TLG 3147 001 :: Michael CRITOBULUS :: Precatio

Michael CRITOBULUS Hist., Monachus, vel Critopulus
(Imbrius: A.D. 15)

Precatio

Source: Reinsch, D.R. (ed.), Critobuli Imbriotae historiae [Corpus fontium historiae Byzantinae 22. Series Berolinensis] Berlin: De Gruyter, 1983: 12*–15*.

Citation: Page — (line)

12*

(1t)

εὐχὴ Κριτοπούλου τοῦ Ἰμβρίου
2δέσποτα κύριε Ἰησοῦ Χριστέ, ὁ θεὸς ἡμῶν, ὁ μόνος συμπαθής τε καὶ εὐδιάλλακτος, ἡ τοῦ ἐλέους πηγή, τὸ τῆς φιλανθρωπίας ἀνεξ‐ άντλητον πέλαγος, ὁ μὴ δικαίους ἐλθὼν καλέσαι, ἀλλ’ ἁμαρτωλοὺς
5μετανοοῦντας προσδέξασθαι, ὁ ἑβδομηκοντάκις ἑπτὰ συγχωρεῖν ἁμαρ‐ τίας Πέτρῳ τῷ κορυφαίῳ τῶν σῶν μαθητῶν καὶ ἀποστόλων ἐγκελευσά‐ μενος ἐρωτήσαντι, ἅμα μὲν ἐκ τούτου καὶ τὸ ἄπειρον τῆς σῆς χρηστό‐ τητος καὶ φιλανθρωπίας ἐμφαίνων, ἅμα δὲ καὶ πᾶσι τοῖς ἡμαρτηκόσιν εὐσπλάγχνως καὶ συμπαθῶς θύραν μετανοίας ἀνοίγων καὶ καιρὸν
10ἐπιστροφῆς χαριζόμενος καὶ τῇ ἀπογνώσει μηδαμοῦ χώραν διδούς, αὐτός, δέσποτα φιλάνθρωπε, θεὲ πάσης παρακλήσεως, πατὴρ οἰκτιρ‐ μῶν, ἐλέους κύριε, συμπαθείας ἄβυσσε, ἀγαθότητος πέλαγος, εὐ‐ σπλαγχνίας πηγή, μακροθυμίας τε καὶ ἀνεξικακίας ἀκένωτε θησαυρέ, πλανωμένων ὁδηγέ, πεπτωκότων ἀνόρθωσις, ἀπελπισμένων ἐλπίς, ἀπ‐
15εγνωσμένων παραμυθία καὶ πᾶσι πάντα καὶ ὢν καὶ γινόμενος δι’ ἐμὲ καὶ τὴν ἐμὴν σωτηρίαν, πρόσδεξαι νῦν κἀμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου μετανοοῦντα καὶ προσερχόμενόν σοι μετὰ συν‐ τετριμμένης καρδίας καὶ πνεύματος ταπεινώσεως καὶ λύσιν ἐξαιτοῦντα τῶν πολλῶν καὶ δεινῶν μου πλημμελημάτων, ὧν ἐν γνώσει τε καὶ
20ἀγνοίᾳ ἀσύγγνωστα ἥμαρτον παρὰ πάντα τὸν βίον καταπατήσας μὲν τοὺς νόμους τοὺς σούς, ἀθετήσας δὲ τὰς σὰς ἐντολάς, παραβὰς δὲ τὰ σὰ προστάγματα, ἀλογήσας δὲ τῶν χρηστῶν σου καὶ σωτηρίων παρ‐ αγγελμάτων ὅλος τε μακρυνθεὶς ἀπὸ σοῦ καὶ τῶν σῶν καὶ ὀπίσω τῆς πονηρᾶς διανοίας μου πορευθεὶς καὶ γενόμενος ἐπίχαρμα τῷ δια‐
25βόλῳ καὶ τοῖς πονηροῖς ἀγγέλοις αὐτοῦ, δαίμοσιν, ἐξ ἅπαντος τρόπου πληρῶν αὐτῶν τὰ προστάγματα. καὶ νῦν κύριε, κύριε, ὥσπερ ἐκ βαθυτάτου ὕπνου καὶ μέθης ἢ κάρου ὀψὲ καὶ μόλις ἀνανήψας τῆς ἁμαρτίας καὶ εἰς ἑαυτὸν συστραφεὶς καὶ συναίσθησιν λαβὼν τῶν οἰκείων κακῶν πανταχόθεν τε ἐμαυτὸν ἐξετά‐
30σας καὶ ἔρημον εὑρὼν παντὸς ἀγαθοῦ καὶ τῆς φωτοειδοῦς καὶ λαμπρᾶς
καταστολῆς τοῦ θείου λουτροῦ, ἥν με ἐνέδυσας, γυμνὸν ὅλον καὶ ἐξ‐

13*

ηπορημένον ὁρῶν, ἀντὶ δὲ ταύτης ῥάκια ῥυπαρὰ περιβεβλημένον τῆς ἁμαρτίας, καὶ στένοντα καὶ τρέμοντα καὶ λιμώττοντα καὶ πᾶσι κακοῖς ἐνεχόμενον, ὅλος τε ἐξαπορηθεὶς καὶ πάντων τῶν ἄλλων ἀπογνοὺς εἰς μνήμην ἧκον τῆς προτέρας ζωῆς, ἐν ᾗ με κατέστησας καὶ ἧς διὰ κακίαν
5ἐκπέπτωκα, καὶ τῶν χρηστῶν σου καὶ κηδεμονικῶν ἅμα καὶ φιλαγάθων καὶ πατρικῶν ἀνεμνήσθην σπλάγχνων καὶ πρὸς τὸν ἐμὸν γνησίως ἐπιστρέφω δεσπότην καὶ θαρρούντως ἐμαυτὸν τοῖς ποσὶν ἐπιρρίπτω τοῖς σοῖς μέγα κεκραγὼς καὶ βοῶν ἐκ βάθους ψυχῆς κατὰ τὸν ἄσωτον ἐκεῖνον υἱόν· ἥμαρτον εἰς τὸν οὐρανόν, κύριε, καὶ ἐνώπιόν σου.
10δέξαι οὖν με, ἀγαθὲ καὶ φιλάνθρωπε δέσποτα, μετανοοῦντα καὶ ἐπιστρέφοντα καὶ προσερχόμενον θαρρούντως τῇ σῇ ἀφάτῳ χρηστότητι καὶ ἀμετρήτῳ συμπαθείᾳ καὶ ὑπεραγάθῳ βασιλείᾳ, δέξαι με τὸν ἀνάξιον δοῦλόν σου, τὸν πολλὰ ἐπταικότα καὶ παροργίσαντα καὶ παραπικράναντα τὰ φιλάνθρωπα σπλάγχνα σου, δέξαι με τὸ πλάσμα
15τῶν σῶν χειρῶν, τὸ ἴδιον δημιούργημα, ὃν ἐτίμησας ἰδίᾳ εἰκόνι καὶ τῇ κατὰ πάντων ἀρχῇ, ᾧ μόνῳ λόγον ἐχαρίσω τῶν ἄλλων ζῴων καὶ ὃν πολλοῖς καὶ μεγάλοις ἐκόσμησας ἀγαθοῖς, ὑπὲρ οὗ νόμον ἔδωκας, προφήτας ἀπέστειλας, ἄλλα μυρία εἰργάσω, δι’ ὃν ἄνθρωπος γέγονας θεὸς ὢν καὶ δεσπότης καὶ πᾶσαν τὴν φρικτὴν οἰκονομίαν ἐτέλεσας
20καὶ πάθη καὶ σταυρὸν ἠνέσχου καὶ θάνατον καὶ ταφήν, ἵνα καὶ θανάτου καὶ παθῶν καὶ ἁμαρτίας ἐλευθερώσῃς ἐμὲ καὶ πρὸς τὴν προτέραν ἐπανάξῃς οἰκειότητα καὶ υἱοθεσίαν καὶ τῆς σῆς βασιλείας κληρονόμον ποιήσῃς. εἰ τοίνυν ταῦτα πάντα φιλανθρώπως καὶ πεποίηκας καὶ ὑπέμεινας
25δι’ ἐμέ, πῶς νῦν ἐάσεις, ὦ δέσποτα, θήραμα γενέσθαι 〈με〉 τῷ διαβόλῳ καὶ τῆς σῆς ἀπειροδυνάμου δυνάμεώς τε καὶ ἀγαθότητος καὶ σοφίας κατακαυχήσασθαι τὸν ἀποστάτην καὶ πονηρὸν καὶ δραπέτην δαίμονα ὡς μὴ μόνον προτοῦ τὸν ἄνθρωπον ἀπατήσαντα καὶ τῆς τοῦ παρα‐ δείσου διαγωγῆς ἐξορίσαντα καὶ τῆς ἐκεῖσε στερήσαντα μακαρίας
30ζωῆς, ἀλλὰ καὶ μετὰ τὴν ἀπόρρητον οἰκονομίαν καὶ τὴν φρικωδεστάτην θυσίαν καὶ τὸ χεθὲν θεῖον αἷμα, τὸ σὸν καὶ δεσποτικόν, τὸ μέγα καὶ περιβόητον, δι’ οὗ ἡμᾶς ἐξηγόρασας, ἔτι καὶ νῦν συναρπάζειν δυνά‐ μενον τοὺς τοσούτου τιμήματος ὠνητοὺς δούλους τοὺς σοὺς καὶ πρὸς
τὸ οἰκεῖον τῆς ἀπωλείας συναπάγοντα βάραθρον; μή, δέσποτα φιλάν‐

14*

θρωπε, μή, βασιλεῦ αἰώνιε, μή, παντοδύναμε κύριε, μὴ τοσαύτην νίκην νικήσῃ καθ’ ἡμῶν ὁ τῆς ἀληθείας ἐχθρός, ὁ ἀλιτήριος δαίμων· μὴ δὴ τοσοῦτον δυνηθείη ἡ ἡμετέρα κακία. ἥμαρτον μέν, ἀλλὰ σοῦ οὐκ ἀπ‐ έστην· ἥμαρτον, ἀλλὰ σὲ θεὸν ἐπιγράφομαι· ἥμαρτον πολλὰ καὶ μεγάλα,
5ὁμολογῶ, ἀλλ’ εἴσω πίπτει τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας· αὕτη δὲ πέρας οὐκ ἔχει. τί τοσοῦτον ἥμαρτον ὁ πηλὸς ἐγώ, ὅσον αὐτὸς δύνασαι συγχωρεῖν, τί τοσοῦτον ἠνόμησα, ὅσον αὐτὸς δύνασαι λύειν, τί τοσοῦτον παρέβην, ὅσον αὐτὸς δύνασαι συμπαθεῖν, εὔσπλαγχνος καὶ μακρόθυμος ὤν; οὐδὲν μέγα πάντα τὰ τῶν ἀνθρώπων ἁμαρτήματα
10εἰς ταὐτὸν συνελθόντα πρὸς τὴν ἄπειρον ἄβυσσον τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας παραβαλλόμενα. διὰ τοῦτο, δέσποτα φιλάνθρωπε, δικαιολογοῦμαι οὐ πρὸς τὴν ἐμὴν καθαρότητα ἀποβλέπων (ἀκάθαρτος γὰρ ἐγὼ παντὸς μᾶλλον καὶ βέβη‐ λος καὶ πόρρω τῶν σῶν ἐντολῶν καὶ τῇ ἰλύϊ καὶ τῷ βορβόρῳ τῶν
15ἐμῶν ἀμέτρων κακῶν ὥσπερ σῦς ὅλως ἐγκαλινδούμενος), ἀλλὰ τὸ ἄπειρον τῆς σῆς χρηστότητος ἐννοῶν καὶ πρὸς τὸ ὕψος καὶ μεγαλεῖον τῆς σῆς ἀγαθότητος καὶ φιλανθρωπίας ὁρῶν, ἣν οὐδὲν τῶν ἀνθρω‐ πίνων ἁμαρτημάτων νικῆσαι δύναται. δέξαι οὖν με, κύριε, ἐπιστρέφον‐ τα μετὰ δακρύων καὶ στεναγμῶν καὶ μετανοοῦντα ἐφ’ οἷς ἐπλημμέλησα
20καὶ συγγνώμην αἰτοῦντα, κάμφθητι ταῖς ἐμαῖς λιταῖς καὶ δεήσεσι, σπλαγχνίσθητι ὡς συμπαθής, οἴκτειρον ὡς μακρόθυμος, ἐλέησον ὡς φιλάνθρωπος καὶ συγχώρησόν μοι ὅσα σοι ἥμαρτον, δέξαι με τὸν σὸν δοῦλον εὐχαριστοῦντα μέν, ὅτι οὐκ ἤδη συναπώλεσάς με ταῖς ἀνομίαις μου μακροθυμήσας ἐπ’ ἐμοί, ἐξαιτοῦντα δὲ νῦν λύσιν τῶν ἐπταισμένων
25μοι καὶ τελείαν ἀπαλλαγὴν καὶ συγχώρησιν παρὰ τῆς σῆς ἀγαθότητος. εἰς δὲ τὸ ἑξῆς, ἱκετεύω καὶ πάνυ δέομαι, στήριξόν με τῇ σῇ πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ βεβαίᾳ, ἀκλόνητον διατήρησον πάσαις ταῖς τοῦ πονηροῦ μεθοδίαις καὶ προσβολαῖς, ἵνα μὴ συναρπάσῃ με ἡ κακία πρὸς βάραθρον τῆς αὐτῆς ἀπωλείας μηδὲ γένωμαι θήραμα τῷ ἐχθρῷ,
30ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὴν ἐμὴν ζωὴν ὁδηγοῦντι καὶ ἐνι‐ σχύοντι πρὸς τὸ ποιεῖν τὸ σὸν θέλημα καὶ τὰς σὰς καλῶς ἀπο‐ πληροῦν ἐντολάς. ναί, δέσποτα μακρόθυμε, πολυέλεε κύριε, νοητὲ ἥλιε, βασιλεῦ τῆς δόξης, τῶν κατ’ ἐμὲ ἁμαρτωλῶν ἡ τελεία συγχώρησις καὶ συμπάθεια, ναί, γλυκύτατε Ἰησοῦ, ἀναψυχή μου καὶ παρηγορία καὶ
35παραμυθία, παράκλησις, γλυκυθυμία, γάνος τῆς ἐμῆς ψυχῆς, χαρὰ

15*

πεπληρωμένη, ἀγάπη τελεία, ἔρως θεοειδής, ζωὴ ἄλυπος, ἔφεσις τῶν καλῶν, εἰρήνη ὑπερέχουσα πάντα νοῦν, ναί, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, χειρῶν ἔκτασις, ποδῶν βάσις, μελῶν συμφυΐα, ὁλοκληρία τοῦ ὅλου μου σώματος, ἁπλῶς πάντα σοὶ μόνῳ, δέσποτα Χριστέ, προσανέχω, σοὶ
5ζῶ, σοὶ κινοῦμαι, σοὶ καὶ εἰμί, εἰ καὶ ἥμαρτον ὑπὲρ πάντας. κάθαρόν μου τὸν νοῦν τῆς ὑλικῆς προσπαθείας καὶ τῶν ματαίων ἐννοιῶν καὶ τῶν ἀτόπων καὶ πονηρῶν ἐνθυμήσεων καὶ προλήψεων, αἵ με συνέχουσι καὶ συμπνίγουσι νῦν καὶ πολιορκοῦσι· δός μοι καλὸν πάθος ψυχῆς καὶ λογισμὸν ἔμμονον καὶ καρδιακὴν ἔφεσιν καὶ μελέτην διηνεκῆ τῆς
10ἀγαθῆς σου μνήμης καὶ τελείας ἀγάπης ὥστε φαντάζεσθαι τὸ σὸν ἐράσμιον κάλλος ἀεὶ καὶ τὴν σὴν ὡραιότητα βλέπειν· ἀπόπλυνον τελεί‐ ως τοῦ σπίλου τῆς ἁμαρτίας καὶ κάθαρόν με ῥύπου παντὸς ἐμπαθοῦς καὶ μολυσμοῦ καὶ κηλῖδος σαρκὸς καὶ πνεύματος καὶ παράσχου μοι σταθηρὰν γαλήνην καὶ ἄνεσιν καὶ εἰρήνην βαθεῖαν τῶν λογισμῶν, ἵνα
15διὰ πάντων τῆς σῆς ἀπολαύσας χρηστότητος καὶ μακροθυμίας καὶ τῆς πολλῆς ἀγαθότητος καὶ τοῦ σοῦ θείου ἐλέους πλουσίως τυχὼν εὐχαρι‐ στῶ, δοξάζω, ὑμνῶ καὶ μεγαλύνω τὸ σὸν πανάγιον ὄνομα καὶ τοῦ ἀνάρχου σου πατρὸς καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ
πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.