TLG 3146 001 :: DUCAS :: Historia Turcobyzantina

DUCAS Hist., Nepos Michaelis Ducae, fort. Michael Ducas
(Phocaeus Lesbius: A.D. 15)

Historia Turcobyzantina

Source: Grecu, V. (ed.), Ducas. Istoria Turco–Bizantină (1341–1462) [Scriptores Byzantini 1] Bucharest: Academia Republicae Popularis Romanicae, 1958: 29–435.

Citation: Chapter — section — (line)

t

1

MICHAELIS (?) DUCAE HISTORIA TURCOBYZANTINA [Ἀριθμοὶ ἐτῶν ἀπὸ τοῦ αου ἀνθρώπου ἕως τῆς ἡμετέρας γενεᾶς]

1

.

1

Ἀπὸ Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ πλασθέντος παρὰ Θεοῦ, ἕως Νῶε, ἐφ’ ὃν ὁ κατακλυσμὸς γέγονε, γενεαὶ δέκα γεγόνασι· πρώτη, ἡ καὶ παρὰ Θεοῦ, τοῦ Ἀδάμ· μετὰ δὲ σλʹ ἔτη, βα, ἡ τοῦ Σῆθ παρὰ τοῦ Ἀδάμ· μετὰ δὲ τὸν Σῆθ σεʹ ἔτη, γη, ἡ τοῦ Ἑνὼς ἐκ τοῦ Σῆθ· μετὰ δὲ τὸν Ἑνὼς ρϙʹ ἔτη, δη,
5ἡ τοῦ Καϊνὰν ἐκ τοῦ Ἑνώς· μετὰ δὲ τὸν Καϊνὰν ροʹ ἔτη, εη, ἡ τοῦ Μαλελεὴλ ἐκ τοῦ Καϊνάν· μετὰ δὲ τὸν Μαλελεὴλ ρξεʹ ἔτη, ϛη, ἡ τοῦ Ἰάρεδ ἐκ τοῦ Μαλε‐ λεήλ· μετὰ δὲ τὸν Ἰάρεδ ρξβʹ ἔτη, ζη, ἡ τοῦ Ἐνὼχ ἐκ τοῦ Ἰάρεδ· μετὰ δὲ τὸν Ἐνὼχ ρξεʹ ἔτη, ηη, ἡ τοῦ Μαθουσάλα ἐκ τοῦ Ἐνώχ· μετὰ δὲ τὸν Μαθουσάλα ρξζʹ ἔτη, θη, ἡ τοῦ Λάμεχ ἐκ τοῦ Μαθουσάλα· μετὰ δὲ τὸν Λάμεχ ρπηʹ ἔτη, ιη
10ἡ τοῦ Νῶε. Νῶε δὲ ἦν ἐτῶν χʹ καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς, ὥστε ἀριθμεῖσθαι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ.

1

.

2

Ὁμοίως καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ γενεαὶ δέκα, ἔτη χίλια ἑκατὸν εἴκοσι ἕν. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε μετοίκησεν εἰς γῆν Χαναὰν ἐκ τῆς Μεσοποταμίας· κἀκεῖ διατρίψας ἔτη κεʹ ἔτεκε τὸν Ἰσαάκ.
Ἔτεκε δὲ Ἰσαὰκ παῖδας δύο· Ἠσαῦ καὶ Ἰακώβ. Γενόμενος δὲ Ἰακὼβ χρόνων29
5ρλʹ κατῆλθεν εἰς Αἴγυπτον ἅμα τοῖς ιβʹ υἱοῖς αὐτοῦ καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὸν ἀριθμὸν οεʹ. Παρῴκησε δὲ Ἀβραὰμ σὺν τῷ σπέρματι αὐτοῦ εἰς γῆν Χαναὰν ἔτη τετρακόσια τριάκοντα τρία καὶ πληθυνθὲν εἰς δωδεκάφυλον ἐλογίσθη καὶ πλῆθος εἰς ἑξακοσίας χιλιάδας κατεψηφίσθη ἐκ τῶν ιβʹ υἱῶν τοῦ Ἰακώβ, ὧν τὰ ὀνόματα ταῦτα· Ῥουβίμ, Συμεών, Λευί, Ἰούδας, Ἰσάχαρ, Ζαβουλών, Νεφθα‐
10λείμ, Γάδ, Ἀσήρ, Δάν, Ἰωσὴφ καὶ Βενιαμήν.

1

.

3

Καὶ τοῦ μὲν Λευὶ ἀπόγονοι Μωϋσῆς καὶ Ἀαρών· καὶ ὁ μὲν τὸ ἱερα‐ τεύειν ἤρξατο, ὁ δὲ Μωϋσῆς πρὸς τὸ ἄρχειν μεθίστατο· ὃς ἐν τῷ ὀγδοηκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ πατεῖ τὴν Ἐρυθρὰν Θάλασσαν καὶ ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου. Οὗτος ὁ Μωϋσῆς ἤκμασεν ἐν τοῖς καιροῖς Ἰνάχου πρώτου βασιλεύσαντος· οὕτως
5ἀρχαιότεροι Ἑλλήνων Ἰουδαῖοι.

1

.

4

Διατρίψαντες δὲ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα καὶ ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ ἀρχόμενοι ἔτη εἴκοσι πέντε καὶ ὑπὸ τῶν κριτῶν ἔτη τετρακόσια πεντήκον‐ τα τέσσαρα μέχρι τῆς βασιλείας Σαούλ, τοῦ πρώτου παρ’ αὐτοῖς καταστάντος βασιλέως, ἐφ’ ᾧ ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας τίκτεται Δα‐
5βίδ, ὥστε συναθροίζεσθαι ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ δεκατέσσαρες, ἔτη ͵ακδʹ καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, ἔτη χθʹ καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσα‐ ρες, ἔτη φδʹ. Ὁμοῦ κατὰ τὰς τῶν χρόνων ἀκολουθίας συμψηφίσαντες εὕρωμεν ἀπὸ τοῦ
10πρώτου Ἀδὰμ ἕως τοῦ Χριστοῦ ἔτη ͵εφʹ.

1

.

5

Ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ἕως τοῦ Μεγάλου Κωνσταντίνου ἔτη τιηʹ. Ἀπὸ δὲ τῆς βασιλείας τοῦ Μεγάλου Κωνσταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ βασιλέως ἔτη σιʹ· ἐν τῷ 〈χρόνῳ〉 αὐτοῦ ᾠκοδομήθη τὸ μέγα
5τέμενος τὸ ἐπ’ ὀνόματι τῆς τοῦ Θεοῦ ἁγίας Σοφίας παρ’ αὐτοῦ σκευασθέν. Ἀπὸ δὲ τῆς βασιλείας Ἰουστινιανοῦ ἕως τῆς βασιλείας Κωνσταντίνου καὶ
Εἰρήνης τῆς μητρὸς αὐτοῦ ἔτη σξʹ. Ἀπὸ δὲ τῆς βασιλείας Εἰρήνης ἕως τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ ἔτη διακόσια ἐνενήκοντα πέντε.31
10 Ἐβασίλευε δὲ Ἀλέξιος ἔτη λζα καὶ μῆνας δʹ καὶ ἥμισυ· Ἰωάννης, ὁ υἱὸς αὐτοῦ, ἔτη κδʹ μῆνας ηʹ· Μανουήλ, ὁ υἱὸς Ἰωάννου ἔτη λζα μῆνας θʹ· Ἀλέξιος, ὁ υἱὸς Μανουήλ, καὶ Ἀνδρόνικος, ὁ φονεὺς Ἀλεξίου, ἔτη γʹ, ὥστε εἶναι τὰ πάντα ἔτη τῆς βασιλείας τῶν Κομνηνῶν ἔτη ραʹ μῆνας θʹ.

1

.

6

Μετὰ δὲ τὸν Ἀνδρόνικον ἐβασίλευσεν Ἰσαάκιος ὁ Ἄγγελος ἔτη θʹ μῆ‐ νας ηʹ· Ἀλέξιος ὁ Ἄγγελος, ἀδελφὸς Ἰσαακίου, ἔτη θʹ· Δούκας ὁ Μούρτζου‐ φλος μῆνας βʹ, ὥστε εἶναι ἀπὸ κτήσεως κόσμου ἕως τῆς βασιλείας Δούκα, ἐν ᾗ καὶ ἑάλω ἡ Κωνσταντινούπολις παρὰ τῶν Λατίνων, ἔτη ͵ϛψιβʹ, Ἀπριλίῳ ιβʹ
5ἡμέρᾳ δευτέρᾳ τῆς ϛηϛ ἑβδομάδος τῶν νηστειῶν.

2

.

1

Μετὰ δὲ τὴν τῆς Πόλεως ἅλωσιν ἐβασίλευσε Θεόδωρος Λάσκαρις ἐν Νικαίᾳ ἔτη ιηʹ· Ἰωάννης Δούκας ὁ Βατάτζης καὶ γαμβρὸς Θεοδώρου τοῦ Λά‐ σκαρι ἐπὶ θυγατρὶ ἐν τῇ Μαγνησίᾳ τῇ ἐν Σιπύλῳ, ἔτη λγʹ· Θεόδωρος Λάσκα‐ ρις, ὁ υἱὸς αὐτοῦ, ἔτη δʹ· Ἰωάννης Λάσκαρις ὁ καὶ πρὸ τοῦ στεφθῆναι τυφλω‐
5θεὶς παρὰ τοῦ Μιχαὴλ τοῦ Παλαιολόγου καὶ ἐξωσθεὶς τῆς βασιλείας 〈ἔτη γʹ〉· ἐν τῷ γω αὐτοῦ ἔτει ἐξώσθησαν καὶ οἱ Λατῖνοι τῆς Πόλεως καὶ εἰσῆλθε βασιλεύων ἐκ τῆς ἀνατολῆς Μιχαὴλ ὁ Παλαιολόγος.

2

.

2

Μέχρι τῆς βασιλείας τούτου ἡ Μικρὰ Ἀσία, Παφλαγονία, Μυσία, ἡ καὶ Βιθυνία, Φρυγία Μεγάλη, Φρυγία Καπατιανή, Καρία καὶ μέρος Κιλικίας, Λυδία πᾶσα ὑπὸ Ῥωμαίους τελοῦσαι ἦσαν. Οἱ δὲ Τοῦρκοι ἐγκάτοικοι Λυκαονίας ὄντες τὰ ἐπείκεινα ἦρχον, ἤτοι Λυκαονίαν, Καππαδοκίαν, Γαλατίαν, Παμφυλίαν,
5Ἀρμενίαν, Ἑλενόποντον, Πισιδίαν, Λυκίαν, Κοίλην, Συρίαν καὶ ἕτερα.

2

.

3

Ἐβασίλευσε δὲ Μιχαὴλ ἔτη κδʹ· μετὰ δὲ τὸν Μιχαὴλ ὁ υἱὸς αὐτοῦ Ἀνδρόνικος ὁ Παλαιολόγος ἔτη μγʹ· ἐν τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ ἑάλω μη‐ τρόπολις τῆς Ἀσίας Ἔφεσος καὶ ἡ ἐπαρχία Καρίας παρὰ τοῦ Μανταχία· καὶ ἡ Λυδία παρὰ τοῦ Ἀτὴν ἄχρι Σμύρνης· καὶ ἡ Μαγνησία μέχρι Περγάμου με‐
5τὰ πάσης τῆς Μαγεδὼν ἐπαρχίας παρὰ τοῦ Σαρχάν· Φρυγία πᾶσα παρὰ τοῦ Καρμιάν· ἑτέρα Φρυγία ἡ Μεγάλη ἀρχομένη ἀπὸ Ἀσσοῦ πόλεως ἄχρι καὶ Ἑλ‐ λησπόντου παρὰ τοῦ Καρασή. Βιθυνία πᾶσα καὶ μέρος τῶν Παφλαγόνων παρὰ τοῦ Ὀθμάν· οἳ ἦταν ἀρχηγοὶ Τούρκων.33

2

.

4

Σὺν αὐτῷ δὲ τῷ Ἀνδρονίκῳ ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ. Μετὰ δὲ τὸν Μιχαὴλ ἐβασίλευσεν Ἀνδρόνικος ὁ ἐπονομαζόμενος νεώτερος ἔτη ιγʹ· με‐ τὰ δὲ τὸν Ἀνδρόνικον Ἰωάννης ὁ Παλαιολόγος, ὁ υἱὸς αὐτοῦ, νέος ὢν καὶ παι‐ δαγωγούμενος παρὰ κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ.

2

.

5

Ἐν τῷ αὐτοῦ χρόνῳ ἤρξαντο οἱ Τοῦρκοι περᾶν τὸν Ἑλλήσποντον ἐκ μὲν τῆς Ἀσίας Ὁμοῦρ, ἔκγονος Ἀτήν, ἀρχηγὸς Τούρκων, δεσπόζων Σμύρναν, Ἔφεσον καὶ τὰ πέριξ, ἐκ δὲ Προύσης Ὀρχάν, ἔκγονος τοῦ ῥηθέντος Ὀθμάν. Περῶντες γοῦν λῃστρικῷ τρόπῳ ἐπόρθουν Χεῤῥόνησον πᾶσαν καὶ παράλιον Θρᾴ‐
5κης· μὴ ἔχοντες τὸν ἀνθιστάμενον ἢ ἀνταίροντα ἀφόβως ἄχρι Διδυμοτείχου καὶ πρὸς τὴν βασιλεύουσαν ἄχρι Σηλυβρίας κατέτρεχον, ὡς τὴν πᾶσαν Θρᾴκην ὑπὸ χεῖρα ποιήσοντες. Ἐν τῇ βασιλείᾳ γοῦν τοῦ ῥηθέντος Ἰωάννου ἔτι μείρακος ὄντος, ἑάλω Χίος νῆσος παρὰ τῶν Γενουϊτῶν καὶ αἱ λοιπαὶ Κυκλάδαι νῆσοι παρὰ τῶν ἀπὸ Ναυάρας ἀφικομένων Φράγκων καὶ Πελοπόννησος πᾶσα πλὴν Λακεδαιμόνων
10καὶ Μονεμβασίας· καὶ αἱ κατ’ Ἰωνίαν Φώκαιαι παρὰ τῶν Γενουϊτῶν.

3

.

1

Ἐν δὲ τῷ αὐτῷ ἔτει ἐτεθνήκει καὶ ὁ προῤῥηθεὶς Ὀρχάν, ὁ ἀρχηγὸς τῶν Τούρκων, καταλιπὼν τὴν ἡγεμονίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Μουράτ· ὃς ἐγκρα‐ τέστερος τῶν Θρᾳκικῶν πόλεων γενόμενος, πολιορκήσας τὴν Ἀδριανούπολιν ἔσχε καὶ Θετταλίαν πᾶσαν πλὴν Θεσσαλονίκης. Ὡς οὖν σχεδὸν πᾶσαν τὴν Ῥωμαίων
5γῆν ὑπὸ χεῖρα κατέχων, καὶ εἰς Τριβαλλοὺς ἀφίκετο· καὶ πολλὰ τῶν αὐτῶν πο‐ λίχνια καὶ κώμας ἀφανίσας καὶ τοὺς οἰκήτορας αἰχμαλώτους ποιῶν εἰς τὴν πε‐ ραίαν διὰ τοῦ ἐν Χεῤῥονήσῳ πορθμοῦ ἀπέμπεμπε. Ὁρῶν οὖν ταῦτα ὁ τότε τὴν
Σερβίαν κραλεύων Λάζαρος, υἱὸς Στεφάνου τοῦ κράλη Σερβίας, συναγηοχὼς πᾶσαν τὴν ὑπ’ αὐτοῦ δύναμιν συμπλέκεται τῷ τυράννῳ καὶ ἐξ ἀμφοῖν τῶν δυ‐35
10νάμεων πίπτουσι πλεῖστοι. Εἶτα γίνεταί τι καινὸν καὶ ὑπὲρ λόγον τεχνούργημα. Ἀνήρ τις τῶν ἐνδόξων, Σέρβος νέος, ἀνδρεῖος καὶ τολμηρὸς ὡς οὐδεὶς ἄλλος τῶν τότε, καθὼς ἀπεδείχθη, ἀποσπασθεὶς ἐκ τῆς φάλαγγος τῶν χριστιανῶν εἰς μέσον τῆς παρατάξεως τῶν Τούρκων ὡς αὐτόμολος πίπτει. Καὶ δῆτα ἁρ‐ πάσαντες οἱ Τοῦρκοι τοῦτον, αὐτὸς δὲ τὸν ἡγεμόνα ὀνομαστὶ καλῶν καὶ „Βού‐
15λομαι τοῦτον ἰδεῖν καὶ λόγους τινὰς ὑποψιθυρίσαι, ὡς ἐγκρατὴς γενέσθαι του‐ τουῒ τοῦ πολέμου, ἕνεκα γὰρ τούτου αὐτόμολος ἐληλύθειν,“ εἰπών, τὸν ἡγεμόνα δεικνύουσι. Ὁ Μουρὰτ δὲ διὰ τῆς χειρὸς δειγματίσας τοῦτον ὡς πρὸς αὐτὸν ἐλθεῖν, ὁ νέος ὁρμήσας καὶ πλησίον ἐλθὼν ξιφιδίῳ κατὰ καρδίας καιρίαν δίδωσι πληγήν· καὶ αὐτὸς παρὰ τῶν πελεκυφόρων καὶ ὑπασπιστῶν τοῦ Μουρὰτ μελη‐
20δὸν κατατέμνεται.

3

.

2

Τότε οἱ Τοῦρκοι τὸ παρ’ ἐλπίδα καινὸν θεασάμενοι καὶ οἷον κακὸν αὐ‐ θωρὸν ἐπ’ ὄψιν ἐπιπεσὸν μὴ ἐνεγκάμενοι, βουλὴν εὐσύνοπτον βουλεύονται μάλα καὶ σοφιστικήν. Ἐν μέσῳ τῆς παρατάξεως σκηνὴν πεπηγότες εἴσω τὸν ἡμιθανῆ Μουρὰτ τεθήκασιν· αὐτοὶ δὲ ὡς οὐδένα τοὺς πολλοὺς κινδύνους ἀπώσαντες, εἴσω
5τῶν παρατάξεων ὡς κύνες λυττῶντες ἐχώρησαν. Οἱ δὲ Σέρβοι ἀγνοοῦντες τὴν εἰς αὐτοὺς γενηθεῖσαν παρὰ τοῦ καλοῦ νέου ἐκείνου εὐστοχίαν καὶ τὴν εἰς τοὺς Τούρκους τοῦ ἡγεμόνος ζημίαν, ἀλλὰ μᾶλλον ἀπεγνωκότες, ὡς ὁ καλὸς ἐκεῖνος στρατηγὸς ἄτερ κέρδους τοῦ προσδοκουμένου ἀπώλετο, δειλοκαρδίως κἀκεῖνοι πρὸς τοὺς Τούρκους ἀντεῖχον, ἕως οὗ τέλος ὁ πόλεμος εἴληφε. Συλλαμβάνεται
10οὖν ὁ Λάζαρος καὶ σὺν αὐτῷ τῶν μεγιστάνων οἱ πλεῖστοι, οὓς ἀπαγαγόντες ἐν τῇ σκηνῇ, ᾗ ἔκειτο ὁ Μουρὰτ ἤδη τὰ λοίσθια πνέων, σὺν τῷ Λαζάρῳ πάντας τοὺς ὑπ’ αὐτὸν ἄρδην κατέσφαξαν· καὶ σὺν αὐτοῖς καὶ Μουράτ, ἄμφω τέλος ἐδέξαντο.

3

.

3

Τὸ δεξιὸν κέρας μήπω τῶν πραττομένων αἰσθόμενόν τι, ἀλλ’ οὔτε τὸ ἀριστερόν, ἐν δὲ τῇ οὐραγίᾳ ταῦτα ἐπράχθησαν. Ἦν δὲ ὁ ἔξαρχος τοῦ δεξιοῦ κέρατος Σαβούτζιος, ὁ πρῶτος τῶν υἱῶν Μουράτ, τοῦ δὲ ἀριστεροῦ ὁ δεύτερος ὁ καὶ Παγιαζήτ, δεινὸς καὶ δραστήριος ὡς οὐδεὶς τῶν ἄλλων, ὃν καὶ μετακαλέ‐
5σαντες οἱ τῆς βουλῆς ἐξοχώτατοι τοῦ Μουράτ, οὓς καὶ βεζίρηδας κατὰ τὴν αὐ‐ τῶν γλῶτταν καλοῦσιν, ἀνακαλύπτουσι τὰ γενόμενα καὶ τὸ πτῶμα τὸ πατρικὸν ἐμφανίζουσιν. Ὁ δὲ οὐδὲ σχῆμα οἰμωγῆς ἢ κλαυθμοῦ ἐν ταῖς παρειαῖς ἀναφα‐ νὲν μετακαλεῖται Σαβούτζιον τὸν ἀδελφὸν ὡς δῆθεν ἐκ τοῦ πατρός, ἵνα σκέψων‐
ταί τι βαθύτερον. Ἀναγνοοῦντος δὲ τοῦ Σαβουτζίου τὸ δρᾶμα, ἑκὼν ἔρχεται ὡς37
10πρὸς τὸν πατέρα καὶ ἄκων συλλαμβάνεται παρὰ τοῦ ἀδελφοῦ καὶ τοὺς ὀφθαλ‐ μοὺς ἐξορύττεται.

3

.

4

Καὶ ἀρχηγὸς τῶν Τούρκων ὁ Παγιαζὴτ ἀναδείκνυται, ἀνὴρ δεινὸς καὶ περὶ τὰ πολεμικὰ ἔργα γρήγορος, χριστιανομάχος ὡς οὐδεὶς τῶν κατ’ αὐτόν, ἐν τῇ τῶν Ἀράβων θρησκείᾳ μαθητὴς τοῦ Μωάμεδ θερμότατος, φυλάττων τὰς ἀθέσμους αὐτοῦ ἐντολὰς ἄχρι καὶ τῆς ὑστάτης στιγμῆς, ἄγρυπνος καὶ διανυκτε‐
5ρεύων ἔν τε βουλαῖς καὶ μηχανουργίαις κατὰ τῶν τοῦ Χριστοῦ λογικῶν προ‐ βάτων.

4

.

1

Οὗτος τὴν ἡγεμονίαν ἀναδυσάμενος πρῶτον μὲν Σέρβους μετὰ τὴν πτῶσιν Λαζάρου καὶ τοῦ Μουράτ, ὡς λόγος φθάσας ἐδήλωσεν, ὑποτελεῖς καὶ ὑποφόρους πεποίηκεν, ὁμήρους τε καὶ συνθήκας λαβών, ὡς ὁ τοῦ Λαζάρου ἐκεί‐ νου υἱὸς Στέφανος, ὃν καὶ κράλην ἡ Σερβία μετὰ τὴν συμφορὰν ἐκείνην κεχει‐
5ροτόνηκεν, εἴη σὺν τῇ στρατιᾷ αὐτοῦ, ὅποι διάγει ὁ Παγιαζήτ, κἀκεῖνος συνεκ‐ στρατεύεσθαι καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαρίαν, τὴν τοῦ Λαζάρου θυγατέραν, εἰς γάμον ἐκδώσειν αὐτῷ, παρθένον οὖσαν καὶ τρυφεράν, καὶ ἀργύρου τάλαντα ἱκανὰ ἐκ τῶν μετάλλων Σερβίας.

4

.

2

Καὶ οὕτω μὲν Σέρβοι τοῖς Τούρκοις ὑπόσπονδοι γεγονότες, ὁ Παγιαζὴτ πᾶσαν τὴν ἱππικὴν τῶν Θρᾳκικῶν καὶ Θετταλικῶν δυνάμεων συναγηοχὼς ἐπὶ τὴν περαίαν τὴν πρὸς ἕω τὴν πορείαν ποιεῖ καὶ διαβὰς τὸν πορθμὸν τὸν ἐν μέσῳ Καλλιουπόλεως καὶ Λαμψάκου μετὰ πολλοῦ συμμαχικοῦ Τούρκων τε καὶ Ῥω‐
5μαίων τῶν ὑπὸ χεῖρα ἐπὶ τὸ Κοτυάειον ἀνατρέχει, μητρόπολιν τῆς Φρυγίας, καὶ τήν τε πόλιν εἷλε καὶ τὸν Καρμιὰν τὸν ἀρχηγὸν τῆς Φρυγίας. Γενόμενος δὲ ἐν τοῖς πράγμασι τῆς Φρυγίας ὁ Παγιαζὴτ τὸν Καρμιάνον ἐν τῇ Προύσῃ ἐξέ‐ πεμψεν· ὁ δ’ ἀποδράσας εἰς Πέρσας ἐξέφυγεν. Ὁ δὲ Παγιαζὴτ τὴν Φρυγίαν διαβὰς καὶ ἀπὸ Λαοδικείας εἰς Ἔφεσον κατελθὼν ἐγκρατὴς τῆς Ἰωνίας ἐγένετο
10καὶ τὸν Ἰεσαί, ἔγγονον τοῦ Ἀτήν, ἀρχηγὸν ὄντα τῆς Ἰωνίας κατασχὼν ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ἐξώρισεν· κἀκεῖ τὸ λοιπὸν τῆς ζωῆς αὐτοῦ διεβίβασεν. Τὰς δὲ δυνάμεις πάσας διαβιβάσας τὸν Μαίανδρον καὶ Καρίαν πᾶσαν καὶ Λυ‐ κίαν ἀψοφητὶ λαβών, ὁ τούτων ἀρχηγὸς Ἐλιὲζ πρὸς Πέρσας φυγὰς ὤχετο.

4

.

3

Λαβὼν δὲ τὰς δυνάμεις πάσας, ὀπισθορμῶν ἐν τῇ Λυδίᾳ παραγίνεται, τὴν πορείαν ἀπὸ τοῦ Τμώλου, τοῦ μεγίστου ὄρους τῆς Λυδίας, εἰς Σάρδεις, μη‐ τρόπολιν τῆς Λυδίας, κατελθών. Καὶ πρὸς Μαγνησίαν τὴν ἐν Σιπύλῳ τὴν πο‐ ρείαν ποιούμενος, ἐξῆλθεν εἰς συνάντησιν αὐτοῦ Χχηδήρ, ὁ ἀρχηγὸς Λυδίας καὶ
5τῶν Αἰολίδων πόλεων, ὁ ἔγγονος τοῦ Σαρχάν, καὶ παρέδωκεν ἑαυτόν. Αὐτὸς δὲ μεταδοὺς μερικῆς τιμῆς, ἐπεὶ γαμβρὸς ἐπ’ ἀδελφῇ ἦν ὁ Χχηδήρ, πέμπει τοῦτον
πρὸς Προῦσαν, ὡς ἐν ὀλίγῳ δὲ καὶ φαρμάκῳ τοῦτον ἀπέκτεινεν. Ὁ δὲ Παγια‐ ζὴτ τὴν πρὸς Φιλαδέλφειαν ἀπάγουσαν εἶχεν ὁδόν· καὶ γὰρ αὕτη ὡς ὑπερέχουσα τῷ μεγέθει καὶ πολύανδρος οὖσα ἐπεκράτει ἔγγιστά που τοῖς ρʹ ἔτεσιν. Καὶ ἡ39
10ὑφήλιος πᾶσα ἦν ὑπόχειρος παρὰ τῶν Τούρκων, ἡ δὲ πόλις αὕτη δίκην ἀστέρος ἐν συννεφώδει μεσουρανήματι φαίνουσα ἦν. Πολιορκήσας δὲ ταύτην ... καὶ μὴ δυνάμενοι διὰ τὴν ἔνδειαν τῶν τροφῶν παρεδόθησαν. Λαβὼν δὲ τὰς δυνάμεις πάσας τῆς ἕω, προκαταστήσας ἐν ταῖς ἐπαρχείαις ἀρχηγοὺς καὶ ἡγεμόνας, οὓς αὐτὸς ἠβούλετο, πρὸς τὰ ἑσπέρια χωρεῖ. Καὶ δὴ τὸν πορθμὸν διαβάς, ἐπεὶ τὸ
15τῆς Καλλιουπόλεως φρούριον πρὸ πολλοῦ καιροῦ παρά τε τῶν Κατελάνων καὶ παρ’ αὐτῶν Τούρκων διεφθαρμένον καὶ εἰς παντελῆ ἀφανισμὸν ἦν, αὐτὸς ἐκ βάθρων ἄλλο καινὸν ᾠκοδόμηκε καὶ ὁρμητήριον ἕνεκα τριήρεων φυλακήν· καὶ πύργον ὑπερμεγέθη πρὸς ἀντιπαράταξιν ὑπερεστηκότα τοῦ λιμένος ᾠκοδόμησεν.

5

.

1

Ὁ δὲ βασιλεὺς Ἰωάννης ὑπερβὰς τὴν μειρακιώδη καὶ νεανικὴν μεθηλι‐ κίωσιν καὶ τὴν ἀνδρῴαν μεθ’ ὅσης ναρκότητος πρὸς τὴν πρεσβυτικὴν ἑτοιμάζετο τῷ τότε καιρῷ, καὶ γὰρ νέος ὢν καὶ παιδαγωγῷ χρώμενος κυρῷ Ἰωάννῃ τῷ προῤῥηθέντι Καντακουζηνῷ, ἀνδρὶ συνετῷ καὶ περὶ τὰ πολεμικὰ μαχιμωτάτῳ
5καὶ τῶν εὐγενῶν, ὡς εἴποι τις, ἄνθος εὔοσμον. Τοιοῦτον γὰρ ὄντα καὶ ὁ προβε‐ βασιλευκὼς Ἀνδρόνικος κατὰ πάντα ὡς ἀδελφὸν ἡγεῖτο καὶ τὴν βασιλείαν σὺν τῷ παιδί, τελευτῶντος, ἀνέθετο. Ἀλλ’ ἡ τῶν Ῥωμαίων οὐκ ἀγαθὴ τύχη μῖσος ἐνέσπειρε καὶ φθόνον ἀπέτεκε, καὶ γὰρ φθονοῦσι μᾶλλον τοῖς μᾶλλον ἐπ’ ἀρετῇ προιοῦσιν.

5

.

2

Ὅθεν καὶ κατὰ τὸν τότε καιρόν, νέος ὢν ἔτι ὁ βασιλεὺς Ἰωάννης, ἠβούλετο ὁ Καντακουζηνὸς κηδεστὴς αὐτοῦ γενέσθαι ἐπὶ θυγατρὶ Ἑλένῃ. Οἱ δὲ λοιποὶ τῆς συγκλήτου φθονοῦντες, πρὸς τὴν μητέρα τοῦ βασιλέως, ἐξ Ἀλαμανῶν καὶ Γερμανῶν ὡς ἐκ συνήθους μακροῦ τῷ βασιλεῖ τῶν Ῥωμαίων ἀγαγέσθαι
5νύμφην ἔφασκον, οὐχὶ δ’ ἐκ τοῦ ὑπηκόου, „ὅπως ἀρωγὴν καὶ βοήθειαν ἐν καιρῷ
δεομένῳ παρὰ τοῦ γένους ἐκείνου σχοίημεν.“—Συγκατανευούσης οὖν εἰς τοῦτο καὶ τῆς δεσποίνης Ἄννης, ὡς ὅτι καὶ ἐξ Ἀλαμανῶν ἦν καὶ προθύμως εἶχε πάλιν ἐκ τῶν αὐτῶν αἱμάτων πορφύραν βάψαι τῷ βασιλεῖ καὶ παιδί, παρορᾶται Καν‐ τακουζηνός. Καὶ αὐτὸς τῆς ἐπιτροπῆς τὸν φόρτον ἀποφορτίζεται· ἔξεισι τῆς Κων‐41
10σταντίνου καὶ πρὸς Μακεδονίαν μεθίσταται. Καὶ οἱ τὸν φθόνον τρέφοντες εὗρον εὐχέρειαν καὶ καθοσίωσιν κατ’ αὐτοῦ πλάττουσιν· καὶ τῇ βασιλίδι καὶ μητρὶ τοῦ βασιλέως τὸ πλάσμα ὡς πρᾶγμα βέβαιον ἀπαγγέλουσι καὶ δοκίμιον τοῦ πράγ‐ ματος τῇ δεσποίνῃ συμβουλεύονται· „Γενηθήτω,“ λέγοντες, „πρόσταγμα παρὰ τῆς σῆς βασιλείας πρὸς τὸν δομέστικον, ὥστε λαβεῖν τὰς τῶν Μακεδόνων ἴλας
15καὶ ἐλθεῖν τάχυ πρὸς τὸ Βυζάντιον.“—Ἐκεῖνοι μὲν γὰρ ἐνενόουν· εἰ μὲν ἀπαντή‐ σει πρὸς τὸ θέσπισμα, τὸν θηρώμενον ἕξουσιν ὡς ἀνδράποδον· εἰ δ’ ἀπορκούσει τὸ προσταχθέν, εὔδηλον τὴν κατηγορίαν καταγγελοῦσι καὶ ἄλλον ἐν τοῖς πράγ‐ μασι χειροτονήσουσιν ἔφεδρον.

5

.

3

Οἱ δὲ τοῦ Καντακουζηνοῦ προσγενεῖς τε καὶ φίλοι τὸ δρᾶμα λαθραίως διὰ γραφῆς δηλοῦσι καί· „Εἰ μὲν βούλει τὸν ἥλιον ὁρᾶν καὶ σκότους ἀπέχεσθαι, τὰ πρωτεῖα τῇ παρακοῇ νέμε,“ γεγράφασιν· „εἰ δ’ ὑπήκοος γένῃ, ἕξεις πρὸ θα‐ νάτου τὴν σκότωσιν.“—Ταῦτα μαθὼν ὁ Καντακουζηνὸς καὶ τοῦ θεσπίσματος κα‐
5ταφρονήσας, προφανῶς ἀντέστη. Οἱ δὲ τῆς πόλεως ἄλλον ἀντ’ αὐτοῦ ψηφίζου‐ σιν ἔπαρχον, Ἀλέξιον τὸν Ἀπόκαυκον, ἄνδρα ἀγενῆ τε καὶ ἄνανδρον, πλὴν ποι‐ κίλον ἐν πανουργίᾳ καὶ δεινὸν ἐν σκαιότητι, ὃν καὶ μέγα δοῦκαν ἡ βασιλὶς ὠφφι‐ κίωσεν.

5

.

4

Οὗτος μαθὼν τοὺς τὸν Καντακουζηνὸν ἀπαγγείλαντας τὰ γενόμενα καὶ συλλαβὼν ἅπαντας προσγενεῖς τε καὶ φίλους, ἐν τῷ φρουρίῳ τοῦ Μεγάλου Παλατίου ἀπέκλεισε τὸν ἀριθμὸν ὑπὲρ διακοσίους, ἄνδρας ἡμιθέους ἥρωας καὶ Πελοπίδων καὶ Αἰακίδων ἀπόγονα. Τούτους ἔχων ἔνδον ὡς στρουθία εἰς πάγην
5καὶ φοβηθεὶς μή ποτε νεωτερίσαντες ἀντέχωσι τοῦ φρουρίου καὶ γέγωνται οἱ δέσ‐ μιοι ἐγκρατεῖς δι’ ἐπισκέψεως τῶν συγγενῶν καὶ φίλων, καὶ γὰρ τὸ πλεῖστον τῆς πόλεως μέρος, ὅσον τῆς γερουσίας ὅσον τὸ συρφετόν, ἐσέβετο Καντακουζη‐ νὸν ὡς μεγαλοδωρότατον καὶ εἰς ἅπαντας εὐεργετικώτατον, βουλεύεται βουλὴν πονηράν· τὴν μὲν ἡμέραν ἔχειν ἀλλήλοις τὸν ὅμιλον καὶ συνδιάγειν ἐντὸς τοῦ
10φρουρίου τοὺς ἅπαντας, τὴν δὲ νύκτα κατὰ μέρος σύνδυο καὶ σύντρεις ἀσφαλί‐ ζεσθαι ἐν οἰκίσκοις τισί. Τὸ δὲ βουληθὲν εἰς ἔργον ἤγετο· καὶ δὴ σανίδαι καὶ
ξύλα καὶ τέκτονες παρεσκευάζοντο. Ὡς δὲ τὸ πραττόμενον οἱ φρουρούμενοι ἔγνω‐ σαν, εἶπον ἐν ἑαυτοῖς· „Οὐκ ἄλλο τοῦτο πλὴν προφανὴς ἡμέτερος ὄλεθρος· ἡ γὰρ ἀπ’ ἀλλήλων διάστασις τὴν νυκτώδη πνιγμονὴν ἢ τὴν ἐν βυθῷ τῆς θαλάσ‐43
15σης καταπόντωσιν προμαντεύεται.“—Ταῦτ’ ἔφασκον καὶ εἰς ἀθυμίαν ἐνέπεσον. Ὁ δ’ Ἀπόκαυκος ἐλθὼν τοῦ μεθοδεῦσαι τὰς σκηνὰς πῶς δεῖ πῆξαι τοῖς ἀρχι‐ τέκτοσιν, μόνος ἔφιππος οὐκ ἄλλου τινὸς συνιππεύοντος πλὴν ἑνὸς δούλου καὶ τούτου πεζοποροῦντος ὡς ἔθος, ἐντὸς δὲ τῆς θύρας τοῦ φρουρίου γενόμενος καὶ τοῦτον οἱ ἐκεῖ κατεχόμενοι ὡς φθορέα κοινὸν καὶ ψυχάρπαγα θεασάμενοι, μίαν
20τῶν παρατυχόντων σανίδων φλιᾶς ἕνεκα λεπτυνθεῖσαν λαβὼν εἷς τῶν προυχόν‐ των ἐκ γένους Ῥαοὺλ ἀντὶ ξίφους παίει κατὰ κεφαλῆς τὸν Ἀπόκαυκον. Ὁ δὲ κατὰ γῆς ἀπὸ τοῦ ἵππου ὡς ἀπ’ οὐρανοῦ ἄλλος Σατὰν πίπτει. Ὁ δὲ δοῦ‐ λος πλέκεται τῷ Ῥαοὺλ καὶ ἄμφω μονομαχοῦντες εἱστήκεσαν. Τούτων δ’ ἀσχο‐ λουμένων ἐπὶ τῇ πάλῃ, ἕτερος τῶν ἐγκλείστων πέλεκυν παρὰ τῶν τοῦ τέκτονος
25χειρῶν ἁρπάσας τὸν χαμαὶ πεσόντα καρατομεῖ καὶ τὴν κεφαλὴν ἐν ἑνὶ μέρει τῶν προμαχώνων ξύλῳ πεπερονημένην προσπήγνυσι.

5

.

5

Τοῦτο οὐκ εἰς μικρὰν ἀθυμίαν ἐνέβαλε τοὺς Βυζαντίους σὺν ἅμα τῇ κρατούσῃ καὶ παντὶ τῷ στρατῷ. Ἀλλὰ φύρδην ἅπαντες συνδραμόντες ἐντὸς τοῦ παλατίου εἰσῆλθον οὐκ ἀκόπως οὐδ’ ἀναιμωτί, ἀλλὰ μετὰ πολλῆς τῆς βίας· καὶ πάντας κατέσφαξαν πλὴν ἓξ σωθέντων ἐν τῷ ὑπογαίῳ τοῦ ναοῦ τῆς Νέας· καὶ
5γὰρ τοὺς πλείονας ἐν μέσῳ τοῦ ναοῦ τούτου κατέθυσαν οὐκ αἰδοῖ ἢ φειδοῖ χρη‐
σάμενοι τῶν ἀδύτων ἕνεκα καὶ τοῦ θυσιαστηρίου. Ἐξ ὧν εἷς ὁ πρὸς πατρὸς ἐμὸς πάππος ἐτύγχανεν· Μιχαὴλ Δούκας. Οἱ καὶ ἄμφια ἐνδυθέντες μοναχῶν τῶν ἐκ τῆς μονῆς ἐξῄεσαν τῆς Κωνσταντίνου καὶ τὴν περαίαν διαβάντες εἰς τὰ μέρη τῆς ἕω διεσπάρησαν, οἱ μὲν εἰς Βιθυνίαν, ἕτερος ἀλλαχοῦ, ὁ δ’ ἐμὸς πάππος εἰς45
10Ἀσίαν. Καὶ δὴ ἐντυχὼν τῷ Ἐσέ, τῷ υἱῷ τοῦ Ἀτήν, καὶ τὰ κατ’ αὐτὸν δῆλα ποιήσας,—καὶ γὰρ ὑπῆρχε παιδείας μεστὸς καὶ πάσης ἄλλης τῆς ἔξω σοφίας ἀνάπλεος καὶ ἰατρικῆς τέχνης οὐκ ἄμοιρος, γένει τε καταγόμενος τῶν ἀνέκαθεν Δούκων κἀκ τῆς αὐτῆς σειρᾶς· χρυσόκοσμος κρίκος,—δεξιοῦται τοῦτον ὁ τύ‐ ραννος καὶ προνοεῖ καὶ φιλοτιμεῖται τὸν ἄνδρα σιτηρεσίοις παντοίοις καὶ εὐερ‐
15γεσίαις ἀμείψας καὶ τοῦτον ἐν Ἐφέσῳ καθίστησιν. Καὶ τὴν μετοικίαν ὡς πα‐ τρίδα ἐνηγκαλίσατο καὶ τὸν ἀλλογενῆ καὶ βάρβαρον ὡς θεόστεπτον ἔσεβε καὶ ἐτίμα, εἰς νοῦν λαμβάνων τὰς ἀτασθαλίας τῶν Ῥωμαίων καὶ προβλέ‐ πων, ὡς ὅτι ἐν ὀλίγῳ πάντα τὰ τῆς Θρᾴκης καὶ μέχρι Δανούβεως ὑπὸ χεῖρας τῶν Τούρκων πεσοῦνται καὶ αὐτοκράτορες φανήσονται ὡς ἐν ὀλίγῳ, καθὼς καὶ
20πρὸ ὀλίγου ἐν Φρυγίᾳ τε καὶ Ἀσίᾳ καὶ τῶν ἐπέκεινα ἐγένοντο, Θεοῦ παραχω‐ ροῦντος διὰ τὰς ἀνομίας τῶν τότε πολιτευομένων Ῥωμαίων καὶ ἡμετέρων ἀπο‐ πάππων.

6

.

1

Ὁ γὰρ Ἰωάννης ὁ Καντακουζηνός, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλω‐ σεν, μαθὼν τὴν γεγονῶσαν εἰς τοὺς αὐτοῦ συγγενεῖς τε καὶ φίλους ἄδικον σφα‐ γήν, καί τινες ἐκ τῆς πόλεως εἰς αὐτὸν ἀφικόμενοι οὐκ ὀλίγοι τὸν ἀριθμόν, προσγενεῖς ὄντες αὐτῷ καὶ τῶν φονευθέντων καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας πλείο‐
5νες, μελανειμονοῦντες παρέστησαν τῷ Καντακουζηνῷ, κλαίοντες καὶ ὀλοφυρόμε‐ νοι καὶ καταβοῶντες αὐτοῦ, ὡς· „Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν καὶ τοὺς ἡμετέρους ἀπεβαλόμεθα καὶ τὸ ἄνθος τῶν Ῥωμαίων κατεμαράνθη καὶ ὄλω‐ λεν· ἡ βασιλεία ἐν χερσὶ γυναικείαις κερκίδος δίκην παρακλώθουσα καὶ παρα‐ τρακτοῦσα τὴν ἁλουργίδα, ἡ ἀρχὴ ἐν ὑπομαζίῳ βρέφει μόλις τὸν νοῦν καὶ τὴν
10γλῶτταν ἐν παιγνίοις καὶ ψελλίσμασιν ἐνεργεῖν δυναμένῳ, ἡ δυναστεία ἐν ἀγο‐ ραίοις καὶ μηδαμινοῖς ἀνδράσι, πείσθητι τῶν ῥημάτων ἡμῶν καὶ ἀντιλαβοῦ τὴν ἡγεμονίαν καὶ περίζωσαι τὴν ῥωμφαίαν σου ἐπὶ τὸν μηρόν σου καὶ ἔντεινε καὶ
κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.“47

6

.

2

Τότε ὁ Καντακουζηνὸς ἀναλογισάμενος τὰς ἐπαναστάσεις τῆς βασιλί‐ δος καὶ τῆς συγκλήτου, φθόνῳ φερόμενοι κατ’ αὐτοῦ ἄνευ τινὸς εὐλόγου αἰτίας καὶ τῆς τυχούσης ἐπιβουλῆς, συνυπακούει τοῖς Ῥωμαίοις καὶ ἀμφιέννυται τὰ κόκκινα καὶ τὰ σηρικὰ πέδιλα καὶ βασιλεὺς παρὰ τοῦ στρατοῦ ἀναγορεύεται·
5οἶμαι τοῦ Θεοῦ εἰς τοῦτο σκληρύναντος τὴν καρδίαν αὐτοῦ τοῦ διχοστατῆσαι τὴν βασιλείαν Ῥωμαίων καὶ διὰ μέσου τούτων εἰσάξαι τοὺς Τούρκους τοῦ κα‐ ταφθεῖραι πᾶσαν γῆν Ῥωμαίων τὴν ὑπὸ χεῖρα καὶ οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ Τριβαλλῶν καὶ Μυσῶν καὶ Ἀλβανιτῶν καὶ παντὸς ἄλλου δυτικοῦ ἔθνους κρίμασιν, οἷς οἶδεν ὁ ἀκοίμητος ὀφθαλμός, τὰ μὲν ἄλλα γένη τιμωρῶν διὰ τὰς
10συνεχεῖς ἀντάρσεις κατὰ Ῥωμαίων, τοὺς δὲ Ῥωμαίους διὰ τοὺς φρικωδεστά‐ τους ὅρκους καὶ ἀφορισμοὺς ἀφορήτους, οὓς ἔφερον κατὰ κεφαλῆς αὐτῶν, ὀμνύν‐ τες καὶ ἐξομνύντες τοῦ φυλάξαι τὴν βασιλείαν τῷ υἱῷ τοῦ Λάσκαρι καὶ μηδ’ ὅλως συνομαρτεῖν καὶ συνανταίρειν τῷ Παλαιολόγῳ πρὸς ἀποστασίαν, ἀντιστρό‐ φως δὲ πάλιν ἀντομνύντες, ὥς τ’ ἔχειν καὶ στέργειν βασιλέα τῶν Ῥωμαίων τὸν
15Παλαιολόγον, ἀποτυφλώσαντες πρῶτον Ἰωάννην τὸν Λάσκαριν καὶ ἀναθέματι καθυπαχθέντες αὐτοὶ καθ’ ἑαυτῶν ὡς οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τοῦ δεσποτικοῦ πάθους ἐπισπάσαντες τὴν ἀράν· οἱ καὶ ἄρδην ἀπώλοντο, ὡς παρακατιὼν ὁ λόγος δηλώσει, τὴν ταυτοπάθειαν τῶν Ἰουδαίων κατακριθέντες ζηλωταὶ τῶν παρανο‐ μιῶν γενόμενοι.

6

.

3

Εὐθέως οὖν παραλαβών, ἃς εἶχε, δυνάμεις Θρᾳκικὰς καὶ τοὺς ἐκ τῆς πόλεως αὐτομόλους πρὸς κράλην Σερβίας παραγίνεται καὶ τὴν ἅπασαν, ἣν ἀδί‐ κως ὑπέστη, ζημίαν καὶ ὄνειδος καὶ τὴν ἐκ τοῦ γένους τῶν οἰκείων φθοράν, ἅπαντα καταγγείλας. Ἦν γὰρ εὐδοκιμῶν ὁ Στέφανος τῷ τότε καιρῷ· οὕτω γὰρ
5ἦν τῷ κράλῃ τὸ ὄνομα.

6

.

4

Καὶ γάρ, ὡς ἔθος, τὸ ὀγκῶδες καὶ βαρὺ ταπεινωθέν, τὸ κοῦφον καὶ λεπτὸν εἰς ὕψος αἴρεται. Αἱ γὰρ δυστυχίαι τῶν Ῥωμαίων καὶ αἱ καθημεριναὶ ἀλλεπάλληλαι ταραχαὶ καὶ οἱ ἐμφύλιοι πόλεμοι τοὺς βαρβάρους καὶ ἀγελαίους
ὑπερέχοντας αὐτῶν πεποιήκασιν. Ὅθεν καὶ ὁ τῶν Σέρβων ἀρχηγὸς ἐτόλμησεν49
5ἀναδύσασθαι κράτος καὶ κράλης ὀνομάζεσθαι· τοῦτο γὰρ τὸ βάρβαρον ὄνομα ἐξελληνιζόμενον βασιλεὺς ἑρμηνεύεται.

6

.

5

Ἐνωτισθεὶς οὖν τὰ ῥήματα Καντακουζηνοῦ καὶ πλήρης ἡδονῆς γεγο‐ νὼς συνέθετο τοῦ δοῦναι αὐτῷ βοήθειαν καὶ ἀρωγὴν πρὸς ἀντιπαράταξιν τῶν Ῥωμαίων· ὃ καὶ πεποίηκεν. Οἱ δὲ τῆς πόλεως μαθόντες τὴν ἀποστασίαν Καντα‐ κουζηνοῦ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδυθέντα καὶ παρὰ πᾶσιν ὡς βασιλέα
5ἀναγορευόμενον τοῖς ἐν τοῖς Θρᾳκῴοις μέρεσιν οἰκοῦσιν ἄχρις αὐτῆς Σηλυβρίας, κατωδυνῶντο τὴν ψυχὴν καὶ πλήρεις δειλίας καὶ φόβου γενόμενοι συνείχοντο κοινολογοῦντες ὁ καθεὶς πρὸς τὸν γείτονα· „Τί ἄρα ἔσται τὸ ἀποβησόμενον; Τί δὲ ἡ πρὸς τὰ κακὰ ῥέπουσα τύχη τοῖς Ῥωμαίοις ἔκλωσεν;“

7

.

1

Τῶν τοῦ Ἀτὴν Τούρκου υἱὸς εἷς Ὁμοῦρ ἐπονομαζόμενος, ἀρχηγὸς τῶν ἐν τῇ Σμύρνῃ πολιχνίων καὶ αὐτῆς Σμύρνης, κατὰ διαδοχὴν λαβόντος τὴν ἡγεμονίαν παρὰ τοῦ πατρὸς αὐτοῦ Ἀτήν, τολμηρὸς ὢν καὶ θρασυκάρδιος, ἐντυ‐ χὼν καὶ λιμένας, οἵους ἐγκολπίζεται ἡ Ἰωνία καὶ δρυμῶνας πολυξύλους καὶ πρὸς
5κατασκευὰς φορτικῶν νηῶν καὶ μακρῶν τριήρων ἐπιτηδείους, κατεσκεύασεν αὐ‐ τάρκως, πρὸς ἃς ἠβούλετο, λῃστρικὰς διήρεις τε καὶ τριήρεις καὶ ἐπεμβαίνων αὐτὰς ἐπόρθει τὰς περικύκλῳ πόλεις καὶ νήσους· Μιτυλήνην σὺν πάσῃ νήσῳ Λέσβῳ, Χίον, Σάμον, Ναξίαν καὶ πάσας τὰς περικύκλῳ νήσους. Μαθὼν δὲ τὴν διχοστασίαν τῶν Ῥωμαίων καὶ ὅπως Ἰωάννης ὁ Καντακουζηνός, ἀνὴρ εὐγενής
10τε καὶ τῶν πάλαι ἡρώων ἀπόγονος, ἀνδρεῖος μαχιμώτατός τε περὶ τὰ πολεμικὰ καὶ συνετὸς ἐν ἅπασιν ἀγαθοῖς ἤθεσι 〈ἐπανέστη〉, βουλὴν βουλεύεται πονηράν. Στόλον γὰρ εὐτρεπίσας τὸν ἀριθμὸν ὑπὲρ τὰ τεσσαράκοντα λαίφη καὶ ἐξελθὼν τοῦ λιμένος πρὸς Καλλιούπολιν ἀφίκετο αὐτοκάλεστος· κακεῖθεν ἐξελθὼν διὰ ξη‐ ρᾶς ἄχρις Διδυμοτείχου ἀφίκετο. Ἔτυχε γὰρ ἐκεῖσε διάγουσα ἡ γυνὴ τοῦ Καν‐
15τακουζηνοῦ πανοικί· ἀπερχομένου γὰρ αὐτοῦ ἐν Σερβίᾳ, συναγαγὼν πάντα τὰ ἐν τῷ οἴκῳ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ πᾶσαν ἄλλην περουσίαν καὶ παῖδάς τε καὶ γυναῖκα ἐκ τῆς Ἀδριανοῦ εἰς Διδυμότειχον ἤγαγε· καὶ πᾶσαν ἄλλην τὴν τυχοῦ‐
σαν ἐπιμέλειαν τοῦ πολιχνίου παρασκευάσας, τότε πρὸς τὸν κράλην ἀφίκετο.51

7

.

2

Ὁ δὲ Ὁμοῦρ μὴ εὑρὼν τὸν ποθούμενον ἐδεινοπάθει καὶ ἐδυσχέραινε· ἐπιθύμει γὰρ τοῦ ἰδεῖν αὐτὸν καὶ ὁμιλῆσαι καὶ ὅρκους διδόναι καὶ λαβεῖν παρ’ αὐτοῦ τοῦ εἶναι ἐφ’ ὅρου ζωῆς αὐτῶν ἀδελφοὺς καὶ συλλήπτορας. Ἡ δὲ Καντα‐ κουζηνὴ δεξιωσαμένη τοῦτον καὶ φιλοφρόνως ἀποδεξαμένη σὺν πάσῃ δαψιλεῖ
5ζῳοτροφίᾳ καὶ ἐν ἅπασιν ἀγαθοῖς, διήρκεσεν μῆνας τρεῖς ἐκδεχόμενος τὸν Καν‐ τακουζηνόν, ἔχων μεθ’ ἑαυτοῦ ἕως πεντακοσίους Τούρκους ἱππεῖς καὶ ἑτέρους τόσους πεζοὺς ἐκ τῶν αὐτοῦ τριήρων. Οἱ δὲ λοιποὶ τοῦ στόλου συναθροισθέντες καὶ εἰς τὰ τῶν ὑπερεχόντων πλοίων ἐμβάντες τὴν παράλιον πᾶσαν ἐλεηλάτουν ἐξ αὐτῆς Καλλιουπόλεως ἄχρι Σηλυβρίας, ὡς δῆθεν συμμαχῶν τῷ Καντακουζη‐
10νῷ, τῇ δ’ ἀληθείᾳ ἰχνηλατῶν τῆς Θρᾴκης γῆν. Αὐτὸς δὲ διὰ ξηρᾶς σὺν τοῖς αὐτοῦ κατέδραμεν ἄχρι Ῥεδαιστοῦ καὶ κουρσεύσας καὶ ἀπολέσας ἐστράφη εἰς Διδυμότειχον. Ἰδὼν οὖν τὴν ἄφιξιν τοῦ Καντακουζηνοῦ βραδεῖαν οὖσαν καὶ βουληθεὶς ὀπισθόρμητος γενέσθαι,—ἤκουσε γάρ, ὅτι οἱ τῆς Ῥόδου φρέριοι
15στόλον κατασκευάσαντες ἀφίκοντο ἐν τῷ λιμένι τῆς Σμύρνης καὶ ἤρξαντο οἰκο‐ δομεῖν φρούριον ἐν αὐτῷ ὡς ἐπ’ ὀνόματι τοῦ ἁγίου Πέτρου ἕνεκα σωτηρίας τῶν φυγάδων αἰχμαλώτων,—τὰ πρὸς εἰρήνην καὶ φιλίαν καλῶς διατεθεὶς αὐτός, ἡ δὲ Καντακουζηνὴ σὺν δώροις ὅτι πλείστοις φιλοξενήσασα ἀπέπεμψεν, ἐλθὼν μετ’ αἰχμαλωσίας ἱκανῆς, ἀπαρχῆς οὔσης τοῦ καρποῦ τῆς ἁμαρτίας τῶν Ῥω‐
20μαίων τῶν κατοικούντων ἐν Θρᾴκῃ καὶ ἐν πάσαις ταῖς κατὰ δύσιν μέρεσιν. Οἱ γὰρ Βιθυνοὶ καὶ Φρύγες καὶ οἱ ἐν πάσαις τῆς ἑῴας οἰκοῦντες ἐπαρχίαις,—προ‐ λαβὼν γὰρ ὁ χρόνος κατέφθειρεν,—οἳ καὶ ὑπὸ τῶν Τούρκων κατεφθάρησαν.

7

.

3

Ἐλθὼν δὲ ὁ Ὁμοῦρ ἐν τῇ Σμύρνῃ καὶ ἰδὼν τὸ πολίχνιον ἤδη ὑπὸ τῶν φρερίων πεπληρωμένον, μεστὸν ἀνθρώπων πολεμικῶν καὶ εὐμηχάνων, πλήρης κατεργασμένον καὶ μηδεμιᾶς ἄλλης δεούσης οἰκοδομῆς, ὠδυνήθη τὴν ψυχὴν καὶ ἐπιμόνως καθ’ ἑαυτὸν ἐβουλεύσατο ἢ τὸ φρούριον κατασχεῖν ἢ τὴν ψυχὴν
5ἀποβαλέσθαι. Ἀρξάμενος δὲ μάχεσθαι καὶ ἀντιμάχεσθαι καὶ πολεμικὰς μηχανὰς ἐξετάζειν καὶ ἐφευρίσκειν, οὐ διέλιπε νύκτα καὶ ἡμέραν διεγείρων πολέμους διά τε ἀκροβολισμῶν καὶ γαιορυγμάτων καὶ τειχορυγμάτων καὶ πασῶν ἄλλων κατα‐ σκευῶν. Ἤδη δὲ ἐν τοῖς τοιούτοις ἀγωνίσμασι καὶ παλαίσμασιν ὥπερ τις ἄλλος
Λυαῖος ἀντιμαχόμενος ἠδυνήθη εἰς τόσον, ὡς καὶ τὴν τάφρον τοῦ πολιχνίου δια‐53
10περᾶσαι σὺν τοῖς αὐτοῦ καὶ κλίμακας ἐν τοῖς τείχεσι θεῖναι· καὶ ὡς λυσσητὴρ κύων ὥρμησεν αὐτὸς πρῶτος ἀναβῆναι καὶ τὸ τρόπαιον αὐτὸς μόνος λαβεῖν. Ἡ δ’ ἄνω πρόνοια ἡ τὰ πάντα καλῶς ἄγουσα καὶ μεταφέρουσα, ὁρῶσα τὸ θηριό‐ γνωμον αὐτοῦ καὶ δρακόντειον ὅρμημα μεσάζοντος ἤδη τῆς ἀναβάσεως τῶν βαθ‐ μίδων τῆς κλίμακος καὶ ἀναπετάσας μικρὸν τὴν περικεφαλαίαν ἀπὸ τῆς ὄψεως
15τοῦ ἰδεῖν τί τὸ ἐλλεῖπον μέχρι τοῦ προμαχῶνος, καὶ βέλος ἀφίεται τζαγρόβελος κατ’ αὐτοῦ καὶ περωνᾶται τὸ ἐπισκύνιον διὰ μέσου τῶν ὀφρύων καὶ πίπτει κύμ‐ βαχος ἄνωθεν κάτω καὶ οὕτω βιαίως ἀπέῤῥηξε τὴν ψυχήν. Ἁρπάσαντες δ’ αὐ‐ τὸν οἱ συστρατιῶται, ἔνδον πεσόντος τῆς τάφρου, πολλῶν πεσόντων Τούρκων, ἔφερον αὐτὸν νεκρὸν ἐν τῷ πολιχνίῳ τῆς Σμύρνης, τὸ κείμενον ἐν τῇ κορυφῇ
20τοῦ ὄρους· ὅπερ φρούριον ἐτύγχανεν ἀκρόπολίς ποτε τῆς παλαιᾶς καὶ διεφθαρ‐ μένης Σμύρνης· ἀνακαινίσας αὐτὸ προλαβὼν ὀλίγοις ἔτεσιν Ἰωάννης ὁ Δούκας, βασιλεὺς τῶν Ῥωμαίων, ὁ Ἀτὴν δὲ ἀρχηγὸς Τούρκων, ὁ καὶ πατὴρ τοῦ Ὁμοῦρ, παρὰ τῶν Ῥωμαίων ἐν ταῖς ἡμέραις Ἀνδρονίκου τοῦ Γέροντος ἔλαβε καὶ κα‐ τεῖχε. Τοιοῦτον ἤδη τὸ τέλος ὁ Ὁμοῦρ ἔσχεν.

8

.

1

Ὁ δὲ Καντακουζηνὸς συνθήκας ποιήσας μετὰ τοῦ κράλη καὶ φι‐ λίαν ἄσπονδον, μεσολαβόντων κάστρων καὶ πόλεων καὶ ἐπαρχιῶν τῆς δυστυχοῦς βασιλείας τῶν Ῥωμαίων καὶ ἀντὶ 〈εἰσ〉 Ῥωμαίους δεσπότας κληροδοτηθέντων εἰς ἡγεμόνας βαρβάρους, Τριβαλλούς τε καὶ Σέρβους, ἤρξατο δὲ κατατρέχειν
5καὶ αὐτὸς καὶ λεηλατεῖν καὶ φθείρειν πάσας τὰς πόλεις τῆς Θρᾴκης ἄχρις αὐ‐ τῆς Σηλυβρίας. Οἱ δὲ τῆς πόλεως ἐννοήσαντες τὸ γεγονὸς παρὰ τοῦ Ὁμοῦρ τὸν πέρυσιν χειμῶνα καὶ σκοποῦντες, ὅτι τοῦτον ὁ Καντακουζηνὸς μετεπέμψατο καὶ αὐτὸς ἦν αἴτιος τῆς ἐνδημίας τοῦ Ὁμοῦρ, οὐκ εἰδότες, ὅτι αὐτόκλητος ἐληλύθει ἢ ὅτι ἡ κλώθουσα ἀντιστρόφως τὰ νήματα κακὴ τύχη τῶν Ῥωμαίων προεξένησεν
10αὐτὸν τοῦ ἐλθεῖν καὶ καταπατῆσαι χώματα εὐθαλῆ Ῥωμαίων γῆς, βουλὴν βου‐ λεύονται πονηρὰν καὶ κατὰ τῆς κεφαλῆς αὐτῶν ὀργὴν καὶ μῆνιν θεήλατον. Προ‐ ξενοῦσι τῇ δεσποίνῃ Ἄννῃ, τῇ μητρὶ τοῦ βασιλέως Ἰωάννου ἔτι μείρακος, τοῦ στεῖλαι πρέσβεις εἰς τὸν ἡγεμόνα τῆς Βιθυνίας καὶ Φρυγίας ἔτι δὲ καὶ τῆς Παφλαγονίας, τὸν ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, τὸν Ὀρχάν, τοῦ αἰτῆσαι ἀρω‐
15γὴν καὶ βοήθειαν, ὡς ἵνα καταπολεμίσῃ τῷ Καντακουζηνῷ, ἀποστάτῃ ὄντι τῆς βασιλείας, συνθεμένη δοῦναι αὐτῷ ποσότητα χρυσίου πολλοῦ καὶ οὓς ἐξανδρα‐ ποδίσουσιν οἱ Τοῦρκοι Ῥωμαίους ὑπηκόους τοῦ Καντακοζηνοῦ, ἔχωσιν ἄδειαν πωλεῖν καὶ πιπράσκειν, ἔνθα βούλονται· καὶ τοὺς μὴ θέλοντας πωλῆσαι τοὺς αὐ‐ τοῦ αἰχμαλώτους ἀνεμποδίστως περᾶν αὐτοὺς ἀπὸ τοῦ Σκουταρίου καὶ ἄγειν καὶ
20φέρειν αὐτούς, ἔνθα βούλονται.55

8

.

2

Ταῦτα ἐνωτισθεὶς ὁ Ὀρχὰν καὶ ἡδέως ἀκούσας, ἐδίψη γὰρ τὴν τοιαύ‐ την πρὸ πολλοῦ γεῦσιν, καὶ θαρσαλέως πηδήσας καὶ μετὰ πολλῆς ἡδονῆς τό· „Μετὰ χαρᾶσ“ προσειπών, πέμπει τοὺς πρέσβεις ἀγαλλομένους καὶ χαίροντας· οὐκ εἰδότες οἱ ἄθλιοι τίνα μετακαλοῦνται εἰς βοήθειαν καὶ ποίαν βοτάνην ἐκθλί‐
5βουσιν, ἵνα ποιήσωσιν ἔμπλαστρον εἰς τὴν νόσον, ἣν ἡ ἁμαρτία αὐτῶν προεξένησε. Στείλας οὖν Τούρκους τὸν ἀριθμὸν χιλιάδας δέκα ὁ Ὀρχὰν καί, τὸν πορθὸν δια‐ βάντες τῆς Πόλεως, δέχονται τούτους μετὰ χαρᾶς οἱ Πολῖται· καὶ τὰ τῆς πό‐ λεως τείχη καὶ τὰς ἔνδον ἀγυιὰς καταπατήσαντες καὶ φιλοξενηθέντες παρὰ τῆς δεσποίνης καὶ τῶν Ῥωμαίων ἐξίασι κατὰ τοῦ Καντακουζηνοῦ.

8

.

3

Ὁ δὲ Καντακουζηνὸς ἀσφαλτώσας τὰ φρούρια καὶ ζῳοτροφίας καὶ τὰ πρὸς τὴν χρείαν ἅπαντα καλῶς ἐπιμελησάμενος, ἔξεισι καὶ αὐτὸς μετὰ τῶν σὺν αὐτῷ Ῥωμαϊκῶν καὶ Σερβικῶν στρατευμάτων· καὶ συμπλακεὶς καὶ πρώτην καὶ δευτέραν εἰσβολήν, οὐκ εἶχον οἱ Τοῦρκοι κερδᾶναί τι τῶν αὐτοῦ, ἦν γὰρ ὁ ἀνὴρ
5περὶ τὰ πάντα πολεμικώτατος, ἀλκὴν ἔχων καὶ τέχνην πολέμων ὡς οὐδεὶς τῶν ἄλλων τοῦ τότε καιροῦ. Ὅσοι μὲν τῶν Τούρκων ἠνδραποδίζοντο, μαχείρας αὐ‐ τοὺς παρανάλωμα ἐπεποίει, ὅσοι δὲ τῶν Ῥωμαίων, μόνον τοῖς ἐνδύμασιν αὐτοὺς ἀφελοῦντες, γυμνοὺς ἀφίεσαν οἴκαδε πορεύεσθαι.

8

.

4

Οἱ δὲ Τοῦρκοι τὸ πολεμεῖν ἀφέντες, τὸ σκυλεύειν τὰς κώμας κατέτρε‐ χον καὶ δὴ ὁρμαθοὺς ἀναριθμήτους ἐξ ἁλύσεων ἀνθρώπους συμπλέξαντες εἰς τὴν Κωνσταντίνου ἄνδρας τε καὶ γυναῖκας, θηλάζοντα νήπια καὶ ἐφήβους νέους, ἱε‐ ρεῖς καὶ μοναχούς, ἅπαντας φύρδην ὡς πρόβατα, ἐν τῇ λεωφόρῳ ὡς Σκύθας ἢ
5Ἀβασγοὺς ἀπεμπολοῦντες ἐκόμιζον. Καὶ τὸ δεινότερον, ὅτι, εἰ ἔτυχε, μὴ παρα‐ χρῆμα οὐχ εὑρίσκετο ὁ ἀγοράζων, ἐν ταῖς ὄψεσι τῶν Ῥωμαίων δεινῶς οἱ Ῥω‐ μαῖοι παρὰ τῶν βαρβάρων, ὢ τῆς ἀσπλαγχνίας, ἐμαστίζοντο, οὐκ ἄλλο τὸ πα‐ νουργευόμενον ἢ ὅτι καμφθέντες αὐτοὺς ἐξωνήσουσι. Τοὺς δὲ μὴ ἐξωνουμέ‐ νους παρευθὺς τὸν πορθμὸν διαβάσαντες, ἐν τῇ Προύσῃ καὶ ἀνωτέρω τούτους
10ἀπέπεμπον ἐν τοῖς Τούρκοις πιπραθησομένους. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν· Παν‐ ταχοῦ κλαυθμοί, πανταχοῦ ὀδυρμοί, πανταχοῦ δάκρυα ἐπ’ ὄψεσι τῶν Ῥωμαίων καὶ ὁ ἐλεῶν οὐκ ἦν οὐτ’ Ἕλλην οὔτε βάρβαρος.

9

.

1

Τότε ὁ Καντακουζηνὸς εἰς νοῦν λαβὼν τὸ γεγονὸς καὶ μὴ φέρων τὴν ἄτοπον πρᾶξιν, ἣν ἀθέσμως μετεχειρίσαντο οἱ τῆς Πόλεως πρὸς τοὺς ἔξω Ῥω‐ μαίους, βουλὴν βουλεύεται πονηράν, Θεοῦ σκληρύνοντος, οἶμαι, τὴν καρδίαν αὐ‐
τοῦ διὰ τὸ καταποντισθῆναι ἄρδην τοὺς Ῥωμαίους. Καὶ στείλας πρέσβεις εἰς57
5τὸν Ὀρχὰν αἰτεῖ παρ’ αὐτοῦ βοήθειαν ὡς ἀδικούμενος ὑπὸ τῶν Ῥωμαίων καὶ ὡς ἐπίτροπος ὢν τῆς βασιλείας τοῦ ἀποιχομένου βασιλέως Ἀνδρονίκου καὶ οἱ Ῥωμαῖοι φθονήσαντες ἐξέωσαν αὐτὸν τῆς ἐπιτροπῆς καὶ κατέσφαξαν τοὺς αὐτοῦ συγγενεῖς κἀκεῖνον φυγάδα πεποίηκαν. Εἰ οὖν ἀντιλάβηται αὐτὸν καὶ χεῖρα βοηθείας ὀρέξῃ, ἔχει δοῦναι αὐτῷ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα μετὰ καὶ
10πολλῶν θησαυρῶν χάριν προικὸς καὶ ἔχειν αὐτὸν ὡς υἱὸν καὶ ὑπακούειν αὐτῷ εἰς πάντα τὰ θελήματα αὐτοῦ. Τότε ὁ Ὀρχὰν ἀκούσας τοὺς πρέσβεις παρ’ ἐλπί‐ δα γαμικῶν συναλλαγμάτων φθεγγομένους φωνὰς καὶ θησαυρῶν ἀπείρων ἀγγε‐ λίας, κεχηνὼς οὑτωσὶ ὡς βοῦς διψῶν ἐν καύσωνι θέρους ἐν λάκκῳ πλήρης ὕδα‐ τος ψυχροτάτου πίνων μὴ κορεννύμενος τῶν ναμάτων, οὕτω καὶ οὗτος ἐνωτι‐
15σθείς, ὑπὸ τῆς βαρβαρικῆς ἀκολασίας—καὶ γὰρ ἀκράτητον τὸ ἔθνος αὐτὸ καὶ οἰστρομανὲς ὡς οὐδὲ ἓν τῶν πάντων γενῶν, ἀκόλαστον ὑπὲρ πάσας φυλὰς καὶ ἀκόρεστον ἀσωτίαις, τοσοῦτον γὰρ πυροῦται, ὅτι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐν θηλείαις, ἐν ἄρρεσιν, ἐν ἀλόγοις ζῴοις ἀδεῶς καὶ ἀκρατῶς μιγνύμενον οὐ παύεται· καὶ ταῦτα τὸ ἀναιδὲς καὶ ἀπάνθρωπον ἔθνος, εἰ Ἑλληνίδα ἢ Ἰτα‐
20λὴν ἢ ἄλλην τινὰ ἑτερογενῆ προσλάβηται ἢ αἰχμάλωτον ἢ αὐτόμολον, ὡς Ἀφρο‐ δίτην τινὰ ἢ Σεμέλην ἀσπάζονται, τὴν ὁμογενῆ δὲ καὶ αὐτόγλωτον ὡς ἄρ‐ κτον ἢ ὕαινα βδελύττοντες·—ἀκούσας τοίνυν ὁ ῥηθεὶς ἀρχηγὸς Ὀρχὰν τὴν πρὸς γάμον τῆς κόρης συνάφειαν, ἦν γὰρ ὡραία τῷ εἴδει καὶ τὴν ὄψιν οὐκ ἄχα‐ ρις, καὶ τὸν τῆς προικὸς ὄγκον καὶ τὰ σταλθέντα παρὰ τοῦ Καντακουζηνοῦ
25προγαμιαῖα δωρήματα, συνένευσεν εὐκόλως. Καὶ φιλοτιμήσας τοὺς πρέσβεις ἀπέ‐ πεμψεν, ὅρκους δοὺς καὶ λαβών, ὡς ἀπὸ τοῦ γε καὶ εἰς τὸ ἑξῆς ἔσται γαμβρὸς τοῦ Καντακουζηνοῦ καὶ εἰς πᾶσαν ἀρωγὴν καὶ βοήθειαν ὡς υἱὸς πρὸς πατέρα ἀόκνως ἑτοιμασθήσεται, μόνον τὴν μελλονύμφην σὺν τῇ φερνῇ συντόμως πρὸ τοῦ ἔαρος εἰ μεταπέμψει· ἔτυχε γὰρ αὕτη ἡ μιαρὰ μνηστεία ἐν Ἰαννουαρίῳ μηνὶ
30γενέσθαι τοῦ τότε χρόνου. Καὶ σὺν τούτοις ἐστάλθησαν ὡς πέντε χιλιάδες Τοῦρ‐ κοι τῷ Καντακουζηνῷ, ἄνδρες μαχιμώτατοι καὶ ὀξεῖς εἰς θυμὸν καὶ τῶν Ῥω‐ μαίων φθορεῖς, ὡς εἰκάσοι τις αὐτοὺς εἰς κύνας καρχαρόδοντας ἢ χάρωντας.

9

.

2

Ἀποδεξάμενος οὖν αὐτοὺς ὁ Καντακουζηνὸς κατὰ τὴν συνήθη φιλοφρο‐ σύνην μετὰ δώρων ὅτι πλείστων καὶ ὑποσχέσεων κατακορέσας αὐτούς, ἑτοιμά‐ ζετο τὴν πρὸς τὸ Βυζάντιον παρασκευὴν ἔχων μεθ’ ἑαυτοῦ τὸ στῖφος τῶν Τούρ‐ κων καὶ ἑτέρους τόσους ἢ καὶ πλείονας Σέρβους καὶ Ῥωμαίους, ὅσους ἡ Θρᾴκη
5τότε ἔχειν ἠδύνατο. Καὶ δὴ ἑτοιμάσας τὰ τῆς προικὸς καὶ πέμψας τὴν θυγατέρα αὐτοῦ τῷ Ὀρχὰν σὺν πάσῃ τιμῇ καὶ περιφανείᾳ καὶ δόξῃ καὶ πολλῇ τῇ λαμ‐ πρότητι, αὐτὸς εἰς πόλεμον ἠσχολεῖτο καὶ δῆτα ἀρξάμενος ἀπὸ Σηλυβρίας ληί‐ ζειν καὶ καίειν πάσας κώμας καὶ πόλεις ἄχρις αὐτῆς Πόλεως. Καὶ τοὺς δυστυ‐ χεῖς Ῥωμαίους, οὓς μὲν Σέρβοι ᾐχμαλώτευον, εἰς Σερβίαν ἀπέπεμπον, οὓς59
10δὲ Τοῦρκοι, τὸν πορθμὸν διαβιβάζοντες εἰς Προῦσαν καὶ τὰς λοιπὰς πόλεις δο‐ ρυαλώτους ἐπόμπευον. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν· τίνες οἱ αἰχμαλωτίζοντες; Ῥωμαῖοι· Τίνες οἱ αἰχμαλωτιζόμενοι; Ῥωμαῖοι· Τίνες οἱ σπαθίζοντες; Ῥω‐ μαῖοι· Τίνες σπαθιζόμενοι; Ῥωμαῖοι· Τίνων τὰ νεκρὰ σώματα; Ῥωμαίων· Τίνες οἱ νεκρώσαντες; Ῥωμαῖοι· Ὦ δεινῆς συμφορᾶς·

9

.

3

Ἐλθόντος δὲ τοῦ Καντακουζηνοῦ σὺν αὐτῷ τῷ στρατῷ, ὅπερ εἰρήκα‐ μεν, ἄχρι καὶ τῶν πυλῶν τῆς Κωνσταντίνου, πολλοὺς τῶν Ῥωμαίων φθείρας καὶ δορυαλώτους πλείστους καὶ πάντα τὰ πέριξ ἐν ἐρημίᾳ καὶ ἀφανισμῷ κατα‐ στήσας, ἐζήτει τὴν πόλιν λέγων ὡς· „Οὐκ ἀδικήσων τινὰ ἢ ἀδικήσας ἐλήλυθα,
5ὦ ἄνδρες, ἀλλ’ ὡς ἀδικηθεὶς καὶ ἀδικούμενος. Ἐπίτροπός εἰμι τῆς βασιλείας Ῥωμαίων παρὰ τοῦ ἀποιχομένου βασιλέως Ἀνδρονίκου. Ὁ νεὸς αὐτὸς καὶ διά‐ δοχος τῆς βασιλείας ἐμός ἐστι βασιλεὺς καὶ υἱὸς κατὰ θέσιν· οὕτως γάρ μοι ἀνέ‐ θηκεν ὁ πατὴρ αὐτοῦ ἐνώπιον τοῦ θεοῦ. Τί κακὸν ἔπραξα, εἰ βούλομαι λαβεῖν αὐτὸν γαμβρόν; Οὐκ οἴδατε, ὅτι ὁ πατὴρ αὐτοῦ ὡς ἀδελφὸν γνήσιον καὶ ἑώρα
10καὶ ἐπρόσεχε καὶ ἐφίλει καὶ τὴν βασιλείαν πολλάκις ὡς ἐκεῖνον αὐτὸν καὶ ἀνε‐ τίθει καὶ συνεμέριζε ταύτην μετ’ ἐμοῦ; Οὐκ εἰμὶ τῶν ἐνδόξων, τῶν εὐγενεστάτων, τῶν περιφανῶν, τῶν ἐν πλούτῳ καυχομένων ὁ ὑπέροχος, τῶν ἐν στρατηγίαις ὁ ἀλκιμώτατος; Τί με καταφρονεῖτε; Καὶ ταῦτα, γένος τῆς κάτω τύχης καὶ μι‐ ξοβάρβαρον τυγχάνοντες. Διὰ τί τοῦτο ἦλθον, ὦ πολῖται; Οὐκ ἀδικήσων τινά,
15ἀλλὰ μᾶλλον δικαιώσων. Καὶ τοὺς μὲν ἐπταικότας ἀφίημι τὰ παραπτώματα, τοὺς δ’ ἀδικηθέντας δικαιώσω ἐκ τῶν ἐμῶν θησαυρῶν καὶ εἰρηναίαν κατάστασιν εἰσάξω ἐν τῇ τῶν Ῥωμαίων πολιτείᾳ. Εἰ δ’ οὖν, ἐγὼ τὸ πᾶν ἐκδικήσω καὶ ἀντα‐ ποδώσω Θεοῦ κελεύοντός μοι διὰ τὰς ἀνομίας ὑμῶν. Ἀνοίξατέ μοι 〈τὰσ〉 πύλας· ὄμνυμι τὸν δεσπότην Χριστὸν καὶ τὴν πανυπέραγνον αὐτοῦ μητέρα, οὐχ ὡς ἐχ‐
20θρός, ἀλλ’ ὡς φίλος φανήσομαι.“61

9

.

4

Οἱ δὲ τῆς πόλεως τὸ παράπαν ἀπόκρισιν μὴ δόντες, ὡς ἔτυχεν, ἀλλὰ καταφρονοῦντες, ὕβρεις καὶ ἀτίμους λόγους οἱ τοῦ δήμου χυδαῖοι ἐκ τῶν προ‐ μαχώνων κατέχεον αὐτόν τε λοιδοροῦντες καὶ τὴν αὐτοῦ σύζυγον· καὶ τὴν θυγα‐ τέραν Ἑλένην, ἣν ὡς ἐν ὀλίγῳ δέσποιναν καὶ κυρίαν αὐτῶν ὁ χρόνος ἔμελλε χει‐
5ροτονῆσαι, αὐτοὶ ὡς μαχλάδα διὰ γλώττης κατέσυρον. Τότε ὁ Καντακουζηνὸς ὁρῶν, ὅτι διὰ δημηγοριῶν καὶ νουθετικῶν λόγων οὐκ ἦν τὸ παράπαν χειρώσασθαι, τὴν ἄλλην ἔφερε καὶ δὴ διὰ πολεμικῶν καὶ διὰ τῶν ἐντὸς εὑρισκομένων οἰκείων αὐτῷ εἴσεισιν ἐν τῇ Πόλει· καὶ πάντες συνέῤῥεον ἐπὶ τῇ θέᾳ αὐτοῦ εὐφημοῦν‐ τες καὶ ὡς βασιλέα δοξάζοντες.

10

.

1

Ἡ δὲ βασιλὶς Ἄννα ἔνδον τοῦ παλατίου ἐγκλεισθεῖσα σὺν τῷ υἱῷ αὐ‐ τῆς καὶ ὀλίγοις στρατιώταις οὐκ ἐνεδίδου, ἀλλὰ κατεβόα καὶ „ἠδίκημαι“ λέγουσα οὐκ ἐπαύετο. Οἱ δὲ τοῦ Καντακουζηνοῦ ἐβούλοντο μὲν εἰσπηδῆσαι καὶ ἐντὸς ἐλθεῖν καὶ ἀτάκτως τὰ ἄνω χαμαὶ καὶ τὰ κάτω εἰς τὸν ἀέρα λικμῆσαι, ἀλλ’ ὁ
5Καντακουζηνὸς ἐκώλυε. Οἱ δὲ στρατιῶται ἀναμιμνήσκοντες τὰς ἀδολεσχίας καὶ τῶν βαναύσων τὰς ὕβρεις, ἃς κατέχεον ἐπὶ πρόσωπον αὐτοῦ, ἠγανάκτουν κατ’ αὐ‐ τοῦ. Αὐτὸς δὲ διὰ λόγων πιθανῶν κατεπράϋνε τὸν ὄχλον. Τότε οἱ τοῦ παλατίου ἰδόντες, ὅτι κινδυνεύουσι τοῦ θανεῖν, παρέδοσαν ἑαυτούς.

10

.

2

Καὶ εἰσελθὼν ἐν τῷ παλατίῳ ἀπῆλθεν ἕως τῶν ἐνδοτάτων οἰκίσκων· εὗρε τὴν δέσποιναν σὺν τῷ υἱῷ αὐτῆς καθεζομένην, μὴ φροντισάσης τὸ καθόλου μηδὲ παρασαλευθείσης τὸ οἱονοῦν τῆς μήνιδος, ἧς ἐπεφέρετο κατὰ τοῦ Καντα‐ κουζηνοῦ, ἀλλ’ ἐκάθητο ἀτρεμοῦσα καὶ μὴ φοβηθεῖσα τὸ καθόλου. Ὁ δὲ Καντα‐
5κουζηνὸς ἀνακεκαλυμμένῃ τῇ κορυφῇ προσεγγίσας κατεφίλει τὴν χεῖρα τοῦ νέου, εἶτα ὡς ἔθος προσκυνήσας καὶ τὴν μητέρα καὶ δέσποιναν τοῦ νέου, εὐφήμησεν αὐτοὺς ὡς βασιλεῖς τῶν Ῥωμαίων. Τότε ἅπαν τὸ στράτευμα ἰδὸν τὴν ἄκραν αὐτοῦ ἀγαθότητα καὶ τὴν εἰς τοὺς ἐχθροὺς ἀνεξικακίαν εὐφήμησε καὶ ἐδόξασε. Τοὺς δὲ Τούρκους φιλοξενήσας, ὡς ἔπρεπε, σὺν δώροις πλείστοις ἀπέπεμψε, χά‐
10ριτας ὁμολογῶν τῷ ἡγεμόνι καὶ γαμβρῷ αὐτοῦ τῷ Ὀρχάν, τοὺς δὲ πολίτας φιλο‐ τησίαις καὶ γέρα πλεῖστα δωρήσας.

10

.

3

Καὶ τὴν δεσποίνην θεραπεύσας ἐν ἡδύσμασι λόγων καὶ προβλεπτικαῖς πράξεσιν, ἔπεισε ταύτην καταπειθῆ τοῦ λαβεῖν εἰς νύμφην τὴν αὐτοῦ θυγατέρα Ἑλένην εἰς τὸν αὐτῆς υἱὸν Ἰωάννην τὸν Παλαιολόγον καὶ υἱὸν τοῦ βασιλέως Ἀνδρονικοῦ τοῦ Παλαιολόγου, τὸν ὃν προφθάσας ὁ λόγος ἐδήλωσε. Ἑτοιμάζον‐
5ται τοίνυν γάμοι καὶ ὁ ναὸς τῆς εὐλογημένης δεσποίνης ἡμῶν Θεοτόκου ὁ ἐν
Βλαχέρναις ἑτοιμάζεται· καὶ ἱεροτελεστίαι καὶ στέψεις ὁμοῦ γίνονται καὶ φήμη εὐπαῤῥησίαστος· „Ἰωάννου τοῦ εὐσεβεστάτου βασιλέως καὶ αὐτοκράτορος Ῥω‐ μαίων τοῦ Παλαιολόγου καὶ Ἑλένης τῆς εὐσεβεστάτης αὐγούστης πολλὰ τὰ ἔτη·“ Ὁμοίως καὶ ὁ Καντακουζηνὸς Ἰωάννης καὶ πενθερὸς τοῦ βασιλέως καὶ αὐτὸς63
10στεφθεὶς σὺν τῇ συζύγῳ βασιλεὺς Ῥωμαίων ἀνηγορεύετο καὶ Ματθαῖος, ὁ υἱὸς αὐτοῦ, δεσπότης. Καὶ ἦν ἰδεῖν ἐν τῇ πανδαισίᾳ ἐκείνῃ ὁρμαθὸν βασιλέων καὶ βασιλίδων, δεσποτῶν καὶ δεσποινῶν, ὡς τὸ πάλαι δωδεκάθεον.

10

.

4

Ἦν γὰρ ὁ βασιλεὺς Ἰωάννης τῇ ἡλικίᾳ μεσάζων ἔφηβος, ἡ δὲ βασιλὶς Ἑλένη ιγον ἔτος ἄγουσα. Ἔγκυος δὲ γενομένη ἔτεκε τῷ βασιλεῖ υἱὸν πρωτότο‐ κον ἄῤῥενα, ὃν καὶ Ἀνδρόνικον ἐπωνόμασε. Ἀρξαμένου δὲ προσχωρεῖν εἰς τὸν τῆς ἀφηλικιότητος χρόνον, ἀτασθαλεῖν ἤρξατο καὶ νεωτερίζειν, οὐκ ἐν αἰχμαῖς
5καὶ δόρασιν, ἀλλ’ ἐν κοιτασίαις καὶ ἀσελγείαις καὶ ταῦτα δακνούσαις καὶ καπνὸν δριμὺ ἀποπεμπούσαις ἀπὸ καρδίας πολλῶν. Ὁ δὲ Καντακουζηνὸς οὐκ ἐδίδου ὕπνον τοῖς βλεφάροις οὐδὲ τοῖς κροτάφοις νυσταγμόν. Ἀλλ’ ὡς εἶδον καὶ ἔμαθον τὸν παρεληλυθότα χρόνον οἱ Τοῦρκοι τὰ τῆς Θρᾴκης εἰσόδια καὶ ἐξόδια, οὐ διέ‐ λειπον περῶντες οἱ μὲν ἐκ Σηστοῦ πρὸς Ἄβυδον, οἱ δὲ ἐκ Λαμψάκου σὺν ἀκα‐
10τίοις πάνυ σμικροῖς, ἐλεηλάτουν Χεῤῥόννησον. Ὁ δὲ Καντακουζηνὸς οὐ διέλειπε προσέχων τὰ φρούρια τὰ πρὸς τὴν Σερβίαν.

10

.

5

Τότε καὶ Σουλεημάν, εἷς τῶν υἱῶν τοῦ Ὀρχάν, περάσας ἀπὸ Λαμψά‐ κου σὺν στρατιᾷ πλείστῃ ἐλεηλάτει Χεῤῥόνησον. Ὁ δὲ δεσπότης Ματθαῖος ὁ Καντακουζηνὸς συναντήσας αὐτῷ περί που τὸ ἐν Χεῤῥονήσῳ Ἑξαμίλιον, συνά‐
πτει πόλεμον καὶ πολλοὺς τῶν Τούρκων ὤλεσε καὶ αὐτὸν τὸν Σουλεημάν.65

11

.

1

Ὁ δὲ Καντακουζηνὸς ὁρῶν ἐν στενῷ τὰ τῶν Ῥωμαίων πράγματα τυγ‐ χάνοντα, τὸν δὲ γαμβρὸν αὐτοῦ καὶ συμβασιλεύοντα Ἰωάννην ἐν σπατάλῃ καὶ μέθῃ διάγοντα, ἐδυσχέραινε· καὶ μιᾷ τῶν ἡμερῶν κατονειδίσας αὐτὸν ἀνακεκα‐ λυμμένῳ προσώπῳ, ἐξῆλθε τῆς Πόλεως σὺν δυσὶ τριήρεσι καὶ εἰς Ἰταλίαν ἀφί‐
5κετο. Ὁ δὲ βασιλεὺς Καντακουζηνὸς μόνος ἀπολειφθεὶς βασιλεύς, ὅσον ἡ δύνα‐ μις, ἀντεκαθίστατο τοῖς ὑπεναντίοις, πῇ μὲν Τούρκοις, πῇ δὲ Σέρβοις. Συχνάκις οὖν οἱ Τοῦρκοι πηδῶντες ἐπόρθουν Χεῤῥόνησον.

11

.

2

Ὁ δὲ βασιλεὺς Ἰωάννης διέτη χρόνον ἐν τῇ Ἰταλίᾳ καὶ Γερμανίᾳ δια‐ βιβάσας καὶ πολλοὺς ἐκ τῶν Ἰταλῶν καὶ Γερμανῶν θησαυροὺς ἐγκολπωσάμενος χάριν εὐεργεσίας ἕνεκα τῆς Πόλεως παραφυλακῆς, ἐστράφη καὶ ἐν τῇ Τενέδῳ νήσῳ ἐλθών, ἦν γὰρ τότε οἰκουμένη καὶ τῶν Ῥωμαίων ὑπῆρχεν, ἐν φροντίδι δὲ
5ἦν, πῶς αὐτὸν ὁ πενθερὸς καὶ βασιλεὺς ὑποδέξεται.

11

.

3

Τότε εἷς τῶν εὐγενῶν Γενουίτης σὺν δύο τριήρεσι πλεύσας ἐκ Γενούας πρὸς Ἑλλήσποντον, ἐπεὶ τὰ τῶν Ῥωμαίων τέθραυστο καὶ εἰς παντελῆ ἀφανισμὸν καθειστήκει τὰ πράγματα, ὥρμησε καὶ αὐτὸς ἐκ Γενούας τοῦ λαβεῖν μέρος τι τῶν Χεῤῥονήσου φρουρίων τοῦ δεσπόζειν, ὡς ἕτεροι Χίον καὶ ἄλλοι ἄλλους τό‐
5πους, Γενουῖται καὶ Βένετοι. Καὶ κατὰ πάροδον ἐντυχὼν τῷ βασιλεῖ καὶ λόγους συνάραντες καὶ τὴν γνώμην ὁ βασιλεὺς ἀνακαλύψας αὐτῷ, εὗρε τὸν ἄνδρα κα‐ ταπειθῆ καὶ εἰς παντοίαν βοήθειαν ἕτοιμον. Καὶ πιστώσας αὐτὸν ὅρκοις, ὥστε τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτοῦ καὶ τὴν Πόλιν ἐξᾶραι ἐκ χειρὸς Καντακου‐ ζηνοῦ, Θεοῦ συνεργοῦντος, καὶ αὐτὸν μόνον βασιλέα Ῥωμαίων καταστήσει ἐντὸς
10καὶ ἐκτὸς τῆς πόλεως. Φραντζῆσκος ἦν οὗτος ὁ Γατελοῦζος τὴν ἐπωνυμίαν. Ὁ δὲ βασιλεύς· „Εἰ τοῦτο Θεοῦ συνεργοῦντος γενήσεται καὶ ἕξω σε βοηθὸν ἐν τῇ ἐπαναλήψει τῆς ἐμῆς βασιλείας, γαμβρόν σε ποιήσομαι ἐπ’ ἀδελφῇ τῇ ἐμῇ Μαρίᾳ.“

11

.

4

Στέρξαντες οὖν ἀμφότεροι τὰς ὑποσχέσεις ἔτεμον τὸν Ἑλλήσποντον, ὡς ἐχρῆν, καὶ δὴ πλεύσαντες ἄντικρυ Πόλεως διὰ τῆς νυκτὸς ἔφθασαν ἐν τῇ μικρᾷ
πύλῃ τῇ ἐπονομαζομένῃ τῆς Ὁδηγητρίας. Καὶ ἀνέμου σφοδροῦ πνεύοντος νότου ὁ Φραντζῆσκος σοφίζεται πανουργίαν τινά. Ἐν γὰρ ταῖς τριήρεσιν αὐτοῦ ἦσαν67
5ἐλαιοδόχα ἀγγεῖα πολλά· ἦν γὰρ ἔχων ἀπὸ Ἰταλίας μικρὸν φορτίον ἐλαίου, ὃ καὶ πέπρακεν, καὶ τὰς λαΐνας κενὰς ἔφερε. Κελεύσας οὖν τοὺς ἐρέτας, σύνδυο τὴν μίαν βαστάζοντες ἐν τῷ τοίχῳ τῆς πόλεως συνεθλᾶτον καὶ ἦχος οὐκ ὀλίγος ἐξήρ‐ χετο· καὶ οὐ διέλειπον κρούοντες καὶ βοὴν ἀποτελοῦντες, ἕως οἱ φύλακες ἀκούον‐ τες ἐπήδησαν ἔξυπνοι. Ἐρωτήσαντες δὲ τίς ὁ θροῦς, οἱ τῶν τριήρεων ἀπεκρίναν‐
10το, ὅτι· „Ἐμπορικαὶ νῆαί ἐσμεν φέροντες ἔλαιον πολύ, τὰ μὲν ἐν τῇ Ποντικῇ Θαλάσσῃ, τὰ δὲ ἐν αὐτῇ τῇ βασιλευούσῃ· καὶ παρεικήσαντες, ἰδοὺ τὸ ἓν τῶν νηῶν συνεθλίβη. Γενέσθω οὖν ἀρωγή τις ἐξ ὑμῶν πρὸς ἡμᾶς καὶ πάντα τὸν καταλειφθέντα φόρτον ὡς ἀδελφοὶ διαμερισόμεθα μόνον μὴ βλαβέντες τὰ σώμα‐ τα.“—Ἦν γὰρ ἡ θάλασσα πρὸς τὸ ἀγριώτερον ὁρῶσα καὶ κλυδωνικὸν σίελον
15ἀποπτύουσα. Τότε οἱ ἐντὸς τὰς θύρας ἀνοίξαντες καὶ ἐξελθόντες ὡς εἴκοσι τὸν ἀριθμόν, οἱ παρακαθήμενοι ἔνοπλοι ἐκ τῶν κατέργων ὡς φʹ εἰσῄεσαν καὶ τοὺς εὑρεθέντας ἐν τῷ πύργῳ φύλακας κατέσφαξαν· καὶ τὰς τριήρεις κενὰς ἀφέντες εἰσῆλθον ἐντὸς τῆς πόλεως ὡς δισχίλιοι σὺν πάσῃ τῇ ὁπλοθήκῃ καὶ παρατάξει. Ὁ δὲ βασιλεὺς εἰσελθὼν καὶ παρευθὺ στείλας τῶν οἰκείων αὐτοῦ ἐν τοῖς οἰκή‐
20μασι τῶν Παλαιολόγων καὶ τῶν πατρικῶν αὐτοῦ φίλων, ἐσήμανε τὴν αὐτοῦ ἄφι‐ ξιν· καὶ πάντες ἔθεον, ἦν γὰρ νύξ. Ὁ δὲ Φραντζῆσκος ἀνελθὼν εἰς ἕνα τῶν πύργων καὶ ὀχυρώσας αὐτὸν σὺν ὑπασπισταῖς καὶ λογχαγοῖς, ἀνεβίβασε τὸν βα‐ σιλέα περιφράξας αὐτὸν Λατίνοις καὶ Ῥωμαίοις ὁπλίταις. Ὁ δ’ αὐτὸς ἔτρεχεν ἐπάνω τοῦ τείχους σὺν πλείστοις δορυφόροις, βοῶντας μεγαλοφώνως· „Πολλὰ τὰ
25ἔτη τοῦ Παλαιολόγου βασιλέως Ἰωάννου.“—Ἤρξατο δὲ λυκαυγίζειν καὶ ὁ δῆ‐ μος ἐνωτισθεὶς τὴν βοὴν ἔτρεχεν εἰς τὸν ἱππόδρομον· πρωΐας δὲ γενομένης καὶ οἱ τοῦ παλατίου καὶ τοῦ δήμου πλεῖστοι σωρηδὸν συνεισέρχοντο. Ὁ δὲ βασιλεὺς Καντακουζηνὸς ἐν συντόμῳ τῇ μονῇ τῆς Περιβλέπτου εἰσελθὼν κείρεται τὴν κό‐ μην καὶ ἀμφιέννυται τὰ μέλανα καὶ τῷ βασιλεῖ καὶ γαμβρῷ μηνύει τὴν τοῦ πα‐
30λατίου δι’ αὐτὸν ἑτοιμασθεῖσαν εἴσοδον. Καὶ ὁ βασιλεὺς κατελθὼν ἀπὸ τοῦ ὀχυ‐ ρώματος τὴν πρὸς τὸ παλάτιον ὥδευε σὺν πᾶσι τοῖς Ἰταλοῖς καὶ τῷ ἀρχηγῷ αὐτῶν Φραντζήσκῳ καὶ παντὶ τῷ πλήθει τῆς πόλεως, ὅσον τῶν εὐγενῶν καὶ ὅσον τῶν τοῦ δήμου ἀκόλουθον. Τότε καὶ ἡ δέσποινα προϋπαντήσασα τῷ βασιλεῖ σὺν τῷ Ἀνδρονίκῳ βρεφυλλίῳ ὄντι κατησπάζοντο ἀλλήλοις καὶ ἀγαλόμενοι εἰ‐
35σῆλθον εἰς τὸ παλάτιον.69

11

.

5

Ὁ δὲ βασιλεὺς Καντακουζηνὸς ἅπαξ ἀφεὶς καὶ δόξαν καὶ βασιλείαν καὶ τρυφὴν τὴν κατὰ κόσμον ἐζήτει παρὰ τοῦ βασιλέως λόγον τοῦ ἐξελθεῖν τῆς Πόλεως καὶ ἐλθεῖν ἐν τῷ Ἁγίῳ Ὄρει καὶ μονάσαι ἐν ἑνὶ τῶν μοναστηρίων· ὃ καὶ πε‐ ποίηκε κἀκεῖ διαβιβάσας χρόνον ἱκανὸν καλῶς ἐν εἰρήνῃ ἀνεπαύσατο. Τότε καὶ
5ὁ Ὀρχὰν ἐγγὺς ἐπλήρωσε τὸ τῆς ζωῆς αὐτοῦ τέλος, τὴν ἡγεμονίαν καταλιπὼν τῷ υἱῷ αὐτοῦ Μωράτ.

12

.

1

Ὁ δὲ βασιλεὺς Ἰωάννης ὑπερβὰς τὰ κεʹ ἔτη καὶ τὴν ἀνδρῴαν ἡλι‐ κίαν ἐνδὺς ἐποίησεν υἱοὺς μετὰ τὸν Ἀνδρόνικον δύο· Μανουὴλ καὶ Θεόδωρον. Ὁ δ’ Ἀνδρόνικος ὑπερεῖχε πάντας τοὺς συνηλικιώτας ἔν τε ῥώμῃ σώματος καὶ ἐν ἡλικίᾳ καὶ κάλλει διαφέρων πολλούς. Ὁ δὲ Μωρὰτ καὶ αὐτὸς ἔχων υἱοὺς τόν
5τε Σαβούτζιον τὸν προρρηθέντα καὶ Κουντούζην καὶ Παγιαζήτ, ὁ δὲ Κουντούζης ἰσήλικος ὢν σὺν τῷ Ἀνδρονίκῳ καὶ κατὰ καιρὸν συνὼν αὐτῷ καὶ συνευφραινόμε‐ νος ἐῤῥέθη λόγος, ὡς ὀμόσαντες ἄμφω ἀνταρσίαν εἰσπράξονται καί, ὁ μὲν Κουν‐ τούζης τὸν Μωράτ, ὁ δ’ Ἀνδρόνικος τὸν Ἰωάννην, τὸν πατέρα αὐτοῦ, διαχειρί‐ σονται καὶ ἔσονται ἀδελφοὶ εἰς τὸ ἑξῆς καὶ ὁ μὲν Ἀνδρόνικος τὴν βασιλείαν, ὁ δὲ
10Κουντούζης τὴν ἡγεμονίαν ἀναδέξηται. Ἐνωτισθεὶς δὲ ταῦτα ὁ Μωρὰτ καὶ ἐξε‐ τάσας ἀκριβῶς καὶ μαθὼν τὰ λαληθέντα ἀληθῆ, ἐξορύττει τοὺς ὀφθαλμοὺς τοῦ υἱοῦ αὐτοῦ Κουντουζίου καὶ στέλλει πρὸς τὸν βασιλέα Ἰωάννην γραφὰς δηλούσας τὴν τύφλωσιν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν αἰτίαν τῆς τυφλώσεως καὶ συναίτιον δηλῶν τὸν Ἀνδρόνικον καὶ υἱὸν αὐτοῦ· καὶ εἰ μὴ καὶ αὐτὸς τὰ ὅμοια δράσει τῷ Ἀν‐
15δρονίκῳ, ἐγερεῖ μάχην ἄσπονδον κατ’ αὐτοῦ.

12

.

2

Τότε ὁ βασιλεὺς Ἰωάννης ἢ διὰ τὴν ἀδυναμίαν ἣν εἶχε, μὴ φέρων ἐχ‐ θρωδῶς διακεῖσθαι τῷ Μουράτ, ἢ διὰ τὴν ὑστέρησιν τῆς γνώσεως,—ἦν γὰρ ὡς ἐπιπολὺ κοῦφος καὶ μὴ πολυπραγμονῶν ἐν ἄλλοις τὰ πράγματα πλὴν ἐν γυναιξὶν ὡραίαις καὶ καλαῖς τῷ εἴδει καὶ τίνος καὶ πῶς παγιδεύσῃ αὐτήν, ἐν δὲ πράγμα‐
5σιν ἑτέροις, ὡς ἔλθοι κατὰ τύχην καὶ κατατροχάδην ἀποῤῥεύσει, οὕτω καὶ ἐδέ‐ χετο καὶ ἀντελάμβανε,—ἐτύφλωσεν οὖν καὶ αὐτὸς τὸν Ἀνδρόνικον καὶ οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάννην, νήπιον ὄντα καὶ μόλις ψελλίζοντα. Ἀντ’ αὐτοῦ δὲ στέφει τὸν δεύτερον τῶν υἱῶν αὐτοῦ εἰς βασιλέα Ῥωμαίων, τὸν
Μανουήλ· τὸν δὲ τρίτον, τὸν καὶ Θεόδωρον, δεσπότην Λακεδαιμονίας καθίστησιν.71
10Τὸν δὲ τυφλὸν Ἀνδρόνικον μετὰ τοῦ παιδὸς Ἰωάννου καὶ τῆς γυναικὸς ἐγκλεί‐ στους ἐν τῷ πύργῳ τοῦ Ἀνεμᾶ καθείργνυσιν.

12

.

3

Διετίαν δὲ ἐν φυλακῇ ἔγκλειστοι γενόμενοι συνδρομῇ τῶν τοῦ Γαλατᾶ Λατίνων ἀπὸ τοῦ πύργου ἐξέφυγον· καὶ οἱ Γενουῖται τοῦτον δεξάμενοι ἤρξαντο ἀντιμάχεσθαι τοῖς Πολίταις, προσωπεῖον κεκτήμενοι τὸν Ἀνδρόνικον. Καὶ πολε‐ μήσαντες ἡμέρας ἱκανὰς πατὴρ πρὸς υἱὸν καὶ υἱὸς πρὸς πατέρα,—τοῦτο τῆς
5Ῥωμαίων ἀπανθρωπίας καὶ τῆς πρὸς Θεὸν ἔχθρας διὰ τῶν φρικωδεστάτων ὅρ‐ κων γενομένης παραβάσεώς ποτε·—εἴσεισιν ἐν τῇ Πόλει Ἀνδρόνικος καὶ βα‐ σιλεὺς Ῥωμαίων ἀναγορεύεται, τὸν δὲ πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς Μα‐ νουὴλ καὶ Θεόδωρον ἐγκλείστους ὁ πύργος, ὃν αὐτὸς εἶχεν ὡς τάρταρον, ὡς ὁ Ζεὺς τὸν πατέρα καὶ Κρόνον καὶ τοὺς ἀδελφοὺς Πλούτωνα καὶ Ποσειδῶνα ἔνδον
10κατεῖχε· καὶ αὐτὸς τῆς βασιλείας ἀντεποιεῖτο.

12

.

4

Διετίαν οὖν καὶ αὐτοὶ ἐν τῷ πύργῳ ἔγκλειστοι γενόμενοι ἀπέδρασαν συνεργείᾳ τινὸς ἀλάστορος, ὄνομα μὲν αὐτῷ Ἄγγελος, τῇ δὲ ἐπωνυμίᾳ διάβο‐ λος καί, μίγδην φέρων σὺν τῇ ἐπωνυμίᾳ τὸ ὄνομα, ἐκαλεῖτο Διαβολάγγελος. Αὐτὸς τοίνυν ἐκβαλὼν ἀπὸ τοῦ πύργου εἴτε ἀγγέλου εἴτε δαίμονος τέχνῃ, ἐπέ‐
5ρασεν αὐτοὺς ἐμβαλὼν ἐν ἀκατίῳ πέραν εἰς τὸ Σκουταρίον. Ὁ δὲ βασιλεὺς Ἀν‐ δρόνικος μαθὼν τὴν φυγὴν τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ οὐκ ἠθέλησεν εἰς μακρὰν γενέσθαι τὰ δυστυχήματα Ῥωμαίοις, οὐδ’ αὐτὸς εἶναι τῶν κακῶν αἴτιος, ἀλλὰ μετακαλεῖται τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς δοὺς πίστεις ἐνόρκους καὶ εἰσάγει τούτους ἐν τῇ Πόλει· καὶ ἀναβιβάζει τὸν πατέρα ἐν τοῖς τῆς βα‐
10σιλείας θώκοις καὶ πίπτει ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ζητεῖ λύσιν τῶν ἐγκλημά‐ των· καὶ αὐτὸς ἀφίησιν. Ἦν γὰρ Ἀνδρόνικος τὸν ἕνα τῶν ὀφθαλμῶν αὐτοῦ ἔχων ἀνεῳγμένον, ὁ δὲ Ἰωάννης, ὁ υἱὸς αὐτοῦ, καὶ τοὺς δύο, σκαρδαμυκτῶν καὶ παραβλὼψ θεωρῶν. Τότε ὁ βασιλεὺς καμφθεὶς καὶ ἐπὶ τῷ γεγονότι πάθει σφο‐ δρῶς λυπηθεὶς ἔπεμψεν αὐτὸν σὺν τῷ παιδὶ καὶ τῇ γυναικὶ οἰκεῖν ἐν Σηλυβρίᾳ
15δωρήσας αὐτῷ ταύτην καὶ Δάνειον καὶ Ἡράκλειαν Ῥεδαιστόν τε καὶ Πάνιδον. Τὸν δὲ Μανουὴλ στέφει ταινίοις καὶ βασιλέα ἀναγορεύει Ῥωμαίων.

12

.

5

Τὸν δὲ Φραντζῆσκον Γατελοῦζον, ὃν ὁ λόγος ὡς φίλον καλὸν καὶ πι‐ στότατον ἐδήλωσε προλαβών, δίδωσι τὴν αὐτοῦ ἀδελφὴν ὁ βασιλεὺς εἰς γυναῖκα καὶ εἰς προῖκα τὴν νῆσον Λέσβον· καὶ τοὺς γάμους τελέσαντες ἀπῆραν ἐκεῖθεν καὶ ἐν Μιτυλήνῃ κατῴκησαν. Μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐκ τοῦ γένους αὐτῶν
5τὴν νῆσον ταύτην κυριεύοντες οὐκ ἔλειψαν.73

12

.

6

Ἐπεὶ δ’ ὁ λόγος ἡμᾶς ἀναποδίζων ἀπὸ τοῦ Παγιαζὴτ εἰς τὸν πάππον αὐτοῦ τὸν Ὀρχὰν ἕνεκα τῶν αἰτιαμάτων τοῦ Καντακουζηνοῦ ἀναχαιτίσας κα‐ τήντησε, φέρε πάλιν τὴν αὐτὴν ῥύμην ἀρξάμενοι πρὸς τὰ τοῦ Παγιαζὴτ εὐθυδρο‐ μήσωμεν, μᾶλλον δὲ πρὸς τὰ τῶν Ῥωμαίων δυστυχήματα, καὶ ἴδωμεν τὴν διή‐
5γησιν ἄχρι ποῦ καταντῆσαι σπουδάζει.

13

.

1

Ἐπεὶ δὲ ὁ Παγιαζὴτ τὰς πολυαρχίας πάσας ἐξῆρεν ἐκ προσώπου τῆς Ἀσιάτιδος γῆς, καὶ Βιθυνίας καὶ Φρυγίας, Μυσίας λέγω καὶ Καρίας, καὶ μονάρχης ἐγένετο, τότε κατὰ τῆς Πόλεως καὶ τὸν νοῦν καὶ τὸν ὀφθαλμὸν ἔστησε· καὶ κατὰ μὲν τὸ πρῶτον πέμψας ἀποκρισιαρίους εἰς βασιλέα ᾐτήσατο φόρους
5διδόναι καὶ ἐν ἐξπεδίτῳ ἕνα τῶν υἱῶν αὐτοῦ πέμπειν σὺν στρατιώταις ρʹ. Ὁ δὲ βασιλεὺς μὴ ἔχων βοήθειαν ἐκ τινὸς τῶν ῥηγάδων ἢ τῶν ἀριστοκρατούντων ἢ τῶν δημοκρατούντων, εἰς τοῦτο κατένευσεν· καὶ μίαν καὶ δευτέραν ὁ βασιλεὺς Μα‐ νουὴλ σὺν ἑκατὸν στρατιώταις ὁπλίταις Ῥωμαίοις ἐπέμφθη παρὰ τοῦ πατρὸς αὐτοῦ Ἰωάννου τοῦ βασιλέως εἰς ὑπουργίαν συστρατεύων τῷ Παγιαζήτ, ὅτε πρὸς Παμ‐
10φυλίαν κατὰ Τούρκων ἐχώρει.

13

.

2

Τὴν δὲ σιτοπομπίαν ἐκώλυσε τὴν κατ’ ἔτος λαμβανομένην ἐξ Ἀσίας εἰς τὰς νήσους, Λέσβον λέγω, Χίον, Λῆμνον, Ῥόδον καὶ τὰς ἑξῆς. Καὶ δὴ στό‐ λον ἑτοιμάσας πέμπει ἐν Χίῳ μακρὰς νῆας ἑξήκοντα καὶ πυρὶ τὴν πόλιν ἐμπιπρᾷ καὶ τὰς πέριξ κώμας ἀφανίζει καὶ τὰς Κυκλάδας νήσους καὶ τὴν Εὔβοιαν καὶ
5τὰ τῶν Ἀθηνῶν μέρη.

13

.

3

Ὁ δὲ βασιλεὺς ὁρῶν τοῦ τυράννου τὸ ἀπερικάλυπτον καὶ αὔθαδες, ἤρξατο κτίζειν εἰς ἓν μέρος τῆς Πόλεως, τὸ λεγόμενον Χρυσείαν Πύλην, κατα‐ σκευάσας πύργους δύο ἐν τῷ θατέρῳ τῶν μερῶν τῆς πύλης, λευκῷ μαρμάρῳ συ‐ νηρμοσμένῳ οἰκοδομήσας αὐτοὺς οὐ διὰ λιθοξόων οὐδὲ διὰ οἰκείων ἀναλωμάτων,
5ἀλλὰ δι’ ἑτέρων ἀναθημάτων καλλίστων, κατεάξας τὸν ναὸν τὸν ἐπ’ ὀνόματι πάντων τῶν ἁγίων κτισθέντα παρὰ κυροῦ Λέοντος, τοῦ σοφοῦ καὶ μεγάλου βασιλέως, καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα, καλῶς οἰκοδομηθέντα καὶ αὐτὸν παρὰ τοῦ βασιλέως Μαυρικίου, καὶ τὰ παραλειπόμενα τοῦ ναοῦ τοῦ ἁγίου Μωκίου, ὃν ἀνήγειρεν ὁ μέγας βασιλεὺς Κωνσταντῖνος. Ἐχώρισεν οὖν μέρος τῆς πόλεως
10ἀπὸ τῆς Χρυσείας Πύλης ἕως τοῦ αἰγιαλοῦ τοῦ πρὸ μεσημβρίαν, κατασκευάσας
καὶ ὁρμητήριον, ἔχων αὐτὸ πρὸς καταφυγὴν ἐν καιρῷ.75

13

.

4

Ἀπαρτισθέντος οὖν τοῦ πολιχνίου, ὁ Παγιαζὴτ ἠβουλήθη ἐκστρατεῦ‐ σαι κατὰ Τούρκων κειμένων ἐν τοῖς μέρεσι τοῖς κατὰ Πέργην τῆς Παμφυλίας· καὶ δὴ καλέσας τὸν βασιλέα, πέμπει κατὰ τὸ σύνηθες τὸν υἱὸν καὶ βασιλέα Μα‐ νουὴλ σὺν τοῖς ἑκατὸν στρατιώταις. Καὶ μετὰ τὴν ἐπάνοδον μηνύει τῷ βασιλεῖ
5Ἰωάννῃ, ἐν τῇ Προύσῃ ὄντος τοῦ Μανουήλ, ἢ τὸ τῆς Χρυσείας πολίχνιον, ὃ ἀνή‐ γειρεν ἐκ νέου, χαλάσαι καὶ ἐρείπιον ἀφεῖναι ἢ τὰς τοῦ Μανουὴλ τοῦ υἱοῦ αὐ‐ τοῦ κόρας ἐξορύξας ταχέως εἰς αὐτὸν πέμψει τετυφλωμένον. Ὁ οὖν βασιλεὺς Ἰωάννης ὁρῶν τὴν τοσαύτην δυναστείαν καὶ μὴ ἔχων, ὅ τι δράσῃ, ἦν γὰρ κατά‐ κοιτος καὶ ἀλγῶν τοὺς πόδας, ἡμιθανὴς ὡς εἰπεῖν ὑπὸ πολλῆς ἀδηφαγίας καὶ
10πολυποσίας καὶ τῶν ἡδυπαθειῶν, μὴ ἔχων ἕτερον ἀντὶ τοῦ Μανουὴλ στέψαι καὶ καταλιπεῖν βασιλέα, βάλλει τὸ φρούριον κάτω καὶ μηνύει τῷ τυράννῳ δι’ ἐναρ‐ γῶν ἀποδείξεων, ὅτι τὸ κελευσθὲν πέρας εἴληφεν. Ὁ δὲ βασιλεὺς ἀκούσας τὸ πικρὸν καὶ ἀπαίσιον μήνυμα, ἔτι ὄντος ἐν ὀδύναις σωμάτων, ἀπέδωκε τὸ χρεών.

13

.

5

Ὁ δὲ βασιλεὺς Μανουὴλ μαθὼν τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ διὰ νυ‐ κτὸς φυγὰς ᾤχετο καὶ δὴ καταλαβὼν τὴν Πόλιν καὶ τὸ πένθος τοῦ πατρὸς αὐτοῦ ὡς ἔθος πληρώσας, ἐκάθητο μεριμνῶν περὶ τοῦ τυράννου, τί ἄρα βούλεται κατ’ αὐτοῦ καὶ κατὰ τῆς Πόλεως. Ὁ δὲ τύραννος μαθὼν τὸν θάνατον τοῦ βασιλέως καὶ
5τὴν φυγὴν τοῦ Μανουήλ, ἠνιᾶτο καὶ δυσχέραινε καὶ κατὰ τῶν οἰκείων ἐμαίνετο, πῶς διέδρα καὶ οὐδεὶς αὐτὸν ἔγνω. Ἠβούλετο γὰρ θανατῶσαι αὐτόν, εἰ ἐν χερ‐ σὶν ἔτυχεν ὤν. Τότε στέλλει πρὸς τὸν βασιλέα Μανουὴλ ἀποκρισιαρίους ζητῶν, ὅ‐ τι βούλεται τοῦ εἶναι καὶ διαμένειν ἐντὸς τῆς Πόλεως ἕνα τῶν αὐτοῦ κριτῶν καὶ νομιμαρίων, ὃν αὐτοὶ καλοῦσι καδῆν, οὐκ εἶναι δίκαιον λέγων τοὺς Μουσουλ‐
10μάνους ἐν ἐμπορίαις ἀσχολουμένους καὶ ἐν τῇ Κωσταντίνου ἀπερχομένους διά τι‐ νων ὑποθέσεων καὶ ἀμφιβολιῶν παρίστασθαι τοὺς Μουσουλμάνους ἐν κριτηρίῳ καβουρίδων, „ἀλλὰ τὸν Μουσουλμάνον δεῖ Μουσουλμάνος κρῖναι,“ καὶ ἕτερα πα‐ ραπλήσια γέμοντα φόρτους ἀδικίας καὶ συκοφαντίας. Τέλος· „Εἰ οὐ βούλει ποιῆ‐ σαι καὶ δοῦναι μοι, ὅσα σοι προστάττω, κλεῖσον τὰς θύρας τῆς Πόλεως καὶ βα‐
15σίλευε ἐν μέσῳ αὐτῆς· τὰ δὲ ἐκτὸς αὐτῆς ἐμὰ πάντα εἰσίν.“

13

.

6

Τότε ὁ τύραννος περάσας ἀπὸ Βιθυνίας εἰς Θρᾴκην πάντα τὰ τῆς Πό‐
λεως ἄστη κατέσκαψε καὶ τοὺς οἰκοῦντας μετοίκισεν ἀπὸ Πανίδου ἄχρις αὐτῆς Πόλεως. Εἷλε καὶ Θεσσαλονίκην καὶ τὰ μετὰ τὴν Θεσσαλονίκην χωρία. Εἰς Πε‐ λοπόννησον δὲ πέμπει Ἀβρανέζην ἀρχηγὸν καὶ λεηλατεῖ πᾶσαν Λακεδαιμονίαν77
5καὶ Ἀχαίαν. Ἐν δὲ ταῖς πόλεσι ταῖς πρὸς Εὔξεινον Πόντον κειμέναις πέμπει Τουραχάνην καὶ ἐρημίᾳ ἐρήμωσεν αὐτάς· καὶ ἁπλῶς εἰπεῖν τὰ πάντα ἠφανίσθη καὶ γεγόνασιν ἄοικα.

13

.

7

Ἡ δὲ Πόλις οὐκ εἶχεν οὔτε τὸν θερίζοντα οὔτε τὸν ἁλοῶντα, ἀλλὰ τῷ μεγέθει τοῦ λιμοῦ ἐστενοχωρεῖτο καὶ ἀπεβάλλετο τὴν ψυχήν. Οὐ γὰρ ἐπολέμει ταύτην ὁ τύραννος, οὐδὲ ῥιψεπάλξεις οὐδὲ τειχεπάλξεις οὐδ’ ἀκροβολισμοὺς οὐδ’ ἄλλο τι τῶν μηχανικῶν ἀντεπήγαγεν, ἀλλὰ μόνον ἀνθρώπους ὑπὲρ μυρίους κα‐
5θημένους κύκλῳ μακρόθεν καὶ προσέχοντας τὰς διεξόδους τοῦ μὴ ἐξέρχεσθαι ἢ εἰσέρχεσθαί τι ἐν αὐτῇ. Ἐγένετο οὖν λιμὸς ἰσχυρὸς ἔνδον τῆς Πόλεως ἀπό τε σί‐ του, οἴνου, ἐλαίου καὶ ἑτέρων εἰδῶν. Πρὸς δὲ χρείαν ἄρτου καὶ πάσης ἄλλης κα‐ τασκευῆς, ἣν ὑπουργοῦσι μαγείρων παῖδες, ἐνδείας οὔσης ξύλων, κατέῤῥιπτον τοὺς ἐξαισίους οἴκους καὶ τὰς δοκοὺς κατέκαιον.

13

.

8

Ὁ δὲ βασιλεὺς Μανουὴλ ἀπορήσας καὶ μηδεμίαν βοήθειαν οὖσαν ἐξά‐ παντος, γράφει πρὸς πάππαν, πρὸς τὸν ῥῆγα Φραγγίας, πρὸς τὸν κράλην Οὐγ‐ γρίας, μηνύων τὸν ἀποκλεισμὸν καὶ τὴν στενοχωρίαν τῆς Πόλεως· καὶ εἰ μὴ τά‐ χος φθάσει ἀρωγή τις καὶ βοήθεια, παραδίδοται εἰς χεῖρας ἐχθρῶν τῆς τῶν χρι‐
5στιανῶν πίστεως. Καμφθέντες οὖν ἐπὶ τούτοις τοῖς λόγοις οἱ τῶν ἑσπερίων ἀρ‐ χηγοὶ καὶ πρὸς τὴν ἀντιπαράταξιν τῶν ἐχθρῶν τοῦ σταυροῦ καθοπλίσαντες ἑαυ‐ τούς, ἤλθοσαν εἰς Οὐγγρίαν ἔαρος ἀρξαμένου ὅ τε ῥὴξ Φιλάνδρας καὶ ἐκ τῶν Ἰγ‐ γλήνων πλεῖστοι καὶ τῆς Φραγγίας οἱ μεγιστᾶνες καὶ ἐκ τῶν Ἰταλῶν οὐκ ὀλίγοι. Καὶ δὴ πρὸς τὰς ἐπιτολὰς τοῦ Κυνὸς ἔπηξαν τὰς σκηνὰς παρὰ τὰς ὄχθας τοῦ
10Δανούβεως, ἔχοντες μετ’ αὐτῶν τὸν κράλην Οὐγγρίας Σιγισμοῦνδον, ὃς καὶ βα‐ σιλεὺς τῶν Ῥωμάνων ὑπῆρχέ τε καὶ ἐλέγετο. Καὶ δὴ περάσαντες τὴν περαίαν ἐν Νικοπόλει καὶ καλῶς ἑτοιμασθέντες κατὰ τοῦ Παγιαζὴτ ὡπλίζοντο. Ὁ δὲ Παγιαζὴτ πρὸ ἱκανὰς ἡμέρας μαθὼν τὴν ἄθροισιν τῶν γενῶν τῶν ἀπὸ ἑσπερίων καὶ συνα‐ θροίσας καὶ αὐτὸς ἅπαντα τὸν στρατὸν αὐτοῦ ἀνατολῆς τε καὶ δύσεως καὶ αὐ‐
15τοὺς τοὺς φυλάσσοντας τὴν Πόλιν, κατὰ πρόσωπον ἤλαυνε. Καὶ περάσας τὴν Φι‐
λίππου καὶ τὰ ὄρη τὰ ὑπερμεγέθη καὶ ἐν τοῖς λιβάσι καταντήσας τοῖς πρὸς Σο‐ φίαν, ἐκεῖ αὐτοὺς ἀπεκδέχετο. Τῇ ἐπιούσῃ τοίνυν ἐμφανεῖς γενόμενοι οἱ χριστια‐ νοὶ καὶ κατὰ σειρὰν παραστάντες, συνασπισμὸν ποιησάμενοι πρῶτον τὸ μέσον διέῤῥηξαν τῆς τῶν πολεμίων φάλαγγος, λίαν εὐρώστως ἀγωνιζόμενοι καὶ κατα‐79
20κόπτοντες τοὺς ἀνθισταμένους, ἕως διήλασαν καὶ ἐς αὐτὴν τὴν τῶν πολεμίων οὐραγίαν. Καὶ συστρέψαντες αὖθις πάντ’ ἔδρων τὰ κράτιστα, ὡς ἀπράκτους ἤδη φαίνεσθαι τοὺς τῶν Τούρκων σφενδονήτας τε καὶ τοξότας. Ὡς δὲ οἱ τῆς Φλάν‐ δρας εἶδον τὸν πόλεμον δεξιῶς πρὸς τοὺς Τούρκους ἀντικαθιστάμενον καί, τὰ πρὸς φυγὴν ὁρμώμενοι, καὶ αὐτοὶ χύδην ὄπισθεν ἔτρεχον καὶ τὰς παρεμβολὰς
25τῶν Τούρκων διαβάντες καὶ αἱματόφυρτα τὰ τέλματα τοῦ πεδίου ἐργασάμενοι εἰς τὰς αὐτῶν παρεμβολὰς ὑπέστρεφον.

13

.

9

Οἱ δὲ Τοῦρκοι σὺν τῷ ἀρχηγῷ Παγιαζήτ, οἵτινες Πόρτα καλεῖται οἷον θύρα τοῦ παλατίου τῆς αὐλῆς, ὄντες ἀργυρώνητοι πάντες καὶ ἐκ διαφόρων γενῶν τῶν ἀπαριθμουμένων ἐν χριστιανοῖς, ὑπὲρ μυρίους ὄντας καὶ ἐν λόχμῃ τινὶ κε‐ κρυμμένους διὰ τὸ ἀνύποπτον, συμφρονήσαντες αὐτοβοεί τε κατὰ τῶν Φράγκων
5καὶ τῶν Οὔγγρων ὁρμήσαντες καὶ κατὰ κύκλον περιελθόντες καὶ συμμίξαντες, τοὺς μὲν ἔργον ἀπέφαινον ξίφους, τοὺς δὲ φυγάδας ἐποίουν. Στραφέντες δὲ οἱ τῶν Φρανδάλων καὶ ἰδόντες τὴν τροπὴν τῶν Οὔγγρων καὶ τοὺς Τούρκους ἀλα‐ λάζοντας καὶ εἰς ἀέρα φωνὰς πέμποντας καὶ κατόπιν τρέχοντας, ἐξαίφνης ἄλλοι σὺν βοῇ ταραχώδει καὶ σαλπίγγων ἠχῇ ἐπεισπεσόντες τοῖς Φράγγοις, τοὺς μὲν
10ἐδίωξαν, ἄλλους δὲ ἔβαλον κάτω τῶν ἵππων καὶ τοὺς ἑτέρους τοὺς ἀνθισταμένους κατέσφαξαν, καταδιώξαντες τοὺς λοιποὺς ἄχρι Δανούβεως, ὧν οἱ πλεῖστοι ἐν τῷ ποταμῷ ἔῤῥιψαν ἑαυτοὺς καὶ ἀπεπνίγησαν. Ἐζώγρησαν οὖν ζῶντας μεγιστᾶ‐ νας, τὸν δοῦκα τῶν Φρανδάλων καὶ Μπεργονίας καὶ ἑτέρους Φραντζέζιδας καὶ ὑψηλοτάτους μπαρούνιδας, οὓς πέμψας ἐν τῇ Προύσῃ ἀπέκλεισεν καὶ διὰ πολ‐
15λῶν χρημάτων ἀπεμπόλησεν, δόντες ἐγγυητὴν τὸν αὐθέντην Μιτυλήνης καὶ υἱὸν τοῦ προῤῥηθέντος Φραντζήσκου τοῦ Γατελούζου.

14

.

1

Φυσιωθεὶς οὖν ἐν τῷ τοιούτῳ εὐτυχήματι καὶ λίαν ἐπαρθεὶς πέμπει πρὸς τὸν βασιλέα Μανουὴλ ἀποκρισιαρίους, ζητῶν τὴν Πόλιν· αὐτὸς δὲ οὐδ’ ἀπό‐ κρισιν ἔδωκεν. Οἱ δὲ πλεῖστοι τῆς Πόλεως βιαζόμενοι ὑπὸ τοῦ λιμοῦ, συνεθλί‐ βοντο μὲν καὶ δώσειν προαιροῦντο τὴν πόλιν. Ἀλλ’ ὑπομιμνήσκοντες τὰ πραχθέν‐
5τα ἐν τῇ Ἀσίᾳ παρὰ τῶν Τούρκων, τὴν φθορὰν τῶν πόλεων, τὴν ἐρήμωσιν τῶν ἱερῶν τεμενῶν, τοὺς καθ’ ἑκάστην ὥραν πειρασμοὺς καὶ συκοφαντίας τοῦ ἐξο‐
μόσασθαι τὴν εὐσέβειαν, ὀπισθόρμως τὸν νοῦν ἤλαυνον λέγοντες· „Μὴ ἀποκά‐ μωμεν· θήσωμεν εἰς Θεὸν τὰς ἐλπίδας ἡμῶν· ἔτι μικρὸν ὑπομείνωμεν καὶ τίς οἶδεν, εἰ ἄρα ὁ Θεὸς παριδὼν τὰς ἁμαρτίας ἡμῶν, ὥς ποτε τοὺς Νινευΐτας81
10ἐλεήσει καὶ σώσει ἡμᾶς ἀπὸ τοῦ θηρίου τούτου.“ Ὁ δὲ τύραννος ὅσον ἔβλεπε τοὺς Πολίτας ἀνθισταμένους καὶ μὴ ἐνδόντας τοῖς αὐτοῦ θελήμασιν, τοσοῦτον ἠγρί‐ αινε καὶ ἐθυμοῦτο κατὰ τῆς πόλεως.

14

.

2

Τί δὲ συνέβη; Ὁ πρὸ μικροῦ λαληθεὶς Ἀνδρόνικος καὶ ἀδελφὸς τοῦ βασιλέως Μανουὴλ ἦν τεθνηκὼς ἐν Σηλυβρίᾳ, ὁ δὲ μεῖραξ Ἰωάννης, ὁ υἱὸς αὐ‐ τοῦ, ἀνδρωθεὶς καὶ τὸν τόπον ἐπέχων τὸν πατρικόν, ἐζητεῖτο παρὰ τοῦ Παγια‐ ζὴτ Σηλυβρία. Ὁ δὲ οὐκ ἠνέσχετο, λέγων καὶ διηγούμενος τὴν ἀδικίαν, ἣν ἔπα‐
5θεν παρὰ τοῦ πάππου αὐτοῦ, αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ. Καὶ ἀνέκειτο εἰς αὐτοὺς τὸ βασίλειον, ὁ δὲ ἀδικήσας αὐτοὺς ἔδωκε τὴν βασιλείαν τῷ δευτέρῳ υἱῷ „καὶ τὸν ἐμὸν πατέρα τὸ πολίχνιον τοῦτο, ὡς ὁρᾷς· εἰ δὲ καὶ σὺ τοῦτο λάβεις, ὑπερη‐ δίκημαι.“—Τότε ὁ Παγιαζὴτ χώραν εὑρών, ἄλλην ἐτράπη· ζητῶν γὰρ ἔκτοτε τὴν Κωνσταντίνου, καὶ τὸ τοῦ Ἰωάννου, τοῦ ἀνεψιοῦ τοῦ Μανουήλ, ὄνομα οὐκ
10ἔλειπε λέγων· „Ἔξελθε, σὺ Μανουήλ, ἐκ τῆς Πόλεως· εἰσαχθήτω ὁ Ἰωάννης ὡς φύσει κληρονόμος τῆς βασιλείας καὶ ἐγὼ παντοίαν γαλήνην ἕξω καὶ εἰρηναίαν κατάστασιν σὺν τοῖς Πολίταις.“

14

.

3

Τότε ὁ βασιλεὺς Μανουὴλ ὁρῶν τὸν δῆμον ἐν δυχοστασίαις σαλευόμε‐ νον—καὶ τὸ μὲν ἀνταῖρον ἦν καὶ καταβοῶν, τὸ δὲ καὶ μάλα ἐνθαῤῥύνετο καὶ ἐκέκραγεν, ὡς· „Ἰωάννης εἰσαχθήτω καὶ ἀρθήτω τὰ σκάνδαλα·“—ὁ δὲ βασι‐ λεὺς Μανουὴλ σύννους ὢν καὶ παιδείας μεστός, ὁρῶν τὸν χυδαῖον λαὸν παραψι‐
5θυρίζοντα καὶ αἰτιῶντα, ὡς οὐ παραχωρεῖ τῷ ἐφέδρῳ τὴν καθέδραν, ἀλλὰ τυ‐ ραννικῶς ἡγεμονεύειν ἐθέλων οὐ φροντίζει τὰ περὶ τῆς σωτηρίας τοῦ κοινοῦ, βουλὴν βουλεύεται σοφωτάτην καὶ μάλα συνετικήν. Μηνύει τῷ Ἰωάννῃ παρα‐ καθημένῳ τότε τῇ Κωσταντίνου σὺν Τούρκοις χιλιάσι δέκα καὶ δίδει ὅρκους αὐτῷ καὶ λαμβάνει παρ’ αὐτοῦ τοῦ εἰσαχθῆναι ἐντὸς τῆς Πόλεως καὶ παραδοῦ‐
10ναι αὐτῷ τὴν βασιλείαν τῶν Ῥωμαίων, αὐτὸς δὲ ὁ Μανουὴλ ἐξελθεῖν σὺν ταῖς τριήρεσι ταῖς εὑρισκομέναις καὶ ἀπελθεῖν, ὅπου ἄρα Θεὸς βούλεται. Πεισθεὶς οὖν τοῖς ῥήμασι καὶ τοῖς ὅρκοις εἴσεισι· καὶ δὴ φιλοφρόνως δεξάμενος αὐτὸν ὁ βασιλεὺς καὶ παραδοὺς αὐτῷ τὸ παλάτιον καὶ δημηγορήσας κατενώπιον πάν‐ των τῶν ἀρίστων καὶ τῶν τοῦ δήμου, αὐτὸς ἐν τριήρεσιν ἐμβὰς σὺν γυναικὶ καὶ
15τέκνοις ἐξῆλθε τῆς Πόλεως, παραδοὺς τὴν βασιλείαν τῷ Ἰωάννῃ.83

14

.

4

Τίς δὲ ὁ σκοπὸς τοῦ Παγιαζὴτ καὶ τίς ὁ τοῦ βασιλέως Μανουήλ; Ὁ μὲν Παγιαζὴτ ἐφαντάζετο τὴν Πόλιν ἔχειν ἐκ χειρὸς τοῦ Ἰωάννου· καὶ γὰρ προε‐ ζήτησε τοῦτο καὶ αὐτὸς ὑπέσχετο· καὶ ὁ Παγιαζὴτ ἀντὶ τῆς Πόλεως ὑπέσχετο δώσειν τὴν Πελοπόννησον ἐνόρκως καὶ εἰς τὸ ἑξῆς ἔχειν εἰρηναίαν κατάστασιν.
5Ὁ δὲ βασιλεὺς χριστιανικώτατος ὢν καὶ μεμνημένος τὰ θεῖα καὶ ἐν φρονήσει μεστός, ὁρῶν τὸ ὑπήκοον ἅπαν ταλαιπωρούμενον ὑπὸ ἐνδείας, μόδιος γὰρ σίτου ὑπὲρ τὰ εἴκοσι νομίσματα· καὶ ποῦ νόμισμα; οἴνου τὸ ὁμοίως· καὶ ἄλλων ἀναγ‐ καίων τροφῶν λείψις· ἐξ ἀνάγκης ὁ κοινὸς λαὸς εἰς ἀπιστίαν καὶ προδοσίαν πα‐ τρίδος ἑώρα·—καὶ αὐτὸς ἐξωμολογεῖτο καθ’ ἑκάστην ὥραν τε καὶ ἡμέραν τῷ
10Θεῷ, λέγων· „Μή μοι γένοιτο, Χριστὲ βασιλεῦ, μηδὲ ἀκουσθήτω ἐν τοῖς ἀπεί‐ ροις ἔθνεσι τῶν χριστιανῶν, ὅτι ἐν ἡμέραις Μανουὴλ τοῦ βασιλέως παρεδόθη ἡ Πόλις καὶ τὰ ἐν αὐτῇ ἅγια καὶ τίμια σκεύη τοῖς ἀσεβέσι καὶ χριστομάχοις·“— Εὑρὼν οὖν τότε τὸν Ἰωάννην συνεργοῦντα τῷ τυράννῳ τοῦ ποιῆσαι αὐτὸν βα‐ σιλέα.—καὶ ὁ τύραννος φροντίζων τὴν πραγματείαν ὡς ὑπὲρ ἐκείνου,—ὁ Μα‐
15νουὴλ εἰρήκει τὸ σῷζον· „Σῴζου καὶ μὴ μελέτω σοι περὶ βασιλείας·“

14

.

5

Ἐλθὼν δὲ ἐν τοῖς παραλίοις τοῦ Πέλοπος ἀφῆκε τὴν δέσποιναν σὺν τοῖς τέκνοις ἐκεῖ· εἶχε γὰρ τὸν Ἰωάννην βρέφος καὶ τὸν Θεόδωρον νήπιον. Κα‐ ταλείψας δὲ αὐτοὺς ἐν Μεθώνῃ καὶ τὰς τριήρεις ὄπισθεν πέμψας, αὐτὸς ἐν μιᾷ τῶν μεγάλων νηῶν εἰσελθὼν ἔπλει εἰς Βενετίαν, ἀπὸ δὲ Βενετίας εἰς Μεδιόλανα,
5Γενοῦαν, Φλωρέντζιαν, Φεραρίαν καὶ ἅπασαν Ἰταλίαν διελθών, ἀπὸ Προβέντζας ἐχώρει εἰς Γερμανίαν ἤτοι Φραγγίαν· καὶ πάντες οἱ ῥηγάδες καὶ δοῦκαι καὶ κόν‐ τιδες ἐτίμων αὐτὸν καὶ ὡς ἡμίθεον δώροις ἠμείβοντο. Διελθὼν δὲ πᾶσαν Φραγ‐ γίαν καὶ εἰς τὰ τῶν Ἀλαμανῶν ὅρια περάσας, πάλιν ἦλθεν εἰς Βενετίαν. Οἱ δὲ Βένετοι πρεπόντως φιλοξενήσαντες καὶ σὺν δώροις πλείστοις ἀποπέμψαντες,
10ἐστράφη εἰς Μεθώνην σὺν ταῖς αὐτῶν τριήρεσι καὶ συντυχὼν τῇ δεσποίνῃ καὶ τοῖς τέκνοις ἐκάθητο καραδοκῶν τὰ τῆς Πόλεως ἀτυχήματα, μᾶλλον τὰ τοῦ
ἔθνους τῶν Ῥωμαίων δυστυχήματα.85

15

.

1

Ὁ δὲ βασιλεὺς Ἰωάννης εἰσελθὼν ἐν τῇ Πόλει καὶ στεφθεὶς βασι‐ λεὺς εἰσῆξε πρῶτον κατὰ τὸ αἴτημα τοῦ Παγιαζὴτ κριτὴν Τοῦρκον, ὃς τὰς ἀμφι‐ βολίας τὰς ἀναμεταξὺ συμβαινούσας Ῥωμαίοις καὶ Τούρκοις αὐτὸς διέκρινε κατὰ τὸν Ἀραβικὸν νόμον. Καὶ πάντα ὅσα εἶχον Ῥωμαῖοι μέχρι Σηλυβρίας καὶ
5αὐτὴ Σηλυβρία τοῦ Παγιαζὴτ ἐγένοντο καὶ ὁ Ἰωάννης ἦν βασιλεύων μόνον ἐντὸς τῆς Πόλεως.

15

.

2

Ὁ δὲ Παγιαζὴτ καθήμενος ἐν Προύσῃ καὶ τὰ τῆς εὐτυχίας ὑψίκομα δένδρα ὁρῶν καρποῖς βρίθοντα καὶ καθ’ ἑκάστην ἡμέραν ἀδεῶς κατατρυφῶντα ἐν διαφόροις στρουθῶν κελαδίσμασιν, οὐ γὰρ ἔλειπέ τι τῶν ἐν τοῖς γένεσι τῶν γλωσσῶν ὡραῖον, εἴτε ἐν σώματι ζῴου ἢ μετάλλου ἢ ἄλλης τινὸς ἐν τῷ κόσμῳ
5δοθείσης παρὰ τοῦ Θεοῦ ἡδείας ὄψεως, τοῦ μὴ εἶναί τε καὶ εὑρίσκεσθαι ἐν τοῖς θησαυροῖς αὐτοῦ, ἐκλεγόμενα τοίνυν τὰ καθαρὰ τῶν σωμάτων καὶ τῶν ὡραίᾳ τῇ ὄψει ἀῤῥένων τε καὶ θηλέων, παρίσταντο παιδάρια νέα καὶ τρυφερὰ καὶ κό‐ ραι ὑπὲρ τὸν ἥλιον λάμπουσαι,—τίνων; Ῥωμαίων, Σέρβων, Βλάχων, Ἀλβανι‐ τῶν, Οὔγγρων, Σάξων, Βουλγάρων καὶ Λατίνων,—ἕνα ἕκαστον μελῳδούντων
10τῇ ἰδίᾳ διαλέκτῳ καὶ μὴ βουλομένων, αὐτὸς δὲ καθήμενος καὶ κατασπαταλῶν οὐκ ἐπαύετο ἀφροδισιάζων, ἐν ἀῤῥένοις ἀσελγαίνων καὶ θήλεσιν.

15

.

3

Ταῦτα τῶν παρανομιῶν ἡμῶν τὰ ἐπίχειρα. Δικαία ἡ τοῦ Θεοῦ παίδευ‐ σις. Ἀλλὰ σύ, κύριε, ἀπόδος καὶ αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν· Πάριδε τὰς ἀνο‐ μίας ἡμῶν, δέσποτα, καὶ μὴ ἐάσῃς συντριβῆναι ἡμᾶς ὡς καλάμην στυπείου, ἀλλὰ βλέψον εἰς ἡμᾶς ἱλέῳ ὄμματί σου.

15

.

4

Κατασπαταλῶντος οὖν μιᾷ τῶν ἡμερῶν, ἰδοὺ μήνυμα, ὡς ἀποκρισιάριοι ἤλθοσαν ἀπὸ Περσίας ζητοῦντες ἰδεῖν τὸν ἡγεμόνα.—„Παρὰ τίνος;“ ἀπεκρίνα‐ το.—Οἱ δέ· „Παρὰ τοῦ Τεμὴρ–χάν, σουλτάνου Περσίας καὶ Βαβυλῶνος.“—Ὁ δὲ προσέταξε τοῦ δοῦναι αὐτοῖς τόπον εἰς ἀνάπαυσιν. Μετὰ δέ τινας ἡμέρας
5προσκαλεσάμενος αὐτοὺς ἐζήτει τὰ τῆς πρεσβείας ἀκοῦσαι. Οἱ δὲ ἐλθόντες καὶ παραστάντες ἐνώπιον αὐτοῦ ἔφησαν· „Ὁ μέγας χὰν Τεμὴρ δι’ ἡμᾶς τοὺς δού‐ λους αὐτοῦ μηνύει σοι λέγων, ὅτι οὐκ ἔξεστίν σοι ἁρπάζειν τὰ ἀλλότρια καὶ δι’ αὐτῶν γενέσθαι σε μέγας ἀρχηγός. Ἀρκοῦ εἰς ὅσα σοι ὁ Θεὸς δέδωκε παρὰ τῶν ἀπίστων λαβών· τὰς δὲ ἐπαρχίας, ἃς παρὰ τῶν λοιπῶν ἡγεμόνων λῃστρικῶς
10ἥρπασας, παρευθὺ στρέψας δός, ἵνα καὶ παρὰ Θεῷ εὖ σοι γένηται καὶ παρὰ τῶν λοιπῶν ἡγεμόνων εὐχαριστίας καὶ ἐπαίνους ἕξεις. Εἰ δὲ μή, ἐγὼ ἔσομαι σὺν
Θεῷ ἐκδικητὴς αὐτῶν.“—Ταῦτα καὶ ἄλλα πλείω εἰπόντες, ὁ Παγιαζὴτ ἐκέλευ‐ σεν ξυρίῳ καθᾶραι τοὺς πώγωνας καὶ ἀποπέμψαι ἀτίμους, φήσας αὐτοῖς· „Ὑπά‐ γετε, ἀπαγγείλατε τῷ κυρίῳ ὑμῶν· ἐρχέσθω ταχύ· ἐκδέχομαι γὰρ αὐτόν. Ἔστω87
15κεχωρισμένος ἀπὸ τῆς αὐτοῦ νομίμου γαμετῆς, εἰ μὴ ἔλθοι.“—Ταῦτα καὶ ἕτερα ἀδολεσχήματα εἰπὼν πρὸς αὐτούς, ἀτίμως ἀπέπεμψεν. Αὐτὸς δὲ μὴ ἀμελήσας, ἀλλὰ σὺν πάσῃ τῇ στρατιᾷ πρὸς τὰ ἀνώτερα μέρη τῆς Ἀρμενίας ἐστράτευσεν.

15

.

5

Ἦν γὰρ τῷ προλαβόντι χρόνῳ λαβὼν τὴν τῆς Καππαδοκίας Μεγάλην Σεβάστειαν· ἐν δὲ τῇ στρατείᾳ ταύτῃ διαβὰς τὰ ὅρια τῆς Μεγάλης Ἀρμενίας καὶ εἰς τὴν τῶν Τουρκοπερσῶν γῆν εἰσελθὼν ἐκράτησε μίαν τῶν πόλεων λεγο‐ μένην Ἀρσυγγάν. Ἐπαναζεύξας δὲ ἦλθεν ἐν Προύσῃ· ἀπάρας δὲ ἐκ τῆς Πρού‐
5σης καὶ διαβὰς τὸν πορθμὸν ἦλθεν εἰς Ἀδριανούπολιν καὶ τῷ βασιλεῖ Ἰωάννῃ μηνύει λέγων, ὅτι· „Ἐγὼ μέν, εἰ καὶ τὸν βασιλέα Μανουὴλ ἐξέωσα τῆς Πόλεως, οὐ διὰ σέ, ἀλλὰ δι’ ἐμὲ τοῦτο πεποίηκα. Καὶ εἰ μὲν βούλει τοῦ εἶναί σε ἡμέτερον φίλον, μετάστηθι τῶν ἐκεῖ καὶ δώσω σοι ἐπαρχίαν, ἣν ἂν βούλῃ· εἰ δὲ μή γε, μάρτυς μοι Θεὸς καὶ ὁ μέγας προφήτης, οὐ φείσομαί τινος, ἀλλὰ πάντας ἄρδην
10ὀλέσω.“—Ταῦτα καὶ ἕτερα ὁ Παγιαζὴτ ὀργίλα πέμψας μηνύματα, αὐτοὶ τῷ Θεῷ τὰς ἐλπίδας ἀνέθεντο· ἦσαν γὰρ προμελετηκότες ἐκ πολλῶν ὀλίγα πρὸς τροφήν. Οἱ δὲ ἀπεκρίναντο λέγοντες· „Ὑπάγετε, ἀναγγείλατε τῷ κυρίῳ ὑμῶν· ἡμεῖς ἐν ἀδυναμίᾳ ὄντες καὶ δυναστίᾳ πολλῇ, οὐκ ἔχομεν ποῦ καταφυγεῖν, εἰ μὴ εἰς Θεὸν τὸν βοηθοῦντα τοὺς ἀδυνάτους καὶ καταδυναστεύοντα τοὺς δυνά‐
15στας. Καὶ εἴ τι βούλει, ποίει.“—

15

.

6

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἦλθον μηνύματα φέροντες ἐξ Ἀμασείας, ὡς ὁ Τεμὴρ–χὰν στρατεύει κατὰ τῆς Συρίας. Ὁ Παγιαζὴτ δὲ περάσας καὶ ἐν τῇ Προύσῃ διάγων, πέμψας ἁπανταχοῦ προσεκαλεῖτο τὰς δυνάμεις πάσας τῆς ἑῴας καὶ τῆς δύσεως. Ὁ δὲ Τεμὴρ–χὰν διαβὰς τὴν Ἀρμενίαν ἐχειρώσατο πρῶ‐
5τον τὸ Ἀρσυγγὰν πολέμου νόμῳ καὶ πάντας τοὺς οἰκισθέντας παρὰ τοῦ Πα‐ γιαζὴτ ξίφει κατέσφαξεν. Εἶτα ἐλθὼν εἰς Σεβάστειαν καὶ μεγαλόπολιν οὖσαν, ἔπηξε χάρακα· καὶ ζητήσας τὴν πόλιν καὶ μὴ ἐνδόντες οἱ ἐντός, κατορύξας γύ‐ ροθεν ἔστησεν αὐτὴν ἐπάνω τῶν δοκῶν καὶ τῶν σανίδων κάτωθεν ἐκ θεμέθλων, μὴ γνόντος τινὸς τῶν ἐντός, τί ἄρα ἐγεγόνει τὰ κατ’ αὐτῶν· ἦσαν γὰρ οἱ ὀρύκται
10ἀρξάμενοι τὴν ὀρυγὴν ἀπὸ μακρόθεν τῆς πόλεως, μίλιον ἓν καὶ πλέον. Ἦν δὲ ἡ πόλις ἐκ πλίνθου ὠμῆς οἰκοδομηθεῖσα. Τότε πάλιν ἐμήνυσε τοῖς ἔνδον λέγων· „Εἰ βούλεσθε τοῦ σῴζεσθαι, παράδοτε τὴν πόλιν·“—Αὐτοὶ δὲ μὴ πεισθέντες, ἀλλὰ λοιδορίας ἐκχέαντες ἀμέτρους, πῦρ ἐνίησι τοῖς δοκοῖς, οἷς, ἐνίδρυτο ἡ πόλις καὶ ἐκ τῶν θεμελίων κατέπεσε καὶ εἰσελθόντες ἤρξαντο ἀφειδῶς κατακόπτειν καὶ89
15σκυλεύειν τοὺς πολίτας. Ὁ δὲ Ταμὴρ–χὰν ἐκέλευσε πάντας τοὺς προὔχοντας τῆς πόλεως συναθροῖσαι εἰς ἓν καὶ προστάξας λάκκους ὀρύγειν ὡς τάφους μεγέθεις καὶ δεσμεῖν αὐτοὺς δεσμόν, ὃν οὐκ ἐσοφίσατό τις τῶν τυράννων· τὸν γὰρ αὐχέ‐ να ὑποκλίναντες καὶ ἐν μέσῳ τῶν σκελῶν ὠθήσαντες, ἄχρις ἡ ῥὶν τοῦ δυστυ‐ χοῦς ἐκείνου, ὁποίου ἄρα καὶ εἴη, καταντήσῃ ἐν τῷ πρωκτῷ, αἱ δὲ κνῆμαι σὺν
20τοῖς γόνασιν ἐξ ἑκατέρων τῶν ὤτων ἀπῃωρημέναι, καὶ ὁ ἄνθρωπος ὥσπερ καν‐ θόχοιρος σφαιροειδὴς ἐν τῷ τάφῳ ἠκοντίζετο. Καὶ δέκα ἢ καὶ πλείονες ἐν ἑνὶ μνημείῳ ὄντες, οὐ συνέκλειον χώμασιν, ἀλλὰ σανίσιν ἀσφαλίσαντες ἐπάνω τῶν σανίδων ἐχωμάτιζον, ἵνα μὴ εὐκόλως πνιγέντες ἀποβάλλωνται τοῦ ζῆν. Τοιαύτην ὁ Σκύθης ἐπενοήσατο βάσανον. Ἐπεὶ οὖν αὐτὴν εἰς τέλος ἠφάνισεν, ἔρχεται εἰς
25τὰ τῆς Φοινίκης μέρη καὶ ἕως αὐτῆς Δαμασκοῦ καὶ ἐμπιπρᾷ καὶ λεηλατεῖ καὶ λαμβάνει πλοῦτον ἀναρίθμητον καὶ αἰχμαλωσίαν πολλήν. Καὶ τὴν Δαμασκὸν ἐρη‐ μώσας ἐπὶ τὸ Χάλεπ διαβαίνει καὶ αὐτὸ ἠφάνισεν· καὶ πολλοὺς τῶν τεχνῶν ἐπι‐ στήμονας εἰς Περσίαν μετοίκισεν. Καὶ τοὺς Ἄραβας φοβήσας ἐπανέζευξεν εἰς Σαμαρχάντ, μητρόπολιν Περσίας. Ὁ δὲ Παγιαζὴτ ἀκούων τὰ γενόμενα ἐν τῷ
30Ἀρσυγγάν, ἐν Σεβαστείᾳ τῇ πόλει, ἐν Συρίᾳ καὶ ἐν τῇ Δαμασκῷ καὶ τῷ Χά‐ λεπ, οὐκ ἐπαύετο ποιῶν ἀπογραφὰς ἔν τε ἑῴᾳ καὶ ἐν τῇ Ἀσίᾳ ἀθροίζων νέον στρατὸν καὶ ὑπὲρ περισσοῦ τοῦτον πληθύνων.

15

.

7

Οἱ δὲ πτωχοὶ Πολῖται σὺν τῷ βασιλεῖ χεῖρας πρὸς Θεὸν αἴροντες, σὺν δάκρυσι πλείστοις ἱκέτευον λέγοντες· „Θεὲ καὶ Κύριε τοῦ ἐλέους, ἐλέησον ἡμᾶς τοὺς ἀχρείους δούλους σου καὶ δὸς τὸν ἐπαπειλοῦντα ἡμᾶς καὶ τὸν σὸν οἶκον τοῦ‐ τον καὶ τὰ ἐν αὐτῷ ἅγια ἄλλην μέριμναν, ἄλλην φροντίδα, ἄλλον λογισμόν, ἵνα
5ἐλευθερωθέντες τῆς αὐτοῦ τυραννίδος δοξάσωμέν σε τὸν πατέρα καὶ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, τὸν ἕνα Θεὸν εἰς τοὺς αἰῶνας ἀμήν.“

16

.

1

Ἔαρος δὲ ἀρξαμένου ἰδοὺ καὶ ὁ Τεμὴρ–χὰν ἐκ Περσίας πρὸς τὰ τοῦ Τανάϊδος μέρη ἐλθὼν καὶ τοὺς Ταυροσκύθας καὶ Ζικχοὺς καὶ Ἀβασγοὺς ἀθροίσας καὶ τὰ ἐν τῷ Βοσπόρῳ πολίχνια κατασκάψας, διέβη πρὸς τὰ τῆς Ἀρ‐ μενίας μέρη· καὶ τὴν Καπαδοκίαν διελθὼν σὺν πολλῇ στρατιᾷ καὶ ἐκ τῶν Ἀρ‐
5μενίων οὐκ ὀλίγους παραλαβών, πρὸς τὰ τῶν Γαλατῶν μέρη ἀφίκετο στρατὸν
ἔχων ὡς ὁπότε Ξέρξης πολυαρίθμητον.91

16

.

2

Ὁ δὲ Παγιαζὴτ καὶ αὐτὸς πᾶσαν στρατιὰν συνάξας θρᾳκικήν τε καὶ ἀνατολικὴν καὶ νεόλεκτον ἄλλον στρατὸν καὶ τὸν Σέρβον ἔχων ὁμοῦ Στέφανον, τὸν τοῦ Λαζάρου υἱὸν σὺν δορυφόροις πλείστοις, ἐξῆλθε καὶ αὐτὸς συναντήσων τῷ Τεμήρ. Ὡς δὲ καὶ αὐτὸς προσήγγισε τοῖς μέρεσι Γαλατίας, ἔμαθεν, ὅτι Τε‐
5μὴρ ἐν Ἀγγύρᾳ τῇ πόλει πληκεύων ἦν. Ἐγγίσας δὲ κἀκεῖνος πλησίον καὶ τὰς σκηνὰς πήξας ἐν μέσῳ τοῦ κάμπου πλησίον Ἀγγύρας, εἶχε καὶ τὸν ποταμὸν εὐθυῤῥοοῦντα καὶ τὸ πότιμον ὕδωρ διά τε τὴν χρείαν τοῦ στρατοῦ καὶ τῶν ἵππων καὶ πάσης τῆς παρατάξεως· ὁ δὲ Τεμὴρ ἦν οἰκῶν ἐν ἀνύδρῳ γῇ. Πλὴν τί γίνεται; Κελεύει ὁ Παγιαζὴτ διαλαλιὰς γενέσθαι ἐν μέσῳ τοῦ φωσάτου τῇ
10ἐπιούσῃ ἐξελθεῖν ἅπαντας ἐν κυνηγεσίῳ. Ἐξῆλθεν οὖν σὺν παντὶ τῷ στρατεύ‐ ματι τρεῖς ἡμέρας κυνηγετῶν καὶ ἐλάφους διώκων. Ὁ δὲ Τεμὴρ ἀναστὰς ἀπὸ τοῦ τόπου, οὗ ἦν, ἦλθε καὶ ἐσκήνωσεν ἐν ταῖς ὄχθαις τοῦ ποταμοῦ, ὅπου ἐκάθητο πρώην ὁ Παγιαζήτ. Ὕδατος τοίνυν σπανίζοντος, ἐπεὶ καὶ ὁ ἥλιος ἐν τῷ λέοντι τὴν πορείαν ἐποίει, ὁ Τεμὴρ οὐκ ἐφρόντιζε πλέον περὶ ὑδροποσίας. Ἀλλ’ ὁ Πα‐
15γιαζὴτ ἀλαζονευόμενος καὶ ὑπεροπτικῶς δεικνύων τὴν συμπλοκὴν τοῦ Τεμήρ, ὡς ἐκ δευτέρου λόγου προσέχων αὐτήν, ἐνήργησε τὰ κυνηγέσια· καὶ ἡ πρώτη τῆς αὐτοῦ δυστυχίας ἐμβολὴ ὑπῆρχεν αὕτη. Ἐξελθὼν γὰρ καὶ τοῦ ἡλίου ὄντος ἐν μεσουρανήματι, οἱ στρατιῶται ὑπὸ τοῦ καύσωνος ἀπελέγοντο τῇ ζωῇ· καὶ ἐζήτουν ὕδωρ καὶ οὐκ ἦν· καὶ ἐλειποψυχοῦντο καὶ ἀπέθνησκον. Ἀπέθανον οὖν
20ἐν τῇ κακοπαθείᾳ αὕτῃ ἄνδρες πεντακισχίλιοι. Μετὰ δὲ τρεῖς ἡμέρας στραφεὶς ἐν ᾧ τόπῳ ἔκειτο, εὗρε τὸν Ταμὴρ ἐκεῖ κατουνεύσαντα· καὶ τὸ ὕδωρ οὐχ ὑπ’ ἐξουσίαν αὐτοῦ ἦν, ἀλλ’ ἡ θέσις τοῦ τόπου ἀπεμάκρυνε τοῦτο καὶ οὐκ εἶχον εὐ‐ κόλως. Ἐξ ἀνάγκης οὖν ἔγνωσαν, ὅτι τῇ ἐπιούσῃ ἐξ ἀνάγκης μέλλωσι συνάψαι πόλεμον.

16

.

3

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις, ὁπότε τὴν ἐαρινὴν ὥραν ὁ ἥλιος ἐποίει διιὼν τοὺς διδύμους, περὶ τὰ ἑσπέρια μέρη σημεῖον ἐφάνη ἐξ οὐρανοῦ καὶ προ‐ άγγελος κακῶν. Τὸ δὲ ἦν κομήτης περιφανής, ὄρθιον ἔχων τὴν κόμην καὶ ὡς πῦρ φλογερὰν ὑπὲρ πήχεις τέτταρας, ἀπὸ δύσεως ἐν ἑῴᾳ ὡς δόρυ κινῶν τὴν
5ἀκτῖνα. Ὁπότε δ’ ἂν ὁ ἥλιος ὑπὸ τὸν ὁρίζοντα δύνας ἦν, τότε καὶ αὐτὸς ἐξήπλου τὴν ἰδίαν ἀκτῖνα καὶ κατηύγαζε πάντα τὰ τῆς γῆς πέρατα καὶ οὐκ ἐδίδου τοῖς λοιποῖς ἀστράσιν ἐξαυγάζειν οὐδὲ τὸν ἀέρα μελανίζειν, ἀλλὰ μᾶλλον ὑπερεκτεί‐ νετο καὶ ἐν τῷ μεσουρανίσματι ὑπερεκκέχυτο ἡ φλόξ, ἕως ὑπὸ τὸν ὁρίζοντα πε‐ ριωρίζετο. Τοῦτο τὸ σημεῖον ἑωράκασιν Ἰνδοί, Χαλδαῖοι, Αἰγύπτιοι, Φρῦγες,
10Πέρσαι καὶ οἱ τὴν Μικρὰν Ἀσίαν οἰκοῦντες, Θρᾷκαί τε καὶ Οὗννοι, Δαλμάται
καὶ Ἰταλοὶ καὶ Ἱσπανοὶ καὶ Γερμανοὶ καὶ ἄλλο εἴ τι ἔθνος ἦν οἰκῶν ἐν τοῖς τοῦ Ὠκεανοῦ ῥεύμασιν. Ἔστη οὖν τὸ τοιοῦτον φρικωδέστατον τέρας ἁπανταχοῦ φαῖ‐ νον καὶ λάμπον, ὃ καὶ λαμπαδίας καλεῖται, ἄχρι τῆς φθινοπωρινῆς ἰσημερίας, τοῦ ἡλίου ἐν τῷ ζυγῷ τὴν πορείαν ἀρξαμένου ποιεῖσθαι.93

16

.

4

Ἀλλ’ ἐπανίωμεν αὖθις καὶ ἴδωμεν τὰ τοῦ Θεοῦ ξένα τεράστια, πῶς τὸν Φαραὼ κατεπόντισε δι’ ἑτέρου Φαραὼ καὶ πῶς ὁ τοῦ Κυρίου λαὸς εὗρεν ἀνακωχὴν τῶν πολλῶν πόνων αὐτοῦ· ἀλλ’ οὐκ εἶδεν οὐδὲ συνῆκε. Ὁ Σκύθης οὖν διαλαλιὰς ἀφ’ ἑσπέρας ποιήσας ἐν παντὶ τῷ στρατοπέδῳ
5ὥστε πρωῒ εὑρεθῆναι τοὺς πάντας ἐπωχουμένους καὶ περιφραγμένους τοῖς ὅπλοις, ἀναστὰς ἤδη ὄρθρου βαθέος παρετάξατο πάντας τοὺς ταγματάρχας καὶ χιλιάρ‐ χους καὶ ἐν μὲν τῷ δεξιῷ κέρατι ἔστησεν ἀρχηγὸν τὸν πρῶτον τῶν υἱῶν αὐτοῦ, ἐν δὲ τῷ ἀριστερῷ τὸν ἔγγονον αὐτοῦ, ἦν γὰρ ὑπὲρ τὰ ξʹ ἔτη ὁ Τεμήρ, ἐν δὲ τῇ οὐραγίᾳ αὐτὸς ἐτέτακτο. Τότε προσέταξεν αὐτοῖς λέγων· „Ὦ ἐμὸν ἄθροισμα
10καὶ στρατὸς ἀκαταγώνιστος, φύσις ἀδαμάντινος καὶ στεῤῥὸν τεῖχος καὶ γενεὰ δυσανάλωτος, ἠκούσατε τὰς ἐξ ἀρχῆς γεγονυίας παρὰ τῶν πατέρων ἡμῶν ἀρι‐ στείας οὐκ ἐν τῇ ἐῴᾳ, καὶ γὰρ αὕτη ἡμετέρα πατρίς ἐστιν, ἀλλ’ ἐν Εὐρώπῃ καὶ ἐν Λιβύῃ καὶ ἀπλῶς εἰπεῖν ἐν πάσῃ τῇ γῇ. Οἴδατε ἀκριβῶς τὴν Ξέρξου καὶ Ἀρταξέρξου κατ’ Ἑλλήνων ἐπανάστασιν, Ἑλλήνων λέγω τῶν ἡμιθέων ἡρώων
15ἀνδρῶν· οὗτοι γὰρ οἱ μιξοβάρβαροι Τοῦρκοι ὡς ἀκρὶς πρὸς λέοντας ἐγγὺς ἐκεί‐ νων εἰκάζονται. Οὐ γὰρ θαῤῥύνων ὑμᾶς ἀναμιμνήσκω ταῦτα· καὶ γὰρ ἤδη ἐν χερσὶν ἡμετέραις τὸ θήραμα. Ἀλλὰ μὴ ἀποδρασάτω τὸ μορμολύκιον τοῦτο ἐκ τῶν χειρῶν ἡμῶν, ἀλλ’ ἀγρευθήτω σῶον καὶ ὑγιές, ἵνα ἐν τῇ Περσικῇ γῇ ἀπα‐ γαγόντες δείξωμεν αὐτὸ τοῖς τέκνοις ἡμῶν καὶ παιδεύσωμεν αὐτὸν τοῦ μὴ ἀφορ‐
20κίζειν ἡμᾶς κατὰ τῶν συζύγων ἡμῶν. Βούλομαι τοίνυν τὸ ὁρώμενον τοῦτο μέ‐ γα χωρίον περικυκλωθῆναι καὶ τὸ μὲν δεξιὸν κέρας κυκλοφορικῶς ἀγέσθω, ὁμοίως καὶ τὸ ἀριστερόν· καὶ χαρακώσατε τὸ πεδίον ἅπαν καὶ ὁ ἐχθρὸς ἐν μέσῳ ὡς κέν‐ τρον τοῦ πόλου εὑρεθήτω.“—Τότε τὰ δύο κέρατα, τὸ μὲν ἐκ δεξιῶν, τὸ δὲ ἐξ εὐωνύμων, ἤρξαντο κυκλεῖν τὸ περίγειον ἔτι πρωΐας οὔσης.

16

.

5

Ὁ δὲ Παγιαζὴτ ἡλίου ἀνατέλλοντος καὶ αὐτὸς τοὺς λεγεῶνας συντά‐ ξας καὶ τὸ ἐνυάλιον ἠχήσας, ἵστατο ἐκδεξόμενος ἀφετηρίας παρὰ τοῖς Σκύθαις. Οἱ δὲ ἐπράττοντο τὰ προσταχθέντα ἄνευ φωνῆς ἢ ἀλαλαγμοῦ ἢ τοῦ τυχόντος
ἤχου, ἐργαζόμενοι ὡς ἄοκνοι μύρμηκες. Ἤρξατο οὖν ὁ Παγιαζὴτ ἀδολεσχῶν καὶ95
5ὑβρίζων τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τοὺς τζιαβούσιδας ὑποβιβάζων καὶ δέρων, ὡς οὐ καλῶς τὸν πόλεμον ἀντιτίθενται. Εἷς δὲ τῶν ὑπερεχόντων ἀπὸ τοῦ βάν‐ δου τοῦ Ἀτὴν ἐνωτισθείς, ὡς ὁ κύριος αὐτοῦ ὁ Ἀτὴν σὺν τῷ ἀδελφῷ κατὰ πρό‐ σωπον εἱστήκει, ἀφεὶς ὅλας ἡνίας καὶ λαβὼν τὸ βάνδον σὺν πεντακοσίοις ὁπλί‐ ταις αὐτόμολος εἰς τοὺς ἐναντίους ἔδραμεν. Οἱ δὲ τοῦ Σαρχὰν καὶ αὐτοὶ τὰ
10ὅμοια ἔπραττον. Ὁμοίως καὶ οἱ τοῦ Μανταχία καὶ τοῦ Καρμιάν, ὁρῶντες τοὺς ἡγεμόνας αὐτῶν κράζοντας καὶ σημειοῦντας εἰς αὐτούς, ἅπαντες ἔφευγον καὶ πρὸς τοὺς ὑπεναντίους ἐχώρουν. Ὁ δὲ Παγιαζὴτ ὡς ὁ κολοιὸς κατ’ ὀλίγον ἐψι‐ λοῦτο, ὁ χόρος δὲ τῶν Σκυθῶν ἐκυκλοῦτο καὶ σφαῖρα ὡς ἄρτι ἐγένετο.

16

.

6

Ἰδὼν δὲ Στέφανος, ὁ τοῦ Λαζάρου υἱὸς καὶ γυναικαδελφὸς τοῦ Πα‐ γιαζήτ, ἔτι συνὼν αὐτῷ σὺν πεντακισχιλίοις ἀνδράσι Σέρβοις δορυφόροις καὶ μὴ φέρων τὴν ἧτταν, ἀρεϊκῷ θυμῷ πρὸς τοὺς Σκύθας χωρεῖ, στήσαντες τὰ δόρατα πάντα κατὰ πρόσωπον τῶν Σκυθῶν. Οἱ δὲ Σκύθαι ἰδόντες τὴν τόλμαν αὐτῶν
5πλήρης θυμοῦ, ἀνοίξαντες θύραν ἔδωκαν αὐτοῖς διέξοδον. Οἱ δὲ Σκύθαι ἐξό‐ πισθεν ἔβαλλον βέλεσι τοὺς στρατιώτας ἐν τοῖς ὀπισθίοις τῶν ἵππων· τοὺς γὰρ ἐπιβάτας οὐκ εἶχον ἀδικῆσαί τι περιπεφραγμένους ὄντας μέλανι σιδήρῳ. Οἱ δὲ Σέρβοι πάλιν ἐπαναστραφέντες καὶ πάλιν θύραν ἀνοίξαντες οἱ Σκύθαι, ἔδωκαν αὐτοῖς εἴσοδον, πλὴν ἐξ ἀμφοτέρων τῶν μερῶν ἔπεσον οὐκ ὀλίγοι. Πλησιά‐
10σας δὲ ὁ Στέφανος τῷ Παγιαζὴτ καὶ εἰπὼν εἰς τὸ οὖς ἱκανὰ ῥήματα, οὐκ ἔπεισεν αὐτὸν καταπειθῆ τοῦ ἀποδρᾶσαι· ἤδη γὰρ περιεκύκλωσαν αὐτὸν κύνες πολλοί, ταῦροι πίονες περιέσχον αὐτόν. Ὁ δὲ Στέφανος ὁρῶν τὰ γενόμενα καὶ προβλέ‐ πων τὰ μετ’ ὀλίγον ἐσόμενα, τοὺς ἰδίους λαβὼν καὶ τὸν πρῶτον υἱὸν τοῦ Παγια‐ ζήτ, τὸν λεγόμενον Μουσουλμάν, κρούσας ἐν μέσῳ πάλιν τῶν ὑπεναντίων καὶ
15σὺν δυνάμει πολλῇ ἀραιώσας αὐτοὺς καὶ ἀποβαλὼν πολλοὺς καὶ αὐτὸς κατασφά‐ ξας πλείστους, μόλις ἐξῄει τῆς ἐνέδρας. Ἦσαν γὰρ οἱ Σκύθαι πεπυκνωμένοι, ἀπὸ τοῦ πρώτου κύκλου εἰς τὸ ναστὸν καταντήσαντες. Ὁ δὲ Στέφανος τὴν πρὸς Προῦσαν ἀπάγουσαν φεύγων ἦν καὶ ὁ Μουσουλμὰν σὺν αὐτῷ.

16

.

7

Οἱ δὲ Σκύθαι πάντας τοὺς Τούρκους, ὅσοι φεύγοντες ἦσαν, ἅπαντας ἀφειδῶς κατέτεμον, ἕως οὗ ὁ Παγιαζὴτ ἀνελθὼν ἐν μέσῳ τοῦ κάμπου δι’ ἄκραν στενοχωρίαν ἐν βουνῷ τινι ἔχων παραλειπομένους ὡς δέκα χιλιάδας ἀργυρωνή‐
τους σὺν αὐτῷ δούλους αὐτοῦ, τοὺς οὓς καλοῦσι γενιτζάριδας· τὸ δὲ λοιπὸν ἅπαν97
5χύδην ᾤχετο. Οἱ δὲ Σκύθαι διώκοντες τοὺς Τούρκους, ὡς εἶδον τὸν Παγιαζὴτ ἐν μέσῳ τῶν ἀρκύων ἤδη ὡς λάβρακα σπαίροντα διαλαλιᾶς γενομένης „μηδεὶς φονεῦσαί τινα,“ γυμνοὺς ποιοῦντες ἀφίεσαν. Νόμος γάρ ἐστιν οὗτος, ἄνωθεν ἐκ διαδοχῆς ἀεὶ πρὸς τοὺς ἀπογόνους κατιὼν ἀκήρατος, οὐ μόνον Ῥωμαίοις, ἀλλὰ καὶ Πέρσαις καὶ Τριβαλλοῖς καὶ Σκύθαις διὰ τὴν ταυτότητα τῆς πίστεως, τὰ μὲν
10πράγματα μόνα σκυλεύειν, τὰ δὲ σώματα μὴ ἀνδραποδίζεσθαι μηδὲ φονεύειν ἔξω τῆς πολεμικῆς παρατάξεως μηδένα.

16

.

8

Τότε οἱ τοῦ Παγιαζὴτ δοῦλοι ὡς λέοντες ἀντέπιπτον τοῖς Σκύθαις· οἱ δὲ Σκύθαι διὰ τὴν ὑπὲρ περισσοῦ αὐτῶν σύνταξιν ἀντικαθίσταντο τοῖς Τούρ‐ κοις. Τί γὰρ εἶχον ποιῆσαι δέκα πρὸς ἑκατὸν Σκύθας; πλὴν πάντες ἐσφάγη‐ σαν. Καὶ τόσον κατηντήκει τὰ τοῦ Παγιαζὴτ δυστυχήματα, ὡς πλησιάσαι τοὺς
5Σκύθας καὶ εἰπεῖν αὐτῷ· „Κατάβηθι τοῦ ἵππου, κύριε Παγιαζήτ, καὶ δεῦρο· κα‐ λεῖ σε ὁ Τεμὴρ–χάν·“—Τότε καὶ μὴ θέλων κατέβη τοῦ ἵππου· ἦν γὰρ ὁ ἵππος ἀραβικὸς πολλοῦ τιμήματος ἄξιος. Οἱ δὲ ἔστρωσαν ἱππάριον σμικρὸν καὶ καθί‐ σαντες αὐτὸν ἐπάνω πρὸς τὸν Τεμὴρ–χὰν ἀπήγαγον.

16

.

9

Ὁ δ’ αὐτὸς ἐνωτισθείς, ὅτι Παγιαζὴτ ἐν χερσὶν ἦν, κελεύσας πῆξαι σκηνήν, ἐκάθητο μετὰ τοῦ υἱοῦ αὐτοῦ ἔνδον τῆς σκηνῆς παίζων ζατρίκιον, ὃ οἱ Πέρσαι σαντρὰτζ καλοῦσιν, οἱ δὲ Λατῖνοι σκάκον, δηλῶν ἐν αὐτῷ, ὡς· „Οὐκέτι μοι φροντὶς ἦν περὶ τῆς τοῦ Παγιαζὴτ θηρεύσεως· εἶχον γὰρ αὐτὸν διὰ τῆς ἀνα‐
5ριθμήτου μου δυνάμεως ὡς στρουθίον ἐν παγίδι.“—Πλὴν τὸ ἀληθὲς ἦν ὑποκρί‐ νων τὴν ἀλήθειαν· καὶ γὰρ εἰ καὶ ἐπὶ διπλασίονα ἐχώρει τὰ τούτου στρατεύματα, ἀλλὰ καὶ μεγάλη φροντὶς καὶ κότος συνεῖχεν αὐτῷ, ἕως οὗ τὰ τῆς τύχης εἶδεν εὐμαρῶς εἰς αὐτὸν διαῤῥέοντα. Τότε καὶ ἐτεχνάζετο καὶ εἰς μύθους ἐχώρει καὶ τῆς αὐτοῦ ἀνδραγαθίας ἐμέτρει τὰ τῆς τύχης δωρήματα.

16

.

10

Ἀπαγαγόντες οὖν αὐτὸν καὶ ἐν τῇ πύλῃ τῆς σκηνῆς στήσαντες ὄρθιον, ἦραν φωνὴν εὐφημοῦντες τὸν Τεμὴρ–χὰν καὶ σὺν τῇ εὐφημίᾳ καὶ τὸ τοῦ Πα‐ γιαζὴτ ὄνομα ἐπὶ χείλεσιν· „Ἰδού,“ λέγοντες, „καὶ ὁ τῶν Τούρκων ἀρχηγὸς πα‐ ρειστήκει σοι δέσμιος.“—Ὁ δὲ Τεμὴρ ἀσχολούμενος ἐπὶ τῇ μελέτῃ τῶν σκά‐
5κων οὐκ ἀνέθορε πρὸς τοὺς εὐφημοῦντας αὐτόν. Τότε πάλιν γεγωνοτέρᾳ φωνῇ εὐφήμουν οἱ παρεστηκότες καὶ τὸ τοῦ Παγιαζὴτ ὄνομα ἐκ δευτέρου ἀνήγγειλαν. Τότε καὶ ὁ Ταμὴρ ἡττηθεὶς ἐν τῷ τοῦ σκάκω παιγνίῳ παρὰ τοῦ υἱοῦ αὐτοῦ,— δοὺς αὐτῷ περσιστὶ σιαχρούχ, ὃ λέγεται παρ’ Ἰταλοῖς σκάκω ζογάω, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἔκτοτε Σιαχρούχ, ἤγουν τοῦ υἱοῦ αὐτοῦ,—ἀτενίσας οὖν καὶ ἰδὼν
10τὴν φάλαγγα καὶ τὸν Παγιαζὴτ ἐν μέσῳ ὡς κακοῦργον, ἠρώτησεν αὐτοὺς λέγων· „Οὖτός ἐστιν ὁ πρὸ μικροῦ διαζευγνύων τὰς ἡμετέρας γυναῖκας, εἰ μὴ ἀντιπαρα‐ ταξόμεθα;“—Ὁ δὲ Παγιαζὴτ ἀντιλαβὼν τὴν ἀπόκρισιν ἔφη· „Ἐγώ εἰμι· οὐδὲ γάρ σε τοσοῦτον καταφρονεῖν τοὺς πεπτωκότας· ἀλλ’ ἴσθι, καὶ αὐτὸς ἀρχηγὸς ὤν, φυλάττειν σε τοὺς ὅρους τῆς ἡγεμονίας·“—Τότε ὁ Τεμὴρ αἰσθόμενος τὴν εἰς99
15ὑπερβολὴν χολώδη ὑπέκκαυσιν αὐτοῦ, ἦν γὰρ ἀπὸ πρωῒ ἕως δείλης νῆστις καὶ ὑπὸ τοῦ καύσωνος τοῦ δριμυτάτου καὶ τῆς ἀχλύος κατάξηρος, σταθεὶς ὄρθιος ἐκέ‐ λευσε καθίσαι τῷ Παγιαζὴτ ἄντικρυ τούτου· καὶ ψυχαγωγήσας καὶ παραγορή‐ σας διὰ λόγων ἐκέλευσε πῆξαι σκηνὰς τρεῖς, ἤγουν τέντας ἐντίμους, εἰπὼν αὐ‐ τῷ· „Ὕπαγε ἀναπαύθητι καὶ μὴ λογίζου πράττειν εἰς σέ, ἃ σὺ εἰς ἄλλους πέ‐
20πραχας. Ὄμνυμί σοι Θεὸν καὶ τὸν αὐτοῦ προφήτην, ὡς οὐκ ἄλλος χωρίσει τὴν ψυχήν σου ἐκ τοῦ σώματος αὐτῆς, εἰ μὴ Θεὸς ὁ ἑνώσας αὐτήν·“—Τότε ὁ Πα‐ γιαζὴτ εἰσελθὼν ἐν ταῖς σκηναῖς, ἃς ὁ Τεμὴρ ἐδωρήσατο, ἐκέλευσεν ὁ Τεμὴρ τάφρον ὀρύξαι γύρωθεν τῶν σκηνῶν καὶ κύκλῳ τῶν σκηνῶν φυλάττειν χιλίους ὁπλίτας Πέρσας, ἐκτὸς δὲ τῆς τάφρου πεντακισχιλίους εὐζώνους ἐκ τῶν οἰκια‐
25κῶν, καθ’ ἑκάστην νύκτα τε καὶ ἡμέραν ἐναλλάσσων αὐτούς.

16

.

11

Ἐποίησεν οὖν ἡμέρας ὀκτὼ ἐν αὐτῷ τῷ πεδίῳ, ὅπου ὁ πόλεμος ἐγέ‐ νετο καὶ ἐν ταύταις ταῖς ἡμέραις διεσκεδάσθη τὸ Περσικὸν στράτευμα ἀπὸ Γα‐ λατίας εἰς Φρυγίαν, Βιθυνίαν, Παφλαγονίαν, Ἀσίαν Μικράν, Καρίαν, Λυκίαν καὶ Παμφυλίαν, ὥστε ἐν πάσῃ ἐπαρχίᾳ καὶ πόλει δοκεῖν εἶναι ἅπαν τὸ στράτευ‐
5μα τοῦ Τεμὴρ καὶ αὐτὸν τὸν Τεμήρ· ἐν αὐταῖς ταῖς ὀκτὼ ἡμέραις ὑπερεχύθη καὶ ἐπλημμύρισεν. Ὁ δὲ Τεμὴρ λαβὼν πλοῦτον καὶ αἰχμαλωσίαν πολλὴν ἐξ Ἀγγύ‐ ρας καὶ τοὺς συναντῶντας φλέγων καὶ καταναλίσκων, ἦλθεν εἰς Κοτυάειον, μη‐ τρόπολιν τῆς Φρυγίας, ἔχων σὺν αὐτῷ καὶ τὸν Παγιαζὴτ καλῶς περιπεφραγμέ‐ νον τῷ τρόπῳ, ᾧ προλαβόντες εἰρήκαμεν.

16

.

12

Πλὴν ἐγεγόνει ἐν Ἀγγύρᾳ τι, ὅπερ ἐστὶ μνήμης ἄξιον. Ἔτι ὄντος τοῦ Παγιαζὴτ ἐν τῷ καιρῷ τοῦ πολέμου ἦσαν σὺν αὐτῷ τέσσαρες τῶν υἱῶν αὐ‐ τοῦ· πρῶτος ὁ Μουσουλμάν, ὁ μετὰ τοῦτον Ἐσσὲς καὶ τρίτος ὁ Μεχεμὲτ καὶ τέταρτος ὁ Μωσῆς· εἶχε δὲ καὶ ἐν τῷ οἴκῳ δύο, Μουσταφᾶν καὶ Ὀρχάν, ἔτι νή‐
5πια ὄντα. Εἶχε δὲ τὴν ἐπαρχίαν τῆς Γαλατίας κληρωθεῖσαν τὸ ἔτος ἐκεῖνο παρὰ τοῦ πατρὸς αὐτοῦ ὁ Μεχεμὲτ ὁ τρίτος. Ὡς οὖν εἶδε κἀκεῖνος τὸν πατέρα ἔτι ἐν χερσὶ τῶν Σκυθῶν ὡς ἐν ὀλίγῳ ἐσόμενον, ἀπέδρα καὶ αὐτὸς σὺν τοῖς ὑπ’ αὐτὸν καὶ ἦν ἐν ὄρεσι φυγαδεύων καὶ καραδοκῶν τὸ μέλλον. Εὑρὼν οὖν τεχνίτας ὀρύκτας ἐπιτηδείους εἰς ἄγαν καὶ κατελθὼν διὰ τῆς νυκτός, ὤρυξαν τὴν τάφρον καὶ ἕως
10τὸ μέσον αὐτῶν τῶν σκηνῶν καταντήσαντες, εἶχον γὰρ τελεσιουργήσαντες τὸ πα‐
νούργευμα, εἰ μὴ θεία τις δύναμις ἐκώλυσε τοῦ μὴ ἐλευθερωθῆναι τὸν ἀλά‐ στορα. Καὶ δὴ πρωΐας οὔσης, ἦν γὰρ ὑπὸ γῆν κρυπτόμενος ὁ ἥλιος ἐννέα που ὥρας ἐν τῷ λέοντι βαδίζων, ἦλθεν ἡ παράταξις ἡ νέα καὶ ἰδόντες τὰ χώματα τῆς ὀπῆς ἐβόησαν καὶ ἐγερθέντες οἱ φυλάσσοντες τὴν νύκτα ἀνεβόησαν καὶ θό‐101
15ρυβος μέγας ἐγεγόνει παντὶ τῷ στρατῷ. Καὶ εἰσπηδήσαντες εὗρον τὸν Παγια‐ ζὴτ ἱστάμενον ἐν μέσῳ τῆς τέντας καὶ τὸν Χοτζιαφερούζ, τὸν ἀρχιευνοῦχον αὐ‐ τοῦ, ἦν γὰρ οὗτος ὁμοῦ ἑαλωκὼς σὺν αὐτῷ. Οἱ δὲ ὀρύκται ἔφυγον καὶ σὺν αὐ‐ τοῖς ὁ Μεχεμέτ. Πρωΐας δὲ παραστὰς τῷ Ταμὴρ καὶ λοιδορήσας αὐτὸν καὶ λό‐ γους ἐπαπειλητικοὺς εἰπὼν αὐτῷ, κατὰ πρόσωπον αὐτοῦ προστάξας ἀπεκεφάλισαν
20τὸν Χοτζιαφερούζ. Ἔκτοτε οὖν ἐγένετο μεγάλη φυλακὴ εἰς αὐτὸν καὶ σίδηροι κλοιοὶ καὶ χειροπέδαι διὰ τῆς νυκτός· τῇ δὲ ἡμέρᾳ μόνον συχνοὶ στρατιῶται οὐ διέλειπον φυλάσσοντες.

17

.

1

Ἀπάρας δὲ ἀπὸ τὸ Κοτυάειον, φθείρας, αἰχμαλωτεύσας, λαβὼν πάν‐ τα θησαυρὸν τὸν εὑρισκόμενον σὺν βασάνοις καὶ τιμωρίαις πλείσταις, καίων, κρεμάζων, ζωντοθάπτους δεικνύων τοὺς ἀνθρώπους καὶ πᾶσαν ἄλλην τιμωρίαν ποιῶν, ἦλθεν εἰς Προῦσαν· καὶ ἀνοίξας τοὺς θησαυροὺς ἐξήντλει τὰ παρὰ τῶν
5Ῥωμαίων κερδηθέντα κειμήλια χρυσᾶ, ἀργύρεα, λίθους τιμίους, μαργαρίτας δί‐ κην κόκκων σίτου μετρουμένους ἐν χοίνικι. Εὗρε οὖν ἐκεῖ καὶ τὰς γυναῖκας αὐ‐ τοῦ καὶ τὰς παλλακὰς καὶ σὺν αὐταῖς τὴν θυγατέρα Λαζάρου. Καὶ λαβὼν πάντα τὰ τῆς Προύσης, Νικαίας, Νικομηδίας καὶ τῶν πέριξ πόλεων, τοὺς ἀκενώτους θησαυρούς, εἰς Φρυγίαν τὴν κάτω ἀφίκετο. Καὶ πορθήσας ἅπαντα πολίχνιά τε
10καὶ πόλεις ἦλθεν εἰς Ἀσίαν. Καὶ διαβὰς Ἀδραμύντιον καὶ Ἀσσὸν ἦλθεν εἰς Πέργαμον κἀκεῖ ποιήσας ἡμέρας καὶ ἀθροίσας τῶν πέριξ πόλεων τοὺς θησαυροὺς καὶ αἰχμαλωτίσας νέους καὶ παιδίσκας καὶ κολάσας καὶ τιμωρήσας πάντας Τούρκους τε καὶ Ῥωμαίους, πυρικαύστους καὶ ἐγκλείστους ὑπὸ ἀσιτίας λιμοκτονήσας ἕνεκα χρυσοῦ καὶ ἀργύρου, πάντα πλοῦτον σωρεύσας ἦλθεν εἰς Μαγνησίαν τὴν ἐν Σι‐
15πύλῳ κειμένην. Κἀκεῖ συναθροίσας πάντα τὰ τῆς Λυδίας χρύσεά τε καὶ ἀργυρᾶ κειμήλια καὶ πάντα τὸν ἐν ταῖς Σάρδεσι καὶ Φιλαδελφείᾳ καὶ Ἀττάλῳ σωρεύσας πλοῦτον, ἦλθεν εἰς Σμύρναν.

17

.

2

Κἀκεῖ τεντώσας ἐν τῷ πολιχνίῳ τῶν φρερίων, ὃ ἀνήγειραν ἐν ταῖς ἡμέραις τοῦ προῤῥηθέντος Ὁμοῦρ, ἐζήτει τοῦτο παρ’ αὐτῶν. Ὡς δὲ ἀντέλεγον
οἱ φρέριοι, ἦσαν γὰρ πλεῖστοι ἄνδρες τε καὶ γυναῖκες προσφυγόντες ἐν τῷ φρου‐ ρίῳ, Ἐφέσιοι, Θύραιοι, Νύμφαιοι καὶ ἀπὸ ἄλλων πόλεων, χριστιανοὶ θαῤῥῶντες103
5ὡς οὐ κυριευθήσεται παρά τινος,—καὶ γὰρ ὁ Παγιαζὴτ κατ’ ἔτος ἐπολέμει καὶ οὐ διέλειπεν ἀσφαλῶς τὰς διεξόδους τηρῶν, ὅπως ὑπὸ τοῦ λιμοῦ ἐγκρατὴς γένη‐ ται τοῦ πολιχνίου, ὑπὸ γὰρ πολέμου οὐδὲν ἤνυεν,—τότε ὁ Τεμὴρ εἰς νοῦν λαβὼν φράττει τὸ τοῦ λιμένος στόμα, διαλαλιὰς ποιήσας ἀφ’ ἑσπέρας, ἵνα τὸ πρωῒ ὁ κα‐ θεῖς τῶν στρατιωτῶν ἀνὰ λίθον ἄρας ῥίψῃ ἐν τῷ στόματι τοῦ λιμένος· ὃ καὶ γέ‐
10γονεν. Ὁρῶντες δὲ οἱ τοῦ κάστρου ἐδειλίασαν· καὶ εἰ μὴ ἥλκυσαν τὰς τριήρεις καὶ τὰ πλοῖα ἔξω τοῦ λιμένος ἐν τῷ πελάγει, τῇ πρώτῃ ὥρᾳ τῆς ἡμέρας ἐτεφρώ‐ θησαν ἂν παρὰ τῶν Σκυθῶν. Ἀρξάμενοι δὲ πρωῒ ἄχρι τῆς πρώτης ὥρας ἐποίη‐ σαν τὴν ὑγρὰν ξηράν· οὐδὲ τὸ δέκατον, τὶ λέγω δέκατον; οὐδὲ τὸ ἑκατοστὸν ὑπούργησεν τὸ τῆς διαλαλιᾶς πρόσταγμα.

17

.

3

Ποῦ γὰρ ἦν ὁ πᾶς ἀριθμὸς τοῦ στρατοῦ τότε;—καθὼς ἔφημεν, περι‐ κυκλώσαντες τὴν ἅπασαν, ἄλλην ἐξ ἄλλης πρὶν ἀκουσθῆναι καταλαμβάνοντες, γῆν καὶ τριῶν διὰ μιᾶς ἡμέρας πολλάκις δίκην πτηνῶν αἰθερίων περιτρέχοντες οἰκουμένην, μηδὲν μὲν ἐπαγόμενοι, πάντα δ’ οὖν ἔχοντες ὅσα πρὸς τὸ ῥᾳδίως
5νικᾶν ἐφόδια κράτιστα· εἶναι γὰρ ταυτὶ τό τε κατὰ πλῆθος ἐξιέναι μικροῦ καὶ ἀριθμὸν ὑπερβαῖνον, τό τε τῆς κινήσεως εὔστροφον καὶ ὀξύτατον· καὶ ὃ τούτων μεῖζον τὸ τελείως ἀφειδεῖν ἑαυτῶν καὶ κατὰ πρόσωπον δίκην ἀγρίων θηρῶν ἀπαν‐
τᾶν εἰς τὰς μάχας.105

17

.

4

Διαβάντες τοίνυν τὸ στόμα τοῦ λιμένος καὶ παραστάντες τὴν τάφρον, οἱ μὲν φρέριοι διὰ τῶν βελῶν ἀνδρείως ἐμάχοντο ἐκ τῶν προμαχώνων καὶ δίκην ἀκρίδων κατακοπτομένων ὑπὸ στρουθῶν ἐν τῇ τάφρῳ ἐνέπιπτον καὶ ἡ τά‐ φρος ὑψοῦτο τοῖς σώμασι τῶν Σκυθῶν καὶ οἱ Σκύθαι ὡς κεφαλαὶ τῆς Ὕδρας
5ἐφύοντο. Πληρωθείσης οὖν τῆς τάφρου τῶν σωμάτων οἱ παραλειπόμενοι ὑπὲρ μέτρον Σκύθαι πατήσαντες τὰ τεθνηκότα τῶν σωμάτων καὶ κλίμακας ἐπιθέντες ἀνέβαινον, οἱ μὲν ἄνω, οἱ δὲ τὴν πρὸς τὸν Ἅιδην φέρουσαν κάθοδον, μὴ φρον‐ τίζων ὁ ζῶν διὰ τὸν τεθνηκότα, εἰ πατήρ ἐστιν ἢ υἱὸς γνήσιος, ἀλλὰ τὸ σπουδα‐ ζόμενον ἓν ἦν ἐν ταῖς τῶν ἁπάντων ψυχαῖς, τίς πρῶτος, ἀναβαίνειν καὶ τὸ
10σκῆπτρον θεῖναι ἐν τῷ πύργῳ. Τότε ἐκ πάντων τῶν μερῶν ἀναβάντες καὶ τοὺς φρερίους εἰς τὸ ἐνδότερον καταδιώξαντες, φυγῇ τὴν σωτηρίαν ἐπιμελοῦντο· τὰς δὲ τριήρεις ἐγγὺς τῆς ἀκροπόλεως ἑλκύσαντες φύρδην καὶ ἀτάκτως εἰσήρχοντο, ἔχοντες τὸν Μπαΐουλον αὐτὸν ὁμοῦ καὶ τοὺς λοιποὺς φρερίους. Οἱ δὲ ἐλθόντες τοῦ φυλαχθῆναι ἐκ τῶν ἐκτός, χριστιανοὶ ἅπαντες σὺν γυναιξὶ καὶ τέκνοις, οἱ
15μὲν ἐν τῇ θαλάσσῃ, οἱ δὲ κρατοῦντες τὰ πηδάλια τῶν τριήρεων, οἱ δὲ τὰς κώ‐ πας, ἄλλοι τὰ τῆς πρώρας καλώδια καὶ τὰς ἀγγύρας, ἐβόων πρὸς τοὺς ἐπιβάτας· „Ἐλεήσατε ἡμᾶς χριστιανοὺς ὄντας καὶ μὴ ἐγκαταλίπητε ὧδε·“—Αὐτοὶ δὲ σὺν ῥοπάλοις κρούσαντες εἰς χεῖρας τὰς ἀπῃωρημένας καὶ πτερώσαντες τὰ ἱστία, ἀφέντες αὐτοὺς ἡμιθανεῖς ἔπλεον. Οἱ δὲ Σκύθαι παραλαβόντες καὶ τὴν ἀκρόπο‐
20λιν καὶ εἰς ἓν ἀθροίσαντες τὴν αἰχμαλωσίαν, ἦσαν γὰρ σὺν γυναιξὶ καὶ τέκνοις ὑπὲρ τοὺς χιλίους, καὶ ἀπαγαγόντες αὐτοὺς ἐνώπιον τοῦ Τεμήρ, ἐκέλευσε πάντας ξίφει τὰς κεφαλὰς ἀποτμηθῆναι. Καὶ οἰκοδομήσας πύργον ἕνα, μίαν πέτραν ἐνθεὶς καὶ μίαν κεφαλὴν συναρμόσας, ὥστε τὸ πρόσωπον ἵστασθαι καθ’ εἱρμόν· καὶ ἐν τῇ ἑτέρᾳ τάξει, ὅπου ἡ πέτρα ἦν, ἐπάνω ταύτης κεφαλὴ καί, ὅπου κεφα‐
25λὴ ἦν, ἐπάνω ταύτης πέτρα καὶ τὰ πρόσωπα πάντα φαινόμενα περὶ τὴν ἔξω ἐμφάνειαν. Καὶ ἦν ἰδεῖν ξένον τέρας καὶ ἀπάνθρωπον ἐπινόημα.

17

.

5

Αἱ δὲ Φώκαιαι ἔστειλαν πρέσβεις πρὸ τοῦ ἐλθεῖν αὐτὸν ἐν τοῖς μέρεσι τῆς Ἰωνίας, καὶ προσεκύνησαν σὺν δώροις πλείστοις· καὶ αὐτὸς ὑπεδέξατο καὶ εἰρήνην σὺν αὐτοῖς ἐσπείσατο. Ἦν γὰρ ἡ μία τῶν Γενουιτῶν, ἡ καὶ Νέα κα‐ λουμένη, ἡ δὲ ἑτέρα ὑπὸ τὸν ἡγεμόνα τῆς Μιτυλήνης ἀνέκειτο, ἡ καὶ Παλαιὰ
5καλουμένη. Ὁ δὲ Τεμὴρ ἐλθὼν ἐν τῇ Σμύρνῃ καὶ πολεμίζων αὐτὴν ἔστειλε τὸν υἱωνὸν αὐτοῦ, ἱστορήσων τὰς Φωκαίας. Καὶ τοῦτο μαθὼν ὁ τῆς Λέσβου ἡγε‐ μών, ἐμβὰς ἐν τριήρει ἦλθεν εἰς Φωκαίας καὶ ἐξελθὼν ἔξω τῆς πόλεως καὶ φι‐ λοξενήσας, ὡς ἐχρῆν, τὸν υἱωνὸν τοῦ Τεμήρ, φαγόντες καὶ πιόντες καὶ εὐφραν‐ θέντες ὁμοῦ, σὺν δώροις πλείστοις ἀπέπεμψεν. Ὁ δὲ τοῦ Ταμὴρ ἔγγονος δοὺς107
10αὐτῷ σκῆπτρον σημεῖον ἀγάπης καὶ ἀσπασάμενοι ἀλλήλους, ὁ μὲν ἐν τριήρει, ὁ δὲ ἀναβὰς ἐφ’ ἵππου, ἀπ’ ἀλλήλων ἐχωρίσθησαν. Ἐλθὼν δὲ καὶ εὑρὼν τὴν Σμύρ‐ νην κατασκαφεῖσαν ἕως τῶν θεμελίων, πρὸς τὴν Ἔφεσον τὴν πορείαν ἐποίουν καὶ πανταχόθεν τὸ στράτευμα συνέῤῥεεν. Ἦν γὰρ πρόσταγμα παρ’ αὐτοῦ ἐκδο‐ θὲν ἐξ Ἀγγύρας, ὅπου ἂν τύχωσιν οἱ μεγιστᾶνες καὶ οἱ σατράπαι σὺν τοῖς ὑπ’
15αὐτούς, οἱ πάντες εὑρεθῶσιν ἐν Ἐφέσῳ· καὶ γὰρ ἐξ Ἐφέσου ἦν ἀναποδίζων πρὸς τὰ πάτρια.

17

.

6

Ἐκεῖ δὲ πήξας τὰς σκηνὰς ἐποίησεν ἡμέρας τριάκοντα. Καὶ τὰ πέριξ ἅπαντα τῆς πόλεως κάστρα καὶ πόλεις καὶ κώμας ἀθροίσας ἅπαντας καὶ τὰ ἀπὸ τῶν προγόνων καταλειφθέντα χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἄλλην πᾶσαν τιμίαν ὕλην καὶ ἱματισμὸν πολυτελῆ διὰ πολλῶν βασάνων καὶ καυστηριασμῶν συλλέξας, ἐξῆλ‐
5θε καὶ πρὸς τὴν Μυλασέων, μητρόπολιν Καρίας, ἔρχεται, χειμῶνος οὕτω σφοδροῦ γενομένου, κρύους τε καὶ παγετοῦ, ὡς καὶ αὐτὴν τὴν τετράποδον φύσιν τῶν ζῴων καὶ τὰ πτηνὰ τὰ ἀέρια καὶ τὰ ἔνυγρα ζῷα παγιωθῆναι καὶ εἰς κρύσταλλον μετα‐ μεῖψαι τὴν φύσιν αὐτῶν. Ἐξερχομένου δὲ ἀπὸ πόλεως εἰς πόλιν ἀπιέναι τὴν κατα‐ λελειμμένην εἰς τόσον ἀφίεσαν ἔρημον, ὅτι οὐδὲ κυνὸς ὑλακὴ τὸ παράπαν ἠκούε‐
10το οὐδὲ ὄρνιθος ἡμέρου κοκκυσμὸς οὐδὲ παιδίου κλαυθμυρισμός. Ἀλλ’ ὥσπερ σαγήνην χαλὼν ἁλιεὺς ἕλκει ταύτην ἐν τῇ ξηρᾷ ἀπὸ τοῦ πελάγους, εἴ τι ἂν συ‐ ναντεῖ, τοῦτο καὶ ἕλκει πρὸς τὴν ξηράν, κἄν τε μέγαν ἰχθὺν κἄν τε σμικρὸν καὶ αὐτὸ τὸ φαυλότατον ἰχθύδιον καὶ καρκινίδιον, οὕτω καὶ οὗτοι τὴν ἅπασαν Ἀσίαν λεηλατήσαντες ᾤχοντο.

17

.

7

Ἀπὸ δὲ τῶν Μυλάσων εἰς τὴν ἄνω Φρυγίαν Καπατιανὴν ᾔεσαν τὰ ὅμοια πράττοντες. Ἀπὸ δὲ Λαοδικείας εἰς Φρυγίαν Σαλουταρίαν κατήντησαν, ἣν καὶ κατὰ τὴν αὐτῶν γλῶτταν οἱ Τοῦρκοι Καράσαρ λέγουσιν. Ἐκεῖ καὶ ὁ πο‐ λυπαθὴς Ἰλτρὴμ Παγιαζὴτ ἀπέθανεν. Ἄιδεται οὖν παρὰ πολλῶν, ὅτι αὐτὸς
5ἑαυτὸν φαρμάκῳ τῆς ζωῆς ἐστέρησεν. Ὁ γὰρ Τεμὴρ ἠβούλετο μὲν αὐτὸν ζῆν καὶ ἐν τῇ Περσίᾳ ἄγειν καὶ δεῖξαι τοὺς Πέρσας, ποδαποῦ θηρίου ἐγκρατὴς ἐγέ‐ νετο, καὶ θεατρίσαι καὶ πομπεῦσαι καὶ μετὰ ταῦτα διὰ πολλῆς στενοχωρίας τοῦ ζῆν ἀπαλλάξειν ποιῆσαι. Ἀλλ’ ἐπειδὴ τὰ λοίσθια πνέων ἦν, μηνύει τῷ Τεμήρ,
ὡς: „Ἐγὼ νῦν μεταλλάτω τὸν βίον, σὺ δὲ ἱλαρῶς βλέψον τεθνηκότα με καὶ τὸ109
10σῶμά μου δὸς ταφῆναι ἐν τῷ παρ’ ἐμοῦ δομηθέντι μνημείῳ.“—Ἀκούσας δὲ τὰ ῥήματα ταῦτα ὁ Σκύθης ἐκάμφθη τῇ γνώμῃ καὶ στείλας αὐτὸ δι’ ἐνταφιαστῶν δούλων αὐτοῦ ὡς ἑκατόν, ἐλευθερώσας αὐτούς, ἀπήγαγον αὐτὸν ἐν τῇ Προύσῃ καὶ ἔθαψαν ἐν τῷ μνημείῳ, ὃ αὐτὸς ᾠκοδόμησεν. Ὁ δὲ Τεμὴρ ἀπάρας ἐκεῖθεν πρὸς Λυκαονίαν ἀφίκετο κἀκεῖθεν εἰς Καισάρειαν, εἶτα εἰς Ἀρμενίαν Μικράν τε
15καὶ Μεγάλην, πληρώσας ἐνιαυτὸν ἕνα ἐκτὸς τῆς Περσίας. Καὶ μετὰ τὸν χρόνον εἰσῆλθεν νικητὴς τροπαιοῦχος, φέρων λάφυρα καὶ λείαν ὡς οὐδεὶς τῶν πώποτε τυράννων Περσῶν. Ἀλλ’ ἐπανίωμεν πάλιν εἰς τοὺς μεταγενεστέρους ἡγεμόνας τῶν Ὀθμάνων καὶ ἴδωμεν, πῶς καὶ ποίῳ τρόπῳ μετέπεσον εἰς αὐτοὺς τὰ τῆς ἡγεμονίας εὐτυ‐
20χήματα.

18

.

1

Ὁ γὰρ βασιλεὺς Μανουὴλ ἐνωτισθεὶς τὴν ἧτταν τῶν Τούρκων καὶ τὴν τοῦ Παγιαζὴτ ἀθρόαν μεταβολήν, πῶς ἀπ’ οὐρανοῦ ὡς ἀστραπὴν πεσόν‐ τα, παρευθὺ πρὸς Βυζάντιον ἄνεισι καὶ ὁ ἀνεψιὸς αὐτοῦ παραχωρεῖ τῶν οἰάκων τῆς βασιλείας· καὶ αὐτὸς ἐν τῇ νήσῳ Λήμνῳ πέμπεται καὶ ὁ Μανουὴλ μόνος
5βασιλεὺς παρὰ τοῦ παλατίου καὶ τοῦ δήμου εὐφημίζεται.

18

.

2

Ὁ δὲ Μουσουλμὰν περάσας ἐν τῇ δύσει εἰσῆλθεν ἐντὸς τῆς Πόλεως· καὶ πίπτει ἐν τοῖς ποσὶ τοῦ βασιλέως καὶ δέεται τούτου λέγων, ὅτι· „Ἐγὼ ἔσο‐ μαί σοι εἰς υἱόν, σὺ δὲ πατὴρ ἐμὸς ἔσῃ· καὶ ἀπὸ τοῦ νῦν ἐν μέσῳ ἡμῶν οὐ φύει ζιζάνιον· ἀλλ’ οὔτε σκάνδαλα ἔσονται, μόνον ἀναγόρευσόν με ἡγεμόνα Θρᾴκης,
5ὅσην καὶ ἄλλην γῆν διὰ τῶν γονέων ἐπεκτησάμην.“—Δοὺς αὐτῷ καὶ ὁμήρους ἕνα τῶν ἀδελφῶν αὐτοῦ τῶν ἀνήβων καὶ μίαν τῶν ἀδελφίδων Φατμακάτουν ἐπονομαζομένην, ὑποσχεθεὶς δοῦναι τῷ βασιλεῖ τὴν Θεσσαλονίκην καὶ τὰ τοῦ Στρυμόνος ἄχρις αὐτοῦ Ζητουνίου καὶ τὴν Πελοπόννησον, τὰ δὲ τῆς Πόλεως
πέριξ ἀπὸ Πανίδου μέχρι Ἱεροῦ Στομίου καὶ ἀπὸ τοῦ Ἱεροῦ Στομίου μέχρι111
10Βάρνας ἅπαντα τὰ παράλια κάστρα τὰ ἐν τῷ Εὐξείνῳ Πόντῳ κείμενα, ὁ δὲ βα‐ σιλεὺς εἰρηναίαν κατάστασιν ποιήσας καὶ αὐτὸν ἐν Ἀδριανουπόλει πέμψας, ἔστειλε Δημήτριον τὸν Λεοντάριν, ἄνδρα συνετὸν καὶ περὶ τὰ πολεμικὰ εὔστρο‐ φον, τοῦ παραλαβεῖν τὴν Θεσσαλονίκην. Ὁ δὲ παραλαβὼν αὐτὴν καὶ μηνύσας τῷ βασιλεῖ, εἰσάγει τὸν βασιλέα Ἰωάννην ἐντὸς καὶ δεικνύει τοῦτον βασιλέα πά‐
15σης Θετταλίας. Ὁμοίως καὶ ἐν πάσαις ταῖς πόλεσι καὶ τοῖς πολιχνίοις ἔστειλεν ὁ βασιλεὺς Ῥωμαίους τῶν ἐνδόξων καὶ παρέλαβον πάντα διώξαντες τοὺς Τούρ‐ κους. Καὶ ἦν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν εἰρήνη παντοία καὶ ἀστασίαστος γαλή‐ νη, τὰ δὲ τῆς ἕω ἐν μεγάλῃ ταραχῇ καὶ ἀθρόα μεταβολὴ τῶν ἡγεμόνων ἐν ταῖς ἐπαρχίαις.

18

.

3

Ἔαρος τοίνυν ἀρξαμένου καὶ τοῦ σφοδροῦ χειμῶνος ἐκείνου καὶ κλύ‐ δωνος παρελθόντος, ἐγεγόνει λιμὸς ἰσχυρὸς καὶ λοιμὸς ἐν πάσαις ταῖς ἐπαρχίαις, αἷς οἱ πόδες τῶν Σκυθῶν ἐπάτησαν, καὶ ἐμφύλιοι πόλεμοι. Καταβὰς τοίνυν ὁ Καρμιάν, δοὺς ὁ Τεμὴρ ἄδειαν, ἔλαβε τὴν πατρικὴν αὐτοῦ ἐπαρχίαν, Ἀλυσὰρ
5ἐπονομαζόμενος. Ὁμοίως καὶ Σαρχὰν Λυδίαν τὴν πατρικὴν ἐπαρχίαν πρὸς ἑαυτὸν ἐποιήσατο. Ὁ Ὀρχὰν καὶ οἱ τοῦ Ἀτὴν δύο υἱοὶ Ὁμοῦρ καὶ Ἐσὲς καὶ αὐτοὶ τὴν Ἰωνίαν πᾶσαν ἐκληρώσαντο. Καὶ ὁ τοῦ Μανταχία Ἐλιὲζ καὶ αὐτὸς Καρίαν καὶ Λυκίαν ἐπεκτήσατο.

18

.

4

Οἱ δὲ καταλειφθέντες ἐν τῇ ἑῴᾳ τοῦ Παγιαζὴτ υἱοί, ὁ μὲν Μεχεμὲτ ἐν Ἀγγύρᾳ ἦν τῆς Γαλατίας, ἐπεὶ οὐκ εἶχε κληρονόμον ἡ ἐπαρχία· ἦν δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ Μωσῆς μετ’ αὐτοῦ ἔτι παιδαρίσκος ὤν. Ὁ δὲ Ἐσὲς ὁ ἕτερος ἦν πλανώμενος ἔνθεν κἀκεῖθεν, μὴ ἔχων αὐθεντίαν· ὁμοίως καὶ Μουσταφᾶς. Ὅθεν
5στείλας ὁ Μεχεμέτ τινα τῶν μεγιστάνων τοῦ πατρὸς αὐτοῦ Τεμηρτὲς ἐπονομαζό‐ μενον ἐξ Ἀγγύρας, διάγοντα τότε τὸν Ἐσὲν ἐν τοῖς μέρεσιν ἐκείνοις, καὶ συνά‐ ψας πόλεμον μετ’ αὐτοῦ ἀπέτεμε τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ Μεχεμὲτ ἦν μεγα‐
λυνόμενος ἐν Γαλατίᾳ.113

18

.

5

Ἐν δὲ τὰ πρὸς Ἰωνίαν μέρη τοῦ Ἀτὴν ἠγέρθη τις ὄνομα Τζινεήτ, υἱὸς τοῦ λεγομένου Καρασούπασι, ἀνὴρ γενναῖος καὶ εἰς τὰ πολεμικὰ ἔνδοξος, ἔχων πρόνοιαν τὴν Σμύρνην ὁ πατὴρ αὐτοῦ ἐν ταῖς ἡμέραις τοῦ Παγιαζήτ· καὶ διὰ τὴν πολυχρόνιον ἡγεμονίαν ὡς καθολικὸν οἱ Σμυρναῖοι τοπάρχην ἐσέβοντο.
5Τότε ἤρατο μάχην πρὸς τοὺς υἱοὺς τοῦ Ἀτὴν, ᾤκουν γὰρ αὐτοὶ ἐν Ἐφέσῳ. Ὁ δὲ Τζινεὴτ ἀθροίσας Σμυρναίους καὶ ἐκ τῶν πέριξ χωρίων ὡς πεντακοσίους, κα‐ τερχόμενος ἐλῄστευε τοὺς ἐν τῷ κάμπῳ Ἐφέσου. Ὡς ἐν ὀλίγῳ δὲ συναθροίσας ἐπέκεινα τῶν πεντακοσίων εἰς αὐτὴν τὴν πόλιν τῶν Ἐφεσίων ἀφίκετο· καὶ δὴ παρακαθίσας τὸ πολίχνιον, ἐν ὀλίγαις ἡμέραις ὁ τοῦ Ἀτὴν υἱὸς ἀφεὶς ἀπέδρα
10καὶ ὁ Τζινεὴτ κύριος καθειστήκει τῆς ἡγεμονίας. Πλὴν διαπαντὸς ἔγραφεν ἐν τῇ Θρᾴκῃ πρὸς τὸν Μουσουλμάν, ὡς· „Ἐγὼ ὑπὲρ σοῦ πάσχω καὶ τὴν ἡγεμονίαν τοῦ Ἀτὴν οὐ δι’ ἐμέ, ἀλλὰ διὰ σὲ ταύτην ἐγκολποῦμαι. Στεῖλον οὖν μοι βοή‐ θειαν, ἵνα εἰς τέλος ἀντιπαρατάξωμαι τοὺς ἐχθρούς σου.“—Ὁ δὲ Μουσουλμὰν ἀπὸ Καλλιουπόλεως ἐν Σμύρνῃ καὶ μίαν καὶ πολλάκις ἀπέστειλεν θησαυρὸν πο‐
15λὺν καὶ δι’ ἐκείνου στρατεύων ἦν καθεκάστην, ἕως οὗ τοὺς κληρονόμους τοῦ Ἀτὴν ἐδίωξε.

18

.

6

Ἔαρος δὲ ἀρχομένου καὶ τὸν δεύτερον ἤδη χρόνον μετὰ τὴν παραδρο‐ μὴν τοῦ δεινοῦ ἐκείνου κατακλυσμοῦ ἄρξαντες, ὁ εἷς τοῦ Ἀτὴν υἱὸς ὁ καὶ Ὁμοῦρ καλούμενος, τοῦ ἑτέρου τεθνηκότος, πρὸς τὸν θεῖον αὐτοῦ τὸν Μαντα‐ χία–Ἐλιέζπεγιν, τὸν ἡγεμόνα Καρίας, ἐπανέρχεται καὶ ἱκετικῶς προσπίπτει τοῖς
5ποσὶν αὐτοῦ δεόμενος βοηθείας. Ὁ δὲ καὶ μάλα ἀσπασίως αὐτὸν ὑποδέχεται καὶ τὸ αἰτηθὲν πληροῖ· καὶ συνάξας τὸν ἅπαντα στρατὸν αὐτοῦ ἐν Ἐφέσῳ σὺν τῷ Ὁμοῦρ ἔρχεται, ἄγων σὺν αὐτῷ ὡς ἑξακισχιλίους ἄνδρας. Οἱ δὲ τῆς πόλεως σὺν τῷ Καρασούπασι, τῷ πατρὶ τοῦ Τζινεήτ, ἦσαν ὡς τρισχίλιοι, ὁ γὰρ Τζινεὴτ εὑ‐ ρέθη ἐν τῇ Σμύρνῃ ὑπάρχων. Τότε μὴ ὑποκύψαντες οἱ Ἐφέσιοι, ἀλλὰ καρτερῶς
10ἀντικαθιστάμενοι, πῦρ ἀφιᾶσιν ἐν τῇ πόλει καὶ διὰ τῶν τεσσάρων μερῶν ἀνα‐ φθείσης τῆς φλογὸς κατεδαπάνει τὰς οἰκίας καὶ τὰ καταλειφθέντα παρὰ τῶν Σκυθῶν τὸ πῦρ ὡς χόρτον κατήσθιε καὶ ἦν ἡ πᾶσα πόλις τέφρα καὶ κόνις ἐν δυσὶν ἡμέραις. Οἱ δὲ Ἐφέσιοι ἰδόντες τὴν τοσαύτην ζημίαν προσεκύνησαν.

18

.

7

Ὁ δὲ Καρασούπασις, γενόμενος ἔγκλειστος ἐν τῇ ἀκροπόλει, ἀντεμά‐ χετο ἄχρι φθινοπωρινοῦ καιροῦ, ἐκδεχόμενος βοήθειαν παρὰ τοῦ υἱοῦ αὐτοῦ Τζινεήτ. Ὁ δὲ οὐκ ἠδύνατο ἀφεὶς τὴν Σμύρνην ἀπελθεῖν ἐν Ἐφέσῳ, ἦν γὰρ σπάνις πολλὴ τῶν στρατιωτῶν. Τότε ἀνοίξας τὰς πύλας ἐξῆλθε καὶ πεσὼν ὑπε‐
5τάγη τῷ Μανταχίᾳ. Παραλαβὼν οὖν αὐτὸν σὺν τοῖς ἄλλοις τῶν ὄντων ἐν τῷ πολιχνίῳ δεσμίους εἰς τὴν ἡγεμονίαν αὐτοῦ ἤγαγε, τὸν δὲ παῖδα τοῦ Ἀτὴν τὸν Ὁμοῦρ ἐγκαθιζάνει ἐν τῇ ἡγεμονίᾳ τῇ πατρικῇ, τὸν δὲ Καρασούπασιν ἔγκλειστον ἐν τῷ πολιχνίῳ τινὶ ἐντὸς πύργου δεσμήσας ἔῤῥιψε καὶ τοὺς σὺν αὐτῷ Ὀτμανίδας· Μάμαλος ὀνομάζεται τὸ πολίχνιον. Ὁ δὲ Τζινεὴτ τί δαὶ ἄρα δρᾷ; Ἐκ τῆς Σμύρνης115
10ἐξελθὼν σὺν διήρει μιᾷ καὶ πλεύσας ἐν τῇ Καρίᾳ ἔρχεται εἰς Μάμαλον κἀκεῖ κρυ‐ φίως πέμπει πρὸς τοὺ ἐγκλείστους, ὡς ἤδη κλέψων ἦλθεν αὐτούς. Οἱ δὲ τοὺς φύ‐ λακας πανδαισίαν ποιήσαντες καὶ εἰς κόρον τὸν ἄκρατον κεράσαντες καὶ κοιμή‐ σαντες ὡς τεθνηκότας, αὐτοὶ ἐξῆλθον τοῦ πύργου καὶ διὰ τοῦ τείχους χαλασθέν‐ τες καλωδίοις εἰσῆλθον ἐν τῇ διήρει καὶ πλεύσαντες ἦλθον εἰς Σμύρναν. Ἐγένε‐
15το οὖν μεγάλη χαρὰ ἐν τῇ τοιαύτῃ κλοπῇ.

18

.

8

Χειμῶνος δὲ ἀρχομένου ὁ Τζινεὴτ στρατεύει εἰς Ἔφεσον καὶ κλείει ἐντὸς τοῦ πολιχνίου τὸν Ὁμοῦρ καὶ τὴν πόλιν πᾶσαν τοῖς αὐτοῦ στρατιώταις πραῖδαν ποιεῖται καὶ πλὴν τῶν ἀνθρώπων, ὅτι οὐκ ᾐχμαλωτίζοντο, τὸ πᾶν ὃ ἐπε‐ κτήσαντο μετὰ τὴν παραδρομὴν τῶν Σκυθῶν, ἐσκύλευσαν· καὶ πολλοὺς τῶν πο‐
5λιτῶν κατέσφαξεν καὶ ἄλλα μύρια δεινὰ πέπραχεν ὁ ἀλάστωρ. Τότε εἰς συμβι‐ βάσεις ἐλθὼν μετὰ τοῦ Ὁμοῦρ καὶ τὴν θυγατέρα εἰς γυναῖκαν αὐτῷ δοὺς καὶ ὅρκοις πιστώσας τὴν ἀλήθειαν, ἔξεισι τοῦ κάστρου καὶ περιπτύσσονται ὡς πατὴρ μετὰ υἱοῦ. Καὶ ἀποβάλλεται ἐνόρκως τὴν πρὸς τὸν Μουσουλμὰν εὐπείθειαν καὶ Ἀτηνὴς καθολικὸς ἀναδείκνυται, σὺν αὐτῷ οὖν διαδρομὼν τὴν πᾶσαν ἡγεμονίαν
10καὶ πρὸς ἑαυτὸν ἑλκύσας τὰς πάσας πόλεις τὰς πρὸς Μαίανδρον καὶ τὰς πρὸς ἄρκτον, Φιλαδέλφειαν, Σάρδεις, Νύμφαιον, μέχρι τοῦ Ἕρμωνος ποταμοῦ, καὶ οἰκίσας τοὺς πιστοτάτους αὐτῷ καὶ τὴν πᾶσαν ἡγεμονίαν εἰς χεῖρας τῶν αὐτοῦ συγγενῶν καὶ φίλων ἐνθείς. Αὐτὸς ἐν Ἐφέσῳ σὺν τῷ μελλογάμβρῳ διάγων, θροῦς ἀναπηδήσας πρωῒ ἐν τῷ δήμῳ, ὡς ὁ ἡγεμὼν ἐτεθνήκει, καὶ δὴ ἡλίου ἀνατείλαν‐
15τος ἄραντες τὸ πτῶμα αὐτοῦ ἔφερον ἐν τῷ πολιχνίῳ, ὃ Πύργιον καλεῖται, ἐν τῇ ὑπωρείᾳ τοῦ Τμώλου ὄρους κείμενον ἐκεῖ αὐτὸν ἔθαψαν ἐγγὺς τῶν πατέρων αὐ‐ τοῦ. Ὁ δὲ Τζιναὴτ εἰς ὕψος ἀρθεὶς καὶ τὴν ἡγεμονίαν ὡς πατρικὸν κλῆρον ἡγη‐ σάμενος αὐτόνομος ἡγεμὼν Ἀσίας ἐκλήθη.

18

.

9

Ὁ δὲ Μουσουλμὰν μὴ φέρων τὴν αὐτοῦ ἀναίδειαν ἠβουλήθη περάσαι ἐν τῇ Βιθυνίᾳ. Καὶ δὴ περάσας καὶ εἰσελθὼν ἐν Προύσῃ ἅπαντες οἱ Προυσαεῖς ἀσπασίως αὐτὸν ὑπεδέξαντο καὶ μεθ’ ὅσης χαρᾶς ἑτοίμως τοῦ θανεῖν ὑπὲρ αὐ‐ τοῦ ᾑρετίσαντο. Τότε δὴ ἔαρος ἀρξαμένου στρατὸν ἀθροίζειν ἤρξατο κατὰ τοῦ
5Τζινεήτ. Ὁ δ’ αὐτὸς Τζινεὴτ σὺν ὀλίγοις ἵπποις δρομαῖος εἰς Ἰκόνιον, μητρό‐ πολιν τῆς Λυκαονίας, ἔρχεται καὶ τῷ Καραμὰν ὁμιλήσας, κατέρχεται εἰς Κο‐ τυάειον καὶ τῷ Καρμιὰν τὰ αὐτὰ εἰπών, ἕλκει αὐτοὺς μεθ’ ὅπλων εἰς Ἔφεσον. Οἱ δὲ λόγοι, οὓς ὡμίλησε μετὰ τῶν ἡγεμόνων, ἦσαν· „Οἴδατε ἀκριβῶς τὴν ζη‐ μίαν, ἣν ὑπέστητε παρὰ τοῦ Παγιαζήτ· καὶ τοὺς ὑμετέρους γονεῖς οὓς μὲν ἔσφα‐117
10ξαν, οὓς δὲ ἀγχόνῃ ἀπέπνιξαν· καὶ αὐτὸς μονάρχης ἐγένετο καὶ ὑμᾶς ἐξορίστους ἐποίησεν. Νῦν δὲ ἐπεὶ δικαίᾳ Θεοῦ κρίσει ὁ ἀλάστωρ ἠφάνισται, μὴ καταπιέτω ἡμᾶς τὸ τῆς ἀσπίδος ἔκγονον, ἀλλὰ προθύμως ἔτι ἀκμάζον ὂν συντρίψωμεν αὐ‐ τοῦ τὴν κάραν καὶ τὸ λεῖπον ἐν ἀμεριμνίᾳ διάξωμεν.“—Τότε οἱ ἡγεμόνες ἐνω‐ τισθέντες τοὺς λόγους αὐτοῦ καὶ εἰς συμφέρον αὐτῶν λογισάμενοι ἐχώρουν ἐν
15ἄρμασι καὶ ὁ μὲν Καραμὰν ἐν τρισὶ χιλιάσιν, ὁ δὲ Καρμιὰν ἐν δέκα καὶ ὁ Τζι‐ νεὴτ ἐν πέντε χιλιάσιν ἐν Ἐφέσῳ ἐστρατοπέδευσαν.

18

.

10

Ὁ δὲ Μουσουλμὰν καὶ αὐτὸς ἀπὸ τῆς Προύσης ἐν Λοπαδίῳ ἐλθὼν καὶ τὸν πάντα στρατὸν αὐτοῦ ἐν εἴκοσι πέντε χιλιάσιν ἀριθμήσας καὶ ἀπὸ Λο‐ παδίου ἐγερθεὶς ἦλθεν εἰς Πέργαμον, ἀπὸ δὲ Περγάμου, ἐν τῷ Κάμπῳ τοῦ Μαι‐ νομένου, ἀπὸ δὲ τοῦ Κάμπου ἐν Σμύρνῃ. Μαθὼν δὲ τὴν συνέλευσιν τοῦ Καραμὰν
5καὶ τοῦ Καρμιὰν ἠπορεῖτο καὶ ἤσχαλλεν. Ἀπὸ δὲ Σμύρνης πρὸς Ἔφεσον ἀπάρας ἦλθε πήξας τὰς σκηνὰς εἰς τόπον λεγόμενον Μεσαύλιον· κἀκεῖ φοβηθεὶς τοὺς ὑπεναντίους καὶ πυκνώσας τὰς τέντας, τάφρον ἔσκαψε καὶ χώματα ἀνήγειρε καὶ αὐτὸς ἐν μέσῳ μετὰ τοῦ στρατοῦ ἐκάθητο, οἱ δὲ ὑπεναντίοι ἐν Ἐφέσῳ, ἀπέ‐ χοντες ἡμερῶν οὐδὲ τὸ ἥμισυ, ἤγουν ἓξ ὡρῶν διάστημα ἀπ’ ἀλλήλων, οὔτε αὐτὸς
10χωρῶν πρὸς ἐκείνους διὰ τὴν δειλίαν οὐτ’ ἐκεῖνοι πρὸς αὐτὸν διὰ τὴν ἀνισότητα.

18

.

11

Τοῦ πράγματος οὖν ἐν ἀμελείᾳ κειμένου, πρόσεισι τῷ Τζινεὴτ εἷς τῶν αὐτοῦ μυστικῶν φίλων καὶ λέγει αὐτῷ· „Ὁ Καραμὰν καὶ ὁ Καρμιὰν ὁμονοή‐ σαντες βούλονται τῇ νυκτὶ ταύτῃ παραδοῦναί σε εἰς χεῖρας τοῦ Μουσουλμάν· ἐκεῖνοι δὲ εἰρηναῖαν κατάστασιν πράξαντες ἀναστρέψωσιν ἀφόβως εἰς τὰ ἴδια.
5Ἐν ταύτῃ οὖν τῇ νυκτὶ τὸ πᾶν διαπράξονται.“—Μαθὼν δὲ τοῦτο ὁ Τζινεὴτ
καὶ καταλαβούσης τῆς ἑσπέρας φανοὺς καὶ λαμπάδας ἀνάψας ἐν ταῖς αὐτοῦ σκη‐ ναῖς, αὐτὸς τοὺς ταχυδρόμους τῶν ἵππων ἀναλεξάμενος ἄνεισι ἐν τῇ ἀκροπόλει πρὸς τὸν αὐτοῦ ἀδελφὸν Παγιαζὴτ, ἦν γὰρ φύλαξ τοῦ κάστρου καὶ πρόμαχος. Καὶ τὰ κατ’ αὐτὸν ἀκριβῶς ἱστορήσας καὶ παραγγείλας τὴν φυλακὴν τῆς πό‐119
10λεως ἐπιμελῶς ἄχρι πρωΐας διατηρεῖν, αὐτὸς σὺν τοῖς λοιποῖς οἰκιακοῖς πρὸς τὸν Μουσουλμὰν ἐπάνεισι. Καὶ διὰ μέσης νυκτὸς οἱ τοῦ Καραμὰν καὶ τοῦ Καρ‐ μιὰν εἰς τὰς τέντας τοῦ Τζινεὴτ ἐλθόντες οὐδένα εὗρον. Ὁ δὲ Τζινεὴτ πρωΐας ἤδη γενομένης καὶ βρόχον ἐνθεὶς τῷ τραχήλῳ ἦλθεν ἐνώπιον τοῦ Μουσουλμὰν κλαίων καὶ λέγων· „Κύριε, ἥμαρτον· ἄξιός εἰμι τοῦ θανεῖν. Ἐγὼ αὐτὸς τῷ τρα‐
15χήλῳ μου τὸν βρόχον ἀνηρτησάμην. Ὡς βούλει, εἰς ἐμὲ πρᾶττε· ὑπεύθυνός εἰμι παντοίας καταδίκης,“—Ὁ δὲ Μουσουλμὰν καμφθεὶς τοῖς λόγοις τούτοις καὶ συμπαθήσας αὐτὸν καὶ στολὴν φαιδρὰν ἐνδύσας, ἠρώτησε: „Ποῦ εἰσι νῦν οἱ ἡγεμόνες ἐκεῖνοι καὶ ποῦ ἡ παράταξις αὐτῶν εὑρίσκεται;“—Ὁ δὲ εἶπεν· „Ἐν Ἐφέσῳ· καὶ εἰ βούλει, χώρησόν μοι στρατὸν κἀγὼ ἐλθὼν αὐτοὺς δεσμίους ἄγω
20πρὸς σέ.“—Ὁ δὲ Μουσουλμὰν φοβηθεὶς μή πως πανουργία ἐν μέσῳ τού‐ των τῶν ὑποκρίσεων πράττεται, οὐκ ἠθέλησε καταδιώξαι ὀπίσω αὐτῶν, ἀλλ’ ἤδη τοῦ ἡλίου ἀνίσχοντος καὶ αὐτὸς ἐφ’ ἵππου ἐπιβὰς σὺν πάσῃ τῇ στρατιᾷ πρὸς Ἔφεσον ἐχώρει, ἔχων μετ’ αὐτοῦ καὶ τὸν Τζινεήτ. Ὁ δὲ Καραμὰν καὶ Καρμιάν, καθὼς ἔφημεν, περὶ τὰς μέσας νύκτας ἐλθόντες εἰς τὰς σκηνὰς τοῦ Τζινεὴτ καὶ
25μὴ εὑρόντες αὐτόν, ἐννόησαν τὴν ἐνέδραν· καὶ μέγας θροῦς ἐγεγόνει ἐν τῷ φω‐ σάτῳ καὶ ταραχή, οἱ μὲν ἐρευνῶντες τοὺς ἵππους αὐτῶν, οἱ δὲ τὰς ἐφεστρίδας, ἄλλοι τὰς καμήλους καὶ τοὺς ἡμιόνους πρὸς τὸ τὰ φορτία τῶν παρασκευῶν ἐπι‐ θεῖναι, ἕτεροι δὲ ἐν ἅρμασιν. Καὶ δὴ ἀνατέλλοντος τοῦ ἡλίου τὰ πάντα καλῶς παρασκευάσαντες, οἱ μὲν ἱππεῖς σὺν τοῖς ἡγεμόσι καὶ τῷ πεζικῷ στρατῷ ἐπὶ τό‐
30που ὑψηλοῦ ἱστάμενοι τὰς ἡμιόνους καὶ τὰς καμήλους σὺν παντὶ τῷ φορτικῷ τάγματι προέπεμψαν· περάσαντες τὰς κλεισούρας τὰς πρὸς Μαίανδρον, αὐτοὶ δὲ ἵσταντο, ἕως εἶδον, ὅτι τὰ δύσβατα μέρη διέβησαν, τότε καὶ αὐτοὶ κατὰ τάξιν εἰς τὰς κλεισούρας εἰσήλθασιν. Ὅτε δὲ τὸ τέλος τῆς οὐραγίας ἐν τῷ στόματι τοῦ στενοῦ ἦν, τότε καὶ τὸ τοῦ Μουσουλμὰν πεζικόν, ἀπὸ τῆς γεφύρας τῆς πρὸς
35τὸ Γαλλήσιον ὄρος κειμένης διαβάς, ἐν Ἐφέσῳ ἦλθεν· καὶ τῇ τετάρτῃ ὥρᾳ τῆς ἡμέρας, ἡλίου ἐν τῷ ζυγῷ τὴν πορείαν ποιοῦντος, καὶ ὁ Μουσουλμὰν ἐν Ἐφέ‐ σῳ. Ὁ δὲ Τζινεὴτ πολλὰ συμβουλεύσας τοῦ ποιῆσαι καταπειθῆ τὸν ἄνδρα τοῦ καταδιῶξαι ὀπίσω αὐτῶν, οὐκ ἠνέσχετο, τὸ μὲν διὰ τὴν ἄκραν αὐτοῦ συμπά‐ θειαν, τὸ δὲ καὶ φοβούμενος ἀεὶ τὰς ῥᾳδιουργίας τοῦ Τζινεήτ· ἦν γὰρ ὁ Μου‐
40σουλμὰν τοσοῦτον ἀγαθὸς καὶ ἁπλούστατος, ὅσον ὁ Τζινεὴτ πονηρὸς καὶ περίερ‐ γος. Πήξας οὖν τὰς σκηνὰς ἐν τῷ τῆς Ἐφέσου κάμπῳ καὶ ποιήσας μῆνας τέσ‐ σαρας, οὐκ ἄλλο ἦν τὸ δρώμενον πλὴν τρυφῆς καὶ σπατάλης· ἦν γὰρ ὁ ἀνὴρ
οἰνοπότης ὡς οὐδεὶς ἄλλος καὶ εἰς τὰς σαρκικὰς ἐπιθυμίας ἀδεῶς ἐμπίπτων.121

19

.

1

Ὁ δὲ Μωσῆς, ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, διάγων μετὰ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ Μεχεμὲτ ἐν Ἀγγύρᾳ τῆς Γαλατίας καὶ φυγὼν ἧκε ἐν Σινώπῃ ἡγε‐ μονεύοντος Σπεντιὰρ τοῦ Τουρκομάνου. Φιλοξενήσας οὖν αὐτόν, ὡς ἔδει, ἐζήτησε περᾶσαι Μωσῆς τὴν περαίαν τοῦ Εὐξείνου Πόντου, τὰ πρὸς Βλαχίαν. Ὁ δὲ
5ἀσπασίως τὴν αἴτησιν αὐτοῦ πληρώσας ἀφίησι καὶ εἰς Βλαχίαν περᾷ. Καὶ τῷ Μίλτζῃ βεηβόδᾳ συντυχὼν καὶ πληροφορήσας αὐτῷ, τίς τε εἴη καὶ πόθεν ἧκε καὶ πῶς, δίδωσιν αὐτῷ ἄδειαν τοῦ περιπατεῖν ἐν πάσῃ Βλαχίᾳ καὶ πράττειν τὰ δόξαντα. Οἱ δὲ τῆς δύσεως σατράπαι καὶ τὰ τοῦ Δανούβεως μέρη φυλάττοντες, μαθόντες τὴν εἰς Βλαχίαν εἴσοδον τοῦ Μωσῆ, γράφουσι καὶ δηλοῦσι τῷ Μουσουλ‐
10μὰν τὰ γενόμενα καὶ ὅπως, εἰ μὴ φθάσας περάσει ἐν τοῖς μέρεσι τῆς Θρᾴκης, τὴν δύσιν ὁ Μωσῆς κληρώσεται καὶ αὐτὸς ἐν Ἀσίᾳ διάγων εἰς αὐτὴν καὶ κα‐ ταλήξει.

19

.

2

Ὁ δὲ Μουσουλμὰν ἐνωτισθεὶς τοὺς λόγους τούτους, συντόμως ἐξ Ἐφέ‐ σου πρὸς Λάμψακον ἔρχεται ἄγων ὁμοῦ καὶ τὸν Τζινεήτ, ἄλλον ἔπαρχον κατα‐ στήσας ἀντ’ αὐτοῦ ἐν Ἐφέσῳ καὶ ἐν πάσῃ τῇ ἐπαρχίᾳ. Ἦν δὲ ἐν Λαμψάκῳ κτί‐ ζων ἐπ’ ὀνόματι τοῦ Μουσουλμὰν πύργον ἕνα παμμεγέθη ἐν τῇ ἀκτῇ τῇ ἀπέναν‐
5τι Καλλιουπόλεως· ὁ δὲ δομήτωρ ἦν Σαλγρούζω δὲ Νέγρω, Γενουίτης εἷς τῶν εὐγενῶν· ὃν καὶ οἰκοδομήσας, ὡς ἔπρεπεν, καὶ ἰδὼν αὐτὸν ὁ Μουσουλμὰν ἐδω‐ ρήσατο αὐτῷ πλεῖστα χρήματα. Καὶ περάσας ἐν Καλλιουπόλει καὶ καθίσας ἐν πότοις καὶ ἀμεριμνίαις, εὐφραινόμενος καὶ ἀσελγαίνων, οὐκ ἐφρόντιζε περὶ τοῦ Μωσῆ. Ὁ δὲ Μωσῆς οὐ διέλειπε γράφων τοῖς μεγιστάνοις καὶ τάττων αὐτοῖς
10πάντα τὰ χρήσιμα, εἰ ἐγκράτης τῆς ἡγεμονίας γενήσεται. Καὶ οὐ μόνον ἦν ἐν τούτοις, ἀλλὰ καὶ Τούρκους ἀθροίσας ἐκ τῶν τοῦ Ἴστρου μερῶν, παρ’ αὐτῶν πάσης Θρᾴκης καὶ Θετταλίας καὶ Ἰλλυρικοῦ ἡγεμὼν ἀνηγορεύετο.

19

.

3

Ὁ δὲ Μουσουλμὰν τὸν Τζινεὴτ πρὸς τὰ μέρη τῆς Βουλγαρίας ἐν τοῖς μέρεσι τῶν Ἀχριδῶν ἔπαρχον καταστήσας, ἔπεμψεν· αὐτὸς δὲ ἐν Ἀδριανουπόλει τὴν πορείαν ἐποίει καὶ εἰσελθὼν ἐντὸς τῆς πόλεως, ἅπαντες αὐτὸν ὡς εὐεργέτην καὶ δοτῆρα πάντων καλῶν ἀνηγόρευον. Καὶ ἐν ἀληθείᾳ οὕτως ἦν· ὅπου γὰρ ὁ
5Μουσουλμὰν ἤρχετο, κἄν τε ἐν πόλει κἄν τε ἐν κώμῃ, τοῦ ποιῆσαι ἐκεῖ ἡμέρας τριάκοντα, καὶ οἱ πλούσιοι καὶ οἱ πένητες καὶ αὐτοὶ οἱ δι’ ἔνδειαν τροφῶν προσ‐ αιτοῦντες, πάντες αὐτάρκεις ἐγένοντο.

19

.

4

Τότε ὁ Μουσουλμὰν ἀπ’ Ἀδριανουπόλεως συλλέξας στρατὸν κατὰ τοῦ
Μωσῆ ἔπεμψε καὶ αὐτὸς διημέρευεν ἐν πότοις. Ὁ δὲ Μωσῆς συνάψας πόλεμον καὶ ὑπέρτερος φανεὶς καὶ διώξας τὸν στρατὸν τοῦ Μουσουλμὰν ἐγγύς που Σο‐ φίας, ἐγένετο ἁπανταχοῦ φήμη, ὡς ὁ Μωσῆς μέλλει τῆς δύσεως τοπάρχης γε‐123
5νέσθαι. Καὶ δὴ ἐνωτισθεὶς ὁ Μουσουλμὰν τὴν ὡς ἐν ὀλίγῳ μέλλουσαν εἰσέλευσιν ἐν Ἀδριανουπόλει τοῦ Μωσῆ, ἦν γὰρ συῤῥέον ἅπαν τὸ πλῆθος ἐν αὐτῷ καὶ ἐκ τῶν προὐχόντων οὐκ ὀλίγοι, αὐτὸς ὀψέ ποτε ἀνανήψας ἐκ τοῦ κάρους τῆς μέθης ἠβουλήθη πρὸς Κωνσταντινούπολιν ἀπιέναι. Καὶ σὺν ὀλίγοις ἐπιβάταις τὴν ὁδὸν ἀρξάμενος, καὶ αὐτοὶ ἀφέντες αὐτὸν ἔφυγον καὶ πρὸς τὸν Μωσῆν ἤλαυνον.

19

.

5

Ὁ δὲ Μουσουλμὰν ἐν χωρίῳ τινὶ καθ’ ὁδὸν ἐντυχὼν καὶ οἱ τοῦ χω‐ ρίου ἰδόντες αὐτὸν καὶ ἐκ τοῦ ἵππου καὶ ἐκ τῶν ἱματίων καὶ ἐκ τῆς μορφῆς καὶ γνωρίσαντες, ὡς ὁ ἡγεμών ἐστιν, ἔθεον ἐπὶ θέᾳ αὐτοῦ. Καὶ προκαταλαβόντες νεανίσκοι πέντε τοξόται φέροντες τόξα καὶ βέλη, ὁ Μουσουλμὰν ταραχθεὶς ἀφίη‐
5σι βέλος κατ’ αὐτῶν καὶ ὁ εἷς κύμβαχος ὀλισθήσας ἔπεσεν. Καὶ δεύτερον πέμψας ῥίπτει τὸν ἕτερον. Τότε οἱ τρεῖς ὁμονοήσαντες, ἦσαν γὰρ καὶ οἱ πέντε ὁμοπά‐ τριοι ὁμαίμονες, ἀφιᾶσι τὰ βέλη κατὰ τοῦ Μουσουλμὰν καὶ πίπτει τοῦ ἵππου καὶ τὴν κεφαλὴν ἀποτέμνουσιν. Ὁ δὲ Μωσῆς εἰσάγεται ἐν Ἀδριανουπόλει μετὰ δο‐ ρυφορίας καὶ τιμῆς ὅσης καὶ ἡγεμὼν δύσεως ἀναδείκνυται.

19

.

6

Μαθὼν δὲ τὸν θάνατον τοῦ ἀδελφοῦ αὐτοῦ Μουσουλμὰν ἐπένθησε καὶ στρατιώτας πέμψας καὶ τοὺς πρώτους τῶν σατραπῶν, ἔφερον τὸ σῶμα αὐτοῦ ἐν Ἀδριανουπόλει καὶ ἀπὸ Ἀδριανοῦ ἔπεμψεν αὐτὸ ἐντίμως ἐν τῇ Προύσῃ καὶ ἔθαψαν ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι μνημείῳ. Ὁ δὲ Μωσῆς ἀκριβῆ ἔρευναν
5ποιήσας εἰς τοὺς φονεῖς τοῦ Μουσουλμὰν καὶ εὑρὼν καὶ τοὺς τρεῖς καὶ πέμψας ἐν τῷ χωρίῳ, ᾧ ἐφονεύθη, καὶ ἀθροίσας πάντας τοὺς χωρίτας καὶ δεσμήσας τὸν καθένα σὺν γυναιξὶ καὶ τέκνοις, ἀσφαλίσας τὸν καθένα ἐν ταῖς καλύβαις αὐτῶν πῦρ ἀφιᾶσιν· καὶ τέκνα καὶ γονεῖς καὶ συγγενεῖς καὶ αἱ καλύβαι καὶ τὸ χωρίον ἅπαν κατετεφρώθη καὶ εἰς κόνιν ἐγένοντο. Τοιαύτην ποινὴν ὁ ἀπάνθρωπος εἰς
10ἀνθρώπους εἰργάσατο, δεικνύων τὴν ἀπαρχὴν τῶν κακῶν ὧν ἤμελλε κατεργά‐ ζεσθαι ἐν ταῖς ἡμέραις αὐτοῦ.

19

.

7

Ἀθροίσας οὖν τοὺς μεγιστᾶνας τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων ἐπαρχιῶν, ἦσαν γὰρ συνηθροισμένοι πάντες εἰς προσκύνησιν αὐτοῦ, δη‐ μηγορήσας εἴρηκε πρὸς αὐτούς· „Ὦ ἄνδρες καὶ τοῦ ἐμοῦ πατρὸς φίλοι, καὶ γὰρ οὐ δούλους λέγω, οἴδατε ἀκριβῶς τὴν ἣν ὑπέστη παρὰ τοῦ Τεμὴρ ἀπειλὴν
5ἡ τῆς Ἀσίας μερὶς καὶ τὸ πλέον, ὅτι ὁ ἐμὸς πατὴρ παρεδόθη εἰς χεῖρας αὐτοῦ ὡς στρουθίον. Οὐκ ἄλλο τοίνυν ἦν τὸ καταβιβάσαν τοὺς Σκύθας καὶ Πέρσας καὶ τὸ λοιπὸν ἔθνος ἐν τοῖς ἡμετέροις σκηνώμασι πλὴν ἡ Κωνσταντίνου καὶ σὺν
αὐτῇ οἱ ἐν ταύτῃ βασιλεύοντες. Ἐλθὼν οὖν ὁ ἐμὸς ἀδελφὸς καὶ κυριεύσας τὰ Θρᾳκῷα μέρη καὶ τὴν λιποῦσαν γῆν, ἣν ὁ ἡμέτερος ἀδελφὸς ἐκυρίευεν, οὐ μόνον125
10τὴν πρὸς τὸ πάτριον σέβας στοργὴν οὐκ ἐνεδείξατο, ἀλλὰ μᾶλλον, εἰ χρὴ λέγειν, καὶ ἐφ’ ἡμισείας καβοὺρ ἐγένετο. Ἐν τούτῳ καὶ ὁ Θεὸς αὐτὸν παραβλέψας, εἰς τὴν ἐμὴν χεῖρα τὴν ῥομφαίαν τοῦ προφήτου δέδωκε τοῦ διχοτομῆσαι τὸν ἄπιστον, τὸν δὲ πιστὸν ὑπερυψῶσαι καὶ ἀναβιβάσαι. Ἕνεκα γοῦν τούτου οὐ χρὴ τοσαύ‐ την γῆν ἡ Κωνσταντίνου κληρώσασθαι, οὐ δὲ πόλεις Μακεδονικὰς καὶ ταῦτα τὴν
15Θεσσαλονίκην, ἣν διὰ πολλῶν ἱδρώτων ὁ ἐμὸς πατὴρ ἐκληρώσατο καὶ τοὺς βω‐ μοὺς τῶν εἰδώλων εἰς ἱερὰ τεμένη τοῦ Θεοῦ καὶ τοῦ προφήτου μετέστησεν. Ἀλ‐ λὰ καὶ αὐτὴν τὴν μητέρα τῶν πόλεων καὶ τὸν φονέα τοῦ ἐμοῦ πατρός, εἰ Θεῷ θελητόν ἐστιν, διὰ συνδρομῆς ἐμῆς ἡμετέραν καταστήσω καὶ τὰ ἐν αὐτῇ τεμένη τοῦ Θεοῦ καὶ τοῦ προφήτου τελέσω προσευχῆς οἴκους.“—Τότε οἱ πάντες εὐφή‐
20μησαν καὶ ὡς παρὰ Θεοῦ τοὺς μιαροὺς αὐτοῦ λόγους ἐδέξαντο.

19

.

8

Ἀθροίσας οὖν στρατὸν ἱκανόν, πρῶτον μὲν ἐν Σερβίᾳ κατέδραμεν,—ἔφθα‐ σε γὰρ ὁ δεσπότης Στέφανος, ὁ τοῦ Λαζάρου υἱός, μὴ φέρων ἐν τοῖς ὠσὶν τὴν ἐπιδρομήν,—καὶ παμπληθῆ χωρία καὶ κάμπους καταδραμὼν τὰ μὲν ὡραῖα τῇ ὄψει καὶ νέα σώματα ᾐχμαλώτιζεν, τοὺς δὲ λοιποὺς ἅπαντας ξίφει κατέσφαττε.
5Λαβὼν δὲ καὶ πολίχνια τρία πολέμῳ, πάντας ἐθέρισε καὶ θερίζων ἐν τοῖς σώ‐ μασι τῶν χριστιανῶν τράπεζαν ἐφήπλου καὶ πανδαισίαν ἐποίει μετὰ τῶν μεγι‐ στάνων αὐτοῦ.

19

.

9

Ἀπὸ δὲ Σερβίας στραφεὶς ἐν Ἀδριανουπόλει καὶ μικρὸν ἀναπαυσάμε‐ νος, τὰ πρὸς τὴν Κωνσταντίνου παρεσκεύαζεν πολεμικὰ τειχομηχανήματα. Πέμ‐ ψας δὲ στρατὸν οὐκ ὀλίγον ἐν Θετταλίᾳ ἐπολιόρκει Θεσσαλονίκην· καὶ τὰ παρὰ τὸν Στρύμονα χωρία πάντα παραλαβὼν πλὴν Ζητουνίου, αὐτὸς πρὸς Κωνσταν‐
5τινούπολιν ἐχώρει καὶ πάντα τὰ χωρία εὑρὼν ἔρημα, ἦν γὰρ μετοικίσας αὐτὰ ὁ βασιλεὺς Μανουὴλ ἐντὸς τῆς Πόλεως, πάντα πυρὶ παρέδωκεν. Αὐτὸς δὲ πήξας τὰς σκηνὰς τῇ μὲν γνώμῃ θαῤῥῶν ἦν, ὅτι γενήσεται ταύτης κύριος, τῇ δὲ πρά‐ ξει καὶ τῇ λοιπῇ δυνάμει μακρόθεν ἦν ἑστώς. Πλὴν καθ’ ἡμέραν οὐκ ἐπαύετο πολεμῶν καὶ πολεμιζόμενος καὶ σφάττων καὶ σφαζόμενος παρὰ τῶν Πολιτῶν·
10ἐξερχόμενοι γὰρ οἱ Πολῖται συνεπλέκοντο τοῖς Τούρκοις καὶ εἰς τὸν ἕνα Ῥω‐ μαῖον τρεῖς ἔπιπτον Τοῦρκοι. Τὸν δὲ βασιλέα οὐκ ἤρεσκε τοῦτο. Εἶχε γὰρ τοὺς Ῥωμαίους ὡς ἐπὶ τὸ πολὺ διὰ τὴν ὀλιγότητα φυλάττων αὐτοὺς ὡς κόρην ὀφθαλ‐
μοῦ. Ἔλεγε γάρ· „Τί μοι ὄφελος, εἰ ἀπὸ τοὺς ἑκατὸν στρατιώτας Ῥωμαίους ὀλέσω δέκα ἢ τί τῷ Μωσῇ ζημία, εἰ ἀπὸ τοὺς χιλίους Τούρκους ὀλέσει ἑκα‐127
15τόν;“—Πλὴν ἡ θρασύτης τῶν Ῥωμαίων οὐ διέλειπε τοῦ ἐξέρχεσθαι καὶ συμ‐ πλέκειν τοὺς Τούρκους. Ἔλαβον οὖν ἐν πολέμῳ οἱ Τοῦρκοι ἕνα τῶν ἐνδόξων τὸν ἐπὶ τῆς τραπέζης Ἰωάννου τοῦ χρηματίσαντος βασιλέως, τοῦ βασιλέως Μα‐ νουὴλ υἱοῦ, ὃν καὶ ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν. Οἱ δὲ Ῥωμαῖοι μαθόντες τὸ γεγονὸς ἐξεπόρτησαν καὶ διὰ πολλοῦ πολέμου καὶ κραυγῆς ἔφερον τὸ σῶμα αὐ‐
20τοῦ ἐντὸς τῆς πόλεως, τὴν δὲ κεφαλὴν αὐτοῦ οἱ Τοῦρκοι τῷ Μωσῇ ἐκόμισαν. Τότε Νικόλαος Νοταρᾶς, πατὴρ τοῦ τεθνηκότος, διερμηνευτὴς ὢν τοῦ βασιλέως κυροῦ Μανουήλ, πλούσιος ὢν σφόδρα, ἐξαγοράσας διὰ πολλῶν κεντηναρίων τὴν κεφαλὴν ἔθαψε σὺν τῷ σώματι, μέγα πένθος ποιήσας Ῥωμαίοις ὁ νέος ἐκεῖνος καὶ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ Λουκᾷ, ὃς καὶ ἐν ταῖς ἡμέραις τοῦ ὑστάτου βασι‐
25λέως Ἰωάννου τοῦ Παλαιολόγου μεσάζων ἐχρημάτισε καὶ ἐν τῇ παντελεῖ φθορᾷ τῆς Πόλεως καὶ αὐτὸς σὺν τοῖς τέκνοις ἐκαρατομήθη.

19

.

10

Ἀλλ’ ἐπανιτέον ἤδη πρὸς τὴν διήγησιν. Ὁ βασιλεὺς γὰρ Μανουὴλ ὁρῶν τοῦ τυράννου τὸ ἀπηνὲς καὶ τὸ πρὸς τὴν τῶν χριστιανῶν μάχην, ἄσπονδον ἔχθραν, μηνύει τῷ Μαχουμέτ, τῷ ἀδελφῷ αὐτοῦ, ἔτι διάγων ἐν Προύσῃ, τοῦ ἐλθεῖν εἰς τὸ Σκουτάριον· καὶ ὁ βασιλεὺς σὺν τριήρεσι διαβιβάσει ἐν τῇ Κων‐
5σταντινουπόλει, ἀπὸ δὲ Κωνσταντινουπόλεως βοηθείᾳ Θεοῦ καὶ τοῦ βασιλέως ἐξερχόμενος συμπλακήσεται τῷ τυράννῳ. Καὶ εἰ μὲν τὸ τῆς τύχης ἐπὶ τὸν τύ‐ ραννον ῥέψει, ἡ Πόλις πάντοτε ἕτοιμος ἔσται εἰς ὑποδοχὴν αὐτοῦ· „εἰ δὲ τοὐναν‐ τίον, ὃ καὶ ἐπιθυμητὸν ἡμῖν ἐστι, τῆς ἡγεμονίας ἐγκρατὴς γενήσῃ, καὶ ὡς ἐμὸς υἱὸς ἔσῃ.“—Ὁ δὲ Μαχουμὲτ ἀκούσας τοὺς λόγους τούτους καὶ πρόθυμος γε‐
10νόμενος, προθύμως εἰς τὸ Σκουτάριον ἤλαυνε πάσας τὰς αὐτοῦ δυνάμεις. Ὁ δὲ βασιλεὺς μαθών, ὅτι ἦλθεν εἰς τὸ πέραν, τὰς τριήρεις ἑτοίμους ἔχων περᾷ καὶ τῷ Μαχουμὲτ ἐντυχὼν καὶ λόγους ἐνόρκους λαβὼν καὶ δούς, περᾷ τὸν Μαχου‐ μὲτ σὺν αὐτῷ εἰς τὴν Κωνσταντινούπολιν. Καὶ μεγάλην πανήγυριν ἐν τῇ εἰσόδῳ ποιήσας ὁ βασιλεὺς τρεῖς ἡμέρας, τῇ τετάρτῃ ἔξεισι τῆς Πόλεως ὁ Μεχεμὲτ
15σὺν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ σὺν ὀλίγοις στρατιώταις Ῥωμαίοις. Καὶ συμμί‐
ξας τῷ Μωσῇ ἡττήθη καὶ ἡττηθεὶς κατέφυγεν ἐν τῇ Πόλει.129

19

.

11

Ὁ δὲ βασιλεὺς θεραπεύσας αὐτὸν διὰ λόγων σοφιστικῶν καὶ πραγμά‐ των στρατιωτικῶν, ὧν ἀπώλεσεν, ἐπεμελεῖτο πάλιν τοῦ ἐξελθεῖν ἐκ δευτέρου καὶ συμπλακῆναι τῷ Μωσῇ· Ὁ δὲ Μωσῆς ἐξελθὼν ἐκ τῶν ὁρίων Κωνσταντινουπό‐ λεως, ἔχων πάντα τὸν δυτικὸν στρατὸν σὺν αὐτῷ, παρεσκευάζετο κατὰ τοῦ Με‐
5χεμὲτ καὶ τῆς Πόλεως. Ἐξελθὼν δὲ πάλιν ἐκ δευτέρου ὁ Μεχέμετ καὶ πάλιν ἡτ‐ τήθη καὶ πάλιν ἐν τῇ Πόλει κατέφυγε καὶ πάλιν ὁ βασιλεὺς αὐτὸν ὑπεδέξατο.

19

.

12

Τότε ὁ Μεχεμὲτ ἐν ἀδημονίᾳ γεγονὼς καὶ τὴν τύχης μεταφορὰν ὡς σφενδόνης στρεπτὸν ἡγησάμενος εἴρηκε τῷ βασιλεῖ· „Σὺ μέν, πάτερ ἅγιε, ζυ‐ γοσταθμῶν καὶ προβλέπων τὰς πλάστιγγας, οὐκ ἀφίης μοι, ἄνω καὶ κάτω τὴν τύχην ὁρῶν, τοῦ προδοθῆναι ἢ παραδοθῆναί μοι τὸν ἐχθρὸν παρ’ αὐτῆς. Ἐγὼ
5δὲ λέγω· πᾶν τὸ ἐν μετώποις γραφὲν ἑνὸς ἑκάστου δακτύλῳ Θεοῦ ἀπαραιτήτως προβήσεται. Κέλευσον οὖν μοι σὺν τοῖς ἐμοῖς τὴν πρὸς Ἀδριανοῦ φέρουσαν τρίβον ἄρξασθαι καὶ μόνον εὔχου μοι ὡς πατὴρ υἱόν, καθὰ καὶ εἰμί· τὰ δὲ μέλ‐ λοντα τῷ Θεῷ μελέτω.“—Τότε ὁ βασιλεὺς ἀκούσας τοὺς λόγους αὐτοῦ καὶ πε‐ ριπλακεὶς αὐτὸν καὶ ἀσπασάμενος καὶ δεῖπνον εὐτρεπίσας πολυτελῆ καὶ χαρμο‐
10νικῶς εὐφρανθέντες, πρωΐας ἤδη γενομένης ἔξεισιν ὁ Μεχεμὲτ τῆς Πόλεως καὶ εἰς δύο μερίσας τὸν στρατόν, τὸ μὲν ἓν μέρος πρὸς τὰ τοῦ Εὐξείνου μέρη ἔπεμ‐ ψε, τὸ δ’ ἄλλο τὴν πρὸς Ἀδριανοῦ φέρουσαν ὥδευε. Τότε ὁ Μωσῆς πάλιν ἀκού‐ σας καὶ μαθών, πῶς εἰς δύο κατατομὰς τὰ φωσάτα ἐμέρισεν, τὰ πρὸς τὸν Πόν‐ τον μέρη ἐδίωκεν. Καὶ δὴ ἐπεισπεσόντα ἄμφω τὰ στρατόπεδα καὶ οἱ τοῦ Μωσῆ
15ἡττηθέντες, πρὸς τὸν Μεχεμὲτ ἠθροίζοντο, ὁ δὲ ἀσπασίως ὑπεδέχετο.

19

.

13

Ὁ δὲ Μωσῆς τὸ γεγονὸς ἰδὼν καὶ τὸ τῆς τύχης εὐμετάβολον, ἔφευ‐ γεν. Εἰς ἕλος δέ τι μὴ γνοὺς ἐμπεσὼν καὶ εἷς τῶν σατραπῶν τοῦ Μεχεμὲτ κατα‐ διώκων, στραφεὶς ὁ Μωσῆς ἀπέκτεινεν αὐτόν. Ὁ δὲ τοῦ σατράπου δοῦλος φθά‐ σας ἱππότης ἀφεῖλεν αὐτοῦ τὴν δεξιὰν ἀπὸ τοῦ ὤμου, ῥίψας αὐτὴν ἐν τῷ ἕλει.
5Μονόχειρ δὲ εἰσελθὼν καὶ διὰ τῆς ῥύσεως τοῦ αἵματος λειποψυχήσας ἔπεσεν ἐκ τοῦ ἵππου. Ὁ δὲ δοῦλος τοῦ σατράπου ἐλθὼν εἰς τὸν ἡγεμόνα ἀπήγγειλε καὶ τὸν θάνατον τοῦ κυρίου αὐτοῦ καὶ τοῦ Μωσῆ τὴν πληγήν· ἐλθόντες δὲ ἐν τῷ ἕλει εὗρον τεθνηκότα καὶ ἦραν τὸ σῶμα αὐτοῦ καὶ ἔφερον ἐνώπιον τοῦ Μαχουμέτ. Ἰδὼν δὲ καὶ ὑρηνήσας κατὰ τὸ ἀπάνθρωπον ἔθος αὐτῶν ἔπεμψε τὸ πτῶμα αὐ‐
10τοῦ ταφῆναι ἐν Προύσῃ ἐν τοῖς πατράσιν ἐγγύς. Ὁ δὲ Μεχεμὲτ ἐπαναζεύξας ἐν Ἀδριανουπόλει καὶ καθίσας ἐν τοῖς θώκοις τοῖς πατρικοῖς, εἰσήρχοντο καθε‐
κάστην οἱ τῆς δύσεως προὔχοντες στρατηγοὶ καὶ προσεκύνουν αὐτῷ.131

19

.

14

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἔχων σχολὴν καὶ ἀγωνίαν ὁ Μωσῆς με‐ τὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μαχουμέτ, ἔλαθε φεύγων ὁ Τζινεὴτ τὰ Θρᾳκῷα μέρη καὶ περάσας τὸν Ἑλλήσποντον κρύφα καὶ εἰς Ἀσίαν ἐλθὼν καὶ στρατὸν ἀπὸ Σμύρνης καὶ Θυραίων συναγαγών, ἔρχεται εἰς Ἔφεσον καὶ τὸν ἡγεμόνα, τὸν
5ὃν ὁ Μουσουλμὰν χειροτονήσας ἀφῆκεν, καρατομεῖ καὶ κύριος ὡς ἐν ὀλίγῳ πά‐ σης Ἀσίας γίνεται, πρὸ τοῦ γενέσθαι τὸν Μαχουμὲτ ἐν τῇ Θρᾴκῃ.

20

.

1

Ὁ δὲ βασιλεὺς Μανουὴλ μαθὼν τὴν μοναρχίαν τοῦ Μαχουμὲτ καὶ ἀποκρισιαρίους στείλας εὐγενεστέρους τῶν ἀρχόντων αὐτοῦ, ζητεῖ παρ’ αὐ‐ τοῦ, ὅσα συνεκατετέθη δοῦναι ἔτι ἐν Κωνσταντίνου διάγοντος. Ὁ δὲ Μαχουμὲτ δεξιῶς αὐτοὺς ἰδὼν καὶ συνθήκας ἐνόρκους ποιήσας, δοὺς ἅπαντα τὰ τοῦ Εὐξεί‐
5νου Πόντου κάστρα καὶ τὰ πρὸς Θετταλίαν χωρία καὶ κάστρα καὶ τὰ τῆς Προ‐ ποντίδος ἅπαντα, φιλοτιμήσας καὶ δώροις πλείστοις κορέσας ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ, παραγγείλας αὐτοῖς, λέγων· „Ὑπάγετε, εἴπατε τῷ ἐμῷ πατρὶ τῷ βασι‐ λεῖ τῶν Ῥωμαίων, ὅτι βοηθείᾳ Θεοῦ καὶ συνεργείᾳ τοῦ ἐμοῦ πατρὸς καὶ βασι‐ λέως ἐζωσάμην τὴν δύναμιν τὴν πατρικήν. Ἀπὸ τοῦ νῦν δὲ εἰμὶ καὶ ἔσομαι ὑπή‐
10κοος αὐτῷ ὡς υἱὸς πρὸς πατέρα· οὔκ εἰμι γὰρ ἀγνώμων οὐδ’ ἀχάριστος ὀφθή‐ σομαι. Κελευέτω μοι τὸ δοκοῦν αὐτῷ, ἐγὼ δὲ μετὰ χαρᾶς ὅτι πλείστης ἔχω τοῦ δουλεύειν αὐτῷ.“—

20

.

2

Ὁμοίως καὶ πρέσβεις Σερβίας καὶ Βλαχίας Βουλγαρίας τε καὶ δου‐ κὸς τῶν Ἰωαννίνων καὶ τοῦ δεσπότου Λακεδεμονίας καὶ πρίγκιπος Ἀχαΐας καὶ πάντας ἡμέρως προσαγορεύσας καὶ ἐν ἀρίστῳ ὁμοτραπέζους συγκαθεδρίσας καὶ ταῖς φιλοτησίαις εἰς ἀνάδειξιν πάντων ἐγκαταστήσας, ἀπέλυσε τοὺς πάντας ἐν
5εἰρήνῃ λέγων αὐτοῖς· „Ἀναγγείλατε τοῖς κυρίοις ὑμῶν, ἐγὼ μετὰ πάντων εἰρή‐ νην δίδωμι καὶ εἰρήνην λαμβάνω. Ὃς πανουργεύει τὴν εἰρήνην καὶ ὁ Θεὸς τῆς εἰρήνης κατ’ αὐτοῦ.“—

20

.

3

Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐν ἀδείᾳ ὢν καὶ μὴ ἔχων τὸν παρεμποδίζοντα, ἠβουλήθη γάμους ποιῆσαι τῷ υἱῷ αὐτοῦ Ἰωάννῃ· καὶ στείλας εἰς τὸν ῥῆγα Ῥω‐ σίας, ἠγάγετο νύμφην τὴν θυγατέρα αὐτοῦ. Καὶ ἁρμόσας ταύτην, μετακαλέσας
τὸ ὄνομα αὐτῆς Ἄνναν, οὐκ ἠβουλήθη στέψαι τότε εἰς βασιλέα, ἦν γὰρ ἡ κόρη133
5τὸ ἐνδέκατον ἄγουσα ἔτος. Περαιουμένων δὲ τριῶν ἐτῶν καὶ λοιμικῆς νόσου κα‐ ταλαβούσης τῇ Πόλει καὶ πολὺ πλῆθος λαοῦ διὰ τοῦ βομβῶνος τεθνηκότος, ἐτε‐ λεύτησε καὶ ἡ βασιλὶς Ἄννα, μέγα πένθος καταλιποῦσα τοῖς Πολίταις.

20

.

4

Ὁ δὲ υἱὸς τοῦ Παγιαζὴτ ὁ εἰς ὁμήρους ἀνατεθεὶς παρὰ τοῦ Μουσουλ‐ μὰν τῷ βασιλεῖ Μανουὴλ, ὁ μὲν εἷς ὁ καὶ πρῶτος σὺν ἀδελφῇ τῇ Φατμᾷ ἀπε‐ λύθη καὶ ἐν τῇ Προύσῃ ἐτρέφετο, ὁ δ’ ἄλλος ἠράσθη παιδείας Ἑλληνικῆς ἔτι συνὼν τῷ τοῦ βασιλέως υἱῷ Ἰωάννῃ καὶ ἐν τῷ σχολείῳ ἐρχόμενος ἐμύετο γράμ‐
5μασιν καὶ ἐδιδάσκετο. Τοσοῦτον οὖν ἐφλέγετο ὑπὸ τοῦ ἔρωτος τῆς μαθήσεως καὶ τῆς μετὰ τοῦ Ἰωάννου παιδοτριβῆς, ὡς καὶ προσιέναι τῷ βασιλεῖ Μανουὴλ καὶ δεόμενος τοῦ βαπτισθῆναι χριστιανικῷ νόμῳ καὶ ὁμολογῶν τῷ βασιλεῖ καθεκά‐ στην, ὡς χριστιανός ἐστι καὶ οὐ προσίεται τὰ τοῦ Μωάμεδ δόγματα. Ὁ δὲ βα‐ σιλεὺς οὐκ ἤθελεν ἀκοῦσαι, ἵνα μὴ σκανδάλων ἀφορμὴ γένηται. Τότε ἐν ἐκείναις
10ταῖς ἡμέραις τῆς νόσου καταδαπανούσης καὶ ἀφανιζούσης τὰ σώματα, μὴ αἰδου‐ μένης καὶ μὴ φειδομένης τῆς τυχούσης ἡλικίας, ἔφθασε καὶ εἰς τὸν ἄνηβον παῖ‐ δα τὸν τοῦ Παγιαζήτ. Μηνύει γοῦν τῷ βασιλεῖ Ἰωάννῃ λέγων· „Ὦ βασιλεῦ τῶν Ῥωμαίων, ἐμοὶ δὲ αὐθέντα καὶ πάτερ, ἤδη παρίσταμαι καὶ μὴ θέλων ἀφίημι πάντα καὶ ἀπέρχομαι εἰς τὰ ἐκεῖ δικαιωτήρια. Ἐγὼ γὰρ ὁμολογῶ, ὅτι χριστια‐
15νός εἰμι, σὺ δὲ τὸν ἀῤῥαβῶνα τῆς πίστεως καὶ τὴν σφραγῖδα τοῦ πνεύματος οὐ δίδως μοι. Γίνωσκε τοίνυν, θανὼν ἀβάπτιστος, ἔχω κατηγορίας φέρων κατὰ
σοῦ ἐν τῷ κριτηρίῳ τοῦ ἀδεκάστου Θεοῦ.—Τότε ὁ βασιλεὺς καμφθεὶς τοῖς ῥή‐ μασι τούτοις, πέμψας ἐβάπτισεν αὐτόν, αὐτὸς ἀνάδοχος γεγονώς· καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ τέθνηκεν. Ὁ βασιλεὺς δὲ μεθ’ ὅσης τιμῆς ἔθαψεν αὐτὸν ἐν τῇ μονῇ τοῦ135
20Προδρόμου ἐν τοῖς Στουδίου ἐν μαρμαρίνῳ λάρνακι πλησίον τοῦ ναοῦ ἐντὸς τῆς πύλης.

20

.

5

Ὁ δὲ βασιλεὺς μετὰ παραδρομὴν ἐτῶν τριῶν ἐγγύς που ἠβουλήθη ἑτέ‐ ραν ἀγαγέσθαι νύμφην τῷ Ἰωάννῃ καὶ τῷ δευτέρῳ τῷ Θεοδώρῳ καὶ στείλας ἐν Ἰταλίᾳ ἠγάγετο θυγατέραν Θεοδώρου μαρκεσίου Μόντης Φεράρα τῷ υἱῷ αὐ‐ τοῦ Ἰωάννῃ, τῷ δὲ Θεοδώρῳ θυγατέραν κόντε Μαλατέστα. Καὶ εἰσελθόντων ἐν τῇ
5Πόλει καὶ στεφανώσας αὐτοὺς ὁ πατὴρ νόμῳ γάμου, ταινιοῖ τούτους καὶ βασι‐ λεῖς Ῥωμαίων ἀναδείκνυσι, τὴν δὲ θυγατέρα τοῦ Μαλατέστα τῷ Θεοδώρῳ καὶ δεσπότην Λακεδαιμονίας εὐφήμησεν, ἐνδύσας αὐτὸν τὰ παράσημα.

20

.

6

Ὁ δὲ βασιλεὺς Ἰωάννης ἦν μὴ στέργων τὴν σύνοικον· ἡ κόρη γὰρ τῷ μὲν σώματι καὶ μάλα εὐάρμοστος· τράχηλος εὐειδής, θρὶξ ὑποξανθίζουσα καὶ τοὺς πλοκάμους ὡς ῥύακας χρυσαυγίζοντας μέχρι τῶν ἀστραγάλων καταρεομένους ἔχουσα, ὤμους πλατεῖς καὶ βραχίονας καὶ στέρνα καὶ χεῖρας ἐμμέτρους καὶ δακ‐
5τύλους κρυσταλλοειδεῖς καὶ τὴν πᾶσαν ἡλικίαν τοῦ σώματος ἀνωῤῥεπῆ καὶ πολὺ εἰς τὸ ὄρθιον ἱσταμένη· ὄψις δὲ καὶ χείλη καὶ ῥινὸς κατάστασις καὶ ὀφθαλμῶν καὶ ὀφρύων σύνθεσις ἀειδεστάτη· παντάπασιν ὡς ἔπος χυδαῖον εἰπεῖν· „Ἀφ’ ἐμπρὸς τεσσαρακοστὴ καὶ ὄπισθεν πάσχα.“—Τοιαύτην οὖν ἰδὼν ὁ βασιλεὺς Ἰωάννης οὐκ ἐμίγη ταύτην, οὐδὲ τὸ παράπαν σύγκοιτος ταύτης ἐγένετο· διὸ καὶ
10μονάζουσα ἦν ἐν ἑνὶ τῶν κοιτώνων τοῦ παλατίου. Ἰδὼν οὖν ὁ βασιλεὺς ἠβουλή‐ θη πέμψαι ἐν Ἰταλίᾳ ἐν τοῖς τοῦ πατρὸς δόμοις καὶ διὰ τὴν τοῦ πατρὸς αὐτοῦ, τοῦ βασιλέως Μανουήλ, στοργὴν ἐκωλύετο. Ἡ δὲ βασιλὶς ὁρῶσα τὸ ἀμετάθετον τῆς γνώμης αὐτοῦ ἠβουλήθη διαδρᾶσαι ἐκ μέσου αὐτῶν· ὃ καὶ πεποίηκεν. Πέμψασα εἰς τοὺς Γενουίτας τοῦ Γαλατᾶ καὶ δηλώσασα τὴν αὐτῆς ἀποδημίαν, μιᾷ τῶν
15ἡμερῶν ἔξεισι τῆς πόλεως ἔν τινι τῶν τερπνῶν κήπων εὐθυμίας χάριν σὺν τῇ γυ‐ ναικωνίτιδι, ταῖς ὁμογλώσσαις, καὶ σὺν ὀλίγοις νέοις, οὓς ἀπὸ τοῦ πατρικοῦ οἴκου ἐξήγαγε· καὶ πρὸς ἑσπέραν διῆριν μίαν ἑτοιμάσαντες καὶ οἱ τοῦ Γαλατᾶ προὔ‐ χοντες εἰσελθόντες καὶ τῷ αἰγιαλῷ πλησιάσαντες, ἐντίμως αὐτὴν λαβόντες τὴν πε‐ ραίαν ἐδιέβησαν καὶ πάντες προϋπήντουν αὐτὴν καὶ δουλικῶς προσεκύνουν ὡς
20κυρίαν αὐτῶν καὶ δέσποιναν. Οἱ δὲ τῆς Πόλεως μηδ’ ὁπωσοῦν ἐννοήσαντες τὸ
δρᾶμα ἑσπέρας ἤδη καταλαβούσης, τῇ ἕωθεν οἱ τοῦ παλατίου πάντες μαθόντες τὸ γεγονὸς ἐδυσχέραινον· καὶ μὴ φέροντες τὴν καταφρόνησιν, ἣν ὑπέστησαν πα‐ ρὰ τῶν τοῦ Γαλάτου, ἡτοιμάζοντο καταδραμεῖν καὶ ἀφανίσαι τὰ αὐτῶν προά‐ στεια. Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐκώλυσεν. Ὁ δὲ βασιλεὺς Ἰωάννης τὸ γεγονὸς137
25ἀπεδέξατο. Ἦν δὲ τὰ φορτία φέρουσα μία ναῦς ὑπερμεγέθης τῶν Γενουϊτῶν, ἑτοίμως ἔχουσα τοῦ πλεῦσαι ἐν Ἰταλίᾳ. Ἀνέμου δὲ βορέως πνεύσαντος εἰσῆλθεν ἐντίμως μετὰ δόξης ἡ βασιλὶς ἐν αὐτῇ καὶ τὰ ἱστία πτερώσαντες εἰς Ἰταλίαν ἀφίκοντο, ἄλλο μηδὲν ἕτερον κερδάνασα, πλὴν τοῦ οὗ ἐστέφθη στέμματος, εἰποῦσα καὶ τοῦτο· „Ἀρκεῖ μοι τοῦτο εἰς μαρτύριον, ὅτι βασίλισσα τῶν Ῥωμαίων ἐγε‐
30νόμην καὶ εἰμί· περὶ δὲ θησαυρῶν μυριοταλάντων οὐ μέλει μοι.“—Ἐλθοῦσα δὲ ἐν τοῖς ὁρίοις τῆς ἐπαρχίας τῶν Φεράρων καὶ μαθόντες οἱ τῆς ἡγεμονίας ἐκεί‐ νης προὔχοντες σὺν τῷ ἀδελφῷ αὐτῆς μαρκεσίῳ ἐξῆλθον εἰς συνάντησιν αὐτῆς καὶ προπέμψαντες αὐτὴν μέχρι τῶν παλατίων τῆς πατρικῆς ἑστίας. Αὐτὴ εἰς ἓν τῶν μοναστηρίων ἐλθοῦσα ἐκεῖ τὴν οἴκησιν ᾑρετίσατο καὶ τῷ Θεῷ ἑαυτὴν ἀνα‐
35θεῖσα τὸ λεῖπον τῆς ζωῆς ἀνεπλήρωσεν.

20

.

7

Ὁ δὲ βασιλεὺς Ἰωάννης στείλας εἰς Κομνηνὸν Ἀλέξιον, βασιλέα Τραπεζοῦντος, ἡρμόσατο τὴν θυγατέρα αὐτοῦ Μαρίαν εἰς γυναῖκα, ὡραῖαν καὶ κάλλει καὶ ἤθει· καὶ ἀγαγόντες ἀπὸ Τραπεζοῦντος κατήγαγον ἐν Κωνσταντι‐ νουπόλει. Καὶ ὁ πατριάρχης Ἰωσὴφ διὰ συνήθων ἱεροτελεστιῶν εἰς ἓν συνῆψε
5καὶ δέσποινα Ῥωμαίων ἀνηγορεύθη.

20

.

8

Ὁ βασιλεὺς δὲ ἀπάρας ἀπὸ Κωνσταντινουπόλεως σὺν τριήρεσιν πλεί‐ σταις κατῆλθεν ἕως Πελοπόννησον καὶ τὸν πρίγκιπα Ἀχαΐας ὑποτάξας καὶ ἑτέ‐ ρους ἀπογόνους τοὺς ἐκ τῆς Ναυάρας καταγομένους ὑποχειρίους λαβών, ἀνῆκεν εἰς Κωνσταντινούπολιν, καταλιπὼν τὸν υἱὸν αὐτοῦ Θεόδωρον δεσπότην πάσης
5Πελοποννήσου. Ἐπαναζεύξας δὲ καὶ εἰς Καλλιούπολιν, ἐντυχὼν τῷ Μαχουμὲτ καὶ τοσαύτην πίστην ἐνδειξάμενος εἰς τὸν βασιλέα, ὡς καὶ ἐν τῇ τριήρει τῇ βασιλικῇ εἰσελθὼν καὶ συνεστιαθεὶς τῷ βασιλεῖ καὶ ὁ βασιλεὺς αὐτὸν σὺν δώ‐ ροις πλείστοις καὶ τοὺς σὺν αὐτῷ δεξιώσας, ἐξῆλθε. Καὶ αἱ τριήρεις σὺν τῷ βασιλεῖ μετὰ χαρᾶς ὅτι πλείστης τὴν ἐπάνοδον ἤνυον. Καὶ οἱ τῆς Κωνσταντίνου
10ἅπαντες σὺν τῷ πατριάρχῃ καὶ τῇ συγκλήτῳ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ καὶ μετ’ εὐφημίας καὶ ὕμνων ἐν τῷ παλατίῳ ἀπήγαγον· καὶ τὰ τῆς ἐπανόδου ἐπε‐
πλήρωτο.139

21

.

1

Ὁ δὲ Μαχουμὲτ τὰ τῆς δύσεως μέρη καλῶς ἀπαρτίσας καὶ ταραχὴν οὐδεμίαν ἐξόπισθεν ἀφεὶς περᾷ τὰ τῆς ἑῴας μέρη· καὶ ἐν τῇ Προύσῃ ἐλθὼν καὶ τὰ ἀφανισθέντα καὶ πυρὶ παραδοθέντα οἰκοδομήματα παρὰ τοῦ Καραμὰν ἀνα‐ νεώσας ἐκεῖθεν εἰς Ἀσίαν καταίρει. Ὁ γὰρ Καραμάν, ὅτε ὁ Μαχουμὲτ εἰς
5Κωνσταντινούπολιν ἐλθὼν ἠγωνίζετο κατὰ τοῦ Μωσῆ, ἀπάρας ἀπὸ Ἰκονίου εἰς Προῦσαν σὺν δυνάμει κατῆλθε καὶ λεηλατήσας αὐτὴν καὶ τὰ ὀστᾶ τοῦ Παγια‐ ζήτ, τοῦ πατρὸς τοῦ Μαχουμὲτ, ἀνακομίσας ἐκ τοῦ τάφου πυρὶ παρέδωκεν. Ὁ γὰρ αὐτὸς Παγιαζὴτ ἀπεκεφάλισέ ποτε ἐν Ἰκονίῳ τὸν πατέρα τοῦ ῥηθέντος Κα‐ ραμάν.

21

.

2

Κατελθὼν δὲ ἐν Ἀσίᾳ εὗρε τὸν Τζιναὴτ μεγαλυνθέντα καὶ ὑπὲρ τὰ ἐσκαμ‐ μένα πηδῶντα· ἐλθὼν δὲ ἐν Περγάμῳ τῆς Ἀσίας μηνύει τῷ Τζινεὴτ παραχωρῆσαι τῶν ἐκεῖ καὶ ἀφεῖναι τὴν ἐπαρχίαν. Ὁ δὲ Τζινεὴτ οὐδὲ τὸ παράπαν ἡγησάμενος ἠσφαλίσατο τὰ κάστρα καὶ ἐκάθητο ἐκδεχόμενος τὴν ὑπαντὴν αὐτοῦ. Ὁ δὲ Μα‐
5χουμὲτ ἐλθὼν εἰς Κύμην καὶ ζητήσας τὸ φρούριον, ἦν γὰρ 〈ὁ〉 κρατῶν διὰ τὸν Τζινεήτ, πολεμήσας κατέσχε καὶ τοὺς μὲν ὁπλίτας αὐτοῦ ξίφει ἀνεῖλε, τοὺς δὲ ἐγχωρίους ἐλευθέρωσεν. Ἀπάρας δ’ ἐκεῖθεν ἦλθεν εἰς τὸν τοῦ Μαινομένου Κάμ‐ πον. Ἦν δ’ ἐκεῖ φρούριον ὀχυρὸν τὸ τοῦ Ἀρχαγγέλου λεγόμενον, οἱ Τοῦρκοι δὲ Καγιατζὴκ μετωνόμασαν. Κἀκεῖνο σὺν πλείστῃ δυνάμει καὶ ἀκροβολισμοῖς πα‐
10ραλαβὼν ἦλθεν εἰς Νύμφαιον· καὶ τὸ Νύμφαιον σὺν πολέμῳ λαβὼν ἦλθεν εἰς Σμύρναν. Τὴν δὲ Σμύρναν, ὡς ἔπρεπε, τειχήσας καὶ πλείστους τῶν στρατιωτῶν ἐμβαλὼν καὶ μεγάλην σύνταξιν ἑτοιμάσας διά τε ὅπλων καὶ ἀνδρῶν καὶ ἑτέρων ἀναγκαίων παρασκευῶν ὁ Τζινεήτ, αὐτὸς εἰς Ἔφεσον ἦλθε καταλιπὼν τὴν μη‐ τέρα καὶ τὸν ἀδελφὸν αὐτοῦ Παγιαζὴτ καὶ τὰ τέκνα ἐν Σμύρνῃ ἔγκλειστα.

21

.

3

Τὸν δὲ γαμβρὸν αὐτοῦ καὶ δοῦλον Αὐδουλὰν ὀνόματι εἰς τὸ Νύμφαιον εὑρόντες οἱ τοῦ Μαχουμέτ, ἦν γὰρ φύλαξ τοῦ φρουρίου, ἀπήγαγον παραστήσον‐ τες τῷ Παγιαζὴτ βεζίρῃ, ἤγουν μεσάζοντι τοῦ Μαχουμέτ· ἦν γὰρ ἐν ἐξουσίᾳ καὶ ἀδείᾳ πολλῇ, δεύτερος ἀρχηγὸς ὡς ἔπος εἰπεῖν. Δοῦλος γὰρ ὑπῆρχε τοῦ Μα‐
5χουμέτ, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ δουλείαν κατέστησεν ἄρχοντα τοῦ οἴκου αὐτοῦ. Αὐτὸς δὲ ὁ ῥηθεὶς Παγιαζὴτ ἔτι ὄντος ἐν Θράκῃ τοῦ Μαχουμὲτ γράφει πρὸς τὸν Τζινεήτ· „Εἰ βούλει τοῦ εἶναί σε κύριον Ἰωνίας, μὴ ἔχειν τὸν τυχόντα πειρασμὸν παρ’ ἡμῖν, δός μοι τὴν σὴν θυγατέρα νόμῳ γάμου καὶ ἔσο‐ μαί σοι γαμβρός, σὺ δ’ ἐμὸς πενθερὸς γενήσῃ καὶ ἔκτοτε ἔσο ἀμερίμνως διάγων
10ἐν τῇ σῇ ἡγεμονίᾳ.“—Ὁ Τζινεὴτ δὲ θέλων δηλῶσαι τὴν ἀλαζονίαν αὐτοῦ καὶ ὑπερηφάνιαν ἐνώπιον τοῦ πιττακοκομιστοῦ, παρισταμένου τοῦ Αὐδουλᾶ, δούλου
ὑπάρχοντος αὐτοῦ, λέγει πρὸς αὐτόν· „Τίνος εἶ δοῦλος;“—Ὁ δὲ „Τῆς σῆς αὐθεντίας·“—Ὁ δὲ Τζινεήτ· „Καὶ ποίου γένους;“—Αὐδουλὰς δέ· „Τῶν Ἀλ‐ βανῶν·“—„Ποίας θρησκείας;“—Ὁ δ’ Αὐδουλάς· „Πρώην μὲν καβοὺρ ὑπῆρ‐141
15χον, νῦν δὲ μουσουλμάνος.“—Ὁ δὲ Τζινεὴτ πρὸς τοὺς μεγιστᾶνας αὐτοῦ φησιν· „Τὴν σήμερον ἡμέραν, κατενώπιον πάντων ὑμῶν, ἰδοὺ δίδωμι τὴν ἐμὴν θυγα‐ τέραν εἰς γυναῖκα νόμιμον τῷ ἐμῷ δούλῳ Ἀυδουλὰχ καὶ ποιῶ τοῦτον ἐλεύθερον καὶ γαμβρὸν ἀπὸ τὴν σήμερον καὶ ἕνα τῶν ἐμῶν συγγενῶν.“—Εὐφημήσαντες δὲ πάντες τὸν Τζινεὴτ οἱ συνεδριάζοντες, ἀνοίξας τὸ στόμα πρὸς τὸν ἀπεσταλ‐
20μένον τοὺς λόγους τούτους εἴρηκεν· „Ἀνάγγειλον τῷ κυρίῳ σου Παγιαζήτ, ὅτι ἀνελαβόμην γαμβρὸν ἐκ τῶν Ἀλβανῶν ὡς ἐκεῖνον, δοῦλον ἀργυρώνητον ὡς ἐκεῖ‐ νον, δεσπότην ἔχοντα αὐθέντην ὅμοιον ὡς ἐκείνου, νεώτερον ὑπὲρ ἐκεῖνον καὶ φρονιμώτερον παρ’ ἐκεῖνον.“—Ὁ δ’ ἀπεσταλμένος συνιεὶς τοὺς λόγους ἀπεκά‐ λυψε πᾶσαν τὴν περίληψιν τῷ κυρίῳ αὐτοῦ· καὶ ἦν ἔκτοτε τρέφων μανίαν ἄσπον‐
25δον κατὰ τοῦ Τζινεήτ. Εὑρὼν δὲ καιρόν, ὃν ἐδέετο, συλλαβὼν τὸν Αὐδουλὰν εἰς τὸ Νύμφαιον, τοὺς ὄρχεις αὐτοῦ ἐξεθέρισεν, εὐνουχίσας αὐτόν.

21

.

4

Ἀλλ’ ἐπανίωμεν αὖθις εἰς τὸν τῆς ἱστορίας εἱρμόν. Ὁ γὰρ Μαχου‐ μὲτ ἐλθὼν εἰς Σμύρναν καὶ περικυκλώσας αὐτὴν εὗρεν ἐκεῖ τὸν μέγα μαγίστο‐ ραν Ῥόδου σὺν τριήρεσι τρισὶ ἀνοικοδομοῦντα τὸ φρούριον, τὸ παρὰ τοῦ Τε‐ μὴρ φθαρέν, καὶ μὴ θέλοντος τοῦ Τζινεήτ. Τότε οἱ τῶν πέριξ νήσων ἡγεμόνες
5μαθόντες τὴν ἄφιξιν τοῦ Μαχουμὲτ ἐν τῇ Σμύρνῃ ἅπαντες ἔθεον εἰς ἀπάντησιν αὐτοῦ διὰ δύο τινῶν αἰτιῶν, διὰ τὴν ἀγαθότητα καὶ ἡμερότητα καὶ τὸ ὑπερβο‐ λικὸν τῆς δυνάμεως τοῦ Μαχουμὲτ καὶ διὰ τὸ πανοῦργον καὶ λῃστρικὸν τοῦ Τζι‐ νεήτ, οἱ τῶν Φωκαιῶν οὖν ἔξαρχοι, οἱ μὲν διὰ ξηρᾶς, οἱ δὲ διὰ θαλάσσης, ὁ Καρμιὰν τῆς ἄνω Φρυγίας, ὁ Μανταχίας Καρίας, ὁ Μιτυλήνης διὰ τριήρεων,
10οἱ Χίου καὶ αὐτοὶ διὰ τριήρεως,—ὁ Ῥόδου καὶ ἦν ἐκεῖ,—ἅπαντες εἰς προσκύ‐ νησιν αὐτοῦ καὶ συνδρομὴν ἕνεκα τῆς καταλύσεως τοῦ τυράννου· καὶ τοὺς ἅπαν‐ τας ἀσπασίως ὡς ἀδελφοὺς ἠσπάσατο. Ποιήσας οὖν ἡμέρας δέκα, πολεμῶν τὴν Σμύρναν καὶ συμβοηθοῦντες ὡς δυνατὸν καὶ οἱ τῶν νήσων διὰ θαλάσσης, ἐν τῇ δεκάτῃ ἐξῆλθεν ἡ μητὴρ τοῦ Τζινεὴτ σὺν γυναικὶ καὶ τέκνοις αὐτοῦ καὶ προσε‐
15κύνησαν τῷ Μαχουμέτ, αἰτοῦντες συγχώρησιν τῶν ἐπταισμένων. Παρέδωκαν οὖν τὴν Σμύρναν· καὶ παραλαβὼν αὐτὴν καὶ εἰς πολλὰ μέρη κατεάξας ἕως γῆς τὰ τείχη ταύτης καὶ τοὺς προμαχῶνας καὶ πύργους αὐτῆς καθελὼν ἐκ μέρους, ἀφῆ‐
κε τοὺς οἰκήτορας κατοικεῖν ἀπεριφράκτους.143

21

.

5

Ὁ μέγας δὲ μαγίστωρ ἦν οἰκοδομῶν πύργον ἕνα παμμεγέθη ἐν τῷ στόματι τοῦ λιμένος, ἀναβιβάσας αὐτὸν ὑπὲρ τὸν ἥμισυν. Ὁ δὲ Μαχουμὲτ διὰ τῆς νυκτὸς κελεύσας τοῖς Τούρκοις, ἔῤῥιψαν ἀπὸ βάθρων. Πρωΐας δὲ ἰδὼν ὁ μαγίστωρ τὸ γεγονὸς καὶ δεινοπαθήσας ἦλθεν εἰς τὸν ἡγεμόνα καὶ πολλοὺς λό‐
5γους εἰπὼν καὶ παραστήσας, πῶς τὸ φρούριον ἐκτίσθη ἐν ταῖς ἡμέραις τοῦ Ἀτὴν διὰ ἀναλωμάτων τῆς Ῥόδου καί, εἰ μὴ δώσει χώραν τοῦ ἀνοικοδομηθῆ‐ ναι, ἔσονται σκάνδαλα ἀνὰ μέσον τῆς ἡγεμονίας αὐτοῦ καὶ τοῦ μακαριωτάτου πάπα καὶ ἐλεύσεται δύναμις μεγάλη ἀπὸ τὰ ἑσπέρια μέρη καὶ ἀφανιεῖ πολλοστὸν μέρος τῆς ἡγεμονίας αὐτοῦ. Ὁ δὲ Μαχουμὲτ πρᾴως φέρων τοὺς λόγους αὐτοῦ
10εὐήθως ἀπεκρίνατο, ἦν γὰρ ἀκμὴν κρατοῦσα ἡ τῶν Σκυθῶν παιδεία καὶ τιμω‐ ρία ἐν ταῖς ψυχαῖς τῶν Τούρκων· „Ἐγὼ μέν, πάτερ, ἐβουλόμην εἶναι πᾶσι τοῖς τοῦ κόσμου χριστιανοῖς μεγαλόδωρος καὶ φιλότιμος· καὶ γὰρ τὸ τῆς ἡγεμονίας ἴδιον τοῦτ’ ἔστι, τὸ τοὺς καλοὺς εὐεργετεῖν καὶ τοὺς πονηροὺς τιμωρεῖν, ἀλλὰ καὶ τὸ τοῦ ὑπηκόου συμφέρον δεῖν πραγματεύεσθαι. Ἐλθὼν γὰρ ἐν τοῖς μέρεσι
15τούτοις εὗρον πολλοὺς τῶν Μουσουλμάνων παροτρύνοντας μου καὶ νοῦν καὶ διάνοιαν, λέγοντες· εἰ καὶ οὐδὲν χρηστὸν εἰργάσατο ὁ Τεμὴρ ἐν τῇ Ἀσίᾳ, ἀλλὰ τὸ δια‐ φθεῖραι καὶ ἐρείπιον ἀφεῖναι τὸ πολίχνιον τὸ ἐν Σμύρνῃ μέγα μνημόσυνον ἀνέ‐ θηκε τῇ Ἰωνίᾳ. Οἱ γὰρ ἐν τύχῃ δουλείας τοὺς Ἰωνεῖς δουλεύοντες, πάντες εἰς ἐκεῖνο καταφεύγοντες ἐλευθερίας ἐτύγχανον· καὶ οἱ ἐν τριόδοις διὰ ξηρᾶς καὶ
20διὰ πελάγους ἐν θαλάσσῃ πλέοντες, διὰ τῶν λῃστρικῶν ἀκατίων πάντες τύχῃ δουλείας ἐδεσμοῦντο καὶ ἦν ἄσπονδος ἔχθρα τῶν φρερίων ἔν τε ἠπείρῳ ἔν τε θαλάττῃ μετὰ τῶν Τούρκων. Ἐμακαρίζετο οὖν διὰ τοῦτο ὁ ἀσεβὴς Τεμήρ. Νῦν δὲ βούλει τοῦ εἶναί με ἀσεβέστερον τοῦ τυράννου ἐκείνου; Οὐ δύναμαι τοῦτο ποιῆσαι. Πλὴν γενέσθω καὶ τό σοι βουλητὸν καὶ τὸ παρὰ τῶν Τούρκων αἰτηθὲν
25ἀσάλευτον. Δίδωμί σοι ἐν τοῖς ὁρίοις Καρίας καὶ Λυκίας τόπον, ὅσον βούλει, καὶ ἄπελθε, οἰκοδόμησον, ὁποῖον βούλει πολίχνιον.“—Τότε ὁ μέγας μαγίστωρ ἐνωτισθεὶς τοὺς λόγους τούτους εἴρηκε πρὸς τὸν Μαχουμέτ· „Ὦ ἡγεμών, δός μοι τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τόπων μέρος καὶ μή με ἀποπέμπῃς ἐν ἀλλοτρίαις ἐπαρχίαις.“—Ὁ δὲ ἡγεμών· „Ἐκ τῶν ἐμῶν δίδωμί σοι· κἀγὼ τῷ Μανταχίᾳ
30ἐδωρησάμην τὴν ἐπαρχίαν καὶ μή σοι μελέτω περὶ τούτου·“—Αἰτήσας δὲ πρό‐ σταγμα καὶ λαβὼν ἀπῆλθεν, ὁμοίως καὶ οἱ Χῖοι καὶ Λέσβιοι καὶ Φωκαεῖς, πάν‐ τες· τὰς αἰτήσεις αὐτῶν ἀσμένως προσδεξάμενος καὶ πληρώσας τὰ θελήματα ὁ
ἡγεμὼν ἀπέλυσεν ἐν εἰρήνῃ.145

21

.

6

Ἡ δὲ μήτηρ τοῦ Τζινεὴτ ἱκετικῶς δυσωποῦσα οὐκ ἐπαύετο, μέχρις οὗ εἰσακουσθεῖσα, ἠλευθέρωσε τὸν υἱὸν αὐτῆς τοῦ θανάτου· ὃς καὶ ἐλθὼν καὶ προσκυνήσας τὸν Μαχουμέτ, ὅρκους δοὺς αὐτῷ τοῦ μηκέτι ἀτακτεῖν, ἀλλὰ πι‐ στῶς διάγειν ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ καὶ κυρίους καὶ δεσπότας ἔχειν καὶ καλεῖν
5τοὺς ἐκ τῶν Ὀτμάνων καταγομένους, ἔδωκε τὴν ἐπαρχίαν Ἀλεξάνδρῳ τῷ υἱῷ τοῦ Σουσμάνου, ὃν καὶ εἰς τὴν αὐτοῦ ἀσέβειαν μετεσκεύασε, τὸν δὲ Τζινεὴτ κε‐ λεύσας σὺν αὐτῷ ἐν τῇ Θρᾴκῃ ἐλθεῖν.

21

.

7

Καλῶς τὰ τῆς ἀνατολῆς φροντίσας εἰς τὴν δύσιν ἐπανέζευξε καὶ ἐν Καλλιουπόλει ἐλθὼν στόλον ἀπαρτίζει κατὰ τοῦ δουκὸς Ναξίας καὶ τῶν λοιπῶν Κυκλάδων νήσων τῶν ὑπὸ τὴν αὐτοῦ χεῖρα, αἰτιῶν αὐτόν, ὡς οὐ πρώην, οὕτω καὶ ἐν τῇ Σμύρνῃ οὐκ ἦλθε προσαγορεύσων τῷ Μαχουμέτ. Ἀπάρας οὖν ἀπὸ τῆς
5Καλλιουπόλεως ὁ στόλος, ἔχων ἀμιραλὴν τὸν Τζαλίς–πεγιν σὺν τριήρεσι καὶ διή‐ ρεσιν ὁμοῦ τριάκοντα, ἦλθεν ἐν Ἄνδρῳ τῇ νήσῳ, ἐν τῇ Πάρῳ, ἐν Μήλῳ καὶ πολλοὺς τῶν νησιωτῶν ἀθροίσας καὶ ζημίαν πλείστην ποιήσας ἐπανέζευξεν.

21

.

8

Οἱ δὲ Βενέτικοι μαθόντες τὸ γεγονὸς οὐχ ὑπέμειναν· ἦν γὰρ ὁ δούκας πρὸ πολλοῦ τοῖς Βενετίκοις ὑποκύπτων καὶ τὴν σημαίαν αὐτῶν φέρων. Καὶ κα‐ ταλαβόντος τοῦ ἔαρος ηὐτρέπισαν καὶ αὐτοὶ τριήρεις δέκα καὶ προσέχοντες ἦσαν τὸν Ἀδριανοῦ κόλπον, Εὔβοιαν, Κρήτην καὶ τὰς Κυκλάδας νήσους. Ἐλθοῦσαι
5δὲ τριήρεις ἑπτὰ μέχρι Τενέδου ἠβουλήθησαν ἐμφανεῖς γενέσθαι τοῖς ἐχθροῖς· καὶ εἰσελθόντες τὸν Ἑλλήσποντον διέβησαν μέχρι Λαμψάκου. Αἱ δὲ τριήρεις τῶν Τούρκων ἵσταντο ἐν τῷ λιμένι Καλλιουπόλεως ἕτοιμαι εἰς ἐξοχήν. Αἱ τριή‐ ρεις δὲ τῶν Βενετίκων ὁρῶσαι ἱστίον ἓν σμικρὸν κατερχόμενον ἀπὸ Κωνσταντι‐ νούπολιν καὶ δοκοῦντες τουρκικὸν εἶναι, στέλλουσι μίαν τῶν τριήρεων τοῦ λα‐
10βεῖν αὐτό. Οἱ δὲ Τοῦρκοι ὁρῶντες τὸ δρώμενον καὶ εἰκάζοντες τὸ διωκόμενον αὐτῶν εἶναι, ἐξῆλθε καὶ ἐξ αὐτῶν ἑτέρα τριήρης, δεφενδεῦσαι θέλοντες αὐτό. Ἐκεῖνο δὲ ἦν Λέσβιον πλοῖον κατερχόμενον ἀπὸ Κωνσταντινούπολιν. Ἰδόντες δὲ οἱ Βενέτικοι τὰς τριήρεις τῶν Τούρκων δίκην ὁρμαθοῦ ἐξιούσας ὥρμησαν κατ’ αὐτῶν καί, τὸ ἐνυάλιον ἠχῆσαν, συνεπλάκησαν. Πρῶτον μὲν δὴ προσκρούσαντες
15τὴν τοῦ ἀμιραλῆ Τζαλίς–πεγι τριήρη, ἅπαντας ἀφειδῶς ἐξεθέρισαν καὶ αὐτὸν
Τζαλίς–πεγιν μεληδὸν κατέτεμον. Εἶτα ἄλλος ἄλλην ἐπεμβαίνοντες πάσας παρέ‐ λαβον, ἀνηλεῶς κατατέμνοντες τοὺς Τούρκους ἐνώπιον τῶν γυναικῶν καὶ τῶν παίδων αὐτῶν, μακρὰν ἀπέχοντες τὴν ἐν Καλλιουπόλει ξηρὰν ὡς μίλιον ἕν. Οἱ δὲ Βενέτικοι ἤδη πρὸς ἑσπέραν τοῦ πολεμεῖν σιγήσαντες καὶ τὰς τριήρεις τῶν147
20Τούρκων ὡς κζʹ τὸν ἀριθμὸν καὶ τὰς αὐτῶν πτερώσαντες, κατῄεσαν εἰς Τένεδον νῆσον. Κἀκεῖ ὁρμισθέντες ἐν τῷ λιμένι καὶ ἐξετάσαντες ἀκριβῶς καὶ χωρίσαντες τοὺς Τούρκους, ἅπαντας ἔσφαξαν. Εἰς δὲ τοὺς χριστιανοὺς ἑτέραν ἔρευναν ἐρευ‐ νήσαντες καὶ τοὺς μὲν ἀγγαρικῷ τρόπῳ εἰσαχθέντας ἐν τῷ στόλῳ τὴν ζωὴν ἐδωρήσαντο, τοὺς δὲ διὰ προσόδων καὶ τῆς τυχούσης προνοίας πάντας ἀνεσκο‐
25λόπισαν ἐν τῇ Τενέδῳ· καὶ ἦν ἰδεῖν γύροθεν τὴν πᾶσαν νῆσον ὡς ἀμπέλους τὰς φούρκας καὶ ὡς βότρυας τοὺς ἐν αὐταῖς κρεμαμένους. Αἱ δὲ τριήρεις κατελθοῦ‐ σαι ἐν Κρήτῃ, τοὺς μὲν ἐν αὐτῇ τῇ νήσῳ, τοὺς δὲ ἐν Εὐβοίᾳ, τοὺς δὲ ἐν Βενε‐ τίᾳ διέσπειραν τοὺς ἀγγαρεμένους ἐρέτας χριστιανοὺς ὑπάρχοντας.

21

.

9

Χειμῶνος δὲ παρελθόντος καὶ τοῦ ἔαρος ἀρχομένου, πάλιν ἀπὸ Βενε‐ τίας τριήρεις· καὶ ἐν Ἑλλησπόντῳ εἰσελθοῦσαι ἠβουλήθησαν παραλαβεῖν τὸν πύργον τὸν ἐν Λαμψάκῳ, ὃν ἀνήγειρεν ὁ Μουσουλμάν· καὶ διὰ θαλάσσης ἀκρο‐ βολισμοὺς ποιήσαντες διὰ ξηρᾶς οὐκ ἠδυνήθησαν ἐξελθεῖν, ἦν γὰρ προσέχων ὁ
5Χαμζᾶς, ὁ ἀδελφὸς τοῦ Παγιαζὴτ τοῦ μεσάζοντος, σὺν στρατῷ, χιλιάδας δέκα καὶ πλέον. Ὡς δὲ εἶδον οἱ Βενέτικοι μηδὲν ἀνύοντες, ἀφίεσαν αὐτὸν καὶ εἰς Κωνσταντίνου ἔπλεον, καταλιπόντες αὐτὸν ἡμίθραυστον· καὶ τὸ στέγος αὐτοῦ καταβαλόντες ἀπὸ κάτωθεν ἕως ἄνω κοσκινηδὸν κατετρύπησαν. Τότε ὁ Χαμζᾶς ἰδὼν τὰς τριήρεις ἐκλειπούσας, αὐτὸς τοὺς Τούρκους κελεύσας ἕως θεμέθλων
10κατέῤῥαξεν εἰπών· ἄνευ κέρδους οὐ πρέπον ἐστὶν ὄνειδος κερδᾶναι.

21

.

10

Ὁ δὲ Μαχουμὲτ τὸν Τζινεὴτ περάσας ἐν Καλλιουπόλει δέδωκεν αὐ‐ τῷ πρόνοιαν ἐν τοῖς μέρεσι Νικοπόλεως ἐγγὺς τοῦ ποταμοῦ Δανούβεως, παραγ‐ γείλας αὐτὸν φυλάττειν τὰς ἄκρας καλῶς καὶ ὑπερμαχεῖν ἕνεκα τῶν Μουσουλ‐ μάνων.

21

.

11

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἠγέρθη τις τῶν Τούρκων ἰδιώτης καὶ ἄγροικος ἐν τοῖς μέρεσι τοῦ ὄρους τοῦ κειμένου ἐν τῇ ἐμβολῇ τοῦ κόλπου τῆς Ἰωνίας, ὃ κοινῶς καλοῦσι Στυλάριον, πρὸς ἀνατολὴν καταντικρὺ Χίου. Καὶ ἐδίδαξε τοῖς Τούρκοις ἀκτημοσύνην καὶ πλὴν τῶν γυναικῶν τὰ λοιπὰ πάντα
5κοινὰ ἐδογμάτισεν· καὶ τροφὰς καὶ ἐνδύματα καὶ ζεύγη καὶ ἀρούρας.—„Ἐγὼ
εἰς τὸν σὸν οἶκον ὡς ἐμόν, σὺ δὲ εἰς τὸν ἐμὸν ὡς σόν, πλὴν τοῦ θήλεος μέ‐ ρους.“—Πλανήσας δὲ τοὺς πάντας ἀγροίκους ἐν αὐτῷ τῷ δόγματι, ὑπούλως ἐπραγματεύετο καὶ τὴν τῶν χριστιανῶν φιλίαν· ἐξέθετο γὰρ δόγμα· ὅστις τῶν Τούρκων εἴποι, ὅτι οἱ χριστιανοὶ οὐχ ὑπάρχωσι θεοσεβεῖς, οὗτος ἀσεβής ἐστι.149
10Καὶ πάντες οἱ ὑπήκοοι τοῦ φρονήματος αὐτοῦ συναντῶντές τινα τῶν χριστια‐ νῶν ἐφιλοξένουν καὶ ὡς ἄγγελον τοῦ Διὸς ἐτίμων. Αὐτὸς δὲ καθεκάστην ἐν Χίῳ οὐ διέλειπε στέλλων ἐν τοῖς ἡγεμόσι καὶ τοῖς τοῦ κλήρου τῆς ἐκκλησίας κατει‐ λεγμένοις ἀποστόλους, μηνύων αὐτοῖς τὸ αὐτοῦ φρόνημα καὶ οὐκ ἔστιν ἄλλως σωθῆναι τῶν ἁπάντων εἰ μὴ ἐν τῇ ὁμονίᾳ τῆς πίστεως τῶν χριστιανῶν. Ἔτυχε
15δὲ τῷ καιρῷ ἐκείνῳ κατοικεῖν ἐν τῷ νήσῳ ἀναχωρητὴν ἕνα Κρῆτα γέροντα ἐν τῇ μονῇ τῇ καλουμένῃ Τρουλλωτῇ· καὶ στείλας ὁ ψευδαββᾶς ἐκεῖνος δύο τῶν ἀποστόλων αὐτοῦ, τῶν μονοχιτώνων, ἔχοντας τὴν κεφαλὴν κατεψιλωμένην, ἀσκε‐ πῆ καὶ τοὺς πόδας χωρὶς σανδάλια καὶ πῖλον ἕνα μονοχιτωνίσκον ἐνδεδυμένους, προσαγορεύων αὐτῷ καὶ μηνύων ὡς ὅτι· „Κἀγὼ συνασκητὴς σοῦ εἰμι καὶ τῷ
20Θεῷ, ᾧ λατρεύεις, ἐκείνῳ κἀγὼ τὴν προσκύνησιν φέρω καὶ μετὰ σοῦ εἰμι νύκτωρ διαβαίνων ἀψόφῳ ποδὶ τὸ πέλαγος.“—Ὁ δὲ ἀληθὴς ἀββᾶς πλανηθεὶς ὑπὸ τοῦ ψευδαββᾶ ἤρξατο καὶ αὐτὸς ἀλλόκοτα ὑπὲρ ἐκείνου φθέγγεσθαι λέγων, ὅτι· „Ἐν τῇ νήσῳ Σάμῳ σχολάζων καὶ αὐτὸς συνασκητής μου ἐγένετο· καὶ νῦν ἡμέραν παρ’ ἡμέραν διαβαίνων συνομιλεῖ μοι“ καὶ ἄλλα τινὰ τέρατα, ἃ ἐνώπιον ἐμοῦ
25τοῦ γράφοντος ἔλεγε.

21

.

12

Ὁ δὲ τοῦ Μαχουμὲτ ἐπίτροπος, ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ τοῦ Σουσμάνου υἱός, ὃς τὴν ἐπαρχίαν τῆς ἡγεμονίας αὐθέντευε, στρατὸν ἀθροίσας καὶ ἐλθὼν κατ’ αὐτοῦ οὐκ ἠδυνήθη διαβῆναι τὰ στενωπὰ τοῦ Στυλαρίου. Οἱ δὲ Στυλάριοι εἰς ἓν συναχθέντες καὶ ὑπὲρ τοὺς ἑξακισχιλίους ὄντες, εἰς τὰ δύσβατα
5στάντες ἅπαντας τοὺς σὺν τῷ Σουσμάνῳ κατέσφαξαν καὶ αὐτὸν ὁμοῦ τὸν Σούσ‐ μανον. Τότε οἱ τοῦ Περκλητζία Μουσταφᾶ, οὕτω γὰρ ἐκαλεῖτο, τὴν αὐτῶν ὑπόληψιν ἐν τῷ ψευδαββᾷ στερεώσαντες καὶ ὑπέρτερον προφήτου τοῦτον ὑμνή‐ σαντες, ἐξέθεντο δόγμα τοῦ μὴ ἐνδύεσθαι τὴν κεφαλὴν πῖλον, ὃ καλοῦσι ζαρκου‐ λᾶν, ἀλλὰ ζῆν μονοχίτωνα καὶ ἀσκεπῆ βίον καὶ προστίθεσθαι πλέον χριστιανοῖς
10ἢ Τούρκοις.

21

.

13

Μετὰ δὲ ταῦτα μηνύει ὁ Μαχουμὲτ τῷ ἐπάρχῳ Λυδίας Ἀλί–πεγι τοῦ
στρατεῦσαι σὺν πάσῃ δυνάμει Λυδίας καὶ Ἰωνίας κατὰ τῶν Στυλαρίων. Οἱ δὲ Στυλάριοι πάλιν φυλάξαντες τὰς ἐμβολὰς τῶν στενόδων καί, τὸ πλεῖστον τῶν ὑπεναντίων εἰσελθόν, πάντας οἱ ἄγροικοι ἐφόνευσαν, ὡς μόλις σὺν ὀλίγοις ὁ151
5Ἀλί–πεγις διασωθεὶς εἰς Μαγνησίαν ἧκε.

21

.

14

Τότε ὁ Μαχουμὲτ μαθὼν τὸ δρᾶμα πέμπει τὸν υἱὸν αὐτοῦ Μωράτ, παιδίον ὄντα δωδεκαετές, καὶ σὺν αὐτῷ τὸν Παγιαζὴτ μεσάζοντα σὺν τῷ Θρᾳκι‐ κῷ στρατῷ· καὶ Βιθυνοὺς καὶ Φρύγας καὶ Λυδοὺς καὶ Ἴωνας πάντας ἀθροίσας εἴσεισιν ἐν τοῖς δυσβάτοις ἐκείνοις τόποις σὺν δυνάμει πολλῇ καὶ ἀπαντῶντας
5πάντας ἀφειδῶς ἐξεθέριζεν, γέροντας ὁμοῦ καὶ νήπια, ἄνδρας τε καὶ γυναῖκας· καὶ ἁπλῶς εἰπεῖν πᾶσαν ἡλικίαν ἀνηλεῶς ἔσφαττον, ἕως οὗ φθάσαντες ἐν τῷ ὄρει, ὃ εἶχον εἰς φυλακὴν οἱ μονοχίτωνες, καὶ κροτήσαντες πόλεμον μετὰ πολ‐ λῶν τῶν πεσόντων, ἀπὸ τοῦ μέρους τοῦ Μωρὰτ ὑπὲρ ἀριθμόν, παρεδόθησαν σὺν τῷ ψευδαββᾷ. Παραλαβόντες δὲ καὶ δεσμήσαντες αὐτοὺς ἦλθον εἰς Ἔφεσον·
10κἀκεῖ ἐξετάσαντες αὐτὸν διὰ πολλῶν τιμωριῶν εὗρον ἀκλόνητον καὶ ἀμετάπτωτον τῆς φαντασίας αὐτοῦ. Τότε σταυρώσαντες αὐτὸν καὶ ἐπιθέντες καμήλῳ ἐκτε‐ ταμένας ἔχοντα τὰς χεῖρας πεπερονημένας ἐν σανίσι διὰ τῶν ἥλων, ἐθριάμβευσαν αὐτὸν ἐν μέσῳ τῆς πόλεως. Τοὺς δὲ μαθητὰς αὐτοῦ μὴ ἀπαρνησαμένους τὸ φρό‐ νημα τοῦ διδασκάλου αὐτῶν, πάντας ἐπ’ ὄψει τούτου κατέσφαττον· οὐκ ἄλλο λέ‐
15γοντες πλὴν τό· „τετὲ σουλτάν, ἐρής,“ ἤγουν· „κύριε ἀββᾶ, φθάσον,“ καὶ τότε ἡδέως τὸν θάνατον ἐλάμβανον. Ἐκράτει γὰρ ἄχρι καιροῦ δόξα πολλῶν τῶν αὐ‐ τοῦ φοιτητῶν, ὡς οὐ τέθνηκεν, ἀλλὰ ζῇ, ὡς καὶ τῷ ἀσκητῇ τῷ προειρημένῳ ἐντυ‐ χὼν ἐγὼ μετὰ τὸ ταῦτα γενέσθαι καὶ ἐρωτήσας περὶ τούτου, τί ἄρα τὸ δοξάζον περὶ ἐκείνου, εἴρηκέ μοι, ὅτι ἐκεῖνος οὐκ ἀπέθανεν, ἀλλὰ περάσας ἐν τῷ νήσῳ
20Σάμῳ ἐκεῖ καὶ ὡς πρώην αὐλίζεται, εἰς οὐδὲν ἐγὼ τὰς φαντασίας αὐτοῦ οὔτε πιστεύσας οὔτε κατὰ νοῦν λαβών.

21

.

15

Ὁ δὲ Παγιαζὴτ λαβὼν τὸ παιδίον καὶ διελθὼν τὴν Ἀσίαν καὶ Λυ‐ δίαν, ὅσους ἐντυχὼν ἐν ἀκτημοσύνῃ ζῶντας τουρκοκαλογήρους, ἅπαντας πικρῷ θανάτῳ παρέδωκεν. Περάσας δὲ τὴν Φρυγίαν καὶ τὸν πορθμὸν διαβὰς ἦλθεν ἐν Ἀδριανοῦ, παραστήσας τὸν υἱὸν Μωρὰτ τῷ πατρὶ Μαχουμὲτ νικητὴν τροπαι‐
5οῦχον. Τότε καὶ ὁ Μαχουμὲτ ἐδωρήσατο τὴν ἡγεμονίαν τῆς Ἀμασείας καὶ τὰ πρὸς τὴν Καππαδοκίαν μέρη ἔτι νέῳ ὄντι καὶ τῶν μεγιστάνων καὶ πρακτικῶν
ἕνα διοικητὴν τῶν πραγμάτων κατέστησεν Γεωργίτζ–πεγιν οὕτω καλούμενον.153

22

.

1

Ὁ δὲ προῤῥηθεὶς μέγας μαΐστωρ ἐν ἐκείνῳ τῷ ἔτει στόλον ἀπαρτί‐ σας σὺν διήρεσι τρισὶ καὶ νηῶν μέρος, τὴν ἅπασαν παρασκευὴν ἔνδον εἰσάξας, οἷον ἄσβεστον, λίθους ἀκρογωνιαίους, ξύλα, σανίδας καὶ εἴ τι ἄλλο τὸ πρὸς οἰκοδο‐ μὴν κάστρου συμφέρον, ἐν τοῖς ἄκροις τῆς ἐπαρχίας Καρίας ἐν ἑνὶ ἀκρωτηρίῳ
5ἐλθὼν φρούριον ἔπηξεν ἐπ’ ὀνόματι τοῦ κοριφαίου τῶν ἀποστόλων Πέτρου, Πε‐ τρόνιον αὐτὸ καλέσας. Καλῶς οὖν τὴν βάσιν πήξας καὶ ἀρξάμενος κτίζειν τὰ τείχη, ἧκε καὶ ὁ Μανταχίας Ἐλιέζ–πεγ σὺν δυνάμει πολλῇ κωλύσειν μέλλων τὸ ἐπιχειρισθὲν ἔργον· ἀλλ’ οὐδὲν ἤνυσεν. Ἀπαρτίσας οὖν καλῶς τὸ φρούριον καὶ πύργους ἀεροβάμους ἁρμόσας καὶ φρερίους ἔνδον φύλακας ἐγκαταστήσας ἐπα‐
10νῆκεν εἰς Ῥόδον, νόμους καὶ ἔθη ἐπαφεὶς τοῖς φυλάκοις τοῦ φρουρίου τοῦ νή‐ φειν ἀεὶ καὶ ἐγρηγορέναι καὶ τὴν πᾶσαν ἐπιμέλειαν ἔχειν εἰς τοὺς φυγάδας αἰχ‐ μαλώτους τοῦ ἀντιλαμβάνειν καὶ σῴζειν αὐτοὺς εἰς τὸ φρούριον καὶ ἐλευθέρους γράφεσθαι παρὰ τοῦ ἁγίου Πέτρου, ὃ καὶ νῦν μέχρι τὴν σήμερον σῴζεται.

22

.

2

Ὁ δὲ Μεχεμὲτ ἤδη ἔαρος ἀρχομένου καὶ τὸν τῆς δύσεως στρατὸν ἀθροί‐ σας ἔξεισι τῆς Ἀδριανουπόλεως καὶ περάσας τὴν Θρᾴκην εἰς Προῦσαν ἔρχεται· καὶ τοὺς τῆς ἑῴας σατράπας καλέσας σὺν παντὶ τῷ στρατῷ πρὸς τὰ τῆς Λυ‐ καονίας μέρη ἀνέδραμεν, ἐκδικῆσαι θέλων τὰ παρὰ τοῦ Καραμὰν τολμηθέντα
5ἐν τῇ Προύσῃ, τὴν ἀνασκαφὴν τῶν πατέρων αὐτοῦ καὶ τὴν τῶν ὀστέων τῶν πα‐ τρικῶν ἐν πυρὶ δαπανηθεῖσαν παρὰ τοῦ Καραμὰν τόλμαν. Ἐλθὼν δὲ καὶ πολλὰς πόλεις καὶ κώμας πυριφλεγέθους ἀναδείξας ἔφθασεν εἰς Ἰκόνιον. Καὶ παραλα‐ βὼν αὐτό, ὁ Καραμὰν ἦν φεύγων ἐν τοῖς πρὸς Συρίαν ὄρεσι· πρέσβεις δὲ πέμ‐ ψας ἱκετικῶς ἐδέετο τοῦ ἀφεθῆναι αὐτῷ τὸ πλημμέλημα. Ὁ δὲ καμφθεὶς ἐπὶ ταῖς
10δεήσεσιν ἀφιήσιν αὐτῷ τὴν ἐπαρχίαν αὐτοῦ· καὶ δίδει ἀσφάλειαν δι’ ὅρκου τοῦ εἶναι πιστὸν καὶ ἀδολώτατον φίλον ἀεὶ καὶ μὴ ἐπεμβαίνειν ὀψέ ποτε ἐν τοῖς ὁρίοις Ὀτμάν. Καὶ ἀφεὶς τοῦ διώκειν ἐστράφη ὄπισθεν ἐν τῇ Προύσῃ καὶ διαβὰς τὸν πορθμὸν ἧκεν εἰς Ἀδριανούπολιν.

22

.

3

Κἀκεῖ διάγων ἦλθε μήνυμα, πῶς ὁ ὕστατος τῶν ἀδελφῶν αὐτοῦ, Μου‐ σταφᾶς ὀνομαζόμενος, υἱὸς τοῦ προῤῥηθέντος Παγιαζήτ, ἐν τῇ Βλαχίᾳ ἦν διά‐ γων. Καὶ κατὰ μὲν τὸ πρῶτον πέμπει τοὺς τῶν δούλων ἐκκρίτους δύο τοῦ ἀπο‐ κεφαλίσαι τὸν Τζινεήτ. Οἱ δὲ οὐχ εὗρον αὐτόν, ἦν γάρ, πρὸ δύο ἡμέρας τὸν πο‐
5ταμὸν περάσας, ἑνωθεὶς τῷ Μουσταφᾷ καὶ ὅρκους δοὺς αὐτῷ τοῦ συνδραμεῖν καὶ συγκακοπαθῆσαι καὶ ἄρχοντα καταστῆσαι δύσεως καὶ ἑῴας. Μαθὼν οὖν τὴν φυγὴν τοῦ Τζινεὴτ ὁ Μεχεμὲτ καὶ μὴ φέρων τὴν ζημίαν, ἣν ὑποστῆναι μέλλει παρ’ αὐτοῦ, στρατὸν ἀγείρει πολὺν καὶ ἐξελθὼν ἀπὸ Θρᾴκην ἦλθεν εἰς Μακε‐ δονίαν. Κἀκεῖ μαθών, ὅτι ὁ Μουσταφᾶς σὺν τῷ Τζινεὴτ περάσαντες τὸν Ἴστρον,155
10ἔχοντες Βλάχους εἰς βοήθειαν καὶ ἀπὸ τῶν Τούρκων οὐκ ὀλίγον στρατόν, πρὸς τὰ τῆς Θετταλίας μέρη κατέρχονται, καὶ αὐτὸς τὴν πρὸς αὐτοὺς σὺν τῷ στρα‐ τῷ πορείαν ἐποίει. Ἀπαντηθέντες ἐγγὺς εἰς τὰ τῆς Θεσσαλονίκης μέρη καὶ δὴ συνάψαντες πόλεμον καὶ τὴν νικῶσαν ὁ Μεχεμὲτ λαχών, ἐδιώκοντο παρ’ αὐτοῦ μέχρι καὶ τῶν πυλῶν Θεσσαλονίκης ὁ Μουσταφᾶς σὺν τῷ Τζινεήτ. Ἀνθίσταντο
15δὲ σὺν ὀλίγοις βοηθούμενοι παρὰ τῶν πολιτῶν. Ἑσπέρας δὲ ἤδη γενομένης καὶ μὴ θέλοντες εἰσῆλθον ἐν τῇ πόλει, Δημήτριος δὲ Λάσκαρις ὁ Λεοντάρις φιλοξε‐ νήσας αὐτοὺς καὶ παρηγορήσας, λέγων θαῤῥεῖν εἰς τὸ τῆς τύχης εὐμετάβολον καὶ μηδεμίαν ἐν νῷ βαλεῖν φροντίδα τοῦ προδοῦναι τούτους τῷ Μεχεμέτ, εἰ ἐπρόκειτο Θεσσαλονίκη παραδοθῆναι τοῖς Τούρκοις. Θαρσήσαντες δ’ ἐπὶ τού‐
20τοις τοῖς ὑποσχομένοις παρὰ τοῦ Δημητρίου ἀφροντίστως ἐδείπνησαν καὶ εἰς ὕπνον ἐτράπησαν.

22

.

4

Πρωΐας δὲ γενομένης πέμπει πρὸς τὸν Λεοντάριον ὁ Μαχουμὲτ ἕνα τῶν ἀρχόντων αὐτοῦ, λέγων· „Οἶδας ἀκριβῶς τὴν ἀγάπην, ἣν κέκτημαι, καὶ τὴν ἀῤῥαγῆ φιλίαν σὺν τῷ βασιλεῖ τῶν Ῥωμαίων· Μὴ βουληθῇς οὖν διασπαράξαι ταύτην καὶ εἰς τέλος ἀφανίσαι καὶ παντὶ τῷ γένει Ῥωμαίων ζημίαν προσξενῆσαι
5καὶ ἐν μέσῳ ἡμῶν καὶ τῶν Ῥωμαίων εἰσάξαι ἔχθραν ἄσπονδον, ἀλλὰ τὴν κυνη‐ γηθεῖσαν παρ’ ἐμοὶ θήραν ἀπόδος μοι. Εἰ δὲ μὴ τοῦτο ποιήσεις, χαίρειν εἰπών μοι τὴν φιλίαν, τὴν ἔχθραν ἀσπάσομαι καὶ ὡς ἐν ὀλίγῳ καὶ τὴν πόλιν σου παρα‐ λάβω καὶ τοὺς ἔνδον αἰχμαλωτίσω καὶ σοῦ τὴν ζωὴν ἀφελῶ καὶ τοὺς ἐχθρούς μου ἐν χερσὶν ἐμαῖς ἕξω.“—Τότε ὁ κὺρ Δημήτριος, φρονιμώτατος ὤν, ἀντέγραψε
10λέγων· „Ἐπίστασαι, κύριε ἡγεμών, ὅτι ἐγὼ οὔκ εἰμι δεσπότης, ἀλλὰ δοῦλος τυγ‐ χάνω καὶ οὐ μόνον τοῦ βασιλέως Ῥωμαίων, ἀλλὰ καὶ σός, ἐπεὶ υἱὸς αὐτοῦ ἐτάχ‐ θης εἶναι. Τὸ γοῦν προσταττόμενον παρὰ σοὶ χρέος ἐστὶ τοῦ πληρῶσαι καὶ εἰς πέ‐ ρας ἄγειν. Πλὴν χρέος καὶ τοῦτο ἐμόν ἐστι τὸ τὰ συμβάντα καὶ τῷ ἐμῷ βασιλεῖ γνωστὰ ποιῆσαι. Καὶ γὰρ οὐκ ἔστι τῶν τυχόντων Τούρκων ὁ ἐν τῇ αὐλῇ εἰσελ‐
15θὼν τοῦ βασιλέως, διωκόμενος ὡς πέρδιξ ὑπὸ ἱέρακος, ἕνεκα σωτηρίας, ἀλλ’ ἀδελφὸς σός, ὡς ἔμαθον. Εἰ δὲ καὶ τῶν τυχόντων εἷς, οὐδ’ αὐτὸν ἄν σοι δέδω‐ κα τοῦ βασιλέως μὴ προτρέψαντος. Διὸ ἱκετεύω δουλικῶς, ὑπόμεινον ὀλίγον· ἐγὼ δὲ τῇ ὥρᾳ ταύτῃ μηνύω τῷ βασιλεῖ τὰ γενόμενα καί, ὡς χρὴ κελεύειν, κελευέ‐ τω, ἐγὼ δὲ τὸ προσταχθὲν πληρώσω.“—

22

.

5

Ἀκούσας οὖν τοὺς λόγους τούτους ὁ Μαχουμὲτ συνεκατέθετο τοῦ γε‐ νέσθαι τὸ μήνυμα, γράψας καὶ αὐτὸς 〈πρὸσ〉 τὸν βασιλέα τὰ δοκοῦντα καὶ παρα‐ καλῶν αὐτὸν τοῦ μὴ εἶναι αἰτίαν σκανδάλων τὰ συμβεβηκότα πράγματα. Ὁ δὲ
βασιλεὺς Μανουὴλ γράφει πρὸς τὸν Μαχουμέτ· „Ἐγὼ μέν, ὡς οἶδας ἀκριβῶς,157
5ὑπεσχέθην τοῦ εἶναί με πατὴρ εἰς σέ, σὺ δὲ υἱὸς εἰς ἐμέ. Καὶ εἰ μὲν ἀμφότεροι φυλάξομεν τὰ ὑποσχεθέντα, ἰδοὺ καὶ φόβος Θεοῦ καὶ τήρησις ἐντολῶν· εἰ δὲ πα‐ ρεκβῶμεν αὐτά, ἰδοὺ ὁ πατὴρ ὡς προδότης υἱοῦ φανεῖται καὶ ὁ υἱὸς ὡς πατρὸς φονεὺς κληθήσεται. Ἐγὼ μὲν φυλάξω τοὺς ὅρκους, σὺ δ’ οὐ βούλει φυλάξαι. Ἔστω ὁ ἐκδικῶν τὸν ἀδικούμενον Θεὸς ὁ δίκαιος κριτής. Περὶ οὖν τῶν προσφύ‐
10γων οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῖς ὠσὶν ἀκοῦσαι τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· τοῦτο γὰρ τὸ ἔργον οὐκ ἔστι βασιλικὸν, ἀλλὰ τυραννικόν. Καὶ εἰ μὲν ἐγὼ κατεδίω‐ κον ἐμὸν ἀδελφόν, διωκόμενος οὖν κατέφυγεν ὑπὸ τῶν πτερύγων τῶν σῶν, καὶ ζητῶν, οὐκ ἄν μοι ἔδωκας αὐτὸν τοῦ θανατῶσαι. Εἰ δὲ καὶ ἔδωκας, ἐποίησας ἂν ὑπὲρ ἄνθρωπον, προδότης γεγονὼς καὶ φονεύς. Ἴσθι οὖν τοῦτο, ὡς οὐδέποτε
15γενήσεται δι’ ἐμοῦ τὸ ἀπαίσιον τοῦτ’ ἔργον. Πλὴν ἐπεὶ οὕτως ἐτάχθην τοῦ εἶναί με εἰς τρόπον πατρός σου, ὄμνυμί σοι τὸν ἕνα Θεὸν τὸν ἐν Τριάδι ὑμνούμενον παρ’ ἡμῶν τῶν χριστιανῶν, τοῦ μηδ’ ὅλως ἐξελθεῖν ἀπὸ τῆς φυλακῆς τὸν πρόσφυ‐ γα Μουσταφᾶν οὔτε τὸν αὐτοῦ συνοδοιπόρον Τζινεήτ, μέχρι οὗ παύσῃ τῆς ἡγε‐ μονίας καὶ αὐτῆς τῆς ἐν τῷ κόσμῳ ζωῆς· παρελθόντος δὲ σοῦ, καθὼς συναντή‐
20σει τὰ πράγματα. Εἰ δ’ οὐ βούλει, πρᾶττε ὃ βούλει.“—Τὸν δὲ Δημήτριον τὸν Λεοντάριν διὰ προστάγματος λέγων γράφει· „Ἀναγνοὺς τὰ παρ’ ἐμοὶ προσ‐ ταχθέντα, συντόμως πλήρωσον. Βαλὼν τοὺς πρόσφυγας αὐτούς, τὸν Μουσταφᾶν σὺν τῷ Τζινεὴτ καὶ τοὺς συνακολουθήσαντας, ἐν τριήρει μιᾷ, πέμψον διὰ τάχους εἰς ἡμᾶς· καὶ παρὰ τὸ προσταχθὲν μὴ πράξῃς.“—Ὁ Μαχουμὲτ δὲ εἰς νοῦν
25λαβὼν τὰ μέλλοντα γενέσθαι, εἰ προσκρούσει τῷ βασιλεῖ, καὶ μαθών, ὡς ἐφ’ ὅρου ζωῆς αὐτοῦ τῷ Μουσταφᾷ οὐκ ἔσται ἐλευθερία τῆς φυλακῆς οὔτε τῷ Τζινεήτ, ἐπαύσατο τοῦ ἐνοχλεῖν Θεσσαλονίκην καὶ ἀπάρας ἐκεῖθεν ἦλθεν εἰς Ἀδριανού‐ πολιν, ἀπαλλαγεὶς πολλῶν φροντίδων καὶ ἐννοιῶν, καταδαμαζόμενος ὑπὸ τοῦ λο‐ γισμοῦ ἕνεκα τῆς φανερώσεως τοῦ Μουσταφᾶ καὶ τοῦ Τζινεήτ. Ὁ δὲ κὺρ Δη‐
30μήτριος ὁ Λεοντάρις τριήρη μίαν ἑτοιμάσας καὶ τοὺς δύο ἔνδον ἐμβαλὼν ἀπέ‐ στειλε τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς τὸν μὲν Μουσταφᾶν μετ’ ὀλίγον ἐν τῇ νήσῳ Λήμνῳ ἔπεμψε προστάττων τοὺς αὐτοῦ φυλάττειν ἐπιμελῶς· τὸν δὲ Τζινεὴτ ἔδω‐ κε μονὴν αὐτῷ ἐν τῇ μονῇ τῆς Παμμακαρίστου καὶ ἦν ἐκεῖ ἡσυχάζων. Τότε ὁ βασιλεὺς στείλας ἀποκρισιαρίους ἐζήτει παρὰ τοῦ Μαχουμὲτ τὰς δαπάνας, ἃς
35ἔμελλε δαπανᾶν ὁ Μουσταφᾶς, ἦσαν γὰρ σὺν αὐτῷ νέοι τριάκοντα καὶ σὺν τῷ Τζι‐ νεὴτ δέκα. Ἐποίησαν οὖν κατ’ ἔτος λαμβάνειν ὁ βασιλεὺς ἐκ τῶν θησαυρῶν καὶ τῶν εἰσοδημάτων τοῦ Μεχεμὲτ τριακοσίων χιλιάδων ἄσπρων ἀριθμόν, λαβὼν
ὅρκους τοῦ μὴ ἀπολυθῆναι τὸν Μουσταφᾶν ἐφ’ ὅρου ζωῆς τοῦ Μαχουμέτ· μετὰ δὲ τὸ θανεῖν, ὡς ἴδῃ τοὺς μεταγενεστέρους πράττοντας εἰς αὐτὸν τὸν βασιλέα,159
40καὶ αὐτὸς τὸ συμφέρον ἐκλέξεται. Λαβόντες οὖν σύμφωνα ἐγγράφως καὶ ὅρκους οἱ πρέσβεις ἀπῄεσαν.

22

.

6

Ὁ δὲ Μαχουμὲτ κατὰ τῶν Βλάχων τρέφων ἔχθραν ἕνεκα τῆς τοῦ Μου‐ σταφᾶ ἀναῤῥήσεως, πέμπει στρατὸν πολὺν καὶ λεηλατεῖ καὶ πυρπολεῖ καὶ ζη‐ μιοῖ τὰ πλεῖστα.

22

.

7

Μετὰ δὲ ταῦτα ἤρξατο ἐν κρυφῇ τρέφειν ἔχθραν κατὰ τῆς Πόλεως, ἦν γὰρ ταῦτα κρύπτων εἰς βάθος, ἀλλ’ οὐ φανερῶς τὸ παράπαν ἐδείκνυε. Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἦν τις ἀνὴρ ἐκ πόλεως Φιλαδελφείας, ἄνθρωπος τὸ μὲν γένος χριστιανός, τὴν τύχην εἷς ἐκ τῶν ἀρχόντων τῆς πόλεως Φιλαδελφείας, τὴν
5πρᾶξιν πανοῦργος καὶ δόλιος. Οὗτος ἐν τῇ τῶν Σκυθῶν ἐπιδρομῇ εἷς ὢν τῶν προκαθημένων κατέδωκε πολλοὺς τῶν χριστιανῶν ἐν χερσὶ τῶν ἀσεβῶν ἕνεκα αἰ‐ τίας πλουσίους ὑπάρχοντας ἀποδοῦναι τὸ γραφὲν τῷ Τεμὴρ τέλος. Κἀκεῖνοι δὲ μὴ ἔχοντες ἀποδοῦναι, πυρὶ κατέφλεξαν αὐτοὺς οἱ βάρβαροι, ὡς καὶ τὸν ἀρχιε‐ ρέα Φιλαδελφείας εἰς τοσούτους πειρασμοὺς εἰσάξαι καὶ βάσανα τοῦ ἐξομόσασθαι
10τὸ σέβας τῶν χριστιανῶν. Οὗτος ἐλθὼν ἐν Κωνσταντινουπόλει καί τινι τῶν τοῦ παλατίου ἐντυχὼν καὶ σὺν αὐτῷ συχνάκις εἰσερχόμενος, μιᾷ τῶν ἡμερῶν ἐν τῷ παλατίῳ ἐγένετο ζήτησίς τινος διερμηνευτοῦ χρείας κατεπειγούσης. Ὁ δὲ ἑτοί‐ μως εἰσέρχεται καὶ τὰ παρὰ τῶν Τούρκων λαλούμενα αὐτὸς ἐξελλήνιζεν, ἦν γὰρ τὴν διάλεκτον τῶν Τούρκων εἰς ἄκρος μεμαθηκώς. Ἔκτοτε οὖν οἱ πρέσβεις τοῦ
15βασιλέως εἶχον ὁμοῦ καὶ τὸν Θεολόγον, οὕτω γὰρ ἐκαλεῖτο, συνερχόμενον διὰ τὴν διάλεκτον. Συχνάκις οὖν τὰ τῆς πρεσβείας οὐ διέλειπον διά τινων συμβαι‐ νόντων αἰτιῶν καὶ ὁ Θεολόγος σὺν τοῖς πρέσβεσιν. Οἰκειωθεὶς τοίνυν τῷ Παγια‐ ζὴτ μεσάζοντι τοῦ Μαχουμὲτ ἐγένετο μέγας τὸ καθ’ ἡμέραν φίλος αὐτοῦ. Λαμβά‐ νων παρὰ τῶν Ῥωμαίων μυστήριά τινα καὶ ῥίπτων ἐν τοῖς ὠσὶ τοῦ Παγιαζὴτ
20καὶ δεικνύων ἀκραιφνῆ πίστιν εἰς αὐτούς, παρὰ δὲ τῶν Τούρκων ἐκ μέρους ἀνα‐ καλύπτων, κατήντησεν οὖν εἰς τοσοῦτον ἄκρος τῆς τύχης, ὡς καὶ καθολικὸς ἀπο‐ κρισιάριος τοῦ βασιλέως γενέσθαι καὶ σύνδειπνος τοῦ Παγιαζὴτ καὶ αὐτοῦ τοῦ Μαχουμὲτ πολλάκις. Ἐλέγετο γὰρ παρὰ πολλῶν καὶ ἠκούετο, ὡς ὁ Θεολόγος οὐκ ἦν ἀληθὴς συνεργὸς τῶν Ῥωμαίων ἐπὶ καλῷ καὶ τὸν ῥηθέντα Μουσταφᾶν ἕνε‐
25κα φόβου τοῦ μὴ φυγαδεῦσαι τοῦτον ἐκ τῆς Πόλεως ἐν τῇ Λήμνῳ ἐξώρισαν· καὶ ἄλλα τινά, σιτοδοσίας λέγω, καὶ τὰ ὑποσχεθέντα εἰς δαπάνην τοῦ Μουσταφᾶ κα‐ τὰ καιρὸν ἐκωλύοντο παρὰ τῶν Τούρκων· καὶ μηνύων ὁ βασιλεὺς δι’ ἑτέρων πρέσβεων οὐδὲν ἤνυεν, ἕως ἐλθὼν ὁ Θεολόγος πάντ’ ἔπραττεν. Εἶχον οὗν οἱ Ῥωμαῖοι κακὰς ὑπολήψεις εἰς αὐτόν. Ὁ δὲ βασιλεὺς Μανουὴλ οὔτε ὑπώπτευεν,161
30ἄλλ’ οὐδ’ ἐδείκνυεν, εἰ καὶ ἔνδον εἶχέ τι.

22

.

8

Πλὴν καθὼς μετασκευάζει ὁ σοφὸς ἀρχιτέκτων Θεὸς τὰ πάντα καὶ ἐν μιᾷ ὥρᾳ τὰ καλῶς ἱστάμενα καταστρέφει, τὰ δὲ κακῶς κείμενα ἀνεγείρει, οὕτω καὶ τὰ τοῦ Θεολόγου, μᾶλλον δὲ Θολόγου βουλεύματα, εἰ καὶ ἀληθῆ τὰ παρὰ πολλῶν λεχθέντα τότε, καθὼς καὶ τὸ τέλος ἔδειξεν, εἰς κενὸν μετεστράφησαν.
5Ὁ γὰρ Μαχουμὲτ ἐν κυνηγίῳ ἱππεύων καὶ ὑὸς ἐξερχομένου ἐκ τοῦ δρυμῶνος καὶ αὐτὸς τὸ δόρυ κινῶν κατὰ τοῦ θηρίου, πίπτει τοῦ ἵππου ἐπιληψίᾳ κεκρατημέ‐ νος ἡμίξηρος. Ἄραντες δ’ αὐτὸν ἤγαγον ἐν τῷ παλατίῳ, ἦν γὰρ ἐγγὺς τῆς Ἀ‐ δριανοῦ θηρεύων. Μετακαλεσάμενοι οὖν τοὺς δοκιμωτάτους τῶν ἰατρῶν καὶ τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω, ἀνεβοήθουν αὐτὸν τάχα. Ὁ δὲ στρατὸς ἅπας ἦν ἀδημο‐
10νῶν καὶ ζητῶν τὸν ἡγεμόνα θεάσασθαι. Πρωῒ παράστασις γενομένη κατὰ τὸ ἔθος, ἐξήγαγον αὐτὸν ἔξω καὶ ἰδόντες αὐτὸν πάντες εὐφήμησαν καὶ ἐχάρησαν. Τῇ δὲ ἐπιούσῃ πάλιν ἐπιληψίας εἰσπεσούσης καὶ φωνὴν καὶ γλῶτταν κωλυθεὶς ἑσπέρας ἤδη καταλαβούσης ἀπέδωκε τὸ χρεὼν ἐπὶ τῆς στρωμνῆς αὐτοῦ. Παρελ‐ θόντος οὖν τοῦ Μαχουμὲτ ἐν εἰρήνῃ τὸ πλέον τῆς ἀρχηγίας αὐτοῦ μετὰ τοῦ βα‐
15σιλέως Ῥωμαίων καὶ πάντων τῶν χριστιανῶν πλὴν τῶν Βενετίκων, ἐτελεύτησεν ἀποδοὺς τὸ χρέος ἀτάραχον· καὶ γὰρ ἐν εἰρήνῃ καὶ ἐν τῇ Ἀδριανοῦ ἐντὸς τοῖς παρ’ αὐτοῦ δομηθεῖσι παλατίοις νόσῳ μικρᾷ προσομιλήσας ἐξέψυξεν, θάνατον δοὺς τὸν ὃν ἐκ προγόνων ἡ τύχη οὐκ ἔκλωσεν· καὶ γὰρ οἱ μὲν φαρμάκῳ, οἱ δὲ πνιγμονῇ, ἕτεροι μαχαίραις τὸν βίον κατέλυσαν πλὴν τούτου, τῆς Ἀτρόπου παρα‐
20βλεψάσης, ὡς οἶμαι, ἕνεκα φιλίας, ἣν ἔσχε καθαρὰν πρὸς τοὺς αὐτοκράτορας καὶ συμπάθειαν ἣν ἐδείκνυ πρὸς τὸ τοῦ Χριστοῦ ὑπήκοον.

22

.

9

Διαβὰς οὖν τὴν πρὸς τὸν Ἅιδην ἀμεταστρεφῆ ὁδὸν κατέλιπε τὸν πρῶ‐ τον τῶν υἱέων αὐτοῦ ἀρχηγὸν Τούρκων, τὸν καλούμενον Μοράτ, τότε ἐν τοῖς ὁροίοις Ἀμασείας ἡγεμονεύοντα. Καὶ γὰρ ἐκεῖ τὰς ἄκρας ἐκείνας ἔλαχεν αὐ‐ θεντεύων δοθείσας παρὰ τῷ πατρὶ αὐτοῦ, ὅρια τυγχάνοντα τῶν Περσοτούρκων,
5οὓς ἦρχε Καραιουλοὺκ γειτνιάζων Λαζοὺς καὶ Πέρσας, ὃς καὶ θυγατέραν Ἀλε‐ ξίου τοῦ Κομνηνοῦ, βασιλέως Τραπεζούντων, εἰς γάμον ἠγάγετο. Καὶ γὰρ ἀτακ‐ τοῦντες πολλάκις οἱ τῆς Ἀμασείας καὶ τοὺς Τουρκοπέρσας προσκαλοῦντες, ἐπεὶ ὁμογενεῖς καὶ ὁμοδίαιτοι τυγχάνουσιν, εἰς ἀποστασίαν χωροῦντες ἐφαίνοντο· δεῖν ᾠήθη ὁ παρελθὼν Μεχεμέτ, ὁ πατὴρ αὐτοῦ, ἐγχειρίσαι τὴν ἐπαρχίαν τῷ υἱῷ163
10αὐτοῦ καὶ καταστῆσαι τοῦτον κύριον ἐν τοῖς ὁρίοις ἐκείνοις καὶ κεφαλὴν πρὸς Πέρσας ἀντιπαρατάττουσαν, ὡς κἀκεῖνος ἐν τῇ Ἀδριανοῦ πρὸς Ῥωμαίους, Οὔν‐ νους, Βλάχους, Σέρβους, Βουλγάρους δόρυ κινῶν, ἐν πάσῃ τῇ Ἀσίᾳ καὶ Θρᾴκῃ τὸ ὑπήκοον ἐν εὐπραγίᾳ διάγειν.

22

.

10

Κληρωθεὶς οὖν ὁ Μουράτ–πεγ τὴν ἀρχηγίαν, οὐκ ἀταράχως οὐδ’ ἄνευ ζάλης εἰσῆλθεν, ἀλλὰ μετὰ πολλοῦ τοῦ θορύβου καὶ μεγάλης ζημίας τὸν κότινον ἔλαβεν, ὡς ὁ λόγος φθάσας δηλώσει. Καὶ γὰρ ὁ τούτου πατὴρ νοσηλευθεὶς προσκαλεῖται τὸν πρῶτον τῶν μεγιστάνων αὐτοῦ, ὃν καὶ βεζίρην καὶ πασίαν κα‐
5τὰ τὴν αὐτῶν καλοῦσι φωνήν, ὃν οἱ Ῥωμαῖοι πατρίκιον καὶ μεσάζοντα λέγουσι. Ὄνομα τῷ ἀνδρὶ Παγιαζήτ, γένους Ἀλβανῶν, ἐκ παιδιόθεν τὴν δουλικὴν τύ‐ χην λαχὼν καὶ τῷ Μεχεμέτ–πεγ συνὼν ἔν τε δυσπραγίαις καὶ θλίψεσιν. Ἔτι νέος ὢν ὁ Μεχεμέτ, παρὰ τοῦ Ταμὴρ τοῦ τὸν πατέρα τούτου κτείναντος διωκόμενος ἐν τοῖς ὄρεσι Γαλατίας ἐν ὁρίοις Ἀγκύρας τῆς πόλεως, ἐν οἷς καὶ ὁ πόλεμος
10ἐκεῖνος ὁ μέγας, ὃν προλαβὼν ὁ λόγος ἐδήλωσε, πολλὰ δεινὰ καὶ ταλαιπωρίας ὅτι πλείστας ἐν ἐξορίαις διάγων καὶ διωκόμενος παρὰ τῶν Περσῶν, ὁ ῥηθεὶς Πα‐ γιαζὴτ συνεδυσπράγει καὶ συνεθλίβετο· καὶ ταῦτα πῶς; Πεζοὶ τὴν πορείαν ποιού‐ μενοι ἄμφω οἱ δύο, παῖς ὢν ἔτι ὁ Μεχεμὲτ καὶ μὴ φέρων τῆς ὁδοῦ τὸν ἀγῶνα, ἀλλὰ τοὺς πόδας ἐξογκωθεὶς καὶ μηκέτι βαδίζειν δυνάμενος, ὁ Παγιαζὴτ ἐν τοῖς
15ὤμοις φέρων πορείας ὁδὸν ἡμερῶν ἱκανῶν ὡς ὄνος Λιβυστικὸς ἐν τῇ τοῦ πα‐ τρὸς ἡγεμονίᾳ αὐτὸν ἐπανέσωσεν. Καὶ πολλάκις ἄσιτος διαμένων, αὐτὸς ἐν σχή‐ ματι μονοχίτωνος ὑπεισδύων καὶ τὰς κώμας περιθέων, ἄρτους αἰτῶν ὡς προσαί‐ της τὸν Μαχουμὲτ διεψώμιζεν, δοῦλος φανεὶς ἀγαθὸς καὶ πιστὸς καὶ οὐχ οἷος τ’ ἦν. Ἀλλὰ καὶ αὐτὸς ἀνδρωθεὶς καὶ τὴν πατρικὴν ἡγεμονίαν ὡς ἀνακτηθέντα
20κλῆρον λαβών, καὶ αὐτὸς ἀνταμείψατο κατὰ τὸν εἰπόντα Κύριον· „Ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω.“—Τοῦτον καὶ αὐτὸς κύριον τοῦ οἴκου αὐτοῦ κατέστησε καὶ πάσης γῆς τῆς παρ’ αὐτοῦ ἀρχομένης. Ὁ Προμηθεὺς οὖν οὗ‐ τος, ὁ ῥηθεὶς Παγιαζήτ, καλῶς καὶ ὡς εἶχε, διοικήσας τὴν ἡγεμονίαν καὶ τὴν ἐπιστασίαν πᾶσαν Ἀσίας τε καὶ Θρᾴκης, πᾶσαν φροντίδα στρατοῦ τε καὶ πολέ‐165
25μων καὶ εἰρηνικῆς καὶ μαχίμου καταστάσεώς τε καὶ συμπλοκῆς διευθύνας, ὡς ἔπρεπεν, ἔτι ζῶντος τοῦ Μαχουμὲτ καὶ εἰρηνικῶς αὐθεντεύοντος, νοσήσας αὐτὸς προσκαλεῖται τὸν Παγιαζὴτ καὶ διατίθεται πάντα τὰ κατ’ αὐτόν, διαθήκην συν‐ τάξας καὶ ὑστεραίαν βούλησιν, λέγων ἐν τῷ Θεῷ καὶ ἐν τῷ προφήτῃ αὐτῶν καὶ ἐν τῷ ἄρτῳ καὶ ἅλατι τῷ παρ’ αὐτοῦ δοθέντι καὶ δαπανηθέντι εἰς βρῶσιν αὐτῷ,
30ἤγουν τῷ Παγιαζήτ, ὡς ἔσται πιστὸς δοῦλος καὶ τοῦ υἱοῦ αὐτοῦ Μοράτ, καθὼς καὶ ἐν αὐτῷ ἦν, καὶ παραδώσει τούτῳ τὴν ἡγεμονίαν τὴν πατρικὴν καὶ κατα‐ στήσει αὐτὸν κύριον τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, τὰ δὲ ἕτερα δύο τέκνα, ἔτυχε καὶ γὰρ ὁ Μουρὰτ τότε τὴν ἔφηβον ἡλικίαν ἐντρέχων, τὰ δὲ δύο ἄνηβα ὀκταετῆ καὶ ἑπταετῆ τυγχάνοντα, ταῦτα οὖν ἐν τῇ διατάξει προστάξας, ὡς ἵνα πρὸς τὸν
35αὐτοκράτορα Μανουὴλ ἐγχειρίσῃ· καὶ ὁ βασιλεὺς ἔσται τούτων ἐπίτροπος. Ταῦτα γὰρ πάντ’ ἔπραττεν φοβούμενος, μήπως ὁ Μουρὰτ διὰ πνιγμονῆς αὐτά, καθὼς ἔθος αὐτῶν ἐστί, φθείρῃ, ὡς καὶ γέγονε. Καλῶς οὖν διαταξάμενος καὶ θαῤῥῶν, ὡς, καὶ θανών, εὑρήσει τὰ πράγματα σὺν τοῖς τέκνοις εἰρηναίαν κατάστασιν, ἠστόχησε τοῦ σκοποῦ πόῤῥω βαλών. Καὶ γὰρ ἐνενόει, ὅτι· „Εἰ τὰ δύο μου τέκνα
40ἔσονται ἐν ταῖς βασιλικαῖς χερσίν, ἔσται ὁ Μορὰτ ἄνευ ζάλης καὶ θορύβου κύ‐ ριος πάντων τῶν ὑπηκόων, μὴ ἔχοντες οἱ στασιασταὶ χεῖρας ἆραι, τὰ δὲ νήπια ἐλευθερωθήσονται φόνου ἀδίκου, ἔχοντα τὸ ἀρκοῦν παρὰ τοῦ ἀρχηγοῦ εἰς παν‐ τοίαν ζωήν.“—Ὁ δὲ βασιλεὺς διὰ τῶν ὁμήρων ὑπενόει τούτων, ὡς ἕξει καθα‐ ρὰν καὶ ἀνόθευτον τὴν φιλίαν μετὰ τοῦ Μοράτ, ἐκφοβῶν τὸν κύνα διὰ τῶν ῥο‐
45πάλων ὡς Ἡρακλῆς. Καὶ εἴ ποτε τὰ τῆς τύχης ἀποκάμωνται νήματα τοῦ Μοράτ, ἕξει τὸν ἀρχηγὸν ὁ βασιλεὺς συνήθη καὶ ἡμερόχειρον ὄφιν καλῶς ἐν τοῖς κόλ‐ ποις αὐτοῦ τραφέντα· καὶ εἰ λαθὼν δάκῃ, ὡς τὰ τῆς φύσεως ἀμετάστατα, ἀλλὰ κἂν τὸ φάρμακον οὐκ ἀποκενώσει τοῖς ὀδοῦσι. Ταῦτα ὀνειροπολῶν ὁ βασιλεὺς ἔχαιρεν, ἡ δὲ τύχη τῶν Ῥωμαίων ὁρῶσα τὸ μέλλον ἔστενε.

22

.

11

Θανὼν δ’ ὁ Μαχομέτ–πεγ, καθὼς προέφημεν, ἐν τῇ Ἀδριανοῦ ἐντὸς τοῖς παρ’ αὐτοῦ δομηθεῖσιν οἰκήμασι, τεσσαράκοντα ἡμέρας ἔκρυπτον τὸ πτῶμα αὐτοῦ ἐν τῇ οἰκίᾳ, ᾗ ἔκειτο, ἄταφον, τινὸς μὴ γινώσκοντος, ὅτι τέθνηκεν, πάρεξ τεσσάρων· Παγιαζὴτ καὶ Ἰπραὴμ τῶν πατρικίων ἢ βεζιρήδων καὶ δύο ἰατρῶν,
5οἳ καὶ καθ’ ἡμέραν εἰσερχόμενοι ἐξέρχοντο κενολογοῦντες τοῖς μεγιστᾶσιν, ὡς ὁ ἀρχηγὸς νοσηλεύεται καὶ ἀνάγκη τινῶν χρειωδῶν ἐστι, τὰ πρὸς θεραπείαν ἁρμό‐ δια. Καὶ ἦν ἰδεῖν ἀπεσταλμένων πλῆθος πολύ, τοὺς μὲν ἐν Σερβίᾳ, τοὺς δὲ ἐν τῇ Κωνσταντίνου, ἄλλους ἐν ταῖς νήσοις ἐρευνῶντας τὰ πρὸς ἰατρείαν χρήσιμα. Ὁ δὲ μέλλων ποματίζεσθαι παρὰ τῶν ἰατρῶν τοῦ κενῶσαι τῶν ἐντέρων τὸ βάρος167
10καὶ κουφίσαι πνεύμονα καὶ ἧπαρ, διεῤῥάγη κοιλίαν καὶ πᾶσαν τὴν ἔνδον πλᾶσιν αὐτοῦ τῇ γῇ παραδεδώκασιν ἐντὸς τοῦ δωματίου, οὗ ἔκειτο· τὸ δὲ σῶμα μύροις ἀλείψαντες καὶ σινδόνι εἰλήσαντες κατέθηκαν ἐπὶ στρωμνῆς ὡς ἀσθενῆ ζῶντα. Ταῦτα οὖν πάντα ἐπράττοντο παρὰ τῶν δύο βεζιρήδων καὶ τῶν παίδων τοῦ πα‐ λατίου, οἳ οὐκ ἐξήρχοντο οὔτ’ ἐκοινολογοῦντο μετά τινος. Ὁ σκοπὸς οὖν τοιόσδε·
15εἰ μάθωσι τὸν θάνατον τοῦ ἀρχηγοῦ τὰ πέριξ ἔθνη· Ῥωμαῖοι, Σέρβοι, Γενουῖται, Βένετοι, ἐν τῇ Ἀνατολῇ ὁ Καραμάν, οὐ δυνήσεται κατελθεῖν ἐκ τῶν ὁρίων Περ‐ σίας ὁ κληρονόμος Μοράτ· καὶ γενήσεται θόρυβος ἐν τῇ ἀρχῇ καὶ στάσις ἐν τῷ στρατῷ· καὶ τὰ τῆς ἑῴας πάντα ἀφειδῶς ὁ Καραμὰν λεηλατήσει, τὰ δὲ τῆς Θρᾴ‐ κης οἱ χριστιανοί· καὶ ἔσονται Τοῦρκοι δυστυχοῦντες καὶ Ῥωμαῖοι τοῖς εὐτυχή‐
20μασι θάλλοντες.

23

.

1

Τούτων οὖν οὕτως ἐχόντων καὶ διὰ ταχυδρόμου τινὸς τὸν θάνατον τοῦ πατρὸς τῷ Μορὰτ ἀπαγγείλαντες, ἐν Ἀμασείᾳ τότε διάγοντος, μετὰ παρέ‐ λευσιν τεσσαράκοντα ἡμερῶν καί, ὃν ἔστειλαν ἄγγελον, ἔφθασεν μηνύων αὐτοῖς τὴν ἔλευσιν Μορὰτ καὶ ὡς κατῆλθεν ἐγγύς που Προύσης ἐν κώμῃ τινὶ κα‐
5λουμένῃ Μελάϊνα. Καὶ γραφὰς αὐτοῖς ἐνεχείρισεν τοῦ Μορὰτ δηλούσας τὴν αὐτοῦ ἔλευσιν ἐν τῇ Προύσῃ καὶ ὁριζούσας τῷ Παγιαζήτ, ὅπως λαβὼν τὸ πτῶ‐ μα τοῦ πατρὸς αὐτοῦ σὺν πάσῃ τῇ γερουσίᾳ ἐπανήκῃ ἐν Προύσῃ, ἵνα καὶ τὸν πατέρα θάψωσι καὶ αὐτὸν ἀρχηγὸν ἀναγορεύσωσι.

23

.

2

Τότε ὁ Παγιαζὴτ μεθ’ ὅσης ἡδονῆς καὶ χαρᾶς δεξάμενος τὰ γράμμα‐ τα, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος σὺν πᾶσι τοῖς σατράπαις καὶ μεγιστᾶ‐ σιν, καὶ μέρους οὐκ ὀλίγου τῆς πόλεως 〈παρόντοσ〉, ἤρξατο δημηγορεῖν τοιάδε· „〈Πρὸσ〉 ὑμᾶς, ὦ ἄνδρες, οὐ χρὴ λέγειν καὶ δημηγορεῖν ἐκ ποίας εἰς ποίαν τύ‐
5χην ὑψώθημεν συνευδοκοῦντος Θεοῦ διὰ παρακλήσεως τοῦ προφήτου. Οἴδατε γὰρ ἀκριβῶς, οἱ μὲν αὐτοψεί, οἱ δὲ παρὰ τῶν γονέων ἐνωτισθέντες, ὡς οὐκ ἔστιν οὔπω ἑξηκοστὸν ἢ πλέον τι, ἀφ’ οὗ τὸν πορθμὸν διαβάντες οἱ τοῦ Ὀτμάν, ἔτος, τὴν Θρᾴκην πᾶσαν ἐκράτησαν καὶ τὴν βασιλείαν Ῥωμαίων καὶ Σέρβων ὑποτελῆ
καὶ ὑπόφορον ἔδειξαν, ἀλλὰ καὶ Βλάχους ὑπὲρ τὸν Δάνουβιν καὶ Οὔννους, τὸ169
10μυριάριθμον γένος, Ἀλβανοὺς καὶ Βουλγάρους, πάντας σχεδὸν εἰπεῖν τοσοῦτον εἰς τέλος αἰχμαλωτίζοντες ἐταπείνωσαν, ὡς καὶ τὰ δημόσια αὐτῶν τέλη μὴ ἐξι‐ σχύειν τοὺς φόρους τοὺς ἐτησίους τοὺς διδομένους ἡμῖν ἐξαρκεῖν, ἀλλὰ καὶ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς αὐτῶν ἐξαποστέλλειν πρὸς τοὺς ἡμετέρους ἀρχηγοὺς δουλοπρεπῶς· πῶς; ἔλεον ζητοῦντες καὶ οἶκτον, ἀνακωχὴν δεινῶν καὶ εἰρήνην
15παρ’ ἡμῶν. Ἀλλὰ καὶ ὅσον ἐγκρατὲς καὶ περὶ τὴν ἡγεμονίαν ταύτην ἀξιωματι‐ κώτερον, σοφῶς καὶ ἐπιστημόνως συλλέξαντες ἐκ πασῶν τῶν γενεῶν καὶ ταῦτα τὸ πλέον κατωτυχὲς καὶ ἀγροτικόν, καὶ θεὸν ἕνα μὴ σέβοντες, τὸν ὃν ὁ προφή‐ της ἐκήρυξεν, καὶ θεοσεβεῖς καὶ εὐτυχεῖς ἀξιωματικούς τε καὶ λαμπροὺς ἡγεμό‐ νας ἀπέδειξαν, ἐξ ὧν κἀγὼ καὶ τὸ πλεῖστον μέρος τῶν ἀκουόντων, ἃ λέγω, τυγ‐
20χάνομεν. Δεῖ τοίνυν μὴ ῥᾳθυμεῖν μηδὲ ὀκνεῖν, ἀλλὰ νήφειν καὶ ἐγρηγορεῖν καὶ ὡς υἱὸς γνήσιος τοῦ Ὀτμὰν ἀφ’ ἡμῶν ὁ καθεὶς ἀγωνίζεσθαι, ἵνα μὴ τὴν πατρι‐ κὴν κληρονομίαν ἀμελήσαντες φθείρωμεν. Καὶ γὰρ καὶ πατὴρ καὶ δεσπότης εὐεργέτης τε καὶ δοτὴρ ὁ αὐτὸς εἷς ἐστιν ὁ Μεχεμὲτ καὶ ὁ αὐτοῦ διάδοχος Μο‐ ράτ, ὁ πρῶτος καὶ ποθεινότατος τῶν υἱῶν αὐτοῦ, ὃς καὶ ἐν τῷ θρόνῳ τοῦ πα‐
25τρὸς αὐτοῦ ἐκάθισεν ἐν τῇ μεγαλοπόλει Προύσῃ νυνί· ὁ δὲ πατὴρ αὐτοῦ καὶ ἡμέ‐ τερος δεσπότης ἀπέδωκε τὸ κοινὸν χρέος.“—Καὶ ταῦτα εἰπὼν ἐκόψατο κοπετὸν μέγαν μετ’ οἰμωγῆς καὶ δακρύων· καὶ ἅμα πάντες οἱ μεγιστᾶνες καὶ οἱ ῥαβδοῦχοι μιᾷ φωνῇ ἀλαλάξαντες μετὰ θορύβου καὶ κρότου πολλοῦ γοερῶς ἔκλαιον. Τότε ὁ Παγιαζὴτ σὺν τῷ Ἰπραὴμ βαστάσαντες τὸ πτῶμα ἔθηκαν ἐν τῇ αὐλῇ τοῦ πα‐
30λατίου καὶ ἱκανῶς θρηνήσαντες ἐκέλευσαν τῇ ἐπιούσῃ τὰ στρατεύματα τῆς ἕω πορεύεσθαι πρὸς Καλλιούπολιν, οἱ δὲ μεγιστᾶνες σὺν τῷ Παγιαζὴτ βάδην κατό‐ πισθεν σὺν τῷ νεκρῷ· καὶ διαβάντες τὸν πορθμὸν ἔφερον αὐτὸν ἐν Προύσῃ καὶ κατέθεντο ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι βωμῷ, πένθος ποιήσαντες ὀκταήμερον.

23

.

3

Τὰ μνημόσυνα δὲ ὥς, καθὼς ἔθος αὐτοῖς ἐστι, ποιήσαντες καὶ τὸ πέν‐ θος ἀποβαλόντες, τὸν Μουρὰτ ἀρχηγὸν ἀνηγόρευσαν. Καὶ τὰ εἰκότα ἑορτάσαντες καὶ φιλοτιμίας οὐκ ὀλίγας καὶ εὐεργεσίας τοῖς ἄρχουσιν ἀμείψας καὶ αὐτοὶ σὺν δώροις τὴν προσκύνησιν ἕκαστος ἀποδεδωκότες, περὶ τῆς ἡγεμονίας ἐφρόντιζον.
5Καὶ δὴ πρέσβεις ἑτοίμαζον πρὸς τὸν Καραμὰν καὶ πρὸς τὸν βασιλέα Ῥωμαίων, μηνύοντες τὸν θάνατον Μοχάμετ καὶ τὴν ἀναγόρευσιν Μορὰτ καὶ πίστεις ἀνα‐ νεοῦντες εἰρηνικάς, ὡς ἔθος τοῖς νέοις ἀρχηγοῖς καὶ ἡγεμόσι. Καὶ γὰρ ἐβούλον‐ το τὰ τῆς ἕω προοικοδομῆσαι καὶ ἀσφαλίσαι, ὡς χρή, διὰ συνθηκῶν καὶ ὅρκων
μετὰ τοῦ Καραμὰν καὶ τότε τὰ τῆς Θρᾴκης σκέψασθαι περάσαντες τὸν προθμόν.171

23

.

4

Ὁ δὲ βασιλεὺς Μανουὴλ προαρπάσας τὸν καιρὸν στέλλει πρὸς αὐτὸν πρέσβεις τὸν Παλαιολόγον Λαχανᾶν καὶ Θεολόγον τὸν Κόρακα, ὡς δῆθεν παρα‐ μυθῶν καὶ τῆς ἀρχῆς τὰ εἰσόδια συγχαιρόμενος, πρὸς τούτοις ἀναμιμνήσκοντες καὶ τὴν τοῦ πατρὸς αὐτοῦ ὑστεραίαν βούλησιν, αἰτοῦντες τὰ παιδία δοθῆναι τῷ
5βασιλεῖ, εἴπερ βούλοιντο ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, καθὼς καὶ μετὰ τοῦ πατρὸς ἦσαν. Εἰ δ’ οὐ βούλονται διδόναι καὶ τοῖς πατρικοῖς θεσμοῖς μὴ προσήκειν, αὐ‐ τός, ἤγουν ὁ βασιλεύς, ἔχει τὸν ἔφεδρον καὶ ὡς ἐν ὀλίγῳ καταστήσει τοῦτον ἄρ‐ χοντα Μακεδονίας καὶ Χεῤῥονήσου καὶ πάσης Θρᾴκης· οὔ, μετ’ οὐ πολὺ δὲ καὶ Ἀσίας καὶ πάσης ἄλλης ἀνατολῆς. Ἐσήμαινε δὲ τῷ προδηλωθέντι Μουσταφᾷ. Ὁ
10δὲ Παγιαζὴτ ὡς ἐκ προσώπου τοῦ νέου ἀρχηγοῦ Μουρὰτ ἔδωκε πρὸς τοὺς πρέσ‐ βεις ἀπόκρισιν λέγων ὡς· „Οὐκ ἔστι καλὸν καὶ τοῖς τοῦ προφήτου θεσπίσμασι συνᾷδον Μουσουλμάνων παῖδας τρέφεσθαι παρὰ καβουρίδων καὶ παιδαγωγεῖσθαι, τοῦτ’ ἔστιν εὐσεβῶν παῖδας παρ’ ἀπίστων ἐπιτροπεύεσθαι. Ἀλλ’ εἰ θέλει ὁ βασι‐ λεύς, ἐχέτω τὴν ἡμετέραν ἀγάπην καὶ μενέτω κατὰ τὰς πρώτας συνθήκας φίλος
15καὶ πατὴρ τῶν ὀρφανῶν τούτων πάντων ἐκτὸς ἄλλης ἐπιτροπικῆς διαθέσεως. Ἕξομεν δὲ καὶ ἡμεῖς τὴν αὐτοῦ φιλίαν ὡς ἕρμαιόν τι καὶ καθολικὸν ἐπισφρά‐ γισμα, τηροῦντες μὴ ἐπεμβαίνειν τι τῶν ἀπαισίων μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν τις ἀφ’ ἡμῶν, ἀλλ’ ἐν μέσῳ ἡμῶν καὶ ὑμῶν ἔστωσαν ὅρκοι καθάπερ σιδηροῦς τοῖχος καὶ ἀσφαλὲς περίφραγμα. Τὸ δὲ αἰτεῖν τέκνα καὶ ἔχειν καὶ ἐπιτροπεύειν
20ἀδύνατόν ἐστιν αἰτοῦντι συντίθεσθαι· τὸ δὲ δοῦναι μᾶλον ἀδυνατώτερον.“—

23

.

5

Τούτοις τοῖς λόγοις ἀποπεμφθέντες οἱ τοῦ βασιλέως πρέσβεις καὶ πρὸς τὸν βασιλέα πάντα ἀναλέξαντες, ἔδοξε τὰ ῥή † δείγματα. Καὶ δὴ τὴν ψυχὴν καμὼν καὶ εἰς ἀνάμνησιν ἐλθὼν τῶν ῥημάτων, ὧν συνετάξατο τῷ Μουσταφᾷ ἄρτι ἐν τῇ Λήμνῳ νήσῳ διάγοντι, ἐξ ὅτου παρὰ τοῦ αὐτοῦ βασιλέως ἐπέμφθη
5ἐξόριστος, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, μετακαλεῖται Δημήτριον Λάσκαριν τὸν Λεοντάριον, ἄνδρα καί, ὡς χρὴ εἰπεῖν, στρατηγὸν γενναῖον, εὐδοκιμήσαντα ἔν τε
Λακεδαιμονίᾳ καὶ Θετταλίᾳ τὸ πρῶτον ζῶντος τοῦ ἐν αὐτῇ βασιλεύσαντος Ἰωάν‐ νου τοῦ Παλαιολόγου, ἀνεψιοῦ τοῦ αὐτοκράτορος· καὶ γὰρ ὁ Δημήτριος οὗτος εἶχε τὰ πρῶτα τῶν τιμῶν παρ’ αὐτῷ. Θανόντος δ’ αὐτοῦ πέμπει τὸν τρίτον τῶν173
10υἱέων αὐτοῦ στεφανώσας δεσπότην ἐν Θετταλίᾳ, τὸν δὲ Λεοντάριον μεταπέμψας ἐκεῖθεν εἶχεν ἐν Κωνσταντίνου πλησίον αὐτοῦ ὡς ἄνδρα συνετὸν καὶ περὶ τὰ στρατιωτικὰ δόκιμον.

23

.

6

Καὶ γὰρ ηὐτύχει ὁ βασιλεὺς Μανουὴλ ἐν ἓξ παισὶν ἄῤῥεσιν, ὧν ὁ πρῶ‐ τος ἦν Ἰωάννης, ὃς καὶ στεφθεὶς παρὰ τοῦ πατρὸς αὐτοῦ βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη· ὁ δεύτερος Θεόδωρος, ὃν καὶ δεσπότην Λακεδαιμονίας κατέστησεν· ὁ τρίτος Ἀνδρόνικος, ὃς καὶ Θετταλίας δεσπότης ἐγένετο· ὁ τέταρτος Κωνσταν‐
5τῖνος, ὃς καὶ τὰ Ποντικὰ μέρη [τὰ πρὸς Χαζαρίαν] ἐκληρώσατο· πέμπτος δὲ Δη‐ μήτριος καὶ ἕκτος Θωμᾶς, οἳ καὶ σὺν τῷ πατρὶ διῆγον νήπια τυγχάνοντες.

23

.

7

Τότε οὖν χρείας κατεπειγούσης τριήρεις δέκα, ὡς χρή, ἐκ τῆς Κωνσταν‐ τίνου τῷ Δημητρίῳ τῷ Λάσκαρι παραδοὺς ἔπεμψεν ἐν τῇ νήσῳ Λήμνῳ προστά‐ ξας αὐτὸν λαβεῖν τὸν ἐξόριστον Μουσταφᾶν σὺν τῷ πολλάκις προῤῥηθέντι Τζι‐ ναὶτ καὶ ἐξαγαγεῖν αὐτοὺς ἐν Χεῤῥονήσῳ σὺν τῇ δυνάμει τῶν τριήρεων. Καὶ τὸν
5Μουσταφᾶν ἀρχηγὸν καταστήσει Θρᾴκης ὡς υἱὸν ὄντα φυσικὸν τοῦ προαποιχο‐ μένου Παγιαζὴτ καὶ ὡς καθολικὸν κληρονόμον τῶν πατρικῶν αὐτοῦ πραγμάτων, τόπων καὶ ἐπαρχιῶν· ὃ δὴ καὶ γέγονεν. Καὶ γὰρ ἔθος ἦν ἀρχαῖον τοῖς Τούρκοις τὸ μὴ πολυπραγμονεῖν, τίνος οὗτος καὶ τίνος ἐκεῖνος παῖς, πλὴν καὶ μόνον, εἰ τοῦ Ὀτμὰν ἀπόγονόν ἐστι. Εἰ δ’ οὐκ ἔστι τῆς αὐτῆς ῥίζης, ἀδύνατον ὑπείκειν
10καὶ ὡς ἀρχηγὸν τιμᾶν.

23

.

8

Ἄρξωμαι δὲ ἐντεῦθεν τὴν ἔκπαλαι γενομένην παρὰ τῶν Τούρκων ἐπί‐ νοιαν διηγήσασθαι, ἣ καὶ ἄχρι τοῦ νῦν σῴζεται· καὶ δι’ αὐτῆς ἀνδρείως τῶν χριστιανῶν ἐφίστανται καὶ τρόπαια κατ’ αὐτῶν διεγείρουσι καὶ ἐς ἀεὶ τὴν νικῶ‐ σαν ὡς οὐκ ἄλλο γένος κεκλήρωνται. Οἱ Τοῦρκοι κατάραντες ἐκ Περσίδος καὶ
5τὰ τῆς Ἀρμενίας ὅρια διαβάντες καὶ ἀρξάμενοι λεηλατεῖν τὰ τῆς ἄνω Καππα‐ δοκίας μέρη καὶ τῆς Λυκαονίας, ἐκήρυττον ὡς ἐκ προσώπου τοῦ ἀρχηγοῦ διὰ τοῦ κήρυκος, ὡς, εἴ τις βούλοιτο εἰς ἐπιδρομὴν ἀπίστων ἐλθεῖν, ἐλθέτω. Ἦν γὰρ
τὸ ἔθνος τῶν Τούρκων, ὡς οὐκ ἄλλο, φιλάρπαγον καὶ φιλάδικον. Πρὸς ἄλληλα γὰρ ἦν· εἰ δὲ κατὰ χριστιανῶν, τί χρὴ καὶ λέγειν; Καὶ εἰ μόνον τὴν τοῦ κήρυκος175
10φωνὴν ἀκούσωσι ὡς πρὸς ἐπιδρομήν, ὃ καλεῖται κατὰ τὴν αὐτῶν γλῶτταν ἀκ‐ κήν, τότε πάντες χύδην καὶ ὡς ποταμὸς ῥέων αὐτόκλητοι, ἄνευ βαλαντίου καὶ πή‐ ρας, οἱ πλεῖστοι καὶ αἰχμῶν καὶ ἀκινακῶν, ἕτεροι πεζοὶ τὴν πορείαν μυριαρίθ‐ μους παρεμβολὰς στοιχήσαντες θέουσιν, οὐκ ἄλλο οἱ πλέονες ἀλλ’ ἢ ῥόπαλον ταῖς ἑκάστου χερσί. Καὶ κατὰ τῶν χριστιανῶν ὁρμῶντες ὡς πρόβατα τούτους ἐζώ‐
15γρων, ἀῤῥήτοις Θεοῦ κρίμασι τοῦτο καθ’ ἡμῶν τὸ ψήφισμα δεδωκότος ἕνεκα πλήθους ἁμαρτιῶν τοῦ ἡμετέρου γένους. Καὶ ἡ ἐπιδρομὴ ἡ συνεχὴς κρατοῦσα ἄχρι τοῦ νῦν, οὐ μόνον τὰ ἀνατολικὰ θέματα, ἀλλὰ καὶ τὰ τῆς Θρᾴκης κρατή‐ σαντες, ἀπὸ Χεῤῥονήσου μέχρι τοῦ Ἴστρου πάσας τὰς ἐπαρχίας καθυποτάξαντες, τὸ καθεκάστην μὴ ἀμελοῦντες, ἀλλὰ σήμερον πρὸς εἰρήνην μετασχηματιζόμενοι
20τοῖς Σέρβοις, αὔριον τὰ τῆς Ἀττικῆς καὶ Λακεδαιμονίας, Ἀχαΐας καὶ Ἑλλάδος ἐληΐζοντο. Μετὰ τὴν αὔριον δὲ τὰ τῶν Ῥωμαίων, ὡς ἐδόκει, 〈πρὸσ〉 τὴν εἰρή‐ νην ἐπισπώντων, θρῆνος καὶ οὐαὶ τοῖς Σέρβοις ἐπέῤῥεεν, εἶτα Βουλγάροις, με‐ τέπειτα Ἀλβανίταις· καὶ καθεξῆς λυμαίνοντες ἅπαν ἄγριόν τε καὶ ἥμερον ἔθνος οἱ βάρβαροι οὐκ ἐπαύοντο καὶ οὐ παύονται ἄχρι τὴν σήμερον· ὡς ἐμοὶ δοκεῖ, καὶ
25οὐ παύσονται, ἄχρις ἂν ἡμεῖς τὸν τοῦ Θεοῦ φόβον ἐν νῷ λάβωμεν. Καὶ γὰρ εἰς τὸ Θεῖον ἡμεῖς ἀσεβοῦντες, βάπτισμα ἔχοντες εἰς ὄνομα πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος, τῆς μιᾶς θεότητος, καὶ τούτου καταφρονοῦντες, ἀθετοῦμεν τὰς ἐντο‐ λὰς τοῦ μόνου ἀληθινοῦ Θεοῦ· τοῖς ἀσεβέσι παρεδόθημεν καὶ δικαίως ὑπ’ αὐτῶν κολαζόμεθα, τοῦ Θεοῦ τοῦτο καλῶς καὶ δικαίως ὁρίσαντος.
30 Καὶ οὐ μόνον τὰ πρὸ τοῦ Ἴστρου μυριάριθμα ἔθνη καὶ πάμπολλα, ἀλλὰ καὶ μετὰ τὸν Ἴστρον Βλάχους εἰς τέλος ταπεινώσαντες, Οὔννους αὐτούς, τὴν ἀμέτρητον πληθύν, εὐδιάμετρον κατεργάσαντες, καὶ οὐ μόνον οἱ γειτνιῶντες Τοῦρκοι κατατρέχουσιν, οἱ τῆς Θρᾴκης, οἱ τῆς Ἀττικῆς, οἱ τοῦ Ἰλλυρικοῦ, οἱ τοῦ Αἱμιμόντου καὶ οἱ γειτνιῶντες Σερβίαν·—καὶ γὰρ ὅσον τὸ κατ’ ἐμέ, πολὺ
35πλέον τυγχάνει τὸ γένος τοῦτο τὴν σήμερον ἀπὸ πορθμοῦ Καλλιουπόλεως ἄχρι τοῦ Ἴστρου παρ’ ὅσον ἐν τοῖς τῆς Ἀνατολῆς μέρεσι τὸ κατοικοῦν, λέγω τὸ ὑπή‐ κοον τοῦ ἀρχηγοῦ τοῦ ἐκ τῶν Ὀθμάν·—ἀλλὰ καὶ οἱ ἐκ τῆς Ἀσιάτιδος γῆς καὶ οἱ τὴν Φρυγίαν οἰκοῦντες, καὶ τί λέγω; Λυκάονες, οἱ ἐν τοῖς Ἀρμενίων ὁρίοις κείμενοι, Ἀμασινοί, Καππαδόκαι, Κίλικες, Λύκιοι, Κᾶρες ἄχρι Δανούβιος πεζοὶ
40τὴν πορείαν ποιοῦντες ἕνεκα τοῦ κλέψαι χριστιανόν. Καὶ γὰρ εἰ μυριάκις μύριοι ἐπέλθωσι τῇ τυχούσῃ τῶν ἐπαρχιῶν, ἀλλὰ λῃστρικῶς ἐπεμβαίνουσι καὶ ἁρπάζον‐ τες φεύγουσι. Τοῦτο τὴν Θρᾴκην πᾶσαν ἄχρι Δαλματίας ἔρημον ἀπειργάσατο· τοῦτο τοὺς Ἀλβανούς, γένος ὑπὲρ ἀριθμὸν ὄν, εὐαριθμήτους ἐποίησεν· Βλάχους ὁμοίως· Σέρβους καὶ Ῥωμαίους εἰς τέλος ἠφάνισεν.177

23

.

9

Τούτων οὕτως αἰχμαλωτιζομένων, τὸ πέμπτον τῶν λαφύρων τῷ ἀρχη‐ γῷ προσκυροῦσι κατὰ τὴν αὐτῶν νεαρὰν καὶ ἀφοσιοῦσι τοῦτο τὸ πέμπτον τῇ ἀρχῇ καὶ ταῦτα τὰ κρείττονα. Εἶτα καὶ οἱ τοῦ ἀρχηγοῦ καὶ τῆς ἀρχῆς ἐξισω‐ ταί, ὅπου δ’ ἂν νέον καὶ εὔρωστον ἐκ τῶν αἰχμαλώτων ἴδωσι, τοῦτον δι’ ἐλαχί‐
5στου τιμήματος ὠνήσαντες εἰσποιητὸν τῇ ἀρχῇ καὶ δοῦλον κατονομάζουσι. Καὶ τούτους ὁ ἀρχηγὸς νεόλεκτον στρατόν, κατὰ δὲ τὴν αὐτῶν γλῶτταν γενίτζεροι, καλεῖ, οὓς καὶ εἰς τὴν αὐτοῦ δυσσέβειαν μετάγων καὶ περιτέμνων οἰκείους αὐτῷ κατο‐ νομάζει, δοὺς αὐτοῖς πάμπολλα δῶρα καὶ ὀφφικίων τὰ λαμπρότατα, προνοίας οὐ τῆς τυχούσης καὶ παντοίων ἄλλων ἀγαθῶν, ὁμοτραπέζους καὶ συμπότας ποιῶν
10αὐτούς, ἔχων εἰς αὐτοὺς στοργὴν ὡς πατὴρ πρὸς τέκνα· καὶ ταῦτα τίνας; αἰπό‐ λεις καὶ ποιμένας βουκόλους τε καὶ χοιροβόσκους, γεωργῶν παῖδας καὶ ἱππο‐ φόρβων. Πρὸς γὰρ τὴν τοιαύτην διάθεσιν κἀκεῖνοι ὑπὲρ τοῦ ἀρχηγοῦ τὴν ζωὴν αὐτῶν εἰς οὐδὲν λογίζοντες, μᾶλλον ὑπὲρ τῆς δόξης, ἧς ἔτυχον ἀπολαύοντες, ἵνα μὴ ἐκπέσωσι ταύτης, πάσχουσιν ἐν καιρῷ πολέμου ὑπὲρ ἄνδρας καὶ τὴν νικῶσαν
15λαμβάνουσι. Τὸ γνωριστικὸν δὲ σημείωμα τούτων τὸ τῆς κεφαλῆς κάλυμμα, ὃ κατὰ τὴν κοινὴν γλῶτταν Ῥωμαῖοι ζαρκολᾶν λέγουσι· καὶ γὰρ κοινῇ πάντες Τοῦρκοι τὸ αὐτὸ χρῶντες ὡς κεφαλῆς περιβόλαιον, οἱ μὲν πάντες, ὅσοι ἐξ ἰδιω‐ τῶν καὶ ἐξ εὐγενῶν τυγχάνουσι, κοκκινοβαφὲς τοῦτο χρῶνται, ὅσοι δὲ τῶν ἀλλο‐ γενῶν τῷ τῆς δουλείας ὑπέπεσον ζυγῷ γραφέντες δοῦλοι τοῦ ἀρχηγοῦ, οὗτοι λευ‐
20κόχροα φοροῦσι τὰ τῆς κεφαλῆς περιβόλαια ἐκ πίλου λευκοτάτου, ἡμισφαιρές, ὅσον χωρεῖν κεφαλή, ἔχον περιττεῦον ἄνωθεν τῆς κορυφῆς, ὅσον καὶ σπιθαμῆς εἰς ὀξὺ καταλῆγον. Τοῦτο τοίνυν τὸ νεόλεκτον σύνταμα καθ’ ἕκαστον ἔτος ὑπερπε‐ ριττεῦόν ἐστι καὶ εἰς τὸ ἓν ἑκατοντάκις ἓν ἀριθμεῖται, καὶ γὰρ δοῦλοι δούλους κτῶνται καὶ τῶν δούλων οἱ δοῦλοι δούλους· καὶ πάντες ὀνομάζονται καὶ εἰσὶ τοῦ
25ἀρχηγοῦ δοῦλοι. Οὐκ ἔστιν ἐν αὐτοῖς οὔτε Τοῦρκος οὔτ’ Ἄραψ, ἀλλὰ πάντες χριστιανῶν παῖδες· Ῥωμαίων, Σέρβων, Ἀλβανῶν, Βουλγάρων, Βλάχων καὶ Οὔν‐
νων, οἵτινες ἀσεβήσαντες καὶ τοῦ παρόντος τὰς ἀπολαύσεις ὡς χοῖροι λαχάνων κατατρυφῶντες, παρόμοιοι κύνεσι λύτταν νοσοῦντες κατὰ τῶν ὁμογενῶν ἔχθραν ἄσπονδον θανατηφόρον ἀεὶ φέρουσι. Ὡς γὰρ ἀνωτέρω εἰρήκαμεν, ὅτι τὸ ὑπή‐179
30κοον μεταβάλλεται ἐξ ἄλλου εἰς ἕτερον ἀρχηγὸν εὐκόλως, πλὴν ἐκ τῆς αὐτῆς ῥίζης τοῦ Ὀθμὰν εἶναι τὸν ἤδη τὸν νεωστὶ ἄρξαντα καὶ οὐκ ἄλλοθεν, καὶ τὸ δοῦλον φῦλον, ὃ διήλθομεν τὴν ἱστορίαν, καὶ αὐτὸ τὴν αὐτὴν ὁρμὴν κέκτηται· ἀρκεῖ γὰρ εἶναι τὸν νέαρχον Ὀθμάνιον. Πάντες γὰρ οἱ Ὀθμάνιοι πάτρωνες αὐ‐ τῶν λογίζονται καὶ εἰσὶ καὶ αὐτοὶ ὡς ἰδίους ἀπελευθέρους αὐτοὺς ἔχουσι. Ἐπὰν
35δὲ ῥεύσῃ ἡ ἀρχὴ ἐξ ἄλλου εἰς ἕτερον ἢ ἐκ πατρὸς πρὸς υἱὸν ἢ εἰς ἀδελφὸν ἐξ ἀδελφοῦ, τὸν ὃν ἡ τύχη καλῶς προσβλέψῃ, ἐκεῖ καὶ τὸ δοῦλον πιστότατα τὴν πα‐ ράστασιν ἀπεργάζεται. Ἀρξώμεθα δὲ πάλιν τὴν ἱστορίαν, ὅθεν καὶ ὁ λόγος τοῦ διηγήματος ἤρξατο.

24

.

1

Ὁ Δημήτριος λαβὼν τὸν Μουσταφᾶν, υἱὸν ὄντα τοῦ Ἰλτρήμ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, καὶ σὺν αὐτῷ τὸν προῤῥηθέντα πολλάκις Τζιναήτ, ὅρκοις αὐτοὺς ἀσφαλίσας πρότερον, ὡς 〈ὁ Μουσταφᾶσ〉 οὐκ ἀθετήσει ποτὲ τὴν βασιλικὴν βουλὴν, ἀλλὰ ἀεὶ ἔσται ὑπήκοος ὡς υἱὸς πρὸς πατέρα, δοὺς αὐτῷ τὸν
5υἱὸν αὐτοῦ εἰς πίστιν, καὶ συνθήκας ποιήσαντες δώσειν τῷ βασιλεῖ τὴν ἐν Χεῤῥο‐ νήσῳ Καλλιούπολιν καὶ τὰ Ποντικὰ μέρη ἄχρις ὁρίων Βλαχίας καὶ τὰ τῆς Θεσ‐ σαλίας ἄχρι Ἐρρισσοῦ καὶ Ἁγίου Ὄρους καὶ ἄλλα τινὰ δύσδοτα καὶ δυσκα‐ τέργαστα δώματα, ἀσφαλίσαντες οὖν αὐτοὺς ὅρκοις καὶ τὰ ἱστία πτερώσαντες ἐπὶ τὴν Καλλιούπολιν ἔπλευσαν.

24

.

2

Καὶ δὴ καὶ οἱ τοῦ Μουρὰτ ἀσφαλίσαντες, ὡς ἔδει, τὸ πολίχνιον καὶ ἐν τῷ λιμένι τὰς σκάφας καὶ τὰς τριήρεις εἰσάξαντες καὶ τοὺς πολεμιστὰς ἐπὶ τὸν πύργον τὸν ἐν τῷ λιμένι καλῶς ἐφαρμόσαντες, ἐκάθηντο προσδεχόμενοι πό‐ λεμον. Ὁ δὲ Δημήτριος ἐξαγωγὼν τὸν Τζιναήτην μετ’ ὀλίγων, ὧν εἶχον, Τούρ‐
5κων καὶ Ῥωμαίων οὐκ ὀλίγον στρατὸν, ἤρξατο πόλεμον αἴρειν. Καὶ δὴ τὸ βα‐ σμουλικὸν τῆς Καλλιουπόλεως καὶ τὸ δημοτικὸν κατὰ πρόσωπον μαχεσάμενοι οὐκ
ἦσαν ἀρκοῦντες εἰς ἀντίστασιν τῷ Τζιναήτ, ἀνδρεῖος γὰρ ἦν ὁ ἀνὴρ καὶ περὶ τὰ πολεμικὰ ἐμπειρότατος ὡς οὐδεὶς τῶν τότε Τούρκων. Τότε καὶ μὴ θέλοντες νῶτα δίδωσι καὶ εἰς φυγὴν οἱ τῆς πόλεως ἐτρέποντο. Ὁ Μουσταφᾶς οὖν ταῦτα181
10ὁρῶν καὶ θάρσους πλήρης γενόμενος σὺν πολλῷ τῷ θράσει ἐξῆλθε καὶ αὐτὸς τῶν τριήρεων. Καὶ δὴ ἕως ἑσπέρας ἀρεϊκῶς πολεμήσαντες, τῇ ἑσπέρᾳ πάλιν ὁ Μουσταφᾶς σὺν τῷ Δημητρίῳ ἐν τῇ βασιλικῇ τριήρει εἰσελθόντες καὶ ἄμφω ἐν τῇ πρύμνᾳ καθίσαντες καὶ κελεύσας ἀφόβως τοὺς ἐναντίους ἀπέναντι τούτου κατὰ πρόσωπον στάντας, πίστεις δούς, ὡς ὀλίγους τινὰς λόγους συνάρῃ μετ’
15αὐτῶν εἰς συμφέρον τῆς πολιτείας, ἤρξατο δὲ δημηγορήσας αὐτολεξεὶ οὕτως· „Ὦ ἄνδρες, οἴδατε ἀκριβῶς, ὅτι τοῦ Ἰλτρὴμ ὑπάρχω υἱός, ὑμεῖς δὲ δοῦλοι τοῦ μου πατρός. Τίνι τρόπῳ τὸ σέβας οὐκ ἀπονέμετε τῷ κυρίῳ ὑμῶν; Οὐκ οἴδατε, ὅτι ὁ προαυθεντεύσας ὑπῆρχεν ἐμὸς ἀδελφός; Κἀκεῖνος τὸν ἕτερον τῶν ἀδελφῶν φονεύσας καὶ τὴν ἡγεμονίαν ἄχρι τοῦ νῦν ἀδίκως παραλαβών, ἐμὲ φυγάδα καὶ μέ‐
20χρι τοῦ νῦν ἐν χερσὶ Ῥωμαίων ἔγκλειστον ἀποκαταστήσας, νῦν Θεοῦ νεύσει πρός με τῆς τύχης ἱλαρῶς ἐπιβλεψάσης καὶ ἀπροσκόπτως προτρεχούσης εἰσάξαι με εἰς τὴν πατρικὴν ἡγεμονίαν, ὑμεῖς ἀντωθεῖτε ταύτην καὶ οὐκ ἐᾶτε προβῆναι; Εἰ μὲν οὖν νεύσητε πρός με καὶ παραχωρήσητέ μοι καὶ δώσετε τὴν ὁδὸν τὴν ἀπά‐ γουσάν μοι ἐν τῇ Ἀδριανοῦ ἐν τῷ οἴκῳ τῷ πατρικῷ, ἔσεσθέ μοι ἀπὸ τοῦ νῦν
25οὐ δοῦλοι, ἀλλ’ ἀδελφοὶ καὶ τὴν πατρικὴν εὔνοιαν φυλάξω εἰς ὑμᾶς καὶ ὑπερεκ‐ θήσω ταῖς χάρισι χάριτας καὶ ταῖς δωρεαῖς δωρεάς. Εἰ δ’ ἀντισταθείητε, ἐγὼ μὲν ἐγκρατὴς γενήσομαι τῶν πραγμάτων τῶν πατρικῶν συνεργούσης τῆς τύχης καὶ συγκοπιῶντος τοῦ ἐμοῦ πατρὸς τοῦ βασιλέως· καὶ γὰρ τῷ Μουρὰτ οὐ χορη‐ γηθήσεται ἡ πρὸς τὰ ἑσπέρια ἀπάγουσα ὁδός. Ἐπὰν δὲ γενήσομαι κύριος τῶν
30ἐμῶν καὶ λάβω καιρόν, ἐγὼ ὑμᾶς κρινῶ.“—Τούτων οὕτως ἐνωτισθέντων αὐ‐ τόμολοι τῶν προυχόντων τινὲς ἦλθον καὶ προσεκύνουν καὶ μετ’ ἐκείνους ἕτεροι. Πρωΐας δὲ ἐξελθὼν ἐκ τῶν τριήρεων σὺν τῷ Τζιναὴτ καὶ ἐπιβάντες ἵπποις καὶ τὸ ἐνυάλιον ἠχήσαντες, ἐκ τῶν τριήρεων ὥρμησαν ὡς πρὸς πόλεμον σὺν τοῖς ἐνόπλοις Ῥωμαίοις τε καὶ Τούρκοις. Καὶ δὴ τὸ τοῦ δήμου πλῆθος ἅπαν, ὅσον
35ἔνοπλον καὶ ὅσον θεατρῶδες, αὐθωρὸν ἀπένειμαν τὴν προσκύνησιν καὶ πάντες εὐφήμουν αὐτὸν ὡς ἀρχηγὸν καὶ τοῦ Ὀτμὰν ἀπόγονον. Καὶ συνέῤῥεον ἄχρις ἑσπέρας αἱ πέριξ κῶμαι καὶ προσκυνοῦντες εὐφήμουν. Οἱ δὲ τοῦ πολιχνίου ἐντὸς οὐκ ἐνεδίδουν, ἀλλ’ ἀνθίσταντο λέγοντες καὶ ὑψηλῇ τῇ φωνῇ φημίζοντες τῷ Μου‐ ρὰτ ὡς ἀρχηγῷ αὐτῶν καὶ καθολικῷ δεσπότῃ, τὸν δὲ Μουσταφᾶν ὀνειδίζοντες.
40Τότε ὁ Μουσταφᾶς ἀπάρας τὰς δυνάμεις πρὸς τὸ Ἑξαμίλιον τῆς Χεῤῥονήσου ἔξεισι καὶ πάντες οἱ τῆς Χεῤῥονήσου καὶ τῶν ἔξω συνέθεον εὐφημοῦντες, ὁ δὲ
Δημήτριος ἐπολιόρκει τὸ φρούριον τῆς Καλλιουπόλεως.183

24

.

3

Ἐπαναγάγωμεν οὖν τὸν λόγον εἰς τὰ τοῦ Μουράτ, δηλοποιήσων ἡμῖν, πῶς καὶ τίνι τρόπῳ τὴν ἀρχὴν ἔσχε καὶ πῶς τὰ τῶν Ῥωμαίων βουλεύματα εἰς κενὸν κατηντήκεσαν καὶ ποίῳ τρόπῳ ὁ Μουσταφᾶς ἀπέδρα θανατωθεὶς καὶ ὁ Τζιναὴτ πῶς αὐτὸν καταλιπὼν ἔφυγε.
5 Ἐπειδὴ διάγοντος ἐν τῇ Προύσῃ τοῦ Μουράτ, ὡς ὁ λόγος φθάσας ἐδήλω‐ σε, καὶ τοῦ ὑπηκόου τὸ κρεῖττον καθεκάστην συῤῥέοντος ἐπ’ αὐτὸν ὡς δῆθεν τὴν πατρικὴν θανὴν παραμυθῆσαι βουλόμενοι καὶ τὸ τῆς ἀρχηγίας εἰσόδιον χαιρε‐ τίζοντες, αἴφνης μήνυμα ἐκ Λαμψάκου, ὡς τριήρεις ἐν τῇ Καλλιουπόλει ὅτι πλεῖσται καὶ φωναὶ καὶ ταραχαὶ καὶ ὀργάνων ἦχοι καὶ κτύποι ἐπάλξεων καὶ
10ἄλλα τινὰ σημεῖα ἐχθρῶν ἀπαγγέλλοντες, οἱ δὲ τοῦ Μουρὰτ δοκιμώτατοι καὶ τῶν ὑπερεχόντων περιφανέστατοι φθόνον τρέφοντες ἔκπαλαι κατὰ τοῦ Παγιαζήτ, ὡς ὑπερέχοντα πάσης τιμῆς καὶ μεγαλαυχοῦντα καὶ εἰς οὐδὲν λογιζόμενον τοὺς πάν‐ τας, καὶ γὰρ ὑπέροφρυς ἦν ὁ ἀνὴρ καὶ τοῖς πολλοῖς σκωπτικός, καιρὸν εὑρόντες ἁρμόδιον καὶ τὸ παῤῥησιαστικὸν πρὸς αὐτοὺς ῥέπον, καὶ γὰρ ὁ Μουρὰτ νέος ὢν
15καὶ τῆς ἀρχῆς τὰς ἡνίας οὔπω ταῖν χεροῖν κρατῶν, ἀλλ’ ὡς ἡμίονος ἀδάμαστος ἡ τυραννὶς ἔνθεν κἀκεῖθεν ἀπολακτίζων τὼ πόδε καὶ καταφρονῶν τὸ παιδίον, —οὐκ ἦν ἐν αὐτῷ παῤῥησίας σπινθήρ, ἀλλὰ μᾶλλον πρὸς τοὺς σατράπας στοργὴ καὶ πέρα τοῦ μέτρου διάθεσις,—ἔλεγον πρὸς αὐτόν· „Ὁρᾷς, κύριε, τὴν τοῦ ἐπιστάτου ἡμῶν ἐπιμέλειαν; ἤδη τὰ τῆς δύσεως ὄλωλεν καὶ ἡ τῆς σῆς αὐθεντίας
20κορωνὶς ἐτέθη ἐν τῇ τοῦ Μουσταφᾶ κεφαλῇ· ὡς ἐν ὀλίγῳ γὰρ ἐγκρατὴς γενήσε‐ ται πάντων τῶν Θρᾳκικῶν θησαυρῶν καὶ δυνάμεων καὶ μετ’ οὐ πολὺ ἰσχύσει καὶ καθ’ ἡμῶν, εἰ μὴ ἄρα γένηταί τις ἐπιμέλεια. Κέλευσον οὖν σὺν ταῖς δυνά‐ μεσι ταῖς εὑρισκομέναις ὡδὶ περάσαι τὸν πορθμὸν καὶ ἀντιπαρατάξαι τῷ Μου‐ σταφᾷ πρὸ τοῦ ἐλθεῖν καὶ συναφθῆναι τὰς δυτικὰς δυνάμεις σὺν αὐτῷ. Καὶ γὰρ
25οὐκ ἔστι τῶν σῶν σατραπῶν ἕτερος ὡς ὁ Παγιαζὴτ ἀντιστῆναι καὶ κατατροπώ‐ σασθαι τοὺς ἐναντίους ὡς αὐτός, ἐπεὶ καὶ τὰ Θρᾳκικὰ τάγματα ὡς κύριον αὐ‐ τὸν σέβονται πάντες καὶ αὐτὸς ὡς οἰκείους αὐτοὺς ἄγει, ἔνθα καὶ βούλεται,
δεικνύντες εἰς αὐτὸν ἄκραν ὑπακοὴν καὶ ταπείνωσιν.“—185

24

.

4

Τότε ὁ Παγιαζὴτ προθύμως τὸ λεχθὲν ἀκούσας καὶ μετὰ σπουδῆς πολ‐ λῆς, ὡς εἶχε, τὸν πορθμὸν τῆς Προποντίδος τοῦ Ἱεροῦ Στομίου καταλαβὼν καὶ τὴν περαίαν διαβὰς σὺν τοῖς παρατυχοῦσιν εὐαρίθμοις, ἐπὶ δυσὶν ἡμέραις τὴν Ἀδριανούπολιν καταλαβὼν κἀκεῖ συναγηοχὼς παμπληθῆ στρατόν, καὶ γάρ, ὡς
5εἰρήκαμεν, ἐμβριθὴς ἦν ὁ ἀνὴρ ἐν τοῖς πᾶσι καὶ πάντες πρὸς αὐτὸν ἐκαραδό‐ κουν, καὶ κοινολογησάμενος σὺν τοῖς ἄρχουσι τῶν δυτικῶν μερῶν καὶ πίστεις παρ’ αὐτῶν λαβών, ὡς οὐκ ἀποστατήσουσιν, οὔτε τὴν τυχοῦσαν ὑποστῇ βλάβην, ἀλλὰ γενναίως ἀντισταθῶσι τῷ ἐχθρῷ καὶ τοῦτον Θεοῦ συνεργοῦντος νικητὴν ἀναδείξωσι, ταῦτα καὶ τὰ τούτοις ὅμοια λέξαντες, ἔξεισι μετὰ δυνάμεως πλεί‐
10στης. Καὶ δὴ τὴν ἐν Χεῤῥονήσῳ φέρουσαν ὁδὸν εὐθυδρόμως ἀρξάμενοι, ταχυ‐ δρόμοι τινὲς ἦσαν προπεμφθέντες παρ’ ἐκείνου καὶ δὴ ἐπανελθόντες ἀγγέλλουσι τῷ Παγιαζήτ, ὡς ὁ Μουσταφᾶς μετὰ δυνάμεως πλείστης ἀπάρας τῶν ἐκεῖσε καὶ περαιωθεὶς τὴν νεωστὶ παρὰ τῶν Τούρκων μεγαλυνθεῖσαν κώμην καὶ εἰς πολυ‐ άνθρωπον τελεσθεῖσαν, ἥτις Μεγάλη Καρύα κέκληται, ἐγγύς που τῷ κάμπῳ τῆς
15Ἀδριανοῦ τῷ πρωῒ μέλλει κατουνεῦσαι. Ταῦτα ἐνωτισθεὶς ὁ Παγιαζὴτ καὶ μέσον θράσους καὶ δειλίας τρυτανευόμενος, ἔξεισι τῆς Ἀδριανοῦ μετὰ καὶ τῶν σὺν αὐτῷ πλειόνων ὑπὲρ τριάκοντα χιλιάδας ὄντων. Φθασάντων δὲ ἔν τινι ὑδατώδει πεδίῳ,—καὶ αὐτὸ πλησίον ἐν τῷ ἄκρει τοῦ κάμπου, ὥστε τὴν πόλιν Ἀδρια‐ νοῦ φαίνεσθαι ἀμυδρῶς ἐξ αὐτοῦ,—ἀλσώδει ὄντι καὶ λίαν καθύγρῳ, ἐν τούτῳ
20τὰ τοῦ πολέμου ηὐτρεπίζετο. Καὶ γὰρ ἔφθασε καὶ ὁ Μουσταφᾶς σὺν τοῖς ὑπ’ αὐ‐ τὸν καὶ ἄμφω τὰ στρατόπεδα ἐξ ἀνάγκης ἐχρῆν συμπλακῆναι, εἰ καὶ ὁ τόπος ἐδό‐ κει ἀσύμφορος.

24

.

5

Τότε ὁ Παγιαζὴτ ἅμα καὶ τὴν δημηγορίαν καὶ τὴν ἐν ἄρμασι καὶ ἵπ‐ ποις παρακέλευσιν συνάψας, πρὸς τοὺς ἡγεμόνας τῆς δύσεως ταῦτα εἴρηκεν· „Ἄνδρες ἀδελφοὶ καὶ ὅσον ὑπὸ τὴν ὑμετέραν χεῖρα κοινόν, οἴδατε ἀκριβῶς τοῦ παρῳχηκότος ἡμῶν δεσπότου τὴν ἀγάπην, ἣν ἐδείκνυε πρὸς ὑμᾶς, καὶ τὸ εὐδιά‐
5θετον τῆς γνώμης αὐτοῦ, ὡς οὐκ ἐχρᾶτο ὑμᾶς ὡς δούλους, ἀλλ’ ὡς ἀδελφούς, καὶ οὐ τόσον ἐφρόντιζε τῆς οἰκείας ὀρέξεως ὡς τὸ συμφέρον ὑμῶν καὶ ὡς ἕρμαιον ἡγεῖτο τὸ κοινὸν ἀγαθόν· καὶ κατὰ σκοπὸν εἶχε τοῦ αὐξάνεσθαι τὸ τοῦ προφή‐ του ἔθνος καὶ ἐλαττοῦσθαι τὸ τῶν Ῥωμαίων. Καὶ πόλεις πολλὰς συνῆψε καὶ ἐπαρχίας τῇ τῶν Μουσουλμάνων ἀρχῇ καὶ οὐκ ἔλιπεν ἄχρι τελευτῆς αὐτοῦ προσ‐
10τίθεσθαι καὶ πλεονάζειν δυνάμεις καὶ πράγματα. Νῦν δὲ ὁ παρὼν οὗτος ψευδό‐ τουρκος, ὃς καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐν ταῖς παρούσαις ἡμέραις ἠγέρθη, ἤδη τὴν αὐθεντίαν μερίζων πρὸ τοῦ λαβεῖν καὶ τοῖς Ῥωμαίοις τὰ κρείττω πρὸ τοῦ
ἔχειν παραδίδωσι, ἅτινα οἱ τοῦ ἀρχηγοῦ ἡμῶν πατέρες μετὰ πολλῶν ἱδρώτων καὶ πόνων ἐκτήσαντο. Ἢ οὐκ οἴδατε, ὅτι ἡ Καλλιούπολις καὶ ὁ ταύτης πορθμὸς187
15κλείς ἐστιν ἀνατολῆς τε καὶ δύσεως, Αἰγαίου πελάγους καὶ τοῦ Εὐξείνου; Καὶ εἰ ταύτην Ῥωμαῖοι βασιλεύσουσιν, ἥκιστα Τοῦρκοι Ῥωμαίους αἰχμαλώτους εἰς ἐῴαν διαπορθμεύσουσι, Ῥωμαῖοι δὲ Τούρκους καὶ μάλα· καὶ ἔσται ἀρχὴ ὀδυ‐ νῶν τὰ ἡμέτερα, ἐλευθερίας δὲ ἀπαρχὴ τὰ τῶν Ῥωμαίων. Διὸ παρακαλῶ ὑμᾶς, ὡς χρή, ἀντιστῆναι τῷ πλαστῷ τούτῳ Μουσταφᾷ καὶ τοῖς συνασπισταῖς καὶ ὁμό‐
20φροσι τούτου Ῥωμαίοις. Οὐ γὰρ ἐκ τῶν αἱμάτων Ὀτμὰν οὗτος ὁ δυσσεβὴς καὶ ἐχθρὸς τῆς πίστεως, καὶ γὰρ ἐκεῖνος ὁ Μουσταφᾶς, ὁ ἀδελφὸς τοῦ κυρίου ἡμῶν, ἐτεθνήκει κομιδῇ νήπιος ὤν, καθὼς ὁ κύριος ἡμῶν ἔλεγε πρός με. Οὗτος γὰρ τῶν χυδαίων Τούρκων εἷς ὤν, ἐν ταῖς ἡμέραις τοῦ προπαρῳχηκότος Μουσῆ ὁ βασιλεὺς Μανουὴλ τοῦτον ὡς υἱὸν τοῦ Ἰλτρὴμ ἐφανέρωσεν ἐκφοβῶν τὸν Μουσῆν.
25Εἶτα ὁ πλάνος οὗτος ὡς εἶδε τὸν βασιλέα ὅρκοις συνδεθέντα καὶ ἄκραν ἀγάπην ἀλλήλοις ἐκ συμφώνου σὺν τῷ κυρίῳ ἡμῶν μεταδόσαντας, ἀποδρὰς ἐς Βλαχίαν ἀφίκετο, συνδιάγων τῷ Μίλτζῃ, τότε τῶν Μυσῶν ἀρχηγῷ ὄντι, υἱὸν αὐτὸν τοῦ Ἰλτρὴμ ἀποκαλοῦντα καὶ βοήθειαν ἐξαιτούμενον. Κἀκεῖθεν λαβὼν ὀλίγην τινὰ βοήθειαν καὶ εἰς τὰ τῆς Θετταλίας μέρη λῃστρικῶς εἰσελθών, τοὺς συναντῶντας
30ἐμπόρους καὶ οἱουσδήτινας ἐξεγύμνου, καλῶν ἑαυτὸν υἱὸν τοῦ Ἰλτρὴμ καὶ τοῦ Ὀτμὰν ἀπόγονον. Ὅθεν καὶ ὁ κύριος ἡμῶν, ὡς ὑμεῖς οἴδατε, στρατὸν ἀξιόλο‐ γον πέμψας κατ’ αὐτοῦ, ἐγγύς που τῆς Θεσσαλονίκης συνάψαντες πόλεμον, μὴ δυνηθεὶς ἀντιστῆναι ὁ ἀλάστωρ φυγὰς εἰς τὴν Θεσσαλονίκην εἴσεισι. Τότε καὶ ὁ Τζινεὴτ συνδιάγων τῷ ἡμετέρῳ κυρίῳ,—καὶ γὰρ ἦν ἀποστατήσας τὸ πρότε‐
35ρον, αὐθεντεύων τὴν ἐπαρχίαν Ἀσίας καὶ καθολικὸν ἡγεμόνα Σμύρνης τε καὶ Ἐφέσου ἀποκαλῶν ἑαυτόν· καὶ σὺν πολλῇ δυνάμει τοῦτον ἐξελάσας ἐκεῖθεν, σὺν αὐτῷ διάγειν ἐκέλευεν ὁ ἡμέτερος κύριος εἰς τὰ τῆς δύσεως μέρη,—τότε καὶ αὐτὸς καιροῦ δραξάμενος εἰσῆλθεν ἐν τῇ Θεσσαλονίκῃ φυγὰς καὶ τῷ Μουσταφᾷ δι’ αἰτίαν τὴν ῥηθεῖσαν συνήφθη. Ὡς δ’ οὖν οἱ τῆς πόλεως ἀνενδότως ἱστάμενοι
40καὶ μὴ προδοῦναι βουληθέντες τὸν ἀπατεῶνα τοῦτον, ὁ ἡμέτερος δεσπότης γέ‐ γραφε πρὸς τὸν βασιλέα αἰτῶν αὐτὸν καὶ παραδειγματικῶς ἐμήνυε λέγων· „Ἐξελθὼν τοῦ θηρεῦσαι θήραν, ἐκλαμπρότατε βασιλεῦ, καὶ λύκου κυνηγετου‐
μένου καὶ δὴ ἐν χερσὶν τὴν ἄγραν ἔχων, εἰσπηδήσας ἐσώθη ἐν τῇ μάνδρᾳ τῆς σῆς βασιλείας. Ἀξιῶ οὖν τοῦ δοθῆναί μοι τὸ ἐμὸν θήραμα, ἵνα μὴ καὶ τῶν σῶν189
45καὶ ἐμῶν θρεμμάτων λυμαντὴρ γένηται καιροῦ προϊόντος.“—Ὁ δὲ βασιλεὺς ἀντέγραψε πρὸς αὐτόν· „Εἰ καὶ λύκος τὸ διασωθὲν ἐν τῇ ἐμῇ μάνδρᾳ, ἀλλ’ ἐγὼ τὸ γαληνὸν ἔχων καὶ φιλάνθρωπον καὶ τὸ μὴ χαίρειν ἐπ’ ἀλλοτρίοις φόνοις, σωτὴρ ἔσομαι τοῦ λύκου καὶ οὐ προδότης. Ἀρκεῖ σοι τοῦ χαλινῶσαι τοῦτον ἐγὼ καὶ ἐν χερσὶν ἔχειν καὶ μὴ ἐᾶσαι προβαίνειν, μήτε φθείρειν τι τῶν σῶν, ἀλλ’ ἐν

24

.

5

(50)

ἀδείᾳ καὶ ἀφθονίᾳ ἡγεμονεύειν σε ἄχρις ὅρου ζωῆς σου, φυλαττομένων τῶν ἐν ὅρκοις γενομένων ἡμετέρων συνθηκῶν.“—Ἔκτοτε οὖν εἶχε τοῦτον ὁ βασιλεὺς ἐν τῇ Κωνσταντινουπόλει σὺν τῷ Τζιναὴτ καὶ μετὰ χρόνους τέσσαρας ἔπεμψεν αὐτὸν ἐν τῇ νήσῳ Λήμνῳ κἀκεῖ διῆγεν ἄχρι τοῦ νῦν. Νῦν δὲ ὁ βασιλεὺς μὴ ἔχων ὅ τι καὶ δράσειεν, ὁρῶν μὴ εἰς τέλος τὸ αὐτοῦ βούλημα ἐξερχόμενον, καὶ
55γὰρ ἐβούλετο τοὺς δύο παῖδας τοὺς νηπίους ἐν ταῖς χερσὶν ἔχειν καὶ δι’ ἐκείνων ἡμᾶς ἐπτοῆσθαι τῷ αὐτοῦ κράτει, ἤδη τὸν ἀποστάτην τοῦτον σὺν τῷ Μουσταφᾷ ὡς ἀγρίους κύνας καθ’ ἡμῶν λυττῶντας ἀφῆκεν. Ἡμεῖς δὲ οὐχ ὡς δορκάδες ἢ πτῶκες εἰς τοὺς ὑπεναντίους φανοῦμεν, ἀλλ’ ὡς λέοντες ἐπεισπηδήσωμεν καὶ ἀμεταστρεπτὶ τὰ δόρατα εἰς αὐτοὺς σείσωμεν εὐστόχως. Καὶ γὰρ οἱ ἡμέτεροι
60πλείονες· ὁρᾶτε τοίνυν τοὺς σὺν αὐτῷ εὐαριθμήτους ὄντας. Καὶ ἔτι ἐν ταῖς ῥαγ‐ μᾶσι τῶν ὀδόντων τὸν ἄρτον τοῦ κυρίου μου φέροντες, καὶ αὐτοὶ σὺν ἡμῖν αὐ‐ θωρὸν ἔσονται, αὐτὸν ὡς πεπλανημένον πρόβατον καταλείψοντες, μόνον εἰ προ‐ θύμως τὴν ἀρχὴν τῆς εἰσβολῆς τοῦ πολέμου σὺν Θεῷ ὑπεισέλθωμεν.“—Ταῦτ’ εἰπὼν καὶ τὰς φάλαγγας κατὰ τάξιν εὐαρμόστως συντάξας τὸ ἐνυάλιον ἤχησεν.

24

.

6

Ὁ δὲ Μουσταφᾶς σὺν τῷ Τζιναὴτ καὶ αὐτός, τοὺς οὓς εἶχεν, ἐγκαρ‐ δίως στεῤῥώσας καὶ ὀμόσας, ὡς, εἰ τῆς ἀρχῆς ἐπιλάβοι, πάντων πραγμάτων ὡς αὐτὸς καὶ αὐτοὶ ἔσονται κύριοι καὶ τιμῶν καὶ δώρων ὅτι πλείστων ἀπολαύσονται παρ’ αὐτοῦ, καὶ τοῖς μικροῖς μεγάλα καὶ τοῖς μεγάλοις ὑπερμεγέθη τάξας τὰς
5ἀμοιβὰς καὶ τὰς χάριτας, καὶ δὴ ὁρῶν ὁ Μουσταφᾶς ἤδη σαλευόμενον τὸ τοῦ πολέμου πτερόν,—καὶ οἱ ὑπεναντίοι προσώρμησαν ἐπισείοντες τὰ δόρατα καὶ τοξοβολισμοὺς οἱ τοξόται προέπεμπον,—στὰς ἐφ’ ὑψηλοῦ τόπου, τὸν πόλεμον καταλιπὼν τῷ Τζιναήτ, καὶ γὰρ ἦν ὁ ἀνὴρ ὡς οὐδεὶς τῶν ἄλλων ἀνδρεῖος καὶ τοῖς πολέμοις συνήθης, ἔκραξε μεγαλοφώνως· „Ἄνδρες ἀδελφοί, καὶ γὰρ οὐ
10δούλους καλῶ, εἰς τί ἡ ἀσέβεια αὕτη; δοῦλος κατὰ δεσπότου; καὶ ταῦτα ἐξ Ἀλ‐ βανῶν, γένος βάρβαρον πρὸς ἐμὲ τὸν υἱὸν τοῦ Ἰλτρήμ, τὸν κύριον ὑμῶν; καὶ γὰρ εἰ ἔζη ὁ ἐμὸς ἀδελφός, εἶχεν ἂν λόγον ἡ ἀσέβεια αὕτη ὡς ὑπὲρ ἐκείνου τὴν
ζωὴν θύσειν μέλλων ὁ βιοθανὴς ἐν ὀλίγῳ μέλλων γενέσθαι οὗτος. Νῦν δὲ θανόν‐ τος ἐκείνου τίς κληρονόμος αὐτοῦ; Ὁ υἱός; Ἀλλ’ οὐκ ἔχει χώραν ἐν Θράκῃ·191
15Ἀρκεῖ γὰρ αὐτῷ τὰ τῆς ἑῴας· Καὶ γὰρ οὐ τοῖς πράγμασιν ἐπεμβαίνω τοῖς πα‐ τρικοῖς αὐτοῦ, ἀλλὰ τοῖς τοῦ ἐμοῦ πατρός. Εἰ γὰρ οὔκ εἰμι υἱός, λέγει τις, τοῦ Ἰλτρήμ, ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν φανερὰν ἐπιδείξω. Εἰ δὲ καὶ πολεμεῖν με θέλει, οὐχ ὁ ἐμὸς δοῦλος, ἀλλ’ ὁ ἐμὸς ἀνεψιὸς ἐλθέτω. Καὶ εἰ τίνι νέμει τὸ κράτος ἡ τύχη, καὶ κρατείτω ἐκεῖνος· Θαυμάζω δὲ καὶ ὑμᾶς τοὺς εὐδοκιμήσαντας ἐν ταῖς
20στρατείαις τοῦ ἐμοῦ πατρὸς καὶ ἐπισταμένους τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸν τῦ‐ φον καὶ τὴν ὑπεροψίαν τοῦ τριοβολιμαίου τούτου. Καὶ εἰ εὐτυχήσει ἐν τῇ πα‐ ρούσῃ συμπλοκῇ, τίς ἔσται, ὃς δυνήσεται συνᾶραι λόγον μετ’ αὐτοῦ; Διὸ παρα‐ καλῶ, μὴ γίνεσθε πολεμισταί, ἀλλὰ μᾶλλον συμμαχήσατέ μοι καὶ μετὰ ἐπιεικείας προσέλθετε· καὶ τῶν ὑμετέρων, μάρτυς Θεός, οὐ στερήσω τι, ἀλλὰ μᾶλλον προσ‐
25θήσω καὶ ἔτι πλείονα αὐξήσω.“

24

.

7

Τούτων οὕτως λεχθέντων αἴφνης ὁ τὸ δεξιὸν κέρας ὑπερασπίζων σατρά‐ πης ἀποσπασθείς, ὡς δῆθεν συμπλακῆναι θέλων τῷ Τζιναήτ, σὺν τοῖς σὺν αὐτῷ ἦλθον ἐνώπιον τοῦ Μουσταφᾶ καὶ ἀποβάντες τῶν ἵππων ἅπαντες τὴν δουλικὴν προσκύνησιν ἀπένειμαν αὐτῷ. Μετ’ οὐ πολὺ δὲ καὶ ὁ τὸ ἀριστερὸν κέρας κρα‐
5τῶν κἀκεῖνος ἔπραττε τὰ ὅμοια. Καὶ ἦν ἰδεῖν ξένην ἀλλοίωσιν, τὸν Μουσταφᾶν ὡς ἐν ἀκαρεῖ πτερωθέντα καὶ ὡς ἀετὸν ὑψιπετοῦντα παρόμοιον, τὸν δὲ Παγια‐ ζὴτ ὡς κολοιὸν καταψιλωθέντα καὶ ἔρημον μόνον μετὰ τῶν ἰδίων ἱστάμενον. Τό‐ τε κατὰ νοῦν λαβών, ὡς σπανίως ὑπερισχύει δοῦλος δεσπότου, καὶ ὁρῶν, ὡς ἤδη τὰ τῆς τύχης νήματα ἀντιστρόφως κλώθονται, πραγματεύεται τὴν αὐτοῦ σωτη‐
10ρίαν ἐν τάχει καὶ ἀποβὰς τοῦ ἵππου σὺν τῷ ἀδελφῷ αὐτοῦ Χαμζᾷ, δουλικῶς καὶ αὐτοὶ προσυπήντουν καὶ προσεκύνουν αὐτῷ. Τότε οἱ τοῦ Μουσταφᾶ τὸν πό‐ λεμον λύσαντες καὶ σκηνὰς ἡγεμόνι πρεπούσας πήξαντες, ἀποβιβάσαντες τοῦ ἵππου τὸν Μουσταφᾶν ὡς ἀρχηγὸν αὐτῶν καὶ ἡγεμόνα πάσης γῆς Ῥωμαίων εὐ‐ φήμουν. Τῷ δὲ Παγιαζὴτ κελεύσαντι καθεσθῆναι μακρόθεν φύλακας ἐπέτρεψε
15τοῦ φυλάττειν αὐτόν.

24

.

8

Ἐλθὼν δὲ ὁ Τζιναὴτ καὶ ἰδὼν αὐτὸν ἔτι ζῶντα,—καὶ γὰρ ἦν κρατῶν τὰς ἄκρας τοῦ μὴ διαδρᾶναι τὸν ἀντικείμενον,—καὶ μαθών, ὅτι ἐν ἄρκοις ἦν, λέγει τῷ Μουσταφᾷ· „Ἕως πότε ὁ ἀνόσιος οὗτος τὸν ἥλιον ὁρᾷ, ὁ μηδὲ τοῦ ψηλαφητοῦ σκότους ὢν ἄξιος;“—Ὁ δὲ Μουσταφᾶς· „Ὡς βουλητόν ἐστί σοι,
5ποίει,“ εἰπών, κελεύει, μικρὸν ἑλκύσαντες ἔξω τῆς παρεμβολῆς τὸν ἄθλιον, τὴν κεφαλὴν ἀποτμηθῆναι. Ὃ καὶ γέγονεν, ὁρῶν καὶ αὐτὸς τὴν καρατόμησιν καὶ
λέγων· „Οἶδας, ὦ κάκιστε, θερίζειν ὄρχεις;“—καὶ γὰρ ἔτυχε κοπῆναι τοὺς ὄρχεις τοῦ Αὐδουλᾶ, γαμβροῦ τοῦ Τζινεήτ, προλαβὼν τοῦ Παγιαζὴτ τοῦτο κε‐ λεύσαντος.193

24

.

9

Τότε ἤγαγον καὶ τὸν Χαμζᾶν, τὸν ἀδελφὸν αὐτοῦ, θέλοντες κἀκεῖνον καρατομῆσαι. Ὁ δὲ Τζιναὴτ ἐλεήσας αὐτὸν νέον ὄντα· „Ἄφετε αὐτόν,“ εἶπεν, „οὐ γάρ ἐστιν ὡς ἐκεῖνον τὸν βιοθανῆ καὶ ἀπάνθρωπον οὗτος· οὐδ’ ἐκ τῶν χει‐ ρῶν τούτου ἐξέρχεταί τι τοῦ πρᾶξαι κακόν. Ἔστω οὖν ἐμὸς ἀπελεύθερος.“—
5Οὐκ ᾔδειν ὁ δύστηνος Τζιναήτ, ὅτι τὸν θανατηφόρον αὐτοῦ ζωπυρεῖ καί, ὃν ἐλεεῖ αὐτός, ἀνηλεῶς μέλλει τὴν ζωὴν αὐτοῦ ὡς ἐν ὀλίγῳ λαβεῖν.

24

.

10

Τότε ὁ νέος ἀρχηγὸς Μουσταφᾶς μετὰ παῤῥησίας καὶ θάρσους ἐπὶ τὴν Ἀδριανούπολιν εἴσεισι σὺν παντὶ τῷ στρατῷ καὶ μετὰ χαρᾶς καὶ παῤῥησίας πολλῆς ἐξῆλθον οἱ πολῖται εἰς ἀπάντησιν αὐτοῦ εὐφημοῦντες ἱλαρᾷ τῇ φωνῇ.

24

.

11

Οἱ δὲ τῆς Καλλιουπόλεως μαθόντες τὸ γεγονὸς καὶ ἀπελπισάντες οἱ τοῦ φρουρίου μεθ’ ὅρκων καὶ συνθηκῶν παρέδωκαν τὸ φρούριον. Ὁ δὲ Λεοντά‐ ριος ἐλπίζων κατὰ τὰς συνθήκας τὰς ἐνωμότους, μετὰ τὸ ἐξελθεῖν ἐκ τοῦ φρου‐ ρίου τοὺς φύλακας καὶ πᾶσαν τὴν παρασκευήν, ἣν εἶχον ἔνδον, κατὰ τὰς πίστεις
5ἃς ἐγένοντο μετ’ αὐτῶν, αὐτὸς ἐκ τῶν τριήρεων ἐξαγωγὼν θώρακας, περικεφα‐ λαίας, δόρυ, τζάγρας καὶ πᾶν εἶδος ἀρμάτων ἤρξατο εἰσάγειν ἐν τῷ φρουρίῳ. Φθάσας οὖν ὁ Τζιναὴτ καὶ ἰδὼν τὰ γενόμενα, ὁρῶν δὲ καὶ τὸν δῆμον τῶν Τούρ‐ κων θορυβούμενον καὶ ταραχώδη ἐπὶ τῇ ἀνελπίστῳ καὶ ἀποσδοκήτῳ μεταβολῇ ἤρξατο σκώπτειν καὶ σκληρολογεῖν τὸν Δημήτριον, λέγων· „Ὡς ἐμοὶ δοκεῖ, ὦ
10στρατηγὲ Δημήτριε, τὸν ἀγῶνα, ὃν ἠγωνισάμεθα, καὶ τοὺς κινδύνους, οὓς ὑπέ‐ στημεν, ἕνεκα τοῦ γένους τοῦ σοῦ καὶ τῆς τῶν Ῥωμαίων βασιλείας ὑπολαμβάνεις γεγονέναι. Ἀλλ’ οὐχ οὕτως ἐστί. Τὸ γενόμενον εἰς ἡμᾶς, ἐγκλείστους ὄντας ἀπο‐ λυθῆναι καὶ δούλους ὄντας δεσπότας γενέσθαι, οὐχ ὑμᾶς τοὺς Ῥωμαίους τῆς δωρεᾶς ταύτης αἰτίαν κρίνωμεν, ἀλλὰ τῷ ἐπουρανίῳ Θεῷ. Ὑμᾶς δὲ τοὺς συμπα‐
15σχήσαντας καὶ κοπιάσαντας ἐν τῇ μεταθέσει ταύτῃ, Θεοῦ κελεύσει κεκοπιάκατε, ὀρθῶς ὑπολαμβάνωμεν. Ἕνεκα οὖν τῶν κόπων καὶ τῶν ἀμφοτέρων τῶν καμάτων τῷ μόνῳ Θεῷ προσφέρωμεν εὐχαριστίας, ὑμᾶς δὲ διὰ δώρων ἱκανῶν καὶ φιλίας
καὶ ταύτης προσκαίρου παραπέμψαι, τὸ δὲ πόλεις καὶ φρούρια λαβεῖν παρ’ ἡμῖν, ἀρκεῖ σοι σῶον πεμφθῆναι ἐν Κωνσταντίνου, ἀναμιμνήσκοντες τῶν Λημνίων κα‐195
20κῶν καὶ τῶν ἐν τῇ μονῇ τῆς Παμμακαρίστου τῶν καλογήρων ὀνειδισμῶν. Ἔχεις μισθοῦ χάριν σώαν τὴν κεφαλήν, τὸ τοῦ λύκου φθέγξομαι. Αἶρε κώπας· ἔχεις τὸν Εὖρον πνέοντα γλυκερὸν ἀέριον. Φθάνε τὴν Κωνσταντίνου· ἄσπασαι τοὺς βασιλεῖς ἀφ’ ἡμῶν. Λέγε πῶς Θεὸς τὴν αὐθεντίαν ἡμῖν ἐδωρήσατο. Ἔστω μεθ’ ἡμῶν ἐν εἰρήνῃ διάγων καὶ ἡμεῖς μετ’ αὐτοῦ. Ἀπέστω ζήτησις Καλλιουπό‐
25λεως.“—Ταῦτα τὸν στρατηγὸν τὰ ῥήματα οὐκ ὀλίγον ἐτάραξαν καὶ θυμωθείς· „Οὐκ οἶδας,“ ἔφη, „τὸν ἐμὸν βασιλέα ποίας συνέσεως καὶ γνώσεως καὶ ποίας ἄλλης μεγαλογνωμοσύνης ἐστίν. Ἀποπέμπων με κενὸν τοιούτοις ῥήμασι φαύλοις ἀποπτύων τὰ ἐκ τοῦ στόματος, ὦ Τζιναήτ, ἴσθι, ὅτι ὡς ἐν ὀλίγῳ ὡς ὁρῶ, πάλιν ἕξει σε ἡ Κωνσταντίνου καὶ τότε μάθῃ, ἃ εἴρηκα. Πλὴν οὐ σόν ἐστι τὸ διδό‐
30ναι με λόγον καὶ ἀποπέμπειν, ἀλλὰ τοῦ ἀρχηγοῦ Μουσταφᾶ, ὃν ὁ Θεὸς καὶ ἡ τύχη Ῥωμαίων ὕψωσε. Σὺ δὲ εἷς τῶν πολλῶν τυγχάνων παῦσε τοῦ λέγειν, ὅτι οὐκ ἔχεις τὸν ἀκούοντα.“—Ἐγερθεὶς οὖν εἰσῆλθεν εἰς τὰ τριήρεις πλήρης ὢν χόλου καὶ πικρίας, μὴ ἔχων τὶ ποιῆσαι, κατὰ νοῦν φέρων τὴν τῶν ὅρκων ἀθέ‐ τησιν καὶ τὰς ὑποσχέσεις τὰς παρ’ αὐτῶν γενομένας. Ὅμως ἵστατο ἐκδεχόμενος
35παρὰ τοῦ Μουσταφᾶ τὴν ἀπόκρισιν, εἰ μέλλει κατὰ τὰς συνθήκας λαβεῖν τὸ φρού‐ ριον ἢ οὔ, καὶ τότε ἐπαναζεῦξαι.

24

.

12

Ὁ δὲ Μουσταφᾶς ἐλθὼν καὶ λόγους συνάραντες ἱκανοὺς ἄμφω, τῷ Δημητρίῳ ἔφη· „Ἐγὼ μέν, ὦ φίλε καὶ τοῦ ἐμοῦ ὑπερασπιστοῦ περιπόθητε, οἶδα ἀκριβῶς τὰς ὑποσχέσεις, ἃς ὑπεσχέθην ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ προφήτου αὐ‐ τοῦ καὶ ὅτι ἐν μέσῳ τούτων ἦν καὶ τὸ τῆς Καλλιουπόλεως φρούριον. Ἕνεκα οὖν
5τῶν ἄλλων ἁπάντων ἔχω λόγον ἀποδοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, εἰ μὴ κατὰ τὸ συμφωνηθὲν οὐκ ἀποβήσεται· περὶ δὲ τοῦ φρουρίου κρεῖσσον παραβαίνειν ὅρκον ἢ προσκρούειν Θεῷ, εὐσεβεῖς ἐν χερσὶν ἀσεβῶν ἀποτιθέναι καὶ ποιεῖν δοῦ‐ λον τὸ ἐλεύθερον καὶ τὸ Θεῷ ἀφιερωμένον ἔθνος εἰς χεῖρας ἀπίστων καὶ τὸν ἕνα Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς μὴ εἰδότων. Εἰ δὲ καὶ εἰς τοσαύτην ἀσέβειαν κα‐
10τακρημνισθῶ, ὃ μὴ γένοιτο, Κύριε, τὸ τῶν Μουσουλμάνων γένος οὐτ’ ἐμοὶ τὴν ἀρχηγίαν παραχωρήσει οὔτε σοὶ τοῦ χωρίου τούτου χαρίσει τὴν εἰσόδον. Ἄπιθι
τοιγαροῦν κἀγώ, εἰς ὅσον εὐπορῶ, τόσον καὶ τὴν ἀνταμοιβὴν παρεκτείνω. Ὅσα δὲ οὐ παρὰ τὴν ἐμὴν κτῆσίν εἰσιν, ἀλλὰ τῷ δημοσίῳ κεκλήρωται καὶ τῷ ἐμῷ προ‐ φήτῃ, οὐ θέλω παρασαλεῦσαί τι τῶν μουσουλμανικῶν ἐθῶν καὶ τῶν προσταγμά‐197
15των τοῦ προφήτου, Μουσουλμάνος τυγχάνων. Καὶ γὰρ ἐπιμόνως ἐργάσομαι τοῦ προσθεῖναι καὶ ἐπαυξῆσαι πόλεις καὶ χώρας καβουρίδων ποιῆσαι τῶν Μουσουλ‐ μάνων εἶναι. Τὸ δὲ πόλιν καὶ ταῦτα Καλλιούπολιν, ἥτις ἐστὶ λαιμὸς τῶν Μου‐ σουλμάνων καταφορῶν ἅπαν γένος τῶν χριστιανῶν καὶ πνιγμονὴ τῶν χριστια‐ νῶν καταπνίγων καὶ ὀλεθρεύων αὐτούς, πώποτε οὔτε κατὰ νοῦν ἐπεισπεσεῖται
20τὸ τοιοῦτον παραλόγισμα οὔτε εἰς τέλος ἐξάγω.“—Ταῦτα ἐνωτισθεὶς ὁ Λεον‐ τάριος καὶ ὥσπερ λέων τῆς θήρας ἀστοχήσας, κάτω τὴν κεφαλὴν φέρων καὶ τῇ οὐρᾷ τὴν γῆν ἐπιῤῥιπίζων, ὑποχαλὼν αὐτήν, οὕτω καὶ οὗτος ὑπὸ τῆς λύπης ὡς ἐν ἐκστάσει φρενίτιδι γενόμενος, κάτω τὴν κεφαλὴν ἔχων, ἕως οὗ καταλήξας τὸν παράλογον λόγον ἔστη, ἄρας τὸ ὄμμα πρὸς αὐτὸν ἔφη· „Ἡμεῖς μὲν, ὦ κύριε καὶ
25ἀρχηγὲ τῶν Μουσουλμάνων, οἴδαμεν ἀκριβῶς τὴν πρὸς ἡμᾶς ἐκ πολλῶν χρόνων διάθεσιν· καὶ γὰρ ἤδη ἐπέκεινα τὰ ἔτη τυγχάνει τὸν ἀριθμὸν τῶν ἑκατὸν πεντή‐ κοντα, ἀφ’ οὗ ὁ σὸς πρόπαππος Ὀτμὰν τὰ τῆς Βιθυνίας καὶ Παφλαγονίας καὶ Φρυγίας μέρη ἁρπάσας ἐκ τῶν χειρῶν τῶν ἡμετέρων γονέων κατέσχε. Ὁ δὲ ἔγγονος αὐτοῦ Ὀρχὰν γενόμενος κύριος καὶ κληρονόμος τῶν αὐτῶν θεμάτων
30οὐ διέμεινέ ποτε ταῖς συνθήκαις καὶ ὅρκοις, παραβαίνων καὶ μεταπηδῶν ὅρια, ἃ ἠσφαλίσαντο Θεὸς καὶ ἀλήθεια, ἄγων ἔτος ἔκτοτε ἐγγύς που ἑκατοστόν, ἀφ’ οὗ τὰ τῆς δύσεως ἤρξατο φθείρειν. Εἶτα ὁ ἔγγονος αὐτοῦ, ὁ σὸς πατὴρ Ἰλτρήμ, γενόμενος κύριος τῶν πραγμάτων καὶ θεμάτων κατὰ διαδοχήν, καὶ αὐτὸς παραβαί‐ νων τοὺς ὅρκους, ἐπὶ τῷ τέλει τὴν ἀρχὴν αὐτοῦ πᾶσαν καὶ αὐτὸν ὁ Θεὸς ἐν χερσὶ
35Περσῶν παρέδωκεν. Νῦν δ’ ἐκείνου παρελθόντος ἐγγύς που τὰ τριάκοντα ἔτη τε‐ λούμενα ἕως σήμερον, οἱ ὑμέτεροι ἀδελφοὶ Μουσουλμάν, Μωσῆς παραβάντες τοὺς ὅρκους, κακῶς καὶ τῆς ἀρχῆς καὶ τῆς ζωῆς ἐξέπεσον. Μόνον ὁ ἤδη νεωστὶ παρελ‐ θὼν Μεχεμὲτ ἀρχηγός, ὁ σὸς ἀδελφός, αὐτὸς τοὺς ὅρκους ἐτήρησεν καὶ αὐτὸς τὸ τέλος εἰρηνικὸν καὶ τὴν τρυφὴν τῆς ἡγεμονίας εὐδαιμόνως ἀπέλαβεν. Σὺ δὲ
40ταῦτα ποιῶν, οὐκ εἰς μακρὰν γελάσει ἡ τύχη συναίρουσα καὶ βοηθοῦσά σοι. Ἀδί‐ κους γὰρ ὁ Θεὸς πρὸ καιροῦ παραπέμπει εἰς Ἅιδην καὶ τοὺς ἀθετοῦντας αὐτὸν εἰς τέλος ἀφανίζει. Ὅτε γὰρ φεύγων εἰσῆλθες ἐν Θεσσαλονίκῃ, εἰ ὁ βασιλεὺς τῶν Ῥωμαίων παρεδίδου σε τῷ Μεχεμὲτ καὶ ἀγχόνη τὴν ζωήν σου ἐλάμβανε,
εἶχον ἂν πολλοὶ αἰτιᾶσθαι, κατακρίνειν Ῥωμαίους ὡς προδότας καὶ τῶν εἰς αὐ‐199
45τοὺς προσφυγόντων δεινοὺς φονέας καὶ τὰ ἐναντία τοῦ δικαίου πράττοντας. Ἄρα δέ σε ἀρχηγὸν ἀναδείξαντες μετὰ Θεὸν οἱ Ῥωμαῖοι, γράφεις μὲν Θεῷ τὸ πᾶν καὶ τοῦτο καλῶς εἴρηκας, οὐδὲ ἐγὼ ἀντιλέγω· τοὺς δὲ συγκοπιάσαντας ὡς ἐχθροὺς λογίζῃ καὶ ἀντιστρέφεις τὸ πρόσωπον; Ὑγίαινε οὖν εὐφραινόμενος· ἡμεῖς δὲ πρὸς τοὺς ἰδίους οἴκους ἀπελθόντες καὶ τῷ βασιλεῖ ἀναγγείλαντες τὰ τῆς ἀπάτης,

24

.

12

(50)

τὸ πᾶν Θεῷ ἀναθέμενοι, προσκαρτερήσωμεν, ἐκδεχόμενοι τὴν αὐτοῦ δικαίαν ἀπό‐ φασιν.“—Ταῦτα εἰπὼν καὶ ἐξελθὼν τοῦ λιμένος καὶ τὰ ἱστία πτερώσας τὴν πρὸς Κωνσταντινούπολιν πορείαν ἔπλευσεν.

25

.

1

Μαθὼν δὲ ταῦτα ὁ βασιλεὺς Μανουὴλ καὶ λύπῃ πολλῇ συσχεθεὶς καὶ θυμοῦ πλήρης γενόμενος, μὴ ἔχων ὅ τι ποιῆσαι, ἐβουλεύσατο κατὰ νοῦν τὴν ἑτέραν βαδίσαι καὶ στεῖλαι πρέσβεις τῷ Μουράτ· καὶ εἰ βούλεται πληρῶσαι τὴν πατρικὴν θέλησιν καὶ δοῦναι τὰ δύο βρέφη ὡς ὁμήρους, ἐπεὶ ἐκποδὼν ἐγεγόνει
5ὁ Παγιαζήτ, πάλιν Θεοῦ ἀρωγοῦντος ἀποκαταστήσει τοῦτον εἰς τὴν πατρῴαν ἡγεμονίαν.

25

.

2

Ὁ δὲ Μουσταφᾶς, καὶ γὰρ εἰς αὐτὸν ἐπαναδραμέτω ὁ λόγος, ὀχυρώσας τὸ φρούριον καὶ συντάξας καλῶς καὶ νουθετήσας τὸν δῆμον καὶ καταστήσας δρουγγαρίους καὶ κόμητας οἰκείους τοῦ μεγάλου στόλου καὶ τὸν πύργον τὸν ἐν τῷ λιμένι καλῶς ὡς ἐχρῆν, ἀσφαλίσας καὶ ὅρκοις διδοὺς αὐτοῖς καὶ δωρεαῖς ἀμεί‐
5ψας, ἐν τῇ Ἀδριανοῦ τὴν πορείαν ἐποιεῖτο. Καὶ δὴ εἰσελθὼν ἐν τοῖς δόμοις τοῦ ἀποιχομένου Μεχέμετ, τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ εὑρὼν θησαυροὺς ἀναριθμήτους καὶ ἑτέραν ἄλλην παρασκευὴν ὑπέρμετρον, ἐνδύματα καὶ λίθους καὶ μαργά‐ ρους πολυτελεῖς, γυναῖκας ὡραίας καὶ νέους παιδίσκους εὐπροσώπους καὶ κάλλει διαφερόντως καὶ πᾶσαν ἄλλην ὕλην βλακείας, ἐκάθητο κατασπαταλῶν, καθ’ ἡμέ‐
10ραν μεθύων καὶ ἀσελγαίνων.

25

.

3

Ὁ δὲ Μουρὰτ ἔτι νέος ὢν καὶ οὔπω τὸ κον ἔτος ἐλάσας ἐκάθητο ἐν Προύσῃ τῆς Βιθυνίας καὶ αὐτὸς τὰ ὅμοια πράττων, πλὴν οὐ τόσον, καὶ γὰρ ὑπὸ τῆς φροντίδος ἐδάκνετο. Καὶ οὐκ ἔα τοῦτον ὁ λογισμὸς ἀχαλίνωτον, ἀλλ’ ἐσκέπ‐ τετο, πῶς καὶ ποίῳ τρόπῳ ἀνακαλέσηται πρὸς αὐτὸν τὴν ἡγεμονίαν τὴν πα‐
5τρικήν, ἣν ὁ πατὴρ ἐκτήσατο διὰ πολλῶν κόπων, αὐτὸς δὲ ἄνευ ἐπηρείας τινὸς ἔφθασεν ἀπολέσας. Εἶχε γὰρ μετ’ αὐτοῦ καὶ τῶν μεγιστάνων τοὺς προὔχοντας πλὴν τοῦ Παγιαζήτ, καὶ γὰρ πρὸ ὀλίγου κακῶς ἀπεβίω, ὡς ὁ λόγος ἐδήλωσεν. Μαθόντες γὰρ ὡς τὸ φρούριον τῆς Καλλιουπόλεως παρεδόθη καὶ ὁ Λεοντάριος κενὸς ἀπεπέμφθη καὶ ὁ Μουσταφᾶς ἔτι ἀκολάστως κατασπαταλᾷ μὴ ἔχων φρον‐
10τίδα, πῶς δεῖ φυλάξαι τὴν ἡγεμονίαν ἀσινῆ, βουλὴν βουλεύεται, τὴν ἣν καὶ ὁ βα‐ σιλεὺς ἐβουλεύσατο· καὶ πρέσβεις προφθάσας οὗτος πέμπει πρὸς βασιλέα, Ἰπραήμ τινα, ἀδελφὸν ὑπάρχοντα τοῦ Ἀλί, ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, ἄνδρα συνετὸν καὶ εὐθῆ καὶ πρὸς τὰς τῶν Τούρκων ἀναιδεῖς βλακείας καὶ ἀσελγείας ἀσυνήθη. Ὃς καὶ τὰ δευτερεῖα τοῦ Παγιαζὴτ φέρων τὰ πρωτεῖα, ἐκείνου παρελθόντος,201
15ἔλαβε καὶ τῶν μεγιστάνων πρῶτος ἦν καὶ μεσάζων τῆς ἡγεμονίας τοῦ Μουράτ. Ἐλθὼν οὖν ἐν Κωνσταντινουπόλει καὶ περὶ μὲν τῶν ὧν ἔπραξεν ὁ βασι‐ λεὺς οὐκ ἐγένετο μνήμη, ἀλλ’ ἐν τῷ νοὶ διατρέφοντες θυμὸν ἀχαλίνωτον, ἕως ἂν ὁ χρόνος εἰς εὐδαιμονίαν ἄξει τὰ περὶ αὐτῶν, ταῦτα ἐκρύπτοντο. Ἱλαρῷ δὲ βλέμ‐ ματι καὶ ὑπούλῳ γνώμῃ τὸν ἔνδον λύκον ὡς πρόβατον ἔξω ἐδείκνυε. Καὶ δὴ λό‐
20γους συνάρας πράους τε καὶ λίαν ταπεινοὺς βοήθειαν ἐξεκάλει, ὡς ἐξ αἰτίας γε‐ γονότα, ὅσα δὴ καὶ γεγόνασιν, λέγων τοῦ Παγιαζήτ, ἀθώους αὐτοὺς ἀποδεικνύων, ὡσαύτως τε καὶ Ῥωμαίους, λέγων· „Εἰ θελήσει τὸ σὸν κράτος, ὡς ἐν ὀλίγῳ ἀπο‐ καταστήσεις πάλιν εἰς τὴν πατρικὴν ἡγεμονίαν τὸν ἐμὸν δεσπότην Μουράτ, καθὼς καὶ ἐν τῷ πατρὶ αὐτοῦ εἰργάσω, λαμπρότατε βασιλεῦ, ἔχεις γὰρ ὑπὸ τὴν
25χεῖρα τὸ πηδάλιον καὶ ὅπου ἂν βούλῃ ἐκεῖ καὶ τὴν ναῦν μεταστρέφεις, καλῶς ἰθύνων τοὺς οἴακας. Ὡς γὰρ εἰργάσω ἐν τῷ πατρὶ αὐτοῦ, ἀντιστάντος τῷ σῷ κράτει Μωσῆ, οὕτω καὶ νῦν συμπάσχησον καὶ μὴ ἐάσῃς τὴν ἡγεμονίαν κατέχειν ὁ μηδεμιᾶς καλύβης ἄξιος. „Καὶ γάρ“—ὁ πολλάκις προλεχθείς,— „Μεχεμὲτ ἔτι ἡγεμονεύων ἐν τῇ ἀνατολῇ, τοῦ Μωσῆ τότε τὴν ἡγεμονίαν τῆς Θρᾴκης ἔχον‐
30τος καὶ τὸν ἀδελφὸν Μουσουλμὰν κτείναντος, ἐναντίος ἐφάνη Ῥωμαίοις καὶ τῆς Πόλεως ἐχθρὸς ἄσπονδος,“—ὡς προλέλεκται·—„τότε ὁ βασιλεὺς μετακαλεσά‐ μενος ἀπὸ τῆς Προύσης τὸν Μεχεμὲτ καὶ πίστεις δούς, εἰσάξας αὐτὸν ἐντὸς τῆς Κωνσταντίνου σὺν τοῖς στρατεύμασι περαιωθέντα, καὶ ἐξελθὼν καὶ μίαν καὶ δὶς καὶ πολλάκις καὶ συμμίξας τῷ Μωσῇ καὶ ἡττηθεὶς καὶ εἰσελθὼν πάλιν ἐν Κων‐
35σταντινουπόλει καὶ πάλιν ἐξελθών, ἕως οὗ εἰς τέλος τὸν Μωσῆν ἠφάνισεν καὶ τέλος ἐθανάτωσεν, τὴν ἡγεμονίαν λαβών, οὕτω καὶ νῦν,“ φησιν, „ὦ βασιλεῦ, ἔργασον καὶ εἰς τὸν Μουράτ, τάττων καὶ ὑπερμεγέθη δωρήματα καὶ πολλοῦ λό‐ γου ἄξια πλὴν τῆς Καλλιουπόλεως καὶ τῶν δύο παίδων τὴν ἐγχείρισιν.“—Ὁ δὲ βασιλεὺς οὐκ ἐνεδίδου, ἀλλ’ εἰς βέβαιον καὶ ἀμετάθετον ἐτήρει τὴν αὐτοῦ
40γνώμην καὶ εἰς τέλος ἐξεῖναι τὰ βουλευόμενα. Ἐν τούτοις ὄντες καὶ ὁ Ἰπραὴμ ἡμέρας ἱκανὰς ἐνδιατρίβων τοῦ λαβεῖν τέλος τῶν ὧν ἐζήτει, συμφωνιῶν, ἕτερος
εἰσπηδήσας ὡς ἐπὶ παλαίστρας, τὸ ζητουμένου παρὰ τοῦ βασιλέως μετὰ πολλῆς παρακλήσεως γενέσθαι καὶ φιλοτιμίας καὶ χάριτος, αὐτὸς ὡς δῶρόν τι μέγα τὴν ὑπηρεσίαν ταύτην ἐγχειρισθῆναι αὐτῷ παρεκάλει.203
45 Καὶ δὴ ἐξ ἀρχῆς, ποίῳ τρόπῳ διέβη τὸν πορθμὸν ὁ Μουρὰτ καὶ μετὰ πό‐ σης παρασκευῆς καὶ τίς ὁ περάτης καὶ ποῦ τὴν θάλασσαν ἐπέρασε καὶ τίνες οἱ ναύαρχοι, λέξων ἔρχομαι.

25

.

4

Ἐν τῇ Φωκίδι τῇ κατὰ τὴν Ἰωνίαν πλησίον ὄρος ἦν, ἐν ᾧ μέταλλον στυπτηρίας ὑπάρχει· καὶ ὁ λίθος ἅπας τῆς ἀκρωρείας πυρὶ προσομιλήσας, εἶτα ὕδατι ὡς ψάμμος γίνεται. Τὴν δὲ ἀπὸ τοῦ λίθου γενομένην ψάμμον εἰς λέβητα βάλλοντες σὺν ὕδατι καὶ καχλάζοντος οὐ τόσον, ἡ βληθεῖσα ψάμμος διαλύεται
5καὶ τὸ μὲν παχὺ καὶ οὐσιῶδες αὐτῆς ἐν τῷ ζωμῷ μένον ὡς γάλα τυρῶδες, τὸ ξηρὸν καὶ γεῶδες αὐτῆς ἔξω ῥίπτουσιν ὡς ἄχρηστον· τὸν δὲ ζωμὸν εἰς σκά‐ φας κενώσαντες ἄχρις ἡμερῶν τεσσάρων παραδρομὴν εὑρίσκεται ἐν τοῖς ἄκροις τῶν ὑποδόχων ἀγγείων πεπαγωμένος ὁ ζωμὸς καὶ ὑπεραυγίζων ὅμοιος κρυστάλ‐ λῳ· ἐν δὲ τῷ πυθμένι τοῦ ἀγγείου καὶ αὐτὸ πλῆρες ψηγμάτων κρυσταλλοειδῶν.
10Ἐξαντλοῦντες οὖν τὸν ζωμὸν τὸν περιττεύοντα μετὰ τὰς τέσσαρας ἡμέρας εἰσ‐ βάλλουσιν ἐν τῷ λέβητι, προσχέαντες καὶ ἕτερον ὕδωρ καὶ πάλιν ψάμμον ἐμβάλ‐ λοντες βράζουσιν καὶ ἐν ταῖς σκάφαις ἐκχέουσιν, ὡς προδεδήλωται. Τὴν δὲ στυ‐ πτηρίαν ἐκβαλόντες ἐν ταῖς ἀποθήκαις ταμιεύουσιν. Ἔστι δὲ ἀναγκαῖον χρῆμα τοῖς δευσοποιοῖς· ἅπασαι γὰρ αἱ νῆαι αἱ ἀπὸ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μέρη
15πλέουσαι ἀναγκαῖον ἡγοῦνται τὸν φόρτον εἶναι τῆς νηὸς τὴν ἐν τῷ πυθμένι στυ‐ πτηρίαν· καὶ γὰρ Φράγγοι, Γερμανοί, Ἰγγλῆνοι, Ἰταλοί, Ἱσπανοί, Ἄραβες, Αἰγύπτιοι, Σύροι ἀπὸ τοῦ ὄρους ἐκείνου τὴν στυπτηρίαν πορίζονται ἔνεκα τῶν δευσοποιῶν τεχνῶν.

25

.

5

Ἐν ταῖς ἡμέραις δὲ τοῦ βασιλέως Μιχαὴλ τοῦ Παπαιολόγου, τοῦ πρώ‐ τως βασιλεύσαντος ἐν Παλαιολόγοις, ἦλθόν τινες Ἰταλοὶ αἰτοῦντες τὸ ὄρος δο‐ θῆναι αὐτοῖς καὶ λαμβάνειν κατ’ ἔτος τὸ συμφωνηθέν. Τότε καὶ οἱ Τοῦρκοι ἐνε‐
δρεύοντες ἦσαν λῃστρικῶς τὰ πέριξ μέρη Λυδίας τε καὶ Ἀσίας καὶ κατέτρεχον205
5ἕως Σάρδεων καὶ αὐτῆς Μαγνησίας. Ὡς οὖν ᾔσθοντο οἱ Ἰταλοί, τὴν τῶν Τούρ‐ κων ἔφοδον φοβηθέντες, ἤρξαντο οἰκοδομεῖν φρούριόν τι σμικρότατον ὅσον εἰς φυλακὴν αὐτῶν καὶ τῶν εὑρισκομένων ἐργατῶν πεντήκοντα ἢ καὶ πλείω. Ἐνω‐ τισθέντες δὲ οἱ τὰ πέριξ οἰκοῦντες Ῥωμαῖοι ἔν τε τῷ κάμπῳ τοῦ Μαινομένου καὶ τῆς Μαγνησίας καὶ Νυμφαίου, ἐλθόντες εὗρον αὐτοὺς ἄρξαντας τοῦ ἔργου·
10καὶ δὴ ὡς ἐκ συνθήματος κοινολογησάμενοι σὺν τοῖς Λατίνοις ὑπέσχοντο τοῦ συμβοηθῆσαι καὶ συμπασχῆσαι καὶ συμπρᾶξαι ἐπὶ τῇ ἀνεγέρσει τοῦ φρουρίου καὶ οὐ φρούριον, ἀλλὰ καὶ εἰς μεγάλην πόλιν ἀποκαταστῆσαι τὸ οἰκοδομούμενον, εἰ μόνον χρείας κατεπειγούσης καὶ αὐτοὶ ὡς κτήτορες τοῦ τοιούτου χωρίου ἔσον‐ ται ἐντὸς φυλαττόμενοι. Ἀρεσάντων γοῦν ἄμφω τῶν μερῶν τὸ τοιοῦτον συμφώ‐
15νημα, ἤρξαντο ἅμα Ῥωμαῖοί τε καὶ Λατῖνοι καὶ ᾠκοδόμησαν τὴν ἄχρι τοῦ νῦν παρὰ Θεοῦ φρουρουμένην Νέαν Φώκαιαν ἐν τῇ τοῦ αὐτοῦ ὄρους ὑποβάσει πλη‐ σίον τῆς θαλάσσης, ἔχουσαν τὰ πρὸς τὴν ἀνατολὴν μέρη τὸ ὄρος κείμενον, πρὸς δὲ τὴν ἑσπέραν τὴν νῆσον Λέσβον, πρὸς ἄρκτον δὲ τὸν τῆς Ἐλαίας κόλπον· πρὸς δὲ μεσημβρίαν ὁ κατ’ Ἰωνίαν κόλπος. Ἦσαν δὲ οἱ ῥηθέντες τῆς πόλεως αὐτῆς
20κτήτορες ἐκ τῶν Κατανέων Γενουῗται Ἀνδρέας καὶ Ἰάκωβος· καὶ τὴν ἐπωνυμίαν ἐκ τῆς παλαιτέρας Φωκίδος ἐκτήσατο, ταύτην Νέαν Φώκαιαν καλέσαντες, ἐν ᾗ καὶ ἐγὼ τὴν οἴκησιν κέκτημαι.

25

.

6

Μεταπεσόντων οὖν τῶν πραγμάτων ἀπὸ Ῥωμαίους ἐν χερσὶ τῶν Τούρ‐ κων, μετ’ οὐ πολὺ οἱ εὑρισκόμενοι ἐν τῇ πόλει μὴ φέροντες τὰς καθεκάστην συμπλοκὰς τῶν Τούρκων καὶ τὰς τῶν χριστιανῶν σφαγάς, καὶ γὰρ ἦσαν ἄχρι καὶ τῶν πυλῶν τῆς πόλεως ἐγκρατεῖς γεγονότες οἱ Τοῦρκοι, ἄμφω Λατῖνοί τε
5καὶ Ῥωμαῖοι συνθήκας ἐνόρκους ποιήσαντες μετὰ τοῦ ἀρχηγοῦ Λυδίας Σαχρὰν καὶ ὑποφόρους στέρξαντες εἶναι, ἔστησαν κατ’ ἔτος δοῦναι τῷ Σαχρὰν ἀργυρίων λεπτῶν ἀριθμὸν χιλιάδων δεκαπέντε, εἰς ποσότητα ἰσουμένην νομισμάτων φʹ, καὶ ἀνὰ ἔτος ὁ τυχὼν ἡγεμὼν τῆς πόλεως ἐξέρχεσθαι καὶ ἀσπασμὸν ποιεῖν τῷ ῥη‐ θέντι ἀρχηγῷ σὺν δώροις ἀργυρίων χιλιάσι δέκα καὶ οὕτω ἐν εἰρήνῃ διάγειν,
10ὁμοῦ Τοῦρκοί τε καὶ Ῥωμαῖοι, μὴ ἔχοντες τὸν τυχόντα πειρασμὸν παρά τινος, ἀλλ’ ἐξέρχεσθαι ἀκωλύτως καὶ ἐμπορεύεσθαι, ὁμοίως καὶ οἱ Τοῦρκοι εἰσέρχεσθαι ἀφόβως ἐν τῇ πόλει καὶ τῶν ἀναγκαίων ἀφθόνως ἀπολαμβάνειν, ὡς φίλοι συν‐ διάγοντες. Κρατεῖ οὖν ἡ τοιαύτη συμφωνία ἕως σήμερον, ἐγγύς που ἔκτοτε μέ‐
χρι νῦν ρπʹ ἔτη τυγχάνοντα.207

25

.

7

Ἡ δὲ ἡγεμονία τῆς αὐτῆς πόλεώς ἐστιν οὕτως· Ἑπεὶ ἡ Γενοῦα δημο‐ κρατικῶς ἄρχεται καὶ οὐδεὶς δύναται τυραννικῶς ἄρχειν ἐν αὐτῇ, σύνηθές ἐστι κατ’ ἔτος ἢ καὶ πλείονα καιρὸν στέλλειν ὀφφικιαλίους εἰς τὰ τῆς ἑῴας μέρη ἐν ταῖς ὑπὸ τὴν Γενοῦαν πόλεσι, οἷον ἐν τῇ νήσῳ Χίῳ, ἐν ταύτῃ τῇ Φωκαίᾳ, ἐν
5τῷ Γαλατᾷ, ἐν τῇ Ἀμισῷ, ἐν τῇ Ἀμάστριδι, ἐν Καφᾷ. Καὶ τοῦ καιροῦ παρελ‐ θόντος τοῦ ὡρισμένου ἕτερον αὖθις στέλλουσιν καὶ ὁ παλαιὸς ἔξεισι παραχωρῶν τὴν καθέδραν τῷ νέῳ· ὃν καὶ ποδεστὰν κατὰ τὴν αὐτῶν γλῶτταν καλοῦσιν, ἐξου‐ σιαστὴν εἴποι τις κατὰ Ῥωμαίους.

25

.

8

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις, ἔτι ζῶντος τοῦ Μεχεμέτ, ἦλθεν ἀπὸ Γε‐ νούας ποδεστὰς εἷς ὢν τῶν ἐνδοξοτάτων τῆς Γενούας, Ἰωάννης Ἀδοῦρνος ὀνό‐ ματι, νέον ἄγων τὸ ἔτος καὶ παλαιὸν φρόνημα, Σὺρ Γεωργίου Ἀδούρνου υἱός, ὃς καὶ δοὺξ Γενούας ἐχρημάτισεν· ἐν δέκα δὲ ἔτεσιν τὴν ποδεστατίαν ἐγχειρι‐
5σθεὶς ἐπανῆκεν ἐκ Γενούας εἰς Φώκαιαν. Καὶ δὴ κατὰ τὸ παλαιὸν ἔθος ἐξελθὼν καὶ μετὰ τοῦ ἀμηρᾶ Μεχεμὲτ ἐντυχὼν καὶ τελέσας τὴν συνήθη προσκύνησιν, τέ‐ λος καὶ τὸ τῆς στυπτηρίας μέταλλον λαβών, ὡς κατ’ ἔτος ἀποδοῦναι εἴκοσιν χι‐ λιάδων ἀριθμὸν νομίσματα καθαροῦ χρυσίου ἐν ἔτεσι δέκα, εἰς τὴν Φώκαιαν ἐπανέστρεψεν, μεταλλεύειν ἀρξάμενος σὺν ἀναλώμασι πλείστοις. Περαιουμένων
10τοίνυν ἐτῶν ἓξ καὶ τὸ τέλος τοῦ προῤῥηθέντος ἀμηρᾶ ἔφθασε καὶ ἡ ἀνάῤῥησις τοῦ προλεχθέντος Μουσταφᾶ ἐγεγόνει· καὶ ὁ Τζιναὴτ τὴν ἐλπιζομένην αὐτῷ χαίρων εἶδεν ἡμέραν καὶ ὁ Παγιαζὴτ τὴν ἀπαίσιον αὐτῷ εἶδεν ὥραν καὶ πάντα, ἃ προγέγραφα, γεγόνασιν. Τότε ὁ ῥηθεὶς Ἰωάννης Ἀδοῦρνος ἔχων ἀφορμὴν τοῦ ἀφικέσθαι πρὸς τὸν νέον ἀρχηγὸν τὸν Μωρὰτ καὶ ἰδεῖν καὶ προσκυνῆσαι καὶ νέα
15προστάγματα δέξασθαι καὶ ἀποδοῦναι τὰ ὀφειλόμενα τέλη τῶν ἓξ ἐτῶν, εἶχε γὰρ ἐν τοῖς ἔτεσι τούτοις ζημίαν οὐ τὴν τυχοῦσαν,—καὶ γὰρ ἐν αὐτοῖς τοῖς χρόνοις ἦν μάχη καρτερὰ ἀναμέσον Γενουϊτῶν τε καὶ Καταλάνων καὶ ἐκώλυον τὰς νῆας τῶν Γενουϊτῶν οἱ Καταλάνοι τοῦ μὴ πλέειν ἐν τοῖς μέρεσιν Ἰταλίας καὶ Φραγ‐ γίας Ἰσπανίας τε καὶ Ἰγγλήνων καὶ ἡ στυπτηρία ἦν ἀργὴ καὶ ἀμετακίνητος
20καὶ ὁ Ἀδοῦρνος εἰς πάμπολυ χρέος καὶ οὐκ εἶχεν ὅ τι ποιῆσαι,—βουλεύεται βου‐ λὴν γενναίαν καὶ συνετὴν ἔνεκα κέρδους αὐτοῦ, διὰ πολλῶν δὲ χριστιανῶν βλά‐ βην. Καιρὸν γὰρ ἐπιτυχών, τὸν ὃν οὐκ ἤλπιζε, στέλλει γραφὰς πρὸ τοῦ ἐλθεῖν ἐξ Ἀμασείας τῷ Μουράτ, τὰς ἃς ἐγὼ γέγραφα, δεικνύων τὴν ἄκραν φιλίαν καὶ οἰ‐ κειότητα, ἣν εἶχε πρὸς τὸν αὐτοῦ πατέρα τὸν Μεχεμὲτ καὶ ἣν βούλεται ἀνανεῶσαι209
25νῦν σὺν αὐτῷ. „Εἰμί,“ γράφων, „ἕτοιμος ἐν πάσῃ δουλείᾳ τοῦ βοηθῆσαι καὶ δια‐ περᾶσαί σε ἐξ ἀνατολῆς εἰς δύσιν ἐν τριήρεσι καὶ νήαις καὶ ὑπουργῆσαι τὸ τοιοῦ‐ τον ὑπούργημα ὡς οὐδεὶς τῶν ἄλλων. Μόνον κέλευσόν μοι καὶ τὸ προσταχθέν μοι συντόμως γενήσεται.“—Ἐνωτισθεὶς οὖν ὁ Μουρὰτ τοὺς λόγους αὐτοῦ ἀσπασίως ἐδέξατο καὶ ἀντέγραψεν εἰπών, ὅτι „Σὺν Θεῷ ἐν ὀλίγαις ἡμέραις μέλλω κατελθεῖν
30ἐν τῇ Προύσῃ κἀκεῖ ἐλθέτω εἷς ἐκ τῶν οἰκείων καὶ πιστοτάτων σου, ὡς ἵνα περὶ τούτου τοῦ σκέμματος ἴδωμεν, τί ἄρα καὶ πῶς ποιήσωμεν.“—Μετὰ δέ τινας ἡμέ‐ ρας στέλλει Δημήτριόν τινα Ἀγὰν ἐπονομαζόμενον σὺν γράμμασιν ἀξιολογωτά‐ τοις, ἃ κἀκεῖνα ἐγὼ γέγραφα, πρός τε τὸν Μουρὰτ καὶ πρὸς τοὺς αὐτοῦ βεζίρη‐ δας Ἀλί–πεγιν, Χατζιαηβὰτ καὶ Ὁμούρ–πεγιν· ὁ γὰρ Παγιαζὴτ προεσφάγη πα‐
35ρὰ τοῦ Μουσταφᾶ. Τότε σὺν τῷ Δημητρίῳ ἅπαντα καλῶς διαταξάμενοι στέλλου‐ σι μετ’ αὐτοῦ Χατήπην ὀνόματι Τοῦρκον, ἕνα τῶν φρονιμωτάτων καὶ τῶν ἐλλο‐ γίμων, ὅρκον δώσοντα τῷ Ἀδούρνῳ, καὶ σὺν αὐτῷ νομίσματα χιλιάδας πεντήκον‐ τα τοῦ ῥογεῦσαι καὶ ἀπαρτίσαι στόλον τοῦ περᾶσαι τὸν πορθμὸν τῆς Καλλιουπό‐ λεως, ἤδη τοῦ φθινοπώρου ἄρξαντος.

25

.

9

Ὁ δὲ Μουσταφᾶς μαθὼν τὰ μελετηθέντα περὶ τοῦ Μωρὰτ καὶ πῶς ἡ Νέα Φώκαια ἑτοιμάζει στόλον κατ’ αὐτοῦ, εἶχε μὲν ὀδύνας ἐν καρδίᾳ καὶ ἐδάκνε‐ το ὑπὸ τοῦ λογισμοῦ καὶ τὴν Φώκαιαν συνεχῶς ἐπὶ γλώττης εἶχεν καὶ καταστρο‐ φὴν αὐτῆς ἐμελέτα, ἀλλὰ τὸ τρυφᾶν καὶ κατασπαταλᾶν καὶ μεθύειν οὐκ ἔλειπεν,
5ἀγριαίνων ὡς ἵππος ἀγέρωχος, καταχρεμετίζων καὶ ἀσελγαίνων ἔν τε θηλείαις καὶ ἄῤῥεσιν. Ὁ δὲ Τζιναὴτ ἀκούων ταῦτα καὶ καραδοκῶν τὰ μέλλοντα καὶ ὁρῶν τὸν Μουσταφᾶν ἐν βλακείαις ζῶντα καὶ περὶ οὐδενὸς αὐτῷ μνεία ἢ πολέμου ἢ ἄλλης παρασκευῆς κατ’ ἐχθρῶν, εἴσεισιν ἐν τῷ παλατίῳ τοῦ Μουσταφᾶ καὶ λό‐ γους ἤρξατο λέγειν πρὸς αὐτὸν ὀνειδιστικοὺς τούσδε· „Οὐκ οἶδας, ὦ ἡγεμών, ὅτι
10τὴν ἣν οἰκοῦσι Θρᾷκες γῆν καὶ μόνην κατέχομεν, τὰ δὲ λοιπὰ ἄπλετα πελάγη τῶν ἐπαρχιῶν, λέγω τῆς δύσεως, πάντα ἐν τρυτάνῃ ἀπῃωρημένα εἰσί, προσδο‐ κῶντες τὸ μέλλον, τί ἂν ἀποβῇ. Καὶ γὰρ ἤκουον, ὡς ὁ Μωρὰτ ἐν λόγοις ἦν σὺν
τῷ βασιλεῖ τοῦ ἀντιλαβέσθαι τοῦτον καὶ εἰσάξαι εἰς τὴν ἡγεμονίαν τὴν πατρικήν. Νῦν δὲ καὶ σὺν τοῖς Φράγκοις διέθετο, τὰ δὲ τῆς ἕω ἐν χερσὶ πάντα ἦν. Ἡμεῖς211
15οὖν ἐν Ἀδριανοῦ καθέζοντες ἀμερίμνως οὐδὲν στρατηγικὸν πράττομεν. Ὡς ἐμοὶ γοῦν δοκεῖ, πρὸ τοῦ περάσαι τοὺς ἐχθροὺς τὸν πορθμὸν κἄν τε Λαμψάκου κἄν τε Σκουταρίου καὶ δοῦναι θροῦν ἐν ταῖς ἐπαρχίαις τῆς δύσεως,—καὶ γενήσεται διχόνια ἐν τῷ στρατῷ,—κρεῖττόν ἐστι προλαβόντας ἡμᾶς σὺν τοῖς δυτικοῖς στρατεύμασι διαβῆναι καὶ σὺν τάχει ἀόκνως περᾶσαι τὴν ἐν Λοπαδίῳ γέφυραν
20καὶ τῷ Μουρὰτ συμπλακῆναι. Ἡμεῖς Θεοῦ εὐδοκοῦντος καὶ ἐν ἄρμασι καὶ ἐν ἵπποις ὑπερέχομεν τοὺς ὑπεναντίους καί, μόνον ἐνωτισθέντες τὴν ἡμετέραν ἄφι‐ ξιν, ὁ νοῦς αὐτῶν ὡς κάλαμος συντριβήσεται καὶ αἱ βουλαὶ αὐτῶν διασκεδασθή‐ σονται, καθὼς μέλλει γενέσθαι καὶ εἰς ἡμᾶς, εἴπερ ἀμελήσαντες δώσομεν αὐτοῖς χώραν διαπερᾶσαι.“—Ταῦτα εἰπὼν καὶ ἄλλα πλείω ὁ Τζινεήτ, μόλις ἀνανήψας
25ἐκ τοῦ κάρους τῆς μέθης ὁ Μουσταφᾶς ἐπείθετο τοῖς λόγοις αὐτοῦ. Ὁ γὰρ Τζι‐ ναὴτ οὐκ ἐτεχνάζετο τόσον ὑπὲρ τοῦ Μουσταφᾶ τὸ ἐγκαθυδρῦσαι αὐτὸν ἐν τῇ ἑῴᾳ ἄρχοντα, ἀλλὰ πονηρὸς ὢν καὶ προβλέπων τὴν τοῦ ἀνδρὸς ὡς ἐν τάχει γενο‐ μένην κατάλυσιν ὑπέρ τε τῆς αὐτοῦ βλακείας καὶ μέθης καὶ ἀσελγείας καὶ τὸ ἀστρατήγητον αὐτοῦ, ἠβουλήθη τοῦ διαδρᾶσαι. Καὶ ὄντος αὐτοῦ ἐν τῷ τοιούτῳ
30σκοπῷ, ἐλογίζετο ἐν ἑαυτῷ, ὅτι, εἰ μὲν ἐν τῇ Θρᾴκῃ ἢ ἄλλῃ ἐπαρχίᾳ τῆς δύσεως τοῦτο μεταχειρίσηται, εὐκόλως ἐμπεσεῖται πάλιν ἐν ταῖς ἄρκοις τοῦ βασιλέως καὶ πάλιν Λῆμνος ἢ ἑτέρα νῆσος αὐτὸν ἐξόριστον διαδέξεται καὶ πικρὰ παρὰ τῶν Ῥωμαίων εἰς αὐτὸν διέλθῃ ποινή. Ἐν δὲ τῇ ἀνατολῇ καὶ κατὰ νοῦν εἶχε καὶ ἔτρεφε τὸν ἄνδρα ἡ τῆς ἐπαρχίας ἐλπίς, ἣν καὶ πρώην ἦρχε, καὶ εὐκόλως τὸ ἀπο‐
35δρᾶσαι ἔχειν. Ἀλλὰ ταῦτα ἐν μυχοῖς τοῦ Ἅιδου ἐκρύπτετο.

25

.

10

Καὶ δὴ συναθροίσαντες τὸν στρατὸν καὶ ταχυδρομήσαντες ἦλθον εἰς Καλλιούπολιν καὶ τὸν πορθμὸν διαβάντες σὺν πλείστῃ δυνάμει προσεκαρτέρησαν ἐν τῇ Λαμψάκῳ ἡμέρας τρεῖς. Ἐρχόμενοι δεὶ οἱ τῶν πέριξ πόλεων προὔχοντες Φρύγες προσεκύνουν τῷ Μουσταφᾷ. Ὁ δὲ Μωρὰτ ἀκούσας τὴν ἔφοδον τοῦ Μου‐
5σταφᾶ, ἀπάρας ἐκ τῆς Προύσης σὺν εὐαριθμήτῳ στρατῷ διὰ νυκτὸς ἦλθεν εἰς τὸ Λοπάδιον, ἔχων σὺν αὐτῷ τοὺς ἐν γνώσει καὶ πολέμῳ ἐπιστατοῦντας, τόν τε Χατζιαηβάτην καὶ τοὺς υἱοὺς τοῦ Τεμηρτές–πεγι, Ἀλίν, Ὁμοῦρ καὶ Ὁρούτζ–πε‐ γιν, ἄνδρας γενναίους καὶ ἀρίστους. Ἦν δὲ σὺν αὐτοῖς καὶ Χαμζά–πεγις, ἀδελ‐
φὸς τοῦ Τζιναήτ, ὃς ἐκ παιδόθεν ἦν διάγων μετὰ τοῦ Μωράτ. Φθάσαντες οὖν213
10ἐν τῇ γεφύρᾳ πρὸ τοῦ τὸν Μουσταφᾶν σῶσαι, λύουσιν αὐτὴν καὶ ἄβατον τὴν πρὸς αὐτοὺς ὁδὸν τοῖς ὑπεναντίοις ἐποίησαν. Ἐλθὼν δὲ καὶ ὁ Μουσταφᾶς σὺν τοῖς στρατεύμασιν ἔπηξε τὰς σκηνὰς ἐν τῇ ὄχθῃ τῆς λίμνης· ὁμοίως καὶ ὁ Μω‐ ρὰτ ἐν τῇ περαίᾳ καὶ αὐτὸς τεντώσας ἐκάθητο, μὴ ἔχων ἕκαστος τὸ τυχὸν δέος παρὰ τοῦ ἑτέρου. Καὶ γὰρ τὸ λῦσαι τὴν γέφυραν μεγάλης βουλῆς ἔργον ἦν, εὑ‐
15ρόντες γὰρ οἱ ἐλθόντες τὴν γέφυραν κατεαγμένην ἐκωλύθησαν τὴν πορείαν, οἱ δὲ τοῦ Μωρὰτ ἀτρόμως ἐσυνηθροίζοντο, ἦν γὰρ τὸ ῥεῦμα βαθὺ καὶ παντάπασιν ἄπλετον. Ἢν δὲ βουληθείη τις τοῦ περιοδεῦσαι τὴν λίμνην ἅπασαν καὶ ἐλθεῖν εἰς τὴν ἀντιπέραν, οὐκ ἀρκέσουσιν αὐτῷ ἡμερῶν τριῶν ὧραι· καὶ ταῦτα στενω‐ πὰ καὶ τραχέα ὄρη ἐν μέσῳ καὶ δύσβατα.

26

.

1

Κατουνευσάντων τοίνυν τῶν στρατευμάτων ἐξ ἐναντίας καὶ μὴ τὰ πρόσω χωρεῖν ἰσχύοντα τὸ ἓν κατὰ τοῦ ἑτέρου, συμβούλιον ἔλαβον οἱ τοῦ Μω‐ ράτ, πῶς καὶ τίνι τρόπῳ καταστρέψωσι καὶ ὀλέσωσι τὸν Μουσταφᾶν. Σκέπτονται οὖν οὕτως. Μετακαλοῦσι τὸν Χαμζᾶν, τὸν ὃν εἰρήκαμεν ἀδελφὸν τοῦ Τζιναήτ,
5καὶ λέγουσιν αὐτῷ, ὅτι· „Εἰ μὲν διὰ τῆς σῆς πιθανότητος διεγείρῃς τὸν σὸν ἀδελφὸν κατὰ τοῦ Μουσταφᾶ,—καὶ οὐχ ἕτερόν ἐστι τὸ ζητούμενον τοῦ ἀποσχι‐ σθῆναι καὶ χωρισθῆναι ἀπ’ αὐτοῦ,—ἰδοὺ δίδομεν αὐτῷ τὴν ἐπαρχίαν τοῦ Ἀτὴν ὁρισμῷ καὶ θελήσει τοῦ ἡμετέρου ἡγεμόνος Μωρὰτ διὰ προστάγματος ἐγγράφου τοῦ ἔχειν αὐτὴν κατὰ διαδοχὴν γονικότητος, μόνον ἐνόρκως τοῦ εἶναι πιστὸν καὶ
10ἀδολώτατον φίλον καὶ οἰκεῖον τῆς ἡγεμονίας τοῦ Μωρὰτ καί, διὰ τὸ δοκεῖν ἐν πασῇ τῇ ἡγεμονίᾳ εἶναι ὑπήκοον τὸν Τζιναὴτ ἐν πᾶσι τοῖς προστάγμασι τοῦ Μωράτ, στέλλειν κατ’ ἔτος ἕνα τῶν υἱῶν αὐτοῦ εἰς προσκύνησιν καὶ συστρατεύειν ὁμοῦ καὶ συνδιάγειν καὶ αὐτὸς ἰδίως ἔχειν παρὰ τοῦ ἡγεμόνος τὴν πρέπουσαν πρόνοιαν.“—Ἤρεσεν ὁ λόγος τῷ Χαμζᾷ καὶ τῇ νυκτὶ ἐκείνῃ πέμπει ἕνα τῶν
15δούλων αὐτοῦ. Καὶ νηξάμενος περᾷ τὴν λίμνην καὶ εἰσελθὼν εἰς τὰς σκηνὰς τοῦ Τζινεὴτ εὗρεν αὐτὸν ἐν ἀγωνίᾳ λογισμῶν καθεζόμενον, δευτέραν φυλακὴν ἔχου‐ σα ἡ νύξ. Ὁ δὲ εἶπεν αὐτῷ, ὡς· „Ὁ σὸς ἀδελφός, ἐμὸς δὲ κύριος Χαμζά–πεγις θέλει λόγους ἆραι μετὰ σοῦ, τοὺς οὓς οὐκ ἔστιν ἑτέρῳ ἐνωτισθῆναι. Εἰ οὖν βου‐ λητόν ἐστί σοι, περὶ τὰς μέσας ὥρας τῆς νυκτὸς ἐλθὲ μόνος περὶ τὰς ὄχθας τοῦ
20ποταμοῦ πρὸς τὴν γέφυραν κἀκεῖ, σὺ μὲν ἐκ τῶν ὧδε, ἐκεῖνος δ’ ἐκ τῶν ἐκεῖ, καὶ τὰ αὐτῶν ἀπόῤῥητα διεξείπητε.“—Ἀσμένως οὖν δεξάμενος τὸν λόγον καὶ ἀπολύσας αὐτὸν, πάλιν νηξάμενος ἐδιέβη τὴν περαίαν.

26

.

2

Τῇ δὲ ἐπιούσῃ νυκτὶ περὶ δευτέραν φυλακὴν ἐλθὼν ὁ Χαμζᾶς κατὰ τὸ συντεθὲν ἐν τῇ ὄχθῃ τῇ πρὸς τὴν γέφυραν κἀκεῖνος ἀπὸ τὸ ἕτερον μέρος, μό‐
νος μόνῳ, καὶ διὰ σημείων τινῶν ἀνακαλυφθέντες, ἤρξατο ὁ Χαμζᾶς λέγειν· „Ἐπίστασαι ἀκριβῶς, κύριέ μου ἀδελφέ, ὡς ὅτι κἀγὼ τοῦ σοῦ πατρός εἰμι γό‐215
5νος καὶ σὺ τῆς ἐμῆς μητρὸς καρπὸς εἶ καὶ ὕστατός σου τυγχάνω. Ἐβουλόμην οὖν καὶ ἤθελον εἶναί σε κύριον πάσης τῆς οἰκουμένης καὶ δεσπόζειν τὰ πάντα, ὅτι καὶ ἐμοὶ προσῳκείωτο ἂν μερὶς καὶ κλῆρος. Ὡς οὖν ἡδέως ἤθελον τοῦτο, οὕτω καὶ ἀπεχθὲς καὶ ἀβούλητον καὶ μισητόν μοι τυγχάνει τὸ εἶναί σε ἐν στε‐ νοχωρίᾳ καὶ κινδύνοις καὶ ἐν μέσῳ φθόνον τρεφόντων πολλῶν κατὰ σοῦ· καὶ γὰρ
10οὐκ ἄμοιρος ἔσομαι τῶν σῶν δυστυχημάτων καὶ συμφορῶν. Ἆρά γε οἶδας, τίνι συνιππεύεις ἢ τίνι συνδιάγεις; Τὸ μὲν πρῶτον οἱ πάντες καταβοῶσιν, ὡς οὐκ ἔστι τοῦ γένους τῶν Ὀθμάνων ὁ Μουσταφᾶς· καὶ τοῦτο πανταχοῦ κατεκωμῳδήθη τὸ διαλάλημα. Δεύτερον, ὅτι καὶ ἐκ τῶν πραγμάτων συγκρινομένων παριστᾷ τὸ ἀστρατήγικον αὐτοῦ καὶ θηλυμανῆ· καὶ γὰρ οἱ ἐκ τῆς σειρᾶς τῶν ἡμετέρων ἡγε‐
15μόνων καταγόμενοι ἀρεϊκὰ ἐπεδείξαντο τὰ φρονήματα καὶ φανερὰ τὰ ἑκάστου ἀνδραγαθήματά τε καὶ στρατηγήματα. Τρίτον, ὅτι εἰ μοναρχήσει ὁ θηλυδρίας οὗ‐ τος καὶ βάρβαρος ἰδιώτης, οἱ ἔκπαλαι γεγονότες τῆς δύσεως καὶ τῶν ὁρίων τοῦ Ἴστρου φύλακες, λέγω, Ἀβρανέζιδες καὶ Τουραχάνιδες καὶ ἄλλο πᾶν ἀπόγονον, τῶν ὧντινων ἐξ ἀρχῆς ἡ δύσις ἀκρέμονας τῆς ἡγεμονίας ἐγνώρισεν· καὶ τί λέγω
20τοὺς δυτικούς; καὶ γάρ, ὅπερ μὴ γένοιτο, ἐὰν ἡ τύχη βλέψῃ ἱλαρῶς πρὸς Μου‐ σταφᾶν, ὁ αὐτὸς Μουσταφᾶς πάντας τοὺς τῆς ἑῴας ἐξάρχους δεξιῶς ἐγκολπω‐ σάμενος τὸν καθέκαστον, τὰς γονικὰς ἀποδώσει τιμάς. Σὺ δέ, ὅτε ταῦτα γενή‐ σεται, τί προσδοκᾷς; Οὐκ ἄλλο, εἰ μὴ τέλος ζωῆς καὶ τοῦτο οὐκ ἄξιον τῆς σῆς ἀνδρείας, ἀλλὰ καὶ λίαν ἀπρεπές τε καὶ ἄτιμον. Ἴσασι γὰρ οἱ πάντες τῶν ἐπι‐
25φανῶν τὴν σὴν ὁρμητικὴν ψυχὴν καὶ τὸ πρὸς τὰς παραταγὰς τῶν πολέμων τὸ τολμηρὸν καὶ θρασὺ καὶ λεόντειον. Καὶ πρὸς αὐτὰς τὰς ἀρετὰς ἐπιβλέπει φθόνος ὀξέως καὶ τὸν φθόνον ἀντιλαμβάνει φόβος. Καὶ οἱ λογιζόμενοι κατ’ αὐτῶν ὄλε‐ θρον παρὰ σοὶ φθονεροί, αὐτοὶ προφθάνουσι κατὰ σοῦ τὸν φόνον ἐνεργήσοντες, προμνηστευόμενοι τὴν ἀφοβίαν, τὸν φόβον ἀποδιώκοντες. Διὰ γοῦν ταύτας τὰς
30ἐπεμβαινούσας αἰτίας, αἳ εἰς ὄλεθρον ἄγουσι τὰς τῶν ἡρώων ψυχάς, ὡς καὶ ἡ σὴ μία τῶν ἐκείνων ὁμοία εἶναι δοκῶ, ἀπαλλάγηθι τοῦ βδελυροῦ τούτου καὶ με‐ τάστηθι. Ἤδη γὰρ ὁ ἐμὸς κύριος Μωρὰτ διὰ παρακλήσεως τῶν αὐτοῦ μεγιστά‐ νων καὶ ἐμοῦ ἀφίησι πάντα τὰ σφαλέντα καὶ παρὰ σοῦ πραχθέντα καὶ τὰς ἀν‐ τάρσεις καὶ, ὧν ἐπεχειρίσω κατ’ αὐτοῦ καὶ κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ τῆς ἡγε‐
35μονίας αὐτῶν, καὶ ἱλέῳ ὄμματι προσβλέπει σε καὶ δωρεῖταί σοι δι’ ἐμοῦ τὴν ἐπαρχίαν τοῦ Ἀτὴν καταγονικότητος χάριν. Ὡς καὶ σύ, οὕτως καὶ οἱ ἐκ τῆς
σῆς ὄσφυος ταύτην ὡς προῖκα νεμηθήσονται, πλὴν ἕνεκα τοῦ γινώσκειν σε, ὅτι ὑπὸ ἀρχὴν ὑπάρχεις καὶ ὑπήκοος εἶ, κατὰ καιρὸν ἕνα τῶν υἱῶν σου πέμπεις ἐν τῇ στρατείᾳ. Ταῦτά σοι φιλῶν λαλῶ, σὺ δέ μοι λέγε, ἅ σοι δοκεῖ.“—217

26

.

3

Πρὸς ταῦτα ὁ Τζιναὴτ ἤρξατο λέγειν τῷ Χαμζᾷ· „Ἐπίστασαι ἀκριβῶς, ἀδελφέ, ὅτι παρὰ τῶν Ὀτμάνων ἐγὼ οὐδὲν εἶδόν τι κέρδος ἢ φιλοτιμίαν ἢ ἀξίω‐ μα, ἐκεῖνοι δὲ παρ’ ἐμοῦ ἐν ταῖς δυσπραγίαις αὐτῶν πολλὰ καὶ παμπληθῆ ἀρεϊκὰ ἔργα, ἃ ἐνήργησαν οἱ βραχίονες οὗτοι. Μετὰ γὰρ τὴν τῶν Τατάρων ἐπιδρομὴν
5αὐτήν, τὴν ἥν μοι ὑπόσχεται δοῦναι ἡγεμονίαν νυνί, τίς ἐλυτρώσατο ἐκ τῶν χει‐ ρῶν τοῦ Ὁμοῦρ, υἱοῦ τοῦ Ἀτήν; Οὐχ ὁ Τζιναήτ; Οὐ κατεδίωξα τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἐσσαὶ καὶ ἀπέκλεισα αὐτὸν ἐν τῷ πολιχνίῳ τῆς παλαιοπόλεως καὶ χειρωσάμενος αὐτὸν ἔκτεινα; Οὐ τὸν Ὁμοῦρ, τὸν ἀδελφὸν αὐτοῦ, δολοφονήσας ἀπέκτεινα; καὶ ταῦτα κληρονόμοι φυσικοὶ τοῦ τόπου καὶ τῆς ἐπαρχίας τυγχάνον‐
10τες. Ὁ δὲ Μουσουλμάν, ὁ θεῖος τοῦ Μωράτ, ὃν σὺ κύριόν σου καλεῖς, ἐκάθητο ἐν τῇ Θρᾴκῃ κατασπαταλῶν, ἐγὼ δὲ εὐφήμουν αὐτὸν κύριον Ἐφέσου καὶ πάσης Ἰωνίας. Ὕστερον δὲ ἐκβαλών με δέδωκεν αὐτὴν τῷ Κελπάξησι, ἀνδρὶ Τριβαλλῷ καὶ ἀργυρωνήτῳ. Τὸ δὲ νῦν ἔχον τὴν ἐπαρχίαν αὐτήν, ἥν μοι δωρεῖται νῦν, ὁ υἱὸς τοῦ Ἀτὴν ἐκείνου τοῦ Ὁμοῦρ, ὃν ἐγὼ ἀπεκεφάλισα, ἐκεῖνος αὐτὴν αὐθεν‐
15τεύει καὶ ἐγεγόνει κύριος τῶν πραγμάτων τῶν πατρικῶν καὶ δεσπόζει τὴν ἐπαρ‐ χίαν, ἔτος που ὑπάρχον ἓν ἢ καὶ πλέον, καὶ πάντες ὑπήκοοι καὶ οἰκεῖοι τυγχά‐ νουσιν αὐτοῦ. Εἰ δωρήσηταί μοι ταύτην ὁ Θεὸς δι’ ἔργων μου στρατιωτικῶν, τίς χάρις ἡ τοῦ Μωράτ; Οὐδεμία· καὶ γὰρ ὁ πάππος τοῦ Μωράτ, ἐκεῖνος ὁ Ἰλ‐ τρὴμ Παγιαζήτ, παρὰ τοῦ πάππου τοῦ νῦν Μουσταφᾶ τοῦ Ἀτὴν οὕτως ἥρπαξε
20καὶ ἐκληρώσατο ταύτην. Οὕτω κἀγὼ σήμερον γενήσομαι κύριος Θεοῦ διδόντος μοι. Ἐπεὶ οὖν εἰς τοῦτο ἐλήλυθας, ἀδελφέ, ὑπόσχομαι τῇ ὥρᾳ ταύτῃ κατενώπιον τοῦ Θεοῦ καὶ τοῦ προφήτου, ὡς ἵνα ἔσομαι καθαρὸς φίλος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς τοῦ Μωράτ· καὶ ὅτε χρεία στρατοῦ, ὁ εἷς τῶν υἱῶν μου συνοδεύει ἀεὶ τῷ Μωράτ. Ἐγὼ γὰρ καὶ διὰ τῶν σῶν λόγων καὶ χωρὶς τῶν συνθηκῶν τούτων
25ἔμελλον τοῦ ἀπελθεῖν ἐν τῇ Ἰωνίᾳ καὶ συμπλακῆναι τῷ Μουσταφᾷ τοῦ Ἀτήν. Ἐπεὶ τοίνυν σύ, ὁ ὁμόψυχος καὶ ὁμοπάτριος ἐμὸς ἀδελφός, ᾑρετίσω τοῦ εἶναί με φί‐ λον τοῦ Μωράτ, ἤδη ὑπόσχομαι καὶ τῇ ἐρχομένῃ νυκτὶ ἄρξομαι δι’ ἔργων ἀπο‐
δεικνύειν τὰ συμφωνηθέντα μοι.“—Διαστάντε οὖν ἀπ’ ἀλλήλων, ὁ Χαμζᾶς τὰ λαληθέντα καὶ συμφωνηθέντα ἀπαγγείλας τῷ Μουρὰτ καὶ τῇ βουλῇ, ἤρεσε219
30τοὺς πάντας καὶ θάρσος ἔλαβον καὶ ἐλπίδας χρηστάς.

26

.

4

Τῇ οὖν ἐπιούσῃ νυκτὶ ἀφ’ ἑσπέρας ὁ Τζινεὴτ ἀναστάς, πρώτῃ φυλακῇ τῆς νυκτὸς ἀφεὶς τὰς σκηνὰς πεπηγμένας καὶ ἐν μέσῳ φῶτα διάφορα καὶ λαβὼν ἅπαν τὸ εἰς παρασκευὴν χρήσιμον, οἶον ἄρματα καὶ ἵππους τοὺς δοκιμωτάτους καὶ πᾶσαν ἄλλην ὕλην χρυσοῦ καὶ ἀργύρου, ἔχων μετ’ αὐτοῦ τοὺς οἰκείους ἀργυ‐
5ρωνήτους καὶ φίλους οὐκ ὀλίγους ἐπέβησαν τοῖς ἵπποις ὡς ἑβδομήκοντα, ὁ ἕκα‐ στος ἐν τῇ ἐφεστρίδι φέρων καὶ μοῖραν φορτίου ἔμμετρον χρυσίου ἢ ἀργύρου ἢ ἄλλης τιμίας ὕλης μὴ ἐχούσης ὄγκον ὑπερβαρῆ, καὶ ἀπῄεσαν τὸ παράπαν τινὸς μὴ ἐνωτισθέντος ἢ συνιέντος. Τὰ δὲ βαρέα σκεύη καὶ δυσβάστακτα ἅπαντα εἴα‐ σαν, ὁμοίως καὶ ἵππους καὶ καμήλους καὶ ἡμιόνους καὶ πᾶσαν ἄλλην παρα‐
10σκευήν. Δι’ ὅλης δὲ νυκτὸς διελθόντες καὶ διαβάντες ὄρη τε καὶ κάμπους ἕως πρωΐ, ἔφθασαν τὰ ὅρια ἐγγύς που τῆς Λυδίας ἐν τοῖς μέρεσι τοῖς πρὸς τὰ Χλιερὰ καὶ Θυάτειρα, ὁδεύσαντες ἡμερῶν δύο ὁδὸν τῇ νυκτὶ ἐκείνῃ. Καὶ πρὸς ὥραν τρί‐ την τῆς ἡμέρας περάσαντες τὸν Ἕρμονα ποταμόν, ἕως ἑσπέρας ἤλθασιν εἰς Σμύρνην. μὴ ἐμποδισθέντες παρά τινων τὸ σύνολον πλὴν ἐν τῇ ὄχθῃ τοῦ Ἕρ‐
15μωνος ποταμοῦ, βουληθέντες διαβῆναι, τινὲς τῶν ἐκεῖ Τοῦρκοι ἐκώλυον τὴν διά‐ βασιν, λογιζόμενοι ἐκ τῶν τοῦ Μουσταφᾶ εἶναι· καὶ γὰρ ἅπασα ἡ Ἀσία ἐτα‐ ράχθη ἐπὶ τῇ πρὸς τὰ ἕω πεζείᾳ τοῦ Μουσταφᾶ. Ὁ δὲ Τζιναήτης στραφεῖς καὶ καταδιώξας αὐτούς, τοὺς μὲν ξίφει κατέσφαξε, τοὺς δὲ βέλεσι κατατρώσας, αὐ‐ τὸς ἀφόβως τὴν ὁδὸν ἤνυε. Οἱ δὲ Σμυρναῖοι ὁρῶντες τὴν φάλαγγα καὶ διαπο‐
20ρούμενοι, τίνος ἐστὶ καὶ τίς ὁ ταύτης ἀρχηγός, ὡς ἔμαθον, ὅτι ὁ Τζιναήτ ἐστιν, ἅπαντες σὺν γυναιξὶ καὶ τέκνοις ἔθεον ἐπὶ τῇ θέᾳ τοῦ Τζινεήτ· ἦν γὰρ Σμυρναῖος γέννημα καὶ θρέμμα καὶ συνανάτροφος πάντων. Μαθὼν δὲ παρ’ αὐτῶν ὡς ὁ Μου‐ σταφᾶς τοῦ Ἀτὴν ἐν Ἐφέσῳ καὶ Θυραίοις διάγει, αὐτὸς πρὸς τὰ ἐνδότερα, ὅπου εἰσὶ τὰ Βρύελα καὶ αἱ Ἐρυθραὶ Κλαζομεναί τε καὶ ἄλλα χωρία, εἰσῆλθεν. Οἱ δὲ
25τῶν ὀρέων ἐκείνων γειτνιάζοντες Τοῦρκοι ἅπαντές εἰσι μαχιμώτατοι καὶ λίαν πο‐ λεμικοὶ καὶ φίλοι πάτριοι τοῦ Τζιναήτ· συναθροίσας δ’ ἐξ αὐτῶν ὡς δισχιλίους καὶ ἐκ τῶν δρυμώνων δόρατα κατασκευάσας καὶ χαλκεύσας λόγχας διασυντόμως κακοσφύρους καὶ ἀνίσους, ἐν ἑβδομάδι μιᾷ ἐποίησε καὶ τοξότας καὶ πελεκυφό‐ ρους καὶ δορυφόρους ἐπέκεινα τῶν δισχιλίων. Ὁ δὲ Μουσταφᾶς μαθὼν τὴν
30ἄφιξιν τοῦ Τζιναὴτ καὶ σωρεύσας πλῆθος στρατοῦ, ἐξῆλθεν ἐκ τῆς Ἐφέσου καὶ πρὸς τὴν Σμύρνην ἀφῖκτο ἀπαντήσων αὐτῷ. Αὐτὸς δὲ μαθὼν ἀπῄει ἀπαν‐ τήσων. Καὶ δὴ συναντηθέντες ἀλλήλοις ἐν ἑνὶ τόπῳ, ὃς καλεῖται Μεσαύλιον, καὶ
τὰς παρατάξεις ἑκατέρων τῶν μερῶν ὡς δυνατὸν ἑτοιμάσαντες, ἦν γὰρ ὁ τόπος ἑλώδης καὶ πολύξυλος, τὸ ἐνυάλιον ἤχησε τοῦ Μουσταφᾶ· ὁ γὰρ Τζινεὴτ οὔτε221
35σάλπιγγα οὔτε τι ἄλλο τῶν συνήθων ἐκέκτητο. Συμμίξαντες οὖν ἄμφω τὰ στρα‐ τεύματα, ὁ Τζιναὴτ ὡς ἀετὸς ἐν μέσῳ στρουθίων εἰσελθὼν καὶ διασκεδάσας ἐν τῷ μέσῳ τῶν δένδρων, ἐντυχὼν αὐτοῦ που τῷ Μουσταφᾷ βάλλει κατὰ κεφαλῆς διὰ σιδηρᾶς ῥάβδου καὶ μὴ φέρων τὴν πληγὴν ὁ δύστηνος πίπτει πρηνὴς ἀπὸ τοῦ ἵππου καὶ ἐξέπνευσεν. Τότε πάντες οἱ τοῦ Μουσταφᾶ προσελθόντες ἠσπάζοντο τὸν
40Τζινεὴτ καὶ ὡς ἡγεμόνα εὐφήμουν. Καὶ δὴ παρευθὺς σὺν μεγάλῃ δορυφορίᾳ πρὸς τὴν Ἔφεσον ἤλαυνον κἀκεῖ αὐτὸν εὐφημήσαντες ἡγεμόνα ὡς καὶ πρότερον ἀνη‐ γόρευσαν. Τὸ δὲ σῶμα τοῦ Μουσταφᾶ ἐκέλευσεν σὺν ὅτι πλείστῃ τιμῇ τοῦ βα‐ στάσαι καὶ φέρειν αὐτὸ διὰ εὐγενῶν ἀνδρῶν ἐν τῷ Πυργίῳ κἀκεῖ θάψαι σὺν τοῖς προγόνοις αὐτοῦ. Καὶ οὕτως ἐγένετο ἡ δευτέρα ἀνάῤῥησις τοῦ Τζινεήτ.

27

.

1

Ἐπαναστραφέντες τοίνυν ἴδωμεν καὶ τοὺς οὓς ἐν τῷ Λοπαδίῳ ἀποδεδρακὼς ἀφῆκεν ὁ Τζινεήτ, πῶς ἆρα τὰ κατ’ αὐτῶν ἐγεγόνεισαν. Πρωΐας ἐγερθέντες καὶ κατὰ τὸ ἔθος εἰς παράστασιν ἐρχόμενοι οἱ μεγιστᾶνες ἐκοινολο‐ γοῦντο ἀλλήλοις, ὡς τῇ νυκτὶ ταύτῃ μέγας ἐγεγόνει θροῦς ἐν ταῖς σκηναῖς τοῦ
5Τζινεήτ. Ἄλλοι ἔλεγον, ὅτι τὴν περαίαν διαβὰς μετὰ τοῦ Μωρὰτ ἑνώθη, ἕτεροι δέ, οἱ καὶ φθόνον κατ’ αὐτοῦ τρέφοντες, τὸ γεγονὸς προεφήτευον. Οἱ δὲ τὴν πε‐ ραίαν οἰκοῦντες οἱ τοῦ Μωρὰτ ἔμαθον, ὡς ἀληθῶς ὁ Τζινεὴτ διέδρα· καὶ τότε ἦν ἰδεῖν ὀργάνων καὶ σαλπίγγων ἦχον πολὺν ἐν τῷ στρατῷ τοῦ Μωρὰτ καὶ ἱππηλα‐ σίας ἐν ταῖς ὄχθαις τῆς λίμνης καὶ βοὰς καὶ ἀλαλαγμοὺς φθανούσας ἕως οὐρα‐
10νοῦ. Ὁ δὲ Μουσταφᾶς ἐγερθεὶς καὶ μαθὼν τὴν φυγὴν τοῦ Τζινεὴτ ᾔσθετο, ὡς οὐκ ἀλλαχοῦ, εἰ μὴ τὴν περαίαν διαβάς, μετὰ τοῦ Μωρὰτ ηὐλίσθη· καὶ σύντρομος γεγονὼς ἔσπευδεν ἀναχωρῆσαι τῶν ἐκεῖ. Καὶ ἦν ἰδεῖν δειλίαν μεγάλην ἐν τῷ στρατῷ καὶ ταραχὴν καὶ θόρυβον. Οἱ δὲ ὑπεναντίοι τὰ ἀντίῤῥοπα κατέτρεχον βοῶντες καὶ ὀνειδίζοντες, κράζοντες ἀδεῶς κατὰ τὴν αὐτῶν γλῶτταν· „Στῆτε,
15στῆτε, μὴ φεύγετε·“ οἷον· „Τούρουν, τούρουν, κάτζμαν.“—Οὐκ εἶχον γὰρ πό‐ ρον διεφθαρμένης οὔσης τῆς γεφύρας τοῦ περᾶν καὶ συμμῖξαι. Ὁ Μουσταφᾶς οὖν ἐπιβὰς τοῦ ἵππου ᾤχετο πρὸς τὰ τῆς Λαμψάκου μέρη, σπουδάζων τὴν πε‐ ραίαν καταλαβεῖν. Ὁ δὲ Μωρὰτ τῇ ἡμέρᾳ ἐκείνῃ συναρμόσας τὴν γέφυραν διὰ ξύλων μεγάλων δοκῶν περᾷ τὴν γέφυραν καὶ οἱ πλεῖστοι τοῦ Μουσταφᾶ τρέχον‐
20τες προσεκύνουν αὐτῷ καὶ εὐφήμουν. Ὁ δὲ Μουσταφᾶς φθάσας ἐν Λαμψάκῳ, κατεψιλωμένος κολοιὸς τὸ ἀληθὲς τῆς παροιμίας, εὑρὼν ἑτοίμην μίαν τῶν σκα‐
φῶν περᾷ ἐν Καλλιουπόλει σὺν τέτταρσι καὶ μόνοις τῶν ταχυδρόμων δούλων αὐ‐ τοῦ· καὶ συναθροίσας τὸ γασμουλικὸν τῆς Καλλιουπόλεως ἵστατο ἐκδεχόμενος τὸ μέλλον.223

27

.

2

Ὁ δὲ Μωρὰτ 〈μετὰ〉 τὸ περᾶσαι τὴν γέφυραν στέλλει ταχυδρόμους εἰς Φώκαιαν δηλῶν τὰ γεγονότα τῷ Ἀδούρνῳ καὶ μηνύων ὡς τάχυστα εὑρεθῆναι σὺν ταῖς ναυσὶν εἰς τὸν πορθμόν. Ὁ δ’ Ἀδοῦρνος ἑτοίμας ἔχων τὰς ναῦς, εἰσελ‐ θὼν καὶ τὰ ἱστία πτερώσας ἔπλει πρὸς τὸν Ἑλλήσποντον, τὸν ἄνεμον ἔχων φυ‐
5σῶντ’ ἀπὸ πρώρας. Καὶ διὰ νυκτὸς νήξας τὸ πέλαγος, πρωΐας ἀντεπαρέστη μέσον Λαμψάκου καὶ Καλλιουπόλεως καὶ ὁ Μωρὰτ αὐτῇ τῇ ὥρᾳ ἐν ταῖς ἀκταῖς. Ἐγ‐ γὺς οὖν γεγονῶσαι, ἦσαν γὰρ ἑπτὰ ὑπερμεγέθεις, εἰσῆλθεν ὁ Μωρὰτ ἐν τῇ κρειτ‐ τοτέρᾳ καὶ μειζονοτέρᾳ. Ἔδωκε γοῦν ὁ Ἀδοῦρνος μεγάλην τιμὴν τῷ Μωράτ, ὡς ἐχρῆν, καὶ ὁ Μωρὰτ τῷ Ἀδούρνῳ καὶ συνεδρίαζον ὁμοῦ ἐν τῇ νηῒ καὶ ὡμί‐
10λουν. Εἶχε γὰρ ἐν φροντίδι, μή ποτε οἱ Φράγγοι καταφρονήσαντες τοὺς ὅρκους ἔκδοτον ποιήσωσι τὸν Μωρὰτ ἐν χερσὶ τοῦ Μουσταφᾶ καὶ λαβόντες θησαυροὺς πλείστους ἀπέλθωσιν. Εἶχε δὲ ὁ Μουρὰτ σὺν αὐτῷ ὁπλίτας οἰκείους δούλους σὺν τοῖς σατράπαις αὐτοῦ ἐν τῇ νηΐ, ᾗ ἐπέβη, ὑπὲρ τοὺς πεντακοσίους, ὁ δ’ Ἀδοῦρνος ἐν αὐτῇ τῇ νηΐ, ὑπὲρ τοὺς ὀκτακοσίους γεναίους ὁπλίτας Φράγγους. Ἐν δὲ ταῖς
15λοιπαῖς ναυσὶν ὑπῆρχον τόσοι ἐπιβάται Τοῦρκοι, ὅσον ὁπλιτικὸν Φράγκων ἑκάστη ἐκέκτητο. Ὁ δὲ Ἀδοῦρνος ἦν φυλάττων τοὺς ὅρκους αὐτοῦ ἀκεραίως ἄνευ δό‐ λου τινός· ἐν δὲ τῷ μέσῳ τοῦ πορθμοῦ ἀναστὰς ὁ Ἀδοῦρνος καὶ γόνυ κλίνας ἔναντι τοῦ Μωράτ, ᾐτήσατο τὸ ὀφειλόμενον χρέος τοῦ μετάλλου τῆς στυπτηρίας. Καὶ ὁ Μωρὰτ ἀγαλλόμενος ἐδωρήσατο καὶ ἐβάπτετο κάλαμος ἐξαλείφων παλαιοῦ
20χρέους ἀπότισιν· τὸ δὲ χρέος ἦν ὡς εἴκοσι ἑπτὰ χιλιάδας νομισμάτων ἀπα‐ ρίθμησιν.

27

.

3

Ὁ δὲ Μουσταφᾶς εἰς τὸ πέραν ἑστὼς καὶ θεωρῶν τὰς ναῦς ὡς πολίχ‐ νια ἐν μέσῳ πελάγους ἢ ὡς νήσους ἐτιτρώσκετο τῇ ψυχῇ· ἦν γὰρ εὔδιος ἡ ἡμέ‐ ρα ἐκείνη. Καὶ οὐκ ἔχων τί δρᾶσαι, στέλλει ἓν τῶν ἀκατίων μετακαλῶν τινα τῶν εὐνουστέρων τοῦ Ἀδούρνου, ὡς ἔχων λόγους τινὰς τοῦ ὁμιλῆσαι. Ὁ δ’ Ἀδοῦρ‐
5νος στέλλει τὸν αὐτοῦ βικάριον Βαρνάβα δὲ Κορνήλια· καὶ τυχὼν μετὰ τοῦ Μου‐ σταφᾶ, ὑπέσχετο τοῦ δοῦναι τῷ Ἀδούρνῳ πεντήκοντα χιλιάδας νομίσματα, μόνον μὴ ἐκβαλεῖν αὐτὸν ἔξω τῆς νηός, ἀλλ’ ἀποπέμψαι ἑτέρωθι, ἔνθα καὶ βούλεται. Ὁ δὲ Ἀδοῦρνος οὐκ ἠθέλησεν ἀκοῦσαι.

27

.

4

Ὁ δὲ Μωρὰτ ἀκούσας τὰ γενόμενα ἐνηγκαλίσατο τῷ Ἀδούρνῳ καὶ εἶ‐
πεν· „Ἔσο ἀπὸ τοῦ νῦν ἡμέτερος ἀδελφὸς καὶ φίλος πιστός.“—Τότε παραστάν‐ τες ἄντικρυ Καλλιουπόλεως, οὐκ ἀφῆκαν οἱ τοῦ Μουσταφᾶ τὸ σύνολον πλησιάσαι ἐν τῷ λιμένι. Οἱ δὲ κυβερνῆται τῶν νηῶν πρὸς τὰ τοῦ λιμένος μέρη τὰ κάτω225
5ἔξω τῆς πόλεως ἐν τῷ πελάγει ἱστία χαλάσαντες ὁμοῦ καὶ τὰς ἀγγύρας, ἑτοιμά‐ ζοντο εἰς παρατάξεις τοῦ ἐξελθεῖν ἐν τῇ ξηρᾷ. Καὶ οἱ τοῦ Μουσταφᾶ διὰ ξηρᾶς δραμόντες ἀπεναντίως εἱστήκεσαν, κωλύοντες τὴν ἔξοδον. Ὁ δ’ Ἀδοῦρνος ἑτοι‐ μάσας τὰς βάλκας καὶ τὰ σκάφη καὶ ἀκάτια τῶν νηῶν, ὑπὲρ τὰ εἴκοσιν ἔπεμ‐ ψεν, ἵνα λάβωσι γῆν, ὄντες ἐντὸς τούτων ὑπὲρ τοὺς πεντακοσίους Φράγγους
10τζαγρατόρους καὶ δορυπόμπους. Ἐξελθόντες οὖν καὶ ἀποπέμψαντες τοὺς τοξό‐ τας ὡς μίλιον ἓν μακρὰν τοῦ αἰγιαλοῦ καὶ δεφενδεύοντες τὴν ἀκτὴν ἀσφαλῶς, ἐξῆλθε καὶ ὁ Μουρὰτ σὺν τοξόταις χιλίοις ἀμφοτεροδεξίοις καὶ μαχίμοις ἀλκι‐ μωτάτοις ἐπέκεινα τῶν τρισχιλίων. Οἱ δὲ Φράγγοι ἔμπροσθεν τῆς παρατάξεως διὰ τῶν τζαγροβολισμάτων καὶ πετροβόλων τὴν ὁδὸν λείαν ἐποίουν.

27

.

5

Τότε οἱ τοῦ Μωρὰτ σὺν τοῖς Φράγγοις μίαν ἀλαλαγὴν σαλπιγγώδη ποιήσαντες κατὰ τοῦ Μουσταφᾶ ἔθεον καὶ αὐτοὶ νῶτα διδόνες ἔφευγον καὶ οὗ‐ τοι διώκοντες οὐκ ἐπαύοντο, ἕως οὗ πολλοὺς κατέσφαξαν. Καὶ ὁ Μουρὰτ πρὸς τὸ πολίχνιον ἐλαύνων τῆς πόλεως, ὁ Μουσταφᾶς, ὡς εἶχε, πρὸς τὰ τῆς Ἀδρια‐
5νοῦ ᾤχετο καὶ εἰσελθὼν ἐν τῷ ταμείῳ, ᾧ οἱ θησαυροὶ ἐναπέκειντο, καὶ λαβὼν χρήματα, ὅσα ἠβούλετο, πρὸς τὰ τῆς Βλαχίας μέρη σὺν ὀλίγοις τὴν ὁδοιπορίαν ἐποίει ἐλαύνων τοὺς ἵππους, ὅσον ἐδύνατο.

27

.

6

Ὁ δὲ Μωρὰτ ἐν Καλλιουπόλει τρεῖς ἡμέρας ποιήσας καὶ τὸ φρούριον λαβὼν καὶ τοὺς κωλύσαντας μὴ ἐξελθεῖν ἐν τῷ λιμένι πάντας ἀφειδῶς κατασφά‐ ξας, εἰς Ἀδριανούπολιν σπεύδων ᾤχετο, ἔχων μεθ’ αὑτοῦ πλεῖστον στρατὸν ἐξ ἑῴας καὶ δύσεως καὶ τὸν Ἀδοῦρνον Ἰωάννην ὁμοῦ σὺν πᾶσι τοῖς ἐπιστατοῦσι
5τὰς νῆας καὶ στρατὸν ὑπὲρ τοὺς δισχιλίους ἄνδρας Ἰταλοὺς καταπεφραγμένους μέλανι χαλκῷ καὶ δορυφοροῦντας καὶ πελεκυφόρους πεζοὺς ἀρεϊκῷ θυμῷ ζέον‐ τας. Ἐν δὲ τῇ Ἀδριανοῦ εἰσερχόμενος, ἅπαντες οἱ τῆς πόλεως ἐξῆλθον εἰς ἀπάν‐ τησιν εὐφημοῦντες αὐτόν, ἐκεῖνος δὲ μετὰ περιχαρείας τοὺς ἅπαντας προσηγό‐ ρευε. Εἰσελθὼν δὲ ἐν τῷ παλατίῳ τοῦ πατρὸς αὐτοῦ καὶ εὐωχίαν μεγάλην καὶ
10πανδαισίαν ποιήσας, ἐκάλεσε πάντας τοὺς Λατίνους σὺν τῷ Ἀδούρνῳ καὶ εὐ‐ φρανθέντες εὐφήμησαν αὐτὸν ἅπαντες. Δωρήσας δὲ τῷ Ἀδούρνῳ δωρήματα πλεῖ‐ στα ἐδωρήσατο καὶ τὸ Περιθεώριον, ἓν τῶν πολιχνίων τῆς δύσεως, τοῦ ἔχειν καὶ νέμεσθαι τοῦτο ἐφ’ ὅλης ζωῆς αὐτοῦ· ὁμοίως καὶ τὰ κομμέρκια τῶν Φωκαιῶν. Καὶ τοὺς ἄλλους κυρίους τῶν νηῶν ἀλλάξας στολαῖς βαρυτίμοις καὶ ἄλλοις πολυ‐
15τελέσι δωρήμασιν ἀπέλυσεν αὐτοὺς εὐχαριστήσας ἐν εἰρήνῃ· ἐλθόντες δὲ ἐν Καλ‐
λιουπόλει καὶ πτερώσαντες τὰς νῆας ἔτεμον τὴν πρὸς Φώκαιαν θάλασσαν.227

27

.

7

Ὁ δὲ Μωρὰτ σὺν τάχει πολλῷ ἐξαποστείλας ὠκυπτέρους νεανίας καὶ στρατηγοὺς ἀνδρείους, συνέλαβον τὸν Μουσταφᾶν ἐγγύς που ταῖς τοῦ Ἴστρου ὄχθαις. Ἠβούλετο γὰρ εἰσελθεῖν ἐν Κωνσταντινουπόλει, ἀλλὰ τὰ προγεγονότα εἰς νοῦν λαμβάνων ὑπὸ τοῦ συνειδότος ἐκωλύετο. Παρέστησαν γοῦν αὐτὸν τῷ
5Μουράτ, ὁ δὲ ἔδωκεν ἀπόφασιν τοῦ δι’ ἀγχόνης θανατῶσαι αὐτὸν ἐν τῷ δημοσίῳ τόπῳ ὡς ἕνα τῶν κακούργων, ἵνα ἡ τῶν ἀνθρώπων ὑπόληψις, εἰ καὶ οὐχὶ πάντες, ἀλλ’ οἱ πλεῖστοι τῶν τοῦ δήμου, καταλάβοι, ὡς οὐχ ὑπῆρχεν υἱὸς τοῦ Παιγαζὴτ Ὀθμάν, ἀλλ’ ἦν πλαστὸς καὶ κατασκευασμένος παρὰ τοῦ βασιλέως Μανουὴλ τοῦ Παλαιολόγου. Ἡ δὲ ἀλήθεια οὕτως ἔχει, ὡς τοῦ Παγιαζὴτ ὑπῆρχεν υἱός.

28

.

1

Καθίσαντος οὖν ἐπὶ τοῦ θρόνου τῆς ἡγεμονίας τοῦ πατρὸς αὐ‐ τοῦ ἤδη χειμῶνος ἄρξαντος, ἐν ἔαρι διαλαλιὰς πανταχοῦ καὶ κηρύγματα πέμψας, στρατὸν ἀθροίζει πολὺν καὶ κατὰ τῆς πόλεως Κωνσταντίνου τὴν ἑτοιμασίαν ἐποίει. Καὶ ὁ βασιλεὺς Μανουὴλ πρὸ πολλοῦ τὴν βασιλείαν τῷ υἱῷ Ἰωάννῃ ἀνα‐
5θείς, αὐτὸς γέρων ὢν ἐκάθητο, σχολάζων ἐν μελέτῃ θείων λογίων. Μαθὼν οὖν, ὅτι ὁ Μωρὰτ στρατεύειν μέλλει κατ’ αὐτοῦ τῷ μηνὶ ἐκείνῳ, ἦν γὰρ Ἀπρίλιος, στέλλει ἀποκρισιάριον πρὸς αὐτὸν ὀνόματι Θεολόγον Κόρακα, ἄνθρωπον ἐκ Φι‐ λαδελφείας ὁρμώμενον καὶ μετὰ τὴν τῶν Τατάρων εἰς τὴν Ἀσίαν ἔφοδον μετοι‐ κήσαντα ἐν Κωνσταντινουπόλει. Ἦν γὰρ πανοῦργος ὡς οὐδεὶς τῶν ἄλλων τῷ
10τότε καιρῷ καὶ εἰς τὰς τῶν Τούρκων πράξεις καὶ διαβολὰς πονηρότατος. Συχνά‐ ζων μετά τινων τῶν ἀρχόντων ἐν τῷ παλατίῳ ἐγένετο καὶ τῷ βασιλεῖ Μανουὴλ γνώριμος καὶ διὰ τὸ ἀσκεῖν τὴν τῶν Τούρκων γλῶτταν καὶ ἐπίστασθαι αὐτήν, ὡς ἐχρῆν, ἐστέλλετο σὺν τοῖς πρέσβεσι τοῦ βασιλέως ἀεί, ὑπηρετῶν καὶ μεθερ‐ μηνεύων τὰ λεγόμενα παρὰ τῶν πρέσβεων πρὸς τοὺς μεσάζοντας τοῦ ποτὲ Μα‐
15χουμὲτ ἡγεμόνος. Τοῦ καιροῦ τοίνυν ἀναλισκομένου συχνάκις εἰς τὸ τοιοῦτον ὑπούργημα, γίνεται γνώριμος καὶ τῷ ἡγεμόνι Μαχουμὲτ καὶ τῷ μεγάλῳ μεσά‐ ζοντι Παγιαζήτ· καὶ τοιοῦτον ἐφιλιώθη, ὅτι, εἴ τι ἦν τὸ βουλόμενον παρὰ τοῦ βασιλέως πρὸς τὸν Μαχουμὲτ καὶ παρὰ τοῦ Μαχούμετ πρὸς τὸν βασιλέα, ἐν ἀκα‐ ρεῖ καιροῦ ῥοπῇ ὁ Θεολόγος ἐξύφαινε καὶ ἐφαίνετο καὶ εἰς τοὺς δύο μέγας διορ‐
20θωτὴς πραγμάτων πολλῶν. Ὁ τὰ πάντα γοῦν τὰ καλὰ βασκαίνων φθόνος ἐστο‐
χάζετο καὶ πρὸς τὸν Θεολόγον ὀξέως.229

28

.

2

Τοῦ Μαχουμὲτ οὖν παρελθόντος καὶ Παγιαζὴτ τοῦ μεσάζοντος καὶ με‐ ταπεσόντα τὰ πράγματα ἐν τῷ προῤῥηθέντι Μουσταφᾶ διὰ συνδρομῆς τῶν Ῥω‐ μαίων καὶ τὸ τῆς φιλίας γλυκὺ εἰς ἔχθραν πικρίας κατηντηκὸς τῶν πραγμάτων πάλιν μεταπεσόντων εἰς τὸν Μουρὰτ καὶ θέλων ὁ βασιλεὺς τὸ πικρὸν μεταβαλεῖν
5πάλιν εἰς γλυκύ, στέλλει πρὸς τὸν Μωρὰτ ἀποκρισιαρίους Παλαιολόγον τὸν Λα‐ χανᾶν καὶ Μάρκον Ἰάγαριν, ἄνδρας εὐγενεῖς καὶ συνετούς, τοῦ παραστῆσαι διὰ λόγων πιθανῶν, ὅτι τὰ συμβάντα τῷ Μωρὰτ οὐκ ἦν αἰτία ὁ βασιλεύς, ἀλλ’ ὁ Πα‐ γιαζήτ, ὁ τῶν πραγμάτων τῆς ἡγεμονίας ἐπίτροπος· καὶ οὐκ ἠβουλήθη δοῦναι τὰ νεογνὰ ἐν χερσὶ τοῦ βασιλέως, καθὼς ἐνδιαθήκως προέτρεψεν ὁ πατὴρ αὐτῶν
10τῷ Παγιαζήτ, ἀλλὰ ἀτίμως τοὺς αἰτοῦντας αὐτὰ πρέσβεις ἀπέπεμψεν. Ὁ δὲ Μω‐ ρὰτ τοὺς ῥηθέντας ἀποκρισιαρίους μήτε ἰδεῖν μήτε ἀκοῦσαι θελήσας, περιορίσας αὐτοὺς ἐν ὀλίγαις ἡμέραις, ἕως οὗ ἀπαρτίσαι δυνηθείη τὰ πρὸς χρείαν αὐτῷ πολεμικὰ κατὰ τῆς Πόλεως, τότε ἀπέλυσεν εἰπών· „Ὑπάγετε, ἀναγγείλατε τῷ βασιλεῖ, ὅτι ἤδη ἔρχομαι ταχύ.“—Ἐν ὀλίγαις δὲ ἡμέραις ἀθροίσας ἅπαντα τὸν
15στρατὸν αὐτοῦ, ὑπὲρ ἀριθμὸν ὄντα εἰπεῖν, ἐπέκεινα τῶν διακοσίων χιλιάδων, κα‐ τὰ τῆς Πόλεως ἔξεισιν.

28

.

3

Οἱ δὲ Πολῖται κατὰ τοῦ Θεολόγου ὑπενόουν κακὴν ὑπόνοιαν λέγοντες ἐν νῷ, ὅτι διὰ τὸ μὴ ἀφικέσθαι αὐτὸν ἐν τῇ πρεσβείᾳ ἔῤῥαψε δόλον κατὰ τῆς πόλεως· ἦν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον φιλικῶς διακείμενος σὺν τοῖς ἀρχηγοῖς Τούρ‐ κοις καὶ σὺν αὐτῷ τῷ ἡγεμόνι ὁ Θεολόγος. Ὁ δὲ βασιλεὺς Μανουὴλ ὁρῶν τὸν
5θόρυβον ἐν μέσῳ τοῦ ὄχλου κατὰ τοῦ Θεολόγου, στέλλει τοῦτον πρὸς τὸν Μου‐ ράτ, ὡς δῆθεν πρεσβεύσων τὰ τῆς εἰρήνης, ἦν γὰρ ὁ Μωρὰτ περικυκλώσας καὶ χαρακώσας τὴν Πόλιν, πήξας αὐτοῦ τὰς σκηνὰς ἐν τῷ ναῷ τῆς Πηγῆς ἔνδον, πλησίον τοῦ τείχους τῆς πόλεως. Ἐξελθὼν δὲ ὁ Θεολόγος καὶ ἐντυχὼν τῷ Μου‐ ρὰτ καὶ τοῖς μεγιστάνοις αὐτοῦ καὶ πολλὰ καμὼν καὶ λαλήσας περὶ εἰρήνης, οὐκ
10ἐδυνήθη πεῖσαι καταπειθῆ τὸν τύραννον, ὥς τινες λέγουσιν· ὡς δ’ οἱ πλεῖστοι ὑπώπτευσαν, ἐλάλησε πρὸς τὸν Τοῦρκον, ὅτι· „Εἰ ποιήσεις μοι συνθήκας ἐνόρ‐ κους τοῦ εἶναί με ἄρχοντα καὶ ἡγεμόνα τῆς Πόλεως, ἐγώ σοι ταύτην παραδώ‐ σω.“—Εἷς δὲ τῶν πιστοτάτων αὐτοῦ ἐνωτισθεὶς τὰ λεγόμενα καὶ εἰσελθόντες
ἐν τῇ πόλει μετὰ τὸ ποιῆσαι τὰς συνθήκας, ὅτι τὴν ἡμέραν ἐν ᾗ μέλλει γενέσθαι231
15ὁ πόλεμος, αὐτὸς ἐν τῇ τῆς Πηγῆς Πύλῃ μετὰ τῶν αὐτοῦ εἰσάξει τοὺς Τούρκους ἐντός, εἰσελθὼν δὲ ὁ Θεολόγος καὶ τυχὼν τῷ βασιλεῖ καὶ διηγούμενος τὰ τῆς πρεσβείας, ἐκεῖνος ἀνήγγειλε τοῖς ἔξω τὰ περὶ τῆς ἀπιστίας αὐτοῦ πιστούμενος τὰ λεγόμενα διὰ τεκμηρίων τινῶν. Ἐξελθὼν δὲ ὁ Θεολόγος ἐκ τῆς μονῆς, ἦν γὰρ οἰκῶν τότε ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Περιβλέπτου, ἀσθενὴς καὶ γέρων, ὁ δὲ
20Ἰωάννης ὁ βασιλεὺς ἠσχολεῖτο πρὸς τὰ ἀντίμαχα τῆς πόλεως, καὶ μέρος τῶν ἀρχόντων καὶ τὸ βασμουλικὸν ἅπαν κατεβόησαν κατ’ αὐτοῦ, ὕβρεις καὶ λοιδορίας ἐκχέοντες. Τότε ὁ βασιλεὺς ἀκούσας τὴν ταραχὴν ἠρώτα, τί τὸ γενόμενον, οἱ δὲ παρέστησαν αὐτῷ τὸν ἄνθρωπον διηγούμενον τὰ περὶ τῆς προδοσίας. Θέλων δὲ ὁ βασιλεὺς καταπραῧναι τὸν ὄχλον, ἐκέλευσε περιορισθῆναι τὸν Θεολόγον καὶ
25σὺν αὐτῷ τὸν προδότην αὐτοῦ, ἵνα τὴν αὔριον ἐτάσῃ τὴν ἀλήθειαν.

28

.

4

Οἱ δὲ Κρῆται ὄντες ἐν τῇ Βασιλικῇ Πύλῃ φύλακες καὶ ἀκούσαντες τὰ τῆς προδοσίας, ἔδραμον λέγοντες τῷ βασιλεῖ,—ἦσαν γὰρ οἱ Κρῆται ἀεὶ πιστό‐ τατοι καὶ ζῆλον θεῖον ἔχοντες πρὸς τὰ τεμένη τῶν ἁγίων καὶ εἰς τὰ σφῶν λεί‐ ψανα καὶ εἰς τὸ βασίλειον τῆς Πόλεως·—εἶπον οὖν αὐτῷ· „Ὦ βασιλεῦ, ἄδικόν
5ἐστιν ἡμᾶς προτιμᾶν τὴν Πόλιν ὑπὲρ τὴν ἐνεγκαμένην καὶ ποθεῖν τοῦ ἐκχεῖσθαι τὸ αἷμα ἡμῶν ὑπὲρ τῆς βασιλευούσης, οἱ δ’ αὐτόχθονες καὶ οἱ τὸ εὐδοξεῖν ἐκ ταύτης ἔχοντες εἶναι προδόται τῶν θείων μυστηρίων καὶ τῆς βασιλείας σου. Κέ‐ λευσον οὖν, ἵνα παραδόσωσιν εἰς χεῖρας ἡμῶν τὸν Θεολόγον καὶ ἡμεῖς ἐξετάσο‐ μεν ἀκριβῶς τὰ περὶ τούτου.“—Ὁ δὲ βασιλεὺς ἀπεκρίνατο· „Ἐγὼ μὲν δειλιῶ,
10μή πως κατὰ φθόνον κινδυνεύῃ ὁ ἄνθρωπος· εἰ γὰρ ἐγίνωσκον, ὅτι ἐν ἀληθείᾳ στρεβλὸς ἦν, αὐτῇ τῇ ὥρᾳ κατεδίκαζον αἰσχίστῳ θανάτῳ. Ἄρατε οὖν αὐτὸν ὑμεῖς καὶ ἐξετάσατε· καὶ εἰ μὲν ἀθῷος, ἄφετε, εἰ δὲ ἐπὶ τῷ κρίματι, τισάσθω τὴν τιμωρίαν.“—Λαβόντες οὖν τὸν Θεολόγον καὶ ἐξετάσαντες ἀκριβῶς καὶ διὰ τιμωριῶν καὶ διὰ σημείων τινῶν, ὧν ἐρευνήσαντες εὗρον ἐν τῷ οἴκῳ αὐτοῦ, διά‐
15φορα σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ χρυσοΰφαντα πέπλα καὶ ἐγγράφους ἀπο‐ δείξεις, ἃς ἐποίει κατὰ τοῦ βασιλέως· τὰ δὲ σκεύη ἐδίδοσαν παρὰ τοῦ βασιλέως ὡς ἀποκομισόμενα τῷ Τούρκῳ, ὁ δ’ αὐτὸς ἐνοσφίζετο ταῦτα· τότε οἱ Κρῆται σύραντες αὐτὸν διὰ τῆς λεωφόρου ἕως τῆς Πύλης τῆς Βασιλικῆς ἐκεῖ τοὺς ὀφθαλ‐
μοὺς ἐξορύττουσιν ἀνηλεῶς καὶ ἀπανθρώπως· οὕτω γὰρ ἐξέγλυψαν τοὺς ὀφθαλ‐233
20μοὺς αὐτοῦ, ὡς μηδὲ τύπον φαίνεσθαι βλεφάρων ἢ δέρματος. Βαλόντες τοίνυν ἐν τῇ φυλακῇ, ἐν τρισὶν ἡμέραις ἀπέθανε, τὴν δὲ οἰκίαν αὐτοῦ δημεύσαντες ἐνέ‐ πρησαν πολὺν θησαυρὸν γέμουσαν.

28

.

5

Ὁ Μουρὰτ οὖν ἀκούσας τὸν θάνατον τοῦ Θεολόγου καὶ τίς ἡ αἰτία τοῦ φόνου ἐθυμώθη τε καὶ ἐλυπήθη· καί τινες παρέδωκαν εἰς αὐτόν, ὡς ὅτι αἴ‐ τιος τοῦ φόνου τοῦ Κόρακος οὐκ ἦν ἄλλος εἰ μὴ Μιχαὴλ ὁ Πύλλης. Οὗτος γὰρ ὁ Πύλλης ἦν ἐξ Ἐφέσου, Ῥωμαῖος τῷ γένει, τὸ σέβας χριστιανός, τὴν τύχην ἐξ
5εὐγενῶν τῆς αὐτῆς πόλεως, τὴν τέχνην καὶ τὸ ἐπιτήδευμα γραφεὺς ἐν τῷ παλα‐ τίῳ τοῦ ἡγεμόνος ἐν γράμμασι Ῥωμαϊκοῖς καὶ Ἀραβικοῖς, τὴν πρᾶξιν καὶ τὸν τρόπον δύσχρηστος, λάγνος, ἄσωτος καὶ παμβέβηλος. Οὗτος συνὼν τότε τῷ τυράννῳ, παρέδοκαν αὐτὸν λέγοντες ὅτι οὗτος ὁ Πύλλης ἔγραψε τότε τῷ βασιλεῖ, πῶς ὁ Θεολόγος μέλλει προδοῦναι τὴν Πόλιν καὶ παρ’ ἐκείνου τοῦ μηνύματος
10ἀπέθανεν ὁ Κόραξ. Δεσμώσαντες οὖν τοῦτον καὶ βασανίσαντες ἀνηλεῶς, ἦν γὰρ μισητὸς παρὰ πάντων, ὕστερον πυρκαϊὰν ἀνάψαντες παρέστησαν ἐν αὐτῇ τὸν ἄθλιον καὶ ἐρωτήσαντες, εἰ βούλεται ἐξομόσαι τὴν πίστιν τῶν χριστιανῶν, σω‐ θήσεται, εἰ δὲ μή, τὸ πῦρ δαπανήσει. Τότε ὁ πρὸ τῆς ἀρνήσεως Τοῦρκος κατὰ τὰς πράξεις ἠρνήσατο καὶ περιέτεμον αὐτὸν πομπεύσαντες. Μετὰ χρόνους δὲ ἱκα‐
15νοὺς τὴν ψυχὴν ἀπέῤῥηξεν, ἐν τῇ ὁμολογίᾳ ταύτῃ τῇ ἀπαισίῳ δοὺς τὸ τέλος.

28

.

6

Ὁ δὲ βασιλεὺς Μανουὴλ κατάκοιτος ὢν καὶ καθεκάστην ἔχων εἰπεῖν πρὸ ὀφθαλμῶν τὸν θάνατον, σοφίζεται κατὰ τοῦ Μωρὰτ ὃ λέξων ἔρχομαι. Τὰ δύο τέκνα, τοῦ Μεχέμετ, ἀδέλφια δὲ τοῦ Μωράτ, τὸ μὲν ἓν φθάσας ἔπνιξε κατὰ τὴν κρατοῦσαν εἰς αὐτοὺς μιαιφόνον συνήθειαν· τὸ δ’ ἄλλο, ὁ καὶ Μουσταφᾶς ἐκα‐
5λεῖτο, θανόντος τοῦ πατρὸς αὐτῶν εἷς τῶν μεγιστάνων τοῦ πατρὸς αὐτοῦ ὀνό‐ ματι Ἐλιέζ, τὸ ὀφφίκιον αὐτοῦ πιγκέρνης, ὁ λεγόμενος κατὰ τὴν τῶν Τούρκων γλῶτταν σιαραπτάρ, κλέψας αὐτὸ καὶ περάσας εἰς τὰ τῆς ἀνατολῆς μέρη τὰ πρὸς Παφλαγονίαν, πέμπει κρυφίως γραφὰς πρὸς τὸν σιαραπτὰρ Ἐλιὲζ ὁ βασιλεὺς τοῦ ἄγειν τὸ παιδίον ἐν τῇ Προύσῃ στείλας πρὸς αὐτὸν καὶ χρυσίου μέρος πολὺ τοῦ
10ῥογεῦσαι καὶ στῆσαι νεόλεκτον στρατὸν καὶ εἰσάξαι τὸ παιδίον ἐν τῇ ἐπαρχίᾳ τῆς Βιθυνίας. Ὁ Μουρὰτ οὖν ἠσχολεῖτο ἐν ἑλεπάλξεσι καὶ ἀκροβολισμοῖς τοῦ λαβεῖν τὴν Κωνσταντίνου. Ἐν ὀλίγαις οὖν ἡμέραις ἔρχεται εἷς τῶν ταχυδρόμων ἀπαγγέλων τῷ Μουράτ, ὅτι· „Ὁ ἀδελφός σου ὁ Μουσταφᾶς εἰσῆλθεν ἐν τῇ
Προύσῃ καὶ ὑπεδέξαντο οἱ τῆς πόλεως καὶ εὐφήμησαν αὐτὸν ὡς ἡγεμόνα· καὶ235
15ἀπάρας ἐκ τῆς Προύσης σὺν τῷ σιαραπτὰρ Ἐλιὲζ ὑπάγει εἰς τὴν Νίκαιαν.“— Ταῦτα μαθὼν ὁ Μουρὰτ καὶ ἐν νῷ βάλλων, ὡς· „Ὁ βασιλεὺς τῶν Ῥωμαίων ἔχει καὶ ἕτερον Μουσταφᾶν τοῦ ἐνέγκαι με πειρασμούς,“ ἀφίησι τὴν ἔχθραν καὶ λύει τὰς παρατάξεις καὶ τὰς μελετωμένας ἐπάλξεις καὶ ἑλεπόλεις καὶ δίδωσιν λύ‐ σιν τῷ μυριαρίθμῳ στρατῷ καὶ αὐτὸς ἀφεὶς τὸ πολεμεῖν ἐπανέζευξεν ἐν τῇ
20Ἀδριανοῦ.

28

.

7

Ὁ δὲ βασιλεὺς Μανουὴλ ἔκειτο τὰ λοίσθια πνέων, γενόμενος παρά‐ πληκτος καὶ ἐν τρισὶν ἡμέραις ἀπέδωκε τὸ χρεών, ὄντως σοφώτατος καὶ ἐνάρε‐ τος ἔν τε σωφροσύνῃ καὶ κοσμιότητι, καταλείψας τὴν βασιλείαν τῷ υἱῷ αὐτοῦ Ἰωάννῃ, τῷ ὑστάτῳ βασιλεῖ τῶν Ῥωμαίων καὶ πρώτῳ ἐν πᾶσι τὰ τῆς βασιλείας
5ἔχοντι ἰδιώματα.

28

.

8

Ἐποίησε γοῦν ὁ Μουρὰτ σὺν τοῖς στρατεύμασιν αὐτοῦ ἐπάνω τῆς Πόλεως μῆνας τρεῖς· μετὰ δὲ τὸ ἐγερθῆναι καὶ εἰσελθεῖν ἐν τῇ Ἀδριανοῦ, μετὰ τρεῖς ἡμέρας ἔρχεται ἐν Καλλιουπόλει καὶ περάσας σὺν ἱκανῷ πεζικῷ καὶ ὀλίγοις ἵπ‐ ποις, τινὸς μὴ γινώσκοντος ποῦ πορεύεται, δι’ ἑνὸς ἡμερονυχθίου πρωῒ ἔτι σκο‐
5τίας οὔσης φθάνει Νίκαιαν καὶ προσημαίνει τὴν ἔλευσιν αὐτοῦ τοῖς ἀπίστοις. Καὶ αὐτοὶ θροῦν ποιήσαντες ἐν μέσῳ τῆς πόλεως, ἀνοίγονται αἱ θύραι καί, ἀνα‐ τέλλων, εἰσάγεται ὁ Μουρὰτ ἐντὸς καὶ εὑρὼν τὸν μείρακα ἔπνιξεν καὶ τοὺς αὐ‐ τοῦ ὑπασπιστὰς κατέσφαξεν· ἦν δὲ ὁ Μουσταφᾶς ὡς ἐτῶν ἕξ. Τότε ὡς εἶδε τὸ παιδίον τεθνηκότα, ἐκέλευσεν ἄγειν αὐτὸ ἐν τῇ Προύσῃ καὶ παραδοῦναι τῷ τάφῳ
10πλησίον τοῦ πατρὸς αὐτῶν. Ἐν τῷ ἔτει ἐκείνῳ ἀπέθανον τρεῖς ἀρχηγοὶ Μου‐ σταφᾶδες· εἷς ὁ καὶ πλαστὸς παρὰ τοῖς πολλοῖς λεγόμενος, ἄλλος ὁ τοῦ Μουρὰτ ἀδελφὸς καὶ ἕτερος ὁ τοῦ Ἀτήν, ὃν ἀπέκτεινε Τζινεήτ· καὶ βασιλεὺς τῶν Ῥω‐ μαίων ὁ Μανουήλ.

28

.

9

Ὁ δὲ Μουρὰτ ἐπανελθὼν ἐν Ἀδριανουπόλει οὐκ ἐπαύετο νυκτὸς καὶ ἡμέρας ἐρευνῶν ἀφορμήν τινα, ὥστε ἀντᾶραι τῷ Τζινεήτ. Μηνύει οὖν αὐτῷ λέγων· „Οἶδας τὰς συνθήκας, ἅς μοι συνέθου. Καὶ εἰ μὲν βούλει τοῦ εἶναι σε φίλον ἐμόν, πέμψον μοι τὸν σὸν υἱὸν διαταχέως, ὅτι μέλλω περᾶν τὸν Ἴστρον.
5Εἰ δ’ οὖν, ἔσο μοι διακείμενος σὺν τοῖς ἐμοῖς ἀνηκόοις κἀγώ, τὸ ὅπερ Θεῷ βου‐ λητόν, εἰς σὲ πράξω.“—Ὁ Τζιναὴτ γοῦν ἀπεκρίνατο· „Ὅ σοι βουλητόν, πρᾶτ‐
τε, τὴν δ’ ἀπέκβασιν τῷ Θεῷ ἄφες.“—237

28

.

10

Στέλλει οὖν ἐν ἐκείνῳ τῷ ἔτει ἀκιντζίδας ἐν Βλαχίᾳ καὶ ἐν Σερβίᾳ δεικνύων τὴν ἀνάῤῥησιν αὐτοῦ. Ἔρχονται οὗν ἀποκρισιάριοι πάντοθεν, προσα‐ γορεύοντες αὐτῷ τὰ τῆς ἡγεμονίας εἰσόδια καὶ ἀπὸ τὸν δεσπότην Σερβίας καὶ ἀπὸ βεηβόδαν Βλαχίας· ἐποίησεν οὖν εἰρήνην σὺν ἐκείνοις.

28

.

11

Μετὰ δὲ τοῦ βασιλέως Ἰωάννου οὐκ ἦν τὸ σύνολον ἡμερωθῆναι, ἀλλ’ ἔτρεφεν ἔχθραν ἄσπονδον. Ὡς οὖν οὐκ ἠδυνήθη τι πρᾶξαι κατὰ τῆς Πόλεως, πρὸς τὰ μέρη τῆς Θετταλίας τὴν ὁρμὴν τοῦ νοὸς εἶχε καὶ πρὸς τὰς ἐμβολὰς τῆς Πελοποννήσου. Καὶ ἐν τοῖς ἀγιαλοῖς τοῖς κατὰ τὸν Στρυμόνα, πέμψας οὖν
5ἱκανὰ στρατεύματα ἔκλεισε Θεσσαλονίκην καὶ τὰ πέριξ ἐλεηλάτει· τὸ Ζητούνιον καὶ τὰ πέριξ ἐκούρσευε. Ἦν δὲ τότε ἐν Ζητουνίῳ σταλεὶς εἰς ὑπατείαν Καντακου‐ ζηνὸς ὁ Στραβομύτης, ἄνδρας γενναῖος, εἰ χρὴ καλεῖν αὐτὸν ἄνδρα, ποιήσας με‐ γάλην ζημίαν ἐν ἐκείνοις τοῖς μέρεσι τοὺς κατοικοῦντας Τούρκους καὶ περιέπων ἀσφαλῶς τὰ πέριξ τοῦ Ζητουνίου καὶ τὸ πολίχνιον.

28

.

12

Ἑτοιμάσας τὸν τῆς ἑῴας στρατὸν πέμπει στρατάρχην ὀνόματι Χαλίλην τινά, Ῥωμαῖον τῷ γένει, γαμβρὸν ἐπ’ ἀδελφῇ τοῦ προμνημονευθέντος Παγια‐ ζήτ, ὃν ἀπέκτεινε Τζιναὴτ ἔτι ὢν σὺν τῷ Μουσταφᾶ· καὶ δὴ λαβὼν τὰς δυνά‐ μεις ἁπάσας πρὸς τὰ μέρη Φιλαδελφείας, ὁ δὲ Τζιναὴτ τὸ παράπαν μὴ δειλιῶν,
5ἔχων στρατὸν ἱκανὸν καὶ αὐτός, ἐξέρχεται καὶ προσυπαντᾷ τῷ Χαλὶλ ἐν τῷ κάμ‐ πῳ τῶν Θυατείρων. Καὶ τεντώσαντες ἀπ’ ἀλλήλων ἄντικρυ, ἀπέχοντες ὡς στά‐ δια πέντε, πρωῒ σαλπίγγων ἠχησάντων ἀμφοτέρων τῶν μερῶν καὶ πάντων ἐνορ‐ δίνως ταξάντων τὰς φάλαγγας, ὁ νεώτερος τῶν υἱῶν αὐτοῦ, ὃς καὶ Κούρτης ἐπω‐ νομάζετο, ὃς λέγεται λύκος, εἴσεισι σὺν τοῖς ἀσπιδοφόροις αὐτοῦ καὶ τῷ λοιπῷ
10τάγματι καὶ ἐν μέσῳ τῆς παρατάξεως ὥσπερ ὗς ἄγριος διέβη. Τὰ δὲ τάγματα καὶ οἱ λεγεῶνες τοῦ Χαλὶλ παραχωρήσαντες καὶ τόπον δόντες, διέβη μέσον ὀλίγην ζημίαν ποιήσας. Ὁ δὲ Χαλὶλ εἰδὼς τὸ ἄτεχνον αὐτοῦ καὶ ἀστράτευτον μετέστησε τὰ στρατεύματα ἐν ὀλίγῳ τόπῳ ὡς ἐν παρόδῳ καὶ ἐκέλευσε τὰς λευκὰς καλύπτρας ὑποκρύπτειν τὸν καθένα, ὑπολαβών, ὅτι ὁ Κούρτης ἐν ὑποστροφῇ πάλιν τὴν αὐ‐
15τὴν ὁδὸν διαβήσεται. Τζινεήτης μὲν ἵστατο παρητοιμασμένος, ὡς, ὅταν ὁ Κούρτης ἐπαναστρέψῃ εἰς τὴν οὐραγίαν, τότε καὶ αὐτὸς ἐξέλθῃ συναντήσων τῷ Χαλίλ· ἐφοβεῖτο γάρ, μή πως, ὄπισθεν καὶ αὐτὸς ἐλθὼν τοῦ Κούρτη, εἰς τὸν λοιπὸν στρατὸν γένηταί τις διάῤῥοια καὶ ῥέψωσιν εἰς τὸν Χαλίλ· καὶ διὰ τοῦτο οὐ με‐ τεκινεῖτο προσδοκῶν τὸν Κούρτην. Ὁ δὲ Κούρτης ἀλαζονευόμενος καὶ ἀγερωχῶν239
20σὺν τῷ ἵππῳ καὶ τοῖς ἑτέροις ὁμαίχμοσι στρατιώταις, ἐβράδυνε στρέφων· καὶ δὴ μέχρι σταδίων δέκα δρόμον περάσας καὶ τοὺς συναντῶντας κατασφάξας ἐστρά‐ φη πρὸς τὴν εὐθεῖαν, ἣν ἐδιέβη ἐκεῖνος, ὁδόν. Καὶ ἰδὼν ἐν ἐμφανεῖ τόπῳ στρα‐ τιώτας πολλοὺς καὶ ὀργάνων ἦχον καὶ σημαίας ὁμοίας τοῦ πατρὸς αὐτοῦ ἔδοξεν, ὅτι ὁ πατὴρ αὐτοῦ ἐξόπισθεν ἐτροπώσατο τὸν Χαλίλ. Ἐγγύσας οὖν τὸν τόπον
25καὶ γνωρίσας, ὅτι οἱ ὑπεναντίοι εἰσίν, στρέψας τὰς ἡνίας καὶ ὀπισθοδρόμως ἐλαύνων ἔφευγε μὲν ὡς λαγωός, ἐδιώκετο δὲ παρὰ τῶν ταχυδρόμων, ὡς εἴποι τις, ἀεροβατῶν κυνῶν. Ὁ δὲ Τζινεὴτ ἐπὶ τῇ τοσαύτῃ ἀργίᾳ ἐδυσχέραινε. Ὡς ἐν ὀλίγῳ οὖν ἠγρεύθη ὁ λύκος καὶ παρέστη τῷ Χαλίλ. Ὁ δὲ Τζιναὴτ μαθὼν τὴν τοῦ υἱοῦ ἅλωσιν στραφεὶς σὺν τῷ λοιπῷ στρατῷ, τὰ πρὸς τὴν Σμύρνην ὄρη καὶ
30δυσβάτους τόπους διέβαινεν, ἕως οὗ κατηντήκῃ ἐν πολιχνίῳ τινί, Ὑψηλὴ ἐπονο‐ μαζόμενον· εἶχε γὰρ αὐτὸ προμεμελετημένον καὶ καλῶς ἠσφαλισμένον ἐν ἄρμασι καὶ νέοις καὶ παντοίᾳ τροφῇ. Ἦν δὲ τὸ πολίχνιον τοῦτο ἐν ἑνὶ κόλπῳ θαλάσσης κατὰ τὴν Ἰωνίαν, ἀπέναντι νήσου Σάμου, ἔνδον ἐν ἀκτῇ τῆς θαλάσσης. Ηὐλίσθη οὖν ἐκεῖ.

28

.

13

Ὁ δὲ Χαλὶλ στέλλει τὸν υἱὸν αὐτοῦ Κούρτην σιδηρόδετον ἐν Ἀνδρια‐ νοῦ πρὸς τὸν ἀμηρᾶν ὡς ἀπαρχὴν τοῦ θερισμοῦ Τζιναὴτ καλήν. Ὁ δὲ ἀμηρᾶς Μωρὰτ στέλλει τοῦτον δέσμιον μετὰ τοῦ θείου αὐτοῦ Χαμζᾶ, ὃν ὁ λόγος φθά‐ σας ἐδήλωσεν, ἐν τῇ Καλλιουπόλει καὶ χειροδεσμήσαντες καὶ σιδηροδήσαντες
5ἔβαλον αὐτοὺς ἐν τῷ πύργῳ. Ὁ δὲ Χαλὶλ διαβὰς ὃν Ἕρμωνα ποταμὸν καὶ εἰς Νύμφαιον ἐλθὼν κἀκεῖθεν ἀπάρας εἰς Ἔφεσον ἦλθεν· καὶ πάντας τοὺς μεγι‐ στάνους καὶ τοὺς ἐν ἐξουσίαις ἔδωκε πίστεις καὶ ἔλαβε τοῦ εἶναι ἀθῴους ἀπὸ παντὸς δόλου καὶ αὐτὸς αὐτοῖς ὑπέσχετο τοῦ δοῦναι ἑνὸς ἑκάστου τὸ σιτηρέσιον καὶ τὸν τόπον καὶ τὴν τιμήν. Αὐτὸς δὲ γράφει καὶ πέμπει πρὸς τὸν ἡγεμόνα
10ἀπαγγέλλων ἅπαντα τὰ γενόμενα. Ὡς ἤκουσεν τὴν τοῦ Τζιναὴτ φυγὴν καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ διὰ τοῦ Χαλὶλ γεγονῶσαν ἀριστείαν, ἔδωκε τὴν ἐπαρχίαν τῷ Χαλίλ, ἀντ’ αὐτοῦ δὲ στέλλει τὸν Χαμζᾶν, ὃς ἦν γυναικαδελφὸς τοῦ Χαλίλ, ἀδελφὸς δὲ τοῦ Παγιαζήτ, ὃν ἐφόνευσε Τζινεὴτ ἐν ταῖς ἡμέραις τοῦ Μουσταφᾶ,
τοῦ περιβλέπειν καὶ σκοπεῖν τὴν Ὑψηλὴν καὶ πολεμίζειν αὐτὴν καὶ προσέχειν241
15ἐπιμελῶς τοῦ μὴ διαδρᾶναι. Ὁ δὲ ὁρῶν ἐν στενῷ τὰ πράγματα ὄντα, ἔπλευσε διὰ θαλάσσης· εἶχε γὰρ ἐν τῇ Ὑψηλῇ τρία πλοῖα διήρεα καὶ εἰσελθὼν εἰς αὐτὰ ἔπλει τὴν πρὸς Παμφυλίαν θάλατταν, καταστήσας ἐν τῇ Ὑψηλῇ τὸν αὐτοῦ ἀδελφὸν Παγιαζὴτ καλούμενον, ἄρχοντα καὶ παραγγείλας αὐτὸν τοῦ ἐπιμε‐ λεῖσθαι, ὅση δύναμις, τὸ πολίχνιον· εἶχε γὰρ πᾶσαν ἐντὸς καὶ ἀρμάτων καὶ
20βρωμάτων καὶ παντοίων χρειῶν καὶ νέων πλείστων παντοίαν παρασκευὴν ἱκανήν.

28

.

14

Αὐτὸς δὲ ἐξελθὼν εἰς Ἀμόριον καὶ μηνύσας τῷ ἀρχηγῷ τοῦ Ἰκονίου τῷ Καραμάν, ὡς βούλεται τοῦ συνευρεθῆναι μετ’ αὐτοῦ καὶ λόγους δοῦναι καὶ λαβεῖν ἀναγκαίους, ἔστειλεν αὐτῷ ἵππους διακοσίους καὶ λόγον σὺν μερικοῖς ἄρχουσιν ὁρίσας· ἐλθέτω. Τὰς γαλεώτας δὲ ἔστειλεν ὄπισθεν. Καὶ δὴ εὑρεθέντες
5ὁμοῦ καὶ πολλὰ λαλήσαντος αὐτοῦ τοῦ ἐλθεῖν μετὰ δυνάμεως καὶ βοηθῆσαι αὐ‐ τῷ, ὁ Καραμὰν οὐκ ἐπείσθη ἀναμνήσας τῶν πρώην γενομένων ἐπιβουλιῶν ἐν τῷ καιρῷ τοῦ Μουσουλμάν, ὡς ὁ λόγος προλαβὼν ἐδήλωσεν. Ἀπέπεμψεν αὐτὸν δοὺς αὐτῷ ἱκανὰ χρήματα καὶ φʹ ἄνδρας εἰς βοήθειαν. Ἀπάρας δ’ ἐκεῖθεν καὶ κατελ‐ θὼν σὺν τοῖς πεντακοσίοις ἵπποις καὶ διαβὰς τὴν Σαλουταρίαν κατῆλθεν εἰς
10Λαοδίκειαν, ἐκεῖθεν δὲ ἀναβὰς τὸ μέγα ὄρος τοῦ Τμώλου κατῆλθεν εἰς Σάρδεις, ἀπὸ δὲ Σάρδεις εἰς Νύμφαιον. Ἐκεῖ δὲ τὴν πορείαν τεμών, ἀφεὶς τὴν πρὸς τὰ δεξιὰ ὁδόν, διὰ τοῦ ῥύακος ἐλθὼν νυκτὸς ἔμεινεν εἰς χωρίον λεγόμενον τὰ Τριάκοντα. Διαπεράσας δὲ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ πρὸ Γαλλήσιον ὄρος κείμενα πρὸς θάλατταν ὄρη, πρώτῃ φυλακῇ τῆς νυκτὸς παρέστη τῇ Ὑψηλῇ· καὶ ἐξαίφνης
15σὺν βοῇ καὶ κρότῳ ἀλαλάξαντες, τὸ παρακείμενον φωσάτον ἐτράπη καὶ οἱ μὲν ἔφευγον, οἱ δὲ ἀντεμάχοντο. Καὶ τὸ πολίχνιον τὰς θύρας ἀναπετάσαν, ἐξῆλθον οἱ ἔνδον καὶ σὺν τοῖς ἔξω συμμίξαντες τοὺς ὑπεναντίους ἔσφαττον. Πρωΐας δὲ γενομένης καὶ τοῦ στρατοῦ ἀθροισθέντος εἰς ἕν, ἔβαλον πάντας ἐν τῷ πολιχνίῳ καὶ μὴ βουλομένους καὶ αὐτὸν τὸν Τζινεήτ· ἦσαν γὰρ οἱ ἐκτὸς ἐπέκεινα τῶν
20πεντήκοντα χιλιάδων, οἱ δὲ ἐντὸς μόλις χίλιοι σὺν τοῖς τοῦ Καραμάνου. Ὁρῶν οὖν ὁ Χαμζᾶς, ὅτι διὰ ξηρᾶς οὐκ ἰσχύει, ἦν γὰρ ὀχυρώτατον καὶ ἐν ὑψηλῷ τό‐ πῳ κείμενον, μηνύει τῷ Μουράτ, ἵνα διὰ θαλάσσης προνοήσωσιν νῆας Γενουικὰς εἰς βοήθειαν· ἦν γὰρ τὸ φρούριον ὡς πρὸς θάλατταν κεχηνὸς καὶ εἰς τὴν ἔνδον ἅπασαν θέσιν ἀποδεικνύον τὴν θάλασσαν καὶ γυμνὰ πάντα ἀποσκεύαζον. Εἷς δὲ
25τῶν Γενουϊτῶν γνώριμος τῷ Μουράτ, Περσιβὰς ὀνόματι, Παλαβιτζίνος τὴν ἐπω‐ νυμίαν, συνέθετο τῷ ἀρχηγῷ τοῦ ἀπελθεῖν καὶ λαβεῖν τὸ φρούριον· ὁ γὰρ Ἀ‐
δοῦρνος προετεθνήκει. Ὁ δὲ ἐλθὼν ἐν νήσῳ Χίῳ καὶ μισθωσάμενος νῆας τρεῖς παμμεγέθεις ἦλθε διὰ θαλάσσης ἐν τῇ Ὑψηλῇ. Οἱ δὲ ἔνδον σὺν τῷ Τζιναὴτ ἰδόντες τὰς ναῦς ἐδειλίασαν· καὶ πολεμήσαντες τῇ πρώτῃ ἡμέρᾳ ἔγνωσαν, ὅτι243
30τῇ μετ’ αὐτὴν παραδοθήσονται. Οἱ γὰρ φʹ ἄνδρες τοῦ Καραμὰν διὰ τῆς νυκτὸς ἐκείνης ἀνοίξαντες τὰς θύρας τοῦ κάστρου ἔφυγον, οἱ μὲν σωθέντες, οἱ δὲ κα‐ τακοπέντες παρὰ τῶν ἔξω, ἦσαν γὰρ ἀεὶ ἐχθροδῶς διακείμενοι οἱ τοῦ Καραμὰν μετὰ 〈τῶν〉 τοῦ Ὀτμάν. Πρωΐας δὲ γενομένης ὁρῶν ὁ Τζινεὴτ τὸν ὄχλον θο‐ ρυβούμενον καὶ φοβηθείς, μή ποτε τῇ ἐπιούσῃ νυκτὶ φύγωσι πάντες ἀφέντες αὐ‐
35τόν, στέλλει πρὸς τὸν Χαλὶλ ἕνα τῶν οἰκείων αὐτοῦ, ἦν γὰρ ἐκεῖνος πολεμῶν τὸ φρούριον τῇ ἑβδομάδι ἐκείνῃ, ὁ δὲ Χαμζᾶς ἦν ἐν Ἐφέσῳ διάγων. Μηνύει γοῦν τῷ Χαλίλ, ὡς, εἰ δώσει πίστεις τῷ Τζιναὴτ τοῦ μὴ θανατῶσαι αὐτόν, ἀλλὰ ζῶντα τηρήσας ἄγει αὐτὸν τῷ Μωρὰτ ἢ πέμψει, ἐξελθὼν παραδοθήσεται καὶ τὴν πόλιν καταλείψει αὐτῷ. Ὁ δὲ Χαλὶλ δοὺς πίστεις ἐνόρκους, ἐξῆλθεν ὁ
40Τζινεὴτ σὺν τῷ ἀδελφῷ αὐτοῦ Παγιαζὴτ καὶ προσεκύνησαν τῷ Χαλίλ. Ἔδωκεν οὖν αὐτοῖς σκηνὰς καὶ ηὐλίσθησαν. Ὁ δὲ Χαμζᾶς ἤδη πρὸς ἑσπέραν ἐλθὼν καὶ μαθὼν παρὰ τοῦ γαμβροῦ αὐτοῦ Χαλὶλ τὰ πραχθέντα, στείλας τῶν δημίων τέσ‐ σαρας, ἦν γὰρ κοιμώμενος καὶ ῥέγχων ὑπὸ πολλῆς ἀγρυπνίας παννύχου, συνέθλα‐ σαν αὐτοῦ τὴν κεφαλὴν κοιμωμένου. Ὁμοίως καὶ τοῦ Παγιαζὴτ τὴν κεφαλὴν
45ἀπέτεμον καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἐγγόνων· οὐκ ἐφείσαντο καὶ τῶν νηπίων τῶν ἐκ τῆς γενεᾶς αὐτοῦ. Τὰς κεφαλὰς οὖν αὐτῶν ἔστειλαν ἐν τάχει ἐν Ἀδρια‐ νοῦ πρὸς τὸν ἡγεμόνα. Ὁ δὲ ἡγεμὼν πέμψας ἐν Καλλιουπόλει, ἀπέτεμον τὰς κε‐ φαλὰς τῶν ἐγκλείστων, τοῦ Κούρτη λέγω καὶ Χαμζᾶ, τοῦ θείου αὐτοῦ· καὶ οὕ‐ τως ἐτελειώθη παγγενεὶ ὁ Τζινεήτ.

29

.

1

Ὁ βασιλεὺς οὖν Ἰωάννης ποιήσας κατάστασιν καὶ τελείαν εἰρή‐ νην μετὰ τοῦ Μωρὰτ δοὺς αὐτῷ τὰς πόλεις καὶ κώμας, ἃς εἶχεν ἡ Ποντικὴ θά‐ λασσα πλὴν τῶν κάστρων, ὧν οὐκ ἠδυνήθη λαβεῖν ἐν τῇ μάχῃ, οἷον Μεσεμβρίαν, Δέρκους καὶ ἄλλα, καὶ τὸ Ζητούνιον σὺν ταῖς λοιπαῖς χώραις τοῦ Στρυμόνος καὶ
5κατ’ ἔτος τέλος ἀσπρῶν ͵τ εἰρηνεύων κατὰ τὸ δυνατὸν ἐκάθητο.

29

.

2

Ὁ δὲ Μωράτ, ὡς ἡ τύχη πρὸς αὐτὸν χαροπὸν ἔβλεψε καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ εἰς τέλος ἠφάνισεν καὶ οὐκ εἶχε τὸν φοβήσαντα ἢ τὸν κωλύσαντα, περᾷ τὴν Θρᾴκην καὶ ἐν Προύσῃ γέγονεν· κἀκεῖθεν ἀπάρας καὶ τὴν γέφυραν περάσας τοῦ Λοπαδίου κατῆλθεν εἰς Πέργαμον, ἀπὸ δὲ Περγάμου εἰς Μαγνη‐
5σίαν ἀφίκετο, ἀπὸ δὲ Μαγνησίας εἰς Σμύρνην, ἀπὸ δὲ Σμύρνης εἰς Θύραια καὶ Ἔφεσον.

29

.

3

Συνέῤῥεον δὲ τῶν πέριξ ἡγεμόνων ἀποκρισιάριοι, ἀλλὰ καὶ τῶν μα‐
κράν. Ἔστειλε γὰρ ὁ βασιλεὺς τὸν κὺρ Λουκᾶν Νοταρᾶν τὸν αὐτοῦ μεσάζοντα σὺν δώροις πολλοῖς, ὁμοίως καὶ Λάζαρος ὁ δεσπότης Σερβίας, ἀλλὰ καὶ Ντάνος ὁ Βλαχίας ἡγεμών, ὁ Μιτυλήνης αὐθέντης καὶ Χῖοι καὶ Ῥόδιοι, ἅπαντες εὐφη‐245
5μήσοντες. Πάντες οὖν ἔλαβον πίστεις παρ’ αὐτοῦ καὶ ἔδωκαν τοῦ εἶναι εἰρηναῖοι καὶ φιλίας μεστοὶ σὺν αὐτῷ καὶ αὐτὸς σὺν αὐτοῖς πλὴν τῶν Βενετίκων δι’ αἰτίαν τὴν ἣν λέξων ἔρχομαι.

29

.

4

Ὁ δεσπότης Ἀνδρόνικος, ὁ μετὰ τὸν βασιλέα Ἰωάννην καὶ Θεόδωρον τρίτος υἱὸς τοῦ βασιλέως Μανουήλ, ἦν δεσπόζων Θεσσαλονίκην· ὃς καὶ ὑπὸ τῆς ἱερᾶς νόσου ἔφθαρτο. Ἐν δὲ τῷ καιρῷ τῆς μάχης τοῦ Μωράτ, λέγω καὶ πρὸ τῆς μάχης τῆς Πόλεως, ἀφ’ οὗ ὁ Μουσταφᾶς ἐξῆλθε τῆς Λήμνου, εἶχε μάχην Θεσ‐
5σαλονίκη καὶ πάντες οἱ ἀρχηγοὶ τῆς Θετταλίας, Αἰτωλίας, Φθίας, Θηβῶν καὶ πέρα Ἰωαννίνων συνέθλιβον καὶ ἀπέκλειον Θεσσαλονίκην, οἱ τοῦ Ἀβρανέζη υἱοὶ καὶ ὁ Τουραχὰν καὶ ἕτεροι πλεῖστοι. Ἀγανακτήσαντες οὖν οἱ Θεσσαλονικεῖς τὴν καθεκάστην ἔφοδον τῶν Τούρκων καὶ μὴ ἔχοντες ἐλπίδα ποθέν,—ἡ γὰρ Πόλις ἔφερε τὰ κατ’ αὐτῆς δεινὰ καὶ οὐχ ὑπέφερεν,—ἐλίμωττον γὰρ οἱ Θεσ‐
10σαλονικεῖς ἐνδείᾳ τῶν ἀναγκαίων, στέλλουσί τινας τῶν ἀρχόντων πρὸς τοὺς Βε‐ νετίκους μετὰ βουλῆς, τοῦ δεσπότου θέλοντος ἢ καὶ μὴ θέλοντος, τοῦ παραδοῦ‐ ναι τὴν Θεσσαλονίκην αὐτούς. Αὐτοὶ δὲ οἱ Βενέτικοι ἀσπασίως τὴν ἀγγελίαν δεξάμενοι συνέθεντο τοῦ φυλάξαι καὶ θρέψαι καὶ εὐτυχίσαι τὴν πόλιν καὶ εἰς δευτέραν Βενετίαν μετασχηματίσαι· καὶ αὐτοὶ οἱ Θεσσαλονικαῖοι ἔστερξαν τοῦ
15εἶναι πιστοὶ ἐν τῇ κοινότητι τῶν Βενετίκων ὥσπερ αὐτοὺς τοὺς ἐν τῇ Βενετίᾳ καὶ γεννηθέντας καὶ τραφέντας. Γενομένων οὖν τῶν συνθηκῶν, διὰ δέκα τριή‐ ρεων ἄγουσι δοῦκαν ἐν Θεσσαλονίκῃ καὶ εἰσάγουσιν αὐτὸν ἐντὸς καὶ ἐξάγουσι τὸν δεσπότην Ἀνδρόνικον. Καὶ τὸν νέον δοῦκαν εὐφημήσαντες ὑπέστρεψαν αἱ τριήρεις ἐν Βοιωτίᾳ. Καὶ ἦν ἰδεῖν ἔκτοτε πλῆθος πολέμων, λέγοντες οἱ Τοῦρκοι·
20„Ἡ πόλις αὕτη ἡμετέρα ὑπάρχει· εἰ γὰρ ἡμεῖς ταύτην ἀσθενοῦσαν οὐκ ἀπεδεί‐ ξαμεν, οὐκ ἂν εἰς ὑμᾶς ἀπέκλινεν.“—Ἐν γὰρ τούτῳ τῷ φρονήματι καρτερὰ μάχη ἐγένετο καὶ ὑπερίσχυον οἱ Τοῦρκοι, ἐλίμωττον δὲ οἱ Θεσσαλονικεῖς. Οἱ δὲ Λατῖνοι φοβούμενοι, μή πως οἱ Ῥωμαῖοι στενοχωρηθέντες ποιήσωσιν ἄνταρσιν καὶ εἰσάξωσι τοὺς Τούρκους, τοὺς δὲ Βενετίκους διώξωσιν, ἦν γὰρ καί, προλα‐
25βών, ἡ πόλις τῶν Τούρκων, ἤρξαντο τοὺς τῶν εὐγενῶν Ῥωμαίων οἴκους μετα‐ στέλλειν, τοὺς μὲν εἰς Εὔβοιαν, τοὺς δὲ ἐν Κρήτῃ, ἄλλους ἐν Βενετίᾳ. Ἡ ᾀδο‐ μένη οὖν ἐπίπλαστος ἀφορμή, ὅτι τὰ πρὸς χρείαν εἰσὶ σπάνια, οἷον σῖτος, κριθαί, ὄσπρια, κρέη καὶ ἄλλο εἴ τι τρόφιμον· διὰ τὸ ἀραιῶσαι οὖν τὰς οἰκίας, μετοικη‐ σάτωσαν οἱ προύχοντες ἕνεκα τῆς στενοχωρίας ταύτης καὶ εἰς τὸ μετέπειτα Θεοῦ247
30ἀρωγοῦντος ἐπανελεύσονται. Μετήγαγον οὖν πλείστους ὧδε κἀκεῖσε καὶ πολλοὺς ἐν τῷ βυθῷ ἔῤῥιψαν, ἄλλους ὡς ἀπίστους ἐκόλαζον, τοὺς δὲ ἐναπολειφθέντας ἐν μυρί‐ αις ἀσελγείαις ἐκάκουν. Μετὰ δὲ τὸ ὑποστρέψαι τὸν Μωρὰτ ἐκ τῆς Ἀσίας εἰς Θρᾴκην, ἔστειλαν οἱ Βενέτικοι ἀποκρισιαρίους πρὸς αὐτόν, αἰτοῦντες εἰρήνην. Ὁ δὲ οὐκ ἀπόκρισιν παρέσχεν αὐτοῖς, ἀλλ’ ἢ μόνον ὅτι· „Ἡ πόλις αὕτη πατρι‐
35κόν μου κτῆμά ἐστι καὶ ὁ ἐμὸς πάππος Παγιαζὴτ δυνάμει χειρὶ παρὰ τῶν Ῥω‐ μαίων ταύτην ἔλαβεν. Εἰ γὰρ ἦσαν Ῥωμαῖοι οἱ δυναστεύοντες, ἐμοὶ εἶχον ἂν πρόφασιν τοῦ λέγειν· Ὁ ἀδικῶν. Ὑμεῖς δὲ Λατῖνοι ὄντες καὶ ἀπὸ Ἰταλίας, τίς ἡ προσχώρησις τῶν ὧδε; Μετανάστητε, εἰ βούλεσθε· εἰ δὲ μή, ἔρχομαι ταχύ.“— Στραφέντες οὖν ἄπρακτοι ἔγραψαν τὴν ἀπόκρισιν ἐν Βενετίᾳ σὺν ταῖς τριήρεσι
40τῆς γαρδίας, ἤγουν τῆς παραφυλακῆς.

29

.

5

Ὁ δὲ Μωρὰτ ἔαρος ἀρξαμένου ἀπάρας ἐκ τῆς Ἀδριανοῦ εἰς Σέῤῥας ἦλθε κἀκεῖ τὸν στρατὸν συναθροίσας ἐκ τῆς δύσεως, ἔγραψε καὶ τῷ Χαμζᾶ λα‐ βεῖν τὰς δυνάμεις τῆς ἕω καὶ περᾶσαι τὸν πορθμὸν τοῦ ἐλθεῖν ἐν Θετταλίᾳ. Συναφθέντες οὖν ὁμοῦ, στέλλει τοῦτον ἐν Θεσσαλονίκῃ σὺν πάσαις ταῖς δυνά‐
5μεσιν. Ὁ δὲ Μωρὰτ ἦν ἐν Σέῤῥαις κατατρυφῶν τῶν ἐκεῖ ἀγαθῶν· ἦν γὰρ φι‐ λῶν τὰ συμπόσια, νέος γὰρ ὑπῆρχε τότε, ἄγων ἔτος που κεον. Ὁ δὲ Χαμζᾶς ἐδίδου σκόλοπα, τὸ καθεκάστην πολεμίζων Θεσσαλονίκην· οἱ δ’ ἐντὸς ὡς πρὸς τοὺς ἔξω ἦσαν ἑκατὸν πρὸς ἕνα. Τότε κατασκευάσας κλίμακας καὶ ἑλεπόλεις πλείστας καὶ κατασκευὰς πολλὰς ἐμήνυσε τῷ Μωρὰτ τοῦ ἐλθεῖν, ἵνα δώσωσι τὸν
10πόλεμον. Οἱ δ’ ἐντὸς ἵσταντο ἐκδεχόμενοι τὰς τριήρεις ἀπὸ τῆς Βενετίας. Καὶ ὁ Μωρὰτ ἦλθε καὶ τὰ τοῦ πολέμου καλῶς κατεσκεύαστο· καὶ αἱ τριήρεις οὐκ ἦσαν. Τότε ὁ Μωρὰτ ἐκήρυξε διὰ τῆς σάλπιγγος, λέγων· „Ἰδού, δίδωμι πάντα τὰ ἐν τῇ πόλει ταύτῃ ὑμᾶς· ἄνδρας, γυναῖκας, παιδία, ἄργυρον, χρυσόν· μόνον τὴν πόλιν ἐμὲ ἄφετε.“—Τότε ἠχησάντων τῶν ὀργάνων καὶ τῶν κλιμάκων τε‐
15θέντων,—τί γὰρ εἶχον πρᾶξαι πεντακόσιοι ἢ χίλιοι ἢ δισχίλιοι ἄνδρες ἐν το‐
σαύτῃ πόλει; μόλις γὰρ ἐν δέκα προμαχῶσιν εἷς τζαγροβόλος ἵστατο·—ἐπι‐ βάντες οὖν τοῖς κλίμαξιν αὐθωρὸν ἐντὸς εὑρέθησαν καὶ ἀνοίξαντες μίαν πύλην, ὡς σμῆνος μελισσῶν ἅπας ὁ στρατὸς ἐντὸς εἰσῄει. Καὶ ἦν ἰδεῖν ξένον τέρας· ἄνδρας καὶ γυναῖκας σὺν νέοις καὶ παρθένοις ἀφήλιξι καὶ βρεφυλίοις, ὁρμαθοὺς249
20ὁ καθεὶς τῶν ἱππέων ἔχων ἐν χερσὶν ἕλκων. Αὐτοὶ δὲ τὸ οὐαὶ μόνον ἑλκόμενοι ἔκραζον· καὶ οὐκ ἦν ὁ ἐλεῶν οὐδὲ ὁ ὀρέγων χεῖρα βοηθείας. Ἀπαρχὴ κακὴ καὶ ἀπαίσιος τῶν μελλόντων κακῶν ἐν τῇ βασιλευούσῃ. Ἐγυμνώθησαν οἶκοι, ἐρημώ‐ θησαν ναοί, ἐκκλησιῶν εὐπρέπειαι, κειμήλια ἱερὰ ἐν χερσὶ μιαρῶν, παρθένοι σεμναὶ ἐν ἀγκάλαις ἀσώτων, γυναῖκες εὐγενεῖς ἐν χερσὶν ἀγενῶν· καὶ τὰ πάντα
25κακά, τί καὶ πῶς καὶ διὰ τί; διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἐν μιᾷ οὖν ἡμέρᾳ κενω‐ θεῖσα ἡ τοσαύτη πόλις ἔμεινεν ἔρημος. Ὁ δὲ ἡγεμὼν ἀθροίσας ἐκ τῶν πέριξ χωρίων καὶ πόλεων, ἐγκατοίκους Τούρκους σὺν γυναιξὶ καὶ τέκνοις κατέστησεν, κελεύσας, εἴ τις τῶν Ῥωμαίων ἐξαγορασθείη καὶ ἐλευθερωθείη, ἐχέτω ἄδειαν τοῦ ἐλθεῖν καὶ οἰκῆσαι πάλιν ἐν αὐτῇ τῇ πόλει. Τὰ δὲ τῶν μοναστηρίων κρειτ‐
30τότερα, ὧν αἱ φῆμαι πανταχοῦ ἐκηρύττοντο, ἐποίησε βωμοὺς τῆς αὐτῶν θρη‐ σκείας πλὴν τοῦ ναοῦ τοῦ μεγαλομάρτυρος τοῦ Δημητρίου. Καὶ γὰρ ἐν αὐτῷ εἰσελθὼν καὶ θύσας κριὸν ἕνα οἰκείαις χερσὶν προσηύξατο· εἶτα ἐκέλευσε τοῦ εἶναι ἐν χερσὶ τῶν χριστιανῶν. Πλὴν καὶ τὸν τοῦ τάφου κόσμον καὶ τοῦ ναοῦ καὶ τῶν ἀδύτων ἄπαντα οἱ Τοῦρκοι ἐνοσφίσαντο, τοίχους μόνον ἀφέντες κενούς.
35Ἀπάρας δ’ ἐκ τῆς Θεσσαλονίκης ἦλθεν ἐν Ἀδριανουπόλει. Μετ’ ὀλίγον δὲ οἱ Βενέτικοι στείλαντες ἀποκρισιαρίους, ἐποίησαν εἰρήνην φοβούμενοι, μή πως ὀλέ‐ σωσι καὶ τὴν Εὔβοιαν.

29

.

6

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἠγέρθη τις τῶν υἱῶν τοῦ βεηβόδα Βλα‐ χίας Μίλτζου· εἶχε γὰρ πολλοὺς νόθους ἀσώτως ζῶν. Καὶ ἀπάρας ἐκ τῆς Κων‐ σταντινουπόλεως, ἦν γὰρ ἐκεῖ διάγων ἐν τῷ παλατίῳ τοῦ βασιλέως Ἰωάννου ἐν στρατιωτικῷ σχήματι καὶ συνομιλῶν καθεκάστην σὺν νεωτέροις καὶ πρὸς τὰ μά‐
5χιμα καὶ ἀνταρτικὰ ἐπιδεξίοις· ἦσαν γὰρ καὶ Βλάχοι τινὲς εὑρισκόμενοι τῷ τότε
καιρῷ ἐν τῇ Κωνσταντίνου. Καὶ δὴ λαβόντες αὐτὸν ἀπῄεσαν ἐν ἑνὶ ἄκρῳ Βλα‐ χίας κἀκεῖ ἀθροισθέντες ἱκανοί, τὸ καθ’ ἡμέραν ἠθροίζοντο καὶ παρεμβολὴ κρα‐ ταιὰ ἐγένετο. Ἦν γὰρ τὸ γένος τῶν Βλάχων ἀσύστατον καὶ πρὸς ἐπιβουλίαν τῶν ἡγεμόνων ῥέπον τὴν γνώμην εὐκίνητον.251

29

.

7

Ὁ γὰρ βεηβόδας τοῦ τότε καιροῦ ὑπῆρχεν ἀνεψιὸς τοῦ Μίλτζα, υἱὸς ἀδελφοῦ, Νδάνου ἐπονομαζομένου. Μαθὼν οὖν, ὅτι τέθνηκε Μίλτζας,—ἐκεῖνος δὲ ἦν διάγων σὺν τῷ Μουράτ, ὅτε ἐστράτευσε κατὰ τῆς Πόλεως καὶ ὡς ἐν πα‐ ρατάξει πολέμου ἕτοιμος καὶ αὐτὸς σὺν τοῖς Τούρκοις δραμὼν εἰς ἐνέδραν,—ἔ‐
5λαθεν εἰσελθὼν ἐν τῇ πόλει. Καὶ ἐμφανῆ ποιήσας ἑαυτὸν τῷ βασιλεῖ ἐξήρχετο σὺν τοῖς Ῥωμαίοις καὶ ἠνδραγάθει κατὰ τῶν Τούρκων. Ὡς οὖν ὁ Μωρὰτ ἀπέστη τῆς Πόλεως μὴ τυχών, ὃ ἐν ἐλπίσιν ἦν, ἀλλ’ ἀποτυχὼν τοῦ σκοποῦ, καὶ ὁ Νδάνος προσκυνήσας τῷ βασιλεῖ ἐζήτει ἐλευθερίαν καὶ ὁδὸν εὐθεῖαν τοῦ ἐλθεῖν εἰς τὰ ἴδια. Ὁ βασιλεὺς φιλοτιμήσας δὲ καὶ εἰς μίαν τῶν μεγίστων νηῶν εἰσάξας ἔστει‐
10λεν αὐτὸν ἀπὸ τοῦ Ποντικοῦ Πελάγους εἰς τὸ Ἀσπρόκαστρον. Ἐκεῖ δὲ οἱ τῆς Βλαχίας εὑρισκόμενοι ἄρχοντες εὐφήμησαν αὐτὸν ὡς ἡγεμόνα καὶ εἰς τὴν παπ‐ πικὴν ἡγεμονίαν ἀπεκατέστησαν, κτείναντες τὸν νόθον υἱὸν τοῦ Μίλτζα. Ὡς δ’ ἐγένετο κύριος πάσης Βλαχίας, ἔστειλεν εἰς τὸν Μωρὰτ ἀποκρισιαρίους εἰρη‐ νεύσων αὐτόν· καὶ ἐγένετο, ἦν γὰρ χρηστὸς τῷ ἤθει καὶ ἥμερος ὁ Μωράτ. Ἐδί‐
15δοτο γοῦν παρ’ αὐτοῦ τὸ κατ’ ἔτος τέλος καὶ εἶχε παντοίαν ἀνάπαυσιν καὶ τὴν Βλαχίαν ὁ Νδάνος αὐθέντευεν.

29

.

8

Ἀλλ’ ἐπανίτω μοι νῦν ὁ λόγος εἰς τὸν Δραγούλιον· οὕτω γὰρ ἐκαλεῖτο, πανοῦργος τοῖς τρόποις ὤν· καὶ γὰρ τὸ Δραγούλιος ὄνομα πονηρὸς ἑρμηνεύε‐ ται. Κροτήσας οὖν πόλεμον μετὰ τοῦ Νδάνου ἀπέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ κύριος τῆς ἡγεμονίας τοῦ πατρὸς αὐτοῦ κατέστη. Ὁ δὲ Μουρὰτ μαθὼν τὸ δρᾶ‐
5μα βαρέως ἔφερεν· εἶχε γὰρ ἐν χερσὶν ἄλλον ἀδελφὸν τοῦ Νδάνου καί, βουλη‐ θεὶς τοῦ καταστῆσαι αὐτὸν ἡγεμόνα ἀντὶ τοῦ φονευθέντος ἀδελφοῦ αὐτοῦ, ἔστει‐
λεν αὐτὸν σὺν δυνάμει ἐν Βλαχίᾳ. Ὁ δὲ Δραγούλιος πόλεμον στεῤῥὸν ἐγείρας κατὰ τῶν ἐπεμβαινόντων, ἔτρεψε καὶ εἰς τέλος ἠφάνισε καὶ τὸν ἀδελφὸν τοῦ Νδάνου ἔκτεινε καὶ αὐτὸς τὴν ἡγεμονίαν ἐκληρονόμησε.253

29

.

9

Ἐν ἐκείνῳ δὲ τῷ ἔτει ἦλθεν εἷς ἐκ τῶν τοῦ Καραμὰν ἀπαγγέλων τῷ Μουράτ, ὅτι ἐν τοῖς ἵπποις αὐτοῦ ἔστιν εἷς τῶν Ἀραβικῶν ἵππων ἔν τε πράξει ἔν τε ἡλικίᾳ, ἐν χρώματι, ἐν ἰσότητι τῶν μελῶν τε καὶ ἄρθρων ὡς οὐδεὶς τῶν παρὰ τοῖς Ἄραψι καλῶς καὶ ἐπιμελῶς τρεφομένων καὶ παιδευομένων. Ὁ Μου‐
5ρὰτ οὖν ἐλθὼν εἰς ἐπιθυμίαν τοῦ ἵππου στέλλει ἕνα τῶν τιμίων αὐτοῦ δούλων καὶ ζητεῖ τὸν ἵππον, ἐλπίζων ὁ Μουρὰτ κατὰ τὴν πρώτην ἀγγελίαν τοῦ δοῦναι τὸν ἵππον χάριν φιλίας ἢ ἀνταλλαγῆς τινος τιμήματος· ἦν γὰρ ὁ Μουρὰτ ἀεὶ δέρων καὶ ἐπαπειλῶν αὐτὸν πάντοτε, ἐκ πατρόθεν καὶ πάππων εὐτυχὴς ὢν κατὰ τῆς ἡγεμονίας τοῦ Καραμάν. Ἐθάῤῥει τοίνυν κατὰ πολλοὺς τρόπους τοῦ ἔχειν
10τὸν ἵππον. Ὁ δὲ Καραμὰν τὰ ἐναντία φρονῶν ἀπελογίσατο τῷ δούλῳ τοῦ Μου‐ ράτ· „Δύναται ὁ κύριός σου ἐπιβῆναι τῷ ἵππῳ τούτῳ;“—δεικνύων δακτυλο‐ δείκτως, καὶ τὸν ἵππον. Ὁ δὲ εἶπεν· „Εἰ δύναται ἢ οὐ δύναται, οὐκ ἐμοὶ τυγ‐ χάνει τὴν ἀπόκρισιν δοῦναι· αὐτὸς γὰρ δύναται τοῦ ἀνταποκριθῆναί σοι· ἐμοὶ δὲ ἀπόκριναι τί τὸ μέλλον ἀνταποκρῖναι τῷ κυρίῳ μου.“—Ὁ δὲ Καραμὰν ἔφη·
15„Ἀνάγγειλον τῷ κυρίῳ σου, ὅτι· „Οὐ δυνήσῃ καθίσαι ἐν τῷ ἵππῳ, ἀγέρωχος ὑπάρχων· μόλις γὰρ ἐγὼ τὴν ἐπίβασιν τίθημι· καὶ διὰ τοῦτο οὐ πέμπω σοι.“— Ὁ δὲ Μουρὰτ ἀκούσας τοὺς λόγους ἐσκληρύνθη καί, σπουδῇ τὰ στρατεύματα συναγαγὼν καὶ περάσας τὸν πορθμόν, εἰς Προῦσαν ἀφίκετο κἀκεῖ μικρὸν ἀνα‐ μείνας, ἕως καὶ τὰ τῆς ἀνατολῆς συναχθῶσι.

29

.

10

Καὶ ὁ πρὸ μικροῦ ῥηθεὶς Δραγούλιος, ὁ βεηβόδας Βλαχίας, ἔφθασε διαβὰς τὸν πορθμὸν καὶ ἐν τῇ Προύσῃ τυχὼν τῷ ἀμηρᾷ Μουράτι· καὶ προσκυ‐ νήσας αὐτῷ ὑπετάγη ὑποσχεθείς, ὁπόταν δέῃ περᾶσαι ὁ Μουρὰτ ἐν τῇ Οὐγγρίᾳ, αὐτὸς δώσει πόρον, αὐτὸς γενήσεται προοδοποιὸς ἄχρις ὁρίων Ἀλαμανίας τε καὶ
5Ῥωσίας. Ὁ δὲ Μωρὰτ ἀγασθεὶς ἐπὶ τοῖς ὑποσχεθεῖσι καὶ ὁμοτράπεζον καὶ συμ‐ πότην αὐτὸν ποιήσας καὶ λίαν φιλοτιμήσας καὶ δῶρα πλεῖστα αὐτόν τε καὶ τοὺς
σὺν αὐτῷ, ἦσαν γὰρ ὑπὲρ τοὺς τριακοσίους, καὶ ἀσπασάμενος ἀπέλυσεν.255

29

.

11

Ὁ δὲ Μωρὰτ ἐκ τῆς Προύσης εἰς Κοτυάειον ἐλθών, ἐκεῖθεν ἀπάρας εἰσῆλθεν ἐν τοῖς ὁρίοις τοῦ Καραμάν. Καὶ χειρωσάμενος πόλεις δύο, ἡ μία κα‐ λεῖται κατὰ τὴν τῶν Τούρκων γλῶτταν Ἄκσιαρι, ἡ δὲ ἑτέρα Πέγσιαρι· ἦν δὲ ἡ πόλις αὕτη ἐγγὺς Ἰκονίου, ἀπέχουσα δύο ἡμερῶν ὁδόν. Τότε ὁ Καραμὰν μὴ
5ἔχων τι δρᾶσαι, στέλλει πρὸς αὐτὸν πρέσβεις τοὺς ἐντιμοτέρους τῶν ἀρχόντων αὐτοῦ καὶ χρήματα ἱκανὰ καὶ τὸν ἵππον καὶ τὰς δύο πόλεις, ἃς ἔλαβε, σὺν τοῖς κάμποις καὶ τοῖς χωρίοις μόνον τοῦ στραφῆναι εἰς τὰ ὀπίσω, στείλασα καὶ γρα‐ φὰς παρακλητικὰς ἡ ἀδελφὴ αὐτοῦ πρὸς αὐτόν, ἦν γὰρ ὁ Καραμὰν γαμβρὸς ἐπ’ ἀδελφῇ τοῦ Μωράτ. Ὁ δὲ καμφθεὶς ταῖς παρακλήσεσιν αὐτῶν ἐποίησεν εἰ‐
10ρήνην σὺν ὅρκοις καὶ ὑπέστρεψεν.

30

.

1

Ἐλθὼν δὲ ἐν Ἀδριανουπόλει καὶ μαθὼν ὅτι ὁ δεσπότης Σερβίας, υἱὸς τοῦ Λαζάρου καὶ γυναικαδελφὸς τοῦ Παγιαζήτ, ἀπέθανεν, ὃν ὁ λόγος ἐν τοῖς τοῦ Παγιαζὴτ χρόνοις, τοῦ Ἰλτρὴμ λέγω, ἱστόρησεν, πέμπει πρὸς τὸν αὐτοῦ διάδοχον ἀποκρισιαρίους, ζητῶν τὴν ἅπασαν Σερβίαν. Ἦν γὰρ ὁ ἀπο‐
5θανὼν μὴ ἔχων κληρονόμον· καὶ γὰρ ἄπαις ἐτελεύτησεν. Εἶχεν οὖν ἀδελφιδοῦν ἐκ τῆς Μάρω, τῆς θυγατρὸς Λαζάρου καὶ ἀδελφῆς αὐτοῦ τοῦ τεθνηκότος Στε‐ φάνου· ἦν γὰρ Γεώργιος, υἱὸς Βούλκου καὶ γαμβρὸς Λαζάρου. Ἰδὼν οὖν τοὺς ἀποκρισιαρίους καὶ τιμήσας αὐτούς, ὡς ἐχρῆν, καὶ κατὰ νοῦν λαβῶν τὰς τοῦ δράκοντος ἐπηρείας, ὅτι, εἰ μὲν φάγῃ καὶ κορεσθῇ, μικρὸν ταπεινωθήσεται, εἰ
10δ’ οὖν, καὶ Σερβίαν καὶ Βουλγαρίαν καὶ τοὺς πατρικοὺς τόπους αὐτοῦ, ἅπαν‐ τα χανὼν ῥοφήσει, καὶ πραγματεύεται τὸν καιρὸν καὶ δίδωσιν αὐτῷ τὴν αὐτοῦ θυγατέρα εἰς γάμον καὶ τὸ πλεῖστον μέρος τῆς Σερβίας εἰς προῖκα τάχα, μόνον ἐνόρκως ποιήσωσι τὴν εἰρήνην. Χρυσίου δὲ καὶ ἀργυρίου ταλάντων ἀριθμὸν τίς διηγήσεται; Στέλλει ἀποκρισιαρίους καὶ πείθουσι τὸν ἡγεμόνα· καὶ πέμπει τὸν
15Σαρητζίαν, ἕνα τῶν βεζιρήδων τοῦ μνηστεῦσαι τὴν κόρην καὶ δοῦναι ὅρκους τῷ Γεωργίῳ καὶ λαβεῖν παρ’ αὐτοῦ ἀσφάλειαν. Ἐντυχὼν οὖν ὁ Σαρητζίας τῷ δε‐ σπότῃ Γεωργίῳ καὶ τελειώσας τὴν τῶν μνήστρων πρᾶξιν ἐπανῆλθεν. Αἰτήσας λύσιν τοῦ οἰκοδομῆσαι πολίχνιον ἐν τῇ ἀκτῇ τοῦ Δανούβεως, δέδωκεν αὐτὴν ὁ Μουράτ· καὶ ἀπελύθη ὁρισμὸς εἰς αὐτὸν καὶ ἤρξατο κτίζειν ὁ δεσπότης τὸ
20Σμέδροβον.257

30

.

2

Ὁ δὲ Μωρὰτ ἤδη θέρους ὥρας ἐγγὺς οὔσης στρατεύει εἰς Οὐγγρίαν καὶ περάσας τὸν Δάνουβιν διὰ τῆς Νικοπόλεως, συναντᾷ τοῦτον Δραγούλιος καὶ μετὰ περιχαρείας ἀσπασάμενος σὺν τῷ στρατῷ αὐτοῦ συνοδεύει τῷ Μουράτ. Καὶ εἰσβάσας αὐτὸν ἐντὸς τεττάρων ἡμερῶν πορείαν, εὗρεν ἔρημον τὸν τόπον·
5μαθόντες γὰρ οἱ Οὖγγροι τὴν ἐπέλευσιν τοῦ Μωράτ, ἐμετοίκισαν τὰς κώμας καὶ τὰ μικρὰ πολίχνια. Καὶ κατεπάτησαν οἱ Τοῦρκοι γῆν πολλὴν ἔρημον, μὴ κερδή‐ σαντές τι πλὴν ἐνὸς κάστρου σμικροτάτου καὶ αὐτὸ παρ’ ἐλπίδα. Οἱ γὰρ ἄνδρες ἐξελθόντες τοῦ εὑρεῖν τὰ τῶν ἀναγκαίων χρειώδη καὶ μείναντες ἔξω τῆς πόλεως, οἱ Τοῦρκοι πρωῒ παρατρέχοντες εὗρον τὰς πύλας ἀνεῳγμένας καὶ εἰσῆλθον, τινὸς
10μὴ ὄντος τοῦ ἀντιπαρατάττοντος· λαβόντες δὲ τὴν λείαν ἐξήεσαν. Ἐλθόντες δὲ ἄχρι Ζιπηνίου,—αὕτη δέ ἐστι μία τῶν περιφανῶν πόλεων Οὐγγρίας,—οὐκ ἐτόλμησαν προσεγγίσαι. Οἱ πολῖται δὲ ἀγριωπὸν πρὸς τοὺς Τούρκους βλέψαντες καὶ κατὰ στόμα ἀντιμαχησάμενοι, μὴ κλείσαντες τὰς πύλας, ἦσαν γὰρ ἀνεῳγμέ‐ ναι, καὶ πολλοὺς τῶν Τούρκων φονεύσαντες, ὀπισθώρμησαν ἔχοντες ἀεὶ τὸν Δρα‐
15γούλιον προοδοποιόν· ἐφοβήθη γὰρ ὁ Μωράτ, μήπως ἐνέδρα γένηται κατ’ αὐτοῦ παρὰ τοῦ Δραγουλίου. Καὶ ἐλθόντες ἐν τῇ ἀκτῇ τοῦ ποταμοῦ ἐπέρασαν. Ἦν γὰρ τοῦ τότε καιροῦ ῥὴξ βρεφύλλιον καὶ οὐκ ἦν ὁ ἐπιτροπεύων. Ὡς εἶδον τοίνυν τὴν τόλμην τῶν Τούρκων, ἔστησεν ἡ ῥήγενα τῶν γενναίων ἕνα μέγα δομέστικον τοῦ φωσάτου, ἄνδρα τολμηρὸν καὶ εὐκάρδιον καὶ πρὸς τὰ πολεμικὰ ἕτερον Ἀχιλ‐
20λέα ἢ Ἕκτορα.

30

.

3

Ὁ δὲ Μουρὰτ διαβὰς τὸν ποταμὸν καὶ ἐν Ἀδριανοῦ καταντήσας στέλ‐ λει τὸν Σαρητζίαν ὡς νυμφαγωγὸν τοῦ ἀγαγεῖν τὴν νύμφην ἐκ τῆς Σερβίας. Καὶ ἐλθὼν καὶ δεξιωσάμενος αὐτὸν ὁ δεσπότης φιλοτίμως, ἦν γὰρ ἐν ἐκείνῳ τῷ χειμῶνι στεφθείς· ὁ γὰρ βασιλεὺς Ἰωάννης πέμψας Γεώργιον τὸν Φιλανθρωπινὸν
5σὺν τοῖς παρασήμοις, ἐποίησεν αὐτὸν δεσπότην Σερβίας. Ἀπάρας οὖν ὁ νυμφαγω‐ γὸς σὺν τῇ νύμφῃ, ἔχοντες θησαυροὺς ἀμετρήτους καὶ χρυσοϋφάντους στολάς, ἄγουσα μετ’ αὐτῆς καὶ τοὺς δύο ἀδελφοὺς αὐτῆς, ἐλθόντες δὲ καὶ χαρὰν μεγάλην καὶ γάμους ποιήσαντες,—ἦν γὰρ ἔχων καὶ ἑτέραν προλαβών, τοῦ Σπεντιὰρ θυ‐
γατέραν, γυναῖκα, ἀλλὰ ταύτην ἐπόθει πλέον ὡραίαν οὖσαν καὶ ψυχῇ καὶ σώ‐259
10ματι,—τῶν γάμων δὲ πληρωθέντων καὶ τοὺς γυναικαδελφοὺς αὐτοῦ ἀσμένως ἀποπέμψας μετὰ δώρων πολλῶν, αὐτὸς ἐν Ἀδριανουπόλει φθινοπώρου ἀρχομένου ἐκάθητο, πῇ μὲν ἐν κυνηγεσίοις ἐξερχόμενος, πῇ δὲ ἐν θεάτροις καὶ πότοις ἀσχο‐ λούμενος.

30

.

4

Ἔαρος δ’ ἀρχομένου βουλὴν βουλεύεται πονηρὰν κατὰ τοῦ δεσπότου καὶ πενθεροῦ αὐτοῦ, ἔχων εἰς τοῦτο ἕνα τῶν μεγιστάνων αὐτοῦ σύμβουλον, ἄν‐ θρωπον κακοποιὸν καὶ τῶν χριστιανῶν ἐχθρὸν ἄσπονδον, ὀνόματι Φαδουλάχ. Οὗ‐ τος γὰρ ἦν πρῶτον τῶν εἰσοδημάτων τῆς ἡγεμονίας μέγας χαρτουλάριος· εἶτα
5ὁρῶν αὐτοῦ τὸ πανοῦργον ὁ ἡγεμὼν ὀξὺ καὶ πρὸς τὰς βουλὰς αὐστηρὸν καὶ κατὰ τῶν χριστιανῶν ἐχθρωδῶς διακείμενον, ποιεῖ αὐτὸν καὶ μεσάζοντα. Καὶ τῷ Μου‐ ρὰτ μιᾷ τῶν ἡμερῶν εἴρηκεν· „Ἵνα τί, κύριε, τοὺς ἐχθροὺς τῆς ἡμετέρας πί‐ στεως εἰς τέλος οὐκ ἀφανίζεις; Θεὸς γὰρ διδοὺς τὴν τοσαύτην ἡγεμονίαν, σὺ καταφρονῶν αὐτὴν οὐκ ἐπιβλέπεις εἰς αὐτούς, ὡς τῷ Θεῷ δοκοῦν, ἀλλὰ φιλαν‐
10θρώπως εἰς μακροθυμίαν τοὺς ἀπίστους περιθάλπεις. Οὐκ ἔστιν οὖν τοῦτο, οὐκ ἔστι Θεῷ βουλητόν, ἀλλ’ ἡ μάχαιρά σου φαγέτω κρέα τῶν ἀσεβῶν, ἕως οὗ ἐπι‐ στρέψωσιν ἐν τῇ τοῦ μόνου Θεοῦ καὶ τοῦ μεγάλου προφήτου διδασκαλίᾳ. Γίνω‐ σκε οὖν, ὦ ἡγεμών, ὅτι τὸ πολίχνιον, ὃ ἐπῳκοδόμησεν ὁ δεσπότης Σερβίας, οὐκ ἔστι συμφέρον ἡμέτερον. Ἀρθήτω οὖν ἀπ’ αὐτοῦ καὶ ἕξομεν αὐτὸ διάβασιν ἀπὸ
15Σερβίας εἰς Οὐγγρίαν. Ἄρωμεν ἀπ’ αὐτοῦ τὰς πηγὰς τὰς ἀειζώους, τοὺς βρυού‐ σας ὡς ὕδωρ ἀένναον τὸν ἄργυρον καὶ τὸν χρυσὸν καὶ σὺν αὐτὰς κερδήσομεν Οὐγγρίαν καὶ ἐπέκεινα Ἰταλίας φθάσομεν, ταπεινώσοντες τοὺς ἐχθροὺς τῆς ἡμε‐ τέρας πίστεως.“—Ὁ δὲ ἡγεμὼν ἁπλούστατος ὢν καὶ μὴ ἔχων πονηρίαν ἐν καρ‐ δίᾳ, ἔδωκεν ὦτα τοῖς λόγοις τοῦ Σατανᾶ. Πέμπει οὖν ἀποκρισιαρίους εἰς τὸν
20δεσπότην Σερβίας ζητῶν τὸ πολίχνιον, ὃ νεωστὶ ἐδείματο, οἶον τὸ Σμέδροβον. Ὁ δὲ ἀνταπέστειλεν αὐτῷ λόγους ἀναμιμνήσκων τοὺς ὅρκους καὶ τὴν συγγέ‐ νειαν. Ὁ δὲ τύραννος μηδ’ ὁπωσοῦν εἰς νοῦν λαβὼν τὰ τοῦ δεσπότου ῥήματα στρατεύει κατ’ αὐτοῦ. Καὶ δὴ πρῶτον ἔρχεται εἰς Σμέδροβον ὥρᾳ θέρους· ἦν γὰρ ἡ σιτοθήκη τοῦ κάστρου κενὴ καὶ τὰ λοιπὰ τῶν τροφῶν ταμεῖα. Καὶ σκο‐
25πήσας καιρὸν ἀπέκλεισε τὸ πολίχνιον καὶ παρακαθίσας αὐτῷ μῆνας τρεῖς, ἀπὸ τῆς ὑστερήσεως τῶν αὐταρκιῶν παρεδόθη, ὅρκους δοὺς καὶ πίστεις τοῦ μὴ ἀδι‐ κῆσαί τινα. Ἀνοίξαντες δὲ τὰς θύρας ἐξῆλθον εἰς προσκύνησιν αὐτοῦ. Ἦσαν δὲ ἐντὸς ὁ πρῶτος υἱὸς τοῦ δεσπότου καὶ ὁ πρὸς μητρὸς θεῖος αὐτοῦ Θωμᾶς
ὁ Καντακουζηνός. Ἔβαλε γοῦν Τούρκους ἱκανοὺς εἰς φύλαξιν, αὐτὸς δὲ ἀπά‐261
30ρας ἐκεῖθεν ἔρχεται εἰς Νοβόπριδον, μητέρα τῶν πόλεων· καὶ καταπολεμήσας εἷλε ταύτην καὶ παρέδωκε Τούρκοις καὶ ὅλην Σερβίαν. Χειμῶνος δὲ φθάσαντος ἐστράφη ἐν τῇ Ἀδριανοῦ· τοὺς δὲ δύο υἱοὺς τοῦ δεσπότου, ἦν γὰρ ὁ εἷς εὑρε‐ θεὶς ἐν Ἀδριανουπόλει, στρατεύοντος ἐν τῷ Σμεδρόβῳ τοῦ Μουράτ, ὁ δὲ ἕτερος συλληφθεὶς ἐν αὐτῷ τῷ πολιχνίῳ ἤχθη ἐν Ἀδριανοῦ, πέμψας οὖν αὐτοὺς δε‐
35σμίους ἐν τῇ ἀνατολῇ ἐν Ἀμασείᾳ, ἐξορύττει τοὺς ὀφθαλμοὺς καὶ τῶν δύο συμ‐ βουλίᾳ τοῦ Φαδουλάχ.

30

.

5

Ὁ δὲ Δραγούλιος ἐλθὼν εἰς προσκύνησιν αὐτοῦ ἐν ἐκείνῳ τῷ καιρῷ, πέμπει αὐτὸν δέσμιον ἐν Καλλιουπόλει φυλακίσας αὐτὸν ἐν τῷ πύργῳ, εὑρὼν αἰτίαν, ὅτι ἐν τῇ Οὐγγρίᾳ ἔμελλε προδώσειν αὐτόν, ὅτε προωδοποίει, καὶ ἄλλα τινὰ ἐφευρέματα, ἃ διενόει ὁ Φαδουλάχ. Ποιήσας οὖν ἡμέρας πολλὰς ἐν τῷ
5πύργῳ, ἐζήτησαν παρ’ αὐτοῦ τοὺς υἱοὺς αὐτοῦ ὁμήρους· καὶ πέμψας ἔφερε καὶ παρέδωκεν αὐτούς, ἔτι ἀφήλικες ὄντες. Ὁ δὲ λαβὼν αὐτὰ στέλλει ἐν τῇ ἀνατο‐ λῇ ἐν Ἀσίᾳ ἐν κάστρῳ τινί, Νύμφαιον ἐπονομαζόμενον, παραγγείλας φυλάττειν ἐπιμελῶς αὐτά. Τὸν δὲ Δραγούλιον, δοὺς ὅρκους καὶ λαβών, ὡς ἔσται πιστὸς ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς, ἀπέλυσεν ἐν Βλαχίᾳ.

30

.

6

Ἔαρος δὲ ἀρξαμένου στρατὸν ἐγείρει μέγα καὶ πολὺ ἔκ τε Ἀσίας καὶ Θρᾴκης καὶ κατὰ τοῦ Πελογράδω ἐστράτευσεν. Ἦν δὲ τὸ Πελογράδω πόλις Σερβίας ὀχυρὰ καὶ δυσάλωτος, ἔχον τοὺς θεμελίους ἀναμέσον ποταμῶν δύο, Δανούβεώς τε καὶ Σάβα. Πρὸ ὀλίγου δὲ αἰτήσας αὐτὴν τὴν πόλιν ὁ κράλης
5Οὐγγρίας, δέδωκε πρὸς αὐτὸν ὁ δεσπότης Γεώργιος φοβούμενος, μήπως οἱ Τοῦρ‐ κοι παραλαβόντες αὐτήν, τὴν περαίαν διαβάντες ἕλωσι τὰς πόλεις Οὔγγρων τε καὶ τοῦ δεσπότου. Ἔχει γὰρ ὁ Σέρβος ἐν τῇ περαίᾳ πόλεις ἱκανάς. Ὡς δυνα‐ τωτέρους τοίνυν καὶ μαχιμωτέρους, ἔδωκεν αὐτὴν πρὸς τοὺς Οὔγγρους, ἵνα φυ‐ λάττωσιν. Καὶ γὰρ ὁ δεσπότης εἶχε περάσας τὸν Ἴστρον, ὅτε ὁ Μουρὰτ ἐζήτει
10τὸ Σμέδροβον, καὶ ἦν αὐλιζόμενος ἐν ταῖς αὐτοῦ πόλεσιν, ἔχων φυλλάσσοντας αὐτὸν τοὺς Οὔγγρους. Ἐν τούτῳ καὶ οἱ Τοῦρκοι ἐχθροδῶς διετέθησαν εἰς αὐτόν.

30

.

7

Ἐλθὼν δὲ ἐν τῷ Πελογράδῳ καὶ τὰς σκηνὰς πήξας γύροθεν καὶ πετρο‐ βολισμοὺς πολλοὺς κατασκευάσας, μικρούς τε καὶ μεγάλους, καὶ χώματα ἀνεγεί‐ ρας καὶ διὰ τοῦ ποταμοῦ τριήρεις ἐπέκεινα τῶν ἑκατὸν πλέειν ἑτοιμάσας, ἐν ὅλοις ἓξ μησὶν παρακαθίσας καὶ διὰ ξηρᾶς καὶ διὰ τοῦ ποταμοῦ, οὐδὲν ὤνησεν, ἀλλὰ
5μᾶλλον ἀπεβάλετο καὶ πολλοὺς τῶν μεγιστάνων καὶ τῶν δούλων αὐτοῦ διά τε
τῆς λοιμώδους νόσου καὶ διὰ τῶν μηχανῶν τῶν πεμπομένων ἐκ τοῦ κάστρου. Ἔπεμπον γὰρ εἰς αὐτοὺς βολίδας μολυβδίνας, ὅσον καρύου Ποντικοῦ τὸ μέγε‐ θος, ἀπὸ κατασκευῆς χαλκῆς ἐχούσης ἐντὸς τὰς βολίδας καθ’ ὁρμαθὸν πέντε ἢ καὶ δέκα. Ἐξόπισθεν οὖν τῆς χαλκῆς καλάμου βοτάνης σκευασία ἐκ νίτρου, τεά‐263
10φης καὶ καρβούνου ἰτέας πλήρης, ὁρμὴν οὖν ἀσπίθης ἤγουν σπινθῆρος πυρὸς εἰ πλησιάσειεν τῇ ἀναμιγῇ ταύτῃ, αἴφνης ἐξάπτει καὶ στενοχωρουμένου τοῦ πνεύ‐ ματος ὑπὸ τῶν βολίδων ἐξ ἀνάγκης ὠθεῖ τὰς βολίδας καὶ ὠθουμένων ἡ πρὸς τὴν βοτάνην ἐγγὺς ὠθεῖ τὴν πρὸ αὐτῆς, ἡ δ’ αὐτὴ τὴν ἔμπροσθεν. Καὶ οὕτως ἡ δύ‐ ναμις μέχρι τὴν εἰς τὸ στόμιον προκειμένην βολίδα πέμπεται καὶ ἀποπέμπει ταύ‐
15την ἄχρι μιλίου ὁδόν, καὶ τὸν τυχόντα εἴτε ἄνθρωπον εἴτε ζῷον, εἰ καὶ σιδηρο‐ φοροῦσιν· ἀλλ’ ἡ δύναμις τῆς βοτάνου τόσον ὑπερισχύει, ὅσῳ καὶ περονήσασα ἡ βολὶς τὸν ἕνα οὐ χαυνοῦται πρὸς τὸν ἕτερον· καὶ οὐδὲ ἐν τοῖς δυσὶ σώμασιν ἀτονεῖται ἡ δύναμις, εἰ καὶ σιδηροφόροι καὶ ἔνοπλοι, ἀλλ’ ὅταν ἡ βολὶς τύχῃ σιδήρου ἢ ἄλλης τινὸς ὕλης ὁπλοποιείων, στενοχωρουμένης, τὸ σφυρῶδες εἰς γραμ‐
20μὴν μετασχηματίζει καὶ ὥσπερ ἧλος ὁ βόλος γίνεται καὶ διέρχεται τοῖς τῶν ἐγκάτων ἐντέροις καθὰ ποταμὸς πύρινος.

31

.

1

Ἐν δὲ τῷ ἔτει ἐκείνῳ ἔπλει καὶ ὁ βασιλεὺς Ἰωάννης ἐν Ἰταλίᾳ σὺν τῷ πατριάρχῃ κὺρ Ἰωσὴφ καὶ λοιποῖς ἐπισκόποις καὶ ἄρχουσι κροτῆσαι τὴν σύνοδον. Ἦν γὰρ προμελετηκὼς τὴν ἕνωσιν καὶ πέμψας ἐν Ῥώμῃ πρέσβεις προ‐ λαβὼν τῷ πάπᾳ Εὐγενίῳ· ὑπέσχετο τὴν πᾶσαν κατὰ τὴν ὁδὸν δαπάνην αὐτὸς
5δοῦναι καὶ προσόδους ἐν Ἰταλίᾳ τοῖς τοῦ παλατίου καὶ τῆς ἐκκλησίας ἄρχουσι καὶ αὐτῷ βασιλεῖ καὶ τῷ πατριάρχῃ. Οἱ δὲ ἀθροισθέντες ἐν Κωνσταντινουπόλει ἐκ τῆς Ἀσίας καὶ Θρᾴκης καὶ τῶν τῆς Νήσου εὑρισκομένων, τῶν ἐκ τοῦ Ἁγίου Ὄρους εὑρισκομένων μοναχῶν, τὸν ἀριθμὸν ὡς ... καὶ οἱ τοῦ παλατίου σὺν τῷ βασιλεῖ ὡς ... καὶ τριήρεις πέμψας ὁ πάπας ἐξ Ἰταλίας καὶ τὰ πρὸς δαπάνην
10νομίσματα, εἰσῄεσαν πλέοντες ἀπὸ τῆς Κωνσταντίνου εἰς Βενετίαν. Ἐξελθόν‐ τες οὖν εἰς Βενετίαν, ἀσπασίως ἐδέξαντο οἱ Βενέτικοι τοὺς Ῥωμαίους, τὸν βα‐ σιλέα ὡς δεύτερον μονάρχην καὶ προνοητὴν τῆς τῶν ψυχῶν σωτηρίας, ὁμοίως καὶ
τὸν πατριάρχην καὶ τοὺς λοιποὺς ἀρχιερεῖς. Ἔδωκαν οὖν αὐτοῖς καὶ ἱερὸν τέ‐ μενος καὶ εἰσῆλθον ἐκτελέσοντες τὴν ἀναίμακτον θυσίαν. Ἠθροίσθησαν γοῦν265
15ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἅπαντες οἱ ἐν τῇ πόλει, ἄνδρες τε καὶ γυναῖκες, τοῦ ἰδεῖν καὶ ἐνωτίσασθαι θείαν καὶ ἱερὰν μυσταγωγίαν κατὰ τὸ ἔθος τῆς ἀνατολικῆς ἐκκλησίας, καὶ ἰδόντες καὶ δακρύσαντες καὶ ἐκ βάθους ψυχῆς κράξαντες τό· „Κύριε, σὺ φύλαξον τὴν ἐκκλησίαν σου ἄτρωτον ἀπὸ τῶν βελῶν τοῦ πονηροῦ, σὺ εἰς ἓν σύναψον, σὺ τὰ σκάνδαλα ἐκ μέσου διάῤῥηξον· Ἡμεῖς γὰρ οἱ μήπω
20ἑωρακότες Γραικοὺς οὔτε τὴν αὐτῶν τάξιν εἰδότες, ἠκούομεν ἐξ ἄκρας φωνῆς καὶ ὡς βαρβάρους ἐλογιζόμεθα. Νῦν δὲ εἴδομεν καὶ πεπιστεύκαμεν, ὅτι οὗτοί εἰσιν οἱ πρωτότοκοι τῆς ἐκκλησίας υἱοὶ καὶ πνεῦμα Θεοῦ ἐστι τὸ λαλοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς.“—

31

.

2

Ἀπάραντες οὖν ἐκ Βενετίας διὰ ξηρᾶς ἤλθασιν ἐν Φεραρίᾳ. Κἀκεῖ ἀρξάμενοι τὰ τῆς συνόδου, κατέλαβε θανατηφόρος ἐν Φεραρίᾳ νόσος· κἀκεῖθεν ἀπάραντες ἦλθον ἐν Φλωρεντίᾳ. Ἐν δὲ τῇ Φλωρεντίᾳ ἐπληρώθη ἡ σύνοδος.

31

.

3

Ἦν δὲ ἔξαρχος τοῦ μέρους τῶν Γραικῶν ἀπὸ τῶν ἀρχιερέων ὁ Ἐφέ‐ σου Μάρκος, ἀπὸ δὲ τοῦ μέρους τῶν Ἰταλῶν ὁ καδδηνάλιος τοῦ Τιμίου Σταυροῦ Ἰουλιανός, μέγας ἐν τῇ ἔξω σοφίᾳ καὶ ἐν τοῖς δόγμασι τῆς τῶν χριστιανῶν πί‐ στεως· καὶ ὁ Ἐφέσου Μάρκος ἐν Ἑλληνικοῖς μαθήμασιν ἄκρως πεπαιδευμένος
5καὶ ἐν τοῖς τῶν χριστιανῶν μαθήμασιν καὶ ὅροις τῶν ἁγίων συνόδων κανὼν καὶ σταθμὴ ἀπαρέκβατος· ὁ Βησσαρίων Νικαίας καὶ ὁ Ῥωσίας Ἰσίδωρος· οὗτοι δὲ ἦσαν οἱ λογιώτεροι τῶν ἀρχιερέων· καὶ μέγας χαρτοφύλαξ ὁ Βαλσαμὼν καὶ ἀρχιδιάκονος. Ἀπὸ δὲ τῆς συγκλήτου ὁ Γεμιστὸς ἐκ Λακεδαιμονίας, Γεώργιος ὁ σχολάριος καὶ καθολικὸς κριτὴς καὶ ὁ Ἀργυρόπουλος· οὗτοι δ’ ἦσαν οἱ μετέχον‐
10τες λόγου ἐκ μέρους δὲ καὶ Ῥωμαϊκοῦ μαθήματος, ἀπὸ δὲ τοῦ μέρους τῶν Λα‐ τίνων πολλοί.

31

.

4

Ἐγεγόνεισαν δὲ συνελεύσεις πολλαί. Τέλος παυσαμένης τῆς φιλονεικίας καὶ εἰς ἓν ὁμονοήσαντες Ἰταλοὶ καὶ Γραικοὶ πλὴν Μάρκου, ὑπεστρώθη ὅρος, ὀμόσαντες καὶ ἀρὰς ἐπιθέντες, ὡς οὐκ ἐναντιολογήσουσι πώποτε. Ὁ δὲ καρπὸς
τοῦ ὅρου, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ πατρὸς καὶ υἱοῦ ὡς ἐκ μιᾶς267
5ἀρχῆς καὶ μοναδικῆς προβολῆς, τὸ ὅπερ λέγουσιν οἱ Γραικοὶ ἐκ πατρὸς δι’ υἱοῦ. Πάντες οὖν ὑπογράψαντες ἐν αὐτῇ τῇ ὁμολογίᾳ ἐξῆλθον ἐκ τῆς Φλωρεντίας, συλλειτουργήσαντες πρῶτον καὶ συγκοινωνήσαντες καὶ ἀσπασάμενοι ἀλλήλοις πλὴν Μάρκου. Τὸ δὲ κνίζον τοῦ Μάρκου ἦν ἡ προσθήκη τοῦ συμβόλου, λέγων· „Ἀπα‐ λείψατε αὐτὴν ἐκ τῆς ὁμολογίας τῆς πίστεως καί, ὅπου ἂν βούληται, τιθέσθω καὶ
10ᾀδέσθω ἐν ταῖς ἐκκλησίαις, ὡς ἐν ἄλλοτε τό· ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ Θεοῦ ἀθάνατος ὑπάρχων.“—Οἱ δὲ Λατῖνοι ἀντέλεγον· „Εἰ ἔχει τὸ βλάσφημον ἡ προσθήκη, δεῖξον· καὶ ἀπαλείψωμεν αὐτὸ καὶ ἀπὸ τοῦ ἁγίου συμβόλου καὶ ἀπὸ πάντων βίβλων, ὧν ἐθεολόγησαν οἱ πατέρες, λέγω· Κύριλλος, Ἀμβρόσιος, Γρη‐ γόριος καὶ Γρηγόριος, Βασίλειος, Ἱερώνυμος, Αὐγουστῖνος καὶ ὁ Χρυσόστο‐
15μος καὶ ἕτεροι πλεῖστοι. Εἰ δ’ ὁμολογοῦντες ἡμεῖς οἱ Λατῖνοι μιὰν ἀρχὴν καὶ αἰτίαν καὶ πηγὴν καὶ ῥίζαν τὸν πατέρα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, μὴ ποιοῦντες δύο ἀρχάς, τίς ἡ χρεία τοῦ ἀπαλείφειν προσθήκην; Καὶ γὰρ ἡμεῖς οὐ προσθήκην ταύτην καλοῦμεν, ἀλλὰ σαφήνειαν καὶ ἀνάπτυξιν.“—

31

.

5

Ἐκοιμήθη οὖν καὶ ὁ πατριάρχης μετὰ τὴν ἕνωσιν ἐν τῇ Φλωρεντίᾳ.

31

.

6

Ἀπάραντες δὲ ὁ βασιλεὺς καὶ ἡ σύνοδος, ἤλθοσαν ἐν Βενετίᾳ διὰ ξηρᾶς σὺν ἀναλώμασι καὶ δαπάναις τοῦ πάπα, ἀπὸ δὲ Βενετίας, ἐν Βοιωτίᾳ σὺν τριή‐ ρεσι τῶν Βενετίκων δι’ ὁρισμοῦ τοῦ πάπα καὶ ἀπὸ Βοιωτίας εἰς Κωνσταντινού‐ πολιν σὺν τριήρεσι βασιλικαῖς καὶ τῶν Βενετίκων.

31

.

7

Ἐλθόντες δὲ εὗρον τὴν δέσποιναν κυρὰ Μαρίαν τεθνηκυῖαν τοῦ βασιλέως Ἰωάννου καὶ τὴν βασίλισσαν τοῦ δεσπότου Δημητρίου, ἀδελφοῦ τοῦ βασιλέως.

31

.

8

Ὁ δὲ βασιλεὺς πέμπει πρέσβεις πρὸς τὸν Μουρὰτ δεικνύων εὐγνωμο‐ σύνην καὶ ἀκραιφνῆ φιλίαν εἰς αὐτόν. Ἦν προκατειλημμένος ὁ λογισμὸς αὐτοῦ, ὡς διαβὰς ἐν Φραγγίᾳ ὁ βασιλεὺς ἐποίησεν ὁμόνοιαν σὺν τοῖς Φράγγοις καὶ ἐγε‐ γόνει Φράγγος καὶ μέλλωσι στρατεῦσαι κατὰ τοῦ Μουρὰτ ἀπὸ γῆς καὶ θαλάσ‐
5σης τοῦ ἐξᾶραι αὐτὸν ἐκ τῆς δύσεως. Οἱ δὲ πρέσβεις ἀπαγγείλαντες αὐτῷ καὶ παραστήσαντες, ὅτι περὶ τῶν ὧν ἠκούσθησαν ῥημάτων, οὐκ ἐπέρασεν ὁ βασι‐ λεὺς ἐν Ἰταλίᾳ, ἀλλὰ περὶ διαφορᾶς δογμάτων τῆς αὐτῶν πίστεως, ἱλαρώθη τῇ γνώμῃ.

31

.

9

Οἱ δὲ ἀρχιερεῖς εὐθέως ἀπὸ τῶν τριήρεων ἀποβάντες, καὶ οἱ τῆς Κων‐
σταντίνου κατὰ τὸ σύνηθες ἠσπάζοντο αὐτοὺς ἐρωτῶντες· „Πῶς τὰ ἡμέτερα; πῶς τὰ τῆς συνόδου; εἰ ἄρα ἐτύχομεν τὴν νικῶσαν;“—Οἱ δὲ ἀπεκρίνοντο· „Πε‐ πράκαμεν τὴν πίστιν ἡμῶν· ἀντηλλάξαμεν τῇ ἀσεβείᾳ τὴν εὐσέβειαν· προδόντες269
5τὴν καθαρὰν θυσίαν ἀζυμῖται γεγόναμεν.“—Ταῦτα καὶ ἄλλα αἰσχρότερα καὶ ῥερυπασμένα λόγια· Καὶ ταῦτα τίνες; Οἱ ὑπογράψαντες ἐν τῷ ὅρῳ· Ὁ Ἡρακλεί‐ ας Ἀντώνιος καὶ οἱ πάντες. Εἰ γὰρ πρὸς αὐτούς τις εἴρετο· „Καὶ διὰ τί ὑπεγρά‐ φετε;“—ἔλεγον· „Φοβούμενοι τοὺς Φράγγους·“—Καὶ πάλιν ἐρωτῶντες αὐ‐ τούς, εἰ ἐβασάνισαν οἱ Φράγγοι τινά, εἰ ἐμαστίγωσαν, εἰ εἰς φυλακὴν ἔβαλον;—
10„Οὐχί“—„Ἀλλὰ πῶς;“—„Ἡ δεξιὰ αὕτη ὑπέγραψεν,“ ἔλεγον, „κοπήτω· Ἡ γλῶττα ὡμολόγησεν, ἐκριζούσθω·“—Οὐκ ἄλλο εἶχον τί λέγειν· Καὶ γὰρ ἦσάν τι‐ νες τῶν ἀρχιερέων ἐν τῷ ὑπογράφειν λέγοντες· „Οὐχ ὑπογράφωμεν, ἐὰν τὸ ἱκα‐ νὸν ἡμῖν τῆς προσόδου παράσχηται;“—Οἱ δὲ ἔδιδον καὶ ἐβάπτετο κάλαμος. Ὑπὲρ ἀριθμὸν γὰρ ἦσαν τὰ δαπανηθέντα εἰς αὐτοὺς νομίσματα καὶ τὰ ἐν χερσὶ
15μετρηθέντα ἑκάστου τῶν πατέρων. Εἶτα μεταμεληθέντες οὐδὲ τὰ ἀργύρια ὑπέστρε‐ ψαν. Πρὸς τὴν φωνὴν οὖν αὐτῶν, ὅτι τὴν πίστιν αὐτῶν πέπρακαν, καὶ ἐπέκει‐ να τοῦ Ἰούδα ἥμαρτον τοῦ στρέψαντος τὰ ἀργύρια. Ἀλλ’ οἶδε κύριος καὶ ἀνε‐ βάλετο· καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ.

32

.

1

Ὁ δὲ προῤῥηθεὶς δεσπότης Γεώργιος ἰδὼν τὴν αὐτοῦ γυμνωθεῖ‐ σαν δεσποτείαν καὶ μὴ ἔχων ἑτέραν ἐλπίδα πλὴν ὀλίγων πολιχνίων κειμένων ἐν τῇ Οὐγγρίᾳ καὶ στενάζων τὸ καθεκάστην,—καὶ οὐκ ἦν ὁ ἐλεῶν,—ἔρχεται πρὸς κράλην Οὐγγρίας· ἦν γὰρ νέος πάνυ, πλὴν τὰ πάντα ἐκυβερνῶντο διὰ χειρὸς
5ῥηγένης τῆς μητρὸς αὐτοῦ καὶ Ἰάγγου τοῦ πρωτοστράτορος· καὶ παρακαλεῖ καὶ ὀδύρεται τοῦ τυχεῖν ἐλέους. Ἡ δὲ ῥήγενα καμφθεῖσα, μᾶλλον καὶ φοβηθεῖσα, μή πως, ἐρήμη καταλιμπανομένη Σερβία, καὶ εἰς Οὐγγρίαν ὁ φθορεὺς φθάσῃ, κε‐ λεύει τὸν στρατηγὸν σὺν τοῖς ἀναλώμασι Γεωργίου τοῦ βοηθῆσαι· ἦν γὰρ πλού‐ σιος σφόδρα. Καὶ δὴ ῥογεύσας καὶ λαβὼν ἱππεῖς καὶ τοξότας ἄχρι χιλιάδας
10εἴκοσι πέντε, περᾷ τὸν ποταμόν· καὶ ταχυδρομήσαντες ἕως τῆς πόλεως τῆς κα‐ λουμένης Σοφίας καὶ πῦρ βαλόντες, ἐνέπρησαν καὶ τὰς πέριξ πάσας πόλεις καὶ κώμας, μηδὲν ἀφέντες. Τὴν δὲ λείαν πᾶσαν πέμψαντες ἐν τῷ ποταμῷ διεπέρα‐ σαν, οἱ δὲ πρὸς τὴν Φιλιππούπολιν ἤλαυνον. Ὁ δὲ Μουρὰτ τὸν τῆς δύσεως στρα‐ τὸν ἀθροίσας, οὐκ εἶχε γὰρ εὐχερίαν τοῦ μετακαλέσασθαι καὶ τὰ τῆς ἀνατολῆς
15φωσάτα, ἦλθεν εἰς Φιλιππούπολιν. Οἱ δὲ Οὖγγροι σὺν τῷ δεσπότῃ ἐλθόντες μέχρι τῆς κώμεως τῆς καλουμένης Ἰζλατὴ κατὰ τὴν τῶν Βουλγάρων γλῶτταν, ὃ ἑρμηνεύεται Χρυσῆ, ἦν γὰρ τὸ χωρίον ἀναμέσον Σοφίας καὶ Φιλιππουπόλεως, ἐν δὲ τῷ μεταξὺ ὄρη καὶ δρυμῶνες δύσβατοι ἕως ἐγγὺς Φιλίππου, ἐβούλοντο γὰρ περᾶσαι τὰ ὄρη, πλὴν διὰ πελεκυφόρων καὶ δενδροτόμων ἀνδρῶν ποιῆσαι πορείαν271
20πρῶτον, εἶτα εἰσελθεῖν. Οἱ δὲ Τοῦρκοι περάσαντες τὰ δύσβατα καὶ ἐλθόντες ἄντι‐ κρυ τοῦ φωσάτου τῶν Οὔγγρων, δειλιάσαντες οὐ κατῆλθον ἐκ τοῦ ὄρους ἐν τῷ πεδίῳ. Οἱ Οὖγγροι δὲ καὶ μάλα θαρσαλέως ἀνέβησαν ἕως ἡμίσεος τοῦ ὄρους. Οἱ δὲ Τοῦρκοι τοξοβολοῦντες οὐκ ἐπαύοντο, πλὴν οὐδὲν ἤνυον. Τέλος ὁρῶντες τὰ δύο μέρη μηδὲν ἀρεϊκὸν πράττοντες διὰ τὴν δυσκολίαν τοῦ τόπου, ἐστράφη‐
25σαν ὄπισθεν, ὅθεν ἦλθον, ὁ καθεῖς. Τότε ὁ Μουρὰτ ἐδειλίασεν βαλὼν κατὰ νοῦν, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ οὐκ εἶδεν δύναμιν Οὔγγρων διαβῆναι τὸν ποταμὸν καὶ νῦν ὁ δεσπότης τοῦτο ἐνήργησε· πέμπει ἀποκρισιάριον εἰς τὸν δεσπότην καὶ δί‐ δωσι τὰς πόλεις ἁπάσας αὐτοῦ καὶ τὸ Σμέδροβον. Πέμπει οὖν καὶ τοὺς υἱοὺς αὐτοῦ τυφλοὺς ὄντας καὶ τοῦ Δραγουλίου ὁμοίως καὶ ποιεῖ συνθήκας ἐνόρκους.
30Καὶ μηνύει ἐν Οὐγγρίᾳ τῇ ῥηγένῃ καὶ τῷ τοποτηρητῇ τῆς βασιλείας. Ἦν γὰρ πρωτοστράτωρ ὁ Ἰάγγος, ὁ δὲ τοποτηρητὴς τοῦ κράλη Οὐγγρίας ἦν ὁ ῥὴξ τῶν Σάξων· μετεκαλέσαντο γὰρ αὐτὸν καὶ ἐποίησαν ἐπίτροπον διὰ τὸ εἶναι νέον τὸν καθολικὸν κράλην· ἦν γὰρ τότε πεντεκαιδέκατον ἄγων ἔτος. Καὶ ἔρχονται οἱ Τοῦρκοι ἐν Οὐγγρίᾳ, ἤγουν οἱ πρέσβεις, καὶ δίδουσιν ὅρκους τῷ ῥηγὶ Σάξων καὶ
35λαμβάνουσιν ὅρκους τοῦ εἶναι φίλοι καὶ ἠγαπημένοι· μήτε οἱ Οὖγγροι περάσωσι τὸν ποταμὸν τοῦ ἐλθεῖν κατὰ τοῦ Μουράτ, μήτε οἱ Τοῦρκοι κατὰ τῶν Οὔγγρων. Ὁ δὲ Ἰάγγος οὐκ ὤμοσεν, λέγων· „Ἐγὼ δεσπόζομαι, οὐ δεσπόζω.“—

32

.

2

Τότε εἰρηνεύσαντες οἱ Τοῦρκοι, ὁμοίως καὶ Οὖγγροι καὶ Σέρβοι, αὐ‐ τὸς κατὰ τοῦ Καραμὰν ποιεῖται τὴν παρασκευήν. Καὶ συναθροίσας πᾶσαν τὴν τῆς Θρᾴκης καὶ Θετταλίας δύναμιν καὶ διαβὰς τὸν πορθμόν, πήξας τὰς σκηνὰς ἐν τῇ Προύσῃ παρεσκεύαζε καὶ τὰ ἀνατολικὰ στρατεύματα. Ὁμοίως πέμπει καὶ
5πρὸς τὸν υἱὸν αὐτοῦ τὸν πρῶτον, Ἀλατήνην ὀνόματι, τοῦ συλλέξαι στρατὸν ἐκ τῆς Ἀμασείας καὶ ἐλθεῖν ἐν Ἰκονίῳ· ὃ καὶ πεποίηκεν. Ὁ γὰρ Καραμάν,
ὅτε ὁ δεσπότης σὺν τῷ Ἰάγγῳ ἤλθασιν κατὰ τοῦ Μουράτ, εὑρὼν καὶ οὖτος χώ‐ ραν κατῆλθε καὶ ἔλαβε τὰς πόλεις αὐτοῦ, ἃς προλαβὼν εἷλεν ὁ Μοράτ· καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς μάχης. Ἀπάρας δὲ ἐκ Προύσης ἦλθεν εἰς Κοτυάειον,273
10ἐκεῖθεν ἐν Σαλουταρίᾳ κἀκεῖ ποιήσας παρασκευὴν ἱκανήν, ἔρχεται εἰς Ἰκόνιον. Ὁ δὲ Καραμὰν φυγὼν σὺν τῷ στρατεύματι εἰσῆλθεν ἐν τοῖς ὁρίοις τοῖς πρὸς Συρίαν ἐν ὄρεσιν ὀχυροῖς. Μουρὰτ δὲ τὸ Ἰκόνιον ἀφειδῶς κουρσεύσας καὶ χρυ‐ σὸν καὶ ἄργυρον ἱκανὸν ἐκεῖθεν κομίσας, ἐν τῇ τῶν Λαρανδῶν ἔρχεται πόλει κἀκεῖ πάνδεινα κακὰ ἐργασάμενος τοῖς Λαρανδινοῖς, ἐστράφη λεηλατῶν καὶ
15κουρσεύων πᾶσαν πόλιν καὶ χώραν τοῦ Καραμάν, τὴν ζημίαν ποιῶν ὁμοίοις αὐ‐ τοῦ Τούρκοις. Βουλόμενος δὲ ἐξελθεῖν ἐκ τῆς γῆς τοῦ Καραμὰν ἀπέλυσε τὸν υἱὸν αὐτοῦ σὺν τῷ στρατῷ· καὶ ἐστράφη εἰς Ἀμάσειαν, αὐτὸς δὲ κατελθὼν ἐν τῇ Προύσῃ ἐπέρασεν εἰς Θρᾴκην θέρους ἤδη παρερχομένου. Ὁ δὲ Καραμὰν ἐστράφη πάλιν ἐν τοῖς ἰδίοις αὐτοῦ τόποις.

32

.

3

Χειμῶνος δὲ ἄρξαντος ἦλθεν ἐξ Ἀμασείας εἷς τῶν δούλων τοῦ Ἀλα‐ τὴν τοῦ υἱοῦ αὐτοῦ μηνύων τὸν αὐτοῦ θάνατον. Ὁ δὲ Μουρὰτ μέγα πένθος ποιήσας, ἦν γὰρ ὁ Ἀλατὴν ἄγων ἔτος ὀκτωκαιδέκατον, ὡραῖος πάνυ καὶ εὔτολ‐ μος, μετὰ δὲ τὸ πένθος καλέσας πάντας τοὺς ἀρχηγοὺς καὶ σατράπας αὐτοῦ ἀπέ‐
5δειξεν ἡγεμόνα καὶ ἀρχηγὸν τοῦ ὑπηκόου παντὸς τὸν δεύτερον υἱὸν αὐτοῦ τὸν Μεχεμέτ, ἀφῆλιξ ἔτι καὶ παιδίον νέον ὑπάρχων. Αὐτὸς δὲ περάσας ἐν τῇ ἀνα‐ τολῇ, ἰδιωτεύων ἐν Προύσῃ ἐκάθητο.

32

.

4

Ἔαρος δὲ ἀρξαμένου ἤλθασι κατάσκοποι ἐκ τῶν τῆς Οὐγγρίας μερῶν ἀπαγγέλλοντες τῷ νέῳ ἡγεμόνι καὶ τοῖς φροντίζουσιν αὐτῷ, Χαλίλ, Σαρητζία καὶ Ζάγανος, ὅτι ἐν ταῖς ὄχθαις τοῦ Ἴστρου συνάγεται πλῆθος Οὔγγρων καὶ Βλάχων πολύ. Ὁ δὲ Μεχεμὲτ μηνύει τῷ πατρὶ αὐτοῦ. Ὁ δὲ Μουρὰτ θαυμάσας
5ἐπὶ τῇ παραβάσει τῶν ὅρκων ἐλογίζετο, τί ἆρα μέλλει γενέσθαι. Θέρους οὖν ἀρχομένου ἐκάλει πρὸς αὐτὸν τὰς ἁπανταχοῦ δυνάμεις τῆς ἕω, πρὸς τὰς τοῦ κυνὸς ἐπιτολάς. Καὶ ἐξ Αἰγαίου Πελάγους ἀνεφάνησαν τριήρεις εἴκοσι πέντε καὶ ἐλθοῦσαι ἄντικρυ Καλλιουπόλεως ἐκώλυον τὸν πόρον. Ὁμοίως καὶ μέρος τῶν αὐτῶν τριήρεων ἔπλεεν μέχρι τοῦ Ἱεροῦ Στομίου κωλύουσαι τὰς ἐκεῖ πο‐
10ρείας. Οἱ δὲ Οὖγγροι περάσαντες τὸν πόρον τοῦ Δανούβεως ἤρχοντο ἀδεῶς· καθαίροντες τὴν ὁδὸν καὶ λαμβάνοντες τὰ κάστρα ἤλθοσαν οὖν μέχρι Βάρνας.
Ὁ δὲ Μουρὰτ μὴ εὑρίσκων πορείαν ἤσχαλλεν, οἱ δὲ τοῦ Μεχεμὲτ ἐν ἀπορίᾳ ὄντες ἀθύμουν. Τότε ἀναβὰς πρὸς τὸ τοῦ Ἱεροῦ Στόμιον ἐγγὺς καὶ εὑρὼν ἄδειαν ἀπὸ τῶν τριήρεων ἐπέρασε καὶ αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ. Οἱ δὲ τοῦ Μεχεμὲτ κρα‐275
15τῶντες βίγλας καὶ μαθόντες τὴν διάβασιν τοῦ Μουράτ, ἐν μιᾷ ἡμέρᾳ ἡνώθησαν καὶ δι’ ἑτέρας δύο ἡμέρας ἔφθασαν ἐν τῇ Βάρνῃ. Καὶ τῇ ἐπιούσῃ συνάψαντες πόλεμον φοβερὸν καὶ φρικώδη, ἀπὸ πρωΐας ἕως ὥρας ἐννάτης κατέκοπτον ἀφειδῶς οἱ χριστιανοὶ τοὺς Τούρκους. Περὶ δὲ ὥραν δεκάτην, μείνας μόνος σὺν πεντακοσίοις ἢ πλέον ἢ ἔλαττον, στρέφει τὰς ἡνίας τοῦ ἵππου ὁ ῥὴξ Σάξων κατ’
20αὐτοῦ. Ὁ δὲ Ἰάγγος ἐκώλυεν· αὐτὸς δὲ οὐκ ἐπείσθη. Καὶ προσεγγίσας, καιρίαν δέχεται ὁ ἵππος τὴν πληγὴν καὶ τὸν ἀναβάτην κύμβαχον ἐφαπλοῖ· καὶ καρατο‐ μοῦσιν αὐτὸν παρευθύ. Ὁ δὲ Ἰάγγος ἰσθεὶς τὸ γεγονός, ἦν γὰρ ἡ κεφαλὴ ἀπῃω‐ ρημένη τῷ δόρει καὶ κραυγαὶ καὶ ἀλαλαγμοὶ καὶ „ὁ φεύγων φυγέτω,“ κατέκο‐ ψαν οὖν οἱ Τοῦρκοι πλείστους καὶ ἡ νὺξ κατέλαβε καὶ ὁ Ἰάγγος μόλις διασω‐
25θεὶς ἐπέρασε τὸν ποταμόν, οἱ δὲ Τοῦρκοι νικηταὶ τροπαιοῦχοι ἐπανέζευξαν. Τό‐ τε ὁ εὐτυχὴς Μουρὰτ πάλιν τὴν περαίαν περᾷ καὶ ἐν τῇ Μαγνησίᾳ ἀφικνεῖται κἀκεῖ τὴν κατοίκησιν ἐμπορεύεται.

32

.

5

Ἀλλ’ οἱ χριστιανοὶ μήπω νοήσαντες, ὅτι αἱ ἁμαρτίαι ἡμῶν εἰσιν οἱ ἐμποδοῦντες ἡμᾶς καὶ αἱ κακίαι ἡμῶν εἰσιν οἱ τὰ κακὰ προξενοῦντες, πάλιν ἑτέ‐ ραν ἀφίησιν καθ’ ἡμῶν ὀργὴν ἡ τύχη. Ὁ γὰρ Χαλὶλ πρακτικὸς ὑπάρχων περὶ τὰ τῆς ἀρχῆς μεθοδεύματα καὶ ὅτι ὁ νέος οὐκ εὐτυχήσει ποτέ, ἄγεται πάλιν
5παρ’ αὐτοῦ ὁ Μουρὰτ ἐν τῷ παλατίῳ τῆς Ἀδριανοῦ καὶ εὐφημίζεται ὡς ἡγεμών. Ὁ δὲ νέος ἡγεμὼν Μεχέμετ ὁ υἱὸς αὐτοῦ στέλλεται παρὰ τοῦ πατρὸς τοῦ ἀρχη‐ γεῖν ἐν τῇ Μαγνησίᾳ.

32

.

6

Μαθὼν δὲ τοῦτο ὁ Ἰάγγος περᾷ τὴν περαίαν τοῦ Ἴστρου ἐξ ἄλλης ὁδοῦ καὶ διαβὰς τὰ στενωπὰ πάντα ἔρχεται πρὸς τὸ Νῆσιν ἢ πρὸς τὴν Κόσοβαν. Καὶ ὁ Μουρὰτ σὺν πάσῃ τῇ στρατιᾷ αὐτοῦ ἕτοιμος καὶ δὴ πολεμήσαντες ἀφ’ ἑσπέρας, πρωῒ σκοτίας οὔσης ἐγείρεται σὺν μερικοῖς στρατιώταις καὶ ὡς δῆθεν
5ἑτοιμάσων πρὸ ὥρας τὸν πόλεμον, αὐτὸς διέδρα· εἶδε γὰρ τὴν στρατιὰν τοῦ Τούρκου ὑπερέχουσαν ἐπὶ τὸ πλεῖστον καὶ τοὺς Οὔγγρους δειλιῶντας καὶ εἰς φυ‐ γὴν μελετῶντας. Τότε ὁ Μουρὰτ ἡλίου ἤδη αὐγάζοντος ὁρῶν τὰς σκηνὰς τῶν Οὔγγρων διεσκεδασμένας καὶ εἰς φυγὴν βλέποντας, ἐπέπεσεν ἐπ’ αὐτοὺς καὶ τοὺς μὲν ἐσκύλευσε, τοὺς δὲ κατέσφαξεν. Ἄλλοι ἔφυγον καὶ ἐγένετο μεγάλη νίκη
10〈τοῦ〉 Μουρὰτ καὶ ἧττα τοῦ Ἰάγγου.277

32

.

7

Στραφεὶς δὲ μετὰ νίκης μεγάλης κατὰ τῆς Πελοποννήσου ἐστράτευσεν. Ὁ γὰρ Κωνσταντῖνος δεσπότης ὢν τότε Λακεδαιμονίας καὶ ἰδὼν τὴν ἄφιξιν τοῦ ῥηγὸς καὶ τὰς τριήρεις ἐν Ἑλλησπόντῳ, ἐμαντεύσατο παντελῆ ἀπώλειαν τῶν Τούρκων. Καὶ ἐξελθὼν ἀπὸ τοῦ Ἑξαμιλίου εἷλε Θήβας καὶ τὰ πέριξ χωρία.
5Στραφεὶς δὲ ὁ Μουρὰτ σὺν εὐτυχίᾳ πλείστῃ στέλλει ἀποκρισιάριον, ζητῶν τὰς πόλεις αὐτοῦ, ὁ δὲ Κωνσταντῖνος οὐκ ἤθελε. Καὶ στρατεύσας καὶ θεὶς χάρακα ἐν τῷ Ἑξαμιλίῳ, ἦν γὰρ πρὸ τεσσάρων χρόνων οἰκοδομήσας αὐτὸ ὁ δὲ Κων‐ σταντῖνος, σὺν ἑξήκοντα χιλιάσιν ὢν ἐντὸς αὐτὸς εἰσῆλθε. Καὶ ὡς ἐν ὀλίγῳ καὶ αὐτὸς καὶ Θωμᾶς ὁ ἀδελφὸς αὐτοῦ, δεσπότης ὢν Ἀχαΐας, παρεδίδοντο ὑπὸ τῶν
10Ἀλβανῶν· πλὴν αὐτοὶ τὸν δόλον ἐννοήσαντες ἀπέδρασαν. Ὁ δὲ Μουρὰτ μέχρις Πατρῶν καὶ Γλαρέντζας δραμὼν καὶ ἀφανισμῷ παραδοὺς πάντα τὰ ἐκεῖ, ὑπανέ‐ στρεψε χαλάσας τὸ Ἑξαμίλιον, ἐρείπιον καταλιπὼν αὐτό, αἰχμαλωτεύσας πλῆθος λαοῦ, ἐπέκεινα χιλιάδες ἐξήκοντα.

33

.

1

Ὁ δὲ βασιλεὺς Ἰωάννης ποδαλγίᾳ πιεζόμενος ἐν πολλοῖς ἔτεσιν καὶ μετὰ τὴν ἐπάνοδον ἀπὸ Ἰταλίας ἐν πολλαῖς θλίψεσι καὶ δυσφορίαις ὤν, πῇ μὲν διὰ τὴν τῶν ἐκκλησιῶν ταραχήν, πῇ δὲ διὰ τὴν ἐκδημίαν τῆς δεσποίνης, κατέλαβεν αὐτὸν νόσος καὶ ἐν ὀλίγαις ἡμέραις ἐτελεύτησεν, ὕστατος βασιλεὺς
5χρηματίσας Ῥωμαίων. Τὸν δὲ Κωνσταντῖνον πέμψαντες οἱ τῆς Κωνσταντίνου ἤγαγον αὐτὸν ἐν τῇ πόλει· καὶ πρέσβεις στείλας εἰς τὸν Μουρὰτ καὶ δεξιώσας αὐτὸν σὺν δώροις καὶ μειλιχίοις λόγοις, εἰρήνευσεν αὐτόν, ἄρας ἐκ μέσου πάντα παρεληλυθότα σκάνδαλα.

33

.

2

Βουληθεὶς δὲ γάμους ποιῆσαι τῷ υἱῷ αὐτοῦ ἠγάγετο νύμφην ἐκ τῶν ἡγεμόνων πρὸς τὰ τῆς Ἀρμενίας ὅρια κειμένων, θυγατέρα τοῦ Τουργατήρ, ἀν‐ δρὸς ἀρχηγοῦ τῶν ἐκεῖσε παρακειμένων Τουρκομάνων, ὑπεράνω Καππαδόκων.
Τὴν δὲ συγγένειαν ταύτην οὐ κατεδέξατο ὡς ἐν δυνάμει καὶ πλούτῳ ἰσοτερίζων279
5αὐτῷ, ἀλλ’ ὅτι ἐν μέσῳ τῶν Τουρκοπερσῶν καὶ τοῦ Καραμὰν οἰκῶν ὁ ῥηθεὶς Τουργατὴρ εἶχε πάντοτε συμμαχεῖν τῷ ἐν τῇ Ἀμασείᾳ ἡγεμονεύοντι υἱῷ τοῦ Μωρὰτ καὶ προσκρούειν καὶ τῷ Καραμὰν κάτωθεν ὁρμῶντι καὶ τῷ Καραιουσοὺφ ἄνωθεν καὶ μεσιτευούσης τῆς συγγενείας κεκτῆσθαι παρ’ αὐτοῦ τὴν τυχοῦσαν ἀρωγὴν καὶ βοήθειαν. Ὅθεν καὶ στείλας ἕνα τῶν αὐτοῦ βεζιρήδων, τὸν λεγόμε‐
10νον Σαρητζίαν, ἤγαγεν αὐτὴν ἐκ τοῦ οἴκου τοῦ πατρὸς μετὰ τιμῆς ὅτι πλείστης καὶ δόξης, φέρουσα θησαυροὺς πολλοὺς καὶ φέρνην πολυτάλαντον. Ὁ δὲ Μωρὰτ καὶ πενθερὸς αὐτῆς μαθὼν ἐγγίζουσαν ἐν τῷ πορθμῷ τῆς Καλλιουπόλεως, ἔπεμψε μεγιστᾶνας ἀπ’ Ἀδριανοῦ καὶ στρατὸν εὔζωνον· καὶ ὑπαντὴν ποιήσαντες ἤγα‐ γον εἰς τοὺς οἴκους τοῦ ἡγεμόνος ἐν Ἀδριανουπόλει. Ὁ δ’ ἡγεμὼν μετὰ πλεί‐
15στης χαρᾶς ἀποδεξάμενος τὴν νύμφην ἤρξατο τελεῖν τοὺς γάμους· καὶ καλέσας πάντας τοὺς ὑπὸ χεῖρα ἀρχηγοὺς καὶ ἡγεμόνας οὕτω Τούρκους καθὰ χριστια‐ νούς, ἅπαντες ἔθεον σὺν δώροις πολλοῖς ἑορτάσοντες τὰ γαμήλια. Ἀρξάμενοι ἀπὸ μηνὸς Σεπτεβρίου καὶ τελειώσαντες τὸν μῆνα Δεκέβριον, ἐτετελείωτο καὶ ὁ γάμος. Τοὺς σὺν αὐτῇ οὖν ἐλθόντας οἰκείους τοῦ πατρὸς αὐτῆς δαψιλῶς φιλο‐
20φρονήσας καὶ παντοίαν εὐεργεσίαν ἀμείψας εἰς τὰ ἴδια ἔπεμψε, τὸν δὲ υἱὸν αὐ‐ τοῦ τὸν νεόνυμφον ἅμα τῇ γυναικὶ ἐν τῇ ἡγεμονίᾳ, τῇ Μικρᾷ Ἀσίᾳ καὶ τῇ Λυ‐ δίᾳ, ἀπέλυσεν.

33

.

3

Ἐλθὼν δὲ εἰς Μαγνησίαν τοῦ Ἰαννουαρίου μηνὸς ἤδη μεσαζομένου καὶ παρελθόντος τούτου, ἄγων ὁ Φεβρουάριος πέμπτην, εἷς τῶν ταχυδρόμων ὡς ὠκύπτερός τις ἀετὸς ἐπέστη διδοὺς αὐτῷ γραφὴν εἰς χεῖρας ἀσφαλῶς κατεσφρα‐ γισμένην. Ἀνοίξας οὖν αὐτὴν καὶ ἀναγνοὺς ἔγνω τὸν θάνατον τοῦ πατρὸς αὐ‐
5τοῦ. Ἡ δὲ γραφὴ ἦν σταλεῖσα παρὰ τῶν βεζιρήδων, τοῦ τε Χαλὶλ καὶ τῶν ἑτέ‐ ρων. Ἐδήλουν τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἔλευσιν αὐτοῦ τοῦ ἀναγι‐ νώσκοντος μὴ βραδῦναι, ἀλλ’ εἰ δυνατόν, ἐπιβῆναι Πηγάσῳ ἵππῳ πτεροέντι καὶ ἀφικέσθαι ἐν Θρᾴκῃ πρὸ τοῦ ἀκουσθῆναι εἰς τὰ πέριξ ἔθνη ἡ ἀγγελία τῆς τε‐ λευτῆς τοῦ ἡγεμόνος. Ὃ καὶ πεποίηκεν. Αὐτῇ τῇ ὥρᾳ ἐπιβὰς ἑνὶ τῶν δρομαίων
10Ἀραβικῶν ἵππων οὐκ εἶπεν ἄλλο τοῖς μεγιστᾶσιν αὐτοῦ πλήν· „Ὁ ἀγαπῶν με ἀκολουθείτω μοι·“—Αὐτὸς δὲ ταχέως ᾤχετο ἔχων ἔμπροσθεν τοὺς οἰκείους δούλους τοξότας καὶ ὠκυδρόμους ἀμφοτεροδεξίους, εἰπεῖν γίγαντας πάντας πε‐ ζούς, τοὺς δὲ ξιφηφόρους καὶ ἀκοντιστὰς ἱππέας ὄπισθεν. Καὶ δὴ ἐν ἡμέραις δυσὶν ἀπὸ Μαγνησίαν διαβὰς τὸν πορθμὸν ἐν Χεῤῥονήσῳ κατέστη· καὶ ἀναμείνας ἐν
15Καλλιουπόλει ἄλλας δύο ἡμέρας τοῦ συναθροισθῆναι τοὺς ἀκολουθήσαντας, ἕνα τῶν ταχυδρόμων πέμψας ἐν Ἀδριανοῦ ἐμήνυσε τὴν αὐτοῦ ἐν Χεῤῥονήσῳ διά‐
βασιν.281

33

.

4

Καὶ διαλαλιᾶς συχνῆς γενομένης καὶ φήμης ἁπανταχοῦ, ὡς ὁ ἡγεμὼν ἐν Καλλιουπόλει, ἵνα μὴ ὁ συρφετώδης ὄχλος ἀτακτήσας ἀφηνιάσῃ, ἔθος γὰρ ἦν αὐτοῖς ἐν ταῖς ἀλλαγαῖς τῶν ἡγεμόνων ἐνεργεῖν στάσιν,—διὰ τοῦτο καὶ τὴν τελευτὴν πολλάκις κρύπτοντες λέγουσι τῷ λαῷ, ὡς ὁ ἡγεμὼν ἀσθενεῖ, καὶ τοῦτο
5ποιοῦσιν, ὅτι ὁ μέλλων διαδέξασθαι οὐχ εὑρίσκεται, ἐν ᾧ τόπῳ ὁ τελευτῶν ὑπάρ‐ χει,—μετὰ ταῦτα ἀπάρας ἀπὸ Καλλιουπόλεως, συνέῤῥεον πλήθη πολλὰ προσκυ‐ νοῦντες αὐτῷ. Ἐλθόντος δὲ πλησίον τοῦ κάμπου ἐξῆλθεν ἅπασα ἡ τάξις τῆς ἡγεμονίας, οἵ τε βεζίρηδες καὶ σατράπαι καὶ ἔπαρχοι καὶ δήμαρχοι καὶ οἱ τῆς μιαρᾶς αὐτῶν θρησκείας μύσται καὶ διδάσκαλοι, καὶ οἱ ἐν ἐπιστήμαις καὶ τέχναις
10ἀσχολούμενοι καὶ μέρος πολὺ τοῦ συρφετώδους λαοῦ εἰς τὴν αὐτοῦ ὑπαντήν. Ἐλθόντος οὖν τοῦ ὄχλου κατὰ πρόσωπον τοῦ ἡγεμόνος ὡς μίλιον ἓν στοιχηδὸν καὶ ἀποβάντες τῶν ἵππων πάντες πεζοὶ τὴν πορείαν πρὸς τὸν ἡγεμόνα ἐβάδιζον· ὁ δὲ ἡγεμὼν καὶ οἱ μετ’ αὐτὸν ἵσταντο ἐποχούμενοι. Ἐλθόντων οὖν ἄχρι ἡμί‐ σεος μιλίου, ἄκρας σιωπῆς ἐν τοῖς χείλεσιν αὐτῶν οὔσης, ἀθρόον στάντες κοπε‐
15τὸν μέγα μετὰ δακρύων ἀνήγειραν. Τότε καὶ αὐτὸς ἀποβὰς τοῦ ἵππου σὺν τοῖς ὑπ’ αὐτὸν καὶ αὐτοὶ τὰ ὅμοια ἔπραττον, βοῆς σὺν κλαυθμῷ τὸν ἀέρα πληροῦν‐ τες. Καὶ ἦν ἰδεῖν μέγα πένθος καὶ κοπετὸν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξ ἀμφοτέρων τῶν μερῶν. Συνελθόντες οὖν καὶ προσεγγίσαντες ἀλλήλοις, προσεκύνησαν οἱ μεγιστᾶ‐ νες τῷ ἀρχηγῷ ἀσπασάμενοι τὴν αὐτοῦ χεῖρα. Καὶ ἐπιβάντες τῶν ἵππων εἰσῆλ‐
20θον ἐν τῇ πόλει ἄχρι τῆς πύλης τοῦ παλατίου καί, ὁ ἡγεμὼν εἰσελθών, ἕκαστος εἰς τὰ ἴδια ἀνεχώρησε.

33

.

5

Τῇ δὲ ἐπαύριον παραστάσεως γενομένης μεγάλης κατὰ τὸ ἔθος καὶ πλέον τι, ὡς τοῦ ἡγεμόνος ἔτι ὄντος νέου καὶ ἐν τῇ ἀρχῇ νεωστὶ εἰσελθόντος, ἐν τῇ καθέδρᾳ τῇ πατρικῇ καθεσθείς, ὡς οὐκ ὄφελον, πλὴν παραχωρήσει Θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν, ἵσταντο ἐξ ἐναντίας πάντες οἱ σατράπαι ἀπὸ μακρόθεν
5καὶ οἱ βεζίρηδες τοῦ πατρὸς αὐτοῦ, ὅ τε Χαλίλ–πασιας καὶ ὁ Ἰσάκ–πασιας· οἱ δὲ τούτου βεζίρηδες, Σιαχὴν ὁ εὐνοῦχος καὶ Ἰπραήμ, ἦσαν προσεγγίζοντες αὐτῷ κατὰ τὴν συνήθειαν. Τότε ὁ ἡγεμὼν Μεχέμετ ἠρώτησε τὸν Σιαχήν, τὸν αὐτοῦ μεσάζοντα· „Τί ὅτι ἀπὸ μακρόθεν ἵστανται οἱ μεσάζοντες τοῦ ἐμοῦ πατρός; Κά‐ λεσον αὐτοὺς καὶ εἰπὲ τῷ Χαλὶλ ἑστάναι ἐν τῷ τόπῳ αὐτοῦ. Ὁ δὲ Ἰσὰκ ἀπελ‐
10θέτω ἐν Προύσῃ σὺν τοῖς λοιποῖς τῆς ἑῴας ἄρχουσι, ταφῇ δοῦναι τὸ σῶμα τοῦ ἐμοῦ πατρός· ἐχέτω δὲ καὶ τῶν ἀνατολικῶν θεμάτων τὴν φροντίδα.“—Ἀκού‐ σαντες οὖν ταῦτα, παρευθὺ δραμόντες, κατὰ τὸ σύνηθες ἠσπάσαντο τὴν αὐτοῦ χεῖρα. Καὶ ὁ μὲν Χαλὶλ ἔμεινε μεσάζων, ὁ δὲ Ἰσὰκ λαβὼν τὸ πτῶμα τοῦ ἡγεμό‐ νος σὺν πλείστοις ἄρχουσι καὶ οἰκονομίᾳ πολλῇ, εἰς Προῦσαν ἀπῆλθε καὶ ἔθα‐
15ψεν αὐτὸ ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι βωμῷ, πλεῖστα νομίσματα κενώσας ἐν
χερσὶ πενήτων ἐν τῇ κηδείᾳ.283

33

.

6

Ὁ θάνατος οὖν τοῦ Μωρὰτ οὐκ ἦν πολυνοσωδέστατος οὔτ’ ἀχθηφό‐ ρος, ἀλλὰ καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ ἀτιμωρητότερος καὶ παθῶν καὶ νόσων ἐλευθερώτερος, οἶμαι Θεοῦ κρίνοντος κατὰ τὴν τοῦ ἀνδρὸς πρὸς τὸ κοινὸν εὔ‐ νοιαν καὶ τὴν συμπαθεστάτην πρὸς τοὺς πένητας διάθεσιν, οὐ μόνον γὰρ ἐν τοῖς
5αὐτοῦ κατὰ γένος καὶ κατ’ ἀσέβειαν, ἀλλὰ καὶ τοῖς χριστιανοῖς· ἃς ἐνόρκους συνθήκας ἔπραττεν, ταύτας εἰς τέλος ἀσινεῖς καὶ ἀθολώτους ἐφύλαττεν. Εἰ γὰρ καὶ παρασπονδὰς τῶν χριστιανῶν τινες καὶ παραβάσεις τῶν ὅρκων μεταχει‐ ρισθέντες τὸν ἀλάθητον τοῦ Θεοῦ ὀφθαλμὸν οὐκ ἔλαθον καὶ τὴν δίκην δικαίως τιμωρηθέντες παρ’ αὐτοῦ τοῦ ἐκδικητοῦ, οὐκ εἰς μακρὰν τὰ τῆς μήνης ἐξετεί‐
10νοντο πλέθρα, ἀλλ’ εὐθὺς μετὰ τὴν νίκην οὐ κατεδίωκεν ὁ βάρβαρος, οὐκ εἰς τέ‐ λος τὸν ἀφανισμὸν ἐδίψα τοῦ τυχόντος ἔθνους· ἀλλ’ ἅμα οἱ ἡττηθέντες πρεσβεύ‐ σειν τὰ τῆς εἰρήνης ἐσκέψαντο, καὶ αὐτὸς προθύμως ἐδέχετο καὶ τοὺς πρέσβεις μετ’ εἰρήνης ἀπέλυε, μισῶν τὰς μάχας, ἀγαπῶν τὴν εἰρήνην. Καὶ ὁ πατὴρ τῆς εἰρήνης ἀντεμέτρησε τὴν τελευτὴν τοῦ βαρβάρου ἐν εἰρήνῃ καὶ οὐκ ἐν μαχαίρᾳ.

33

.

7

Ἦσαν δὲ αἱ τῆς νόσου πᾶσαι ἡμέραι τέσσαρες. Ἐξελθὼν γὰρ ἐκ τοῦ παλατίου σὺν ὀλίγοις νεανίσκοις ἐδιέβη τὴν νῆσον, ἣν οἱ ποταμοὶ διαῤῥαγέντες πλησίον τῆς πόλεως αὐτὴν εἰς εὐρυχωρίαν κατέστησαν· καὶ λιπαρᾶς οὔσης τῆς γῆς βοσκήματα καὶ τροφαὶ τῶν ἀλόγων ζῴων χλοεραὶ φύονται, ἀγελάζονται γὰρ
5ἐν αὐτῇ φορβάδαι καὶ ἡμίονοι καὶ τῶν ἵππων οἱ ἀγέρωχοι τοῦ ἡγεμόνος· οἰκο‐ δομάς τε διαφορωτάτας εἰς θάλψιν τε καὶ τέρψιν κατὰ καιροὺς καὶ πᾶν ἄλλο χρήσιμον εἰς ἀπόλαυσιν. Ἐβούλετο δὲ διατρῖψαι ἡμέρας ἱκανὰς ἐκεῖ ἰδιάζων σὺν ὀλίγοις οἰκειοτάτοις πρὸς ἀναψυχὴν καὶ ἀνακωχὴν τῶν φροντίδων καὶ κόπων τοῦ παρελθόντος γάμου. Διαβὰς οὖν καὶ ποιήσας ἡμέραν μίαν καὶ τρυφήσας,
10οὐχ ὡς σύνηθες, τῇ ἐπιούσῃ ἐκέλευσεν ἄγεσθαι εἰς τὸ παλάτιον εἰπών, ὡς κε‐ φαλὴν καὶ τὸ λοιπὸν σῶμα καταβαρὲς καὶ ναρκῶδες περίεστι. Κατακλιθεὶς οὖν καὶ τρεῖς ἡμέρας νοσήσας, ἐπιληψήσας ἀπέθανεν δευτέρᾳ τοῦ Φεβρουαρίου μη‐ νὸς τοῦ ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ πεντηκοστοῦ ὀγδόου ἔτους.

33

.

8

Λέγεται δέ, ὅτι μετὰ τοὺς γάμους καὶ πρὸ τοῦ διαβῆναι τὴν νῆσον, μιᾷ τῶν νυκτῶν ἰδεῖν ὅραμα τοιοῦτον· ἕνα φοβερὸν ἄνδρα ἑστάναι ἐνώπιον αὐ‐ τοῦ. Τὸν δὲ συσταλέντα τῷ φόβῳ ἐκράτησεν αὐτὸν τῆς χειρὸς ὁ φανεὶς ἀνήρ. Ἐφόρει δὲ ἐν τῇ δεξιᾷ αὐτοῦ χειρὶ σφενδόνην χρυσῆν εἰς τὸν ἀντίχειρα δάκτυ‐
5λον. Ἐκβαλὼν οὖν ὁ φανεὶς τὴν σφενδόνην ἀπὸ τοῦ μεγάλου δακτύλου τοῦ ἡγε‐ μόνος ἔβαλεν αὐτὴν ἐν τῷ λιχανῷ τῷ μετὰ τὸν ἀντίχειρα, εἶτα ἐξορμαθίσας αὐ‐ τὴν ἐκ τοῦ δακτύλου τοῦ λιχανοῦ ἥρμοσεν αὐτὴν εἰς τὸν μεσαίτατον δάκτυλον, μετὰ δὲ τοῦτον εἰς τὸν μετὰ τὸν μεσαίτατον καὶ αὖθις εἰς τὸν ὕστατον τὸν μι‐ κρόν. Μετὰ ταῦτα ἐκβαλὼν τὴν σφενδόνην ὁ φανεὶς καὶ λαβὼν ἀφανὴς γέγονε.285
10Καὶ ὁ ἡγεμὼν ἔξυπνος γενόμενος προσεκαλέσατο τοὺς αὐτοῦ μάντεις, εἰρηκὼς τὸ ὁραθέν. Αὐτοὶ δὲ τὴν μὲν σφενδόνην τὴν ἡγεμονίαν διέκριναν, τοὺς δὲ δακτύ‐ λους, τὸν μὲν πρῶτον εἰς αὐτόν, τοὺς δ’ ἄλλους εἰς τοὺς μετ’ αὐτὸν αὐθεντεύ‐ σοντας ἐξ αὐτοῦ. Ἕτεροι δὲ κρύβδην καὶ σιωπηρῶς τὸν μὲν μέγα δάκτυλον τὸν αὐτοῦ τῆς ζωῆς ὕστατον χρόνον διέκριναν, τὴν δὲ ἀφαίρεσιν τῆς σφενδόνης τὴν
15δεσποτείαν, τὰς δὲ εἰσάξεις καὶ ἐξάξεις τῶν ἑτέρων τεσσάρων διὰ τῆς σφενδό‐ νης δακτύλων τὸν μετ’ αὐτὸν ἡγεμονεύσειν μέλλοντα τὸν ἀριθμὸν τῶν ἐτῶν τῆς ἡγεμονίας ἐσύγκριναν καὶ τότε τέλος ἕξει ἡ τυραννίς. Ἀλλ’ ἐπανίωμεν αὖθις πρὸς τὴν διήγησιν καὶ ἴδωμεν τί τὸ αἱμοβόρον τοῦτο θηρίον ἐν ταῖς ἡμέραις αὐτοῦ κατέφθειρε καὶ κατεδαπάνησε καὶ εἰς τέλος
20ἠφάνισε.

33

.

9

Πέμψας τοίνυν τὸ σῶμα τοῦ πατρὸς αὐτοῦ εἰς ταφὴν ἐν τῇ Προύσῃ, αὐτὸς ἤρξατο ἐρευνᾶν τὰ ταμεῖα καὶ τοὺς θησαυροὺς τοὺς πατρικούς· καὶ εὑρὼν ἀναριθμήτους ἐν ἀργυροῖς σκεύεσιν, ἐν χρυσοῖς, ἐν λίθοις τιμίοις καὶ ἐν νομί‐ σμασι πολυταλάντοις, αὐτὸς οἰκείᾳ σφραγίδι κατασφραγίσας ἐν τῷ ταμείῳ πά‐
5λιν ἀπέθετο.

33

.

10

Εἶτα εὑρὼν παιδίον ἄῤῥεν τοῦ πατρὸς αὐτοῦ, ὡς μηνῶν ὀκτώ, γεννηθὲν ἐκ τῆς θυγατρὸς τοῦ ἡγεμόνος Σινώπης Σπεντιάρ, νομίμου γυναικός,—καὶ γὰρ οὗτος ἐκ δουλίδος ἐγένετο,—οὔσης οὖν τῆς μητρὸς τοῦ παιδὸς καὶ μητρυᾶς αὐτοῦ τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ παλατίῳ ἕνεκα παραμυθίας τοῦ τυράννου, στείλας ἕνα
5τῶν ἀρχόντων ἐκ τῶν υἱῶν τοῦ Ἐβρενέζ, Ἀλὶν ὀνόματι, πρωτοοστιάριος ὢν τῷ τότε καιρῷ, ἐν τῷ οἴκῳ τῆς ῥηθείσης, τὸ παιδίον ἔπνιξε. Ἐπὶ τὴν αὔριον δὲ καὶ αὐτὸν τὸν Ἀλὶν ἐθανάτωσε, τὴν δὲ μητέρα τοῦ παιδὸς καὶ μὴ βουλομένην τῷ δούλῳ τοῦ πατρὸς αὐτοῦ τῷ Ἰσὰκ εἰς γάμον ἡρμόσατο.

33

.

11

Τὴν δὲ ἑτέραν αὐτοῦ μητρυιάν, τὴν θυγατέρα Γεωργίου δεσπότου Σερβίας, χριστιανικωτάτην οὖσαν, ἐβούλετο μὲν καὶ αὐτὴν ἑτέρῳ τῷ τυχόντι δούλῳ δοῦναι, ἀλλὰ φοβηθείς, μήπως ὁ πατὴρ αὐτῆς ἐγείρῃ κατ’ αὐτοῦ τὴν
τῶν Οὔγγρων μάχην, τῆς ἡγεμονίας αὐτοῦ ἔτι μὴ παγιωθείσης, ἀλλ’ ἀκμὴν287
5εἰς σύστασιν προχωρησάσης, ὃ ἠβουλήθη, οὐκ ἠδύνατο πρᾶξαι. Ὁ δεσπότης γὰρ ἀκούσας τὸν θάνατον τοῦ γαμβροῦ αὐτοῦ Μωρὰτ καὶ τὸν Μεχεμὲτ τὴν ἡγεμονίαν ἀναζωσάμενον, εὐθὺς ἀποκρισιαρίους ἔπεμψεν παραμυθήσων αὐτὸν καὶ παρηγορήσων ὡς ἀπορφανισθέντα καὶ τὰς συνθήκας καὶ συνωμοσίας, ἃς εἶχε μετὰ τοῦ πατρὸς αὐτοῦ, ἀνανεῶσαι καὶ ἀσφαλίσασθαι δι’ ὅρκων, ἔτι τε
10καὶ τὴν θυγατέρα ζητῆσαι καὶ λαβεῖν εἰς τὰ ἴδια. Ἃ καὶ πεποίηκεν, οὐχ ὡς θέλων εἰρηνικῶς καὶ εὐνοϊκῶς διάγειν καὶ ἡγεμονεύειν, ἀλλὰ καιρὸν ἐξαγορά‐ ζων, ὅταν γὰρ λάβῃ, ἐκεῖνος ἀδικίας καὶ ἀνομίας ποιήσει. Ταῦτα καὶ ἕτερα τὴν ἀρνίου δορὰν ὑπενδυθεὶς ἔπραττε, λύκος ὢν καὶ πρὸ τῆς γεννήσεως. Φιλο‐ φρόνως οὖν δεξιωσάμενος τοὺς ἀποκρισιαρίους καὶ ἐνωμότους συνθήκας δοὺς
15καὶ λαβὼν ἀπέλυσεν ἐν εἰρήνῃ, στείλας καὶ τὴν αὐτοῦ μητρυιὰν πρὸς τὸν πα‐ τέρα αὐτῆς μετὰ μεγάλης δόξης τε καὶ τιμῆς, εὐεργεσίας τε πλείστας καὶ χώρας ἀπονείμας αὐτῇ ἐκ τῶν ὁρίων Σερβίας εἰς διατροφὴν καὶ θεραπείαν παντοίαν αὐτῆς.

33

.

12

Ὁμοίως καὶ οἱ ἐν Κωνσταντινουπόλει τότε οἰκοῦντες δύστηνοι Ῥω‐ μαῖοι καὶ δυστυχεῖς σὺν τῷ δεσπότῃ Κωνσταντίνῳ μαθόντες καὶ αὐτοὶ τὴν ἐναλλαγὴν τῆς ἡγεμονίας, ἔστειλαν πρέσβεις χάριν παραμυθίας καὶ τῆς ἀρχῆς τὴν καθεδρίαν προσαγορεύσοντες· τίνες τίνα; οἱ ἄρνες τὸν λύκον, οἱ στρουθοὶ
5τὸν ὄφιν, οἱ ψυχοῤῥαγοῦντες τὸν θάνατον. Ἐκεῖνος δὲ ὁ πρὸ τοῦ ἀντιχρίστου ἀντίχριστος, ὁ τῆς τοῦ Χριστοῦ μου ποίμνης φθορεύς, ὁ ἐχθρὸς τοῦ σταυροῦ καὶ τῶν πιστευόντων εἰς τὸν ἐν αὐτῷ παγέντα, φιλικὸν προσωπεῖον ἐνδυθεὶς ὡς μαθητὴς τοῦ μεταμορφωθέντος εἰς ὄφιν Σατανᾶ ἀποδέχεται τὴν πρεσβείαν καὶ γράφει νέας διαθήκας καὶ ὀμνύει θεὸν τοῦ ψευδοπροφήτου καὶ τὸν συνώ‐
10νυμον αὐτοῦ προφήτην καὶ τὰς μιαρὰς αὐτοῦ βίβλους καὶ ἀγγέλους καὶ ἀρχαγ‐ γέλους τοῦ στέργειν καὶ ἐμμένειν ἐφ’ ὅρου ζωῆς αὐτοῦ ἐν ἀγάπῃ καὶ ὁμονοίᾳ μετὰ τῆς Πόλεως καὶ τοῦ δεσπότου Κωνσταντίνου σὺν πᾶσι τοῖς περιχώροις καὶ πόλεσιν ὑπὸ τὴν αὐτὴν δεσποτείαν· καὶ τὴν εὔνοιαν καὶ διάθεσιν, ἣν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ μετὰ τοῦ βασιλέως Ἰωάννου τοῦ προβεβασιλευκότος καὶ τοῦ δεσπό‐
15του Κωνσταντίνου τοῦ νῦν, ἐν αὐτῇ τῇ γνώμῃ καὶ αὐτὸς ζήσεται καὶ τεθνήξε‐ ται. Ἐπέκεινα δὲ τούτων τῶν καλῶν ὑποσχέσεων ἐδωρήσατο καὶ κατ’ ἔτος τῇ βασιλείᾳ Ῥωμαίων ἐκ τῶν εἰσοδημάτων τῶν παρὰ τὸν Στρυμόνα κειμένων χω‐ ρίων ἀριθμὸν ἀσπρῶν τριακοσίων χιλιάδων, αἰτήσαντες ταῦτα οἱ τρισάθλιοι
ἕνεκα τροφῆς καὶ ἑτέρας ἐξόδης τοῦ Ὀρχὰν τοῦ προλεχθέντος ἀπογόνου τοῦ289
20Ὀτμάν. Καὶ δὴ καλῶς κατὰ τὸ δοκοῦν ποιήσαντες τὴν ἀγάπην, ἀπῄεσαν καὶ αὐτοὶ χαίροντες. Ὁμοίως καὶ οἱ τῆς Βλαχίας καί οἱ τῶν Βουλγάρων καὶ οἱ τὰς νήσους κατοικοῦντες, Μιτυληναῖοι, Χῖοι, Ῥόδιοι, ἐκ τοῦ Γαλάτου Γενουῖται, ἐκ πάν‐ των ἐλθόντες σὺν δώροις προσεκύνησαν τῷ ὡς ἀληθῶς σαρκοφόρῳ δαίμονι· καὶ
25λαβόντες τὰ πιστὰ κατὰ τὸ δοκοῦν αὐτοῖς, ἀπῄεσαν.

34

.

1

Τὰ πάντα οὖν, ὡς αὐτὸς ἐλογίζετο, ἀπαρτίσας καλῶς ὁ κακὸς καὶ εἰρηναίαν κατάστασιν πεπλασμένως ἐνδείξας ἅπασι τοῖς χριστιανοῖς καὶ σὺν αὐτῷ τῷ ἐπιτρόπῳ Οὐγγρίας τῷ Ἰάγκῳ τριῶν ἐτῶν εἰρήνην ἀσφαλισά‐ μενος, αὐτὸς κατὰ τοῦ Καραμὰν ἐκστρατεύει προφάσει αἰτίας, ὡς αὐτὸς τῶν
5χριστιανῶν ὑπάρχει φίλος ἀκίβδηλος καὶ οἱ χριστιανοὶ τὴν φιλίαν τὴν πρὸς αὐ‐ τὸν ἔχουσιν ἀδόλωτον ἀλλοεθνεῖς ὄντες καὶ ξένης θρησκείας, ὁ δὲ Καραμὰν μουσουλμάνος ὢν καὶ λατρεύων τὰ τοῦ Μωάμεδ, ἀεὶ καὶ πάντοτε οὐ παύεται διεγείρων πολέμους καὶ ταραχὰς ἐν καιρῷ περιστάσεως. Βουληθεῖς οὖν ἠθέ‐ λησε καὶ θελήσας ἐγένετο. Ἔφθασε γὰρ ἐνωτισθεὶς ὁ Μεχέμετ, ὡς ὁ Καρα‐
10μὰν ἀκούσας τὸν θάνατον τοῦ Μωρὰτ κατέδραμεν ἀπὸ τῶν ὁρίων αὐτοῦ καὶ ἐχειρώσατο φρούρια τρία καὶ γῆν ἱκανήν· ἀλλ’ οὐκ ἦν ἐκ τῶν προγόνων ἡ τῶν φρουρίων καὶ τῆς γῆς τῷ Μωρὰτ κατοχή, ἀλλὰ πρὸ ὀλίγων χρόνων ἐκ τῶν τοῦ Καραμὰν καταδυναστεύων ἀφήρπαξεν, ὡς καὶ ὁ λόγος φθάσας ἐδήλωσεν. Εὑ‐ ρὼν οὖν εὔλογον αἰτίαν ὁ υἱὸς τοῦ ἅρπαγος κατὰ τοῦ πρώην ἀδικηθέντος καὶ
15διὰ τοῦτο ἀνερευνῶντος τὰ ἴδια, σὺν δυνάμει κατ’ αὐτοῦ ἐπεστράτευσε. Καὶ
δὴ περάσας τὸν πορθμὸν σὺν τοῖς στρατεύμασι τῆς δύσεως καὶ εἰς τὴν Προῦ‐ σαν ἀναμείνας τὰ τῆς ἀνατολῆς στρατεύματα, ἀπάρας ἐκεῖθεν εἰς Κοτυάειον ἀφίκετο κἀκεῖθεν εἰς Σαλουταρίαν τῆς Φρυγίας, τὸ καὶ Καράσαριν παρὰ Τούρ‐ κοις λεγόμενον, ἐγγὺς ὂν ἐν τοῖς ὁρίοις τοῦ Καραμάν. Τότε ὁ Καραμὰν ἀκού‐291
20σας τὴν ἄφιξιν τοῦ Μεχεμὲτ ἔστειλε πρέσβεις ἐκ τῶν μεγιστάνων αὐτοῦ, αἰτῶν λύσιν τῶν ἐσφαλμένων σὺν ἀποδόσει τῶν, ὧν ἀφείλετο, φρουρίων. Καὶ ὁ τύ‐ ραννος κατένευσεν δι’ αἰτίαν, τὴν ἣν λέξων ἔρχομαι.

34

.

2

Ἡ γὰρ μωρὰ τῶν Ῥωμαίων συναγωγὴ ἐσκέψατό τινα ματαίαν βου‐ λήν, στείλασα πρὸς αὐτὸν πρέσβεις· λέγοντες, πῶς ὁ βασιλεὺς Κωνσταντῖνος,— οὔπω γὰρ ἦν στεφθείς, ἀλλὰ οὐδὲ στεφθῆναι ἔμελλε διὰ τὸ προῤῥηθέν, πλὴν βασιλέα ἐκάλουν Ῥωμαίων,—λέγουσιν οὖν πρῶτον τὰ τῆς πρεσβείας μηνύματα
5τοῖς μεσάζουσιν, ὡς ἔθος αὐτοῖς, ὡς· „Ὁ Βασιλεὺς τῶν Ῥωμαίων τὴν τῶν κατ’ ἔτος ἀσπρῶν τριακοσίων χιλιάδων ποσότητα οὐ καταδέχεται. Καὶ γὰρ ὁ Ὀρχάν, ὅς ἐστι καὶ αὐτὸς υἱὸς τοῦ Ὀτμὰν καθὰ καὶ ὁ ὑμέτερος ἀρχηγὸς Με‐ χέμετ, ὑπάρχει τέλειος ἄνδρας τῇ ἡλικίᾳ· καὶ καθεκάστην συῤῥέουσιν ὅτι πλεῖ‐ στοι πρὸς αὐτὸν κυριωνυμοῦντες καὶ ἀρχηγὸν ἀναγορεύοντες. Αὐτὸς δὲ θέλων φι‐
10λοτιμῆσαι καὶ δωρήσασθαι, οὐκ ἔχει ποῦ τὰς χεῖρας ἁπλῶσαι. Αἰτῶν οὖν τὸν βασιλέα, ὁ βασιλεὺς οὐκ εὐπορεῖ τοῦ δοῦναι τόσον, ὅσον αἰτεῖ. Ἐκ τῶν δύο οὖν ἓν αἰτοῦμεν· ἢ τὴν πρόσοδον διπλασιάσατε ἢ τὸν Ὀρχὰν ἀπολύομεν. Οὐκ ἔστι γὰρ τοῦτο χρέος ἡμέτερον τὸ τρέφειν τοὺς Ὀτμάνου παῖδας, ἀλλὰ δεῖ τρέφεσθαι ἐκ τῶν δημοσίων· ἀρκεῖ γὰρ ἡμῖν ἡ τούτου κατάσχεσις καὶ ἡ μὴ τοῦ ἐκβῆναι
15τῆς Πόλεως κώλυσις.“—Ταῦτα καὶ ἄλλα πλείω ὁ Χαλίλ–πασιας ἀκούσας,—καὶ γὰρ ἦν διὰ παντὸς φίλος τῶν Ῥωμαίων ἐκ δύο τινῶν αἰτιῶν· ἡ μὲν μία τὸ εἶ‐ ναι προσηνῆ κατὰ γνώμην καὶ ἥμερον, ἡ δ’ ἑτέρα, ὅτι ἦν δωρολήπτης· καὶ εἴ τις αὐτῷ διελέγετο φέρων ἐπὶ χεῖρας χρυσίον καὶ δεικνύων ὡς κάτοπτρον, ἀπρο‐ σκόπτως ἀπέπτυεν διὰ γλώττης ἄνευ φόβου πάντα λόγον σκληρόν,—ἀκούσας
20οὖν τοὺς παρὰ τοῦ βασιλέως λόγους καὶ τῆς συγκλήτου τοὺς μηνυθέντας τῷ ἡγεμό‐ νι Μεχέμετ, οὕτως πρὸς τοὺς ἀποκρισιαρίους ἐφθέγξατο· „Ὦ ἀνόητοι καὶ μωροὶ Ῥωμαῖοι, τὰ τῆς διανοίας ὑμῶν πανουργεύματα οἶδα ἐγὼ πρὸ πολλοῦ. Ἄφετε, ἃ κατέχετε. Ὁ παρῳχηκὼς ἡγεμὼν ἥμερος καὶ εἰς πάντας ἀκραιφνὴς φίλος ἐτύγχανεν καὶ χρηστῆς συνειδήσεως ἄνθρωπος. Ὁ δὲ νῦν ἡμέτερος ἡγεμὼν
25Μεχέμετ οὐκ ἔστι τῆς τοιαύτης γνώμης, ἣν ὑμεῖς θαῤῥεῖτε. Καὶ γὰρ εἰ ἐκ τῶν χειρῶν αὐτοῦ ἀποδράσει Κωνσταντινούπολις, πρὸς τὸ θρασὺ καὶ ἄγριον καὶ
ὁρμητικὸν αὐτοῦ λέγω, γινώσκων γνώσομαι, ὅτι ἔτι Θεὸς παραβλέπει τὰς ὑμῶν διαβουλὰς καὶ διαστροφάς. Ἄνθρωποι μωροί, τὴν χθὲς καὶ πρότριτα γενομένην μεθ’ ὑμῶν ἔνορκον πρᾶξιν ἤδη φέρομεν καί, εἰ δυνατὸν εἰπεῖν, τὰ γεγραμμένα293
30οὔπω ἐξήρανται, νῦν δέ, διότι τὴν ἀνατολὴν διαβάντες καὶ ἐν Φρυγίᾳ διάγοντες, θέλετε φοβῆσαι ἡμᾶς, δεικνύντες τὰ παρ’ ὑμῖν κατασκευασμένα συνήθη μορμο‐ λύκεια; Οὐκ ἐσμὲν παιδάρια ἄνευ γνώσεως ἢ δυνάμεως· Εἴ τι δύνασθε πρᾶξαι, πράξατε· Εἰ βούλεσθε τὸν Ὀρχὰν δεῖξαι ἡγεμόνα ἐν Θρᾴκῃ, δείξατε· Εἰ τοὺς Οὔγγρους μελετᾶτε διαπερᾶσαι τὸν Δάνουβιν, ἐλθέτωσαν· Εἰ καὶ ὑμεῖς βού‐
35λεσθε τοῦ καταδραμεῖν καὶ λαβεῖν, ἃ πρὸ πολλοῦ ἀπωλέσατε, τοῦτο ποιήσατε· Πλὴν γινώσκετε, ὅτι εἰς οὐδὲν τούτων εὐδοκιμήσητε, ἀλλὰ μᾶλλον, καὶ ὃ δοκεῖ‐ τε ἔχειν, ἀρθήσεται ἀφ’ ὑμῶν. Πλὴν ἐγὼ ἀναγγελῶ τῷ κυρίῳ μου καὶ τὸ αὐτῷ βουλητὸν γενέσθω·“—

34

.

3

Ταῦτα ἀκούσας ὁ Μεχεμὲτ καὶ θυμοῦ πλησθεὶς οὐκ εἶχε τί ποιῆσαι καὶ τῷ Καραμὰν συνεσπείσατο. Εἶχε γὰρ ἐπιλογισμὸν τοῦ ἀφανίσαι αὐτὸν κατακρά‐ τος· ἀλλὰ κατὰ νοῦν ἐσκόπει· „Μή πως ὁ βασιλεὺς τῶν Ῥωμαίων, ἐν ἀνατολῇ ὄντος μου, προσκαλέσηται τὰ λοιπὰ ἔθνη τῶν χριστιανῶν· καὶ ἐκβαλεῖ καὶ ἀπο‐
5λύσει τὸν Ὀρχὰν καὶ σὺν τῇ ἀρωγῇ τούτων γενήσεται κύριος τῆς ἀνατολῆς καὶ τὰ τῆς δύσεως παραχωρήσει τοῖς Ῥωμαίοις.“—Ταῦτα καὶ τὰ τούτοις ὅμοια λαβὼν κατὰ νοῦν, βλέπει τοὺς πρέσβεις τοῦ Καραμὰν ἱλαρῷ βλέμματι καὶ κατὰ καιρὸν ἐπαπειλητικοὺς λόγους αὐτοῖς ἐδίδου, παρὰ καιρὸν δὲ καὶ πράους, ἕως οὗ τὴν εἰρήνην ἐνόρκως ἀσφαλίσατο καὶ μετὰ ἀγάπης ἀπέπεμψε. Τοὺς δὲ τοῦ
10βασιλέως πρέσβεις, ἀπεκρίνατο, ὡς· „Ἤδη διασυντόμως ἐν Ἀδριανουπόλει μέλ‐ λω μὲν εἶναι κἀκεῖ ἐλθόντες ἅπαντα τὰ τῷ βασιλεῖ καὶ τῇ πόλει ἀναγκαῖα ἀναγ‐ γείλατέ μοι καὶ ἑτοίμως ἔχω τοῦ δοῦναι πᾶν τὸ ζητούμενον.“—Σὺν τούτοις δὲ καὶ ἑτέροις μειλιχίοις λόγοις κολακεύσας ἀπέλυσεν.

34

.

4

Ὁ δὲ Μεχεμὲτ διαβὰς δι’ ὀλίγων ἡμερῶν τὸν πορθμὸν καὶ ἐν τῇ Ἀδριανοῦ εἰσελθών, παρευθὺ στείλας ἕνα τῶν δούλων αὐτοῦ ἐν τοῖς κατὰ τὸν Στρυμόνα χωρίοις ἐκώλυσε τὴν πρόσοδον τὴν εὐεργετηθεῖσαν τῷ βασιλεῖ καὶ τοὺς ἐπιβλέποντας καὶ οἰκοδεσποτεύοντας ταύτην ἐδίωξε, τὸν πρῶτον χρόνον μό‐
5νον γευσάμενος.

34

.

5

Μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρου ἥψατο λίαν ἐπιζημίου καὶ θανασίμου κατὰ Ῥωμαίων. Χειμῶνος γὰρ ἀρξαμένου προστάγματα καὶ διαλαλιὰς ἔν τε δύ‐
σει ἔν τε ἀνατολῇ ἐν ἑκάστῃ ἐπαρχίᾳ τοῦ ἑτοιμάσαι οἰκοδόμους τεχνίτας χιλίους καὶ ἐργάτας κατὰ ἀναλογίαν τῶν τεχνιτῶν καὶ ἀσβεστοκαύστας καὶ ἁπλῶς εἰπεῖν295
5πᾶσαν ἐργασίαν καὶ παρακομιδὴν τοῦ εἶναι ἑτοίμους ἐν ἔαρι εἰς κατασκευὴν κάστρου ἐν τῷ Στομίῳ τοῦ Ἱεροῦ ὑπεράνω τῆς Πόλεως. Τότε οἱ Ῥωμαῖοι ἀκού‐ σαντες τὴν πικρὰν ταύτην ἀγγελίαν καὶ οἱ ἐν Κωνσταντίνου καὶ οἱ ἐν πάσῃ τῇ Ἀσίᾳ τε καὶ Θρᾴκῃ καὶ οἱ ἐν ταῖς νήσοις οἰκοῦντες χριστιανοὶ ὑπερήλγησαν, ἐξηράνθησαν. Οὐκ ἦν ἐν ἀλλήλοις γλῶσσα ἢ διαλαλιὰ πλήν· „Νῦν τὸ τέλος ἤγ‐
10γισε τῆς Πόλεως· νῦν τὰ σήμαντρα τῆς φθορᾶς τοῦ ἡμετέρου γένους· νῦν αἱ ἡμέραι τοῦ ἀντιχρίστου· καὶ τί γένωμεν ἢ τί ποιήσωμεν: Ἀρθήτω ἀφ’ ἡμῶν ἡ ζωὴ ἡμῶν, Κύριε· καὶ μὴ ἴδοσαν οἱ ὀφθαλμοὶ τῶν δούλων σου τὴν φθορὰν τῆς πόλεως· μηδὲ εἴπησαν οἱ ἐχθροί σου· Δέσποτα, ποῦ εἰσιν οἱ φυλάσσοντες ταύτην ἅγιοι;“—Ταύτην γὰρ τὴν φωνὴν σὺν κλαυθμῷ οὐ μόνον οἱ τῆς πόλεως, ἀλλὰ
15καὶ οἱ τῆς ἀνατολῆς σποράδην οἰκοῦντες χριστιανοὶ καὶ οἱ ἐν ταῖς νήσοις καὶ οἱ ἐν τῇ δύσει τὸ αὐτὸ μετὰ κλαυθμοῦ ἐβόων.

34

.

6

Ὁ δὲ Μεχέμετ ἤδη τοῦ ἔαρος ἀρξαμένου ἔστειλεν ἁπανταχοῦ, τοὺς τεχνίτας καὶ τοὺς ἐργάτας συνάγων. Ὁ βασιλεὺς δὲ στείλας ἐν Ἀδριανουπόλει πρέσβεις, οὐχ ὅτι ζητῆσαί τι τῶν ὧν ἠβούλετο, οὐδὲ διπλασιάσαι τὴν πρόσοδον, ἀλλ’ εἶπον αὐτῷ· „Ἡμεῖς, ἤδη τὴν σήμερον ἔτος ἐστί που ἑκατοστὸν καὶ ἐπέ‐
5κεινα, ἀφ’ οὗ τὴν Ἀδριανούπολιν ὁ σὸς πάππος Μωράτ, ὁ τοῦ Ὀρχὰν υἱός, ἔλαβε, καὶ ἔκτοτε συνθήκας ποιήσαντες οἱ ἐκ τοῦ γένους αὐτοῦ καταγόμενοι, μέχρι σοῦ οὐδεὶς ἐμελέτησε πύργον ἢ καλύβην πῆξαι ἐν τῇ αὐλῇ τῆς Πόλεως. Εἰ γὰρ καὶ αἰτία τις εὑρίσκετο καὶ μάχην ἀμφότεροι συνίστων, ἀλλὰ δι’ ἄλλης συμβιβάσεως τὰ τῆς εἰρήνης ἐπράττοντο. Ὁ γὰρ σὸς πάππος ὁ Μεχεμὲτ βουλη‐
10θεὶς ἐν τῇ πρὸς ἀνατολὴν κειμένῃ τοῦ πορθμοῦ γῇ κτίσαι φρούριον, παρακλητι‐ κῶς καὶ ὡς υἱὸς πρὸς πατέρα τὴν αἴτησιν οὐ μικρὰν ὁ Μεχεμὲτ πρὸς τὸν βασιλέα Μανουὴλ ἐποίησεν. Ὅθεν καὶ κατένευσεν ἐπὶ σκοπῷ, ὅτι ἐν τῇ ἀνατολῇ ᾠκο‐ δόμει τὸ ἔργον καὶ ἡ ἀνατολὴ πᾶσα πρὸ χρόνων πολλῶν ἦν αὐτοῖς προσῳκειω‐ μένη. Τὸ δὲ σὺ τὴν νῦν, καλῶς ἐχόντων πάντων σὺν σοί, ὁρῶμεν ἀσφαλῶς, ὅτι
15μέλλεις τὴν θάλασσαν τὴν Ποντικὴν ἄβατον ποιῆσαι τοῖς Φράγγοις καὶ τὴν Πόλιν λιμοκτονῆσαι καὶ τὰς εἰσόδους τῶν ἐν αὐτῇ τελουμένων κομμερκίων κωλῦσαι. Δεόμεθα οὖν, ταύτην τὴν βουλὴν ἀπόκοψον καὶ ἐσόμεθα φίλοι σου χρηστοὶ καθὰ καὶ σὺν τῷ πατρί σου, τῷ χρηστῷ ἡγεμόνι. Εἰ βούλει καὶ τέλος
διδόναι, δώσομεν.“—Ὁ δὲ Μεχεμὲτ ἀπεκρίνατο· „Ἐγὼ ἐκ τῆς Πόλεως οὐ λαμ‐297
20βάνω τι· ἐκτὸς τῆς τάφρου οὐκ ἔχει οὔτε κέκτηταί τι. Καὶ γὰρ εἰ ἤθελον κτί‐ σαι ἐν τῷ Ἱερῷ Στομίῳ φρούριον, οὐκ εἶχε δίκαιον τοῦ κωλύειν με. Πάντα γὰρ ὑπὸ τὴν ἐμὴν ἐξουσίαν εἰσὶν καὶ τὰ πρὸς ἀνατολὴν κείμενα τοῦ στομίου φρού‐ ρια,—καὶ ἐντὸς αὐτῶν Τοῦρκοι κατοικοῦσιν,—καὶ τὰ ἐν τῇ δύσει ἄοικα ἐμά εἰσι, καὶ γὰρ Ῥωμαῖοι οὐκ ἔχουσιν ἐπ’ ἀδείας τοῦ οἰκῆσαι. Ἢ οὐκ οἴδατε, ἐν
25ποίᾳ στενοχωρίᾳ ὑπέστη καὶ δεινῇ περιστάσει ὁ ἐμὸς πατήρ, ὅταν τοῖς Οὔγγροις ὁ βασιλεὺς συνετέθη καί, διὰ ξηρᾶς ἐλθόντες ἐκεῖνοι, διὰ θαλάσσης τὰς τῶν Φράγγων τριήρεις ἐν ταύτῃ τῇ Ἑλλησπόντῳ ἠγάγετο καί, τὸν τῆς Καλλιουπό‐ λεως πορθμὸν ἀποκλείσαντες, οὐκ ἐδίδουν πορείαν τῷ ἐμῷ πατρί; Ἀναβὰς οὖν μέχρι τοῦ τόπου τοῦ Ἱεροῦ Στομίου ἐγγὺς καὶ ἐν τῷ πολιχνίῳ, ὃ ἐδείματο ὁ πα‐
30τὴρ αὐτοῦ, σὺν ἀκατίοις περάσας Θεοῦ εὐδοκοῦντος, καὶ γὰρ αἱ τριήρεις τοῦ βασιλέως ἐκεῖ κατεσκόπευον τοῦ κωλῦσαι τὴν διάβασιν, ἐγὼ δ’ ἐκαθήμην ἐν Ἀδριανουπόλει, παιδίον ὂν ἐκδεχόμενος τὴν τῶν Οὔγγρων ἄφιξιν· οἱ δὲ Οὖγγροι ἐλεηλάτουν τὰ πέριξ τῆς Βάρνης καὶ ὁ βασιλεὺς εὐφραίνετο καὶ τὸ τῶν Μουσουλ‐ μάνων γένος ἐδυσφόρει καὶ οἱ καβούρηδες ἐχαίροντο. Τότε ὁ ἐμὸς 〈πατὴρ〉 πε‐
35ράσας μετὰ πολλοὺς τοὺς κινδύνους ὤμοσε τοῦ ποιῆσαι καταντρικρὺ τοῦ φρουρίου τοῦ κειμένου πρὸς ἀνατολὴν ἕτερον φρούριον πρὸς δύσιν. Ἐκεῖνος οὐκ ἔφθασε τοῦ ποιῆσαι· ἐγὼ τοῦτο μέλλω ποιῆσαι Θεοῦ ἀρωγοῦντος. Τί μοι κωλύετε; Ἢ οὐκ ἔξεστι ποιῆσαι ἐν τοῖς ἐμοῖς, ἃ βούλομαι; Ἀπέλθατε, εἴπατε τῷ βασιλεῖ· Ὁ νῦν ἡγεμὼν οὐκ ἔστι τῶν πρώην ὅμοιος· ἃ οὐκ ἠδύναντο ἐκεῖνοι ποιῆσαι, οὖτος
40ὑπὸ τὴν χεῖρα καὶ εὐκόλως ἔχει τοῦ πρᾶξαι καί, ἃ οὐκ ἐβούλοντο ἐκεῖνοι, οὗτος θέλει καὶ βούλεται. Καὶ ὁ ἐλθὼν ἀπὸ τοῦ νῦν ἕνεκα τῆς ὑποθέσεως ταύτης ἀφαι‐ ρεθήσεται τὴν δοράν.“—Οἱ δὲ τοῦ βασιλέως ἀκούσαντες τοῦ τυράννου τὴν ὀργῆς καὶ θυμοῦ πνεύουσαν ἀπόκρισιν, εἰς τὴν πόλιν ὑπέστρεψαν ἀναγγείλαντες τῷ βασιλεῖ πάντα. Τότε οἱ τῆς Πόλεως ἅπαντες ἐν ἀγωνίᾳ καὶ φόβῳ συνεχόμε‐
45νοι, ἀλλήλοις ὁμιλοῦντες ἔλεγον· „Οὖτός ἐστιν ὁ μέλλων εἰσιέναι ἐν τῇ Πόλει καὶ φθεῖραι καὶ αἰχμαλωτίσαι τοὺς ἐν αὐτῇ καὶ καταπατῆσαι τὰ ἅγια καὶ ἀφανί‐ σαι τοὺς τιμίους ναοὺς καὶ τὰ ἐν αὐτοῖς κείμενα λείψανα θεοφόρων ἀνδρῶν καὶ μαρτύρων ἐν ταῖς πλατείαις καὶ ταῖς τριόδοις ἐναποῤῥῖψαι. Οἴμοι, τὶ πράξωμεν; Ποῦ φύγωμεν; Ταῦτα καὶ ἕτερα οἱ δυστυχεῖς κλαίοντες τὴν αὐτῶν ζωὴν ἐτα‐

34

.

6

(50)

λανίζων.299

34

.

7

Ὁ δὲ Μεχεμέτ, ἤδη ἔαρος ἄρξαντος καὶ Μαρτίου μηνὸς ἤδη παρελη‐ λυθότος ἡ ἄσβεστος ἕτοιμος γέγονεν· ἐν τοῖς Καταφυγίοις τὰς καμίνους παμπλη‐ θεὶ ἐργασάμενοι καθεκάστην ἐξέφερον, ἐκ δὲ Νικομηδείας καὶ Ποντοηρακλείας τὰς δοκούς, ἐκ δὲ τῆς Ἀνατολῆς τοὺς λίθους. Κατὰ δὲ τὸ προσταχθὲν προλα‐
5βόντες ἅπαντες οἱ ἐν ἐξουσίᾳ, οἱ ἐν ταῖς ἐπαρχίαις τῆς ἀνατολῆς 〈τε καὶ〉 τῆς δύσεως, μεθ’ ἑαυτῶν τοὺς ἀγγαρευθέντας ἀπῄεσαν. Τότε καὶ ὁ ἡγεμὼν ἐξελθὼν ἐκ τῆς Ἀδριανοῦ κατήντησεν ἐν τῷ τόπῳ, ᾧ ἤμελλε δεῖξαι τοῦ πῆξαι τὸν θεμέλιον τοῦ κάστρου. Καὶ δὴ καταλαβὼν μίαν ῥαχίαν κάτωθεν τοῦ Σωσθενίου καλουμένην ἔκπαλαι Φονέαν, ἐκεῖ ὡς ἐν τριγώνῳ σχήματι τὸν θεμέλιον ὡρίσατο πηγνύναι· ὃ
10καὶ γενόμενον, τὴν κλῆσιν τοῦ κάστρου Πασκεσὲν ἐκέλευσε καλεῖσθαι, ἐξελληνι‐ ζόμενον δὲ ἑρμηνεύεται κεφαλοκόπτης, ἔχων ἀντικρὺ καὶ τὸ φρούριον, ὃ ἐδείματο ὁ πάππος αὐτοῦ.

34

.

8

Διένειμεν οὖν τὴν οἰκοδομὴν οὕτως· Τῷ μὲν Χαλίλ–πασια δέδωκεν μίαν τῶν γωνιῶν τὴν ἐν τῇ θαλάσσῃ κειμένην τοῦ οἰκοδομῆσαι πύργον ἕνα ὑπερμεγέ‐ θη καὶ στεῤῥὸν ὡς ἀκρόπολιν, τῷ δὲ Ζάγανος ἕτερον ἐν τῇ ἑτέρᾳ γωνίᾳ τῇ κει‐ μένῃ ἐν τῇ ξηρᾷ, μέγα καὶ αὐτόν, τῷ δὲ Σαρητζία ἄλλον ἐν τῇ τρίτῃ γωνίᾳ,
5τοὺς αὐτοὺς τρεῖς πύργους ὡς ἀντίμαχα καὶ ἀκροπόλεις ἐκ τῶν οἰκείων ἀναλω‐ μάτων. Τὸ δὲ τεῖχος καὶ τὴν ἑτέραν ἄλλην τοῦ κάστρου οἰκοδομὴν αὐτὸς ὁ ἡγε‐ μὼν ἀνελάβετο. Καὶ ἦν ἰδεῖν συῤῥέοντα τὰ πλήθη ἐκ τῶν ἁπανταχοῦ τῆς γῆς μερῶν σὺν τοῖς καδῆσι, ἤγουν τοῖς κριταῖς ἐπάνω κεφαλικῆς τιμωρίας, τοῦ τυ‐ ράννου προστάξαντος. Καὶ διαμερίσας τὴν κτίσιν ἀνὰ πήχεως τῷ τεχνίτῃ, οἱ
10τεχνῖται ὡς χίλιοι καὶ ἐν ἑκάστῳ τεχνίτῃ ὑπουργοὶ δύο ἐγγὺς αὐτοῦ ἔξωθεν τοῦ τεί‐ χους καὶ ἔσωθεν ἕτεροι τοσοῦτοι καὶ τεχνῖται καὶ ὑπουργοί, οἱ δὲ κομίζοντες πέ‐ τρας, ἄσβεστον, πλίνθους ὀπτούς, ὑπὲρ ἀριθμόν. Καὶ αὐτοὶ οἱ μεγιστᾶνες κατὰ και‐ ρὸν ὑπούργουν καὶ πέτρας καὶ ἄσβεστον ἔδιδον, ὁρῶντες τὴν τοῦ τυράννου ὠμότη‐
τα. Τὴν δὲ παρακομιδὴν καὶ ἐκ τῆς περαίας καὶ πρὸς τὸ Βυζάντιον ἅπασαν πα‐301
15ρὰ τῶν ἐρειπίων τῶν κειμένων τῶν ποτε μεγάλων ἀναθημάτων ἐλάμβανον· ἐξ ὧν καί τινας κίονας μετακομίσαντες ἀπὸ τῶν ἐρειπίων τοῦ ναοῦ τοῦ ταξιάρχου Μιχαήλ, τινὲς τῶν τῆς πόλεως ζήλῳ κινούμενοι ἐξῆλθον τοῦ κωλῦσαι τοὺς Τούρ‐ κους· καὶ δὴ συλληφθέντες πάντες διὰ μαχαίρας ἀπέθανον.

34

.

9

Ὁ βασιλεὺς οὖν ἰδών, ὅτι εἰς τέλος προχωροῦσι τὰ τοῦ τυράννου βου‐ λεύματα, τὴν ἄλλην ἐτράπετο· καὶ δὴ πέμψας ἀποκρισιαρίους ἐζήτει τινὰς δε‐ φένσορας τοῦ δεφενδεύειν τοὺς εἰς τὰς κώμας τῆς πόλεως Ῥωμαίους, ἵνα μὴ οἱ Τοῦρκοι διερχόμενοι λυμήνουσι τὴν αὐτῶν γεωργίαν, ἦν γὰρ ἐγγὺς φθάσαν τὸ
5θέρος, στείλας αὐτῷ καὶ διάφορα δωρήματα καὶ πρὸς τροφὴν καὶ πόσιν, καθ’ ἑ‐ κάστην φιλοτιμῶν τὸν ἀνήμερον δράκοντα ἐξ ἀνάγκης καὶ βίας. Ὁ δὲ Μεχέ‐ μετ ἐκ τῶν αὐτοῦ δούλων ἔστειλέ τινας ὁρίσας αὐτοὺς τάχα τοῦ ἐπισκοπεῖν καὶ τηρεῖν τοὺς ζημιουμένους, παραγγείλας αὐτοῖς μὴ κωλύειν εἰς τέλος τοὺς εἰς τὰς νομὰς τῶν Ῥωμαίων εἰσερχομένους Τούρκους τοῦ θρέψαι τὰ αὐτῶν ζῷα,
10εἴτε ἡμίονοι ὦσιν εἴτε ἵπποι ἢ ἄλλα τινὰ τῶν ἀχθηφόρων ζῴων, ἃ ἐν τῇ δουλείᾳ τοῦ κάστρου τυγχάνουσιν, ἀλλ’ ἐᾶν αὐτούς· „Καὶ ὅποτε οἱ Ῥωμαῖοι θυμωθέντες ἀντιστήσονται τοῖς Τούρκοις, τότε καὶ ὑμεῖς σὺν τοῖς Τούρκοις ἀντίστητε.“—

34

.

10

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ὁ υἱὸς τοῦ Σπεντιάρ, ὁ ἐπὶ θυγατρὶ γαμ‐ βρὸς τοῦ Μωράτ, ἀδελφῇ τοῦ Μεχέμετ, ἣν ὁ λόγος προλαβὼν ἐμνημόνευσεν, ἐκ τοῦ Ἀδραμυντίου κατὰ τὸ κοινὸν θέσπισμα καὶ οὖτος σὺν τοῖς ὑπ’ αὐτὸν ἐκ‐ στρατεύσας ἀπῄει ἐν τῷ ἡγεμόνι ὑπουργήσων καὶ αὐτὸς τὴν κοινὴν ἀγγαρείαν
5ἐν τῷ κάστρῳ. Καὶ δὴ πλησίον πεζεύσας τοῦ πύργου τοῦ λεγομένου Ἐπιβάτας, ἀπολύσαντες τοὺς ἵππους καὶ τὰ σκευοφόρα ζῷα ἐν τοῖς καρποῖς τῶν Ῥωμαίων ἐλυμήναντο τοὺς στάχυας καὶ τὴν ἄλλην παντοίαν χλόην. Εἷς δὲ τῶν Ῥωμαίων ὁρῶν τὴν γενομένην ζημίαν ἐν τοῖς πολυκόποις αὐτοῦ γεωργήμασιν, δραμὼν ἐδίω‐ ξε τοὺς ἵππους ἐκ τοῦ ἀγροῦ. Εἷς δὲ τῶν ἱππηλατῶν Τοῦρκος φθάσας παίει τὸν303
10Ῥωμαῖον. Ἄλλος δὲ προσγενὴς τοῦ τυφθέντος ἔδραμε καὶ μετ’ αὐτὸν ἕτερος, ὁμοίως καὶ οἱ Τοῦρκοι ξιφήρεις. Συμπλακέντες οὖν ἀλλήλως ἐσφάγησαν ἐκ τῶν Τούρκων, ὁμοίως καὶ ἐκ τῶν Ῥωμαίων. Τότε ὁ Καγιάπεγ, οὕτω γὰρ ἦν αὐτῷ ὄνομα, ἐπὶ τὴν αὔριον φθάσας εἰς τὸν ἡγεμόνα καὶ προσκυνήσας αὐτὸν κατὰ τὸ ἔθος, ἀπήγγειλεν πάντα τὰ γενόμενα ἐν τοῖς Ἐπιβάταις, καὶ αὐτὸς μὴ δεη‐
15θεὶς ἑτέρας ἀγγελίας ἢ παραστάσεως, προστάξας αὐτῷ τῷ Καγιάπεγ τοῦ ἀπελ‐ θεῖν ἐν σπουδῇ σὺν τοῖς αὐτοῦ στρατιώταις καὶ πατάξαι τούτους ἐν μαχαίρᾳ πάντας τοῦ χωρίου ἐκείνου. Ὃ καὶ γέγονεν· ἐλθὼν γὰρ ἐξαίφνης πρωῒ καὶ οἱ γεωργοὶ ἐξελθόντες εἰς τοὺς ἀγροὺς τοῦ θερίζειν, ἐπεισπεσόντες οἱ Τοῦρκοι πάν‐ τας κατέσφαξαν, τὸν ἀριθμὸν ὡς τεσσαράκοντα. Αὕτη αἰτία τῆς μάχης καὶ ἀφα‐
20νισμὸς τῶν Ῥωμαίων.

34

.

11

Τότε ὁ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἔκλεισε τὰ θύρας τῆς πόλεως καί, ὅσους ἔτυχεν εὑρὼν ἐντὸς Τούρκους, πάντας δεσμήσας ἐν φρουρᾷ ἔθετο. Καὶ μεθ’ ἡμέρας τρεῖς πάλιν ἀπέλυσε· τί γὰρ εἶχε τοῦ δρᾶν; Ἔτι ἐν τοῖς εὑ‐ ρεθεῖσι Τούρκοις ὑπῆρχον ἐκ τῶν τοῦ παλατίου τοῦ ἡγεμόνος εὐνουχόπουλοι, οἳ
5παρασταθέντες τῷ βασιλεῖ εἶπον· „Εἰ μὲν ἀπολύσεις ἡμᾶς, ὦ βασιλεῦ, πρὸ τοῦ τὸν ἥλιον κλῖναι πρὸς δυσμάς, χάριν εἴσομέν σοι· εἰ δὲ μετὰ δύσιν ἡλίου μὴ εὑρεθέντες ἐνώπιον τοῦ ἡγεμόνος, γνῶθι τὸ μετὰ ταῦτα ἀπολυθῆναι οὐκ ἔσται ἡμῖν πρὸς χάριν, ἀλλὰ καὶ λίαν θανάσιμον. Διὸ ποίησον εἰς ἡμᾶς ἔλεος καὶ ἀπό‐ λυσον τῇ ὥρᾳ ταύτῃ, εἰ δ’ οὐ μή, κέλευσον ἀποτμηθῆναι τὰς κεφαλάς· κρεῖττον
10γὰρ παρ’ ὑμῶν τεθνάναι ἢ παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης ὀλέθρου.“—Ταῦ‐ τα ἀκούσας ὁ βασιλεὺς ἐκάμφθη τῇ γνώμῃ καὶ ἀπέλυσεν αὐτοὺς τῇ ὥρᾳ ἐκεί‐ νῃ. Καὶ στείλας ἀποκρισιαρίους πρὸς τὸν τύραννον εἶπεν· „Ἐπεὶ τὰ τῆς μάχης ᾑρετίσω καὶ οὐτ’ ὅρκοις οὔτε κολακείαις πεισθῆναι ποιῆσαί σε ἔχω, ποίει ἃ βού‐ λει. Ἐγὼ γὰρ πρὸς τὸν Θεὸν καταφεύγω καί, εἰ θελητὸν αὐτῷ ἐστι τοῦ δοῦναι
15καὶ τὴν πόλιν ταύτην εἰς χεῖράς σου, τίς ὁ ἀντειπεῖν δυνάμενος; Εἰ δὲ πάλιν ἐμ‐ φυτεύσει εἰρήνην ἐν τῇ καρδίᾳ σου, καὶ τοῦτο ἀσπασίως ἀποδέχομαι. Πλὴν κα‐ τὰ τὸ παρὸν λαβέ σου τὰς συνθήκας καὶ τοὺς ὅρκους. Ἐγὼ ἀπὸ τοῦ νῦν τὰς πύλας τῆς Πόλεως κεκλεισμένας ἔχων, καὶ τοὺς ἔνδον φυλάξω, ὅσον ἡ δύναμις. Σὺ δὲ καταδυναστεύων δυνάστευε, ἕως ὁ δίκαιος κριτὴς ἀποδώσει ἑκάστῳ, ἐμοί
20τε καὶ σοί, τὴν δικαίαν ἀπόφασιν.“—Ταῦτα ἐνωτισθεὶς ὁ βάρβαρος καὶ μηδὲ τὸ οἱονοῦν εἰς νοῦν μελετήσας ἀπολογίαν, παρευθὺ ἐκέλευσε διαλαλιὰν μάχης γενέσθαι. Ὁ δὲ βασιλεὺς προορῶν τὸ μέλλον, πρὸ ἓξ μηνῶν εἶχε τὰ φρούρια ἐν ἐπιμελείᾳ καὶ τοὺς χωρίτας τοὺς ἐγγὺς τῆς Πόλεως ἔνδον καὶ τὸν θεριζόμενον στάχυν καὶ τὰς λικμιζομένας ἅλωνας ἔνδον ἐκόμιζον.305

34

.

12

Ὁ δὲ ἡγεμὼν ἀπαρτίσας καλῶς τὸ φρούριον καὶ εἰς πάχος τὰ τείχη καὶ τοὺς πύργους λʹ σπιθαμὰς ἐκτείνας καὶ τὸ ὕψος εἰς τὸ ἀρκοῦν καὶ ἐν τῷ πύργῳ τοῦ Χαλίλ–πασια χώνας χαλκοῦς ἀπολυούσας πέτρας ὑπὲρ ἑξακοσίων λι‐ τρῶν τὸ βάρος καὶ τῶν αὐτοῦ πιστοτάτων δούλων Φερούζ–αγαν ὀνόματι παρα‐
5δοὺς τὸ πολίχνιον, παραγγείλας αὐτῷ· „Τὰς ναῦς τὰς ἀφ’ Ἑλλησπόντου πρὸς Πόντον καὶ τὰς ἀπὸ Πόντου πρὸς Ἑλλήσποντον, κἂν ὁποίας ἄρα αὐθεντίας τυγ‐ χάνουσι, εἴτε Γενουῖται, εἴτε Βένετοι, Κωνσταντινουπολῖται, Καφατινοί, Τραπε‐ ζούντιοι, Ἀμινσηνοί, Σινωπαῖοι καὶ οἱ ἐκ τῆς ἐμῆς αὐθεντίας, ὁποιασοῦν τύχης κἂν ὦσι, νῆαι, τριήρεις, διήρεις, βάλκαι, ἀκάτια, μὴ πλείτωσαν, πρὶν χαλάσοντες τὰ
10ἱστία τὸ κομμέρκιον διδόναι καὶ οὕτως τὴν ὁδὸν αὐτῶν πορευέσθωσαν, ἡ δ’ ἀπει‐ θήσασα ναῦς καὶ μὴ ἐνδοῦσα σὺν τῇ πετροβόλῳ καταποντισθήτω,“—ταῦτα καὶ ἕτερα διαταξάμενος ὁ ἀλαζών, δοὺς αὐτῷ καὶ τετρακοσίους νέους εἰς φυλακὴν τοῦ πολυχνίου, αὐτὸς εἰς Ἀνδριανούπολιν ἐπορεύετο, τέτρασι μησὶ τὸ πᾶν ἀπαρ‐ τίσας, ἤδη τῆς ἡγεμονίας αὐτοῦ τρέχοντος δευτέρου ἔτους, ἀπὸ δὲ κτίσεως κόσμου
15ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ πρώτου.

35

.

1

Θέρους οὖν παρελθόντος καὶ τῆς μετοπωρινῆς ὥρας ἀρχούσης, οἴκοι διάγων οὐκ ἐδίδου ἀνάπαυσιν τοῖς βλεφάροις, ἀλλὰ καὶ ἐν νυκτὶ καὶ ἡμέ‐ ρᾳ τὴν φροντίδα τῆς Πόλεως εἶχε, πῶς αὐτὴν λάβοι, πῶς κύριος αὐτῆς γένοιτο. Ἔτι ὄντος οὖν αὐτοῦ ἐν τῷ πολιχνίῳ καὶ οἰκοδομοῦντος, ἐξῆλθεν ἐκ τῆς Πό‐
5λεως εἷς τεχνίτης ὁ τὰς πετροβολιμαίους χώνας κατασκευάζων, τὸ γένος Οὖγ‐
γρος, τεχνίτης δοκιμώτατος. Οὗτος πρὸ πολλοῦ ἐν τῇ Κωνσταντινουπόλει ἐλθὼν καὶ σημάνας τοῖς μεσάζουσι τῷ βασιλεῖ τὴν τέχνην αὐτοῦ, ἀνέφερον τῷ βασι‐ λεῖ. Ὁ δὲ βασιλεὺς γράψας αὐτῷ σιτηρέσιον οὐκ ἄξιον πρὸς τὴν ἐπιστήμην αὐτοῦ, οὐδ’ ἐκεῖνο τὸ μηδαμινὸν καὶ εὐαρίθμητον ἐδίδοσαν τῷ τεχνίτῃ. Ὅθεν307
10καὶ ἀπογνούς, καταλιπὼν τὴν Πόλιν μιᾷ τῶν ἡμερῶν τρέχει πρὸς τὸν βάρβα‐ ρον. Καὶ αὐτὸς ἀσπασίως ἀποδεξάμενος καὶ τροφὰς καὶ ἐνδύματα φιλοτιμήσας αὐτόν, δίδωσι καὶ ῥόγαν τόσην, ὅσην εἰ ὁ βασιλεὺς τὸ τέταρτον ἔδιδεν, οὐκ ἂν ἀπεδίδρασκε τῆς Κωνσταντινουπόλεως. Ἐρωτηθεὶς οὖν παρὰ τοῦ ἡγεμόνος, εἰ δύναται κενῶσαι χωνείαν μεγάλην, πέτραν φέρουσαν ὑπερμεγέθη, ὅσον πρὸς τὴν
15ἀλκὴν καὶ τὸ πάχος τοῦ τείχους τῆς Πόλεως, αὐτὸς δ’ ἀνταπεκρίνατο· „Δύναμαι, εἰ βούλει, κατασκευᾶσαι χωνείαν, ὅση τὸ μέγεθος τυγχάνει τῆς δεικνυομένης μοι πέτρας. Ἐγὼ γὰρ τὰ τείχη τῆς Πόλεως ἀκριβῶς ἐπίσταμαι. Οὐ μόνον γὰρ ἐκεῖ‐ να, ἀλλὰ καὶ τὰ Βαβυλώνια τείχη ὡς χοῦν λεπτυνεῖ ἡ παρὰ τῆς χωνείας τῆς ἐμῆς ἀφεθεῖσα. Πλὴν ἐγὼ τὸ πᾶν τοῦ ἔργου καλῶς ἀπαρτίσω, τὴν δὲ βολὴν οὐκ ἐπίσταμαι
20οὐδὲ συντάσσομαι.“—Τοῦτο ἀκούσας ὁ ἡγεμὼν ἔφη· „Κατασκεύασόν μοι τὴν χω‐ νείαν, περὶ δὲ τῆς βολῆς τοῦ λίθου αὐτὸς ὄψομαι.“—Ἤρξαντο συναθροίζειν χαλ‐ κὸν τοίνυν καὶ ὁ τεχνίτης τὸν τύπον τῆς σκευῆς ἔπλαττεν. Ἐν τρισὶν οὖν μησὶ κατεσκευάσθη καὶ ἐχωνεύθη τέρας τι φοβερὸν καὶ ἐξαίσιον.

35

.

2

Ἐν δὲ τῷ Πασκεσὲν πολιχνίῳ τὰς ἡμέρας ἐκείνας κατερχομένης νηὸς ἐκ τοῦ Στομίου μεγάλης τῶν Βενετίκων, Ῥύτζος ὁ ναύαρχος τοὔνομα καὶ μὴ χαλάσας τὰ ἱστία, πέτραν ἀκοντίσαντες οἱ τοῦ κάστρου ὑπερμεγέθη, τὴν ναῦν διέῤῥηξε καί, εἰσδυομένη τῷ βυθῷ, ὁ ναύαρχος σὺν λοιποῖς τριάκοντα ἐν ἀκατίῳ
5ἐμβάντες, ἐξῆλθον ἐν τῷ αἰγιαλῷ. Οἱ δὲ Τοῦρκοι λαβόντες αὐτοὺς καὶ δήσαντες τὰς χεῖρας καὶ τοὺς τραχήλους ἐν ἁλύσει περάσαντες ὡς ἐν μιᾷ σειρᾷ, τούτους πρὸς τὸν ἡγεμόνα ἀπήγαγον τότε ἐν Διδυμοτείχῳ διάγοντα. Ἐκέλευσεν οὖν τοὺς πάντας ἀποκεφαλισθῆναι, τὸν δὲ ναύαρχον ἐν τῷ πάλῳ διὰ τοῦ ἀφεδρῶνος τὴν ψυχὴν ἀποῤῥῖψαι, καὶ ἀτάφους ἀφεῖναι, οὓς καὶ εἶδον ἐγὼ μεθ’ ἡμέρας ὀλίγας
10ἐκεῖ διαγενομένου μου.

35

.

3

Ἐλθὼν δὲ ἀπὸ Διδυμοτείχου ἐν Ἀδριανουπόλει τῷ Ἰανουαρίῳ μηνὶ καὶ πᾶσαν σκευασίαν πολεμικὴν ἑτοιμάσας, τὴν χωνείαν, ἣν ὁ τεχνίτης ἐκεῖνος κατεσκεύασεν, ἠβουλήθη δοκιμάσαι. Καὶ δὴ παραστήσας αὐτὴν τεχνηέντως ἔμπροσ‐
θεν τῆς μεγάλης πύλης τῆς αὐλῆς τῶν παλατίων τῶν παρ’ αὐτοῦ τὸ ἔτος ἐκεῖ‐309
5νο κτισθέντων καὶ τὴν πέτραν καλῶς ἐνθεὶς καὶ τὴν βοτάνην σταθμήσας, τὴν αὔριον ἔμελλεν ἀπολύσων αὐτήν. Καὶ ἐν πάσῃ τῇ Ἀδριανουπόλει φανερὸν ἐγένετο τοῦ κατὰ νοῦν ἔχειν τὴν βοὴν καὶ τὸν κτύπον τὸν οὐρανόβροντον, ἵνα μὴ ἐξαίφ‐ νης ἐνωτισθέντες τινὲς ἄφωνοι μείνωσι καὶ γυναῖκες ἐν γαστρὶ ἔχουσαι τὰ ἔμβρυα ἀπολέσωσι. Πρωῒ οὖν βαλὼν πῦρ ἐν τῇ βοτάνῃ καὶ διαθερμανθέντος τοῦ πνεύματος
10καὶ ἐκκρουσαμένης τῆς πέτρας, ἀπελύθη τῆς χωνείας σὺν ἤχῳ βαρεῖ ἀεροβάτῳ πλη‐ ροῦντι τὸν ἀέρα καπνοῦ καὶ ὀμίχλης. Ἡ δὲ βοὴ ἀφίκετο μέχρι σταδίων ἑκατὸν τὸ μῆκος, ὁ δὲ λίθος ἔπεσε μακρόθεν τοῦ ἀφεθέντος τόπου ὡς μίλιον ἕν, ἐν δὲ τόπῳ τῷ πεσόντι ἐγένετο βόθρος ὅσον ὀργυιᾶς μιᾶς· τοσαύτη ἐστὶν ἡ δύναμις τῆς ἀναμι‐ γῆς τῶν βοτάνων τῆς ἀκοντιζούσης τὸν λίθον.

35

.

4

Ἔχων οὖν ὁ ἡγεμὼν καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν πᾶσαν φροντίδα καὶ μέριμναν, κοιτόμενος καὶ ἀνιστάμενος καὶ ἐντὸς τῆς αὐλῆς αὐτοῦ καὶ ἐκτός, ποίῳ πολέμῳ καὶ ποίᾳ μηχανῇ καθέξει τὴν Κωνσταντινούπολιν, πολλάκις ἑσπέρας γε‐ νομένης σὺν δυσὶ καὶ μόνοις ἱππεύων, ἐν ἄλλοις πεζὸς ἅπασαν τὴν Ἀδριανοῦ ἐν
5σχήματι στρατιώτου μετερχόμενος, ἀκούων τὰ λεγόμενα περὶ αὐτοῦ, ἐὰν γὰρ τῶν πολλῶν τις κατέλαβεν ἐν νοί, ὅτι ὁ ἡγεμών ἐστι, καὶ ἠβουλήθη προσαγορεῦσαι αὐτὸν σὺν εὐφημίᾳ κατὰ τὸ σύνηθες, καὶ αὐτὸς αὐθωρὸν καιρίαν ἐδίδου τὴν πληγὴν μὴ φειδόμενος, μὴ ἐλεῶν, ἄλλ’ ὥσπερ τις ψύλλαν συντρίβων αἰσθάνεταί τινος ἡδονῆς, οὕτω καὶ οὗτος οἰκείᾳ χειρὶ φονεύων ὁ φόνου ἄξιος ἐδροσίζετο.

35

.

5

Μιᾷ οὖν τῶν νυκτῶν περὶ τὴν δευτέραν φυλακὴν στείλας τῶν τῆς αὐ‐ λῆς φυλάκων τινάς, ἤγαγον τὸν Χαλίλ–πασιαν. Ἐλθόντες δὲ καὶ τοῖς τούτου εὐ‐ νούχοις εἰπόντες τὸ μήνυμα, αὐτοὶ ἐν τῷ κοιτῶνι εἰσελθόντες ἀπήγγειλαν, πῶς ὁ ἡγεμὼν καλεῖ αὐτόν. Αὐτὸς δὲ σύντρομος γενόμενος, ἀπαγορεύσας ἑαυτὸν
5καὶ τὴν γυναῖκα καὶ τέκνα κατασπασάμενος, ἀπῄει φέρων μεθ’ αὑτοῦ δίσκον ἕνα χρυσοῦν πλήρης νομισμάτων χρυσῶν· εἶχε γὰρ ἀεὶ τὸν φόβον ἐν τῇ καρδίᾳ αὐτοῦ δι’ αἰτίαν, τὴν ἣν προλαβὼν ἐδήλωσα. Εἰσελθὼν δὲ ἐν τῷ κοιτῶνι τοῦ ἡγε‐ μόνος εἶδε καθήμενον καὶ ἐνδεδυμένον. Προσκυνήσας δὲ καὶ ἔμπροσθεν θήσας τὸν δίσκον, ὁ ἡγεμὼν εἶπε· „Τί εἰσι ταῦτα, λαλά;“ ὡς εἴποι τις κατὰ τὴν ἡμετέ‐
10ραν κοινὴν γλῶτταν „τατά,“ ἤγουν παιδαγωγέ. Ὁ δ’ ἀπεκρίνατο· „Κύριε, ἔθος ἐστὶ τοῖς σατράπαις, ὅταν ὁ ἡγεμὼν φωνήσῃ τινὰ τῶν μεγιστάνων παρ’ ὥραν,
μὴ εἰσέρχεσθαι κενὸς εἰς θεωρίαν αὐτοῦ. Ἐγὼ οὖν οὐδὲν ἐκ τῶν ἐμῶν ἔφερον εἰς θεώρητρα, ἀλλ’ ἐκ τῶν σῶν τὰ σὰ προσέφερον.“—Ὁ δ’ ἡγεμὼν ἀπεκρίνατο· „Οὐκ ἔτι μοι χρεία τῶν σῶν, μᾶλλον καὶ ἔτι πλείονα δωρήσομαί σοι. Ἕν ἐστι311
15τὸ ζητούμενον τὸ τὴν Πόλιν διδόναι μοι.“—Ὁ δὲ Χαλὶλ ἐπὶ τῷ λόγῳ σύντρομος γέγονε· ἦν γὰρ ἀεὶ ὑπερασπίζων τοῖς Ῥωμαίοις καὶ οἱ Ῥωμαῖοι τοῦτον ὡς δε‐ ξιὰν χεῖρα ἐκέκτηντο καὶ τὴν δεξιὰν αὐτοῦ δώροις ἐπλήρουν· ἦν δὲ παρὰ πάν‐ των τὸ ᾀδόμενον „καβοὺρ ὀρταγή,“ οἷον τῶν ἀπίστων ὁ σύντροφος ἢ βοηθός. Τότε ἀποκριθεὶς ὁ Χαλὶλ τῷ ἡγεμόνι εἶπε· „Κύριε, ὁ Θεὸς δούς σοι εἰς χεῖρας
20τὸ πολλοστὸν μέρος τῆς γῆς τῶν Ῥωμαίων, αὐτός σοι καὶ τὴν Πόλιν δωρήσεται. Ὡς γὰρ ἐμοὶ δοκεῖ, ἐκ τῶν χειρῶν σου οὐ φεύξεται καὶ σὺν Θεῷ καὶ τῷ κρά‐ τει σου καὶ ἐγὼ καὶ πάντες οἱ δοῦλοι σου συναγωνισόμεθα οὐκ ἐν πλούτῳ μόνον, ἀλλὰ σὺν σαρκὶ καὶ αἵματι· καὶ περὶ τούτου τοῦ σκέμματος ἀμέριμνος ἔσο·“— Ταῦτα πρὸς ὀλίγον ἡμέρωσαν τὸν ἄγριον θῆρα· καὶ λέγει τῷ Χαλίλ· „Βλέπεις
25τὸ προσκεφάλαιον; Τὴν πᾶσαν νύκτα διεβίβασα ἕλκων ἀπὸ τῆς μιᾶς γωνίας τοῦ κοιτῶνος εἰς τὴν ἄλλην καὶ ἀπὸ τῆς ἄλλης εἰς τὴν ἑτέραν ἀνακλινόμενος καὶ ἐξεγειρόμενος καὶ ὕπνος τοῖς ὀφθαλμοῖς μου οὐκ ἐρχόμενος. Λέγω οὖν, ἀργύ‐ ριον ἢ χρυσίον μή σε δελεάζων ἀποῤῥίψῃ τῆς ἀποκρίσεως, ἧς ἀπεκρίνω μοι νῦν· ἀλλὰ σταθηρῶς ἀνταγωνισώμεθα τοῖς Ῥωμαίοις καὶ θαῤῥῶντες Θεοῦ τῇ νεύσει
30καὶ τῇ εὐχῇ τοῦ προφήτου τὴν Πόλιν ληψόμεθα.“—Σὺν τούτοις οὖν καὶ ἑτέ‐ ροις κολακευτικοῖς λόγοις, ἐχούσας ἐν τῷ μέσῳ τῶν κολακειῶν καὶ τὰς καρδίαν στυφούσας καὶ τὸ αἷμα ξηραινούσας δακνώδεις μνήμας, ἀπέλυσεν εἰπών· „Ὕπα‐ γε ἐν εἰρήνῃ.“

35

.

6

Τὰς πάσας οὖν νύκτας ἐκείνας οὐκ ἔλιπε διανυκτυρεύων καὶ μεριμ‐ νῶν τὰ κατὰ τῆς Πόλεως, λαμβάνων ἐν χερσὶ χάρτην καὶ μέλανα καὶ σκιαγρα‐ φῶν τὴν περιοχὴν τῆς πόλεως καὶ δεικνύων τοῖς ἐπιστήμοσι τῶν ἐπάλξεων, ποῦ καὶ πῶς μέλλουσι θεῖναι τὰς σκευὰς τῶν προβόλων καὶ τὰς ἐπάλξεις καὶ τὰς
5κατορυγὰς καὶ τῆς τάφρου τὴν εἴσοδον καὶ τὰς κλίμακας ἐν ποίῳ τείχει. Καὶ ἁπλῶς εἰπεῖν τὴν πᾶσαν παρασκευὴν ἀπεικόνιζε διὰ τῆς νυκτὸς καὶ τὸ πρωῒ
κελεύων ἐγένετο, πάντα σχολαστικῶς καὶ πανούργως ἐπιμελῶν.313

36

.

1

Οἱ δὲ τῆς Πόλεως, ἔλθωμεν δὴ καὶ ἐπ’ αὐτὴν καὶ ἴδωμεν, τίς ἡ φροντὶς αὐτῶν καὶ ἡ μέριμνα τοῦ διασώσασθαι τὴν πόλιν ἐκ χειρὸς τοῦ Ναβου‐ χοδονόσορος. Ὁ βασιλεὺς ἦν στείλας ἐν Ῥώμῃ προλαβών, αἰτῶν βοήθειαν καὶ ὅπως συντεθῶσιν τῇ ὁμονοίᾳ καὶ ἑνώσει τῇ γεγονυίᾳ ἐν Φλωρεντίᾳ καὶ λάβῃ τὸ
5μνημόσυνον ὁ πάπας ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ· καὶ ὁ πατριάρχης Γρηγόριος ἐπα‐ νελεύσεται ἐν τῷ θρόνῳ αὐτοῦ· καὶ μετεκαλεῖτό τινας ἀφικέσθαι τῶν τοῦ πάπα, ὅπως εἰρηνεύσῃ τὴν ἄσπονδον ἔχθραν τοῦ σχίσματος. Ἔστειλε δ’ ὁ πάπας τὸν καδδηνάλιον Πολωνίας, τόν ποτε ἀρχιεπίσκοπον Ῥωσίας Ἰσίδωρον, ἄνδρα συνε‐ τὸν καὶ σώφρονα καὶ πεπαιδευμένον ἐν δόγμασιν ὀρθοῖς, Ῥωμαῖον τὸ γένος καὶ
10αὐτὸν ἕνα τῆς ἐν Φλωρεντίᾳ συνόδου ὑπάρχοντα πατέρα τίμιον, ὡς ὁ λόγος φθά‐ σας ἐδήλωσε. Καὶ ἐλθόντος ἐν τῇ νήσῳ Χίῳ μετὰ νηὸς μεγίστης τῶν Γενουιτῶν ἐποίησεν ἡμέρας ἱκανάς, ἕως οὗ οἱ ἔμποροι τῆς νηὸς πραγματεύσωνται καὶ δώ‐ σωσι τὰ χρειώδη καὶ λάβωσι τὰ ζητούμενα, ἀναμένοντες καὶ ἑτέραν ναῦν, ἥτις ἔμελλε συμπλέειν ἄχρι Καφᾶ. Ὁ καδδηνάλιος οὖν ἔχων μεθ’ αὑτοῦ τῶν Ἰταλῶν
15ἄχρι πεντήκοντα, ἐρόγευσε καὶ ἑτέρους πλείστους ἐκ τῆς Χίου Λατίνους. Καὶ δὴ φανεῖσα ἡ ἐκδεχομένη παρ’ αὐτῶν ναῦς, ἐξῆλθον ἐκ τῆς Χίου καὶ πρὸς Κων‐ σταντινούπολιν ἔπλευσαν καταντήσαντες ἐν αὐτῇ τὸν Νοέμβριον μῆνα τοῦ, ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ πρώτου ἔτους.

36

.

2

Καὶ ὁ βασιλεὺς δεξιῶς ἀποδεξάμενος καὶ τιμήσας, ὡς ἔπρεπεν, ἦλθον εἰς τοὺς τῆς ἑνώσεως λόγους, καὶ εὑρὼν τὸν βασιλέα εἰς τοῦτο κατανεύσαντα καὶ μερικοὺς τῶν τῆς ἐκκλησίας. Τὸ πλεῖστον οὖν μέρος τοῦ ἱερατικοῦ καὶ μο‐ ναχικοῦ τάγματος, ἡγούμενοι, ἀρχιμαδρῖται, μονάζουσαι,—τί λέγω τὸ πλεῖ‐
5στον; παρεκίνησάν με γὰρ αἱ μονάστριαι εἰπεῖν καὶ γράφειν· οὐδεὶς ἐξ ἁπάν‐ των· καὶ αὐτὸς ὁ βασιλεὺς πεπλασμένως κατένευσεν. Πλὴν ἐλθόντες οἱ φαινό‐ μενοι κατὰ τὸ δοκοῦν τῆς ἑνώσεως ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἱερεῖς τε καὶ διά‐ κονοι τῶν τοῦ κλήρου καὶ ὁ βασιλεὺς σὺν τῇ συγκλήτῳ, ἐβούλοντο κοινῇ ὁμονοίᾳ λειτουργῆσαι Θεῷ καὶ ἀποδόσαι τὰς εὐχὰς ἀδόλῳ γνώμῃ.

36

.

3

Τότε τὸ σχισματικὸν μέρος ἐλθὸν ἐν τῇ μονῇ τοῦ Παντοκράτορος ἐν
τῇ κέλλῃ τοῦ Γενναδίου, τοῦ ποτε Γεωργίου σχολαρίου, ἔλεγον αὐτῷ· „Καὶ ἡμεῖς τί ποιήσωμεν;“—Αὐτὸς δὲ ἐγκλεισθεὶς καὶ χάρτην λαβὼν καὶ γράψας τὴν γνώ‐ μην αὐτοῦ, διὰ τῆς γραφῆς ἐδήλου καὶ τὴν συμβουλήν. Τὰ γραφέντα οὖν ἐδή‐315
5λουν οὕτως· „Ἄθλιοι Ῥωμαῖοι, εἰς τί ἐπλανήθητε καὶ ἀπεμακρύνατε ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ καὶ ἠλπίσατε εἰς τὴν δύναμιν τῶν Φράγγων καὶ σὺν τῇ Πόλει, ἐν ᾗ μέλλει φθαρῆναι, ἐχάσατε καὶ τὴν εὐσέβειάν σας; Ἵλεώς μοι, Κύριε· Μαρτύρομαι ἐνώπιόν σου, ὅτι ἀθῶός εἰμι τοῦ τοιούτου πταίσματος. Γινώσκετε, ἄθλιοι πολῖται, τί ποιεῖτε; Καὶ σὺν τῷ αἰχμαλωτισμῷ, ὃς μέλλει γενέσθαι εἰς
10ὑμᾶς, ἐχάσατε καὶ τὸ πατροπαράδοτον σέβας καὶ ὡμολογήσατε τὴν ἀσέβειαν· Οὐαὶ ὑμῖν ἐν τῷ κρίνεσθαι·“—Ταῦτα καὶ ἕτερα πλείω γράψας καὶ εἰς τὴν θύραν τοῦ κελλίου αὐτοῦ προσηλώσας, ἐκλείσθη ἔνδον καὶ ὁ χάρτης ἀνεγινώ‐ σκετο.

36

.

4

Τότε αἱ δοκοῦσαι καθαραὶ καὶ εἰς Θεὸν ἐν ὀρθοδοξίᾳ σχολάζουσαι μονάστριαι κατὰ τὸ δοκοῦν αὐταῖς καὶ τὸν αὐτῶν διδάσκαλον Γεννάδιον, ἅπα‐ σαι σὺν τοῖς ἡγουμένοις καὶ πνευματικοῖς καὶ λοιποῖς ἱερεῦσι καὶ λαικοῖς τὸ ἀνά‐ θεμα ἐξεβόησαν καὶ τὸν ὅρον τῆς συνόδου καὶ τοὺς στέρξαντας καὶ στέργοντας
5καὶ μέλλοντας στέρξαι ἀναθεμάτισαν. Ὁ χυδαῖος οὖν καὶ ἀγοραῖος λαὸς ἐξελθόν‐ τες ἐκ τῆς αὐλῆς τοῦ μοναστηρίου, ἐν καπηλείοις κρατῶντες ἐν χερσὶ τὰς φιά‐ λας πλήρεις ἀκράτου ἀναθεμάτιζον τοὺς ἑνωτικούς, πίνοντες εἰς πρεσβείαν τῆς εἰκόνος τῆς Θεομήτορος καὶ παρακαλοῦντες αὐτὴν τοῦ γενέσθαι προστάτης καὶ ἀρωγὸς τῆς πόλεως ὥς ποτε κατὰ τοῦ Χοσρόου καὶ τοῦ Χαγάνου καὶ κατὰ Ἀρά‐
10βων, οὕτω καὶ νῦν κατὰ τοῦ Μεχέμετ. „Τὴν γὰρ Λατίνων οὔτε βοήθειαν οὔτε τὴν ἕνωσιν χρήζομεν. Ἀπέστω ἀφ’ ἡμῶν ἡ τῶν ἀζυμιτῶν λατρεία.“—

36

.

5

Οἱ δὲ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἀθροισθέντες χριστιανοὶ δέησιν πρὸς τὸν Θεὸν ἐκτενῆ ποιήσαντες καὶ τοὺς λόγους τοῦ καδδηναλίου ἐνωτισθέντες ἔστερ‐ ξαν τὸν τῆς ἑνώσεως ὅρον καὶ αὐτοὶ μετὰ συμφωνίας, ὡς ὅτι, παρελθούσης τῆς περιστάσεως τῶν Τούρκων καὶ γαλήνης γενομένης, καθίσαντές τινες τῶν ἐλλο‐
5γίμων ἴδωσι τοὺς ὅρους καί, εἰ ἔστι τι τὸ μὴ τελέως ὀρθοτομοῦν, διορθώσωσι. Ἐν τῇ συμφωνίᾳ οὖν αὕτῃ ἔστερξαν τοῦ γενέσθαι λειτουργίαν κοινὴν ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ· τελεσθεῖσα παρὰ Ἰταλῶν καὶ Γραικῶν καὶ μνημονεύσαντες τὸν πάπαν Νικόλαον ἐν τοῖς διπτύχοις καὶ τὸν ἐξόριστον πατριάρχην Γρηγόριον,
τὰ τῆς ἱερᾶς μυσταγωγίας ἐπληρώθη ἐν μηνὶ Δεκεβρίῳ ιβʹ τοῦ ἑξακισχιλιοστοῦ317
10ἐνακοσιοστοῦ ἑξηκοστοῦ πρώτου ἔτους. Ἦσαν δὲ καὶ πολλοί, οἳ οὐκ ἔλαβον προσ‐ φορὰν ἀντιδώρου ὡς βδελυκτὴν θυσίαν τελεσθεῖσαν ἐν τῇ ἑνωτικῇ λειτουργία. Ὁ δὲ καδδηνάλιος ἀνιχνεύων πᾶσαν καρδίαν καὶ πάντα σκοπὸν τῶν Γραικῶν, οὐκ ἐλάνθανον γὰρ τὰ μαγγανεύματα καὶ αἱ ἀπάται τῶν Γραικῶν αὐτῷ, ἀλλ’ ὡς τοῦ αὐτοῦ γένους ὢν σὺν ὀλίγῃ ὁρμῇ, ἔσπευδε βοηθῆσαι τῇ Πόλει καὶ ἤρκει αὐτὸ
15πρὸς ἀπολογίαν τῷ πάπα, ὅσον γέγονεν· τὸ δὲ πλέον ἀνετίθετο τῷ Θεῷ τῷ πάντα οἰκονομῶντι πρὸς τὸ συμφέρον.

36

.

6

Ἀλλ’ ὁ λαὸς ὁ ἀπηνὴς καὶ μισόκαλος, ἡ ῥίζα τῆς ὑπερηφανείας, ὁ κλά‐ δος τῆς κενοδοξίας, τὸ ἄνθος τῆς ὑψηλοφροσύνης, ἡ τρυγία τοῦ γένους τῶν Ἑλλήνων, ἡ καταφρονοῦσα τὰ γένη τῶν ἀνθρώπων καταφρόνησις ἀληθινὴ πάντα τὰ γενόμενα ἐλογίζοντο ὡς μὴ γενόμενα. Ἔλεγον οὖν ὁμιλοῦντες οἱ τῆς ἑνώ‐
5σεως τοῖς σχισματικοῖς· „Ἄφετε ἴδωμεν, εἰ ἐξάραι ὁ Θεὸς τὸν ἐχθρὸν τοῦτον τὸν ἀντιστάμενον ἡμῖν, τὸν μέγα δράκοντα τὸν καυχώμενον ἄρδην καταπιεῖν τὴν πόλιν, καὶ τότε ὄψεσθε, εἰ τοῖς ἀζυμίταις ἡμεῖς ἑνωθῶμεν·“—Ταῦτα λέγοντες οὐκ ἔγνωσαν οἱ ἄθλιοι, ὅτι οἱ τοσοῦτοι ὅρκοι ἕνεκα τῆς συστάσεως καὶ ὁμονοίας τῶν χριστιανῶν, ἤγουν τῶν ἐκκλησιῶν, ἡ ἐν τῷ Λουγδούνῳ γενομένη σύνοδος
10ἐν ταῖς ἡμέραις τοῦ πρώτου Παλαιολόγου, ἡ ἐν Φλωρεντίᾳ γενομένη σύνοδος ἐν ταῖς ἡμέραις τοῦ ὑστάτου τῶν βασιλέων Παλαιολόγων, καὶ νῦν ἐν τῇ θείᾳ καὶ ἱερᾷ μυσταγωγίᾳ αὕτῃ οἱ γενόμενοι σὺν ἀφορισμοῖς ἀλύτοις ἐπ’ ὀνόματι τῆς Ἁγίας Τριάδος μέλλωσιν ἐξᾶραι τὸ μνημόσυνον αὐτῶν ἐκ γῆς καὶ σὺν αὐτοῖς τὸ τῆς Πόλεως. Ὦ ἄθλιοι, τί κενὰ μελετᾶτε ἐν ταῖς καρδίαις ὑμῶν; Ἰδοῦ, οἱ
15ἱερεῖς σου καὶ αἱ ἱέρειαι καὶ οἱ μοναχοί σου καὶ οἱ νεωκόροι καὶ αἱ νεωκόραι, οἱ οὐκ ἤθελον κοινωνῆσαι τοῦ ἀχράντου σώματος καὶ αἵματος ἐκ τῶν χειρῶν τῶν ἱερέων τῶν Γραικῶν τῶν ὑπουργούντων τὰ θεῖα κατὰ τὴν ἐκκλησιαστικὴν τῆς ἀνατολῆς παράδοσιν, λέγοντες μεμιασμένα ὑπάρχειν καί· „οὐκ εἰσὶ χριστια‐ νικά,“ καὶ τὴν εὐλογίαν τῶν ἱερέων ἀποφεύγοντες καὶ τοὺς ναοὺς βωμοὺς κα‐
20λοῦντες, αὔριον ἐν χερσὶ τῶν βαρβάρων παραδοθήσονται καὶ μιανθήσονται καὶ μολυνθήσονται καὶ ψυχὴν καὶ σῶμα. Εἶδον ἐγὼ οἰκείοις ὄμμασιν μονάστριαν καὶ τὰ θεῖα λόγια μεμυημένην οὐ μόνον κρεωφαγοῦσαν καὶ ἄμφια τῶν βαρβάρων τῷ σώματι περιφέρουσαν, ἀλλὰ καὶ τῷ ψευδοπροφήτῃ θυσίαν φέρουσαν καὶ τὴν ἀσέβειαν ἀνεπαισχύντως ὁμολογοῦσαν. Ἀλλὰ τί τὸ ποιῆσάν με πηδῆσαι πέντε
25μηνῶν διάστημα; Αὔριον γὰρ κἀκεῖνο καὶ παρὰ πόδας σταθήσεται καὶ μετ’ οἰ‐
μωγῶν λεχθήσεται.319

36

.

7

Ὁ βασιλεὺς οὖν στείλας τινὰς τῶν αὐτοῦ ἀρχόντων ἐν ταῖς νήσοις καὶ ἐν ἑτέραις ἐπαρχίαις τῶν χριστιανῶν ὠνήσασθαι σῖτον καὶ παντοδαπὰ ὄσπρια καὶ ὅσα τὰ πρὸς τροφήν, ἐκδεχόμενοι τὴν ἄφιξιν τοῦ τυράννου ἐν ἔαρι, ἦσαν οὖν νῆαι τέσσαρες παμμεγέθεις συνάγουσαι ἐκ πάντων τῶν χρειωδῶν ἐν τῇ νήσῳ
5Χίῳ, σίτου, οἴνου, ἐλαίου, ἰσχάδων, κερατίων, κριθῶν καὶ πάσης ἄλλης εἰδέας ὀσπρίων, ἐκδεχόμενοι καὶ ἑτέραν φορτηγὸν ναῦν ἀπὸ Πελοποννήσου καὶ οὕτω γενομένων πέντε σὺν μεγάλοις καὶ ἀνδρείοις ἐπιβάταις, λέγω δὲ καὶ πολλοῖς καὶ σὺν πανοπλίᾳ οὐκ ὀλίγῃ, πλεῦσαι ἐν Κωνσταντινουπόλει. Ἦσαν οὖν ἅπασαι αἱ νῆσοι ἐν στενοχωρίᾳ καὶ ἀθυμίᾳ περὶ τῆς Πόλεως. Καὶ οἱ μὲν ἐσκόπουν, ὡς
10καταπολεμηθήσεται καὶ ὑπὸ τῶν βαρβάρων ἁλωθήσεται, οἱ δὲ ἐδόξαζον· ὡς ὁ πατὴρ καὶ πάππος αὐτοῦ, βουληθεὶς εἷς ἕκαστος τοῦ λαβεῖν αὐτήν, ἐφάνησαν εἰς κενὸν κεκοπιακότες, οὕτω καὶ οὗτος τὴν αὐτὴν τρίβον βαδιεῖ.

37

.

1

Παρελθόντος οὖν τοῦ Ἰανουαρίου μηνὸς καὶ τοῦ Φεβρουαρίου ἄρξαντος ἐκέλευσε τὴν χωνείαν μετακομισθῆναι ἐν τῇ Κωνσταντινουπόλει· καὶ ζεύξας ἁμάξας τριάκοντα εἷλκον αὐτὴν ὄπισθεν οἱ ξʹ βόες, λέγω βόες βοῶν· καὶ ἐκ πλαγίου τῆς χωνείας ἄνδρες σʹ, καὶ εἰς τὸ ἓν καὶ εἰς τὸ ἕτερον, τοῦ ἕλκειν
5καὶ ἐξισοῦν αὐτήν, ἴνα μὴ ὀλισθήσῃ τοῦ δρόμου· καὶ ἔμπροσθεν τῶν ἁμαξῶν τέκτο‐ νες νʹ τοῦ κατασκευάζειν γεφύρας ξυλίνους εἰς τὰς ἀνωμαλίας τῆς ὁδοῦ καὶ ἐργάται σὺν αἰτοῖς σʹ Ἐποίησε γοῦν τὸν Φεβρουάριον καὶ Μάρτιον, ἕως οὗ κατήντησεν ἐν τόπῳ μακρὰν τῆς πόλεως ἀπὸ μιλίων εʹ.

37

.

2

Ἦν γὰρ ὁ Καρατζιάπεγις πρὸ καιροῦ σταλθεὶς σὺν δυνάμει εἰς τὰ τοῦ Πόντου κάστρα, ἤγουν Μεσέμβριαν, Ἀχελῷον, Βυζὸν καὶ τὰ λοιπὰ καὶ πρὸς ἑαυτὸν ἐποιήσατο. Ὁμοίως καὶ πρὸς τὴν Σηλυβρίαν κείμενα πυργία τοῦ ἁγίου Στεφάνου σὺν πολέμῳ λαβὼν πάντας τοὺς ἔνδον κατέσφαξεν· οἱ δὲ λοιποὶ
5πύργοι προσεκύνησαν καὶ οἱ Ἑπιβάται· ὅσοι γοῦν παρεδόθησαν, ἀβλαβεῖς ἐσώ‐ θησαν, οἱ δ’ ἀντισταθέντες ἀπεκεφαλίσθησαν. Ἡ δὲ Σηλυβρία μαχίμως ἀνθίστατο.

37

.

3

Φέροντες οὗν τὴν σκευὴν ἐν τῷ τόπῳ, ᾧ ἐκελεύσθησαν, καὶ τῷ Καρα‐ τζιάπεγ πρόσταγμα τοῦ φυλάττειν αὐτήν, ἔφθασε σὺν ταῖς δυνάμεσι καὶ κατα‐ τρέχειν τὰ πέριξ τὰ τῆς Πόλεως καὶ μὴ ἐᾶν τοὺς Ῥωμαίους ἐκ τῶν πυλῶν τῆς
πόλεως ἐξέρχεσθαι.321

37

.

4

Ἦσαν δὲ καὶ τὸν χειμῶνα ὅλον ἐκεῖ παραχειμασθέντα σκῆπτρα εἰς φυ‐ λακὴν τῆς πόλεως, τοῦ μὴ ἐξέρχεσθαι καὶ καταδρομὰς ποιεῖν τοῖς Τούρκοις οἱ Ῥωμαῖοι, ἐκ Μυσίας καὶ Παφλαγονίας τρία. Ἐγένετο οὖν ἡ παρεμβολὴ μεγάλη καὶ οἱ Ῥωμαῖοι οὐκ ἴσχυον ἐξελθεῖν. Ἀλλ’ ὅμως ἐκ θαλάσσης καὶ αὐτοὶ σὺν
5διήρεσι καὶ τριήρεσιν ἄχρις Κυζίκου ἐλεηλάτουν τὰ κατ’ αἰγιαλὸν κείμενα χωρία τῶν Τούρκων καὶ πολλοὺς ἐκούρσευον καὶ οὓς μὲν ἔσφαττον, οὓς δὲ ἐν Κωνσταν‐ τινουπόλει ἀγαγόντες ἐπίπρασκον. Καὶ σὺν αὐτοῖς τοῖς προσκρούσμασι καὶ τὸ ἔαρ ἐπέστη καὶ αἱ τῶν νηστειῶν ἡμέραι ἤρξαντο ἀριθμεῖσθαι.

37

.

5

Καὶ ἡ τῆς ἐκκλησίας στάσις οὐκ ἔληξε, ἀλλ’ ἦν ἰδεῖν ξένην στάσιν ἐν τοῖς ἐμπιστευθεῖσιν ἀκούειν λογισμοὺς ἀνθρώπων. Καὶ ἐρχόμενοι οἱ χριστιανοὶ τοῦ ἐξομολογήσασθαι τὰ σφάλματα αὐτῶν, ἠρωτῶντο παρ’ ἐκείνων οἱ μέν, εἰ ἐκοινώνησε τοῖς ἀκοινωνήτοις καὶ εἰ ἔτυχεν ἀκοῦσαι λειτουργίαν παρ’ ἑνωτι‐
5κοῦ ἱερέως· ταῦτα καὶ κανὼν δριμὺς καὶ ἐπιτίμιον βαρύ· μετὰ δὲ τὸ δουλεῦσαι τὸν κανόνα κατὰ τὸ ἔθος, ὁ ἄξιος τοῦ σώματος καὶ αἵματος τοῦ δεσποτικοῦ εἰς τὸ κοινωνῆσαι μὴ προσελθεῖν τοῖς τῆς ἑνώσεως ἱερεῦσιν μετ’ ἐπιτιμίου βαρέος. „Οὔτε γὰρ ἱερεῖς εἰσιν, οὔτε τὰ προσφερόμενα τέλεια“ ἔλεγον. Εἰ γὰρ ἐκαλοῦντο ἐν κηδείᾳ νεκροῦ ἢ ἐν μνημοσύνῳ τεθνεῶτος καὶ ἐφαίνετό τις τῶν ἑνωτικῶν ἐκεῖ
10ἱερεύς, κατευθὺς τὰς φελόνεις ἐκδυόμενοι ὡς ἀπὸ πυρὸς ἔφυγον. Καὶ ἡ Μεγάλη Ἐκκλησία ὡς καταφύγιον δαιμόνων καὶ βωμὸς ἑλληνικὸς αὐτοῖς ἐλογίζετο. Ποῦ κηροί; Ποῦ ἔλαιον ἐν ταῖς λυχναψίαις; Τὰ πάντα σκοτεινὰ καὶ οὐδεὶς ὁ κωλύων. Ἔρημον τὸ ἅγιον τέμενος ἐφαίνετο, προσημαῖνον τὴν ἐρημίαν, ἣν ὑποστῆναι μέλλει μετ’ ὀλίγον διὰ τὰς παραβάσεις καὶ ἀνομίας τῶν κατοικούντων. Ὁ δὲ Γεν‐
15νάδιος ἔγκλειστος ἐδίδασκε καὶ ἀρὰς ὑπετίθει τοῖς τὴν εἰρήνην ἀσπαζομένοις.

37

.

6

Ἔτυχον ἐγὼ μετὰ ταῦτα μιᾷ τῶν εὐγενίδων αἰχμαλωτευθείσῃ καὶ διη‐ γήσατό μοι, πῶς ὠδίνουσα τοῦ τεκεῖν τῇ ἁγίᾳ καὶ μεγάλῃ τετράδι τοῦ ἔτους ἐκείνου μετεκαλέσατο τὸν πνευματικὸν αὐτῆς Ἰάκωβον ὀνόματι καὶ ἐξωμολογή‐ σατο καὶ αὐτὸς προέτρεψεν αὐτῇ τοῦ κοινωνῆσαι. Καὶ αὐτὴ ἐρωτήσασα τὸν
5γέροντα, εἰ κωλύει τι τοῦ μεταλαβεῖν ἐκ τῶν χειρῶν τοῦ ἱερέως τοῦ λειτουρ‐ γοῦντος ἐν τῷ ναῷ αὐτῆς ἔνδον τῆς αὐλῆς αὐτῆς ὑπάρχοντι, ἦν γὰρ ὁ ἱερεὺς συμφορέσας τοῖς ἑνωτικοῖς μόνον ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ τότε τῇ ιβ τοῦ Δε‐ κεβρίου, οὐ μὴν δὲ καὶ συγκοινωνήσας, οὐ γὰρ ἔτυχεν ἐξ ἀρχῆς συναριθμηθῆ‐ ναι τοῖς συλλειτουργοῖς τοῦ θυσιαστηρίου, ἀλλ’ ἔτυχεν ἔξω σὺν ἄλλοις,—βρα‐
10δεῖαν τυχόντες τὴν ἔλευσιν καὶ ἵσταντο ἐν τῷ ναῷ φοροῦντες τὰς ἱερατικὰς αὐ‐ τῶν στολὰς μόνον,—ὁ δὲ πνευματικὸς εἶπεν αὐτῇ· „Συγχωρημένον ἐστίν· Ὁ Θεὸς συγχωρήσει σοι. Ἄπελθε, κοινώνησον ἀποβαλοῦσα πάντα σκοπόν· καὶ γὰρ ἱερεύς ἐστι καὶ λειτουργός. Ἀδιακρίτως κοινώνησον.“—Ἡ δὲ ἐπὶ τῇ ἀνεμ‐ ποδίστῳ ἀπολογίᾳ τοῦ γέροντος δειλιάσασα, ἦν γὰρ ἐκ τοῦ μέρους τῶν σχισμα‐323
15τικῶν, μετακαλεῖται ἄλλον Νεόφυτον ὀνόματι καὶ δηλοῖ αὐτῷ τὴν λύσιν τοῦ πνευ‐ ματικοῦ αὐτῆς· ἦν γὰρ αὐτὸς ὁ Νεόφυτος παῤῥησίαν ἔχων καὶ πνευματικεύων ἐν ἀνακτόροις καὶ μεγιστάνων οἴκοις. Ἐκώλυσε δὲ ταύτην λέγων· „Ἀσυγχώρη‐ τόν ἐστιν· Εἰ γὰρ λάβοις κοινωνίαν ἐκ τῶν χειρῶν αὐτοῦ, ἄρτον ἔφαγες καὶ οἶνον ἔπιες.“—Ὦ τῆς ἀνοχῆς σου, Χριστὲ βασιλεῦ· Σκοτεινὲ καὶ τυφλέ, εἰ ὁ ἱερεὺς
20ἦν Λατῖνος, εἶχεν ἂν λόγον ἄλογον ἡ μωρία σου, ὡς ὅτι λατινικῶς τὰς εὐχὰς τῷ Θεῷ ἀπέδωκε καὶ ὁ ἄρτος οὐκ ἦν ἔνζυμος καὶ τὸ ὕδωρ οὐκ ἦν ζέον καὶ ἄλλα τινὰ ἄλογα αἰτιάματα, ἃ οὐκ ἔξεστιν ὀρθοδόξῳ στόμα ἀνοῖξαι καὶ γλῶτταν κι‐ νῆσαι κατὰ τῶν θείων μυστηρίων τῶν οὕτω τελουμένων· ὁ γὰρ τοῦτο τολμήσας ἄξιος λιθοστρωθῆναι. Πῶς ἢ τί ἔχεις ἀπολογήσασθαι περὶ τῶν θείων μυστη‐
25ρίων τῶν τελεσθέντων ἐκ γλώττης σῆς καὶ εὐχῶν, ὧν σὺ καὶ οἱ τῆς ἀνατολῆς ἱερεῖς χρῶνται; οὐκ ἔχεις ἄλλο εἰπεῖν, ὦ φαρισαῖε κενέ, πλὴν ὅτι καθαρὸς εἶ καὶ μολυσμοῦ ἀμέτοχος καὶ κεχωρισμένος τῶν λοιπῶν χριστιανῶν, προσθήσω δὲ κἀ‐ γὼ τὸ καὶ ἀφωρισμένος. Ἡ δὲ εὐγενὶς ἐκείνη γυνὴ διχονοοῦσα ἐν μέσῳ τῶν δύο τούτων προστάξεων, ἐκωλύθη ὑπὸ τοῦ λογισμοῦ καὶ τῇ ἡμέρᾳ ἐκείνῃ οὐ με‐
30τέλαβε καὶ διὰ τῆς νυκτὸς ἀκοινότητος τέτοκεν. Εἰ γὰρ ἐπηκουλούθησεν θάνατος, εἶχεν ἂν ἡ ψυχὴ αὕτη τὴν σφραγίδα ζημίαν τοῦ πνεύματος δι’ αἰτίαν τοῦ Νεο‐ φύτου καὶ τοῦ κατοικοῦντος ἐν αὐτῷ πονηροῦ πνεύματος.

37

.

7

Ἀλλ’ ἐπανίωμεν πρὸς τὰ τῆς διηγήσεως κύματα καὶ ἴδωμεν τὴν ἀγριαι‐ νομένην θάλασσαν, πῶς μέλλει χᾶναι καὶ καταποντίσαι τὴν κιβωτὸν τὴν τὸν Νῶε τὸν κυβερνήτην διώξασαν καὶ τὰ καθαρὰ πετεινὰ ὑπὸ τῶν μὴ καθαρῶν ὡς ἀκά‐ θαρτα παραβλέψασαν.

37

.

8

Ὁ γὰρ τύραννος ἀπ’ ἀρχῆς Μαρτίου μηνὸς ἔπεμψε μηνυτὰς καὶ κήρυ‐ κας εἰς πάσας τὰς ἐπαρχίας τοῦ ἐξέρχεσθαι ἕκαστος ἐν τῇ στρατείᾳ κατὰ τῆς Πόλεως. Τὰ στρατεύματα μὲν οὖν, ὅσα διὰ προσόδων καὶ ῥόγας ἦσαν γεγραμ‐
μένα, συνέῤῥεον· τὰ δ’ ἄγραφα τὰ καὶ μυριάριθμα, τίς διηγήσεται; Πᾶς γὰρ325
5ἕκαστος ἀκούων „κατὰ τῆς Πόλεως,“ ἔτρεχεν οὕτως ὁ μὴ δυνάμενος βαδίζειν ἕνεκα παιδικῆς ἡλικίας, καθὼς ὁ μὴ δυνάμενος τρέχειν ἕνεκα γήρους. Οἱ δὲ Πολῖται ἱκέτευον Θεὸν τοῦ μὴ ἐπελθεῖν τῇ ἁγίᾳ ἑβδομάδι, διότι ἤκουον, ὡς ὁ τύ‐ ραννος ἐφ’ ἅρματος καὶ ἤδη ἔρχεται. Τῇ παρασκευῇ οὖν τῆς διακαινησίμου καὶ ὁ Ναβουχοδονόσωρ ἐπὶ θύραις Ἰερουσαλὴμ καὶ πήξας τὰς αὐτοῦ σκηνὰς κατέ‐
10ναντι τῆς Πύλης τοῦ Χαρισοῦ ὄπισθεν τοῦ βουνοῦ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἀπὸ τῆς Ξυλοπόρτης τῆς κειμένης ἐγγὺς τοῦ παλατίου ἕως τῆς Χρυσῆς Πύλης τῆς πρὸς νότον καὶ ἔτι ἀπὸ τῆς Ξυλοπόρτης ἕως τοῦ Κοσμιδίου καὶ ἀπὸ τοῦ νότου εἰς πλάτος, ὅσον περιέφερον κάμπον οἱ ἄμπελοι· καὶ γὰρ ἦσαν, προλα‐ βών, φθαρέντες παρὰ τοῦ Καρατζία. Καὶ περιεχαράκωσεν αὐτὴν Ἀπριλίῳ ϛʹ,
15ἡμέρα παρασκευὴ ἡ μετὰ τὸ Πάσχα.

37

.

9

Οἱ δὲ τῆς Πόλεως ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ἐγένετο τάχα ἡ ἕνωσις ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ὡς Ἰουδαίων συναγωγὴν ταύτην ἀπέ‐ φευγον καὶ οὐκ ἦν ἐν αὐτῇ οὔτε προσφορὰ οὐτ’ ὁλοκαύτωσις οὔτε θυμία‐ μα. Εἰ ἔτυχέ τις τῶν ἱερέων λειτουργῆσαι Θεῷ ἐν ἡμέρᾳ ἐπισήμῳ, οἱ προ‐
5σευχόμενοι μέχρι τῆς ὥρας τῆς προσφορᾶς ἵσταντο καὶ τότε πάντες ἐξήρχοντο, οὕτω γυναῖκες ὡς ἄνδρες, οὕτως μοναχοὶ ὡς μονάζουσαι. Τί χρὴ λέγειν; Καὶ τὸν ναὸν ὡς βωμὸν καὶ τὴν θυσίαν ὡς Ἀπόλλωνι τελουμένην ἐνόμιζον. Διὰ τοῦτο Ἠσαΐας ὡς ἐκ στόματος Θεοῦ φησίν· „Ἰδού, προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς μεταθέσει καὶ ἀπολῶ τὴν σοφίαν τῶν σο‐
10φῶν αὐτοῦ καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐαὶ τοῖς βαθέως ποιοῦσι
βουλὴν καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῆ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν· καὶ ἐροῦσιν· τίς ἡμᾶς ἑώρακεν; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; Διὰ τοῦτο τάδε λέγει κύριος· Οὐαὶ τέκν’ ἀποστάται, ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, τοῦ προσθεῖναι ἁμαρτίας327
15ἐφ’ ἁμαρτίας.“—

37

.

10

Ὁ δὲ Γεννάδιος οὐ διέλειπε καθεκάστην διδάσκων καὶ γράφων κατὰ τῶν ἑνωτικῶν καὶ πλέκων συλλογιμοὺς καὶ ἀντιφάσεις κατὰ τοῦ σοφωτάτου καὶ μακαρίτου Θωμᾶ τοῦ δὲ Ἀκίνου καὶ τῶν συγγραμμάτων αὐτοῦ καὶ κὺρ Δημη‐ τρίου τοῦ Κυδώνη, ἀποδεικνύων αὐτοὺς αἱρετικούς, ἔχων ἐκ τῆς συγκλήτου τὸν
5πρῶτον μεσάζοντα τὸν μέγα δούκαν συνεργὸν καὶ συνίστορα, τὸν καὶ τοσοῦτον εἰπεῖν τολμήσαντα κατὰ Λατίνων, ὅτε εἶδον οἱ Ῥωμαῖοι τὸν ἀναρίθμητον στρα‐ τὸν τῶν Τούρκων, μᾶλλον δὲ κατὰ τῆς Πόλεως· „Κρειττότερόν ἐστιν εἰδέναι ἐν μέσῃ τῇ πόλει φακιόλιον βασιλεῦον Τούρκων ἢ καλύπτραν Λατινικήν.“—Καὶ γὰρ ἀπογνόντες οἱ τῆς Πόλεως ἔλεγον· „Εἴθε ἐδόθη ἡ πόλις ἐν χερσὶ τῶν Λα‐
10τίνων τῶν ὀνομαζόντων Χριστὸν καὶ Θεοτόκον καὶ μὴ ἀποῤῥιφθῶμεν ἐν ταῖς τῶν ἀσεβῶν παλάμαις.“—Τότε καὶ αὐτὸς ἐκεῖνο ἐφθέγξατο. Ἀλλὰ πρὸς αὐτὸν ὁ Ἠσαΐας ἐφθέγξατο καθὰ καὶ τῷ Ἐζεκίᾳ· „Ἄκουσον τὸν λόγον Κυρίου Σα‐ βαώθ· Ἰδού, ἡμέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου. Καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει καὶ οὐ‐
15δὲν οὐ μὴ καταλειφθῇ· καὶ ἀπὸ τῶν τέκνων σου τῶν ἐξερχομένων ἀπὸ σοῦ, ὧν γεννήσεις, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βα‐ βυλωνίων.“

38

.

1

Ὁ βασιλεὺς οὖν Κωνσταντῖνος, ὅσον δύναμις, ἐπιμελετώμενος ἐπιμελεῖτο σὺν τοῖς τοῦ Γαλατᾶ Γενουΐταις, καὶ γὰρ αὐτοὶ εἶχον κατὰ νοῦν ἀπα‐ ραίτητον λογισμόν, ὅτι, ἐὰν ἡ Πόλις ἁλῷ, καὶ τὸ φρούριον αὐτῶν ἔρημον γενή‐ σεται. Ἐν τούτῳ στείλαντες ἐν τῇ Γενούᾳ, προλαβών, γραφὰς δεόμενοι βοηθείας,
5ἀντέγραψαν, ὡς ἤδη ἔρχεται μία ναῦς σὺν φʹ ὁπλίταις εἰς βοήθειαν τοῦ Γαλα‐ τᾶ. Καὶ αἱ τῶν Βενετίκων ἐμπορικαὶ τριήρεις κατελθοῦσαι ἐκ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Τανάϊδος ποταμοῦ καὶ ἐκ Τραπεζοῦντος, ὁ βασιλεὺς οὖν καὶ οἱ Βενέτικοι οἱ κατοικοῦντες ἐν τῇ πόλει οὐκ εἴασαν αὐτὰς καταίρειν ἐν Βενετίᾳ,
ἀλλ’ ἔμειναν εἰς βοήθειαν τάχα τῆς πόλεως.329

38

.

2

Ὁμοίως καὶ ἐκ τῆς Γενούας ἐλθὼν εἷς ὀνόματι Ἰωάννης Λόγγος ἐκ τῶν Ἰουστινιάνων σὺν δυσὶ νήαις ὑπερμεγέθοις, ἔχων καὶ πολεμικὰς παρασκευὰς πολλὰς καὶ καλὰς σὺν ἐνόπλοις νέοις Γενουίταις, ἀρεϊκὸν πνέοντας θυμόν· καὶ ὁ αὐτὸς Ἰωάννης ἐπιδέξιος ἀνὴρ καὶ εἰς παραταγὰς καὶ συνασπισμοὺς πολέμων
5δοκιμώτατος, ἐδεξιώσατο τοῦτον ὁ βασιλεὺς καὶ ῥόγας ἐμέτρησε τοὺς στρατιώ‐ τας αὐτοῦ καὶ εὐεργεσίας ἔνειμε καὶ πρωτοστράτορα τοῦτον ἐτίμησε· καὶ αὐτὸς τὴν φύλαξιν τῶν πρὸς τὸ παλάτιον κειμένων τειχέων ἀνελάβετο. Καὶ γὰρ ἦσαν ὁρῶντες τὸν τύραννον ἐκεῖ τὰς σκευὰς τὰς πετροβόλους πηγνύοντα καὶ τὴν ἄλ‐ λην πᾶσαν ἀντίμαχον ἐν τοῖς τοίχοις παράταξιν. Εὐεργέτησε δὲ τούτῳ καὶ διὰ
10χρυσοβούλλου γράμματος τὴν νῆσον Λῆμνον, εἰ ἀποκρουσθήσεται ὁ Μεχέμετ καὶ ὑποστραφήσεται ἄπρακτος, ἐξ ὧν θαῤῥεῖ κερδᾶναι τῆς Πόλεως. Ἔκτοτε οὖν ἐμάχοντο ἡρωϊκῶς οἱ Λατῖνοι σὺν τῷ Ἰωάννῃ ἐξερχόμενοι ἐκ τῶν πυλῶν τῆς πόλεως καὶ ἱστάμενοι ἐν τῷ ἐξωκάστρῳ καὶ ἐν τῇ τάφρῳ.

38

.

3

Πολλάκις καὶ ἐκτὸς τῆς τάφρου ἐκπηδῶντες ἐσυνεπλέκοντο τοῖς Τούρ‐ κοις Ῥωμαῖοι, ποτὲ μὲν ἀφέντες, ποτὲ δὲ λαμβάνοντες. Πλὴν τοῦτο οὐκ ἦν ἀπᾷ‐ δον τοῖς Ῥωμαίοις· καὶ γὰρ εὔκολον ἂν εἰπεῖν εἶναι ἕνα Ῥωμαῖον πρὸς εἴκοσι Τούρκους. Τί ἐδύναντο καταπροσωπῆσαι καὶ ἐξελθεῖν; Πλὴν ἡ βουλὴ ἐδίδοτο,
5ὥστε τοὺς Ῥωμαίους ἀντιμαχεῖν ἐκ τῶν τοίχων διὰ τῶν προμαχώνων, οἱ μὲν διὰ τζαγροβολικῶν βελῶν, οἱ δὲ διὰ τοξικῶν, ἄλλοι διὰ μολυβδοβόλων ἀπολυομέ‐ νων διὰ βοτάνων πέντε καὶ δέκα ὁμοῦ, σμικρὰ ὡς κάρυα Ποντικὰ τὸ μέγεθος, ἀποτελοῦντα δύναμιν τρήσεως, ὡς εἰ τύχῃ ἐμπεσεῖν ἐν σιδηροφόρῳ σώματι, καὶ τὴν ἀσπίδα καὶ τὸ σῶμα διατρήσας ἐξέρχεται καὶ εἰς ἄλλο μεταπηδᾷ, εἰ τύχῃ
10εἶτα ἐξ αὐτοῦ εἰς ἕτερον, ἕως οὗ ψυχρανθῇ ἡ δύναμις τῆς βοτάνου· καὶ διὰ μιᾶς προσβολῆς δύναται ζημιῶσαι δύο καὶ τρεῖς. Ἔμαθον οὖν καὶ οἱ Τοῦρκοι
καὶ χρῶνται καὶ αὐτοὶ τὰ ὅμοια καὶ ἐπέκεινα.331

38

.

4

Περαιωθέντος οὖν τοῦ Ἀπριλίου τὸ δίμοιρον ἐν ὀλίγοις ἀντιμάχεσιν, ὁ γὰρ τύραννος εἰς πλέον ἠθροίζετο· συνήχθησαν οὖν ἄνδρες κλητοὶ καὶ αὐτό‐ κλητοι ὑπὲρ ἀριθμὸν δυνατὸν εἰπεῖν. Ἔλεγον οὖν, ὅσοι κατεσκόπευον, εἶναι ὑπὲρ τετρακοσίας χιλιάδας.

38

.

5

Καὶ οἱ τῶν τοῦ Γαλατᾶ Γενουῗται, καὶ πρὸ τοῦ ἐλθεῖν τὸν τύραννον ἔτι ὄντα ἐν Ἀδριανουπόλει, ἔστειλαν πρέσβεις, ἀγγέλλοντες τὴν εἰς αὐτὸν ἀκραιφνῆ φιλίαν καὶ ἀνανεοῦντες τὰ προγεγραμμένα ἐκτυπώματα· καὶ αὐτὸς ἀπελογεῖτο ὡς φίλος αὐτῶν εἶναι καὶ ἀδιάσπαστος τῆς πρὸς αὐτοὺς ἀγάπης, μό‐
5νον μὴ εὑρεθῶσι βοηθοῦντες τῇ πόλει. Καὶ αὐτοὶ ὑπόσχοντο. Πλὴν εἷς ἐκ τῶν δύο κατεγελᾶτο, ὡς τὸ τέλος ἔδειξεν. Οἱ γὰρ τοῦ Γαλατᾶ ἐνενόουν, ὡς καθὰ καὶ ἐν ἑτέροις χρόνοις, ἡ Πόλις καταπολεμηθεῖσα παρὰ τῶν γονέων αὐτοῦ, οὐδὲν ὠνήσαντο ἀπελθόντες ἄπρακτοι, οἱ δὲ τοῦ Γαλατᾶ σὺν ἐκείνοις φιλίαν δεικνύν‐ τες, τοὺς μὲν Πολίτας ἐδίδοσαν τὴν παρ’ αὐτοῖς ἐξερχομένην βοήθειαν, οὕτω
10θαῤῥοῦντες γενέσθαι καὶ ἐν τῷ καιρῷ τούτου, ὡς πλάνον μὲν τὴν φιλίαν ὑπό‐ πτευον, τῇ δὲ Πόλει τὰ εἰκότα συνεμάχοντο κρυφίως. Ὁ δὲ τύραννος πάλιν ἐν ἑαυτῷ ἔλεγεν· „Ἐάσω κοιμᾶσθαι τὸν ὄφιν, ἕως οὗ καθελῶ τὸν δράκοντα· καὶ τότε μία πληγὴ ἐλαφρὰ κατὰ κεφαλῆς καὶ τοῦτον σκοτοδινιάσει.“—Ὃ καὶ γέγονε.

38

.

6

Τότε συνήχθησαν καὶ διὰ θαλάσσης τὰ πλοῖα αὐτοῦ σὺν τριήρεσι, διή‐ ρεσι, πλοιαρίοις ἕως τριακόσια τὸν ἀριθμόν. Ὁ δὲ λιμὴν τῆς πόλεως ἦν κεκλεισ‐ μένος σὺν τῇ ἁλύσει ἀπὸ τοῦ μέρους τῆς πύλης τῆς Πόλεως τῆς καλουμένης Ὡραίας ὡς τὸ τοῦ Γαλατᾶ μέρος καὶ αἱ νῆαι ἵσταντο ἔνδον ὁρμαθηδόν, προσέ‐
5χοντες τὸν λιμένα καὶ τὴν ἅλυσιν.333

38

.

7

Αἱ δὲ νῆαι, ἃς εἰρήκαμεν πέντε, μία ἡ τοῦ βασιλέως φέρουσα φόρτον τὸν ἐκ Πελοποννήσου σῖτον, αἱ δ’ ἄλλαι τέσσαρες ἐκ Γενούας ῥογευθεῖσαι παρὰ τοῦ βασιλέως, ἵσταντο μὲν ἐν Χίῳ μέχρι Μαρτίου μηνὸς ὅλου διά τινας αὐτῶν χρείας. Εἰσελθόντος οὖν Ἀπριλίου καὶ βουλομένων ἆραι τὰς ἀγκύρας, ὁ βορέας
5αὐτοὺς ἐνεπόδιζε. Ἦσαν οὗν οἱ Πολῖται ἐν ἀθυμίᾳ πολλῇ, ὡσαύτως καὶ αἱ νῆαι. Τοῦ βορέως οὖν καταπρανοῦς πεσόντος καὶ νότου ἄρξαντος πνεῖν, ἐξῆλθον τῆς Χίου λιμένος· καὶ κατ’ ὀλίγον πνέοντος τῇ πρώτῃ ἡμέρᾳ, τῇ δευτέρᾳ ἐκραταιοῦ‐ το καὶ βιαίως ἐφέροντο ὑπ’ αὐτοῦ αἱ νῆαι. Ἵσταντο οὖν οἱ τῆς Πόλεως ἐκδεχό‐ μενοι τὴν καλὴν ταύτην ἀπανδοχήν, εἰ καὶ μηδὲν ὤνησαν. Φανέντων οὖν τῶν
10νηῶν, εὐθὺς ὁ τύραννος ὡς ἄγριος δράκων ὥρμησε κατὰ τῶν αὐτοῦ τριήρεων καὶ τῶν λοιπῶν πλοίων, λέγων καὶ προστάσσων αὐτοῖς, ὅτι ἐκ τῶν δύο πρόκει‐ ται γενέσθαι τὸ ἕν· ἢ τὰς νῆας λαβεῖν ἢ κωλῦσαι τοῦ μὴ εἰσελθεῖν ἐν τῷ λιμένι. Τότε ἐξελθόντες, τὰ πλοῖα ἵσταντο ἐκδεχόμενα τὴν ἄφιξιν τῶν νηῶν, ἐκ τοῦ λι‐ μένος τῆς Χρυσῆς Πύλης ἐκτός. Αἱ δὲ νῆαι ἐλθοῦσαι κατ’ τὴν ἴσον ὁδὸν καὶ
15βουλόμεναι περᾶσαι τὸν Μέγα Δημήτριον τὴν ἀκρόπολιν τοῦ εἰσελθεῖν ἐν τῷ Κερατίῳ κόλπῳ, τὰ πλοῖα ἀνθίσταντο ταῖς ναυσίν, ἦν γὰρ καὶ ἡ θάλασσα ἐκεί‐ νῃ τῇ ὥρᾳ εὔδιος ἀνέμου μὴ πνέοντος. Καὶ ἦν ἰδεῖν ξένην θέαν· καταστρωθεῖσα γὰρ ἡ θάλασσα τοῖς ἱστίοις τριακοσίοις τῶν Τούρκων καὶ πέντε μεγίστοις τῶν νηῶν ἐξήπλωτο ἡ θάλασσα ὡς χέρσος καὶ ὑπὸ τῶν βελῶν οὐδὲ τὰς κώπας ἠδύ‐
20ναντο καταφέρειν ἐν τοῖς ὕδασιν. Οἱ δὲ τῆς νηὸς ὡς ἀετοὶ ὑπόπτεροι ἄνωθεν ὡς κεραυνοὺς τὰ βέλη τῶν τζαγρῶν κατέπεμπον καὶ τὰς σκευὰς ἀπέλυον καὶ φόνος οὐκ ὀλίγος τῶν Τούρκων ἐγένετο. Ὁ δὲ τύραννος ὑπὸ τῆς ἄγαν ἀλοζο‐ νείας ὁρμήσας ἐν τῇ θαλάσσῃ ἐποχούμενος ἵππῳ, ἐφαντάζετο σχίζειν τὴν θάλασ‐ σαν καὶ ἕως αὐτῶν τῶν νηῶν διὰ τοῦ ἵππου πλεῦσαι· τόσον ἐθυμοῦτο ἐν τοῖς
25αὐτοῦ καὶ ἡ ἔνοπλος στρατιὰ σὺν αὐτῷ. Τότε ἀνέμου πνεύσαντος καὶ τὰ ἱστία φυσηθέντα, σχίσαντες, τὰ πλοῖα τὴν ἐν τῷ λιμένι ὁδὸν ἔπλεον, τὰ δὲ πλοῖα ἔμει‐ ναν· εἰ γὰρ ἦν ἔμπροσθεν αὐτῶν τότε ὁ στόλος τοῦ βαρβάρου, ἐδύναντο ἂν αἱ πέντε αὗται νῆαι καταποντίσαι καὶ τὰ τριακόσια. Ὁ δὲ τύραννος μὴ γινώσκων
τὴν τῆς θαλάττης ἐπιστήμην, μόνον ἐκέκραγεν. Ὁ δὲ μέγας κοντόσταυλος αὐτοῦ335
30οὐκ ἠθέλησεν ἀκοῦσαι· καὶ γὰρ παραλόγως ἐπρόσταττεν. Τότε θυμωθεὶς ὁ τύ‐ ραννος ὥρισεν τὸν στόλον ἀπελθεῖν ἐν τῷ Διπλῷ Κίονι, τὸν δὲ μέγαν κοντόσταυ‐ λον ἀχθῆναι ἐνώπιον αὐτοῦ. Ἀχθέντος οὖν καὶ κατὰ γῆς ῥιφέντος καὶ ὑπὸ τεσ‐ σάρων τανυσθέντος, αὐτὸς ὁ ἡγεμὼν οἰκείαις χερσὶν ἔτυψεν δοὺς ἑκατὸν σὺν μιᾷ χρυσῇ ῥάβδῳ, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ, σταθμίον λίτραι πεντακόσιαι· ἣν
35αὐτὸς κατεσκεύασεν, ἵνα παίζῃ αὐτὴν ὡς δοκίμιον. Ἦν δὲ ὁ ἄνθρωπος τὸ γέ‐ νος ἐκ τῶν Βουλγάρων ἕλκων, τινὸς τῶν ἀρχόντων Βουλγαρίας υἱός, Πάλδα ἐπονομαζόμενος. Ἐδουλώθη οὖν πρὸ καιροῦ καὶ ἐξωμόσατο τὸ πάτριον σέβας καὶ ἦν δοῦλος πατρικὸς τοῦ Μεχέμετ. Αὐτὸς ἦν ὁ πρὸ τεσσάρων ἐτῶν ἐλθὼν ἐν τῇ Λέσβῳ καὶ αἰχμαλωτίσας αἰχμαλωσίαν ἄπειρον. Ἦν δὲ καὶ τοῖς ἀπελάταις
40οὐ καλὸς φίλος, ἁρπάζων αὐτῶν τὰ λάφυρα. Καὶ ἰδόντες αὐτὸν ὑπὸ τοῦ τυράν‐ νου καταφρονηθέντα καὶ ῥαβδισθέντα, εἶς τῶν ἀζαπίδων λίθον ἄρας καὶ κατὰ κόρης κρούσας ἐξώρυξε τὸν ἕνα ὀφθαλμὸν αὐτοῦ. Αἱ δὲ νῆαι ἐλθοῦσαι ἐν τῷ λιμένι καὶ οἱ τῆς Πόλεως χαλάσαντες τὴν ἅλυσιν ἔδωκαν εἴσοδον αὐταῖς.

38

.

8

Τότε ὁ τύραννος ἰδὼν τὰς νῆας τὰς μεγάλας ὀκτὼ οὔσας, τὰς μικρὰς ἐπέκεινα τῶν κʹ καὶ τριήρεις βασιλικὰς καὶ τριήρεις τῶν Βενετίκων καὶ ἄλλα πλεῖστα μικρά, ἔγνω, ὡς οὐκ ἔστι δυνατόν, τοῦ κατασχεῖν τὸν λιμένα· καὶ τεχνά‐ ζεται γενναῖόν τι καὶ ἀνδρεῖον σόφισμα. Προστάττει τοῦ εὐθυδρομηθῆναι τὰς
5νάπας τὰς ὄπισθεν κειμένας τοῦ Γαλατᾶ ἀπὸ τὸ μέρος τὸ πρὸς ἀνατολὴν κάτω‐ θεν τοῦ Διπλοῦ Κίονος ἕως τὸ ἄλλο μέρος τοῦ Γαλατᾶ τὸ πρὸς τὸν αἰγιαλὸν τοῦ Κερατίου κόλπου κείμενον ἄντικρυ Κοσμιδίου. Καὶ ποιήσαντες τὴν ὁδὸν ὁμαλήν, ὅσον ἐδύναντο, διὰ τῶν φαλαγκίων ἐπιβιβάσας τὰς διήρεις καὶ τὰ ἱστία πτερώ‐
σας ἐκέλευσεν ἕλκειν διὰ ξηρᾶς ἐκ τοῦ πορθμοῦ τοῦ Ἱεροῦ Στομίου καὶ εἰσάγειν337
10εἰς τὸν Κεράτιον κόλπον τὰ πλοῖα, ὃ καὶ γέγονεν. Ἥλκοντο δὲ τὰ σκάφη καὶ ἐν ἑκάστῳ πρωρεὺς καὶ ἄλλος ἐπὶ τῶν οἰάκων καθήμενος· ἕτερος δὲ τὸ πτερὸν κρατῶν τὸ ἱστίον ἐτίνασεν· ἄλλος τύμπανον, ἕτερος σάλπιγγα κρούων ἐμελῴδει θαλάσσιον μέλος. Καὶ ἐξ οὐρίας πλέοντες τὰς νάπας καὶ τοὺς ῥύακας, τὴν ξη‐ ρὰν διήρχοντο, ἕως οὗ καταντήσαντες ἐν τῇ ὑγρᾷ ταύτας ἀνήγαγον, ὀγδοήκοντα
15τὸν ἀριθμὸν αἱ διήρεις ὑπάρχουσαι· τὰς δὲ λοιπὰς ἔασεν ἐκεῖ. Τίς εἶδε τοιοῦτον ἢ τίς ἤκουσεν; Ὁ Ξέρξης τὴν θάλασσαν ἐγεφύρωσεν καὶ ὡς ξηρὰν ὁ τοσοῦτος στρατὸς ἐπάνω ταύτης διῆλθεν. Οὗτος δὲ ὁ νέος Μακεδὼν καί, ὡς ἐμοὶ δοκεῖ. τῶν γενεῶν αὐτοῦ τύραννος ὕστατος τὴν γῆν ἐθαλάσσωσεν καὶ ὡς κατὰ κυμάτων τὰ πλοῖα κατὰ τῶν κορυφῶν τῶν ὀρέων ἐπέζευξεν. Ἀλλ’ ὑπὲρ τὸν Ξέρξην οὗτος·
20καὶ γὰρ ἐκεῖνος διαβὰς τὸν Ἑλλήσποντον, παρὰ τῶν Ἀθηναίων αἰσχύνην ἐνδυ‐ θεὶς ὑπέστρεψεν, οὗτος δὲ τὴν ξηρὰν ὡς ὑγρὰν διαβὰς τοὺς Ῥωμαίους ἠφάνι‐ σεν καὶ τὰς χρυσᾶς ὄντως Ἀθήνας τὰς κοσμούσας τὸν κόσμον, τὴν βασιλίδα τῶν πόλεων εἷλεν.

38

.

9

Ταῦτα μὲν διὰ θαλάσσης, διὰ δὲ ξηρᾶς τὴν χωνείαν ἐκείνην τὴν παμ‐ μεγέθη φέρων, ἀντικρὺ τοῦ τείχους ἔστησεν ἐν τῇ πύλῃ τοῦ ἁγίου Ῥωμανοῦ πλησίον. Καὶ λαβὼν σημεῖον ὁ τεχνίτης, εἶχε γὰρ ἐκ πλαγίου φωλεὰς δύο κατε‐ σκευασμένας, χωρούσας πέτρας ὡς λιτρῶν ... αὐτοφυῶς τεχνασμένας, καὶ ὅτε
5ἠβούλετο ἀπολύειν τὴν μεγάλην, ἐσημειοῦτο τὸν τόπον πρῶτον, πέμπων τὴν μι‐ κράν, καὶ τότε στοχαστικῶς ἐσφενδόνει τὴν μεγίστην. Καὶ κρούσας τὴν πρώτην βολὴν καὶ ἀκούσαντες τοῦ κτύπου οἱ τῆς πόλεως, ἐννεοὶ γεγόνασι καὶ τὸ „Κύριε ἐλέησον“ ἔκραζον.

38

.

10

Ἦν δὲ τότε κατὰ τὸ ἔθος εὑρεθεῖσα ἡ εἰκὼν τῆς πανυπεράγνου Θεο‐ τόκου τῇ ἑβδομάδι τῆς διακαινησίμου ἐν τῷ παλατίῳ· καὶ ἔκτοτε συχνάκις ἐλι‐
τάνευον ἐν τῇ μονῇ τῆς χώρας· καὶ ἡ εἰκὼν ἐκεῖ ἵστατο μέχρις ἁλώσεως. Τότε ἐπληροῦτο τὸ ῥηθὲν παρὰ τοῦ Θεοῦ διὰ τοῦ Ἰερεμίου λέγοντος· „Ἵνα τί μοι339
5λίβανον ἐκ Σαβὰ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστιν δεκτὰ καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδού, ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. Τάδε λέγει Κύ‐ ριος· Ἰδού, λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ καὶ ἔθνος μέγα· καὶ βασιλεῖς πολλοὶ ἐξε‐
10γερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς, τόξον καὶ ζιβύνην κρατήσουσιν. Ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει. Φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα. Ἑφ’ ἵπποις καὶ ἅρμασι παρατάξονται ὥσπερ πῦρ εἰς πόλεμον ἐπὶ σέ, θύγατερ Συών.“

38

.

11

Ὁ δὲ σοφιστὴς τῆς κακίας ἐκείνης, ὁ τεχνίτης τί μέθοδον ἐπίστατο τοῦ μὴ διαρραγῆναι τὴν χωνείαν; Καὶ γὰρ εἴδαμεν χωνείας ἀπολυούσας προβό‐ λους· μετὰ γοῦν τὸ ἀπολυθῆναι τοῦ σκεύους, εἰ καὶ μὴ ἐφυλάττετο σκεπαζομένη ὑπὸ πίλων ἐξ ἐρίων παχέων, παρευθὺς ὡς ὕελος διεῤῥήγνυτο· καὶ μετὰ τοσαύτην
5ἐπισκοπήν, ἢ δὶς ἢ τὸ πλέον τρὶς ἀποπέμπων, ἐσχίζετο τοῦ ἀέρος χωροῦντος ἐν τοῖς κοίλοις τῶν μετάλλων ὑποβαθύμασιν. Οὗτος δὲ τί ἐποίει; Μετὰ τὸ σφενδο‐ νισθῆναι τὴν πέτραν, τῆς χωνείας ζεούσης ἀπὸ τῆς θερμότητος τοῦ νίτρου καὶ τοῦ τεάφου, παρευθὺ κατέβρεχεν αὐτὴν ἐλαίῳ καὶ σὺν τούτῳ ἐπληροῦντο τὰ ἔνδον αὐτῆς ἀερώδη πάθη καὶ οὐκ ἐνήργει τὸ ψυχρὸν λεανθὲν ὑπὸ τῆς τοῦ ἐλαίου
10θερμότητος καὶ ἐβάσταζε τὸν κόπον εὐκόλως ἄχρις οὗ ὑπούργησε τὸν ὄλεθρον τῆς Πόλεως· καὶ ἔτι μετὰ ταῦτα φυλάττεται σώα καὶ ἐνεργεῖ πρὸς τὸ τοῦ τυράν‐ νου θέλημα.

38

.

12

Κρούσας οὖν καὶ διασείσας τὸ τεῖχος, ἠβουλήθη ἐκ δευτέρου ἐν αὐ‐ τῷ τῷ τόπῳ βαλεῖν ἄλλον ἕνα λίθον. Τυχὼν δὲ ὁ ἀποκρισιάριος τοῦ Ἰάγκου ἐκεῖ, ἔσκωψε τὴν βολὴν λέγων· „Εἰ βούλει καταπεσεῖν εὐκόλως τὰ τείχη, μετάθες τὴν σκευὴν ἐν ἄλλῳ μέρει τοῦ τοίχου ἀπέχοντι ἀπὸ τῆς πρώτης βολῆς ὀργυιὰς εʹ
5ἢ ἕξ, καὶ τότε ἐξισῶν τὴν πρώτην, ἄφες ἑτέραν βολήν. Τῶν δύο οὖν ἄκρων
κρουσθέντων ἐπιμελῶς, τότε βάλλε καὶ τρίτην, ὡς εὑρεθῆναι τὰς τρεῖς βολὰς εἰς τριγώνου σχῆμα· καὶ τότε ὄψει τὸν τοιοῦτον τοῖχον εἰς γῆν καταπίπτον‐ τα.“—Ἤρεσεν οὖν ἡ βουλὴ καὶ οὕτως πέπραχεν ὁ τεχνίτης καὶ οὕτως ἀπέβη.341

38

.

13

Πόθεν δὲ παρακινηθεὶς ὁ Οὖγγρος οὕτως τὴν βουλὴν ταύτην τῷ τυ‐ ράννῳ δέδωκεν, ἤδη λέξω. Ὁ ῥὴξ τῆς Οὐγγρίας τὴν βασιλείαν τῶν Ῥωμαίων ἐν ἐκείνῳ τῷ ἔτει παραλαβὼν καὶ στεφθεὶς παρὰ τοῦ πάπα Νικολάου καὶ ἀνα‐ ζωσάμενος τὴν ἀρχὴν αὐτοῦ, ἐξεβλήθη τῆς ἐπιτροπικῆς ἐξουσίας ὁ Ἰάγκος καὶ
5ἀνελάβετο τὴν πᾶσαν φροντίδα τῆς ἀρχῆς ὁ ῥὴξ καὶ βασιλεύς. Ἔχων δὲ ὅρκους μετὰ τοῦ Μεχέμετ ἀγάπης προσδιοριτικῆς τριῶν ἐτῶν, ἤδη πληρωθέντος τοῦ ἑνὸς καὶ ἡμίσεος, ἐμήνυσε τῷ Μεχέμετ λέγων, ὡς· „Ἐγὼ τὴν βασιλείαν παρέδωκα τῷ κυρίῳ μου καὶ ἀπὸ τοῦ νῦν οὐκ εἰμὶ τοῦ δεφενδεύειν, ἃ ὑπεσχέθην: λαβὲ τὰ ἔγγραφα, ἃ ἔδωκας, καὶ δὸς τὰ ἡμέτερα καὶ ἔσο, ὡς βούλει, μετὰ τοῦ ῥηγὸς τῆς
10Οὐγγρίας.“—Αὕτη ἦν ἡ αἰτία τῆς ἀφίξεως. Περὶ δὲ τῆς βουλῆς, ἧς οὐκ ἔδει συμβουλεῦσαι ὡς ὑπάρχων χριστιανός, οὕτως ἀκούσας γράφω. Λέγεται, ὅτι μετὰ τὴν τρίτην ἧτταν, ἣν φθάσας ὁ λόγος ἐδήλωσεν, φυγὼν ὁ Ἰάγκος καὶ οὐχ ὡς ἤθελεν ἢ ὡς ἔπρεπε, καταλαβὼν τὰ οἰκεῖα, ἔτυχέ τινος τῶν πνευματοφό‐ ρων ἀνδρῶν διηγούμενος τὰ τῆς ἥττης καὶ ἀδημονῶν, πῶς ἡ τύχη τὰ τῶν Ῥω‐
15μαίων κατέλιπεν καὶ πρὸς τοὺς ἀσεβεῖς χαροπὸν ἔβλεψεν. Ὁ δὲ γέρων ἀπεκρί‐ νατο: „Ἴσθι, τέκνον, εἰ μὴ παντελὴς φθορὰ τοῖς Ῥωμαίοις ἐπέλθοι, οὐκ ἐπιγε‐ λάσει τοῖς χριστιανοῖς ἡ τύχη· δεῖ γὰρ τὴν Πόλιν ὑπὸ τῶν Τούρκων φθαρῆναι καὶ οὕτω τὰ τῶν χριστιανῶν δυστυχήματα τέλος ἕξουσι.“—Ἔχων οὖν ἐν ὠσὶ τὴν ἀπαίσιον ταύτην προφητείαν ὁ τοῦ Ἰάγκου ἄγγελος ἐπεθύμει συντομώτερον
20τὴν πόλιν ἁλῶναι καὶ διὰ τοῦτο τὴν βουλήν, πῶς δεῖ καὶ πῶς μέλλει τὸ τεῖχος εὐκόλως πεσεῖν, ἐδίδασκε.

38

.

14

Πεσόντα δὲ δύο τείχη, ἔχοντα ἐν τῷ μέσῳ πύργον ἕνα,—καὶ ὁ πρὸς τῇ πύλῃ πύργος τοῦ ἁγίου Ῥωμανοῦ,—ἔκειντο χαμαί, ὁρῶντες τοὺς ἔνδον καὶ ὁρώμενοι ὑπ’ αὐτῶν.

38

.

15

Ὁ δὲ Ἰουστινιανὸς Ἰωάννης γενναίως ἐμάχετο σὺν πᾶσι τοῖς ὑπ’ αὐτὸν καὶ τοῖς τοῦ παλατίου, ἔχοντες ἐκ τοῦ Γαλατᾶ μέρος οὐκ ὀλίγον ἀνδρῶν ἐνόπλων. Καὶ γὰρ ἦσαν αὐτοὶ δεικνύντες ἀγάπην καὶ ἐξερχόμενοι διῆγον ἐν τῷ κάμπῳ
τοῦ φωσάτου ἀφόβως καὶ τὰ ζητούμενα χρειώδη ἐδίδοσαν ἀφθόνως τῷ τυράννῳ343
5καὶ ἔλαιον διὰ τὰς σκευὰς καὶ ἄλλο, εἴ τι αἰτοῦντες οἱ Τοῦρκοι ἐφαίνοντο. Τοῖς δὲ Ῥωμαίοις, κρύφα καὶ διὰ τῆς νυκτὸς διαβαίνοντες, τὴν ἡμέραν πᾶσαν συμμα‐ χοῦντες ἦσαν· τῇ δ’ ἐπιούσῃ νυκτὶ ἐναλλαττόμενοι, ἄλλοι ἐν τῇ Πόλει καὶ αὐτοὶ ἐν τοῖς οἴκοις καὶ τῷ φωσάτῳ διέτριβον διὰ τὸ λανθάνειν τοὺς Τούρκους.

38

.

16

Οἱ δὲ Βενέτικοι ἐν τῇ Βασιλικῇ Πύλῃ μέχρι τοῦ Κυνηγοῦ σὺν Ῥω‐ μαίοις ὁμοῦ τοῖς Τούρκοις ἐμάχοντο.

38

.

17

Ὁ δὲ μέγας δούκας σὺν φʹ ἐνόπλοις ἐν τῇ πόλει περιεπόλευεν, θαῤῥύ‐ νων ἁπανταχοῦ τοὺς στρατιώτας καὶ στοχαζόμενος τὰς βίγλας καὶ ἐρευνῶν τοὺς παραλειπομένους. Καὶ τοῦτο ἐποίουν καθ’ ἑκάστην ἡμέραν. Οὐ γὰρ ἐσυνεκρότησε πόλεμον ἀληθῆ ὁ ἀλάστωρ ἐκδεχόμενος τὴν ὥραν τὴν σκοπευομένην παρὰ τῶν
5μάντεων.

38

.

18

Ὁ Βασιλεὺς δὲ ἰδὼν τὰ τείχη πεσόντα καὶ κακὸν σημεῖον κατὰ τῆς πόλεως καὶ κατ’ αὐτοῦ κρίνων τὴν πτῶσιν,—καὶ γὰρ οὐκ ἔτυχεν ἀπὸ τοὺς και‐ ροὺς Κωνσταντίνου τοῦ ἁγιωτάτου ἐν τοσούτοις πολέμοις Σκυθικοῖς, Περσικοῖς, Ἀραβικοῖς τοῦ γενέσθαι πτῶσιν ἑνὸς λίθου βαροῦντος λίτρας μιᾶς, τότε δὲ το‐
5σοῦτον ἑώρα καὶ τόσον στρατὸν ἀναρίθμητον καὶ στόλον βαρὺν καὶ πλατεῖαν ὁδόν,—ἀπεγνώκει, ἀπήλπισεν· καὶ στείλας πρέσβεις ἐδέετο τοῦ τυράννου, ἵνα, ὅσον βούλεται τέλος κατ’ ἔτος καὶ ὑπὲρ τὴν δύναμιν καὶ ἄλλα ζητήματα, μόνον ἀναχωρῆσαι τῶν ἐκεῖ, δοῦναι, καὶ εἰρήνην ἀσπάσασθαι. Ὁ δὲ τύραννος εἶπεν· „Οὐκ ἔστι δυνατὸν ἀναχωρῆσαί με. Ἢ τὴν Πόλιν λαμβάνω ἢ ἡ Πόλις λαμβά‐
10νει με ἢ ζῶντα ἢ τεθνεῶτα. Εἰ μὲν βούλει τοῦ ἀναχωρῆσαι ταύτης μετ’ εἰρήνης, δίδωμοί σοι τὴν Πελοπόννησον καί, αὐτοὺς τοὺς σοὺς ἀδελφούς, δώσω ἑτέρας
ἐπαρχίας καὶ ἐσόμεθα φίλοι. Εἰ δ’ οὐ παραχωρήσεις μοι τὴν εἴσοδον εἰρηνικῶς καὶ διὰ μάχης εἰσέλθω, πάντας τοὺς μεγιστᾶνάς σου σὺν σοὶ πατάξω ῥομφαίᾳ καὶ τὸν λοιπὸν ἅπαντα λαὸν τῷ βουλομένῳ παντί, τῷ ἡμετέρῳ στρατῷ χορηγήσω345
15πραιδεῦσαι· κἀμοὶ ἡ Πόλις ἀρκεῖ μοι κενή.“—Ταῦτα ὁ βασιλεὺς ἀκούσας καὶ μηδ’ ὁπωσοῦν ἐν τῷ νοῒ βαλών, οὐ γὰρ ἦν δυνατὸν παραδοθῆναι τὴν Πόλιν τοῖς Τούρκοις ἐκ τῶν χειρῶν τῶν Ῥωμαίων· εἰ γὰρ εἶχε τοῦτο γενέσθαι, ποίαν ὁδὸν ἢ ποῖον τόπον ἢ πόλιν εἶχον μετοικῆσαι χριστιανῶν τοῦ μὴ καταπτύειν καὶ ὀνει‐ δίζειν καὶ σφακελίζειν τοὺς Ῥωμαίους; Οὐχὶ μόνον χριστιανοί, ἀλλὰ καὶ αὐτοὶ
20Τοῦρκοι καὶ Ἑβραῖοι εἶχον ἐξουθενεῖν αὐτούς.

38

.

19

Τότε ὁ Λόγγος Ἰουστινιανὸς ἐσκέψατο διὰ τῆς νυκτὸς προσεγγίσαι ταῖς διήρεσι καὶ ἐμπρῆσαι ταύτας. Καὶ δὴ ἑτοιμάσας μίαν τῶν τριήρεων καὶ βαλὼν ἐν αὐτῇ τοὺς δοκιμωτάτους τῶν Ἰταλῶν καὶ παντοῖα μηχανικὰ σκεύη, ἵσταντο ἐκδεχόμενοι τὴν ὥραν. Οἱ δὲ Γενουῗται τοῦ Γαλατᾶ μαθόντες τὸ δρώμε‐
5νον ἀπήγγειλαν τοῖς Τούρκοις. Οἱ δὲ τῇ νυκτὶ ἐκείνῃ ἄγρυπνοι διανυκτερεύσαν‐ τες καὶ σκευὰς ἑτοίμους παραταξάμενοι τοὺς Λατίνους ἐκδέχοντο. Οἱ δὲ Λα‐ τῖνοι μὴ γνῶντες τὸ μηνυθὲν παρὰ τῶν τοῦ Γαλατᾶ εἰς τοὺς ἀσεβεῖς, περὶ μέσας νύκτας ἄρασα τὰς ἀγκύρας ἡ τριήρης ἀψοφητὶ τοῖς πλοίοις πλησιάζουσα ἦν. Οἱ δὲ Τοῦρκοι ἐν τῇ βοτάνῃ τῆς σκευῆς πῦρ βαλόντες, ἦσαν γὰρ ἐν ὅλῃ τῇ
10νυκτὶ ἐγρηγορότες, καὶ δὴ ἐκπεμφθεὶς ὁ λίθος κατὰ τῆς τριήρεως καὶ σὺν ἤχῳ πλείστῳ κρούσας αὐτήν, ἔβαλε κάτω ὑποβρύχιον σὺν τοῖς ἐπιβάταις πέμψας εἰς βυθόν. Τοῦτο τοὺς Λατίνους εἰς φόβον καὶ ἀγωνίαν οὐ μικρὰν ἐνέβαλε καὶ τὸν Ἰωάννην οὐκ εἰς μικρὰν ἀθυμίαν. Ἦσαν γὰρ οἱ καταποντισθέντες ἅπαντες ἐκ τῆς αὐτοῦ νηός, εὔζωνοι νέοι καὶ λίαν πολεμισταί, ὑπὲρ τοὺς ρνʹ. Οἱ δὲ Τοῦρκοι
15ἐπαρθέντες ἐπὶ τῇ εὐδοκιμίᾳ καὶ φωνὴν μεγάλην ἄραντες σὺν ἀλαλαγμῷ, πάν‐ τες καὶ οἱ ἐν τοῖς πλοίοις καὶ οἱ ἐν ταῖς σκηναῖς, τόσον ἦχον ἐν οὐρανοῖς ἐξέ‐ πεμψαν, ὡς δοκεῖν τὸ κλίμα ἐκεῖνο τῆς γῆς σείεσθαι· καὶ ἐκ τοῦ φόβου καὶ οἱ τῆς Πόλεως καὶ οἱ τοῦ Γαλατᾶ πάντες ἐβόων.

38

.

20

Ἡμέρας οὖν γενομένης καὶ χαρμοσύνως τε καὶ εὐθαρσῶς καταπολε‐ μίζοντες, ἐναβρυνόμενοι ἐπὶ τῇ ἀπροσδοκήτῳ καταβολῇ τῆς τριήρεως, ἄλλον λί‐ θον καὶ αὐτὸν παμμεγέθη τῇ φωλεᾷ τῆς χωνείας ἐνήρμοσαν· καὶ δὴ ἱσταμένης μιᾶς νηὸς ἐν τῇ πύλῃ τοῦ Γαλατᾶ ἐγγύς, φερούσης φόρτον ἐμπορικὸν παντοίων
5εἰδῶν καὶ μελλούσης ἐν Ἰταλίᾳ πλέειν, ἦν γὰρ καὶ ἡ ναῦς καὶ ὁ φόρτος τῶν ἐμπόρων τοῦ Γαλατᾶ, ἀφέντες οἱ Τοῦρκοι τὸν λίθον, διέῤῥηξε τὴν γαστέρα τῆς νηὸς καὶ διαῤῥαγείσης ἄρδην κατεποντίσθη ἐν τῷ βυθῷ. Τοῦτο τὸ δῶρον ἀντά‐ μειψις τῆς ἀκραιφνοῦς φιλίας, ἧς ἐπεδείξαντο Τοῦρκοι τοὺς Γαλατινούς. Ἀπῄεσαν γὰρ ἐν τοῖς μεγιστάνοις αὐτῇ τῇ ἡμέρᾳ βοῶντες, ὡς· „Ἡμεῖς φίλοι ὄντες καὶ347
10τὰ τῆς φιλίας πράττοντες ἐσημάναμεν τὴν ἔλευσιν τῆς τριήρεως· καὶ γὰρ εἰ οὐκ ἐστὲ παρ’ ἡμῖν ἐνωτισθέντες τὴν ἔλευσιν αὐτῆς, εἰς κενὸν ἂν ἦσαν οἱ τόσοι κόποι τῶν διὰ ξηρᾶς εἰσαχθέντων ἐν τῷ λιμένι ὀγδοήκοντα πλοίων· τέφρα γὰρ ἔμελλον γεγονέναι καὶ κόνις παρὰ τῶν Ῥωμαίων. Ὑμεῖς δὲ τὴν ἀντιμισθίαν πληρώσαντες, ἐποιήσατε ἡμῖν τὴν τοσαύτην ζημίαν.“—Οἱ δὲ μεσάζοντες ἀπεκρί‐
15ναντο, ὅτι· „Μὴ γινώσκοντες ὑμετέραν εἶναι τὴν ναῦν, ἀλλὰ θαῤῥοῦντες τῶν ὑπεναντίων εἶναι, τοῦτο καὶ πεπράχαμεν. Ἔχετε οὖν θάῤῥος καὶ εὔχεσθε τοῦ λαβεῖν ἡμᾶς τὴν πόλιν, καὶ γὰρ ἤδη πάρεστιν καὶ ὁ καιρὸς ἐγγύς ἐστιν, καὶ τότε πᾶσα ζημία καὶ πᾶν ἕτερον τὸ ὀφειλόμενον ὑμῖν δοθήσεται.“—Σὺν τού‐ τοις τοῖς μειλιχίοις λόγοις ἀπῄεσαν, μὴ εἰδότες οἱ ἄθλιοι, ὅτι καὶ αὐτοὶ καὶ ἡ
20πόλις αὐτῶν, ὡς ἡ Κωνσταντίνου, οὕτω καὶ αὐτοὶ ψενήσονται μετ’ ὀλίγον.

38

.

21

Ὁ δὲ τύραννος κατεσκεύασε καὶ γέφυραν ξύλινον, ἀπὸ τῶν τοῦ Γα‐ λατᾶ βλέπων εἰς Κυνηγόν. Ἡ δὲ κατασκευὴ ἦν οὕτως ἀθροίσας κελεύσει οἰνο‐ δόχα ἀγγεῖα ὑπὲρ τὰ χίλια καὶ δήσας καλωδίοις εἰς πλάτος, ὅσον τὰ δύο ἀγγεῖα κατὰ μῆκος τίθενται, ὁρμαθὸν ἕνα καὶ ἔτερον πάλιν ὁρμαθὸν ὅμοιον τῷ πρώ‐
5τῳ, εἶτα συνάψας καὶ συναρμόσας τοὺς δύο ὁρμαθοὺς καὶ δοκοὺς ἐκ τῶν δύο μερῶν προσηλώσας, σανίδας κατέστρωσεν. Καὶ ἐγεγόνει εἰς πλάτος ἡ γέφυρα, ὥστε ἀπόνως πέντε κατὰ πλάτος διέρχεσθαι στρατιώτας πεζούς.

39

.

1

Ἀπαρτίσας οὖν τὰ πάντα, ὡς αὐτῷ ἐδόκει καλῶς, ἔπεμψεν ἔνδον λέγων τῷ βασιλεῖ· „Γίνωσκε τὰ τοῦ πολέμου ἤδη ἀπηρτίσθαι· καὶ καιρός ἐστιν ἀπὸ τοῦ νῦν πρᾶξαι τὸ ἐνθυμηθὲν πρὸ πολλοῦ παρ’ ἡμῖν νῦν· τὴν δὲ ἔκβασιν τοῦ σκοποῦ τῷ Θεῷ ἀφίεμεν. Τὶ λέγεις; Βούλει καταλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν,
5ἔνθα καὶ βούλει, μετὰ καὶ τῶν σῶν ἀρχόντων καὶ τῶν ὑπαρχόντων αὐτοῖς, κα‐ ταλιπὼν τὸν δῆμον ἀζήμιον εἶναι καὶ παρ’ ἡμῶν καὶ παρὰ σοῦ; ἢ ἀντιστῆναι καὶ σὺν τῇ ζωῇ καὶ τὰ ὑπάρχοντα ἀπολέσεις σύ τε καὶ οἱ μετὰ σέ, ὁ δὲ δῆμος αἰχμαλωτισθεὶς παρὰ τῶν Τούρκων διασπαρῶσιν ἐν πάσῃ τῇ γῇ;“—Ὁ βασι‐ λεὺς δ’ ἀπεκρίνατο σὺν τῇ συγκλήτῳ· „Εἰ μὲν βούλει, καθὼς καὶ οἱ πατέρες σου349
10ἔζησαν, εἰρηνικῶς σὺν ἡμῖν συζῆσαι καὶ σύ, τῷ Θεῷ χάρις. Ἐκεῖνοι γὰρ τοὺς ἐμοὺς γονεῖς ὡς πατέρας ἐλόγιζον καὶ οὕτως ἐτίμων, τὴν δὲ πόλιν ταύτην ὡς πατρίδα· καὶ γὰρ ἐν καιρῷ περιστάσεως ἅπαντες ἐντὸς ταύτης εἰσιόντες ἐσώθη‐ σαν καὶ οὐδεὶς ὁ ἀντισταίνων ἐμακροβίω. Ἔχε δὲ καὶ τὰ παρ’ ἡμῖν ἁρπαχθέντα ἀδίκως κάστρα καὶ γῆν ὡς δίκαια καὶ ἀπόκοψον καὶ τοὺς φόρους τόσους, ὅσους
15κατὰ τὴν ἡμετέραν δύναμιν, κατ’ ἔτος τοῦ δοῦναί σοι καὶ ἄπελθε ἐν εἰρήνῃ. Τί γὰρ οἶδας, εἰ θαῤῥῶν κερδᾶναι εὑρεθῇς κερδανθείς; Τὸ δὲ τὴν πόλιν σοι δοῦναι, οὐτ’ ἐμόν ἐστιν οὐτ’ ἄλου τῶν κατοικούντων ἐν ταύτῃ· κοινῇ γὰρ γνώ‐ μῃ πάντες αὐτοπροαιρέτως ἀποθανοῦμεν καὶ οὐ φεισόμεθα τῆς ζωῆς ἡμῶν.“—

39

.

2

Ταῦτα ἀκούσας ὁ τύραννος καὶ ἀπογνοὺς τὴν εἰρηνικὴν τῆς Πόλεως προδοσίαν, ὥρισεν διαλαλιὰς γενέσθαι ἐν πάσῃ τῇ στρατιᾷ καὶ ἐδήλωσε τὴν ἡμέραν τοῦ πολέμου, ὀμόσας ὡς οὐκετ’ ἄλλο χρῄζει κέρδος πλὴν τὰς οἰκοδομὰς καὶ τὰ τείχη τῆς πόλεως, τὸν δ’ ἄλλον ἅπαντα θησαυρὸν καὶ αἰχμαλωσίαν·
5„ἔστωσαν ὑμῶν κέρδη.“—Τότε οἱ πάντες εὐφήμησαν.

39

.

3

Ἑσπέρας δὲ γενομένης κήρυκας κύκλῳ τοῦ στρατοπέδου στείλας ἐπρόσ‐ ταττεν, ἐν πάσῃ σκηνῇ φῶτα μεγάλα καὶ πυρκαϊὰς ἀνάψαι καὶ τῶν φώτων ἀναφθέντων πάντας σὺν ἤχῳ καὶ βοῇ ἀλαλάξαι τὴν μιαρὰν αὐτῶν φωνὴν τὴν δηλοῦσαν τὴν αὐτῶν ἀσέβειαν. Καὶ ἦν ἰδεῖν καὶ ἀκοῦσαι ξένον τέρας· τὰ γὰρ
5φῶτα ὑπερεκχυθέντα ἐν γῇ καὶ θαλάσσῃ ὑπὲρ τὸν ἥλιον ἔλαμπον τὴν πᾶσαν Πό‐ λιν, τὸν Γαλατᾶν, τὰς νῆας ἁπάσας καὶ τὰ πλοῖα. Πέρα, τὸ Σκουτάριον καὶ ἡ
ἐπιφάνεια πᾶσα τῆς ὑγρᾶς τοσοῦτον ὑπερήστραπτον, ὅσον εἴποι τις κεραυνοῦ δί‐ κην. Καὶ γὰρ εἴθε ἦν κεραυνὸς οὐ φωτίζων μόνον, ἀλλὰ καὶ κατακαίων καὶ δα‐ πανῶν· Οἱ δὲ Ῥωμαῖοι ἐδόκουν πῦρ ἐμπεσεῖν ἐν τῷ στρατεύματι καὶ κατέτρεχον351
10ἕως τοῦ ἐρειπίου. Καὶ ὁρῶντες αὐτῶν τὰς ὀρχήσεις καὶ τὰς εὐφροσύνως ἀκούον‐ τες ἀλαλαγὰς τὰς γινομένας, προεώρων τὸ μέλλον καὶ σὺν καρδίᾳ συντετριμμέ‐ νῃ πρὸς τὸν Θεὸν ἔλεγον· „Κύριε φεῖσαι ἡμᾶς τῆς δικαίας σου ἀπειλῆς καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ ἀντικειμένου.“—Οἱ δὲ δημόται μόνον ἰδόν‐ τες τὴν τοσαύτην θέαν καὶ τὴν βοὴν ἀκούσαντες, ὡς ἡμιθανεῖς ἔπνεον μὴ δυ‐
15νάμενοι ἕλκειν πνεῦμα μήτ’ ἀποφυσᾶν.

39

.

4

Ὁ δὲ Ἰωάννης διὰ τῆς νυκτὸς ἐκείνης ἀγωνισάμενος καὶ κελεύσας τὰς κληματίδας ἁπάσας τὰς εὑρισκομένας ἐν τῇ πόλει συναγαγεῖν καὶ τεθῆναι ἐν τοῖς ἐρειπίοις, κατασκευάσας ἄλλην τάφρον ἔνδοθεν, τοῦ φυλάττεσθαι τὰ τείχη τὰ φθαρέντα, οἱ δὲ Ῥωμαῖοι ἰδόντες τὴν εἰσοδοέξοδον αὐτῶν φανερὰν γενομένην
5καὶ μὴ δυναμένους ἐξιέναι ἔξω τῆς πύλης καὶ ἀντίστασθαι τοῖς Τούρκοις ἐν τῷ ἐξωκάστρῳ, ἀπερικαλύπτους ὄντας, τῶν τειχέων καταπεσόντων, ἦσάν τινες τῶν γερόντων ἐπιστάμενοι παραπόρτιον ἓν πρὸ πολλῶν χρόνων ἀσφαλῶς πεφραγμέ‐ νον, ὑπόγαιον, πρὸς τὸ κάτωθεν μέρος τοῦ παλατίου. Καὶ δηλώσαντες τῷ βασι‐ λεῖ, διὰ προστάξεως αὐτοῦ ἠνοίχθη· καὶ ἐξήρχοντο ἐξ αὐτοῦ περισκεπόμενοι
10τοῖς τείχεσι τοῖς ὑγιαίνουσι καὶ ἀντεμάχοντο τοῖς Τούρκοις ἐν τῷ περιβολαίῳ. Τὸ δὲ ὄνομα τῆς κρυφῆς ἐκείνης πύλης ἐκαλεῖτό ποτε Κερκόπορτα.

39

.

5

Ὁ δὲ τύραννος ἤρξατο ἡμέρᾳ Κυριακῇ συνάπτειν πόλεμον καθολικόν. Καὶ δὴ ἑσπέρας γενομένης οὐκ ἔδωκεν ἀνάπαυσιν τοῖς Ῥωμαίοις τῇ νυκτὶ ἐκεί‐
νῃ. Ἦν γὰρ ἡ Κυριακὴ ἐκείνη τῶν ἁγίων πάντων, ἄγων ὁ Μάϊος ἡμέρας κζʹ.353

39

.

6

Ἐπιφωσκούσης δὲ τῆς ἡμέρας συνῆψε πόλεμον οὐ τόσον ἄχρις ὥρας ἐννάτης, μετὰ δὲ τὴν ἐννάτην διεῖλε τὸν στρατὸν ἀπὸ τοῦ παλατίου μέχρι τῆς Χρυσῆς. Καὶ τὰ ὀγδοήκοντα πλοῖα ἀπὸ τῆς Ξυλοπόρτης ἄχρι τῆς Πλατέας, τὰ δὲ ἕτερα τὰ ἱστάμενα ἐν τῷ Διπλοκιονίῳ περιεκύκλωσαν ἀπὸ τῆς Ὡραίας Πύ‐
5λης, διαβάντα τὸν Μέγα Δημήτριον τὴν ἀκρόπολιν καὶ τὴν Πόρταν τὴν μικρὰν τὴν ἐν τῇ μονῇ τῆς Ὁδηγητρίας. Καταβάντες τὸ μέγα παλάτιον καὶ διαβάντες τὸν λιμένα περιεκύκλωσαν ἄχρι τοῦ Βλάγκα, ἕκαστον αὐτῶν ἔχον ἀνὰ κλίμακα ἰσόσταθμον τοῖς τείχεσι καὶ παντοίαν ἄλλην παρασκευήν.

39

.

7

Δύναντος οὖν τοῦ ἡλίου τὸ ἐνυάλιον ἤχησε καὶ αὐτὸς ὁ τύραννος ἔφιπ‐ πος τῇ δευτέρᾳ ἑσπέρας· καὶ ἦν ἡ παράταξις μεγάλη σφόδρα. Ἐμάχετο οὖν κα‐ τὰ πρόσωπον τῶν πεσόντων τειχέων σὺν τοῖς αὐτοῦ πιστοῖς δούλοις νέοις καὶ πανάλκεσιν· ὑπερμαχοῦντες ὡς λέοντες ἐπέκεινα τῶν δέκα χιλιάδων, ἐξόπισθεν
5δὲ καὶ ἐκ πλαγίων ἄνδρες μάχιμοι ἱππόται ὑπὲρ τὰς ρʹ χιλιάδας, ἐν δὲ τοῖς κάτω μέρεσιν ἄχρι τοῦ λιμένος τῆς Χρυσῆς ἕτεραι ἑκατὸν καὶ ἐπέκεινα καὶ ἀπὸ τοῦ τόπου, οὗ ἵστατο ὁ ἡγεμών, ἕως τοῦ παλατίου τὰς ἄκρας ἕτεραι πεντήκοντα χι‐ λιάδες καὶ εἰς τὰ πλοῖα καὶ τὴν γέφυραν ὑπὲρ ἀριθμόν.

39

.

8

Οἱ δὲ ἐντὸς καὶ αὐτοὶ διαμερισθέντες, ὁ μὲν ὁ βασιλεὺς σὺν τῷ Ἰωάν‐ νῃ Ἰουστινιανῷ ἐν τοῖς τείχεσιν τοῖς πεσοῦσιν ἔξω τοῦ κάστρου ἐν τῷ περιβόλῳ, ἔχοντες μεθ’ αὑτοὺς Λατίνους καὶ Ῥωμαίους ὡς τρισχιλίους· ὁ δὲ μέγας δούκας ἐν τῇ Βασιλικῇ 〈Πύλῃ〉 ἔχων ὡς πεντακοσίους, τὰ δὲ πρὸς τὴν θάλασσαν τείχη καὶ
5οἱ προμαχῶνες ἀπὸ τῆς Ξυλίνης Πόρτας ἕως τῆς Ὡραίας, τζαγρατόροι καὶ το‐ ξόται ἐπέκεινα πεντακοσίων· ἀπὸ δὲ τῆς Ὡραίας ποιῶν τὸν γῦρον ὅλον ἄχρι τῆς Χρυσῆς Πύλης ἐν ἑκάστῳ προμαχῶνι εἷς ἢ τοξότης ἢ τζαγρότης ἢ πετρο‐
βολιστής, πᾶσαν οὖν τὴν νύκτα διαβάντες ἀγρύπνως, μηδ’ ὁπωσοῦν κοιμηθέντες.355

39

.

9

Οἱ δὲ Τοῦρκοι σὺν τῷ ἡγεμόνι ἔσπευδον πλησιάσαι τὰ τείχη φέροντες κλίμακας ὑπὲρ ἀριθμὸν προκατασκευασθείσας. Ὁ τύραννος οὖν ἐξόπισθεν τῆς παρεμβολῆς ἐν ῥάβδῳ σιδηρᾷ ἐλαύνων πρὸς τὰ τείχη τοὺς τοξότας, πῇ μὲν κολα‐ κεύων ἐν λόγοις, πῇ δὲ ἀπειλῶν, οἱ δὲ τῆς πόλεως ἀντεμάχοντο ἀνδρείως, ὅσον
5ἡ δύναμις. Ὁ δὲ Ἰωάννης γενναίως παρίστατο σὺν τοῖς αὐτοῦ, ἔχων καὶ τὸν βασιλέα ἔνοπλον σὺν πάσῃ τῇ παρατάξει, ἀντιμαχόμενοι.

39

.

10

Ὡς οὖν ἔμελλον μεταπεσεῖν τὰ τῆς τύχης ἀνδραγαθήματα ἐν χερσὶ τῶν Τούρκων, ἀφεῖλεν ὁ Θεὸς ἐκ τοῦ μέσου τῆς παρεμβολῆς τῶν Ῥωμαίων τὸν στρατηγὸν αὐτῶν γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστήν. Ἐπλήγη γὰρ διὰ μολυβδοβόλου ἐν τῇ χειρὶ ὄπισθεν τοῦ βραχίονος, ἔτι σκοτίας οὔσης· καὶ
5διατρήσας τὴν σιδηρᾶν χλαμύδα, καὶ ἥτις ὑπῆρχε κατασκευασμένη ὡς τὰ τοῦ Ἀχιλλέως ὅπλα, οὐκ ἠδύνατο ὑπὸ τῆς πληγῆς ἠρεμεῖν. Καὶ λέγει τῷ βασιλεῖ· „Στῆθι θαρσαλέως, ἐγὼ δὲ μέχρι τῆς νηὸς ἐλεύσομαι κἀκεῖ ἱατρευθεὶς τάχος ἐπαναστρέψω.“—Ἦν γὰρ ἐν ἐκείνῃ τῇ ὥρᾳ πληροῦσθαι τὰ διὰ τοῦ Ἰερεμίου παρὰ τοῦ Θεοῦ λεχθέντα τοῖς Ἰουδαίοις· „Οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν· Τάδε
10λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδού, ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ τὰ ἐν ταῖς χερσὶν ὑμῶν, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς τὸν βασιλέα Βαβυλῶνος καὶ τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης. Καὶ πολεμίσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτε‐ ταμένῃ καὶ ἐν βραχίονι ὑψηλῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυσμοῦ μεγάλου·
15καὶ πατάξω τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτή‐ νη, θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται. Οὐ φείσομαι ἐπ’ αὐτοῖς καὶ οὐκ ὀκτείρω αὐτούς.“—Ὁ βασιλεὺς δὲ ἰδὼν τὸν Ἰωάννην ἀναχωρήσαντα ἐδειλίασεν καὶ οἱ μετ’ αὐτόν· πλήν, ὅσον ἡ δύναμις, ἀντεμάχοντο.

39

.

11

Οἱ δὲ Τοῦρκοι τὸ κατ’ ὀλίγον προσεγγίσαντες τὰ τείχη ἀσπιδοφοροῦν‐ τες, ἐτίθεσαν κλίμακας. Πλὴν οὐδὲν ἤνυον· ἐκώλυον γὰρ αὐτοὺς λιθοβολοῦντες
ἄνωθεν. Ὡς οὖν ἐμποδιζόμενοι εἱστήκεσαν, οἱ δὲ Ῥωμαῖοι πάντες σὺν τῷ βα‐ σιλεῖ ἀντιπαρατάσσοντες ἦσαν τοῖς ἐχθροῖς καὶ ἅπασα ἡ δύναμις καὶ ὁ σκοπὸς357
5ἦν, τοῦ μὴ ἀφεῖναι τοῖς Τούρκοις τὴν εἴσοδον γενέσθαι ἐκ τῶν καταπεσόντων τειχέων· ἔλαθον, δι’ ἄλλης ὁδοῦ τούτους εἰσάξας ὁ θελήσας Θεός. Ἰδόντες γὰρ τὴν πύλην, ἣν προλαβόντες εἰρήκαμεν, ἀνεῳγμένην καὶ εἰσπηδήσαντες ἐντὸς ἐκ τῶν ὀνομαστῶν ἀνδρῶν ἐκείνων τῶν δούλων τυράννου ὡς πεντήκοντα καὶ ἀνα‐ βάντες ἐπάνω τῶν τειχέων πῦρ πνέοντες καὶ τοὺς συναντήσαντας κτείναντες,
10τοὺς ἀκροβολιστὰς ἔπαιον. Καὶ ἦν ἰδεῖν θέαμα φρίκης μεστόν. Οἱ γὰρ Ῥωμαῖοι καὶ Λατῖνοι οἱ κωλύοντες τοὺς τὰς κλίμακας προσηλοῦντας τοῖς τείχεσιν, οἱ μὲν παρὰ τῶν κατεκόπησαν, οἱ δὲ τοὺς ὀφθαλμοὺς καμμύσαντες ἀπὸ τοῦ τείχους ἔπιπτον, κατεῤῥαγότες τὰ σώματα καὶ δεινῶς τὸ τέλος τῆς ζωῆς ἀποβάλλοντες. Τὰς δὲ κλίμακας ἀκωλύτως ἐπήγνυον καὶ ἀνέβαινον ὡς ἀετοὶ πετώμενοι.

39

.

12

Οἱ δὲ Ῥωμαῖοι σὺν τῷ βασιλεῖ οὐκ ἐγίνωσκον τὸ γενόμενον, ἦν γὰρ ἀπὸ μακρόθεν ἡ γενομένη τῶν Τούρκων εἴσοδος καὶ ἄλλως ὅτι ὑπὲρ τῶν ἀντι‐ μαχόντων ἅπας ὁ σκοπὸς ἦν. Ἦσαν γὰρ ἀντιπολεμοῦντες ἄνδρες μάχιμοι, Τοῦρ‐ κοι εἴκοσι πρὸς ἕνα Ῥωμαῖον καὶ τοῦτον οὐ τόσον πολεμιστὴν ὡς τὸν τυχόντα
5Τοῦρκον. Πρὸς ἐκείνους γοῦν ἦν καὶ ὁ σκοπὸς καὶ ἡ φροντίς. Τότε ἐξαίφνης ὁρῶσι βέλη ἐκ τῶν ἄνω κατιόντα καὶ κατασφάττοντα τούτους. Ἀναβλέψαντες δὲ ὁρῶσι Τούρκους. Ἰδόντες δὲ εἰς φυγὴν ἔνδον ἐτράπησαν. Καὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τῆς πύλης τῆς ἐπονομαζομένης Χαρσοῦ, στενοχωρούμενοι διὰ τὸ πλῆθος, οἱ μὲν ἀλκὴν περισσοτέραν ἔχοντες τοὺς ἀνάνδρους καταπατοῦντες εἰσ‐
10ήρχοντο. Τότε ἡ τοῦ τυράννου παράταξις ἰδόντες τὴν τροπὴν τῶν Ῥωμαίων, μιᾷ φωνῇ βοήσαντες εἰσέδραμον, καταπατοῦντες τοὺς ἀθλίους καὶ κατασφάττον‐ τες. Ἐλθόντες δὲ εἰς τὴν πύλην οὐκ ἠδυνήθησαν εἰσελθεῖν, ἦν γὰρ φραγεῖσα ὑπὸ τῶν καταπεσόντων σωμάτων καὶ λειποψυχησάντων. Ἐκ τῶν τειχέων οὖν οἱ
πλεῖστοι διὰ τῶν ἐρειπίων εἰσήρχοντο καὶ τοὺς συναντῶντας κατέκοπτον.359

39

.

13

Ὁ βασιλεὺς οὖν ἀπαγορεύσας ἑαυτόν, ἱστάμενος βαστάζων σπάθην καὶ ἀσπίδα, εἶπε λόγον λύπης ἄξιον· „Οὐκ ἔστι τις τῶν χριστιανῶν τοῦ λαβεῖν τὴν κεφαλήν μου ἀπ’ ἐμοῦ;“—Ἦν γὰρ μονώτατος ἀπολειφθείς. Τότε εἷς τῶν Τούρκων δοὺς αὐτῷ κατὰ πρόσωπον καὶ πλήξας, καὶ αὐτὸς τῷ Τούρκῳ ἑτέραν
5ἐχαρίσατο· τῶν ὄπισθεν δ’ ἕτερος καιρίαν δοὺς πληγήν, ἔπεσε κατὰ γῆς· οὐ γὰρ ᾔδεσαν, ὅτι ὁ βασιλεύς ἐστιν, ἀλλ’ ὡς κοινὸν στρατιώτην τοῦτον θανατώσαντες ἀφῆκαν.

39

.

14

Εἰσελθόντες δὲ οἱ Τοῦρκοι πλὴν τριῶν ἐν τῇ εἰσελεύσει οὐδεὶς ἄλλος ἀπώλετο· ἦν γὰρ ὥρα πρώτη τῆς ἡμέρας, οὔπω ὑπὲρ γῆν φανέντος. Εἰσελθόν‐ των δὲ καὶ διασκεδασθέντων ἀπὸ τῆς πύλης Χαρισοῦ ἕως τοῦ παλατίου τὸν ἀ‐ παντήσαντα ἐφόνευον, ὁμοίως καὶ τὸν φεύγοντα. Κατέσφαξαν οὖν ἄνδρας μα‐
5χίμους ἕως χιλιάδας δύο. Καὶ γὰρ οἱ Τοῦρκοι ἐδεδοίκεισαν, ἦσαν γὰρ ἀεὶ δια‐ λογιζόμενοι, ὅτι ἐντὸς τῆς πόλεως τοὐλάχιστον ἔσονται πολεμισταὶ ὡς πεντηκον‐ τακισχίλιοι. Ἐν τούτῳ καὶ τοὺς δισχιλίους κατέσφαξαν. Εἰ γὰρ ᾔδεσαν, ὅτι ὁ πᾶς τῶν ἐνόπλων στρατὸς οὐχ ὑπερβαίνει τοὺς ὀκτακισχιλίους, οὐκ ἂν ἀπώλε‐ σάν τινα· φιλοχρήματον γὰρ ὂν τὸ γένος τοῦτο, εἰ καὶ φονεὺς πατρικὸς ἐμπέσοι
10ἐν ταῖς χερσὶν αὐτῶν, διὰ χρυσοῦ ἀπολύουσιν. Πόσῳ μᾶλλον ὁ μὴ ἀδικήσας, ἀλλ’ ὑπ’ αὐτοῦ ἀδικούμενος; Καὶ γὰρ μετὰ τὸν πόλεμον ἐνέτυχον ἐγὼ πολλοῖς καὶ διηγήσαντό μοι, πῶς· „Φοβούμενοι τοὺς ἔμπροσθεν, ἐσφάττομεν τοὺς προλαβόν‐ τας· καὶ γὰρ εἰ ᾔδεμεν τοσαύτην ἀπορίαν ἀνδρῶν ὑπάρχουσαν ἐν τῇ Πόλει, τοὺς
πάντας ὡς πρόβατα πεπράκαμεν ἄν.“—361

39

.

15

Οἱ δὲ τῆς αὐλῆς τοῦ τυράννου ἀζάπηδες, οἱ καὶ γενίτζαροι κέκληνται, οἱ μὲν ἐν τῷ παλατίῳ κατέδραμον, οἱ δὲ πρὸς τὴν Μεγάλου Προδρόμου μονὴν τὴν ἐπικεκλημένην Πέτραν καὶ ἐν τῇ μονῇ τῆς Χώρας, ἐν ᾖ καὶ ἡ εἰκὼν τῆς πανάγνου μου Θεομήτορος ἦν εὑρισκομένη τότε.—„Ἐκεῖ, ὦ γλῶσσα καὶ χεί‐
5λη, ἡ μέλλουσα φθέγξασθαι τὰ τῇ εἰκόνι συμβάντα διὰ τὰς ἁμαρτίας σου·“— Ἀγωνιζόμενοι οἱ ἀποστάται τοῦ καταδραμεῖν καὶ ἄλλοθι, πέλεκυν ὁ εἷς τῶν ἀσε‐ βῶν ἐκτείνας ὑπουργούντων τῶν μιαρῶν χειρῶν αὐτοῦ εἰς τέσσαρα διεῖλε καὶ τὸ σὺν τῷ τυχόντι κόσμῳ ἕκαστος τὸ ἴδιον μερίδιον ἔλαβε, κλῆρον βαλόντες· καὶ τὰ τῆς μονῆς τίμια σκεύη ἁρπάσαντες ᾤχοντο.

39

.

16

Καὶ εἰς τὸν τοῦ πρωτοστράτορος οἶκον ἐμβάντες, θησαυροὺς ἤνοιξαν τοὺς πρόπαλαι θησαυρισθέντας ἐξ ἡμερῶν παλαιῶν, ἐξυπνίζοντες τὰς εὐγενίδας ἐκ τῆς κοίτης· ἦν γὰρ ὁ Μάϊος φέρων εἴκοσι ἐννέα καὶ ὁ πρωϊνὸς ὕπνος ἡδὺς ἦν ἐν ὀφθαλμοῖς τῶν νέων καὶ νεανίδων· ὡς χθὲς γὰρ καὶ πρότριτα θαῤῥῶντες
5ἀμερίμνως ἐκοιτάζοντο.

39

.

17

Τότε στῖφος πολὺ τῶν ἀσεβῶν ᾤχετο τὸν δρόμον τὸν ἀπάγοντα ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ. Καὶ ἦν ἰδεῖν ἐξ ἑκατέρων τῶν μερῶν, τί τέχνασμα; Πρωΐας γὰρ οὔσης, ἔτι λυκοφεγγούσης τῆς ἡμέρας, τινὲς τῶν Ῥωμαίων ἐν τῇ εἰσβολῇ τῶν Τούρκων καὶ τῇ φυγῇ τῶν πολιτῶν ἔφθασαν φεύγοντες τοῦ καταλαβεῖν τὰς
5οἰκίας καὶ προμηθεύσασθαι τὰ τέκνα καὶ τὴν γυναῖκα. Διαβαίνοντες οὖν τοῖς μέρεσι τοῦ Ταύρου καὶ περαιοῦντες τὸν Κίονα τοῦ Σταυροῦ, αἱματόφυρτοι ὄντες ἠρωτῶντο παρὰ τῶν γυναικῶν· „Τί ἄρα τὸ ἀποβάν;“—Ὡς οὖν ἤκουσαν τὴν ἀπευκταίαν ἐκείνην φωνήν· „Ἐντὸς τοῦ τείχους τῆς πόλεως πολέμιοι κατασφάτ‐ τοντες τοὺς Ῥωμαίουσ“ τὸ μὲν πρῶτον οὐκ ἐπίστευσαν, ἀλλὰ μᾶλλον καὶ ὑβρί‐
10σαντες καὶ ἐξουθενήσαντες ὡς ἀπαίσιον μηνυτήν, ὄπισθεν δὲ τούτου ἕτερον καὶ μετ’ αὐτὸν ἄλλον, ὅλους αἱματοφύρτους, ἔγνωσαν, ὅτι ἤγγικεν ἐν χείλεσι τὸ πο‐ τήριον τῆς ὀργῆς Κυρίου. Πᾶσαι οὖν γυναῖκες καὶ ἄνδρες, μοναχοί, μονάζουσαι
ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἔθεον βαστάζοντες ἐν ταῖς ὠλέναις τὰ νήπια αὐτῶν, ἄνδρες τε καὶ γυναῖκες, ἀφέντες τοὺς οἴκους αὐτῶν τῷ βουλομένῳ χωρεῖν. Καὶ363
15ἦν ἰδεῖν τὴν ἀγυιὰν ἐκείνην πεπυκνωμένην πλήρης ἀνθρώπων.

39

.

18

Τὸ δὲ προσφεύγειν ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ τοὺς πάντας, τί; Ἦσαν πρὸ πολλῶν χρόνων ἀκούοντες παρά τινων ψευδομάντεων, πῶς μέλλει Τούρκοις παραδοθῆναι ἡ πόλις καὶ εἰσελθεῖν ἐντὸς μετὰ δυνάμεως καὶ κατακόπτεσθαι τοὺς Ῥωμαίους παρ’ αὐτῶν ἄχρι τοῦ Κίονος τοῦ Μεγάλου Κωνσταντίνου. Μετὰ δὲ
5ταῦτα καταβὰς ἄγγελος φέρων ῥομφαίαν παραδώσει τὴν βασιλείαν σὺν τῇ ῥομ‐ φαίᾳ ἀνωνύμῳ τινὶ ἀνδρὶ εὑρεθέντι τότε ἐν τῷ κίονι ἱσταμένῳ, λίαν ἀπερίττῳ καὶ πενιχρῷ καὶ ἐρεῖ αὐτῷ· „Λαβὲ τὴν ῥομφαίαν ταύτην καὶ ἐκδίκησον τὸν λαὸν Κυρίου.“—Τότε τροπὴν ἕξονται οἱ Τοῦρκοι καὶ οἱ Ῥωμαῖοι καταδιώξουσιν αὐ‐ τοὺς κόπτοντες καὶ ἐξελάσουσιν καὶ ἐκ τῆς Πόλεως καὶ ἀπὸ τῆς δύσεως καὶ ἀπὸ
10τῶν τῆς ἀνατολῆς μερῶν ἄχρι ὁρίων Περσίας ἐν τόπῳ καλουμένῳ Μονοδενδρίῳ. Ταῦτά τινες ὡς ἀποβησόμενα ἔχοντες, ἔτρεχον καὶ τοὺς ἄλλους ἐσυμβούλευον τρέχειν. Αὕτη ἦν τῶν Ῥωμαίων ἡ σκέψις, ἣν καὶ πρὸ χρόνων πολλῶν ἦσαν μελετῶντες, τὸ νῦν πραχθέν, ὅτι· „Εἰ καταλείψομεν τὸν Κίονα τοῦ Σταυροῦ ἐξό‐ πισθεν ἡμῶν, φευξόμεθα τῆς μελλούσης ὀργῆς.“—Καὶ αὕτη ἦν ἡ φυγὴ τῆς
15ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ εἰσόδου. Ἐγένετο οὖν ἐν μιᾷ ὥρᾳ ὁ ὑπερμεγέθης ἐκεῖ‐ νος ναὸς πλήρης ἀνδρῶν τε καὶ γυναικῶν καὶ κάτω καὶ ἄνω καὶ ἐν τοῖς περιαύ‐ λοις καὶ ἐν παντὶ τόπῳ ὄχλος ἀναρίθμητος. Κλείσαντες δὲ τὰς θύρας εἱστήκεσαν τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐλπίζοντες.

39

.

19

Ὦ δύστηνοι Ῥωμαῖοι, ὦ ἄθλιοι, τὸν ναόν, ὃν ἐκαλεῖτε χθὲς καὶ πρὸ τὴν χθὲς σπήλαιον καὶ βωμὸν αἱρετικῶν καὶ ἄνθρωπος οὐκ εἰσέρχετο ἐξ ὑμῶν ἐντός, ἵνα μὴ μιανθῇ διὰ τὸ ἱερουργῆσαι ἔνδεον τοὺς τὴν ἕνωσιν τῆς ἐκκλησίας ἀσπαζομένους, νῦν ἕνεκα τῆς ἐπελθούσης ὀργῆς ὡς σωτήριον λύτρον ἐνδύεσθε;
5Ἀλλ’ οὐδὲ τῆς δικαίας ὀργῆς ἐπελθούσης ἐκίνησεν ἂν τὰ σπλάγχνα ὑμῶν πρὸς εἰρήνην· Καὶ γὰρ ἐν τοσαύτῃ περιστάσει εἰ ἄγγελος κατήρχετο ἀπ’ οὐρανοῦ ἐρω‐ τῶν ὑμᾶς· „Εἰ δέχεσθε τὴν ἕνωσιν καὶ τὴν εἰρηνικὴν κατάστασιν τῆς ἐκκλησίας, διώξω τοὺς ἐχθροὺς ἐκ τῆς πόλεως,“ οὐκ ἂν συνετίθεσθε. Εἰ δὲ καὶ συνετίθεσθε, ψεῦδος ἂν ἦν τὸ συντιθέμενον. Ἴσασιν οἱ εἰπόντες πρὸ ὀλίγων ἡμερῶν· „Κρεῖτ‐
10τον ἐμπεσεῖν εἰς χεῖρας Τούρκων ἢ Φράγκων.“

39

.

20

Τότε οἱ Τοῦρκοι κουρσεύοντες, σφάττοντες, αἰχμαλωτίζοντες ἔφθασαν ἐν τῷ ναῷ οὔπω πρώτης ὥρας παρελθούσης καὶ εὑρόντες τὰς πύλας κεκλεισμέ‐
νας σὺν τοῖς πελέκεσιν ἔβαλον κάτω μὴ βραδύναντες, Ἐλθόντες δὲ ξιφήρεις ἐντὸς καὶ ἰδόντες τὸν μυριάριθμον δῆμον, ἕκαστος τὸν ἴδιον αἰχμάλωτον ἐδέσμει·365
5οὐ γὰρ ἦν ἐκεῖ ὁ ἀντιλέγων ἢ ὁ μὴ προδιδοὺς ἑαυτὸν ὡς πρόβατον. Τίς ἐστιν, ὃς διηγήσεται τὴν ἐκεῖ συμφοράν; Τίς τοὺς γεγονότας τότε κλαυθμοὺς καὶ τὰς φωνὰς τῶν νηπίων καὶ τὰ σὺν βοῇ δάκρυα τῶν μητέρων καὶ τῶν πατέρων τοὺς ὀδυρμοὺς διηγήσεται; Ὁ τυχὼν Τοῦρκος τὴν τρυφερωτέραν ἐρεύνα. Τὴν ὡραίαν ἐν μοναζούσαις προκατεῖχε μὲν εἷς, ἄλλος δὲ δυνάστης ἁρπάζων ἐδέσμει· ἡ δὲ
10τῆς ἁρπαγῆς καὶ τοῦ ἑλκυσμοῦ αἰτία πλόκαμοι τριχῶν, στηθέων καὶ μασθῶν ἀποκαλύψεις, βραχιόνων ἐκτάσεις. Τότε ἐδεσμεῖτο δούλη σὺν τῇ κυρίᾳ, δεσπότης σὺν τῷ ἀργυρωνήτῳ, ἀρχιμανδρίτης σὺν τῷ θυρωρῷ, τρυφεροὶ νέοι σὺν παρθέ‐ νοις, παρθένους ἃς οὐχ ἑώρα ἥλιος, παρθένους ἃς αὐτὸς ὁ γεννήσας μόλις ἔβλε‐ πεν, ἑλκόμεναι, εἰ γὰρ καὶ βίᾳ ἀντωθοῦντο, καὶ ῥαβδιζόμεναι. Ἠβούλετο γὰρ ὁ
15σκυλεύσας εἰς τόπον ἄγειν καί, παρακαταθέμενος ἐν ἀσφαλείᾳ, στραφῆναι καὶ δευτέραν πραῖδαν ποιῆσαι καὶ τρίτην. Ἐβιάζοντο οἱ ἅρπαγες, οἱ ἐκδικηταὶ τοῦ Θεοῦ· καὶ πάντας μὲν ἦν ἰδεῖν ἐν μιᾷ ὥρᾳ δεσμωθέντας, τοὺς μὲν ἄῤῥενας σὺν καλωδίοις, τὰς δὲ γυναῖκας σὺν τοῖς σουδαρίοις αὐτῶν. Καὶ ἦν ἰδεῖν ὁρμαθοὺς ἐξερχομένους ἀπείρους ἐκ τοῦ ναοῦ καὶ ἐκ τῶν ἀδύτων τοῦ ναοῦ, ὑπὲρ ἀγέλας
20καὶ ποίμνια προβάτων. Κλαίοντες, ὀδυρόμενοι καὶ ὁ ἐλεῶν οὐκ ἦν.

39

.

21

Τὰ δὲ τοῦ ναοῦ πῶς; τί εἴπω ἢ τί λαλήσω; Ἐκολλήθη ἡ γλῶσσά μου τῷ λάρυγγί μου· οὐ δύναμαι ἑλκύσαι πνεῦμα τοῦ στόματός μου φραγέντος. Αὐ‐ θωρὸν οἱ κύνες τὰς ἁγίας εἰκόνας κατέκοψαν, τὸν κόσμον ἀφελόντες, τὰς ἁλύ‐ σεις, μανουάλια, ἐνδυτὰς τῆς ἁγίας τραπέζης, τὰ φωτοδόχα ἀγγεῖα, ἄλλα φθεί‐
5ροντες, ἕτερα λαμβάνοντες. Τὰ τοῦ ἱεροῦ σκευοφυλακίου τίμια καὶ ἱερὰ σκεύη, χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἐξ ἄλλης τιμίας ὕλης κατασκευασθέντα, ἅπαντα ἐν μιᾷ ῥοπῇ συνήγαγον, ἀφέντες τὸν ναὸν ἔρημον καὶ γυμνόν, μηδοτιοῦν κατα‐ λείψαντες.

39

.

22

Τότε ἐπληροῦντο καὶ ἐν τῇ νέᾳ Σιὼν τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦ Ἀ‐ μῶς τοῦ προφήτου λεγόμενα· „Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ. Ἐκδι‐ κήσω ἐπὶ τὰ θυσιαστήρια Βεθὴλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστη‐ ρίου καὶ πεσοῦνται ὑπὸ τὴν γῆν· καὶ συντρίψω καὶ πατάξω τὸν οἶκον τὸν πε‐
5ρίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν καὶ ἀπολοῦνται οἱ οἶκοι οἱ ἐλεφάντινοι καὶ ἀφα‐ νισθήσονται οἶκοι ἕτεροι, πολλοί, λέγει Κύριος. Ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν
καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι εἰ ἐνέγκητέ μοι ὁλοκαυ‐ τώματα καὶ θυσίας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέ‐367
10ρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ. Οὐκέτι οὐ μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος. Ἀκούσατε δὴ ταῦτα οἱ ἐκθλίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν· καὶ πότε ἥξει τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν τὸ μέτρον καὶ τοῦ
15μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινοὺς ἀνθ’ ὑποδημάτων. Ἐν ἐκείνῃ ἡμέρᾳ, λέγει Κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ γῆς ἐν ἡμέρᾳ φωτός. Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον.“

39

.

23

Ἔτυχε γὰρ ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς συντελείας τῆς Πόλεως ἑορτάζεσθαι καὶ πανηγυρίζειν τὴν μνήμην τῆς ὁσιομάρτυρος Θεοδοσίας. Ἐτε‐ λεῖτο οὖν ἑορτὴ πάνδημος· ἦσαν γὰρ καὶ ἀφ’ ἑσπέρας πλεῖσται καὶ πλεῖστοι διανυκτιρεύσαντες ἐν τῇ σορῷ τῆς ὁσίας, οἱ πλείονες δὲ πρωῒ ἡμέρας γενομένης,
5αἱ γυναῖκες σὺν τοῖς ἀνδράσιν αὐτῶν ἀπερχόμεναι εἰς προσκύνησιν, φέρουσαι κηροὺς καὶ θυμιάματα, περικεκαλλωπισμέναι καὶ περικεκοσμημέναι οὖσαι, ἐξαίφ‐ νης ἐν ταῖς παγίσι τῶν Τούρκων ἐνέπεσον. Ποῦ γὰρ εἶχον ἐννοῆσαι τὴν ἐξαίφ‐ νης ὀργὴν εἰς τοσοῦτον εὖρος τῆς πόλεως; Ἴσασιν οἱ εἰδότες τὸ μέγεθος.

39

.

24

Αὕτη ἡ ἀπειλή, ἢν εἰρήκαμεν, ὑπῆρχεν ἀναφθεῖσα καὶ καίουσα ἐκ τῆς Χαρσοῦ πύλης καὶ τοῦ ἁγίου Ῥωμανοῦ καὶ τοῦ μέρους τοῦ παλατίου, ἡ δὲ τῶν πλοίων καὶ τοῦ λιμένος ἀντίστασις οὐκ ἐνεδίδου χώραν τοῖς Τούρκοις τοῦ στῆ‐ σαι τὰς κλίμακας ἐν τοῖς τείχεσιν. Ἦσαν οἱ Ῥωμαῖοι ἐπικρατέστεροι τῶν Τούρ‐
5κων, βάλλοντες λίθοις καὶ βέλεσι ἄχρι τρίτης ὥρας τῆς ἡμέρας, ἕως οὗ, ἐλθὸν καὶ καταντῆσαν μέρος τῶν σκυλευόντων ἀπὸ πρωΐας ἐντὸς τῆς πόλεως καὶ ἰδόν‐ τες τοὺς Ῥωμαίους πολεμίζοντας τοὺς ἔξω καὶ φωνήν, ὅση δύναμις, ἀφέντες ἔδραμον ἐπάνω τῶν τειχέων. Οἱ δὲ Ῥωμαῖοι τοὺς Τούρκους ἰδόντες ἐντὸς τῆς
πόλεως καὶ φωνὴν ἀφέντες ὀδυνηράν· τὸ οἴμοι, ἀπὸ τοῦ τείχους κατέπιπτον·369
10οὐ γὰρ ἦν ἐκεῖ πλέον ἰσχὺς οὔτε δύναμις τοῖς Ῥωμαῖοις. Τότε καὶ οἱ ἐν τοῖς πλοίοις θεασάμενοι τοὺς Τούρκους ἐντὸς ἔγνωσαν, ὅτι ἡ πόλις ἑάλω, καὶ ὡς ἐν τάχει τὰς κλίμακας θέντες, ἐντὸς ἐβιβάσθησαν καὶ τὰς πύλας κατεάξαντες ἅπαντες ἔνδον εἰσῄεσαν.

39

.

25

Ἰδὼν δὲ καὶ ὁ μέγας δοὺξ τοὺς Τούρκους ἐλθόντας, οὖ ἵστατο τό‐ που, ἦν γὰρ ἐπιβλέπων τὴν Βασιλικὴν Πύλην σὺν πεντακοσίοις, ἀφῆκε φυλάτ‐ των τὴν πύλην καὶ πρὸς τὸν ἴδιον οἶκον ἀνεχώρησε σὺν ὀλίγοις. Καὶ γὰρ ἦσαν ἅπαντες διασκεδασθέντες καὶ οἱ μὲν πρὸ τοῦ τὴν οἰκίαν καταλαβεῖν, αἰχμαλω‐
5τίζοντο, οἱ δὲ τὰς αὐτῶν οἰκίας καταλαβόντες, ἐρήμους παίδων καὶ γυναικὸς καὶ πραγμάτων εὕρισκον καὶ αὐτοὶ πρὸ τοῦ στοναχῆσαι καὶ κλαῦσαι ἐδεσμοῦντο τὰς χεῖρας ὄπισθεν. Ἕτεροι δὲ ἐρχόμενοι εἰς τὰς οἰκίας αὐτῶν καὶ εὑρόντες τὴν γυναῖκα καὶ τὰ τέκνα ἤδη ἀπαγόμενα, καὶ συνεδέδεντο καὶ ἐδεσμοῦντο σὺν τοῖς φιλτάτοις καὶ τῇ συζύγῳ. Τοὺς δὲ γέροντας τοὺς ἐν οἴκῳ, τοὺς μὴ δυναμένους
10ἐξελθεῖν ἐκ τῆς οἰκίας ἢ διὰ νόσου ἢ διὰ γήρους, πάντας καὶ πάσας ἀνηλεῶς ἔσφαττον. Τὰ βρέφη τὰ ἀρτιγέννητα ἐν ταῖς πλατίαις ἔῤῥιπτον.

39

.

26

Ὁ δὲ μέγας δοὺξ εὑρὼν τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὴν γυναῖκα, ἦν γὰρ ἀσθενοῦσα, ἐν τῷ πύργῳ κεκλεισμένους καὶ κωλύοντας τοῖς Τούρκοις τὴν εἴσοδον, αὐτὸς μὲν συνελήφθη σὺν τοῖς ὑπακολουθοῦσιν αὐτῷ· ὁ δὲ τύραννος πέμψας τινάς, ἐφύλαττον καὶ αὐτὸν καὶ πάντα τὸν οἶκον αὐτοῦ.
5Τοὺς δὲ καταλαβόντας καὶ περικυκλώσαντας τὸν οἶκον αὐτοῦ Τούρκους, ἔδωκεν ἱκανὰ ἀργύρια, ὥστε δοκεῖν ἐξαγοράζειν αὐτοὺς διὰ τὸν ὅρκον· ἐφυλάττετο οὗν πανοικί.

39

.

27

Οἱ δὲ Τοῦρκοι ἅπαντες εἰσελθόντες ἐν τῇ Πόλει καὶ αὐτοὶ οἱ βόσκον‐ τες τὰς ἡμιόνους καὶ οἱ μάγειροι, πάντες ἐξαντλοῦντες ἔφερον.

39

.

28

Ὁ δὲ Ἰωάννης ὁ Ἰουστινιανός, ὃν φθάσας ὁ λόγος ἔπεμψεν ἐν τῇ νηί, τοῦ θεραπευθῆναι τὴν πληγήν, ἣν ὑπέστη, κατευθύς, ὄντος αὐτοῦ ἐν τῷ λιμένι, τινὲς τῶν αὐτοῦ φεύγοντες, ἔδραμον λέγοντες, πῶς οἱ Τοῦρκοι εἰσίασιν ἐν τῇ πόλει καὶ ὁ βασιλεὺς ἐσφάγη. Ἀκούσας τὸν πικρότατον καὶ δριμὺ λόγον οὖν,
5προστάττει τοὺς κήρυκας διὰ σαλπίγγων ἀνακαλεῖν τοὺς αὐτοῦ ὑπασπιστὰς καὶ συμπλώτας.

39

.

29

Ὁμοίως καὶ αἱ λοιπαὶ νῆαι ἑτοιμάζοντο· ἦσαν γὰρ αἱ πλεῖσται ἀπο‐ βαλόμεναι τοὺς ναυάρχους αὐτῶν αἰχμαλωτισθέντας. Καὶ ἦν ἰδεῖν θέαμα ἐλε‐
εινὸν ἐν τῇ παραθαλασσίᾳ τοῦ λιμένος· ἄνδρας, γυναῖκας, μονάζοντας, μονά‐ στριας βοώσας οἰκτρῶς· καὶ τύπτουσαι τὰ στήθη ἐδέοντο τοὺς ἐν ταῖς ναυσὶ371
5τοῦ ἀντιλαβέσθαι αὐτῶν. Ἀλλ’ οὐκ ἦν δυνατόν· ἅπαξ ἐπροορίσθη τοῦ πιεῖν τὸ ποτήριον τὸ πλῆρες τῆς ὀργῆς Κυρίου. Εἰ γὰρ καὶ αἱ νῆαι ἐβούλοντο, ἀλλ’ οὐκ ἠδύναντο. Καὶ γὰρ εἰ καὶ μὴ ἀσχολοῦντο τὰ πλοῖα τοῦ τυράννου ἐν τῇ πραίδᾳ καὶ τῷ σκυλμῷ τῆς πόλεως, οὐκ ἂν ἀφέθη μία καὶ μόνον. Ἀλλ’ οἱ Τοῦρκοι ἀφέν‐ τες τὰ πλοῖα, πάντες ἔνδον ἦσαν καὶ οἱ Λατῖνοι ἄδειαν εὑρόντες ἐξήρχοντο τοῦ
10λιμένος. Ὁ δὲ τύραννος ἔτρυζε μὲν τοὺς ὀδόντας, ἀλλ’ οὐκ ἠδύνατο πλέον τι πρᾶξαι καὶ ἄκων ἐκαρτέρει.

39

.

30

Οἱ δὲ τοῦ Γαλατᾶ ἰδόντες ταύτην τὴν ἀνείκαστον συμφοράν, καὶ σὺν γυναιξὶ καὶ τέκνοις ἔτρεχον ἐν τῷ αἰγιαλῷ, περισκοποῦντες τὰς βάλκας, καὶ ὅπου ἔτυχον ἀκατίου, εἰσερχόμενοι ταῖς ναῦσιν εἰσέδυον, ἀφέντες καὶ πράγματα καὶ οἰκίας. Ἦσαν δὲ πολλοί, οἵτινες ἀπὸ τῆς βίας καὶ τοὺς θησαυροὺς αὐτῶν τῷ
5βυθῷ παρέπεμψαν καὶ ἄλλας δεινὰς ζημίας ὑπέστησαν. Εἷς δὲ τῶν τοῦ τυράννου μεσάζων, ὃς καὶ ἠγαπᾶτο τότε παρὰ τοῦ Μεχεμέτ, αὐτὸς γὰρ ἦν ὁ συγκροτή‐ σας τῷ τυράννῳ τὴν μάχην γενέσθαι, δραμὼν ἐν τοῖς τοῦ Γαλατᾶ μέρεσιν,—Ζά‐ γανος αὐτῷ τὸ ὄνομα,—ἐβόα· „Μὴ φεύγετε·“—καὶ κατώμνυε τὴν κεφαλὴν τοῦ τυράννου ὅρκον, ὅτι· „Μὴ φοβεῖσθε, ὑμεῖς γὰρ τοῦ ἡγεμόνος ἐστὲ φίλοι καὶ
10ἕξετε τὴν πόλιν ὑμῶν ἀνεπηρέαστον ἀπὸ παντὸς ἀνθρώπου καὶ τὰς συνθήκας, ἃς εἴχετε μετὰ τοῦ βασιλέως, καὶ μεθ’ ἡμῶν κρειττόνως ἕξετε καὶ ἄλλο μὴ φρον‐ τιεῖτε, ἵνα μὴ εἰς ὀργὴν κινήσετε τὸν ἡγεμόνα.“—Ταῦτα ὁ Ζάγανος εἰπὼν ἐκώ‐ λυσε τοὺς Φράγγους τοῦ Γαλατᾶ μὴ ἀναχωρῆσαι· πλὴν ὅσοι ἐδυνήθησαν φυγεῖν, ἔφυγον. Τότε συμβουλευθέντες οἱ λοιποί, ἔλαβον τὰς κλεῖς τοῦ κάστρου σὺν
15τῷ ποδεστάτῳ αὐτῶν καὶ ἀπῆλθον προσκυνήσοντες τῷ τυράννῳ· καὶ προσκυνή‐ σαντες καὶ δόντες τὰς κλεῖς, αὐτὸς περιχαρῶς ἔλαβε καὶ τούτους σὺν ἱλαροῖς λόγοις καὶ βλέμματι ἔπεμψεν.

39

.

31

Αἱ δὲ νῆαι τὰ ἱστία πτερώσαντες, πέντε μόνον αἱ μεγάλαι, αἱ δ’ ἄλλαι οὐκ ἠδυνήθησαν ἐξελθεῖν· ἦσαν γὰρ νῆαι ἀπολειφθεῖσαι καὶ οἱ ναύαρχοι αὐτῶν φυγόντες σὺν ταῖς ἄλλαις ναυσὶν ἐσώζοντο. Καὶ νῆαι φυγοῦσαι καὶ τοὺς ναυάρ‐ χους αἰχμαλώτους καταλιποῦσαι τὴν σωτηρίαν ἐπραγματεύσαντο. Ἐξελθοῦσαι
5οὖν ἐκ τοῦ λιμένος καὶ ἀνέμου πνεύσαντος βορέως τὰ ἱστία πλήρης γενόμενα, ἔπλεον σὺν ἀναστεναγμοῖς καὶ θρήνοις, κλαίοντες τὴν τῆς Πόλεως συμφοράν·
ὁμοίως καὶ αἱ τριήρεις τῶν Βενετίκων αἱ ἐμπορικαί.373

39

.

32

Τὸν δὲ λαὸν ἅπαντα οἱ τῶν πλοίων Τοῦρκοι ἔξω τῆς πόλεως εὑρόν‐ τες παρητοιμασμένον, ἄνδρας τε καὶ γυναῖκας, πάντας, ὁποῦ καὶ ἦσαν, συνα‐ θροίσαντες εἰς τὰ πλοῖα εἰσήγαγον. Ὁ δὲ λοιπὸς λαὸς τῆς πόλεως ἔξω εἰς τὰς σκηνὰς τοῦ φωσάτου ἐμανδρίζετο.

40

.

1

Ταῦτα γὰρ ἅπαντα ἐγεγόνεισαν ἀπὸ ὥρας πρώτης τῆς ἡμέρας ἕως ὥρας ὀγδόης. Τότε καὶ ὁ τύραννος, πᾶσαν ὑποψίαν καὶ φόβον ἀποθέμενος, εἰσῄει ἐντὸς τῆς πόλεως σὺν τοῖς αὐτοῦ μεσάζουσιν καὶ ἑτέροις σατράπαις, ἔχων ἔμπροσθεν καὶ ὄπισθεν τοὺς αὐτοῦ δούλους πῦρ πνέοντας, πάντας τοξότας ὑπὲρ
5τὸν Ἀπόλλωνα, νέους Ἡρακλείδας, ὁ εἷς πρὸς δέκα ἀντιπαρατάξασθαι ἕτοιμος. Κατελθὼν δὲ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ καὶ ἀποβὰς τοῦ ἵππου καὶ εἰσελθὼν ἐντὸς ἐξέστη ἐπὶ τῇ θέᾳ· εὑρὼν δὲ ἕνα τῶν Τούρκων κατεάξαντα μίαν τῶν μαρμά‐ ρων ἐκείνων, τὸν μὲν Τοῦρκον ἠρώτα, τίνι τρόπῳ φθείρει τὸ ἔδαφος. Ὁ δ’ ἀπεκρί‐ νατο· „Ἕνεκα πίστεως.“—Αὐτὸς δὲ τείνας τὴν χεῖρα παίει τῷ ξίφει τὸν Τοῦρ‐
10κον, λέγων καὶ τοῦτο· „Ἀρκεῖ ὑμῖν ὁ θησαυρὸς καὶ ἡ αἰχμαλωσία· Αἱ δὲ οἰκοδο‐ μαὶ τῆς πόλεως ἐμαὶ τυγχάνουσιν.“—Ἦν γὰρ ὁ τύραννος μετανοήσας ἐπὶ τῇ συνθήκῃ τῇ γενομένῃ, ὁρῶν τὸν ἐξαντλούμενον θησαυρὸν καὶ τὴν αἰχμαλω‐ σίαν τὴν ἄμετρον. Ἑλκύσαντες δὲ τὸν Τοῦρκον ἐκ τῶν ποδῶν, ἔξω ἡμιθανῆ ἔῤῥιψαν. Αὐτὸς δὲ κελεύσας ἕνα τῶν αὐτοῦ μιαρῶν ἱερέων, ἀνέβη ὁ κληθεὶς
15ἐπ’ ἄμβωνος καὶ ἐδιελάλησε τὴν μιαρὰν αὐτοῦ προσευχήν. Ὁ δὲ υἱὸς τῆς ἀνο‐ μίας, ὁ πρόδρομος τοῦ ἀντιχρίστου ἀναβὰς ἐπὶ τῆς ἁγίας τραπέζης, ἐποίησε τὴν προσευχήν.

40

.

2

Βαβαὶ τῆς συμφορᾶς, φεῦ τοῦ φρικώδους τέρατος· Οἴμοι, τί γεγόνα‐ μεν; Αἲ αἴ, τί εἴδαμεν; Τοῦρκος ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ, ἐν ᾧ λείψανα ἀποστό‐ λων καὶ μαρτύρων ἵδρυνται, καὶ ἐπάνω αὐτοῦ ἀσεβής· Φρῖξον, ἥλιε. Καὶ ποῦ ὁ ἀμνὸς τοῦ Θεοῦ καὶ ποῦ ὁ υἱὸς καὶ λόγος τοῦ πατρός, ὁ θυόμενος ἐπάνω καὶ
5ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος; Ὄντως εἰς κίβδηλον ἐλογίσθημεν. Ἡ λατρεία ἡμῶν εἰς οὐδὲν ἐλογίσθη τοῖς ἔθνεσιν. Διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ ἐπ’ ὀνό‐ ματι τῆς τοῦ Θεοῦ λόγου Σοφίας ἀνοικοδομηθεὶς ναὸς καὶ τέμενος τῆς Ἁγίας Τριάδος, ὀνομαζόμενος καὶ Μεγάλη Ἐκκλησία καὶ Νέα Σιών, σήμερον βωμὸς βαρβάρων καὶ οἶκος τοῦ Μωάμεθ ἐπεκλήθη καὶ γέγονεν. Δικαία ἡ κρίσις σου,
10Κύριε.375

40

.

3

Ἐξελθὼν οὖν ἐκ τοῦ βωμοῦ ἐζήτησε τὸν μέγα δοῦκα καὶ αὖθις παρέ‐ στησαν αὐτόν. Ἐλθὼν οὖν καὶ προσκυνήσας, εἶπεν αὐτῷ· „Καλῶς ἐποιήσατε τοῦ μὴ παραδοῦναι τὴν πόλιν; Ἰδέ, πόση ζημία ἐγεγόνει, πόσος ὄλεθρος, πόση αἰχμαλωσία·“—Ὁ δὲ δοὺξ ἀπεκρίνατο· „Κύριε, οὐκ εἴχαμεν τόσην ἡμεῖς ἐξου‐
5σίαν τοῦ διδόναι σοι τὴν Πόλιν, οὐδὲ ὁ βασιλεὺς αὐτός· ἄλλως ὅτι καί τινες τῶν σῶν ἐνεδυνάμουν τὸν βασιλέα ἐν λόγοις γράφοντες· „Μὴ φοβοῦ, οὐ γὰρ ἰσχύσει καθ’ ὑμῶν·“—Τοῦτο γοῦν ὑπέλαβεν ὁ τύραννος διὰ τὸν Χαλίλ–πασιαν· ἦν γὰρ τρέφων θυμὸν κατ’ αὐτοῦ. Τότε ἀκούσας τὸ ὄνομα τοῦ βασιλέως ἠρώτησεν, εἰ ὁ βασιλεὺς ἀπέδρα σὺν ταῖς ναυσί, καὶ ὁ δοὺξ ἀπεκρίνατο, ὅτι οὐκ οἶδεν· ἦν γὰρ
10αὐτὸς ἐν τῇ Βασιλικῇ Πύλῃ τότε, ὅτε οἱ Τοῦρκοι συνήντησαν, εἰσελθόντες ἐν τῇ πύλῃ τῇ Χαρσοῦ, τῷ βασιλεῖ. Ἀποσπασθέντες οὖν ἐκ μέσου τοῦ στρατοπέδου δύο νέοι, εἴρηκεν ὁ εἷς τῷ τυράννῳ· „Κύριε, ἐγὼ τοῦτον ἀπέκτεινα· βιαζόμενος οὖν τοῦ εἰσελθεῖν καὶ ἁρπάσαι σὺν τοῖς σὺν ἐμοί, ἔασα αὐτὸν νεκρὸν καταλεί‐ ψας.“—Ὁ δ’ ἄλλος εἶπεν· „Ἐγὼ τοῦτον ἐπάταξα πρῶτον.“—Τότε ὁ τύραν‐
15νος στείλας καὶ τοὺς δύο, ἐνετείλατο φέρειν τὴν κεφαλὴν αὐτοῦ· οἱ δὲ ταχυδρο‐ μήσαντες εὗρον καὶ τὴν κεφαλὴν αὐτοῦ τεμόντες, παρέστησαν τῷ ἡγεμόνι. Ὁ δὲ τύραννος ἔφη πρὸς τὸν μέγα δοῦκα· „Εἰπέ μοι τὸ ἀληθές, εἰ ἡ κεφαλὴ αὕτη ἐστὶ τοῦ βασιλέως σου.“ Τότε καταστοχασάμενος αὐτὴν εἴρηκεν· „Ἐκείνου ἐστί, κύριε.“—Εἶδον οὖν αὐτὴν καὶ ἕτεροι καὶ ἐγνώρισαν. Τότε προσήλωσαν αὐτὴν
20ἐν τῷ κίονι τοῦ Αὐγουσταίου καὶ ἵστατο ἕως ἑσπέρας. Μετὰ δὲ ταῦτα ἐκδείρας καὶ ἀχύροις τὸ δέρμα στοιβάσας, ἔπεμψε πανταχοῦ δεικνύων τὸ τῆς νίκης σύμ‐
βολον, τῷ τῶν Περσῶν ἀρχηγῷ καὶ τῶν Ἀράβων καὶ τοῖς ἄλλοις Τούρκοις.377

40

.

4

Ἕτεροι δέ φασιν, ὡς ὁ δοὺξ εὑρέθη μετὰ τοῦ Ὀρχὰν ἐν τῷ πύργῳ τῷ τοῦ καστελίου τῶν Φραντζεζίδων κἀκεῖ παρεδόθησαν ὁρῶντες, ὡς οὐκ ἦν δυνατὸν ἀντίστασθαι πλέον τοῖς Τούρκοις. Ὄντων δὲ πλείστων ἐκεῖ καὶ εὐγε‐ νῶν ἀρχόντων σὺν τῷ δουκί, ᾐτήσατο ὁ Ὀρχὰν ἀπό τινος μοναχοῦ τὰ ἀμφία
5αὐτοῦ καὶ φορέσας αὐτὰ ἔδωκε τῷ μοναχῷ τὰ αὐτοῦ καὶ διὰ μιᾶς τοξοβολικῆς θυρίδος ἔβαλεν ἑαυτὸν κατὰ γῆς ἔξω τῆς πόλεως· καὶ λαβόντες οἱ τῶν πλοίων καὶ δεσμώσαντες ἔβαλον ἐντὸς σὺν τοῖς λοιποῖς αἰχμαλώτοις. Οἱ δὲ τοῦ πύργου παραδοθέντες, καὶ αὐτοὶ ἐντὸς τοῦ πλοίου ἐκείνου εἰσήχθησαν. Τότε εἷς τῶν αἰχμαλώτων τῶν Ῥωμαίων καταπραγματευσάμενος τὴν αὐτοῦ ἐλευθερίαν εἴρηκε
10τῷ ναυάρχῳ· „Εἰ ἐλευθερώσεις με σήμερον, ἔχω σοι δοῦναι τὸν Ὀρχὰν καὶ τὸν μέγα δούκαν ὁμοῦ.“—Τότε ἀκούσας ὁ ναύαρχος ὤμοσε τοῦ ἐλευθερώσειν αὐτόν. Καὶ τότε δείξας τὸν μελαμφόρον Ὀρχάνην καὶ μαθών, ὅτι κατὰ ἀλήθειαν ἐκεῖ‐ νός ἐστιν, ἀπέτεμε τὴν κεφαλὴν αὐτοῦ. Τὸν δὲ μέγα δοῦκα ζῶντα καὶ τὴν κεφα‐ λὴν τοῦ Ὀρχὰν λαβὼν εἰς τὸν ἡγεμόνα ἀπήγαγεν ἐν τῷ Κοσμιδίῳ. Ἐκεῖνος δὲ
15τῷ ναυάρχῳ εὐεργετήσας καὶ πλεῖστα δοὺς ἀπέλυσεν. Τὸν δὲ μέγα δοῦκα ἐκέ‐ λευσε καθίσαι καὶ παρηγορήσας αὐτόν, ὥρισε διαλαληθῆναι ἐν τῷ φωσάτῳ καὶ ἐν τοῖς πλοίοις διὰ τῶν παίδων καὶ τῆς γυναικὸς αὐτοῦ· καὶ παρευθὺς συνήχθη‐ σαν. Τότε ὁ ἡγεμὼν δοὺς ἀνὰ χιλίων ἀσπρῶν κατὰ κεφαλήν, ἀπέλυσε πάντας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ αὐτὸν τὸν μέγα δοῦκα, θαῤῥύνας αὐτὸν καὶ παρηγορήσας
20τὰ πλεῖστα, εἰπὼν αὐτῷ, ὅτι· „Τὴν πόλιν ταύτην σοὶ μέλλω παρακαταθέσθαι τοῦ ἔχειν τὴν ἅπασαν αὐτῆς φροντίδα· καὶ ποιήσω σε εἰς κρειττοτέραν δόξαν, παρ’ ἣν εἶχες ἐν τῷ καιρῷ τοῦ βασιλέως· καὶ μὴ ἀθύμει.“—Εὐχαριστήσας οὖν καὶ ἀσπασάμενος τὴν αὐτοῦ χεῖρα ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μαθὼν δὲ παρ’ αὐ‐ τοῦ τὰ ὀνόματα τῶν εὐγενῶν τῶν ἐν τῷ παλατίῳ διαπρεψάντων ὀφφικιαλίων, πάν‐
25των τὰ ὀνόματα κατέγραψεν· καὶ ἐν τοῖς πλοίοις καὶ ἐν ταῖς σκηναῖς συναθροί‐
σας οὖν πάντας ἐξηγόρασεν, ἀνὰ χιλίων ἀσπρῶν δοὺς τοῖς Τούρκοις.379

40

.

5

Πρωΐας δὲ γενομένης, παρελθούσης ἐκείνης τῆς πρώτης καὶ ζοφερᾶς ἡμέρας, ἐν ᾗ ἐγένετο ἡ πανωλεθρία τοῦ γένους ἡμῶν, εἰσελθὼν ἐν τῇ πόλει ὁ τύραννος καὶ εἰς τοὺς οἴκους τοῦ μεγάλου δουκὸς ἐλθών, ἐξελθὼν δὲ εἰς συνάν‐ τησιν αὐτοῦ καὶ προσκυνήσας αὐτόν, εἰσῆλθεν ἐντός. Ἦν δὲ ἡ γυνὴ αὐτοῦ ἀσθε‐
5νοῦσα κλινήρης. Τότε ὁ προβατόσχημος λύκος ἐγγίσας τῇ κλίνῃ, ἔφη προσαγο‐ ρεύσας αὐτῇ· „Χαῖρε, ὦ μῆτερ· μὴ λυποῦ ἐπὶ τοῖς συμβεβηκόσι. Τὸ θέλημα τοῦ Κυρίου γενέσθω· Ἔχω ἔτι πλείονα, παρ’ ὧν ἀπώλεκας, τοῦ δοῦναί σοι, μόνον ὑγίαινε.“—Ἐλθόντες δὲ οἱ παῖδες αὐτοῦ προσεκύνησαν αὐτῷ· καὶ εὐχαριστή‐ σαντες αὐτόν, ἐξῆλθε περιοδεύων τὴν πόλιν. Ἦν γὰρ ἡ πᾶσα ἄοικος, οὐτ’ ἄν‐
10θρωπος οὔτε κτῆνος οὐτ’ ὄρνεον κραυγάζον ἢ λαλῶν ἐντὸς αὐτῆς, μόνον τινὲς τῶν μὴ δυνηθέντων σκυλεῦσαί τι διὰ τὸ ἀνίσχυρον αὐτῶν, διότι καὶ πολλοὶ ἀπ’ ἀλλήλων ἐφονεύθησαν ἕλκοντες ὁ εἷς ἐξ ἑτέρου τὰ λάφυρα καὶ ὁ δυνηθεὶς ἥρπαζεν, ὁ δὲ μὴ δυνάμενος ἀντιστῆναι καιρίαν λαμβάνων πληγὴν ἔκειτο. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ, τριακοστὴν ἄγων ὁ Μάϊος, εἰσῆλθον καὶ τὰ ἐγκαταλειπόμενα
15αὐτοὶ συνέλεγον.

40

.

6

Τότε ὁ τύραννος διελθὼν τὸ πλεῖστον τῆς πόλεως καὶ πρὸς τοῖς τοῦ παλατίου μέρεσι συμπόσιον ποιήσας εὐφραίνετο. Καὶ δὴ καταβαπτισθεὶς ὑπὸ τοῦ οἴνου καὶ μεθυσθεὶς ὥρισεν τῷ ἀρχιευνούχῳ αὐτοῦ καὶ προστάξας εἶπεν· „Ἄ‐ πελθε ἐν τῷ οἴκῳ τοῦ μεγάλου δουκὸς καὶ εἰπὲ αὐτῷ· ὁρίζει ὁ ἡγεμών, ἵνα στεί‐
5λῃς τὸν υἱόν σου τὸν νεώτερον ἐν τῷ συμποσίῳ.“—Ἦν γὰρ εὐειδὴς ὁ νέος, ἄγων τεσσαρεσκαιδέκατον ἔτος. Ἀκούσας οὖν ὁ πατὴρ τοῦ παιδὸς ἀπενεκρώθη καὶ ἡ ὄψις αὐτοῦ ἠλλοιώθη καὶ λέγει τῷ ἀρχιευνούχῳ· „Οὐκ ἔστι τοῦτο ἐν τῇ ἡμετέρᾳ διαγωγῇ τοῦ παραδοῦναι τὸ ἐμὸν παιδίον οἰκείαις χερσὶν μιανθῆναι παρ’ αὐτοῦ. Κρεῖττον ἂν ἦν μοι τοῦ στεῖλαι δήμιον καὶ λαβεῖν τὴν κεφαλήν μου
10ἀπ’ ἐμοῦ.“—Ὁ δὲ ἀρχιευνοῦχος συμβουλεύσας αὐτὸν τοῦ δοῦναι τὸ παιδίον, ἵνα μὴ εἰς ὀργὴν ἐκκαύσῃ τὸν τύραννον, ὁ δὲ μὴ πεισθείς, ἀλλ’ εἰπών, ὅτι· „Εἰ βούλει λαβεῖν αὐτὸ καὶ ἀπελθεῖν, λαβὼν ἄπελθε, τὸ δὲ ἐγώ σοι τοῦτο διδόναι οἰκείῳ θελήματι, οὐ γενήσεται πώποτε.“—Τότε ὁ ἀρχιευνοῦχος στραφεὶς εἶπε τῷ ἡγεμόνι ἅπαντα τὰ παρὰ τοῦ μεγάλου δουκὸς λαληθέντα καὶ πῶς τὸ παιδίον
15οὐκ ἠβουλήθη δοῦναι. Τότε ὁ τύραννος θυμωθεὶς εἴρηκε τῷ ἀρχιευνούχῳ· „Λα‐ βὲ τὸν δήμιον σὺν σοὶ καὶ στραφεὶς ἄγε μοι τὸ παιδίον· ὁ δὲ δήμιος ἀγαγέτω τὸν δοῦκα καὶ τοὺς υἱοὺς αὐτοῦ.“—

40

.

7

Τότε ἐλθόντες καὶ μαθὼν τὸ μήνυμα ὁ δούξ, ἠσπάσατο τὰ τέκνα αὐ‐
τοῦ καὶ τὴν γυναῖκα καὶ ἐπορεύετο σὺν τῷ δημίῳ, αὐτὸς καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ γαμβρὸς αὐτοῦ ὁ Καντακουζηνός. Τὸ δὲ παιδίον ἔλαβεν μεθ’ ἑαυτοῦ ὁ ἀρχιευ‐ νοῦχος. Εἰσελθὼν οὖν καὶ δείξας τὸ παιδίον τῷ ἡγεμόνι, τοὺς δὲ λοιποὺς μαθὼν381
5ἐν τῇ πύλῃ τοῦ παλατίου ἱσταμένους, ὥρισε τῷ δημίῳ ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι. Τότε λαβὼν αὐτοὺς μικρὸν κάτωθεν τοῦ παλατίου, εἶπεν αὐτοῖς ὁ δήμιος τὴν ἀπόφασιν. Ἀκούσας δὲ ὁ υἱὸς αὐτοῦ τὴν σφαγὴν ἔκλαυσεν. Ὁ δὲ πατὴρ αὐτοῦ γενναίως σταθεὶς ἐνεδυνάμωσε τοὺς νέους, στηρίζων αὐτοὺς καὶ λέγων· „Τεκνία, εἴδατε τὴν χθὲς ἡμέραν ἐν μιᾷ καιροῦ ῥοπῇ τὰ ἡμέτερα πάντα
10φροῦδα γεγονότα· ὁ πλοῦτος ἡμῶν ὁ ἀκένωτος, ἡ δόξα ἡ θαυμαστή, ἣν εἴχομεν ἐν τῇ μεγαλοπόλει ταύτῃ καὶ διὰ αὐτῆς ἐν πάσῃ τῇ γῇ, ἣν οἰκοῦσι χριστιανοί. Νυνὶ δὲ τῇ ὥρᾳ ταύτῃ οὐκ ἐνελίπετο ἄλλο εἰς ἡμᾶς πλὴν ἡ παροῦσα αὕτη ζωή. Ἔσται δὲ ἡμῖν αὕτη οὐκ ἀτελεύτητος· ὀψέ ποτε γὰρ θνηξόμεθα. Καὶ ταῦτα πῶς; Ὑστερούμενοι τῶν ἀγαθῶν, ὧν ὠλέσαμεν, τῆς δόξης, τῆς τιμῆς, τῆς αὐ‐
15θεντίας, παρὰ πάντων ὀνειδιζόμενοι, καταφρονούμενοι καὶ ταλαιπωρούμενοι, ἄχρις οὗ ἔλθῃ ἐφ’ ἡμᾶς καὶ ὁ θάνατος λαβὼν ἐκ τῶν ὧδε ἀτίμους. Ποῦ ὁ ἡμέτερος βα‐ σιλεύς; Οὐκ ἐσφάγη χθές; Ποῦ ἐμὸς συμπεθερὸς καὶ σὸς πατήρ, ὁ μέγας δομέ‐ στικος; Ποῦ ὁ Παλαιολόγος καὶ πρωτοστράτωρ σὺν τοῖς δύο υἱέσιν αὐτοῦ; Οὐκ ἐσφάγησαν χθὲς ἐν τῷ πολέμῳ; Εἴθε καὶ ἡμεῖς ἀπεθάνομεν ἂν σὺν αὐτοῖς· Πλὴν
20καὶ αὕτη ἡ ὥρα ἱκανή ἐστιν, μὴ πλημμελήσωμεν πλέον. Τίς γὰρ οἶδε τὰ ὅπλα τοῦ διαβόλου, εἰ καὶ βραδύνοντες πληγῶμεν παρὰ τῶν ἰοβόλων βελῶν αὐτοῦ; Νῦν τὸ στάδιον ἕτοιμον· ἐν ὀνόματι τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν καὶ θανόντος καὶ ἀναστάντος ἀποθάνωμεν καὶ ἡμεῖς, ἵνα σὺν αὐτῷ ἀπολαύσωμεν τῶν ἀγαθῶν αὐτοῦ.“—Ταῦτα εἰπὼν καὶ στηρίξας τοὺς νέους, ἐγεγόνεισαν πρόθυμοι τοῦ θα‐
25νεῖν. Καὶ λέγει τῷ σπεκουλάτορι· „Ποίησον τὸ κελευσθέν σοι, ἀρξάμενος ἀπὸ τοὺς νέους.“—Καὶ ὑπακούσας ὁ δήμιος ἀπέτεμε τὰς κεφαλὰς τῶν νέων, ἱστά‐ μενος ὁ μέγας δοὺξ καὶ λέγων τό· „Εὐχαριστῶ σοι, Κύριε,“ καὶ τό· „Δίκαιος εἶ, Κύριε·“ Τότε εἶπε τῷ σπεκουλάτορι· „Ἀδελφέ, δός μοι ὀλίγην ἀνοχὴν τοῦ εἰσελθεῖν καὶ προσεύξασθαι.“—Ἦν γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ ναὸς σμικρός. Ὁ
30δὲ ἀφῆκε καὶ εἰσελθὼν προσηύξατο. Τότε ἐξελθὼν ἐκ τῆς πύλης τοῦ ναοῦ, ἦσαν γὰρ ἐκεῖ τὰ σώματα τῶν παίδων αὐτοῦ ἔτι σπαραττόμενα, καὶ πάλιν δοξολογίαν
πέμψας Θεῷ ἀπετμήθη τὴν κεφαλήν. Λαβὼν οὖν ὁ δήμιος τὰς κεφαλὰς ἦλθεν εἰς τὸ συμπόσιον, ἐμφανίσας αὐτὰς τῷ αἱμοβόρῳ θηρίῳ· τὰ δὲ σώματα γυμνὰ ἐκεῖ καὶ ἄταφα κατέλιπεν.383

40

.

8

Ὁμοίως καὶ ὅσους τῶν εὐγενῶν καὶ ὀφφικιαλίων τοῦ παλατίου μεγι‐ στᾶνας ἐξηγόρασε, πάντας, στείλας τὸν σπεκουλάτορα, κατέσφαξεν· τὰ δὲ γυ‐ ναῖκας καὶ παῖδας αὐτῶν ἐξελέξατο, τὰς ὡραίας κόρας καὶ εὐειδῆ ἄῤῥενα, καὶ παρέδωκε τῷ ἀρχιευνούχῳ τοῦ τηρεῖσθαι ὑπ’ αὐτοῦ. Τὴν δὲ λοιπὴν αἰχμαλωσίαν
5παρέδωκεν ἄλλοις τοῦ φροντίζεσθαι ὑπ’ αὐτῶν, ἄχρις οὗ εἰσαχθῶσιν εἰς Βαβυ‐ λῶνα τὴν Ἀδριανοῦ.

40

.

9

Καὶ ἦν ἰδεῖν τὴν ἅπασαν Πόλιν ἐν ταῖς σκηναῖς τοῦ φωσάτου, τὴν δὲ πόλιν ἔρημον, νεκρὰν κειμένην, γυμνήν, ἄφωνον, μὴ ἔχουσαν εἶδος οὐδὲ κάλλος.

41

.

1

Ὦ Πόλις, Πόλις, πόλεων πασῶν κεφαλή· ὦ Πόλις, Πόλις, κέντρον τῶν τεσσάρων τοῦ κόσμου μερῶν· ὦ Πόλις, Πόλις, χριστιανῶν καύχημα καὶ βαρβάρων ἀφανισμός· ὦ Πόλις, Πόλις, ἄλλη παράδεισος φυτευθεῖσα πρὸς δυσμάς, ἔχουσα ἔνδον φυτὰ παντοῖα βρίθοντα καρποὺς πνευματικούς.

41

.

2

Ποῦ σου τὸ κάλλος, παράδεισε· Ποῦ σου ἡ τῶν χαρίτων τοῦ πνεύμα‐ τος εὐεργετικὴ ῥῶσις ψυχῆς τε καὶ σώματος; Ποῦ τὰ τῶν ἀποστόλων τοῦ Κυ‐ ρίου μου σώματα τὰ πρὸ πολλοῦ φυτευθέντα ἐν τῷ ἀειθαλεῖ παραδείσῳ, ἔχοντα ἐν μέσῳ τούτων τὸ πορφυροῦν ἱμάτιον, τὴν λόγχην, τὸν σπόγγον, τὸν κάλαμον,
5ἅτινα ἀσπάζοντες ἐφανταζόμεθα τὸν ἐν σταυρῷ ὑψωθέντα ὁρᾶν· Ποῦ τὰ τῶν ὁσίων λείψανα; Ποῦ τὰ τῶν μαρτύρων; ποῦ τὰ τοῦ μεγάλου Κωνσταντίνου καὶ τῶν λοιπῶν βασιλέων πτώματα; αἱ ἀγυιαί, τὰ περίαυλα, αἱ τρίοδοι, οἱ ἀγροί, οἱ τῶν ἀμπέλων περιφραγμοί, τὰ πάντα πλήρης μεστὰ λειψάνων ἁγίων, σωμάτων εὐγενῶν, σωμάτων ἀγενῶν, ἀσκητῶν, ἀσκητριῶν. Ὦ τῆς ζημίας· „Ἔθεντο, Κύ‐
10ριε, τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς κύκλῳ τῆς Νέας Σιὼν καὶ οὐκ ἦν
ὁ θάπτων.“385

41

.

3

Ὦ ναέ, ὁ ἐπίγειε οὐρανέ, ὦ οὐράνιον θυσιαστήριον, ὦ θεῖα καὶ ἱερὰ τεμένη, ὦ κάλλος ἐκκλησιῶν, ὦ βίβλοι ἱεραὶ καὶ Θεοῦ λόγια, ὦ νόμοι παλαιοί τε καὶ νέοι, ὦ πλάκαι γραφεῖσαι Θεοῦ δακτύλῳ, ὦ εὐαγγέλια λαληθέντα Θεοῦ στό‐ ματι, ὦ θεολογίαι σαρκοφόρων ἀγγέλων, ὦ διδασκαλίαι πνευματοφόρων ἀνθρώ‐
5πων, ὦ παιδαγωγίαι ἡμιθέων ἡρώων, ὦ πολιτεία, ὦ δῆμος, ὦ στρατὸς ὑπὲρ μέτρον τὸ πρίν, νῦν δ’ ἀφανισθεὶς ὡς ποντιζομένη ναῦς ἐν τῷ πλεῖν, ὦ οἰκίαι καὶ παντοδαπὰ παλάτια καὶ ἱερὰ τείχη, σήμερον συγκαλῶ πάντα καὶ ὡς ἔμψυχα συνθρηνῶ, τὸν Ἰερεμίαν ἔχων ἔξαρχον τῆς ἐλεεινῆς τραγῳδίας.

41

.

4

„Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; Ἐγενήθη ὡς χή‐ ρα ἡ πεπληθυμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον. Κλαίουσα ἔκλαυσεν ἐν νυκτὶ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς καὶ οὐχ ὑπάρ‐ χει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν. Πάντες οἱ φιλοῦντες
5αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. Μετῳκίσθη ἡ Ἀσία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς. Ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν. Πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων. Ὁδοὶ πόλεως πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορ‐ τήν. Πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι. Οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ
10παρθένοι αὐτῆς ἀγόμεναι καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ. Ἐγένοντο οἱ θλίβον‐ τες αὐτὴν εἰς κεφαλὴν καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσιν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς. Τὰ νήπια αὐτῆς ἐπορεύθη ἐν αἰχμα‐ λωσίᾳ κατὰ πρόσωπον θλίβοντος. Καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέ‐ πεια αὐτῆς. Ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ
15ἐπορεύοντο ἐν οὐκ ἰσχύϊ κατὰ πρόσωπον διώκοντος. Ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέ‐ λασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς. Ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ· διὰ τοῦτο εἰς σά‐ λον ἐγένετο.“

41

.

5

Χεῖρα αὐτοῦ ἐξεπέτασεν ὁ θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς, εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν σου. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον. Ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν. Ἴδε, κύριε, καὶ ἐπί‐
5βλεψον· πάντες οἱ παραπορευόμενοι ὁδὸν ἐπιβλέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος
κατὰ τὸ ἄλγος μου, ὃ ἐπεφύλλισέν μοι. Ἐξ ὕψους αὐτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου καὶ κατήγαγεν αὐτὸ ἐπ’ ἐμέ. Διεπέτασε δίκτυον τοῖς ποσί μου· ἀπέ‐ στρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην.“387

41

.

6

„Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐξ μέσου μου· ἐκάλεσεν ἐπ’ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου. Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. Ἐπὶ τούτοις ἐγὼ κλαίω. Ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.“

41

.

7

„Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. Ἀκούσατε δή, πάντες λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· αἱ παρθένοι μου καὶ οἱ νεανίσκοι μου ἐπο‐ ρεύθησαν ἐν αἰχμαλωσίᾳ μου. Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογί‐ σαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον.“

41

.

8

„Ἀκούσατε δή, ὅτι στενάζω ἐγώ.“

41

.

9

Ἐγένετο Κύριος ὡς ἐχθρὸς καὶ ἐξέσπασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐ‐ τοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ. Ἐπιλαθέσθαι ἐποίησε Κύριος ἐν τῇ πόλει ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν
5ἐν χειρὶ αὐτοῦ τεῖχος βάρεων αὐτῆς. Φωνὴν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ψαλμὸν Λευιτῶν ἐν ἡμέρᾳ ἑορτῆς.“

41

.

10

„Ἴδε, Κύριε, καὶ ἐπίβλεψον, τίνι ἐπεφύλλισας οὕτως. Ἐφονεύθησαν νήπια θηλάζοντα μασθούς. Εἰ ἀποκτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προ‐ φήτην; Ἐκοιμήθησαν εἰς γῆν ἐξόδων παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν εἰς αἰχμαλωσίαν.“

41

.

11

„Συνετέλεσε Κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ· καὶ ἀνῆψεν πῦρ ἐν τῇ πόλει καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς.“

41

.

12

„Μνήσθητι, Κύριε, τί ἐγένετο ἡμῖν. Ἐπίβλεψον καὶ ἴδε τὸν ὀνειδι‐ σμὸν ἡμῶν. Ἡ κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. Ὀρφανοὶ ἐγενήθημεν ὡς μὴ ἔχοντες πατέρα, μητέρες ἡμῶν ὡς χῆραι.“

41

.

13

„Ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαυσάμεθα.“

41

.

14

„Οἱ πατέρες ἡμῶν ἥμαρτον καὶ οὐχ ὑπάρχουσιν· καὶ ἡμεῖς τὰ ἀνομή‐ ματα αὐτῶν ὑπέσχομεν. Δοῦλοι ἐκυρίευσαν ἡμῶν· λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.“

41

.

15

„Τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπαλαιώθη, συνεσπάσθη ἀπὸ προσώπου καταιγίδος λιμοῦ.“

41

.

16

„Ἐκλεκτοὶ ἐν μύλοις ἤλεσαν καὶ νεανίσκοι ἐπὶ ξύλοις ἀνεσκολοπίσθη‐
σαν. Πρεσβῦται ἀπὸ πύλης κατέπεσον καὶ ἐκλεκτοὶ ἀπὸ ψαλμῶν αὐτῶν κατέ‐ παυσαν. Κατελύθε χαρὰ καρδίας ἡμῶν, ἐξεστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν, ἔπεσεν ὁ στεφανὸς τῆς κεφαλῆς ἡμῶν· Οὐαὶ ἡμῖν, ὅτι ἡμάρτομεν. Περὶ τούτου389
5ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν· περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν. Ἐ‐ πὶ τῇ Νέᾳ Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. Σὺ δὲ κύριε, εἰς τὸν αἰῶνα κατοικεῖς, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. Ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψῃς ἡμᾶς εἰς μακρότητα ἡμερῶν; Ἐπίστρεψον ἡμᾶς, Κύριε, πρὸς σὲ καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαινισθῇ ἡμέρα ἡμῶν καθῶς ἔμπροσθεν· ὅτι
10ἀποθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδρα.

41

.

17

Οὗτοι οἱ θρῆνοι καὶ οἱ κοπετοὶ τοῦ Ἰερεμίου, οὓς ἐκόψατο ἐν τῇ ἁλώσει τῆς παλαιᾶς Ἱερουσαλήμ, οἴομαι δὲ καὶ περὶ τῆς νέας καλῶς τὸ πνεῦμα τῷ προφήτῃ ὑπέδειξεν.

41

.

18

Ποία τοίνυν γλῶσσα ἐξισχύσει τοῦ εἰπεῖν καὶ λαλῆσαι τὴν γενομένην ἐν τῇ Πόλει συμφορὰν καὶ τὴν δεινὴν αἰχμαλωσίαν καὶ τὴν πικρὰν μετοικίαν, ἣν ὑπέστη οὐκ ἀπὸ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα ἢ εἰς Ἀσσυρίους, ἀλλ’ ἀπὸ Κωνσταν‐ τινουπόλεως εἰς Συρίαν, εἰς Αἴγυπτον, εἰς Ἀρμενίαν, εἰς Πέρσας, εἰς Ἀραβίαν,
5εἰς Ἀφρικήν, εἰς Ἰταλίαν, σποράδην, ἐν τῇ Ἀσίᾳ τῇ Μικρᾷ καὶ ἐν ταῖς λοι‐ παῖς ἐπαρχίαις. Καὶ ταῦτα πῶς; Ἐν τῇ Παφλαγονίᾳ ὁ ἀνὴρ καὶ ἐν Αἰγύπτῳ ἡ γυνὴ καὶ τὰ τέκνα ἐν ἄλλοις τόποις σποράδην ἀλλοιούμενα ἀπὸ γλώττης εἰς γλῶτταν καὶ ἀπ’ εὐσεβείας εἰς ἀσέβειαν καὶ ἀπὸ θείων Γραφῶν εἰς ἀλλόκοτα γράμματα.

41

.

19

Φρῖξον, ἥλιε· καί, σὺ γῆ, στέναξον εἰς τὴν παντελῆ ἐγκατάλειψιν τὴν γενομένην ἐν τῇ ἡμετέρᾳ γενεᾷ παρὰ τοῦ δικαιοκρίτου Θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἐσμὲν ἄξιοι ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, εἰ μὴ μόνον κάτω νενευκότες καὶ εἰς γῆν τὰ πρόσωπα θέντες κράξωμεν· „Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις
5σου· ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν παρὰ πάντα τὰ ἔθνη. Καὶ πάντα ἃ ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ καὶ δικαίᾳ κρίσει ἐπήγαγες. Πλὴν φεῖσαι ἡμῶν, Κύριε, δεόμεθα.“—

42

.

1

Μεθ’ ἡμέρας οὖν τρεῖς τῆς ἁλώσεως ἀπέλυσε τὰ πλοῖα, πορεύεσθαι ἕκαστον εἰς τὴν αὐτῶν ἐπαρχίαν καὶ πόλιν, φέροντα φόρτον, ὥστε βυθίζεσθαι. Ὁ δὲ φόρτος τί; ἱματισμὸς πολυτελής, σκεύη ἀργυρᾶ, χρυσᾶ, χαλκᾶ, καττι‐ τέρινα, βιβλία ὑπὲρ ἀριθμόν· αἰχμάλωτοι, καὶ ἱερεῖς καὶ λαϊκοὶ καὶ μονάζουσαι
5καὶ μοναχοί, τὰ πάντα πλήρης φόρτου· αἱ δὲ σκηναὶ τοῦ φωσάτου πλήρης αἰχ‐ μαλωσίας καὶ τῶν ἄνωθεν ἀριθμηθέντων παντοίων εἰδῶν. Καὶ ἦν ἰδεῖν ἐν μέ‐ σῳ τῶν βαρβάρων ἕνα φοροῦντα σάκκον ἀρχιερατικὸν καὶ ἕτερον ζωννύμενον ἐπιτραχήλιον χρυσοῦν, ἕλκοντα κύνας ἐνδεδημένους, ἀντὶ τῶν σαγισμάτων ἀμνοὺς χρυσοϋφάντους· ἄλλοι ἐν συμποσίοις καθήμενοι καὶ τοὺς ἱεροὺς δίσκους ἔμπροσ‐391
10θεν, συνδιαφόρους ὀπώρας ἐσθίοντες, καὶ τὸν ἄκρατον πίνοντες ἀπὸ τῶν ἱερῶν κρατήρων, τὰς δὲ βίβλους ἁπάσας ὑπὲρ ἀριθμὸν ὑπερβαινούσας ταῖς ἁμάξαις φορτηγώσαντες ἁπανταχοῦ ἐν τῇ ἀνατολῇ καὶ δύσει διέσπειραν. Δι’ ἑνὸς νομί‐ σματος δέκα βίβλοι ἐπιπράσκοντο, Ἀριστοτελικοί, Πλατωνικοί, Θεολογικοὶ καὶ ἄλλο πᾶν εἶδος βίβλου. Εὐαγγέλια μετὰ κόσμου παντοίου ὑπὲρ μέτρον, ἀνασπῶν‐
15τες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ἄλλ’ ἐπώλουν, ἄλλ’ ἔῤῥιπτον. Τὰς εἰκόνας ἁπά‐ σας πυρὶ παρεδίδουν· σὺν τῇ ἀναφθείσῃ φλογὶ κρέη ἑψῶντες ἤσθιον.

42

.

2

Τότε μετὰ πέμπτην ἡμέραν εἰσῆλθεν ἐν τῷ Γαλατᾷ καί, προστάξας τοῦ γενέσθαι ἀπογραφὴν ἐπὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐτῷ, εὗρε πολλοὺς οἴκους κεκλεισμένους· ἦσαν γὰρ φυγόντες οἱ Λατῖνοι σὺν ταῖς ναυσίν. Ὥρισε γοῦν τοῦ ἀνοιχθῆναι τὰς οἰκίας αὐτῶν καὶ καταγραφὴν ποιῆσαι ἐν πάσῃ περιουσίᾳ αὐτοῦ
5καί, εἰ μὲν στραφῶσιν ἄχρι προθεσμίας μηνῶν τριῶν, λαβέτωσαν τὰ ὑπάρχοντα αὐτῶν, εἰ δ’ οὐκ ἐπιστραφῶσιν, ἔσονται τοῦ ἡγεμόνος. Τότε ἐκέλευσεν τὴν στρα‐ τιὰν πᾶσαν καὶ τὰς πέριξ κώμας τοῦ χαλᾶσαι καὶ εἰς γῆν ῥῖψαι τὰ τείχη τοῦ Γαλατᾶ καὶ ἀπολῦσαι αὐτούς· ὁ καὶ γέγονεν. Χαλάσαντες οὖν τὰ τείχη, ὅσα πρὸς τὴν ξηρὰν ἐπεπήγηντο, ἔασαν τὰ πρὸς τὸν λιμένα κείμενα.

42

.

3

Τοὺς δὲ ἀσβεστοεργάτας προσέταξε δι’ ὅλου τοῦ Αὐγούστου μηνὸς ἔχειν ἑτοίμην ἄσβεστον τοῦ ἀνοικοδομῆσαι τὰ καταπεσόντα τείχη τῆς Πόλεως. Αὐτὸς δὲ καταγράψας φαμελίας ἀπὸ τῶν ἐπαρχιῶν ἑῴας καὶ δύσεως χιλιάδας εʹ, προσέταξεν μέχρι Σεπτεβρίου μηνὸς τούτους πανοικὶ ἐν τῇ Πόλει εἶναι ἐπά‐
5νω ποινῆς κεφαλικῆς τιμωρίας. Καὶ ἔπαρχον καταστήσας Σολεημὰν ὀνόματι δοῦ‐ λον αὐτοῦ καὶ τὸν μέγα ναὸν βωμὸν τοῦ θεοῦ αὐτοῦ καὶ τοῦ Μωάμεθ ἐνθρονί‐ σας, τοὺς λοιποὺς ἀφεὶς ἐρήμους, αὐτὸς διὰ τῆς Ἀδριανοῦ νικητὴς ἐπανέζευξεν,
ἔχων μεθ’ ἑαυτοῦ ὑπὲρ ἄπειρον αἰχμαλωσίαν καὶ λάφυρα ὑπὲρ ἀριθμόν.393

42

.

4

Ἐξῆλθεν οὖν ἐκ τῆς Πόλεως τῇ ιη τοῦ Ἰουνίου μηνός, πάσας τὰς εὐγενίδας καὶ τὰς αὐτῶν θυγατέρας ἄγων ἐν τοῖς ἅρμασι καὶ ἐν ταῖς ἱππηλα‐ σίαις. Ἡ δὲ τοῦ μεγάλου δουκὸς γύνη ἐν ὁδῷ ἐτεθνήκει πλησίον κώμεως Μεση‐ νῆς λεγομένης καὶ ἔθαψαν αὐτὴν ἐκεῖ, γυναῖκα περιβόητον ἐν ἐλεημοσύναις καὶ
5πενήτων οἰκτιρμοῖς· σώφρων, ἐγκρατευομένη παντοίων ψυχικῶν παθῶν.

42

.

5

Ἐλθὼν δὲ ἐν Ἀδριανουπόλει ἐντὸς μετὰ θριάμβου ἐξοχωτάτου, ἦν ἰδεῖν συῤῥέοντας πάσας καὶ πάντας, τοὺς ἀρχηγοὺς καὶ ἡγεμόνας τῶν χριστιανῶν, τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω, προσαγορεύοντας· τὸ χαῖρε. Ποία καρδία, ποία γνώ‐ μη, ποῖα χείλη, ποῖον στόμα; Ἀλλ’ ἄκοντες καὶ μὴ βουλόμενοι προσεκύνουν σὺν
5δώροις, φοβούμενοι, μὴ καὶ αὐτοὶ τὰ ὅμοια πάθωσιν. Ὁ δὲ τύραννος ἐκάθητο ὑψαύχην καὶ ἀλαζών, ἐπαιρόμενος ἐπὶ τῇ ἁλώσει τῆς Πόλεως. Οἱ δὲ ἡγεμόνες τῶν χριστιανῶν ἵσταντο τρομαλέοι, ἐκδεχόμενοι, τί ἄρα ἔσται τὸ μέλλον εἰς αὐ‐ τοὺς ἀποφῆναι.

42

.

6

Ἀπελογίσατο οὖν πρῶτον τῷ πρέσβει Σερβίας τοῦ διδόναι κατ’ ἔτος τῇ ἡγεμονίᾳ τῶν Τούρκων νομίσματα χιλιάδας δώδεκα, τοὺς δεσπότας τῆς Πε‐ λοπονήσου χιλιάδας δέκα κατ’ ἔτος 〈καὶ〉 σὺν δώροις ἔρχεσθαι εἰς προσκύνησιν αὐτοῦ, τῷ ἐν τῇ Χίῳ κατ’ ἔτος νομίσματα χιλιάδας ἕξ, τῷ Μιτυλήνης κατ’ ἔτος
5νομίσματα χιλιάδας τρεῖς, τῷ Τραπεζοῦντος καὶ πᾶσι τοῖς ἐν τῇ Ποντικῇ θα‐ λάσσῃ οἰκοῦσιν κατ’ ἔτος ἐρχομένους ποιεῖν τὴν προσκύνησιν μετὰ δωροφορίας καὶ διδόναι τὰ τέλη.

42

.

7

Τῷ πρώτῳ οὖν ἔτει Αὐγούστῳ μηνὶ ἐλθόντες οἱ τοῦ δεσπότου Σερβίας καὶ παραδόντες τὰ κεχρεωστημένα τέλη, ἐποίησαν καὶ μεγάλην ἐλεημοσύνην ἐν τῇ Ἀδριανουπόλει. Παραγγείλας γὰρ αὐτοῖς ὁ δεσπότης Γεώργιος, ἐξηγόρασαν μοναστρίας νέας καὶ γηραίας· ἕως ἑκατὸν ἐλευθέρωσε. Καὶ οἱ τῶν ἐντίμων καὶ
5ἐκ γένους τῶν παλατίου πάντες συῤῥέοντες αἰχμάλωτοι ἐν Σερβίᾳ, ἐλάμβανον καὶ παρ’ αὐτοῦ καὶ παρὰ τῆς βασιλίσσης τὰ πρὸς ἐξαγορασίας ἐφόδια ἕνεκα ἐλεημοσύνης.

42

.

8

Τοῦ φθινοπώρου οὖν ἀρξαμένου τοῦ ἔτους ἤδη τρέχοντος ἑξακισχι‐ λιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ δευτέρου καὶ τὸν χειμῶνα οἶκοι διαβιβάσας, ἠβουλήθη ἐν ἔαρι τῷ δεσπότῃ προσβαλεῖν καὶ τὴν ἅπασαν Σερβίαν προσοι‐ κειῶσαι τῇ ἡγεμονίᾳ αὐτοῦ. Καὶ γὰρ ὁ δεσπότης μετὰ τὴν τῆς Πόλεως ἅλω‐
5σιν καθεκάστην ἐκδεχόμενος ἦν τὴν πικρὰν ταύτην ἀγγελίαν καὶ τὸ τοῦ πλεο‐ νέκτου ἀδίκημα· ἦν γὰρ πρακτικὸς γέρων καὶ τῶν τοῦ τυράννου ἀδικημά‐
των πολυπαθής, ὡς πολλάκις εἰρήκαμεν, ὁ δεσπότης. Τίς οὖν ἡ εἰς τὸ μέ‐ σον αἰτία τοῦ ἀδικήματος, ἐμήνυσε λέγων, ὡς· „Ὁ τόπος, ὃν δεσπόζεις, οὐκ ἔστι σός, ἀλλ’ οὐδὲ πατρικός, δηλονότι ἡ Σερβία, ἀλλ’ ἔστι τοῦ Λαζά‐395
10ρου υἱοῦ, τοῦ Στεφάνου· ἀνήκει οὖν ἐμοί. Ἔξελθε οὖν τάχεως ἐκ τῶν ὁρίων αὐ‐ τῆς· ἔχω δὲ δωρήσασθαί σοι μέρος ἐκ τῆς γῆς τοῦ πατρός σου τοῦ Βούλκου καὶ τὴν πόλιν Σοφίαν. Εἰ δὲ μή, ἔρχομαι κατὰ σοῦ.“—Ταῦτα οὖν μηνύσας δι’ ἑνὸς τῶν πιστοτάτων αὐτοῦ δούλων, προστάξας ἐν ἡμέραις εἴκοσι καὶ πέντε εὑ‐ ρεθῆναι ἐνώπιον αὐτοῦ, τοῦ μαθεῖν τὴν ἀπόκρισιν· εἰ δ’ οὐ μή, τὴν κεφαλὴν αὐ‐
15τοῦ τεμὼν τὸ σῶμα ῥίψει τοῖς θηρσὶν εἰς βοράν. Ὁ δὲ ἀποκρισιάριος τοῦ τυ‐ ράννου ἐλθὼν ἐν Σερβίᾳ καὶ εὑρὼν τὸν δεσπότην πέραν τοῦ Ἴστρου διάγοντα, κρατήσαντες αὐτὸν οἱ τῆς Σερβίας ἄρχοντες, ὡς σήμερον ὁ δεσπότης ἔρχεται, αὔριον ἐπιδημεῖ, σὺν τούτοις ἐπεμελοῦντο τῶν πολιχνίων καὶ τὰ πρὸς χρείαν πάντα ἐν ἀποθήκαις ἐστοίβαζον. Ἰδὼν οὖν ὁ ἀποκρισιάριος, ὅτι ἠπάτηται, φοβη‐
20θεὶς καὶ τὸ ἐπιτίμιον τῆς προθεσμίας, ἦν γὰρ διαβάσας ἐπέκεινα ἡμέρας λʹ, ὁ τύ‐ ραννος οὖν θυμοῦ πλησθεὶς ἐξῆλθε τῆς Ἀδριανοῦ σὺν πάσῃ τῇ στρατιᾷ καὶ κα‐ τέλαβε τὴν Φιλίππου. Ἐλθὼν δὲ ὁ δοῦλος καὶ ἀπαγγείλας τὴν φυγὴν τοῦ δεσπό‐ του ἐν Οὐγγρίᾳ καὶ τὴν ἐνέδραν τῶν ἀρχόντων αὐτοῦ, πῶς ἐκράτησαν αὐτὸν καὶ οὐκ ἀπέλυον, ἔμελλε γὰρ θανατῶσαι τοῦτον ὁ τύραννος, πλὴν ὁ δοῦλος πρὸ
25τῆς προθεσμίας ἔστειλε, τῷ ἡγεμόνι δηλῶν τὴν αὐτοῦ βραδύτητα καὶ τὰς κατα‐ σκευὰς τῶν Σέρβων καὶ τὴν φυγὴν τοῦ δεσπότου.

42

.

9

Οὖγγροι δέ ποθεν διαβάντες τὸν ποταμὸν καὶ τὰ τῆς Τερνόβου μέρη λεηλατήσαντες καὶ σὺν στρατιᾷ Τούρκων εὑρεθέντες καὶ τὴν νικῶσαν λαχόντες, σὺν πλείστῃ λείᾳ τὸν Ἴστρον πάλιν ἐδιέβησαν.

42

.

10

Ὁ δὲ τύραννος ἀπάρας ἐκ τῆς Φιλιππουπόλεως εἰς Σοφίαν ἐπορεύθη· κἀκεῖ τὸν στρατὸν καταλείψας σὺν τοῖς μεσάζουσι καὶ πάσῃ τῇ γερουσίᾳ, αὐτὸς σὺν πεζικῷ στρατῷ, μέχρι χιλιάδας κʹ, εἰς Σερβίαν εἰσέδυ, μὴ εὐρὼν δὲ τὸν συ‐ ναντήσοντα αὐτῷ. Ἦν γὰρ ὁ δεσπότης πρὸ ἡμερῶν ἱκανῶν ἐν Οὐγγρίᾳ περά‐
5σας σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ καὶ οἱ μεγιστᾶνες αὐτοῦ πανοικί· τὰ δὲ κάστρα ὀχυρώσας καὶ τὸν λαὸν ἅπαντα κελεύσας ἐντὸς αὐλισθῆναι, ἐκέλευσε μὴ δειλιᾶν καὶ προδίδοσθαι, αὐτὸς γὰρ ἥξειν μέλλει σὺν δυνάμει πολλῇ ὡς ἐν ὀλίγῳ.

42

.

11

Ὁ δὲ τύραννος εἰσελθὼν ἄχρι Σμεδρόβου, ἦν γὰρ διψῶν τὴν αὐτῆς τῆς πόλεως ἅλωσιν διὰ τὸ εἶναι ἐν τῇ ἀκτῇ τοῦ ποταμοῦ καὶ διδόναι δίοδον τοῖς μέλλουσιν ἐν Οὐγγρίᾳ περᾶν, μὴ δυνηθεὶς δὲ πρᾶξαί τι, ὑπέστρεψε πολεμήσας τῶν πολιχνίων ἑνί. Τὸ μὲν κάστρον οὐ παρεδόθη, ὁ δὲ λαὸς ὁ παρακείμενος ἔξω
5τοῦ πολιχνίου τῶν κώμεων καὶ τῶν τοῦ κάμπου χωρίων, ἔχοντες καὶ αὐτοὶ ζώνην ἑτέραν τοῦ κάστρου ἔξωθεν φυλάττουσαν αὐτούς, ἦν γὰρ τὸ πολίχνιον ὀχυρόν, τὸ δὲ ἐξώκαστρον οὐ τόσον, σὺν ὅρκοις ὁ ἐφίορκος ἔλαβε καὶ μετὰ τὸ λαβεῖν πάν‐ τας ὁμοῦ ᾐχμαλώτισεν ἄγων· τὸ δὲ φρούριον οὐ παρεδόθη.397

42

.

12

Στραφεὶς οὖν ἐν τῇ Σοφίᾳ καὶ ἀπάρας ἐκεῖθεν ἦλθεν εἰς Ἀδριανοῦ, ἄγων καὶ τὴν λείαν· κακεῖ δωρησάμενος τοῖς ἄρχουσιν καὶ τοῖς κεκοπιακόσι σὺν αὐτῷ τὴν ἥμισυ, αὐτὸς τὴν ἥμισυ αἰχμαλωσίαν λαβὼν ἐν ταῖς κώμεσι ταῖς περὶ τὴν Κωνσταντίνου ἐπέμψεν οἰκίσας αὐτούς. Ἦν γὰρ τὸ λαχὸν μέρος αὐτοῦ ἀν‐
5δρόγυνα χιλιάδαι τέσσαρες.

42

.

13

Αὐτὸς δὲ ἀπάρας ἐξ Ἀδριανοῦ εἰς Κωνσταντίνου ἀφίκετο. Ἦν γάρ, ὅτε ἐν τῇ Φιλίππου διέτριβεν, κελεύσας οἰκοδομηθῆναι τὰ χαλασθέντα τείχη τῆς Πόλεως· εὗρε οὖν ἀνοικοδομηθέντα καὶ καλῶς ἀπαρτισθέντα, ὡς ἐχρῆν. Εἰσελ‐ θὼν δὲ ἐν τῇ Πόλει καὶ διαμετρήσας ἐν μέσῳ αὐτῆς γῆν περιέχουσαν στάδια ὀκτὼ
5ἢ καὶ πλέον, ἐκέλευσε περιορίσαι αὐλὴν καὶ ἔνδον αὐτῆς οἰκοδομῆσαι παλάτια. Γενομένης οὖν τῆς περιορίας, ἐκάλυψε πᾶσαν τὴν κορυφὴν αὐτῆς ἐν μολυβδί‐ ναις πλάκεσιν, ἀφελὼν αὐτὰς ἀπὸ τῶν μοναστηρίων· ἦσαν γὰρ ἔρημα μείναντα. Ἐν γὰρ τῇ μονῇ τοῦ Παντοκράτορος εἰσῆλθον κναφεῖς οἰκοῦντες καὶ ἐργαζόμενοι σκυτοτομοῦντες ἐν μέσῳ τοῦ ναοῦ, ἐν τῇ τῶν Μαγγάνων μονῇ τουρκοκαλόγηροι,
10ἐν δὲ ταῖς ἄλλαις ἁπάσαις ἀνδρογυναικόπαιδα Τούρκων.

42

.

14

Ταῦτα, ἃ γράφω μετὰ τὴν τῆς Πόλεως ἅλωσιν, οὐκ ἔξεστί μοι γρά‐ φειν· οὐ γὰρ ἦν πρέπον χρονογραφεῖν μοι νίκας καὶ ἀνδραγαθήματα τυράννου δυσσεβοῦς καὶ ἐχθροῦ ἀσπόνδου καὶ ὀλετῆρος τοῦ γένους ἡμῶν. Ἀλλὰ τὸ πεῖ‐
σάν μοι γράφει ἐστὶ τοῦτο, ὃ λέξων ἔρχομαι. Ἔμαθον παρά τινων γερόντων τι‐399
5μίων ἀνδρῶν, ἔτι νέος ὤν, ὅτι τὸ τέλος τῆς τυραννίδος τῶν Ὀτμάνων ἔσται ὁμοῦ φθάσαν σὺν τῷ τέλει τῆς βασιλείας Παλαιολόγων. Ὁμοῦ γὰρ ἤρξαντο ὁ Ὀτμὰν ἐν τυραννίδι καὶ Μιχαὴλ ὁ Παλαιολόγος ἐν βασιλείᾳ, πρὸ ὀλίγου μὲν ὁ Μιχαήλ, μετ’ ὀλίγον δὲ ὁ Ὀτμὰν ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ, Ἀνδρονίκου τοῦ Παλαιολόγου. Ἦν δὲ καὶ ἐν ταῖς ἡμέραις τοῦ Μιχαὴλ τυραννῶν ὁ Ὀτμάν,
10πλὴν λῃστρικῶς. Κατὰ τοῦτο ἐπρόκειτο καὶ τὸ τῶν βασιλέων καὶ τῆς Πόλεως πέρας προλαβὸν γενέσθαι, εἶτα τὸ τῶν Ὀτμάνων. Ἔτυχε γὰρ ὁ Μιχαὴλ οἰωνο‐ σκοπήσας τότε, εἰ τὴν βασιλείαν κληρονομήσει ὁ υἱὸς αὐτοῦ, τελευτήσας αὐτός· ἐλέγχετο γὰρ ὑπὸ τοῦ συνειδότος, ἀδίκως τὴν βασιλείαν δραξάμενος, τυφλώσας τὸν κληρονόμον καὶ μυρίους ἀφορισμοὺς κατὰ κεφαλῆς δεξάμενος καὶ κατὰ τῆς τοῦ
15γένους σειρᾶς. Τὸ μαντεῖον οὖν φωνὴν ἄσημον ἐξερεύξατο: μαμάϊμι. Ὁ δὲ μάντις ἐξηγούμενος ἔλεγεν· „Ὅσα στοιχεῖα ἐν τῇ ἀσήμῳ λέξει τυγχάνουσιν, τοσοῦτοι ἐκ τῆς σῆς σπορᾶς βασιλεῖς βασιλεύσουσιν καὶ τότε ἡ βασιλεία καὶ ἀπὸ τῆς Πόλεως καὶ ἀπὸ τοῦ γένους σου ἀρθήσεται.“—Τοῦτο οὖν ἡμεῖς οἱ ἐν τῇ ὑστάτῃ τοῦ χρό‐ νου φορᾷ φθάσαντες καὶ ἰδόντες τὴν ἀπαίσιον καὶ φοβερὰν ἀπειλὴν τὴν γενηθεῖ‐
20σαν τῷ ἡμετέρῳ γένει, ὀνειροπολοῦντες ἐκδεχόμεθα τὴν ἀνάῤῥυσιν καὶ δι’ ἐπιθυ‐ μίας εἰς ἄκρος ζεούσης ἱκετεύοντες τὸν παιδεύοντα καὶ πάλιν ἰώμενον Θεὸν καὶ τὰ προῤῥηθέντα παρά τινων εὐλαβῶν ἀνδρῶν εἰς ἐκδοχὴν ἐλπίζοντες, γράφομεν καὶ τὰ μετὰ τὴν τοῦ Θεοῦ ἀπειλὴν παρὰ τοῦ τυράννου γενόμενα. Ἀλλ’ ἐπανίω‐ μεν αὖθις εἰς τὸ τῆς ἱστορίας ἐλλεῖπον.

43

.

1

Ὁ γὰρ τύραννος ἐν τῷ δευτέρῳ ἔτει [τῆς], ἀφ’ οὗ γέγονεν κύριος Κωνσταντινουπόλεως, ἔτος τῆς του κόσμου παραγωγῆς ἑξακισχιλιοστὸν ἐνα‐ κοσιοστὸν ἑξηκοστὸν τρίτον, ἐν τῇ Ἀδριανοῦ ὤν, ἔρχονται καὶ ἀπὸ Ῥόδου φρέριοι προσκυνήσοντες τῷ τυράννῳ σὺν δώροις ὅτι πλείστοις· καὶ συνθή‐
5κας ἐνόρκους αἰτήσαντες, τοῦ ἐμπορεύεσθαι εἰς τὰ τῆς Καρίας καὶ Λυ‐ κίας μέρη ὡς γείτονες, ὁμοίως καὶ οἱ Τοῦρκοι, ἐν Ῥόδῳ ἀφόβως περαιοῦντες
τὸν πορθμόν, τὰ πρὸς χρείαν αὐτῶν ἀπὸ Ῥόδου καὶ τῶν ταύτης νήσων ἐμπο‐ ρευόμενοι ἐν ἀγάπῃ ὦσιν, ὁ τύραννος φόρους ᾐτήσατο. Οἱ δὲ πρέσβεις ἀπελογή‐ σαντο, ὡς περὶ τούτου οὐκ ἔστιν ἀπόκρισιν δοῦναι. Οἱ δὲ μεσάζοντες εἶ‐401
10πον· „Εἰ οὐ παραδέχεσθε φόρους διδόναι, οὐδὲ τὴν ἀγάπην τοῦ ἡγεμόνος ἕξετε· καὶ γὰρ ἀπὸ τοῦ νῦν αὐτός ἐστι κύριος τῶν νήσων ἁπασῶν ἐν τῷ Αἰγαίῳ Πελά‐ γει κειμένων καί, ὥσπερ Χῖοι καὶ Λέσβιοι, Λήμνιοι καὶ Ἴμβριοι καὶ ἄλλαι νῆσοι ὑπετάγησαν, οὕτω καὶ ὑμεῖς ποιήσατε. Εἰ δ’ οὔ, μάχη καρτερὰ γένηται καὶ τὴν νῆσον καὶ τὰ πέριξ ἀφανιεῖ ὁ μέγας ἡγεμών“—Τότε οἱ ἀποκρισιάριοι ἀπεκρί‐
15ναντο· „Ἐλθέτω μεθ’ ἡμῶν εἷς τῶν τοῦ ἡγεμόνος δούλων καὶ περὶ τούτου λεγέτω τῷ μεγάλῳ μαΐστορι· καὶ εἰ θελητὸν αὐτῷ ἐστίν, δότω καὶ φόρους καὶ ἄλλο εἴ τι, ἂν λυσιτελῇ διὰ τὴν νῆσον. Τὸ δ’ ἡμεῖς οὐκ ἔχομεν ἀπόκρισιν δοῦναι.“—Ἤρε‐ σεν οὖν ὁ λόγος καὶ σὺν αὐτοῖς ἕνα τῶν περιφήμων αὐτοῦ δούλων ἔστειλεν, ἀπο‐ πέμψας αὐτούς, ὡς ἐχρῆν.

43

.

2

Ἐλθόντες δὲ ἐν Ῥόδῳ καὶ τὰ παρὰ τοῦ ἡγεμόνος καλῶς ἐνωτισθεὶς ὁ μέγας μαΐστωρ ῥήματα, ἀπεκρίνατο λέγων τῷ δούλῳ ὡς· „Ἡ νῆσος αὕτη οὐκ ἔστιν ἐμή. Εἰμὶ κἀγὼ εἰς ὑποταγὴν τοῦ πάπα, ὡς σὺ εἰς τὸν σὸν κύριον. Ὁ πά‐ πας οὖν κελεύει μοι τοῦ μὴ δοῦναι φόρους τινί, οὐ μόνον τὸν σὸν ἡγεμόνα, ὅς
5ἐστιν ἔθνους ἑτέρου καὶ πίστεως ὁμογενὴς καὶ ὁμόφρων, ἀλλ’ οὐδένα τῶν βασι‐ λέων τῶν ὁμογενῶν καὶ ὁμοπίστων. Λέγω οὖν οὕτως· εἰ μὲν βούλεται τοῦ εἶναι φίλος καὶ κατ’ ἔτος ἐκ τῶν ἐμῶν ἀναλωμάτων πρέσβεις στέλλων προσαγορεύω ὡς γείτονα καὶ ἡγεμόνα μέγαν, ἰδοὺ καλόν· εἰ δ’ οὔ, ποιησάτω, ὃ δύναται. Ἀπέλυσεν οὖν τὸν δοῦλον σὺν τούτοις τοῖς σκωπτικοῖς ῥήμασιν.

43

.

3

Ἀκούσας δ’ ὁ τύραννος τοὺς λόγους τούτους καὶ θυμοῦ πλήρης μεστὸς γεγονώς, ἐκήρυξεν μάχην καρτερὰν καὶ τῷ βουλομένῳ ἐχαρίσατο τοῦ ἀπελθεῖν καὶ αἰχμαλωτίσαι καὶ φθεῖραι εἰς ὅσον δύναιτο. Τότε οἱ τὴν ἐπαρχίαν τῆς Κα‐ ρίας οἰκοῦντες Τοῦρκοι ἐμβάντες ἐν διήρεσι καὶ ἄλλοις ἀκατίοις ἕως λα τὸν ἀριθ‐
5μὸν καὶ τὴν περαίαν διαβάντες καὶ εἰς ἓν μέρος τῆς νήσου λῃστρικῶς ἐπιβάντες, ᾐχμαλώτευσαν ψυχὰς μʹ: καὶ ἐν νήσῳ τῇ Κῷ ὁμοίως.

43

.

4

Ἔαρος δ’ ἐπελθόντος στόλον ἀπαρτίζει μέγαν, τριήρεις κεʹ, διήρεις να καὶ μονήρεις ἑκατὸν καὶ πλέον, ὡς εἶναι τὰς πάσας ἀριθμουμένας μέχρι τῶν ρπα. Καὶ τῷ Ἰουνίῳ μηνὶ ἐξελθόντες ἀπὸ τῆς Καλλιουπόλεως, ἤλθασιν ἐν Μιτυλήνῃ, ἔχοντες ἀμιραλὴν Χαμζᾶν, πιγκέρνην τοῦ πατρὸς αὐτοῦ, ὃν αὐτὸς ἔπαρχον πά‐
5σης Χεῤῥονήσου κατέστησε καὶ καπιτάνεον στόλου.

43

.

5

Ὁ δὲ ἡγεμὼν καλῶς αὐτὸν δεξιωσάμενος, ἔπεμψε γάρ με εἰς αὐτὸν τοῦ
ποιῆσαι τὰ πρέποντα. Καὶ γὰρ οὐκ ἔνευσεν ἐν τῷ λιμένι, ἀλλὰ πρύμναν κρούσας τὴν περαίαν κατέλαβεν, ἵνα μὴ σύγχυσις ἐν τῇ πόλει γένηται· ἦν γὰρ κἀκεῖ λι‐ μὴν εἰς ὑποδοχὴν τοιούτου στόλου. Ὁ γὰρ ῥηθεὶς Χαμζᾶς ὑπῆρχεν εὐσυνείδητος403
5ἄνθρωπος. Ὁ δὲ ἡγεμὼν στείλας ἐμὲ σὺν δώροις ἱκανοῖς καὶ ἄλλοις τοῖς κατ’ ἔθος διδομένοις, ἐδεξιωσάμην τὸν ἄνδρα καὶ ὡς ἀδελφὸν τοῦ ἡγεμόνος πεποίηκα. Ἦ‐ σαν γὰρ τὰ σταλθέντα ἱματισμοὶ σηρικοὶ καὶ ἐξ ἐρίων ὑφαντοὶ ὀκτώ, χάραγμα ἀργυροῦν χιλιάδες ἕξ, βόες κʹ, πρόβατα νʹ, οἶνος ὑπὲρ τὰ ὀκτακόσια μέτρα, ἄρτοι πεφυρμένοι μοδίων βʹ, ἄρτοι μαλακοὶ μοδίου ἑνός, τυροὶ ὑπὲρ τὰς χιλίας λίτρας,
10ὠπῶραι ὑπὲρ μέτρον· ὁμοίως καὶ τοὺς συγκαθέδρους αὐτοῦ κατὰ τὸ ἀνάλογον.

43

.

6

Ποιήσας γοῦν ἡμέρας δύο εἰς τὸ Ἁγιασμάτην, οὕτως γὰρ καλεῖται τὸ τοῦ τόπου ὄνομα, καὶ τὰ ἱστία πτερώσας, κάτεισιν ἐν Χίῳ. Κἀκεῖ οὕτως ποιήσας καὶ τὴν ἀντιπέραν διαβὰς καὶ σταθείς, οὐκ ἐνεδείξαντο οἱ Χῖοι τὴν φιλοτιμίαν, ἣν ὁ τῆς Λέσβου ἄρχων ἐποίησεν εἰς αὐτούς. Ἦσαν γὰρ οἱ Χῖοι πρὸ καιροῦ ὀλί‐
5γου παραβλεπόμενοι παρὰ τοῦ τυράννου ἕνεκα ὑποθέσεώς τινος νομισμάτων χιλιά‐ δων τεσσαράκοντα, ἣν ἐνεκκλήτευσεν Φρατζήσκω Δραπέριος, εἷς τῶν ἀρχόντων τοῦ Γαλατᾶ, ἕνεκα τιμῆς στυπτηρίας. Ὃς Φραντζέσκος ἦν ἐν τῷ στόλῳ καὶ τῷ Χαμ‐ ζᾷ ὁ τύραννος ἐκέλευσεν, ὡς, εἰ μὴ δοθῇ τὸ χρέος αὐτὸ τῷ Φραντζήσκῳ, καὶ τὴν Χίον αὐτὴν προσκρούσῃ καὶ ἀφανίσῃ, ὅσον ἡ δύναμις. Τῇ ἐπαύριον δὲ ἐγερθείς,
10ὁ στόλος ἐκ τῆς περαίας ἦλθε καὶ τὰς ἀγκύρας χαλάσας ἔστη ἐγγὺς τοῦ ναοῦ τοῦ μάρτυρος Ἰσιδώρου. Καὶ οἱ Χῖοι στείλαντές τινας, προσηγόρευσαν αὐτῷ· καὶ αὐτὸς τοὺς ὁρισμοὺς τοῦ τυράννου δοὺς αὐτοῖς καὶ ἀναγνώσαντες ἀπεκρίθησαν, ὅτι· „Χρέος ἡμεῖς τῷ Φραντζήσκῳ οὔτε χρεωστοῦμεν οὔτε δίδομεν· καὶ ποίει, ὡς βού‐ λει·“—Τότε ὁ Χαμζᾶς ἐκβαλὼν Τούρκους καὶ μερικὴν πραῖδαν ποιήσαντες εἰς
15τὰ πέριξ χωρία καὶ ἐν ἀμπέλοις καὶ κήποις ζημίαν, οὐ γὰρ εἶχον ἐν τῇ πόλει τί πρᾶξαι. Ἦν γὰρ τὸ ἔξω τῆς πόλεως πλῆθος ἀνδρῶν, τὸ δὲ ἐντὸς πλῆθος ἀρμάτων καὶ Ἰταλῶν ὀξυθύμων καὶ πρὸς σφαγὰς ἑτοίμων. Ἡ δὲ πόλις περιεκύκλωτο τά‐ φροις διπλαῖς εἰς εὖρος ἐκτεινούσαις πολὺ καὶ εἰς βάθος ὑπὲρ ὀργυιὰς τρεῖς· ὁ δὲ λιμὴν καὶ αὐτὸς ὑπὲρ τὰς εἴκοσιν νῆας τὰς ἐκ Γενούας· πᾶσαι πλήρης ἀνδρῶν
20καὶ ἀρμάτων.405

43

.

7

Τὸτε ἰδὼν ὁ Χαμζᾶς, ὅτι οὐ δύναται ποιεῖν οὐδέν, μηνύει τοῖς ἡγεμόσιν τοῦ ἐλθεῖν ἐξ αὐτῶν εἷς ἤτε καὶ δύο καὶ συνᾶραι λόγον μετὰ τοῦ Φραντζήσκου ἐν μιᾷ τῶν τριήρεων, δοὺς πίστεις αὐτοῖς. Οἱ δὲ πιστεύσαντες αὐτὸν ἀπῆλθον δύο, εἷς ἐκ τῶν γερόντων, Κύρικος ὀνόματι Ἰουστινίας, καὶ ἕτερος νέος. Ἐρχόμενοι
5δὲ ἐν τῷ στόλῳ, κατὰ τὴν ὁδὸν ἠνωχλοῦντο ὑπὸ τοῦ λογισμοῦ καὶ ἐπιέζοντο, λέ‐ γοντες καθ’ ἑαυτούς· „Εἰ μεταμεληθεὶς ὑπὸ τοῖς ὑποσχόμενοις ὁ Τοῦρκος καὶ βου‐ ληθείη ἆραι ἡμᾶς ἐν ταῖς τριήρεσι, τίς ἔσται ὁ ἀντειπὼν αὐτῷ, ὅτι κακῶς ἔπρα‐ ξεν; Οὐδεὶς τῶν Τούρκων, ἀλλὰ καὶ μᾶλλον ἀνδρείαν τὸ δρᾶμα ἡγήσονται καὶ σοφιστικὴν ἐνέργειαν.“—Ἐν τούτοις τοῖς βουλεύμασι καὶ ὁ στόλος ἦν ἤδη ἐγγύς.
10Ὅσον ἐπλησίασαν τὸν στόλον, τοσούτῳ καὶ ὁ φόβος ἐν τῇ ψυχῇ αὐτῶν ἐνεπάγη. Οἱ δὲ στρέψαντες τὰς ἡνίας, ἀντιστρόφως τοὺς ἵππους τρέχειν ἠνάγκαζον. Πλῆ‐ θος οὖν τῶν Τούρκων ἐν ταῖς ἀμπέλοις καὶ κήποις εὑρεθὲν ἐκώλυσαν τὴν δίοδον ἔξω πηδήσαντες καὶ λαβόντες αὐτούς, μηδὲν κωλυθέντες παρὰ τῶν ἐπακολουθούν‐ των Φράγκων, ἀλλὰ καὶ βέλεσι βάλλοντες αὐτοὺς ἀπεδίωξαν, τοὺς δὲ δύο ἄρχον‐
15τας τῷ καπιτάνῳ παρέστησαν. Λαβὼν οὖν αὐτοὺς ἐντὸς τῆς τριήρεως καὶ τὰς ἀγκύρας ἄραντες καὶ τὰ ἱστία ὑψώσαντες πρὸς τὴν Ῥόδον ἔπλεον.

43

.

8

Ἐλθόντες δὲ καὶ ἰδόντες ἀπὸ μικρόθεν τὴν πόλιν καὶ τὸν λιμένα πλήρης νηῶν μεγάλων, πάσας εἰς παράταξιν ἑστώσας, καὶ τὴν πόλιν ὑπερμεγέθη καὶ δι‐ πλῆν τὴν παρασκευὴν ἐννοήσαντες ἢ τῆς Χίου, εἰς τὴν νῆσον Κῶ τὴν θάλατταν ἔσχιζον. Ἐκεῖ τοίνυν ἐξελθόντες καὶ τὸ καθολικὸν πολίχνιον ἔρημον εὑρόντες,
5τὰ εὑρεθέντα ἐσκύλευον· καὶ μέρος γερόντων τε καὶ γραῶν εὑρόντες ἠρώτων περὶ τῶν πολιτῶν. Οἱ δὲ ἔφησαν· „Ἐν ἄλλῳ πολιχνίῳ, ὃ Ῥαχεία λέγεται, ἐν ἐκείνῳ ὡς ὀχυρωτάτῳ εἰσήχθησαν.“—Λαβόντες οὖν αὐτοὺς καὶ εἰς τὴν Ῥαχείαν ὁ στό‐ λος διαβάς, ἐξελθόντες τὰ σκηνὰς ἔπηξαν καὶ τῇ ἐπαύριον ζητήσαντες τὸ πολί‐ χνιον ἔδωκεν ὅρκους τοῦ μὴ αἰχμαλωτεῦσαι. Ἦν δὲ ὁ τὴν διάλεκτον μεταχειρισ‐
10θεὶς ὁ Φραντζῆσκος. Οἱ δὲ τοῦ κάστρου φρέριοι διὰ βελῶν καὶ ἀκροβολισμῶν τοῦτον ἐδίωξαν, μηδὲ ἀπόκρισιν δόντες. Τότε ὁ Χαμζᾶς σὺν τοῖς ὑπ’ αὐτὸν καὶ δι’ ἐπάλξεων καὶ διὰ κλιμάκων καὶ διὰ προβόλων μηχανικῶν καὶ διὰ πάσης ἄλλης με‐ θόδου καταπολεμήσας τὸ πολίχνιον ἡμέρας κβʹ καὶ μηδὲν κερδήσας, ἐπανέξευξε καταλιπὼν Τούρκους πολλούς, τοὺς μὲν παρὰ τοῦ πολιχνίου σφαγέντας, τοὺς δὲ
15κοιλιακῷ νοσήματι.

43

.

9

Καθ’ ὁδὸν δὲ ὁ Χαμζᾶς σὺν τῷ Κυρίκῳ λόγους ὁμιλήσας καὶ εἰς συμ‐ βιβάσεις ἐλθών, ἔστερξαν ἄμφω τὰ μέρη τοῦ στεῖλαι ἐκ τῶν ἀρχόντων τῆς Χίου
δύο εἰς τὸν ἡγεμόνα ἐν τῇ Ἀδριανουπόλει, ἐξ ὧν ὁ εἷς εἶναι ὁ Κύρικος· καὶ τὴν πᾶσαν ἀγωγὴν αὐτῷ ἀπαγγείλωσι καὶ τὸ ἀποφανθὲν παρ’ αὐτοῦ ἔσται βέβαιον.407
5Ἐλθόντες δὲ ἐν Χίῳ, ἀπέλυσεν αὐτοὺς εἰς τὰ ἴδια καὶ αὐτοὶ κατὰ τὸ εἰκὸς ἐφι‐ λοτίμησαν καὶ αὐτὸν καὶ τοὺς περὶ αὐτόν.

43

.

10

Ἡ δὲ τύχη βλέψασα βλοσυρῶς πρὸς τοὺς Χίους, τί κλώθει; Ἐξελθόν‐ τες οἱ Τοῦρκοι ἐκ τῶν τριήρεων καὶ μεθυσθέντες, ἤρξαντο ὀχλαγωγεῖν καὶ ὑβρί‐ ζειν καὶ ἄλλας ἀσχημοσύνας ποιεῖν. Εἷς δὲ Τοῦρκος ἐν ναῷ τινι προσεγγίσας ἤρ‐ ξατο ῥίπτειν ἐκ τοῦ στέγους τὰς κεραμίδας κάτω καὶ συντρίβειν αὐτάς. Ἰταλὸς δὲ
5εἷς ἰδὼν τὸν Τοῦρκον ἀδεῶς τὰ κεράμια συντρίβοντα παίει τὸν Τοῦρκον, ἕτεροι δὲ Τοῦρκοι κατέδραμον εἰς βοήθειαν αὐτοῦ. Ὁρῶντες δὲ οἱ Χριστιανοί, Λατῖνοι τε καὶ Ῥωμαῖοι, τὸν ὄχλον, πάντες εἰς τοὺς Τούρκους ἐπεπήδησαν καὶ τοὺς μὲν ξίφει, τοὺς δὲ ξύλοις ἔπαιον. Οἱ δὲ Τοῦρκοι φεύγοντες ἐντῇ διήρει εἰσέτρεχον. Ἦν γὰρ ἡ διήρης ἐκείνη τοῦ Χαμζᾶ. Ὁ δὲ Χαμζᾶς οὐκ εἴασέ τινα ἐξελθεῖν τῶν τριή‐
10ρεων, ἀλλὰ φοῦρκαν ἠπείλει τὸν ἐξερχόμενον. Οἱ δὲ τῆς διήρεως φεύγοντες, οἱ μὲν ἐν τῇ θαλάσσῃ, οἱ δὲ ἐν τῇ διήρει, καὶ οἱ μὲν χριστιανοὶ ἔθεον ἐξόπισθεν παίον‐ τες, ἄχρις οὗ ἐν τῇ διήρει προσήγγισαν. Καὶ δὴ πάντες, χριστιανοί τε καὶ Τοῦρ‐ κοι, εἰς μίαν τῆς διήρεως πλευρὰν βαρυνθέντες, τὴν τρόπιν ἄνω καὶ τὰ στέγη κά‐ τω τῷ βυθῷ παρέπεμψαν. Πνιγέντες πάντες οἱ Τοῦρκοι, καὶ αἰτιατοὶ καὶ ἀναί‐
15τιοι, ὧν ὁ πρωτεύων ὑπῆρχε τοῦ Χαμζᾶ δοῦλος καὶ παρ’ αὐτοῦ ἀγαπόμενος, ὃν καὶ οἰκοδεσπότην τῆς οἰκίας αὐτοῦ κατέστησε, ἐλυπήθη ὁ Χαμζᾶς εἰς τὸ συμβάν, ὁμοίως καὶ οἱ τῆς νήσου ἄρχοντες. Πλὴν τὸ καλόγνωμον τοῦ ἀνδρὸς καὶ ἡ σπου‐ δὴ τῶν ἀρχόντων κατέπαυσε τὸν θυμόν, δόντες αὐτῷ τὴν τιμὴν τῆς διήρεως καὶ τοῦ δούλου καί, ὧν πραγμάτων ὄλεθρος γέγονεν, ἐπὶ τὸ διπλοῦν· καὶ εἰρηνεύσαν‐
20τες αὐτόν, ἀπέλυσαν ἐν εἰρήνῃ.

43

.

11

Ἐλθὼν δ’ ὁ στόλος ἐν Μιτυλήνῃ, μετεκαλέσατο αὐτὸν ὁ ἡγεμὼν καὶ εἰσῆλθεν ἐν τῷ λιμένι. Σταλεὶς δ’ ἐγὼ παρὰ τοῦ ἡγεμόνος καὶ δεῖπνον εὐτρεπίσας πολυτελῆ, εἰσῆλθον ἐν τῇ τριήρει καὶ συνδειπνίσαντες, πρωῒ ἐξελθὼν τοῦ λιμένος πρὸς Καλλιούπολιν ἔπλεεν, δύο μῆνας ὅλους λιπών· ἀπὸ δὲ Καλλιουπόλεως εἰς
5Ἀδριανοῦ ἀφίκετο.

43

.

12

Ὁ δὲ τύραννος θυμωθεὶς ἐπὶ τῇ δυστυχίᾳ τοῦ ταξειδίου καὶ ὑβρίσας αὐτὸν καὶ ἐξουθενήσας, εἰπών· „Εἰ μὴ ἐγίνωσκον τὴν ἀγάπην, ἣν ἔτρεφεν ὁ πα‐ τήρ μου εἰς σέ, τὸ δέρμα σου ἂν ἀφελόμην ἐκ τῆς σαρκός σου,“ οὕτως εἰπὼν
ἀπεδίωξεν.409

43

.

13

Μεθ’ ἡμέρας δέ τινας μαθὼν παρ’ ἄλλων τὸ γεγονὸς ἐν τῇ διήρει καὶ τὸν θάνατον διὰ τῆς πνιγμονῆς καὶ πῶς οἱ Χῖοι ἦραν χεῖρα κατὰ τῶν Τούρκων καὶ κατέσφαξαν αὐτούς, μετακαλεῖται τὸν Χαμζᾶν καὶ μετὰ θυμοῦ ἠρώτα λέγων· „Ποῦ ἡ διήρης ἡ παρὰ τῶν Χίων καταποντισθεῖσα, ὦ Χαμζᾶ;“—Καὶ ὃς ἀπε‐
5κρίνατο· „Κατεποντίσθη,“ λέγων, ὑπὸ τοῦ βυθοῦ.“—Ὁ δὲ· „Ἐν τῷ πελάγει;“ —Ὁ δὲ Χαμζᾶς· „Οὐχί, κύριε, ἀλλ’ ἐν τῷ λιμένι.“—„Παρὰ τίνων;“—„Παρὰ τῶν Λατίνων. Οἱ Τοῦρκοι καὶ μὴ θέλοντός μου ἐξήλθασι καὶ οἰνοφλυγήσαντες ἤρξαντο κατασπᾶν τὰς θύρας καὶ τὰ στέγη τῶν ἐκκλησιῶν· καὶ ἰδόντες οἱ Λατῖνοι ἐκώλυον, οἱ δὲ καὶ μᾶλλον ἐπιτίθεντο. Ὁ συρφετώδης οὖν ὄχλος καταδιώξας αὐ‐
10τούς, ἀτάκτως ἐν τῇ διήρει εἰσιόντες καὶ παρακλίναντες ἐν τῷ ἑνὶ μέρει τοῦ πλοίου, χυθεῖσα ἡ θάλασσα ἐντὸς καὶ ὑπὸ τῆς μέθης μὴ δυνάμενοι ζυγοστατῆσαι ταύτην, κατεποντίσθη καὶ ἄρδην πάντας ἀπέπνιξε.“—Τότε ὁ τύραννος λέγει τῷ Χαμζᾷ· „Καὶ διὰ τί οὐκ εἴρηκάς μου τὸ δρᾶμα;“—Ὁ δέ· „Οὐκ ἠβουλήθην ἐν ἀθυμίᾳ μετασκευάσαι σοι. Καὶ γὰρ ἡ ζημία ἐν ἐμοὶ ἐμετρήθη· τὸ πλοῖον ἐμόν,
15οἱ δοῦλοι οἱ πεπνιγότες ἐμοί, τὰ ἐν τῷ πλοίῳ πάντα ἐμά. Τί εἶχον τοῦ ἀναγγεῖ‐ λαί σοι, κύριε; Ἐπνίγησαν μέρος Τούρκων καὶ πάντες ἦσαν ἔνοχοι θανάτου καὶ δικαίως ἀπώλοντο.“—Τότε Χαμζᾶς παύσας τὰς ἀποκρίσεις, ὁ τύραννος κατὰ τῆς Χίου μάχην ἄσπονδον ἐκήρυξεν.

43

.

14

Ὁ δὲ ῥηθεὶς Φραντζῆσκος παριστὰς ἐν τῷ βήματι ἠρωτήθη παρὰ τοῦ τυράννου· „Ποῦ αἱ τεσσαράκοντα χιλιάδες, τὰ νομίσματα, ὦ Φραντζήσκω;“— Ἦν γὰρ χρεωστῶν ταῦτα πρὸς τὸν τύραννον. Ὁ δέ· „Ὕπαγε, ἔσο ἀπὸ τοῦ νῦν τοῦ χρέους ἐλεύθερος· ἐγὼ γὰρ τοιοῦτός εἰμι, ὡς ἐπὶ τὸ διπλοῦν ἀπαιτῆσαι τὸ
5ἐμὸν παρὰ τῶν Χίων καὶ τὴν τιμὴν τοῦ αἵματος τῶν Τούρκων.“—Ὁ μὲν Φραν‐ τζῆσκος ἀσπασάμενος τὴν χεῖρα τοῦ τυράννου καὶ λαβὼν ἔγγραφον ἀποφλητι‐ κόν, ἐξῆλθεν. Ὁ δὲ Χαμζᾶς ἐξεβλήθη τῆς Καλλιουπόλεως καὶ ἐστάλθη ἐν Ἀττα‐ λείᾳ τῆς Παμφυλίας τοῦ ἡγεμονεύειν ἐκεῖ. Κατὰ δὲ τῆς Χίου ἐκήρυξεν ἔχθραν καὶ μάχην ἄσπονδον.

44

.

1

Ἐν δὲ τῷ ἔτει τούτῳ, Ἰουνίῳ λʹ τοῦ ἑξακισχιλιοστοῦ ἑνακοσιόστου ἑξικοστοῦ τρίτου, τέθνηκεν ὁ ἡγεμὼν τῆς νήσου Λέσβου, Δόρινος ὁ Γατελοῦζος. Καὶ τῇ πρώτῃ τοῦ Αὐγούστου ἐστάλθην ἐγὼ παρὰ τοῦ νέου ἡγεμόνος, τοῦ υἱοῦ αὐτοῦ, Δο‐ μινίκου τοῦ Γατελούζου, ἐν Ἀδριανουπόλει τοῦ δοῦναι τοὺς κατ’ ἔτος διδομένους φό‐
5ρους, τρισχίλια νομίσματα διὰ τὴν νῆσον Λέσβον καὶ δισχίλια τριακόσια εἴκοσι πέντε διὰ τὴν νῆσον Λῆμνον. Ἦν γὰρ παρὰ τοῦ τυράννου δοθεῖσα ἡ νῆσος αὕτη τῷ ἡγεμόνι Λέσβου, τοῦ διδόναι κατ’ ἔτος τὸν γεγραμμένον φόρον, τῷ δὲ ἡγεμόνι Αἴνου
τὴν νῆσον Ἴμβρον, τοῦ διδόναι καὶ αὐτὸς διὰ τὴν αὐτὴν νῆσον χίλια διακόσια χρυσᾶ νομίσματα. Ἐλθὼν οὖν καὶ κατὰ τὸ ἔθος προσκυνήσας τὸν ἡγεμόνα ἀσπα‐411
10σάμενός τε τὴν χεῖρα καὶ καθίσας ἐνώπιον, μέχρις οὗ ἐβρώθη τὸ ἄριστον, καὶ προσκυνήσας ἀπῆλθον. Ἐπὶ τὴν αὔριον δὲ λαβὼν τοὺς χρυσίνους ἦλθον καὶ πα‐ ρέδωκα τούτους ἐν χερσὶ τῶν βεζιρήδων. Παραλαβόντες δὲ τοὺς φόρους, λέγου‐ σιν ἐρωτῶντές με· „Πῶς ὁ ἡγεμὼν Μιτυλήνης; Ἔχει καλῶς;“—ἐγὼ δ’ ἀπε‐ κρινάμην· „Καλῶς ἔχει καὶ ἀσπάζεται ὑμᾶς.“—Οἱ δὲ· „Περὶ τοῦ γέροντος
15ἐρωτῶμεν, τοῦ καθολικοῦ ἡγεμόνος.“—Ἐγὼ δὲ πάλιν· „Ἐκεῖνος τέθνηκεν· ἔχει σήμερον ἡμέρας μʹ. Ὁ δὲ νῦν ἡγεμονεύων ὁ υἱὸς αὐτοῦ, ἐστὶν ἡγεμὼν πρὸ χρό‐ νων ἕξ. Καὶ γὰρ κλινήρης ὢν ὁ πατὴρ καὶ κατάκοιτος ἐδωρήσατο τὴν ἡγεμο‐ νίαν τῷ υἱῷ αὐτοῦ, ὃς καὶ ἦλθεν εἰς προσκύνησιν καὶ μίαν καὶ δὶς καὶ ἐν τῇ Πόλει φέρων προσαγορεύσεις χαροποιοὺς τῷ μεγάλῳ ἡγεμόνι.“—Οἱ δὲ εἶπον·
20„Ἄφες ἃ λέγεις. Σήμερον ἐγεγόνει· καὶ οὐκ ἔστιν ἄλλως κληθῆναι ἡγεμὼν Λέσβου, πλὴν τοῦ ἐλθεῖν καὶ λαβεῖν τὴν ἡγεμονίαν παρὰ τοῦ ὑψηλοτάτου ἡγε‐ μόνος. Ἄπιθι τοίνυν καὶ λαβὼν αὐτὸν ἐλθέ. Εἰ δ’ ἄλλως γένηται, ἐκεῖνος οἶδε τὸ μέλλον.“—

44

.

2

Στραφεὶς δ’ ἐγὼ ἐν Μιτυλήνῃ καὶ λαβὼν τὸν ἡγεμόνα σὺν μερικοῖς ἄρχουσι, Λατίνοις τε καὶ Ῥωμαίοις, ἀναθέντες εἰς Θεὸν τὰς ἐλπίδας, ἐξήλθο‐ μεν τῆς νήσου καὶ διαβάντες τὴν Χεῤῥόνησον ἤλθομεν εἰς Ἀδριανοῦ. Ὁ δὲ ἡγεμὼν τόπον ἐκ τόπου ἀμείβων διὰ τὴν πληγὴν τοῦ βουβῶνος, ἦν γὰρ τῷ τότε
5καιρῷ ἐν τῇ Χεῤῥονήσῳ καὶ ἐν πάσῃ τῇ Θράκῃ τοσαύτη λοιμώδης νόσος, ὡς ἀτάφους πολλοὺς ῥίπτεσθαι ἐν ταῖς τριόδοις, μαθόντες οὖν, ὅτι ὁ ἡγεμὼν ἐν τῇ Φιλιππουπόλει διάγει, καὶ ἡμεῖς ἐν αὐτῇ εὑρόντες δὲ τὸν ἡγεμόνα πρὸ δύο ἡμέ‐ ρας ἀπάραντα, ἦν γὰρ καὶ ἐκεῖ τὸ δεινὸν τῆς νόσου, καὶ πρὸς τὰ τῆς Σοφίας μέρη στρατεύοντα, καὶ ἡμεῖς ἀπὸ Φιλίππου ἀπάραντες καὶ ὄρη δύσβατα διαβάν‐
10τες, τῇ τρίτῃ ἡμέρᾳ ἤλθομεν εἴς τινα κώμην Βουλγάρων Ἰζλατὴ καλουμένην Ἐκεῖ καὶ τὸ στρατόπεδον σὺν τῷ τυράννῳ κατουνεῦον ἦν. Ἐλθόντες δὲ καὶ σὺν δώροις πλείστοις ἐμφανισθέντες τοῖς πατρικίοις, τῷ τε Μαχμούτ–πασια καὶ τῷ Σεητῆ Ἀχμάτ–πασια, τῇ ἐπαύριον τῷ ἡγεμόνι ἐμφανεῖς γεγόναμεν· καὶ ἀσπα‐ σάμενος ὁ Μιτυλήνης ἡγεμὼν τὴν τοῦ τυράννου χεῖρα, ἐξήλθαμεν. Τῇ ἐπαύριον
15δὲ διὰ τῶν πατρικίων μήνυμα ἐγεγόνει πρὸς τὸν ἡμέτερον ἡγεμόνα παρὰ τοῦ τυράννου, ὡς ὅτι τὴν νῆσον Θάσον βούλεται καὶ αἰτεῖ ταύτην παρ’ αὐτοῦ τοῦ δωρήσασθαι. Ὁ δὲ Λέσβου μὴ ἔχων τί τοῦ ἀντειπεῖν ἢ λαλῆσαι, τὴν νῆσον ἐδω‐ ρήσατο. Τῇ δὲ ἐπιούσῃ ἄλλο μήνυμα, ὅτι τοὺς φόρους, οὓς κατ’ ἔτος ἐλάμβανε, βούλεται διπλασιάσαι. Ὁ δὲ ἡγεμὼν τῆς Μιτυλήνης ἐν τούτῳ δυσφορήσας ἀπε‐
20λογήσατο, ὅτι· „Εἰ καὶ τὴν Λέσβον ὅλην βούλεται λαβεῖν, ὑπὸ τὴν αὐτοῦ ἐξου‐ σίαν ἐστίν· πλὴν ὃ αἰτεῖ, ὑπὲρ τὴν ἐμὴν δύναμίν ἐστιν. Πλὴν δέομαι, κύριοί μου, τοῦ δοῦναί μοι χεῖρα βοηθείας.“—Τότε οἱ μεσάζοντες παρακαλέσαντες τὸν τύραννον, ἐπρόσθηκεν ἕτερα χίλια νομίσματα καὶ οὐ πλέον· ἦν γὰρ κατ’ ἔτος πληροῦν τρισχίλια νομίσματα, ἐγένοντο δὲ τετρακισχίλια. Τότε ἐνέδυσαν αὐτὸν413
25χρυσοΰφαντον στολὴν καὶ ἡμᾶς σηρικὰ καί. ἐγγράφους ὁρκωμοσίας ποιήσαντες, ἐξήλθομεν καὶ δι’ ἡμερῶν τρισκαίδεκα ἐν τῇ νήσῳ Λέσβῳ κατηντήσαμεν, δοξά‐ σαντες ἅπαντες τὸν λυτρωσάμενον ἡμᾶς Θεὸν ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος.

44

.

3

Ὁ δὲ τύραννος, καθὼς προέφημεν, στόλον ἀπαρτίσας μικρόν, τριήρεις δέκα καὶ διήρεις ἑτέρας δέκα, ἔτι ὄντων ἡμῶν ἐν Φιλιππουπόλει, ἔχων στρατη‐ γὸν Γενούζην ὀνόματι, νεανίαν εὐειδῆ, ὃν καὶ προεχειρίσατο ἔπαρχον Καλλιου‐ πόλεως καὶ μέγαν κονοσταῦλον τοῦ στόλου, καὶ ἀπάρας ἐξ Ἑλλησπόντου κατὰ
5τῆς Χίου ἔπλεε. Ἐλθὼν δὲ εἰς Τρωάδα καὶ ἐκ τῆς Τρωάδος ἀρξαμένου τὰ ἱστία πτερῶσαι, καὶ ἰδοὺ λαῖλαψ βαρὺς καὶ ἦχος πνευμάτων πολύς, ἀνέμου βορέως πνέοντος καὶ τὴν θάλατταν ἀναμοχλοῦντος καὶ βίας τοὺς ἐπιβάτας σὺν ταῖς ναυ‐ σὶν ἄλλην ὁδὸν τρέπειν κελευούσης, πέντε ἐκ τῶν εἴκοσι κατεποντίσθησαν καὶ δύο ἐν ταῖς ἀκταῖς συνετρίβησαν. Καὶ ὁ τοῦ κονοσταύλου Γενούζη ναύκληρος
10δεινὸς ἐν τοιαύταις καὶ τοσαύταις ταραχαῖς καὶ κλυδωνισμοῖς τῆς θαλάσσης, ἦν γὰρ Λατῖνος Ἱσπανὸς τῷ γένει, πρύμναν κρούσας καὶ τὸ ῥόθιον τῶν κυμάτων ἡμέρως τε καὶ ἐντέχνως διὰ τῶν πηδαλίων σχίζων, ἔπλεε τῷ πελάγει. Καὶ δια‐ βὰς τὴν Χίον ἀπὸ τῶν ἑσπερίων καὶ περάσας τὰς Κυκλάδας νήσους ἐν ὅλῃ τῇ ἡμέρᾳ ἐκείνῃ καί, διὰ τῆς νυκτὸς εὐδίας γενομένης, πρωῒ παραστάντες τὴν Χίον
15εἰς τὰ πρὸς ἕω καὶ γνωρίσαντες ταύτην εἶναι τὴν νῆσον, χαριστηρίους ᾠδὰς ἐπέμψαν τῷ θεῷ καὶ τῷ προφήτῃ αὐτῶν Μωάμεδ. Ὢ Θεοῦ κριμάτων ἄβυσος· Ἐν τῷ τοσούτῳ κλύδωνι καὶ τῇ βιαίᾳ ταραχῇ τῆς θαλάσσης πῶς οὐ κατεποντί‐ σθη ἡ ναῦς; Ἀλλὰ διὰ τῆς ἁμαρτίας ἡμῶν ἐσώθη ὁ μαθητὴς τοῦ τυράννου. Ἦν γὰρ μόνη ἡ τριήρης ἡ ἐξορισθεῖσα τοῦ Γενούζη, αἱ δὲ λοιπαὶ διασωθεῖσαι κα‐
20τένευσαν ἐν τῷ λιμένι τῆς Μιτυλήνης. Ἐρωτήσαντες δὲ περὶ τοῦ ἀρχηγοῦ, ὡς ἔμαθον, ὅτι οὐκ ἐφάνη τοῖς ἐκεῖσε μέρεσιν, ἐν ἀδημονίᾳ ἦσαν.

44

.

4

Τότε πρὸς ἑσπέραν ἤδη γενομένης τῆς ἡμέρας, ἐκ τῶν τῆς Χίου μερῶν ἀνεφάνη ὡς διήρεως ἄρμενον. Ἦν δὲ ἡ διήρης αὕτη τῆς Μιτυλήνης, σταλθεῖ‐ σα παρὰ τοῦ ἀδελφοῦ τοῦ ἡγεμόνος ἐν τῇ Χίῳ τοῦ μαθεῖν, εἰ ἄρα ἐκ τῶν ἑσπε‐ ρίων ἤλθασιν λῃστρικαὶ νῆες τῶν Κατελάνων, ἵνα δώσωσιν νόησιν τοὺς γείτο‐
5νας Τούρκους τοῦ φυλαχθῆναι. Ἦν γὰρ ἐξ ἀρχῆς τοῦτο τὸ μήνυμα δουλεία ἀνε‐ λεύθερος τῶν Λεσβίων, ὅπως μὴ φθάσαντες δοῦναι λόγον τῆς ἐφόδου τῶν λῃ‐ στῶν, εἴ τι ἄρα ζημία γενήσεται ἐν τοῖς Τούρκοις, αὐτοὶ οἱ Λέσβιοι τὸ ἀνῆκον τοῖς Τούρκοις ἀποδώσουσιν· τὰ δὲ ὅρια τῆς δουλείας, ἀπὸ τοῦ ποταμοῦ Περγά‐ μου ἄχρι Ἀσσοῦ πόλεως, ἣ νῦν καλεῖται Μαχράμιον. Εἰσελθοῦσα ἡ διήρης ἐν415
10τῷ λιμένι, ἐξέθορε καὶ ἕτερον ἄρμενον· καὶ ἰδόντες τὰ ἱστία εὐρύχωρα καὶ κοκ‐ κινοβαφῆ, ὑπέλαβον τὸν στρατηγὸν εἶναι καὶ ἐχάρησαν. Εἰσελθὼν δὲ ἐν τῷ λι‐ μένι καὶ τένταν πήξαντες ἐν τῇ ξηρᾷ, ἐξῆλθε καὶ ἀνεπαύσατο ἐκ τοῦ πολλοῦ σά‐ λου καὶ κλύδωνος. Ὁ δ’ ἀδελφὸς τοῦ ἡγεμόνος Σὺρ Νικόλαος Γατελοῦζος ποιή‐ σας δοχὴν μεγάλην, κατῆλθεν ἀπὸ τοῦ κάστρου εἰς τὴν σκηνὴν καὶ μικρὸν καθί‐
15σας ἐπανῆλθε. Τότε ὁ τοῦ δολίου ἀλάστορος μαθητὴς ὀργισθεὶς δόλον ῥάπτει κατ’ αὐτοῦ λέγων, ὅτι· „Ἡ διήρης, ἣν ἐγὼ καταδιώξας ἤλαυνον ἕως ὡδί, ἐμὴ ὑπάρχει· αὐτή τε καὶ τὰ ἐν αὐτῇ.“—Ὑπῆρχε γοῦν ἐντὸς ἐν αὐτῇ μία τῶν γυ‐ ναικῶν ἐκ τῶν ἀρχόντων τῆς Χίου ἡ ἐνδοξοτέρα, ἔχουσα μεθ’ αὑτῆς κόσμον πο‐ λὺν χρυσοῦ τε καὶ ἀργύρου.—„Εἰ οὖν τοῦ ἐμοῦ κυρίου φίλοι ἐστέ, ἀπόδοτε
20ταύτην ἐμοί· εἰ δὲ μή γε τῇ ὥρᾳ ταύτῃ γράφω ταῦτα τῷ μεγάλῳ ἀμηρᾷ.“—Οἱ δὲ ἀπεκρίναντο, ὅτι· „Οὐκ οἴδαμεν, ὃ λέγεις. Καὶ γὰρ δι’ ἑτέρας ἡμετέρας χρείας ἐστάλθη ἡ διήρης ἀφ’ ἡμῶν ἐν Χίῳ, τὴν δ’ εὐγενίδα, ἣν σὺ λέγεις, πρὸ πολλοῦ ἐστιν ὧδε.“—Ἦν γὰρ πενθερὰ τοῦ ἡγεμόνος καὶ ὅτε ἔμελλεν ἐξελθεῖν, μετε‐ καλέσατο ταύτην τοῦ συνδιάγειν μετὰ τῆς κυρίας καὶ θυγατρὸς αὐτῆς· καὶ γὰρ
25οὕτως ἔχει καὶ ἡ ἀλήθεια. Ὁ δὲ στρατηγὸς ἀκούσας ταῦτα καὶ μὴ πιστεύσας γράφει πρὸς τὸν ἀμηρᾶν, ἃ ἐβούλετο.

44

.

5

Καὶ ἀπάρας ἐκεῖθεν εἰς Φώκαιαν ἔρχεται τὴν ἐπονομαζομένην Νέαν καὶ στέλλει πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τὸν ποδεστάτον τῆς χώρας μήνυμα τοῦ ἐξελθεῖν καὶ συνευρεθῆναι σὺν ἐκείνῳ. Ἐκεῖνοι δὲ καὶ πρὸ τοῦ ἐλθεῖν τὸ μήνυ‐ μα ἐξήλθασι καὶ συνευρέθησαν. Ὁ δὲ στρατηγὸς δείξας αὐτοῖς καὶ ἀναγνοὺς
5τὸ πρόσταγμα τοῦ τυράννου, καὶ γὰρ ἦν γεγραμμένον, ἐὰν οἰκειοθελῶς μὴ δώ‐ σωσι τὸ πολίχνιον, πάντας ἄρδην αἰχμαλωτίσωσι καὶ τὴν πόλιν κατασκάψωσιν. Οἱ δὲ τῆς πόλεως ἄνευ λόγου ἢ ἀποκρίσεως προδόντες τὴν χώραν, ἐντὸς εἰσῄε‐ σαν· καὶ τοὺς μὲν ἐμπόρους τῶν Γενουιτῶν τοὺς εὑρεθέντας ἐκεῖ τὰς πραγμα‐ τείας ἀφεῖλον, αὐτοὺς δὲ ἐν ταῖς τριήρεσιν ἔβαλον. Τοὺς δὲ πολίτας ἅπαντας
10καταγράψας καὶ τοὺς παῖδας καὶ παιδίσκας, ἐγγύς που ἑκατόν, ἀφελὼν καὶ φύ‐ λακα τῷ πολιχνίῳ ἕνα τῶν Τούρκων ἐγκαταστήσας καὶ πεντεκαίδεκα ἡμέρας τε‐ λέσας ἐκεῖ, ἐξήλθασιν αἱ τριήρεις τῇ πεντεκαιδεκάτῃ τοῦ Νοεβρίου μηνὸς τοῦ
ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ τετάρτου ἔτους.417

44

.

6

Φθάσασαι δὲ αἱ τριήρεις ἐν τῇ Καλλιουπόλει καὶ μαθὼν ὁ στρατηγός, ὅτι ὁ ἡγεμὼν ἐν Κωνσταντινουπόλει διάγει, καὶ αὐτὸς ἱππεύσας καὶ τοὺς αἰχμα‐ λώτους σὺν τοῖς παισὶ λαβὼν ᾤχετο. Ὁ δὲ ἡγεμὼν ἰδὼν τοὺς ἐμπόρους καὶ μα‐ θὼν αὐτοὺς Γενουΐτας εἶναι, ἐκέλευσε πραθῆναι, ὃ καὶ γέγονεν.

44

.

7

Ὁ ἡγεμὼν δὲ τῆς Λέσβου ἐλθὼν ἐν Μιτυλήνῃ καὶ μαθὼν παρὰ τοῦ αὐταδέλφου τὰ συμβάντα καὶ ὅπως ὁ στρατηγὸς ἐζήτει τὴν πενθερὰν αὐτοῦ ὡς τῆς Χίου μίαν οὖσαν τῶν ἐκεῖ εὐγενίδων καὶ τὰ ἑξῆς, στέλλει ἐμὲ ἀπολογησόμε‐ νον περὶ τῆς ὑποθέσεως ταύτης. Ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει καὶ διαλεχθεὶς
5ἐνώπιον τῶν βεζιρήδων σὺν τῷ στρατηγῷ Γενούζῃ καὶ εἰπὼν ἐνόρκως ἐγὼ τὴν πᾶσαν ἀλήθειαν καὶ ὁ Γενούζης ἐνόρκως τὸ πᾶν ψεῦδος, δεδικαίωτο ἐκεῖνος καὶ κατεκρίθην ἐγώ. Κελεύει οὖν ὁ ἡγεμὼν ἐκ τῶν δύο τὸ ἓν ἑλέσθαι· ἢ δέκα χιλιά‐ δας, νομίσματα χρυσίου, τῖσαι ἢ μάχην γενέσθαι. Ἐγὼ ἀντιστάμενος τῇ τοσαύτῃ ἀδικίᾳ, αὐτὸς διὰ προστάγματος, τινὸς μὴ γινώσκοντος, πέμψας ἕνα τῶν δούλων,
10εἷλε Φώκειαν τὴν Παλαιὰν λεγομένην, ἥτις ὑπῆρχε τοῦ ἡγεμόνος Λέσβου, Δε‐ κεβρίου μηνὸς κδ τοῦ ἑξακισχιλιοστοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ τετάρτου ἔτους. Τότε μαθὼν ὁ τύραννος τὴν ἅλωσιν Φωκαίας ἀπέλυσεν ἐμὲ καὶ τὴν δίκην κα‐ τέπαυσεν.

44

.

8

Ἀπάρας δὲ ἀπὸ Κωνσταντινούπολιν τῇ κδ τοῦ Ἰανουαρίου μηνός, κατῆλθεν εἰς Αἶνον καὶ ταύτην παρέλαβεν καὶ παῖδας καὶ παιδίσκας λαβὼν ἐστρά‐ φη εἰς Ἀδριανούπολιν. Ὁ δὲ ἡγεμὼν τῆς Αἴνου ἦν διάγων τῷ τότε καιρῷ ἐν Σαμοθρᾴκῃ τῇ νήσῳ.

45

.

1

Ἔαρος δὲ ἀρχομένου κελεύει ὁ τύραννος στόλον μέγα γενέσθαι κα‐ τὰ τῆς Χίου. Οἱ δὲ Χῖοι μαθόντες πέμπουσι πρέσβεις καὶ πολλὰ καμόντες, συνέ‐ θεντο δοῦναι ἕνεκα τῆς διήρεως καὶ τῶν σὺν αὐτῇ ἀπολωλότων Τούρκων χρυσίου νομίσματα τριάκοντα χιλιάδας καὶ κατ’ ἔτος φόρους δέκα χιλιάδας. Ποιήσαντες
5οὖν εἰρήνην τάχα, ἀπῄεσαν.

45

.

2

Οἱ Λήμνιοι δὲ κακογνωμήσαντες κατὰ τοῦ ἀρχηγοῦ αὐτῶν Νικολάου, πέμπουσι κρύφα τινὰς τῶν ἀρχόντων ζητῆσαι παρὰ τοῦ τυράννου ἕνα τῶν δού‐ λων αὐτοῦ τοῦ ἡγεμονεύειν τὴν νῆσον. Ὁ δὲ προθύμως τὸν λόγον ἀκούσας μη‐ νύει τῷ εὐνούχῳ Ἰσμαήλ, τότε ἐπάρχῳ ὄντι Καλλιουπόλεως· ἦν γὰρ ὁ Γενούζης
5ἐκβεβληκὼς καὶ τὴν ἐπαρχίαν Καρίας ἐπιστατῶν, ὁ δ’ Ἰσμαὴλ ἀντεισήχθη κο‐
νοσταῦλος καὶ ἔπαρχος ἐν Χεῤῥονήσῳ. Προστάττει οὖν τοῦ ἀπελθεῖν ἐν τῇ Λήμ‐ νῳ σὺν τριήρεσι καὶ παραδοῦναι τὴν νῆσον Χαμζᾷ τῷ δούλῳ τοῦ ἐπάρχειν καὶ διοικεῖν, ἃ θέμις.419

45

.

3

Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ ἡγεμὼν τῆς Λέσβου στείλας μίαν τῶν διήρεων αὐτοῦ καὶ ναῦν σὺν ἀνδράσιν, ἑκατὸν ἢ καὶ πλέον, ἔχοντες στρατηγοὺς Ἰωάννην Φουντάναν τινὰ καὶ Σπινέταν Κουλουμπότου, ἀναθεὶς αὐτοῖς, ὡς, εἰ ἴδωσι τοὺς Λημνίους μεταμεληθέντας εἰς ἃ πεπράχασιν, ἱλαρῶς πως εἰς αὐτοὺς
5βλέψωσι καὶ διὰ γλυκέων ῥημάτων καὶ συνθηκῶν πάλιν εἰς αὐτὸν τὴν νῆσον· ἐπαναστραφῆναι ποιήσωσιν, εἰ δ’ οὔ, λαβόντες τὸν ἀδελφὸν αὐτοῦ Νικόλαον ἐπα‐ ναστρέψωσιν, ἦν γὰρ αὐτὸς ἐν τῷ παλαιοκάστρῳ αὐλιζόμενος, οἱ δὲ οὐχ οὕτως πεπράχασιν, ἀλλ’ ἐξελθόντες σὺν ὅπλοις ἐμάχοντο. Οἱ δὲ Λήμνιοι ἐξελθόντες ἔφιπποι ὡς πεντακόσιοι, τούτους κατετροπώσαντο καὶ τοὺς μὲν κατέσφαξαν, τοὺς
10δὲ τῇ θαλάσσῃ καταδιώξαντες ἀπέπνιξαν· αὐτοχειρὶ δὲ ἕως τεσσαράκοντα ἔλαβον. Οἱ δὲ καταληφθέντες ἐν τῇ διήρει καὶ τῇ νηΐ, λαβόντες τὸν Νικόλαον εἰς Λέσ‐ βον ἀπῄεσαν.

45

.

4

Καὶ μεθ’ ἡμέρας τρεῖς καὶ ὁ Ἰσμαὴλ ἐν τῇ Λήμνῳ ἄγων τὸν Χαμζᾶν τὸν νέον ἔπαρχον, μαθὼν δὲ τὰ γενόμενα ἐπῄνεσε τοὺς Λημνίους, τοὺς δὲ Λε‐ σβίους λαβὼν δεσμίους ἐστράφη εἰς Καλλιούπολιν Μαΐῳ μηνὶ τοῦ ἑξακισχιλιο‐ στοῦ ἐνακοσιοστοῦ ἑξηκοστοῦ τετάρτου ἔτους.

45

.

5

Μηνύσας δὲ τῷ τυράννῳ τὰ συμβάντα ἐν Λήμνῳ, καὶ θυμοῦ πλησθεὶς κατὰ τῆς Λέσβου καὶ τοῦ ἡγεμόνος, αὐτὸς πρὸς Βελόγραδον ἔρχεται σὺν δυνά‐ μει βαρείᾳ καὶ μηχανικαῖς παρασκευαῖς πλείσταις. Ἐλθὼν δὲ καὶ διὰ τῶν πε‐ τροβολισμῶν βαλὼν κάτω τὰ τείχη, ἔχων καὶ διὰ τοῦ ποταμοῦ πλοῖα ἕως ξα,
5εἰς τόσον κατηντήκει τὰ τοῦ πολέμου, ὡς καὶ ἐντὸς εἰσελθεῖν τοὺς Τούρκους καὶ εἰς πραῖδαν ἄρξασθαι.

45

.

6

Τότε ὁ Ἰάγγος, ὃν προλαβὼν ὁ λόγος ἐδήλωσεν, περάσας τὸν ποταμόν, ἦν γὰρ φθάσας τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἰσελθὼν καὶ καταδιώξας αὐτούς, τοὺς μὲν σφάττων, τοὺς δὲ πλήττων, ἐξήλασε τῆς πόλεως. Ἐξελθὼν δὲ τῆς πύλης καὶ αὐτὸς σὺν στρατιώταις πλείστοις, ἔλαβε τὴν πολεμικὴν πᾶσαν παρασκευήν. Καὶ
5πολλοὺς τῶν Τούρκων φονεύσας, ὡς καὶ αὐτὸν τὸν τύραννον πληγῆναι ἐν τῷ μηρῷ, τέλος ἐν τῇ πόλει ὑπέστρεψεν καὶ τὰ πλοῖα τῶν Τούρκων πυρὶ παρέδωκεν. Ὁ δὲ τύραννος κατῃσχυμένος ὑποστρέψας ἐν Ἀδριανουπόλει, τὸ ἐπιὸν ἔτος ἠπεί‐ λει κατὰ τοῦ Βελογράδου στρατεῦσαι. Ἦσαν δὲ ταῦτα γενόμενα μηνὶ Ἰουλίῳ
τοῦ αὐτοῦ ἔτους.421

45

.

7

Ἐν δὲ τῷ Αὐγούστῳ μηνὶ ἐπέμφθην ἐγὼ φέρων τὸ κατ’ ἔτος διδόμενον τέλος παρὰ τοῦ ἡγεμόνος Λέσβου. Δοὺς δ’ αὐτὸ καὶ ζητήσας τοὺς οὓς οἱ Λήμνιοι παρέδοσαν ὡς ἀπίστους, οὐκ ἠθέλησε δοῦναι, ἀλλὰ μᾶλλον ἐκέλευσε τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι· ἦσαν γὰρ ἐν Ἀδριανουπόλει ἔγκλειστοι. Ὡς δὲ ἀπήγαγον
5αὐτοὺς εἰς τὸν τόπον τῆς σφαγῆς, μεταμεληθεὶς ὁ τύραννος ἐκέλευσε πραθῆναι τούτους· καὶ ἠγοράσθησαν εἰς νομίσματα χίλια.

45

.

8

Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ πέμπτῳ ἔτει ἤλθασιν ἐκ τῆς Ῥώμης τριήρεις ἕνδεκα, ἔχοντες ἀρχηγὸν πατριάρχην τῆς Ἀκουιλίας, πεμφθεῖσαι παρὰ τοῦ πάπα Καλλίστου εἰς βοήθειαν τῶν νήσων τῶν πλησιαζόντων τοῖς Τούρκοις, οἷον Ῥόδον, Χίον, Λέσβον, Λῆμνον, Ἴμβρον, Σαμοθρᾴκην καὶ Θά‐
5σον. Κατήντησαν οὖν ἐν Ῥόδῳ ὡς ὑπὸ τὸν πάπαν τελοῦσαν καὶ φόρους μὴ θελήσα‐ σαν δοῦναι τοῖς Τούρκοις. Ἀπὸ δὲ Ῥόδου ἀπάραντες ἤλθασιν ἐν Χίῳ, αἰτοῦντες τοῦ μὴ δοῦναι φόρους τοῖς Τούρκοις, ἀλλὰ μάχην μᾶλλον ἑλέσθαι. Οἱ δὲ οὐκ ἐπείσθησαν· ὁμοίως καὶ ἐν Λέσβῳ καὶ αὐτοὶ τὰ ὅμοια. Ἀπὸ δὲ Λέσβου ἀθροισθέντα τοῦ πάπα, τῶν Κατελάνων καὶ ἑτέρων λῃστρικῶν πλοίων, τὸν ἀριθμὸν ἕως μα, ἀπῄεσαν ἐν τῇ
10Λήμνῳ καὶ παραλαβόντες τὴν νῆσον ἤλθασιν ἐν Σαμοθρᾴκῃ· καὶ λαβόντες καὶ ταύ‐ την εἰς Θάσον ἐγένοντο. Καὶ φύλακας ἐνθέντες ἐν ταῖς νήσοις καὶ καλῶς ἀσφα‐ λίσαντες εἰς Ῥόδον ὑπέστρεψαν. Τότε ὁ τύραννος μαθὼν τὰ γενόμενα, τὴν πᾶ‐ σαν αἰτίαν τῷ ἡγεμόνι τῆς Λέσβου κατέγραψεν· καὶ δὴ μάχην κρατερὰν ἐνστήσας κατ’ αὐτοῦ, στόλον ἀπαρτίζει βαρὺν καὶ τῷ Αὐγούστῳ μηνὶ πέμπει τοῦτον ἐν
15Λέσβῳ, ἔχων ἀρχηγὸν τὸν Ἰσμαήλ. Καὶ δὴ εἰς Μέθυμναν ἐλθὼν καὶ πολλὰς μεθόδους καὶ μηχανικὰς πράξεις διά τε πετροβολισμοὺς καὶ κλίμακας καὶ τειχω‐ ρυχίας εἰσπράξας, οὐδὲν ὠνήσατο, ἀλλὰ καὶ μᾶλλον πολλοὺς ἀπεβάλετο τῶν οἰ‐ κείων καὶ οὕτως ὑπέστρεψεν ἄπρακτος.

45

.

9

Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ἕκτῳ ἔτει στέλλει πρὸς τοὺς δεσπότας Πελοποννήσου δοῦλον ἕνα δι’ ὁρισμοῦ φρικώδους, διαλαμβάνων, πῶς· „Ὑμεῖς οἰκειοθελῶς ὑπεσχέθητε τοῦ δοῦναί μοι φόρους κατ’ ἔτος νομίσμα‐ τα χιλιάδας δέκα, νῦν δὲ ὁρῶ ὑμᾶς καταφρονοῦντάς με· καὶ τῶν συνθηκῶν ἠμε‐
5λήσατε. Ἐκ τῶν δύο οὖν ἕλεσθε τὸ κρεῖττον· ἢ τὰ κεχρεωστημένα πληρώσατε καὶ ἔσται ἀγάπη ἐν μέσῳ ἡμῶν καὶ ὑμῶν, ἢ ταχέως ἐξέλθατε ἀφέντες τὸν τόπον
ἐν τῇ ἐμῇ δεσποτείᾳ.“—Καὶ γὰρ ἦσαν χρεωστοῦντες ἐτῶν τριῶν τέλος.423

45

.

10

Ἐν δὲ τῷ ἔτει τούτῳ ἐστάλησαν ἀποκρισιάριοι παρὰ τῶν Κομάνων, παρὰ τοῦ δεσπόζοντος τὰ μέρη τῆς Ἀρμενίας καὶ γειτνιάζοντος τοῖς Κόλχοις Οὐζοῦν Χασάν, αἰτῶν παρ’ αὐτοῦ τινα περιφρονήσεως πράγματα, λέγων κεχρεω‐ στῆσθαι αὐτῷ τέλος ἐπέκεινα ἐτῶν ξʹ, τοῦ δοῦναι κατ’ ἔτος χίλια σαγίσματα
5διὰ τοὺς ἵππους αὐτοῦ καὶ χίλια ταγηστήρια καὶ χίλια κεφαλοδέσμια, ἅτινα ἔτα‐ ξε τοῦ δοῦναι κατ’ ἔτος ὁ πάππος· αὐτοῦ πρὸς τὸν πάππον ἐκείνου. Ὁ δὲ ἀπε‐ κρίνατο· „Ὑπάγετε ἐν εἰρήνῃ κἀγὼ τῷ ἐπερχομένῳ ἔτει κομίσω ταῦτα σὺν ἐμοὶ καὶ ἀποδώσω τὸ χρέος.“—.................

45

.

11

Ὁ δὲ τύραννος τῷ χειμῶνι ἐκείνῳ ἤρξατο οἰκοδομεῖν πρὸς τὸ ἄκρον τῆς Πόλεως τὸ καλούμενον Χρυσεία Πύλη πολίχνιον, τὸ ὃ Ἰωάννης ὁ Γέρων ὁ βασιλεὺς ἠβουλήθη τοῦ κτίσαι καὶ ὁ Παγιαζήτ, ὁ τοῦ τυράννου πάππος, ἐκώ‐ λυσεν αὐτόν.

45

.

12

Τοῦ δὲ ἔαρος ἤδη ἐλθόντος καὶ εἰς ἓν τὰς δυνάμεις ἀθροίσαντος, ἐπὶ τὴν Πελοπόνησον ὥρμησε καὶ πρῶτον Κόρινθον ἔσχεν ἄνευ πολέμου. Μαθόντες οὖν οἱ δεσπόται τὸ γεγονός, ὁ μὲν Θωμᾶς πρὸς Ἰταλίαν ἐχώρησεν σὺν γυναικὶ καὶ τέκνοις, ὁ δὲ Δημήτριος παρεδόθη ἑκὼν καὶ προσεκύνησε τῷ τυράννῳ. Πα‐
5ραλαβὼν οὖν πᾶσαν τὴν Πελοπόννησον καὶ ἐγκαταστήσας ἀρχηγοὺς καὶ ἡγεμό‐ νας, αὐτὸς εἰς τὴν Ἀδριανοῦ ὥρμησε, φέρων μετ’ αὐτοῦ πανοικὶ τὸν Δημή‐ τριον, ἄγων σὺν αὐτῷ καὶ τοὺς τοῦ παλατίου καὶ τοὺς λογάδας καὶ εὐτυχεῖς πά‐
σης Ἀχαΐας, Λακεδαιμονίας καὶ τῶν λοιπῶν ἐπαρχιῶν. Τοὺς δὲ τῶν Ἀλβανῶν προύχοντας πάντας κατέσφαξε, οὐκ ἄλλο τῶν πολιχνίων ἐάσας πλὴν Μονεμβα‐425
10σίαν καὶ τοῦτο ἄκων καὶ μὴ βουλόμενος. Τὴν δὲ διὰ θαλάσσης τῶν τριήρεων πρὸς ἐχθροὺς εἰσβολήν, ἐν Αἰγαίῳ Πελάγει διὰ τῶν Κυκλάδων νήσων ἔστειλε τὸν ἀριθμὸν ὡς ρπʹ διήρεις καὶ τριήρεις, μηδὲν ὠφεληθέντες. Μετοικίσας ἐκ τῆς Πελοποννήσου φαμελίας δισχιλίας δήπου καὶ παῖδας ἰσαρίθμους, τοὺς μὲν παῖ‐ δας εἰς νεόλεκτον στρατὸν κατεγράψατο, τὰς δὲ οἰκίας ἐν τῷ τῆς Πόλεως μέ‐
15ρει κατέθετο.

45

.

13

Αὐτὸς οὖν τὸν χειμῶνα ἐν Ἀδριανουπόλει καὶ Κωσταντινουπόλει διῆ‐ γεν πήξας ναῦν ὑπερμεγέθη καὶ δομήσας θέατρον ἐν τῇ Πόλει ὃ καὶ βεστιοπρατή‐ ριον λέγεται καὶ Περσιστὶ πεζεστάνιον ὀνομάζεται.

45

.

14

Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ἐνάτῳ ἔτει ἐποίησε στόλον τριήρεων καὶ διήρεων μέχρι που τὰ ςʹ καὶ νήας ιʹ. Αὐτὸς δὲ τῷ ἔαρι τὸν πορθμὸν διαβὰς ἧκεν εἰς Προῦσαν τῆς Βιθυνίας, μὴ ἐπισταμένου τινὸς μηδὲ νοήσαντος τὴν βουλήν.

45

.

15

Εἴπω καί τι παράδοξον· Ὁ νομοδιδάσκαλος αὐτοῦ, ὃς καὶ κριτὴς κριτῶν ὑπῆρχε τῷ τότε καιρῷ, θαῤῥήσας ὡς πρὸς τὴν πλησιότητα, ἣν ἐκέκτητο πρὸς τὸν ἡγεμόνα, καὶ ὁ ἡγεμὼν πάλιν ὡς πρὸς τὴν εὐλάβειαν, ἣν ἐδείκνυε πρὸς τὸν διδάσκαλον, τολμήσας λέγει τῷ ἡγεμόνι, ἔτι ὄντων αὐτῶν καταμόνας·
5„Κύριε, τὴν παράταξιν ταύτην, τὴν διὰ ξηρᾶς καὶ διὰ θαλάσσης ἑτοιμασθεῖσαν, ποῦ κελεύεις φέρεσθαι;“—Ὁ δ’ ὀργίλως πως ἐμβλέψας εἰς αὐτόν, ἔφη· „Ἴσθι, ὦ οὗτος, εἰ ᾔδειν, ὅτι ἐκ τῶν τοῦ πώγωνός μου τριχῶν θρὶξ μία ἐπελά‐ βετό μου τοῦ μυστηρίου, ἀποσπάσας ἂν αὐτὴν πυρὶ παρέδωκα.“—Τοσοῦτον κρυψίνους ὁ ἀνὴρ καὶ ὀργίλος.

45

.

16

Φοβηθέντες πάντες· οἱ οἰκοῦντες ἔν τε τῷ Λυκοστομίῳ Βλάχοι, ἀλλὰ δὴ καὶ Καφᾶς, Τραπεζοῦς καὶ οἱ Σινωπεῖς, αἵ τε νῆσοι τοῦ Αἰγαίου Πελάγους, Ῥόδος καὶ τὰ πέριξ αὐτῆς νησίδια, Χίος καὶ Λέσβος, εἰ καὶ τελοῦντες ἦσαν,
ἀλλὰ τὴν ἀκαταστασίαν αὐτοῦ γινώσκοντες ἐτρόμαξαν.427

45

.

17

Ὁ δὲ ἡγεμὼν ἀπάρας ἀπὸ Βιθυνίας ἦλθεν εἰς Ἄγκυραν τῆς Γαλα‐ τίας· κἀκεῖ τὰς σκηνὰς πήξας, ὁ τῆς Σινώπεως ἡγεμὼν στείλας τὸν υἱὸν αὐτοῦ μετὰ πλείστης δωροφορίας καὶ προϋπαντήσας αὐτῷ δουλικῶς προσεκύνησεν. Ὁ δ’ ὑπεδέξατο τοῦτον ἀσμένως καὶ τὰ τῷ ἰδίῳ πατρὶ μηνυθησόμενα τούτῳ
5ἀπήγγειλε καὶ αὐτὸν ὡς ἄγγελον τῶν ῥηθησομένων, πάντα κατεῖπε λέγων· „Ἀ‐ νάγγειλον τῷ πατρί σου, ὅτι τὴν Σινώπην βούλομαι· καὶ εἰ μὲν ταύτην μοι ἐλευ‐ θέρως παράσχῃ, κἀγὼ χαριέντως ἀνταποδίδω αὐτῷ τὴν ἐπαρχίαν τῆς Φιλιππου‐ πόλεως· εἰ δ’ οὖν, ἔρχομαι ταχύ.“—Ὁ δὲ στόλος διὰ τῆς θαλάσσης τῆς Πον‐ τικῆς ἔφθασεν ἐν Σινώπῃ. Ὁ υἱὸς δὲ τοῦ Ἰσμαήλ, ἡγεμόνος τῆς Σινώπης, ἦλθε
10πρὸς τὸν πατέρα αὐτοῦ καὶ ἀνήγγειλεν. αὐτῷ πάντα τὰ λαληθέντα παρὰ τοῦ τυράννου. Ὁ τύραννος δὲ μαθὼν τὴν ἀνάβασιν τοῦ στόλου γεγονυῖαν ἐν Σινώ‐ πῃ καὶ αὐτὸς διὰ ξηρᾶς εἰς αὐτὴν ὥδευεν. Ὁ δὲ Ἰσμαὴλ ἀπορήσας ἐξῆλθε τῆς Σινώπης καὶ προϋπαντήσας αὐτῷ καὶ δουλικῶς προσκυνήσας, ἀσπασίως αὐτὸν ὁ τύραννος ὑπεδέξατο, κελεύσας πάντας τοὺς θησαυροὺς αὐτοῦ λαβεῖν καὶ ἵπ‐
15πους καὶ ἡμιόνους καὶ καμήλους καὶ ἄλλο, εἴ τι ἐν τοῖς αὐτοῦ ταμείοις ἐκέκτητο, καὶ μὴ προσψαῦσαί τίς τι τῶν αὐτοῦ. Τὴν Σινώπην οὖν καλῶς ἐγκαταστήσας καὶ ἡγεμόνα ἕνα τῶν δούλων αὐτοῦ χειροτονήσας, αὐτὸς εἰς τὰ τῆς Ἀρμενίας ἐνδό‐ τερα ἐχώρει.

45

.

18

Ὁ δὲ προῤῥηθεὶς Οὐζοῦν Χασὰν ἡγεμὼν εἰς τὰ τῆς Περσίδος ὅρια ἐπάνω ὀρέων σὺν τοῖς αὐτοῦ διέτριβε, μὴ ἔχων ἰσχὺν ἀποπροσωπίσαι τῷ τυ‐ ράννῳ. Περάσας δὲ τὴν Ἀρμενίαν καὶ διαβὰς τὸν Φάσιδα ποταμόν, χώρας τὰς μὲν εἷλε, τὰς δ’ οὐ δυνηθεὶς παρέδραμε· καὶ τὰ Καυκάσια ὄρη μετὰ πολλοῦ τοῦ
5κόπου καὶ τῆς ὑστερήσεως τῶν ἀναγκαίων ἀναβὰς κατῆλθεν εἰς Κόλχους.

45

.

19

Καὶ δὴ εἰς Τραπεζοῦντα ἀνελθὼν πέμπει τῷ βασιλεῖ Τραπεζοῦντος ἐκ τῶν δύο ἑλέσθαι τὸ κρεῖττον· ἢ παραδοῦναι τὴν βασιλείαν τῷ τυράννῳ ἄνευ ζη‐ μίας αὐτοῦ τινος ἐκ τῶν ὑπαρχόντων αὐτῷ θησαυρῶν, ἀργύρου, χρυσοῦ, χαλκοῦ καὶ παντοίου εἴδους ἄλλου, δούλων τε καὶ δουλίδων καὶ πάσης ἄλλης κινητῆς
5ὑποστάσεως, ἢ σὺν τῇ βασιλείᾳ καὶ ταῦτα πάντα καὶ τὴν ζωὴν ἀφαιρεθῆναι.
Ἀκούσας δὲ ταῦτα ὁ βασιλεύς, ἐξελθὼν πανοικὶ προσεκύνησεν. Ἦν γὰρ ὁ στό‐ λος πρὸ πολλῶν ἡμερῶν ἀπάρας ἀπὸ Σινώπης εἰς Τραπεζοῦντα, ἀλλὰ καὶ πολε‐ μῶν καθεκάστην οὐδὲν ἤνυεν, ἕως ὁ τύραννος διὰ ξηρᾶς κατήντησεν. Ἐξελθὼν δὲ ὁ βασιλεὺς σὺν γυναικὶ καὶ τέκνοις προσεκύνησε· ἦν δ’ οὗτος Δαβὶδ ὁ Κομνη‐429
10νός, υἱὸς Ἀλεξίου τοῦ Κομνηνοῦ καὶ ἀδελφὸς Ἰωάννου Κομνηνοῦ τοῦ προβεβα‐ σιλευκότος. Στείλας δ’ αὐτὸν ἐν Κωνσταντινουπόλει σὺν ταῖς τριήρεσι παγγενεὶ μὲ ἑτέρους θείους καὶ ἀνεψιοὺς αὐτοῦ καὶ σὺν τοῖς ἄρχουσι καὶ εὐγενέσι τοῦ παλατίου, φέρων ὁ καθεὶς τὰ ὑπάρχοντα αὐτοῦ ἄνευ τῶν ἀκινήτων. Αὐτὸς δὲ τὰ τῆς Τραπεζοῦντος καλῶς διοικήσας ἐπανεστράφη, χρόνον τέλειον πληρώσας
15εἰς τὴν ἀποδημίαν αὐτήν.

45

.

20

Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακασιοστῷ ἑβδομηκοστῷ ἔτει πέμπει πρὸς τὸν βεηβόδα Βλαχίας ἀποκρησιάριον μηνύων αὐτῷ τοῦ ἐλθεῖν ἐν τάχει εἰς προσκύ‐ νησιν, ἔχων καὶ φέρων σὺν αὐτῷ παῖδας φʹ καὶ τὸ κατ’ ἔτος διδόμενον τέλος, ἤγουν χρυσίνους χιλιάδας δέκα. Αὐτὸς δ’ ἀπεκρίνατο· τοὺς μὲν χρυσίνους ἑτοίμους ἔχει τοῦ
5δοῦναι, τοὺς δὲ παῖδας οὐ δύναται· τὸ δ’ αὐτὸς εἰς προσκύνησιν, καὶ τοῦτο ἀδυνα‐ τώτερον. Ταῦτα ἀκούσας ὁ τύραννος ἠγριώθη καὶ στείλας ἕνα τῶν ἐπιφανῶν σὺν ἑνὶ τῶν γραμματέων αὐτοῦ, εἶπεν· „Ἀγάγετέ μοι τοὺς φόρους· καὶ περὶ τῶν λοιπῶν ἐγὼ σκέψομαι.“—Οἱ δὲ ἐλθόντες καὶ τῷ Βλάχῳ τὰ μηνυθέντα δηλώσαντες, πρῶτον αὐτοὺς ἐν πάλοις καθίησιν, θάνατον ἀπάνθρωπον, ὀδυνηρὸν καὶ ἀσχήμονα. Εἶτα
10περάσας σὺν δυνάμει κατέδραμεν ἐν τοῖς μέρεσι Δύστρας καὶ πολὺν λαὸν συρ‐ φετώδη λαβών, ἐν Βλαχίᾳ περάσας πάντας, τὸν αὐτὸν θάνατον τῶν πάλων τὴν ζωὴν αὐτῶν ἐξεμέτρησεν.

45

.

21

Καὶ τῶν ἄκρων ἐκείνων εἷς ἀρχηγὸς τοῦ τυράννου θέλων δεῖξαι ἀρι‐ στείαν τινά, περάσας εἰς Βλαχίαν σὺν χιλιάσι δέκα Τούρκων καὶ συμβαλὼν αὐ‐ τοῖς ὁ Βλάχος, οὓς μὲν ἐν πολέμῳ κτείνας ἔκτεινεν, οὓς δὲ ζῶντας ἤγρευσεν, πάν‐
τας τῷ τοῦ πάλου θανάτῳ καὶ τὸν ἀρχηγὸν αὐτῶν Χαμζᾶν πικρῶς κατεδίκασεν.431

45

.

22

Τούτων ἰσθεὶς ὁ τύραννος καὶ πλήρης σκοτοδινίας καὶ ζάλης τυχών, ἁπανταχοῦ συναθροίσας δύναμιν ὑπὲρ τὰς ρνʹ χιλιάδας, τῷ καιρῷ τοῦ ἔαρος ἐξελθὼν ἐκ τῆς Ἀδριανοῦ ἦλθεν εἰς Δάνουβιν· κἀκεῖ τὰς σκηνὰς πήξας ἔστη, ἕως οὗ πᾶσα ἡ δύναμις εἰς ἓν σῶμα γένηται. Ὁ δὲ Βλάχος καὶ αὐτὸς πάντας
5τοὺς ὑπ’ αὐτὸν εἰς κλεισούρας καὶ δενδρώδεις τόπους μετοικίσας καὶ τοὺς κάμ‐ πους ἐρήμους ἀφεὶς καὶ ζῴων παντοίων τὰ γένη ἐν τοῖς ἐνδοτέροις ἐλάσας ὁρίοις τοῖς πρὸς Ἀλανοὺς καὶ Οὔννους, αὐτὸς ἐν ὀχυροῖς ἄλσεσι καὶ δάσεσι τόποις σὺν τῇ ὑπ’ αὐτὸν στρατιᾷ διημέρευεν. Ὁ δὲ τύραννος περάσας τὸν Δάνουβιν καὶ ἐπέκεινα ζα ἡμερῶν τόπον ἀνύσας, οὐχ εὗρε τὸ οἱονοῦν ἢ ἄνθρωπον ἢ ζῷον τὸ
10τυχὸν ἢ τῶν τροφίμων τι ἢ τῶν ποτίμων. Φθάσας οὖν ἔν τινι τόπῳ λιβαδιαίῳ καὶ εὐθέτῳ ὁρᾷ πάλους πεφυτευμένους μυριαρίθμους, βρίθοντας ἀντὶ καρπῶν νεκρὰ σώματα, καὶ τὸν Χαμζᾶν, ὃν προείπομεν, ἐν μέσῳ, μετὰ βυσσίνων καὶ κοκκίνων ὧν ἐφόρει, πεπερονημένον ἐν τῷ πάλῳ. Ἰδὼν οὖν τὴν ἀπειλὴν ταύτην ὁ τύραννος ἐξεπλάγη καὶ τῇ νυκτὶ φοβηθείς, ἐν ᾗ ἔπηξε τὰς σκηνάς, τάφρους
15ἀνήγειρε καὶ ἐν μέσῳ τῶν τάφρων ἔκειτο. Ὁ δὲ Βλάχος ὀρθρίσας καὶ τοὺς ὑπ’ αὐτὸν καλῶς συνταξάμενος, ἔτι σκοτίας οὔσης, κατῆλθε καὶ τὸ δεξιὸν μέρος τοῦ φωσάτου τυχὼν εἰσῆλθεν ἐξαίφνης καὶ ἕως πρωῒ ὑπὲρ ἀριθμὸν κατέκοψε· καὶ πολλοὶ τῶν Τούρκων ἀλλήλους ἐφόνευον, ἕως οὗ ἡμέρα διηύγασεν. Πρωΐας δὲ γενομένης, οἱ μὲν Βλάχοι εἰς τὰς μάνδρας αὐτῶν εἰσελθόντες, ἐκοιτάσθησαν,
20ὁ δὲ τύραννος ἐγερθεὶς κατῃσχυμένος καὶ περάσας τὸν Δούναβιν, ἧκεν εἰς Ἀδρια‐ νούπολιν.

45

.

23

Ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ πρώτῳ ἔτει στόλον ἀπαρτίσας τριήρεων καὶ διήρεων ἐξήκοντα καὶ νῆας ζʹ κα‐ τῆλθεν ἐν τῇ νήσῳ Λέσβῳ Σεπτεβρίῳ μηνὶ καὶ αὐτὸς διὰ ξηρᾶς σὺν
δυνάμει. Ἐλθὼν οὖν ᾐτήσατο τὴν νῆσον παρὰ τοῦ κρατοῦντος Νικολάου433
5τοῦ Γατελιούζου, ὃς ὑπῆρχεν ἀδελφὸς Δομινίκου τοῦ προηγεμονεύσαντος, τὸν ὃν ὁ ῥηθεὶς Νικόλαος κατήγαγε τῆς ἡγεμονίας καὶ ἀπέπνιξεν, αὐτὸς δὲ ἡγε‐ μὼν κατέστη τῆς Λέσβου, τέταρτον ἄγων ἔτος ἐν τῇ ἡγεμονίᾳ. Ὁ δὲ Νικόλαος ἀσφαλῶς τὴν Μιτυλήνην ἔν τε πολεμικαῖς παρασκευαῖς καὶ ἀρμάτων πληθύϊ καὶ τάφρων, βοθύνων καὶ χωμάτων ἀνορύξεσιν κατασκευάσας, μέσον ἐκάθητο σὺν
10πολεμισταῖς πλείστοις ὑπὲρ ἀριθμὸν χιλιάδων εʹ καί, συρφετώδη λαὸν σὺν γυ‐ ναιξὶ καὶ παιδαρίοις, ὑπὲρ ἀριθμὸν χιλιάδων κʹ. Περάσας οὖν ὁ τύραννος ἀπὸ τοῦ Ἁγιασματίου καὶ ζητήσας τὴν πόλιν σὺν τῇ νήσῳ, ἀπεκρίνατο ὁ Νικό‐ λαος· οὐκ ἔστι δυνατὸν παραδοῦναι τὴν πόλιν καὶ τὴν νῆσον, εἰ μὴ πρῶτον αὐτοὶ πολεμικῷ νόμῳ κτανθήσονται. Τότε πάλιν τὴν περαίαν διαβὰς ὁ
15τύραννος, ἀφῆκε τὸν αὐτοῦ βεζίρην Μαχμοὺτ τοῦ πολιορκεῖν Μιτυλήνην. Καὶ δὴ τὰς πετροβόλους σκευὰς ἀντικρὺ παραστήσας καὶ πετροβολῶν τὸ ἓν μέρος τῆς πόλεως τὸ λεγόμενον Μελανούδιον, κατὰ γῆς ἔῤῥιψεν· ὁμοίως
καὶ ἐξ’ ἄλλων μερῶν τοὺς προμαχῶνας καὶ πύργους. Ὁρῶντες οὖν οἱ ἐντός,435