι τοῖς ὅπλοις κατεποντίζοντο. | |
5.13.4 | Ἀμάρης δὲ σκυλεύσας τούς τε νεκροὺς καὶ τὸ στρατόπεδον ἅπαν χρήματά τε πολλὰ ἔλαβεν αὐτὸς καὶ ἡ στρατιὰ καὶ ὅπλα καὶ ἔπιπλα καὶ πᾶσαν ἄλλην ἀποσκευήν. ἐπισκευάσας δὲ τὴν πόλιν, οἷς εἶχε, καλῶς καὶ τοὺς ζωγρηθέντας ἄνδρας καὶ τὴν λείαν λαβὼν ἀνεχώρησεν | |
5 | ἐς Κόρινθον· καὶ μετὰ τοῦτο ἔχων τήν τε λείαν καὶ τοὺς αἰχμαλώτους ἧκεν ἐς τὸ Βυζάντιον ὡς βασιλέα. ὁ δὲ τοῦτον μὲν φιλοφρόνως τε ἐδέξατο καὶ ἐδωρήσατο μεγάλως καὶ ἐτίμησε τὰ εἰκότα, τοὺς δὲ | |
ἄνδρας ἀπέκτεινεν. | 201 | |
5.14.1(t) | ὅρα ξένον τεράστιον | |
1 | ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ σέλας ὤφθη ἐν οὐρανῷ, θαυ‐ μαστόν τι οἷον καὶ καινότατον θέαμα. περὶ γὰρ πρώτην ὥραν που τῆς νυκτός, ἀσελήνου ταύτης γε οὔσης, αἴφνης ἔλαμψεν ἀπό τε βορρᾶ καὶ τῶν προσαρκτίων μερῶν φῶς μέγα καὶ πυραυγὲς ὡς ἀπὸ ἀστέρος | |
5 | τινὸς λαβὸν τὴν ἀρχὴν καὶ τὸ πᾶν περιήστραψε καὶ κατεφώτισε δίκην ἡλίου. εἶτα ἐκεῖθεν χυθὲν ὥρμησεν ὡς πρὸς μεσημβρίαν δρόμον ἐγκάρσιον, οἷά τις στῦλος πυρώδης, ὅλον δι’ ὅλου μένον τε καὶ φαινόμενον ἀμείωτον, μᾶλλον δὲ καὶ ἐπὶ πλέον οἰδούμενον καὶ αὐξόμε‐ νον, ἔπειτα στὰν τῆς κινήσεως ἔμενε φαῖνον διάστημα ὡς ὥρας ὅλης | |
10 | μιᾶς, καὶ μετὰ τοῦτο κατακερματισθέν τε καὶ κατὰ μικρὸν ὑπορρέον ἠφανίσθη. | |
5.14.2 | τοῦτο τὸ τέρας ὤφθη ἐν οὐρανῷ, εἴτε κομήτης τις ἦν ἀστὴρ εἴτε λαμπαδίας εἴτε ἄλλο τι τῶν ὑπεκκαυμάτων, οὐκ οἶδα, πλὴν ὄλεθρον σημαῖνον καὶ φθορὰν μεγίστην ἀνθρώπων καὶ ἀπώλειαν, ἣ καὶ μετὰ μικρὸν ἠκολούθησεν, ὡς ἐν τοῖς ἑξῆς γενήσεται δῆλον. καὶ τοῦτο | |
5 | μὲν τοιοῦτον. | |
5.15.1 | βασιλεὺς δὲ παρεχείμαζεν ἐν Βυζαντίῳ διαναπαύων τε ἑαυτὸν τῶν μακρῶν πόνων καὶ τὰ κατὰ τὴν πόλιν διατιθείς, ὡς εἴωθε, πρὸς τὸ βέλτιον τόν τε ἐγειρόμενόν οἱ νεὼν ἐπιμελείας ὅτι πολλῆς ἀξιῶν τούς τε ἐργαζομένους ἐς τὸ ἔργον ἐπισπέρχων καὶ πάντα τὰ κατ’ αὐτὸν | |
5 | φιλοτίμως τε καὶ πολυτελῶς γίνεσθαι προστάσσων τοῖς τεχνίταις καὶ ἐπιστήμοσιν, ὡς αὐτοῦ γε μηδεμιᾶς δαπάνης ἢ ἀναλωμάτων ἐς τοῦτο φειδομένου ἢ φιλοτιμίας ἐλλείποντος. καὶ μέντοι γε καὶ ἠσκεῖτο, καθ’ ὅσον οἷόν τε ἦν, ἔς τε κάλλος καὶ σχῆμα καὶ θέσιν καὶ ποικιλίαν καὶ μέγεθος. | |
5.15.2 | τοῦ δ’ αὐτοῦ χειμῶνος ἀφικνεῖται καὶ πρεσβεία παρὰ τῶν Ἐνε‐ τῶν ἀξιοῦσα λύσιν τε γενέσθαι τῶν διαφορῶν καὶ σπείσασθαι ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις ἐχόντων ἑκατέρων ἃ ἔχουσι. βασιλεὺς δὲ οὐκ ἐδέξατο ἐπὶ τούτοις, ἀλλ’ ἀπέπεμψεν ἐπειπών· „ἄπιτε κάλλιον βουλευσόμενοι, | |
5 | εἴ γε τυχεῖν εἰρήνης βούλοισθε καὶ σπονδῶν παρ’ ἐμοῦ.“ ᾔτει γὰρ αὐτούς, ἃς ἔλαβον νήσους, Ἴμβρον καὶ Λῆμνον, καὶ φόρον ἐτήσιον | |
καταβαλεῖν αὐτῷ. | 202 | |
5.16.1 | ἐν τούτοις ὄντι τῷ βασιλεῖ ἀγγέλλεται τὸν ἡγεμόνα Ἰλλυριῶν Ἀλέξανδρον ξυμμαχίαν τινὰ παρὰ Παιόνων αἰτήσαντα καὶ λαβόντα καὶ τοὺς οἰκείους ἀγείραντα ἐπιθέσθαι λάθρᾳ λοχήσαντα καὶ μηδὲν ὅλως προειδομένῳ τῷ καταλειφθέντι σατράπῃ τοῦ βασιλέως, Παλαπά‐ | |
5 | νῳ τοὔνομα, περικαθημένῳ τε καὶ πολιορκοῦντι τὸ ἄστυ τοῦ Κροῦες, καὶ καταπλήξαντα τῷ ἀθρόῳ τῆς ἐπιθέσεως καὶ τρεψάμενον διῶξαί τε καὶ ἀποκτεῖναι πολλοὺς τῶν σὺν αὐτῷ καὶ αὐτὸν δὴ τὸν σατράπην ἀγωνιζόμενον καλῶς· καὶ νῦν σῖτόν τε ὅτι πολὺν καὶ ὅπλα καὶ πᾶσαν ἄλλην αὐτάρκειάν τε καὶ χρείαν τῶν ἀναγκαίων εἰσενεγκάμενον ἐς τὸ | |
10 | ἄστυ καὶ δὴ καὶ φυλακὴν καλλίονα, ὡς ἐς πολιορκίαν μακράν, ἀνα‐ χωρῆσαι καὶ τῆς ἔξω πάσης χώρας κρατεῖν τοῦ νέου ἄστεος κατα‐ κεκλεισμένου καὶ τῶν ἐν αὐτῷ στρατιωτῶν. | |
5.16.2(t) | κίνησις δευτέρα τοῦ βασιλέως κατὰ Ἰλλυριῶν | |
1 | τούτων οὕτως ἀγγελθέντων ἐς ὀργὴν μεγίστην ἐξήχθη ὁ βασιλεὺς καὶ μηδὲν μελλήσας εὐθὺς στρατιὰν ἀγείρας ὅτι πολλήν, ἱππικήν τε καὶ πεζικήν, καὶ καλῶς παρασκευασάμενος (ἤδη γὰρ καὶ ὁ χειμὼν ἐτελεύ‐ τα) ἅμα τῷ ἦρι ἀρχομένῳ ἐστράτευσεν ἐπ’ αὐτόν. καὶ γενόμενος κατὰ | |
5 | τὴν Ἰλλυριῶν πᾶσάν τε εὐθὺς κατατρέχει καὶ τὰ ἀποστάντα ταύτης χειροῦται καὶ φόνον πολὺν τῶν ἀφεστηκότων ἐργάζεται καὶ τὰ ἐν ποσὶ πάντα καταστρέφεται καὶ ληΐζεται ἐμπιπρῶν καὶ δῃῶν καὶ δια‐ φθείρων καὶ ἀφανίζων· καταδιώκει δὲ καὶ τὸν τούτων ἡγεμόνα Ἀλέξ‐ ανδρον. | |
5.16.3 | ὁ δὲ καταφεύγει πάλιν ἐπὶ τὰ ἐχυρὰ καὶ ἀπότομα τῶν ὀρῶν καὶ τὰς εἰθισμένας αὐτῷ καταφυγὰς καὶ διατριβὰς τῶν βουνῶν οὐδὲ θέαν ὅλως ὑπομείνας ὥσπερ Γοργόνος τῆς στρατιᾶς. βασιλεὺς δὲ διαρπαγήν τε καὶ σκυλμὸν πάντων ἀνδραπόδων κηρύξας τοῖς | |
5 | στρατιώταις ἐπαφίησι τοῖς ὄρεσι τὸ πλεῖστον καὶ μαχιμώτατον τῆς στρατιᾶς μετὰ τοῦ Μαχουμούτεω, αὐτὸς δὲ σὺν τῇ λοιπῇ στρατιᾷ προσ‐ καθήμενος ἐδῄου τὰ λοιπὰ τῆς χώρας κατὰ σταθμοὺς ἐπιπορευόμενος | |
καὶ στρατοπεδεύων. | 203 | |
5.16.4(1t) | σημείωσαι ὡς πάντα τὰ ἐν τοῖς ὄρεσι διηρευνήσαντο | |
2t | οἱ στρατιῶται καὶ λείαν πολλὴν ἐξήλασαν | |
1 | οἱ δὲ δὴ στρατιῶται, ὁπλῖταί φημι καὶ τοξόται καὶ σφενδονῆται καὶ ἀκοντισταί, λαβόντες παρὰ τοῦ βασιλέως τὸ σύνθημα εὐθὺς ὁρμή‐ σαντες ἀνέβαινον ἐπὶ τὰ ὑπερύψηλα καὶ σκληρὰ καὶ ἀπότομα τῶν ὀρῶν, οἷά τινες πτηνοί, σὺν τοῖς ὅπλοις καὶ πάντα κατέτρεχον ὥσπερ | |
5 | τινὰ πεδία ἱππάσιμα οὐδενὸς ἐμποδὼν ἱσταμένου καὶ διηρευνήσαντο πάντα ἀκριβῶς καὶ πλέον ἢ Δᾶτις, φασί, τὴν Ἐρετρικήν, ὄρη, κρημνούς, φάραγγας, καταδύσεις, ἄντρα, χαράδρας, τρώγλας, χηραμούς, πάντας μυχοὺς γῆς, καὶ οὐδὲν ὅ τι τούτους διέλαθεν ἢ διέφυγε καὶ τῶν σφόδρα ἀποτόμων καὶ ἀποκρότων καὶ ἀνημέρων καὶ ἀβάτων ὅλως | |
10 | χωρίων ὅτι μὴ μόνον τὰ φρούρια καὶ οἱ ἐν τούτοις καταπεφευγότες, ἀλλὰ πάντα ἁπλῶς κατέδραμον καὶ ἐχειρώσαντο καὶ ἠνδραπόδισαν καὶ διέφθειραν ἐν πέντε καὶ δέκα ταῖς ὅλαις ἡμέραις· καὶ λείαν ἐξ‐ ήλασαν ὅτι πλείστην ἀνδραπόδων, ἀνδρῶν, γυναικῶν, παίδων, βοσκη‐ μάτων παντοίων, ἐπίπλων, πάντων ἁπλῶς, καὶ κατήγαγον ἀπὸ τῶν | |
15 | ὀρῶν ἐν τῷ στρατοπέδῳ. | |
5.16.5 | ὁ δὲ τῶν Ἰλλυριῶν ἡγεμὼν Ἀλέξανδρος, ὡς ἔγνω τὴν ἀρχὴν κατειλημμένα τὰ ὄρη τῇ στρατιᾷ, φυγὰς εὐθὺς ᾤχετο οὐδ’ ὅποι γῆς εἴη ἐξακουόμενος. βασιλεὺς δὲ δῃώσας πᾶσαν τὴν χώραν καὶ δια‐ φθείρας ἐπὶ τὸ Κροῦες ὥρμησε καὶ γενόμενος ἐν αὐτῷ στρατοπεδεύεται | |
5 | πρὸ αὐτοῦ καὶ χάρακα βαλόμενος καὶ κύκλῳ περιλαβὼν τῷ στρατῷ καὶ μηχανὰς ἐπιστήσας ἐπολιόρκει. | |
5.17.1(t) | ὅρα τὴν ἀρχὴν τῆς λοιμώδους νόσου πόθεν ἐνέσκηψε | |
1 | ἐν ταύταις δὲ ταῖς ἡμέραις θέρους μεσοῦντος ἤδη καὶ ἡ λοι‐ μώδης νόσος παντὶ τῷ θέματι Θρᾴκης τε καὶ Μακεδονίας ἐνέσκηψεν ἀρξαμένη μὲν ἀπὸ Θετταλίας καὶ τῶν ταύτῃ προσχώρων οὐκ οἶδ’ ὅθεν | |
αὐτοῖς τὴν ἀρχὴν ἐπελθοῦσα, ἐπινεμησαμένη δὲ καὶ διαφθείρασα | 204 | |
5 | πάσας τὰς ἐν τῇ μεσογείᾳ καὶ παραλίᾳ τούτων πόλεις καὶ χώρας· δια‐ βᾶσα δὲ καὶ ἐς τὴν Ἀσίαν πᾶσαν τὴν παραλίαν Ἑλλησπόντου τε καὶ Προποντίδος διέφθειρε καὶ ἠρήμωσεν καὶ ἐς τὴν μεσόγειαν ἀναβᾶσα τήν τε τοῦ Προυσίου καὶ τὰ περὶ αὐτὴν ἅπαντα καὶ μέχρι Γαλατίας καὶ δὴ καὶ Γαλατίαν αὐτὴν ἐλυμήνατο καὶ ἠφάνισεν. | |
5.17.2(t) | ὅρα μέγα καὶ φοβερὸν πάθος | |
1 | εἰς δὲ τὴν μεγάλην εἰσκωμάσασα πόλιν, τὴν Κωνσταντίνου φημί, τί χρὴ καὶ λέγειν, ὡς ἄπιστόν τι πάθος ἐν αὐτῇ καὶ ἀκοαῖς ὅλως ἄβατον καὶ ἀφόρητον κατειργάσατο; ἐξεκομίζοντο μὲν καθημέραν τῶν ἀπολωλότων πλῆθος ἀριθμοῦ κρεῖττον, οἱ δὲ θάπτοντες οὐκ | |
5 | ἤρκουν ἐς τὰς ταφάς· οὐ γὰρ ἦσαν. οἱ μὲν γὰρ δεδιότες τὸν φθόρον ἔφευγον ἀμεταστρεπτὶ οὐδὲ τῶν μάλιστα οἰκείων ποιούμενοι πρόνοιαν ἢ ὅλως ἐπιστρεφόμενοι καίτοι πολλάκις μετ’ οἰμωγῆς καὶ θρήνων ἀνα‐ καλουμένων αὐτούς, ἀλλὰ καταλιμπάνοντες καὶ νοσοῦντας ἀτημελή‐ τους καὶ τεθνεῶτας ἀτάφους· οἱ δὲ καὶ αὐτοὶ ἦσαν ἀναπεπλησμένοι | |
10 | τῆς λύμης καὶ ὅλως δυσθανατοῦντες καὶ οὐδὲ ἑαυτοῖς δυνάμενοι βοη‐ θεῖν. | |
5.17.3 | εἰσὶ δὲ οἳ καὶ κατακλείσαντες ἑαυτοὺς ἐν τοῖς δωματίοις ἔμενον ἀπρόϊτοι, καὶ πολλοὶ ἐξ αὐτῶν αὐτοῦ θνῄσκοντες ἔκειντο ἄταφοι ἐπὶ δυσὶ καὶ τρισὶν ἡμέραις ἀγνοούμενοι πολλάκις. ἐθάπτοντο δὲ καὶ σύνδυο καὶ σύντρεις καὶ κατὰ πλείους πολλάκις μιᾷ παραδι‐ | |
5 | δόμενοι θήκῃ· καὶ ὁ θάπτων σήμερον ἕτερον αὔριον ὑπ’ ἄλλου ἐθάπτετο. πρεσβῦται δὲ καὶ θῦται καὶ ἱερεῖς οὐκ ἤρκουν ἐς τὰς ἐκφορὰς καὶ τὰς ἐπιταφίους καὶ ἐξοδίους ᾠδὰς καὶ εὐχὰς οὐδὲ τῇ γῇ κρύπτειν τοὺς ἀπογινομένους, ἀλλ’ ἐξέκαμον· πανημέριοι γὰρ διακαρτεροῦντες ἄβρω‐ τοι καὶ ἄσιτοι θέρους ἀντέχειν ὅλως οὐκ εἶχον. ἀπέθνησκον δὲ οἱ μὲν | |
10 | τριταῖοι, οἱ δὲ τεταρταῖοι, οἱ δὲ καὶ ἑβδομαῖοι. | |
5.17.4 | καὶ τὸ δεινὸν καθ’ ἡμέραν ἐπεδίδου διὰ πάσης ἡλικίας ἤδη χωροῦν καὶ ἐπὶ μᾶλλον ἐξήπτετο, καὶ ἡ πόλις ἐκενώθη τῶν οἰκητόρων, ἀστῶν τε καὶ ξένων, | |
καὶ χωρίον ἔρημόν τι ὅλως ἀνθρώπων ἐδόκει εἶναι, τῶν μὲν ἀπ‐ | 205 | |
5 | ολωλότων τε καὶ ἀπολλυμένων τῇ νόσῳ, τῶν δέ, ᾗπερ ἔφην, ἐξοικιζο‐ μένων τε καὶ φευγόντων, τῶν δὲ ἐν τοῖς οἴκοις ὥσπερ καταδίκων ἀπο‐ κεκλεισμένων· καὶ ἡ ἀθυμία πολλὴ καὶ ἡ λύπη οὐ φορητὴ καὶ κοπετὸς καὶ ὀλοφυρμὸς πανταχοῦ καὶ ἡ ἀπόγνωσις καὶ δυσελπιστία τὰς πάντων ἐκράτει ψυχὰς καὶ ἡ τῆς προνοίας ὅλως ἐξερρύηκε δόξα, καὶ πάντα | |
10 | εἰκῇ καὶ ὡς ἔτυχεν ἐνομίζετο φέρεσθαι ὡς οὐδενὸς ἐπιστατοῦντος τῶν γινομένων. οὕτω πάντας ἐξέπληξεν ὁ τοῦ πάθους παράλογος. | |
5.18.1(t) | σημείωσαι ποταπὴ ἦν ἡ νόσος | |
1 | λέξω δὴ καὶ αὐτὸ τὸ εἶδος τῆς νόσου. τὰ μὲν γὰρ πρῶτα περὶ τοὺς βουβῶνας ἐστηρίζετο τὸ δεινὸν ὁποιδήποτε καὶ τὸ σημεῖον ἐν τούτοις ἐδείκνυτο ἢ μεῖζον ἢ ἔλαττον· ἔπειτα προσέβαλλε σφοδρῶς τῇ κεφαλῇ καὶ θέρμας ἰσχυρὰς ἐνεποίει ταύτῃ καὶ φλεγμονὰς περί τε τὰς | |
5 | κοιλίας τοῦ ἐγκεφάλου καὶ τοὺς ὑμένας καὶ μήνιγγας καὶ φλογώσεις καὶ ἐρυθήματα τοῦ προσώπου, κἀκ τούτου τισὶ μὲν ἀναισθησίαν ἐνειρ‐ γάζετο καὶ ὕπνον βαρὺν καὶ καταφοράν, τισὶ δὲ καὶ τοὐναντίον φρενῖ‐ τιν καὶ παραπληξίαν καὶ ἀγρυπνίαν ἐπέφερεν· εἶτα ἐστηρίζετο περὶ τὴν καρδίαν ὁ πόνος ὅλος καὶ τὸ δεινὸν μετὰ πυρετοῦ λάβρου τε καὶ | |
10 | διακαοῦς τά τε ἔνδον συμφλέγοντος καὶ συγκαίοντος καὶ φλεγμονὰς ἐμποιοῦντος αὐτῇ σφοδροτάτας καὶ ἐξόπτησιν τοῦ ὅλου αἵματος καὶ φθορὰν καὶ ὀδύνας ἰσχυρὰς ἐκ τούτου καὶ ἀλγηδόνας δριμείας καὶ βοὰς τῶν ἀπολωλότων καὶ παλμοὺς συνεχεῖς καὶ ὀξεῖς καὶ ἆσθμα βαρὺ καὶ δυσῶδες καὶ φρίκην δεινὴν καὶ ψύξιν καὶ νέκρωσιν τῶν ἄκρων καὶ | |
15 | τελευταῖον θάνατον. τοιοῦτον δή τι καὶ τὸ εἶδος τῆς νόσου, ὡς ἔμοιγε | |
κατεφάνη εἶναι τὰ πλεῖστα παραλιπόντι. | 206 | |
5.19.1 | βασιλεὺς δ’ οὐ πολλὰς ἡμέρας τὸ Κροῦες πολιορκῶν, ἐπειδὴ ἔγνω ἀδύνατά οἱ ἂν οὔτ’ ἐκ προσβολῆς τοῦτο βίᾳ τοῖς ὅπλοις ἑλεῖν (ἦν γὰρ ἐρυμνότατον τὸ ἄστυ καὶ πάντῃ ἀπόμαχον) οὔτε πειθοῖ προσ‐ άξεσθαι, στρατιὰν ἔγνω δεῖν ἱκανὴν αὐτόσε καταλιπὼν καὶ στρατηγὸν | |
5 | ὡς ἐς χρόνιον πολιορκίαν αὐτὸς ἀναχωρῆσαι ἐς τὸ Βυζάντιον καὶ μὴ μάτην πονεῖν καὶ κόπτειν αὐτόν τε καὶ τὴν στρατιὰν ἐνὸν λιμῷ τε καὶ πολιορκίᾳ μακρᾷ περιγενέσθαι τοῦ ἄστεος. | |
5.19.2 | καὶ δὴ δόξαν οὕτω καταλιπὼν στρατηγὸν αὐτοῦ μετὰ στρατιᾶς ἱκανῆς, ἀκραιφνοῦς καὶ νεήλυδος, ὥστε δύνασθαι πολιορκεῖν τε τὸ ἄστυ καὶ πάσης τῆς ἔξω χώρας κρατεῖν, αὐτὸς διαδοὺς τήν τε λείαν ἅπασαν καὶ τὰ ἀνδράποδα | |
5 | πάσῃ τῇ στρατιᾷ καὶ ἀπολύσας αὐτοὺς ᾔει σὺν τῇ ἰδίᾳ αὐλῇ τὴν ἐπὶ τὸ Βυζάντιον. | |
5.19.3 | πυθόμενος δὲ καθ’ ὁδὸν τήν τε χώραν ἅπασαν Θρᾴκης τε καὶ Μακεδονίας καὶ τὰς ἐν αὐτῇ πόλεις, δι’ ὧν ἔμελλε ποιεῖσθαι τὴν πάροδον, τῇ λοιμώδει νόσῳ κατεχομένας τε καὶ διαφθειρομένας κακῶς καὶ δὴ καὶ τὴν μεγάλην πόλιν αὐτὴν ἀγομένην καὶ φερομένην | |
5 | ὑπό τε τῆς λύμης καὶ τοῦ δεινοῦ, μεταβαλὼν εὐθὺς ᾔει τὴν ἐπί τε τὸν Αἵμονα καὶ τὴν ἄνω Μυσίαν· ταύτην τε γὰρ ἐπυνθάνετο καὶ τὰ ὑπὲρ τὸν Αἵμονα πάντα καθαρεύειν τῆς νόσου. | |
5.19.4 | καταλαβὼν δὲ τά τε περὶ Νικόπολιν καὶ Βυδήνην χωρία ὑγιεινά τε ὄντα καὶ κράσεως εὐκαίρου λαχόντα διαγέγονε τὸ φθινόπωρον ὅλον αὐτοῦ διατρίβων. μετὰ μικρὸν δὲ μαθὼν λωφῆσαν ἤδη τὸ πάθος καὶ τοῦ λυποῦντος | |
5 | καθαρεύειν τὴν Πόλιν (εἶχε γὰρ ἀγγέλους συχνοὺς καθ’ ἡμέραν σχεδὸν ἐκ διαδοχῆς διαθέοντας καὶ ἀγγέλλοντας τὰ ἐκεῖ) χειμῶνος ἀρχομένου ἤδη ἀφικνεῖται ἐς τὸ Βυζάντιον. καὶ πέμπτον δὴ καὶ ἑβδομηκοστὸν ἔτος πρὸς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις ἠνύετο, ἕβδομον | |
δὲ καὶ δέκατον τῆς ἀρχῆς τῷ βασιλεῖ. | 207 |