TLG 3145 001 :: Joannes ANAGNOSTES :: De extremo Thessalonicensi excidio narratio Joannes ANAGNOSTES Hist.
Poeta De extremo Thessalonicensi excidio narratio Citation: Section — (line) | ||
t | ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ Διήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης συντεθεῖσα πρός τινα τῶν ἀξιολόγων, πολλάκις αἰτήσαντα περὶ ταύτης, ἐν ἐπιτόμῳ. | |
1 | Πολλὰ μὲν ἡμῖν πολλάκις καὶ ἄλλα τὸ τῆς ψυχῆς σου φιλόπονον ἀριδήλως ἐγνώρισεν, ἀνδρῶν ἄριστε καὶ φιλομαθέστατε, οὐχ ἧττον δὲ καὶ ἡ πρὸς τὴν διήγησιν τῶν ἤδη τῇ περιφανεῖ τὸ πρότερον πόλει Θεσσαλονίκῃ συμβε‐ | |
5 | βηκότων σπουδή σου καὶ τὸ λόγοις ἡμᾶς συνετῶς ἄγαν ἔχουσι διεγεῖραι, ταύτην ὡς ἂν ἐπίδηλόν σοι κατὰ δύνα‐ μιν θέσθαι τὴν ἡμετέραν σπουδάσωμεν καὶ ὥσπερ ὑπ’ ὄψιν ἀγάγωμεν. Δείκνυσι γάρ σου περιφανῶς τὴν ψυχήν, περὶ τὴν τῶν ἀναγκαίων ὅπως μάθησιν ἔχει καὶ ὡς ἐκ τοῦ προσ‐ | |
---|---|---|
10 | έχειν ἱστορίαις καὶ λόγοις, οἷς ἄνθρωποι πρὸς τὰ κρείττω σαφῶς μετατίθενται, τῶν μελλόντων ὅλη καὶ μὴ μεθιστα‐ μένων καθίσταται. Πλὴν ἀλλ’ οὕτω θαυμασίας οὔσης γε τῆς σπουδῆς, ἐκεῖνο πᾶς ὁστισοῦν εὖ φρονῶν, οἶμαι, τῶν οὐκ ἐπαινουμένων ἂν οἰηθείη, ὅτι γε τοὺς εἰς ἄκρον δυνά‐ | |
15 | μεως λόγων ἐληλακότας παραδραμὼν καὶ προὔργου παν‐ τὸς τὸ λογογραφεῖν ἀεὶ ποιουμένους, ἐμοὶ τὴν τοσαύτην ἐγχείρησιν ἀπερισκέπτως ἀνέθου, νωθρότητι διανοίας ἀμα‐ | |
θῶς ἀληθῶς ἔχοντι περὶ λόγους καὶ πρὸς πᾶσαν ἡντινοῦν ἀγαθῶν κτῆσιν ῥαθυμοῦντι καθάπαξ. Καὶ ταὐτόν, οἶμαι, | 2 | |
20 | πέπονθας ταῖς μελίσσαις, ὅτε τὰς ἀρχὰς ζητεῖν τοῦ μέλι‐ τος κατεπείγονται· παρατρέχουσι μὲν γάρ, ὥς φασι, τῶν ἀνθέων τὰ εὔοσμα, ἐφίπτανται δὲ τῷ θύμῳ, φυτῷ δριμύ‐ τητος γέμοντι καὶ λίαν ἀνόσμῳ. Ἀλλὰ δεινὸν ἡ φιλία, πάντας ἁπλῶς τοὺς ἐνισχυμένους γε ταύτῃ πάντα καὶ | |
25 | λέγειν ὑπὲρ τῶν φίλων καὶ πράττειν πρὸς βίαν κινοῦσα, τὸν παρὰ τῶν πολλῶν ἔπαινον αὐτοῖς προξενεῖν εἰωθυῖα. Τοῦτο γὰρ ἦν τὸ καὶ σὲ τοσοῦτον ἡμᾶς ἀναπεῖσαι κατα‐ ναγκάσαν, τὴν ἐκ τῶν ἀκουόντων ἡμῖν εὐφημίαν ἴσως προσ‐ γενέσθαι βεβουλημένον, κἀντεῦθεν τῇ φιλίᾳ χαρίσασθαι. | |
30 | Ἐγὼ μὲν οὗν βουλοίμην ἂν τὴν σιωπὴν ὡς ἀκίνδυνον μᾶλλον ἑλέσθαι καὶ τὴν παροῦσαν ὑπόθεσιν ὡς τὴν ἐμὴν ὑπερβαίνουσαν δύναμιν παραιτήσασθαι πάνυ δικαίως. Λαβὼν δ’ ἐπὶ νοῦν τῆς ἀπειθείας τὸν κίνδυνον ὅσος καὶ διὰ τοῦτ’ εἰς ἀνάγκην συνελαθεὶς ἀπαραίτητον, δεῖν ᾤμην | |
35 | ἕτοιμον ἐμαυτὸν παρασχεῖν σου τῇ ἀξιώσει καί σου τοὐ‐ πίταγμα πεπληρωκέναι ὡς δύναμις. Κἀπειδήπερ ἐπικλινὴς ἐγὼ καὶ εὐγνώμων πρὸς τὸ ζητούμενον ὤφθην σοι καὶ σὴν χάριν, ὧν οὐκ ἐβουλόμην κατατετολμηκέναι προῄρημαι, δίκαιον ἂν εἴη καὶ σὲ τῆς ἐγχειρήσεως ταύτης ἡμῖν ταῖς | |
40 | εὐχαῖς συνεφάψασθαι, ἵν’ ὁδηγηθέντες καὶ δύναμιν ἐσχη‐ κότες λόγου καὶ διανοίας ὀξύτητα, τῆς σῆς φανῶμεν ἄξιον ἐπιθυμίας ἐργάσασθαι καὶ μηδὲ τὴν ὑπόθεσιν καθυβρί‐ σωμεν. Παρακαλῶ δὲ καὶ πάντας τοὺς ἐντευξομένους τῷ πάσης ἀμουσίας πεπληρωμένῳ τῷδε συγγράμματι συγ‐ | |
45 | γνώμην ἡμῖν παρασχεῖν ἐξ ἑτοίμου, τὴν ἡμετέραν εὐπεί‐ θειαν ἀποδεξαμένους. Οὐ γὰρ δυνάμει λόγων τεθαρρη‐ κότες ἐπὶ τοῦτο προήγμεθα, ἵνα καὶ μέμψιν σχῶμεν δι‐ καίως παρὰ τοῦ βουλομένου παντὸς (πολλοῦ γε καὶ γὰρ δέομεν τοῦ λόγους εἰδέναι καὶ τούτοις γε χρῆσθαι κατ’ | |
1(50) | ἐπιστήμην θαρρεῖν), τῇ δ’ ἐπιταγῇ τοῦ προστεταχότος ἡμῖν | |
καὶ τῷ μὴ μέμψιν ἔχειν, εἴ τις τὴν ἑαυτοῦ πρός τι τῶν ἀναγκαίων ἐνδείκνυται δύναμιν, ἀνέγκλητον εἶναι, οἰό‐ μενοι πανταχοῦ τὸ πάνθ’ ὁντινοῦν μὴ πρὸς ἐπίδειξιν, πρὸς δὲ τὸ μὴ τάφῳ σιγῆς παραπέμπεσθαι τὰ πρὸς ἀκρόασιν | 4 | |
55 | ἄξια, τοῖς κατὰ δύναμιν ἐγχειρεῖν λόγοις ἑκάστοτε. Ποιή‐ σομαι δὲ τὸν λόγον ἁπλοῦν τε καὶ εὔληπτον, ἀλλὰ δὴ καὶ συνεσταλμένον ὡς τὰ πολλὰ κατὰ τὸν σὸν λόγον, τἀναγ‐ καῖα μόνον περιλαβὼν καὶ ὅσα δὴ παρεθέντα ζημία σοι λογισθήσεται πρὸς ἀκρόασιν κεχηνότι. | |
2 | [Εἰ μὲν οὖν τις ἐτύγχανες ὢν τῶν οὐκ εἰδότων τὴν πόλιν, τὰ καθ’ ἕκαστόν τε ἠγνόεις αὐτῆς, ὥσπερ οἱ πρῶ‐ τον ἐξ ἀλλοδαπῆς εἰς ἑτέραν μετοικήσαντες πόλιν, ἕως ἂν τὸ τοῦ χρόνου μῆκος ταύτην αὐτοῖς κατὰ μέρος γνω‐ | |
5 | ρίσειεν, ἐδεόμην λόγων ἂν ἐνταῦθα μακρῶν, ἵνα μηδὲν τῶν τῆς πόλεως τὴν σὴν διαφύγῃ γνῶσιν. Ἐπεὶ δὲ πρὸς θρέμμα ταύτης τὸν λόγον ποιοῦμαι καὶ ἀκριβέστερον ἢ πολλοὺς ἄλλους τὰ κατ’ αὐτὴν ἐγνωκότα, μάτην οἱ μα‐ κροὶ περὶ τούτων λόγοι καὶ ἡ περὶ τῆς θέσεως μεγέθους τε | |
10 | καὶ κάλλους καὶ τειχῶν ἀσφαλείας καὶ προσέτι τοῦ εὖ κεκρᾶσθαι καὶ τῶν ἄλλων ἀκρίβεια καὶ μάλισθ’ ὅτι πρὸ μακρῶν ἐτῶν τὰ περὶ τῆς πόλεως ἕτεροι φιλοπόνως ἄγαν δυνάμει λόγου καὶ ῥητορικῆς εὐγλωττίας δεινότητι ἠκρι‐ βωμένως ἐξέθεντο καὶ μετὰ τὴν πρώτην πασῶν εἰπεῖν λαμ‐ | |
15 | προτέραν πολλαῖς ἀποδείξεσιν ἀποφῆναι ταύτην ἐσπού‐ δασαν. Ἐκείνοις δ’ ἐμαυτὸν ἔγωγε μόνον διηγούμενος δώσω, ὧνπερ ἡ πόλις ἐν τῷ τῆς νῦν ἁλώσεως χρόνῳ πε‐ πείρατο, καθάπερ ἔφης καὶ σὺ πρὸς ἡμᾶς, μικρὸν πρὸ ταύ‐ της ἀπάρας ἐνθένδε καὶ διὰ τοῦτο τὸ κακὸν οὐκ εἰδὼς | |
20 | ἀκριβῶς ὅπως κεχώρηκε. Τὰ τῶν Λατίνων γὰρ οἶδ’ ὅτι καὶ αὐτὸς οἶσθα σαφέστατα τῇ πόλει παρὼν καὶ καθ’ ἑκάστην ὁρῶν τὰ γινόμενα]. Ἔπασχεν οὗν τῶν Λατίνων κρατούντων ἡ πόλις, ὡς οἶδας, καὶ ὁσημέραι θλίψεις ἡμῖν ἐπήγοντο πανταχόθεν | |
25 | καὶ λόγων πολλῶν παρ’ ἑκάστοις, πῶς ἂν ἀνεθείημεν, γιγνομένων τρόπος ἦν οὐδ’ ὁστισοῦν ὁ τούτων ἡμᾶς τῶν δεινῶν ἀπαλλάξων. Οὔτε γὰρ οἱ Τοῦρκοι τοῖς Λατίνοις ἐβούλοντο σπείσασθαι, πολλάκις πρεσβευσαμένοις περὶ τούτου καὶ δεηθεῖσιν, οὐθ’ ἡμῖν ἐξῆν πρᾶξαι τὸ κατὰ γνώ‐ | 6 |
30 | μην, ὀλίγοις ἄγαν καθεστηκόσι καὶ ἀνισότητι γνώμης ἀπο‐ βεβληκόσι τὸ ὁμονοεῖν, ὡς ἄρα καί σοι γνώριμον τοῦτο σὺν ἡμῖν γε ὄντι καὶ τῶν δεινῶν ἐκείνων τοῖς ἄλλοις παρα‐ πλησίως εἰληφότι τὴν πεῖραν. | |
3 | Οὕτω οὖν ἡμῖν ἔχουσιν, ὅσαι τε ὧραι μυρία τὰ χαλεπὰ φέρουσι καὶ τὴν σωτηρίαν ἀπαγορεύουσιν, κακὸν ἐξαίφνης ἐπῆλθεν ἕτερον καὶ στερροτέραν εἰπεῖν ἀδάμαν‐ τος πλῆξαν ψυχήν. Τὸ δ’ ἦν ἡ τοῦ καλοῦ ποιμένος καὶ | |
5 | κατὰ τὸν πρῶτον ποιμένα τὴν ψυχὴν ἐφ’ ἑκάστης ἀφει‐ δῶς ὑπὲρ τοῦ ποιμνίου τιθέντος κατὰ θεῖον βούλημα τε‐ λευτή, ἐν καλῷ μὲν ἐκείνῳ γεγενημένη, βλάβος δ’ ἡμῖν ἐπενεγκοῦσα πολύ, τῶν ἐκείνου λιτῶν πρὸς θεὸν στερη‐ θεῖσιν, αἷς ἐσωζόμεθα. [Ὅτι δὲ κατὰ θείαν αὕτη βούλη‐ | |
10 | σιν ἦν, ἄκουε τοῦ φανέντος τῷ μακαρίῳ περιόντι κατ’ ὄναρ ἐκείνῳ. Ἔδοξε πρὸ τοῦ τὴν πόλιν τῷ πολέμῳ λη‐ φθῆναι οἶκόν τινα λαμπρὸν εἰσιέναι καὶ παμμεγέθη, περι‐ σκοπεῖν τε αὐτὸν κατὰ μέρος καὶ θαυμάζειν αὐτοῦ τό τε κάλλος καὶ μέγεθος, ἐν τούτῳ δ’ ὄντι φωνὴν ἔξωθεν ἐνε‐ | |
15 | χθῆναι λέγουσαν: «ὁ μὲν οἶκος οὗτος, οὗ τὰ καθ’ ἕκαστον, ὦ δέσποτα, ὡς λίαν λαμπρὰ καὶ ὡραῖα θαυμάζεις περι‐ αθρῶν, πίπτει τὸ τάχος καί, ἵνα μή σε καλύψῃ πεσών, ἔξιθι τούτου ταχέως». Οὕτως εἶχεν ἡ ὄψις καὶ εἰς ἔργον ἧκεν οὐκ εἰς μακράν. Ἐκεῖνος μὲν γάρ, ἵνα ἀναφανῇ δί‐ | |
20 | καιος καὶ τῶν πολλῶν τῆς ἀρετῆς ἐκείνου καμάτων λάβῃ τὰς ἀντιδόσεις, εἰκότως οὕτω καὶ πρὸ τῆς κοινῆς συμφο‐ ρᾶς, πρὸς ὃν ἐπόθει κύριον ἐξεδήμησεν. Οὐ γὰρ δίκαιον τοῦτο παρὰ θεῷ κέκριτο, τοιούτων ἵνα κακῶν πεῖραν σχῇ | |
καὶ κοινωνήσῃ τῶν ἴσων ἡμῖν· «ἀνόμοιος γὰρ ἦν τοῖς ἄλ‐ | 8 | |
25 | λοις ὁ βίος ἐκείνου καὶ ἐξηλλαγμέναι αἱ τρίβοι», τοῦ Σο‐ λομῶντος εἰπεῖν, «ἡμεῖς δὲ κακίας γέμοντες ὅλως, καὶ ὀπίσω τῶν ἐνθυμάτων τῆς καρδίας ἡμῶν τῆς πονηρᾶς», τοῦτο δὴ τὸ τοῦ Ἱερεμίου, «πορευόμενοι καὶ κατὰ τὸν πά‐ λαι γογγυσταὶ τυγχάνοντες Ἰσραήλ», κατὰ τὴν ἡμετέραν | |
30 | ἐπιθυμίαν ἀπολαύειν ὅπως οὐκ ἔχωμεν τῶν πραγμάτων, δικαίως οὕτω πεπράγαμεν δυστυχέστατα καὶ τούτου τἀν‐ δρὸς ἐστερήμεθα, μόνου περιλειφθέντος ἐν τοιούτοις και‐ ροῖς καὶ τοσούτοις ἀνιαροῖς παραμύθιον. Πάντες γὰρ ὥσπερ τινὰ δύναμιν ζωτικὴν ἐν ἡμῖν ἐνομίζομεν τοῦτον | |
35 | καὶ τὴν τελευτὴν ἐκείνου μηδὲν ἄλλο νομίζειν εἴχομεν ἢ τῆς ἐφ’ ἡμᾶς τοῦ θεοῦ δικαιοτάτης παιδείας οἷον προοί‐ μιον. Τοῦτο τῶν κατειπεῖν ᾑρημένων ἐκείνου σαφέστατος ἔλεγχος καὶ τοὺς ἀδικίαν κατ’ ἐκείνου λαλοῦντας ὅτι μὴ προδοσίαν ἐσκέψατο, μηδὲ τῶν σφίσι δοκούντων συνιέντας | |
40 | βαθύτερον, ἐνδίκως ἐπιστομίζει. Οἶμαι γὰρ ἐγώ, δεῖξαι βουληθεὶς ὁ θεὸς οἷος μὲν ὁ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ τίνων ἄξιος ἦν, οἷοι δ’ ἡμεῖς καὶ τίνας εἰσπραχθῆναι δίκας δί‐ καιοι ἦμεν, διὰ τοῦτο τὰ καθ’ ἑκάτερον μέρος οὕτως ᾠκο‐ νόμησε συμφερόντως]. | |
4 | [Τούτου οὗν τοῦ δεινοῦ, τῆς τελευτῆς ἐκείνου φημί, προστεθειμένου τοῖς ἄλλοις καὶ πάντων τῶν ἐν τῇ πόλει, ἀνδρῶν, γυναικῶν, παίδων, Λατίνων τε καὶ αὐτῶν Ἰουδαίων, ἐλεεινῶς πρὸς ἀλλήλους διομιλούντων καὶ τὰ μὲν ἄλλα, | |
5 | ὅσα τούτους ἐπίεζε δηλονότι τῇ λήθῃ παραπεμπόντων, τὴν τοῦ ποιμένος δὲ στέρησιν ἐπὶ νοῦν λαμβανόντων καὶ συνεχῶς προφερόντων, τῆς τοῦ Θεοῦ τε παιδείας, ὡς προὔ‐ φην, καὶ τῆς γεγενημένης ἁλώσεως καὶ λεγόντων σημεῖον τοῦτο καὶ πιστευόντων, —οὕτως οὖν διατεθέντων καὶ] ὀλί‐ | |
10 | γου δή τινος ἐν τῷ μεταξὺ παρεληλυθότος τοῦ χρόνου, χεῖρον ἢ πρότερον ἔσχε τὰ πράγματα καὶ σύγχυσις παν‐ | |
ταχοῦ, ἄλλων ἄλλα βουλευομένων καὶ μηδὲν ἐν ταὐτῷ συνελθεῖν δυναμένων. Καὶ παραπλήσιόν τι τοῖς ἐπὶ νηὸς χειμαζομένοις ἐπάσχομεν, ὅταν ὁ κυβερνήτης ἀπῇ· πάντα | 10 | |
15 | γὰρ ἐκεῖ ταράχου μεστὰ καὶ ἡ ναῦς, οὐκ ἔχουσα τὸν ἰθύ‐ νοντα ταῖς τῶν ἀνέμων βίαις τοῦ πρόσω χωρεῖν ἀκινδύ‐ νως, οὐ συγχωρεῖται. Τῶν μὲν οὖν δὴ πλειόνων δυσχεραι‐ νόντων ὅτι μὴ σφίσιν ἐξῆν προδοῦναι τὴν πόλιν τοῖς Τούρ‐ κοις, [δεδιότων ἴσως ὃ γέγονεν ὕστερον,] ἄγγελος ἧκε τὸν | |
20 | Μουράτην ἐφ’ ἡμᾶς κεκινῆσθαι μηνύων, πλεῖστον ὅσον στρατὸν συναγείραντα καὶ διὰ πάντων καλῶς παρεσκευα‐ σμένον. Τοῖς μὲν οὖν δεκτέα πως ἔδοξεν ἡ ἀγγελία καὶ πιθανή, τοῖς δὲ μή, καὶ μάλιστα Λατίνοις, εἴτε μεγαλο‐ ψυχεῖν προσποιουμένοις εἴτε πεῖραν οὐκ ἐσχηκόσι τῶν | |
25 | Τούρκων, ᾧ καὶ μᾶλλον ἔγωγε πείθομαι. Πόθεν γὰρ εἴδη‐ σις τούτοις ἐν θαλάττῃ καὶ γεννωμένοις καὶ εἰς γῆρας διαιτωμένοις, πρὸς συμπλοκάς τε καὶ μάχας, αἷς τὸ τῶν Τούρκων κέχρηται γένος, ἔχουσιν οὐκ ἐπιτηδείως καὶ μηδὲ δυναμένοις ἢ διὰ τριηρῶν ἀπελθεῖν εἰς ὑπερορίαν, ἡνίκ’ | |
30 | ἂν καὶ ἔνθα βούλοιντο; Μικρὸν τὸ μεταξὺ καὶ πάλιν ἕτερος ἄγγελος ταὐτὰ τῷ προτέρῳ καὶ αὐτὸς διαγγέλλων καὶ τοὺς λόγους ὅρ‐ κοις πιστούμενος ἀσφαλέσιν, ἐφ’ οἷς ἐπείσθημεν μὲν ἡμεῖς, μηδὲν ἄλλο παρ’ αὐτὸ προσδοκῶντες (τοῦτο γὰρ ὁ πολυ‐ | |
35 | ετὴς ἡμᾶς ἐδίδασκε συγκλεισμὸς καὶ τὰ πράγματα), ἐπεί‐ σθησαν δὲ καὶ Λατῖνοι καὶ πρὸς παρασκευὴν δεῖν ἔδοξε τούτοις διεγηγέρθαι. | |
5 | Καὶ δὴ πρῶτον μέν, οὗπερ ἤρξαντο πρότερον ἔρ‐ γου, πρὸς τελείωσιν σπουδαιότερον διετέθησαν. Τὸ δ’ ἦν ἡ περὶ τὰς ἐπάλξεις αὐτῶν ἐπιμέλεια· μικρὸν γὰρ πρόσθεν διὰ φροντίδος πολλῆς πεποιήκεσαν τὰς ἐπάλξεις τοῦ τεί‐ | |
5 | χους παντὸς διαφράξαι σανίσιν, ὡς ἐν ἀσπίσι, τοὺς μὲν ἔξω πολεμίους ἀπειργούσαις τοῦ βέλεσι τιτρώσκειν τοὺς | |
ἔνδον δεῆσαν προκῦψαι, τοῖς δ’ ἐπὶ τῶν τειχῶν ἱσταμέ‐ νοις πολλὴν τὴν ἄδειαν παρεχούσαις ἀφανῶς λίθοις ἄνω‐ θεν βάλλειν τοὺς ἐπιόντας καὶ τῷ προστυχόντι παντὶ | 12 | |
10 | προσπελάσαι τοῖς τείχεσι βουληθέντας. Ἔπειτα δὲ δεῖν ἀριθμῆσαι τοὺς ἄνδρας ᾠήθησαν καὶ καταμαθεῖν, εἰ πρὸς τὰς τοῦ ὅλου τείχους ἐπάλξεις καὶ τὸν περίβολον τὸν πρὸς ἤπειρον ἐξαρκοῦσι. Καὶ δὴ στῆναι πάντας ἐπὶ τῶν τειχῶν μεθ’ ὧν εἶχεν ἕκαστος ἐπιτρέπουσιν ὅπλων, ὡς ἂν καὶ | |
15 | μάρτυρας τοὺς ἰδίους ἔχωσιν ὀφθαλμούς. Οὗ δὴ γεγονό‐ τος ἦν ἰδεῖν ἐπὶ δύο καὶ τρεῖς ἐπάλξεις ἕνα ἄνδρα ἱστά‐ μενον καὶ τούτων τοὺς πλείους μήθ’ ὅπλα κεκτημένους (προανάλωσε γὰρ ἡ πενία) μήτε πρὸς μάχην ἐπιτηδείους καὶ πόλεμον· τοῖς γὰρ συνεχέσι κακοῖς καὶ τῇ περὶ τὸ | |
20 | ζῆν ἀπορίᾳ περιῄρηνται καὶ τὸ δύνασθαι. Οἱ Λατῖνοι δ’ ὅμως, ἄλλως οὐκ ἔχοντες διαπράξασθαι (ἄνδρας γὰρ ἑτέρους μαχίμους οὐκ εἶχον παρὰ τοὺς ὄντας τῇ πόλει), δεῖν ἐξ ἀνάγκης ᾤοντο πάντας γοῦν ἑτοίμως ἔχειν πρὸς πόλεμον. [Μεταστῆσαι δὲ καὶ τὴν ἀγορὰν πρὸς φυλακὴν | |
25 | ἀκριβεστέραν τῆς πόλεως δέον κεκρίκασιν, εἰ καὶ πέρας ἴσως τοῦτο λαβεῖν οὐκ ἔσχεν, ἐπιθεμένων αἴφνης τῶν πο‐ λεμίων καὶ θᾶττον ἢ πάντες προσεδοκῶμεν· «ἂν γὰρ τὴν πόλιν», ἔφησαν, «κυκλώσωσι μὲν οἱ πολέμιοι καὶ τοῦ πολε‐ μεῖν συνεχῶς γίνωνται, ἡμεῖς δὲ πρὸς τὴν ἀγοράν, πόρρω | |
30 | κειμένην, ἀπίωμεν τὰ πρὸς χρείαν ὠνούμενοι, παρέξομεν ὑπὸ τῆς τῶν τειχῶν ἐρημίας τὴν πόλιν αὐτοῖς, μηδένα πόνον μηδαμῶς προϋπενεγκοῦσι.» Καλῶς οὖν διὰ πάν‐ των καί, ὡς παρεῖχεν ἡ δύναμις, παρεσκευασμένων ἁπάν‐ των πάντα παθεῖν ὑπὲρ τῆς πατρίδος, προθυμίαν πάντες | |
35 | ἐνεδειξάμεθα τὴν αὐτὴν καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ θεῷ καὶ τῷ Μυροβλύτῃ Μάρτυρι σαλεύοντες ἦμεν καὶ περιε‐ σκοποῦμεν νύκτωρ καὶ μεθ’ ἡμέραν τὴν ἔφοδον τῶν βαρ‐ βάρων, καθ’ ἑκάστην κατὰ τὰς ἀγγελίας αὐτοὺς ἐκδε‐ | |
χόμενοι. | 14 | |
6 | Ἡμέραι παρῆλθον αὖθις ὀλίγαι καὶ τρίτος ἄγγε‐ λος ἤδη πρὸς τὴν πόλιν ἀφῖκτο, τὴν εἰς τὰ Λαγκαδᾶ τοῦ Μουράτου δηλῶν ἄφιξιν καὶ ὡς οὐχ ἱκανὸν τὸ πεδίον, εἰς πολὺ μῆκος ἐκτεταμένον ἐκεῖνο, πρὸς τοσαύτην πληθὺν | |
5 | στρατευμάτων· διήγγειλε δὲ καὶ τὴν παρασκευὴν ὑπὲρ λό‐ γον οὖσαν καὶ μὴ ῥᾳδίαν ῥηθῆναι. Πάλιν οὖν ἡμεῖς ἐν σπουδῇ καὶ πάλιν ἐν ἐπιμελείᾳ μεγάλῃ. Παρῆν δὲ ἡ κυρία τῶν ἡμερῶν, καὶ περὶ μέσας νύκτας σεισμὸς τῇ πόλει γίνεται μέγας καὶ φόβον ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς, τε‐ | |
10 | κμήριόν τε τοῦτο οὐκ ἀγαθῶν ἡγήσαντο πάντες πραγμά‐ των· οὕτω γάρ, οἳ πρὸ μακροῦ τὴν πόλιν ἐκεῖνοι συνέ‐ σειον [συ]σεισμοί, παρεσκεύασαν τοὺς ἀνθρώπους καὶ τοιαύτην ἔδωκαν ὑπόληψιν ἔχειν ἀνωμαλίας πραγμάτων κἀκεῖνοι προηγγελκότες καὶ δεινῶν ἑσμὸν ἐπαγαγόντες | |
15 | τῇ πόλει. Καὶ τοῦτο μὲν νυκτός. Ἀρξαμένης δὲ τῆς ἕω καὶ τοῦ ἡλίου καθαρῶς οὔπω τῇ γῇ τὰς ἀκτῖνας ἐπαφιέντος, τῆς στρατιᾶς τι μέρος ὁρᾶται τῇ πόλει προβάλλον, μήτε σημαίαν, ὡς ἔθος, ἠρμένην ἔχοντες, μήτε βαδίζοντες ἰλα‐ δόν. Ὁ δὲ τρόπος· ἔδοξε τῷ Μουράτῃ φιλίοις τισὶ τοὺς | |
20 | ἐνοικοῦντας ἡμᾶς τῇ πόλει ῥήμασιν ὑπελθεῖν πρότερον, ὥστε μή τι τῶν ἐν ὑστέροις συμβεβηκότων γενέσθαι καὶ κακ〈ῶσ〉 τὴν πόλιν ἁλῶναι· ὑπέτρεφον γὰρ ἐλπίδες τοῖς αὐτοῦ λόγοις ταύτην εὐθὺς ὑποκλῖναι καὶ μὴ ἂν ἑλέσθαι κρατηθῆναι διὰ πολέμου. Τοῦτο δ’ ἐποίησε δυοῖν ἕνεκα, τοῦ | |
25 | τε μὴ πόλεμον ὑποστῆναι τὸν μυριάνθρωπον ἐκεῖνον στρα‐ τόν, εἶτ’ ἀποτυχόντα, μεγάλην αἰσχύνην ὀφλῆσαι καὶ τοῦ πεισθῆναι τοῖς λόγοις τῶν ἐπειγόντων αὐτὸν ἐπὶ τὴν πόλιν ἀφῖχθαι· καὶ γὰρ ἦσαν οἱ τοῦτον ἀεὶ συνωθοῦντες καὶ πεί‐ θοντες, ὡς, εἰ μόνον ὀφθείη, ταύτην ἑτοίμως ἄνευ πολέμου | |
30 | καὶ πόνων λαβεῖν. Πέπομφε τοίνυν ἄνδρας χριστιανούς, οὐκ ἀγνῶτας, πόλεων ἐξ ἑτέρων, ἡμῖν τὰ σωτήρια συμ‐ | |
βουλεύσοντας καὶ κατὰ τῶν Λατίνων διεγεροῦντας ὡς οἷόν τε· οἳ καὶ παραγενόμενοι καὶ τοῖς ἀπὸ τῶν τειχῶν πεμπομένοις βέλεσι μὴ τρωθῆναι τὰ σώματα δεδιότες, | 16 | |
35 | ὀπισθόρμητοι γίνονται, μηδὲν ἢ ὀλίγα πρὸς ἓν μέρος δη‐ λώσαντες, ᾧ π〈ροσπελάσαι〉 δεδύνηνται. Ἐφ’ ᾧ καὶ μεμ‐ πταῖοι 〈γενέσθαι〉 ἔδοξάν τισιν ὑποστρέψαντες· «δέον γὰρ πολλάκις καὶ κατὰ πολλὰ τῶν τειχῶν μέρη περιιέναι καὶ τὰ ὑπεσχημένα τῷ Μουράτῃ φανερὰ καταστῆσαι, λόγοις | |
40 | τε χρήσασθαι συμβουλίας, ὡς ἂν προθύμους παρασκευά‐ σωσι πρὸς τὸ κοινῇ συνελθότας σκέψασθαι τὸ συνοῖσον, οὐ καλῶς πρὸς ἡμᾶς διετέθησαν», εἶπον, «ἠμεληκότες τοῦ ἐπιτάγματος». Πλὴν ἀλλ’ οὕτω μὲν οὗτοι πράξαντες ὤφθη‐ σαν, εἴτ’ ἐθελονταὶ εἴτε καὶ ἄκοντες. | |
7 | Ὁ δὲ Μουράτης ἀνηνύτοις ἰδὼν ἐπιχειρεῖν ἐν τούτῳ τῷ μέρει (οὐ γὰρ οἷς ἔξωθεν μόνον ἐκήρυττον ἐπείθοντό τινες, ἀλλὰ καὶ πλύνειν τοῦτον ὕβρεσιν ὑπ’ ἀβελτηρίας καὶ ἀλόγου θρασύτητος οὐκ ἀπώκνουν) τοῦ θυμοῦ τε γέ‐ | |
5 | γονεν ὅλος καὶ τὸν στρατὸν προσέταξε μεταστῆναι καὶ περὶ τὴν πόλιν στρατοπε〈δεύσα〉σθαι. Οἱ δὲ προσεχώ‐ ρουν, ἅτε μελισσῶν σμήνη, τοῦ ἡμετέρου λίαν διψῶντες αἵματος καὶ πάντας ἄρδην καταπιεῖν γλιχόμενοι. Τῇ πό‐ λει δὲ προσεγγίσαντες καὶ τὰς σκηνάς, ὥσπερ ἔθος, πηξά‐ | |
10 | μενοι, δίκην φρουρίου πᾶσαν περιέλαβον ταύτην, ὡς μη‐ δαμοῦ σχεδὸν κενὸν ἀνθρώπων φαίνεσθαι τόπον. Εἶτα τοὺς στρατηγοὺς ἕκαστον ἐν ὡρισμένῳ τῆς πόλεως μέρει πρὸς τὸ πολεμεῖν ἀποτάξας, αὐτὸς τὰς ἰδίας σκηνὰς ἀντικρὺ τῆς ἀκροπόλεως πήγνυσιν, ὡς ἂν πάντας ἐκ με‐ | |
15 | τεώρου καλῶς ὁρᾶν ἔχοι καὶ πᾶσαν τὴν πόλιν ἐντός. Ἡμεῖς δὲ ταῦθ’ ἑορακότες καὶ τῆς ἡμῶν σωτηρίας ὑπερα‐ γωνίσασθαι προθυμούμενοι (καὶ γὰρ οὐδὲ ἦν ἄλλως εἰκὸς) μεθ’ ὧν εἴχομεν ὅπλων ἐπὶ τὸ τεῖχος ἐθέομεν ἕκαστος, ἄλλος ἄλλον παρελθεῖν τῷ τάχει φιλονεικοῦντες καὶ οἷον | |
20 | ἀνδριζόμενοι 〈κατὰ〉 τῶν ἐκτός, ἀγνοοῦντες ὅπῃ τὰ τῆς σπουδῆς ἐκείνης χωρήσει. Ὡς δ’ ἀνέβημεν, διημερεύειν ἐκεῖσε καὶ διανυκτερεύειν συνθέμενοι καὶ διέκριναν ἡμᾶς οἱ κρατοῦντες τῆς πόλεως, Λατίνους καὶ Ῥωμαίους καὶ τοὺς τὴν λῃστείαν μετερχομένους ἀναμεὶξ στήσαντες (οὐ | 18 |
25 | γὰρ πιστεύειν ἡμῖν καθαρῶς εἶχον) καὶ θάνατον τοῖς φρο‐ νήσουσι προδοσίαν ἠπείλησαν, τοὺς Τζεταρίους, ὡς ἡ κοινὴ φωνὴ τούτους ἐκάλει, [Λῃστῶν δ’ ἦσαν οὗτοι σύν‐ ταγμα ἐκ διαφόρων τόπων συναθροισθέντες,] φύλακας εἰς τοῦτ’ ἐπιστήσαντες. | |
8 | Ὡς οὖν τοῦ πολεμεῖν γεγενήμεθα πάντες καὶ κατὰ τῶν ἐπιόντων ἀνδρίζεσθαι, ἄλλο τι πάλιν παρὰ τὴν ἡμε‐ τέραν ἐφάνη πράξας ὑπόνοιαν ὁ Μουράτης. Πάντες γὰρ ἡμεῖς ὑπενοοῦμεν, τοσοῦτον 〈στρατὸν〉 βαρὺν θεασάμε‐ | |
5 | νοι καὶ τοσαύτας τὰς ἑλεπόλεις, ἃς τὸ τῶν καμήλων πλῆ‐ θος καὶ τῶν ἁμαξῶν ἐπεκόμιζον καθ’ ἑκάστην, ὡς οὐκ ἂν φθάσειε καὶ μανικῶς αὐτίκα κατὰ τοῦ τείχους ὁρμήσει, παίειν μὲν αὐτὸ προστάξας τῇ χειροποιήτῳ τοῦ λίθου βροντῇ, τοὺς δ’ ἄνωθεν κωλύειν τῆς ἐπὶ τῶν τειχῶν στά‐ | |
10 | σεως διὰ τῶν ἀφιεμένων βελῶν καὶ παντὶ μηχανήματι πρὸς τὸ κρατῆσαι κεχρῆσθαι τῆς πόλεως. Ὁ δὲ τούτων μὲν ἔδειξεν οὐδέν, μικρὸν δ’ ἡσυχάσας καὶ τὴν πόλιν κύκλῳ περιβλεψάμενος, κήρυκας καὶ αὖθις ἐξέπεμψεν, ἐλευθερίαν ἡμῖν ὑπισχνούμενος καὶ φιλοτιμίας ἑτέρας, τοῖς παρ’ αὐ‐ | |
15 | τοῖς ταυτὶ πιστούμενος ὅρκοις, εἰ τὴν πόλιν προοίμεθα τοῖς τούτου λόγοις πεισθέντες καὶ τἀναντία πάλιν αὐτῶν προσετίθει καὶ χαλεπώτερα τούτων, εἰ μὴ καταπειθεῖς ἐν τούτῳ γεν〈οίμεθα〉. [Ἀλλ’ ἐνταῦθα μικρὸν ἐρήσομαι τ〈οὺσ〉 κατηγοροῦν‐ | |
20 | τας τοῦ δεῖνος καὶ τῆς δεῖνος. Ποῦ ποθ’ ὑμεῖς ἦτε, ὅθ’ ὁ Μουράτης τὰ τοιαῦτα ὑπέσχετο; Οὐκ ἐν τῇ πόλει καὶ αὐτή‐ | |
κοοι τῶν κηρυττομένων; Πῶς οὖν οὐκ ἐχρήσασθε τῷ λο‐ γισμῷ; Πῶς, ἃ διενοεῖσθε, οὐκ εἰς πέρας ἠγάγετε; Πῶς, ἃ τῶν ἄλλων κατηγορεῖτε μὴ πεπραχότων, ὑμεῖς οὐκ ἐπρά‐ | 20 | |
25 | ξατε καιροῦ καλοῦντος καὶ τῶν ἀπειργόντων οὐκ ὄντων; Τότε γὰρ ποιμὴν οὐκ ἦν (μῆνας γὰρ εἶχεν ἓξ γενόμενος ἐξ ἀνθρώπων) οὐδὲ ἀραὶ οὐδ’ ὅς’ ἕτερ’ ἀπαριθμεῖτε. Τί λοιπὸν τὸ κωλῦσαν ὑμᾶς ἦν; Ἢ τίνος ἔργον, ὅσα συμβέ‐ βηκεν; Οὐδενός, πᾶς τις ἂν εἴποι λογιζόμενος εὐσεβῶς, | |
30 | ἢ τῆς ἡμῶν ἁμαρτίας ἑκάστου τὸν ἀόργητον εἰς ὀργὴν καθ’ ἡμῶν κινησάσης, παιδείαν ἡμῖν ἐπενεγκεῖν πταίου‐ σιν 〈ἀδι〉όρθωτα, ἵνα γοῦν ἑαυτῶν γενόμενοι τοῦ λοιποῦ σωφρονήσωμεν. Εἰ δέ τις τῶν πρὶν ἀπομνημονεύων χρό‐ νων καὶ πάλιν ἡμῖν ἀντιλέγει καὶ τῷ ποιμένι τὴν αἰτίαν | |
35 | ἐπάγει τοῖς προδεδόσθαι ἐθέλουσι μὴ τὰ ἴσα φρονήσαντι καὶ βουλευσαμένῳ, μεμηνότος, οἶμαι, κέκτηται λογισμούς. Πρῶτον μὲν γὰρ οὐ τοῦ σχήματος τοῦ ἀρχιερέως στρατη‐ γικῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν μὲν τυρρα‐ νικῶς ἐξωθεῖν τῆς ἀρχῆς, τὸν δὲ ἀντεισάγειν καὶ πραγμά‐ | |
40 | των πολλῶν καὶ φόνου καὶ ζημιῶν, τούτων δὴ τῶν ἐν ταῖς ἐναλλαγαῖς τῶν ἀρχῶν συμβαινόντων, αἴτιον δείκνυσθαι. Οὐ γὰρ ἐπὶ θρόνον αὐτὸν καθίζουσι τυραννικόν, ἀλλ’ ἐπὶ θρόνον ἱερατικὸν καὶ δεσπότου πραέος καὶ εἰρήνην διδά‐ ξαντος. Καὶ δεῖ τοῦτον ἐκ παντὸς τρόπου μιμεῖσθαι καὶ | |
45 | λόγοις ἕ〈πεσθαι αὐτῷ〉 καὶ πράγμασιν. Ἔπειτα 〈δὲ τί τοῦτο〉, ὅπερ εἴργαστο; Ὅτι τοῖς τοῦ Θεοῦ ν〈όμοισ〉 ἐμ‐ μένειν παρῄει καὶ τὴν εὐσέβειαν συνεβούλευε μὴ προέ‐ σθαι; Ὅτι μὴ κατεξανίστασθαι τῶν ἀρχόντων, ἀλλὰ τούτους ὡς ἐκ Θεοῦ προβληθέντας ἐδίδασκε στέργειν; Καὶ | |
8(50) | τί γε ἄλλο προσῆκεν ἐκείνῳ ψυχὰς ἀνθρώπων πρὸς Θεοῦ πιστευθέντι; Ὅμως ἐκεῖνος καὶ οὕτως ἔχων, ἐφ’ ἑκάστου σχεδὸν ἔτους ἠξίου τὴν πόλιν ἀπολιπεῖν καὶ πρὸς τὴν | |
ἐνεγκαμένην γενέσθαι, ἴσως ἵν’ ἡμεῖς ὑπὲρ ἑαυτῶν φρον‐ τίσωμεν. Ἀλλ’ οὐδ’ οὕτως ἠνείχεσθε. Οὕτω γνώμης τινὲς | 22 | |
55 | τετυχήκεσαν πρὸς πᾶν ὁτιοῦν τὸ τρεπτὸν κεκτημένης καὶ συμμεταβαλλομένης τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Ἀλλ’ οἱ μὲν τὰ τοιαῦτα λέγειν ὁρμώμενοι λογίσαιντο ποτε ........ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα.] | |
9 | Πρῶτον καὶ δεύτερον ὁ Μουράτης πεπραχώς, ὅπερ εἰρήκειμεν, καὶ γράμματα τοῖς βέλεσι πεπομφὼς ἐντὸς πλεῖστα, τοῖς αὐτοῖς ὅρκοις καὶ ταῦτα συνδούμενα καὶ τὰ αὐτὰ διαγγέλλοντα. Ὡς ἤνυε πλέον οὐδὲν (οὐ γὰρ | |
5 | ἐξῆν βουλομένοις τοῖς ἐν τῇ πόλει τῷ τῶν Λατίνων δέει καὶ μάλιστα τῶν συμπαρισταμένων αὐτοῖς ἐπὶ φυλακῇ λῃστῶν, τῇ σφῶν ἀδεῶς χρήσασθαι γνώμῃ), τρέπεται τότ’ ἐξ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν, οὐδὲ τότε τοσοῦτον ἀπὸ τῆς ἀπειθείας τῶν ἔνδον καὶ τῆς ἐνστάσεως ὅσον ἐκ τούτου. | |
10 | Ὁλκὰς ἐφάνη τις ἐξαπίνης Λατινικὴ σῖτον ἔχουσα φόρτον καὶ κομίζουσα τοῦτον ἐν τῇ πόλει χρῃζούσῃ. Οἱ δ’ ὑπετό‐ πασαν ταύτην ἰδόντες συμμάχους ἔχειν καὶ ὅπλα διὰ τὸν πόλεμον καὶ δεδιότες τὴν ἧτταν, συμμαχίας ἐπὶ τὴν πόλιν ἐλθούσης, ὅλῃ δεῖν ᾤοντο χρήσασθαι τῇ τούτων δυ‐ | |
15 | νάμει καὶ περὶ τὰ πολεμικὰ τέχνῃ πρὶν τὴν ὁλκάδα καθορ‐ μισθῆναι. Μικρὸν μὲν οὖν πρότερον, ὅτε καὶ τοὺς κήρυκας ἔπεμπεν, ὑπεισερχόμενοι τὸ προτείχισμα μέρος τῶν πολε‐ μούντων ἀωρὶ τῶν νυκτῶν καὶ τοῦθ’ ὑπορύττοντες ἐν ἀδείᾳ (οὔτε γὰρ ἐπ’ αὐτῷ φύλακες ἦσαν, οὐκ ἀρκούντων τῶν | |
20 | ἔνδον, οὔτ’ ἐξωθεῖν αὐτοὺς εἶχεν οὐδεὶς οὐδ’ ὁπωσοῦν, τούτου προβεβλημένου) πολλὰ τούτου κατέσπασαν εἰς ἔδαφος μέρη, ὥστ’ ἔχειν εἰσιέναι παμπληθεῖς ἐν τῷ μεταξὺ τῶν τειχῶν τόπῳ, κλίμακάς τε εἰσκομίσαι μετ’ εὐχερείας καὶ ταύταις τὸ μέγα τεῖχος ἐπαναβῆναι. Βάσιμον οὖν τὸ | |
25 | ἔξω πεποιήκεσαν διατείχισμα τοῦτον τὸν τρόπον καὶ τῆς τοξικῆς πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὴ καὶ τῆς νυκτὸς οὐκ ἠμέλουν, τοῦ μικροῦ τείχους, ὅτε πρὸς κατάπτωσιν | |
ᾔεσαν· πῶς γὰρ ἂν ἔσχον μετὰ πλείονος ὑπορύττειν ἀδείας αὐτό, τοὺς ἐπὶ τοῦ μείζονος τείχους, εἰ μὴ τοῖς βέλεσιν | 24 | |
30 | ἀπεῖργον μὴ κατ’ αὐτῶν καὶ τούτους ὁμοίως χωρεῖν καὶ τὰ παραπλήσια δρᾶν; Πλὴν καὶ οὕτως οὐδ’ ἡμεῖς ἠμελοῦ‐ μεν τοῦ κατὰ δύναμιν ἔργου. [Πλέον δὲ τῶν ἄλλων ἐχρώ‐ μεθα τῇ καλουμένῃ σκευῇ, ἧς ἦχον μὲν ἠκούομεν μόνον, ἔργον δὲ οὐδέποτ’ εἴδομέν τι λαμπρὸν καὶ ταῦτα πολλῆς | |
35 | ἐν ἡμῖν οὔσης τῆς ἐσκευασμένης βοτάνης, ἀφειδῶς τε κατὰ πάντα καιρὸν ἀναλισκομένης.] | |
10 | Ταῦτ’ οὖν ἐπὶ τρισὶν ἦσαν ἡμέραις γινόμενα καὶ τηνικαῦτα δή τινες ἔν τισι τῶν τειχῶν μέρεσιν ἔξωθεν περὶ μέσας νύκτας ἰόντες, τῆς ἡμετέρας κηδόμενοι σωτη‐ ρίας, πᾶσαν ἡμῖν πρὸς πόλεμον παρεσκευάσθαι τὴν στρα‐ | |
5 | τιὰν προαγγέλλουσιν, ὅσον τε περὶ τὸν Μουράτην πεζὸν καὶ τῆς τετάρτης ἡμέρας διαυγασάσης βούλεσθαι καθ’ ἡμῶν ὅλῃ δυνάμει κεχωρηκέναι καὶ ὡς πλοῖα παρασκευά‐ σειαν καὶ τούτοις ἵν’ ἀπὸ τοῦ κατὰ θάλατταν μέρους ἰόντες πρὸς διττὰς ἀναγκάσωσιν ἡμᾶς ἀσχοληθῆναι φρον‐ | |
10 | τίδας. Ὃ καὶ σφόδρα τὰς ἡμετέρας ψυχὰς διετάραξε καὶ εἰς ἀπορίαν ἐνέβαλεν ὅσην, ὡς βλάβην ἡμῖν δυνάμενον οὐ τὴν τυχοῦσαν ἐπαγαγεῖν. Δήλης τοιγαροῦν ταυτησὶ γεγενημένης τῆς ἀγγελίας καὶ πάντων ἡμῶν ἐν περιστά‐ σει καὶ λογισμοῖς ὄντων, πῶς ἂν διατεθείημεν πρὸς τὸν | |
15 | πόλεμον, πάσης τε σχεδὸν ἡλικίας οὔσης ἐν ἐγρηγόρσει, δεήσεις ἐκτενεῖς θεῷ καὶ τῷ Μυροβλύτι Μάρτυρι καθ’ ὅλην ἐκείνην προσαγόντων τὴν νύκτα (πάντες γὰρ ᾔδεσαν ἐν χρῷ τοῦ κινδύνου καθεστηκέναι), οἱ Λατῖνοι περὶ πολλοῦ τὸ τοῦ αἰγιαλοῦ ποιούμενοι μέρος διὰ τὰς τρεῖς, αἳ παρ‐ | |
20 | ῆσαν τῇ πόλει, τριήρεις, μὴ πυρὸς ἔργον ταύτας ἐλθόντες οἱ Τοῦρκοι ποιήσωσι, τοὺς σφῶν τοξότας, μεμερισμένους ὄντας ἐπὶ φυλακῇ τῶν τειχῶν, ὑπαναχωρεῖν αὐτοὺς περι‐ ιόντες ἐπέσκηπτον, τῶν ἄλλων τὴν σκέψιν ταύτην μὴ γι‐ νωσκόντων, μηδ’ ὅπερ ἐκείνοις ἡ ἀπὸ τῶν τειχῶν βούλεται | |
25 | ἀναχώρησις. [Εἰ γὰρ καθαρῶς ἐγύμνουν τὸ πρᾶγμα, ὡς ἐπὶ φυλακῇ τοῦ λιμένος καὶ τῶν τριηρῶν καταβιβάζουσι τούτους τοῦ τείχους, εὐέλπιδες ἂν ἦσαν οἱ περιλελειμ‐ μένοι τῷ τείχει καὶ οὐκ ἂν φυγὴν αὐτῶν ὑπετόπασαν. Ἀλλ’ ἥκιστα γέγονεν οὕτω.] Κἀντεῦθεν ἡ ἐκείνων ἀπὸ τοῦ | 26 |
30 | τείχους διάστασις δειλίαν οὐ τὴν τυχοῦσαν ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς καὶ κατὰ τὸ μέσον αὐτὸ τῆς νυκτὸς φυγῇ πολλοὶ χρησάμενοι λεληθότως ἀπῄεσαν οἴκαδε, μέρος τῶν τειχῶν οὐκ ὀλίγον ἔρημον καταλελοιπότες. Τοῦτο μείζων ἔδοξεν, ὅσον κατ’ ἀνθρώπινον λογισμόν, αἰτία τοῦ | |
35 | μεθ’ ἡμέραν κακοῦ. [Καὶ γὰρ εἰ μενόντων ἁπάντων ἐπὶ τοῦ τείχους, μία ψυχὴ γενομένων καὶ θάνατον ἑλομένων ὑπὲρ φυλακῆς τῆς πατρίδος, μόλις ἂν ἡ πόλις ἐξ αὑτῆς διατε‐ τήρητο, πῶς ἂν τοιοῦδε συμβεβηκότος οὐκ εἶχε μετ’ εὐκο‐ λίας ἁλῶναι;] | |
40 | Οὕτως οὖν τῶν Λατίνων διαπραξαμένων καὶ τῶν τριηρῶν μίαν πρὸς ναυμαχίαν πεπληρωκότων διὰ τὴν τῶν πλοίων αἰφνίδιον προσδοκίαν, ἀληθεῖς διεδείκνυντο καὶ οἱ περὶ τούτων ἡμῖν ἠγγελκότες. Ὄρθρου γὰρ ἐπι‐ στάντος τὰ πλοῖα πρὸς τὸν λιμένα πάσαις κώπαις καταί‐ | |
45 | ρειν ἐπείγονται τὰ βεβουλευμένα διαπερᾶναι. Ὡς δὲ πλη‐ σίον γένοιντο, τὴν κατ’ αὐτῶν συσκευὴν τῶν ἐν αὐτοῖς οὐκ εἰδότων καὶ ἡ τριήρης, ὡς εἶχε τάχους, αὐτίκα χωρεῖ κατ’ αὐτῶν καὶ εἰς τοσοῦτον αὐτὰ κατηνάγκασεν καὶ εἰς φυγὴν ἔτρεψεν, ὡς ἀποκεῖλαι κατὰ τὴν ἤπειρον καὶ τὴν | |
10(50) | τῶν Τούρκων ἐκείνην ἐπίνοιαν ἀποδεδεῖχθαι ματαίαν. [Ἀλλὰ τούτου μὲν ἀνώτεροι τετηρήμεθα· εἴθε δὲ καὶ τοῦ κατὰ τὴν ἡμέραν κακοῦ]. | |
11 | Τῆς τετάρτης τοιγαροῦν ἐπιστάσης ἡμέρας 〈καὶ〉 τοῦ ἡλίου καθαρῶς τοῖς ἀνθρώποις μήπω τὸ φῶς παρα‐ σχόντος, ὁρῶμεν κατὰ τὴν ἀγγελίαν καὶ τὸ πλῆθος ἅπαν προσχωροῦντας τῷ τείχει, τοὺς μὲν κλίμακας ἐπιφερομέ‐ | |
5 | νους, τοὺς δὲ σανίδας, ἑτέρους πεπλεγμένας ἀσπίδας ἐκ | |
πτόρθων, πάντας ἁπλῶς κομίζοντας ἑλεπόλεις καὶ πεφρα‐ γμένους, ὡς ἔθος καὶ τῇ τῆς ἡμετέρας ἀπωλείας ἐπιθυμίᾳ οἷον βεβακχευμένους καὶ ἀλλήλους ἐπὶ τῇ ἡμετέρᾳ σφαγῇ παροτρύνοντας. Αὐτίκα δὲ καὶ ἡμεῖς, ὡς ἐφικτόν, διανέ‐ | 28 | |
10 | στημεν καὶ ὅλοι τοῦ πολεμεῖν γεγενήμεθα [καὶ τεθνάναι. Καὶ τοῦτο μὲν ἄνδρες· γυναῖκες δὲ καὶ αὐτῶν τῶν ἐπιφα‐ νῶν ἡμῖν ἀνδρικῶς συνεφήπτοντο τοῦ πολέμου, λίθους ὅλῃ ψυχῇ πρὸς ἄμυναν τῶν ἐπιόντων κομίζουσαι. Πολλαὶ δὲ καὶ ὅτι γυναῖκες ἦσαν ἐπιλαθόμεναι, τὰ τῶν ἀνδρῶν ἐπε‐ | |
15 | δείκνυντο, συμπαριστάμεναί τε τούτοις καὶ στερρῶς κατ’ αὐτοὺς ἀγωνίζεσθαι προθυμούμεναι. Κεκίνητο οὖν ἡ στρα‐ τιὰ καὶ τοσοῦτο τοῖς τείχεσι προσεπέλασαν, ὡς δύνασθαι κἀκείνους λίθους πέμπειν κάτωθεν ἐφ’ ἡμᾶς ταῖν χεροῖν. Εἶτ’ ἐπίνοιαν οἱ τοιούτων ἐξεῦρον στρατηγοὶ ἐκείνοις μὲν | |
20 | ἀνακωχὴν ἔχουσαν ἱκανήν, ἡμῖν δὲ πόνον διηνεκῆ καὶ πό‐ λεμον ἀδιάπαυστον. Πρῶτον μὲν γὰρ δεῖν ᾠήθησαν πρὸς τὸν τῆς πόλεως ἅπαντα κύκλον διαγωνίζεσθαι, εἰ καὶ πολὺς ἦν αὐτοῖς ὁ πόνος τοσαύτην διέρχεσθαι πόλιν καὶ τοὺς σφῶν πρὸς τὸ πολεμεῖν γενναίως διανιστᾶν, εἴ ποτ’ | |
25 | ὀκλάσειαν· ἔπειτα δὲ διέκριναν εἰς μοίρας ἅπαν τὸ πλῆ‐ θος, ὥστ’ ἔχειν ἀλλήλους διαναπαύειν τοῦ κόπου τῇ δι’ ἀλλήλων διαδοχῇ. Καὶ τότε δὴ προσέταξαν τὸ κατ’ ἀνα‐ τολὰς ἅπαν μέρος καὶ τὸ πρὸς δύσιν περιλαβεῖν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ἄχρις αὐτῆς τῆς θαλάττης. Εὐαλω‐ | |
30 | τότερον δὲ τὸ κατ’ ἀνατολὰς ἐθεάσαντο μέρος, οἷα δὴ σαθρότερον ἐν πολλοῖς τυγχάνον τοῖς μέρεσιν· ὅθεν τὸ πλέον καὶ μαχιμώτερον αὐτόθι διατετάχασι πολεμεῖν. Ὁ Μουράτης δὲ τοῖς ἀμφ’ αὐτὸν ἅμα πεζοῖς, διακριθεῖσι καὶ αὐτοῖς παραπλησίως τοῖς ἄλλοις, ἀπὸ τοῦ καλουμέ‐ | |
35 | νου Τριγωνίου μέχρις οὗ ἡ μονὴ τυγχάνει τοῦ Χορταΐτου, τοῦ πολεμεῖν οὔκουν οὐκ ἔληγεν οὐδ’ αὐτός· ἔγνω γὰρ εὐχερέστερον ἐκεῖθεν ληφθῆναι τὴν πόλιν, τήν τε σαθρό‐ τητα τοῦ τείχους ἰδών, καὶ ὡς ἑνὶ τείχει τὴν ἀσφάλειαν | |
ἡ πόλις ἐξ ἐκείνου τοῦ μέρους αὐχεῖ.] | 30 | |
12 | Ἔλαβεν οὖν ἀρχὴν ὁ πόλεμος ἀρξαμένης ἡμέρας, ὡς διειλήφειμεν. Κἀκεῖνοι διακριθέντες καὶ ἀλλήλους διαδεχόμενοι, πλῆθος ὄντες, τοὺς κεκμηκότας ἀκμῆτες ἕτε‐ ροι διεδέχοντο καὶ παρεῖχον ἀλλήλοις ἐκεχειρίαν. Καὶ οἱ | |
5 | μὲν ἐχρῶντο τῇ τοξικῇ τοσοῦτον εὐστόχως, ὡς μηδ’ ὁντι‐ νοῦν ἡμῶν προκῦψαι γοῦν τοῦ τείχους θαρρεῖν· οἱ δὲ τῇ τῶν ἀνθρώπων ἐρημίᾳ τόλμῃ ψυχῆς ὑπ’ αὐτοῖς χωροῦντες τοῖς τείχεσι παντοίαις αὐτὰ μηχαναῖς κατασπᾶν διεμη‐ χανῶντο, πᾶσαν ἑλέπολιν τεκτήναντες εὐφυῶς καὶ ἅπαν | |
10 | πρὸς τοῦτο μηχάνημα· ἕτεροι δὲ ταῖς κλίμαξιν ἀνιέναι προὐθυμοῦντο γενναίως. Καὶ πάντ’ ἦσαν αὐτοῖς ἐνεργά· τῇ πρώτῃ γὰρ ἅμα προσβολῇ τοῦ πολέμου τοὺς ἐπ’ ἐκεῖνο τὸ μέρος τοῦ Τριγωνίου σχεδὸν ἅπαντας ἡμιθνῆτας κατέ‐ στησαν διὰ τῶν βελῶν, δίκην νιφάδων πεμπομένων εἰς | |
15 | τὸν ἀέρα· καὶ κενὸν εὐθὺς ἐκεῖνο τὸ μέρος, οὐκ ὄντων ἑτέρων εἰς φυλακὴν ἐπιστῆναι καὶ τὴν τῶν πολεμίων ἔφο‐ δον ἀποκρούσασθαι. [Ἡμεῖς δ’ ὀλίγοι καὶ μηδὲ πάντες ἐπὶ τῶν τειχῶν, δι’ ἣν αἰτίαν ὀλίγον πρότερον ἐδηλώσα‐ μεν, διηγειρόμεθα μὲν καὶ ὑπὲρ τὴν δύναμιν, οὐδὲν δὲ τὰ | |
20 | ἡμέτερα πρὸς ἐκείνους. Οὐ βέλεσι δὲ μόνον ἐχρῶντο τὸ πλῆθος, ἀλλὰ καὶ τῇ καλουμένῃ σκευῇ· μικρὰ δέ τις ἦν αὕτη πρὸς συντριβὴν τῶν ἐπὶ τὰς ἐπάλξεις ξυλίνων δια‐ φραγμάτων καὶ τὸ μὴ δύνασθαι στῆναί τινας ἐφ’ ὅπερ ἐπέμπετο μέρος.] Ἔθεε δὲ καὶ ὁ τῆς Δύσεως στρατηγὸς | |
25 | ἔφιππος τὸ κατ’ ἀνατολὰς διερχόμενος τῆς πόλεως μέ‐ ρος, ὅπλοις κατάφρακτος, λόγοις πάντας διερεθίζων καὶ πρὸς εὐψυχίαν ἀλείφων καὶ ἀμοιβῶν προσεπαγγελλόμε‐ νος. Καὶ μὴ τοῦτο μόνον, ἀλλ’ ἵν’ ἔτι καὶ προθυμοτέρους ἐργάσηται καὶ οἷον κατὰ τῆς ἡμῶν σωτηρίας ἐκμήνῃ, | |
30 | σηρικά τινα προσέταξεν ἱμάτια κατὰ μέσον ἀχθῆναι καὶ μισθὸν αὐτὰ προὔθηκε τοῖς ὑπορύττουσί τε τὸ τεῖχος καὶ λίθον ἐκ τούτου τοῖς δυνησομένοις ἐκείνῳ κομίσαι, μέγα βοῶν, ὁσάκις ἄν τις τοῦτο ποιήσει, καὶ τὴν ἀντίδοσιν | |
ἔχειν. Ἀλλὰ καὶ τῷ πρώτως ἀνελθεῖν τὸ τεῖχος δυνησο‐ | 32 | |
35 | μένῳ πολλαί τινες προὔκειντο δωρεαὶ καὶ ὑποσχέσεις μυ‐ ρίαι. Τῷ τοι καὶ εἶδες ἂν ἐν ἐκείνοις πρᾶγμα παντὸς ἄξιον θαύματος· ἐπιλαθόμενοι γὰρ ὅτι σῶμα περίκεινται πρὸς καιρίαν πληγὴν ἀντισχεῖν δυνάμενον οὐδαμῶς καὶ θάνα‐ τον ἔχον αὐτῷ συνεπόμενον, ὥσπερ τινες ἄγριοι θῆρες | |
40 | ἐπὶ τὸ τεῖχος ἐχώρουν, τοσοῦτον ἐγγίσαντες, ὡς καὶ λί‐ θοις τῶν ξυλίνων διαφραγμάτων καταβαλεῖν οὐκ ὀλίγα. Οἱ μὲν οὖν οὕτως· οἱ δὲ τὸ τεῖχος ὑποδύντες, ᾗ σαθρότε‐ ρον εὕρισκον, κατώρυττον ἐν σπουδῇ καὶ κατέρριπτον. Καὶ ἡμεῖς τῇ τῶν βελῶν συνεχείᾳ κατ’ αὐτῶν οὔτε λίθους | |
45 | οὔτ’ ἄλλο τι δυνατῶς εἴχομεν ἀφιέναι· τοσαύτη γὰρ ἦν ἡ συνέχεια τούτων, ὡς οὐδὲ τὴν χεῖρά τις εἶχε τῶν ἐπάλ‐ ξεων ἐκβαλεῖν πρὸς ἄφεσιν λίθου. Τοσοῦτο δὲ μόνον ἐδυ‐ νάμεθα πάντες, πέμπειν λίθους ἐξ ἀφανοῦς κατὰ τῶν ὑπερ‐ χομένων τὸ τεῖχος, ὡς ἂν τῆς διὰ τῶν κλιμάκων ἀνόδου | |
12(50) | τούτους κωλύωμεν. Καὶ οὐκ ἄν τις τὸ παρ’ ἡμῶν ἔκρινεν ἔργον πολέμου· τίνα γὰρ ἂν καὶ ἐπήγαγε βλάβην λίθος ἄνευ σκοποῦ ἀφιέμενος ἐκ χειρὸς ναρκώσης, τοῦ πέμπον‐ τος οὐχ ὁρᾶν δυναμένου πρὸς τίνα καὶ πῇ τοῦτον ἀφίησι; Ταύτῃ τοι οὖν τῶν πολεμίων διὰ πάντων ἰσχυρῶν δει‐ | |
55 | κνυμένων, τοῦ πολέμου τε μηδαμῶς ἀμελούντων καὶ πάν‐ των ἡμῶν ἐν ταράχῳ πολλῷ καὶ φόβῳ καθεστηκότων καὶ τῶν μὲν παύσασθαι τοῦ πολεμεῖν τὸν Μουράτην ὑπο‐ νοούντων, τῶν δὲ τὴν ἡμετέραν ἀπώλειαν προσδοκώντων καὶ διατεινομένων μὴ ἂν ἄλλως γενέσθαι ἢ τὴν πόλιν | |
60 | ἁλῶναι, —οὕτως οὖν τῶν πραγμάτων διακειμένων καὶ πολλῆς ἐν ἡμῖν συγχύσεως οὔσης, τῶν μὲν πρὸς τὸ πολε‐ μεῖν ἴσως ἀσχολουμένων, τῶν δὲ καταναρκωθέντων καθ‐ άπαξ, ἑτέρων δὲ τοῖς ἀπὸ τῶν βελῶν τραύμασιν ἐναπο‐ θανόντων, ἐνίων δὲ καὶ φευγόντων ἀπὸ τῶν τειχῶν, μηκέτι | |
65 | μένειν ἐκεῖσε δυναμένων ὑπὸ τοῦ δέους, οὕτω τῆς τετάρ‐ της ἡ τρίτη παρελήλυθεν ὥρα, καὶ ἡ πόλις φεῦ παρὰ τῶν | |
πολεμίων τοῦτον ἑάλω τὸν τρόπον.] | 34 | |
13 | [Ὡς εἰς πολλὰ τὰς κλίμακας ἦσαν κομίσαντες μέρη καὶ πῇ μὲν ἐγγίσαι τῷ τείχει ταύτας οὐκ ἔσχον, ἀπω‐ θούντων τῶν ἄνω, μέχρις οὗ κατενάρκωσε τούτους ὁ φό‐ βος, πῇ δὲ θέντες καί τινας ἀναβεβηκότες βαθμίδας οὐκ | |
5 | ἴσχυσαν τὸ ἐγχείρημα συμπερᾶναι, τινῶν εὐψυχίαν ὑπὲρ τοὺς ἄλλους κτωμένων ἐν ἐκείνοις τοῖς μέρεσιν εὑρεθέντων καὶ λίθοις χερμάσι καταβεβληκότων ἅμα ταῖς κλίμαξι τούτους, καὶ πολλοὺς τὸ ζῆν ἐζημιωκότων, —ὡς οὖν οὕτω ταῦτα γένοιτο καὶ πλήρεις ἦσαν ἐκεῖνοι θυμοῦ (μὴ οὐκ | |
10 | ὀλίγην ἡγοῦντο γὰρ ὀφλήσειν αἰσχύνην ἡττημένοι φανέν‐ τες), περιεργότερον στοχασάμενοι, καὶ τῶν κλιμάκων μίαν κατὰ τὸ Τριγώνιον θέντες, οὗ γωνία τις ἦν ἐκ πύργου καὶ οὐκ εἶχεν, ὅθεν ἄν τις τῆς ἀνόδου κωλῦσαι τὸν ἀναβαί‐ νοντα καὶ πολλή τις τῶν ἀνθρώπων ἐτύγχανεν ἐρημία, | |
15 | τόλμην ψυχῆς τῶν ἄλλων τις πεζῶν ἐνδειξάμενος, τὸ ξίφος ἐνδακὼν τοῖς ὀδοῦσι καὶ τὸ θανεῖν ἀνθῃρημένος τοῦ ζῆν, ἵνα μόνον ἀνδρείας δόξαν κομίσηται, μεθ’ ὅσης ἄν τις εἴποι τῆς εὐτολμίας τὸ τεῖχος ἀναβεβήκει, μηδ’ οὑτινο‐ σοῦν αἰσθομένου τῶν ἔνδον καὶ κατ’ ἄλλο μέρος τῶν | |
20 | ἐναντίων τηρούντων τὴν ἄνοδον. Λατῖνον οὖν εὐθὺς ἐν ταῖς πυργοβάρεσιν εὑρηκὼς τετρωμένον ἔναγχος καὶ τὰ λοίσθια πνέοντα, τούτου τὴν κεφαλὴν ἐκτεμὼν τῶν πολε‐ μούντων εἰς μέσον κατέρριψε, δείξας ὅπως τε τοῦ μέρους ἐκείνου κεκράτηκε καὶ ὡς τὰ τείχη πάντες ἀπολιπόντες | |
25 | ᾤχοντο ἀμεταστρεπτί. Ἐννάτην ἦγε καὶ εἰκοστὴν ὁ Μάρ‐ τιος τότε, ἔτος δὲ τριακοστὸν ὄγδοον πρὸς τῷ ἑξακισχι‐ λιοστῷ ἐνακοσιοστῷ ἐνειστήκει. Παραθαρρύνας τοίνυν ἐκεῖνος πάντας πεζοὺς τὸ τάχος τε ἀνιέναι ἐβόα καὶ τὴν ἐρημίαν ἐδήλου. Οἱ δ’ ὡς εἶχον πάσας παραχρῆμα κλίμα‐ | |
30 | κας θέντες, συχνοὶ δι’ αὐτῶν ἀναβαίνειν ἠπείγοντο σὺν βοῇ καὶ τῷ τῶν ἀπὸ δέρρης τυμπάνων ἤχῳ· φέρει γὰρ καὶ τοῦτο πολλήν τινα ἐν τοῖς πολέμοις τὴν ἔκπληξιν. Πολλοὶ | |
δὲ παραβόλως καὶ ἀναρριχᾶσθαι παρωρμῶντο προθύμως διὰ πολλὴν τοῦ κέρδους ἐπιθυμίαν καὶ διὰ τῶν πυργοβά‐ | 36 | |
35 | ρεων ἐπεισπίπτειν ἐσπούδαζον. Ὅσοι μὲν οὖν ἐδύναντο, τόνδε τὸν τρόπον ἀνέβαινον. Οἷς δ’ οὐκ ἦν ἐφικτὸν διὰ τῶν κλιμάκων, διὰ τῶν ὀρυγμάτων, ὧν εἰργάσαντο, πολ‐ λῶν ὄντων, ἐπὶ τὴν πόλιν δρομαῖοι συνέρρεον, ἄλλος ἄλ‐ λον τῷ τάχει νικῶντες καὶ ταῖν χεροῖν τὰ ξίφη φέροντες, | |
40 | καὶ οἷον ἐρίζοντες, τὶς ἂν φθάσειε πρότερος ἐπὶ τὸ τῆς πό‐ λεως οἰκούμενον μέρος καὶ μάλιστα τὸ πρὸς θάλατταν πρὸς αὐτὸ γὰρ τοὺς πλείους καὶ μάλιστα τοὺς Λατίνους ὑπέ‐ λαβον διὰ τὰς τριήρεις προσπεφευγέναι. Πάντες οὖν ἡμεῖς, ὡς εἶχεν ἕκαστος τάχους, οἱ μὲν κατ’ οἴκους ἐθέομεν, οἱ | |
45 | δὲ ναοῖς ἱεροῖς κατεφεύγομεν, ἕτεροι ὑπονόμους καὶ μνή‐ ματα καὶ εἴ τι πρὸς σωτηρίαν ἦν ἐπιτήδειον ὑποδῦναι σὺν τρόμῳ ἠγωνιζόμεθα, ἄλλοι τὸ τοῦ αἰγιαλοῦ κατελάμβανον μέρος, οἰόμενοι δῆθεν τῶν τριηρῶν ἐπιβῆναι ἢ πλοίων ἑτέ‐ ρων, μεθ’ ὅσης ἄν τις εἴποι τῆς φρίκης· ᾤοντο γὰρ πολλοὶ | |
13(50) | μήπω τοὺς πολεμίους εἰσιέναι ἐκεῖθεν. Τὸ δ’ ἦν τοὐναν‐ τίον καὶ τῆς γε ἐλπίδος διήμαρτον οἱ τοῦτο διανοούμενοι. τοῦτο καὶ κατὰ τὸν πύργον τὸν καλούμενον Σαμαρείαν εἶδον πάντες συμβάν. Πάντων γὰρ προσδοκώντων ὡς, ὅταν ἡ πόλις ἁλῷ, μὴ ἂν τοῦτον εὐθὺς προδεδόσθαι ἢ τὴν | |
55 | ταχίστην διὰ πολέμου ληφθῆναι, πρὸς τὴν τῆς θαλάττης αὐτὴν κείμενον ἠϊόνα καὶ διατειχίσμασι καὶ ὅπλοις καὶ πᾶσι τοῖς ἀναγκαίοις καλῶς κατωχυρωμένον, —ταύτην οὖν τὴν ματαίαν ἐλπίδα πάλαι ἡμῶν κεκτημένων, οὐκ ὀλίγοι δή τινες καὶ πρὸς τοῦτον κατέδραμον ἐπὶ φυλακῇ | |
60 | τῶν ἰδίων σωμάτων· πλὴν κἀνταῦθα τῆς ἐλπίδος διήμαρ‐ τον. Μόγις γὰρ τῶν Λατίνων, ὅσοι προὔχοντες ἦσαν, καὶ Τζεταρίων ὀλίγοι μετὰ τῶν προϋπαρχόντων εἰς φυλακὴν εἰς τοῦτον συνέφυγον μόνον καὶ τοὺς ἄλλους εὐθὺς κεκω‐ λύκεσαν τῆς εἰσόδου. Οἳ καὶ διὰ τοῦ κατὰ θάλατταν προ‐ | |
65 | βεβλημένου διατειχίσματος (Τζερέμπουλον τοῦτο καλεῖν πάντες εἰώθαμεν) εἰς τὰς τριήρεις εἰσίασι, πρὸ μικροῦ πρὸς αὐτὸν μετὰ προεισιόντων ἄλλων ἐκ τοῦ λιμένος | |
καθορμισθείσας]. | 38 | |
14 | [Διὰ τῶν κλιμάκων οὖν καὶ τῶν ὀρυγμάτων, ὡς ἔφημεν, τῶν πολεμίων τῆς πόλεως ἐντὸς γενομένων, οἱ μὲν ἐπὶ τὰς οἰκίας συνέτρεχον καὶ τοὺς ἀνθρώπους, οἱ δ’ ἐπὶ τὰς πύλας τῆς πόλεως αὐτὰς ἀναπεταννύναι πρὸς | |
5 | τὸ τὴν πόλιν εἰσελθεῖν ἅμα παντὶ τῷ στρατεύματι τὸν Μουράτην. Καὶ εἶδες ἂν δίκην μελισσῶν ἢ θηρῶν ἀγρίων εἰσιόντας αὐτοὺς ὠρυομένους καὶ φόνον πνέοντας τὸν ἡμέ‐ τερον καὶ τὴν πόλιν τοὺς μὲν πεζῇ, τοὺς δ’ ἐφίππους δια‐ λαμβάνοντας. Ὡς δ’ ἡ πόλις πεπλήρωτο πᾶσα καὶ πάντ’ | |
10 | εἶχον αὐτούς, καὶ νεῲ ἱεροὶ καὶ μοναὶ θεῖαι καὶ ἀγυιαὶ καὶ οἰκίαι, τότε δὴ τὸ θρήνων πολλῶν ἐκεῖνο καὶ δακρύων ἄξιον πρᾶγμα ἐπράττετο. Διαλαβόντες γὰρ τὴν πόλιν πᾶσαν, ὥσπερ εἰρήκειμεν, καὶ οἷα λύκοι βαρεῖς ἐφ’ ἡμᾶς ἐφορμήσαντες, ἁρπάζειν ἅπαντα ἔσπευδον κατὰ τὴν τοῦ | |
15 | κρατοῦντος ὑπόσχεσιν· ἔφη γὰρ ἐν τῷ πολεμεῖν ὡς, εἴ γε ἡ πόλις ληφθείη καὶ τὴν ἐπιθυμίαν εἰς πέρας ἀχθεῖσαν ἴδοι τὴν ἑαυτοῦ, ἔχειν μετ’ ἐξουσίας ἕκαστον, εἴ τι ἂν λάβοι καὶ παρὰ παντὸς ἀναφαίρετον. Εἷλκον οὖν ἀναμεὶξ ἄνδρας, γυναῖκας, παιδία, πᾶσαν ὁμοῦ ἡλικίαν, δεδεμέ‐ | |
20 | νους, ὥσπερ ἄλογα ζῶα καὶ πρὸς τὸ στρατόπεδον ἔξω τῆς πόλεως πάντας ἐξῆγον. Καὶ σιωπῶ τοὺς πεσόντας, οὐχ ὑπὲρ ἀριθμὸν ὄντας, κατά τε τὰ τείχη καὶ τὰς ἀγυιάς, μηδὲ ταφῆς ἠξιωμένους, «ἑλώρια δὲ κειμένους κύνεσσιν οἰωνοῖσί τε πᾶσι» καθ’ Ὅμηρον, οὐκ ἄνδρας μόνον ἀλλὰ | |
25 | καὶ γυναῖκας, καὶ τούτων μάλιστα τοὺς γηραιοτέρους τε καὶ ἀσθενεστέρους. Σπεύδων γὰρ ἕκαστος τῶν πολεμίων δέει τοῦ πλήθους, οὓς ἐκράτησε, τὸ τάχος ἀγαγεῖν ἔξω καὶ τοῖς συσκήνοις αὑτοῦ παραδοῦναι, μή τινος ἰσχυρο‐ τέρου τὸ κέρδος γένηται, ὅπερ ἂν εἶδε τῶν ἀνδραπόδων | |
30 | ὑπὸ γήρως ἢ καὶ νόσου τάχα τινὸς οὐκ ἔχον τοῖς ἄλλοις βαίνειν παραπλησίως, τὴν κεφαλὴν ἀπέτεμνε τούτου καὶ ζημίαν ἥκιστα ἐλογίζετο. Τότε πρῶτον παῖδες μὲν γονέων, | |
γυναῖκες δὲ ἀνδρῶν καὶ φίλοι φίλων καὶ οἱ καθ’ αἷμα τῶν ὁμοίων ἐλεεινῶς ἐχωρίζοντο. Καὶ τὸ θανεῖν ἡμᾶς ἀδίκως | 40 | |
35 | ἐν ὑποψίαις ἐτύγχανε. Καὶ συνεχύθη μὲν ἡ πόλις καὶ βοὴ παρὰ πάντων σύμμεικτος ἦρτο καὶ θορύβου πάντα καὶ γόων μεστά. Οἱ μὲν γὰρ ἄγοντες ἐξήρχοντο τοὺς δυστυ‐ χεῖς ἐν δεσμοῖς, οἱ δ’ εἰσεχέοντο, σπουδάζοντες ἁρπάσαι τοὺς προτέρους, ἅπερ διέφυγε. Πλὴν ἀλλ’ οὐκ ἐξ ἴσης | |
40 | πᾶσιν ἧκε τὸ κέρδος· τοσοῦτο γὰρ ἦσαν τὸ πλῆθος, ὅτι μέρος αὐτῶν τὴν πόλιν τῶν ἀνθρώπων ἐκένωσε καὶ τῶν αὐτοῖς προσόντων χρημάτων καὶ μάλισθ’ ὅσον τὴν ἀρχὴν εἰσῄει διὰ τῶν κλιμάκων πεζόν.] [Ὡς οὖν οὕτω ταῦτα προβαίη καὶ περιέσχον ἡμᾶς εἰς | |
45 | ἑπτακισχιλίους ἀριθμουμένους ἅμα γυναιξὶ καὶ παιδίοις, πάντας εἰς τὸ στρατόπεδον ἀγαγόντες ταῖς σκηναῖς ἐν‐ διάγειν παρέσχον, δεδεμένους κἀκεῖ καὶ τὰ τιμήματ’ ἀπη‐ ρίθμουν ἑκάστων, οἰμωγαὶ δὲ καὶ δάκρυα πανταχοῦ. Νή‐ πια μὲν γάρ, ὅσα ταῖς μητρῴαις ἐναποκείμενα ἦσαν ἀγ‐ | |
14(50) | κάλαις καὶ ὑποτίτθια, ἐλεεινῶς κλαυθμυρίζοντα, ταύτας ἐζήτουν· αἱ δὲ περιιοῦσαι κοπτόμεναι καὶ τὰς παρειὰς ἐξαίμους δεικνῦσαι ταῦτ’ ἀνηρεύνων. Καὶ ἄνδρες μὲν τὰς ἑαυτῶν παρ’ ἄλλων ληφθείσας γυναῖκας ὁρῶντες, τῷ τῆς συζυγίας αὐτῆς καὶ συμπνοίας κινούμενοι φίλτρῳ, τὸν χω‐ | |
55 | ρισμὸν ἀπωδύροντο· γυναῖκες δὲ τοὺς ἄνδρας ἀναζητοῦσαι δάκρυσιν ἀμυθύτοις περὶ αὐτῶν ἐρωτῶσαι τὰς σκηνὰς περι‐ ῄεσαν· Καὶ τέκνα μὲν τοὺς τεκόντας ἀφῃρημένα τὴν μό‐ νωσιν οὐκ εἶχον ὑπομένειν οὐδ’ ὁπωσοῦν· οἱ τεκόντες δὲ περὶ τούτων ἀνερευνῶντες τῆς φυσικῆς αὐτοὺς διεγειρού‐ | |
60 | σης στοργῆς, τὸν ἀέρα θρήνων ἐπλήρουν καὶ στεναγμὸς ἦν αὐτοῖς διηνεκὴς καὶ ἀπαρηγόρητον δάκρυον. Τότε καὶ κόραι πολλαί, μήπω πρότερον ἀνδράσιν ὀφθεῖσαι μηδὲ τῆς πατρικῆς οἰκίας ἐξιέναι καταθαρρήσασαι, γάμοις δὲ νομί‐ μοις τηρούμεναι καὶ τοῖς πολλοῖς ἀγνοούμεναι, χερσὶν | |
65 | ἀνδρῶν ἐκρατοῦντο καὶ ταῖς σκηναῖς μετ’ αὐτῶν συνδιῆ‐ γον. Καὶ εἶδες ἂν ἐν ἑκάστῃ σκηνῇ γυναῖκας συμμειγεῖς ἀνδράσι πολίταις καὶ ἄνδρας ὁμοίως γυναιξὶ τῶν ἁλόν‐ των· τῆς γὰρ ἁρπαγῆς κοινῆς γενομένης, ὁμοίως ἐν ὁμο‐ ζύγοις καὶ τέκνοις καὶ συγγενέσιν, ἄλλος μὲν ἥρπασε τὴν | 42 |
70 | γυναῖκα, ἕτερος δὲ τὸν ἄνδρα καὶ ἄλλος τὰ τέκνα καὶ λοιπὸν ἦσαν ἀναμεὶξ οἱ καθόλου καὶ ἀγνοούμενοι παρ’ ἀλλήλων. Μοναχοὶ δὲ γυναιξὶ συνελκόμενοι, πρᾶγμα γέ‐ μον αἰσχύνης ἐδόκει καὶ τοῖς ἕλκουσι τοῦτο γέλως ὑπῆρχε πλατύς· εἰδότες γὰρ ἢ πυθόμενοι μοναχῶς αὐτοὺς βιο‐ | |
75 | τεύοντας καὶ τὴν μετὰ γυναικῶν παντελῶς ἀπειπαμένους συνοίκησιν, τέρψιν ἰδίαν ἡγοῦντο τούτους ὁρῶντες συν‐ διαφέροντας αὐταῖς τὸ δεινὸν καὶ συνδιάγοντας ἐξ ἀνάγ‐ κης ὁμοῦ.] | |
15 | [Τούτων οὕτω κεχωρηκότων καὶ ὅσα ἄν τις ἐκ τούτων ἀκολούθως εἰκάσειεν ἕτερα καὶ πᾶσαν τὴν λείαν ἐν ταῖς σκηναῖς συναγηοχότων τῶν Τούρκων, ὁ τῆς Δύ‐ σεως στρατηγὸς καὶ αὖθις τὴν πόλιν εἰσέδυ ταύτην, ἵν’ | |
5 | ἀκριβέστερον κατοπτεύσωσι καὶ μηδὲν αὐτοὺς λάθῃ κρυ‐ πτόμενον ὁπουδήποτε, ὅτε δὴ καὶ τὰ τῆς πόλεως ἄρδην ἅπαντα ἠφάνιστό τε καὶ ἀνατέτραπτο καὶ οὐδέν, οὔτε ναὸς ἱερὸς οὔτε μονὴ οὔτ’ οἰκία καὶ τῶν φαυλοτέρων αὐτῶν ἀσάλευτος καταλέλειπτο. Τὸ δ’ αἴτιον, ὅτι τῶν πολιτῶν, | |
10 | ὅσοι περιουσίαν ἐκέκτηντο τῷ μακρῷ συγκλεισμῷ μὴ δα‐ πανηθεῖσαν, τὴν ἔφοδον τῶν πολεμίων ἀκηκοότες, ὃ πεπόν‐ θεσαν δεδιότες, οἱ μὲν ναοῖς ἱεροῖς, οἱ δὲ μνήμασιν, ἕτεροι δὲ οἷς ἐδύναντο τόποις ἐναπέθεντο ταύτην, εἰ μὲν αὐτοῖς θανεῖν γένοιτο κατὰ τὴν προσδοκίαν, τῶν ἔπειτα ταύτην | |
15 | ἵνα τινὲς εὑρηκότες, οἷα συμβαίνει, τῆς ἐκείνων ψυχῆς ὑπεραγωνίσωνται, εἰ δὲ τὸν θάνατον ἀποφύγοιεν, εὕρωσί τε καὶ χρήσωνται πρὸς ἐλευθερίαν. Οἱ δὲ τῆς ἐλπίδος ἐψεύσθησαν. Ἁλόντες γὰρ τοῦ μὲν ἀδίκως τεθνάναι, θεοῦ τὸν οἰκεῖον ἔλεον ἐπιδειξαμένου, πλὴν ἐνίων, κἀκείνων, | |
20 | οἷον προδιειλήφειμεν, ἀνώτεροι διεδείχθημεν, τοῦ δὲ τοῖς προσοῦσι χρήσασθαι πρὸς ἀνάρρυσιν οὐκ ἐπέτυχον. Δεινοὶ γὰρ ὄντες οἱ Τοῦρκοι καὶ πρὸς ἐπινοίας πολλὰς εὐπορώ‐ τατοι τῇ περὶ τὰ πράγματα τούτων πολυπειρίᾳ, οὓς τῶν πολιτῶν ἐποίησαν αἰχμαλώτους καὶ μάλιστα τὰς γυναῖ‐ | 44 |
25 | κας διὰ τὸ τούτων εὐεξαπάτητον, λόγοις ὑπελθόντες πολὺ τὸ ἐπαγωγὸν κεκτημένοις, ἐλευθερίαν αὐταῖς ὑπισχνοῦντο τελείαν, εἰ χρήματα τούτοις γνωρίσειαν οἰκεῖά τε καὶ ἀλ‐ λότρια. Αἱ δὲ πρὸς αὐτὸ τοὔνομα τῆς ἐλευθερίας ἀπατη‐ θεῖσαι, γνωρίζειν εὐθὺς ἑκάστη τῷ ἰδίῳ δεσπότῃ σπου‐ | |
30 | δῆς ἔργον πεποίητο καὶ τὰ ἑαυτῆς καὶ τοῦ γείτονος, εἴ τινα περὶ τούτων εἴδησιν εἶχεν. Ὡς δ’ ἀρχὴ τοῦδε γέγονε τοῦ κακοῦ καὶ χρήματα πολλοὶ τῶν Τούρκων ἀνεῦρον, γνωριζουσῶν τοὺς ταῦτα κρύπτοντας τόπους τῶν γυναι‐ κῶν, λόγος γίνεται περὶ τούτου διὰ παντὸς τοῦ στρατεύ‐ | |
35 | ματος καὶ πάντες οἱ κατασχόντες αἰχμαλώτους ἀνθρώ‐ πους πρὸς τὸν ὅμοιον διανίστανται ζῆλον, τοὺς μὲν ὑπο‐ σχέσεσι περικεχρωσμέναις ἀπάτῃ, τοὺς δὲ λόγοις ὁμοίως ἑτέροις ἐπὶ φανερώσει τῶν ἰδίων παρακαλοῦντες χρημά‐ των καὶ φενακίζοντες. Ὅσους δὲ δυσπειθεστέρους τῶν | |
40 | ἄλλων ἑώρων (ἤλπιζον γὰρ τῶν νουνεχεστέρων πολλοὶ τῆς θωπείας αὐτοὺς ὑπενδοῦναι καὶ τῶν πολλῶν ἐκείνων ἀπατηλῶν λόγων, κἀντεῦθεν τὰ κεκρυμμένα διατηρῆσαι) τούτοις πολυειδεῖς τινας τιμωρίας ἐπῆγον, ἕως καὶ τούτοις εἰς ἀνάγκην ἐνέβαλον καὶ τὴν ἔνστασιν ἔλυσαν. Ὅθεν | |
45 | καὶ πολλοὶ τῶν δοκούντων, οἱ μὲν ταῖς θωπείας καθυπα‐ χθέντες, οἱ δὲ τὰς τιμωρίας οὐκ ἐνεγκόντες, φανεροῦν τὰ κεκρυμμένα σπουδάζοντες ἦσαν καὶ ἄκοντες. Πρὸς γὰρ πᾶσαν ἀνάγκην, καὶ μάλισθ’ ὅταν θάνατος ᾖ τὸ προκεί‐ μενον, εὐχερῶς οἶδεν ὑποπίπτειν ἡ φύσις. Τοῦτο τῆς τῶν | |
15(50) | ἱερῶν ναῶν καὶ μονῶν κατασκαφῆς αἴτιον γέγονεν. Ἐνίων γὰρ διὰ τὸ ἀνύποπτον ἱεροῖς ἐναποθεμένων ναοῖς χρή‐ ματα καὶ ταῦτ’ ἐν αὐτοῖς τοῖς ἀδύτοις ὑπ’ αὐτὰς τὰς ἱε‐ ρωτάτας τραπέζας καὶ τῆς ἀνάγκης ἐφεστηκυίας γνώριμα | |
ταῦτα τοῖς τιμωροῦσι θεμένων, ἀφανίζειν τὸ κάλλος | 46 | |
55 | αὐτῶν ἐπεχείρουν οἱ Τοῦρκοι καὶ τὰς θείας τραπέζας, ἐφ’ αἷς ἡ μυστικὴ καὶ ζῶσα καὶ σωστικὴ παντὸς ἐπετε‐ λεῖτο τοῦ κόσμου θυσία, τῇ τῶν χρημάτων ἐπιθυμία κατὰ σπουδὴν ἀνατρέπειν καὶ καταπάτημα φεῦ! τοῖς βουλομέ‐ νοις τιθέναι· ὑπέλαβον γὰρ ὑπὸ παντὶ λίθῳ χρήματα κεῖ‐ | |
60 | σθαι καὶ διὰ τοῦτο πάντ’ ἀνάστατα πεποιήκεσαν. Αὕτη κἀπὶ τῶν ἱερῶν εἰκόνων συμβέβηκεν ἐν ὕβρει διαφθορὰ καὶ τὰς μὲν πυρὶ παρέσχον, οἷον ἡμᾶς εἰς τὴν τούτων προσκύνησιν ζημιοῦντες, ταῖς δ’ εἰς ὑποδοχὴν τῶν ὠνίων, ὢ θεοῦ ἀνοχῆς, ἐπὶ μέσης τῆς ἀγορᾶς ἀναίδην ἐχρήσαντο, | |
65 | τινὰς δὲ καὶ διετήρησαν ἴσως, ὅσοι τῶν ἄλλων εἰς κτῆσιν χρημάτων θερμότεροι καὶ ἀργυρίου ταύτας ἀπέδοντο.] | |
16 | [Τί δ’ ἂν εἴποις περὶ τῆς μυροδόχου τιμίας λάρ‐ νακος τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος; Ἥκιστα καὶ ταύτην εἴασαν ἀπερίτρεπτον καὶ μένουσαν, ὡς τὸ πρὶν, μανίας ὑπερβολῇ οἱ καθ’ ἡμῶν, ὥσπερ θῆρες λυττή‐ | |
5 | σαντες ἄγριοι, πλὴν οὐ δι’ αἰτίαν καθ’ ἣν καὶ τἆλλα τῶν πάλαι ἐξ ἡμῶν γενομένων ἠνέῳκτό τε καὶ καταβέβλητο μνήματα καὶ τὰ τούτοις ἐναποκείμενα λείψανα κατὰ γῆς ἀπερρίφησαν. Ἐν αὐτοῖς γάρ, καθότι πολλοὶ τῶν Τούρ‐ κων χρημάτων ἐπέτυχον, ἐναποτεθέντων παρὰ τῶν πολι‐ | |
10 | τῶν, δι’ ἣν ἐλπίδα φθάσαντες δεδηλώκειμεν, διὰ τοῦτο πάντα σχεδὸν ἠνέῳξαν καὶ κατέστρεψαν. Ἐνταῦθα δὲ δυοῖν εἵνεκα, τοῦ τε περὶ αὐτὴν οὐκ ὀλίγου χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις κατεσκευασμένου κόσμου καὶ τῶν ὑγείας παρεκτικῶν θείων μύρων. Οἱ μὲν | |
15 | γὰρ τοῦ κόσμου μόνον αὐτὴν ἀπεγύμνωσαν, οἱ δὲ βασκή‐ ναντες, οἷον ἡμῖν τῆς ἀφθονίας τῶν μύρων καὶ τῆς ἐκ τούτων ἰάσεως ἀφῃρηκέναι καὶ ταῦθ’ ἡμᾶς ἐβουλήθησαν, ὡς μηδὲν ἔχειν τοῦ λοιποῦ τούτων ἀπολαύειν, ὁσάκις ἂν ἕκαστος δέοιτο. Διὸ καὶ καταβεβληκότες τὰς ἐπ’ αὐτῇ | |
20 | μαρμάρους τῶν μύρων ἔσπευδον αὐτὴν ἐκκενῶσαι καὶ τὸ ἱερὸν καὶ θεῖον λείψανον τοῦ μάρτυρος ἐκβαλεῖν· ἡγοῦντο γὰρ τοῦ σκοποῦ τούτου κατατυχεῖν καὶ ἡμᾶς τῶν ἀκενώ‐ των μύρων καταλιπεῖν ἐνδεεῖς. Πλὴν ἀλλ’ οὐκ εἰς τέλος, οἷον αὐτοὶ σφαλερῶς προσεδόκων, ἡ σφῶν ἐπιθυμία ἐξέβη. | 48 |
25 | Ἐξήντλουν οὖν τὸ μύρον ταῖς χερσὶν ἀμφοτέραις ἐφ’ ἱκα‐ νὰς τὰς ἡμέρας. Καὶ τοῖς μὲν ὥς τι γελοῖον ἐδόκει· οἷς δὲ νοῦς ὑπὲρ τοὺς ἄλλους ὑπῆν, τούτοις ἦν ἐπιμελὲς πρὸς τὴν ἑαυτῶν τοῦτο μετακομίζειν καὶ μετ’ αἰδοῦς ἅπτε‐ σθαι καὶ σεβάσματος· ἠκηκόεισαν γὰρ πρὸς τῶν πεπειρα‐ | |
30 | μένων ὡς ἰατρικῶν φαρμάκων ἐστὶν ἐνεργέστερον, εἰς οἷον ἄν τις χρήσαιτο πάθος. Πλὴν ἀλλ’ οὐκ ἐδύναντο τὴν τῶν μύρων πηγὴν ξηρὰν καὶ ἄνικμον ἀποφῆναι, καίπερ πολὺν ὑπὲρ τούτου ποιούμενοι τὸν ἀγῶνα. Καὶ εἰκότως· οὐ γὰρ ἴσα τοῖς ἀνθρωπίνοις τὰ πρὸς θεοῦ τοῖς ἀξίοις κεχαρι‐ | |
35 | σμένα, ἐπειδήπερ μηδὲ τοῖς αὐτοῖς ὑπόκεινται ὅροις.] [Ταύτην τὴν πονηρὰν ἐπεδείξαντο γνώμην καὶ περὶ τὸ τῆς ὁσίας καὶ μυροβλύτιδος Θεοδώρας ἱερώτατον λεί‐ ψανον, ὃ καὶ ὡς ἐπιπολῆς κείμενον ἀπερρίφη τε κατὰ γῆς (ὢ τόλμης καὶ μιαρῶν χειρῶν!) καὶ κατεθραύσθη εἰς μέρη, | |
40 | ἃ δὴ καὶ τῶν φιλοθέων τινὲς ἀνελόμενοι ἄλλος μὲν ἀλλα‐ χοῦ πρότερον ὡς ἰατρεῖον ἄμισθον ἀπεκόμισαν. Ὕστερον δὲ καὶ ταῦτα συνῆκται, τῶν εἰληφότων τῶν μὲν ἀποδομέ‐ νων ταῦτα τιμῆς ἀργυρίων, τῶν δὲ χαρισαμένων δι’ ἣν ἔσχον φιλόθεον γνώμην, ἃ καὶ εἰς ἑνὸς αὖθις συναρμο‐ | |
45 | σθέντα σώματος ὁλομέλειαν θαυμάτων ἐνεργείᾳ καθ’ ἑκά‐ στην ἀφθόνως πηγάζουσιν εἰς δόξαν καὶ αὖθις τοῦ πάντα πᾶσιν ἐπάγοντος λόγοις οἰκονομίας ἀρρήτου.] | |
17 | [Τούτων οὕτω προβεβηκότων καὶ ἀκοσμίας πάσης γεγενημένης (διὰ πάντων γὰρ τῶν ἐν τῇ πόλει κεχώρηκεν ἡ καταφθορὰ) οἶκτον ἐπὶ τούτοις ὁ Μουράτης λαμβάνει τῆς πόλεως. Καὶ πρῶτα μὲν τοὺς εἰσιόντας ἅμα τῷ κατὰ | |
5 | δύσιν στρατηγῷ Τούρκους τὰς τῶν αἰχμαλώτων οἰκίας ἑαυτοῖς διανείμαντας καὶ ταύτας ἔχειν διὰ βίου παντὸς ἠλπικότας ἐξελαύνει, καὶ μὴ προθυμουμένους, τῆς πόλεως, ἐπειπὼν ὡς «ἀρκεῖ μὲν ὑμῖν τὰ χρήματα καὶ οὓς παρ’ ἐλ‐ πίδα δούλους ἐκτήσασθε· τὴν δέ γε πόλιν ἔχειν ἔγωγε | 50 |
10 | βούλομαι, πολλῶν διὰ ταύτην διηνυκὼς ὁδὸν ἡμερῶν καὶ πόνον ὑπενεγκών, ὅσον ἐγνώκατε». Ἔπειτα δὲ πρὸς τὸν Γαλλικὸν ποταμὸν μεταβάς, ἐγγὺς τῆς πόλεως ῥέοντα κατὰ τὸν καιρὸν μάλιστα τοῦ χειμῶνος, βουλὴν ἐσκέψατο πᾶσί τε ἀδόκητον ὅλως καὶ συστατικὴν τῆς ἑαλωκυίας. Ἰδὼν | |
15 | γὰρ πόλιν τοσαύτην καὶ οὕτω κειμένην τῇ θαλάττῃ τε προσ‐ ομιλοῦσαν καὶ πάντα δεξιὰν οὖσαν, ᾤκτειρέ τε αὐτὴν καὶ πάλιν οἰκίσαι βεβούλητο. Καὶ δὴ πρῶτον μὲν ἀνθρώ‐ πους ἀριθμητοὺς τῶν ἐπισημοτέρων καθ’ αἷμά τε καὶ συγ‐ γένειαν τῆς δουλείας ἀπηλλάχθαι προσέταξε, παρεσχηκὼς | |
20 | αὐτὸς τὰ λύτρα καὶ τῇ πόλει τούτους ἐγκατοικῆσαι, ἔπειτα δὲ τὰ καταπεπτωκότα ταύτης ἐν τῷ πολέμῳ μέρη ταχέως τε ἀνορθοῦσθαι καὶ ὡς πρότερον ἦσαν ἐγκαταστῆναι. Καὶ τὸ μὲν πρόσταγμα οὕτως εἶχεν, αὐτὸς δὲ μεταστήσας καὶ αὖθις τὴν στρατιὰν παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ Βαρδα‐ | |
25 | ρίου ἐστρατοπεδεύσατο, ἔνθα δὴ καὶ μερισμὸς παντελὴς τῶν ἑαλωκότων ἐγένετο. Ὅσοι μὲν γὰρ τῶν αἰχμαλώτων, ἢ δι’ ὧν εἰπόντες ἔφθημεν λύτρων ἢ ἐξ ἑαυτῶν ἢ χριστια‐ νῶν ἐξ ἑτέρων, ἐκ διαφόρων χωρῶν καὶ πόλεων συνειλε‐ γμένων, τρόπον ἐξεῦρον ἐλευθερίας τινά, τετυχήκεσαν | |
30 | ταύτης ἔτι τῷ ποταμῷ Γαλλικῷ τοῦ Μουράτου ἐνδιατρί‐ βοντος. Ὅσοις δὲ τρόπος ὑπ’ ἀπορίας τηνικαῦτα οὐχ εὕ‐ ρηται, τούτους ἕκαστος ἐν ταῖς ἑαυτῶν πατρίσι καὶ τό‐ ποις ἐξέπεμψαν, τὰς ἐκ τῆς δουλείας ἀνάγκας ὑφισταμέ‐ νους, μέχρις ἂν ὑπονοστήσαντες τὰ σφῶν τιμήματα δια‐ | |
35 | θῶνται· οὐ γὰρ ἐδύναντο καὶ τούτους ἕλκειν μακρὰν ἀπερ‐ χόμενοι καὶ πρὸς πόλεμον ἕτερον. Εἶδες ἂν οὖν τοὺς δυσ‐ τυχεῖς τοὺς μὲν ἐπὶ τὰ τῆς ἑῴας, τοὺς δ’ ἐπὶ τὰ τῆς ἑσπέ‐ ρας μέρη διασπαρέντας· οἱ μὲν γὰρ τοὺς τεκόντας, οἱ δὲ τὰ τέκνα καὶ ἕτεροι τὰς γυναῖκας ἐλάμβανον καί, οὓς ἡ | |
40 | φύσις ἥνωσεν, ἡ συμφορὰ διεμέρισεν.] | 52 |
18 | [Ταύτῃ τῶν καθ’ ἡμᾶς, ὡς μὴ ὤφελε, συμβεβηκό‐ των καὶ τοιόνδε παρὰ τὰς ὄχθας τοῦ Βαρδαρίου πέρας εἰληφότων, ὁ Μουράτης ἐκεῖθεν διχῇ τὴν στρατιὰν διελὼν τὸ μὲν αὐτῆς ἐπὶ τὰ τῶν Ἰωαννίνων ἐξέπεμψε μέρη, αὐτὸς | |
5 | δὲ μετὰ θἀτέρου μέρους ἐπ’ ἄλλους ἀπῄει καταστρέψων κἀκείνους καὶ ὑπ’ αὐτῷ ποιησόμενος. Πρότερον δὲ διὰ πάσης τῆς ὑπ’ αὐτὸν κήρυκας ἐπεπόμφει, τοὺς πρὸ μακρῶν ἐτῶν καὶ τοῦ συγκλεισμοῦ τὴν Θεσσαλονίκην ἀπολιπόντας καὶ μετοικήσαντας ἀλλαχοῦ πρὸς αὐτήν, ἵν’ ἐπανελθεῖν | |
10 | πολλῷ τῷ τάχει καταναγκάσωσι καὶ τὰ οἰκεῖα πάλιν, ὡς τὸ πρότερον, ἀπολάβωσι. Σκοπὸς γὰρ αὐτὸν πάνυ τι καλὸς καὶ πολλῶν ἄξιος τῶν ἐπαίνων εἰσῄει, τὴν πόλιν καὶ αὖθις τοῖς οἰκήτορσιν ἀποδεδωκέναι καὶ πλήρη, καθάπερ καὶ τὸ πρίν, ἀποκαταστῆσαι. Καὶ ἦν ἂν τοῦτο μετ’ οὐ πολύ, εἰ | |
15 | μὴ τὰ ἡμέτερα πρὸς θεὸν κώλυμα γέγονε πταίσματα. Πόθῳ γὰρ τοῦ συστῆναι τὴν πόλιν φιλανθρώπου γνώμης τυχὼν ἐβούλετο πᾶσί τε ἐλευθερίαν χαρίσασθαι καὶ δοῦναι τούτοις, ὡς προὔφην, αὐτὴν καὶ τὰς αὐτῶν οἰκίας, ὡς πρίν, μετὰ πάσης ἀδείας κεκτῆσθαι καὶ εἴ τι προσῆν ἀκίνητον | |
20 | ἕτερον. Τῷ τοι καὶ πρὸς τοὺς ἀμφ’ αὐτῶν φασί τινες ἐπο‐ μνύμενον λογάδας εἰπεῖν ὡς «ἄδικον ἂν εἴη μετὰ τῶν προσόντων τοῖς κρατηθεῖσι καὶ τούτους ἑλεῖν δεσμίους καὶ τῆς ἐνεγκαμένης ἀπαγαγεῖν· ἐλευθερώσωμεν οὖν αὐ‐ τούς, εἰ δοκεῖ, ἢ λαβόντες λύτρων ἄνευ αὐτούς, ἢ ταῦτα | |
25 | παρεσχηκότες ἡμεῖς». Τῶν δ’ ἀκηκοότων τοὺς μὲν ἄλλους ἐπαινέσαι τε τὸν λόγον καὶ παρακαλέσαι πρὸς τοῦτο, ἕνα δὲ τῶν ἄλλων στρατηγῶν, ἐξοχώτατον, μὴ μόνον οὐκ ἀπο‐ δέξασθαι τὸ ῥηθὲν διὰ τὴν ἐλευθερίαν, ἀλλὰ καὶ οἷς ἐδύ‐ νατο λόγοις κωλῦσαι τὸ βούλημα καὶ πιθανὸν ὀφθῆναι | |
30 | διὰ τὸ ὑπερέχον. Ἦν δὲ καὶ τοῦτο πάντως τῆς ἐμῆς ἁμαρ‐ τίας καρπός, ὡς ἐμαυτὸν πείθω, καθάπερ καὶ τἆλλα, ὅσα συμβέβηκεν. Εἰ καὶ ἴσως τινὲς τοῦτον τὸν λόγον οὐκ ἀνεῳ‐ γμένοις δεχόμενοι τοῖς ὠσί, μηδ’ ἑαυτοὺς αἰτίους κρίνοντες | |
τὰς θείας παρὰ φαῦλον ἐντολὰς τιθεμένους, ἀνθρώποις | 54 | |
35 | τὰς τῶν συμβαινόντων αἰτίας λογίζονται· ἐγὼ δὲ τὸ πᾶν τῆς τοῦ θεοῦ κρίνω παιδείας διὰ τὴν ἐμὴν ἐπανόρθωσιν. Πᾶσαι γὰρ αἱ πολυάνθρωποι φθοραί, ὡς αἱ θεῖαι διαγι‐ νώσκουσι καὶ ἀποφαίνονται βίβλοι, εἰς τὸν τῶν ὑπολειπο‐ μένων σωφρονισμὸν γίνονται τὴν πάνδημον πονηρίαν δη‐ | |
40 | μοσίαις μάστιξι τοῦ θεοῦ σωφρονίζοντος.] [Πάντων οὖν, ὡς εἶπον, τὰ τῆς πόλεως ἑαυτοῖς διανει‐ μαμένων, ὁ Μουράτης τὴν πόλιν ἀνθρώπων ἐρήμην ἰδιο‐ ποιήσατο μόνην, πάσας οἰκίας ἔχειν τοὺς ἀρχῆθεν αὐτῶν κυρίους προστάξας, ἐλευθερίας τετυχηκότας καὶ πᾶσαν | |
45 | ἄλλην ἀκίνητον κτῆσιν, ταυτὶ μόνον προσθεὶς αὐτὸς τηνι‐ καῦτα τοῖς κακοῖς γενομένοις, ὅτι τούσδε τοὺς ἱεροὺς οἴκους παρακατέσχε, τόν τ’ ἐπὶ μέσης τῆς πόλεως μέγαν νεὼν τῆς Ἀχειροποιήτου παρθένου καὶ θεοτόκου καὶ τὴν εἰς ὄνομα πάλαι τιμωμένην τοῦ τιμίου Προδρόμου μονὴν | |
18(50) | ἱεράν, τὸν μὲν ὡς σύμβολον νίκης καὶ τῆς γεγενημένης ἁλώσεως, τὴν δ’ ὡς καὶ πρὸ χρόνων παρὰ τῶν Τούρκων ληφθεῖσαν καὶ εἰς συναγωγὰς αὐτῶν τούτους μετήμειψε καὶ ὅτι περιφανὲς κατὰ τὴν Ἀδριανούπολιν βαλανεῖον ἐκ βάθρων αὐτῶν ἀνεγείρας μαρμάρους χιλίας ἐξελεῖν | |
55 | ἔπεμψε καὶ κομίσαι πρὸς τὴν ἐδάφους οἰκοδομίαν αὐτόθι, ναῶν ἱερῶν καὶ μονῶν ταύτας παρὰ τῶν πεμφθέντων ἀφει‐ δῶς ἐκβληθείσας.] | |
19 | [Ἀλλ’ ἀπῆλθον μὲν οἱ κήρυκες κατὰ πολλὰ τῆς ὑπ’ αὐτῷ μέρη, ὡς διειλήφειμεν, καὶ τοὺς εὑρισκομένους ἀπὸ Θεσσαλονίκης ἐν αὐτῇ κατηνάγκασαν ἐπανέρχεσθαι, αὐτοὺς πρὸ χρόνων μόνον ταύτης ἀπάραντας ἐκ τῆς τῶν | |
5 | δεινῶν συνεχείας, ἀλλὰ δὴ καὶ τῶν αἰχμαλώτων γεγενη‐ μένων τοὺς ὁθενδήποτε τῆς ἐλευθερίας ἠξιωμένους. Ἠλευ‐ θέρωνται καὶ γὰρ ἱκανοί, πολλῶν θεοφιλῶν ὑπὲρ ἀναρρύ‐ σεως ἡμῶν προθύμως κεκινημένων καὶ μάλιστα τοῦ τῶν Σέρβων ἄρχοντος, ᾧ τῶν ἄλλων αὐτοῦ πλεονεκτημάτων | |
10 | ἐξαίρετον ἡ πρὸς τοὺς δεομένους ἐστὶν εὐποιία ἑκάστοτε· χρυσίον καὶ γὰρ οὗτός τισιν, οἷς ἐθάρρει, χειρίσας ἐπ’ ἐλευθερίᾳ τῶν αἰχμαλώτων τοῦτο δοθῆναι παρεκελεύσατο. Καὶ οὐκ ἀπὸ τῆς ἐκείνου γνώμης ἐγένετο· ἐπρίαντο γὰρ τοῦ χρυσίου οἱ πρὸς αὐτὸ τεταγμένοι πολλούς, οἳ δὴ καὶ | 56 |
15 | ἐπανιόντες ἐπὶ τὴν πόλιν, ὡς εἰκάζειν ἔχομεν, μέχρι τοῦ νῦν εἰσὶ μετὰ τῶν ἀπ’ ἄλλων τόπων ἐληλυθότων ὡσεὶ χί‐ λιοι. Εἰ δὲ καὶ συναριθμεῖν τις ἐθέλοι καὶ τοὺς τὴν πόλιν οἰκήσαντας Τούρκους, εἶεν ἂν ὡσεὶ δισχίλιοι. Διενοούμεθα δὲ τὴν πόλιν καὶ αὖθις τὴν πρὶν αὐτῆς εὐκοσμίαν ἀναλα‐ | |
20 | βεῖν καὶ τὰ τῆς εὐσεβείας ἀνθῆσαι καὶ πλατυνθῆναι ὡς πρότερον. Καὶ γέγονεν ἂν ἴσως, εἰ μὴ καὶ πάλιν τὸ πλῆ‐ θος τῶν ἡμετέρων σφαλμάτων ἐμποδὼν ἐγεγόνει καὶ ἡ κακία μὴ χώραν εὗρεν. Ἐξ οὗ γὰρ ἡ πόλις δεδούλωτο καὶ ὁ Μουράτης πάντα καὶ κτίσματα καὶ κτήματα καὶ | |
25 | νεὼς ἱεροὺς καὶ μονὰς καὶ τὰς τῶν προσόδων αὐτῶν ἀφορ‐ μὰς ἐπανιοῦσιν ἡμῖν τοῖς ὁπωσδήποτε τῆς δουλείας ἀπαλ‐ λαγεῖσι φιλοτίμως καὶ γράμμασι καὶ λόγοις δεδώρητο, πανταχοῦ τε τοῖς ἀφικνουμένοις ἐλευθερίαν ἐκήρυξε καὶ αὐτῶν οἰκίας καὶ ὅσα ἀκίνητα πάντες ἀνέλαβον καὶ τάξις | |
30 | πᾶσα καὶ ἅπαν ἔθνος τῆς πόλεως πρὸς δευτέραν αὔξησιν καὶ ἀνακαινισμὸν προβαίνειν ἀπήρξαντο, ποιμήν τε τῇ πόλει κεχειροτόνητο καὶ ἐκκλησία συνέστη καὶ τὴν προ‐ τέραν ταύτης τάξιν ἀπείληφε, μοναχοί τε τῶν μονῶν ἐπε‐ λάβοντο καὶ διὰ σπουδῆς ἐποιοῦντο τὴν τούτων ἐπίδοσιν | |
35 | καὶ πάντες ἐλπίσι χρησταῖς ἐτρεφόμεθα καί, συντόμως εἰπεῖν, τῶν ἐκ τῆς ἁλώσεως ἡμῖν ἐπιόντων κακῶν τὴν μνήμην ἀπεβαλόμεθα καὶ χαίροντες ἦμεν, ἐφ’ οἷς ἀδοκήτως ἐτύχομεν καὶ τὴν προτέραν ἀπολαβεῖν τὴν πόλιν εὐετηρίαν ἠλπίζομεν, τότ’ ἐξ ἡμῶν, ἡ παροιμία φησίν, «ὁ ἱμὰς ἐξετέ | |
40 | τμητο» καὶ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων περιετράπησαν.] | |
20 | [Καὶ δὴ τῇ Θεσσαλονίκῃ ἐπιδεδημηκὼς ὁ Μουρά‐ της (δεύτερον, οἶμαι, τινικαῦτα διίππευεν ἔτος μετὰ τὴν | |
ἅλωσιν ἢ τρίτον) ἐφ’ ᾧ ταύτην ἰδεῖν καὶ ἀκριβέστερον τὰ κατ’ αὐτὴν ἱστορῆσαι καὶ τῶν ἀπ’ αὐτῆς καλῶν ἀπολε‐ | 58 | |
5 | λαυκέναι καὶ δωρεαῖς μεγάλαις ἀντιφιλοτιμήσασθαι, τὸν ἐκείνου τε τῷ φιλοτίμῳ τῆς γνώμης μιμήσασθαι πρόγο‐ νον, Θεσσαλονίκης κἀκεῖνον κρατήσαντα καὶ χάρισι ταύτην πολλαῖς ἀμειψάμενον—οὕτως οὖν γνώμης ἔχων καὶ μετὰ τοιαύτης ἐλθών, ὁ δὲ μὴ οὐκ ἀγαθαῖς ὑπαχθεὶς | |
10 | συμβουλίαις μεταβουλεύεταί τε καὶ τὴν προτέραν μετα‐ τίθησι γνώμην καί, ἅ, καθ’ ὃν ἑαλώκαμεν χρόνον, οὐ πέ‐ πραχε, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ παρώρμητο διαπράξα‐ σθαι. Καὶ γοῦν ὡς τὴν πόλιν καὶ τὰ καθ’ ἕκαστον ταύτης θεάσαιτο καὶ πάσης ἐν ταύτῃ ῥαστώνης ἐπαπολαύσειεν, | |
15 | ὡς τῶν αὐτῇ προσόντων καλῶν εἰς κόρον κατατρυφήσειεν, ἀγαπητικῶς τε οὐχ ἥκιστα ταύτῃ διατεθείη καὶ πᾶσιν ἡμῖν θαρρεῖν δοίη περὶ ἡμῶν τὰ βελτίω. Πρῶτον μὲν ψῆφον ἐξήνεγκεν, οἵαν οὐδ’ ἐν ὀνείροις ἰδὼν οὐδείς ποτε προσε‐ δόκησεν ἄν. Ἡ δ’ ἦν πάσας μὲν ληφθῆναι μονὰς καὶ νεώς, | |
20 | πάσας δὲ προσόδους αὐτῶν καὶ τὰ κτήματ’ ἀφαιρεθῆναι καὶ εἰς στενὸν κομιδῇ τὰ ἡμέτερα καταντῆσαι, ὃ καὶ εἰς πέρας ἐκβέβηκεν οὐ μετ’ οὐ πολύ. Ἔπειτα δὲ καὶ κατα‐ γραφῆναι πάσας οἰκίας καὶ εἴ τι προσῆν ἕτερον τῇ πόλει προστάττει, καὶ χωρὶς μὲν τὰ τῶν παρόντων, χωρὶς δὲ τὰ | |
25 | τῶν ἀπόντων ἀριθμηθῆναι. Βουλὴν γὰρ ἐνενόησεν ἢ ἐδέ‐ ξατο τὰς μὲν τῶν παρόντων καταλιπεῖν ἔχειν τοὺς τούτων δεσπόσαντας, εἰ καὶ μὴ καθαρῶς οὕτως ἐξέβη, τὰ δέ γε τῶν ἀπόντων, ζώντων καὶ τεθνηκότων, τὰ μὲν τηρεῖσθαι τοῖς εἰσέπειτ’ ἐλευσομένοις, τὰ δὲ Τούρκοις δοθῆναι τοῖς | |
30 | ᾑρημένοις ἢ βιασθεῖσιν ἐνοικῆσαι τῇ πόλει, καθάπερ καὶ γέγονεν. Ἐπεὶ δὲ κατεγράφησαν μὲν μετὰ πολλῆς τῆς ἐπιμελείας ἅπαντα τὰ τῆς πόλεως, ἐνίων ἐκ τῶν ἡμετέρων πρὸς τοῦτ’ ἐπιτηδείων ὀφθέντων, οἳ καὶ τουτ’ ὤδινον ἐκ σκαιοτάτης, οἶμαι, γνώμης καὶ φθονερᾶς, ἠρίθμηντο δὲ μετὰ | |
35 | πολλῆς ἀκριβείας καὶ διασκέψεως καὶ διχῇ κατὰ τοὐπί‐ | |
ταγμα διῃρέθησαν, τότε δὴ τὰς μὲν τῶν μονῶν, ὅσαι δὴ μείζους καὶ πρὸς κάλλος φαιδρότεραι, τοῖς οἰκείοις αὐτῷ καὶ οὖσιν ἐν ἀξιώμασιν ἐδωρήσατο, ὁμοίως δὲ καὶ τῶν οἰκιῶν, ὅσαι δὴ καλλίους ἦσαν τῶν ἄλλων εἴς τε κάλλος | 60 | |
40 | καὶ μέγεθος, μόνους ἡμῖν τοὺς τέσσαρας νεώς, οἳ καὶ καθολικοὶ λέγονται, καταλελοιπώς, πολλὴν τὴν σπουδὴν ὑπὲρ τούτων τοῦ ποιμένος εἰσενεγκόντος. Τὰς δέ γε λοιπὰς ἁπάσας οἰκίας καὶ τοὺς νεὼς σχε‐ δὸν πάντας διωρίσατο τοῖς τ’ ἀπ’ ἄλλων τόπων ἐθελήσα‐ | |
45 | σιν ἴσως τὴν πόλιν, ἀνθ’ ἦς οἰκοῦσιν, ἑλέσθαι παρασχε‐ θῆναι καὶ τοῖς ἀπὸ τῶν Γενητζῶν ἀπαναστάσι Τούρκοις. Τόπος δ’ οὗτός ἐστι πεδιὰς ὅλος, ἡμέρας ὁδὸν ἀπὸ τοῦ κατὰ δύσιν μέρους ἀπέχων τῆς πόλεως, εἴτε τῇ τούτου ἐπιτηδειότητι εἴτε σπουδῇ τοῦ τοῦτον ἀρχῆθεν ἐκλεξα‐ | |
20(50) | μένου πρὸς οἴκησιν πολλοὺς ἐσχηκὼς οἰκήτορας Τούρκους, ὃν δὴ τόπον καὶ οὐκ οἶδ’ ὅπως ἐπὶ θέαν καὶ ζώων ἀγρίων θήραν ὁ Μουράτης ἐκεῖσε, καθ’ ὃν καιρὸν ἐνεδήμει τῇ πόλει, γενόμενος, σχεδὸν τῶν ἐνοικούντων καθίστησιν ἔρημον, ἀπανίστασθαι τούτους τὸ τάχος κελεύσας καὶ | |
55 | μετοικεῖν εἰς Θεσσαλονίκην. Ὃ δὴ πρόσταγμα καὶ μετὰ σπουδῆς οἱ πρὸς αὐτὸ τεταγμένοι πεπληρωκότες ἐφάνησαν μηδὲν μελλήσαντες μετὰ τὴν τούτου ἀποδημίαν, πάντας δὲ τοὺς αὐτόθι Τούρκους, ἐκεῖσε γενόμενοι καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ εἰς Θεσσαλονίκην ἀγηοχότες καὶ οἰκίας ἑτέρας, | |
60 | ἀνθ’ ὧν εἶχον, παρεσχηκότες κατὰ τὸ πρόσταγμα. Ἄμφω γοῦν, οἶμαι, ταῦθ’ ὁ Μουράτης ἐσκέψατο καὶ τοῦθ’ οὕτω γενέσθαι προσέταξεν, ἵν’ ἀσφάλειαν ἡ πόλις ἔχῃ καὶ φυ‐ λακὴν ἀκριβεστέραν ἐκ τούτου, παράλιος οὖσα καὶ διὰ τοῦτο δεομένη πολλῶν ἐνοικούντων καὶ ἵνα τὴν ἀγορὰν | |
65 | πλήθουσαν ἔχουσα τῶν ὠνίων ἁπάντων εἰς αὐτὴν εἰσ‐ κομιζομένων πάντας ἕλκῃ παρ’ ἑαυτῇ, πραγματειῶν καὶ συναλλαγμάτων ἁπάντων μεταδιδοῦσα τοῖς χρῄζουσι καὶ | |
ἑαυτὴν ῥᾳδίως πλουτίζουσα.] | 62 | |
21 | [Τούτων οὖν οὕτω προβάντων καὶ τῶν Τούρκων εἰς χιλίους ἀριθμουμένων τὴν πόλιν κατειληφότων καὶ πάν‐ των οἰκίας καὶ ναοὺς ἀντὶ οἰκιῶν εἰληφότων καὶ ἀναμεὶξ κατὰ πᾶσαν τὴν πόλιν λαχόντων τὴν οἴκησιν, ἡ πόλις | |
5 | ὥσπερ τινὰ πενθήρη χιτῶνα τὴν ἀκοσμίαν περιεβάλετο, τῆς εὐπρεπείας, ἧς ἂν ἔτυχε τῆς κακῆς συμβουλῆς μὴ χώ‐ ραν εὑρούσης, ἀφῃρημένη καὶ τὸν στολισμόν, ὃν οὐκ εἰς μακρὰν ἔσχεν ἄν, δυστυχῶς ἄγαν ἀποβαλοῦσα καὶ στέ‐ νουσα, οἷον μετ’ οἰμωγῆς, ὅτι μὴ σεισμὸς ταύτην συνέχω‐ | |
10 | σεν ἢ πῦρ παρανάλωσεν ἢ ὕδωρ ἀναδοθὲν ἢ νεφελόθεν ῥαγὲν συνεκάλυψε καὶ κατέκλυσε· τοῦτο γὰρ ἀνεκτότε‐ ρον, ἐπεὶ τοί γε βέλτιον τοῦ τοιαύτην ὁρᾶσθαι τὸ μηδ’ ὁπωστοιοῦν ἐπὶ γῆς ἑστάναι. Οἱ μὲν οὖν τῶν ἱερῶν οἴκων εἰς κοινὰ καταγώγια μετημείφθησαν, ὥσπερ εἰρήκειμεν, | |
15 | καὶ τὸ προφητικὸν εἰπεῖν, «ἐν πελέκει καὶ λαξευτηρίῳ τὰ θυσιαστήρια τοῦ θεοῦ καταβέβληντο», οἱ δὲ λείψανα μόνον τοῦ πρώτου κάλλους αὐτῶν καὶ τῆς θέσεως ἀποσώζουσιν, ἔνιοι δέ, καὶ μᾶλλον οἱ πλείους, καταπεπτώκεσαν τέλειον, ὡς μηδὲ ποῦ ποτ’ ἦσαν γνωρίζεσθαι· διηρπάγησαν γὰρ αἱ | |
20 | τούτων ὕλαι καὶ κτίσμασιν ἄλλοις προσετέθησαν καινοτέ‐ ροις καὶ μάλιστά γε τῷ νῦν ἐπὶ μέσης τῆς πόλεως ὁρωμένῳ καὶ κοινῷ βαλανείῳ. Καὶ μονονουχὶ τῶν γηραιοτέρων ἔξεστιν ἀκούειν ἀνδρῶν ὡς ὧδε μὲν ἦν ὁ νεὼς ὁ δεῖνα, ἐκεῖ δὲ ὁ δεῖνα καὶ ὅσα προσῆν ἑκάστῳ καὶ κάλλη καὶ | |
25 | χάριτες. Καὶ τοῦτο μὲν οἱ κατὰ πᾶσαν τὴν πόλιν νεῴ, μοναὶ δ’, ἃς πρότερον φθάσας ὁ λόγος ἐδήλωσεν, ἀφορμὴ τοῖς ὁρῶσιν ἵστανται πένθους, μὴ ὅτι γε μοναχῶν ἔρημοι καταστᾶσαι κακῶς ἐξελαθέντων καὶ πρὸς ἑτέρας πόλεις μετοικησάντων, ἀλλὰ καὶ προσαφῃρημέναι τὴν διὰ πάντων | |
30 | λαμπρότητα· αἵ τε γὰρ μάρμαροι τούτων ἐξηδαφίσθησαν, ἥ τ’ ἄλλη ἅπασα ὕλη, ἡ πρὸς ἀπαρτισμὸν αὐτῶν ἀρχῆθεν | |
συντεθειμένη καὶ κάλλος, εἰς διαρπαγὴν τοῖς βουλομένοις ἀνεῖτο καὶ νῦν ἄκοσμόν τι θέαμα πᾶσιν ὁρῶνται καὶ τὰς ἁπάντων ψυχὰς κινοῦσι πρὸς δάκρυα. Πολλοὶ μὲν οὖν | 64 | |
35 | εἵλοντ’ ἂν ἀντὶ τῆς ἐνεγκαμένης τὴν πόλιν καὶ πλήρης μὲν ἂν ἦν εὐσεβῶν ἤδη, πλήρης δὲ μοναχῶν, γέμουσα δὲ θυμηδείας καὶ τέρψεως τῷ χριστωνύμῳ πρεπούσης πλη‐ ρώματι, εἰ μὴ τοιαύτη κατ’ αὐτῆς ἀπόφασις ἀπευκταία ἐξήνεκτο καὶ τὰ κατ’ αὐτὴν οὕτω προὐχώρησε. Νυνὶ δὲ | |
40 | μὴ ὅτι γε πόθον, οἳ ταύτην ἐκ μακροῦ καταλαβεῖν εἶχον, μετάμελον ἔσχον τῆς προθυμίας, ἀλλὰ καὶ ἡμῖν τῆς εἰς τὴν πόλιν ἐλεύσεως μεταμέλει, τῆς ἐλπίδος σαφῶς διη‐ μαρτηκόσι· πάντα γὰρ ἄνω καὶ κάτω γεγόνασι, τὸ τοῦ λόγου, καὶ ἡ πόλις ὥσπερ τις ναῦς ἐν πελάγει περισχε‐ | |
45 | θεῖσα κακῶν περιφέρεται, δίκην ἀνέμων τῶν καθ’ ἑκάστην εἰπεῖν συμπιπτόντων ταραττόντων αὐτὴν καὶ ναυτίας πολ‐ λῆς καὶ ἰλίγγου πληρούντων καὶ καθαρᾶς εὐδίας ἐπιτυχεῖν οὔκουν ἐώντων, οὐδὲ τὸ τῆς εἰρήνης καὶ νηνεμίας ἱστίον πετάσασαν πρὸς λιμένα καλῶν ἐφθακέναι στῆναί τε ἐπ’ | |
21(50) | ἀγκυρῶν ἀσφαλείας καὶ μένειν ἀσάλευτον. Θεοῦ δὲ ἄρα τοῦτ’ ἂν εἴη καὶ τῆς ἐκείνου σαφῶς ποδαλιουχίας, κατα‐ πραῧναι μὲν τὰ τῶν ἐπερχομένων κορυφούμενα κύματα, ἰθῦναι δὲ πρὸς γαλήνην καὶ σωτηρίαν χαρίσασθαι καὶ δοῦναι πρύμναν κρούσασθαι τοῦ λοιποῦ καὶ «πλεῦσαι | |
55 | δεύτερον, ὅ φασι, πλοῦν», μεταβεβλημένων ἁπάντων ἐπὶ τὸ βέλτιον καὶ ὃ συνοίσει τῇ πόλει, μεσιτεύσαντος τοῦ τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος καὶ τῶν τῆς πατρίδος οἰάκων αὖθις εἰπεῖν ἐπιλαβομένου καὶ πρὸς τὴν τοσαύτην τῶν συμφορῶν θάλασσαν τῇ ἑαυτοῦ χρησαμένου | |
60 | δυνάμει. Γένοιτο δὲ μὴ οὐκ εἰς μακράν, ἱλέῳ τοῦ Θεοῦ ἐπιβλέψαντος ὄμματι καὶ φιλανθρωπευσαμένου συνήθως, ἐφ’ οἷς αὐτὸν παροργίζομεν.] | |
22 | Ταῦτα ἐς δεῦρο παρηκολούθηκεν, εἰ καί τινα τού‐ | |
των ἡμεῖς ἑκόντες διὰ τὸν καιρὸν καὶ τὴν ἡμετέραν περὶ τὸ λέγειν ἀσθένειαν παραλιπεῖν δέον κεκρίκαμεν. Κἀπει‐ δήπερ οὐκ εἴχομεν τὴν σὴν ἀξίωσιν διακρούσασθαι καὶ | 66 | |
5 | ἀνηκοΐας γραφὴν ἀπενέγκασθαι, καθὼς ἡμῖν ἐξῆν, ἑαυ‐ τοὺς τῇ παρούσῃ δεδώκαμεν διηγήσει· τοῦτο γὰρ κἂν ταῖς ἀρχαῖς ὑπισχνούμεθα, μηδὲν πλέον τῆς ἡμετέρας δυνά‐ μεως ἐπιδείξασθαι. Ὅθεν, εἰ μὲν ἄξιόν τι τῆς τε σῆς ἐπι‐ θυμίας καὶ τῆς ὑποθέσεως φανῶμεν ἐργάσασθαι, σὸν ἂν | |
10 | εἴη τοῦτο καὶ τῶν σῶν ὑπὲρ ἡμῶν προσευχῶν. Εἰ δ’ αὖθις ἀτυχεῖς κατὰ πάντα δόξαιμεν, ὃ πᾶσα παθεῖν ἀνάγκη, ὁποία τις ἂν ἀμοιβὴ καὶ πάλιν ἡμῖν ἀντιδοθείη, δίκαιον ἂν εἴη καὶ σὲ ταύτης μετεσχηκέναι, ἡμᾶς ἀμαθεῖς ὄντας, παρακαλέσαντα πρὸς ἔργον τοσοῦτον διὰ τὸ ἡμᾶς εἶναί τι | |
15 | νομίσαι, μηδὲν ὄντας καὶ τοῦτο πανταχοῦ διατεινομένους. Ἐγὼ δ’ εἰς ἀμοιβὴν τὰς σὰς λιτὰς ἀντιδοθῆναί μοι θερ‐ μῶς ἐξαιτοῦμαι, τιμιώτατε πάτερ· πολλὰ γὰρ ἐμαυτῷ συνεγνωκὼς πταίσματα, τῆς ἀπὸ τῶν σῶν λιτῶν δέομαι | |
βοηθείας εἰς τὴν τούτων ἀπόνιψιν. | 68 |