TLG 3145 002 :: Joannes ANAGNOSTES :: Pro viribus acta monodia

Joannes ANAGNOSTES Hist. Poeta
(Thessalonicensis: A.D. 15)

Pro viribus acta monodia

Source: Tsaras, G. (ed.), Ἰωάννου Ἀναγνώστου Διήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης. Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης. Thessalonica: Tsaras, 1958: 70–76.

Citation: Page — (line)

70

(t1)

ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ
t2Κατὰ δύναμιν μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης.
1 Τίς ἂν εἰδὼς πάθεσι θρήνους ἐξισοῦν τὴν Θεσσαλονι‐ κέων ἀξίως πόλιν ὠδύρετο; πόλις γὰρ αὕτη τὰς ἄλλας ὅσον ἐν εὐτυχίᾳ πολλῷ τῷ μέτρῳ παρήνεγκε, πανταχόθεν αὑτὴν λαμπρὰν καὶ ποθεινὴν δεικνῦσα, τοσοῦτο νῦν ἀτυ‐
5χέστατα πέπραγε καὶ θρηνῳδίας ἁπάσης ὑπόθεσις πρό‐ κειται. Οἷς γὰρ τῶν ἀπ’ αὐτῆς καλῶν καὶ μικρὸν γοῦν τινα χρόνον ἀπόνασθαι γέγονε, λέγειν οὐδὲν ἔπεισιν ἄλλο ταύ‐ της γε πέρι ἢ ψυχήν, ὅσαπερ ἐς ἀθυμίαν ἐμβάλλει πηγάς τε δακρύων ἐξ ὀμμάτων προχεῖσθαι παρασκευάζει. Πολ‐
10λὰς μὲν γὰρ κάλλει καὶ θέσει, πολλὰς δὲ μεγέθει καὶ τῇ τῶν καλῶν ἀφθονίᾳ μηδ’ ὅσον εἰπεῖν ὑπερέβαλε πόλεις. Καὶ ἃ πρὶν μὲν ἐκόμα τοῖς ἀγαθοῖς καὶ πλούτῳ τῷ θρυ‐ λουμένῳ, νυνὶ δέ, ὡς μὴ ὤφελε, φροῦδα γεγένητο πάντα καὶ κακῶς ἀνεσκεύαστο. Ὤ, πῶς μαγνήτιδος τρόπον εἰς
15ἑαυτὴν ἅπαντας εἷλκεν, ἀποστῆναί τε τούτους οὐδ’ ὁπωσ‐ τοιοῦν συνεχώρει! Τοσούτῳ καὶ γὰρ κατεῖχεν, οἷς αὐτοὺς πανταχόθεν ἀφικνουμένους ἐδεξιοῦτο, δεσμοῖς τ’ ἀλύτοις φιλίας συνέδει, ὡς ἀντὶ τῆς ἐνεγκαμένης αὐτὴν πάντας αἱρεῖσθαι καὶ μηδ’ ἐπανόδου μεμνῆσθαι μηκέτι. Φεῦ! ἀλλ’
20ἤδη μὴ τοὺς ἐξ ἀλλοδαπῆς μόνον, οἷς ὑπῆρξεν, ὡς ἔφην,
τῶν αὐτῆς ἀπολελαυκέναι χαρίτων, ἀλλὰ καὶ οὓς ἤνεγκε,70

72

φεύγειν ὅλῃ παρεσκεύασε προθυμίᾳ καὶ Χάρυβδιν, ὥσπερ ἑτέραν, δεδοικέναι καὶ τρέμειν. Ὦ χρόνε, οἷα τίκτεις ἐξαίφνης καὶ μεταβολὰς οἵας ἐναπεργάζῃ τοῖς πράγμασι. Καλῶς σε, πρὸς τὸ παλίντροπον ἀπιδόντες, τροχὸν τὸ τῶν
5σοφῶν ὠνομάκασι γένος· πάντα γὰρ ἄνω καὶ κάτω μετα‐ τίθης καὶ περιφέρεις. Ὦ πόλις, ἡ πρὶν μὲν ὥσπερ ναῦς ἐξ οὐρίας πλέουσα, ἔπειτα δὲ καταιγίδος δεινῆς ἐγερθείσης κακῶς συντριβεῖσα καὶ τὸν ἐναποκείμενον πλοῦτον ἀπο‐ βαλοῦσα καὶ ἀπολέσασα, οὐδ’ ἂν εἷς τῶν σοι προσόντων
10ἀφίκοιτό ποτ’ εἰς λήθην ἑκών, εἰ μὴ τῶν φρενῶν ἐξέστηκεν ὅλως. Ἐγὼ μὲν οὖν καὶ σύνδακρυς σοῦ μεμνημένος καθί‐ σταμαι καὶ τὸ προφητικὸν εἰπεῖν, «σκότος λεπτόν με κα‐ λύπτει» καὶ παραμυθίαν ζητῶν ταὐτά μοι πάσχειν καὶ τοὺς ἄλλους εὑρίσκω. Ὤ, πῶς σου τὴν πρὶν εὐκοσμίαν
15ἀφῄρησαι καὶ ἡ λαμπρότης ἀπέσβη καὶ τοὺς ὁρῶντας κα‐ τηφιᾶν ἀναγκάζεις. Συγκέχυται γάρ σοι κόσμος ὁ περι‐ κείμενος ἅπας, καὶ τὸ κάλλος, ᾧ σαυτὴν κοσμεῖν εἶχες, ἐξαίφνης ἀπόλωλε. Θέατρον γὰρ πρότερον μὲν εὔδαιμον ἦς, νυνὶ δὲ θέα πᾶσι γέγονας ἀπευκταία καὶ τοὺς ἐνοικεῖν
20ἑλομένους σοι καὶ ἄκοντας ἀπελαύνεις, ὁρᾶν σε μὴ φέ‐ ροντας ἐν δυστυχίᾳ τοιαύτῃ. Οἳ γάρ σε τροφὸν οἴδασι καὶ μητέρα, τοῖς ἐπὶ μητρὶ κοπτομένοις ἀποιχομένῃ τὰ παρα‐ πλήσια δρῶσι καὶ κατηφείας σε πάντες ποιοῦνται διήγημα. Ὦ παρόντες, ἐγὼ μὲν καὶ τῶν ἄλλων, ὅταν εἰς μνήμην
25ἥκω τῆς πόλεως, πολλῶν ὄντων καὶ μεγάλων καὶ ὧν λό‐ γος οὐδεὶς ἐξαρκεῖ πρὸς διήγησιν, ἰλίγγου πληροῦμαι καὶ ἐμαυτὸν ὑπ’ ἀθυμίας κατέχειν οὐχ οἷός τε γίνομαι, ἡνίκα δ’ ἂν καὶ τὸν κάλλιστον, ὃν ἀποβέβληκε, κόσμον λογίσω‐ μαι, νεώς, φημί, θείους καὶ τὰ κατὰ πᾶν αὐτῆς μέρος σε‐
30μνῶν ἀνδρῶν καταγώγια, μικροῦ καὶ ἄφωνος τοῖς παροῦ‐ σιν ὁρῶμαι καὶ μόλις ἐμαυτὸν ἀνακτῶμαι τοῦ πάθους. Ὀφθαλμῶν γὰρ εἰπεῖν ἦσαν οὗτοι βολαί τε καὶ γλῆναι
τῇ πόλει καὶ νῦν κατακοιμηθεῖσαι ζοφερὰν αὐτὴν ἀπειρ‐72

74

γάσαντο πάντῃ. Καὶ τί μὴ λέγω τὸ κρεῖττον; Οὐρανῷ τε καὶ γῇ ταύτην εἴκασεν ἄν τις τὴν πόλιν εὐστόχως· τὸ μὲν γὰρ ἄνω τοὺς ἐν ἀρετῇ διαλάμποντας οἰκήτορας πρότε‐ ρον ἔχον μέρος οὐρανοῦ σῶζον ἦν σχῆμα, τὸ κάτω δὲ καὶ
5πρὸς θάλατταν γῆς, εἴ τις δ’ ἂν καὶ συνεκτικὰ εἴποι στύ‐ λους τῇ πόλει, οὐκ ἂν ἁμάρτοι. Ὢ πράγματος ξένου, ἔνθα πόνοι τῆς ἀσκητικῆς τοῦ παντὸς ἐτιμῶντο παλαίστρας, νυνὶ θεοστυγῇ διαπράττεται καὶ θεὸς ὑπερτίθεται τὴν ἐκ‐ δίκησιν! Ὦ θεοῦ ἀνοχή, πῶς τοιούτων ἠνέσχου; Βέλτιον
10ἂν ἦν τὴν γῆν διασχοῦσαν καλύψαι ἢ τοῦτον ταῦτα μετα‐ σκευασθῆναι τὸν τρόπον· κρεῖττον ἂν ἦν ἑνὶ τῆς γῆς ἀνα‐ τιναγμῷ ταυτὶ καταπεπτωκέναι καὶ μηδὲ λείψανα γοῦν ἐναπολελεῖφθαι τῷ τόπῳ· τότε γὰρ οὐ τοσοῦτο τὰς τῶν ὁρώντων ψυχὰς ἔδακνεν ἂν τὸ πάθος. Ἡμῖν μὲν καὶ τὸ
15εἰσιέναι ἔνδον τοῦ θυσιαστηρίου φοβερὸν εἶναι ἐδόκει καὶ μόνοις ἦν εἰσιτητὸν τοῖς τεταγμένοις ἐν τούτῳ, ψυχὴν καὶ σῶμα πρότερον σφίσι καθηραμένοις. Τὰ νῦν δὲ τοῖς βδε‐ λυροῖς, φεῦ, ἀνεῖται καὶ τῆς τοιαύτης οὐκ ἀπείργονται τόλμης καὶ οὔτε γῆ διίσταται καὶ τοὺς κατὰ θεοῦ χωροῦν‐
20τας χωννύει, οὔθ’ ἥλιος ἄνωθεν καταφλέγει ἢ οὐρανὸς σφοδρὸν ὑετὸν καταπέμπει καὶ καταδύει τἀνόμημα. Ὅπῃ νοῦ καὶ αἰσθήσεων νήψει θείων λογίων ᾔδετο μέλη καὶ συνᾴδοντες ἦσαν ἄνωθεν νόες, φωνῶν νῦν αἴρεται ἀσήμων κραυγὴ καὶ τὸ δαιμόνων ἐφήδεται φῦλον, σιγώσας ὁρῶν
25παννύχων ᾠδῶν ὑπηρέτιδας γλώττας. Οἴμοι! πῶς ἂν ἀδα‐ κρυτὶ τὴν τούτων μνήμην ἐνέγκοιμι; Ἔνθα ζῶν αὐτὸς ὁ καθ’ ἡμᾶς δι’ ἡμᾶς γενόμενος καθεωρᾶτο, δῆμός τε συν‐ εστέλλετο βλέπειν ἀγγέλων, ἔργα τοῖς ἀντιθέοις παρανο‐ μίας τολμᾶται καὶ σκηπτοὶ οὐρανόθεν οὐ καταφέρονται. Ὢ
30τόπων θεῷ ἀφωσιωμένων, ἣν ἐπλουτεῖτε θείαν ἀφῄρεσθε χάριν καὶ τοῖς τολμηταῖς παρὰ φαῦλον λογίζεσθε. Ὤ, πῶς ὁ τῆς εὐημερίας ἡμῖν καιρὸς ἐπιθέσεως καὶ καταδρομῆς γέ‐ γονε καὶ καταλειφθέντες αἰσχύνη καὶ ὄνειδος γεγενήμεθα!
Οἴχονται πανηγύρεις, οἴχονται θείων ἐκτυπωμάτων λαμ‐74

76

πρότητες, ἀπόλωλε παρρησία, τὸ τῶν μοναχῶν ἀπελήλα‐ ται τάγμα καὶ πολιαὶ πρεσβυτέρων καὶ διακόνων σεμνότης ἐν τοῖς ἀτίμοις λογίζονται. Ἆρ’ οὐκ ἀβίωτος ὁ βίος ἡμῶν ἐστὶ καὶ ἧττον τοῦ ζῆν τὸ θανεῖν ἐστὶ πικραῖς οὕτω βαλ‐
5λομένοις καθ’ ἑκάστην ὀδύναις; Ἤ πού γε πάντες ἄν μοι συμφθέγξαιντο, οἳ πάσχειν ἐν τοῖς τοιούτοις πεφύκεσαν. Ἠπόρησα οὖν πολλάκις κατ’ ἐμαυτόν, ἀνθ’ ὅτου ταῦτα καὶ πῶς εἰς τοσοῦτον ἥκομεν κακοπραγίας οἱ πεπονθότες καὶ εὗρον λύοντά μοι τὸν θεῖον λόγον τὴν ἀπορίαν, «ἔσται»,
10λέγοντα, «ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔρημοι, ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ»· ἔνθεν τοι καὶ τοῦ πλείω λέγειν ἀφέμενος τῷ σιγῆσαι τετίμηκα. Θεὸν γὰρ ἐξιλεοῦν ἀσύγγνωστα πταίσαντας καὶ μὴ μακρηγορεῖν κατ’ ἐπίδει‐
15ξιν χρή, ἡμεῖς γὰρ τῶν φύντων αἴτιοι, κατὰ τὸν εἰπόντα, τοιαῦτα σπέρματα καταβεβληκότες. Πᾶν τοιγαροῦν εὐσε‐ βείας ὅσον καὶ δογμάτων ὀρθῶν τρόφιμον τῶν κατ’ ἀρε‐ τήν, ὧν ἠμεληκότες ἐφάνημεν ἔργων, αὖθις ἐπιλαβέσθαι σπουδὴν εἰσενέγκαντες, θεοῦ τυχεῖν εὐμενοῦς ἔργοις, οἶς
20χαίρει, πᾶσι τρόποις ἀγωνισώμεθα, παλινῳδίαν ὡς ἂν
ἐντεῦθεν ᾄσωμεν χαριέστατα.76