TLG 3141 011 :: Georgius ACROPOLITES :: Epistula ad Joannem Tornicem

Georgius ACROPOLITES Hist.
(Constantinopolitanus: A.D. 13)

Epistula ad Joannem Tornicem

Source: Heisenberg, A. (ed.), Georgii Acropolitae opera, vol. 2. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1978 (1st edn. corr. P. Wirth)): 67–69.

Citation: Page — (line)

67

(t)

Epistula ad Joannem Tornicam.
1Ἐπιστολὴ τοῦ σοφωτάτου μεγάλου λογοθέτου γραφεῖσα πρὸς τὸν περιπόθητον συμπενθερὸν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως παντευτυχέστατον σεβαστοκράτορα κύριν Ἰωάννην τὸν Τορνίκην, γράψαντα
5αὐτῷ μετρίως καὶ φιλικῶς ὅτι ‘ψευδῶς κάθησαι καὶ τρώγεις τὸ ψωμὶ τοῦ βασιλέως ἐντὸς τῆς Κωνσταντίνου πόλεως· τὴν δουλείαν γάρ, ἥντινα ποιεῖς σύ, δύναμαι ἐλθεῖν καὶ ἐκπληροῦν καὶ αὐτός, ἤγουν ἑρμηνεύειν τοὺς παῖδας τὸ ὄργανον καὶ τὰς τοῦ σεκρέτου διεξάγειν ὑποθέσεις.‘
10Ἡράκλεις, μουσόληπτος ἐξαπίνης ὁ φίλτατός μοι σεβαστοκράτωρ, κάτοχος ἄγαν τῷ Ἑρμῇ ἀναπέφανται· ἐξηκόνισται γὰρ τὴν γλῶτταν πρὸς τὴν εὐφράδειαν, ἀπέξεσται τὸν φθόγγον πρὸς τὴν ἐμμέλειαν, καὶ ὅλος χαρίτων Ἀττικῶν ἀναπέπλησται. μὴν οὖν δάφνην ἐψώμισται πρὸς μου〈σῶ〉ν
15καὶ οὕτως ἐξαίφνης ἐλλογιμώτατος, ὡς τὸν Ἄσκρηθεν οἱ πάλαι μυθεύονται, ἢ καταδαρθὼν καὶ ἀφυπνισθεὶς εὗρε μελίττας σίμβλον κατεργασαμένας τῷ στόματι, καθά πού τινες περὶ τῆς Θηβαίας λύρας ἐξιστορήκασιν; ἔγωγ’ οὖν μὰ τοὺς λόγους ἐκπέπληγμαι, φρίκης τε καὶ θάμβους ἐμπέπλησμαι
20ἐν οὕτω μεγάλοις καὶ θαυμαστοῖς, θᾶττον ἢ λόγος γεγενη‐ μένοις πράγμασι. πεπίστευκα γὰρ ἐναργῶς καὶ εὐφραδῆ σε τυγχάνειν καὶ φιλοσοφίας ἀνάπλεων, καὶ πλημμύραν εἶναί σοι λόγων, καὶ διδάσκειν τοὺς βουλομένους δυνάμενον καθὼς καὶ ἐδήλους τῷ γράμματι. πῶς γὰρ ἂν εἶχες μὴ τἀληθῆ
25λέγειν τοῖος ἐών; ἀλλ’ ἀπεφθόνηκάς μοι τῶν ἀγαθῶν καὶ
βάσκανον ὄμμα τοῖς τῷ φίλῳ θυμήρεσιν ἐναποπέπομφας67

68

καὶ ἐναλλάττειν βίους προῄρησαι, χάλκεια ὄντως χρυσείων ἀνταλλάξαι βουλόμενος. οἶσθα καὶ γὰρ ὡς μέγα τι χρῆμα ὁ λόγος καὶ κλέος τούτου οὔποτ’ ὀλεῖται καὶ τὰ τῆς φήμης τῶν διδαγμάτων ὁ σύμπας αἰὼν οὐ διαφθείρειν δυνήσεται.
5πρὸς γοῦν τὸ μεγαλεῖον ἀπεῖδες τοῦ πράγματος, καὶ τοῦ ὕψους ἐστοχάσω καθεστηκότος αἰθεροβάμονος, καὶ διὰ ταῦτα παρ’ οὐδὲν τὸν φίλιον θέμενος ἀφελέσθαι ταυτὶ τοῦ ἀγαπω‐ μένου προῄρησαι, καὶ ἑαυτῷ μὲν περιθέσθαι τὰ κάλλιστά τε καὶ τιμιώτατα, ἐκείνῳ τε δοῦναι τὰ σὰ ἥττω πολὺ τούτῳ
10τῶν τοιούτων λελογισμένα· καὶ σὲ μὲν τῆς ἀπὸ τῶν λόγων εὐκλείας ἀπολαῦσαι καὶ τῆς τιμῆς, ἐκεῖνον δὲ περιπέζιά τινα καὶ χθαμαλὰ λαβεῖν παρὰ σοῦ. τί γὰρ πρὸς τὰ μεγάλα ταῦτα καὶ νοερὰ θεωρήματα καὶ τῆς ὕλης ὑπερανῳκισμένα καὶ τοῦ συγκρίματος κυανόχροα δέρματα καὶ τὸ εὐτυχὲς
15τοῖς ἔξω χρωματιζόμενον, κἂν μετ’ ἐπιτάσεως γράφηται; Ἔγωγ’ οὖν εἰ καὶ μετὰ δυσφόρως ἐχούσης καρδίας καὶ λύπῃ δακνομένης βαρυαλγεῖ τὴν τοῦ φίλου ἀξίωσιν δέχομαι. τί γὰρ ἂν καὶ πάθοι τις ὁπόταν φίλος βιάζηται; συναντ‐ αλλάξαι δὲ τοῖς βίοις καὶ τὰς τύχας τῶν ἀναγκαίων ἐστίν·
20οὐδὲ γὰρ τόπους ἀμεῖψαι ἡμᾶς ἀλλὰ βίους γεγράφηκας, βίῳ δὲ τύχη ἀκολουθεῖ καὶ βίος τύχῃ συμπάρεστιν. ἤδη γοῦν αὐτὸς τὰ τῆς φιλίας πεπλήρωκα· ἄλλον γὰρ αὐτὸν οἶδα τὸν φίλον ἐν ἀναπτύξει τῆς φύσεως. ἀλλ’—ὅ με τοῦ γράμματος λέληθεν—ὧνπερ ὁ φίλος ὡς πρωτίστων
25καὶ τιμιωτέρων—ἐρῶ δὲ κατ’ αὐτόν—καὶ ἡδυτέρων καὶ προσηνεστέρων ἀπεμνημόνευσεν, αὐτὸς οὐδ’ ὅλως μνήμην πεποίημαι, τὰ ἡδέα λέγω τῆς Κωνσταντίνου, τὰ ἐνδιασκεύως τούτῳ περιηγηθέντα τῷ γράμματι, κἂν οὐκ εἰς τέλος αὐτῷ τὰ τῆς διατυπώσεως γένοιντο ἔνθα περὶ τρυφῶν διελέγετο
30ὑδάτων τε διειδῶν καὶ ἀέρων εὐκραῶν καὶ τῶν ἄλλων ἁπάν‐ των τερπνῶν. παραλέλοιπε γὰρ τὰ κρείττω τούτων πολύ, τὰ κάλλη καὶ μεγέθη τῶν δομημάτων σῶν ἐν τοῖς ναοῖς καὶ οἰκήμασι. τί λέγεις; οὐ τὴν ὄψιν ἡδύνῃ ἐκ τῆς τῆς θαλάττης ἐπιφανείας, οὐ τοὺς λουτῆρας καθαίροντας καὶ
35πολλὴν παρεχομένους τὴν ἡδονήν; ἢ καὶ τὰ πολυειδῆ τῶν68

69

ἰχθύων ἔθνη ὡς οὐδὲν ἡγῇ καὶ τὰς διαφόρους ὀπώρας καὶ τὰς ἀνθοσμίας τῶν οἴνων, οἷς καὶ μᾶλλον τρυφῶμεν οἱ τῇ γαστρὶ χαριζόμενοι, ὧν ἡ Κωνσταντίνου μετέσχεν ὑπερπλησ‐ μίως; ἀλλ’ ὦ τάν, τὰ μὲν ἔφησθα, τὰ δ’ οὐκ ἔφησθα. καὶ
5ὅτι μὲν ἐν ἡμῖν τοιαῦτα λογίζῃ, ὅτι δὲ ἕτερ’ ἄττα κρείττω πολὺ παρὰ σοὶ, οὐδ’ ὁπωστιοῦν ἐνθυμῇ. καὶ ὅτι σὺ μὲν τῷ κοσμικῷ ἡλίῳ τυγχάνεις σχεδὸν καὶ ἀμέσως τῶν ἀκτίνων αὐτοῦ ἐμφορῇ καὶ τῶν ἀμαρυγμάτων εἰς κόρον μεταλαμβά‐ νεις, ὡς καὶ ἡλιοειδῆ σε παρὰ πᾶσι καὶ εἶναι καὶ ὀνο‐
10μάζεσθαι, ἡμεῖς δὲ Κιμμέριοι πεφύκαμεν ἄντικρυς ψύχει καὶ ζόφῳ ἐκπιεζόμενοι, οὐδ’ ὅλως ἐπιτίθης. καὶ ὅτι σὺ μὲν παρὰ τῇ μεγίστῃ τοῦ παραδείσου καθειστήκεις πηγῇ, ἐξ ἧς οἱ τέτταρες τῶν ἀρετῶν ἀναβλυστάνουσι ποταμοί, καὶ τῶν ναμάτων ἐπαπολαύεις τῶν ζωηρρύτων καὶ δίψης πάθος
15οὐδ’ ὅλως ἔχεις, ἡμεῖς δὲ τῶν παρ’ αὐτῆς ἁλλομένων ὑδά‐ των ἀσχάλλομεν στερισκόμενοι, πρὸς οὐδὲν λογίζῃ. ἀντάλ‐ λαξον τὰ σὰ τοῖς ἐμοῖς, αὐτὸς γὰρ ἤδη συντίθεμαι, καὶ ἐλεύσομαι πρὸς Ἄρην καθὼς εἰρήκεις σφριγῶν, κἂν ἀπο‐ 〈δειλιῶ τὸ τῆς μάχησ〉 ἀλλοπρόσαλλον· ὁ θῶκος δέ σοι
20ὁ διδασκαλικὸς παρεσκεύασται, ηὐτρέπισται δέ σοι καὶ ἡ καθέδρα τῶν κρίσεων. καὶ δίδασκε μὲν τοὺς πρὸς παιδείαν φιλόσοφον προσερχομένους σοι τἀληθῆ, δίκῃ διίθυνε θέμιστας. 〈γενέσθω δ’ οὖν ἡμῖν〉 ἡ ἀντάλλαξις τῶν βίων γνώμῃ τοῦ κρατοῦντος ἀμφοῖν· οὔτε γὰρ αὐτὸς οἰκείᾳ βουλήσει τυγχά‐
25νεις 〈τὰ τοῦ σεβαστοκράτορος διεκπληρῶν〉 οὔτ’ ἔγωγε πρὸς οἷς ἀποτέταγμαι. αὐτὸς μὲν οὖν ὡς ὁρᾷς τὰ τοῦ φιλίου ἐκπέπληκα· σὸν δ’ ἂν εἴη τὸ ἀπὸ τοῦδε ἐνεργεῖσθαί σου
τὴν ἀξίωσιν.69