TLG 3147 003 :: Michael CRITOBULUS :: Epistula ad Mechemet II Michael CRITOBULUS Hist., Monachus, vel Critopulus Epistula ad Mechemet II Citation: Codex — section — (line) | ||
tischt | ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΜΕΓΙΣΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ περιέχουσα τὸν σκοπὸν τοῦ βι‐ βλίου καὶ τὰ ἐν αὐτῷ ἱστορού‐ | |
5 | μενα κατ’ ἐπιτομὴν καὶ τὴν αἰτίαν δηλοῦσα τῆς ξυγγραφῆς. | |
---|---|---|
tischante 1 | αὐτοκράτορι μεγίστῳ, βασιλεῖ βα‐ σιλέων Μεχεμέτει, εὐτυχεῖ, νικητῇ, τροπαιούχῳ, θριαμβευτῇ, ἀηττή‐ τῳ, κυρίῳ γῆς καὶ θαλάσσης θεοῦ | |
5 | θελήματι, Κριτόβουλος δοῦλος εὐτελής. | |
tisch1 | πολλῶν καὶ μεγάλων ἔργων αὐτουργὸν ὄντα σε ὁρῶν, ὦ μέ‐ γιστε αὐτοκράτωρ, καὶ πολλῶν καὶ μεγάλων (τῶν πάλαι φημὶ) | |
5 | στρατηγῶν τε καὶ βασιλέων κρα‐ τοῦντα, οὐ μόνον Περσῶν τε καὶ τῶν ἄλλων γενῶν, ἀλλὰ δὴ καὶ Ῥωμαίων τε καὶ Ἑλλήνων, ἐπί τε δόξῃ καὶ ἀνδρείᾳ καὶ φρονήσει | |
10 | καὶ στρατηγικῇ ἀρετῇ οὐδ’ ὅσον ἐξεῖναι καὶ παραβάλλειν, οὐ δί‐ καιον ᾠήθην ἐκείνους μὲν καὶ τὰ ἐκείνων ἔργα καὶ πράξεις ἐξ ἐκεί‐ νου μέχρι καὶ νῦν τῇ διαδοχῇ τοῦ | |
15 | χρόνου παραδοθέντα ταῖς Ἑλλη‐ νικαῖς ἱστορίαις καὶ ξυγγραφαῖς ᾄδεσθαι καὶ θαυμάζεσθαι παρὰ πᾶσι καὶ μνήμης εἰς ἀΐδιον ἀπο‐ | |
λαύειν, σὲ δὲ τοιοῦτον ὄντα καὶ | ||
20 | τηλικοῦτον πάσης τε σχεδὸν τῆς ὑφ’ ἡλίου κρατοῦντα καὶ λαμπροῖς καὶ μεγάλοις σεμνυνόμενον ἔργοις εἰς τὸν ἔπειτα χρόνον ἀμάρτυρον ἔχειν τὴν ἀρετὴν καὶ τὰ πλεῖστα | |
25 | καὶ μέγιστα καὶ κάλλιστα τῶν ἔρ‐ γων τῶν σῶν ὥσπερ τινὰ τῶν ἀφανῶν καὶ ἀδόξων μηδεμιᾶς γοῦν μνήμης ἢ ξυγγραφῆς Ἑλληνικῆς ἀξιῶσαι τοὺς νῦν, ἀλλ’ ἐᾶσαι | |
30 | ταῦτα λήθης παραδοθῆναι βυθοῖς, καὶ τὰ μὲν τῶν ἄλλων ἔργα σμικρά τε ὄντα καὶ κατ’ οὐδὲν ἐπεοικότα τοῖς σοῖς πολύ τοι ἐπιφανέστερα καὶ ἐπικυδέστερα εἰς ἀνθρώπους | |
35 | ἕνεκά γε Ἑλλήνων καὶ τῆς Ἑλλή‐ νων ἱστορίας γενέσθαι, τὰς δὲ σὰς πράξεις μεγίστας τε οὔσας καὶ κατ’ οὐδὲν ἀπεοικυίας τῶν Ἀλεξ‐ άνδρου τοῦ Μακεδόνος καὶ τῶν | |
40 | κατ’ ἐκεῖνον στρατηγῶν τε καὶ βασιλέων μὴ Ἑλληνικῶς εἰς τοὺς Ἕλληνας ἐκδοθῆναι μηδὲ τῷ μετὰ ταῦτα χρόνῳ παραδοθῆναι εἰς ἔπαινον μὲν ἀγήρω καὶ τιμὴν τοῦ | |
45 | κατωρθωκότος, μίμημα δὲ καὶ μά‐ θημα κάλλιστον τοῖς σπουδαίοις, καίτοι σύ γε δὴ μόνος βασιλέων ἢ κομιδῇ σὺν ὀλίγοις ἔργα συνῆψας καὶ λόγους καὶ φιλοσοφίαν καὶ | |
tisch1(50) | βασιλείαν ὁ αὐτὸς ὢν βασιλεύς τ’ ἀγαθὸς κρατερός τε μαχητής. | |
tisch2 | διὸ δή μοι καὶ προσῆκόν τε ἅμα καὶ δίκαιον ἔδοξε τῇ σῇ ἀγαθῇ | |
τύχῃ θαρρήσαντι τὸν παρόντα πόνον ἀναδέξασθαι καὶ τὰς σὰς | ||
5 | ἀριστείας καὶ πράξεις πολλῷ τῶν ἄλλων διαφερούσας κατά τε πλῆ‐ θος καὶ μέγεθος ὡς οἷόν τέ μοι Ἑλληνικῇ ξυγγραφῇ παραδοῦναι. | |
tisch3 | ἴσως μὲν γὰρ καὶ πολλοὶ τῶν ἐλλογίμων Ἀρράβων τε καὶ Περ‐ σῶν ἀκριβέστερον ἀναγράψουσι ταύτας καὶ τοῖς ἐφεξῆς παρα‐ | |
5 | δώσουσιν ἐπιστάμενοί τε καλῶς καὶ παρηκολουθηκότες τοῖς ἔρ‐ γοις, οὐδὲν δὲ οἷον ἡ τῶν Ἑλλή‐ νων φωνὴ μέγιστον ἔχουσα παρὰ πᾶσι τὸ κλέος· κἀκεῖνα μὲν Πέρ‐ | |
10 | σαις καὶ Ἄρραψιν ἔσται γνώριμα μόνοις καὶ τοῖς ἐπαΐουσι τὴν ἐκεί‐ νων φωνήν, ταῦτα δὲ οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ τοῖς ἑσπερίοις ἅπασι τῶν γενῶν καὶ δὴ καὶ τοῖς | |
15 | ἔξω Στηλῶν καὶ τοῖς τὰς Βρετανι‐ κὰς Νήσους οἰκοῦσι καὶ πολλοῖς ἄλλοις κοινή τις ἔσται φιλοτιμία καὶ θαῦμα εἰς τὴν ἐκείνων γλῶτ‐ ταν ἑρμηνευθέντα φιλέλλησί τε | |
20 | οὖσι καὶ τὰ τοιαῦτα σπουδαίοις. ὃ δή με καὶ μᾶλλον ἐπῆρε πρὸς τοῦτο, πολλοὺς ἕξειν λογιζομένῳ καὶ κριτὰς καὶ μάρτυρας τῆς ἐμῆς ξυγγραφῆς. | |
tisch4 | τοίνυν, ὦ μέγιστε αὐτοκρά‐ τωρ, πολλὰ μογήσας ἤδη (οὐδὲ γὰρ αὐτὸς τοῖς ἔργοις ἐπέστην, ἵνα δὴ καὶ τὸ ἀκριβὲς τούτων | |
5 | εἰδείην, ἀλλ’ ἱστορῶν τε ἅμα καὶ πυνθανόμενος τῶν εἰδότων καὶ ὡς ἐνῆν ἀκριβῶς ἐξετάζων) ξυντέ‐ ταχα τοῦτο τὸ βιβλίον ἐν πέντε τμήμασι διελών, ἀρχὴν τῆς ξυγ‐ | |
10 | γραφῆς ποιησάμενος, ἥνπερ καὶ αὐτὸς ἐποιήσω τῆς βασιλείας ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην τὸ πρῶτον διαβὰς μεταστάντος σοι τοῦ πατρός. | |
tisch5 | περιέχει δὲ τὸν πόλεμον Ῥωμαίων καὶ τὴν τῆς Πόλεως ἅλωσιν τά τε τῆς Αἴνου καὶ τῶν Φωκέων καὶ δὴ καὶ τῶν Τριβαλ‐ | |
5 | λῶν, ὡς ἐπράχθη, καὶ τὴν ὅλην τούτων καταστροφὴν καὶ δουλεί‐ αν· | |
tisch6 | ἔτι δὲ τὴν εἰς Πελοπόννη‐ σον πρώτην καὶ δευτέραν εἰσ‐ βολήν, καὶ ὡς ἐχει‐ ρώθη πᾶσα καὶ αἱ ἐν αὐτῇ πόλεις | |
5 | καὶ τὰ φρούρια καὶ κατέστη φόρου ὑπο‐ τελής· | |
tisch7 | προσέτι δὲ τὰ κατὰ Σινώπην καὶ Τραπεζοῦντα, πόλεις λόγου ἀξίας καὶ τῶν ὀνομαστῶν, καὶ ὡς προσ‐ | |
5 | εχώρησαν αὗται ὁμολογίᾳ καὶ πᾶσα ἡ τούτων ἔξω χώρα καὶ κατ‐ ήκοος γέγονε τῷ βασιλεῖ· | |
tisch8 | ἔτι γε μὴν τὴν ἐπανάστασιν Δράκουλι καὶ Γετῶν ἀποστασίαν καὶ τὴν εἰς τὴν αὐτῶν εἰσβολὴν τοῦ βασι‐ | |
5 | λέως καὶ καταστροφὴν καὶ δου‐ λείαν σφῶν καὶ ὡς κατέστη κύριος τούτων ὁ Ῥάδος παρὰ τοῦ βασι‐ λέως ἀπελαθέντος Δράκουλι τοῦ ἀδελφοῦ, | |
tisch9 | τήν τε Μιτυλήνης καὶ Λέσβου ἅλωσιν πάσης, νήσου μετά γε τὰς πρώτας μιᾶς δὴ τῶν ὀνομαστῶν καὶ πάνυ γνωρίμων | |
5 | ἐπί τε δόξῃ καὶ μεγέθει καὶ δυ‐ ναστείᾳ καὶ πλούτῳ· | |
tisch10 | ἔτι δὲ τὴν ἐς Δαλμάτας καὶ Βόστρους καὶ Παίονας πρώτην καὶ δευτέραν εἰσβολήν, καὶ ὡς ἐχειρώθη πᾶσα | |
5 | ἡ τούτων καὶ κατεστράφη πο‐ λίσματά τε ἑάλω καὶ φρούρια ὀλίγου δεῖν τριακόσια καὶ οἱ τούτων ἡγεμόνες ἐλήφθησαν· | |
tisch11 | πρὸς δέ γε τὴν εἰς Ἰλλυριοὺς τοὺς ἐν τῷ Ἰονίῳ Κόλπῳ πρώτην καὶ δευτέραν εἰσβολὴν καὶ τὴν τούτων καταστροφήν· | |
tisch12 | τόν τε πενταετῆ πόλεμον Ἐνετῶν καὶ τὴν τούτων πρώτην καὶ δευτέραν ἧτταν ἐν Πελοποννήσῳ παρὰ τῶν | |
5 | σατραπῶν, καὶ ὡς ἐστόρεσε τὸ τούτων φρόνημα βασιλεύς· | |
tisch13 | πρὸς δὲ τούτοις οἰκοδομάς τε λαμπρὰς ἐν τῇ Πόλει νεών τε καὶ νεωρίων | |
5 | καὶ βασιλείων καὶ ἀγορῶν καὶ στοῶν καὶ λουτρῶν καὶ δὴ 〈καὶ〉 τειχισμούς τε καὶ συνοικίσεις | |
φρουρίων καὶ πολισμάτων πάνυ χρησίμων καὶ ἀναγκαίων τῶν γε | ||
10 | κατὰ τὸν τοῦ Ἑλλησπόντου καὶ Χερρονήσου πορθμὸν καὶ τὸν τοῦ Βοσπόρου, καὶ ἕτερα οὐκ ὀλίγα τοιαῦτα καὶ δὴ καὶ δη‐ μηγορίας τῶν πάνυ σπουδαίων | |
15 | τοῦ βασιλέως, | |
tisch14 | χρόνου τε πλῆθος, ἐν οἷς ταῦτα ἐγένετο, ἔτη ἑπτὰ πρὸς τοῖς δέκα. | |
tisch15 | ταῦτα δὴ πάντα ξυναγαγών τε καὶ ἀφηγησάμενος ἐν τῷδε τῷ βιβλίῳ πέμπω τοῦτο τῇ βασιλικῇ σου ἐπιστασίᾳ καὶ σοφίᾳ | |
5 | δοκιμασθησόμενόν τε καὶ κρι‐ θησόμενον. | |
tisch16 | κἂν μέν τι γεν‐ ναῖον εὑρεθῇ παρ’ αὐτῷ τῇ τε ἀληθείᾳ ξυμβαῖνον καὶ τῶν σῶν ἔργων ἐφάμιλλον τῇ τε βασιλικῇ | |
5 | κυρωθείη ψήφῳ, χάριν τε ὁμολο‐ γήσομεν τῷ τε θεῷ καὶ σοί, βασι‐ λεῦ, τοιαύτην ὕλην ἡμῖν παρα‐ σχόντι ταῖς ἀρίσταις τῶν πράξεων εἰς ἐπίδειξιν τῶν ἡμετέρων λόγων, | |
10 | καὶ ἅμα θαρροῦντες πρὸς ὅλον τὸν ἑξῆς ἀγῶνα ἀποδυσόμεθα καὶ μετὰ χαρᾶς πρὸς τὰ λοιπὰ τῶν ἔργων χωρήσομεν, ἃ σὺν θεῷ σοι πεπράξεται, πυθόμενοι δὴ μόνον | |
15 | καὶ πολλὰ τῶν σφόδρα ἀναγκαίων καὶ ἀγνοουμένων ἡμῖν. | |
tisch17 | εἰ δὲ φανῶσιν οἱ ἡμέτεροι λόγοι πολλῷ τῶν σῶν ἔργων ὄντες καταδεέστεροι καὶ πρὸς τὸ μέγεθος τούτων οὐκ | |
5 | ἐξικνούμενοι, ὃ πᾶσα παθεῖν αὐ‐ τοὺς ἀνάγκη, τό τε βιβλίον ὡς ἀχρεῖον ἀποδοκιμασθῇ, τηνικαῦτα δὴ καὶ αὐτὸς πόρρωθεν προσ‐ κυνήσας καὶ σιωπὴν ἀσπασάμενος | |
10 | ἑτέροις παραχωρήσω τῆς ἱστορίας | |
πολλῷ τὰ τοιαῦτα ἐμοῦ βελτίοσι. | ||
seraglt | ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΜΕΓΙΣΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ περιέχουσα τὸν σκοπὸν τοῦ βι‐ βλίου | |
5 | καὶ τὴν αἰτίαν δηλοῦσα τῆς συγγραφῆς. | |
seraglante 1 | αὐτοκράτορι μεγίστῳ, βασιλεῖ βα‐ σιλέων Μεχεμέτει, εὐτυχεῖ, νικητῇ, τροπαιούχῳ, θριαμβευτῇ, ἀηττή‐ τῳ, κυρίῳ γῆς καὶ θαλάσσης θεοῦ | |
5 | θελήματι, Κριτόβουλος νησιώτης δοῦλος τῶν δούλων τῶν σῶν. | |
seragl1 | πολλῶν καὶ μεγάλων ἔργων αὐτουργὸν ὄντα σε ὁρῶν, ὦ μέ‐ γιστε αὐτοκράτωρ, καὶ πολλῶν καὶ μεγάλων (τῶν πάλαι φημὶ) | |
5 | στρατηγῶν τε καὶ βασιλέων κρα‐ τοῦντα, οὐ μόνον Περσῶν τε καὶ τῶν ἄλλων γενῶν, ἀλλὰ δὴ καὶ Ῥωμαίων τε καὶ Ἑλλήνων, ἐπί τε δόξῃ καὶ φρονήσει καὶ ἀνδρίᾳ καὶ | |
10 | στρατηγικῇ ἀρετῇ οὐδ’ ὅσον ἐξεῖναι καὶ παραβάλλειν, οὐ δί‐ καιον ᾠήθην ἐκείνους μὲν καὶ τὰ ἐκείνων ἔργα καὶ πράξεις ἐξ ἐκεί‐ νου μέχρι καὶ νῦν τῇ διαδοχῇ τοῦ | |
15 | χρόνου παραδοθέντα ταῖς Ἑλλη‐ νικαῖς ἱστορίαις καὶ ξυγγραφαῖς ᾄδεσθαι καὶ θαυμάζεσθαι παρὰ πᾶσι καὶ μνήμης ἐς ἀΐδιον ἀπο‐ | |
λαύειν, σὲ δὲ τοιοῦτον ὄντα καὶ | ||
20 | τηλικοῦτον πάσης τε σχεδὸν τῆς ὑφ’ ἡλίου κρατοῦντα καὶ λαμπροῖς καὶ μεγάλοις σεμνυνόμενον ἔργοις ἐς τὸν ἔπειτα χρόνον ἀμάρτυρον ἔχειν τὴν ἀρετὴν καὶ τὰ | |
25 | μέγιστα καὶ κάλλιστα τῶν ἔρ‐ γων τῶν σῶν ὥσπερ τινὰ τῶν ἀφανῶν καὶ ἀδόξων μηδεμιᾶς γοῦν μνήμης ἢ ξυγγραφῆς Ἑλληνικῆς ἀξιῶσαι τοὺς νῦν, ἀλλ’ ἐᾶσαι | |
30 | ταῦτα λήθης παραδοθῆναι βυθοῖς, καὶ τὰ μὲν τῶν ἄλλων ἔργα σμικρά τε ὄντα καὶ κατ’ οὐδὲν ἐπεοικότα τοῖς σοῖς πολύ τοι ἐπιφανέστερα καὶ ἐπικυδέστερα ἐς ἀνθρώπους | |
35 | ἕνεκά γε Ἑλλήνων καὶ τῆς Ἑλλή‐ νων ἱστορίας γενέσθαι, τὰς δὲ σὰς πράξεις μεγίστας τε οὔσας καὶ κατ’ οὐδὲν ἀπεοικυίας τῶν Ἀλεξ‐ άνδρου τοῦ Μακεδόνος καὶ τῶν | |
40 | κατ’ ἐκεῖνον στρατηγῶν τε καὶ βασιλέων μὴ Ἑλληνικῶς ἐς τοὺς Ἕλληνας ἐκδοθῆναι μηδὲ τῷ μετὰ ταῦτα χρόνῳ παραδοθῆναι εἰς ἔπαινον μὲν ἀγήρω καὶ τιμὴν τοῦ | |
45 | κατωρθωκότος, μίμημα δὲ καὶ μά‐ θημα κάλλιστον τοῖς σπουδαίοις, καίτοι σύ γε δὴ μόνος βασιλέων ἢ κομιδῇ σὺν ὀλίγοις ἔργα συνῆψας καὶ λόγους καὶ φιλοσοφίαν καὶ | |
seragl1(50) | βασιλείαν ὁ αὐτὸς ὢν βασιλεύς τ’ ἀγαθὸς κρατερός τε μαχητής. | |
seragl2 | διὸ δή μοι καὶ προσῆκόν τε ἅμα καὶ δίκαιον ἔδοξε τῇ σῇ ἀγαθῇ | |
τύχῃ θαρρήσαντι τὸν παρόντα πόνον ἀναδέξασθαι καὶ τὰς σὰς | ||
5 | ἀριστείας καὶ πράξεις πολλῷ τῶν ἄλλων διαφερούσας κατά τε πλῆ‐ θος καὶ μέγεθος ὡς οἷόν τέ μοι Ἑλληνικῇ ξυγγραφῇ παραδοῦναι. | |
seragl3 | ἴσως μὲν γὰρ καὶ πολλοὶ τῶν ἐλλογίμων Ἀρράβων τε καὶ Περ‐ σῶν ἀκριβέστερον ἀναγράψουσι ταύτας καὶ τοῖς μεθ’ ἡμᾶς παρα‐ | |
5 | δώσουσιν ἐπιστάμενοί τε καλῶς καὶ παρηκολουθηκότες τοῖς ἔρ‐ γοις, οὐδὲν δὲ οἷον ἡ τῶν Ἑλλή‐ νων φωνὴ μέγιστον ἔχουσα παρὰ πᾶσι τὸ κλέος· κἀκεῖνα μὲν Πέρ‐ | |
10 | σαις καὶ Ἄρραψιν ἔσται γνώριμα μόνοις καὶ τοῖς τὴν ἐκείνων ἐπαΐ‐ ουσι γλῶτταν, ταῦτα δὲ οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ τοῖς ἑσπερίοις ἅπασι τῶν γενῶν καὶ δὴ καὶ τοῖς | |
15 | ἔξω Στηλῶν καὶ τοῖς τὰς Βρετανι‐ κὰς Νήσους οἰκοῦσι καὶ πολλοῖς ἄλλοις κοινή τις ἔσται φιλοτιμία καὶ θαῦμα ἐς τὴν ἐκείνων γλῶτ‐ ταν ἑρμηνευθέντα φιλέλλησί τε | |
20 | οὖσι καὶ τὰ τοιαῦτα σπουδαίοις. ὃ δή με καὶ μᾶλλον ἐπῆρε πρὸς τοῦτο, πολλοὺς ἕξειν λογιζομένῳ καὶ κριτὰς καὶ μάρτυρας τῆς ἐμῆς συγγραφῆς. | |
seragl4 | τοίνυν, ὦ μέγιστε αὐτοκρά‐ τωρ, πολλὰ πονήσας ἤδη (οὐδὲ γὰρ αὐτὸς τοῖς ἔργοις παρῆν, ἵνα δὴ καὶ τὸ ἀκριβὲς τούτων εἰδέναι | |
5 | ἔχοιμι, ἀλλ’ ἱστορῶν τε ἅμα καὶ πυνθανόμενος τῶν εἰδότων καὶ ὡς ἐνῆν ἀκριβῶς ἐξετάζων) ξυνέ‐ γραψα τουτὶ τὸ βιβλίον ἐν πέντε τμήμασι διελών, ἀρχὴν τῆς ξυγ‐ | |
10 | γραφῆς ποιησάμενος, ἥνπερ καὶ αὐτὸς ἐποιήσω τῆς βασιλείας ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην τὸ πρῶτον διαβὰς μεταστάντος σοι τοῦ πατρός. | |
seragl5-15 | περιέχει δὲ τὸν πόλεμον Ῥωμαίων καὶ τὴν τῆς Πόλεως ἅλωσιν τά τε τῆς Αἴνου καὶ τῶν Φωκέων καὶ δὴ καὶ τῶν Τριβαλ‐ | |
5 | λῶν, ὡς ἐπράχθη, καὶ τὴν ὅλην τούτων καταστροφὴν καὶ δουλεί‐ αν· ἔτι δὲ τὴν ἐς Πελοπόννη‐ σον πρώτην καὶ δευτέραν ἐσ‐ βολὴν τοῦ βασιλέως, καὶ ὡς ὑπ‐ | |
10 | ηγάγετο πᾶσαν καὶ τὰς ἐν αὐτῇ πόλεις ἐχειρώσατο, τὰς μὲν ὁμο‐ λογίᾳ, τὰς δὲ καὶ πολέμῳ, ἐχυρω‐ τάτας τε οὔσας καὶ λόγου ἀξίας, Κόρινθόν τέ φημι καὶ Σπάρτην καὶ | |
15 | Τέγεαν καὶ Πάτρας τῆς Ἀχαΐας, καὶ φρούρια ἐξεῖλε πλεῖστα καὶ ἐρυμνότατα καὶ κατέστησε πᾶσαν τὴν Πέλοπος φόρου ὑποτελῆ· τήν τε ἐς τὴν Ἰλλυρίδα πρώτην | |
20 | ἐσβολὴν καὶ δῄωσιν ταύτης καὶ λείας ἔλασιν ὅτι γε πλείστης· πρὸς δὲ τούτοις τά τε κατὰ Σινώπην καὶ Τραπεζοῦντα, πόλεις μεγάλας τε καὶ εὐδαίμονας καὶ | |
25 | βασίλεια οὔσας, καὶ ὡς παρ‐ εστήσατο ταύτας ὁμολογίᾳ καὶ πᾶσαν τὴν ἔξω χώραν αὐτῶν ἐχει‐ | |
ρώσατο· πρὸς δέ γε οἰκοδομὰς | ||
30 | ἐν τῇ Πόλει λαμπράς τε καὶ πολυτελεῖς νεών τε καὶ νεωρίων καὶ βασιλείων καὶ ἀγορῶν | |
καὶ φρουρίων, τά τε ἄλλα τῶν ἔργων ἑξῆς | ||
35 | ὡς ἐπράχθη πάντα καὶ δὴ καὶ δημη‐ γορίας τῶν πάνυ σπουδαίων τοῦ αὐτοκράτορος, χρόνου τε πλῆθος ἔτη ἑπτὰ πρὸς τοῖς δέκα. | |
40 | πέμπω τοίνυν 〈τοῦτο〉 τῇ βασιλικῇ σου ἐπιστασίᾳ καὶ σοφίᾳ δοκιμασθησόμενόν τε καὶ κρι‐ θησόμενον. | |
seragl16 | κἂν μέν τι γεν‐ ναῖον εὑρεθῇ παρ’ αὐτῷ τῇ τε ἀληθείᾳ συμβαῖνον καὶ τῶν σῶν ἔργων ἐφάμιλλον τῇ τε βασιλικῇ | |
5 | κυρωθείη ψήφῳ, χάριν τε ὁμολο‐ γήσομεν τῷ τε θεῷ καὶ σοί, βασι‐ λεῦ, τοιαύτην ὕλην ἡμῖν παρα‐ σχόντι ταῖς ἀρίσταις τῶν πράξεων εἰς ἐπίδειξιν τῶν ἡμετέρων λόγων, | |
10 | καὶ ἅμα θαρροῦντες πρὸς ὅλον τὸν ἑξῆς ἀγῶνα ἀποδυσόμεθα καὶ μετὰ χαρᾶς πρὸς τὰ λοιπὰ τῶν ἔργων χωρήσομεν. πυθόμενοι δὴ μόνον | |
15 | καὶ πολλὰ τῶν σφόδρα ἀναγκαίων καὶ ἀγνοουμένων ἡμῖν, δι’ ἃ δὴ καὶ ἐς δεῦρο τὴν ὅλην ξυγγραφὴν ἀνηρτήσαμεν. | |
seragl17 | εἰ δὲ φανῶσιν οἱ ἡμέτεροι λόγοι πολλῷ τῶν σῶν ἔργων ὄντες καταδεέστεροι καὶ πρὸς τὸ μέγεθος τούτων οὐκ | |
5 | ἐξικνούμενοι, ὃ πᾶσα παθεῖν αὐ‐ τοὺς ἀνάγκη, τό τε βιβλίον ὡς ἀχρεῖον ἀποδοκιμασθῇ, τηνικαῦτα δὴ καὶ αὐτὸς πόρρωθεν προσ‐ κυνήσας καὶ σιωπὴν ἀσπασάμενος | |
10 | ἑτέροις παραχωρήσω τῆς ἱστορίας | |
πολλῷ τὰ τοιαῦτα ἐμοῦ βελτίοσιν. |