|
TLG 3147 002 :: Michael CRITOBULUS :: Poema Michael CRITOBULUS Hist., Monachus, vel Critopulus Poema Citation: (Line) | ||
| 1t | στίχοι Κριτοπούλου Μιχαὴλ τοῦ Ἰμβρίου | |
|---|---|---|
| 2 | ὅστις ἔρωτα θεοῦ ἔσχεν εὐφρόνως καὶ πῦρ ἀνῆψεν ἀγάπης ἐν καρδίᾳ ἁλοὺς ὅλος γε τῷ πόθῳ τοῦ δεσπότου | |
| 5 | καὶ κατοχὴν δὲ ἐμπνευσθεὶς θειοτέραν τὸν ἄνδρα τοῦτον ἐκτόπως θαυμαζέτω, τὸν θεῖον ὄντως καὶ σεπτὸν Αὐγουστῖνον, τοῦ διακαοῦς ἔρωτος καὶ τοῦ πάθους καὶ τῆς ἐνθέου κατοχῆς τε καὶ ξένης. | |
| 10 | ὅλην γὰρ ἐξέχεε τὴν ψυχὴν ὅδε πρὸς τὸν ἔρωτα τοῦ θεοῦ τε καὶ πλάστου ἔκφρων γεγονώς, ὅλος ἠλλοιωμένος τὴν θείαν ὄντως ἀλλοίωσιν καὶ ξένην. τὸ δὲ βιβλίον συνεχῶς ἐπιέτω | |
| 15 | ἀεὶ μελετῶν καὶ προσλαλῶν τῷ κτίστῃ καὶ φῶς νοερὸν εἰσάγων ἐν καρδίᾳ· ὁδὸς γάρ ἐστι τοῦτο τῆς μετανοίας | |
| καὶ θύρα ζωῆς πρὸς σωτηρίαν ἄγον. | 16 | |